thyreos

Βυζαντινα κειμενα

 

  Προκοπιος
  Ιεροκλης
  Σιμοκαττης
  Θεοφανης
  Ιωαννης Σκυλιτζης
  Κωνσταντινος Ζ’
  Λεων Διακονος
  Μιχαηλ Ψελλος
  Μιχαηλ Ατταλειατης
  Νικητας Χωνιατης
  Γ. Ακροπολιτης
  Γ. Παχυμερης
  N. Γρηγορας
  Ι. Καντακουζηνος
  Γεωργιος Σφραντζης
  Χαλκοκονδυλης


Aspis

Νικήτας Χωνιάτης - Ακομινάτος

1155 – 1216
τίτλος έργου:

– Χρονική Διήγησις –

χρόνος έκδοσης: περί το 1210
πλήρης τίτλος:

ΧΡΟΝΙΚΗ ΔΙΗΓΗΣΙΣ ΤΟΥ ΧΩΝΙΑΤΟΥ ΚΥΡ ΝΙΚΗΤΑ ΑΡΧΟΜΕΝΗ ΑΠΟ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ ΚΑΙ ΛΗΓΟΥΣΑ ΜΕΧΡΙ ΤΗΣ ΑΛΩΣΕΩΣ ΤΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

περιεχόμενο:

Αφήγηση γεγονότων της ιστορίας της Κωνσταντινούπολης από το 1118 έως το 1207.  Το παρόν 3ο μέρος καλύπτει την περίοδο 1185 μέχρι 1195, δηλαδή κυρίως τη βασιλεία του Ισαακίου Β’ Αγγέλου.

Κείμενο :
< 1 2 3 4 5 >

[περίοδος 1185-1195]

ΒΑΣΙΛΕΙΑ ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ

Ἀπραγμόνως δ᾿ οὕτω τὴν βασιλείαν παραλαβὼν Ἰσαάκιος ὁ Ἄγγελος καὶ τῷ τοῦ Ἁγιοχριστοφορίτου αἵματι ὡς εἰπεῖν αὐτὴν ὠνησάμενος ἐκ τοῦ μεγάλου παλατίου εἰς τὰ ἐν Βλαχέρναις ἀφικνεῖται ἀνάκτορα καὶ εἰς ἑαυτὸν οὐκ ὀρθῶς ἕλκων τὰ ἔπη καὶ ἀνὰ στόμα φέρων διὰ παντός, ἃ περὶ τοῦ βοοσχήμονος βασιλέως ἐκπεφώνηται καὶ διέξεισιν οὑτωσί· “τὸ σχῆμα φαίνει τὸν τόπον καὶ τὸν τρόπον, ὅθεν μολήσας, οἷος ὀφθείς μοι φίλος· πρώτας γὰρ ἔχεις ἀρετὰς ἄλλων πλέον καὶ σωφρονίζεις σωφρονῶν τοὺς φιλτάτους· ὅθεν τέτευχας χρηστοτάτου τοῦ τέλους μόνος ἀναχθεὶς ἐξ ἀνακτόρων κλέος καὶ τῷ νεκρῷ, κράτιστε, λιπὼν τὸ κράτος· ὡς ἐν βραχεῖ γὰρ εὐτυχήσεις τὸ κράτος” ἀρίστως τὸν δίκαιον ὑπεκρίνετο. τῷ ἐλέῳ τε γὰρ τῶν ἐνδεῶν ἤλειφε πλησμίως τὴν κεφαλὴν βασιλεύσας καὶ τῶν ταμιείων ἔνδον ὡμίλει τῷ ἐν τῷ κρυπτῷ βλέποντι πατρὶ θεῷ. ἀθροίσας δὲ καὶ τοὺς ἐν ἐξορίαις κακουχουμένους καὶ ὅσους Ἀνδρόνικος ἢ τῆς οὐσίας ἐψίλωσεν ἢ ἐς σῶμα διελωβήσατο εὖ ἐποίει ἱκανῶς οὐκ ἀποδιδοὺς μόνον, εἴ τι τῶν πάλαι προσόντων αὐτοῖς οὐκ ἠφάντωτο τῇ βασιλικῇ γάζῃ στεγόμενον ἢ παρ᾿ Ἀνδρονίκου βραβευθὲν ἑτέροις εἰσέτι περιελέλειπτο, ἀλλὰ κἀκ τῶν ἀρχικῶν θησαυρῶν προσπαρέχων καὶ φιλοτίμῳ χειρὶ δεξιούμενος.

Ὃ καὶ τὸν κατὰ τῶν Ἰταλῶν κατεύθυνε πόλεμον, οἳ Θεσσαλίαν τε εἶχον ἤδη καὶ Ἀμφίπολιν παρεστήσαντο, καταθρασυνόμενοι ἀναίδην καὶ αὐτῆς τῆς περιωνύμου μεγαλοπόλεως καὶ μεγαλαυχοῦντες τῷ κατά τε γῆν κατά τε θάλασσαν αὐτὴν διαλαβεῖν ῥᾳόνως ὡς ἐρήμην καταλήψεσθαι νοσσιὰν καὶ σκυλεύσειν ἀταλαιπώρως βραχυημέρῳ πάνυ καιρῷ. οἱ γὰρ ἄνθρωποι τὴν Ἰσαακίου ἀρχὴν ὡς ἐκ χειμῶνος εἰς ἔαρ μετάβασιν ἢ γαλήνην ἀπὸ ζάλης θεασάμενοι σταθερὰν ἐκ τῶν ἁπανταχῇ Ρωμαϊκῶν συνέρρεον χώρων, οὐ μόνον ὅσοι ὡπλίτευον, ἀλλὰ καὶ οἳ ἀπόμαχοί ποτε ἦσαν, καὶ αὐτοὶ δὲ οὐχ ἧττον ἠΐθεοι, οἱ μὲν ὀψόμενοι μόνον τὸν ἐλευθερωτὴν Μωσῆν καὶ τὸν ἐπανάγοντα Ζοροβάβελ τὴν αἰχμαλωσίαν Σιών (οὕτω γὰρ αὐτοῖς ἐκρίνετο Ἰσαάκιος), οἱ δὲ ἀποληψόμενοι τὰ συνήθη τοῖς στρατευομένοις ὀψώνια, τινὲς δὲ καὶ στρατολογηθησόμενοι καὶ κατὰ τῶν Σικελῶν ἀνδρισόμενοι.

Ὡς δὲ δήλη γέγονεν ἡ Ἀνδρονίκου καταστροφὴ τοῖς κατὰ τὴν Φιλίππου ἐπαρχίαν τῷ βασιλεῖ συναπάρασιν Ἰωάννῃ τῷ Ἀνδρονίκου παιδί, παραχρῆμα καὶ αὐτὸς συλληφθεὶς τὰς κόρας ἐκκόπτεται καὶ καταστρέφει τὴν ζωὴν ἐπωδύνως, ὑπομείνας παρακαλοῦντα καὶ μὴ εὑρών, καὶ συλλυπούμενον καὶ μὴ ἰδών.

Καὶ ὁ ἀδελφὸς δέ οἱ ὡσαύτως Μανουὴλ συσχεθεὶς ἐκτυφλοῦται, κατὰ μηδὲν αὐτῷ ἐπαρκέσαντος τοῦ μηδ᾿ ὅλως τοῖς πατρικοῖς συντίθεσθαι ἀνομήμασι καὶ συνειδέναι τοῦτο ἀκριβέστατα οὐ μόνον τοὺς ἐν ἀγορᾷ στρεφομένους, ἀλλὰ καὶ αὐτὸν ἁπάντων μάλιστα Ἰσαάκιον, ὃς ἐστέρησε τὸν ἄνδρα φωτός.

Ἰδὼν δὲ Ἰσαάκιος τὴν ἐκ τῶν ἑῴων πόλεων συνδρομὴν τοῦ λεὼ ἱκανὴν συνάρασθαί οἱ κατὰ τῶν ἐκ Σικελίας ἐχθρῶν αὐτούς τε ἀσμένως εἰσῳκίζετο καὶ δωρεαῖς εὐφραίνων ὅση δύναμις καὶ ὁπλοδοτῶν εἰς τὸ μετὰ τοῦ Βρανᾶ στρατόπεδον ἐξαπέστελλε καὶ τοῖς λοιποῖς δὲ Ρωμαϊκοῖς τάγμασιν, ὁπόσα ἐθυραύλει τοῖς πολεμίοις ἀντιφερόμενα, ἔπεμψε τὰ βασιλικὰ σιτηρέσια καὶ ἔτι μᾶλλον πρὸς τὸν ἀγῶνα ἐπέρρωσε τὸν προκείμενον ποσωθέντα εἰς χρυσίου κεντηνάρια τεσσαράκοντα.

Αὐτὸ μέντοι τὸ ἐκ Σικελίας ἀντίμαχον, μήπω τὰ κατ᾿ Ἀνδρόνικον ἐνωτισάμενον, εὐθαρσῶς τε τῆς εἰς τὰ πρόσω πορείας εἴχετο πέρας τῆς ὁδοιπορίας τὴν Κωνσταντίνου θέσθαι διανοούμενον· καὶ ὁ στόλος δὲ ἀναπλεύσας ταῖς νήσοις προσώκειλεν, αἳ ἄγχιστα τῆς πόλεως ἀμφιρρέονται. ἀλλ᾿ ὁ τοὺς γίγαντας μὴ ἐν πλήθει ἰσχύος αὐτῶν καὶ ἅρμασι καὶ ἵπποις σώζεσθαι ἀφιεὶς καὶ τοῖς ταπεινοῖς χάριν ἐπισταλάττων, οὗτος τοὺς ὑψαύχενας ἔσφηλε, καὶ αὖθις ἀτεχνῶς καταβὰς οὐ συνέχεε μὲν τὰς γλώσσας αὐτῶν, εἰς δὲ τρισσούμενα τούτους καταδιεῖλε τμήματα. τὸ μὲν γὰρ τὴν τῶν Θετταλῶν προκαθημένην εἰάθη φρουρεῖν καὶ ἔμενε κατὰ χώραν μετὰ νηῶν ταχυναυτουσῶν, τὸ δὲ τὰς Σέρρας ἔκειρε περιιὸν ἀδεῶς, τὸ δὲ τρίτον τοῦ πρόσω ἐχόμενον οὐδ᾿ αὐτὸ καθαρῶς ἦν ἀδιαίρετον, ἀλλ᾿ ὃ μὲν Στρυμόνος ἔπινε καὶ ἐλούετο φθεῖρον τὰ κατ᾿ Ἀμφίπολιν, ὃ δὲ προπορευόμενον γεγηθὸς καὶ οἷον προαρπάζον τὴν εἰς τὴν βασιλεύουσαν εἴσοδον κατὰ Μοσυνόπολιν ἐστρατοπεδεύετο. ἀεὶ δὲ νικῶντες καὶ μηδένα τὸν ἐς χεῖρας ἔχοντες ἐπιόντα ἀπερισκέπτους ἔδρων τὰς ἐκδρομὰς καὶ κατὰ ἴλας ἀποδιίσταντο καὶ ἄλλος ἄλλοθι, ὥσπερ ἑκάστῳ φίλον, ἀπεσκεδάννυντο, εἴ ποτε δεήσειεν ἐξιέναι τῆς Μοσυνοπόλεως ἐπὶ ληϊσμῷ καὶ τὰ ἐπιτήδεια εἰσενέγκασθαι.

Φυλάξας τοίνυν ὁ στρατηγὸς τὰ παρὰ τῶν βαρβάρων ὧδέ πῃ γινόμενα τὴν στρατιὰν ἐπάγει κατὰ καιρόν, μόλις πείσας ἀποστῆναι μικρὸν τῶν ὀρέων καὶ βαδίσαι ποτὲ καὶ πεδίον ἱππήλατον. καὶ ὡς ἤνυσάν τι χρηστὸν ἐκ πρώτης ὁρμῆς καὶ μοῖραν ἐτρέψαντο τῶν ἀντιπάλων, τὸν τῶν Μυρμιδόνων μῦθον ἔργοις αὐτοῖς ἐπιστώσαντο αἴφνης εἰς ἀγαθοὺς ἄνδρας μετατεθέντες καὶ ἀεὶ τὸν ὄπισθεν κτείνοντες. συνέβη δ᾿ ἐπιταθῆναι τὴν τῶν πολεμίων ἐπιδίωξιν καὶ κατὰ Μοσυνόπολιν αὐτήν. εὐτυχῶς δὲ καὶ τοῖς ἐφεξῆς προσπλακέντες ἐπιτίθενται καὶ τοῖς τοῦ πολίσματος ἔνδοθι. ἀμέλει καὶ τὰς πύλας παρὰ τῶν πολεμίων φρουρουμένας (ἤδη γὰρ φόβος καὶ φρικασμὸς αὐτοὺς περιεκέχυτο σώματος) παραδόντες πυρὶ εἰσπεπηδηκότες ἔσωθεν ἐνειστιῶντο ταῖς σφαγαῖς ἐπὶ μακρὸν ἀπόσιτοι ὄντες καρυκευμάτων ἀρεϊκῶν. ὡς δ᾿ ἔφαγον πλοῦτον ἐθνῶν ἐνεπλήσθησάν τε καὶ ἐλιπάνθησαν τοῖς λαφυραγωγήμασι, καὶ κατὰ τῶν περὶ τὴν Ἀμφίπολιν ἐφρονηματίσθησαν ὡς ἕωλον τροφὴν τὴν πρότριτα νίκην ἀντιπαρελθόντες.

Ἀπῆραν οὖν ὡς παρεμβολὴ Θεοῦ ἢ λεόντων στρατόπεδον τοῖς τῶν πολεμίων ἵπποις καὶ ὁπλισμοῖς φραξάμενοι κατὰ τῆς περὶ τὸν Στρυμόνα ἔτι σκηνουμένης λοιπῆς μερίδος τῶν ἀντιπάλων· ὅτε καὶ τοῦ κύβου τῶν πραγμάτων θεόθεν ἄλλως ῥιφέντος, οἱ μὲν πρώην ὑψαύχενες καὶ γαῦροι καὶ μικροῦ τοῖς δόρασιν ὄρη μετεωρίσειν καὶ μεταθήσειν κομπάζοντες, ὡς καταιβάτῃ πληγέντες ἢ βροντῆς ἤχῳ ἐξαισίας παρακοπέντες τὸν νοῦν τοῖς τῶν κατὰ Μοσυνόπολιν οἰκείων ἀπευκταίοις ἀκούσμασιν, ἀνεβάλλοντο τὴν μάχην καὶ ἐξετάσσοντο ῥᾳθύμως, οἱ δὲ Ρωμαῖοι τὸ ταπεινὸν ἀποθέμενοι τοῦ φρονήματος ὡς εἰς θήραν ὀρνίθων χαμαιπετῶν ὑψινεφεῖς ἐξεποτῶντο ἀετιδεῖς καὶ ὤργων ἀπτέρῳ τάχει συμπλακῆναι ὑφ᾿ ὧν ἦσαν ἀπορνιθούμενοι πρότερον ὀνειδείοις ῥήμασιν.

Ἐπεὶ δ᾿ εἰς ἕνα χῶρον συνήλθοσαν ἀμφότερα τὰ στρατεύματα (ἦν δὲ οὗτος ὁ τοῦ Δημητρίτζη λεγόμενος τόπος), τότε δὴ μᾶλλον οἱ Σικελοὶ καθυπέδειξαν ὃ πεπόνθασι δείλανδρον. συμβάσεων γὰρ ἐμέμνηντο καὶ τούτων ἕνεκα διεκηρυκεύοντο πρὸς Βρανᾶν. καὶ τὰ μὲν πρῶτα Ρωμαίοις ἥνδανε τὰ αἰτούμενα· μετὰ βραχὺ δ᾿ οὐκέτ᾿ αὐτοὶ γεγονότες, ἀλλὰ δόλον εἶναι ὑποτοπάσαντες τὰ παρὰ τῶν ἀντιπάλων προβαλλόμενα, ἢ εἰ μὴ τοῦτο, δειλίαν γοῦν ἐκ τοῦ ἀναμφιλέκτου πρόδηλον, μὴ πολέμου ἀναμείναντες σύνθημα, μὴ σάλπιγγος ἠχὴν μήτε τι ἕτερον παράγγελμα τῶν ὅσα στρατηγοῖς εἴθισται ποιεῖν πρὸ τῶν συμπλοκῶν, προσβάλλουσι τοῖς πολεμίοις τὰ ξίφη γυμνώσαντες. οἱ δὲ μέχρι μέν τινος εὐθαρσῶς καὶ ἀνδρείως τὴν τῶν Ρωμαίων ἐμβολὴν ἐδέξαντο καὶ καμπάς τινας καὶ ἑλίξεις ὁ πόλεμος ἔλαβε· τέλος δὲ πρὸς τὸ ὑπεράγαν ἔνθερμον τῆς Ρωμαϊκῆς ὁρμῆς ὑπενδόντες ἔκλιναν εἰς τροπὴν καὶ ἀκόσμως ἔφευγον. ὅθεν καταλαμβανόμενοι ἀνῃροῦντο, ἐζωγροῦντο, ὠθοῦντο κατὰ ποταμοῦ τοῦ Στρυμόνος, ἐλαφυραγωγοῦντο, ἐσκυλεύοντο. ἤγετο δὲ ἑβδόμη τοῦ Νοεμβρίου μηνὸς καὶ περὶ δείλην ἦν τῆς ἡμέρας, ὁπότε ταῦτα ἐγίνετο.

Συλλαμβάνονται δὲ καὶ οἱ δύο στρατηγοὶ τοῦ στρατεύματος, ὅ τε Ριτζάρδος ὁ τῆς γυναικὸς τοῦ Ταγκρὲ κασίγνητος, ὃς ἐναυάρχει τοῦ τῶν Σικελῶν ναυτικοῦ, καὶ ὁ Ἀλδουῗνος κόντος, γένους μὲν οὐ φὺς εὐγενοῦς καὶ λαμπροῦ, διὰ δὲ τὴν κατὰ πόλεμον δεξιότητα αἰδέσιμος ὢν τῷ ῥηγὶ καὶ τότε ὑπὲρ πάντας τὸ τῆς στρατηγίας ὑπεζωσμένος σέμνωμα· ὃς καὶ ταῖς προτέραις κατὰ Ρωμαίων νίκαις μεγαλοπρεπευόμενος ἑαυτὸν ἐξωμοίου τῷ Ἀλεξάνδρῳ τῷ πάνυ τῷ Μακεδόνι, μόνον οὐκ ἐν στήθεσι κατ᾿ ἐκεῖνον τρίχας δεικνὺς ῥάμφους καὶ πτερῶν εἰκασίαν ὑπεμφαινούσας, καὶ μείζω ἢ ἐκεῖνος ἔργα δι᾿ ἀκαριαίου καιροῦ καὶ ἀναιμωτὶ ὑπερηφανεύετο διαπράξασθαι.

Ὅσοι δὲ τὸ τοῦ πολέμου διαταθὲν ἐξήλυξαν δίκτυον ἔκ τε τουτωνὶ τῶν ἰλῶν καὶ οἳ τὰ ἐν Σέρραις χωρία κατέτρεχον, εὐθὺ τῆς Θεσσαλονίκης ἵενται καὶ τῶν ἐκεῖσε μακρῶν ἐπιβάντες νηῶν, ὡς εἶχον εὐθὺς ἀπὸ τῆς φυγῆς, οὐκ εὔπλουν τὸν πλοῦν εὕρισκον· φοροὶ γὰρ εἰς τὴν αὐτῶν ἀφάνισιν ἀνεγερθεῖσαι λαίλαπες ἀποπλῆσαι τὸν μόρον αὐτοὺς εἰργάσαντο, ὃν θεόθεν χερσαῖον ἐπικλωσθέντα μετὰ βραχὺ μετέθεντο κατὰ θάλατταν. πολλοὶ δὲ μὴ ἐντυχόντες τριήρεσιν, ἐπικαταλαμβανόμενοι ἔτι κατὰ Θεσσαλονίκην ἀλύοντες πολυτρόπως ἐφθείροντο, καὶ μάλιστα ὑπὸ τῶν ἐπικούρων Ἀλανῶν. οὗτοι γὰρ ἀντίρροπα δρῶντες ὧν πεπόνθασιν, ἡνίκα Θεσσαλονίκη ἑάλωκεν, οὐ φειδώ τινος τῶν πολεμίων ἐλάμβανον, τὰς δ᾿ ἀμφόδους καὶ τὰ τῶν θείων σηκῶν πρόναα πτωμάτων ἐνέπλησαν. ἐπερόμενοι δὲ καὶ τοὺς συλλαμβανομένους Σικελοὺς “ποῦ ποτὲ ὁ ἀδελφός”; (ὁ συμφυλέτης δηλαδὴ Ἀλανός, ὃν κατὰ τὴν ἅλωσιν οἵδε ἀπέκτειναν) ἐπῆγον ἅμα τῷ λόγῳ τὸ ξίφος. ἀλλὰ καὶ τοὺς προσρυομένους τεμένεσιν ἀπέσφαττον “ποῦ ποτε ὁ παπᾶς”; λέγοντες, ὅπερ ἔστιν οὓς ἀνῃρήκεσαν ἱερεῖς ἐκεῖνοι εἰσεφρηκότες ἔνδον τῶν ἱερῶν.

Ὅτε καὶ τοιοῦτο καινόν τι ἐπισυνέβαινε· τοὺς γὰρ κύνας φασὶ κατὰ μὲν τὴν τῆς πόλεως ἅλωσιν μηδενὸς νεκριμαίου σώματος τῶν ἀναιρεθέντων Ρωμαίων ἅψασθαι ἢ ὅλως ὀδοῦσι σίνασθαι ἢ αἰκίσασθαι, τότε δὲ οὕτως ἐμμανῶς τοῖς πτώμασι τῶν πεσόντων Λατίνων προσφέρεσθαι καὶ κόρον οὐδένα μηδαμῶς εἰδέναι σαρκοβορίας, ὡς καὶ τυμβωρυχεῖν καὶ ἀνακαλύπτειν τὰ παραδοθέντα ταφῇ σώματα καὶ κύρμα ταῦτα ποιεῖν.

Ζωγρεῖται δὲ σὺν οἷς εἴπομεν δυσὶ στρατηγοῖς καὶ ὁ ἐκ Κομνηνῶν νοὸς ἔρημος καὶ φθόριμος Ἀλέξιος, ὁ τούτων πάντων αἴτιος τῶν κακῶν, καὶ τοῦ τῶν ὀφθαλμῶν φωτὸς στέρεται ὁ τῶν Χαρωνείων οἰκήσεων ἄξιος.

Ἦσαν δ᾿ οἳ καὶ πρὸς τὴν Ἐπίδαμνον ἀπεσώθησαν καὶ τοῖς ἐκεῖσε ὁμοφύλοις φρουροῖς τῆς πόλεως ὡς σπέρματα χιλιοστύων πολλῶν ἀγαπητῶς ἀπεδόθησαν· ἣν καὶ παντοίοις ὅπλοις ἀμυντηρίοις ὁ Σικελίας ῥὴξ κρατυνάμενος ὕστερον οὐκ ἀπεδίδου Ρωμαίοις μετὰ τὴν τῶν οἰκείων στρατευμάτων φθοράν, ἀλλ᾿ ἣν οὐκ ἔδει μετὰ ἧτταν καὶ αἰσχύνην περιφανῆ δόξαν ἑαυτῷ θηρώμενος κατεῖχε φρενοβλαβῶς. μετὰ βραχὺ δὲ πρὸς τὰς δαπάνας ἀπειρηκὼς ἑκόντως ἀπέσχετο.

Καὶ ὁ μὲν χερσαῖος πόλεμος τοιοῦτον αἴσιον ἀπείληφε πέρας οὐδέποτε ἐπὶ καρδίαν ἡμῶν τινος ἀνελθόν. ἀλλ᾿ ὁ πάντων κηδόμενος θεός, ὅτι πάντων δεσπόζει, καὶ μετὰ φειδοῦς πολλῆς διοικῶν τὰ ἀνθρώπινα καὶ ἐλεῶν τὰ πάντα, ὅτι πάντα δύναται, οὗτος εἰς ῥοπὴν πλάστιγγος ἐπαγαγὼν τὰ ἡμέτερα καὶ χρηστὴν ἐλπίδα πᾶσαν ἀπενεγκὼν ἡμᾶς παιδεύσας βραχέα τοὺς ἐχθροὺς ἡμῶν ἐν μυριότητι ἐμαστίγωσεν, οὐ στοιχείων μεθαρμοζομένων, οὐδὲ γῆς μὲν ἐξαγούσης πλῆθος σκνιπῶν, ποταμοῦ δὲ ἐξερευγομένου ἔνυδρα ζῶα βατράχους, οὐδὲ σφηκῶν ἀποστελλομένων προδρόμων τοῦ στρατοπέδου ἤ τινος ἑτέρου τῶν παλαιῶν ἐξαισίων, ἀλλὰ τῶν ἀναιρουμένων ἀποκτεινόντων τοὺς φονευτὰς τῷ ἐξαίφνης εἰς ἀποτόμους ὑπὸ Θεοῦ μεταβληθῆναι πολεμιστάς, ἐπεὶ καὶ δειλόν τι πρᾶγμα ἡ πονηρία ἰδίῳ καταδικαζόμενον μάρτυρι, καὶ προσείληφεν ἀεὶ τὰ χαλεπὰ τῇ οἰκείᾳ συνειδήσει συνεχόμενον.

Τί γὰρ καὶ εἶχον δεινὸν ἐπεγκαλεῖν Ρωμαίοις οἱ Σικελοί, οὓς οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα πλεῖστον ἀφ᾿ ἡμῶν ἐξετόπισαν; ἀλλ᾿ εἴπερ ἔστι τῶν βαθυτέρων ἀνεπιπλήκτως ἅψασθαι κριμάτων Θεοῦ, Κύριος ἔπαισεν ἡμᾶς, ὅτι ἔγνωκεν ἁμαρτήματα ἡμῶν· ἀλλ᾿ ἐπειδήπερ ἦσαν ἰταμοὶ καὶ οὐκ ᾤκτειρον οἵτινες ἡμᾶς θεόθεν εἰλήφασιν εἰς μαστίγωσιν, οὐδ᾿ αὐτοὶ τοῦ τὸν ἔλεον θέλοντος καὶ ψωμίζοντος ἄρτον δακρύων καὶ ποτίζοντος ἐν δάκρυσιν ἐν μέτρῳ τὸν δίκαιον χόλον ἐξέφυγον, ἀλλ᾿ ὡς ἐκ δρυμοῦ λέων ἐμπίπτοντες καὶ ὡς λυκιδεῖς ὀλοθρεύοντες καὶ ὡς πάρδαλις ἐφαλλόμενοι, γεγένηνται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες καὶ κατεκυριεύθησαν οἱ κυριεύσαντες καὶ κεκέρακεν αὐτοῖς Κύριος πνεῦμα πλανήσεως, δείξας ὡς καὶ αὐτοῖς ἦσαν κηλῖδες διὰ τὸ τοῦ τρόπου φονικὸν εἰς φοινικοῦν χρωζόμεναι καὶ νίτρων δεόμεναι. οὐκοῦν καὶ τὰ οἰκεῖα ὅρια ὑπερβαλόντες εἰσέδραμον τὰ ἡμέτερα, μαστιγοῦντες ἡμᾶς βραχέα καὶ μαστιγωθησόμενοι πλείονα.

Καὶ τὴν μὲν ἵππον οὕτως ἡ δίκη μετῆλθεν. αἱ δὲ μακραὶ νῆες ὑπὲρ τὰς δὶς ἑκατὸν οὖσαι οὐδ᾿ αὗται κακῶν ἀπαθεῖς πρύμναν ἐκρούσαντο. ἀποβᾶσαι γὰρ κατὰ τὸν Ἀστακηνὸν κόλπον πολλοὺς ἀπεβάλοντο τῶν πλωτήρων, Ρωμαϊκαῖς ἐγκύρσασαι στρατιαῖς, αἳ τὰς ἐνορμίσεις αὐτῶν ἀπεκώλυον ἀμφὶ τὰς ἀκτὰς ἑλισσόμεναι καὶ πᾶσαν ἄβατον ἐποίουν ἤπειρον· τὸ δὲ Σικελικὸν ναυτικόν, εἴ ποτε κατὰ χέρσον προύκυψεν ἢ ἀποβάθραν ἔβαλεν, εὐθὺς τοῖς βέλεσιν ὡς ὕδατος σταγόσι πάντοθεν καταντλούμενον ὡς κέλυφος χελῶναι τὰ τῶν νηῶν ὑπέτρεχε καταστρώματα.οσαύταις δὲ οὔσαις τὸν ἀριθμὸν ταῖς ναυσὶ αἱ ἡμέτεραι εἰσάπαξ ἑκατὸν συγκροτούμεναι μάχεσθαι ἀπεθάρρουν. καὶ οὐ τὸ ναυτικὸν ἐκαρδίωττε μόνον, ἀλλὰ καὶ πολλοὶ τῶν ἀστυπολιτῶν ταῖς ἁλιάσιν ἐμβάντες καὶ ὅτῳ τύχοι καθοπλισάμενοι τὸν πλοῦν ἐς τοὺς πολεμίους ἔσφυζον θέσθαι· οὐ συνεχωροῦντο δὲ πρὸς τοῦ βασιλέως καὶ τῶν συνδιασκεπτομένων αὐτῷ τὰ κοινά, οὐκ εἰς τὸ πρόθυμον τῶν ἡμετέρων ἀφορᾶν μόνον ἐχόντων, ἀλλὰ καὶ τὸ ὑπερπαῖον προορωμένων τῶν ἀντιμαχομένων νηῶν. καὶ κατὰ τοῦτο περὶ τὴν τῶν Κιόνων ἠϊόνα αἱ τριήρεις σαλεύουσαι οὐ περαιτέρω προῄεσαν· ὁ δὲ τῶν ἐναντίων στόλος περὶ τὰς δεχεπτὰ τὴν κώπην σχάσας ἐν ταῖς νήσοις ἡμέρας ὡς οὐδένα πως ἑώρα τῶν ὁμοφύλων κατὰ χέρσον προσιόντα, οὐκ ἀγαθὴν εἰκάσας τὴν ἀναβολὴν μεθαρμόζεται πρὸς ἀπόπλοιαν. καὶ δὴ τὴν νῆσον τὴν Καλώνυμον πυρπολήσας καὶ ὅσα πάραλα κεῖται κατὰ κόλπον τὸν Ἑλλησπόντιον εἴχετο τοῦ οἴκαδε πλοῦ. φασὶ δὲ ὡς καὶ τούτων πολλαὶ αὔτανδροι τῷ βυθῷ κατέδυσαν ἀντιπνοίαις περιπεσοῦσαι καὶ καταιγιδώδεσιν ὁμιλήσασαι πνεύμασι. καὶ λιμὸς δὲ καὶ νόσος ἔστιν ἃς ἐξεκένωσε.

Καὶ οὕτω μὲν οὐ μεῖον ἢ δέκα χιλιάδες μαχίμων ἀνδρῶν ἐν τοῖσδε τοῖς πολέμοις ἀπώλοντο, αὐτοὶ δὲ οἱ ζωγρηθέντες κατ᾿ ἀμφοτέρους τοὺς πολέμους ὑπὲρ τὰς τέσσαρας χιλιάδας ἀριθμούμενοι ταῖς δημοσίαις φυλακαῖς ἐγκαθείργνυνται. μὴ ἐκ βασιλικῶν δὲ ψωμιζόμενοι ταμιείων ἤ τινος τῶν ὅσα τὸ ζῆν συνίστησι μεταλαγχάνοντες ἄλλοθέν ποθεν, ἀλλ᾿ ἄρτῳ μόνῳ διαζῶντες, χορηγουμένῳ πρὸς τῶν θεοφιλῶς ἐπισκεπτομένων τοὺς ἐν εἱρκταῖς, κακῶς ἐφθείροντο, ὥσθ᾿ ὁ τὴν ἀρχὴν τῆς Σικελίας χειρίζων καὶ τὴν τότε κατὰ Ρωμαίων κίνησιν θέμενος τοῦτο πυθόμενος διὰ γραμμάτων τῷ βασιλεῖ κατωνείδιζε τὸ ἀφίλοικτον ὡς ἐῶντι ἀφιλανθρώπως λιμῷ καὶ γυμνότη τι παραπόλλυσθαι τηλίκων καὶ τοσούτων στίχας ἀνδρῶν, ἐναργῶς μὲν ἀράντων ὅπλα κατὰ Ρωμαίων νόμῳ πολέμου, Χριστιανῶν δ᾿ ὅμως ὄντων καί οἱ παραδεδομένων εἰς χεῖρας ὑπὸ Θεοῦ. χρῆναι δ᾿ ἔλεγε τὸν νικῶντα ἢ πανωλεθρίαν εὐθὺς τῶν ζωγρηθέντων καταψηφίζεσθαι, εἰς θηρίου φύσιν ἐκ πολλοῦ τοῦ παραλόγου μεταμειφθέντα καὶ τὸν ἀνθρώπινον νόμον παραβλεψάμενον, ἢ μὴ δοκιμάσαντα τοῦτο, συνειληφότα δὲ καὶ καθείρξαντα, τρύφος ἄρτου διαθρύπτειν ὀκτάβλωμον, εἰ περὶ τὴν διαρκῆ διαίτησιν κιμβικεύεται, ἀλλὰ μὴ τιμωρεῖν τοῦ διὰ ξίφους καὶ αὐτίκα μόρου μακρότερα λιμώττειν ἐῶντα καὶ παγετῷ καὶ κρυμῷ διαρρηγνύναι κακῶς τὴν ψυχὴν καὶ φόνου αἰτίαν ἐπάγεσθαι, εἰ καὶ μὴ τὰ στέρνα διατορεῖ δόρατι ἢ τὸ βέλος ἁρπαζόμενον τοῖς σπλάχνοις καὶ ἐμβαπτόμενον δείκνυσιν, ἐπεὶ μηδὲ διαφέρειν τὸ φονεῦσαι καὶ φόνου παρασχεῖν πρόφασιν. βασιλεὺς δὲ ὠσὶν ἄκροις παραδεξάμενος τὰ γραφόμενα εἴασε τοὺς τάλανας ὡς πρότερον φθίνεσθαι, ὡς ἐν αὐτῷ ὄντος τοῦ ὅ τι ποτ᾿ ἂν αὐτοὺς βούλοιτο δρᾶσαι. σύνδυο οὖν καὶ σύντρεις πολλάκις τῆς ἡμέρας ἐκκομιζόμενοι νεκροταφίων ἄμοιροι καὶ ἄτερ τῶν τελευταίων λουτρῶν κατὰ τῶν πολυανδρίων ἐξετινάσσοντο καὶ καταδύσεων τῶν ὑπογείων.

Καθίσας δ᾿ ὁ βασιλεὺς ἐπὶ δίφρου χρυσοκολλήτου καὶ περιδὺς τὴν λιθόστρωτον τήβενναν βῆμά τε πολυανθρωπότατον ἠθροικώς, ὡς εἴη μὴ τοῖς ἀλλοφώνοις μόνον ἀλλὰ καὶ Ρωμαίοις ἐπιφοβώτατος, εἰσάγεσθαι κελεύει τοὺς τοῦ Σικελικοῦ στρατεύματος ἀρχηγούς, δηλαδὴ τὸν Ἀλδουῗνον καὶ τὸν Ριτζάρδον. οἳ καὶ τὸ τῆς κεφαλῆς ἀποθέμενοι κάλυμμα καὶ δουλικωτέραν προσκύνησιν ἀπονείμαντες ἠρωτήθησαν παρὰ τοῦ βασιλέως, ὅπως αὐτόν, χριστὸν ὄντα Κυρίου, ἐκακολόγουν ἐν τοῖς πρὸς αὐτὸν γράμμασιν, οὐδὲν μὲν δικαίως ἔχοντος ἐπεγκαλεῖν, τῇ δ᾿ ἐνεστώσῃ τύχῃ παρὰ τὸ δέον χρωμένου καὶ κυδρουμένου καὶ τῷ ἡττῆσαι κατὰ κράτος τὸ πολέμιον φυσωμένου.

Αὐτὸς μὲν γὰρ ὁ βασιλεὺς Ἰσαάκιος τὴν βασιλείαν ἄρτι παραλαβὼν πρέσβεις ἀποστείλας, ἔτι τῆς Λατίνης στρατιᾶς συνεστώσης, οὐδέν τι τῶν πρὸς διαλλαγὴν φερόντων τοῖς στρατηγοῦσιν ἐλάλησε, μήτε δώροις ἀγάλλων, μήτ᾿ εὐνοίας ὑπαγόμενος πλάσμασιν, ἀλλ᾿ ἐπιστείλας ἀρχικώτερον καὶ πάσαις μὲν αἰτίαις πᾶσι δὲ βάλλων ἐγκλήμασιν ἐσοβαρεύετο πρὸς ἄνδρας ἔτι νικῶντας κἀπὶ τοὺς ἑαυτῶν πόδας τιθέντας ἅπαν τὸ ἐν Ρωμαίοις καὶ τὸ οἰκεῖον ἀνυμνῶν ἄντικρυς ξίφος καὶ μεγαλύνων ὡς τμητικώτατον διηπειλεῖτο ἐφ᾿ οἷς ἔτι διηπορεῖτο ἐξολόθρευσιν αὐτῶν καὶ ἀπώλειαν, εἰ μὴ μεταβουλευσάμενοι παλίμποδες γένωνται, ὅθεν ἐξῄεσαν.

Ὁ δ᾿ Ἀλδουῗνος ἀγέρωχος ὢν καὶ ἄλλως, ὡς ἔδειξε, τότε δὲ καὶ ταῖς ἐνεστώσαις τύχαις ὡς ἀσκὸς ἐξοιδούμενος, οὐκ ἐνεγκὼν τὰ ἐπεσταλμένα ἀμείβεται τὸν βασιλέα λόγοις κομψευτικοῖς. τό τε γὰρ ξίφος αὐτοῦ ἐκωμῴδησεν ὡς σκιατραφέσιν ὀξυνόμενον σώμασιν (ὑπῃνίττετο δὲ τὰ γραφόμενα τὸν τοῦ Ἁγιοχριστοφορίτου θάνατον), καὶ αὐτὸν δὲ τὸν Ἰσαάκιον ὡς ἀπάλαμνον ἐμωκᾶτο· μηδὲ γὰρ θυραυλῆσαί ποτε καὶ ἐπὶ θυρεοῦ ἀφυπνῶσαι ἢ μαρύλλης ἀνασχέσθαι κράνους καὶ μολυσμὸν ὑπενέγκειν θώρακος, ἀλλὰ καπνῷ γραμμάτων προσανέχειν ἐς γραμματιστοῦ φοιτῶντα ἐξ ἁπαλῶν ἔτι ὀνύχων καὶ δέρριν ἐξημμένον περὶ ἀριθμῷ διεξιοῦσαν πινακίδιόν τε καὶ γραφεῖον ἀνὰ χεῖρας ἔχοντα τὴν σκυτάλην συχνὰ ὑποβλέπεσθαι καταφερομένην τῶν χειρῶν αὐτοῦ καὶ τῶν πυγῶν, καὶ ταύτης μόνης εἰδέναι καὶ δεδιέναι τὰ κροταλίσματα, ἀπειλὴν δ᾿ Ἄρεος ὑφίστασθαι μηδαμῶς, μηδὲ δοῦπον ἀκόντων ἐνηχηθῆναί ποτε. οὐ ταῦτα δὲ μόνον ἐπικερτομῶν ἔγραφεν, ἀλλὰ καὶ παραίφασιν εἰσῆγε καὶ ἐχθρὸς ὢν συμφράδμων ἐγίνετο. καὶ ἐνῆγεν ἀποθέμενον τὸ βασίλειον στεφάνωμα καὶ τὰ λοιπὰ τῆς ἀρχῆς ἀποβαλόμενον καὶ συμπτύξαντα σύμβολα τούτων μὲν ὑπεκστῆναι καὶ τηρεῖν τῷ νικῶντι καὶ κρείττονι, τὸν ἑαυτοῦ κύριον οὕτω τὸν ῥῆγα λέγων, αὐτὸν δὲ ὑποπεσεῖν καὶ περὶ τοῦ μόνον ζῆν ἐπανατείνεσθαι δέησιν.

Καὶ βασιλεὺς μὲν διὰ ταῦτα ὑπ᾿ εὐθύνην ἦγε τότε τοὺς στρατηγούς, μὴ φέρων τὸ τοῦ Δαυὶδ κατὰ νοῦν “ἡ γλῶσσα ἡμῶν παρ᾿ ἡμῖν ἐστι· τίς ἡμῶν κύριός ἐστι”; καὶ θανάτου ἐτίμα τὰ γεγραμμένα.

Ὁ δὲ Ἀλδουῗνος οὐκ ἦν ἄρα μόνον δεινὸς ἐπιπλῆξαι τὴν τύχην ἔτι ἔχων ὑπερηφανευομένην, ἀλλὰ καὶ κολακεύειν ἤσκητο ἄκρως, πρὸς ὃ μόνον πᾶν ὅπλον καὶ πᾶσα μικροῦ μηχανὴ πέφυκεν ἀσθενέστερα, ἐν οἷς ἀπολελοιπὸς ἦν αὐτὸν τὸ εὐδαιμονεῖν· ἐξέκρουσε γὰρ τῆς ὀργῆς καὶ καθήδυνε τὸν βασιλέα ὑποσκυζόμενον, τὸ ξίφος αὐτοῦ μεγεθύνειν ἀρξάμενος ὡς βασιλικὸν ὄντως καὶ τομόν, καὶ μὴ κουφολογίαν ἀνόνητον, ῥήματα δὲ ἀληθείας τὰ παρὰ βασιλέως τότε γραφέντα διετείνετο εἶναι καὶ ἀτεχνῶς ἐνσημανθέντα χειρὶ Θεοῦ. ἀλλὰ καὶ ἑαυτὸν οὐκ ἀπόβλητον ἐδεῖτο ἡγεῖσθαι, εἰ δριμύτερα ἐπέστελλε· τὸ γὰρ τῶν ἐχθρῶν μῖσος καὶ ἡ φύσις οἶδεν ἀνέγκλητον.

Πρὸς ἅπερ ἀπεσιώπησε βασιλεὺς μηδέν τι προσθεὶς ἕτερον, οὐκ οἶδ᾿ εἴτε τῇ κολακείᾳ ἐκθηλυνθείς, εἴτε τῇ ὑπερηγορίᾳ καταπεισθείς.

Καὶ αὐτοὶ μὲν ἐκεῖθεν ἐξήλθοσαν, καὶ γεγόνασιν αὖθις ἔμφρουροι. βασιλεὺς δ᾿ ἑτέραις προσσχὼν ὑποθέσεσι προσέθετο τοῖς παροῦσι διατρανώσασθαι καὶ τοῖς λοιποῖς δὲ πᾶσιν οὐκ εἶναι ὅλως ἀνήκοον ἤθελεν ὡς ἀπὸ τῆς ἡμέρας ἐκείνης οὐδένα ἐς τὸ σῶμα διαλωβήσεται, κἂν ἔχθιστος ἀνδρῶν τις ἐσεῖται. κἂν τῇ αὐτοῦ βιοτῇ καὶ βασιλείᾳ ἐπιβουλεύων ἁλῷ. καὶ οἱ μὲν τὸ βασιλικὸν βῆμα τότε πληροῦντες ἐπευφήμησαν τοῖς λελαλημένοις τούτοις καὶ ἐπερρόθησαν ὡς μικροῦ φωνῆς ἀκηκοότες Θεοῦ, καὶ πᾶς ἐνηχηθεὶς τὸ ῥῆμα τουτὶ δώρημα Θεοῦ τὸν βασιλέα τέλειον ἔλεγε, πρὸς τὴν τοῦ ἐπηγγελμένου ἐργωδίαν ὁρῶν καὶ τὸ τῆς πραότητος πολὺ ἐκπληττόμενος· μηδὲ γὰρ ἐξεῖναί τινι, καὶ μάλιστα βασιλεύοντι, μοχθηρίαν φύσεως φέρειν ἀκίνητον πρὸς τὸ κρεῖττον ἢ δυσμετάθετον, ἢ στέγειν ἄνθρωπον ἀποστατικὸν καὶ λῃστεύοντα τὴν ἀρχήν, κἂν ἀρετῆς μεταποιοῖτο μάλιστα καὶ μετὰ Δαυὶδ οὐκ ἀνταποδιδοίη τοῖς ἀνταποδιδοῦσι κακά, ἢ ψάλλων εἴη κατ᾿ ἐκεῖνον ἐν καιροῖς κινδυνώδεσιν “ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς”.

Αὐτὸς μέντοι βασιλεὺς ἀντιφθεγγομένην προδήλως τῇ γλώττῃ καθυπέφηνε μετὰ βραχὺ τὴν προαίρεσιν, καὶ ὥσπερ ἐν τῷ λέγειν οὐ διεστείλατο, οὕτω κἀν τῷ πράττειν οὐ συνεστείλατο, ἀλλὰ μικροῦ διημιλλήθη Ἀνδρονίκῳ τὸ προσκεκρουκὸς σινόμενος, μὴ τὸ τοῦ Σολομῶντος ἐπῃνεκὼς ὅ φησιν “ἀγαθὸν τὸ μὴ εὔξασθαι ἢ τὸ εὔξασθαι καὶ μὴ ἀποδοῦναι”.

Ὁ δέ γε τοῦ Ἰκονίου σουλτάν (ἦν δὲ εἰσέτι ὁ Κλιτζασθλάν, εὐγηρίαν ἄγων καὶ γεγονὼς ὑπὲρ ἔτη τὰ ἑβδομήκοντα) τὸν Ἀνδρονίκου ἐνωτισθεὶς θάνατον καὶ τὴν ἀνάρρησιν Ἰσαακίου πυθόμενος καταστοχάζεται ἀρίστως ὅσα εἰκὸς ἐπὶ ταῖς τῶν βασιλέων τοιαῖσδε μεταθέσεσί τε καὶ παραλύσεσι γίνεσθαι, καὶ μᾶλλον εἰ πόλεμος ἀνθέλκει ἑσπέριος καὶ πολέμων ὁ κράτιστος· καὶ δὴ ἐσβολὴν ποιεῖται κατὰ τοῦ τῶν Θρᾳκησίων θέματος δι᾿ εὐίππου καὶ εὐόπλου πάνυ στρατιᾶς, τοῦ Σαμῆ ἀμηρᾶ στρατηγοῦντος. οὐκοῦν ἀνδρῶν κεκενωμένον εὑρὼν τὸ τοῦ Κελβιανοῦ κλίμα ὅπλα φέρειν εἰδότων (πάντες γὰρ ὡς χείμαρροι μετερρύησαν πρὸς τὸν νεωστὶ τὴν ἁλουργίδα ἐμπορπησάμενον Ἰσαάκιον) ἀνθρώπους τε πολλοὺς ἐχειρώσατο καὶ ζώων ἤλασεν ἀγέλας παντοδαπῶν καὶ ὠφελειῶν ἄλλων τὸ οἰκεῖον ἐνέπλησε στράτευμα.

Ἠρεμησάντων δὲ καὶ τῶν ἑῴων ἐθνῶν ἄλλοις τε προσκαίροις φιλοτιμήμασιν, ἀλλὰ δὴ καὶ ἐτησίων ἀπολήψεσι φόρων (οὕτω γὰρ οἱ ἐς ἡμᾶς ὑπερκαθήμενοι Ρωμαίων μετιέναι ἴσασι τὸ ἀλλόφυλον, τὴν οἰκουρίαν μεταδιώκοντες ὡς θαλαμηπόλοι νεάνιδες, αἳ περὶ τὴν ταλασίαν διαπονοῦνται), ἠθέλησεν ἐξ ἀλλοεθνοῦς γένους ἑαυτῷ μνηστεύσασθαι γαμετήν· ἣν γὰρ ἐνυμφεύσατο πρότερον θανάτῳ ἀπεβάλετο. καὶ δὴ κοινολογησάμενος διὰ πρέσβεων τῷ τῆς Οὐγγρίας ῥηγὶ τῷ Βελᾷ μνηστεύεται εἰς γυναῖκα τὴν ἐκείνου θυγατέρα, τῆς δεκαετηρίδος οὔπω ἀκριβῶς ἁψαμένην.

Τὰ δὲ γαμοδαίσια θύειν ἀπὸ χρημάτων δημοσίων σμικρολογούμενος ἀμισθὶ ταῦτα ἐκ τῶν οἰκείων συνέλεγε χώρων· καὶ ἔλαθε διὰ σμικροπρέπειαν καὶ ἄλλας μὲν πόλεις καλαμησάμενος, αἳ κατ᾿ Ἀγχίαλον συνῳκίζοντο, ἑαυτῷ δὲ μάλιστα καὶ Ρωμαίοις ἐκπολεμώσας τοὺς κατὰ τὸν Αἷμον τὸ ὄρος βαρβάρους, οἳ Μυσοὶ πρότερον ὠνομάζοντο, νυνὶ δὲ Βλάχοι κικλήσκονται.

Οὗτοι γὰρ ταῖς δυσχωρίαις πεποιθότες καὶ τοῖς φρουρίοις θρασυνόμενοι, ἃ πλεῖστα τέ εἰσι καὶ ὀρθὰ κατ᾿ ἀποτόμους κείμενα πέτρας, καὶ ἄλλοτε μὲν κατὰ Ρωμαίων ἐμεγαλαύχησαν, τότε δὲ πρόφασιν εὑρηκότες ὃ δὴ λέγεται Πάτροκλον τὴν τῶν οἰκείων θρεμμάτων ἀπαγωγὴν καὶ κάκωσιν ἑαυτῶν ἐς ἀποστασίαν λαμπρὰν ἀνεσκίρτησαν.

Ἦσαν δὲ οἱ τοῦ κακοῦ πρωτουργοὶ καὶ τὸ ἔθνος ὅλον ἀνασείσαντες Πέτρος τις καὶ Ἀσάν, ὁμογενεῖς καὶ ταὐτόσποροι, οἳ καὶ μὴ δρῶντες τὴν νεωτέρισιν ἀπροφάσιστον προσίασι βασιλεῖ, σκηνουμένῳ ἐν τοῖς Κυψέλλοις, αἰτούμενοι συστρατολογηθῆναι Ρωμαίοις καὶ διὰ βασιλείου γράμματος σφίσι βραβευθῆναι χωρίον τι βραχυπρόσοδον κατὰ τὸν Αἷμον κείμενον· καὶ ἀποτυχόντες τοῦ αἰτήματος—ἦν γὰρ ἡ θεία ἐπικρατεστέρα κίνησις—ὑπετονθόρυζον ὡς οὐκ εἰσακουσθέντες, εἰκαίως δὲ καὶ τὴν αἴτησιν ἐπανατεινάμενοι παρέπτυσάν τι καὶ ῥῆμα θερμότερον τὴν ἀποστασίαν ἐμφαῖνον καὶ ὅσα ἐπανιόντες οἴκαδε δράσουσι, καὶ τούτων μάλιστα ὁ Ἀσὰν ὁ καὶ θρασύτερος καὶ ὠμότερος, ὃς καὶ τύπτεται κατὰ τῶν προσώπων ἐπιταγῇ τοῦ σεβαστοκράτορος Ἰωάννου, ἐπιπληχθεὶς εἰς ἀναίδειαν.

Καὶ οἱ μὲν ἄπρακτοι οὕτως ἐπανῆλθον καὶ περιύβριστοι· ὅσα δὲ κατὰ Ρωμαίων οἱ ἀνοσιουργοὶ οὗτοι καὶ μιαροὶ διεπράξαντο, τίς ἂν ἐφίκοιτο λόγος ἢ ποία διήγησις τοσαύτας κακῶν Ἰλιάδας συμπεριλήψεται; ἀλλὰ μήπω περὶ τούτων, τὸ δὲ λέγειν προβαινέτω μοι καθ᾿ εἱρμόν.

Ἔτι τοῦ ἐκ Κομνηνῶν Ἰσαακίου τυραννεύοντος τῆς Κύπρου καὶ μήτε χρημάτων ὑποσχέσεσιν ἀποσχέσθαι ταύτης προτιθεμένου μήθ᾿ ὑποκλινομένου τῷ βασιλεῖ, οὔτε μὴν τὰ δεινὰ μετριάζοντος, ὅσα ἐκακούργει κατὰ Κυπρίων ἀεὶ καινοτέρας κολάσεις ἐπινοῶν, ἔγνω κατ᾿ αὐτοῦ στόλον καταρτύσειν ὁ βασιλεύς. καὶ ἐπειδὴ μακραὶ νῆες ἡτοιμάσθησαν ἑβδομήκοντα, ναύαρχοι ἀναδείκνυνται ὁ Κοντοστέφανος Ἰωάννης, οὐδοῦ ἐπιβὰς γήραος, καὶ ὁ Κομνηνὸς Ἀλέξιος, ὃς εἰ καὶ εὐῆλιξ ἦν καὶ ἀνδρεῖος καὶ τοῦ βασιλεύοντος ἐξανεψιός, ἀλλ᾿ ἐκκοπεὶς τὰς κόρας ὑπ᾿ Ἀνδρονίκου ἀχρεῖος πρὸς τῶν ὅλων εἰς τὴν τότε στρατήγησιν συλλελόγιστο καὶ τοῖς πολλοῖς ἀπαίσιος ἐκρίνετο οἰωνός.

Καὶ δὴ ὁ μὲν ἐς Κύπρον πλοῦς ἀκίνδυνος καὶ τὸ πνεῦμα λίαν φορόν, ἠρέμα πως ἐμπῖπτον τοῖς λαίφεσι, τὰ δ᾿ ἐφεξῆς καὶ μετὰ τὸ προσσχεῖν εἰς τοὺς ἐκεῖσε λιμένας ἁπάσης ἀγριώτερα λαίλαπος· αὐτούς τε γὰρ ὁ τῆς Κύπρου κρατῶν Ἰσαάκιος συμβαλὼν ἐτροπώσατο καὶ ὁ τῶν τότε κατὰ θάλατταν πειρατῶν κράτιστος, ὁ Μεγαρείτης καλούμενος, ἐπαμύνων Ἰσαακίῳ ἀνωϊστὶ ἐπέθετο ταῖς ναυσὶ κεκενωμένας εὑρὼν τῶν ἀνδρῶν εἰς τὸν χερσαῖον πόλεμον ἐξιόντων. οἱ δὲ τριηράρχαι οὐ μόνον οὐδέν τι γενναῖον ἴσχυσαν ἐκτελέσαι, ἀλλὰ καὶ χερσὶ τῶν ἐναντίων ἑάλωσαν εὐμαρῶς. καὶ αὐτοὺς μὲν τῷ Μεγαρείτῃ ἐκδίδωσιν Ἰσαάκιος ἐς ὅ τι βούλεται χρήσασθαι· καὶ εἶχε τούτους Σικελία καὶ ὁ ταύτης τύραννος, εἰς ὃν ὡς δεσπότην ὁ Μεγαρείτης ἀνέφερε τὰ ἑαυτοῦ. ὁ δ᾿ Ἰσαάκιος πολλοὺς μὲν τῶν Ρωμαίων μετὰ τὴν ἧτταν τοῖς οἰκείοις κατέλεξε τέλεσι, πολλοὺς δὲ καὶ ἀγρίαις ποιναῖς καθυπέβαλεν, ὁποῖος οὗτος ἀπαραίτητος ὢν κολαστής, ἐν οἷς καὶ τὸν Ρεντακηνὸν Βασίλειον πελέκει ἐκ τοῦ γόνατος θάτερον τῶν ποδῶν ἐκτεμών. ἦν δὲ ὁ ἀνὴρ οὗτος ἄριστος τὰ πολέμια καὶ τῷ Ἰσαακίῳ τούτῳ ὡς Ἀχιλλεῖ ποτε Φοῖνιξ μύθων τε ῥητὴρ καὶ τῶν πολεμικῶν ἔργων διδάσκαλος πεφηνώς· ὀργιλώτατος δ᾿ ὢν ἀνθρώπων ὁ Ἰσαάκιος καὶ κατὰ λέβητα καχλάζων ἀεὶ τῷ θυμῷ παράφορά τε φθεγγόμενος ἐν τῷ χολᾶν καὶ τὴν κάτω γένυν τρομαλέαν δεικνύς, καὶ ἄλλως δὲ οὐχ ἱλαρὰ θρέπτρα ἐκτίνειν εἰδώς, τοιαύτῃ τιμωρίᾳ τὸν ἑαυτοῦ καθυποβάλλει παιδαγωγόν, τὸ δὲ ναυτικὸν πλῆθος ἔνθα οἱ πρὸς βουλῆς διαφῆκε πορεύεσθαι. οἳ καὶ ὡς ἐκ ναυαγίου μακροῦ χρόνιοι τὰ οἴκοι κατέλαβον, ὅσοι μὴ τριῶν ἑνί τινι κακῷ θαλάσσης καὶ λιμοῦ καὶ τελευτῆς ἀπεγένοντο.

Τῶν δὲ Μυσῶν ἀποστασίαν νοσησάντων περιφανῆ καὶ ἀρχηγῶν τοῦ κακοῦ τοῦδε ὧν εἴρηκα γεγονότων, ἔξεισι βασιλεὺς κατ᾿ αὐτῶν.

Χρὴ δὲ κἀκεῖνα μὴ παριδεῖν ἀνιστόρητα. οἱ Βλάχοι ὤκνουν τὰ πρῶτα καὶ ἀπεπήδων πρὸς τὴν ἀπόστασιν, εἰς ἣν ἐνήγοντο πρὸς τοῦ Πέτρου καὶ τοῦ Ἀσάν, τὸ τοῦ πράγματος μέγεθος ὑφορώμενοι. τῆς δὲ δειλίας ταύτης τοὺς ὁμογενεῖς ἀπάγοντες οἱ ταὐτόαιμοι εὐκτήριον ἐδείμαντο οἶκον ἐπ᾿ ὀνόματι Δημητρίου τοῦ καλλιμάρτυρος, εἰς ὃν πολλοὺς τῶν δαιμονολήπτων συνηθροικότες ἐξ ἑκατέρου γένους, αἱμωποὺς καὶ διαστρόφους τὰς κόρας, λυσιχαίτους, καὶ τἆλλα ἀκριβῶς διασώζοντας, ὁπόσα οἱ τοῖς δαίμοσι κάτοχοι διαπράττονται, τοιάδε τούτοις ἐνθουσιῶσιν ὑπετίθουν φθέγγεσθαι, ὡς ὁ θεὸς τοῦ τῶν Βουλγάρων καὶ Βλάχων γένους ἐλευθερίαν εὐδόκησε καὶ τοῦ χρονίου ζυγοῦ ἐπένευσεν ἀπαυχένισιν, οὗ χάριν καὶ τὸν Χριστομάρτυρα Δημήτριον ἀπολιπεῖν μὲν τὴν Θεσσαλονικέων μητρόπολιν καὶ νεὼν τὸν ἐκεῖ καὶ τὰς παρὰ Ρωμαίοις διατριβάς, ἐς δ᾿ αὐτοὺς ἀφικέσθαι ὡς ἐπαρήξοντα καὶ συλλήπτορα τοῦ ἔργου ἐσόμενον. ἀνακωχευόμενοι δὲ πρὸς βραχὺ οἱ παράφοροι οὗτοι καὶ αἴφνης τὸ πνεῦμα πλεῖον συλλέγοντες ἐπιληπτευόμενοι ἀνεσοβοῦντο καὶ ἐβόων ἐνθεαστικῶς καὶ διάτορον μὴ εἶναι τὸ ἀπὸ τοῦδε ἕδρας ἀκμήν, ἀλλ᾿ ὅπλα μετὰ χεῖρας λαβεῖν καὶ Ρωμαίοις ὁμόσε χωρεῖν, τοὺς δέ γε συλλαμβανομένους κατὰ πόλεμον μὴ ζωγρεῖν, μὴ ζωογονεῖν, ἀλλ᾿ ἀποσφάττειν καὶ κατακαίνειν ἀνηλεῶς, μηδ᾿ ἐπὶ λύτροις ἀφιέναι, μηδ᾿ ἐπικάμπτεσθαι δεήσεσι, μηδὲ γονυκλισίαις θηλύνεσθαι, ἀλλ᾿ ὥσπερ τινὰς ἀδάμαντας πρὸς πᾶσαν ἀνενδότους εἶναι παράκλησιν καὶ φθείρειν πάντα τὸν συλληφθέντα.

Ὑπὸ θεοπρόπων οὖν τοιούτων ὅλον τὸ γένος ἐξομιληθέντες τῶν ὅπλων ἅπαντες γίνονται. καὶ ὡς αὐτίκα εὐημερήθη τούτοις τὰ τῆς ἀποστασίας, ἔτι μᾶλλον ἔθεντο τῇ ἐλευθερίᾳ σφῶν ἐπευδοκεῖν τὸν θεόν. καὶ μικρὸν ἡγησάμενοι τὸ καθ᾿ ἑαυτοὺς ἄνετον καὶ ἀπόλυτον καὶ κατὰ τῶν ἐκτὸς ἐμπλατύνονται τοῦ Ζυγοῦ. ἅτερος δὲ τῶν ὁμαιμόνων ὁ Πέτρος καὶ στεφανίσκῳ χρυσέῳ διαδεῖται τὴν κεφαλὴν καὶ τοῖς ποσὶν ὑπορράπτει καὶ περιτίθησι κοκκοβαφὲς πέδιλον. τῇ δὲ Πρισθλάβᾳ προσβαλόντες (πόλις δ᾿ αὕτη ὠγυγία ἐκ πλίνθου πᾶσα ὀπτῆς καὶ πλείστην τὴν περίμετρον ἔχουσα), ὡς οὐκ ἀκίνδυνον ἑώρων τὴν πολιόρκησιν, αὐτὴν μὲν ἀντιπαρέρχονται, τὸν δ᾿ Αἷμον ὑποκατέρχονται, καὶ Ρωμαϊκαῖς ἐπικαταρραγέντες κωμοπόλεσιν ἀπροσδόκητοι πολλὰ μὲν σώματα Ρωμαίων ἐλεύθερα, πολλοὺς δὲ βόας καὶ ὑποζύγια καὶ τῶν ἄλλων βοσκημάτων χρῆμά τι οὐκ ἐλάχιστον διαρπάζουσιν.

Ἔξεισι τοίνυν ὁ βασιλεὺς κατ᾿ αὐτῶν. οἱ δὲ τῶν δυσχωριῶν καὶ ἀπροσβάτων αὖθις ἐπιλαβόμενοι ἀντέσχον ἐπὶ πολύ. γνόφου δὲ παρὰ δόξαν ἀναβάντος ὑπὸ Θεοῦ, ὃς σκότος τίθησι τὴν οἰκείαν ἀποκρυβήν, καὶ τὰ ὄρη καλύψαντος, ἃ ἐτήρουν οἱ βάρβαροι τὰς τῶν παρόδων στενὰς προλοχίσαντες, ἔλαθον Ρωμαῖοι λάθρᾳ αὐτοῖς ἐπιστάντες καὶ διασκεδάζουσιν οὕτω καταπλῆγας θέμενοι. καὶ οἱ μὲν ἀρχηγοὶ τοῦ κακοῦ καὶ τῆς στρατιᾶς, ὁ Πέτρος δηλαδὴ καὶ Ἀσάν, καὶ ὅσον περὶ αὐτοὺς ἑταιρικὸν ἀποστατικὸν κατὰ τὴν τῶν εὐαγγελικῶν χοίρων ἀγέλην ὡς εἰς θάλασσαν τὸν Ἴστρον ὥρμησαν καὶ τοῦτον διαπλωϊσάμενοι τοῖς ἐκ γειτόνων Σκύθαις προσέμιξαν· ὁ δὲ βασιλεὺς κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν πᾶσαν τὴν Μυσίαν ἔχων περιελθεῖν καὶ φρουρὰς ἐπιστῆσαι ταῖς ἐκεῖσε πόλεσιν, αἳ πολλαὶ μέν εἰσι κατὰ τὸν Αἷμον, αἱ δὲ πλείους ἢ γοῦν ἅπασαι σχεδὸν ἐπὶ πετρῶν ἀποτόμων καὶ περινεφῶν γηλόφων πεπολισμέναι, τοιοῦτον μὲν οὐδέν τι καὶ διαπέπραχε, πυρὶ δὲ τὰς θημωνίας τῶν καρπῶν παραδοὺς καὶ τοῖς τῶν ὀφθέντων Βλάχων φενακισμοῖς ὑπαχθεὶς παλίμπους ἐκ τοῦ παραυτίκα γίνεται, ἔτι ὠδίνοντα τὰ ἐκεῖσε παρείς. ὅθεν εἰς πλατύτερον μᾶλλον κατὰ Ρωμαίων ἐπῆρε τοὺς βαρβάρους μυκτῆρα καὶ πλειόνως ἠρρένωσεν.

Ὁ μὲν γὰρ τὴν βασιλίδα καταλαβὼν ἐπὶ τοῖς κατωρθωμένοις ἦν βρενθυόμενος, καί τινα τῶν ἐπὶ τῷ δικάζειν (ἦν δὲ οὗτος ὁ Μοναστηριώτης Λέων) παθήνασθαι εἰπόντα τὴν τοῦ Βουλγαροκτόνου Βασιλείου ψυχήν, ὅτι τὸ τυπικὸν αὐτοῦ ἀπεσκοράκισε βασιλεὺς καὶ ὅσα ἐπὶ τῇ τοῦ Σωσθενίου μονῇ ἐκεῖνος διέθετο, καὶ κατὰ τοῦτο νεωτερίσαι τοὺς Βλάχους, ἐρεσχελῶν καὶ διασύρων οὐ καθυφῆκε βραχὺ ὡς δῆθεν σφαλέντα περὶ τὴν πρόρρησιν, φάσκων ὡς αὐτὸς αὖθις εἰς τὴν προτέραν ὑποταγὴν καὶ δουλείαν τοὺς ἀποστάτας συνέπεισέ τε καὶ ἐπανήγαγεν ἀκαριαίως οὕτως, ὡς οὐδὲ χρονίως ἐκεῖνος, καὶ μάτην αὐτὸν ὡς ἀπὸ δαφνηφάγου λαιμοῦ καὶ τρίποδος ἀπερεύγεσθαι τὰ τοῦ ψεύδους ὀδωδότα καὶ διάκενα θεοπρόπια.

Οἱ δὲ περὶ τὸν Ἀσὰν βάρβαροι τὸν Ἴστρον διαβάντες καὶ τοῖς Σκύθαις συμμίξαντες πλεῖστον ἐκεῖθεν συμμαχικόν, καθὼς ᾑροῦντο, στρατολογήσαντες ἐς τὴν πατρίδα Μυσίαν ἐπανῆκον. καὶ σεσαρωμένην ἀτεχνῶς εὑρόντες αὐτὴν καὶ Ρωμαϊκοῦ κεκενωμένην στρατεύματος μετὰ κόμπου ἐπεισέφρησαν μείζονος οἷα λεγεῶνας πνευμάτων τὴν ἐκ Σκυθῶν ἐπαγόμενοι σύναρσιν. ὅθεν οὐδ᾿ ἠγάπων, εἰ τὰ ἑαυτῶν ἔχουσι σώζειν καὶ τὴν τῆς Μυσίας μόνην περιβαλοῦνται τοπάρχησιν, ἀλλ᾿ εἰ μὴ καὶ τὰ Ρωμαίων μέγιστα βλάψουσι καὶ τὴν τῶν Μυσῶν καὶ τῶν Βουλγάρων δυναστείαν εἰς ἓν συνάψουσιν, ὡς πάλαι ποτὲ ἦν, οὐδαμῶς ἠνείχοντο.

Καὶ ἦν ἂν δισσούμενα τὰ καλά, εἴπερ αὐτὸς καὶ πάλιν ὁ βασιλεὺς κατὰ τῶν ἀποστάντων ἐξώρμησε. πλὴν ἀλλ᾿ αὐτὸς μὲν τὴν οἰκείαν ὁρμὴν εἰς ἕτερον καιρὸν ὑπερέθετο, τὴν δ᾿ ἀρχηγίαν τῷ πρὸς πατρὸς ἐνεχείρισε θείῳ τῷ σεβαστοκράτορι Ἰωάννῃ. ὁ δὲ οὐκ ἐπισφαλῶς, ἀλλ᾿ ὡς ἄγαν ἐπαινετῶς διακυβερνήσας τὴν στρατιὰν καὶ τοὺς πολεμίους ἐν τῷ συμβαλεῖν λυπήσας οὐχὶ βραχέα, εἰς ὁμαιχμίαν συσπειραθέντας καὶ εἰς πεδία ὑποκαταβάντας ἱππήλατα, μετὰ μικρὸν τὸν στρατηγὸν ἀποζώννυται ὑποβλεπόμενος βασιλειᾶν.

Διαδέχεται δὲ τὴν ἡγεμονίαν ὁ καῖσαρ Ἰωάννης ὁ Καντακουζηνός, γαμβρὸς ὢν τοῦ βασιλέως ἐπ᾿ ἀδελφῇ. ἀνὴρ δ᾿ οὗτος πελώριος μὲν τὸ τοῦ σώματος μέγεθος καὶ τῷ θυμῷ γενναιότατος καὶ εὐρυφωνότατος καὶ ἐμπειρίαν περὶ τοὺς πολέμους πλουτῶν, σφαλλόμενος δ᾿ ἀεὶ ἐν τοῖς πλειστοῖς ἢ τοῖς ἅπασι διὰ θρασύτητα καὶ ἀγερωχίαν. ἀπέσβεστο δὲ καὶ τὰς κόρας· ὁ γὰρ Ἀνδρόνικος καὶ κατὰ τούτου τὸν πηρωτικὸν ἐπύρωσε σίδηρον. ἀμέλει καὶ τῶν βαρβάρων τῷ ὑπογυίῳ πταίσματι παιδευθέντων μὴ ἀφίστασθαι τῶν ὀρέων, ἐκτρέπεσθαι δὲ τὰ πεδινὰ ὡς αὐτοῖς ἀνάρσια, ὁ καῖσαρ τὸ περιεσκεμμένον τοῦ ἔργου δειλίαν εἶναι ὑποτοπάσας ἰχνηλάτει κατὰ κυνηγέτας ἐπιπορευόμενος καὶ κατεσκήνου, ὅπῃ παρήκοι, ἀχαράκωτος. νυκτὸς οὖν τῶν δυσμενῶν ἐπιθεμένων, αὐτός τε μόλις σῴζεται καὶ τὸ στράτευμα πολυτρόπως ἐκάκωσεν. οἱ μὲν γὰρ ἔτι εὐναζόμενοι καταλαμβανόμενοι ἀνῃροῦντο, οἱ δὲ μηδὲ τὰ ὅπλα περιθέσθαι φθάσαντες ἐζωγροῦντο· ὅσοι δ᾿ ἴσχυσαν ἀποδρᾶναι ἄτερ ὅπλων συναλισθέντες περὶ τὸν καίσαρα πικρότερον αὐτὸν τῶν πολεμίων εὕρισκον. οὐ γὰρ ἀνίει βάλλων ὕβρεσι καὶ διαβάλλων ὡς ἀπαλάμνους καὶ καταπροδόντας αὐτόν. ἀναμαχέσασθαι δὲ τὴν ἧτταν πειρώμενος ἐθωρακίσατο καὶ εἰς ἵππον θυμικὸν Ἀρράβιον ἀνεπήδησε καὶ δόρυ βριθὺ καὶ στιβαρὸν ἠγκωνίσατο. καὶ τοῦτο κατὰ τῶν πολεμίων ἰθύνων ἕπεσθαί οἱ παρῄνει ὁπόσον τῆς στρατιᾶς οὐκ ἠφάνισται, καίπερ τὰ ἐν ποσὶν οὐκ ἔχων ὁρᾶν, μηδ᾿ ὅτι καταστρατοπεδεύεσθαι εἰδὼς τὸ διάφορον. κατατροπαιουχηθέντων δ᾿ οὕτω Ρωμαίων τά τε σημεῖα ὑπὸ τῶν βαρβάρων ἐλήφθησαν καὶ οἱ μαλακοὶ δὲ χιτῶνες καὶ τὰ κομψὰ τοῦ καίσαρος χλανιδίσκια καθηρπάγησαν, ἃ καὶ οἱ περὶ τὸν Ἀσὰν καὶ τὸν Πέτρον περιδυσάμενοι καὶ τὰ σημεῖα προηγούμενα ἔχοντες αὖθις τῶν πεδινῶν ἔχονται.

Καὶ τοῦ Καντακουζηνοῦ δὲ τὴν ἀρχὴν ἀποθεμένου, ὁ Βρανᾶς Ἀλέξιος ἀνερρήθη στρατηγός, βραχὺς μὲν τὴν ἡλικίαν, κολοσσιαῖος δὲ τὸ ὑποκαθήμενον τῆς γνώμης καὶ τὸ πανοῦργον τοῦ φρονήματος καὶ τῶν τότε πάντων στρατηγικώτερος. ἀλλ᾿ οὗτος τὴν στρατιὰν παραλαβὼν οὐ θερμῶς, ἀλλὰ φυλακτικῶς τὴν οἰκείαν στρατηγίαν μετήρχετο, ἀεὶ τοῦ πρόσω βάδην ἐχόμενος καὶ τοῦ λυπεῖν μὲν τοὺς δυσμενεῖς προμηθούμενος, οὐχ ἧττον δὲ καὶ τοῦ οἰκείου ἀκινδύνου ἐπιμελόμενος. πολλὰς δὲ δυσχωρίας παρελθὼν αὐλίζεται κατὰ τὸν λεγόμενον Μέλανα Βουνὸν κἀκεῖσε χάρακα βάλλεται. καὶ ἦν χρηστόν τι ἐργάσασθαι προσδοκήσιμος.

Ἔρωτι δὲ βασιλείας ληφθεὶς καὶ δεσπόζοντα ἔχειν τὸν Ἰσαάκιον ἀδοξῶν ἢ ὅλως ὁρᾶν οὐκ ἀνεχόμενος βασιλεύοντα καὶ πάλαι μέν, οὔπω πρώην, ἑάλω βασιλειῶν, ἡνίκα ἐστρατήγει τὸν κατὰ τῶν ἐκ Σικελίας πόλεμον. ὅτε καὶ μὴ ἔχων εὐμαρῶς διὰ τῶν ὑπ᾿ αὐτὸν Ρωμαικῶν δυνάμεων ἣν ὤδινεν ἀποστασίαν ἐκρῆξαι εἰς φῶς πρῶτα μὲν εἰς ἑαυτὸν ὑπηγάγετο τὸ ἐξ Ἀλαμανῶν συμμαχικόν· εἶτα, ὡς οὐκ ἀξιόχρεων ἑώρα τοῦτο πρὸς ἀρωγὴν τῷ περὶ βασιλείας ἐγχειρεῖν μέλλοντι, ἐκείνην ἔγνω τραπέσθαι, ἣν Ἰσαάκιος πορευσάμενος ἀπραγμόνως τὴν αὐταρχίαν ἐνεπορεύσατο. νύκτωρ γὰρ τὸν Μέγαν Νεὼν εἰσεληλυθὼς καὶ τῷ ἱερῷ προσρυεὶς ἀδύτῳ, ἔτι διατρίβειν ἐν τοῖς ἔξωθεν προσδοκώμενος, ἐδεῖτο τῶν εἰσιόντων ἐπαρήξειν αὐτῷ τὴν τοῦ βασιλέως ἄδικον ἐκκλίνοντι πρόθεσιν, μηδὲ γὰρ προσκεκρουκέναι οἱ ὁπωστιοῦν, προσεπάγων ἅμα τῇ ἱκετηρίᾳ καὶ ἀφήγησιν ὀχληρὰν ὧν ἐμεγαλούργησε τροπαίων, δὶς λέγων προσβαλεῖν τοῖς τῶν ἐναντίων στρατεύμασι καὶ μεγίσταις μάχαις καὶ ἀρίστοις στρατηγικοῖς μεθοδεύμασι τοσαυτάκις τούτους τροπώσασθαι. ὡς δ᾿ οὐ προυχώρει τηνικαῦτα τὰ ἑαυτοῦ διαβούλια, σπονδὰς ἐκ βασιλέως δεξάμενος τὴν μὲν ἔφεσιν καὶ πάλιν ἔτρεφε τὴν αὐτὴν κατέχων βίᾳ καὶ ἄγχων ὣς ἵππον ἐξήνιον τὸ ἐνδόμυχον φίλαρχον, τότε δὲ ὡς ξυρὸς ἀκόνης τῆς συνδρομῆς τῶν στρατευμάτων λαβόμενος ὑπέθηξεν ἑαυτὸν πέρας ἐπιθεῖναι τοῖς πάλαι μελετωμένοις.

Καὶ δὴ συμβούλοις εἰς τοῦτο χρησάμενος τοῖς ὅσοι κατὰ γένος ἐκείνῳ συνήπτοντο πατριώταις (ἐκ τῆς Ἀδριανοῦ δὲ ὥρμητο πόλεως), πολλοῖς οὖσι καὶ ἅπασι δυνατοῖς, τὸ ἐρυθρὸν ὑποδύεται πέδιλον· καὶ μεταβὰς ἐκεῖθεν εἰς τὴν πατρίδα καὶ πρὸς παντὸς ἀναγορευθεὶς τοῦ στρατεύματος τὴν ἐς τὴν βασιλεύουσαν πόλιν στέλλεται καὶ περὶ τὸ ἔξω λεγόμενον καταστρατοπεδεύεται Φιλοπάτιον.

Περὶ δὲ δείλην μετὰ τῶν εὐοπλοτάτων δυνάμεων τῷ τείχει προσπελάσας τῆς πόλεως, ἵππῳ ἔποχος ὢν παρὰ τοσοῦτον μὴ παντὶ μέλανι, παρ᾿ ὅσον λευκαὶ τρίχες ἐς κύκλον σεληναίας περιαγόμεναι φυεῖσαι ἦσαν περὶ τὸ μέτωπον, τοῖς ἐπὶ τῶν τειχῶν βασιλικοῖς καὶ θεαταῖς τῶν δρωμένων ἀστυπολίταις ἀπειλητὴς ἅμα καὶ παραινέτης ἐδείκνυτο. τὰ μὲν γὰρ αὐτοῦ φρονοῦντας εὖ παθεῖν ἔφασκεν, ὥσπερ καὶ εἰ διαπετάσαντες τὰς πύλας εἰσδέξονται, σωτῆρά τε καὶ εὐεργέτην εὑρήσουσι καὶ ὑπτίαις ἀγκάλαις αὐτοὺς προσδεχόμενον· εἰ δὲ διὰ τῆς θύρας εἰσιόντι καὶ μὴ ἀναβαίνειν ἀλλαχόθεν ἐθέλοντι ἀντιβαῖεν δήπου καὶ ἀντισταῖεν, πάντως κλέψας τὴν εἴσοδον καὶ λῃστεύσας τὴν βασιλείαν ἐκεῖνα ἀνεπεγκλήτως ἐργάσαιτο, ὁπόσα καὶ ὠμησταὶ θῆρες τοὺς ποιμένας παρωσάμενοι καὶ μὴ διὰ τῆς αὐλῆς τῶν προβάτων, ἀλλ᾿ ἑτέρωθεν εἴσω παρεισιόντες. ταῦτα καὶ τοιαῦθ᾿ ἕτερα μεγαλαυχήσας καὶ ἅμα παράταξιν ἐνδειξάμενος ὁποίας χρεία τοῖς ἑτοιμασθεῖσιν εἰς πόλεμον, πρὸς τὸ οἰκεῖον στρατόπεδον ὑπενόστησε.

Τῇ δ᾿ ἐπιούσῃ ἄρτι τοῦ ἡλίου τὰ ἑῷα φαυσιβολοῦντος πρὸς τοῖς τείχεσιν αὖθις τῆς πόλεως γίνεται κἀπὶ ταῖς χερσαίαις πύλαις ἀντιτάξας τὴν στρατιάν, αἳ τοῦ Χαρσίου λέγονται, εἰς δεξιὸν καὶ εὐώνυμον κέρας αὐτὴν διαιρεῖ καὶ τὸ μέσον αὐτὸς ἐπέχων τῆς φάλαγγος ἐφίησι τοῖς ἐκχεομένοις τῆς πόλεως στρατοῖς συμπλέκεσθαι· οὐδὲ γὰρ μόνον ἐντὸς τῶν πυλῶν τῆς πόλεως τὸ ὑπερπονοῦν ἑαυτοῦ κατεμέρισε βασιλεύς, ἔστι δ᾿ ὃ καὶ τῶν τειχῶν ἄνωθεν ἐπέταξεν ἐφεστάναι, ἀλλὰ καὶ μέρος ἀποδιελόμενος ἐπέτρεψεν ἐπεκθέειν ἔξωθεν ἑκαστάτω τῆς τάφρου καὶ τοῖς πολεμίοις ὡς ἐνὸν ἀντιφέρεσθαι. εἰ δέ γε κάμωσιν ἐπιβρισάντων τῶν ἐναντίων, προσφύεσθαι παρῄνει τοῖς τείχεσιν, ὅπως οἱ τῶν πυργοβάρεων ἄνωθεν αὐτοῖς ἐπαμύνωσιν. ἕως μὲν οὖν σταθηρᾶς μεσημβρίας τοξασμοὶ καὶ ἀκροβολισμοὶ παρ᾿ ἑκατέρων ἐγίνοντο τῶν μερῶν· καὶ βραχύ τι μὲν ἄχρι τινὸς ἐκράτουν τῶν τοῦ βασιλέως οἱ τοῦ Βρανᾶ ὡς πολέμων ἔμπειροι, καὶ τούτων μάλιστα οἱ ἐκ τοῦ Λατινικοῦ πεζικοῦ συγκροτούμενοι στίφους, ἐπεὶ καὶ οἳ τοῖς ζῶσιν ἔτι συνεξητάζοντο ἐκ τοῦ ζωγρηθέντος Σικελικοῦ στρατεύματος, τούτους ὁ βασιλεὺς φρουρᾶς ἀνεὶς καὶ δεσμῶν καὶ ὁπλισμοῖς ὑπαγαγὼν πρὸς Βρανᾶν ἀπέστειλε, καὶ ἦσαν κρατίστη φάλαγξ περὶ αὐτὸν πεζικὴ ἱππικῷ θυρεῷ καὶ ξίφει ἐπιμήκει καὶ δόρατι ἐγχήρει φραττόμενοι. ἐπιβοηθήσαντος δὲ καὶ τοῦ κατά σφας ἱππεύοντος τάγματος, κατὰ κράτος οὕτω τοὺς ἐξ ἄστεος τρέπονται ὡς καὶ ἄκοντας τὴν τάφρον διαβῆναι καὶ προσφῦναι τοῖς τείχεσιν· ἐπήμυνον δὲ αὐτοῖς οἱ τῶν τειχῶν ὑπερφαινόμενοι.

Καὶ τὰ μὲν τῆς τόθ᾿ ἡμέρας ἐν τούτοις κατέληξεν· ἀνοχεύσας δ᾿ ἐφ᾿ ἡμέραις πέντε τὰς οἰκείας δυνάμεις ὁ τύραννος τῶν αὐτῶν καὶ πάλιν ἔχεται πόνων τοῖς περιβόλοις ἐπιστὰς τῆς πόλεως· ποιῶν δ᾿ ἐπίφοβον τοῖς ἀστικοῖς ἑαυτὸν καὶ διαστασιάζειν τοὺς ἔνδον πειρώμενος μοῖράν τινα τῆς ἑαυτοῦ στρατιᾶς παρελόμενος ἐκπέμπει κατὰ τὴν βόρειον ἀντίπορθμον τῆς πόλεως πλευράν, ἥτις πόρος Βοὸς κληΐζεται, ἀφ᾿ ἧς καταφανής ἐστιν ἀκριβῶς ὁ μέχρι τῶν ἐν Βλαχέρναις ἀνακτόρων συρόμενος θαλάττιος ὁλκὸς καὶ ὅσα πρὸς ἄνεμον βορρᾶν ἐπινενεύκασι μέρη τῆς πόλεως. καὶ οἵ γε τὸ ἐπιτετραμμένον τέλει διδόντες τοὺς ἐκεῖσέ πῃ μετεώρους γηλόφους ἀνιόντες τὰς σημαίας ἠνέμωσαν. ὁ δὲ ἥλιος τοῖς θώραξιν ἐμπίπτων καὶ τοῖς τῶν στρατιωτῶν προσβάλλων θώραξι νεοσμήκτοις οὖσι καὶ λείοις ἐποίει ἀποπάλλεσθαι τούτων κατὰ καμπὴν καὶ ἐπάνοδον τῶν ἀκτίνων σελαγισμάτων ἐκπυρηνίσματα, ὡς καθ᾿ ὁμηγύρεις τὸν ἀστικὸν συλλέγεσθαι δῆμον εἰς τὰ ἀνεστηκότα τῆς πόλεως γήλοφα καὶ τὰ πραττόμενα θεᾶσθαι καὶ διὰ πλείστου τίθεσθαι θαύματος.

Μετὰ δὲ τοῦτο καὶ τοὺς τῆς Προποντίδος οἰκήτορας εἰς ἑαυτοὺς ἐπεσπάσαντο, οἳ μάχης μὲν οὐ πάντες ἵστορες, κώπην δ᾿ ἐλαύνειν παμπληθεὶ ἄριστοι. ὅθεν τὰ πρὸς ἰχθύων ἄγραν παρ᾿ αὐτῶν ναυπηγούμενα σκάφη εἰς πολεμιστηρίους συνεκρότησαν οὗτοι ναῦς, σανίσι παχείαις ἑκατέρωθεν αὐτὰ διειληφότες, καὶ οἱ μὲν σφενδόναις ὡπλίσαντο, οἱ δὲ τόξα καὶ γωρυτὸν ἀνέλαβον. καὶ οὕτως εἰς ἀρεϊκοὺς ἄνδρας ἐκ δικτυοπλόκων μετασκευασθέντες κατὰ τῶν βασιλικῶν ἰσχύουσι καὶ κραταιοῦνται τριηρέων, αἳ τὴν πόλιν περιιοῦσαι τὰς ἐκ τοῦ στρατεύματος τοῦ Βρανᾶ νυκτερινὰς ἐφόδους ἐσκόπευον καὶ ἐτήρουν ἐπιμελῶς, μή πως τὴν διὰ τῶν χερσαίων πυλῶν πάροδον ὁ τύραννος ἀπογνοὺς διὰ τῶν παρακτίων λάθοι ἔνδοθεν παρεισδύς. οἱ δ᾿ ἐπὶ τῶν μακρῶν νηῶν τὰ μὲν πρῶτα μαίνεσθαι ᾤοντο ἀτεχνῶς τοὺς τῶν ἰχθύων ἀγρευτάς, εἰ οὕτως ἐπὶ τῶν ἁλιάδων μόλις σαλεύοντες ἐγχρίψειν αὐτοῖς ἀπεθάρρησαν· ὡς δὲ καιρὸς ἐνειστήκει τοῦ βάλλειν καὶ βάλλεσθαι, αἱ μὲν μετὰ βυκάνων καὶ σαλπίγγων ἔξορμοι γίνονται, τὰ δὲ τῶν ἀσπαλιευτῶν πορθμεῖα σιγῇ, καὶ οἱ ἐπ᾿ αὐτῶν μένεα πνέοντες ἔτυπτον τὴν θάλασσαν ἐρετμοῖς καὶ συμβαλόντες ὑπερτεροῦσι τῶν ἀντιπάλων μεγίστων σκαφῶν καὶ ταῖς τῆς πόλεως ᾐόσι συγκλείουσι. τὰ μὲν γὰρ διὰ τὸ μήκιστα εἶναι καὶ δυσδιέλικτα οὐκ ἐκ τοῦ αὐτίκα ἐκάκουν τὸ ἀνθιστάμενον, τὰ δὲ συμφορηδὸν ἐπιόντα καὶ πολλὰ μίαν τριήρη συμμίγδην περιιόντα, ἔκ τε πρύμνης καὶ πρώρας καὶ παρ᾿ ἑκάτερον τοῖχον μαχόμενα, ὡς ἐν στενοπόρῳ πορθμῷ τὴν νίκην εἶχον ἐπινηχομένην αὐτοῖς καὶ λαμπρὸν ἀνίστων τρόπαιον.

Ἀλλ᾿ οὐκ ἐς πολὺ τὸ ἐκ τῆς ἥττης αἶσχος ὑπενεγκόντες οἱ τοῦ στόλου τοῦ βασιλέως παλίωξιν τῶν λεμβαδίων τιθέασι. τάχα δ᾿ ἂν καὶ τῷ ὑγρῷ πυρὶ τὰ πορθμεῖα ταῦτα ἠφάνισαν, εἰ μὴ ἐκ τοῦ σχεδὸν ἑστῶτες ἐπεβοήθησαν οἱ τοῦ Βρανᾶ ὁπλομάχοι ἐκ τῶν λόφων καταβάντες καὶ τὸν αἰγιαλὸν ἐπιπαριόντες ἕνεκα τοῦ ἐπαρήγειν τῷ ναυτικῷ.

Ἰδὼν δὲ ὁ ἀποστάτης ὡς οὔτε κλέπτειν ἔχει τὴν πάροδον, οὔτε μὴν πολέμῳ ἢ πειθοῖ ἀνύσιμά οἱ τὰ μελετώμενα, ἄλλην τραπέσθαι διενοεῖτο· ἢ γὰρ λιμῷ τὴν βασιλίδα παραστήσασθαι πόλιν, μεγίστην ἐπιστήσας αὐτῇ καὶ κρατίστην ἑλέπολιν τὴν τῶν ἐδωδίμων ὑποσπάνισιν (ἤδη γὰρ ἡ ἑῴα τε καὶ ἑσπέριος ὑπὸ Ρωμαίους λῆξις αὐτῷ προσεχώρησε) μηδεμίαν ἐπισκήψας νῆα σιταγωγὸν καταίρειν εἰς τὸ Βυζάντιον, ἢ προσβαλεῖν μετ᾿ ἀκμαιοτέρου στόλου καὶ πλείονος. ἐκεῖνα δ᾿ ἦν ἀνελίττων κατὰ νοῦν, ἃ μὴ τὸ θεῖον ἐπιτελῆ ποιήσειν κατένευεν. ὁ γὰρ βασιλεὺς ὁρῶν αὐτῷ προσκείμενον τὸ τῆς πόλεως πλήρωμα καὶ μὴ μόνον οὐκ ἀνεχόμενον βασιλεύειν Βρανᾶν, ἀλλὰ καὶ ἀναθέματι καθυποβάλλον αὐτόν, ἄνω τῶν τειχέων ἀναγαγὼν οἷά τι ἄμαχον ὀχύρωμα καὶ ἀνάλωτον χαράκωμα τὴν εἰκόνα τῆς θεομήτορος, ἥτις ἐκ τῆς τῶν Ὁδηγῶν μονῆς, καθ᾿ ἣν προσκεκλήρωται, Ὁδηγήτρια ἐπικέκληται, ἠρρενώθη μὲν καὶ οἴκοθεν πρὸς ἀντιμάχησιν κρίνας ἀλυσιτελῆ τὴν χρόνιον ἐντὸς τοῦ ἄστεος κάθειρξιν καὶ ἀπευκταῖον δέ τι καινοποιήσουσαν, πλειόνως δ᾿ ὑπεῖξε ταῖς ἐπιπλήξεσι καίσαρος τοῦ Κορράδου.

Ἦν δὲ ὁ ἀνὴρ οὗτος τὸ μὲν γένος Ἰταλιώτης, πατρὸς δ᾿ ἐξέφυ τοῦ τὴν χώραν τῆς Μόντης Φεράντης κατέχοντος. τοσοῦτον δ᾿ ἐπ᾿ ἀνδρείᾳ καὶ συνέσει διέφερεν, ὥστε οὐ παρὰ Ρωμαίοις μόνον ἦν περιώνυμος καὶ μάλιστα τῷ βασιλεῖ Μανουὴλ ἐπιπόθητον ἄκουσμα ὡς φύσεως λαχὼν εὐκληρίαν καὶ διανοίας ὀξύτητα καὶ χειρῶν δραστηριότητα, ἀλλὰ καὶ παρὰ τοῖς ὁμογενέσιν αὐτῷ περικλέϊστος. οὗτός ἐστιν ὁ μεγίστοις φιλοδωρήμασι παρὰ τοῦ βασιλέως Μανουὴλ ἐπαρθεὶς καὶ ἀντάρας χεῖρα τῷ τῆς Ἀλαμανίας ῥηγὶ καὶ μάχῃ τὸν ἐπίσκοπον Μαγέντζης νενικηκώς, καγκελάριον τοῦ ῥηγὸς ὄντα, κατὰ τὴν Ἰταλίαν ἐμβαλόντα μετὰ πλείστων δυνάμεων, συνειληφώς τε αὐτὸν καὶ δεσμοῖς περιβαλὼν καὶ οὐκ ἄλλως ἀπολύσειν ἰσχυριζόμενος, εἰ μὴ εἴη τοῦτο καὶ τῷ Ρωμαίων βασιλεῖ προσταχθέν.

Τότε δὲ τοῦ βασιλέως Ἰσαακίου τὸν αὐτοῦ ὁμαίμονα Βονιφάτιον διὰ πρέσβεων μεταστελλομένου, ὡς κατὰ γάμον συναφθείη Θεοδώρᾳ τῇ αὐτοῦ κασιγνήτῳ, ἐπεὶ νύμφην ἐκεῖνος ἡρμόσατο καὶ ᾄσας εἶχε προσεχῶς τὸν ὑμέναιον, οὗτος τὴν τοῦ βίου κοινωνὸν θανάτῳ ἀποβαλόμενος ὡς ἕρμαιον τοῖς πρέσβεσι κρίνεται καὶ τὸ πάρεργον τοῦ ἔργου μεῖζον κατὰ πολύ· ναὶ μὴν ὑποσχέσεσιν οἱ πρέσβεις μεγίσταις τὸν Κορράδον κουφίσαντες σὺν αὐτῷ ἐπανέζευξαν. καὶ ὡς εἱστίακε τοὺς γάμους ὁ βασιλεύς, μετὰ μικρὸν δὲ ἡ τοῦ Βρανᾶ ἐπηκολούθησεν ἐπανάστασις, οὐ διέλιπε τὸ τοῦ βασιλέως διανιστῶν φρόνημα καὶ ταῖς χρηστοτέραις ἀναθάλπων ἐλπίσιν, ἀπεσβηκὸς ἤδη καὶ εἰς ἀγεννῆ καταβληθὲν χαλαρότητα, καὶ ὥσπερ ἀκόνη τῷ βασιλεῖ πρὸς τὸν τοῦ πολέμου ξυρὸν γινόμενος.

Ἀμέλει καὶ βασιλεὺς μὲν τοὺς γυμνόποδας καὶ χαμαιεύνας τῶν μοναχῶν ἠθροικὼς καὶ ὅσοι κίοσι τῆς γῆς ὑπερήρθησαν καθελὼν ἐδεῖτο δι᾿ αὐτῶν τοῦ Θεοῦ διασκεδασθῆναι τὸν ἐφεστῶτα ἐμφύλιον πόλεμον καὶ μὴ μεταβῆναι ἢ ἀποπτῆναι τὸ κράτος πρὸς ἕτερον, τῶν δὲ κατὰ πόλεμον ἠτημέλει παντάπασι τὰς ἐλπίδας ἁπάσας ἐπανάπτων τῇ παντευχίᾳ τοῦ Πνεύματος· ὁ δέ, ὡς ὁ καρκίνος τὴν πίνναν, πολλάκις τοῦτον διύπνιζε καὶ ὑπονύττων διανίστα, πείθων μὴ πάντα τοῖς ἀβίοις τούτοις θαρρεῖν, ἀλλ᾿ ἐν τῷ μέρει καὶ στρατῶν ἐπιμέλεσθαι καὶ φάλαγξιν ὁπλομάχοις κατὰ τοῦ ἀντάρτου χρήσασθαι, ὅπως εἴη μὴ μόνον διὰ τῶν δεξιῶν ὅπλων, τῶν συνάρσεων δηλαδὴ τῶν ἁγίων ἀνδρῶν, ἀλλὰ καὶ διὰ τῶν ἀριστερῶν τῶν κρατυνομένων ξίφει καὶ θώρακι τὸν ἀντικαθήμενον πολέμιον μετερχόμενος, μηδὲ χρημάτων ὑποτιθεὶς φείδεσθαι, ἀλλὰ καὶ ταῦτα διασπείρειν εἰς στρατευμάτων συναγωγήν, ἐπεὶ καὶ ἄνευ τῶν καθ᾿ αἷμα τῷ βασιλεῖ συναπτομένων καὶ τῶν ὅσοι τὰς οἰκήσεις μὴ ἐκτὸς εἶχον τῆς πόλεως πάντες ὑπέκυψαν τῷ Βρανᾷ κἀκ τῶν ἔξωθεν οὐκ ἦν ἐπεισενέγκασθαι στρατιάν.

Οἷς δὴ τοῦ καίσαρος λόγοις καθάπερ ἐνδελεχῶς βουπλῆγι τιτρώμενος ἀνένηψέ τε τοῦ κάρου καὶ τῆς ἀκηδίας μεθήρμοστο καὶ ἤρξατο συλλέγειν συμμαχικόν. μὴ εὐπορεῖν δὲ λέγων χρυσίνων ἐκ τῶν βασιλικῶν ταμιείων ἀργύρεα σκεύη ἀνελόμενος παρακατέθετο ταῦτα ταῖς χρυσίου εὐπορούσαις μοναῖς καὶ τὰ ἐκεῖθεν πορισθέντα χρήματα εἰς συλλογὴν διέδωκε στρατιᾶς, κἂν ὕστερον μετὰ τὴν νίκην καὶ τὸ χρυσίον οὐκ ἀπέδωκε καὶ τὰ παρακατατεθέντα ἀνείλετο. ἀμέλει καὶ ἐν βραχεῖ καιρῷ ὁ μὲν Κορράδος ἀπὸ τῶν κατὰ πόλιν συναγήοχε Λατίνων ἱππότας περὶ τοὺς δὶς ἑκατὸν καὶ πεντήκοντα, πάντας ἀρειμανίους, καὶ πεζοὺς πεντακοσίους. οὐκ ὀλίγοι δ᾿ ἐστρατολογήθησαν καὶ ἀπὸ Ἰσμαηλιτῶν καὶ τῶν ἑῴων Ἰβήρων, κατ᾿ ἐμπορίαν στειλαμένων τὴν εἰς τὴν βασιλίδα τῶν πόλεων. τὸ δὲ περὶ τὸν βασιλέα ἐπίσημον τῷ γένει καὶ ἄλλως περὶ τὴν βασίλειον αὐλαίαν εἱλούμενον περὶ τοὺς χιλίους ἠρίθμητο. τοσαύτην δ᾿ ὁ Κορράδος ὑπὲρ τοῦ κρατοῦντος εἰσηνέγκατο σπουδήν, ὥστε θεόπεμπτον ἀγαθὸν κατὰ καιρὸν τῷ βασιλεῖ ἐπιστὰν τοῖς ἅπασιν ἐλογίζετο.

Ἔστι δ᾿ ὅτε τῷ βασιλεῖ ἐσθίοντι ἐπιστὰς “εἴθε οὕτως” ὑποστενάξας εἴρηκε “τῶν κατὰ τὸν ἐφεστῶτα πόλεμον ἐπεμέλου, ὥσπερ γίνῃ τρεχέδειπνος, ἐπὶ τὰ προκείμενα βρώματα λιχνευόμενος καὶ ὅλην τὴν φροντίδα τοῖς παρακενουμένοις διαχαλῶν δαιτρεύμασιν”. ὁ δὲ ἐρυθριάσας ἐπὶ τῷ ῥήματι τούτῳ καὶ πυρωπότερος φανεὶς ἑαυτοῦ καὶ μειδιάσας βεβιασμένον ἐπελάβετο τῆς χλανίδος τοῦ καίσαρος καὶ διασεσοβηκὼς εἶπεν ὡς “κατὰ καιρόν, ὦ οὗτος, ἑστιασόμεθά τε καὶ μαχεσόμεθα”.

Ἐγένοντο δὲ καὶ διοσημίαι τηνικαῦτα· ἡμέρας γὰρ ἀστέρες ἐφάνησαν καὶ ὁ ἀὴρ ταραχώδης ὤφθη καὶ περὶ τὸν ἥλιον πάθη τινὰ συμβεβήκασιν, ἅ φασιν ἅλωνας, ὡς μηδὲ τοῦτον καθαρὸν καὶ ἀθόλωτον, ἀλλ᾿ ὠχρότερον ἀποδισκεύειν τὸ φῶς.

Τοσαύτην δ', ὡς ἐνεδίδου τὰ πράγματα, συνηθροικὼς ὁ βασιλεὺς στρατιὰν ἔγνω μὴ ἀναδύεσθαι καὶ μέλλειν εἰσέτι καθήμενος ὑπωρόφιος, ἀλλ᾿ ἐν τῷ μέρει καὶ αὐτὸς ξιφήρης ὀφθῆναι τῷ ἀποστάτῃ. στὰς τοίνυν θωρακοφόρος εἴσω τοῦ περιβόλου τῆς πόλεως, ὃν ὁ βασιλεὺς ἀνήγειρε Μανουὴλ ἔρυμα τῶν ἐν Βλαχέρναις ἀρχείων, παρεθάρρυνε λόγοις τὸ συγγενὲς καὶ τὸ παρεστὼς ἐγγύθεν ὁπλιτικὸν τοιάδε παρακελευόμενος· “Κρεῖσσόν ἐστι δήπουθεν καὶ παρά γε θεῷ ἀνεπέγκλητον τοῦ ἐννόμως κρατοῦντος προκινδυνεύειν τοὺς ὑπ᾿ ἀρχὴν ἢ γοῦν προσρέπειν ἀνδρὶ νεωτεριστῇ καὶ κατ᾿ ἀλλήλων ἐκπολεμώσαντι τὸ ὁμόγλωττον. εἰ δέ τινες εἶεν μετακυβευομένην ἔχοντες τὴν γνώμην καὶ ἀμφιτάλαντον ἢ προσκεχηνυῖαν ὅλην τῷ ἀποστάτῃ καὶ δυσερώτως αὐτοῦ ἐξέχονται, καὶ ὃν χθὲς ὡς δεσπότην δεσμόχειρες ἐθεράπευον, τοῦτον ἀθετοῦσι σήμερον, αἴτησιν ταύτην αὐτοὺς αἰτοῦμαι δικαιοτάτην, ἐπ᾿ οἴκου ἱζάνειν μηδενὶ ἐπαρήγοντας, ἕως ἂν πολέμῳ διακριθείη τὰ πράγματα καὶ τῷ νικῶντι πρὸς τοῖς ἄλλοις ὑποπεσοῦνται, ἢ μεταχωρεῖν ἐς τὸν ἀποστάτην ἐξ αὐτῆς καὶ πρὸ τῆσδε τῆς συμπλοκῆς κἀκείνου προπολεμεῖν τε καὶ προκινδυνεύειν, ὅπως καὶ χάριν εἴσεται πλείονα τροπαίοις ἀναδηθείς. ὡς τό γε ἐμοὶ μὲν προσκολλᾶσθαι καὶ χείλεσι τιμᾶν, ἑτέρῳ δὲ προσνενευκέναι καρδίᾳ κἀκείνῳ ἀπονέμειν ἅπαν τὸ πρόθυμον, οὐκ οἶδα εἴ τις καὶ ἐπαινέσεται ἢ ὅπως ζυγοστατηθείη παρὰ θεῷ, ὃς τὰς ἐπὶ στήθους ἐννοίας ἐξετάζει φιλοδικαίως. τὸ γὰρ ἔτι τούτων χεῖρον καὶ ἀναιδέστατον οὐδὲ βαλέσθαι προάγομαι κατὰ νοῦν, τουτέστι τὸν τοῦ πολέμου καιρὸν αὐτομολίας ἐργάζεσθαι πρὸς τὸν τύραννον καὶ κακὸν καὶ τοῖς ἐκλεκτοῖς ἀνδράσι προκεῖσθαι παράδειγμα εἰς τὸ συμμεθίστασθαί σφισι καὶ προσαπαίρειν εἰς ἕτερον, ὃ κἀπὶ τοῖς ἀγεληδὸν πετομένοις πτηνοῖς ὁρῶμεν γινόμενον· ἑνὸς γὰρ ἀναπτάντος καὶ τὰ λοιπὰ ῥοιζηδὸν συνανίπτανται καὶ τῇ τοῦ ἑτέρου καταπαύσει συστέλλουσιν ἅπαντα τὸ πτερόν.” Ταῦτα δ᾿ ἐφθέγγετο δι᾿ ὑποψίας ἔχων τὸν πρὸς πατρὸς θεῖον τὸν σεβαστοκράτορα Ἰωάννην ὡς πάλαι τε τῷ Βρανᾷ συνήθη καὶ ὀλίγῳ πρότερον τῆς ἀποστασίας γάμον υἱοῦ θύσαντα μετὰ θυγατρὸς τοῦ Βρανᾶ. ἐφ᾿ οἷς καὶ ὅσοι μὲν ἐπλήρουν τὸν τότε σύλλογον οὐ μικρῶς ἐπαθήναντο, ὁ δὲ σεβαστοκράτωρ ἅπαν ἑαυτοῦ μεθιστῶν ὕποπτον παλαμναιοτάταις ἀραῖς τοὺς κατ᾿ οἶκον ἅπαντας ἑαυτοῦ καὶ ἑαυτὸν δὴ καθυπέβαλλεν, εἰ ὅλως ἐγνώκει ποτὲ τῷ Βρανᾷ προστεθήσεσθαι· μηδὲ γὰρ οὕτως εἶναι τοῦ καθήκοντος ἀδαὴς ἢ τὸν νοῦν ὑπὸ τοῦ γήρως ἀπολωλεκέναι καὶ ἠλιθιάζειν παντάπασιν, ὡς ἀδελφόπαιδος βασιλέως καὶ ἀπὸ δόξης εἰς δόξαν μετεωρίσαντος τὸν ὕπαιθρον καὶ ἔπηλυν ἀνταλλάξασθαι δι᾿ ἀγχιστείαν παιδός, καὶ ὃν οὐκ ἴσησιν ἀκριβῶς, εἰ διανοήσαιτο δήπουθεν ἐπ᾿ αὐτῷ καὶ δράσειε τὰ χρηστότερα.

Ἐπεὶ δ᾿ ἐκάλει καιρὸς πρὸς παράταξιν καὶ ὁ ἀποστάτης ἐκτάσσειν τὰς οἰκείας δυνάμεις ἠγγέλλετο, ἀνακλίνονται μὲν αἱ πύλαι τῆς πόλεως, ἐκχέονται δὲ τὰ στρατεύματα. καὶ τὸ μὲν εὐώνυμον κέρας ὁ πρωτοστράτωρ ἐπεῖχε Μανουὴλ ὁ Καμύτζης, ὃς οὐκ ὀλίγα τῷ βασιλεῖ ἐχορήγησε χρήματα κατὰ τὴν τότε γενομένην τῶν ὁπλιτῶν ξενολόγησιν· ἔχθιστος γὰρ ὢν τῷ Βρανᾷ, μηδ᾿ ἀγαθαῖς ἐννοίαις βαλλόμενος, εἴπερ εἴη ἐπικρατέστερος ὁ Βρανᾶς, πᾶσαν τὴν οὐσίαν βασιλεῖ ἀνεκάλυψε καὶ ταύτης ὁπόσον βούλοιτο μέρος ἀποδάσασθαι συγκεχώρηκε, κρεῖσσον οἰηθεὶς ὑπὲρ βασιλέως φιλοῦντος καὶ προσγενοῦς καταπροέσθαι τὰ ὄντα ξύμπαντα καὶ πλείω νικῶντος μετ᾿ εὐχαριστίας ἀπολήψεσθαι, ἢ τὰ οἴκοι ἀλλοτρίῳ, καὶ τούτῳ ἀσπόνδῳ τε καὶ ἀγνώμονι, ταμιεύειν εἰς κατάγελων οἰκεῖον κἀκείνου ῥᾳστώνην ἄφθονον. τὸ δὲ δεξιὸν αὐτὸς διεῖπεν ὁ βασιλεὺς Ἰσαάκιος, ἐν ᾧ συνείλεκτο ἅπαν εἴ τι κράτιστον καὶ ὅπλοις ἀριπρεπέστατον, τὸ δὲ μέσον ὁ Κορράδος καῖσαρ μετὰ τῶν ἐπὶ μισθῷ ἀγηγερμένων Λατίνων ἱππέων τε καὶ πεζῶν.

Τοῦ δ᾿ ἀντιταξαμένου στρατοπέδου τὸ μὲν μέσον τῆς φάλαγγος, ἔνθα καὶ τὸ συγγενὲς καὶ φίλιον ἥλιστο τῷ Βρανᾷ καὶ εἴ τι τῶν συνακολουθησάντων ἐπίσημον τῷ γένει καὶ εὐθαρσές, αὐτὸς ἐπέχων ἦν ὁ Βρανᾶς, τὰ δ᾿ ἑκατέρωθεν ἱστάμενα τάγματα ἄλλοι τε στρατηγίας εἰδήμονες καὶ ὁ Σκύθης Ἐλπούμης.

Μήπω μὲν οὖν μεσούσης ἡμέρας ἀκροβολισμοὶ ἑκατέρωθεν καὶ ἐμπηδήσεις κατ᾿ ἀλλήλων ἐγίνοντο παρ᾿ ἀμφοτέρων τῶν στρατευμάτων καὶ πεζικαὶ προβεβλημέναι δυνάμεις μάχης ἐξ ἀντιστάσεως ἥπτοντο. ἐπεὶ δ᾿ ὁ ἥλιος κατὰ κορυφὴν ἔφλεγε, τότε δὴ τὰ σημεῖα τῆς μάχης αἴρεται καὶ πρῶτος ὁ Κορράδος διακινεῖται, φοινικοβαφὲς μετὰ τῶν αὐτῷ συνόντων τὸ τῶν ὅπλων ἔχων ἐπίσημον. αὐτὸς μέντοι ἄνευ θυρεοῦ τηνικαῦτα διηγωνίζετο, ἐκ δὲ λίνου πεποιημένον ὕφασμα οἴνῳ αὐστηρῷ ἱκανῶς ἡλισμένῳ διάβροχον πολλάκις περιπτυχθὲν δίκην θώρακος ἐνεδέδυτο. ἐς τοσοῦτον δ᾿ ἦν ἀντιτυπὲς ἁλσὶ καὶ οἴνῳ συμπιληθέν, ὡς καὶ βέλους εἶναι παντὸς στεγανώτερον· ἠριθμοῦντο δ᾿ ἐς ὀκτωκαίδεκα καὶ πλείω τὰ τοῦ ὑφάσματος συμπτύγματα. ποιήσας δὲ τὸ μεταίχμιον βραχύτερον αὖθις ἵσταται, καὶ ἐπεὶ οἱ μὲν πεζοὶ τὰς λόγχας ὡς πρὸς συμπλοκὴν ἀνέστησαν πυργηδὸν παραταξάμενοι (ἀσπὶς γὰρ ἀσπίδα καὶ κόρυς κόρυθα ἤρειδε καὶ οἱ θυρεοὶ ἀλλήλοις συνέμυον), οἱ δὲ ἱππεῖς τὰ δόρατα ἠγκωνίσαντο καὶ τὰ τῶν ποδῶν κέντρα τοῖς ἵπποις ἐνέπειραν, ἤδη δὲ καὶ τὸ τοῦ βασιλέως τάγμα ἐπηκολούθει, οὐδὲ τὴν πρώτην ἔμπτωσιν τοῦ περὶ τὸν Κορράδον ὁπλιτεύοντος πεζικοῦ, οὐδὲ τὴν ῥόθιον ἐπαγωγὴν τῶν ἱππέων οἱ κατὰ τὸν Βρανᾶν ὑπενεγκόντες τὰ νῶτα μεταβαλόντες διασκίδνανται· ἐπὶ δὲ τούτοις καὶ τὰ λοιπὰ διαθροηθέντα τάγματα τρέπονται πρὸς φυγήν.

Αὐτὸς δ᾿ ὁ Βρανᾶς γεγωνὸς κεκραγὼς καὶ διάτορον “στῆτε Ρωμαῖοι· πλείους γὰρ πρὸς ἐλάττονας μαχεσόμεθα καὶ πρῶτος ἔγωγε κατὰ τῶν ἐνωπίων ἐμβαλῶ πολεμίων” καὶ ἅμα δρῶν ὃ ὑπετίθετο παλίνστροφον μὲν οὐδένα ποιήσειν ἴσχυσε, κατὰ δὲ τοῦ Κορράδου ἄτερ κόρυθος μαχομένου τὸ δόρυ ἴθυνεν, οὐ καιρίως δ᾿ ἔβαλεν, ἀλλὰ τὸ μὲν τὸν τοῦ καίσαρος ὦμον παραξέσαν ἅλιον τῶν ἐκείνου χειρῶν ἐξερρύη, ὁ δὲ ἀμφοτέραις τοῦ οἰκείου ξυστοῦ λαβόμενος ἐμπήγνυσι τοῦτο τῇ παρειᾷ τοῦ Βρανᾶ καὶ σκοτοδίνης πίμπλησι καὶ κατακρημνίζει τοῦ ἵππου Βρανᾶν. τὸ δ᾿ ἀπὸ τοῦδε περιστάντες αὐτὸν οἱ δορυφόροι τοῦ καίσαρος καταδορατίζουσι. φασὶ δὲ ὡς ἐν τῷ πρώτως ὑπὸ Κορράδου τρωθῆναι τὴν τελευτὴν πτοηθεὶς ἱκετηρίασε Βρανᾶς μὴ τεθνάναι, τὸν δὲ Κορράδον ἐκείνῳ μὴ χρῆναι δεδιέναι ἀποκρίνασθαι· οὐδὲ γὰρ ἀηδές τι πείσεται ἕτερον ἢ τὴν κεφαλὴν μόνον ἀποκοπήσεται. ὃ καὶ παραχρῆμα πέπονθεν.

Ἀκόσμου δὲ τῆς φυγῆς γενομένης, ἕκαστος τὸν καθ᾿ αὑτὸν διώκων ἀνῄρει. τοῦτο δὲ ἀρχομένης συμβὰν τῆς τροπῆς οὐ περαιτέρω προβέβηκε· καὶ Ρωμαῖοι γὰρ ὁμογενοῦς ἐφείδοντο αἵματος, καὶ αὐτοὶ δὲ οἱ διωκόμενοι τὸν περὶ ψυχῆς τρέχοντες μεθ᾿ ἁπάσης ὁρμῆς ἀπεδίδρασκον. ἐσκύλευται οὖν ὁ χάραξ ὑπὸ τῶν νικώντων καὶ εἰς διαρπαγὴν ἐκκείμενος ἦν οὐ μόνον τοῖς τοῦ βασιλέως στρατεύμασιν, ἀλλὰ καὶ τοῖς ἐκχεομένοις ἀστυπολίταις.

Ἀναιρεῖται δὲ κατὰ τοῦτον τὸν πόλεμον καὶ Κωνσταντῖνος ὁ Στηθάτος περὶ τὸν βουβῶνα λόγχῃ τρωθείς, ἀνὴρ ἀγαθὸς καὶ μείλιχος, ὃς διέπων τὴν ἐπαρχίαν τῆς Ἀγχιάλου οὐχ ἑκόντως ἐπηκολούθησε τῷ Βρανᾷ, ἀλλ᾿ οὔτε τὸν προσλαβόμενον ὤνησέ τι, καθὼς καὶ προσεδοκᾶτο, Βρανᾶν καὶ ἑαυτὸν οὐκ ἐξέσωσε τοῦ μαχαίρᾳ πεσεῖν, τῶν τότε ἀστρολόγων ὁ δοκιμώτατος ὤν· ἀλλά τι τὴν ἐκείνου γνῶσιν διαδραμόν, ὡς ἔοικε, λεπτεπίλεπτον ἡσυχῇ μένειν πέπεικεν ἐπὶ τῆς σκηνῆς καὶ ἐπιὸν οὐκ ἔδεισε τὸ πολέμιον. ἐλέγετο δὲ τῷ Βρανᾷ φοιβάζειν προρρητικῶς, ἐκ τῶν τῆς τέχνης ἐκβάσεων τεκμαιρόμενος, ὡς κατὰ τὴν ἡμέραν ἐκείνην τῆς πόλεως ἐντὸς εἰσελεύσεται καὶ θριαμβεύσει περιφανῶς. τοῦτο δὲ εἰ μὲν ἀληθῶς αὐτὸς εἴρηκεν ὁ Στηθάτος, ἀσφαλῶς οὐκ ἴσημι, ὅτι μηδ᾿ ἀψευδῶς τὰ πάντα ἡ φήμη μυθεύεται, ὁπόσα περιλάλητα τιθέναι φιλεῖ. ὅτι δέ, εἰ δῶμεν εἰπεῖν ὁπόσα ἡ φήμη ἐδίδαξεν, ἐπὶ κενῆς ἐτοξεύθησαν ὑπὸ τοῦ προφάντορος Στηθάτου, αὐτά, φησί, τὰ πράγματα ἔφαναν, εἰ μή τις τῇ οὐρανοσκόπῳ ἐπιστήμῃ προσκείμενος μὴ παντάπασι διεψεῦσθαι τουτονὶ διατείνοιτο καὶ τὰ τῆς τέχνης μὴ καθόλου διαπεσεῖν, εἰς τὴν τοῦ Βρανᾶ κεφαλὴν μετάγων τὰ προρρηθέντα καὶ τὸν ἕτερον αὐτοῦ τῶν ποδῶν, ἅπερ τῆς ἡμέρας ἐκείνης διὰ τῆς ἀγορᾶς ἐμπεπαρμένα κοντοῖς ἐνεπόμπευσαν, σὺν αὐτῇ δὲ καὶ κεφαλήν τινος ἀγοραίου, Ποιητοῦ λεγομένου, ἣν οὐδεμία πολεμία χεὶρ ἀφείλετο, αὐτὸς δὲ βασιλεὺς μετὰ τὴν λαμπρὰν ἐκείνην νίκην καὶ τὴν τῶν ἐναντίων καταπολέμησιν ἀποτμηθῆναι προσέταξεν, οὐκ οἶδα ἐφ᾿ ὅτῳ συνοίσοντι ἢ κατορθώματι.

Καὶ τοιοῦτο μὲν ὁ τότε ἀγὼν εἴληφε πέρας, αὐτὸς δὲ ὁ βασιλεὺς τραπόμενος εἰς ἑστίασιν πᾶσαν τῶν ἀρχείων ἀνῆκε πύλην αὔλειον καὶ παράθυρον προσκήνιον, ὥστε τοὺς βουλομένους εἰσιέναι καὶ θεᾶσθαι αὐτὸν τροπαιοῦχον. ἐν δὲ τῷ ἅπτεσθαι τῶν σιτανείων χανδὸν καὶ τὰς χεῖρας κινεῖν εἰς τὸν τῶν προκειμένων ἐδεστῶν πόλεμον, ἐπεισόδιόν τι οὐκ εὐπρεπὲς καὶ ἄθυρμα ἐπιδείπνιον τὴν τοῦ Βρανᾶ παρεισαχθῆναι κεκέλευκε κεφαλήν. ἡ δὲ ὡς εἰσῆκτο, ἐπ᾿ ἐδάφους ἔρριπτο, σεσηρυῖα καὶ μεμυκυῖα τὼ ὀφθαλμώ, ὧδέ τε κἀκεῖσε δίκην σφαίρας διαγομένη τε καὶ μεταγομένη διηκοντίζετο. ὕστερον δὲ καὶ τῇ αὐτοῦ γαμετῇ ἔνδον τῶν ἀνακτόρων καθειργμένῃ παρεισφέρεται καὶ ἀνέρεται αὕτη, εἰ σύνοιδεν, ὅτου ἐστὶν ἡ κεφαλή. ἡ δὲ τοὺς ὀφθαλμοὺς ἐπιβαλοῦσα τῷ οἰκτρῷ ἐκείνῳ καὶ ἀέλπτῳ θεάματι “οἶδά” φησι “καὶ ταλανίζω ἐμαυτήν.” ἦν γὰρ σώφρων ἡ γυνὴ καὶ τὴν ἐπιπρέπουσαν τῷ θήλει σιωπὴν τιθεμένη περὶ πολλοῦ, οὗ χάριν καὶ καλὴν ἐν γυναιξὶ κατωνόμαζεν ὁ πρὸς μητρὸς αὐτῇ θεῖος ὁ αὐτοκράτωρ Μανουὴλ καὶ οἷόν τι τῶν ἐκ γένους ὀσφράδιον.

Τὰ δέ γε πρὸς ἀποστασίαν τῷ Βρανᾷ συναράμενα στρατεύματα, ὅλους ἀνέντα χαλινούς, τὰς ὁπουδήποτε φερούσας ἐτράπετο. καὶ οἱ μὲν ὄπισθεν ἑστῶτες τῶν προμάχων κατὰ τὸν καιρὸν τῆς συμπλοκῆς, ὡς ᾔσθοντο τῆς τροπῆς, ἁψάμενοι τῆς φυγῆς πρότεροι τοὺς κατόπιν ἐλαύνοντας ὡς πολεμίους ὑφορώμενοι τὸν δρόμον, ὡς μὴ συλληφθεῖεν, ἐπέτεινον· οἱ δ᾿ ἐφεπόμενοι τὸ σύντονον εἰς φυγὴν τῶν προαγόντων ὡς πρᾶξιν ζηλοῦντες σώζουσαν καὶ τὴν τῶν πολεμίων ἐπιδίωξιν δεδιττόμενοι ἐκεῖνα ηὔχοντο ἄντικρυς, τοὺς μὲν ἵππους μὴ ποσὶ κόπτειν τὸ δάπεδον, ἀλλ᾿ ἵπτασθαι κατὰ Πήγασον, αὐτοὺς δὲ ἀορασίᾳ καλύπτεσθαι, ὡς εἰ τὴν κυνέην Ἅιδου ὑπέδυσαν. ἦ πολλὴ τότε ἦν αὐτοῖς ἡ δείλανσις καὶ πᾶν ἐποίει καὶ πράττειν καὶ εὔχεσθαι. ἀλλὰ καὶ περὶ τὴν γέφυραν πλεῖστοι ἂν ἀπολισθόντες ὀλώλασιν, ἥτις κατὰ τὸ Δαφνούτιον περιάγεται, εἰ μή τις αὐτοὺς ἐπεπείκει καθυφεῖναι τῆς ὀξείας φυγῆς κατὰ κόσμον τε καὶ μὴ ἐπισφαλῶς διὰ τῆς ἁψῖδος ἰέναι, εἰς οὐρανὸν ἀνατείνας τὰς χεῖρας καὶ τὸ θεῖον ἐπομοσάμενος μηδένα κατ᾿ αὐτῶν ἐπιέναι πολέμιον ὄπισθεν, ἀλλὰ πάλαι μεταστραφέντας παύσασθαι τῆς καταδιώξεως.

Ὅσοι μὲν οὖν τὴν τύχην ἦσαν φλαῦροι καὶ περιπέζιοι, οὗτοι ἀνεπαχθῶς καὶ ἀνεπεγκλήτως ἀφίκοντο οἴκαδε τὴν οἰκείαν παράβυστον σώζουσαν ἔχοντες καὶ μηδένα δεδιότες τὸν ἐπὶ τῷ κολάσαι ἀναδιφήσοντα· οἱ δὲ τὸ γένος λαμπροὶ καὶ ἐπίσημοι δι᾿ ἡγεμονίαν ἢ ἀρχηγίαν, οὗτοι ἐς ἄθρουν ἁλισθέντες σύνταγμα διαπρεσβεύονται βασιλεῖ, συγγνώμην αἰτοῦντες, οἷς ἀπέστησαν ἀπ᾿ αὐτοῦ καὶ τῷ ἀποστάτῃ ἐπηκολούθησαν, καὶ παρὰ βασιλέως λαμβάνοντες τὸ ἀνέγκλητον ἀγαθοὶ καὶ πιστοὶ θεράποντες ἐς τὸ μέλλον ἔσεσθαι συνετίθεντο κἀκ τῶν ἔργων αὐτῶν ὑποδεῖξαι τὴν μετάνοιαν ἐφ᾿ οἷς ἐκ παρανοίας πεπαρῳνήκασι κατὰ τοῦ κυρίου βασιλέως ἐφοπλισάμενοι. εἰ δὲ βασιλεύς, φησί, τὸ τῆς ψυχῆς θυμούμενον πλουτῶν ἀμετάθετον οὐκ αὐτῆμαρ καταπέψει τὴν ὀργιλότητα ἢ γοῦν ἐσέπειτα στήσει τὰ ἡμαρτημένα σφίσιν αὐτοῖς, ὃν ὑπέτυφε κότον εἰς σπινθῆρας ἀναρριπίζων θυμοῦ, καὶ αὐτοὶ φευξοῦνται ἀπὸ προσώπου τοῦ βασιλέως καὶ τὸν παρὰ τοῖς φιλεχθροῦσιν ἔθνεσι Ρωμαίοις ζητήσουσιν ἔσχατον σταθμὸν κἀκεῖνα Ρωμαίους ἐργάσονται, ὅσα οἷς προσερρύησαν δρᾶν ὤφειλον, ἐπεὶ μηδὲ καινόν, εἰ διφῴη τις τὸν ἀντίπαλον καὶ κολακεύει τουτονὶ ὡς φίλιον τὸν οἰκεῖον εὑρίσκων πολέμιον.

Ταῦτα οἱ μὲν πρέσβεις ὑπετονθόρυσαν. βασιλεὺς δὲ πᾶσιν ἀμνηστίαν ἐβράβευσε καὶ τοὺς προσιόντας εὐμενῶς προσδεχόμενος παρῄνει μετάμελον ἐπὶ τῇ παραβάσει τῶν πρὸς αὐτὸν ὀμωμοσμένων ἐνδείκνυσθαι καὶ ἀρχιερεῖ ὀπτάνεσθαι τῷ μεγάλῳ καὶ ζητεῖν ἐκεῖθεν λύσιν τοῦ ἀναθέματος, ᾧπερ αὐτοὺς οἱ τῆς πόλεως οἰκήτορες καθυπέβαλον ἄνωθεν ἑστῶτες τῶν πυργοβάρεων καὶ τὰ παρ᾿ αὐτῶν θεώμενοι δρώμενα. καὶ πολλοὶ τῷ πατριάρχῃ προσήλθοσαν, ὅσοις τέως εὐλαβείας μετῆν· οἱ δ᾿ ἄλλοι τῇ κατανεύσει τῆς κεφαλῆς τὸ πέρας τῆς παραιφάσεως συμμετρήσαντες ὡς λῆρον ἡγήσαντο τὴν εἰς τὸν Μέγαν Νεὼν ἄφιξίν τε καὶ ἐξαγόρευσιν. ἐῶ γὰρ λέγειν ὡς ἦσαν οἳ τῶν ἀτασθάλων μετὰ τὴν ἐκ προσώπου τοῦ βασιλέως ἐξέλευσιν διεχλεύαζον αὐτὸν καὶ ἐξεμυκτήριζον καὶ οὐ καινὸν ἔλεγον, εἰ θεῷ πρότερον κληρωθείς, ἐπεὶ καὶ τοῦτο προσδιεβέβλητο, ἐκεῖνα καὶ αὐτοῖς ὑφηγεῖται νῦν, ὁπόσα δὴ καὶ ἐξ ἐφήβου δεδίδακται. πολλοὶ δὲ καὶ τῷ Ἀσὰν καὶ τῷ Πέτρῳ προσερρύησαν· ἀλλὰ καὶ οὗτοι γράμμασι βασιλικοῖς μετὰ μικρὸν ἐπανήλθοσαν.

Ἄλλο δ᾿ ἐπὶ τούτοις παρηκολούθησεν ἔργον παραλογώτατον. ὁ γὰρ βασιλεὺς πᾶσιν ἐνέδωκεν ἀτεχνῶς ἀστικοῖς τε καὶ ἀλλοχώροις διεκχεῖσθαι καὶ κακῶς δρᾶν ὁπόσοι πρὸς Βρανᾶν μετετάξαντο τῶν τε ἀγχοῦ τῆς πόλεως ἀγροτῶν καὶ τῶν τὴν Προποντίδα λαχόντων εἰς οἴκησιν. καὶ τὴν μὲν τῆς ἡμέρας ἐκείνης διάδοχον νύκτα, καθ᾿ ἣν Βρανᾶς κατηγώνιστο, ἐνίεται ταῖς οἰκίαις τῶν δυστήνων Προποντίων τὸ ὑγρὸν πῦρ, ὃ ἐπὶ τοῖς στέγουσιν ἀφυπνοῦν σκεύεσι κατὰ τῶν ἀστραπῶν ἐξαίφνης πρόεισι τὰ ἐξάλματα καὶ πιμπρᾷ καθ᾿ ὧν διεκπῖπτον ἀφίεται. τὸ δὲ λάβρον ἐμπεσὸν τοῖς δρυφάκτοις ἐπυρπόλησεν ἅπαν οἰκοδόμημα, εἴτε τέμενος τοῦτο ἅγιον ἦν, εἴτε σεμνεῖον ἱερόν, εἴτε οἴκημα ἰδιωτικόν· καὶ τοῦ κακοῦ παρὰ πᾶσαν δόκησιν ἐπελθόντος οὐ μόνον τὰ μέλαθρα τὸ πῦρ ἐπενέμετο καὶ ἡ φλὸξ μικροῦ διεῖρπεν αἰθέριος, ἀλλὰ καὶ τὰς οὐσίας ἐπεβόσκετο τῶν ἀνθρώπων, οὐδενὸς ἁρπάσαι τι καὶ μετενεγκεῖν ἔχοντος, εἰ μὴ ὅσα τῶν χρημάτων εὐάγκαλα.

Κατὰ δὲ τὴν μετ᾿ αὐτὴν ἕω ἔξεισιν ὡς ἐκ προσκλήσεως τὸ Λατινικὸν στῖφος, ὃ τῷ Κορράδῳ καίσαρι συνετέτακτο, καὶ τὸ ἀγελαῖον καὶ πτωχεῦον πλῆθος τῆς πόλεως καὶ τὰ πέριξ διαδραμόντες, οἱ μὲν ἔτι τὰ ὅπλα φέροντες, οἱ δ᾿ ἀμυντηρίῳ τῷ παρευρεθέντι χρώμενοι, τί μὲν οὐχ ἥρπασαν, τί δὲ χείριστον οὐκ εἰργάσαντο; οἰκήματα κατήρειψαν, τὸν ἔνδον πλοῦτον περιεβάλοντο, ἱερὰ ἀνηρεύνησαν φροντιστήρια, ἔπιπλα ἀφείλοντο παναγῆ, σκεύη τίμια ἐβεβήλωσαν, σεμνὴν μοναζόντων πολιὰν οὐκ ᾐδέσθησαν, ἀρετῆς, ἣν καὶ πολέμιος οἶδε τιμᾶν, ἠλόγησαν, καὶ ἵνα τὰ πολλὰ συντέμω, πᾶσαν κάκωσιν καθ᾿ ὧν ἐπῄεσαν ἐπεδείξαντο. πολλοὶ δὲ καί, ὅτι τῶν κατ᾿ οἶκον σκυλευομένων ὑπέμυξαν, θάνατον εὕραντο τὸ ζημίωμα. προύκοψε δ᾿ ἂν τὸ δεινὸν καὶ χρονιώτερον γεγονὸς ὤφθη περιαλγέστερον, εἰ μή τινες ἀνενεγκόντες βασιλεῖ τὰ τελούμενα καὶ βαρυαλγήσαντες, ὡς εἰκός, ὑπένυξαν πρὸς διόρθωσιν. καὶ στείλας εὐθύς τινας τῶν κατ᾿ ἀξίωσιν καὶ γένος περιφανῶν ἀνέστειλέ τε τὰς τῶν ἀτάκτων ὁρμὰς καὶ κατέληξεν οὕτως ὀψέ ποτε τὰ εἰς μέγα μέρος ἀφανισμοῦ τῶν ἐκεῖσε τολμώμενα.

Ἀλλ᾿ οὔπω ταῦτα διετεθρήνητο ἀκριβῶς ὁπόσοις τῶν ἀνθρώπων ψυχὴ φίλοικτος καὶ τὸ δάκρυον ταῖς τῶν πασχόντων ἀναπιδύει θερμότερον συμφοραῖς, καὶ τὸ τῆς πόλεως χειρωνακτικὸν καὶ ὅσον οὐ συνεπευδόκησε τοῖς λοιποῖς ἐπὶ τὰ ἱστορημένα ἤδη τῷ λέγειν μοι δεινὸν ἡγησάμενοι, εἰ οὐχ ὅπως ἐλευθεροστομοῦσι Λατῖνοι καὶ βρενθύονται τῷ ὑπ᾿ αὐτῶν καταγωνισθῆναι Βρανᾶν, ἀλλὰ καὶ κατὰ τῶν ἀστυγειτόνων σφίσι Ρωμαίων διαπεπράχασι τὰ ἀνύποιστα, κατὰ φάλαγγας ἀγειρόμενοι καὶ σπείρας χειμερίου δίκην χειμάρρου ταῖς τῶν Λατινικῶν γενῶν οἰκίαις προσρήγνυνται. αἵ τε οὖν ἄσημοι φωναὶ τὸν ἀέρα ἐγέμιζον, ὡς οὐδ᾿ εἰ κολοιῶν ἢ γεράνων ἢ ψάρων ἔθνεα κλαγγηδὸν ἐπτερύσσοντο ἢ ἐπέκλωζον θηρευταὶ καὶ ἐπεθώϋζον κυνηγέται, ἀλλήλους τε παρεκάλουν ἐπισπώμενοι τῶν χιτωνίων. οὐκ ἦν οὖν ἐκεῖ τις τῶν εἰσηγουμένων τὰ πρὸς εἰρήνην κατήκοος, ἀλλ᾿ ὡς ἀσπίδες τὰ ὦτα βύοντες πάντα παρέτρεχον σοφὸν φαρμακόν.

Ἡγεμόνευε δὲ τῆς τότε τῶν ἀγοραίων συνδρομῆς οὐ μόνον θυμὸς ἄλογος, ἀλλὰ καὶ ὁ τῶν ἀλλοτρίων ἠρρένου ἔρως χρημάτων· ᾤοντο γὰρ ἐν βραχεῖ πόνῳ τοὺς Λατίνους ἐκστῆσαι τῶν οἰκημάτων καὶ διαρπάσαι ἅπαν ἀπραγματεύτως τὸ ἔνδον κειμηλιούμενον, ὥσπερ κατὰ τοὺς χρόνους Ἀνδρονίκου διαπεπράχασι. τοῖς δὲ εἰς τοὐναντίον τὰ τῶν ἐλπίδων μετέστραπται· οἱ γὰρ διάφοροι, ὡς εἶδον τὴν ἐπ᾿ αὐτοὺς τῶν ξυγκλύδων σύρροιαν, τάς τε λεωφόρους περιεφράγμωσαν μεγίστοις σκόλοψιν, ὅσαι κατ᾿ αὐτοὺς ἦγον τὸ παροδεῦον, καὶ θωρακισθέντες βύζην ἐν τοῖς ὀχυρώμασιν ἔστησαν. ὁ δ᾿ ἀγελαῖος ὄχλος πολλάκις μὲν ὑπερβῆναι τὰ περισταυρώματα ὥρμησαν, οὐ μόνον δὲ τοῖς κατὰ σκοπὸν οὐκ ἔδοσαν πέρας, ἀλλὰ καὶ κακῶς ὑπὸ τῶν Λατίνων ἔπαθον· ἀσιδήρωτοι γὰρ καὶ γυμνοὶ πρὸς ὡπλισμένους μαχόμενοι, οἱ πλεῖστοι δὲ καὶ οἰνόφλυγες ὄντες, τότε ὃ ἔδρων ἐγίνωσκον καὶ τὸν Ἐπιμηθέα τοῦ Προμηθέως καταδεέστερον ᾔδεσαν, ὁπότε βαλλόμενοι ἀπὸ τόξων ἢ παρασταδὸν οὐταζόμενοι κατὰ γῆς ἔπιπτον.

Καὶ τὴν μὲν δείλην ὅλην τῆς ἡμέρας ἐκείνης μέχρι καὶ ἐς βαθεῖαν ἑσπέραν οὕτω κατίσχυε τὸ δεινόν· ἡλίου δὲ τὸν ὁρίζοντα ὑπερβάντος μετὰ μείζονος Ρωμαῖοι ῥύμης ὡς εἰς ἀγώνισμα δεύτερον συνηθροίζοντο πλείστους τοὺς μεθ᾿ ὅπλων προβεβλημένοι. ἀλλ᾿ οἵ τε συνελθόντες ἐκ βασιλέως λόγιμοι ἄνδρες αὐτοὺς ἀνέστειλαν καὶ οἱ ἐκ τῆς Λατίνης φυλῆς κατασοφισάμενοι τοὺς εὐήθεις κατέσβεσαν τὸ πολὺ τῆς ὁρμῆς· συναγαγόντες γὰρ τοὺς ἐν τῷ πολέμῳ καταλύσαντας τὸ ζῆν Ρωμαίους καὶ μετὰ τὴν τῶν περιβλημάτων ἀφαίρεσιν δείξαντες ἐν χρῷ κουρίας ἐξέθεντο κατὰ τὴν αὔλειον σφῶν καὶ πλαστῶς ἐπ᾿ αὐτοῖς ὡς ἐφ᾿ ὁμογενέσι παθηνάμενοι ὑπεδείκνυον τοῖς προσιοῦσιν ἐκ βασιλέως καὶ ἱκεσίαζον, μὴ ἀνασχέσθαι καὶ εἰσαῦθις συρραγῆναι πόλεμον καὶ δὶς αὐτοὺς πεπονθέναι ὁπόσα καὶ ὁρᾶν ἔχουσιν. οἱ δὲ πρὸς τὸν ἀποχειροβίοτον λαὸν ταῦτα διαπορθμεύοντες κἀπὶ τοὺς τεθνεῶτας τείνειν τὰ ὄμματα πείθοντες, μηδ᾿ ἐπαινεῖν τὰ γινόμενα φάσκοντες ἴσχυσαν οὕτως ὀψέ ποτε μαλάξαι τοὺς σύρφακας, ὡς ἀποχωρῆσαι πρὸς τὸ οἰκεῖον ἕκαστον ἐπιτήδευμα. καὶ ἄλλως δὲ εἰπεῖν, μὴ τοῦ συνήθους ἡγεμόνος, τοῦ οἴνου φημί, αὐτοὺς θωρακίσαντος, μηδ᾿ ἀκριβέστερον σιδήρου πρὸς τὸν ἀγῶνα παραθήξαντος (πρώϊος γὰρ ἦν ὁ καιρός), διελύθησαν εὐμαρῶς ἀναμίλλητοι οὖς ὑποσχόντες εὐήκοον τῇ παραιφάσει τῶν διαλλακτήρων μεγίστων ἀνδρῶν. εἰ γὰρ οἴνῳ προκατελήφθησαν οἱ καὶ ταπύρων οἰνοβαρέστεροι, ποία τις αὐτοὺς ἴυγξ ἢ τίνων τερετίσματα Σειρήνων πρὸς εἰρήνην ἂν μετερρύθμισαν ἢ πρὸς ἑτέραν εὐσχήμονα πρᾶξιν μετέθηκαν; ὧν γε καὶ ἄλλοι μὲν ὡς ὑπὸ μέθης διαρρεόντων οὐκ ὀλίγα ξυνέθεντο σκώμματα, ὁ δὲ Μένανδρος οὑτωσί πως ἐπιλαμβάνεται “μεθύσους τοὺς ἐμπόρους ποιεῖ τὸ Βυζάντιον· ὅλην ἔπινον τὴν νύκτα”. καὶ ταῦτα μὲν ὧδέ πῃ ἐφέρετο.
https://byzantium.gr/

ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ

Βασιλεὺς δὲ δισσεύει κατὰ Μυσῶν ὑστεροβουλίᾳ πληττόμενος, ὅτι μὴ κατὰ τὴν προτέραν αὐτοῦ ἐμβολὴν τὰ τῆς πολεμίας εὖ διέθετο γῆς, ἀλλ᾿ ἀναστὰς ᾤχετο ἐκεῖθεν, ὡς εἰ καὶ πολέμιοι ἐπέκειντο βάλλοντες, μήτε τοῖς φρουρίοις Ρωμαίους ἐπιστήσας φύλακας, μήτε ὅμηρα λαβὼν τὰ τῶν βαρβάρων φίλτατα. καὶ τότε μὲν αὐτὸς μετὰ τῶν συνόντων οἱ ὀλίγων ἐξῄει τῆς πόλεως· ἠκηκόει γὰρ μηκέτι τοὺς Μυσοὺς τὰ ὄρη περιπαπταίνειν καὶ τοὺς βουνούς, ἀλλ᾿ ὁπλιτικὸν ξενολογήσαντας Σκυθικὸν ἐς τὰ τῆς Ἀγαθοπόλεως μέρη παρεμβαλεῖν καὶ ταῦτα κατὰ κράτος ληΐζεσθαι κακὰ ἐργαζομένους Τερμέρεια· τὸ δὲ λοιπὸν ἐκ προσκλήσεως συνήγετο στράτευμα. πρὸς γὰρ τὴν ἄελπτον καὶ ὀξεῖαν ἔφοδον τῶν βαρβάρων καὶ αὐτός τι τοιουτότροπον ἐμεθόδευσε, καὶ συστολὴν ἐντεῦθεν τοὺς ἐχθροὺς παθεῖν προμηθούμενος καὶ τοὺς οἰκείους μὴ ἀπαυδήσειν ἐς τὴν παρὰ πόδας καὶ δευτέραν κατὰ τῶν Βλάχων ἐξόρμησιν, εἰ κατὰ τούτων πρῶτος αὖθις αὐτὸς τὰ ὅπλα ἤρατο καὶ τὸν ἵππον ἀνέβη τὸν πολεμιστήριον.

Καὶ ὁ μὲν κατὰ τὸν Ταυρόκωμον γενόμενος (κτησείδιον δέ ἐστιν οὗτος οἰκούμενον κωμηδὸν καὶ μὴ πάνυ πόρρω τῆς Ἀδριανοῦ κείμενον) ἐπέμενε τὰς δυνάμεις συνελθεῖν, ἐπέσκηψε δὲ καὶ τὸν καίσαρα Κορράδον μηδέν τι μελλήσαντα ἐξελθεῖν.

Ὁ δὲ δυσχεραίνων προδήλως πρὸς ἣν εὕρατο ἐκ βασιλέως φιλοφροσύνην ὡς τῷ ἑαυτοῦ γένει ἀπᾴδουσαν καὶ τῷ βασιλείῳ κήδει ἀσύμφωνον, ὁρῶν δὲ καὶ τὰς ὑπερηφάνους ἐλπίδας καταληγούσας ἐς μόνον τὸ μὴ τοῖς πολλοῖς ὁμόχρωμον ὑπόδημα τοῦ ποδὸς (τὸ τῶν καισάρων λέγω παράσημον), καὶ ἄλλως δὲ σταυροφορήσας οἴκοθεν καὶ τὴν ἐς Παλαιστίνην ὁδεῦσαι πάλαι προθέμενος, ἤδη κατασχεθεῖσαν ὑπὸ τῶν κατὰ τὴν Αἴγυπτον Σαρακηνῶν, καὶ πάρεργον ὁδοῦ τὴν μετὰ τῆς ἀδελφῆς τοῦ βασιλέως ἐπιτελέσας συνάφειαν, κατένευσε μὲν συνεξιέναι τῷ βασιλεῖ καὶ συνδιαθέσθαι τὸν προκείμενον πόλεμον, ὡς δ᾿ ἀντέκρουσε τὸ βεβουλεῦσθαι θεὸν κακοτυχεῖν Ρωμαίους ὑπὸ Μυσῶν, ἐπ᾿ ἄλλοις τρέπει τὸν νοῦν.

Νῆα γὰρ ἐξαρτύσας εὐπαγῆ τε καὶ νεογόμφωτον τὸν πλοῦν ἐς Παλαιστίνην ἔθετο καὶ τῇ Τύρῳ προσορμίσας καὶ παρὰ τῶν ἐκεῖσε ὁμογενῶν ὡς οἷά τις κρείττων ὁραθεὶς καὶ προσδεχθεὶς δύναμις τοῖς Σαρακηνοῖς ἀντεφέρετο, Ἰόππην ἐπανασωσάμενος, ἣ νῦν Ἄκε λέγεται, καὶ ἑτέρας πόλεις τοῖς ὁμοφύλοις. ἀλλὰ γὰρ ὅτι καὶ τὰ ἐκεῖ πάσχειν κακῶς ἀφώριστο, ἄλλοι τε καλοὶ καὶ γενναῖοι ἀπώλοντο στρατηγοὶ τὴν κατὰ Χριστὸν ἑκόντως καὶ οἰκείοις ὀψωνίοις πορείαν στειλάμενοι, καὶ αὐτὸς δὲ ἀναιρεῖται ὑπὸ Χασισίου μικρόν τι ἐπιβιοὺς καὶ ὅσον πεῖραν τῆς αὐτοῦ ἀνδρείας τε καὶ φρονήσεως δοῦναι τοῖς Ἀγαρηνοῖς καὶ θαυμασθῆναι.

Γένος δέ εἰσιν οἱ Χασίσιοι τοσαύτην λεγόμενον τηρεῖν τῷ ἄρχοντι σφῶν συστολὴν καὶ τῶν ἐντελλομένων πλήρωσιν, ὡς καὶ κατὰ κρημνῶν ὠθεῖν ἑαυτοὺς ἐκείνου ἐπ᾿ ὀφρύσι μόνον νεύσαντος καὶ χορεύειν κατὰ ξιφῶν καὶ ὑδάτων καθάλλεσθαι καὶ κατὰ πυρὸς ἀκοντίζεσθαι. ἀμέλει τοι καὶ πρὸς οὓς ἂν ἐθέλωσιν οἱ τῶν Χασισίων ἐξουσιάζοντες ἀποστέλλουσι τούς σφας ἀναιρήσοντας· οἱ δὲ ὡς φίλιοι προσιόντες ἤ τι τῶν καθηκόντων εἰπεῖν ἔχοντες ἢ καὶ ὡς πρέσβεις ἐξ ἐθνῶν ἥκειν πλαττόμενοι πλήττουσι πολλάκις παραξιφιδίῳ καὶ θανατοῦσιν ἐνίους ὡς τοῖς κυρίοις αὐτῶν διαφόρους, μὴ τὸ τοῦ πράγματος ἐργῶδες ἐν νῷ βαλλόμενοι ὅλως, μηδ᾿ ὅτι ἐκ τοῦ δήπουθεν ἀναιρεθήσονται γοῦν αὐτοί, καὶ μὴ τὸν ἑτέρου καταπραξάμενοι θάνατον.

Ἀλλ᾿ ὁ μὲν βασιλεὺς περὶ δισχιλίους ἐπιλέκτους ἀποκρίνας καὶ τούτοις ὅπλα καὶ ἵππους ὠκύποδας διαδοὺς ὥρμησεν ἐκ τοῦ Ταυροκώμου πρὸς τὸ πολέμιον, τὴν δ᾿ ἀποσκευὴν πᾶσαν καὶ τὸν ὑπηρετικὸν ὄχλον ἐς Ἀδριανούπολιν ἱκέσθαι διετετάχει· οἱ δὲ ἠγγέλλοντο παρὰ τῶν ὀπτήρων τὰ περὶ τὸν Λαρδέαν λεγόμενα κατατρέχειν καὶ πλείστους μὲν ἀπεκτονέναι, οὐκ ἐλάττους δὲ συνειληφέναι, καὶ ὡς ἐπαναζευγνύειν ἐγνώκασι πολλῶν ἐμπεπλησμένοι ὠφελειῶν.

Ἐννύχιος τοίνυν ὑπὸ σάλπιγγι τὸν ἵππον ἀναβὰς ἐπορεύετο καὶ κατὰ τόπον Βαστέρνας λεγόμενον ἀφιγμένος διανέπαυεν ἐκεῖσε τὴν στρατιάν, μὴ ἐπιφαινομένων τῶν πολεμίων.

Μετὰ δὲ τρεῖς ἡμέρας ἐκεῖθεν ἀπάρας τῆς εὐθὺ τῆς Βερόης ἐπορθρευσάμενος ἥπτετο. ἀλλ᾿ οὔπω παρασάγγας παρῆλθε τέσσαρας, καί τις εὔζωνος ἐφίσταται ἀνὴρ τὸ τῆς ἀγγελίας ἔχων ἐπὶ τοῦ προσώπου κακὸν καὶ ἔλεγε τὸ πνεῦμα συχνάκις ἀνακαλούμενος ἀγχοῦ που μετ᾿ αἰχμαλωσίας τὸ ἀντίπαλον ὑποστρέφειν, ἀνειμένην τὰ πλεῖστα τὴν πορείαν κατ᾿ ἄμφω ποιούμενον, ὅτι τε οὐδένα ἑώρακεν ἀντίμαχον καὶ ὡς ἔμφορτον πολλῶν ληϊσμῶν. αὐτίκα γοῦν εἰς ἡγεμόνας τὸ συνὸν αὐτῷ διελὼν στράτευμα καὶ σχῆμα παρατάξεως θέμενος ὥδευεν ἐκείνην καθ᾿ ἣν ὁδοιπορεῖν ἐλέγετο τὸ πολέμιον.

Ἐπεὶ δὲ εἴδομέν τε καὶ ἐθεάθημεν (συνειπόμην γὰρ καὶ αὐτὸς βασιλεῖ ὑπογραμματεύων), οἱ μὲν Σκύθαι καὶ Βλάχοι τὴν λείαν παραδόντες τισὶν ἐξ αὐτῶν μοίραις ἐκέλευσαν τὰς ἐπιτομωτέρας ἀναλέγεσθαι τῶν ὁδῶν καὶ τὴν πορείαν ἐπιτείνειν, ἕως ἂν ἐφάψωνται τῶν ὀρειαίων· οἱ δ᾿ ἄλλοι συστραφέντες ἐδέχοντο εὐπετῶς τοὺς κατ᾿ αὐτῶν ἱππαζομένους Ρωμαίους καὶ τὸν πάτριον αὐτοῖς καὶ ἐθάδα τρόπον μαχόμενοι ἐπιόντες ἠφίεσαν βέλεμνα καὶ δόρασι προσεπλέκοντο, μετὰ βραχὺ δ᾿ αὖ μεταβαλόντες τὴν ὁρμὴν εἰς φυγὴν καὶ καταδιώκειν ὀπίσω αὐτῶν ὡς φυγάδων τὸ ἀνθιστάμενον ἐρεθίζοντες, αὖθις ὡς οὐδὲ πτηνὰ τὸν ἀέρα τέμνοντα τὰ νῶτα εἰς τὴν τῶν ὄψεων μεταθέμενοι χώραν ἐνώπιοι τοῖς ἐπιοῦσιν ἐμάχοντο καὶ πολλῷ γενναιότερον συνεπλέκοντο. καὶ τοῦτο πολλάκις πεποιηκότες, ὡς ἤδη τῶν Ρωμαίων ἦσαν ἐπικρατέστεροι, οὐκέτ᾿ ἐμέμνηντο τῶν ἑλίξεων, ἀλλὰ τὰ ξίφη γυμνώσαντες καί τινα βοὴν καταπληκτικωτάτην ἐκρήξαντες μικροῦ καὶ ἐννοήματος τάχιον Ρωμαίοις ἐνέπεσον καὶ τὸν μαχόμενον ὁμοίως καὶ τὸν δειλαινόμενον καταλαμβάνοντες ἐξεθέριζον.

Καὶ τάχ᾿ ἂν τὴν τότε ἡμέραν οἱ Σκύθαι μέγα κλέος ἀράμενοι ἐνεκαυχήσαντο καθ᾿ ἡμῶν καὶ λαῷ ἄφρονι ὄνειδος παρεδόθημεν, εἰ μὴ αὐτὸς ἐπεβοήθησε βασιλεὺς ἔτι τὴν περὶ αὐτὸν ἔχων ἀκραιφνῆ φάλαγγα, αἵ τε σάλπιγγες ἐπίτορον ἀλαλάξασαι καὶ αἱ χαλκόστομοι κώδωνες διηχήσασαι τά τε τῶν δρακόντων ὀφθέντα εἰκάσματα, ἃ ἐπὶ δοράτων ᾐώρηνται περισοβούμενα πνεύμασι, τοὺς πολεμίους κατέπληξαν φαντασίαν παρασχόντα μείζονος στρατιᾶς.

Τότε μὲν οὖν ὁ βασιλεὺς βραχύ τι τῆς αἰχμαλωσίας ὡς ἐκ στόματος θηρῶν ἀφαρπάσας κατέλαβε τὴν Ἀδριανούπολιν ἣν βαδίζειν προύθετο παρεικώς· τῶν δὲ βαρβάρων οὐκ ἠρεμούντων, ἣν παρῆκε τρέχειν αὖθις προείλετο. καὶ δὴ γενόμενος κατὰ Βερόην τὰς τῶν Μυσῶν καὶ Σκυθῶν ἀνέστελλεν ἐκδρομὰς καὶ δι᾿ ἀνδρῶν μὲν ἠκριβωκότων τὸ στρατηγεῖν, καὶ δι᾿ ἑαυτοῦ δὲ οὐχ ἥκιστα. οἱ δὲ καίπερ ὑφορώμενοι Ρωμαίους καὶ βασιλέως παρόντος ἐπιστρεφόμενοι, ὅμως αὖ πάλιν ἐπετίθεντο λεληθότως, ὧδέ πῃ ἐμβάλλοντες ὡς πολεμησείοντες καὶ καραδοκεῖν ὡς ἐπιόντας αὐτοὺς παρεχόμενοι, ἄλλοθι δὲ μεταβαίνοντες καὶ ἀεί τι δρῶντες ἐπιτυχές. ἦν δ᾿ ὅτε καὶ βασιλεὺς μὲν ὡς Ἀγαθόπολιν ἤλαυνεν ἐπισχήσων τοὺς βαρβάρους τῶν ἐπελεύσεων, αὐτοὶ δὲ τὰς κώμας ἔκειρον, αἳ ἦσαν ἄγχιστα τῆς Φιλιππουπόλεως. κἀκείνου πρὸς τὸ πάσχον ἐπιόντος, ἐκεῖνοι αὖθις ἐπήλαυνον ἐξ ὧν ὁ βασιλεὺς ἀπανίστατο. ταῦτα δ᾿ ἐποίει ἅτερος τῶν ἀδελφῶν ὁ Ἀσάν, ἀγχίνους ὢν διαφερόντως κἀν τοῖς ἀπόροις ἐπινοῆσαι τὰ ξύμφορα ἱκανώτατος.

Ἐγνώκει οὖν ὁ βασιλεὺς καὶ πάλιν εἰς τὴν Ζαγορὰν εἰσελθεῖν καὶ ὡς οἷόν τε πειράσασθαι παραστήσασθαι τοὺς Μυσούς. καὶ δὴ ἐξάρας ἀπὸ Φιλιππουπόλεως εἰς Τριάδιτζαν παραγίνεται· ἐκεῖθεν γὰρ ἠκηκόει μὴ δυσπορεύτους εἶναι κατὰ πολὺ τὰς εἰς τὸν Αἷμον τροχιάς, ἀλλ᾿ ἔσθ᾿ ὅπῃ καὶ εἰς εὐθείας ἀνοίγεσθαι καὶ ὕδωρ εἶναι εἰς ἄντλημα ἱκανώτατον καὶ χιλὸν τοῖς ὑποζυγίοις ἐνόδιον, εἰ κατὰ καιρὸν ἐκεῖ τις πορεύοιτο. ὡς δ᾿ εἰς χειμέριον τροπὴν παρεγκλίνας ἤλαυνεν ἥλιος καὶ ποταμοὶ μὲν ὑπὸ ψύχους ἐπήσσοντο καὶ ἄλλως βορείου καὶ ψυχροῦ τοῦ ἐκεῖσε κλίματος ὄντος, χιὼν δὲ πλείστη κατενεχθεῖσα τὸ τῆς γῆς ἠφάνισε πρόσωπον, οὐ μόνον πλήσασα φάραγγας, ἀλλὰ καὶ θύρας οἰκημάτων ἐπιζυγώσασα, ὑπερέθετο τὸ ἔργον εἰς ἀνάφανσιν ἔαρος καὶ τὴν μὲν στρατιὰν αὐλίζεσθαι διαφῆκε κατὰ τὴν ἐκεῖθι ἐπαρχίαν, αὐτὸς δ᾿ εὔζωνος τὴν βασιλίδα καταλαβὼν διεχεῖτο ἵππων ἁμίλλαις καὶ θεωρείοις ἐγάννυτο.

Ἅμα δ᾿ ἦρι φανέντι ἔξεισι καὶ πάλιν καὶ μέτεισι τοὺς Μυσούς. ὅλους οὖν μῆνας τρεῖς ἐξηνυκὼς καὶ περὶ τὴν τοῦ φρουρίου κατάσχεσιν, ὃ Λοβιτζὸς ἐπικέκληται, πλεῖστα πεπονηκὼς ἀτελὲς τὸ ἐγχείρημα καὶ πάλιν ἀπολιπὼν ἐκεῖθεν μεθίσταται καὶ τὴν βασιλίδα τῶν πόλεων εἴσεισιν· αἱ γὰρ τῆς Προποντίδος χάριτες καὶ τὰ ἐπιτερπῆ κατ᾿ αὐτὴν σκηνώματα τά τε κυνηγέσια καὶ ἱππάσια, ἁλυσιδοῦντα οἷον τὸν Ἰσαάκιον, οὐκ εἴων ἐπὶ μακρὸν θυραυλεῖν, ἀλλ᾿ ὡς ῥιψάσπιδα γινόμενον ἔπειθον αὐτομολεῖν ἐς αὐτά.

Τότε δὲ καὶ τὴν τοῦ Ἀσὰν γυναῖκα κατέσχεν ὁ βασιλεὺς καὶ τῶν ἀδελφῶν αὐτοῦ θάτερον τὸν Ἰωάννην εἰς ὅμηρον εἴληφεν. ἀλλὰ καὶ οὕτως ἐπὶ τὰ χείρω τὰ πράγματα προύβαινε.

Κατὰ δὲ τὸν καιρὸν τοῦτον τυραννίδι ἐπικεχείρηκεν ὁ Φιλαδελφεὺς Θεόδωρος ὁ Μαγκαφᾶς. καὶ τὰ μὲν πρῶτα τὸ τῆς πόλεως ταύτης ἀγελαῖον, πολυανδρούμενον ὂν θρασύ τε καὶ ἀναιδές, ἑαυτῷ προσῳκείωσε καὶ ὅρκοις τὴν εἰς αὐτὸν πίστιν κατενεπέδωσεν· ὁδῷ δὲ προϊὼν καὶ βασιλείας ἑαυτῷ περιέθηκεν ὄνομα τοὺς Λυδοὺς πάντας εἰς ἀποστασίαν ἐπισπασάμενος· ἔπειτα δὲ καὶ τῶν προσοίκων ἀποπειρᾶται χωρῶν καὶ ἀργύρεον κέκοφε νόμισμα τὴν οἰκείαν ἐγχαράξας ἐν αὐτῷ στήλην. ὡς δὲ προύκοπτε τὰ τῆς ἀποστασίας καὶ ὁ ἐπὶ τοῖς δρωμένοις πρότερον γέλως εἰς πληγὴν γενναίαν μεθίστατο πρὸς ἧπαρ χωροῦσαν τοῦ βασιλέως, μὴ μέλλειν οὗτος ἐγνώκει, ἀλλὰ κατ᾿ αὐτοῦ τὰ ὅπλα διφᾶν. καὶ δὴ κατὰ τὴν Φιλαδέλφειαν γεγονὼς ἔμφρουρον αὐτῇ τὸν Μαγκαφᾶν ἀπειργάσατο, ὃς καὶ τὴν τοῦ Μωροθεοδώρου προσωνυμίαν ἐκτήσατο, τῶν κατὰ σκοπὸν ἐκείνῳ διαπεσόντων ἐσέπειτα. καὶ ἱκανὸν χρόνον τῇ πολιορκίᾳ ἐγκαρτερήσας οὐκ ἴσχυσε τοὺς Φιλαδελφεῖς παραστήσασθαι· ὅθεν πρὸς ὁμολογίας καὶ συμβάσεις ἐτράπετο, ὥστε τὸν μὲν Θεόδωρον τὰ τῆς βασιλείας ἀποθέσθαι παράσημα καὶ καθ᾿ ἑαυτὸν ὡς πρότερον πολιτεύεσθαι, τὸ δὲ τῆς πόλεως ἐκείνης πλήρωμα βασιλεύεσθαι πάλιν ὑφ᾿ οὗ καὶ πρώην ἐβασιλεύετο. καὶ ὅμηρα ἐκεῖθεν δεξάμενος ὧν ᾑρεῖτο τοὺς παῖδας ἐπανέζευξεν εἰς τὴν μεγαλόπολιν. οὐκ ὀλίγοι δὲ κἀν τῇ ἐπαναστάσει ταύτῃ ἀγαθοὶ καὶ γενναῖοι ἄνδρες ἀπώλοντο.

Μετ᾿ οὐ πολὺ δὲ ὁ Βατάτζης Βασίλειος, γένους μὲν ἀσήμου βλαστῶν, διὰ δὲ τὸ εἰς γυναῖκά οἱ γαμετὴν συναφθῆναι τὴν τοῦ βασιλέως πρὸς πατρὸς ἐξανεψιὰν δομέστικος τῆς ἀνατολῆς τιμηθεὶς καὶ τὴν δουκικὴν ἀρχὴν τῶν Θρᾳκησίων ἀναζωσάμενος, χρήμασιν ὑπέφθειρε πλείστους τῶν τοῦ Μαγκαφᾶ ὀμοτῶν· καὶ αὐτὸν μὲν οὐκ ἔσχε συλλαβεῖν καὶ δεσμοῖς περιβαλεῖν, τῆς δὲ πόλεως Φιλαδελφείας φυγαδεύσας ἔδοξε καὶ οὕτως μέγα τι κατωρθωκέναι καὶ ἀσπάσιον ἔργον τῷ βασιλεῖ.

Ἀλλ᾿ οὗτος τῷ τοῦ Ἰκονίου σουλτὰν προσρυείς, ᾧ ἡ κλῆσις Καϊχοσρόης, συμμαχικὸν μὲν αἰτήσας κατὰ Ρωμαίων οὐκ ἔλαβεν, ἐνεδόθη δέ οἱ προσλαμβάνεσθαι ἀνεπεγκλήτως ὁπόσοι τῶν Τούρκων κερδαλεόφρονες κἀπὶ τῷ γωρυτῷ καὶ τῷ τόξῳ τὴν πεποίθησιν ἔχοντες Ρωμαίους λῃστεύουσιν. οὐκ ὀλίγην οὖν τῷ τρόπῳ τούτῳ συνηγηόχει δύναμιν καὶ ἐπιὼν τούς τε πατριώτας ἑαυτοῦ ἐς τὸν γεωργικὸν ὄχλον καὶ τῶν ζώων ἐλυμαίνετο τὰ ὑπὸ ζυγὸν καὶ τοὺς Λαοδικεῖς δὲ Φρύγας μυριαχῶς ἐκάκωσεν, ὥσπερ καὶ τοὺς τῶν Χωνῶν τῶν ἐμῶν οἰκήτορας, τὰς ἅλωνας κατὰ τὸν θέρειον καιρὸν πυρπολῶν καὶ τὸ προστυχὸν ὡς πολέμιος χειρίστως διατιθέμενος· ἐῶ γὰρ λέγειν ὡς φιλανθρωπευομένους ἐνίοτε πρὸς τὸ Χριστώνυμον κακῶς ἔφασκε καὶ ἐπέπληττεν. ἐμβαλὼν δὲ τῇ Καρίᾳ καὶ πολλοὺς προνομεύσας τῶν ἐκεῖ τοῖς βαρβάροις ἐκδέδωκεν εἰς ἀπαγωγήν. ἀλλὰ καὶ τὸν νεὼν τοῦ ἀρχιστρατήγου Μιχαὴλ ὁ ἀνόσιος οὗτος διαφῆκεν ἐμπρῆσαι, ἔργον μέγιστον καὶ περίπυστον ὄντα καὶ ὑπερβαίνοντα ἐς κάλλος καὶ τὴν εἰς μῆκος ἔκτασιν τὸ ἐν τῇ βασιλίδι πόλει τοῦ καλλιμάρτυρος Μωκίου τέμενος.

Ὡς δέ ποτε πρὸς τὸν σουλτὰν ἐπανέξευξε τοιούτων παρανομιῶν πλήρης καὶ πύθοιτο βασιλεὺς οὐκ εἰς ἀγαθὰς ἐννοίας καὶ πράξεις τὸν Ἰκονιάρχην ἐνάγειν Καϊχοσρόην, ἄρτι πρὸς πατρὸς ἐκλελοιπότος τὸ ζῆν τὴν ἀρχὴν τοῦ Ἰκονίου δεξάμενον, πρέσβεις ἔστειλε καὶ χρήματα παρασχὼν τῷ σουλτὰν καταπροδοθέντα εἶχε καὶ ἀνάπεμπτον αὐτῷ γενόμενον τὸν Μαγκαφᾶν, πλήν γε δὴ μεθ᾿ ὁμολογίας καὶ πίστεως, μὴ ὥστε τοὐπιτίμιον αὐτῷ τῆς ἀποστασίας κείσεσθαι θάνατον ἢ μέρος περικοπῆναι καὶ διαλωβηθῆναι τοῦ σώματος· οὗ χάριν ἀπαθὴς ἑτέρου παντὸς ὀφθεὶς κακοῦ δεσμὰ κατακέκριτο χρόνια. τοσοῦτον δὲ τὸ ἔργον τόδε τοῦ σουλτὰν τοῖς λοιποῖς αὐτοῦ κασιγνήτοις, ὁπόσοι τὴν πατρῴαν ἀρχὴν συνδιείλοντο ἐκείνῳ, ἀποθύμιον ἔδοξεν, ὥστε καὶ ὅπλα ἤραντο ἂν κατ᾿ αὐτοῦ ὡς ἄνθρωπον ἐς αὐτὸν ἑκουσίως ἀφιγμένον συνειληφότος καὶ καταπροδόντος Ρωμαίων βασιλεῖ ἐπὶ λήμμασιν, εἰ μὴ οὗτος εὐπρόσωπον τιθεὶς τὴν ἀπόκρισιν ἐπὶ συμβιβάσεσιν ἀποστεῖλαι, οὐ μὴν καταπροδοῦναι διισχυρίζετο καὶ πλάνητα ὄντα ἐς τὴν πατρίδα καταγαγεῖν, ὡς μηκέτι διώκοντα εἶναι καὶ διωκόμενον. καὶ ταῦτα μὲν εἶχεν οὕτως.

Οὐκ ἦν δὲ λυκάβαντα παρελθεῖν μή τι ἐπενεγκόντα κοινὸν ἀποτρόπαιον, ὡς εἴπερ τὸ θεῖον ἐπέκλωσεν ἀνειρηνεύτους τὰς ἡμέρας τῶν καθ᾿ ἡμᾶς μερόπων παραδραμεῖν· ὡς γάρ τι ἐνδεόντων πρὸς τὸ καθῆκον τῆς μαστιγώσεως τῶν ἐκ τοῦ κύκλῳ βαρβαρικοῦ μαχησμῶν, καὶ ὑπερόριον κακὸν εἰσεκώμασε Φρεδερίχος ὁ τῶν Ἀλαμανῶν ῥήξ. πρὸς γὰρ τὸν βασιλέα διαπρεσβευσάμενος Ἰσαάκιον ὡς διὰ φιλίας ᾐτεῖτο τῆς Ρωμαίων γῆς παριέναι αὐτός τε καὶ ὅσον οἱ συνεφέποιτο στράτευμα ἐν τῷ ἀπαίρειν εἰς Παλαιστίνην καὶ τὰ πρὸς τὸ ζῆν ὠνουμένοις αὐτοῖς χορηγεῖσθαι καὶ τὸ δοκοῦν ἐπὶ τούτοις αὐτῷ σημανεῖν δι᾿ οἰκείων ἀνταποστολῆς πρέσβεων.

Στέλλεται τοίνυν πρὸς αὐτὸν ὁ τοῦ δρόμου λογοθέτης Ἰωάννης ὁ Δούκας καὶ πίστεις δοὺς καὶ λαβὼν ὡς αὐτὸς μὲν ὁ ῥὴξ τὴν ὑπὸ Ρωμαίους ἀμαχεὶ διελεύσεται καὶ μηδέν τι δράσας ἐσεῖται κακόν, οὐ πόλιν, οὐ κώμην, οὐ φρούριον, οὐ πολίχνιον, Ρωμαῖοι δὲ προβαλοῦσιν αὐτῷ τὰ ἐπιτήδεια ἄφθονα, ὡς μή τινος σπανίζειν τὴν ὑπ᾿ αὐτὸν στρατιάν, ἀλλ᾿ ἀπραγμόνως καὶ κατὰ λαιμὸν ἔχειν ὥσπερ ἐπεμβυόμενα ὅσοις ἄνθρωποι τρέφονται καὶ οἷα τοῖς ἵπποις ξυμβάλλεται, μετὰ καιρὸν ἐκεῖθεν ἐπάνεισι καὶ ἀγγέλλει τὰ ξυμφωνηθέντα τῷ βασιλεῖ. καὶ βασιλεὺς τῆς ξυλλογῆς τῶν ὠνίων φροντίδα τίθησι καὶ ἦν ἐξ ἐπιτάγματος ὑπὸ τῶν ἐπαρχεωτῶν αὐτίκα μεταφερόμενα καθ᾿ οὓς ἔμελλε τόπους ὁ ῥὴξ διέρχεσθαι.

Ὡς δὲ καὶ αὐτὸς ἐντὸς εἶναι τῶν ὁρίων ἠγγέλλετο τῶν Ρωμαϊκῶν καὶ γράμματα πεφοιτηκότα τῷ βασιλεῖ μετ᾿ ἀνδρῶν κατὰ γένος λαμπρῶν καὶ ἀξίωσιν τὴν αὐτοῦ παρουσίαν ἐσήμαινον, ὁ αὐτὸς καὶ πάλιν στέλλεται λογοθέτης εὖ διαθήσων τὴν δίοδον τοῦ ῥηγός, σὺν αὐτῷ δὲ καὶ ὁ Καντακουζηνὸς Ἀνδρόνικος. ἀλλ᾿ οὗτοι ἀνεπιστημοσύνῃ τῶν ὀφειλόντων γενέσθαι καὶ μαλακότητι οἰκείᾳ (χρεὼν γὰρ καὶ φίλων ἡμῖν τῶν ἀνδρῶν ὄντων ὡς πρεσβυτέραν καὶ φιλτέραν τιμᾶν τὴν ἀλήθειαν) αὐτόν τε τὸν ῥῆγα κατὰ Ρωμαίων ἐξέμηναν καὶ τὸν βασιλέα ὡς πολέμιον ἐκεῖνον ὑφορᾶσθαι παρέπεισαν. ὅθεν οἵ τε ὅρκοι συνεχέθησαν καὶ ἡ τῶν ζωαρκῶν ἐπιλελοίπει συγκομιδή. καὶ ἡμεῖς οἱ ταῦτα γράφοντες πλείστοις ἀνιαροῖς προσεπλάκημεν, τὴν τοῦ θέματος Φιλιππουπόλεως ὑπεζωσμένοι τηνικαῦτα καὶ ἀρχὴν καὶ ἀπογραφήν, νῦν μὲν πρὸς βασιλέως ἐπιταττόμενοι ἀνακτίζειν τὸν τῆς Φιλίππου περίβολον καὶ διαταφρεύειν καὶ οὕτω κατὰ τοὺς στενοὺς ἐκείνους καὶ κινδυνώδεις χρόνους διαπραττόμενοι, μετὰ βραχὺ δὲ διὰ γραμμάτων τὴν καθαίρεσιν ἐπιτιμώμενοι, ἵνα μὴ εἴη κρησφύγετον τῷ ῥηγί.

Ἀμέλει καὶ ὁ μὲν ἐκδρομὰς ποιούμενος τὰ πρὸς τὸ ζῆν ἐπορίζετο, βασιλεὺς δὲ τοὺς τοῦ ῥηγὸς πρέσβεις οὐκ εἴα ἐπανελεύσεσθαι πρὸς τὸν ἀποστείλαντα καὶ τὰς στενὰς τῶν παρόδων, ὡς ἐκείνῳ ἐδόκει, ἀπέκλειε καταβάλλων διὰ πελέκεων τὰ τῶν δένδρων ὑψιτενῆ καὶ βαθύρριζα καὶ ταῦτα ἐκκορυφῶν ὡς εἰς ἀδιεξίτητον ἀντίφραγμα τῷ ῥηγί. ἀλλὰ καὶ τὸν ἐξάδελφον ἐκείνου Μανουὴλ τὸν Καμύτζην, πρωτοστράτορα ὄντα, καὶ τὸν τῆς δύσεως δομέστικον τὸν Γίδον Ἀλέξιον παρέπεσθαί οἱ μετὰ στρατευμάτων ἐπέσκηψε καὶ λεληθότως ἐπιτίθεσθαι τοῖς χορτολογοῦσι καὶ τὰς τροφὰς μαστεύουσιν Ἀλαμανοῖς. τῷ δὲ ῥηγὶ οὕτως προσέστησαν τὰ ταῖς δυσχωρίαις γεγενημένα διὰ καταβολῆς τῶν δένδρων ἐπιτειχίσματα, ὥστε σὺν πόνῳ οὐδενὶ παρῆλθεν αὐτά. τὸ δὲ δὴ χαριέστερον, αὐτὸς μὲν δι᾿ ἄλλης ὁδοῦ ἐπορεύθη καὶ εἰσεληλύθει τὴν Φιλιππούπολιν καὶ κατ᾿ αὐτὴν ἐβάλετο χάρακα, Ρωμαίους δὲ ἀντιπαρελθὼν ἔλαθε γενόμενος ἐν τοῖς ἔμπροσθεν καὶ κατέχων ὧν εἴργετο καὶ ὧν χάριν αἱ πάροδοι ἀπεφράσσοντο.

Τὴν δὲ Φιλιππούπολιν εἰσιὼν κεκενωμένην εὗρε τῶν πλειόνων καὶ ἐπιφανεστέρων αὐτῆς οἰκητόρων· εἰ γάρ τις καὶ ὑπολέλειπτο, πτωχεύων ἦν οὗτος καὶ τὴν οὐσίαν πᾶσαν ἐν οἷς ἐνεδέδυτο ἀριθμῶν ἢ τοῖς Ἀρμενίοις καταλεγόμενος· οὗτοι γὰρ μόνοι τῶν ἁπάντων οὐκ ἐπιδρομὴν ἐθνῶν, ἀλλὰ φίλων παρουσίαν τὴν τῶν Ἀλαμανῶν διέλευσιν ἥγηντο, ἐπειδὴ καὶ συγχρῶνται Ἀρμενίοις Ἀλαμανοὶ καὶ κατὰ τῶν αἱρέσεων τὰς πλείστας ἀλλήλοις συμφέρονται. Ἀρμενίοις γὰρ καὶ Ἀλαμανοῖς ἐπ᾿ ἴσης ἡ τῶν ἁγίων εἰκόνων προσκύνησις ἀπηγόρευται καὶ τοῖς ἀζύμοις κατὰ τὰς ἱεροτελεστίας ἀμφότεροι κέχρηνται καὶ ἄλλα ἄττα ὀρθοδόξοις Χριστωνύμοις ἀπόβλητα οὗτοι σφαλλόμενοι τοῦ ὀρθοῦ τηροῦσιν ὡς ἔννομα.

Πλὴν καὶ τῆς Φιλίππου γενόμενος ὁ ῥὴξ ἐγκρατὴς οὐκ ἀνῆκεν ἐπιστέλλων τῷ πρωτοστράτορι καὶ διαμηνυόμενος ὡς μάτην αὐτὸν τῆς πρόσω πορείας Ρωμαῖοι κωλύουσι καὶ μὴ δέον ἐπέχουσιν ἐπειγόμενον· μηδὲ γὰρ κατὰ Ρωμαίων ἀξύμφορόν τι καὶ ἄχαρι καὶ νῦν καὶ πρότερον βεβουλεῦσθαι καὶ τὰ συντεθειμένα δὲ φυλάσσειν ἀπαρεγχείρητα. ὁ δὲ δῆλα τιθεὶς τῷ αὐτοκράτορι τὰ γραφόμενα καὶ τὸ ποιητέον ἐκεῖθεν ἐπιταττόμενος οὐδέποτε εἶχε τὸν βασιλέα τὰ πρὸς εἰρήνην ἀντεπιστέλλοντα, ἀλλ᾿ ἀρρενοῦντα μᾶλλον αὐτὸν εἰς τὴν μετὰ τοῦ ῥηγὸς συμπλοκὴν καὶ εἰς ἀγενὲς κατονειδίζοντα φρόνημα, ὅτι μὴ ἐς δεῦρο ἔχει πυθόμενος ἀναίρεσιν καὶ ἧτταν Ἀλαμανῶν κατὰ ἴλας ἐξιόντων εἰς σιτίων ἀνεύρεσιν καὶ κατὰ πώεα πλατέα κἀκεῖ καὶ τῇδε ἐκχεομένων μετὰ πλείστης ὅσης τῆς πεποιθήσεως.

Ταῦτα δὲ γράφων ἦν ἐν τῷ δοξάζειν παρ᾿ ἑαυτῷ καθάπερ ἀπὸ τρίποδος τοῦ τότε πατριάρχου τοῦ Δοσιθέου, περὶ οὗ ἐροῦμεν τὰ εἰκότα μετὰ βραχύ, μηδέποτε προθέσθαι τὸν ῥῆγα τὴν Παλαιστίνην καταλαβεῖν, ἀλλὰ τὴν ἔφεσιν τρέφειν καὶ τὴν ὁρμὴν κατὰ τῆς βασιλίδος τῶν πόλεων, καὶ μέλλειν ἐκ τοῦ δῆθεν ἀναμφιλέκτου διὰ τῆς λεγομένης Ξυλοκέρκου πυλίδος τῆς πόλεως ἔνδοθι γενέσθαι καὶ δρᾶσαι πρῶτον τὰ ἀπευκταῖα, παθεῖν δ᾿ ἔπειτα τὰ ἀντίρροπα τοῖς δικαίοις τοῦ Θεοῦ σταθμίοις. καὶ τοιαύταις φαύλαις προληφθεὶς γνώμαις αὐτήν τε τὴν Ξυλόκερκον διὰ τιτάνου καὶ ὀπτῆς πλίνθου ἀπέφραξε καὶ βέλη νεοχάλκευτα φέρων πολλάκις ἐν ταῖν χεροῖν ταῦτ᾿ ἔφασκεν ἀκονᾶν κατὰ καρδίας παγησόμενα τῶν Ἀλαμανῶν· δεικνύων δὲ καὶ παράθυρον ἐν τοῖς βασιλείοις τῶν Βλαχερνῶν, δι᾿ ἧς ὁρατὰ ἦν τὰ ἱππήλατα πεδία τὰ ἔξωθεν τῶν ἐπάλξεων ἐν τοῖς Φιλοπατίοις καθυπτιάζοντα, ἐκ ταύτης ἔλεγε μέλλειν ἀφιέναι τὰ βέλεμνα, βάλλειν τε καὶ καταβάλλειν τοὺς Ἀλαμανούς, ὥστε καὶ ἐν γέλωτι ἤγετο τοῖς ἀκούουσι τὰ λεγόμενα.

Ὁ δὲ Δοσίθεος οὗτος ἦν μὲν ἐν τῇ τοῦ Στουδίου ἱερᾷ μάνδρᾳ τὴν ἄσκησιν μετιών, ἐκ Βενετίκων δ᾿ ἕλκειν τὸ γένος καὶ πατρὸς τοὔνομα Βιτικλίνου γενονέναι ἐλέγετο· συνήθης δὲ καταστὰς Ἰσαακίῳ πρὸ τῆς ἀρχῆς προείρηκεν αὐτῷ τὴν ἀρχήν, κἀπειδήπερ εἰλήφει πέρας τὰ τῆς προρρήσεως, ἤγετο δι᾿ ὅτι πλείστης τιμῆς παρὰ τῷ βασιλεῖ τούτῳ καὶ τὰ μεγάλα δεδύνητο. καταλύσαντος δὲ τὴν ζωὴν τοῦ τὸν θρόνον τῶν Ἱεροσολύμων τότε διέποντος Λεοντίου, ἐς τοῦτον αὐτὸς ἀναρπάζεται.

Ὁποία δὲ ἡ τῶν βασιλέων ὁρμὴ καὶ ἰσχὺς οὔκουν ἀνεχομένη μὴ οὐχ, ὡς ἡ ἔφεσις αὐτοῖς ὑποβάλλει, μεταφέρειν καὶ ἀλλοιοῦν τὰ θεῖά τε καὶ ἀνθρώπινα πράγματα, βασιλεύσας Ἰσαάκιος τοῦ πατριαρχικοῦ θρόνου παραλύει τὸν Καματηρὸν Βασίλειον, καίτοι πρὸς τὴν ἀρχὴν τὰ μέγιστα συναράμενον· αἰτία δ᾿ αὐτῷ περιήφθη τῆς καθαιρέσεως, ὅτι ἃς Ἀνδρόνικος τῶν εὖ γεγονυιῶν γυναικῶν οὐχ ἑκούσας ἀπέκειρε μοναχάς, ταύταις αὐτὸς ἐνέδωκε τὸ μέλαν ἀποδύσασθαι ἄμφιον καὶ πρὸς τὴν προτέραν μεταβλέψαι καὶ στολὴν καὶ ζωήν. προβαλόμενος δ᾿ ἀντ᾿ αὐτοῦ πατριάρχην τὸν Μουντάνην Νικήταν, τῆς Μεγίστης Ἐκκλησίας ὄντα σακελλάριον, οὐδὲ τὸν τριγέροντα τουτονὶ τῷ θρόνῳ παρῆκεν ἐναποψῦξαι, ἀλλ᾿ ἀφέλειαν καταγνοὺς τοῦ ἀνδρὸς καὶ γῆρας ἐπεγκαλέσας ἀνέγκλητον καὶ ἄκοντα τοῦ θρόνου ἀπεσφενδόνησε.

Φροντιστικώτερον δὲ διατεθεὶς περὶ τοῦ τὸν κυβερνήσοντα τὴν ἐκκλησίαν εὑρεῖν προχειρίζεται μεγαποίμενα Λεόντιόν τινα μοναχόν, διαβεβαιούμενος ἐπὶ βασιλικοῦ καὶ διομνύμενος βήματος ὡς οὐκ ᾔδει τὸν ἄνδρα πρότερον, νυκτὸς δὲ ἡ θεομήτωρ τοῦτον αὐτῷ καθυπέδειξεν, οὐ τὸ εἶδος μόνον καὶ τὴν ἀρετὴν ὑπογράψασα, ἀλλὰ καὶ τὸν τόπον διασαφήσασα, καθ᾿ ὃν τὴν οἴκησιν ἔλαχεν. ἀλλ᾿ οὔπω ἐνιαυτὸς ἐξίκετο, καὶ καταστρέφει καὶ τὸν Θεοτοκίτην τουτονὶ τοῦ πατριαρχικοῦ ὑψώματος ἐν οὐδενὶ θέμενος λόγῳ ὅσα ἐπὶ κοινοῦ συλλόγου διείλεκται.

Ἀποσκορακισθέντος δ᾿ οὕτω καὶ Λεοντίου, ἔγνω δραματουργῆσαι μετάθεσιν καὶ εἰς τὴν οἰκουμενικὴν ἐπᾶραι προέδρευσιν τὸν τῶν Ἱεροσολύμων Δοσίθεον. εἰδὼς δὲ τοὺς κανόνας τοῦτο μὴ συγχωροῦντας μέτεισιν ὑπούλως τὸν διέποντα τὸν θρόνον τῆς Θεουπόλεως μεγάλης Ἀντιοχείας Θεόδωρον τὸν Βαλσαμών, ἄνδρα ὑπὲρ τοὺς τότε πάντας ὄντα νομοτριβῆ. καὶ δὴ κατὰ μόνας αὐτῷ συγγενόμενος ὑπεκρίνετο τὸν ἀσχάλλοντα, εἰ οὕτως ἀνδρῶν φιλοθέων ἡ ἐκκλησία καὶ λογίων σπανίζεται καὶ ἡ μοναχικὴ διέρριπται καὶ ἠφάντωται ἀρετή, ὡς μὴ πρότερον εἶναι τὸν ἡμέριον τουτονὶ λαμπτῆρα τὸν ἀεικίνητον ἢ τὸν ἐπὶ τῶν κεροιάκων τοῦ ἱεροῦ καθιζησόμενον θρόνου καὶ ἀρίστως τὸ τῶν πιστῶν διιθυνοῦντα πλήρωμα. καὶ τοιαῦθ᾿ ἕτερα σχετλιαστικῶς προαναβαλόμενος ἐπήγαγε πάλαι μὲν βούλεσθαι μετενεγκεῖν αὐτὸν ἐκ τῆς τῶν Ἀντιοχέων λυχνίας πρὸς τὴν οἰκουμενικὴν περιωπὴν ὡς λύχνον ταῖς τῶν νόμων τηλαυγείαις πάμφωτον, ὑποστέλλεσθαι δὲ τὴν μετάθεσιν ὡς πάλαι τοῖς κανόσιν ἀπαγορευθεῖσαν καὶ μὴ τοῖς ἐκκλησιαστικοῖς συνᾴδουσαν θεσμοῖς· εἰ δ᾿ αὐτὸς σχοίη ἂν ὡς νόμους καὶ κανόνας ἀκριβωσάμενος χώραν ἔχουσαν ἀποδεδειχέναι καθά ποτε καὶ νῦν τὴν μετάθεσιν καὶ τὰς τῶν πολλῶν εἰς τοῦτο μεθαρμόσειε γνώμας, ἕρμαιον ὄντως ἡγήσεται τὸ πραχθὲν καὶ οὐκ ἀναβαλεῖται τὸ πέρας ἀνεύθυνον ποιοῦν τὴν προχείρισιν. καὶ ὁ μὲν βασιλεὺς οὕτω μετῆλθε τὸν Ἀντιοχείας Θεόδωρον, ὁ δὲ πάντα ἐκτελῆ γενέσθαι κατέθετο.

Σύλλογοι οὖν μετ᾿ ἐκείνην τὴν ἡμέραν ἀρχιερέων ἀνὰ τὰ ἀρχεῖα τὰ ἱερὰ καὶ σύνοδοι καὶ συζήτησις περὶ μεταθέσεως καὶ παρὰ πόδας ἐκχώρησις καὶ τόμος ἐπὶ βασιλικοῦ συμπληρούμενος βήματος· καὶ ὁ μὲν Ἀντιοχείας Ἀντιοχείας πάλιν ἐώμενος, ὁ δὲ Δοσίθεος ἀπὸ τοῦ τῶν Ἱεροσολύμων θώκου εἰς τὸν τῆς Κωνσταντινουπόλεως ἀναγόμενος· καὶ ἡ προπομπὴ ὡς λαμπροτάτη καὶ πολυανθρωποτάτη τῶν πώποτε, ὡς εἶναι καὶ θριάμβοις βασιλέων ἀμφήριστος, καὶ ἀχανεῖς ἐπὶ τοῖς ὁρωμένοις οἱ φενακισθέντες ἀρχιερεῖς καὶ τοὺς κανόνας εἰκῇ κατενωτισάμενοι.

Ἀμέλει τοι καὶ μὴ ἐπὶ πολὺν χρόνον ἐνεγκεῖν τὸν γέλωτα ἔχοντες παρασυναγωγὰς ποιοῦσι καὶ ὀχλαγώγια οἱ λογάδες τοῦ βήματος καὶ τῶν ἀρχιερέων ὁπόσον εἶχε τὴν γλῶτταν πρὸς λόγων ἰσχὺν ἐπίσημον. οὐκοῦν ἐπιβάτης ἐκκλησίας ἀλλοτρίας ἀκούει καὶ μοιχὸς ὁ Δοσίθεος καὶ ἀναλυομένην ἔσχε τὴν δευτέραν τιμὴν καὶ τοῦ θρόνου κατάγεται.

Τὴν δ᾿ ἧτταν μὴ φέρειν ἔχων ὁ βασιλεὺς ἀναμαχόμενος ἦν καὶ παντοίως σπεύδων ἰσχύειν τὴν κυρωθεῖσαν μετάθεσιν. καὶ μετὰ βραχύν τινα χρόνον ἀναλύσας τὰ ἐπιγενόμενα αὖθις ἐστήριξε τὸν Δοσίθεον, ὅτε καὶ διὰ τῶν πελεκυφόρων αὐτοῦ δορυφόρων καὶ τῶν τοῦ παλατίου ἐκκρίτων προύπεμψεν αὐτὸν εἰς τὸ μέγιστον τέμενος δεδιώς, μὴ τὸ πλῆθος νεωτερίσειεν· ἦν γὰρ διὰ μίσους ἅπασιν ὡς φιλόθρονος ὁ Δοσίθεος καὶ τὸ τοῦ κρατοῦντος ἐπὶ μὴ καιρίοις πράγμασιν ἐνστατικόν τε καὶ φίλαυτον παμμισές. ἀλλὰ καὶ πάλιν τοῦ θρόνου ἀποδιοπομπεῖται Δοσίθεος καὶ πέπονθεν ἀτεχνῶς τὸ τῆς Αἰσωπείας κυνὸς ἧς τε διεῖπεν ἀποπεσὼν ἱερᾶς ἀρχῆς (ἕτερος γὰρ Ἱεροσολύμων κεχειροτόνητο) καὶ τοῦ μείζονος θρόνου καθαιρεθείς. καὶ τοῦτο μὲν ἐσέπειτα, καὶ προχειρίζεται πατριάρχης μέγας ὢν σκευοφύλαξ ὁ Ξιφιλῖνος Γεώργιος.ότε δ', ὡς ἁπανταχῇ περιῄδετο, ἐκ Σολομωντείων βίβλων ἰνδάλματα τῶν ἐσομένων καί τινας ἐμφάσεις κατὰ τοὺς ὀνειροπομποὺς δαίμονας ἀποτρυγῶν ὁ Δοσίθεος οὐχ ὥσπερ ἀπὸ ῥινός, ἀλλ᾿ ἐκ τῶν ὤτων εἷλκε τὸν αὐτοκράτορα.

Ὁ μέντοι πρωτοστράτωρ κατὰ τὰς βασιλικὰς ὑποθημοσύνας διαπραττόμενος παρεβλέπετο τὰ πρὸς αὐτὸν γραφόμενα παρὰ τοῦ ῥηγὸς καὶ ἅπας ἐγίνετο διηνεκῶς τοῦ δρᾶσαί τι κακὸν τοὺς Ἀλαμανοὺς περὶ φρυγανισμὸν ἐξιόντας. καὶ δή ποτε περὶ τοὺς δισχιλίους εὐόπλους τε καὶ εὐίππους ἀποκεκρικὼς ἠθέλησεν ἀγχοῦ που τῆς Φιλίππου πορευθῆναι νυκτὸς καὶ τῶν ἐκεῖθι βουνῶν ἐχομένως ὑποκαθίσαι λόχον καὶ τοῖς σιτοφόροις ἐπιθέσθαι ὄρθριος. καὶ αὐτὸς μὲν τοιαύτης εἴχετο πράξεως, τὰ δὲ σκευοφόρα καὶ τὸ ὑπουργικὸν τοῖς στρατιώταις καὶ τὸ λοιπὸν στράτευμα ἐκεῖθεν μεταβῆναι μεθ᾿ ἡμῶν ἐπέταξεν, ὡς εἰ θεόθεν ἦν ἐμπνευσθείς. οὔπω γὰρ ἦν ἡμέρα διαγελῶσα, καὶ οἱ Ἀλαμανοὶ μαθόντες παρὰ τῶν ἐς τὸ φρούριον τὸν Προυσηνὸν Ἀρμενίων (ἐκεῖσε γὰρ ἡ βασιλικὴ κατεστρατοπεδεύετο στρατιὰ) ὅσα ἦν τῷ πρωτοστράτορι πρὸς βουλῆς, νύκτα τὴν αὐτὴν ἐξάραντες τῆς Φιλίππου ὑπὲρ τὰς πέντε χιλιάδας σιδήρῳ πάντες κατάφρακτοι ἐπιθέσθαι ἡμῖν ἠπείγοντο λαθόντες οὓς εἶχε τὸ ἡμέτερον στράτευμα ὀπτῆρας τε καὶ προφύλακας, μηδὲ τοῖς σὺν τῷ πρωτοστράτορι ἐπιλέκτοις συνηντηκότες, ἐπεὶ καὶ ὁ μὲν πρωτοστράτωρ τὰ τοῖς ὄρεσι προσεγγίζοντα μέρη ἐπεπορεύετο, ἔνθα καὶ χωρία ἦν εἰσέτι τῶν ἐπιτηδείων ἔμπλεα, καὶ τοὺς γηλόφους ὑπεδύετο κλέπτων τὸ θεαθῆναι πρὸς τοῦ θηράματος, οἱ δ᾿ Ἀλαμανοὶ πεποιθότως ἐβάδιζον τὴν διὰ λείου πεδίου ἐς τὸ Ρωμαϊκὸν στρατόπεδον φέρουσαν. ὡς δ᾿ οὐδένα εὕροσαν ἀντίμαχον οἱ πολέμιοι, ἀλλὰ τὴν μὲν ἀποσκευὴν τοῦ στρατεύματος κατὰ τὴν τῆτες δείλην ἀπονοστήσειν ἐκεῖθεν ἐπύθοντο, ὅσον δ᾿ αὐτοῦ κράτιστον κατὰ τῶν ἐκ τοῦ γένους σφῶν τὰ σῖτα εἰς τὴν παρεμβολὴν μεταφερόντων ἐξωρμηκέναι, μὴ ἀναμείναντες τὴν ἀγγελίαν τοὺς ἵππους μετήνεγκαν, εὑρεθῆναι τοῖς ζητοῦσιν γλιχόμενοι.

Οὐκοῦν οἱ μὲν τὸν ἐκεῖθι λόφον ὑποκαταβαίνοντες, ὃς περὶ τὸ φρούριον ἐξῆρται τὸν Προυσηνόν, οἱ δ᾿ ἡμέτεροι ἀνιόντες προσέμιξαν ἀλλήλοις ἀδόκητοι. ἐπεὶ δὲ καὶ συμπλακέντες ἐμάχοντο, οἱ μὲν Ἀλανοὶ ἐξηγούμενον αὐτῶν ἔχοντες τὸν τοῦ Ἀλεξίου Βρανᾶ υἱὸν τὸν Θεόδωρον μικροῦ ἔπεσον πάντες ὡς μόνοι καὶ πρῶτοι διαμαχεσάμενοι τοῖς Ἀλαμανοῖς, οἱ δὲ Ρωμαῖοι ἐδραπέτευον προτροπάδην καὶ ἀκλεῶς μηδὲ καθαρῶς ἐμβλέψαι τοῖς ἐναντίοις ὑπενεγκόντες. καὶ αὐτὸς δὲ ὁ πρωτοστράτωρ δι᾿ ἄλλης ὁδοῦ ἀνακεχωρηκὼς ἄφαντος ἦν ἐκ τοῦδε ἡμῖν εἰς τρίτην ἡμέραν, τρισάσμενος δὲ τὰς χεῖρας τῶν πολεμίων διεκφυγὼν μόλις ἀσπάσιος ἐπανέζευξεν, ὡς ἐκ μακροῦ πελάγους εἰς λιμένα κατάρας, ἔτι τὴν ἅλμην ἀποπτύων τοῦ μαχησμοῦ καὶ τοῖς ὠσὶ φέρων ἐναύλους τὰς ἐπὶ τῷ αὐτὸν ἁλῶναι προϊεμένας διατόρους φωνὰς τῶν Ἀλαμανῶν. πολλοὶ δὲ καὶ ἄνιπποι καὶ ἄνοπλοι ἐς τὸ στρατόπεδον ἐπανήλθοσαν, τῇ συντονίᾳ τοῦ δρόμου λακισάντων σφίσι τῶν ὀχημάτων.

Τὸ δ᾿ ἀπὸ τοῦδε τοσοῦτον ἀπεσχοινίσμεθα ἀλλήλων Ἀλαμανοί τε καὶ Ρωμαῖοι, ὡς σταδίους διεστάναι πλείους τῶν ἑξήκοντα· οἱ μὲν γὰρ ἔτι τῇ Φιλίππου προσέμενον, ἡμεῖς δὲ περὶ τὰ ἔσχατα τῆς Ἀχριδοῦ γενόμενοι ἡσυχάζομεν, ὡς σωζοίμεθα μόνον ἐπιμελόμενοι, εἴπω δέ τι καὶ ἕτερον, κείροντες τὴν ἰδίαν τὰ σῖτα εἰσεφερόμεθα.

Καὶ τὰ τοιαῦτα εἰσεληλυθότα τοῦ βασιλέως ἐνώπιον ἐνδοῦναι μόγις τοῦ ἄγαν ἔπεισαν. καὶ ἡμεῖς δ᾿ ἐς αὐτὸν μετὰ βραχὺ ἀφικόμενοι καὶ κατὰ μέρος πάντα διηγησάμενοι καὶ προσθέμενοι ὥς φασιν οἱ Ἀλαμανοὶ μηδὲν ἕτερον εἶναι τὸ πεῖσαν τὸν βασιλέα Ρωμαίων τὰ τῶν ἑσπερίων Χριστιανῶν ὅρκια παραβλέψασθαι ἢ τὸ μετὰ τοῦ τῶν Σαρακηνῶν ἄρχοντος σπείσασθαι καὶ κατὰ τὸ παρ᾿ αὐτοῖς περὶ φιλίας κρατοῦν ἔθιμον ἀμφοτέρους σχάσαι φλέβα τὴν ἐπιστήθιον καὶ τὸ ἐκεῖθεν ἐκρυὲν αἷμα ἑκάτερον εἰς πόσιν ἀλλήλοις ἀντιπροτείνασθαι, μεταβαλεῖν ἰσχύσαμεν τῆς ἐνστάσεως.

Ἀμέλει τὴν ἐναντίαν τραπόμενος τῆς προτέρας ὁ βασιλεὺς προθέσεως ἐγλίχετο τῆς ἐς ἕω τοῦ ῥηγὸς περαιώσεως. ὁρῶν δὲ πάλιν αὐτὸν διὰ τὴν ἐς χειμῶνα τῆς ὥρας μετατροπὴν (ἦν γὰρ Νοέμβριος μήν, ὅτε ταῦτα ἐγίνετο) εἰς ἔαρ τὴν μετάβασιν ἀνατιθέμενον πάλιν τοῖς προτέροις ἐνέμενε καὶ ἐπιστέλλων προηγόρευε τῷ ῥηγί, βασιλεῦσιν οὐχ ἁρμοδίως, ὡς θανεῖται πρὸ τῶν πασχαλίων ἡμερῶν.

Καὶ ἵνα τὰ ἐν μέσῳ παρῶ πλείω κατηγορίαν τοῦ δρῶντος καὶ λέγοντος ἤπερ ἔπαινον ἔχοντα, πείθεται μόλις διαφεῖναι τοὺς πρέσβεις ἐς τὸν ῥῆγα ἐπανελθεῖν. αὐτὸς δὲ τούτους ἰδὼν καὶ μαθὼν ὡς οὔτε καθέδρας ὁ βασιλεὺς αὐτοῖς μετέδωκεν, ἀλλὰ δουλοπρεπῶς ἐπ᾿ ἴσης Ρωμαίοις αὐτῷ παρειστήκεισαν ὀπτανόμενοι, οὔτε τινὸς ἑτέρου ἐξαιρέτως ἠξίωσεν ἀγαθοῦ ἐπισκόπους τε ὄντας καὶ αὐτῷ προσγενεῖς, ἠγανάκτει καὶ δῆλος ἦν ἐπὶ τῷ γεγονότι τῷδε διαπριόμενος. ὡς δὲ καὶ πρέσβεις ἡμέτεροι παρ᾿ ἐκεῖνον ἀφίκοντο, ἑαυτῷ συμπαρέδρους πεποίηκεν αὐτούς τε καὶ τοὺς ὑπηρετουμένους αὐτοῖς μηδὲ τοὺς ὀψοποιοὺς καὶ ἱπποκόμους καὶ μάττοντας παρίστασθαι ἀφεικώς. μὴ εἶναι δὲ λεγόντων ἐκείνων εἰκὸς βασιλεῖ μεγίστῳ συνθακεύειν ὑπηρέτας (ἀρκετὸν γὰρ ὅτι καὶ οἱ κύριοι αὐτῶν συνεδρεύουσιν), οὐ καθυφῆκέ τι μικρὸν τοῦ σκοποῦ, ἀλλὰ καὶ μὴ ἑκόντας τοῖς δεσπόταις αὐτοὺς συγκατέκλινεν, ἐν οἷς ἔπραττε Ρωμαίους καταμωκώμενος καὶ δεικνὺς μὴ ἀρετῆς καὶ γένους παρ᾿ αὐτοῖς εἶναι διαστολήν, ἀλλ᾿ ὡς ἐς συφεὸν οἱ συφορβοὶ τὰς ὗς ἁπαξαπάσας εἰσελῶσιν μὴ διιστῶντες τὰς πίονας καὶ πλειόνως διαχέειν ἐχούσας τὸ ἀποδίδοσθαι, οὕτω καὶ Ρωμαῖοι παραστατοῦντας ἔχουσιν ἅπαντας.

Οὐ πολλοῦ δὲ διαγενομένου καιροῦ ἠνάγκασεν αὐτὸν ἡ τῶν ἐπιτηδείων ὑποσπάνισις μερίσαι τὸ στράτευμα. οὐκοῦν αὐτὸς μὲν ἄπεισιν εἰς Ὀρεστιάδα, κατὰ δὲ τὴν Φιλιππούπολιν εἴασε τὸν ἑαυτοῦ υἱὸν καὶ τοὺς ἐπισκόπους μεθ᾿ ἱκανοῦ στρατεύματος εἰπὼν ὡς “ἀναπαύσασθαι χρεὼν ὑμᾶς ἐνταυθοῖ, ἄχρι δὴ τὰς παρειμένας κνήμας καὶ τὰ παραλελυμένα γόνατα ἐκ τοῦ παρίστασθαι τῷ βασιλεῖ Γραικῶν ἀναρρωσθείητε.” Ἐπεὶ δ᾿ ὁ χειμὼν παρῆλθε καὶ τὰ ἄνθη ἔδωκεν ὀσμήν, ἀνανεοῦνται τοὺς ὅρκους ὅ τε βασιλεὺς καὶ ὁ ῥήξ, καὶ τοῦ μὲν ὀμωμόκεσαν οἱ τοπάρχαι καὶ μεγιστᾶνες παρελεύσεσθαι τὸν ῥῆγα διὰ τῆς Ρωμαϊκῆς γῆς, καὶ μὴ δι᾿ ἀγρῶν ἢ ἀμπελώνων διελεύσεσθαι, ὁδῷ δὲ βασιλέως πορεύσεσθαι, οὐδ᾿ ἐκκλινεῖν δεξιὰ ἢ ἀριστερά, ἕως τὰ τῶν Ρωμαίων παρελεύσεται ὅρια, βασιλεὺς δὲ δέδωκεν ὁμήρους τινὰς τῶν ἐξ αἵματος. ὡρκώθησαν δὲ καὶ ἔνδον τοῦ Μεγίστου Νεὼ ἀπὸ τῶν ἀγοραίων καὶ τῆς βασιλείου αὐλῆς πεντακόσιοι ὡς ὁ βασιλεὺς ἀπαραβάτους τὰς συνθήκας φυλάξει καὶ χορηγήσει τοῖς Ἀλαμανοῖς ἡγεμόνας ὁδοῦ καὶ ἐφόδια.

Τότε καὶ τῶν κριτῶν τοῦ βήλου τινὲς εἰς τὸν ῥῆγα κατὰ λόγον ὁμήρων στελλόμενοι οὐχ ὑπήκουσαν καὶ μὴ ἔχοντες ἀντιπίπτειν βασιλεῖ καὶ καθῆσθαι οἴκαδε ἀδεῶς γωνίαις ἀλλοτρίων δόμων ἑαυτοὺς ἐνετύμβευσαν μέχρι τῆς ἐς ἕω τοῦ ῥηγὸς διαβάσεως. βασιλεὺς δὲ χολωθεὶς ἀντὶ μὲν τῶν κριτῶν τοῦ βήλου ταβελλίονας ἀπέσταλκεν ὄψιδας, τὰς δὲ τῶν μὴ πεισθέντων κτήσεις τε καὶ οἰκήσεις οἷς ᾑρεῖτο παρέσχετο καὶ δικαστὰς ἑτέρους προυβάλετο. ὕστερον δὲ μὴ ἀπείθειαν, ἀλλὰ δειλίαν εἶναι οὐκ ἄλογον ἐπιγνοὺς τὸ πραχθὲν τῶν τε κτήσεων κυρίους αὖθις πεποίηκε καὶ τῶν προτέρων ἠξιώκει δικαστικῶν ἐπιτιμιῶν. τῶν δὲ συμφωνιῶν πεπερασμένων, βασιλεὺς μὲν τῷ ῥηγὶ ἀργυρέων νομισμάτων στέλλει κεντηνάρια τέσσαρα καὶ περιφανῆ νήματα χρυσοϋφῆ κἀκεῖνος ἄλλοις ἀντιδεξιοῦται τοῦτον δωρήμασι. κἀντεῦθεν πλοίων πλείστων ἱππαγωγῶν ἀπενεχθέντων εἰς Καλλιούπολιν, ἐπεὶ καὶ τοῦτο ἀλλήλοις συνέδοξεν ὥστε διαπλωΐσεσι διτταῖς μετὰ τοῦ παντὸς αὐτὸν διαπεραιωθῆναι στρατεύματος (ἐδεδίει γὰρ μὴ παρασπονδήσαντες Ρωμαῖοι τοῖς κατὰ βραχεῖς διαπερῶσιν εἰς τὴν ἀντιπέραν ἐπίθωνται), οὕτως οὐχ ἡμέραις πλείοσι τῶν τεττάρων κατὰ τὴν ἕω γίνεται.

Ὡς δ᾿ ἤγγισε κατὰ τὴν Φιλαδέλφειαν οὔτε παρῆλθε διὰ τῆς πόλεως, καὶ οἱ ταύτης φιλενδεικτοῦντες οἰκήτορες ἐν τῷ ἀπαίρειν τὸν ῥῆγα ἐκεῖθεν πρὸς πόλεμον μεθηρμόσθησαν καὶ μέρει τῆς στρατιᾶς κατὰ λῃστείαν ἐπέθεντο. ὡς δ᾿ οὐ προυχώρει τούτοις τὰ καταθύμια, ἀλλ᾿ ἀνδριᾶσι χαλκήρεσιν ἢ γίγασιν ἔγνωσαν προσεγγίζοντες, μετέθεντο τὴν ὁρμὴν εἰς τροπήν. οἱ δὲ διὰ τοῦ Ἀετοῦ λεγομένου χώρου πορευθέντες παρενέβαλον εἰς τὴν ἐν Φρυγίᾳ Λαοδίκειαν. καὶ φιλοφρονηθέντες ἐκεῖσε ἀσπασιώτατα καὶ ξεναγωγηθέντες ὡς οὐχ ἑτέρωθι καὶ πάντες μὲν τοῖς Λαοδικεῦσι πάντα τὰ θεόθεν ἐπηύξαντο ἀγαθά, ὁ δὲ ῥὴξ καὶ μάλιστα· ἀνατείνας γὰρ τὰς χεῖρας εἰς οὐρανὸν καὶ ἄρας ἄνω τὰ ὄμματα, τὸ δὲ γόνυ κάμψας εἰς γῆν, εἴ τι βιωφελές, εἴ τι ψυχῶν σωτήριον, ἐκ τοῦ τῶν ὅλων κηδεμόνος Θεοῦ καὶ πατρὸς ἐπικαταπτῆναι τούτοις ἱκέτευσεν ἐπειπών, ὡς εἰ Χριστιανοῖς τοιούτοις ἐνευθηνεῖτο ἡ τῶν Ρωμαίων γῆ καὶ εὐγνωμόνως οὕτω τοὺς τοῦ Χριστοῦ ὁπλίτας καθυπεδέχοντο, κἀκεῖνοι τὸν ἐπιφερόμενον πλοῦτον σφίσιν ἀγαπητῶς ἐδηδόκεισαν ἄν, τὰ ἐπιτήδεια μετ᾿ εἰρήνης παρέχοντες, καὶ αὐτοὶ τὰ ὅρια Ρωμαίων πάλαι παρήλθοσαν ἀγεύστους Χριστιανῶν αἵματος καὶ ὑπνούσας ἐπὶ κουλεῶν τὰς λόγχας φέροντες.

Ἁψάμενοι δὲ τῆς ἄνω πορείας οὐδὲ τοὺς Τούρκους εὕρισκον ἠπίως αὐτοῖς προσφερομένους, ἀλλὰ καὶ οὗτοι τὴν ἐνώπιον μάχην ἐκκλίνοντες ἐλῄστευον, ὅπη ποτὲ ἴσχυον, καίτοι Ρωμαίοις ἐπ᾿ ἴσης συνθέμενοι διὰ τῆς χώρας σφῶν τούτους ἀμαχητὶ παρελθεῖν καὶ πάντα χορηγήσειν, ὁπόσων οἱ παροδεύοντες χρῄζουσι. καὶ ἦν ἂν οὐ πρὸς κακοῦ καὶ αὐτοῖς, εἰ τὰς συνθήκας ἐτήρησαν· νῦν δ᾿ ἐλπίσι κεναῖς κουφιζόμενοι πρὸς προῦπτον ἠρρενώθησαν πόλεμον. τῷ τοι καὶ περὶ τὸ κάστρον τὸ Φιλομίλιον συγκεκροτηκὼς πόλεμον ὁ ῥὴξ μετὰ τῶν παίδων τοῦ Ἰκονιέως σουλτάν, οἵτινες αὐτὸν τοῦ ἄρχειν καὶ βασιλεύειν παρέλυσαν καὶ τοῦ Ἰκονίου ἀπεώσαντο τὴν προτέραν πατρικὴν εὐκληρίαν εἰς γῆρας μεταθέμενοι δύσδαιμον, αὐτούς τε ῥᾷστα ἐτρέψατο καὶ τὸ Φιλομίλιον πολιορκήσας ἐνέπρησεν.

Ἀλλὰ καὶ κατὰ τὸ λεγόμενον Γιγκλάριον αὐτοῖς συμβαλὼν τὸ κράτος ἤρατο, ὅτε καὶ οἱ μὲν Τοῦρκοι τὰς τῶν παρόδων προκατειληφότες στενὰς ἐτήρουν τὴν τῶν Ἀλαμανῶν ἐκεῖθι ἄφιξιν, ὁ δὲ ῥὴξ τὸ τῶν ὑπεναντίων σκέμμα συνεὶς ἐπὶ τόπου κατεστρατοπέδευσε πεδινοῦ, νυκτὸς δὲ εἰς δύο μοίρας τὸ οἰκεῖον στρατόπεδον διελὼν ὃ μὲν ταῖς σκηναῖς προσμένειν ἀπέταξε, τὸ δὲ λοιπὸν ἅμα ὑποφαινομένῃ τῇ ἕω εἰς ἀπόδρασιν ἐπέταξεν ἐνσκευάζεσθαι ἄλλης ἁπτόμενον ὁδοῦ. οἱ τοίνυν Πέρσαι τὸν δόλον ἔργον ἀληθὲς εἶναι ὑποτοπάσαντες ἀπανίστανται μὲν περιχαρῶς τῶν δυσχωριῶν, κατὰ δὲ τὸ πεδίον γενόμενοι τὸν χάρακα εἰσέδυσαν τῶν Ἀλαμανῶν ἀφροντιστοῦντες ἅμα καὶ χαίροντες ὡς προκειμένῳ ἑρμαίῳ τοῖς ἐν αὐτῷ ἐντευξόμενοι πολλοῖς οὖσι καὶ ἀγαθοῖς, ἐπεὶ καὶ φιλοκερδὴς ἅπας βάρβαρος καὶ τὰ πλείω ἢ τὰ πάντα πράττων ἐστὶ καὶ φθεγγόμενος πρὸς ἀργύριον. ὡς δὲ οἵ τε φεύγοντες ἐπανέλυσαν καὶ οἱ ἐν ταῖς σκηναῖς εὐθαρσῶς ὑπηντίαζον, περιειλούμενοι οἱ Πέρσαι τὴν πρὸς θάνατον ἤγοντο.

Οὐ μόνον οὖν ἐκ τῶν δυοῖν τούτων πολέμων φοβερὸς ὁ ῥὴξ ἐγεγόνει καὶ παρὰ τοῖς ἑῴοις ἔθνεσι διαβόητος, ἀλλ᾿ ὅτι καὶ κατ᾿ αὐτὸ τὸ Ἰκόνιον τοῖς αὐτοῖς τοὺς Τούρκους περιέβαλε δυσπραγήμασιν. αὐτὸς μὲν γὰρ ὁ σουλτὰν εἰς τὰ Τάξαρα δραπετεύσας ἀπελογεῖτο μηδὲν εἰδέναι ὧν οἱ υἱεῖς αὐτοῦ διεπράξαντο, ὅτι καὶ τῆς ἀρχῆς ὑφ᾿ ἑνὸς αὐτῶν τοῦ Κοτπατίνου ἀπεσκοράκισται. οἱ δὲ Τοῦρκοι τὰ τῶν κήπων ὑπεισδύντες ταφρεύματά τε καὶ τὰς διώρυχας, αἱ συνεχεῖς εἰσι περὶ τὸ Ἰκόνιον, καὶ τοὺς διὰ λίθων περιβόλους ὡς ἕρκος περιβαλόμενοι ἐκ τούτων ᾤοντο ἐπισχήσειν τὴν ἐς Ἰκόνιον πάροδον τῶν Ἀλαμανῶν, οἷα τοξόται πάντες κράτιστοι περὶ ἕνα χῶρον συνηλισμένοι καὶ πρὸς ἱππεῖς ὁπλοφόρους ἐν δυσχωρίαις κοῦφοι διαμιλλώμενοι. ἀλλ᾿ εἰς κενὸν καὶ τοῦτο αὐτοῖς τὸ διαβούλιον ἔσχασεν. οἱ γὰρ Ἀλαμανοὶ θεασάμενοι τοὺς Τούρκους τὰς τῶν κήπων ὑπεισιόντας αἱμασιὰς καὶ ὡς ἀφ᾿ ὁρμητηρίου τινὸς ἐκεῖθεν τοξεύοντας τάδε ἐποίουν· ἐπὶ τὸ οἰκεῖον ὄχημα τῶν ἱππέων ἕκαστος πεζὸν ἐπανέλαβεν ὁπλίτην καὶ τούτους ὡς διὰ βαθμίδων τῶν ἵππων ἄνωθεν τῶν περιβόλων θέμενοι, ἔνθα οἱ Τοῦρκοι συνεσπειράθησαν, διαφῆκαν ἐνθένδε σφίσι συμπλέκεσθαι, ἐπεβοήθουν δὲ καὶ αὐτοὶ ἐν οἷς ἐξῆν διιππάζεσθαι. καὶ κακοὶ καὶ τότε κακῶς οἱ πλείους ἀπώλοντο, οἱ δὲ καὶ διασπαρέντες ἐσώθησαν. ἵνα δὲ καὶ ταῖς ἀπὸ τῶν ἐχθρῶν μαρτυρίαις τὸ πλῆθος πιστωσώμεθα τῶν πεσόντων, ἔφασκέ τις Ἰσμαηλίτης, ὃς τῷ πολέμῳ τούτῳ παρατετυχήκει, τῷ βασιλεῖ προσρυεὶς καὶ τὴν οἰκείαν εἰς ὅρκον παραλαμβάνων θρησκείαν, διακοσίους ἀργυρέους καταβαλέσθαι στατῆρας εἰς ἐκκόμισιν τῶν νεκρῶν, οἳ κατὰ τὸν κῆπον αὐτοῦ ἀπεσφάγησαν.

Οἱ δ᾿ Ἀλαμανοὶ τὸ Ἰκόνιον κατασχόντες τούτου μὲν ἐντὸς οὐκ εἰσέδυσαν, κατὰ δὲ τὴν ἔξω λεγομένην πόλιν ηὐλίσαντο ἄνωθεν τῶν δωμάτων τὰς αὐλαίας πηξάμενοι. καὶ μηδὲν ἕτερον ὅτι μὴ τὰ πρὸς τὸ ζῆν ἐπιτήδεια καὶ μόνα ἐκεῖθεν ἐνσκευασάμενοι τοῦ πρόσω εἴχοντο.

Κατὰ δὲ τὴν ἀνάβασιν ταύτην λέγεται Ἀλαμανόν τινα, πελώριον τὸ σῶμα, τὴν ἰσχὺν ἀπροσμάχητον, τῶν ὁμοφύλων ἐπὶ πλεῖστον ἀπολειφθῆναι. καὶ τὸν μὲν ἀνύειν ποσὶ τὴν ὁδὸν ἀνειμένοις ἐκ τοῦ χαλινοῦ τὸν ἵππον ἐφέλκοντα τῇ ὁδοιπορίᾳ καμόντα, τῶν δ᾿ ἐξ Ἰσμαὴλ ἀθροισθῆναι περὶ αὐτὸν ὑπὲρ τοὺς πεντήκοντα, κρατίστους ἅμα πάντας καὶ τὰς οἰκείας τάξεις ἀπολιπόντας. οἱ μὲν οὖν ὡς ἐς κύκλωσιν αὐτὸν διειληφότες περιετόξευον, ὁ δὲ τῷ εὐρεῖ σάκει σκεπόμενος καὶ τῇ τῶν ὅπλων θαρρῶν στεγανότητι γεγηθὼς ἐπορεύετο ἀτίνακτος κατὰ πρῶνα ἢ πρόβολον τοῖς τῶν ἐναντίων βλήμασι καὶ ὢν καὶ δεικνύμενος. ὡς δ᾿ ἐκείνων εἷς γενναῖόν τι δράσειν ὑπὲρ τοὺς ἄλλους ἐπαγγελλόμενος ἀπέθετο μὲν τὸ τόξον ὡς οὐκ ὀνήσιμον, τὴν δ᾿ ἐπιμήκη μάχαιραν ἐξερύσας καὶ τὸν ἵππον ἐς δρόμον ἀνεὶς ἀγχωμάλως ἐπεβάλετο μάχεσθαι, αὐτὸς μὲν ὅσα καὶ ἀκρώρειαν ὄρους ἢ ἀνδριάντα χάλκεον ἔπαιε τὸν Ἀλαμανόν, ὁ δὲ τὸ ξίφος σπασάμενος παχείᾳ καὶ ἡρωϊκῇ χειρί, βριθὺ καὶ μέγα καὶ στιβαρόν, πλήττει τὸν ἵππον ἐπιδοχμίως περὶ τοὺς πόδας καὶ ἄμφω τοὺς ἔμπροσθεν ὡς οὐδ᾿ ἀγροῦ τις χόρτον ἀποδιεῖλεν. ὡς δ᾿ ἐπὶ γόνυ κλιθεὶς ὁ ἵππος ἔτι τὸν ἀναβάτην ἐρειδόμενον εἶχε τῇ ἐφεστρίδι, ἐκτείνας ὁ Ἀλαμανὸς τὸν βραχίονα κατὰ μέσης τῆς τοῦ Πέρσου κόρσης τὴν σπάθην κατήνεγκεν. ἡ δὲ τῇ οἰκείᾳ τε ἀντιτυπίᾳ καὶ τῇ τοῦ φέροντος γενναιότητι οὕτως ἀξιοθαύμαστον εἰργάσατο τὴν τομήν, ὡς τὸν μὲν πληγέντα διαιρεθῆναι διχῇ, κακῶς δὲ καὶ τὸν ἵππον ἐς τὸν νῶτον παθεῖν διαπτάντος τὴν ἀστράβην τοῦ πλήγματος, τοὺς δὲ λοιποὺς Πέρσας πρὸς τὴν τοιαύτην θέαν καταπλαγέντας μηκέτι ἀποθαρρῆσαι τὸν μεθ᾿ ἑνὸς πόλεμον. καὶ οἱ μὲν οὕτως, ὁ δὲ ὡς λέων τῇ οἰκείᾳ πεποιθὼς ῥώμῃ οὐκ ἐπέτεινε τὴν πορείαν, ἀλλὰ βάδην ὁδεύων περὶ ὀψίαν τοῖς ὁμογενέσι προσέμιξεν, ἔνθα ηὐλίσαντο.

Φασὶ δὲ ὡς οἱ ἐξ Ἰσμαὴλ ὑφορώμενοι, μή πως κατὰ τὴν αὐτῶν χώραν εἴη χρονίσας ὁ ῥὴξ ὡς ἤδη καταπαλαίσας σφας, φιλοφροσύνην ἐς αὐτὸν προσποιητὴν ἐνδειξάμενοι ἔδοξάν πως αὐτὸν ἐκμειλίξασθαι· τὸν δὲ ὅμηρα τὰ τῶν μέγα παρ᾿ αὐτοῖς δυναμένων τέκνα δεξάμενον καὶ ἡγεμόνας ὁδοῦ προσλαβόμενον πλείστους τὰ αὐτῶν ὅρια οὕτως ὑπερβαλεῖν, ὀλίγῳ δὲ ὕστερον τῆς Ἀρμενίας ἁψάμενον οὐ βραχεῖς ἐκ τούτων δοῦναι τῷ ξίφει, τοὺς δὲ λοιποὺς ἀποπέμψαι ὀπίσω.

Φιλοτίμως δὲ ὑπὸ τῶν Ἀρμενίων προσδεχθεὶς καὶ συχνὰς ἡμέρας ἐκεῖσε προσδιατρίψας ἐς τὴν Ἀντιόχου πόλιν ὥρμητο μεταχωρεῖν, μέγα ἀεὶ περιβαλλόμενος ὄνομα ἐπί τε συνέσει καὶ τῷ ἀκαταμαχήτῳ στρατεύματι καὶ μηδὲν ἔχων ὑπαντιάζον πολέμιον. γενόμενος δὲ κατά τινα ποταμὸν (ὢ τῶν ὑπὲρ δόξαν καὶ ἀέλπτων περιπτώσεων, ἢ μᾶλλον τῶν ἀνεφίκτων ἀνθρώποις κριμάτων Θεοῦ) ταῖς τῶν ὑδάτων δίναις ἐναποπνίγεται, ἀνὴρ διὰ μνήμης ἄγεσθαι ἀγαθῆς καὶ διηνεκοῦς καὶ μακαρίζεσθαι δικαίως τοῦ τέλους παρὰ τοῖς εὐφρονοῦσιν ἄξιος, οὐ μόνον ὅτιπερ εὖ εἶχε τοῦ γένους καὶ πολλῶν ἐκ τριγονίας κατῆρχεν ἐθνῶν, ἀλλ᾿ ὅτι τῷ τοῦ Χριστοῦ πόθῳ πυρούμενος ὑπὲρ τοὺς ὁπουδήποτε τῶν τότε Χριστιανῶν αὐτοκράτορας πατρίδα καὶ χλιδὴν βασίλειον καὶ ἀνάπαυλαν καὶ τὸν οἴκοι μετὰ τῶν φιλτάτων ὄλβον καὶ τὸν ὑπερήφανον βίοτον παρωσάμενος εἵλετο συγκακουχεῖσθαι τοῖς κατὰ Παλαιστίνην Χριστιανοῖς ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ καὶ τῆς τοῦ ζωοπαρόχου τάφου τιμῆς, τὴν ἀλλοτρίαν τῆς οἰκείας προκρίνας, μηδ᾿ ὑποχαλασθεὶς τῆς ὁρμῆς τοῖς παρασάγγαις τῆς πολλῆς καὶ πάσης ἀργαλέας ὁδοῦ καὶ τοῖς ἐκ τῶν ἐθνῶν κινδύνοις, δι᾿ ὧν παρέρχεσθαι ἤμελλεν. οὐδὲ τὸ στενὸν ὕδωρ καὶ ὁ μετρητὸς ἄρτος, καὶ οὗτος ὠνητός, ἐνιαχοῦ δὲ καὶ ἐπίβουλος, ἐξέκρουσαν αὐτὸν τῆς προθέσεως, οὐδὲ τέκνων περιχύσεις καὶ περιβολαὶ μετὰ δακρύων καὶ ὕστατοι ἀσπασμοὶ τὴν αὐτοῦ ψυχὴν συγκεχύκασιν ἢ ἐξεθήλυναν· ἀλλὰ κατὰ τὸν ἀπόστολον Παῦλον μὴ ἔχων τὴν οἰκείαν ψυχὴν τιμίαν παρ᾿ ἑαυτῷ ἐπορεύετο μὴ μόνον δησόμενος, ἀλλὰ καὶ ἀποθανούμενος ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ. οὕτως ἀποστολικὸς ἦν τοῦ ἀνδρὸς ὁ ζῆλος καὶ θεοφιλὴς ὁ σκοπὸς καὶ τῶν ὑπερτελῶν τὸ κατόρθωμα, οἱ πρὸς τὴν ἀνάντη πολιτείαν τῆς εὐαγγελικῆς ὑψηγορίας ὅλον τὸν νοῦν ἀνατείναντες καὶ πρὸς ταύτην ἅπαντα τὸν δρόμον συντείναντες τὰ κατὰ τὸν βίον ἁπαξαπλῶς ὡς σκύβαλα παρεβλέψαντο.

Καὶ ὁ μέν, ὡς ἐμαυτὸν πείθω, μακαριστοῦ τετύχηκε τέλους· ὁ δ᾿ ἐκείνου υἱὸς τὴν πατρῴαν ἀρχηγίαν δεξάμενος τὴν Ἀντιόχειαν εἰσελήλυθεν, ἐκεῖθεν δ᾿ ἀφιγμένος εἰς τὴν προσωτέρω Κοίλην Συρίαν Λαοδίκειαν κατεστήσατο, καθ᾿ ἑαυτὴν στασιάζουσαν καὶ πρὸς τοὺς ἐξ Ἰσμαὴλ μεταρρέπουσαν, καὶ Βηρυτὸν πόνῳ οὐδενὶ παρεστήσατο καὶ ἄλλας πλείστας Συριακὰς ὑπηγάγετο πόλεις, Λατίνοις μὲν ὑπηκόους πρότερον, τότε δὲ προσκεχωρηκυίας Σαρακηνοῖς. ἀλλὰ καὶ κατὰ τὴν Τύρον ἀφιγμένος καὶ πολιορκήσας τὸ Ἄκε, ὑπὸ Ἰσμαηλιτῶν κατεχόμενον, καὶ μογήσας ἐφ᾿ ἱκανὸν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ καὶ αὐτὸς ἐκεῖσε τὴν ζωὴν καταλέλυκε. τὸ δὲ περιλειφθὲν τοῦ στρατεύματος οὐκέτι διὰ τῆς ἠπείρου θέσθαι τὴν ἐπάνοδον ἐδοκίμασεν ἀπιστίαν κατεγνωκὸς τῶν ἐθνῶν, δι᾿ ὧν παρώδευσε, πλοίων δ᾿ εὐπορῆσαν στρογγύλων, ἅπερ ἦσαν ἐκ τῶν ἑσπερίων ὁμοφύλων αὐτοῖς γενῶν εἰς Τύρον καταίροντα, τοῖς οἴκαδε ἀνασώζεται.

Τῷ καιρῷ δὲ τούτῳ οὐ μόνον Ἀλαμανοὶ κατὰ τῶν τὴν Παλαιστίνην κατασχόντων καὶ τὴν Ἱερουσαλὴμ ἐκπορθησάντων Σαρακηνῶν ἐστράτευσαν, ἀλλὰ καὶ ὁ ῥὴξ Φραγγίας καὶ ὁ τῶν πελεκυφόρων κατάρχων Γερμανῶν, οὓς νῦν φασὶν Ἰγγλίνους, ναῦς ὅτι πλείστας ἐκ Σικελίας καὶ τῆς κατὰ τὴν Ἰταλίαν ἠπείρου ἀγείραντες σίτου τε αὐτὰς ἐμπλησάμενοι καὶ τῶν ἄλλων ἐπιτηδείων εἰς Τύρον ἔπλευσαν· ταύτην γὰρ τὴν πόλιν εἶχον οἱ ἀθροιζόμενοι ναύσταθμον καὶ πρὸς τὸν κατὰ Σαρακηνῶν πόλεμον ὁρμητήριον. πλὴν οὐδ᾿ οὗτοι τῆς ἁγίας πόλεως ἐξελάσαι ἴσχυσαν τοὺς Σαρακηνούς, ἀλλ᾿ ἀτέλεστον ἀφεικότες ὃ προέθεντο ἔργον τοῦ πρὸς τὰς πατρίδας πάλιν ἥψαντο πλοῦ.

Ὁ δέ γε τῶν Ἰγγλίνων ῥὴξ ἐν τῇ ἀναγωγῇ κατάρας εἰς Κύπρον αὐτῆς τε ἐκράτησε καὶ τὸν ταύτης τύραννον, ἢ μᾶλλον ἀπάνθρωπον καὶ δυσμείλικτον ὀλοθρευτήν, Ἰσαάκιον τὸν Κομνηνόν, συλλαβὼν τὰ μὲν πρῶτα εἶχεν ἐν δεσμοῖς, μικρῷ δὲ ὕστερον ἐκεῖθεν ἐκτοπίσας τὸν ἀλιτήριον ὅσα καὶ ἀνδράποδόν τινι τῶν ὁμογλώττων ἀπεχαρίσατο. καὶ αὐτὸς μὲν εἰς Παλαιστίνην κατέπλευσεν, ἐν δὲ τῇ Κύπρῳ καταλείψας στράτευμα ὡς οἰκείας ἤδη τῆς νήσου ἀντεποιεῖτο καὶ στέλλων ἐς τὴν νῆσον νῆας φορταγωγοὺς τὰ πρὸς τὸ ζῆν ἐκεῖθεν ἐφορολόγει. κἀν τῷ ἀπαίρειν ἤδη τῆς Παλαιστίνης ὡς σφετέραν ἐδωρήσατο χώραν τὴν Κύπρον τῷ τῶν Ἱεροσολύμων ἡγήτορι ῥηγί, ἵν᾿ ἐκεῖσέ τε τὰς οἰκείας ποιοῖτο διατριβὰς ἐκεχειρίαν ἄγων ἐκ τῶν πολέμων οἷα τὴν οἰκείαν ἀρχὴν ἀποβεβληκώς, καὶ κατάρχῃ τῶν Κυπρίων ὡς ὑπ᾿ αὐτοῦ προσκληρωθέντων τάφῳ τῷ κυριακῷ καὶ τῆς νήσου συναφθείσης τοῖς τῆς Παλαιστίνης ὁρίσμασι. καὶ ταῦτα μὲν οὑτωσί.
https://byzantium.gr/

ΤΟΜΟΣ ΤΡΙΤΟΣ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΑΓΓΕΛΟΥ

Ὁ δέ γε βασιλεὺς Ἰσαάκιος ἐπὶ τρισὶ παισὶ τὴν τοῦ γένους σαλεύων διαδοχήν, οἳ ἐκ τῶν προτέρων αὐτῷ γάμων γεγένηντο, δυσὶ μὲν θηλείαις, ἑνὶ δὲ ἄρρενι, τῶν μὲν τὴν πρεσβυτέραν κατὰ τὸν χρόνον εἰς μοναχὴν ἀποκείρει καὶ τὸν τοῦ Ἰωαννίτζη λεγόμενον οἶκον εἰς γυναικεῖον μετασκευάσας πολλοῖς ἀναλώμασι φροντιστήριον (τοῦτο δὲ καὶ ἡ βασιλὶς Ξένη ποιεῖν ἐπεβάλετο μετὰ μόρον τοῦ ταύτης ξυνεύνου καὶ βασιλέως Μανουὴλ) αὐτὴν ἐκεῖσε ὡς ἀμνάδα τῷ θεῷ ἱερώσας ἐνεμάνδρευσε καὶ ἀπέταξε, θατέραν δὲ εἰς γυναῖκα πέπομφε γαμετὴν τῷ υἱῷ τοῦ ῥηγὸς Σικελίας τοῦ Ταγγρέ, ὃς τὸν Γιλίελμον διεδέξατο θανάτῳ ἐξ ἀνθρώπων γενόμενον, τὸν καὶ κατὰ Ρωμαίων ἄραντα πόλεμον ἐξ ἠπείρου τε καὶ θαλάσσης, ὡς φθάσαντες ἱστορήκειμεν. τὸν δὲ υἱὸν Ἀλέξιον τῆς βασιλείας κληρονόμον ἀνέτρεφε, κἂν οὐδέπω τὸ τοῦ βίου φανταζόμενος πέρας ἢ ἔκπτωσιν τῆς δυναστείας ὑφορώμενος δύο καὶ τριάκοντα χρόνους ἄρξειν ἀδιστάκτως ἐχρησμολόγει, ὥσπερ τὸ θεῖον προειδὼς βούλημα ἢ τοὺς ὅρους πήσσων ἑαυτῷ τῆς ζωῆς, οὓς ὁ θεὸς ἔθετο παρὰ τῇ ἰδίᾳ ἐξουσίᾳ.

Οὐ μόνον δὲ ὁ Βρανᾶς Ἀλέξιος καὶ ὁ Λυδὸς Θεόδωρος κατὰ τοῦ βασιλέως τούτου πτερνισμὸν ἐμεγάλυναν, ἀλλὰ καὶ ἕτεροι βασιλείας ἑαυτοῖς περιτεθείκασιν ὄνομα. αὐτίκα γάρ τις Ἀλέξιος, ἑαυτὸν εἶναι λέγων υἱὸν τοῦ τῶν Ρωμαίων αὐταρχήσαντος Μανουήλ, τοσοῦτον ἀρίστως τὸν ἀγωνιστὴν ὑπέδυ τοῦ δράματος καὶ τὸ τοῦ βασιλέως Ἀλεξίου προσωπεῖον εὐφυῶς ὑπεκρίνατο, ὡς καὶ κόμην διευθετίζειν κατὰ τὴν ἐκείνου ὑποξανθίζουσαν καὶ τὸν τῆς γλώττης τοῦ παιδὸς καὶ βασιλέως σχηματίζεσθαι ψελλισμόν. ἐκ τῆς Κωνσταντίνου μὲν ὥρμητο ὁ μεῖραξ, ἐς δὲ τὰς κατὰ Μαίανδρον πόλεις πρώτως ὀφθεὶς κατέλυσεν εἰς πολίχνιον λεγόμενον Ἅρμαλα κἀκεῖσε Λατίνῳ τινὶ ἐπιξενωθεὶς καὶ ὅστις εἴη ἀπηγγελκὼς (ἔλεγε δέ, ὡς μικρὸν εἰρήκειμεν ἄνωθεν, καὶ ἐκδοθῆναι μὲν εἰς τὸ κατὰ βυθοῦ θαλάσσης ἀκοντισθῆναι παρ᾿ Ἀνδρονίκου, οἰκτειρηθῆναι δὲ παρὰ τῶν τοῦτο ἐπιταχθέντων ὡς πατρῴων αὐτῷ ὀμοτῶν) σύναμά οἱ πρὸς τὸ Ἰκόνιον ἄπεισι καὶ τῷ γέροντι ὀφθεὶς σουλτὰν (οὔπω γὰρ αὐτὸν καθῄρηκε τῆς ἀρχῆς ὁ ἐκείνου παῖς Κοτπατῖνος) ὡς υἱὸς ἀληθινὸς τοῦ αὐτοκράτορος Μανουήλ, ἀλλ᾿ οὐχ ὡς ἐπείσακτος καὶ πλάνος ἐκείνῳ προσδιελέγετό τε καὶ προσεφέρετο. πολλάκις δὲ καὶ ἐπέπληττε καὶ τῶν ἐκ τοῦ δῆθεν πατρὸς ἐκείνῳ τοῦ Μανουὴλ ἐπ᾿ αὐτῷ γεγενημένων ἀναμιμνήσκων εὐποιϊῶν ἀχάριστον περὶ τὸν εὐεργέτην ἐκάλει καὶ τὸ ἀφιλάνθρωπον αὐτῷ ἐπωνείδιζεν, εἰ οὕτως ἀτυχοῦντι τῷ τοῦ φίλου τέκνῳ ἐπαμύνειν οὐκ ἐπικάμπτεται.

Ὁ δὲ τοῦτο μὲν ἀπὸ τῆς ἀναιδείας, τοῦτο δ᾿ ἐκ τῶν τοῦ χαρακτῆρος ἰνδαλμάτων τιμᾶν αὐτὸν ἐναγόμενος, δώροις τε οὐκ ὀλίγοις ἥδυνε καὶ ἀγαθαῖς ἐλπίσιν ὑπέσαινεν. ἦν δ᾿ ὅτε καὶ πρεσβευτὴν Ρωμαίων ἑστῶτα καὶ ἀκροώμενον ὅπως ἑαυτὸν τῇ ἐξόχῳ εὐγενείᾳ ἐσέμνυνεν, ἤρετο ὁ σουλτάν, εἰ ἐπίσταται τοῦτον τοῦ αὐτοκράτορος υἱὸν Μανουήλ. τοῦ δὲ μηδέν τι φήσαντος ἕτερον, ἀλλ᾿ ὅτι δὴ ἐκεῖνος ἀληθῶς ἀπόλωλε φανεὶς ὑδατόκλυστος καὶ οὗτος μάτην περὶ ἑαυτοῦ τὰ μὴ πιστεύεσθαι πεφυκότα ξυντίθησι τῷ τοῦ κειμένου ὀνόματι ἐποχούμενος, βράττων ἀτεχνῶς θυμῷ καὶ ζέων ἀκριβῶς τῷ χόλῳ ὁ μεῖραξ Ἀλέξιος μικροῦ ἂν τοῦ πώγωνος ἐπελάβετο τοῦ πρεσβεύοντος, εἰ μὴ αὐτὸς ὁ πρέσβις διακινηθεὶς ἐς ὀργὴν ἀπεκρούσατο γενναίως μάλα τὸν Ψευδαλέξιον καὶ ὁ σουλτὰν δέ οἱ ὡς ἄτοπα δρῶντι ἐμβριμησάμενος ἀτρεμεῖν ἐκέλευσε.

Τῇ συχνῇ δ᾿ ὅμως τοῦ νεανίου ἐκλιπαρήσει ὁ Περσάρχης καθυπενδοὺς οὐδὲ τότε μὲν τὰ τῶν αἰτήσεων ὑπέρογκα ἐτερμάτωσε, συνεχώρησε δ᾿ οὖν ὅμως διὰ σουλτανικοῦ γράμματος, ὅ φασιν οἱ Τοῦρκοι μουσούριον, ὅσους ἂν σχοίη τῶν ὑπὸ τὴν ἐκείνου ἀρχὴν ὑποποιήσασθαι ἀδεῶς. ὁ δὲ ἀναχωρήσας καὶ τὸ γράμμα τοῖς Τούρκοις καθυποδείξας τὸν ἀμηρᾶν ἐφέλκεται Ἀρσανῆν καὶ ἑτέρους οὐκ ὀλίγους, οἳ λῃστεύειν τὰ Ρωμαίων εἰώθασιν, ὡς ἐν βραχεῖ καιρῷ χιλιάδας ὀκτὼ στρατεύματος ἐφεπομένας λαχεῖν· ὅθεν τὰς κατὰ Μαίανδρον ἐπιὼν πόλεις ἃς μὲν ὁμολογίᾳ χειρούμενος ἦν, τινὰς δὲ καὶ ἀνθισταμένας παντοίως διέφθειρε. μάλιστα δὲ τὰς ἅλωνας ἐλυμαίνετο, ὅθεν καὶ καυσαλώνης ἐπεκέκλητο.

Κατὰ δὲ τούτου τοῦ μείρακος πολλοὶ μὲν καὶ ἄλλοι πολεμησείοντες ἀπεστάλησαν, οὐδεὶς δ᾿ ἐργάσασθαί τι ἔσχε νεανικόν, ἀλλ᾿ ὑπενόστουν ἄπρακτοι δεδιότες, μὴ καταπροδοθεῖεν ὑπὸ τῶν συνόντων ἐκείνοις Ρωμαίων οἷα μάλιστα ῥεπόντων εἰς τὸν καθιστάμενον ἄρτι βασιλέως παῖδα καὶ βασιλέα ἢ ἄρχειν αἱρουμένων τὸν βασιλεύοντα Ἰσαάκιον. οὐ γὰρ τοῖς πολλοῖς ἤδη καὶ ἀγροτέροις ἠσπάζετο καὶ ἦν διὰ στόματος καὶ ὀνόματος καὶ θεώμενος ἐδόκει ἐπέραστος, ἀλλὰ καὶ τοῖς κατὰ τὴν βασίλειον αὐλὴν διατρίβουσι καὶ εἰδόσι μάλα ἐπισταμένως ὡς Ἀλέξιος ὁ τοῦ βασιλέως παῖς Μανουὴλ πάλαι τὸν βίον ἀπολέλοιπε τὸν ἀνθρώπινον εἰς θαῦμα ἐτίθετο, γινώσκουσι μὲν τὰ ὄντα, τὰ δὲ καθ᾿ ἡδονὴν σφίσιν εἰκάζουσι.

Σὺν ἑτέροις δὲ καὶ ὁ τοῦ βασιλέως ἀδελφὸς Ἀλέξιος ἔξεισιν, ὃς καὶ ὕστερον ἐβασίλευσεν. πλὴν καὶ οὗτος κατ᾿ οὐδεμίαν μάχην συνεπλάκη τῷ Ἀλεξίῳ, ἀλλ᾿ ὡς πλεῖστον ἀποσκηνούμενος ἐπισυνίστη μόνον τὸ λεῖπον τῆς παροικίας, ὁπόσον γε ἐκείνῳ μὴ προσεχώρησε, καὶ συνεῖχε τὸ διαρρέον καὶ μεταβαῖνον εἰς τὸν ἀναβεβιωκότα τοῦτον Ἀλέξιον. ἀλλ᾿ ἔτι τῶν πραγμάτων οὕτως ὄντων ᾐωρημένων καὶ τοῦ μὲν ἀεὶ ἐμπλατυνομένου τε καὶ κρατυνομένου, τοῦ δὲ σεβαστοκράτορος ὑποφεύγοντος καὶ ἀγῶνα τὸν ἐνώπιον ὑποπτήσσοντος, λύει θεὸς τὸν ἐμφύλιον πόλεμον καινοπρεπῶς καί, ὡς αὐτὸς ἐπίσταται μόνος, ἐν ἀκαρεῖ· τὸν γὰρ Ἀλέξιον αὖθις ὑποστρέψαντα πρὸς τὰ Ἅρμαλα καὶ μετὰ πότον ὑπνώττοντα ἀποσφάττει τις τῶν ἱερέων τὴν αὐτοῦ παρακειμένην σπασάμενος μάχαιραν. οὗ τὴν κεφαλὴν ἀποκομισθεῖσαν ἀθρήσας ὁ σεβαστοκράτωρ Ἀλέξιος καὶ τῆς ξανθῆς ἀναλαμβάνων κόμης πολλάκις διὰ τοῦ ἱππείου μύωπος “οὐ πάντῃ” ἔφασκεν “ἀμαθῶς αἱ πόλεις τῷ ἀνθρώπῳ τούτῳ ἐπηκολούθησαν”.

Ἀλλὰ τότε μὲν οὗτος τοιαύτην ἔτισε δίκην καὶ ὧν μὲν ἐπλημμέλησεν ἑτέρως, Πέρσας μὲν ὁπλίσας κατὰ Ρωμαίων, τούτων δ᾿ αὖ ὁπόσον αὐτῷ προσερρύη καθ᾿ ὁμοφύλου ἀγριάνας αἵματος, καὶ ὧν δὲ παρῴνησεν ὁ ἐπάρατος εἰς τὸν ἐν ταῖς ἐμαῖς Χώναις περιώνυμον νεὼν τοῦ ἀρχιστρατήγου τῶν θείων καὶ ἀΰλων τάξεων Μιχαήλ· ἐμίανε γὰρ τὸ τοῦ Θεοῦ πανάγιον σκήνωμα εἰσελθὼν μετὰ Περσῶν καὶ ἠνείχετο καθορῶν ὁ ἀλάστωρ τὰ διὰ ψηφίδων ποικιλοχρόων τοῦ Χριστοῦ καὶ τῶν ἁγίων ἀχρειούμενα ἔκτυπα καὶ τὸν ἱερὸν ἀνάσταθμον πελέκει καὶ λαξευτηρίῳ καταρασσόμενον καὶ τὴν παναγῆ καὶ θυωρὸν βεβηλουμένην καὶ βαλλομένην ἔραζε τράπεζαν.

Οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις καὶ ἕτερός τις τὴν αὐτὴν κλῆσιν καὶ βασιλέα τὸν αὐτὸν γεννήτορα ψευδωνύμως ὑπεισιὼν κατὰ Παφλαγονίαν ἐπεφάνη. καὶ τινὲς μὲν καὶ τούτῳ ἐπαρχίαι προσκεχωρήκασι. σταλεὶς δὲ κατ᾿ αὐτοῦ ὁ σεβαστὸς Θεόδωρος ὁ Χοῦμνος, χαρτουλάριος ὢν τῶν ἱπποστάθμων, ἥττησέ τε πόλεμον συγκροτήσας καὶ συνειληφὼς ἀπέκτεινεν.

Ἐπὶ τούτοις καὶ ὁ Χοτζᾶς Βασίλειος κατὰ τὴν ἄγχουρον Νικομηδεῦσι Ταρσίαν ἀνταρσίαν ἐμελέτησε καὶ προέβη μὲν καὶ ἡ τούτου ἐφ᾿ ἱκανὸν τυραννίς, συλληφθεὶς δὲ καὶ αὐτὸς ἀμαυροῦται τοὺς ὀφθαλμοὺς καὶ φρουρᾷ παραδίδοται.

Οὐχ οὗτοι δὲ μόνον, ἀλλὰ καὶ ἄλλοι ἄλλοτε πάλιν καὶ πάλιν καὶ οὐκ ἔστιν ὁσάκις εἰπεῖν ἐπανέστησαν ἢ καὶ ὡς σπαρτοὶ ἀνεδόθησαν γίγαντες, κἂν ὡς πομφολυγώδη φυσήματα διάκενα, ὡς ἦν ἰδεῖν, ἀπέπιπτόν τε καὶ διελύοντο. ὅ τε γὰρ Κομνηνὸς Ἰσαάκιος, ὁ τοῦ τυράννου Ἀνδρονίκου ἀδελφιδοῦς, τῆς φυλακῆς ἀποδρὰς καὶ τὸ μέγα τέμενος εἰσιὼν ἀνασείειν τὸν ὄχλον ὥρμησε, συλληφθεὶς δὲ καὶ ἀπαιωρηθεὶς καὶ βαρείαις ἐτάσεσιν ὑποβληθεὶς ἐπὶ τῷ τοὺς συνίστορας ἐκφῆναι τῆς τυραννίδος τὰ ἐντὸς διεφθάρη καὶ ἀπεβίω τὴν μετ᾿ ἐκείνην.

Καὶ ὁ Τατίκιος Κωνσταντῖνος σύστρεμμα τεκτηνάμενος καὶ πεντακοσίους ἔχων τοῦ ἔργου συλλήπτορας καὶ ἐφ᾿ ἱκανὸν χρόνον τῇ πόλει κρυπτόμενος καὶ λεληθὼς καταμηνυθεὶς μικρῷ ὕστερον ἑάλω καὶ τοὺς ὀφθαλμοὺς ἐξορώρυκτο.

Καὶ ῥακενδύτης δέ τις, ἐκ Κομνηνῶν ἕλκων τὸ γένος, τὴν αὐτὴν τοῖς εἰρημένοις βαδίσας ἐκ τοῦ παραχρῆμα συσχεθεὶς ἀπεστέρηται τοῦ φωτός.

Τῶν δὲ συχνῶν τουτωνὶ ἐπαναστάσεων ἦν μὲν αἴτιον καὶ τὸ τὸν Ἰσαάκιον τὴν βασιλείαν διακυβερνᾶν μαλθακώτερον, ἀκριβῶς πεπεισμένον ὡς ἐκ Θεοῦ τὸ ἄρχειν ἐδέξατο καὶ παρ᾿ ἐκείνου μόνου ἐστὶ φρουρούμενος· πλειόνως δ᾿ ἐπτέρου τοὺς φιλάρχους εἰς παρρησίαν τε καὶ ἀπόστασιν τὸ τῆς βασιλείας ἀπραγμόνως ἐπιλαβέσθαι τὸν αὐτοκράτορα. καὶ ὡς εἰ θελήσουσι, βασιλεύσουσιν, οἱ πλείους φρεναπατώμενοι ἄτερ ὅπλων τοῖς κατ᾿ ἔφεσιν πλειστάκις ἐπέβαλον, ἐκείνην ἀτραπιτὸν στείβοντες, ἣν ἀνέῳξεν ἐς λεωφόρον ἄντικρυς Ἰσαάκιος, ἑσπέρας τὸν Ἁγιοχριστοφορίτην ἀπεκτονὼς καὶ τῷ Μεγίστῳ Νεῷ προσρυεὶς καὶ βασιλεύσας ἐς νέωτα, κακῶς κρίνοντες καὶ διὰ τοῦτο κακῶς πάσχοντες καὶ ἀντὶ πορφυρίδος διπλοΐδα αἰσχύνης ἐνδιδυσκόμενοι, ἐνιαχοῦ δὲ καὶ πορφύρεον θάνατον ὑφιστάμενοι.

Οὐ γὰρ τὸ θεῖον φιλεῖ διὰ τῆς αὐτῆς ὡσαύτως κινήσεως ἢ ἐφορμήσεως τὰ κατὰ τὸν βίον μεθιστᾶν καὶ διακυβερνᾶν πράγματα, ἀλλὰ τὸ ποικίλον παριστῶν τῆς τοῦ παντὸς τοῦδε διεξαγωγῆς τε καὶ διοικήσεως ἄλλοτε ἄλλως τὰς ἐξουσίας μεθαρμόζει καὶ μετατίθησι τὰς ἀρχὰς μηδὲ τὸ λεπτότατον ἐῶν τῆς αὐτοῦ χειρὸς ἔξωθεν. καὶ Φαραὼ μὲν αὐτοῖς τριστάταις τῷ ἁλίῳ βυθῷ παραδίδωσιν· ἄλλον ἀπολαιμίζει μαχαίρᾳ διὰ γυναικός, καὶ ταύτης καλλιπαρῄου καὶ λευκωλένου· ἕτερον χερσὶ τῶν πολεμίων παραδοὺς τῶν τῇδε μεθίστησιν. ἔστι δ᾿ ὃς τὰς φρένας παρακοπεὶς καὶ λογισθεὶς ὡσεὶ νεκρὸς ἀπὸ καρδίας καὶ εἰς τέλος ἐπιλησθεὶς τῶν ἀρχείων μετ᾿ ἐπιχαρμάτων ἐκκομίζεται καὶ ταφῇ παραπέμπεται κἀκεῖθεν λεπτὸν ὑπηχῶν καὶ ποθῶν τὴν ἡμέραν, οὐ τῆς ἀρχῆς ἀντεχόμενος, ἐᾶται καὶ οὕτως φθινύθειν καὶ ὡς ἀνδρῶν χείριστος καλῶς ἀφίεται ἵεσθαι τὴν ἐς θάνατον. πολλοὶ δὲ μαλακῷ δαμέντες θανάτῳ πρὸς τὰ ἐκεῖθεν ὡς μύσαντες ἐν ὕπνῳ μετέβησαν. εἰσὶ δ᾿ οἳ καὶ ἵππου χρεμετίσαντος τῆς βασιλείας ἐπέβησαν. ἄλλος ἐξ ἀρότρου καὶ αὔλακος τὴν τήβενναν ἠμφιάσατο καὶ μειρακίσκος προβατεὺς ἐξόπισθεν ληφθεὶς τῶν λοχευομένων θεόχριστος ὤφθη βασιλεύς. καὶ τί ἄν τις διεξίῃ τὰ πάντα ἢ τὰ πλείονα, ὁπόσα ἡ πολύτροπος πρόνοια ποιεῖ καὶ μετασκευάζει κατὰ τὸ ἑκάστῳ τῶν ἀνθρώπων χρήσιμον; Εὐέμπτωτος δ᾿ ὢν ὁ βασιλεὺς εἰς θυμὸν καὶ μεγάλα περὶ ἑαυτοῦ φανταζόμενος οὐκ ἐκ μικρᾶς μόνον παραρριφείσης λαβῆς, ἀλλὰ κἀκ μόνης ὑπονοίας ἐνίοτε καὶ τῆς παρά τινων εἰσηγήσεως κακῶς ἐτίθει πολλούς. τὸν γὰρ Κομνηνὸν Ἀνδρόνικον (ἦν δὲ οὗτος Ἀλεξίου παῖς, ὃν Βρυέννιος ὁ καῖσαρ καὶ Ἄννα ἐγείνατο ἡ θυγάτηρ Ἀλεξίου τοῦ πρώτως ἐκ Κομνηνῶν βασιλεύσαντος) ἐν τῷ χειρίζειν τὴν Θεσσαλονικέων ἀρχήν, εἰσηγησαμένου τινὸς τῆς βασιλείας ἐρᾶν καὶ κοινολογεῖσθαι περὶ τοῦ ἔργου τῷ πρώην σεβαστοκράτορι Ἀλεξίῳ τῷ σκοτίῳ υἱῷ τοῦ αὐτοκράτορος Μανουὴλ κατὰ τὴν Δράμαν τότε διάγοντι, εὐθὺς τοῦ συλληφθῆναι κρίνει ἄξιον. οἱ μὲν οὖν εἰς τοῦτο ἀποσταλέντες ὡς ἐνέτυχον Ἀνδρονίκῳ πρὸς βασιλέα ἐπανιόντι, οὐδὲν ὧν ὡρίσθησαν διαπεπράχασι δέον κρίναντες μὴ προσοβῆσαι τὸ θήραμα ἑκόντως, ὡς δίδωσιν ὁρᾶν, καθάπερ εἰς γαλεάγραν τὴν Κωνσταντινούπολιν εἰσιὸν καὶ ἐγγίζον τῷ προθεμένῳ συλλαβεῖν. ὀφθεὶς δὲ τῷ βασιλεῖ Ἰσαακίῳ Ἀνδρόνικος εἰς ἀπιστίαν εὐθὺς ὀνειδίζεται. κἀκείνου τοὺς ἐλέγχους ἀπαιτήσαντος, σχῆμα μόνον διαιτήσεως τὰ τῆς δίκης ἐδέξατο. τὸ δ᾿ ἐκ τούτου ἐξ ἐρήμης συσχεθεὶς Ἀνδρόνικος εἰς φυλακὴν ἀπάγεται, μετὰ μικρὸν δὲ καὶ τὰς κόρας ἐκκόπτεται.

Συλλαμβάνεται δὲ καὶ ὁ συνίστωρ εἶναι τούτῳ τῆς βασιλείας λεγόμενος Ἀλέξιος καὶ κείρεται εἰς μονάζοντα, ἡμῶν ὑπουργησάντων τῷ ἔργῳ, καθ᾿ ἓν τῶν σεμνείων, ἃ συχνά εἰσι καὶ ψυχῶν πάντα σωτήρια κατὰ τὸ ὄρος τὸν Παπύκιον, περὶ οὗ καὶ εἰπεῖν οὐκ ὀλίγα δυνάμενος βραχέων μεμνήσομαι.

Οὐ γὰρ ἦν μόνον εὐμήκης καὶ ἀνδρεῖος καὶ πλήρης συνέσεως, πατρώζων τὴν ὄψιν ἀκριβῶς τάς τε χεῖρας ἀκμαῖος καὶ τοὺς ὤμους κατ᾿ ἐκεῖνον ὕπερθεν ἔχων εὐρέας, ἀλλὰ καὶ ὡς ἐπίπαν μείλιχος καὶ εὐέντευκτος. πρὸς ἃ καὶ ὁ πολύτλας Ἀνδρόνικος ἀπιδὼν τὴν οἰκείαν θυγατέρα Εἰρήνην ἐμνήστευσε τῷ ἀνδρὶ κρίνας καὶ παρανόμους γάμους τετελεκέναι, εἰ μέλλει μόνον Ἀλέξιος τοῖς γνησιωτέροις ἐκείνῳ συγγενέσιν ἐγγράφεσθαι, ὅθεν πλειόνως τούτῳ ἤπερ τοῖς υἱεῦσι προσέκειτο πρότερον καὶ τῆς βασιλείας ἐμελέτα καταλείψειν διάδοχον. μεταβουλευσάμενος δ᾿ ὕστερον τὸν υἱὸν Ἰωάννην ἀνθείλετο, εἰρηκὼς πρὸς οὓς ἀνέπτυσσε τὰ τῶν βουλευμάτων ἀπόρρητα μὴ ἐξ ἄλφα εἰς ἄλφα τὴν βασιλείαν μέλλειν μεταπεσεῖν, ἀλλὰ τῷ ἰῶτα μᾶλλον προσρέπειν καὶ εἰς τοῦτο θεόθεν συνάγεσθαι. ἅμα δὲ τῇ μεταθέσει τῆς γνώμης, ἣν εἶχεν ἐπ᾿ Ἀλεξίῳ Ἀνδρόνικος, καὶ τῆς συντονίας τοῦ φίλτρου ὑπέληξεν· οὐ γὰρ ὡς συμφυὴς ἔτι περιεσπούδαστο καὶ ὁμόψυχος ὁ Ἀλέξιος, ἀλλ᾿ ὡς φιλτάτῃ θυγατρὶ συνοικῶν δι᾿ αἰδοῦς μόνον ἤγετο καὶ τιμῆς. μετὰ δέ τινα καιρὸν καὶ τοῦτον ἀπεξένωσε τοῦ φωτός, τὴν δ᾿ αἰτίαν προειπόντες ἔχομεν.

Ἀνακληθεὶς δὲ μετὰ ταῦτα πρὸς τοῦ βασιλέως Ἰσαακίου καὶ ἀπὸ σεβαστοκράτορος εἰς καίσαρα ὑποποδισθείς, ὡς ἐξόν οἱ, τὰ ἀρχεῖα ἐξέκλινε καὶ τὴν καθ᾿ ἑαυτὸν ἐδίωκε βίωσιν, πλὴν οὐδ᾿ οὕτως τὸν ἄλυπον ἐκίχησε βίοτον.
Τότε δ᾿ οὖν τὴν ἐπὶ τὰ χείρω ἔτι μᾶλλον τῶν πραγμάτων ἔχων φορὰν καὶ μετάβασιν καὶ μέλλων μὴ ἑκὼν ἀποθρίξασθαι οὐχ ἕνα ᾔτησεν ἄρτον καὶ σπόγγον καὶ κίθαριν κατὰ πάλαι τινὰ τῆς τύχης πειραθέντα σκληρᾶς καὶ ἀγνώμονος, ὡς ἔχων ἐν ᾧ τὸ τοῦ σώματος ἐντενεῖ βάρβιτον, χαλαρὸν τῇ τῶν σιτίων κενώσει γενόμενον, ὑποψήλῃ τὰ οἰκεῖα καθ᾿ αὑτὸν δυσπραγήματα, συνερίθῳ τῇ κιθάρᾳ χρώμενος, τῷ δὲ σπόγγῳ ἀποψήσῃ τὰ τῶν δακρύων ἀποκρουνίσματα, ἅπερ ὡς ἐκ πέτρης γλαφυρῆς τῶν ὀμμάτων ἐκείνου ἀπελείβετο, ἀλλὰ πράως ἤνεγκε τὰ συμπίπτοντα, μὴ καταστενάζων τῆς προνοίας, μηδ᾿ ἐς τὸ τῆς τύχης ἄστατον καὶ παλίνστροφον ἀπολύων τὰ καθ᾿ ἡμᾶς, τὴν δὲ τῶν προσόντων ἐκείνῳ ἀφαίρεσιν ὡς οὐδὲ κτῆσιν ἄλλος τις ἐλελόγιστο.

Ἐπεὶ δὲ τῆς Δράμας ἀπάραντες εἰς Μοσυνόπολιν ἀφικόμεθα καὶ τῷ Παπυκίῳ προσβαίνειν ἐμέλλομεν, ὡς ἂν τὰ τῶν μοναχῶν προσταχθὲν οὕτω τελέσωμεν ἐπ᾿ αὐτῷ, τότε πεπονθώς τι ἀνθρώπινον ἐπὶ συννοίας ἦν καὶ ὑπεγνοφοῦτο τὸ πρόσωπον διοίσειν οὐκ ἔχων τὰ ἔνδοθεν θλίβοντα. ἐγκειμένου δέ μου καὶ τὴν αἰτίαν πυνθανομένου τῆς ἐξάπινα μεταβολῆς, “οὐ τὸ σχῆμά” φησιν, “ὦ λῷστε, δέδια (τί γὰρ τὸ διαθροοῦν ἔχει τῶν χρωμάτων ἡ ἄμειψις;), ἀλλὰ τὰ ἐπὶ τῷ σχήματι πεφρικώς εἰμι ἐπαγγέλματα καὶ τὸ μὴ εὔθετον εἰς τὴν τῶν οὐρανῶν εἶναι ὁπωσοῦν βασιλείαν τὸν βαλόντα χεῖρα ἐπ᾿ ἄροτρον καὶ μεταστραφέντα φρενοβλαβῶς”.

Καὶ ὁ μὲν τοσαῦτ᾿ εἰπών, καὶ ἄλλως ὢν ἀποφθεγματικός, οὐχ ἑκοντὶ τὸ κατὰ Χριστὸν ὑπέδυ τριβώνιον μηδ᾿ ἄκροις ὠσὶ τὰ ἐπᾳδόμενα ἐνηχούμενος, μόνον δ᾿ ἐν χρῷ κουρίας ὁ ἀκερσεκόμης γενόμενος καὶ μετονομασθεὶς Ἀθανάσιος. θαυμάσαι δ᾿ ἄν τις ἐκεῖνο, μηδὲ τυχαίως εἴπῃ συμβῆναι· ἐκ γὰρ ἁπασῶν τῶν κατὰ τὸν Παπύκιον μονῶν ἐκείνην κατοικεῖν ᾑρετίσατο, καθ᾿ ἣν ὁ πρωτοστράτωρ πρώην Ἀλέξιος τὴν κοσμικὴν ἀπεκείρατο τρίχα παρὰ τοῦ βασιλέως συλληφθεὶς Μανουὴλ δι᾿ αἰτίαν μὲν οὐδ᾿ ὅλως πρόδηλον, ὡς ἐν τοῖς περὶ τούτου εἴπομεν λόγοις, ὅτι δ᾿ ἐβεβρίθει πλούτῳ πολυταλάντῳ καὶ ἦν ἱκανὸς βουλεύσασθαι καὶ καταπράξασθαι περιδέξιος· τὴν γὰρ ἐκ τῶν πατρικῶν ὀμφάκων πρὸς τοὺς υἱεῖς μεταρρέουσαν αἱμωδίαν καὶ ὁ Κομνηνὸς οὗτος Ἀλέξιος, ὡς ἔοικε, παθεῖν κατακέκριτο.

Ἀλλ᾿ οὔπω τρεῖς μῆνες παρίππευσαν, καὶ βασιλεὺς αὐτὸν ἐκεῖθεν ἀνακαλεσάμενος πάλιν ἔδειξεν ἐξ ὧν ἔδρασε μὴ σὺν λόγῳ τὰς οἰκείας πράξεις ποιεῖσθαι καὶ διὰ τοῦτο χαίρειν ταῖς ἀγχιστρόφοις μεταβολαῖς κατὰ τὸν τῆς Αὐλίδος παλιρρόθιον πορθμόν· παραλαμβάνων γὰρ τὸν Ἀλέξιον σύσσιτον νώτοισι διηνεκέσι κρεῶν γέραιρε, ὡς Ἀγαμέμνων πάλαι τὸν Αἴαντα, καὶ ἐνάγων πρὸς τὴν τῶν προκειμένων ἐδεσμάτων ἀνυπόστολον ἔφαψιν “φάγε, καθηγούμενε” πολλάκις ἐπέλεγεν.

Οὐ τὸν Ἀλέξιον δὲ [μόνον] καὶ τὸν Ἀνδρόνικον οὕτως διέθετο, ἀλλὰ καὶ Κωνσταντῖνον τὸν Ἀσπιέτην, ὑπερφθεγξάμενον τοῦ στρατεύματος, οὗ ἡγεμόνευε τὸν κατὰ τῶν Βλάχων μετιὼν πόλεμον, καὶ φήσαντα μόνον ὡς οὐ φέρειν ἔχουσιν οἱ στρατιῶται λιμῷ καὶ Βλάχοις διαμιλλᾶσθαι, δυσὶ δυσαπαντήτοις κακοῖς, ἀλλὰ χρεὼν αὐτοῖς παρασχεθῆναι τὰ ἐπέτεια σιτηρέσια, τὸν θυμὸν ἐκκόψαι μὴ δυνηθεὶς κατέσχε τε αὐτίκα μεταστήσας τῆς ἀρχηγίας καὶ τοῦ φωτὸς τῶν ὀμμάτων ἐστέρησεν, ἀναταράττειν ὑποπτεύσας τὸν ἄνδρα τὴν στρατιὰν τῷ τῆς ὑπερηγορίας προσχήματι.

Ὁ δὲ τοῦ Κομνηνοῦ Ἀνδρονίκου υἱός, ὃν προσεχῶς εἰρήκειμεν, οὐκ οἶδ᾿ εἴτε τῆς πατρικῆς ἀποστασίας ἀναπληρῶσαι τὸ μέτρον βουλόμενος, εἴτε τῷ τεκόντι ἐπαμῦναι προθέμενος, πρόσεισι μετὰ βραχὺ τῆς τοῦ πατρὸς πηρώσεως τῷ Μεγίστῳ Ναῷ, ποθῶν ἐκεῖθεν εἰς βασιλείαν ἀναρπασθῆναι καὶ ἀναρρηθῆναι πρὸς τοῦ συνειλεγμένου λεώ. ἀλλ᾿ οὔπω τοῖς συνελθοῦσι κατὰ τὸ τέμενος ὁ τρόπος ἔγνωστο, καθ᾿ ὃν ἐκεῖσε εἰσέδραμε, καὶ χειροῦται ὡς ἀποστὰς καὶ στέρεται τοῦ φωτός, μὴ ταῖς τῶν προεισιόντων καὶ τῶν κατὰ σκοπὸν ἀποπεσόντων ποιναῖς παιδευθείς. καὶ δέον ἄλλον τινὰ εἶναι τὸν ὕστατα τιμωρούμενον ὡς βασιλείας ἐρῶντα καὶ τῷ τεμένει προσιόντα, οὗτος ἐπισφράγισμά τι καὶ τελευτὴ γέγονε τῶν ἀποστατῶν· οὐ γὰρ ἔκτοτέ τις τὴν αὐτὴν βαδίσαι προέθετο.

Ὡς δὲ τὰ κατὰ δύσιν χειρόνως εἶχον ἀεὶ καὶ οἱ Βλάχοι ληϊζόμενοι μετὰ Κομάνων καὶ δῃοῦντες τὴν ὑπὸ Ρωμαίους ἐπῄεσαν συνεχῶς, ἔξεισιν αὖθις ὁ βασιλεὺς κατ᾿ αὐτῶν. καὶ δὴ τὴν Ἀγχίαλον παραλλάξας ἐκ περιελεύσεως τὸν Αἷμον εἴσεισι. μηδέν τι δ᾿ ἔχων παρουσίας βασιλέως ἄξιον διαπράξασθαι δυσὶ μησὶ τὴν ἐκστρατείαν ἀφώρισε. τὰ γὰρ ἐκεῖσε φρούρια καὶ πολίχνια ἰσχυροτέραν τῆς προτέρας εὗρε περιβεβλημένα ἰσχὺν καὶ τείχεσι νεοδμήτοις καὶ ἀρτιστεφέσι προσδιειλημμένα βάρεσι καὶ τοὺς ἔξωθεν ἀμυνομένους ὡσεὶ καὶ ἐλάφους ἐπὶ τὰ ὑψηλὰ τοὺς πόδας ἱστῶντας καὶ δίκην αἰγάγρων κρημνοβατοῦντας καὶ τὴν εἰς χεῖρας συμπλοκὴν ἀλυσκάζοντας. τὸ δὲ καὶ Σκυθῶν ἐπιδρομὴν ὑφορᾶσθαι τὸν αὐτοκράτορα (ἦν γὰρ ὁ καιρὸς εἰς τὴν τούτων περαίωσιν οὐκ ἀνάρσιος) ὀξεῖαν τὴν ἐκεῖθεν ἠνάγκασε ποιῆσαι μετάβασιν.

Οὐκοῦν μὴ δι᾿ ἐκείνης ἀναχωρήσειν προθέμενος, δι᾿ ἧς εἰσελήλυθεν, ἀλλ᾿ ἐπιτομωτέραν ἄλλην μεταλλεύων καὶ ἣν τέμνων εἰς Βερόην διὰ τῶν ἐκεῖσε τεμπῶν ὑποκαταβήσεται, τό τε πλεῖον ἀπώλεσε τοῦ στρατεύματος καὶ αὐτός, εἰ μὴ Κύριος ἦν ἐν αὐτῷ, τῷ ᾅδῃ παρῴκησεν ἄν. δέον γὰρ διὰ τῆς εὐρυνομένης ἐνιαχοῦ καὶ ἐνδιδούσης ἱκανῶς ἐνιππάσασθαι πορευθῆναι, τρυμαλιᾷ δυσβάτων χωρίων καὶ ὀρεινῶν αὐλῶνι παρόδων παρενέβυσεν ἑαυτὸν καὶ τὴν στρατιάν. παρέρρει δὲ κατὰ τὸν ἐκεῖ χῶρον καὶ ὑδάτιον ἐκ χειμάρρου.

Προῆγον μὲν οὖν ὁ πρωτοστράτωρ Μανουὴλ ὁ Καμύτζης καὶ ὁ Κομνηνὸς Ἰσαάκιος, ὁ τοῦ ὕστερον βασιλεύσαντος Ἀλεξίου γαμβρὸς ἐπὶ θυγατρί, ὠπισθοφυλάκει δὲ ὁ σεβαστοκράτωρ Ἰωάννης ὁ Δούκας, ὁ πρὸς πατρὸς θεῖος τοῦ βασιλέως. τὸ δὲ μέσον ἐπεῖχε τῆς φάλαγγος, ἧς ἐπίπροσθεν ὥδευε τὰ σκευοφόρα καὶ τὸ ἑπόμενον ἔξω τάξεως ὑπηρετικόν, αὐτός τε ὁ βασιλεὺς Ἰσαάκιος καὶ ὁ τούτου αὐτάδελφος ὁ σεβαστοκράτωρ Ἀλέξιος. οἱ δὲ βάρβαροι παρ᾿ ἑκάτερα τῆς στενῆς ἐκείνης παρόδου φαινόμενοι δῆλοι ἦσαν ἀεί τι τελέσοντες δεινόν.

Τὰ μὲν οὖν προπορευθέντα στρατεύματα παρήλθοσαν ἀμαχεί, μήπω τῶν Βλάχων ἀπηντηκότων κατὰ τὰ στενὰ τῆς ὁδοῦ, καὶ ἄλλως δὲ κρινάντων ἐπιεικῶς ὠφέλιμον τοὺς πρώτως παριόντας ἀναιμωτὶ τὰς ἄκρας ὑπερβαλεῖν, τῷ δὲ μέσῳ συνεπιστῆναι καὶ προσαράξαι σφᾶς τῆς φάλαγγος, καθ᾿ ὃ πάρεστι βασιλεὺς καὶ ἡ τούτου θεραπεία καὶ ὁπόσον αὐτῷ κατὰ γένος ἐπίσημον προσεφέπεται. καὶ οὐκ ἐψεύσθησαν τῶν κατὰ σκοπόν. ἐπειδὴ γὰρ προυχώρησεν ἐς πολὺ τοῦ χαλεποῦ ἐκείνου τόπου καὶ μηδαμῇ διάφευξιν ἔχοντος ὁ αὐτοκράτωρ, οἱ βάρβαροι τηνικαῦτα μεθ᾿ ὅτι πλείστου ὁμάδου ἐπέθεντο. ἀλλ᾿ οὐδ᾿ οἱ τοῦ πεζικοῦ Ρωμαϊκοῦ στρατεύματος ἐπὶ τούτοις ἠμέλουν, ἀλλὰ καὶ αὐτοὶ μὴ ἐγκυκλωθῆναι σπεύδοντες πρὸς τὸ ἄναντες ἐφορμῶντες τοῦ χώρου ἀνέστελλον, εἰ καὶ πονήρως μάλα καὶ ἐπικινδύνως, τοὺς ὑποκατιόντας τῶν ἀκρωρειῶν. ὡς δ᾿ ἐβιάζοντο τῷ πλήθει καὶ τοῖς ἐπικυλιομένοις λίθοις κακῶς ἔπασχον, ἐνεδίδοσαν εἰς τροπήν, πλὴν ὑφειμένως καὶ τότε οὐδ᾿ ὑπεράγαν, καὶ τοῦτο οὐκ ἐπὶ πολύ· τὸ γὰρ ἀεί τι τοὺς ἀλλοθρόους πλεονεκτεῖν, ἐπιβρίθοντάς τε καὶ κατὰ πλείονας ἐγκειμένους, ἐπικατέβαλέ σφας ἀκόσμως τῇ στρατιᾷ.

Τὸ δ᾿ ἀπὸ τοῦδε συγχύσεως γενομένης καὶ πάντων σώζειν ἑαυτοὺς προθεμένων, ὡς θρέμματα κατακλεισθέντα σηκῷ κατῄκιζον οἱ πολέμιοι τὸν ἐπικαταλαμβανόμενον καὶ ἀεὶ τὸν ἐν χερσὶν ἔκτεινον. ἀμύνων δὲ οὐδεὶς ἦν, οὐδ᾿ ἠδύνατο. βασιλεὺς δὲ αὐτός, ὡς ἐν ἄρκυσι μέσος ληφθείς, πολλάκις μὲν ἀπώσασθαι τὸ καθ᾿ αὑτὸν ἐπιὸν ἀπεπειράσατο βάρβαρον, σὺν δὲ τῷ μηδὲν ἀνύειν καὶ τὸν τῆς κεφαλῆς ἀπεβάλετο κάσιν. πολλῶν δὲ καὶ κρατίστων συνειλεγμένων περὶ αὐτὸν καὶ πολλὰ μὲν ἀνῃρηκότων ὑποζύγια, ὡς δέ φασι καὶ στρατιώτας Ρωμαίους, ὁπόσοι τῇ παρόδῳ διὰ τὴν συμπίλησιν προσίσταντο, οὕτως αὐτῷ ἡ ἔξοδος διηυμάριστο καὶ σέσωστο μόνος ἀπολωλότων πολλῶν. καὶ ὁ μὲν τοῖς προηγησαμένοις συναφθεὶς τάγμασιν ἔθυε σῶστρα Δαυιτικῶς τῷ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ κατὰ τὸν τότε πόλεμον ἐπισκιάσαντι σωτῆρι θεῷ· ὁ δὲ σεβαστοκράτωρ ὁ Δούκας μὴ βατὰ καθορῶν τὰ ἐν ὄψεσιν ἄλλην ἐβάδισεν ἀγαθοῦ τινος ἡγεμόνος εὐπορήσας, ὃν τοῦ κατ᾿ αὐτόν τις στρατεύματος, Λιτοβόης τοὔνομα, ἐκ τοῦ τῶν βαρβάρων τάγματος προσδιαλεξάμενος ἐπεσπάσατο, καὶ δι᾿ ἐκείνης ἀπείρατος ἐξῆλθε κακοῦ.

Βασιλεὺς δὲ διὰ τοῦ λεγομένου Κρηνοῦ πρὸς τὴν Βερόην ἀποσωθεὶς εὗρε τὴν προεξελθοῦσαν ἀπαθῶς στρατιὰν οὐκ ἀγαθὰ φανταζομένην περὶ αὐτοῦ· διεθρυλλεῖτο γὰρ ὡς καὶ αὐτὸς τῷ λοιπῷ συναπολώλει στρατεύματι. διὰ γοῦν τὸ τῆς φήμης ἄγνωμον ὀλίγας ἡμέρας τοῖς ἐκεῖ που προσδιατρίψας μέρεσι πρὸς τὴν τῶν πόλεων ἐπάνεισι βασιλίδα. ἡ μέντοι ἀπευκταῖα περὶ τοῦ κρατοῦντος ᾄδουσα φήμη ὑφ᾿ ἑτέρας ἀγγελίας παρευδοκίμητο, ἣν πτερώσας ὁ βασιλεὺς ἀφῆκε κατὰ τὸν Καρχηδόνιον Ἄννωνα τὰς πόλεις ἐπιοῦσαν νικητὴν διαγορεύειν αὐτόν. ἀλλ᾿ οὔτε Ἄννων ἐπὶ πολὺ ὤνατο τῆς τῶν ᾠδικῶν ὀρνίθων συλλογῆς, οὓς μετὰ τὸ διδαχθῆναι διὰ μειρακυλλίων ὡς “ὁ Ἄννων θεός”, ἐνδελεχῶς παρακαθημένων αὐτοῖς καὶ τοῦτο ὑποβαλλόντων ἀεὶ μάθημα, διαφῆκεν ἄλλοσε ἄλλον, ὡς ἁπανταχῇ διαρρεύσῃ τὸ ὑπὲρ αὐτοῦ τῶν ὀρνίθων μέλος· λύσαντες γὰρ τὸ πτερὸν οὐκέτι Ἄννων ᾖδον θεός, ἀλλὰ τὰ τῶν ὀρνίθων καὶ πάλιν ἐμουσούργουν ὡς πρότερον· οὔτε βασιλεὺς ἐς μακρὸν τῆς εὐαγγέλου φήμης ἀπέλαυσεν· ἡ γὰρ πτῶσις πολυάνθρωπος γενομένη τὰς πόλεις ἐπιστεναχούσας ἐδείκνυ καὶ τοὺς ἀγροὺς κῶμον κωμάζοντας ἄγριον.

Εἰσιὼν δὲ τὴν τῶν πόλεων ἄρχουσαν ὑπεχάλασέ τι μικρὸν τῆς ὀφρύος καὶ ἦν ἐπὶ τοῖς συμβεβηκόσι τούτοις δακνόμενος. πρώην δὲ οὐχ οὕτως διέκειτο, ἀλλ᾿ ἀπαίρων κατὰ βαρβάρων τὰ προφητικὰ ἐκεῖνα εἰς ἑαυτὸν ἐφελκόμενος ῥήματα ᾤετο ἐν εὐφροσύνῃ ἐξελεύσεσθαι καὶ ἐν χαρᾷ εἰσελεύσεσθαι καὶ ὡς τὰ ὄρη καὶ οἱ βουνοὶ ἐξαλοῦνται προσδεχόμενα αὐτὸν ἐν χαρᾷ καὶ πάντα τὰ ξύλα τοῦ δρυμοῦ ἐπικροτήσει τοῖς κλάδοις καὶ ἀντὶ στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ κονύζης ἀναβήσεται μυρρίνη, ἐπεὶ καὶ ἀλλοκότοις δόξαις περὶ ἑαυτοῦ συγκεκρότητο. καὶ πολλάκις τὰ ἐν μυχῷ καρδίας ἐπηλυγαζόμενα ἐξαγγέλλων ἐφθέγγετο μὴ διὰ τὰ κοινῶς ὑφ᾿ ἡμῶν ἡμαρτημένα καὶ Θεοῦ κρίσιν πάντας καταλιπεῖν βαρυνθῆναι τὸ οὖς Κυρίου τοῦ μὴ ἀκούειν ἡμῶν καὶ παραδοθῆναι ἡμᾶς εἰς μαστίγωσιν λαῷ μωρῷ καὶ οὐχὶ σοφῷ, ἀλλὰ τίνοντας δίκην τοῦ ὀπίσω Ἀλεξίου τοῦ Βρανᾶ πορευθῆναι ἀποστασίαν κατ᾿ αὐτοῦ νοσήσαντος τοιούτοις ἐκδεδόσθαι τοὺς προνομευομένους κακοῖς.

Ὢ τῶν τοῦ πονηροῦ σκεμμάτων τε καὶ ὑφηγημάτων, εἰ οὕτω τινὲς ὑπειλήφασιν ὡς εὐσεβῶν μυριάδας τῆς ὁποιασοῦν ὑπό τινος αὐτῶν παροινήσεως ἀντάλλαγμα καὶ ἀντίψυχον ἐκδίδωσιν ὁ θεὸς συγκινηθεῖσιν ἔθνεσι καὶ ὡς πρόβατα σφαγῆς παρίησιν ἀπάγεσθαί τε καὶ ἀποκτείνεσθαι. τίς γὰρ Ἱερεμίας πολύδακρυς ἐθρήνησεν ἂν ἀρκούντως τοὺς αἰχμαλωτιζομένους, τοὺς ἀναιρουμένους, τοὺς εἰς τὰς πορρωτέρω χώρας ἀποδιδομένους, καὶ τούτων ἐφ᾿ ὅσαις τὸ τοῦ Χριστοῦ μὴ ἐπικέκληται ὄνομα.

Οὐ ταῦτα δὲ μόνον διεξιὼν ἦν παραβόλως, ἀλλ᾿ ὅτι καὶ μοναρχίαν περιβαλεῖται δήπουθεν καὶ θηλάσει γάλα ἐθνῶν καὶ αὐτὸς ἐσεῖται τὴν Παλαιστίνην ἐλευθερῶν καὶ τὴν δόξαν τοῦ Λιβάνου κτώμενος καὶ τοὺς Ἰσμαηλίτας ὑπὲρ τὸν Εὐφράτην κεραΐζων καὶ ληϊζόμενος καὶ τὸ βαρβαρικὸν κύκλῳ ἀνακαθαίρων. προσεπῆγε δὲ ὡς καὶ οἱ τότε ὑπ᾿ αὐτὸν ἡγεμόνες οὐκ ἔσονται τοῖς σήμερον ὅμοιοι, ἀλλ᾿ ἰσχὺν περιβαλοῦνται πλείστην καὶ πλοῦτον ἐθνῶν ἔδονται καὶ τὰ πάχη αὐτῶν ἐκμυελιοῦσιν εἰς τὴν αὐτὴν ῥηξὶ καὶ τοπάρχαις ἐξουσίαν καὶ περιφάνειαν καθιστάμενοι.

Ἐλέγετο δὲ πάντων τούτων ὑφηγητὴν Ἰσαακίῳ καθεστάναι τὸν πατριάρχην Δοσίθεον, ὡς σῆτα ταῖς κενοφωνίαις ταύταις τὴν ἐκείνου φύσιν πρὸς τὰ καινὰ τῶν ἀκουσμάτων οὖσαν κατάρροπον ὑπεισιόντα καὶ κατεσθίοντα, ἢ μᾶλλον ὡς αἱ τίτθαι τὰ βρεφύλλια ἐπικλινῆ τιθέναι πρὸς ῥᾳστώνην καὶ βίον ἐξημβλυμένον ἀναπεπτωκότα τε ποιεῖν τὸν βασιλέα τοῖς τῶν τοιούτων μυθολογημάτων ἐπᾴσμασιν, οἷα δὴ καὶ μηδὲν αὐτουργοῦντος αὐτοῦ, τῆς δ᾿ ὡρισμένης ἐπιστάσης ὑποκεισομένων αὐτῷ πασῶν τῶν βασιλειῶν, καθ᾿ ὃν δὴ τρόπον καὶ οἱ πάλαι ζωγράφοι Τιμόθεον ἔγραφον αὐτὸν μὲν καθεύδοντα, τὴν δὲ τύχην περιιοῦσαν καὶ εἰς ἕνα κύρτον τὰς πόλεις ἐμβάλλουσαν καὶ προσάγουσαν αὐτῷ καὶ παραδιδοῦσαν.

Τὸ δὲ δὴ θαυμάζεσθαι ἀξιώτερον, ἔλεγε διαρρήδην ὡς ὁ Κομνηνὸς Ἀνδρόνικος, ὃν αὐτὸς τοῦ ἄρχειν καθελὼν εἰς θάνατον ἐξέδωκε πόνηρον, ἐνναετίσειν ἤμελλε τῇ βασιλείᾳ Ρωμαίων, συνέστειλε δὲ τὴν ἐκείνου ἐννεαρχίαν εἰς τριετίαν θεὸς ὡς ὄντος κακοεργοῦ, ἀμέλει τοι καὶ ὡς ῥάκος πορφύρᾳ ἐπιβέβληνται τῇ αὐτοῦ ἀρχῇ καὶ οἱ ἐκείνου ἓξ λυκάβαντες καὶ μέλλει κατὰ τούτους αὐτὸς τοὺς χρόνους μὴ εἶναι πάνυ τι ἐπιεικής τε καὶ μέτριος, μηδ᾿ ὡς ἐπίπαν ταῖς ἀγαθοπραξίαις γαννύμενος, ὡς τῶν κακοποιῶν Ἀνδρονίκου ἐνιαυτῶν πρὸς τὴν ἐκείνου μεθελκόντων φύσιν αὐτὸν καὶ ἀντισπώντων ἀναγκαστῶς. ταῦτα δὲ εἰ τὴν πάλαι σεσηπυῖαν εἱμαρμένην ἀνίστησι καὶ συνίστησι τὴν ἀναγκαίαν καὶ Ἀνδρονίκῳ χαρίζονται τὸ ἀνέγκλητον ὡς κατὰ χρόνους ἄρξαντι κακοποιούς, παρίημι τοῖς βουλομένοις σκοπεῖν. ἐπεὶ δὲ οἱ ἓξ παρήλθοσαν ἐνιαυτοί, ἔδειξεν ἐκ τῶν πραγμάτων αὐτῶν μὴ τὴν χρονικὴν περίοδον, ἀλλὰ τὴν γνωμικὴν ἰδιότητα ὑποβάλλειν καὶ ὑποτιθέναι τὰ βουλητέα τισίν· ἀγαθὰ γὰρ ἐπαγγελλόμενος μείζονα τοῖς ὑπηκόοις εἰς τοὺς μετέπειτα ἐνιαυτοὺς οὐδέν τι τῶν προτέρων εἰργάσατο ἄμεινον.

Οἱ μέντοι Βλάχοι τῷ ἀεὶ νικᾶν ἐπαιρόμενοι καὶ πλοῦτον ἁβρὸν καὶ παντοῖον ὁπλισμὸν ἐκ τῶν Ρωμαϊκῶν λαφύρων περιβαλλόμενοι ἀκατάσχετοι τὰς ὁρμὰς ἐγεγόνεισαν καὶ οὐκέτι κώμας καὶ ἀγροὺς ἐληΐζοντο ἐπιόντες, ἀλλὰ καὶ κατὰ τῶν μεγαπύργων ἐφωπλίζοντο πόλεων. τήν τε οὖν Ἀγχίαλον ἐξεπόρθησαν καὶ τὴν Βάρναν παρεστήσαντο καὶ κατὰ τὴν Τριάδιτζαν ἀφικόμενοι, ἥ ἐστιν ἡ πάλαι λεγομένη Σαρδική, τὸ πλεῖον ταύτης μέρος ἠφάνισαν. καὶ αὐτὸ δὲ τὸ Στούμπιον τῶν ἐνοικούντων ἐκένωσαν καὶ εἰς τὸν Νῖσον ἀφιγμένοι κἀκεῖθεν οὐκ ὀλίγην λείαν ἀνθρώπων τε καὶ ζώων ἐπεσπάσαντο.

Μὴ ἔχων δ᾿ ὁ βασιλεύς, ὡς οἷα ὑπὸ μελισσῶν κηρίον κυκλούμενος, τίνι τῶν κακῶς πασχόντων ἐπαρήξειε πρότερον ἢ τίνι τελευτῶν βραβεύσοι τὴν σύναρσιν, εἰς ἀρχηγοὺς μερίζει τὴν στρατιάν. ἀμέλει καὶ τὴν Βάρναν ἀνέκτισε καὶ ἐπύργωσε τὴν Ἀγχίαλον καὶ φρουρὰν αὐταῖς ἐγκατέστησε. καὶ ἐδόκει μὲν οὐκ ἄπο προμηθείας εἶναι ταῦτα βασιλικῆς, ἦσαν δὲ καὶ οὕτως τὰ τῶν ἐναντίων αὖθις ἐπικρατέστερα.

Ἐξιὼν δὲ καὶ αὐτὸς κατὰ τὰς μετοπωρινὰς τροπὰς περὶ τὴν Φιλίππου καὶ τὴν γυναικωνῖτιν συνεπαγόμενος, ὡς ἐνόν, ἀνέστελλε τὰς τῶν Βλάχων καὶ Σκυθῶν ἐπιδρομάς. κακουργοῦντος δὲ τοῦ τῶν Σέρβων ζουπάνου καὶ τὰ Σκόπια φθείροντος, ἄπεισι κατ᾿ αὐτοῦ· καὶ ὡς συνερρώγεσαν αἱ τάξεις κατὰ τὸν Μοράβον λεγόμενον ποταμόν, ἐνέκλιναν οἱ βάρβαροι, καὶ καταδιώξεως γενομένης, οὐκ ὀλίγοι τούτων ἀφανισμῷ παρεδόθησαν ὕδασι καταβαπτιζόμενοι καὶ δόρασι διαπειρόμενοι. παρελθὼν δὲ τὸν Νῖσον καὶ περὶ τὸν Σάουβον γενόμενος ποταμὸν τῷ οἰκείῳ συνέμιξε κηδεστῇ τῷ τῆς Οὐγγρίας ῥηγὶ τῷ Βελᾷ. καὶ συχνὰς ἐκεῖσε διατρίψας ἡμέρας ἐπάνεισιν αὖθις εἰς Φιλιππούπολιν κἀκεῖθεν τὴν μεγαλόπολιν εἴσεισιν ἐκκλίνων τὴν εἰς τὸν Αἷμον πάροδον.

Εἰς δ᾿ ἑτέραν τῶν κατὰ Φιλιππούπολιν ἀπιδὼν κυβέρνησιν, ὡς τῶν ἐκεῖσε μάλιστα κακῶς πασχόντων ἀεί, στέλλει τὸν οἰκεῖον ἐξάδελφον Κωνσταντῖνον, ὃν καὶ δοῦκα τοῦ στόλου προυβάλετο, εἰς στρατηγὸν ἀποτάξας. ὁ δὲ κἂν οὔπω ὑπεραναβεβήκει τὸν μείρακα, τὸ γοῦν θυμοειδὲς παραδεικνύων, ὡς οἱ τῶν λεόντων σκύμνοι τὴν ὀφρὺν εὐθὺς ἐκ γενέσεως καὶ τῆς ἐπαυχενίου κόμης τὸ λάσιον καὶ τὰς τῶν ὀνύχων ἀκωκάς, οὕτω πρὸς ὑπακοὴν καὶ δέος τὸ συνὸν αὐτῷ ἐρρύθμισε στράτευμα, ὡς νεύματι μόνῳ πείθεσθαί οἱ καὶ ἐννοήματι καὶ πρὸς τὰ ἐπιταττόμενα ῥᾳδίως ὑπάγεσθαι. ἐστρατήγει οὖν μετὰ τῆς φυσικῆς ὀξύτητος. εἰ δέ που ἡ νεότης σφαδάζουσα ἐξέπιπτε τοῦ καθήκοντος, ἡ τῶν ἐκείνῳ συνεζευγμένων ὑποστρατήγων ἐμπειρία ταύτην ἀνασειράζουσα μὴ ὅρους ὑπερβαίνειν ὑπετίθει τοὺς τακτικούς. ἔπτηξαν οὖν αὐτὸν οἱ ἀποστάται Βλάχοι ὅσον οὐδ᾿ αὐτὸν τὸν βασιλέα ὀπτανόμενον κατεπλάγησαν καὶ πολλάκις ὁ Πέτρος σὺν τῷ Ἀσὰν κείρειν τὰ κατὰ Φιλιππούπολιν καὶ Βερόην προθέμενοι οὐκ ἔλαθον ἐξιόντες τὸν Κωνσταντῖνον, ἀλλ᾿ ἐφέποντα εἶχον καὶ τὰς ἐκείνων κλονοῦντα φάλαγγας, ὥστε οὐχ ὡς πρότερον συχνὰς ἐποίουν τὰς ἐκδρομάς.

Ἀλλὰ δέον τὰ λυσιτελῆ ταῦτα τῇ πατρίδι καὶ ταῖς ἐκεῖσε πόλεσιν αἱρεῖσθαι τὸν Κωνσταντῖνον, ὁ δὲ τὴν ἐναντίαν ἐτράπετο. ἐπαρθεὶς γὰρ τοῖς μικροῖς ἀγωνίσμασι τούτοις ὡς τὰς φρένας ἀστατῶν τῇ νεότητι ἤρξατο ὑποποιεῖσθαι τοὺς συνόντας αὐτῷ ἀρχηγοὺς κἀκ τῶν ἐγχωρίων στρατιωτῶν ὁπόσους τὸ γένος αἰδεσίμους ἐγίνωσκε καὶ περιδεξίους εἰς ἔργα πολέμια. οὐκοῦν καὶ βραχεῖαν ἐκ τούτων ῥοπὴν ἐσχηκὼς πρὸς τὴν τῶν κατ᾿ ἔφεσιν ἐκπεράτωσιν τῆς στρατηγίδος ἀνθαιρεῖται στολῆς τὴν βασίλειον καὶ τοὺς πόδας εἰς ἑτοιμασίαν τῆς τυραννίδος φοινικοβαφὲς ἀμφιέννυσι πέδιλον. καὶ παραδηλοῖ γράμμασι τὰ ἐπ᾿ αὐτῷ τετελεσμένα τῷ τῆς ἀδελφῆς γαμέτῃ, τῷ μεγάλῳ δομεστίκῳ τῆς δύσεως Βασιλείῳ τῷ Βατάτζῃ. τὸν δὲ οὐ μόνον οὐκ ἔσχεν ἐπαινοῦντα τὰ τετολμημένα ἢ προσσχόντα οἷς ἔπραττε νηπιωδῶς καὶ ἐπέστελλεν αὐθαδῶς εἰς Ἀδριανούπολιν τότε διάγοντα, ἀλλὰ καὶ μᾶλλον τὴν ἄκαιρον ὁμοῦ καὶ ἄλογον φιλοτιμίαν καταμωκώμενον καὶ ὡς ὅσον οὐδέπω ἀπολούμενον αὐτὸν ὀδυρόμενον· ὃ καὶ παρὰ πόδας ἐπηκολούθησεν.

Ἄρας γὰρ ἐκ τῆς Φιλίππου ἐπὶ σκοπῷ τοῦ κατ᾿ Ἀδριανούπολιν γενέσθαι καὶ μὴ ἑκόντα τὸν οἰκεῖον συμπαραλήψεσθαι γαμβρὸν τὸν Βατάτζην συλλήπτορα τοῦ ἔργου καὶ συνεπευδοκοῦντα τοῖς τελουμένοις καὶ φθάσας περὶ τὸ λεγόμενον Νεούτζικον (τόπος δέ ἐστιν οὗτος διοριστικὸς τῶν ἐπαρχιῶν ἀμφοτέρων, τῆς Ἀδριανοῦ φημὶ καὶ τῆς Φιλίππου) συλλαμβάνεται καὶ καταπροδίδοται βασιλεῖ παρ᾿ αὐτῶν ἐκείνων τῶν εἰς ἀποστασίαν ὑπονυξάντων καὶ ἀναγορευσάντων αὐτὸν αὐτοκράτορα. οἱ δ᾿ αὐτοὶ καὶ τὸν ὑπὲρ ἑαυτῶν ἀπόλογον ἐφ᾿ οἷς ἔδρασαν πρὸς τὸ εὔσημον μεθαρμόζοντες διεμηνύσαντο βασιλεῖ τὸ μὲν ὑποκλιθῆναι καὶ προσνεῦσαι τῷ ἀποστάτῃ μὴ καθ᾿ ἕτερον τρόπον ἐργάσασθαι ἢ τῷ συμμεταβεβλῆσθαι ἀθελήτως τῷ καιρῷ καὶ τοῖς πράγμασιν (ὁρᾶν γὰρ οὐκ ἀκίνδυνον αὐτοῖς καὶ ἀκόνδυλον τηνικαῦτα τὸ ἀντιτείνειν πρὸς τὰ παρὰ τοῦ Κωνσταντίνου ὑποβαλλόμενα· εἶναι καὶ γὰρ τῶν προηγησαμένων στρατηγῶν ἐπιχολώτατον καὶ τὸ ξίφος ἐκ τοῦ αὐτίκα γυμνοῦντα κατὰ τῶν μὴ ἐμμενόντων τοῖς αὐτοῦ δόγμασι), τὸ δὲ νῦν τελεσθὲν τῆς ἐς αὐτὸν ἐκεῖνον ἀκραιφνοῦς τεκμήριον πίστεως τὸ οἰκεῖον ἐνδειξαμένων, ὁπηνίκα εὐκαιρίας ἐλάβοντο. καὶ ᾔδει μὲν βασιλεὺς παλιμβόλων ἀνδρῶν τεχνάσματα ταῦτα καὶ κατεσχηματισμένα προβλήματα, ἐπαινέσας δ᾿ ὅμως τὸ γεγονὸς ὡς αὐτῷ ξύμφορον τῶν μὲν συναραμένων τοῦ ἔργου τῷ Κωνσταντίνῳ οὐδένα ἐκ τοῦ προδήλου παραλελύπηκεν, αὐτὸν δ᾿ ἐς τὸ φῶς ἐλυμήνατο.

Τοσοῦτον δ᾿ εὐφράνθησαν οἱ Βλάχοι καὶ ἠγαλλιάσαντο Πέτρος τε καὶ Ἀσὰν ἐπὶ τοῖς συμβεβηκόσι τούτοις τῷ Κωνσταντίνῳ, ὥστε κἀκεῖνον ἐπὶ τοῦ ἑαυτῶν ἔθνους ἔλεγον τῇ βασιλείᾳ ἐπιβαλεῖν καὶ βασιλέα μὴ ἔχοντα μειζόνως εὐεργετήσειν ἄλλως τοὺς Βλάχους τὰς κόρας ἐκκόψαι τοῦ Κωνσταντίνου, θυμοσοφοῦντες ἐν τοῖς τοιούτοις καὶ τὰ Ρωμαίων μυκτηρίζοντες πράγματα ἐπὶ τὸ κάταντες ἀεὶ προχωροῦντα καὶ ταῖς χείροσι μερίσιν ὑπενδιδόντα. οἱ δ᾿ αὐτοὶ καὶ τοῖς ἐκ φύτλης τῶν Ἀγγέλων τὴν τῶν Ρωμαίων χειρίζουσιν ἀρχὴν πολυετὲς ἐπηύχοντο κράτος, μηδὲ ἰδεῖν ποτε θάνατον, εἰ δυνατόν, ἐξελιπάρουν τὸ θεῖον, ἢ ἀφαίρεσιν τῆς βασιλείας παθεῖν· καὶ τὴν αἰτίαν προστιθέντες ἐχρηστηρίαζον οἱ κατάρατοι ὡς, αὐτῶν βασιλευόντων, ἔτι καὶ ἔτι τὰ τῶν Βλάχων εὐτυχοῦντα προσεπιδώσουσί τε καὶ μεγαλυνθήσονται, καὶ χώρας δὲ καὶ πόλεις ἀλλοτρίας ἐπικτήσονται καὶ ἄρχοντες ἐξ αὐτῶν καὶ ἡγούμενοι ἐκ τῶν μηρῶν αὐτῶν ἐξελεύσονται, οὐκ οἶδ᾿ ὅθεν καὶ ὅπως τὰ ἐσπουδασμένα ταῦτα διεξιόντες.

Ἔνθεν τοι καὶ οἱ μὲν ὡσεί τι ἐκπορθήσοντες φρούριον ἢ κώμας ἀναρπάστους θησόμενοι ἢ πόλεις ἀναστάτους δείξοντες μετὰ φάλαγγος ἐπῄεσαν Σκυθικῆς καὶ τὸ προστυχὸν ἅπαν ἐσίνοντο, ποτὲ μὲν τῇ Φιλίππου ἐπιόντες, ποτὲ δὲ τῇ Σαρδικῇ ἐφεδρεύοντες, ἐνίοτε δὲ κατὰ τὴν Ἀδριανούπολιν ἐξερχόμενοι· οἱ δὲ Ρωμαῖοι νωθέστερον ἐπεξῄεσαν, εἰ δέ ποτε καὶ ἀντετάχθησαν ἢ συνεπλάκησαν, κατὰ μετρητοὺς ἐκάκουν τοὺς ἀντιπάλους.

Ὁ δὲ βασιλεὺς οὗτος δολιχοδρόμῳ ἢ γοῦν σταδιεῖ προσεοικὼς εὐθὺς πρὸς τῇ νύσσῃ κατέπαυσε, τὸν τῆς ἀρίστης βασιλείας δρόμον τρέχειν ἀρξάμενος· οὐ γὰρ ἦν πολλοὺς ἀμφιιὼν κύκλους τῆς ἀρετῆς, ἀλλ᾿ ὡς ἀποκαμὼν ὑπεχαλάσθη τοῦ συντόνου τῆς ὁρμῆς καὶ τῆς ἐπαινετῆς ἐς ἅπαν ἐξενευρίσθη προθέσεως. οὐκοῦν πολλοῖς τὰ χαλινὰ καὶ τὰς ἡνίας ὑπαλλάξας τῆς βασιλείας, ὡς εἴπερ αὐτὸς ἀποπεφύκει πρὸς σπουδαίαν ἀρχῆς διοίκησιν, φέρων ἐνεχείρισε τὴν πάντων διεξαγωγὴν καὶ κυβέρνησιν καὶ τῷ πρὸς μητρὸς θείῳ Θεοδώρῳ τῷ Κασταμονίτῃ.

Ἦν δ᾿ οὗτος περὶ πραγμάτων ἐγχείρησιν καὶ μάλιστα περὶ τὰς δημοσίας συνεισφορὰς δεξιώτατος καὶ λόγων σοφωτέρων μέτοχος. ὃν καὶ λογοθέτην τῶν σεκρέτων προβαλόμενος ἤγετο ὑπ᾿ αὐτοῦ καὶ μετήγετο καθάπερ βασιλευόμενος, ὅθεν ὡς ἄν τις ἐν ὑπηρέτου μοίρᾳ καθήμενος πᾶν, ὅπερ ὑπ᾿ αὐτοῦ ἐπετάττετο, διεπράττετο σχεδὸν μηδὲν διακρίνων. νοσῶν δὲ τὰ ἄρθρα τῶν ποδῶν ὁ Κασταμονίτης φοράδην τὰ πολλὰ πρὸς τὸν κρατοῦντα εἰσήγετο ὑπὸ δυοῖν φορέων αἰρόμενος διὰ σκίμποδος ὡς οἱ τῶν οἴνων ἀμφορεῖς· καὶ συνομιλῶν βασιλεῖ τὰ πρόσφορα, ἢ μᾶλλον καπηλεύων τὰ Ρωμαίων πράγματα καὶ ὀλίγου ἀποδιδούς, αὖθις ἐξήγετο. οἱ δέ γε λαοὶ καὶ τὸ τῆς πολιτείας γερούσιον καὶ ὅσοι τῷ βασιλεῖ καθ᾿ αἷμα συνήπτοντο εἵποντο ἐκείνῳ καὶ προπέμποντες ἐκύκλουν τὸν νεκροφόρον ἄντικρυς ὀκλαδίαν, τὰς οἰκείας τύχας, οὐκ ἐκεῖνον ἀποκλαιόμενοι. οὐ γὰρ ἦν τι τῶν γινομένων ἐκείνου ἄνευ διαπραττόμενον, ἀλλ᾿ οὐδέ τις καὶ τῶν ἐν ὑπεροχαῖς συμμετεῖχε τῷ Κασταμονίτῃ καθέδρας, ἀλλὰ παρίσταντο πάντες δουλοπρεπεῖ σχήματι. καὶ ὁ κρατῶν ἐπὶ τούτοις οὐκ ἐδυσχέραινε καὶ τὴν οἰκείαν δόξαν ὁρῶν ἀναρσίως πρὸς ἕτερον μεταβαίνουσαν καὶ διαρπαζομένην τὴν βασιλείαν οὐμενοῦν οὐδέν τι πρὸς τὴν ἀτοπίαν ταύτην ἐφρόνει ἐνδόσιμον, ἀλλ᾿ ἦν τοῖς τελουμένοις ἐπευδοκῶν κατ᾿ οὐδένα πρόδηλον δίκαιον σκοπόν. προϊὼν δὲ καὶ φάλαρα ὀξυβαφῆ αὐτῷ ἐνέδωκεν ἔχειν, τοῦ ἱεροῦ σχοινίσματος ὄντι, καὶ ἐφεστρίδα τοιαύτην ἐν τῷ ἱππεύειν κεκτῆσθαι καὶ διὰ βαφῆς ὁμοίας ὑποσημαίνεσθαι τοὺς τόμους τῶν δημοσίων λόγων καὶ τὰ γραμμάτια. καὶ ἦν ὄντως τὰ πράγματα μετακεκλικότα πρὸς τὸ ἀσύνηθες καὶ τῇ ἰδίᾳ φύσει ἀντιτασσόμενα, ἕως τις νόσος φιλάνθρωπος τοὺς μὴ ἑαυτοὺς ἐλεοῦντας οἰκτειρήσασα ἐπέβρισε τῷ ἀνθρώπῳ ἐξ ὕλης μοχθηροτέρας, ἥτις τὰ ἄρθρα τοῦ σώματος ἀναμοχλεύουσα ἐπενέμετο καὶ ἐπέθετο τῷ λογιστικῷ κραταιότερον.

Ἦγε δὲ τότε πεντεκαιδεκάτην ὁ Αὔγουστος μὴν καὶ ὁ Κασταμονίτης μετὰ φυσήματος καὶ πολυοχλίας ἀρχικωτάτης τῇ μονῇ τῆς Παντανάσσης διὰ τῆς ἀγορᾶς ἐπεφοίτησε τὰ ὅσια τελέσων τῇ μεταστάσει τῆς θεομήτορος, ὅτε καὶ πρώτως ἀκούσας δεσπότης καὶ βασιλεύς, ἐπεὶ καὶ τοῦτο προσεφεῖτο ἐπιλέγειν τοῖς κόλαξι καὶ τοῖς αἰκάλλειν εἰωθόσι τοὺς δυναστεύοντας, ἔδοξε τοῖς κομψοτέροις τῶν συνελθόντων εἰς ἐπιληψίαν ἀποκλῖναι διὰ τὸ καινότερον τοῦ ἀκούσματος. ἀλλὰ καί τις τῶν τοῦ βήλου κριτῶν παρεστὼς (τὸ δὲ ὄνομα ἑκὼν ὑπερβήσομαι) διαχαλάσας τὴν ἐσθῆτα ἐδέσμει τὰς γαστροκνημῖδας τοῦ λογοθέτου τῇ ζώνῃ τῆς ὀσφύος, ἐπισχήσειν τὸ ἀνωφερὲς τῆς ὕλης ἐντεῦθεν πειρώμενος. πλὴν ὁ μὲν καὶ οὕτως ἀλύτως εἶχε τῆς τῶν φρενῶν παρακοπῆς, ὁ δὲ τὸν παρὰ πάντων εὖ μάλα ὠφλίσκανε γέλωτα διά τε τῶν ἱματίων τὸ ἄνετον καὶ τὸ τῆς γνώμης εὐάγωγον. ἀλλὰ τότε μὲν βραχύ τι καὶ ὅσον ἡδυτέραν τὴν ἡμέραν ὑπολογίσασθαι τῆς καχεξίας ἀνανεύσας πάλιν ἐμπέπτωκεν εἰς αὐτὴν καὶ μεθ᾿ ἡμέρας ἀπέρρηξε τὴν ψυχήν, καὶ ἄλλως ἀσθενικὸς ὢν τὸ σῶμα καὶ τὰ περὶ τὴν ἕδραν ὑπὸ νόσου πολύτρητος.

Ἐκδηλότερον δὲ τὸ αἶσχος ἐγγὺς τοῦ κάλλους ὁρώμενον. τοῦ γὰρ Κασταμονίτου τελευτήσαντος διαδέχεται τὴν βασιλέως εὔνοιαν νεανισκάριόν τι γραμματιστοῦ καὶ πινακιδίου δεόμενον.

Καὶ τούτου τὸν ἐν ἡμῖν βίον ἀπολιπόντος, παιδίον μικρὸν τὴν τῶν κοινῶν διοίκησιν ἀναζώννυται, οὔπω πέρυσιν ἀφειμένον δονακίσκου καὶ μέλανος, ὃς οὐ τὸν κρατοῦντα μόνον αὐτὸν ὡς τὸ κῆτος ὁ λεγόμενος προπομπὸς μετῆγεν, ὡς ᾑρεῖτο, καὶ περιέφερεν, ἀλλὰ μετῄει καὶ ὅσα τῶν στρατιωτικῶν εἰσι καταλόγων, ὡς εἴπερ ἐκ σπαργάνων αὐτῶν τῇ πηδαλιουχίᾳ τῶν μεγίστων ἐνετέθραπτο πραγμάτων ἢ τὰς κοσμικὰς φροντίδας ἠπίστατο πρὸ γενέσεως, καθὰ καὶ περὶ Σιβύλλης φασὶν ὡς ἅμα τε τῆς μητρῴας νηδύος ἐξώλισθε καὶ ἅμα περὶ τῆς τοῦ παντὸς ἐφιλοσόφει συστάσεως. πολλαπλασίονα οὖν καὶ οὗτος τοῦ Κασταμονίτου τὴν ἰσχὺν ἐνεδέδυτο κἀκεῖνα τῷ αὐτοκράτορι θεμιτά, ὁπόσα οἱ θελητὰ ἐδέδοκτο.

Καὶ ἦν βομβυλιὸς ἀτεχνῶς εἴτε κώνωψ ὠτίον περιβομβῶν λέοντος ἢ μυρμηκάνθρωπος μελάγχροος τὸ τῆς γῆς μέγιστον ἄχθος διακυβερνῶν ἐλέφαντα ἢ μήρινθος λεπτὴ ἀπὸ ῥινὸς ἐφέλκουσα κάμηλον, εἴπῃ δ᾿ ἄν τις οὐκ ἀκόμψως καὶ παχεῖα κυψελὶς περὶ τὸ τῆς βασιλικῆς ἀκοῆς ἐνσκήψασα ἕλιγμα καὶ τῶν ἑτέρωθεν ἐνηχουμένων τὴν εἰσροὴν ἀποφράττουσα, ἢ καὶ τεθλιμμένη παράθυρος καὶ στενὴ πυλὶς καὶ συνεπτυγμένη ὁδὸς εἰσάγουσα πρὸς τὰ βασίλεια. αἱ δ᾿ εὐρεῖαι τῶν εἰσόδων, δι᾿ ὧν προσεφοίτων πρότερον τοῖς κρατοῦσιν οἱ δεόμενοι, τέλεον ἐπεζυγώθησαν καὶ ταῖς μωραῖς τῶν παρθένων οἱ δι᾿ ἐκείνων εἰσελθεῖν πειρώμενοι ἐῴκεσαν ἀτεχνῶς, ὅτι μηδ᾿ ἦν ὁ κατ᾿ ἐκείνας τῷ κρούοντι ὑπανοίγων εἰ δέ τις ὀψέ ποτε διὰ τῆς τῶν πυλῶν συμμύσεως τοῖς ἐπιμένουσι τῷ κρούειν ἐπαπταίνετο, οὐδὲν μέντοι πρὸς τὴν πεῦσιν ἀπεκρίνετο, τὸ δ᾿ ἀπελθεῖν εἰσηγεῖτο κατὰ τὴν παραπυλίδα τὴν πλάγιον καὶ δι᾿ ἐκείνης εὐμαρῆ τὴν εἴσοδον εὕρασθαι καταθέμενόν τι τῶν ἐν τῷ κόλπῳ ἢ τὴν οἴκοι ἀποδόμενον δίπλακα.

Συνεμάχετο δὲ τῷ παιδιογέροντι τούτῳ πρὸς τὸ ὑπερφιλεῖσθαι παρὰ τοῦ αὐτοκράτορος καὶ εἷς ἀντὶ παντὸς λογίζεσθαι καὶ τὸ ἦθος μὲν σοφιστικὸν καὶ εὐτράπελον ὂν καὶ τὸ πολυειδὲς ὡσαύτως τῆς γνώμης καὶ ὕφαλον, ἐπεὶ καὶ κατηγόρει ταῦτα τούτῳ ἡ τῶν ὀφρύων γραμμὴ ξυνεχὴς φυεῖσα καὶ μηδέν τι μεταίχμιον ἔχουσα. πλέον δὲ μᾶλλον προσῳκείου τῷ βασιλεῖ τὸ ἐμπορικὸν φρόνημα καὶ ὁ ὑπεράπειρος λημματισμός· οὐ γὰρ μόνον τοῖς ἐξ ὕλης παντοίας στατῆρσιν ἐνσκολιευόμενος ὑφεῖρπε καὶ ἐνήδρευε τοῖς πρὸς δίαιταν, ἀλλὰ καὶ ποπάνοις ἐνελύττα καὶ ἐνέχαινε πέποσι καὶ ξύμπαν ἄλλο περιειργάζετο τῆς γῆς ὡραῖον ἐδώδιμον.

Ἀλλ᾿ ἐπανακτέον τὸν λόγον ἐκτραπόμενον τοῦ ἴχνους, ἐφ᾿ ὅπερ ὥρμησεν ἐξ ἀρχῆς. τὰ δ᾿ ἐφ᾿ ὅσον ἐνεδήμει χρόνον τῇ βασιλίδι τῶν πόλεων ὑπὸ τοῦ βασιλέως τούτου πραττόμενα, ὡς ἐκ πολλῶν ὀλίγα εἰπεῖν, οὑτωσί πως διετετράνωτο. ἐτρύφα καθ᾿ ἡμέραν λαμπρῶς παρατιθέμενος τράπεζαν Συβαρίτιδα καὶ τῶν ἡδυτάτων χυμῶν γευόμενος βουνίζων τε τοὺς ἄρτους καὶ λόχμην κνωδάλων ἰχθύων τε διάπλευσιν καὶ πόντον οἴνοπα δεικνὺς τὴν ἑστίασιν. ναὶ μὴν ἑτερημέροις ἐνευπάθει λουτροῖς ὠσφραίνετό τε μυρεψουμένων εὐωδιῶν καὶ ταῖς στακταῖς ἐρραντίζετο, ὡς ὁμοίωμά τε ναοῦ στολαῖς ἐξάλλοις ἐκέκαστο βοστρυχιζόμενος. ἐπιδεικτικός τε ἦν ὡς ταὼς ὁ φιλόκοσμος καὶ μὴ δὶς τὸν αὐτὸν χιτῶνα ἐνδιδυσκόμενος ἢ ὥσπερ ἐκ παστοῦ νυμφίος καὶ ὡς ἐκ λίμνης περικαλλοῦς ἥλιος προϊὼν καθ᾿ ἑκάστην τῶν ἀνακτόρων.

Χαίρων δὲ ταῖς εὐτραπελίαις καὶ τοῖς ἐκ τῆς ἁπαλῆς Μούσης ᾄσμασιν ἁλισκόμενος ἐγερσιγέλωσί τε ἀνθρωπίσκοις συμπαραφύρων οὐκ ἐπεζύγου κέρκωψί τε καὶ μίμοις καὶ παρασίτοις καὶ ἀοιδοῖς τὰ βασίλεια. τοῖς δὲ τοιούτοις ὁ πάροινος κῶμος συνέζευκται πάντως καὶ ἡ κατὰ τὰς κοίτας ἀσέλγεια συνεφέπεται καὶ ὅσα χρηστῆς καὶ ὑγιοῦς βασιλείας συνδιαφθείρει κατάστασιν. ἀτὰρ εἴρηκέ ποτε ἐπὶ δείπνου “ἐνέγκατέ μοι ἅλας”, παρεστὼς δὲ τῶν τότε μίμων ὁ χαριέστατος, ᾧ τὸ ἐπώνυμον Χαλιβούρης, περιβλεψάμενος τὸν τῶν γυναικῶν χορὸν ἐκ παλλακῶν καὶ συγγενῶν τοῦ βασιλέως κεκροτημένον “γνωσόμεθα” εἶπε “πρώτως ταύτας, ὦ βασιλεῦ· εἶθ᾿ οὕτως ἄλλας εἰσενεχθῆναι κέλευσον”. καὶ πρὸς τὸ ῥῆμα τοῦτο πᾶσαί τε καὶ πάντες ἐξεκάγχασαν· τῷ δὲ τρέπεται ὁ χρὼς καὶ μόλις τὸν θυμὸν ἐν πείσει κολάσας ἐμβριμήματι τὴν τοῦ γελωτοποιοῦ ἐλευθεροστομίαν ἀνέστειλε. μεταδιώκων δὲ τὰ τῶν χωρίων εὖ ἔχοντα καὶ ὥρας καὶ θέσεως ἐκ διαλειμμάτων εἰς τὴν μεγαλόπολιν ἐπανήρχετο καὶ κατὰ περιόδους ὡς ὄρνις ὁ Φοῖνιξ ἐπωπτάνετο.

Ὑπὲρ πᾶν δ᾿ ἕτερον τὰς τῶν ὑπερόγκων οἰκημάτων ἀνεγέρσεις περιεσπούδαζε μανικώτερον ἐπὶ τὰ ἐραστὰ ἐμπηδῶν, κἀν τοῖς πλείστοις τοῦ καθήκοντος ἐκφερόμενος. ἐντός τε οὖν τῶν βασιλείων ἀμφοτέρων λουτρὰ καὶ διαιτήσεις λαμπροτάτας ἐδείματο καὶ κατὰ τὴν Προποντίδα πολυτελεῖς δόμους ἀνήγειρε νησίδιά τε τὴν θάλασσαν ἀπογαιώσας εἰργάσατο. προθέμενος δὲ καὶ πύργον τεκτήνασθαι κατὰ τὸ ἐν Βλαχέρναις παλάτιον, ἅμα μὲν εἰς ἔρυμα τῶν ἀνακτόρων, ὡς ἔφασκε, καὶ ὑπέρεισμα, ἅμα δὲ καὶ εἰς ἐνοίκησιν ἑαυτῷ, ναούς τε κατὰ τὴν ἀκτῖνα πάλαι ἱσταμένους ἀτημελεῖς κατήρειψε καὶ τοὺς πλείστους τῶν κατὰ τὴν βασιλίδα πόλιν περιφανῶν οἴκων ἔθετο εἰς ἐρήμωσιν, ὧν ἕως ἄρτι τινὲς θέαμα τοῖς παριοῦσι δακρύων ἄξιον τοὺς θεμελίους προβάλλονται, καὶ τὴν ἐκ πλίνθου πάσης ὀπτῆς λαμπροτάτην τοῦ γενικοῦ οἰκοδομὴν κατηδάφισε. σὺν πολλοῖς δὲ καὶ τὸν περίκλυτον οἶκον τῶν Μαγγάνων κατέβαλε, μήτε τὸ τοῦ ἔργου κάλλος καὶ τὸ μέγεθος αἰδεσθείς, μήτε τὸν τροπαιοφόρον μάρτυρα πτοηθείς, ᾧ ἀνέκειτο οὑτοσί.

Ἐπισκευάσαι δὲ βουληθεὶς καὶ τὸν ἐν τῷ ἀνάπλῳ νεὼν τοῦ ἀρχιστρατήγου τῶν ἄνω τάξεων Μιχαήλ, εἴ τις ἐν πλαξὶ τοῖς βασιλείοις δόμοις ὑπέστρωτο καὶ περιήμπισχε τοὺς τοίχους καλλίστη τε τῇ στιλπνότητι καὶ ῥανίσιν ἐστιγμένη ποικιλοχρόοις, ἐκεῖσε μετακεκόμικεν. ἀλλὰ καὶ τὰ τοῦ ἀρχαγγέλου διὰ χρωμάτων καὶ ψηφίδων τυπώματα, ὁπόσα ἡ πόλις ἔστεγεν ἢ κώμαις καὶ χώραις ἀνέκειντο φυλακτήρια, χειρὸς ἀρχαίας ἔργα καὶ θαυμασίας, κατὰ τὸ αὐτὸ συνήθροισε τέμενος. ἡ δὲ τοῦ βασιλέως τούτου σπουδή, ὅπως ἐκ τῆς νῦν λεγομένης Μονεμβασίας ἀνακομίσειε τὸν ἐπὶ σταυρὸν ἑλκόμενον Χριστὸν ὡς ἔργον ἀξιάγαστον καὶ τὴν τέχνην καὶ τὴν χάριν, οὐδὲν ἀπελείπετο τῶν ἐμμανεστάτων παθῶν· ὅλος γὰρ ἀνήρτητο ταῖς ἐλπίσιν, ἕως ἐκεῖθεν σὺν δόλῳ ἀφῄρηκεν· οὐ γὰρ ἀκίνδυνος ἦν παντάπασιν ἡ προφανὴς ἐπιχείρησις. ἀλλὰ καὶ τὰς χαλκᾶς πύλας ἐκεῖσε μετέθηκεν, αἳ πρώην μὲν ἐπεζύγουν τοῦ μεγάλου παλατίου τὴν εἴσοδον εὐρεῖαι οὖσαι καὶ ὕψισται, ἐς δ᾿ ἡμᾶς τὴν εἱρκτὴν ξυνεῖχον, ἥπερ ἐξ αὐτῶν Χαλκῆ κατωνόμασται. καὶ τὸν ἐν τῷδε τῷ ἀνακτόρῳ περιώνυμον ναόν, ὃς Νέα κικλήσκεται, θείου παντὸς ἐπίπλου καὶ ἱεροῦ σκεύους ἐψίλωσε. κἀπὶ τούτοις λαμπρυνόμενος ἦν καὶ θρυπτόμενος, ὡς οὔτις ἄλλος ἐπ᾿ ἔργοις θαυμαστοῖς ἁβρυνόμενος. ᾤετο γὰρ προσένεξιν τὴν ἀφαίρεσιν καὶ πρόσθεσιν τὴν μετάθεσιν, οὐκ ἀγαθοεργίας σκιαγραφίαν καὶ μικρὸν ἢ οὐδὲν φιλοθεΐας ἴνδαλμα χρώζουσαν, μήτε μὴν τὸ θεῖον χολᾶν, χαίρειν δὲ μᾶλλον, εἰ οὗτος μὲν ὁ νεὼς τῆς πρώην ἀχρειοῦται λαμπρότητος εἰς ἐννόσσευσιν πτηνῶν καὶ κατοίκησιν ἐχίνων παρεώμενος, ἐγκαινίζεται δ᾿ ἕτερος ὀθνείοις κειμηλίοις καὶ κόσμοις ἀλλοτρίοις καταγλαΐζεται.

Ὃ δὲ καὶ τόλμης μετεῖχεν, ἵνα μετρίως γοῦν εἴποιμι, ἐκοίνου τὰ ἱερὰ σκεύη κἀκ τῶν θείων αὐτὰ ναῶν ἀποσπῶν ταῖς ἑαυτοῦ τραπέζαις παρεισέφερεν. ὤχει δὲ καὶ τοῖς δακτύλοις κατὰ πότον τὰ ἐν τάφοις βασιλέων ᾐωρημένα κυπελλοειδῆ τῷ θεῷ ἀναθήματα, ἐκ λίθων τιμαλφῶν καὶ χρυσίου ἀπέφθου ἐσκευασμένα, καὶ εἰς χέρνιβα χειρῶν ὑδροχόοι περιεφέροντο ἄμαχοι τὸ κάλλος καὶ ἄπληστοι τὴν ὥραν, οἷς ἀπομόργνυνται λευῖται καὶ ἱερεῖς τὰ θεῖα μετιόντες μυστήρια. ἀφαιρῶν δὲ καὶ ἀπὸ τιμίων σταυρῶν καὶ πτυχῶν τῶν ἀκηράτων Χριστοῦ λογίων κόσμους πολυτελεῖς περιδέραια καὶ στρεπτοὺς ἐτίθετο ἐξ αὐτῶν καὶ τούτους αὖ κατὰ τὸ αὐτῷ δοκοῦν μεταβάλλων ἑτέραις ἐνήρμοζεν ἀπεριθαμβήτως βασιλικαῖς στολαῖς.

Πρὸς δὲ τοὺς εἰσάγοντας παραίφασιν μὴ συνᾴδειν αὐτῷ τὰ γινόμενα ταῦτα θεοφιλεῖ αὐτοκράτορι ὄντι καὶ ἄνωθεν ἐκ προγόνων τὴν εὐσέβειαν ἐπικαταβαίνουσαν ἔχοντι καὶ θεοσυλίαν εἶναι προφανῆ τὰ γινόμενα σφοδρὸς ἦν καὶ παροξυντικὸς καὶ ἐπέπληττεν ὡς ἀνοηταίνουσι προδήλως καὶ δυσπραγοῦσιν ἄγνοιαν τοῦ καλοῦ τοῖς οὕτω φάσκουσι· πάντα γὰρ ἐξεῖναι τοῖς βασιλεύουσι ποιεῖν διετείνετο καὶ Θεοῦ καὶ ἄνακτος κατὰ τὸ ἄρχειν τῶν ἐπὶ γῆς μὴ ὡς ἐπίπαν εἶναι τὸ διεστὼς ἀσύμβατον καὶ ἀντίθετον, ὡς τῇ καταφάσει ἀπόφασις. συνιστῶν δὲ ὡς δῆθεν ἀμεμφῆ καὶ ἀνεύθυνα τὰ γινόμενα παρῆγεν εἰς παράδειγμα τὸν ἐν βασιλεῦσι Χριστιανοῖς κράτιστον ὁμοῦ καὶ πρώτιστον Κωνσταντῖνον τὸν μὲν τῶν ἥλων, δι᾿ ὧν ὁ Κύριος τῆς δόξης τῷ ξύλῳ τῆς κατάρας πεπαττάλευτο, τῷ ἱππείῳ χαλινῷ ἐγχαλκεύσαντα, τὸν δὲ τῇ κόρυθι ἐνερείσαντα. τὸν δὲ σκοπὸν ἑκὼν παρεβλέπετο, δι᾿ ὃν ὁ τῆς πίστεως ἀρχηγὸς ἄναξ ταῖς τοιαύταις ἐνεκαλλωπίζετο πράξεσι, δύναμιν θειοτέραν τὸν τοῦ σταυροῦ λόγον δεικνὺς τοῖς Ἕλλησι καὶ τιθέμενος, οἳ μωρίαν τὸ κήρυγμα ἥγηντο.

Ἀλλὰ καὶ τὸ ἀργύριον κιβδηλεύσας ἀδόκιμον τὸ νόμισμα κέκοφε καὶ τὴν τῶν χρημάτων συλλογὴν οὐκ ἀνέγκλητον ἐποιεῖτο παντάπασι τάς τε τῶν δημοσίων φόρων εἰσπράξεις ἐπέτεινε καὶ περὶ τὴν τούτων ἀπόχρησιν ἠσωτεύετο. καὶ τὰς ἀρχὰς προύβαλλεν εἰς ἐξώνησιν, ὡς τὰς ὀπώρας οἱ ἀγοραῖοι. ἐνίοτε δὲ καὶ ἄτερ βαλαντίου καὶ πήρας ἀποστολικῶς εἰς τὰς ἐπαρχίας ἐξέπεμπεν οὓς ᾔδει μερίδα τῷ δικαίῳ διδόντας καὶ ἀκαταγοητεύτους χρυσίῳ, μηδ᾿ οἴκοι καταβύοντας πάντα τὰ συλλεγόμενα, ἀλλὰ καὶ τῷ δημοσίῳ ταμιείῳ κατατιθεμένους τὸ ἐφάρμοστον ὄφλημα.

Ναοῖς δὲ καὶ τεμένεσι καὶ εὐκτηρίοις οἴκοις καὶ ἱεροῖς φροντιστηρίοις, ὡς οὔ τις πρότερον, τὸ φιλότιμον ἐπεξέτεινε· τοὺς γὰρ καμόντας χρόνῳ ὑπήρεισε, καὶ ὅσοις τὸ ἀγλαοφανὲς ἠμαύρωτο, τούτους τοῖς ἐκ ψηφίδων καὶ χρωμάτων ὡραϊσμοῖς κατεκόσμησε. πρὸς δέ γε τὴν θεομήτορα τοσαύτην ἔτρεφε πίστιν, ὡς καὶ τὴν ψυχὴν ἐκκεχύσθαι ταῖς εἰκόσιν αὐτῆς. καὶ διὰ τοῦτο πλείστας χρυσίῳ περιστείλας καὶ λίθοις περιανθίσας τιμαλφέσιν ἀνέθηκε ναοῖς εἰς προσκύνησιν, καθ᾿ οὓς γίνονται πλειστάκις τῶν εὐσεβῶν συνδρομαί.

Ἀλλὰ καὶ τὴν ἐπὶ τὸ κάταντες ἐν τῷ λιμένι τῶν Σοφιῶν ἑστίαν Ἰσαακίου τοῦ σεβαστοκράτορος εἰς πανδοχεῖον μετασκευάσας ἀνδρῶν μὲν ἑκατὸν παρέθηκε τράπεζαν καὶ κλίνας ἰσομέτρους, τοσαυταρίθμων δὲ ὑποζυγίων ἱππῶνας ἀνέστησε· καὶ εἱστιῶντο καθ᾿ ἑκάστην οἱ παραβάλλοντες ἄτερ καταθέσεως ἀργυρίου ἐφ᾿ ἡμέραις πλείοσι. μετέβαλε δὲ εἰς νοσοκομεῖον καὶ τοὺς βασιλικοὺς δόμους, οὓς κατὰ τὸν νεὼν τῶν Τεσσαράκοντα μαρτύρων ὁ βασιλεὺς Ἀνδρόνικος ἐδομήσατο. ἔτι γε μὴν τὸν τοῦ μεγάλου δρουγγαρίου ὀνομαζόμενον οἶκον ἐκ τοῦ δεσπόζοντος ὠνησάμενος ὁμοίως καὶ τοῦτον εἰς ἀνάπαυλαν τῶν καχεκτούντων ἀπέταξεν οὐδενὸς φεισάμενος ὁπόσα πρὸς ῥῶσιν ὁρῶσι τῶν ἀσθενούντων, καὶ πυρὸς τὸ προσάρκτιον κλίμα τῆς πόλεως ἀφανίσαντος, διαδόσεσι χρημάτων τοὺς ἐς δόμους καὶ τὰ ὄντα ζημιωθέντας παρεκάλεσε. καὶ βασιλεύσας τοῖς πολίταις διένειμε χρυσίου κεντηνάρια πέντε. καὶ τῆς μεγάλης ἑβδομάδος ἐφισταμένης, καθ᾿ ἣν τὰ ὑπὲρ ἡμῶν τοῦ θεανθρώπου πάθη σεβάζονται, πολλάς τε ἀποβαλομένας θανάτῳ τοὺς εὐνέτας ἀνεκτᾶτο τῆς χηρείας δι᾿ εὐποιΐας καὶ παρθένοις ἐχορήγει τὰ πρὸς γαμήλιον δᾷδα καὶ παστάδα καὶ ὑμέναιον ἐπιτήδεια.

Οὐ μόνον δὲ καθ᾿ ἕνα καὶ κατ᾿ οἴκους καὶ συγγενείας ἐνεπίμπλα φιλοδωρίας, ἀλλὰ καὶ πόλεις ἔστιν ὅτε ὅλας εὐηργέτει ταῖς τῶν φόρων ἀνέσεσιν. ὡς δ᾿ ἔπος εἰπεῖν, οὕτως ἔχαιρε τῷ ἐλέῳ καὶ πρὸς τὴν τῶν ἀγειρομένων ἀπόκτησιν ἔρρωτο, ὡς ἀπαντλεῖν ἀμφοτέραις τὰ ἐπεισρέοντα· ὁπόθεν αὐτῷ ὑπεισέδυ καὶ ὑπούλως παρεισεφθάρη τὸ μὴ ἐκ πόρων ἀεί ποτε δικαίων τὰ χρήματα συγκομίζεσθαι· τὰς γὰρ τῶν δαπανῶν ὑπερόγκους τῇ ἀσωτίᾳ ἐγγιζούσας οἱ πλεῖστοι μὴ ὑφορώμενοι, εἰσπράξεων ἐφευρεταὶ καινῶν καθιστάμενοι ὡς γεωργίῳ ἡμέρῳ μελίνην ἢ ῥόδῳ ἀνεμώνην τὰ μὴ καλῶς μηδ᾿ ὁσίως συλλεγόμενα συμφύρουσι χρήματα τοῖς δικαίοις.

Κατάφορος δ᾿ ὢν εἰς θυμὸν οὐδὲ τοῦ συμπαθοῦς ἤθους ἀπῴκιστο, ἀλλ᾿ αὐτὸς ἑαυτὸν πρὸς εὐμένειαν ἐπανάγων σύνδρομον πολλάκις ἐπεποίητο τῇ ὀργῇ τὴν συμπάθειαν καὶ ταῖς συμφοραῖς τῶν ἀνθρώπων ἐπικλώμενος τὰ πρὸς ὑφαίρεσιν ἑκάστῳ ἐπεμέτρει τῶν ἀλγεινῶν.

Ταῦτα δὲ πράττων καὶ ἄλλ', ὁπόσα τὸ λέγειν παρέδραμεν, ᾤετο τῇ βασιλείᾳ ἐνεστηρίχθαι ὡς οὐδ᾿ ἐν οὐρανίῳ σφαιρώματι ἥλιος ἢ ὡς στέλεχος φοίνικος ὑπὸ ὀσμῆς ἀναθηλούμενον ὕδατος καὶ κέδρος Λιβανίτης ὑψίκομος ἐς κύκλους διατηρηθῆναι μακραιώνων ἐνιαυτῶν. τοῦτο δ᾿ ἂν καὶ ἄλλος τις ὑπετόπασε τὴν ἀγαθὴν ἀποκρίνας μερίδα καὶ ἀσπασάμενος καὶ μὴ τοῖς ἑπτὰ μόνον διδοὺς τὸ ἀνάλογον, ἀλλὰ καὶ τὸ τῆς ὀγδόης μυστήριον ἔχων πρὸ ὀφθαλμῶν κἀν τῷ τῆς ἐφ᾿ ἑκάτερα ῥοπῆς κύριος εἶναι προσρέπων συνεχῶς τοῖς ἀμείνοσιν, τοῖς δ᾿ ἐναντίοις ἐπινηχόμενος βράδιον, ἀλλ᾿ οὐ γινόμενος ὑποβρύχιος. θεὸς δὲ οὐχ οὕτω βεβούλευται. τίς δ᾿ ἔγνω νοῦν Κυρίου ἢ τίς συμπαρείληπταί οἱ σύμβουλος; ἀμέλει καὶ ἐκποδὼν τὸν ἄνδρα θέσθαι προμηθευσάμενος, ἀρίστῃ πράξει καὶ καλλίστῃ προθυμίᾳ συνεπεγείρας οἷον αὐτὸν καὶ ἐπιρρώσας χρήσασθαι, ἀσπαστὸν καὶ μετὰ τὴν ἀπόθεσιν τῆς ἀρχῆς τοῖς πλείοσιν ἔδειξε.

Μὴ φέρειν γὰρ ἔχων τὰς μετὰ Σκυθῶν ἐπιδρομὰς καὶ λῃστείας τῶν Βλάχων, πληττόμενος δὲ καὶ τῷ τὸν Γίδον Ἀλέξιον καὶ τὸν Βατάτζην Βασίλειον, ὧν ὁ μὲν τῶν ἑῴων ἡγεῖτο ταγμάτων, ὁ δὲ Βατάτζης τῶν ἑσπερίων προυκάθητο, συμπλακέντας τοῖς πολεμίοις ἔγγιστά που τοῦ πολίσματος, οὗ δομήτωρ Ἀρκάδιος, μὴ μόνον οὐδέν τι κατωρθωκέναι χρηστόν, ἀλλὰ τὸν μὲν Γίδον ἀκόσμως φυγεῖν ἀπολωλεκότα τὸ κρεῖττον τῆς στρατιᾶς, τὸν δὲ συμφθαρῆναι ταῖς ὑπ᾿ αὐτὸν τάξεσιν, ἔγνω καὶ πάλιν δι᾿ ἑαυτοῦ κατὰ τῶν ἀντιπάλων ἐξενέγκασθαι πόλεμον. συλλογαὶ οὖν καὶ ἀπογραφαὶ τῶν Ρωμαϊκῶν ἐγίνοντο στρατευμάτων, οὐκ ἀχρεῖον δὲ καὶ τὸ μισθοφορικὸν ξυνελέγετο. πέμψας δὲ καὶ πρὸς τὸν ἐκείνου πενθερὸν τὸν ῥῆγα τῶν Οὔννων δι᾿ ἐπικούρων ᾐτεῖτο σύναρσιν· ὁ δὲ ἀσμένως ἐπαρήξειν ἐπένευσε καὶ διὰ τῆς Βιδίνης ἐκπέμψειν ἴλας συνέθετο στρατιώτιδας.

Ἀποχρῶσαν οὖν τὴν τοῦ στρατοπέδου ξυλλογὴν ἐργασάμενος καὶ πέντε μὲν πρὸς τοῖς δέκα χρυσίου ἐνσκευασάμενος κεντηνάρια, ἀργυρίου δ᾿ ἐνθέμενος ὑπὲρ τὰ ἑξήκοντα καὶ ἕτερ᾿ ἄττα τῇ στρατιᾷ ἐφοδιασάμενος χρήσιμα, κατὰ τὰς Μαρτίου ἡμέρας τῆς βασιλίδος τῶν πόλεων ἔξεισιν ἀφεὶς ἑαυτὸν θεῷ καὶ κατὰ τῶν βαρβάρων στηρίξας τὸ ἴδιον πρόσωπον καὶ θεὶς ὡσεὶ πέτραν αὐτὸ στερεὰν καὶ ὅρον τῆς ἐπαναστροφῆς θέμενος τὸ πέρας τῶν ἔργων, ὧν χάριν κατὰ τῶν ἀποστατῶν ἐξεστράτευεν, εἰ μὲν δεξιὸν εἴη τοῦτο, ἐπανατιθεὶς τῷ θεῷ, εἰ δ᾿ ἀπαίσιον, ὅπερ ἀπηύχετο, καὶ οὕτως τῶν ἐκείνου κριμάτων ἐξαρτῶν εἰσέτι δοκιμάζοντος τὴν τῶν ἁμαρτωλῶν ῥάβδον πατάσσειν κλῆρον τὸν δίκαιον.

Καὶ ὁ μὲν ἀπαίρει τοιοῦτον τρέφων τὸ πρόθυμον καὶ ὁμόσε τῇ ἀκμῇ τοῦ κινδύνου χωρῶν· ἡ δ᾿ ὑπερκειμένη πάντων χεὶρ καὶ ῥοπὴ ἔτι ἦν ὑψηλή, οὐδ᾿ ὁ τοῦ Κρείττονος ἀπεστράφη θυμός, ὡς ἔδειξεν, ἐπὶ πᾶσιν οἷς οἱ Βλάχοι κραταιωθέντες προηγωνίσαντο. καὶ οὕτω μὲν οἱ ὀφθαλμοὶ τοῦ κρατοῦντος ἐπὶ τοὺς παραπικραίνοντας ἔβλεπον ἀποστάτας καὶ τῷ διανοητικῷ ἐκείνου τὰ ἀφεστῶτα πόρρωθεν ἐφαντάζοντο, ὁ δὲ τοῦτον τῆς ἀρχῆς ἀνατρέψων ἐγγὺς ὢν καὶ συνεστὼς παρεβλέπετο καὶ τὸ ἀφ᾿ ἑστίας σκῶλον ὡς μὴ παρενοχλοῦν ὑπεραλλόμενος ἦν. καὶ καινὸν οὐδέν, ἐπεὶ καὶ τὰς παραβλαστανούσας κακίας ταῖς ἀρεταῖς ἀγχιθύρους ἢ καὶ φεραλλήλους μάλιστα οὔσας οὐχ ὁρᾶν, ὡς δέον ὁρᾶν, οἱ πλεῖστοι τῶν ἀνθρώπων αἱρούμεθα ἢ δυνάμεθα. ἐῶ γὰρ λέγειν ὅτιπερ ἐνεσημήνατό πως ἡμῖν ἡ φύσις καὶ ἐνεφύτευσε πρὸς τὰ οἰκεῖα πάθος καὶ συνδήσασα τῷ φίλτρῳ ἐνδιδόναι καὶ μαλακίζεσθαι πρὸς τὰς φαύλας ἕξεις καὶ πράξεις ἑαυτῶν καὶ τῶν φίλων ἐνιαχοῦ παραβιάζεται καὶ μὴ ῥᾳδίως ὑπάγεσθαι διατίθησι τοῖς ἐπαντλοῦσιν ὡς εἰς τετρημένον πίθον τὸ οὖς καὶ ὑφηγουμένοις τὰ δρώμενα οἷς προσπεπόνθαμεν.

Οὐκοῦν καὶ οὗτος ὁ βασιλεὺς παρὰ πλείστων ἐνωτιζόμενος ἐπιβουλεύειν τῇ αὐτοῦ ἀρχῇ καὶ ζωῇ τὸν ἀδελφὸν Ἀλέξιον, εἰ καὶ παραπετάσματι φιλίας συγκαλύπτων λέληθε τὸν μισάδελφον, ὡς λῆρον ἀπεπέμπετο τὰ λεγόμενα, μὴ τὸ ἐξεταστικὸν ὡς λίθον Ἡράκλειαν προσάγων καὶ βασανίζων τὰ δρώμενα, ἀλλὰ δριμὺς ὢν τοῖς τὰ τοιαῦτα εἰσηγουμένοις ὡς ἔχουσι πρὸς ἐφέσεως ἐξίτηλον ποιεῖν τὴν ἀνέκπλυτον καὶ οἷον εἰς βάθος ἐγκεκαυμένην τῇ ἑαυτοῦ ψυχῇ πρὸς τὸν κασίγνητον στοργήν, ὃν μόνον ἀπὸ πάντων ὁ λωβητὴρ Ἀνδρόνικος οὐκ ἐσίνατο.

Ἀφιγμένος τοίνυν ἐς τὴν παραθαλαττίδιον Ραιδεστὸν τὴν πρωτίστην ἐκτελεῖ καὶ κυριώνυμον ἀναστάσιμον ἑορτὴν καὶ θύει καὶ ἐσθίει πάσχα τὸ μυστικόν. ἔνθα καὶ τῷ Βασιλακίῳ συγγίνεται. ἦν δ᾿ οὗτος ἀλλότροπόν τινα βίοτον μετιὼν δόξαν τε παρὰ πάντων ἠνέγκατο προφητεύειν καὶ προβλέπειν τὰ ἔμπροσθεν, ὅθεν εἰς αὐτὸν τὰ πλήθη συνέρρεον, ὡς οὐδ᾿ ἐς μυρμηκιὰν οἱ ἐπανιόντες τε καὶ ἐξιόντες φιλόπονοι μύρμηκες ἢ γοῦν οἱ ἐς Ἄμμωνος πάλαι καὶ Ἀμφιάρεω ἀφικόμενοι. ἀληθὲς δὲ οὐδὲν καὶ σαφὲς περὶ τῶν ἐσομένων οὗτος ἐφθέγγετο, πεπλανημένα δὲ καὶ ἀσύμφωνα ἑαυτοῖς καὶ γριφώδη διεξῄει ῥήματα· ἐν πολλοῖς δὲ καὶ γέλωτος διατεχνώμενος ἄξια τὸν ἀγελαιοκόμον ὅμως καὶ πρὸς ὕννιν ἀφορῶντα καὶ κώπην ἐπεσπᾶτο λεών. τῶν γὰρ ἀφικνουμένων ἐς αὐτὸν γυναικῶν ἐμάστευε τοὺς μαστοὺς καὶ περιαθρῶν τὰ σφυρὰ ληρῶν ἐπὶ τούτοις ἦν καὶ ἀποφοιβάζων ἀδιάγνωστα λόγια. ἀπεσιώπα δὲ κἀπὶ ταῖς πλείσταις τῶν πεύσεων, αἵπερ αὐτῷ παρὰ τῶν προσιόντων ἐπήγοντο, καὶ τὰς οἰκείας πράξεις μεταβάσεσι τοπικαῖς καὶ σχηματισμοῖς ἐπέραινε Πανικοῖς. συνεστῶτα δέ τινα γύναια Γραϊκά, οἰστρηλατοῦντά τε καὶ κωθωνιζόμενα, κατὰ γένος αὐτῷ συναπτόμενα, ὑφηγοῦντο τοῖς παραβάλλουσι τὰ ὑπὸ τοῦ Βασιλακίου τελούμενα, ὅ τι τῶν γενησομένων τεκμηριάζουσι, καὶ τὴν σιγὴν ὥς τι φθεγγομένην καὶ ὑποδηλοῦσαν σοφὸν διεσήμαινον. ἐδόκει οὖν ὁ ἀνὴρ οὗτος τοῖς μὲν πολλοῖς, ὡς ἔχω εἰπών, προφητικὸς καὶ προσημαίνων τὰ συμβησόμενα, καὶ μάλισθ᾿ ὁπόσαις τῶν γυναικῶν αἱ τῶν πεύσεων ἄσεμνοι καὶ ἀσχήμονες τῶν ἐσθημάτων ἐγκομβώσεις ὡς παιδιά τις περιεσπούδαστο γέλωτι σύμμικτος, τοῖς δ᾿ ἐς νοῦν βάπτουσι περίεργόν τι καὶ γελωτοποιὸν καὶ ληρῶδες γερόντιον ἥγητο. εἰσὶ δ᾿ οἳ καὶ πνεύματι Πύθωνος κάτοχον εὐστόχως εἰρήκασιν, οἷς ἐθέμην μάλιστα καὶ αὐτός.

Τότε γοῦν ἐπιστάντι τῷ αὐτοκράτορι οὔτε προσέσχεν ὅλως ὡς περιβεβλημένῳ τοσαύτην καὶ τοιαύτην ἰσχύν, οὔτε πρὸς τὴν αὐτοῦ προσηγορίαν (ἡ δὲ ἦν “χαίροις, ὦ πάτερ Βασιλάκιε”) τὴν ἀπόκρισιν ἔθετο ἢ γοῦν ἀντησπάσατο σιωπῇ κατανεύσας τῇ κεφαλῇ, ἀλλ᾿ ὧδε κἀκεῖσε μετὰ πωλικῶν φερόμενος σκιρτημάτων καὶ παραφόρων μετακινήσεων ἐκακολόγει τοὺς προσιόντας, μηδ᾿ αὐτοῦ φειδόμενος τοῦ κρατοῦντος. ὀψὲ δὲ καὶ μόλις τῶν ἀτάκτων λήξας κινήσεων τὴν χεῖρα ἐκτείνας ἀχρειοῖ διὰ τοῦ σκίπωνος, ὃν ἔφερε ταῖν χεροῖν, τὴν εἰκόνα τοῦ βασιλέως, ἥτις κατὰ τὸ εἰς εὐχὴν ἀποτεταγμένον αὐτῷ οἰκίδιον χρώμασιν ἐπὶ τοίχου ἐστήλωτο, τοὺς ὀφθαλμοὺς διαλωβησάμενος. ὡρμήκει δὲ καὶ τὸν τῆς κεφαλῆς πῖλον ἀφελέσθαι τοῦ βασιλέως. ταῦτα ὁ μὲν οὕτως διεπεπράχει, ὁ δὲ αὐτοκράτωρ ἀφροσύνην τοῦ ἀνδρὸς καταγνοὺς ἐκεῖθεν μεθίσταται. αὐτοῖς μέντοι γε τοῖς συνειλεγμένοις ὀφθαλμοῖς παραλαβοῦσι τὰ γεγονότα οὐκ εὐσύμβολος τῶν ἐσομένων οἰωνὸς συλλελόγιστο· ὡς δὲ καὶ τὰς ἀποβάσεις οὐ πάντῃ ἀπᾳδούσας τοῖς συμβόλοις τεθέανται, ἐπὶ πλέον ἕκαστος ἔτι τὴν περὶ τοῦ Βασιλακίου δόξαν ἐκράτυναν, ἀμφιρρεπῆ τε οὖσαν, ὡς ἤδη μοι λέλεκται, κἀπὶ τοῖς πλείστοις ἀμφισβητήσιμον.

Ὡς δ᾿ εἰς τὰ Κύψελλα ὁ κρατῶν ἐγεγόνει, τὰ μὲν τῶν στρατευμάτων εἰς τάξεις συνέταττε, τὰ δὲ καραδοκῶν προσέμενεν ἀφικέσθαι. ὁ δ᾿ ἀδελφὸς πάλαι ἐνεδρεύων τῇ βασιλείᾳ, τότε τὰ ὑποδεδυκότα τῇ ψυχῇ καὶ ὑποθαλπόμενα τοῦ στήθους ἀναμηρύων εἰς φῶς προήνεγκε. τοίνυν ὁ μὲν αὐτοκράτωρ εἰς κυνηγέσιον ὁρμηθεὶς καὶ πρὸς τῷ ἔφιππος εἶναι γινόμενος μετεπέμπετο καὶ τὸν ἀδελφὸν συνεξιέναι οἱ καὶ συνδιαχυθῆναι κατὰ τῶν ἐκεῖσε πεδίων τὰ ποώδη καὶ ἀνθηρά· ὁ δὲ τὸ πρὸς τὸ ἐν χερσὶν ἔργον ἑτοιμασάμενος ἐπισπέσθαι οἱ ἀπείπατο, πρὸς σχάσιν φλεβὸς ἑτοιμασθῆναι λέγων, μαλακισμὸν ὑποκρινάμενος σώματος.

Καὶ οὕτως ὁ μὲν ἔξεισι καὶ μόνος καὶ τῆς προκειμένης ἔχεται, ὁ δὲ ὡσεὶ σταδίους τρεῖς τὸν ἀδελφὸν καὶ βασιλέα προϊόντα ἰδὼν τῆς σκηνῆς μετὰ τῶν πέλας καὶ φίλων, οἷς πεπολίτευτο καὶ οἳ συνδιῴκουν αὐτῷ τὰ κατ᾿ ἔφεσιν, τὴν βασίλειον εἴσεισι καταγωγήν. ἦσαν δ᾿ οὗτοι ὁ Βρανᾶς Θεόδωρος, ὁ Παλαιολόγος Γεώργιος, ὁ Πετραλίφας Ἰωάννης, ὁ Ραοὺλ Κωνσταντῖνος, ὁ Καντακουζηνὸς Μανουήλ, καὶ συχνοὶ ἕτεροι ἀνάρσιοι καὶ εὔριποι ἄνθρωποι κατὰ γένος τῷ βασιλεῖ συναπτόμενοι καὶ σμῆνος ἄλλο ἀγελαῖον, περὶ τὸ σεβαστοκρατορικὸν πάλαι ἀλητεῦον καὶ χαῖνον ἑστιατόριον καὶ χαῖρον ταῖς τῶν πραγμάτων ἐξαλλαγαῖς. προσχωρεῖ δέ οἱ καὶ πρὸς μόνην τὴν τῶν νεοχμωθέντων ἐνήχησιν ἅπαν τὸ στρατιωτικὸν ἰλαδὸν καὶ ὁπόσον Ἰσαακίῳ προσέρρεπεν ὡς θεραπευτικὸν καὶ οἰκίδιον καὶ οἵπερ εἰς βουλῆς ἀξίωμα ᾔρθησαν.

Ὁ δὲ βασιλεὺς ἀσήμους τὰ πρῶτα φωνὰς εἰς ἀκοὴν ὠτίου δεξάμενος, εἶτα καὶ κατὰ τὴν ἀρχικὴν αὐλαίαν τῶν πλείστων θεώμενος συνδρομὴν καὶ τὴν τοῦ ἀδελφοῦ ἀνάρρησιν ἐνηχούμενος, μετ᾿ οὐ πολὺ δὲ καὶ τοὺς ἀγγέλλοντας ἔχων τὰ τολμώμενα, ἔστη τε τοῦ ἵεσθαι περαιτέρω καὶ τὸ τοῦ σταυροῦ σημεῖον ἑαυτῷ ἐγχαράξας “ἱλήκοις, Χριστὲ βασιλεῦ” ἀνεβόησε καὶ ῥυσθῆναι τῆς ὥρας ἐκείνης πολλάκις ἐθεοκλύτησεν. ἐξενεγκὼν δὲ καὶ ὃ εἶχεν ἐγκόλπιον τῆς θεομήτορος μόρφωμα πυκνὰ τοῦτο περιεπτύσσετο τὰ μὲν ἀνθομολογούμενος, τὰ δὲ καὶ ἐξιλεούμενος, καὶ μετὰ συνοχῆς ἐδεῖτο καρδίας διαδρᾶναι τὰ ἐπιόντα κακά. ἐπεὶ δὲ καὶ τοὺς συλληψομένους αὐτὸν ἑώρα πάντα χαλινὸν ἀνεικότας καὶ ἓν πνέοντας καὶ πρὸς ἓν βλέποντας τὴν αὐτοῦ κατάσχεσιν, φυγαδείας ἅπτεται· καὶ τὸν ποταμὸν ἐπικινδύνως διαβάς, ὃς ἐκεῖσε βαθυδίνης διὰ τοῦ πεδίου σύρεται, εἴχετο τῆς ὁδοῦ ἐς οὐδέν τι προδήλως σῶζον κατάντημα συνορῶν, τὸν δ᾿ ὄλεθρον ὡς ἀνυστὸν ἐκτρεπόμενος, ὃς ἐκ τοῦ μανιώδους τῶν ἐφεπομένων ὁρμήματος καὶ τοῦ μηδὲν ἀνιέναι τοῦ τάχους ὀξύτατος συλλελόγιστο. ἀφιγμένος δὲ κατὰ Στάγειραν, ἥτις Μάκρη νῦν κέκληται, συλλαμβάνεται παρὰ Παντευγένου τινὸς καὶ καταπροδίδοται τοῖς ἐπιδιώκουσιν.

Καὶ τοίνυν τὸν ἔσχατον ἥλιον θεασάμενος ἄμφω τὼ ὀφθαλμὼ μικρὸν ὕστερον ἐξορύττεται κατὰ τὴν ἐν Βήρᾳ μονήν, ἧς δομήτωρ ὁ τοῦ βασιλέως Ἀνδρονίκου τοκεὺς Ἰσαάκιος. εἰ δὲ κατὰ θείαν νέμεσιν ἐκεῖσε ταύτην τὴν δίκην ἔτισεν, ἑτέροις σκοπεῖν ἀφίημι· βούλεται γὰρ ἡ τὸ πᾶν ἀρίστως διεξάγουσα πρόνοια καὶ τοῖς ἐχθροτάτοις τοὺς τιμωροὺς φιλανθρώπως προσφέρεσθαι ὑφορωμένους τὸ μὴ ἀειπαγὲς τῆς ἰσχύος καὶ τὴν τοῦ κράτους ἀπόζωσιν καὶ τὴν ἐκ τοῦ αὐτοῦ κινήματος εἰς τὸ αὐτὸ κατάντημα πολλάκις μετακύβευσιν ἢ παλινδρόμησιν.

Καὶ τὸν μὲν εἶχε μετὰ τοῦτο τὸ πάθος, ἡμερῶν συχνῶν μὴ προσενεγκάμενον σῖτον διὰ τὴν σεισάχθειαν τῆς κολάσεως, τῶν βασιλείων ἔνδοθι κάθειρξις πρόσκαιρος, καὶ αὖθις ἡ κατὰ τὸν Διπλοῦν Κίονα περαία, βίον ἀγρότην ἀντλοῦντα, οἴνῳ τε καὶ σίτῳ μετρητῷ διαζῶντα, τὸν δ᾿ ἀδελφὸν ἡ βασιλεία μετ᾿ εἰρηναίας καὶ ἀστασιάστου τῆς καταστάσεως, καὶ ὡς εἴπερ κατὰ τοὺς Διοσκόρους δύνειν τε καὶ φαίνειν ἑτερημέρως τῷ τῆς βασιλείας συνέθεντο στερεώματι.

Ἦρξε δὲ Ρωμαίων Ἰσαάκιος ἐνιαυτοὺς ἐννέα σὺν μησὶν ἑπτά, φλογερὸς ὢν τὴν ὄψιν, τὴν τρίχα πυρσός, τὴν ἡλικίαν μέσος, τὴν ἰσχὺν εὔρωστος, οὔπω τεσσαράκοντα ἔτη γεγενημένος, ὁπηνίκα καθῄρητο τῆς ἀρχῆς.
< 1 2 3 4 5 >