thyreos

Βυζαντινα κειμενα

 

  Προκοπιος
  Ιεροκλης
  Σιμοκαττης
  Θεοφανης
  Ιωαννης Σκυλιτζης
  Κωνσταντινος Ζ’
  Λεων Διακονος
  Μιχαηλ Ψελλος
  Μιχαηλ Ατταλειατης
  Νικητας Χωνιατης
  Γ. Ακροπολιτης
  Γ. Παχυμερης
  N. Γρηγορας
  Ι. Καντακουζηνος
  Γεωργιος Σφραντζης
  Χαλκοκονδυλης


Aspis

Μιχαήλ Ατταλειάτης

1021 – 1080
τίτλος έργου:

Ιστορία

Χρόνος έκδοσης: 1079/1080
πλήρης τίτλος:

ΙΣΤΟΡΙΑ ΕΚΤΕΘΕΙΣΑ ΠΑΡΑ ΜΙΧΑΗΛ, ΑΙΔΕΣΙΜΩΤΑΤΟΥ ΚΡΙΤΟΥ ΕΠΙ ΤΟΥ ΙΠΠΟΔΡΟΜΟΥ ΚΑΙ ΤΟΥ ΒΗΛΟΥ, ΤΟΥ ΑΤΤΑΛΕΙΑΤΟΥ

περιεχόμενο:

Πολιτική και οικονομική ιστορία της Βυζαντινής Αυτοκρατορίας κατά την περίοδο 1034 έως 1079


Κείμενο :
ΙΣΤΟΡΙΑ ΕΚΤΕΘΕΙΣΑ ΠΑΡΑ ΜΙΧΑΗΛ, ΑΙΔΕΣΙΜΩΤΑΤΟΥ ΚΡΙΤΟΥ ΕΠΙ ΤΟΥ ΙΠΠΟΔΡΟΜΟΥ ΚΑΙ ΤΟΥ ΒΗΛΟΥ, ΤΟΥ ΑΤΤΑΛΕΙΑΤΟΥ.
https://byzantium.gr/
Τὸ τῆς ἱστορίας χρῆμα πολλοῖς τῶν πάλαι σοφῶν σπουδασθὲν οὐ παρέργως, χρήσιμον ἐς τὰ μάλιστα κατεφάνη τῷ βίῳ, τοὺς τῶν ἀρίστων καὶ μὴ τοιούτων βίους ἀνακαλύπτον, καὶ πράξεις ἐπιφανεῖς ἐξ ἀνεπιλήπτου βουλῆς καὶ σπουδῆς διαγράφον, καὶ ἀδοξίας αὖ πάλιν ἐκ δυσβουλίας ἢ ὀλιγωρίας τῶν προεστώτων τοῖς πράγμασιν, ἐξαιρέτως δὲ τῶν ἀρχικὴν μετιόντων ἀξίαν, ὅπως ἄλλοι μὲν ἐξ ἐπιμελοῦς στρατηγίας προφανεῖς κινδύνους κατηγωνίσαντο, καὶ ὅπως ἕτεροι, τῆς νίκης ἤδη προσμειδιᾶν ἐπειγομένης αὐτοῖς, διέφθειραν τὰς ἐπὶ τὸ κρεῖττον ἐλπίδας, μὴ συνετῶς χρησάμενοι τοῖς ἐμπίπτουσι. ταῦτα τοίνυν διὰ τῆς ἱστορίας ἀπογυμνούμενα, πολλήν, ὡς ἔφαμεν, εἰσενηνοχότα τὴν χρησιμότητα, διδασκαλία σαφὴς χρηματίζοντα καὶ ῥυθμὸς τῶν μετέπειτα, πρὸς μίμησιν ἀτεχνῶς ἕλκοντα τῶν εὖ διακεκριμένων καὶ ἀποτροπὴν τῶν ἀσυμβούλως καὶ δυσκλεῶς πεπραγμένων ἐν πολέμοις καὶ μάχαις καὶ λοιποῖς ἀναγκαιοτάτοις ἐπιχειρήμασι καὶ προβλήμασι.
διὸ δὴ ἔδοξε κἀμοί, καίτοι μυρίαις ἀσχολίαις ἀλύοντι περὶ τὸ στρατόπεδον καὶ δικαστικοῖς διαλόγοις ἀεὶ περιδονουμένῳ καὶ ὅσαι ὧραι τοῖς ἐξ αὐτῶν συγγράμμασι κάμνοντι, προσθήκην ἐμποιῆσαι τοῖς πόνοις καὶ μικρὰ ἄττα διαλαβεῖν βραχεῖ τινι ῥήματι καὶ ἁπλοϊκῷ, καθὰ προσήκει τοῖς ἱστορίας συγγράφουσιν, ὅτι μὴ ἀγωνιστικὸς ὁ λόγος καὶ διὰ τοῦτο μεθόδου προσδεόμενος τεχνικῆς, ἀλλ' ἱστορικὸς καὶ διπλόης ἁπάσης καὶ ἀκαιρολογίας ἀνώτερος, περὶ ὧν οὐκ ἀκοῇ καὶ μύθοις ἑτέρων παρέλαβον, ἀλλ' ὧν αὐτὸς αὐτόπτης καὶ θεατὴς ἐχρημάτισα, ἵνα μὴ λήθης βυθοῖς διὰ τῆς τοῦ χρόνου παραρροῆς τὰ λόγου καὶ ἄξια συγχωσθεῖεν, ἀλλὰ τὴν μνήμην ἀθάνατον ἔχωσιν.
https://byzantium.gr/
Ἄρτι τὰ Ρωμαίων σκῆπτρα διέποντος τοῦ τῆς εὐσεβοῦς λήξεως βασιλέως Μιχαήλ, ᾧ πατρὶς ἡ τῶν Παφλαγόνων ἐγνωρίζετο ἐπαρχία, κατεπολεμήθη τὸ τῶν Ἀγαρηνῶν φῦλον πρὸς ἑσπέραν ἐν Σικελίᾳ ναυτικαῖς τε καὶ πεζικαῖς Ρωμαίων δυνάμεσι· καὶ εἰ μὴ διαβληθεὶς περὶ τυραννίδος ὁ τὴν στρατηγίαν τῶν ὅλων ἐμπιστευθεὶς Γεώργιος ἐκεῖνος ὁ Μανιάκης ἐκ μέσου γέγονε, καὶ ἄλλοις ἀνετέθη τὰ τοῦ πολέμου, κἂν ὑπὸ Ρωμαίοις ἐτέλει νυνὶ νῆσος οὕτω μεγάλη καὶ περιβόητος καὶ πόλεσι περιεζωσμένη μεγίσταις καὶ τῶν ἄλλων χρηστῶν οὐδενὸς ἀποδέουσα. νῦν δὲ ὁ φθόνος καὶ τὸν ἄνδρα καὶ τὰς πράξεις καὶ τοσοῦτον κατειργάσατο ἔργον· αἰσχρῶς γὰρ καὶ ἀγεννῶς βουλευσαμένων τῶν ὕστερον στρατηγῶν σὺν αὐτῇ καὶ τὸ πλεῖστον τοῦ στρατεύματος ἀπολώλει Ρωμαίοις. οὐ μὴν δὲ ἀλλὰ καὶ οἵ ποτε σύμμαχοι καὶ τῆς ἰσοπολιτείας ἡμῖν συμμετέχοντες, ὡς καὶ αὐτῆς τῆς θρησκείας, Ἀλβανοὶ καὶ Λατῖνοι ὅσοι μετὰ τὴν ἑσπερίαν Ρώμην τοῖς Ἰταλικοῖς πλησιάζουσι μέρεσι, πολέμιοι παραλογώτατοι ἐχρημάτισαν ἐμπεπαρῳνηκότος εἰς τὸν ἄρχοντα τούτων τοῦ τότε τὴν στρατηγίαν ἰθύνοντος Μιχαὴλ δουκὸς τοῦ Δοκειανοῦ. Ἀλλὰ περὶ μὲν τούτων ἅλις· Μυσοὶ δέ, οἷς εἰδικὴ προσηγορία τὸ τῶν Βουλγάρων καθέστηκεν ὄνομα, τηνικαῦτα τοὺς τῆς δουλώσεως ἀποπτύσαντες χαλινοὺς εἰς ἀποστασίαν προκεχωρήκεσαν, καὶ τὸν βασιλέα περὶ τὰ ἐν Θεσσαλονίκῃ διατρίβοντα ὅρια, καὶ μόνους τοὺς ἐν τῇ αὐλῇ σωματοφύλακας ἔχοντα ὡς διὰ φιλίας παροδεύοντα γῆς, ἰταμῶς συνεδίωξαν· ἐξαρτύσας δ' οὗτος ἅμα τῷ εἰς τὴν βασιλεύουσαν εἰσιέναι τὰ περὶ τὸν πόλεμον εὐθαρσῶς, καὶ τῆς ἐνοχλούσης ἀσθενείας ἐπιλαθόμενος (καὶ γὰρ ἦν τοῖς ἐπιληπτικοῖς, ὡς δέ τινες μελαγχολικοῖς κάτοχος), θᾶττον ἐξ ἁπασῶν τῶν ἐπαρχιῶν συνεστήσατο στρατιάν, καὶ μετὰ τῶν δυνάμεων τῇ Σαρδικῇ τῇ νῦν λεγομένῃ Τριαδίτζῃ καὶ δι' αὐτῆς Ἰλλυρικῷ προσβαλὼν κατὰ κράτος τοὺς ἀποστατήσαντας ἐτροπώσατο, καὶ τὴν χώραν αὐτῶν πολλὴν καὶ μεγάλην καὶ στενόπορον οὖσαν, καὶ χρόνοις πολλοῖς ἀνταγωνιζομένην τοῖς πρὸ τοῦ βασιλεῦσι διὰ τὸ δυσεξίτητον τῶν ἐν αὐτῇ αὐλώνων, ἰσχυρῶς παρεστήσατο, καὶ ἀθιγὴς ἐκεῖθεν ἀνέζευξε, τὰ ἐν ταύτῃ καταστησάμενος πράγματα, καὶ τὸν ἐπιφανῆ λαμπρῶς κατηγάγετο θρίαμβον, καὶ ἀγῶνα ἱππικόν τε καὶ πεζικὸν ἑορτάσας οὕτω δι' ὀλίγου τὸν ἐνταῦθα βίον κατέστρεψε, πολλὰ τῆς ἀρετῆς καταλιπὼν εἰκονίσματα, ζήσας ἐν τῇ βασιλείᾳ χρόνους ζʹ καὶ μῆνας ζʹ. Τῆς δὲ συζύγου τούτου καὶ βασιλίδος Ζωῆς ἐν τοῖς κατὰ νότον ἀνακτόροις ἐπανελθούσης ἀπὸ τῶν βορειοτέρων μερῶν τῆς πόλεως (ἐκεῖσε γὰρ ὁ βασιλεὺς περὶ τὴν τῶν ἁγίων ἀναργύρων μονὴν τὸν χοῦν ἐναπέθετο) σύλλογος εἶχε τὴν μεγαλόπολιν, καθὰ φιλεῖ ταῖς μεταβολαῖς τῶν πραγμάτων ἐγγίνεσθαι. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ βασιλεὺς ἀνηγορεύθη Μιχαὴλ ὁ τοῦ προαπελθόντος βασιλέως ἀδελφιδοῦς, τὴν Καίσαρος τύχην ἐκ πολλῶν ἕλκων χρόνων, εἶτα τῇ ἀνακτορίσσῃ θέσει χρηματίσας υἱός, καὶ ὅρκοις φρικωδεστάτοις, οὐ μέλανι ἀλλ' αἵματι ἀχράντῳ τοῦ θεανθρώπου λόγου καὶ χειρὶ τοῦ μείζονος ἐν γεννητοῖς γυναικῶν βαπτιστοῦ ἐνσεσημασμένοις, ἀνόθευτον τὴν πρὸς αὐτὴν τάχα βεβαιωσάμενος πίστιν. καὶ ἦν ὁ ἀνὴρ ἐπὶ μὲν τῆς προτέρας διαγωγῆς κακιζόμενος καὶ τοῖς ἐπαινετῶς πολιτευομένοις μὴ συναπτόμενος, ἐπὶ δὲ τῆς βασιλικῆς ἀναβάσεως καὶ λίαν ἐγκωμιαζόμενός τε καὶ σεμνυνόμενος, οἷα φιλοτίμως ἄρτι πρῶτον ὑπὲρ τοὺς πρὸ αὐτοῦ βεβασιλευκότας τῇ συγκλήτῳ καὶ τοῖς ἄλλοις προσφερόμενος ὑπηκόοις, καὶ τιμαῖς περιβλέπτοις καὶ ἀξιώμασι πλείστους ὅσους καταγεραίρων, καὶ τὴν εὐνομίαν, εἴπερ τις ἄλλος, σπουδάζων ἀνεγερθῆναι, καὶ τῶν ἀδικουμένων ἐκδικητὴς ἀναφαινόμενος ἀπαραίτητος, καὶ δικαιοσύνην τῶν ἄλλων ἁπάντων ὑπεραίρων καὶ προτιμώμενος. ἐξήγαγε γὰρ καὶ τῆς χρονίας φρουρᾶς τόν τε Κωνσταντῖνον ἐκεῖνον τὸν Δαλασσηνόν, ὡς ὕποπτον περὶ τῆς βασιλείας ἐν πύργῳ ἀποκλεισθέντα παρὰ τοῦ θείου αὐτοῦ, καὶ τὸν πατρίκιον ἐκεῖνον Γεώργιον τὸν Μανιάκην, ὃν καὶ τῷ τῶν μαγίστρων τετιμηκὼς ἀξιώματι καὶ κατεπάνω Ἰταλίας προεχειρίσατο. τοὺς δὲ συγγενεῖς αὑτοῦ, πολλοὺς μὲν καὶ πλουσίους φορτικοὺς δὲ δοκοῦντας τῷ βάρει τῶν πράξεων, ἄρδην ἐκ μέσου πεποίηκε, τὸν μὲν ἐξάρχοντα τούτων Ἰωάννην μοναχὸν καὶ ὀρφανοτρόφον, ὃς τὴν τῶν πραγμάτων εἶχεν ὡς βασιλεὺς διοίκησιν, ἀϊδίῳ ἐλάσας φυγῇ, τοὺς δὲ λοιποὺς ἀκμῆτας καὶ τὸν ἴουλον ἐπανθοῦντας, οὓς δὲ καὶ προσήβους, ἐκτομίας ἀπεργασάμενος. καὶ τὸ γένος αὐτοῦ τοῦτον τὸν τρόπον καταστρέψας, ἄφρονα ζῆλον προσφέρειν τοῖς συνετοῖς ἔδοξεν, ἐψιλωμένον ἑαυτὸν τοσαύτης βοηθείας καὶ συγγενικῆς βοηθείας ἀπεργασάμενος. Ἀμέλει τοῦ καὶ κατὰ τὴν θείαν καὶ πάνδημον ἑορτὴν τῆς ὑπερφυοῦς ἀναστάσεως Χριστοῦ τοῦ θεοῦ ἡμῶν, ἥτις πάσχα σωτήριον τοῖς ὀρθοδόξως δοξάζουσι διωνόμασται, τῆς βασιλικῆς εὐτρεπιζομένης προόδου οἱ τῆς ἀγορᾶς προεξάρχοντες, πέπλα σηρικὰ πολυτελῶς ἐξυφασμένα τῇ γῇ καταστρώσαντες ἀπ' αὐτῶν τῶν ἀνακτόρων μέχρι τῶν τοῦ σεβασμίου καὶ μεγίστου ναοῦ τῆς τοῦ θεοῦ λόγον ἁγίας σοφίας πυλῶν, ἐπὶ τούτοις τὸν βασιλέα μετὰ τῆς δορυφορούσης αὐτὸν εὐταξίας διελθεῖν φιλοτίμως παρεσκευάκασι. μετὰ δὲ ταῦτα καὶ κατὰ τὴν νέαν κυριακὴν ἐφίππου τῆς προόδου γεγενημένης ἐπεριπετάννυντο ὧδε κἀκεῖσε τὰ πολυτελῆ τῶν ὑφασμάτων καὶ τίμια, καὶ κόσμος ἄλλος χρυσῷ καὶ ἀργύρῳ καταστράπτων συνεχῶς ὑπερήρτητο, καὶ πᾶν τὸ τῆς ἀγορᾶς στεφανηφοροῦν καὶ οἷον ἑορτάζον χαρμόσυνά τινα καὶ σωτηριώδη κατελαμπρύνετο· ἡ δὲ προπομπὴ θαυμαστὴ τῷ ὄντι καὶ βασιλική, πανταχόθεν εὐφημίαις συγκροτουμένη καὶ χάρισι καὶ παιανισμοῖς ἐξαιρομένη τῆς πόλεως, πλὴν ὅσον τὸ τοῦ συνήθους πρωιαίτερον γενομένης τῆς προελεύσεως ἔκπληξις κατεῖχε τοὺς συνετωτέρους τῶν θεατῶν, συμβάλλοντας ὅπως πρὸ τοῦ κατασκευασθῆναι τὸ θέατρον καὶ πλησθῆναι τὰς ἀγυιὰς κατεσπουδασμένην ὁ βασιλεὺς τὴν πρόοδον ἐναπέδειξε· καὶ οἰωνὸς οὐκ ἀγαθὸς ἐδόκει τὸ ἔξωρον. τέως δὲ τὸν μὲν βασιλέα αὖθις ὑποστρέψαντα ἐκ τοῦ μεγίστου ναοῦ τῶν κορυφαίων ἀποστόλων εἶχε τὸ παλάτιον, μέγα φρονοῦντα τῷ τυχεῖν τοιαύτης ἀποδοχῆς τε καὶ προπομπῆς, τὴν δὲ δέσποιναν πρὸς τὴν ἑσπέραν ἡ Πρίγκιπος (νῆσος δὲ αὕτη τῆς βασιλευούσης οὐ πόρρω) μελαμφοροῦσαν καὶ κεκαρμένην τὰς τρίχας. Τῇ δ' ἐπαύριον ἔτι τοῖς πολλοῖς ἀγνώστου καθεστῶτος τοῦ πράγματος, φιλοτιμία περὶ τῶν διηγημάτων τῆς παρελθούσης ἡμέρας ἐγίνετο, τοῦ μὲν τάδε τοῦ δὲ τάδε θαυμαστικῶς ἐπιλέγοντος, καὶ ἄλλου προφθάνειν ἐπειγομένου τὸ παρεθέν, καὶ πάντων ἀποσεμνύνειν βουλομένων τὰ κράτιστα. ὡς δὲ κατέπτη τὰ τοῦ πάθους τῷ δήμῳ καὶ περιέδραμεν ἡ φήμη τοὺς περικύκλῳ, εὐθὺς ἦν ἰδεῖν ἀθρόον τὴν ἐναντίαν μεταβολὴν κατασχοῦσαν τοὺς σύμπαντας, καὶ ἀντεσηκώθη τοῖς χαρμοσύνοις τὰ σκυθρωπά, καὶ ἀντὶ τιμῆς καὶ φιλοτιμίας, ἣν πρὸς τὸν κρατοῦντα ἐδείκνυον, μῖσος ἄσπονδον ἐξηγείρετο, καὶ ἄλλος ἄλλου θερμότερος ἔσπευδε γενέσθαι καὶ τῆς κατ' αὐτοῦ προκατάρξασθαι δυσμενείας καὶ ἀναιδείας. ταῦτα μεμα θηκὼς ὁ βασιλεύς, καὶ βουλόμενος καταστεῖλαι τὸ φλεγμαῖνον τοῦ πάθους τῶν Βυζαντίων, ἔγγραφόν τι ποιεῖται τούτοις κατὰ τὸν ἐπισημότερον τόπον τοῦ φόρου ἐπαναγνωσθησόμενον, μεταφέρον τὰς αἰτίας ἐπὶ τὴν πεπονθυῖαν, ὡς αὐτῆς τῆς βουλῆς προκαταρξαμένης ἀνδρικώτερον οὗτος τὸ προβούλευμα κατειργάσατο, σκῆψιν πάντως ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφαλῆς προμηθούμενος ψευδεπίπλαστον, ἵνα περιτρέψῃ τὰς τῶν πεπονθότων ψυχὰς καὶ ὃν ὑπώπτευε διαδράσειε κίνδυνον. ἔλαθε δὲ τὸν καπνὸν ὑπεκκλίνων εἰσβαλὼν εἰς τὸ πῦρ. τοῦ γὰρ πιττακίου ἀναπτυχθέντος πλεῖστος ὄχλος ἐπέρρευσεν εἰς τὴν ἀκρόασιν, καὶ οὐδὲ δευτέραν φωνὴν τοῦ ἀναγινώσκοντος προεμένου ἤρξατο τὸ πλῆθος δίκην ἀγριαινομένης θαλάσσης ἐξοιδοῦσθαί τε καὶ οἷον κυμαίνεσθαι, καί τις πρῶτος τῶν ἄλλων ὑβριστικὴν φωνὴν ἀφιεὶς καὶ λίθου βολὴν ἐπαφῆκε σὺν τῇ φωνῇ. αὐτίκα οὖν τὸ περικεχυμένον πλῆθος ἐκεῖσε, ὥσπερ ὑφ' ἡγεμόνι τῷδε τῷ δημοτικῷ στρατηγούμενον, τὴν ὁμοίαν γνώμην καὶ γλῶτταν ἐξέρρηξε καὶ κατὰ τοῦ ἐπάρχου μετὰ βοῆς καὶ ἀλαλαγμῶν ἐξορμήσαντες οἱ πάροντες, ὡς εἶχον θυμοῦ καὶ ὀργῆς, καὶ τὰς τῶν ἐμπόρων καταστρέψαντες κραββατίνας ὅπλοις ἀγχεμάχοις τούτοις κατὰ τῶν τῆς βασιλικῆς μοίρας καὶ τῶν ἐπαρχικῶν κατεχρήσαντο. καὶ τούτους ἄρδην καταβαλόντες καὶ φυγεῖν αἰσχρῶς ἀναγκάσαντες οὐ διασκεδάσθησαν, οἷα τὰ τοῦ συμμιγοῦς πλήθους καὶ χηρεύοντα ἀρχηγοῦ, ἀλλ' ὥσπερ ἄνωθεν στρατηγούμενοι γενναιοτέροις βουλεύμασι πρὸς τὸ καρτερώτερον ἀνελάμβανον ἑαυτούς, καὶ προσθήκην ἑκάστης ὥρας ἐκ τῶν συρρεόντων ἐλάμβανον. τὸ δὲ κεφάλαιον τῆς βουλῆς, μὴ ἐνδοῦναι μηδὲ μαλακισθῆναί τι καὶ ἀναβεβλημένον παθεῖν, ἀλλὰ τὸν ἀχάριστον καὶ ἀγνώμονα περὶ τὴν εὐεργέτιν, καὶ ἀδικίαν κατὰ τῶν φρικωδεστάτων ὅρκων πεποιηκότα, τῆς ἀρχῆς καθελεῖν ὡς ἀλιτήριον καὶ ταύτης ἀνάξιον. βοὴ δὲ τούτοις οὐκ ἄσημος τὸ ποιητέον ἐπέτρεπε. καὶ οἱ μὲν τὰς φρουρὰς καθελόντες τοὺς φυλακίτας τῶν δεσμῶν ἠλευθέρουν καὶ κοινωνοὺς ἐποιοῦντο τῆς διεγέρσεως καὶ τῆς ἐπιτετραμμένης αὐτοῖς ἐνδιαθέτοις ὁρμαῖς ἐκδικήσεως, οἱ δὲ τὰ ἀνάκτορα κατελάμβανον καὶ πόλεμον πολιτικὸν ἀνερρίπιζον. ἄλλοι τὰς οἰκίας τῶν κατὰ γένος προσηκόντων τῷ βασιλεῖ καὶ μεγάλα δυναμένων τῷ κατ' ἐκεῖνο καιροῦ περιστοιχίσαντες ἐξ ἐφόδου κατήρειπον, καὶ τὸν πλοῦτον πολλοῖς ἀδικήμασι καὶ στεναγμοῖς πενήτων ἀποτεθησαυρισμένον ἐξήντλουν. οὐδὲ ναοὶ καὶ σεμνεῖα παρ' αὐτῶν πολυτελῶς καὶ πλουσίως ἀνεγερθέντα φειδοῦς ἠξίωντο, ἐλαφυραγωγοῦντο δὲ καὶ αὐτὰ καὶ ὡς ἐναγῆ ἐβεβήλωντό τε καὶ διηρπάζοντο. ἕτεροι κατὰ τὸ τέμενος τῆς τοῦ θεοῦ λόγου ἁγίας σοφίας εἰσρεύσαντες τὸν πατριάρχην αὐτὸν τὴν ἱεραρχικὴν στολὴν ἀμπεχόμενον κατεβίβασαν, ἐκβιαζόμενοι τὴν κληρονόμον καὶ δέσποιναν μὴ περιιδεῖν τὰ ἔσχατα πάσχουσαν ἀδίκως παρὰ τοῦ ἐπεισάντου καὶ ἀντὶ τῆς μεγίστης εὐεργεσίας ὕβριν παθοῦσαν ἀνήκεστον. ἔσχον οὖν τοῦ δικαίου τούτου συλλήπτορα ζήλου καὶ τὸν ἁγιώτατον τοῦτον ἄνδρα. Ἀλέξιος ἦν, ὁ πρὸ τοῦ τὴν μοναχικὴν πολιτείαν ἀκριβωσάμενος. καὶ ἀνάγουσι, γνώμῃ καὶ τινῶν τῶν ἐν τέλει, τὴν ὁμαίμονα τῆς παθούσης δεσποίνης (Θεοδώρα ταύτῃ τὸ ὄνομα) ἐξ ἑνὸς τῶν Πετρίων, ἐν ᾧ χρόνοις πολλοῖς ἰδιωτικῶς μονονουχὶ ἐβιότευσε. πείθουσι γὰρ αὐτὴν γυναικείας αἰδοῦς καὶ ἀσθενείας ἐπιλαθέσθαι, καὶ τούτοις ἀκολουθῆσαι παρασκευῆς οὕτω καὶ γνώμης ἔχουσι, πάντα ῥᾳδίως οἴσειν καὶ ταύτης προκινδυνεῦσαι καὶ τῆς αὐταδέλφης αὐτῆς, καὶ φόβου παντὸς ἀπαλλάξαι καὶ κινδύνου τοῦ πολεμήτορος. ἐποχηθεῖσα τοίνυν ἐφ' ἵππον πρόεισι, δορυφορουμένη λαμπρῶς μυριάνδροις ὅπλοις, καὶ φυλακαῖς ἀκαθαιρέτοις περιειλημμένη καὶ προκατειλημμένη τὰς διεξόδους, ὁμοίως διὰ μέσης τῆς πόλεως, παρὰ πάντων εὐφημουμένη, καὶ προτρεπομένη μὴ ἐνδοῦναι πρὸς τὸ ἀγώνισμα καὶ τὴν τοῦ ἀναιρέτου καθαίρεσιν. διασωθεῖσα οὖν πρὸς τὸν περιβόητον καὶ θεῖον ναὸν ἑσπέρας οὔσης βαθείας ἄνεισιν εἰς τὰς τοῦ πατριάρχου διαγωγάς, καὶ τῷ πλήθει τὰς ὄψεις αὐτῆς εἰς τὸν ναὸν ἐπαφίησι· καὶ παρ' ἐκείνων ἔτι παρεγγυηθεῖσα θαρρεῖν οὕτω διανυκτερεύει, συγκαλεσαμένη πάντας τοὺς ἐν τέλει ταχέως, καὶ παντὸς ψιλώσασα τὸν ἀντικείμενον βασιλέα δυνάμεως, ἀρχάς τε εὐθὺς λαμπρὰς καὶ ἀγορανομικὰς ἀποδείξασα, καὶ τὸ κράτος τῆς βασιλείας δεξιῶς περιεζωσμένη.
https://byzantium.gr/
17 Ὀρθριώτερον δὲ προσβαλόντων τοῖς ἀνακτόροις στρατιωτικῶν ἀνδρῶν καὶ γενναίων μετὰ ῥοίζου πολλοῦ καὶ βοῆς καὶ ἠχῆς σαλπίγγων τε καὶ βυκίνων, ὥσπερ τυφῶνι βληθεὶς ὁ βασιλεὺς τῷ ἐξαισίῳ τῆς ταραχῆς, τῶν ἀνακτόρων ἐκδὺς φυγὰς ᾤχετο διαπόντιος εἰς τὴν τοῦ Στουδίου μονήν, καὶ περιεχόμενος τῶν ἀδύτων ἀπαθὴς ἐφιλονείκει συντηρηθῆναι καὶ μὴ δίκας δοῦναι τοῦ ἀνοσιουργήματος. ἀλλ' ἡ δίκη τὴν καταδίκην αὐτῷ οὐκ εἰς μακρὰν ἀνεβάλετο. ἅπαντες γὰρ βρύχοντες κατ' αὐτοῦ εἰσήλασαν εἰς τὸ ἱερόν, καὶ βίᾳ τοῦτον ἐκτὸς ἑλκύσαντες ἡμιόνῳ τῶν εὐτελεστέρων καὶ ταπεινῶν φόρτον τοῦτον τιθέασι καταγέλαστον. καὶ ἄχρι τοῦ Σίγματος φθάσαντος δόγμα κατεφοίτησε τῆς Αὐγούστης, τὴν πήρωσιν τῶν ὀφθαλμῶν αὐτοῦ καὶ τοῦ πατραδέλφου αὐτοῦ τοῦ νωβελλισίμου αὐτίκα ἐγκελευόμενον· συνῆν γὰρ καὶ οὗτος αὐτῷ, σύμβουλος ἅμα καὶ συλλήπτωρ καὶ τῆς οἰκτρᾶς ταύτης τύχης κοινωνὸς καθιστάμενος. κατενεχθέντες οὖν τῶν ἡμιόνων ἀτίμως, πάντων ὁρώντων, τὰς κόρας τῶν ὀφθαλμῶν ἐκεντήθησαν. καὶ συναποβάλλουσι τὰς ὄψεις τῇ βασιλείᾳ, καὶ μοναχικῇ παραδίδονται βιοτῇ, διήγημα γενόμενοι σκυθρωπὸν τοῖς μετέπειτα, καὶ πρὸς τὸ κρεῖττον ἐπανόρθωσις τῶν ἀγνωμονεῖν ἐθελόντων πρὸς τοὺς εὐεργετήσαντας. ἐβασίλευσε δὲ ὁ Μιχαὴλ οὗτος μῆνας μόνους πέντε. Τῆς δὲ δεσποίνης ἐκ τῆς ὑπερορίας ἐπανελθούσης καὶ τὴν βασιλείαν αὖθις ἀναλαβούσης, συνέρχεται ταύτῃ καὶ ἡ ὁμαίμων ἐκτὸς ναοῦ, καὶ γίνεται συμφυΐα καὶ ἀλληλουχία ὥσπερ τοῦ αἵματος οὕτω δὴ καὶ τῆς κατὰ τὴν βασιλείαν κοινωνικῆς διαθέσεως, καὶ αὐτοκράτορες ἄμφω θαυμασίως ἀναγορεύονται. καὶ χρόνον τινὰ δι' ἑαυτῶν ἰθύνασαι τὴν ἀρχὴν, τῆς ὑπερορίας ἀνακαλοῦνται Κωνσταντῖνον τὸν Μονομάχον, ἀριστοκρατικὸν ἄνδρα καὶ θρέμμα τῆς πόλεως, ὕποπτον δὲ ὄντα διὰ τὴν ἀρχήν, καὶ διὰ τοῦτο παρὰ τῶν πρώην κρατούντων φυγαδευόμενον. καὶ παραχωρεῖ πάλιν τῆς συζυγίας ἡ Θεοδώρα τῇ αὐταδελφῇ Ζωῇ, καὶ τὸν ἄζυγα βίον αἱρεῖται, ὃν ἐκ παίδων καὶ μέχρι γήρως τῆς ἐσχάτης ἡμέρας ἐξήσκησεν. Εὐεργετικώτερος δὲ τοῦ προβεβασιλευκότος ὁ Μονομάχος ἀποδειχθείς, καὶ πάντας σχεδὸν βασιλικοῖς ἀξιώμασι καὶ δωρήμασι φιλοτίμοις ἀποσεμνύνας, ἠγάθυνε τὸ ὑπήκοον· ἐξαίφνης δὲ νέφος ἐκ τῆς ἑσπέρας ἐγείρεται τετριγὸς καὶ ὀλέθριον καὶ πανωλεθρίαν αὐτῷ καὶ τῆς βασιλείας ἀπέλασιν ἀπειλοῦν, ἀνὴρ αἱμοχαρὴς καὶ γενναῖος, ὁ προμνημονευθεὶς Γεώργιος, ᾧ Μανιάκης ἐπώνυμον, ἐκ τῆς Ἰταλικῆς ἀρχῆς ἐπαναστὰς μετὰ τῶν ἐκεῖσε συνόντων στρατιωτῶν Ρωμαίων καὶ Ἀλβανῶν, διὰ παρόρασιν τοῦ βασιλέως ἀνιαθεὶς καὶ προηγησαμένας ἔχθρας μετ' αὐτοῦ δεδιώς. καὶ τὰ μὲν λοιπὰ τῶν συναντησάντων στρατεύματα συνετάραξε καὶ κατέβαλε, πρὸ δύο δὲ τῆς Θεσσαλονίκης ἡμερῶν στρατοπεδευσάμενος περὶ δείλην ὀψίαν προσβάλλει τῷ μεγίστῳ βασιλικῷ στρατοπέδῳ· καὶ γὰρ ἦν ἐξεστρατευμένος ὁ παρὰ βασιλέως ἀποσταλεὶς μετὰ τῶν Ρωμαϊκῶν δυνάμεων εἰς ἀντιπαράταξιν. καὶ πολλὰ δράσας τοῖς βασιλικοῖς στρατιώταις, καὶ καταπλήξας τῇ ἀνυποίστῳ τούτου φορᾷ καὶ τοῖς οἰκειοχείροις πληγαῖς (καὶ γὰρ οὗτος τοῦ πλήθους προεπολέμει τε καὶ προεκινδύνευε, καὶ οὐκ ἦν ὃς τῷ φασγάνῳ τούτου τραυματισθεὶς οὐ τῷ ἡμίσει καὶ πλείονι περιερρήγνυτο σώματι· τοιοῦτος ἀκαταγώνιστος καὶ σταθηρὸς ἐγινώσκετο, μέγας ὁμοῦ καὶ εὐρύνωτος καὶ τὴν ὄψιν φοβερὸς καθιστάμενος, κἀν ταῖς βουλαῖς διαφέρων), καὶ κατορθῶσαι τὴν νίκην ἤδη τότε καταλειφθείς, καὶ παρὰ τῶν πλείστων ἐναντίων ἐπευφημούμενος, ἐπὶ τέλει τῶν ἀγώνων τοῦ ἵππου αὐτομάτως κατέρρευσεν, οἷα τὰ τοῦ θεοῦ κρίματα, καὶ ἀθιγὴς ἔκειτο, σκαιωρίαν εἶναι τὸ πρᾶγμα τῶν ἀντιθέτων οἰομένων καὶ σόφισμα. ὡς δὲ παρεγυμνοῦτο τὸ ἀληθές, ἐκδραμόντες πολλοὶ κείμενον αὐτὸν ἐπ' ἐδάφους κατέλαβον, αἵματι διάβροχον καὶ καιρίαν ἔχοντα κατὰ τῆς πλευρᾶς. τῇ πτώσει τοίνυν αὐτοῦ τῶν ἀμφ' αὐτὸν διασκεδασθέντων, καὶ παλιντρόπου γενομένης τῆς νίκης, ἐπανῆλθον οἱ τοῦ βασιλέως χαρᾷ καὶ φόβῳ διηγηματικῶς συνεχόμενοι· τῷ προτερήματι γὰρ μὴ ἐπαιρόμενοι τὸ πᾶν τῇ θείᾳ δεξιᾷ ἐπεγράφοντο. Θριαμβεύσας δὲ ὁ τὴν ἡγεμονίαν ἐσχηκὼς τοῦ πολέμου σεβαστοφόρος Στέφανος διὰ τῆς ἀγορᾶς, τὰ πρῶτα παρὰ τῷ βασιλεῖ μετὰ πολλῆς τῆς λαμπρότητος ἔσχηκε, καὶ ζηλωτὸς πᾶσι καὶ περισπούδαστος ἐγνωρίζετο. ἐπεὶ δὲ τὰ τῆς δεσποτικῆς εὐδαιμονίας ἀβέβαια, διαβληθεὶς καὶ οὗτος ὡς εἴη μελετῶν ἐπιβουλήν, ὑπερορίαν αὐτίκα καὶ δήμευσιν καὶ ἀπόκαρσιν κατεκρίθη· καὶ ὁ τῶν οἰκειοτάτων αὐτῷ εἷς, ᾧ καὶ τὸ κράτος μέλλειν περιθεῖναι κατηγορεῖτο, τῶν ὀφθαλμῶν μετ' ὀλίγον ἐστέρηται. Ἀπαλλαγεὶς οὖν ὁ βασιλεὺς τῆς τοσαύτης φροντίδος, εἰς ἑτέραν αὖθις ἀνάγκην ἐνέπεσε. πόλεμος γὰρ ἀλλόφυλος ναυτικὸς ἄχρι τῆς Προποντίδος τὴν βασιλίδα κατέλαβε, πλοίων Ρωσικῶν τῶν τετρακοσίων οὐκ ἀποδεόντων ἐπιρραξάντων αὐτῇ, καταφράκτων ὅπλοις τε καὶ πολεμικῇ ἐμπειρίᾳ καὶ πλήθει τῶν ἐν αὐτοῖς εἰσπλεόντων. καὶ κατεῖχε φόβος τὴν Βύζαντος οὐκ ἐλάχιστος διὰ τὸ ἀπαράσκευον ἐκ τῆς ἀπροόπτου τοῦ ἔθνους ἐπιδημίας. ὅμως τὰ παρατυχόντα μακρὰ πλοῖα καὶ λοιπὰς ἑτέρας ναῦς πολεμικὰς ὁ βασιλεὺς συστησάμενος, καὶ πεζικῇ δυνάμει τοὺς παρακειμένους αἰγιαλοὺς συμπεριλαβών, καὶ προσθήκην ἑκάστοτε τῆς πεζικῆς καὶ ναυτικῆς ἰσχύος λαμβανούσης διὰ γραμμάτων φοιτώντων εἰς τὰς κατὰ χώραν ἡγεμονίας, ἐν ἡμέρᾳ πρώτῃ τῆς ἑβδομάδος ἣν κυριακὴν ὁ χριστιανικώτατος οἶδε λαὸς ἐκ τῆς τοῦ κυρίου ἡμῶν ἀναστάσεως, ἐκτάξας ἄμφω τὰς δυνάμεις (ἀνῆλθε γὰρ καὶ αὐτὸς μετὰ τῆς βασιλικῆς νεὼς) καὶ τὸ ἐνυάλιον ἀλαλάξαι προστάξας ἐπῆλθε τοῖς ἐναντίοις, τὰς πρῴρας λελαμπρυσμένας ἔχων τῶν οἰκείων νεῶν τῷ Μηδικῷ πυρί, καὶ συρραγεὶς τούτοις φυγεῖν κατηνάγκασε, πολλὰς μὲν τῶν νεῶν κατακαύσας πυρί, ἄλλας αὐτάνδρους καταβαλὼν τῷ βυθῷ, τινὰς δ' αὐτοῖς πλωτῆρσι κεκρατηκώς· ἠρίστευσε δὲ τῶν λοιπῶν ἁπάντων στρατιωτῶν μεῖζον ὁ μάγιστρος ἐκεῖνος Βασίλειος ὁ Θεοδωροκάνος, ἀνὴρ ἐπίδοξος τὰ πολεμικὰ καὶ τὰς πράξεις ἐπιφανὴς κατά γε τὴν ἤπειρον. τότε δὲ θυμῷ ζέσας, εἰς μίαν τῶν Ρωμαϊκῶν νεῶν ἀναβὰς καὶ προσραγεὶς Ρωσικῇ, ἔνοπλος εἰς αὐτὴν ἐπεπήδησε, καὶ μόνος πρὸς ἅπαντας τοὺς πλωτῆρας συστησάμενος πόλεμον, καταπληξάμενος τῇ δυνάμει, ὅσους μαχαίρας ἔργον οὐκ ἐναπέδειξε, τῇ θαλάσσῃ βαλεῖν ἑαυτοὺς ἐβιάσατο. Οὕτω καὶ ταύτην τὴν μάχην κατορθώσας ὁ βασιλεὺς ἡσυχίαν ἦγε, καὶ τῶν πολιτικῶν πραγμάτων ἡδέως ἀντείχετο, μουσεῖον τῆς νομοθετικῆς ἀναγείρας καὶ νομοφύλακα προστησάμενος. ἀλλὰ καὶ τοῦ τῆς φιλοσοφίας οὐρανοβάμονος ἐπεμελήθη μαθήματος, πρόεδρον τῶν φιλοσόφων προχειρισάμενος ἄνδρα τῶν καθ' ἡμᾶς διαφέροντα γνώσει, καὶ τοὺς νέους πρὸς ἄσκησιν τῶν σοφῶν λόγων καὶ μαθημάτων προυτρέψατο σὺν τῷ εὐμαρεῖ τῶν διδασκάλων, καὶ γερῶν τούτους ἐν τῷ δημηγορεῖν βασιλικῶν ἀξιῶν. ἐκαίνισε δὲ καὶ δέκρετον δικῶν ἰδιωτικῶν, "ἐπὶ τῶν κρίσεων" καλέσας τὸν τούτου προέχοντα. ἐν τούτῳ οἱ τῶν ἐπαρχιῶν δικασταὶ καὶ συντάττουσι τὰ ποιητέα ἐγγράφως καὶ τὰ τῶν σχεδαρίων ἐναποτιθέασιν ἴσα δι' ὑποψίας ἀπαλλαγήν. Ἀλλ' ὁ βασκαίνων ἀεὶ τοῖς καλοῖς ἕτερον αὖθις ἀνεγείρει πόλεμον ἐπιχώριον ἐκ τοιᾶσδε προφάσεως. συγγενέα κεκτημένος ὁ βασιλεὺς ἐκ τῆς Ἀδριανουπόλεως Λέοντα κατονομαζόμενον, τοῦτον εἰς λαμπρὰν ὥσπερ εἰκὸς ἀνατίθησι τύχην, καὶ τῷ τῶν πατρικίων, εἶτα καὶ τῶν βεστῶν ἀξιώματι περίβλεπτον ἀποδείκνυσι, στρατηγίας συχνὰς καὶ δημαγωγίας ἐμπιστεύων αὐτῷ. ἐν μιᾷ δὲ ἔαρος ὥρᾳ τῇ Μελιτηνῇ στρατηγοῦντος αὐτοῦ τὰ Μακεδονικὰ συνεταράχθη στρατεύματα, μακρὰν ἀποστασίαν ὠδίνοντα. καὶ ὁ βασιλεὺς ἠπίως καταστείλας τούτων τὸ φρόνημα διέλυσε τὴν ἐπιβουλήν, πρὸς καιρὸν μέν, ὡς ὕστερον τὸ ἀποτέλεσμα παραδέδωκεν, ὅμως δ' οὖν κατεστείλατο. κατηγορηθεὶς οὖν ὁ προεκφωνηθεὶς αὐτοῦ συγγενὴς ὡς τῆς στάσεως καὶ τῆς βουλῆς ἀρχηγός, καὶ ὡς εἰς αὐτὸν ἀναφερομένης τῆς τυραννίδος, παραλύεται τῆς ἀρχῆς καὶ μοναδικῷ παραδίδοται σχήματι, καὶ τῇ μεγαλοπόλει ἄνετος καὶ χωρίς τινος παραφυλακῆς ἀπολύεται. τετάρτην δὲ πρὸς τῇ δεκάτῃ ἄγοντος τοῦ σεπτεμβρίου μηνός, καθ' ἣν τὸ ζωοποιὸν σημεῖον ὑψούμενον αἴρεται σὺν ἐξιλεώσει πολλῇ (πρώτη δὲ ἴνδικτος ἦν, ὁπότε καὶ ὁ Κρόνος συνώδευσε τῷ Διί), λάθρᾳ τῆς βασιλευούσης ἀποφοιτᾷ, καὶ δι' ἵππων κατὰ διαδοχὴν ἱσταμένων ὑπόπτερος ὡσανεὶ τῇ Ἀδριανοῦ παραδίδοται πόλει. καὶ συνήθροιστο πᾶν αὐτίκα μάλα τὸ τὴν στρατεύσιμον ἡλικίαν ἔχον ἑσπέριον· καὶ διὰ δύο καὶ τριῶν ἡμερῶν εἰς πλῆθος μέγα καὶ στρατιὰν ἀξιόλογον παραδόξως ἐπαίρεται ἡ συνάθροισις. καὶ τοῖς παρασήμοις κοσμηθεὶς μετὰ τῆς βασιλικῆς ἐσθῆτος ὁ φυγαδίας στρατηγὸς αὐτοκράτωρ παρὰ τῶν συνόντων ἀνηγορεύθη, καὶ διττὴν ἑτέραν ἡμέραν διαλιπὼν ὥρμησε σὺν πολλῇ πεποιθήσει πρὸς τὴν εὐδαίμονα μεγαλόπολιν. οἱ δὲ προαχθέντες παρὰ τοῦ βασιλεύοντος ἐξ αὐτῆς στρατιῶται, καί τινες τῶν ἐπισήμων τοῦ παλατίου προσμένοντες ἐς ἄστυ τῆς Σηλυμβρίας, ὡς ἔμαθον τὴν τούτου ἔφοδον πολλὴν καὶ ἀνύποιστον ὡς βαρεῖ στρατῷ καὶ μαχιμωτάτῳ συγκροτουμένην, ᾗ ποδῶν εἶχον γεγόνασιν ὀπισθόρμητοι. καὶ οἱ ἐπὶ τῶν ὑπαίθρων, ἐφοδιάσαντες ἑαυτοὺς ὡς ἑκάστῳ παρεῖχε τὸ ἐπικείμενον τοῦ καιροῦ, ἐπὶ τὰς πύλας ὠθοῦντο τῆς πόλεως, ἄλλος ἄλλον προφθάνειν κατεπειγόμενοι. μικρὸν δ' ὕστερον ἡ τοῦ ἀποστάτου ἐπιδημία φοβερά τις καὶ καταπληκτικὴ κατηγγέλλετο, ἵππῳ στρατιωτικῷ καὶ πεζικῷ δυνάμει μὴ ἀποδέουσα πρὸς μάχην βασιλικήν. ἐδῃοῦντο δὲ καὶ τὰ προστυχόντα καὶ διηρπάζοντο· καὶ οὐδενὸς ἡττᾶται τῶν ἐθνικῶν ὁ ἐμφύλιος πόλεμος. τειχήρεις οὖν γεγονότες οἱ περὶ τὴν βασιλεύουσαν σχεδὸν ἅπαντες τῶν ἐντὸς εἶχον τὴν φυλακὴν ἰσχυρῶς. καὶ ὁ βασιλεὺς ἐπὶ τῆς ἐν Βλαχέρναις καθήμενος ἀκροπόλεως ἤλγει τὴν οἰκείαν ἐπικράτειαν οὕτω λυττῶσαν καὶ μαινομένην, ἔστι δ' οἷς καὶ τὰ ἔσχατα πάσχουσαν καθορῶν. ἐπεὶ δὲ τοῖς τείχεσι προσεγγίσας ὁ τύραννος τῷ πλήθει καὶ ταῖς δυνάμεσιν ἐνηβρύνετο, βασιλικῶς καὶ ἀγέρωχος ἐμπεριπατῶν καὶ πρὸ τῶν τειχῶν εὐφημούμενος, τινὲς προπετεῖς καὶ ἀτάσθαλοι τοῖς ἀνακτόροις ἐγγίσαντες ὕβρεις ἀπρεπεῖς τοῦ ἀληθοῦς βασιλέως κατέχεον, καὶ οὕτως ἀπηλλάγησαν αὐχήματος ὁμοῦ καὶ φρονήματος γέμοντες. ἄλλος δέ τις τόξον ἀφεὶς διὰ τῶν κιγκλίδων μικροῦ ἐδέησε τὸν βασιλέα βαλεῖν· ἥρπασε δὲ τὴν πληγὴν τῶν θαλαμηπόλων αὐτοῦ ὁ ἐγγύτερος. εἰς δὲ τὴν ὑστεραίαν (κυριακὴ δὲ ἦν) περιαλγήσαντές τινες τῶν εὐνουστάτων τῷ βασιλεῖ γνώμην διδῶσιν ἵν' ἐν τῷ προεκκειμένῳ γηλόφῳ κόψωσι τάφρον, καὶ ἀνδράσιν αὐτὸν πολεμικοῖς, ὅσοι τηνικαῦτα τῇ βασιλικῇ δορυφορίᾳ παρέτυχον, περιλάβωσι, καὶ τῷ μήκει τοῦ διαστήματος τὰς ὑβριστικὰς φωνὰς ἀποκρούσωνται, καὶ μὴ τῷ βασιλεῖ κατήκοοι γίνωνται. δόξαν οὖν οὕτως ὅ τε τόπος περιτεταφρευμένος ἐδείκνυτο, καὶ τῇ ἐπαύριον στρατιῶται τῆς παρεμβολῆς περιείχοντο.
https://byzantium.gr/
Ἀγαρηνῶν δέ τις ξυμμορία τῶν ἐπὶ τῆς φρουρᾶς ἐκβληθεῖσα καὶ δεξιώσεων τυχοῦσα βασιλικῶν, ἐγκάρσιος ἔστη τῇ τάφρῳ περὶ τὰς ὄχθας τῆς περιζωννυούσης ἑτέρας τάφρου τὴν βασιλίδα τῶν πόλεων. ὡς δὲ ἠγγέλλετο παρὰ τῶν σκοπῶν μεγάλῃ παρατάξει καταλαμβάνειν τὸν τύραννον, πυκνώσαντες τὰς ἀσπίδας οἱ περὶ τὸν βασιλέα, καὶ τὰς αἰχμὰς ἀντιστήσαντες, οὕτω τὴν ἔφοδον ἐξεδέχοντο, βραχεῖς μὲν ὄντες καὶ μηδὲ πρὸς τὸ πολλοστὸν τῆς ἐκείνου στρατιᾶς ἀποσώζοντες, οἱ πλείους δ' αὐτῶν ἀπειροπόλεμοί τε καὶ ξύγκλυδες, πίσυνοι δὲ τῇ ἀποτειχιζούσῃ τάφρῳ καθεστῶτες τοὺς ἐναντίους. ἀρθέντων οὖν τῶν σημείων αἱ φάλαγγες ἀνεφάνησαν στοιχηδόν, αἱ μὲν προπορευόμεναι τῆς ἀποστατικῆς παρουσίας, αἱ δὲ τῶν κεράτων ἐξηρτημέναι καὶ ἄλλαι τῆς οὐραγίας ἐχόμεναι, ἕως ἀπέναντι τῆς τάφρου συντεταγμένας τὰς δυνάμεις ἐστήσαντο. εἶτα σιγῆς γενομένης ἀκροβολισμοὶ τὸ πρῶτον ἐγίνοντο, καὶ πελτασταὶ σποράδες ἐξ ἑκατέρου μέρους ἀλλήλοις συνέπιπτον, καὶ οὕτω τῆς μάχης κατὰ μικρὸν ἀναπτομένης ἱππόται τοῖς τοῦ βασιλέως πεζοῖς τοῖς ἐκτὸς τοῦ χάρακος προσπηδήσασι τὰς σαρίσσας ἐπέφερον. εἶτα μοῖρά τις ἀποτμηθεῖσα καὶ τοῖς Ἀγαρηνοῖς ἐπὶ μέτωπον προαχθεῖσα, καὶ δόξαν παρασχομένη φυγῆς, τῆς οἰκείας στάσεως ὡς διώκοντας αὐτοὺς μετεστήσατο· καὶ ταχέως μεταστρέψασα τοὺς ῥυτῆρας, εἰς μέσον τούτους συνέκλεισε, καὶ φόνον τούτων οὐκ εὐαρίθμητον κατειργάσατο. ἐπεὶ δὲ καὶ εἰς τὴν τοιαύτην ἐπιφορὰν ἐποιήσατο, σύνθημα γέγονε τοῖς ἑστῶσι συντεταγμένοις ἀλαλάξαι πολεμικῶς, καὶ σαλπισάντων τῶν σαλπιστῶν αὐτοβοεί τε τῷ χάρακι ἐπιφέρονται καὶ τοῦτον αἱροῦσιν ἐξ ἐφόδου, περιστοιχίσαντες δίκην μελισσῶν τὸ θριγγίον. καὶ εἰσπεσόντες ἔνδον πολλοὺς ἀνῄρουν καὶ συνεπάτουν τῶν ἐκ τοῦ χάρακος, ἑτέρους δὲ ζωγρίᾳ εἷλον πολλούς. οἱ δὲ περισωθέντες ἐντὸς πυλῶν ὑπότρομοι εἰσεδέχθησαν. οἱ δ' ἐπὶ τῶν τειχῶν τῷ φόβῳ κατασεισθέντες τῆς συνδρομῆς, καὶ τῶν πυλῶν κυριεῦσαι τοὺς πολεμίους νομίσαντες, ταῦτα καταλιπόντες δρομαίως ἐπὶ τὰ πρόσω τῆς πόλεως ἔθεον. καὶ ἦν ἐψιλωμένα πάντα φυλάκων, καὶ δρόμος ἀνὰ τὴν πόλιν καὶ δίαυλος ἄτακτος, τῶν μὲν πρὸς τοὺς ναοὺς καὶ τὰ ἱερὰ προσφευγόντων καὶ τὴν τῶν ἄνω συμμαχίαν ἐκκαλουμένων, τῶν δὲ σὺν ὀδυρμοῖς προσιόντων οἴκοις συγγενικοῖς, τῶν δὲ πρὸς ἀλκὴν παρεγγυωμένων τραπέσθαι, τὰ τῆς ἁλώσεως ἐνθυμουμένων δεινά. οὐδὲ γυναῖκες ταύτης τῆς συνδρομῆς ὑπῆρχον ἀμέτοχοι. καὶ εἰ μή τις λογισμὸς ὑπερήφανος τοῦ νενικηκότος περιεγένετο, ἢ φιλάνθρωπος ἔννοια, ὡς λόγος μᾶλλον αἱρεῖ, ἵνα μὴ τῇ τῆς εἰσόδου συγχύσει κακῶς ἄγαν διατεθῇ τὸ ὁμόφυλον, ἢ καὶ παλαιὸς λόγος, ὃν καὶ αὐτῷ ἐπειπεῖν τινὰ λέγεται, τὸ "νίκα καὶ μὴ ὑπερνίκα," τῆς τῶν πυλῶν ἐπικρατείας αὐτὸν διεκώλυσεν, εὐμαρῶς ἂν ἐπέτυχε τῆς ἐπιβολῆς καὶ μεῖζον ἢ κατὰ τοὺς λοιποὺς ἀποστάτας ἤρατο κλέος, πολέμῳ τὴν τῶν πόλεων μητρόπολιν ἑνὶ καὶ συντόμῳ παραστησάμενος. νῦν δὲ καταφρονήσας τοῦ πρόσω, σὺν τῇ νίκῃ καὶ τῆς οἰκείας δυναστείας καὶ σωτηρίας ἐξέπεσεν. οὕτως ἐν πολλοῖς τῶν ἀνδραγαθημάτων πολλάκις ἡ ἀνοχὴ τὸ μεῖζον κατεστρέψατο κλέος, ἀδυνατούσης πάντως τῆς ἀνθρωπίνης φύσεως τὸ μέλλον ὡς δέον συμβαλεῖν καὶ στοχάσασθαι. Καὶ ὁ μὲν τῷ τοιούτῳ προτερήματι κορεσθεὶς λαμπρῶς εἰς τὴν οἰκείαν παρεμβολὴν ἐπανέζευξε, φιλανθρώποις συναντήσεσι καὶ προσηγορίαις εὐφημοτάταις καὶ παιανισμοῖς παρὰ τῶν ἀμφ' αὐτὸν ἀπαντώμενος· ὁ δὲ βασιλεὺς ἐπείπερ ἀδείας ἐδράξατο, καὶ ὅπερ ἐδεδίει, τὴν ἐξ ἐφόδου δηλονότι τῆς πόλεως ἅλωσιν, ἡ θεία ἀντίληψις διεσκέδασεν, οὐκ ἠμέλησε δι' ὅλης ἐκείνης τῆς ἡμέρας καὶ τῆς νυκτὸς τῆς ἐπὶ ταύτῃ ἐπισυναθροίζων τοὺς συμφυγόντας τῶν πολιτῶν καὶ τειχήρεις ἐσαῦθις ποιούμενος, τάς τε πύλας κατοχυρῶν, καὶ παντοίοις ὅπλοις καὶ μηχαναῖς καὶ πετροβόλοις ὀργάνοις τὰς ἐπάλξεις περιζωννύων. τῇ δ' ἐπιούσῃ τὰς δυνάμεις ἀνειληφὼς ὁ τῶν ἑσπερίων ὑπαίθρων κρατῶν ἐπιφαίνεται τοῖς τῆς πόλεως, εὔελπις ὢν ὡς τῇ προτεραίᾳ καταπλήξας τοὺς ἐναντίους σὺν εὐλαβείᾳ καὶ φόβῳ παρὰ τούτων ὑποδεχθήσεται, τὰς πύλας αὐτῷ ἀναπεταννύντων καὶ τῆς πρὸς τὰ βασίλεια φερούσης βασιλικῆς προηγουμένων. ὡς δὲ τοὐναντίον ἢ κατὰ λογισμὸν εἶχε συνηνέχθη τούτῳ τὰ πράγματα, καὶ τὸ μὲν τεῖχος μείζονι παρασκευῇ περιειλημμένον εἰς τὴν ἐπιοῦσαν κατεῖδεν, τούς τε ἐπ' αὐτῷ καθημένους πολεμησείοντας καὶ τὴν ἄνοιξιν τῶν πυλῶν προτρεπόμενον διαπαίζοντας τοῦτον καὶ καθυβρίζοντας, πολλὰ τῆς δυσβουλίας ἑαυτῷ κατεμέμψατο, ὅτι τοῦ καιροῦ διδόντος τὸ πρότερον μαλακώτερον αὐτὸς τὴν φιλοτιμίαν ἐδέξατο. καὶ τότε λοιπὸν εἰς ἔργον ὁ λόγος ἐκβέβηκεν, ὅτι τῷ Ἐπιμηθεῖ τὸ μὲν μέλειν οὐκ ἦν, τὸ δὲ μεταμέλειν ἐνῆν. πολλοὺς δ' ἐμπεριπατήσας διαύλους πρὸ τῶν τειχῶν, εἶτα τοὺς ἑαλωκότας προαγαγὼν καὶ διαχειρίσασθαι τούτους ἐπαπειλούμενος εἰ μὴ τὴν εἴσοδον αὐτῷ οἱ ἐντὸς ἐπιτρέψαιεν, ὡς ἔγνω μάτην τὸ τοῦ λόγου θυροκοπῶν καὶ πρὸς Κρῆτας κρητίζων, ὀπισθόρμητος γέγονε. Καί τινας ἡμέρας ἐν Θερμοπόλει ἐπιστρατευσάμενος ἑτέρας, ἀρξαμένου τοῦ πλήθους αὐτοῦ ὑπορρεῖν καὶ τῷ βασιλεῖ προσιέναι, ἄρας ἐκεῖθεν νυκτὸς πρὸς ἑσπέραν ἐβάδιζε, καὶ κατὰ τῆς Ραιδεστοῦ (πόλις δὲ αὕτη παράλιος, τῆς Προικοννήσου ἀπέναντι) πανστρατιᾷ ἐξωρμήσατο (μόνη γὰρ αὕτη τῶν Μακεδονικῶν οὐ συναπήχθη τούτῳ καὶ συνεφρόνησε), σπεύδων κατὰ κράτος ἑλεῖν τὴν πόλιν καὶ δι' αὐτῆς καταπλῆξαι τοὺς ἀντιβαίνοντας. προσραγεὶς δὲ τοῖς τείχεσι καὶ μηχανὰς ἐπιστήσας αὐτοῖς, τῶν ἔνδον εὐρώστως ἀνταγωνιζομένων ἄπρακτος ἀπηλλάγη, μηδὲν κατωρθωκὼς ὧνπερ διενοήσατο. ἐξ ἐκείνου τοίνυν τὴν παρεμβολὴν ἐν τοῖς μεσογείοις προθέμενος ἐκαραδόκει τὸ μέλλον. ἤρξαντο δὲ καὶ ἀπὸ τῶν τῆς ἑώας πολλοὶ πρὸς τὴν βασιλεύουσαν ἐπιρρεῖν, πανταχῇ γραμμάτων ἐπιφοιτησάντων βασιλικῶν· καὶ προϊόντες τινὲς ἀποσπάδες ἐξήπτοντο τῶν πεμπομένων πρὸς τῆς παρεμβολῆς, καὶ τὰς ἀγορὰς περιέκοπτον, καὶ ὡς ἐν ἀκροβολισμῷ τὰ τῆς μάχης ἐγίνετο. μικρὸν δὲ ὕστερον τῶν ἀπὸ τῆς ἑώας στρατευμάτων ἁπάντων ἐπανελθόντων, καὶ τῆς δυνάμεως ἁδρᾶς ἤδη γενομένης τῷ βασιλεῖ, τὰ πρὸς τὸν πόλεμον ἐξηρτύοντο. καὶ οἱ μὲν ἐκ τῆς βασιλίδος κατὰ τῶν ἀντιπάλων ἐσκευασμένοι ἐξῄεσαν, Βουλγαρικὴ δέ τις δύναμις ἀπὸ τῆς ἑσπέρας μεταπεμφθεῖσα κατὰ νώτου τοῖς περὶ τὸν ἀποστάτην ἐγίνετο. ὅθεν καὶ μοῖραν οὗτος οὐκ ἐλαχίστην ἀποτεμόμενος ἐπιτρέπει τὴν ἡγεμονίαν αὐτῆς τῷ συγγενεῖ αὐτοῦ στρατηγῷ τῷ Βατάτζῃ, ἀνδρὶ γενναίῳ καὶ συνετῷ καὶ πρὸς πᾶσαν πολεμικὴν ἐμπειρίαν ἀκαθαιρέτῳ· καὶ συμβαλὼν οὗτος τοῖς ὑπερχομένοις Βουλγάροις περὶ τὴν τῶν Κυψέλων περίχωρον ἀγῶνι μεγάλῳ τούτων κρατεῖ, καὶ πολλοὺς ἀνελὼν ἐπανῆλθε τῷ προτερήματι σεμνυνόμενος. εὗρε δὲ τὸν ἀποστείλαντα τοῦτον πάσης ἐψιλωμένον ἰσχύος· οἱ γὰρ στρατιῶται καταλιπόντες αὐτὸν ἄλλος ἀλλαχοῦ διεσπάρησαν. ἰδόντες δὲ καὶ οἱ περὶ τὸν Βατάτζην τὸ γεγονός, ἀθρόον καὶ αὐτοὶ φυγαδείᾳ ἐχρήσαντο. συνιέντες οὖν οὗτοι ὅπῃ τύχης εἰσί, καὶ πᾶσαν ἀπογνόντες σωτηρίας ὁδόν, τῷ ἐν Βουλγαροφύγῳ σηκῷ καταφεύγουσιν. ἐπικαταλαβόντος δὲ τοῦ βασιλικοῦ στρατοπέδου, τῆς ἱερᾶς τραπέζης περιεχόμενοι ἀποσπῶνται βιαίως, καὶ δεσμῶται γενόμενοι τῷ βασιλεῖ παραπέμπονται περὶ τὴν ἡμέραν τῆς τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενεθλιακῆς ἑορτῆς, καὶ μηδὲ λόγου τυχόντες χερσὶ δημίων τοὺς ὀφθαλμοὺς ἀποβάλλουσιν. ἑτέρους δὲ τῆς ἀποστασίας συμμύστας ὁ βασιλεὺς εἰς σῶμα κολάσαι οὐκ ᾠκονόμησε, φυγῇ δὲ αὐτοὺς καὶ δημεύσει προσεζημίωσε. Καὶ τὰ μὲν τῆς ἐπιβουλῆς τοιοῦτον ἔσχε τὸ τέλος.
https://byzantium.gr/
Σκύθαι δέ, οὓς Πατζινάκους οἶδεν ὁ δημώδης λόγος καλεῖν, τὸν Ἴστρον παγγενεὶ διαβάντες μετ' οὐ πολὺ τοῖς Ρωμαϊκοῖς ἐγκατεσκήνωσαν τόποις, γένος ἀντὶ πάσης ἄλλης ἐπιστήμης καὶ τέχνης τὴν μεθ' ὅπλων ἐπιδρομὴν ἠσκηκός, καὶ βίον ἔχον τὸ ἐν ῥομφαίᾳ καὶ τόξῳ καὶ βέλει συνεχῶς διαζῆν, μυσαρὸν δὲ τὰ πρὸς τὸ ζῆν καὶ τὴν ἄλλην διαγωγήν, καὶ μιαροφαγιῶν οὐδαμῶς ἀπεχόμενον. τοῦτο πονηρᾷ τινὶ τύχῃ τοῖς Ρωμαίοις ἐπεισκωμάσαν ὁρίοις πολλὰ δεινὰ καὶ λόγῳ ῥηθῆναι καθεξῆς μὴ δυνάμενα ἐς ὕστερον διαπέπραχε. τέως δ' οὖν τῆς περὶ τούτων φήμης ἐπιδραμούσης τὰς πρὸς ἥλιον λήγοντα δυνάμεις ὁ βασιλεὺς αὐτοῖς ἐπεστήσατο. οἱ δὲ τῆς τε ἀλλοτρίας ἔτι καθεστῶτες ἀπείρατοι, καὶ νόσῳ λοιμώδει κατατρυχόμενοι, ἀσυνήθως δὲ καὶ πρὸς τὰς Ρωμαϊκὰς φάλαγγας ἀντιστρατεύεσθαι ἔχοντες, χεῖρας μὲν ἀντᾶραι τούτοις οὐκ ἐδοκίμασαν, τοὺς δὲ ἀρχηγοὺς αὐτῶν καὶ συνταγματάρχας δόντες ἐνέχυρον, καὶ δούλωσιν οὕτως ὑποκρινάμενοι, φιλανθρωπίας ἐντεῦθεν τυγχάνουσι. καὶ λύσις τότε τῆς στρατιᾶς δια γίνεται, τῶν Ρωμαίων ἀρκεσθέντων τούτοις καὶ χειροήθεις οἰηθέντων ποιῆσαι τοὺς μηδέποτε γενομένους μηδ' ἕξιν ἔχοντας γίνεσθαι. καὶ οἱ μὲν ἀρχηγοὶ τούτων τῷ βασιλεῖ παραπέμπονται, οἱ δὲ λοιποὶ τοῖς ἰδίοις χάραξι συνετηρήθησαν ἀπαθεῖς. Λωφησάσης δὲ τῆς νόσου, καὶ ὥσπερ ὄφεων ὑπὸ θέρμης εὐρώστως συγκινουμένων αὐτῶν καὶ δόξαν παρεσχηκότων ἰσχύος δυσκατεργάστου, σκοπὸν ἔσχεν ὁ βασιλεὺς τοὺς ἀρχηγοὺς αὐτῶν ἀποστεῖλαι συνετίσοντας τυχὸν τὸ ὁμόφυλον· ἔτυχε γὰρ αὐτοὺς τῆς τοῦ θείου λουτροῦ παλιγγενεσίας καταξιῶσαι καὶ φιλοτιμίας ἀξιῶσαι μεγίστης. καὶ δὴ ποιεῖται τούτους τῆς μάχης τάχα καταλλακτῆρας, καὶ ταῖς οἰκείαις φατρίαις αὖθις ἀνασώζει καὶ παραδίδωσιν. ἔγνω δὲ τότε πρῶτον ὅτι μάτην Αἰθίοπα λευκᾶναί τις ἐπιβάλλεται, καὶ ὅτι ὄφιν τρέφειν καὶ πονηρὸν εὐεργετεῖν ὅμοιον, καὶ οὐδ' ἑκάστου τούτων ἡ χάρις ἀποτίκτειν εἴωθεν εὔνοιαν· κατὰ γὰρ τὸ οἰκεῖον ἔθνος γενόμενοι πάντα πράττειν ὅσα, τὸ ἔθος αὐτοῖς παρῄνει καὶ διηρέθιζεν οὐκ ἀπείχοντο, συνεχεῖς ἐκδρομὰς ἐργαζόμενοι καὶ λαφυραγωγοῦντες τὰ κύκλῳ καὶ πᾶν τὸ προστυχὸν ληιζόμενοι, καὶ τὴν Ρωμαϊκὴν γῆν τοῖς αἵμασι τῶν Αὐσόνων πιαίνοντες. διὸ καὶ συνηναγκάσθη πάλιν ὁ βασιλεὺς κατὰ τῶν βαρβάρων ἐλάσαι στρατιὰν ἀξιόμαχον. καὶ συνελθούσης αὐτῆς καὶ τοῖς ἐναντίοις ἀντιπαραταξαμένης μάχαι συνεχεῖς καθ' ἑκάστην ἐγίνοντο, ποτὲ μὲν τούτων ποτὲ δ' ἐκείνων προαρπαζόντων τὴν νίκην. ἐπεὶ δ' ἰσοπαλὴς ἐδόκει, μᾶλλον δ' ἡ τῶν Σκυθῶν ἐπιφορὰ προτεροῦσα, χωρὶς ἥττης θατέρου τῶν ἀντιτεταγμένων ἀπ' ἀλλήλων εὐθύς, ὥσπερ ἀπὸ συνθήματος, ἄνευ διωγμοῦ καὶ φυγῆς ἀπηλλάγησαν. Ἔγνω τοίνυν ὁ βασιλεὺς προσθήκην ἐμποιῆσαι τῇ στρατιᾷ διὰ τῶν ἑώων ταγμάτων καὶ οὕτω τὴν Σκυθικὴν κατεργάσασθαι παντευχίαν. διαβιβάζει τοίνυν εἰς Εὐρώπην ἐκ τῆς Ἀσίας τοὺς στρατευομένους πασσυδίᾳ, καὶ πολυπλασιάσας τὸ πλῆθος τοῖς Σκύθαις ἐπαφῆκεν, ὁμοῦ ἀρχηγὸν αὐτοῖς ἐπιστήσας εὐνοῦχόν τινα τῶν ἱερωμένων, τῷ τοῦ ῥέκτωρος τιμήσας αὐτὸν ἀξιώματι. ὃς τὰς δυνάμεις ἀναλαβὼν κατὰ τῶν ἐναντίων ὁμόσε χωρεῖ· καὶ πρὸ τοῦ χάρακα βαλεῖν καὶ στρατοπεδεύσασθαι καὶ βουλὰς στρατηγικὰς προλαβεῖν καὶ συμβαλεῖν τὰ προσήκοντα, κατὰ μέτωπον τοῖς ἐναντίοις, ὡς εἶχε φόρτου καὶ συσκευῆς ἀγοραστικῆς, ἐπιφαίνεται, σπεύδων αὐτός τε καὶ οἱ σὺν αὐτῷ καταλαβεῖν τοὺς ἀντιτεταγμένους πρὸ τοῦ φυγεῖν, καὶ πανωλεθρίαν τούτων ἐργάσασθαι. ὡς δ' ἐκεῖνοι περιτετειχισμένοι ταῖς ἁμάξαις τὴν ἔφοδον αὐτῶν ἐξεδέχοντο, δρόμῳ καὶ βοῇ πολλῇ τῇ παρεμβολῇ τούτων τῶν Ρωμαϊκῶν φαλάγγων τινὲς προσέβαλον. οἱ δὲ βέλεσιν ἑκηβόλοις χρησάμενοι, καὶ τοὺς ἵππους αὐτῶν πληγαῖς θορυβήσαντες, αἰσχρῶς τούτους φυγεῖν συνηνάγκασαν, εὐλαβουμένου τούτων ἑκάστου ἵνα μὴ τὸν βίον ἀποβάλῃ πληγῇ ἀπροόπτῳ καὶ συμπατηθῇ τοῖς συντρέχουσι. δευτέρας δὲ συμβολῆς γενομένης ὡς τὴν ὁμοίαν ἐκτροπὴν οἱ Ρωμαῖοι πεπόνθασιν, εὐθὺς φευγόντων οἱ Σκύθαι τούτων ἐξήρτηντο. καὶ τῇ ἀταξίᾳ τοῦ πλήθους τῶν στρατιωτῶν συμμιγέντων, τῶν τε τῆς ἑσπέρας στρατιωτῶν μηδ' εἰς χεῖρας ἐλθεῖν καὶ τὴν ἧτταν τῶν συμμάχων ἀνακαλέσασθαι διὰ τὸ παρευδοκιμηθῆναι περὶ αὐτὴν τὴν ἡμέραν τῆς προκατάρξεως, παντελὴς τροπὴ τῶν Ρωμαϊκῶν δυνάμεων γίνεται καὶ φόνος τούτων ὅσος ἀμύθητος. οἱ δὲ περισωθέντες τὰς πανοπλίας ἐκδύντες καὶ καταβάντες τῶν ἵππων, εἰς ὕλην τε βαθεῖαν καὶ κρημνοὺς ἑαυτοὺς συνωθήσαντες, μόλις εἰς τὰ ἑαυτῶν ἀνεσώθησαν. Τοιαύτης δὲ τετυχηκότες οἱ Σκύθαι τῆς εὐτυχίας, καὶ πολλῶν σωμάτων καὶ χρημάτων γενόμενοι κύριοι, καὶ αὐχήματος μεγάλου πληρώσαντες ἑαυτούς, οὕτως ἐμβάλλουσιν εἰς τὴν Μακεδονικὴν καὶ κατατρέχουσι πᾶσαν ὁμοῦ, καὶ πλειόνων κυριεύσαντες λαφύρων εἰς τὰς ἑαυτῶν σκηνὰς περιφανῶς ἀνασώζονται. τοῦτο δὲ δὶς καὶ τρισσάκις πεποιηκότες ἄμαχον ἔχειν τὴν ἰσχὺν καὶ ἀκαταγώνιστον ἔδοξαν. αὖθις δὲ περὶ Ἀδριανούπολιν συντάγματα μεγάλα παραλαβὼν ὁ τῶν Ρωμαίων ἡγεμὼν Κωνσταντῖνος πραιπόσιτος ὁ εὐνοῦχος εἰς τόπον ἱκανόν, καὶ τάφροις αὐτὸν ὀχυρώσας ὑποθημοσύναις Μιχαὴλ βεστάρχου τοῦ Δοκειανοῦ, ἦν ἐπιτηρῶν τὴν τῶν Σκυθῶν ἔφοδον. δι' ὀλίγου δὲ ἐπελθόντες ἐκεῖνοι ἅπαν τὸ κατὰ πρόσωπον πεδίον ἐπλήρωσαν, καὶ εἰς τὴν τῶν Ρωμαίων παρεμβολὴν ἐπορεύοντο, πλῆθος ὄντες ὡς ἀληθῶς δυσαρίθμητον. εἴπερ οὖν προσέσγον τότε τῇ τοῦ μαγίστρου τοῦ Ἀρριανίτου βουλῇ καὶ περιεφύλαξαν ἔνδον ἑαυτοὺς οἱ Ρωμαῖοι κατ' ἐκείνην τὴν ὥραν, εἶτ' ἐπανιοῦσι τοῖς Σκύθαις ἐκ ποδὸς συνεδίωκον ἤδη καμοῦσι καὶ κεκμηκόσι τῇ στάσει καὶ τοῖς περιδρόμοις τοῦ χάρακος, κἂν εἰργάσαντό τι ἀξιόλογον ἔργον. νῦν δὲ ἀπαυθαδιασθέντες, καὶ πρὸ τῆς πόλεως ἐμβαλόντες αὐτοῖς ἐν τόποις ἠροτριασμένοις καὶ ἀμπελῶσι καὶ φραγμοῖς κατεσπιλωμένοις, ὀλίγον ἐδέησαν ἀποβαλεῖν καὶ τὸν χάρακα, ἡττηθέντες ἄρδην τῇ τῶν ἐναντίων ἐπιφορᾷ· ἔπεσον δὲ καὶ οἱ τῶν ἡγεμόνων ἐπιφανέστατοι, αὐτός τε ὁ Ἀρριανίτης καὶ ὁ Δοκειανός, ὁ μὲν ὑσσῷ βληθεὶς ὁ δὲ ζωγρείᾳ ληφθείς. ἀχθεὶς δὲ πρὸς τὸν τῶν Σκυθῶν ἀρχηγόν, μηδὲν ὑποπτήξας ἁρπάζει ξίφος ἀγχοῦ που κείμενον, καὶ παίει τοῦτον κατὰ τοῦ τραχήλου, καὶ συναφαιρεῖται τὴν χεῖρα, λέξας "ἑνὸς καὶ αὐτὸς δυσμενοῦς φονεὺς γενέσθαι οὐ δέδοικα." οἱ δὲ Σκύθαι θυμῷ ζέσαντες διασπαράττουσι τοῦτον, καὶ τὴν γαστέρα τεμόντες τὰ ἔγκατα τούτου ἐξαιροῦσι, καὶ κατατεμόντες αὐτοῦ χεῖρας καὶ πόδας ἀντεισάγουσιν ἐν αὐτῇ. καὶ θνήσκει λοιπὸν τὸν εὐγενῆ θάνατον. τῇ δ' ἐπαύριον συμβαλόν τες ἀλλήλοις, κατά τινα μέρη διδοῦσι νῶτα οἱ Σκύθαι καὶ πεσόντων τινῶν οἱ λοιποὶ περὶ τὰ σφέτερα διασώζονται. Ἤσχαλλε τοίνυν ὁ βασιλεύς, καὶ μηχανὴν ἐζήτει δι' ἧς ἂν ἀποκρούσασθαι δυνήσαιτο τὸ ἀντίπαλον· αὐτὸς μὲν γὰρ δι' ἑαυτοῦ τὴν ἡγεμονίαν ἀναδέξασθαι τοῦ πολέμου καὶ βουλόμενος οὐκ ἠδύνατο, νόσῳ ποδαγρικῇ περὶ τὰ ἄκρα κακῶς διακείμενος καὶ παντελῶς ἀπρόϊτος ὢν καὶ ἀντὶ ποδὸς κεχρημένος τῷ δίφρῳ· τῶν δὲ στρατηγῶν ἀνανδρίαν καταγινώσκων καὶ περὶ τὴν τῶν δεόντων διάταξιν ἄνοιαν, μίαν οὖν εὕρισκεν ἀναστολὴν τῆς συνεχοῦς τῶν βαρβάρων ἐπιδρομῆς τὴν ἐν τοῖς φρουρίοις διανομὴν τῶν στρατιωτῶν. καὶ οὕτω καστροφυλακοῦντας ἀποδείξας αὐτούς, καί τινα Λατῖνον, ἄνδρα γενναῖον ἐς τὰ μάλιστα κατὰ χεῖρα, καὶ νοῆσαι τὸ δέον οὐδενὸς ἥττονα, τούτοις ἀρχηγὸν ἐπιστήσας, ταῖς τῶν ἐναντίων ἐφόδοις ἐφεδρεύειν πεποίηκεν. ἐπιτηροῦντες τοίνυν αὐτοὺς ἐν ταῖς ἐκδρομαῖς καὶ ταῖς διαρπαγαῖς τῶν ἐπιχωρίων, κατὰ μοῖραν ἐξιόντες ἀθρόον τῶν πόλεων, καὶ τούτους σποράδας καταλαμβάνοντες, τήν τε λείαν ἀφῄρουν καὶ πολλοὺς ἀνῄρουν καὶ ζωγρείᾳ ἐλάμβανον. τούτου δὲ γενομένου, καὶ φόβου κατασχόντος τοὺς ἐναντίους, ἀναστολὴν ἔλαβε τὸ δεινὸν τῆς ἐπιδρομῆς, καὶ οἱ ἐντὸς τῆς Σιδηρᾶς λεγομένης ἄνεσιν τῆς συνεχοῦς καταδρομῆς εἰσεδέχοντο. Ἐν τοσούτῳ δὲ τοῦ θύραθεν λωφήσαντος μαχησμοῦ ἀνεθάρρησε τὸ Ρωμαϊκόν, καὶ ὁ βασιλεὺς τῶν ἐπὶ τῆς αὐλῆς ἕνα στρατηγὸν ἀναδεδειχώς, τούτῳ τὰς ἑσπερίους δυνάμεις εὐθὺς ἐνεχείρισε. καὶ ὃς κατὰ τὸ φρούριον τῆς Χαριουπόλεως γεγονὼς ἐκτὸς ταύτης τὸν χάρακα τίθεται. μαθὼν οὖν ὡς πλῆθος οὐκ εὐαρίθμητον Σκυθῶν ἄρτι προσβαλὸν τὰ περὶ τὴν Χαλκίδα καὶ Ἀρκαδιούπολιν καὶ ὅσα δυσμικώτερα τούτων ληίζεται, ἄρας ἐκεῖθεν πανστρατιᾷ τοῖς βαρβάροις καταπληκτικῶς ἐπιφαίνεται· καὶ τὰς φάλαγγας ἐκτάξας πολεμικῶς καὶ θαρρεῖν παρεγγυησάμενος ἀπὸ ῥυτῆρος ἤλαυνε κατ' αὐτῶν. οἱ δὲ πρὸς καιρὸν ἀντισχόντες καὶ τὴν μάχην ἐπισυνάψαντες, καὶ εἰς ἀλκὴν διερεθίσαντες ἑαυτούς, τῶν Ρωμαίων ἐπικειμένων καὶ πολλοὺς ἀναιρούντων εἰς φυγὴν καὶ ἄκοντες ἔνευσαν. καὶ τῆς διώξεως ἐπὶ πολὺ γενομένης συχνοὶ τῶν Σκυθῶν ἔπεσον. εἶτα καὶ λόχοι τούτων ἀθρόον τοῖς ἐπὶ τῆς οὐραγίας ἐπιχυθέντες καὶ αὐτοὶ τῇ φορᾷ τῶν ἐλαυνόντων ἡττήθησαν· καὶ πάντες ὁμοῦ συνεδιώχθησαν ἄχρι τοῦ Ρεντακίου βουνοῦ. καὶ εἰ μὴ τοῖς δρυμοῖς καὶ ταῖς νάπαις κατέφυγον, κἂν ἔκειντο πάντες τῆς Ρωμαϊκῆς μαχαίρας γενόμενοι παρανάλωμα. Τοῦτον δὲ τὸν τρόπον προτερησάντων τῶν Ρωμαίων, μετὰ χρόνον τινὰ φήμη τις ἐπιτρέχει τοὺς Σκύθας λέγουσα μετὰ δυνάμεως ἱκανῆς παρεμβαλεῖν εἰς τὸν Τοπλιτζόν· τόπος δὲ οὗτος οὐ μικρὸν ἄποθεν τῆς Ἀδριανουπόλεως κείμενος. συναγαγὼν οὖν ἅπαν τὸ στρατιωτικὸν ὁ δηλωθεὶς στρατηγός, τῶν σημείων ἀρθέντων χωρεῖ πρὸς τὴν ἄμυναν. καὶ περιτυχὼν κατεστρατοπεδευμένοις αὐτοῖς μάχῃ καὶ τούτων ἐκράτησε, καὶ τὸν ὅμοιον τρόπον αὐτοὺς διαθεὶς τούς τε πεσόντας ἐσκύλευσε καὶ μετ' ἐπινικίων εἰς τὴν σφετέραν ἐγκατεσήκωσε. πολλοῖς δὲ τοιούτοις ἀγωνίσμασι ἐντὸς τῆς σιδηρᾶς ὑπέρτερος τῶν ἐναντίων ἀποδειχθείς, πᾶσαν τὴν ἐκεῖσε γῆν τῆς βαρβαρικῆς ἐφόδου βεβαίως ἐκάθηρεν. Ἐπαρθεὶς οὖν ὁ βασιλεὺς τοῖς ἐντεῦθεν ἀγωνίσμασί τε καὶ προτερήμασι, δόγμα ἴει πανστρατιᾷ τοῦτον εἰς τὴν τῶν ἐναντίων γενέσθαι παρεμβολήν, ἑτέρᾳ δυνάμει ἑώᾳ τὴν στρατιὰν ἐξογκώσας. ἐπιτρέπει δὲ καὶ τὸν τῶν Βουλγάρων σατράπην (ἦν δὲ οὗτος τοῖς μοναχοῖς μὲν κατειλεγμένος ἐκτομίας, δόξῃ δὲ διεπτοημένος καὶ διὰ τοῦτο προσηλωμένος τοῖς μὴ προσήκουσι) συνάρασθαι τούτῳ τοῦ πρὸς τοὺς ἐναντίους πολέμου. συναγηοχὼς οὖν οὗτος τοὺς ὅλους, ἁδρᾷ δυνάμει διαβαίνει τὸν ὑπερανεστηκότα βουνὸν καὶ οἷον μεθόριον κείμενον τῆς τε Μακεδονικῆς καὶ τῶν περὶ τὸν Ἴστρον χωρῶν, ὃς καὶ Ζυγὸς διὰ τοῦτο τοῖς ἐπιχωρίοις κατονομάζεται καὶ στενωποὺς ἔχει πολλοὺς, οὓς ὁ δημώδης λόγος κλεισούρας καλεῖν παρέλαβε. καὶ περὶ τὴν μεγάλην Πραισθλάβαν διημερεύσας τὰ πρὸς τὸν πόλεμον ηὐτρεπίζετο, βουλευτήριον καθίσας καὶ περὶ τῶν εἰκότων δημηγορῶν. ὁ δὲ βασιλεὺς τὴν τοῦ μέλλοντος εὐλαβούμενος ἔκβασιν, εἴτε καὶ συμβουλαῖς ἑτέρων πεισθείς, διὰ γραμμάτων παρῄνει τῷ ἀνδρὶ μὴ συμβαλεῖν πόλεμον, εἰ οἷόν τε ἐστί, πρᾶγμα δυσμήχανον αὐτῷ ὑποθείς· ἀγχιθύρου γὰρ τῆς μάχης καθεστώσης ἀδύνατον ἦν ἀμογητὶ καὶ κινδύνου χωρὶς ἀπαλλαγῆναι ἐκεῖθεν. καὶ ὁ μὲν τὸ ἧττον κακὸν αἱρούμενος, ἢ μᾶλλον εἰπεῖν ἀμφίβολον, πρὸς μάχην ἑώρα, καὶ δῆλος ἦν πᾶσι τοῦτο σκοπῶν καὶ διανοούμενος· ὁ δὲ τῶν Βουλγάρων σατράπης, φθόνῳ κατεστρατηγημένος καὶ δόλῳ (καὶ γὰρ λέγεται μετὰ τῶν ἄλλων καὶ τοῦτο τὸ πάθος τοὺς πλείονας τῶν ἐκτομιῶν ὡς ἐπίπαν παρενοχλεῖν), προφάσεως ἐκ τοῦ βασιλικοῦ δραξάμενος ὁρισμοῦ οὐκ ἀνίει τὴν φυγὴν ἀσύντακτον προτρεπόμενος καὶ τὸ συνοῖσον τοῖς πᾶσι τὸ ἑαυτοῦ προτιθέμενος βούλημα, ἵνα μή, φησὶν (ἐπεψιθύριζε γὰρ πρὸς τοὺς παρόντας λαθραίως), τοῖς ὅπλοις τῆς ἑαυτοῦ ἡγεμονίας μέγας ὁ παρὰ βασιλέως δόξῃ πεμφθείς, καὶ τοσοῦτον ἔργον κατωρθωκὼς ἐπιφημισθῇ καὶ καταγάγοι τὸν θρίαμβον. ἔλαθε δὲ τὸ ξίφος ὠθῶν, ὡς ὁ λόγος, καθ' ἑαυτοῦ, καὶ τήνδε τὴν γνώμην ἀληθιζομένην δεικνύς, ὅτι φθόνος οὐκ οἶδε προτιμᾶν τὸ συμφέρον· σκοπῶν γὰρ ὅπως ἑτέρου τὴν νίκην ἀφαρπάσῃ, περὶ τῆς ἑαυτοῦ σωτηρίας ἀπροόπτως οὐ διεσκόπησεν. ὡς γὰρ ἐκράτησεν ἡ γνώμη τούτου τὸν πόλεμον ἀπαναινομένου, περὶ λύχνων ἁφὰς αἵ τε σκηναὶ περιῃροῦντο καὶ συσκευασάμενος ἕκαστος τῆς οἴκοι φερούσης ἥπτετο. οἱ δὲ Σκύθαι προεγνωκότες τὴν τῶν Ρωμαίων προαίρεσιν παρὰ τῶν ἑαλωκότων αὐτοῖς, προκαταλαμβάνουσιν τὰς ἐξόδους, καὶ τούτους ἀσυντάκτους εὑρόντες πολὺν φόνον αὐτῶν εἰργάσαντο, καὶ κατὰ κράτος αὐτοὺς καταγωνισάμενοι καὶ μέχρι πολλοῦ συνδιώξαντες, καὶ τοὺς τούτων νεκροὺς σκυλεύσαντες, οὓς δὲ καὶ ζῶντας ἑλόντες, τὴν προτέραν ἧτταν ἀνεκαλέσαντο καὶ πρὸς εὐετηρίαν ἑαυτοὺς ἀνεκτήσαντο. ὁ δὲ τῶν Βουλγάρων ἀρχηγός, ὁ τὴν αἰτίαν τοῦ μὴ κροτηθῆναι τὸν πόλεμον συνεισενεγκὼν καὶ φθόνῳ τὸ πᾶν σκαιωρήσας τῆς χαλεπότητος, ἀγερώχῳ τινὶ καὶ θρασεῖ κατεποχούμενος ἵππῳ, καὶ τοῖς τούτου ποσὶ ἀνάλωτος εἶναι θαρρῶν, περιτυγχάνει διώρυγι, καὶ τοῦ ἵππου ταύτῃ ἀεροβατῆσαι οἱονεὶ βουληθέντος ἐκτρέπεται τῆς ἕδρας αὐτός, καὶ πτῶμα τῇ γῇ καταφέρεται δύστηνον. καί τινες τῶν Σκυθῶν ἐπικαταλαβόντες αὐτὸν λόγχῃ τοῦτον διαχειρίζονται, πύματον ἄρτι μαθόντα ὡς ὁ φθόνος ἐξ ἅπαντος ὑφίσται περὶ τὴν γραφήν, καὶ φθόρου γεννητικὸς εἴτε τοῦ γεννήτορος εἴθ' ἑτέρων συνενηνεγμένων αὐτῷ καθέστηκε. Τότε δή, τότε, κατὰ τὴν νύκτα τῆς ἀσυντάκτου φυγῆς, ἐκ τῆς κατασκοπῆς ὁ Βοτανειάτης τὸ πραττόμενον ἀτύχημα καὶ τὰ παρ' ἐλπίδα τῇ Ρωμαίων δυσβουλίᾳ συμβεβηκότα θεώμενος, ἀνίας τε πολλῆς ἐπλήσθη καὶ τῆς κακονοίας τοὺς οὕτω συμβουλεύσαντας ἐταλάνισεν. εἶτα τοῖς ἀμφ' αὐτὸν παρεκελεύσατο μὴ δίκην προβάτων ἀπ' ἀλλήλων διασκεδασθῆναι, καθὼς οἱ λοιποὶ στρατιῶται ποιοῦντες ὀπτάνονται, καὶ νῶτα δοῦναι τοῖς πολεμίοις καὶ σκοποὺς ἑαυτοὺς θέσθαι τῶν Σκυθικῶν τοξευμάτων, ἀλλὰ παρ' αὐτῷ μένειν καὶ σχολαίως ἕπεσθαι μετὰ καρτεροῦ τοῦ συντάγματος, ὡς δυναμένου τούτου τοῖς ἐναντίοις ἰσχυρῶς ἀνταμύνασθαι. οἳ δὴ καὶ συμφρονήσαντες ἅμα καὶ τῇ ἀνδρίᾳ τούτου θαρρήσαντες τὴν ἑαυτῶν σωτηρίαν τούτῳ καὶ τὴν εὐθυωρίαν ἀνέθεντο. ἐπορεύετο μὲν οὖν μετ' αὐτῶν ὁ Βοτανειάτης· οἱ δὲ Σκύθαι πληθύν τινα ἰδόντες μικρὰν συντάξει καὶ κόσμῳ προβαίνουσαν, ἐπ' αὐτὴν ἀκρατῶς ἤλασαν. καὶ πολλὰ περιιππεύσαντες τούτους, καὶ νιφάδας τόξων αὐτοῖς ἐπιπέμψαντες, ὡς ἀμήχανον ἔγνων τὴν τούτων παράλυσιν, ἑαυτοὺς ἀνέλαβον ὄπισθεν. ὁ δὲ Βοτανειάτης τὸν παραρρέοντα ποταμὸν ἐπιτείχισμα ποιησάμενος, καί τινας σκοπιὰς ἀπὸ μέρους ὑπὲρ αὑτοῦ προβαλλόμενος, ὡς ἂν μὴ κυκλῷτο παρὰ τῶν ἐναντίων καὶ παντελῶς ἀπείργοιτο τῆς ὁδοῦ καὶ μέσον χορείας ἀπειροπληθεῖ πολέμῳ ἁλίσκοιτο, προέβαινε μὲν περὶ τὰς ὄχθας τοῦ ποταμοῦ. οἱ δὲ Πατζινάκοι πάλιν ἐπεισπεσόντες αὐτῷ δι' ὅλης ἐπολέμουν ἡμέρας, ἐν νυκτὶ δὲ πάλιν κατὰ διαδοχὰς ἕτεροι· κατατροπώσασθαι δὲ τοῦτον καὶ τοὺς περὶ αὐτὸν, καὶ πεῖσαι καταθεῖναι τὰ ὅπλα, οὐδαμῶς ἠδυνήθησαν. σκοπὸν δὲ μελετήσαντες τούτους ἀνίππους ποιῆσαι, διὰ πολλῶν βελῶν μακρόθεν ἐκπεμπομένων τοὺς ἵππους αὐτῶν κατηκόντισαν, εἰς χεῖρας αὐτοῖς ἐλθεῖν μὴ δυνάμενοι· δοκιμάσαντες γὰρ πρότερον τοῦτο πολλάκις πολλοὺς τῶν ἰδίων ἀπέβαλον, παρ' αὐτοῦ τοῦ Βοτανειάτου καὶ τῶν σὺν αὐτῷ διαχειρισθέντας. ὡς δὲ τῶν ἵππων αὐτοὺς οἱ βάρβαροι ἀπεστέρησαν ταῖς ἐκ τῶν τόξων πληγαῖς, ἔμειναν μὲν πεζοὶ μετὰ τῶν Ρωμαϊκῶν κρηπίδων, ταύτας δ' ἀποτεμόντες ἐν ἐμβάδων τάξει τὰ κάτω μέρη κατέλιπον. οὐ μὴν τὰς ἀσπίδας καὶ τὰ ξίφη ἀπέλιπον, ἀλλὰ τὴν στρατιωτικὴν ὅπλισιν ἔχοντες οὕτω τὴν ὁδὸν καὶ τὸν πόλεμον ἤνυον· οὐ γὰρ κατέλιπον αὐτοῖς ἀνακωχὴν οἱ πολέμιοι, ἀλλὰ κατὰ διαδοχὰς πολεμοῦντες ἡμέρας τε καὶ νυκτὸς διὰ πάσης φιλοτιμίας ἐχώρουν, ὥστε πᾶσι τρόποις ὑπὲρ ἅπαν τὸ στρατόπεδον αὐτοὺς παραστήσασθαι. ἀλλ' οἵγε πρὸς τὸν ἀρχηγὸν αὐτῶν ἀφορῶντες, καὶ πρὸς τὸ θαρσαλέον αὐτοῦ καὶ ἡγεμονικὸν ἐκπληττόμενοι, μένους ἐπληροῦντο, καὶ τοῦ ἀπλέτου μόχθου καὶ τοῦ συνεχοῦς πολέμου παρηγορίαν οὐ μικρὰν ἐκομίζοντο. τρίτην οὖν ἡμέραν οὑτωσὶ διανύσαντες ἐν πεζοπορίᾳ, καὶ τῶν πολεμίων τοὺς εἰς χεῖρας ἐλθόντας πολλοὺς ἀναλώσαντες, ἵππων τριῶν ἐκυρίευσαν, καὶ τούτους αὐτῷ προσήνεγκαν, δυσωποῦντες ἐποχηθῆναι μόνον μετὰ δύο ὑπασπιστῶν καὶ τοῖς ποσὶν αὐτῶν πιστεῦσαι τὴν σωτηρίαν ἑαυτοῦ. ὁ δὲ μηδὲν τοιοῦτον καταδεξάμενος, μηδὲ ῥίψασπιν ἑαυτὸν ἀποδεῖξαι μέχρις ἀκοῆς ἀνασχόμενος πληροφορεῖ μὲν αὐτοὺς ὡς αἱρετώτερον ἔχει θᾶττον ἁπάντων ἀποθανεῖν ἢ ψεύσασθαι τὴν ὁμολογίαν τῆς μετ' αὐτῶν στερρᾶς διαμονῆς καὶ ἀθλήσεως, οἰκείαις δὲ χερσὶ τοὺς πόδας ἀποτέμνει τῶν ἵππων, καὶ μέχρι τέλους ἀγωνίσασθαι τὸν περὶ ψυχῆς ἀγῶνα πᾶσι κατεπηγγείλατο, καὶ τοῖς πολεμιωτάτοις ἀμύνεσθαι καὶ μὴ διαρραγῆναι τῆς συνοδίας αὐτοῦ. οἱ δὲ τὸ θάρσος αὐτοῦ καὶ τὸ τῆς εὐγενοῦς ἀνδρίας ὑπερφυὲς ἀγασθέντες, καὶ τὴν τῆς γνώμης εὐθύτητα καὶ τὴν ἄγαν εὐτολμίαν καὶ στερροτάτην πίστιν ἐκπληκτικῶς ἐπαινέσαντες, εὐέλπιδες ὄντως γεγόνασι τοῦ μηδέν τι παθεῖν ἀνήκεστον, τοιοῦτον ἀρχηγὸν κεκτημένοι καὶ τοῦ πολέμου καὶ τῆς ὁδοῦ προεξάρχοντα. ἔκτοτε οὖν ἐπὶ ἐννέα ἡμέρας καὶ τοσαύτας νύκτας οὐ διέλιπον οἱ πολέμιοι περιιππεύοντες αὐτοὺς καὶ καθυλακτοῦντες καὶ τόξοις βάλλοντες. οἱ δὲ τὰς ἀσπίδας προτείνοντες ἐδέχοντο μὲν τὰ βέλη τούτων καὶ ἀπεκρούοντο, ἐχόμενοι δὲ τῆς ὁδοῦ εἴ τινας εὗρον ἔγγιστα τούτοις παραπελάζοντας, στερροτέραις πάνυ κατεπόνουν πληγαῖς. καὶ περιέστη τῷ Βοτανειάτῃ μετὰ τῶν ἀμφ' αὐτὸν ὁ τοῦ πολέμου καὶ τῆς ἀποῦ κάματος εἰς ὅλας ἡμέρας ἕνδεκα καὶ νύκτας ἴσας, πρᾶγμα μήτε τοῖς παλαιοῖς ἐκείνοις καὶ ᾀδομένοις εἰς ἀνδρίας ἐπίτασιν μήτε νέοις ἔν τε Ρωμαίοις καὶ Πέρσαις καὶ λοιποῖς ἔθνεσι κατορθωθέν τε καὶ τολμηθέν. ὁ γὰρ πόλεμος καὶ ἡμίτομον ἡμέραν τινὶ προσγενόμενος παραλύειν οἶδεν αὐτὸν καὶ ἀνάλκιδα τίθεσθαι, καὶ ταῦτα ἱππότην ὄντα καὶ τοῖς ποσὶ μὴ ὀκλάζοντα. τὸ δὲ διὰ τοσούτων ἡμερῶν πεζῇ βαδίζειν καὶ πολεμεῖν, καὶ μηδὲ νυκτὸς ἠρεμίαν ἄγειν, οὐδείς πω τῶν ἁπάντων ἀκοαῖς ἔλαβεν, εἰ μὴ ἐπὶ τοῦδε τοῦ ἀνδρὸς ὑπερφυῶς ἐθαυματουργήθη. ὡς δ' ἀπέκαμον οἱ πολέμιοι καὶ τῇ Ἁδριανοῦ πόλει πλησιάζειν ἐπέγνων, ὀπίσω ἑαυτοὺς ἀνελάμβανον, θαῦμα καὶ οὗτοι τὴν καρτερίαν αὐτοῦ καὶ ἀνδρίαν ὡς ἀνεκδιήγητον λογιζόμενοι· ὅθεν καὶ πολλοὺς συνέβη τῶν φευγόντων Ρωμαίων ἐκ τῆς τοιαύτης τῶν βαρβάρων σχολῆς τὰς τούτων χεῖρας διαφυγεῖν. Ἔκτοτε τοίνυν οὐδεμίαν ἀξιόλογον δύναμιν ὁ βασιλεὺς ἔγνω κατὰ τῶν ἐναντίων ἐκπέμπειν, ἅμα μὲν τοῖς παραδείγμασι βαλλόμενος τὴν ψυχήν, ἅμα δὲ καὶ λόγον θρυλλούμενον προσιέμενος, ὡς τὸ θεῖον οὐκ ἐπινεύει τὸ ἔθνος ἡβηδὸν κατακεντηθῆναι καὶ γλῶσσαν μίαν τῶν ἀπηριθμημένων σχολάσαι· προελομένων δὲ τὴν εἰρήνην αὐτῶν προσίεται τούτους ὁ βασιλεύς, καὶ σπονδαῖς τὸν πόλεμον καταθέμενος συλαγωγεῖν ἤρξατο τὰς εὐνοίας αὐτῶν, καὶ τοῖς Ρωμαϊκοῖς δώροις καὶ ἀξιώμασι καταμαλάττειν τὸ βαρβαρικὸν αὐτῶν καὶ ἀτάσθαλον ἦθος. Κατὰ δὲ τοὺς αὐτοὺς χρόνους Οὖννοι Νεφθαλῖται, Περσῶν ὅμοροι, οὓς τῆς Περσίδος ὁ Γάγγης ἀποτειχίζει ποταμός, τέσσαρσι πρὸς τῷ ἡμίσει μιλίοις τὸ εὖρος ἀποτεινόμενος, ἐν τοῖς στενωτέροις αὐτοῦ διαβήμασι διαπεραιωθέντες τὸν ποταμόν, ἡγεμόνος αὐτοῖς ἀνεώξαντος τὴν ὁδὸν ὃς προειλημμένος καὶ ταπεινῇ τύχῃ συμπεπορισμένος καὶ δουλικῇ, μετὰ τελευτὴν τοῦ κρατοῦντος δεσπότου τῆς Περσικῆς γέγονεν ἐγκρατής, καὶ ἀκαταμάχητον σθένος οἷον τοῖς ἐκεῖσε πᾶσιν ἐναποδείξαντες, πρὸς ἀνίσχοντα ἥλιον τοῖς Ἰβηρικοῖς ὁρίοις προσήγγισαν, καὶ καταδραμόντες πλείστην ὅσην ἠδύναντο, ἀρχηγὸν τῶν Ρωμαίων ζωγρείᾳ εἷλον, τὴν ἀρχὴν περιεζωσμένον τῆς Συρίας, Λειχούδην ἐπικαλούμενον. καὶ συνεχεῖς ἐκδρομὰς ἐπετείους τὸ ἔθνος ποιούμενον οὐκ ὀλίγα τὴν Ρωμαϊκὴν κατέβλαπτε γῆν. ἀντιπαραταττόμενοι δὲ τούτοις οἱ τῶν ἄκρων ἐπιστατοῦντες Ρωμαῖοι τὴν ἥττω πως ἀπεφέροντο, τόξων εὖ εἰδότων τῶν ἐναντίων καὶ κατὰ σκοπὸν βαλλόντων οὐχ ἥκιστα, καὶ τοὺς ἀντιτεταγμένους ἐκδειματούντων ταῖς ἑκηβόλοις πληγαῖς. διὸ καὶ ἀνενδότως κατέτρεχον πᾶσαν τὴν Ἰβηρικήν, πολίχνια καὶ κώμας ἁρπάζοντες καὶ μεγίστας ἀνατρέποντες πολιτείας, καὶ χώρας ἀναστάτους ποιούμενοι. συνηνέχθη δὲ ταῦτα διὰ τὴν τοῦ βασιλέως ὕστερον πλεονεξίαν. στρατεύματος γὰρ ἀξιομάχου τὴν Ἰβηρικὴν περιέποντος, καὶ ὀψώνιον ἔχοντός τινας τῶν παρακειμένων δημοσίων χωρῶν, ἀφείλετο ταύτας ὁ βασιλεύς, καὶ παρελὼν τοσαύτην ἰσχὺν οὐ μόνον τοὺς ἰδίους ἀπέβαλε συμμάχους, ἀλλὰ καὶ πολεμίους αὐτοὺς ἰσχυρῶς ἐργασάμενος προσθήκην διὰ τούτων ἀκαταμάχητον προεξένησε τοῖς ἐναντίοις. ἐν μιᾷ γὰρ πλήθους κατὰ βασιλικὴν γνώμην στρατιωτικοῦ συναθροισθέντος ἐπὶ τῶν κατ' Ἰβηρίαν ὁρίων, συνταγματάρχην ἐπίσημον ἔχοντος ὃς Λιπαρίτης ἐπωνομάζετο, συμβολὴ μεταξὺ τούτων καὶ τῶν Οὔννων καρτερὰ γίνεται, καὶ μέχρι πολλοῦ τῆς μάχης καθισταμένης ἰσοπαλοῦς τέλος οἱ ἀντιτεταγμένοι τὸ κράτος ἠνέγκαντο, καὶ τοὺς Ρωμαίους νικήσαντες ζῶντα τὸν Λιπαρίτην κατέσχον καὶ πρὸς τὸν ἐθνάρχην αὐτῶν ὡς θήραμά τι τῶν μεγίστων ἀπήγαγον. καλεῖται δ' οὗτος σουλτάνος τῇ Περσικῇ διαλέκτῳ. ἀλλ' ὅγε τοῦτον ἰδών, καὶ τὸ γένος τούτου μεμαθηκὼς (προκατέλαβε γὰρ αὐτὸν ἡ φήμη τῆς τοῦ ἀνδρὸς γενναιότητος), ἤρετο τοῦτον ὅπως δὴ χρηστέον αὐτῷ. ὁ δὲ βασιλικῶς ἔφη. καὶ αὐτίκα τῆς δυστήνου τύχης τοῦτον ὁ σουλτάνος ἐλευθεροῖ, καὶ πάντων ὧν κατὰ τὸν πόλεμον ἀποβεβλήκει πολλαπλασίονα τὴν ἀντέκτισιν δούς, τὴν πρὸς Ρωμαίους οὕτω συνεχώρει ἔξοδον, θαυμάσας τὴν τοῦ ἀνδρὸς εὐψυχίαν καὶ τὸ τοῦ φρονήματος εὐσταθές, καὶ θελήσας μὴ δεύτερος αὐτοῦ γενέσθαι περὶ τὸ τῆς πράξεως εὐγενὲς καὶ ἀφιλοχρήματον. τοῦτον τοίνυν ὁ τῶν Ρωμαίων δεξάμενος βασιλεὺς τιμαῖς τε δημοσίαις αὐτὸν κατελάμπρυνε, καὶ δώροις καὶ λόγοις πανταχόθεν ἔχουσι τὸ λαμπρὸν κατεκόσμησεν, ὡς ὑπὲρ τῆς Ρωμαϊκῆς βασιλείας τὴν ψυχὴν ἀδιστάκτως προέμενον.
https://byzantium.gr/
Ἐξ ἐκείνου τοίνυν ἀρχὴν ὁ τοῦ σουλτάνου μετὰ τοῦ Ρωμαίων βασιλέως παρέλαβε σύλλογος, καὶ παρ' ἑκατέρων πρέσβεις πρὸς ἀλλήλους ἐπέμποντο καὶ δεξιώσεις ὡσαύτως τὴν φιλίαν ἀνανεούμεναι. τὸ δὲ λῃστρικὸν τῶν Οὔννων οὐκ ἔληγε τῆς ἐπιδρομῆς· καὶ ἡ σκῆψις τοῦ σουλτάνου ὅτι τινὲς τῶν ἐπὶ τῆς λῃστείας οὐδ' αὐτῷ γινωσκόμενοι τὴν ἔφοδον δίκην ἀγρίων λύκων πεποίηνται. Πρὸ δὲ τῆς τοῦ βασιλέως τελευτῆς αὐτὸς ὁ σουλτᾶνος μετὰ τῆς παρασκευῆς ἁπάσης τῆς πολεμικῆς ἐξιών, ἔγνω τὴν πόλιν τὴν Μανζικίερτ πολέμῳ καθελεῖν τε καὶ παραστήσασθαι. καὶ προσβολὰς ἐνεργεῖς κατὰ τῶν τειχῶν ποιησάμενος, οὐδὲν ὧν ἤλπισεν ἔδρασεν· ὁ γὰρ τῶν Ρωμαίων ἡγεμὼν Βασίλειος, οὗτος ὁ ἐπικεκλημένος Ἀποκάπης, ἐρρωμένως ἀντιταξάμενος τὰς μηχανὰς ἀπεκρούσατο. μιᾷ δέ τινι τούτων, πολλοῖς ἀνδράσι δυναμένῃ λίθον μεταρριπίζειν ὑπερμεγέθη καὶ πᾶσι τοῖς δεχομένοις αὐτὸν ἀπροσμάχητον, δυσχερῶς ἔσχεν ἀντιστῆναι καί τι δραστικώτερον πάλιν ἀντιτεχνάσασθαι· οὔτε γὰρ ἀσπὶς οὔτε πέλτη οὔτ' ἔπαλξις οὔτε στερρότης τειχῶν τῇ ῥύμῃ τοῦ πεμπομένου λίθου παρὰ τὰ μηχανήματα ἀντιταχθῆναι ἠδύνατο. ἀλλ' ὁ πάντα δυνάμενος καὶ μετασκευάζων πρὸς τὸ συμφέρον θεός, ὁ τὸ Χριστιανικὸν φῦλον περιέπων ἀεί, τινὶ τῶν Λατίνων ἰσχὺν καὶ βουλὴν ὑπερτέραν ἐννοίας ἐνέπνευσε· καὶ λαβὼν οὗτος ἄγγος τι φέρον ἔνδον τοῦ Μηδικοῦ πυρὸς συσκευήν, τῆς τοῦ ἄστεως πύλης δρομαῖος ἐξήλασε, καὶ καθιεὶς ἑαυτὸν εἰς μέσους τοὺς ἐναντίους, πῦρ τε τῷ στόματι τοῦ ἄγγους ἐναπερείσας, τοῦτο συντρίβει πρὸς τὸ μηχάνημα. καὶ αὐτίκα πῦρ ἀναφθὲν ἅπαν ἐξέληξε καὶ κατενεμήσατο· συνήρτηντο γὰρ αὐτῷ καί τινα πέπλα, τὰς ἀπὸ τὼν τειχῶν ἀποτειχίζοντα προσβολάς. καὶ παλίνορσος ὁ Λατῖνος πρὸς τὸ ἄστυ γενόμενος ἀθιγὴς ἐρρύσθη τῆς τῶν ἐναντίων χειρὸς καὶ καταδιώξεως. ἐκ τούτου δυσχεράνας ὁ πολεμήτωρ, καὶ πολλὴν εὐήθειαν τῶν κατ' αὐτὸν κατεγνωκὼς ὅτι τῶν Ρωμαίων ἀνανδρίαν καταψηφίζονται τοσούτων ὄντων τὴν ἀρετήν, εὐθὺς ἄρας ἐκεῖθεν ἐπὶ τὴν ἰδίαν μετεστρατοπεδεύσατο γῆν. Ἐν τούτῳ τῷ ἔτει ὁ Ρωμαίων κατέστρεψε βασιλεὺς Κωνσταντῖνος οὗτος ὁ Μονομάχος, ἐν ἰδιοκτήτοις οἴκοις καὶ μὴ τοῖς ἀνακτόροις διαζευχθεὶς τῆς ψυχῆς, καὶ τῷ παρ' αὐτοῦ ἀνεγερθέντι ναῷ τὸν νεκρὸν καταθέμενος, ἀνὴρ πολιτικὸς καὶ γένους ἐπισήμου γενόμενος, δωρηματικός τε καὶ βασιλικῶς εὐεργετεῖν ἐπιστάμενος, φροντίζων μὲν καὶ τῶν ἐν πολέμοις προτερημάτων καὶ τοῖς ἐναντίοις ὡς ἐνὸν ἀντικαθιστάμενος, πλείονι δὲ ῥοπῇ τῆς τρυφῆς ἀντεχόμενος, καὶ τῶν ἀφροδισίων μὴ ἀπεχόμενος. ἔμελε δ' αὐτῷ καὶ ἀστεϊσμῶν καὶ τῶν ἐν μίμοις γελοιασμῶν καὶ τῆς ἐπικαίρου ῥαστώνης, καὶ οἷς ἡ ζωτικὴ ψυχὴ συνέζευκταί τε καὶ συνερρίζωται. οὐ μὴν ἀλλὰ καὶ καινῶν οἰκημάτων ἐν διαφόροις τόποις ἐπεποίητο, καὶ ἀνοικοδομὰς συνεχεῖς ἔχων ἐν ταύταις φροντίδας κατεκένου συχνάς· τὸ δὲ τῶν ὅλων ἁπάντων ὑπερέχον καὶ προτιμώμενον αὐτῷ τὸ φροντιστήριον ἦν, εἰς ὃ καὶ τὸ περικαλλὲς ἱερὸν ἀνηγέρθη ἐπ' ὀνόματι τοῦ ἐν μάρτυσι περιωνύμου ἁγίου Γεωργίου, οἰκοδομαῖς ἑτέραις βασιλικαῖς ἐκλελαμπρυσμένον, καὶ πολλὴν ἔχον τὴν τερπωλὴν τοῖς περιέχουσι ταῦτα λειμῶσι καὶ ταῖς ἐαριναῖς πόαις, ὡς ἀνθαμιλλᾶσθαι τὰς οἰκοδομὰς τοῖς ὑπαίθροις καὶ διὰ τῶν ἀμφοτέρων ἁρμονίαν ἡδονῆς τοῖς θεαταῖς περιγίνεσθαι. συνῆψε δὲ τούτοις καὶ νοσοκομεῖον ἐπιμελείας ἀνάμεστον. φύσει δὲ μεγαλουργὸς ὢν καὶ βασιλικῶν χαρίτων ἀνάπλεως, καὶ ζώων ἀσυνήθεις ἰδέας τοῖς ὑπηκόοις ἐξ ἀλλοδαπῆς παρεστήσατο γῆς, μεθ' ὧν καὶ τὸν μέγιστον ἐν τετραπόδοις ἐλέφαντα, ὃς θαῦμα τοῖς Βυζαντίοις καὶ τοῖς ἄλλοις Ρωμαίοις, ὧν εἰς ὄψιν ἐλήλυθε διερχόμενος, ἐχρημάτισεν. ἔστι γὰρ μεγέθει μὲν μέγιστος, τοὺς πόδας ἔχων ἐμφερεῖς Ἀτλαντικοῖς κίοσιν, ὦτα μηδὲν ἀσπίδος πελταστικῆς ἀποδέοντα, κίνησιν ἄστατον διὰ παντὸς προβαλλόμενα, οὐκ ἀναιτίως μέντοι ἀλλὰ φόβῳ τοῦ κώνωπος. πάντων γὰρ τῶν μεγίστων θηρίων κρατῶν ἐν ἰσχύι καὶ ἀλκιμότητι, παρὰ μόνου τοῦ κώνωπος ἡττᾶσθαι ὁμολογεῖ καὶ ὡς θώρακα τὴν τῶν ὤτων κίνησιν ἀντεπάγει αὐτῷ, τὴν προσβολὴν τούτου μακρόθεν ἀποσοβῶν· εἰ γὰρ λαθὼν κώνωψ ἐντὸς εἰσέλθοι τῆς ἀκοῆς αὐτοῦ, τιμωρίαν αὐτῷ μεγίστην καὶ θάνατον ἐπιτίθησιν. κέχρηται δὲ τῇ ῥινὶ ὅσα καὶ χειρί· ἔστι γὰρ τὸ μῆκος αὐτῇ κατὰ σάλπιγγα, καὶ δι' αὐτῆς ἅπαν ἐνεργεῖ· τὸ διδόμενον καὶ τοῖς κατὰ νῶτα καθημένοις ἡνιοχοῦσιν αὐτὸν ἀναδίδωσι, καὶ τὴν τροφὴν παραπέμπει τῷ στόματι, καὶ ὅπλον κατ' ἐχθρῶν ἔχει καὶ ἀμυντήριον δύσμαχον. λώροις δὲ παντοίοις ἢ χαλινοῖς οὐχ ὑπείκει, ἀλλ' ἡ αἴσθησις αὐτῷ τοῦ ποιεῖν ὅσα τοῖς ἡνιοχοῦσι βεβούλευται, πέλεκύς ἐστι κατὰ κρανίου φερόμενος. χρόνοις δὲ πολλοῖς κυοφορούμενος (δέκα γὰρ ἐνιαυτοῖς τῇ μητρῴᾳ νηδύι καλύπτεται) τὴν τῶν ὀστῶν ἁρμονίαν σκληρὰν καὶ ἄτεγκτον πρὸς σύμπτυξιν ἀποδείκνυσι. διὰ τοῦτο καὶ εἰς γῆν κατακλιθῆναι ἀδυνατεῖ, μὴ οἷός τε ὢν τὰ ἄρθρα τῶν ποδῶν ταῖς ἁρμονίαις συνάξαι καὶ περιαγαγεῖν. ἀντὶ δὲ κατακλίσεως τὴν εἰς δένδρον ἢ χειροποίητον ξύλον ἢ τοῖχον κατὰ μίαν πλευρὰν ποιεῖται ἐπίκλισιν, ὄρθιος τούτοις ἐπερειδόμενος μόνον. Ἐπὶ τούτῳ τῷ ζώῳ καὶ τὴν λεγομένην καμηλοπάρδαλιν ἐξ Αἰγύπτου πεμφθεῖσαν αὐτῷ τοῖς πολίταις ὁ βασιλεὺς καθυπέδειξεν· ἔστι δὲ καὶ αὕτη κατὰ τὸ ὄνομα σύνθετος, φολίδας μὲν παρδάλεως ἔχουσα, καμήλου δὲ μέγεθος σὺν τῇ κεφαλῇ καὶ τῷ ἀποτεταμένῳ καὶ λεπτῷ τοῦ τραχήλου, πλὴν ὅσον ὅτι ὁ τράχηλος αὐτῇ ὄρθιος ὢν οὐχ ὡς τῆς καμήλου πεποίηται καμπυλώτατος. ἀλλ' οὔτε περὶ τὸ μέσον τῆς ῥάχεως κύρτωμά τι ἀνίστησιν, ἴσην δὲ τὴν ἀπὸ τῶν νώτων ἄχρι τοῦ οὐραίου εὐθεῖαν ἐνίστησιν, οὐκ ἐν ἴσῳ δὲ τῷ ὑψώματι· τὰ μὲν γὰρ πρὸς νῶτον τοῦδε εἰς ὕψος ἐπαίρεται, τὰ δὲ πρὸς ὀσφὺν ταπεινοτέραν ἔχει καὶ χθαμαλωτέραν τὴν σύνθεσιν, ὡς ἐοικέναι ταύτην ἀνωφερεῖ τινὶ σκοπιᾷ, ἐκ χθαμαλοῦ ἀρχομένῃ. τὸ δὲ βάδισμα διάφορον τοῖς ἄλλοις ζώοις καὶ ξένον ἔχει παντάπασιν· οὐ γὰρ ὥσπερ ἐκεῖνα τοὺς ὀπισθίους πόδας ἐγείρει πρότερον, εἶτα τοὺς ἐμπροσθίους, ἀλλ' ἐναλλὰξ τοὺς τῆς μιᾶς πλευρᾶς δύο πόδας αἴρει τε καὶ κινεῖ, καὶ αὖθις ὁμοῦ τοὺς τῆς ἑτέρας πλευρᾶς δύο πόδας ἐν ἰσοταλάντῳ καὶ κινήσει καὶ ἄρσει. Τοιοῦτος δὲ κατὰ τοὺς προτέρους χρόνους τυγχάνων ὁ Μονομάχος ἐπὶ πολυειδέσιν ἁβρότησί τε καὶ θρύψεσι πρὸ δύο τῆς τοῦ βίου καταστροφῆς ἐνιαυτῶν μεταβολὴν τῶν ἔργων ἀνυπονόητον ἐπεδείξατο. προστεθεὶς γὰρ τοῖς δεινοτέροις τῶν φορολόγων ἀνδρῶν, οὓς σεκρετικοὺς ὁ πολιτικὸς λόγος οἶδε καλεῖν, ἄρδην ἁπάντων ζημίας ἀπροόπτους καὶ λοιπάδας μεμηχανημένας κατεσοφίσατο, καὶ τοὺς βίους τῶν ὁπωσοῦν εὐπορούντων ἐκμυελίζων ἦν, δίκας ἀδίκους ἐπάγων καὶ καινοφανῆ ζητήματα καὶ προβλήματα. καὶ ὁ στεναγμὸς ὅσος τῶν οὕτω ζημιουμένων καὶ καθελκομένων εἰς τὴν ἀπόδοσιν, αἵ τε φρουραὶ πλήθουσαι τῶν ἐναγομένων, καὶ καθημερινὸς ὀδυρμός. τῶν δὲ πειραθέντων τοῦ ἄλγους οἱ μήπω πειραθέντες ἐλεεινότεροι, πᾶσι τοῖς φισκοσυνηγόροις ὑποκατακλινόμενοι καὶ ψοφοδεεῖς ὄντες, καὶ τὸ ξίφος ἠρτημένον μονονουχὶ κατὰ τῆς ἑαυτῶν κεφαλῆς ὑποπτεύοντες. ἐνέσκηψε δὲ τὸ δεινὸν καὶ ἄχρι τῶν ἀφωρισμένων τοῖς θείοις σηκοῖς καὶ φροντιστηρίοις σιτηρεσίων, πανταχοῦ τῶν ἐπαρχιῶν διαταγμάτων πεμφθέντων ἀνερευνᾶσθαι περὶ τούτων καὶ ἀνακρίνεσθαι τοὺς θεραπευτὰς τῶν ἱερῶν, καὶ τῶν μὴ εὐλόγως τάχα διδομένων τὴν δόσιν ἐκκόπτεσθαι. ἐπεὶ δὲ πρὸς τῆς τοιαύτης ἐρεύνης ἔφθη τῷ χρεὼν ὁ βασιλεὺς λειτουργήσας, ἐκράτησε λόγος ἐν ἅπασιν ὅτι οὐρανία πληγὴ τοῦτον ἐκ μέσου πεποίηκε, πειρώμενον ἀλλοιῶσαι τὰ καλῶς δεδογμένα πρὸς τὴν εὐσεβῆ διανέμησιν. Ἐν δὲ τῷ τελευτᾶν ἠβουλήθη χειροτονῆσαι βασιλέα δι' ἑαυτοῦ καὶ τούτῳ τὴν Ρωμαίων ἐγχειρίσαι ἀρχήν, καὶ διὰ γραμμάτων τινὰ πρωτεύοντα κεκλημένον πολλῇ σπουδῇ μετεπέμψατο· προέφθασε δὲ ἡ αὐτοῦ τελευτὴ τὴν ἐκείνου σπουδήν. ἔζησε δ' ὁ Μονομάχος ἐν τῇ βασιλείᾳ χρόνους δώδεκα καὶ μῆνας ἑπτά. Καὶ αὐτίκα τῶν πραγμάτων ἐπελάβετο καὶ τῆς μοναρχίας αὐτῆς ἡ προμνημονευθεῖσα Θεοδώρα Αὐγούστα (προαπεβίω γὰρ ἡ ταύτης αὐταδέλφη), καὶ μηδενὶ τῶν ἀνδρῶν ἐθελήσασα συζευχθῆναι μήτ' ἄλλως συμβασιλεύειν, αὐτὴ μόνη διὰ τῶν θαλαμηπόλων εὐνούχων τῶν ὅλων ἀντεποιήσατο πρὸς μικρόν. εἶτ' ἀνενεγκοῦσα τῶν ἐλλογίμων ἀνδρί τινι ἱερωμένῳ τε καὶ συνέσεως γέμοντι καὶ πολυπειρίας οὐκ ἀποδέοντι (Λέων προσηγορία τῷ ἀνδρὶ) τὴν διοίκησιν τῶν πραγμάτων ἐπέτρεψεν. ἐπιεικῶς οὖν οὗτος ἐν ἅπασιν ἐνεργῶν καὶ κατὰ λόγον τοῖς παρεμπίπτουσι χρώμενος, καὶ τὸν νόμον ποιούμενος βούλημα, πᾶσαν εὐταξίαν καὶ εὐνομίαν πεποίηκε πολιτεύεσθαι. καὶ ἀστασίαστον ἦν οὐ μόνον τὸ Ρωμαίοις ὑπήκοον ἀλλὰ καὶ αὐτὸ τὸ ἀλλόφυλον, τοῦ θεοῦ πάντως εὐαρεστουμένου τῇ ἀγαθοεργίᾳ τῶν πράξεων καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν ἐξομαλίζοντος. Τῆς δὲ τοιαύτης βασιλίσσης πρὸς τὴν ἐκεῖθεν βασιλείαν μελλούσης μεταναστῆναι (ἐμονάρχησε γὰρ χρόνον ἕνα καὶ μῆνας ὀκτὼ) περὶ βασιλέως φροντὶς κατεῖχε τοὺς ἐν τοῖς βασιλείοις τὰ πρῶτα φέροντας. καὶ ὡς τὸ ἀποτέλεσμα παρεστήσατο, οὐχὶ τὸν γενναίως ἀνθεξόμενον τῆς ἀρχῆς ἀναγορεῦσαι προείλοντο, ἀλλ' ὃς ἂν μᾶλλον ὕπτιος ἔσοιτο καὶ αὐτοῖς ὑποκείμενος, καὶ τῇ ἀφελείᾳ καὶ ἀμελείᾳ τὴν διοίκησιν μᾶλλον αὐτοῖς ἀναθεῖναι μὴ ἰσχυρίσαιτο. Ἀναγορεύουσι τοίνυν πρεσβύτην τινὰ ὀνομαζόμενον μὲν Μιχαήλ, πολιτικοῖς δὲ συντεθραμμένον ἤθεσί τε καὶ πράγμασι, καὶ τὸ τοῦ στρατιωτικοῦ τηνικαῦτα διαφέροντα σε....., ἁπλοῦν μὲν καὶ ἀφελῆ κατὰ τὸ δόξαν αὐτοῖς, πλεῖον δὲ τῷ γήρει τρυχόμενον, καὶ διὰ τοῦτο κοινωνοῖς αὐτοῖς τῆς βασιλείας καὶ συνασπισταῖς ἐξ ἅπαντος χρώμενον, καὶ τοῖς ἐκείνων βουλεύμασι καὶ θελήμασι καταχρώμενον. τῆς οὖν ἐξουσίας εἰς πολλοὺς καὶ ποικίλους διαιρεθείσης, καὶ τῶν παραδυναστευόντων ἑκάστου βασιλεῖ γαυρουμένου, πολὺς γογγυσμὸς τούς τε ἀριστοκρατικοὺς καὶ τοὺς δημοτικοὺς διὰ τὴν δημοκρατίαν κατεῖχε καὶ σύγχυσις. ἐκείνων γὰρ ἦν τὸ εὐπραγεῖν τῶν τῆς μερίδος τυγχανόντων αὐτῶν καὶ τῶν ὁπωσοῦν προσηκόντων τῷ βασιλεῖ, κἄν τε σπουδαῖον τῇ πολιτείᾳ εἰσήνεγκαν, κἄν τε δεινὸν ἢ καὶ ἄπρακτον· τῶν δ' ἄλλων λόγος οὐδείς, ὅτι μὴ καὶ μᾶλλον ἀλαζονείας ἀλόγου καὶ κενοῦ φυσήματος ἐγίνοντο πάρεργον. ἐξ οὗ καί τις τῶν εὖ γεγονότων καὶ περὶ τὴν ἑώαν ὀνομαστῶν καὶ γενναίων, Ἰσαάκιος ὄνομα (Κομνηνὸς αὐτῷ τὸ ἐπώνυμον), ὑβρισθεὶς παροράσει καὶ προπηλακισθεὶς ὠθισμοῖς μεστὸς ἀνίας ἐφάνη, καὶ τὴν συμφορὰν κοινοποιεῖταί τισι τῶν στρατιωτῶν. προεξοιδούμενοι δὲ καὶ οὗτοι τῇ τῶν γινομένων ἀνωμαλίᾳ, καὶ λύπῃ συγκατεχόμενοι, παρορμῶσιν εἰς τὴν ἀποστασίαν αὐτόν. καὶ κατὰ μικρὸν συμβούλους ἱκανοὺς προσλαμβάνοντες, καὶ τὴν τοιαύτην μελέτην πρὸς καιρὸν ὠδινήσαντες, μετὰ τὸ τῆς βασιλίδος ἀπᾶραι, μικρὸν ὅσον διαλιπόντες ἐκρήσσουσι τὴν ὠδῖνα καὶ τοῦ κρατοῦντος μυκτῆρα καταχεάμενοι ἐπαίρουσιν εἰς ὕψος καὶ προῦπτον τὸ μελετώμενον. πρὸ δὲ τούτων τῶν ἀρχισυμβούλων εἷς, Βρυέννυος τοὔνομα, Ἀδριανουπολίτης, στρατηγὸς τῶν Καππαδοκῶν καθιστάμενος, καταδυναστεύσας ἢ μᾶλλον εἰπεῖν ἀπατήσας τὸν ἐκ βασιλέως ἀποσταλέντα πρὸς διανέμησιν τῶν στρατιωτικῶν ὀψωνίων, ἐχειρώσατο τοῦτον καὶ δεσμοῖς καθυπέβαλε. διαναστάντων δὲ εἰς ἐκδίκησιν ἑτέρων στρατιωτῶν τῶν τε δεσμῶν ἀνείθη οὗτος, καὶ τὸν δεδεσμηκότα κατεργασάμενος τῶν ὀφθαλμῶν ἀπεστέρησε. φόβος οὖν κατασχὼν τοὺς τῆς αὐτῆς τῷ πηρωθέντι κεκοινωνηκότας μελέτης ἠνάγκασεν ἁρπάσαι τὰ ὅπλα καὶ προκινδυνεῦσαι ταχέως, καὶ μὴ σποράδας ληφθῆναι καὶ παθεῖν τὰ ἀνήκεστα. γενομένης τοίνυν τῆς συγκινήσεως περὶ τὰς ἐαρινὰς τροπὰς προσέθεντο τούτοις πολλοί, καὶ καθημερινὴν λαμβανούσης τῆς ἀποστασίας ἐπαύξησιν εἰς μέγα πλῆθος ἡ συνάθροισις γέγονε. καὶ ἀναγορεύουσι στρατηγὸν αὐτοκράτορα τὸν ἀρχισύμβουλον Ἰσαάκιον τὸν Κομνηνόν. μετατίθενται δὲ πρὸς τὸν ἐν τῇ Βύζαντος βασιλέα συχνοὶ τῶν ἐκ τῆς ἑώας στρατιωτῶν. καὶ ὃ μέν, ὁ Κομνηνός, τοὺς ἐκ ταύτης εἶχε μόνους συντιθεμένους αὐτῷ, ὃ δὲ καὶ τοὺς προσρυέντας ἐκεῖθεν καὶ πᾶσαν τὴν ἑσπερίαν δύναμιν. εὐτρεπίσας δὲ διὰ πάντων στρατιὰν ἱκανήν, ἐκ τῆς Εὐρώπης εἰς Ἀσίαν τοὺς στρατιώτας διαπεραιωθῆναι πεποίηκε. καὶ μέχρι τῆς Νικομηδείας γενόμενοι, καὶ τὰς σκηνὰς ἐκεῖσε πηξάμενοι, τὴν τῶν ἐναντίων ὑπέμενον ἔφοδον· ὡς δ' ἔμελλεν αὕτη, ἐκ προστάγματος βασιλικοῦ τοῖς τῆς Νικαίας ὁρίοις προσεμπελάζουσι. προκαταλαβὼν δὲ ὁ Ἰσαάκιος τὴν Νίκαιαν πόλιν ἐφ' ἑαυτὸν ἐπεισάγει, καὶ τῆς ἑαυτοῦ μερίδος ἀποδείξας τὸν ὄχλον κατὰ νώτου ταύτην ἀφίησι, καὶ κατὰ τῶν ἐναντίων προσωτέρω χωρεῖ. συμβαλόντες δὲ μάχην οἱ ἀντιτεταγμένοι πρὸ δέκα σταδίων τῆς πόλεως, ἐν τόπῳ διττὴν ἔκπαλαι προσηγορίαν φέροντι τήν τε τοῦ Πολέμωνος καὶ τοῦ Ἅιδου, ἀγῶνα καρτερὸν συνεστήσαντο. καὶ τὸ μὲν δεξιὸν κέρας ἔκαμνε τοῖς ἀμφὶ τὸν Κομνηνόν, ἐπὶ δὲ τοῦ ἀριστεροῦ πυκνώσας τὴν φάλαγγα διὰ τῶν εὖ γεγονότων ἀνδρῶν ὁμόσε τοῖς ἐναντίοις χωρεῖ. καὶ παλιντρόπου γενομένης τῆς νίκης φεύγουσιν οἱ ἐκ τῆς Βυζαντίδος πεμφθέντες. καὶ τοῦ δεξιοῦ κέρατος αἰσθομένου τὴν ἧτταν τῶν ἐναντίων καὶ πάλιν ἀναθαρρήσαντος, παντελὴς φυγὴ τοῦ βασιλικοῦ στρατεύματος γίνεται. καὶ πίπτουσιν ἐξ ἑκατέρου μέρους συχνοί, τὸ δὲ πλεῖστον οἱ τὴν φυγὴν ἑλόμενοι κατεκόπησαν. τότε τοίνυν πατὴρ μὲν καὶ υἱός, τῆς φύσεως ὥσπερ ἐπιλαθόμενοι, πρὸς σφαγὴν ὀργᾶν ἀλλήλων οὐκ εὐλαβοῦντο, καὶ δεξιὰν παῖς πατρικῷ χραίνει φόνῳ, καὶ ἀδελφὸς ἀδελφῷ καιρίαν ἐλαύνει, καὶ συγγενείας ἢ συμφυΐας εἴτε τῶν ὁμοφύλων ἔλεος οὐδὲ διάκρισις ἦν, ἕως τοῦ θυμοῦ καὶ τῆς βακχικῆς μανίας ληξάντων τῆς συμφορᾶς ᾔσθοντο καὶ κωκυτὸν αἰθέριον ἤγειραν. ἀλλὰ καὶ ὣς νικητὴς ἀναδειχθεὶς οὗτος ὁ Κομνηνὸς τὴν ἐπινίκιον εὐφημίαν κατήνεγκε, καὶ σεβαστὸς παρὰ πάντων ἀναγορευόμενος καὶ περίβλεπτος πάντας ἐλπίσιν ἐπτέρου ὡς τῶν κατὰ σκοπὸν μὴ διαμαρτήσοντας. ἠρίστευσε δὲ πλέον τῶν ἄλλων καὶ κραταιὸς ἐν τούτῳ τῷ πολέμῳ ἐδείχθη καὶ περιβόητος Νικηφόρος μάγιστρος ὁ Βοτανειάτης, ἐκ γένους ἔχων ἐπιφανοῦς τὸ ἐν ταῖς στρατηγίαις καὶ τοῖς ἀνδραγαθήμασιν ἐκδηλότατον καὶ ἐπίδοξον. Τῇ δ' ἐπιούσῃ τὰς δυνάμεις ἀνειληφὼς τῆς πρὸς τὴν βασιλίδα φερούσης ἥπτετο. καὶ πρὸ τοῦ τοῖς προποντίοις προσεγγίσαι τῆς πόλεως, βουλὴ παρὰ τινῶν τῶν ἐν τέλει κατὰ τοῦ βασιλεύοντος ἐν Κωνσταντινουπόλει ἠρτύετο. εἴτε δὲ καὶ ὁ τῆς ἀρχιερωσύνης ἔξαρχος καὶ πατριάρχης, ὁ Κηρουλάριος κεκοινώνηκε τούτοις τῆς σκέψεως, εἴτε καὶ μή, ἄδηλον καὶ προφανὲς οὐδέν. ὅμως δ' ἐκ προλήψεων καὶ τῶν μετὰ ταῦτα συνενεχθέντων τὰ τῆς ὑπονοίας εἰς ἀληθείας ἀμυδρὰν προκεχωρήκασι ἔμφασιν· καὶ γὰρ τῷ Κομνηνῷ τὰ πάντα συνδιαφέρων ἦν καὶ συμπράττων καὶ τῆς πρώτης βουλῆς γινωσκόμενος, ὡς καὶ τῆς φιλίας καὶ τῆς ἀξίας καὶ τῆς ἀγχιστείας ἐγγύτατος, ὁ βεστάρχης Κωνσταντῖνος ὁ Δούκας, ἀδελφιδῆς τοῦ πατριάρχου σύνευνος καθιστάμενος, καὶ πολλὴν εὔνοιαν διδοὺς καὶ λαμβάνων ἐκεῖθεν. εἶτα τῆς τυρευομένης βουλῆς ἐκραγείσης εἰσῆλθον ἅπαντες οἱ ταύτης ἐξάρχοντες, ὣς δὲ καὶ οἱ συμμετέχοντες, ... καὶ μέγιστον τέμενος τῆς τοῦ θεοῦ μεγάλης σοφίας, σκηπτόμενοι τὸν βασιλέα τὰς συνθήκας σφῶν προδιδόναι, διομοσαμένων τὸν Κομνηνὸν μὴ προήσεσθαι, καὶ αὐτὸν σπονδὰς μετ' ἐκείνου συντίθεσθαι καὶ τῆς βασιλικῆς ἐξουσίας μεταδιδόναι. καὶ αὐτίκα εὐφημίαις τὸν Κομνηνὸν κατεγέραιρον, κατήγοροι ἐν ταὐτῷ καὶ συνήγοροι καὶ προασπισταὶ δεικνύμενοι τοῦ ἀνδρός· ὃν γὰρ ἐξομόσασθαι ἔλεγον καὶ οὗ τὴν φιλίαν μετὰ τοῦ βασιλέως καθάπαξ ἀπαγορεύειν, τούτῳ παρεμβεβλημένως βασιλικῆς ἀξίας περιετίθουν τιμήν. συνεκρότησε δὲ τούτοις καὶ ἡ πρὸς αὐτοὺς κάθοδος τῶν τοῦ πατριάρχου ἀνεψιῶν. ἐκεῖνοι γὰρ ὡς πευσόμενοι τὴν αἰτίαν τῆς στάσεως καταπτάντες ἐξ ἀποστολῆς τοῦ ἀρχιερέως συλληφθεῖσι παρὰ τῶν στασιαζόντων ἐῴκεσαν, καὶ ἄρτι διαχειρισθῆναι, εἰ μὴ ὁ πατριάρχης κατελθὼν συμπνεύσει τούτοις πρὸς τὸ ζητούμενον. νυγεὶς οὖν τοῖς σπλάγχνοις τῆς φύσεως, ἐπεὶ καὶ πατράδελφος ἦν πατρὸς μικρὸν ἀποδέων, καί τι καὶ ἀναγκαῖον ὑπολογισάμενος, ἵνα μὴ διχονοοῦντος τοῦ πλήθους ἔτι τὰ τῆς ὀργῆς ἐκκαυθῇ καὶ πόλεμος ἐμφύλιος εἰς τὴν καταστέλλουσαν πόλιν τὰς στάσεις ἐγγένηται, πρόεισιν εἰς τὸ ἱερόν, καὶ τοῖς ἀδύτοις προσκαθίσας οὕτω κριτὴς τῶν λεγομένων καὶ διαιτητὴς ἐχρημάτισε, καὶ τὴν ῥοπὴν τοῖς καθαιρεθῆναι τὸν βασιλέα καὶ ἀντεισαχθῆναι τὸν Κομνηνὸν ἐθέλουσι δοὺς διὰ τὴν τῶν πλειόνων ἀρέσκειαν, ἵνα μὴ τὰ τῆς ἐνστάσεως εἰς ἐμφύλιον, ὡς εἴπομεν, ἐναποσκήψειε πόλεμον, οὕτω τὴν εὐφημίαν τοῦ Κομνηνοῦ μεῖζον ἐξῆρε, τοῖς ἱερεῦσιν αὐτοῦ ταύτην καθολικὴν ἐπιτρέψας. ταῦτα τοίνυν ἀμφίβολον τοῦ πατριάρχου παρεισάγει προβούλευμα πρὸς τὸ εἰ καὶ ἑκατέρωθεν μελετώμενον. Ἤρξαντο οὖν πάντες μιᾶς μερίδος τῆς Κομνηνοῦ γίνεσθαι, καὶ κατηρείπωτο τὸ κράτος τοῦ γέροντος· οὕτω γὰρ αὐτὸν ἐκάλεσεν ἡ τῶν συμπνευσάντων κατ' αὐτοῦ συμμορία, καὶ ὁ λόγος οὗτος ἄχρι καὶ τήμερον ἐπεκράτησε. καὶ μικρὸν ἄποθεν τῆς ἀντιπέραν κώμης τῆς Χρυσοπόλεως φήμη τὸν Κομνηνὸν περὶ τούτων κατέλαβε, θαρρεῖν παρεγγυωμένη ὅτι προηνέῳκται αὐτῷ τὰ ἀνάκτορα, καὶ ὁ δῆμος ἅπας τῆς πόλεως αὐτὸν εὐφημεῖ. ἐπέσχε δὲ τὴν ὁρμήν, ἕως ἐντελές τι καὶ περὶ τῆς τοῦ γέροντος καθαιρέσεως πύθοιτο. καὶ δῆτα τοῦ πατριάρχου πάντας τοὺς ἐν τέλει μετακαλεσαμένου πρὸς ἑαυτόν, οὓς μὲν ἑκουσίως, οὓς δὲ ἀκουσίως ἐκβιασθέντας, τυχὸν οἰκονομικῶς, στρατιωτικὰ δὲ καὶ δημοτικὰ συντάγματα ἐκεῖσε τὴν βασίλειον ἐξουσίαν ἀφυῶς μετεστήσατο, καὶ ἀρχὰς τοῖς πράγμασιν, ὁπόσαι τούτῳ ἐδόκουν τῷ καιρῷ πρόσφοροι, προεστήσατο. καὶ τῷ γέροντι τὴν τρίχα καταθεῖναι αὐτίκα μάλα, εἰ προαιροῖτο τὸ ζῆν, μήνυμα σφοδρὸν ἐξαποστέλλει, τοῦ πλήθους τοῦτο κελεύοντος. ὃ δέ, καίτοι τῶν τῆς αὐλῆς ὁπλιτῶν, καὶ ὅσοι τούτῳ προσήκοντες ἦσαν, εἰς ἄμυναν ἐξελθεῖν τῶν ἀντιπάλων διατεινομένων καὶ τούτους ἑτοίμως παραστήσασθαι καὶ τὸ κράτος αὐτῷ βεβαιῶσαι, οὐκ ἠνέσχετο, μισανθρωπίας καὶ φιλαυτίας ὁμοῦ πρᾶγμα λέγων εἶναι τὸ δι' αὐτὸν συγχωρῆσαι φόνοις καὶ σφαγαῖς ἀνθρωπίναις μιανθῆναι τὴν μεγαλόπολιν. καὶ πρὸς τὰ ἐρυθρὰ πέδιλα κατιδὼν "διὰ ταῦτα" εἶπεν "ὁ Μιχαὴλ οὐ προδίδωσι τὴν εὐσέβειαν," καὶ πόρρω τῶν ἑαυτοῦ ποδῶν ταῦτα σφενδονησάμενος τὴν κεφαλὴν ἔκλινε τοῖς ἀποσταλεῖσιν εἰς τὴν κουράν. καὶ τῆς βασιλικῆς λαμπρότητος τὴν μοναχικὴν πολιτείαν εὐχαρίστως ἀνταλλαξάμενος, καὶ τρύχινον ῥάκος τῆς εὐδαίμονος ἀμπεχόνης καὶ πολυτίμου, παραπέμπεται αὐθημερὸν μελαμφορῶν καὶ τοῖς μοναχοῖς συνταττόμενος. δέχεται τοῦτον ὁ ἀρχιερεὺς συναντήσει δῆθεν φιλανθρώπῳ καὶ μειδιώσῃ, καὶ "χαῖρε" πρὸς αὐτὸν ἐπειπὼν φιλήματι τοῦτον ἀσπάζεται. ὁ δὲ "θεός σε ἀξίως, ἀρχιερεῦ, ἀντασπάσαιτο" φήσας, μιᾷ τῶν πατριαρχικῶν οἰκιῶν, τῇ ἀνωτάτω ἀναχωρητικῇ, παραδίδοται, βασιλεύσας ἕνα μόνον ἐνιαυτόν. Εἰσάγεται τοίνυν ὁ Κομνηνὸς διαπόντιος μετὰ τοῦ στόλου παντός, εὐφημίαις καὶ ἀλαλαγμοῖς καὶ σαλπίγγων καὶ λοιπῶν ὀργάνων ἠχῇ σεμνυνόμενος. καὶ τοῦτον ὑποδέχονται τὰ βασίλεια περὶ δείλην ὀψίαν, σεπτεμβρίου μηνὸς τῆς ιαʹ ἰνδικτιῶνος ἐνισταμένου. τῇ δ' ἐπαύριον προόδῳ λαμπρᾷ τῇ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ μετὰ πολλῆς προσελθὼν τῆς δορυφορίας, τὸ στέφος ἐπ' ὀκρίβαντος διὰ χειρὸς τοῦ πατριάρχου κομίζεται. καὶ πρόεισι στεφανίτης ἐκεῖθεν, δόξαν παρεσχηκὼς ἀνδρίας καὶ ἀνδραγαθίας μεγίστης οὐ τοῖς ὑπηκόοις μόνον ἀλλ' ἤδη καὶ τοῖς βαρβάροις, ὡς μάχῃ κεκρατηκὼς τοῦ κρατοῦντος καὶ φασγάνῳ τοσαύτην ἀρχὴν δυνηθεὶς περιζώσασθαι. στηλογραφεῖται δὲ καὶ ἐσπασμένον ἔχων τὸν ἀκινάκην τῷ κήνσῳ, καὶ οὕτω τῆς βασιλείας καὶ τῶν ταύτης ἀπάρχεται πράξεων. φιλοτίμοις οὖν τοὺς συναραμένους καὶ συναγωνισαμένους πρὸς τὸ κατόρθωμα κοσμήσας τιμαῖς καὶ φροντιστὰς πολλοὺς τῶν δημοσίων ἀποδείξας συλλόγων, οὕτω καὶ τὸ δημοτικὸν τῆς προσηκούσης τιμῆς ἀξιοῖ. πρὸ δὲ τῶν ἄλλων πολύ τι νέμων αἰδοῦς τῷ πατριάρχῃ, ἴσα καὶ πατέρα ἐτίμα, καὶ τοὺς τούτου ἀνεψιοὺς ταῖς πρώταις ἀξίαις καὶ πράξεσι περιβλέπτους ἀποδεδειχώς. καὶ τὰ τοῖς βασιλικοῖς δικαίοις προσόντα παρὰ τῶν ἱερατικῶν δίκαια τῇ μεγάλῃ ἐκκλησίᾳ καθιεροῖ, καὶ τούτων ἀλλοτριοῖ παντάπασι τὸ παλάτιον, ὥστε μήτ' ἐπὶ τῆς οἰκονομίας μήτε τῆς τῶν ἱερῶν κειμηλίων προνοίας καὶ προστασίας παρὰ βασιλέως τινὰ προχειρίζεσθαι, ἀλλὰ τῆς τοῦ πατριάρχου ἐξουσίας ἠρτῆσθαι καὶ τὴν προχείρισιν τῶν προσώπων καὶ τὴν τῶν πραγμάτων διοίκησιν. Καὶ καταστησάμενος τὴν ἀρχὴν ἀποβλέπει καὶ πρὸς τὸ τῶν ἀναλωμάτων τῆς βασιλείας καὶ τοῦ ὀψωνισμοῦ τῶν στρατιωτῶν μέγεθος, καὶ ὡς πόλεμοι τούτῳ πρόκεινται πολλὴν δαπάνην ἐφέλκοντες διὰ τὸ τοὺς ἐναντίους κατισχῦσαι καὶ πανταχόθεν κατεπαίρεσθαι τῶν Ρωμαίων. καὶ χρημάτων δεῖσθαι σκοπήσας, καὶ τὴν τούτων εὐπορίαν πλείστην ὅσην ἀπαραίτητον λογισάμενος, βαρὺς ἐχρημάτισε φορολόγος τοῖς χρεωστοῦσι δημόσια. εἶτα καὶ τὰς τῶν ὀφφικίων δόσεις αὐτὸς περιέτεμε πρῶτος, καὶ πανταχόθεν οἷά τις ἄπληστος θηρευτὴς εἰσεποιεῖτο τὰ χρήματα. ἐμέλησε δ' αὐτῷ μετὰ ταῦτα καὶ φειδωλίας καὶ τοῦ προσθήκην ἀγρῶν τῇ βασιλείᾳ περιποιήσασθαι. διὸ καὶ πολλὰ μὲν ἰδιωτικὰ πρόσωπα πολλῶν ἀπεστέρησε κτήσεων, παριδὼν τὰς χρυσοβούλλους τούτων γραφάς, δι' ὧν αὐτοῖς τὰ τῆς δεσποτείας ἡδραίωντο· ἐνέσκηψε δὲ καί τισι τῶν φροντιστηρίων, μεγάλας καὶ πλουσίας κτήσεις ἐχόντων καὶ τῶν τοῖς βασιλικοῖς θησαυροῖς ἀνακειμένων ἀποδεούσας οὐδ' ὅλως· καὶ πολλὰς αὐτῶν ἀφελόμενος, καὶ διὰ λογοποιΐας τὸ ἀρκοῦν ἐγκαταλιπὼν μοναῖς καὶ μονάζουσι, τοῖς βασιλικοῖς τὸ περισσὸν προσαφώρισε, πρᾶγμα παρανομίας μὲν δόξαν ἢ ἀσεβείας εἰσάγον, καὶ πρὸς ἱεροσυλίαν τοῖς εὐλαβεστέροις ἐκ τοῦ προχείρου ἀναφερόμενον, ἀποτέλεσμα δὲ μηδὲν ἄτοπον ἀποφέρον πρός γε τοὺς ἐμβριθῶς τὰ πράγματα διακρίνοντας. ἑκατέρωθεν γὰρ ὀνήσιμον εἶναι διεγινώσκετο, τούς τε μοναχοὺς φροντίδων ἀπαλλάττον ἀπροσφόρων τῇ κατ' αὐτοὺς πολιτείᾳ, καὶ χρηματισμοῦ τοὺς ἀκτημοσύνην πεπαιδευμένους ἀπανιστῶν, καὶ οὐδὲν τῶν πρὸς τὴν χρείαν ἐπιτηδείων ἀποστεροῦν, καὶ τοὺς ἀγρογείτονας ἐλευθεροῦν τῆς τούτων βαρύτητος, ὅτι τῷ πολυτελεῖ καὶ πολυταλάντῳ τῶν κτήσεων τὰ σφέτερα καταλιπεῖν αὐτοὺς οἱ μοναχοὶ κατηνάγκαζον, ἀπληστίαν ἤδη νοσήσαντες καὶ εἰς ἕξιν τοῦ πάθους γινόμενοι, καὶ περιγινόμενοι τῶν ἀντιθέτων, εἴ ποτε πρὸς δίκην αὐτοῖς συνεπλάκησαν, διὰ τῆς τῶν κτημάτων καὶ χρημάτων ἐπιρροῆς καὶ τοῦ ἐπὶ τούτοις ἀλογοθετήτους καθίστασθαι καὶ ἀποδοχῆς ἀξιοῦσθαι νικῶντας τοὺς ἀντιβαίνοντας. καὶ ὁ δημόσιος πολλαῖς χερσὶν ἐπαφιέναι τὰ ἑαυτοῦ πολυμερῶς συνωθούμενος προσθήκην ἐδέξατο καὶ παραψυχὴν οὐ μετρίαν, ἐν οἷς ἑτέρους ποσῶς οὐδ' ἐλωβήσατο. Εἶχε μὲν οὕτω τὰ πρακτέα τῷ βασιλεῖ, καὶ συνεῖχε τοῦτον τῇ βασιλίδι τῶν πόλεων διὰ τὴν τῶν ἀγχιθύρων κατάστασιν. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἐπαρθεὶς ὁ πατριάρχης οἷς πεπροτερηκέναι ὑπέλαβε, καὶ μεῖζον ἢ κατὰ τὴν αὑτοῦ ἀξίαν ἐπὶ τῶν ὅλων γενέσθαι οἰόμενος, καὶ θαρρήσας τῇ τοῦ κρατοῦντος εὐνοίᾳ, πολλάκις τοῦτον τινῶν ἐπιχειρημάτων μὴ δοκούντων αὐτῷ ἀνεχαίτιζε, ποτὲ μὲν πατρικὴν εἰσάγων διάθεσιν καὶ παραίνεσιν, ποτὲ δ' ἐπιτιμητικὴν παραγγελίαν καὶ ἀπειλητικὴν ἀκοαῖς ἐκδεδιῃτημέναις ἐπαίνοις καὶ προσηνέσι λόγοις καὶ ὑποπτώσεσιν, ὡς καὶ τὸν βασιλέα κατὰ μικρὸν ἐκπεπολεμῶσθαι καὶ παροινίαν ἡγεῖσθαι τὴν τέως παραίνεσιν. οὐ πολὺν δὲ χρόνον τούσδε τοὺς λόγους ὑπενεγκών, ἔγνω, τοῦτον ὡς κατεπαιρόμενον τούτου καταβαλεῖν ὁ βασιλεύς, καὶ τῶν ἱερατικῶν ὡς ὑπεροπτικὴν ἐκ μέσου καθάπαξ περιελεῖν, καὶ τοῦτον τὸν τρόπον διαδρᾶναι τὸν ἔλεγχον. διὸ καὶ τῆς ἀρχαγγελικῆς ἑορτῆς ἀμφὶ μῆνα νοέμβριον ἐγγιζούσης παρεγένετο πρὸς τὴν ἐκ βάθρων ἐγερθεῖσαν παρ' αὐτοῦ μονὴν ὁ πατριάρχης οὑτοσὶ Μιχαήλ, καὶ τῶν περιβόλων τοῦ μεγάλου καὶ ἀπορθήτου καὶ θεοτεύκτου πολίσματος ἔξω γενόμενος τῶν τῆς ἑορτῆς φιλοτίμως ἐφρόντιζε κατὰ τὰ ἑσπέρια μέρη τῆς πόλεως. ὁ δὲ βασιλεὺς ἠκόνα τὴν σκαιωρίαν καὶ τὴν ῥομφαίαν ἐστίλβου καὶ τὸν ἐνδομυχοῦντα θυμὸν τοῖς ἐγγίζουσι παρεγύμνου καὶ προπέμπει τῶν τινὰ οἰκείων ὡς ἱερατικὸν συνομιλήσοντα τῷ ἀρχιερεῖ περὶ τινῶν τυχὸν ἀπορρήτων, καὶ τὸν καιρὸν τῆς κατ' αὐτὸν σκέψεως καὶ τῆς φήμης τούτῳ ἀποτειχίσοντα. καὶ τῆς διαλέξεως γινομένης ἐπικατέλαβε πλῆθος στρατιωτῶν ὅπλοις κατάφρακτον, καὶ περιχυθέντες πανταχόθεν αὐτῷ ἀνάρπαστον ἐκ τοῦ θρόνου τοῦτον ἀτίμως ἐπαίρουσι. καὶ ἡμιόνῳ καθίσαντες συνήλαυνον ἄχρι τῆς ἐν Βλαχέρναις ἀκτῆς· καὶ προστάγματος καταπτάντος βασιλικοῦ ἑνὶ τῶν λέμβων σπουδαίως ἐντίθεται, καὶ ὑπερόριος τῶν ἀδικούντων τάχα ὑπερλαλῶν ὁ ποιμενάρχης γίνεται. ὡσαύτως δὲ καὶ αὐτὰ τοῦ γένους τὰ φίλτατα τῆς ὁμοίας ἀπογεύονται τύχης. Φέρει δὲ τοσοῦτον τὸ πάθος ὁ ἀνὴρ μικροψύχως ἢ ἀγενῶς, καὶ κατέσεισε τὴν πίστιν αὐτοῦ τὸ τῆς ἀπιστίας πρὸς αὐτὸν τοῦ βασιλεύοντος τόλμημα; οὐ μὲν οὖν, ἀλλ' εὐψύχως μάλα καὶ εὐγενῶς, καὶ τῇ καρτερίᾳ τὸν Ἰὼβ πολλῷ τῷ περιόντι νικῆσαι διαθρυλλούμενος, ὅτι καὶ τὸ ἄλγος οὐδὲν ἧττον αὐτῷ κατά τε τὴν ἔκπτωσιν τῆς ἀρχῆς καὶ τὴν τῆς πολιτείας καὶ τῆς παρρησίας καὶ αὐτῆς τῆς μεγίστης προεδρίας ἀφαιρέσει διεδείκνυτο, καὶ τὸ ἕλκος πρὸς ταῦτα συγκρινόμενον ἡττᾶτο, φέρον τῆς πατρίδος καὶ τῆς συζύγου τὴν ἀντισήκωσιν. εὐλογῶν γὰρ εὐλόγει τὸν κύριον, καὶ εὐχαριστῶν οὐκ ἀνίει, καὶ πάθος οὐκ ἀπεκάλει τὸ πάθος ἀλλὰ πύρωσιν ἀκριβῆ καὶ παίδευσιν πρὸς τελειότητα φέρουσαν καὶ ἀρετῆς ἐπίβασιν κρείττονος. μὴ ἀφιστάμενος δὲ καὶ τῆς ταπεινώσεως ἀντεγκαλῶν ἦν αὐτὸς ἑαυτῷ, καὶ ἄξια πεπονθέναι κατατιθέμενος καὶ πρὸς θεὸν ἅπαν αἰχμαλωτίζων νόημα, καὶ ἐπὶ πᾶσι τοῦ εὐγενοῦς πνέων ἔτι τῷ ὄντι φρονήματος. οὐ γὰρ κατέπεσεν ὅλως, οὐδὲ τοῦ ζήλου ἐνέδωκεν, οἷα πάσχειν οἶδε ψυχὴ τοῖς ὑλικοῖς διεπτοημένη καὶ κάτω φέρουσιν. Ὧν ἐν γνώσει γινόμενος ὁ κρατῶν ἤσχαλλε καὶ μετάμελον ἔτρεφε καὶ τὴν ἐπανόρθωσιν ἐδίψα μέν, οὐκ εἶχε δ' ὅπως ἑαυτὸν στηλιτεύσοι κακῶς διανοησάμενον. βεβούλευται τοίνυν αἰτιάσεις προθεῖναι κατ' αὐτοῦ, καὶ ἀναξιότητος γράψασθαι τὸν χρόνοις ἤδη πολλοῖς τὴν ἀξίαν διακοσμήσαντα καὶ τὸν σωτήριον λόγον ὀρθοτομήσαντα. καὶ γεγόνασι μὲν τῆς τούτου βουλῆς τῶν ἐν τέλει τινές, μηδὲ τὸ τοῦ ἀνδρὸς ἀγνοοῦντες ἐπίδοξον· ὅμως δὲ γεγόνασι συμμεταβαλόμενοι τῷ καιρῷ, ὁποῖα τὰ τῶν κολάκων νεανιεύματα. ἀπόπειραν δὲ τῆς αὐτοῦ προαιρέσεως ποιούμενος ὁ βασιλεύς τινας μητροπόλεως προεστῶτας, οὓς καὶ λογιωτέρους τῶν ἄλλων ἐγίνωσκεν, ὡς αὐτὸν ἀποστέλλει διαλεξομένους περὶ τοῦ τὴν τιμὴν καταθέσθαι καὶ μὴ συνόδῳ καὶ συλλόγῳ περιφανεῖ δημοσιευθῆναι τὰ κατ' αὐτοῦ. ἀνάλωτος δὲ τούτοις ὀφθεὶς καὶ ἀπερίτρεπτος ἐς τὰ μάλιστα, καὶ πυρίπνους τὴν γλῶσσαν καὶ τὴν ὁρμήν, καταιδεσθῆναι τούτους πεποίηκε καὶ ἱκέτας πρὸς τὸ συγγνώμης τυχεῖν. ἐπανελθόντες οὖν εἰπεῖν ἐκεῖνο πρὸς τὸν πέμψαντα συνεστάλησαν οὐδαμῶς "ἡττήμεθα, βασιλεῦ, ἡττήμεθα, κρείττων ἀπειλῶν ὁ ἀνήρ, παντὸς λόγου καὶ πειθοῦς ἰσχυρότερος, ἀλλὰ καὶ λαβῆς ἁπάσης πολλῷ τῷ περιόντι ἀνώτερος. εἰ οὖν τῷ ἀνεπιλήπτῳ καὶ ἀκαταγωνίστῳ προσβάλλειν ἐθέλεις, ἀναλογίζου τὴν ἧτταν καὶ τὸν ἐντεῦθεν μετάμελον." τούτων ἀκηκοὼς ὁ βασιλεὺς σύννους ἦν καὶ πεφροντικώς, πῶς καὶ τίνα τρόπον τοῖς πράγμασι χρήσαιτο. ἐν τῷ μέσῳ δὲ τοῦ θεοῦ κρεῖττόν τι προβλεψαμένου, ἐν εἰρήνῃ μεταλλάττει τὸ ζῆν ὁ ἀρχιερεύς, προθεωρήσας τὴν θείαν μετάκλησιν δι' ὁσίου καὶ μεγίστου τὴν ἀρετὴν ἁγίου ἀνδρός, καὶ ὅτι τοῖς ἐν ἀσκήσει καὶ ἁγνείᾳ εὐαρεστήσασιν ἐναρίθμιος ὤν, ἐν μέσῳ τῆς μνήμης αὐτῶν πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διὰ φιλανθρωπίαν ἐνανθρωπήσεως, τῶν φθαρτῶν καὶ ἐπικήρων τὴν ἄφθαρτον ζωὴν καὶ ἀνώλεθρον ἀνταλλάττεται. καὶ προέβη τὰ τῆς προρρήσεως τελειωθέντος κατ' ἐκείνας τὰς ἡμέρας τοῦ ἀρχιποίμενος. καὶ ὁ μὲν βασιλεὺς μετανοίᾳ βληθεὶς καὶ τὴν ἀρετὴν εὐλαβηθεὶς τοῦ ἀνδρός, μὴ ἔχων οἷς τρόποις τὴν ἁμαρτάδα ἐπανορθώσαιτο, ἐντίμως τὸν νεκρὸν αὐτοῦ εἰσαχθῆναι πρὸς τὴν βασιλεύουσαν διετάξατο. καὶ παραδίδοται τῇ σορῷ ἐν ᾧπερ ἐκεῖνος τόπῳ καὶ ζῶν μετετάξατο, κατὰ τὸ ἀνεγερθὲν παρ' αὐτοῦ φροντιστήριον, θαῦμα μέγιστον καὶ τοῦ ἀξίως τῆς ἀρχιερατικῆς τελειωθῆναι σημεῖον ἀπερίγραπτον δείξας τὴν ἐν χειρὶ τοῦ σταυρικοῦ σημείωσιν σχήματος. καὶ μεμένηκεν ἡ τιμία τῷ ὄντι χεὶρ τοῦτον τὸν τύπον τηροῦσα τῆς διὰ τοῦ σταυροῦ εἰρήνης καὶ εὐλογίας ἄχρι καὶ τήμερον, μὴ ἀλλοιωθεῖσα συνόλως τῇ νεκρώσει τοῦ σώματος. Προεχειρίσθη δὲ πατριάρχης Κωνσταντῖνος πρόεδρος καὶ πρωτοβεστιάριος ὁ Λειχούδης, ἀνὴρ μέγιστον διαλάμψας τοῖς βασιλικοῖς καὶ πολιτικοῖς πράγμασιν ἀπό τε τῆς τοῦ Μονομάχου καὶ μέχρι τῆς τούτου ἀναρρήσεως, καὶ μεσάζων ἐν τοῖς βασιλείοις τὴν τῶν ὅλων διοίκησιν. καὶ γέγονε δωρηματικὸς τοσοῦτον καὶ προνοητικὸς τῶν τε ἱεροκηρύκων καὶ τῶν μιγάδων, ὡς καὶ πάντας τῆς τούτου ἀφθονίας σχεδὸν ἀπόνασθαι καὶ θαυμάζειν τέλεον. Τῶν δὲ πρὸς ἥλιον δύνοντα Σαυροματῶν ταραττομένων, σὺν αὐτοῖς δὲ καὶ τῶν περὶ τὸν Ἴστρον Σκυθῶν, οὓς Πατζινάκους τὸ πλῆθος κικλήσκουσιν, ἔγνω λοιπὸν ὁ βασιλεὺς τὰς Ρωμαϊκὰς δυνάμεις ἐπενεγκεῖν κατ' αὐτῶν. καὶ τὰ πρὸς τὸν πόλεμον ἐξαρτύσας, καὶ τὸν στρατιωτικὸν κατάλογον ποιησάμενος, πασίρρωμος ἔξεισι. καὶ μέχρι τῆς Σαρδικῆς γενόμενος καὶ καταπλήξας τοὺς Σαυρομάτας εἰς φιλίαν ἐλθεῖν συνηνάγκασε, καὶ συνθήκαις ἐπιρρώσας τὸ εἰρηναῖον μεταστρατοπεδεύει πρὸς τοὺς ἀλλογενεῖς, τοὺς Σκύθας φημί. καὶ διῃρημένων αὐτῶν ἐν ἀρχαῖς ὄντων, οἱ μὲν τῶν ἄλλων ἡγέμονες προσῆλθον αὐτῷ, καὶ τὰ πιστὰ φυλάττειν συνθέμενοι φόβου παντὸς ἀπηλλάγησαν· μόνος δὲ ὁ πρὸς τῷ τοῦ Ἴστρου χείλει περινοστῶν καὶ ἀπότομον πέτραν κεκτημένος κρησφύγετον (Σελτὲ τῷ βαρβάρῳ τὸ ὄνομα) οὐκ ἠθέλησε χεῖρας δοῦναι τῷ βασιλεῖ, ἀλλ' ὑπεροπτικῶς πρὸς τοῦτον διατεθεὶς ἐξῆλθεν εἰς τὸ πεδίον, τοῖς Ρωμαίοις ἀντιταξόμενος. οὐκ εἰς μακρὰν δὲ τῆς ἰδίας κακονοίας ἀποίσατο τὰ ἐπίχειρα· κατὰ κράτος γὰρ ἡττηθεὶς βραχείας μερίδος ἀντιταχθείσης αὐτῷ φυγὰς ᾤχετο, βαθείᾳ τινὶ ὕλῃ ὥσπερ τις πτὼξ μετὰ τῶν ὑπ' αὐτὸν εἰσδύς. καὶ ὁ βασιλεὺς ἑλὼν τὸ κρησφύγετον, καὶ φρουρὰν καταλιπὼν καὶ στρατηγὸν ἐπιστήσας, τὴν ἐπάνοδον εὐθύμως ἐποιεῖτο. Περὶ πρόποδας δέ τινος λόφου Λοβιτζοῦ λεγομένου τὴν παρεμβολὴν θέμενος, πρᾶγμά τι τῆς τοῦ τόπου ἐπωνυμίας ἀπηύρα. ῥαγδαῖος γὰρ ὄμβρος τῆς στρατιᾶς εὐθέως ἐπικαταρραγεὶς καὶ νιφετὸς ἔξωρος, σεπτεμβρίου μηνὸς ἔτι τὸν δρόμον ἐλαύνοντος, πολλῆς κακώσεως τὸ στρατιωτικὸν καὶ λύμης ἐνέπλησεν. ἥ τε γὰρ ἵππος σχεδὸν πᾶσα καὶ πολλοὶ τῶν παρόντων, τῷ κρύει καὶ τῷ ὄμβρῳ συνεχεῖ καὶ ἀνυποίστῳ μήκιστον χρόνον ταλαιπωρούμενοι, τὸ ζῆν ἐναπέρρηξαν, καὶ τὰ ἐπιτήδεια παρ' ἐλπίδα τοῖς στρατευομένοις ἐπέλιπε, ποταμίου ῥεύματος καὶ χειμῶνος γενόμενα πάρεργον. ἀναστολῆς δὲ γενομένης ἐξῄει πρωΐας ὁ βασιλεύς, καὶ τὸν ποταμὸν ἀγχοῦ καταρρέοντα, τραφέντα τῇ ἐπομβρίᾳ, διαπεραιούμενος πολλοὺς τῶν σφετέρων ἀπέβαλε. λήξας δὲ πρὸς μικρὸν τῆς ὁδοιπορίας ὑπὸ σκιὰν ἔστη δένδρου τινὸς ἅμα τισὶ τῶν ὑπερεχόντων, καὶ μετ' ὀλίγον ἠχῆς γενομένης ἐκ τῆς δρυὸς προῄει μικρὸν ὁ βασιλεύς, ὅσον μὴ τῷ μήκει ταύτης καταλαμβάνεσθαι· ῥιζόθεν δ' αὕτη τμηθεῖσα σὺν πολλῇ τῇ βοῇ ὑπτία τῇ γῇ προσήρεισε. γέγονεν ὁ βασιλεὺς ἐνεὸς καταμαθὼν οἵας μικροῦ δεῖν τελευτῆς ἔμελλε τυχεῖν, καὶ ἦν προοίμιον οὐκ ἀγαθὸν τὸ συγκύρημα. Προβιβάζων δὲ τὴν στρατιὰν ἐπεπορεύετο ταύτῃ. ἐπετάχυνε δ' αὐτὸν καί τις φήμη ψευδὴς καὶ οὐκ ἔμπρακτος, τυραννίδος ἀπάρχεσθαι λέγουσα τὸν πρὸς ἑώαν ἀποσταλέντα παρ' αὐτοῦ πολιτικὸν ἄνδρα διὰ τὴν τῶν δημοσίων κτημάτων ἐξίσωσιν. καὶ μέχρι τῆς βασιλίδος γενόμενος καὶ πρὸς τὸ οἰκτρὸν τοῦ συμβάντος εἰκότως ἀνιαθείς, καὶ τὴν κατηγορίαν τοῦ ἄρχοντος ἐπίπλαστον ἐγνωκώς, ἀνελάμβανεν ὅμως τῆς ἀθυμίας ἑαυτόν, καὶ περὶ τὸν κατὰ πρόσωπον τῆς βασιλίδος προεκκείμενον πορθμὸν ἀνιὼν ἐνησχολεῖτο τῇ θήρᾳ, ψυχαγωγῶν ἑαυτὸν τῇ συνεχεῖ γυμνασίᾳ. περὶ δὲ ὥραν ἀρίστου φῶς ἀστραπήβολον τοῖς τόποις ἐκείνοις ἐπέσκηψε· Νεάπολις τούτοις τὸ γνώρισμα. καὶ ὁ βασιλεὺς πληγείς, ὡς λόγος, ἐκεῖθεν ἀκατίοις ἐξαίφνης πρὸς τὰ βασίλεια ὥρμησε, καὶ νοσομαχήσας ἡμέραις τισὶ τὸν μόρον ἐκαραδόκει. καὶ διὰ τοῦτο πρὸς ἐξιλέωσιν τοῦ θείου ἀσπάζεται τὴν μετάνοιαν, καὶ τῆς βασιλικῆς ἐξουσίας τὸν μοναδικὸν καὶ ἀπέριττον ἀνταλλάττεται βίον, βασιλέα προχειρισάμενος οὐ τὸν ὁμαίμονα Ἰωάννην, οὐ τὸν ἀδελφιδοῦν, οὐκ ἄνδρα προσζεύξας τῇ θυγατρί, ἀλλὰ τὸν πρόεδρον Κωνσταντῖνον τὸν Δούκαν, ὃς αὐτῷ συνίστωρ καὶ συναγωνιστὴς περὶ τὴν τῆς βασιλείας κατάκτησιν διὰ παντὸς ἐχρημάτισεν. αὐτὸς δ' ὁ Κομνηνὸς μοναχικοῖς ῥάκεσιν τὴν τοῦ Στουδίου καταλαμβάνει μονήν, ἔτι τῇ νόσῳ τρυχόμενος, ζήσας μέν ...., βασιλεύσας δὲ ἔτη δύο καὶ μῆνας τρεῖς, ἐπιζήσας δὲ τούτων ἐλάττονα τῷ μοναχικῷ. Μετὰ δὲ τὴν τελευτὴν ὑγρότητος μεστὴ θεαθεῖσα ἡ τούτου σορὸς πολὺν λόγον εἰς τὸν δῆμον ἐκίνησε, τῶν μὲν τιμωρίαν εἶναι λεγόντων καὶ κολάσεως ἔνδειγμα τὸ φανὲν διὰ τὸν πολὺν φόνον ἐκεῖνον τὸν ἐκ τοῦ κροτηθέντος ἐμφυλίου πολέμου γενόμενον περὶ Νίκαιαν. ἄλλοι διὰ τὴν τῶν πολλῶν κάκωσιν καὶ ὑστέρησιν μερικὴν καὶ καθόλως τῶν διδομένων τοῖς πλείστοις ἐπετείως ἐκ τῶν βασιλικῶν θησαυρῶν, ἄλλοι διὰ τὴν τῶν ναϊκῶν καὶ ἰδιωτικῶν κτημάτων ἀφαίρεσιν, ἕτεροι διὰ πάντα. ἄλλοι διὰ σωφρονισμῶν τῶν μετέπειτα μόνον, οὐχὶ τοῦ μεταλλάξαντος κόλασιν· συνέβαλον γὰρ τὴν μετάνοιαν ὅτι τὴν θείαν φιλανθρωπίαν ἐκκαλεῖται πρὸς ἔλεον. οἱ δὲ τούτων ἐναντίοι μετάμελον θρέψαι τὸν ἄνδρα μετὰ τὴν ἀναχώρησιν ἔλεγον, καὶ κατὰ τοῦτο τῆς μεταβιώσεως μὴ ἀπόνασθαι. οἱ δὲ τὸ ῥεῦσαν ἁγιωσύνης ἔργον ἐτίθεντο διὰ τὴν μετὰ ταῦτα μᾶλλον μετάνοιαν, καὶ τὸ δειχθῆναι πᾶσιν ὡς οὐκ ἔστιν ἁμάρτημα τὸ τὴν θείαν εὐμένειαν βιαζόμενον, εἰ τῶν κακῶν τις ἐκκλίνας τὸ ἀγαθὸν ἕλοιτο. ἐγὼ δὲ ἀμφοτέρων τὴν γνώμην ἐπαποδέχομαι τῷ τὴν μὲν κωλυτικὴν εἶναι μελλόντων κακῶν, τὴν δὲ προτρεπτικὴν ἀπὸ τοῦ χείρονος πρὸς τὸ βέλτιον· καὶ οὐδενὸς τὴν ἥττω καταψηφίζομαι.
https://byzantium.gr/
Ἀλλ' ὅ μοι λέγειν ὁ λόγος ὥρμητο, ἐπιλαβόμενος τῶν βασιλικῶν σκήπτρων Κωνσταντῖνος ὁ Δούκας συνήθροισε τὰ σωματεῖα τῆς πόλεως, καὶ λόγους ἐπιεικείας γέμοντας ἐδημηγόρησε πρὸς αὐτούς, "ἐμὲ" φήσας, "ὦ ἄνδρες, βασιλέα τεθεικὼς τῶν ἐπὶ γῆς ὁ βασιλεύων ἐν οὐρανοῖς τῆς ἁπασῶν μεγίστης τιμῆς πεποίηκε μέτοχον. ἐγὼ δὲ οὐκ ἂν ψεύσαιμι τὰς πρὸς ἐκεῖνον συνθήκας, ἀλλ' εὐμενὴς καὶ φιλάνθρωπος ἔσομαι, πατήρ τε τοῖς νέοις, καὶ τοῖς ἥλιξιν ἀδελφός, καὶ βακτηρία τοῖς γέρουσι, καὶ παῖς τῇ διαθέσει καὶ μιμήσει τῆς φύσεως. εὐθηνήσετε δὲ ἐν ἐμοί, καὶ τὸ προφητικὸν πληρωθήσεται· ἀλήθεια γὰρ ἐκ τῆς γῆς ἀνατελεῖ, καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διακύψει, καὶ οὐδεὶς ἔσται καθάπαξ ἐπὶ τῶν ἡμῶν ἡμερῶν ὁ στεναγμῷ καὶ κλαυθμῷ καὶ στερήσει ἀδίκῳ συγχυθησόμενος." ταῦτα εἰπών, καὶ συναποκρύψας ἑαυτόν, ὡς ἔθος τοῖς βασιλεῦσι, παραπετάσματι σὺν εὐφημίᾳ, μεγίσταις ἐλπίσι καὶ φιλανθρώποις μετέωρον εἰργάσατο τὸ ὑπήκοον. τὸ δ' ἀπὸ τοῦδε τῆς τῶν πραγμάτων ἐχόμενος ἀντιλήψεως ἀνθαμιλλωμένῳ ἐῴκει τοῖς ἑαυτοῦ καὶ προχαράττειν ἄλλ' ἄττα, τοῦ ἐπιεικοῦς καὶ μετρίου μὴ ἀφιστάμενος. πεποίηκε δὲ καὶ τιμήσεις, καὶ ἦσαν οἱ τιμηθέντες πολλοὶ τῶν τε τῆς ἀγορᾶς καὶ τῆς συγκλήτου βουλῆς. ἀνώρθωσε δὲ καὶ τοὺς ἤδη παρὰ τοῦ πρὸ αὐτοῦ βεβασιλευκότος τῶν οἰκείων ἐκπεπτωκότας τιμῶν· καὶ γὰρ ἐκεῖνος τοὺς τῷ καθαιρεθέντι παρ' αὐτοῦ βασιλεῖ προσῳκειωμένους πολλοὺς ὅσους παγανοὺς ἐξ ἐντίμων ἀπέδειξε, καὶ εἰς τὰς σφῶν αὐτῶν ἀξίας πάλιν ὁ Δούκας ἀνεκαλέσατο.
https://byzantium.gr/
Ἔτι δὲ τοῦ κράτους αὐτῷ συναυξανομένου ἐπέστη τὰ τῆς ἐπετείου ἑορτῆς τοῦ ἐν μάρτυσι περιωνύμου ἁγίου Γεωργίου. μετὰ δὲ τὴν τοῦ θείου πάσχα σωτήριον ἐπιφοίτησιν καὶ ὁ βασιλεύς, ὡς ἦν ἀπὸ τοῦ Μονομάχου τεθεσπισμένον τοὺς κατὰ τὴν ἡμέραν βασιλεῖς εἰς τὸ τοῦ ἁγίου φοιτᾶν μαρτύριον, ὅπου περ αὐτὸς οἰκοδομὰς λαμπρὰς καὶ πολυτελεῖς καὶ βασιλεῦσι προσηκούσας ἐπήξατο, πληρῶν ἐντολὴν αἰδοῖ τοῦ ἐντειλαμένου, μᾶλλον δὲ τῇ τοῦ μάρτυρος ἐπευφραινόμενος ἑορτῇ καὶ κομίσασθαι μέλλων τὸ προσωρισμένον τάλαντον ἐπὶ δεξιώσει τῆς παρουσίας, παρεγένετο θύσων αὐτῷ βασιλικῶς τὴν τιμήν. καὶ μέντοι καὶ τὴν ἑορτάσιμον ἡμέραν διηνεκῶς ἐπέμενεν ἐκεῖσε, τὴν διαγωγὴν οὐκ ἀηδῆ καθορῶν. τινὲς δὲ τῶν τῆς βασιλευούσης κακοήθως διατεθέντες, ὡς τοῦ βασιλέως χαρακτῆρας παραγυμνοῦντος οὐκ εὐγενεῖς καὶ ἀστατοῦντος τοῖς λόγοις καὶ πρὸς τὸ βασιλικὸν ὀλισθαίνοντος χάρισμα, τὸ δὲ καὶ μεταβολῆς ἐρῶντες ἐλπίδι λημμάτων καινῶν, βουλὴν πονηρὰν ἐξαρτύσαντες ἄρτι προβεβουλευμένην αὐτοῖς, μεταδιδόασι τῆς λύμης αὐτῆς οὐ μόνον στρατιωτῶν τισὶ τῶν περὶ τὴν ἤπειρον ἀλλὰ καὶ τοῖς ἀπὸ τοῦ βασιλικοῦ στόλου καὶ τῆς κατὰ θάλασσαν δορυφορίας τε καὶ δυνάμεως. καὶ ἦν αὐτοῖς διεγνωσμένον τε καὶ συγκείμενον ἵνα τοῦ βασιλέως ἔτι ταῖς μαρτυρικαῖς ἐμφιλοχωροῦντος σκηναῖς ὀρθριώτερον, πρὸ τοῦ διαγελᾶν ἀπάρξασθαι τὴν ἡμέραν, οἱ μὲν σὺν ἀλαλαγμῷ καὶ βοῇ καὶ θορύβῳ μεγίστῳ τὰς τῆς πόλεως πλατείας διαταράξωσι, καὶ ταῖς φρουραῖς προσβαλόντες ἀνάστατον ἅπαν τὸ ἔμφρουρον ἀπεργάσωνται, καὶ πολλοὺς τῶν ὁμοίων πρὸς ἀνταρσίαν διερεθίσωσιν, οἱ δὲ τῆς βουλῆς αὐτοῖς συμμετέχοντες ναυτικοὶ τοῖς ἀκατίοις πρὸ τῶν ἄλλων προσοκείλωσι τῇ χέρσῳ τῶν μαρτυρικῶν ἐκείνων σκηνῶν, καὶ τὸν βασιλέα κατιόντα τῷ κυδοιμῷ κατεπτοημένον, καὶ πρὸς τὰ βασίλεια μέλλοντα παραγενέσθαι καὶ κατασφαλισθῆναι πρὸς τὴν ἐπιβουλήν, ὃ πάντως ἀναγκαίως ποιῆσαι τοῦτον προέκειτο, ὑποδέξωνται τοῖς ἑαυτῶν ἀκατίοις καὶ πελάγιοι γενόμενοι τῷ βυθῷ παραδώσουσι. καὶ ἦν ἡ γνώμη δεινή τις καὶ ἄφυκτος, καὶ πανταχόθεν σοβοῦσα τὸ θήραμα καὶ πλεκτάναις κατά γε τὴν ἀνθρωπίνην ἀσθένειαν τοῦτον συγκατασχεθῆναι καὶ θηραθῆναι συνάγουσα. τοῦ δὲ διασκεδάζοντος βουλὰς ἐθνῶν καὶ λογισμοὺς ἀθετοῦντος ἀρχόντων Κυρίου ἀπερίτρεπτος μένουσα ἡ βουλὴ τὰς τῶν γηίνων σκαιωρίας παρέσφαλε, καὶ παρ' ἐλπίδα τὴν σωτηρίαν τῷ ἀπεγνωσμένῳ πανταρχικῶς ἐχαρίσατο. ὡς γὰρ ἡ στάσις ἀνῆψε καὶ θόρυβος ἀνερριπίσθη πολύς, αἵ τε ἀγγελίαι φθάνουσαι ἑτέρα τὴν ἑτέραν τῷ βασιλεῖ προσεφοίτησε, καὶ ὁ δῆμος ἅπας συνεκροτεῖτο καὶ συνηθροίζετο, καὶ ταραχῆς ὑπῆρχον τὰ κατὰ τὴν πόλιν ἀνάμεστα καὶ συγχύσεως, συσκευασάμενος οὗτος ὁ βασιλεὺς ἅμα τῇ Αὐγούστῃ καὶ τοῖς ἐξ αὐτῶν γεννηθεῖσιν εἰς τὴν γείτονα κατῆλθον ἀκτήν, καὶ μὴ εὑρόντες τῶν βασιλικῶν πλοίων τινὰ εἰς τὸ προσορμίσαν νέον ἔκ τινος ἀπροόπτου καὶ δεξιᾶς τύχης, μᾶλλον δὲ προνοίας ἀρρήτου θελήματος, ἀρχοντικὸν πλοιάριον, ὡς εἶχον σπουδῆς, ἀνέβησαν. καὶ τῶν βασιλείων εὐθὺ τῆς εἰρεσίας ἀγούσης ἐπικατέλαβε τὸ τῆς ἀνοσίας βουλῆς μετεσχηκὸς ἀκάτιον, τὸν βασιλέα προκαλούμενον εἰσελθεῖν ἐν αὐτῷ ὡς σπουδαιότερον δῆθεν ἀχθησόμενον δι' αὐτοῦ. ὡς δ' ἀπεπέμπετο καὶ κατὰ χώραν ὁ θηρευόμενος ἔμενε, καί τι προύργου πράξειν ἀπηναισχύντουν οἱ ἐν αὐτῷ, προσαράσσειν ταῖς κώπαις οὐκ ἐξ εὐπλοίας σχηματιζόμενοι. διασωθέντος τοίνυν τοῦ βασιλέως ἀθιγοῦς ἐν τοῖς ἀνακτόροις, ἐπεὶ καὶ ὁ τούτου αὐτάδελφος διὰ τῆς ἀγορᾶς προῄει προπορευομένων αὐτοῦ καὶ περικυκλούντων στρατιωτῶν ἐγχεσιμάχων, διάλυσιν ἐλάμβανε τὰ τῆς στάσεως· τοῦ γὰρ ἄλλου πλήθους τῆς πόλεως μὴ συναποστατῆσαι θελήσαντος καὶ συνδιαφθαρῆναι τῇ τῶν ἐπιβούλων σκαιότητι, φόβος κατέσχεν αὐτούς. καὶ οἱ μὲν ἐπισημότεροι καὶ τὰς ὡπλισμένας ἤδη παραγυμνώσαντες τῷ μεγάλῳ καὶ περιωνύμῳ ναῷ τῆς τοῦ θεοῦ σοφίας προσέδραμον, τὴν περὶ ψυχῆς σωτηρίαν τῶν ἄλλων ἁπάντων, χρημάτων τέ φαμεν καὶ κτημάτων, ἀνταλλαττόμενοι· οἱ δὲ λαθεῖν οἰηθέντες ἐπὶ τὰς ἑαυτῶν κατοικίας καὶ συναυλίας ἑτέρας διεσκεδάσθησαν. ἐξῆλθε δὲ καὶ ὁ τῆς πόλεως ἔπαρχος μετὰ τὸ τὴν πολλήν, τὸ τοῦ λόγου, τυφθεῖσαν θάλασσαν, τὸ φλεγμαῖνον καὶ αὐτὸς καταστέλλων, καὶ συνεμίγη τῷ τοῦ βασιλέως ὁμαίμονι κατὰ τὴν ἀγορὰν προοδεύοντι. ἦσαν γὰρ ἀναλαβόμενοι πάντες ἑαυτούς, καὶ τούτων συγκροτοῦντες τὰ νικητήρια, καὶ τοῖς βασιλεῦσι τὸ κράτος ἐπικροτοῦντες, καὶ σὺν εὐφημίαις καὶ θυμιάμασι πλείσταις τὴν προπομπὴν ἐργαζόμενοι. Ὡς δὲ κατάστασις ἔσχε καὶ νηνεμία τουτὶ τὸ κλυδώνιον, καὶ παντελὴς πληροφορία τοῖς περὶ τὸν βασιλέα καὶ αὐτῷ βασιλεῖ γέγονεν ὡς μερική τις δυσβουλία καὶ συνέλευσις συνετάραξε τὸ ὑπήκοον, οὐχὶ συνθήκη κοινὴ καὶ συγκίνησις ἐξεπολέμωσε τοῦτον, καὶ θάρσους ἐνεπλήσθησαν, εἰς ἔρευναν εὐθὺς διανέστη καὶ τῶν τετολμημένων ἐκδίκησιν ὁ κρατῶν. καὶ ἐπεὶ λαθεῖν οὐκ ἐνῆν τοὺς τοσούτου κακοῦ πρωτεργάτας καὶ στασιαστὰς καὶ συνίστορας, ἤγοντο τούτων συχνοί, καὶ καθοσιώσεως εἰς βασιλέα φερομένης ἐκρίνοντο. καὶ οἱ μὲν εἱρκταῖς δημοσίαις, οἱ δὲ ἀμειδέσιν οἰκίσκοις ἐδίδοντο. ἄλλοι δὲ τούτων τὸν θάνατον ἐκκλῖναι σπουδάζοντες, ὑποσχέσεσιν ἐλευθερίας σαινόμενοι, προεδίδουν ἑτέρους. καὶ καθ' ἑκάστην συνελαμβάνοντο συχνοί, καὶ φόβος εἶχε τοὺς πλείστους ἵνα μὴ συλληφθῶσι κατηγορούμενοι. τέως δὲ μαστιγώσας τούτων τινὰς ὁ κρατῶν, καὶ εἰς φῶς τοὺς ἐπιβούλους προαγαγὼν οὐδὲ πρὶν ἀγνοουμένους διὰ τὸ ἐκραγῆναι τὸ μελετώμενον, φυγῇ τούτους καὶ δημεύσει προσεζημίωσε, μηδένα δι' αἵματος τιμωρήσασθαι ἀνασχόμενος, ἀλλ' εὐψύχως τὴν παροινίαν καὶ μετριώτερον ἐνεγκών. πρὸ δὲ πάντων ὁ εἰρημένος ἔπαρχος, συνειδότος κατηγορηθεὶς καὶ κριθείς, ὑπερορίᾳ καὶ δημεύσει κατὰ τὴν αὐτὴν ἡμέραν τῆς ταραχῆς ὑπεβλήθη, εἰσιὼν μὲν εἰς τὰ βασίλεια ὥς τι τῶν δεόντων κατωρθωκὼς καὶ τὸ στασιάζον κατευνακώς, ἀφαιρεθεὶς δὲ τὴν ζώνην καὶ τὰ παράσημα καὶ κατάκριτος ἀπροσδοκήτως γενόμενος.
https://byzantium.gr/
Ἐπόθησε δὲ τῶν ἄλλων ἁπάντων ὁ βασιλεὺς ἐπέκεινα τήν τε τῶν δημοσίων χρημάτων ἐπαύξησιν καὶ τῶν ἰδιωτικῶν δικῶν τὴν ἀκρόασιν, καὶ τούτοις τὴν μείζονα φροντίδα κατεκένου τῆς βασιλείας, τῶν ἄλλων ἧττον βασιλικῶν ἀντεχόμενος, στρατιωτικῶν φημὶ καὶ στρατηγικῶν πλεονεκτημάτων καὶ τῆς ἐντεῦθεν εὐδοξίας, τοῖς εἰρημένοις πολιτικοῖς εὐδοκιμεῖν προαιρούμενος. διὰ δὴ ταῦτα καὶ συκοφαντικαῖς ἐπηρείαις καὶ σοφιστικαῖς μεθόδοις καὶ δικανικῶν προβλημάτων ἐσμῷ καὶ σεκρετικῶν ζητημάτων ἐπιπλοκαῖς τὸ Ρωμαϊκὸν ἐκλονεῖτο, καὶ κοινὴ μελέτη τοῖς ἅπασι τὸ κατορθῶσαι τὰ τοιαῦτα ἐγίνετο, ὡς καὶ αὐτοὺς στρατιώτας μεταβαλεῖν καὶ μεταμαθεῖν τὰ πρὸς τὴν τούτων γνῶσιν παράγοντα. καὶ τοῦ βασιλέως εὐπροσίτου καὶ μετριόφρονος ὄντος καὶ ἧττον περὶ τὸ σῶμα κολαστικοῦ καὶ τὰ περὶ τὸ θεῖον εὐσεβεῖν δοκοῦντος ὡς μάλιστα, φιλοπτώχου τε πέρα τοῦ δέοντος καὶ φιλομονάχου καθισταμένου, καὶ διεπτοημένου περὶ τὰ ἱερά, ἡ πρὸς τὰ λεχθέντα ἕτερα κεφάλαια εὔνοια τὴν τῶν τοιούτων προτερημάτων ἤμβλυνεν ἐπιμέλειαν, καὶ κατὰ σφᾶς αὐτὰς ἀρετὴ καὶ κακία περὶ τὸ αὐτὸ ὑποκείμενον μονονουχὶ ἐστασίαζον. ἐνίκα δὲ παρὰ πολλὰς ψήφους τὸ δυσπαθές, ὅσῳ καὶ πλείονι μερίδι ἐφήπλωτο. τὸ γὰρ εὐσεβὲς καὶ τὸ φιλόπτωχον ἅμα καὶ φιλομόναχον καὶ τὸ μὴ πρὸς κόλασιν δι' αἵματος ἕτοιμον, καὶ αὐτὸ τὸ εὐπρόσιτον, ἐπαίνων μὲν οὐδεὶς ἦν ὁ μὴ ἀξιῶν, πλὴν ἀλλὰ τῷ ἔχοντι μόνῳ τὴν ὄνησιν ἐπιφέρειν ἐδοκιμάζοντο, καί τισιν ὀλίγοις τῶν προσιόντων ἢ ὁμαλῶς προδεχθέντων αὐτῷ· τὸ δὲ φειδωλὸν καὶ ἄγαν ποριστικὸν τῶν δημοσίων χρημάτων, ἔστιν οἷς καὶ οὐκ ἐν εὐπροσώποις αἰτίαις, καὶ τὸ κατ' ἐξουσίαν δικαστικόν, καὶ τὸ καταφρονητικὸν τῆς στρατιωτικῆς εὐπραγίας καὶ στρατηγικῆς καὶ ἀκρητικῆς εὐπαθείας πολλῶν καὶ σχεδὸν ἁπάντων τῶν ὑπὸ Ρωμαίοις τελούντων λυμαντικὸν ἐψηφίζοντο. ἠγείρετο γὰρ πολὺς γογγυσμὸς τῶν τε καταδικαζομένων οὐ νομικῶς καὶ τῶν κατηγορουμένων σοφιστικῶς, καὶ τῶν ἀπαιτουμένων εἰς τὸ δημόσιον ἐνίοτε ἀχρεώστητα, καὶ τῶν δεχομένων φορολογικὰς ἐπαυξήσεις ἐπαρχιῶν, καὶ τῶν καταδρομὰς ὑφισταμένων βαρβαρικὰς διὰ τὸ μὴ κατὰ λόγον τὸν στρατιωτικὸν κατάλογον γίνεσθαι. ἐλέγετο δὲ μὴ τῆς τοῦ βασιλέως φύσεως ἔργα ταῦτα (εἶναι γὰρ τοῦτον πρὸ τῆς ἀρχῆς ἄφθονον τὰ πάντα καὶ ἀπειρόκακον καὶ τῆς ἐλεημοσύνης ὁλοσχερῶς ἐφαπτόμενον), ὑποφθορᾶς δὲ τινῶν καὶ παραινέσεως φιλοπράγμονος, ὅσοι τῆς πρὸς τὰ βασίλεια οἰκειώσεως μεῖζον οὐδὲν οὐδ' ὑπέρτερον ἥγηνται, ἵνα τὸ εὐμενὲς τοῦ κρατοῦντος συλήσωσιν. Ἀλλ' οὔτε τὸ τῆς ἀρετῆς τοῦ βασιλέως μέρος ἀγέραστον οὔτε τὸ ἄλλως ἔχον ἀνώλεθρον τῇ Ρωμαϊκῇ ἐπικρατείᾳ διαμεμένηκε. περὶ μὲν γὰρ τῶν ἐντός, ὅπως καλῶς ἔσχε τῷ βασιλεῖ, καὶ ὡς ἦν αὐτῷ βουλητόν, τῶν παίδων ὧν μὲν ἰδιωτῶν συνανελθόντων τούτῳ εἰς τὰ ἀνάκτορα καὶ συμβασιλεύειν γεγενημένων, ὧν δὲ μετὰ τὴν βασιλείαν γεννηθέντων καὶ αὐτόχρημα βασιλέων ἀναδειχθέντων καὶ τῇ πορφυρίδι κατὰ τὸν τῶν Ρωμαίων ἐθισμὸν συναναδοθέντων, καὶ τοῦ τῆς Αὐγούστης ἐν ἐαριζούσῃ τῇ ἡλικίᾳ ἄνθους, οὐ πολὺς λόγος οὐδὲ παράθεσις πρὸς τὴν τῶν ἀντικειμένων τουτωνὶ ἅμιλλαν. τὸ δὲ εἰς κοινὸν ἧκον ὄφελος ἐξεταστέον ὡς προδιείληπται. τῆς μὲν γὰρ κακίας ταῦτα ἐπίχειρα. κατὰ μὲν τὴν ἑώαν ἐληίζοντο πάντα καὶ διεφθείροντο. τῇ δὲ τῶν Νεφθαλιτῶν Οὔννων ἤτοι τῶν Τούρκων ἐπιδρομῇ καὶ κατισχύσει, καὶ τῇ βιαίᾳ ὑποχωρήσει καὶ δείματι τῶν ἠμελημένων στρατιωτῶν ἐκ τοῦ Ρωμαϊκοῦ καταλόγου, καὶ συνεχεῖς ὑπῆρχον αἱ ἐκδρομαί. καὶ ἡ εὐδαίμων χώρα τῆς Ἰβηρίας παντελῶς κατηρείπωτο, ἤδη προκατειργασμένη ὡς εἴπομεν. μετελάμβανον δὲ τοῦ δεινοῦ καὶ ὅσαι ταύτῃ παρέκειντο, Μεσοποταμία τε καὶ Χαλδία, Μελιτηνὴ καὶ Κολώνεια καὶ τὰ τῷ Εὐφράτῃ συγκείμενα ποταμῷ· καὶ εἰ μὴ στρατεύμασιν ἐνίοτε, μᾶλλον δὲ φήμαις δυνάμεων διείργοντο τὰ τῶν βαρβάρων, καί τις ἀρχηγὸς τούτων Χωροσάλαρις οὕτω λεγόμενος, ἕτερος δὲ Ζαμούχης, τὴν ἥττω συμβαλόντες τύχῃ τινὶ ἀγαθῇ ἐκληρώσαντο, κἂν καὶ μέχρι Γαλατίας καὶ Ὁνωριάδος καὶ αὐτῆς Φρυγίας τὸ ἀντίπαλον περιέδραμε. καὶ ὅτι μὲν ἀνάγκης κατεπειγούσης ἐστέλλετο στρατιωτικόν, οὐκ ἀπὸ τρόπου· ὅτι δὲ ψιλὸν καὶ ἀπρόθυμον τῇ τοῦ ὀψωνιασμοῦ ὑστερήσει, εἰπεῖν δὲ καὶ τὸ κάκιστον μέρος, ὡς τῶν κρειττόνων ἀπελαυνομένων τῆς στρατείας διὰ τὸ μείζονος τυγχάνειν βαθμοῦ τε καὶ ὀψωνιασμοῦ, καταγνώσεως οὐκ ἀπῆν τὸ γενόμενον, μηδενὸς γενναίου κατορθουμένου, καὶ τῆς Ρωμαϊκῆς ποτὲ μεγαλοπρεπείας καὶ ἰσχύος ἀνάλογον. ἐξ οὗ συνέβαινε τοὺς μὲν Ρωμαίους δυσπαθεῖν καὶ καταπληκτικοὺς ἡγεῖσθαι τοὺς ἐναντίους καὶ μηδὲ φωνὴν ὑπομένειν αὐτῶν, ἐκείνους δὲ ἐναβρύνεσθαι καὶ ἀγερωχεῖν καὶ μετὰ πολλῆς προσρήγνυσθαι πεποιθήσεως, ὡς πρὸς ἡσσηθέντας πολλάκις ποιουμένους τὸν πόλεμον. ἐξ οὗ καί τι συνηνέχθη παραλογώτατον καὶ οὐκ ἀνίαν μόνον ἀφόρητον ἀλλὰ καὶ τῆς Ρωμαϊκῆς ἐπικρατείας ἐπιφέρον ἐλάττωσιν καὶ ἰσχύος μεγίστης ἀφαίρεσιν.
https://byzantium.gr/
Τὸ Ἀννίον πόλις ἐστὶ μεγάλη καὶ πολυάνθρωπος, καὶ πανταχόθεν τάφροις οὐ χειροποιήτοις ἀλλὰ φυσικαῖς κοιλάσι καὶ ἀδιεξοδεύτοις καὶ πέτραις ἀποτόμοις συμπεριειλημμένη, καὶ ποταμῷ βαθυδίνῃ καὶ ἀβάτῳ περιεζωσμένῃ τὸ μέρος καθ' ὅπερ ἀπορρῶγες καὶ φάραγγες ἐπιλείπουσι· καὶ βραχύς ἐστι τόπος ὁ τὰς ἀμφόδους ἔχων τῆς πόλεως, καὶ οὗτος μετεώροις καὶ ἰσχυροῖς κατωχύρωται τείχεσι. ταύτην ὁ τῆς ἀοιδίμου λήξεως βασιλεὺς ὁ Μονομάχος ἀξιομάχῳ πρότερον στρατιᾷ παραστήσασθαι διαγωνισάμενος οὐκ ἠδυνήθη· συνθήκαις δὲ καὶ μεγίσταις ἐπαγγελίαις τὸν ἄρχοντα ταύτης καταστησάμενος εὔελπιν, συνέπεισε μεταθέσθαι πρὸς τὰ ἡμέτερα καὶ τὴν πόλιν θέσθαι Ρωμαίοις. καὶ ὁ μὲν μὴ διαψευσθεὶς τὰς ἐλπίδας ἐν εὐπαθείαις καὶ ἁβρότησι καὶ ἀντιδόσεσι κτήσεων καὶ ἀξιωμάτων μεγίστων τὸν βίον εἷλκεν ἐπέραστον· ἡ δὲ πόλις, χώραν τε πολλὴν ἔχουσα καὶ πολίχνια ὑπ' αὐτήν, δουκικῇ κατεκοσμήθη ἀρχῇ, πρὸς τοῖς Συριακοῖς τοῦ Τιβίου διακειμένη ὁρίοις, καὶ ἦν ἡμῖν χαράκωμα μέγιστον καὶ ἀποτροπὴ τῶν ἐκεῖθεν εἰσβάλλειν μελλόντων βαρβάρων εἰς τὴν Ἰβηρικήν. τὸ δὲ φειδωλὸν τοῦ κρατοῦντος καὶ ταύτης τοὺς Ρωμαίους ἐστέρησεν. ἐπεὶ γὰρ σιτηρέσιον καὶ ὁ ἐν ταύτῃ σατράπης ἐλάμβανε, προσελθών τις Ἀρμένιος Παγκράτιος οὕτω καλούμενος τῷ βασιλεῖ, συντίθεται τούτῳ καὶ ὑπισχνεῖται χωρίς τινος ἀπολήψεως τὴν τοιαύτην ἀρχὴν μετελθεῖν καὶ κρειττόνως συντηρῆσαι τὸ ἄστυ, καὶ ὅση τούτῳ παραπέφυκε σύγκτησις. καὶ λαμβάνει τὸν βασιλέα τῇ ὑποσχέσει συνεπινεύοντα, καὶ δοὺξ ἀποδείκνυται, καὶ καταλαμβάνει τὴν ἐν τούτοις ἡγεμονίαν. ἀναξίως δὲ τὰ πράγματα διοικῶν, καὶ μήτε τῇ ἀκροπόλει σῖτον ὡς τὸ εἰκὸς προμηθούμενος μήτε ἄλλο τι ἢ πολεμικὸν ἢ πολιτικὸν ὀρθῶς καὶ βεβαίως ἐμπορευόμενος, εἰς μεγάλους κινδύνους τὴν θαυμασίαν παρενέβαλε πόλιν. παροδεύων γὰρ ὁ σουλτάνος ἐκεῖθεν πανστρατιᾷ (τοῦτο γὰρ ἦν ὄνομα τῷ τούτων ἐξάρχοντι) παρ' αὐτοῦ καὶ τοῦ ἐπαποσταλέντος βασιλικοῦ ἀνδράποδος εἰς οὐδὲν δέον κατὰ τῆς τοιαύτης ἐκπεπολέμωται πόλεως. τούτου γὰρ ἀθιγῆ τὴν ὑπὸ Ρωμαίους παρερχομένου, οὗτοι τῆς οὐραγίας καὶ τῶν ὑστερούντων τῷ κόπῳ φιλοκερδῶς ἐξαπτόμενοι πολλοὺς ἀνῄρουν καὶ τούτους ἐσκύλευον, ἕως ἡ φήμη ταχύτατα πρὸς τὸν σουλτάνον διέδραμεν. ὁ δὲ τὴν ὕβριν μὴ ἐνεγκὼν (ἀνῆπτε γὰρ τὴν ὀργὴν καὶ τὸ τῶν συνόντων αὐτῷ στρατιωτῶν πλῆθος, μὴ ἀνεχομένων τὴν παροινίαν καταλιπεῖν ἀτιμώρητον) θυμοῦ πνέων καὶ ἰταμότητος εἰς τὸ Ἀννίον ἐπάνεισι, καὶ καταστρατοπεδεύει πρὸ τούτου, καὶ τῆς πολιορκίας μετὰ πολλῆς ἀπάρχεται τῆς παρασκευῆς. οἱ δ' ἔνδον φρουρὰν ἱκανὴν μὴ ἔχοντες (περιεῖλε γὰρ καὶ ταύτην χρηματισμὸς οὐκ ἀκίνδυνος ὑποσχομένου τοῦ ἀμίσθου τουτουὶ στρατηγοῦ καὶ ταύτης χωρὶς φυλάξαι καὶ κέρδος τῷ δημοσίῳ ποιῆσαι τὰ ἐν αὐτῇ δαπανώμενα) ἀντέσχον μὲν πρὸς καιρόν, οἷα δ' ἔμποροι καὶ πολεμικῶν μηχανημάτων καὶ προβλημάτων ἀπείρατοι, καὶ ἄρχοντος χηρεύοντες εὐγενοῦς, μᾶλλον δὲ τὴν ἀρχὴν ὀρῶντες διχοστατουμένην καὶ τεμνομένην τῷ τὸ μὲν βασιλικὸν ἀνδράποδον τὸ πᾶν μεθέλκειν εἰς ἑαυτό, τὸν δὲ Παγκράτειον εἰς ἑαυτὸν τὸ κράτος ἀντισφαιρίζειν, καὶ στασιάζον ὁρῶντες τὸ κρατοῦν, ἄλλως τε καὶ πληγέντες ζημίᾳ τὸ πρότερον ἐφ' ᾧ δώροις ἐκμειλίξασθαι τὴν τοῦ πολεμήτορος ἀγριότητα, ταῖς συχναῖς ἀπειρηκότες προσβολαῖς καὶ κατασεισθέντες τοῖς σπαραγμοῖς τῶν τειχῶν εἰς φυγὴν ὥρμησαν, καὶ γνόντες τὴν τούτων προαίρεσιν οἱ πολέμιοι ὁμόσε ταῖς πύλαις σὺν ἀλαλαγμῶ πολλῷ καὶ βοῇ διωθήσαντο, καὶ ταύτας καὶ μέρη τοῦ τείχους ἐπιθετικῶς καταστρέψαντες αἱροῦσιν ἀνὰ κράτος τὴν πόλιν, καὶ γίνεται φόνος τῶν ἔνδον ἀμύθητος. οὔτε γὰρ ἡλικίας οὔτε φύσεως οὔθ' αἱρέσεως ἔλεος ἦν, ἀλλὰ πάντες ἡβηδὸν ἀνῃροῦντο, καὶ ποταμὸς αἵματος τὴν οἰκτρὰν ταύτην καὶ δύστηνον κατεδίαινε πόλιν. περιεσώθη δὲ τοῦ κρατίστου ταύτης πολλοστημόριον, σὺν τοῖς κακίστοις ἡγεμόσιν εἰς τὴν ἀκρόπολιν ἀνιόν. τῶν δ' ἐν χερσὶ γενομένων ὅσοι κατά τινα χρηστοτέραν συγκύρησιν τὸν ἐκ τοῦ σιδήρου διέφυγον ὄλεθρον, αἰχμαλωσίᾳ πικρᾷ παρεδόθησαν. ἀλλὰ καὶ οἱ τῆς ἀκροπόλεως μητ' ἐπισιτισμὸν ἔχοντες, καὶ τῇ σπάνει τῶν ἀναγκαίων τρυχόμενοι, ὁμολογίαις ὕστερον ὑποσπόνδοις καὶ μόνης τῆς ζωῆς ἐχούσαις τὴν ἔφεσιν καὶ αὐτοὶ παραδεδώκασι τὸ κρησφύγετον, καὶ γέγονεν ὑπὸ πολεμίοις τοιαύτη πόλις μετὰ τῶν πολιχνίων καὶ τῶν ὑπαίθρων αὐτῶν δι' ἀπληστίαν καὶ χρημάτων ἄκαιρον φυλακήν, μὴ εἰδότος τοῦ βασιλεύοντος ὅτι πολλάκις μὲν ὤνησε καὶ διαφόρως ἄφθονος χείρ, ἐν δὲ τοῖς ἀναγκαίοις διὰ παντός, ὀλιγάκις δὲ κἀν μὴ τοῖς ἀναγκαίοις κατέβλαψε, καὶ ὡς αὐτὸ τὸ ὄνομα τῶν χρημάτων χρῆσιν ἅμα παρυπεμφαίνει καὶ χρησιμότητα. Καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν τοῦτον εἶχε τὸν τρόπον καὶ εἰς τοσοῦτον σκυλμὸν περιήγοντο, τῆς ἐπιδρομῆς καὶ τῆς ἐνέδρας μὴ ληγούσης τῶν ἐναντίων· τὰ δὲ τῆς Εὐρώπης ἐνόσουν μὲν καὶ αὐτὰ ταῖς τῶν Πατζινάκων ἐπιδρομαῖς, σχολαίως δὲ καὶ βραδέως καὶ μέρει τινὶ τῷ πρὸς αὐτοὺς πλησιάζοντι. προετέρουν δὲ ἔν τισι προσβολαῖς οἱ Ρωμαῖοι καὶ ἧτταν ἀνελαμβάνοντο. οὐ μὴν οὐδ' ἐκεῖσε κατεπολεμήθη τὸ πολεμοῦν, σπονδαῖς δὲ μόνον εἰρηνικαῖς ἀναστολὴν ἐλάμβανεν ἡ τοῦ ἔθνους ἐπιδρομή. τὰ δὲ τῆς ἀρετῆς προτερήματα ταῦτα. Τῆς γ' ἰνδικτιῶνος ἐνστάσης, ἐπάρχοντος τῶν κατὰ τὸν Ἴστρον πόλεων τοῦ τε μαγίστρου Βασιλείου τοῦ Ἀποκάπη καὶ τοῦ μαγίστρου Νικηφόρου τοῦ περιβοήτου Βοτανειάτου, παγγενεὶ τὸ τῶν Οὔζων ἔθνος μετὰ τῆς ἰδίας ἀποσκευῆς τὸν Ἴστρον διαπεραιωθὲν ξύλοις μακροῖς καὶ λέμβοις αὐτοπρέμνοις καὶ βύρσαις, τοὺς διακωλύοντας τὴν τούτων περαίωσιν Βουλγάρους καὶ λοιποὺς στρατιώτας κατηγωνίσαντο, καὶ τοὺς ἡγεμόνας αὐτῶν καίτοι διαγωνισαμένους ἐκθύμως, καὶ μᾶλλον τοῦ Βοτανειάτου, αἰχμαλώτους παρέλαβον, καὶ τὴν ἐκεῖσε πᾶσαν ἐπλήρωσαν ὕπαιθρον· συνεψηφίζετο γὰρ τὸ ἔθνος εἰς ἑξήκοντα μυριάδας ἀνδρῶν. μοῖρα δέ τις οὐκ ἐλαχίστη τῶν ἐκεῖ σπουδαίως ἀπάρασα τὸ Ἰλλυρικὸν ἅπαν ἄχρι Θεσσαλονίκης καὶ αὐτῆς Ἑλλάδος κατέδραμε καὶ κατεληίσατο, καὶ λείαν ἤλασεν οὐκ ἀριθμητήν. χειμῶνι δὲ πολλῷ περιπεπτωκότες, ὅτε πρὸς τὰ σφέτερα ἤλαυνον, οἱ τὴν τοιαύτην μοῖραν πληροῦντες οὐ μόνον τὰ ἀλλότρια ἀλλὰ καὶ τὰ ἑαυτῶν σχεδὸν ἀπέβαλον ἅπαντες, καὶ δυστυχῶς εἰς τὴν παρεμβολὴν ἐπανέζευξαν. ὁ δὲ βασιλεὺς περὶ τοῦ πληθυσμοῦ πυνθανόμενος ἤσχαλλε μὲν καὶ ἠδημόνει, στρατιὰν δ' ἀξιόμαχον συναθροῖσαι καὶ δυνάμεις ἀφεῖναι τούτοις ὀκνηρότερος ἦν, ὡς μέν τινες, φειδοῖ τῶν ἀναλωμάτων (ἦν γάρ, ὡς προέφαμεν, φιλοχρήματος ὁ ἀνήρ), ὡς δ' ἔνιοι, μὴ ἀποθαρρῶν πρὸς τοιαύτην ἰσχὺν ἀντιπαρατάξασθαι· καὶ γὰρ ἅπαντες ἀπρόσμαχον εἶναι τὸ τῶν ἐναντίων πλῆθος καὶ ὅλως ἀκαταγώνιστον συνετίθεντο. μηδὲ γὰρ εἶναι τῶν ἐνδεχομένων ἢ δυνατῶν ὑπενόουν τοσαύτας μυριάδας, πολέμῳ καὶ μάχαις συντεθραμμένας καὶ προχείρους ἐχούσας τὰς δεξιὰς καὶ γεγυμνασμένας πρὸς ἀντικατάστασιν καὶ ἀναίρεσιν, παρατάξει κατατροπώσασθαι, καὶ ἀμήχανος ἐδόκει πᾶσιν ἡ λύτρωσις, καὶ μετοικίαν ἤδη τὸ τὴν Εὐρώπην ἅπαν οἰκοῦν ἐβουλεύετο. ὁ δὲ βασιλεὺς πρεσβείαν ἀπεσταλκὼς πρὸς τοὺς ἐθνάρχας αὐτῶν ἐπειρᾶτο, καθ' ὅσον οἷόν τε, τούτους παρενεγκεῖν καὶ πρὸς καιρὸν καταστεῖλαι καὶ πάλιν εἰς τὴν ὑστεραίαν βουλεύεσθαι, πολλὰ τούτοις ἐπιστείλας ἐπαγωγά. καὶ μεταπεμψάμενος ἐνίους χαρίσμασι τούτους ἐδεξιώσατο. τὸ δ' ἔθνος μέγιστον ὄν, καὶ πρὸς πορισμὸν τῶν ἀναγκαίων ἐπιρρηγνύμενον, ἐν πολλοῖς μέρεσι τὴν Εὐρώπην συνέθλιβε. μὴ φέρων δ' ὁ βασιλεὺς τὸν γογγυσμὸν τῶν πολλῶν καὶ τὴν λέγουσαν φήμην ὅτι φειδωλίας τὰ Ρωμαίων ἀπεμπολοῦντό τε καὶ καταπροΐεντο, ἔξεισι τῆς βασιλευούσης, καὶ καταντικρὺ τοῦ Ἀθύρος, περὶ τόπον οὕτω καλούμενον Χοιροβάκχους, ἐν ᾧ καὶ βασιλικὰς παραπεπήχασι κτήσεις, σκηνὰς ἰδίας ἐπήξατο καὶ τῶν σὺν αὐτῷ. καὶ ἦσαν πλείους τῶν ρνʹ, οὐ ποσότητι μείζονι. ὅθεν καὶ πολλοῖς θαυμάζειν ἐπῆλθεν ὅπως πρὸς τηλικαύτην ἰσχὺν μετὰ τοσούτων ὁ βασιλεὺς ἀνδραρίων τῆς βασιλευούσης ὑπανεχώρησε, δέον πρότερον τὰς ἑώας δυνάμεις συναγαγεῖν καὶ οὕτως ἐξορμῆσαι πρὸς τὰ ἑσπέρια. καὶ ἐῴκει τῇ μυθευομένῃ τοῦ Διονύσου στρατιᾷ, ὅτε μετὰ τῶν μαινάδων ἐκεῖνος καὶ τῶν Σειληνῶν ταύτην ἐπ' Ἰνδοὺς ἤλαυνεν. ἐν τοιαύτῃ δὲ τούτου παρασκευῇ καθεστῶτος, δρομαῖοί τινες ἐκ τῶν ἀπεσταλμένων εἰς τὸν Ἴστρον ἐπανελθόντες παντελῆ τοῦ ἔθνους ἀπήγγειλαν ὄλεθρον. προέφθασαν γὰρ οἱ αἰχμαλωτισθέντες ἡγεμόνες ῥυσθῆναι τῆς ἐκείνων χειρός, καὶ γνώμας εἰσενεγκόντες τῆς αὐτῶν καταλύσεως, φράζοντες ὡς οἱ μὲν λογάδες τῶν Οὔζων σκάφεσιν ἐμβάντες παραινέσει [καὶ] τῶν Ρωμαϊκῶν ἀρχῶν τῶν ἐν τοῖς Ἰστρικοῖς χείλεσι πόλεων τὸν Ἴστρον διαβεβήκεσαν καὶ εἰς τὴν σφῶν αὐτῶν ἐπανέδραμον, οἱ δὲ περιλειφθέντες, πλῆθος καὶ οὕτως ἀμύθητον, τὸ μέν τι νόσῳ λοιμικῇ καὶ λιμῷ καταπονηθέντες καὶ ἡμιθνῆτες τυγχάνοντες, τὸ δὲ καὶ τοῖς παρακειμένοις Βουλγάροις καὶ τοῖς Πατζινάκοις καταπολεμηθέντες, ἄρδην ἀπώλοντο σιδήρῳ καὶ ὁπλαῖς ἀλόγων ζώων καὶ αὐταῖς ταῖς ἰδίαις ἁμάξαις συμπατηθέντες καὶ ἀναιρεθέντες παρὰ πᾶσαν ἀνθρωπίνην ἐλπίδα, καὶ εἰς οὐδὲν λογισθέντες οἱ πάντων κρατήσειν ποτὲ προσδοκώμενοι. καὶ ἦν ἡ φήμη τοῦ ἀληθοῦς μὴ ἀπᾴδουσα. ὁ δὲ βασιλεὺς παραδόξως διασωθεῖσαν τὴν ὑπ' αὐτὸν ἰδών, καὶ περιχαρὴς εἰκότως γενόμενος, καὶ τῷ θεῷ καὶ τῇ παναχράντῳ καὶ δεσποίνῃ θεοτόκῳ χαριστήρια θύσας, εὐθὺ τῆς βασιλίδος ἐπεπορεύετο. εὗρε δὲ ταύτην ἐκπλήξεως καὶ θαύματος γέμουσαν καὶ σῶστρα τῇ ζωαρχικῇ τριάδι καὶ τῇ μητρὶ τοῦ θεανθρώπου λόγου λαμπρῶς ἐπιθύουσαν. οἱ δ' ἐπὶ τῆς Εὐρώπης καὶ αὐτοὶ τὴν εὐχαριστίαν ὅσον εἰκὸς ἀπονέμοντες, ἀφήγημα μέγιστον καὶ θεῖον ἔργον τὸ ἔργον τοῦτο ἐτίθεσαν.
https://byzantium.gr/
Οὕτως ἐπὶ τοῦ αὐτοῦ βασιλέως καὶ πληγαὶ τῇ Ρωμαίων προσετρίβησαν γῇ, καὶ ἀπαλλαγὴ πάλιν κινδύνου μεγίστου καὶ καταστροφὴ πολεμίων ἀπροσδόκητος ἐπιγέγονε, καὶ ὅσην οὐδεὶς οὐδέπω κατορθώσειν ἐπήλπισε. διὸ καὶ κακίᾳ καὶ ἀρετῇ βασιλικῇ τὰς δυσπραγίας καὶ αὖθις τὰς εὐπραγίας οἱ νουνεχῶς συμβάλλοντες τὰ πράγματα διεμέριζον. εἰ δὲ τὰ μὲν δύστηνα πάθη τῶν ἀνθρωπίνων ἁμαρτημάτων τυγχάνειν ἀντέκτισιν, τὸ δ' εὐπαθὲς τῆς θείας μόνης ἀντιλήψεως θείη τις καὶ μὴ βασιλικῆς ἔπαθλον ἀρετῆς, ὡς τῆς εὐπραγίας γενικῆς καὶ μὴ εἰδικῆς καθεστώσης, οὐκ ἂν διαμάρτοι τοῦ πρέποντος· πάντα γὰρ ἄνωθεν τὰ βελτίονα. ἀλλὰ καὶ τὸ εὐμενὲς πάλιν ἐπικάμπτεται δι' εὐχῆς ἐνεργουμένης καὶ συγκροτουμένης εὐαρεστήσεσιν. ἐπιγράφονται δὲ τοῖς βασιλεῦσι τὰ παρεμπίπτοντα διὰ τὸ καὶ τὴν πλείονα μέμψιν καὶ ἀνίαν τῶν δρωμένων οὐ συνετῶς, καὶ τὴν εὐφροσύνην ὡσαύτως τῶν κατορθουμένων ἐπιεικῶς, εἰς αὐτοὺς παραγίνεσθαι, ὥσπερ εἰς τοὺς τῶν ἁρμάτων ἰθυντῆρας καὶ μὴ τοὺς ἵππους τὰ ἐντεῦθεν ἀποτελέσματα. Τούτου δὲ τοῦ ἔθνους τοῦ Σκυθικοῦ οἱ μὲν τὸν Ἴστρον ἀντιπεραιωθέντες λιμῷ δυσθεραπεύτῳ διαφθειρόμενοι, διὰ τὸ καὶ σιτίων ἀπορεῖν καὶ μηδὲ καρπῶν προσδοκίαν ἔχειν ἀσπάρτου καὶ ἀνηρότου τῆς γῆς αὐτῶν ἐαθείσης, εἰς ὀλίγους ἀπετελεύτησαν. καὶ τούτους φασὶ τῷ τῶν Μυρμιδόνων ἄρχοντι προσρυῆναι καὶ παρ' αὐτοῦ διασπαρῆναι ταῖς ἀμφ' αὐτὸν πόλεσι, καὶ τὴν ἰδίαν γῆν ἔρημον ἀνθρώπων καταλειφθῆναι παντάπασιν. ὅσοι δὲ προσῆλθον τῷ τῶν Ρωμαίων βασιλεῖ (καὶ γὰρ προσῆλθον τινές), χώραν λαβόντες δημοσίαν ἀπὸ τῆς Μακεδονικῆς τὰ Ρωμαίων ἐφρόνησαν, καὶ σύμμαχοι τούτων ἐξ ἐκείνου μέχρι τῆς δεῦρο γεγόνασι, καθὰ δὴ καὶ τῶν Πατζινάκων τινές, ὅσοι τούτοις παρωμοιωμένως μετέθεντο, καὶ ἀξιωμάτων συγκλητικῶν καὶ λαμπρῶν ἠξιώθησαν. Πρὸ δὲ τούτου τοῦ ἔτους, κατὰ τὸν σεπτέμβριον μῆνα δηλαδὴ τῆς δευτέρας ἐπινεμήσεως, εἰκοστὴν καὶ τρίτην ἄγοντος τοῦ αὐτοῦ μηνός, περὶ δευτέραν νυκτὸς φυλακὴν γέγονεν ἀθρόον σεισμὸς τῶν πώποτε γενομένων ἐκπληκτικώτερος, ἐκ τῶν ἑσπερίων μερῶν ἀρξάμενος. τοσοῦτος δὲ ἦν τὸ μέγεθος ὡς καὶ οἰκίας ἀνατρέψαι πολλάς, ὀλίγας δὲ ἀνυβρίστους καταλιπεῖν. οὐδὲ ναοὶ τῆς τούτου σφοδρότητος ἀθιγεῖς μεμενήκασιν ἀλλὰ καὶ αὐτοὶ κατά τινα μέρη, ἔστι δ' οἷς καὶ τὰ πλεῖστα περιερράγησαν· καὶ κίονες ὥσπερ τισὶ λαξευτηρίοις περιεδρύφθησαν. οὐ γὰρ ἅπαξ προσβαλών, ὡς τὰ πολλὰ εἰώθει, ἐλώφησεν, ἀλλὰ μετὰ σφοδρότητος κινήσεις τρεῖς προσεχῶς ἐτελέσθησαν. ἀφ' ὧν κωκυτὸς μέγιστος καὶ φόβος ὅσος οὐδέπω τοῖς ἀνθρώποις ἐπέπεσε, καὶ τῶν οἰκιῶν ἐξιόντες τὸ σύνηθες ἐπιφώνημα πρὸς θεὸν ἀνεβόων, καὶ γυναῖκες θαλαμευόμεναι, τῷ φόβῳ κατασεισθῆναι, τὴν αἰδῶ περιεῖλον καὶ τοῖς ὑπαίθροις ἐφίσταντο, τὴν αὐτὴν ἐπαφιεῖσαι φωνήν. εἶτα τῆς νυκτὸς ἐκείνης ἄχρι τῶν δέκα καὶ δώδεκα τρόμοι τῆς γῆς ἠκολούθησαν, τῶν προηγησαμένων πολλῷ τῷ περιόντι ἐλάττονες· ἢ γὰρ ἄν, εἰ τοῖς πρώην ἐξίσωνται, οὐδὲν ἦν τὸ κωλῦσον μὴ οὐχὶ πᾶσαν ὁμοῦ τὴν κτῆσιν δι' ἧς ἐπεπόλασε καὶ ἣν ἐπῆλθεν, ἐκ βάθρων αὐτῶν ἀνατραπῆναι καὶ εἰς οὐδὲν χρησιμεῦσαι, καὶ παγγενεὶ τοὺς οἰκήτορας πάντας οἰκτίστου θανάτου γεύσασθαι. καθ' ὃν δὴ λόγον καὶ τοῖς φυσιολογοῦσι περὶ σεισμῶν ὡς εἰκῇ καὶ ἀναισθήτως διὰ τῆς τοῦ ὕδατος ἐν τοῖς κοίλοις τῆς γῆς κινήσεως καὶ τῆς τῶν ἀνέμων ἐν τούτοις δινήσεως ὁ κλόνος προσγίνεται, ἀνατέτραπται τὸ ἐννόημα. εἰ γὰρ ἐκ μόνης τῆς βίας αὐτῶν, ὁπόταν ἐν τοῖς κοιλώμασι τῆς γῆς περιελιχθεῖεν καὶ διάπνοιαν συμπεπιλημένην λάβοιεν, καθὼς οὗτοι φασίν, ἡ συγκίνησις ἐκτελοῖτο, κἂν ἀταξίαν εἶχεν ὁ κλόνος καὶ οὐχὶ μέχρι πτώσεως ἀκαταπτώτου τὴν ἄπλετον ἔληγεν ὁρμήν, ἵνα μὴ τὸ πᾶν αὐτίκα καταποθῇ. νῦν δὲ διὰ τῆς τοσαύτης καὶ συμμέτρου παρακινήσεως δείκνυται θεοσημίας ἔργον ὁ κλόνος, εἰς ἀναστολὴν καὶ παίδευσιν τῶν ἀνθρωπίνων ὁρμῶν, καὶ τῆς θείας ἀνεξικακίας ἡ ἐπιτίμησις, ἐφ' ᾧ μὴ ἄρδην ἀπολέσθαι τὸ γένος, ἀλλ' ἐπιστρέψαι πρὸς τὰ βελτίονα. τὸ δ' ἐξ ἐπιπνοίας ἀνεμιαίας εἴτε μὴν ὑδάτων κινήσεως γίνεσθαι τὸν σεισμὸν οὐκ ἄκαιρον οὐδ' αὐτὸ πρὸς φυσικὴν συγκατασκευήν. ἐνδέχεται γὰρ τοῦτο καὶ πάνυ· ἀλλ' οὐκ αὐτομάτως ἡ ἐπισκίρτησις (τοῦτο γάρ ἐστι τὸ ἀνατρεπόμενον παρ' ἡμῶν), ἀλλ' ἐκ θείου βουλήματος, ὅτι μὴ ἀμέσως τὸ θεῖον τὰ περὶ τὴν γηίνην φύσιν οἰκονομεῖ. οὕτω γὰρ καὶ ὑετοῦ ἡ νεφῶν συμπίλησις καὶ βροντῆς ἡ τούτων σύγκρουσις καὶ ἀστραπῆς ἐπὶ ταύτῃ παραίτιοι καταφαίνονται· ἀλλὰ τὸ πᾶν τῆς θείας γνώμης κατὰ τοὺς εὐσεβοῦντας ἐξήρτηται.
https://byzantium.gr/
Ἐν δὲ τοῖς Μακεδονικοῖς μέρεσιν αἱ παράλιοι πόλεις κατ' ἐκείνην τὴν νύκτα μᾶλλον τῶν ἄλλων πεπόνθασι, Ραιδεστός τε φημὶ καὶ Πάνιον καὶ αὐτὸ Μυριόφυτον, ὡς καὶ μέρη τυχὸν ἐξ αὐτῆς ὑποβάθρας ἀνατραπῆναι καὶ πλείστας οἰκίας, καὶ φόνον ἐπιγενέσθαι πολλοῖς. ἐν δὲ τῷ Ἑλλησπόντῳ ἡ Κύζικος, ὁπότε καὶ τὸ ἐν αὐτῇ Ἑλληνικὸν ἱερὸν κατεσείσθη καὶ τῷ πλείστῳ μέρει κατέπεσε, μέγιστον ὂν χρῆμα πρὸς θέαν δι' ὀχυρότητα καὶ λίθου τοῦ καλλίστου τε καὶ μεγίστου τεχνικωτάτην ἁρμονίαν τε καὶ ἀνοικοδομὴν καὶ ὕψους καὶ μεγέθους διάρκειαν. Ἀπὸ τότε δὲ καὶ μέχρις ἐνιαυτῶν δύο σποράδες ἐπεφοίτων σεισμοὶ κατὰ διαφόρους καιρούς. καὶ τὸ θάμβος μέγιστον ὅσον περιεγίνετο τοῖς βροτοῖς. ἦσαν γάρ τινες ἔξωροι, οἳ παρεοικότας σεισμοὺς τῷ μεγίστῳ δύο ἀνέφερον, οἱ μὲν τοῦτον οἱ δ' ἐκείνους κατὰ σύγκρισιν ὑπεραίροντες. καὶ παρηκολουθηκέναι τότε δι' ἡμερῶν τεσσαράκοντα καὶ μὴ πλείω βραχεῖς τινὰς προσεπέφερον· τὸ δὲ διὰ διετοῦς χρόνου κλονεῖσθαι τὴν γῆν πᾶσιν ἀμνημόνευτον ἦν καὶ μηδ' ἱστορίᾳ περιληπτόν. Ἀγαθίας γὰρ περὶ τοῦ ἐν ταῖς ἡμέραις τοῦ Ἰουστινιανοῦ συμβεβηκότος σεισμοῦ γεγραφώς, καὶ καταπληκτικὸν τοῦτον καὶ μέγιστον συγγραψάμενος ὡς καὶ κίονας ἀποσφενδονᾶσθαι τοῦδε τοῦ οἴκου πρὸς ἕτερον, τοὺς μετὰ ταῦτα τρόμους ἐλάττονας ἄχρι τεσσαρακονθημέρου καὶ μὴ περαιτέρω προβῆναι ἱστόρηκε. μετὰ δὲ τὴν διετίαν, σεισμοῦ γενομένου μείζονος μὲν τῶν μετὰ ταῦτα συχνῶν, ἐλάττονος δὲ τοῦ πρώην μεγίστου, πέπονθε πτῶσιν ἡ κατὰ Βιθυνίαν Νίκαια καὶ πανωλεθρίαν μικροῦ δεῖν καὶ καταστροφὴν παντελῆ. οἱ γὰρ ἐπισημότατοι ταύτης ναοὶ καὶ μέγιστοι, ὅ τ' ἐπ' ὀνόματι τῆς τοῦ θεοῦ λόγου σοφίας καθιδρυμένος καὶ καθιερωμένος τῇ μητροπόλει καὶ ὁ τῶν ἁγίων πατέρων, ἔνθαπερ ἡ κατὰ τοῦ Ἀρείου σύνοδος τοῖς ὁσιωτάτοις καὶ ὀρθοδόξοις ἐβεβαιώθη πατράσι, καὶ τὸ ὀρθότομον ἐπαρρησιάσθη καὶ τηλαυγέστερον ἡλίου διέλαμψε, συνταραχθέντες κατηδαφίσθησαν· καὶ τὰ τείχη τῆς ὁμοίας τύχης σὺν τοῖς πολιτικοῖς οἰκήμασι μετεσχήκασι. καὶ ἀπ' ἐκείνης τῆς ἡμέρας τὰ τοῦ τρόμου κατέληξεν. ἦσαν δὲ ταῦτα καὶ εἴσπραξις ἁμαρτημάτων καὶ χόλος θεῖος ἐξ ἅπαντος, ᾐνίττοντο δέ, ὡς ἔοικε, καὶ τὴν τοῦ εἰρημένου ἔθνους ἐπιφοίτησιν καὶ κατάλυσιν· ἐν γὰρ ταῖς θεοσημίαις πρὸς τοῖς εἰρημένοις καί τι μέλλον ἐπισκῆψαι προτεθεώρηται. Μαΐου δὲ μηνὸς τῆς δ' ἰνδικτιῶνος ἐνδιιππεύοντος ἐφάνη κομήτης ἀστήρ, κατόπιν τοῦ ἡλίου δύντος, τὸ μέγεθος σεληναῖον φέρων, ὅταν ἡ σελήνη πλησιφαὴς γένηται. καὶ ἐῴκει μὲν τηνικαῦτα καπνόν τινα καὶ ὁμίχλην ἐκπέμπειν, ἐν δὲ τῇ ἐπιούσῃ ἤρξατο παραδεικνύειν βοστρύχους τινάς· καὶ ὅσον οὗτοι προεπετάννυντο, τοσοῦτον τὸ μέγεθος τοῦ ἀστέρος ὑπέληγεν. ἀπέτεινε δὲ τὰς ἀκτῖνας ὡς πρὸς ἑώαν, καὶ ὡς πρὸς ἐκείνην προήρχετο. καὶ ἦν ἐπικρατῶν ἄχρις ἡμερῶν τεσσαράκοντα. Ἀπὸ δὲ μηνὸς ὀκτωβρίου νόσος ἐνσκήψασα τῷ βασιλεῖ ἄχρι τοῦ ἐπιόντος μαΐου μηνὸς κατέτρυχεν· ἐν αὐτῷ δὲ κατειργάσατο τοῦτον καὶ τῆς ἐνταῦθα ζωῆς ἀπεστέρησεν. ἡ δὲ ὁσία τούτου οὐκ ἔνθαπερ προσεδόκησε γέγονεν, ἀλλὰ διαπόντιος ἀχθεὶς ἐπὶ τῶν ἀκατίων τῆς χρυσῆς πόρτης ἐκτός, περί τι φροντιστήριον ἐπ' ὀνόματι τοῦ ἁγίου Νικολάου καθιδρυμένον, εἴς τινα σορὸν προκατεσκευασμένην ἑτέρῳ ἐναπετέθη, ζήσας ἐν τῇ βασιλείᾳ χρόνους ἑπτὰ καὶ μῆνας ἕξ. Καὶ κατέσχον τὰ σκῆπτρα τῆς βασιλείας ἥ τε σύμβιος αὐτοῦ Εὐδοκία καὶ οἱ παῖδες. προκατησφαλίσθη γὰρ ἡ Αὐγούστα μὴ δευτέροις γάμοις προσομιλῆσαι ἀρχιερατικῇ καὶ συγκλητικῇ συνελεύσει. ἦν γὰρ τῆς συνόδου προεξάρχων καὶ τὴν πατριαρχίαν κοσμῶν Ἰωάννης ὁ ἐπικεκλημένος Ξιφιλῖνος, ἐκ Τραπεζοῦντος μὲν ὡρμημένος, ἀνὴρ δὲ σοφὸς καὶ παιδεύσεως εἰς ἄκρον ἐληλακὼς κἀν τοῖς πολιτικοῖς περίβλεπτος γεγονὼς καὶ ἀρετῆς εὐφρόνως ἐπιμελούμενος, ὥστε τοῖς βασιλείοις ἔτι ἐμφιλοχωρῶν καὶ πρῶτα φέρων παρὰ τῷ βασιλεῖ τὴν μοναχικὴν πολιτείαν ἐν ἀκμῇ τῆς εὐημερίας καὶ τῆς ἡλικίας ἀσπάσασθαι. καὶ τὸν ἀναχωρητικὸν βίον περὶ τὸ Ὀλύμπιον ὄρος ἑλόμενος, χρόνον ἐπὶ συχνὸν ἦν διαλάμπων ἐπ' ἀρετῇ καὶ φόβῳ θεοῦ. καὶ διὰ τοῦτο τοῦ πατριάρχου θανόντος καὶ πολλῶν ἀνερευνηθέντων οὐδεὶς ἄξιος πλὴν αὐτοῦ πρὸς τὸν τοιοῦτον ἐλογίσθη βαθμόν. καὶ ἀπαναινόμενος ἐδιώχθη πρὸς τῆς τιμῆς, καὶ λαμπτὴρ τῆς μεγάλης ἐκκλησίας καὶ πατριάρχης οἰκουμενικὸς ἐχρημάτισε. Μετὰ δὲ τὸ τὸν βασιλέα τεθνάναι πάλιν οἱ τὴν ἑώαν κατατρέχοντες Οὖννοι περὶ Μεσοποταμίαν γενόμενοι ἐφήδρευον τοῖς περὶ Μελιτηνὴν ἐστρατοπεδευμένοις Ρωμαϊκοῖς τάγμασιν, οἵπερ τοῦ ὀψωνιασμοῦ ὑστερήσαντος ἐνδεῶς εἶχον καὶ ταπεινῶς καὶ ὀργίλως διὰ τὴν ἔνδειαν, καὶ οὐδὲ τοῖς ἐν Μεσοποταμίᾳ στρατιώταις Ρωμαίοις ἴσχυσαν συνελθεῖν, μὴ βουληθέντες τὸν Εὐφράτην διαπερᾶσαι. ἐπερχομένων οὖν τῶν βαρβάρων διὰ τοῦ ποταμοῦ ἀντέστησαν οὗτοι διασπαρέντες περὶ τὰς διεξόδους αὐτοῦ. καὶ οἱ βάρβαροι ἑκηβόλων τυγχάνοντες εὐμαρῶς αὐτοὺς ἄποθεν κατετίτρωσκον, ἀπαθεῖς αὐτοὶ διαμένοντες, ἕως ἠνάγκασαν τούτους εἰς τὸν ποταμὸν ἐμβαλεῖν καὶ τὴν μάχην συστήσασθαι. καὶ πάλιν οἱ τοῖς χείλεσιν ἐφιστάμενοι τοὺς Ρωμαίους ἐπετοξάζοντο καὶ κακῶς ἄγαν διετίθουν καὶ νῶτα δοῦναι παρεβιάσαντο. καὶ τροπῆς γενομένης ἔπεσον συχνοὶ τῶν Ρωμαίων, ἕτεροι δὲ ζωγρείᾳ ἐλήφθησαν, οἱ δὲ περισωθέντες τῷ ἄστει τῆς Μελιτηνῆς ἀνεσώθησαν. περιφρονήσαντες δὲ τούτων οἱ βάρβαροι ὡς ἤδη καταστραφέντων καὶ καταστρατηγηθέντων, ὁλοσχερῶς ἐκτρέχουσιν ἄχρι Καισαρείας, καταληιζόμενοι πάντα καὶ καταστρέφοντες καὶ πῦρ αὐτοῖς ἐπανάπτοντες. καὶ τῷ μεγάλῳ σηκῷ τοῦ ἐν ἱεράρχαις περιωνύμου ἁγίου Βασιλείου ἐπεισπηδήσαντες δῃοῦσι μὲν ἅπαντα καὶ τὰ ἱερὰ διαρπάζουσι, προσραγέντες δὲ καὶ τῇ τοῦ ἁγίου σορῷ τῷ ἁγίῳ μὲν τούτῳ λειψάνῳ δρᾶσαί τι πονηρὸν οὐδαμῶς ἠδυνήθησαν (προκατησφάλιστο γὰρ καὶ περιεδεδόμητο κτίσμασιν ὀχυροῖς καὶ χρόνου πολλοῦ πρὸς καθαίρεσιν δεομένοις), τὰ δὲ τὴν ὀπὴν περιστέλλοντα θύρια, πολυτελῶς καὶ ἀφθόνως ἐξειργασμένα χρυσῷ καὶ μαργάροις καὶ λίθοις, ἐξαίρουσι. καὶ τὸν ὅλον κόσμον ὁμοῦ συμφορήσαντες αἴρουσιν ἐκεῖθεν, πολλοὺς ἐν τῇ Καισαρέων μητροπόλει σφαγῇ παραδόντες καὶ τὸν ναὸν καταχράναντες. καὶ μεταστραφέντες διήρχοντο τοὺς εἰς Κιλικίαν ἄγοντας στενωπούς, μηδενὸς προγνόντος τὴν τούτων ἔφοδον, καὶ τοῖς Κίλιξιν ἐπιφανέντες ἐκπλήκτως ἐμφόβους εἰργάσαντο, φόνον πολὺν ποιοῦντες τῶν παρεμπιπτόντων αὐτοῖς. χρονίσαντες δὲ τῇ χώρᾳ καὶ καταλυμηνάμενοι ταύτην, καὶ λαφύρων τὰς οἰκείας ἐπιθυμίας ἐμπλήσαντες, προαυτομολήσαντος ἐκεῖσε τοῦ κατ' αὐτοὺς ἐπιφανοῦς Ἀμερτικῆ λεγομένου, καὶ δυσμενοῦς ὄντος τοῖς Ρωμαίοις καθόπερ τὰς ὁμολογίας τούτοις ἐψεύσατο. καὶ γὰρ προσελθὼν πρότερον τῷ τῶν Ρωμαίων βασιλεῖ τῷ γέροντι, καὶ μεγάλων τυχὼν δεξιώσεων, παρῆν τῇ βασιλευούσῃ· κατηγορηθεὶς δὲ παρὰ τῷ βασιλεῖ Κωνσταντίνῳ τῷ Δούκᾳ ὡς μέλλοι τοῦτον μαχαίρᾳ διαχειρίσασθαι, κατεκρίθη φυγήν. εἶτα γενομένης αὐτῷ τῆς καθόδου ἀπεστάλη κατὰ τῶν Οὔννων, τῶν Ρωμαίων ὑπερμαχήσων, καὶ τηνικαῦτα δι' αἰτίαν τῆς τῶν στρατιωτικῶν σιτηρεσίων ὑποκρατήσεως τῷ ἄρχοντι προσερρύη τοῦ Χάλεπ. εἰ δ' εὐφρόνως κατὰ τῆς οἰκείας ἀπεστάλη μερίδος καίτοι κακωθεὶς ὁ βάρβαρος, καὶ μηδὲ μέλλων τῶν ὑπεσχημένων τυγχάνειν σιτηρεσίων, τοῖς ἀναγινώσκουσιν ἐξετάζειν παρίημι. γενόμενοι τοίνυν κατὰ τὸ Χάλεπ οἱ Οὖννοι, καὶ προσαναμιχθέντες αὐτῷ τε τῷ συγκαλεσαμένῳ καὶ τοῖς παρακειμένοις Ἄραψι, τὴν ἐν Συρίᾳ Ἀντιόχειαν καὶ τὰς παρ' αὐτῇ πόλεις καὶ κώμας ἀπανθρώπως ἐμάστιζον. καὶ ἡ μάστιξ σφαγαὶ καὶ πυρπολήσεις καὶ ἀνδραποδισμοὶ καὶ λαφυραγωγίαι, καὶ ὅσα ταῖς βαρβαρικαῖς ἐπιδρομαῖς συμπαρέπονται. ἐπεὶ δ' ἔδει στρατιὰν ἐς αὐτοὺς πεμφθῆναι, συνήθροιστο μὲν ἀξιόλογον στράτευμα καὶ ἡγεμόνες τούτου προέστησαν, ἡ δὲ φειδωλία πάλιν ἄπρακτα καὶ ἀκλεῆ κατειργάσατο. οὐ γὰρ ὁλοκληρίαν ἠθέλησαν οἱ κρατοῦντες τοῦ ὀψωνιασμοῦ παρασχεῖν ἀνθρώποις πολεμίοις καὶ μάχαις κακοπαθήσειν ὀφείλουσιν, ἀλλὰ μέρει τινὶ τούτους ἐλαχίστῳ πρὸς τὸν ὑπὲρ τῆς ψυχῆς ἀγῶνα παρακινῆσαι ἐσπούδασαν. ἀπέτυχον δὲ ὅλων ὁμοῦ. τὸ μὲν γὰρ ὀψώνιον οἱ στρατιῶται ἐδέξαντο, κατὰ δὲ τῶν ἐναντίων πορευθῆναι οὐ κατεδέξαντο, μέρος τι τῶν προϋστερησάντων αὐτοῖς λογισάμενοι τοῦτο. καὶ φωνὴν ἐγείραντες ἄσημον εἰς τὰ οἰκεῖα διεσκεδάσθησαν. καὶ πάλιν ἦσαν οἱ βάρβαροι τὴν Ρωμαϊκὴν χώραν ἀδεῶς κατατρέχοντες. εἶτα νεολαίαν τινὰ μικροῖς ἀναλώμασιν ἀθροίσαντες οἱ περὶ τοὺς βασιλεῖς τούτους ἐγχειρίζουσι τῷ ἐν Ἀντιοχείᾳ ἡγεμονεύοντι· οἳ δρᾶσαι μέν τι μὴ δυνηθέντες γενναῖον, ἀπειροπόλεμοί τινες καὶ δύσιπποι καὶ ἄνοπλοι σχεδὸν καθεστῶτες, πολλὰ δὲ παθόντες ἀνήκεστα εἰς τὴν σφῶν δυσκλεῶς ὑπέστρεψαν γῆν, τοῦ παραλαβόντος αὐτοὺς δουκὸς (ἦν δὲ ὁ μάγιστρος Νικηφόρος ὁ Βοτανειάτης) μετὰ τῶν ἐπιχωρίων καὶ τῶν ἰδίων ὑπασπιστῶν τὴν τῶν βαρβάρων δι' οἰκείας ἀρετῆς καὶ γενναιότητος καὶ φρονήσεως ἀνατρέποντος καὶ καταβάλλοντος ἔφοδον. κἀκείνου δὲ τῆς ἀρχῆς παραλυθέντος, ἔκτοτε τὰ τῶν βαρβάρων ἐθρασύνετο πλέον καὶ εἰς στενὸν κομιδῇ τὰ τῶν πόλεων περιίστατο, σιτοδείας πιεζούσης αὐτὰς καὶ τῶν ἄλλων ἐπιτηδείων ἐνδείας. Ἀλλ' ἐπείπερ ἔδει βασιλέως ἐπιστασίαν γενέσθαι δυναμένου ἐν τοιούτοις καιροῖς διεξάγειν τὰ πράγματα καὶ ἀντεπεξάγειν ἑαυτὸν τοῖς ἐναντίοις μετὰ καρτεροῦ τοῦ συντάγματος, ἐψηφίζετο μὲν ἀξιολογώτατος ὁ ῥηθεὶς Βοτανειάτης ὡς διαφέρων τῶν ἄλλων ὅσον ἀστέρων ἥλιος, ὁ δὲ φθόνος καὶ ἡ ἄδικος κρίσις ἀνεβάλετο μὲν τότε τὸ δέον, ἕτερον δὲ συγγενέα τούτου ἀντεψηφίσατο δι' αἰτίας ἴσως ἀπορρήτους ἀνθρώποις, οἷα τὰ τοῦ θεοῦ κρίματα. ἐδόκει μὲν γὰρ ἡ τοσαύτη τῶν ἐθνῶν ἔπαρσις καὶ κατακοπὴ τῶν ὑπὸ Ρωμαίων τελούντων ὀργὴ κατὰ τῶν αἱρετικῶν, οἳ τὴν Ἰβηρίαν καὶ Μεσοποταμίαν καὶ ἄχρι Λυκανδοῦ καὶ Μελιτηνῆς καὶ τῶν παρακειμένων οἰκοῦσιν Ἀρμένιοι, καὶ οἱ τὴν Ἰουδαϊκὴν τοῦ Νεστορίου καὶ τὴν τῶν ἀκεφάλων θρησκεύοντες αἵρεσιν· καὶ γὰρ πλήθουσιν αἱ χῶραι τῆς τοιαύτης κακοδοξίας. ἐπὰν δὲ καὶ τῶν ὀρθοδόξων ἥψατο τὸ δεινόν, εἰς ἀμηχανίαν ἦσαν πάντες οἱ τὰ Ρωμαίων θρησκεύοντες. Ὅμως δ' οὖν ἀνίσταταί τις τῶν εὐπατριδῶν, Ρωμανὸς βεστάρχης, ᾧ τὸ ἐπίκλην Διογένης. οὗτος γὰρ καὶ πρότερον μὲν ὁρῶν ἐκ τῆς τῶν κρατούντων αἰτίας καὶ τῶν ἐκεῖθεν ὑστερημάτων ἀναπληρούμενα τῶν ἐχθρῶν τὰ θελήματα καὶ μεγάλους γινομένους ταῖς μικρολογίαις τῶν Ρωμαίων, ἐποτνιᾶτο καὶ ἤσχαλλε, καὶ ἀποστασίαν μὲν ὤδινεν, οὐκ ἔρωτι μέν, ὡς διεβεβαιοῦτο ὕστερον, καὶ ἀπολαύσει τῶν ἑξαιρέτως αὐτῆς, ἀλλ' ὡς τὰς τύχας ἀνορθῶσαι τῶν ἤδη πεσόντων Ρωμαίων, ὅτι μὴ κατὰ λόγον εἶχε τὰ πράγματα. ἐμπιστευθεὶς οὖν ἐπὶ τέλει τοῦ βασιλέως τοῦ Δούκα τὴν τῆς Σαρδικῆς ἀρχήν, ἐβουλεύσατο τοὺς Σαυρομάτας προσλαβέσθαι συνεργοὺς εἰς τὸ μελετώμενον καὶ εἰς προῦπτον αὐτὸ ἀγαγεῖν. ἐπείθοντο γὰρ ἐκεῖνοι τῷ ἀνδρὶ τούτῳ διὰ τὸ ἐκ τῆς ἀγχιθύρου στρατηγίας προεπιγινώσκεσθαι τοῦτον αὐτοῖς, ὁπότε τῶν περὶ τὸν Ἴστρον ἄρχων πόλεων τούτοις ἀντεπολέμησε καὶ πεσεῖν ἐκινδύνευσεν, εἰ μὴ ἐξείλετο τοῦτον ἀκαταγωνίστῳ ῥύμῃ καὶ ῥώμῃ Νικηφόρος μάγιστρος ὁ Βοτανειάτης· τοῦτο γὰρ ἐγὼ διὰ χειλέων τοῦ Διογένους ὁμολογούμενον ἐπυθόμην. γενομένων δὲ γραμμάτων πρὸς ἐκείνους ἐφ' ᾧ τελεσθῆναι καὶ τὰς συνθήκας δι' ὅρκου, τῶν συμβούλων αὐτοῦ τις, τὸ γένος Ἀρμένιος, ὃς καὶ πρὸς τὸ ἔργον αὐτὸν μειζόνως ἠρέθισεν, ἐπεβουλεύσατο τούτῳ, καὶ συμπείσας ἀποστεῖλαι τοὺς ἀμφ' αὐτὸν μηνυτὰς τῶν βεβουλευμένων, πρὸς σύμπνοιαν ἄξοντας τῶν τε στρατηγούντων καὶ τῶν ὑπηκόων τινάς, ὡς εἶδεν αὐτὸν ἐψιλωμένον χειρός, κατεῖπεν αὐτοῦ ἐν τοῖς ἐγχωρίοις ὡς εἴη μεμελετηκὼς ἀποστασίαν, μᾶλλον δὲ προδοσίαν αὐτῶν εἰς τοὺς Σαυρομάτας. καὶ πρὸς θυμὸν διερεθίσας αὐτοὺς ἐπιτίθεται τούτῳ ἀθρόον, καὶ μόνον εὑρηκὼς συλλαμβάνει καὶ εἰς τὴν βασιλεύουσαν ἄγει δεσμώτην, δίκας τοῦ τολμήματος δώσοντα. κριθεὶς τοίνυν παρὰ τῶν πρώτων τῆς συγκλήτου βουλῆς τῷ τῶν ἐπιβούλων νόμῳ ἑάλω καὶ κατεψηφίσθη θανεῖν, μὴ ἀντερίσας ἢ ἀντιθέσεις πλασάμενος ἢ τὴν κατηγορίαν ἀπαρνησάμενος, ἀλλ' αὐτέλεγκτος ἐκ τῆς ὁμολογίας γενόμενος. εἰ δὲ καὶ αὐτὸς τῶν δικασάντων μέρος ὑπῆρχον, ἴσασιν οἱ πολλοί. διὸ καὶ ὑπερορίᾳ ἀπεστάλη πρὸς νῆσον, πᾶσιν ἀνίαν ἐνθέμενος ὅσοι τῆς αὐτοῦ νεότητος ἢ καὶ γενναιότητος ἐν πείρᾳ καθίσταντο. οἱ δ' ἀγνοοῦντες αὐτὸν ἐκ τῶν εἰδότων παραλαμβάνοντες ὑπῆρχον ἐξ ἀκοῆς ἐρασταί· καὶ διὰ τοῦτο δι' εὐχῆς ἦν τοῖς ὅλοις ἀνώτερον γενέσθαι τὸν ἄνδρα κολαστηρίων καὶ χαρισθῆναι τῇ Ρωμαίων ἀρχῇ. ἐπεὶ δὲ καὶ ὁ σκοπὸς τοῦ ἀνδρὸς οὐ φιλαυτίας ἀλλὰ φιλαδελφίας καὶ φιλευσεβείας ὅλος ἦν, ὡς προέφαμεν, περιαλγοῦντος τῆς τῶν ὀρθοδόξων κακοπαθείας, ἐνηργήθη λοιπὸν τοῖς εὐχομένοις τὰ τῆς εὐχῆς, καὶ παραστάντος αὐτοῦ τῷ βασιλικῷ βήματι περιέσχεν ἔλεος ἄσχετον τὴν Αὐγοῦσταν, καὶ σταλαγμοὶ δακρύων τῶν βλεφάρων ταύτης ἐξέπεσον· ἦν γὰρ ὁ ἀνὴρ οὐ μόνον τοῖς ἄλλοις πλεονεκτήμασι προτερῶν, ἀλλὰ καὶ θεαθῆναι παντάπασιν ἥδιστος, ἐπιμήκης τε καὶ στέρνων καὶ νώτων ἐν καλῷ καθορώμενος, καὶ εὐγενές τι πνέων ὡς ἀληθῶς καὶ διογενές, εὐόφθαλμός τε εἴπερ τις ἄλλος, καὶ κάλλος ἀποστίλβων τοῖς ὀφθαλμοῖς, μήτ' ἀκριβὲς τὸ λευκὸν μήτε τὸ μέλαν ἀποσώζων ὡσαύτως ἀλλ' ὥσπερ συγκεκερασμένον ... τῇ δημιουργίᾳ τῇ φύσει καὶ συγκεκραμένον τῷ ἐρυθήματι, κἀν τούτοις ἅπασι τὴν γλυκύτητα περιθέουσαν ἔχων, καὶ ἄξιον εἶδος κατὰ τὸν κωμικὸν τυραννίδος ἐπιδεικνύμενος. ὡς οὖν καὶ ἡ ἑστῶσα γερουσία συνέπαθεν, εὐθὺς ἐπηκολούθησεν ἡ συμπάθεια, καὶ περισωθεὶς τοῦ κινδύνου καὶ βασιλικῶν ἀξιώσεων ἔτυχε, καὶ ἀπολυθεὶς παρὰ πάντων ἠσπάζετό τε καὶ εὐφημεῖτο καὶ ἔργον εὐχῆς γενέσθαι κατήκουσε, καὶ τὴν αὐτοῦ σωτηρίαν ἰδίαν ἐνόμιζεν ἕκαστος. ἐξιὼν οὖν εἰς Καππαδοκῶν, ἐξ ἧς τὴν ἀρχὴν τῆς γενέσεως ἔσχηκε, πάλιν μεταπεμφθεὶς εἰς τὴν βασιλεύουσαν εἰσελήλυθε, κἀν τοῖς γενεθλίοις τοῦ Χριστοῦ μάγιστρος καὶ στρατηλάτης ἀνεδείχθη παρὰ τῆς βασιλίδος, προελθούσης βασιλικῶς μετὰ τῶν ἰδίων παίδων, ὡς ἔθος τοῖς βασιλεῦσιν, εἰς τὸν μέγιστον σηκὸν τῆς τοῦ θεοῦ σοφίας. Ἀνάγκης δὲ πολλῆς καὶ συγχύσεως ἐκ τῆς τῶν ἀλλοφύλων ἐθνῶν ἀπηνεστάτης ἐπιδρομῆς τὴν Ρωμαίων συμπιεζούσης (καὶ γὰρ τὰ μὲν ἐν τοῖς νοτίοις μέρεσιν, ὅσα πρὸς Ἀντιόχειαν καὶ Κιλικίαν, ταῖς προειρημέναις ἐκδρομαῖς ἀπειρηκότα ἐν ἐσχάτοις ἦσαν κινδύνοις· ἐν δὲ τοῖς βορειοτέροις αὐτὸς ὁ σουλτάνος πανστρατιᾷ ἐξελήλυθε, δυνάμεις ἄγων ἀνυποίστους, καὶ τοῖς ὁρίοις ἐν τῷ φθινοπώρῳ τῶν Ρωμαίων προσήνωτο, βουλόμενος παραχειμάσαι ἐκεῖσε καὶ ἀρχομένου τοῦ ἔαρος προσεχῶς προσβαλεῖν καὶ ἄρδην ἀνατρέψαι τὰ Ρωμαίων καὶ καθελεῖν) ἐσκέπτετο ἡ Αὐγοῦστα καὶ ὅσοι τῆς πρώτης ἦσαν βουλῆς, σὺν αὐτοῖς δὲ καὶ ὁ πατριάρχης, πῶς καὶ τίνα τρόπον τοσοῦτον δεινὸν ἀποτρέψαιεν. καὶ συνέδοξε τὴν ὑπὲρ τῶν ὅλων κρατῆσαι πρόνοιαν, καὶ τῆς εἰδικῆς καὶ ἐπιθανατίου παραγγελίας τὸ κοινῇ συμφέρον ἐπιεικῶς προτιμήσασθαι, ὅτι τὰ εἰδικὰ σύμφωνα τὰ πρὸς δημοσίαν συντέλειαν ἀφορῶντα περιτρέπειν δεδύνηνται· τὸ γὰρ μὴ γίνεσθαι βασιλέα διὰ τὸν τῆς μίξεως ζῆλον κοινὴ συμφορὰ καὶ καθαίρεσις τῆς Ρωμαίων ἀρχῆς ἐγινώσκετο. δόξαν οὖν οὕτω κεκράτηκεν ἡ τοιαύτη γνώμη, καὶ βασιλέα μὲν ὁ καιρὸς ἐδεῖτο ἐξ ἅπαντος, εἰ μέλλοι τὰ Ρωμαίων μὴ ἀπολέσθαι δι' ὅλου, ὁ δὲ τοῦ καιροῦ καὶ τῆς ἀξίας ταύτης ἐπάξιος ἐζυγομαχεῖτο, τοῦ Βοτανειάτου ἀποδήμου τυγχάνοντος εἰς τὴν τῆς Ἀντιοχείας ἀρχήν, ἕως εἰς νοῦν τινὸς τῶν τοῦ βουλευτηρίου προϊσταμένων ὁ Διογένης ἀφίκετο. μᾶλλον δὲ πρὸ αὐτοῦ ἡ Αὐγοῦστα τοῦτον ὡς αὐτίκα παρόντα καὶ γυναικὸς ἀμοιροῦντα προέκρινεν. ἐπὰν δ' οὗτος ἐρρήθη, πάντες αὐτῷ τὴν ἀξίαν, φόβῳ τοῦ μὴ φανῆναι ἀλλότριοι, ὅσοι τῇ δεσποίνῃ προσήγγιζον, ἐχειροτόνουν. διὸ καὶ πρώτην ἄγοντος τοῦ ἰαννουαρίου μηνὸς τῆς ϛʹ ἰνδικτιῶνος, ὁπότε τῶν χειμερινῶν τροπῶν ὁ ἥλιος μεθιστάμενος τὴν οἰκουμένην φρυκτωρεῖν καὶ θάλπειν ἐπείγεται καὶ ἀρχὴν εὔκαιρον τοῦ ἐνιαυτοῦ τὸ πλεῖστον μέρος τοῦ χειμῶνος ἐπεξεργάζεται, καὶ ἡνίκα ἡ μνήμη τοῦ μεγάλου ἀρχιερέως καὶ θύτου ἁγίου Βασιλείου, ὃν καὶ αὐτὸν ἡ Καππαδοκῶν ἤνεγκε φωστῆρα τῆς ἐκκλησίας διαφανέστατον, ἑορτάζεται, βασιλεὺς αὐτοκράτωρ ὀρθριώτερον οὗτος ἀναγορεύεται, νυκτὸς ἀνιὼν εἰς τὸ Καπιτώλιον διὰ τῆς δεσποίνης ἐν ὅπλοις, καὶ λαθὼν τοὺς τῆς βασιλίδος υἱεῖς. Καὶ ὡς τὰ πράγματα ἔδειξαν, οὐ πάνυ μάτην ἠλπίκασιν οἱ πολλοί. τῶν γὰρ Ρωμαϊκῶν σκήπτρων ἐπιλαβόμενος οὗτος, οὐκ ἔλαττον τῶν ἐν ποσὶ πολιτικῶν πραγμάτων, τῆς στρατιωτικῆς εὐταξίας ἐφρόντισε καὶ συστάσεως, κἂν ὅτι μάλιστα προγονοὺς εἶχε περὶ αὐτὸν καὶ συνέδρους, εἰπεῖν δὲ δεῖ καὶ ἐφέδρους, καὶ σὺν αὐτοῖς τὸν τούτων πατράδελφον Ἰωάννην τὸν Καίσαρα. ἤρξατο γὰρ αὐτίκα ἐν αὐτοῖς τοῖς πολιτικοῖς διατάγμασι καὶ τῶν παρατυχόντων στρατιωτῶν τοῖς ἐπισημοτέροις συνομιλεῖν, καὶ περὶ πολεμικῶν ἀγώνων βουλεύεσθαι, καὶ πρεσβευτὰς ἑτοιμάζειν, καὶ πανταχόθεν τοῖς ἐναντίοις διακωλύειν τὰς προσβολάς. διὰ ταῦτά τοι καὶ χρόνος οὔτι συχνὸς κατέσχε τοῦτον εἰς τὰ βασίλεια, ἀλλὰ μετὰ διττὴν σεληναίαν περίοδον ἡ τῆς ἑώας τοῦτον ἐδέξατο Προποντίς, καὶ τὸ παράσημον τῆς βασιλικῆς σκηνῆς πᾶσιν ὁμοῦ παρεστήσατο τὴν βασιλίδα πρὸς τὴν ἑώαν ἐκστρατείαν καὶ ἀποφοίτησιν, καὶ ὁ ζῆλος τῆς ἐκδικίας νενίκηκε τὴν κατὰ τὴν βασιλίδα τρυφήν τε καὶ θυμηδίαν, καὶ τὸ κατὰ τὰς προόδους μέχρις οὐρανοῦ φθάζον κλέος καὶ πόνους τούτων ἀντικαταλλάξασθαι τὸν κρατοῦντα παρέπεισεν. ὃ καὶ πάντας κατέπληξε, συμβαλόντας ὅτι εἰς τὸ διατάξασθαι μόνον τὴν τῆς ἐκστρατείας παρασκευὴν καὶ ἀποσκευὴν οὐδὲ τριῶν ὅλων διάστημα μηνῶν ἐξαρκεῖ. ὃ δὲ νεοπαγὴς γεγονὼς τά τε ἄλλα καταστησάμενος ἦν, καὶ πρὸς τῇ ἀποσκευῇ καὶ στρατιωτικὸν ἐκ τῆς ἑσπέρας καὶ τῆς τῶν Καππαδοκῶν φθάσας προσυνελέξατο, καὶ Σκύθας συνεκαλέσατο, καὶ πρὸ τῆς τούτων ἐπιδημίας μετὰ τῶν ἐν τῇ βασιλείῳ μόνων αὐλῇ τῆς ὁδοῦ σπουδαίως ἐφήψατο. εἰ δὲ καὶ αὐτὸς ὁ ταῦτα συγγράφων τῶν ἐκ προκρίσεως αὐτῷ συνεπομένων ἐτύγχανεν, καὶ τὰς τοῦ στρατοῦ διευθετῶν ὑποθέσεις ἐν κρίσεσι, πάντως ἂν οὐκ ἐξ ἀκοῆς ἀλλ' ἐξ αὐτοπτίας τὰ καθεξῆς παραδώσει διὰ γραφῆς τοῖς μετέπειτα. Εἶχε μὲν οὖν βασιλέα ἡ τῶν Βιθυνῶν ἐπαρχία, καὶ μετ' αὐτὴν Φρυγία, τὸ θέμα λέγω τῶν ἀνατολικῶν. καὶ συνήγοντο ἐκ διαταγμάτων προσφοιτησάντων οἱ τῶν ταγμάτων ἐξάρχοντες, καὶ ὅσοι τὴν τάξιν ἀνεπλήρουν ἑκάστου τάγματος. καὶ ἦν ἰδεῖν τοὺς διαβοήτους λόχους ἐξ ὀλίγων συγκειμένους ἀνδρῶν, καὶ τούτων συγκεκυφότων τῇ πενίᾳ καὶ πανοπλίας ἐστερημένων καὶ ἵππου πολεμικῆς· ἐκ πλείονος γὰρ παραμεληθέντες ἅτε μηδὲ βασιλέως στρατευσαμένου διὰ πολλῶν ἐνιαυτῶν περὶ τὴν ἑώαν, καὶ τὸν ἀφωρισμένον ὀψωνιασμὸν μὴ ἀπειληφότες, καὶ κατὰ μικρὸν τοῖς ἐναντίοις ἐκ τῆς ἀπαρασκευάστου προσβολῆς καὶ λυπρᾶς καταβαλλόμενοι καὶ τρεπόμενοι, οὕτως εἰς ἐσχάτην ταλαιπωρίαν συνελαθέντες δειλοὶ καὶ ἀνάλκιδες καὶ πρὸς οὐδὲν γενναῖον χρησιμεύοντες κατεφαίνοντο. ὡς δὲ καὶ αὐτὰς τὰς σημαίας μονονουχὶ σιωπηρῶς ἀποφθέγγεσθαι ταῦτα, πιναρὰς ὁρωμένας ὥσπερ ἀπὸ καπνοῦ καὶ ὀπαδοὺς ἐφεπομένους ἐχούσας εὐαριθμήτους καὶ πενιχρούς. πολλὴν ἀθυμίαν προσῆγον ἀναλογιζομένοις ὅθεν καὶ τίνα τρόπον εἰς τὸ ἀρχαῖον ἐπανελεύσονται καὶ τὴν προτέραν ἀξίαν τὸ στρατιωτικόν, καὶ διὰ πόσου τοῦ χρόνου ἀνακαλέσοιτο, τῶν μὲν ὑπολελειμμένων τοῖς τάγμασιν ὀλίγων ὄντων καὶ ἀπορουμένων τοῖς ὅπλοις καὶ τοῖς ἐκ τῶν ἵππων κινήμασι, τῆς δὲ νεολαίας ἀπειροπολέμου καθεστηκυίας καὶ τοῦ πολέμου μαχιμώτατα καὶ τῶν πολεμικῶν κινδύνων ἐθάδας τοὺς ἀντιτεταγμένους καὶ ἀντιβαίνοντας ἐχούσης. Ἀλλὰ τὸν βασιλέα τὸ τοιοῦτον συγκύρημα οὐ κατέπληξε. τοὐναντίον δὲ μᾶλλον τοὺς ἐναντίους ἡ ἀθρόα τούτου ὁρμή τε καὶ ἔφοδος, οἰηθέντας, ὥσπερ ὕστερον μεμαθήκαμεν, ὅτι κινδύνων οὗτος ὁ ἄνθρωπος οὐδένα λόγον πεποίηται, ἀλλ' Ἄρεός ἐστι φοιτητής, καὶ καινοποιήσει τὰ Ρωμαίων, καὶ ἀντισηκώσει τοῖς ἐχθροῖς τὰ ἐπίχειρα. διὰ ταῦτα καὶ ὁ μὲν σουλτάνος ὀπισθόρμητος γέγονε, μοῖραν δέ τινα μεγάλην ἀποτεμόμενος, καὶ ταύτην διχῇ διελών, εἰς τὴν ἄνω Ἀσίαν στρατοπεδεύειν πεποίηται, τὴν μὲν βορειοτέραν τὴν δὲ περὶ τὰ νότια θέμενος. ὁ δὲ βασιλεὺς κατάλογον στρατιωτικὸν ποιησάμενος, καὶ ἐκ πάσης χώρας καὶ πόλεως νεότητα συλλεξάμενος καὶ ἀξιώμασι καὶ δώροις ἀναθαρρῆσαι πεποιηκώς, καὶ δι' ὀλίγου τὸν ἀριθμὸν τῶν ταγμάτων ἀναπληρώσας, καὶ λοχαγοὺς τοὺς ἀρίστους ἑκάστῳ τούτων ἐπιμελῶς προστησάμενος, συμμίξας δὲ καὶ τοῖς ἀπὸ τῆς ἑσπέρας ἐλθοῦσιν, ἐν ὀλίγῳ χρόνῳ στρατιὰν ἀξιόμαχον κατεπράξατο, καὶ μετὰ τοσαύτης δυνάμεως ἐπὶ Πέρσας ἐπιστατικώτερον ἤλαυνεν. ὡς δὲ τὸ βορειότερον στρατόπεδον τῶν Περσῶν, ἐκδρομήν τινα πρότερον φαντάσαν, δόξαν ὑποχωρῆσαι ἐκ τῆς τοῦ βασιλέως προόδου παρέσχετο, ἔγνω λοιπὸν ὁ Διογένης τοῖς νοτίοις ἐπεισπεσεῖν, οἳ τὰ περὶ τὴν κοίλην Συρίαν καὶ Κιλικίαν καὶ αὐτὴν Ἀντιόχειαν καταληίζοντες ἦσαν. καὶ διὰ ταῦτα καταλιπὼν τὸ εὐθὺ Σεβαστείας καὶ Κολωνείας φέρεσθαι, τῷ τοῦ Λυκανδοῦ ἐπεχωρίασε θέματι, διατρῖψαι τὸν θερινὸν καιρὸν ἐν αὐτῇ διανοηθείς, κἀν τῷ φθινοπώρῳ τοῖς Συριακοῖς μέρεσι προσβαλεῖν, ὁπόταν τὸ πολὺ τῆς φλογὸς ἐκ τῆς ἀποστάσεως ὁ ἥλιος ἀποτίθεται, ἵνα μὴ τῷ ἀσυνήθει τοῦ καύσωνος διαλωβηθῇ τὸ στρατόπεδον καὶ νόσοις ἁλώσιμον γένηται. Ἐν τοσούτῳ δὲ χρονίζοντος τούτου λάθρᾳ προσβαλόντες οἱ Πέρσαι (Τούρκους δὲ τούτους νυνὶ ὁ λόγος οἶδε καλεῖν) τὴν Νεοκαισάρειαν ἐξ ἀπροόπτου τῆς ἐπιδρομῆς καταστρέφουσιν, καὶ πολλῶν σωμάτων καὶ χρημάτων ἐν τῷ ἀσφαλεῖ κυριεύσαντες παλινῳδίαν ᾖσαν, βάρος λαφυραγωγίας οὐκ ἐλάχιστον ἐπαγόμενοι. ἐλθὼν οὖν ὁ λόγος οὗτος εἰς τὸν βασιλέα πολλὴν αὐτῷ καὶ τοῖς ἀμφ' αὐτὸν ταραχὴν ἐνεποίησε, διασκοποῦσι τήν τε τῶν ἐναντίων μηχανήν, καὶ ἣν ὑπέστησαν ἀπάτην, καὶ τὸν ἐκ πολλῶν μῶμον, ὅτι τοῦ βασιλέως ἐκστρατευομένου τυγχάνοντος οὐδὲν ἧττον οἱ πολέμιοι τὰ ἑαυτῶν διεπράξαντο, μὴ δυνηθέντος τοῦ κρατοῦντος ἀμύνασθαι. ἀμέλει τοι καὶ ταχὺ τὰς δυνάμεις ἀνειληφὼς δι' ἀτραπῶν ἀβάτων καὶ δυσβάτων ἀπὸ ῥυτῆρος κατόπιν ἤλαυνε. καὶ πλησιάσας τῇ τῶν Σεβαστηνῶν μητροπόλει τὴν μὲν στρατιωτικὴν ἀποσκευὴν καὶ τὸ πεζὸν ἅπαν εὐθὺ τοῦ ἄστεος ἀπιέναι διεκελεύσατο μετὰ τοῦ συνόντος αὐτοῦ προγονοῦ τοῦ Ἀνδρονίκου, ὃν αὐτὸς βασιλέα χειροτονήσας ὡς ἐνέχυρον ἢ συστράτηγον εἶχεν, ἢ τόπον ἀντισηκώσοντα τούτου, εἴ πῃ πολλάκις παρήκων καὶ ὁπλίτης ἐπιτιθέμενος τοῖς ἐχθροῖς καιρίαν ὡς ἄνθρωπος δέξοιτο. αὐτὸς δὲ μετὰ πάσης τῆς ἵππου κατεδίωκεν ὀπίσω τῶν ἐναντίων. καὶ διὰ πολλῶν ὑψηλοτάτων βουνῶν τῶν τῆς Τεφρικῆς διερχόμενος, καὶ τοῖς ἐχθροῖς ἐπιτεθῆναι κατὰ τὸ ἐγκάρσιον ἐπειγόμενος, οὕτω τὸν στρατὸν κατειργάσατο ὡς, καίτοι τῶν ἐχθρῶν ἔγγιστα τυγχανόντων καὶ θεαθέντων αὐτοῖς, μὴ δύνασθαι τοῖς περὶ αὐτὸν ταχυδρομῆσαι διὰ τῶν ἵππων καὶ μνήμης ἄξιον κατόρθωμα διαπράξασθαι. ὅμως μέντοι τῷ ἀδοκήτῳ τοῦ πράγματος κατασεισθέντων τῶν ἐναντίων, καὶ τῇ φήμῃ τῆς τοῦ βασιλέως ἐπιστασίας ἰσχυρῶς ἐπιναρκησάντων, πολὺς μὲν φόνος τούτων ἐγένετο αὐτίκα νῶτα δεδωκότων καὶ πρὸς φυγὴν ὁρμησάντων. ὅσοι δὲ καὶ ζωγρείᾳ ἑάλωσαν, οὐδὲν ἀπώναντο τῆς ἰδίας ζωῆς, μαχαίρας ἔργον γενόμενοι. ἡ μέντοι λεία πᾶσα, ἀπὸ ἀνθρώπου ἕως κτήνους, ἐλευθερωθεῖσα τὸν βασιλέα καὶ γλώσσῃ καὶ θαύματι ἐπευφήμησε. καὶ γὰρ θαυμαστὸν τῷ ὄντι καὶ ἀξιόλογον γέγονεν, ἵνα βασιλεὺς Ρωμαίων ἀκρατῶς διώκῃ χωρὶς τῆς οἰκείας ἀποσκευῆς, μετὰ μόνου τοῦ ἰδίου ὁπλιτικοῦ, ἐπὶ ὅλας ἡμέρας ὀκτώ, διὰ τόπων ἀδήλων τε καὶ ἀβάτων, καὶ μὴ ἀποτύχῃ τῆς ἐπιβολῆς. Ὑποστρέψας οὖν ἐκεῖθεν εἰς τὴν Σεβαστηνῶν μητρόπολιν πρώτην ἄγοντος τοῦ ὀκτωβρίου μηνός, καὶ διαναπαύσας τὸν στρατὸν ἐν μόναις ἡμέραις τρισίν, ἄρας ἐκεῖθεν τῆς πρὸς Συρίαν ἀγούσης εἴχετο, καὶ διὰ τῶν τῆς Κουκουσοῦ αὐλώνων καὶ δυσδιεξοδεύτων ἀτραπῶν εἰς Γερμανίκειαν καταστὰς εἰς τὸ θέμα τὸ καλούμενον Τελοὺχ παρὰ τοῖς Ἀρμενίοις εἰσβάλλει, πρότερον οὐκ ὀλίγην ἀποτεμόμενος φάλαγγα στρατιωτικὴν μετὰ συνταγματάρχου, καὶ εἰς Μελιτηνὴν ἐκπέμψας ἐπὶ φυλακῇ τῶν τῆς ἑώας θεμάτων καὶ ἀντιπτώσει τῶν ἐκεῖσε τότε προσεφεδρευόντων ἐχθρῶν, ὧν ἦρχεν ἀνὴρ πανοῦργος καὶ μάχιμος ὀνόματι Αὐσινάλιος. διὰ τοῦτο γὰρ ὁ βασιλεὺς μετὰ τῶν λόχων καὶ λοχαγῶν καὶ τοὺς ἅπαντας Φράγγους, ἄνδρας αἱμοχαρεῖς καὶ πολεμικούς, τῷ στρατηγῷ τουτωῒ παραδέδωκεν, ἐφ' ᾧ δι' ἁδρᾶς δυνάμεως περιγίνεσθαι τοῦ πολέμου ἀλλόφυλος ἐπιγένοιτο. ἀλλ' οὗτος οὐκ εὐθαρσῶς εἰς ἅπαξ καὶ ἀφιλοτίμως χρησάμενος τῷ καιρῷ καὶ τοῖς πράγμασι, μικροῦ τῷ βασιλεῖ διπλοῦν πόλεμον, ὑστερουμένῳ τοιαύτης στρατιᾶς μαχιμωτάτης, ἀνθ' ἁπλοῦ προεξένησε. πολλάκις γὰρ προκαλουμένων αὐτὸν τῶν ἐχθρῶν, καὶ μὴ ἐπαΐοντος ἐξιέναι τοῦ ἄστεος τῆς Μελιτηνῆς καίτοι τῶν στρατιωτῶν προθυμοποιουμένων αὐτοῖς ἀντεπεξελθεῖν, ὡς εἶδον ἐκεῖνοι τὸ γλίσχρον αὐτοῦ καὶ περιδεὲς καὶ ἀπόλεμον, διὰ τόπων ἀδήλων βαδίσαντες τῆς βασιλικῆς στρατιᾶς μοίρᾳ τινὶ δι' ἀγορὰν σιτίων ἐξιούσῃ προσέβαλον· καὶ εἰ μὴ ταχὺ διαναστὰς ὁ βασιλεὺς ἐκ τῆς φήμης ὥρμησε κατ' αὐτῶν, κἀκεῖνοι μὴ ὑποστάντες διέφυγον, τάχα ἂν ἀπώλετο μέρος στρατιωτῶν οὐκ εὐκαταφρόνητον. ἀφ' ὧν εἴ τις τοῖς στρατηγοῖς ἐπιγράφειν ὡς ἐπίπαν ἔχοι τὰ τῶν ἐκβάσεων, εἴτ' ἐπὶ τὸ χεῖρον εἴτ' ἐπὶ τὸ κρεῖττον συνάγοιντο, οὐ διαμάρτοι πάντως τοῦ ὀρθοῦ καὶ τῆς ἀληθοῦς διαγνώσεως. Ἀλλ' ὁ μὲν βασιλεύς, οὕτω διασωθεὶς καὶ διασώσας τὸ στρατόπεδον, πρὸ τῆς τοῦ Χάλεπ χώρας πανστρατιᾷ κατεσκήνωσε. πρὸ τοῦ καταβῆναι δὲ τοῦ ἵππου, τούς τε Σκύθας καὶ τῶν Ρωμαίων οὐκ ὀλίγους εἰς προνομὴν ἀποστείλας τὴν πολεμίαν χώραν κατεληίσατο, ἀνδρῶν τε καὶ γυναικῶν καὶ βοσκημάτων δορυάλωτον πλῆθος οὐκ ἐλάχιστον ποιησάμενος. ἐκεῖθεν δὲ προβιβάσας τὴν στρατιὰν προῄει διὰ τῆς πολεμίας, καὶ διτταῖς ἡμέραις ὁμοῦ μεταβαίνων εἰς τοὔμπροσθεν τὰς προνομὰς οὐδὲν ἧττον ποιούμενος ἦν. τριταῖος δὲ πρὸς τὴν Ἱεράπολιν ἀφιγμένος ἑώρα τοὺς Ἄραβας περιρρέοντας κυκλόσε καὶ παραδεικνύντας ἐκ φαντασίας τὸν πόλεμον. ἀλλ' εἰς χεῖρας ἐλθεῖν καὶ συνάψαι Ρωμαίοις εὐθαρσεῖς οὐ γεγόνασιν, εἰ μή πού τινες ἀκροβολισμοὶ προτρεχόντων τινῶν καὶ τῆς τάξεως προπηδώντων ἐπιγεγόνασι. καὶ προῄεσαν οἱ μὲν Ρωμαῖοι συντεταγμένως κατὰ λόχους καὶ φάλαγγας, οἱ δ' Ἄραβες μετὰ καὶ τῶν συνόντων αὐτοῖς Τούρκων οὐκ ὀλίγων, ὧν ἦρχεν ἀνὴρ δραστήριος καὶ γένος αὐχῶν βασιλικὸν ἐκ Περσίδος, ὀνόματι Ἀμερτικῆς, μακρόθεν ἑπόμενοι καὶ οἷον δορυφοροῦντες ἢ πρὸς ἐπίδειξιν περιτρέχοντες. περὶ δὲ δείλην ὀψίαν στρατοπεδευσάμενος ὁ βασιλεὺς πρὸ τοῦ Ἱεραπόλεως ἄστεος τάφρον ἐκεῖσε καὶ χάρακα κατὰ τὸ εἰθισμένον ἐπήξατο. οὔπω δὲ τὴν ἀποσκευὴν οἱ Ρωμαῖοι βεβαίως ταῖς σκηναῖς ἀποθέμενοι, μηδ' ἐγχρονίσαντες ταύταις, ὅσοι τῆς ὑπηρεσίας ὑπῆρχον καὶ τῆς τῶν Ἀρμενίων συντάξεως, εὐθὺ τῆς πόλεως ὥρμησαν. καὶ ἐπείπερ εὗρον αὐτὴν οὐ πάνυ διὰ τῶν ἐντὸς ἀντιμαχομένην (ἔφθησαν γὰρ οἱ Σαρακηνοὶ τῷ φόβῳ τῆς βασιλικῆς ἐπιδημίας φυγαδείαν ἑλέσθαι πέραν τοῦ Εὐφράτου ποταμοῦ), ταχὺ βιασάμενοι τὰς πύλας ἐντὸς εἰσεπήδησαν. καὶ σιτίων μὲν καὶ τῆς ἄλλης διατροφῆς εἰς κόρον μετακομιδὴν ἐποιήσαντο (ἀφθονίαν γὰρ τούτων εὗρον ἐκεῖσε καὶ οἴνου τι μέρος καὶ τῶν εὐτελεστάτων εἰδῶν), τῶν δὲ τιμιωτέρων λαφύρων ἀπέτυχον, προλαβόντων τῶν πολεμίων καὶ συσκευασαμένων αὐτὰ μεθ' ἑαυτῶν ἐν τῷ ἀποδρᾶναι. Καὶ ταῦτα μὲν ἐπὶ τῆς μεγαλοπόλεως ἐκείνης, ἥτις ἀμαχητὶ κρατηθεῖσα πολλὴν εὐμάρειαν δέδωκε τοῖς στρατιώταις πρὸς τὴν ἐκεῖσε διαγωγήν, πλὴν τινῶν πύργων ὑψηλοτάτων, τριῶν ἢ τεσσάρων, ἔνθα Σαρακηνοὶ ἀνιόντες, καὶ τὴν ἄνοδον ὡς στενόπορον κατασχόντες, ἐφιλονείκησαν κατὰ τὸ πάτριον αὐτῶν νόμιμον τῆς ἰδίας προκινδυνεῦσαι θρησκείας καὶ πόλεως. ἀλλ' οὐκ ἠδυνήθησαν μέχρι παντὸς ἀντισχεῖν· διὰ πολλῶν γὰρ μερῶν περισχόντες αὐτοὺς οἱ Ρωμαῖοι, καὶ τόλμῃ πολλῇ καὶ ὅπλοις ἑκηβόλοις καὶ συνασπισμῷ καταπλήξαντες, δορυκτήτους αὐτοὺς πεποιήκασιν. ἐπὶ δέ γε τῆς ἀκροπόλεως (ἔστι γὰρ ἐπίπεδος μὲν καὶ αὐτὴ καὶ τῇ πόλει ὁμόστοιχος, τείχεσι δὲ ὑψηλοτάτοις ἄγαν καὶ πύργοις ἀερίοις πεπυκνωμένη καὶ οἷον ἀνάλωτος) οὐ τοιαύτην εὗρον οἱ Ρωμαῖοι τὴν εὐκολίαν· ἐκεῖσε γὰρ εἰσιὸν Σαρακηνῶν οὐκ εὐαρίθμητον πλῆθος ἐρρωμένως ἠμύνατο. οὐ μὴν μέχρι πολλοῦ τὴν φυλακὴν τῆς ἄκρας τηρεῖν ἠδυνήθησαν· κυκλόσε γὰρ ὁ βασιλεὺς ὅπλοις καὶ μηχαναῖς αὐτοὺς κατατείνας, καὶ πετροβόλοις ὀργάνοις καὶ τόξοις ὡς νιφάσι κατακοντίσας, καὶ χώματι τὴν ἅλωσιν ἐκ πολιορκίας ἐπιδειξάμενος, ὑποσπόνδους πεποίηκε. πρεσβεύσαντες γὰρ καὶ συγγνώμης τυχεῖν αἰτησάμενοι, καὶ λύτρον τὴν ἱκετηρίαν αὐτῶν τε καὶ γυναικῶν καὶ παίδων καὶ τῆς λοιπῆς οὐσίας προθέμενοι, τὸν βασιλέα κατεδυσώπησαν καὶ τῶν κατὰ σκοπὸν οὐ διήμαρτον. κυριεύσαντες δὲ καὶ τῆς ἀκροπόλεως οἱ Ρωμαῖοι, μεσιτεύοντος τοῖς πράγμασιν ἀνδρὸς Ἀσσυρίου μὲν τὸ γένος γέννημα τῆς μεγάλης Ἀντιοχείας τυγχάνοντος, ἄκρως δ' ἐξησκημένου τήν τε Ρωμαϊκὴν σοφίαν καὶ παίδευσιν καὶ τὴν τῶν Σαρακηνῶν διὰ τὸ τῆς φύσεως εὐσταλὲς καὶ μετέωρον, καὶ προσιόντος εὐμηχάνως τῇ ἀκροπόλει, καὶ τὰς πύλας Ρωσικοῖς ὅπλοις ἐν τῷ εἰσιέναι κατεσχηκότος τῆς ἀκροπόλεως (Πέτρος ἡ προσηγορία τουτωῒ τῷ ἀνδρί, τὸ ἐπίκλην Λιβελλίος, τῇ δὲ τῶν μαγίστρων ἀξίᾳ τῷ τότε τετιμημένος), οὕτως τῆς πολιορκίας ἀπέσχοντο, ἐπείπερ καὶ ἐκ παρόδου πολλὰς πόλεις, ἃς μὲν βραχείας ἃς δὲ καὶ μείζους, ἐκ πολέμου καὶ βίας ἀνήρπασαν. Τὸ δ' ἐντεῦθεν ἀγῶνες ὁπλιτικοὶ τὸ βασιλικὸν στρατόπεδον ἐδέξαντο. ὁ γὰρ ἀμηρᾶς τοῦ Χάλεπ συνάψας τοῖς λοιποῖς τῶν Ἀραβιτῶν σὺν τῷ Οὐννικῷ, καὶ δύναμιν ἁδρὰν ποιησάμενος, εἰς χεῖρας ἐλθεῖν τῷ βασιλεῖ καὶ μάχεσθαι διεσκέπτετο. τοῦ δὲ βασιλέως ἔνδον ὄντος τῆς προαλωθείσης Ἱεραπόλεως καὶ πυργομαχοῦντος ἐν μέρει, καθὸ λείψανον ὑπολέλειπτο τῆς πυργοκρατείας, παρατάξεις ἀφωρίσθησαν δύο τὸν μεταξὺ τόπον τοῦ τε κάστρου καὶ τῆς παρεμβολῆς ἐκ τῶν ἐναντίων διατειχίζουσαι. διεφαίνοντο γάρ τινες τῶν Σαρακηνῶν κατὰ τὸ πεδίον ἐκ διαστήματος ἱππαζόμενοι. εἰσὶ γὰρ περὶ τὴν Ἱεράπολιν ἱππήλατα πεδία πρὸς μῆκος ἐπεκτεινόμενα μέγιστον, καὶ πλὴν γηλόφων οὐδέν ἐστι τὸ ὑπερανεστηκὸς εἰς ὄρος μέγα καὶ πρὸς ἀέρα διατεινόμενον. καυσώδης δὲ ὁ τόπος ἐστὶν ὡς ἂν τοῦ ἡλίου θερμότερον ἐκεῖσε προσβάλλοντος διὰ τὸ μεσημβρινόν. περὶ δὲ τὰ ἑσπέρια τοῦ κάστρου λειμῶνες πεφύκασιν ὑδραγωγίοις κατάρρυτοι· χλιαρὸν δὲ τὸ ὕδωρ ἐστί, μεταλαμβάνον πάντως τῆς ἐκ τοῦ ἀέρος καὶ τῆς γεώδους φλεγμονῆς ἐπιτάσεως. τότε μὲν οὖν κατὰ μικρὸν οἱ πολέμιοι ταῖς κατὰ μέτωπον ἱσταμέναις δύο παρατάξεσι πλησιάσαντες (ἀπῆν δ' ἔτι ὁ τοῦ Χάλεπ ἀμηρᾶς· ὄνομα τούτῳ Μαχμούτιος), καὶ ἀκροβολισμοὺς ποιησάμενοι, παρελάσαι μέν τινας τῶν Ρωμαίων πρὸς αὐτοὺς κατηνάγκασαν καὶ δὶς τοῦτο καὶ τρὶς πεποιήκασι, καὶ πάλιν διεγειρόμενοι τούτους ἀντέστρεφον ὄπισθεν. ἐν ἑτέρᾳ δὲ συμβολῇ τροπὴν ποιησάμενοι τῶν παρελασάντων οὐκέτι κατὰ τὰς προτέρας προσβολὰς γεγόνασιν ὀπισθόρμητοι, ἀλλ' ἀκρατῶς ἐλάσαντες μέχρι τῆς τῶν στρατηλατῶν φάλαγγος εἰς χεῖρας αὐτοῖς συνερράγησαν, καὶ τρεψάμενοι ταύτην, καὶ παρελθόντες τὸ τῶν σχολῶν σύνταγμα, πολλοὺς μὲν ἀνεῖλον, τοὺς δὲ λοιποὺς φυγεῖν αἰσχρῶς κατηνάγκασαν, ἐν δεξιᾷ καταλιπόντες τὸ τῶν σχολῶν σύνταγμα, ὅπερ τὴν τῶν ἑτέρων ὁρῶν ἧτταν οὔτε παραβοηθῆσαι οὔτε τι πρᾶξαι στρατιωτικὸν ἐμελέτησεν, ἀλλ' ἦν πεπαγωμένον, ὡς ἂν λάθῃ τοὺς ἐναντίους ἐκ τῆς ἐρημαίας διανοούμενον στάσεως. ἐπεὶ δ' ὑποστρέψαντες οἱ πολέμιοι τὸ τάγμα τοῦτο μόνον εὗρον ἀγεννῶς προϊστάμενον, ταχὺ καὶ τούτου τὴν ἧτταν εἰργάσαντο, πολλοὺς μὲν ἀνῃρηκότες, τοὺς δὲ λοιποὺς εἰς τὴν παρεμβολὴν κατακλείσαντες, καὶ τὰ σημεῖα τούτων στρατηγικῶς ἀφελόμενοι, ὥστε καί τινες τῶν Σαρακηνῶν καταβάντες τῶν ἵππων, καὶ πολλοὺς τῶν στρατιωτῶν τραχηλοκοπήσαντες, τὰς κεφαλὰς τούτων εἰς ἔνδειγμα τῆς νίκης πρὸς τὸ Χάλεπ ἀπέστειλαν. τότε τοίνυν κἀγὼ οὐ τοσοῦτον ἀπέγνων τὴν ἐμαυτοῦ σωτηρίαν, ὅσον τὴν τῶν Ρωμαίων κατέγνων δειλίαν ἢ ἀπειροκαλίαν ἢ ταπεινότητα· τοσαύτης γὰρ γενομένης καταφορᾶς καὶ ἥττης τῶν Ρωμαίων πρὸ τῆς παρεμβολῆς, οὐδεὶς τῶν λοιπῶν λόχων καὶ λοχαγῶν εἰς ἄμυναν διηρέθιστο, ἀλλὰ πάντες, ἔνδον καθήμενοι ἕκαστος τὸ οἰκεῖον ἔργον ὡς διὰ φιλίας γῆς ἐνσκηνούμενος διεπράττετο, καὶ κίνησις ψυχῆς οὐδ' ἀγωνία τούτους τὸ παράπαν ἐξώρμησεν. Ὁ δὲ βασιλεὺς ἔνδον τοῦ κάστρου τοῦτο μεμαθηκώς, μετὰ πολλῆς τῆς ἀνίας ἐκεῖθεν ἐπανελθὼν πρὸς τὸν χάρακα μετὰ τῶν συνόντων αὐτῷ Καππαδοκῶν, πολλὴν καὶ αὐτὸς τὴν ἀβελτηρίαν κατέγνω τούτων καὶ τῶν Ρωμαίων ὁμοῦ. διὸ καὶ ἡ νὺξ ἐκείνη πάντας εἶχεν ἐν ἐλπίσιν οὐκ ἀγαθαῖς, καθότι καὶ τὸ πεζὸν ἅπαν τῶν Ἀρμενίων, ἐπιταχθὲν διανυκτερεύειν περὶ τὴν τάφρον ἐν προτειχίσματι, ἀποστασίαν ἐσκόπησε, μὴ πειθαρχῆσαν τοῖς λέγουσι. καὶ ἡ μὲν νὺξ ἐκείνη δριμεῖά τις καὶ βαρεῖα τοῖς Ρωμαίοις διατετέλεστο· οὔπω δ' ἡμέρα προῄει, καὶ οἱ πολέμιοι τὸν χάρακα πανστρατιᾷ περιέζωσαν. μεμαθηκὼς γὰρ ὁ τοῦ Χάλεπ ἄρχων τὸ προγεγονὸς προτέρημα παρὰ τῆς μοίρας αὐτοῦ, μεθ' ὅλης ἧκε τῆς ἑαυτοῦ δυνάμεως ὡς αὐτοβοεὶ αἱρήσων τὸν βασιλέα μετὰ τῆς συνούσης αὐτῷ στρατιᾶς. καὶ οἱ μὲν οὕτω περιιππεύοντες ἡμᾶς καὶ θηριωδῶς ἐκφοβοῦντες ταῖς βαρβαρικαῖς ὑλακαῖς οὐ διέλιπον· ὁ δὲ βασιλεὺς ἐντὸς τῆς σκηνῆς διαγράφων τὸν πόλεμον, περὶ τρίτην ὥραν ἀθρόον ἐξελήλυθεν ἔφιππος (ἐνίστατο δὲ εἰκοστὴ τοῦ νοεμβρίου μηνὸς ἰνδικτιῶνος ζʹ), βοῆς βυκίνων ἢ σαλπίγγων μὴ προενηχησάσης αὐτοῦ τὴν πρόοδον. ἀρθέντων δὲ τῶν σημείων, καὶ τῆς στρατιᾶς κατὰ λόχους συντεταγμένως ἐξιούσης, ἤρξαντο οἱ πολέμιοι περὶ μέρος ἓν, καθ' ὃ τοὺς Ρωμαίους εἶδον ἐλαύνοντας κατὰ φάλαγγας, καὶ αὐτοὶ συναθροίζεσθαι. καὶ ὁ ἀγὼν ὅσος, καὶ ἡ τοῦ μέλλοντος ἔκβασις οἵα, ταῖς ψυχαῖς ἐναπέστακτο. ὅμως δ' οὖν ἐνυάλιον ἀλαλαξάντων τῶν κατὰ μέτωπον προασπιζόντων ἐν τῇ συμβολῇ, πολλοὺς τῶν πολεμίων οἱ Ρωμαῖοι κατηγωνίσαντο διαχειρισάμενοι. τοῦ δὲ λοιποῦ πλήθους τῶν Ρωμαίων ἐξορμήσαντος κατ' αὐτῶν φυγὴ τούτων ἀνυπόστατος γίνεται. οἱ δὲ κατόπιν τῶν φευγόντων ἐλαύνοντες πολλοὺς μὲν ἀνεῖλον, οὐκ ὀλίγους δὲ ζωγρήσαντες ἔλαβον. τῆς δὲ διώξεως μέχρι πολλοῦ μὲν γενομένης, μεγάλης οἱ Ρωμαῖοι νίκης καὶ αὐχήματος ἐξηστόχησαν. τῶν γὰρ Ἀραβικῶν ἵππων ταχυδρομεῖν εἰδότων ἄχρι τινός, μηδ' εὐψυχούντων δ' ἐπὶ πολλοῦ διαστήματος, ὅταν οἱ Ρωμαῖοι τὴν ἀτονίαν ἐκείνων οἰκείαν εὐτονίαν ἢ εὐτυχίαν ποιήσασθαι ἔμελλον, τότε τοὺς ῥυτῆρας ἐξ ἐπιτάγματος βασιλικοῦ ἐπιστρέψαντες τὴν νίκην ἀμβλεῖαν ἑαυτοῖς ἀπειργάσαντο, κορεσθέντες μόνῃ τῇ τῶν ἐναντίων ἀποτροπῇ. Οὕτως εἶδον ἐγὼ τοὺς νῦν Ρωμαίους μήτε καιρὸν ἁρπάσαι δεδυνημένους μήτε λόχους καθίσαι, μήτε πολέμῳ δριμεῖ κρῖναι τὸ πᾶν εὐθυφρονοῦντας, μήτε δυνάμεις τῶν ἐναντιουμένων αὐτοῖς διακρίναντας, ἀλλ' ἑνὶ κανόνι χρωμένους πρὸς ἅπαντας, τούς τε δυνατωτάτους τῶν ἐναντίων καὶ τοὺς γλίσχρως καὶ ἡγεμονικῶς εἴτ' οὖν τοπαρχικῶς ἔχοντας. τί γὰρ ἦν τότε δέος πρὸς τὸν τοῦ Χάλεπ ἡγεμόνα εἰς τὸ μὴ διώκειν αὐτὸν ἀκρατῶς μετὰ τὴν τροπήν, ὀπισθοφυλακοῦντος τοῦ βασιλέως μετὰ τῆς λοιπῆς τοῦ στρατοῦ μοίρας, καὶ κατόπιν ἐπιτρέπειν τὴν παρεμβολὴν ἕπεσθαι μέχρις ὅτου καὶ τῷ Χάλεπ ἐπέστησαν καὶ τοὺς ἔνδον τῷ φόβῳ κατέσεισαν καὶ τὴν πόλιν αὐτῶν παρεστήσαντο, τοὺς πλείους τῶν στρατιωτῶν ἐν τῇ φυγῇ κατακόψαντες. καθὼς γὰρ καὶ ὕστερον μεμαθήκαμεν, ὅτι καὶ αὐτοὶ οἱ τοῦ Χάλεπ καραδοκοῦντες ἦσαν ἐφ' ᾧ τὴν πόλιν αὐτῶν ὁμολογίᾳ καὶ συνθήκαις ἀφεσίμοις παραδοῦναι τῷ βασιλεῖ, ἐπείπερ καὶ ἡ νεότης τούτων παθεῖν ἔμελλε πᾶσα, εἰ προέβη τὰ τῆς διώξεως. ἤλαυνον γὰρ καὶ αὐτοῖ πεζικῇ παρατάξει διὰ τὴν ἐλπίδα τοῦ πρώην τῶν Σαρακηνῶν προτερήματος, ὥστε τὸν χάρακα τῶν Ρωμαίων ἐξ ἐπιθέσεως αἱρήσειν πολεμικῆς. νῦν δὲ τῷ ἀδιακρίτῳ τῆς τῶν ἀρχόντων ἡγεμονίας καὶ τῆς αὐτῶν ἰσχύος τῶν Ρωμαίων οἱ βασιλεῖς καὶ ἡγεμόνες ἰσχυρῶς συνεχόμενοι, τάς τε νίκας αὐτῶν εἰς ἀγενὲς περιστέλλουσι πέρας, καὶ τοὺς ἐχθροὺς εἰς αὔχημα μεῖζον ἐπαίρουσιν, οἳ καὶ κυριαρχὴν ἐν ταῖς νίκαις τῷ συνεχεῖ τῆς διώξεως μὴ διανοούμενοι, τὴν τῶν Ρωμαίων γῆν ὑπόφορον αὐτῶν ἢ μηλόβοτον πεποιήκασιν, ὡς διὰ τῶν ἡμετέρων ὑστερημάτων ἀναπληροῦσθαι τὰ ἐκείνων θελήματα. Ἀλλὰ τοῦτο μὲν οὕτως· ἐπανελθὼν δ' ὁ βασιλεὺς εἰς τὸν χάρακα μετὰ τὴν τῶν ἐχθρῶν ἀποσόβησιν, ἔγνω τὴν ἀκρόπολιν τῆς Ἱεραπόλεως ἐνοικίσαι καὶ στρατηγὸν ἀποδεῖξαι ταύτης, ἐφ' ᾧ κατὰ μικρὸν καὶ τὴν ἄλλην πόλιν Ρωμαίων γενέσθαι καὶ Ἀρμενίων κατοικητήριον, καὶ διὰ τοῦτο χρονίσας ἐκεῖσε, καὶ φρουράν, ὅση τις ἐδόκει πρὸς φυλακὴν αὐτάρκης, καὶ στρατηγὸν ἐπιστήσας Φαρασμάτιον ἐκεῖνον βέστην τὸν Ἀποκάπην, ἐξ Ἀρμενίων τὸ γένος ἕλκοντα, χώραν δέδωκε τοῖς ἐναντίοις ἀνακαλέσασθαί τε τὴν ἧτταν καὶ ἀντίπαλα φέρεσθαι. καὶ ἕως μὲν ἐστρατοπεδευμένος ὁ τῶν Ρωμαίων στρατὸς διεδείκνυτο, κατὰ χώραν ἐδόκουν μένειν οἱ Ἄραβες· ὡς δ' ἀναστρέψας τὴν στρατιὰν εὐθὺς τοῦ φρουρίου τοῦ Ἀζᾶς ἤλαυνεν, ἤρξαντο σποράδην ἐκ διαστήματος κατὰ τὸ εἰθισμένον αὐτοῖς ἐπιφαίνεσθαι, καὶ περὶ τὴν οὐραγίαν πολλάκις ἐπιτιθέμενοι, ἢ καὶ τοὺς τὰ σιτία μετακομίζοντας, ἐλύπουν τοὺς Ρωμαίους, ὡς ἂν ἐξ ἐπιδρομῆς καὶ λόχου τὰς ἐπιθέσεις ἐν τῷ λεληθότι ποιούμενοι. ὅμως δ' οὖν καταφραξάμενος ἑκηβόλοις καὶ πελτασταῖς ὁ βασιλεὺς τὸ στρατόπεδον, οὕτω τεθωρακισμένον αὐτὸ διῆγε καὶ τὰς τῶν ἐχθρῶν προσβολὰς ῥᾳδίως ἀποκρουόμενον, ἕως ἐν τῷ φανερῷ καὶ μάχῃ νικήσας αὖθις τοὺς ἐναντίους τῷ φρουρίῳ τοῦ Ἀζᾶς μεθ' ὅλης τῆς στρατιᾶς καὶ τῆς ἀποσκευῆς προσηνέχθη, μανθάνων παρὰ τινῶν ὅτι εὔυδρός ἐστιν ὁ τόπος ἐκεῖνος καὶ ἱκανὸς χορηγεῖν τοσούτῳ στρατοπέδῳ δαψίλειαν τοῦ ὑδρεύεσθαι. ὡς δὲ προσεγγίσας αὐτῷ οὐδὲ καθ' ἡμίσειαν τόξου βολὴν ἐρυμνότατόν τε εἶδεν, ἐπ' ἀκρωρείας τοῦ λόφου ἱστάμενον καὶ τείχεσι διπλοῖς περιεζωσμένον καὶ πέτραις ὥσπερ χειροποιήτοις γεγομφωμένον καὶ λιθίνην τὴν ἄνοδον πρὸς τὴν πύλην ἀποφερόμενον, μικρόν τε ὕδωρ ἀπορρέον ἐκεῖθεν καὶ μὴ δυνάμενον ὅσον πρὸς χιλιοστὸν μέρος τοῦ στρατοῦ ἐξαρκεῖν, ἀπέγνω τὴν ἐκεῖσε στρατοπεδείαν, καὶ ἀναζεύξας ἐκεῖθεν εἰς τόπον ἐπήξατο τὴν παρεμβολήν, ἔνθα τὸ ὕδωρ ἀφθονώτερον ἔρρεε. διασκοπήσας οὖν ὡς οὐκ εὔθετόν ἐστιν ἐκ διαστήματος τοσούτου προσιέναι τῇ πόλει καὶ μηχανὰς ἐφιστάναι (φθάνειν γὰρ τὴν νύκτα, καὶ δεῖσθαι μετακομιδῆς αὐτῶν εἰς τὸν χάρακα, ἵνα μὴ πυρίκαυστα τοῖς πολεμίοις ἱστάμενα γίνοιντο), τόν τε χειμῶνα περὶ ἀκμὴν ἐρχόμενον καθορῶν καὶ τοὺς ἐναντίους περικεχυμένους ἀεὶ τῷ θάρρει τῆς τῶν ἵππων ἐν τῷ θεῖν ἀρετῆς, ἀναστὰς ἐκεῖθεν ὥρμησε πρὸς τὰ τῆς Αὐσονίτιδος ὅρια. καὶ πυρπολήσας χωρίον τι μέγιστον Κάτμα λεγόμενον, τῷ ἀμηρᾷ τοῦ Χάλεπ ἀφωσιωμένον ἐκ παλαιοῦ, εἰς ἕτερον χωρίον κατέλυσε Τερχαλᾶ κατονομαζόμενον, ἔνθα κοπτομένου τοῦ χάρακος, καὶ τοῦ βασιλέως ἐπ' ὄχθης ἱσταμένου κατὰ τὸ δεξιόν, καὶ προασπιζουσῶν στρατιωτικῶν παρατάξεων (ἦν δὲ καὶ τόπος ῥύακος τάξιν ἐπέχων, ἐξ ἑκατέρου μέρους βουνοῖς συνεχόμενος, ἀφ' ὧν ὁ ἀριστερὸς τοὺς πολεμίους εἶχεν ἐπ' ἀκρωρείας ἱσταμένους κατὰ τὸ ἀσφαλές), τοῦ τε λοιποῦ πλήθους περὶ τὴν ἀπόθεσιν τῶν φορτηγῶν ζώων ἠσχολημένου, καὶ τῆς οὐραγίας ἐφετομένης καὶ ἀντιπολεμούσης τοῖς ἐπεμβαίνουσι τῶν Σαρακηνῶν, Ἄραβες δύο λαθόντες κατόπιν τῆς ἀκρωρείας, καὶ τοὺς ἵππους ἀπὸ ῥυτήρων ἐλάσαντες, ἐπ' ἄκρου τῆς παρεμβολῆς ἐφορμῶσι, καὶ δύο τῶν πεζῶν ταῖς λόγχαις ἀναιροῦσιν αὐτῶν. οὓς ὁ βασιλεὺς πρῶτος τῶν λοιπῶν θεασάμενος, καὶ φωνῇ καταμηνύσας τὴν ἔφοδον, διανέστησε μὲν τοὺς στρατιώτας εἰς δίωξιν, οἳ δὲ φθάσαντες ἐξαισίῳ δρόμῳ τῶν ἵππων εἰς τὸ οἰκεῖον στρατόπεδον ἀνεσώθησαν. Τότε μὲν οὖν διανυκτερεύσαντες οὐκ ἀμαχητὶ (περιεβόμβουν γὰρ ἔξωθεν ὑλακαῖς ἀσήμοις οἱ Ἄραβες), τῇ ἐπαύριον ἄραντες εἰς τὴν Ρωμαϊκὴν ἐπεβάλομεν γῆν, οὕτω μὲν τυπουμένην ἐκ τῶν ὁρίων, προκατειργασμένην δὲ καὶ ἀνάστατον οὖσαν, εἰ τάχα καὶ ἀγαθότης ἦν καὶ χρήματι καλλίστῳ καὶ μεγίστῳ τῶν τε ἄλλων καὶ αὐτῶν τῶν ἐλαιῶν βρίθουσα, πλὴν εἰ μήπου προϊόντες κρησφύγετά τινα εὑρίσκομεν, βραχύτατά τινα συντηροῦντα τῆς χώρας ἐκείνης ἐπίμονα λείψανα. διελθόντες οὖν τοιούτους τόπους πολλοὺς εὐθὺ τοῦ Ἀρτὰχ ἐβαδίζομεν. τὸ δὲ τοιοῦτον κάστρον ἐστὶ στρατηγῷ μὲν ἀρχόμενον, φρουρᾷ δὲ καὶ κόμῃ πολλῶν καὶ ἀγαθῶν ἀνδρῶν συντηρούμενον, καὶ στρατιωτῶν οὐκ ἀμοιροῦν ἐν ταῖς κατ' ἐπιδρομὴν ἐπιθέσεσι. τὸ δὲ τοιοῦτον προαλωθὲν φρουρὰν εἶχε Σαρακηνῶν, ἀποταμιεύουσαν αὐτοῖς τὴν εἰς τὸ ἑξῆς αὐτοῦ καταδούλωσιν· ὅπερ ἔγγιστα τῆς μεγάλης Ἀντιοχείας τυγχάνον μεγάλην αὐτῇ βλάβην καὶ παντοδαπὴν ἐκ τῶν ἐναντίων ἐπιτρέφειν ἔμελλε, καὶ οἷον ἀντίπολις εἶναι καὶ ἀντίθετον καταγώγιον. ἄρτι δὲ τοῦ βασιλέως εὐτρεπιζομένου πρὸς τὴν αὐτοῦ πολιορκίαν, φόβῳ κατασεισθέντες οἱ τὴν φρουρὰν ἐμπεπιστευμένοι τούτου Σαρακηνοὶ νυκτὸς ἐκεῖθεν ἀπέδρασαν. ὁ δὲ βασιλεὺς ἀνακωχὴν τοῦτο τῆς ἐργολαβίας καλῶς ἡγησάμενος, τίθησι μὲν αὐτοῦ που τὸν χάρακα, διατίθησι δὲ τὰ κατ' αὐτοὺς εὐπρεπῶς, στρατηγόν τε καὶ φρουρὰν ἐπιστήσας καὶ σιτήσεις ἐναποθέμενος καὶ πάντα τὰ τῷ καιρῷ διαταξάμενος πρόσφορα. ἐπ' αὐτοῦ τοίνυν τοῦ βασιλέως ἤρξαντο Ρωμαῖοι πολεμίοις ἀντοφθαλμίζειν καὶ πρὸς γενναιότερον ἀναφέρειν λόγον καὶ συνίστασθαι πρὸς ἀντίθεσιν, ἐπεὶ τάγε κατὰ τοὺς προβεβασιλευκότας, ἐξ οὗπερ ὁ Μονομάχος καὶ οἱ καθεξῆς ἐπεκράτησαν, πλὴν ἐπιδείξεως μόνης καὶ πλήθους συναγωγῆς οὐδενὶ καρτερὰν πρὸς μάχην συνέρραξαν· ὡς εἶναι δῆλον ὅτι τοῦ ἡγεμόνος ὡς ἐπίπαν ἐστὶ τὸ κατορθούμενον ἐν ὅλοις τοῖς πράγμασιν.
https://byzantium.gr/
Ἐπεὶ δὲ ἡ Ἀντιόχεια προκατείργαστο ταῖς ἐπιδρομαῖς καὶ σίτου σπάνιν ἐκέκτητο, δείσας ὁ βασιλεὺς μὴ παραγενόμενος ἐκεῖσε καινοτομήσῃ τῇ πόλει τὰς ἰδίας τροφάς, καταφρονήσας ἐπὶ συμφέροντι ταύτης τῆς ἰδίας τρυφῆς, διὰ τόπων ἐλάσας ἐρήμων ὑπερέβη τοὺς αὐλῶνας ἐκείνους καὶ τὰς κλεισούρας δι' ὧν ἡ Κοίλη Συρία τῆς Κιλικίας χωρίζεται. καὶ κατελθὼν ἐπιπόνως εἰς πόλιν τῆς Κιλικίας λεγομένην Ἀλέξανδρον (μεγίστη γὰρ ἔκθλιψις ἐν τοῖς τόποις ἐκείνοις τῷ στρατοπέδῳ γέγονε διὰ τὸ στενόπορον καὶ τὸ ἀπότομον τῶν πετρῶν καὶ τὸ συνεχὲς τῶν κρημνῶν), ἐκεῖσε τὴν παρεμβολὴν καὶ τὸν χάρακα πήγνυσι. καὶ οὕτω διελθὼν τὴν χώραν ἐκείνην, καὶ τὸν Ταῦρον τὸ ὄρος πανστρατιᾷ ὑπερβάς, εἰσβάλλει τῇ Ρωμαίων. ἐντυχόντες δ' ἀθρόον οἱ στρατευόμενοι τῷ κρυμνῷ καὶ τῇ συστροφῇ τῆς ἄγαν ψυχρότητος, ἐκ τόπων θερμῶν ἀναγόμενοι (περὶ τὸ τέλος ἦν ὁ δεκέμβριος μήν), πολλῆς ᾔσθοντο τῆς δριμύτητος, ὁπότε συνέβη καὶ ἵππους καὶ ἡμιόνους καὶ ἀνθρώπους, ὅσοι μὴ εὐσαρκοῦντες ἦσαν ἢ μὴ εὐειματοῦντες, τῷ ἀθρόῳ τῆς ψύξεως ἀποψῦξαι καὶ τῆς ὁδοῦ προβεβλῆσθαι θέαμα οἴκτιστον. Τότε κἀγὼ περὶ στενωπὸν τοῦ Ταύρου ὄρους ἄφυκτον διέφυγον κίνδυνον. ὁ γὰρ ἵππος εἰς ὃν ἐπωχούμην, προεστενοχωρημένος ὢν ἐκ πάθους λυκοεντερικοῦ λεγομένου, ὀκλάσας τι μικρὸν τοὺς ἐμπροσθίους, ἔσχε με καταβάντα τούτου αὐτίκα διὰ τοῦ δεξιοῦ μέρους· ἐν ἀριστερῷ γὰρ οὐκ ἦν διὰ τὸ κρημνὸν ἀποτέμνεσθαι μέγιστον. ὡς δὲ ἀνέστησα τοῦτον τῷ ῥυτῆρι νύξας, εὐθὺς διατιναξάμενος αὐτόματος δι' ἑαυτοῦ τῷ κρημνῷ ἑαυτὸν κατηκόντισεν. ἐγὼ δὲ μείνας ὀρθὸς δόξαν μὲν τῷ θεῷ τῆς τοῦ κινδύνου ἐλευθερίας ἀνέπεμψα, θαῦμα δὲ τοῖς πολλοῖς προσενέσταξα, ὅπως, οἷον ἐκ προγνώσεως θειοτέρας, οὐκ ἐπέμεινα τοῖς νώτοις τοῦ ἵππου (ἦν γάρ τι μικρὸν ὀκλάσας, ὅσον ἀναστῆναι καὶ πάνυ ῥᾴδιον) ἀλλὰ καταβὰς ἐν τάχει οὐ συναπῆλθον τῷ κρημνῷ καὶ συνετρίβην ὡς τάχιστα. ἵσταντο γὰρ πάντες θεώμενοι τὸ καινόν, ἐπεὶ τοῖς κατόπιν οὐκ ἐξῆν περαιτέρω ἰέναι, τῆς ὁδοῦ ἐκείνης ἕνα καὶ μόνον συγχωρούσης διέρχεσθαι διὰ τὸ πάνυ στενώτατον, ἕως ἑτέρου μοι προσαχθέντος ὑποζυγίου ἡ ἐπίβασις ἐπιγέγονεν. Ἐξιοῦσι δ' ἡμῖν εἴς τι χωρίον τῆς τοῦ Ποδαντοῦ κλεισούρας ἐκτός, Τυψάριον κατονομαζόμενον, φήμη τις ἐπεπόλασε τὸν καταλελειμμένον ἐν Μελιτηνῇ στρατηγὸν ἐπὶ τῇ φυλακῇ τῆς Ρωμαίων γῆς αἰσχρῶς καὶ βουλεύσασθαι καὶ τὰ κατὰ τὸν στρατὸν οἰκονομῆσαι, καὶ τοσοῦτον ὅτι περ οἱ πολέμιοι διελθόντες τὴν τοῦ Ἀμορίου πολιτείαν ἀνήρπασαν καὶ φόνον ἀνδρῶν ἀμύθητον πεποιήκασι καὶ πανοικεσίᾳ ταύτην ἠνδραποδίσαντο. τῆς δὲ παρεμβολῆς αὐτῶν ἀφεθείσης ἐν τῇ τοῦ Χαλκέως τοποθεσίᾳ, αὐτὸς ἀπὸ διαστήματος ὀλίγου συνηθροισμένην ἔχων τὴν στρατιὰν ἐν τῷ τοῦ Τζαμαντοῦ ὀχυρώματι οὔτε ταύτην ἑλεῖν ἢ προσβαλεῖν παρετόλμησεν οὔτε τῷ Ἀμορίῳ προσβοηθῆσαι, ὅτι μὴ μᾶλλον οἱ Τοῦρκοι τῷ Τζαμαντῷ προσεγγίσαντες ἐν τῷ ἐπανιέναι πολλοὺς μὲν τῶν ἐπεξιόντων Ρωμαίων ἀνεῖλον, τοὺς δ' ἄλλους εἰς τὰ ἐρυμνότατα τοῦ κάστρου κατέκλεισαν. ἀνιαθεὶς δὲ ὁ βασιλεύς, καὶ πλέον τι ποιῆσαι μὴ δυνηθεὶς διὰ τὸ τοῦ χειμῶνος ἐπαχθὲς καὶ ἀσύμφορον, τὸ μὲν μισθοφορικόν, καὶ ὅσοι τῆς ἑσπερίας μερίδος ἐτύγχανον, εἰς παραχειμασίαν διέδωκεν, αὐτὸς δὲ μετὰ τῶν σωματοφυλάκων καὶ Βυζαντίων καὶ τῶν οἰκοφυλακούντων ἐν βασιλείοις εἰς τὴν βασιλεύουσαν εἰσελήλυθε περὶ ἀκμὴν τοῦ χειμῶνος ὄντος· πρὸς τῷ τέλει γὰρ ἦν ὁ ἰαννουάριος μήν. Διαγαγὼν τοίνυν ἐν τῇ τῶν πολιτικῶν πραγμάτων διοικήσει χρόνον τινά, καὶ τιμὰς εἴς τινας τῶν συγκλητικῶν ποιησάμενος, καὶ τὰς ἐτησίους δωρεὰς αἳ τοῖς συγκλητικοῖς ἀξιώμασι προσήρτηντο ποιησάμενος, καὶ οὐδὲ τὰς πασχαλίους ἡμέρας περιμείνας εἰς τὸ Βυζάντιον, εἰς τὸν ἀντιπέρας κείμενον βασιλικὸν οἶκον καὶ λεγόμενον τῶν Ἠρίων ἀπέπλευσεν, ὁρμὴν ἔχων εἰς τὴν ἑώαν αὖθις στρατοπεδεύσασθαι καὶ τοῖς Τούρκοις ἐπεξελθεῖν. ἐπισυνέβη γὰρ καί τι τῶν ἀτόπων, πρὸς ἐκστρατείαν καλοῦν τὸν ἄνακτα σπουδαιότερον. ἀνὴρ γὰρ Λατῖνος ἐξ Ἰταλίας τῷ βασιλεῖ προσελθών, Κρισπῖνος ὀνόματι, πρὸς τὴν ἑώαν προαπεστάλη, παραχειμάσων ἐκεῖσε μετὰ τῶν συνδιαπλευσάντων αὐτῷ καὶ συναφικομένων ὁμογενῶν. δόξας δὲ μὴ κατ' ἔφεσιν τιμηθῆναι παρὰ τοῦ βασιλέως καὶ δωρεὰς ἀποχρώσας λαβεῖν ἀποστασίαν ἐσκόπησε, καὶ αὐτίκα τοὺς συναντῶντας φορολόγων τε καὶ λοιποὺς σκυλεύειν καὶ διαρπάζειν ἤρξατο, καὶ πάντα δρᾶν ὅσα δεσπότου ἀποπτύουσι χαλινούς. φόνον δὲ Ρωμαίων οὐδένα εἰργάσατο. διὸ καὶ κατὰ βασιλικὴν ἐντολὴν (ἐμεμαθήκει γὰρ πάντα ὁ βασιλεύς) πολλοὶ τῶν στρατιωτῶν πρὸς μάχην τούτῳ συνήντησαν. πάντες δὲ τῆς τούτου ῥομφαίας ἡττήθησαν. τελευταῖον δὲ στρατῷ μεγάλῳ τῶν ἑσπερίων πέντε ταγμάτων ἐπιστρατεύσας κατ' αὐτοῦ ἐκ τῶν Ἀρμενιακῶν θεμάτων, ἐν ᾧ παρεχείμαζον, ὁ τὴν ἡγεμονίαν τούτων ἐπιτραπεὶς Σαμουὴλ βεστάρχης ὁ Ἀλουσίανος λεγόμενος, καὶ περὶ ὄρθρον ἐπιτεθεὶς τούτῳ ἠρεμοῦντι καὶ ἀναπαυομένῳ κατὰ τὸ εἰωθὸς τῆς ἀναστασίμου ἡμέρας καὶ μεγάλης κυριακῆς ἐφισταμένης, ἔπραξε μὲν γενναῖον οὐδέν, ἔπαθε δὲ μᾶλλον πάνυ κακῶς. ἐμπεσόντες γὰρ οἱ στρατιῶται τοῖς τῶν σκηνῶν καλωδίοις, καὶ συμπλακέντες αὐτοῖς, γνῶσιν τοῖς Φράγγοις τῆς ἐπιβουλῆς πεποιήκασιν. οἳ δὲ σταθηρῶς ἑαυτοὺς ἀνακαλεσάμενοι, καὶ πρὸς ἄμυναν τραπέντες εὐθύς, οὐ μοχθηρῶς τοὺς Ρωμαίους τῆς παρεμβολῆς ἀπεώσαντο. ταχὺ δὲ τῶν ἵππων ἐπιβάντες, ὡς εἶχεν ἕκαστος σπουδῆς καὶ παρασκευῆς, καὶ κατόπιν ἐλάσαντες πολλοὺς μὲν ἀνεῖλον, ἄλλους δὲ ζωγρήσαντες ἔλαβον. τότε δὴ προκαθίσας ὁ τῶν Λατίνων ἐξάρχων οὐκ ἄκαιρον οὐδ' ἀνεύλογον δημηγορίαν συνήγαγε· κατέγνω γὰρ τῶν Ρωμαίων ἀσέβειαν, ὅτι ἐν τοιαύτῃ φοβερᾷ καὶ θαυμασίᾳ ἡμέρᾳ, ἥτις ἑορτῶν ἐστὶν ἑορτή, τὰς χεῖρας κατὰ Χριστιανικῶν αἱμάτων ἐξώπλισαν, μὴ ἐφειμένον ὂν ἐν ταύτῃ τοῖς ὀρθοδόξοις μηδὲ κατὰ ἀλλοφύλων ἐπεξιέναι καὶ τὴν χάριν ὑβρίζειν τῆς ἀναστάσεως. ὅμως πράως τούτοις προσενεχθεὶς καὶ συμπαθείας ἀξιώσας ἀπέλυσε. τοὺς δὲ τραυματίας ἐν ταῖς κώμαις ἀπέθετο, τὴν ἐπιμέλειαν αὐτῶν ἐπιτρέψας ἀπαραλόγιστον.
https://byzantium.gr/
Ταῦτα τοῦ βασιλέως μεμαθηκότος, κατήπειξαν αὐτὸν πρὸς τὴν ἔξοδον. γενόμενος οὖν ἐν τῇ ἐπισκέψει τῶν Μελαγγείων, καὶ κατὰ μικρὸν ἀθροίζων τὴν στρατιάν, ὁπότε κἀμὲ πρὸς τὴν αὐτὴν λειτουργίαν μὴ θέλοντα ἐλθεῖν κατηνάγκασε τῷ τῶν πατρικίων τετιμηκὼς ἀξιώματι, μέχρι τοῦ Δορυλαίου τὴν φορὰν ἐποιήσατο. ἐκεῖσε δὲ τρεῖς ἡμέρας προσκαρτερήσαντος, πρέσβεις ἧκον ἐκ τοῦ Κρισπίνου, τὴν ὁμολογίαν τῆς δουλώσεως ἐκείνου σαφῶς ἀπαγγέλλοντες καὶ τὴν ἀπολογίαν τῆς ἀντιστάσεως. καὶ ἁπλῶς ἀμνηστίαν ἐπιζητήσας τῶν πρὶν γενομένων, ὡς αὐτοῦ μὴ θέλοντος πολεμεῖν οἱ Ρωμαῖοι προσυπαντήσαντες κατηνάγκασαν, ἔτυχε τῆς αἰτήσεως, τοῦ βασιλέως περιχαρῶς δεξαμένου τὴν τοιαύτην ὁμολογίαν διὰ τὸ τοῦ ἀνδρὸς γενναῖον καὶ πρὸς τὰς πολεμικὰς πράξεις καὶ διατάξεις ἐπίδοξον· καὶ γὰρ καὶ Τούρκων προεντυχὼν πληθύι πολλῇ μεγάλας τὰς ἀνδραγαθίας ἐκ χειρὸς ἀπειργάσατο. προϊόντι δὲ τῷ βασιλεῖ ἐκεῖθεν μεθ' ἡμέρας τινὰς ἀπαντῶν καὶ δουλοπρεπῶς ἅπαντα ποιησάμενος συνείπετο τῷ βασιλεῖ, καὶ αὐτὸς ὀλίγους τινὰς τῶν οἰκείων στρατιωτῶν ἐπαγόμενος· τοὺς γὰρ ἄλλους κατέλιπεν εἰς ὅπερ ἐπεκράτει τοῦ Μαυροκάστρου φρούριον, εἰς ἕνα τῶν Ἀρμενιακῶν τόπων ἐπὶ λόφου κείμενον ὑψηλοῦ καὶ δυσκατεργάστου. διαβληθεὶς δὲ πρὸς τὸν βασιλέα ὡς μελετῶν καὶ αὖθις ὠμόν τι καὶ ἄπιστον κατὰ τὴν οἰκείαν φυλήν (φύσει γὰρ ἄπιστον τὸ γένος τῶν Θράγγων), καὶ ὅτι οὐχ ἡ προαίρεσις ἀλλ' ἡ τῶν ἑταίρων αὐτοῦ ἀπουσία τὴν ἀναβολὴν ποιεῖ τοῦ μὴ ἐπιθέσθαι τῷ βασιλεῖ, πολλὰ καταγνωσθεὶς ὡς ἀχάριστος καὶ θεομισής, ἐκεῖθεν ἀπεπέμφθη τοῦ στρατοπέδου, μὴ καθαρῶς ἀπελεγχθείς, ὑπονοηθεὶς δὲ διὰ τὴν προτέραν ἀπόνοιαν καὶ τὸ παρὰ Νεμίτζου τινὸς τῶν ἐπισήμων κατηγορηθῆναι σφοδρῶς. οἱ δ' ἑταῖροι τούτου μαθόντες τὸ γεγονός, ἄραντες ἐκ τοῦ φρουρίου τὴν Μεσοποταμίαν κατήλασαν, πολλὰ δεινὰ τοῖς ἐκεῖσε δι' ἐπιδρομῆς ἐργαζόμενοι. Ἐπεὶ δ' ὁ βασιλεὺς μετὰ πλήθους ἧκεν εἰς τὴν Καισάρειαν, εἶτα καὶ τῇ Λαρίσσῃ προσέμιξε, καὶ ἡ φήμη τὴν φήμην φθάνουσα ἦν ὡς Τούρκων πλῆθος ὅσον οὔπω ποτὲ πρὸ διαστήματος οὐκ ὀλίγου λεηλατεῖ καὶ κατατρέχει τὴν χώραν, ἐξέπεμψε μὲν μέρος τι τῆς στρατιᾶς κατ' αὐτῶν, μηδὲν δὲ ἀνύσας, ἀλλὰ φεῦγον ὑποδεξάμενος τὸ πεμφθέν, συντεταγμένως τῆς πρόσω φερούσης εἴχετο. ἅμα δὲ τῷ καταλαβεῖν τὸν τῆς παρεμβολῆς τόπον καὶ τὸν βασιλέα τὴν βασιλικὴν σκηνὴν ὑπελθεῖν, μὴ τάφρου, μὴ χάρακος περιστάντων, ἀλλ' ἐν ὄχλῳ τῆς τῶν σκευῶν ἀποθέσεως τοῦ στρατοῦ καθεστῶτος, ἐφάνησαν οἱ πολέμιοι τὰ ἐρυμνότατα τῶν τόπων κατέχοντες καὶ τὰς ἀκρολοφίας αὐτάς. οὕτω γὰρ ἔλαχεν ὁ τόπος ἐκεῖνος θέσεως, ὡς τὴν μὲν πεδιάδα τοὺς Ρωμαίους κατέχειν, εἰς δὲ τοὺς περικυκλοῦντας βουνοὺς περικεχύσθαι τοὺς ἐναντίους, λανθάνοντας πρώην ἐκ τοῦ κατόπιν αὐτῶν ἀποκρύπτεσθαι. βοῆς δὲ γενομένης, καὶ τοῦ βασιλέως μὴ ἐκδεδωκότος ἑαυτὸν εἰς ἀνάπαυσιν, ἀλλὰ τὸ ἐνυάλιον σαλπίσαι προστάξαντος, προῄεσαν κατὰ τάξιν οἱ στρατιῶται, μηδὲ τῆς οὐραγίας ἔτι καταλαβούσης διὰ τὸ σχολαίως βαδίζειν εἰς φυλακὴν καὶ διάσωσιν τῶν ἐπαγομένων τὴν ἀγοράν. ἀρθέντων οὖν τῶν σημείων καὶ κατὰ φάλαγγας τῆς στρατιᾶς συνταχθείσης, τοῦ βασιλέως προάγοντος προέκυψαν μὲν τῶν ἐναντίων πολλοί, προλαβόντων δὲ τῶν ταγμάτων ἓν μὲν τῶν Λυκαόνων λεγόμενον, ἓν δὲ τῶν ἑσπερίων ἀριθμῶν, καὶ τοῦ συνήθους θρασύτερον κατὰ τῶν ἐναντίων ἐλάσαντα πρὸς φυγὴν εὐθὺς ἀπιδεῖν κατηνάγκασαν. προβιβάζοντος δὲ τοῦ βασιλέως τὴν λοιπὴν στρατιὰν καὶ τὸ λοιπὸν τῶν πολεμίων πλῆθος τοῖς φεύγουσι συνδιέφυγεν. ἐπεὶ δὲ κατὰ νώτων τῶν ἐναντίων ἐλαύνοντες οἱ Ρωμαῖοι, προηγουμένου καὶ μισθοφορικοῦ τῶν Σκυθῶν, παρῆλθον τοὺς μηνοειδεῖς ἐκείνους ἀγκῶνας καὶ κατόπιν ἐγένοντο, λόχος Τουρκικὸς καθήμενος ἐν ἀδήλῳ τῇ Ρωμαϊκῇ παρεμβολῇ προσεπέλασεν, ἐν οὐκ ὀλίγοις ἀνδράσι παραμετρούμενος· οὓς οἱ παραλειφθέντες εἰς φυλακὴν στρατιῶται δεξάμενοι, πρὸ πάντων δ' οἱ Φράγγοι, καὶ ἀγχεμάχως συμπλακέντες καὶ ἱκανῶς ἀνθαμιλληθέντες ἐτρέψαντο, μηδενὸς τῶν ἱσταμένων ταγμάτων Ρωμαϊκῶν τοῖς Φράγγοις μέχρι καὶ ἁπλῆς ὁρμῆς παραβοηθήσαντος. ἐν τούτῳ δὲ ὑπέστρεψεν ὁ βασιλεὺς τῆς διώξεως· πρὸς ἑσπέραν γὰρ ἦν, ἐπεὶ καὶ ὁ πόλεμος περὶ δείλην ὀψίαν συνίστατο, ἠρέμα τοῦ στρατοπέδου βαδίζοντος πρότερον καὶ περιέποντος τοὺς ἀσθενεστέρους καὶ πεζοὺς διὰ τὴν τοῦ πολέμου προσδοκίαν, ὡς παρὰ τῶν σκοπῶν ἀπηγγέλλετο. τῇ δ' ἐπαύριον δημοσίᾳ καθίσας τοὺς ἑαλωκότας τῶν πολεμίων κατεῖδε καὶ τῇ τελευταίᾳ ψήφῳ τούτους παραδοθῆναι προσέταξε, μηδενὸς τὸ παράπαν φεισάμενος, μήτ' αὐτοῦ τοῦ τὴν ἡγεμονικὴν αὐχοῦντος λαμπρότητα, ὃς καὶ ἀπὸ τῆς ἐσθῆτος (λαμπρειμονῶν γὰρ ἦν ἐν τοῖς ὅπλοις καὶ τῇ ἄλλῃ σκευῇ) ἐμαρτυρεῖτο τοιοῦτος, εἰ καὶ πολλῶν λύτρων ἑαυτὸν ὤνιον ποιήσασθαι ἐπηγγέλλετο, καὶ Ρωμαίους αἰχμαλώτους ἑαυτοῦ ἀντιδοῦναι τῷ πλήθει πολλούς. Τριημερεύσας δ' ἐν τῇ παρεμβολῇ ὁ βασιλεύς, τῷ προτερήματι τούτῳ κόρον δῆθεν λαβὼν ἢ μεγαλαυχῶν, πολλὴν ἄδειαν δέδωκε τοῖς ἐναντίοις εἰς τὴν ἀποφυγήν, ὥστε μηδὲ τῆς λείας ἀποσχέσθαι, ἀλλὰ καὶ ταύτην ἐλαύνειν καὶ ἀλύπως τὸν δρόμον καὶ περιεσκεμμένως ποιεῖν. ὡς δ' ὁ βασιλεὺς ἀπαναστὰς ἐκεῖθεν πανστρατιᾷ κατόπιν ἐβάδιζε, διεπεραιώθησαν τὸν Εὐφράτην ποταμὸν οἱ πολέμιοι. οἳ δέ, ὡς ἀπὸ διαστήματος μιᾶς ἡμέρας ἢ καὶ πλείονος τῆς Μελιτηνῆς στρατοπεδευσάμενος, βουλὴν βουλεύεται λίαν ἀγεννῆ καὶ ἐπίκρημνον· καὶ συνέστησεν ἤδη ταύτην, πάντων συνεπινευσάντων τὸ τοιοῦτον προβούλευμα διὰ τὸ λύειν τὴν στρατιὰν καὶ τὴν ἐπ' οἴκου ἀπαναχώρησιν ἐπαγγέλλεσθαι. καὶ ἡ σκῆψις, ὅτι περ οἱ πολέμιοι προτρέχοντες εἰς τὰ πρόσω, καὶ μηκέτι συνελθεῖν εἰς χεῖρας τοῖς Ρωμαίοις ἰσχύοντες, ἀκατάληπτοι πάντως εἰσί, καὶ εἰς κενὸν ὁ δρόμος τοῖς διώκουσιν ἡμῖν παραγίνεται, καὶ διὰ τοῦτο δέον ἐστὶν ἀπόμοιραν περιλειφθῆναι Ρωμαίων πρὸς ἀντιπαράταξιν ἀξιόχρεων, τὸν δὲ βασιλέα μετὰ τῆς λοιπῆς ὑποστρέψαι δυνάμεως καὶ πρὸς τὰς οἰκίας ἕκαστον ἀποπέμψαι, κἀκεῖνον εἰσελθεῖν εἰς τὴν βασιλεύουσαν, ὡς ἂν διαναπαυθεὶς ὁ στρατὸς ἰσχυρότερος ᾖ πρὸς τὸ ἐπιὸν ἔτος, πολέμου τυχὸν γενομένου ῥαγδαιοτέρου δι' ἐπιδημίας τοῦ τῶν ἀλλοφύλων ἐξάρχοντος. Ἐπεὶ δὲ τουτὶ τὸ ψήφισμα ἐκυρώθη, ἀνάμνησις γέγονε τῷ βασιλεῖ τῶν τοῦ στρατοπέδου κριτῶν. καὶ μετακαλεσάμενος ἡμᾶς μόνους ἐν τῷ δειλινῷ, τήν τε βουλὴν ὡς εἶχεν ἀνεκοινώσατο, καὶ γνώμην ἡμετέραν περὶ ταύτης ἐζήτησε. καὶ οἱ μὲν ἄλλοι τῶν δικαστῶν, μαρτυρούσης μοι τῆς ἀληθείας αὐτῆς (οὐ γὰρ θρυπτόμενός τι λέξω ἢ ἐξαίρων ἐμαυτὸν, ἢ σεμνόν τι καὶ παρὰ τῶν ἀνθρώπων θηρεύων ἔπαινον· οὐδὲ γὰρ ἐμαυτῷ σύνοιδά τι ζηλωτόν τι καὶ περιδέξιον οὐδ' ὑπεροχῆς τι μέτριον λείψανον· ἀγαπητὸν γὰρ εἰ καὶ τοῖς ἐσχάτοις τῶν λόγου ποσῶς μετεχόντων συνταττοίμην)οὗτοι οὖν οἱ τῆς ἐμῆς τάξεως καὶ κοινωνίας ἢ ἑταιρίας συνεπαινέται καὶ αὐτοὶ τοῖς προβεβουλευμένοις γεγόνασι, μόνος δ' αὐτὸς ἐσιώπων ἱστάμενος. ὁ δὲ βασιλεὺς συμμετρησάμενος τὸ ἠρεμαῖον τῆς κατ' ἐμὲ παραστάσεως, λόγον ἐξῃρημένως ἀπῄτησέ με, καὶ τί μοι τὸ παριστάμενον περὶ τούτων ἐστίν. αὐτὸς δὲ τερατευσάμενος πρότερον ὡς οὐδέν τι τοῦ πλήθους ἐκτὸς δυναίμην εἰπεῖν οὐδὲ καρτερώτερος ὀφθῆναι, κἄν τι δοκιμάσω, πάντως ἀποδοκιμασθήσομαι τῆς τῶν πλειόνων ψήφου ἐπικρατούσης, ἀεὶ μετὰ πολλῆς ὁ βασιλεὺς τῆς ἐπιμονῆς καὶ τῆς ἀμεταθέτου ἐνστάσεως προετρέψατό με τὸ κατὰ λογισμὸν ἀδεῶς ἀνειπεῖν, τὸν θεὸν ἐπιστήσας μοι μάρτυρα. μεταβαλὼν οὖν μὴ ἀρέσκειν μοι τὴν βουλὴν ταύτην εὐθὺς ἐκ προοιμίων ἀπήγγειλον, προσθεὶς ὡς οἱ πολέμιοι οὐ παντελῆ δυσκληρίαν καὶ καταστροφὴν ἐν τῷ πολέμῳ ἐδέξαντο. ἡ γὰρ ἑσπέρα ταχὺ καταλαβοῦσα διέσωσεν αὐτούς, καὶ τὸ ἐπὶ τρεῖς ἡμέρας ἀνεθῆναι τὴν δίωξιν τὸ δέος τούτοις ἀνεκαλέσατο. καὶ τοῦτο δῆλον ἔκ τε τοῦ μὴ καταλειφθῆναί τι τῶν λαφύρων αὐτοῦ καὶ προεμπλακῆναι ἡμῖν παροδεύουσι, καὶ τοῦ τῶν ἑαλωκότων πλήθους, ὡς οὐκ ἦν ἐν τοῖς μάλιστα μηδὲ πρὸς τοὺς ἑκατὸν ἀποσῶζον ἄνδρας· ὡς εἶναι δῆλον ὅτι τὸ στράτευμα τούτοις σχεδὸν ἀνεπαισθήτως ἠκρωτηρίασται, ἐπεὶ τῷ ἔθνει τούτῳ οὐδὲν ἡ τοιαύτη ἧττα, καὶ ὅσαι ταύτῃ παραπλήσιαι, δουλῶσαι δεδύνηνται· θᾶττον γὰρ ἑαυτοὺς ἀνακαλοῦνται οἱ στρατευόμενοι, καὶ πάλιν εἰς μάχην ἀποκαθίστανται. καὶ διὰ τοῦτο εἴ τις καταλειφθείῃ μοῖρα Ρωμαίων, ἀγεννεῖς ἐμφάσεις καὶ διαθέσεις αὐτίκα προσλήψεται, τῆς τοῦ βασιλέως καὶ τῶν λοιπῶν στρατιωτῶν ἀπορραγεῖσα συνόδου, ἐξόχως δ' ἀναθαρρήσουσιν οἱ πολέμιοι. καὶ ὅσῳπερ ἡ δειλία τῶν Ρωμαίων καθίκοιτο, τοσοῦτον ἐκείνοις ἡ τόλμα προαπαντήσει· καὶ ῥᾳδίως τῶν ἡμετέρων περιγενήσονται, ἐπεὶ καὶ προεκπεφοβημένοι τυγχάνουσιν οἱ Ρωμαῖοι, καὶ μόνον αὐτοὺς ὁρᾶν τοὺς πολεμίους ποιεῖ ὅτε τὴν τοῦ κρατοῦντος ὁρῶσι μετ' αὐτῶν γενναιότητα. καὶ εἴπερ ἐκείνους τρέψονται, ἄφυκτος ἡμᾶς καταλήψεται κίνδυνος οὐ γὰρ οὐ μελήσουσιν οἱ Τοῦρκοι μὴ οὐχὶ καταδραμεῖν καὶ ἡμῶν καὶ νίκην διαβόητον ἀπεργάσασθαι, διακεκομμένους εὑρηκότες καὶ διεσκορπισμένους τῇ πρὸς τὰ οἰκεῖα σπουδῇ. "καὶ ἅμα τίς ἡ ἀνάγκη" ἔφην, "ὦ βασιλεῦ, ἔτι τοῦ ἔτους περὶ ἀκμὰς τοῦ θέρους ὄντος καταλιπεῖν τοὺς ἐναντίους εἰς τὴν Ρωμαίων, καὶ πρὸς ἀνέσεις καὶ ἀπολαύσεις ἑαυτοὺς ἐκδοῦναι, καὶ μὴ νῦν κακοπαθῆσαι, ἵν' εἰς τὸ μέλλον εὐπαθῆσαι δυναίμεθα; διὰ τί δὲ καὶ μὴ ἐκ πολιορκίας αἱρήσομεν τό τε ἄστυ τὸ Χλίατ καὶ τὰ ὑπὸ τούτου πολίχνια, ἵνα καὶ οἱ στρατιῶται τῆς ἐκ τῶν λαφύρων ὠφελείας πλησθῶσι καὶ προθυμότεροι γένωνται, καὶ τοῖς ἐναντίοις ἐπέλθῃ δέος, καὶ ἀντὶ πολεμίων αἱ τοιαῦται πόλεις Ρωμαϊκὴν ἡγεμονίαν πλουτήσωσι, καὶ δυνάμεις ἐφιστάμεναι τὸ ἀντίπαλον ἰσχυρῶς ἀποκρούσωνται, καὶ ἡ τῶν Τούρκων πάροδος ἐκ διαστημάτων κατὰ μοίρας ἐρχομένων βραχείας ἀνασταλῇ, καὶ μὴ ὁρμητήριον μᾶλλον καὶ ὀψωνιασμὸν ἐν τούτοις εὑρίσκῃ ἀλλὰ πολεμητήριον ἀτεχνῶς, καὶ ἡ διὰ τῆς Μεσοποταμίας ὁδὸς τούτοις ἀνεπίβατος γένηται." Ταῦτ' εἰπόντος μου πρὸς τὸν βασιλέα, εἰσῄει τούτῳ μέχρι βάθους ὁ λόγος ὥσπερ τις σπόρος εἰς εὔγεω καὶ ἐρίβωλον γῆν, καὶ μεταθέμενος εὐθὺς τῆς προσωτέρω φερούσης ἥψατο, ἕως τὸν Εὐφράτην διαπεραιωθεὶς τοὺς πολεμίους εἰς τὰ σφέτερα βαδίζειν παρέπεισε· περὶ τὰς ὄχθας γὰρ τοῦ ποταμοῦ στρατοπεδευόμενοι ἦσαν, καραδοκοῦντες τὴν τοῦ βασιλέως ἀπαναχώρησιν. εἶχον μὲν οὖν ἐλπίδες ἅπαντας στρατηγίας μεγίστης καὶ λαφυραγωγίας ἐκ τῆς τῶν εἰρημένων κάστρων ἁλώσεώς τε καὶ παραστάσεως· ἡ δ' ἐλαύνουσα τὰ Ρωμαίων εἰς τὴν κατόπιν ἀκληρία οὐκ εἴα πέρας ἐπιτεθῆναι συνετοῦ διατάγματος. ὡς γὰρ ὁ βασιλεὺς εὐθὺς τῆς Ρωμανοπόλεως ἐλαύνων ἐφαίνετο, ἐξ ἧς ἡ πρὸς τὸ Χλίατ κάθοδος διὰ στενωπῶν ἐπιγίνεται, μεταστρέψας τὴν γνώμην καὶ τὰς σημαίας ἐν ἀριστερᾷ ποιησάμενος, περιπλανώμενον ἀφῆκε τὸ στρατόπεδον, τὴν ὡρισμένην ἀταρπὸν ἐν δεξιᾷ προερχόμενον, ἕως φήμη καταλαβοῦσα μετήγαγεν αὐτὸ πρὸς τὴν καινοτομηθεῖσαν τῷ βασιλεῖ. κατελθόντες οὖν ἀποτόμους τινὰς καὶ κρημνώδεις ὁδούς, ἐν βαθεῖ τόπῳ τὸν βασιλέα κατασκηνώσαντα εὕρομεν ἐκεῖσε, τὴν πρώτην βουλὴν ἐπὶ κακῷ τῶν Ρωμαίων ἀκλεῶς ἀνανεωσάμενον. διελὼν γὰρ διχῇ τὸν στρατόν, παρέδωκε τὸ ἰσχυρότερον μέρος τῷ Φιλαρέτῳ, ἀνδρὶ στρατιωτικὴν μὲν αὐχοῦντι περιοπήν, αἰσχροῦ δὲ βίου καὶ διαβεβλημένου τυγχάνοντι, καὶ τῷ ἔθνει μαχεσαμένῳ μὲν διαφόρως, ἐν δὲ τοῖς μεγίστοις καταπολεμηθέντι καὶ καταφρονηθέντι ὡς τὸ εἰκός, οὐ μὴν ἀπεχομένῳ τούτων, ἀλλ' ἐπιτρέχοντι τὴν ἡγεμονίαν διὰ φιλοκερδείας καὶ φιλοδοξίας ὑπόθεσιν. Καὶ ταῦτα μὲν τοῦτον τὸν τρόπον ἐπράχθησαν, τῶν δὲ βορειοτέρων μερῶν ὁ βασιλεὺς ἐπελάβετο δι' εὕρεσιν χιόνος καὶ ὑδάτων ψυχρῶν· ἀκρατῶς γὰρ εἴχετο τούτων, τὸ σῶμα κατὰ πολὺ διαθερμαινόμενος. διὰ ταῦτά τοι καὶ ἠναγκάσθη τὴν ὁρμὴν ἀλλαχόθεν ποιῆσαι καὶ φυλακὴν ἐπιστῆσαι, ὥσγε ᾤετο, καὶ τοῖς ἐναντίοις ἀντίπρῳρον δύναμιν. καὶ τῷ μὲν Φιλαρέτῳ πόλεμον ἔνοπλον ἐγκατέλιπεν, ἑαυτῷ δὲ καὶ τοῖς συνοῦσι τὸν ἐκ τῆς δυσχωρίας οὐχ ἥττονα. διελθὼν γὰρ διὰ πολλῶν τραχινῶν καὶ δυσβάτων λόφων εἰς τοὺς λεγομένους Ἀνθίας μετὰ τῆς ὑπολειφθείσης αὐτῷ στρατιᾶς κατεκομίσθη. ἔστι δ' ὁ τόπος ἐξ ὑπωρειῶν μεγάλων ὁρῶν πεδινός τε καὶ εὔυδρος, καὶ ταῖς δυσχωρίαις ἐνειλημμένος ψυχαγωγίαν οὐχ ἥκιστα τοῖς καταίρουσιν ἐν τούτῳ ἐνίησι, ποηφόρος ἅμα καὶ σιτοφόρος τυγχάνων καὶ οἷον ὀμφαλὸς ἢ ταμιεῖον τῆς γῆς ἐκείνης καὶ πεδίον τρυφῆς. ἡμέρας οὖν ἐκεῖσε στρατοπεδευσάμενος ὁ βασιλεὺς, καὶ τὸν Ταῦρον τὸ ὄρος, τὸν παρὰ τοῖς ἐγχωρίοις καλούμενον Μούζουρον, ὑπερβὰς ἐπιπόνως εἰς τὴν Κελεσίνην χώραν κατήντησε, διαβὰς τὸ δεύτερον τὸν Εὐφράτην ποταμόν, κατὰ τοὺς ἀρκτώους πρόποδας τοῦ Ταύρου παρὰ τὸ μέρος ἐκεῖνο παραρρέοντα, καὶ διαιροῦντα τό τε ὄρος καὶ τὴν Κελεσίνην ὥσπερ μεθόριον. ἐν ταύτῃ οὖν ἡμέρας τινὰς αὐλισθέντος τοῦ στρατοπέδου, φήμη τις εἰσερρύη τὸν ὑπολειφθέντα στρατὸν εἰς τὴν τῶν Τούρκων ἀντίστασιν μάχῃ καὶ πολέμῳ κραταιῶς ἡττηθῆναι καὶ πολλοὺς ἀπολέσθαι, τοὺς δ' ὑπολοίπους περὶ τὸν Ταῦρον διασωθῆναι τὸ ὄρος, ἔγγιστά που τοῦ πολέμου γεγενημένου, καί πού τινας σποράδας εἰς τὴν παρεμβολὴν εἰσιέναι, καὶ ἄλλους οὐκ ὀλίγους ἐλπίζεσθαι. ἦν δὲ οὐ ψευδής, ὡς ἀληθίζεσθαι κἀνταῦθα τὸ Ἡσιόδειον, ὅτι φήμη δ' οὔπω πάμπαν ἀπόλλυται, ἥντινα πολλοὶ λαοὶ φημίζουσι· θεὸς νύ τις ἐστὶ καὶ αὐτή. προκατειργασμένοι γὰρ ὄντες τὰς ψυχὰς οἱ Ρωμαῖοι τῷ φόβῳ τῶν Τούρκων, ὡς τοῦ βασιλέως καὶ τοῦ λοιποῦ διερράγησαν πλήθους καὶ εἰς ὁρμὰς τῶν ἐναντίων καὶ φενακισμοὺς ἐξ ἐπιδείξεως πολεμικῶν περιέστησαν, πτοίας πλησθέντες καὶ τὰς ψυχὰς κατασεισθέντες κατόπιν τοῦ βασιλέως ἐβάδιζον, ἀφέντες τοὺς τόπους ἐκείνους ὧν τὴν φυλακὴν ἐπετράπησαν, ἕως κατὰ μικρὸν εἰς τοὺς εἰρημένους Ἀνθίας κατήντησαν· ἔνθα τῶν πολεμίων φανέντων ἐξ οὐραγίας, μηδὲν εὐγενὲς καὶ ἄξιον λόγου φρονήσαντες αἰσχρὰν τὴν φυγὴν καὶ πρὸ τοῦ ἀγωνίσματος εἵλοντο, καὶ περιχυθέντες τὸν Ταῦρον, οἳ μὲν ἐκ ποδὸς οἳ δὲ διὰ τῶν ἵππων, ἀποσκεδασθέντες εἰς τὴν Κελεσίνην κατήντησαν, τῶν πολεμίων πάσης τῆς τούτων κυριευσάντων ἀποσκευῆς καὶ τινῶν ὀλίγων, ὅσοι τῆς φυγῆς τὴν ἐπιτομωτέραν ἑαυτοῖς οὐκ ἐπραγματεύσαντο. Ταῦθ' οὕτω συμβεβηκότα πολὺν ἐνῆκαν τῷ βασιλικῷ στρατοπέδῳ καὶ αὐτῷ τῷ βασιλεῖ τὸν ἐναγώνιον θόρυβον, τὸ μὲν τῇ τῶν οἰκείων ἥττῃ σκυθρωπάσασιν οὐ μικρῶς, τὸ δὲ καὶ τὴν τῶν ἐναντίων ἐπιφορὰν προσδοκήσασιν ὡς ἂν φυσηθέντων ἐκ τῆς παλιντρόπου ταυτησὶ νίκης, καὶ δυναμένων τῷ ὑπολελειμμένῳ πλήθει δι' ἐρήμωσιν τοῦ κρατίστου μέρους ἐπιθέσθαι πρὸς πόλεμον. καὶ ἦν οὐκ ἀπὸ τρόπου τὸ προσδοκώμενον. καὶ γέγονεν ἂν τοῦτο, εἰ μὴ ὁ Ταῦρος τὸ ὄρος ἀπήντησε τούτοις ὑψηλὸς ὢν κατὰ πολὺ καὶ τραχὺς καὶ δυσδιεξόδευτος καὶ κρημνώδης καὶ δυνάμενος στρατὸν διασκεδάσαι καὶ παραστῆσαι ἀσύντακτον καὶ τὰς ὁπλὰς ἐπιτρῖψαι τῶν ἵππων· ὅπερ καὶ ἐφ' ἡμῶν προσυμβέβηκε. καὶ ἡ τοῦ βασιλέως φήμη περιδεεῖς αὐτοὺς ἀπειργάζετο. διὰ ταῦτα καὶ τὴν μὲν ὁρμὴν τοῖς ἐναντίοις ταυτὶ διεκώλυσεν· ὀπισθόρμητοι δὲ γενόμενοι μεθ' ἧς ἐκράτησαν λείας ἐπὶ τὸ δυτικὸν μέρος, ἄνωθεν τῆς Μελιτηνῆς διαπεραιωθέντες τὸν Εὐφράτην, εὐθὺ τοῦ θέματος Καππαδοκῶν κατὰ τὸ εἰθισμένον αὐτοῖς ἀκρατῶς ἤλαυνον, καταληιζόμενοι μὲν τὸ προστυχὸν ἐξ ἐφόδου, ἐφορμῶντες δὲ πανστρατιᾷ κατὰ τῆς τοῦ Ἰκονίου πολιτείας· ἦν γὰρ τότε πλήθει τε καὶ μεγέθει ἀνδρῶν τε καὶ οἰκιῶν καὶ τῶν ἄλλων χρηστῶν καὶ ζηλωτῶν διαφέρουσα, καὶ ζώων παντοδαπῶν γένη τρέφουσα. Προσκαρτερήσας ὁ βασιλεὺς εἰς Κελεσίνην ἐφ' ᾧ τοὺς διασωθέντας εἰς τὴν παρεμβολὴν ὑποδέξασθαι, ἵνα μὴ καταλαμβανόμενοι σποράδες ἐξ ἐρήμης ὑπὸ τῶν Ἀρμενίων ἀπόλωνται, κατόπιν τῶν ἐναντίων ἐν τῷ ὑποστρέφειν ἐγένετο. ἐπεὶ καὶ κρίσιν ἐπέστησε μεταξὺ τοῦ λαοῦ καὶ τοῦ στρατηγοῦ, εἰ καὶ οὐδὲν κατ' οὐδενὸς ἀπεφάνθη, ψηφισαμένων μὲν διάφορα τινῶν καὶ γνωματευσάντων, ἐμοῦ δὲ καταγνόντος διὰ προπέτειαν καὶ ἀμφοτέρων ἐν ἀμφοτέροις ἀσθένειαν, ὅτι πλὴν τοῦ βασιλέως οὐδέν ἐστι τὸ συνιστῶν τοῖς Ρωμαίοις τὸν πόλεμον, εἰ μή που δεήσει πρὸς ἀλλήλων ἐριστικῶς διαμάχεσθαι. Μέλλοντος οὖν τοῦ βασιλέως διὰ τοῦ καλουμένου πολιχνίου Κεράμου πρὸς τὰς ὄχθας τοῦ Εὐφράτου μέχρι Μελιτηνῆς τὸν οἰκεῖον διαβιβάζειν στρατόν, ἀσύμφορον πάλιν τοῦτο αὐτὸς προπετευσάμενος ἐξεφώνησα, ὡς μὴ ἀναγκαῖον ὂν τῶν τοιούτων μερῶν φροντίζειν ἡμᾶς προηρημωμένων ὄντων καὶ περιῃρημένων πᾶσαν τὴν εὐκοσμίαν αὐτῶν ἐκ διαφόρων ἐπιδρομῶν, ἀφ' ὧν καὶ σπάνις ὀλεθρία συναντήσει καὶ κατατήξει τὸ στράτευμα. καὶ ἅμα χρονίσει διὰ στενωπῶν τοσούτων βαδίσαι μέλλον, καθ' ἓν τῶν ὑποζυγίων ἠναγκασμένων καὶ τῶν ἀνθρώπων διέρχεσθαι. καὶ τούτου μελήσειν ἐξεῖπον εἰκός, ὅπως ὡς τάχιστα τοῖς ἀπαθέσι καὶ ἔτι τὴν σύστασιν ἔχουσι θέμασιν ἐπιστῶμεν, κἀκεῖνα τῆς τῶν ἐναντίων διατηρήσωμεν λώβης. ταύτης οὖν τῆς γνώμης κεκρατηκυίας, διὰ τῆς Κολωνείας καὶ τῶν Ἀρμενιακῶν θεμάτων μέχρι Σεβαστείας ὁ βασιλεὺς σὺν τῷ στρατεύματι διελήλυθεν. ἐκεῖσε δὲ μεμαθηκὼς ὡς οἱ Τοῦρκοι προῄεσαν ἐπὶ Πισιδίαν καὶ Λυκαονίαν ἐλαύνοντες καὶ ὡς εἰς σκοπὸν ἀποτεινόμενοι τὸ Ἰκόνιον, ὥρμησε καὶ αὐτὸς κατ' οὐρὰν ἐλαύνειν αὐτῶν μέχρι τῆς λεγομένης τοῦ Ἡρακλέος κωμοπόλεως. ἐνταῦθα δὲ μεμαθηκὼς ὡς οἱ Τοῦρκοι τὴν τοῦ Ἰκονίου πολιτείαν καταστρεψάμενοι χρονίσαι ταύτῃ οὐκ ἀπεθάρρησαν, δεδιότες τὴν τοῦ βασιλέως κατ' αὐτῶν ἐπιδίωξιν, ἀπόμοιραν μέν τινα τῶν ταγμάτων εἰς Κιλικίαν ἐξέπεμψεν, ἑνωθησομένην τῷ τῆς Ἀντιοχείας δουκὶ τῷ Χατατουρίῳ, ἀνδρὶ γενναίῳ καὶ πολλὰ ἐπιδειξαμένῳ τῆς ἀρετῆς αὐτοῦ τὰ γνωρίσματα πρότερον, προδεξαμένῳ δὲ παρὰ τοῦ βασιλέως εἰς Μαψουεστίαν ἀπαντῆσαι ὡς τάχος καὶ τοῖς Τούρκοις ἐκεῖθεν παροδεύουσι συμμῖξαι πολεμικῶς, ἅτε καὶ τῶν ἐν τοῖς ὀρεινοῖς τῆς Σελευκείας κατοικούντων Ἀρμενίων προδιορισθέντων ἐν τοῖς στενωποῖς τοὺς Τούρκους καταδραμεῖν καὶ κακῶσαι κατὰ τὸ ἐγχωροῦν. καὶ γὰρ τὴν ἐπάνοδον δείσαντες οἱ πολέμιοι διὰ τὸ πυθέσθαι περὶ τῆς τοῦ βασιλέως ἐπιδημίας, διὰ τῶν τῆς Σελευκείας ὀρῶν ἐπορεύθησαν, καὶ εἰς τὴν τῆς Ταρσοῦ πεδιάδα κατηκοντίσθησαν. ἔνθα παρὰ τῶν Ἀρμενίων συγκυρηθέντες τὴν λαφυραγωγίαν πᾶσαν σχεδὸν ἀπέβαλον. αὐτοὶ δὲ διασωθέντες μοχθηρῶς ἐπέτεινον τὸν δρόμον, ἐφ' ᾧ διελθεῖν δι' ὅλης τῆς Κιλικίας καὶ εἰς τὰ τοῦ Χάλεπ προσμῖξαι ὅρια. προεντυχόντες δ' ἀλλήλοις οἵ τε παρὰ τοῦ βασιλέως πεμφθέντες καὶ ὁ τῆς Ἀντιοχείας στρατὸς μετὰ τοῦ δηλωθέντος ἡγεμόνος αὐτῶν, ἑώρων τοὺς ἐναντίους κατά τινας μετρίους ἀριθμοὺς προϊόντας, αὐτοὶ κατὰ τὴν πόλιν Μοψουεστίας αὐτοῖς ἐφεδρεύοντες. προέμενοι δὲ τὸν καιρὸν τῆς εἰς αὐτοὺς ἐπιθέσεως προφάσει τοῦ μὴ σποράδας ὄντας αὐτοὺς διασκεδασθῆναι ποιήσωσι, καὶ περιμείναντες ἕως ἂν ἐπὶ παρεμβολῆς ἀθροισθῶσι, μεγάλης νίκης καὶ στρατηγίας ἀπέτυχον. μαθόντες γὰρ οἱ πολέμιοι ἐξ ἑαλωκότων τινῶν τὴν εἰς Μοψουεστίαν τῶν Ρωμαίων συνάθροισιν, μηδὲ μικρὸν ἐγχρονίσαντες καὶ διαναπαύσαντες ἑαυτοὺς εἰς ἣν τεθείκασιν ἐν τῇ Βλατιλιβάδι παρεμβολὴν ᾤχοντο, διὰ τῆς νυκτὸς ὑπερβάντες τὸ Σαρβανδικὸν ὄρος καὶ εἰς τὰ τοῦ Χάλεπ ἐπελάσαντες ὅρια. ἀπρακτησάντων οὖν τῶν ἐν Μοψουεστίᾳ, καὶ μὴ εὑρηκότων τοὺς ἐναντίους εἰς ὅπερ ἤλπισαν καταγώγιον, ἀνία μὲν κατέσχε τὸν βασιλέα πυθόμενον· ἐπεὶ δὲ καὶ αὐτὸς μικρὸν ἄποθεν τῆς ἐν Σελευκείᾳ Κλαυδιουπόλεως καταστὰς περὶ τῆς τῶν πολεμίων ἐμεμαθήκει φυγῆς, ὀπισθόρμητος γέγονεν, εὐθὺς μὲν τῆς βασιλευούσης ὡς καὶ τοῦ μετοπώρου προϊόντος κατεπειγόμενος, ἕτερον δὲ λαὸν εἰς τὰ κατόπιν καταλιπὼν διὰ τὸ καὶ ἑτέρους Τούρκους καταληίζεσθαι τὴν Ρωμαϊκὴν γῆν, κατὰ φατρίας καὶ μοίρας διαιρουμένους, καὶ κατατρέχοντας καὶ τὸ προστυχὸν ἀφανίζοντας. εἰσιόντος οὖν τοῦ βασιλέως ἐν Κωνσταντινουπόλει, ἐπ' οἴκου καὶ τὸ λοιπὸν τοῦ στρατεύματος γέγονε· καὶ τὸ ἔτος ἐτελεύτα ἐκεῖνο, ἰνδικτιῶνος ἐνισταμένης ηʹ τοῦ ϛφοηʹ ἔτους, ὅτε καὶ τὸ μέγιστον ἱερὸν τῶν Βλαχερνῶν ἕως ἐδάφους ἐπυρπολήθη. Ἐπεὶ δὲ τὸ ἔαρ ὑποφαίνεσθαι ἤρξατο, ἐσκέψατο τῇ βασιλίδι παρεῖναι ὁ βασιλεὺς καὶ τὴν ἡγεμονίαν τοῦ στρατοῦ πρὸς τὴν ἑώαν ἑνὶ τῶν προεχόντων ἐμπιστεῦσαι Ρωμαίων. προκρίνας οὖν Μανουὴλ πρωτοπρόεδρον τὸν Κομνηνόν, καὶ τῷ τοῦ κουροπαλάτου τιμήσας ἀξιώματι, στρατηγὸν τοῦ πολέμου καὶ ἀρχηγὸν τοῦ στρατεύματος ἀποδείκνυσι. τὸ δ' ἐντεῦθεν τὰ προσάντη καὶ δυσχερῆ τῇ Ρωμαίων βασιλείᾳ συνήντησεν. Ἐξιὼν οὖν ὁ προβεβλημένος εἰς τοῦτο, εἰ καὶ νέος τὴν ἡλικίαν ἐτύγχανεν, ἀλλά γε πεπλανημένον οὐδὲν οὐδ' ἀπαγὲς καὶ μειρακιῶδες ἐνεργῶν κατεφαίνετο. πολὺν δὲ λόγον ποιούμενος τῶν εἰκότων τάς τε δυνάμεις συνηθροίκει καὶ τῇ Καισαρέων πασίρρωμος ἐπεφοίτησεν, οὐ μόνον τὰ τοῦ στρατοῦ καθιστῶν, ἀλλὰ καὶ τῆς εὐνομίας προσηκόντως φροντίζων, καὶ τοὺς ἀδικοῦντας τῶν στρατιωτῶν ἐκτίσει καὶ προστίμοις τῆς ἀτασθαλίας καθυποβάλλων. πολέμοις δέ τισιν ἐντυχὼν νικητὴς ἀναπέφηνε, καὶ τὴν περὶ αὐτοῦ εὐδοξίαν ἤδη πλατύνειν καὶ μεγαλύνειν διηγωνίζετο. ἀλλ' ὁ κρατῶν ταυτὶ τὰ προτερήματα πυνθανόμενος εὐθυμεῖν μὲν ἐῴκει, ἐνθυμεῖσθαι δέ τι παρὰ τὴν ὁρωμένην ὄψιν οὐκ εἶχέ τις ἀντειπεῖν. ὅμως δ' οὖν, ἵνα τὴν τῆς Ἱεραπόλεως πολιορκίαν ἀποσοβήσῃ καὶ τὴν πιέζουσαν τοὺς ἔνδον σιτοδείαν παραμυθήσηται, μοῖραν οὐκ ἐλαχίστην τοῦ στρατοπέδου ἀποτεμόμενος ἐκεῖσε κατὰ Συρίαν ἀπελθεῖν διωρίσατο, καὶ τοῦτον τὸν τρόπον τῆς ἐκ τούτων ἰσχύος τὸν στρατηγὸν ἀπεστέρησεν. εἰς δὲ Σεβάστειαν παραγενομένου τούτου μετὰ τῶν ὑπολελειμμένων δυνάμεων, καὶ περὶ τὸ ἄστυ στρατοπεδεύσαντος, ἐπῆλθέ τις πληθὺς Οὐννικὴ πόλεμον τούτῳ καὶ μάχην ἀναρριπίζουσα. ἐξιόντος δ' αὐτοῦ συνέστη μὲν καρτερὰ διαμάχη, φαντασίαν δὲ φυγῆς δεδωκότων τῶν ἐναντίων, οἷα τὰ τούτων μηχανήματα καὶ συνθήματα, ἐπεὶ διασκεδασθέντες οἱ Ρωμαῖοι ἐδίωκον, ὑποστροφῆς αἰφνιδίου εὐθὺς γενομένης ἐκείνων παλίντροπος ἡ συμπλοκὴ γέγονε, καὶ πολλοὶ μὲν ἑάλωσαν, πλείους δὲ μαχαίρας ἔργον γεγόνασι, συνεάλω δὲ τοῖς ἄλλοις καὶ αὐτὸς ὁ τοῦ πολέμου τὴν στρατηγίαν ἐπέχων. σὺν τοῖς ἄλλοις δὲ καὶ αὐτῆς τῆς παρεμβολῆς παράστασις καὶ διασκύλευσις γέγονεν. καὶ εἰ μὴ τὸ ἄστυ πλησίον ὂν τοὺς πλείστους διέσωσε, πανστρατιᾷ ἐκινδύνευσεν ἂν ἡ τῶν Ρωμαίων ἡλικία πᾶσα, ὅση πρὸς τὴν ἐνταῦθα ἐκστρατείαν συνέδραμε.
https://byzantium.gr/
Τῆς φήμης δὲ ταύτης καταλαβούσης τὸν βασιλέα, πολλή τις ἀνία κατέσχε καὶ αὐτὸν καὶ ὅσοι τὰ Ρωμαίων φρονοῦντες ἐτύγχανον. οὔπω δὲ τὰ τῆς φήμης παρήκμασε, καὶ αὖθις ἑτέρα ἐπῆλθε, τοὺς Τούρκους ἀπαγγέλλουσα τὴν ἐν Χώναις πολιτείαν καὶ αὐτὸν τὸν περιβόητον ἐν θαύμασι καὶ ἀναθήμασι τοῦ ἀρχιστρατήγου ναὸν καταλαβεῖν ἐν μαχαίρᾳ, καὶ φόνου μὲν ἅπαντα τὰ ἐκεῖσε πληρῶσαι καὶ λύθρου, πολλὰς δὲ ὕβρεις τῷ ἱερῷ ἐμπαροινηθῆναι, καὶ τὸ δὴ σχετλιώτερον, μὴ τὰς τοῦ χάσματος σήραγγας, ἐν ᾧπερ οἱ παραρρέοντες ποταμοὶ ἐκεῖσε χωνευόμενοι διὰ τῆς τοῦ ἀρχιστρατήγου παλαιᾶς ἐπιδημίας καὶ θεοσημίας ὡς διὰ πρανοῦς ἀστατοῦν τὸ ῥεῦμα καὶ λίαν εὐδρομοῦν ἔχουσι, τοὺς καταφυγόντας διατηρῆσαι καὶ ὑπαλύξαι τὸν κίνδυνον μελετῆσαι, ἀλλ' ὅπερ οὐ γέγονέ ποτε, πλημυρῆσαι τὸ ὕδωρ καὶ οἷον ἀναρροιβδῆσαι καὶ ἀνερεύξασθαι, καὶ πάντας ἄρδην τοὺς καταπεφευγότας κατακλύσαν καὶ διὰ ξηρὰς ὑποβρυχίους ὑποποιήσασθαι. ταῦτα τοιγαροῦν ἐπιδιηγηθέντα πολλὴν ἐνῆκαν τὴν ἀθυμίαν ἡμῖν ὡς ἐκ θεομηνίας τῶν δεινῶν ἐπισυμβαινόντων, καὶ μὴ μόνον τῶν πολεμίων ἀλλὰ καὶ τῶν στοιχείων ἀντιμαχομένων τοῖς καθ' ἡμᾶς. ἀλλὰ καὶ ὣς ἐδοκίμαζε μὲν καὶ οἷον ἐσφάδαζεν ὁ κρατῶν διαπεραιωθῆναι μετὰ τῶν περιόντων αὐτῷ στρατιωτῶν, καὶ τοῖς κατὰ τὴν ἑώαν παραβοηθῆσαι κατὰ τὸ δυνατόν· ἀπείργετο δὲ τοῖς τε συμβούλοις καὶ τῇ ἀγνοίᾳ τοῦ πλήθους τῶν ἐναντίων καὶ τῇ παρακοπῇ τῶν μετὰ τοῦ κουροπαλάτου δυνάμεων. ὅθεν καὶ ἄκων τοῖς βασιλείοις ἐπέμεινεν. Ἡμερῶν δὲ διαγενομένων τινῶν ἑτέρα τις φήμη τὸν βασιλέα καὶ τὸ Ρωμαϊκὸν ἀνεκτήσατο. ἦν γὰρ ὅτε ὁ τῶν Τούρκων ἡγούμενος καὶ καταπολεμήσας τὸ ἡμέτερον στράτευμα καὶ τὸν στρατὸν ὑποχείριον ποιησάμενος, ὃν πολλῶν ταλάντων πρίασθαι οἱ τοῦ γένους αὐτοῦ παρεσκεύασαν, προσέρχεται τῷ βασιλεῖ μόνος μετὰ τοῦ στρατηγοῦ, φιλῶν οἰκέτης μᾶλλον εἶναι τοῦ βασιλέως ἢ στρατάρχης τῶν Οὔννων γνωρίζεσθαι. καὶ ὁ λόγος εἰς ἔργον ἐκβέβηκεν· ἐλήλυθε γὰρ ἔχων μεθ' ἑαυτοῦ τὸν εἰρημένον τοῦ στρατοῦ προεξάρχοντα, ὃς καὶ τῇ βασιλίδι ἐπιδεδήμηκε, τὸ οἰκεῖον πλῆθος καταλιπὼν καὶ τὴν αὐτομολίαν αἱρετισάμενος ἀπροαίρετον. καὶ ἡ αἰτία, ὅτι περ ὁ σουλτάνος ὁ τῆς Περσίας κρατῶν, δυσμενῶς ἔχων πρὸς τοῦτον ὡς ἀποστάτην, στρατιὰν κατ' αὐτοῦ καὶ ἀγελάρχην ἀπέστειλεν· ὧν τῷ φόβῳ κατασεισθεὶς οὐκ ἄλλως διαδρᾶναι τὸν κίνδυνον διεσκόπησεν ἢ τῷ προσφυγεῖν τῷ βασιλεῖ τῶν Ρωμαίων. ὃ δὴ καὶ κατὰ νοῦν αὐτῷ προκεχώρηκεν· ὑπεδέχθη μὲν γάρ, καὶ ἀσινὴς τῷ οἴκῳ τοῦ διασωθέντος παρ' αὐτοῦ κουροπαλάτου προσεδέχθη. ὁ δὲ βασιλεὺς οὐκ εὔθετος αὐτῷ κατεφάνη, μὴ κατ' ὄψιν αὐτὸν ἀγαγὼν δι' ἡμερῶν οὐκ ὀλίγων. εἶτα τῆς συγκλήτου συνάθροισιν μετὰ τῆς συνήθους λαμπροφορίας ποιησάμενος ὁρᾷ τοῦτον ἐν τῷ χρυσοτρικλίνῳ περὶ τὴν τοῦ ἡλίου ἐπιτολήν. τότε δὲ πάντες οἱ συνιόντες καὶ τὸ διανοητικὸν εἴτ' οὖν αἰσθητικὸν ἰσχυρότερον ἔχοντες ἐπὶ μεῖζον τὴν φωνὴν ἦραν καὶ τὸ πάθος ἐξῆραν ὡς τὸ εἰκός· νέος μὲν γὰρ ἦν ὁ φανείς, πυγμαῖος δὲ τὴν ἡλικίαν σχεδόν, τὴν ὄψιν Σκύθης καὶ ἄχαρις, ἐπειδὴ καὶ τοῦτο τὸ γένος ἐκ Σκυθῶν καὶ τῆς ἐκείνων κακοηθείας καὶ δυσμορφίας κατάγεται. τιμήσας δὲ τοῦτον ὁ βασιλεὺς πρόεδρον, καὶ συμβαλέσθαι τοῦτον πρὸς τὴν κατὰ τῶν Τούρκων ἐκστρατείαν οὐ μικρῶς οἰηθείς, ἐξ ἐκείνου διεῖπεν αὐτόν. Καὶ τὴν ἐν τῇ βασιλευούσῃ παραχειμασίαν τελέσας κατάλογον στρατιωτῶν ἐπεποίητο. καὶ διαπεραιωθεὶς ἄρτι τοῦ ἔαρος ὑπανοίγοντος, περὶ αὐτὴν τὴν ἡμέραν τῆς ἐπισήμου λεγομένης ὀρθοδοξίας, ἐν ᾗ φυλοκρινεῖν τοὺς αἱρετικοὺς ἀπὸ τῶν ὀρθοδόξων καὶ ἀναθέματι καθυποβάλλειν τοὺς ἑτεροδόξους τῇ ἐκκλησίᾳ νενόμισται, εἰς τὰ τῶν Ἠρίων παλάτια κατὰ τὸ ἔθος προσώρμησε, τῇ πρὸ αὐτῆς ἡμέρᾳ τὴν ἐτησίαν φιλοτιμίαν τὴν λεγομένην ῥόγαν τοῖς μεγιστᾶσι τῆς βουλῆς καταθέμενος. Διαπεραιουμένου δ' αὐτοῦ τὸν Χαλκηδόνιον πορθμὸν περιστερά τίς ποθεν ἱπταμένη οὐ πάνυ τι λευκή, πρὸς τὸ μέλαν δὲ τὸ πλεῖστον αὑτῆς ὑποφαίνουσα, τὴν φέρουσαν τὸν βασιλέα νῆα ἐπήρχετο, ἕως εἰς αὐτὸν ἐκεῖνον καθεσθεῖσα χερσὶ ταῖς αὐτοῦ προσερρύη· κἀκεῖνος ταύτην τῇ βασιλίδι ἀνέπεμψε, περὶ αὐτὰ τὰ ἀνάκτορα τῆς πόλεως παρὰ τὸ εἰωθὸς ἐπιμεινάσῃ. τοῦτο δὲ σύμβολον ἐδόκει μελλούσης τινὸς ἀποβάσεως, οὐκ ἰσότητος δὲ καὶ ὁμοφωνίας τοῖς τοῦτο συμβάλλουσιν ἐδίδου παράθεσιν, ἀλλ' οἳ μὲν πρὸς τὸ κρεῖττον οἳ δὲ πρὸς τὸ χεῖρον τὴν ἔκβασιν προεσήμαινον. ἡ δὲ βασιλὶς εἰ καὶ ἀμφίβολος τῷ βασιλεῖ καὶ ἀσύμβατος ἦν ἐν τῇ προπομπῇ καὶ οἷον ἀμφήριστος ἐκ τινῶν τοῖς συνοικοῦσιν ἐπισυμβαινουσῶν θρύψεων, ἀλλά γε τῇ πρὸς τὸν ἄνδρα στοργῇ καταπονηθεῖσα πρὸς τοῦτον εἰς τὴν ἐπιοῦσαν διεπεπεραίωτο, καὶ πρὸς ἡμέρας τινὰς καρτερήσασα καὶ τὸν συντακτήριον λόγον καὶ τρόπον ἀποσεμνύνασα νόστου τε ἐμνήσθη, κἀκεῖνον εἰς τὴν ἑώαν μετὰ τῶν εἰωθότων προπεμπτηρίων ἀπέλυσεν. Ἔσχεν οὖν κἀνταῦθα καινόν τινα καὶ παρὰ τὸ εἰθισμένον ἡ τοῦ βασιλέως διαπεραίωσις ὅρμον· οὐ γὰρ ἐν ταῖς πύλαις καὶ τοῖς βασιλείοις δόμοις ὁ βασιλεὺς προσωρμίσατο, οὐδ' ἐν νέων κώμῃ χωρίῳ τινὶ χωρητικῷ βασιλικῆς δορυφορίας ἢ ὑπατείας, ἀλλ' εἰς Ἑλενόπολιν αὐτῷ τὸ σύνθημα τῆς ἀποβάσεως γέγονεν, ὅπου καὶ ἡ βασίλειος σκηνὴ προδιωρίσθη καὶ προεπήγνυτο, Ἑλενόπολιν τὴν προδιατεθεῖσαν τοῖς εὔφροσιν ἐκ τῆς προσηγορίας ἐλεεινόπολιν. οὐδὲ γὰρ αὐτὸ τοῦτο, τὸ ἀπὸ τῶν Ἠρίων εἰς Ἑλενόπολιν τὸν βασιλέα μεθαρμόσασθαι τὴν ἑώαν ἀπόβασιν, ὁ οἰωνὸς ἀγαθὸς τοῖς ἀκριβοῦσιν ἐδόκει τὰ πράγματα· καὶ τί γὰρ ἔτι τῆς βασιλείου σκηνῆς ἱσταμένης κατεαχθὲν τὸ ὑποστηρίζον αὐτὴν ξύλον πεσεῖν ταύτην αἰφνηδὸν παρεσκεύασεν, ὡς μὴ ἀπᾴδειν τῷ τοῦ τόπου ὀνόματι τὴν τοῦ βασιλέως ἐν αὐτῷ ἐπισκήνωσιν; ἀλλ' ἡ τῶν νῦν ἀνθρώπων συνήθης ἀβελτηρία καὶ καχεξία, καὶ τὸ ἐν τῇ δοκούσῃ πίστει ἄπιστον καὶ ἀσύμβλητον, ἀνάλγητον καὶ τοῦτο καὶ ἀπολυπραγμόνητον εἴασε. Προῄει τοίνυν ὁ βασιλεὺς καὶ τῆς ἑώας ἀποτέρω προήρχετο, ἕως εἰς τὴν τῶν ἀνατολικῶν λεγομένην ἐπαρχίαν εἰσέβαλε, νῦν μᾶλλον ἤπερ τὸ πρότερον φειδωλίᾳ περὶ πάντας τοὺς ἀμφ' αὐτὸν συνεχόμενος. ἐάσας οὖν τὸ ἐπὶ πεδίων πυροφόρων κατασκηνῶσαι, τῷ περιρρέοντι ταῦτα ποταμῷ προστιθεμένων, πρός τι ἄναντες καὶ τραχὺ χωρίον τὴν ἰδίαν κατασκήνωσιν ἐποιήσατο, δωματίοις ἐπιστέγοις ἐπιγαννύμενος, καὶ φεύγων τὴν ἐκ τῆς σκηνοπηγίας ἐνσκήνωσιν. ἔνθα δή τι καὶ συνέβη τῶν προτέρων οὐκ ἔλαττον εἰς κακοδαιμονίας οἰώνισμα. πῦρ γάρ ποθεν ἐναχθὲν τοὺς δόμους ἐκείνους, ἐν οἷς ὁ βασιλεὺς ἐγκατῴκιστο, μετὰ πολλῆς τῆς ἠχῆς ἐξαφθὲν κατενέμετο. καὶ πολλοὶ μὲν συνέδραμον εἰς τὴν αὐτοῦ κατάσβεσιν καὶ ἀπόπαυσιν, ὀλίγον δέ τι τοῖς βασιλικοῖς παρεβοήθησαν πράγμασιν· οἱ γὰρ τοῦ βασιλέως ἵπποι, ὅσοι τὰ πρῶτα τῶν ἄλλων ἐκέκτηντο, καὶ τὰ τῶν ὅπλων τιμιώτερα καὶ χαλινοὶ καὶ ὀχήματα βρῶσις ὁμοῦ τοῦ πυρὸς γεγόνασι καὶ κατάποσις. μόλις δ' οὖν ἠδυνήθησάν τινα τῶν ἄλλων ἀποφυγεῖν τὴν τοῦ πυρὸς ἐρωήν. ἕτεροι δὲ τῶν ἵππων καὶ ἡμιόνων ἡμίφλεκτοι γεγονότες ἐβάδιζον ἐν τῇ στρατιᾷ, οὐδὲν λυσιτελὲς παρεχόμενοι, μαρτυρίαν δὲ διεμφαίνοντες τῆς ἐν τοῖς βασιλείοις προσγενομένης κακότητος καὶ τῆς συμβολικῆς ἐν ἅπασι διαθέσεως. Ἀλλὰ ταῦτα μὲν ὕστερον τὸ ἀποτέλεσμα συνεπέραινεν· ὁ δὲ βασιλεὺς διαπεραιωθεὶς τὸν Σαγγάρην ποταμὸν διὰ τῆς τοῦ Ζόμπου καλουμένης γεφύρας, ἤρξατο τὰς ὑπολειπομένας συναθροίζειν δυνάμεις· ἦσαν γὰρ οἱ τῆς στρατιᾶς διεσκεδασμένοι κατὰ λόφους καὶ σήραγγας καὶ κρησφύγετά τινα καὶ ἄντρα διὰ τὴν προδεδηλωμένην τῶν βαρβάρων ἐπίτασιν. καταλέξας δ' οὖν ὅσους αὐτῷ βουλομένῳ ἐνῆν, πλείστους δ' ἀποπεμψάμενος, τῆς εἰς τὰ πρόσω πορείας εὐθυμότερον εἴχετο, διαφόρως ἀποξενῶν ἑαυτὸν τοῦ στρατοῦ εἰς τὰς οἰκείας ἐπαύλεις καὶ κτημάτων ἐπιδείξεις οἰκείων καὶ πολυτελεστέρων οἰκοδομῶν διατάξεις. διαπεραιωθέντος οὖν τοῦ στρατοῦ τὸν Ἅλυν λεγόμενον ποταμὸν αὐτὸς οὐ συνδιεπεραιώθη τηνικαῦτα αὐτῷ, ἀλλ' εἰς νεοπαγὲς φρούριον, ἐκ προστάξεως αὐτοῦ συνοικοδομηθέν, ἐπιμείνας ἐκεῖθέν τινας ἡμέρας διέτριψεν. εἶτα διαπεραιωθεὶς καὶ αὐτός, κἀν τῇ τοῦ Χαρσιανοῦ ἐπαρχίᾳ, τὴν διαίρεσιν ἐκ τοῦ στρατοῦ εἰς κτήσεις οἰκείας συνδιεγράψατο· καὶ τὸ ἀπ' ἐκείνου ἀδιαίρετος ἦν, τῇ Καισαρέων μὴ προσμίξας τὸ σύνολον, ἕως εἰς τὴν λεγομένην Κρύαν πηγὴν ἐνηυλίσατο. ἐστὶ γὰρ ὁ τόπος οὐδενὸς τῶν χρηστῶν τὸ παράπαν ἀπολειπόμενος, τό τε [τὸ] ὕδωρ διειδὲς ἅμα καὶ πότιμον καὶ ψυχρότατον, δένδρα τε συνηρεφῆ μετὰ δαψιλοῦς τῆς πόης ἐκτρέφον καὶ ξυλίσασθαι εὔπορος, παντοίοις τε ῥόδοις κατάκομος καὶ κρινωνιαῖς, λόφοις τε ἠρέμα πρὸς ἑαυτοὺς ἀνάγουσιν εὔθετος, καὶ οἷον εἰπεῖν ἀστυκώμη καὶ ἀγρόπολις διὰ τῆς συμμιγοῦς ποριμότητος γνωριζόμενος. ἐκεῖσε δ' ὁ βασιλεὺς ἡμέρας τινὰς στρατοπεδευσάμενος, ὡς εἶδε τὴν χώραν ἀφειδῶς κατακειρομένην ἐκ τῶν στρατιωτῶν καὶ μᾶλλον ἐκ τοῦ μισθοφορικοῦ καὶ ἀλλογενοῦς, καὶ ἅπαν λήιον ἐξώρως ἀποτεμνόμενον καὶ τοῖς βοσκήμασι λαφυραγωγούμενον, δηχθεὶς τὴν ψυχὴν ἀπηνέστερον προσηνέχθη τισὶ τῶν Νεμίτζων λεγομένων, οὓς ὁ παλαιὸς λόγος Σαυρομάτας καὶ αὐτοὺς ἐγίνωσκεν. ἀλλ' οἵγε θράσει καὶ θυμῷ ζέοντες καὶ ἀπονοίᾳ βαρβαρικῇ πρὸς ἐκδίκησιν τῶν ἰδίων ἰταμῶς διανέστησαν, καὶ τῶν ἵππων περὶ τὴν τῶν ἀριστῶν ἐπιβάντες ὥραν τῆς τοῦ βασιλέως σκηνῆς καὶ αὐτοῦ βασιλέως κατεξαναστῆναι συνέθεντο. γνωσθείσης δὲ τῆς αὐτῶν ἐπιθέσεως βοή τε περὶ τὸ στρατόπεδον γέγονε, καὶ ταχὺ διαβοηθέντος τοῦ πράγματος συνέστη μὲν ὁ βασιλεὺς καὶ διηυτρεπίσθη τὰ πρὸς τὸν πόλεμον, ἐπιβὰς δὲ τοῦ ἵππου καὶ τὴν στρατιὰν ὡς εἰς μάχην συναρμοσάμενος κατέπληξε τοὺς ἰδιοξένους, εἰς τὸ πεδίον εὐσυντάκτως γενόμενος· καὶ ὑποσπόνδους αὐτοὺς ποιησάμενος, τὴν ἐσχάτην τούτοις χώραν ἐκ τῆς σωματοφυλακίας καὶ τῆς πρώην ἐγγύτητος ἀπενείματο, ἐν τούτῳ καὶ μόνῳ τὸ πρόστιμον αὐτοῖς τοῦ τοιούτου ἐγκλήματος ἐγκαταθέμενος. Ἐκεῖθεν δ' εἰς Σεβάστειαν καὶ τὰ πρόσω κεχωρηκὼς ἀπῄει τὴν τῶν Ἰβήρων καταλαβεῖν ἐπειγόμενος, ὅτε καὶ δύο ἀτραπῶν ἐκ Σεβαστείας διαιρουμένων καὶ εἰς τὸ θέμα Κολωνείας συναγουσῶν τὴν ἐν ἀριστερᾷ πορευθῆναι θελήσας ὁ βασιλεὺς πολλῶν πτωμάτων θέαν ἀνθρωπίνων προσέλαβεν. ἐν ἐκείνῳ γὰρ τῷ τόπῳ συνέστη τῷ παρελθόντι ἔτει ὁ πόλεμος τοῖς τε Ρωμαίοις καὶ τοῖς Τούρκοις στρατηγοῦντος Μανουὴλ κουροπαλάτου τοῦ Κομνηνοῦ, καὶ τὸ Ρωμαϊκὸν ἡττήθη στρατόπεδον. ἐφάνη δὲ καὶ τοῦτο τοῖς στρατοπεδευομένοις οὐκ εὔθετον θέαμα. Διελθὼν οὖν ἡμέραν ἐξ ἡμέρας τὴν προκειμένην ὁδόν, κατέλαβε τὴν Θεοδοσίου πόλιν, ἐπὶ μὲν τῷ πρὸ τοῦ χρόνῳ παραμεληθεῖσαν καὶ ἀοίκητον γενομένην διὰ τὸ ἐν τῇ πολιτείᾳ τοῦ Ἄρτζη πλησίον οὔσῃ καὶ ἐν καλῷ τῆς θέσεως ὁρωμένῃ μεταθέσθαι τοὺς ἀνθρώπους τὴν οἴκησιν, καὶ μεγάλην ἐγκαταστῆσαι χωρόπολιν καὶ παντοίων ὠνίων, ὅσα Περσική τε καὶ Ἰνδικὴ καὶ ἡ λοιπὴ Ἀσία φέρει, πλῆθος οὐκ εὐαρίθμητον φέρουσαν, πρὸ ὀλίγων δὲ χρόνων ἀνοικοδομηθεῖσαν καὶ κατοχυρωθεῖσαν, τὴν Θεοδοσίου πόλιν λέγω, τάφρῳ καὶ τείχεσι διὰ τὴν τῶν Τούρκων ἐκ τοῦ ἀνελπίστου γειτνίασιν, δι' ὧν ἐξ ἐπιδρομῆς ἡ πολιτεία τοῦ Ἄρτζη παμπληθεὶ τὴν σφαγὴν προϋπέμεινε καὶ τὴν ἅλωσιν. ἐκεῖσε τοίνυν ἐπιμείνας ὁ βασιλεὺς οὐκ ὀλίγας ἡμέρας διεκηρυκεύσατο πᾶσι διμήνου τροφαῖς ἐφοδιασθῆναι, ὡς διὰ χώρας ἀοικήτου καὶ καταπεπατημένης τοῖς ἔθνεσι διαπορεύεσθαι μέλλουσι. πάντων δὲ τὸ προσταχθὲν δι' ἐπιμελείας ποιησαμένων, προαπέστειλε μὲν ὁ βασιλεὺς ἐκ τοῦ μισθοφορικοῦ Σκύθας εἰς τοῦ Χλίατ προνομήν τε καὶ διασκύλευσιν, τοῦτο καὶ πρότερον ποιησάμενος, ἐπαπέστειλε δὲ καὶ Γερμανοὺς τοὺς λεγομένους Φράγγους μετά τινος ἡγουμένου τούτων, ἀνδρὸς εὐσθενοῦς κατὰ χεῖρα· Ρουσέλιος τούτῳ τὸ ὄνομα. ἐκεῖνος δὲ μετὰ τῆς λοιπῆς στρατιᾶς κατόπιν ἐλαύνων οὐ προέθετο συμμῖξαι τοῖς προαποσταλεῖσι καὶ τῷ Χλίατ προσβαλεῖν· ἀλλ' ἐπείπερ ἔφθη κατὰ τὸ παρελθὸν ἔτος χειρώσασθαι Ρωμαϊκὴν πόλιν Μαντζικίερτ λεγομένην ὁ τῶν Περσῶν ἀρχηγὸς (σουλτάνον οἶδε τοῦτον ἡ ἐκείνων καλεῖν φωνή), καὶ φύλακας ἐγκαταστῆσαι Τούρκους ἱκανοὺς μετὰ καὶ Διλιμιτῶν, διέγνω λοιπὸν ὁ βασιλεὺς πρότερον εἰς τὸ ἄστυ τοῦτο παραβαλεῖν καὶ ἀναρρύσασθαι καὶ τῇ Ρωμαίων ἀποκαταστῆσαι, καὶ οὕτω τοῖς ἀλλοτρίοις προσεπιβαλεῖν, ἤτοι τῷ Χλίατ, μὴ ἐκ πολλοῦ συγκειμένῳ τῷ διαστήματι. καταφρονήσας οὖν τῶν καστροφυλακούντων ἐν τῷ Μαντζικίερτ πολεμίων ὡς οὐχ ἱκανῶν ὑποστῆναι τὴν τούτου ἔφοδον, καὶ ἑτέραν μοῖραν ἀποτεμόμενος πλείστην τοῦ στρατοῦ, ἑνὶ τῶν ἐπισήμων ἐγχειρίζει τὴν στρατηγίαν αὐτοῦ, Ἰωσὴφ μαγίστρῳ τῷ Τραχανιώτῃ, προσεπιδοὺς αὐτῷ καὶ στῖφος πεζῶν οὐκ εὐκαταφρόνητον. ἦν δὲ τὸ ἐγχειρισθὲν ἐκείνῳ στρατιωτικὸν τὸ ἔκκριτόν τε καὶ δυσμαχώτατον, κἀν ταῖς συμπλοκαῖς καὶ τοῖς ἄλλοις πολέμοις προκινδυνεῦον καὶ προμαχόμενον, καὶ εἰς πλῆθος πολὺ προέχον τῶν ὑποκρατηθέντων τῷ βασιλεῖ. καὶ γὰρ ἐν ταῖς προηγησαμέναις μάχαις οὐ τοσαύτη περιέστη τοῖς Ρωμαίοις ἀνάγκη μετὰ τοῦ βασιλέως, ὥστε καὶ τὴν αὐτοῦ μοῖραν, τὸ λεγόμενον συνήθως ἀλλάγιον, διακινδυνεῦσαι καὶ πόλεμον ἀγωνίσασθαι· ἀλλὰ προαρπαζόντων τὴν νίκην τῶν λοιπῶν ἔμενον οἱ τῷ βασιλεῖ περιαρτώμενοι λόχοι πολεμικῶν ἀγωνισμάτων ἐκτός, καὶ τρόπον τινὰ τῆς ἐναγωνίου μάχης ἐπιλελησμένοι καὶ συμπλοκῆς. Καὶ ὁ μὲν Τραχανιώτης τοὺς ἐπιλέκτους, ὡς προδιείληπται, προσλαβόμενος, ἄρας ἐκεῖθεν τῆς ἐπὶ τὸ Χλίατ φερούσης ἥπτετο. παραβοηθήσων τοῖς προαποσταλεῖσι Σκύθαις καὶ Φράγγοις (ἀπήγγελτο γὰρ μετὰ πλήθους μυριάνδρου τοὺς ἐναντίους αὐτοῖς ἐπιφέρεσθαι), καὶ ἅμα συντηρήσων ἐκτὸς τοῦ ἄστεος τοὺς καρπούς, ἵνα μὴ διαρπαγέντες ὑπὸ τῶν ἔνδον Χλιατηνῶν καὶ συγκομισθέντες σπάνιν παράσχωσι τῶν στρατῷ μεταθεμένου τοῦ βασιλέως ἐκεῖσε καὶ χρονίζοντος ἐπὶ πολιορκίᾳ τοῦ ἄστεος, καὶ διπλοῦς τούτοις ὁ πόλεμος περιρρεῖ, τὸ μὲν ἐκ τῶν ἐναντίων τὸ δὲ ἀπὸ τοῦ λιμοῦ. τοῦτο γὰρ ὁ βασιλεὺς διασκοπήσας τὸν στρατὸν διεχώρισεν, ἐλπίζων ταχέως τὸ Μαντζικίερτ, ὅπερ καὶ γέγονε, παραστήσασθαι, δι' ὀλίγου δὲ καταστῆσαι τὰ ἐπ' αὐτῷ, καὶ οὕτως τοῖς οἰκείοις παλινοστῆσαι, εἰ δέ τις καὶ πόλεμος αὐτοῖς ἐξ ἀπροόπτου συνεπιστῇ, διὰ ταχυδρόμων μετακαλέσασθαι τοὺς οἰκείους, μεγάλῳ διαστήματι μὴ ἀπέχοντας. ἀπεκομίζετο γὰρ αὐτῷ παρὰ τῶν σκοπῶν πρὸς τὴν Περσίδα τὸν σουλτάνον ἐπείγεσθαι. καὶ κατὰ τοῦτον τὸν λόγον ἡ διαίρεσις αὐτῷ τοῦ στρατοῦ καὶ οὐκ ἄλογος γέγονε, καί γε ἦν οὐκ ἀπὸ λογισμοῦ στρατηγικοῦ ἐννόημα, εἰ μὴ πεπρωμένη τις, μᾶλλον δὲ θεῖος λόγος ἀπόρρητος, τὴν ἔκβασιν εἰς τὸ ἐναντίον ἐπέστησε, καὶ πρὸς τῷ τέλει τῶν ἔργων καὶ τῇ ἐκεῖθεν ἀπαναχωρήσει καὶ αὐθημερώσει προσμίξει τοῦ διαιρεθέντος στρατοῦ προκατέλαβεν ὁ σουλτάνος ἀκηρυκτί, καὶ τὰ δοκηθέντα τελεσθῆναι διεκωλύθησαν. οἱ δὲ πολλοί, ἀγνοοῦντες τὸ τῆς διαιρέσεως αἴτιον, μῶμον ἐκείνῳ προσάπτουσιν ὡς οὐκ εἰς δέον ποιησαμένῳ τὸν τοῦ στρατοῦ διαμερισμόν, τῆς δὲ ὑπὲρ ἡμᾶς αἰτίας οὐδεμίαν ἔννοιαν κατὰ φρένα καὶ κατὰ θυμὸν ἐντιθέασι. Παραβαλὼν δ' ὁ βασιλεὺς εἰς τὸ Μανζικίερτ τὴν μὲν παρεμβολὴν μετὰ τῆς ὅλης παρασκευῆς ἀγχοῦ που θεῖναι καὶ χάρακα θεῖναι κατὰ τὸ εἰθισμένον παρεκελεύσατο, αὐτὸς δὲ τὸ ἔκκριτον ἀναλαβὼν τοῦ στρατοῦ περιῆλθε τὸ ἄστυ, κατασκοπῶν ὅπῃ περ εὐχερὲς τὰς προσβολὰς κατὰ τοῦ τείχους ποιήσασθαι καὶ τὰς ἑλεπόλεις προσαγαγεῖν. εἶχε γὰρ ταύτας ἐκ παρασκευῆς ξύλοις παντοίοις καὶ μεγίστοις κατωργανωμένας, καὶ φερομένας δι' ἁμαξῶν τῶν χιλίων μὴ ἀποδεουσῶν. ἤλαυνε δὲ καὶ τῶν ἄλλων βοσκημάτων εἰς δαπάνην τοῦ στρατοῦ μυριομέτρους ἀγέλας. τῶν δὲ πολεμίων ἔνδον ἀλαλαζόντων τὸ ἐνυάλιον καὶ τὰ ξίφη παραγυμνούντων καὶ ὅπλοις ἑκηβόλοις χρωμένων, μετὰ τῆς ἀσπίδος ὁ βασιλεὺς περιιππεύσας τὸ τεῖχος ἐπανῆλθεν εἰς τὴν παρεμβολήν. οἱ δὲ πεζοὶ τῶν Ἀρμενίων προσβαλόντες τῷ ἐκτὸς τῆς ἀκροπόλεως τείχει, καὶ πολλὰς προσβολὰς ποιησάμενοι, αὐτοβοεὶ αἱροῦσιν αὐτό, τοῦ ἡλίου πρὸς δυσμὰς ἀποτρέχοντος. ἡσθέντος δὲ τοῦ βασιλέως τῷ γεγονότι, κατέλαβον ἀπὸ τῶν ἐναντίων καὶ πρέσβεις, συμπαθείας τυχεῖν ἐξαιτούμενοι καὶ τῶν ἰδίων πραγμάτων συγχώρησιν, καὶ τοιαύταις ὁμολογίαις παραδοῦναι τὴν πόλιν τῷ βασιλεῖ. συνθέμενος δὲ πρὸς τοῦτο, καὶ τοὺς πρέσβεις δώροις τιμήσας, ἀπέστειλε τὸν παραληψόμενον αὐτίκα τὸ κάστρον. οἱ δ' ἔνδον φρουρὰν ἐν τοιούτῳ καιρῷ εἰσδέξασθαι μὴ καταδεξάμενοι, ἵνα μὴ κακόν τι διὰ τῆς νυκτὸς τοῖς ἐναντίοις ἐπιτεχθῇ, ἔδοξαν ἠλογηκέναι καὶ καταψεύσασθαι τῶν σπονδῶν. διὰ τοῦτο καὶ ταχὺ σαλπίσας ὁ βασιλεὺς τὸ πολεμικόν, ἐξῆλθε πανστρατιᾷ τῆς παρεμβολῆς, καὶ τοῖς τείχεσι προσεπέλασε. καταπλαγέντες δὲ οἱ Τοῦρκοι καὶ πρὸς ἀπολογίας τραπόμενοι, καὶ πλείονα πίστιν τῆς ἑαυτῶν ἀπολυτρώσεως αἰτησάμενοι καὶ λαβόντες, ἐξίασι μὲν ἐκ τῆς πόλεως μετὰ τῆς οἰκείας ἀποσκευῆς, καὶ τῷ βασιλεῖ γονυκλινοῦσιν, οὐ κεναῖς δὲ χερσὶν ἀλλὰ πάντες ξιφήρεις, καὶ τῷ βασιλεῖ γυμνῷ πανοπλίας οἱ πλείονες προσεγγίζοντες· ὅτε δὴ αὐτὸς συμπαρὼν οὐκ ἐπῄνεσα τὴν τοῦ βασιλέως ἁπλότητα μέσον θανατώντων ἀνδρῶν καὶ τόλμῃ καὶ ἀπονοίᾳ συζώντων ἑαυτὸν ἀθωράκιστον καταμίξαντος. Ἕτερον δέ τι συνηνέχθη, ζῆλον μὲν τοῦ βασιλέως δικαιοσύνης φαντάζον, ἄμετρον δὲ τὴν τιμωρίαν καὶ οὐκ εὐσεβῆ συντιθέμενον. ἐγκληθεὶς γάρ τις τῶν στρατιωτῶν ὡς ὀνίσκον Τουρκικὸν ὑφελόμενος, παρήχθη μὲν κατ' ὄψιν τῷ βασιλεῖ δεδεμένος, τιμωρία δ' ἐψηφίσθη τοῦ ἁμαρτήματος ὑπερφέρουσα· οὐ γὰρ ἐν χρήμασιν ἡ ζημία διώριστο ἀλλ' ἐν ῥινὸς ἐκτομῇ. πολλὰ δὲ παρακαλέσαντος τοῦ ἀνθρώπου, καὶ πάντα τὰ ἑαυτοῦ προεμένου, καὶ προβαλλομένου μεσίτην τὴν πάνσεπτον εἰκόνα τῆς πανυμνήτου δεσποίνης θεοτόκου τῆς, Βλαχερνιτίσσης, ἥτις εἰώθει τοῖς πιστοῖς βασιλεῦσιν ἐν ἐν στρατείαις ὡς ἀπροσμάχητον ὅπλον συνεκστρατεύεσθαι, οὐκ εἰσῄει οἶκτος τῷ βασιλεῖ, ἀλλ' οὐδ' αἰδὼς τῆς ἐκ τοῦ θείου εἰκονίσματος ἀσυλίας· ὁρῶντος δ' αὐτοῦ καὶ πάντων, καὶ αὐτῆς τῆς εἰκόνος βασταζομένης, ἀπετμήθη τὴν ῥῖνα ὁ δείλαιος, κράξας μέγα καὶ στενάξας τὸ βύθιον. τότε δὴ τότε μεγάλην ἡμῖν ἔσεσθαι τὴν ἐκ τοῦ θείου νέμεσιν προωττευσάμην αὐτός. Ἀντεισαγαγὼν δὲ εἰς τὸ ἄστυ πλῆθος Ρωμαϊκὸν καὶ στρατηγὸν ἐπιστήσας, ἐπανῆλθεν εἰς τὴν παρεμβολήν, παιάνοις καὶ εὐφημίαις καὶ νικητικοῖς ἐπιφωνήμασι σεμνυνόμενος. τῇ δ' ἐπαύριον μέλλοντος αὐτοῦ συνθήμασιν ἐγγράφοις καὶ δαπάνῃ τῶν ἔνδον κατοχυρῶσαι τὸ φρούριον καὶ αὐτίκα πρὸς τὸ Χλίατ ἀναδραμεῖν, φήμη τις ἐπεφοίτησε πολεμίους ποθὲν ἐπιτεθῆναι τοῖς εἰς τὴν λείαν ἐξιοῦσι στρατιωτῶν ὑπηρέταις προσαπαγγέλλουσα, καὶ διαταράττειν καὶ κατατρύχειν αὐτούς. φθανούσης δὲ τὴν ἑτέραν ἑτέρας, ᾠήθη ὁ βασιλεὺς ἡγεμόνα τοῦ σουλτάνου τινὰ μετά τινος μερικῆς δυνάμεως ἐπιστῆναι καὶ διακλονεῖν τοὺς σποράδας τῆς Ρωμαϊκῆς ὑπηρεσίας, καὶ ἀπέστειλεν ἐπὶ τῷ τούτους ἀποκρούσασθαι Νικηφόρον μάγιστρον τὸν Βρυέννιον μετὰ τῆς ἀρκούσης δυνάμεως· ὃς καὶ κατὰ μέτωπον στὰς ἀκροβολισμούς τινας καὶ ἱππομαχίας οὐκ ἀκριβεῖς (κατ' ὀλίγους γὰρ ἀλλήλοις συνέπιπτον) ἐποιεῖτο. ἐν δὲ τῇ ἀστάτῳ ταύτῃ περιφορᾷ, τῶν Τούρκων ἑκηβόλων ὄντων, πολλοὶ τῶν Ρωμαίων ἐτραυματίσθησαν, ἔπεσον δὲ καὶ ἕτεροι (ῥωμαλεώτεροι γὰρ τῶν ἄλλων, ὧν πεῖραν ἐλάβομεν, Τούρκων καὶ θρασύτερον προσρηγνύμενοι καὶ ἀγχεμάχοις τοῖς ἐπερχομένοις ἀντικαθίστανται), ἕως ὁ δηλωθεὶς στρατηγὸς φόβῳ κατασεισθεὶς δύναμιν ἑτέραν παρὰ τοῦ βασιλέως ἐζήτησεν. ὁ δὲ καταγνοὺς αὐτοῦ δειλίαν (ἠγνόει γὰρ τὸ ἀληθὲς) προσέθετο μὲν οὐδέν, ἐκκλησίαν δὲ συστησάμενος ἐδημηγόρησε τὰ περὶ τοῦ πολέμου παρὰ τὸ εἰωθός, ἥψατο δὲ καὶ τραχυτέρων ῥημάτων. ἐν δὲ τῷ μέσῳ τὴν ἐπιφώνησιν ὁ ἱερεὺς τοῦ εὐαγγελίου ἐσήμανε. περὶ οὗ ἔθεντό τινες ἐν ταῖς καρδίαις ὡς ἔσται τὰ ἐπ' αὐτῷ λαληθησόμενα τῶν ἐπικειμένων πραγμάτων ἐπίβασις. εἰ δὲ τούτων καὶ αὐτὸς μέρος ἐγεγόνειν, οὐκ ἀναγκαῖον εἰπεῖν. εἶχε δὲ τὸ εὐαγγέλιον, ἵνα τἆλλα παρῶ, τὸ "εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν. εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. ἀλλ' ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ." εὐθὺς οὖν ἀγωνιᾶν οἱ τοῦτο προσημηνάμενοι κατηρξάμεθα, καὶ ἀψευδὲς εἶναι τὸ λαληθὲν ἐπὶ τῆς σημειώσεως διεγνώκειμεν. ζέοντος δὲ τοῦ πολέμου ἐπαπέστειλεν ὁ βασιλεὺς καὶ τὸν μάγιστρον Βασιλάκην καὶ κατεπάνω Θεοδοσιουπόλεως μετὰ τινῶν ἐγχωρίων στρατιωτῶν, ὡς τῶν λοιπῶν ὄντων μετὰ τοῦ Τραχανειώτου εἰς τὸ Χλίατ. προστεθεὶς οὖν τῷ Βρυεννίῳ μέχρι τινὸς τοὺς ἀκροβολισμοὺς καὶ αὐτὸς ὑπεδέχετο. συνθεμένων δὲ τῶν στρατιωτῶν κατόπιν αὐτοῦ ἀκολουθεῖν, πρωταγωνιστεῖν αὐτὸς καθυπέσχετο, καὶ εὐθὺς ἐξορμήσας νῶτα δεδωκότων τῶν ἐναντίων ἐδίωκε. συνακολουθήσας δ' αὐτῷ μετὰ τοῦ πλήθους ὁ Βρυέννιος, εἶτα τοὺς ῥυτῆρας ἐκ συνθήματος ἐν ἀγνοίᾳ τοῦ Βασιλακίου ἀνέχειν τοὺς ἀμφ' αὐτὸν προτρεψάμενος, ἀφῆκεν αὐτὸν μετὰ τῶν πειθομένων τούτῳ καὶ μόνων ἀκρατῶς διώκειν ἐπὶ πολύ. ἐπεὶ δὲ τῷ χάρακι τῶν ἐναντίων προσέμιξε, διαπαρέντος τοῦ ἵππου προσέσχε τῇ γῇ, βάρος τῶν ὅπλων ἐπιφερόμενος· διὸ καὶ περιχυθέντες αὐτὸν οἱ πολέμιοι ζωγρίᾳ λαμβάνουσι. Καταλαβούσης δὲ ταύτης τῆς ἀγγελίας τὸν βασιλέα καὶ τὸν στρατόν, δειλία καὶ κινδύνων ἐλπὶς τοῖς Ρωμαίοις ἐπέσκηψεν, ἐπεὶ καὶ οἱ τραυματίαι φοράδην ἀγόμενοι καὶ ταῖς ἐκ τῶν πληγῶν ὀδύναις ἐπιστενάζοντες ἦσαν. ἀναγκασθεὶς δ' ὁ βασιλεὺς ἐξῆλθε μετὰ τοῦ λοιποῦ πλήθους εἰς τὴν τῶν πραττομένων θέαν, καὶ ὥστε εἴ τις αὐτῷ ἐπίοι πόλεμος, ἀγωνίσασθαι. μέχρι δ' ἑσπέρας ἐπὶ τινῶν λόφων ἑστὼς ὑψηλῶν, ἐπείπερ οὐκ εἶδέ τινα τὸν ἀντικαταστησόμενον (οἱ γὰρ Τοῦρκοι πονηρίᾳ καὶ ἐπινοίᾳ βαθυτάτῃ συζῶντες διὰ μηχανῶν τὸ πᾶν κατορθοῦσι καὶ συστολῶν ἀπηγκωνισμένων), ὑπέστρεψεν εἰς τὴν παρεμβολήν, ἄρτι τοῦ ἡλίου τὸ ὑπὲρ γῆν ἡμισφαίριον ἀπολείποντος. οἱ δὲ Τοῦρκοι ὥσπερ ἀπὸ μηχανῆς κατόπιν περιχυθέντες τοῖς ἐκτὸς τῆς παρεμβολῆς Σκύθαις καὶ τοῖς πωλοῦσι τὰ ὤνια ῥαγδαίως προσέβαλον, ὑλακαῖς ἀσήμοις καὶ τόξου βολαῖς καὶ περιιππεύσεσι φόνον οὐ μικρὸν καὶ κίνδυνον αὐτοῖς ἐπιφέροντες· ὅθεν καὶ ἠναγκάσθησαν οἱ τὴν ἔφοδον ὑφιστάμενοι ἐντὸς γενέσθαι τοῦ χάρακος. ἀθρόοι τοίνυν ἄλλος κατ' ἄλλον ὡς ἀπὸ διωγμοῦ τὴν εἴσοδον βιαζόμενοι, μεγάλης ταραχῆς τοὺς ἔνδον ἐπλήρωσαν, οἰομένους καὶ τοὺς ἐναντίους συνεισπεσεῖν, καὶ πᾶσαν ὁμοῦ τὴν παρεμβολὴν μετὰ τῆς ὅλης ἀποσκευῆς γενέσθαι ἁλώσιμον. νὺξ γὰρ ἀσέληνος ἦν, καὶ διάκρισις οὐκ ἦν τῶν φευγόντων ἢ τῶν διωκόντων, καὶ τίνες τῆς ἐναντίας μοίρας εἰσί· τὸ γὰρ τῶν Σκυθῶν μισθοφορικόν, ἐμφερὲς κατὰ πάντα τοῖς Τούρκοις ὄν, ἀμφίβολον ἐποίει τὸ νῦν ἐπικείμενον. τότε δὴ τότε καὶ φόβος ἐξαίσιος καὶ λόγος ἀπαίσιος καὶ βοὴ συμμιγὴς καὶ ἄσημος κρότος καὶ πάντα μετὰ θορύβων καὶ κινδύνων ἐδείκνυτο· καὶ πᾶς τις θανεῖν ἐπεθύμει μᾶλλον ἢ τοιοῦτον ἰδεῖν καιρόν. καὶ τὸ μὴ κατιδεῖν ὡς εὐτυχὲς ἐνομίζετο, καὶ τοὺς μὴ τοιοῦτον ἰδόντας ὡς εὐτυχεῖς ἐμακάριζεν. Ἀλλ' ἐν τούτῳ πάθους τῶν Ρωμαίων ὄντων, οὐκ ἠδυνήθησαν οἱ πολέμιοι ἐντὸς τοῦ χάρακος εἰσπεσεῖν, εὐλαβούμενοι καὶ οὗτοι τὸ ἀπρόσφορον τοῦ καιροῦ καὶ τὰς κοινὰς ἐννοίας εἰς ἑαυτοὺς ἐμπλέκοντες. οὐ μὴν γεγόνασιν ὀπισθόρμητοι, ἀλλὰ δι' ὅλης νυκτὸς περιηχοῦντες ἦσαν ἐκτὸς δρόμοις καὶ περιδρόμοις τὴν Ρωμαίων παρεμβολήν, τόξοις καὶ σκυλμοῖς βάλλοντες καὶ πανταχόθεν περιβομβοῦντες καὶ περιφοβοῦντες αὐτούς, ὡς ἅπαν διανυκτερεῦσαι ἠνεῳγμένοις καὶ ἀγρύπνοις τοῖς ὄμμασι· τίς γὰρ ἂν καὶ εἶχεν εἰς ὕπνον τραπῆναι, τοῦ κινδύνου τὴν ῥομφαίαν ἐσπασμένην μονονουχὶ προδεικνύοντος. Οὐ μὴν ἀλλ' οὐδ' εἰς τὴν ἐπιοῦσαν ἡμέραν τῆς ἱππασίας καὶ τῆς εἰς μάχην προκλήσεως ἔληξαν οἱ πολέμιοι, ἀλλὰ καὶ τὸν ἔξωθεν παραρρέοντα ποταμὸν ὑφ' ἑαυτοὺς ποιησάμενοι δίψει παραστήσασθαι τοὺς Ρωμαίους ἐφιλονείκουν. ἐν ταύτῃ δὲ τῇ ἡμέρᾳ μοῖρά τις Σκυθική, ἔξαρχον ἔχουσα Ταμίν τινα κατονομαζόμενον, τοῖς ἐναντίοις προσερρύη· ὅπερ οὐκ εἰς μικρὰν ἀγωνίαν τοὺς Ρωμαίους ἐνέβαλεν, ὑποπτεύον τας καὶ τοὺς λοιποὺς τοῦ ἔθνους, ὅτι τὸ ἀπὸ τοῦδε πολεμίοις ἐοικότες συνδιατρίβουσι τούτοις καὶ συνδιαγωνίζεσθαι μέλλουσιν. ἐξιόντες δέ τινες τῶν πεζῶν μετὰ τόξων πολλοὺς τῶν Τούρκων ἀνεῖλον καὶ τῆς παρεμβολῆς ἐκστῆναι συνέπεισαν. ὁ δὲ βασιλεὺς ἤθελε μὲν ἀγχεμάχῳ πολέμῳ καὶ ἀντιθέτῳ παρεμβολῇ κρῖναι τὸ τέλος παραυτίκα τῆς μάχης, τοὺς δ' ἀπόντας εἰς τὸ Χλίατ περιμένων στρατιώτας, πλῆθος ὄντας οὐκ εὐαρίθμητον καὶ συνήθως ἀεὶ προπολεμοῦντας καὶ ἠσκημένους μᾶλλον τὴν πυρρίχειον ὄρχησιν, τὸν ἀγῶνα τοῦτον ὑπερετίθετο. ὡς δ' ἀπεγνώκει τὴν ἐκ τούτων βοήθειαν, καί τι διακωλῦσαι τούτους πρὸς τὴν ἄφιξιν ἰσχυρὸν ὑπελάμβανεν, ἐσκέψατο λοιπὸν εἰς τὴν ὑστεραίαν μετὰ τῶν συνόντων αὐτῷ προθύμως κατὰ τῶν ἐναντίων ἐπαγωνίσασθαι. εἶχε δ' ὅμως τοῦτον καὶ αὖθις ἐλπίς, ὡς οὐδὲ κἂν εἰς τὴν αὔριον ὑστερήσωσιν· ἠγνόει γὰρ ὡς ὁ στρατηγὸς τούτων μαθὼν τὴν τοῦ σουλτάνου κατ' αὐτοῦ τοῦ βασιλέως ἐπέλευσιν, ἄρας τοὺς ἀμφ' αὐτὸν ἅπαντας, διὰ τῆς Μεσοποταμίας φυγὰς ἀγεννῶς εἰς τὴν Ρωμαίων ἐνέβαλε, μηδένα λόγον τοῦ δεσπότου μήτε μὴν τοῦ εἰκότος ὁ δείλαιος θέμενος. Ὁ γοῦν βασιλεὺς κατὰ τὸ συγκείμενον τὴν εἰς τὸν πόλεμον παρασκευὴν αὔριον ἐξαρτύσας τὰ κατ' αὐτὸν διετίθετο, ἔτι τῆς βασιλέως σκηνῆς ἐντὸς καθιστάμενος, ὁπότε τὴν εἰς τοὺς Σκύθας ὑποψίαν περιαιρῆσαι βουλόμενος αὐτὸς ἐγὼ ὅρκῳ κατασφαλίσασθαι τούτους τῷ βασιλεῖ συνεβούλευσα. καὶ δῆτα τὴν βουλὴν ἐπαποδεξάμενος τελεστὴν τοῦ ἔργου καὶ διοριστὴν αὐτίκα με προεβάλετο. οὐκοῦν καὶ κατὰ τὸ πάτριον αὐτοὺς καθορκώσας, ἦ μὴν ἀνεπιβούλευτον τηρῆσαι τὴν εἰς τὸν βασιλέα πίστιν καὶ τοὺς Ρωμαίους, οὕτως αὐτοὺς ἀκριβεῖς τῶν σπονδῶν διατέθεικα φύλακας, καί γε τῶν κατὰ σκοπὸν οὐ διήμαρτον· οὐδεὶς γὰρ ἐκ τούτων οὐδ' ἐν αὐτῷ τῷ πολέμῳ τοῖς πολεμίοις προσετέθη. Ἐν ὅσῳ δὲ τὰ τοιαῦτα ἐπράττετο, καὶ οἱ στρατιῶται κατὰ τάξεις καὶ λόχους ἐπὶ τῶν ἵππων ἐφίσταντο, πρέσβεις ἧκον ἐκ τοῦ σουλτάνου τὴν εἰρήνην ἀμφοτέροις ἐπικηρυκευόμενοι. ὁ δὲ βασιλεὺς ἐδέξατο μὲν αὐτούς, καὶ λόγων αὐτοῖς κατὰ νόμον τῶν πρέσβεων μεταδέδωκεν, οὐ πάνυ δὲ τούτους φιλανθρώπως ἐδέξατο. ὅμως δ' οὖν συνεπινεύσας καὶ τὸ προσκυνούμενον σημεῖον αὐτοῖς ἐπιδέδωκεν, ἵνα τῇ ἐπιδείξει τούτου ἀβλαβεῖς πρὸς αὐτὸν ἐπανέλθοιεν, κομίζοντες ἀγγελίας ἃς ἂν ἐκ τοῦ σουλτάνου διενωτίσοιντο. δεδήλωκε γάρ, τῷ ἀνελπίστῳ τοῦ μηνύματος ἐπαρθείς, ἵν' ὁ σουλτάνος καταλιπὼν τὸν τόπον τῆς παρεμβολῆς πορρωτέρω στρατοπεδεύσηται· αὐτὸς δὲ ὁ βασιλεὺς ἐν ἐκείνῳ τῷ τόπῳ, ὃς τὰς Τουρκικὰς εἶχε δυνάμεις πρότερον, ἐπιθήσει τὸν χάρακα, καὶ τηνικαῦτα πρὸς συμβάσεις αὐτῷ παραγένηται. ἔλαθε δὲ τὴν νίκην διὰ τοῦ νικητικοῦ σημείου τοῖς ἐναντίοις παραπεμψάμενος, καθὼς οἱ τὰ τοιαῦτα διακριβοῦντες συμβάλλουσιν· οὐ γὰρ ἔδει μάχης προκειμένης τοιοῦτον σύμβολον ἐξ ἑαυτοῦ πρὸς ἐναντίους μεταθεῖναι. Τὸ δ' ἀπὸ τοῦδε δυσάντητος ἡμῖν ὁ λόγος διὰ τὸ ἐργῶδες τῶν ἀτυχημάτων καὶ λίαν ἀπόφημον, καὶ τὴν εἰς τοὺς Ρωμαίους ἐπισυμβᾶσαν χαλεπωτάτην δυσκληρίαν. Οὔπω τέλος ἔσχε οὐδ' ἀναβολὴν ἡ τῶν πρέσβεων ἄφιξις, καί τινες τῶν ἐγγυτάτων τῷ βασιλεῖ πείθουσιν αὐτὸν ἀποβαλέσθαι τὴν εἰρήνην ὡς ψευδομένην τὸ ἔργον καὶ ἀπατῶσαν μᾶλλον ἢ τὸ συμφέρον ἐθέλουσαν. δεδιέναι γάρ φασι τὸν σουλτάνον διὰ τὸ μὴ ἀξιόλογον ἔχειν δύναμιν καὶ περιμένειν τοὺς κατόπιν αὐτοῦ βαδίζοντας, καὶ τῷ προσχήματι τῆς εἰρήνης μετεωρίζειν τὸν χρόνον, ὡς ἂν ἐπικαταλάβοι τὸ ὑστεροῦν τῆς δυνάμεως. τοῦτο ῥηθὲν διανίστησι τὸν βασιλέα πρὸς πόλεμον. καὶ οἱ μὲν Τοῦρκοι κατὰ σφᾶς αὐτοὺς τὰ τῆς εἰρήνης ἐπραγματεύοντο, ὁ δὲ βασιλεὺς σαλπίσας τὸ ἐνυάλιον τὸν μόθον παραλόγως ἐκράτησε. καταλαβοῦσα δ' ἡ φήμη τοὺς ἐναντιοὺς ἐξέπληξε. τέως δ' οὖν καθοπλισάμενοι καὶ αὐτοὶ τὸ μὲν ἄχρηστον πλῆθος εἰς τοὐπίσω προήλαυνον, αὐτοὶ δὲ κατόπιν φαντασίαν ἐδίδουν πολεμικῆς ἀντιπαρατάξεως. τὸ δὲ πλεῖστον φυγή τις κατεῖχεν αὐτούς, συντεταγμένας ἰδόντας τὰς τῶν Ρωμαίων φάλαγγας ἐν τάξει καὶ κόσμῳ καὶ πολεμικῷ παραστήματι. καὶ οἱ μὲν προῄεσαν εἰς τοὐπίσω, ὁ δὲ βασιλεὺς κατόπιν αὐτῶν πανστρατιᾷ ἐπεδίωκεν, ἕως ἄρα δείλη ὀψία κατέλαβεν. ἐπεὶ δ' ὁ βασιλεὺς τοὺς ἀντιτεταγμένους καὶ ἀντιπολεμοῦντας οὐκ εἶχε, τὴν δὲ παρεμβολὴν ἐψιλωμένην στρατιωτῶν καὶ πεζοφυλάκων ἐγίνωσκε, διὰ τὸ μηδ' εὐπορεῖν ἱκανοῦ πλήθους ὥστε καὶ παρατάξεις ἐνταῦθα καταλιπεῖν, ἤδη προεξαντληθέντων τῶν πλείστων, ὡς προδιείληπται, ἔγνω μὴ πλεῖον ἐπιτεῖναι τὴν δίωξιν, ἵνα μὴ λόχον πεποιηκότες οἱ Τοῦρκοι ἀφυλάκτῳ ταύτῃ ἐπίθωνται, καὶ ἅμα διασκοπῶν ὡς εἰ πλεῖον ἐκμακρυνθείη, καταλήψεται τοῦτον ἐν τῇ ἐπανόδῳ ἡ νύξ, καὶ τηνικαῦτα οἱ Τοῦρκοι παλίντροπον θήσουσι τὴν φυγήν, ἑκηβόλοι τυγχάνοντες. διὰ ταῦτα καὶ τὴν βασιλικὴν σημαίαν ἐπιστρέψας νόστου ἐπιμνησθῆναι διήγγελλεν. οἱ δὲ πόρρω τὰς φάλαγγας ἔχοντες στρατιῶται, τὴν ἐπιστροφὴν τῆς βασιλικῆς σημαίας ἰδόντες, ᾠήθησαν ἥττῃ τὸν βασιλέα περιπεσεῖν. ὡς δ' οἱ πολλοὶ πληροφοροῦσιν, ὅτι τῶν ἐφεδρευόντων αὐτῷ τις, ἐξάδελφος ὢν τῷ τοῦ βασιλέως προγονῷ Μιχαήλ, προβεβουλευμένην ἔχων τὴν κατὰ τούτου ἐπιβουλήν, αὐτὸς τὸν τοιοῦτον λόγον τοῖς στρατιώταις διέσπειρε, καὶ ταχὺ τοὺς οἰκείους ἀναλαβὼν (ἐμπεπίστευτο γὰρ παρὰ τῆς τοῦ βασιλέως καλοκαγαθίας οὐ μικρόν τι μέρος λαοῦ) φυγὰς εἰς τὴν παρεμβολὴν ἐπανέδραμε. μιμησάμενοι δὲ τοῦτον οἱ πλησιέστεροι λόχοι εἷς καθ' ἕνα τὴν φυγὴν ἀμαχητὶ διεδέξαντο, κἀκείνους ἕτεροι. καὶ οὕτως ὁ βασιλεὺς ἰδὼν τὸ παράλογον τῆς ἐξαγωνίου φυγῆς, ἔστη μετὰ τῶν περὶ αὐτόν, τὴν τῶν οἰκείων φυγήν, ὡς ἔθος, ἀνακαλούμενος. ἦν δὲ ὁ ἐπακούων οὐδείς. τῶν δ' ἐναντίων οἱ ἐπὶ λόφων ἱστάμενοι, τὸ τῶν Ρωμαίων ἰδόντες ἐξαίφνης ἀτύχημα, τῷ σουλτάνῳ καταγγέλλουσι τὸ γενόμενον, καὶ τὴν ἐπιστροφὴν αὐτῷ κατεπείγουσιν. εὐθὺς οὖν ἐπανελθόντος αὐτοῦ μάχη τις ἀθρόον τῷ βασιλεῖ προσρήγνυται· καὶ κελεύσας τοὺς ἀμφ' αὐτὸν μὴ ἐνδοῦναι μηδὲ μαλακόν τι παθεῖν, ἠμύνατο μὲν ἐρρωμένως μέχρι πολλοῦ. ἐν δὲ τῷ μέσῳ τῆς τῶν ἄλλων φυγῆς περιαντλησάσης ἔξω τὸν χάρακα, συμμιγής τις ἦν ἐκ πάντων βοὴ καὶ ἄτακτος δρόμος, καὶ λόγος οὐδεὶς ἀπηγέλλετο καίριος, τῶν μὲν λεγόντων ἰσχυρῶς ἀντιπαρατάξασθαι τὸν βασιλέα μετὰ τῶν ὑπολελειμμένων αὐτῷ καὶ τοὺς βαρβάρους τρέψασθαι, τῶν δὲ σφαγὴν ἢ ἅλωσιν καταγγελλόντων αὐτοῦ, καὶ ἄλλων ἄλλα συνειρόντων καὶ παλίντροπον ἑκατέρου μέρους τὴν νίκην καταλεγόντων, ἕως ἤρξαντο καὶ τῶν σὺν αὐτῷ Καππαδοκῶν πολλοὶ κατὰ μοίρας τινὰς ἐκεῖσε ἀποφοιτᾶν. εἰ δέ τι καὶ αὐτὸς τοῖς φεύγουσιν ἀντίξους γεγονὼς πολλοὺς ἠμυνάμην, τὴν ἀνάκλησιν ἐπιτρέπων τῆς ἥττης, ἕτεροι λεγέτωσαν. τὸ δὲ μετὰ τοῦτο καὶ τῶν βασιλικῶν ἵππων πολλοὶ μετὰ τῶν ἵππων ἐπαναστρέφοντες μὴ ἰδεῖν τὸν βασιλέα, τί γέγονεν, ἐρωτώμενοι ἀπεκρίναντο. καὶ ἦν σεισμὸς οἷος καὶ ὀδυρμὸς καὶ πόνος καὶ φόβος ἀκίχητος, καὶ ἡ κόνις αἰθέριος, καὶ τέλος οἱ Τοῦρκοι πανταχόθεν ἡμῖν περιρρέοντες. ὅθεν καὶ ὡς εἶχεν ἕκαστος ὁρμῆς ἢ σπουδῆς ἢ ἰσχύος, φυγῇ τὴν ἑαυτοῦ σωτηρίαν ἐπίστευσεν. οἱ δ' ἐναντίοι κατόπιν διώκοντες οὓς μὲν ἀνεῖλον οὓς δὲ ζωγρίᾳ εἷλον, ἑτέρους δὲ συνεπάτουν. καὶ ἦν τὸ πρᾶγμα λίαν ἐπώδυνον καὶ πάντα θρῆνον ὑπερβάλλον καὶ κοπετόν. τί γὰρ ἐλεεινότερον τοῦ στρατόπεδον ἅπαν βασιλικὸν φυγῇ καὶ ἥττῃ παρὰ βαρβάρων ἀπανθρώπων καὶ ἀποτόμων ἐλαύνεσθαι, καὶ τὸν βασιλέα βαρβαρικοῖς ὅπλοις ἀβοήθητον περιεστοιχίσθαι, καὶ τὰς βασιλείους σκηνὰς καὶ τὰς ἡγεμονικὰς ἅμα καὶ στρατιωτικὰς ὑπὸ τοιούτων ἀνδρῶν κυριεύεσθαι, καὶ ἅπαν ἀνάστατον τὸ Ρωμαϊκὸν καθορᾶσθαι, καὶ βασιλείαν ἐν ἀκαρεῖ κατανοεῖν συμπεσοῦσαν. Καὶ τὰ μὲν τοῦ λοιποῦ πλήθους ἐν τούτοις· τὸν δὲ βασιλέα περιστοιχίσαντες οἱ πολέμιοι οὐκ εὐχείρωτον ἔσχον εὐθύς, ἀλλ' ἅτε στρατιώτης καὶ πολεμικῆς ἐμπειρίας εἰδήμων καὶ κινδύνοις προσομιλήσας πολλοῖς, καρτερῶς ἠμύνατο τοὺς προσπίπτοντας, καὶ πολλοὺς ἀνελὼν τέλος ἐπλήγη φασγάνῳ τὴν χεῖρα, τοῦ τε ἵππου βέλεσι κατακοντισθέντος ἐκ ποδὸς μαχόμενος ἵστατο. καμὼν δ' ὅμως πρὸς ἑσπέραν ἁλώσιμος καὶ ὑπόσπονδος, φεῦ τοῦ πάθους, ἐγένετο. καὶ τῇ μὲν νυκτὶ ἐκείνῃ ἔτι, ἴσως τοῖς πολλοῖς, ἐπὶ γῆς ἀτίμως καὶ περιωδύνως κατέδραθε, μυρίοις πανταχόθεν καὶ ἀφορήτοις περικλυζόμενος τοῖς ἐκ τῶν λογισμῶν καὶ τῶν κατ' ὄψιν ἀνιαρῶν κύμασι· τῇ δ' ἐπαύριον ἀγγελθείσης τῷ σουλτάνῳ καὶ τῆς τοῦ βασιλέως ἁλώσεως, χαρά τις ἄπλετος ὁμοῦ καὶ ἀπιστία κατέσχεν αὐτόν, οἰόμενον ὡς ἀληθῶς μέγα τι καὶ ὑπερμέγεθες εἶναι τὸ μετὰ τῆς ἥττης τοῦ βασιλέως καὶ αὐτὸν ἐκεῖνον δορυάλωτον καὶ οἰκέτην λαβεῖν. οὕτως ἀνθρωπίνως καὶ νουνεχῶς τὸ προτέρημα τῆς νίκης οἱ Τοῦρκοι ἐδέξαντο, μήτε μεγαλαυχήσαντες οἷα φιλεῖ περὶ τὰς εὐτυχίας ὡς ἐπίπαν περιπολεῖν, μήτε τῇ οἰκείᾳ δυνάμει τὸ γεγονὸς ἐπιτρέψαντες, ἀλλὰ τὸ πᾶν τῷ θεῷ ἀναφέροντες, ὡς μεῖζον ἢ κατὰ τὴν ἑαυτῶν ἰσχὺν ἀποτελέσαντες τρόπαιον. διὰ τοῦτο καὶ προσαχθέντος τῷ σουλτάνῳ τοῦ βασιλέως ἐν τῇ εὐτελεῖ καὶ στρατιωτικῇ ἀμπεχόνῃ, καὶ αὖθις διαπορῶν ἦν καὶ μαρτυρίαν περὶ τούτου ζητῶν. ὡς δ' ἐπληροφορήθη παρά τε ἄλλων καὶ τῶν εἰς αὐτὸν ἀφικομένων ποτὲ πρέσβεων, τὸν τῶν Ρωμαίων βασιλέα τυγχάνειν τὸν παριστάμενον, εὐθὺς ἐξανέστη καὶ αὐτός, καὶ περιπτυξάμενος τοῦτον "μὴ δέδιθι" ἔφη, "ὦ βασιλεῦ, ἄλλ' εὔελπις ἔσο πρὸ πάντων, ὡς οὐδενὶ προσομιλήσεις κινδύνῳ σωματικῷ, τιμηθήσῃ δ' ἀξίως τῆς τοῦ κράτους ὑπεροχῆς. ἄφρων γὰρ ἐκεῖνος ὁ μὴ τὰς ἀπροόπτους τύχας ἐξ ἀντεπιφορᾶς εὐλαβούμενος." ἐπιτάξας οὖν αὐτῷ σκηνὴν ἀποτευχθῆναι καὶ θεραπείαν ἁρμόζουσαν, σύνδειπνον αὐτὸν αὐτίκα καὶ ὁμοδίαιτον ἀπειργάσατο, μὴ παρὰ μέρος καθίσας αὐτόν, ἀλλὰ σύνθρονον ἐν εὐθύτητι τῆς ἐκκρίτου τάξεως καὶ ὁμόδοξον κατὰ τὴν τιμὴν ποιησάμενος. οὕτω δὶς τῆς ἡμέρας συνερχόμενος τούτῳ καὶ συλλαλῶν, καὶ πρὸς παράκλησιν ἀνακτώμενος διὰ πολλῶν ἐπᾳσμάτων ἀναγόντων εἰς τὴν βιωτικὴν περιπέτειαν, μέχρις ἡμερῶν ὀκτὼ τῶν ὁμοίων αὐτῷ ἐκοινώνει καὶ λόγων καὶ ἁλῶν, μηδὲ μέχρι καὶ βραχυτάτου λόγου πρὸς τοῦτον ἐμπεπαρῳνηκώς, ἢ ὅσον δοκούντων τινῶν σφαλμάτων ἐν τῇ ἐλάσει τῆς στρατιᾶς ὑπομνήσας, ὁπότε καὶ ἡ τοῦ θεοῦ κρίσις μετὰ τῶν ἄλλων κἀνταῦθα δικαία καὶ ἀρρεπὴς κατεφάνη. οὐ γὰρ οἱ ἄλλοι μόνον ἀλλὰ καὶ αὐτὸς ὁ ἁλωθεὶς βασιλεὺς ἄξιον εἶναι νικᾶν αὐτὸν ἀπεφήνατο, εἰ νόμον μὴ ἔχων ἀγαπᾶν τοὺς ἐχθροὺς ἀνεπαισθήτως ποιεῖ τὸν θεῖον νόμον ἐκ φυσικῆς καὶ ἀγαθῆς διαθέσεως· οὐ γὰρ τοῖς ὑπερόπταις ὁ παντέφορος ὀφθαλμὸς ἀλλὰ τοῖς ταπεινοῖς καὶ συμπαθέσι τὸ κράτος χειροτονεῖ, ἐπεὶ μὴ ἔστι προσωποληψία, κατὰ τὸν θεῖον Παῦλον εἰπεῖν, παρὰ τῷ θεῷ. καὶ γὰρ ἔν τινι συλλόγῳ διερωτήσαντος τοῦ σουλτάνου τὸν βασιλέα "τί ἂν ἔδρασας εἰ οὕτως ἔσχες αὐτὸς ἐμὲ ὑποχείριον;" ἀνυποκρίτως καὶ ἀθωπεύτως ἐκεῖνος ἀπήγγειλεν "ὅτι πολλαῖς ταῖς πληγαῖς κατεδαπάνησά σου τὸ σῶμα γίνωσκε." ὁ δὲ "ἀλλ' ἐγὼ" φησὶν "οὐ μιμήσομαί σου τὸ αὐστηρὸν καὶ ἀπότομον." διακαρτερήσαντες οὖν ἐν τούτοις ἀμφότεροι μέχρι τῶν δηλωθεισῶν ἡμερῶν, καὶ σπονδὰς ποιησάμενοι καὶ συνθήκας εἰρηνικάς, εἶτα καὶ κῆδος ἐπὶ τοῖς ἰδίοις παισὶ συστησάμενοι, μόνην δεξίωσιν ἁδρὰν τοῦ βασιλέως αὐτῷ προσομολογήσαντος ἐκεῖθεν ἀπ' ἀλλήλων διεχωρίσθησαν, ἀπολύσαντος αὐτὸν τοῦ σουλτάνου σὺν πολλῇ τῇ περιπλοκῇ καὶ τῇ συντακτηρίῳ τιμῇ πρὸς τὴν οἰκείαν βασιλείαν, προσεπιδόντος δὲ καὶ τῶν Ρωμαίων ὁπόσους ᾐτήσατο, καὶ πρέσβεις ἐκ τῶν οἰκείων.
https://byzantium.gr/
Εἰς δὲ τὸ Μαντζικίερτ τὸ κάστρον φθάσαντες πολλοὶ τῶν Ρωμαίων καταφυγεῖν κατεῖχον αὐτό. ὡς δ' ὁ βασιλεὺς ἐπανῆλθε, δι' ἄλλης ὁδοῦ ἀφέντες τοῦτο ἐκεῖνοι νυκτὸς ἐξέφυγον. ἀφ' ὧν καί τινες πολεμίοις περιπεπτωκότες διεκινδύνευσαν· οἱ δ' ἄλλοι πρὸς τὰ σφέτερα διεσώθησαν. ὁ δὲ βασιλεὺς κατηντηκὼς εἰς Θεοδοσιούπολιν μετὰ Τουρκικῆς τῆς στολῆς, καὶ ὑποδεχθεὶς φιλοτίμως, ἡμέρας τινὰς ἐκεῖσε διεκαρτέρησε, θεραπευόμενος μὲν τὴν χεῖρα, συνδιαναπαύων δὲ καὶ τὸ ἄλλο σῶμα καὶ ἀνακτώμενος, Ρωμαϊκήν τε σκευὴν ἄρτι καινίζων, καὶ τὴν ἄλλην ἐκεῖσε κατασκευάζων ἐπίτευξιν διὰ τὸ μέλλειν εἰς τὰ πρόσω τῆς Ρωμαίων χωρεῖν. ἄρας οὖν ἐκεῖθεν μετὰ βασιλικῆς τῆς σκευῆς τε καὶ προπομπῆς διῄει τὰς Ἰβηρικὰς κώμας, ὀλίγους πάνυ καταλαβὼν τῶν φυγάδων τῆς μάχης στρατιωτῶν, οὓς καὶ αὐτοὺς μετὰ τῶν συνελευθερωθέντων εἶχε μεθ' ἑαυτοῦ. τὸ δ' ἄλλο πλῆθος συνείλεκτο παρὰ τῶν προσοίκων τῶν ἐκεῖσε κωμῶν τε καὶ πόλεων. συνῆσαν δὲ τούτῳ καὶ πρέσβεις παρὰ τοῦ σουλτάνου προσεφοδιασθέντες αὐτῷ. Ταύτης οὖν τῆς φήμης αὐτήκοοι καὶ ἡμεῖς γεγονότες ἐν Τραπεζοῦντι (ἐκεῖσε γὰρ κατηνέχθημεν, διαπόντιον τὴν πορείαν ποιῆσαι σκεψάμενοι) ἀμήχανον ἅμα καὶ ἄπιστον τὸ πρᾶγμα ἡγούμεθα, καὶ διὰ τοῦτο τὴν διὰ θαλάσσης ὁδὸν ἠνύομεν ἀμεταστρεπτί, πλοιάρια τῶν ἐγχωρίων ἱκανὰ μισθωσάμενοι. συνῆσαν γὰρ καὶ τῆς βασιλικῆς αὐλῆς ἄνδρες ἐκ τῶν πρώτων τῆς συγκλήτου βουλῆς, παραδόξως τὸν κίνδυνον συνδιαφυγόντες ἡμῖν. ἕτεροι δὲ κατεκόπησαν ἐν αὐτῷ τῷ πολέμῳ καὶ τῷ δρασμῷ, μεθ' ὧν καὶ Λέων ἐκεῖνος ὁ ἐπὶ τῶν δεήσεων, ἀνὴρ λόγῳ καὶ γνώσει διαφανέστατος, καὶ ὁ μάγιστρος Εὐστράτιος, καὶ πρῶτος ἀσηκρῆτις ὁ Χοιροσφάκτης. ἑάλω δὲ καὶ ὁ πρωτοσβέστης Βασίλειος ὁ Μαλέσης, τὰ πρῶτα φέρων τῷ βασιλεῖ, τὸ τοῦ λογοθέτου τῶν ὑδάτων ὀφφίκιον περιεζωσμένος, λόγῳ καὶ αὐτὸς καὶ πείρᾳ πολλῶν ὑπερκείμενος. Μέχρι μὲν οὖν τούτων ἀσύγχυτος ἡμῖν ὁ λόγος καὶ οἷον ἀπερικτύπητος καὶ ὁμαλώτερον βαίνων, κἂν εἰ καὶ προσάντεις εἶχε καὶ οἰκτρὰς τὰς ἐπεξηγήσεις. τὸ δ' ἀπὸ τοῦδε τίς ἂν κατὰ μέρος τὸ πλῆθος τῶν ἐπισυμβάντων χαλεπῶν διηγήσαιτο; οὐ πρόσαντες ἡμῖν τὸ προκείμενον μόνον, ἀλλὰ καὶ λίαν ἀπρόσβατον διὰ τὴν τῶν γενομένων ἀπηνῆ σκυθρωπότητα. Ἤλαυνε μὲν οὖν ὁ βασιλεὺς ἐξ ἑώας πρὸς τὴν ἑσπέραν μέχρι Κολωνείας αὐτῆς· ἐπὰν δὲ γένοιτο ἐντὸς τοῦ Μελισσοπετρίου (κάστρον δὲ τοῦτο ἐπί τινος λόφου κείμενον), ἤρξαντο τούτῳ προσομιλεῖν τὰ δεινά. ὁ γὰρ σύμβουλος αὐτῷ καὶ πρῶτα τῇ στρατηγίᾳ Παῦλος πρόεδρος, ὃν ἀπὸ τοῦ κατεπανικίου τῆς Ἐδέσσης μεταπεμψάμενος ὁ βασιλεὺς ἐν τῷ πρὸς Πέρσας ἐλαύνειν εὗρεν ἐν Θεοδοσιουπόλει σχεδιάζοντα τὴν ταύτης ἀρχὴν διὰ τὸ τὸν δοῦκα προαλωθῆναι μετὰ τοῦ βασιλέως, καὶ πάντα ἐδόκει αὐτῷ συναιρόμενον, νύκτωρ διαδρὰς τὴν βασιλίδα κατέλαβε, μαθὼν τὰ γεγενημένα κατ' αὐτὴν καὶ τὴν τῆς Αὐγούστης προαίρεσιν. αὕτη γὰρ ἀπογνοῦσα τὴν τοῦ βασιλέως ἀπόλυσιν μετεπέμψατο μὲν καὶ τὸν τοῦ πρώτου ἀνδρὸς καὶ βασιλέως ὁμαίμονα Ἰωάννην τὸν Καίσαρα μετὰ δύο αὐτοῦ υἱῶν, ὧν ὁ εἷς ὁ Ἀνδρόνικος νέηλυς ἦν ἐκ τῆς στρατιᾶς καταλαβὼν ἐν φυγῇ, διεπέμψατο δὲ καὶ δόγματα πρὸς πάσας τὰς ἐπαρχίας, μὴ ὅλως ἀπαντῆσαι τῷ Διογένῃ διαταττόμενα καὶ τὴν βασιλικὴν τούτῳ προσκύνησιν προσενεγκεῖν καὶ τιμήν. ἀλλὰ τοῦ Καίσαρος εἰσιόντος μετὰ τῶν δύο υἱέων καὶ τῇ βασιλίδι προσμίξαντος ἐν τῷ παλατίῳ, μεταστρέφεται κατ' αὐτῆς ἡ βουλὴ τῆς τοῦ ἀνδρὸς ἀποκηρύξεως καὶ διώξεως. διὸ καὶ τὸν μὲν πρῶτον υἱὸν αὐτῆς, ὃν ἐκ τῆς τοῦ Δούκα συναφείας ἀπέτεκεν, αὐτοκράτορα καὶ δεσπότην φημίζουσιν, ἐν τῷ τοῦ χρυσοτρικλίνου βασιλείῳ θρόνῳ καθιδρύσαντες αὐτόν, καὶ τὴν ἀρχὴν ἐγχειρίζουσι μόναρχον· τήν τε δέσποιναν καὶ μητέρα τούτου καθαιροῦσι μετὰ σφοδρᾶς τῆς ἐπιφορᾶς, εἶτα καὶ πλοίῳ παραδόντες ὑπερόριον τίθενται κατὰ τὸν ἑῶον πορθμόν, ὃν Στενὸν οἱ πολῖται κατονομάζουσιν ἐκ τῆς θέσεως, ἐγκαταστήσαντες ταύτην τῷ παρ' αὐτῆς συστάντι φροντιστηρίῳ καὶ λεγομένῳ Πιπερούδη, μελαμφοροῦσαν ἐπαποδείξαντες καὶ κεκαρμένην τὰς τρίχας, καὶ τῷ τάγματι τῶν μοναζουσῶν καταζεύξαντες. Ὁ δ' οὖν Διογένης μέχρι τοῦ θέματος τῶν Ἀρμενιακῶν προϊών, ἐπεὶ τὰ κατ' αὐτὸν ἐπληροφορήθη, καὶ ὡς τοῖς πολίταις καὶ τοῖς ἀνακτόροις ἐπικεκήρυκται, φρούριόν τι κατασχὼν Δόκειαν κατονομαζόμενον ἐκεῖσε κατεστρατοπεδεύσατο. ὁ δὲ Καῖσαρ καὶ ὁ τὰ σκῆπτρα νέον ἐγχειρισθεὶς τούτου ἀνεψιός, μετὰ τὸ πάντα τὰ κατὰ τὴν βασιλεύουσαν διαθεῖναι κατὰ τὸ βεβουλευμένον αὐτοῖς, καὶ τοὺς μὲν τῆς συγκλήτου βουλῆς οἰκειώσασθαι καὶ τιμᾶν αὐτοὺς προκατάρξασθαι, πρὸς δὲ τοὺς τῆς ἀγορᾶς τὰ συνήθη δημηγορῆσαι καὶ ὡς τὴν πατρῴαν βασιλείαν ψήφῳ θεοῦ εἰς ἑαυτὸν ἀνεκτήσατο, καὶ ὑποσχέσεσι φιλανθρώποις εὐέλπιδας τούτους ποιήσασθαι, στρατιὰν πέμψαι κατὰ τοῦ Διογένους ἐσκέψαντο. καὶ στρατηγὸν αὐτοκράτορα προχειρισάμενοι τῶν τοῦ Καίσαρος υἱῶν ἕνα, Κωνσταντῖνον ὀνόματι, τὸ ἀξίωμα πρωτοπρόεδρον, τοὺς παρατυχόντας τῶν στρατιωτῶν αὐτῷ ἐγχειρίζουσι, καὶ ταχέως τῆς βασιλευούσης ἐκπέμπουσιν· ὃς καὶ ἄλλους τῶν ἐπαρχιῶν συλλεξάμενος, οὓς δὲ καὶ διὰ γραμμάτων βασιλικῶν ἑαυτῷ συστησάμενος, ἁδράν τινα δύναμιν ἔδοξε συναγηοχέναι, καὶ πλησίον τοῦ κρησφυγέτου τῆς Δοκείας τὸν χάρακα ἔθετο. προσερρύησαν δὲ τῷ Διογένῃ τῶν Φράγγων οἱ πλείους, κἀκ τούτου ἔχειν τὸ ἰσχυρὸν προσεδόκα. ἔκτοτε οὖν παροδικαὶ μάχαι τοῖς μέρεσι διερρήγνυντο· οὐδεμία δ' αὐτοτελὴς τὴν ἔκβασιν ἔκρινε, συναπτομένων ἀλλήλοις κατ' ἄνδρας καὶ αὖθις ἀπαλλαττομένων τῶν ἀντιθέτων στρατιωτῶν. ὡς δὲ πολλοὺς τῶν Καππαδοκῶν ὁ βασιλεὺς κηρύγμασί τε καὶ γράμμασι μετεπέμψατο, ὧν ἦρχε Θεόδωρος πρόεδρος ὁ Ἀλυάτης, ἀνὴρ γένους ἐπιφανοῦς τὰ πολεμικὰ καὶ θεαθῆναι θαυμασιώτατος, μεγέθει καὶ ὄγκῳ τῶν πολλῶν διαφέρων καὶ ἱκανῶς ἐν πολλοῖς στρατευσάμενος, ἔδοξεν ὁ Διογένης πολὺ τῶν ἐναντίων προέχειν, καὶ ταχὺ τοῦ τῆς Δοκείας ἄρας φρουρίου πρὸς τὴν τῶν Καππαδοκῶν ἤλαυνεν, ἐξ ἧς περ αὐτὸς τὴν γένεσιν ἔσχηκεν. ἀλλ' οἱ τῆς μοίρας τοῦ τὴν βασιλείαν ἐν Κωνσταντινουπόλει κατέχοντος, παρὰ δόξαν προσθήκην δεξάμενοι κατὰ τὴν νύκτα ἐκείνην, οὐ πολὺ τὸ ἔλαττον ἀπενέγκασθαι διεγνώκεσαν. κατέλαβε γὰρ αὐτοὺς μεθ' ἑτέρων ἐκ τῆς βασιλίδος ἀποσταλεὶς σύμμαχος ὁ Φράγγος ἐκεῖνος Κρισπῖνος, ὃν ὁ Διογένης μὲν ἐπ' αἰτίαις ἀποστασίας καθελὼν ἐκ τῆς στρατιᾶς ὑπερόριον εἰς Ἄβυδον ἐποιήσατο, ὁ δ' ἀντιβασιλεύσας ὕστερον Μιχαὴλ ἐκ τῆς ὑπερορίας μεταγαγὼν εὐεργεσίαις καὶ τιμαῖς κατελάμπρυνε καὶ πρὸς τὴν ἑαυτοῦ ἀνέρρωσεν εὔνοιαν. οὗτος οὖν γενναιότατος κατὰ χεῖρα τελῶν, καὶ ἀλκιμώτατος, εἴπερ τις ἀνθρώπων, δοκῶν διὰ τὸ πεῖραν δοῦναι τῆς ἑαυτοῦ δοκιμότητος ἐκ τῶν φθασάντων αὐτοῦ ἀνδραγαθημάτων, πολλὴν ἐνέσταξε προθυμίαν τοῖς στρατιώταις, ἐν ὥρᾳ καταλαβὼν πολεμικῆς ἐπιδόσεως. διὰ ταῦτά τοι καὶ ἄραντος ἐκ Δοκείας τοῦ Διογένους ἐπεφάνησαν καὶ οἱ τοῦ βασιλέως τὰς σημαίας ὑπερτεταμένας ἐκφέροντες. ἀλλ' ὁ Ἀλυάτης τούτων κατεπαρθείς, πολλοὺς τῶν στρατιωτῶν συναγηοχώς, πόλεμον τούτοις προσέμιξεν. ἐρρωμένως δὲ ἀντιταξαμένων αὐτῶν, καὶ μᾶλλον ἐπιφημισθέντος τοῦ Κρισπίνου παρεῖναι καὶ τοῖς Φράγγοις τῇ πατρίῳ διαλεχθέντος φωνῇ, πρὸς φυγὴν οἱ τοῦ Ἀλυάτου ἀτάκτως ὥρμησαν· ἀφ' ὧν τινὲς μὲν ἀκοντίοις ἀπέθανον, ἁλοὺς δ' αὐτὸς τοὺς ὀφθαλμοὺς ἐξεκόπη, μετὰ σκηνικῶν σιδήρων περιωδύνως τὰς ὁράσεις ἀποβαλών. ὅπερ πολλὴν ἐνῆκε τοῖς στρατιώταις ἀνίαν διὰ τὸ τοῦ ἀνδρὸς ἐπίσημον κατὰ γένος καὶ γενναιότατον.
https://byzantium.gr/
Περιώδυνος δ' ὁ Διογένης ἐκ τῆς φήμης γενόμενος, ὅμως τὸ λοιπὸν ἄγων πλῆθος εἰς τὴν Καππαδοκῶν ἐνέβαλε γῆν· καὶ εἴς τε φρούριον ἀνιὼν Τυροποιὸν οὕτως ὀνομαζόμενον, ἐπὶ λόφου κείμενον ὀχυροῦ, ἐκαραδόκει τὸ μέλλον, πανταχόθεν ἐπικαλούμενος στρατιώτας εἰς τὴν ἑαυτοῦ ἀρωγήν. ἐπεὶ δὲ παρὰ τοῦ τὴν Βύζαντος βασιλεύοντος μετεπέμφθη ὁ τῆς μεγάλης Ἀντιοχείας κατεπάνω, Χατατούριος ἐπονομαζόμενος, ἐξ Ἀρμενίων δ' ἕλκων τὸ γένος, καὶ προσετάγη πόλεμον τῷ Διογένῃ ἐπενεγκεῖν, ἀφίκετο μὲν εἰς Τυρσποιὸν μετὰ πολλῆς τῆς δυνάμεως ἱππέων τε καὶ πεζῶν, κατοικτισάμενος δὲ τὸν Διογένην τῆς τύχης, καὶ ἅμα χάριτας τούτῳ προσομολογεῖν ἔχων ὡς παρ' ἐκείνου τὴν ἀρχὴν τῆς Ἀντιοχείας λαβών, συνέθετο τούτῳ καὶ τῆς ἐκείνου μοίρας ἐγένετο, καί τινας τῶν στρατιωτῶν, οἷς ἐκ βασιλέως διώριστο συνάρασθαι τούτῳ τῶν κατὰ Διογένους μόθων, τῶν ἵππων ἀποστερήσας καὶ τῆς ἄλλης ἀποσκευῆς γυμνοὺς ἐκεῖθεν ἀπήλασεν. εἶτα μικρόν τι διαλιπὼν σὺν τῷ βασιλεῖ καὶ τοῖς ἀμφ' αὐτὸν στρατιώταις εἰς τὴν τῶν Κιλίκων χώραν διέζευξεν, ὁμοῦ μὲν παραχειμασίαν ἐν αὐτῇ ποιησόμενος (παρήμειπτο γὰρ τὸ φθινόπωρον), ὁμοῦ δὲ δύναμιν ἑτέραν ἐν τῷ ἀσφαλεῖ συλλεξόμενος καὶ τοὺς ἀπὸ τοῦ σουλτάνου πεμφθησομένους μετὰ διορίαν τοιαύτην καταλαβεῖν. Ἔλαθον δὲ τὸ ἧττον αἱρετισάμενοι καὶ τὰ χείρω καθ' ἑαυτῶν βουλευσάμενοι. τοῦ γὰρ τροπωσαμένου τὴν πρώτην τὸν Διογένην ἐν τῇ κατὰ τὸν Ἀλυάτην συμβολῇ τῇ βασιλίδι ἐπαναστρέψαντος, διεσκορπίσθη ἅπαν τὸ σὺν αὐτῷ στρατιωτικὸν ὡς τοῦ χειμῶνος ἐγγίσαντος, καὶ ἦν εὐχερὲς τοῖς ἀμφὶ τὸν Διογένην μετὰ τοσούτου πλήθους εἰς τὴν Ρωμαίων ἐμβαλεῖν, ὅση κατὰ Πισιδίαν καὶ Ἰσαυρίαν καὶ αὐτὴν Λυκαονίαν, εἰς αὐτήν τε τῶν Παφλαγόνων καὶ Ὁνωριάδα, καὶ πάντας τῷ πλήθει βιάσασθαι γενέσθαι ὑφ' ἑαυτόν, εἶτα καὶ εἰς Βιθυνίαν εἰσδῦναι, καὶ πᾶσαν ἄδειαν ἐμφράξαι τοῖς ἐκ τοῦ Βύζαντος στρατιώτας κατ' αὐτοῦ συναγεῖραι καὶ πόλεμον ἐπεγεῖραι τούτῳ ἄξιον λόγου καὶ πράγματος· οἱ γὰρ τῆς ἑσπέρας στρατιῶται τὴν κατ' αὐτοῦ ἐξομόσαντες ἀπιστίαν διὰ τὸ προκατασφαλισθῆναι ὅρκοις μὴ ἄν ποτε συμφρονῆσαι τοῖς κατ' αὐτοῦ γενησομένοις ... νῦν δὲ μὴ καλῶς βουλευσάμενος κακοῖς ἀπλέτοις καὶ περιωδύνοις περιεπάρη πράγμασιν. ἐμβαλὼν γὰρ εἰς τὴν τῶν Κιλίκων χώραν, δυσδιοδεύτους αὐλῶνας ἔχουσαν ἐκ τῶν Ταύρου ὀρῶν, ἔμενε κατὰ χώραν ὥσπερ ἑαυτὸν ἐγκαθείρξας ἐπὶ τῷ μένειν ἀπρόιτον, ἄδειαν δὲ τοῖς ἀντιτεταγμένοις παρέσχεν ἀδεῶς στρατιώτας ἀγείρειν καὶ τὸν πολεμικὸν ποιεῖσθαι κατάλογον. ἐκπεμφθεὶς γὰρ ὁ ἕτερος τῶν υἱέων τοῦ Καίσαρος Ἀνδρόνικος πρωτοπρόεδρος, καὶ προβληθεὶς δομέστικος τῆς ἀνατολῆς, ἐν παρασκευῇ πάντας τοὺς στρατιώτας πεποίηκε, σιτηρέσια διανείμας αὐτοῖς καὶ κατὰ μικρὸν ἅπαντας προοικειωσάμενος, συναιρομένου τοῦ Κρισπίνου. καὶ οὕτως μετὰ τὸ συστῆσαι τὴν ὅλην σύνταξιν τῶν δυνάμεων προῄει κατὰ τοῦ Διογένους ὡς τῆς Κιλίκων ἐπιβησόμενος, καὶ τὴν συνήθη κλεισοῦραν τὴν τοῦ λεγομένου καταλιπὼν Ποδαντοῦ διὰ τῆς τῶν Ἰσαύρων εἰς ταύτην ἐνέβαλεν, οὐ πάνυ τι ἀπεχούσης τῆς τῶν Ταρσῶν πόλεως. δυσδιεξόδευτοι δ' ὄντες καὶ τραχεῖς καὶ ἀνάντεις καὶ λίαν στενόποροι οἱ διατειχίζοντες τῶν ὀρῶν αὐχένες τὴν Κιλικίαν οὐ μετρίαν ἐποίουν οὐδ' εὔοδον τῷ στρατῷ τὴν εἰσέλευσιν. ὅθεν καὶ εἴ τινες τῶν τοῦ Διογένους τὰς ἀκρωρείας κατεῖχον, καὶ μᾶλλον ἑκηβόλοι καὶ τοῖς ποσὶν ἐπιβαίνοντες, οὐκ ἂν ἠδυνήθη ποτὲ τὸ τοῦ Ἀνδρονίκου στρατόπεδον τὴν πορείαν διὰ τούτων ποιήσασθαι, εἰ μὴ καὶ μᾶλλον δέους ἐπειγομένου τοῖς στρατιώταις πρὸς φυγὴν ὥρμησαν. τούτου δὲ παραμεληθέντος εἰς κίνδυνον περιέστη τῷ Διογένῃ τὰ πράγματα. μετὰ γὰρ τὸ κατελθεῖν εἰς τὸ πεδίον τὸν σὺν τῷ Ἀνδρονίκῳ στρατὸν ὁ Χατατούριος ἐπελθὼν πόλεμον τούτοις συνέρρηξεν. οὐ διὰ πολλῆς δὲ γενομένου τῆς ὥρας αὐτοῦ ὡς ἂν τῶν Ρωμαϊκῶν δυνάμεων τῷ τε πλήθει καὶ τῇ ἀρετῇ ὑπερεχουσῶν, πεσὼν ἐκ τοῦ ἵππου ὁ Χατατούριος πεζὸς ἑάλω, καὶ τῷ στρατηγοῦντι παρέστη γυμνὸς καὶ ἐλεεινὸς τῇ παρούσῃ τύχῃ καὶ τῇ ἐλπίδι τῶν μελλόντων κακῶν. τῶν δ' ἄλλων συμφυγόντων εἰς τὸ τῆς Ἀδάνης κάστρον, ἐν ᾧ περ ὁ Διογένης ἐκάθητο, πολιορκία τὴν τοιαύτην πόλιν ἀκριβῶς διεδέξατο· περικαθίσαντες γὰρ αὐτὴν οἱ μετὰ τοῦ Ἀνδρονίκου Ρωμαῖοι σπάνει τῶν ἀναγκαίων τοὺς ἔνδον οὐκ εἰς μικρὰν τὴν ἀγωνίαν ἐνέβαλον. τέως δ' οὖν περὶ σπονδῶν διαλεχθέντων ἀλλήλοις, συνέδοξεν ἀποθέσθαι μὲν τὴν βασιλείαν τὸν Διογένην, συναποθέσθαι δὲ καὶ τὴν τρίχα, καὶ οὕτω τὸν βίον ἕλκειν ἄχρι βιοτῆς ἁπάσης τοῖς μοναχοῖς συγκαταλεγόμενον. Γέγονε τοῦτο, καὶ μετὰ μικρὸν ἐξῆλθε τοῦ κάστρου μελανειμονῶν καὶ τὰ καθ' ἑαυτὸν ὡς ἔσχεν ἀποκλαιόμενος, ὅτε καὶ πολλοῖς εἰσῄει δριμὺς καὶ ἀκάθεκτος ἐπὶ τοῖς ὁρωμένοις φόβος καὶ ἔλεος, λογιζομένοις τὸ ἄστατον τῶν πραγμάτων καὶ πρὸς ἐναντιότητα περιπετὲς καὶ ὀξύρροπον. ἦσαν γὰρ ἅπαντες οἱ τούτῳ πολλάκις συστρατευσάμενοι καὶ δορυφόρων τάξιν πληρώσαντες, καὶ τὸ κράτος αὐτῷ περιφημίζοντες ὄλβιον, καὶ προσιτοὶ γενέσθαι τούτῳ δι' εὐχῆς ὅτι μεγίστης ποιούμενοι, εἶτα καὶ συνεξελθόντες αὐτῷ ἐκ Συρίας καὶ τῇ Ἀδάνῃ ἐμβαλόντες, βασιλικῶς δουλικῶς προσεδρεύσαντες. ἀναπεμπαζόμενοι τοίνυν τήν τε προτέραν εὐτυχίαν καὶ τὴν παροῦσαν ἀτυχίαν, ὅπως εἰς ἄκρον ἐναντιότητος ἥκασι, κατηφιῶντες ἦσαν καὶ ἀμηχανοῦσιν ἐῴκεσαν. νόστου δ' ἐπιμνησθέντος τοῦ στρατηγοῦ, ἐπανήρχετο μὲν ἡ στρατιὰ τὴν ἐπ' οἴκου ἐλαύνουσα, παρεπέμπετο δὲ καὶ ὁ Διογένης, εὐτελεῖ τῷ ὑποζυγίῳ καὶ μοναχικῷ καταστήματι δι' ἐκείνων τῶν κωμῶν καὶ τῶν χωρῶν πορευόμενος, δι' ὧν τὸ πρόσθεν μετὰ βασιλικῆς τῆς δορυφορίας ἰσόθεος ἐγνωρίζετο. μέχρι δὲ τοῦ Κοτυαείου τὴν πορείαν ὀδυνηρῶς ποιησάμενος (καὶ γὰρ νοσηλευόμενος ἦν ἀπὸ κοιλιακῆς διαθέσεως, ἥτις ἐκ κωνείου τούτῳ κατασκευασθέντος παρὰ τῶν ἐναντίων ἐπιγενέσθαι ἐλέγετο) κατεσχέθη παρὰ τῶν ἀγόντων αὐτόν, ἕως ἐκ βασιλέως πρόσταξίς τις ἐπιφοιτήσει τὸ ποιητέον περὶ αὐτοῦ ἐπιτάττουσα. ἀλλ' ἧκεν ἡμέραις ὕστερον ἡ πάντων ἀπηνεστέρα καὶ ἀποφημοτέρα κατὰ τοῦ τὰ τοιαῦτα δεδυστυχηκότος ἀπόφασις, διοριζομένη τοὺς ὀφθαλμοὺς τούτου παραυτίκα διορυγῆναι. Τί φῄς, ὦ βασιλεῦ καὶ οἱ σὺν σοὶ τὴν ἀνοσίαν βουλὴν κατασκευασάμενοι. ἀνδρὸς ὀφθαλμοὺς μηδὲν ἀδικήσαντος, ἀλλὰ τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ πάσης τῆς Ρωμαίων εὐετηρίας, καὶ τοῖς πολεμικωτάτοις ἔθνεσιν ἀντιταξαμένου μετὰ καρτεροῦ τοῦ συντάγματος, ἐξὸν ὂν αὐτῷ ἀκινδύνως τοῖς βασιλείοις προσμένειν καὶ στρατιωτικοὺς πόνους καὶ φόβους ἀποτινάσσεσθαι; ἐκείνου οὗ καὶ τὴν ἀρετὴν πολέμιος αἰδεσθεὶς ἠσπάσατό τε γνησίως καὶ λόγων καὶ ἁλῶν ὡς ἀδελφῷ μεταδέδωκε, καὶ σύνθρονον τὸν αἰχμάλωτον ἐποιήσατο, καὶ ὡς ἀγαθὸς ἰατρὸς φάρμακον ἀκεσώδυνον τὰς τοιαύτας παρηγορίας τῷ φλεγμαίνοντι τῆς λύπης ἐπέθηκεν, ὥστε δικαίως τὴν νίκην ὑπ' ἀθλοθέτῃ θεῷ λαβεῖν ὁ σουλτάνος διαγινώσκεται, τοιοῦτος ἀποδειχθεὶς ἄνθρωπος, καὶ τοσοῦτον ὄγκον φρονήσεως καὶ ἀνεξικακίας ἐπιδειξάμενος. σὺ δὲ τί προστάττεις, ὦ βασιλεῦ; ἀποστερηθῆναι καὶ αὐτοῦ τοῦ φωτὸς καὶ τῆς δεδομένης αὐτῷ θεόθεν τῶν ὁρωμένων κατανοήσεως τίνα τοῦτον; τὸν πατρὸς ἐπὶ σοὶ πρᾶξιν εἰληφότα καὶ νόμῳ καὶ πράγματι, τὸν ἀποβεβληκότα τὴν βασιλείαν καὶ σοὶ ταύτην προέμενον, τὸν ἐκ πορφυρίδος ῥακοδυτήσαντα, τὸν εἰς βίον μονήρη μεταλλαξάμενον καὶ τοῖς γηίνοις πᾶσιν ἀποταξάμενον, τὸν ἀσθενῆ καὶ παρειμένον καὶ ἀκεσωδύνου μᾶλλον θεραπείας καὶ ψυχαγωγίας ἐπιδεόμενον, τὸν ἀπειρηκότα τοῖς ὅλοις, ἀσθενοῦντα καὶ κακουχούμενον, τὸν ὡς κάλαμον συντετριμμένον καὶ ὄμβροις δακρύων ἐκτετηκότα τοὺς ὀφθαλμοὺς καὶ τὸ πρόσωπον. ἀλλ' εἰ καὶ ταῦτα τοιαῦτα καὶ τοσαῦτα πρὸς πειθὼ παρακλήσεως, μᾶλλον δὲ πλείω τούτων, ὅσῳ καὶ τὸ ἀγγελικὸν σχῆμα σιωπηρῶς σοι παρίσταται πρὸς παράκλησιν, ἀλλὰ σὺ πάντως τῷ θυμῷ καὶ τῇ ἐπιθυμίᾳ τοῦ βασιλεύειν ἐπιμανῶς καὶ ἀκορέστως τὸ πλεῖον τῆς ῥοπῆς ἐπιδώσειας, μήτε τὸ σχῆμα αἰδούμενος μήτε τὴν μητρῴαν θηλήν, ἧς οἱ παῖδες ἐκείνου καὶ σοὶ ἀδελφοὶ κοινῶς μετεσχήκατε. ὄψεται δὲ πάντως καὶ σέ ποτε ὄμμα τιτανῶδες καὶ κρόνιον, καὶ τὰς τύχας σοι πρὸς τὴν ὁμοίαν παραστήσει κακότητα. Ἀλλὰ ταῦτα μὲν ὡς ἐν τῷ τραγῳδίας τρύφει διὰ τὸ πάθος παρεκβατικώτερον εἴρηται. ἐπιφοιτήσαντος δὲ τοῦ παγκακίστου τούτου καὶ ἀνοσίου προστάγματος, δεύτερος πάλιν ἀγὼν ὁ περὶ ψυχῆς καὶ φόβος οἷος καὶ κλόνος ἀπαραμύθητος τὸν ἐν τοσούτοις κατέλαβε δυστυχήμασι. διὸ καὶ λιταῖς τοῖς ποσὶ τῶν ἐκεῖσε ἀρχιερέων ἐκυλινδεῖτο, καὶ τὴν ἐκ τούτων βοήθειαν, ὅση τις ἡ ἰσχύς, μετὰ κατωδύνου καὶ ἀφορήτου τῆς συντριβῆς ἐξεκαλεῖτο θερμῶς. παρῆσαν γὰρ ἐκεῖσε ὅ τε Καλχηδόνος ὁ Ἡρακλείας καὶ ὁ Κολωνείας, τὰς σπονδὰς αὐτῷ συντελέσαντες. ὑπεμίμνησκε δὲ αὐτοὺς καὶ ὅρκων καὶ τῶν ἐκ τοῦ θείου νεμέσεων. οἱ δέ, καί περ βοηθῆσαι τούτῳ βουλόμενοι, ὅμως ἀσθενῶς ἔσχον ἀνδρῶν ἀπηνῶν ἅμα καὶ ὠμηστῶν ἀναρπασάντων αὐτὸν καὶ ὡς ἱερεῖον ἀγόντων ἐπὶ τὸ σφάγιον. καὶ εἰς τὸ κάστρον ἐγκλείσαντες, θαμὰ πρὸς πάντας ἐπιστρεφόμενον καὶ τὴν τῶν ἀρχιερέων κατόπιν παρρησίαν ἰδεῖν διηνεκῶς ἐπευχόμενον, οἰκίσκῳ τινὶ παραπέμπουσι, καί τινα Ἰουδαῖον ἀμαθῆ τὰ τοιαῦτα τὴν τῶν ὀφθαλμῶν αὐτοῦ διαχείρισιν ἐπιτρέπουσι. δήσαντες αὐτὸν ἐκ τεσσάρων, καὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πολλοὺς δι' ἀσπίδος ἐπιστηρίξαντες, φέρουσι τὸν Ἰουδαῖον περιωδύνως ἄγαν καὶ ἀπηνῶς σιδήρῳ τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐκταράττοντα, βρυχωμένου κάτωθεν καὶ ταύρειον μυκωμένου καὶ μηδένα τὸν οἰκτείροντα ἔχοντος. οὐ μὴν ἅπαξ τοῦτο παθὼν ἀφείθη τῆς τιμωρίας, ἀλλὰ τριχῇ τὸν σίδηρον τοῖς τούτου κατέβαψεν ὄμμασιν ὁ τῆς θεοκτόνου τυγχάνων σειρᾶς, ἕως καὶ πληροφορίαν δι' ὅρκου κείμενος ἔθετο πᾶσαν τὴν οἰκονομίαν ἐκχυθῆναι καὶ ἀπορρεῦσαι τῶν ἑαυτοῦ ὀφθαλμῶν. ἐγερθεὶς οὖν αἵματι διαβρόχους ἔχων τοὺς ὀφθαλμούς, θέαμα δ' οἰκτρὸν καὶ ἐλεεινὸν καὶ θρῆνον ἐπιφέρον τοῖς ὁρῶσιν ἀκάθεκτον, ἡμιθνὴς ἔκειτο, προκατειργασμένος μὲν καὶ τῇ νόσῳ, τότε δὲ τοῖς ὅλοις ἀπαγορεύων καὶ τῆς βασιλικῆς ἐκείνης λαμπρότητος καὶ τῆς μέχρις οὐρανοῦ φθανούσης δόξης, μᾶλλον δὲ τῆς ὑπὲρ τῶν Ρωμαίων ἀνδραγαθίας τοιαῦτα κομισάμενος τὰ ἐπίχειρα. προαχθεὶς οὖν ἐν εὐτελεῖ τῷ ὑποζυγίῳ μέχρι τῆς Προποντίδος αὐτῆς, ὥσπερ πτῶμα σεσηπὸς εἵλκετο, τοὺς μὲν ὀφθαλμοὺς κατορωρυγμένους ἔχων, τὴν δὲ κεφαλὴν σὺν τοῖς προσώποις ἐξῳδηκυῖαν, καὶ σκώληκας ἐκεῖθεν δεικνὺς ἀποπίπτοντας. ἡμέρας δ' ὀλίγας διαλιπὼν ἐπωδύνως τὸν βίον, καὶ πρὸ τῆς τελευτῆς ὀδωδώς, ἀπολείπει, τῇ νήσῳ τῇ Πρώτῃ τὸν χοῦν ἀποθέμενος κατὰ τὴν ταύτης ἀκρώρειαν, ἔνθα νέον ἐκεῖνος ἐδείματο φροντιστήριον, κηδευθεὶς μὲν πολυτελῶς παρὰ τῆς πρὶν βασιλίδος καὶ ὁμευνέτιδος Εὐδοκίας, τῆς τοῦ κρατοῦντος μητρὸς (ἐκείνη γὰρ αἰτησαμένη τὸν υἱὸν τὴν νῆσον ταύτην καταλαβεῖν τούτῳ τὰ τῆς ὁσίας φιλοφρόνως ἐτέλεσε), μνήμην δὲ καταλιπὼν τοῖς μετέπειτα τῶν τοῦ Ἰὼβ ἐκείνου δυστυχημάτων ὑπερβαίνουσαν τὴν ἀκρόασιν. τοῦτο δὲ θαυμασιώτατον ἅμα καὶ γενναιότατον τοῖς πᾶσι διήγημα καταλέλοιπεν, ὅτι ἐπὶ τοῖς τηλικούτοις πειρασμοῖς καὶ ἀπαραμίλλοις κακοῖς οὐδὲν βλάσφημον ἢ μικρόψυχον ἀπεφθέγξατο, ἀλλ' εὐχαριστῶν διετέλει καὶ χρόνων προσθήκην ἐπιζητῶν ἐν κακοῖς, ἷνα εὐαρεστήσῃ, φησίν, τῷ ποιήσαντι, τὸν τῆς ἀσκήσεως δρόμον διανύων ἐπιπονώτερον. Ἀλλ' ὁ μὲν ἐν τοσούτοις ἀνιαρῶς τὸ ζῆν καταστρέψας, πολλὴν τοῖς πειραζομένοις παρηγορίαν ἐνέσταξεν (ὅσῳ γὰρ ἄν τις καὶ πειρασθείη, οὐκ ἂν τοῖς τούτου κακοῖς παρισωθείη ποτέ)· ὁ δὲ τὴν βασιλείαν διαδεξάμενος, ὁ τούτου προγονὸς Μιχαήλ, τὴν τῶν Ρωμαίων ἀρχὴν περιεζωσμένος ἐπιεικής τις ἐδόκει, καὶ γέρων ἐν νέοις διὰ τὸ παρειμένον καὶ ἁπαλὸν ἐλογίζετο. προσελάβετο γὰρ τῶν κοινῶν πραγμάτων διοικητὴν ἄνδρα λόγῳ καὶ πράξει τῶν πολλῶν διαφέροντα, καὶ γνώμης περιχαροῦς καὶ ἀρετῆς ἱκανῶς ἀντεχόμενον, καὶ πᾶσιν ἱλαρῶς προσφερόμενον, ἀρχιερέα μὲν τῆς ἐν Σίδῃ καθολικῆς ἐκκλησίας ὑπάρχοντα, τὴν πρώτην προεδρίαν τῶν πρωτοσυγκέλλων ἐπέχοντα, Ἰωάννην τοὔνομα, εὐνοῦχον δὲ τὴν κατάστασιν, ὑπὲρ εὐνοῦχον δὲ τὴν ἀγαθότητα καὶ τὴν πολιτείαν καὶ τὸ μειλίχιον καὶ σωστικὸν καὶ τὸ εὐπρόσιτον ἐνδεικνύμενον· ὅθεν καὶ τῇ τοῦ βασιλεύοντος ἁπλότητι καὶ ἀφελείᾳ τὰς οἰκείας προσθεὶς ἀρετὰς εὐχάριστον τοῦτον ἐποίει καὶ τοῖς ὑποτεταγμένοις εὐάρεστον, ὅσον γε ἥκει κατὰ τοὺς τότε καιρούς. ἀλλ' ἔμελλε πάντως τῷ εὐγενεῖ τοῦ σίτου παραμιγῆναί τι καὶ ζιζάνιον, ἢ τῇ τῆς νυκτὸς ἐπιφοιτήσει τὴν ἡμέραν ἀναγκαίως ὑποχωρῆσαι. ἦν γάρ τις εὐνοῦχος ὀνόματι Νικηφόρος, ἐκ Βουκελλαρίων ἕλκων τὸ γένος, δεινὸς ἐπινοῆσαι καὶ ῥάψαι πράγματα καὶ πολλὴν τῇ καταστάσει τὴν τρικυμίαν ἐπενεγκεῖν, ὃς εἰς τάξιν τῶν σεκρετικῶν ὑποθέσεων τῷ πατρὶ τοῦ Μιχαὴλ ὑπηρετησάμενος Κωνσταντίνῳ τῷ Δούκᾳ, ἐπεὶ καὶ σκαιὸς ἐφάνη καὶ διαβολεὺς καὶ σοφιστὴς τῶν κακῶν ὡς καὶ κατὰ τῆς Αὐγούστης μοιχείας ἔγκλημα τῷ βασιλεῖ ὑποψιθυρίσαι φθόνῳ τοῦ συνεξυπηρετουμένου καὶ συνδιενεργοῦντος αὐτῷ Μιχαὴλ τοῦ Νικομήδου, τῆς μὲν βασιλικῆς παραστάσεως ἀπεπέμφθῃ, δοὺξ δὲ τῆς κατὰ κοίλην Συρίαν Ἀντιοχείας ἀποδειχθεὶς οὐδὲ τοῖς ἐκεῖσε μέρεσιν ἀπράγμονα καὶ ἀστασίαστον τὴν διαγωγὴν καταλέλοιπε, προφάσεις πολέμων ἐκ κατασκευὴς φρουρίων ἐπισυνείρων, καὶ διανιστῶν τοὺς Σαρακηνοὺς ἀντιπολίσματα συνιστᾶν εἰς τὴν τῆς ἄκρας ἐπίθεσιν. καὶ πολεμεῖν μὲν τούτοις ἢ καταπολεμεῖν μὴ δυνάμενος, ἀντιπολεμεῖν τοῖς Ρωμαίοις καὶ ἀνθιστᾶν προσοίκους πόλεις τοῖς Ρωμαϊκοῖς ὁρίοις ἠρέθιζεν· οὐ μὴν ἀλλ' οὐδὲ τοῖς ἐγχωρίοις Ἀντιοχεῦσιν ἀνενόχλητον καὶ ἄλυπον τὴν διαγωγὴν συνετήρησε, ποτὲ μὲν τὰς κτήσεις αὐτῶν ἀφαιρούμενος, ποτὲ δὲ καταβαρύνων αὐτὰς ἀπαιτήσεσι παραλόγοις καὶ ἀπηνέσιν ἐπιφοραῖς. ὃς τῆς ἀρχῆς ταύτης παραλυθείς, καὶ μετὰ ταῦτα πάλιν, οἷα τὰ τοῦ κρατοῦντος τότε περιπετῆ καὶ ἀκυβέρνητα ἐφευρήματα, πεμφθεὶς εἰς δευτέραν ἡγεμονίαν, οὐκ ἐλάττω τῶν προτέρων τὴν μοχθηρίαν εἰσήνεγκε. τοῦ δὲ βασιλεύοντος τεθνηκότος, καὶ τῆς Αὐγούστης τὴν αὐτοκράτορα περιελομένης ἀρχήν, ἔσχε τις ἐναντία τύχη τὸν πονηρότατον τοῦτον καὶ ἀδικώτατον. βασιλικὸν γὰρ δόγμα καταλαβὸν αὐτὸν εἰς τὴν Ἀντιόχειαν τῇ τοῦ αἵματος φρουρᾷ παραδέδωκε, καὶ ἦν ἔμφρουρος ἐπὶ χρόνον τινὰ κατ' ἐκεῖνον τὸν χῶρον ἐν ᾧ τὸ πρόσθεν περίδοξος ἐγνωρίζετο, τῆς προτέρας εὐετηρίας τοιαύτην δυσκληρίαν ἀνταλλαξάμενος. ἀναρρυσθεὶς δὲ τῇ τοῦ Διογένους ἀναγορεύσει καὶ εἰς νῆσον ἐξορισθείς, ὑποσχέσεσι δὲ χρημάτων δικαστὴς Πελοποννήσου καὶ Ἑλλάδος ἀποπεμφθείς, τὰ κατὰ τὴν ἐπαρχίαν ἐκείνην διοικούμενος ἦν. τοῦτον ἐπὶ κακῷ τῆς τῶν Ρωμαίων ἀρχῆς μεταπεμψάμενος ὁ τὴν βασιλείαν ἐσχηκὼς Μιχαήλ, καὶ μετὰ μικρὸν εἰς τὴν τῶν κοινῶν πραγμάτων διοίκησιν προστησάμενος, καὶ λογοθέτην ἀποδείξας τοῦ δρόμου, ταῖς ἐκείνου μαγγανείαις καὶ περινοίαις ἁλώσιμος γέγονεν, οἷα φρονήματος ἀμοιρῶν σταθηροῦ καὶ μειρακιωδῶν ἀθυρμάτων μὴ ἀποδέων. προσωπεῖον γὰρ εὐνοίας ὁ Νικηφύρος ἐπιδειξάμενος ἐξωθεῖ μὲν τὸν ἐπιεικέστατον ἄνδρα καὶ λογιώτατον μητροπολίτην τῆς Σίδης τοῦ τὰ κοινὰ διοικεῖν, προφάσεις διὰ παρενθέτων προσώπων κατ' αὐτοῦ ἐσκαιωρηκώς, παραγκωνίζεται δὲ καὶ τὸν τοῦ βασιλεύοντος θεῖον τὸν Καίσαρα, καὶ τῷ βασιλεῖ περιφρονούμενον ἢ μᾶλλον εἰπεῖν ὕποπτον ἀπεργάζεται. καὶ ἁπλῶς πάντας τοὺς οἰκειοτάτους πολεμιωτάτους εἶναι συκοφαντήσας καὶ τῆς τοῦ βασιλέως ἀποστερήσας ἐγγύτητος, ὅλον εἰς ἑαυτὸν ὑποποιεῖται τὸν μειρακίσκον ἄνακτα. καὶ τοῦτο ἦν βασιλικὸν ἐπίταγμα καὶ συντήρημα, ὅπερ τῷ κακίστῳ τούτῳ Νικηφόρῳ συνέδοξεν. ἐντεῦθεν κατηγορίαι καὶ ἀπαιτήσεις ἀθώων ἀνδρῶν καὶ ἀποτίσεις ἀχρεωστήτων, καὶ κρίσεις τῷ δημοσίῳ τὸ πλέον ἢ τῷ δικαίῳ προσνέμουσαι, ἀφ' ὧν δημεύσεις καθολικαί τε καὶ μερικαί, κατηγορίαι συχναί, φισκοσυνηγορίαι πολλαί, καὶ θρῆνος τῶν πασχόντων καὶ σκυθρωπότης οὔτι μικρά. Ἀλλὰ τούτων οὕτω γινομένων καὶ κακῶς διαγινομένων θεήλατός τις ὀργὴ τὴν ἑώαν κατέλαβεν· οἱ γὰρ ἐκ Περσίδος ἐπιφανέντες Τοῦρκοι τοῖς Ρωμαϊκοῖς ἐπιστρατεύσαντες θέμασι, δεινῶς κατελυμαίνοντο καὶ κατῄκιζον ταῦτα ταῖς συνεχέσιν ἐπιδρομαῖς. σκεψάμενος δ' ὁ βασιλεὺς στρατιὰν ἐλάσαι κατ' αὐτῶν ἀξιόλογον, συναγείρει μὲν στρατόπεδον, νεώτερον δὲ τούτοις ἡγεμόνα προβάλλεται. συνίστησι δ' αὐτῷ καί τινα Λατῖνον Ρουσέλιον ἐπονομαζόμενον, Φράγγους αὐτῷ παραδοὺς τῶν τετρακοσίων οὐχ ἥττονας. ἐν δὲ τῷ Ἰκονίῳ γενομένου τοῦ στρατοπέδου, καὶ φιλονεικίας συνενεχθείσης τινός, ἀποστατεῖ τηνικαῦτα προφανῶς ὁ Ρουσέλιος, καὶ τοὺς Φράγγους παραλαβὼν ἑτέραν ἐτράπετο, καὶ τὰ καθ' ἑαυτὸν τῷ ἰδίῳ ἐπιτρέπει βουλήματι. ἀνελθὼν οὖν εἰς Μελιτηνὴν καὶ Τούρκοις τισὶ συντυχὼν ἀριστεύει κατ' αὐτῶν, ἐξ ἐφόδου τούτοις ἐπεισπεσών. τὸ δὲ λοιπὸν ἅπαν τῶν Ρωμαίων στρατόπεδον τῇ Καισαρέων μητροπόλει παραβαλὸν ἐν ταύτῃ τὸν χάρακα τίθησι. σκεψάμενος δὲ ὁ τὴν ἡγεμονίαν τοῦ πολέμου ἐπέχων (Ἰσαάκιος ὁ Κομνηνὸς οὗτος ἦν) ἐξ ἐφόδου τοῖς ἐναντίοις Τούρκοις συμμῖξαι, προῄει μὲν τῆς νυκτὸς μετὰ μοίρας τινὸς τοῦ στρατοῦ, ἀποτυχὼν δὲ τῆς ἐπιβουλῆς τὸ ἐναντίον πάχει τῆς ἰδίας βουλῆς, καὶ τοῖς ἐναντίοις παρεσκευασμένοις περιπεσὼν ἀπαράσκευος συρρήγνυσι μὲν ἀκούσιον πόλεμον, ἡττᾶται δὲ περιγενομένων αὐτοῦ τῶν ἐναντίων τῷ πλήθει. αἰχμάλωτος δὲ γεγονὼς διὰ τὸ ἐρρωμένως ταῖς οἰκείαις χερσὶν ἀντιτάξασθαι καὶ μὴ δοῦναι νῶτα τοῖς πολεμίοις, συναποβάλλει μετὰ τῆς ἄλλης ἀποσκευῆς καὶ τὸν χάρακα, πολλῶν μὲν πεσόντων Ρωμαίων καὶ ζωγρίᾳ ληφθέντων, πλειόνων δὲ φυγῇ τὴν ἰδίαν σωτηρίαν ἐνεγκαμένων. Ἀλλὰ τῆς φήμης ταύτης καταλαβούσης καὶ προσπεσούσης τῷ βασιλεῖ, ἔδοξε μὲν σκυθρωπόν τι παθεῖν, οὐ μὴν δὲ τῶν πολιτικῶν ἀδικημάτων ἀπέσχετο, ταῖς τοῦ Νικηφόρου κακαῖς ὑποθημοσύναις πειθόμενος, μηδὲ αὐτός, ὡς ἐφάνη, τὴν φύσιν ἔχων τοῖς συμβουλευομένοις ἀντίθετον. οἱ δὲ Τοῦρκοι τὴν ἰδίαν ἔκτοτε κατέτρεχον ἀδεῶς. ἁδροῦ δὲ χρυσίου τὴν ἐλευθερίαν ἀνταλλαξαμένου τοῦ ἡγεμόνος, καὶ αὖθις κατὰ τῶν ἐναντίων στρατὸν εὐτρεπισθῆναι καὶ πεμφθῆναι διεγινώσκετο. καὶ προχειρίζεται στρατηγὸς αὐτοκράτωρ ὁ Καῖσαρ Ἰωάννης, ὁ τοῦ βασιλεύοντος Μιχαὴλ πατράδελφος. ὃς διαπεραιωθεὶς καὶ μέχρι τοῦ Δορυλαίου πανστρατιᾷ διελθών, κἀκεῖσε τὴν στρατοπεδείαν καταστησάμενος, ἄρας ἐκεῖθεν προσωτέρω ἐπεπορεύετο· καὶ μέχρι τῆς γεφύρας τῆς τοῦ Ζόμπου καλουμένης, ἥτις τὸν Σαγγάρην ποταμὸν ἐπικαθημένη τὴν τῶν ἀνατολικῶν καὶ Καππαδοκῶν ἐπιζευγνύει ἐπαρχίαν, γενόμενος, πρὸ τοῦ ταύτην περαιωθῆναι τὸν Ρουσέλιον ἐμεμαθήκει πρὸς τὴν ἀντιπέραν στρατοπεδεύσασθαι, τὴν ἐκ τῆς τῶν Ἀρμενιακῶν ἄραντα μετὰ πολλῆς καὶ ἀγρύπνου τῆς ἱππασίας καὶ ἐπιτάσεως. πέμψας δὲ ὁ Καῖσαρ περὶ συνθηκῶν αὐτῷ καὶ εἰρήνης, ὡς εἰκός, διελέξατο. οὐκ ἐν ἴσῳ δὲ τῷ τῆς τύχης ἀποτελέσματί τε καὶ συγκυρήματι τὴν πρεσβείαν εἰσήνεγκεν, οὐδ' ἐπὶ φιλοτίμοις ἐπαγγελίαις καὶ δωρεαῖς, ἀλλ' ἐπὶ ταπεινώσει καὶ συμβουλῇ τάχα τοῦ μὴ ἀπηνῶς καὶ χαλεπῶς διαχειρισθῆναι. ὁ δὲ Ρουσέλιος ἅμα μὲν ταῖς ἰδίαις χερσὶ θαρρῶν, ἅμα δὲ καὶ πολεμικοῦ φρονήματος καὶ γενναιότητος πνέων, οὐκ ἐδέξατο τὴν πρεσβείαν ὡς ἀτιμάζουσαν αὐτοῦ τὴν ἰσχὺν καὶ ἀπειλοῦσαν καὶ οὐχὶ δεξιουμένην αὐτὸν ὑποσχέσεσι. καὶ διὰ τοῦτο πόλεμος ἀμφοῖν ἐπεκηρυκεύθη τοῖς μέρεσιν. ἐπεχείρει μὲν οὖν ὁ Καῖσαρ διὰ τῆς γεφύρας περαιωθῆναι κατ' αὐτοῦ· συνεβούλευε δ' ὁ συστράτηγος (ἦν δ' οὗτος Νικηφόρος κουροπαλάτης ὁ Βοτανειάτης, ἀνὴρ ἐξ ἐνδόξων γενόμενος καὶ προγονικὴν ἔχων τὴν στρατιωτικὴν γενναιότητα, καὶ κατὰ χεῖρα καὶ φρένα πάντων ὑπερφέρων καὶ ὑπερκείμενος, καὶ γένους λαμπρότητι καὶ περιουσίας ὀλβιότητι κατὰ πᾶσαν ἀνατολὴν τυγχάνων ἐπισημότατος) μὴ διαβῆναι τὸν ποταμόν, ἀλλὰ περιμεῖναι καὶ τὸ λοιπὸν τοῦ στρατοῦ, καὶ ἢ καταμαλάξαι τὸν βάρβαρον ὑποσχέσεσιν ἐκ τῆς ὑπερθέσεως, ἢ περαιούμενον ἐκ τῆς γεφύρας δέξασθαι ἀπαράσκευον, ἢ μετὰ τὴν ἐπιδημίαν τοῦ ἐπιλοίπου στρατεύματος μετὰ πλείονος τούτῳ τῆς παρασκευῆς ἐπελθεῖν. ὁ δὲ παρακούσας τῆς ἀρίστης ταυτησὶ συμβουλῆς, καὶ τὸν ποταμὸν διαβὰς ἐπιπόνως διὰ τὸ τῆς γεφύρας εὐόλισθον, πολέμῳ παραυτίκα τεθορυβημένος προσέπταισε, καὶ τὰς παρατάξεις ἀντιτάξας τοῖς ἐναντίοις καὶ δόξας αὐτοὺς καταπονῆσαι καὶ τρέψαι, μάχῃ καρτερωτέρᾳ παρὰ δόξαν ἐνέπεσεν· ὁ γὰρ Ρουσέλιος μετὰ τῶν ἐπιλέκτων αὐτῷ ἐπελθὼν κατὰ κράτος τοῦτον νικᾷ καὶ ταῖς ἰδίαις χερσὶν αἰχμάλωτον τίθησι. τὸ δὲ λοιπὸν τοῦ στρατοῦ διασκεδασθὲν πρὸς φυγὴν αἰσχρῶς ὥρμησε. καὶ οὕτω τῶν ἀγώνων ἐκράτησεν ὁ Ρουσέλιος, τοῦ δηλωθέντος συστρατήγου ἀτρέστῳ καὶ ἀκαταπλήκτῳ φρονήματι μετὰ τῶν ἀμφ' αὐτὸν ἐπανελθόντος εἰς τὴν ἰδίαν κατοικίαν καὶ ἔπαυλιν.
https://byzantium.gr/
Τί δὲ τὸ ἀπὸ τοῦδε; γέγονε μὲν ὁ Ρουσέλιος μέγας καὶ περιώνυμος λίαν τῷ μεγέθει τοῦ κατορθώματος, χωρῶν δὲ κατευθὺ τοῦ Βυζαντίου τὸν Καίσαρα σιδηροδέσμιον εἶχε καὶ πολλοῖς ἀνιαροῖς περιέβαλεν. ὡς δὲ προσηγγέλη τὸ τοιοῦτον ἀτύχημα τῷ τε κρατοῦντι καὶ τῷ δήμῳ παντί, πολλή τις ἐνέσκηψε μέριμνα πᾶσι, τὴν τοῦ Φράγγου ἐπιδημίαν ὑπόπτιον ἐξ ἐπιβουλῆς ἔνδον οἰομένου τοῦ βασιλεύοντος. διὸ καὶ καθίσας εἰς τὸν βασίλειον δίφρον, τοιάδε πρὸς τοὺς παρόντας μετὰ πολλῆς τῆς κατηφείας ἐδημηγόρησεν. "ἄνδρες πολῖται καὶ ὅσοι τῆς συγκλήτου βουλῆς, σκυθρωπὴν ἀγγελίαν, καὶ οἵαν οὐδεὶς ὑπέμεινεν ἕτερος, ἄρτι καταλαβοῦσαν ἐνωτισάμενος μικροῦ δέω θανεῖν. ἐγὼ γάρ εἰμι ἐκεῖνος ὁ Ἰωνᾶς. λοιπὸν ἄρατέ με καὶ βάλετε εἰς τὴν θάλασσαν· διὰ γὰρ τὰς ἐμὰς πράξεις τὰ τοιαῦτα σκυθρωπὰ καὶ χαλεπὰ συναντήματα τοῖς Ρωμαίοις ἐπισυμβαίνουσιν." καὶ ὁ μὲν λόγος μετάνοιαν τῶν κακῶς πραττομένων ᾐνίττετο, τὸ δ' ἔργον οὐκ ἦν, καὶ ἡ διόρθωσις ἐδείκνυτο οὐδαμοῦ· ἦν γὰρ ἐκεῖνος ὁ ταῖς κακίσταις ὑποθημοσύναις ὡς ἀκυβέρνητος καταδουλούμενος ἑαυτόν. τέως δ' οὖν προϊόντος τοῦ Ρουσελίου πρεσβεῖαί τινες ἐκ βασιλέως πεμφθεῖσαι τούτῳ συνήντησαν, ἀξίωμα κουροπαλατικὸν ὑπισχνούμεναι καὶ δωρεὰς φιλοτίμους, εἰ τὴν ἀποστασίαν ἀφεὶς ὑπόσπονδος τῷ βασιλεῖ γένηται. ὃ δὲ μηδενὸς τῶν λεγομένων ἀνήκοος γεγονώς, τῆς πρὸς τὴν βασιλεύουσαν πορείας σπουδαιότερον εἴχετο. εἶχε γὰρ μεθ' ἑαυτοῦ αἰχμάλωτον, ἐν τῇ τοῦ Καίσαρος τροπῇ τοῦτον προσειληφώς, Βασίλειον σβέστην τὸν Μαλέσην, ἐκ τῆς τῶν Περσῶν αἰχμαλωσίας οὐκ ἐκ πολλοῦ ἐπανιόντα, τῷ Καίσαρι δὲ προσληφθέντα καὶ οἰκειωθέντα διὰ τὸ περιφανὲς τῆς τούτου φρονήσεως καὶ γνώσεως. ἀλλ' εἰ καὶ δορυάλωτον τοῦτον ὁ Ρουσέλιος ἔλαβεν, ὅμως ἐν τιμῇ μεγίστῃ εἶχε, καὶ ὡς ἔμπρακτον ἄνδρα καὶ λογικώτατον, καὶ πεῖραν αὑτοῦ δεδωκότα διὰ τῶν προτέρων ἐπιστρατεύσεων, ἐν μοίρᾳ τῶν συμβούλων ἐτίθετο, μᾶλλον δὲ πρώτιστον εἶχε, καὶ ὡς γλώσσῃ καὶ χειρὶ τῷ τοιούτῳ ἐν τοῖς πολιτικοῖς ἐκέχρητο πράγμασιν. οὗτος τὰ πολλὰ μὲν ἑλέσθαι τὴν εἰρήνην τῷ Ρουσελίῳ ὑπετίθει· εἰ δὲ καὶ μισῶν τὴν τυραννίδα τοῦ Μιχαὴλ ὡς καὶ πολλὴν παρ' αὐτοῦ δεξάμενος τὴν καταφοράν, καθότι αἰχμάλωτος ὢν ἀντὶ ἐλέους βασιλικοῦ δήμευσιν ὑπέστη δωρεὰν καὶ τῶν ἰδίων τέκνων ἀπάνθρωπον γύμνωσιν, οἷα τὰ τῶν κρατούντων τότε παρανομώτατα κολαστήρια, ὑπεσκέλιζε τὴν τῆς εἰρήνης ἀπόβασιν, ἵνα τοὺς ἀλιτηρίους ἀμύνηται, αὐτὸς μὲν οὐκ οἶδα, λέγουσι δὲ οἱ πολλοί· ὁ δ' ἄνθρωπος φίλος ἐμοὶ γνησιώτατος ὢν ἐξώμνυτο τὴν τοιαύτην ὑπόθεσιν. εἰ δὲ καὶ τυραννοκτόνος ἐπεθύμει γενέσθαι, γενναιότητος τοῦτο πάντως τεκμήριον. Ἐν τῷ μέσῳ δὲ τὴν ὁδοιπορίαν τοῦ Ρουσελίου διηνυκότος, καὶ τὰς σκηνὰς ἐν Χρυσοπόλει θεμένου καταντικρὺ τοῦ τῆς βασιλίδος πορθμοῦ, φόβος ἔσχε τὸν βασιλέα, καὶ ἡ τοῦ Βύζαντος τῇδε κἀκεῖσε διεκυμαίνετο· τῶν ἁπανταχῇ γὰρ Φράγγων συναθροισθέντων καὶ συνελθόντων αὐτῷ, στρατὸς ἀξιόλογος τὸ τούτου στρατόπεδον ἐγνωρίζετο· ἐγγὺς γὰρ τῶν τρισχιλίων ἦσαν οἱ συνδραμόντες Φράγγοι αὐτῷ. ἡμέρας δέ τινας ἐν Χρυσοπόλει διακαρτερήσας, ἐν σιδηροπέδαις ἔχων τὸν Καίσαρα, πῦρ ἐνῆκε ταῖς ἐν Χρυσοπόλει τυγχανούσαις οἰκίαις· καὶ ἡ φλὸξ ἀρθεῖσα πολλὴν ἀνήγειρε τὴν βοὴν καὶ τὸν κωκυτὸν τοῖς ἀνθρώποις, ὡς ἂν τοῦ ἀνέμου μεταρριπίζοντος αὐτὴν καὶ καταπληκτικὴν ἀφιέναι φωνὴν μονονουχὶ τὴν τῶν πυρπολουμένων ὕλην παρασκευάζοντος. καταμαλάξαι δὲ βουληθεὶς ὁ βασιλεὺς τὴν τοῦ βαρβάρου θρασύτητα, πέμπει τούτῳ τὴν ἰδίαν γυναῖκα μετὰ τῶν παίδων αὐτοῦ. μεταπέμπεται δὲ καὶ τοὺς Τούρκους λαθραίως, ἤδη τῇ Ρωμαίων προσβαλόντας ἐπικρατείᾳ, καὶ πολλαῖς ὑποσχέσεσι πείθει τῷ Ρουσελίῳ ἀνταγωνίσασθαι. ὁ δὲ Ρουσέλιος ἄρας ἐκ Χρυσοπόλεως εἰς τὴν Νικομήδειαν σπουδαίως ὑπανεχώρησε. βουλεύεται τοίνυν τοὺς στρατιώτας τῶν Ρωμαίων ὑποποιήσασθαι καὶ εἰς πλῆθος μέγα τὸν οἰκεῖον ἀγεῖραι στρατόν. καὶ διὰ τοῦτο τῶν δεσμῶν ἀπολύσας τὸν Καίσαρα, καὶ φιλανθρώποις δεξιώσεσι τὰς πρώην κακώσεις παρὰ πᾶσαν θεραπεύσας ἐλπίδα, βασιλέα Ρωμαίων τοῦτον ἀνίστησιν, εὐφημίαις καὶ παρασήμοις βασιλικοῖς τὸ κράτος αὐτῷ μεγαλοπρεπῶς συγκαταστησάμενος. ἐπεὶ δὲ μετὰ τὴν ἀναγόρευσιν τούτου ἀγγελία τις τῶν Τούρκων αὐτοῖς ἐπῆλθε, πανστρατιᾷ τὸν λεγόμενον Σόφωνα τὸ ὄρος ὑπερβάντες ἀγχοῦ τοῦ φρουρίου τῆς Μεταβολῆς τὴν παρεμβολὴν ἐποιήσαντο. τῶν δὲ σκοπῶν ἀπαγγειλάντων ὥς τινες πολέμιοι, οὐ πλείους τῶν πέντε ἢ ἓξ χιλιάδων, αὐτοῖς ἐπεφάνησαν, εὐθὺς ὁ Ρουσέλιος τὸ ἐνυάλιον ἀλαλάξαι προσέταττε, καὶ τὸ στρατιωτικὸν ἅπαν ἐξώπλιζε πρὸς τὸν πόλεμον. ἦσαν δὲ πάντες οἱ τούτῳ συστρατευόμενοι Φράγγοι ἑπτακόσιοι καὶ δισχίλιοι· οὐδεὶς γὰρ ἔτι τῶν Ρωμαίων αὐτοῖς προσερρύη διὰ τὸ τὴν φήμην τῆς ἀναγορεύσεως τοῦ Καίσαρος ἔτι μὴ πλατυνθῆναι καὶ ἀκουσθῆναι τοῖς Ρωμαίοις· ὡς δὲ ἀνέστελλον αὐτοῦ τὴν ὁρμὴν ὅ τε Καῖσαρ καί τινες τῶν ἐξοχωτέρων ἐφ' ᾧ καθαρῶς ἐπιγνῶναι τὸ πλῆθος τῶν ἐναντίων, "οὐκ ἀνεκτόν" εἶπε "τῷ Ρουσελίῳ ἐστὶ τὸ πρὸς ἓξ χιλιάδας Τούρκων ἀμφιγνωμονεῖν καὶ τὸν πόλεμον ἀναβάλλεσθαι." ὅθεν καὶ ταχὺ τὰς τάξεις καταστησάμενος ὥρημσεν ἐπ' αὐτούς. σὺν πολλῇ δὲ ῥύμῃ καὶ βοῇ τῶν Φράγγων κατὰ τῶν ἐναντίων καταπληκτικῶς ἐπεληλυθότων, ἐδέξαντο μὲν οἱ Τοῦρκοι τούτους ἐπιόντας ἀντικαταστῆναι βουλόμενοι, μὴ ἐνεγκόντες δὲ τὸ σφοδρὸν καὶ ἀνύποιστον τῆς ἐπιφορᾶς, οἳ μὲν ἔπεσον μαχαίρας ἔργον γενόμενοι, μηδενὸς τῶν Φράγγων κενὴν ἐσχηκότος τὴν χεῖρα σφαγῆς, οἱ δ' ἄλλοι πρὸς φυγὴν ὥρμησαν. κατόπιν δὲ διωκόντων τῶν Φράγγων ἕτεροι πάλιν φονείᾳ χειρὶ παρεδίδοντο. ἀλλὰ τῆς διώξεως ἐπὶ πολὺ γενομένης προῆλθον μὲν οἱ Τοῦρκοι τὴν φυγὴν ἐπιτείνοντες, ἀκρατεῖ δὲ ῥυτῆρι τοὺς Φράγγους παρασκευάζων ὁ Ρουσέλιος φέρεσθαι τόπον οὐκ ὀλίγον παρήμειψε. πολλὰς δὲ ἀκρωρείας ἀνιών τε καὶ κατιών, ἔλαθε τοὺς πλείστους τῶν στρατιωτῶν ὀπίσω παραλιπών. καὶ μετ' ὀλίγων ἀπολειφθεὶς σὺν τῷ Καίσαρι, ἐν ἵπποις κεκμηκόσι τῷ συνεχεῖ τῆς διώξεως, εἶδε τὸ στῖφος τῶν Τούρκων ἀπειροπληθὲς καὶ θαλάσσης ἀπλέτου μιμούμενον κύματα· ἦσαν γὰρ ὑπὲρ τὰς ἑκατὸν χιλιάδας οἱ βάρβαροι. ὡς δὲ καὶ αὐτὸς ἐθεάθη, καὶ διέκρινε καθ' ἑαυτὸν μὴ ἀκίνδυνον εἶναι τὴν εἰς τοὐπίσω φυγὴν ἅτε τῶν ἵππων αὐτοῦ κεκμηκότων καὶ τῶν ἐναντίων τῇ ἀπονοστήσει θάρσος λαβεῖν δυναμένων, μάχην καθ' ἑαυτὸν συρράξαι διέγνωκεν. ὡς δὲ προέγνων οἱ πολέμιοι τὴν τῶν ἰδίων κατακοπήν, ἐν φόβῳ καὶ κυδοιμῷ γεγονότες μικροῦ ἐδέησαν αὐτοὶ τὴν φυγὴν προλαβεῖν, εἰ μή τινες τῶν Φράγγων τῶν ἵππων καταβάντες ἐψυχαγώγουν αὐτούς, τῇδε κἀκεῖσε σχολαίῳ ποδὶ παρασύροντες. κατανοήσαντες δὲ τούτους ἀπειρηκότας τῷ κόπῳ ἔστησαν ἐπὶ τὸ αὐτό. τοῦ δὲ Ρουσελίου μετὰ τῶν ἀμφ' αὐτὸν τὰ δόρατα τούτοις μετὰ σφοδρᾶς τῆς ῥύμης ἐπιστηρίξαντος, ἀντέσχον μὲν οἱ Τοῦρκοι, ἔπεσον δὲ καὶ τότε τούτων συχνοί. περικυκλώσαντες δὲ ὀλίγους ὄντας τοὺς ἀμφὶ τὸν Ρουσέλιον τοσοῦτοι καὶ τηλικοῦτοι τὸ πλῆθος ὄντες οἱ Τοῦρκοι, βέλεσι συχνοτάτοις αὐτοὺς κατετίτρωσκον, τοῖς ἑκηβόλοις τόξοις ἀεὶ κεχρημένοι. καὶ τοὺς ἵππους ἐκ τούτων ἀσυμφανῶς κατασφάττοντες, καὶ διὰ πολλῶν χειρῶν καὶ βελῶν τούτους ἐν κύκλῳ περισχόντες ἀδιεξοδεύτῳ καὶ παναλκεῖ, πεζοὺς τῇ τῶν ἵππων σφαγῇ κατεστήσαντο. καὶ οὕτω πολλοὶ μὲν τῶν Φράγγων μετὰ Τούρκων πλειόνων τηνικαῦτα θανόντες κατέπεσον, ἥλω δὲ ζωγρίᾳ ὅ τε Καῖσαρ καὶ ὁ Ρουσέλιος. οἱ δ' ὑπολειφθέντες τῶν Φράγγων εἰς τὸ τῆς Μεταβολῆς φρούριον συμφυγόντες, ἔνθα περ ἡ γυνὴ τοῦ Ρουσελίου ἐτύγχανε, δι' ἀκριβείας ἐποιοῦντο τὴν τούτου φυλακὴν καὶ συντήρησιν. οἱ δὲ Τοῦρκοι τὸν Ρουσέλιον ἐν ποδοκάκῃ βαλόντες ἰσχυροτάτῃ ἀσφαλῶς συνετήρουν, τὸν δὲ Καίσαρα διὰ τιμῆς ἄγοντες ἄνετον εἶχον καὶ τοῖς οἰκείοις ἀμφίοις ἐπίτιμον. ὅμως δ' οὖν ἀμφοτέρους χρυσίνων ἱκανῶν ἀνταλλάττεσθαι διεμήνυον. Ἀγγελθείσης δὲ τῆς τούτων τροπῆς καὶ ἁλώσεως τῷ κρατοῦντι, ἐκκλησιάσας οὗτος ἐπὶ παλατίου πάσῃ τῇ γερουσίᾳ ἔκπυστον καὶ φανερὸν ἐποίησε τὸ συμβάν. τοῦ δὲ τιμήματος τῶν ἑαλωκότων ἐπιζητουμένου παρὰ τῶν Τούρκων, ἔσπευδεν ὁ βασιλεὺς δι' ἐξωνήσεως τούτους χειρώσασθαι. ἐπικατέλαβε γὰρ καὶ ὁ τὰ πρῶτα φέρων παρὰ τῷ Καίσαρι ὡς παιδείας λόγων καὶ πολυπειρίας ἀντεχόμενος, Βασίλειος πρωτοσβέστης ὁ Μαλέσης, ἐλευθερωθεὶς μὲν ἐκ τῶν Τούρκων τιμῆς ἁδρᾶς πρὸ καιροῦ, προσληφθεὶς δὲ τῷ Καίσαρι στρατηγῷ τοῦ πολέμου ἔναγχος ἀποδεδειγμένῳ, συμβουλεύων τῷ βασιλεῖ ταχέως πρίασθαι τούτους, ἵνα μὴ οἱ Τοῦρκοι, ὡς ἔστι βεβουλευμένον αὐτοῖς, βασιλέα Ρωμαίων τὸν Καίσαρα προχειρίσωνται, καὶ διὰ τοῦτο μεγάλης ὠφελείας παρὰ τῶν Ρωμαϊκῶν πόλεων καὶ κωμῶν καὶ δυναστῶν ἀμαχητὶ ἐπιτεύξωνται· τοῦτο γάρ, φησίν, ἐμεμαθήκει μελετῶντας αὐτούς. οὕτω δὲ συμβουλεύσας καλῶς οὐδὲν τῆς τοιαύτης ἀπώνατο συμβουλῆς, εἰ μὴ καὶ μᾶλλον ἀδίκως ὑπερορίαν κατεκρίθη καὶ δήμευσιν, οἷα τὰ τοῦ δεινοῦ καὶ πονηροῦ πολεμήτορος. ἁδρὰν οὖν καὶ βαρυτάλαντον χρυσίου ποσότητα συστήσας ὁ βασιλεύων τοὺς ἐξωνησομένους αὐτοὺς ἀπέστειλεν. ἐπεὶ δὲ ἡ τοῦ Ρουσελίου γυνὴ τῷ κάστρῳ τῆς Μεταβολῆς ἐμφιλοχωροῦσα, καὶ πλούτου ἱκανῶς ἔχουσα, προεξωνήσατο τὸν ἴδιον ἄνδρα καὶ ἀμφοτέρων τῶν ἐχθρῶν ἐλυτρώσατο, τούτου μὲν οἱ πεμφθέντες ἐκ βασιλέως ἀπέτυχον, τὸν δὲ Καίσαρα μόνον ἐξωνησάμενοι ἐπανῆγον εἰς τὴν βασιλίδα τῶν πόλεων. ἐν δὲ τῇ Προποντίδι γενομένων αὐτῶν εὐλαβηθεὶς ὁ Καῖσαρ ἴσως, ἵνα μὴ ὡς ἀποστάτης καταγνωσθῇ καὶ ὕποπτος τὸ ἀπὸ τοῦδε τυγχάνῃ καὶ περιεσκεμμένος ἢ καὶ ἀπόβλητος, οὐκ ἔκρινε μετὰ κοσμικῆς τῆς περιβολῆς ἐπιστῆναι τῷ ἀνεψιῷ καὶ βασιλεῖ, ἀλλὰ τὴν κοσμικὴν ἀποβαλόμενος τρίχα, μεταθέμενος εἰς τοὺς μοναχούς, οὕτως ἐν εὐτελεῖ τῷ σχήματι τοῖς βασιλείοις ἐνέμιξεν. ὁπότε καὶ τοῖς εὐσυνέτοις ἀνδράσι θάμβος ἐπῄει καὶ ἔκπληξις· περὶ γὰρ τῶν ἀφρονούντων καὶ τὰ τοιαῦτα μὴ διακρινόντων λόγος οὐδείς. Ἐπῄει οὖν θάμβος τοῖς ὅπως οἱ Ρωμαίων ἀρχηγοὶ μετὰ τοσαύτης περιφανείας καὶ λαμπρότητος κατὰ τῶν ὁμοφύλων ἐπιστρατεύοντες, οὕτως ἀτίμως καὶ γοερῶς καὶ μετὰ τοιαύτης εὐτελείας καὶ δυσθυμίας πεποίηνται τὴν ἐπάνοδον, ἀντὶ τοῦ πρὶν τελουμένου τοῖς πάλαι Ρωμαίοις λαμπροῦ καὶ στεφανηφόρου θριάμβου καταγέλαστον κατάγοντες καὶ πανευτελέστατον θέατρον, τὴν ἧτταν οὐ τῶν συστρατιωτῶν μόνον ἀλλὰ καὶ τὴν ἑαυτῶν κακοπάθειαν καὶ σκληροτυχίαν ὀδυνηρῶς θριαμβεύοντες. τί τούτου γένοιτ' ἂν διαδηλότερον θεοβλαβείας ὑπόδειγμα; ὅθεν καὶ θαυμάζειν μοι ἔπεισι πῶς οἱ Ρωμαίων βασιλεῖς τοὺς εἰδότας ἔχοντες πολλῶν ἱστοριῶν καὶ πράξεων ἐπιγνώσεις καὶ τύχας λαμπρὰς καὶ ταπεινὰς γινομένας ἐξ αἰτιῶν προφανεστάτων, ὧν μὲν ἐκ θείου χόλου τοῖς ἁμαρτανομένοις σφοδρῶς ἐπαναπτομένου, ὧν δὲ ἀπὸ βουλευμάτων γλίσχρων καὶ ἀγεννῶν καὶ ἀνοικείων τοῖς πράγμασιν, οὐδένα λόγον αὐτῶν πεποίηνται, οὐδ' ἀξιοῦσι τὰς αἰτίας μανθάνειν ἐξ ὧν τὰ τοιαῦτα δυστυχήματα τῇ Ρωμαίων ἡγεμονίᾳ προσπίπτουσιν· ἀλλ' ἔξω πάσης βουλῆς θεοφιλοῦς καὶ θεραπείας τοῦ θείου καὶ τῆς τῶν πατρίων νόμων ἐπανορθώσεως καθιστάμενοι, ἀβούλως καὶ προπετῶς εἰς πολέμους μεγάλους καὶ κινδύνους, μὴ πρότερον τὸν θεὸν ἱλεωσάμενοι, τὰς Ρωμαϊκὰς δυνάμεις εἰσάγουσι, καὶ πάσχοντες κακῶς καὶ ἡττώμενοι ἀπηνῶς αἴσθησιν οὐ λαμβάνουσι τῆς ἐκ τοῦ θείου νεμέσεως. ἀλλ' οἱ πάλαι Ρωμαῖοι οὐχ οὕτω ποιοῦντες, τὰς φοβερὰς ἐκείνας καὶ μάχας καὶ στρατηγίας κατώρθουν, ἀλλὰ καίπερ τὴν ἐκ τοῦ θεοῦ λόγου καὶ τῆς ἐκ τῆς ἀρρήτου καὶ ὑπερφυοῦς σαρκώσεως αὐτοῦ καὶ κατὰ τόνδε τὸν κόσμον συναναστροφῆς νομοθεσίαν μηκέτι λαβόντες ἐπὶ τὸ σέβειν τὰ θεῖα καὶ ἀρετῆς ἀντιποιεῖσθαι καὶ τοὺς τῆς ἀγαθοεργίας νόμους καὶ εὐσεβείας καὶ καθαρότητος ἐκθύμως τηρεῖν, ὅμως τῇ φυσικῇ μεγαλοφροσύνῃ πρὸς τὰς τούτων παρατηρήσεις νουνεχῶς ἐπαιδεύοντο, καὶ εἴπερ ποτὲ συνέβη τῇ Ρώμῃ εἴτε ἥττης δυσκλήρημα εἴτε σημεῖον οὐκ ἀγαθὸν ἐπεφάνη, πολλὴν ἐποιοῦντο τὴν ἔρευναν καὶ τὴν ζήτησιν, μή πού τι τῶν δεόντων καὶ ἁρμοζόντων παρελείφθη, ἢ παρθένος ἐκ τῶν φυλαττουσῶν τὸ ἀθάνατον πῦρ τὴν παρθενίαν ἐκλάπη, ἢ παρανομίας ἐπράχθη ὀνείδισμα, καὶ χόλος ἐντεῦθεν θεῖος τοῖς Ρωμαίοις ἐπαπειλεῖ. καὶ διερευνώμενοι πολλάκις εὕρισκον τὰς τῶν ἀτοπημάτων αἰτίας· καὶ διορθούμενοι ταύτας, καὶ τὸ θεῖον ἐξευμενίσασθαι πληροφορηθέντες, μετὰ τοιαύτης παρασκευῆς καὶ θάρσους εἰς τοὺς πολέμους ἐχώρουν, καὶ κατώρθουν αὐτούς, ἐπὶ μεγάλοις τροπαίοις τὰς νίκας ἐπαίροντες. ἐπεὶ καὶ τοῦτο τοῖς στρατηγοῖς διὰ σπουδῆς καὶ φροντίδος ἐχίνετο, τὸ καθαρμὸν ποιεῖσθαι τῇ στρατιᾷ παντὸς ἀδικήματος καὶ ῥυπάσματος, καὶ μετὰ τὸ καθῆραι ταύτην τὸ προκινδυνεύειν τῆς πατρίδος ἄμεινον εἶναι διελογίζοντο. τοῖς δὲ νῦν Ρωμαίοις οὐδὲν τούτων διὰ φροντίδος ἐστίν, ἀλλ' οἱ μὲν ἀρχηγοὶ τούτων καὶ βασιλεῖς προφάσει δημοσιακῆς ὠφελείας τὰ χείριστα καὶ θεομισῆ καὶ παράνομα διαπράττονται, ὁ δὲ τοῦ στρατοῦ προηγούμενος μὴ προσανέχων τῷ πολέμῳ, μηδὲ τῇ πατρίδι νέμειν τὰ ὅσια προαιρούμενος, καὶ τὴν ἐκ τῆς νίκης δόξαν περιφρονῶν, πρὸς τὸ κερδαίνειν ὅλον ἑαυτὸν ἐπιτείνει, καὶ τὴν στρατηγίαν ἐμπορίαν κέρδους, οὐκ εὐπραγίαν τοῦ ἰδίου ἔθνους οὐδ' εὐδοξίαν πεποίηται. τὸ δὲ λοιπὸν πλῆθος, ἐκ τῶν ἡγεμόνων τὰς ἀφορμὰς λαμβάνον, τὰς ἀδικίας ἀκαθέκτους ... καὶ ἀναισχύντος ὁρμαῖς τοὺς ὁμοφύλους κακῶς καὶ ἀπανθρώπως μετέρχονται, ἁρπάζοντες καὶ βιαζόμενοι τὰ τούτοις προσόντα, καὶ τὰ τῶν πολεμίων δρῶντες ἐν τῇ ἰδίᾳ κατοικίᾳ καὶ χώρᾳ, καὶ μηδεμιᾶς κακοποιίας ἢ λαφυραγωγίας παραχωροῦντες τοῖς λεγομένοις πολεμίοις. ἀφ' ὧν αἱ παλαμναιόταται τούτοις ἀραὶ παρὰ τῶν ὁμογενῶν ἐπιφέρονται, ὡς τῆς ἥττης αὐτῶν ἄνεσιν παρεχομένης πάσαις ταῖς τῶν Ρωμαίων κώμαις καὶ χώραις καὶ πόλεσι τοιούτων πράξεων δρωμένων. καὶ πάλιν τεθαύμακα, τίνι θαρροῦντες οἱ τῶν Ρωμαίων προεστῶτες πρὸς ἀντιπαρατάξεις καὶ πολέμους, ἐν οἷς ἀγωνοθέτης ἀρρεπὴς καθέστηκεν ὁ θεός, τοὺς ἀμφ' αὐτὸν ἐξοπλίζουσιν. ἢ πάντως οἰόμενοι λήσειν τὸν ἀνύστακτον ὀφθαλμὸν καὶ κλέψαι τὴν νίκην, ὥς τινος οἰκοδεσπότου μὴ ἐπαγρυπνοῦντος τοῖς ἰδίοις οὐσίδιον. λανθάνουσι δὲ οὐ μόνον τῶν ἐπὶ ταῖς μάχαις ἐλπίδων ἀποτυγχάνοντες, ἀλλὰ καὶ τὸν βίον δυσκλεῶς καταστρέφοντες καὶ τοῖς ἐξ ἀδικίας συμποριζομένοις προσαποβάλλοντες καὶ τὰ ἐκ δικαίων πόρων τῷ δημοσίῳ περιερχόμενα. ἔγωγε οὖν ἐν πολλοῖς συνεκστρατευσάμενος, κἀν τοῖς βασιλείοις συνεχῶς συναναστρεφόμενος, οὐδέπω ἔγνων ἐν πᾶσι βουλὴν θεῷ ἀρέσκουσαν, οὐδ' ἐπὶ στρατιωτικοῖς ἢ πολιτικοῖς πράγμασι σκέψεως προβαινούσης ἢ διαγνώσεως εὐλάβειαν προεπιμιχθεῖσαν τοῦ μή πώς ποτε παράνομόν τι συναναφαίνεται τῇ βουλῇ καὶ θεῷ ἀποτρόπαιον· ἀλλὰ τὸ πᾶν εἰς τὸ κέρδος τοῦ βουλεύματος καταντᾷ, κἂν ἱερὰ βεβηλῶνται, κἂν ἄνθρωποι βλάπτωνται· κἀκεῖνο προέχουσιν ἐν τοῖς βασιλείοις εἰς τὰς προφάσεις τοῦ ἀδίκου καὶ θεομισοῦς κέρδους, ἐκ πονηρίας συλλέγοντες. ἀλλ' οὐδ' ἐν πολλοῖς τούτων ὁ θεὸς ἡγεῖται τοῦ προβουλεύματος, καὶ μνήμη τούτου συνανακέκραται. διὰ ταῦτα τὴν τῶν γινομένων ἐν τοῖς Ρωμαίοις καταστροφὴν ἐς αὐτὴν ἀναφέρω τὴν ἐκ τοῦ θείου νέμεσιν καὶ τὴν ἐκ τῆς ἀδεκάστου γνώμης ἀπόφασιν, ὅτι τοῖς ἔθνεσι τιμᾶσθαι τὸ δίκαιον λέγεται, καὶ συντηρεῖσθαι τὰ πάτρια νόμιμα τούτοις ἀπαρεγχείρητα, καὶ πᾶσαν τὴν εὐτυχίαν ἐκ τοῦ δημιουργοῦ καταπτᾶσαν αὐτοῖς συνεχῶς ἐπιλέγουσιν, ἅπερ κοινὰ πᾶσι τοῖς ἀνθρώποις εἰσὶ προτερήματα καὶ παρὰ πάσης ἀπαιτοῦνται θρησκείας. ἡ γὰρ ἀληθὴς καὶ ἀμώμητος πίστις ἡμῶν τῶν Χριστιανῶν, ἐπεὶ τῶν ἀρετῶν τυγχάνομεν ἔκπτωτοι, κατάγνωσις μᾶλλόν ἐστι καὶ κατάκρισις, καθὼς καὶ τῷ θείῳ νόμῳ τῶν ἐντολῶν δοκεῖ, φάσκοντι "ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ καὶ μὴ ποιῶν δαρήσεται πολλάς." Καὶ μή μοί τις ἐπιτιμήσῃ τῆς τοιαύτης τῶν ἡμετέρων καταδρομῆς. οὐ γὰρ ἐπὶ λοιδορίᾳ τούτων ἁπλῶς καὶ ἀτιμίᾳ ψευδόμενος γέγραφα, ἀλλ' ἐπὶ ἐλέγχῳ τῶν κακῶς πραττομένων, μή πού ποτε ἄρα αἰδὼς καὶ φόβος ἐπέλθῃ τοῦ θείου τοὺς ἡγεμόνας καὶ στρατηγοὺς καὶ αὐτοὺς τοὺς ὑπηκόους αὐτῶν, καὶ μεταβαλόντες ἐπὶ τὰ κρείττονα τῆς ἄνθωεν εὐμενείας καὶ ἀντιλήψεως τύχωσι, καὶ τὰς οἰκτρὰς ἐπανορθώσονται τύχας. περιέσχον γὰρ ἡμᾶς ὠδῖνες θανάτου, κατά τε πᾶσαν ἑώαν καὶ τὴν ἑσπέραν τῶν Γοτθικῶν καὶ μιαρωτάτων ἐπικρατησάντων ἐθνῶν, καὶ κατατρυφησάντων τῆς ἡμῶν εὐηθείας ἢ ἀμελείας, ἢ τό γε ἀληθέστερον εἰπεῖν, θεοβλαβείας καὶ μανίας, ὅτι κατ' ἀλλήλων λυττῶντες καὶ ἀκρατῶς τοῖς ὁμοφύλοις μαχόμενοι καὶ θανάτου καταφρονοῦντες, ἐν τοῖς ἀλλοφύλοις πολέμοις δειλοὶ καὶ ἀνάλκιδες καὶ πρὸ πολέμου νῶτα διδοῦντες φαινόμεθα. Ἀλλὰ ταῦτα μὲν ἱκανὰ πρὸς ἄνδρας πολλὰ καὶ ἐξ ὀλίγων δυναμένους νοεῖν καὶ προνοεῖν τοῦ συμφέροντος. εἰσελθόντος δὲ τοῦ Καίσαρος καὶ παραστάντος τῷ βασιλεῖ ἔμεινε μὲν ἡσυχία τοῖς βασιλείοις, καὶ ἔδοξεν ὁ κρατῶν ἤδη κατωρθωκέναι τὸ πᾶν, πλὴν ὅσον ἀπέτυχε τὸ μὴ τὸν Ρουσέλιον ἐν χερσὶ λαβεῖν καὶ ἀμύνασθαι. τὴν γὰρ τῶν Τούρκων κατὰ τῶν Ρωμαίων ἐπιστρατείαν, καὶ τὸ σφάττεσθαι τοσοῦτον γένος Χριστιανῶν, καὶ δῃοῦσθαι κώμας καὶ χώρας, καὶ ἄρδην ἀνάστατον τὴν ἑώαν ὁρᾶσθαι, πῇ μὲν σφαζομένων ἀναριθμήτων ἀνθρώπων πῇ δὲ αἰχμαλωτιζομένων, ἐν δευτέρῳ ἐτίθετο. ὁ δέ γε Ρουσέλιος, εἰ καὶ οἱ Τοῦρκοι διεσπασμένοι πρὸς πάντα τὰ Ρωμαϊκὰ ἐτύγχανον θέματα, ἀλλ' αὐτὸς ἄρας ἐκ τοῦ τῆς Μεταβολῆς φρουρίου μετὰ τῶν ὑπολειφθέντων Φράγγων στρατιωτῶν καὶ τῆς συνεύνου καὶ τῶν τέκνων καὶ τῶν ὑπαρχόντων αὐτῷ διὰ μέσης τῆς χώρας ἀτρέστως ἐβάδιζε, καὶ τὸ θέμα τῶν Ἀρμενιακῶν καταλαβὼν τοῖς προτέροις αὐτοῦ κάστροις καὶ αὖθις ἀποκατέστη, καὶ οὕτως ἐκδρομὰς κατὰ τῶν Τούρκων ποιούμενος ἀπεῖρξεν αὐτοὺς τοῦ τῷ τοιούτῳ θέματι προσβάλλειν καὶ πολεμικοῖς περιβάλλειν κακοῖς. ὁ δὲ βασιλεὺς θυμομαχῶν κατ' αὐτοῦ ἐξ ὑποβολῆς τοῦ προρρηθέντος εὐνούχου τοῦ Νικηφόρου, προῃρεῖτο μᾶλλον τοὺς Τούρκους τὰ Ρωμαίων ἔχειν καὶ ἄγειν πράγματα ἢ τὸν Λατῖνον τοῦτον ἐν ἑνὶ τόπῳ χωρεῖσθαι καὶ ἀπείργειν τὰς ἐκείνων ἐπιδρομάς. διὰ τοῦτο καὶ πολλὰς μηχανὰς καὶ συνθήματα καὶ ὑποσχέσεις τοῖς Τούρκοις δούς, εἰ τοῦτον ποιήσοιντο αὐτῷ ὑποχείριον, ἐξαπέστειλε τῶν ἐν ὑπεροχαῖς ἀξιωμάτων ἕνα, στρατιώτην μὲν ὄντα, νέον δὲ τὴν ἡλικίαν καὶ φρονήσεως καὶ ἀνδρίας οὐδενὸς ἀποδέοντα, Ἀλέξιον πρόεδρον τὸν Κομνηνόν· ὃς ἐν τῷ ἄστει τῆς Ἀμασείας γενόμενος ἐκαραδόκει τὸ μέλλον. ὁ δὲ Ρουσέλιος φιλίας καὶ συνθήκας μετὰ τοῦ τῶν Τούρκων ἐξάρχοντος ποιησάμενος, συνῆλθε τούτοις πολλάκις ἐψιλωμένος στρατιωτῶν. ἐν μιᾷ δὲ σύνδειπνος τούτοις ὑπάρχων ἐπιβουλὴν ὑπέστη δεινήν· οἱ γὰρ Τοῦρκοι πᾶσαν φιλίαν προδιδόντες χρημάτων, κατέσχον αὐτὸν καὶ δεσμώτην ἀπέδειξαν, παράγγελμα νόμιμον ἔχοντες τὸ τοὺς Ρωμαίους ἀπατᾶν καὶ σφάττειν καὶ προδιδόναι καὶ μὴ δεδιέναι ὅρκον, ὅσον τὸ κατ' αὐτούς. καὶ ὃ μὲν κατείχετο δεσμώτης αὐτοῖς, ὁ δὲ πρόεδρος Ἀλέξιος ἐπραγματεύετο διὰ δώρων τὴν τούτου κατάσχεσιν καὶ ἀπόληψιν, ἐν τῷ μέσῳ τοῦ βασιλέως οἰομένου εἰρηνεύειν τὰ πράγματα· τὴν γὰρ τῶν Τούρκων ἀπηνῆ ἐπικράτειαν εἰς οὐδὲν ἐλογίζετο δι' ἀναλγησίαν καὶ μῖσος τὸ πρὸς Ρωμαίους, ὡς ἔοικεν. Ἐν ᾧ καὶ δικάζοντα πολλάκις, ὡς εἴωθεν, ἀσυμβάτους δίκας καὶ ἀπροσφυεῖς βασιλεῖ, καὶ ἀνευλόγως καταδικάζοντα τοὺς ἀνθρώπους ὑποθήκαις τῶν συνηγορούντων τοῖς χείροσι, φῆμαι καταλαμβάνουσαι, τοὺς Τούρκους λέγουσαι περὶ Χαλκηδόνα καὶ Χρυσόπολιν κατατρέχειν, ἄρτι πρῶτον τῇ τοιαύτῃ πλησιοχώρῳ ἐπιφοιτήσαντας γῇ, οὐδεμίαν ταραχὴν ἐνεποίουν καὶ σύγχυσιν, ἀλλ' ὡς ἀλλοτρίας χώρας πασχούσης αὐτὸς ἄφροντις ἔμενεν. οὕτως οὖν αὐτοῦ ἔχοντος, ὁ τὰ πρῶτα παρ' αὐτοῦ φέρων Νικηφόρος ὁ λογοθέτης τοῦ δρόμου, τὴν εἰς τὸν βασιλέα εὔνοιαν πολλαχόθεν ἐπισεμνύνειν ἑαυτῷ σοφιζόμενος, ἔπραττε μὲν ὅσα τούτῳ βουλομένῳ ἐνῆν, ἀπετείχιζε δὲ τῆς τοῦ βασιλέως ἀγάπης τήν τε μητέρα καὶ τοὺς ὁμαίμονας καὶ τοὺς λοιποὺς συγγενεῖς ὡς βασιλειῶντας δῆθεν καὶ τὸ συνοῖσον αὐτῷ μὴ θέλοντας, καὶ ὅτι αὐτὸς μόνος τὸ συμφέρον αὐτῷ διασπουδάζων καθέστηκε. διὸ δὴ καὶ μεγάλα παρὰ τῷ βασιλεῖ δυνηθεὶς αὐτὸς ἦν ὁ τὸ πᾶν διεξάγων τῆς βασιλείας, καὶ τῷ βασιλεῖ ἐπιτρέπων τὸ πραχθησόμενον, καὶ τὰς τιμὰς καὶ προνοίας οἷς ἐβούλετο χαριζόμενος διὰ λημμάτων οὐχὶ μικρῶν. ἦν γὰρ μετὰ τῶν ἄλλων κακῶν καὶ περὶ φιλοχρηματίαν δαιμονίως σπουδάζων, καὶ κτήσεων ἀκινήτων χανδὸν ποιούμενος τὴν ἐπίκτησιν. ὧν ἀκορέστως ἐχόμενος κέντρον καὶ ταμεῖον τῆς τῶν λοιπῶν αὐτοῦ κτήσεων ἐπισυναθροίσεως τὴν τοῦ Ἑβδόμου μονήν.
https://byzantium.gr/
Ταύτην γὰρ λαβὼν κατὰ δωρεάν, παρεσκεύαζε τὸν βασιλέα πολλὰ τῶν κτημάτων αὐτῷ προσκυροῦν ὁσημέραι καὶ προσόδους ἀφθόρους περιποιεῖν, ὡς αὐτοῦ τάχα διαγωνιζομένου ποιῆσαι τοῦτο μετὰ παρέλευσιν τῷ βασιλεῖ πολύολβον ἐνδιαίτημα, σκεπτόμενος ἐκ μοχθηρίας οἰκειοῦσθαι καὶ παρακερδαίνειν τὰ νῦν προσφερόμενα καὶ τῷ ὀνόματι τῆς μονῆς πλοῦτον ἐπικτᾶσθαι ὑπερφυῆ, τοῦ δὲ μέλλοντος εἶναι τὸν λόγον ἀπόρρητον. ἐν τούτοις δὲ πᾶσιν οὐδένα κόρον λαμβάνων, καίτοι καὶ παρὰ πάντων τῶν ἐν τέλει καὶ τῶν στρατιωτῶν καὶ τελωνῶν καὶ πρακτόρων δωροδοκούμενος καὶ κτήσεων εἰδικῶν καὶ οἴκων ἐν περιλήψει μεγάλων καὶ πολλῶν καθιστάμενος, οὐδὲ τοῦ κερδαίνειν καὶ ἐκ συκοφαντημάτων ἀπείχετο, οὐδὲ τοῦ ἐπιβουλεύειν τῇ εὐθηνίᾳ καὶ τὴν κοσμικὴν ἀδημονίαν καὶ ἔνδειαν οἰκείαν ποιεῖσθαι φιλοκερδείας ὑπόθεσιν. τῷ τοι καὶ μαθὼν ὡς ἐν τῷ κάστρῳ τῇ Ραιδεστῷ κατάγουσιν ἅμαξαι τὸν σῖτον πολλαί, καὶ διαπιπράσκουσι διασκεδαννύμεναι εἴς τε τὰ τῶν μοναστηρίων ξενοδοχεῖα καὶ κατατόπια καὶ αὐτῆς τῆς μεγάλης ἐκκλησίας καὶ πολλῶν ἐγχωρίων, καὶ ἄνετον ποιοῦνται τὴν πρᾶσιν πρὸς τὸν βουλόμενον καὶ ἀκώλυτον, καὶ οὕτως ὁδεύει διὰ πάντων τὸ ἀγαθὸν τῆς εὐθηνίας, φθονήσας τῆς εὐετηρίας τῷ κόσμῳ φούνδακα ἐκτὸς τοῦ ἄστεος ὁ παγκάκιστος ἐποικοδομεῖ, κἀν τούτῳ συναθροίζεσθαι τὰς ἁμάξας ἐπισκήπτει, βασιλικῷ γράμματι τοῦτο διορισάμενος· καὶ μονοπώλιον τίθησιν εἰς τὸ ἀναγκαιότατον χρῆμα, τὸν σῖτον, μηδενὸς δυναμένου εἰ μὴ ἀπὸ τοῦ φούνδακος ἐξωνήσασθαι, φούνδακος τοῦ δολίου καὶ δαιμονιώδους πράγματος καὶ ὀνόματος. ἐξ οὗ γὰρ ἐκεῖνος ἐπάγη, ἡ εὐθηνία τῶν πόλεων ᾤχετο, καὶ ἡ τοῦ θείου ὀργὴ τὰ ὑπὸ Ρωμαίους μειζόνως κατέλαβεν. οὐ γάρ, ὥσπερ τὸ πρότερον ἦν, ὁ βουλόμενος ἐξωνεῖτο τὸν σῖτον καὶ μετὰ τοῦ πωλοῦντος συνήλλαττε, καὶ εἴ περ μὴ ἐν τῷδε τῷ κατατοπίῳ ἠρέσκετο, μετέβαινεν εἰς τὸ ἄλλο καὶ αὖθις εἰς ἕτερον, καὶ ἀπὸ τῶν ἁμαξῶν ἡ πρᾶσις ἐγίνετο· ἀλλ' εἰσερχόμενα τὰ γεώργια ἐν τῇ τοῦ φούνδακος εἱρκτῇ σιτώνας εἶχον ἐνοίκους τοῦ φούνδακος καὶ σιτοκαπήλους πολλούς, καὶ οὗτοι προαρπάζοντες τὸν σῖτον ἐξωνοῦντο καὶ ἀπετίθουν, καὶ διηγωνίζοντο κερδαίνειν ἐπὶ τῷ νομίσματι νομίσματα τρία. ἠγόραζε δὲ ἀπὸ τῶν ἁμαξῶν οὐδείς, οὔτε ναυτικὸς εἰσάγων αὐτὸν εἰς τὴν βασιλεύουσαν οὔτε ἀστικὸς οὔτε ἄγροικος οὔτε ἄλλος οὐδείς· ἀλλ' ἀπὸ τῶν σιτοκαπήλων τοῦ φούνδακος ἡ πρᾶσις προέβαινεν, ὡς ἐκεῖνοι ἐβούλοντο καὶ ὁ προκαθήμενος αὐτῶν λυμεὼν φουνδακάριος, ὃς καινοτομῶν τοὺς τὸν σῖτον καταβιβάζοντας, καὶ σῖτον ἐκ τούτων κακῶς ἀφαιρούμενος, καὶ βαρείας ἀπαιτήσεις ὑπὲρ τῶν τοπιατικῶν εἰσπραττόμενος, ἠνάγκαζε τὴν πρᾶσιν διὰ τὸ καινοτομεῖσθαι πολυειδῶς ἐνδεεστέραν ποιεῖν. καὶ οὕτως τρεφομένου τοῦ φούνδακος εἰς ἀδικίαν ἀπαραμύθητον ἐξέπιπτε τὰ τῆς προτέρας εὐθηνίας τῇ πολιτείᾳ, καὶ περιέστη ἀπὸ δέκα καὶ ὀκτὼ μοδίων εἰς ἕνα μόδιον τοῦ νομίσματος ἡ τοῦ σίτου πρᾶσις. ἐκομμερκεύοντο γὰρ ἔκτοτε, φεῦ τῆς πλεονεξίας, οὐ μόνον αἱ πυροφόροι ἅμαξαι, ἀλλὰ καὶ τὰ λοιπὰ ὤνια, ὅσα πλησίον ἐκείνου παρώδευον. ἀπείργοντο δὲ καὶ οἱ τῆς περιχώρου ἐκείνου καὶ οἱ τῆς Ραιδεστοῦ ἔποικοι πωλεῖν τὰ ἴδια γεώργια ἐν ταῖς ἑστίαις αὐτῶν. ἀφῃροῦντο δὲ καὶ οἱ μέδιμνοι, καὶ μόνος ὁ φοῦνδαξ τῶν μεδίμνων ὑπῆρχε κύριος. ὅπερ οὐδέποτε γέγονεν, οὐδ' ὁ ἥλιος εἶδε τοιοῦτον ἀδίκημα. εἰ γὰρ προσηγγέλη τις πωλήσας οἴκαδε σῖτον ἐξ ὧν ἐγεώργησεν, ὡς φονεὺς ἢ βιαστὴς ἢ ἄτοπόν τι ἕτερον πεπραχὼς ἐδημεύετο καὶ ἡρπάζετο παρὰ τοῦ ἐπιστατοῦντος τῷ φούνδακι. παρῆσαν γὰρ τῷ φουνδακαρίῳ ἐκ πάσης ἰδέας κακούργων ἄχρι τῶν ἑκατὸν ταξιῶται ταττόμενοι παρ' αὐτοῦ, καὶ τοὺς ἐλεεινοὺς ἐμπόρους καὶ γεωργοὺς πολλοῖς ἀνιαροῖς περιέβαλλον· καὶ οὐδεὶς ἦν ὁ ἀντιστῆναι τούτοις δυνάμενος τῷ τε πλήθει δυσκαταγωνίστοις οὖσι καὶ τῇ δυναστείᾳ τοῦ λογοθέτου τὸ θράσος ἀκάθεκτον ἔχουσι. καὶ ὃ μὲν ξʹ λιτρῶν τὸν φούνδακα μισθωσάμενος ἐνηβρύνετο τῷ ἐξ αὐτοῦ πορισμῷ· ἡ δ' ἔνδεια τοὺς πάντας ἐπίεζεν, οὐ μόνον τοῦ σίτου ἀλλὰ καὶ τῶν ἄλλων εἰδῶν. ἐκείνου γὰρ στενοχωρουμένου ἀνάγκη καὶ τὰ λοιπὰ στενοχωρεῖσθαι, ὅτι δι' αὐτοῦ τῶν ἄλλων ὠνίων ἡ ἐπίκτησις ἢ περιποίησις γίνεται, καὶ οἱ μισθαρνοῦντες βαρυτέρους τοὺς μισθοὺς διὰ τὸ ἐνδεὲς τῆς τροφῆς ἀπαιτοῦσι. καὶ οἱ μὲν ἀξιολογώτεροι τῶν ἀνθρώπων καὶ οἱ τῷ φούνδακι πλησιάζοντες ἐγίνωσκον τὴν αὐτοῦ χαλεπότητα, καὶ ὅθεν τῷ κόσμῳ τὸ δεινὸν τῆς ἐνδείας ἀηδῶς ἐπεπόλασε· τὸ δ' ἄδικον κέρδος, ὡς φάρμακον μέλιτι κατεσκευασμένον τε καὶ κλεπτόμενον, τοὺς κρατοῦντας ἀπειροκάλως κατέθελγε, μέχρις ἂν σὺν τῷ κέρδει τούτου καὶ τὴν οὐσίαν πᾶσαν καὶ τὴν σωτηρίαν ἀπέβαλον. Ἐν τούτοις οὖν τῶν βασιλικῶν φροντισμάτων ὑπόντων, μᾶλλον δὲ τῶν τοῦ Νικηφόρου δεινῶν βουλευμάτων συναγομένων, ἤρξατο μὲν ὑπορρεῖν ὁ σῖτος καὶ καταλήγειν τὰ τῆς εὐθηνίας εἰς ἔνδειαν, ηὔξανε δὲ ὁ τῶν πολλῶν γογγυσμός, καὶ μᾶλλον τῶν ἀκριβῶς ἐπισταμένων τὸ ἄτοπον, καὶ ὅσοι τῶν γινομένων κακῶν ἐγγυτέρω καθίστατο. ἐθρυλλεῖτο δὲ καὶ τὸ παρὰ τὸν Ἴστρον κατοικοῦν μιξοβάρβαρον. παράκεινται γὰρ τῇ ὄχθῃ τούτου πολλαὶ καὶ μεγάλαι πόλεις, ἐκ πάσης γλώσσης συνηγμένον ἔχουσαι πλῆθος, καὶ ὁπλιτικὸν οὐ μικρὸν ἀποτρέφουσαι. πρὸς αἷς οἱ περαιωθέντες Σκύθαι τὸ πρότερον τὸν Σκυθικὸν ἐπιφέρουσι βίον. παρ' ὧν καταληιζόμεναι, καὶ τὰς ἐκ τῶν βασιλικῶν ταμείων ἀποστελλομένας ἐτησίως φιλοτιμίας σπουδῇ τοῦ Νικηφόρου περιεκόπτοντο. καὶ κατὰ τοῦτό τινες τῶν τοιούτων πόλεων εἰς ἀποστασίαν ἀπέβλεψαν καὶ εἰς τὸ ἔθνος τῶν Πατζινάκων παρήγγελλον. σκεψάμενοι δ' οἱ περὶ τὸν βασιλέα σατράπην στεῖλαι τῶν οἰκειοτάτων αὐτῷ, ἔγνωσαν κατεπάνω τῆς Δρίστρας χειροτονῆσαι Νέστορά τινα τῷ τῶν βεσταρχῶν μὲν ἀξιώματι τετιμημένον, ἀπὸ Ἰλλυριῶν δὲ τὸ γένος ἕλκοντα καὶ δοῦλον πατρῷον γεγονότα τοῦ βασιλεύοντος. ὃν καὶ τῇ τοσαύτῃ τιμήσας ὁ τηνικαῦτα κρατῶν ἀρχῇ, ἐξαπέστειλε μετὰ τινῶν Δριστρηνῶν ὑπισχνουμένων τῷ βασιλεῖ τὴν εἰς τοῦτον τοῦ κάστρου μετάθεσιν. ἀπελθὼν δὲ, καί τινα χρόνον διηνυκώς, εὕρισκε μὲν τοὺς ἐγχωρίους μικρόν τι ἢ οὐδὲν τὴν τοῦ βασιλέως τῶν Ρωμαίων κυριότητα ἐπιστρεφομένους, εἰς δὲ τὸν ἐξάρχοντα τούτων (Τατρὺς αὐτῷ ἡ προσηγορία) τὴν ἐξουσίαν τῆς ἄκρας ὁλοσχερῶς ἀναφέροντας. εἴτε δὲ φόβῳ τούτων ὁ Νέστωρ κατασεισθείς, εἴτε τῷ ὁμοτίμῳ τοῦ γένους τῆς ἐκείνων ἐρασθεὶς προαιρέσεως, εἴτ' ἐκ τῆς καταλαβούσης αὐτὸν φήμης δηχθεὶς τὴν ψυχήν, ἥτις ἦν ὡς τὴν οἰκίαν αὐτοῦ καὶ τὴν οὐσίαν τῷ δημοσίῳ ἐγγράφουσι προφάσει τοῦ μὴ καταναλῶσαι τὸ δοθὲν αὐτῷ χρυσίον ἐκ τῶν βασιλικῶν θησαυρῶν εἰς δέον (καὶ γὰρ δυσμενῶς ἔχων πρὸς αὐτὸν ὁ Νικηφόρος ἔπραττε τοῦτο κακῶς, τῷ φθόνῳ καὶ τῇ κακοηθείᾳ μὴ προτιμᾶν τὸ συμφέρον εἰδώς, καὶ τιμωρῶν ἐπισφαλῶς τὸν ἀκρίτην, ἐν οὕτω συγχύσει τῶν πραγμάτων ὑπαρχόντων, καὶ πρὸ τοῦ δοῦναι λόγον τῆς διοικήσεως), τῆς αὐτῆς ἐκείνοις βουλῆς καὶ γνώμης ἐπὶ συνθήκαις καὶ ὅρκοις κοινωνὸς ἐχρημάτισε, καὶ πρὸς τὰς ὁμολογίας ταύτας καὶ τὸ τῶν Πατζινάκων ἔθνος συναρμοσάμενος πολεμεῖν τοῖς Ρωμαίοις μετ' αὐτῶν ἀσπόνδῳ τῇ μάχῃ συνέθετο. συγκινήσεως οὖν γενομένης τοιαύτης, τὰ περὶ τὸν πόλεμον καὶ τὴν τῆς Ρωμαϊκῆς χώρας ἐπιδρομὴν αὐτοῖς ἐξηρτύετο. Ἐν δὲ τῷ μέσῳ τοῦ Ρουσελίου τοῖς Τούρκοις κατεχομένου, πολλὴν ὁ πρόεδρος Ἀλέξιος ἐποιήσατο τὴν σπουδήν, τῷ κάστρῳ τῆς Ἀμασείας ἐνδιατρίβων, ὑπὸ τὴν ἰδίαν χεῖρα τοῦτον ποιήσασθαι. καὶ μέντοι καὶ ταλάντων ἱκανῶν τιμησαμένων τῶν Τούρκων τὸν Ρουσέλιον, τῇ καταβολῇ τῶν ἀπαιτουμένων ὤνιον αὐτὸν ἀπειργάσατο καὶ ὑπὸ τὴν ἰδίαν ὑπηγάγετο χεῖρα, καὶ σιδηροδέσμιον ἀποδείξας διὰ πολλῆς εἶχε καὶ ἀγρύπνου τῆς φυλακῆς. εἶτα πέμψας γράμμα πρὸς τὸν βασιλέα, καὶ παρ' ἐκείνου πάλιν δεξάμενος, διὰ τῆς Ποντικῆς θαλάσσης ἐπεπορεύθη, καὶ τοῦτον εἰς τὴν βασιλεύουσαν μετὰ τῆς αὐτῆς ποδακάκης εἰσήγαγεν. ὁ δὲ βασιλεὺς μὴ προθέμενος εἰς ὄψιν ἑαυτοῦ καὶ θέαν τοῦτον ἐλθεῖν, καί τι καὶ βουλεύσασθαι βασιλικῆς ἀνεξικακίας καὶ μεγαλοφροσύνης ἐπάξιον, καὶ προθεῖναι κατ' αὐτοῦ δικαστήριον, καὶ μετὰ διάγνωσιν καταδίκῃ μὲν θανατηφόρῳ τοῦτον ὑποβαλεῖν, ἀντιστῆσαι δὲ τῷ δικαίῳ χόλῳ τὸ ἠπιώτατον καὶ φιλάνθρωπον, καὶ οὕτω φυλάξαι τῇ Ρωμαίων ἀρχῇ τηλικοῦτον στρατιώτην καὶ στρατηγόν, δυνάμενον ἐν τοῖς φλεγμαίνουσι κακοῖς τῆς ἑώας ἰάσασθαι πολλὰ τῶν αὐτῆς συντριμμάτων, ὥστε χάριτας ὁμολογήσαντα τῆς σωτηρίας τῷ βασιλεῖ καὶ ἀνυπερβλήτους εὐχαριστίας πεποιηκότα (ὅπερ πάντως ἀνάγκη τούτῳ ποιῆσαι ἦν, λογικῷ τε ὄντι καὶ φρονήσεως οὐκ ἀμοιροῦντι στερρᾶς) λαβεῖν τὴν ἡγεμονίαν τοῦ πολέμου καὶ τῆς πιεζούσης ἐπιδρομῆς ἐλευθερῶσαι τὰ ἑῶα, ὅσον γε ἥκει κατ' ἀνθρωπίνην ἔννοιαν ἐκ τῆς τῶν προτέρων αὐτοῦ κατορθωμάτων καὶ τολμημάτων κατανοήσεως, μὴ πεποιηκὼς οὖν οὕτως ὁ βασιλεύς, ἀλλὰ τῷ θυμῷ τὸ πλεῖον ἀπονείμας τοῦ πράγματος, ἔλαθε μεγίστης ἰσχύος καὶ εὐπραγίας ἀποστερήσας τὴν Ρωμαίων ἀρχήν, ὡς καὶ μετὰ ταῦτα τὰ πράγματα παρεστήσαντο. παραδοὺς αὐτὸν τοῖς βασανισταῖς, ξεσμοῖς ἀνηκέστοις διὰ βουνεύρων, ὥς τινα δοῦλον δραπέτην, αὐτὸν καθυπέβαλε, καὶ εἰς ἕνα τῶν πύργων κατακλείσας, ζοφώδη καὶ ἀφιλάνθρωπον, ἀτημέλητον εἶχε καὶ σχοίνοις σιδηροῖς δέσμιον. Ἔφθη οὖν ὁ Νέστωρ τὴν μελετωμένην ἐκπληρώσας βουλήν, καὶ μετὰ τῶν Πατζινάκων εἰς τὴν Μακεδονικὴν ἐμβαλών, καὶ ταύτην κακῶς ἄγαν καὶ ἀπηνῶς διαθείς· οὐδὲ γὰρ εἰς πόλεμον ἀντεπεξελθεῖν αὐτῷ οἱ ἐν Ἀδριανουπόλει συλλεγέντες στρατιῶται ἐτόλμησαν. οὕτως Θρᾷκάς τε ... καὶ μετὰ πλήθους ἀξιολόγου τῆς Βύζαντος ἐγγὺς ἐστρατοπεδεύσαντο. τὸ δ' ἄλλο πλῆθος ἐπαφῆκε τὰς λοιπὰς πόλεις καὶ χώρας ἀποκείρειν τε καὶ δῃοῦν. θέρους δὲ ὥρας ἐνισταμένης καὶ τῶν καρπῶν ἠρτημένων, οὐ μικρά τις τῶν ἀναγκαίων σπάνις κατεῖχε τὴν βασιλεύουσαν καὶ τὰς λοιπὰς ἑσπερίας πόλεις, ὡς καὶ αὐτοῖς τοῖς κτήνεσι τὰς τροφὰς ἐπιλείπειν, καὶ πανταχόθεν ἐπιστυγνάζειν τοῖς ὅλοις τὸ ἄπορον· οὔτε γὰρ ἀξιόλογος στρατιὰ τῇ βασιλίδι παρῆν, τοὺς πολεμίους δυναμένη ἀπώσασθαι, οὔτ' ἄλλη τις μηχανὴ εὐέλπιδας τοὺς πολίτας ἐποίει πρὸς τὴν τοῦ ἔθνους ἀπαλλαγήν. ἀλλ' οὐδ' ὁ βασιλεὺς λόγῳ καὶ φρονήσει καὶ πολυπειρίᾳ διαφέρων ἦν, ὥστε διὰ τῆς οἰκείας ὀξύτητος λύσιν εὑρεῖν τινὰ τοῦ δεινοῦ. μία δὲ πᾶσιν ἐδόκει τῶν τοσούτων κακῶν ἀπαλλαγή, ἡ τοῦ ἀπὸ λογοθετῶν Νικηφόρου πρὸς τοὺς πολεμίους ἔκδοσις. τοῦτον γὰρ ἰσχυρῶς ἐπεζήτει λαβεῖν καὶ κολάσαι ὡς τῶν ὅλων δυσχερῶν αἴτιον, καὶ αὐτίκα τῆς βασιλευούσης ἀπαναστῆναι καὶ δοῦναι τὴν προτέραν ἄδειαν τοῖς Ρωμαίοις καὶ κατακληρῶσαι τὰ ἑαυτῶν. ἀλλ' ὁ βασιλεὺς πάντα προέσθαι καὶ παθεῖν ἕτοιμος ἦν ἢ τὸ ζητούμενον ἐκ μέσου ποιήσασθαι. καὶ τοῦτο γὰρ ἐζητεῖτο καὶ ἐζυγομαχεῖτο τοῖς πλείοσιν, ὥστε κἂν μὴ ἔκδοτος τοῖς ἐναντίοις δοθῇ παραλυθῆναι τέως αὐτὸν τῆς τοῦ λογοθέτου ἀρχῆς καὶ ἰδιωτεῦσαι καὶ οἴκαδε καταστῆναι ὡς ἄπρακτον πάντῃ καὶ πᾶσιν ἀπόβλητον, ἵνα καὶ τοῦτο ἀρκοῦν ἡγησάμενοι πρὸς τιμωρίαν αὐτοῦ οἱ πολέμιοι τῆς στρατοπεδείας ἀπόσχωνται. ἐπεὶ δὲ οὐδ' εἰς τοῦτο κατανεύων ὁ βασιλεὺς ἐτύγχανεν, οὐδ' ἑνὸς ἀνδρὸς ἀπραξίας σωτηρίαν τοῦ γένους παντὸς τῶν Ρωμαίων ἀνταλλάξασθαι πρόθυμος ἦν, βοηθεῖ τούτοις ἄνωθεν ἡ θείᾳ ἀντίληψις ταῖς ἀκλινέσι πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν θεοτόκου. οἱ γὰρ ἀποσταλέντες πρέσβεις παρὰ τῶν Πατζινάκων ἀναπεμφθέντες πάλιν εἰς αὐτοὺς ὑπωπτεύθησαν ἔκ τινος ἀπροόπτου αἰτίας ὡς λάθρᾳ διαχειρίσασθαι μέλλοντες τὸν πρωτοσύμβουλον αὐτῶν καὶ συστράτηγον Νέστορα· καὶ φοβηθεὶς ἐκεῖνος τὸν ἀπὸ μηχανῆς κίνδυνον, ταχέως ἐκεῖθεν ἀναστήσας τὴν στρατιὰν ὀπισθόρμητος ἤλαυνε. καὶ διελθὼν τὴν Μακεδονικήν, καὶ τοῖς ἄλλοις Πατζινάκοις συμμίξας, οἳ τὴν χώραν πᾶσαν κατέτρεχον καὶ κατεληίζοντο, οὕτως εἰς τὰ περὶ τὸν Ἴστρον χωρία καὶ τὰς ἐπαύλεις ἀνέδραμε, πολλὴν ἐπαγόμενος λείαν ἀνθρώπων τε καὶ κτηνῶν καὶ τῆς ἄλλης ἀποσκευῆς. ἐκείνου δὲ ταχέως ἀναχωρήσαντος ἀνακωχὴν τὰ πράγματα ἔλαβον, καὶ τῶν γεωργημάτων καὶ τῶν ἄλλων χορτασμάτων ἀδεῶς ἐποίουν οἱ πρὸς ταῦτα τεταγμένοι τὴν εἴσοδον, καὶ τὴν ἀπαλλαγὴν οἱ πλεῖστοι θαυμασίως ἑώρταζον, τῷ θεῷ καὶ τῇ τούτου πανυπερτίμῳ μητρὶ τὰ χαριστήρια νέμοντες. Μοῖρα δέ τις τῶν ἑσπερίων στρατευμάτων ἐξ Ἀδριανουπόλεως ἄρασα τῷ βασιλεῖ προσελήλυθεν, εἰπεῖν τε καὶ ἀκοῦσαι παρ' αὐτοῦ σπεύδουσα τὴν τῶν ἐπιζητουμένων αὐτοῖς ἀπόκρισιν· ἐπενεκάλουν γὰρ στέρησιν τῶν στρατιωτικῶν ὀψωνίων καὶ κακοπαθείας τινὰς ἐξ ἀπρονοησίας τῶν κρατούντων καὶ ἀπληστίας. οἱ δὲ περὶ τὸν βασιλέα ἀδίκως αὐτοὺς μετελθόντες στρατιωτικόν τι πλῆθος εἰς ἐνέδραν αὐτῶν προητοίμασαν, καὶ ὅτε τούτους ἔγνων τῶν ἵππων καταβάντας ἐπὶ τῷ ποιῆσαι τὴν ἔγκλησιν, κατ' αὐτῶν ἀφῆκαν τοὺς ἐφεδρεύοντας· καὶ οἳ περιχυθέντες τοὺς ὁμοφύλους σφοδρῶς καὶ πολεμίως κατῄκιζον, οἳ μὲν ῥάβδοις σιδηραῖς αὐτοὺς κατατείνοντες, οἳ δὲ ξίφεσι τελείοις ἀναιροῦντές τινας, οἳ δὲ τὰς σκηνὰς αὐτῶν διαρπάζοντες καὶ τοὺς ἵππους συναφαρπάζοντες. τούτου δὲ γενομένου πολὺς ἔλεος ἐπῆλθε τοῖς Βυζαντίοις ὑπὲρ τῶν ἀναιτίως παθόντων στρατιωτῶν, καὶ κατέγνων τοῦ βασιλέως καὶ τῶν περὶ αὐτὸν οὐκ ἐλαχίστην τὴν ἄνοιαν, ὥστε καὶ αὐτὸν ἐκεῖνον μετάμελον δέξασθαι καὶ ἀνασῶσαι τούτοις τινὰ τῶν διαρπαγέντων, μὴ μέντοι δέ τι πρᾶξαι τὴν τοιαύτην παροινίαν καὶ βλάβην ἀνακαλούμενον, μήτε φιλοτιμίαν τινὰ τοῖς στρατιώταις ἀποδοῦναι. ἀλλ' οἵ γε πρὸς τὰ οἰκεῖα λύπης οὐ μικρᾶς ἀνάμεστοι ἐπαναστραφέντες οὐκ ἤθελον ἐπὶ τοῦ αὐτοῦ μένειν, ἀλλὰ τοὺς πολεμιωτάτους ἀμύνασθαι διεσκέπτοντο.
https://byzantium.gr/
Ἐν τούτῳ δὲ τῷ ἔτει καὶ τέρατά τινα κατεφάνησαν εἰς τὴν Βύζαντος. τρίπους τε γὰρ ὄρνις ἐγεννήθη, καὶ παιδίον ἐτέχθη κατὰ μέτωπον ἔχον τὸν ὀφθαλμόν, καὶ τοῦτον ἕνα καὶ μόνον, τραγοσκελὲς δὲ τοὺς πόδας· καὶ προτεθὲν ἐν τῇ τῆς διακονίσσης δημοσίᾳ παρόδῳ κλαυθμὸν ἠφίει παιδικῷ προσεοικότα. δύο δὲ τῶν ἀθανάτων στρατιωτῶν πλησίον τοῦ δυτικοῦ τῆς πόλεως τείχους ἐν δημοσίῳ τόπῳ κεραυνόβλητοι γεγόνασιν. οὐ μὴν δὲ ἀλλὰ καὶ ἐν οὐρανῷ κομῆταί τινες παρετείνοντο. Ἐπεὶ δὲ καὶ τὴν ἑώαν οἱ ἐκεῖσε καταναλίσκοντες ἦσαν βάρβαροι καὶ πορθοῦντες καὶ καταβάλλοντες, πλῆθος ἐκεῖθεν ὁσημέραι τῇ βασιλίδι προσέφευγεν, ὅ τε λιμὸς ἐστενοχώρει πάντας, τῇ ἐνδείᾳ τῶν ἀναγκαίων καταπιέζων αὐτούς. ἐπιγενομένου δὲ καὶ χειμῶνος, ἐπεί περ ὁ βασιλεὺς ἀφιλότιμος ὢν καὶ σφόδρα φειδωλίας ἐχόμενος οὐδὲν ἐκ τῶν βασιλικῶν θησαυρῶν ἢ τῆς ἄλλης προνοίας εἰσῆγεν ἢ τοῖς ἐν τέλει ἢ τοῖς δημοτικοῖς παραμύθιον, καὶ ἕκαστος περὶ ἑαυτοῦ στυγνάζων οὐδὲ χεῖρα πλουσίαν εἶχε πρὸς τὸ τοῖς δεομένοις ἐπαρκεῖν καὶ παρέχειν τὰ τῆς ζωῆς ἐφόδια (διὰ γὰρ τούτων τοῖς πενεστέροις ὡς ἐπίπαν τὰ χρειώδη προσάγονται), πολὺς καὶ ἀμύθητος θάνατος οὐ τῶν ξένων μόνον ἀλλὰ καὶ τῶν τῆς πόλεως δήμων καθ' ἑκάστην ἐγίνετο, ὡς καὶ τοὺς νεκροὺς αὐτῶν σωρηδὸν ἔν τε τοῖς λεγομένοις ἐμβόλοις καὶ τοῖς ὑπαίθροις ἀνακεῖσθαι, καὶ φοράδην κομίζεσθαι πολλάκις ἐν μιᾷ καὶ τῇ αὐτῇ κλίνῃ πέντε καὶ ἓξ νεκροὺς ἀτημελήτους, καὶ πανταχόθεν ἐπιρρέειν τὰ σκυθρωπά, καὶ πάσης κατηφείας πληροῦσθαι τὴν βασιλεύουσαν. τῶν δὲ καθημερινῶν καὶ παρανόμων κριμάτων οὐδεμία τις ἀναστολὴ τοῖς κρατοῦσιν ἐγίνετο· ἀλλ' ὥσπερ μηδενὸς τὸ παράπαν ἐνοχλοῦντος τοῖς Ρωμαίοις ἀλλοφύλου πολέμου ἢ θείας ὀργῆς, ἢ τοὺς ἀνθρώπους κατατρεχούσης ἐνδείας καὶ βίας βιωτικῆς, οὕτως ἀδεῶς ἔπραττον τὰ θεομισῆ καὶ τυραννικά. καὶ πᾶν προβούλευμα βασιλικὸν εἰς τὸ τοὺς οἰκείους ἀδικεῖν καὶ κατασοφίζεσθαι καὶ θηρεύειν τοὺς βίους αὐτῶν καὶ τὴν ἀφορμὴν τῆς ζωῆς κατεγίνετο. Τί οὖν τὸ ἐντεῦθεν; ἤσχαλλον πάντες καὶ ἐδυσχέραινον καὶ διηνεκῶς ἐποτνιῶντο πρὸς τὸν θεόν, ἐπιβλέψαι πρὸς τὴν αὐτοῦ κληρονομίαν διὰ παντὸς ἱκετεύοντες, καὶ προχειρίσασθαι ἄνδρα ἅμα μὲν καὶ τοὺς τυράννους αὐτοὺς δυνάμενον καθελεῖν, ἅμα δὲ καὶ τὰς τύχας τῶν Ρωμαίων πρὸς τὸ εὐθυμότερον ἐπαναγαγεῖν φρονήσει καὶ γενναιότητι καὶ φιλοτίμῳ καὶ φιλοίκτῳ ψυχῇ.
καὶ μέντοι καὶ τετυχήκασιν οὐκ εἰς μακρὰν τῶν κατὰ σκοπόν. προσδεξάμενος γὰρ τὴν αἴτησιν αὐτῶν ὁ ἐν ἐλέει ἀμέτρητος κύριος ἀνίστησιν ἄνδρα κρείττονα τῆς εὐχῆς τῶν φοβουμένων αὐτόν, καὶ τοσοῦτον εἰς ἀρετὴν καὶ μεγαλοφροσύνην καὶ γενναιότητα καὶ στρατιωτικὴν μεγαλοδοξότητα ὅσον ὁ πρώην βασιλεύων εἰς κακίαν καὶ μικρολογίαν καὶ ἀγενῆ πολιτείαν διεγινώσκετο. ἦν δὲ οὗτος, ὁ τὸ κράτος δηλονότι ἐκ τοῦ ἐπουρανίου βασιλέως μνηστευθεὶς καὶ ἄξιος αὐτῷ λογισθείς, Νικηφόρος κουροπαλάτης ὁ Βοτανειάτης, ὃν πολλαχοῦ τῆς γραφῆς ὡς τρισαριστέα καὶ δοκιμώτατον διελάβομεν. οὗτος γὰρ εὐγενὴς τῶν ἀφ' ἡλίου ἀνατολῶν καθεστώς, καὶ τῆς τῶν ἀνατολικῶν ἐπαρχίας τυγχάνων πρώτιστος πλούτῳ καὶ γένει καὶ παλαιῶν ἔργων καὶ νέων λαμπρότητι, καὶ τὴν στρατηγίαν ἔχων τοῦ αὐτοῦ θέματος, περίλυπος ἦν ταῦτα ὁρῶν· οὐ γὰρ ἔφερε, φύσιν ἔχων εὐσεβῆ καὶ φιλόθεον, ζῆν καὶ τοιαῦτα καθορᾶν ἀνοσίως πραττόμενα, καὶ πᾶσαν τὴν ἑώαν τοῖς πολεμίοις ἀνάστατον. καὶ αὐτὴν τὴν μεγάλην Κωνσταντινούπολιν πολεμουμένην τοῖς τῶν κρατούντων ἀκρατῶς ἀδικήμασι, καὶ τὴν ἑσπερίαν γῆν κατακειρομένην τοῖς ἔθνεσιν καὶ τοῖς βλαπτικοῖς ἐννοήμασιν. ἀλλ' ἀναφέρων εἰς τὴν τοῦ γένους ἐπισημότητα, καὶ διανοούμενος ἀκριβῶς ὡς πολλῶν καὶ μεγάλων ἀριστευμάτων καὶ βοηθημάτων ἡ Ρωμαίων ἀπέλαυσε γῆ παρὰ τῶν προγόνων αὐτοῦ κατὰ διαφόρους καιροὺς καὶ χρόνους, καὶ δεύτερος φανῆναι τούτων ἀνάξιον λογισάμενος, εἰ μὴ βοηθήσαι τοῖς κάμνουσιν ὀρθοδόξοις, δι' οὓς Χριστὸς ὁ θεὸς ἡμῶν τὸ οἰκεῖον αἷμα ἐξέχεε, ζηλωτὴς διαπυρώτατος γίνεται, καὶ τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῆς τοῦ Χριστοῦ ποίμνης καὶ τοῦ ἁγίου ἔθνους αὐτοῦ. καὶ τῆς Τούρκων ἔτι ζεούσης ἐπιφορᾶς, καὶ πολέμων πανταχόθεν ἀναρριπιζομένων σφοδρῶς, εὐθαρσῶς καὶ γενναίως ἀνθίσταται τούτοις αὐτὸς καὶ ἀνθοπλίζεται κραταιῶς, οὐχ ὅπλοις καὶ πλήθει θαρρήσας στρατιωτῶν (ἦσαν γὰρ προκατειργασμένοι πάντες καὶ καταβεβλημένοι ταῖς συνεχέσιν ἐπιδρομαῖς καὶ σφαγαῖς καὶ ἥτταις, οἳ δὲ καὶ δεδιότες ἔτι καὶ τούτῳ μὴ συνερχόμενοι), ἀλλὰ τῷ θείῳ σθένει πᾶσαν ἀναθεὶς τὴν ἐλπίδα, καὶ τῷ δικαίῳ ζήλῳ τὴν δεξιὰν ὁπλίσας, κατὰ πασῶν τῶν ἀντικειμένων δυνάμεων παρρησιάζεται τὴν ἀλήθειαν καὶ κατ' αὐτοῦ τοῦ κρατοῦντος, οὐχ ὡς βασιλικῶς διαγινομένου περὶ τὰ πράγματα, ἀλλ' ὡς τυραννικῶς καὶ ἀθέσμως καὶ ἀπρονοήτως χρωμένου τῇ διοικήσει τῶν ὅλων, καὶ εἰς κακὸν βάραθρον συνωθοῦντος τοὺς Αὐσόνας. ἐπεὶ γὰρ γράφων τὸ δέον πολλάκις, καὶ συμβουλεύων τῷ βασιλεῖ μεταβαλεῖν πρὸς τὸ βέλτιον, καὶ δικαιοσύνης ὅπλοις καὶ στρατιωτικοῖς μηχανήμασι καὶ δοράτων προβλήμασι καταστρατηγῆσαι τῶν ἐναντίων, οὐ μόνον οὐκ εἶχε τοῦτον καταπειθῆ καὶ ὁμόδοξον, ἀλλὰ καὶ δυσμενῶς πρὸς αὐτὸν διακείμενον καὶ μισοῦντα τοῦτον διὰ τὴν εὐσχήμονα συμβουλήν, αὐτὸς τοὺς τηλικούτους ἀγῶνας καὶ τὰ κατὰ τῶν ἀλλοφύλων παλαίσματα καὶ τὴν ὑπὲρ τῶν Χριστιανῶν φροντίδα μόνος ὑπέρχεταί τε καὶ ἀναδύεται, καὶ μέσον θεοῦ καὶ ἀνθρώπων τὴν ἀγαθὴν προαίρεσιν καὶ τὸν ἐμφωλεύοντα τούτῳ σκοπὸν εὐσεβῆ προβαλλόμενος ἄρχεται τοῦ τῶν Ρωμαίων ἐκθύμως ἀντιλαμβάνεσθαι, πόρρω θέμενος τὴν τοῦ βασιλέως βαθεῖαν ταύτην ἀπόνοιαν. οἱ δὲ συνελθόντες αὐτῷ μὴ θαρρεῖν αὐτῷ παρεγγυησάμενοι, εἰ μὴ καὶ τῶν παρασήμων τῆς βασιλείας ἐπενδύσηται τὴν λαμπρότητα, ποιεῖται καὶ τοῦτο τῆς αὐτοῦ μεγαλοφροσύνης καὶ κοινωφελοῦς ὑπακοῆς ὑπόδειγμα κράτιστον, καὶ περιβάλλεται μὲν χλαμύδα καὶ βύσσον καὶ ἁλουργίδα, τὴν δ' εὐφημίαν τοῦ κράτους παρὰ πάντων εἰσδέχεται, δευτέραν ἄγοντος τοῦ ἰουλίου μηνὸς τῆς αʹ ἰνδικτίωνος, ὁπόταν ὁ ἑωσφόρος ἥλιος τὸν ἰσημερινὸν κύκλον ἐλαύνων καθαρώτερον ἅμα καὶ λαμπρότερον τὸν περίγειον κόσμον ἐργάζεται, καὶ τοῖς ἀνθρώποις τὴν ἡμέραν μεγίστην καὶ χαρίεσσαν καὶ ὑπερβλύζουσαν τοῖς ἀγαθοῖς ἀποδείκνυσι, καὶ κόσμον ὅλον χαρίτων ἀρρήτων ἐμπίπλησιν. Ἄρχεται τοιγαροῦν τῶν κοσμικῶν ἔργων ὁ νέος οὗτος δεσπότης καὶ βασιλεύς. καὶ πρῶτον μὲν καταπλήττει τοὺς Οὔννους ἅπαντας, ὅσοι τὴν ἑώαν κατέτρεχον, καὶ θάμβους καὶ ἀπορίας πληροῖ. καὶ ἤρξατο συρρεῖν ἐπ' αὐτὸν πλεῖστον ὅσον Τουρκικὸν πλῆθος ἐν δουλικῷ τῷ φρονήματι· παρῆσαν γὰρ τούτῳ αὐτόμολοι, τήν τε δουλείαν ὁμολογοῦντες, καὶ τὴν πρὸς αὐτὸν ὁμιλίαν καὶ τὴν αὐτοῦ θέαν εὐεργεσίαν μεγίστην εἶναι κατατιθέμενοι. ἦν γὰρ θεαθῆναι μὲν φοβερώτατος ὁμοῦ καὶ ἡδύτατος τῷ τε καταπληκτικῷ τοῦ μεγέθους καὶ τῇ ἐπιφανείᾳ τῆς ῥώμης καὶ τῷ τῆς ὄψεως χαροπῷ καὶ ἀστραπηβόλῳ. διαλάμπουσαν γὰρ ἔχων τὴν ὄψιν ἀκράτοις τοῖς ἐρυθήμασι, τοὺς ὀφθαλμοὺς ἐδείκνυ χαρίτων μεστούς, τὸ μέλαν ἄκρατον ἔξωθεν ἐπιτρέχον ὑποδεικνύοντας καὶ κάλλος ἄρρητον ἔνδοθεν ἀποστίλβοντας, τήν τε ὀφρὺν ὑπεραιρομένην δίκην ἀψῖδος ἐν ὁμοίᾳ καὶ ἀψευδούσῃ βαφῇ, καὶ τὸ μέτωπον φεγγοβόλοις προσεοικὸς ταῖς μαρμαρυγαῖς, καὶ τὴν ἄλλην τοῦ προσώπου κατάστασιν ἀναλογοῦσαν τῷ κάλλει καὶ δεύτερον ἥλιον χειροτονοῦσαν ἐπίγειον. καὶ θεαθῆναι μὲν τοιοῦτος ἦν, καὶ κρείττων ἤπερ ἐκπέφρασται· ὁμιλῆσαι δὲ τοσοῦτον χαρίεις καὶ εὔθυμος καὶ περιδέξιος ἐς τὰ μάλιστα ὡς Σειρῆνας μιμεῖσθαι τοὺς φθόγγους αὐτοῦ, πάντας ἕλκοντας πρὸς ἀκρόασιν, καὶ τῶν οἴκοι ποιοῦντας ἐπιλανθάνεσθαι καὶ μόνῳ προσανέχειν αὐτῷ. οὕτως ἐκ πρώτης ἐντεύξεως ἅπασι σχεδὸν πόθος τοῦ βασιλέως ἐνέσκηψεν, οὐ μόνον Ρωμαίοις ἀλλὰ καὶ αὐτοῖς τοῖς ἐναντίοις καὶ μαχιμωτάτοις ἀνδράσι, καὶ ὧν ἡ πρᾶξις τῶν ἀγριωτάτων θηρίων οὐκ ἀποδεῖ· αἰδεῖται γάρ, φησίν, ἀρετὴν καὶ πολέμιος. οἳ δὲ οὐκ αἰδῶ μόνον ἔσχον, ἀλλὰ καὶ φόβον καὶ πόθον τῆς τοῦ βασιλεύοντος θεοειδοῦς ἀναβάσεως. Ἀλλ' ὁ μὲν περὶ τοῦ κράτους αὐτοῦ λόγος ἀναμεινάτω μικρόν· ἐπεὶ δὲ περὶ τῆς τοῦ γένους αὐτοῦ μεγαλειότητος ἐπεμνήσθημεν, βραχύ τι περὶ τούτου διαλεξώμεθα, ἵνα γνῶσι πάντες οἵων αὐτῷ τῶν προγόνων ὄντων εἰς περιφάνειαν ἀνδραγαθίας καὶ δόξης ὅσον οὗτος ὑπερηκόντισεν, ὡς μήτε τοῦτον ἄξιον εἶναι προγόνους ἑτέρους ἔχειν ἢ ἐκείνους μόνους, μήτ' ἐκείνους ἀπόγονον ἕτερον ἢ τὸν νῦν εὐφημούμενον. ὅπερ δὴ καλῶς ποιοῦν καὶ συνέδραμεν. Ἡ μὲν οὖν τοῦ γένους αὐτοῦ ἀνωτάτω καὶ πρώτη σειρὰ ἐκ τῶν Φωκάδων ἐκείνων ὥρμηται, Φωκάδων ὧν κλέος εὐρὺ κατὰ πᾶσαν γῆν τε καὶ θάλασσαν. οὗτοι γὰρ ὑπερφυῶς τῶν ἄλλων τὸ κράτος ἐν βασιλείοις ἐκέκτηντο, στρατηγίαις τε καὶ δημαγωγίαις καὶ ἀνδρείῳ βραχίονι καὶ γένους ἐπισημότητι πάντας ἐπιεικῶς ὑπεραίροντες· ἐνενήκοντα γὰρ καὶ δύο γενεὰς εὐημεροῦντες κατὰ τὸ συνεχὲς κατὰ πάντων εἶχον τὰ νικητήρια, μηδενὸς ἀνθαμιλληθῆναι δυναμένου καὶ συγκριθῆναι τῷ γένει τῶν Φωκάδων ὑπὲρ ἀνδρίας ἢ ἀνδραγαθίας τινὸς ἢ ὑπατείας μεγίστης καὶ στρατηγίας ἐπιφανοῦς. εἰ δέ τις ἀναδράμοι πρὸς τὴν τῶν ἐνενήκοντα καὶ δύο γενεῶν ἀρχὴν καὶ ἀκρότητα (μέχρι γὰρ τοῦ τῆς ἀοιδίμου λήξεως βασιλέως κυρίου Νικηφόρου τοῦ Φωκᾶ τὸ ποσὸν τῶν τοιούτων συνεψηφίζετο γενεῶν), εὑρήσει κατηγμένους αὐτοὺς ἀπὸ τοῦ τρισμάκαρος καὶ μεγάλου Κωνσταντίνου, τοῦ πάντων βασιλέων ὑπέρτερον ἐσχηκότος κράτος ἐν ὑπεροχαῖς ἀγωνισμάτων πολεμικῶν καὶ τοῦ ὑπὲρ τῆς εὐσεβείας ζήλου, ὡς καὶ ἰσαπόστολον λογισθῆναι καὶ τῆς Χριστιανῶν ἀμωμήτου πίστεως κρηπῖδα τελεσθῆναι καὶ πρόβολον. οὗτος γὰρ ἀπὸ τῆς πρεσβυτέρας Ρώμης μεταθεὶς τὴν βασιλείαν εἰς τὸ Βυζάντιον, ἀφ' ὅτου τὸν Μαξέντιον περὶ τὰς κάτω Γαλλίας κατετροπώσατο, τῇ ἐπιδείξει τοῦ σταυρικοῦ σημείου τὴν νίκην ἄνωθεν μνηστευθείς, τοὺς ἀξιολόγους τῶν εὐπατριδῶν καὶ τιμίων ἐν ταύτῃ τῇ νέᾳ Ρώμῃ μεθ' ἑαυτοῦ παραλαβὼν μετῴκισέ τε καὶ συμπολίτας ἑαυτοῦ ἀπειργάσατο, λαμπρὰς οἰκίας τούτοις ἐπιδειμάμενος κατὰ τὴν ἐμφέρειαν τῶν ἐν τῇ παλαιᾷ Ρώμῃ πολυτελῶς κατεσκευασμένων οἴκων. ἐκ τούτων οὖν, ὡς ὁ λόγος αἱρεῖ καὶ ἡ τοῦ γένους ἀναφορὰ περιάγει, οἱ Φωκάδες αὐτοὶ καταγόμενοι τήν τε περιφάνειαν ἄνωθεν ἔσχον καὶ τὸ τῆς ἀνδρίας ἀλκιμώτατον καὶ ἀνύποιστον, ἐκ τῶν ὀνομαστῶν ἐκείνων Φαβίων, ὥς που διὰ βίβλου τινὸς παλαιᾶς ἐχειραγωγήθην ποτέ, τὴν ἀρχὴν τοῦ γένους ἐφέλκοντες. οὗτοι δὲ οἱ Φάβιοι ἐν τῇ παλαιᾷ Ρώμῃ τὰς πρώτας ἔσχον ἀρχὰς καὶ τιμάς, καὶ ῥίζα πάντων τῶν εὐγενῶν καὶ κατὰ χεῖρα καρτερῶν ἐγνωρίζοντο· καὶ οὐδεὶς τούτων ἐσφάλη ποτὲ περὶ πελέμους καὶ κινδύνους ἀγωνιζόμενος. ἀλλὰ τὸ εὐγενὲς καὶ ἐπίδοξον οὐκ ἐν τῇ τοῦ γένους εἶχον ἐπισημότητι μόνῃ, ἀλλὰ κἀν τῇ τῶν πράξεων διέφερον λαμπρότητι, καὶ πολλῶν ἀναγκῶν καὶ κινδύνων ἀφύκτων σχεδὸν τὴν Ρώμην διὰ τῆς οἰκείας ἀρετῆς καὶ μεγαλοφροσύνης καὶ ἀνδρίας ἐρρύσαντο. ἐκ τούτων οἱ Σκηπίωνες, καὶ ὁ Ἀφρικανὸς Σκηπίων ὁ τὸν ἀκαταμάχητον ἐκεῖνον Ἀννίβαν, τὸν καὶ αὐτὴν τὴν Ρώμην πολιορκῆσαι μέλλοντα, περιφανῶς τροπωσάμενος, καὶ τὴν πόλιν ἐκείνου τὴν Καρχηδόνα, μεγάλην καὶ πολυάνθρωπον καὶ ἀνθρώποις νομιζομένην ἀνάλωτον, ἄρδην καταστρεψάμενος, ἥτις καὶ Ἀφρικὴ κατωνόμασται. ὃς τῆς τοιαύτης πόλεως καταστρεφομένης παρὰ τῶν ἀμφ' αὐτὸν οὐ μόνον μὴ ἐπαρθῆναι τῇ νίκῃ λέγεται, ἀλλὰ καὶ δακρύων πληρῶσαι τοὺς ὀφθαλμούς, ἐνθυμηθέντος τὸ Ὁμηρικὸν ἐκεῖνο ἔπος καὶ γλώσσῃ περιλαλεῖν, τὸ "ἔσσεται ἦμαρ ὅταν ποτ' ὀλώλῃ Ἴλιος ἱρή" καὶ τὰ ἑξῆς· καὶ διερωτώμενος τοῦ χάριν τοῦτο λαλεῖ, ἀπεκρίνατο ὡς ἔσται καιρός ποτε ὅταν ἴσως καὶ ἡ πατρὶς ἡμῶν πολιορκίας περιπέσῃ δεινοῖς. οὕτως οἱ παλαιοὶ στρατηγοὶ τὰς τοῦ μέλλοντος εὐλαβοῦντο τύχας, καὶ τοσαύτην φροντίδα ὑπὲρ τῆς σφῶν πατρίδος ἐτίθεντο. ἐκ τούτων, τῶν Φαβίων φημί, καὶ ὁ Ἀσιατικὸς Σκηπίων ἀνέθηλεν, ἐπεὶ καὶ ἀδελφὸς τοῦ Ἀφρικανοῦ ἦν ἐκλήθη δὲ Ἀσιατικός, ὅτι περ εἰς τὴν Ἀσίαν ἐκ τῆς Εὐρώπης διαπεραιωθεὶς μετὰ δυνάμεως μετρίας Ρωμαϊκῆς Ἀντίοχον ἐκεῖνον τὸν ἐπικληθέντα ἐπιφανῆ μυριάνδροις στρατιαῖς γεγαυρωμένον, γενναίως κατηγωνίσατο, καὶ τῆς Ἀσίας πάσης ῥωμαλέως κατεκυρίευσε, καὶ ὑπόσπονδον τοῦτον τοῖς Ρωμαίοις πεποίηκε, καὶ θρίαμβον ἐν τῇ Ρώμῃ κατήνεγκεν ἐπινίκιον. ἐκ τούτων ὁ Αἰμίλιος Παῦλος, ὃς τὸν Μακεδόνων βασιλέα Περσέα καλούμενον, ἀπόγονον δὲ τοῦ μεγάλου Ἀλεξάνδρου τυγχάνοντα, πολέμῳ νικήσας δι' ἡμερῶν εἴκοσι τοῖς Ρωμαίοις ὑποχείριον σὺν γυναιξὶ καὶ τέκνοις ἀπέδειξε, καὶ τὸν Περσικὸν πλοῦτον ἐντεῦθεν συναγαγὼν οὐδὲ μέχρι καὶ ἐκπώματος χρυσοῦ ἢ ἀργυροῦ εἰς τὸν ἴδιον βίον εἰσήγαγεν, ἀλλὰ πάντα τῇ πόλει καὶ τῷ φίσκῳ προσήνεγκε, δι' ἁμαξῶν δισχιλίων τὰ λάφυρα πάντα τοῖς πολίταις καθυποδείξας καὶ διὰ τῆς ἀγορᾶς προεκκομίσας εἰς τὸ δημόσιον, καὶ τοῦτο μόνον κερδήσας τῶν τοιούτων τροπαίων, τὸ μετὰ δίφρου βασιλικοῦ κατὰ τὸ εἰθισμένον λαμπρῶς θριαμβεῦσαι, προπορευομένων αὐτοῦ τῶν τοσούτων λαφύρων, καὶ προσεχῶς τοῦ ἅρματος τῶν τε ἄλλων ἐκκρίτων Μακεδόνων καὶ τοῦ αἰχμαλωτισθέντος βασιλέως αὐτοῦ δὴ τοῦ Περσέως μετὰ τέκνων καὶ γυναικός. οὐ γὰρ πρὸς ἀργύριον καὶ πλούτου ἐπίκτησιν οἱ εὐγενέστατοι Ρωμαῖοι τὸ κατ' ἐκεῖνο καιροῦ ἠγωνίζοντο, ἀλλὰ δι' εὔκλειαν μόνην καὶ ἀνδρείας ἐπίδειξιν καὶ τῆς ἰδίας πατρίδος σωτηρίαν τε καὶ λαμπρότητα. Τοιούτους κλάδους ἡ τῶν Φαβίων ῥίζα περιφανεῖς ἀναδεδωκυῖα, χρόνοις ὕστερον οὐκ ὀλίγοις καὶ τοὺς Φωκάδας ἡμῖν ἐπιδέδωκεν, ὥσπερ μεταφυτευθέντας ἐξ ἑτέρας γῆς εἰς ἑτέραν ἐπίτοκον ἄρουραν. ἡ γὰρ διὰ πάντων ἀκρότης καὶ τὸ τῶν πράξεων συμφυὲς καὶ ὁμόζηλον καὶ ἡ τῶν ὀνομάτων παρίσωσις ἀπαράγραπτον αὐτοῖς μαρτυρίαν τοῦ γένους καὶ ἀναμφίβολον δείκνυσιν. Εἰ δὲ καὶ Ἰβηρικὴν συμφυΐαν ἐξ ἑνὸς μέρους τοῖς Φωκάσι παρομαρτεῖν λέγεται, καὶ τοῦτο μᾶλλον πιστότερον τὸν λόγον ἡμῶν διατίθησιν. οἱ γὰρ Ἴβηρες ἐκ τῆς Κελτικῆς ἀνεφάνησαν γῆς. ἣ γὰρ Ἰβηρία κυρίως καὶ αὐτὴ ἡ Κελτιβηρία πρὸς τὰ δυσμικὰ μέρη τῆς Ρώμης διάκεινται, πρὸς τὸν ἑσπέριον ὠκεανόν, ἥτις νῦν Ἱσπανία κατωνομάζεται. τῆς Ρώμης γὰρ ὑπὲρ τὴν Ἰταλίαν κειμένης τὰ μὲν πρὸς ἥλιον ἀνίσχοντα μέρη ἄνω Γαλλίαι διονομάζονται, τὰ δὲ πρὸς ἥλιον δύνοντα μέχρις Ἄλπεων ὀρῶν κάτω, ὅπου νῦν ἡ Νεμιτζία γνωρίζεται, τὸν ἴδιον ἄρχοντα ῥῆγα κατονομάζουσα. τὰ δὲ πρὸς ἐγκάρσια μέρη τῶν Ἄλπεων ὡς πρὸς νότον ἄχρι τοῦ ἑσπερίον ὠκεανοῦ Ἰβηρία καὶ Κελτιβηρία ἐλέγοντο, τῶν εἰσρεόντων ἐκεῖσε ποταμῶν τῇ χώρᾳ χαρισαμένων τουτὶ τὸ ὄνομα. ἐκεῖθεν γὰρ τὸν μὲν βουλόμενον τὴν μὲν παρακειμένην ἀκτὴν παραπλεῖσαι πρὸς τὰς κάτω Γαλλίας ὁ τῶν Ἡρακλείων στηλῶν πορθμὸς ἐκδέχεται, τὸν δὲ πρὸς ἀνατολάς, ἐνδοτέρω δηλονότι τῆς χώρας ἐπεκτεινομένου τοῦ αἰγιαλοῦ, πρὸς τὰ μέρη τῶν Βρεττανικῶν νήσων καθοδηγεῖ καὶ προτρέπεται. τῷ δὲ βουλομένῳ πρὸς τὰς τῶν Μακάρων νήσους ἀπᾶραι ὁ ἀπόπλους ἀχανὴς παρατείνεται· ἀπέχουσι γὰρ τῆς γῆς μέτρον μιλίων χιλίων. δύο δὲ αἱ νῆσοι εἰσίν, οὐ πολὺ ἀλλήλων ἀπέχουσαι, παντοίων ἀγαθῶν καὶ ποικίλων διηνεκῶς βρίθουσαι, καὶ πόαν μαλακὴν καὶ εὐώδη δι' ὅλου τοῦ ἔτους τρέφουσαι. ἀπῳκισμέναι γὰρ οὖσαι τῆς κοσμικῆς ἰλύος, καὶ τῆς τοῦ ἀέρος ἐπιμιξίας, ἥτις ἐκ τῶν δυσόδμων τῆς γῆς αὐχμῶν ἐπιγίνεται, οὐδ' ὅλως μεταλαμβάνουσαι, ὑγιεινότατον καὶ ἄλυπον τοῖς ἐκεῖσε ἀνθρώποις καὶ κτήνεσι τὸν βίον πεποίηνται, καὶ διατριβὴν ἡδίστην καὶ ἀπράγμονα καὶ χαρίεσσαν πάντῃ καὶ εὐζωίαν παρέχουσιν. οἱ οὖν τὴν Ἰβηρικὴν οἰκοῦντες, ἄνδρες ἀνδρειότατοί τε ὄντες καὶ ἰσχυρῶς παλαμώμενοι, διὰ παντὸς τοῖς Ρωμαίοις ἀντεπολέμουν, καὶ καρτερίας ἔργα καὶ ἀρετῆς κατ' αὐτῶν ἐπεδείκνυντο· καὶ δυσχερῶς αὐτῶν οἱ Ρωμαῖοι μεγίστῳ καὶ ἀνυποίστῳ θάρσει καὶ ἀνεκδιηγήτοις ὁρμαῖς ἐκυρίευσαν, ὡς διὰ χρόνου σπονδὰς ἐπιτελεσθῆναι τούτοις καὶ ἀναμὶξ σύνθεσιν ἐξ ἐπιγαμβρείας καὶ μετοικιῶν πρὸς ἀλλήλους. διὸ καὶ ὁ μέγας ἐν βασιλεῦσι καὶ παναοίδιμος Κωνσταντῖνος μοῖραν οὐκ ἐλαχίστην ἐκεῖθεν, ἐκ τῶν ἑσπερίων Ἰβήρων, ἀποτεμόμενος εἰς τὴν ἑώαν μετῴκισεν ἐν τοῖς τῆς Ἀσσυρίας μέρεσι, καὶ ἔκτοτε τὴν κλῆσιν τῆς Ἰβηρίας ἡ δεξαμένη τούτους χώρα προσέλαβε. πρότερον γὰρ Ἀσσύριοι καὶ ταύτην ᾤκουν τὴν χώραν, ἔπειτα Μῆδοι, μετὰ δὲ χρόνους ἱκανοὺς οἱ Ἀρμένιοι· καὶ οὐκ ἂν εὕροι τις ἐπὶ τῶν ἄνω χρόνων Ἴβηρας μνημονευομένους ἐνταῦθα ἐν παλαιαῖς ἱστορίαις, εἰ μὴ ἐξ οὗπερ Κωνσταντῖνος τούτους αὐτόθι κατῴκισεν. ἐκ τούτων οὖν εἴπερ οἱ ἐκ τοῦ γένους τοῦ Φωκᾶ μετάληξιν εἶχον γένους, ὡς ὁμοχώρων γενομένων ποτὲ καὶ αὐτοχθόνων ἀπὸ τῆς ἐν τῇ Ρώμῃ συμφυΐας καὶ συναυλίας, οὐδεμία διαφορὰ εὐγενῶν ἀπ' ἀλλήλων καὶ ἀνδρείων συνεληλυθότων εἰς μιᾶς συμπλήρωσιν κοσμιότητος.
https://byzantium.gr/
223 Καὶ τὰ μὲν τοῦ γένους τῶν Φωκάδων, ὅσα γε ἥκει κατὰ τὰς προσεχεῖς ἡμῶν γενεάς, περίφημά τε καὶ περιβόητα· καὶ μαρτυρεῖ τούτοις τά τε τῶν ἄνωθεν διηγήματα καὶ ὁ βασιλεὺς κῦρις Νικηφόρος ὁ Φωκᾶς, ὃς τὰ Ρωμαίων πράγματα κατειληφὼς ἐν στενῷ κομιδῇ καὶ ἀπόρῳ περιιστάμενα τῇ τῶν Σαρακηνῶν καὶ Ἀράβων ἐπιστρατείᾳ καὶ πρὸ τῆς βασιλείας ἀνεκτήσατό τε καὶ ἀνεζώωσε, πολλοῖς πόνοις καὶ ἀγῶσι πολεμικοῖς καταστρατηγήσας τῶν ἐναντίων ἄχρι Νικαίας ληιζομένων τὴν ἑώαν, καὶ εἰς τὴν τῶν Κιλίκων κατακλείσας αὐτούς· εἶτα καὶ τὴν μεγίστην νῆσον τῆς Κρήτης ἀνασώσας τῇ Ρωμαίων ἀρχῇ, πρᾶγμα δυσμεταχείριστόν τε καὶ δυσκατόρθωτον, εὐσεβὴς δὲ ὢν τὰ πρὸς τὸν θεὸν καὶ βουλεύσασθαι διαγνωστικώτατος καὶ στρατηγὸς ἀνδρειότατος, καὶ τὰ μὲν ἐκ θεοῦ καὶ θείας δυνάμεως, τὰ δὲ συμβουλίαις ἀρίσταις καὶ στρατιωτικαῖς γενναιότησιν, εἰς τέλος εὐκταιότατον καὶ μακάριον συνεπέρανεν. Ἵνα δὲ γνοῖεν οἱ ἐντυγχάνοντες τοῖσδε τοῖς γράμμασι, τί βούλεται ἡμῖν τὸ τῆς εὐσεβείας ἐγκώμιον ἐν τοῖς στρατιωτικοῖς παραγγέλμασι, προσθήσομέν τι τῷ διηγήματι. Μέλλοντος αὐτοῦ διαπεραιωθῆναι στόλῳ βαρεῖ πρὸς τὴν Κρήτην κἀκεῖσε τὸν ἀπόπλουν ποιήσασθαι, συνῆλθον αἱ τριήρεις καὶ τὸ τῶν ὁλκάδων πλῆθος εἰς τὸ τῶν Θυγέλλων λεγόμενον κατατόπιον· καὶ γενομένης τῆς ἐμπλωίσεως ἐνταυθοῖ ἠρώτησεν ὁ Φωκᾶς, δομεστικὸς ὢν πάσης ἀνατολῆς τηνικαῦτα καὶ τῷ τῶν μαγίστρων ἀξιώματι ἔντιμος, πῶς ὁ τόπος ἀφ' οὗπερ ἐξορμῆσαι μέλλει κατονομάζεται. καὶ ἐπείπερ ἐμεμαθήκει ὅτι Φύγελλα τούτῳ τὸ ὄνομα, οὐ κατεδέξατο τοῦτο ποιήσασθαι ὁρμητήριον, ἀλλὰ πέραν ἐκ πολλοῦ διαστήματος ἀκρωτήριον τοῖς ὀφθαλμοῖς ἐπελθὼν ἐπύθετο περὶ τούτου, ποῖον τοῦτό ἐστι καὶ ὅπως προσαγορεύεται, καὶ μαθὼν ὅτι Ἁγία τῷ ἀκροθινίῳ τὸ ὄνομα, τὰ μὲν ἐμβεβλημένα πάντα τοῖς πλοίοις ἐν τοῖς Φυγέλλοις πάλιν ἀπερεύξασθαι τὰ πλοῖα πεποίηκε, τὸν δὲ στόλον ἅπαντα τῇ γῇ τῆς Ἁγίας προσοκεῖλαι, διαταξάμενος ἐκεῖσέ τε τὴν ἐμπλώισιν καὶ τὴν ἐξόρμησιν τῆς ναυτικῆς δυνάμεως, συμβόλῳ χρηστῷ καὶ ἀγαθῷ χρηστηρίῳ τῷ τόπῳ τῆς ἁγιωσύνης χρησάμενος, καὶ τὸ Φυγέλλων ὡς φυγὴν προαινιττόμενον ἀποτιναξάμενος. διὰ τοῦτο καὶ χρονίσας ἐν τῇ νήσῳ τῇ Νηῷ λεγομένῃ μετὰ τοῦ στόλου παντός, οὐδένα μὲν εἶχε τὸν ὁδηγήσοντα πρὸς τὴν νῆσον τὴν Κρήτην, διὰ τὸ ἀγνοεῖν πάντας τὴν ὁδὸν ἐκείνην ἐκ τοῦ χρόνοις πολλοῖς μὴ παροδεῦσαι ἐκεῖθεν πλοῖον Ρωμαϊκόν· ἀοράτως δὲ νῆαι Καρπαθικαὶ δύο τὸν κατάπλουν ἐπ' αὐτὸν ποιησάμεναι προωδοποίησαν αὐτῷ τὴν ὁδοιπορίαν καὶ εἰς Κρήτην ἀπήγαγον, τοῦ θεοῦ πάντως τὰ κατ' αὐτὸν διιθύνοντος, ὡς εὐαρεστουμένου τῇ εὐλαβείᾳ τῆς πίστεως. Καὶ ὅπως μὲν μετὰ τὸ τῇ νήσῳ προσμῖξαι καὶ οἵαις ἐχρήσατο μηχαναῖς καὶ στρατηγικαῖς ἐμπειρίαις πρὸς τὴν τοῦ πλήθους καὶ τὴν τῶν ὁλκάδων διάσωσιν, μὴ ὄντος λιμένος τῇ Κρήτῃ (ἀλιμένευτος γὰρ πᾶσα ἐστί), μακρὸν ἂν εἴη διεξελθεῖν· ὃ δὲ παραδοξότατόν ἐστι καὶ πρὸς τὴν τοῦ ἀνδρὸς εὐσέβειαν, λέξων ἔρχομαι. περιταφρεύσας τὰ ἴδια πλοῦς πλησίον τοῦ κάστρου τοῦ Χάνδακος (τοῦτο γάρ ἐστι τῆς Κρήτης τὸ ἰσχυρότατον καὶ ἡγεμονικώτατον φρούριον) ἐκάθητο πρὸ τῆς πόλεως ὡς ἀπὸ σταδίων τριῶν, δημηγορῶν τοῖς ὄχλοις καὶ τοῖς συστρατιώταις καὶ συνταγματάρχαις καὶ ναυάρχαις ὅσα τῷ καιρῷ καὶ τοῖς περικειμένοις ἀγωνίσμασι πρόσφορα· ἐκ μηχανημάτων δὲ τοῖς τείχεσιν ἐπικαθημένων σφενδονηθεῖσα πέτρα μέσον τούτων μετὰ πολλοῦ τοῦ ῥοίζου κατέπεσε, μηδένα μὲν ἀδικήσασα τῶν Ρωμαίων, φόβον δὲ καὶ ἔκπληξιν οὐ μετρίαν τοῖς ὅλοις ἐνστάξασα. ὁ δὲ Φωκᾶς οἰκείαις χερσὶ τὸν ἀπορριφέντα λίθον ἀνακουφίσας, καὶ δείξας τοῖς παροῦσιν ὡς εὐμεγέθης καὶ χερμάδης ἐστὶ καὶ τοσοῦτον ἀπέπτη διάστημα ὅσον οὐδενὶ τῶν πετροβόλων ὀργάνων ἐν τοῖς καταπονηθεῖσι περὶ Κιλικίαν κάστροις ἐκλακτίσαι προσγέγονε, παρηγγύησε πᾶσιν ἀνδρικώτερον διατεθῆναι καὶ συντονώτερον ὡς εἰς ἄνδρας ἐληλακόσι Λαιστρυγόνας ἢ Κύκλωπας. πρώτην δὲ φυλακὴν καὶ ἀνδρίαν ἀκαταγώνιστον ἔθετο καὶ ἄγκυραν ἀσφαλεστάτην ὑπέδειξε τὴν εἰς τὴν θεομήτορα καὶ πάναγνον δέσποιναν καταφυγὴν καὶ παράκλησιν· καὶ αὐτίκα, μηδὲ βραχύ τι μελλήσας, ναὸν ἐκεῖσε τῆς παναχράντου δεσποίνης καὶ θεοτόκου δομηθῆναι προσέταξε. καὶ πολλῶν ὄντων τεχνιτῶν ἐν τοῖς πλοίοις, καὶ χειρῶν ἐν μυριάσιν ἀριθμουμένων, ναὸς ἀπηρτίσθη διὰ τριῶν ἡμερῶν περικαλλὴς καὶ σεβάσμιος, σφαιροειδῆ τὸν ὄροφον ἔχων καὶ παραπτέροις κεκοσμημένος καὶ κίοσι καὶ προνάοις, καὶ κόσμῳ διηνθισμένος μαρμάρων καὶ μορφαῖς ἁγίων περιαστράπτων, καὶ ὅλως ἀπηρτισμένος εἰς ὡραιότητα. καὶ προσέταξε σημῆναι τὸ ἐπαγωγὸν πρὸς εὐσέβειαν. καὶ καταμαθόντες οἱ ἐν τῷ ἄστει τὴν τοῦ ξύλου φωνήν, ἐθαύμασάν τε τὸ ταχὺ καὶ σύντονον τοῦ οἰκοδομήματος καὶ τὸ προσφώνημα τῆς εἰς δοξολογίαν ἀγούσης σάλπιγγος, καὶ θορύβου πλησθέντες καὶ ταραχῆς μερίδα τὴν νῆσον τῆς Ρωμαϊκῆς δυνάμεως προϋπετόπασαν ἔσεσθαι. Τούτοις τοῖς ἔργοις τῆς εὐσεβείας παρακληθεὶς ὁ θεὸς τὴν ὑποκρυπτομένην τῶν Σαρακηνῶν, καὶ ἄρδην ἀπολέσαι μέλλουσαν αὐτὸν σὺν τῇ στρατιᾷ, φανερὰν ἀπειργάσατο. ἦν γὰρ συγκείμενον τοῖς τε τοῦ Χάνδακος Σαρακηνοῖς καὶ τοῖς τὴν χώραν οἰκοῦσι (πολλὴ γὰρ ἡ χώρα τῆς Κρήτης καὶ πολυάνθρωπος, ἑβδοματικῶν ἡμερῶν δρόμον καὶ πλείω τὸ μῆκος ἔχουσα εὐζώνῳ ἀνδρὶ) διὰ μιᾶς ἡμέρας ὀρθριώτερον ἀπὸ συνθήματος ἐπιτεθῆναι τοῖς Ρωμαίοις καὶ μέσον αὐτοὺς ἐμβαλεῖν, ὡς μηδὲ πυρφόρον, ὃ δὴ λέγεται, πρὸς τὴν Ρωμαίων ἐπανελθεῖν. καὶ ἦν τοῦτο εὐχερὲς μὲν τοῖς ἐναντίοις καὶ κράτιστον, ἄφυκτον δὲ τοῖς Ρωμαίοις πρὸς ἧτταν παντελῆ καὶ κατακοπήν. ὁ δὲ ποιῶν τὸ θέλημα τῶν φοβουμένων αὐτὸν θεὸς ἕτερον τοῦτο παθεῖν ἀσεβῆ καὶ ἀσυλλόγιστον στρατηγὸν ἄξιον εἶναι ἐδίκασεν, εὐλαβῆ δὲ καὶ δίκαιον, οἷος ἦν ὁ Θωκᾶς, οὐδαμῶς. διὰ τοῦτο καί τισι τῶν Σαρακηνῶν δύο σκοπὸν ἐντίθησιν αὐτομολῆσαι πρὸς τοὺς Ρωμαίους καὶ τῷ Φωκᾷ καταμηνῦσαι τὴν τοιαύτην ἐπιβουλήν· οἳ καὶ προσελθόντες αὐτῷ καὶ τὸ ἀπόρρητον φανερώσαντες ἐπιεικέστερον πεποιήκασι. μηδαμῶς οὖν ὑπερθέμενος ἀνίστησι τὸ στρατόπεδον, κἀκεῖθεν ἄρας νυκτὸς ἀθρόως ἐπεισπίπτει τοῖς ἔξωθεν κατεστρατοπεδευμένοις ἔτι τυγχάνουσι, καὶ καταπλήξας αὐτοὺς τῷ ἀλαλαγμῷ καὶ τῇ ἐκτάξει τῆς στρατιᾶς καὶ ταῖς ἑκατέρωθεν προσβολαῖς φυγεῖν ἀτάκτως ἠνάγκασε, καὶ πολὺν φόνον αὐτῶν ἐργασάμενος, καὶ πᾶσαν τὴν πανοπλίαν αὐτῶν καὶ αὐτοὺς ἀπολωλεκώς, διέλυσεν ἅπαντα τὸν ἐκεῖθεν φόβον καὶ πᾶσαν τὴν δύναμιν τῆς νήσου παρέλυσεν. ἀγνοούντων δὲ τῶν ἐντὸς τὸ συμβεβηκός, πόλεμον αὐτοῖς πολιορκητικὸν εὐθὺς ἐπανέσεισεν. οἳ δὲ τὰς βεβουλευμένας αὐτοῖς φυγῆς ἀντεχόμενοι, καὶ τῶν ἐκτὸς προσδοκῶντες τὴν ἔφοδον, παρεσκευάζοντο πρὸς τὴν ἔξοδον. ὡς δὲ καὶ ὁ Φωκᾶς πετροβόλοις ὀργάνοις τοὺς ἐπὶ τῶν τειχῶν ἀντημύνατο, κἀκεῖνοι λίθους ἔβαλλον κατ' αὐτοῦ, προστάξας αὐτὸς κεφαλὰς τῶν κατακοπέντων ἔναγχος ἀνταπέστελλεν. οἳ δὲ ταύτας ἰδόντες καὶ τῷ παραδόξῳ καταπεπληγμένοι, ἄλλοι δὲ καὶ γνωρίσαντες συγγενῶν ἢ φίλων καὶ ὁμογνίων τυγχάνειν τὰ κάρηνα, καὶ τὸ πάθος μὴ ἐνεγκόντες, τὰς τρίχας κατέτιλλον καὶ τὸ θράσος εἰς θρῆνον μετέβαλον. Εἶτα πολλοῖς στρατηγήμασι καὶ σοφίσμασι καὶ ταύτην τὴν πόλιν παραστησάμενος ὁ Φωκᾶς, οὕτω πᾶσαν τὴν νῆσον ὑποτελῆ καὶ ὑπόφορον τοῖς Ρωμαίοις ἀπέδειξε, καὶ Χριστιανῶν καὶ ὀρθοδόξων ἀντὶ Σαρακηνῶν πεποίηκεν οἰκητήριον. καὶ νῦν ἔστιν ὁ κατασκευασθεὶς παρ' ἐκείνου περικαλλὴς ναός, καὶ ἐπ' ὀνόματι τῆς θεοτόκου τιμώμενος καὶ τοῦ μαγίστρου λεγόμενος, καὶ αὐτὸς ὁ Φωκᾶς ἀνεστηλωμένος ἐν τούτῳ νικητὴς καὶ τροπαιοῦχος, δεῖγμα τῆς ἀνδρίας αὐτοῦ καὶ εὐσεβείας τῆς τηλικαύτης νήσου παριστῶν τὴν κατάκτησιν. καὶ εἶδον τοῦτον ἐγὼ τῇ νήσῳ ἐπιδεδημηκώς· καὶ ἔστιν ἐμφερὴς πάντῃ τῷ προμνημονευθέντι βασιλεῖ κυρίῳ Νικηφόρῳ τῷ Βοτανειάτῃ, πίστεως ἀκριβοῦς σύμβολον τοῦ εἶναι τοῦτον ἐκείνου ἀπόγονον. εἰ δὲ μὴ διὰ τὴν εὐσέβειαν αὐτοῦ καὶ εὐλάβειαν συνῆν αὐτῷ ἡ θεία ἀντίληψις, πάντως ἄπορος ἂν ἐγεγόνει καὶ ἡ πρὸς τὴν Κρήτην ὁδὸς καὶ ἡ τῶν βεβουλευμένων τοῖς ἐναντίοις φανέρωσις, καὶ ἢ ἄπρακτος ὑπεχώρησεν, ἢ κατάβρωμα τοῖς πολεμίοις ἐγεγόνει καὶ καταπάτημα· ἔχων δὲ δι' ἀρετῆς τὸ θεῖον συναντιλαμβανόμενον, τά τε τῶν ἐναντίων ἐμυήθη ἀπόρρητα καὶ κατορθωμάτων καὶ αὐχημάτων ἀπήλαυσε. Τῶν δὲ λοιπῶν αὐτοῦ προτερημάτων ποιεῖσθαι κατάλογον περιττὸν πάντως τῇ παρούσῃ γραφῇ. πλήρης γὰρ τούτων πᾶσα γραφή τε καὶ ποίησις, ὅπως ἑκατοντάχειρας μυριάδας Ἀράβων δύο ἀκαταμαχήτων, ὥσπερ τις ἀσώματος, καταστράψας πόλεις ἀμυθήτους ὑποσπόνδους πεποίηκε, τήν τε μεγάλην Ἀντιόχειαν καὶ Μελιτηνὴν Ταρσόν τε καὶ Γερμανίκειαν καὶ τὴν ἐν ταῖς Μόψου κρήναις καὶ αὐτὴν Ἄδαναν καὶ τὰς περιοίκους πάσας, αἳ λόγῳ συντετμημένῳ ῥηθῆναι οὐ δύνανται. ἐκεῖνα δέ μοι ἐρρήθη ὡς τοῖς πολλοῖς συγγραφεῦσιν ἀδιεξόδευτα. Ἀλλ' οὗτος μὲν πάρεργον γενόμενος γυναικὸς καὶ τοῦ ἰδίου ἀνεψιοῦ Ἰωάννου τοῦ Τζιμισχῆ, οἷα τὰ τοῦ θεοῦ κρίματα, πολλὴν τοῖς ἀνθρώποις ἀφῆκεν ἀνίαν καὶ τῇ Ρωμαίων ἐπικρατείᾳ στυγνότητα· οἱ δὲ τοῦ γένους αὐτοῦ ἐδιώχθησαν μὲν ὑπὸ τῶν μετέπειτα βασιλέων διὰ τὸ βάρος τῆς τύχης καὶ τὸ τῆς ἀνδρίας ἀξίωμα περιώνυμον, ἔμεινε δὲ τῇ μετέπειτα γενεᾷ ὥσπερ τις σπινθὴρ ὑπαυγάζων τὸ γένος τῶν Βοτανειατῶν, ἐν τῷ στρατῷ διαλάμπων τοῦ κυρίου Βασιλείου τοῦ πορφυρογεννήτου, ὃς τεσσαρακοστὸν ἔτος τοῖς Βουλγάροις ἀντιτασσόμενος, καὶ μυρίοις πόνοις καὶ ὅπλοις ἀντιπαραταττόμενος, ἕνα μόνον εἶχε βοηθὸν καὶ συλλήπτορα, βουληφόρον ἅμα καὶ στρατηγὸν καὶ ἱππότην καὶ δεξιὸν ἀρχιστράτηγον, τὸν Βοτανειάτην Νικηφόρον, ὃς πάππος ἦν τῷ προλελεγμένῳ βασιλεῖ. τέλος δὲ τοῦ πολέμου, μετὰ τὸ καταπολεμηθῆναι καὶ ἡττηθῆναι τὸ τῶν Βουλγάρων ἔθνος ὑπὸ τῆς αὐτοῦ δεξιᾶς (ἦν γὰρ τηνικαῦτα τῷ περιβλέπτῳ τῶν βεστῶν ἀξιώματι τετιμημένος, ἐλαμπρύνετο δὲ καὶ τῇ τοῦ δουκὸς περιφανεστάτῃ ἀρχῇ), τὸν εὐγενῆ καὶ ἀληθέσι στρατιώταις ἐράσμιον θνήσκει μαχόμενος θάνατον. τρεψάμενος γὰρ τοὺς Βουλγάρους, καὶ διώκων ἐν τῇ κλεισούρᾳ τῇ λεγομένῃ τοῦ Κλειδίου, οὐκ ἀνίει σφάττων καὶ κατατιτρώσκων αὐτούς, ἕως εἰς ἀκρωρείας ἀνελθών, ἔνθα καὶ ἑτέρους ἑώρα Βουλγάρους καταφυγόντας, ἐσφάλη τῆς ἱππασίας, τοῦ ἵππου κατολισθήσαντος ἐν πλαξὶ λιθίναις καὶ σὺν αὐτῷ κατακρημνισθέντος, ὥστε καταπλαγέντας τοὺς ἐναντίους τὴν ἀνυπέρβλητον ὁρμὴν τοῦ ἀνδρὸς μηκέτι τοῖς Ρωμαίοις τολμῆσαι εἰς χεῖρας ἐλθεῖν, ἀλλὰ τὸν μὲν ἄρχοντα τούτων, Σαμουὴλ κατονομαζόμενον, σύντρομον φυγεῖν καὶ ἀποθανεῖν ἐν τῷ λιμνίᾳ νήσῳ τῆς Πρέσπας, τοὺς δὲ λοιποὺς ἅπαντας ὑποσπόνδους ἑαυτοὺς ἐγχειρίσαι τῷ βασιλεῖ καὶ γενέσθαι δούλους δι' ἀρετὴν ἑνὸς ἀνδρὸς καὶ γενναιότητος μέγεθος. Ἐπεὶ καὶ ὁ τούτου υἱὸς Μιχαήλ, πατὴρ τοῦ βασιλέως, μέγα τι καὶ ὑπεράνθρωπον ἐνεδείξατο καρτερίας καὶ ἀνδραγαθίας κατὰ τῶν ἀντιπάλων προτέρημα. πλήθους γὰρ ἀμυθήτου Βουλγάρων ἐπιστρατεύσαντος τῇ Θεσσαλονικέων μητροπόλει, οὐ κατεπλάγη πρὸς τὰς τοσαύτας δυνάμεις αὐτῶν, καὶ τῶν τειχῶν ἐντὸς ἑαυτὸν περιέστειλεν, ἀλλ' οἷά φασιν εἰπεῖν αὐτὸν τὸν Ἀλέξανδρον, ὡς εἷς μάγειρος πολλῶν προβάτων ἀγέλας οὐ δέδοικε, ταῦτα διανοησάμενος καὶ εἰπὼν ἐξῆλθε μετ' ὀλίγων τῶν παρατυχόντων αὐτῷ συστρατεύεσθαι. ἔχων γὰρ τὴν τοιαύτην ἡγεμονίαν πατρῴαν, καὶ τῷ ζήλῳ μονονουχὶ ἐκπυρακτωθείς, καὶ ἅμα μένους καὶ φρονήματος εὐγενοῦς ἀκαταμαχήτου πνέων, καὶ τοσοῦτον νικῶν τῷ τῆς ἰσχύος διάρματι ὅσον οἱ ἀντικείμενοι τῷ πλήθει καὶ ταῖς πανοπλίαις ἐδόκουν ἁβρύνεσθαι, πρὸς μάχην ἐκ τοῦ εὐθέος αὐτοῖς ἀντιπαρετάξατο, καὶ μετὰ πολλῆς τῆς ῥύμης καὶ τοῦ ἀκρατοῦς ῥυτῆρος εἰς μέσους τοὺς πολεμίους γενόμενος ἅπαν τὸ πεδίον ἐκεῖνο σωμάτων νεκρῶν κατεσφαγμένων ἐπλήρωσε, μηδενὸς δυνηθέντος ἀθάνατον πληγὴν ἐκ τῆς τούτου χειρὸς ἀπενέγκασθαι. ἐπήρχοντο μὲν γὰρ αὐτῷ κατὰ φάλαγγας οἱ πολέμιοι πανταχόθεν, τῷ σώματι τούτου τὰς ἀκμὰς τῶν ξιφῶν ἐπερείδοντες, οὐδαμῶς δὲ τῆς ἱππικῆς ἕδρας αὐτὸν ἀποκρούσασθαι ἴσχυον· ἀλλὰ φασγάνῳ τὰ δόρατα τούτων ἀποτέμνων καὶ τὰς σαρίσσας, οὕτω τοὺς πολεμήτορας ὑπὸ γῆν κατηκόντιζεν, οὗ μὲν κεφαλὴν ἐν μιᾷ πληγῇ σὺν τῇ χειρὶ διατέμνων, ἄλλον δὲ δεικνύων ἡμίτομον, τὸν δὲ καὶ καρατομῶν, καὶ μυρίοις εἴδεσι πληγῶν καταστρέφων καὶ καταπλήττων αὐτούς. οἱ δὲ Βούλγαροι, πλῆθος ὄντες ἀνεξερεύνητον καὶ ἀριθμῷ καθυποβληθῆναι μηδ' ὅλως δυνάμενον, περισχόντες αὐτὸν εἰς μέσον ὥσπερ ὑδάτων πολλῶν ἀχανὲς πέλαγος, οὕτως αὐτὸν ἀποπνῖξαι καὶ εἰς ἀδιεξόδευτον βυθὸν καταποντίσαι διηγωνίζοντο, οἷα πέρ τισι κύμασι τοῖς τύμμασι τῶν δοράτων καὶ τῶν ἄλλων πολεμικῶν ὀργάνων συνεχῶς αὐτὸν ἐπιπλήττοντες. ἀλλ' ἐκεῖνος βρυγμῷ λέοντος κατ' αὐτῶν ἐξορμῶν, καὶ τοὺς ἐπεισπεσόντας ἐξαισίοις ἀναχαιτίζων πληγαῖς, ὁδὸν ἑαυτῷ ἐποίει καὶ πρόσβασιν ἑκατέρωθεν. καὶ μετὰ τὸ γνῶναι πάντας τὸ τούτου ἀκρατὲς καὶ πρὸς τὰς ἀνδραγαθίας εὐσταθὲς καὶ ἀνίκητον, οὐκέτι πρὸς ἀντικαταστάσεις ἀγχεμάχων ἀπὸ χειρῶν εἰς χεῖρας πρὸς μάχην αὐτῷ συνίσταντο, ἀλλὰ χορείαν μονονουχὶ συστησάμενοι σὺν θαύματι μεγάλῳ δι' ἑκηβόλων ὀργάνων τὸν πόλεμον συνερρήγνυον, ἕως αὐτὸς τοῖς ὑποχωροῦσιν ἐπιφερόμενος ἧτταν αὐτῶν μεγίστην καὶ τροπὴν ἀπειργάσατο· καὶ τοσοῦτον ὅτι μετὰ τὴν νίκην ἀπιδὼν πρὸς τὸ πλῆθος τῶν πεσόντων καὶ τῶν φευγόντων, καὶ οἷον αὐτῷ ἔργον ὑπὲρ ἀνθρωπίνην ἰσχὺν ἐξείργαστο, σκοτοδινίας πλησθεὶς καὶ φύσεως ῥευστῆς εἶναι, τοῖς ἀνθρωπίνοις δεινοῖς καὶ πάθεσι κατακλινομένης, ὑποδεικνύς, αὐτομάτως ἐκ τοῦ ἵππου πρὸς γῆν καταρρεύσας συννένευκε, διάβροχος μὲν καὶ λελουμένος ὢν τῷ τῶν πολεμίων ἀπλέτῳ καὶ ποταμίῳ αἵματι, οὐχ ἧττον δὲ καὶ τῷ οἰκείῳ καὶ μαρτυρικῷ περιρρεόμενος λύθρῳ. ἐθαύμασαν αὐτὸν ὑπερφυῶς καὶ ὑπερηγάσθησαν τό τε πολέμιον καὶ πᾶν τὸ Ρωμαϊκόν, καὶ δῆμοι πάντες ἀνθρώπων πρὸς τοῦτο ἐξεθαμβήθησαν. τὸ δὲ γένος τῶν Θετταλῶν ἑώρτασε μὲν ὑπὲρ ἅπαντος τὴν τῆς πόλεως λύτρωσιν, ἔθυσε δὲ θεῷ καὶ τῷ μεγαλομάρτυρι Δημητρίῳ τὰ σῶστρα, ἔθυσε δὲ καὶ αὐτῷ τῷ τούτου θεράποντι Μιχαὴλ τῷ Βοτανειάτῃ τὴν ἐξ ἰσοθέων ἀγώνων ἐπινίκιον εὐφημίαν καὶ εὔκλειαν. ἐζήτει δὲ τὸν ἀθλητὴν ἡ σωθεῖσα πόλις δι' αὐτοῦ, καὶ διὰ σπουδῆς ἐποιεῖτο τὴν τούτου εὕρεσιν. καὶ ζητοῦσα σὺν ἐπιμελείᾳ καὶ διαδρόμῳ πολλῷ εὗρεν αὐτὸν κείμενον ἐν ὡπλισμένῳ καὶ ἀνδρείῳ φρονήματι, καὶ τὸ ξίφος τοῖς δακτύλοις περιεχόμενον καὶ μηδαμῶς ἀφιέμενον, ἕως μετὰ πολλῆς θεραπείας καὶ τεχνικῆς ἐπιστήμης ἀφῆκε μὲν τὸ ξίφος ἡ χείρ, τῶν ὀνύχων τῇ παλάμῃ προσηλωθέντων αὐτοῦ τῷ ἐμμανεῖ τῆς κατὰ τῶν πολεμίων ἐπείξεως, αὐτὸς δὲ δορυφορούμενος, καὶ μεγίσταις εὐφημίαις καὶ κρότοις καὶ δορυφόρων ἀλαλαγμοῖς καὶ ἐγκωμίων πλοκαῖς καταστεφόμενος ὡς ἀριστεὺς ἀπαράμιλλος, εἰς τὴν πόλιν ἐθριάμβευσε, τοῦ κάρου ἤδη ἀνενεγκών, καὶ πᾶσαν τὴν Ρωμαίων χαρᾶς καὶ θυμηδίας πεπλήρωκεν. ὁ δὲ τὰ σκῆπτρα τῆς ἀρχῆς ἐγκεχειρισμένος κύριος Βασίλειος, ἀναφέρων μὲν καὶ πρὸς τὸ τοῦ γένους αὐτοῦ ἐπίσημον καὶ περίδοξον, ἀναφέρων δὲ καὶ πρὸς τὰς πατρῴας ἀνδραγαθίας, καὶ τὴν τοῦ παρόντος κατορθώματος ἐκπληττόμενος ἀσύγκριτον ἔπαρσιν, υἱὸν αὐτὸν ἀπεκάλει καὶ μέλος ἴδιον, καὶ τὸ ὄνομα τούτου διὰ γλώττης εἶχε. καὶ ὁρῶν ἐπόθει τοῦτον, καὶ ποθῶν ἐτίμα, καὶ πιστότατον ἅμα καὶ οἰκειότατον καὶ στρατιώτην ἀκαταγώνιστον εἶχε καὶ ἐλογίζετο, καὶ διαλλακτῆρα τῶν μεγίστων καμάτων καὶ πολέμων ἐτίθετο ἀσφαλῆ, ὡς τῇ παρουσίᾳ τούτου φευγόντων τῶν ἐναντίων καὶ νῶτα διδόντων εὐθύς. ὅθεν καὶ σὺν αὐτῷ μὲν καὶ τῷ πατρὶ τὴν κατὰ τῶν Βουλγάρων ἤρατο νίκην, καὶ τῆς Βουλγαρίας δυσκαταμαχήτου καὶ πολλῆς καὶ δυσαλώτου γινωσκομένης παντάπασι, καὶ μηδενὶ τῶν βασιλέων ὑποταγείσης ἐπὶ πολύ, καὶ παρὰ τοῦτο μὴ ἀνιείσης τῇ Βύζαντος τὸ ἀνέσιμον καὶ τὴν χορηγίαν τῶν ἀναγκαίων, λαμπρῶς καὶ σὺν πολλῇ τῇ ἀκμαιότητι ἐκυρίευσε· καὶ κατέστη τῇ Ρωμαίων βασιλείᾳ πρὸς ἑσπέραν ἐν εὐπραγίᾳ καὶ γαλήνῃ τὰ πράγματα, καὶ ἀντὶ τῆς πρὶν ἐνδείας δαψιλῆ τὴν ἀφθονίαν καὶ τὴν εὐκληρίαν εὐθύμως ἀπείληφεν. Ἐπὶ δὲ τῆς ἑώας διακυκωμένων τῶν Ἀβασγῶν καὶ ἀντιδοξούντων τῷ βασιλεῖ καὶ προφανῶς ἀνταιρόντων (ἐθάρρουν γὰρ οὐ τῷ πλήθει μόνον, ἀλλὰ καὶ τοῖς τῶν ὅπλων ἰσχυροτάτοις προβλήμασιν, ὡς μὴ ἑαυτοὺς μόνον ἀλλὰ καὶ τοὺς ἵππους τεθωρακισμένους καὶ ἀτρώτους πανταχόθεν περικαλύπτοντες), πάλιν αὐτὸς ὁ Βοτανειάτης πρωταγωνιστὴς καὶ πρόμαχος ἐγνωρίζετο καὶ τοῦ κρατοῦντος ὑπέρμαχος· τοῦ γὰρ βασιλέως κατ' ἐκεῖνο τὰς Ρωμαϊκὰς δυνάμεις ἐλάσαντος, καταπληκτικοὶ μὲν ἀγῶνες καὶ μάχαι περιφανεῖς καὶ πανημέριοι συνερράγησαν, οὐδεμιᾶς δὲ τούτων ὁ Βοτανειάτης ἐναπολέλειπτο, ἀλλ' ἠγωνίζετο μὲν ὥσπερ τις ἑκατοντάχειρ καὶ δεύτερος Ἡρακλῆς ἢ ὑπὲρ τὸν Ἡρακλέα ἐκεῖνον τοῖς ἄθλοις ἐπιγαννύμενον (οὐ γὰρ τρισκαιδέκατον ἆθλον ἀλλ' ἑκατονταπλάσιον ἤνυεν), ἔνθα δὲ κάμνον ἑωρᾶτο καὶ καταπῖπτον κέρας Ρωμαϊκόν, ἐκεῖσε καταλαμβάνων αὐτὸς ἀνεκτᾶτο τὸ ἀνιώμενον, καὶ θάρσους πληρῶν εὐτολμότερον ἐποίει καὶ νικᾶν παρεσκεύαζε. ταῦτα οὐκ ἐπὶ μιᾶς ἐκστρατείας τῆς κατὰ τῶν Ἀβασγῶν αὐτῷ διηγώνιστο, ἀλλὰ καὶ ἐπὶ δευτέρας. δὶς γὰρ ὁ βασιλεὺς τοῖς Ἀβασγοῖς τὸν πόλεμον ἐπιτέθεικε. καὶ τῇ μὲν πρώτῃ μαχησμὸς ἁπλῶς περιγέγονε καὶ ἧττα τῶν Ἀβασγῶν, οὐ παντελὴς δὲ καταστροφή. τῇ δευτέρᾳ δὲ σφοδρᾶς γενομένης καὶ φιλοτίμου τῆς παρατάξεως οὐδεὶς μὲν Ρωμαίων θανάτῳ περιπέπτωκεν, ἢ ὅσον εὐαρίθμητοι καὶ τῶν ἀσήμων τινές, τραυματίαι δὲ πολλοὶ κατεφάνησαν, τῶν δ' Ἀβασγῶν φόνος ἀπείριτος γέγονε, τῶν μὲν ἐν τῇ συμβολῇ τοῦ πολέμου θανατωθέντων, τῶν δὲ ἐν τῷ φεύγειν πεσόντων. παντελοῦς γὰρ γενομένης αὐτῶν τροπῆς καὶ διώξεως, ἀκορέστως οἱ Ρωμαῖοι δίκην ἀγρίων προβάτων τούτους κατέθυον. ὁπότε καὶ ὁ τούτων ἐθνάρχης (Γεώργιος ἡ κλῆσις αὐτῷ) ἐπὶ λόφου ἱστάμενος καὶ τὸ τῶν Ρωμαίων καταπλαγεὶς σύνταγμα καὶ συγκίνημα, καὶ παρ' ἐλπίδας τὴν ἧτταν τῶν ἰδίων θεώμενος (ἐν χερσὶ γὰρ ἔχειν ἐδόκει τὴν νίκην, καὶ τοῖς ἀμφ' αὐτὸν παρῄνει ζωγρίαν πρὸς αὐτὸν τὸν τῶν Ρωμαίων βασιλέα κομίσαι καὶ μὴ σιδήρῳ τεμεῖν), ἀμεταστρεπτὶ καὶ αὐτὸς εἰς φυγὴν ὥρμησε, δρομαίῳ καὶ ἀελλόποδι ἵππῳ τὴν ἑαυτοῦ πιστεύσας σωτηριώδη καταφυγήν, τὸν υἱὸν αὐτοῦ Παγκράτιον ἐνέχυρον δοὺς τῷ βασιλεῖ δοῦλον. ἐντεῦθεν τὰ χρηστὰ πάντα τοῖς Ρωμαίοις κατά τε Ἀσίαν καὶ Εὐρώπην συνήντησεν. ἐντεῦθεν τῷ Βοτανειάτῃ τὸ περιβόητον καὶ περίλαμπρον ὄνομα καὶ ἡ πρὸς τὰ βασίλεια φιλία περιποιεῖται καὶ χάρις ἐπίμονος. Τί δέ; οὕτως ἔχων εὐκλείας καὶ εὐπραγίας ὁ ἀνήρ, καὶ παρὰ πάντων θαυμαζόμενός τε καὶ δοξαζόμενος καὶ τοῖς ἐξ ἔργων μεγαλουργήμασι σεμνυνόμενος, μέγα φρονῶν ἦν ἐπὶ τοῖς ἑαυτοῦ κατορθώμασι, καὶ ἀλαζονείᾳ κατεπαιρόμενος τῶν πολλῶν, καὶ τοῖς ἀστικοῖς ὡς ἀγοραίοις τισὶ καὶ ἀόπλοις μὴ εὐθύμως καὶ προσηνῶς ὁμιλῶν καὶ συναυλιζόμενος, ἀλλ' ὥσπερ τινὲς τῶν κεκρατημένων τῷ πάθει τῆς κενοδοξίας, ἑαυτὸν ὑπεραίρων καὶ τῷ κόμπῳ τερατευόμενος τὸ ἀνόμοιον, οἷα φιλεῖ τοὺς πολλοὺς ποιεῖν τῶν στρατιωτῶν; οὐ μὲν οὖν οὐδ' εἶδέ τίς ποτε Μιχαὴλ τὸν Βοτανειάτην πολίτου κατεπαιρόμενον, ἢ μυκτῆρα τοῦτόν τινος καταχέοντα, ἢ ἔξω αὑτὸν ποιοῦντα τῆς τῶν πολιτῶν συναυλίας καὶ συμφυΐας, ἢ ἀστειότητος ἀποδέοντα, ἢ καλοκαγαθίας καὶ γαλήνης καὶ μειδιάματος μεστοῦ χαρίτων ἑαυτὸν ἀποξενοῦντά ποτε, ὡς εἶναι θαῦμα μέγιστον τοῖς ἀνθρώποις καὶ ἀξιέραστον. ὅσον γὰρ τοῖς στρατιωτικοῖς ἀγῶσιν ἀνύποιστος ἦν καὶ θυμοειδὴς καὶ καταπληκτικὸς τὴν ὁρμήν, τοσοῦτον ἐν ταῖς ἀνέσεσι καὶ ταῖς λεγομέναις ἐκεχειρίαις καὶ ταῖς κατὰ τὴν βασιλίδα διατριβαῖς ἡδύτατος καὶ μειλίχιος καὶ φιλόστοργος πρὸς τοὺς Βυζαντίους, καὶ λόγους ἀστείους φιλῶν καὶ τοὺς ἀστεϊζομένους προσοικειούμενος, καὶ ἀπαξιῶν ἑαυτὸν ἑτέρῳ καλεῖσθαι ὀνόματι ἢ τῷ τὴν ἐπωνυμίαν παρέχοντι αὐτῷ ἐκ τῆς πόλεως. διὰ τοῦτο καὶ παρὰ πάντων ἠγαπᾶτο διαφερόντως, καὶ κοινὸν ὄφελος καὶ ἐκαλεῖτο καὶ ἐγινώσκετο, πανδαισία τε καὶ εὐφημία κοινή, στρατιώτης τε ἀπαράμιλλος καὶ πολίτης ἀσύγκριτος. ἦν γὰρ πρὸς τούτοις καὶ μεγέθει διαλάμπων καὶ ὄψει ταπεινώσει τε φρονήματος καὶ συναναστροφῆς κοσμιότητι καὶ μειδιάματος ἱλαρότητι, εἰς ἄκρον δόξης καὶ περιλάμψεως ἑαυτὸν ἀνυψῶν τῇ κοινῇ τοῦ πλήθους εὐλογίᾳ καὶ συντονίᾳ τῆς ἀνυμνήσεως. Ἐκ δὴ τούτων τῶν ἀρίστων καὶ μεγίστων ἕξεων αὐτοῦ καὶ ἐντεύξεων, καὶ ὧν μετ' αὐτὸν ὁ τούτου ὡραιότατος κλάδος ἔν τε τοῖς στρατιωτικοῖς ἀγωνίσμασι καὶ τροπαίοις καὶ τοῖς πολιτικοῖς διακοσμήμασι καὶ ἀρρήτοις ἐγκαλλωπίσμασι (συγγενῆ γὰρ πάντα καὶ ὁμότροπα καὶ ὁμοφυῆ τῷ πατρὶ ὁ υἱὸς ἐπεδείκνυτο), διπλοῦν τὸ τῆς ἀγάπης καὶ τὸ τῆς ἐρασμιότητος τοῖς τῶν ἁπάντων ψυχαῖς ἐγένετο, καὶ παγκόσμιος ἦν πόθος, καὶ μία γλῶσσα τὸ στέφος αὐτῷ τῷ υἱῷ τῆς βασιλείας ἀξίως ἐκ πολλοῦ τοῦ χρόνου ἐπιφημίζουσα. καὶ οἱ μὲν εἰδότες αὐτὸν καὶ ἄκρως ἐξησκημένοι τὴν ἄκραν αὐτοῦ εὐτολμίαν τε καὶ ἀνδρίαν καὶ αὖθις πάλιν τὴν ἀγαθότητα καὶ πλουτοποιίαν καὶ τὸ πρᾶον καὶ τὸ ὁμιλητικὸν καὶ ἀστεῖον καὶ εὔχαρι, ἀφ' ἑαυτῶν εἶχον τὴν μαρτυρίαν, κεχηνότες ἀεὶ καὶ δι' εὐχῆς ποιούμενοι τὸ τῆς βασιλείας τούτῳ περίοπτον κράτος ἔσεσθαι· οἱ δὲ μὴ εἰδότες ἢ πρὸς ὀλίγον γινώσκοντες, ἐξ ἀκοῆς τυγχάνοντες ἐρασταί, οὐχ ἧττον ἐκείνων τὴν ὑπὲρ αὐτοῦ ἐπιθυμίαν καὶ τὴν διάθεσιν ἔτρεφον. ὡς δ' ἡ φήμη τῆς αὐτοῦ ἀναρρήσεως τὴν βασιλίδα κατέλαβε, μετέωροι πάντες γεγόνασι καὶ χαρμονῆς ἐνεπλήσθησαν. καὶ ἦν ἰδεῖν τοὺς ἀνθρώπους πτερὰ περιθεῖναι ἑαυτοῖς, εἰ οἷόν τε ἦν, βουλομένους, καὶ πρὸς αὐτὸν ἀποπτῆναι, καὶ παίδων ἐπιλαθέσθαι καὶ γυναικῶν καὶ αὐτῶν οἰκιῶν. ὃ δὴ καὶ πολλοὶ τῶν ἀστικῶν πεποιήκασιν. ἀλογήσαντες γὰρ καὶ φόβου παντὸς τοῦ τότε κρατοῦντος εἰς τὸ Βυζάντιον καὶ τιμωρίας δι' αἵματος καὶ οὐσιῶν καὶ τῶν τοῦ γένους φιλτάτων καὶ τῶν ἐν μέσῳ τῆς ὁδοῦ κόπων, καὶ μηδὲ τῶν ὁδοσκοπούντων καὶ τῆς ὑπαίθρου κρατούντων Τούρκων τὸ πλῆθος δείσαντες, συχνοὶ καθ' ἑκάστην ἀπηυτομόλουν πρὸς αὐτόν, πρᾶγμα πρὶν γενέσθαι μὴ πιστευόμενον. οὐδέπω γάρ τινά τις εἶδεν ἀπὸ τῆς βασιλευούσης εἰς ἐπαρχίαν προσρυέντα τινὶ ἀντάραντι, καὶ τότε ὅτε μηδὲ πολέμιοι τὴν πᾶσαν χώραν κατεῖχον καὶ ταῖς ὁδοῖς ἁπάσαις ἐφήδρευον, μᾶλλον δὲ ἀπ' ἐκείνων εἰς τοὺς κατὰ τὴν βασιλίδα κρατοῦντας πολλοὺς εἰσρέοντας. νῦν δὲ ἄνω ποταμοὶ τὸ πρᾶγμα κεχώρηκε. τοῦ χάριν; ὅτι τοὺς μὲν κρατοῦντας τυράννους ἔγνων οἱ ἄνθρωποι καὶ ἀδίκως καὶ ἀφελῶς τὴν βασιλείαν ἰθύνοντας, τὸν δ' ἐκτὸς ἀρετῇ διαλάμποντα, καὶ ἀληθείᾳ καὶ πραότητι καὶ δικαιοσύνῃ κατακοσμούμενον, καὶ ἱκανὸν βασιλείας κράτος ἐν καιροῖς ἀνωμάλοις ἀσφαλῶς διακυβερνῆσαι, κράτος τῇ τῶν κρατούντων κακονοίᾳ πρὸς ὄλισθον οὐ μικρὸν καὶ βάραθρον ἀπωλείας ἤδη συννεῦον καὶ ἀνωθούμενον. τῶν τοίνυν ἀνθρώπων οὕτως ἐχόντων γνώμης καὶ προαιρέσεως, συνεπεψηφίζετο καὶ θεὸς ἄνωθεν, καὶ δεξιὰ πάντα τούτῳ καὶ πρὸ τῆς ἐπιδημίας θαυμαστὰ διετίθετο, ὡς καὶ αὐτὴν τὴν μητέρα καὶ τοὺς συγγενεῖς ἅπαντας τοῦ κρατοῦντος ἐκείνῳ τὴν βασιλείαν ἐπιτρέπειν συγκατατίθεσθαι, καὶ διαπέμπεσθαι πρὸς αὐτόν, καὶ τὰ ἐπιβατήρια ψάλλειν αὐτῷ καὶ διαδονεῖν μετὰ τῆς λοιπῆς τῶν πολιτῶν ὁμηγύρεως.
τὸ δὲ δὴ κρεῖττον καὶ λόγου παντὸς ὑψηλότερον ἢ παραδοξότερον, ὅτι περ οἱ Τοῦρκοι, τῆς ἀνατολῆς πάσης κυριεύσαντες ἤδη, τοῖς αὐτομολοῦσι πρὸς τὸν Βοτανειάτην πολίταις ἅμα καὶ ἀγροίκοις ἐμποδὼν οὐ καθίσταντο· ἀλλὰ τινὲς μὲν ἀοράτῳ δυνάμει τοὺς πολεμίους ἐλάνθανον, οἱ δὲ πλείους ἐνέπιπτον μὲν αὐτοῖς, πρὸς δὲ τὸν νῦν βασιλέα μανθάνοντες αὐτοὺς κατεπείγεσθαι συνεχώρουν αὐτοῖς καὶ ἀβλαβεῖς διετίθουν, ἀβλαβῶς καὶ φιλίως πρὸς τὴν αὐτοῦ βασιλείαν καὶ προσηγορίαν παρὰ πᾶσαν ἀνθρωπίνην ὑπόνοιαν διακείμενοι.
https://byzantium.gr/
Καὶ ἡ μὲν Κωνσταντινούπολις καὶ οἱ τῶν ἐκτὸς ἐπιεικέστεροι οὕτω κραδαινομένας εἶχον τὰς οἰκείας ψυχὰς καὶ συννενευκυίας πρὸς τὴν αὐτοῦ ἐπικράτειαν· ὁ δὲ βασιλεὺς οὐδὲν τῶν θείων κριμάτων καὶ δοξοποιῶν εἰς νοῦν βαλλόμενος οὔτε τῶν κακίστων ἀπείχετο πράξεων, καὶ μήτε τὸ τοῦ ἀνδρὸς ἀξίωμα καὶ τὴν ἐξ ἔργων ἰσχὺν καὶ τὴν ἄκραν εὐγένειαν αἰδούμενος ἦν, καὶ ἐννοῶν κοινωνὸν τῆς βασιλείας λαβεῖν καὶ τοὺς θύραθεν πολεμίους κατατροπώσασθαι δι' αὐτοῦ, καὶ τοῖς ὑπηκόοις τὴν ἐλευθερίαν περιποιήσασθαι, ἀλλὰ τῶν Τούρκων ὡς οἰκειοτάτων καὶ φιλίων ἀντιποιούμενος διεπέμπετο πρὸς αὐτούς, καὶ δώροις ἀμέτροις καὶ παντοδαπαῖς ὑποσχέσεσι διηρεθίζετο κατ' αὐτοῦ, ὥστε παντὶ σθένει καὶ μηχανῇ καταγωνίσασθαι τοῦτον, καὶ ἢ μαχαίρας ἔργον ποιήσασθαι εἴτ' αἰχμάλωτον θέσθαι καὶ ὤνιον τοῖς μισοῦσιν αὐτόν. ἀλλ' οὐκ ἦν πρὸς θεοῦ τὸ τηλικοῦτον ἄνδρα τοῖς κρείττοσιν ἔργοις κεκοσμημένον ἐπιεικῶς, τοῖς ζητοῦσιν αὐτὸν ἐπιθυμίας ἀδίκου παραστῆσαι ὑπόθεσιν. διὰ τοῦτο καὶ ταῖς μὲν ὑποσχέσεσι τοῦ βασιλέως ἐθέλγοντο καὶ παρεκινοῦντο οἱ Τοῦρκοι, ἡ δὲ θεία ἀντίληψις ἄλλως αὐτοῖς διετίθει τὴν ἔκβασιν· προσήρχοντο γὰρ μᾶλλον τῷ Βοτανειάτῃ, καὶ τὴν δούλωσιν ἐπηγγέλλοντο, καὶ συμμαχεῖν ὑπισχνοῦντο, καὶ τῇ μοίρᾳ τούτου συνέταττον ἑαυτούς. ὅσοι δὲ πρὸς ἀντικαταστάσεις καὶ μάχας ἐτράποντο, παρ' αὐτοῦ καὶ τῶν ἰδίων στρατιωτῶν ἐξόχως ἡττώμενοι πολλοὺς μὲν τῶν οἰκείων ἀπέβαλον, ἄλλοι δὲ φόβῳ βληθέντες φυγῇ τὴν σωτηρίαν αὑτῶν ἐπραγματεύοντο. πολλοὶ δὲ τῶν Ρωμαίων ἀντικαταστῆναι τούτῳ θελήσαντες αὐτοῖς φρουρίοις ἑάλωσαν. Τρίτην δὲ ἄγοντος τοῦ ὀκτωβρίου μηνός, καὶ μέλλοντος τοῦ Βοτανειάτου τὴν βασιλικὴν ἐπιστῆσαι σκηνήν, καὶ ταύτης σκηνοπηγίαν προτρεψαμένου γενέσθαι διὰ τὴν ἔξοδον καὶ τὴν εἰς τὴν βασιλεύουσαν πρόοδον (ἐν πεποιθήσει γὰρ ἦν ὡς δρομαίως τῆς βασιλευούσης βασιλικῶς ἐπιβήσεται), θαῦμά τι καὶ τέρας ἐξαίσιον ἐν ὀφθαλμοῖς καθωράθη πάντων. ἄυλον γὰρ πῦρ, ὡς ἀπὸ πηγῆς ἀναβλύζον καὶ πρὸς ἀέρα χεόμενον, πρὸς τὴν ἑώαν κατεφάνη περὶ πρώτας νυκτὸς φυλακάς. καὶ ἦν ὁ ἀὴρ φλογὸς καθαρᾶς πεπλησμένος, καὶ φέρων τὸ τοῦ πυρὸς ῥεῦμα μέχρι Χαλκηδόνος καὶ Χρυσοπόλεως καταπληκτικὸν καὶ λίαν ὑπερφυές· οὐδέπω γὰρ οὐδεὶς εἶδε πῦρ ἄυλον ἐπὶ γῆς ὡς ἀπὸ πηγῆς ἀναβλύζον καὶ τὸ περιέχον ἅπαν ἐκπυροῦν καὶ ἀποσπινθηρίζον οὐχ ἥκιστα. ἀπὸ δὲ Χρυσοπόλεως τὸν τοῦ στενοῦ πορθμὸν ὑπερβεβηκὸς πῇ μὲν τὰ ἐν Βλαχέρναις ἀνάκτορα περιέλαβε, πῇ δὲ τὴν ἄλλην ἀρκτικὴν ἐπιφάνειαν, καὶ περιεσώθη μέχρι πολλοῦ, πᾶσιν ἀναφανδὸν ἐπικηρυκευόμενον παρουσίαν ἐκ τῆς ἑώας μεγάλης δυνάμεως. οἱ δ' ἐπιστημονικώτεροι τῶν Θεωμένων, καὶ συμβολικῶς τὸ δέον ἐπιγινώσκοντες, ἀπὸ Λάμπης λαμπτῆρα φωσφόρον ἐπιδημῆσαι τοῖς βασιλείοις προεσήμαινον, ὥστε χρηματίσαι τοῖς μὲν ἀγαθοῖς καὶ τὰ ὑπὲρ αὐτοῦ φρονοῦσι φῶς καὶ θυμηδίαν καὶ χαρὰν ἀνεκλάλητον, τοῖς δὲ κατ' αὐτοῦ μελετῶσι καὶ ἀντιταττομένοις αὐτῷ φλόγα τῷ ὄντι πυρὸς κατατήκουσαν τούτους καὶ κατακαίουσαν. καί γε τῆς συμβολικῆς προρρήσεως οὐ διήμαρτον· δηλώσει δὲ προϊὼν ὁ λόγος. Τοῦ δὲ ὀκτωβρίου μηνὸς παρεληλυθότος ἀποστατική τις κακόνοια τὴν ἑσπέραν αἰφνιδίως περιεδόνησεν. εἰς γὰρ Ἐπίδαμνον, τὸ νῦν κεκλημένον Δυρράχιον, τὴν δουκικὴν ἔχων ἀρχὴν Νικηφόρος πρόεδρος ὁ Βρυέννιος, καὶ ταύτης παραλυθείς, βασιλέως ἑαυτῷ περιέθηκεν ὄνομα, καὶ τοῖς ἐκεῖσε στρατιώταις καὶ ὀπαδοῖς καὶ συστρατιώταις χρησάμενος ἔξεισιν ἐκεῖθεν πρὸς Ἀδριανούπολιν. ὁ τούτου αὐτάδελφος, Ἰωάννης ὀνομαζόμενος, τινὰς τῶν ἑσπερίων δυνάμεων εἰς τὴν ἰδίαν ἐπιβουλὴν καταρτίσας, μεθ' ὧν ἦσαν Βαράγγων καὶ Φράγγων πλήθη πολλά, τῷ αὐταδέλφῳ συνθέσθαι παρέπεισε, σὺν αὐτοῖς δὲ καὶ τὸν κατεπάνω τῆς αὐτῆς πόλεως, συγγενέα τούτου καὶ συμφυλέτην ὑπάρχοντα. καὶ πρὸ τοῦ καταλαβεῖν εἰς Ἀδριανούπολιν τὴν εὐφημίαν αὐτῷ καὶ τὴν βασιλείαν προδιεγράψαντο, ἀνοήτως πάντως καὶ πάσης ἀσφαλοῦς παρατηρήσεως ἄνευθεν. ἢ γὰρ ἄν, εἰ μὴ καὶ οἱ κρατοῦντες ἐν Βυζαντίῳ ἀνοητότεροι ὑπῆρχον, ταχέως ἂν παρελύθη καὶ κατεπολεμήθη τὰ τῆς τοιαύτης ἐπιβουλῆς. αἱ γὰρ ἄλλαι Θρακῷαι πόλεις καὶ Μακεδονικαὶ πλὴν τινῶν συνετήρουν ἔτι τοῦ πάθους αὑτὰς ἔξω, καὶ παρὰ βασιλέως ἐπαγγελίας ἐγγράφους καὶ παραγγελίας προσέμενον ἐπὶ καταστροφῇ τῶν ἀποστατῶν, διὰ τὸ καὶ τὸν Βρυέννιον ἔτι μακρόθεν καθεστάναι τῆς τοῦ Ἀδριανοῦ. ἦν δὲ τῷ βασιλεῖ καὶ στρατὸς ἰδιαίτατος, ἀπὸ συγκλύδων ἀνδρῶν ἀθροισθείς, καὶ τῇ γυμνασίᾳ προσλαβὼν τὸ εὐδόκιμον, οὓς καὶ ἀθανάτους ὁ βασιλεὺς οὗτος ὠνόμασε. καὶ διὰ πάντων εὐχερῶς εἶχεν ἐπιθέσθαι τοῖς γε ἐν τῇ Ἀδριανουπόλει χωρὶς τοῦ προσδοκωμένου ἡγεμόνος καθυλακτοῦσι, καὶ ἢ τρέψασθαι τούτους καὶ εἰς ἀσφάλειαν ἑαυτῷ περιστῆσαι τὰ πράγματα, ἢ τάς γε λοιπὰς πόλεις εἰς τὴν ἑαυτοῦ κατοχυρώσασθαι πίστιν, καὶ ἀντίξουν ἔχειν ἐν τῇ ἑσπέρᾳ κατὰ τῶν ἐναντίων βοήθημα. ὃ δὲ ἀνοίᾳ καὶ ἀμελείᾳ καὶ τὸ κατασκευαζόμενον διὰ πολλῶν ἡμερῶν ἐγγύθεν αὐτοῦ ἠγνόησεν ἀπειροκάλως σκαιώρημα (τριῶν γὰρ ἡμερῶν οὐ πόρρω τῆς πόλεως ἡ Ἀδριανούπολις ἀπέχει διάστημα), καὶ μετὰ τὸ γνῶναι ἀναπεπταμένως καὶ μετ' εὐθείας διατεθεὶς τοὺς ἐναντίους ἰσχυροὺς ἀπειργάσατο, ὡς εἶναι τὰ πλείω τῶν τοὺς ἐχθροὺς ἐπαιρόντων καὶ μεγαλυνόντων εἰς ὕψος ἐξ ἀμελείας καὶ ὑστερήσεως τῶν ἀντιτεταγμένων αὐτοῖς, καθὰ προδιείληπται. εἰ δὲ δεῖ τἀληθὲς εἰπεῖν, δι' ἑτέρων καμάτων καὶ ἀντιπαρατάξεων ἑτέρων τὴν βασιλείαν ὁ παντέφορος ὀφθαλμὸς ἀξίῳ ταύτης ἐπραγματεύετο. Ἔγωγε οὖν ἐν τῇ Ραιδεστῷ τηνικαῦτα παρατυχών, ἐπὶ σκέψιν ἐκεῖσε καταλαβὼν τῶν κτημάτων μου, τὰς μὲν γινομένας φήμας ἀκοῇ παρελάμβανον, ἠπίστουν δὲ τοῖς λεγομένοις, ὅτι διὰ πολλῶν ἡμερῶν ἐφημίζοντο, συμβάλλων καθ' ἑαυτὸν ὅτι, ἐπείπερ ἡ Ραιδεστὸς τοσοῦτον ἀπέχει διάστημα τῆς Ἀδριανουπόλεως ὅσον ταύτης ἡ μεγαλόπολις, πάντως ἂν, εἰ ἀληθὲς ἐτύγχανε τὸ θρυλλούμενον, ἐμεμαθήκει ἂν ὁ βασιλεὺς τοῦτο καὶ ταχέως ἐποιήσατο τὴν διόρθωσιν, πανταχοῦ γραμμάτων βασιλικῶν ἐπιφοιτώντων ταῖς πόλεσι. καὶ κατὰ τοῦτο ἔμενον ἀτρεμής, εἶτα καὶ θαρρῶν τῇ πίστει τῶν ἐν τῇ Ραιδεστῷ πολιτῶν ὡς φυλαττούσῃ τοῖς βασιλεῦσι τὰ τῆς εὐγνωμοσύνης ἐνέχυρα. ἔλαθον δὲ περιπεσὼν ἀπροόπτως διὰ τῶν εἰκότων συλλογισμῶν, μικροῦ δεῖν, μεγίστῳ τινὶ παραπτώματι. γυνὴ γάρ τις ἐν τῇ Ραιδεστῷ τὰ πρῶτα φέρειν κατὰ πάντων σπουδάζουσα, συγγένειαν ἐκ τοῦ ἀνδρὸς πρὸς τὸν Βρυέννιον τοῦτον συνάπτουσα, λαθραίως πολλοὺς ὑπέσυρε τῶν Ραιδεστηνῶν, δώροις τούτους καὶ ὑποσχέσεσιν ὡς ἑαυτὴν μεταθέσθαι συμπείσασα καὶ συνωμοσίαν ἐξ ἰδιοχείρων καὶ ὅρκων συστήσασθαι. ὅτε δὲ τὸ ἔργον τῆς συνωμοσίας ἐπλήρωσε, καὶ εἰς τὸ αὔριον ἀναγορεῦσαι τὸν Βρυέννιον τὰ τῶν συναραμένων αὐτῇ διεσκέψαντο, εἷς τούτων χάριτας ἐκ τινῶν προηγησαμένων χρηστῶν ὁμολογεῖν ἔχων μοι προσῆλθεν ἀωρὶ τῶν νυκτῶν, καὶ τὴν ἐπιβουλὴν ὑπεσήμανεν. αὐτὸς δὲ πολλὰ δυσχεράνας, καὶ πολὺν ὀνειδισμὸν τούτων καὶ μυκτῆρα καταχεάμενος ὡς καταπροδόντων τὴν ἑαυτῶν σωτηρίαν καὶ τὸ τῆς πίστεως σύμβολον, ἀνυπονοήτως μὲν αὐτὸν καὶ μετ' ἐπιεικείας ἀπεπεμψάμην, μελετήσας δὲ παραυτίκα τὴν πόλιν ταύτην καὶ τὴν ἐπιβουλὴν ἐκφυγεῖν, ὥρμησα μέν, ὡς εἶχον ἡμιόνων καὶ ἵππων καὶ ἀνθρώπων καὶ τῆς ἄλλης παρασκευῆς, ἐκ ταύτης ἀποφοιτῆσαι σπουδαίως κατὰ τὸ λεληθός, οὐ μὴν ἠδυνήθην διὰ τὸ προκατασφαλισθῆναι τὰς πύλας τῆς πόλεως μοχλοῖς σιδηροῖς καὶ ὁπλίταις παρὰ τῆς τοῦ Βατάτζη γυναικός, ἣν ὁ ἀνωτέρω λόγος ἐδήλωσεν, ἕως δι' ἀπειλῶν πολλῶν καὶ μηνυμάτων κατασείσας αὐτήν, ὅτι πρὸς πόλεμον αὐτῇ συρραγήσομαι, τῆς ἡμέρας ἐπιφοιτώσης συνεχωρήθην τὴν ἔξοδον, τὸ ἄδηλον φοβηθείσης μετὰ τῶν ταύτης υἱέων τῆς τοῦ πολέμου ἐκβάσεως. ἐξῆλθον οὖν ἐκεῖθεν, καὶ τῆς εἰς τὴν βασιλίδα φερούσης ἁψάμενος πάντα τὰ ἔμπροσθεν εὗρον γαλήνης μεστά, καὶ τοὺς τοῦ βασιλέως στρατιώτας διεσκεδασμένους εἰς παραχειμασίαν ταῖς ἄλλαις πόλεσι καὶ μηδένα κυδοιμὸν ὑποπτεύοντας. σπουδαίως οὖν εἰσελθὼν εἰς τὴν βασιλεύουσαν, πρὸ τοῦ τὴν ἰδίαν οἰκίαν καταλαβεῖν παρῆλθον εἰς τὰ βασίλεια, καὶ τῷ λογοθέτῃ Νικηφόρῳ πρὸς λόγους ἐλθὼν πάντα τὰ συνενεχθέντα προσήγγειλα, καὶ τὸ ποιητέον αὐτῷ συνεβούλευσα, καὶ ὡς ὅτι τάχιστα χρὴ τήν τε Ραιδεστὸν χρυσοβούλλῳ λόγῳ κατακοιμίσαι καὶ φιλανθρώποις δεξιώσεσιν οἰκειώσασθαι, καὶ τὰς ἄλλας πόλεις ὡσαύτως, καὶ τὸ στρατιωτικὸν ἐς ταὐτὸν συναθροῖσαι, καὶ παραλῦσαι τὴν τῶν πλείστων πρὸς τὸν ἀποστάτην συνάθροισιν· ἀπῆν γὰρ ἔτι τῆς Ἀδριανουπόλεως οὐ μικρὸν ἄποθεν, ὅτε καὶ τῷ Βασιλάκῃ, τῷ ἀποσταλέντι μετ' αὐτὸν δουκὶ Δυρραχίου, παρατυχὼν ἐντὸς τοῦ ἄστεος τῆς Θεσσαλονίκης περὶ τῆς ἀρχῆς ἠμφισβήτησε· καὶ εἴπερ δεξιῶς τοῖς πράγμασιν ὁ Βασιλάκιος τῷ τότε ἐχρήσατο, κατεπολέμησεν ἂν τοῦτον ἐν ἀρχῇ τῆς ἀποστάσεως σαλεύοντα. ὁ δὲ λογοθέτης ἐν μειδιάματι ποιούμενος τὰ παρ' ἐμοῦ τούτῳ μετὰ σπουδῆς εἰσηγούμενα, μετεωρισμοῖς τισὶ καὶ ἀναβολαῖς τὰ μηδὲ μικρᾶς ὑπερθέσεως δεόμενα παραδέδωκεν, ἕως τοῦ πάθους φλεγμαίνοντος τὴν ἰατρείαν ἐπεχείρησε μέν, ἔγνω δὲ μάτην παρακινῶν τὰ ἀκίνητα. καὶ τότε πάλιν ᾐσθόμην ὡς καλῷ τὸ κακὸν ἰᾶσθαι ὀλίγοι τῶν ἐν ἡμῖν ἀνθρώπων δεδύνηνται. Καταλαβὼν οὖν εἰς Τραϊανούπολιν ὁ Βρυέννιος συνηντήθη παρὰ τοῦ ἀδελφοῦ καὶ τῶν συναραμένων αὐτῷ Φράγγων καὶ Μακεδονικῶν παρατάξεων. παρήχθησαν δ' αὐτῷ καὶ τὰ τῆς βασιλείας παράσημα, οἵ τε ἵπποι μετὰ τῶν δίφρων καὶ τὰ ἐρυθρὰ καὶ βασίλεια πέδιλα. καὶ κατασφαλισάμενος πάντας ὅρκοις καὶ συνθήκαις συχναῖς, μὴ ἂν ἀθετῆσαι τοῦτον ἄχρι καὶ τελευταίας πνοῆς, οὕτω τὴν ἁλουργίδα μετ' εὐφημίας καὶ δορυφορίας ἀπειλήφει πολλῆς, καὶ τοὺς πόδας τοῖς ἐρυθροῖς μεταμείψας πεδίλοις καὶ εἰς αὐτοβαφὲς ἐπαναβὰς ὄχημα μετὰ πολλῆς ἀγερωχίας καὶ φρονηματισμοῦ καὶ τῆς τοῦ στρατοῦ βοῆς καὶ ἠχῆς εἰς Ἀδριανούπολιν ᾤχετο, ἄρτι τοῦ νοεμβρίου μηνὸς ἐπιστάντος, ὅτε κατηφὴς ὁ ἀὴρ ἐκ τῆς τοῦ μεγάλου φωστῆρος ὑποχωρήσεως, πρὸς τὸ ταυρικὸν ζώδιον ἀπιόντος, καὶ στυγνὸς καταφαίνεται. αἰχμάλωτος δὲ τηνικαῦτα ληφθεὶς ὁ πρόεδρος Κωνσταντῖνος ὁ Θεοδωροκάνος, ἀνὴρ ἔνδοξος καὶ γένους ἐπισημότητι καὶ βίου λαμπρότητι καταφανὴς καταγινωσκόμενος, οὐ καλῶς μὲν οὐδὲ δικαίως παρ' αὐτοῦ προσεδέχθη καὶ ὡς εἷς τῶν ἀγενῶν παρωράθη, οὐ μὴν δὲ σωματικὴν τιμωρίαν ὑπέστη, καίτοι γε ταύτην ὑποπτεύων διὰ προηγησαμένας ἔχθρας καὶ μάχας κεφαλικάς. φυγαδευθεὶς δὲ πρός τινα τῶν Μακεδονικῶν πόλεων μετ' οὐ πολὺ τῷ χρεὼν ἐλειτούργησεν· εἴτε φυσικῷ θανάτῳ εἴτ' ἐξ ἐπιβουλῆς κερασθέντος, οὐδεὶς ἀκριβῶς ἐπίσταται. Ἐν δὲ τῷ μέλλειν εἰσελάσαι τὸν Βρυέννιον εἰς Ἀδριανούπολιν πᾶσα σχεδὸν ἡ πόλις τὴν προεκκειμένην περίχωρον κατελάμβανε, καὶ ἦν τὸ πλῆθος ἀγεληδὸν διακεχυμένον εἰς τὸ πεδίον, τὴν πρόοδον αὐτοῦ ἐκδεχόμενον. ὡς δ' ἀνεφάνησαν τὰ σημεῖα καὶ προσεχώρουν αἱ παρατάξεις αὐτοῦ, βαρεῖαν ἀπαγγέλλουσαι τὴν αὐτοῦ ἐπιφοίτησιν, καὶ τὰ κέρατα πανταχόθεν φοβερόν τι καὶ καταπληκτικὸν ἐπεσήμαινον, κἀκεῖνος ἐν παρασήμοις παρὰ πλείστων δορυφορούμενος κατελάμβανε, διατάξαντες δὲ ἑαυτοὺς στοιχηδὸν οἱ πρὸς θέαν ἐξιόντες πολῖται, οἵ τε στρατιῶται τὰς ἀσπίδας προτείνοντες καὶ τὰς αἰχμὰς τῶν ὅπλων ἐπισυναίροντες, ἠχή τε τῶν βυκίνων καὶ τῶν σαλπίγγων ἐγίνετο καὶ τὸ τῆς εὐφημίας ἤρθη παρὰ πάντων περίοπτον, ἔδοξαν οἱ πλείους τὴν παρουσίαν αὐτοῦ βασιλέως μεγίστου καὶ δυνατωτάτου καθίστασθαι· κἀκεῖνος ὑπεράνω παντὸς λόγου ἑαυτὸν λογισάμενος, μεστὸς ἐλπίδων καὶ αὐχήματος εἰς τὴν ἐνεγκαμένην αὐτὸν εἰσελήλυθε πόλιν. ἦσαν δὲ ταῦτα, ὡς ὕστερον τὸ πρᾶγμα τὸν ἔλεγχον δέδωκε, πιθήκων ἢ γεράνων ὁρμήματα καὶ νεανιεύματα· ἔνθα γὰρ θεὸς οὐ συνευδοκεῖ καὶ ψηφίζεται, καὶ πρᾶξις εὐθυτάτη καὶ θεοφιλὴς διάνοια τὴν ἄνωθεν οὐκ ἐκκαλεῖται βοήθειαν, φροῦδον ἅπαν καὶ ἀσθενὲς τὸ παρ' ἀνθρώπων γενόμενον. Ἐν δὲ τῇ Ραιδεστῷ, πρὸ τοῦ τὸν Βρυέννιον καταλαβεῖν εἰς Ἀδριανούπολιν, ἐπικρατησάσης τῆς Βατατζίνης (ἐδιχονόουν γάρ τινες πρὸς τὴν αὐτοῦ ἐπιχείρησιν) ἀνηγορεύθη ὁ Βρυέννιος. καὶ πρῶτον ἔργον τοῖς ἐγχωρίοις ἐγένετο τὸ καθελεῖν καὶ καταβαλεῖν εἰς γῆν τὸ κοινὸν ἀτόπημα καὶ ἀδίκημα καὶ τοῦ ἀπὸ λογοθετῶν δύστηνον ἐπινόημα καὶ τῇ εὐθηνίᾳ ἐπιβουλεῦον, τὸν καινουργηθέντα φημὶ ἐκτὸς τοῦ ἄστεος φούνδακα· καὶ κατεπόθη μέχρις ἐδάφους διαρρυείς. τοῦ δὲ κάστρου Πανίου ἔτι μὴ συναπαχθέντος αὐτοῖς ἐπεστράτευσαν οἱ τῆς Ραιδεστοῦ κατ' αὐτοῦ· καὶ δι' ἡμερῶν τινῶν παραστησάμενοι αὐτὸ τινὰς μὲν τῶν ἔνδον ἠμύναντο, τοὺς δὲ ἄλλους ἐπὶ χώρας κατέλιπον, ἔκτοτε δὲ οὐ διέλιπον ἐκ τῆς ἀποστατικῆς μοίρας εἰς τὴν Ραιδεστὸν παραβάλλοντες στρατιῶται, καὶ μᾶλλον ἀλλογενεῖς, καὶ τοὺς περικύκλῳ ἀγροὺς λυμαινόμενοι, προφάσει τάχα τῆς τοῦ κάστρου φυλακῆς καὶ διατειχίσεως· ἤθελε γὰρ καὶ αὐτοὺς ἡ Βατατζῖνα δι' ὄγκον ὑπερηφανίας καὶ ἀποτροπὴν τῆς ὑποπτευομένης αὐτῇ ἐπιβουλῆς καὶ παρακινήσεως. συνετηρήθη δὲ καὶ ὁ ναύσταθμος τοῦ τοιούτου κάστρου σκόλοψι καὶ περιπάτοις ξυλίνοις καὶ ἄλλοις ὀργάνοις τῶν ἀλλοτρίων νεῶν ἀποτρεπτικοῖς. πολλῶν δὲ ὄντων ἐν τῷ αἰγιαλῷ οἰκημάτων, καταστροφὴ τούτων δι' ὑπονοουμένην κατεπράχθη ἐπίθεσιν. καὶ ἁπλῶς πάντα ταραχῆς ἐπέπληστο καὶ συγχύσεως. ᾐσθόμην δὲ καὶ αὐτὸς τῶν τοιούτων κακῶν ὡς τὴν ἀποστασίαν ἀποφυγών, τῆς ἐντὸς τοῦ κάστρου οἰκίας καὶ τῶν ἀγροτικῶν μου κτημάτων διαρπαγὴν τῶν ἐν αὐτοῖς οὐ τὴν τυχοῦσαν ὑποστάντων. Ὁ δὲ Βρυέννιος τάξεις καὶ ἀρχὰς τῇ βασιλικῇ δορυφορίᾳ χρειώδεις ὑποστησάμενος, καὶ τιμὰς ὅσαι τούτῳ ἐδόκουν ὁσημέραι καταπραττόμενος, ἐφαπλῶσαι τὴν χεῖρα καὶ μέχρι Βυζαντίου διεμελέτησε, καὶ ἑαυτῷ προεκκαθᾶραι καὶ λειῶσαι τὴν εἰς τὰ βασίλεια εἴσοδον. τιμήσας οὖν τὸν ἴδιον αὐτάδελφον Ἰωάννην τῷ τῶν κουροπαλάτων ἐπιφανεῖ ἀξιώματι, δυνάμεις ἁδρὰς ἐνεχείρισε καὶ πρὸς αὐτὸ τὸ Βυζάντιον ἐξαπέστειλε, πίσυνος ὢν ὡς ἐπείπερ οἱ πολῖται τὸν βασιλέα σὺν τῷ λογοθέτῃ δι' ὀργῆς καὶ μίσους ἀτενοῦς ἔχουσι, προσέξουσί τε αὐτῷ μετὰ τηλικαύτης στρατιᾶς παρατεταγμένῳ καὶ προσδέξονται σὺν ὁμολογίαις ἐντός, καὶ οὕτως ἀδεῶς ἐπιφοιτήσει αὐτὸς ἐν ἑτοιμασίᾳ βασιλικῇ καὶ ἀποδοχῇ. ἀλλ' ἦν ὁ σκοπὸς ἔξω τῆς τοῦ μέλλοντος ἀποβάσεως. τῆς μὲν γὰρ στρατιᾶς τὸ συγκεκροτημένον καὶ πολυάνθρωπον εἶχέ τινα πρὸς τοὺς ἐκτὸς φοβερὰν ἐπιφάνειαν, καὶ μᾶλλον ὅτι καὶ τῇ Περίνθῳ, τῇ νῦν Ἡρακλείᾳ καλουμένῃ, προσπαραβαλὼν ὁ τοῦ Βρυεννίου αὐτάδελφος, μὴ συγκατανευούσῃ πρὸς τὴν τοῦ Βρυεννίου ἀνάρρησιν διὰ τὸ καὶ στρατιώτας ἔνδον ἔχειν βασιλικούς, κατὰ κράτος εἷλε καὶ πολλοὺς ἀνεῖλεν αὐτῆς, καὶ τὰ ἐκτὸς μετὰ τῶν ἔνδον ἐδῄωσεν. ὑπεχώρησε γὰρ καὶ ὁ ἐν Σηλυμβρίᾳ ἐφεδρεύων Ἀλέξιος πρόεδρος ὁ Κομνηνός, δομέστικος ὕστερον τῆς δύσεως προβληθείς, μετὰ τῶν συνόντων αὐτῷ στρατιωτῶν, καὶ τῇ βασιλευούσῃ σπουδαίως ἐπανελήλυθεν. οἱ δὲ τὴν βασιλίδα οἰκοῦντες οὐδαμῶς πρὸς τὴν τῆς στρατιᾶς ἐπιφοίτησιν κατεπλάγησαν, ἀλλ' οὕτως εἶχον περὶ αὐτὴν ὡς ἂν εἴ τινες κριοὶ καὶ βουκολίων ἀγέλαι πρὸς κολωνοὺς ἢ Σεμιράμια τείχη τὰς ἰδίας προσαράττουσι κεφαλάς, ἢ κηφῆνες περιβομβοῦσιν ἄνδρας γιγαντολέτορας. οἱ μὲν γὰρ τὴν ἀρχὴν καταλαβόντες τῷ βασιλεῖ κατεφάνησαν τὴν ἐν Βλαχέρναις προκαταλαβόντες ἀκρόπολιν, καί τινας ἀκροβολισμοὺς καὶ προσβολὰς ἐκ τῶν τόξων καὶ πετροβόλων ὀργάνων εἰργάσαντο, ἔπραξαν δὲ οὐδὲν ἢ ὅσον ἐπίδειξίν τινα τῆς ἀνταρσίας προενεγκεῖν. ὀπισθόρμητοι δὲ γεγονότες τραυματισθέντων καὶ τινῶν ἐξ αὐτῶν, καὶ τοῖς ἄλλοις τείχεσι πλησιάσαντες, ὑβριστικὰς φωνὰς ἢ παροινίας παρὰ τῶν πολιτῶν ἠνωτίσαντο, καὶ ἀκοντίοις καὶ λίθοις ἀπεσοβήθησαν, καὶ μίμοις γελοίων καθυπεβλήθησαν, καὶ τῆς ἀποκηρύξεως ἐν πολλαῖς ἡμέραις πρὸ τῆς πόλεως στρατοπεδευσάμενοι πληροφορίαν ἐδέξαντο. εἶχε γὰρ ἅπαντας ἔρως ἐπιμανὴς τοῦ Βοτανειάτου, καὶ τὴν ἐκείνου βασίλειον ἐπιδημίαν ὡς ἐπιδημίαν θεοῦ προσεδέχοντο.
https://byzantium.gr/
Μηδὲν δὲ τῶν ὧν ἤλπισεν ὁ τοῦ Βρυεννίου αὐτάδελφος εὑρηκώς, καὶ τὴν εἰς τὴν βασιλεύουσαν εἴσοδον ἀπογνούς, διεπεραιώθη τὴν τοῦ ἁγίου Παντελεήμονος γέφυραν· καὶ θέμενος ἐν τοῖς τοῦ Στενοῦ μέρεσι τὴν παρεμβολὴν παρῆλθεν συντεταγμένος ὡς τῷ βασιλεῖ καὶ τοῖς λοιποῖς πολίταις ἐκ τοῦ προφανοῦς διοπτικώτερον φανησόμενος, καὶ τὸν αὐτάδελφον εὐφημίαις κατὰ διαδοχὴν ἑκάστου λόχου ἐτίμησεν. ὡς δὲ τὸν ἀέρα πλήττων μόνον ἐδείκνυτο, καὶ ὄνος ἦν πρὸς λογικοὺς καὶ λογισμῷ κρείττονι κατεστρατηγημένους ὀγκώμενος, ὀργῇ καὶ θυμῷ τὴν ψυχὴν ἐκκαυθείς, καὶ βακχικόν τι καὶ σιληνιακὸν πεφρονηκώς, πῦρ ἐνῆκε ταῖς παρακειμέναις οἰκίαις ἀπὸ τοῦ ἁγίου Παντελεήμονος μέχρι τῶν ἀναπλεομένων μερῶν τοῦ Στενοῦ. καὶ ἡ φλὸξ ἀρθεῖσα πάσας σχεδὸν τὰς οἰκίας πλὴν ὀλίγων κατεδαπάνησεν, ὡς καὶ εὐκτηρίους οἴκους καὶ περικαλλεῖς οἰκίας καὶ ναοὺς ἐπισήμους πυρὸς γενέσθαι θεομισοῦς παρανάλωμα. καὶ μᾶλλον τῶν Ἰουδαϊκῶν, διὰ τὸ ξύλοις κατηρτίσθαι πάσας, οὐδεμία διέφυγε τὴν τοῦ πυρὸς ἐρωήν. ἐῴκει δὲ οὗτος τῷ μέλλοντι μὲν ἀποσβέσαι πῦρ, ἐλαίῳ δὲ κατ' αὐτοῦ χρωμένῳ καὶ τὴν ἰσχὺν ἐντεῦθεν μεῖζον ἐπαίροντι· μισοῦντας γὰρ αὐτὸν τοὺς πολίτας καὶ τὸν τούτου αὐτάδελφον, εἰς πλεῖον μῖσος ἐκ τῆς ἀτοπωτάτης ἠρέθισε πράξεως. ὡς δ' ἔγνω ἑαυτὸν μάτην ἐπὶ κακοῖς αὐλιζόμενον καὶ διαύλους σκηνὰς ἐργαζόμενον, καὶ τῷ χειμῶνι δεινῶς μετὰ τῶν συστρατευομένων αὐτῷ πιεζόμενον, ἀναστήσας τὴν στρατιὰν πρὸς ἑσπέραν ἐβάδιζε. καὶ αὐτὸς μὲν σὺν δυσὶ παρατάξεσιν εἰς τὸ τοῦ Ἀθύρα πολίχνιον κατεσκήνωσε, τὸ δὲ λοιπὸν πλῆθος εἰς παραχειμασίαν διέδωκεν. Ὀψὲ δὲ καὶ βραδέως ὁ βασιλεὺς ἐπεμνήσθη τοῦ Ρουσελίου καὶ τῆς αὐτοῦ γενναιότητος, πύματον ἄρα καὶ ἔξωρον τὸ λυσιτελοῦν προστησάμενος. ἔχων γὰρ αὐτὸν ἐν παραφυλακῇ καὶ δεσμοῖς διὰ τὸ καὶ πρὸ ἡμερῶν τινῶν ἁλωθῆναι φυγαδείαν ἑλόμενον ἐπὶ τῷ πρὸς τὸν Βοτανειάτην αὐτομολῆσαι τῇ Λάμπῃ ἐνδιατρίβοντα, ἠναγκάσθη τότε ὁ βασιλεύς, τῶν πραγμάτων ὥσπερ ῥευμάτων θαλαττίων ἐπικεχυμένων αὐτῷ, βοηθὸν τὸν ἄνδρα καὶ συλλήπτορα προσλαβεῖν. τῆς οὖν φρουρᾶς αὐτὸν ἐξελών, καὶ πολλοῖς πρὸς αὐτὸν ἐπαγωγοῖς χρησάμενος ῥήμασι, καὶ ἀμνηστίαν τῶν προτέρων κατασκευάσας, καὶ πολλαῖς ὑποσχέσεσι καὶ δώροις καὶ τιμαῖς καταμαλάξας τὴν τούτου ψυχήν, καὶ πρὸς εὔνοιαν μεταθέσθαι καὶ πίστιν παρασκευάσας ἀπόρθητον, εἰς τὴν κατὰ τῶν ἐναντίων ἀντιπαράταξιν διηυτρέπισε. καὶ ἀπὸ τῶν τειχῶν μὲν διαλεχθῆναι πρότερον τοῖς συνοῦσι Φράγγοις τῷ Βρυεννίῳ πεποίηκεν, ὡς δ' οὐκ ἔπεισε τούτους καὶ προεχώρουν εἰς τὰ ὀπίσω πρὸς τὰ τῆς ἑσπέρας ἐνδότερα, ἥ τε φήμη προσήγγειλε τὸν τοῦ Βρυεννίου αὐτάδελφον ἀφυλάκτως ἐντὸς τοῦ Ἀθύρος ἐπισκηνοῦν, συμβούλιον γέγονεν ἐπελθεῖν αὐτῷ ἐξ ἐφόδου, στρατηγοῦντος τοῦ προέδρου Ἀλεξίου σὺν τῷ Ρουσελίῳ, μετὰ τῶν ἐν τῇ βασιλίδι στρατιωτῶν. ὅρκοις οὖν φρικωδεστάτοις τὰ πιστὰ δεδωκὼς τῷ βασιλεῖ ὁ Ρουσέλιος ἐν τῷ πανσεβάστῳ σηκῷ τῶν Βλαχερνῶν αὐτῷ συνδυάσαντι, νυκτὸς ἐξῆλθε τῆς πόλεως. Ρωσικὰ δὲ πλοῖα, τὴν ἀπὸ θαλάσσης παραγγελθέντα ἐπίθεσιν, σύνθημα παρέσχον τοῖς κατ' ἤπειρον στρατιώταις, ἵν' ὀρθριώτερον ἅμα τῷ Ἀθύρα προσβάλωσι, καὶ κατακλείσαντες ἔνδον τὸν ἀντικείμενον μετὰ τῶν συνόντων αὐτῷ πάντων καταγωνισάμενοι τρέψωσι, καὶ ὑπὸ τὴν σφῶν αὐτῶν χεῖρα ζωγροῦσαν ἢ φονεύουσαν ἅπαντας ὡς ἐν δικτύῳ ποιήσωσι. καὶ ἦν ἡ μελέτη σταθηρὰ καὶ στρατηγικὴ καὶ τοῦ θηράματος σύνοχος, εἰς τέλος δὲ μὴ περισωθεῖσα τὸ τῆς νίκης διέφθειρε τρόφιμον. συνήρχοντο μὲν γὰρ ἐν ταὐτῷ τό τε πεζικὸν καὶ ναυτικὸν στράτευμα, προελθόντες δὲ πρὸ τοῦ ἄστεος οἱ τῆς πεζικῆς μοίρας στρατιῶται, καὶ ἀποπλανηθέντες ἐκεῖθεν ἐπὶ κατασκοπῇ καὶ καταλήψει δῆθεν τινῶν Μακεδόνων αὐλιζομένων ἐν πορρωτάτω ἀγροῖς ἐκείνων μὲν οὐκ εὐστόχησαν καὶ ἀπέτυχον τῆς ἐπιβουλῆς, τοῖς δὲ Βαράγγοις οὐ συνεδύασαν, ὅτε τῷ Ἀθύρα προσέβαλον. ὅμως δ' οὖν οἱ μὲν Βάραγγοι τὰς πύλας αὐτοῦ βιασάμενοι ἐντὸς εἰσεπήδησαν, καὶ πανόπλοις ἐπιφοραῖς ἔτι πρωίας οὔσης τοὺς τοῦ Βρυεννίου κατηγωνίσαντο. ἱππότες δὲ ὄντες ἐκεῖνοι τῶν ἵππων ἐπιβάντες εἰς φυγὴν ἐξωρμήκασι. μὴ ὄντων δὲ τῶν ἐν ἠπείρῳ στρατιωτῶν κατ' ὄψιν αὐτῶν καὶ ὑπάντησιν, διέφυγον τὴν πανωλεθρίαν. ὕστερον δ' ἐπιφανεὶς ὁ Ρουσέλιος σὺν τῷ προέδρῳ Ἀλεξίῳ ἐδίωξαν μὲν κατόπιν, βουλόμενοι δὲ τὸν διωγμὸν ἐπιτεῖναι καὶ πολλοὺς σφῆλαι τῶν ἐναντίων κατασεσεισμένους τῷ φόβῳ καὶ φεύγοντας ἀμεταστρεπτὶ παρὰ τῶν ἰδίων οὐκ εἰσηκούσθησαν, δεδιότων τὸ ἀποτέλεσμα. ἔπεσον δέ τινες Μακεδόνες ἐν τῷ κάστρῳ παρὰ τῶν Ρῶς, ἄλλοι δὲ ζῶντες ᾐχμαλωτίσθησαν. ὁμοίως δὲ καὶ παρὰ τῶν ἱπποτῶν. συνηθροίσθη δὲ καὶ λαφυραγωγία ἐκ τῆς ἐκείνων ἀποσκευῆς, καὶ τοῦ αὐταδέλφου τοῦ Βρυεννίου ὀχήματα πράσινα καὶ ὅπλα καὶ σήμαντρα. Ἐπανελθόντων δὲ τῶν τοῦ βασιλέως στρατιωτῶν εἰς αὐτόν, χαρά τις τοῦτον καὶ τοὺς περὶ αὐτὸν περιέλαβε. τοῖς δὲ Βυζαντίοις οὐδὲν τούτων θεραπεῦον ἐδείκνυτο, ὅτι τὴν τοῦ βασιλέως μάχην καὶ τοῦ Βρυεννίου κύνεριν ἐλογίζοντο. εἷλε γὰρ πάντας κατ' ἄκρας ὁ πόθος τῆς τοῦ Βοτανειάτου χρηστότητος, ἐπείπερ ἐγίνωσκον αὐτοῦ τὸ γένος περιφανὲς καὶ πρὸς τοὺς πολεμικοὺς ἀγῶνας ἐπίδοξον καὶ χρηστὸν τοῖς πολίταις καὶ σύντροφον, καὶ αὐτὸν δὲ παραπλησίαν ἔχοντα τῷ γένει τὴν γνώμην καὶ τὴν ἀνδρίαν καὶ τῆς ψυχῆς τὸ ὑγιὲς ἐγκαλλώπισμα· οὐδεὶς γὰρ πόλεμος ἀγωνιστικὸς καὶ βαρὺς εἶχεν αὐτὸν ἔξω τῶν ἐπ' αὐτῷ ἀνδραγαθημάτων, οὐδεμία παρασκευὴ τῶν ἄκρων ἀπείρατόν τε καὶ ἄγευστον, ἀλλὰ καὶ δουκικὰς ἀρχὰς καὶ αὐτὰς μεγίστας φρονήσει καὶ ἀνδρίᾳ καὶ ἀγαθότητι κατεκόσμησε. καὶ ἡ πόλις αὐτὸν ἠγάπα διὰ τὴν ἄγαν ἐπιείκειαν καὶ πραότητα καὶ τὸ τῆς χειρὸς ἐν πολέμοις καὶ ὅπλοις ἀκαταγώνιστον καὶ ἐν δώροις ἀσύγκριτον, καὶ τὸ δεξιὸν καὶ εὔχαρι, καὶ τὸ πάσης ἀλαζονείας καὶ ὑπερηφανίας τυγχάνειν αὐτὸν ὑψηλότερον, καὶ τὸ δὴ μεῖζον, ἀνέγκλητον· οὐδέπω γὰρ ἀδικίαν κατενεκλήθη παρά τινος παρ' ὅλαις ταῖς αὐτοῦ πράξεσι. καὶ μάρτυς αὐτὸς ὁ συγγράφων ἐγώ, ὅτι δικαστὴς διὰ χρόνων πολλῶν γενόμενος, καὶ πᾶσι στρατιώταις καὶ πολίταις καὶ ἄρχουσι κατά τε τὴν βασιλεύουσαν κατά τε τὰς βασιλικὰς ἐκστρατείας δικάσας περὶ διαφόρων φάκτων καὶ ὑποθέσεων, οὐδενὶ δικαστηρίῳ τοῦτον εὗρον ἁλώσιμον, περὶ μικροῦ ἢ μεγίστου κατηγορούμενον πράγματος. ἄπαγε· ἀλήθειαν ἐπὶ μάρτυρι θεῷ καὶ οὐ ψεῦδος κολακικὸν ἀποφθέγγομαι. Πρὸς τοῦτον οὖν ἀποβλέπον τὸ τῆς πολιτείας συνάθροισμα πρᾶγμά τι τολμᾷ τῶν πώποτε γενομένων ὑπερφέρον καὶ μέγιστον. τοῦ γὰρ βασιλεύοντος εἰς τὰ ἐν Βλαχέρναις ἀνάκτορα κατὰ τὴν κυριακὴν προκαθημένου καὶ χρηματίζοντος, καὶ πάσης τῆς συγκλήτου παρισταμένης αὐτῷ, οἱ ἐν τῷ μεγάλῳ τεμένει τῆς τοῦ θεοῦ σοφίας ἐκκλησιάζοντες, πάντα φόβον τοῦ βασιλέως ἀποσεισάμενοι καὶ δημοκρατουμένους ἑαυτοὺς οἰηθέντες (πείθει γὰρ ὁ φόβος καὶ τῶν ἀνεφίκτων κατατολμᾶν), ἀναγορεύουσι τὸν Βοτανειάτην βασιλέα λαμπρᾷ τῇ φωνῇ τῇ ἐπαύριον τῆς λαμπαδηφόρου τῶν θεοφανίων ἤτοι τῶν φώτων ἑορτῆς, ἔτι τούτου ἐν τῷ ἰδίῳ καθημένου πολίσματι κατὰ τὴν τῶν ἀνατολικῶν ἐπαρχίαν, καὶ μηδεμιᾶς ἐκ τούτου προσδοκωμένης τῆς ἐκδικήσεως. οἰηθείη δ' ἄν τις ὅτι χρυσοβούλλιον ἀναγνωσθὲν τούτου καὶ τὰ θυμήρη καθυπισχνούμενον διεθέρμανε τοὺς πολίτας πρὸς τὴν αὐτοῦ ἀναγόρευσιν. οὐκ ἔστι τοῦτο, οὐκ ἔστι· προλαβὼν γὰρ ὁ κρατῶν Μιχαὴλ τοῦτο πεποίηκεν· ἀλλ' ἐπαναγνωσθὲν ἐν τῇ ἐκκλησίᾳ οὐ μόνον εὐχαριστίαν οὐκ ἤνεγκεν, ἀλλὰ καὶ ὕβριν αὐτῷ πρὸς πάντων καὶ ἀναισχύντους φωνὰς προεξένησε. καὶ ὁ Βρυέννιος δὲ τοιαῦτα πολλὰ διεπέμψατο· ἀλλ' οὐδεὶς προσέσχεν αὐτοῖς, καίτοι τῆς πόλεως ἀγχοῦ καθισταμένου αὐτοῦ ἐν ἰσχύι, καὶ δυναμένου τοῖς ἔνδον παραβοηθῆσαι ταχέως, εἰ πρὸς αὐτὸν ἀποκλίνοιεν. ὅπου δὲ τὸ θεῖον συνεπινένευκε διὰ τὴν τούτου ἀρετὴν καὶ χρηστότητα, ἐκεῖσε καὶ ἡ τῶν ἀνθρώπων ὁρμὴ καὶ θέλησις βέβηκεν, ἀπλανεῖς ἐχόντων τοὺς χαρακτῆρας τῆς τοῦ ἀνδρὸς φύσεώς τε καὶ πράξεως. Πρὸς ταῦτα συνῆκε μὲν ὁ κρατῶν οὐδαμῶς, οὐδὲ τὰς παραδοξοποιίας ταύτας εἰς νοῦν ἀνήνεγκεν ἰσχυρότερον, καὶ θείαν ὀμφὴν ἢ κρίσιν τῶν οὕτω συντρεχόντων ἡγήσατο τὴν ἐπίρροιαν· ἀλλὰ μύων ὡσανεὶ τοὺς τῆς διανοίας ὀφθαλμοὺς ἰταμώτερός πως ἐγίνετο καὶ ἀντίξους τοῖς πράγμασι, μᾶλλον δὲ ταῖς ἐκ τοῦ θείου συμβολικαῖς ἐπιδείξεσι. καὶ τὰ μὲν ἄλλα ὅσα μειρακιωδῶς διεσκέπτετο, συντρέχοντος ἐν πᾶσι Νικηφόρου τοῦ λογοθέτου τοῦ δρόμου, μηχανορράφοις τισὶν ἢ ἀστρονόμοις καὶ διοσημίας τινὰς ἐπαγγελλομένοις καὶ ἀφιδρυμάτων προρρήσεσιν ἐκ τελετῶν προσανέχων καὶ δημοκόποις ἢ δεισιδαίμοσι, λέγειν νῦν περιττὸν καὶ ἄκαιρον ἥγημαι· ὅσα δ' ἐκ τοῦ προφανοῦς ἐτυράννει καὶ βιαιότερον ἢ κατὰ βασιλέως χρηστότητα συνεκρότει, ταῦτα τῷ λόγῳ παραδιδόναι καὶ μνήμης ἀξιοῦν οὐκ ἀνάξιον. Τῆς γὰρ κοινῆς γλώσσης ἀπαρεσκομένης πρὸς τὴν τοῦ βασιλεύοντος ἀγνωσίαν καὶ ἀκυβέρνητον ἔπαρσιν, καὶ δι' αὐτῆς πανταχόθεν ἐπισυρρεῖν τὰ δεινὰ διαλεγομένης, ὡς ἑκατέρωθεν τὴν βασιλίδα τῶν πόλεων περιηχεῖσθαι ταῖς τῶν σιδήρων αὐγαῖς καὶ τομαῖς, καὶ τῇ σπάνει τῶν ἀναγκαίων τὸ πλεῖστον μέρος τὸ ζῆν ἀπορρήγνυσθαι (τριῶν γὰρ νομισμάτων ὁ τοῦ σίτου μέδιμνος ἐπιπράσκετο, καὶ τῶν θανόντων οὐκ ἦν εὐχέρεια πρὸς τὸ θάπτεσθαι), συνῆλθον εἰς ταὐτὸν οἱ τῆς ἀρχιερατικῆς ἀξίας τῷ ἀρχιποίμενι τούτων καὶ πατριάρχῃ Κοσμᾷ, καὶ περὶ τῶν ἐνεστώτων ὡς τὸ εἰκὸς ἐβουλεύοντο, καὶ τῷ Βοτανειάτῃ τὴν νικητήριον ψῆφον ἐπὶ τῷ ἄρχειν βασιλικῶς προσετίθεσαν, οὐ προδήλως μέντοι καὶ προπετῶς διὰ τὸ ἐκ τοῦ βασιλεύοντος δέος, ἀλλ' ἐκ συλλογισμῶν καὶ λογικῶν παραθέσεων καὶ τρόπων ἐπιεικῶν, συναγόντων εἰς τὴν αὐτὴν ἐννοιάν τε καὶ ξύρροιαν τὸ προτιθέμενον βούλευμα. εἷς δὲ τῶν ἄλλων γνώσει διαφέρων καὶ λογιότητι, καὶ τὸ παρρησιαστικὸν κεκτημένος ἐκ, φύσεως, τὴν προεδρίαν μὲν ἔχων τῆς τοῦ Ἰκονίου καθολικῆς ἐκκλησίας, Ἀσκάλωνα δὲ πατρίδα τῆς Φοινίκης αὐχῶν, καὶ παρὰ τῶν ἄνωθεν ὡς κορωνίδα κεκτημένος τὸ εὐσεβές, τρανότερόν τε καὶ διαλεκτικώτερον τῷ βουλευτηρίῳ τὴν οἰκείαν γνώμην ἐνσημηνάμενος ἔχθιστος ἐλογίσθη τῷ τε λογοθέτῃ καὶ αὐτῷ βασιλεῖ. καὶ αὐτίκα τοὺς ἄξοντας αὐτὸν ἀνάρπαστον ἐξαπέστειλαν. ὃ δέ, προγνοὺς τὸ τῆς ὀργῆς ἀκατάσχετον, ἐντὸς εἰσέδυ τῆς δευτέρας σκηνῆς τοῦ μεγάλου ναοῦ τῆς ἁγίας σοφίας, ἥτις ἅγια μὲν ἁγίων τοῖς πάλαι κατωνομάζετο, ἡμῖν δὲ τοῖς τῆς νέας διαθήκης πρὸς τούτῳ καὶ θυσιαστήριον καὶ ἄδυτον καὶ ἱλαστήριον· καὶ τῶν θείων ἀπρὶξ ἐχόμενος τόπον ἀσυλίας τὴν θείαν ἐποιεῖτο ἀντίληψιν. ἀλλ' οἱ πεμφθέντες, εἴτ' ἐξ ἰδίας ἀσεβείας καὶ θηριωδίας εἴτ' ἐκ παραγγελίας τοῦ πέμψαντος, μηδὲν εὐλαβηθέντες μηδ' ὑποπτήξαντες τὴν ὄντως θεότευκτον σκηνὴν καὶ τῶν οὐρανίων ἀντίτυπον, ἀλλὰ τῷ θυμῷ μεθυσθέντες καὶ βακχικόν τι καὶ ἀρειμάνιον συμφρονήσαντες, ἢ τό γε ἀληθέστερον εἰπεῖν, ἀφρόνως ἐπινοήσαντες, εἰς αὐτὸ τὸ καὶ ἀγγέλοις αἰδέσιμον φονίως εἰσελαύνουσιν ἱλαστήριον, καὶ τὸν ἀρχιερέα ξιφήρεις ὄντες ἀνάρπαστον ποιησάμενοι τῷ βασιλεῖ παριστῶσιν. ὃ δὲ ἀνήκεστον μὲν οὐδὲν εἰς αὐτὸν διεπράξατο, τήν τε παρρησίαν τοῦ ἀνδρὸς αἰδεσθεὶς καὶ τὸ ἐν λόγοις εὐδόκιμον, καὶ τὴν ἀπὸ τοῦ θείου νέμεσιν καὶ τὸν ἐκ τοῦ θυσιαστηρίου καταπλαγεὶς ἑλκυσμόν· τὸ δὲ τῆς παρανομίας καὶ ἀτοπίας ἐκληρώσατο μῖσος ἐκ πάσης ἡλικίας καὶ τύχης καὶ φύσεως. Καὶ ὡς μὲν οἱ ἀρχηγοὶ ἐκ τοῦ τοιούτου μύσους δίκας οὐκ εἰς μακρὰν ἔτισαν, μὴ δυνηθέντες τὴν θείαν ταύτην αὐλὴν σωτηρίας ὁδὸν καὶ εἴσοδον ἑαυτοῖς ὑπογράψαι, καὶ πόρρω ταύτης ἀποκρουσθέντες τιμωρίας θεοσύλαις πρεπούσας ἠνέγκαντο, κατὰ καιρὸν ὁ λόγος δηλώσει σαφέστερον· ἕτερον δὲ πάλιν παρηνομήθη τῷ βασιλεῖ, παφλαζούσης τῆς ἀκμῆς τοῦ κινδύνου, τῆς τοιαύτης ἀτοπίας οὐκ ἔλαττον. τί δὲ τοῦτο; τοὺς δοκοῦντας εὐπορωτέρους εἶναι τῶν ἄλλων θείους σηκοὺς ἀπεσύλησε, τὰ τούτων ἱερὰ σκεύη σὺν αὐτοῖς τοῖς θείοις εὐαγγελίοις διὰ τὸν περικείμενον αὐτοῖς κόσμον ἐξ ἐπιτάγματος ἀσεβοῦς ἀφελόμενος, μήτε τῶν τῆς φρικτῆς ἱερουργίας καὶ μυστικῆς τραπέζης ἀποσχόμενος κρατήρων ἢ κανῶν ἢ λοιπῶν περιρραντηρίων, μήτε πέπλων καλυπτόντων τὰ ἱλαστήρια μήτ' ἄλλης σκευῆς θείων πραγμάτων φεισάμενος. καὶ ταῦτα τῷ παλατίῳ μετενεγκὼν θησαύρισμα πυρὸς καταφλέγοντος καὶ κρίμα θανάτου ἑαυτῷ ἐθησαύρισε· μηδὲν γὰρ ἀπονάμενος ἐξ αὐτῶν ἢ ὅσον ἀμοιβὰς ἀπαισίους καὶ θεήλατον ὀργὴν καὶ παρακοπὴν ἐπισπάσασθαι, καὶ τἆλλα πάντα τοῦ βασιλικοῦ πλούτου μετ' ἤχου συναπεβάλετο. τὸ γὰρ πρόσχημα τῆς ἀπορίας οὐκ εἶχεν αὐτῷ συμβαλλόμενον, ὅτι καὶ χρυσὸς αὐτῷ καὶ ἄργυρος κατακεκλεισμένος οὐκ εὐαρίθμητος ἦν. καὶ ὁ μετ' αὐτὸν βεβασιλευκὼς περιῃρημένον ἅπαντα τὸν τοῦ παλατίου πλοῦτον εὑρὼν καὶ διηρπασμένον ἐν τῷ καιρῷ τῆς ἀποκηρύξεως τούτου καὶ ἀπελάσεως, τὴν μεγάλην οὐκ ἠμβλύνθη καὶ βασιλικωτάτην προαίρεσιν, ἀλλ' ἀφθόνοις χερσὶ καὶ μεγαλοδώροις πάντας ὑπὲρ πᾶσαν ἐλπίδα ἰσχυρῶς κατεπλούτισε, καὶ φιλοτίμοις δεξιώσεσι καὶ ῥόγαις μυριοταλάντοις στρατὸν κατὰ τοῦ ἀντικειμένου Βρυεννίου καὶ τῶν ἄλλων τυράννων μέγιστον παρεκίνησε, καὶ οὐδὲν αὐτῷ ἄπορον ἢ ἐνδεὲς τὸ παράπαν συνήντησεν· ὡς εἶναι δῆλον καὶ ἀληθῆ τὸν παλαιὸν καὶ συνετώτατον λόγον, ὅτι ὅπου προαίρεσις ἀγαθή, τὸ κωλῦον οὐδέν, μάλιστα δὲ βασιλεῖ τῶν ἄλλων ὑπερφέρον τὸ πλούσιον. καὶ οὐδεὶς εἶδέ ποτέ τινα τούτων πενόμενον· ἀλλ' ὅσον ἐξάντλητα παρ' αὐτοῦ δι' εὐποιίας τὰ χρήματα καὶ χρεωλυσίας πεποίητο, τοσοῦτον παρὰ τοῦ βασιλεύοντος ἄνωθεν ἐπιχορηγεῖται τούτῳ πηγὴ καὶ ποταμὸς χρυσῶν ἀνεξάντλητος. ἀληθινὴ γὰρ ἐστὶν ἄμπελος ὁ τῆς ἀφθόνου μεταδόσεως κύριος, τοσοῦτον ἐπαυξανόμενος ὅσον περιτέμνει τὸν πλοῦτον καὶ σκορπίζει δι' ἀγαθότητα. Ἀλλὰ τὰ μὲν περὶ τοῦ σοφοῦ βασιλέως κατὰ καιρὸν λελέξεται ὕστερον, ὅτε τοῦτον ἡ πόλις λαμπρὰ λαμπρῶς ὑποδέξεται καὶ μυρίαις τιμήσει ταῖς εὐφημίαις καὶ πανηγύρεσιν· ἐν δὲ τοῖς ἑσπερίοις μέρεσι φεύγων μὲν ὁ τοῦ Βρυεννίου αὐτάδελφος μετὰ τῶν ἀμφ' αὐτὸν τῇ Ραιδεστῷ προσεπέλασε, καὶ ταύτης ἐντὸς εἰσελήλυθεν, οἱ δὲ Πατζινάκοι τὴν τῶν Μακεδόνων ἀποστασίαν ἰδίαν εὐπραγίαν καὶ εὔνοιαν λογισάμενοι, μετὰ πλήθους οὐκ ἐλαχίστου τῇ Ἀδριανουπόλει προσήγγισαν, καὶ ταύτην περικαθίσαντες τὸν παρὰ τῶν Μακεδόνων προχειρισθέντα βασιλέα πατάξειν ἠπείλουν μετὰ τῶν συναραμένων καὶ συνδραμόντων αὐτῷ. ἄλλους δέ τινας ταχυδρομεῖν ἠσκημένους κατὰ τῆς χώρας ἐξέπεμψαν, οἳ πᾶσαν ὁμοῦ κατελωβήσαντο καὶ διήρπασαν, φόνον μὲν πολὺν τῶν ἐν ἀγροῖς ποιησάμενοι, κτηνῶν δὲ ἀμυθήτων ἀγέλας ἐλάσαντες, καὶ οὐδὲ ἓν εἶδος κακώσεως παραλιπόντες τοῖς κάμνουσιν. ὁ δὲ Βρυέννιος ἐν πλήθει καὶ ἀγερωχίαις τὸ πρόσθεν καυχώμενος, ἀγενὴς ἐφάνη πρὸς τοὺς βαρβάρους καὶ ἄτονος, καὶ τὸ τεῖχος τῆς τοῦ Ἀδριανοῦ καταφυγὴν εἶχε μόνην, οὐ τὴν τῶν ὅπλων ἀντίθεσιν, ἕως λιμὸς βαρύτατος ἐντὸς κατατρύχων αὐτὸν καὶ τοὺς σὺν αὐτῷ, μετὰ πάσης τῆς ἵππου καὶ τῶν ὑποζυγίων αὐτῶν, ἠνάγκασε τοῖς βαρβάροις συνθέσθαι καὶ πάντα πρᾶξαι τὰ παρ' αὐτῶν προσταττόμενα. συναθροίσας οὖν χρυσίον ἁδρὸν ἐξ ἑαυτοῦ καὶ τῶν συναποστατησάντων αὐτῷ, τοῖς Πατζινάκοις ἀντίλυτρον δέδωκεν οὐ μεῖον τῶν εἴκοσι ταλάντων ἤτοι κεντηναρίων περιιστάμενον, σὺν αὐτῷ δὲ καὶ ὑφασμάτων καὶ ἀργυρῶν σκευῶν οὐκ ἐλάχιστον χρῆμα. καὶ τοῦτον τὸν τρόπον ἀπαναστῆναι τοὺς Πατζινάκους ἐκ τῆς πολιορκίας διέθετο. μένων δὲ κατὰ χώραν ἠργυρολόγει τοὺς πειθομένους αὐτῷ, πρὸς μὲν τοὺς ἐναντίους καὶ ἀλλοφύλους οὐδὲν γενναῖον ἐπιδειξάμενος, ἀλλ' ὥσπερ τις πτὼξ ἐν ὕλῃ οὕτως ἐν τοῖς τείχεσι τῆς Ἀδριανουπόλεως κρυπτόμενος, πρὸς δὲ τοὺς ὁμοφύλους ἐπιγαυρούμενος ἀκρατῶς, καὶ πολυειδεῖς ἀπαιτήσεις καὶ τιμωρίας κατασκεδάζων αὐτῶν, καὶ μᾶλλον τοὺς ξένους ξεσμοῖς ὑποβάλλων, ἵν' ἐκ τῶν σωμάτων αὐτῶν οὐχ αἱμάτων ἀλλὰ χρημάτων ἀνερευνήσῃ πηγάς. Ὁ δὲ Βοτανειάτης οὐχ οὕτως, ἀλλὰ τοὺς εἰς αὐτὸν εἰσρέοντας ξένους ἢ ἄλλοθέν ποθεν αὐτῷ παρεμπίπτοντας οὐ μόνον ἀτιμωρήτους καὶ ἀναφεῖς κατελίμπανεν, ἀλλὰ καὶ δώροις ἐτίμα καὶ μεγίστοις περιλάμπροις τοῖς ἀξιώμασι, καὶ σιτήσεις ἐχορήγει τὴν χρείαν ἐκ πολλοῦ τοῦ περιόντος νικώσας αὐτῶν. ὅθεν καὶ ὁ δικάζων ἀδεκάστως θεὸς δεξιὰν τὴν ψῆφον τῷ δεξιῶς χρωμένῳ τοῖς πράγμασιν ἐπεβράβευσε. καὶ ὅπως, ἤδη ῥητέον. Ἐν τοιούτοις τῶν πραγμάτων ἀμφιδοξούντων ἔξεισι τῆς ἰδίας πόλεως ὁ Βοτανειάτης, τῆς πρὸς τὴν βασιλίδα φερούσης μετ' εὐψυχίας ἁπτόμενος. δύο δὲ τῶν ὑποστρατήγων αὐτοῦ, κράτος ἔχειν πολεμικὸν καὶ πλῆθος στρατιωτικὸν βρενθυόμενοι, τὴν ὑποχώρησιν ἔκλεψαν καὶ λιποταξίου γραφὴν ἀπηνέγκαντο, πανταχόθεν ἄπιστοι καὶ ἀχάριστοι καὶ ἀγνωμοσύνης φανέντες ἀνάμεστοι· οὐ γὰρ ᾠήθησαν οἱ κακοδαίμονες οὐδ' εἰς νοῦν ἔβαλον τὸ τῆς θεηγορίας διάταγμα, ὡς οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν· ἀλλὰ δειλιάσαντες πρὸς τὰς τῶν Τούρκων παρατάξεις, αἳ τῷ Βοτανειάτῃ ἐφήδρευον, τὴν πρὸς αὐτὸν στοργὴν ἐξωμόσαντο καὶ παραβάται τῶν ὅρκων καὶ τῶν συνθηκῶν ἐχρημάτισαν. ἀλλ' οὗτος ἀτρέστῳ καὶ εὐγενεῖ τῷ φρονήματι, τῇ θείᾳ ψήφῳ τὰ κατ' αὐτὸν ἐπιτρέψας, οὐδένα λόγον τούτων πεποίηκεν, ἀλλὰ συμβαλὼν τὰς πονηρίας καὶ ἀτασθαλίας αὐτῶν, καὶ ὡς ἄλλως Ἀλωέας καὶ λωβητῆρας εὐθύμως τούτους ἀποσεισάμενος, ἵνα μὴ καυχήσωνται συμβαλέσθαι τούτῳ πρὸς τὸ προκείμενον σπούδασμα καὶ τὴν τῆς βασιλείας ἀνάβασιν, καὶ αὐτοὶ τὰς εὐεργεσίας ἀναξίως κομίσωνται, τῆς ὁδοιπορίας ἀπάρχεται. οἱ δ' ἐφεδρεύοντες, πολλοὶ καὶ πανταχόθεν συρρέοντες, ὠρύοντο μὲν ὡς σκύμνοι καὶ καθυλάκτουν ὡς κύνες, εἰς χεῖρας δὲ τούτῳ ἐλθεῖν καὶ πόλεμον συρράξαι φόβῳ καὶ φρίκῃ συνείχοντο, καίτοι πολλάκις εἰς τοῦτο μεταβῆναι μετακαλούμενοι. ἀλλ' ὥσπερ ἐπὶ τῶν Ἰσραηλιτῶν γέγραπται, τῆς ἐρυθρᾶς τμηθείσης θαλάσσης ἀβρόχως αὐτοὺς διαπεραιωθῆναι διὰ ξηρᾶς, ὡς τείχους ἐκ δεξιῶν καὶ τείχους ἐξ εὐωνύμων ἱσταμένου τοῦ ὕδατος, οὕτως ἐνταῦθα τεθαυματούργηται· ὡς γὰρ ῥεῦμα πανταχόθεν συντρέχοντες καὶ παρατειχίζοντες αὐτὸν οἱ πολέμιοι ψαῦσαι τούτου καὶ πόλεμον θαρρῆσαι οὐκ ἀπετόλμησαν, ἐν ὁμοιώσει δὲ δορυφόρων τὰς παραπομπὰς ἐπεποίηντο. ὅσοι δὲ πολεμήσοντες ἤλασαν, ἢ πίπτοντες οἰκτρῶς τὴν ψυχὴν ἀπεβάλοντο, ἢ τὴν ἧτταν ὡς ἐξ ἀκαταμαχήτου δυνάμεως ἀνελόμενοι οὐκέτι δευτέρως ἐπιχειρεῖν ἐδοκίμασαν. πᾶσα δὲ πόλις ἐπερχόμενον αὐτὸν ἐν ὑψηλῷ καὶ θείῳ βραχίονι ἀσπασίως καὶ σὺν πολλῇ τῇ εὐφημίᾳ καὶ τοῖς ἀλαλαγμοῖς ὑπεδέχοντο. μισθοφορικὸν δ' ἐκ τῆς τοῦ ἀντιθέτου βασιλέως ἀποστολῆς τῇ κατὰ Βιθυνίαν Νικαίᾳ ἐπιξενούμενον καὶ συντηροῦν τῷ βασιλεῖ τὴν πόλιν δῆθεν ἀπερικτύπητον, πρὸ τριῶν ἡμερῶν καταλιπὸν τὸ ἐπίταγμα καὶ τῆς τοῦ πέμψαντος εὐηθείας κατορχησάμενον, μετὰ δουλικοῦ καὶ συντάγματος καὶ σχήματος ἀπήντησε τούτῳ τῷ Κοτυαείῳ προσμίξαντι. καὶ τὴν δουλείαν ὁμολογῆσαν καὶ τὸ τῆς πίστεως τρανολογῆσαν ὑπόδειγμα, προεπορεύετο καὶ προεκινδύνευε τούτου μετὰ τῶν ἰδίων ὅπλων καὶ ἵππων καὶ τῆς ἄλλης παρασκευῆς. διὰ θαύματος δ' ἐποιεῖτο πῶς οἱ θρασεῖς καὶ πολεμικώτατοι Τοῦρκοι τιθασσοὶ καὶ χειροήθεις γεγόνασι, καὶ τὸν δουλικὸν ζυγὸν ὑπελθεῖν κατατίθενται, καὶ περινοστοῦσι μὲν ἱππαζόμενοι, δορυφόρων δὲ τάξιν ἀποπληροῦντες εἰσί. Καὶ ταῦτα μὲν ἐθαυματουργοῦντο μέχρι Νικαίας αὐτῆς, τοῦ προσκυνουμένου σημείου ἐπ' ὀνόματι τοῦ ἀρχιστρατήγου προηγουμένου πάντων, καὶ προφυλακτικῶς τὰς ὁδοὺς ὑπανοίγοντος, καὶ τὴν εἰς αὐτὸν πίστιν τοῦ βασιλεύοντος στερρὰν καὶ ἀκλόνητον ὑπεμφαίνοντος, καὶ τὴν χάριν διδόναι θαυμασίαν ἐξ ἔργων παραδεικνύοντος. τῇ δὲ Νικαίᾳ τῷ βασιλεῖ προσεγγίσαντι χορεία τις ἐναρμόνιος τοῖς ἐγχωρίοις συνέστη καὶ κρότος εὐφημίαις ὑπέρσεμνος, πάντων χαρμόσυνα θυόντων καὶ χαριστήρια, καὶ τῆς σωτηρίας προκηρυττόντων τὰ σύμβολα, ὡς καὶ αὐτοὺς ἐκπλαγῆναι τοὺς πολεμίους καὶ τότε βεβαιοτέραν τὴν ὁμολογίαν ἐπισυντάξασθαι τῆς δουλώσεως. καὶ γὰρ ἐπιβάντος αὐτοῦ τῆς τοιαύτης πόλεως μετὰ τῆς οἰκείας δυνάμεως, καὶ τὰς βασιλικὰς εὐεργεσίας καὶ στρατηγίας σαφῶς διατιθεμένου καὶ διατάττοντος, καὶ τιμαῖς περιβλέπτοις καταγεραίροντος τοὺς ἀστικούς τε καὶ ξενικοὺς καὶ ὅσοι τῆς στρατιᾶς καὶ τῆς ἄλλης διαμονῆς παρετύγχανον περὶ τὸν τῆς Νικαίας περίβολον, οἱ Τοῦρκοι δουλικῶς ἐστρατοπεδεύσαντο, καὶ τὴν εἰς αὐτὸν ἐπιταχθέντες εἴσοδον τῷ στήθει τὰς χεῖρας συνέπλεκον, καὶ τὴν θέαν τούτου μεγίστην εὐεργεσίαν ἐτίθεντο, καὶ συμπονεῖν αὐτῷ καὶ συμπράττειν τὰ θυμήρη κατεπηγγέλλοντο. διὸ καί τινες τῶν εὐπατριδῶν τῆς Περσίδος, ἀδελφοὶ κατὰ σάρκα καὶ φύσιν ὑπάρχοντες, καὶ τὴν τοῦ Κουτλουμούση ἐπωνυμίαν ἐκ πατρῴας προσηγορίας ἐφέλκοντες, τῆς σουλτανικῆς δὲ μερίδος καὶ ἐξουσίας ἀντιποιούμενοι καὶ τῷ ἐθνάρχῃ τῶν Οὔννων ἀντιταττόμενοι, καὶ κατὰ τοῦτο τῇ Ρωμαίων προσφοιτήσαντες γῇ, καὶ κράτος ἑαυτοῖς ἀντίθετον ἐκείνῳ περιποιούμενοι, προσῆλθον αὐτῷ κατὰ Νίκαιαν. καὶ ὅπερ ἐν οὐδενὶ βασιλεῖ τῶν Περσῶν γένους ὄντες βασιλικοῦ οὔτε Ρωμαίων κατεδέξαντο πρᾶξαι, τοῦτο πρὸς αὐτὸν παραδόξως ἀπέδειξαν, γόνυ τε κλίναντες καὶ προοδοποιεῖν αὐτῷ τὴν εἰς τὴν βασιλίδα ὁδοιπορίαν σὺν πολλῇ πεποιθήσει διασημαίνοντες. οὓς δὴ καὶ λόγοις καὶ τρόποις εὐσυνέτοις κοσμιωτέρους καὶ εὐνοϊκωτέρους ἀπεργασάμενος, οὕτως εἰς τὴν ἑαυτοῦ δούλωσιν καὶ πίστιν διεθέρμανε καὶ τῆς αὐτοῦ βασιλείας ἐραστὰς ἀπειργάσατο, ὡς καὶ ἄλλους, ὃ δὴ λέγεται, γενέσθαι ἐξ ἄλλων καὶ τοῖς σὺν αὐτῷ Ρωμαίοις ὁμονοῆσαι, καὶ μιᾶς γενέσθαι συμφυΐας καὶ δεσποτείας ἐν τῇ ἑνώσει τῆς πίστεως καὶ εἰλικρινοῦς διαθέσεως. τότε γὰρ πεπλήρωται τὸ προφητικόν, ὅτι πρόβατον μετὰ λύκων συμβοσκηθήσονται καὶ παρδάλεις μετὰ ἐρίφων. Καὶ τί τὸ ἐντεῦθεν; στρατιώτας Ρωμαίους μετ' αὐτῶν ὁ Βοτανειάτης παραμετρήσας καὶ μίξας ἓν αὐτοὺς πεποίηκε σύνταγμά τε καὶ στράτευμα, καὶ εἰς τὴν ἀντιπέρας ὄχθην τῆς βασιλευούσης ἀπέστειλεν. οἳ καὶ προελθόντες, καὶ περὶ τὴν Χαλκηδόνα καὶ Χρυσόπολιν πηξάμενοι τὰς σκηνάς, ἄρτι τοῦ μαρτίου μηνὸς τῆς πρώτης ἰνδικτιῶνος ἐν ταῖς πρώταις καλάνδαις τυγχάνοντος, πολλὴν θυμηδίαν τοῖς πολίταις ἐνῆκαν, μαθοῦσιν ὅτι τοῦ Βοτανειάτου ἀπόστολοι οὗτοι καὶ στρατιῶται κατέλαβον. ἦραν γὰρ φωνὴν ἅπαντες, καὶ χάριτας ἀπένεμον τῷ θεῷ, καθότι Ρωμαϊκὰς εἶδον δυνάμεις καὶ τοιαῦτα περιπετάσματα τῷ τόπῳ τούτῳ ἐπιδημήσαντα. χρόνος γὰρ παρελήλυθεν ἱκανὸς ἀφ' ὅτου Ρωμαίους οὐκ ἔσχεν ὁ τόπος ἐκεῖνος ἐπιφανέντας τὸ σύνολον. Τούρκων γὰρ ἐπὶ τῶν ἡμερῶν τοῦ Μιχαὴλ ἐγίνετο καταγώγιον καὶ πολλῶν αἱμάτων Χριστιανικῶν μολυντήριον, καὶ τὸ πᾶν ἔρημος καὶ ἀοίκητος καὶ ἄβατος ἦν. ὡς δ' ἐφάνησαν τότε τὰ τῆς Ρωμαϊκῆς ἐπικρατείας ἐπίσημα, πάντας ὁμοῦ τοὺς Βυζαντίους εἰς θάρσος μεῖζον καὶ νίκης ἐλπίδα ἐπέλθησαν, ὅτι καὶ αἱ παράλιοι πόλεις ἅπασαι τοὺς τοῦ Βοτανειάτου πεζοὺς στρατιώτας παραγενομένους εὐθύμως ἐδέξαντο, τό τε τῶν Πυλῶν ἄστυ καὶ τὸ ἐν Πραινέτῳ καὶ αὐτὴ Νικομήδεια, ἧς ὁ στρατηγὸς πρὸ τῆς Νικαίας τῷ Βοτανειάτῃ μετὰ περιχαρείας ἀπήντησεν. οὐδὲ τὸ ἐν Ρουφινιαναῖς πολίχνιον, καρτερώτατον καὶ δυσμαχώτατον ὂν καὶ στόμα τῆς μεγαλοπόλεως κείμενον, φροντίδα τοῦ Μιχαὴλ διὰ τὴν πρὸς τὴν βασιλίδα ἐγγύτητα καὶ προσέχειαν ἔθετο, ἀλλὰ καὶ αὐτοὺς πεζοὺς αὐτοῦ στρατιώτας ἐντὸς ὑπεδέξατο. καὶ δι' ὀλίγου καὶ ἀκαριαίου καιροῦ πάντα τὰ τῆς ἐκείνου αἱρέσεως ἐπληρώθησαν, καὶ πρὸς αὐτὸν πᾶσα ἡλικία καὶ φύσις μετέθετο. οὕτω θεία τις δύναμις πάντας συνώθει καὶ συνήργει πρὸς τὴν τοῦ ἐρχομένου βασιλέως οἰκείωσιν· ἐπεὶ καὶ οἱ περὶ τὸν βασιλεύοντα Μιχαήλ, ἐξ ὅτου περ οἱ τοῦ Βοτανειάτου τὴν πόλιν κατεῖδον κἀκεῖνος προσήγγισε, τῶν τοῦ Βρυεννίου κατά τινας ξυμβολὰς παρὰ προσδοκίαν περιεγίνοντο. στρατιώτας γὰρ ὁ Βρυέννιος ἀποστείλας εἰς τὴν τῆς Κυζίκου χερρόνησον τῆς αὐτῆς μὲν ὑποταγῆς ἐπειρᾶτο τοὺς ἐγχωρίους ποιήσασθαι καὶ δασμοφορεῖν αὐτοὺς ἤρξατο· στόλος δ' ἐκ τῆς βασιλίδος καταλαβὼν τούτους κατεπολέμησε, καὶ πολλοὺς τῶν ἐκ Κυζίκου ἀνακομίζων ἀφῃρέθη τούτους πρὸς τῇ ἀκτῇ παρὰ τῶν τοῦ Βοτανειάτου στρατιωτῶν, ἤδη καταλαβόντος τὰς Προποντίους ἀκτὰς καὶ τὰς καθ' Ἑλλήσποντον. ἀλλὰ καὶ ὁ Λατῖνος Ρουσέλιος ἀποσταλεὶς τὸ δεύτερον κατὰ τοῦ αὐταδέλφου τοῦ Βρυεννίου, μέχρις Ἡρακλείας Θρᾴκης ἀπολέμητος σὺν τοῖς στρατευομένοις καταλέλειπτο, καὶ τὴν πόλιν ταύτην ὀχύρωμα τοῦ ἰδίου στρατεύματος ἐποιήσατο, προφυλαττόντων πάντων καὶ προοδοποιούντων τῷ Βοτανειάτῃ τὰ νικητήρια.
https://byzantium.gr/
Τὸ δ' ἀπὸ τοῦδε παρεσκευάζετο μὲν ὁ βασιλεὺς αὑτόν, λέγω τὸν θεοπρόβλητον Βοτανειάτην, εἰς τὸ χωρεῖν πρὸς τὴν βασιλεύουσαν ἐκ Νικαίας· πολὺ δὲ πλῆθος συρρέον ἐκ τῆς μεγαλοπόλεως πρὸς αὐτὸν ἐφοίτα, καὶ διεσώζετο παρὰ τῶν Τούρκων τὴν ἀπὸ θαλάσσης μέχρι Νικαίας νεμομένων περίχωρον. ὡς γὰρ ἐρωτῶντες αὐτοὺς πρὸς τὸν βασιλέα ἥκειν σπουδαίως ἐμάνθανον, εὐθὺς τούτους ὡς ὁμοδούλους καὶ συνήθεις πρὸς τὴν ὁδοιπορίαν παρέπεμπον ταχινώτερον. ἡμερῶν δὲ τινῶν διαγενομένων οὐκ ἤνεγκε τὸν πόθον ἡ εὐδαίμων καὶ προκαθεζομένη τῆς ἑώας μητρόπολις καὶ τὸ τῆς δουλικῆς στοργῆς περιούσιον, καὶ τὸ πρὸ τῆς πόλεως προκαθῆσθαι σκηνίτας τοὺς ἐκείνου προασπιστάς τε καὶ στρατηγοὺς ἐν ἐκεχειρίᾳ καὶ ἀπραξίᾳ ἐν δεινῷ ποιησαμένη, τὴν ὠδῖνα τῆς βουλήσεως ἐκρηγνύει, καὶ κοινῇ ψήφῳ πάντες οἱ ἐν αὐτῇ τὸν Βοτανειάτην αὐτοκράτορα Ρωμαίων καὶ δεσπότην ἀναγορεύουσι μετὰ πολλῆς καὶ ἀκατασχέτου τῆς συνδρομῆς καὶ περιηχῆς, ἄρτι τῶν τοῦ εὐαγγελισμοῦ τῆς θεομήτορος ἐπιβατηρίων ἐφισταμένων. καὶ παρῆλθον ἅπαντες εἰς τὸ κοινὸν καὶ μέγιστον τοῦ θεοῦ οἰκητήριον. κἀκεῖσε μετὰ τῆς συνόδου συγκροτοῦσιν οἱ τῆς συγκλήτου λογάδες τὴν εὐφημίαν ὑπερφυῆ καὶ μετέωρον, προεξάρχοντος τούτοις καὶ αὐτοῦ τοῦ πατριάρχου θεουπόλεως μεγάλης Ἀντιοχείας, τῇ βασιλίδι ἐνδιατρίβοντος. καὶ πᾶς ὁ κλῆρος συννεύει, καὶ ὅσοι τῆς ἀγορᾶς, καὶ τῶν Ναζιραίων οἱ δοκιμώτατοι· ὁπότε καὶ ὁ Ρουσέλιος πολεμήσας τοῖς ἀμφὶ τὸν τοῦ Βρυεννίου αὐτάδελφον κατὰ κράτος αὐτοὺς ἐτροπώσατο, τοῦ καιροῦ μαρτυροῦντος πάντως ὅτι τῷ Βοτανειάτῃ καὶ τὰ τῆς νίκης ταύτης θεόθεν κεχάρισται. καὶ τηνικαῦτα κατὰ φατρίας διαιρεθέντες οἱ τῆς πολιτείας ἐπώνυμοι καὶ πάντες οἱ τῆς Ρωμαίων φυλῆς, ὥσπερ ἄνωθεν ἐκ θείας δεξιᾶς στρατηγούμενοι, συνταγματάρχαις τε αὐτόμολοι ἐχρήσαντο, καὶ τῶν μὲν ἀνακτόρων, ἃ τὸ μέγα παλάτιον λέγεται, κυριεύουσιν ἐξ ἐφόδου στρατιῶται ἐκ τοῦ Βοτανειάτου περαιωθῆναι παρασκευάσαντες καὶ τὸ φυλάττον ἐκεῖσε μισθοφορικὸν πολέμῳ καταπαλαίσαντες· καθαιροῦσι δὲ καὶ τὸν βασιλεύοντα Μιχαὴλ φυγόντα εἰς τὰ ἐν Βλαχέρναις ἀνάκτορα, καὶ πρὸς τὸν μοναχικὸν μετασκευάζουσι βίον, καὶ τῇ μονῇ τοῦ Στουδίου μετ' εὐτελοῦς τοῦ ὑποζυγίου προφυλακτικῶς παραπέμπουσιν, ὃς δὴ καὶ ἐμονάρχησε χρόνους ἓξ καὶ μῆνας ἕξ. καὶ προϊστῶσιν ἀρχὰς ὅσαι τήν τε τοῦ παλατίου φρουρὰν καὶ τὴν ἀγορανομικὴν εὐταξίαν διακοσμεῖν ἔμελλον, μήτε τὸν στόλον ἐάσαντες ἀκυβέρνητον, ἀλλὰ κἀν τούτῳ δρουγγάριον ἐπιστήσαντες. Οὕτω δὲ τῶν κατὰ τὴν πόλιν πραγμάτων ἐχόντων, καὶ βασιλέως καθαιρεθέντος ὁπλιτικὸν ἔχοντος ἐκ μισθοφορᾶς ἐν μυριάσι συναριθμούμενον, καὶ τοῦ Βοτανειάτου πολεμικῶς καὶ μαχίμως τὴν ὑπὲρ τῆς κοινῆς τῶν Ρωμαίων εὐετηρίας ὁρμὴν ἐξαρτύσαντος, ἀναίμακτον ἅπαν καὶ ἀνώλεθρον συνεπεράνθη τὸ ἀποτέλεσμα, ὡς μηδὲ ῥῖνά τινος αἵματος γενέσθαι διάβροχον· ὅπερ δεῖγμα τῆς εἰς θεὸν αὐτοῦ πίστεως καὶ τῆς ἐκ θεοῦ προχειρίσεως τούτου σαφέστατόν τε καὶ οἰκειότατον. ἀλλὰ τὸν μὲν ἀπὸ βασιλέων ἔσχεν ὁ τῆς θεομήτορος ἐν Βλαχέρναις σηκὸς ἱερώτατος, καὶ περιέσωσεν ἐν αὐτῷ τὴν τρίχα καὶ τὸν κόσμον ἐκτιναξάμενον· τὸν δ' ἀπὸ λογοθετῶν καὶ τὸν τούτου προασπιστὴν Δαβίδ, τὸ τοῦ μεγάλου ἑταιρειάρχου κεκτημένον ὀφφίκιον, ὃς ἐκ παραγγελίας αὐτοῦ τοῦ ἀπὸ λογοθετῶν τὸν ἀρχιερέα τῆς ἱερᾶς τραπέζης ἐν τῷ θυσιαστηρίῳ τῆς τοῦ θεοῦ λόγου σοφίας βιαίως ἀνείλκυσεν, οὐδεὶς θεῖος δόμος ἐδέξατο καὶ περιέστειλεν ἔνδοθεν (ᾐδέσθησαν γὰρ προσελθεῖν καὶ προσρυῆναι ἐκείνοις ὧν τὴν καταφυγὴν ἄλλοις αὐτοὶ ἀπηγόρευσαν, καὶ ὧν ὕβριν καὶ ἀτιμίαν ἐκ προπετείας ἀτασθάλου κατέχεον), ἀλλὰ τῶν ἵππων ἐπιβάντες σὺν ὀλίγοις τῶν ἀμφ' αὐτοὺς πρὸς ἑσπέραν ἐξώρμησαν. καὶ καταλαμβάνουσι τὸν Ρουσέλιον εἰς Ἡράκλειαν ἤδη τῆς κατὰ τῶν ἀντιπάλων νίκης τὰ χαριστήρια θύοντα· ὕστερον δέ, μετὰ τὸ ἐπανελθεῖν τὸν Ρουσέλιον, ποιναῖς περιπίπτουσι, τῆς δίκης μετελθούσης αὐτούς. Οἱ δ' ἐν τῇ βασιλευούσῃ φυλακὰς ἀμφοτέροις τοῖς ἀνακτόροις ἐπιστήσαντες, ὡς προείρηται, προσέμενον τῷ μεγάλῳ τεμένει, καὶ ἐπιστολὰς τῷ Βοτανειάτῃ δουλικὴν ἐχούσας τὴν ῥῆσιν ἀνέπεμπον, καὶ τὴν ἐπιδημίαν ὡς θεοῦ τῷ ὄντι ποθεινῶς ἐπετάχυνον. καὶ ἦσαν ἐπὶ τρισὶν ἡμέραις ἀβασίλευτον τηροῦντες τὴν πόλιν καὶ ἄσυλον, καὶ τοῦτο μονονουχὶ ἐπιφωνοῦντες συχνῶς ὅπερ καὶ ἐπὶ τοῦ ἐμοῦ Χριστοῦ οἱ παῖδές ποτε μετὰ κλάδων εὐφήμουν, τὸ "εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου βασιλεὺς εὐσεβέστατος". ὃ καὶ παραδοξότατον τοῖς ὅλοις διεγινώσκετο, καὶ οὐδενὶ τῶν ἁπάντων εἰς γνῶσιν ἐλήλυθεν ἢ ἱστορία παραδέδωκεν, ἵνα χηρεύουσα βασιλεύουσα πόλις μηδένα τῆς ἀρχῆς λογίσηται ἄξιον ἢ τὸν ἐρχόμενον ἔξωθεν καὶ προερχόμενον μετὰ βασιλικῆς πεποιθήσεως. ὅθεν καὶ ὁ στόλος ἅπας, ἄχρι Πραινέτου μετὰ συντάξεως ἀποπλεύσας, εὐφημίαις τοῦτον οὐρανοβάμοσιν ἐμεγάλυνε. καὶ πολλοὶ τῶν ἐν ἐξουσίαις πολιτῶν, οἷς τὸ βαδίζειν καὶ ἀποστάδ.. ἀσύνηθες ἦν, προτρέχοντες ἄχρι Νικαίας πεζοὶ τῷ βασιλεῖ τὰ εὐαγγέλια θερμῶς μετὰ πολλοῦ τοῦ ἄσθματος προηγόρευον, μηδένα φόβον τῶν Τούρκων εἰς νοῦν λαμβάνοντες, οἳ τὸν ἐν μέσῳ χῶρον ἀγεληδὸν περιέτρεχον. ἐν δὲ τῇ Πραινέτῳ διαναπαυσάμενος ὁ βασιλεύς (πρὸς ἑσπέραν γὰρ ἐκεῖσε κατέλαβε) παννύχιος πᾶσιν ὡμίλει καὶ περιχαρῶς προσεδέχετο, καὶ τιμαῖς ἀπλέτοις καὶ χαρίσμασιν ἀναριθμήτοις αὐτοὺς ἐκόσμει καὶ κατελάμπρυνεν. εἶτα πρωιαίτερον τῆς βασιλικῆς νεὼς ἐπιβὰς εὐθὺ τῆς βασιλευούσης ἐξώρμησε, σαλπίγγων καὶ βυκίνων περιηχήσεσι καὶ κρότοις κυμβάλων καὶ φωναῖς εὐφήμοις καὶ μεγαλουργίαις ἀπείροις τὴν καταπληκτικῶς ἐνδεικνύμενος. ἡ δὲ θάλαττα πᾶσα κατεδενδροῦτο τοῖς πλοίοις, καὶ ἐμιμεῖτο ἀγρὸν παντοίοις δένδροις συνηρεφῆ κατάκομον· μέτρον γὰρ οὐκ ἦν τῶν προϋπαντώντων αὐτῷ καὶ τὴν εὐφημίαν ὑπεραιρόντων καὶ ᾀδόντων τὴν τῶν ἐπιβατηρίων χαρμόσυνον ἑορτήν. μικροῦ γὰρ πᾶν γένος ἀνθρώπων καὶ ἡλικία πᾶσα χορείας καὶ πανηγύρεις ὑμνοπόλων ἐστήσαντο, καὶ ἀπαρχὰς τῆς ἑαυτῶν ἀνακλήσεως τῷ θεῷ καθιέρωσαν. τοῦτον τὸν τρόπον μέχρι τῶν ἀνακτόρων πλεύσας, καὶ κατὰ γῆν μείζονι τῇ φρυκτωρίᾳ καὶ τῷ περιβοήτῳ θαύματι καὶ κινήματι καὶ τοῖς ἐγκωμίοις ἁπάντων καταστεφθείς, αὐτῶν ἐπιβαίνει τῶν ἀνακτόρων καὶ τὸ ἄκρατον κράτος τῆς βασιλείας ἐν ἐξόχοις τερατουργήμασιν ἐπενδύεται. Τὸ δ' ἀπὸ τοῦδε τίς λόγος ἐκφράσει καὶ διηγήσεται τὸ ἐν ἀξιώμασι καὶ τιμαῖς περιβλέπτοις καὶ μεγαλοπρεπέσι διηνεκὲς καὶ ἀνένδοτον, καὶ τὸ ἐν δώροις καὶ χαρίσμασιν ὑπερφέρον καὶ ὑπερεκχυνόμενον, ὡς λῆρον εἶναι τὸν Πακτωλὸν ἐκεῖνον καὶ Χρυσορρόαν, οἳ τὴν τῶν Λυδῶν παραρρέον τες γῆν χρυσὸν τοῖς ῥεύμασι παρασύρειν ἱστόρηνται. οὐδὲ Νειλῷα ῥεύματα πάντα πρὸς τὸ ἄκρον τῆς τῶν δωρημάτων αὐτοῦ περιουσίας παρεμετροῦντο. καὶ τὸ θαῦμα τοῖς ὅλοις ὑπερθαύμαστον ἦν, ὅθεν τὰ τοῦ πλούτου καὶ τῆς ἀφθονίας ταύτης τοῖς ἀνακτόροις ἐπήντλητο. εἰ γὰρ κρουνοὶ χρυσῶν ῥείθρων ἄρτι νέον ἐξ ὑποβρυχίων τούτου μερῶν ἐπηγάσθησαν, οὐκ ἂν εἰς τοιαύτην μετάδοσιν καὶ προαίρεσιν ἐν ὀλίγαις ἡμέραις ἀρκέσαι ηὐτόνησαν. νῦν δὲ τῆς φύσεως μὴ δεδωκυίας τοιαῦτα, φαίνεται τὴν ὑπέρφωτον χύσιν τῆς τριλαμποῦς τριάδος ὑπὲρ φύσιν κατάλληλον τῇ προαιρέσει τὴν χορηγίαν αὐτῷ προμηθεύεσθαι τῶν τηλικούτων πλουτοποιῶν ἐπιδόσεων καὶ τῶν ἀπείρων πρὸς ἄπειρα πλήθη φιλοτιμημάτων καὶ δεξιώσεων. τὸ γὰρ εὐτελὲς δῶρον πεντεκαίδεκα λιτρῶν ὑπῆρχεν ἀπόδεσμος, ἀκινήτων κτήσεων ἑκατοντάλιτροι δωρεαί, πρὸς οὓς δὲ καὶ δὶς τοσούτων καὶ τρίς, ὀφφικίων παντοίων ἐπαντλήσεις καὶ παροχαί. καὶ ἵνα τι συνελὼν εἴπω, πᾶν εἶδος χαρισμάτων τοῖς προλαβοῦσιν ἐπεψηφίζετο. οὐ γὰρ ἐν περιλάμπροις ἀξιώμασι μόνον τῶν βασιλικῶν εὐεργετημάτων τὸ γέρας ἐδείκνυτο, ἀλλὰ καὶ ἐν ὀφφικίοις καὶ ἀγροῖς καὶ χρυσίοις καὶ ἀποσκορακίσει ἐπηρειῶν καὶ παντὶ τῷ ποθουμένῳ τε καὶ συμφέροντι. οὐδεὶς γὰρ ᾔτησε τῶν ἁπάντων ὃς οὐ παραυτίκα τῆς αἰτήσεως ἔτυχε. καὶ μᾶλλον ἱεροὶ ναοὶ καὶ θεῖα τεμένη καὶ φροντιστήρια πάντα καὶ ἱλαστήρια· κοινὸν γὰρ ἦν τὸ τῆς εὐδαιμονίας ἐν ἅπασι, καὶ κοινὴ τῆς εὐεργεσίας ἡ ἐπιμένεια. ἐφ' οἷς καὶ ἀπορία πάντας κατεῖχε καὶ θάμβος ἐξαίσιον, πῶς τοῦ προβεβασιλευκότος Μιχαὴλ πενίαν θρηνοῦντος ἀεὶ καὶ ἀπορίαν δεινήν, καὶ ἀδύνατον αὐτῷ τὴν χεῖρα καθεστάναι πρὸς εὐεργεσίαν μικρὰν ἐπιλέγοντος διὰ τὸ τῆς βασιλείας τάχα δυστύχημα, ἐκ ποίων πηγῶν οὗτος ὁ μετ' ἐκεῖνον τὰ Ρωμαίων σκῆπτρα ἐγχειρισθεὶς τοσαύτας ἀνεκδιηγήτους εὐεργεσίας καὶ δόσεις καὶ πλουτοποιὰ χαρίσματα ἐνεδείξατο, καὶ τιμὰς ὑπὲρ ψάμμον καὶ χορὸν οὐρανίων φωστήρων. καὶ τῶν μὲν ἄλλων ἡμερῶν τὰς τιμὰς διὰ τὸ πλῆθος καὶ τὸ ἀόριστον σιγῇ παραδέδοται· τὰ δ' ἐπὶ τῇ τῶν βαΐων κυριακῇ πάντας ἀμωσγέπως ἐξέπληξαν. πᾶσα γὰρ ἡ σύγκλητος, ὑπὲρ μυριάδας ἀνδρῶν παραμετρουμένη, κατ' ἄνδρα καὶ κεφαλὴν μεγάλων ἠξιοῦντο τιμῶν, τετραρίθμους καὶ πενταρίθμους βαθμοὺς ὑπερβαινουσῶν, ὡς μηδὲ αὐτὸν τὸν πρωτοβεστιάριον ἐκ τοῦ βασιλέως δύνασθαι παραλαμβάνειν τοὺς τιμωμένους καὶ τὰς ἀξίας ἐπιφωνεῖν, ἀλλὰ συναντᾶσθαι παρὰ τῶν τιμῶν συχνῶς καὶ ὑποστρέφειν ἐπὶ τὴν προβολὴν καὶ αὖθις ἀνθυποστρέφειν, ἢ καὶ ἐπὶ τοῦ αὐτοῦ ἱστάμενον ἄλλ' ἐπ' ἄλλοις καταλαμβάνοντας ἐπισπεύδειν αὐτ.. τὰς τιμωμένων ἐκφωνήσεις, καὶ μόχθον σχεῖν τηλικοῦτον ὅσος αὐτῷ καὶ τὴν φωνὴν περιέκοψεν. εἴπω τι ἀστειότερον; οἱ ἀργοὶ καὶ πένητες τῆς βασιλευούσης, οἱ ταῖς ἐπισκεπέσι τῶν λεωφόρων, αἵπερ ἔμβολοι λέγονται, περινοστοῦντες καὶ ἐμφωλεύοντες, καὶ παρασίτων τάξιν ἢ κολάκων ἢ τόγε ἀληθέστερον εἰπεῖν προσαιτῶν ἐπέχοντες, συνήθως ἔχοντες ταῖς οἰκίαις τῶν τιμωμένων ἐπιφοιτᾶν καὶ προφημίζειν ἐν εὐχαριστίᾳ μεγαλουργῷ τὴν βασιλέων χάριν καὶ τὸ τῆς τιμήσεως ἐπιφανὲς καὶ περίολβον, καὶ αὐτοὶ ἐκ πενήτων γεγόνασι πλούσιοι καὶ εὔποροι ἐξ ἀπόρων τῇ συνεχείᾳ καὶ τῷ πολυαρίθμῳ τῶν τιμωμένων, ἁδρὰν καθ' ἑκάστην χρυσίου ποσότητα παρὰ τούτων εἰσκομιζόμενοι. τίνεται γὰρ ἡ δόσις παρὰ πάντων τῶν εὐδαιμονούντων ὡς ἐξ ἐράνου, ἣν καὶ συνήθειαν τοῦ Χριστοῦ ἁπάντων καταστεφθείς, αὐτῶν ἐπιβαίνει τῶν ἀνακτόρων καὶ τὸ ἄκρατον κράτος τῆς βασιλείας ἐν ἐξόχοις τερατουργήμασιν ἐπενδύεται. Τὸ δ' ἀπὸ τοῦδε τίς λόγος ἐκφράσει καὶ διηγήσεται τὸ ἐν ἀξιώμασι καὶ τιμαῖς περιβλέπτοις καὶ μεγαλοπρεπέσι διηνεκὲς καὶ ἀνένδοτον, καὶ τὸ ἐν δώροις καὶ χαρίσμασιν ὑπερφέρον καὶ ὑπερεκχυνόμενον, ὡς λῆρον εἶναι τὸν Πακτωλὸν ἐκεῖνον καὶ Χρυσορρόαν, οἳ τὴν τῶν Λυδῶν παραρρέοντες γῆν χρυσὸν τοῖς ῥεύμασι παρασύρειν ἱστόρηνται. οὐδὲ Νειλῷα ῥεύματα πάντα πρὸς τὸ ἄκρον τῆς τῶν δωρημάτων αὐτοῦ περιουσίας παρεμετροῦντο. καὶ τὸ θαῦμα τοῖς ὅλοις ὑπερθαύμαστον ἦν, ὅθεν τὰ τοῦ πλούτου καὶ τῆς ἀφθονίας ταύτης τοῖς ἀνακτόροις ἐπήντλητο. εἰ γὰρ κρουνοὶ χρυσῶν ῥείθρων ἄρτι νέον ἐξ ὑποβρυχίων τούτου μερῶν ἐπηγάσθησαν, οὐκ ἂν εἰς τοιαύτην μετάδοσιν καὶ προαίρεσιν ἐν ὀλίγαις ἡμέραις ἀρκέσαι ηὐτόνησαν. νῦν δὲ τῆς φύσεως μὴ δεδωκυίας τοιαῦτα, φαίνεται τὴν ὑπέρφωτον χύσιν τῆς τριλαμποῦς τριάδος ὑπὲρ φύσιν κατάλληλον τῇ προαιρέσει τὴν χορηγίαν αὐτῷ προμηθεύεσθαι τῶν τηλικούτων πλουτοποιῶν ἐπιδόσεων καὶ τῶν ἀπείρων πρὸς ἄπειρα πλήθη φιλοτιμημάτων καὶ δεξιώσεων. τὸ γὰρ εὐτελὲς δῶρον πεντεκαίδεκα λιτρῶν ὑπῆρχεν ἀπόδεσμος, ἀκινήτων κτήσεων ἑκατοντάλιτροι δωρεαί, πρὸς οὓς δὲ καὶ δὶς τοσούτων καὶ τρίς, ὀφφικίων παντοίων ἐπαντλήσεις καὶ παροχαί. καὶ ἵνα τι συνελὼν εἴπω, πᾶν εἶδος χαρισμάτων τοῖς προλαβοῦσιν ἐπεψηφίζετο. οὐ γὰρ ἐν περιλάμπροις ἀξιώμασι μόνον τῶν βασιλικῶν εὐεργετημάτων τὸ γέρας ἐδείκνυτο, ἀλλὰ καὶ ἐν ὀφφικίοις καὶ ἀγροῖς καὶ χρυσίοις καὶ ἀποσκορακίσει ἐπηρειῶν καὶ παντὶ τῷ ποθουμένῳ τε καὶ συμφέροντι. οὐδεὶς γὰρ ᾔτησε τῶν ἁπάντων ὃς οὐ παραυτίκα τῆς αἰτήσεως ἔτυχε. καὶ μᾶλλον ἱεροὶ ναοὶ καὶ θεῖα τεμένη καὶ φροντιστήρια πάντα καὶ ἱλαστήρια· κοινὸν γὰρ ἦν τὸ τῆς εὐδαιμονίας ἐν ἅπασι, καὶ κοινὴ τῆς εὐεργεσίας ἡ ἐπιμένεια. ἐφ' οἷς καὶ ἀπορία πάντας κατεῖχε καὶ θάμβος ἐξαίσιον, πῶς τοῦ προβεβασιλευκότος Μιχαὴλ πενίαν θρηνοῦντος ἀεὶ καὶ ἀπορίαν δεινήν, καὶ ἀδύνατον αὐτῷ τὴν χεῖρα καθεστάναι πρὸς εὐεργεσίαν μικρὰν ἐπιλέγοντος διὰ τὸ τῆς βασιλείας τάχα δυστύχημα, ἐκ ποίων πηγῶν οὗτος ὁ μετ' ἐκεῖνον τὰ Ρωμαίων σκῆπτρα ἐγχειρισθεὶς τοσαύτας ἀνεκδιηγήτους εὐεργεσίας καὶ δόσεις καὶ πλουτοποιὰ χαρίσματα ἐνεδείξατο, καὶ τιμὰς ὑπὲρ ψάμμον καὶ χορὸν οὐρανίων φωστήρων. καὶ τῶν μὲν ἄλλων ἡμερῶν τὰς τιμὰς διὰ τὸ πλῆθος καὶ τὸ ἀόριστον σιγῇ παραδέδοται· τὰ δ' ἐπὶ τῇ τῶν βαΐων κυριακῇ πάντας ἀμωσγέπως ἐξέπληξαν. πᾶσα γὰρ ἡ σύγκλητος, ὑπὲρ μυριάδας ἀνδρῶν παραμετρουμένη, κατ' ἄνδρα καὶ κεφαλὴν μεγάλων ἠξιοῦντο τιμῶν, τετραρίθμους καὶ πενταρίθμους βαθμοὺς ὑπερβαινουσῶν, ὡς μηδὲ αὐτὸν τὸν πρωτοβεστιάριον ἐκ τοῦ βασιλέως δύνασθαι παραλαμβάνειν τοὺς τιμωμένους καὶ τὰς ἀξίας ἐπιφωνεῖν, ἀλλὰ συναντᾶσθαι παρὰ τῶν τιμῶν συχνῶς καὶ ὑποστρέφειν ἐπὶ τὴν προβολὴν καὶ αὖθις ἀνθυποστρέφειν, ἢ καὶ ἐπὶ τοῦ αὐτοῦ ἱστάμενον ἄλλ' ἐπ' ἄλλοις καταλαμβάνοντας ἐπισπεύδειν αὐτ.. τὰς τιμωμένων ἐκφωνήσεις, καὶ μόχθον σχεῖν τηλικοῦτον ὅσος αὐτῷ καὶ τὴν φωνὴν περιέκοψεν. εἴπω τι ἀστειότερον; οἱ ἀργοὶ καὶ πένητες τῆς βασιλευούσης, οἱ ταῖς ἐπισκεπέσι τῶν λεωφόρων, αἵπερ ἔμβολοι λέγονται, περινοστοῦντες καὶ ἐμφωλεύοντες, καὶ παρασίτων τάξιν ἢ κολάκων ἢ τόγε ἀληθέστερον εἰπεῖν προσαιτῶν ἐπέχοντες, συνήθως ἔχοντες ταῖς οἰκίαις τῶν τιμωμένων ἐπιφοιτᾶν καὶ προφημίζειν ἐν εὐχαριστίᾳ μεγαλουργῷ τὴν βασιλέων χάριν καὶ τὸ τῆς τιμήσεως ἐπιφανὲς καὶ περίολβον, καὶ αὐτοὶ ἐκ πενήτων γεγόνασι πλούσιοι καὶ εὔποροι ἐξ ἀπόρων τῇ συνεχείᾳ καὶ τῷ πολυαρίθμῳ τῶν τιμωμένων, ἁδρὰν καθ' ἑκάστην χρυσίου ποσότητα παρὰ τούτων εἰσκομιζόμενοι. τίνεται γὰρ ἡ δόσις παρὰ πάντων τῶν εὐδαιμονούντων ὡς ἐξ ἐράνου, ἣν καὶ συνήθειαν τοῦ Χριστοῦ
https://byzantium.gr/
Ἕτερον δέ, τούτων οὐκ ἔλαττον εἰς ἐγκώμιον. ἐν ταῖς παραλίοις ἀκταῖς ταῖς τὴν βασιλίδα περιζωννυούσαις τῶν πόλεων προτειχισμάτια διὰ ξύλων ἐκ χρόνων μακρῶν γενόμενα, καὶ τῇ γείτονι θαλάσσῃ οἷον περιπλεκόμενα ἢ περιπτυσσόμενα ἢ τοὺς ἑλιγμοὺς αὐτῆς ἀντωθούμενα, καὶ ταῖς καταίρουσιν ὁλκάσι καὶ τοῖς ἐκ γῆς ἐμπόροις εὐμάρειαν πρὸς τὴν στάσιν καὶ τὴν τῶν συναλλαγμάτων σύστασιν παρεχόμενα (σκάλαι τῇ κοινῇ διαλέκτῳ κατονομάζονται) δεσπότας εἶχον καὶ ἄλλους τινάς· ἐπὶ πλέον δὲ τῶν λοιπῶν δεσποτείαν ἐκέκτηντο τά τε πτωχοτροφεῖα καὶ νοσοκομεῖα καὶ οἱ λοιποὶ εὐαγεῖς οἶκοι καὶ φροντιστηρίων διάφορα, οὐ μόνον δ' ἐν τῇ βασιλευούσῃ ἀλλὰ καὶ ἔν τισι τῶν ἐπινείων αὐτῆς. καὶ ἁπλῶς αἰγιαλοὶ πάντες δεσπότας εἶχον τοὺς ἐξ ἠπείρου δεσπόζοντας κατὰ τὰ πάτρια νόμιμα καὶ τὰς βασιλικὰς διατάξεις, αἳ τὰ πρόθυρα τῆς θαλάσσης τοῖς παρακεκτημένοις ἐν τῇ γείτονι χέρσῳ παρέχουσι. τούτων ὁ πρὶν βασιλεύων πάντας τοὺς δεσπότας τῆς κυριότητος ἰταμῶς ἀπεστέρησε, προφάσεις ἐπανατείνας ἑώλους τε καὶ γεγηρακυίας καὶ ὅλον ἐχούσας τὸ ἐνδομυχοῦν εὐκατάγνωστον, συνεργοῦντος αὐτῷ θερμότερόν τε καὶ βιαιότερον τοῦ τῆς τῶν Νεοκαισαρέων ἐκκλησίας προβεβλημένου. τυραννικῶς γὰρ μᾶλλον ἢ ἀρχιερατικῶς τὸν ἐμπιστευθέντα τούτῳ θρόνον τῆς τοῦ βασιλικοῦ σακελλαρίου προβολῆς διοικῶν, ἐμισήθη τε παρὰ πάντων καὶ διὰ τὰς ἀπηνεστέρας πράξεις ἀπηνεστέραν μικροῦ δεῖν ἐκινδύνευσεν εὑρεῖν τὴν ἀπόβασιν, ἀποκηρυττόμενος καὶ παρὰ τῶν πλείστων συλλειτουργῶν καὶ ἀρχιερέων ὡς τῆς μετ' αὐτῶν κοινωνίας ἀνάξιος διὰ τὸ τοῖς κοσμικοῖς προσομιλεῖν ἀγριώτερον, καὶ θεσμοὺς πατέρων καὶ ἀποστολικοὺς ἀθετεῖν κανόνας, καὶ μυρίαν τῷ βίῳ καὶ τοῖς εὐαγέσιν οἴκοις καὶ θείοις ἐπιφέρειν τὴν συμφοράν. καὶ εἰ μὴ κατέλυσε τὰ τοιαῦτα τούτου ἐγκλήματα ὁ τότε κρατῶν αἰτήσει τῇ πρὸς τοὺς ἀρχιερεῖς καὶ μεγίσταις ταῖς ἀξιώσεσι, καὶ αὐτὸς φυγαδίας ἐκ τῆς κοσμικῆς κακοποιίας καὶ τοῦ θρόνου τῶν λαϊκῶν ἐγεγόνει, κἂν ἔκειτο καθῃρημένος καὶ σπίλῳ ἀτιμίας καταχραινόμενος. ἀλλὰ καὶ ὣς οὐκ ἤνεγκε τὸ πῦρ ὁ κηρός· καὶ τοῦ φιλοχρίστου βασιλέως ἐπιδημήσαντος φρίκη θανάτου καὶ διάλυσις τῆς ζωῆς αὐτῷ ἐπεγένετο, περὶ τὸ τοῦ Πόντου στόμα, ἔνθα τι φρούριον ἔστιν ἀτίμων ἀνδρῶν κακὸν ἐντάφιον, τὴν ἐκεῖσε καταστροφὴν κομισάμενος, ὡς καὶ τὴν κόνιν αὐτοῦ ἀντὶ ἐπιτυμβίων χοῶν τοῖς λίθοις ἀτιμασθῆναι τῶν μισούντων αὐτοῦ τὸ κακόηθες. ἀλλ' ὁ φιλόχριστος οὑτοσὶ βασιλεύς, πόρρω τὴν τοῦ πρώην βασιλεύσαντος μικρολογίαν ἐκτιναξάμενος, καὶ δεῖν ἀποδεδόσθαι τὰ τοῦ θεοῦ τῷ θεῷ ἐπειπών, καὶ μηδεμίαν φειδὼ τοῦ δημοσίου καὶ τῆς κατεπειγούσης χρείας προσφόρως θέμενος, ὃ καὶ ἀξιεπαινότατον πολλῆς τῆς ἐκ τούτων ἐνορωμένης προσόδου, ἀποκαθιστᾷ τὰς τοιαύτας παραλίους σκάλας τοῖς πρώην δεσπόταις, ἐξ ὧν ἀπεσπάσθησαν, καὶ χρυσοβούλλῳ γραφῇ τὸ ἀμετάθετον καὶ ἀπερικτύπητον τούτων αὐτοῖς ἐμπεδοῖ, καὶ γίνεται πᾶσι βοηθὸς καὶ ἀντιλήπτωρ, καὶ οὐ μόνον βασιλεὺς ἀλλὰ καὶ πατὴρ ἀγαθός· ἀνίχνευε γὰρ διὰ παντὸς καὶ φροντίδα μεγίστην ἐτίθετο τὸ ἅπαν ἐξᾶραι ἀπὸ προσώπου τῆς γῆς ἀδίκημα καὶ ἀνόμημα.
https://byzantium.gr/
Τέλος δὲ τῶν βασιλικῶν εὐεργετημάτων καὶ διαδόσεων οὔτε κόρος τὸ σύνολον ἦν, οὔτ' εἰπεῖν αὐτῷ ἐξεγένετο τὸ παρ' Ἀλεξάνδρου τοῦ Μακεδόνος ἐνίοτε προφερόμενον, ὅτε μὴ εὐεργετήσας ἔτυχε, τὸ "σήμερον οὐκ ἐβασίλευσα." πᾶσα γὰρ ἡμέρα παντὸς δωρήματος τελείου καὶ παροχῆς ἀφθόνου τοῦτον ἔχει παροχέα καὶ ἀφθονώτατον πρύτανιν· καὶ διὰ πάσης ἀφορμῆς ἐχώρει ἐφ' ᾧ μηδένα τῆς ἐκ τούτου εὐποιίας ἀπολειφθῆναι ἀπείρατον. ἐπῄνει γὰρ καὶ τὸν τοξότην ὡς εὐστόχως βάλλοντα καὶ τὸ βέλος ἐπὶ σκοποῦ συντιθέμενον, καὶ τὸν λογχίτην ὡς ἀκραιφνέστατον διαδορατίζοντα καὶ τὴν λόγχην εὐθυβόλως ἐπισυστρέφοντα, καὶ τὸν ἱππότην ὡς τοῖς νώτοις τοῦ ἵππου ἀτρεμαίως ἐπικαθήμενον ἐν τῷ θεῖν, καὶ τὸν ὁπλίτην στρατιώτην ἐν ἅπασι, καὶ τὸν ψιλὸν καὶ ἀπέριττον ὡς εὐτολμίας μαρτυρίαν εἰσάγοντα καὶ τῇ διώξει τὸ θήραμα προκαταλαμβάνοντα, καὶ τὸν σοφὸν ὡς μεμυημένον τὰ κρείττονα. ἠλέει δὲ καὶ αὐτὸν τὸν ἄσοφον ἢ καὶ ἄφρονα ὡς ἔκπτωτον τοῦ βελτίονος. φρόνιμον ὑπερῇρεν ὡς εὐβουλίας δοκιμώτατον ὄργανον, τόν τε μετεωρολόγον ἐν φιλοσόφοις ὡς ὑπεραναβαίνοντα τὰ προσεχῶς καθορώμενα, καὶ τὸν διαλεκτικὸν ὅτι διαιρετικῶς ἐπιβάλλει τοῖς πράγμασι καὶ τὸ πρόσφορον ἀπονέμει τῇ τῶν ὑποκειμένων συνουσίᾳ πραγμάτων, καὶ τὸν ἡνιοχοῦντα ἐν ἱππικοῖς ὅτι τεσσάρων ἵππων ἡνιοχείαν καὶ διακυβέρνησιν ἀποδείκνυσιν, καὶ τὸν δρομέα διὰ τὸ τάχος. καὶ τὸν ἀργὸν τῆς ἀργίας συμπαθῶς κατῳκτίζετο, καὶ τῆς εὐεργεσίας οὐκ ἐδείκνυεν ἄμοιρον. εἴπω τι μεῖζον; καὶ μέχρι βαναύσων τεχνῶν τὴν ἀγαθοεργίαν ἐφήπλωσεν, ὅτι κἀκεῖνοι τῇ πολιτείᾳ καὶ τοῖς ἀνθρώποις διακονοῦσι τὰ χρήσιμα. καὶ ἁπλῶς θεία τις ἐν τῷδε τῷ βασιλεῖ περιηχεῖτο ἐπίβασις καὶ λόγον ἀνθρώπινον νικῶσα προμήθεια. Οἴομαι δὲ ὡς τινὲς τῶν ἀκροατῶν λογισμῷ τινὶ προσπαλαίσουσιν, ἐγκωμιαστικῶς ταῦτα καὶ μὴ διηγηματικῶς συγγραφῆναί μοι, εὐνοίᾳ δῆθεν τῇ πρὸς τὸν κρατοῦντα δουλεύοντι, καθότι καὶ τοῖς ἄλλοις βασιλεῦσι τὸ τιμᾶν καὶ δωρεαῖς ἀμείβεσθαι τὴν τῶν ὑπηκόων πίστιν περιεγίνετο. εἰ τοῦτο δὲ ἐννοήσαιεν, οὐκ ἂν διανοηθεῖεν καλῶς. τὸ μὲν γὰρ καὶ τοὺς πρώην βασιλεύσαντας εὐνοεῖν τοῖς ὑπηκόοις καὶ παρέχειν εὐεργεσίας οὐδ' αὐτὸς ἀπαναίνομαι, καὶ πολλάκις, ἐν οἷς περὶ αὐτῶν γέγραφα, τὴν μνήμην τῆς αὐτῶν περιέλαβον πράξεως· τὸ δ' ἐπὶ τῷ Βοτανειάτῃ ἐν ταῖς τιμαῖς καὶ τοῖς τῶν δωρημάτων χαρίσμασι καὶ τῇ πηγῇ τοῦ ἐλέους εὐδόκιμον καὶ ὑπέρτερον καὶ λόγου παντὸς ἀνώτερον, τοῦτο ἐπ' αὐτῆς τῆς ἀληθείας ἀνυποκρίτως ἐξαίρω, καὶ τοῦτο διὰ σπουδῆς πεποίημαι πᾶσι παραστῆσαι κατάδηλον, καὶ ταῖς μετέπειτα γενεαῖς δι' ἀναγνώσεως καὶ μνήμης ὡς ὑπόδειγμα κάλλιστον ἀπαθανατίζεσθαι, καὶ τὸν οὕτω καλῶς καὶ ἰσοθέως τὰ τῆς βασιλείας διιθύνοντα πράγματα πάντων ἀποδεῖξαι φιλανθρωπότερόν τε καὶ εὐεργετικώτερον καὶ φιλοθεΐας ἀνάμεστον καὶ ἀσύγκριτον τοῖς πρὸ αὐτοῦ βασιλεύσασιν, ὅτι ἐν τοιαύτῃ τῶν πραγμάτων στενοχωρίᾳ πάντας τοὺς ἐν τῷ πλατυσμῷ κρατοῦντας τῆς βασιλείας διαφερόντως ὑπερηκόντισε. καὶ γὰρ καὶ τὰς ἐπιστήμας καὶ τέχνας ἢ ψυχικὰς ἀρετὰς πολλοὶ μὲν τῶν ἀνθρώπων μετέρχονται καὶ δεικνύουσιν, ἐκείνων δὲ τὰ βραβεῖά εἰσι καὶ οἱ τῶν ἐγκωμίων στέφανοι πλέκονται, τῶν τοὺς λοιποὺς ὑπερβαλλόντων τῷ ἀπαραμίλλῳ καὶ ὑπερφυεστάτῳ τῆς πράξεως. ὁ γὰρ τοιοῦτος βασιλεὺς καί τι ἐξοχώτερον εἶχε καὶ τῶν τῆς βασιλείας παρασήμων μεγαλειότερον· εἰ γάρ τις εἶδε τὸν ἐπὶ τοῖς ὀφρύσιν αὐτοῦ κατὰ τὸ μέτωπον τόπον, σταυρικὸν σημεῖον αὐτοφυὲς ἑώρα τῇ κοιλότητι τῶν ἐγκαρσίων μερῶν ἀποτελούμενον ἀκριβῶς, ὡς τροπαιοφόρον τοῦτον ἐξ ἔργων αὐτῶν καὶ σημειοφόρον ἐκ θείας πλαστουργίας γνωρίζεσθαι. διὸ δὴ καὶ πάντες οἱ ἀντικείμενοι καὶ μὴ πειθαρχοῦντες αὐτῷ καὶ δουλικῶς προσκυνοῦντες ἰσχυρῶς τῇ τούτου ῥομφαίᾳ καὶ τοῖς στρατοπέδοις κατέπεσον, οἳ δὲ καὶ αὐτεπάγγελτοι τὴν δουλείαν ἠσπάσαντο. εὗρε γὰρ τὴν Ρωμαίων ἀρχὴν πολλοῖς τυράννοις περιαντλουμένην κατά τε τὴν ἑώαν καὶ τὴν ἑσπέραν. ἔτι δὲ τῆς τούτων φλεγμαινούσης ἀποστασίας, καὶ δαπάνης οὔτι σμικρᾶς ἀλλὰ πολυόλβου καὶ μυριοταλάντου δαψίλειαν τῶν πραγμάτων ἐπιζητούντων ἐπί τε τοῖς στρατιωτικοῖς ὀψωνίοις καὶ ταῖς ἄλλαις τῶν καιρῶν ἀφορμαῖς καὶ προφάσεσιν, οὐ πρὸς τὸ μέγεθος τούτων καὶ τὴν τοσαύτην χρείαν ἐπέβλεψε καὶ σμικρολογίας δεινότητι ἑαυτὸν ἐπιδέδωκεν, ἀλλ' ἐν πλάτει καρδίας καὶ πίστεως τὸ πλάτος ἐπιτείνων τῆς πρὸς τὸ θεῖον εὐαρεστήσεως χρεῶν ἀποκοπὰς τῷ δήμῳ παντὶ καὶ τοῖς ἐν τέλει νομοθετεῖ. καὶ τίθησι τὸ δόγμα οὐκ ἐπὶ ῥητοῖς τισὶ χρόνοις, ὥσπερ ἔνιοι τῶν πρὸ τοῦ βασιλέων ἐπιταφίοις ἡμέραις εἰργάσαντο, καὶ καταλιμπάνει χρόνους τινὰς εἰς τὰ ἔμπροσθεν τοῖς τοῦ δημοσίου συνηγόροις καὶ πράκτορσιν ἐσομένους ἐντρύφημα καὶ τῷ δημοσίῳ πρόφασιν ὠφελείας καὶ ἀπαιτήσεως, ὡς ἂν οἱ μὲν χρονιώτεροι χρεῶσται τοῦ δημοσίου τὰς ἀφεσίμους ἑορτὰς ἑορτάζωσιν, οἱ δὲ νεώτεροι πρὸς τὴν ἀποτυχίαν ἐπιστυγνάζωσι καὶ φθόνου λαβὴν ἔχωσι τὴν τῶν ἐλευθερωθέντων ὑπόθεσιν· ἀλλὰ πάντων ὁμοῦ τῶν χρόνων μέχρι τῆς αὐτοῦ ἀναρρήσεως, καὶ μικρόν τι πρός, τὰς ὀφειλὰς προρρίζους ἀπέτεμε, καὶ συμπαθείας πάντας καθαρωτάτης ἠξίωσε, χρυσοβούλλῳ λόγῳ χρυσοῦν ἐπιπλέξας δεσμόν, κωλυτικὸν δι' ὅλου τοῦ τῶν ὀφλημάτων βαδίσματος, προσανελὼν ἐν τούτῳ καὶ τὸ χάριν σχιδευμοῦ διασείεσθαι τοὺς ἀνθρώπους καὶ ἀνωφελὲς αὐτοῖς τίθεσθαι τὸ τῆς ἐλευθερίας διάταγμα. ᾔδει γὰρ τοῦτο τὸ ἔργον ἐπὶ τοῦ Δούκα πολλοὺς διαλωβησάμενον καὶ τὴν μερικὴν τῶν χρόνων ἐλευθερίαν ἀνελεύθερον τοῖς πολλοῖς ἐργασάμενον. ἔστησεν οὖν ἐντεῦθεν πᾶσι τοῖς πολιτευομένοις καὶ πανταχῇ γῆς κατοικοῦσι Ρωμαίοις τὸν φόβον τῶν ὀφλημάτων, καὶ τῷ ὄντι ἐλευθέρους τούτου ὁ βασιλεὺς καὶ πολίτας Ρωμαίων εἰργάσατο, οὐ χρυσοῦν δακτύλιον αὐτοῖς παρασχὼν ἢ ῥάπισμα κατὰ κόρρης, ὡς τοῖς ἐλευθερουμένοις τὸ πρόσθεν ἐγίνετο, ἀλλὰ χρυσοῦ πηγὰς καὶ ταλάντων πλημύρας αὐτοῖς ἀποχαριζόμενος, καὶ τὸ τοῦ πρὶν βίου ἀβίωτον εὔδαιμον τούτοις καὶ μακάριον εἰς τὸ ἑξῆς ἐργαζόμενος. Οὕτως οὖν εὐσεβείας καὶ θεοφιλίας ἔχοντος αὐτοῦ, καὶ εὐψυχίας μεγίστης καὶ μεγαλουργίας ἀντεχομένου, ἔδει μὴ ἐκ χειρὸς κυρίου πολλαπλασίας τὰς ἀντιδόσεις λαβεῖν, καὶ μέχρι πολλοῦ τοὺς τυράννους καὶ τυραννόφρονας καὶ ἀλάστορας ἀντερίζειν αὐτῷ καὶ τῆς βασιλείας ἀμφισβητεῖν, καί που τοῦτο θεοῦ ἦν τοῦ δικαίᾳ ψήφῳ τὸ πᾶν διιθύνοντος καὶ τῷ τοῦ ἐλέου μέτρῳ ἀντιμετροῦντος τὸν ἔλεον. οὐκ οὖν οὐδ' ἡ θεία ψῆφος τὴν ἀπόφασιν ἀνεβάλετο, καὶ τὸν Βρυέννιον βασιλειῶντα κατὰ τὴν Μακεδονικὴν ἐν Ἀδριανουπόλει, καὶ τὴν Βριαρέως ἰσχὺν ἀγερωχοῦντα καὶ ἐγκαυχώμενον, καὶ τῷ βασιλεῖ τὰ δευτερεῖα φέρειν καὶ ὑπείκειν μὴ ἀνεχόμενον, ὑπὸχεῖρα τούτου πολέμῳ κραταιοτέρῳ πεποίηκεν, οὐδὲν τοῦ βασιλέως πρότερον δεινὸν κατ' αὐτοῦ μελετήσαντος καὶ τῆς τοῦ εὖ ζῆν ἐκείνῳ ἀφορμῆς καὶ σωτηρίας φθονήσαντος, ἀλλὰ προκαταλαβόντος τὴν ἐκείνου θηριωδίαν φιλανθρωπίᾳ, καὶ πρέσβεις ἐκπέμψαντος τὴν εἰρήνην διακηρυκευομένους αὐτῷ, καὶ ἀντάλλαγμα ταύτης τὴν Καίσαρος τύχην προφέροντας, ἵνα μὴ τὸ σχῆμα τῶν πεδίλων καὶ τῆς ἄλλης περιβολῆς ἐναλλαγήν τινα δέξηται. ἐπεκύρου δὲ τούτου καὶ τὰς τιμὰς ἃς τοὺς συναραμένους αὐτῷ τετίμηκε, καὶ ἀμνηστίαν τῶν πεπραγμένων κακῶν περιεποιεῖτο, καὶ πᾶν θυμῆρες αὐτῷ διαπράξασθαι καθυπισχνεῖτο ὁ βασιλεύς. ὃ δὲ ἄτεγκτος ἦν καὶ ἀτεράμων καὶ ὑπερήφανος, καὶ τῆς βασιλείας μὴ ἀφιστάμενος πολλὰς ἀπειλὰς καὶ θυμοφθόρους ἐπιστολὰς ἀντεπῆγε, καὶ Χριστιανικοῖς αἵμασι κρῖναι τὴν ἀμφισβήτησιν ἤθελε, καὶ σαρξὶν ἀνθρωπίναις κόσμον ἑαυτῷ περιποιῆσαι βασίλειον, καὶ πᾶσαν τὴν κτίσιν περιδονῆσαι ἢ δεύτερος φανῆναι τοῦ εὐγενεστάτου βασιλέως καὶ γενναιοτάτου ᾑρεῖτο καὶ διεσπούδαζεν, ὅπλα καὶ μάχας εὐτρεπίζων, καὶ τοῖς πολίταις χαλεπὰς ἀποταμιευόμενος ἀμοιβάς, καὶ ἅπαν ἀνατρέψαι τὸ Ρωμαϊκὸν βαρβαρικῶς λογιζόμενος. διὸ καὶ πάλιν ὁ γαληνότατος βασιλεύς, καὶ ὄντως μαθητὴς τοῦ τὴν εἰρήνην βραβεύοντος βασιλέως καὶ βασιλεῦσι τὸ κράτος παρέχοντος, δευτέραν πρεσβείαν ἐξέπεμψε, παραινῶν αὐτῷ τὸ συμφέρον φρονῆσαι καὶ μὴ ἐξ ἀπονοίας σφαλῆναι περὶ τὰ καιριώτατα. ἦν δὲ ὁ Βρυέννιος ἐκεῖνος ὁ φυσῶν τὰ μεγάλαυχα καὶ κινῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν ἀπειλῶν. ἀμέλει τοι καὶ καταστρατηγηθεὶς τῷ θυμῷ τῆς Ἀδριανουπόλεως ἔξεισι σὺν πολλῇ τῇ βοῇ καὶ ἐξάλματι, καὶ τὰς δυνάμεις ἐκτάξας κατὰ τοῦ βασιλέως θυμομαχῶν ἐπορεύετο. ἀκούσας δὲ περὶ τούτων ὁ βασιλεὺς τῆς ἀβουλίας αὐτὸν ἐταλάνιζε καὶ τοῦ πάθους ᾤκτειρε, καὶ ὡς μεμηνότι καὶ κορυβαντιῶντι σαφῶς φάρμακον ἐπῆγε τῆς νόσου ἀλεξητήριον. τί δὲ τοῦτο ἦν; τρίτη πρεσβεία τὴν ὁρμὴν τοῦ πολέμου ἀπείργουσα. πέπομφε γὰρ ἕνα τῶν πιστοτάτων αὐτῷ, καὶ εἰπεῖν καὶ ἀκοῦσαι πεπαιδευμένον, καὶ πεῖραν ἐν τοῖς τοιούτοις ἐκ πλείονος ἔχοντα, Ρωμανὸν πρωτοπρόεδρον καὶ μέγαν ἑταιρειάρχην. ὃς καὶ ἀφικνούμενος πρὸς τὸν τύραννον οὐκ εὐθὺς ἐδέχθη ὡς ἐκ βασιλέως ἀποστελλόμενος καὶ λόγου ἠξιώθη κατὰ τὸ σύνηθες τοῖς στρατευομένοις περὶ τὰς ὑπαίθρους σκηνάς, ἀλλ' ἐκ διαστήματος ἡμέρας τοῦ πρόσω βαδίζειν κωλυθεὶς μεθ' ἡμέρας τινὰς μετεπέμφθη πρὸς τὴν ἐρώτησιν. ἔξωθεν δὲ δεξάμενος τοῦτον ἔφιππος ὁ Βρυέννιος πεζὸν εἶδεν, ἐν ἀκάνθαις ἱστάμενον καὶ παρὰ τῶν ἀμφ' αὐτὸν κατειρωνευόμενον. μηκέτι δὲ τὰς συνθήκας δεξάμενος ἀτίμως τοῦτον ἀπέπεμψεν, ὅπερ οὐδ' εἰς ἐθνάρχου τῶν εὐτελεστέρων πρέσβυν νόμος τοῖς ἀληθῶς βασιλεῦσι ποιεῖν· ἱερὸν γὰρ σῶμα ὁ πρέσβυς λελόγισται, οἷα τοῖς ἀντιθέτοις μεσίτης γινόμενος καὶ τὴν εἰρήνην διαπορθμεύων καὶ πολλὰ τῶν ἀμφισβητημάτων ὡς ἐπίπαν καταπραΰνων καὶ πολεμικὰς περιστάσεις ἀποσοβῶν· ἔπεσε δὲ τηνικαῦτα ἐξ αὐτομάτου ἡ τοῦ Βρυεννίου σκηνή, τοῦ ὀρόφου ταύτης παραλυθέντος κυκλόθεν ἀοράτοις χερσίν. ὅπερ καταστροφῆς αὐτοῦ σύμβολον ἀψευδὲς τοῖς συνετοῖς διεγνώσθη, ἐπεὶ καὶ πρὸ τινῶν ἡμερῶν ἔκλειψις τῆς σελήνης γεγονυῖα τὴν πτῶσιν αὐτοῦ καὶ αὐτὴ κατεμήνυσε· τεκμαίρειν γὰρ τὴν σελήνην εἰς τοὺς ἀποστάτας οἱ περὶ τὰς τῶν φωστήρων δινήσεις δεινοὶ καὶ μαθηματικοὶ λέγουσι, καὶ τὸ πάθος ταύτης πάθος τοῦ ἀποστατοῦντος προκαταγγέλλειν. Ἐπανελθόντος δὲ τοῦ τοιούτου πρέσβεως, καταγελάσας ὁ βασιλεὺς τῆς τοῦ Βρυεννίου θρασύτητος ἔργων πολεμικῶν καὶ στρατηγημάτων ἐπιμελῶς εἴχετο, καὶ τὴν τοῦ τυράννου κατάλυσιν εὐθαρσῶς προηγόρευεν, ἐκ τῆς ἄνω ῥοπῆς καὶ βουλῆς καὶ τῆς ἰδίας εὐβουλίας καὶ γενναιότητος τῆς νίκης ἔχων ἀψευδῆ τὰ ἐνέχυρα. ἀλλὰ καὶ οἱ ἐν τέλει πάντες δι' ὀργῆς ἐποιήσαντο τὴν τοῦ Βρυεννίου ἀπανθρωπίαν καὶ ἀδιάκριτον γνώμην, μὴ διακρίναντος τήν τε τῶν προγόνων τοῦ βασιλέως εὐγένειαν καὶ τὴν ἄνωθεν περιλάμπουσαν αὐτοὺς ἐν τοῖς πολεμικοῖς ἀνδραγαθήμασιν ἀρετὴν καὶ τὰ κατὰ τῶν ἐχθρῶν ἀγωνίσματα καὶ παλαίσματα, καὶ τὴν αὐτοῦ τοῦ βασιλέως λαμπρότητα καὶ ὑπεροχὴν ἐν ἀξιώμασι καὶ πολεμικοῖς ἀγωνίσμασι, καὶ τὸ ἀγενὲς τῆς ἑαυτοῦ φατρίας καὶ συγγενείας. ὅτι περ δουκικὰς ἀρχὰς ἐχόντων τῶν Βοτανειατῶν κἀν τῇ δύσει καὶ διαβοήτων ὄντων περὶ τὰ κράτιστα, οἱ τούτου πρόγονοι οὐδὲ παραστῆναι τούτοις ἠδύναντο καὶ τάξιν πληρῶσαι ὑπηρετῶν, ἀφανεῖς ὄντες καὶ μηδὲ τοῖς εὐτελεστέροις τῶν ἀξιωμάτων ἐκ τάγματι στρατιωτικῷ συνταττόμενοι, οὐδ' ὅτι ἐκ τῆς ἑώας εὐπατρίδης ὁ βασιλεὺς πέφυκεν, αὐτὸς δ' ἑσπέριος καὶ δυσγενής ἐστι κατὰ σύγκρισιν· καὶ διὰ τοῦτο κοινῶς αὐτὸν ἀπεκήρυττον ἅπαντες, καὶ ὅρκῳ πληροφορήσαντες μέχρις αἵματος διαγωνίσασθαι κατ' αὐτοῦ τὰ εὔορκα ψηφίσασθαι τῷ ἐπουρανίῳ βασιλεῖ καθικέτευον. Ἀλλ' ὁ βασιλεὺς τὰ πρὸς τὸν πόλεμον ἐξαρτύων, καὶ πάντα κατὰ λόγον καὶ τρόπον συνέσεως καταρτίζων ἐν τῷ ἀσφαλεῖ, καὶ δυνάμεις Ρωμαϊκὰς ἐκ Κρήτης συναθροίσας εἰς τὸ πρὸ τῆς πόλεως πεδίον, καὶ Τούρκους διαπεραιωσάμενος καὶ καταριθμήσας τοῖς ἑαυτοῦ στρατιώταις, οὓς ὁ πρὸ αὐτοῦ βασιλεὺς ὁ Μιχαὴλ πολλαῖς ἐπαγγελίαις καὶ δώροις ἀμέτροις οὐκ ἠδυνήθη συμπεῖσαι καὶ περαιῶσαι πρὸς τὰ ἑσπέρια (ἐπείθοντο γὰρ καὶ ὑπέκυπτον τῷ Βοτανειάτῃ μᾶλλον ἢ ἑαυτοῖς ὡς ἕλκοντι πάντας πρὸς τὸν πόθον αὐτοῦ), ἀρχηγὸν τοῦ πολέμου προχειρίσασθαι διεσκέπτετο. ἱκανώτατος δὲ ὢν συμβαλεῖν τὸ δέον καὶ κατανοήσασθαι ἄνθρωπον ὁ Βοτανειάτης τὸν νωβελλίσιμον Ἀλέξιον τὸν Κομνηνόν, ὃς τὸν Ρουσέλιον ἐν τῷ θέματι τῶν Ἀρμενιακῶν εὐμηχάνως ἐχειρώσατο καὶ διέσωσεν εἰς τὴν βασιλεύουσαν, ἄξιον τῆς τοιαύτης ἡγεμονίας ἔκρινε, καὶ δομέστικον τοῦτον προχειρισάμενος μετὰ τῶν αὐτοῦ δυνάμεων ἐξαπέστειλεν, νέον μὲν τὴν ἡλικίαν, φρονήσει δὲ καὶ διανοίας σταθηρότητι γεραρόν, καὶ πρὸς μάχας καὶ πολέμους ἑδραῖον καὶ ἀπερικτύπητον, καὶ τῇ πρὸς τὸν βασιλεύοντα πίστει θανατηφόρους πληγὰς μὴ δειλιῶντα καὶ ταπεινούμενον. ὃς τὰς δυνάμεις ἀνειληφὼς κατὰ τοῦ Βρυεννίου μετὰ παρασκευῆς καὶ βουλῆς τῆς δεδομένης αὐτῷ παρὰ τοῦ βασιλέως ἐβάδιζε. καὶ πρὸς τόπον Γαλαβρύην ἐπονομαζόμενον διαναπαύων τὸν στρατόν, ἔμαθε παρὰ τῶν σκοπῶν ὡς ὁ Βρυέννιος ἐγγίζει πανστρατιᾷ, τῆς Μεσήνης ἀπαναστάς. ὃ δὲ Τούρκους ἐξαποστείλας νυκτὸς ἐπιφανῆναι πρὸς ἡμέραν τοῖς ἐναντίοις ἐκέλευσε, καὶ φόβον ἐνσεῖσαι τούτοις καὶ ταραγμὸν ἐκ τῆς σκοπιᾶς φαντάζοντας πόλεμον, καὶ οὕτω κατασεῖσαι μὲν τὰς τῶν ἀντιθέτων ψυχάς, ταραχὴν δὲ τῷ στρατοπέδῳ ἐμποιῆσαι τούτου ἀνυπόπτως ἔτι βαδίζοντι, καὶ οὕτως ὑποστρέψαι καὶ μὴ πρὸς χεῖρας τούτοις ἐλθεῖν, εἴ τινας δὲ εὕροιεν ἀποσπάδας, τούτοις ὡς ὁ καιρὸς διδοῖ χρήσασθαι. τούτου δὲ γενομένου οἱ μὲν τοῦ Βρυεννίου στρατιῶται ταράχου πλησθέντες τὰς ψυχὰς κατεσπάσθησαν· οἱ δὲ Τοῦρκοι πολλοὺς ἀποσπάδας καταβαλόντες, κἀν τούτῳ τῷ ἔργῳ τοὺς Βρυεννίτας καταμοχλεύσαντες, ὑπέστρεψαν εἰς τὸν ἴδιον στρατόν, τὸν πόλεμον ἐγγίζειν αὐτῷ καταγγέλλοντες. ὃ δὲ διαταξάμενος τὰ προσήκοντα, καὶ πάντας παραγγελίαις στρατηγικαῖς κατασφαλισάμενος, καὶ τὸν τόπον τοῦ πολέμου τόπον ζωῆς ἢ τάφου γενέσθαι τούτοις βεβαιότερον παρεγγυησάμενος, καὶ παρὰ τῶν στρατιωτῶν λαβὼν τὰ πιστά, καὶ ἄγειν αὐτοὺς κατὰ τοῦ τυράννου μετὰ προθυμίας ἀκηκοώς, συντεταγμένην ἔχων τὴν στρατιὰν ἐπορεύετο. φανέντων δὲ τῶν σημείων ἀμφοῖν, καὶ τὸ ἐνυάλιον ἀλαλαξάντων ἑκατέρων, πόλεμος συνέστη καρτερὸς καὶ ἐπίδοξος. οἱ μὲν γὰρ τοῦ βασιλέως θράσει καὶ προθυμίᾳ τὸ πλῆθος τῶν ἐναντίων περιεφρόνουν καὶ ἐν δευτέρῳ ἐτίθεντο· οἱ δὲ περὶ τὸν Βρυέννιον πολυπλασίους ὄντες ἐφιλονείκουν ἀνθίστασθαι. καὶ διὰ τοῦτο γέγονε φόνος ἐξ ἀμφοτέρων πολὺς καὶ φόβος οὔτι μικρός. ὡς δὲ τοῦ καιροῦ προϊόντος ἐξαίσιόν τι χρῆμα ἐδόκουν οἱ τοῦ βασιλέως στρατιῶται καὶ λοχαγοί, τοῖς δόρασιν ἐμπίπτοντες τῶν ἐναντίων καὶ τὰς φάλαγγας αὐτῶν διακόπτοντες, ἤρξαντο πάσχειν ἐκεῖνοι τὰς ψυχὰς καὶ κατὰ μικρὸν ὑπορρεῖν, ἐξαιρέτως δὲ τὸ προσὸν αὐτῷ Σκυθικόν· εἶχε γὰρ συμμαχοῦν Πατζινάκων πλῆθος πολύ. οἳ καὶ ὀπισθόρμητοι γεγονότες τὰς σκηνὰς τῶν Μακεδόνων ἐσκύλευσαν καὶ διήρπασαν. ὡς δ' ἑώρα ὁ Βρυέννιος τῶν ταγμάτων αὐτοῦ τὴν ἧτταν καὶ τὸ τεθορυβημένον καὶ σφαλερόν, τοὺς κρατίστους ἄρας τῶν λόχων καὶ τὰ τῶν ταγμάτων αὐτῷ παρεπόμενα αὐτὸς δι' ἑαυτοῦ τὸν ὑπὲρ παντὸς ἀγῶνα κροτήσειν ὥρμησεν. ὁ δὲ τοῦ βασιλικοῦ στρατοπέδου τὴν ἡγεμονίαν ἐπέχων, συντεταγμένας ἔχων δυνάμεις, τὴν τούτου προσβολὴν ἰσχυρῶς ἀπεκρούσατο. καὶ συστάντος πολέμου, φιλοτιμουμένων ἀμφοτέρων περὶ τῆς νίκης, καταπληκτική τις συντονία καὶ μάχη γέγονεν. ὡς δ' οἱ τοῦ βασιλέως στρατιῶται τὸ καρτερὸν καὶ ἀνένδοτον τῆς ἀνδρίας εἰσέφερον, καὶ πληγῶν καὶ θανάτου ἀλογοῦντες ἐδείκνυντο, καὶ βαλλόμενοι μᾶλλον πλέον κατὰ τοῦ πολεμήτορος ἠγριαίνοντο καὶ πλείους τῶν τοῦ Βρυεννίου ἀνῄρουν καὶ κατηκόντιζον, σύνθημα δοὺς τοῖς τὸν λόχον ἔχουσι Τούρκοις ὁ Κομνηνός, οὓς εἰς καιρὸν ἀπεκρύψατο χρείας, παραβοηθῆσαι τοῖς οἰκείοις προσέταξεν· οἳ καὶ παρ' ἐλπίδα φανέντες ἐπὶ τοῦ λόφου καὶ τοῖς ἐναντίοις ἐπιχυθέντες, καὶ τοῖς τοξεύμασι βάλλοντες ἐκ μέρους τοῦ τὸν λόφον ἐγκάρσιον ἔχοντος, τροπὴν αὐτῶν μετὰ τῶν συμπολεμούντων Ρωμαίων εἰργάσαντο. καὶ τηνικαῦτα ἑάλω μὲν ὁ Βρυέννιος ζῶν, οἱ δὲ περὶ αὐτὸν διασκεδασθέντες ἡγεμόνος κακοῦ κακίστας εὗρον τὰς ἀντιχάριτας· ἔπεσον γὰρ καὶ συχνοί, ἑάλωσαν δὲ οὐχ ἥττονες, καὶ μᾶλλον οἱ τῶν ἄλλων προέχοντες. ὁ δὲ Βρυέννιος αἰχμάλωτος ἀχθεὶς τῷ παρὰ βασιλέως εἰληφότι τὴν τοῦ πολέμου ἐξουσίαν πολλὰ τῆς δυσβουλίας καὶ τῆς ἀνοίας κατεγνώσθη, ὅτι τὸ μέτρον αὐτοῦ καὶ τὰς πράξεις ἠγνόησε. ταχέως δὲ τῷ βασιλεῖ τοῦτον πέμψας, καὶ τὰ τῆς νίκης εὐαγγέλια διὰ γραφῆς συνεξέπεμψεν. ὁ δὲ βασιλεὺς ἀσμένως τὴν ἀγγελίαν δεξάμενος, καὶ τῇ παναχράντῳ δεσποίνῃ καὶ θεοτόκῳ τὰς προσηκούσας ἀπονείμας εὐχαριστηρίας, διὰ ταχέων ἐκπέμπει δημίους τοὺς ὀφθαλμοὺς τοῦ Βρυεννίου ἐκκόψοντας, ἐν ᾧπερ τόπῳ τουτῳὶ συναντήσουσιν. ᾔδει γὰρ ἀσύμφορον εἶναι τὸν βασιλειῶντα τοῦτον τοὺς ὀφθαλμοὺς ἔχειν ὡς μὴ δυνάμενον ἀληθῶς ἐν ἰδιώτου σχήματι ἠρεμεῖν· ἀλλὰ πράγματα προξενεῖν καὶ πολλοὺς δι' αὐτὸν κατηγορίαις θανασίμοις μὴ ἀνασχόμενος ὑποβάλλεσθαι, τῆς τῶν πολλῶν σωτηρίας καὶ τῆς αὐτοῦ ἠρεμίας καὶ ἀναπαύσεως τοὺς ὀφθαλμοὺς αὐτοῦ ἀντηλλάξατο. καὶ δείξουσιν ἀληθῆ τὸν λόγον τὰ μετὰ ταῦτα γεγονότα παρὰ τοῦ βασιλέως εἰς τοῦτον εὐεργετήματα. τέως δὲ παραστὰς εἰς τὴν ὑστεραίαν τῷ βασιλεῖ ὁ Βρυέννιος, τοὺς ὀφθαλμοὺς ἔχων διαβρόχους τῷ αἵματι, ὁπότε καὶ αὐτὸς ὁ ταῦτα συγγράφων χαριστήριον λόγον ἀνέγνων τῷ βασιλεῖ, οὐκ ἀδίκως οὐδ' ἀνευλόγως παρ' αὐτοῦ ὠνειδίσθη. ἔφη γὰρ πρὸς αὐτὸν "ὦ δυσμείλικτε καὶ δυστυχέστατε ἄνθρωπε, τί τοῦτο ἐποίησας, καὶ ἀντὶ τῆς εἰρήνης καὶ τῆς δεδομένης σοι παρ' ἡμῶν εὐτυχίας, ἧς οὐκ ἦς ἄξιος, τὴν μάχην ἠσπάσω, καὶ ἀφειδῶς ἔσχες πρὸς τὰς σφαγὰς τῶν Χριστιανῶν. ἢ οὐκ ᾔδεις θνητὸς ἄνθρωπος ὤν, λόγους ἀπαιτηθησόμενος τῆς τῶν πεσόντων σφαγῆς; ἐμοὶ μὲν γὰρ τὸ κράτος θεόθεν ἐπεψηφίσθη, καὶ τῇ θείᾳ ψήφῳ πάντες οἱ τῆς βασιλευούσης ἀκολουθήσαντες ἀναιμωτὶ καὶ χωρὶς κινδύνων βασιλικῶς ἐν εὐθυμίαις καὶ χάρισιν εἰς τὰ βασίλεια ὑπεδέξαντο, προϋπαντήσαντες μετὰ τοῦ στόλου παντός, καὶ τοσοῦτον θαλάσσης ἀνα κομίσαντες πλοῦν· καὶ τὸ βασίλειον διάδημα ἐκ θείας χάριτος ἐπεβραβεύθη μοι, καὶ ἡ τοῦ θεοῦ κρίσις ἤδη τὸν ἔλεγχον καὶ τὸ ἀποτέλεσμα τῆς ἀποφάσεως δέδωκε. σὺ δὲ προσεχὴς τῇ βασιλευούσῃ τυγχάνων, καὶ διὰ τοῦ ἰδίου αὐταδέλφου δυνάμεις στρατιωτικὰς ἐπιστήσας αὐτῇ καὶ πολλὰ θυραυλήσας, οὐ μόνον ἀνάξιος ἐκρίθης τοῦ πράγματος, ἀλλὰ καὶ ὕβρεσιν ἠτιμάσθης πολλαῖς καὶ παροινίαις ἐβλήθης. καὶ κατὰ τοῦτο οὐκ ἔδει σε μετὰ τὴν ἐμὴν ἀναγόρευσιν τὰ κρίματα τοῦ θεοῦ καταιδεσθῆναι καὶ συμβαλεῖν, καὶ διανοήσασθαι τὰ συμβεβηκότα, ὅτι ὑπὲρ ἀνθρωπίνην εἰσὶν ἰσχύν; ἀλλ' ἐλύττησας καὶ κατὰ τῶν δεδογμένων αὐτῷ τῷ θεῷ καὶ κατ' ἐμοῦ τοῦ παρ' ἐκείνου προβεβλημένου καὶ πάσης ὁμοῦ τῆς βασιλευούσης, καὶ ὅπλα ἐτόλμησας ἆραι, καὶ ἀνθρωπίνων σαρκῶν ἀπογεύσασθαι διεσκέψω, καὶ θεόμαχος ἐν τοσούτῳ γενέσθαι καὶ τῆς ἱερᾶς συγκλήτου καὶ τῆς συνόδου πολέμιος καὶ πάντων τῶν πειθαρχησάντων τοῖς θείοις νόμοις καὶ κρίμασιν. ὦ τῆς ἀνοίας τῆς σῆς, ὅτι μηδὲ τὸ πρόχειρον τοῦτο συνῆκας καὶ κατενόησας, ὡς τὸ ᾀδόμενον στοιχεῖον τὸ Ν ἁπλοῦν μόνον καὶ οὐ διπλοῦν τοῖς ταῦτα κατασκοποῦσιν εὑρίσκετο." καὶ πολλὰ ἕτερα δημηγορήσας εὐφυῶς ὁ κρατῶν, καὶ καταγνοὺς τούτου μακρὰν τὴν εὐήθειαν, ἀπέλυσεν αὐτὸν εἰς τὸν καταγέλαστον θρίαμβον μετὰ τῶν πρώτων τῆς συμμορίας αὐτῶν.
https://byzantium.gr/
Ἕτερον δὲ οὐδένα τῶν ἄλλων δι' αἵματος ἠνέσχετο τιμωρῆσαι ὁ βασιλεύς, ἀλλὰ καὶ μᾶλλον ἰσόθεον πρᾶγμα πεποίηκε, πάντας τοὺς συναποστατήσαντας τῷ Βρυεννίῳ, στένοντάς τε καὶ τρέμοντας τοὺς περὶ ἐπιβούλων νόμους καὶ τὴν τῶν ἡμαρτημένων δεινὴν ἐπεξέλευσιν, συμπαθείας καθολικῆς ἀξιώσας καὶ τὰς οὐσίας αὐτοῖς δι' ἄφατον εὐσπλαγχνίαν ἀποκεκληρωκώς, πλὴν τριῶν ἢ τεσσάρων, οἷς τὸ τοῖς οἰκείοις ἐμφιλοχωρεῖν οὐκ ἀκίνδυνον ἦν. ἀλλὰ καὶ τούτοις ἀντιπαροχαῖς ἑτέρων ἰσοτάλαντον τὴν φιλοτιμίαν εἰργάσαντο. οὐ μόνον δ' ἐν τούτοις τὸ φιλότιμον ταῖς βασιλικαῖς εὐσπλαγχνίαις ἐστήσατο, ἀλλὰ καὶ τιμαῖς παντοδαπαῖς αὐτὸν κατεκόσμησεν, ἐνίους δὲ καὶ χαρίσμασιν, ὡς πάντας ἔκπληξιν κατασχεῖν τῷ ἀνεξιχνιάστῳ τῆς αὐτοῦ ἀγαθότητος. Οὕτω μὲν οὖν θύοντος τοῦ βασιλέως τὰ χαριστήρια καὶ τῷ θεῷ τὴν εὐαρέστησιν διὰ τῆς ὑπερβαλλούσης εὐποιίας εἰσφέροντος, οὐκ ἤνεγκεν ὁ τοῖς ἀγαθοῖς βασκαίνων δαίμων τὴν τοσαύτην τῶν ἀνθρώπων εὐδαιμονίαν, καὶ τὸν πλοῦτον τῆς ἀγαθότητος διαταράξαι κατὰ τὸ εἰθισμένον αὐτῷ μελετήσας, ἀνίστησι τοῖς τὴν φυλακὴν ἔχουσι τοῦ παλατίου θυμοφθόροις ἀνδράσι καὶ ἐθνικοῖς κακίστην ὁρμὴν καὶ τύλμαν μιαιφόνον καὶ ἀγριότητος γέμουσαν. περὶ δείλην γὰρ ὀψίαν ἀσπίσι καὶ ὅπλοις κατὰ τὸ ἀρχῆθεν ἐπικρατοῦν τὴν παράστασιν ἐνώπιον τοῦ κρατοῦντος καὶ τῆς τάξεως ἀποπληροῦντες τὸ συνεχές, ὁρμῇ μεγάλῃ καὶ φονικῇ καὶ θυμῷ ζέοντι κατ' αὐτοῦ τοῦ βασιλέως ἐξώρμησαν, προκύπτοντος ἐπ' αὐτοὺς ἐν ὑπερῴῳ τινὶ τῶν βασιλικῶν διαδρόμων ὑπαίθρῳ· καὶ οἳ μὲν τόξοις χρησάμενοι βέλη κατὰ τούτου ἀφῆκαν, οἱ δ' ἄλλοι ταῖς ἀναγούσαις εἰς αὐτὸν ἐπερεισάμενοι κλίμαξιν, ὠθισμῷ μεγάλῳ τὴν κατ' αὐτοῦ ξιφήρεις ἐβιάζοντο ἄνοδον. τότε δὴ καί τις τῶν πλησίον αὐτοῦ ἱσταμένων ὑπογραφέων τὴν τοῦ βέλους ἀκμὴν ἥρπασε κατὰ τοῦ τραχήλου, καὶ τὸ ζῆν αὐτίκα περιωδύνως ἀπέρρηξεν. ὁ δὲ βασιλεὺς ἀπαράσκευος ὢν διὰ τὸ τῆς ἐπιβουλῆς ἀπρόοπτον καὶ ἀνέλπιστον, οὐκ εἶχε μὲν καρτερὰν συμμαχίαν εἰς τὴν αὐτῶν ἀποσόβησιν, συνήθης δὲ ταῖς ὁπλομαχίαις τυγχάνων καὶ ταῖς κατὰ πόλεμον ἀντιπαρατάξεσιν οὐκ ἐθροήθη καὶ δρασμὸν ἐβουλεύσατο, ὃ πάντως πεποίηκεν ἂν ἕτερος ἐν μέσῳ βελῶν καθεστώς, ἀλλ' ἀναλαβὼν ἑαυτὸν σὺν ὀλίγοις τοῖς ἐκεῖσε περιτρέχουσιν ἐν κόσμῳ καὶ τάξει καὶ ἀτρέστῳ φρονήματι ἐρρωμένως ἠμύνατο, καὶ τοὺς ἀπανθρώπους βαρβάρους, θυμῷ ζέοντας ἀδίκῳ καὶ βεβακχευμένους τῇ μέθῃ (περὶ δείλην γὰρ ἦν ὀψίαν, ὅτε τούτοις ἀφῄρητο τὸ φρονεῖν διὰ τὴν ἄγαν οἰνοφλυγίαν καὶ τὴν τοῦ ἀκράτου μετάληψιν· ἀκρατῶς γὰρ τούτου μεταλαμβάνουσιν) τῶν κλιμάκων ἀπεώσατο καὶ ἀνυποίστῳ φορᾷ κατὰ γῆς ἐπὶ τραχήλου καὶ κεφαλῆς κατηκόντισεν. οἳ δὲ καὶ αὖθις ἀπηναισχύντουν, καὶ φιλονεικοῦντες ἦσαν πρᾶξαί τι θεοβλαβείας ἔργον ἐξάγιστον. ὡς δὲ κατὰ μικρὸν ἐπισυνηθροίζοντο οἱ τῷ βασιλεῖ τὴν φρουρὰν ἀποπληροῦντες Ρωμαῖοι, συνέστη μὲν πόλεμος ἐπὶ χρόνον τινά, τὴν ἥττω δὲ οἱ βάρβαροι κληρωσάμενοι τῶν οἰκείων ἐπάλξεων ὡς φρουρίου τινὸς ἀντείχοντο (ἀπονενέμηται γὰρ αὐτοῖς ἄκρα τις ἐν τῷ παλατίῳ μετέωρος εἰς κατοίκησιν), ἕως ἀπειρηκότες τῇ βασιλικῇ δυνάμει καὶ δεξιᾷ τὰς ἑαυτῶν κακίας ἐξέληξαν, καὶ συγγνώμην αἰτήσαντες εὗρον ἐπικαμπτομένην αὐτοῖς τὴν τοῦ βασιλέως εὐμένειαν. Οὕτως οὖν καὶ ταύτην τὴν ἐπιβουλὴν θεοτεύκτῳ εὐψυχίᾳ καταγωνισάμενος, παντὶ μὲν πλήθει τῶν σωματοφυλακτούντων βαρβάρων τιμωρίαν οὐκ ἐπεστήριζε, δεομένους δὲ μᾶλλον καὶ τὰς ὄψεις εἰς γῆν ἐπερείδοντας κατῳκτείρησε συμπαθείας τε ἐπηξίωσε, καὶ ὑποθήκαις χρησταῖς φρονεῖν παρεσκεύασεν ὡς οὐκ ἂν αὐτὸν ζητοῦσαι περιτρέψαι δυνηθεῖεν πολλαὶ μυρίαδες ἀνδρῶν, ἐκ θεοῦ λαβόντα τὴν ἡγεμονίαν. τινὰς δὲ τούτων, ὅσοι πρὸς τὴν τοῦ βελτίονος μεταβολὴν ἀπεγνωσμένοι ἦσαν ἰδεῖν, καὶ τῇ κρίσει καὶ ἀναζητήσει τοῦ βασιλέως καὶ ταῖς προσηκούσαις ἀπειλαῖς καὶ παρ' αὐτῶν τῶν ὁμοφύλων ἠλέγχθησαν, φρουροὺς τινῶν ἐρυμάτων ὡς ἀποβλήτους ἀπέστειλε, τοιαύτῃ φιλοτίμῳ φυγῇ ζημιώσας τοὺς ἄφρονας.
https://byzantium.gr/
Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ Μιχαὴλ μοναχὸς ὁ ὑπέρτιμος, ὁ ἐπὶ τῶν πολιτικῶν πραγμάτων προστάς, τὸ γένος ἕλκων ἐκ Νικομηδείας, τὴν ζωὴν ἐξεμέτρησε, δυσάρεστος ἄνθρωπος καὶ ὑψαύχην καὶ μὴ πάνυ τι ξυντιθέμενος ταῖς τοῦ βασιλέως φιλοτίμοις εὐποιίαις, τὸν σφαγέντα ὑπογραφέα προοίμιον ἐσχηκὼς τῆς αὐτοῦ τελευτῆς. τῆς γὰρ ἐκείνου ὑπηρεσίας ἐτύγχανε, καὶ διὰ τοῦτο δήπου λόγος ἐκράτησεν ὡς ἐκ μέσου τοῦτον πεποίηκεν ὁ θεὸς οἷα τὰς βασιλικὰς δωρεὰς καὶ εὐεργεσίας διακωλύοντα. Ἐν ὅσῳ δὲ ταῦτα ἐπράττετο καὶ γαλήνη τις σταθηρὰ ἐκ τῶν τυράννων ὑπεσημαίνετο, ἕτερόν τι σκῶλον ἢ ζιζάνιον διαφθεῖραι τὸν σῖτον φιλονεικοῦν ἐκ τῆς Ἐπιδάμνου πόλεως ἀνεφύη καὶ διετάννυτο. ὁ γὰρ ἐκεῖσε ὑπὸ τοῦ προβεβασιλευκότος ἀποσταλεὶς δούξ, ὁ πρωτοπρόεδρος Βασιλάκης, μετὰ τὸ φθάσαι παρελθεῖν τὸν Βρυέννιον καὶ ἀπελθεῖν εἰς Ἀδριανούπολιν καταλαβὼν τὸ Δυρράχιον, στρατιὰν ἐκ πασῶν τῶν ἐπικειμένων ἐκεῖσε χωρῶν συνελέγετο, καὶ Φράγγους μεταπεμψάμενος ἐξ Ἰταλίας φιλοτίμοις δεξιώσεσι τῆς ἑαυτοῦ μερίδος καὶ συμμορίας ἐτίθετο δεξιῶς. ἤθροιζε γὰρ χρυσίον ἐκ πάσης αἰτίας καὶ τρόπου παρὰ τῶν πειθομένων καὶ καταδυναστευομένων αὐτῷ, καὶ κατάλογον θέμενος πρόφασιν ἐποιεῖτο τῆς τοιαύτης ὁπλίσεως τὴν κατὰ τοῦ Βρυεννίου ὡς ἀποστάτου ἐπίθεσιν. ἐπὰν δ' ἔγνω πολύ τι στρατόπεδον συναγηοχὼς καὶ ἀξιόμαχον δύναμιν (εἶχε γὰρ καὶ Ρωμαίων πολλῶν στρατιωτικόν, Βουλγάρων τε καὶ Ἀρβανιτῶν, καὶ οἰκείους ὑπασπιστὰς οὐκ ὀλίγους), ἄρας ἐκεῖθεν πρὸς τὴν Θεσσαλονίκην ἠπείγετο. ἤδη δὲ καὶ αὐτοῦ ταύτην καταλαμβάνοντος, φήμη προσήγγισε τούτῳ ὅπως ὁ Βοτανειάτης παρὰ πάσης τῆς συγκλήτου βουλῆς καὶ τῆς συνόδου καὶ τῶν δημοτικῶν καὶ παρὰ πάντων ὁμοῦ αἱρεθεὶς βασιλεὺς αὐτοκράτωρ ἀνηγορεύθη, καὶ ὅπως μάχῃ κρατερᾷ νενικηκὼς τὸν Βρυέννιον τῶν ὀφθαλμῶν ἀπεστέρησεν, ὅπλα κεκινηκότα καὶ κατ' αὐτοῦ ἀντάραντα καὶ τὰ δευτερεῖα μὴ ἀνασχόμενον σχεῖν. ὁ δὲ διαταραχθεὶς πρὸς τὴν φήμην καὶ τὴν καινοτομίαν τοῦ πράγματος, γράμματα μὲν ἐξέπεμψε τῷ βασιλεῖ τοὺς τῆς δουλώσεως θεσμοὺς ὑπεμφαίνοντα, ἔπραττε δ' ἐν τῷ λεληθότι τὰ τῆς ἀνταρσίας ἐπίδηλα. τό τε γὰρ πλῆθος τοῦ καταλόγου συνηθροισμένον εἶχε μεθ' ἑαυτοῦ, καὶ τοὺς Πατζινάκους εἰς συμμαχίαν ἠρέθιζε διὰ μηνυμάτων καὶ δι' ἀντιγράφων. κελευσθεὶς εἰσελθεῖν ἀπονοίᾳ τὴν πρὸς τὸν κρατοῦντα εἰσέλευσιν μετεώριζεν. ὡς δ' ὁ βασιλεὺς ἔγνω τὴν τούτου προαίρεσιν, μὴ θέλων αὐτὴν παραδειγματίσαι ἢ στηλιτεῦσαι τῆς ἀνταρσίας τὸ βλάσφημον, ἀπέστειλέ τινα τῶν ἐγγυτάτων αὐτῷ μετὰ καὶ χρυσοβούλλου γραφῆς, πάντων τῶν φθασάντων κακῶν ἀμνηστίαν ἐπαγγελλόμενος, καὶ νωβελλισίμου βραβεύων αὐτῷ τιμήν, καὶ πολλῶν ἑτέρων ἀξιωμάτων καὶ ὑπεροχῶν οὐκ ἐλαχίστων δαψίλειαν κατεμπεδούμενος τῇ γραφῇ· ὁ δὲ τὰς ἐν χερσὶν εὐεργεσίας περιφρονῶν, ἀνηνύτοις καὶ ἀδήλοις ἑαυτὸν περιέσαινε, καὶ διὰ τοῦτο ὕστερον ἀνόνητα μετεκλαύσατο. μηδὲ γὰρ δεξάμενος τὴν τότε τοῦ βασιλέως προσπάθειαν, μηδὲ τῷ τοῦ Βρυεννίου παραδείγματι βελτίων ἑαυτοῦ γεγονώς, τὸν χρόνον διὰ κενῆς παραγκωνίζεσθαι ἤθελε, καὶ ἀπάταις οὐκ εὔφροσι τὴν ἑαυτοῦ σωτηρίαν καταπροΐεσθαι. ὅθεν καὶ μισήσας ὁ βασιλεὺς τὴν αὐτοῦ κακοήθειαν, τῷ τῶν ἑσπερίων ταγμάτων ἄρχοντι, τῷ νωβελλισίμῳ δηλαδὴ Ἀλεξίῳ καὶ δουκὶ τῆς δύσεως, ὃν δὴ τηνικαῦτα καὶ τῷ πανσεβάστῳ τοῦ σεβαστοῦ τετίμηκεν ἀξιώματι, τὸν κατὰ τούτου ἐπέτρεψε πόλεμον. ὃς τὰς δυνάμεις ἀνειληφὼς εὐθὺ τῆς Θεσσαλονίκης τεταγμένως ἐφέρετο, καὶ φρουρὰν ἐν τῷ περιθεωρίῳ τοῦ Βασιλάκη καταλαβὼν πολέμῳ ταύτην ἀνήρπασεν· οὐ γὰρ χεῖρας ἐδίδουν καὶ τοῖς θελήμασι τοῦ κρατοῦντος ὑποκύπτειν ἠβούλοντο. οὓς καὶ δεσμώτας πέμψας τῷ βασιλεῖ προοίμιον ἀγαθὸν τῆς τοῦ ἀποστάτου καταστροφῆς ἐποιήσατο. προβιβάζων δὲ τὴν στρατιὰν καθεξῆς μέχρι τῆς Θεσσαλονίκης ἀπαθὴς παρελήλυθεν. ἔκ τινος δὲ διαστήματος τὸν χάρακα θείς, ἀντιπέραν τοῦ ποταμοῦ τοῦ λεγομένου Βαρδαρίου, καθὼς ὁ βασιλεὺς αὐτὸν διὰ γραμμάτων ἐδίδαξε, διανυκτερεύσειν ἐκεῖσε καὶ διαναπαῦσαι τὸν στρατὸν διεσκόπησεν. ὁ δὲ Βασιλάκης νυκτίλοχος γενέσθαι διασκεψάμενος, καὶ κατὰ κράτος τοὺς ἀντιτεταγμένους ἑλεῖν τῷ ἀπροσδοκήτῳ τῆς ἐν σκότει ἐπιφοιτήσεως, σκότος μᾶλλον ἑαυτῷ διηνεκὲς ἐπροοιμιάσατο. διαγνωσθείσης γὰρ τῆς ἐνέδρας αὐτῷ προεφυλάξαντο μὲν οἱ τῆς βασιλικῆς μοίρας στρατιῶται, τὴν τοῦ ἡγεμόνος παραγγελίαν τε καὶ ἐγρήγορσιν παραθαρρύνουσαν ἔχοντες· ἀποτυχὼν δὲ τῆς ἐπιβουλῆς ὁ ἀντάρτης πολέμῳ χαλεπῷ περιέπεσε, καὶ κατὰ κράτος ἡττηθεὶς καὶ τῶν ἰδίων πλείστους ὅσους ἀποβαλών, καὶ μᾶλλον τῶν Φράγγων, καὶ αὐτὸς κατὰ πρόσωπον τῷ δουκὶ ἀντιταχθεὶς καὶ παρ' αὐτοῦ καταπονηθείς, εἰς τὴν τῆς Θεσσαλονίκης ἀκρόπολιν διαπέφευγεν, οἰόμενος τῷ τοῦ φρουρίου περιτειχίσματι κέρδος τι ἑαυτῷ περιποιήσασθαι καὶ ἀνάκτησιν. ὁ δὲ σεβαστὸς μηδὲν ὅλως μελλήσας τὴν ἅλωσιν τοῦ φρουρίου τοῖς ἀμφ' αὐτὸν προετρέψατο· οἱ δὲ προσβολὰς ἐνεργεῖς ποιησάμενοι, καὶ τοὺς ἔνδον Θεσσαλονίκης συμφρονήσαντας ἔχοντες, ταχὺ τούτου περιεγένοντο καὶ τῆς ἀκροπόλεως ἐκυρίευσαν. καὶ κατασχεθεὶς οὗτος καὶ σιδηροδέσμιος γεγονὼς καὶ τῷ τῶν τυράννων νόμῳ κατάκριτος, ἀπεστάλη τῷ βασιλεῖ διὰ τῶν δημοσίων ἵππων φερόμενος. τῆς δ' ἀγγελίας ταύτης προκαταλαβούσης τὰς βασιλικὰς ἀκοάς, πρόσταγμα γέγονε τὰς κόρας ἐκκεντηθῆναι τῶν ἀποστατικῶν ὀφθαλμῶν. καὶ τούτου γενομένου καθ' ἣν συνήντητο πάροδον, ἦλθε δι' ἁμάξης ἐλεεινὸς φόρτος καὶ δυστυχὲς καταγώγιον. αἱ δὲ τοῦ βασιλέως πρὸς τὸ θεῖον εὐχαριστίαι καὶ πρὸς τοὺς ὑπηκόους εὐεργεσίαι καὶ πανημέριοι φιλοτιμίαι τὸ ἀνένδοτον εἶχον ἀεὶ καὶ ὡς διὰ πρανοῦς διεχέοντο. Ἐν ᾧ δὲ τὰ στρατεύματα ἐν Θεσσαλονίκῃ διεκαρτέρουν, Σκύθαι τῆς ἐρημίας τούτων ὡς ἑρμαίου δραξάμενοι τῇ Ἀδριανουπόλει προσήγγισαν, καὶ τοῖς ἐκτὸς τοῦ τείχους οἰκήμασιν ἐπιρράξαντες, παραβοηθούντων αὐτοῖς καὶ ἀπὸ τοῦ μαχιμωτάτου ἔθνους τῶν Κομάνων πολλῶν, πῦρ ταύταις ἐνῆκαν καὶ πυριφλέκτους πολλὰς ἀπέδειξαν, ὀργιζόμενοι τῷ Βρυεννίῳ ὅτι πρέσβεις αὐτῶν ἐπὶ τούτου παρὰ τῶν Ἀδριανουπολιτῶν ἀνῃρέθησαν. τοῦ δὲ στρατοῦ σπουδαίως καταλαμβάνοντος, δρασμὸν οἱ βάρβαροι ἔθεντο καὶ οὐκέτι τοῖς Ρωμαϊκοῖς ὁρίοις ἐπελθεῖν παρετόλμησαν.
https://byzantium.gr/
Ἐν δὲ τῷ ἔτει τούτῳ δουλικὴν ὡμολόγησε πίστιν τῷ βασιλεῖ ὁ κουροπαλάτης Φιλάρετος ὁ Βαχάμιος· οὗτος γὰρ ἐν τόποις, δυσβάτοις καὶ ὀρεινοῖς καὶ τῶν Τουρκικῶν παρόδων ἀπῳκισμένοις τὰς οἰκήσεις ποιούμενος τείχεσι πλείστοις τοὺς στενωποὺς περιέλαβε, καὶ κατοχυρώσας τὰς διεκβάσεις ἀνάλωτον τοῖς ἐκεῖσε χώραν ἀπὸ τῶν ἐναντίων εἰργάσατο, καὶ πλῆθος Ἀρμενίων καὶ ξυγκλύδων ἀνδρῶν συλλεξάμενος δύναμιν ἑαυτῷ περιμάχητον ἀπειργάσατο, καὶ τῷ προβεβασιλευκότι ἀκαταδούλωτος ἦν, καὶ κατ' ἐξουσίαν τὰ ἑαυτοῦ προμηθούμενος, καὶ πόλεις βασιλικὰς εἰς ἑαυτὸν οἰκειούμενος, καὶ εἰς μῆκος ἐξαίρων τὴν ἰδίαν κατάκτησιν. καὶ τότε μὲν οὕτως· τοῦ δὲ Βοτανειάτου τὴν αὐτοκράτορα περιεζωσμένον ἀρχὴν δοῦλος αὐτεπάγγελτος γέγονε καὶ ὑπηρέτης ἐν πᾶσι πειθήνιος καὶ πᾶν τὸ προσταττόμενον ἐπιμελῶς ἐργαζόμενος· καὶ λόγους διὰ γραφῆς δέδωκε τῆς προτέρας σκληρότητος, ὅτι γλίσχρως καὶ οὐ βασιλικῶς τὰ κατ' αὐτόν τε καὶ τοὺς ἄλλους ὁ προβεβασιλευκὼς μετεχειρίζετο πράγματα, ταῖς ὑποθημοσύναις τοῦ λογοθέτου καταδουλούμενος. Τοῦ χρόνου δὲ προϊόντος, ἐπεὶ καὶ κατὰ τοῦ λεγομένου Λέκα τοῦ τοὺς Πατζινάκους ἐνσειόντος (Ρωμαῖος γὰρ ὢν ἐξ ἐπιγαμβρείας αὐτοῖς ηὐτομόλησε) καὶ κατὰ τοῦ τὴν ἐν μεσημβρίᾳ διακυκῶντος Δοβρομηροῦ γῆν στρατιὰν ἐπαφεῖναι ὁ βασιλεὺς ἔμελλε, δείσαντες οὗτοι τὸ τοῦ βασιλέως εὐσθενὲς καὶ ἀπρόσμαχον καὶ τὴν ἐκ θεοῦ δεδομένην ἰσχὺν αὐτῷ, καὶ τοῖς τῶν ἄλλων σωφρονισθέντες κακοῖς, καὶ πρὸ τῆς ... τῷ δουλικῷ ζυγῷ τοὺς αὐχένας ὑπέκλιναν, καὶ προσῆλθον ἱκέται τὴν σωτηρίαν ἑαυτῶν ἐξαιτούμενοι. ἀλλ' ὁ βασιλεὺς οὐ μόνον αὐτοῖς τὸ αἰτηθὲν ἐχαρίσατο, ἀλλὰ καὶ ἀξιώμασι περιλάμπροις καὶ δωρεαῖς οὔτι μεμπταῖς φιλοτιμησάμενος εὐχαρίστους καθάπαξ πεποίηκε, καὶ πίστιν αὐτοῖς καὶ δούλωσιν ἀθόλωτον ἐγκατέσπειρεν. Οἱ δὲ περὶ τὸν Ἴστρον Σκύθαι καὶ αὐτοὶ τῇ φήμῃ τῆς τοῦ βασιλέως εὐγενείας καὶ ἀνδρίας καὶ τῆς συστρεφομένης ἐπ' ἀμφότερα δεξιᾶς, δωρηματικῆς τε ὑπὲρ τῶν οἰκετῶν καὶ δορυβρέμονος κατὰ τῶν ἀντιθέτων ἐχθρῶν, εἰς διανοίας συνελθόντες εὐσχήμονας πρέσβεις ἀπέστειλαν εἰς αὐτόν, τὰ πιστὰ καὶ οὗτοι τῆς ἑαυτῶν ὑπακοῆς παρεχόμενοι. καὶ τὴν πληροφορίαν εἰσάγοντες οἱ πρέσβεις, καί τινας ἀποστάτας συνδυάσαι τοῖς Πατζινάκοις ἐπὶ τοῦ προβεβασιλευκότος διαγνωσθέντας ἐνώπιον αὐτοῦ δεινῶς κατῃκίσαντο, τὸ σχίσμα πάντως παραδεικνύοντες καὶ τὴν ἀπ' ἐκείνου προφανεστάτην ἀπόστασιν. ἔκτοτε τοίνυν οὐκέτι πρὸς ἐπιδρομὰς καὶ ἁρπαγὰς χωρῆσαι καί τι τῶν Ρωμαϊκῶν παραβλάψαι χωρίων ἐτόλμησαν. Ἀλλ' ὅ με μικροῦ διέλαθεν ἄν, τοῦτο τῷ λόγῳ προσθήσω. ἄριστος ὢν ὁ βασιλεύς, εἴπερ τις ἕτερος, τύχας ἀνορθῶσαι καὶ παρηγορίαν ἐμποιῆσαι τῷ δυστυχήματι καὶ ἀδοξήσαντας ἀνθρώπους εἰς εὐδοξίαν συμφέρουσαν καὶ πρόσφορον τῇ καταστάσει τούτων ἀνενεγκεῖν, οὐδὲ τὸν καθαιρεθέντα καὶ ἀποκηρυχθέντα βασιλέα Μιχαὴλ εἰς ἀλαμπῆ τύχην καὶ ζοφερὰν καταλέλοιπεν, ἀλλὰ τῷ ἀρχιποίμενι Κωνσταντινουπόλεως συμβούλῳ χρησάμενος ἀνάγει τοῦτον ὡς προγενόμενον μοναχὸν εἰς ἀρχιερατικὴν ἀξίαν, καὶ τοῦ βήματος δείκνυσι, καὶ οὐκ εὐτελοῦς ἐκκλησίας τοῦτον πρόεδρον τίθησιν ἀλλὰ λαμπρᾶς καὶ περιφανοῦς, τῆς τῶν Ἐφεσίων μητροπόλεως ἀποδειχθῆναι παρασκευάσας αὐτὸν τοῦτον, καὶ τοῦ ἁγιωτάτου πατριάρχου Κοσμᾶ, γηραιοῦ καὶ προβεβηκότος ἀνδρὸς καὶ εἰς ἄκραν ἐληλακότος ἀρετὴν καὶ ὑπεραναβεβηκότος τὴν τῶν κάτω κειμένων ἔφεσιν, καὶ τῶν ὁσιωτάτων μητροπολιτῶν συνευδοκησάντων καὶ συμψηφισαμένων καὶ συλλειτουργησάντων αὐτῷ. ἐδόκει γὰρ ἡ ἀξία κατάλληλος τῇ φύσει τοῦ πρὶν βασιλεύσαντος διὰ τὸ προσὸν αὐτῷ ἀφελὲς καὶ ἀπείρατον τῶν βιωτικῶν καὶ πρὸς τὴν γνῶσιν τῶν βασιλικῶν πραγμάτων ἀδιεύθετον. Οὐ μὴν δὲ ἀλλὰ καὶ τὴν μητέρα τούτου πλέον ὁ Βοτανειάτης ἤπερ ἐκεῖνος ἐτίμησε καὶ ἐσέμνυνε, καὶ τὰ θυμήρη ταύτῃ ἀφθονώτερον ἀπειργάσατο. ἐκεῖνος γὰρ μοναχὸν ἀποδείξας ἐκ βασιλίσσης καὶ μελαμφοροῦσαν ἐκ πορφυρίδος καὶ περιχρύσου περιβολῆς, καὶ ἀειφυγίαν ταύτης κατέκρινε· καὶ ἦν ἔξω τῆς πόλεως τόπον ἐκ τόπου ἀμείβουσα μετὰ τῶν αὐταδέλφων αὐτοῦ, καὶ οὐδὲ συνεχώρει τὰς θηλείας, ὡραίας οὔσας πρὸς γάμον, ἐς ἀνδρὸς φοιτῆσαι νομίμου καὶ τὸ τῇ φύσει κεχρεωστημένον ἀφοσιώσασθαι. ὁ δὲ Βοτανειάτης ἐντὸς τῆς πόλεως συνοικεῖν μετὰ τῶν παίδων αὐτὴν συνεχώρησε, καὶ ἴσα καὶ μητέρα ἐτίμα, καὶ τοὺς παῖδας αὐτῆς ἐπιφανεστάτοις ἐλάμπρυνεν ἀξιώμασι, καὶ συνεχεῖς δωρεὰς αὐτῇ καὶ παντοίας εὐεργεσίας κατέπεμπε, καὶ τριῶν σεκρέτων καὶ τῶν ἄλλων χρηστῶν κυρίαν ταύτην ἀπέφηνε, καὶ πολυταλάντων εἰσόδων ἠξίωσεν. ἀλλὰ καὶ τὰς θυγατέρας αὐτῆς πρὸς γαμικὴν ὁμιλίαν ἐλθεῖν συνεχώρησε, καὶ τοῖς πρώτοις τῶν συγκλητικῶν τὸ κῆδος τούτων συμπλακῆναι κατένευσε. καὶ ὅλως χαρμονῆς καὶ θυμηδίας τὴν δυστυχοῦσαν ἐπὶ τοῦ βασιλεύσαντος παιδὸς καὶ θρηνοῦσαν ὁ ἀλλότριος καὶ ξένος τοῦ αἵματος αὐτῆς βασιλεὺς ἐνέπλησε, καὶ περίοπτον πλέον ἤπερ τὸ πρότερον ἔδειξεν. Ὃ δὲ τὴν τοῦ βασιλέως προαίρεσιν ὑπερτέραν ἀνθρωπίνης διανοίας ἐξέφαινε, τοῦτο δὴ καὶ ῥητέον. ὁ τοῦ προβεβασιλευκότος αὐτάδελφος ὁ Κωνστάντιος, ἀντίπαις ὢν ἔτι. τῆς βασιλευούσης πόλεως καὶ τῶν ἀνακτόρων παρὰ τοῦ συγγόνου ἀπείργετο καὶ πρὸς τὴν ἀντιπέραν ἠλαύνετο θάλασσαν. ὁ δὲ Βοτανειάτης, πατρὸς ἐπ' αὐτῷ σπλάγχνα καὶ διάθεσιν ἐνδεικνύμενος, καὶ τῶν ἀνακτόρων ἐντὸς εἰσεδέχετο καὶ σύνδειπνον ἐποιεῖτο, καὶ φθόνον ἐπ' αὐτῷ ἢ ὑποψίαν τινὰ λαμβάνειν οὐκ ἤθελεν· ὅθεν καὶ τῶν προσόντων αὐτῷ χρημάτων τε καὶ κτημάτων οὐδεμίαν περικοπὴν ἐποιήσατο. τοιοῦτος ἦν ὁ Βοτανειάτης, τὴν ψυχὴν καθαρὸς ὑπὲρ ἥλιον, καὶ τὴν γνώμην ἀπειρόκακον ἔχων καὶ πάσης ἐλευθέραν ὑπονοίας δεινῆς. ἀλλὰ καὶ ὥς, εἰ μή τις ἀνεξερεύνητος χάρις περιεῖπεν αὐτόν, οὐκ ἂν εἰς τοσοῦτον συμπαθείας ἐλήλυθεν ὡς καὶ προφανῆ ἀντίδικον καὶ πολέμιον, καὶ ὡς ἀκμὴν νεότητος ἐπιβεβηκότα, καὶ ἀτόπους ὁρμὰς καὶ ἀναπεμπαζόμενον τὴν πρὸς εὐδαιμονίαν τῆς βασιλείας καὶ τὸν καθαιρέτην τοῦ γένους αὐτῶν γενόμενον, προσοικειοῦσθαι καὶ παρίδου διδόναι συνιέναι αὐτῷ καὶ συνευωχεῖσθαι καὶ κοινωνεῖν αὐτῷ καὶ τοῖς βασιλείοις συναναμίγνυσθαι. ὁ δέ, τὴν βασιλέως εὐεργεσίαν κακοποιίαν ἐξ ἀχαριστίας ἡγούμενος, καὶ μηδ' εἰς νοῦν ἐμβαλὼν ὅτι ἐξὸν ὂν τῷ βασιλεῖ καὶ ὀφειλόμενον πάντως ἄρδην ἀπολέσαι τοῦτον καὶ ὡς ἐχθρὸν καὶ ἀντίδικον, οὐδὲν τοιοῦτον διενοήσατο, καὶ ἄνετον αὐτῷ τὴν ζωὴν καὶ τὴν διαγωγὴν εὐδαίμονα καὶ πλουσίαν ὡς τὸ πρὶν καταλέλοιπεν, ἰοβόλον εἶχε τὸν ἔνδον ἄνθρωπον, καὶ κότον ἔτρεφε κατὰ τοῦ φιλανθρώπως καὶ κηδεμονικῶς αὐτὸν περιποιουμένου. καὶ τρέφων αὐτὸν μὲν κατὰ τὸ βεβουλευμένον οὐκ ἔβλαψε, κόσμῳ δὲ παντὶ τὴν λύμην ἐπήνεγκε, καὶ αὐτὸς τὰ τῶν ἀχαρίστων, εἰ καὶ πραότερον διὰ τὴν τοῦ βασιλέως ἐπιείκειαν, πέπονθε. καὶ ὅπως, τῷ λόγῳ διαληψόμεθα. Ἐπείπερ ὁ βασιλεὺς τοιούτοις ἀγωνίσμασι καὶ τροπαίοις τὰ τῆς ἑσπέρας καλῶς διατέθεικεν, ἐνόσει δὲ τὰ τῆς ἑώας καὶ ταῖς Τούρκων ἐπιδρομαῖς καὶ τῇ συνθήκῃ τῶν κοινωνησάντων Ρωμαίων αὐτοῖς καὶ κατὰ τῶν ὁμογενῶν ἐπανισταμένων, ἐστήριξε τὸ πρόσωπον καὶ πρὸς τὴν τῶν ἐκεῖσε κατάστασιν, καὶ σκεψάμενος Ρωμαϊκὰς δυνάμεις διαπεραιῶσαι πρὸς τὴν Ἀσίαν, φιλοτίμοις μὲν δωρεαῖς καὶ ὀψωνίοις τὰ συνήθη πολλῷ τῷ περιόντι νικῶσι πολλοὺς τῶν στρατιωτῶν φιλοτιμησάμενος καὶ ὁπλίσας εἰς τὴν κατὰ Βιθυνίαν ἐξέπεμψε Νίκαιαν. ἐπεὶ δ' ἐκεῖνοι πρὸς τὰ ἐνδότερα τῆς ἀνατολῆς ἐπιστρατεύειν οὐκ εἶχον εὐθαρσῶς ὡς πλείονος τάχα παρασκευῆς ἐπιζητουμένης τοῖς πράγμασι, μετεπέμψατο καὶ ἑτέρους στρατιώτας ὁ βασιλεύς, οὓς ἀθανάτους ἐκάλουν, πλῆθος μὲν ὄντας οὐκ εὐαρίθμητον, καὶ τόξον εὖ ἠσκημένους, καὶ τἆλλα πολεμικὰ διὰ πείρας ἔχειν ἐκ τῆς συνεχοῦς γυμνασίας ὑπειλημμένους· ἀταξίᾳ δὲ καὶ ἀπιστίᾳ δουλεύοντας τούτους φιλανθρώποις ὁμιλίαις καὶ παραγγελίαις ὁ βασιλεύς, μᾶλλον δὲ δωρηματικαῖς εὐποιίαις πρὸς τὸ ἐρρωμενέστερον καὶ ἰσχυρότερον καταστῆσαι σπουδάσας εἰς Χρυσόπολιν διαπορθμευθῆναι πεποίηκε. καὶ ἦν ἐλπὶς ἑνωθῆναι τούτους μετὰ τῶν προηγησαμένων στρατιωτῶν, καὶ εἰς πλῆθος ἀρθῆναι μέγα, καὶ τῶν Τούρκων τὴν ἑώαν ἐλευθερῶσαι, καὶ τοὺς ταραττομένους ὑποκλινεῖς ποιῆσαι καὶ πρὸς ὑπακοὴν μεθαρμόσασθαι, καὶ καταστῆσαι τοῖς ἐκ τοῦ βασιλέως ἡγεμονικοῖς καὶ μεγαλόφροσι στρατηγήμασι τὸ τηλικοῦτον μέρος τῆς οἰκουμένης καὶ εἰς γαλήνην καὶ νηνεμίαν περιστῆσαι καὶ ἄνεσιν. ὁ δὲ Κωνστάντιος ἐναντία τούτων πάντων φρονήσας καὶ διανοησάμενος, καὶ μηδὲ τὴν θείαν δίκην εὐλαβηθεὶς εἰ τοσούτων κακῶν τῷ τε κόσμῳ καὶ αὐτῷ βασιλεῖ καὶ τοῖς καλῶς βασιλευομένοις πρόξενος γένηται, καὶ μηδὲ τὴν ἀποτυχίαν ὑποπτήξας τοῦ ἐγχειρήματος, νεωτερίζει κατὰ τοῦ βασιλέως, καὶ τῆς κακίστης ἀποστασίας τοῖς στρατιώταις, ὦ τῆς ἀποπληξίας καὶ τοῦ ἀνοσιουργήματος, μεταδίδωσι. πρότερον γὰρ συμβούλοις τοῖς πονηροτάτοις ἐκ τούτων καὶ δήμου ἀνάπταις χρησάμενος, ὕστερον ἀφίσταται πρὸς αὐτοὺς ἐν Χρυσοπόλει τὴν παρεμβολὴν ἔχοντας, καὶ τὸ πλῆθος ἐνσείσας βασιλέα τοῦτον ἀναγορεῦσαι δι' ἀποστατικῆς μεθοδείας περιεργάζεται, τοῦ λοιποῦ στίφους τῶν μὴ συγκοινωνησάντων αὐτῷ τῆς ἀθέσμου βουλῆς τῷ παραδόξῳ τῆς ἀκοῆς διαπορηθέντος καὶ ἀμφιβόλου γενομένου. καὶ μήτε τοῦ δεδομένου τοῦτοις ἀρχηγοῦ παρατυχόντος ἐκεῖσε διὰ τὸ τῇ βασιλευούσῃ ἔτι ἐπιδημεῖν, στάσις ἐμφύλιος γέγονε, καὶ ἤρξατο ἀπὸ τρίτης φυλακῆς τῆς νυκτὸς ἕως μεσημβρίας αὐτῆς. εἶτα συμφρονησάντων τοῖς ἀποστάταις, βίᾳ καὶ οὐ πειθοῖ, τῶν ἀντιδοξούντων τὸ πρότερον, ἔπαθε μὲν οὐδεὶς τῶν ἐν τῇ βασιλευούσῃ καὶ τὴν ψυχὴν κατεσείσθη. δημοτικὴν δὲ φλυαρίαν καὶ μειρακιῶδες ἄθυρμα λογισαμένου τοῦ βασιλέως τὸ γεγονός, συνήχθη πᾶσα ἡ γερουσία καὶ τῆς συγκλήτου βουλῆς τὸ ἔκκριτον, τὴν πίστιν αὐτῶν ἐπιβεβαιοῦντες τῷ βασιλεῖ καὶ πληροφοροῦντες μέχρις ὀστέων καὶ μυελῶν κινδυνεύσειν ὑπὲρ αὐτοῦ καὶ πανδημεὶ τοὺς ἀλιτηρίοις καταγωνίσασθαι. συνήχθησαν δὲ καὶ οἱ τὴν στρατεύσιμον ἡλικίαν ἔχοντες, καὶ ὅσοι τῆς βασιλικῆς δορυφορίας, ἀκατάπληκτον ἔχοντες τὴν ὁρμήν, καὶ προκινδυνεῦσαι τοῦ φιλανθρώπου βασιλέως καὶ φιλοικτίρμονος προθυμούμενοι. ὃ δὲ τὴν ἁπάντων ἐπαινέσας προαίρεσιν, καὶ γνοὺς οἵαν εὐγνωμοσύνην ἔχει πρὸς αὐτὸν τὸ ὑπήκοον (τούτου γὰρ χάριν οἴομαι τὸν τάραχον τουτονὶ παρατολμηθῆναι, ἵνα φανερὸν τὸ παριστάμενον πᾶσι γένηται), ναυσὶ μὲν πολεμικαῖς τὸν τούτου πορθμὸν κατωχύρωσε, μείζονι δὲ παρασκευῇ τὰ κατὰ τῶν ἀποστατῶν ἐξαρτύων ὅμως καί τινας ἀπέστειλε πρὸς αὐτούς, πυνθανομένους τί βούλεται τούτοις τὸ στασιῶδες τουτὶ καὶ ἀπώμοτον. οἱ δὲ τὴν ἄστατον παροινίαν αὐτῶν καὶ ἀδόκιμον γλωσσαλγίαν καὶ παρακεκινδυνευμένην ἀπόνοιαν ὁμολογήσαντες, συγγνώμην τε ᾔτουν λαβεῖν καὶ τῶν πεπλημμελημένων συγχώρησιν, καὶ τῆς συμπαθείας ταύτης ἐνέχυρον τὴν εἰς τοὐπίσω περαίωσιν ἐπεζήτησαν, καὶ οὕτως αὐτὸν τὸν πρωταίτιον τῆς κοσμικῆς κακοπαθείας παραδοῦναι κατέθεντο. παριδὼν οὖν ὁ βασιλεὺς τὴν τῶν ἐσφαλμένων αὐτοῖς κακοήθειαν, τῶν ἐγκλημάτων τούτους διὰ πλήθους ἐλέους ἀπέλουσε. καὶ χειρωσάμενος τὸν ἀλάστορα, δημίων αὐτὸν χερσὶν οὐ παρέδοτο, καὶ πάσης σωματικῆς τιμωρίας ἀλλότριον διετήρησε, δικαίων δὲ ἀνδρῶν χεῖρες αὐτὸν εἰσδεξάμεναι τῆς κοσμικῆς ἰλύος ἐλευθεροῦσι δι' ἀποκάρσεως. μεταταξάμενος δὲ πρὸς τὸν μοναδικὸν βίον καὶ φυγῇ ἐζημιώθη, νησιώτης γενόμενος, καὶ μαθὼν ὅσον κακόν ἐστι τὸ πρὸς τοὺς εὐεργέτας ἢ συμπαθοῦντας ἀγνωμονεῖν. Οὗτος ἐκ πολλῶν καὶ μεγάλων ἕτερος ἆθλος τῷ βασιλεῖ, κατὰ πάρεργον ἀνυσθείς. καὶ τὸ μὲν ἔργον τοῦτο τοιοῦτον, καὶ ὅσον ἀνήκει πρὸς αὐτὸν βασιλέα, οὐδὲν παρεσίνατο, τὴν δ' ἑώαν πᾶσαν μεγάλης κακίας καὶ λώβης ἐπλήρωσεν. ὡς γὰρ ὕποπτοι κατεφάνησαν οἱ πρὸς ἐκστρατείαν ἀποστελλόμενοι, καὶ νεωτέρων πραγμάτων ἐφίεσθαι κατεγνώσθησαν, καὶ παρὰ τοῦτο μηδὲ τάξεις καὶ λόχους φυλάττειν καὶ νόμους στρατευμάτων ὑπενοήθησαν, καὶ τῇ ἑσπέρᾳ πάλιν γεγόνασι μεταπόμπιμοι, μεμενήκασιν οἱ ἐχθροὶ τὰ φίλα ἑαυτοῖς κατὰ Χριστιανῶν ἐργαζόμενοι, καὶ παρακινοῦντες πλέον ἢ πρότερον τὴν ὀργήν, καὶ πολιορκοῦντες τὰ φρούρια, καὶ πάνδεινα κακὰ τοῖς ἐμπίπτουσιν ἐργαζόμενοι. τί τούτου γένοιτ' ἂν σχετλιώτερον καὶ παρανομώτερον, ὅταν τοῖς ἐχθροῖς τοσαύτην ῥοπὴν ὁ τοῦ βασιλέως ἀντίρροπος δέδωκε καὶ τηλικοῦτον κυκεῶνα τῇ Ρωμαίων ἀρχῇ συνεκέρασε. δέδεικται γὰρ ἐκ τούτων ὅτι τῶν προτέρων τοῦ γένους αὐτοῦ δυστήνων κατορθωμάτων καὶ τῆς κοσμικῆς καταλύσεως τοῦτο κορωνὶς κατέστη καὶ τέλος ἀπαίσιον καὶ τελευταία πληγὴ καὶ τῆς ἑώας ἐρήμωσις. Ἀλλ' ὁ μὲν οὕτως καὶ πεποιηκὼς καὶ παθὼν ὄνειδον ἑαυτῷ καὶ ἁμαρτάδα δεινὴν περιήνεγκεν· ἄρτι δὲ τοῦ ὀκτωβρίου μηνὸς τῆς τρίτης ἰνδικτιῶνος ἐνισταμένου, κεραυνὸς ἐπισκήψας ἐν τῷ μεγάλῳ κίονι τοῦ Κωνσταντινιακοῦ φόρου, οὗ κατὰ κεφαλὴν ἀφίδρυμα μέγιστον χαλκοῦ πεποιημένον, ἀνήλιος δὲ λεγόμενον, ἵδρυται, μέρος μέν τι τοῦ κίονος ἐν τῇ ἀκρότητι τῆς κεφαλίδος διέτεμε, ζωστῆρας δὲ τούτου τρεῖς, σιδηροῦς μὲν τὰ ἔνδον, χαλκῷ δὲ περιειλημμένους ἔξωθεν, κατέρραξε καὶ διέκοψεν, ἀνθρώπων δὲ οὐδένα οὐδὲ τῶν ἀλόγων ζώων ἐλωβήσατό τι. οὐδέ τι ἴχνος καπνὸν τεκμαιρόμενον τὸν κίονα ὕβρισεν, ἀλλ' ἡ τοῦ κεραυνοῦ σφοδρότης ὥσπερ τις ἀνεμιαία τὴν φύσιν τυγχάνουσα, τὴν δ' ἰσχὺν δυσπαράδεκτος, οὕτως ἀνυβρίστως τὸ τηλικοῦτον ἔργον καὶ τὴν τοῦ σιδήρου καὶ χαλκοῦ στερρότητα ὡς τὸ λάχανον ἐξεθέρισε. καὶ τὰς αἰτίας τῶν κεραυνῶν ἄλλοι μὲν ἄλλας ἐδίδουν, ἕτεροι δὲ ἀνομοίας. οἱ μὲν γὰρ μαθηματικοὶ ποτάμιον εἶναι τοῦτο πῦρ ἐκ φυσιολογίας ἐφθέγγοντο, τῇ τῶν νεφῶν συγκρούσει καὶ διαρρήξει γεννώμενον· λεπτομερὲς δ' ἐς ἄγαν, καὶ τοῖς ἀντιτύποις μᾶλλον τῇ ἀρρήτῳ φορᾷ καὶ ἐκτινάξει προσαρασσόμενον, τὴν ῥῆξιν βιαίαν καὶ ἀπότομον ἐμποιεῖν. τοσαύτην δ' εἶναι τῷ κεραυνίῳ πυρὶ τὴν φυσικήν φασι λεπτομέρειαν ὡς μηδὲ δύνασθαι καταβλάπτειν τὸ μανὸν ἢ ὁπωσδήποτε οὖν πόρους ἔχον σῶμα ἢ βραχείας ὀπάς, ὁποῖά εἰσι τά τε τῶν ὑφασμάτων πέπλα καὶ ὅσα τοιαῦτα· καὶ τοσοῦτον ὅτι, κἂν τύχῃ λινοῦς ἀπόδεσμος ἢ βαμβύκινος ἢ ἑτέρας ὕλης ἐξυφασμένον κράσπεδον ἀπόδεσμον ἔχον χρυσίου, ἐμπέσῃ δὲ κεραυνὸς εἰς αὐτό, τὸ μὲν χρυσίον ἀλλοιοῖ καὶ ὡς ἐν χωνείᾳ φλογὸς ἕνα βῶλον ποιεῖ, τὸ δὲ τοῦ ὑφάσματος σωμάτιον ἀβλαβὲς καταλιμπάνει. καὶ ἐπὶ τοῦ ἀνθρώπου δὲ ὡσαύτως· διὰ γὰρ τῶν ἀδήλων πόρων τοῦ σώματος αὐτοῦ εἰσερχόμενον τὰ μὲν ἔνδον αὐτοῦ ὡς ὑλικώτερα καὶ πόρους μὴ ἔχοντα κατανέμεται, τὸ δ' ἔξωθεν σῶμα πολλάκις οὐ καταφλέγει, καὶ εὑρίσκεται κοῦφον τῶν ἐντοσθίων σπλάγχνων καθάπαξ λειπόμενον. οἱ δὲ ἰδιῶται μέγιστον ἑρπετὸν δρακοντῶδες ἀντέλεγον τὴν αἰτίαν τῶν τοιούτων εἰσάγειν παθῶν, ἁρπαζόμενον μὲν ὑπὸ ἀοράτου τινὸς δυνάμεως, ὄνυξι δὲ καὶ δυνάμει τῆς ἐν αὐτῷ τραχύτητος καὶ τῶν ἑλιγμῶν τὰ προστυχόντα διαρρηγνύειν, ὅπου δηλαδὴ τύχῃ τὰς ἀντιπτώσεις καὶ ἀντισπάσεις αὐτοῦ προσερείδειν καὶ ἀντιβαίνειν τοῖς ἕλκουσι. Καὶ τὸ μὲν ἐκ τοῦ ἀέρος δεῖγμα τοιοῦτον καὶ τοσοῦτον τοῖς φιλοπράγμοσιν ἐμποιοῦν. ὁ δὲ βασιλεὺς τῶν προτέρων ἐχόμενος, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν τοῖς καθολικοῖς πράγμασιν ἐπαγρυπνῶν, καὶ δικῶν ἀκροατὴς ἐν ταῖς ἀνέσεσι καθιστάμενος καὶ κρίνων ὀρφανὸν καὶ δικαιῶν χήραν κατὰ τὸ θεῖον λόγιον, καὶ παντοδαπαῖς ἐπιδόσεσι χαρισμάτων καὶ τιμῶν καταγεραίρων διὰ παντὸς τὸ ὑπήκοον, οὐδὲ τὸν νυκτερινὸν χρόνον ἔξω τῶν ἑαυτοῦ σπουδασμάτων ἐτίθετο, ἀλλὰ τοῖς βιβλίοις καὶ ταῖς ἀναγνώσεσιν ἐπιδιδοὺς ἑαυτὸν πολυΐστορα καὶ μεμυημένον τὰ θεῖα περιίστα καὶ τὰ ἀνθρώπινα. ἐμέλησε δ' αὐτῷ καὶ νομικῶν διαταγμάτων, καὶ διορθώσεως τῶν ἀμφισβητουμένων δογμάτων, καὶ καταστολῆς τῶν τικτομένων ἐξ αὐτῶν κυδοιμῶν. διὸ καὶ τοῦ περὶ τῶν μαινομένων συνοίκων κεφαλαίου διακλονηθέντος ποτὲ θεραπείαν ἀκριβεστάτην τῇ ἀμφισβητήσει κηδεμονικῶς ἐπεζήτησε. καὶ εὑρὼν ὅτι ὁ ἐν ἀοιδίμῳ τῇ λήξει βασιλεὺς κῦρις Λέων ἔγραψε μὲν νεαρὰν περὶ τούτων, συνεχώσθη δὲ τῷ χρόνῳ καὶ ἄπρακτος ἔμεινεν, ἀνήγειρε ταύτην πεσοῦσαν καὶ τὸ κράτος ἐπεψηφίσατο, κάλλιστα προθεὶς τὰς αἰτίας, καὶ πρὸς τὸ μεγαλοπρεπές τε καὶ δικαιότερον ἐξ ἀφορμῶν εὐλόγων περικαλλύνας τὸ θέσπισμα, ὅρους τε τάξας τῆς μανίας καὶ τρόπους καὶ χρόνους ὑπομονῆς, καὶ τηνικαῦτα τὸ διαζύγιον προτρεψάμενος ὅταν θηριωδῶς ἡ νόσος ἐκμαίνηται καὶ τῷ συνοικοῦντι καθορᾶται ἀφόρητος, καὶ ὁ χρόνος τὴν ἐλπίδα τῆς θεραπείας ἀπείπῃ, καὶ τὸ δεινὸν ὑπεραίρηται.
https://byzantium.gr/
313 Φιλάνθρωπος δὲ ὢν εἰς τὸ ἄγαν ὁ βασιλεὺς καὶ νόμον ἕτερον ἀνεζώωσε θανόντα κἀκεῖνον, καὶ θάνατον πολλοῖς ἐκ τῆς θνητότητος ἀπότομον καὶ ἀμεταμέλητον παρεισάξαντα. τίς δὲ οὗτος, ὁ λόγος δηλώσει προϊών. ὁ ἐν βασιλεῦσιν ἀοίδιμος Θεοδόσιος στασιασάντων ποτὲ τινῶν κατ' αὐτοῦ, μεγάλῳ θυμῷ καταφλεχθεὶς τὴν ψυχήν, θάνατον τούτων ἀνυπερθέτως κατεψηφίσατο. εἰς ἑαυτὸν δὲ γενόμενος, μᾶλλον δὲ καὶ παρά του τῶν θεοφόρων ἀνδρῶν μετὰ παρρησίας ἀπελεγχθεὶς καὶ ὡς μιαιφόνος τῶν ἐκκλησιαστικῶν περιβόλων ἀποκλεισθείς, μετάμελον ἔθρεψε, καὶ τὸν ἐλέγχοντα δι' αἰδοῦς ποιησάμενος καὶ ἀγαπήσας αὐτὸν ὡς σοφός, εἴπερ ἀληθὲς τὸ "ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε", γόνυ τούτῳ ἔκλινε, καὶ συγγνώμην μετὰ πολλῆς οἰμωγῆς καὶ συντριβῆς ᾔτησε. καὶ τῶν πεπλημμελημένων ἀξίαν ποιησάμενος τὴν μετάνοιαν, καὶ πλέον ἤπερ ἐχρῆν ἰδιώτῃ ταπεινωθείς, συμπάθειαν ἔλαβε παρὰ τοῦ ἀνδρὸς (ἦν δὲ οὗτος ὁ μέγας Ἀμβρόσιος ὁ τῶν Μεδιολάνων ἐπίσκοπος), καὶ τῆς καθολικῆς ἐκκλησίας καὶ τῆς κοινωνίας εἷς γενέσθαι παρ' αὐτοῦ κατηξίωται. ἔκτοτε οὖν τὸ ἀπηνὲς καὶ ἀπότομον καὶ ἄχρονον τῆς τιμωρίας κινδυνῶδες καὶ ἀπάνθρωπον λογισάμενος, χρόνον ὡρίσατο τὴν ἀναβολὴν τῆς τιμωρίας παρέχοντα, θεσπίσας μὴ πρὶν δι' αἵματος κολάζεσθαι ἄνθρωπον ἢ τριάκοντα ἡμερῶν παρῳχηκέναι διάστημα μετὰ τὴν κατ' αὐτοῦ τελευταίαν ἀπόφασιν. ἔκτοτε δὲ ὁ χρόνος ἀπήμβλυνε καὶ καθύβρισε τὸ φιλάνθρωπον τουτὶ νομοθέτημα, καὶ εἴτε ὡς τοῖς βασιλεῦσιν ἀγνοούμενον εἴτε μὴν ὡς καταφρονούμενον ἀπαρρησίαστον ἔμεινε, καὶ ἡ καταδίκη τοὺς δειλαίους κατακρίτους εὐθέως ἀνήρπαζε, καὶ ταχεῖαν αὐτοῖς τὴν πληγὴν ἐσχεδίαζεν. ὁ δὲ φιλανθρωπότατος οὑτοσὶ βασιλεὺς ἀφορμὰς φιλανθρωπίας εὑρίσκειν βουλόμενος καὶ τῷ ἐλέῳ τὸν ἔλεον ἀντικαταλλάττεσθαι, οὐχ ἑαυτῷ μόνῳ παρεφυλάξατο τὴν τῆς νομοθεσίας ταύτης ὑπόθεσιν καὶ τὴν ἀναβολὴν εἰς ἑαυτὸν ἀπεκρύψατο, τὸ φιλάνθρωπον οὐ κοινὸν ἀλλ' ἴδιον ποιησάμενος διὰ φιλαυτίας ἐπίδειξιν, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα βασιλεῦσι τηρεῖσθαι τοῦτο θερμότατα βουλευσάμενος καὶ εἰς πάντας χεθῆναι τὸ ἀγαθὸν καὶ ὁδεύειν φιλοτιμούμενος. καὶ νεαρὰν προδήλως ἐξέθετο κυροῦσαν μὲν τὸν τοῦ μεγάλου Θεοδοσίου νόμον εἰς τὸ διηνεκές, ἀναιροῦσαν δὲ τὸ τοῦ θυμοῦ ἀκαμπὲς καὶ ἀμείλικτον διὰ τοῦ μὴ ταχέως τὰς δι' αἵματος ψηφηφορίας εἰς ἔργον ἀποβαίνειν στυγνότητος· καὶ τοῖς μετὰ ταῦτα βασιλεῦσιν ἀγαθὸν ἐπαφῆκεν ἐφόδιον πρὸς τὴν αὐτῶν ἐξιλέωσιν καὶ τὴν τοῦ ἐπουρανίου βασιλέως θεραπείαν καὶ εὐαρέστησιν. καὶ ἀνέγνω τὸν νόμον ἐπὶ τῆς συγκλήτου βουλῆς, καὶ σύμψηφον ἔσχε ταύτην καὶ λίαν εὐάρεστον· ἔγνω γὰρ, φρονήσει διαφέρων καὶ θεοειδεῖ ἀγαθότητι, ὡς ἡ ἀκμὴ τοῦ θυμοῦ, πυρὸς δίκην τὴν καρδίαν αὐτὴν κατανεμομένη, πάντων ἀφειδεῖν ἐκβιάζεται καὶ σαρκῶν ἀνθρωπίνων καταμασᾶσθαι καὶ ποταμοὺς αἱμάτων ὑπερπηδᾶν, ἢ καὶ προσεπιγάννυσθαι τοῖς οὕτω δρωμένοις ἀσυμπαθῶς. ὄρεξις γάρ ἐστιν ἀντιλυπήσεως ὁ θυμός· ἡ δὲ ὄρεξις δυσχερῶς ἐκ τοῦ προχείρου κατακοιμίζεται. διὰ τοῦτο καὶ τῷ τῆς ὀργῆς ἀκράτῳ χαλιναγωγίαν ὁ σοφὸς αὐτοκράτωρ τόνδε τὸν νόμον τιθέμενος, τὴν τῆς τιμωρίας ἀνεβάλετο ἔκβασιν, ἕως ἂν ὁ θυμὸς τῷ βασιλεύοντι πεπανθῇ, τριακονθημέρον προβαίνοντος διαστήματος· καὶ τηνικαῦτα, εἰ μὲν ἔλεος αὐτῷ ἢ μετάμελος εἰσέλθῃ τοῦ τὴν κεφαλικὴν δεξαμένου ἀπόφασιν, εἶναι τοῦτο θεοῦ καὶ μένειν τὸν ἄνθρωπον ἀθιγῆ, ἴσως δὲ καὶ ἀθῶον ποθεν εὑρισκόμενον· εἰ δ' οὖν, τότε πεπληροφορημένον εἶναι τὸ πρᾶγμα, ὡς ἐπεί περ οὐδέν τι κατεδυσώπησεν ὁ χρόνος τὸν ἀνάκτορα, καὶ θεὸς εἰς τὸ πάθος αὐτοῦ συμψηφίζεται. εἰ γὰρ ἐν τῷ παφλάζοντι τῆς ὀργῆς δέξεται μὲν ἄνθρωπος θανατηφόρον πληγὴν ἢ χειρὸς ἐκτομὴν ἢ ὀφθαλμῶν ἐκκοπήν, ἀνεθεὶς δὲ τῆς ὀργῆς ὕστερον ὁ κρατῶν μετάμελον ἕληται καὶ τὴν ἀπόφασιν ἀνακαλέσασθαι βουληθῇ, τίς ἡ τοῦ μεταμέλου ὠφέλεια; τίνες δ' ἐριννύες μεταμελητὶ καὶ τὸν κολαστὴν οὐκ ἐλάσουσι; ποία δὲ καὶ τὸν παθόντα λύπη οὐ διαδέξεται, ὅτι πρὸς τὴν ἀνάκλησιν ἀπερράπισται; ταῦτα οὖν ὁ βασιλεὺς μεγαλοφρόνως κατασκεψάμενος καὶ προσθήκην ἰδίαν τῇ νεαρᾷ ταύτῃ προσανεμάξατο, συντάξας ἐν αὐτῇ ἵνα μετὰ τὴν τριακονθήμερον ὑπομιμνήσκηται πάλιν ὁ βασιλεύς, καὶ οὕτω τὸ πέρας ἀποτελῆται ἢ συγχωρῆται τῆς ἀποφάσεως. Ἐπεὶ δὲ τῆς σωματικῆς τιμωρίας ἐποιήσατο πρόνοιαν δεδωκὼς καιρὸν ὀργῇ, καὶ φιλανθρωπίαν συγκεράσας τοῖς ἀνθρωπίνοις κακοῖς, ἀπεῖδε καὶ πρὸς τὴν ἐπεισκωμάσασαν λύμην οὐ πρὸ πολλῶν τούτων ἐνιαυτῶν, καὶ διαφθείρουσαν τὴν τάξιν τῆς τῶν ὑπηκόων πίστεως, καὶ σύγχυσιν αὐτῇ παρενείρουσαν, καὶ τὴν βασιλικὴν ὑπηρεσίαν εἰς ἀπορίαν καὶ φροντίδα χαλεπὴν περιβάλλουσαν. καὶ γὰρ ἔργοις αὐτοῖς μεμαθηκὼς ὡς τῇ κοινῇ φύσει τοῦ κατὰ καιρὸν βασιλέως δουλεύοντος καὶ τῷ τοῦ μεγάλου βασιλέως καὶ δημιουργοῦ τῶν ἁπάντων προστάγματι τῶν ἐνθένδε μεθισταμένου, ἀνθ' ὧν ὤφειλεν ὁ μετ' αὐτὸν βασιλεὺς τοὺς εὐαρεστήσαντας ἐκείνῳ μέχρι παντός, καὶ τὴν εὐγνωμοσύνην τῆς δουλείας ἐνδειξαμένους καὶ τὸ τῆς παραστάσεως ἀκλινές, καὶ τὸν καύσωνα τῆς ἡμέρας καὶ τὸν παγετὸν τῆς νυκτὸς ἀνατλήσαντας ταῖς παννύχοις καὶ πανημερίοις φροντίσι, τῆς προσηκούσης κηδεμονίας καὶ προσπαθείας καταξιοῦν, καὶ ὡς ἀγαθοὺς δούλους καὶ πιστοὺς εὐποιεῖν, καὶ τὴν φλόγα τῆς τοῦ δεσπότου στερήσεως βασιλικοῖς καταψύχειν φιλοτιμήμασι, καὶ τὸν θρῆνον αὐτῶν μεταποιεῖν εἰς τὸ χαριέστερον, βαρὺς μᾶλλον αὐτοῖς ἀναφαίνεται, καὶ ταῖς οὐσίαις αὐτῶν πολλοῖς ἱδρῶσι καὶ πόνοις ἐπικτηθείσαις ἐπιβουλεύει φιλοκερδῶς, καί που καί τινας τούτων ὑπερορίους ποιεῖ, μὴ τὰ ἐν ποσὶ καθορῶν, καὶ τὸ παράδειγμα δεδιὼς ὡς καὶ εἰς αὐτόν, μᾶλλον δὲ τοὺς ὑπ' αὐτὸν, ἀναφερόμενον ἄντικρυς, τοῦτο διοπτικῶς ἐπιγνοὺς σπουδὴν ἐποιήσατο τὴν νόσον ταύτην ὡς εἰς δεινὴν ἐλαύνουσαν χαλεπότητα στῆσαι, καὶ νόμον ἀντιστῆσαι ταύτῃ, τοῖς οὑτωσὶ πάσχουσι βοηθὸν καὶ συλλήπτορα, καὶ τοῖς βασιλικοῖς ὑπηρέταις καὶ αὐτοῖς βασιλεῦσιν εἰσάγοντα τὴν χάριν δικαίαν καὶ ἔννομον, καὶ φροντίδος τοιαύτης αὐτοὺς ἀπαλλάττουσαν, καὶ τὴν εὐγνωμοσύνην καὶ θεραπείαν περιποιοῦσαν ἀπόρθητον τῷ θάρρει τοῦ φυλάττεσθαι τοὺς τοῦ βασιλέως θεραπευτὰς καὶ μετὰ τελευτὴν αὐτοῦ πάσης δεισιδαιμονίας ἀθιγεῖς καὶ κακοποιίας. ὅθεν πανταχόθεν τῷ πάθει τούτῳ θεραπείαν θηρώμενος, νεαρὰν νομοθεσίαν ἐκτίθησι πρόρριζον ἐκτέμνουσαν τὸ κακοθελὲς τοῦτο καὶ παρανομώτατον ἐπιχείρημα, φάμενος ὅτι πάντων ἀτοπώτατόν ἐστιν ἵν' οἱ μὲν δουλεύοντες ἰδιῶται, ἀγροίκοις δηλονότι καὶ πολίταις καὶ ἄρχουσι, μετὰ τελευτὴν αὐτῶν λεγάτοις τιμῶνται καὶ φιδικομίσσοις καὶ πρεσβείοις, ἔνιοι δὲ καὶ κληρονομίαις, καὶ μετὰ τῆς τούτων προσθήκης ἔχωσι καὶ τὰς ἰδίας κτήσεις ἀνωτέρας παντὸς ζητήματος καὶ προβλήματος, οἱ δὲ τῶν βασιλέων θεραπευταί, οἷς μείζων ὁ κάματος καὶ τὸ αὐτοκρατορικὸν δέος διηνεκῶς περιγίνεται, πρὸς τῷ καὶ τοιαύτης ἐπιτελευτίου φιλοτιμίας καὶ τῶν οἰκείων ἀποστερῶνται παρὰ τῶν μετέπειτα βασιλέων καὶ τῶν τούτοις παρατυχόντων ὑπηρετῶν, καὶ ὡς κακοῦργοι καὶ προσάντεις οἱ καλῶς διακονήσαντες ἀπελαύνωνται οἰκιῶν τε καὶ πόλεων. διὰ ταῦτά τοι καὶ νόμον περὶ αὐτῶν ἀνεγράψατο τὴν τοιαύτην πλεονεξίαν καὶ δεινοπραξίαν διακωλύοντα, ὡς εἰς πάντας τοὺς βασιλικοὺς ἀνθρώπους ὑφέρπουσαν καὶ τοῖς βασιλεῦσι τὴν δουλείαν ἀποστεροῦσαν τῶν πλείστων καὶ ἀγαθῶν ἀνδρῶν φόβῳ τῆς πικρᾶς καὶ βιαστικῆς ἐπιθέσεως ταύτης. καὶ μηδένα τούτων ὁ θειότατος οὗτος βασιλεὺς ἐδογμάτισε καὶ ἐθέσπισεν εἴτε οὐσίας ἀφαίρεσιν εἴτε ἐναλλαγὴν καταστάσεως εἴτ' ἄλλης τινὰ βλάβης καὶ κακώσεως περιπέτειαν, εἰ μὴ ἐκ δοκιμασίας καὶ διαγνώσεως καὶ νόμοις ἡρμοσμένην τε καὶ συνᾴδουσαν ἀπόφασιν ἀπενέγκοιτο. οὐκοῦν καὶ πάντες εὐχαρίστως τὸ τοῦ δόγματος ἐννομώτατον καὶ δικαιότατον οἱ τῆς πολιτείας, καὶ ὅσοι τῆς συγκλήτου βουλῆς, δεξάμενοι καὶ ἀποδεξάμενοι (εἰς ἐπήκοον γὰρ ἀνεγνώσθη πάντων) πολλαῖς εὐφημίαις καὶ κρότοις τὸν εὑρετὴν τῶν καλλίστων καὶ ἐλευθερωτὴν τῶν ἀνθρώπων ἐτίμησάν τε καὶ ὕμνησαν ὡς καὶ κοινὸν εὐεργέτην ὄντα τοῖς κοινοῖς παραγγέλμασι καὶ θεσπίσμασι, καὶ ἰδίᾳ πάντας κατὰ τὸ συνεχὲς ἐπευφραίνοντα, καὶ τὰ οἰκεῖα χαριζόμενον δίκαια. πολλοὺς γάρ, μᾶλλον δὲ ἅπαντας, ταῖς προαφῃρημέναις τούτων οὐσίαις ἀποκατέστησε, καὶ κάθοδον αὐτῶν ἐξ ὑπεροριῶν ἐψηφίσατο, καὶ κειμένους ἤδη καὶ τεθυμένους ἐζώωσε, καὶ πνοὴν ἐνέπνευσεν ἧς τὸ πρόσθεν ἐστέρηντο. Καὶ τί χρὴ τὰ πολλὰ λέγειν; εἰ πάσας κατὰ μέρος τὰς τούτου μεγαλουργίας ἀναγράπτους ποιεῖν ἐπιβάλλοιμι, ὅμοιος ἔσομαι τοῖς τὸ Ἀτλαντικὸν βουλομένοις ἀπαρύσασθαι πέλαγος. ὁ γὰρ αὐτὸς βασιλεὺς καὶ τυράννους καταβληθέντας καὶ ὑποταγέντας αὐτῷ οὐ μόνον συμπαθείας καὶ φιλανθρωπίας ἠξίωσεν, ἀλλὰ καὶ μεγίσταις εὐεργεσίαις ἐψυχαγώγησεν ὥσπερ δὴ τὸν Βρυέννιον καὶ τοὺς τούτῳ ὁμόφρονας λαμπροῖς ἀξιώμασι τελεσιουργήσας, καὶ τὰς ἰδίας οὐσίας ἐάσας αὐτοῖς ἀνεπιχειρήτους, καὶ προσθήκας διὰ βασιλικῶν δωρεῶν ἀφθόνους αὐτοῖς περιποιησάμενος, καὶ πάντων ἐπιλαθέσθαι παρασκευάσας τῶν λυπηρῶν, ὅπερ οὐδεὶς τῶν πώποτε βασιλέων ποιήσας εὑρίσκετο, καὶ πολεμίους προσφυγόντας εὐμενῶς προσεδέξατο, καὶ χώραν αὐτοῖς δημοσίαν ἀπένειμε καὶ φιλοτίμου διατριβῆς μεταδέδωκεν. Εὐσεβέστατος δὲ ὢν τὰ πρὸς θεὸν ἐς τὰ μάλιστα, βασιλικαῖς πανηγύρεσί τε καὶ χάρισι καὶ φωτοχυσίαις τάς τε δι' ἔτους δεσποτικὰς ἑορτὰς ἐς τὸ ἀκριβὲς κατελάμπρυνε, καὶ τὰς τῶν μαρτύρων μνήμας καὶ τῶν ἄλλως εὐαρεστησάντων θεῷ τελεταῖς πανδήμοις καὶ παννύχοις χοροστασίαις ἐν δαψιλεῖ τῷ φωτὶ περιφανῶς κατεσέμνυνε. καὶ τοσοῦτον ἐξήρτητο καὶ περιεγάννυτο ταῖς θείαις ταύταις λαμπρότησιν, ὅτι περ ὀρθριώτερος περὶ πρώτας ἀλεκτρυόνων ᾠδὰς τοῖς ὑμνοπόλοις ἐπιφαινόμενος καὶ τοῖς συνεκκλησιάζουσι βουλευταῖς καὶ συγκλητικοῖς, οὐδὲ τῷ βασιλείῳ θρόνῳ ἑαυτὸν ἐπεδίδου ἀλλ' ὄρθιος ἱστάμενος ἄχρι τέλους τῆς ὑμνῳδίας, ἥτις καὶ μέχρι τρίτης ὥρας τῆς ἡμέρας τῷ περικαλλεῖ τῶν ὕμνων καὶ ἰσαγγέλῳ προέκοπτε, θεῷ μὲν τὰς εὐχὰς ἐπετέλει καὶ πρὸς ἐκεῖνον ἀνεπτέρου τὸν νοῦν, τοῖς δ' ὑπηκόοις τὰς εὐεργεσίας καὶ δωρεὰς καὶ τιμάς, ποταμηδὸν προσεπέχεεν. εἶτα καὶ τῆς μεσημβρινῆς μυσταγωγίας εἶτ' οὖν λειτουργίας ἀρχομένης παραχρῆμα τοῦ τὴν ἑωθινὴν τελεσθῆναι δοξολογίαν, οὐκ ἀπείχετο τῆς εἰς θεὸν παραστάσεως, ἕως καὶ αὕτη συνετελέσθη μέχρι παντὸς τοῖς ἱερατεύουσιν εὐλαβῶς. καὶ οὐ μόνον ἐν τοῖς ἀνακτόροις τὸ τῆς τοιαύτης θεοσεβείας τούτῳ ἐπράττετο, ἀλλὰ καὶ ἐν ταῖς πανδήμοις ἑορταῖς τε καὶ προελεύσεσιν, ὅταν τῷ μεγάλῳ τεμένει τῆς τοῦ θεοῦ ἁγίας σοφίας ἐπιφοιτῶν ἦν μετὰ δορυφορίας καὶ δόξης οὐρανοβάμονος, ἢ τῷ ἀποστολικῷ καὶ μεγάλῳ ναῷ, ἢ ἑτέρῳ τῶν ἔξωθεν. τῶν γὰρ πρὸ τοῦ βασιλέων μετὰ τὴν τοῦ θείου εὐαγγελίου ἀνάγνωσιν ἀπαναχωρούντων ἐκεῖθεν σπουδαίως ἐπὶ ἀνακτήσει τοῦ κόπου καὶ ἀποθέσει τῆς ἐκ τῶν λίθων καὶ μαργάρων βαρυτάτης σκευῆς καὶ ἀπαλλαγῇ τῶν ἀπλέτων θορύβων, αὐτὸς οὐδὲν τοιοῦτόν ποτε διεπράξατο, οὐδὲ τῆς θείας μυσταγωγίας τὴν οἰκείαν ἀνάπαυσιν καὶ τρυφὴν προετίμησεν, ἀλλ' ἕως τέλους τῆς ἱερᾶς λειτουργίας εὐπαγὴς ἵστατο, θεῷ προσανέχων ὄμματι ἀκλινεῖ, καὶ τὸν ἐκείνου ἀπομιμούμενος ἔλεον, ἐν οἷς τὰ γέρα καὶ τὰς τιμὰς ἐφήπλου πᾶσι τοῖς πιστῶς προσεδρεύουσι. Τοιοῦτος γὰρ ἦν, εὐσεβέστατος καὶ πιστότατος αὐτοκράτωρ καὶ τῷ ὄντι φιλόχριστος, πραότατός τε, εἴπερ τις ἄλλος, καὶ λόγου καιρὸν καὶ σιωπῆς ἐπιστάμενος. καὶ τοσοῦτον ὅτι καὶ δικάζων καὶ διάγνωσιν ἐπιφέρων, καὶ τῶν ἀντικρινομένων φωνὰς ἀτάκτους ἀφιέντων πολλάκις πρὸς ἀλλήλους καὶ πληκτικάς, αὐτὴν ἐκείνην ἐτήρει τὴν τῶν λόγων ἠχὴν ἐμμελῆ τε καὶ ἔμμουσον, καὶ ὀργῆς ἴχνος ἢ βοῆς μείζονος ἐν αὐτῷ οὐκ ἐπολιτεύετο· ὕβρεις δὲ οὐ μόνον τισὶν οὐκ ἐπέτριβεν ἀλλὰ καὶ τοὺς ὑβριστὰς ἐμίσει. ἦν γὰρ ἐπιτιμῆσαι μὲν πρᾶος, ἐπαινέσαι δὲ παιδευτικός. Εἰ δὲ καὶ οἱ διὰ πολλῶν τῶν ἐνιαυτῶν τούτῳ ἐξυπηρετησάμενοι πρὸς τὸ ἦθος αὐτοῦ καὶ τὴν καλοκαγαθίαν μετερρύθμισαν τὰς γνώμας αὑτῶν καὶ πεπαιδευμένοι κατὰ τοσοῦτον γεγόνασι, χάρις πάντων τῷ βασιλεῖ τῷ οὕτως αὐτοὺς καταρτίσαντι. καὶ γὰρ οἱ τούτου οἰκειότατοι καὶ ἐγγύτατοι, ὅσοι μὲν γνώσει καὶ λόγῳ τῶν ἄλλων διέφερον, ἀτυφίαν ἐπεδείκνυντο καὶ δημοτικὴν πρὸς πάντας ἀναστροφήν, καὶ ἀλαζονείας ὑπῆρχον ἀνώτεροι, τῇ γνώμῃ μὴ ἐπαιρόμενοι· ὅσοις δὲ πρὸς τὸ στρατιωτικώτερον ἡ διαγωγὴ ἐπεπαίδευτο, ῥωμαλεώτατοι μὲν κατὰ χεῖρας ἐτύγχανον, τὸ δὲ ἦθος οὐ κατὰ στρατιώτας εἶχον σκληρὸν καὶ ἀτίθασσον, ἀλλ' ἥμερον καὶ εὐπρόσιτον. κοινῶς δὲ πάντες ταῖς εὐεργεσίαις τῶν ἀνθρώπων ἐπευφραινόμενοι, οὐδέποτε τὸν βασιλέα τῶν εὐεργεσιῶν ἀπέχεσθαι συνεβούλευσαν, ἀλλὰ καὶ μᾶλλον αὐτοὶ μεσιτείαις χρησταῖς καὶ ἐπαίνοις καὶ τοῖς ἄλλοις ἐπαγωγοῖς πρὸς μείζονας εὐποιίας τὸν βασιλέα κατεδυσώπουν ἰέναι καὶ χρηστότερον γίνεσθαι καὶ τοῖς ἐπταικόσι συμπαθῆ καὶ φιλάνθρωπον. ὥστε ἀληθὴς ἡ γνώμη αὕτη ἐστὶν ἡ λέγουσα ὅτι φιλεῖ τὸ ὑποχείριον πάντως ζήλῳ τῆς τοῦ ἄρχοντος γνώμης βιοῦν. Ἓν δὲ τῷ βασιλεῖ τούτῳ ἐλάττωμα συνεπίσταμαι τὴν ἀπληστίαν, ὅτι τῆς κοσμικῆς καὶ ἐπιγείου βασιλείας ἐπιτυχών, καὶ τῆς ἐπουρανίου καὶ ἀϊδίου βασιλείας ἀκρατῶς ἔχεταί τε καὶ περιέχεται διὰ τῶν μεγίστων αὐτοῦ ἀγαθοεργιῶν, καὶ ὁλοψύχως τῶν ἐκ ταύτης ὑπερκοσμίων ἀγαθῶν οὐκ ἀφίσταται. Ἔγωγε οὖν αὐτόπτης τούτων καὶ διαγνώμων γενόμενος, ἐν γνώσει πάντα καὶ ἀληθείας ἰσότητι γέγραφα, ἵνα μὴ ὡς ὁ κατορύξας τὸ τάλαντον τοῦ κυρίου αὐτοῦ πονηρὸς δοῦλος κατακριθῶ ἢ ὡς ὁ τὸν φωτεινότατον λύχνον ὑπὸ τὸν μόδιον κρύψας· ὡς ἂν ἐν ἱστορίας ὕφει τυγχάνοντα καὶ ταῖς μετέπειτα γενεαῖς ἄληστον τὴν μνήμην τῆς τοῦ μεγάλου τούτου βασιλέως ὑπεροχῆς καὶ τῶν ἀπαραμίλλων ἔργων αὐτοῦ καὶ ἀθάνατον συντηρῶσι, καὶ πρὸς μίμησιν τοὺς ἀναγινώσκοντας ἕλκωσι, τῶν καλλίστων καὶ ὑπερφυεστάτων πραγμάτων πρὸς τοιοῦτον ἀποσκοποῦντας παράδειγμα θεοείκελον. καὶ ταῦτα μὲν ἐκ πολλῶν ὀλίγα, ὅσα δηλονότι μέχρι τοῦ δευτέρου ἔτους τῆς αὐτοῦ βασιλείας θαυμασίως ἐπράχθησαν· τὰ δ' ἐπιόντα καθεξῆς ὁ λόγος δηλώσει τρανότερον.
https://byzantium.gr/