thyreos

Βυζαντινα κειμενα

 

  Προκοπιος
  Ιεροκλης
  Σιμοκαττης
  Θεοφανης
  Ιωαννης Σκυλιτζης
  Κωνσταντινος Ζ’
  Λεων Διακονος
  Μιχαηλ Ψελλος
  Μιχαηλ Ατταλειατης
  Νικητας Χωνιατης
  Γ. Ακροπολιτης
  Γ. Παχυμερης
  N. Γρηγορας
  Ι. Καντακουζηνος
  Γεωργιος Σφραντζης
  Χαλκοκονδυλης


Aspis

Ιωάννης ΣΤ΄ Καντακουζηνός

1292 – 1383
τίτλος έργου:

Ιστορία

Βιβλίο Β’
χρόνος συγγραφής: δεκαετία 1370
πλήρης τίτλος:

Ιωάννου του Καντακουζηνού Αποβασιλέως Ιστοριών Βιβλία Δ'
(Joannis Cantacuzeni Eximperatoris Historiarum Libri IV)

περιεχόμενο:

Έργο σε 4 βιβλία με την ιστορία της περιόδου 1320 – 1356, όταν ο Καντακουζηνός πρωταγωνιστούσε στα Βυζαντινά πράγματα.
Το Βιβλίο Β΄ εξιστορεί τα γεγονότα της βασιλείας του Ανδρόνικου Γ΄.

Κείμενο :
< 1 2 3 4 >

[ Βιβλίο Β’, περίοδος 1328 – 1341 ]

[ΙΣΤΟΡΙΑ Β’]

αʹ. Ἃ μὲν οὖν πολεμοῦσί τε ἀλλήλοις τοῖς βασιλεῦσι καὶ μεταξὺ διαλλαττομένοις ἐπράχθη μετ' ἀλλήλων, τοιαῦτά ἐστι· νῦν δὲ εἶναί μοι δοκεῖ λοιπὸν διηγητέον καὶ ἃ τῷ νέῳ Ἀνδρονίκῳ ἤδη τὴν πᾶσαν ἀρχὴν Ρωμαίων ὑποποιησαμένῳ ἐπράχθη καθ' ἑαυτόν. ἐς γὰρ τὴν ὑστεραίαν μετὰ τὴν τοῦ Βυζαντίου λῆψιν πρὶν ἄλλης τινὸς ἅψασθαι διοικήσεως πραγμάτων, ἐν ὁποίοις τισὶ χρὴ τὸν βασιλέα καὶ πάππον κατέστησε διάγειν. καὶ τὴν μὲν ἀρχὴν καὶ τὴν διοίκησιν τῶν πραγμάτων ἀπένειμεν ἑαυτῷ, τῶν ἄλλων δὲ οὐδὲν ὑφεῖλε βασιλέως. ἀλλὰ τούς τε Ρωμαίους ὅσων ἦρχε προσέταξεν αὐτῷ ὡς βασιλεῖ προσέχειν καὶ τὴν ἴσην ἀποδιδόναι τιμὴν, καὶ ὁπότε βούλοιντο πρὸς αὐτὸν ὡς προσκυνήσοντες ἰέναι, κωλύεσθαι παρ' οὐδενός· καὶ παῖδας καὶ τοὺς ἄλλους συγγενεῖς βασιλέως εἰς τὰ βασίλεια εἰσιόντας αὐτῷ συνδιημερεύειν καὶ συνεῖναι καθόσον βούλοιντο· καὶ τὴν θεραπείαν πᾶσαν ἀκίνητον μένειν ὅση ἦν, καὶ ἐπ' αὐτῷ εἶναι ὅ, τι ἂν κελεύῃ ποιεῖν. καὶ ἀναλωμάτων ἕνεκα αὐτοῦ τε καὶ οἰκετικοῦ ἀπό τε τῶν δημοσίων φόρων τὴν λεγομένην παρέσχετο τοπικὴν, φέρουσαν ἐπ' ἐνιαυτὸν δισχιλίους ἐπὶ μυρίοις χρυσοῦς, καὶ ἕτερα χρήματα ἴσα ἐκ τοῦ βασιλικοῦ ἐκέλευσε χορηγεῖσθαι ταμιείου· καὶ ταῦτα εἶναι ἐπ' ἐκείνῳ ᾗ ἂν ἐθέλοι χρῆσθαι. τῶν τε βασιλείων παρεχώρησεν αὐτῷ· αὐτὸς δὲ εἴποτε ἐπιδημοίη τῇ Κωνσταντίνου, ἕως ὁ πάππος περιῆν, ἐν τοῖς Δημητρίου τοῦ δεσπότου διέτριβεν οἴκοις. καὶ πρὸς βασιλέα ἐρχόμενος συχνῶς, ὡμίλει τε αὐτῷ γνησίως καὶ ἐβουλεύετο περὶ τῶν πραγμάτων καὶ οὐδὲν ἧττον ἢ πρότερον αἰδῶ καὶ τιμὴν παρεῖχε τὴν προσήκουσαν αὐτῷ. οἱ δ' ἄλλοι Ρωμαῖοι, καίτοι παρὰ τοῦ νέου βασιλέως οὐ πρὸς εἰρωνείαν, ἀλλ' ἀληθῶς προστεταγμένον τὸ πάντα τὸν ἐθέλοντα πρὸς βασιλέα ἔρχεσθαι καὶ ἀκωλύτως προσκυνεῖν αὐτὸν, ὅμως οὐ προσῄεσαν, δεδοικότες μή τι διὰ ταῦτα ὑποπτευθῇ νεωτερίζειν. τὸν μέγαν δὲ λογοθέτην ἐκέλευσεν ὁ βασιλεὺς εἰς Διδυμότειχον ἐλθόντα, ἐν ἑνὶ τῶν αὐτόθι φροντιστηρίων διατρίβειν. καὶ ἦν ἄχρι τινός· ἔπειτα συγγνώμης καὶ αὐτὸς τυχὼν, εἰς Βυζάντιον ἐπανελθὼν διέτριβεν οἴκοι. τὴν Βυζαντίου δὲ ἀρχὴν τῷ πρωτοστράτορι παρέσχεν ὁ βασιλεύς. ἐπεὶ δὲ καθ' ὃν ἐπολέμουν ἀλλήλοις χρόνον οἱ βασιλεῖς πολλὰ τῶν προσόντων τοῖς συνοῦσιν ἑκατέρῳ ὑπ' ἀλλήλων διηρπάσθη, ἵνα μὴ διαφοραὶ γίγνοιντο μεταξὺ ἀμφοτέρων τῶν μερῶν τὰ οἰκεῖα ἐπανασώζειν πειρωμένων, προμηθούμενος ὁ βασιλεὺς περὶ μὲν τῶν κινουμένων ἐκέλευσε μηδένα ἐξεῖναι μηδενὶ ὀχλεῖν, ἀλλ' ἐᾷν τοὺς ἔχοντας καρποῦσθαι· τὰ δ' ἀκίνητα ἐπανασώζεσθαι τοῖς ἐξ ἀρχῆς κυρίοις. καὶ τούτου ἐπιμελητὴν τὸν πρωτοστράτορα τοῦ Βυζαντίου ἄρχοντα ἐκέλευσεν εἶναι. μετὰ τοῦτο ἀπῆλθεν εἰς πατριάρχην, ἅμα μὲν εὐχαριστήσων αὐτῷ καὶ οἰκείως καὶ φιλικῶς προσομιλήσων· κατὰ γὰρ τὴν πρώτην συντυχίαν, τοῦ καιροῦ καὶ τῶν πραγμάτων οὐκ ἐώντων, ὅσον ἀφοσιώσασθαι μόνον ἐποιήσαντο τὴν ὁμιλίαν· ἅμα δ' ἵνα καὶ τοῖς ἀρχιερεῦσιν, οἳ αὐτοῦ ἐκβαλλομένου τοῦ πατριαρχείου καὶ εἰς δεσμωτήριον οἱονεὶ ἀπαγομένου, οὐ μόνον ἀντέστησαν οὐδὲν ὑπὲρ αὐτοῦ, ἀλλὰ καὶ συγκατειργάσαντο, τό γε εἰς αὐτοὺς ἧκον, τὴν κάθειρξιν ἐκείνου, δοῦναι συγγνώμην δεηθῇ αὐτοῦ. ἦν γὰρ κατ' αὐτῶν πολὺς φερόμενος ὁ πατριάρχης καὶ δίκας ἀξιῶν λαβεῖν παρ' ἐκείνων τῆς προδοσίας τῆς εἰς αὐτόν. καὶ δεηθεὶς αὐτοῦ πολλὰ περὶ αὐτῶν οὐκ ἠδυνήθη πεῖσαι συγγνώμην παρασχεῖν αὐτοῖς, τὰ ἔσχατα λέγων ἠδικῆσθαι ὑπ' αὐτῶν, καὶ δεῖν αὐτοῖς δίκην λαχεῖν τῆς προδοσίας. ἐπεὶ δὲ ἐπανῆκεν εἰς βασίλεια ὁ βασιλεὺς, τὸν μητροπολίτην μετακαλεσάμενος Φερῶν καὶ χαρτοφύλακα τὸν Κουτάλην καὶ τὸν τῶν μοναστηρίων ἄρχοντα Κυβεριώτην, οἷα δι' αὐτὸν δεσμωτήριον οἰκήσαντας ἐπὶ χρόνον τινὰ, τὰ τἄλλα ηὐχαρίστησε καὶ εὐεργεσίαις ἠμείψατο πολλαῖς, τὸν δὲ χαρτοφύλακα, ἐπεὶ μὴ ἠβούλετο ἀπὸ τῆς τοῦ χαρτοφύλακος ἀξίας εἰς ἑτέραν μείζονα μετενεχθῆναι, αὐτὴν ἑαυτῆς ἐποίησεν ἐντιμοτέραν, μέγαν χαρτοφύλακα προσαγορεύσας· καὶ ἀπ' ἐκείνου εἰς δεῦρο τῷ χαρτοφύλακι διασώζεται τὸ μέγας. Μάρκον δὲ Καβαλλάριον τὸν τοῦ Βάρδα, ὃς ἦν ἀπὸ τῶν τειχῶν πρότερον πρὸς ὕβριν βασιλεῖ διειλεγμένος, ἐκέλευσεν ἀχθῆναι πρὸς αὐτὸν ὁ βασιλεύς. ὁ δὲ καὶ πρὶν ζητηθῆναι, οἷα ἐφθέγξατο εἰδὼς, ἅμα τῷ πυθέσθαι ἐντὸς εἶναι Βυζαντίου βασιλέα, ἐν ὑπονόμοις καὶ ἀδύτοις τισὶ κατέκρυψεν ἑαυτόν. πολλὴν δὲ τὴν περὶ τὴν αὐτοῦ ζήτησιν οἱ προστεταγμένοι εἰσενεγκόντες σπουδὴν, εὑρίσκουσί τε καὶ ἄγουσιν εἰς βασίλεια. φήμης δὲ διαδραμούσης, ὡς ὁ ὑβριστὴς ἐκεῖνος βασιλέως εἰς τὰ βασίλεια ἄγεται κολασθησόμενος, συνέδραμεν ἡ πόλις πανδημεὶ, ὁποίῳ τρόπῳ ὀψόμενοι ἀποθανεῖται. βασιλεὺς δὲ ἐκέλευσεν αὐτὸν ἀχθῆναι· καὶ ἐπειδὴ τῶν τοῦ οἴκου θυρῶν ἐγένετο εἴσω, εἰς βασιλέα ἰδὼν, τρόμῳ τε ἐλήφθη καὶ περιδινηθεὶς κατέπεσεν ἐπὶ τὴν γῆν. ἀναστήσαντες δὲ οἱ ἄγοντες, ἐγγὺς ἤγαγον βασιλέως δακρύων τε ὑπόπλεων καὶ πρὸς τὴν γῆν νενευκότα, καὶ μὴ δυνάμενον ὅλως εἰς βασιλέα ἰδεῖν, ἀλλ' αὐτίκα προσδοκῶντα πείσεσθαι τὰ δεινότατα. σιωπὴ δὲ βαθεῖα κατέσχε τὸ πλῆθος πᾶν, καὶ πάντες ἦσαν μετέωροι πρὸς τὴν ἐπενεχθησομένην τῷ Μάρκῳ καταδίκην. ὁρῶντες δὲ αὐτὸν οὕτως ἱστάμενον ὑπότρομον καὶ περιδεῆ, οἱ μὲν αὐτῶν καὶ ἀπὸ τῆς θέας μόνης περιαλγοῦντες, εἰς δάκρυα κατεφέροντο καὶ οἰμωγάς· ὅσοι δὲ καὶ συνετώτεροι τῶν πολλῶν ἦσαν, τῆς μελλούσης κρίσεως ἣν ἀκούομεν ἐλάμβανον ἀπὸ τῶν γινομένων εἰκόνα, καὶ ἀνεζωγράφουν ἐν ἑαυτοῖς τὴν ἄῤῥητον ἐκείνην τῶν ἁμαρτωλῶν αἰσχύνην ἐπὶ τοῦ φοβεροῦ καὶ ἀδεκάστου δικαστηρίου. εἰ γὰρ ἐπὶ θνητοῦ βασιλέως, ἔνθα καὶ αἱ τιμωρίαι ὀλιγοχρόνιοι, τοσαύτη τὸν κρινόμενον ἔκπληξις εἶχεν, ὥστ' ἤδη καὶ πρὸ τῆς ἀποφάσεως τῷ πλείστῳ μέρει ἀποτεθνηκέναι ὑπὸ δέους, ὅτι μηδεμίαν ἀπολογίαν εἶχεν ἐφ' οἷς κατηγορεῖτο ἐνεγκεῖν, τί οὐκ ἂν πάθωσι τότε οἱ πονηρὰ συνειδότες ἑαυτοῖς; καὶ βελτίους ἑαυτῶν ἐκ τοῦ παραδείγματος ἐγίνοντο καὶ πρὸς σωφρονέστερον μετεῤῥυθμίζοντο βίον. βασιλεὺς δὲ πρότερόν τε οὐκ ἐπὶ τῷ τιμωρήσασθαι τὸν Μάρκον ζητῶν, καὶ τότε πάντας ὁρῶν τῇ σκηνῇ ταύτῃ σωφρονισθέντας, μικρὸν ἐπισχὼν, «τί παθὼν, ὦ Καβαλλάριε» εἶπε «τοσαῦτα ὕβρικας καὶ πρὸς παρόντα; ἦν γὰρ ἄν τις πρὸς ἀπόντα γινομένων τῶν ὕβρεων συγγνώμη.» ὁ δὲ ὑπὸ τῆς τοῦ βασιλέως φωνῆς καταπλαγεὶς, εἰς γῆν τε κατέπεσεν εὐθὺς καὶ τῇ γῇ τὴν κεφαλὴν προσαράσσων, προσδόκιμος ἦν καὶ τὴν ψυχὴν ἀφεῖναι ὑπὸ δέους. πάλιν δὲ ὁ βασιλεὺς σιγήσας ἐφ' ἱκανὸν, τὸν Μάρκον ἐκέλευεν ἀναστῆναι. ὁ δὲ εἴτε καὶ τῶν λεγομένων οὐκ αἰσθανόμενος, εἴτε καὶ μὴ δυνάμενος ἀναστῆναι ὑπὸ τοῦ δέους ἐκλυθεὶς, τῇ γῇ προσεκυλινδεῖτο, μήθ' ὁρῶν μήτε φθεγγόμενος μηδέν. βασιλεὺς δ' ἐσήμαινε τῇ χειρὶ τοὺς κατέχοντας ἀνιστᾷν· ἐπειδὴ δὲ ἀνέστη, ἐπανέρχεσθαί τε ἐκέλευεν εἰς ἑαυτὸν καὶ προσέχειν τοῖς λεγομένοις. εἶπέ τε πρὸς αὐτὸν ὁ βασιλεύς· «τὸ μὲν δεδοικέναι καὶ τρέμειν καὶ τὰ δεινότατα πείσεσθαι προσδοκᾷν, δίκαιόν τε ὁμοῦ καὶ σοὶ προσῆκον· ἄξια γὰρ ἐφθέγξω πολλῶν τιμωριῶν. ἐγὼ δὲ ἐμαυτῷ πολλὰ συνειδὼς πρὸς τὸν ἁπάντων κύριον καὶ βασιλέα ἡμαρτημένα, καὶ δεόμενος συγγνώμης ὥσπερ καὶ σὺ νῦν, μᾶλλον δὲ καὶ πλείονος πολλῷ, ὅσῳ καὶ τὰ ἡμαρτημένα χείρω, καὶ οὐ πρὸς σύνδουλον ὥσπερ σὺ, ἀλλ' εἰς τὸν ἐκ μὴ ὄντων παραγαγόντα προσκεκρουκὼς καὶ δεόμενος καὶ αὐτὸς ἐλέου, ἀφίημί τε τὰ ἡμαρτημένα σοι καὶ συγγνώμην παρέχω. δυοῖν δὲ ἕνεκα τὸ σέ τε εὑρεῖν καὶ ἐνθάδε ἀγαγεῖν ἐποιησάμην περὶ πλείστου· ἑνὸς μὲν, ἵν' ἐκ τῶν γινομένων οἱ πολλοὶ σωφρονισθῶσι, μὴ ἀκρατεῖς εἶναι περὶ τὴν γλῶτταν μηδὲ ῥᾳδίως ἐκφέρεσθαι πρὸς ὕβρεις, καὶ ταῦτα, πρὸς ὑπερέχοντας καὶ τιμῆς ἀξίους γινομένας, καὶ τὸ κρεῖσσον ἀπὸ ὕψους ἢ ἀπὸ γλώσσης πεσεῖν, ὑπὸ τῶν σοφῶν τινος καλῶς εἰρημένον, ἔργῳ διδαχθῶσιν, ὁρῶντες εἰς οἷον βάραθρον ἐξ ἀκρασίας περιπέπτωκας αὐτός· δεύτερον δὲ, τοῦ σὲ διὰ βίου φόβων καὶ κινδύνων ἀπαλλαγῆναι. εἰ γὰρ μὴ νῦν ἐνθάδε ἀχθεὶς ἐτύγχανες συγγνώμης, κατ' οὐδὲν ἀνεκτότερον ἂν ἔζης τοῦ Κάϊν βίον, στένων καὶ τρέμων ἐπὶ τῆς γῆς καὶ παρὰ παντὸς τοῦ προστυχόντος οἰόμενος αὐτίκα ἀπολεῖσθαι. νυνὶ δὲ συγγνώμης τυχὼν, ἡδέως βιώσεις καὶ ἀδεῶς, οὐδενὸς ἔτι δυναμένου τῶν εἰς ἐμὲ ἡμαρτημένων εὐθύνας ἀπαιτεῖν.» Τοιαῦτα μὲν ὁ βασιλεὺς πρὸς Μάρκον εἶπεν. οἱ παρόντες δὲ ἀλλόκοτον μέν τινα ὄψεσθαι ἰδέαν θανάτου προσδοκῶντες, ἔπειτα ἐξαίφνης παρὰ δόξαν τὸν εἰς τὸν Μάρκον τοῦ βασιλέως ἔλεον καὶ τὴν σώζουσαν ψῆφον ἰδόντες ἐξενηνεγμένην, ἐθαύμαζόν τε τῆς συμπαθείας τὸν βασιλέα καὶ τῷ Μάρκῳ συνέχαιρον τῆς σωτηρίας, καὶ οἰκείαν ἕκαστος οἰόμενοι τὴν εὐεργεσίαν, σοὶ προσήκειν ἔλεγον, βασιλεῦ, πατέρα τὸν θεὸν ἐπικαλεῖσθαι καὶ μετὰ παῤῥησίας τῶν ἡμαρτημένων τὴν συγγνώμην αἰτεῖν, ὡς ἀφιέντι τῷ προσκεκρουκότι τὰ ὀφειλόμενα. τούτων καί τινων ἑτέρων τοιούτων ὑπὸ τοῦ πλήθους εἰρημένων, σὺν ἐκπλήξει καὶ χαρᾷ ὁ σύλλογος διελύθη.

βʹ. Βασιλεὺς δὲ τὸ καὶ τοὺς τῷ πατριάρχῃ προσκεκρουκότας ἀρχιερέας μὴ τυχεῖν συγγνώμης ἡγούμενος οὐκ ἀνεκτὸν, τὸν μέγαν δομέστικον ἔπεμψε πρὸς τὸν πατριάρχην διαλεξόμενον μὲν αὐτῷ καὶ ὡς ἐξ αὐτοῦ ὑπὲρ τῆς πρὸς τοὺς ἀρχιερέας διαλλαγῆς, καὶ ἀφ' ἑαυτοῦ δὲ καθ' ὅσον ἂν οἷόν τε ᾖ ἐπιμελησόμενον τῆς εἰρήνης. ὃς πρὸς πατριάρχην ἐλθὼν καὶ πολλὰ πολλάκις ὑπὲρ τῶν ἀρχιερέων δεηθεὶς, ἐπεὶ ἤνυε μηδὲν, ἀλλ' ἀπαραιτήτως ὁ πατριάρχης εἴχετο τῆς ὀργῆς καὶ οὐδ' ἂν εἴ τι γένοιτο συγγνώμην ἔλεγε παρασχεῖν, εἰ μὴ δίκην δοῖεν πρότερον τῶν τετολμημένων· καὶ οὐδὲ ἀδικεῖν ἔλεγεν εἰ ἐπὶ δίκην προκαλεῖται· ὑπολαβὼν ὁ μέγας δομέστικος, «ἀλλ' οὐκ ἂν εἴη σοί τε κἀκείνοις ἐξ ἴσου τὰ τῆς δίκης» ἔφη «εἰ σὺ μὲν καθεδῇ δικάζων τε ἅμα καὶ ἐγκαλῶν, αὐτοὶ δὲ τῷ αὐτῷ διαιτητῇ τε ἅμα ἀναγκάζοιντο χρῆσθαι καὶ κατηγόρῳ. εἰ δὲ μὴ παρόψεσθαι τὸ δίκαιον αὐτῶν, μήτε μὴν ὀργῇ μᾶλλον ἢ αὐτῇ τῇ δυνάμει τοῦ δικαίου τὰ πράγματα δικάσειν ἐπαγγέλλῃ, ἀπαντήσουσιν ἐπὶ τὸ δικαστήριον ἡμέρᾳ τακτῇ.» ὁ πατριάρχης δὲ «τὸ μὲν ἐμοὶ τὴν δίκην προσήκειν τῶν τοιούτων καὶ τοῖς λοιποῖς ἀδελφοῖς τοῖς ἀρχιερεῦσιν, οὐκ ἂν οὐδ' αὐτὸς» εἶπεν «ἀρνηθείης. ὅτι δὲ αὐτὸς ὡς ἠδικημένος εἰς δικαστήριον ἕλκω νῦν, οὐ δικαστὴς, ἀλλὰ κρινόμενος καθεδοῦμαι, τῶν ἄλλων δικαζόντων ἀρχιερέων. εἰ δ' ἄρα δικάζοιμι καὶ αὐτὸς, μή ποτε τοσοῦτον μανείην, μηδ' ἀτοπίας εἰς τοσοῦτον ἐξελάσαιμι, ὥστε ὀργῇ δικάζειν καὶ μὴ τοῖς ὀρθοῖς περὶ τῶν πραγμάτων λογισμοῖς, καὶ μάλιστα νυνὶ, ὅτ' οὐχ ὑπὲρ ἑτέρου, ἦν γὰρ ἄν τις συγγνώμη, ἀλλ' ὅτε περὶ ἐμαυτοῦ τὴν ψῆφον ἐξάγειν μέλλω.» καὶ τάξαντες ἡμέραν ἐν ᾗ παρέσονται πάντες οἱ ἀρχιερεῖς, ὡς τῆς δίκης ἐσομένης, ὁ μέγας μὲν δομέστικος τῷ πατριάρχῃ συνταξάμενος, οἴκαδε ἀπεχώρει· ὁ πατριάρχης δὲ πρὸς τοὺς παρόντας ἀγνοεῖν ἔφη ὅ,τι τῷ μεγάλῳ δομεστίκῳ τὴν πρὸς τὴν δίκην ἐπαγγελίαν νοεῖν, ἢ τίνι θαῤῥοῦντα πρὸς τὴν δίκην ἀπαντήσεσθαι τοὺς ἀρχιερέας φάναι, οὕτως αὐτοκατακρίτους ὄντας, εἰ μή τι καινότερον ἐπινενόηται αὐτῷ. οἱ παρόντες δὲ, οἱ μὲν οὐδ' αὐτοὶ ἔφασαν τί δύνασθαι συνεῖναι, οἱ δὲ ὑπώπτευον, μὴ οὐκ ἀληθῆ τὴν περὶ τῶν πραγμάτων ἔσχεν ἀπαγγελίαν, ἀλλ' ὑπὸ πολλῶν καὶ συνεχῶν περιῤῥεόμενος φροντίδων, οὐκ ἀκριβῆ τὴν ἐξέτασιν ἐποιήσατο τῶν ἀκουσθέντων. οὐ γάρ ἐστιν εἰκὸς πυθόμενον περὶ αὐτῶν, ὡς ἐπ' οὐδεμιᾷ προφάσει, ἀλλὰ μόνῃ τῇ προστάξει πειθόμενοι βασιλέως, αὐτόν τε ἐξήλασαν ἐλθόντες τῆς ποίμνης δι' ἑαυτῶν παρὰ πάντα τὸν τοῦ δικαίου λόγον καὶ κατέκλεισαν ἐν φρουρᾷ ὥσπερ τινὰ τῶν ἐπὶ δεινοτάτοις ἑαλωκότων, αὐτοί τε ὑφ' ἑαυτοῖς ἐποιήσαντο τὴν ἐκκλησίαν καὶ τὰ μέγιστα ἀδικοῦντες καὶ πλεονεκτοῦντες ἐδίδασκον τὸν λαὸν περὶ ἀρετῆς, μὴ δὲ ἐρυθριῶντες, ἀλλὰ καὶ σεμνυνόμενοι τῇ ἁρπαγῇ, ἐπαγγέλλεσθαι αὐτοὺς ἀπαντήσειν εἰς τὴν δίκην· αὐτὸς γὰρ ἂν αὐτῶν ἁπάσαις πρότερον κατέγνω. ὁ πατριάρχης δὲ νοῦν μὲν αὐτοὺς ἔφη λόγον ἔχοντα εἰρηκέναι, αὐτὸν δὲ μὴ πείθεσθαι οὕτως εἶναι, ἀλλά τι τὸν μέγαν δομέστικον ἐπινενοηκέναι, βαθείαις, καθάπερ ἴσμεν, κεχρημένον ταῖς φρεσὶν, ὃ νῦν ἡμᾶς μὴ δύνασθαι νοεῖν. ἐπεὶ δὲ ἐπηγγειλάμεθα τοὺς ἀρχιερέας πάντας εἰς τὴν τεταγμένην ἡμέραν συνελθεῖν, ὃ ἐπηγγειλάμεθα καὶ ἔργοις ἀναγκαῖον ἐκπληροῦν. Τῆς προθεσμίας δὲ ἐλθούσης, ἐν ᾗ τῶν ἀρχιερέων τὴν σύνοδον ἔδει εἶναι, οἱ μὲν ἐν πατριαρχείῳ παρῆσαν πάντες, ὁ μέγας δὲ δομέστικος τοὺς ὑπευθύνους τῶν ἀρχιερέων παραλαβὼν καὶ παραγγείλας αὐτοῖς σιωπᾷν καὶ φθέγγεσθαι μηδὲν, ὡς ὑπὲρ αὐτῶν αὐτοῦ τοὺς λόγους ποιησομένου, ἦλθε σὺν αὐτοῖς ὡς ὑπὲρ ὧν ἐνεκαλοῦντο ἀπολογησομένοις. πάντων δὲ γενομένων ἐν ταὐτῷ, τοὺς ἐγκαλουμένους ἀρχιερέας ὁ πατριάρχης ᾐτιᾶτο ὑπὲρ τοῦ τῶν θρόνων ἀπελασθῆναι ὑπ' αὐτῶν, ἀδικήσαντα μηδὲν, καὶ προσέτι γε εἱρχθῆναι. οἱ μὲν οὖν ἐγκαλούμενοι ἀπεκρίναντο οὐδέν· σιωπῆς δὲ βαθείας γενομένης ἐπιπολὺ, ὁ μέγας δομέστικος εἶπεν· «ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τοῖς εὐαγγελίοις εἶπεν· «ἐὰν μὴ ἡ δικαιοσύνη ὑμῶν περισσεύσῃ πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ δύνασθε εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.» τὸ δὲ «πλέον τῶν γραμματέων καὶ Φαρισαίων,» ὡς ὑμῶν ἀκούω διδασκόντων ἐγὼ, οὐδὲν ἄλλο εἶναι ἢ τὸ μὴ μόνον τὸν ἀδικοῦντα μὴ ἀμύνεσθαι ἐκ τοῦ ἴσου, ἀλλὰ καὶ εὖ ποιεῖν καθ' ὅσον ἂν οἷόν τε ᾖ. διὸ καὶ τοὺς σωτηρίους νόμους τιθεὶς, τὸν ἑλκόμενον εἰς δικαστήριον ὑπὲρ τοῦ τὸν χιτῶνα ἀφαιρεθῆναι καὶ τὸ ἱμάτιον προσέταξε προσαποδύσασθαι, καὶ τὸν πατάξαντα ἐπὶ κόῤῥης μὴ μόνον εὐθύνας οὐκ ἀπαιτεῖν, ἀλλὰ καὶ τὴν ἑτέραν ἐμπαρέχειν, καὶ ἄλλα ὅσα τῆς αὐτῆς ἐξέχεται διανοίας. παραθήγων δὲ ἡμᾶς εἰς τὴν ἐργασίαν τῶν σωτηρίων νόμων, ποτὲ μὲν εἶπε· «μὴ γνώτω ἡ ἀριστερά σου τί ποιεῖ ἡ δεξιά σου» καὶ «εἰσελθὼν εἰς τὸ ταμιεῖόν σου, πρόσευξαι τῷ πατρί σου τῷ ἐν οὐρανῷ» καὶ προσέτι «κλείσας τὴν θύραν,» ποτὲ δὲ ὅτι «λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα.» καίτοι γε τῷ δοκεῖν τὰ τοιαῦτα παραγγέλματα ἀντίκεινται ἀλλήλοις, ἐμοὶ δὲ δοκεῖν, τοῖς μὲν ἀτελέσιν ἡμῖν καὶ δυναμένοις ἐκ τῆς ἐπιδείξεως τῶν καμάτων τὰ ἔπαθλα ἀποστερεῖσθαι, τὸ ἐπικρύπτεσθαι αὐτὰ εἰρῆσθαι παντὶ σθένει· τοῖς διδασκάλοις δὲ ὑμῖν καὶ κοινὸν παράδειγμα ὀρθοῦ καὶ σώφρονος βίου προκειμένοις, τὸ λάμπειν ὑμῶν τὰ καλὰ ἔργα, ὅπως οἱ πολλοὶ ὁρῶντες, τὸν πατέρα ἡμῶν δοξάζωσι τὸν ἐν τοῖς οὐρανοῖς. ἐὰν τοίνυν ὑμεῖς, οἱ φῶς ἡμῶν τῶν μαθητευομένων καὶ ταῖς ἀπάταις τοῦ βίου καὶ μερίμναις καὶ ἡδοναῖς προσισχομένων δίκαιοι ὄντες εἶναι, δεινοὶ καὶ ἀπαραίτητοι καὶ μηδεμίαν παρέχοντες συγγνώμην τοῖς ἀδικήσασι καὶ κακῶς ὑμᾶς διαθεῖσι φανῆτε, οὐ θηρίων ἀνημέρων ἀγριωτέρους ἡμᾶς καὶ ὠμοτέρους παρασκευάσετε γενέσθαι; καὶ συμβήσεται ὑμῖν, ὥσπερ τοῦ καλοῦ παράδειγμα γινομένοις ὑπὲρ τῆς πάντων ὠφελείας παρὰ τοῦ φιλανθρώπου καὶ δικαίου βραβευτοῦ στεφάνων ἀξιοῦσθαι καὶ γερῶν, οὕτω νῦν ὄφλειν οὐ τὰς τυχούσας δίκας ὑπὲρ τοῦ πᾶσι βλάβης ἀφορμὴν παρεσχηκέναι. ἐγὼ δὲ παράδειγμα φιλανθρωπίας καὶ ἀπὸ τῶν τῷ βίῳ προσηλωμένων ἡμῶν παρέξομαι ὑμῖν οὔπω χθὲς καὶ πρώην γεγενημένον. ὁρᾶτε γὰρ τὸν βασιλέα, τοσοῦτο μὲν ἀρχῆς μέγεθος περιβεβλημένον, οὕτω δ' ἐν αὐτῷ τῷ τῆς νεότητος ἄνθει, ὅτε μάλιστ' ἄν τις, καὶ πολλὴν ποιούμενος ὀρθοῦ βίου φροντίδα, ῥᾷστα καὶ ὑπὸ ἡδονῶν κρατοῖτο καὶ πρὸς ἀμετρίαν ἐξάγοιτο θυμοῦ, πρὸς τὸν ὑβριστὴν καὶ τὰ δεινότατα τετολμηκότα Μάρκον ὁποίᾳ, μηδενὸς ἂν προσδοκήσαντος, ἡμερότητι ἐχρήσατο καὶ φιλανθρωπίᾳ. εἰ οὖν ἐκεῖνος νέος ὢν, ὥσπερ ἔφημεν, καὶ βασιλεὺς καὶ τοῖς τοῦ βίου πράγμασι προσέχων, οὕτω συνέγνω τῷ πταίσαντι ῥᾳδίως, οὐ καὶ σὺ διδάσκαλός τε ὢν κοινὸς καὶ οἱονεὶ παράδειγμα προκείμενος ἐναρέτου βίου, τοῖς ὑπὸ ῥᾳθυμίας προσκεκρουκόσι συγγνώμην παρέξεις ἀδελφοῖς; ἀλλ' οὕτω διακαρτερήσεις ἀπαραιτήτως τῶν ἡμαρτημένων δίκας ἀπαιτῶν, μήτε πρὸς τὰς ἡμετέρας καμπτόμενος δεήσεις, μήτε οἶκτον μηδένα λαμβάνων ἀτυχούντων αὐτῶν καὶ τῆς παροινίας ἤδη δεδωκότων ἀξίας δίκας, ἐπὶ τοσοῦτον χρόνον εἰς δικαστήρια ἑλκομένων καὶ παρὰ πάντων περιορωμένων καὶ τὰ ἔσχατα πείσεσθαι προσδοκούντων; μὴ, παρακαλῶ. ἀναμνήσω δέ σε καί τινος ἐπαγγελίας ἧς ἐπηγγείλω πρὸς ἐμέ. καὶ γὰρ ὅτε πρῶτον πρὸς σὲ ἀφῖγμαι ὑπὲρ τουτωνὶ δεόμενος τῶν ἀρχιερέων, ἐπεὶ πολὺς αὐτὸς ἐνέκεισο ἐπὶ δίκην καλῶν, ἀλλ' ὅρα, ἔφην, μὴ σὺ, καὶ δικαστὴς καὶ κατήγορος ὢν, τὸ τῶν δικαζομένων δικαίωμα παρίδῃς. τότε μὲν οὖν μὴ παρόψεσθαι ἐπηγγείλω· νῦν δ' ἤδη καιρὸς καὶ ἐπὶ τῶν ἔργων τὴν ἐπαγγελίαν ἐκπληροῦν. τὸ γὰρ δικαίωμα αὐτῶν ἀφῖγμαι ἔχων ἐγώ.» καὶ ἀναστὰς εὐθὺς, ἐπεὶ ὅ, τε πατριάρχης καὶ οἱ λοιποὶ συνανέστησαν πάντες, τοὺς ἐγκαλουμένους παραλαβὼν ἀρχιερέας, ἅμα δὲ καὶ τοῖς ἄλλοις παρακελευσάμενος τὰ ἴσα δρᾷν καὶ τῆς δεήσεως συνεφάπτεσθαι αὐτοῖς, πρὸς τοὺς πόδας ὁμοῦ πάντες τοῦ πατριάρχου κατακλιθέντες, «συγχώρησον ἡμῖν τοῖς ἐπταικόσιν» ἔλεγον «πάτερ, ἄφες, ἵνα καὶ σοὶ παρὰ τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς τὰ ὀφειλήματα ἀφεθῇ.» οἱ μὲν οὖν τοιαῦτα ἐποίουν· ὁ πατριάρχης δὲ «ἀφύκτοις» ἔφη «λίνοις ὑπὸ σοῦ, μέγα δομέστικε, περισχεθεὶς, ἐπεὶ μηδὲν ἔξεστιν ἔτι δρᾷν ἢ ὅπερ αὐτὸς ποιῇ διὰ σπουδῆς, τὸ ἀντιλέγειν ἀφεὶς, ὅπερ ἐθέλεις αὐτὸς ποιήσω.» καὶ αὐτίκα συγγνώμην τε ἐδίδου καὶ τῆς αἰτίας ἠφίει τοὺς λελυπηκότας, καὶ παρὰ τοῦ θεοῦ συγχώρησιν αὐτοῖς τῶν ἡμαρτημένων ἐξῃτεῖτο, καὶ τῷ μεγάλῳ δομεστίκῳ πολλὰ ἐπηύχετο ἀγαθὰ τῶν λόγων ἕνεκα, ὧν διεξῆλθε πρὸς αὐτούς. ἠσπάζετό τε τοὺς λελυπηκότας ἀρχιερέας καθ' ἕνα καὶ εὐλογίας ἠξίου, δεῖγμα καθαρᾶς διαλλαγῆς. μετὰ δὲ τοῦτο πατριάρχης μὲν διέλυσε τὸν σύλλογον, βραχέα τινὰ διαλεχθείς· οἱ αἰτιαθέντες δὲ ἀρχιερεῖς εἰς βασιλέα ἐλθόντες, πολλὰς ὡμολόγουν χάριτας αὐτῷ τῆς ὑπὲρ αὐτῶν ἐπιμελείας καὶ σπουδῆς καὶ ἐπηύχοντο πολλὰ ἀγαθά. βασιλεῖ δὲ ἰδίᾳ τοῖς τε ἐν τέλει καὶ τοῖς στρατιώταις καὶ τοῖς ἄλλοις ἐπιτηδείοις πολλὰς παρεχομένῳ τὰς εὐεργεσίας, οὐκ ἐδόκει δεῖν μὴ καὶ δημοσίᾳ τῷ δήμῳ καὶ πάσῃ τῇ πόλει χάριν καταθέσθαι τινὰ, καὶ τάς τε βιαιοτέρας ἐκώλυσε συνεισφορὰς, καὶ ὅσοι ἀμπέλους ἢ οἰκήματα ἐν δημοσίοις χωρίοις εἶχον, ἐφ' οἷς συνετέλουν πρόσοδόν τινα τακτὴν εἰς τὸ κοινὸν, τούτους ἐκέλευσε μηδὲν παρέχειν, ἀλλ' ἄνευ φόρων καρποῦσθαι, καὶ χρυσόβουλλον δικαίωμα ἐπὶ τῇ εὐεργεσίᾳ παρασχών.

γʹ. Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ ὁ τῶν Μυσῶν βασιλεὺς Μιχαὴλ πανστρατιᾷ ἐσέβαλεν εἰς τὴν Ρωμαίων, ἄγων καὶ Σκύθας συμμάχους, καὶ τὰς ἄνω τῆς Θρᾴκης ἐδῄωσε πόλεις ἐφ' ἡμέραις ἱκαναῖς. ἐπεὶ δὲ ἐπύθετο ὁ βασιλεὺς τὴν εἰσβολὴν, ὅσην ἐξῆν ἀθροίσας στρατιὰν, ἦλθεν εἰς Βιζύην κατὰ τάχος, κἀκεῖ παρεσκευάζετο πρὸς μάχην. Μιχαὴλ δὲ ἐπεὶ πρὸς τῶν σφετέρων μάθοι κατασκόπων ἐν Βιζύῃ παρασκευάζεσθαι τὸν βασιλέα, ἔτι γὰρ ἐν τῇ Ρωμαίων καθήμενος ἐδῄου, δείσας μὴ ἐπελθόντα οὐχ οἷός τε ἀμύνεσθαι ἦν, ἔγνω δεῖν ἐξαπατῆσαι. καὶ πέμψας πρεσβευτὴν, ἀκηκοέναι ἔφασκεν εἰς Βιζύην ἀφιγμένον, στοχάζεσθαί γε μὴν ἐκ τῶν εἰκότων μάχεσθαί οἱ ὡρμημένον ἐπιέναι. οὐ δεῖν οὖν κατατρίβειν τὴν στρατιὰν μακρὰν ἀνύοντα ὁδόν. αὐτὸν γὰρ ἐς τὴν ὑστεραίαν ἅμα ἕῳ ἀφίξεσθαι ἐς Βιζύην ὡς ἐς μάχην. ὁ μὲν οὖν πρεσβευτὴς τοιαῦτα εἰπὼν ἀπῆλθε. Μιχαὴλ δὲ ἄρας τῷ στρατῷ, τῆς τε ἡμέρας τὸ λοιπὸν καὶ τὴν ἐπιοῦσαν νύκτα βαδίσας συντόνως, ἐς τὴν ὑστεραίαν ἐν ὁρίοις τῆς ἰδίας ἡγεμονίας ἦν. βασιλεὺς δὲ ἅμα πρωῒ τήν τε στρατιὰν κελεύσας ἐν τοῖς ὅπλοις εἶναι καὶ τὴν ἔφοδον τῶν βαρβάρων περιμένειν, ἐξηρτύετο καὶ αὐτὸς τὰ πρὸς τὴν μάχην. καὶ στρατιώτας ἔπεμψέ τινας ὡς τὸ στρατόπεδον τῶν πολεμίων κατασκεψομένους. περὶ μεσημβρίαν δὲ οἱ κατάσκοποι ἧκον στρατιῶται, ἄγοντες καὶ Μυσοὺς δοριαλώτους ἕξ· οἳ ἀνερευνώμενοι, τὸν βασιλέα ἔφασαν σφῶν τῇ προτεραίᾳ ἄραντα τῇ στρατιᾷ οἴχεσθαι εἰς τὴν οἰκείαν, αὐτοὺς δὲ ἁρπαγῆς ἕνεκα περιλειφθέντας, ὑπὸ τῶν στρατιωτῶν ἁλῶναι. οὕτω μὲν Μιχαὴλ κατεστρατήγησε βασιλέα. οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις καὶ αὐτὸς εἰσέβαλεν εἰς τὴν Μυσίαν, καὶ τἄλλα τε ἐκάκωσεν αὐτὴν καὶ Διάμπολιν εἷλεν ἐξ ἐφόδου· καὶ πορθήσας αὐτὴν, ἐπανέζευξεν εἰς τὴν οἰκείαν. ὁ Μιχαὴλ δὲ μετὰ ἑξηκοστὴν ἡμέραν τῆς βασιλέως εἰσβολῆς πάλιν καὶ αὐτὸς εἰσέβαλεν εἰς τὴν Ρωμαίων. καὶ γενόμενος ἐν Ὀδρυσοῖς, τὸ Βουκέλου προσαγορευόμενον πόλισμα εἷλε προδοσίᾳ, τῶν φυλάκων νυκτὸς καταπροδόντων· καὶ ἐστρατοπέδευσεν ἐν αὐτῷ ἀδικήσας μηδέν. βασιλεὺς δὲ Διδυμοτείχῳ ἐνδιατρίβων, ἐπεὶ ἐπύθετο τὴν εἰσβολὴν, εἰς Ἀδριανούπολιν ἦλθε κατὰ τάχος, κἀκεῖ συνήθροιζε τὴν στρατιὰν ὡς μαχούμενος Μυσοῖς. καὶ ὁ Μιχαὴλ ἐν Βουκέλου ἐστρατοπεδευμένος, παρεσκευάζετο καὶ αὐτὸς, ἐκ τῆς οἰκείας στρατιὰν μεταπεμπόμενος. καὶ ὕστερον ἡμέραις ὀλίγαις τὸ Προβάτου καὶ αὐτὸ πόλισμα ἐγγὺς ὂν περιστρατοπεδευσάμενος ἐπολιόρκει. οὕτω μὲν οὖν ἀλλήλοις ἀντεστρατοπεδεύοντο ἐπὶ τριάκοντα ἡμέραις ἐξαρτυόμενοι τὰ πρὸς τὴν μάχην. ἐπεὶ δὲ ἤδη πάντα ἐπεπόριστο καὶ ἔδει ἐπιέναι, πρεσβείαν πέμψας ὁ βασιλεὺς πρὸς Μιχαὴλ, οἴεσθαι ἔλεγεν ἐπιλελῆσθαι αὐτὸν τῶν τε ὅρκων καὶ τῶν συνθηκῶν, οἳ ἐγένοντο αὐτοῖς συγγενομένοις ἐν Τζερνομιάνου, καὶ διὰ τοῦτο τῇ τε Ρωμαίων πρῶτον ἐσβεβληκέναι καὶ τὸν πόλεμον κεκινηκέναι, αὐτὸν δὲ μεμνῆσθαί τε τῶν συνθηκῶν καὶ ἐμμένειν ταῖς σπονδαῖς. ἀδικούμενον δὲ καὶ προεπιβουλευόμενον ἀμύνεσθαι, καὶ ἄκοντα ἐς τὸν πόλεμον καθίστασθαι, τοῦτο μὲν, ὅτι καὶ ἡ ἑκατέρωθεν στρατιὰ τῆς αὐτῆς εἰσι θρησκείας, οὓς οὐ πρὸς ἀλλήλους, ἀλλὰ μετ' ἀλλήλων ἔδει τοῖς ἀσεβοῦσι περὶ τὸν θεὸν βαρβάροις ἐπιέναι· τοῦτο δ', ὅτι καὶ αὐτὸν ἀδελφῆς ὄντα σύνοικον τῆς ἑαυτοῦ οὐ βούλοιτο πολέμιον, ἀλλὰ φίλον ἔχειν. πλὴν ἐὰν τὸ πόλισμα ἀποδῷ, ὃ λαβὼν ἔχει προδοσίᾳ· ἐὰν δὲ μὴ ἀποδιδῷ, τὸν σταυρὸν, ὃν πρότερον πέπομφε πρὸς αὐτὸν, ἐπὶ τῆς σημαίας ἀναθεὶς, ἐλεύσεται ἐπ' αὐτόν. ὁ Μιχαὴλ δὲ καὶ αὐτὸς ἀντεπρεσβεύετο πρὸς βασιλέα, τὸν ἴσον τρόπον αὐτόν τε εἶναι τοῦ σφετέρου παῖδα πατρὸς καὶ τὴν αὐτοῦ ἀδελφήν. προσήκειν οὖν αὐτὸν τὴν πατρῴαν ἔχοντα πᾶσαν ἀρχὴν, καὶ τὴν ἀδελφὴν κατὰ τὸν τοῦ δικαίου λόγον μέρους τινὸς τῶν πατρῴων κληρονομεῖν. ὁ βασιλεὺς δὲ καὶ πάνυ βούλεσθαι τοῦτο ἔφη, καὶ μὴ μόνον τὸ Βουκέλου πόλισμα, ἀλλὰ καὶ πόλεις ἑτέρας ὡς τοῦ πατρῴου κλήρου καὶ αὐτῷ συμμετέχοντι παρασχεῖν· πλὴν κατὰ τὸν ἄνωθεν ἐπικρατήσαντα Ρωμαίοις νόμον. οὗτος δέ ἐστι, τὸ τῶν παίδων βασιλέως τὸν μὲν προήκοντα τῷ χρόνῳ βασιλέα τε ἀναγορεύεσθαι καὶ τῶν ἄλλων ἄρχειν, τοὺς δ' ἄλλους ἀδελφοὺς ὑπείκειν τε τῷ πρώτῳ καὶ δουλεύειν ἀκριβῶς. εἰ οὖν ἀρεστὸν αὐτῷ κατὰ τὸν ἐπικρατήσαντα τουτονὶ Ρωμαίων νόμον, δούλῳ καὶ εἶναι καὶ ὀνομάζεσθαι βασιλέως, καὶ αὐτὸς ἕτοιμος εἶναι ὡς ὑπὸ τὴν οἰκείαν ἀρχὴν τελοῦντι καὶ πόλεις καὶ χώρας παρασχεῖν. Μιχαὴλ δὲ ἐπεὶ ἐγγὺς ἐστρατοπεδεύετο καὶ αὐτὸς, δι' ὀλίγου τὰς ἀποκρίσεις ποιούμενος, οὐκ ἔφη προσήκειν καὶ αὐτῷ βασιλεῖ ὄντι, ὑφ' ἕτερον βασιλέα τελεῖν· ἀλλ' εἰ βούλοιτο τὸ Βουκέλου πόλισμα ἀπολαβεῖν, τὴν Σωζόπολιν κατὰ τὸν Εὔξεινον Πόντον πολυάνθρωπον οὖσαν καὶ μεγάλην πόλιν ἀντ' ἐκείνου δοῦναι. βασιλεὺς δὲ τότε μὲν ἀπεκρίνατο οὐδὲν, ἀλλ' ἐκέλευσε τοὺς πρέσβεις εἰς τὸ στρατόπεδον ἀναπαύλης τυχεῖν· εἰς τὴν ὑστεραίαν δὲ ἅμα ἕῳ τὴν στρατιὰν ἐκέλευσεν ὁπλίσασθαι πᾶσαν. καὶ ἦσαν ἐν τοῖς ὅπλοις πάντες, οὐ μόνον αὐτοὶ λαμπρῶς καὶ διαπρεπῶς κεκοσμημένοι, ἀλλὰ καὶ ἵπποι, οἱ μὲν θώραξιν ἐκ βύρσης πεποιημένοις, οἱ δὲ ἁλυσειδωτοῖς. καὶ ἦν ἰδεῖν οὐ μόνον ὅπλων καὶ ἵππων ἕνεκα πολυτελῶς μάλιστα παρεσκευασμένην τὴν Ρωμαίων στρατιὰν, ἀλλὰ καὶ πλήθει, ἐκ πολλοῦ τοῦ χρόνου οὔπω ἄχρι καὶ τότε τοσαύτην συνελθοῦσαν εἰς ἕν. ἥ τε γὰρ ἐκ τῆς ἑσπέρας πᾶσα παρῆν καὶ Μακεδόνες καὶ Θρᾷκες, καὶ ὅσοι ἐκ τῶν κατὰ τὴν ἕω τοῖς Ρωμαίοις ὑπηκόων πόλεων ἦσαν· καὶ ἐκ Βυζαντίου δὲ αὐτοῦ οὐ μόνον ἱππεῖς, ἀλλὰ καὶ πεζὸς πολὺς, ὁπλῖταί τε καὶ τοξόται ψιλοί. ἐπεὶ δὲ κατὰ φάλαγγας ὡς ἐς μάχην παρετάξαντο, τοὺς Μυσῶν μεταπεμψάμενος πρέσβεις ὁ βασιλεὺς, «τὴν μὲν στρατιὰν ὁρᾶτε τὴν ἐμὴν» ἔφη «ὡς παρεσκεύασται πρὸς μάχην· ἀπελθόντες δὲ ἀπαγγείλατε βασιλεῖ τῷ ὑμετέρῳ, ὡς, ἐγὼ μὲν ἀσπαζόμενος τὴν εἰρήνην πρότερον πολλάκις διεπρεσβευσάμην πρός σε περὶ αὐτῆς· σοῦ δὲ οὐδὲν ἐπιεικὲς ἀποκρινομένου, τῇ τοῦ σταυροῦ δυνάμει θαῤῥῶν, ὃν αὐτὸς ἐγγυητὴν ἐμοὶ παρέσχου τοῦ μηδέποτε παρασπονδῆσαι, βαδιοῦμαι ἐπὶ σέ.» βασιλεὺς μὲν οὖν τοιαῦτα εἶπεν. οἱ πρέσβεις δὲ ᾗ τάχους εἶχον, πρὸς βασιλέα ἀφιγμένοι τὸν ἑαυτῶν, τούς τε λόγους ἀπήγγελλον βασιλέως, καὶ ὡς ἡ στρατιὰ τοσαύτη τε οὖσα καὶ οὕτως ὡπλισμένη ἐν ὁδῷ εἰσιν ἤδη τῇ πρὸς αὐτούς. Μιχαὴλ δὲ πρότερον μὲν οὐκ ἂν οἰόμενος εἰς χεῖρας αὐτοῖς ἰέναι Ρωμαίους ὑπομεῖναι, τότε δὲ ἤδη ὁρῶν αὐτοὺς ὡρμημένους πρὸς τὴν μάχην, τό, τε πλῆθος καὶ τὴν παρασκευὴν πυθόμενος ὅση ἦν, οὐκ ἔγνω δεῖν ἐν πολεμίᾳ εἰς προῦπτον κίνδυνον καθιστᾷν ἑαυτόν. καὶ πέμψας πάλιν τοὺς πρέσβεις ᾗ ἐδύναντο τάχιστα πρὸς βασιλέα, τό, τε πόλισμα Βουκέλου ἐπηγγέλλετο παραδώσειν καὶ εἰρήνην ἄξειν τοῦ λοιποῦ, καὶ ἐδεῖτο βασιλέως εἰς τὸ οἰκεῖον στρατόπεδον ἀπαγαγεῖν τὴν στρατιάν. βασιλεὺς δὲ ὁρῶν αὐτοῖς ἐν καλῷ τῷ σχήματι τὴν ἀναχώρησιν γινομένην καὶ τὴν νίκην ἀναιμωτὶ προσγινομένην, ἄσμενος ἀνεχώρησε πρὸς τὸ στρατόπεδον. τό, τε γὰρ πρότερον μὴ λόγοις καὶ τῇ τοῦ καλοῦ καὶ δικαίου κρίσει τὸν Μιχαὴλ πεισθῆναι τὸ Βουκέλου ἀποδοῦναι, ἀλλὰ νῦν καὶ τὸ, ἤδη πρὸς μάχην παρατεταγμένης τῆς Ρωμαίων στρατιᾶς, τὴν ἔφοδον αὐτῶν οὐχ ὑπομεῖναι, ἀλλὰ καὶ πρὸ τῆς συμβολῆς ἡττῆσθαι ταῖς γνώμαις καὶ δείσαντας ἀπαγορεῦσαι τὴν μάχην, τὸ Ρωμαίων ἡττῆσθαι φανερῶς ὁμολογούντων ἦν. καὶ διὰ τοῦτο καὶ βασιλεῖ ἐδόκει χρῆσθαι τῷ καιρῷ καὶ μὴ πέρα τοῦ προσήκοντος φιλονεικεῖν. ἐν γὰρ τοῖς προτέροις χρόνοις, Ἀνδρονίκου τοῦ πρεσβυτέρου βασιλέως ἄρχοντος, πολλὰς ἐς τὴν Ρωμαίων ἐσβολὰς τῶν Μυσῶν ποιησαμένων, ἐπεὶ οὐδεὶς αὐτοῖς ἀντεπεξῆλθεν, ἀλλὰ πρεσβείαις καὶ λόγοις πιθανοῖς διελύετο τὰς πρὸς αὐτοὺς διαφορὰς ὁ βασιλεὺς, ᾤοντο ὥς τισιν ἀμάχοις μηδὲ προσβλέπειν ἔτι δυνήσεσθαι τοὺς Ρωμαίων βασιλέας. τότε δὲ ὁ Μιχαὴλ ὁρῶν ἤδη βασιλέα ἐπιόντα πολλῇ τε καὶ ἀγαθῇ τῇ στρατιᾷ, οὐ τὰς αὐτὰς εἶχε γνώμας, ἀλλ' ἐδόκει δεῖν ὑποχωρεῖν. τοιοῦτον γὰρ τὸ βαρβαρικὸν ἅπαν, τοῖς τε οὐχ ὑπομένουσιν ἐπελαῦνον ἀκρατῶς καὶ μετὰ πολλῆς ἐπικείμενον ὁρμῆς, καὶ τοῖς μὴ ἐκπληττομένοις, ἀλλὰ μένουσιν ἐν τῷ πολεμεῖν, οὐκ αὐτοὶ ἀντεπιόντες. ἡ μέντοι στρατιὰ Ρωμαίων μονονουχὶ τὰ ἀπὸ τῶν πολεμίων σκῦλα οἰόμενοι ἀποστερεῖσθαι, ἠνιῶντο, ὅτι μὴ συνέβαλον Μυσοῖς· τοσαύτη προθυμία κατέσχε πάντας πρὸς τὴν μάχην. ὅμως τῶν περὶ τῆς εἰρήνης συνθηκῶν γεγενημένων, τό, τε Βουκέλου ἀπέδωκεν ὁ Μιχαὴλ πρὸς βασιλέα, καὶ ἔφιπποι εἰς τὴν ὑστεραίαν ἑνωθέντες, τήν τε φιλίαν ἀνενεώσαντο, καὶ Ρωμαίοις καὶ Μυσοῖς οὐκέτι πόλεμος ἐκινήθη, ἀλλ' εἰρήνην ἦγον τοῦ λοιποῦ. συνθέμενοι δὲ ἀλλήλοις ὡς εἰς τοὐπιὸν ἐν ταὐτῷ γενήσονται ὅποι ἂν δοκῇ, ὁ μὲν εἰς Μυσίαν, βασιλεὺς δὲ εἰς Βυζάντιον ἐπανῆκον, καὶ ἡ στρατιὰ διελύθησαν κατὰ πόλεις.

δʹ. Τοῦ Συργιάννη δὲ ὑπὸ τοῦ πρεσβυτέρου βασιλέως Ἀνδρονίκου, καθάπερ ἔφθημεν εἰπόντες, ἐν δεσμωτηρίῳ φρουρουμένου ὑπὸ κλοιοῖς, ἐπεὶ ὁ νέος βασιλεὺς Βυζάντιον ἑλὼν τῆς ἁπάσης ἀρχῆς ἤδη ἐγκρατὴς ἦν, ὁ μέγας δομέστικος Συργιάννη μνησθεὶς καὶ πρὸς αὐτὸν εἰς τὸ δεσμωτήριον ἐλθὼν, ἐπεὶ τήν τε ἄλλην ἀπὸ τοῦ δεσμωτηρίου κακοπάθειαν καὶ μάλιστα τὴν ἀπὸ τῶν κλοιῶν πιέζουσαν αὐτὸν ἑώρα, βασιλέως ἐδεήθη πρῶτα μὲν ἀφεθῆναι τῶν κλοιῶν· ἔπειτα δὲ καὶ ἀπὸ τοῦ δεσμωτηρίου, ἐν ᾧ ἐφρουρεῖτο, εἰς τὸν τοῦ Ἀνεμᾶ καλούμενον πύργον γυναικὶ καὶ τέκνοις συνδιάγειν· καὶ κατεπράξατο αἰτήσας. ἔτι μέντοι ἐφρουρεῖτο· κατὰ δὲ τὴν ἐκ Θρᾴκης πρὸς Βυζάντιον ἐπάνοδον αὐτῶν αὖθις βασιλέως ὁ μέγας δομέστικος ἐδεῖτο, τελέως τῆς εἱρκτῆς ἀπολυθῆναι Συργιάννην. μικρὸν δὲ ἐπισχὼν ὁ βασιλεὺς, λελυπῆσθαι ἔλεγε καὶ πάνυ παρ' αὐτοῦ νυνὶ, καὶ τὰς αἰτίας προσετίθει, ἀναξίας φάσκων τῆς πρὸς αὐτὸν φιλίας τὰς διανοίας ἔχειν αὐτόν. τοσοῦτον γὰρ αὐτῷ περιεῖναι τῆς πρὸς αὐτὸν φιλίας, ὥστ' εἰ καθ' ἡντιναοῦν αἰτίαν οἰκείους ἔδοξεν αὐτῷ καὶ φίλους καὶ περιουσίαν πᾶσαν, αὐτά τε τὰ τιμιώτατα καὶ τὰ φίλτατα καταλιπόντα, ἐπὶ ξένης οἰκεῖν ἑλέσθαι, αὐτὸν μὲν πείθειν ἀποσχέσθαι τοῦ πράγματος ἐπιχειρεῖν, τὴν ἀτοπίαν ὅση ἐκδιδάσκοντα· εἰ δὲ μὴ δύναιτο κωλύειν, μὴ ῥᾷστα τὴν διάζευξιν ἂν ὑπενεγκεῖν, ἀλλὰ καὶ αὐτὸν ἐκ τοῦ ὁμοίου πᾶσιν εἰπόντα χαίρειν, τὸ σὺν αὐτῷ πλανᾶσθαι μᾶλλον ἑλέσθαι. ἔτι δὲ εἰ αἵρεσις αὐτῷ προὐτέθη παρὰ τοῦ τὰ τοιαῦτα πάντα δυναμένου ὥστε τὸν ἕτερον αὐτῶν ἀπαλλάττεσθαι τοῦ ζῇν, ἁπάσαις ἂν εἵλετο τὸ πρὸ αὐτοῦ ἀποθανεῖν. ἀλλὰ μὴν εἴγε καὶ οἰκείοις ὄμμασιν ἑώρα ξίφος ἔχοντα αὐτῷ ὡς ἀποκτενοῦντα ἐπιέναι, εἶθ' ὑπ' ἄλλης τινὸς αἰτίας καὶ πάνυ μὴ βουλόμενον συμβέβηκε κεκωλύσθαι, μηδ' οὕτω δυνηθῆναι ἄν ποτε ἀπεχθῶς διακείσεσθαι αὐτῷ. καὶ ὅλως μηδὲν εἶναι ὃ καθ' ἡδονὴν ὂν αὐτῷ πραχθῆναι, μὴ αὐτὸν σὺν πάσῃ προθυμίᾳ παρασχεῖν, ὡς ἅττα ἂν αὐτῷ ἀρέσκῃ, καὶ αὐτῷ ἡδέων φαινομένων. τούτων οὖν οὕτως ἐχόντων, ὥσπερ καὶ αὐτὸν σαφῶς οἴεσθαι πεπεῖσθαι, θαυμάζειν ὅτι μὴ, κατὰ γνώμην ὂν αὐτῷ Συργιάννην ἀπολυθῆναι τῆς εἱρκτῆς, ἐλευθέρως καὶ ἀπεριέργως εἶπεν ἐξ ἀρχῆς, ἀλλ' ὥσπερ τινὰς τιθέμενον ἀναβασμοὺς, πρῶτα μὲν εἰπεῖν, τῶν κλοιῶν αὐτὸν ἀνεθῆναι, εἶτ' ἐκ τοῦ δεσμωτηρίου πρὸς ἕτερον ἐπιεικέστερον μετενεχθῆναι, ὥστε δύνασθαι αὐτῷ καὶ τὰ τέκνα συνεῖναι καὶ τὴν γυναῖκα, νυνὶ δὲ παντάπασιν ἀπολυθῆναι τῆς εἱρκτῆς. «δέον γὰρ μετὰ τῆς σοι προσηκούσης παῤῥησίας εὐθὺς ἐξ ἀρχῆς τὸ βούλημα ποιῆσαι φανερὸν, καὶ μὴ διατεμόντα εἰς πολλὰ κατὰ μέρος ποιεῖσθαι τὰς αἰτήσεις· σὺ δ' ὥσπερ ἢ ἐμοῦ πολλὴν μικρολογίαν καὶ ἀφιλοτιμίαν κατεγνωκὼς περὶ τοὺς φίλους, ἢ σαυτῷ ἀδυναμίαν συνειδὼς, οὕτως ἐποιήσω τοὺς λόγους. οὗ δὴ ἕνεκα καὶ ἀχθεσθῆναι εἶπον. νυνὶ δ' ἐπεί σοι φίλον ἀπολυθῆναι Συργιάννην, τὸ κωλύον οὐδέν. ἅττα γὰρ ἂν αὐτῷ σοι καὶ βέλτιστα δοκῇ καὶ ἡδέα, οὐκ ἔσθ' ὅπως μὴ ἐκ τοῦ ἴσου ὅμοια κἀμοὶ δοκεῖν.» Ὁ μέγας δὲ δομέστικος «ἀληθῆ γε εἴρηκας» εἶπεν «ὦ βασιλεῦ, οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν, ὃ θελήσαντος ἐμοῦ πραχθῆναι, ἐναντίαν οἴσεις ψῆφον αὐτός. καὶ τοῦτο οὐκ ἀπὸ τῶν πρὸς ἐμὲ εἰρημένων νυνὶ λόγων, ἀλλὰ πολὺ πρότερον ἐξ αὐτῶν τῶν ἔργων ἐμοί τε πρῶτον καὶ τοῖς ἄλλοις ἅπασίν ἐστι καταφανές. ὅτι δὲ τὸν ἴσον τρόπον ἔχω καὶ αὐτὸς πρὸς σὲ, οὐδ' ἀποδείξεως δεήσεσθαι δοκῶ· αὐτὸς γάρ μοι φθάσας πρότερον συνεμαρτύρησας καλῶς. ἐγὼ δὲ τὴν πρὸς ἀλλήλους ἡμῶν φιλίαν παραβάλλων, τῷ μὲν ὄγκῳ τῆς ἀρχῆς καὶ τῷ μεγέθει ἐλασσοῦσθαι νομίζω καὶ παρὰ πολύ· τοῖς λοιποῖς δὲ ἅπασι λείπεσθαι οὐδ' ὁπωσοῦν. οὐ μόνον γὰρ ἃ προείρηκας αὐτὸς, ἀλλ' εἴ τι καὶ τούτων μεῖζον, καὶ ποιεῖν καὶ ὑπομένειν ὑπὲρ τῆς πρὸς σὲ φιλίας ἕτοιμος εἶναι. καίτοι γε κατ' ἐμαυτὸν πολλάκις τοὺς παρὰ ποιηταῖς καὶ συγγραφεῦσι παρὰ πάντα τὸν χρόνον ἐπὶ φιλίᾳ ὑμνουμένους ἐξετάζων, καὶ παραβάλλων τοῖς ἡμετέροις τὰ ἐκείνων, καίτοι γε δοκούντων τῇ φιλοτιμίᾳ τῶν ποιητῶν καὶ πέρα τοῦ ἀληθοῦς καὶ προσήκοντος ηὐξῆσθαι, ὅμως κατ' οὐδὲν ἀποδέοντα, εἰ μὴ καὶ μείζω τὰ ἡμέτερα εὑρίσκω. εἰ δέ ποτε συμβαίη τοιούτοις λογισμοῖς περιπεσεῖν, ὥστε ἀμφιβάλλειν εἴ τις ἔστιν ἰδέα φιλίας ἢ τρόπος ἕτερος, ὃν ἡμεῖς οὐκ ἐπεδειξάμεθα ἀλλήλοις, ἢ εἰ μὴ πρὸς τὸ ἀκρότατον ἀφίγμεθα αὐτῆς, ἢ ἀποπνίγεσθαι ἀνάγκη καὶ πνευστιᾷν ὑπὸ τῆς ἀγωνίας καὶ μηδὲ ζῇν ἐθέλειν, εἰ περὶ τὸ οὕτω καλὸν δεύτερός τινος φαινοίμην, ἢ ἀποπηδᾷν τῶν τοιούτων λογισμῶν καὶ τὴν ψυχὴν πείθειν ἰσχυροτέραις ἢ, ὅ φασιν, ἀνάγκαις γεωμετρικαῖς, ὡς οὔτε ἔστιν, οὔτε γεγένηταί τις ἰδέα φιλίας, ἣν οὐ πρὸς ἀλλήλους αὐτοὶ ἐπεδειξάμεθα καὶ μεθ' ὑπερβολῆς. καὶ τοῦτο συνιδόντα καὶ τὸν εὐαγγελιστὴν Ἰωάννην ἐννοῶ τοῖς ἀνθρώποις παραγγέλλειν, τὴν ἴσην ὥσπερ πρὸς τοὺς φίλους, οὕτω δὴ καὶ πρὸς τὸν θεὸν ἐνδείκνυσθαι ἀγάπην. εἰ γὰρ ὥσπερ αὐτὸς ἐξήρτημαι τῆς σῆς γνώμης καὶ πάντα δεύτερα ἥγημαι τῆς θεραπείας τῆς σῆς, οὕτω διεκείμην καὶ πρὸς τὸν θεὸν, ποῦ οὐκ ἂν προῆλθον ἀρετῆς, ἢ ποίαν οὐκ ἂν εἰσήνεγκα σπουδὴν καὶ προθυμίαν ὑπὲρ τοῦ τὰς ἐντολὰς αὐτοῦ σὺν πάσῃ προθυμίᾳ ἐκπληροῦν; εἰ δὲ σὺ μὲν, ὥσπερ εἴρηκας, πάντα δεύτερα τῆς πρὸς ἐμὲ ἡγῇ φιλίας, ἐγώ τε τοῦ παντὸς τιμῶμαι τὰ σοὶ φίλα καὶ λογίζεσθαι καὶ πράττειν, πῶς ἂν ἔχοι χώραν, ἃ ἐνόμιζον ἀνιᾷν, ταῦτ' ἐξεπίτηδες λογίζεσθαι ποιεῖν; ὃν δὲ τρόπον ἔσχε τὰ περὶ Συργιάννην, αὐτὸς ἐρῶ. τὰς μὲν αἰτίας ἐφ' αἷς ἁλοὺς κατεκρίθη δεσμωτήριον οἰκεῖν ὑπὸ βασιλέως τοῦ πάππου τοῦ σοῦ, οἶσθα καὶ αὐτός. ἐγὼ δὲ μετὰ τὸ Βυζάντιον ἡμᾶς ποιήσασθαι ὑφ' ἑαυτοῖς, ἀσυμπαθὲς ἔκρινα καὶ δεινῶς ἄγνωμον, εἰ μή τινι ἄλλῳ, τῇ πρὸς αὐτὸν γοῦν ἐπιδημίᾳ τὴν συμφορὰν εἰς ὅσον οἷόν τε ἐπικουφίσαι καὶ παραμυθίαν παρασχεῖν τινα, μὴ παντελῶς ἀπεῤῥίφθαι ἐλπίσαντα παρὰ τῶν φίλων. γενόμενος δὲ ἐν τῷ δεσμωτηρίῳ πρὸς αὐτὸν, καὶ τήν τε ἄλλην κάκωσιν τὴν ἀπὸ τοῦ δεσμωτηρίου καὶ μάλιστα τὴν ἀπὸ τῶν κλοιῶν ἑωρακὼς, δεινῶς τε ἤλγησα ὑπὲρ αὐτοῦ καὶ παραμυθίαν τινὰ εἰ οἷόν τε αὐτῷ προὐθυμήθην ἐξευρεῖν. καί σοι προσελθὼν, περὶ τῶν κλοιῶν ἐδεόμην μόνων, ἀρκοῦσαν ἡγούμενος εἶναι ὡς ἐν δεινοῖς παραμυθίαν. ἐπεὶ δὲ ἐγενόμην ἐν συνηθείᾳ καὶ συχνῶς ἐφοίτων πρὸς αὐτὸν, ἐκεῖνος μὲν οὐδ' οὕτω πρὸς ἐμὲ ἐμνήσθη τῶν κακῶν ἀπαλλαγῆς, οὐ μόνον τὴν σὴν περὶ τὸ συγγινώσκειν τοῖς προσκεκρουκόσι φιλοτιμίαν οὐκ εἰδὼς, ἀλλὰ καὶ ἑαυτῷ τὰ δεινότατα συνειδὼς καὶ διὰ τοῦτο τὴν παραίτησιν ἀπαγορεύων. ἐγὼ δ' ἔτι μᾶλλον ἐκ τῆς συνηθείας ἐπικαμπτόμενος πρὸς τὴν αὐτοῦ κακοπραγίαν, ᾠήθην δεῖν ἀπό τε τοῦ δεσμωτηρίου εἰς ἕτερον ἐπιεικέστερον μεταγαγεῖν καὶ τὴν τῆς μητρὸς καὶ γυναικὸς καὶ τῶν φιλτάτων συνδιαγωγὴν αὐτῷ ἐφεῖναι, νομίζων οὕτως ἂν ἡμῖν τε εἶναι ἀσφάλειαν τοῦ μή τι ἐπιβουλεύεσθαι παρ' αὐτοῦ, καὶ αὐτὸν οὐδὲν ἧττον ἢ εἰ παντάπασι τοῦ δεσμεῖσθαι ἀπολέλυτο, ἡδέως βιώσεσθαι καὶ ἀνειμένως. τοῦτο μὲν οὖν αἰτήσας παρὰ σοῦ, ἔπραξα αὐτῷ· ἡ δὲ μήτηρ μὲν αὐτοῦ, θεία δὲ ἐμὴ, ὅπερ οὐδ' ἄν ποτε ἤλπισεν ὁρῶσα γεγενημένον, καὶ ταῦτα ὑπ' οὐδενὸς ἐμοῦ παρακεκλημένου, εὔελπις καὶ πρὸς τὰ λείποντα γεγενημένη, προσῆλθέ τε καὶ ἐδεήθη περὶ τῆς τοῦ υἱοῦ ἐλευθερίας. ἐγὼ δὲ ὅτι τε συγγενής ἐστιν ἐμὸς ἐνθυμηθεὶς καὶ τὴν ἀρχαίαν φιλίαν καὶ τὴν ἐν ταῖς στρατείαις συνδιατριβὴν, ὑφ' ἑνὶ γὰρ καθηγεμόνι τῷ ἡμετέρῳ θείῳ Ἀγγέλῳ τῷ μεγάλῳ στρατοπεδάρχῃ τὰ πολέμια ἐδιδασκόμεθα, ὃς οὐ μόνον τοὺς νῦν ἐν ταῖς στρατηγίαις παρήλασε πολλῷ τῷ μέτρῳ, ἀλλὰ καὶ τοῖς πάλαι ὑμνουμένοις ἐν ταῖς συγγραφαῖς Ρωμαίων στρατηγοῖς ἤρισεν ἂν περὶ πρωτείων, καὶ ὡς ἐν ἡμέρᾳ τῇ αὐτῇ πολεμίοις πρώτοις Πέρσαι δὲ ἦσαν συνήλθομεν εἰς χεῖρας· τὸ δέ με πάντων μάλιστα πεῖσαν, ὅτι εἰ τοσαῦτα ὅσα σύνοιδεν αὐτῷ προσκεκρουκότι συγγνώμην παράσχοις αὐτὸς, πάσης αἰτίας ἀπολύσας, μεταβαλεῖν ἂν ἐνόμισα καὶ αὐτὸν, ἐκ τῶν πραγμάτων αὐτῶν διδαχθέντα περὶ οἷον ἠγνωμόνει, καὶ τοῦ λοιποῦ μενεῖν εὔνουν καὶ φίλον πιστόν· ὡς ἐντεῦθεν δύο τὰ μέγιστα ἐξειργάσθαι, σοί τε φιλανθρωπίας καὶ ἡμερότητος παρασχόντα ἀφορμὴν καὶ προσέτι χρήσιμον ἐν πολλοῖς ἄνδρα προσαγαγόντα, ὃς δι' οἰκείαν ἀγνωμοσύνην ἀπολώλει, καὶ αὐτῷ μεγίστων ἀγαθῶν αἰτιώτατον ὀφθέντα, ἐπειθόμην τε αὐτοῖς δεομένοις, καὶ σοὶ προσελθὼν περὶ τῆς παντελοῦς αὐτοῦ ἐλευθερίας διειλέχθην. ἐπεὶ ἄλλως γε εἰ ἐπὶ τῆς αὐτῆς μοχθηρίας καὶ τοῦ λοιποῦ αὐτὸν ὑπενόουν μενεῖν, οὐχ ὅτι γε αὐτὸς, ἀλλὰ καὶ ἑτέρου πράττοντος ἐκώλυσα ἂν τὴν ἐλευθερίαν. τοῖς γὰρ εὐνοοῦσί σοι φίλος εἶναι οὐ μᾶλλον προῄρημαι ἐξ ἀρχῆς ἢ πολέμιος τοῖς ἐπιβουλεύουσι.» Τοιαῦτα μὲν πρὸς ἀλλήλους διειλέχθησαν αὐτοί· ἐπεὶ δὲ ἐκεκύρωτο τὸν Συργιάννην τοῦ δεσμωτηρίου ἀφεθῆναι, ἡ τοῦ βασιλέως μήτηρ βασιλὶς ἡ Ξένη πυθομένη, ὅτι βασιλεῖ τοιαῦτα ἔδοξε περὶ αὐτοῦ, ἐδυσχέραινέ τε οὐκέτι ἀνεκτῶς καὶ τὸν μέγαν δομέστικον εἶχεν ἐν αἰτίαις, οὐ μόνον ὅτι πολεμίῳ ὄντι βασιλέως καὶ διὰ τοῦτο δικαίῳ ὄντι δεσμοῖς ἀφύκτοις διὰ βίου ἔχεσθαι παντὸς αὐτὸς συνεῖπε πρὸς τὴν ἐλευθερίαν, ἀλλ' ὅτι μήτε πρότερον αὐτῇ μηδὲν μήτε προεῖπε, μήτε ἐβουλεύσατο περὶ αὐτοῦ. ὁ μέγας δὲ δομέστικος αἰτίας ἀπολύων ἑαυτὸν, ἀγνοεῖν τε ἔφασκεν ὅτι μὴ εἴη κατὰ γνώμην τὰ πραττόμενα αὐτῇ, καὶ διὰ τοῦτο μηδὲν περὶ τούτου πρότερον αὐτῇ διαλεχθῆναι. ὅμως ἐπεὶ ἔδοξεν, ἀπελύετό τε τῶν δεσμῶν ὁ Συργιάννης καὶ εὐμενείας ἀπέλαυε καὶ εὐποιΐας τῆς παρὰ βασιλέως.

εʹ. Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ ἐξ Ἀλαμανῶν ἀφίκετο πρὸς βασιλέα τὸν πρεσβύτερον πρεσβεία χρήματα αἰτοῦντες, λέγοντες, κατὰ παλαιὰν συμμαχίαν καὶ φιλίαν τῆς σφετέρας τε καὶ τῆς Ρωμαίων ἡγεμονίας, ὅταν του δέονται, προσήκειν ἑκατέροις κομίζεσθαι παρ' ἀλλήλων. Γεμπλίνοις γὰρ πᾶσι φιλίαν εἶναι πρὸς τοὺς Ρωμαίων βασιλέας, καὶ σπουδάζεσθαι αὐτοῖς ὅσα ὠφέλειάν τε καὶ τιμὴν Ρωμαίοις περιποιεῖ· νυνὶ δὲ χρημάτων δεομένους, ἀναγκαίως πρὸς βασιλέα ἥκειν, θαῤῥοῦντας ὡς λήψονται ὅτου ἂν δέωνται. ἐπεὶ δὲ Ἀνδρόνικον τὸν πρεσβύτερον βασιλέα εὗρον τῆς ἀρχῆς ἐκβεβλημένον, πρὸς τὸν νέον ἐποιοῦντο τὴν πρεσβείαν. βασιλεὺς δ' ἐπεὶ ἐπύθετο περὶ ὧν ἥκοιεν, ἐπέτρεπε τῷ μεγάλῳ δομεστίκῳ πρὸς αὐτοὺς ποιήσασθαι ἀπολογίαν ᾗ ἂν δόξειε μάλιστα τὸ εὔλογον ἔχειν. ὁ δὲ μετακαλεσάμενος τοὺς πρέσβεις, βασιλέα τε ἔφασκεν ἀκηκοέναι περὶ ὧν ἥκουσι πρεσβεύοντες καὶ αὐτὸν, καὶ τὴν μὲν παλαιὰν συμμαχίαν καὶ φιλίαν αὐτῶν πρὸς τοὺς Ρωμαίων βασιλέας καὶ αὐτὸν εἰδέναι, καὶ ὡσπερεὶ μίαν ἡγεμονίαν ἀμφοτέρας τὰς βασιλείας νομίζειν, καὶ δίκαιον ἅμα καὶ προσῆκον ἡγεῖσθαι, ὅτου ἂν δέωνται ἑκάτεροι, ὠφελεῖσθαι παρ' ἀλλήλων. χρήματα δὲ ἃ αἰτοῦσι νῦν, εἰ πρὶν τὸν πρὸς ἀλλήλους τῶν Ρωμαίων βασιλέων πόλεμον κεκινῆσθαι ἧκον, ἐκομίσαντο ἂν ᾗ ἐβούλοντο ἀρκοῦντα πρὸς τὴν χρείαν. νυνὶ δὲ ἀναλωθέντων εἰς τὸν πρὸς ἀλλήλους πόλεμον, χρημάτων μὲν τὸ νῦν εἶναι οὐκ εὐπορεῖν· ἕτερον δὲ τρόπον δύνασθαι ἰάσασθαι τὴν ἀπορίαν τῶν χρημάτων. στρατιὰν γὰρ ἂν παρασχεῖν πολλήν τε καὶ ἀγαθὴν, συμμαχήσουσαν ἐπὶ τοὺς πολεμίους. οἴεσθαι δὲ μηδὲ αὐτοὺς ἑτέρου του ἕνεκα ἢ τῆς στρατιᾶς δεῖσθαι τῶν χρημάτων, καὶ εἰ τούτου τύχοιεν, τὸ σπουδαζόμενον αὐτοῖς ἠνύσθαι. οἱ πρέσβεις δὲ χρημάτων ἕνεκα ἥκειν ἔλεγον, οὐ στρατιᾶς. τὴν γὰρ αὐτῶν πολλούς τε καὶ ἀγαθοὺς τρέφειν οἷς ἔξεστι χρῆσθαι τῷ σφετέρῳ βασιλεῖ, ἀναλωμάτων εὐποροῦντι. τοὺς μὲν οὖν πρέσβεις οὕτως εὐφυῶς ὁ βασιλεὺς ἀπεπέμψατο, δώροις φιλοφρονησάμενος εἰς ὅσον ἐξῆν μεγαλοπρεπῶς· τὴν δὲ πρὸς τοὺς πρέσβεις τοῦ μεγάλου δομεστίκου πυθόμενος ἀπολογίαν, νῦν μὲν ἔλεγε πρὸς αὐτὸν ἁρμόζουσαν φαίνεσθαι τὴν πρὸς τοὺς Λατίνους ἀπολογίαν πεποιῆσθαι δοκοῦσαν φίλοις αὐτοῖς οὖσιν ἐπαγγέλλεσθαί τινα ὠφέλειαν παρέξειν, ἐὰν δὲ αὐτοῖς ἐδόκει τὴν ἐπηγγελμένην στρατιὰν ζητεῖν, ἀπορεῖν ἧς ἂν εὐπόρησεν ἀπολογίας. ὁ μέγας δὲ δομέστικος καὶ αὐτὸς μὲν εἶπεν ἐπὶ νοῦν ταύτην ἐσχηκέναι ἀπορίαν πρὸς ἐκείνους ποιούμενος τοὺς λόγους, πλὴν τὸ μὲν ἀπορεῖν χρημάτων εἰπεῖν οὐδεμίαν αὐτοῖς ἂν φέρειν αἰσχύνην, ἅτε δὴ καὶ αὐτῶν ἀπορούντων καὶ δεομένων παρ' αὐτῶν. στρατιὰν δὲ παρέχεσθαι ἐπηγγέλθαι, μάλιστα μὲν ὅπερ ἦν καὶ αὐτὸν οἰόμενον, οὐ στρατιᾶς ἐρεῖν, ἀλλὰ χρημάτων δεῖσθαι. εἰ δ' ἄρα καὶ πρὸς τὰ δεύτερα χωροῖεν, νῦν μὲν εἰπεῖν οὐ ῥᾴδιον παρασχεῖν, καιροῦ δεομένην πρὸς παρασκευὴν, ἄλλως τε οὐδ' ἀκριβῶς εἰδότας, εἰ κατὰ γνώμην εἴη τῷ σφετέρῳ βασιλεῖ· εἰ δ' ἀπελθόντες πρὸς τὴν οἰκείαν ἀπαγγείλωσι περὶ τῆς στρατιᾶς καὶ δέοιτο αὐτῆς, τότ' ἤδη τοὺς παραληψομένους ἥκειν. χρονίου γὰρ οὔσης καὶ ὑπερορίου τῆς στρατείας, καὶ χρόνου δεῖσθαι συχνοῦ πρὸς τὴν παρασκευήν. Ἀλλὰ ταῦτα μὲν τοιαῦτα. ἐξ ἐκείνου δὲ τοῦ χρόνου, ἐξ ὅτου βασιλεὺς ὁ νέος τοῦ πάππου καὶ βασιλέως διαστὰς, εἰς Ἀδριανούπολιν ἧκεν ἄχρι καὶ τότε, τοῖς τε ἄλλοις ἅπασι τοῖς πραττομένοις καὶ δὴ καὶ τοῖς βασιλικοῖς γράμμασιν, ἃ ἐπὶ βεβαιώσει ἐγίνετό τινος, δι' ἑαυτοῦ τοῦ μεγάλου δομεστίκου ἐπιστατοῦντος δέει τοῦ μή τι τῶν μὴ προσηκόντων γενέσθαι ἢ διὰ ῥᾳθυμίαν ἢ διὰ κακόνοιαν τῶν ἐπιτετραμμένων, καὶ οὐ μικρόν τινα διὰ ταῦτα τὸν πόνον ὑφισταμένου, ὅμως ἀναγκαίαν τὴν πρόνοιαν καὶ τὴν ἐπὶ πᾶσι φροντίδα λογιζομένου καὶ φέροντος τὸν κάματον σιγῇ, τότε δὲ τῶν ἐμφυλίων πολέμων λυθέντων καὶ πεπαυμένων τῶν ἐπιβουλῶν καὶ ὑπονοιῶν, ἔγνω δεῖν καὶ αὐτὸς τῶν πόνων ἑαυτὸν ἀνεῖναι μικρόν. καὶ βασιλεῖ προσελθὼν, τόν τε ἐπὶ τοῦ προτέρου χρόνου πρὸς τὴν διοίκησιν τῶν πραγμάτων διηγεῖτο πόνον καὶ ὡς, τῶν ἐμφυλίων κακῶν ἤδη πεπαυμένων καὶ ὑποψίας οὔσης οὐδεμιᾶς, δέον πρόνοιάν τινα ποιήσασθαι ὥστε τά τε πράγματα ὥσπερ πρότερον καλῶς καὶ ὡς δέον διοικεῖσθαι, καὶ αὐτὸν ἀναπαύλης τινὸς τυγχάνειν. τοῦτο δὲ γένοιτ' ἂν, εἰ τήν τε τῶν βασιλικῶν γραμμάτων ἐπιστασίαν καὶ τὴν ἐπὶ τοῦ τῶν βασιλικῶν χρημάτων ταμιείου, ἔτι δὲ καὶ τὴν ἐπὶ τῶν εἰσπραττόντων τοὺς δημοσίους φόρους ἀναθείη ἑτέρῳ τινὶ, ὃν ἂν ἐκλέξηται αὐτός. βασιλεὺς δὲ οὐδὲ αὐτὸς ἔφασκεν ἀγνοεῖν, ὅσον ἐπὶ τοῦ προτέρου χρόνου ὑφίστατο τὸν πόνον, πᾶσιν αὐτὸς ἐφεστηκὼς, ἀλλὰ εἰδέναι τε καλῶς, καὶ οὐχ ἥκιστα θαυμάζειν, εἰ πρὸς τοσαύτην διοίκησιν πραγμάτων εἷς ὢν αὐτὸς ἐξαρκεῖ, ἔτι δὲ καὶ ἀλγεῖν ὑπὲρ αὐτοῦ, τὸν κάματον ὃν ὑπέμενεν ἐννοῶν. ὅπερ δὲ αὐτὸς ἔφης λογιζόμενος καὶ αὐτὸς, ὡς τῶν ἐμφυλίων ἕνεκα πολέμων καὶ τῶν ἐπιβουλῶν ἀναγκαῖον ἐφ' ἅπασί σε παρεῖναι καὶ πάντα πράττεσθαι διὰ σοῦ, καὶ ἄκων παρῄειν σιγῇ τὸν χρόνον. νυνὶ δὲ ᾗ ἐβούλετο τοῦ θεοῦ τὰ πράγματα καταστήσαντος, ὃν ἂν αὐτὸς ἐθέλῃς μᾶλλον πρὸς τὴν διοίκησιν ὧν ἔφης πραγμάτων ἑλοῦ· οὐ μὴν ἐκείνῳ παντάπασιν ἐπιτρέψαι τὰ πράγματα χρὴ, ἀλλὰ καὶ αὖθις αὐτὸν ἐφίστασθαι τοῖς ἀναγκαίοις, καὶ πάντα πράττεσθαί σοι κατὰ γνώμην. οὕτω γὰρ ἂν τά τε πράγματα διοικηθήσεσθαι καλῶς, καὶ αὐτὸν ἀναπαύλης τυγχάνειν οὐ μικρᾶς τινος. Ὁ δὲ μέγας δομέστικος τοῖς τε λεγομένοις ἐπείθετο πρὸς βασιλέως, καὶ παρακοιμώμενον τὸν Ἀπόκαυχον ἐπὶ τῇ διοικήσει τῶν εἰρημένων ᾑρεῖτο πραγμάτων· καὶ βασιλεὺς συνεπεψηφίζετο αὐτός· ἀποδειχθεὶς δὲ τῶν κοινῶν πραγμάτων ὁ παρακοιμώμενος διοικητὴς, ὅσα μὲν ἦν ἀναγκαῖα καὶ τῆς τοῦ μεγάλου δομεστίκου κρίσεως ἐδεῖτο, ταῦτα πρὸς αὐτὸν ἀνάγων, ᾗ αὐτὸς ἐπέτρεπεν ἐπράττετο, ἢ μόνος ἢ καὶ μετὰ βασιλέως ἔνια ἐξετάζων· ἃ δὲ οὐ τοιαῦτα, παρακοιμωμένῳ ἐφεῖτο πράττειν. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον ὁ βασιλεὺς εἰς Κύζικον ἐπεραιώθη, ἅμα μὲν τὴν τῆς θεομήτορος ἀχειροποίητον εἰκόνα, ἣ πρὸς τὸν ἐν Ὑρτακίῳ ναὸν ἦν, προσκυνήσων, ἅμα δὲ κατοψόμενος καὶ τὴν χώραν, οὔπω πρότερον ἰδών. τὸ δ' ἔτι τούτων αἰτιώτερον, ἵνα τὸν Φρυγίας ἄρχοντα Ταμηρχάνην τὸν τοῦ Γιαξῆ ταῖς κατὰ τὸν Ἑλλήσποντον ἑῴαις πόλεσιν ἐπικείμενον οὔσαις ὑπηκόοις βασιλεῖ, πρὸς συμβάσεις πείσῃ χωρῆσαι· ὃ καὶ κατὰ γνώμην ἐτελεῖτο βασιλεῖ· ἀπὸ γὰρ Κυζίκου εἰς Πηγὰς πόλιν τὴν κατὰ τὸν Ἑλλήσποντον ἐλθὼν, μετεκαλεῖτο τὸν Ταμηρχάνην, καὶ ὃς ἀφῖκτό τε κατὰ τάχος καὶ μετὰ πολλῆς τῆς μετριότητος καὶ, οἷον εἰπεῖν, δουλείας συνεγένετο τῷ βασιλεῖ. ὡς γὰρ ἐγγὺς ἐγένετο ὅσον ὁρᾷν τε τὸν βασιλέα καὶ ὁρᾶσθαι παρ' αὐτοῦ, αὐτός τε καὶ ἄλλοι Πέρσαι τῶν ἵππων καταβάντες καὶ προελθόντες ἐπὶ μικρὸν, οἱ μὲν ἄλλοι πάντες ἄπωθεν τὸν βασιλέα προσεκύνουν, τὰς κεφαλὰς ἐρείσαντες ἐπὶ τὴν γῆν· αὐτὸς δ' ἄχρι βασιλέως ἐλθὼν πεζῇ, προσεκύνει τε καὶ ἠσπάζετο τὸν βασιλέως πόδα, ἔπειτα ἔφιππος γενόμενος, μόνος μόνῳ συνεγένετο τῷ βασιλεῖ. πολλὰ δὲ πρὸς αὐτὸν περὶ εἰρήνης διαλεχθέντος βασιλέως καὶ εὖ ποιήσειν ἐπαγγειλαμένου, αὐτὸς μὲν εἰς τὸ οἰκεῖον στρατόπεδον, βασιλεὺς δ' εἰς Πηγὰς τὴν πόλιν ἐπανῆλθε. καὶ ἐς τὴν ὑστεραίαν πάλιν ἐλθὼν ὁ Ταμηρχάνης καὶ προσκυνήσας βασιλέα καὶ ἐπαγγειλάμενος εἰρήνην ἄξειν τοῦ λοιποῦ καὶ τοῖς κατὰ τὴν ἕω Ρωμαίοις μηδέποτε ἐπιστρατεύσειν, δώροις τε ἀμειψαμένου βασιλέως ἀξίως ἑαυτοῦ, ὁ μὲν ἐπανέζευξεν εἰς τὴν οἰκείαν, ἅπερ ἐπηγγείλατο ἀληθῆ ἐπὶ τῶν ἔργων ἀποδεικνύς· οὐκέτι γὰρ οὐδὲν ἠδίκησε Ρωμαίους· βασιλεὺς δὲ εἰς Βυζάντιον ἐπανῆκεν. ἔνθα διατρίβοντι ὁ τῶν Μυσῶν βασιλεὺς Μιχαὴλ μεμήνυκεν, εἰ ἀρεστὸν αὐτῷ εἴη, συνελθεῖν τε αὐτῷ καὶ τὰς σπονδὰς ἀνανεώσασθαι καὶ τὴν εἰρήνην. τὴν γὰρ πρότερον ἐν Ἀδριανουπόλει γενομένην συντυχίαν, τοῦ καιροῦ καὶ τῶν πραγμάτων οὐκ ἐώντων διὰ τὸν συμβεβηκότα τότε πόλεμον, ἐπ' ὀλίγον τε γεγενῆσθαι καὶ τεταραγμένως. καὶ ἐπεὶ κατὰ γνώμην ἦν καὶ βασιλεῖ, μεταξὺ Σωζοπόλεως καὶ Ἀγχιάλου ἐν τοῖς λεγομένοις Κρημνοῖς ἐποιήσαντο τὴν συντυχίαν καὶ σπονδὰς ἔθεντο βεβαίας διὰ βίου καὶ συμμαχίαν, καὶ διαλυθέντες ἀνεχώρησαν ἐπ' οἴκου.

ϛ΄. Βασιλεὺς δὲ ἐν δεινῷ τιθέμενος τὸ Πέρσας μὲν ἀεὶ Ρωμαίοις ἐπιστρατεύειν, αὐτοὺς δὲ ἐκείνοις μηδαμῶς, ἔγνω δεῖν πρὸς τὴν ἕω περαιωθεὶς, τοῖς κατὰ Βιθυνίαν βαρβάροις ἐπιθέσθαι· ἔτι γὰρ ἐσκήνουν ἐν τοῖς πεδίοις, ἔαρος ἤδη μεσοῦντος κατὰ μῆνα Μάϊον· καὶ μετακαλεσάμενος τὸν τῆς Μεσοθηνίας ἄρχοντα τὸν πρωτοκυνηγὸν Κοντοφρὲ, ἐβουλεύετο περὶ τῆς κατὰ τῶν βαρβάρων εἰσβολῆς. ἦν γὰρ δὴ ὁ Κοντοφρὲ οὐ διὰ τὸ Μεσοθηνίας ἐπιτροπεύειν μόνον πεῖραν ἔχων τῶν κατὰ τοὺς βαρβάρους πραγμάτων, ἀλλὰ καὶ ἄλλως ἀνὴρ ἀγαθὸς καὶ πολλῶν πολέμων ἔμπειρος καὶ μάλιστα τῶν Περσικῶν, οἷα δὴ ἐκ πρώτης ἡλικίας τοῖς ἤθεσί τε καὶ ταῖς διατριβαῖς αὐτῶν ἐντραφείς. Κοντοφρὲ δὲ ἐπέῤῥωσέ τε τὸν βασιλέα πρὸς τὸν κατὰ τῶν βαρβάρων πόλεμον, καὶ ἡδέως ἔλεγεν ἐκείνην τὴν ἡμέραν ἂν ἰδεῖν, ἐν ᾗ ἀπὸ τῶν βαρβάρων ἐξέσται Ρωμαίοις, ὧν εἰς αὐτοὺς ὑπῆρξαν, πολλῶν ἀδικιῶν δίκας λαβεῖν. ὑπετίθει τε μὴ μέλλειν, ὡς ὅσον οὔπω τῶν βαρβάρων ἀπὸ τῶν πεδινῶν ἐπὶ τὰ ὀρεινότερα ἀναχωρησόντων, τὴν ἀλέαν ἐκκλινόντων τὴν ἀπὸ τοῦ θέρους· οὕτω γὰρ εἶναι αὐτοῖς ἔθος οὖσι νομάσιν. ἐπεὶ δὲ ἐδέδοκτο ἐπιστρατεύειν τοῖς βαρβάροις καὶ μὴ μέλλειν, τὴν ἐκ Βυζαντίου καὶ Διδυμοτείχου καὶ Ἀδριανουπόλεως καὶ Θρᾴκης συναθροίσας στρατιὰν, οὐ γὰρ ἐξῆν τήν τε ἐκ Μακεδονίας καὶ τῆς ἄλλης ἑσπέρας μετακαλεῖσθαι· κατήπειγε γὰρ ὁ καιρὸς καὶ ὁ Κοντοφρὲ πάλιν ἐκ Μεσοθηνίας ἐλθὼν καὶ φάσκων νῦν εἶναι καιρὸν ἐπιθέσθαι τοῖς βαρβάροις, ὡς ὅσον οὔπω πρὸς τὰς δυσχωρίας ἀποχωρήσουσι τῆς ὀρεινῆς, τὴν ἠθροισμένην στρατιὰν λαβὼν ὁ βασιλεὺς, ἐπεραιώθη πρὸς τὴν ἕω, λήγοντος ἤδη ἔαρος, κατὰ τὸ Σκουτάριον προσαγορευόμενον. ἐπεὶ δὲ ἠγγέλθη τοῖς βαρβάροις ἡ τοῦ βασιλέως ἔφοδος, ὅσοι μὲν ἦσαν νομάδες κατὰ τὴν Βιθυνίαν διεσκεδασμένοι σκηνάς τε ἀναλαβόντες καὶ βοσκήματα καὶ τὴν ἄλλην ἀποσκευὴν, ἐπὶ τὰ ὑψηλότερα ἀνῆλθον τῶν ὀρῶν, καὶ ποῤῥωτέρω ἢ ἐξ ἔθους ἦν αὐτοῖς. Ὀρχάνης δὲ ὁ τῶν αὐτόθι Περσῶν σατράπης, ὅση ἦν αὐτῷ πεζὴ καὶ ἱππικὴ δύναμις ἀναλαβὼν, ἐπεὶ ἐπύθετο, τὸν βασιλέα διὰ Μεσοθηνίας μέλλοντα ἰέναι, πολλὰς ἐχούσης δυσχωρίας καὶ ὀχυρότητας αὐτοφυεῖς, οὐ τῇ σφετέρᾳ δυνάμει μᾶλλον ἢ τῇ θέσει θαῤῥήσας τοῦ τόπου, εἰς Μεσοθηνίαν ἐλθὼν, ὑψηλοῖς χωρίοις καὶ δυσπροσόδοις ἐγκαθίδρυσε τὴν στρατιάν. βασιλεὺς δὲ ἀπὸ Σκουταρίου δυεῖν ἡμερῶν ὁδὸν ἀνύσας, τῇ τρίτῃ ἅμα ἕῳ, ἐπεὶ πάλιν τῆς αὐτῆς εἴχοντο ὁδοῦ, καὶ ἡ Περσικὴ στρατιὰ ἐφάνη ἄπωθεν ἐν χωρίοις ὑψηλοῖς ἐγκαθιδρυμένη. ὀλίγον δὲ προελθὼν ὁ βασιλεὺς, ἐστρατοπέδευσε καὶ αὐτὸς ἐν χωρίῳ Πελεκάνῳ προσαγορευομένῳ, καὶ τοὺς ἐν τέλει συναγαγὼν, ἐβουλεύοντο ὅ, τι δέοι ποιεῖν. ἐδόκει δὴ περαιτέρω μὴ προβαίνειν, ἅμα μὲν καὶ διὰ τὸ τοὺς νομάδας Πέρσας οἷς ἐπῄεσαν ὡς ἐξανδραποδισόμενοι, τὴν ἔφοδον αἰσθομένους διαδρᾶναι, ἅμα δ' ὅτι, τῶν τε χωρίων δυσβάτων καὶ στενῶν ὄντων, δι' ὧν ἔμελλον διϊέναι, καὶ στρατιᾶς ἀντιστρατοπεδευομένης πεζῆς τε καὶ ἱππικῆς, οὐκ ἀναγκαῖον διακινδυνεύειν ἐπὶ κέρδει οὐδενί. ἵνα δὲ μὴ δοκοῖεν τῷ δέει τῶν βαρβάρων ἀναστρέφειν, εἰς τὴν ὑστεραίαν ἅμα ἕῳ ὁπλισαμένους ἐπὶ τοῦ πεδίου κατέναντι τῶν βαρβάρων παρατάξασθαι ὡς εἰς μάχην. κἂν μὲν αὐτοὶ τῆς δυσχωρίας ἀποστάντες, ἐπὶ τοῦ ὁμαλοῦ θελήσωσι διαγωνίσασθαι αὐτοῖς, καὶ αὐτοὶ ἐπιδείξεσθαι τὴν οἰκείαν ἀρετήν· ἐὰν δὲ μὴ αὐτοὶ τῆς δυσχωρίας ἀφιστῶνται, τῆς εἰς Βυζάντιον ἔχεσθαι φερούσης τεταγμένως, ἔργῳ δείξαντας, ὡς οὐ διὰ δειλίαν, ἀλλὰ τὸ μὴ ἔχειν οἷστισι συμβαλοῦσιν, ἀνέζευξαν εἰς τὴν οἰκίαν. οὕτω μὲν δὴ ἐδέδοκτο· καὶ ηὐλίσαντο τὴν νύκτα ἐκείνην κατὰ τὸν Πελεκάνον, ἅμα δὲ ἕῳ μετὰ τοὺς εἰωθότας ὕμνους πρὸς θεὸν τῇ σάλπιγγι ἐκέλευεν ὁ βασιλεὺς τῇ στρατιᾷ τὴν ἐφόπλισιν σημαίνειν. ἐπεὶ δὲ ὡπλίσαντο, κατέναντι τῶν βαρβάρων ἦλθον, παρατεταγμένοι ὡς ἐς μάχην, ᾗ ἐδέδοκτο τῇ προτεραίᾳ. Ὀρχάνης δὲ καὶ αὐτὸς ἰδὼν τὸν βασιλέα ἐπιόντα, ἀντιπαρέταττε καὶ αὐτὸς τὴν στρατιάν. καὶ μέρος μέν τι κατέκρυψεν ἐν λόχοις, ὡς ἂν, εἰ οἱ Ρωμαῖοι ὑπερσχόντες ἐπίωσιν αὐτοῖς, οἱ ἐν ταῖς ἐνέδραις ἐκ τοῦ αἰφνιδίου ἐπελθόντες, ἐκπλήξωσί τε διὰ τὸ ἀπροσδόκητον καὶ τρέψωνται αὐτούς· τὴν δ' ἄλλην ἅπασαν δύναμιν ἀναλαβὼν, ἔστη ἐπὶ μετεώρου. τριακοσίους δὲ ἀπολεξάμενος τοὺς παρ' αὐτῷ μαχιμωτάτους ἱπποτοξότας, ἵππους ἔχοντας τῶν μάλιστα θέειν ἀγαθῶν, ἐκέλευσεν αὐτοῖς οὐ κατὰ συστάδην, ἀλλ' ἐξ ἐφόδων συμπλέκεσθαι τῇ βασιλέως στρατιᾷ, καὶ ἐπιόντας μὲν μὴ ὑπομένειν, ἀλλὰ φεύγοντας τοξείαις χρῆσθαι, ἀναχωροῦσι δὲ αὖθις ἐπιτίθεσθαι. συμβέβηκε δὲ τὸ μεταξὺ τῶν στρατευμάτων ἀμφοτέρων ὅσον μὲν ἦν κατὰ τοὺς Ρωμαίους ὁμαλόν τε εἶναι καὶ ῥᾴδιον πρὸς τὰς ἱππηλασίας, τὸ δὲ κατὰ τοὺς Πέρσας οὐ μόνον ἄναντες καὶ δυσπρόσοδον, ἀλλὰ καὶ τάφροις αὐτοφυέσι πανταχόσε διατετμημένον· ᾧ καὶ μᾶλλον οἱ βάρβαροι πεποιθότες ἐπῄεσαν Ρωμαίοις. τούτοις μὲν οὖν τοῖς τριακοσίοις προσετέτακτο τὸν τρόπον τοῦτον συμπλέκεσθαι Ρωμαίοις. ἑτέρους δὲ χιλίους ὄπισθεν αὐτῶν ἐπέστησε κατὰ τὰς τάφρους καὶ τὰς δυσχωρίας, ὡς ἂν, εἰ διώκοιντο οἱ τριακόσιοι πρὸς τῶν Ρωμαίων, αὐτοὶ πρὸς τὰ στενὰ ἑστῶτες ἀμύνωσιν αὐτοῖς· ἑκατέρωθέν τε αὐτῶν χιλίους ἐφ' ἑκάστῳ μέρει τῆς αὐτῆς ἕνεκα αἰτίας. βασιλεὺς δὲ ἐπεὶ ἑώρα τοὺς Πέρσας ἀπὸ τοῦ λόφου κατιόντας, τριακοσίους καὶ αὐτὸς ἐπιλεξάμενος ἐκ τῶν ἰδίων καὶ περιστησάμενος ἑαυτῷ, τοιαύτην τινὰ παραίνεσιν ἐποιήσατο πρὸς αὐτούς· «ἄνδρες στρατιῶται, τὴν μὲν εὔκλειαν τῶν Ρωμαίων καὶ τὴν δόξαν, ἣν ἀπὸ τοῦ φοβεροὶ τοῖς πολεμίοις εἶναι ἐκτήσαντο ἐξ ἀρχῆς, οὐδ' αὐτοὶ ἀγνοεῖτε· οὗτοι γάρ εἰσιν οἱ μικροῦ δεῖν πᾶσαν παραστησάμενοι τὴν οἰκουμένην, καὶ πάντα γένη καὶ Εὐρωπαῖα καὶ τὰ ἐπὶ τῆς Ἀσίας ἀναγκάσαντες αὐτοῖς δουλεύειν. ὅτι δὲ ἡμᾶς οὐκ ἐπὶ πολύν τινα χρόνον οὐκ ὀλίγα τινὰ τῶν βαρβάρων συμβέβηκεν ἐλαττωθῆναι, οὐ χρὴ διὰ ταῦτα καὶ πρὸς τὰ ὑπόλοιπα ἀπαγορεύειν. οὐδὲ γὰρ κατὰ τὴν ἡμετέραν κακίαν τὸ ἡσσῆσθαι προσεγένετο, ἀλλὰ τοῦ θεοῦ πρὸς ἔκτισιν ὧν προσκεκρούκαμεν αὐτῷ, διὰ τῶν βαρβάρων τιμωρουμένου. οὐ δὴ δίκαιον τοὺς τὴν γνώμην μὴ κατὰ κράτος νικηθέντας, ἔχοντας δέ τινα αὖθις κρείττονα ἐλπίδα τῆς συμφορᾶς τῇ ἀποβάσει ἀμβλύνεσθαι· νομίσαι δὲ ἐν μὲν ταῖς πράξεσιν ἐνδέχεσθαι σφάλλεσθαι τοὺς ἀνθρώπους, ταῖς δὲ γνώμαις ἀεὶ τοὺς αὐτοὺς ἀνδρείους ὀρθῶς εἶναι, καὶ μὴ διὰ τὴν προτέραν ἧτταν, τοῦ ἀνδρείου παρόντος, εἰκότως ἂν ἔν τινι κακοὺς ὀφθῆναι. ὑμεῖς δὲ οὔτε ἐμπειρίᾳ τῇ πρὸς τὰς μάχας λείπεσθε τῶν βαρβάρων, ἀλλὰ καὶ τῇ τόλμῃ πολὺ προέχετε αὐτῶν. ὁρᾶτε γὰρ αὐτοὺς κατεπτηχότας καὶ καταδυομένους πρὸς τὰ κοῖλα τῶν ὀρῶν καὶ μηδαμοῦ τῆς δυσχωρίας ἀποστῆναι βουλομένους, μηδὲ ἐκ τοῦ ἴσου διαγωνίσασθαι ἡμῖν τολμῶντας. γίνεσθε δὴ ἄνδρες ἀγαθοὶ καὶ τὴν καταπεσοῦσαν ἤδη δόξαν τῶν προγόνων ἀνορθώσατε αὐτοὶ, καὶ μὴ νομίσητε ὑπὲρ μηδὲν προσηκούσης γῆς ὑμῖν διαγωνίζεσθαι πρὸς τοὺς βαρβάρους, ἀλλ' ὑπὲρ ἐλευθερίας μάλιστα καὶ τῆς οἰκείας ἕκαστος πατρίδος. ἐὰν γὰρ ἐνταῦθα ἀξίως ἑαυτῶν ἀγωνιζόμενοι νικήσωμεν αὐτοὺς, πρὸς οἷς ἀφῃρήμεθα πρότερον ὑπ' αὐτῶν καὶ τὴν οὖσαν καρπωσόμεθα ἀδεῶς. πρὸς τούτοις δὲ εἰ μὲν καὶ αὐτὸς συνηγωνιζόμην ὑμῖν ἐν τῷ παρόντι, πρόφασις ἂν ἦν τινι κακῷ γενέσθαι λήσειν οἰομένῳ· ἐπεὶ δὲ αὐτὸς ἔξω ἕστηκα τῶν ἄλλων βραβευτὴς, ἔξεστι σκοπεῖν ἑκάστῳ ὡς, εἰ μὲν κακὸς ὀφθείη, κολασθήσεται τῇ πρεπούσῃ ζημίᾳ· οἱ δὲ ἀγαθοὶ τιμηθήσονται τοῖς προσήκουσιν ἄθλοις τῆς ἀρετῆς. τὴν δὲ συμπλοκὴν ὁποίαν τινὰ χρὴ ποιεῖσθαι πρὸς τοὺς βαρβάρους, καὶ αὐτοὶ μὲν ἴστε ἐκ παιδὸς πολεμίοις ἔργοις ἐντεθραμμένοι· παραινέσω δὲ καὶ αὐτός. εἰ μὲν γὰρ τεταγμένοι κατὰ φάλαγγας ἐκ τοῦ ὁμοίου καὶ αὐτοὶ ἐμάχοντο ἡμῖν, ἦν ἀναγκαῖον καὶ ἡμᾶς τὴν τάξιν φυλάττοντας αὐτοῖς ἐπιέναι· ἐπεὶ δὲ, ὅσον ἀπὸ τῶν γινομένων ἐστὶν εἰκάζειν, οὐκ εἰς χεῖρας ὑμῖν ἰέναι διανοοῦνται, ἀλλ' ἄπωθέν τε βάλλειν καὶ ἐπιόντας οὐχ ὑφίστασθαι, ἀλλ' ὑπαναχωρεῖν πρὸς τὰς δυσχωρίας καὶ τοὺς τεταγμένους ἐν αὐταῖς, δέον καὶ ὑμᾶς μέχρι μὲν τοῦ ἐν ἐφικτῷ τῶν τοξευμάτων γίνεσθαι σχολῇ βαδίζειν καὶ τεταγμένως, ἐπειδὰν δὲ γένησθε ἐγγὺς, ὀξύτητι πάσῃ χρῆσθαι καὶ εὐψυχίᾳ, ἅμα μὲν τὸ μεταίχμιον συναιροῦντας ὡς ἂν μὴ κατὰ σχολὴν βάλλησθε τοῖς βέλεσι συχνοῖς, ἅμα δ', ἵνα καὶ τὴν ἀναχώρησιν τῶν βαρβάρων φθάνοντες αὐτοὺς κακῶς ποιῆτε· τὴν δίωξιν δὲ μὴ ἐπιπολὺ ποιεῖσθαι, μηδὲ θρασύτητι ἐπαιρομένους, ἑαυτοὺς εἰς τοὺς κινδύνους εἰσωθεῖν· ἀλλ' ἐπειδὰν ἐν τοῖς ἐπιτάκτοις γένησθε ἐκείνοις, πάλιν ὑπαναχωρεῖν πρὸς τὸ πεδίον, τὴν τάξιν τε φυλάττειν καὶ ἐπιόντας ἀμύνεσθαι τοὺς βαρβάρους.» Τοιαῦτα μὲν ὁ βασιλεὺς παρεκελεύσατο τοῖς στρατιώταις, ἅμα καὶ βοήθειαν τὴν ἐκ τοῦ κρείττονος καὶ νίκην ἐπευξάμενος αὐτοῖς. οἱ δὲ προσκυνήσαντές τε βασιλέα καὶ ἢ καλῶς νικήσειν ἢ εὐκλεῶς τεθνήξεσθαι εἰπόντες, σταυρῷ τε καθοπλίσαντες ἑαυτοὺς, ἐχώρουν κατὰ τῶν βαρβάρων τεταγμένως καὶ κατὰ σχολήν. ἐστρατήγει δὲ αὐτῶν Ἐξώτροχος ὁ μέγας ἑταιρειάρχης. ἀντεπῄεσαν δὲ καὶ οἱ βάρβαροι αὐτοῖς ὁμοίως. ἐπειδὴ δὲ ἦσαν ἐγγὺς ἀλλήλων ὅσον ἐφικνεῖσθαι τοῖς τοξεύμασιν, οἱ Ρωμαῖοι μὲν, ᾗ αὐτοῖς προσετέτακτο πρὸς βασιλέως, ὅλους ἀνέντες χαλινοὺς, ὅσον ἐνῆν ὀξέως ἐπεφέροντο τοῖς Πέρσαις· οἱ βάρβαροι δὲ καρτερήσαντες μὲν ἐπὶ μικρὸν καὶ βέλη κατὰ τῶν Ρωμαίων ἀφέντες, οἰόμενοι οὕτως ἂν ἀποτρέψαι τῆς ὁρμῆς, ἐπεὶ ἑώρων αὐτοὺς ἀτρέπτως ἐπιόντας καὶ οὐδὲ ὀλίγα φροντίζοντας τῶν οἰστῶν, εἰς φυγὴν ἐτράποντο εὐθύς. ἐν δὲ τῇ φυγῇ ἀπέθανον περὶ τεσσαράκοντα αὐτῶν, οἱ λοιποὶ δὲ διεσώθησαν πρὸς τὰς δυσχωρίας καὶ τοὺς τεταγμένους ὄπισθεν καταφυγόντες. Ρωμαίων δὲ ἀπέθανεν οὐδεὶς οὔτε ἐτρώθη· ἵπποι δὲ ἐγένοντο ὀλίγοι τραυματίαι. ἀναχωρήσαντες δὲ ἀπὸ τῆς διώξεως, ἔστησαν ἐπὶ τοῦ πεδινοῦ πάλιν ὡς ἐπὶ βαλβίδος, τὴν ἔφοδον τῶν βαρβάρων περιμένοντες· οἱ Πέρσαι δὲ μικρὸν ἐνδιατρίψαντες τοῖς οἰκείοις καὶ πλείους τῶν πεσόντων προσλαβόμενοι ἑτέρους, ᾔεσαν ἐπὶ τοὺς Ρωμαίους. καὶ ἐπεὶ πάλιν ὥσπερ καὶ πρότερον ἐγένοντο ἐγγὺς, τῇ ἴσῃ καὶ ὀξύτητι καὶ προθυμίᾳ τῶν Ρωμαίων χρησαμένων, ἐτράπησάν τε αὖθις εἰς φυγὴν οἱ βάρβαροι καὶ περὶ τριάκοντα αὐτῶν ἀπέθανον ἐν τῇ διώξει· Ρωμαίων δὲ οὐδεὶς, οὔτε ἐτρώθη, εἰ μὴ ἔνιοι τῶν ἵππων. Ὀρχάνης δὲ ὁρῶν ἀπὸ τοῦ λόφου τοὺς ἰδίους ἤδη ἡσσημένους δὶς, παρεθάῤῥυνέ τε τοὺς βαρβάρους καὶ ἐπεβοήθει πέμψας στρατιάν. βασιλεὺς δὲ ἐπῄνει τε τοὺς ἰδίους καὶ αὐτὸς τῆς εὐψυχίας ἕνεκα καὶ τῆς ἀνδρίας καὶ παρεκάλει μὴ ὑφίεσθαι τῆς τόλμης, ὡς ἀεὶ κρείττους τῶν βαρβάρων ἐσομένους, ἔπεμπέ τε καὶ στρατιὰν ἀξιόμαχον πρὸς τοὺς βαρβάρους. καὶ γενομένων ἐγγὺς τῶν στρατευμάτων, πάλιν ἀντέσχον μὲν οἱ Πέρσαι ἐπὶ πλέον· ἐκβιασθέντες δ' ὅμως ὑπὸ τῶν Ρωμαίων, ἐτράπησαν εἰς φυγὴν πρὸς τοὺς οἰκείους καὶ ἔπεσον ὀλίγοι ἐξ αὐτῶν. τοιαύτας μὲν δὴ τὰς συμπλοκὰς καὶ τὰς ἀναχωρήσεις οἱ Πέρσαι πρὸς τοὺς Ρωμαίους ἐποιοῦντο ἄχρι δείλης τῆς ἡμέρας ἐν ἀρχαῖς μάλιστα τοῦ θέρους, Ἰουνίου μηνὸς ἐνισταμένου. καὶ κατὰ πάσας μὲν τὰς συμβολὰς ἐνίκων οἱ Ρωμαῖοι· κατὰ κράτος δὲ αὐτῶν περιγενέσθαι οὐκ ἠδύναντο, ἅμα μὲν διὰ τὸ φάραγγας βαθείας περιβεβλῆσθαι τὴν Περσῶν στρατιὰν καὶ μηδεμίαν κύκλωσιν παρέχειν τοῖς Ρωμαίοις, ἅμα δ', ὅτι καὶ τὸ πεδίον, ἐν ᾧ κατιόντες διηγωνίζοντο οἱ Πέρσαι, τάφροις αὐτοφυέσι καὶ αὐτὸ διατετμημένον ἦν πανταχοῦ, ἐν οἷς τοξόται ἱστάμενοι πολλοὶ τὴν τελείαν νίκην ἀφῃροῦντο Ρωμαίους, βάλλοντες ἐκ τῶν ὀχυρωμάτων· τήν τε στρατιὰν αὐτοῖς πᾶσαν βασιλέα οὐκ ἐξῆν ἐπαγαγεῖν διὰ τοῦ τόπου τὴν ἀνωμαλίαν. ἐξ ἐκείνου δὲ ὁ Ὀρχάνης νομίσας καιρὸν εἶναι καὶ σφοδροτέρας προσβολῆς, χιλίους ἑτέρους ἀπολεξάμενος τῶν Περσῶν, ἐκέλευσεν εἰς τὸ πεδίον καταβάντας ἅμα τοῖς τριακοσίοις προσβαλεῖν Ρωμαίοις. βασιλεύς τε ἐπεὶ ἐκείνους ἑώρα κατιόντας, τοῖς τε πρότερον μαχομένοις στρατιώταις τῆς ἀνδρίας ἕνεκα εὐχαριστήσας τὰ εἰκότα καὶ τὸν στρατηγὸν αὐτῶν Ἐξώτροχον ἐπαινέσας καὶ τῆς ἐμπειρίας καὶ τῆς τόλμης, ἔπεμπε καὶ στρατιὰν ἑτέραν, ἧς ἦρχε Τάγαρις Μανουὴλ ὁ μέγας στρατοπεδάρχης, ὡς σὺν αὐτοῖς ἀντιστησομένην τοῖς βαρβάροις. καὶ γενομένης ἐπιπολὺ μάχης ἰσχυρᾶς ἐξ ἑκατέρων τῶν μερῶν, τῶν μὲν Ρωμαίων ἵππων ἐτρώθησαν πολλοὶ, στρατιῶται δὲ ἐγένοντο ὀλίγοι τραυματίαι, τέθνηκε δὲ εἷς· Περσῶν δὲ ἔπεσον πεντήκοντα παρὰ τὴν μάχην. Ὀρχάνης δὲ ἐν ᾧ ἡ μάχη συνεκροτεῖτο, τὴν στρατιὰν, ἣν εἶχε, πᾶσαν ἔστησεν ἐπὶ μετώπου, πρότερον γὰρ μέρος τι αὐτῆς πολὺ ἐν ταῖς ἐνέδραις κεκρυμμένον ἦν, ὡς εἶναι καταφανῆ καὶ Ρωμαίοις καὶ βαρβάροις, οἰόμενος ἐκείνοις τε προθυμίαν καὶ Ρωμαίοις ἔκπληξιν τὸ τοιοῦτον ἐμποιήσειν. ὡς δὲ ἑώρα τῆς ἐπινοίας ἀπονάμενος οὐδὲν, οἱ Ρωμαῖοι γὰρ οὐδὲν ἧττον ἐμάχοντο εὐψύχως καὶ ἤδη περιεγίνοντο τῶν πολεμίων, Παζαρλοῦν τὸν ἀδελφὸν πανστρατιᾷ ἐκέλευσε τοῖς Ρωμαίοις συμβαλεῖν· μικρὸν δὲ καὶ αὐτὸς ἀπὸ τοῦ λόφου καταβὰς, πάλιν ἔστη μετ' ὀλίγων ὅ, τι ἂν ἀποβαίη σκοπῶν. βασιλεὺς δ' ἐπεὶ ἑώρα πανστρατιᾷ πρὸς τὴν μάχην τοὺς βαρβάρους ὡρμημένους, τὰς μὲν ἄλλας ἐκέλευε τάξεις μένειν πάσας ἀτρεμούσας, αὐτὸς δὲ τρία τέλη ἀναλαβὼν, ἐχώρει πρὸς τὴν μάχην. ἐτέτακτο δὲ ἐπὶ μὲν τοῦ δεξιοῦ κέρως ὁ μέγας δομέστικος, τὸ ἀριστερὸν δὲ εἶχεν ὁ Ἄγγελος Ἰωάννης ἐξάδελφος αὐτῷ, βασιλεὺς δὲ ἐπεῖχε τὸ μέσον. καὶ συμβαλόντες τοῖς βαρβάροις, ἐτρέψαντό τε κατὰ κράτος, μηδὲ ἀντισχεῖν τὴν πρώτην δυνηθέντας ὁρμὴν καὶ τὰς δυσχωρίας πάσας ὑπερβάντες, ἄχρι τῶν ἄκρων κατεδίωξαν τοῦ λόφου, ἔνθα καὶ Ὀρχάνης ἦν ἑστώς. ἔπεσον δὲ παρὰ τὴν μάχην Περσῶν μὲν πεντήκοντα καὶ ἑκατὸν, Ρωμαίων δὲ οὐδεὶς, ἀλλ' οὔτε ἐτρώθη, οὔτε στρατιώτης οὔτε ἵππος. βασιλεὺς δὲ ἀνεχώρησεν ἐκεῖθεν, τὸ βιάζεσθαι πρὸς τὸν λόφον οὐχ ἡγούμενος λυσιτελεῖν, καὶ πρὸς τὸ πεδίον ἐλθὼν, ἐκέλευεν ἕκαστον τὴν ἣν εἶχεν ἐξ ἀρχῆς τάξιν φυλάττειν. οἱ βάρβαροί τε ἐπὶ τοὺς πρόποδας ἔστησαν τοῦ ὄρους, τὸ περαιτέρω προβαίνειν οὐχ ἡγούμενοι λυσιτελεῖν.
https://byzantium.gr/

ζʹ. Βασιλεὺς δὲ ὁρῶν τοὺς βαρβάρους οὐκέτι διανοουμένους εἰς χεῖρας αὐτοῖς ἰέναι, ἐβουλεύετο μετὰ τῶν ἐν τέλει ὅ, τι δέοι ποιεῖν αὐτούς. παρελθὼν δὲ ὁ μέγας δομέστικος, ἐβουλεύετο τοιάδε· «τὰ μὲν πράγματα ἡμῖν ᾗ αὐτοί τε ἐβουλευσάμεθα ἐξ ἀρχῆς, καὶ πρὸς πέρας ἐχώρησεν ἀγαθόν. παρεταξάμεθά τε γὰρ αὐτοὶ ἐλθόντες ὡς πρὸς μάχην πρῶτοι, ὡς ἂν μὴ δοκοίημεν τῷ δέει τῶν βαρβάρων ἀναχωρεῖν, οἵ τε πολέμιοι φανερῶς μὲν ἀντιτάξασθαι οὐκ ἐτόλμησαν ἡμῖν, μαρτυρήσαντες ἐναργῶς, ὡς οὐκ ἀξιομάχους ἑαυτοὺς ἐνόμισαν ἡμῖν, οὐκέτι δὲ ἀπέσχοντο τοῦ μὴ καὶ πεῖραν λαβεῖν συμπάσης τῆς δυνάμεως αὐτῶν. εἰ γὰρ μὴ καὶ Ὀρχάνης αὐτὸς παρεγένετο πρὸς τὴν μάχην ὅπως τινὰ ἡμῖν ἔτι ὑπολίποιτο ἐλπίδα τοῦ δυνήσεσθαί τι πλέον αὐτὸς παρὼν, ἀλλ' ἡμῖν γε δῆλον ἐξ αὐτῶν κατέστη τῶν πραγμάτων, ὡς οὐδὲν ἂν ἔσοιτο πλέον αὐτοῦ παρόντος. ὅτε τοίνυν τὸ μὲν εἰς χεῖρας ἡμῖν ἰέναι φανερῶς ἐξέκλινεν αὐτὸς, ἐν δὲ ταῖς κατὰ μέρος συμπλοκαῖς ἀεὶ τὸ πλέον ἔσχομεν ἡμεῖς, ὑπὲρ τετρακοσίους γὰρ πεσόντων βαρβάρων, Ρωμαίων τέθνηκε μόνος εἷς, ποίαν ἄν τις ἀπόδειξιν ζητοίη μείζονα καὶ περιφανεστέραν τοῦ καὶ ταῖς γνώμαις τοὺς βαρβάρους καὶ τοῖς σώμασιν ἡμῶν ἡσσῆσθαι; κἀκεῖνο δέ τις μέγιστον ἂν τεκμήριον τιθείη τοῦ οἴεσθαι ἡμᾶς τοὺς βαρβάρους δυνατωτέρους ἑαυτῶν· τοῦ γὰρ ὑπηρετικοῦ τῆς στρατιᾶς διὰ πάσης τῆς ἡμέρας ἐγγὺς αὐτῶν τροφὴν τοῖς ἵπποις συλλεγόντων, οὐδὲ ἐπεχείρησαν οἱ βάρβαροι κωλῦσαι, καίτοι γε τὰ ἄλλα ὄντες τοῦ δέοντος μᾶλλον φιλοπόλεμοι καὶ φιλοκερδεῖς· ἐπειδὴ δὲ ὅσον οὔπω καὶ ὁ ἥλιός ἐστι πρὸς δυσμὰς, ἄριστον εἶναί μοι δοκεῖ, εἰς τὸ στρατόπεδον ἐλθόντας αὐλίσασθαι τὴν νύκτα, καὶ ἐς τὴν ὑστεραίαν ἅμα πρωῒ τὰ ὅπλα ἔχοντας, τεταγμένως τὴν ἐς Βυζάντιον ἰέναι. κἂν μὲν οἱ βάρβαροι τῆς δυσχωρίας ἀποστάντες ἐπὶ τοῦ πεδίου ἐθελήσωσι διαγωνίσασθαι πρὸς ἡμᾶς, θεῷ μελήσει τὴν νίκην ὁποτέροις ἂν παράσχοι. ἂν δ' ἐπὶ τοῦ λόφου μένοντες, ἀπόσχωνται τῆς μάχης, ᾧ καί μοι μᾶλλον ἔπεισι πείθεσθαι, ὡς διὰ πεδίου μέλλομεν ἰέναι ἐνθυμουμένῳ, μετὰ βελτίστου τοῦ σχήματος ἡ ἐπάνοδος κείσεται ἡμῖν, ἀμφοτέρωθεν ἔχουσι τὴν νίκην, ἔκ τε ὧν τῇ προτεραίᾳ ἀγωνισάμενοι τὸ πλέον ἔσχομεν αὐτῶν καὶ ἐξ ὧν εἰς τὴν ὑστεραίαν αὐτοὶ μὲν ἔργῳ προὐκαλούμεθα εἰς μάχην· ἐκεῖνοι δ' οὐκ ἀξιόχρεως αὐτοὺς νομίζοντες, ἔμειναν ἑστῶτες ἐπὶ τῶν ὀχυρωμάτων.» Τοιαῦτα τοῦ μεγάλου δομεστίκου βουλευσαμένου, ὅ, τε βασιλεὺς ἐπείθετο αὐτίκα καὶ τοῖς ἄλλοις ἄριστα ἐδόκει. καὶ τῶν σημείων ἀρθέντων ἅμα καὶ τῆς σάλπιγγος ἀνάζευξιν σημηνάσης, πρὸς τὸ στρατόπεδον ἐχώρουν, παιωνίσαντες ὡς ἐπὶ νίκῃ. Ὀρχάνης δὲ αὐτὸς μὲν ἔμεινεν ἐπὶ τοῦ λόφου τὸ πολὺ τῆς στρατιᾶς ἔχων, μέρος δέ τι πέμψας παρέπεσθαι ἐκέλευσε Ρωμαίοις ἄχρι στρατοπέδου. ἐκ δὲ τῆς Ρωμαίων στρατιᾶς οἱ μάλιστα ἡβῶντες, οὐ τῶν εὐγενεστέρων μόνον, ἀλλὰ καὶ τῆς ἄλλης στρατιᾶς, τοὺς Πέρσας αὐτοῖς ὁρῶντες ἑπομένους, οἷα νέοι καὶ δυσκάθεκτοι ταῖς ὁρμαῖς, τῶν τάξεων ἐξιόντες τῶν σφετέρων, ὑπελείποντο ὀπίσω καὶ τοῖς βαρβάροις συνεπλέκοντο ἐξ ἐφόδων. ὁ μέγας δὲ δομέστικος τήν τε ἀκαιρίαν ὑποπτεύων, ἤδη γὰρ ὀψὲ ἦν, καὶ δεδιὼς περὶ τοῖς στρατιώταις μή τι τοῖς βαρβάροις κακουργηθῇ περὶ αὐτοὺς, ἄλλως τε καὶ δι' ὀργῆς αὐτοὺς ποιούμενος ὅ,τι μήτε βασιλέως προστεταχότος, μήτ' αὐτοῦ τῆς Ρωμαίων συμπάσης στρατηγοῦντος στρατιᾶς, ἀτάκτως καὶ συνθήματος χωρὶς τοῖς βαρβάροις συμπλέκονται λειπόμενοι ὀπίσω, τὴν μὲν σημαίαν καὶ τὸ τάγμα τὸ ὑπ' αὐτὸν ἑνὶ τῶν ὑποστρατηγούντων αὐτῷ παραδοὺς, εἰς τὸ στρατόπεδον ἐκέλευε χωρεῖν· αὐτὸς δὲ ὀλίγους λογάδας παραλαβὼν, ἐχώρει πρὸς τοὺς μαχομένους τοῖς βαρβάροις, ἅμα μὲν τῆς μάχης ἀποστήσων καὶ ἄξων μεθ' ἑαυτοῦ πρὸς τὴν στρατιὰν, ἅμα δὲ καὶ δίκην ἐπιθήσων τὴν προσήκουσαν τοῖς ἀτάκτοις. τοῖς ἴσοις δὲ λογισμοῖς χρησάμενος καὶ βασιλεὺς, τὸ ἴδιον τάγμα καὶ αὐτὸς καὶ τὴν σημαίαν τὴν βασιλικὴν Ἀσάνῃ Μανουὴλ τῷ Ἀνδρονίκου υἱῷ ἐξαδέλφῳ ὄντι αὐτοῦ παραδοὺς καὶ χωρεῖν πρὸς τὸ στρατόπεδον κελεύσας, λογάδας καὶ αὐτὸς παραλαβών τινας, ἐβάδιζεν ὀπίσω. οὕτω δὲ συμβὰν, γενόμενοι ἀλλήλοις ἐν ταὐτῷ καὶ τὴν αἰτίαν τῆς ὑποστροφῆς πυθόμενοι εἶναι τὴν αὐτὴν, ἐπεὶ ἐδόκουν καιρίως πεποιῆσθαι, ἄχρι τῶν μαχομένων ἦλθον καὶ τῆς συμβολῆς μὲν ἀπέστησαν ἐκείνους, αὐτοὶ δὲ καὶ ἄκοντες τοῖς βαρβάροις συνεπλέκοντο. οἱ γὰρ βάρβαροι τὴν μὲν στρατιὰν ὁρῶντες ἤδη οὐκ ὀλίγον αὐτῶν ἀφεστηκυῖαν, τοὺς ὑπολειπομένους δὲ ὀλίγους, καὶ νομίσαντες καιρὸν εἶναι αὐτοῖς ἐπιθεμένους διαφθεῖραι, λογάδες καὶ ἐξ αὐτῶν καὶ πολλάκις τόσοι ἐπιθέμενοι, ἐν χρῷ κατέστησαν αὐτοὺς κινδύνου. δομέστικός τε γὰρ ὁ μέγας, τοῦ ἵππου αὐτῷ ἐν ταῖς ἐκδρομαῖς καὶ ἀναστροφαῖς πεσόντος, μικροῦ ἐδέησεν ἀποθανεῖν, εἰ μὴ βασιλέως καὶ τῶν ἄλλων περιστάντων, ἐφ' ἕτερον ἀνηνέχθη. καὶ τὸν βασιλέως ἵππον ἔτρωσαν μὲν τραύμασι καιρίοις, ἐπέσησε δὲ ὅσον ἀπαλλάξαι τῶν βαρβάρων. ἐτρώθη δὲ καὶ ὁ βασιλεὺς βέλει τὸν μηρὸν, ἄγαν εὐψύχως μαχόμενος τοῖς βαρβάροις, καὶ διῆλθε τὸ βέλος ἀμφοτέρας τὰς ἐπιφανείας. κίνδυνον δὲ τὸ τραῦμα οὐδένα ὑπενόει, ἀλλὰ μετὰ δεκάτην τῆς πληγῆς ἡμέραν αὖθις ὑγιὴς ἦν, ὡς ἂν εἰ μηδὲ τὴν ἀρχὴν ἐτρώθη. πλὴν εὐψύχως καὶ γενναίως ἀγωνισάμενοι καὶ βαρβάρους ὀλίγους μὲν, τῶν ἐπιφανῶν δὲ ἀνελόντες καὶ διαλυθέντες ἀπ' ἀλλήλων, οἱ μὲν ἀπελείποντο ὀπίσω, ὥσπερ πυρὸς τῆς Ρωμαίων ἀπεχόμενοι στρατιᾶς, καὶ μηδ' ἐγγὺς ὑπομένοντες γενέσθαι. βασιλεὺς δὲ καὶ οἱ ἀμφ' αὐτὸν, ἐνοχλοῦντος μηδενὸς, πρὸς τὸ στράτευμα γενόμενοι, τὴν ἐπὶ τὸ στρατόπεδον ἐχώρουν· Σεβαστόπουλος δέ τις τῶν ὑποτεταγμένων βασιλεῖ, τὸ γένος μὲν Μυσὸς, τριακοσίων δὲ ἄρχων στρατιωτῶν οὐ πάνυ ὡπλισμένων, οὐδὲ ἵπποις χρωμένων ἀγαθοῖς, ἀλλὰ τὴν ἐσχάτην χώραν ἐπεχόντων ἐν τῇ στρατιᾷ, τούς τε ἰδίους ὅσοι ἦσαν παραλαβὼν καὶ πεζοὺς προσεταιρισάμενός τινας, τὴν ἄλλην στρατιὰν ἀπολιπὼν, δρόμῳ κατὰ Περσῶν ἐχώρει. συνιδόντες δὲ οἱ Πέρσαι, ὡς ἐπὶ κακῷ τῷ σφετέρῳ τὴν ἔφοδον ποιοῦνται ταυτηνὶ καὶ ἀποστῆσαι τῆς στρατιᾶς βουλόμενοι ἐπιπολὺ, τὴν ἧττάν τε προσεποιοῦντο καὶ φεύγειν ἐδόκουν· οἱ δ' ἐφείποντο ἀνοήτως. εἶτ' αἰφνίδιον οἱ βάρβαροι συστραφέντες, βοῇ τε ἐχρῶντο καὶ ἀλαλαγμοῖς καὶ τοῖς Ρωμαίοις ἐπεφέροντο ὀξέως· οἱ δὲ μὴ ἐνεγκόντες τῶν βαρβάρων τὴν ὁρμὴν, ἐτράποντό τε καὶ κατέστησαν εἰς φυγήν. καὶ εἴκοσι μὲν ἀπέθανον ἐκ τῶν ἱππέων, πέντε δὲ καὶ ἕτεροι τοσοῦτοι πεζοί· οἱ δ' ἄλλοι διεσώθησαν, ἐκ τῆς στρατιᾶς πολλῶν ὀξέως ἐπιβοηθησάντων. βασιλεὺς δ' ἐπεὶ ἐστρατοπεδεύσατο πάλιν κατὰ τὸν Πελεκάνον, εἰς Βυζάντιον εὐθὺς τοὺς μηνύσοντας ἔπεμπε πρωτοστράτορι τὰ γεγενημένα, ἐκέλευέ τε ναῦς ἔχειν παρεσκευασμένας πρὸς τὸν πόρον, ὡς τῆς στρατιᾶς μετὰ μίαν ἡμέραν ἢ δευτέραν περαιωθησομένης. δείσας δὲ μὴ, ὅπερ ἐγένετο, περὶ τοῦ τραύματος αὐτοῦ ἑτέρως ἢ ὡς ἔχει φημισθῇ, ἐδήλου καὶ περὶ αὐτοῦ, ὡς τρωθείη μὲν τὸν μηρὸν, οὐδεμίαν δὲ τὸ τραῦμα ἔχειν ὑποψίαν, οὐδὲ διὰ τοῦτο τὴν ἐπάνοδον ποιεῖσθαι, ἀλλ' οὕτω δόξαν λυσιτελεῖν καὶ πρὶν τρωθῆναι. ὁ μέγας δὲ δομέστικος, ἐπεὶ τὰ περὶ τὴν στρατοπεδείαν κατεστήσατο καλῶς, ὅσους ἔδοξεν αὐτῷ τῆς στρατιᾶς παραλαβὼν, κατὰ τὴν εἰσβολὴν τοῦ στρατοπέδου, ἐπεὶ ἐπεφύκει καλῶς καθάπερ ἰσθμὸς οὖσα στενὴ, τοῦ ἔνδοθεν ἐπιπολὺ πλατυνομένου, ηὐλίσατο τὴν νύκτα φυλακῆς ἕνεκεν τῆς στρατιᾶς.

ηʹ. Ὀρχάνης δὲ, ἐπεὶ ἐπελάβετο ἡ νὺξ, τοὺς ὑπ' αὐτὸν σατράπας πάντας συναγαγὼν, «τὴν μὲν ἐμπειρίαν» εἶπε «καὶ τὴν τόλμαν τῶν Ρωμαίων τὴν κατὰ τὰς μάχας οὐδένα σήμερον ὑμῶν οἴομαι ἠγνοηκέναι. δοκῶ δέ μοι καὶ αὐτοὺς ἂν ἐμοὶ συνομολογῆσαι, ὡς οὔτ' ἐφ' ἡμῶν, οὔτ' ἐπὶ τῶν ἡμετέρων προγόνων ἕτεροί τινες Ρωμαίων οὕτως εὐκλεῶς ἄγαν ἠγωνίσαντο καὶ μετὰ πάσης ἐμπειρίας. διὰ πάσης γὰρ ἡμέρας ἡμῶν ἢ ἀπάτῃ ἢ ἐκπλήξει ἢ ὁρμῇ καὶ θρασύτητι παραβόλῳ ἢ ἑνί γέ τῳ τρόπῳ εἰς ἀταξίαν αὐτοὺς πειρωμένων ἐμβαλεῖν, οἱ δ' οὐδὲν μᾶλλον ἐκινήθησαν τοῦ προσήκοντος φρονήματος αὐτοῖς, ἀλλ' ἐμπειρίᾳ μὲν ἐφύλαξαν τὴν τάξιν, ἀνδρίᾳ δὲ καὶ εὐψυχίᾳ κρείττους ἀεὶ φαινόμενοι ἡμῶν, ἀπέκτειναν μὲν πολλοὺς ἡμῶν, ἐκείνων δὲ ἀπέθανον οὐδὲ ὀλίγοι. καὶ τὸ δὴ θαυμαστότερον, ὅτι καὶ μετὰ τὴν ἀνάζευξιν τῆς στρατιᾶς ὀλίγων τινῶν ὀπίσω ὑπολιπομένων, πολλαπλασίους ἐκ τῶν ἡμετέρων ἐπιθέμενοι αὐτοῖς, οὐ μόνον οὐ περιεγένοντο αὐτῶν, ἀλλὰ καὶ τῶν οἰκείων ἀπέβαλον τοὺς ἀνδρίᾳ μάλιστα προέχοντας καὶ τόλμῃ. καὶ μετ' αὐτοὺς πάλιν ἑτέρων καίτοι γε ἀνοήτως προσβαλόντων καὶ φαύλως ἀγωνισαμένων τὸ δοκεῖν, ὡς ἐμὲ οἰηθῆναι πάντας αὐτοὺς διαφθερεῖν ἡμᾶς, ὅμως πλὴν ὀλίγων τῶν πεσόντων, οἱ ἄλλοι πάντες παρὰ δόξαν διεσώθησαν· ὧν μοι καὶ δοκεῖ τὸν στρατηγὸν ὁ βασιλεὺς τῆς ἀταξίας ἕνεκα εἰς τὴν σωτηρίαν ζημιώσειν. ἐκ τοίνυν τούτων πάντων εἰκὸς τὸν βασιλέα οἴεσθαι εἰς τὴν ὑστεραίαν μᾶλλον ἢ πρότερον θαῤῥοῦντα ἡμῖν ἐπιστρατεύσειν, ἡμᾶς δὲ μὴ δυναμένους πρὸς τὴν μάχην ἀντισχεῖν, φεύγειν ἀνάγκῃ ἡττηθέντας αἰσχρῶς καὶ ἀγεννῶς. εἰ δὲ παρὸν ἀκινδύνως σώζεσθαι καὶ προσέτι καὶ τὴν ἐκ τῆς ἥττης ἀδοξίαν διαφυγεῖν, οὐδεὶς γὰρ ἂν ἡμῖν μέμψαιτο τῶν νοῦν ἐχόντων τὸν προῦπτον παραιτησαμένοις κίνδυνον, ἔπειθ' ὑπὸ φιλονεικίας εἰς τοὺς ἐσχάτους ἑαυτοὺς καταστήσομεν κινδύνους, οὐκ ἄρα δόξομεν ἀνοηταίνειν καὶ ἐπιβουλεύειν ἑαυτοῖς; διὸ δή μοι καὶ δοκεῖ, τουτὶ μὲν τὸ στρατόπεδον καταλιπεῖν, ἑτέρας δὲ πολλὰς ἀναχωρήσεις ὀχυρωτάτας καὶ δυσπροσόδους ἔχοντος τοῦ τόπου, εἴς τινα αὐτῶν ἐλθεῖν κἀκεῖ τὸ ἀποβησόμενον περιμένειν. βέλτιον γὰρ μετὰ ἀδείας ἀναχωρεῖν, ἢ φεύγειν, τῶν Ρωμαίων διωκόντων.» Τοιαῦτα μὲν Ὀρχάνης μετὰ τῶν ἐν τέλει ἐβουλεύετο Περσῶν, καὶ ἐδόκει ἄριστα εἶναι καὶ λυσιτελοῦντα ἑαυτοῖς καὶ ἐπεψηφίζοντο πάντες. Κολαούζης δὲ Σαλιγγαρὶ καὶ Καταιγίαλος Πατατούρης, ἔξωροι μὲν ἤδη τὰς ἡλικίας ὄντες καὶ Ἀτουμάνῳ τῷ Ὀρχάνη πατρὶ ἡλικιῶται, πολλῶν δὲ ἔμπειροι πολέμων καὶ κινδύνων, οὐκ ἔφασαν αὐτοῖς ἀρέσκειν τὰ βεβουλευμένα, οὐδὲ, ἐξὸν ἀκινδύνως ἀποπειρᾶσθαι Ρωμαίων, ἔτι ὑπὸ κακοβουλίας ἀναιμωτὶ τὴν νίκην αὐτοῖς παραδιδόναι. τὸ γὰρ τὸ στρατόπεδον ἐκλιπεῖν οὐδὲν ἄλλο ἐστὶν ἢ ἡττῆσθαι προφανῶς. τὸ μὲν οὖν μὴ ἀντιστῆναι δύνασθαι πρὸς βασιλέα, οὐδ' αὐτοὶ ἀρνηθείημεν, εἶπον, ἂν, καὶ πάντα μᾶλλον διανοητέον ἢ κατὰ στόμα προσυπαντᾷν Ρωμαίοις. τὸ δὲ φεύγειν, ἀνάγκης μὴ παρούσης, μηδ' ἐπὶ μικρὸν λυσιτελεῖν. ἀλλ' ὅσα μὲν περιττὰ καὶ τὴν ἄλλην τῶν στρατιωτῶν ἀποσκευὴν ἐν ἀσφαλείᾳ καθιστᾷν ὅποι ἂν δοκῇ, αὐτὸν δὲ εὐσταλῆ καὶ κούφην ἔχοντα τὴν στρατιὰν, ἐπὶ τῶν αὐτῶν τόπων μένειν. ἐμφανῆ μέντοι μηδαμῶς ποιεῖν τὴν στρατιὰν, ἀλλ' ἐν νάπαις καὶ ταῖς κοιλάσι κατακρύπτειν, ἐπιεικῶς πρὸς τοῦτο ἔχοντος τοῦ τόπου εὐφυῶς. ὥσπερ δέ τινας σκοποὺς ἑκατὸν ἀπολεξάμενον στρατιώτας, ἐπὶ τῶν αὐτῶν ἑστάναι τόπων κελεύειν, οὗ αὐτὸς παρετάττετο τῇ προτεραίᾳ, καὶ εἰ μὲν βασιλεὺς ἐν τῷ στρατοπέδῳ ἡσυχάζοι, καὶ αὐτοὺς ἐνταῦθα κρύπτεσθαι ἄχρις ἂν ἡμῖν ἐμφανὲς καταστῇ πρὸς ὅ, τι τράπηται κἀκεῖνος. ἐὰν δὲ ἡμῖν ἐπίῃ, πρῶτον μὲν οὐ δυνατὸν αὐτοὺς κατὰ πρόσωπον ἐλθεῖν, τὰς δυσχωρίας παραιτουμένους καὶ τὰς ὀχυρότητας τὰς ἐκ τῶν τόπων. ἐμπειρίας γὰρ ἴδιον στρατηγικῆς οὐ μόνον τὴν στρατιὰν διατάττειν κοσμίως, ἀλλὰ καὶ καιρῶν στοχάζεσθαι καὶ τόπων, ἐξ ὧν πλεῖστα τούς τε πολεμίους δυνήσονται βλάψαι καὶ τοὺς φίλους ὠφελῆσαι. εἰ δ' ἄρα τοσοῦτον ἐκστήσονται τῶν ὀρθῶς ἐχόντων λογισμῶν, ὥσθ' ἑαυτοὺς θρασέως οὑτωσὶ καὶ παραβόλως ἐπὶ τὰ κρημνὰ τῶν ὀρῶν καὶ τὰς χαράδρας εἰσωθεῖν, τοῦτ' ἂν μάλιστα βουλοίμεθα ἡμεῖς καὶ εὐχῆς ἂν ἔργον ἰδεῖν γεγενημένον εἴη. τὴν νίκην γὰρ ἡμῖν παραδώσουσιν ἀπονητὶ διαφθαρέντες. τοῦτο μὲν οὖν τοιοῦτον ὂν οὐδὲ αὐτοὺς οἰόμεθα ἀγνοῆσαι, πεῖραν ὡς ὁρῶμεν πολεμίων ἔργων ἔχοντας. λείπεται δὴ περιελθόντας τὴν ἄκραν τῶν ὀρῶν, ἐκ θατέρου μέρους προσβαλεῖν ἡμῖν, πεδινοῦ τε ὄντος καὶ ῥᾳδίαν παρέχοντος τὴν ἐπιχείρησιν αὐτοῖς. στοχάζεσθαι δὲ ἔξεστι παντὶ τῷ βουλομένῳ, ὡς ἄχρις ἂν αὐτοῖς ἡ ὁδὸς διανυσθῇ, δυνατὸν ἡμῖν ἔξω τε κινδύνων καὶ φόβου παντὸς ἑαυτοὺς καθιστᾷν πρὸς τὰ καρτερώτατα ἀναχωρήσαντας, καὶ προσέτι προσέσται τὸ μὴ διὰ τὴν ἐκείνων ὀῤῥωδίαν φεύγειν δοκεῖν, ἐν ᾧ μάλιστά ἐστι τὸ αἰσχρὸν, ἀλλ' ἐμπειρίᾳ στρατηγῶν χρωμένους, τὴν ἀσφάλειαν τοῖς οἰκείοις ἐκπορίζειν. οὓς μέντοι ἔφημεν ὥσπερ σκοποὺς ἑστάναι ἑκατὸν, τὸν βασιλέα περιμείναντας ἄχρις ἂν ἐγγὺς γένηται αὐτῶν, τότ' ἤδη καὶ αὐτοὺς ἀσφαλῶς ἀποχωρεῖν, οὐδενὸς ἂν ἐπιθησομένου διὰ τὸ εὐσταλεῖς εἶναι καὶ κούφους καὶ ἵπποις χρῆσθαι ἀγαθοῖς. Τοιαῦτα τῶν βαρβάρων βουλευσαμένων, Ὀρχάνης τε ἐπείθετο καὶ οἱ ἄλλοι, καὶ ἐδέδοκτο μένειν ὡς ἐς τὴν ὑστεραίαν τὰ βεβουλευμένα ἐκτελέσοντας. εἰς δὲ τὸ Ρωμαίων στρατόπεδον διῄει φήμη, ὡς βασιλεὺς ἀπὸ τοῦ τραύματος πονήρως ἔχει, καιρίως πληγείς. ὅσοι δὲ ἦσαν ἔτι καὶ τῷ πρεσβυτέρῳ βασιλεῖ προσκείμενοι τὰς γνώμας, διεφήμισαν ὡς τεθνηξόμενον ὅσον οὐδέπω βασιλέα· εἴτε δὲ καὶ ἀληθῶς οὕτως ἔχειν οἰηθέντες, εἴτε καὶ πρὸς ἔχθραν τὰ τοιαῦτα διεθρύλλησαν, ἐν ἀδήλῳ κατελείφθη, τοῦ βασιλέως ὕστερον διὰ τὸ μὴ δοκεῖν τῆς εἰς τὸν πάππον ἕνεκα εὐνοίας ἀμύνεσθαι αὐτοὺς ἀβασάνιστον καταλιπόντος τὸ τοιοῦτον. τέως οὖν διεθρυλλήθη παρ' αὐτῶν, καὶ τοῖς ἐκ Βυζαντίου στρατιώταις συνεβούλευον, τοῦ στρατοπέδου πρὸς τὰς παρακειμένας τῆς Βιθυνίας ἀναχωρεῖν πόλεις, ὡς εἴ τι συμβαίη περὶ βασιλέα πάντων αὐτῶν ὑπὸ Περσῶν διαφθαρησομένων. ἔνιοι δὲ αὐτῶν καὶ πρὸς τὸν μέγαν δομέστικον ἐλθόντες, οἷα δὴ εὖνοι, συνεβούλευον ἀπαγαγεῖν τὴν στρατιὰν πρὸς τὰς πλησίον πόλεις ὡς ἤδη τεταραγμένην ὑπὸ τῆς φήμης καὶ ὅσον οὔπω καὶ ἀταξίᾳ χρησομένην. ὁ δὲ ἀνένευέ τε πρὸς τὸν λόγον καὶ μὴ λυσιτελοῦντα ἔφασκε βουλεύεσθαι αὐτούς· ὡς δὲ οὐκ ἔπειθον πολλὰ δεόμενοι, καὶ βασιλεῖ κοινοῦσθαι τὴν γνώμην ὑπετίθεντο, ὡς ὅ, τι ἂν αὐτῷ δοκοίη πραχθησομένου. τοῦτο μὲν δὴ ἔπειθον οἰόμενον καὶ αὐτὸν ἀναγκαῖον τὰ γινόμενα γνωρίσαι βασιλεῖ. καὶ δὴ πρὸς βασιλέα ἀπελθὼν, ἀπήγγειλεν ὅσα οἱ ἐν τέλει εἶπον περὶ τοῦ λυσιτελεῖν δοκοῦντος. βασιλεὺς δὲ ἀσυμφορώτατόν τε ἡγεῖτο καὶ ἐδυσχέραινεν οὐ μετρίως, ἐκέλευέ τε ὅτι τάχιστα πρὸς τοῦ στρατοπέδου τὴν εἰσβολὴν ἐλθόντα, κατέχειν τὴν στρατιὰν καὶ μηδαμῶς ἀτακτεῖν ἐᾷν, ὡς ἄνευ πολεμίων αὐτοὺς ἐφ' ἑαυτοὺς διαφθαρησομένους. τοῦτο μὲν οὖν ᾗ προσετέτακτο ἐποίει κατὰ τάχος. ἐλθὼν δὲ παρὰ τὴν εἰσβολὴν, τὴν στρατιὰν εὗρε πᾶσαν ἤδη ὡρμημένην πρὸς τὰς πόλεις φεύγειν. οἱ γὰρ ἐκ Βυζαντίου μηδὲ τὴν ἐκ βασιλέως ἐπάνοδον περιμείναντες αὐτοῦ, ἀλλὰ νομίσαντες τεθνηκέναι βασιλέα, σκηνάς τε καὶ ἄλλα ὅσα ἐπεφέροντο ἀράμενοι, ἐχώρουν πρὸς τὰς εἰρημένας πόλεις. ὁρῶντες δὲ καὶ οἱ λοιποὶ, οὐκέτι μένειν οὐδὲ αὐτοὶ ἐδύναντο ἐπὶ τοῦ στρατοπέδου, ἀλλὰ κεκίνητο ἤδη πᾶσα πρὸς φυγὴν ἡ στρατιά. ὁ μέγας δὲ δομέστικος ἐν δεινῷ μὲν τὰ γινόμενα ἐποιεῖτο καὶ ὥρμητο τοὺς πρώτους τῆς φυγῆς ἀρξαμένους ἀναστρέφειν. ὡς δὲ οὐδὲν τῶν προσηκόντων ἴσχυε πράττειν, πᾶσα γὰρ ἤδη κεκίνητο ἡ στρατιὰ, τῶν ἄλλων ἀμελήσας, διὰ σπουδῆς ἐποιεῖτο πάσης καὶ φροντίδος τὴν βασιλέως σωτηρίαν, καὶ ᾗ τάχιστα εἶχε, πρὸς τὴν βασιλέως σκηνὴν ἐλθὼν, τοῦτον μὲν οὐχ εὗρεν. ἡ γὰρ θεραπεία ἡ περὶ αὐτὸν τὴν μὲν στρατιὰν ἤδη πᾶσαν ὁρῶντες ὡρμημένην πρὸς φυγὴν καὶ τὸ στρατόπεδον ἔρημον καταλειφθὲν, τόν τε βασιλέα ἀδυνάτως ἔχοντα διὰ τὸ τραῦμα ἵππῳ χρῆσθαι, δείσαντες περὶ αὐτῷ, ἄραντες ἐπὶ τάπητος, ἑνὶ τῶν παρατυχόντων ἐνέβαλον λέμβῳ καὶ ἐκέλευον τοῖς ναύταις εἰς Βυζάντιον ἐλαύνειν. ἀναστρέψας δὲ ἐχώρει καὶ αὐτὸς εἰς Φιλοκρήνην. εἰς τέτταρα δὲ ἡ στρατιὰ διαιρεθεῖσα, τὸ μὲν αὐτῆς ἐχώρησεν εἰς Φιλοκρήνην, εἰς Νικητιάτου δὲ τὸ λοιπὸν, εἰς Δακίβιζαν δὲ τὸ τρίτον, καὶ τὸ τέταρτον εἰς τὸ Ριτζίου. Ὀρχάνης δὲ τῶν γινομένων μηδὲν εἰδὼς, ὅμως Παρζαλοῦν τὸν ἀδελφὸν μετά τινων Περσῶν ὀλίγων ἐκέλευσεν ἐλθόντα κατασκέψασθαι τὴν βασιλέως στρατιάν. ᾤετο γὰρ αὐτοὺς οὐδὲ τὴν νύκτα καθευδήσειν ἀμερίμνως, ἀλλ' ἐπιχειρήσειν τι πρὸς κάκωσιν αὐτῶν. ὁ δ' ὑπὸ τὸ σκότος ὡς ἐνῆν μάλιστα λαθὼν καὶ γενόμενος ἐγγὺς τοῦ στρατοπέδου, ἐπεὶ ᾐσθάνετο τὴν στρατιὰν κεκινημένην, ταχέως Ὀρχάνῃ τῷ ἀδελφῷ ἐδήλου. τῷ δ' ἐδόκει μὲν εὐθὺς οὐκ ἐπ' ἀγαθῷ τῷ σφετέρῳ κίνησις τῆς στρατιᾶς καὶ διεσέσειστο τοὺς λογισμούς· μετὰ μικρὸν δὲ Παρζαλοῦς καὶ δεύτερον πέμψας ἄγγελον, ἐδήλου τὴν Ρωμαίων στρατιὰν ἀτάκτως καὶ πεφυρμένως ἀναστᾶσαν ἐκ τοῦ στρατοπέδου, μὴ τὴν εἰς Βυζάντιον τραπέσθαι, ἀλλὰ τὴν πρὸς τὰς εἰρημένας τῆς Βιθυνίας πόλεις. ὁ δ' ἐπεὶ ἐπύθετο, ἐπεὶ καὶ περὶ ὄρθρον ἦν ἡ νὺξ, ἄρας καὶ αὐτὸς πανστρατιᾷ, ἦλθεν εἰς Φιλοκρήνην περὶ ὥραν τῆς ἡμέρας μάλιστα δευτέραν. Ρωμαῖοι δὲ οἱ εἰς αὐτὴν ἐλθόντες, ἐπεὶ συνέβη τὸ κλεῖθρον τῆς πύλης ἀπολέσθαι, ἀναμὶξ ἑστῶτες μετὰ τῶν σκευοφόρων, ὡς οἱ Πέρσαι ἤδη κατάδηλοι ἦσαν ἐπιόντες, πρῶτα μὲν οὐκ ἠδυνήθησαν εἰς τάξιν καταστῆναι καὶ ἀμύνασθαι τοὺς βαρβάρους, κωλυόμενοι ὑπό τε τῶν ἀχθοφόρων καὶ τοῦ ἄλλου οἰκετικοῦ ἀναπεφυρμένου αὐτοῖς. ἐπεὶ δὲ τῶν κλείθρων εὑρημένων, ἀνεῴχθησαν αἱ πύλαι, οἱ πλείους ἀθρόοι ὥρμησαν ἐντὸς ἐλθεῖν. γενομένου δὲ ὠθισμοῦ πολλοῦ κατὰ τὴν εἴσοδον καὶ συνθλιβομένων ὑπ' ἀλλήλων καὶ συμπατουμένων, ἀπέθανον μὲν τρεῖς κατὰ τὰς πύλας, τῶν ἄλλων εἰσελθόντων, ἔξω δὲ ὑπὸ τῶν βαρβάρων δύο μὲν ἀπέθανον καὶ τριάκοντα· ἐξ ὧν ἦσαν δύο τῶν ἐπιφανῶν, Μανουὴλ ὁ Ταρχανειώτης καὶ ὁ Καντακουζηνὸς Νικηφόρος, τοῦ μεγάλου δομεστίκου καὶ ἀμφότεροι τυγχάνοντες ἀνεψιοί. ἑάλωσαν δὲ καὶ ζῶντες πεντήκοντα καὶ ἑκατὸν, ὧν οἱ πλείους ἐκ τῶν ὑπηρετούντων τοῖς στρατιώταις ἦσαν. ἵπποι δὲ οἱ ἀφαιρεθέντες ἐγένοντο ὡς τετρακόσιοι. ἔπειτα οἱ ἄλλοι συστραφέντες, συνεπλάκησάν τε τοῖς βαρβάροις καὶ ἀπέκτειναν ἐξ αὐτῶν ὀλίγῳ δέοντας διακοσίων. Ὀρχάνης δὲ ὁρῶν ἤδη τοὺς Ρωμαίους ἀμυνομένους, μὴ δυνάμενός τι δράσαι πλέον, ἀπήγαγέ τε τὴν στρατιὰν τῆς Φιλοκρήνης καὶ ἐστρατοπέδευσεν ἐκεῖ. τοσοῦτοι μὲν ἀπέθανον κατὰ τὴν Φιλοκρήνην καὶ ἑάλωσαν ζῶντες. τῇ προτεραίᾳ δὲ κατὰ τὰς μάχας οἱ σύμπαντες ἀπέθανον ἱππεῖς τε καὶ πεζοὶ ἑπτὰ καὶ τεσσαράκοντα, καὶ ὁ μέγας ἑταιρειάρχης Ἐξώτροχος κατὰ τὴν τελευταίαν συμπλοκὴν, ὃς καὶ ἐλέγετο οὐχ ὑπὸ βαρβάρου, ἀλλ' ὑπὸ Ρωμαίου τινὸς πληγῆναι, εἴτε ἀγνοήσαντος αὐτὸν, ἤδη γὰρ ἐπελάβετο ἡ νὺξ, εἴτε καὶ κατά τινα διαφορὰν ἀμυνομένου, τοῦ σκότους συνεπικρύπτοντος τὴν κακουργίαν. ὑπωπτεύθη δὲ ὑπὸ Ρωμαίου πληγῆναι, ὅτι ἀνακεχωρηκότες ἤδη οἱ Πέρσαι ἦσαν, ὅτε ἐκεῖνος τὴν κεφαλὴν εὑρέθη πεπληγμένος ξίφει, ἔφιππος ἔτι ὢν, ἀφωνίᾳ δὲ κατεσχέθη, τοῦ ἐγκεφάλου ἁψαμένης τῆς πληγῆς, καὶ ἐτελεύτησε μετὰ μικρόν. ἡ μέντοι κατὰ τὰς ἄλλας πόλεις διεσκεδασμένη στρατιὰ Ρωμαίων τῆς αὐτῆς ἡμέρας ὥσπερ ἐκ συνθήματος εἰς Φιλοκρήνην συνελθόντες, ἐκεῖθέν τε οὐ πολὺ ἄπωθεν τοῦ στρατοπέδου Ὀρχάνη παριόντες, ἦλθον εἰς Σκουτάριον καὶ ἐπεραιώθησαν εἰς Βυζάντιον ἀδεῶς ἐκεῖθέν τε ἀνεχώρησαν ἕκαστος ἐπ' οἴκου. βασιλεὺς δὲ τοὺς εἰς τὸ στρατόπεδον διαθρυλλήσαντας ὡς ἐτεθνήκει, ἐν αἰτίαις μὲν ἐποιήσατο καὶ κατηγόρησε πολλὰ, οὐκέτι δὲ καὶ ἐτιμωρήσατο ἀξίως τῆς κακουργίας ἑαυτῶν, δέει τοῦ μὴ δοκεῖν τῷ πρὸς τὸν πάππον καὶ βασιλέα ἔχθει ἀμύνεσθαι αὐτούς.

θʹ. Ὀλίγας δὲ ἐνδιατρίψας ἡμέρας Βυζαντίῳ, ἐπεὶ καὶ ὁ μηρὸς αὐτῷ ἀπὸ τοῦ τραύματος εἶχεν ὑγιῶς, ἐξελθὼν ἦλθεν εἰς Διδυμότειχον καὶ τὰ περὶ τὴν Ἀδριανοῦ. διατρίβων δὲ ἐκεῖ, καὶ πάντοτε μὲν ἡδέως εἶχε τῷ μεγάλῳ δομεστίκῳ συνεῖναι καὶ ὁμιλεῖν, ὡς καὶ διημερεύειν αὐτοὺς πολλάκις καὶ διανυκτερεύειν ἐν ταῖς ὁμιλίαις· καὶ τότε δὲ ὁμιλῶν αὐτῷ, τῆς ἀρχαίας τε ἀνεμίμνησκεν αὐτὸν πρὸς ἀλλήλους φιλίας καὶ τῆς κατάκρας συναφείας οὐκ ἐν παρέργῳ, ἀλλὰ μετά τινος φροντίδος καὶ σπουδῆς, καὶ ὧν μικρῷ πρόσθεν εἰρήκει πρὸς αὐτὸν, ὅτε περὶ Συργιάννη ἐδεῖτο τῆς εἱρκτῆς ἀπολυθῆναι, ὡς, οὔτ' ἂν εἴη τι τῶν πάντων ὃ κατὰ γνώμην αὐτῷ πραχθῆναι ὂν αὐτὸν ἐθελῆσαι ἄν ποτε κωλῦσαι, ἀλλὰ συγκατεργάσεσθαι πάσῃ σπουδῇ, οὔτε εἰ κατὰ δή τινα τρόπον δόξειεν αὐτῷ τῆς οἰκίας ἀποστάντα καὶ φιλτάτων καὶ γυναικὸς καὶ συμπάντων εἰπεῖν χρημάτων, ἐπ' ἀλλοτρίας διατρίβειν, δυνήσεσθαι ἄν ποτε ἀποστήσεσθαι αὐτοῦ, ἀλλὰ τὴν μὲν ἀκαιρίαν τοῦ πράγματος καὶ τὴν ἀτοπίαν ὅση ἐκδιδάξειν. ἐὰν δὲ μὴ δύναιτο τῆς ὁρμῆς ἀφιστᾷν, καὶ αὐτὸν εἰπόντα πᾶσι χαίρειν, αἱρήσεσθαι τὴν ἐπὶ ξένης πλάνην· ἔτι τε εἰ αἵρεσις αὐτῷ δοθείη, πάντως δὲ παρὰ τοῦ τὰ τοιαῦτα δυναμένου θεοῦ τὸν ἕτερον αὐτῶν παρὰ τοῖς πλείοσι γενέσθαι, ἁπάσαις ψήφοις αὐτὸν ἂν ἑλέσθαι τὴν ἐν ᾅδου διατριβὴν, ὑπὲρ τοῦ αὐτὸν μακροῦ βίου ἀπολαύειν· καὶ πρὸς ἐπὶ τούτοις, εἰ καθ' ἡντιναοῦν αἰτίαν ξίφος αὐτὸν γυμνώσαντα συνέβη κατ' αὐτοῦ χωρῆσαι ὡς ἀποκτενοῦντα πάντως, ἔπειτα ἄκοντα εἰς τέλος ἀγαγεῖν τὴν ἐπιχείρησιν κωλυθῆναι, μέμψασθαι μὲν ἂν τὴν πρᾶξιν, ὡς οὐκ ἀγαθὴν, αὐτὸν δὲ δυνήσεσθαι μηδέποτε μισῆσαι. Μεταξὺ δὲ τῶν τοιούτων λόγων ἐπικόπτων τὴν ὁρμὴν, πάντων μὲν ἔλεγε τούτων ὁ μέγας δομέστικος μεμνῆσθαι, καὶ μᾶλλον ἤ τινων ἄλλων· οἴεσθαι δὲ καὶ ψυχαῖς εἴ τις αἴσθησις καὶ μνήμη τῶν κατὰ τὸν βίον μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν, πάντων μᾶλλον αὐτὸν ἐπιλήσεσθαι τῶν ἄλλων ἢ τῶν λόγων τουτωνὶ ἀνεξάλειπτα τῇ διανοίᾳ ἐγκεκολαμμένων. ὅ,τι δὲ αὐτῷ τὰ τοιαῦτα δύνασθαι νοεῖν, νῦν ἀγνοεῖν. Εἰκότως, εἴρηκεν ὁ βασιλεύς· ἔτι γὰρ ἑαυτῷ τῶν τοιούτων τὴν δύναμιν ἄδηλον παρακατέχειν, νυνὶ δὲ ποιήσειν φανεράν. τὴν γὰρ ἔνδοθεν πρὸς αὐτὸν ἀκραιφνῆ καὶ καθαρὰν φιλίαν αὐτῷ μὲν εἶναι καὶ πάλαι δήλην ἐκ πολλῶν· βούλεσθαι δὲ νῦν καὶ τοῖς ἄλλοις ἅπασιν οὐ Ρωμαίοις μόνον, ἀλλὰ καὶ τοῖς ἐν ἐσχατιαῖς γῆς βαρβάροις ἔνδηλον καὶ φανερὰν ποιῆσαι. τοῦτο δὲ γένοιτ' ἂν, εἴγε καὶ αὐτὸς πορφύραν ἐνδὺς καὶ παρασήμοις κοσμηθεὶς βασιλικοῖς, συμβασιλεύσει Ρωμαίων καὶ συνεδριάζων αὐτῷ φανεῖται καὶ χρηματίζων βασιλικῶς. καίτοι τοῦτο δόξαι μὲν ἂν τοῖς ἔξωθεν ὑπερφυὲς, ὥσπερ δῆτα καί ἐστι, τῇ δὲ ἔνδοθεν πρός σέ μου διαθέσει παραβάλλων τις, ἡττώμενον εὑρήσει παραπολύ. τὸ μὲν γὰρ κοινωνὸν ἑλέσθαι τῆς ἀρχῆς καὶ τῆς εὐδοξίας μεταδοῦναι, καὶ ἄλλοις ἄν τισιν εὕροι τις εἰργασμένον πρὸ ἡμῶν· τῇ δὲ φιλίᾳ καὶ τῇ συμπνοίᾳ, ἣν ἐν ἀλλήλοις ἐκτησάμεθα ἡμεῖς, καὶ τοὺς παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ἐπὶ φιλίαις ὑμνουμένους οὐκ ἐπ' ὀλίγον νομίζω παρηκοντικέναι. ὅθεν εἴ τι καὶ τῶν θαυμασίων δοκεῖ εἶναι τοῖς ἄλλοις πᾶσι, τῶν μετρίων ἔμοιγε φαίνεται καὶ ὀλίγων, οὐ διὰ τὸ μάλιστα βούλεσθαι μόνον καὶ ὥσπερ τι δεῖγμα οἴεσθαι μικρὸν τῆς ἔνδοθεν στοργῆς τῆς περὶ σὲ, ἀλλ' ὅτι καὶ Ρωμαίοις οὐ μικρὸν εἰς τὰ πράγματα λυσιτελήσει. Βασιλεὺς μὲν οὖν ἐκ τούτων ἐπεχείρει τὸν μέγαν δομέστικον πείθειν αὐτῷ συμβασιλεύειν καὶ συνδιέπειν τὴν ἀρχήν· ὁ δὲ καὶ αὐτὸς μὲν ἔλεγε τὴν ἴσην καὶ ὁμοίαν ἔχειν περὶ τὸ πρᾶγμα δόξαν, καὶ μέγα μὲν οἴεσθαι καὶ θαυμαστὸν καθ' ἑαυτό τε εἶναι καὶ δοκεῖν τοῖς ἄλλοις ὥσπερ τις κορωνὶς τῶν ἐν ἀνθρώποις εὐτυχημάτων ὂν, τῇ φιλίᾳ δὲ αὐτῶν παραβαλλόμενον τῇ πρὸς ἀλλήλους, οὐδὲν τῶν θαυμασίων εἶναι, οὐδὲ τῶν εἰκότως ἂν ἐκπλῆξαι δυναμένων. ὁ γὰρ τὴν αὐτοῦ ζωὴν τῆς οἰκείας προτιθεὶς καὶ μεθ' ὅσης ἂν ἡδονῆς τὸ ὑπὲρ αὐτοῦ ἀνθελόμενος ἀποθανεῖν, τί θαυμαστὸν, εἰ καὶ βασιλείας μεταδοίη, ἢ εἴ τινος καὶ τούτου θαυμασιωτέρου; τῆς δὲ εὐεργεσίας ἕνεκα ταυτησὶ πολλὰς μὲν ὀφείλειν χάριτας ὁμολογεῖν, καὶ λόγοις τε καθόσον οἷόν τε τὴν ὑπὲρ αὐτῆς χάριν ἀφοσιοῦν, ἔργοις τε ἀμείβεσθαι τοῖς ἴσοις, τὴν ὁμοίαν καὶ αὐτὸν ἐκ τῆς καρδίας αὐτῷ προσάγοντα καὶ φιλίαν καὶ στοργήν. ὃ δὲ αὐτῷ προστάττει νῦν δέχεσθαί τε καὶ ὡς τετελεσμένον νομίζειν ἤδη. τὸ γὰρ εἰς αὐτὸν ἧκον, οὐδὲν ἐλλείπειν τοῦ πεπρᾶχθαι, ἔργῳ δὲ τελεῖν μήτε δύνασθαι, μήτε κατὰ γνώμην αὐτῷ εἶναι μήτε καθ' ἡδονήν. διὸ αὐτόν τε παύεσθαι πείθειν ἐπιχειροῦντα περὶ τούτου καὶ αὐτῷ παραιτουμένῳ συγγινώσκειν. Βασιλεὺς δὲ οὐχ οὕτως ἔφασκεν ἀπροφασίστως παραιτεῖσθαι χρῆναι, ἀλλὰ τὰς αἰτίας διδάξαντα πρῶτον καὶ τὴν ἀξίωσιν πείσαντα ὡς παράλογον, οὕτως ἤδη ἀπολύεσθαι αἰτίας· πρὶν δὲ ταῦτα ποιεῖν οὐ συνετὸν, οὐδ' ἄγαν φιλοῦντος οὕτως ἐξ οὐδεμιᾶς αἰτίας ἰσχυρίζεσθαι τὸ μὴ πεισθῆναι ἄν ποτε. καίτοι γε εἰ μή τι ἄλλο, τὸ γοῦν ἀεὶ διαβεβαιοῦσθαι μηδὲν εἶναι μήτε μεῖζον μήτε ἔλαττον ὃ, θελήσαντος ἐκείνου, μὴ ἂν εἰς πέρας ἀγαγεῖν, αὐτὸν ἄξιον καταναγκάζειν πείθεσθαι αὐτῷ. εἰ δ' οὐχ οὕτως ἔχεις, δίκαιον διδάσκειν, ὡς ἂν εἰδείην τὸν πρότερον ἠπατημένος χρόνον. Οὕτως ἔφασκεν ὁ μέγας δομέστικος ἔχειν, καὶ ἀεί τε διϊσχυρίζεσθαι πάντα πράττειν ἐθέλειν, ἅττα ἂν βούλοιτο αὐτὸς, καὶ νῦν οὐδὲν ἧττον πρὸς τοῦτο παρεσκευασμένος εἶναι. ἐφ' οὗ δὲ πείθειν νῦν ἐπιχειρεῖς, οὐ σώζειν τὴν ἀκολουθίαν τὸν λόγον. πᾶν γὰρ ἐθέλειν ποιεῖν φαίην ἂν, ὃ οὐ δι' ἐμὲ ἂν γίγνοιτο, διὰ σὲ δέ· περὶ οὗ δὲ νῦν ὁ λόγος δι' ἐμὲ ὄντος, οὐ δίκαιον οὐδ' ἀναγκαῖον εἰς πειθὼ τῷ λόγῳ χρῆσθαι, ἄλλως τε καὶ αὐτὸν ὡσαύτως διακείμενον περὶ ἐμὲ καὶ τοῖς ὁμοίοις καὶ αὐτὸν χρώμενον λόγοις, οὐκ εὔλογον πρὸς ἐμὲ μὲν ἰσχυρὸν τὸν λόγον ἡγεῖσθαι, πρὸς σὲ δὲ μὴ δύνασθαι τὰ ἴσα. εἰ δ' ἐν ἀμφοτέροις ὁμοίαν ἔχει τὴν ἴσχυν, δίκαιον καὶ σὲ ὃ μᾶλλον ἐγὼ βούλομαι ποιῆσαι, ἄλλως τε καὶ περὶ ἐμοῦ τοῦ ζητουμένου ὄντος. Τοιούτων δή τινων καὶ πλειόνων ἑτέρων πρὸς ἀλλήλους εἰρημένων, βασιλέως μὲν ἐπιχειροῦντος πείθειν δέχεσθαι τὴν βασιλείαν, τοῦ μεγάλου δομεστίκου δὲ μήτε βουλομένου μήτε πειθομένου, τὸ νῦν μὲν ἔχον διελύθησαν, οὔτ' ἀπαγορεύσαντος εἰς τέλος βασιλέως, οὔτε τοῦ μεγάλου δομεστίκου ἀποσχέσθαι τοῦ πράγματος πεῖσαι δυνηθέντος βασιλέα. βασιλεὺς δὲ αὐτὸν οὕτως ἀνθιστάμενον ὁρῶν, δεῖν ἔγνω καὶ ἑτέρους πρὸς πειθὼ παραλαβεῖν, εἴ πως δυνηθείη δι' αὐτῶν πεῖσαι δέξασθαι τὴν βασιλείαν, καὶ παραλαβὼν Ἀνδρόνικον τὸν Ἀσάνην, ὄντα τοῦ μεγάλου δομεστίκου πενθερὸν, καὶ τὸν πρωτοστράτορα Συναδηνὸν, καὶ αὐτοῦ μεγάλου δομεστίκου παρόντος, μετὰ τὸ διαλεχθῆναι περί τινων ἑτέρων πρὸς αὐτοὺς, ἤδη καὶ περὶ τοῦ προκειμένου προοιμιαζομένου, ὁ μέγας δομέστικος περὶ ὧν ἔσοιντο οἱ λόγοι συμβαλὼν, ἀνίστη τε τὸν βασιλέα τοῦ συνεδρίου, ὡς περί τινος ἀναγκαίου μέλλων διαλέξεσθαι, καὶ μόνον παραλαβὼν, ὥρκιζε τὸν θεὸν, μηδὲν πρὸς τοὺς εἰρημένους περὶ ὧν βούλοιτο εἰπεῖν, ὡς ὠφελείας οὐδεμιᾶς ἐκ τῶν λόγων ἐσομένης. εἰ γὰρ ἐνῆν ὑπό τινων πεισθῆναι, μᾶλλον ἂν τῶν ἄλλων πάντων ἐπείθετο αὐτῷ· αὐτοῦ δὲ ἐκ πολλῶν καὶ συνεχῶν ὁμιλιῶν πλέον ἠνυκότος οὐδὲν, θαυμάζειν εἰ ἑτέροις τισὶν ἤλπισε τοῦτο γενέσθαι δυνατόν. βασιλεὺς δὲ ἤλγησε μὲν οὐκ ἐπ' ὀλίγον, ὁρῶν ἤδη τὴν ἐπιχείρησιν οὐκ ἐσομένην ἀνυσθῆναι δυνατήν. καὶ διετέλεσεν ἡμέρας οὐκ ὀλίγας ἀλγῶν τε καὶ πολλὰ τὸν μέγαν δομέστικον καταμεμφόμενος τῆς ἀπειθείας καὶ τῆς οὐ καλῆς φιλονεικίας. ὅμως μέντοι τοῖς ἐκείνου πειθόμενος λόγοις ἀπέσχετο τοῦ λέγειν περὶ ὧν ὥρμητο πρὸς τοὺς εἰρημένους. καὶ αὐτοὶ δὲ ὅ, τι μὲν ἔμελλεν ἐρεῖν οὐκ ᾔδεισαν ἀκριβῶς ὁ βασιλεὺς, ὅμως δὲ ἐκ τῶν εἰκότων στοχαζόμενοι ὡς, περί τινων μεγάλων διαλέξεσθαι μέλλοντος αὐτοῖς, ὑπὸ τοῦ μεγάλου δομεστίκου κωλυθείη· ἐν αἰτίαις τε αὐτὸν ἐποιοῦντο καὶ τὰ ἔσχατα ἠδικῆσθαι διετείνοντο ὑπ' αὐτοῦ. μηδεὶς δὲ ταῦτ' ἀκούων, ἀνεξέλεγκτα οἰέσθω ψεύδεσθαι ἡμᾶς διὰ τὸ μὴ πᾶσι μέχρι νῦν τὰ τοιαῦτα κατάδηλα γενέσθαι. ἴστω γὰρ θεὸς ὁ πάντα ἐφορῶν καὶ πᾶσι τοῖς γινομένοις ἀεὶ παρὼν καὶ τῶν ἀδήλων καὶ κεκρυμμένων ἀγνοῶν μηδὲν, ὡς οὔτ' ἐπὶ τοῖς ἄλλοις τοῖς συγγεγραμμένοις ἅπασιν οὔτ' ἔχθραν οὔτε φιλίαν οὔτ' ἄλλο τῶν πάντων οὐδὲν τῆς ἀληθείας προεθέμεθα, νῦν τε οὕτως ὡς ἐγένετο περὶ τοῦ πράγματος τὴν διήγησιν ἀποδιδόαμεν ὑμῖν, ὡς οὐχ ἅπαξ οὐδὲ δὶς καὶ τετράκις, ἀλλὰ καὶ πολλάκις βασιλεὺς Ἀνδρόνικος ὁ νέος Καντακουζηνὸν τὸν μέγαν δομέστικον ὅλῃ γνώμῃ καὶ πάσῃ σπουδῇ τοῖς βασιλικοῖς ἠθέλησε κοσμῆσαι παρασήμοις καὶ συγκάθεδρον αὐτῷ καὶ συμβασιλεύοντα ἀποδεῖξαι. αὐτοῦ δὲ παραιτουμένου ἰσχυρῶς καὶ μήδ' ἂν εἴτι γένοιτο, πεισθήσεσθαι ἰσχυριζομένου, ἤλγησέ τε σφοδρῶς ὁ βασιλεὺς ἐπιπολὺ καὶ τῆς ἀκαίρου κατεμέμψατο φιλονεικίας. τῷ μὲν δὴ ἔξωθεν σχήματι καὶ τῇ περιβολῇ οὐχ ᾗ ἠξίου ἐγεγόνει ὁ βασιλεύς· ἔργοις δὲ οὐδὲν ἦν σχεδὸν διαφέρων βασιλέως. ἥ τε γὰρ διοίκησις τῶν πραγμάτων πᾶσα ὑπ' αὐτῷ ἦν, καὶ τὰ βασιλέως προστάγματα οὐχ ἧττον ἢ αὐτὸς βασιλεὺς ἐρυθραῖς ὑπεσημαίνετο ὑπογραφαῖς, καὶ ἃ ἐξεφέρετο παρ' ἑαυτοῦ, τὴν ἴσην καὶ ὁμοίαν δύναμιν τοῖς βασιλέως εἶχεν, καὶ τἄλλα ὅσα βασιλέως ἔργα ἦν, καὶ αὐτῷ ἐξῆν. στρώμασί τε γὰρ ἐφύπνωττε βασιλέως, εἴποτε στρατευομένῳ συνέβαινε τοῖς αὐτοῦ σκευοφόροις μὴ παρεῖναι, καὶ τῇ βασιλέως κλίνῃ, ᾗ μηδὲ υἱῷ καὶ βασιλεῖ, εἰ μὴ ἐπιτραπείη, ἔξεστιν, αὐτὸς ἀνεκλίνετο ἀκωλύτως ὁμοίως τε ἀπόντος καὶ παρόντος βασιλέως, ἐμβάσι τε ἐχρῆτο ταῖς βασιλικαῖς ἀδεέστερον ἢ ταῖς ἰδίαις, ὁπότε συνδιανυκτερεύσειε βασιλεῖ, καὶ πάντα ἔπραττε βασιλικῶς, ὡς καὶ βασιλέα ὁρῶντα τὰ τοιαῦτα ἥδεσθαί τε ἄγαν ὑπερφυῶς καὶ τοῖς ἄλλοις ἐνδείκνυσθαι ὡς εἴη αὐτῷ καθ' ἡδονήν. τὰ τοιαῦτα δὲ οὐδὲ τῇ βασιλίδι Ἄννῃ ἄγνωστα ἦν, ἀλλὰ παρούσης καὶ αὐτῆς, ἐπράττετο πολλάκις, ὡς καὶ βασιλέα πρὸς τὸν μέγαν δομέστικον λέγειν, ὅτι «τί δ' ἂν εἴη δεινὸν, εἰ ἃ ἰδίᾳ, ταῦτα καὶ δημοσίᾳ πραχθείη καὶ τοῖς πᾶσι γένοιτο καταφανῆ»; ὁ δ' οὐδὲν ἧττον ἢ πρότερον ἀπεωθεῖτο, ἀρκεῖσθαι τοῖς παροῦσι φάσκων. ἀλλὰ περὶ μὲν τούτων τῆς ἀληθείας ἕνεκα τοσαῦτα εἴρηται ἡμῖν.

ιʹ. Οὐ πολλοῖς δὲ ἔτεσι πρότερον Ζαχαρίας Μπενέτος ὁ ἐκ Γεννούας τῇ Χίῳ ἐπιθέμενος ἐκράτησεν αὐτῆς. βασιλεῖ δὲ Ρωμαίων τῷ πρεσβυτέρῳ Ἀνδρονίκῳ διὰ τὰς συχνὰς ἐφόδους τῶν Περσῶν κατὰ τῶν πρὸς ἕω τοῖς Ρωμαίοις ὑπηκόων πόλεων οὐ ῥᾳδίως ἔχοντι πολέμῳ τὴν νῆσον Ρωμαίοις ἀνακτᾶσθαι, ἔδοξε λυσιτελεῖν εἰρηνικὰς πρὸς Ζαχαρίαν σπονδὰς θέσθαι, ὥστε Χίον μὲν ἐπὶ δέκα ἔτεσι κατέχεσθαι παρ' αὐτοῦ καὶ μηδένα βασιλεῖ παρέχειν φόρον, ὀνομάζεσθαι δὲ μόνον βασιλέως καὶ σημαίας ἐπὶ τῶν τειχῶν ἀνάγεσθαι βασιλικὰς, μετὰ δὲ τὴν δεκαετίαν πάλιν Ρωμαίοις τὴν νῆσον ἀποδιδόναι. τοιαύτας μὲν βασιλεὺς τὰς πρώτας σπονδὰς ἔθετο πρὸς Ζαχαρίαν· ἐν τοῖς αὐτοῖς δὲ ἔτεσιν αὐτὸς περιεποίει τε τὴν νῆσον ἑαυτῷ ὑποποιούμενος τοὺς Χίους, καὶ Ὠχύρου τὴν πόλιν τά τε πεπονηκότα ἀνοικοδομῶν, καὶ εἴπου δέοι, τοῖς τείχεσιν ὕψος προστιθεὶς, καὶ τάφρους τε καὶ τἄλλα ἐξαρτυόμενος ἃ ἔμελλε λυσιτελήσειν, εἰ κατασταίη πρὸς τὸν πόλεμον. μετὰ δὲ ταύτας τὰς δεκαετεῖς οὐ ῥᾳδίαν ὁρῶν ὁ βασιλεὺς τὴν παράληψιν τῆς Χίου διὰ τὸ ὠχυρῶσθαι, ἄλλως τε καὶ Ζαχαρίου πρεσβείαν πέμψαντος καὶ βασιλέως δεομένου μὴ περὶ τῆς νήσου ἐνοχλεῖν, ἑτέρας ἔθετο πενταετεῖς ἐπὶ τοῖς ἴσοις καὶ ὁμοίοις, καὶ μετ' αὐτὰς ἑτέρας πάλιν. καὶ τετελευτηκότος Ζαχαρίου, τῆς τε Χίου καὶ τῆς πανουργίας οἱ παῖδες καταλειφθέντες κληρονόμοι, οὕτω διεπαιδαγώγουν βασιλέα, πρὶν τὰς οὔσας ἐξικέσθαι ἑτέρας τιθέμενοι· καὶ ἔργῳ μὲν αὐτοὶ καρπούμενοι τὴν Χίον, ψιλῇ δὲ προσηγορίᾳ βασιλεῖ παρέχοντες αὐτῆς κυρίῳ εἶναι. τῶν σπονδῶν δὲ αὐτοῖς τότε πρὸς ἔξοδον ἤδη οὐσῶν, Καλόθετος τῶν παρὰ Χίοις δυνατῶν ὁ μάλιστα διαφορώτατος, τῷ μεγάλου δομεστίκου οἴκῳ προσῳκειωμένος ἐκ πολλῶν ἐτῶν, πατέρες τε γὰρ ἐκείνου τοῖς μεγάλου δομεστίκου πατράσιν ἐς τὰ μάλιστα ἦσαν φίλοι καὶ οἰκεῖοι, καὶ αὐτὸς αὐτῷ, οὗτος δὴ ὁ Καλόθετος τῇ τοῦ μεγάλου δομεστίκου μητρὶ τότε προσελθὼν Διδυμοτείχῳ ἐνδιατριβούσῃ καὶ τήν τε κακουργίαν τῶν Λατίνων ἀπαγγείλας, ᾗ χρώμενοι ἀπεστέρησάν τε Ρωμαίους τῆς Χίου τὴν ἀρχὴν καὶ νῦν ἐπὶ τοσοῦτον κατέχουσιν ἐξαπατῶντες, πρᾶγμα οὐκ εὐκαταφρόνητον, οὐδ' οἷον ῥᾳδίως τινὰ αὐτὸ καταπροέσθαι· δύο γὰρ πρὸς ταῖς δέκα μυριάσι χρυσίου ἐτησίους τελεῖ φόρους, τήν τε εὔνοιαν αὐτοῦ τὴν ἀρχαίαν καὶ τὴν συνήθειαν τήν τε πρὸς αὐτὴν καὶ τὸν υἱόν· τελευταῖον συνεβούλευεν ὡς εἰ εἴη δυνατὸν βασιλέα στόλῳ εἰς τὴν Χίον βοηθῆσαι, αὐτὸν τὰ μέγιστα ἂν συνάρασθαι πρὸς τὸ ἀνακτήσασθαι τὴν νῆσον, τὰ πρῶτά τε δυνάμενον παρὰ Χίοις καὶ πολλοὺς ἑτέρους προσεταιρισάμενον καὶ τῶν φίλων καὶ τῶν συγγενῶν. εἶναι δὲ καὶ ἀφορμὰς οὐκ ἀγεννεῖς τοῦ πρὸς Μαρτῖνον πολέμου τό, τε πρὸς ἔξοδον ἤδη εἶναι τὰς σπονδὰς, καὶ τὸ, βασιλέως ἀγνοοῦντος, ἀκρόπολιν ἐπὶ τῷ Χίον βίᾳ κατασχεῖν οἰκοδομεῖν. ἐδεῖτό τε αὐτῆς σκέψασθαι περὶ αὐτοῦ πρότερον καλῶς, ὅπως μὴ αὐτῷ ἐς κίνδυνον τὰ πράγματα χωρήσει, βασιλέως οὐ μετὰ τῆς προσηκούσης δυνάμεως ἐκεῖ ἐλθόντος. περὶ πλείστου μὲν γὰρ ποιεῖσθαι καὶ τὸ Χίον Ρωμαίοις προσχωρῆσαι, ὠφέλειαν παρέξουσαν οὐ τὴν τυχοῦσαν· οὐδὲν δὲ ἧττον καὶ ἑαυτοῦ καὶ τῶν οἰκείων προνοεῖσθαι, ὡς εἰ μὴ κατὰ γνώμην αὐτῷ τὰ πράγματα χωρήσει, πανοικεσίᾳ διαφθαρησομένου, εἰ κατάδηλον γένοιτο Λατίνοις, ὅτι αὐτοῦ πράττοντος ἐπεστράτευσεν αὐτοῖς ὁ βασιλεύς. οὗ δὴ ἕνεκα αὐτῇ τὴν γνώμην ἀναθεῖναι πρώτῃ, ὡς ἅττα ἂν αὐτῇ δοκοίη ἐκείνου διαπραξομένου. Τοιαῦτα μὲν ὁ Καλόθετος τῇ μητρὶ τοῦ μεγάλου δομεστίκου κρύφα περὶ Χίου διειλέχθη· ἡ δὲ ἐπέῤῥωσέ τε μᾶλλον πρὸς τὸ ἔργον αὐτὸν καὶ καλῶς ἔφασκε καὶ λυσιτελούντως βεβουλεῦσθαι καὶ Ρωμαίοις καὶ ἑαυτῷ. ἐπεὶ δὲ αὐτῇ τὴν πρᾶξιν ἀναθείη πρώτῃ διὰ τὴν ἀρχαίαν οἰκειότητα καὶ τὴν εὔνοιαν ἣν ἔσχηκεν ἐκ παλαιοῦ πρὸς αὐτὴν καὶ τὸν υἱὸν, αὐτὴ καὶ διαπράξεται ὅπως ἄριστα αὐτῷ ἕξει. Ἐκείνη μὲν οὖν τοιαῦτα εἶπε· πέμψασα δὲ ἐκ Βυζαντίου βασιλέα καὶ τὸν υἱὸν εἰς Διδυμότειχον ἐκάλει, ὡς ἀναγκαίων πέρι διαλεξομένη. οἱ δ' εὐθὺς, τῶν ἄλλων ἀμελήσαντες, εἴχοντο ὁδοῦ· γενόμενοι δὲ ἐν Διδυμοτείχῳ, ἐπεὶ ἐπύθοντο περὶ ὧν καλοῖντο, ἡδέως τε ἐδέξαντο τοὺς λόγους καὶ ἐδόκει δεῖν ὡς περὶ ἀναγκαίου τῆς Χίου παρασκευάζεσθαι τὰ πρὸς τὸν πόλεμον προθύμως. τόν τε Καλόθετον ἰδίᾳ μετακαλεσάμενοι, ἑκάτερος αὐτῶν λόγοις τε ἐπέῤῥωσαν πρὸς τὸ ἔργον ἐπαγωγοῖς καὶ δώροις φιλοφρονησάμενοι ἀξίως ἑαυτῶν, ἔτι δὲ καὶ ἐπαγγειλάμενοι αὐτόν τε καὶ γένος εὖ ποιήσειν, ἐξέπεμψαν πρὸς Χίον, ὡς ὧν ἂν δέοιτο παρασκευασόμενον πρὸς τὸ Λατίνοις, ἢν δέῃ, ἐπιθέσθαι. αὐτοὶ δὲ εἰς Βυζάντιον ἐπαναστρέψαντες, τριήρεις τε ἐναυπηγοῦντο, καὶ τἄλλα παρεσκευάζοντο ὡς πλευσούμενοι ἐς Χίον. σκεπτομένοις δὲ αὐτοῖς ἥντινα ἐξέσται τοῦ πολέμου εὐπρόσωπον ἀρχὴν λαβεῖν, ὁ μέγας δομέστικος συνεβούλευε τὰς μὲν τριήρεις ναυπηγεῖσθαι καὶ τὰ ὅπλα ὧν δέονται παρασκευάζεσθαι καὶ ναυτικὸν συλλέγειν, οἳ ἐπιβήσονται, καὶ ὁπλίτας. ἐπεὶ δὲ αἵ τε σπονδαὶ τῷ Μαρτίνῳ ἐν ἐξόδῳ εἰσὶν ἤδη, καὶ ἄκραν, βασιλέως μὴ ἐπιτρέψαντος, οἰκοδομεῖ ἐπὶ τῷ καταδουλώσασθαι τὴν νῆσον, πρόσταγμα πρὸς ἐκεῖνον αὐτοῦ πεμφθῆναι, ἅμα μὲν αὐτὸν αἰτιωμένου ὡς τὴν ἄκραν, αὐτοῦ μὴ συνειδότος, οἰκοδομοίη, κελεύοντός τε τὸ οἰκοδομεῖν ἐᾷν καὶ περαιτέρω μὴ προβαίνειν· ἅμα δὲ καὶ τὰς σπονδὰς ὡς εἰ βούλοιτο ἑτέρας θέσθαι, τῶν οὐσῶν ἤδη ἐξηκουσῶν, εἰς Βυζάντιον ἐλθεῖν. κἂν μὲν παύσηταί τε οἰκοδομεῖν καὶ γενόμενος ἐν Βυζαντίῳ περὶ ἑτέρων δέοιτο σπονδῶν, ὅ, τι ἂν εἴη σκεψαμένοις βέλτιον ποιεῖν. ἢ γὰρ μηκέτι Χίου Μαρτῖνον ἄρχειν δίκαιον ἐᾷν, ἀλλ' ἕτερον τρόπον εὖ ποιεῖν, τὴν νῆσον δὲ τελεῖν ὑπὸ Ρωμαίους· ἢ σπονδὰς οὐ κατὰ τὰς προτέρας, ἀλλ' ἐφ' οἷς ἂν αὐτοῖς βέλτιον δοκοίη τίθεσθαι, ὥστε αὖθις Μαρτῖνον Χίου ἄρχειν ἐπὶ χρόνον τινὰ ῥητόν. ἐὰν δὲ μήτε παύηται οἰκοδομῶν, σπονδῶν τε μὴ δέοιτο ἑτέρων, ὡς ἤδη βεβαίως τῆς νήσου ἐχομένης, τότε παρεσκευασμένων τῶν τριήρεων οὐσῶν, τὴν ταχίστην ἐπιπλεῖν· πέμπειν δὲ καὶ ἕτερα γράμματα Χίοις, κελεύοντα καὶ αὐτοῖς ἀποσχέσθαι τοῦ οἰκοδομεῖν, ὡς ἢ παύοιτο καὶ ἄκων, οὐκ ἔχων τοὺς συναιρομένους, ἢ εἰ βιάζοιτο καὶ ἄκοντας, μᾶλλον ἐκπολεμωθεῖεν πρὸς αὐτόν. Οὕτω βουλευσαμένοις ἐδόκει δεῖν τά τε γράμματα εἰς Χίον πέμπειν, καὶ τριήρεις τάς τε οὔσας ἐπισκευάζειν καὶ ἑτέρας ἐπιναυπηγεῖν. τὰ μὲν οὖν γράμματα βασιλέως ἀφιγμένα πρὸς Μαρτῖνον, πλέον ἤνυσαν οὐδὲν, ἀλλ' ἀναγνοὺς, μᾶλλον ἔργου εἴχετο καὶ πᾶσαν ἐπεδείκνυτο σπουδὴν, ὥστε τὴν ἀκρόπολιν ἀπαρτίσαι ὧν ἂν δέοιτο τὴν βασιλέως φθάσας ἔφοδον. ἤδη γὰρ ὑπώπτευε καὶ αὐτός. Μπενέτος δὲ ὁ Μαρτίνου ἀδελφὸς ἐν διαφορᾷ πρὸς ἐκεῖνον καταστὰς, ὅτι χρυσίων ἑξακισχιλίων ἀποστεροῖτο παρ' αὐτοῦ, ἃ ἐχρῆν αὐτὸν ἐκ τῶν δημοσίων τῆς Χίου φόρων λαμβάνειν ἐτησίως, προσήκοντα ἐκ πατρῴου κλήρου, ἧκεν ὡς βασιλέα τὴν ἀδικίαν ἐγκαλῶν τῷ ἀδελφῷ καὶ τυχεῖν δεόμενος ἐπικουρίας. γραμματεῖά τε ἐδείκνυ ἃ σαφῶς πολλὴν τοῦ ἀδελφοῦ καὶ τὴν ἀδικίαν κατηγόρει καὶ τὴν ἀγνωμοσύνην. βασιλεὺς δὲ ἐπηγγέλλετό τε τιμωρήσειν αὐτῷ ἐφ' οἷς ἀδικεῖται ἀφικόμενος ἐκεῖ, καὶ αὐτὸς οὐδὲν ἧττον ἃ παρὰ Μαρτίνου ἀδικεῖται ἀπολήψεσθαι.

ιαʹ. Παρεσκευάζετο μὲν οὖν στόλος πέντε καὶ ἑκατὸν νεῶν, ὧν ἦσαν ὀλίγῳ ἐλάσσους εἰς τὰς δύο μοίρας διήρεις καὶ τριήρεις, ἐξ ὧν ἦσαν ἱππαγωγοὶ ὀκτὼ ἄγουσαι τριακοσίαν ἵππον· αἱ λοιπαὶ δὲ μονήρεις ἦσαν. ἐπεὶ δὲ παρεσκευασμέναι ἦσαν, τήν τε ἵππον ἐσεκόμιζον καὶ τὰ ἄλλα ἐπιτήδεια. ἦν τε ἅμιλλα πολλὴ τοῖς τριηράρχαις, ἑκάστου φιλονεικοῦντος πολυτελείᾳ καὶ λαμπρότητι παρασκευῆς τοὺς ἄλλους ὑπερβαλέσθαι· καὶ τά τε ἄλλα ἐξηρτύοντο πρὸς τὸ μεγαλοπρεπέστερον καὶ τὰ πληρώματα ἐκόσμουν ἰδίοις παρασήμοις ἔν τε ὅπλοις καὶ ἀσπίσιν. ἦσαν γὰρ οὐ τῶν τυχόντων, ἀλλὰ τῶν τε εὐγενῶν καὶ μεγάλα δυναμένων. συνέπλεον δὲ τῷ βασιλεῖ οὐ μόνον ὁπλῖται καὶ ψιλὸς πολὺς, ἀλλὰ τῶν τε συγκλητικῶν οὐκ ὀλίγοι, καὶ στρατιωτῶν οὐ μόνον οἱ χρησόμενοι τοῖς ἵπποις, ἀλλὰ καὶ ἄλλος ὅμιλος πολύς. ἐπεὶ δὲ πάντα ἤδη ἐπεπόριστο καὶ οὐδὲν ἐνέδει ἔτι, ἄραντες ἐκ Βυζαντίου ἔπλεον ἐπὶ Χίον. γνώμην δὲ εἶχεν ὁ βασιλεὺς, ὡς ἢν ὁ Μαρτῖνος τὸν ἐπίπλουν πυθόμενος, πρὶν εἰς τὴν νῆσον κατᾶραι, ἀφίκηται πρὸς αὐτὸν καὶ δεηθῇ περὶ αὐτῆς, τὴν μὲν ἀκρόπολιν, ἣν αὐτὸς ᾠκοδόμει, τὰ ἐλλείποντα ἐπισκευάσας, κατασχεῖν φρουρᾷ τῆς εἰσέπειτα ἀσφαλείας ἕνεκα· Μαρτίνῳ δὲ τῆς ἄλλης νήσου ἐπιτρέψαι ἄρχειν, ἀποδιδόντι ἐτησίως Μπενέτῳ ἃ πρότερον χρήματα ἀπεστέρει. ὁ δ' οὐ μόνον ἐποίει τῶν δεόντων οὐδὲν, ἀλλ' ἐπεὶ ἐπύθετο ὅσον οὐδέπω ἐπιπλέοντα τὸν στόλον, τὰς μὲν τριήρεις ἃς εἶχε τρεῖς δὲ ἦσαν, εἰς τὴν θάλασσαν κατέδυσε κενάς· Ρωμαίων τε τοῖς τὴν νῆσον κατοικοῦσι μηδενὶ ἐκέλευσεν ἐξεῖναι ὅπλοις χρῆσθαι, θάνατον δὲ εἶναι τὴν ζημίαν τῷ χρωμένῳ. αὐτὸς δὲ τάς τε πύλας τῆς πόλεως ἀσφαλισάμενος καὶ τὰ ἄλλα καταστήσας ᾗ αὐτῷ ἄριστα ἐδόκει ἔχειν, ἅμα ὀκτακοσίοις οὓς εἶχε, φραξάμενοι ἀνῆλθον εἰς τὰ τείχη ὡς ἀμυνούμενοι ἐπιόντα βασιλέα. ἤδη γὰρ ἀνθίσταντο ἀναφανδὸν, καὶ οὐδὲ σημαίας τὰς βασιλικὰς ἠξίωσαν ἀναγαγεῖν ἐπὶ τὰ τείχη, ὥσπερ ἦν ἔθος, ἀλλὰ τὰς Μαρτίνου μόνας, ὡς βεβαίως ἤδη τῆς νήσου ἐχομένης. Καλόθετος δ' ἅμα τοῖς περὶ αὐτὸν, ὅπλοις μὲν οὐκ ἐτόλμων χρῆσθαι τῷ δέει τῶν Λατίνων· παρεσκευασμένοι δὲ ἦσαν ὡς ἐπιθησόμενοι αὐτοῖς, ἐπειδὰν ὁ βασιλεὺς εἰς τειχομαχίαν καταστῇ. Μαρτῖνος μὲν οὖν οὕτω τοῖς ὀκτακοσίοις πεποιθὼς, ἀντικατέστη πρὸς τὴν μάχην. βασιλεὺς δὲ τῇ νήσῳ ὡς προσέσχεν, ἀπόβασίν τε ἐποιεῖτο τῆς γῆς εὐθὺς κρατῶν, καὶ τὴν ἵππον ἐξάγων παρεσκευάζετο πρὸς τὴν τειχομαχίαν. Μπενέτος δὲ ὁ Μαρτίνου ἀδελφὸς φρούριόν τι καὶ αὐτὸς κατέχων οὐ μακρὰν τῆς ἄλλης πόλεως ᾠκοδομημένον, ἀλλ' ὅσον ἀφ' ἑκατέρου πρὸς τὸ ἕτερον λίθῳ σχεδὸν ἐξικνεῖσθαι, ἐνεχείρισεν ἐλθὼν τῷ βασιλεῖ, πολλὰ τοῦ ἀδελφοῦ κατηγορῶν ὡς καὶ ἀνόητα καὶ ἄδικα πράττειν ἐγνωκότος· τοῦτο μὲν, εἰ πρὸς τοσαύτην δύναμιν ἀντισχήσειν ἤλπισε, μὴ αὐτὸς ἐξ ἴσης ὁρμώμενος παρασκευῆς· ἀδικίαν δὲ κατεγίνωσκεν αὐτοῦ, εἰ πολλὰ πρὸς βασιλέως εὐεργετηθεὶς, Χίον διενοήθη αὐτοῦ ἀποστερῆσαι. βασιλεὺς μὲν οὖν εἰς τὸ φρούριον εἰσῆλθε, Μπενέτον τῆς εἰς αὐτὸν εὐνοίας ἐπαινέσας, καὶ μετὰ μικρὸν ἐξελθὼν διεκόσμει τὴν στρατιὰν ὡς ἐς τειχομαχίαν. Μαρτῖνος δὲ πρός τε τὴν βασιλέως στρατιὰν ἤδη ἑαυτὸν οὐκ ἀξιόμαχον ὁρῶν, ἔκ τε τῶν Χίων ἐπικουρίαν οὐδεμίαν προσδοκῶν διὰ τὸ οὐχ ἧσσον αὐτοῦ ἀφεστηκέναι ταῖς γνώμαις ἢ καθ' ὅσον εὖνοι ἦσαν βασιλεῖ ὑπωπτευκέναι, ἄλλως τε καὶ Μπενέτου προσχωρήσαντος καὶ τὸ φρούριον παραδόντος, ὃ οὐκ ἔλαττον ἠδύνατο ἀποτειχισμοῦ οὕτω πλησίον ᾠκοδομημένον, σφοδρῶς τε ἐθορυβεῖτο καὶ τὰς σωζούσας ἀπεγίνωσκεν ἐλπίδας. ἐπεὶ δὲ τά τε σημεῖα ἤδη ᾔρετο καὶ ἦρχον μάχης οἱ Ρωμαῖοι, πρεσβείαν πέμψας ὁ Μαρτῖνος, ἐδεῖτο βασιλέως συγγνώμης τυχεῖν καὶ πρὸς συμβάσεις χωρῆσαι οἵας ἂν δοκῇ βασιλεῖ. βασιλεὺς δὲ ἀπεώσατό τε τὴν πρεσβείαν καὶ οὐκ ἔφασκε δεῖν, τῆς στρατιᾶς πρὸς τὴν μάχην παρατεταγμένης, διαλέγεσθαι περὶ συμβάσεων. πρότερον γὰρ αὐτῷ ἐξῆν πρὶν ἐνθάδε ἥκειν συγγνώμην τε αἰτεῖν καὶ σπονδὰς τίθεσθαι εἰρηνικὰς, νῦν δὲ ὅπως ἂν αὐτῷ δοκῇ ποιεῖν, ἐπεὶ τῇ σφετέρᾳ πεποιθὼς δυνάμει ὅπλα αὐτῷ ἀντῆρε. Βασιλεὺς μὲν οὖν τοιαῦτα εἶπε· Μαρτῖνος δὲ ἤδη πᾶσαν ἐλπίδα περιῃρημένος σωτηρίας, δείσας μὴ καὶ τὸ ζῆν ἀφαιρεθείη, ἑαυτὸν ἐνεχείρισε βασιλεῖ καὶ τὴν στρατιὰν, τῆς πόλεως ἐξελθών. οἱ Χῖοι δὲ αὐτὸν ὁρῶντες ἤδη πρὸς αἰχμαλώτου τύχην καταστάντα, ὥρμησαν ὡς ἐπὶ τοῦ βασιλέως ἀποκτενοῦντες. ὁ μέγας δὲ δομέστικος ἀπειλήσας αὐτοὺς τὰ δεινότατα διαθήσειν, εἴ τι νεωτερίζοιεν περὶ αὐτὸν, ἀπαθῆ διετήρησε κακῶν. βασιλεὺς δὲ αὐτὸν πολλὰ καταμεμψάμενος τῆς ἀβουλίας, ὅμως οὐ διέθηκεν αὐτὸν κακῶς, ἀλλὰ τὴν μὲν γυναῖκα αὐτοῦ ἐκέλευσε καὶ παῖδας, ἔτι δὲ καὶ θεραπαινίδας ὅσαι ἦσαν, αὐτὰς μὲν ἐπιφορτίσασθαι ὅσον ἀνύσαι δυνατὸν ἐκ τῶν ἐκείνῳ προσόντων χρημάτων τε καὶ ἄλλων ἐπίπλων καὶ σκευῶν πολυτελῶν, τοὺς δὲ δούλους στρώματά τε καὶ τάπητας ἆραι καὶ ἄλλα ὅσα ἐπιτήδεια πρὸς τὸ καθεύδειν τῆς νυκτὸς, καὶ ἐξελθόντας Χίου πορεύεσθαι ὅποι ἂν δοκῇ· Μαρτῖνον δὲ ἐκέλευσεν εἱρχθῆναι. καὶ τοῦτο μὲν τοῦτον ἐπράχθη τὸν τρόπον, καὶ σχεδὸν ὅσα Μαρτίνῳ ἦσαν αἱ θεραπαινίδες ἅμα γυναικὶ ἐπεφορτίσαντο· τοὺς συνόντας δὲ αὐτῷ ὀκτακοσίους συγγνώμης τε ἠξίωσεν ὁ βασιλεὺς, ἀδικήσας μηδὲν, καὶ προὔθηκεν αἵρεσιν αὐτοῖς τοιαύτην, ὥστε τοῖς τε βουλομένοις τὰ ὄντα λαβόντας ἐξεῖναι ἀναχωρεῖν, τοῖς τε μένειν ἐθέλουσι μηδένα ἐνοχλεῖν, ἀλλὰ τὴν μισθοφορὰν λαμβάνοντας, δουλεύειν βασιλεῖ. ὀλίγοι μὲν οὖν ἐκείνων ἀπῆραν ἐκ τῆς Χίου, οἱ λοιποὶ δὲ, οἱ μὲν ἔμειναν ἐν Χίῳ αὖθις μισθοφοροῦντες, οἱ δὲ τοῖς βασιλέως συνηριθμήθησαν οἰκέταις. Χίος μὲν οὖν οὕτως αὖθις γέγονεν ὑπὸ Ρωμαίοις. βασιλεὺς δὲ Μπενέτον τε δίκαιον ἔκρινεν ἀμείβεσθαι τῆς εὐνοίας καὶ τῆς προθυμίας τῆς εἰς αὐτὸν, καὶ τῶν Χίων τοὺς δυνατοὺς καὶ τὸν δῆμον. εἰ γὰρ καὶ μηδὲν εἰς τὸν πρὸς Μαρτῖνον πόλεμον εἰσήνεγκαν αὐτοὶ, ἀλλὰ ταῖς γνώμαις οὕτως ἦσαν παρεσκευασμένοι, ὡς ἢν δέῃ, πᾶσαν ἐπιδειξόμενοι σπουδὴν καὶ προθυμίαν ὑπὲρ βασιλέως. διὸ καὶ Καλόθετον μὲν καὶ γένος τά τε ἐν Διδυμοτείχῳ προεπηγγελμένα, ὅτε περὶ Χίου κρύφα διειλέχθη, καὶ προσέτι πλείω εὐηργέτει, καὶ τοὺς ἄλλους καὶ τιμαῖς ἠμείβετο καὶ δωρεαῖς· τὸν δῆμον δὲ τῶν δημοσίων ἀνῆκεν εἰσφορῶν, ὅσαι μάλιστα ἐπίεζον.

ιβʹ. Μπενέτον δὲ μετακαλεσάμενος τὸν Μαρτίνου ἀδελφὸν ἀνεμίμνησκέ τε ὧν πρὸς Βυζάντιον ἐλθὼν τοῦ ἀδελφοῦ κατηγόρει, ὡς ἀποστεροίη μὲν τῶν ἑξακισχιλίων χρυσίων, ἃ προσῆκεν αὐτῷ ἀπὸ τῶν δημοσίων προσόδων τῆς Χίου λαμβάνειν, αὐτὸς δὲ τὴν νῆσον σφετεριζόμενος ἀποστεροίη τοῦ πατρῴου κλήρου, καὶ ὡς ἐδεῖτο τῆς δυνατῆς τυχεῖν ἐπικουρίας· ὧν τε αὐτὸς ἐπηγγείλατο, ὡς ὅσον ἤδη γενόμενος ἐν Χίῳ τῆς τε εἰς αὐτὸν καὶ τὸν ἀδελφὸν ἀδικίας εἰσπράξεται Μαρτῖνον δίκας. ὧν δὴ νῦν καλῶς καὶ ὡς προσῆκεν ἀποβάντων καὶ Μαρτίνου Χίου ἐξεληλαμένου, δίκαιον ἡγεῖσθαι εἶναι τάς τε ἐπαγγελίας ἐκπληροῦν τὰς εἰς αὐτὸν, καὶ τῆς εὐνοίας ἀμείβεσθαι ἧς πρὸς ἐλθόντα ἐνεδείξατο, τὸ φρούριον παραδούς. οὗ δὴ ἕνεκα τῆς τε Χίου ἐπιτρέπειν τὴν ἀρχὴν, καὶ τῶν προσόδων αὐτῆς τῶν δημοσίων οὐκ ἔλαττον χρυσίου μυριάδων δυοκαίδεκα οὐσῶν, εἰς μὲν ἐπιμέλειαν τῆς νήσου καὶ φυλακὴν, ἔτι τε λοιπὴν ἀναγκαίων ἀναλωμάτων χρείαν ὅσα ἂν αὐτῷ σκεψαμένῳ βέλτιον δοκοίη ἔχειν ἀναλοῦν· τὰ δὲ ὑπολειφθέντα χρήματα, τὰ ἡμίση μὲν τῷ βασιλικῷ ταμιείῳ εἰσκομίζειν, αὐτὸν δὲ τὰ ἐπίλοιπα καρποῦσθαι. ἄδηλον δὲ ὂν ἀνθρώπῳ παντὶ ὁπότε ἀπροσδόκητον ἥξει τὸ τέλος τῆς ζωῆς, δίκαιον ἅμα καὶ λυσιτελὲς ἡγεῖσθαι εἶναι, τὴν ἀκρόπολιν, ἣ πρὸς Μαρτίνου ᾠκοδομεῖτο, ἐπισκευασθεῖσαν ὧν δέοιτο, φρουρᾷ κατασχεθῆναι παρ' αὐτοῦ, ὡς εἴ τι περὶ αὐτοῦ, οἷα τὰ ἀνθρώπινα, συμβαίη καὶ γένοιτο ἐξ ἀνθρώπων, μὴ τὴν Χίον Ρωμαίους ἀποστερηθῆναι, πολλοὺς ἔχουσαν οὐ πόῤῥωθεν μόνον, ἀλλὰ καὶ ἐγγύθεν ἐπιβούλους καὶ μάλιστα τοὺς ἐκ Δήλου Σπιταλιώτας. Τοιαῦτα πρὸς Μπενέτον διεξιόντος βασιλέως καὶ μικρᾶς εὐνοίας χάριν μεγάλην κατατιθεμένου, οἱ μὲν ἄλλοι πάντες κατεπλήττοντο τὴν περὶ τὰς εὐεργεσίας τοῦ βασιλέως φιλοτιμίαν, ὅτι μικρᾶς ἕνεκα εὐνοίας τοσαύτην ἀντιπαρέσχε χάριν, μήτε ὧν ἀνάλωσε χρημάτων πρὸς τὴν παρασκευὴν τοῦ στόλου καὶ τῆς συνεπομένης ἄλλης στρατιᾶς ὑπολογισάμενος τὸ πλῆθος, μήτε ὧν ἐκ Χίου ἔμελλεν ἐτησίως ὁ Μπενέτος ἀποφέρεσθαι, καὶ ταῦτα, ὀλίγα ἢ οὐδὲν πρὸς τὸν ὑπὲρ τῆς Χίου πόλεμον εἰσενεγκών. Μπενέτῳ δὲ οὐδὲν ἄρα ἤρκει, ἀλλ' ἀδικεῖσθαι ἡγεῖτο καὶ ἀποστερεῖσθαι, μὴ μειζόνων ἀξιούμενος. διὸ καὶ τὴν βασιλέως δωρεὰν ἀπεωθεῖτο μὴ δεῖσθαι φάσκων μήτ' ἐπιτροπεύειν Χίου, μήτ' ἐφ' οἷς ὁ πατὴρ αὐτῷ, μήθ' ὁ ἀδελφὸς Μαρτῖνος καὶ αὐτὸν κατέχειν· ἀλλ' εἰ μὲν αὐτῷ παντάπασι τῆς Χίου βασιλεὺς παραχωροίη, ὥστ' ἰδίαν αὐτῷ ἀρχὴν εἶναι καὶ μηδαμῶς τελεῖν ὑπὸ Ρωμαίους, πολλὴν ἂν εἰδείη τῆς εὐεργεσίας χάριν. εἰ δὲ μὴ τοῦτον βούλοιτο τὸν τρόπον, μηδεμιᾶς ἑτέρας εὐεργεσίας μεμνῆσθαι, ὡς πρὸς ἡδονὴν αὐτῷ οὐκ ἐσομένης, ἀλλ' αὐτὸν ὅ, τι ἂν δοκῇ δεσπότην ὄντα περὶ τῆς νήσου πράττειν. Βασιλεὺς δὲ οὐ δίκαια αἰτεῖν ἔφασκε Μπενέτον, οὐδ' οἷα τυχεῖν. ἐχρῆν μὲν γὰρ εἰ καὶ τοὺς ἑξακισχιλίους ἐλάμβανε χρυσοῦς, ὧν παρὰ Μαρτίνου ἠδικεῖτο, ἀγαπᾷν καὶ πολυπραγμονεῖν μηδέν. εἰ δὲ οὐ τοσαῦτα μόνον, ἀλλὰ καὶ πολλαπλασίω τούτων καὶ προσέτι τὴν ἀρχὴν ἔχειν ἔξεστι τῆς νήσου, πῶς ἂν εἴη δίκαιον ἐνδεᾶ τὴν χάριν τοῦ προσήκοντος νομίζειν; ἔτι δὲ οὐδὲ ἑαυτῷ τὸ παντάπασιν αὐτῷ παραχωρῆσαι Χίου ἐν καλῷ τοῦ σχήματος ἔφη κείσεσθαι ὁ βασιλεὺς, οὐδὲ φιλοτιμίαν καὶ μεγαλοψυχίαν, ἀλλὰ παραπληξίαν καὶ ἀκρισίαν περιάψειν ἑαυτῷ. εἰ γὰρ ἔδει τοσοῦτον πόνον αὐτόν τε καὶ Ρωμαίους ὑπομείναντα καὶ τοσαῦτα κατὰ τὴν παρασκευὴν τοῦ στόλου χρήματα οὐκ αὐτὸν μόνον ἐκ τῶν βασιλικῶν, ἀλλὰ καὶ ἐκ τῶν ἰδίων τῶν ἐπιφανῶν πολλὰ ἀναλωκότων ὥστε κρατῆσαι Χίου, ἔπειτα αὐτῷ παραχωρῆσαι ἐς τοσοῦτον, ὥστε μήτε νῦν μήθ' ὕστερον μὴ μόνον μὴ μετεῖναι Ρωμαίοις τῆς ὠφελείας τῆς αὐτῆς, ἀλλὰ μηδὲ προσρήματι ψιλῷ κυρίους ὀνομάζεσθαι αὐτῆς, πολλῷ τῷ μέτρῳ βέλτιον καὶ λυσιτελέστερον ἦν, τὴν ἀπραγμοσύνην καὶ τὴν ἡσυχίαν αἱρεῖσθαι, Μαρτῖνόν τε ἐᾷν κατέχειν καὶ μὴ παρενοχλεῖν. ἐκείνως μὲν γὰρ πρὸς τῷ μὴ κόπτεσθαι καὶ ταλαιπωρεῖν ἐν στρατείαις, καὶ ταῦτα διαποντίοις, καὶ τὰ ἀναλωθέντα χρήματα ἐξῆν κερδαίνειν· καὶ προσέτι γε εἰ μὴ νῦν, ἀλλ' ὕστερόν ποτε δύναμιν κτησαμένοις τοῖς Ρωμαίοις τὴν νῆσον ἂν ἐξῆν ἀνακαλεῖσθαι ὡς ἀδικουμένοις, καὶ ἢ αὐτῆς τῶν ἀδικούντων κρατήσασι τυγχάνειν, ἢ ἐλάσσοσι τῶν ἀντιπάλων γενομένοις μὴ ἀδικεῖν νομίζεσθαι, μηδὲ παρασπονδεῖν. εἰ δ', ὥσπερ νῦν ἀξιοῖς αὐτὸς, σοὶ παραχωρήσομεν τῆς νήσου, οὐ μόνον εἰκῇ καὶ μάτην τόν τε πόνον ἐσόμεθα πεπονηκότες καὶ τὰ χρήματα ἀναλωκότες, ἀλλ' οὐδ' ἐλπίδα ὑπολειψόμεθα Ρωμαίοις τοῦ ἀνασώσασθαι ἄν ποτε τὴν νῆσον· ἢ δοκεῖν ἀδικεῖν καὶ παρασπονδεῖν ἐάν τε κρατήσωσιν, ἐάν τε μή. δι' ἃ δὴ πάντα μήτ' αὐτὸν μήτε δίκαια μήτε δυνατὰ αἰτεῖσθαι, μήτ' αὐτὸν δύνασθαι παρέχεσθαι· ἀλλ' ἃ ὑπ' αὐτοῦ πρότερον ἐκρίθη, δυνατά τε εἶναι καὶ Ρωμαίοις καὶ αὐτῷ λυσιτελῆ. Μπενέτου δὲ πάντων μὲν φάσκοντος ἀκηκοέναι τῶν βασιλέως λόγων καὶ προσεσχηκέναι αὐτοῖς, μηδενὶ δὲ πείθεσθαι αὐτῶν, ἀλλὰ τοῖς ἐξ ἀρχῆς ἐμμένειν δεδογμένοις, καὶ μηδεμίαν ἡγεῖσθαι χάριν προσήκουσαν αὐτῷ ἢ τὴν παντελῆ παραχώρησιν τῆς νήσου, Οὐδὲν, ἔφη, θαυμαστὸν, ὁ βασιλεὺς, εἴ τινι περὶ πράγματός τινος βουλευομένῳ νῦν μὲν τοιάδε τινὰ λογίζεσθαι παρασταίη, μικρὸν δὲ ὕστερον τἀναντία ἢ βελτίω ἢ χείρω σκεπτομένῳ φαίνοιτο ἐκ τῶν πραγμάτων. διόπερ οὐδ' αὐτὸν δίκαιον νῦν πρῶτον τῶν πρὸς αὐτὸν ἀκηκοότα λόγων, ἀπερισκέπτως οὕτως ἀπαγορεύειν, ἀλλὰ δέον εἰς δευτέραν καὶ τρίτην μετὰ τῶν φίλων σκεψάμενον ἡμέραν, οὕτως ἥκειν ἀπαγγέλλοντα ὅσα ἔδοξεν. ἴσως γάρ τι τῶν δεόντων ἡ μετὰ τῶν φίλων καὶ οἰκείων συνδιάσκεψις εὑρήσει. Ἐπιχειροῦντος δὲ αὖθις ἀντιλέγειν τοῦ Μπενέτου, ἐπέσχεν ὁ βασιλεὺς, τῆς καθέδρας τε ἐξαναστὰς καὶ πρὸς αὐτὸν εἰπὼν, ὡς οὐκ ἀκούσεται πρὶν μετὰ τῶν φίλων βουλευσάμενον ἥκειν. Μπενέτος μὲν οὖν οὕτως οἴκαδε ἀπῆλθεν, ἀνάπλεως ταραχῆς· εἰς τρίτην δὲ ἡμέραν μεταπεμψάμενος αὐτὸν ὁ βασιλεὺς, τῶν τε πρότερον ἀνεμίμνησκεν εἰρημένων καὶ ἕτερ' ἄττα προσετίθει, τήν τε εὐμένειαν τὴν πρὸς αὐτὸν ἔνδηλον ποιῶν καὶ ὅσην ἔχει περὶ τὸ εὖ ποιεῖν αὐτὸν τὴν προθυμίαν. συνεβούλευέ τε πείθεσθαι αὐτῷ ὡς λυσιτελοῦντα βουλευομένῳ. ὁ δὲ τῆς τε ἐξ ἀρχῆς εἴχετο γνώμης καὶ βασιλεῖ παρῄνει μὴ εἰκῇ πονεῖν, μήδ' ἄλλο τι πείθειν ἐπιχειρεῖν. ἀλλ' εἰ μὲν αὐτῷ τῆς νήσου πᾶσαν παραδοίη τὴν ἀρχὴν, εἰ δὲ μὴ, ἀλλὰ τόγε δεύτερον, τῶν τριήρεων ὅσων δέοιτο ἐδεῖτο παρασχεῖν, ὡς ἂν εἰς Γαλατᾶν ἀφίκηται, ἐνθέμενος τὰ ὄντα. βασιλεῖ δὲ ἐδόκει δεινὸν, εἰ μήπω πᾶσι φανερᾶς τῆς εἰς αὐτὸν εὐεργεσίας καθεστηκυίας, ἢ τἀληθὲς αὐτὸς ἐθέλων ἀποκρύπτειν, ἢ ἕτεροί τινες τῶν γενομένων πέρι μηδὲν εἰδότες, οἰήσονται τὸν βασιλέα βούλεσθαι μὲν ἀπελαύνειν Μπενέτον Χίου, εὐπροσώπου δὲ προφάσεως οὐκ εὐπορεῖν, καὶ διὰ τοῦτο ἀσμένως λαβόμενον τοῦ λόγου, τάς τε τριήρεις παρέχειν καὶ τὴν ἔξοδον ἐπιτρέπειν. διὸ καὶ αὖθις ἐφ' ἑτέραις τρισὶν ἡμέραις περὶ τοῦ πράγματος ἐκέλευε διασκέψασθαι, δίκαιον δὲ εἶναι μὴ πρὸς τὴν ἐκείνου μικροψυχίαν ἀπιδεῖν, ἀλλὰ τὴν αὐτῷ προσήκουσαν ἐνδείξασθαι μεγαλοψυχίαν καὶ καρτερίαν. ἴσως γὰρ ἐν αὐταῖς τῶν δεόντων τι βουλεύσασθαι δυνήσῃ. Μπενέτος δὲ μηδὲν ἔτι προσθεὶς, θυμοῦ γέμων, οἴκαδε ἀπεχώρει ὡς τὰ ἔσχατα ἠδικημένος. βασιλεὺς δὲ ἐπὶ τοῖς γινομένοις δυσχεραίνων, τῶν παρόντων ἐπυνθάνετο Ρωμαίων, εἰ μὴ τὴν προσήκουσαν εὐεργεσίαν κατατίθεται Μπενέτῳ, μικρὰ ἢ οὐδὲν πρὸς τὸν ὑπὲρ τῆς Χίου πόλεμον συναραμένῳ, ἢ εἰ δικαία ἡ ἀξίωσις αὐτοῦ καὶ σὺν λόγῳ γινομένη. αὐτὸν γὰρ μὴ δύνασθαι συνεῖναι, ὅ, τι ταῦτα αὐτῷ τὰ ῥήματα νοεῖ. οἱ μὲν οὖν ἄλλοι Μπενέτον τε κατῃτιῶντο καὶ πολλὴν κατεγίνωσκον αὐτοῦ ἀβελτηρίαν· ὁ μέγας δὲ δομέστικος «τὴν μὲν ἀλογίαν» εἶπεν «ὦ βασιλεῦ, καὶ τὴν παράνοιαν τῶν Μπενέτου ζητημάτων πάντες τε ἴσασι σαφῶς καὶ τὴν ὁμοίαν ψῆφον φέρουσι περὶ αὐτοῦ. διὸ οὐδὲ πολυπραγμονεῖν ἐξετάζοντας χρὴ, ὅ, τι βουλόμενος ἀνενδότως ἔχει περὶ αὐτά· οἴεσθαι δὲ αὐτὸν τοῖς μαινομένοις προσεοικέναι, οἱ μήτε περὶ ὧν λέγουσι, μήτε πρὸς οὓς ποιοῦνται ἴσασι τοὺς λόγους, ἀλλ' ᾗ ἂν τὸ δαιμόνιον κινοίη, φθέγγονται ἀδιανόητα τοῖς πᾶσιν. ὡς ἂν δὲ μήθ' ὕστερον αὐτός ποτε μήδ' ἕτερός τις τὴν ἀλήθειαν ἐθέλων ἀφανίζειν δύναιτο τῷ ψεύδει χρῆσθαι καὶ τὰ οὐκ ὄντα λογοποιεῖν, κακίαν δῆθεν προστριβόμενος ἡμῖν τινα, ἅ μοι δοκῶ ποιητέα, εἴγε καὶ αὐτῷ σοι συνδόξειεν εἶναι, ἐρῶ. τῇ Χίῳ νυνὶ πολλῶν ἐπιδημούντων, οὐ Ρωμαίων μόνον, ἀλλὰ καὶ ἐκ Γεννούας καὶ Βενετίας κατ' ἐμπορίαν, καὶ Νικολάου Σανούτου τοῦ τῶν Κυκλάδων ἄρχοντος, ὃς ἧκε κατὰ φιλίαν σὲ προσκυνήσων, ἔτι δὲ καὶ ἐκ Λατίνων ἀρχιερέως, ὃς τὴν τῆς Χίου παρὰ τοῦ πάπα ἐπιτέτραπτο ἐπισκοπὴν, καὶ Φρερίων τινῶν καθ' ἱστορίαν, κέλευσον ἐκ πάντων ἐκκλησίαν ἀθροισθῆναι· πάντων δὲ παρόντων γενέσθαι τοὺς λόγους πρὸς Μπενέτον. κἂν δέξηται πεισθεὶς τὴν εὐεργεσίαν, πανταχόθεν ἂν ἔχοι καλῶς· ἐὰν δὲ τῇ προτέρᾳ παρανοίᾳ χρώμενος, τῶν μὲν ἐν χερσὶν ἀπόσχηται ἀγαθῶν, τῶν δὲ μήτε ὄντων μήτε ἐσομένων ἐπιθυμοίη, εἰ μὴ αὐτὸν ὡς ἀδύνατα ἀξιοίη πεῖσαι δυνησόμεθα, ἀλλὰ τούς γε παρόντας οὐ μάρτυρας μόνον ἕξομεν, ἀλλὰ καὶ κήρυκας καὶ τῆς σῆς καλοκαγαθίας καὶ φιλοτιμίας περὶ τὰς εὐεργεσίας, βασιλεῦ, καὶ τῆς ἐκείνου παραπληξίας, καὶ δύο τὰ μέγιστα ἐντεῦθεν κερδανοῦμεν, ἡμᾶς τε αὐτοὺς ἀπαλλάττοντες ἀδοξίας οὐ προσηκούσης καὶ τοὺς ἄλλους τῆς ἐκ τοῦ ψεύδους ἐλευθεροῦντες προσγενησομένης βλάβης.» Τοιαῦτα μὲν ὁ μέγας δομέστικος εἶπε· βασιλεὺς δὲ ἐπείθετό τε εὐθὺς τοῖς εἰρημένοις ὡς καλῶς ἔχουσι, καὶ αὐτῷ ἐπέτρεπε τὴν πρᾶξιν, προσθεὶς, ὡς εἰ μὴ βούλοιτο κατὰ τὰ διατεταγμένα πρότερον ἄρχειν ὁ Μπενέτος Χίου, καὶ δευτέραν αἵρεσιν εὐεργεσίας αὐτῷ προθεῖναι, ἐλάττονος ἢ κατὰ τὴν προτέραν οὐδαμῶς. τακτῇ δὲ ἡμέρᾳ ἐκκλησίαν ὁ μέγας δομέστικος ἔκ τε Ρωμαίων καὶ τῶν ἐπιχωριαζόντων Λατίνων συναγαγὼν, παρόντος καὶ αὐτοῦ Μπενέτου καὶ τῶν Μαρτίνῳ τῷ ἀδελφῷ πρότερον συνόντων οὐκ ὀλίγων, εἰς λόγους τε καθίσταντο καὶ διηγεῖτο ἄνωθεν ἀπ' ἀρχῆς, ὅπως τε εἰς Βυζάντιον ἀφίκοιτο πρὸς βασιλέα ὁ Μπενέτος κατηγορῶν τοῦ ἀδελφοῦ ἐφ' οἷς ἠδικεῖτο παρ' αὐτοῦ, ὅσα τε αὐτῷ λεχθείη πρὸς βασιλέως, καὶ τὴν εὔνοιαν, ἣν ἐνεδείξατο πρὸς αὐτὸν ἀφικόμενον πρὸς Χίον, καὶ ὡς τῆς εἰς αὐτὸν εὐνοίας ἕνεκα ὁ βασιλεὺς ἀμείβεται τοιαύταις εὐεργεσίαις. Μπενέτος δὲ αὖθις τήν τε δωρεὰν ἀπεωθεῖτο τὴν βασιλέως, ἀναξίαν κρίνων ἑαυτοῦ, καὶ εἰ μὴ παντάπασιν αὐτῷ· παραχωρήσει Χίου, τῆς Ρωμαίων ἀφελόμενος ἡγεμονίας, μηδεμιᾶς ἑτέρας εὐεργεσίας φάσκων δεῖσθαι παρ' αὐτοῦ, καὶ μηδὲ τρίβεσθαι εἰκῇ καὶ μάτην ἀδύνατα ἐπιχειροῦντας πείθειν. οἱ μὲν οὖν παρόντες καὶ μάλιστα οἱ ἐκ Λατίνων, πολλὴν ἀκρισίαν κατεγίνωσκον Μπενέτου καὶ ᾐτιῶντο φανερῶς, καὶ τὴν βασιλέως θαυμάζοντες φιλοτιμίαν καὶ τὴν αὐτοῦ κακοβουλίαν, καὶ συνεβούλευον πείθεσθαι βασιλεῖ, ὡς, εἰ μὴ πεισθείη νῦν, πολλὰ πολλάκις ὕστερον μεταμελήσοντος αὐτῷ. ὁ δ' οὐδὲν μᾶλλον ἐπείθετο αὐτοῖς, ἀλλὰ τοῖς προτέροις ἐνέμενε λογισμοῖς. ὁρῶν δὲ αὐτὸν ὁ μέγας δομέστικος οὕτως ἔχοντα ἐφ' οἷς ἠξίου ἀμεταμελήτως «οὐκοῦν» εἶπεν «εἰ μή σοι ταῦτα ἀρεστὰ δοκοίη, ἀλλ' εἰ μὴ τύχοις ὧν αὐτὸς ἀξιοῖς, καὶ τῆς Χίου παντάπασι κέκρικας ἀποστῆναι δεῖν, καὶ δευτέραν αἵρεσίν σοι προθήσομαι εὐεργεσίας, ἣν αὐτὸς ἐκέλευσε βασιλεύς. οἰκίας γάρ σοι λαμπρὰς καὶ πολυτελεῖς χαρίζεται ἐν Βυζαντίῳ, καὶ τῶν συγκλητικῶν Ρωμαίων ἕνα κελεύει εἶναι, καὶ ἀξιώματι τῷ προσήκοντι τιμήσει καὶ ἀρχὴν ἐγχειρίσει τῶν παρὰ Ρωμαίοις νενομισμένων, καὶ τἄλλα ὅσα τοῖς εὐγενεστέροις Ρωμαίων καὶ αὐτῷ προσήκοντα ἔσται· καὶ τούτων πάντων χωρὶς προσόδων ἐτησίων ἕνεκα ἐκ τῶν τῆς Χίου φόρων μυριάδας χρυσίου λαμβάνειν δύο. Τούτων ἀκούσας ὁ Μπενέτος, οὐκέτι οὐδὲ καθεκτὸς ἐδόκει εἶναι, ἀλλ' ὥσπερ τὰ μέγιστα ἀδικούμενος, ἀχθόμενος καὶ δυσανασχετῶν, καὶ ὅρκοις ἑαυτὸν κατελάμβανε καὶ ἀραῖς ταῖς παλαμναιοτάταις, εἴτι παραδέξαιτο τῶν λεγομένων, εἰ μὴ ἅπερ ἐξ ἀρχῆς ᾐτήσατο παράσχοι βασιλεύς. τρεῖς δὲ ᾐτεῖτο τριήρεις ἐκ τῶν βασιλικῶν ὡς πανοικεσίᾳ πλευσούμενος ἐς Γαλατᾶν. ὁ μὲν οὖν τοιούτους παραπληξίας γέμοντας προῄει λόγους· οἱ δ' ἀκροώμενοι τῶν εἰρημένων βασιλέα μὲν ἐθαύμαζον καὶ ἐπῄνουν καὶ τῆς μεγαλοψυχίας καὶ τῆς φιλοτιμίας, Μπενέτου δὲ πολλὴν κατεγίνωσκον ἀγνωμοσύνην. καὶ ὁ σύλλογος διελέλυτο ἐπὶ τούτοις. πυθόμενος δὲ ὁ βασιλεὺς ὅσα τε εἴποι καὶ ὧν ἀκούσειε Μπενέτος, ἐπεὶ μηδὲν ἔτι συνεώρα λειπόμενον τῶν προσηκόντων, ἐκείνῳ μὲν τρεῖς παρέσχετο τριήρεις, ὥσπερ ᾐτεῖτο, αἷς ἐνθέμενος ὅση ἦν αὐτῷ περιουσία, ἦλθεν εἰς Γαλατᾶν.

ιγʹ. Αὐτὸς δὲ ὅσα ἐξῆν πρὸς φυλακὴν ἐξαρτυσάμενος τῆς νήσου, ἄρας ἐκεῖθεν ταῖς λοιπαῖς ναυσὶν, ἦλθεν εἰς Φώκαιαν τὴν παλαιὰν, οὖσαν ὑπήκοον Ρωμαίοις· καὶ ἀπόβασιν ποιησάμενος ἐφ' ἡμέρας τινὰς συνεγένετο Σαρχάνῃ, τῶν κατὰ τὴν Ἰωνίαν ἄρχοντι Περσῶν ἐκεῖσε γενομένῳ καὶ μετὰ τῆς προσηκούσης αὐτῷ προσελθόντι μετριότητος καὶ, οἷον εἰπεῖν, δουλείας. ὃν καὶ δώροις φιλοφρονησάμενος ὁ βασιλεὺς μεγαλοπρεπῶς, ἀπέστειλεν ἔνσπονδον Ρωμαίοις. Αἰτίνης δὲ καὶ αὐτὸς Καρίας ὢν σατράπης, πρὸς βασιλέα μὲν οὐ παρεγένετο ὑπὸ νόσου χρονίου κωλυθείς· τῶν ὑπ' αὐτὸν δὲ Περσῶν οὐκ ὀλίγους πέμψας ἅμα δώροις πρὸς βασιλέα, τὴν νόσον, ὡς ὑπ' αὐτῆς κεκωλυμένος, ᾐτιᾶτο, προσκυνῆσαι βασιλέα. βασιλεὺς δὲ λόγοις τε εὐχαριστήσας καὶ δώροις ἀμειψάμενος αὐτὸν, ἀπέστειλε τοὺς ἐλθόντας. ἐκεῖθεν δὲ ἐξελθὼν, εἰς Φώκαιαν τὴν νέαν ἦλθεν. αὕτη δὲ Ρωμαίους μὲν οἰκοῦντας εἶχεν· ἐξ αἰτίας δέ τινος ὥσπερ Ζαχαρίας Χίου, οὕτω δὴ καὶ αὐτῆς Ἀνδρέας Κατανίας ἐκ Γεννούας κρατήσας, ἀκρόπολίν τε οἰκοδομησάμενος καὶ κατασχὼν φρουρᾷ, τῆς ἄλλης πόλεως ἦρχεν ἀσφαλῶς. τότε μὲν οὖν Ἀνδρέας οὐ παρῆν, ἀλλ' εἰς Γέννουαν κατά τινα χρείαν ἀπεδήμει. Ἀρῆγος δὲ Ταρταρὼ, ὃς ἦν Ἀνδρέου θεῖος, Φωκαίας ἦρχεν ἀντ' αὐτοῦ· ὃς ἰδὼν τὸν βασιλέα προσιόντα, Φωκαίας τε ἐπέσπευδεν εἰς ὑπάντησιν βασιλέως ἐξελθεῖν, ἀνοίξας τὰς πύλας, καὶ αὐτὸς ἅμα σὺν αὐτοῖς ἐξῆλθε καὶ προσεκύνει βασιλέα. ἐπεὶ δὲ γένοιτο ἐντὸς τειχῶν, τοὺς τὴν ἀκρόπολιν φρουροῦντας ἦσαν δὲ ἐκ Γεννούας Λατῖνοι, ἐξελθόντας ἐκέλευε βασιλεῖ παραδιδόναι. οἱ δὲ ἐξήρχοντό τε προσκυνοῦντες, καὶ παρεδίδοσαν τὴν ἄκραν. βασιλεὺς δ' ἐν αὐτῇ δύο αὐλισάμενος ἡμέρας, εἰς τὴν τρίτην ἅμα ἕῳ τὸν Ἀρῆγον μεταπεμψάμενος, καὶ τὰ κλεῖθρα τῆς πόλεως τοὺς τοὺς πελέκυς ἔχοντας βαράγκους κελεύσας ἀγαγεῖν τούτους γὰρ ἔθος τὰ κλεῖθρα τῶν πόλεων ἔνθα ἂν ἐπιδημοίη βασιλεὺς, κατέχειν, Ἀρήγῳ ἐκέλευε παραδιδόναι, πρὸς αὐτὸν εἰπὼν, ὡς «νῦν μὲν εἰς Φώκαιαν ἐμοὶ ὑπήκοον οὖσαν ἐλθὼν, ἔμεινα ἐφ' ὅσον ἠβουλόμην. αὖθις δὲ ἐξερχόμενος, τὴν πόλιν παραδίδωμί σοι, καὶ διὰ σοῦ τῷ Ἀνδρέᾳ, ὥστε ἄρχειν αὐτῆς ὥσπερ καὶ πρότερον ἐπιτροπεύοντα καθ' ὅσον ἂν χρόνον ἐμοὶ βουλομένῳ ᾖ.» δώροις τε αὐτὸν καὶ τοὺς τὴν ἄκραν φρουροῦντας φιλοφρονησάμενος, καταλιπὼν ἐκεῖ πολλὰς αὐτῷ τῆς εὐεργεσίας χάριτας ὁμολογοῦντας, ἄρας σὺν ἅμα παντὶ τῷ στόλῳ ἦλθεν εἰς Βυζάντιον καὶ διέλυσε τὴν στρατιάν. ὀλίγον δὲ ἐνδιατρίψας Βυζαντίῳ χρόνον, ἐξελθὼν ἐκεῖθεν, ἦλθεν εἰς Διδυμότειχον. ἔνθα διατρίβοντι ἠγγέλθη ὡς ἐκ τῆς ἕω στρατιὰ Περσῶν πεζὴ περαιωθεῖσα ἑβδομήκοντα ναυσὶ, τὰ περὶ Τραϊανούπολιν ληΐζεται καὶ Βήραν. συμβέβηκε δὲ διὰ τὸν εἰς Χίον ἀπόπλουν πάντων οἴκαδε διαλυθέντων ἀναπαύλης χάριν, βασιλέα ἅμα δομεστίκῳ τῷ μεγάλῳ σὺν ὀλίγοις τισὶν εἶναι στρατιώταις· ὅσους δὲ ἐνῆν ὡς τάχιστα συναγαγόντες ἐκ τῶν πέριξ πόλεων, ἀπροσδοκήτως ἐπέθεντο τοῖς Πέρσαις, καὶ μάχῃ κρατήσαντες παρὰ πολὺ, τοὺς μὲν ἀπέκτειναν αὐτῶν, τοὺς δὲ καὶ εἷλον ζῶντας. ὅσοι δὲ ἠδυνήθησαν διαφυγεῖν, ἐμβάντες εἰς τὰς ναῦς, ἐπεὶ τοτηνικάδε ναυτικὴ δύναμις οὐκ ἦν Ρωμαίοις παρεσκευασμένη ἐπεραιώθησαν πρὸς ἕω· καὶ ὁ βασιλεὺς μετὰ τὴν νίκην εἰς Ἀδριανούπολιν ἐπανῆλθεν. Μπενέτος δὲ ὁ Μαρτίνου ἀδελφὸς ἐκ Χίου κατασχὼν εἰς Γαλατᾶν, γνώμην ἔχων ὡς ἢν δύνηται ἀμυνούμενος βασιλέα, τριήρεις ἐκ Γεννούας εὑρὼν ἐφορμούσας ὀκτὼ, τὰ ὄντα πάντα διαθέμενος, πείθει μισθῷ τοὺς τριηράρχας, αὐτῷ κατὰ Χίου συνεκπλεῦσαι, ἐλπίσας αἱρήσειν ῥᾳδίως, ὡς βασιλέως οὐ ταχέως βοηθήσοντος, τῆς ναυτικῆς αὐτῷ δυνάμεως διεσκεδασμένης. ἐπεὶ δὲ προσέσχον τῇ Χίῳ, ἀπέβαινόν τε τῶν νεῶν καὶ ὁπλισάμενοι ἐχώρουν πρὸς τὴν πόλιν ὡς τῶν τειχῶν ἀποπειράσοντες. Χῖοι δὲ ἐξελθόντες πανδημεὶ ἐκράτησάν τε μάχῃ τῶν Λατίνων, καὶ φεύγοντας αἰσχρῶς ἐνέβαλον εἰς τὰς ναῦς· ἀπέκτειναν δὲ αὐτῶν ὀλίγῳ πλείους τριακοσίων. οἱ δὲ λοιποὶ ἀναχθέντες, ὡρμίσαντο ἐπ' ἀγκυρῶν, καὶ ἐς τὴν ὑστεραίαν, οὐκέτι ἀγαθὰς ἔχοντες τὰς ἐλπίδας περὶ Χίου, ἐπ' οἴκου ἀνεχώρουν. Μπενέτῳ δὲ ὡς πᾶσα ἐλπὶς περιῃρεῖτο, ἐπιληψίᾳ κατεσχέθη καὶ πρὶν ἑβδόμην ἥκειν ἐτελεύτησεν.

ιδʹ. Ὀλίγου δὲ παρῳχηκότος χρόνου, συμβέβηκε βασιλέα Διδυμοτείχῳ ἐνδιατρίβοντα ὀξεῖ νοσήματι περιπεσεῖν, ὃ παῖδες ἰατρῶν κεφαλικὸν σύμπτωμα καλοῦσιν. ἰατροὶ μὲν οὖν ἐκ πρώτης προσβολῆς τὴν ὀξύτητα δείσαντες τῆς νόσου, οὐκ ἀγαθὰς εἶχον τὰς ἐλπίδας· καὶ βασιλεὺς δὲ αὐτὸς τὴν ἀθρόαν καταβολὴν ὑπώπτευε μὴ οὐκ ἄνευ κινδύνου τελευτήσειν. δευτέρᾳ δὲ ἡμέρᾳ μετὰ τὴν προσβολὴν τὸν μέγαν δομέστικον μετακαλεσάμενος «σὺ μὲν» εἶπεν «οἶσθα, ὁσάκις ἐμοῦ πείθειν ἐπιχειρήσαντος παρασήμοις σε κοσμηθῆναι βασιλικοῖς, ὥς τι πλέον αὐτὸς εἰδὼς, τοὺς μὲν ἐμοὺς διεκρούσω λόγους, καίτοι λυσιτελοῦντα πᾶσιν ἀξιοῦντος· ἃ δὲ αὐτὸς ᾤου βελτίω εἶναι, ταῦτ' ἔθου διὰ σπουδῆς ἀκατάλυτα τηρεῖν. νῦν δὲ αὐτὸς ἔοικα μᾶλλον ἢ σὺ στοχάζεσθαι τῶν συμφερόντων. εἰ γὰρ ὅσα αὐτὸς ἠξίουν ἐτελεῖτο, νῦν οὐκ ἂν ἐν θορύβῳ πολλῷ καὶ ταραχῇ αὐτός τε ἦν καὶ τὰ Ρωμαίων πράγματα τοὺς ἐσχάτους ὑπώπτευε κινδύνους. εἰ γάρ με συμβαίη νῦν ὑπὸ τῆς νόσου κατεργασθέντα τελευτῆσαι, ὅπερ οὐδὲ πόῤῥω προσδοκίας, ἄδηλον εἰ μὴ εἰς πράγματα ὑμῖν καὶ ταραχὰς ἡ ἐμὴ τελευτὴ χωρήσει. διὸ καὶ δεῖν οἴομαι, αὐτῶν νυνὶ σαφῶς τὰ δέοντα τῶν πραγμάτων διδασκόντων, τὴν μὲν ἄκαιρον φιλονεικίαν καὶ τὴν οὐ προσήκουσαν ἔνστασιν καταλιπεῖν· αὐτὸν δὲ ὑπ' ὀφθαλμοῖς ὅσοι πάρεισι Ρωμαίων ὑποδήμασί τε βασιλικοῖς καὶ πίλῳ τῷ ἐμῷ, ἃ δοκεῖ βασιλείας σύμβολα εἶναι, κοσμηθῆναι ἐπ' ἐμοῦ. κἂν μὲν καὶ αὐτὸς περιγένωμαι τῆς νόσου, καινὸν οὐδὲν ἂν εἴη εἰργασμένον. ἃ γὰρ προὐθέμην ἐξ ἀρχῆς καὶ διὰ σπουδῆς εἶχον ἐλθεῖν εἰς πέρας, ταῦτα ἔσται εἰργασμένα· εἰ δ' ἐξ ἀνθρώπων γένωμαι, τὴν ἡγεμονίαν πᾶσαν ἀναδέξασθαι Ρωμαίων σὲ, καὶ μὴ διὰ τὴν ἀναρχίαν εἰς στάσεις καὶ πολέμους χωρῆσαι, ἐξ ὧν διαφθαρήσονται.» Βασιλεὺς μὲν οὖν τοιαῦτα συνεβούλευε καὶ προσετίθει, ὡς, εἰ μὴ ἀνιᾷν βούλοιτο αὐτὸν, καὶ ταῦτα νοσοῦντα νῦν, τὸ κελευόμενον ποιεῖν. ὁ δ' οὐδὲν ἔλαττον τῶν ἐξ ἀρχῆς εἴχετο λογισμῶν καὶ γνώμην εἶχεν, ὡς οὐδ' ἂν εἴ τι γένοιτο εἰς βασιλέως σχῆμα κατασταίη. συνιδὼν δὲ ὁ βασιλεὺς ὡς οὐκ ἂν δύναιτο πείθειν αὐτὸν ἀμείβειν τὸ σχῆμα, ἔγνω δεῖν μὴ πέρα τοῦ δέοντος φιλονεικεῖν, ἐν οὕτω στενῷ κομιδῇ τῶν πραγμάτων καθεστώτων, ἀλλ' αὐτοῖς πράγμασι διάδοχον αὐτὸν τῆς βασιλείας καταλιπεῖν, καὶ τοῖς παρεστῶσιν ἐκέλευε τούς τε προὔχοντας τῆς συγκλήτου πρῶτον καὶ τοὺς ἄλλους εὐγενείᾳ διαφέροντας, ἔπειτ' ἐφεξῆς καὶ τοὺς ἄλλους ὅσοι παρῆσαν Ρωμαίων συγκαλεῖν. ἐπεὶ δὲ συνῆλθον καὶ περιέστησαν αὐτὸν, καὶ Ἄνναν τὴν βασιλίδα ἐκέλευε παρεῖναι. ὡς δὲ καὶ αὐτὴ παρῆν, ὡς μάλιστα εἶχεν ἐπιῤῥώσας ἑαυτὸν, ὀλίγα ἄττα διειλέχθη πρὸς αὐτούς. ἔφη γάρ· «Τὴν μὲν εὔνοιαν, ὦ φίλοι, τὴν περὶ ὑμᾶς καὶ ὡς τοῦ παντὸς ἂν ἐτιμησάμην, οὐ μόνον κοινῇ πάντας, ἀλλὰ καὶ ἕκαστον ὑμῶν ἰδίᾳ τὰ μέγιστα εὐεργετῆσαι, καὶ ὡς οὐκ ἐν παρέργῳ, ἀλλὰ πάσῃ σπουδῇ τῷ κοινῷ Ρωμαίων τι λυσιτελήσειν ὑμῖν χρώμενος συνεργοῖς προὐθέμην, νομίζων εἰ ἀποθανοῦμαι τοῖς βαρβάροις μαχόμενος ὑπὲρ αὐτῶν, πάσης ἥδιον καὶ μακαριώτερον ζωῆς, αὐτὸς ἂν εἰδείη θεὸς, ὁ τὰ ἄδηλα καὶ τὰ κεκρυμμένα τῶν ἀνθρώπων εἰδὼς καὶ καρδιῶν καὶ φρενῶν ἐταστής. ἐπεὶ δὲ οἷς οἶδε κρίμασιν αὐτὸς τοῦτο μὲν οὐ κέκρικε δεῖν, ἀλλ' ὡς ὁρᾶτε περιέστησεν ἡμῖν τὴν τελευτὴν, πάντας πείθων ἔργοις αὐτοῖς, ὡς οὔτε χρήμασιν οὔτε δόξῃ οὔτε τοῖς λοιποῖς ὅσα τῶν ῥεόντων καὶ φθειρομένων, χρεὼν προσέχειν, ἀλλ' ἑνὸς μόνου γίνεσθαι τοῦ διὰ βίου παντὸς προσέχειν θεῷ καὶ πρὸς τὸν ἐκεῖθεν βίον ἑαυτὸν ἕκαστον μεταῤῥυθμίζειν καὶ μεθαρμόζειν, πρῶτον μὲν ὑμᾶς ἀσπάζομαι τὰ τελευταῖα δὴ ταῦτα, ἄδηλον ὂν εἰ ἔτι προσφθέγξομαι ὑμῖν, καὶ δέομαι ὑμῶν, εἴ τις ὑμῖν κεῖται χάρις ἐμοῦ, ἱκεσίαις ἱλεώσασθαι τὸ κρεῖττον ἐμοὶ, τῷ πολλὰ πολλάκις αὐτῷ προσκεκρουκότι, μάλιστα νυνὶ δεομένῳ τῆς ἐπικουρίας ταυτησί· ἔπειτα δὲ ἡγεμόνα καὶ προστάτην ἀντ' ἐμοῦ τὸν μέγαν δομέστικον ἀφίημι ὑμῖν.» Μετὰ δὲ τοῦτο τῶν αὐτοῦ λαβόμενος χειρῶν καὶ ταῖς χερσὶ τῆς βασιλίδος περιαγαγὼν, ἐχούσης ἐν γαστρὶ Μαρίαν τὴν θυγατέρα, ἣ καὶ ὕστερον Μιχαὴλ πρὸς γάμον ἐξεδόθη τῷ Μυσῶν βασιλέως Ἀλεξάνδρου, καὶ τῆς εἰκόνος ἐφεστηκυίας τῆς ὑπερφυῶς διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν τετοκυίας θεὸν τὸν κύριον Ἰησοῦν Χριστὸν «σοὶ ταύτην» ἔφη «παραδίδωμι καὶ πάντας Ρωμαίους, καὶ τοαποτοῦδέ σοι μελήσει περὶ αὐτῶν.» θρῆνος μὲν οὖν εὐθὺς ὑπὸ πάντων ᾖρτο λαμπρὸς καὶ πάντες ἐτράποντο πρὸς οἰμωγὰς, καὶ οὐδὲν ἦν ὁρᾷν εἰ μὴ κοπτομένους καὶ κατατιλλομένους, καὶ ὁ διὰ πάντων ὀλοφυρμὸς ἐπιπολὺ τοῦ ἀέρος ἐχώρει καὶ πάντα ἐξηκούετο συμμιγῆ· καὶ οὐδεὶς εἰ μὴ αὐτολιθίνην εἶχε ψυχὴν, ἴσχυσεν ἂν ἐγκρατὴς ἑαυτοῦ γενέσθαι καὶ μὴ ἐπιδακρῦσαι τοῖς γινομένοις. ἐφ' ἱκανὸν μὲν οὖν πάντες ἐνέμειναν τοῖς ὀλοφυρμοῖς, οὐδενὸς ἰσχύσαντος ἀπολογίαν πρὸς τὰ εἰρημένα παρασχεῖν· ὀψὲ δὲ ἀναλαβόντες ἑαυτοὺς, συνέθεντο τὰ διατεταγμένα ἐκπληροῦν, καὶ προσαγορεύοντες τὰ τελευταῖα ἕκαστος βασιλέα, δάκρυσι περιῤῥεόμενοι ἀνεχώρουν. διὰ πάσης δὲ τῆς ἡμέρας ταυτησὶν, οὕτω προστεταγμένον ὑπὸ βασιλέως, τῶν ἐν τοῖς βασιλείοις θυρῶν ἀναπετασθεισῶν, πάντες εἰσιόντες ἀκωλύτως προσηγόρευον βασιλέα καὶ ἠσπάζοντο τὰ τελευταῖα, καὶ αὐτὸς ἀντασπαζόμενος αὐτοὺς, τὰ διατεταγμένα ὑπ' αὐτοῦ παρηγγύα στέργειν. οὕτω μὲν οὖν διὰ πάσης τῆς ἡμέρας τοῖς πᾶσι συνταττόμενος διετέλεσεν ὁ βασιλεύς. μετὰ δὲ τοῦτο προσκαλεσάμενος τοὺς ἰατροὺς, ὥρκιζεν αὐτοὺς θεὸν τὸν ζῶντας κρινοῦντα καὶ νεκροὺς, μὴ ἀποστερῆσαι τοῦ σχήματος τῶν μοναχῶν, ἀλλ' ἐπιτρέψαι οἱ τούτου ἀξιωθῆναι. ἔφασκε δὲ μὴ ὡς ἤδη τελευτῶν ἐφίεσθαι τοῦ τοιούτου βίου, μηδ' αὐτοὺς πρὸς ἐκεῖνο ἀποβλέπειν, ὡς εἰ μὲν μηδεμία εἴη τοῦ περιγενήσεσθαι αὐτὸν ἐλπὶς, ἐπιτρέπειν, τοὐναντίον δὲ κωλύειν, ἀλλ' ἤδη πράττειν μηδὲν ἀναβαλλομένους· τοῦτο γὰρ αὐτῷ μᾶλλον εἶναι πρὸς ἡδονήν· καὶ ὅρκοις ἰσχυρίζετο, ἦ μὴν αἱρεῖσθαι μᾶλλον ἐν τούτῳ τῷ σχήματι ὅσα δήποτε ἔτη ἐπιβιοὺς ὑπὲρ τῶν πρότερον πεπλημμελημένων εὐθύνειν ἑαυτὸν καὶ διὰ μετανοίας θεῷ προσοικειοῦν, ἢ ἅμα τῷ περιβαλέσθαι ἀπελθόντα μὴ προσεπεργάσασθαι τῷ χαρίσματι. Ἀσκληπιάδαι δὲ πρῶτα μὲν παρεμυθοῦντο, ὡς μηδενὸς δεινοῦ συμβησομένου, ἔπειτα ὡς ἐπέκειτο σφοδρῶς, καὶ ἃ ἐδεῖτο ὑπισχνοῦντο πράττειν· ὁ δ' οὐδὲν μᾶλλον ἐπείθετο, εἰ μὴ καὶ ὅρκοις αὐτοὺς καταλάβοι, ἦ μὴν αὐτὸν τῆς καλῆς ἐπιθυμίας μὴ ἀποστερήσειν.

ιεʹ. Ἡ νόσος δὲ ἐπετείνετο μᾶλλον καὶ προέκοπτεν ἐπὶ τὸ χεῖρον· ἡ θεία δὲ αὐτῷ Παλαιολογίνα παροῦσα ἡ Καντακουζηνὴ ᾔρετο περὶ τῆς μητρὸς τῆς βασιλίδος Ξένης, εἴ τι διατάττοιτο περὶ αὐτῆς. ἀποκριναμένου δὲ «μηδὲν», νομίσασα ὑπὸ τῆς νόσου μὴ ἐπαισθάνεσθαι τῶν λεγομένων, αὖθις περὶ τῶν αὐτῶν ἐπανῄρετο, καὶ τρίτον· ὁ δ' ἀπεκρίνατο, μὴ δύνασθαι δύο τοῖς πράγμασιν ἐφιστάναι, καὶ ταῦτα γυναῖκας οὔσας. ὁ μέγας δὲ δομέστικος ἐξελθὼν, ὅρκους προσέταξε γίνεσθαι κατὰ τὸ ἐπικρατῆσαν ἐξ ἀρχῆς ἔθος ἐπὶ τῇ βασιλέως τελευτῇ. καὶ ἐγίνοντο ἐπὶ τοῖσδε· στέργειν Ἄνναν τὴν βασιλίδα, κυρίαν καὶ δεσπόζουσαν τῶν πραγμάτων, καὶ τὴν πίστιν αὐτῇ καθαρὰν καὶ ἄδολον τηρεῖν· πείθεσθαι δὲ πάντα καὶ μεγάλῳ δομεστίκῳ καὶ τὰ κελευόμενα ὑπ' αὐτοῦ μηδὲν ἀντιλέγοντας ποιεῖν. οὕτω μὲν οὖν ἐγίνοντο οἱ ὅρκοι, πάντων ὀμνυόντων ἐφεξῆς. αὐτὸς δὲ τὰ πράγματα διῴκει ᾗ αὐτῷ ἄριστα ἐδόκει ἔχειν καὶ τὰς ἀρχὰς ἐπέτρεπε τῶν πόλεων, οἷς ἔκρινε δεῖν· τῶν δὲ ἀφῃρεῖτο. ὅσοι δὲ Ρωμαίων εἰς Διδυμότειχον ἔτυχον τότε παρόντες, οὐ τῆς συγκλήτου μόνον, ἀλλὰ καὶ τῆς στρατιᾶς, τὸν μέγαν δομέστικον ἠνάγκαζον συνελθόντες τὰ βασιλικὰ σύμβολα περιθέσθαι· τά τε ἄλλα ἰσχυριζόμενοι δίκαιον εἶναι καὶ ὅτι οὕτω διατάξαιτο βασιλεύς. ὁ δ' ἀνένευέ τε καὶ ἐκέλευε μὴ παρενοχλεῖν ὡς ἀδύνατα ἀξιοῦσι. Κωνσταντῖνος δὲ ὁ δεσπότης, ὃν ἐν ἀρχαῖς τῆς ἱστορίας μάλιστα ἐκ Θεσσαλονίκης ἔφημεν ἀχθῆναι δεσμώτην, σχῆμά τε ἠμφιεσμένον μοναχῶν καὶ Κάλλιστον ὠνομασμένον, ἔτι μὲν ἐν δεσμωτηρίῳ κατὰ τὸ Διδυμότειχον ἐφρουρεῖτο. δείσαντες δὲ οἱ παρόντες τῶν συγκλητικῶν καὶ τῆς στρατιᾶς, μὴ, τοῦ βασιλέως τελευτήσαντος, ὁ δεσπότης τοῦ δεσμωτηρίου διαδρὰς, στάσιν πάλιν τοῖς Ρωμαίοις ἐγερεῖ καὶ τὰ πράγματα διαφθερεῖ, πόλεμον ἐμφύλιον κινήσας, τὴν βασιλείαν ἑαυτῷ περιποιούμενος, πρὸς τὸν μέγαν δομέστικον ἐλθόντες ἐδέοντο αὐτὸν ἀποκτιννύναι. τοῦτο γὰρ μάλιστα τοῖς πράγμασι λυσιτελεῖν. ὁ μέγας δὲ δομέστικος δεινῶς τε ἀπάνθρωπον ᾤετο τὸ πρᾶγμα καὶ ὠμὸν, καὶ τοὺς ἄλλους ἐπεχείρει πείθειν, μηδέποτε λέγων παραστῆναι ἂν αὐτῷ περὶ αὐτῶν τοιαῦτα καὶ βουλεύσασθαι καὶ εἰπεῖν περὶ δεσπότου. εἰ γὰρ μὴ καὶ ἀφ' ἑαυτῶν αὐτοὶ συνεῖναι τὰ δέοντα ἦσαν ἱκανοὶ, ἀλλὰ τῷ γε βασιλεῖ ἐξῆν χρῆσθαι διδασκάλῳ αὐτοῖς πράγμασι παιδεύοντι ἄχρι νῦν, θεῷ δὲ θαῤῥεῖν ὡς καὶ εἰς τοὐπιὸν συνεσομένῳ καὶ παιδεύσοντι ἄχρι πολλοῦ, μὴ ὠμοὺς μηδὲ φονικοὺς εἶναι, καὶ ταῦτα πρὸς ὁμοφύλους. τίνος γὰρ κατεψηφίσατο θάνατον ὁ βασιλεὺς, καὶ ταῦτα οὐκ ὀλίγους αὐτῷ ἐπιβουλεύοντας εὑρὼν καὶ αὐτόχειρας μονονουχί; εἰ δὲ αὐτὸς ὑπὲρ ἑαυτοῦ τοσαύτῃ ἐχρήσατο φιλανθρωπίᾳ, οὐδ' ἡμᾶς ὑπὲρ αὐτοῦ δίκαιον θηρίων ἀγριωτέρους ὀφθῆναι, ἀλλ' ἀποστάντας τῶν τοιούτων λογισμῶν, ἡμερώτερα καὶ μετριώτερα βουλεύσασθαι περὶ τ' ἀνθρώπου. οἱ δ' ἔφασαν οὐ περιόψεσθαι ἑκόντες εἶναι εἰς πολέμους ἐμφυλίους καὶ στάσεις καὶ ταραχὰς τὰ πράγματα χωρήσοντα Ρωμαίοις. αὐτοὶ γὰρ εἰδέναι ὁπόσα ἐλυμήνατο τοῖς πράγμασιν ὁ τῶν βασιλέων πρὸς ἀλλήλους πόλεμος. διὸ μάλιστα μὲν αὐτοῦ δεῖσθαι τὰ ὑφορμοῦντα κακὰ ἐκποδὼν ποιεῖν, καὶ μὴ τοὺς περὶ βασιλείας ἐρίζοντας ζῆν ἐᾷν. εἰ δὲ μὴ, τά τε δεύτερα, ἐκτυφλοῦν· ὡς ἂν μήτ' αὐτοὶ στερίσκωνται τοῦ ζῆν, μήτ' αὐτοῖς αἴτιοι γίνωνται πολλῶν κακῶν. Οἱ μὲν οὖν τοιαῦτα εἶπον· καὶ παρεσκευασμένοι ἦσαν ὡς, εἰ μὴ πείθοιτο ὁ μέγας δομέστικος αὐτοῖς, καὶ ἄκοντος ἐν δεσμωτηρίῳ τὸν δεσπότην ἀποκτενοῦντες. ὃ δὴ καὶ αὐτὸς ἐκ τῶν λόγων συνορῶν καὶ βουλόμενος αὐτοὺς ἀποτρέψαι τῆς ὁρμῆς Τὸ μὲν ἀποκτιννύναι, εἶπεν, οὐδενὶ ἐξέσται τρόπῳ, οὐδὲ περιϊδεῖν ἂν αὐτὸς τὴν βασιλέως ψυχὴν φόνῳ συγγενικῷ δι' αὐτὸν καταχρανθεῖσαν. τὸ δὲ ἀποστερεῖν τῶν ὀφθαλμῶν, μάλιστα μὲν οὐδὲ αὐτῷ βούλεσθαι ἑκὼν εἶναι· ὡς ἂν δὲ μὴ ὑποψίαν παρέχῃ στάσεως καὶ ταραχῆς, σκεψαμένῳ τῆς νυκτὸς, ὅ, τι ἂν λυσιτελοίη τοῖς πράγμασι ποιήσειν εἰς τὴν ὑστεραίαν. Οἱ μὲν οὖν ἐπείθοντο τοῖς λόγοις, οἰόμενοι ἀπαλλάξεσθαι πραγμάτων, ἐὰν τῶν ὄψεων ὁ δεσπότης ἀποστερηθῇ. αὐτὸς δὲ νυκτὸς τρισὶ τῶν πιστοτάτων οἰκετῶν, τὸν δεσπότην ἐκέλευεν ἐκ τοῦ δεσμωτηρίου λαβόντας, ἐν μυχοῖς κατακρύψαι γῆς ἀσφαλέστατα εἰς ὅσον μάλιστα ἂν ἐξῇ· κατὰ δὲ τὸν παραῤῥέοντα ποταμὸν, ὃς Ἄδρα καλεῖται, ἀκάτιον ἀνατρέψαι, φήμην δὲ κρύφα διαδοῦναι, πρῶτα μὲν ὡς διαδράσειε τοῦ δεσμωτηρίου ὁ δεσπότης, ἔπειτα δὲ ὡς ἀποπνιγείη κατὰ τὸν ποταμόν. οἱ μὲν οὖν ἐποίουν κατὰ τὰ κεκελευσμένα· καὶ ὁ δεσπότης ἐκέκρυπτο ἐν ἀδύτοις γῆς. ἅμα δὲ πρωῒ τοῦ ὄρθρου φήμη διεδόθη, ὡς διαδράσειε τοῦ δεσμωτηρίου ὁ δεσπότης· καὶ πάντες ἦσαν ἐν θορύβῳ καὶ ταραχῇ, οἰόμενοι ἤδη τὰ πράγματα εἰς στάσιν χωρεῖν. ἐπεὶ δὲ ἐπύθοντο περὶ τοῦ ἀνατετραμμένου ἀκατίου κατὰ τὸν ποταμὸν, λογισάμενοι αὐτὸν ἐκ προνοίας ἀποπεπνῖχθαι, κατεστέλλοντό τε θορυβοῦντες καὶ οὐκέτι περὶ στάσεως προσδοκίαν οὐδεμίαν εἶχον. ὁ δεσπότης μὲν οὖν οὕτω διέφυγε τὸ ἀποθανεῖν πρὸς τῷ μηδὲ τῶν ὄψεων ἀποστερηθῆναι· Λάσκαριν δὲ τὸν Καλαμάνον ὁ μέγας δομέστικος εἰς Βυζάντιον πέμψας πρωτοστράτορι ἐπιτροπεύοντι αὐτοῦ τὰ περὶ βασιλέως ἐδήλου· ἐκέλευέ τε αὐτόν τε ὀμνύειν τὸν προειρημένον ὅρκον, καὶ τοῖς ἄλλοις ἐπιτρέπειν τῶν συγκλητικῶν καὶ τοῖς δυνατοῖς τῶν Βυζαντίων· καὶ ὃς μελλήσας μηδὲν, ἐποίει τὰ προστεταγμένα.

ιϛʹ. Ἀνδρόνικος δὲ ὁ πρεσβύτερος βασιλεὺς πυθόμενος περὶ βασιλέως τοῦ ἐγγόνου, ὡς νοσήματι ὀξεῖ κατασχεθεὶς προσδόκιμός ἐστιν ἀποθανεῖν, ὁρῶν δὲ καὶ τοὺς τελουμένους ὅρκους, οὓς ἐπὶ βασιλέως ᾔδει γινομένους τελευτῇ, δείσας μὴ τελευτήσαντος αὐτοῦ νεωτερισθῇ τι περὶ αὐτὸν καὶ ὑπό τινων ἀποστερηθῇ τὸ ζῆν οἰησομένων ἐπιθήσεσθαι πάλιν τῇ ἀρχῇ Ρωμαίων, ᾐτήσατο γενέσθαι μοναχὸς, οἰόμενος οὕτως ἂν διαφυγεῖν τὸ ἀποθανεῖν, ἂν ὁ ἔγγονος τελευτήσῃ· ἐνδόντος δὲ καὶ πρωτοστράτορος, ῥάκη τε ἐνέδυ καὶ Ἀντώνιος ἐξ Ἀνδρονίκου μετωνομάσθη. Ἀνδρόνικος δὲ ὁ βασιλεὺς τῇ νόσῳ συνεχόμενος δεινῶς καὶ ὅσον οὔπω νομίζων αὐτὸν ἀπολείψειν καὶ τὸ ζῆν, τοὺς ἰατροὺς προσκαλεσάμενος «ὑμεῖς» εἶπεν «ἴστε σαφῶς ὅσα τε διειλέχθην πρὸς ὑμᾶς αὐτὸς τοῦ τῶν μοναχῶν ἐφιέμενος σχήματος ἐπιτυχεῖν, οὐχ ὡς ἤδη παντάπασιν ἀπηγορευκὼς τὸ ζῆν, ἀλλ' εἰ καὶ βεβαίας ἔχοιμι τοῦ περιέσεσθαι τὰς ἐλπίδας, οἰόμενος ἔχειν ἀμφοτέρωθεν καλῶς. ἄν τε γὰρ ἀπέλθω πρὸς τοὺς πλείους, ἐν καλῷ μοι κείσεται τῷ ἀδεκάστῳ κριτῇ τὸ τῆς μετανοίας ἔχοντα σχῆμα ὀφθῆναι ἐπὶ τῆς δίκης ἐκείνης τῆς φοβερᾶς· ἄν τε περιγένωμαι τῆς νόσου, μᾶλλον βέλτιον, ὅσῳ καὶ καιρὸν εὑρήσω μετανοίας ἀπολύσασθαι τὰ πεπλημμελημένα. ὅσα τε ἐπηγγείλασθε αὐτοὶ, καὶ ὅρκοις ἐπιβεβαιώσαντες τοὺς λόγους μὴ τοῦ τοιούτου καλοῦ ἀποστερήσειν, νυνὶ δὲ τοὐναντίον ἅπαν ὁρῶ γινόμενον. αὐτός τε γὰρ ἤδη ὀλίγον ἀποδέω τοῦ ἀψύχοις ἐοικέναι, καὶ ὑμᾶς πάντα μᾶλλον ἢ τὸ τὰ συμφέροντα καὶ φίλα ἐμοὶ διανοουμένους πράττειν ὁρῶ. διὸ δὴ καὶ δέομαι ὑμῶν, μὴ ἐπὶ πλεῖον καταχρήσασθαι τῇ ἀμελείᾳ, οὐ μέτριά τινα, ἀλλ' εἰς αὐτὰ τὰ καιριώτατα βλαπτούσῃ· ἀλλ' ὃ μὴ πρότερον, νυνὶ σπουδάσαι καταπράξασθαι πρινὴ τὸ τέλος ἐπιστῇ.» Βασιλεὺς μὲν οὖν τοιαῦτα εἶπεν· οἱ δὲ ἰατροὶ μέγα ἀνοιμώξαντες καὶ πολλὰ πολλάκις ἐπευξάμενοι, εἰ μηδὲ τὴν ἀρχὴν ἐν ἐπιστήμῃ τῆς θεραπευτικῆς ἐγένοντο, ὥστε τοιαῦτα ἐπιδεῖν, ἐπέτρεπον ὅ, τι ἂν βούλοιτο βασιλέα πράττειν περὶ ἑαυτοῦ. ὁ δὲ ἀκούσας, ἔνθους τε ἐγένετο ὑφ' ἡδονῆς, καὶ ὡς ἤδη λαμπρά τινα εὐτυχηκὼς, τὸν μέγαν δομέστικον μετεκαλεῖτο καὶ μετὰ σπουδῆς ἐκέλευε πατέρα τὸν πνευματικὸν καλεῖν τὸν ἑαυτοῦ· ὁ δὲ τῶν γεγενημένων εἰδὼς μηδὲν, ἐπυνθάνετο τὴν αἰτίαν τῆς κλήσεως ἥτις εἴη. ἐπεὶ δὲ μάθοι, βασιλεῖ μὲν ὑπισχνεῖτο τὰ κελευόμενα ποιεῖν, τοῖς ἰατροῖς δὲ ἐπετίμα τε οὐ μετρίως καὶ αὐτὸς ἤνεγκεν οὐκ ἀνεκτῶς. τριβομένης δὲ ἐπιπολὺ τῆς ὥρας καὶ τοῦ πνευματικοῦ πατρὸς οὐ παραγινομένου, αὐτός τε ἐπέσπευδε τὴν ἄφιξιν καὶ τοὺς ἰατροὺς τὴν αἰτίαν τῆς μελλήσεως ἠρώτα· συνεὶς δὲ ἀπὸ τῶν λεγομένων ὑγιὲς μηδὲν αὐτοὺς λέγειν, ἐστοχάζετο παρὰ τοῦ μεγάλου δομεστίκου κωλύεσθαι τὴν πρᾶξιν, καὶ μετακαλεσάμενος αὐτὸν, τῆς τε ἐκ πρώτης ἡλικίας πρὸς ἀλλήλους αὐτὸν ἀνεμίμνησκε φιλίας καὶ τοῦ μηδέπω μηδαμῶς παρὰ πάντα τὸν βίον οὐδέτερον ἑτέρῳ ταραχῆς καὶ σκανδάλου ἀφορμὴν παρεσχηκέναι. νυνὶ δὲ ἀπορεῖν ὅθεν ὁρμώμενος οὕτως ἐξεπίτηδες ἐβουλήθη ἀχθόμενον αὐτῷ εἰς ᾅδην παραπέμψαι. «μὴ δὴ τοιαῦτά με ἐργάσῃ κακὰ, ὦ φίλων» ἔλεγεν «ἄριστε, μηδὲ καταπρόῃ μοι τὴν ἐλπίδα τῆς σωτηρίας, ἀλλ' ὥσπερ πολλάκις ὑπὲρ τοῦ δυστήνου σώματος τουτουῒ πάσῃ σπουδῇ καὶ προθυμίᾳ σεαυτὸν ἐνέβαλες εἰς τοὺς κινδύνους, οὕτω νῦν πολλῷ πλέον κινδυνεύοντος κατὰ ψυχὴν, πρόστηθι πάσῃ προθυμίᾳ, οὐ μόνον διὰ τὴν φιλίαν, ἀλλ' ἵνα μὴ καὶ δίκας ὑπόσχῃς τῷ πάντων κριτῇ, τό γε εἰς σὲ ἧκον ἀποστερήσας αὐτὸν ψυχῆς, ὑπὲρ ἧς αὐτὸς θάνατον εἵλετο καὶ σταυρόν. μηδὲ κατάτριβε τὸν καιρὸν, οὕτως ἀναγκαῖον ὄντα, ὃν αὖθις εὑρεῖν οὐκ ἐξέσται διαφυγόντα νῦν, ἀλλ' εὐχῶν τε πολλῶν δεόμενον καὶ σπουδῆς οὐ τῆς τυχούσης. ἐγὼ γὰρ καὶ ὃν ἀναλίσκω σοὶ διαλεγόμενος χρόνον, ζημίαν ἥγημαι τὴν ἐσχάτην.» Ὁ μέγας δὲ δομέστικος ἀποκρίνασθαι μὲν ἴσχυσεν οὐδὲν, τῆς ψυχῆς ἤδη τῇ λύπῃ καταβεβαπτισμένης· ἔξω δὲ ἐλθὼν ἀνῴμωξέ τε πικρῶς καὶ τὸν φίλον ἀνεκαλεῖτο, καὶ μικροῦ μὲν ἐδέησεν ἀφεῖναι καὶ τὴν ψυχὴν ἐπὶ τοῖς θρήνοις· ὅμως δ' ἀνελάμβανέ τε πάλιν ἑαυτὸν καὶ τὰς ὄψεις ὕδατι τῶν δακρύων ἀποκαθαίρων, ὥσπερ ἄλλου πάσχοντος ἀδάκρυτος ὡρᾶτο βασιλεῖ. ὡς δὲ ὁ βασιλεὺς συχνοὺς ἀγγέλους ἐπιπέμπων, τὴν τοῦ πνευματικοῦ πατρὸς ἄφιξιν ἐπέσπευδεν, ὁ μέγας δομέστικος πέμψας τὸν μὲν πνευματικὸν ἐκέλευεν ἔξω Διδυμοτείχου χωρεῖν καὶ διατρίβειν ἐν προαστείοις ἄχρις ἂν αὐτὸς τὴν εἴσοδον ἐνδῷ, πρότερον δὲ μὴ εἰσιέναι, μήδ' εἰ πάντες ἄνθρωποι ἐπιτρέποιεν· ἕτερον δὲ ἀντ' ἐκείνου παραλαβὼν, εἰσήγαγεν ὡς βασιλέα. ἔφασκέ τε τὸν μὲν εἰωθότα τῆς πόλεως ἀποδημεῖν, καὶ ὅρκους προστιθεὶς ὡς ἀληθεύοι, τουτονὶ δὲ εἰσαγαγεῖν οὐδαμῶς ὄντα σοι ἐν συνηθείᾳ, καὶ πάνυ ἄκοντα διὰ τὸ βιάζεσθαι ὑπὸ σοῦ. Βασιλεὺς δὲ αὐτὸν προσαγορεύσας «ὥρα σοι, πάτερ,» ἔλεγε «τοῖς πνευματικοῖς χρῆσθαι φαρμάκοις καὶ τὴν ἐπιστήμην ἐπιδείκνυσθαι τὴν πασῶν φιλανθρωποτάτην, καὶ ψυχὴν ὀδυνωμένην καὶ κακῶς πάσχουσαν ὑπὸ πολλῶν τραυμάτων καὶ πταισμάτων ἀνακαλεῖσθαι καὶ πρὸς σωτηρίους τρίβους καθοδηγεῖν, καὶ μετανοίας ἐνδύμασι καὶ πράγμασι τὸν κριτὴν ἵλεων αὐτῇ προκατασκευάζειν.» ὁ δ' ἀντησπάζετο μὲν βασιλέα καὶ αὐτὸς, μὴ ἐξεῖναι δὲ αὐτῷ ἔλεγεν, ἔτι ζῶντος τοῦ πατρὸς, ᾧ φέρων ἑαυτὸν ὑπέταξας πνευματικῶς, ἕτερον ἀνθαιρεῖσθαι, καὶ ταῦτα ἐν καιροῖς μάλιστα τοιούτοις, ὅτε βούλει μεταλλάξασθαι τὸν βίον καὶ πρὸς ἀγγελικὴν μετατάξασθαι πολιτείαν, ἐπεὶ καὶ διὰ βίου παντὸς τούτῳ χρῆσθαι δίκαιον διδασκάλῳ καὶ ὡς τῶν κρειττόνων τινὶ προσέχειν, ἀλλὰ μὴ ἁπλῶς οὕτω καὶ ἀπερισκέπτως ὑπὸ τοῦ τυχόντος τὰ τοιαῦτα μυσταγωγεῖσθαι. Τοιαῦτα γὰρ ἦν δεδιδαγμένος λέγειν. βασιλεὺς δὲ ἐδυσχέραινε μὲν οὐ μετρίως πρὸς τοὺς λόγους καὶ τὸν μέγαν δομέστικον ἐν αἰτίαις ἐποιεῖτο, ὑπ' αὐτοῦ φάσκων κωλύεσθαι σωτηρίας τυχεῖν. συνηγοροῦντος δὲ αὐτοῦ τοῖς εἰρημένοις ὑπὸ τοῦ πνευματικοῦ καὶ διαβεβαιουμένου μὴ παρεῖναι ἐκεῖνον, ᾧ δίκαιον τὰ τοιαῦτα ἐπιτρέπειν, ἔτι τε ἐπαγγελλομένου ὡς, εἴ ποτε ἐπανήξει, μηδὲν ἀναβαλλόμενος παρέσται, ἡσύχασε πεισθεὶς ὁ βασιλεύς. Βαρὺς δὲ, τῶν ἰατρῶν ὁ μάλιστα ἐμπειρότατος, δεινὰ ἐποιεῖτο καὶ οὐδὲ ἀνέξεσθαι ἐδόκει, εἰ βασιλεὺς ἀποστερήσοιτο τῆς σωτηρίας ἐν χρῷ κινδύνου καθεστὼς, ὑπὸ τοῦ μεγάλου δομεστίκου παραχθεὶς, ὥρμητό τε δῆλα βασιλεῖ ποιεῖν ὅσα τε περὶ τὸν πνευματικὸν πατέρα συσκευασθείη καὶ ὡς οὐδὲν ἂν εἴη κώλυμα, εἰ μὴ παρείη ὁ πνευματικὸς ἐκεῖνος, ἕτερον τὰ ὅμοια ποιεῖν, τῆς αὐτῆς ἐξουσίας ὑπὸ τοῦ παντουργοῦ πνεύματος πᾶσι πνευματικοῖς πατράσιν ἐξίσης κεχορηγημένης. συνιδὼν δὲ ὁ μέγας δομέστικος ὅ, τι βούλεται ὁ Βαρὺς, εἰς τὸ ἐξώτερον οἴκημα παραλαβὼν, «στοχάζομαί σε» εἶπε «βούλεσθαι βασιλέα παρακινεῖν τὸ μοναχῶν ἐνδῦναι σχῆμα ὑφ' ὅτου ἂν τύχοι πατρὸς πνευματικοῦ. σὺ δ' αὐτὸς καὶ τὴν ἀρχὴν εἰς τοῦτο παρώρμησας βασιλέα. τότε μὲν οὖν ἡ ἀπειρία καὶ ἡ ἄγνοια παρῃτήσατό σε μὴ κακῶς παθεῖν· ἂν δ' αὖθις τοῖς αὐτοῖς ἢ καὶ χείροσιν ἐπιχειρῇς, ἴσθι μὴ ἄνευ τιμωρίας ἀπαλλάξων. πρῶτον μὲν γὰρ οὐκ ἐξ ἀγορᾶς ἐστιν ὠνήσασθαι βασιλέα, ἂν τοῦ ὄντος ἀποστερηθῶμεν, ἔπειτα εἰ καὶ τοῦτ' ἐξῆν, ἀλλ' οὐκ ἂν τοιούτῳ γε ἐνετύχομεν τὰ πάντα βελτίστῳ. τοὺς γὰρ μέλλοντας τοσαύτην προστασίαν ἐγχειρισθήσεσθαι πραγμάτων ὁ τὰ πάντα προορώμενος θεὸς ἀναλόγους πρὸς τὸ τῆς ἀρχῆς μέγεθος δημιουργεῖ. ἄλλως τε, πόσοις τῶν νοσήμασι δεινοῖς παλαιόντων, ὑπὸ μὲν τῶν ἰατρῶν συμβέβηκεν ἀπαγορευθῆναι καὶ εἰς αὐτὸ τὸ ἔσχατον δοκοῦν κατηντηκέναι τῆς ζωῆς, ὑπὸ δὲ τοῦ τὰ πάντα οἰκονομοῦντος καὶ μετασκευάζοντος ᾗ βούλεται, ἀνεβίωσάν τε αὖθις καὶ ῥαΐσαντες οὐκ ἐλάσσω τῶν προτέρων ἔτη ἐπεβίωσαν; τί οὖν θαυμαστὸν, εἰ θεοῦ βουλομένου, τοιαῦτα παραπλήσια καὶ ἐπὶ τοῦ ἡμετέρου συμβήσεται βασιλέως; οὗ δὴ ἕνεκα σοὶ λέγω, ἠρεμεῖν καὶ μὴ βασιλέα παρενοχλεῖν, ἀλλ' ἐᾷν οὕτως ὅπως ἔχει σχήματος. κἂν μὲν θεὸς Ρωμαίοις ἵλεων ἐπιβλέψας, τὸν σφέτερον χαρίσηται βασιλέα, αὐτῷ τε τὰς δυνατὰς ἀποδώσομεν εὐχαριστίας καὶ ἡμῖν αὐτοῖς ἀντὶ μεγίστης εὐτυχίας τὴν ὑγείαν λογιούμεθα βασιλέως· ἂν δ', ὃ μὴ γένοιτο, κρίμασιν οἷς οἶδεν αὐτὸς, ἐκ τῶν προσκαίρων καὶ ἐπιγείων πρὸς τὰ βελτίω καὶ μονιμώτερα βασίλεια καταστήσῃ, δίκαιος ὢν κριτὴς καὶ καρδιῶν καὶ λογισμῶν ἐταστὴς, τήν τε πρόθεσιν κρινεῖ καὶ τῶν ἴσων ἀξιώσει γερῶν τοῖς μοναχοῖς, ὅτι μὴ προθέσει τῇ σφετέρᾳ, ἀλλ' ἀπατηθεὶς ἀπεστέρηται τοῦ τοιούτου καλοῦ.» Τοιαῦτα τοῦ μεγάλου δομεστίκου εἰρηκότος, ὁ Βαρὺς οὐ καθεκτὸς ἦν, ἀλλ' οὐ περιόψεσθαι ἔφασκε βασιλεῖ οὕτως ἐν ἐσχάτοις κινδύνοις ὄντι μὴ τὴν δυνατὴν βοήθειαν εἰσενεγκεῖν· οὐ μόνον ὡς ἰατρὸς ὢν, εἰ μὴ τὰ δέοντα παραινέσει, τὰς ἐσχάτας τίσων δίκας, ἀλλ' ὅτι καὶ ὅρκοις πρὸς βασιλέως κατελήφθη ἔνδηλα αὐτῷ ποιῆσαι τἀληθῆ περὶ ἑαυτοῦ. νυνὶ δὲ ἤδη οὐδενὶ τρόπῳ βασιλέως ἐν τοῖς ζῶσιν ἐσομένου, τί χρὴ τῆς ψυχῆς τῆς σωτηρίας ἀμελεῖν ἐλπίσι κεναῖς αἰωρουμένους; Τοιαῦτα λέγοντι Βαρεῖ καὶ ἤδη ὡρμημένῳ βασιλεῖ δῆλα ποιεῖν ὁ μέγας δομέστικος ἠπείλησεν ἀποκτενεῖν, εἰ μὴ παύοιτο τοιαῦτα δρῶν. εἰδώς τε αὐτὸν δειλότατον ὄντα καὶ θορυβῆσαι διανοηθεὶς, ἐξαγαγὼν ἔξω, τοῖς παροῦσι Ρωμαίων εἶπεν· «Ἄνδρες Ρωμαῖοι, ἰατρὸς οὑτοσὶἐμοὶ μὲν πείθεσθαι βούλεται οὐδαμῶς, ἑαυτῷ δὲ πεποιθὼς ὡς δή τις ὢν τῶν τε τὰ ὄντα καὶ τὰ ἐσόμενα εἰδότων, ὥρμηται ἡμῖν τὸν βασιλέα μονάζοντα ἐκ βασιλέως ἀποδεῖξαι. εἰ δὴ τὰ πραττόμενα ὑμῖν κατὰ γνώμην, εἰδείητε ἂν αὐτοί.» οἱ δ' αὐτίκα περιστάντες τὸν ἰατρὸν, ἐθορύβησάν τε οὐ μετρίως καὶ καινήν τινα αὐτῷ ἠπείλησαν ἰδέαν ἐξευρήσειν θανάτου, εἰ μὴ παύοιτο τοιούτοις ἐγχειρῶν. ὁ δὲ ἔδεισέ τε καὶ ἐπείθετο τοῖς ἀπειλοῦσι. βασιλεὺς δὲ, καίτοι τοῦ νοσήματος αὐξανομένου καὶ προσθήκην οὐ μικρὰν ὁσημέραι δεχομένου, ὅμως εἶχεν ὑγιῶς τὰς φρένας καὶ οὐδὲν ὑπὸ τοῦ νοσήματος, καίτοι περὶ τὴν κεφαλὴν ὄντος, παρεβλάπτετο· καὶ τὸν πνευματικὸν πατέρα συνεχῶς ἀνεκαλεῖτο καὶ ἐρωτικῶς εἶχεν ἀτόπως περὶ τὸ Ναζιραίων σχῆμα, τῷ τε παρόντι ἐπέτρεπε πνευματικῷ τὸ ἔργον· οὐδὲν εἶναι λέγων θαυμαστὸν, εἰ ἀπόντος ἐκείνου τοῦ συνήθους, αὐτὸς τὰ ἴσα δρῴη. ὁ δὲ ἀνεβάλλετό τε ἰσχυρῶς καὶ ἔφασκεν οὐκ ἐγχειρήσειν, εἰ μὴ βούλοιτο καὶ αὐτῆς ἱερωσύνης ἐκπεσεῖσθαι, ὡς ἐκθέσμως καὶ παρανόμως ἐγχειρῶν τοῖς ἱεροῖς. οὕτω γὰρ εἶναι τοῖς θείοις πατράσι νενομοθετημένον. ὁ δ' ἐπείθετο μὲν, βαρέως δὲ ἤνεγκε τοῦ σχήματος τὴν ἀποτυχίαν. σιωπήσας δὲ ἐπὶ μικρὸν καὶ τῶν τε πεπλημμελημένων εἰς ἔννοιαν ἐλθὼν καὶ ὡς πάντων ἐκείνων ὑφέξει δίκας ἐπὶ τοῦ ἀδεκάστου καὶ φρικτοῦ δικαστηρίου, δάκρυά τε ἠφίει τῶν ὀφθαλμῶν καὶ ἐθρήνησεν αὑτὸν ἐφ' ἱκανόν. εἶτα τῇ περὶ αὐτὸν ἐπέσκηπτε θεραπείᾳ τελευταίας ἐντολὰς, καὶ ὥρκιζεν αὐτοῖς τὸν θεὸν, ὡς ἐπειδὰν ἀναλύσαντα τοῦ σώματος ἐπὶ τῷ ὁσίας ἀπάγωσιν ἀξιῶσαι, ἐπὶ τὴν μεγάλου δομεστίκου οἰκίαν ἀγαγόντας πρῶτον, καὶ καταθέντας χρόνον τινὰ, οὕτως ἐκεῖθεν ἀραμένους, ὑπὸ λίθον κατακρύψαι, ὡς ἂν γένοιτο πᾶσι καταφανὲς, ὡς οὐδ' αὐτὸς ὁ τῶν τῇδε πάντων θάνατος ἐπιλανθάνεσθαι ποιῶν, ἴσχυσεν αὐτοῦ τὴν πρὸς ἐκεῖνον φιλίαν ἀμβλῦναι. οἱ μὲν οὖν παρόντες ἐθρήνησάν τε ἐπὶ τοῖς λεγομένοις καὶ τὴν ὑπερβολὴν ἐθαύμασαν τῆς πρὸς ἀλλήλους αὐτῶν φιλίας, ὅτι καὶ ἄχρι τελευτῆς οὕτως ἐν ἀκμῇ διετηρήθη.

ιζʹ. Μετὰ τοῦτο δὲ ὁ βασιλεὺς τὸν μέγαν δομέστικον μετακαλεσάμενος «οἶδα μὲν» εἶπεν «ὦ φίλων ἄριστε, σαφῶς, ὡς ἡ νῦν ἡμέρα οὐ μόνον ἀποφράδος πάσης ἐχθίων σοι φανεῖται, ἀλλὰ καὶ μεγάλας οἴσει τὰς δυσχερείας καὶ περιστάσεις. ἀνάγκη γὰρ πρός τε τὴν πρόνοιαν τῆς ἀρχῆς μερίζεσθαι Ρωμαίων, δεδοικότι μὴ διὰ τὴν ἐμὴν τελευτὴν τῶν καθεστηκότων τι κινηθῇ, καὶ πρὸς τὴν ἐμὴν ἀποστέρησιν οὐδεμίαν ὑπερβολὴν ἀθυμίας ἀπολείπειν, λογιζόμενον εἰκότως ὅτι τὸν πάνυ φίλτατον καὶ ὃν οὔτε χρόνος ὁ πάντ' ἀποῤῥέειν καὶ ἀπανθεῖν ποιῶν, οὔθ' ἡ τῶν πραγμάτων ἄστατος καὶ ἀβέβαιος φύσις, οὔτ' ἀνάγκη τις οὐδεμία τῆς σῆς ἴσχυσε φιλίας ἀποστῆσαι κἂν πρὸς βραχὺ, νῦν ὁ καὶ αὐτῆς φύσεως ἰσχυρότερος θάνατος ἐπελθὼν ἀποτέμνει τε καὶ διαζεύγνυσιν ἀνημέρως· καὶ σὲ μὲν ἀπολείπει σῶμα χωρὶς ψυχῆς, ἐμὲ δὲ ἀνενέργητον ψυχὴν παραλαμβάνει πικρῶς ὀδυνωμένην τὴν διάζευξιν. ἀλλὰ τί ἄν τις πάθοι; στέργειν γὰρ ἀνάγκη τοὺς παρὰ τοῦ δημιουργοῦ τῆς φύσεως κειμένους θεσμούς. οὐ μὴν ἀλλ' ἐπειδὴ τὸ λειπόμενον ὀλίγον τῆς ζωῆς, τοῖς ἄλλοις πᾶσι χαίρειν εἰπὼν, ἐπὶ τῆς κλίνης ἀνακλίθητι τῆς ἐμῆς καὶ τὴν σοὶ φιλτάτην κεφαλὴν τοῖς γόνασιν ἐπίθες καὶ χεῖρας ἐπίβαλε τοῖς ὀφθαλμοῖς. ἴσως τοῦτο παραμυθίαν τινὰ προξενήσει τῇ ψυχῇ τοῦ σώματος χωριζομένῃ, πολλὰς, ὡς λέγουσιν, ὑφισταμένῃ τὰς ὀδύνας· μᾶλλον δ' ἵν' αἰσθάνηται διπλῶν τῶν ὀδυνῶν, σοῦ τε καὶ σώματος χωριζομένη, καὶ μήδ' ἐν ᾅδου σοῦ δύνηται ἐπιλαθέσθαι, εἴ τις αἴσθησις τῶν τῇδε ψυχαῖς μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν.» Τούτων ὁ μέγας δομέστικος ἀκούσας, ἀνῴμωξέ τε πικρὸν, οὔπω πρότερον ἄχρι τότε τοῦτο παθὼν ἐπὶ τοῦ βασιλέως, ἀλλ' ἀεὶ μὲν ἔξω κοπτόμενος καὶ θρηνῶν, ἔνδον δὲ μάλιστα σπουδάζων ἐγκρατὴς εἶναι ἑαυτοῦ· τότε δὲ ὑπὸ τοῦ πάθους ἤδη λαμπρῶς νενικημένος, ἔστενέ τε βύθιον ἐκ καρδίας καὶ τὸν ἑταῖρον ἀνεκλαίετο, ὡς καὶ τοὺς ἔξωθεν αἰσθομένους τῆς ὀλωλυγῆς, τετελευτηκέναι νομίσαι βασιλέα. ἐπιπολὺ μὲν οὖν ὁ θρῆνος παρετάθη, καὶ τῶν ἄλλων τῶν παρόντων πάντων συνθρηνούντων· ἐπεὶ δὲ ἱκανῶς εἶχεν, αὐτῷ ὁ βασιλεὺς αὖθις, τὸ μὲν θρηνεῖν, εἶπεν, ἐᾷν οὐκ ἂν κατὰ καιρὸν, ἐπὶ τῆς κλίνης δὲ ἀνελθόντα, τὸ προστεταγμένον ποιεῖν. ἐπειδὰν δὲ ὁ τοῦ θρηνεῖν ἀφίκηται καιρὸς, σύ τε κλαύσῃ πολλὰ πολλάκις καὶ αὐτὸς ὡς νεκρὸς ἀπὸ καρδίας ἐπιλησθήσομαι τῶν ἄλλων ἀνθρώπων· εἴθε δὲ καὶ τῆς σῆς μέρος τι μικρὸν τῆς μνήμης τῆς ἐμῆς ἠδυνήθην ἐκβαλεῖν! Ἀνῆλθε μὲν οὖν ὁ μέγας δομέστικος ἐπὶ τῆς βασιλέως κλίνης· καὶ τῆς κεφαλῆς ἡμμένος, τὸ μέλλον ἀπεσκόπει, δάκρυα προχέων ἀψοφητί. ἤδη δὲ ἠργμένης τῆς νυκτὸς, τό, τε σφύζειν παντελῶς ἀπέλιπε βασιλέα καὶ οὐκέτι ἀμφιβάλλειν ἦν περὶ τῆς τελευτῆς. περὶ δὲ ὥραν αὐτῆς τετάρτην ἐπυνθάνετο τῶν ἰατρῶν ὁ βασιλεὺς τὸν χρόνον ὁπόσον ἂν αὐτῷ νομίζοιεν διαρκέσειν τὴν ζωὴν, καὶ ἐκέλευε σὺν ἀληθείᾳ ἀπαγγέλλειν. οἱ δ' ἅμα καὶ θρηνοῦντες ἄχρι νύκτα ἔλεγον οἴεσθαι ἐξήκειν. οὐ πολλοῦ δὲ χρόνου διαλιπόντος, τά τε ἄκρα ψύχεσθαι ἤρχετο, ἀπολείποντος τοῦ ζωτικοῦ, καὶ αὐτὸς ἤδη καὶ τὰ μέλη παρεῖτο καὶ τὴν φωνήν. καὶ κνῆμαι μὲν ἐμελαίνοντο ἄχρι γονάτων, πήχυς δὲ χειρῶν οὐδὲν ἦσαν ἀψύχων ἀπεοικυῖαι, βλέφαρά τε τῶν φυσικῶν ἐκλυθέντα τόνων, καθίεντο τοῦ μέτρου πλέον, καὶ ῥὶς ἀπωξύνετο ἐπιπολὺ καὶ κρόταφοι συνεπεπτώκεσαν, καὶ πάνθ' ὅσα τελευτῆς τεκμήρια παῖδες ἴσασιν ἰατρῶν γινόμενα ἦν ὁρᾷν, ὡς καὶ αὐτοὺς καὶ τῆς προθεσμίας οἰηθῆναι πρότερον τελευτήσειν. ὅσα μὲν οὖν ἦν ἀναγκαῖα πρὸς ταφὴν, πάντα ἤδη ἐπεπόριστο, καὶ οὐδὲν ἦν ἕτερον οὐδένα προσδοκᾷν πλὴν ταφῆς. βασιλεὺς δ' ἀμυδρᾷ φωνῇ καὶ οἷον ἤδη ἐκλειπούσῃ, εἰ τῶν ἱερῶν ὑδάτων τῶν ἐκ τῆς ἀεννάου καὶ σωτηρίου πηγῆς τῆς θεομήτορος ἐκβλυζόντων εὑρεθῆναι ἠρώτα δυνατόν. Φακρασίνα δὲ τῶν τῇ βασιλίδι συνουσῶν μία γυναικῶν εὐγενῶν τῆς ἑσπέρας ἔφασκεν ἥκοντα ἐκ Βυζαντίου τῶν αὐτῆς τινα οἰκετῶν, τῶν ἱερῶν ὑδάτων κεκομικέναι· ἅμα δὲ καὶ φέρουσα παρείχετο σὺν σπουδῇ. προσαχθέντων τε τῷ στόματι βασιλέως ἐδόκει μὲν καταβροχθίσαι, καὶ ἐθαυμάζετο παρὰ πάντων, ὅτι καίτοι τὰ τελευταῖα πνέων, οὐκ ἀπέσχετο τῆς περὶ τὰ σεβάσμια καὶ πίστεως καὶ τιμῆς. ὅμως δὲ οὐδὲν ἧττον ἐγγίζειν ἐδόκει ταῖς ᾅδου πύλαις· χρισθείσης δὲ αὐτῷ καὶ τῆς σαρκὸς ἐξ ἐκείνων τῶν ὑδάτων, ἡσύχασέ τε παντελῶς καὶ ἀπ' ἐκείνης τῆς ὥρας ἄφωνός τε καὶ ἀκίνητος ἔμεινεν ὄρθρου ἄχρι παντελῶς, ζῆν μόνῳ πιστευόμενος τῷ ἀναπνεῖν. περὶ ὄρθρον δὲ ὥσπερ ἐκ τεθνεώτων ἀναβιοὺς «δόξα σοι, ὦ θεὸς,» εἶπεν. ἐρομένου δὲ ὅπως ἔχει τοῦ μεγάλου δομεστίκου, αὐτὸς μὲν εἶπεν οὐκ εἰδέναι, εἰδείη δ' ἂν ὁ πάντα γινώσκων θεός. προσελθὼν δ' ὁ τῶν ἰατρῶν προέχων καὶ τῆς χειρὸς ἁψάμενος τῆς βασιλέως, ἐδόκει μὲν σφύζειν ἀμυδρῶς· τῷ παραλόγῳ δὲ τοῦ πράγματος οἰόμενος ἠπατῆσθαι οὐδεμία γὰρ ὑπελείπετο ἐλπὶς τοῦ ζήσεσθαι αὐτὸν ἀνηρεύνα τε αὖθις ἐπιμελῶς καὶ περιειργάζετο τοὺς σφυγμοὺς καὶ τὰς χεῖρας περιέψα. ὡς δὲ ἐπείθετο οὐκ ἠπατημένος ὢν, ἐξεπέπληκτό τε τοῦ πράγματος τῷ παραδόξῳ καὶ «μέγας ὁ θεὸς» ἀνεβόησεν «ὁ μόνος δυνάμενος εἰς ᾅδου κατάγειν πύλας καὶ ἀνάγειν αὖθις ἐκεῖθεν.» περιστησάμενος δὲ καὶ τὸν ἄλλον ὅμιλον τῶν ἰατρῶν ὥσπερ ὑπ' ἐκπλήξεως οὐδ' ἑαυτῷ θαῤῥῶν, εἰ καὶ αὐτοῖς τὰ ἴσα περὶ βασιλέως ἐπυνθάνετο δοκεῖ. συνθεμένων δὲ καὶ αὐτῶν, ἔκπληξις μὲν πάντας εἶχε καὶ χαρὰ οὐδεμίας δευτέρα· ἀναλαμβάνειν δὲ ἤρξατο αὑτὸν ὁ βασιλεὺς καὶ ὥσπερ ἀναστρέφειν ἐξ ᾅδου πυλῶν. καὶ μέχρι τρίτης τῆς ἡμέρας ὥρας οἵ τε σφυγμοὶ διεφαίνοντο ἤδη καθαρῶς, ἐξίτηλοι μὲν καὶ ἀτονοῦντες, ἴσοι δὲ ὅμως καὶ ὁμαλοί. καὶ αὐτὸς ῥᾴων ἦν καὶ πάνθ' ὁμοῦ διελέλυτο τὰ δεινά. καὶ ἀπ' ἐκείνης τῆς ἡμέρας ἀνακτώμενος ἑαυτὸν κατὰ μικρὸν, εἰς τελεωτάτην καὶ καθαρὰν ἦλθεν ὑγείαν. τοσαύτη δὲ παρὰ πᾶσιν ἦν ἡ τῆς ἐκπλήξεως ὑπερβολὴ, ὥστ' οὐ μόνον ἀκούοντες ἠπίστουν τοῖς λεγομένοις, οἰόμενοι τεθνάναι βασιλέα, ἀλλὰ καὶ σχεδὸν ὁρῶντες οὐ ῥᾳδίως ἑαυτοῖς πιστεύειν εἶχον. ὅσοις μέντοι Ρωμαίων εὔνοια πρὸς βασιλέα καθαρὰ καὶ ἄδολος ἦν, οὐδ' ἡ χαλεπὴ νόσος ἐκείνη καὶ ἡ παρὰ δόξαν ὑγεία ἀκερδὴς διέμεινε παντελῶς, ἀλλ' οἰκείαν ἕκαστος λογιζόμενοι τὴν εἰς βασιλέα παραδοξοποιΐαν, ἔργοις ἀγαθοῖς ἠμείβοντο τὸν θεόν· οἱ μὲν ἀφιστάμενοι οἷς συνείχοντο κακοῖς, οἱ δ' ἐλεημοσύναις καὶ λύτροις αἰχμαλώτων καὶ ἐγκρατείᾳ βρωμάτων ἐπὶ καιρὸν τὴν εὐγνωμοσύνην ἐνδεικνύμενοι καὶ τὴν εὐχαριστίαν. οὕτω μὲν ὁ βασιλεὺς εἰς αὐτὸ τὸ ἀκμαιότατον ἔφθασε τοῦ κινδύνου, οὕτω δ' αὖθις παραδόξως διεσώθη.
https://byzantium.gr/

ιηʹ. Ἐπεὶ δ' ἐῤῥάϊσεν, ἕκαστα καθ' ὅ, τι πραχθείη παρὰ τοῦ μεγάλου διεπυνθάνετο δομεστίκου, καὶ αὐτοῦ διηγουμένου κατὰ μέρος, πᾶσιν ὡς λυσιτελῶς καὶ προσηκόντως εἰργασμένοις ἐπεψηφίζετο ὁ βασιλεύς. ἐπεὶ δὲ ἀπαγγείλαι ὡς καὶ Συργιάννην τῆς ἑσπέρας ἐκπέμψειε στρατηγὸν, οὐκέτι εἶχεν ἐπαινεῖν, ἀλλ' ᾐτιᾶτο τοῦτο μόνον ὡς οὐ διαπεπραγμένον συνετῶς. βέλτιον γὰρ εἶναι Συργιάννην ἐπὶ τοῦ προτέρου μένειν σχήματος καὶ μὴ πρὸς κακίαν ἐναγούσης ὕλης εὐπορεῖν. ὁ δ' «οὐκοῦν» ἔφασκεν «εἴ σοι βέλτιον δοκοίη, γράμμασι μὲν αὐτὸν τῆς ἑσπέρας παραλύσω τῆς ἀρχῆς· ἐπὶ δὲ τῶν προτέρων πάλιν καταστήσω.» ἐπαινέσαντος δὲ τοῦ βασιλέως, ὁ μὲν ἐχώρει πρὸς τὸ τὰ κεκελευσμένα ἐκπληροῦν. μεταμεληθεὶς δὲ ὁ βασιλεὺς ἐκέλευέ τε ἀναστρέφειν καὶ Συργιάννην ἐᾷν ἐφ' ἧς ἐτέτακτο ἀρχῆς, ὡς οὐ δίκαιον ὂν οὐδὲ καθ' ἡδονὴν αὐτῷ τῶν ἄλλων πάντων ἃ αὐτῷ πέπρακται στεργομένων, ταύτην μόνην τὴν πρᾶξιν ἄκυρον ὀφθῆναι. ὁ δ' ἐπείθετο εὐθύς· τῶν παρόντων δὲ ἐκεῖ τινες κρύφα Συργιάννῃ ἐδήλουν γραφῇ ὡς βουληθείη μὲν ὁ μέγας δομέστικος παραλῦσαι τῆς ἀρχῆς, μεταγνοὺς ὅτι ἐνεχείρισε καὶ τὴν ἀρχὴν, κωλυθείη δὲ ὑπὸ βασιλέως· καὶ, τὸ μὲν εἰς ἐκεῖνον ἧκον, ἤδη τῆς ἀρχῆς ἐκβεβλημένον εἶναι, βασιλεῖ δὲ ὀφείλειν χάριτας κεκωλυκότι. τοιαῦτα πυθόμενος ὁ Συργιάννης, τῶν μὲν ὑπηργμένων αὐτῷ παρὰ τοῦ μεγάλου δομεστίκου ἠμνημόνησεν ἀγαθῶν, διὰ ταῦτα δὲ, καίτοι γε οὐκ ὄντα ἀληθῆ, ὀργῇ φερόμενος εἰργάσατο ἃ δηλώσει προϊὼν ὁ λόγος. τότε δὲ πάντα ἀπαγγέλλων ὁ μέγας δομέστικος βασιλεῖ, καὶ περὶ δεσπότου τοῦ Καλλίστου διηγεῖτο, ὡς κινηθείη μὲν ἡ στρατιὰ κατ' αὐτοῦ, δείσαντες μὴ τοῦ δεσμωτηρίου διαδρὰς μετὰ τὴν σὴν τελευτήν τι νεωτερίσῃ, καὶ ὡς βουληθεῖεν ἀποκτεῖναι, αὐτὸς δὲ μηχαναῖς χρησάμενος καὶ ἀπάταις διασώσειέ τε αὐτὸν καὶ νῦν ἐν ζῶσιν εἶναι. ἡδέως δὲ ἄγαν ἐπὶ τούτοις διατεθεὶς ὁ βασιλεὺς καὶ τὸν μέγαν δομέστικον ἐπαινέσας καὶ συγγνώμης ἠξίωσεν ἐκεῖνον ἀπολύσας τῆς εἱρκτῆς. καίτοι γε καὶ πρότερον πολλάκις ἠβουλήθη τοῦ δεσμωτηρίου ἀπολύειν ὅρκοις πιστωσάμενον ὡς τοὺς ἐν Θεσσαλονίκῃ κακῶς διαθέντας καὶ δεσμώτην ἀποδείξαντας οὐκ ἀμυνεῖται καιροῦ τυχών· ὁ δὲ οὐκ ἐπείθετο, ἀλλ' ἰσχυρίζετο φανερῶς, ὡς ἀμυνούμενος αὐτοὺς ἀξίως, ἂν τὴν δύναμιν προσλάβηται τοῦ ἀντιδρᾷν. διὰ ταῦτα δὲ ἔτι ἐφρουρεῖτο· τότε δὲ βασιλέως παραινέσαντος ὅσα ἐχρῆν, καὶ συνθεμένου καὶ αὐτοῦ ἀμνηστήσειν τοῖς προσκεκρουκόσι, τοῦ δεσμωτηρίου ἀπηλλάττετο. Περί γε μὴν Ἀνδρονίκου τοῦ πρεσβυτέρου βασιλέως βασιλεὺς ὁ ἔγγονος ἐνθυμηθεὶς, ἐπυνθάνετο τοῦ μεγάλου δομεστίκου ὅπως περὶ τὴν αὐτοῦ διατεθείη νόσον. ὁ δ' ἔφασκε μοναχῶν τε ὑποδῦναι σχῆμα καὶ Ἀντώνιον ἐξ Ἀνδρονίκου προσαγορευθῆναι. ἐκπλαγεὶς δὲ ὁ βασιλεὺς, τὴν αἰτίαν τε ἠρώτα τῆς μεταβολῆς καὶ εἰ ἑκὼν εἶναι μεταλλάττοιτο τὸν βίον ἢ παρά του βιασθείς. ὁ δ' ἔφασκεν εἰδέναι μὲν τἀληθὲς οὐκέτι ἔχειν. μήτε γὰρ ἀξιόλογόν τινα ἀπαγγελοῦντα ἐκεῖθεν ἀφῖχθαι, μήτε πρωτοστράτορα γράμμασι δεδηλωκέναι. τοῦτο δὲ μόνον τῶν ἐκεῖθεν ἀφικνουμένων ἀγγελιαφόρων ἀκηκοέναι, ὡς πύθοιτο μὲν ὁ βασιλεὺς περὶ τῆς νόσου τῆς σῆς ὡς εἴη τῶν πρὸς θάνατον ἀγουσῶν· δείσας δὲ μὴ μετὰ σὴν τελευτὴν τῶν ἀνηκέστων τι τολμηθῇ περὶ αὐτὸν, ὑποδύσαιτο τὸ σχῆμα τῶν μοναχῶν. βασιλεὺς δὲ ἤχθετό τε πρὸς τὴν ἀγγελίαν καὶ ἐδυσχέραινεν οὐ μετρίως, οὐ κατὰ γνώμην αὐτῷ λέγων εἶναι τὰ γεγενημένα. ὁ μέγας δὲ δομέστικος ὁρῶν αὐτὸν ἀλγοῦντα ἐπὶ τοῖς συμβεβηκόσι καὶ δείσας μή τι πρὸς τὴν νόσον ὑπὸ τοῦ ἀλγεῖν παραβλαβῇ, ἀνελάμβανέ τε αὐτὸν καὶ παρεμυθεῖτο, τὴν μὲν αἰδῶ καὶ τιμὴν ἣν αὐτὸς ἔχων περὶ βασιλέα διατελεῖ, καὶ ὡς πολλοῦ ἂν ἐτιμήσατο μὴ τοιαῦτα περὶ αὐτὸν συμβεβηκέναι, ἀλλ' ἐπὶ τοῦ προτέρου διαμένειν σχήματος πάντων μᾶλλον αὐτὸς εἰδέναι καὶ συνεπιμαρτυρεῖν εἰπών. εἰ δὲ ἀδύνατον τὰ γεγενημένα ἀναλῦσαι, τί χρὴ περὶ αὐτῶν πολλὴν ποιούμενον φροντίδα, ἐκείνοις μὲν οὐδεμίαν ἐξευρίσκειν ὄνησιν, ἡμῖν δὲ αὐτοῖς οὐ τὴν τυχοῦσαν βλάβην προξενεῖν; ἐγὼ δὲ, εἴγε ἐξῆν, ἐμαυτῷ δίκας οὐ μικρὰς ἐτιμησάμην, ὅτι οὕτως ἀπερισκέπτως ἢ ἀνοήτως μᾶλλον εἰπεῖν, ἐπ' οὐδενὶ κέρδει ταραχήν σοι προσήγαγον καὶ λύπην οὐδαμῶς ἐν τῷ νυνὶ προσήκουσαν καιρῷ. κἂν γὰρ τῶν πρὸς θάνατον ἀπηλλάγημεν φόβων καὶ ὑπονοιῶν, ἀλλ' οὔπω καθαρᾶς ὑγείας οὐδ' ἀσφαλείας ἀπολαύειν ἔξεστι. βασιλεὺς δὲ ἃ μικρῷ πρόσθεν περὶ βασιλέα τὸν πάππον διενοεῖτο δρᾷν ἀνεμίμνησκεν αὐτὸν, ὡς «εἴ γε ἐκεῖνα» λέγων «εἰς ἔργον προὔβη, νῦν οὐκ ἂν συνέβαινε τοιαῦτα.» ὁ δ' ἔφασκε καὶ αὐτὸς, ὡς «τοιαῦτα μὲν οὐκ ἂν ἐδρᾶτο· ἕτερα δὲ πολλῷ χείρονα καὶ ἀλυσιτελέστερα ἴσως ἂν συνέβη.»

ιθʹ. Ἐπεὶ δ' ὧν περὶ βασιλέα τὸν πάππον ὁ νέος διενοεῖτο, ἐμνήσθημεν, βασιλεὺς, ἀναγκαῖον βραχέα καὶ περὶ αὐτῶν διαλαβεῖν, ὡς ἂν μὴ λυμαίνοιτο τῷ σώματι τῆς ἱστορίας ἡ τῶν δοκούντων τινῶν παράλειψις ἀναγκαίων. ὡς γὰρ ὁ βασιλεὺς Ἀνδρόνικος ὁ νέος, καθάπερ ἔφθημεν εἰπόντες, τῆς βασιλείας διενοήθη κοινωνὸν τὸν μέγαν δομέστικον παραλαβεῖν καὶ τῷ τῆς ἁλουργίδος ἄνθει καὶ βασιλικοῖς κοσμῆσαι παρασήμοις, καὶ πολλὰ πολλάκις περὶ τούτου γε αὐτῷ διαλεχθεὶς, οὐδὲν ἠδυνήθη πλέον, ἀλλ' ἀμετάθετον τὴν γνώμην ἔχοντα ἑώρα πρὸς τὸ μηδέποτε αὐτῷ πεισθέντα πράττειν ἃ ἠξίου, ἐκείνου μὲν ἀπέσχετο καὶ αὐτὸς, ἀνηνύτοις οἰόμενος ἐπιχειρεῖν· ὕστερον δὲ οὐ πολλῷ τῷ πάππῳ καὶ βασιλεῖ πᾶσαν τὴν ἀρχὴν καὶ τὴν διοίκησιν τῆς Ρωμαίων ἡγεμονίας ὥσπερ καὶ πρότερον παρέστη ἐγχειρίσαι. οὕτω δὴ διανοηθέντι ἐδόκει δεῖν προάγειν καὶ εἰς ἔργον, καὶ τῷ μεγάλῳ δομεστίκῳ ἐκοινοῦτο τὰ τῆς γνώμης, ὡς εἰ λυσιτελοίη καταπραξόμενος. τῷ δ' εὐθὺς μὲν ἐδόκει πεῖραν αὐτοῦ ποιεῖσθαι βασιλέα, οἰόμενον ὡς ἂν τοιαῦτα περὶ βασιλέως τοῦ πάππου πύθηται βουλόμενον, ῥᾳδίως ὑπείξει πρὸς τὸ ὑπ' αὐτοῦ γενέσθαι βασιλεὺς, ὅπερ ἀνεβάλλετο πρὶν, καὶ ἐδήλου ἃ ὑπενόει βασιλεῖ. ὡς δὲ ἐκεῖνος τοιοῦτον μὲν ἔφασκε διανενοῆσθαι μηδὲν, ἁπλῶς δ' οὑτωσὶ καὶ πανουργίας τινὸς χωρὶς καλόν τε οἴεσθαι καὶ βούλεσθαι προάγειν καὶ εἰς ἔργον, ὁ μέγας δομέστικος ὑπολαβών· «ἀλλ' ἔμοιγε» εἶπεν «οὐκ ἀγαθὸν εἶναι δοκεῖ, οὐδὲ, τόγε εἰς ἐμὲ ἧκον, ὡς λυσιτελοῦν βουλεύσασθαι πραχθῆναι ἄν. εἰ δὲ σοί γε ἔδοξε τοιαῦτα περὶ βασιλέως καὶ παντὶ τρόπῳ βούλει ἐκτελέσαι, βέλτιον ὃ παρά σοι κέκριται καλὸν τοῦ παρ' ἐμοὶ μὴ τοιούτου φαινομένου τὸ πλέον ἔχειν. εἰ μὲν γὰρ σαυτῷ τε καὶ Ρωμαίοις καὶ προσήκοντα καὶ λυσιτελοῦντα ἐβουλεύσω, θεὸς ὁ πᾶσιν ἀγαθοῖς ἔργοις ἐνηδόμενος καὶ τὴν σὴν ἂν ἐπιῤῥώσειε πρὸς τοῦτο ψυχὴν, καὶ οὐδ' εἰ πάντες ἄνθρωποι κωλύειν ἐπιχειροῖεν πεῖσαι δύναιντ' ἄν σε ἀποσχέσθαι· εἰ δ' ἄρα ταῦτα μὲν ἀσύμφορα πάντη καὶ Ρωμαίοις καὶ σαυτῷ, θεῷ δ' ἔδοξε τοιαῦτα πεῖσαι ὥστε πρόφασιν πολέμων ἐμφυλίων καὶ στάσεως καὶ ταραχῆς Ρωμαίοις εὑρεθῆναι, τίς οὕτως ἂν εἴη παντάπασιν ἔρημος φρενῶν, ὥσθ' ἃ ἔδοξε θεῷ, ταῦτ' αὐτὸν ἄν ποτε δυνηθῆναι ἀναλῦσαι νομίσαι; σκέψαι τοίνυν παρὰ σαυτῷ, κἂν ἴδῃς ἁπάσαις ψήφοις πρὸς τοῦτο ῥέπουσαν τὴν σὴν ψυχὴν, τί χρὴ καὶ βουλεύεσθαι περὶ αὐτοῦ; εἰ δ' ἄρα τοιοῦτον μὲν οὐδὲν κέκριται παρά σοι, σαυτῷ δὲ καὶ τοῖς ἄλλοις ὑπηκόοις λυσιτελῆ τε ὁμοῦ καὶ δίκαια ποιεῖν ἐθέλων τὸ πάλιν ἀνακαλεῖσθαι βασιλέα καὶ τὴν ἀρχὴν Ρωμαίων ἐγχειρίζειν διεσκέψω, οὐχ ἁπλῶς οὕτω καὶ ἀπερισκέπτως ὥς τι τῶν μηδενὸς ἀξίων πράττειν χρή· ἀλλὰ πρότερον πολλὰ πολλάκις σκεψάμενον περὶ αὐτοῦ καὶ διακωδωνίσαντα ἀκριβῶς, οὕτω χωρεῖν ἐπὶ τὸ πράττειν, μή πώς τι τῶν ἀδοκήτων ὕστερον συμβὰν πολλὰ δ' ἂν γένοιτο τοιαῦτα τοῖς τε ἄλλοις καὶ πρό γε αὐτῶν ἡμῖν ἀβουλίαν καὶ ἀπραγμοσύνην καταγινώσκειν ἑαυτῶν πρόφασιν παράσχῃ.» Τούτων οὕτως εἰρημένων, ἐπείθετο ὁ βασιλεὺς καὶ ὡς καλῶς ἔχοντα ἐπῄνει, ἐπέτρεπέ τε βουλεύεσθαι περὶ αὐτοῦ. ὁ μέγας δὲ δομέστικος τὰς αἰτίας πρότερον ἔφασκε μαθεῖν ἐθέλειν, ἐξ ὧν εἰς τοῦτο ἐναχθείη. κἂν μὲν καὶ αὐτῷ λόγον ἔχουσαι δοκοῖεν καὶ πείθειν ἰσχυραὶ, τί χρὴ περαιτέρω πονεῖν εἰκῇ βουλευομένους; τὸ κωλύον γὰρ οὐδὲν τὰ καλῶς δοκοῦντα ἔχειν ποιεῖν. ἂν δ' ἄρα μὴ τοιαῦτα φαίνοιντο, πάλιν αὐτὸν ἐξ ἀντιστρόφου δι' ἃ μὴ λογίζοιτο αὐτὸς λυσιτελεῖν τὴν πρᾶξιν, προτιθέναι. κἂν μὲν τοῦ ὀρθῶς καὶ δικαίως ἔχοντος φαίνηται ἡμμένα, πείθεσθαί τε αὐτὸν καὶ ἀφίστασθαι τοῦ μὴ τὰ δέοντα ποιεῖν· ἐὰν δὲ ἐνδεῶς ἢ ὥστε δύνασθαι πείθειν ἔχωσι καὶ ἀγχώμαλος ἡ μάχη καταστῇ, τότ' αὐτὸν τῆς νίκης αὐτῷ προχωρεῖν, ὥσπερ τοὺς Ἀθηναίους, τῆς Ἀθηνᾶς προστιθεμένης ψήφου, λόγος ποιεῖν. τριῶν δὲ ὄντων ἃ ἄν σε μάλιστα δύναιτο πρὸς μεταμέλειαν τῶν γεγενημένων ἐνάγειν, τοῦ τε μὴ δικαίως δοκεῖν πεπρᾶχθαι, καὶ τοῦ μὴ τοῖς πράγμασι λυσιτελούντως, καὶ τρίτου, τοῦ τινα τῶν δεόντων γίνεσθαι ἀμελεῖσθαι διὰ τὸ μὴ βασιλέα τοῖς πράγμασιν ἐφεστάναι, σκεψώμεθα ἕκαστον αὐτῶν. καὶ πρῶτόν γε πάντες ἂν ἐμοὶ συμφαῖεν ὡς μάλιστα πέπρακται δικαίως. πρότερόν τε γὰρ αὐτὸς οὐκ ἦρξας πολέμου, ἀλλ' ὑπὸ τῶν πραγμάτων αὐτῶν ἐκβιασθείς. καὶ τότε μὲν ἄκων, ἀνεχώρησας δ' οὖν ὅμως, βασιλέως τὸν κίνδυνον ἀποδιδράσκων· καὶ ὕστερον ἀμυνόμενος ἀναγκαίως καὶ, τοῦ θεοῦ συναιρομένου, ἐπεὶ τὰ πράγματα γεγένηται ὑπό σοι, καίτοι γε ἐξὸν τὴν σύμπασαν ἀρχὴν ἔχειν καὶ προσεῖναι τὸ δικαίως διὰ τὸ ἐκεῖνον πολέμου ἄρξαι, οὐδεὶς γὰρ ὁ κωλύων νόμος τὰ τῶν πολεμίων τοὺς νενικηκότας ἆθλα τῆς ἀρετῆς κεκτῆσθαι, οὐκ ἔφθασε μνησθεὶς εἰρήνης, καὶ σὺ τὰ δίκαια ποιῶν ἀπεδίδους τὴν ἀρχήν. ὥστε καὶ ἐξ ὧν πρότερον ἀπεστεροῦ μηδὲν ἀδικῶν, καὶ ἐξ ὧν ὕστερον κρατῶν τῶν ἀντιπάλων οὐκ ἀπεστέρεις τῶν δικαίων, ὁμοίως σοὶ τὸ δικαίῳ εἶναι περιέσται. ὅτι δὲ καὶ τοῖς πράγμασι λυσιτελῶς, οὐδ' ἀποδείξεως δεήσεσθαι οἶμαι. τίς γὰρ οὐκ οἶδε, τῶν ἁπάντων εἰ μὴ τῶν πραγμάτων ἔξω κατοικεῖ, τὸν πρὸς τοὺς ὁμοφύλους πόλεμον λύμην οὖσαν τοῖς χρωμένοις καὶ φθορὰν, ὥσπερ τὴν εἰρήνην καὶ τὴν ὁμόνοιαν τοὐναντίον ἅπαν, ὠφέλειαν καὶ πρὸς τὸ βέλτιον ἐπίδοσιν τῶν κοινῶν; ἀλλὰ μὴν ὅτι γε οὐδὲ τῶν δεόντων οὐδὲν παραλείπομεν ἡμεῖς διὰ τὸ μὴ ἐκεῖνον τῶν πραγμάτων ἐξηγεῖσθαι, πειράσομαι ἀποδεικνύναι. δύο γὰρ ὄντων ἃ προσήκει βασιλεῦσιν ἔργων, τοῦ τε περὶ τὰ πολέμια διατρίβειν, ἀμυνόμενον μὲν τοὺς ἐπιόντας πολεμίους καὶ τὴν οἴκησιν παρέχοντα τοῖς ὑπηκόοις ἀσφαλῆ, εἰ δέ που δέοι, καὶ ἐπιστρατεύοντα τοῖς πρότερον ἐπελθοῦσι, καὶ τοῦ περὶ δίκας ἀσχολεῖσθαι καὶ θεσμοὺς ἐν τῆς εἰρήνης τοῖς καιροῖς καὶ τὰ οἰκεῖα εὖ τίθεσθαι, ἐν οὐδετέρῳ τὸ πλέον ἔχων ἡμῶν ἐκεῖνος ἂν φανείη, μᾶλλον δὲ τῷ μὲν οὐδαμῶς λείπεσθαι βασιλέως, τῷ ἑτέρῳ δέ σοι συμβέβηκε νικᾷν παραπολύ. τῆς γὰρ ἄλλης τῶν πραγμάτων διοικήσεως οὐδὲν ἔλαττον ἢ πρότερον ὡς προσῆκον γινομένης, ἐν τοῖς πολέμοις καὶ ταῖς στρατείαις πολὺ προέχεις, αὐτὸς ἐφ' ἅπασι παρὼν καὶ στρατηγοῖς χρώμενος βελτίοσιν ἢ ἐκεῖνος, ὡς ἐξ αὐτῶν τῶν ἔργων ἐγένετο καταφανὲς, αὐτοῦ ταπολλὰ καὶ πρότερον οἰκουροῦντος ὥσπερ νῦν.» Ἔτι δὲ τὸν λόγον βουλομένου τοῦ μεγάλου συνείρειν δομεστίκου καὶ διὰ πολλῶν ἀποδεικνύναι μὴ ὂν λυσιτελὲς πρὸς τῶν πραγμάτων τὴν ἀρχὴν αὖθις ἐπανάγειν τὸν πρεσβύτερον Ἀνδρόνικον, ὁ νέος ἐπικόπτων βασιλεὺς, ταῦτα μὲν ἔφη καὶ αὐτὸς οἴεσθαι ὀρθῶς ἔχειν, καὶ τούτων ἕνεκα οὐδενὸς τῷ πάππῳ ἐθέλειν ἐγχειρίζειν τὴν ἀρχήν· ἀλλὰ πρώτου μὲν, τοῦ μὴ τοὺς πάντα εὐχερεῖς καὶ φαύλους καὶ διεφθορότας ὡς ἐκ προνοίας αὐτὸς καὶ σκέψεως ἐπιβούλου τὴν ἀρχὴν παρειλόμην, βασιλέως μηδεμίαν πρόφασιν πρὸς τὸν πόλεμον παρεσχημένου, δύνασθαι λογοποιεῖν καὶ πείθειν τοὺς πολλούς· δευτέρου δὲ, τοῦ μάλιστα βούλεσθαι καὶ διὰ σπουδῆς ἔχειν, ἅττα ἂν ᾖ μάλιστα πρὸς ἡδονὴν καὶ τιμὴν τῷ βασιλεῖ, ταῦτα καταπράξασθαι ἐμέ. οἴομαι δὲ μηδὲ βασιλέα πρὸ τοῦ ἄρχειν τῶν πραγμάτων ἕτερόν τι μήτε βούλεσθαι μήτε ἄγειν.

κʹ. Αὖθις δὲ ὁ μέγας δομέστικος τὸν λόγον ἀναλαβὼν «Τὴν μὲν ἐμὴν» εἶπεν «εὔνοιαν πρὸς βασιλέα καὶ σπουδὴν, καὶ ὡς ἐποιούμην περὶ πλείστου μὴ μόνον ἀνήκεστον οὐδὲν εἰς αὐτὸν ἰδεῖν ἐλθὸν, ἀλλὰ καὶ τῆς ἀρχῆς κρατεῖν καὶ παρὰ πᾶσι καὶ θαυμάζεσθαι καὶ ἐπαινεῖσθαι, οὐδένα μοι μᾶλλον ἢ σὲ οἴομαι συνειδέναι. καὶ ὅτε γὰρ τοῦ πρὸς ἀλλήλους ὑμῶν μάλιστα φυομένου πολέμου ἐβουλευόμεθα περὶ τοῦ ᾗ χρὴ τὸν πόλεμον διαθέσθαι, τῶν ἄλλων παραινούντων εἵργειν, ἢ καὶ ἀποκτιννύναι, καὶ ὀλίγῳ χρόνῳ πολλῶν ἀπαλλάττεσθαι πραγμάτων, οἶσθα ὁπόσα φιλάνθρωπα αὐτός τε ἐβουλεύσω περὶ αὐτοῦ, κἀγὼ συνεῖπον προθύμως καὶ τὸ μέρος συγκατειργασάμην. καὶ ἐπειδὴ πρὸς τὸν πόλεμον καταστάντες περιεγενόμεθα αὐτοῦ καὶ ἅπαξ καὶ δὶς, οἶσθα ὅσην ἐπεδειξάμεθα περὶ αὐτὸν καὶ τὴν εὔνοιαν καὶ τὴν αἰδῶ ἐκ μέσων ἐξαρπάσαντες τῶν κινδύνων· καὶ οὐ μόνον ἐν ἀσφαλείᾳ καταστήσαντες, ἀλλὰ καὶ τὴν πρὶν εὐδαιμονίαν, ὅσα γε ἐξῆν, φυλάξαντες αὐτῷ, τῶν ἄλλων ἁπάντων βουλευομένων τἀναντία καὶ δεομένων πείθεσθαι αὐτοῖς. διό με οὐδὲ οἴεσθαι χρή τινα ἀπεχθείᾳ τῇ πρὸς αὐτὸν τοὺς λόγους ποιεῖσθαι τουτουσὶ, ἀλλὰ τῷ κοινῷ προσέχοντα λυσιτελεῖ· ἄλλως τ' οὐδὲ τῷ μάλιστα τοὺς τρόπους συκοφαντικῷ διαβολὰς ἐξέσται ῥάπτειν, ὡς ἐμαυτῷ περιποιούμενος τὴν βασιλείαν κωλύω τοῦ μὴ ἐγχειρίζειν ἐκείνῳ τῶν πραγμάτων τὴν ἀρχήν. πρότερόν τε γὰρ ἐξῆν, εἴπερ ἐβουλόμην, καὶ νῦν ἔτι κεῖται ἐπ' ἐμοὶ, σοῦ παρασχόντος ἂν προθύμως εἰ βουληθείην· ὥστ' οὐδὲ τοῦ ξυνοίσοντος ἰδίᾳ τι ἐμοὶ τοιαῦτα συμβουλεύω. ὅτε τοίνυν ἐξ αὐτῶν ἀποδείκνυται τῶν πραγμάτων, μήτε πρὸς χάριν ἐμαυτῷ μήτε πρὸς ἀπέχθειαν ἐκείνῳ λέγειν, δέον ἤν τι τῶν δεόντων πείθεσθαι φαίνομαι συμβουλεύων. ἔφης τοιγαροῦν δυοῖν ἕνεκα μάλιστα ἐνάγεσθαι πρὸς τοῦτο· τοῦ τε μὴ κακῶς ἀκούειν παρὰ φαύλων ἀνθρώπων καὶ διεφθορότων, καὶ τοῦ μάλιστα βούλεσθαι τῶν πρὸς αἰδῶ καὶ τιμὴν καὶ ἡδονὴν ἐσομένων βασιλεῖ, ὅ,τι ἂν ἐξῇ ποιεῖν· τὸ μὲν οὖν θεραπεύειν βασιλέα, δίκαιόν τε φαίην ἂν καὶ αὐτὸς καὶ σοὶ προσῆκον. ἔξεστι δὲ πολλοῖς τρόποις ἐπιδείκνυσθαι τὴν θεραπείαν. τό, τε γὰρ τιμᾷν ὡς πατέρα ἀναγκαῖον καὶ τὸ πρόνοιαν αὐτοῦ τὴν δυνατὴν ποιεῖσθαι ὥστ' αὐτόν τε καὶ οἰκετικὸν διάγειν ἐν ἀφθόνοις. εἰ δὴ τὰ ἀποτεταγμένα χρήματα αὐτῷ τῆς χρείας δοκεῖ ἐλάσσω εἶναι, φθόνος οὐδεὶς καὶ ἕτερα τοσαῦτα ἢ καὶ διπλασίω προστιθέναι· καὶ ἕτερ' ἄττα ἃ αὐτῷ μὲν ἂν εἴη καθ' ἡδονὴν, βλάβην δὲ ἑτέροις μὴ παρέχῃ. ἄρχοντα δὲ ἀποδεικνύναι τῶν πραγμάτων, οὔτ' ἂν αὐτὸς πεισθείην τῶν κοινῇ λυσιτελούντων εἶναι, οὔθ' ἑτέρῳ συμβουλεύσαιμι. τῶν κακῶν δὲ οὐδένα λόγον οἴομαι ποιεῖσθαι δεῖν. ἢ σχέτλιον ἂν εἴη, εἰ τῶν μὲν ἀγαθῶν οὐδένα ποιησόμεθα λόγον, τοῖς δὲ κακοῖς τοσοῦτον χαριούμεθα, ὥστε καὶ ἃ λυσιτελῆ καὶ δίκαια δοκοῦμεν εἶναι, ταῦθ' ἑκόντες ὄντες προησόμεθα αὐτοῖς. φέρε γὰρ πρὸς θεοῦ, εἴ γε πάντες οἱ τοὺς τρόπους ἀγαθοὶ ἐκκλησίαν συναθροίσαντες, ἡμᾶς ἐπὶ δίκῃ προκαλοῖντο, λέγοντες, ὡς, ἄδικα καὶ βίαια ποιεῖτε, πολέμους ἡμῖν ὁμοφύλοις ἐπεγείροντες. εὐθύς τε γὰρ ἐξ ἀρχῆς, ἅμα τῷ βασιλεῖ καθ' ὑμῶν τὸν πόλεμον κεκινηκέναι, ὁρῶντες ὡς ἄδικα πάσχετε ὑμεῖς, συνηλγήσαμέν τε μάλιστα ὑμῖν καὶ συνηγωνισάμεθα προθύμως. καὶ ἐπειδὴ θεοῦ συναιρομένου, ῥᾷστα κεκρατήκαμεν τῶν πολεμίων, δέον ἀπελαύνειν καὶ κακῶς ποιεῖν τοὺς προτέρους ἄρξαντας τῆς ἀδικίας καὶ ἡμᾶς πραγμάτων ἀπαλλάττειν, οὐκ ἠθελήσατε ὑμεῖς, ἀλλ' ὥσπερ κακῶν ἐπιθυμοῦντες, βασιλέως μέτρια αἰτοῦντος καὶ σώζεσθαι μόνον δεομένου, ὑμεῖς ἐπὶ κακῷ τῶν ὑπηκόων καὶ ὑμῶν αὐτῶν ἄτοπα φιλοτιμούμενοι, τῆς ἀρχῆς ὀλίγου δεῖν ἁπάσης παρεχωρήσατε αὐτῷ, ἡμῶν ἀπαναινομένων καὶ τὴν ἀβουλίαν ἐπιμαρτυρομένων. ὁ δ' οὐ πολλοῦ χρόνου παρεῤῥυηκότος, αὖθις ἐπεχείρησε τοῖς ἴσοις, ὥσπερ ἐπιλελησμένος εἰς ὅσον ἤλασε κινδύνου, καὶ πόλεμον ἀκήρυκτον ἐπήνεγκεν ἡμῖν. ὁρῶντες δὲ ἡμεῖς οἷ κακῶν τὰ πράγματα χωρήσει καὶ ὡς ἄρδην ἀπολεῖται τὸ Ρωμαϊκὸν, πρεσβείαν οὐκ ἰδίᾳ μόνον, ἀλλὰ καὶ κοινὴν ὑμῖν ἐποιησάμεθα πρὸς βασιλέα, δεόμενοι, μὴ περιϊδεῖν ἡμᾶς ὑπὸ τοῦ πρὸς ἀλλήλους πολέμου διαφθαρησομένους· ἀλλ' εἴ τι καὶ ἐγκαλεῖν ὑμῖν ἔχει, δίκῃ διαλύεσθαι. ὁ δ' οὐδ' ἄκροις ἠνέσχετο ὠσὶ τῶν περὶ τὴς εἰρήνης λόγων. πάντοθεν δὲ ἡμεῖς ἀπορίᾳ συσχεθέντες, αὖθις ἐνεβάλλομεν ἑαυτοὺς εἰς τοὺς κινδύνους καὶ πόλεμον ἀράμενοι δεύτερον πρὸς αὐτὸν νενικήκαμεν αὖθις καὶ πρὸς τὴν προτέραν ἢ καὶ μείζω συνηλάσαμεν ἀπορίαν. ὁρῶν δὲ ἐκεῖνος ὡς οὐκ ἄνευ κινδύνων ὁ πόλεμος αὐτῷ τελευτήσει, αὖθις ἐπρεσβεύετο ὑμῖν περὶ εἰρήνης, ὁ μηδὲ ἴχνος πρότερον ἀνεχόμενος αὐτῆς. ὑμεῖς δὲ οὐκ οἶδ' ὅ,τι παθόντες, δέον ἐκ τῶν προτέρων διδαχθέντας σωφρονεῖν, ὑμεῖς δὲ τἀναντία τῶν δεόντων ἐποιεῖτε, καὶ τὴν ἀρχὴν παρεδίδοτε αὐτῷ πᾶσαν καὶ τὴν ἡγεμονίαν τῶν πραγμάτων καὶ προσέτι φέροντες ὑμᾶς αὐτοὺς, ἐῶ γὰρ λέγειν καὶ ἡμᾶς τοὺς ὑπηκόους, πολλὰ δυσανασχετοῦντας καὶ μονονοὺ τὴν ἀδικίαν ὀδυρομένους, ἄδικοι καὶ προδόται σχεδὸν περὶ ἡμᾶς γεγενημένοι, οἰόμενοι κἂν οὕτω πᾶσαν πολέμου πρόφασιν περιαιρήσειν. ὁ δ' ὥσπερ στενὴν αὐτῷ τῆς γῆς τὴν οἴκησιν παρεχούσης εἰ ταύτην οἰκείη μεθ' ὑμῶν, αὖθις ἐπολέμησε, καὶ τρίτον μηδὲν ἔχων ἐγκαλεῖν, οὐκέθ' ὥσπερ πρότερον ἀπαρασκεύως καὶ ἐξ ἐφόδου, ἀλλὰ πολλὰ πρότερον συνεσκευασμένος περὶ τὴν ἑσπέραν, καὶ στρατιὰν ἐπαγαγὼν ἡμῖν πλήθει οὐκ ὀλίγον ὑπερέχουσαν ἡμῶν οὐκ ἐξ Ἑλλήνων μόνον τῶν αὐτόθι κατοικούντων, ἀλλὰ καὶ τῶν προσοίκων βαρβάρων συμμαχίδα. ὁρῶντες δὲ ταῦθ' ὑμεῖς, ἐλθόντες εἰς Βυζάντιον, ἐδεῖσθε βασιλέως περὶ εἰρήνης. ὁ δ' οὐδὲν ἧττον ἢ πρότερον ἦν ἀδύνατος πεισθῆναι, καὶ διὰ τοῦτο ἀναγκαίως πρὸς τὸν πόλεμον καὶ τρίτον ἐχωρήσατε ὑμεῖς. καὶ ἡμεῖς τὴν ὑπερβολὴν βδελυξάμενοι τῆς ἀδικίας, προθύμως συνηράμεθα ὑμῖν καὶ πολλοὺς κινδύνους ὑπεμείναμεν καὶ πόνους. εἶτ' αὖθις μετὰ τὴν μακρὰν ἐκείνην πλάνην καὶ τοὺς περιδρόμους τοὺς πολλοὺς καὶ τὴν ἐκ τῆς χρονίου κακοπάθειαν στρατείας, καὶ τῆς κρείττονος δυνάμεως ἡμῖν τὸν πόλεμον συγκατεργαζομένης, τῶν τε πολεμίων κεκρατήκαμεν ἤδη καθαρῶς καὶ τὴν Ρωμαίων ἡγεμονίαν συγκατεκτησάμεθα ὑμῖν. νυνὶ δ' αὖθις τῶν πολέμων πεπαυμένων καὶ εἰρήνης τὰ Ρωμαίων κατεχούσης πράγματα, ὁρῶντες ὑμᾶς τῶν προτέρων μείζοσι κακοῖς ἐπιχειροῦντας ἡμᾶς ἐμβάλλειν, παραγγέλλομεν ὑμῖν μὴ αὖθις καινὰ διανοεῖσθαι, μηδ' ἀφορμὰς παρέχειν τῷ κάκιστ' ἀπολουμένῳ πολέμῳ πρὸς τοὺς ὁμοφύλους. Εἰ ταῦτ' ἔλεγον καὶ ὥσπερ κορωνίδα προσετίθεσαν, ὅτι, εἰ μὲν δέχεσθε ἐπὶ τούτοις, εἰ δὲ μὴ, σκοπεῖτε μὴ οὐχ ἡμῖν μᾶλλον ἢ ὑμῖν αὐτοῖς αἴτιοι μειζόνων γενήσεσθε κακῶν· Εἰ δὲ δὴ καὶ προσέθηκαν, ἐῶ γὰρ εἰπεῖν, ὅτι, εἰ μὲν βασιλεὺς οὕτως ἔχοι γνώμης ὥστ' ἐφ' ἑκάτερα ῥᾳδίως μεταβάλλεσθαι καὶ μικρᾶς ἕνεκα ἢ καὶ οὐδεμιᾶς αἰτίας πολέμου ἄρχειν, τί δεῖ τῷ τοιούτῳ ἀφορμὰς ταραχῆς καὶ στάσεως ἐπὶ λύμῃ καὶ φθορᾷ τοῦ κοινοῦ παρέχειν. εἰ δ' ἑτέροις πείθεται συκοφάνταις καὶ διεφθορόσι καὶ οὐδὲν ἀμείνοσιν ἀνθρώποις ἀνδραπόδων, οὐδ' οὕτω δίκαιον οὐδὲ λυσιτελὲς τοῖς οὕτως ἔχουσιν, ἐν μοίρᾳ Καρὸς ἡμᾶς ὑποτάττειν ἑαυτούς· Ἀλλ' εἰ προσέθηκαν τοῖς λόγοις ἐκεῖνο μόνον, ὅτι, εἰ νῦν τοιαῦτα περὶ βασιλέως ἐγνώκατε ὑμεῖς, ἀλλ' ἡμῖν οὐ δίκαια οὐδὲ λυσιτελῆ βουλεύεσθαι δοκεῖτε, κἄν τι συμβαίη τῶν ἀδοκήτων, ἡμεῖς ἔξω κινδύνων καὶ πραγμάτων καταστήσαντες ἑαυτοὺς ὥσπερ θεαταὶ καθεδούμεθα τῶν γινομένων. Ἆρ' ἢ πρὸς τὴν ἀξίωσιν ὡς οὐ δικαίᾳ δυνησόμεθα ἀντειπεῖν, ἢ ἐν οὐδενὶ θησόμεθα τοὺς λόγους ὡς ἀκαίρως εἰρημένους; μὴ γὰρ ὅτι πάσης μὲν προφάσεως πολέμων ἐκ βασιλέως ἐξ ἀρχῆς κεκινημένης, ῥᾳδίου δὲ ὄντος φύσει πρὸς μεταβολὰς, τῆς Ρωμαίων δὲ ἡγεμονίας πολλὰ τοῖς ἐμφυλίοις τετρυχωμένης πολέμοις, ἁπάντων δὲ οὐκ ἂν οἰσόντων ῥᾳδίως τὴν μεταβολὴν, ἀλλ' εἰ πάντων μὲν ἀμφοτέροις μετῆν ἐπίσης, ἐν μηδενὶ δὲ διενήνοχεν ἅτερος ἑτέρου, ἔδει δὲ ἐκ τῶν ὑπαρχόντων σκεψαμένους τὸν προσήκοντα ἑλέσθαι μᾶλλον ἄρχειν, οὐ σοὶ προστίθεσθαι προσῆκον πάντα ὁντινοῦν· οὐ μόνον διὰ τὴν πρᾳότητα καὶ μεγαλοψυχίαν, ἣν παρὰ πάντα ἐπεδείξω τὸν τοῦ πολέμου χρόνον, ἀλλὰ καὶ τὴν εὐψυχίαν καὶ τὴν τόλμαν τὴν ἐν τοῖς πολέμοις, καὶ τὸ μάλιστα δεῖσθαι τὰ Ρωμαίων πράγματα νυνὶ, οὐκ ἐμπείρου καὶ δεινοῦ μόνον στρατηγοῦ, ἀλλὰ καὶ σπουδαίου καὶ τὰ πολέμια ἐξησκημένου; ἐμοὶ μὲν οὖν πανταχόθεν ἐξετάζοντι, οὐδεμία τις αἰτία φαίνεται ἀρκοῦσα πείθειν ὡς λυσιτελὲς αὐτὸν ἀποστάντα τῆς ἀρχῆς τῷ πάππῳ ἐγχειρίζειν. διὸ καὶ συμβεβούλευκα προθύμως τοῦ κοινῇ λυσιτελοῦντος ἕνεκα. σὲ δὲ εἰ μὴ τὰ λελεγμένα πείθειν ἱκανὰ, ἔξεστι καὶ ἑτέροις ἅμα καὶ συνετωτέροις καὶ ἐμπειροτέροις συμβούλοις χρησαμένῳ, μὴ τοῦ δέοντος ἁμαρτεῖν.» Τοιαῦτα μὲν ὁ μέγας δομέστικος εἶπε· βασιλεὺς δ' ὥσπερ εἴωθε μικρὸν ἐπισχὼν «συνετῶς μὲν εἰρῆσθαι τοὺς λόγους,» εἶπεν «οὐκ ἂν ἔξαρνος γενοίμην· ἔτι δέ μοι δοκεῖ καὶ κατὰ σχολὴν εἶναι βουλευτέον περὶ αὐτῶν, εἴπως τι βέλτιον ὁ μεταξὺ χρόνος ἐξευρήσει.» ἐπαινέσαντος δὲ καὶ τοῦ μεγάλου δομεστίκου, τὸ νῦν μὲν ἔχον διελύθησαν. ἐς τρίτην δὲ ἡμέραν πάλιν συνελθόντες, ἐπυνθάνοντο ἀλλήλων εἴτι πλέον ἐν τῷ μεταξὺ ἐξευρηκότες εἶεν χρόνῳ· μηδὲν δὲ ἀμφοτέρων εἰρηκότων ἐπεψηφίσαντο τὴν βουλὴν, καὶ οὕτω παρ' ὀλίγον ἐλθὸν τὸ βασιλέα τὸν πρεσβύτερον αὖθις ἄρχοντα γενέσθαι τῶν πραγμάτων, ὑπὸ τοῦ μεγάλου δομεστίκου ἐκωλύθη. ὧν ὕστερον εἰς μνήμην ἐλθὼν ὁ βασιλεὺς, ἐπεὶ ἐπύθετο αὐτὸν τὸν μονήρη βίον ἀνῃρημένον ᾐνίττετο τῷ μεγάλῳ δομεστίκῳ, ὡς «εἰ ἃ πρότερον ἐβουλευόμεθα εἰς ἔργον ἧκον, νῦν οὐκ ἂν συνέβαινε τοιαῦτα.» πρὸς ἃ ἐκεῖνος ἀπεκρίνατο, ὡς «τοιαῦτα μὲν οὐκ ἂν συνέβη, ἴσως δ' ἕτερα χείρω καὶ ἀλυσιτελέστερα πολλῷ.» βασιλεὺς δ' ἐπεὶ τῆς νόσου ἤδη ἀπηλλάγη καθαρῶς, ἐκ Διδυμοτείχου εἰς Βυζάντιον ἧκεν ἀποδώσων τὰς εὐχαριστίας τῇ πανάγνῳ μητρὶ τοῦ θεοῦ τῇ ζωοδόχῳ πηγῇ τῇ μᾶλλον ἰάματα ἢ νάματα βρυούσῃ· ἧς τυχὼν ἀπήλλακτο καὶ αὐτὸς τῆς χαλεπῆς ἐκείνης νόσου. Βυζάντιοι δὲ πανδημεὶ πρὸς ὑπάντησιν τοῦ βασιλέως ἐξελθόντες, ἔτι δὲ καὶ οἱ τῶν πέριξ χωρῶν τε καὶ πόλεων κατὰ θέαν βασιλέως πᾶσι γὰρ οὐκ ἐπέραστος μόνον, ἀλλὰ καὶ θαύματος ἀξία ὄψις ἦν, ὥσπερ ἐκ νεκρῶν ἐγηγερμένος, ἄχρι μὲν Ρηγίου προῆκον ὑπ' ἀλλήλων συνωθούμενοι καὶ ἠσπάζοντο βασιλέα προσκυνοῦντες. ἐκεῖθεν δὲ δι' αὐτῶν ἰὼν ὁ βασιλεὺς ἄχρι τοῦ πρὸ τῆς πόλεως τεμένους τῆς ἀεννάου πηγῆς ἦλθε συνωθούμενος ὑπὸ τοῦ πλήθους· ἀποδοὺς δὲ τὰς εὐχαριστίας θεῷ, ἦλθεν εἰς τὰ βασίλεια ἐκεῖθεν καὶ διέτριψεν ἐν Βυζαντίῳ ἐξ ἐκείνης εἰς ἑξηκοστὴν ἡμέραν. αὖθις δὲ ἐξελθὼν, περιῄει τὰς τῆς Θρᾴκης πόλεις.

καʹ. Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ στρατιὰ Περσῶν ἱππικὴ τὸν Ἑλλήσποντον περαιωθεῖσα, ἐληΐζετο τὴν Θρᾴκην. πυθόμενος δὲ ὁ βασιλεὺς συνήθροιζε τὴν στρατιὰν ὡς ἀμυνούμενος αὐτούς. ἐν ᾧ δὲ ταῦτα ἐτελεῖτο, οἱ μὲν πολλοὶ τῶν Περσῶν, ἀναστρέψαντες ἐπεραιώθησαν πρὸς ἕω. πεντακόσιοι δὲ αὐτῶν καὶ χίλιοι λογάδες ἔμειναν ἐπὶ τῆς Θρᾴκης· βασιλέως δὲ αὐτοῖς ἐπιστρατεύσαντος, ἔπεσον πάντες μάχῃ νικηθέντες. οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις ἐκ τῆς ἑσπέρας ἠγγέλθη βασιλεῖ ὡς παρασκευάζοιτο στρατιὰ Τριβαλῶν τῇ Ἀχρίδι ἐπιθέσθαι πόλει ἑσπερίῳ ὑπὸ τὴν Πιερίαν τὸ ὄρος κειμένῃ, καὶ μετὰ μικρὸν οἱ Τριβαλοὶ δῃώσαντες τὰ περὶ αὐτὴν, περικαθήμενοι ἐπολιόρκουν· βασιλεὺς δὲ ἐβοήθει κατὰ τάχος. αἰσθόμενοι δὲ οἱ Τριβαλοὶ, τὴν πολιορκίαν ἐκλιπόντες, ἀνεχώρησαν εἰς τὴν οἰκείαν, καὶ ὁ βασιλεὺς εἰς Ἀχρίδα παρελθὼν πρόνοιάν τε ἐποιήσατο τῆς πόλεως ὅση δυνατὴ καὶ ἐκ τῶν παρακειμένων αὐτῇ φρουρίων τινὰ ὄντων ὑπηκόων Τριβαλοῖς, εἷλεν ἐξ ἐφόδου· τῶν τε ἑσπερίων ἑτέρων πόλεων προνοησάμενος, αὖθις εἰς Διδυμότειχον ἐπανῆκε. Μιχαὴλ δ' ὁ τῶν Μυσῶν βασιλεὺς ἔκ τινων διαφορῶν πρὸς Κράλην τὸν Τριβαλῶν ἄρχοντα ἐκπολεμωθεὶς, παρεσκευάζετο ὡς αὐτῷ ἐπιστρατεύσων. εἰδὼς δὲ καὶ βασιλέα πολέμιον αὐτῷ ὄντα, πέμψας πρεσβείαν πρὸς αὐτὸν, ἐδεῖτο αὐτοῦ ἐπιθέσθαι Κράλῃ, ὡς ὑπ' ἀμφοτέρων ῥᾳδίως ἐκτριβησομένῳ. ἐπεὶ δὲ ἐδόκει καὶ βασιλεῖ καιρὸν εἶναι δίκας παρὰ Τριβαλῶν λαβεῖν ὧν ἠδίκησαν Ρωμαίους, Μιχαὴλ μὲν ὑπέσχετο τὴν ἐκστρατείαν, προσθεὶς ὡς εἰ μὴ παρεκάλει καὶ αὐτὸς, ἀλλ' αὐτὸς διενοεῖτο στρατιᾷ ἐπὶ Τριβαλοὺς ἐλθεῖν ὡς τὰ μέγιστα ἠδικημένος ὑπ' αὐτῶν· αὐτὸς δὲ ἀθροίσας τὴν στρατιὰν καὶ πάντα ἐκπορισάμενος ὧν ἐδεῖτο, διὰ Πελαγονίας ἐσέβαλεν ἐς τὴν γῆν τῶν Τριβαλῶν καὶ ἔτεμέ τινα αὐτῆς. καὶ Βουτζοῦνιν μέν τι φρούριον προσαγορευόμενον εἷλεν ἐξ ἐφόδου, Δεύριτζαν δὲ καὶ Δουβροῦνιν καὶ Καβαλλάριον καὶ Σιδηρόκαστρον, φρούρια καὶ αὐτὰ, παρεστήσατο ὁμολογίᾳ. Μιχαὴλ δὲ καὶ αὐτὸς διὰ Παιονίας πανστρατιᾷ ἐπιστρατεύσας Τριβαλοῖς, ἐστρατοπέδευσεν ἐν τόπῳ Βελμάσδιν ἐγχωρίως προσαγορευομένῳ, περιορώμενος τοὺς πολεμίους, ὡς οὐκ ἂν τολμήσοντας προσβαλεῖν αὐτῷ. Στέφανος δὲ Κράλης ὁ τῶν Τριβαλῶν ἄρχων, ἐπεὶ ἑκατέρωθεν συνεώρα τῷ πολεμίῳ πυρὶ περισχεθεὶς, ἑκατέροις μὲν ἀντιτάξασθαι τοῖς βασιλεῦσι, διελόμενος τὴν στρατιὰν, οὐκ ᾤετο εἶναι δυνατός· εἵλετο δὲ μᾶλλον τὸν Μυσῶν βασιλέα ἀνταγωνιστὴν καὶ πανστρατιᾷ καὶ αὐτὸς ἐλθὼν παρεστρατοπέδευσε μὲν αὐτῷ, ἐν ἐπικαίρῳ δὲ χωρίῳ, στενὴν ἔχοντι τὴν δίοδον καὶ σκληρὰν, ᾗ ἐπέστησε στρατιὰν πεζὴν φρουρεῖν, ὡς μή τις δύναιτο δι' αὐτῆς ἰέναι ἐπ' αὐτόν. ἐπικηρυκευσάμενοι δὲ ἀλλήλοις, ἐπεὶ ἀσυμβάτως εἶχον καὶ ἐδόκει πολεμητέα εἶναι, ἐκεχειρίαν ἄγειν συνέθεντο ἐκείνην τὴν ἡμέραν ὡς μαχούμενοι ἐς τὴν ὑστεραίαν. ἐπιλελοιπότος δὲ ἤδη σίτου τῷ στρατοπέδῳ τῶν Μυσῶν, ὁ βασιλεὺς Μιχαὴλ ἔγνω δεῖν καθ' ἣν τὴν ἐκεχειρίαν ἦγον, στρατιὰν ἀπολεξάμενος, πέμψαι ἐπὶ σῖτον· καὶ διεσκέδαστο τὸ πλεῖον τῆς στρατιᾶς ἐπὶ τὰ παρακείμενα χωρία ἐφ' ἁρπαγήν. ὁρῶν δὲ ὁ Κράλης τὴν Μυσῶν διεσκεδασμένην στρατιὰν καὶ νομίσας καιρὸν εἶναι ἐπιθέσθαι Μιχαὴλ καταστρατηγηθέντι ὑπ' αὐτοῦ, ὡς εἶχε τάχους, ὡπλισμένην τὴν στρατιὰν ἀναλαβὼν καὶ τριακοσίους ἐξ Ἀλαμανῶν ἐπαγόμενος καταφράκτους, ὀλίγα τῶν συνθηκῶν φροντίσας, ἐπὶ Μυσοὺς ἐχώρει. Μιχαὴλ δὲ ὁρῶν τὴν Τριβαλῶν στρατιὰν ἐπαγομένην, ἔγνω μὲν ἠπατημένος, πλὴν ὡς εἶχε τάχους καὶ αὐτὸς τὴν στρατιὰν ὁπλίσας, ἐξῆγεν ὡς ἐς μάχην· καὶ πρὶν εἰς τάξιν καταστῆναι, οἱ Τριβαλοὶ ἐπιπεσόντες, ἐτρέψαντό τε τοὺς Μυσοὺς καὶ ἐνίκων κατὰ κράτος. καὶ τοὺς μὲν ἀπέκτειναν αὐτῶν παρὰ τὴν μάχην, ὅσοι δὲ ἑάλωσαν ζῶντες, γυμνούμενοι τῶν ὅπλων, ἀπελύοντο. οὐ γὰρ ἔξεστιν αὐτοῖς ἀλλήλους ἀνδραποδίζειν ὄντας ὁμοφύλους. βασιλεὺς δὲ ὁ Μιχαὴλ τραυματίας γενόμενος καιρίως ἑάλω μὲν ἔτι ζῶν καὶ ἀπήχθη παρὰ τὸ στρατόπεδον τῶν πολεμίων. ἐτελεύτησε δὲ μικρὸν ἐπιβιούς. τὸ δὲ στρατόπεδον τῶν Μυσῶν ἐπόρθησαν οἱ Τριβαλοί. ἡ δ' ἐπὶ τὸν σῖτον διεσκεδασμένη στρατιὰ, τοῦ σφετέρου βασιλέως πυθόμενοι τὴν ἧτταν, οἱ μὲν αὐτῶν ἄλλοι ἄλλοσε καταλαμβανόμενοι διεφθείροντο, οἱ πλείους δὲ αὐτῶν φυγῇ ἐπορίσαντο τὴν σωτηρίαν. ὁ Κράλης δὲ μετὰ τὴν νίκην βασιλεῖ μὲν οὐκ ἐπεστράτευσε Ρωμαίων ἐπικειμένῳ ὁμοίως καὶ πολιορκοῦντι τὰς ἐν τοῖς μεθορίοις αὐτοῦ τε καὶ τῆς Ρωμαίων ἡγεμονίας πόλεις, ἀλλ' ἔμεινεν ἐστρατοπεδευμένος οὐκ ἐγγύς· εἴτε δὲ μείζονα συναθροίζων στρατιὰν, ὡς τῆς οὔσης οὐκ ἀξιομάχου Ρωμαίοις δοκούσης εἶναι, εἴθ' ἕτερόν τι διανοούμενος, ἔμεινεν ἐν ἀδήλῳ. μετὰ μικρὸν δὲ ἠγγέλλετο τῷ βασιλεῖ, ὡς οἱ δυνατοὶ παρὰ Μυσοῖς, τοῦ σφετέρου βασιλέως Μιχαὴλ ἀποθανόντος, εἴτε Στέφανον θεραπεύοντες τὸν Κράλην, εἴθ' ὅ, τι ἕτερον διανοούμενοι, τὴν μὲν βασιλέως ἀδελφὴν ἀπήλασαν μετὰ τῶν τέκνων, τῇ δὲ ἀδελφῇ Στεφάνου, ἣ πρότερον συνῴκει Μιχαὴλ, ἅμα τέκνοις τά τε βασίλεια παρέδοσαν τῶν Μυσῶν καὶ τὴν ἀρχήν. βασιλεὺς δὲ ἐκκλησίαν συναθροίσας μετὰ τῶν ἐν τέλει, ὅ,τι δέοι ἐβουλεύετο ποιεῖν. καὶ ἐδόκει δεῖν τὰ ἐνταῦθα μὲν καταλιπεῖν, ὡς ὀλίγα ἢ οὐδὲν δυνησομένους ἑαυτοῖς περιποιήσασθαι, τοῦ Κράλη ἤδη τοῦ πρὸς Μυσοὺς πολέμου ἀπηλλαγμένου καὶ δυνηθέντος ἂν ῥᾳδίως ἀμύνεσθαι αὐτοὺς κακοῦντας τὴν αὐτοῦ· πρὸς δὲ τὴν Μυσίαν ἀπαίρειν τὴν ταχίστην, ὡς ἐλπίδων ἐκεῖ μεγάλων ὑποφαινομένων. πρόφασιν δὲ πολέμου εἶναι οὐ μικρὰν, τὸ τὴν βασιλέως ἀδελφὴν ἀπελαθῆναι τῆς ἀρχῆς, δικαιοτέραν οὖσαν ἄρχειν, ἅτε τῆς Κράλη ἀδελφῆς ὑπὸ περιόντος ἔτι ἐκβληθείσης Μιχαήλ. ἐπεὶ δὲ ἐδέδοκτο ἀναχωρεῖν τοῖς τε προσχωρήσασιν ἀρτίως πολιχνίοις φρουρὰς ἐγκαταστησάμενος ὁ βασιλεὺς, τῶν τε λοιπῶν πέρι τὴν ἄκραν πόλεων ὅσης ἐδέοντο πρόνοιαν ποιησάμενος, καὶ στρατιὰν ἅμα στρατηγῷ Συργιάννῃ καὶ τῆς ἄλλης ἑσπέρας ὄντι καταλιπὼν, ὥστε ἀμύνεσθαι ὑπὲρ αὐτῶν ἂν ἐπίωσιν οἱ Τριβαλοὶ, τὴν ἄλλην στρατιὰν ἀναλαβὼν, εἰς Ἀδριανούπολιν ἐπανῆλθεν· οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις καὶ τὴν ἐπίλοιπον Ρωμαίων στρατιὰν ὅση ἦν συναγαγὼν, ἐσέβαλεν εἰς τὴν Μυσίαν, καὶ τά τε ἄλλα μάλιστα τὴν χώραν δῃώσας καὶ ἐκ τῶν ὑπηκόων πόλεων Μυσοῖς τὴν Ἀγχίαλον καὶ Μεσημβρίαν καὶ Ἀετὸν Κτένιά τε καὶ Ρωσόκαστρον καὶ Διάμπολιν παραστησάμενος ὁμολογίᾳ, εἰς Βυζάντιον ἐπανῆκε. διατρίβοντι δὲ ἐκεῖ, ἐπεὶ καὶ ἡ Βυζαντίων ἐκκλησία χηρεύουσα ἦν ἀρχιερέως, τοῦ πατριάρχου Ἠσαΐου οὐ πολλῷ πρότερον χρόνῳ τετελευτηκότος, ἐδόκει τῶν ἀναγκαίων τοῖς πατριαρχικοῖς θρόνοις τινὰ ἐγκαθιδρύσαι. πολλῆς δὲ ζητήσεως περὶ τούτου γινομένης καὶ ἄλλων ἄλλους προβαλλομένων, ὁ μέγας δομέστικος συνεβούλευε βασιλεῖ, τὸν πρεσβύτερον Ἰωάννην ἀποδεῖξαι πατριάρχην, ὃν τῆς Ἀπρίων μὲν ὄντα πόλεως πολίτην καὶ ἐξ ἀσήμων, περὶ δὲ τὴν ἱερατικὴν λειτουργίαν μάλιστα δοκοῦντα ἔχειν εὐφυῶς, ὁ μέγας δομέστικος ἐνέγραψε τοῖς οἰκείοις καὶ περὶ τὴν ἱερὰν ἐχρῆτο ταύτην λειτουργίαν. ὕστερον δὲ οὐ πολλῷ χρείας γενομένης, τῷ βασιλικῷ ἐνέγραψε κλήρῳ, μηδὲν τῶν παρ' αὐτοῦ χορηγουμένων προσόδων ἀποστερήσας, ἀλλ' ἐκείναις τὰς βασιλικὰς προσθείς. καὶ διετέλεσέ γε κἀκεῖ περὶ τὰ τοιαῦτα μάλιστα εὐδοκιμῶν καὶ διὰ τοῦτ' ἀπέλαυε τῆς βασιλέως εὐμενείας. βασιλεὺς δὲ ἐπῄνει τε τὸν λόγον καὶ ἐπιχειρητέα ἔλεγεν εἶναι, εἴγε ἀνυσθῆναι δυνατόν. ὡς δὲ τοῖς λοιποῖς ἀρχιερεῦσι τὸν περὶ τούτου προσῆγον λόγον, οἱ μὲν εὐθὺς ὥσπερ ἀπὸ συνθήματος πάντες ἀπωθοῦντο καὶ οὐδὲ ἠνείχοντο τῶν περὶ τούτου λόγων· βασιλεὺς δὲ αὐτοὺς οὕτως ἄγαν ὁρῶν ἐνισταμένους, τῷ μεγάλῳ δομεστίκῳ τὴν περὶ τούτου ἐπιχείρησιν ἐπέτρεπεν. ὁ δὲ οὐδὲν μελλήσας ἐκκλησίαν συνήθροιζεν ἐκ τῶν ἀρχιερέων ἐν τῷ τῶν θείων ἀποστόλων Χριστοῦ νεῷ, καὶ καταστὰς εἰς λόγους, ἐπεχείρει πείθειν, ὡς δεῖ τὸν πρεσβύτερον Ἰωάννην ἐπὶ τὸ πατριάρχην δέχεσθαι ψηφίζεσθαι· οἱ δ' ἀντεπεχείρουν, ὡς οὔτε δίκαιον, οὔτε λυσιτελὲς ἂν τῇ ἐκκλησίᾳ εἴη τοῦ θεοῦ. πολλῶν δὲ ἐξ ἑκατέρου μέρους λόγων εἰρημένων, τέλος ἀνέστησαν ἀσύμφωνοι ταῖς γνώμαις, τῶν μὲν οὐδαμῶς οἰομένων εἶναι ἀνεκτὸν, τὸν ἔτι τοῖς τοῦ βίου πράγμασι συνισχημένον καὶ γυναικὶ καὶ τέκνοις συνοικοῦντα, εἰς τὸν ὑψηλότατον τῆς διδασκαλίας ἀνάγειν θρόνον· τοῦ δ' ἀντεπιχειροῦντος, ὡς οὐδὲν ἂν εἴη τοῦτο κώλυμα, καθάπαξ ἀποστησομένου, ἂν τἄλλα ἱκανός τε καὶ ἁρμόζων πρὸς τὸ ἔργον ᾖ. τέλος δὲ ὁ μέγας δομέστικος τὴν ἐκκλησίαν διαλύων, νῦν μὲν ἕκαστον ἐκέλευεν οἴκαδε ἀπελθόντα, ἀναπαύλης τυχεῖν οὐκ ὀλίγον πόνον ὑπομείναντας· αὖθις δὲ συνελθόντας περὶ τῶν αὐτῶν ποιήσεσθαι τοὺς λόγους. οἱ μὲν οὖν ἕκαστος ἐπ' οἴκου διελύοντο, ὁ μέγας δὲ δομέστικος ἀπήγγελλε τῷ βασιλεῖ ἐλθὼν, ὅσα τε λέξαι τοὺς ἀρχιερέας πείθειν ἐπιχειρῶν καὶ ὧν παρ' αὐτῶν ἀκούσειεν ἀντιλεγόντων, καὶ τέλος, ὡς συντεθείη καὶ δευτέραν ἐκκλησίαν συναθροῖσαι τούτου ἕνεκα. μετὰ δεκάτην δὲ ἡμέραν αὖθις ἐκέλευεν ἀθροίζεσθαι ἐν τῷ αὐτῷ ναῷ· καὶ ἐπειδὴ πάντες ἠθροισμένοι ἦσαν, οὐκέτι μὲν ἐκ τῶν ὁμοίων ἐπεχείρει πείθειν, ᾔδει γὰρ οὐ πείσων, ἀλλ' ἐξ ὧν μάλιστα ᾤετο ὑποκλέψειν τὴν πειθὼ αὐτοῖς. ἔφη γὰρ τὸ μὲν περὶ Ἰωάννου τοῦ πρεσβυτέρου πείθειν εἰς τὸν πατριαρχικὸν ἀνάγειν θρόνον, οὐδ' αὐτῷ δοκεῖν εἶναι δεῖν, μάλιστα βουλομένῳ τὰ κατὰ γνώμην αὐτοῖς ποιεῖν καὶ μηδὲν ἀηδὲς μήτ' ἀβούλητον προσαναγκάζειν· ἑτέρας δὲ ἐκκλησίας σκέψασθαι εἴγε δίκαιον προστάτην ἀποδεῖξαι. πάντως δὲ οὐδ' ἂν εἴη τοῦ τοιούτου κώλυμα, ἕως ἂν μηδεὶς αὐτῷ ἔχῃ περὶ τῆς ἱερωσύνης ἔγκλημα ἐπενεγκεῖν. οἱ δὲ μηδὲν τῶν μελλόντων ὑποπτεύσαντες, μηδὲ τοῦτο ἐννοήσαντες, ὡς τοῖς σφετέροις αὐτῶν ἁλώσονται βρόχοις, αὐτοὶ ἡδέως τε ἐδέξαντο τοὺς λόγους οἰόμενοι κεκρατηκέναι καὶ ἐπεψηφίζοντο προθύμως, Θεσσαλονίκης ἱεράρχην ἀποδεῖξαι τὸν Ἰωάννην. ἐπεὶ δὲ εἰς ἓν συνῆλθον ἅπαντες ταῖς γνώμαις, ἐκέλευε γράμμασι τὰ ἐψηφισμένα ἐπιβεβαιοῦν· οἱ δ' ἔγραφον τὸ ψήφισμα αὐτίκα. ἐπεὶ δ' ἐν χερσὶ τοῦτο εἶχεν ὁ μέγας δομέστικος λαβὼν, «τοῦτο μὲν» εἶπε «καλῶς καὶ ᾗ προσῆκεν ἐγεγόνει, καὶ χάριν ἂν ὑμῖν εἰδείην καὶ αὐτὸς τούτου ἕνεκα πολλήν. πυθέσθαι δὲ ὑμῶν βούλομαι ἐκεῖνο· ἂν ἔρηται ὁ βασιλεὺς, ὅτι, εἰ τοῖς ἀρχιερεῦσι πολλὰ σκεψαμένοις καὶ τὰ δίκαια ποιοῦσιν ἔδοξε τὸν πρεσβύτερον Ἰωάννην ψηφίσασθαι ἀρχιερέα καὶ οὐδεμία τις ἐφάνη αἰτία κωλῦσαι δυνατὴ, ἀλλὰ πᾶσιν ἔδοξεν ὁμοῦ ψήφῳ κοινῇ τῆς ἱερᾶς ἄξιος λειτουργίας ταυτησὶν, ἀνθ' ὅτου μὴ καὶ πρὸς τὸν πατριαρχικὸν, ἐμοῦ βουλομένου, ἀναχθείη θρόνον; ἂν ταῦτα λέγῃ, τί ἐροῦμεν ἢ τίνα εὐπρόσωπον ἀπολογίαν ἀποδῶμεν ἄν; διδάξατε αὐτοί.» Τῶν δὲ φαμένων, ὅτι «ἐπειδὴ τὸ ψήφισμα ἐπὶ τούτοις ἐποιησάμεθα, ὅτι Θεσσαλονίκης μὲν ἤ τινος ἄλλης ἐκκλησίας ἡγεμόνα δέχεσθαι τὸν Ἰωάννην, πατριάρχην δὲ μή»· «οὐκοῦν ἔδει» εἶπε «καὶ ἀνάγκην τινὰ προσεῖναι τῷ λόγῳ. εἰ μὲν γὰρ ἄλλην τινὰ χάριν ἢ δύναμιν ἄνωθεν ἐκ ταμίου δωρεῶν δέχεται ὁ πατριάρχης, ἣν οὐκ ἔξεστι λαμβάνειν καὶ τοῖς ἄλλοις ἱεράρχαις, ἔχοι ἄν τινα πρόφασιν ὁ λόγος· εἰ δὲ τοῦτο μὲν οὐκ ἔστι, πᾶσι δὲ ἐπίσης καὶ τῆς μείζονος καὶ τῆς ἐλάσσονος πόλεως ἐπισκόποις μέτεστι δωρεᾶς, αἱ τιμαὶ δὲ καὶ αἱ λαμπρότητες τῶν θρόνων κεῖνται παρὰ βασιλεῖ καὶ ἔξεστιν αὐτῷ καὶ τὸν μικρᾶς πόλεως ἐπισκοπεῖν ἄξιον κριθέντα ἐπὶ τὴν μείζονα ἀνάγειν, τί δεῖ ἀπέραντα πονοῦντας, ἀπολογίας οὕτω σαθρὰς καὶ εὐκαταλύτους συναγείρειν καὶ προσκρούειν εἰκῇ δοκεῖν τῷ βασιλεῖ; ἐφ' ἃ μὴ δέον ἀντιλέγοντας, ἀλλὰ μὴ μικρὸν τῆς φιλονεικίας ὑπενδόντας, ψηφίσασθαι τὰ κατὰ γνώμην βασιλεῖ, καίτοι γε τοῦ δικαίου καὶ εὐλόγου οὐ μακρὰν ἀφεστηκότα. τὸ γὰρ ἡμέτερον ἐῶ, εἰ δή τις χάρις καὶ ἐμοῦ κεῖται παρ' ὑμῖν.» Τοιαῦτα εἰρηκότος πρὸς αὐτοὺς, μόλις μὲν, νοῦν δὲ ὅμως ἔσχον, ὡς τοῖς οἰκείοις ἑάλωσαν πτεροῖς καὶ ἀναλῦσαι οὐκ ἔστι τὰ ἐψηφισμένα. καὶ πρὸς ἀλλήλους μὲν ἑώρων ὡς ἠπατημένοι, ὅμως δὲ καὶ ἄκοντες ἐπεψηφίζοντο τὸν Ἰωάννην πατριάρχην, πολλὰ τοῦ μεγάλου δομεστίκου πρότερον καὶ πρὸς ἕκαστον ἰδίᾳ καὶ πᾶσι κοινῇ διειλεγμένου καὶ πείθοντος, τοὺς μὲν, ὅτι ἦσαν εὖνοι πρότερον αὐτῷ, τοὺς δ', ὅτι καὶ αὐτοὶ ἐδέοντο αὐτοῦ τοῖς πράγμασιν ἐφεστηκότος τὴν εἰς τὸ μέλλον οἰκείωσιν προμνωμένους αὑτοῖς. οὕτω μὲν δὴ ὁ Ἰωάννης σπουδῇ πολλῇ τοῦ μεγάλου δομεστίκου πατριάρχης ἐψηφίσθη, οὐδενὸς ἂν ἑτέρου πείσαντος, εἰ μὴ αὐτὸς παρῆν, καὶ ἐχειροτονήθη μετὰ μικρόν.

κβʹ. Βασιλεὺς δὲ ἐπεὶ ἡ κατὰ Βυζάντιον αὐτῷ διατριβὴ εἶχεν ἱκανῶς, ἐξῄει πρὸς τὰς κατὰ Θρᾴκην πόλεις. ἔνθα διατρίβοντι ἠγγέλθη ὡς τὸν Ἑλλήσποντον διαβᾶσα στρατιὰ Περσῶν ἱππικὴ καὶ εἰς δύο διαιρεθεῖσα, οἱ μὲν αὐτῶν περὶ Κισσὸν καὶ Πολύβοτον καὶ Ἀκονίτην, πόλεις Θρᾳκικὰς, ἐπερχόμενοι δῃοῦσιν· ἡ δ' ἐχώρησε πρὸς Ραιδεστόν. συναθροίσας δὲ στρατιὰν ὅσην μάλιστα ἐνῆν ἐπὶ Ραιδεστὸν ὀξέως ἐβοήθει. καὶ συμβαλὼν τοῖς τὰ ταύτῃ χωρία ληϊζομένοις, ἐκράτησε μάχῃ, καὶ τοὺς μὲν ἀπέκτεινεν αὐτῶν, τοὺς δὲ ἠνδραποδίσατο, διαδράντων τινῶν εὐαριθμήτων. ἡ δὲ κατὰ τὸ Πολύβοτον ἑτέρα μοῖρα τῶν Περσῶν πυθόμενοι ὡς βασιλεὺς τοὺς ἑτέρους ἀνδραποδισάμενος χωρεῖ καὶ κατ' αὐτῶν, τὴν λείαν τάχιστα καὶ ὅσοι ἦσαν αἰχμάλωτοι λαβόντες, ἐπεραιώθησαν πρὸς ἕω. βασιλεὺς δὲ ἐλθὼν ὑστέρησεν αὐτῶν. Συργιάννης δὲ ἑσπέρας στρατηγὸς ὑπὸ τοῦ μεγάλου δομεστίκου ἐπιτραπεὶς, ἡνίκα ὁ βασιλεὺς ἐνόσησε τὴν νόσον ἐκείνην τὴν σφοδρὰν, πρῶτα μὲν ἐδόκει εὔνους εἶναι καὶ χάριτας ὡμολόγει· ἔπειτα ὡς ἐπύθετο ὡς, ῥαΐσαντος ἀπὸ τῆς νόσου βασιλέως, ὥρμητο μὲν ὁ μέγας δομέστικος αὐτὸν παραλύειν τῆς ἀρχῆς, ἐπέσχε δὲ ὁ βασιλεὺς, ψευδῶς οὕτως εἰρημένου, τῶν μὲν προτέρων ἀγαθῶν, ὧν ἦν παρ' αὐτοῦ τετυχηκὼς, οὐδενὸς μεμνημένος ἦν. ὀργῇ δὲ φερόμενος πρὸς αὐτὸν διὰ τὰ εἰρημένα, ἑταιρείαν ἤρξατο συναθροίζειν καὶ ἑαυτῷ περιποιεῖν, οἰόμενος, ὡς ἐὰν δύναμιν ἑαυτῷ ἐκ φίλων μάλιστα πολλῶν καὶ οἰκετῶν συστήσηται ἀρκοῦσαν, οὐ δυνησομένου τοῦ μεγάλου δομεστίκου κακῶς αὐτὸν ὅταν βούληται ποιεῖν. τοῦτο μὲν οὖν ὡς μάλιστα ἐνῆν ἐσπουδάζετο αὐτῷ, ἐν ἀποῤῥήτῳ δὲ καὶ τῶν μάλιστα οἰκειοτάτων συνειδότων. καὶ διέλαθέ γε ἀγνοούμενος ἐπὶ καιρόν· ἔπειτα ὑπ' αὐτῶν τινος τῶν συνειδότων τῷ μεγάλῳ δομεστίκῳ ἐμηνύθη. καὶ κατέγνω μὲν πολλὴν αὐτοῦ ἀχαριστίαν καὶ ἀμνημοσύνην τῶν καλῶν, ὅμως δὲ σπουδάζων ἴσος εἶναι ἑαυτῷ καὶ ὅμοιος ἐπὶ τῷ ἄτρεπτος μένειν ἐν τοῖς ἀγαθοῖς, οὔτε ἐβουλεύσατο αὐτῷ τι δυσχερὲς, οὔτε εἴργαστο. ἀλλὰ τά τε ἄλλα ἦν προσκεκρουκὼς αὐτῷ οὐδὲν, καὶ τῆς ἑσπέρας τὴν ἀρχὴν ἐφ' ἱκανὸν παρεῖχε χρόνον ἄρχειν. ὁ δ' ἔτι μᾶλλον βουλόμενος βεβαίους αὐτῷ τοὺς φίλους εἶναι, καὶ ὅρκοις κατελάμβανε καὶ αὐτὸς ἐκ τοῦ ὁμοίου παρεῖχεν. ἐγίνοντο δὲ οἱ ὅρκοι ἐπὶ τούτοις· Συργιάννην καὶ αὐτόν τινα φίλους εἶναι βεβαίους καὶ μηδένα ὑπ' οὐδεμιᾶς ἀνάγκης τὸν ἕτερον προδιδόναι· ἂν δ' ἑνί γέ τῳ τελευτήσῃ τρόπῳ ὁ βασιλεὺς, μὴ ἕκαστον ὅ,τι ἂν οἴηται δίκαιον καὶ λυσιτελὲς ποιεῖν, ἀλλὰ κοινῇ βουλευσαμένους ὅ,τι ἂν δοκῇ Συργιάννῃ πράττειν καὶ μηδένα ἀντιλέγειν, ἀλλὰ πείθεσθαι αὐτῷ ὡς τὰ κοινῇ συμφέροντα βουλευσομένῳ. ἀλλὰ ταῦτα μὲν πρότερον, ὕστερον δὲ οὐκ ὀλίγῳ χρόνῳ διατρίβοντι βασιλεῖ κατὰ τὴν Χαλκιδικὴν τὴν ἐν τῇ Θρᾴκῃ, συνῆσαν μὲν τῶν ἐν τέλει πολλοί· παρῆν δὲ καὶ Συργιάννης. Ἀρσένιος δὲ Τζαμπλάκων ὁ μέγας παπίας παρελθὼν ἐπὶ τοῦ βασιλέως, ἐδίωκε τὸν Συργιάννην ἀπιστίας, διϊσχυριζόμενος ὡς ἀπελέγξειν ἐπὶ τῆς δίκης. Συργιάννης δὲ εὐθὺς πρὶν βασιλέα φθέγξασθαί τι, καταψεύδεσθαί τε ἔφασκεν αὐτοῦ Τζαμπλάκωνα καὶ ἀποδείξεις παρέξειν τοῦ ψεύδους ἰσχυράς. ὁ δ' οὐ δεῖν ἔφασκεν εἰκῇ λογομαχεῖν ἀλλήλοις ἀντεπάγοντας τὸ ψεύδεσθαι, ἀλλ' ἐπὶ τῆς δίκης καταστάντας ἑκάτερον ὧν ἀξιοῖ παρέχεσθαι τὰς ἀποδείξεις. βασιλεὺς δὲ πρότερον μὲν ἡσύχασεν ἐπὶ μικρὸν πρὸς τὰ εἰρημένα· οὐδὲ γὰρ ἦν πω πρότερον οὐδὲν ἀκηκοὼς περὶ Συργιάννη· ἔπειτα ἄχθεσθαι μὲν εἶπε καὶ πάνυ πρὸς τοὺς τοιούτους λόγους. οὐ γὰρ βούλεσθαι αὐτῷ τοὺς ὑπηκόους, τοὺς μὲν ἀπιστίας φεύγειν, τοὺς δὲ διώκειν, ἀλλὰ πάντας τε αὐτῷ εὔνους εἶναι καὶ μηδένα μηδ' ὑφ' ἑνὸς κατηγορεῖσθαι· ἐπεὶ δὲ εἴρηται τοιαῦτα, οὔθ' οὕτως ἔχειν ὥστε πάνυ πιστεύειν δεῖ, οὔθ' ὥστε ἀπιστεῖν, ἀλλὰ βασάνῳ τὸ πρᾶγμα δόντας, τἀληθὲς ἀνερευνᾷν. εὔχομαι δὲ Τζαμπλάκωνα παραχθέντα μᾶλλον τὰ μὴ ὄντα λέγειν ἢ σὲ τοιούτοις οἵοις αὐτός φησιν ἐνέχεσθαι κακοῖς. Συργιάννης δὲ ἐδεῖτο βασιλέως μόνον τῶν δικαίων τυχεῖν καὶ μὴ διὰ συκοφαντίαν ἐρήμην ἁλῶναι· τοὺς δὲ ψευδεῖς τουτουσὶ καὶ πεπλασμένους λόγους ἡγεῖσθαί τε μηδὲν καὶ σὺν οὐδενὶ πόνῳ ὅπερ εἰσι ῥᾳδίως ἀποδείξειν. βασιλεὺς δὲ καὶ αὐτὸς ἔφασκε κατὰ γνώμην αὐτῷ εἶναι μᾶλλον ἀπολύσασθαι τὰς κατηγορίας καὶ μηδ' ἐπὶ μιᾷ αὐτῶν ἁλῶναι ἀληθῶς· ἄδικον δὲ ψῆφον οὐκ ἄν ποτε αὐτῷ ἐπενεγκεῖν, οὐ μόνον ὥσπερ νῦν περὶ ψυχῆς ἀγωνιζομένῳ, ἀλλ' οὐδ' εἰ περὶ τῶν φαυλοτάτων τινὸς ἐλάγχανε τὴν δίκην. Τζαμπλάκωνι δὲ ἐκέλευσεν ἃ Συργιάννῃ ἐγκαλοίη εἰς μέσον ἄγειν· οὐδὲ γάρ πω ᾔδει περὶ αὐτῶν οὐδέν. Τζαμπλάκων δὲ ἄνωθεν ἀρξάμενος, οὕτως ἐποιεῖτο τὴν κατηγορίαν· «Συργιάννης οὑτοσὶ» λέγων «ὦ βασιλεῦ, τὴν τῆς ἑσπέρας ἀρχὴν ἐπιτετραμμένος, πρῶτα μὲν ἐποιεῖτο διὰ σπουδῆς καὶ ἔργον ἦν αὐτῷ τῶν πάντων περισπουδαστότατον ἑταιρείαν συστήσασθαι περὶ αὑτὸν καὶ πάντας, εἰ δύναιτο, αὑτῷ πεῖσαι προσέχειν καὶ ἐν τοῖς μάλιστα τῶν φίλων ἄγειν. ἡμεῖς δὲ τὰ τοιαῦτα ὁρῶντες μάλιστα ἐν ταῖς ἀρχαῖς, οἰόμενοι αὐτὸν δόξης ἐπιθυμοῦντα καὶ ἐπαίνων, εἰς ἃ μάλιστα ἐπτόηνται οἱ δοκοῦντες εὐτυχεῖν, τοῖς τοιούτοις ἠσχολῆσθαι, ἐποιούμεθα τὰ πραττόμενα οὐκ ἐν δεινῷ· ὡς δὲ τοῦ χρόνου τριβομένου, τὴν ἐν τοῖς τοιούτοις σπουδὴν μείζω τοῦ προσήκοντος γινομένην ἑωρῶμεν, ὑποπτεύειν ἐπῄει, μὴ οὐχὶ εὐδοξίας ἕνεκα τὰ τοιαῦτα αὐτὸν ἐπιτηδεύειν, ἀλλά τινος ἑτέρου χάριν ἀποῤῥητοτέρου, καὶ περιεργότερον προσείχομεν τοῖς γινομένοις. ὡς δὲ τὰ τοιαῦτα ἐρευνῶσιν ἐμηνύετο, ὡς οὐδὲ ἁπλῶς καὶ ἀπεριέργως αἱ φιλίαι γίνωνται τῶν συνισταμένων πρὸς αὐτὸν, ἀλλ' ὅρκοις διδόντων πίστεις ἰσχυρὰς καὶ λαμβανόντων παρ' αὐτοῦ, τότ' ἤδη ἐν πλείονι ἦμεν ὑποψίᾳ τοῦ μεγάλα τινὰ κακουργεῖν αὐτὸν, καὶ τοὺς ὅρκους ἐφ' ὁποίοις γίνονται ἀκριβῶς διηρευνῶμεν. ἐμηνύετο δ' ὑπ' αὐτῶν τῶν τὰ τοιαῦτα συνειδότων, ὡς πρῶτον μὲν γίνοιντο οἱ ὅρκοι ἐπὶ τῷ αὐτοὺς φίλους εἶναι Συργιάννῃ καὶ αὐτὸν αὐτοῖς, καὶ τὰ συνοίσοντα ἀλλήλοις ἐκ παντὸς τρόπου πράττειν ἑκατέρους· ἔπειτα ἂν συμβῇ βασιλέα τρόπῳ δή τινι τελευτῆσαι, μὴ ἕκαστον ἐφ' ἑαυτοῦ ὅ,τι ἂν δοκῇ συνοῖσον πράττειν, ἀλλὰ κοινῇ σκεψαμένους, τὰ δοκοῦντα Συργιάννῃ λυσιτελεῖν ποιεῖν. ὅτι δὲ ἀληθῆ, μάρτυρας παρέξομαι τῶν λεγομένων. σὺ μὲν οὖν ἂν εἰδείης, ὦ βασιλεῦ, ὅ,τι χρὴ ἀποφαίνεσθαι περὶ αὐτῶν· ἐμοὶ δὲ ἐδόκει τῶν ἀτοπωτάτων, ὑπὸ βασιλέα τινὰ τελοῦντα καὶ δουλείαν ὁμολογοῦντα ὀφείλειν, τοιούτοις ἐγχειρεῖν. ἐπυθόμην δὲ καὶ τῶν πρώτων τῶν ἐμῶν ἐγὼ, ὡς τὰ τοιαῦτα τολμώμενα παρὰ τῶν ὑπηκόων ἀποστασίαν καὶ ἀπιστίαν πάντων μάλιστα ἂν αὐτῶν κατηγοροίη. διὸ οὐδὲ ἠνεσχόμην σιγῇ φέρειν, ἀλλ' ἐπὶ σοῦ τὰ τοιαῦτα κατηγόρηκα αὐτοῦ, νομίζων οὐκ ἔλαττον εἶναι τοῦ συμπράττειν πρὸς τὰ φαῦλα τὸ συνειδότα μὴ ἐλέγχειν εἰς κατηγορίας λόγον.» Τοιαῦτα Τζαμπλάκωνος διεξιόντος, ἀδικεῖσθαι καὶ συκοφαντεῖσθαι διετείνετο ὁ Συργιάννης καὶ καταψεύδεσθαι Τζαμπλάκωνα αὐτοῦ, πλασάμενον διαβολὰς ἔχθει παλαιῷ τῷ πρὸς αὐτὸν, ὅτι τοὺς υἱοὺς, βασιλέως ἀποστάντας, στρατηγὸς κατ' αὐτῶν ἐκπεμφθεὶς χειρώσαιτό τε καὶ δεσμώτας πρὸς βασιλέα ἀπαγάγοι. Τζαμπλάκων δὲ τῶν μὲν υἱῶν αὐτῷ μέλειν ἔλεγεν ὀλίγα ἢ οὐδὲν, ὡς οὔτε ὀνησόντων οὐδὲν, ἂν βελτίους ὦσιν, οὔτε προστριψομένων τινὰ αἰσχύνην, ἂν φαίνωνται κακοί· βασιλεῖ γὰρ μελήσειν ὅπη ἂν διάθηται τὰ κατ' αὐτοὺς, ὄντας ὑπηκόους. ἔχθει δὲ τῷ πρὸς ἐκεῖνον κατηγορηκέναι, οὐκ ἂν ἔξαρνος γενέσθαι. οὐ γὰρ ἂν δύναιτο κακῷ γενομένῳ περὶ βασιλέα μὴ ἐχθραίνειν. ἐδεῖτό τε βασιλέως μηδένα αὐτῶν ἐᾷν οἴκαδε ἀναχωρεῖν, ἀλλ' αὐτῷ συνδιατρίβειν, ἄχρις ἂν μεταπεμψάμενος τοὺς μαρτυρήσοντας τοῖς εἰρημένοις, ἀπελέγξῃ διαῤῥήδην, ὡς οὐδὲν ἂν εἴη ὧν κατηγόρηκε πλάσμα καὶ συκοφαντία, ἀλλ' αὐτὰ τὰ γεγενημένα ὑπ' αὐτοῦ. βασιλεὺς δὲ δίκαιά τε Τζαμπλάκωνα ἐπεψηφίζετο ἀξιοῦν καὶ προσέταττεν οὕτω πράττειν. ἀξιοῦντος δὲ καὶ Συργιάννη προσκαλεῖσθαί τινας, οἳ ἀδικούμενον αὐτὸν καὶ συκοφαντούμενον ἀποφανοῦσιν, ἐπέτρεπε καὶ αὐτῷ πᾶν ὅπερ ἂν ᾖ πρὸς ἀπόδειξιν τῆς ἀληθείας ἐξεῖναι πράττειν. τοὺς μὲν οὖν συμμαρτυρήσοντας αὐτοῖς ἐπὶ τῆς δίκης αὐτίκα ἔπεμψαν τοὺς κομιοῦντας· αὐτοὶ δὲ συνόντες βασιλεῖ, παρεσκευάζοντο ὡς ἐπὶ δίκην.

κγʹ. Τῆς ἡμέρας δὲ ἐκείνης παρελθούσης, ἐπεὶ ἐπεγένετο ἡ νὺξ περὶ μέσην, ὁ Συργιάννης εἰς τὴν οἰκίαν τὴν μεγάλου δομεστίκου ἀπελθὼν, ἐδεῖτο μὴ περιϊδεῖν ὑπὸ συκοφαντίας τὰ ἔσχατα προσδοκῶντα πείσεσθαι δεινὰ, ἀλλὰ χεῖρα σώζουσαν παρασχεῖν καὶ μὴ διὰ τὸ προσκεκρουκέναι ἀφειδῆσαι κινδυνεύοντος, ἀλλὰ πρόνοιάν τινα ποιήσασθαι αὐτοῦ. αὐτῷ μὲν γὰρ ὁμολογεῖν προσκεκρουκέναι, πεισθέντα φαύλοις ἀνθρώποις καὶ διεφθορόσι καὶ ψευδομένοις ὡς τὰ πολλὰ, καὶ διὰ τοῦτο αὐτόν τε ἑαυτοῦ κατηγορεῖν πολλὴν ἀγνωμοσύνην καὶ αὐτῷ ἐφιέναι ἣν ἂν ἐθέλοι δίκην λαμβάνειν παρ' αὐτοῦ. περὶ βασιλέα δὲ μηδὲν ἑαυτῷ κακῷ γενομένῳ συνειδέναι, ἀλλ' ἄκρατον εἶναι τὴν διαβολήν. οὗ δὴ ἕνεκα αὐτοῦ δεῖσθαι συγγνῶναί τε αὐτῷ τῆς περὶ αὐτὸν ἀδικίας καὶ ἀγνωμοσύνης καὶ τὴν προσδοκωμένην λύειν συμφοράν· αὐτὸν δὲ ὅρκοις οἷς ἂν ἐθέλοι τὸ μὴ διὰ βίου παντὸς κακὸν ὀφθῆναι περὶ αὐτὸν, ἀλλὰ πάντα αὐτῷ πιστώσασθαι ὑπείκειν. Συργιάννης μὲν οὖν τοιαῦτα ἐδεῖτο· ὁ μέγας δὲ δομέστικος αὐτῷ ὑπετίθετο θαῤῥεῖν, ὡς οὐκ ἀποστερήσοιτο τῶν δικαίων· οὐδὲ διὰ συκοφαντίαν αὐτῷ ἀπαντήσει δυσχερὲς οὐδέν. οὔτε γὰρ βασιλέα ἀνασχέσθαι ἄν ποτε καταψηφίσασθαι συκοφαντουμένου, μήτ' αὐτὸν περιϊδεῖν. τὸ δ' ὅρκους παρασχέσθαι ἐπηγγέλθαι, ἄν σοι νῦν περὶ τὰς προσδοκωμένας τύχας χρήσιμος ὀφθῶ, ὥστε διὰ βίου παντὸς ἐμοὶ ὑπείκειν καὶ μηδέποτε ἀγνωμονῆσαι, μηδὲ εἰς λήθην τῶν εὐεργεσιῶν ἐλθεῖν, ἐν ἴσῳ μοι δοκεῖς καὶ ἀδύνατα ἀξιοῦν. ὁ γὰρ μήτε πρότερον μήθ' ὕστερον ἀγαθὸς γενόμενος περὶ τοὺς φίλους, ἀλλὰ μικρᾶς καὶ φαύλης τινὸς ἕνεκα αἰτίας ἢ οὐδὲ μικρᾶς, Εὐρίπου δίκην μεταφερόμενος καὶ ἀστατῶν, πῶς ἂν εἴης δίκαιος πιστεύεσθαι περὶ τοῦ μέλλοντος παρεχόμενος τὰς πίστεις; οἶσθα γὰρ ὡς φιλίας ἡμῖν ἄνωθεν ἐκ παίδων προσγεγενημένης, ἐγὼ μὲν ἐσπούδασα ἀεὶ μηδεμίαν πρόφασιν δικαίαν σοι διαστάσεως παρασχεῖν καὶ ταραχῆς, καὶ διετήρησά γε ἐμαυτὸν ἄχρι νῦν ἐπὶ τῆς ὁμοίας προαιρέσεως καὶ τοῦ θεοῦ συναιρομένου· σὺ δὲ καὶ ἅπαξ καὶ δὶς μηδὲν ἔχων ἐγκαλεῖν, ἀντὶ φίλου καὶ συνήθους πολέμιος ἐξαίφνης ἀνεφάνης καὶ οὐδενὸς, τό γε εἰς σὲ ἧκον, τῶν λυπεῖν ἀπέσχου δυναμένων. ἃ νῦν ἔμοιγε ὀνειδίζειν οὐ κατὰ καιρὸν δοκεῖ, περὶ αὐτῶν ἅπαξ συνεγνωκότι· τὰ τελευταῖα δὲ νῦν ταῦτα ὑπὸ κλοιοῖς ἐν δεσμωτηρίῳ ὑπὸ τοῦ πρεσβυτέρου βασιλέως κατεχομένῳ καὶ μηδεμίαν ἐλπίδα ἔχοντι τῆς τῶν δεινῶν ἀπαλλαγῆς, τῆς μὲν σῆς ἀγνωμοσύνης οὐδὲ ἐπεμνήσθην, τῆς δὲ ἐμῆς πρὸς σὲ φιλίας καὶ συνηθείας ὥσπερ εἴωθα μεμνημένος, ἅπερ οὐδ' ἄν ποτε αὐτὸς ἤλπισας, οὐδ' ἂν ἑτέρου λέγοντος ἐπείθου ὡς εἴη ἀληθῆ, τοιαῦτα καὶ διενοήθην καὶ εἰργασάμην ὑπὲρ σοῦ καὶ οὐ μόνον τοῦ δεσμωτηρίου ἀπήλλαξα καὶ τῶν κλοιῶν, καίτοι γε πολλὰ καὶ βασιλίδος τῆς βασιλέως μητρὸς τῆς εἰς σὲ προνοίας ἕνεκα αἰτιωμένης, καὶ βασιλέως αὐτοῦ δι' οὐδὲν ἕτερον ἢ διὰ τὸ ἐμὲ βούλεσθαι μόνον τὴν ἄδειαν παρεσχημένου, ἀλλὰ καὶ ἔκ τε τῶν κοινῶν ὠφέλησα πολλὰ, προσόδους τε παρέχων ἐτησίους ἐκ χωρίων καὶ ἄρχοντα πόλεων καθιστὰς, καὶ ἐκ τῶν ἰδίων οὐδὲν ἔλαττον· ἃ νῦν ἕκαστα ἀπαριθμεῖν, ἀγεννὲς ἂν εἴη καὶ οὐδαμῶς ἐγγὺς τοῦ ἡμετέρου τρόπου· ἐκεῖνο ἐννοῶν, ὡς αὐτὰ τὰ πράγματα διδάξαι δυνατὰ οἷον φίλον ἰδίᾳ φαυλότητι τρόπων ἀπολωλεκότι, τῇ σφετέρ' αὐτοῦ καλοκαγαθίᾳ πάλιν ὑπῆρξεν ἀνασώσασθαι· καὶ τελευταῖον ἀπὸ μικρᾶς τινος καὶ εὐτελοῦς ἀρχῆς ἐπὶ πᾶσαν τῆς ἑσπέρας ἀνῆγον τὴν ἡγεμονίαν. σὺ δ' ἀντὶ πάντων τούτων θαυμασίαν τινὰ καὶ μάλιστα σοὶ προσήκουσαν ἀπεδίδους τὴν ἀντιμισθίαν. δέον γὰρ ἔργοις τε καὶ λόγοις εὐεργέτην ἀναγράφεσθαι καὶ σωτῆρα καὶ κηδεμόνα, πᾶν ἐποίεις τοὐναντίον, ὡς ἐπὶ πολέμιον καὶ πολλὰ δεινὰ εἰργασμένον παρασκευαζόμενος καὶ προσεταιριζόμενος πολλοὺς, ὡς ἂν εἰ βουληθείην ὥσπερ δὴ καὶ πρότερον ἀδικεῖν καὶ κακῶς ποιεῖν, αὐτὸς εἴης δυνατὸς ἀμύνεσθαι τῇ προπαρεσκευασμένῃ χρώμενος δυνάμει. ἐξ ὧν ὥσπερ αὐτοὶ λέγουσιν οἱ κατηγοροῦντες, εἰς πολλῷ χαλεπώτερον καὶ χεῖρον βάραθρον κατεκρημνίσθης· σὺ δὲ ἤδη συνορῶν οἷ κακῶν ὑπ' ἀβουλίας συνηλάθης, ἅ σοι ἔδοξε μόνα δυνατὰ πρὸς τὴν παροῦσαν ἀνάγκην ἀποχρήσειν, ταῦτα ἥκεις ἐσκεμμένος λέγειν. ἐγὼ δὲ μηδὲν ἀποκρυψάμενος, ὅπως τε διάκειμαι πρὸς σὲ, καὶ οἷα ποιήσω, ἐρῶ. οὔθ' οὕτως ἔχω ὥστε ποτὲ τοῖς φίλοις σε συντάττειν τοῖς ἐμοῖς καὶ ὑπὲρ σοῦ τῶν προσηκόντων τοῖς φιλοῦσι πράττειν τι, οὔθ' ὡς πολεμίῳ χρῆσθαι βλάπτων ὅσα δυνατά· ἀλλ' ἐπὶ τῆς δίκης γενομένου καὶ ὑπὲρ ὧν κατηγορῇ τὰς ἀπολογίας ποιουμένου, αὐτὸς μακρὰν ἐξασκήσω σιωπὴν, φθεγγόμενος μηδέν. κἂν μὲν τῶν κατηγόρων περιγένῃ καὶ τὴν δίκην διαφύγῃς, ἀγαπήσω καὶ αὐτὸς καὶ οὐ φθονήσω τυχόντι τῶν δικαίων· ἂν δ' ἥττων φαίνῃ παραπολὺ καὶ ἁλίσκῃ ἀδικῶν, ἂν μὲν ἀπειρίᾳ λόγων ἢ ἀδικίᾳ τῶν συκοφαντῶν, ἢ τρόπῳ δή τινι ἑτέρῳ ἀποστερεῖσθαι συμβαίη τῶν δικαίων, προστήσομαι προθύμως, καὶ οὐ περιόψομαι ἄδικον ψῆφον ἐνεχθεῖσαν κατὰ σοῦ, οὐ σοῦ γε ἕνεκα μᾶλλον, ἢ αὐτοῦ δικαίου· ἂν δὲ προσῇ τὸ δικαίως τῇ κατὰ σοῦ ἐξαγομένῃ ψήφῳ, μηδεμίαν ἐπικουρίαν προσδόκα παρ' ἐμοῦ. ἐξ ὅτου γὰρ αὐτὸς ἀπώσω τὴν φιλίαν τὴν ἐμὴν καὶ πολεμίου ἔργα εἵλου πράττειν, καὶ αὐτὸς τοῦ νομίζειν φίλον ἀπεσχόμην· ἐμαυτῷ δ' ὥσπερ πολιτείαν ἀρχαίαν τὸ μηδενὶ πολέμιος εἶναι συντηρῶν, οὔτε σοι μέχρι νῦν, οὔθ' ὕστερον γενήσομαι· ἀλλ' οὔτ' ἀδικούμενον περιόψομαι ὥσπερ ἔφην, οὔτ' ἀδικοῦντα ἐξαρπάσω τῶν κινδύνων. πρὸς δὴ ταῦτα ὅπη ἄν σοι δοκῇ τοῖς πράγμασι χρῆσθαι, συνετός τε ὢν καὶ πεῖραν ἔχων καὶ λόγων καὶ πραγμάτων.» Συργιάννην μὲν οὖν εὐθὺς οὐκ ὀλίγον ἐθορύβησαν οἱ λόγοι, νομίσαντα ἤδη ἐν χρῷ κινδύνου καθεστάναι. ὅμως δὲ ἔτι πειρώμενος αὐτοῦ εἰ δύναιτο ἀποθέμενος τὴν πρὸς αὐτὸν ὀργὴν στῆσαι τὴν προσδοκωμένην συμφορὰν «Ἐγὼ μὲν ᾤμην» εἶπε «μέχρι λόγων μοί σε τὴν τιμωρίαν τῶν ἡμαρτημένων στήσειν, καὶ μὴ διὰ μικροψυχίαν, ἐφ' ᾗ μοι καὶ πρότερον πολλὰ πολλάκις συνέγνως, προήσεσθαι τοῖς συκοφαντοῦσι νῦν. ὁρῶ δὲ ἤδη τὸν ὄλεθρον κατ' οὐδὲν ἐλλείποντα ἐμοί. ἐὰν γὰρ πεισθῶ σαφῶς, ὅτι σε οὐ πείσω δυνατὸν δεηθεὶς ὑφεῖναί μοι τὴν ὀργὴν καὶ ὁμοίας ὥσπερ πρότερον κηδεμονίας ἀξιοῦν, οὐδὲν λοιπὸν ἢ κακοῖς τοῖς ἐσχάτοις περιπεσεῖσθαι προσδοκᾷν.» ὁ δ' ἔφασκεν «οὐ χρείαν εἶναι λόγων περιττῶν· αὐτὸς δὲ πρότερόν τε λόγοις ὀλίγοις τὴν διάνοιαν δεδηλωκέναι, καὶ νῦν οὐδὲν ἧττον τὸ αὐτὸ ποιήσειν· ἀνεπίφθονον δὲ εἶναι, εἰ διὰ παραδειγμάτων τὴν ἀπόδειξιν ποιήσομαι τοῦ λόγου. ἐοικέναι γὰρ νομίζειν, ἐμὲ μὲν γαληνῷ τινι λιμένι προσερηρεισμένῃ πέτρᾳ, σὲ δὴ νηῒ κάλων ἐξ αὐτῆς ἀναψαμένῃ καὶ πολλῆς ἀπολαυούσῃ τῆς εὐδίας· νομίσαντα δὲ, ἂν αὐτῆς ἀπολυθήσῃ, πλέον τι καὶ κερδαλεώτερον εὑρήσειν, ἀφεῖναι ἐπὶ τοῦ πελάγους ἀποστάντα, κλυδωνίῳ δὲ περιπεσόντα καὶ σαφῶς τὴν ἀβουλίαν ἐγνωκότα, τῆς πέτρας δεῖσθαι τοῦ κλύδωνος ἐπὶ τοῦ πελάγους ἐλθοῦσαν ἐξαρπάσαι· τὴν δὲ ἀποκρίνασθαι, οὐ δυνατὰ αἰτεῖσθαι· ἀλλ' εἴτι δέοιτο τῆς παρ' αὐτῆς γαλήνης, αὐτὸν μᾶλλον ἐλθόντα πρὸς αὐτὴν, τὰ πρυμνήσια ἀνάψαι. τοῦτο δὲ οὐ λόγοις, ἀλλὰ μᾶλλον ἔργοις ἐπιδείκνυσθαι· οὐδεμία γὰρ ἔσται τις ὠφέλεια ἀπὸ τῶν λόγων, ἐὰν μὴ αὐτὸς ἔργῳ προσορμήσῃ τῷ λιμένι. τὸ νῦν μὲν οὖν ἔχον, μηδένα παρ' αὐτοῦ μήτε κίνδυνον ὑφορᾶσθαι, μήτ' ἐπικουρίας τυχεῖν ἐλπίζειν. ἐὰν δὲ ἔργοις εἰς τὸ ἐπιὸν ἐπιδείξηται τὴν πρὸς αὐτὸν στοργὴν, λόγοις γὰρ οὐ πιστεύειν, ἤδη δὶς καὶ τρὶς ἀποδεδειγμένοις ἔχειν ὑγιὲς οὐδὲν, τότ' ἤδη τὰ παρ' ἑαυτοῦ καὶ αὐτὸν προσθήσειν. Συργιάννης μὲν οὖν τοσαῦτα εἰπὼν καὶ ἀκούσας, ἀνεχώρησεν ἐκεῖθεν, οὐκ ὀλίγα ἀνιώμενος ὅτι μὴ δυνηθείη πεῖσαι τὸν μέγαν αὐτῷ δομέστικον προσέχειν.

κδʹ. Βασιλεὺς δὲ ἐκ τῆς Χαλκιδικῆς ἄρας, ἦλθεν εἰς Βυζάντιον· συνείποντο δὲ καὶ Συργιάννης καὶ Τζαμπλάκων, ὡς ἐκεῖ γενησομένης δίκης. οὐ πολλῷ δὲ ὕστερον καὶ οἱ παρ' ἑκατέρου προσκεκλημένοι μάρτυρες παρῆσαν. ἐπεὶ δὲ ἐπύθετο ὁ βασιλεὺς, ἐκέλευεν εἰς τὸ δικαστήριον ἀπαντᾷν. μελλόντων δὲ ἤδη, ἠγγέλλετο ἐκ Βιθυνίας ὡς Ὀρχάνης ὁ τῶν αὐτόθι Περσῶν σατράπης τὴν κατὰ τὸν Ἀστακηνὸν κόλπον Νικομήδειαν, πόλιν μεγάλην καὶ πολυάνθρωπον, στρατιὰν πολλὴν περικαθίσας, καὶ μηχανήματ' ἐπιστήσας, πολιορκεῖ. ἐδόκει δὴ βασιλεῖ βοηθητέον εἶναι κατὰ τάχος. καὶ στρατιὰν ἐνθέμενος, οὐ μόνον τριήρεσιν, ἀλλὰ καὶ φορτηγοῖς ναυσὶ πεζήν τε καὶ ἱππικὴν, ἔπλει πρὸς τὴν Νικομήδους, ὡς ἐξαιρησόμενος τῶν κινδύνων. ἔτι δὲ ὄντος μετεώρου τοῦ στόλου, καὶ μέλλοντος εἰς Νικομήδειαν καταίρειν, Ὀρχάνης πρεσβείαν πέμψας, πρῶτα μὲν ἠσπάζετο βασιλέα· ἔπειτα ἐμήνυεν ὡς βούλοιτο τὸν πόλεμον καταθέσθαι, ἐὰν καὶ αὐτῷ κατὰ γνώμην ᾖ· ἐὰν δὲ μάχην συνάπτειν προθυμοῖτο, μαχεῖσθαι καὶ αὐτόν. ὁ δ' ἀντησπάζετο μὲν καὶ αὐτὸς αὐτὸν, ἐδήλου τε ὡς τοῦ μὲν ἥκειν παρεσκευασμένος ὡς ἐς μάχην, οὐκ ἂν δύναιτο ἔξαρνος γενέσθαι, ἐξ αὐτῶν τῶν πραγμάτων ὄντος φανεροῦ. ἐὰν δὲ αὐτὸς βούλοιτο τὸν πόλεμον καταθέμενος εἰρήνην ἄγειν, οὐδ' αὐτὸν ἀπώσασθαι αὐτήν. καὶ λόγων γενομένων περὶ σπονδῶν διὰ τῶν πρέσβεων, οὐ γὰρ αὐτοὶ συνῆλθόν γε ἀλλήλοις, συνέβησάν τε καὶ ἔθεντο σπονδὰς εἰρηνικὰς, ὥστε Ὀρχάνην βασιλέως εἶναι φίλον καὶ τὰς κατὰ τὴν ἕω πόλεις, ὅσαι ἔτι ἦσαν ὑπήκοοι Ρωμαίοις, ἀδικεῖν μηδέν· ἔπειτα ἀλλήλους ἠμείβοντο δώροις, Ὀρχάνης μὲν ἵππους πέμψας καὶ κύνας θηρευτικὰς τάπητάς τε καὶ παρδάλεων δοράς· βασιλεὺς δὲ ἐκπώματά τε ἀργυρᾶ καὶ ὑφάσματα οὐκ ἐξ ἐρίων μόνον, ἀλλὰ καὶ Σηρικὰ, καὶ τῶν βασιλικῶν ἐπιβλημάτων ἓν, ὃ περὶ πλείστου παρὰ τοῖς βαρβάρων σατράπαις ἄγεται ἀεὶ καὶ τιμῆς εἶναι δοκεῖ τεκμήριον καὶ εὐμενείας· ἐφ' ᾧ τότε καὶ αὐτὸς ὑπερήσθη τε τῶν ἄλλων μᾶλλον καὶ χάριτας ὡμολόγει βασιλεῖ. μετὰ τοῦτο Ὀρχάνης μὲν ἐπανέζευξεν εἰς τὴν οἰκείαν, βασιλεὺς δὲ ἀπόβασιν ποιησάμενος καὶ ἐφ' ἡμέραις ἑπτὰ περὶ τὰ ἐκεῖσε χωρία διατρίψας, οὔπω γὰρ ἄχρι τότε ταῦτα ἦν ἑωρακὼς, καὶ τὸν σῖτον ὅσος ταῖς ναυσὶν ἐνῆν, Νικομηδεῦσι παρασχὼν, ἅμα παντὶ τῷ στόλῳ εἰς Βυζάντιον ἐπανῆκε· καὶ μηδὲν ἀναβαλλόμενος εὐθὺς τὴν περὶ τοῦ Συργιάννη δίκην ἐποιεῖτο. καὶ Τζαμπλάκων μὲν ὅσα καὶ πρότερον αὖθις κατηγόρει καὶ μάρτυρας παρείχετο τῶν λεγομένων· Συργιάννης δὲ καὶ αὐτὸ μὲν ἐκ τοῦ ὁμοίου παρεισῆγε τοὺς συνεροῦντας αὐτῷ περὶ ὧν ἀπελογεῖτο· ἐδόκει δὲ οὐδὲν προφέρειν ἰσχυρὸν, ἀλλ' ἐπλανᾶτο περὶ τὰς ἀποδείξεις καὶ ἀδύνατος ἐδόκει εἶναι. βασιλεὺς μὲν οὖν καὶ οἱ ἄλλοι παρόντες τῶν συγκλητικῶν ἐβασάνιζόν τε τὰ λεγόμενα παρ' ἑκατέρων καὶ ἐπειρῶντο ἀπὸ τῆς συζητήσεως τἀληθῆ ἀνερευνᾷν· ὁ μέγας δομέστικος ἐφθέγγετο οὐδὲν, ἀλλὰ καθῆστο μόνον ἀκροώμενος τῶν λεγομένων. τρὶς δὲ καὶ τετράκις γενομένου συλλόγου περὶ τῶν αὐτῶν, ἐπεὶ ὁ Συργιάννης συνεώρα τὴν νίκην πρὸς Τζαμπλάκωνα χωροῦσαν, ἐδόκει δεῖν διακρούσασθαι τὴν δίκην καὶ ἐδεῖτο βασιλέως προθεσμίαν αὐτῷ ἔτι παρασχεῖν ἐπὶ τῷ μάρτυρας ἑτέρους ἀγαγεῖν, οἳ δυνήσονται αὐτῷ συνάρασθαι πρὸς τὸ διαφυγεῖν τὴν καταδίκην. βασιλεὺς δὲ παρέσχετο προθύμως καὶ ὅ,τι ἂν ἕτερον δοκοίη δυνάμενον αὐτῷ ἐπικουρίαν παρασχεῖν τινα μηδὲν ἀναβαλλόμενον κελεύσας ἐκπορίζειν ἑαυτῷ. Τζαμπλάκων δὲ κατεβόα τοῦ δικαστηρίου καὶ δεινὰ ἐποιεῖτο, εἰ προφάσει χρώμενος τοῖς μάρτυσι Συργιάννης διαφύγοι τὴν ἐπὶ τῇ δίκῃ τιμωρίαν διαδράς. οὐ γὰρ ἄλλο τι δύνασθαι αὐτῷ τὴν προθεσμίαν· μάρτυρας γὰρ αὐτῷ οὔτε πλείους οὔτε βελτίους εἶναι τῶν παρηνεγμένων. ἐδεῖτό τε βασιλέως, εἰ μὴ πλεῖστα βούλοιτο χαρίζεσθαι Συργιάννῃ, δεσμωτηρίῳ ἀμφοτέρους ἐμβληθέντας φρουρεῖσθαι τὴν ἄφιξιν τῶν μαρτύρων περιμένοντας. δίκαια δὲ φάσκοντος βασιλέως τὸν Τζαμπλάκωνα ἀξιοῦν, «Ἀλλ' οὐ καλὸν» εἶπεν ὁ Συργιάννης «εἰκῇ καὶ μάτην εἱργομένους ταλαιπωρεῖσθαι, ἐξὸν ἐγγυητὰς παρασχομένους ἀμφοτέρους τοῦ μὴ ἀποδρᾶναι ἀναπαύλης ἀπολαύειν, οἴκοι διατρίβοντας.» ὡς δὲ καὶ τοῦτο ἀσφαλείας ἐνέχυρον ἄξιον ἐδόκει εἶναι, τὸν σύλλογον μὲν διέλυσεν ὁ βασιλεὺς, τοὺς ἐγγυητὰς δὲ ἐκέλευε παρέχειν τοῖς δικαζομένοις. ἐς τὴν ὑστεραίαν δὲ ὁ Συργιάννης γενόμενος ἐν τῇ τοῦ μεγάλου δομεστίκου οἰκίᾳ «Τὰ μὲν ἐν τῇ Χαλκιδικῇ» ἔφη «εἰρημένα πρὸς ἐμὲ πέρας ἤδη ἔσχεν· ἃ καὶ πρότερον πιστευόμενα, νῦν μᾶλλον ἢ πρότερον ἐπὶ τῶν ἔργων βέβαια ἐφάνη. πρὸς οὐδὲν γὰρ ἐπὶ τῆς δίκης ἐναντία πράττων ἢ φθεγγόμενος ἐμοὶ ἐφάνης· ἔδει δὲ μηδ' οὕτω παντάπασι κινδυνεύοντα ἀβοήθητον καταλιπεῖν. νυνὶ δὲ μάλιστα ἀναγκαίως ἐπικουρίας δεομένῳ μὴ περιϊδεῖν παρακαλῶ· ἀλλ' ἐπὶ τοῖς πρότερον ἡμαρτημένοις συγγνώμην παρασχόντα, βοηθεῖν τὰ δυνατά. ᾐτεῖτο τε ἐγγύας παρασχεῖν ὑπὲρ αὐτοῦ, ἄχρις ἂν πέμψας ὧν δέοιτο μάρτυρας ἀγάγοι. ἐπαγγειλαμένου δὲ προθύμως ἃ ᾐτεῖτο ἐκπληρώσειν, ἐκεῖθεν μὲν πολλὰς αὐτῷ χάριτας ἀνεχώρησεν ὁμολογῶν. ἐπιγενομένης δὲ νυκτὸς, ἐκ Βυζαντίου ὡς μάλιστα ἐνῆν λαθὼν πρὶν ἐγγύας παρασχεῖν, εἰς Γαλατᾶν ἐπεραιώθη καὶ κατέκρυψεν ἑαυτὸν ἐν ἀσφαλεῖ. ἐπεὶ δὲ διεθρυλλήθη ἀποδεδρακέναι Συργιάννην, πάντα χρήματα ἐξηρευνᾶτο καὶ ἐζητεῖτο πανταχοῦ· ἀπόρου δὲ ἤδη τῆς εὑρέσεως γινομένης, οἰηθεὶς ὁ βασιλεὺς ἀμελείᾳ τῶν ζητούντων αὐτὸν διαδιδράσκειν, ἑαυτοῦ αὐτὸς τὴν ζήτησιν ἐποιεῖτο. καὶ παρελθὼν εἰς Γαλατᾶν ἅμα ὅσοις ἔτυχε Ρωμαίων, ἐπεὶ μηδὲν εἶχον οἱ Λατῖνοι ἀντιλέγειν, τὰς οἰκίας πέμπων διηρευνᾶτο καθ' ἑκάστην· ὁ δ' ἴσα καὶ ᾅδου ὑποδύντι κυνῆν, ἀνεύρητος ἦν. ὅμως δὲ ἐκέκρυπτο ἐν Γαλατᾷ ὑπὸ φαύλου τινὰ οἰκίαν, ἣ διὰ φαυλότητα οὐδὲ ἀνηρευνήθη, καίτοι γε βασιλέως ἐπ' αὐτῆς ἑστῶτος καθ' ὅσον χρόνον αἱ λοιπαὶ διηρευνῶντο. ἐπεὶ δὲ ἀνεχώρησεν ἐκεῖθεν ὁ βασιλεὺς ὡς ἀδύνατον ἀπαγορεύσας τὸ ζητεῖν, ὁ Συργιάννης ἐπιβὰς νεὼς ἐπ' Εὔβοιαν πλεούσης, ἐκεῖ ἀπεκομίσθη πρῶτον· ἔπειτα ἐκεῖθεν διὰ Λοκρῶν καὶ Ἀκαρνάνων εἰς Ἀλβανοὺς, οἳ περὶ Θετταλίαν οἰκοῦσιν αὐτόνομοι νομάδες, διεσώθη κατὰ φιλίαν παλαιὰν, ἣν πρὸς αὐτοὺς ἦν πεποιημένος, ὅτε τῆς ἑσπέρας ἐστρατήγει· κἀκεῖθεν ἀγωγῶν παρ' αὐτῶν τυχὼν, ἦλθεν εἰς Κράλην ἄρχοντα τῶν Τριβαλῶν φυγάς. καὶ ἐπηγγέλλετο πολλὰ τοῖς Ρωμαίοις ὑπήκοα αὐτῷ ὑποποιήσειν· Κράλης δὲ ὑπεδέξατο αὐτὸν ἀσμένως, ἅμα μὲν ἱκέτην γεγενημένον, ἅμα δὲ ἐλπίσας δι' αὐτοῦ τὰ Ρωμαίων πράγματα ὡς μάλιστα κακώσειν. καὶ τά τε ἄλλα φιλοτίμως μάλιστα προσεφέρετο αὐτῷ, καὶ στρατιὰν ὅσης ἐδέετο παρεῖχεν ἐπὶ τῷ τὰς ὑπηκόους τοῖς Ρωμαίοις πόλεις καταδουλοῦσθαι. καὶ ἄλλα τε μάλιστα πολίσματα προσεποιήσατο, καὶ Καστορίαν πόλιν μεγάλην κατὰ τὴν Βοτιαίαν ᾠκισμένην. πυθομένῳ δὲ βασιλεῖ ὅσα κατὰ τὴν ἑσπέραν Συργιάννῃ νεωτερισθείη, ἠρεμεῖν οὐκ ἦν, ἀλλ' ἐκ Βυζαντίου εἰς Διδυμότειχον ἐλθὼν, συνέλεγε τὴν στρατιὰν, ὡς εἰς τὴν ἑσπέραν ἐκστρατεύσων.

κεʹ. Ἀσχολουμένου δὲ αὐτοῦ περὶ τοῦ στρατεύματος τὴν συλλογὴν, Σφραντζὴς ὁ Παλαιολόγος τῶν συγκλητικῶν εἷς, οὐ πάνυ δὲ τῶν ἐπ' εὐγενείᾳ λαμπρυνομένων, βασιλεῖ νυκτὸς προσελθὼν, προσκεκρουκέναι τε ὡμολόγει πολλὰ καὶ δίκης ἄξια, συγγνώμης τε καὶ εὐεργεσίας ἀνθ' ὧν ἔδει τυχεῖν τιμωριῶν. ἀνθ' ὧν βούλεσθαι μὲν καὶ αὐτὸν καὶ προθυμεῖσθαι ἄξιον φανῆναι τῆς εὐεργεσίας καὶ εὐγνώμονα περὶ τὸν οὕτως ἀγαθὸν δεσπότην· καιροῦ δὲ μὴ παρασχόντος, ἀτελῆ μέχρι νῦν καταλείπεσθαι τὴν προθυμίαν· νυνὶ δὲ μάλιστα τῶν πραγμάτων ἐνδιδόντων καὶ δεομένων εὔνων οἰκετῶν καὶ πιστῶν, ἥκειν καὶ αὐτὸν πρὸς τὸν κατὰ Συργιάννη πόλεμον διδόντα ὅ,τι βούλοιτο χρῆσθαι βασιλεῖ. ἕτοιμον δὲ εἶναι μὴ μόνον πόνοις πολλοῖς καὶ προθυμίᾳ καὶ σπουδῇ, ἀλλὰ καὶ αἵματι τῷ σφετέρῳ ἀλλαττόμενον, καταπράττεσθαι τὰ κατὰ γνώμην βασιλεῖ. βασιλεὺς δὲ «Τῶν μὲν προτέρων ἕνεκα ἁμαρτημάτων» ἔφη «καίτοι γε μεγάλων ὄντων, μηδεμίαν εἶναι δίκαιον παραίτησιν ποιεῖσθαι νῦν, ἐκ πολλοῦ συνεγνωσμένων· εὐνοίας δὲ ἕνεκεν τῆς πρὸς αὐτὸν πράττειν τῶν δεόντων τι καὶ μάλιστα βούλεσθαι οὐ μόνον ὅτι δίκαιον εὔνουν εἶναι καὶ πρόθυμον περὶ αὐτὸν, ἀλλ' ἵνα καὶ μᾶλλον ἐπισπάσηται τιμάς τε παρέχειν καὶ προσηκούσας τὰς εὐεργεσίας· ἃ δὲ νῦν ἔφης εἰς τὸν κατὰ Συργιάννη πόλεμον χρήσιμος ὀφθήσεσθαι ἡμῖν, βούλεσθαι μαθεῖν ὁποῖ' ἄττα, ὡς ἂν ἐκ τῶν λεγομένων ᾖ διαγινώσκειν, ἄν τε λυσιτελοῦντα τὰ βεβουλευμένα εἴη, ἄν τε μή.» Σφραντζὴς δὲ οὐδὲν μὲν ἥκειν ἔφασκεν οἴκοθεν αὐτὸς βεβουλευμένος πλὴν τοῦ προθυμότατον ἑαυτὸν ἐφ' οἷς ἂν κελευσθείη παρασχέσθαι· ἐπ' αὐτῷ δὲ εἶναι ἐφ' ὅ,τι ἂν δοκοίη λυσιτελεῖν σκεψαμένῳ χρῆσθαι. βασιλεὺς δὲ ἐπῄνει τε αὐτὸν τοῦ βουλεύματος καὶ οἴκαδε ἐκέλευεν ἀναχωρεῖν, ὡς ἐς τὴν ὑστεραίαν ἅττα ἂν δοκοίη βέλτιστα ὑποθησόμενος. τὸν μέγαν δὲ δομέστικον παραλαβὼν, ἐβουλεύοντο ὅπως δέοι τὸν κατὰ τοῦ Συργιάννη πόλεμον διαθέσθαι· ᾤοντο δὲ πρὶν παρασκευασαμένους ἥκειν ἀντιπάλῳ στρατιᾷ οὐ μέμψιν τινὰ δικαίαν εἶναι, εἴγε χωρὶς ὅπλων καὶ κινδύνων ἀπάτῃ τὸν πολέμιον συσχόντες δυνήσονται τὸν πόλεμον πρὶν συστῆναι καταλῦσαι. τὰ γὰρ τοιαῦτα κλέμματα καλλίστην δόξαν ἔχειν, ἃ μάλιστ' ἄν τις τὸν πολέμιον ἐξαπατήσας, ἑαυτόν τε καὶ τοὺς ὑπηκόους ὠφελήσειε. διὰ ταῦτα δὴ ἐδόκει Σφραντζῇ τῶν παρακειμένων τῇ Καστορίᾳ πολιχνίων ἐγχειρίζειν τὴν ἀρχὴν, καὶ ἐπειδὰν γένηται ἐκεῖ, Συργιάννην μὲν οὐκ ἀνέξεσθαι εὐθὺς μὴ προσπέμψαι πρὸς αὐτὸν καὶ παρακαλεῖν αὐτῷ προσθέσθαι ἀποστάντα βασιλέως· τὸν δὲ ὑπακούσαντα προθύμως, φιλίαν θέσθαι πρὸς αὐτὸν καὶ συμμαχίαν· καὶ ἐπειδὰν γένωνται ἐν συνηθείᾳ καὶ φοιτῶσι παρ' ἀλλήλους ἀδεῶς, τότ' ἤδη φυλάξαντα καιρὸν ἐν ᾧ μὴ μεθ' ἑτέρων ἂν εἴη πολλῶν ὁ Συργιάννης, πάντως δὲ τοιούτους πολλοὺς εὑρήσειν, εἰς ἓν τῶν φρουρίων κατασχόντα δῆσαι· φρουρεῖν τε ἀσφαλῶς ἄχρις ἂν ἐλθόντι ἐγχειρίσῃ βασιλεῖ· οἴεσθαι δὲ ἔσεσθαι αὐτοῦ ῥᾳδίαν καὶ τὴν φυλακὴν ἅτε τῆς ἑπομένης στρατιᾶς οὐκ οἰκείας, ἀλλ' ἐξ Ἀλβανῶν καὶ Τριβαλῶν οὔσης συμμαχίδος, οἳ οὐ βουλήσονται ὑπὲρ Συργιάννη διακινδυνεύειν, τὸ φρούριον πολιορκοῦντες, ἀλλὰ διαλυθήσονται ἐπ' οἴκου, ἄσμενοι τῶν ἐκ τῶν πολέμων κακῶν ἀπηλλαγμένοι. τοιαῦτα μὲν ἐδόκει ἀμφοτέροις ἐπιχειρητέα εἶναι· καὶ ἐς τὴν ὑστεραίαν τὸν Σφραντζὴν μεταπεμψάμενος ὁ βασιλεὺς, τὰ βεβουλευμένα τε διηγεῖτο, καὶ ἐπυνθάνετο αὐτοῦ, εἰ καὶ αὐτὸς λυσιτελῆ τε καὶ δυνατὰ ἡγοῖτο· ὁ δ' ἔφασκε τοιαῦτα μὲν αὐτὸς οὐδὲ ἐνθυμηθῆναι τὴν ἀρχὴν, ἀλλ' ἕτερ' ἄττα πολλῷ ἀποδέοντα αὐτῶν· ἃ δὲ ἐβουλεύσαντο αὐτοὶ οὐ λυσιτελοῦντα μόνον, ἀλλὰ καὶ ῥᾷστα καὶ αὐτὸς νομίζειν· διὸ μηδὲ μέλλειν, ἀλλ' ἔργου ἅπτεσθαι ἤδη ἀναγκαῖον. ἐπεὶ τοίνυν ἐκεκύρωτο ἡ βουλὴ, Δρομορᾶν μέν τινα ἐς τὰ μάλιστα φίλον τῷ Σφραντζῇ, αὐτοῦ δεηθέντος, προσέταξεν ὁ βασιλεὺς, ὡς ἐπειδὰν ἐμφανῶς ὁ Σφραντζὴς εἰς Συργιάννην ἀποστῇ, κτήματά τε ὅσα πρόσεστι καὶ βοσκήματα καὶ τὴν ἄλλην περιουσίαν δημοσιώσαντα φυλάττειν, ἵνα μὴ ὑπό τινων ἁρπασθέντα διαφθαρῇ· λόγῳ μὲν ὡς διαφέροντα βασιλεῖ, τῇ δ' ἀληθείᾳ τῷ φίλῳ Σφραντζῇ τὴν χάριν κατατιθέμενον τῆς φυλακῆς· αὐτῷ δὲ γράμματα παρασχόμενος βασιλικὰ, ἃ τῶν φρουρίων Σωσκοῦ τε καὶ Δεύρης καὶ Σταριδόλων καὶ Χλερηνοῦ ἐπέτρεπε τὴν ἀρχὴν, ἐξέπεμπεν ἐκ Διδυμοτείχου κατὰ τάχος· αὐτὸς δὲ περιμείνας οὐ πολλὰς ἡμέρας, ἀλλ' ὅσας ᾤετο Σφραντζῇ ἀνακωχὴν πρὸς τὴν ἐπιχείρησιν παρέξειν, ἄρας καὶ αὐτὸς τὴν πρὸς Θεσσαλονίκην ᾔει σχολῇ βαδίζων. Σφραντζῇ δὲ ἐπεὶ τῆς ἐγκεχειρισμένης ἀρχῆς ἐγκρατὴς ἦν, προσέπεμπεν εὐθὺς τοὺς ἀποστήσοντας ὁ Συργιάννης· ὁ δὲ ὀργῇ τε φέρεσθαι δοκῶν πρὸς βασιλέα καὶ αὐτῷ εὔνους εἶναι ἐκ πολλοῦ συνθήκας θέμενος καὶ ὅρκους πρὸς αὐτὸν, προσεχώρησεν εὐθέως. Συργιάννης δὲ ὑπερήσθη τε τῇ πρὸς αὐτὸν ἀποστασίᾳ τοῦ Σφραντζῆ, καὶ μηδὲν μελλήσας, παραλαβὼν αὐτὸν, ἀφίκετο πρὸς Κράλην, ἅμα μὲν ἐνδεικνύμενος ὡς τὰ πράγματα αὐτῷ ἐπὶ τὸ βέλτιον χωροίη, ὡς καὶ τῶν συγκλητικῶν ἤδη βασιλέως πρὸς αὐτὸν ἀφισταμένων· ἅμα δ' ἵν' ἐφελκύσηται καὶ δι' αὐτοῦ πρὸς τὸ παρεῖναι καὶ αὐτὸν πανστρατιᾷ καὶ συμμαχεῖν. ἐδεδίει γὰρ μὴ, βασιλέως ἐπελθόντος, ἀδύνατος ὢν ἀνθίστασθαι αὐτὸς, διαφθαρῇ καὶ ἀπόληται καταπολεμηθείς· καὶ ἔπεισέ γε ὑποτιθέμενος· ὡς ἂν ἐλθόντες αὐτοὶ στρατοπεδεύσωνται ἐν Θεσσαλονίκῃ, αἱ μήπω προσκεχωρηκυῖαι τῶν ἑσπερίων πόλεων ἀπογνοῦσαι τὴν ἐκ βασιλέως ἐπικουρίαν, ὁρῶσαί τε ἤδη αὐτοὺς τὰ ἔμπροσθεν αὐτῶν πολέμῳ κτωμένους, αὐτοὶ ἐναπειλημμένοι μέσοι προσχωρήσουσιν εὐθέως. καὶ παραλαβόντες αὐτὸν πανστρατιᾷ ἐλθόντες, ἐστρατοπεδεύσαντο παρὰ τὸν Ἄξιον ποταμόν. καὶ ὁ βασιλεὺς διὰ Μακεδονίας μέρος τῆς Ρωμαίων ἐπαγόμενος στρατιᾶς, οἱ πλείους γὰρ ἔτι ἐν παρασκευαῖς ἦσαν διὰ τὸ ταχεῖαν γεγενῆσθαι τὴν στρατείαν, μεταξὺ Θεσσαλονίκης καὶ Ρεντίνης φρουρίου τινὸς, ὃ παρὰ τῇ Βόλβῃ λίμνῃ κεῖται ἐπὶ λόφου ἱδρυμένον, ἐστρατοπέδευσεν ἐν χωρίῳ τινὶ τῶν Κρητῶν προσαγορευομένῳ, ὅτι στρατιὰ ἐκ Κρήτης αὐτὸ κατῴκουν δι' αἰτίαν τινὰ ἐκ τῆς νήσου ἀναστάντες. ἐκεῖσε δὲ ἐστρατοπεδευμένῳ ἠγγέλλετο ὑπό τινος δρόμῳ πρὸς τὴν ἀγγελίαν ὡρμημένου, ὡς περὶ τὴν Σερμυλίων πόλιν, πάλαι μὲν ᾠκισμένην, νυνὶ δὲ ὑπό τινος ὡς ἔοικε πολέμου κατεσκαμμένην, μεταξὺ Παλλήνης καὶ Ἄθω, ἑξήκοντα προσέσχον νῆες Περσικαὶ, καὶ τὰ ἐκεῖσε χωρία πορθοῦσιν ἀποβάντες. τὸν μέγαν δὲ δομέστικον μετακαλεσάμενος ὁ βασιλεὺς, περὶ τῆς στρατιᾶς ἐπυνθάνετο τῆς ἐκεῖ ἐστρατοπεδευμένης, εἰ ἀρκοῦσα πρὸς τὴν τῶν βαρβάρων δοκοίη συμπλοκήν. ὁ δ' ἔφασκεν, ἀκριβῶς μὲν οὐδὲ αὐτὸς τὸν ἀριθμὸν εἰδέναι. διὰ γὰρ τὸ ἐγγὺς Θεσσαλονίκης ἤδη γεγενῆσθαι πολὺ προσεῤῥυηκέναι αὐτῇ στρατιᾶς πορισμοῦ τῶν ἐπιτηδείων ἕνεκα· παρῄνει δὲ εἰ καὶ αὐτῷ βέλτιον δοκοίη, τὴν οὖσαν παραλαβόντα στρατιὰν, τῆς πρὸς Πέρσας φερούσης ἔχεσθαι ὁδοῦ· ὡς αὐτοῦ τάχιστα ἐκ τῶν παρακειμένων χωρίων συλλέξοντος καὶ ἑτέραν ἀρκοῦσαν πρὸς τὸ ἔργον. ἐπείθετο μὲν οὖν ὁ βασιλεὺς εὐθὺς, καὶ τῆς πρὸς Πέρσας εἴχετο ὁδοῦ. ὁ δὲ ὡς μάλιστα ἐνῆν, ὀξέως ἀθροίσας στρατιὰν, συνέμιξε τῷ βασιλεῖ· καὶ μετὰ μέσην ἡμέραν καθ' ἃ οἱ Πέρσαι ἐληΐζοντο ἐγένοντο χωρία. καὶ γενομένης αὐτόθι συμβολῆς, ἐπιπολὺ μὲν ἀντέσχον οἱ Πέρσαι διὰ τὸ δυσπρόσοδα εἶναι τὰ χωρία καὶ ὑλώδη ἐφ' ἃ ἐγεγένητο ἡ μάχη· ὅπερ οὐκ ὀλίγον συνεβάλλετο στρατιᾷ τῇ Περσικῇ οὔσῃ πεζῇ. τέλος δὲ κατὰ κράτος νικηθέντες διεφθάρησαν, οἱ μὲν ἁλόντες ζῶντες, οἱ δὲ πεσόντες παρὰ τὴν μάχην· ὅσοι δὲ εἰς τὴν ὕλην ἠδυνήθησαν διαφυγεῖν, ἐς τὴν ὑστεραίαν γενόμενοι παρὰ τὰς ναῦς τὰς ἑαυτῶν, τὰς μὲν λοιπὰς ἁπάσας ἐνέπρησαν πυρί· δύο δὲ πληρώσαντες μόνοι γὰρ τοσοῦτοι ὑπελείποντο ἀνεχώρησαν ἐπ' οἴκου. Ρωμαίων δὲ κατὰ τὴν μάχην ἔπεσον μὲν ὀλίγοι, τραυματίαι δὲ ἐγένοντο καὶ ἄνθρωποι καὶ ἵπποι πλεῖστοι. ἐκεῖθεν δὲ ὁ βασιλεὺς εἰσελθὼν εἰς Θεσσαλονίκην, ηὐλίσατο ἐκεῖ ἐφ' ἱκαναῖς ἡμέραις. Συργιάννης δὲ ἀπὸ τοῦ στρατοπέδου τῶν οἰκείων ἓξ παραλαβὼν καὶ Σφραντζὴν, τριάκοντα καὶ αὐτὸν ἐπαγόμενον τῶν οἰκετῶν, εἰς ποταμόν τινα οὐ τῶν ἀεννάων Γαλυκὸν ὠνομασμένον οὐ μακρὰν Θεσσαλονίκης ῥέοντα, ῥᾳστώνης ἦλθε χάριν καὶ παραψυχῆς. Σφραντζὴς δὲ αὐτὸν μόνον ἤδη ἀναπειλημμένον, καὶ τὸ μὲν συλλαμβάνειν οὐ μάλιστα ὂν εὐχερὲς, ἐδεδίει γὰρ μὴ αἰσθήσεως γενομένης ἐν τῷ στρατοπέδῳ ἀπόλλωνται διαφθαρέντες ῥᾷστον δὲ τὸ ἀποκτείνειν, τῶν βασιλέως παραινέσεων ἀμνημονήσας, τοῖς τε αὐτῷ συνοῦσι περὶ τοῦ ἀποκτείνειν Συργιάννην κρύφα διαλεχθεὶς καὶ πείσας, πρότερον γὰρ οὐδέπω οὐδενὶ τὴν βουλὴν κατάδηλον ἦν πεποιηκὼς, ἀποκτείνουσί τε αὐτὸν ἀγνοήσαντα τὴν ἐπιβουλὴν, καὶ φεύγοντες ἧκον εἰς Θεσσαλονίκην. βασιλεὺς δὲ ἐμέμψατο μὲν Σφραντζὴν τῆς μικροψυχίας· μᾶλλον γὰρ ἠβούλετο δεσμώτην ἀγαγεῖν ζῶντα Συργιάννην ἢ ἀποκτεῖναι· ἐπεὶ δὲ ἀναλῦσαι τὰ γεγενημένα οὐκ ἐνῆν, τὸν μὲν φόνον ἐλογίζετο τῇ ἀνάγκῃ τῇ ἀπὸ τῶν πραγμάτων, αὐτὸν δὲ ἠμείβετο καὶ τοὺς συνόντας τῆς τε εὐψυχίας ἕνεκα καὶ τόλμης, καὶ τοῦ σφᾶς αὐτοὺς προδήλοις κινδύνοις ἐμβαλεῖν ὑπὲρ αὐτοῦ· καὶ Σφραντζὴν μὲν τῇ τοῦ μεγάλου στρατοπεδάρχου τετίμηκεν ἀξίᾳ· προσόδους τε παρέσχεν ἐτησίους ἐκ χωρίων ἀναλόγως, καὶ τοὺς ἄλλους ἅπαντας ὡς ἕκαστοι. Κράλης δὲ ἐπεὶ ἐπύθετο πεσόντα Συργιάννην, πέμψας μὲν ἤγαγεν αὐτὸν εἰς τὸ στρατόπεδον ἐμπνέοντα ἔτι· ἀποθανόντα δὲ μετὰ μικρὸν ἐθρήνησέ τε ἐφ' ἱκανὸν ὡς ἄνδρα φίλον, καὶ ἔθαψε μεγαλοπρεπῶς. πρεσβείαν δὲ εἰς βασιλέα πέμψας, σπονδὰς ἔθετο πρὸς αὐτὸν εἰρηνικὰς καὶ συμμαχίαν, καὶ ἐς τὴν ὑστεραίαν οὐ μακρὰν Θεσσαλονίκης παρὰ τὸν Γαλυκὸν ποταμὸν συγγενόμενοι τῷ βασιλεῖ, ἀνεχώρησαν εἰς τὴν οἰκείαν. πόλεις δὲ ὅσαι πρότερον ἐγένοντο ὑπὸ Συργιάννην, πεσόντος αὐτοῦ, συγγνώμην παρασχομένου βασιλέως καὶ ἀμνηστίαν τῆς ἀποστασίας, προσεχώρησαν ἑκοῦσαι πάλιν. ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ ὁ τῶν Οὔγκρων ἄρχων, ὃν ῥῆγα καλεῖν οἶδεν ἡ Λατίνων φωνὴ, στρατιᾷ μεγάλῃ ἐστράτευσεν ἐπὶ Κράλην, περὶ γῆς ὅρων πρὸς αὐτὸν διενεχθείς· δείσας δὲ ὁ Κράλης μὴ ἀδύνατος εἴη ἀμύνεσθαι αὐτὸν, πρεσβείαν ὡς βασιλέα πέμψας, ᾐτεῖτο συμμαχίαν. ἡσθεὶς δὲ ὁ βασιλεὺς πρὸς τὴν πρεσβείαν, στρατιὰν ἀπολεξάμενος πολλήν τε καὶ ἀγαθὴν, ἔπεμψεν εἰς Κράλην συμμαχίαν. ὁ ῥὴξ δὲ Οὐγκρίας, ἐπεὶ ἐγένετο ἐν μεθορίοις τῆς αὐτοῦ καὶ Τριβαλῶν ἀρχῆς, πρὶν ἐς τὴν πολεμίαν ἐσβαλεῖν, ἀνεχώρησεν εἰς τὴν οἰκείαν. λόγος δὲ ἦν ὡς πυθόμενος ἐκ βασιλέως ἥκειν συμμαχίαν ἀνεχώρησεν· εἴτε δὲ τούτου ἕνεκα εἴτε καὶ ἑτέρου τινὸς, ἔμεινεν ἐν ἀδήλῳ. καὶ ὁ Κράλης δὲ τῆς αὐτῆς ἕνεκα αἰτίας οἰόμενος ἀνακεχωρηκέναι ῥῆγα, βασιλεῖ τε ὡμολόγει χάριτας πολλὰς, καὶ τοὺς στρατηγοὺς ἅμα καὶ τὴν στρατιὰν δώροις φιλοφρονησάμενος ἀξίως, χαίροντας ἀπέστειλεν εἰς τὴν οἰκείαν. καὶ ὁ βασιλεὺς τὸ ἔτος ἐκεῖνο διεχείμασεν ἐν Θεσσαλονίκῃ.

κϛʹ. Ἅμα δὲ ἦρι ἀρχομένῳ γράμματα ἧκε βασιλεῖ ἐκ Βυζαντίου ἀγγέλλοντα, ὡς δύο τῶν παρὰ Μυσοῖς δυνατῶν, Ραξίνας ὁ πρωτοβεστιάριος καὶ Φίλιππος ὁ λογοθέτης, πρὸς τὴν βασιλεύουσαν αὐτῶν τοῦ Μιχαὴλ γαμετὴν, θείαν οὖσαν Κράλη τοῦ Στεφάνου, διαστασιάσαντες ἐξήλασαν τῆς ἀρχῆς· καὶ αὐτὴ μὲν φεύγουσα ἅμα τέκνοις, πρὸς Κράλην τὸν ἀδελφιδοῦν ἥκει. ἐκεῖνοι δὲ ἅμα καὶ τοὺς ἄλλους πείσαντες δυνατοὺς τῶν Μυσῶν, τὸν ἀδελφιδοῦν τοῦ προβεβασιλευκότος Μιχαὴλ, Ἀλέξανδρον τὸν Στρεαντζιμήρου ἀπέδειξαν βασιλέα ἑαυτῶν· ὃς ἅμα τῷ ἐγκρατὴς γενέσθαι τῆς ἀρχῆς τήν τε στρατιὰν ὅση ἦν Μυσοῖς παραλαβὼν, καὶ ἐκ Σκυθῶν κατασυμμαχίαν οὐκ ὀλίγην, ταῖς πρότερον ἐπεστράτευσε πόλεσι προσχωρησάσαις βασιλεῖ· καὶ πλὴν Μεσημβρίας τὰ μὲν τῶν ἄλλων τοῖς ὅπλοις, τὰ δὲ παρεστήσατο ὁμολογίᾳ. τοιαῦτα δὲ πυθομένῳ βασιλεῖ, οὐκέτι ἀνεκτὸν ἐδόκει μένειν ἐν Θεσσαλονίκῃ· ἀλλ' ἄρας ἐκεῖθεν, εἰς Βυζάντιον ἀφικνεῖται. καὶ πρῶτα μὲν Συναδηνὸν τὸν πρωτοστράτορα εἰς Μεσημβρίαν ἄρχοντα ἐκπέμπει· δείσας μὴ καὶ Μεσημβριανοὶ ἄχρις ἂν ἡ στρατιὰ ἀποσταῖεν παρασκευασθῇ. ἐκέλευέ τε εἰς Βυζάντιον ἀθροίζεσθαι τὴν στρατιάν· καὶ αὐτὸς παρεσκευάζετο ὡς τοῖς Μυσοῖς πολεμησείων. μεταξὺ δὲ παρασκευαζομένου, ἠγγέλλετο ἐκ τῆς ἕω, ὡς στρατιὰ Περσῶν εἴη παρεσκευασμένη ἐπιθέσθαι Νικομηδεῦσι. Νικομήδεια δὲ ὅπλοις μὲν ἀνάλωτος ἦν καὶ βίᾳ χειρῶν, τειχῶν τε καρτερωτάτων περιβολῇ καὶ τῇ ἄλλῃ τοῦ τόπου φύσει εὐφυῶς πρὸς ὀχυρότητα ἐχούσῃ· ἐδεδίει δὲ τὴν ἔνδειαν τὴν ἐκ τοῦ σίτου. ὃ δὴ καὶ οἱ βάρβαροι συνιδόντες, τῶν τειχῶν μὲν ἠμέλουν ὡς ἀναλώτων ἐσομένων ἐκ τειχομαχίας, τῆς παρόδου δὲ ἐσπούδαζον κρατῆσαι, δι' ἧς ἐτρέφετο ἡ πόλις. καὶ ὁ βασιλεὺς δὲ ὁμοίως ὅ,τι διανοοῦνται οἱ βάρβαροι σαφῶς εἰδὼς, διὰ σπουδῆς ἁπάσης τροφὴν παρέχειν Νικομηδεῦσιν ἐπιόντων τῶν βαρβάρων ἐποιεῖτο· ὡς εἰ τοῦτο παρείη, ῥᾷστα τὴν λοιπὴν οἰσόντων πολιορκίαν. καὶ τότε οὖν πυθόμενος ἐστρατοπεδεῦσθαι τοὺς βαρβάρους παρ' αὐτὴν, τῆς μὲν κατὰ τῶν Μυσῶν ἠμέλει εἰσβολῆς· στόλον δὲ ἐξαρτυσάμενος ἔκ τε τριήρεων καὶ φορτίδων νεῶν ἑτέρων, στρατιάν τε ἐνθέμενος καὶ σῖτον, ἔπλει ἐπὶ Νικομήδειαν. πρὶν δὲ κατᾶραι, οἱ βάρβαροι αἰσθόμενοι, σκηνὰς ἀναλαβόντες καὶ τὴν ἄλλην ἀποσκευὴν, ἀνεχώρουν εἰς τὴν οἰκείαν, δείσαντες τὴν βασιλέως ἔφοδον. Ὀρχάνης γὰρ αὐτῶν ὁ σατράπης ἔτι οὐ παρῆν. ἀπόβασιν δὲ ποιησάμενος ὁ βασιλεὺς καὶ Νικομηδέας λόγοις τε καὶ ἄλλαις φιλοφροσύναις ἐπιῤῥώσας, τόν τε σῖτον παρασχὼν, ηὐλίσατο ἐκεῖ ἐπὶ δυσὶν ἡμέραις. ἅμα δὲ ἕῳ εἰς τὴν τρίτην παντὶ τῷ στόλῳ ἐπανέπλεεν εἰς Κωνσταντίνου. καὶ διατρίψας ἐν αὐτῇ ἡμέρας οὐ πολλὰς, ἐπεὶ καὶ ἡ στρατιὰ πᾶσα ἤδη παρῆν, καὶ ὅσα ἔδει ἐπεπόριστο, ἄρας ἐκ Βυζαντίου, οὐ πολλαῖς ὕστερον ἡμέραις ἐσέβαλεν εἰς τὴν Μυσίαν καὶ ἐδῄωσέ τινα αὐτῆς· ὑπερβάς τε τὸν Αἷμον, τὰ μὲν ἄλλα πολίσματα ὅσα ἦν καὶ πρότερον ἔχων, παρεστήσατο ὁμολογίᾳ πάλιν· Ἀγχίαλος δὲ ἔτι ἐφρουρεῖτο παρὰ τῶν Μυσῶν. Ἀλέξανδρος γὰρ ὁ τῶν Μυσῶν βασιλεὺς, αἰσθόμενος τὴν βασιλέως εἰσβολὴν, ἐβοήθει κατὰ τάχος πανστρατιᾷ ἄγων τοὺς Μυσούς. καὶ ἐλθὼν ἐστρατοπεδεύσατο παρὰ τὸ Ἀετὸν, οὐ πολὺ ἀπέχων βασιλέως παρὰ τὸ Ρωσόκαστρον ἐστρατοπεδευμένου· πλὴν ὅτι στενή τις καὶ ἀπόκροτος δίοδος τὰ στρατεύματα ἀμφότερα διεῖργεν· ἣν φθάσας ὁ Ἀλέξανδρος, ἐφρούρει πεζὴν ἐπιστήσας στρατιάν. βασιλεὺς δὲ ἐπεὶ ἐπύθετο Ἀλέξανδρον ἐγγὺς ἐστρατοπεδευκέναι, ἐς τὴν ὑστεραίαν ἅμα ἕῳ ἐκέλευεν ὁπλίζεσθαι τὴν στρατιάν· καὶ ἐπειδὴ ἦσαν ὡπλισμένοι, παραλαβὼν αὐτοὺς ὡς μάχην παρατεταγμένους, ἐγγὺς τῆς διόδου ἦλθεν, ἣ παρὰ Ἀλεξάνδρου ἐφρουρεῖτο, καὶ προὐκαλεῖτο ὡς ἐς μάχην τοὺς Μυσούς. προσβάλλειν γὰρ αὐτῶν τῷ στρατοπέδῳ οὐκ ἐνῆν διὰ τὴν δίοδον οὖσαν τραχεῖαν καὶ στενὴν καὶ φρουρουμένην ὑπ' αὐτῶν. διημερεύσας δὲ ἐκεῖ ἐν ὅπλοις, ἐπεὶ οὐδεὶς ἀντεπεξῄει, εἰς τὸ οἰκεῖον στρατόπεδον πάλιν ἐπανῆλθε. καὶ ὕστερον ἡμέραις οὐ πολλαῖς πάλιν ἧκεν ἄγων ὡπλισμένην τὴν στρατιὰν ἐπὶ τὴν μάχην, καὶ διημέρευσεν ὥσπερ καὶ πρότερον πρὸς τῶν στενῶν τὰς εἰσβολάς. Μυσοὶ δὲ οὐδ' οὕτως ἐτόλμησαν εἰς τὴν εὐρυχωρίαν ἐξελθόντες ἐκ τοῦ ἴσου διαγωνίσασθαι πρὸς βασιλέα. ὁ δὲ εἰς τὸ στρατόπεδον τὸ οἰκεῖον πάλιν ἐπανέζευξε καταπλήξας τῇ τόλμῃ τοὺς βαρβάρους. Ἀλέξανδρος δὲ ὁρῶν ἤδη ἀδύνατος ὢν ἐκ παρατάξεως ἀντιστῆναι βασιλεῖ, πρεσβείαν πέμψας διελέγετο περὶ εἰρήνης. ἠξίου τε ἔχοντας ἑκάτερον ἃ ἔχουσι, πολέμου ἀποσχέσθαι. βασιλεὺς δὲ οὔτε πολέμου ἔφασκεν αὐτὸς ἄρξαι, οὔτε ἀποστερῆσαί τινα τῶν Μυσοῖς διαφερόντων· ἀλλ' ἀδικούμενος ὑπ' αὐτῶν πολέμου ὑπαρχόντων, ἀμύνεσθαί τε ἀναγκαίως, καὶ τὰ ὑπ' αὐτῶν ἀφῃρημένα ἀνασώζεσθαι. ἀποστερεῖσθαι δὲ ἔτι Ἀγχιάλου, ἣν εἰ ἀπολήψεται, σπονδὰς θέσθαι ἕτοιμος εἶναι πρὸς αὐτοὺς εἰρηνικάς. καίτοι γε ἐχρῆν εἰ φιλόνεικος ἦν καὶ ἀπαραίτητος πρὸς τὰς ἀντιδόσεις, πᾶσαν ἐπιδείξασθαι σπουδὴν, ὥστε καὶ αὐτὸν ἐκ τῶν αὐτοῖς διαφερόντων τινὰ κτήσασθαι πολέμῳ. διὰ δὲ τὸ τὰ στρατεύματα ἀμφότερα τῆς αὐτῆς ἔχεσθαι θρησκείας· ἄλλως θ' ὅτι καὶ ἡ εἰρήνη παντὸς πολέμου εἶναι δοκεῖ αἱρετωτέρα, μᾶλλον αὐτὴν αἱρεῖσθαι, εἰ τὰ οἰκεῖα μόνον ἀπολήψεται. Ἀλέξανδρος δὲ ἰσχυρίζετο ἀδικεῖν οὐδὲ αὐτός· Ἀγχίαλόν τε γὰρ καὶ τὰ ἄλλα πολίσματα, ἃ ἦν ἀφῃρημένος, οὐ Ρωμαίοις προσήκειν μᾶλλον ἢ Μυσοῖς. τοῖς γὰρ πρὸ αὐτοῦ βεβασιλευκόσιν ἐξ ἱκανοῦ εἶναι ὑποχείρια τοῦ χρόνου. διὸ καὶ μᾶλλον βασιλέα ἀδικεῖν πρὸς οἷς ἀφῄρηται ἀπαιτοῦντα καὶ Ἀγχίαλον. βασιλέως δὲ ἀποκριναμένου μὴ δεῖν τὴν ἀδικίαν ἐν δικαιώματος ποιεῖσθαι λόγῳ, μηδὲ ὅτι ἐπὶ χρόνον ἀπεστέρησαν, οἴεσθαι διὰ τοῦτο δίκαιον εἶναι καὶ διηνεκῶς ἀποστερεῖν. τὰς γὰρ τοιαύτας πόλεις οὐ μόνον ἄνωθεν ἐκ παλαιοῦ ὑπηκόους Ρωμαίοις εἶναι, ἀλλὰ καὶ αὐτῶν τὰς πλείους ὑπ' αὐτῶν τε ἐκτίσθαι καὶ κατῳκίσθαι ἀποικίας πεπομφότων· οὔπω δὲ χθὲς καὶ πρώην ὑφ' ἑαυτοὺς πεποιῆσθαι Μυσοὺς ἐκ τῶν Σφεντισθλάβου τοῦ βασιλέως χρόνων, ὃς ἦν τὴν αὐτοῦ ἀδελφὴν γεγαμηκὼς, τοῦ πρὸς Κατελάνους καὶ Πέρσας τοῖς Ρωμαίοις πολέμου κεκινημένου· ὃς πλεῖστα δὴ ἐκάκωσε τὰ πράγματα αὐτοῖς, δι' ὃν οὐδὲ ταῦτα ἀνασώσεσθαι ἠδυνήθησαν ἐξ αὐτῶν. νυνί τε αὐτὸν ἀδικεῖν οὐδὲν, ἀλλὰ τά τε ὄντα ἔχειν καὶ τὰ ἐλλείποντα ἀπαιτεῖν, ἃ εἰ μὲν εἰρήνης ἐπιθυμοίη ἀποδιδόναι· εἰ δὲ μὴ, ἀλλ' αὐτόν γε μὴ δύνασθαι προΐεσθαι, τρόπῳ δὲ παντὶ πειράσεσθαι διασώζειν τὴν ἀρχὴν, ὁ Ἀλέξανδρος, ἐπεὶ ἐγγὺς ἐστρατοπεδεύοντο ἀλλήλων καὶ δι' ἐλαχίστου τὰς ἀποκρίσεις ἐποιοῦντο, οὐκ ἔφασκε δεῖν περὶ ἀρχῆς τινα διαλεγόμενον ἀποδείξεσι χρῆσθαι καὶ λόγοις πιθανοῖς, ἀλλ' ὅπλοις καὶ χειρὶ βιαιοτέρᾳ τὰ δίκαια βραβεύειν. οἷς καὶ αὐτὸν ἐκ τοῦ ὑπερέχοντος χρώμενον νυνὶ, περὶ γῆς ὅρων διαλέγεσθαι ἀσφαλῶς· ἐγὼ δὲ παρεχώρησα ἂν καὶ Ἀγχιάλου ἐκ τοῦ ῥᾴστου, εἰ μὴ πολλὴν ἐμοί τε καὶ στρατιᾷ τὴν ἀτολμίαν καὶ τὴν μέμψιν ἐπῆγε. πρὸς γὰρ τῷ μὴ ἀντιστῆναι τολμῆσαι, μηδὲ ἐκ παρατάξεως διαγωνίσασθαι ὑμῖν, καίτοι γε ἅπαξ καὶ δὶς πρώτοις ἐπελθοῦσιν, εἰ καὶ Ἀγχιάλου ἐπ' οὐδεμιᾷ παραχωρήσομεν ἀντιδόσει, σαφέστατα δὴ ἐν πᾶσιν ἀνθρώποις ὁμολογήσομεν τὴν ἧτταν. ἀλλά τινος ἕνεκα αἰσχύνης προκαλύμματος εἰ βούλοιτο Διάμπολιν ἀποδόντα, τὴν Ἀγχίαλον ἀπολαμβάνειν. πάντως δὲ εἰδέναι ἀκριβῶς, ὡς, ὅ φασι, χάλκεα χρυσείων ἀνταλλάττεται. τούτου δὲ γενομένου, αὐτόν τε ἔχειν ἃ συμβήσεται αἰτεῖ καὶ αὐτὸν αἰσχύνης ἀπηλλάχθαι, ἴσ' ἀντ' ἴσων δοκοῦντα ἔχειν. βασιλεὺς δ' ἐπεὶ ἐδόκουν οἱ λόγοι προσηνεῖς τε εἶναι καὶ ἄξιοι παραδέχεσθαι, τοῦτο μὲν Ἀγχιάλου, Διαμπόλεως οὐδ' ὅσον εἰπεῖν διαφερούσης, τοῦτο δ' εἴτι καὶ πρόοιτο τῆς εἰρήνης ἕνεκα, οὐδεμίαν αὐτῷ μέμψιν ἂν οἰηθεὶς ἐπαγαγεῖν· ἄλλως τε καὶ σιτίων τῇ στρατιᾷ ἐπιλιπόντων, καὶ ἐνδείας οὔσης ἤδη λαμπρᾶς τῷ στρατοπέδῳ καὶ δεομένων ἢ διαγωνίζεσθαι πρὸς τοὺς πολεμίους, ἢ ἀναχωρεῖν, ὥστε καὶ αὐτὸν τὴν ἔνδειαν συνορῶντα πολλοῖς τὴν ἐς τὰ οἰκεῖα ἐπιτρέψαι ἀναχώρησιν, προσεδέξατό τε τὴν πρεσβείαν, καὶ ἐγένοντο αἱ συνθῆκαι ἐπὶ τούτοις, ὥστε Ρωμαίους καὶ Μυσοὺς ποιήσασθαι σπονδὰς, καὶ μηδὲν ἀλλήλους ἀδικεῖν· ἀλλ' Ἀγχίαλον μὲν ἀπολαβεῖν Ρωμαίους, ἀποδοῦναι δὲ Διάμπολιν, καὶ τοῦ λοιποῦ εἰρήνην ἄγειν ἔχοντας ἃ ἔχουσιν ἑκατέρους. τοιαῦτα μὲν ἀμφοτέροις τοῖς βασιλεῦσιν ἐγεγένηντο αἱ σπονδαὶ ἑβδόμῃ καὶ δεκάτῃ μηνὸς Ἰουλίου ἱσταμένου· καὶ οἱ ἀποληψόμενοι τὰς πόλεις καὶ τοὺς ὅρκους παρῆσαν ἑκατέροις παρ' ἀλλήλων.

κζʹ. Τῆς αὐτῆς δὲ νυκτὸς καθ' ἣν ἔμελλον εἰς τὴν ὑστεραίαν τελεσθήσεσθαι οἱ ὅρκοι, ἧκον πρὸς τὸν Ἀλέξανδρον κατὰ συμμαχίαν στρατιὰ ἀπὸ Σκυθῶν. ἦν γὰρ δὴ αὐτοὺς προσκεκλημένος ἐπὶ Μπελαοῦρον τὸν θεῖον, ὃς διαστασιάσας πρὸς αὐτὸν καὶ μέρος τῆς ἀρχῆς παρασπασάμενος, λυπηρὸς ἦν καὶ κακῶς ποιῶν τὴν χώραν. νομίσας δὲ εἰς δέον χρήσεσθαι τῷ καιρῷ, εἰ τούτους ἐξαπατήσας ἐπαγάγοι βασιλεῖ, τὸν θεῖον ἔλεγεν αὐτοῖς ἐγγὺς παρεῖναι, ᾧ δέον πρὶν αἰσθέσθαι ἐπελθεῖν· ἐκεῖνον δὲ μηδὲν εἰδότα τῶν γεγενημένων προθύμως καταστῆναι εἰς τὸν πόλεμον εἰκός· τούτου δὲ γενομένου, ἐκεῖνον τε διαφθαρήσεσθαι ῥᾷστα κρατηθέντα ὑφ' ἡμῶν ὄντων πολλαπλασιόνων καὶ ἡμᾶς πόνων ἀπαλλάξεσθαι μακρὰν ἀνύειν μέλλοντας ὁδόν. καὶ ἔπεισέ γε τοὺς βαρβάρους μὴ συνιδόντας τὴν ἀπάτην· βασιλεῖ γὰρ οὐκ ἂν ἐπῆλθον, εἴπερ ἔγνωσαν, διὰ τοὺς ὅρκους καὶ τὰς σπονδὰς, οὓς ἦσαν νεωστὶ πρὸς αὐτὸν πεποιημένοι. ἅμα δὲ ὄρθρῳ ὁπλισάμενοι, ἐχώρουν διὰ τῶν στενῶν ἐπὶ Ρωμαίους. αἰσθόμενοι δὲ οἱ βασιλέως σκοποὶ, αὐτόθι γὰρ ἦσαν τεταγμένοι, ἀπήγγελλον τὴν ἔφοδον κατὰ τάχος· καὶ ὁ βασιλεὺς ἐκέλευεν ὁπλίζεσθαι τὴν στρατιάν. ἐπεὶ δὲ ὡπλίσαντο, ἐξῄεσαν τεταγμένοι κατὰ φάλαγγας ἓξ οὔσας πρὸς ταῖς δέκα. ἦρχε δὲ τοῦ μὲν δεξιοῦ κέρως ὁ πρωτοστράτωρ, τοῦ δὲ ἀριστεροῦ Τζαμπλάκων ὁ μέγας παπίας, τὸ μέσον δὲ αὐτὸς ἐπεῖχεν ὁ βασιλεύς. ἓξ δὲ φάλαγγες τὸ μέτωπον ἐπλήρουν ἅπαν· καὶ μετ' αὐτοὺς ἦσαν αἱ δέκα τεταγμέναι ὡς ἕκαστοι μετὰ τῶν στρατηγῶν. βασιλεὺς δὲ ἠνιᾶτο μὲν ἠπατημένος ὡς πολὺ τῆς στρατιᾶς διὰ τὴν τῶν συνθηκῶν ἐλπίδα ἐπιτρέψας. οἴκαδε ἀναχωρεῖν. ὅμως δὲ πρὸς μόνους τοὺς Μυσοὺς τὸν ἀγῶνα ἔσεσθαι νομίζων, ἐπῄει θαῤῥῶν αὐτοῖς. ἀπιοῦσι δὲ ἠκούετο σάλπιγξ ἠχοῦσα Σκυθική. ἠχεῖ γὰρ οὐ κατὰ τὰς ἄλλας, ἀλλ' ἄγριόν τι καὶ ἀπηχὲς, ὁποῖον ἱκανὸν εἶναι τοὺς βαρβάρους ἐρεθίζειν πρὸς θυμόν. διὸ καὶ γνώριμός ἐστι καὶ πόῤῥωθεν ἀκουομένη. νομίσας δὲ ὁ βασιλεὺς οὐ Σκύθας εἶναι, οὐδὲ γὰρ ἂν ἠθετηκέναι τὰς σπονδὰς τὰς πρὸς αὐτὸν, ἀλλὰ τοὺς πέραν Ἴστρου Γέτας, οἳ ὁμόσκευοι τοῖς Σκύθαις ὡς τὰ πολλά εἰσιν ἱπποτοξόται, κατὰ συμμαχίαν παρόντας πρὸς ἔκπληξιν τῇ Σκυθικῇ σάλπιγγι χρῆσθαι, οἷς θαῤῥοῦντα καὶ Ἀλέξανδρον προθύμως πρὸς τὸν πόλεμον χωρεῖν, ἀντεπῄει καὶ αὐτὸς θαῤῥῶν. ἐπεὶ δὲ ἐγγὺς ἀλλήλων ἦσαν ὅσον ὁρᾶσθαι, ὅ,τε ἥλιος τὸν ὁρίζοντα ὑπερβὰς, ἐνεργεστέραν ταῖς ὄψεσι τὴν δύναμιν παρεῖχε, τότ' ἤδη καθαρῶς ἐφαίνετο Σκυθικὴ εἶναι ἡ ἐπιοῦσα στρατιά· οὐ γὰρ ἦσαν τεταγμένοι μετὰ τῶν Μυσῶν, ἀλλ' ἰδίαν αὐτοὶ ἐπεῖχον τάξιν. ἐπεὶ δὲ ἐγγὺς ἦσαν ὅσον ἐμβαλεῖν, οἱ Σκύθαι τὸν μὲν βασιλέα μετὰ τῶν προτάκτων παρεξέκλιναν· ἐπὶ δὲ τοὺς ἐπιτάκτους ἐχώρουν καὶ ἐτρέψαντο ἀντισχόντας ἐπ' ὀλίγον καὶ τὴν δίωξιν ἐποιήσαντο ἄχρι Ρωσοκάστρου. ἐκεῖ δὲ συστραφέντες οἱ Ρωμαῖοι, ἠμύνοντο τοὺς βαρβάρους ἔξω τῶν τειχῶν. βασιλεὺς δὲ ἅμα ταῖς προτεταγμέναις ἓξ φάλαγξι, καίτοι τῶν ὀπίσω τετραμμένων εἰς φυγὴν, οὐδὲν μᾶλλον ὑπεχώρησεν, ἀλλ' ἴη κατευθὺ Μυσῶν, καὶ συνέβαλον ὀλίγοι πρὸς πολλαπλασίους. μάχης δὲ καρτερωτάτης ἐφ' ἱκανὸν γεγενημένης, καὶ χειρὸς ἔργα καὶ τόλμης ἄξια πολλὰ τῶν Ρωμαίων ἐπιδειξαμένων, τέλος ὑπὸ τοῦ πλήθους τῶν Μυσῶν ἐκβιαζόμενοι καὶ ἐν κινδύνῳ ἤδη καθεστῶτες, ὑπεχώρησαν ὀπίσω. βασιλεὺς δ' ἅμα τῷ μεγάλῳ δομεστίκῳ καὶ Ἀσάνῃ τῷ Μανουὴλ τῷ τῆς μεγάλου δομεστίκου γυναικὸς ἀδελφῷ, ὃς τῆς βασιλικῆς τάξεως ἦρχε, καὶ ἑτέρους ἄγων πεντήκοντα ἐκ τῶν ἐπιφανῶν λογάδας, πρῶτα μὲν ἐτρέψαντο τοὺς κατ' αὐτούς. ἔπειτα σφοδροῦ προσεῤῥυηκότος τοῦ πολέμου καὶ πολλῶν περιχυθέντων, οὐκ ἠδυνήθησαν τηρῆσαι τὸν συνασπισμὸν, ἀλλὰ διαλυθέντες ὡς ἠδύναντο ἕκαστος, ἀνεχώρουν, τῶν δύο μόνων ὑπολελειμμένων βασιλέως καὶ μεγάλου δομεστίκου ἐν ταὐτῷ· κἀκεῖνοι δὲ διαιρεθέντες ἐπ' ὀλίγου, πάλιν τάχιστα εἰς ἓν συνῆλθον, ὡς καὶ τὸν μέγαν δομέστικον εἰπεῖν πρὸς βασιλέα· «καιρὸς εὐψυχίας καὶ τόλμης, ὦ βασιλεῦ· χρῶ τοίνυν τῇ χειρὶ, καὶ ἄξια ἔργα ἐπιδείκνυσο σαυτοῦ.» τὸν δ' ἀποκρίνασθαι, μηδὲν ὄφελος εἶναι τῆς ἀνδρίας καὶ τῆς τόλμης τῆς αὐτοῦ, τῶν ἄλλων ἁπάντων τετραμμένων εἰς φυγήν. ὅμως βασιλεύς τε καὶ ὅσοι εἰς χεῖρας ἦλθον τοῖς Μυσοῖς, καίτοι καὶ γενομένης τῆς τροπῆς, οὐ νῶτα βάλλεσθαι παρέσχον φεύγοντες ἀμεταστρεπτί· ἀλλ' ἀμυνόμενοι καὶ περισώζοντες ἑαυτοὺς, ἦλθον ἄχρι Ρωσοκάστρου· ἐκεῖ δὲ τῇ λοιπῇ στρατιᾷ γενόμενοι εἰς ἓν, ἠμύνοντο ὁμοῦ προθύμως πρός τε Σκύθας καὶ Μυσοὺς ἄχρι τρίτης τῆς ἡμέρας ὥρας· μηδὲν δὲ πλέον οἱ βάρβαροι δυνάμενοι ἀνύσαι, οὐδὲ γὰρ αὐτὸς Ρωσοκάστρου ἴσχυσαν βιάσασθαι ἐλθεῖν, διαλυθέντες, εἰς στρατόπεδον τὸ οἰκεῖον ἐπανῆλθον. ἔπεσον δὲ παρὰ τὴν μάχην καὶ ἐζωγρήθησαν Ρωμαίων ἀπὸ μὲν τῶν ἱππέων ἑπτὰ καὶ τριάκοντα· ὧν ἦσαν ἓξ τῆς τάξεως τῆς βασιλικῆς· πεζοὶ δὲ πέντε πρὸς τοῖς ἑξήκοντα· καὶ τούτων οἱ πλείους ἢ σύμπαντες σχεδὸν ὑπὸ τῶν Σκυθῶν ἑάλωσαν ἢ ἀπέθανον. ἀπέθανον δὲ καὶ ἀπὸ τῶν Μυσῶν ὀλίγῳ πλείους τῶν Ρωμαίων. πλὴν ἡ νίκη φανερῶς προσεγένετο τοῖς Μυσοῖς διὰ τὸ μὴ τοὺς Ρωμαίους ἀντισχεῖν, ἀλλὰ τραπέντας ἀτάκτως εἰς Ρωσόκαστρον ἐλθεῖν. περὶ δὲ μεσημβρίαν τῆς αὐτῆς ἡμέρας Ἀλέξανδρος ὁ τῶν Μυσῶν βασιλεὺς τῶν παρ' αὐτῷ ἐπιφανῶν τὸν Ἰβάνην πέμψας πρὸς βασιλέα πρεσβευτὴν, ἠξίου τὰς γεγενημένας τῇ προτεραίᾳ συνθήκας ἀλύτους μένειν, καὶ πλείονος ἕνεκα φιλίας καὶ ἀσφαλείας τῆς πρὸς τὰς σπονδὰς τὴν θυγατέρα τὴν αὐτοῦ τῷ υἱῷ ἐκείνου κατεγγυῆσαι. βασιλεὺς δὲ τὸ μὲν τελεσθῆναι τὰς γεγενημένας σπονδὰς, καὶ αὐτῷ εἶναι ἀπεκρίνατο κατὰ γνώμην, ἐπεὶ καὶ πρότερον οὐ πρὸς ἀνάγκην, ἀλλὰ διὰ τὸ λυσιτελεῖν νομίζειν τὴν εἰρήνην γεγενῆσθαι· τὴν δὲ συγγένειαν μὴ βούλεσθαι· δόξαι γὰρ ἂν πᾶσι δι' ἀνάγκην ἢ φόβον τοιαῦτα πράττειν οἷα δὴ νενικημένον ὑπὸ σοῦ· καίτοι τὸ μὲν τραπῆναι συμβέβηκεν ἡμῖν μόνοις ὑπὸ πλειόνων βιασθεῖσιν. ἀποστερήσει δὲ τῶν οἰκείων οὐδὲν διενηνόχαμεν ἀλλήλων. πλείους γὰρ ἀπεβάλετε ὑμεῖς· ὅμως αὐτοῦ γε ἕνεκα τοῦ ἡσσῆσθαι δοκεῖν ἡμᾶς οὐ βούλομαι τὴν συγγένειαν ποιήσασθαι νυνὶ, ἀλλ' εἰρήνην μόνον καὶ σπονδάς· ἀναστρέψαντι δὲ εἰς τὴν οἰκείαν, πρεσβείαν περὶ τῆς ἐπιγαμίας ποιεῖσθαι καὶ σκεψαμένῳ ὅ,τι ἂν λυσιτελεῖν δοκοίη καθ' ἡσυχίαν πράττειν. Ἰβάνης μὲν οὖν ἐπανῆλθεν ὡς βασιλέα τὸν οἰκεῖον, τὰς ἀποκρίσεις τοῦ Ρωμαίων βασιλέως ἄγων· καὶ μετὰ μικρὸν ἐπανῆλθε πάλιν ἄγων καὶ συμπρεσβευτὴν τὸν Ἀλεξάνδρου τοῦ βασιλέως θεῖον Συναδηνὸν, τὰ ἴσα πρεσβεύοντα καὶ αὖθις. περί τε τοῦ κήδους πολλὰ διαλεγόμενοι ἐπαγωγὰ, ἐξ ὧν ᾤοντο τὸν βασιλέα πεῖσαι· ὁ βασιλεὺς δὲ τοῖς προτέροις καὶ αὖθις ἐχρῆτο λόγοις· καὶ τὴν μὲν εἰρήνην ἔφασκεν αἱρεῖσθαι, καὶ θέσθαι βούλεσθαι περὶ αὐτῆς σπονδάς· τὴν συγγένειαν δὲ οὐ νυνὶ ποιήσειν, ἀλλ' ἐς ὕστερον ἢν αὐτῷ δοκῇ. ἂν μὲν οὖν καὶ αὐτοῖς τὰ τοιαῦτα κατὰ γνώμην ᾖ, διαλέγεσθαι περὶ τῶν συνθηκῶν· ἂν δ' ἕτερά τινα διανοῶνται, ἀπελθόντας παρασκευάζεσθαι καθ' ὅ,τι ἂν δοκῇ. οἱ δ' ἐπεὶ ἑώρων βασιλέα ἀμεταστρεπτὶ τῶν ἐξ ἀρχῆς ἐχόμενον λογισμῶν, τὴν μὲν συγγένειαν τὸν αὐτῶν ἔφασαν βασιλέα περὶ πλείστου ποιεῖσθαι· καὶ αὐτοῖς προστεταχέναι περὶ ἐκείνης πᾶσαν ἐπιδείξασθαι σπουδήν· ἂν δὲ μὴ προσχωροίη μηδὲ πείθοιτο ὁ βασιλεὺς, τότ' ἤδη τοὺς μὲν περὶ ἐκείνης λόγους εἰς τὸ μέλλον ὑπερθέσθαι ὡς καιρῷ τῷ προσήκοντι γενησομένους· αὐτοὺς δὲ περὶ τῆς εἰρήνης ποιεῖσθαι τὰς συνθήκας. καὶ γενομένων παρ' ἀμφοτέρων λόγων οὐ πολλῶν, συνέβησάν τε καὶ τὰς σπονδὰς ἐποιήσαντο αὐθήμερον· καὶ ὅρκους ἐποιήσαντο ἐπ' αὐταῖς οἱ βασιλεῖς κατὰ τὸ ἔθος· καὶ τοὺς περιόντας τῶν Ρωμαίων δοριαλώτους ἔλυσαν ἄνευ λύτρων· οὕτω γὰρ ἦν ἐν ταῖς συνθήκαις εἰρημένον· εἰς τὴν ὑστεραίαν τε γενόμενοι ἐν ταὐτῷ, συνηρίστησάν τε ἀλλήλοις καὶ συνδιέτριψαν διὰ πάσης τῆς ἡμέρας περὶ τῶν γεγενημένων τῇ προτεραίᾳ κατὰ τὴν μάχην ὁμιλοῦντες. ἔκπληξις γὰρ εἶχεν Ἀλέξανδρόν τε καὶ Μυσοὺς τῆς Ρωμαίων τόλμης καὶ τῆς εὐψυχίας, ὅτι ὀλίγοι πρὸς πολλαπλασίους ἀγωνιζόμενοι, καὶ τῶν μετ' αὐτοὺς τεταγμένων ἡττημένων ἤδη λαμπρῶς, οὐδὲν μᾶλλον ὑφῆκαν τῆς ἀνδρίας καὶ τῆς τόλμης, ἀλλ' ὥσπερ μηδενὸς καινοῦ γεγονότος, ἀτρέπτῳ φρονήματι συνέβαλον τοῖς πολεμίοις· καὶ βιασθέντες ὑπὸ τοῦ πλήθους μετὰ ταῦτα ἐπεὶ ἀνεχώρουν, οὐ πρὸς φυγὴν παντάπασιν ἀπεῖδον, ἀλλ' ἠμύνοντο ἀπιόντες, ὅπερ καὶ μάλιστα διέσωσεν αὐτούς. διεβεβαιοῦτό τε Ἀλέξανδρος καὶ ὅρκους προστιθεὶς, ὡς εἰ χρόνον τινὰ ἔτι ἐνέμειναν μικρὸν ἐπὶ τοῦ σχήματος, καὶ μὴ ἐγένετο ἡ τροπὴ, οὐκ ἂν ὑπέμειναν αὐτοὶ, ἀλλ' ᾤχοντο φεύγοντες, ἐκπεπληγμένοι τὴν τόλμαν αὐτῶν καὶ τὴν καρτερίαν καὶ μάλιστα βασιλέως. τοιαῦτα καὶ ἕτερ' ἄττα διὰ πάσης τῆς ἡμέρας ὁμιλήσαντες, πρὸς ἑσπέραν συνταξάμενοι ἀλλήλοις, Ἀλέξανδρος μὲν ἐπανέζευξεν εἰς τὴν οἰκείαν, βασιλεὺς δὲ Ρωσοκάστρῳ ἡμέρας ἐνδιατρίψας οὐ πολλὰς, ἄρας ἐκεῖθεν ἦλθεν εἰς Διδυμότειχον, καὶ διέλυσε τὴν στρατιάν.

κηʹ. Καὶ μετὰ πεντεκαιδεκάτην ἡμέραν ἠγγέλλετο αὐτῷ ὡς ὁ Σμύρνης καὶ Ἐφέσου καὶ ἄλλων τῶν κατὰ τὴν Ἰωνίαν πόλεων σατράπης Ἀμοὺρ, πέντε ἄγων καὶ ἑβδομήκοντα στόλον νεῶν, τὸν Αἰγαῖον διαβαλὼν Σαμοθράκῃ προσέσχε πρῶτον· κἀκεῖθεν πρὸς τὴν ἀντιπέρας ἤπειρον περαιωθεὶς, τὰ ἐκεῖ παράλια τῆς Θρᾴκης παραπλεῖ, ἄδηλος ὢν ὅποι ἀποβήσεται. αὐτίκα τε ἐκ τῶν παρόντων ὅσους ἐνῆν συναγαγὼν, πρὸς τὰ παράλια ἐχώρει τῆς Θρᾴκης ὡς τῷ Περσικῷ στόλῳ κώλυμα ἐσόμενος τοῦ μὴ ἀποβάντας κακοῦν τὴν χώραν. συμβέβηκε δὲ βασιλέα τε κατὰ τὰ Κουμουτζηνὰ πόλισμα τῆς Θρᾴκης οὐ πολὺ ἀπῳκισμένον τῆς θαλάσσης αὐλίσασθαι τὴν νύκτα, καὶ Ἀμοὺρ κατὰ τὴν Ποροῦν παράλιον τῆς Θρᾴκης χώραν καταντικρὺ Κουμουτζηνῶν τὴν ἀπόβασιν ποιήσασθαι· ἐξελθόντα τε αὐτὸν πανστρατιᾷ ὡς ἐπὶ λείαν, καὶ βασιλέα ἐπὶ τὸ κωλῦσαι προελθεῖν, συντυχεῖν ἀλλήλοις κατά τι χωρίον ὠνομασμένον Παναγίαν. ὃ ὕπτιον μὲν ἦν καὶ ὁμαλὸν, καὶ μάλιστα ἐπικαιρότατον ἱππεῦσι πρὸς πεζοὺς διαγωνίζεσθαι, καὶ διὰ τοῦτο βασιλεῖ παρεῖχε προθυμίαν συμπλέκεσθαι τοῖς βαρβάροις. ἀπέτρεπε δὲ αὖθις τὸ πλῆθος τῶν Περσῶν, οὐ τρὶς καὶ τετράκις, οὐδὲ δεκάκις, ἀλλὰ καὶ πλεονάκις τοσούτων ὄντων ἢ ὅσους ἦγεν αὐτὸς, καὶ διὰ τοῦτο οὔτε ἀφίστασθαι αὐτῶν ἠδύνατο ὁρῶν οὐκ ἀνέλπιστον τὴν ἐπιχείρησιν αὐτῶν· τό, τε συμπλέκεσθαι ἐποιεῖτο ἐν δεινῷ, εἰ ὀλίγους ἄγων πρὸς τοσούτους διακινδυνεύσοι. ἐλπίζων δὲ ἀφίξεσθαι καὶ ἄλλην στρατιὰν, ἣ ἦν προστεταγμένη πρὸς αὐτὸν ἐλθεῖν, περιέμενεν ἐκεῖ, ὡς εἰ ἀφίξοιτο τοῖς βαρβάροις συμβαλών. οὕτω γὰρ ὅ,τε μέγας δομέστικος καὶ ὁ τούτου πενθερὸς Ἀσάνης συνεβούλευεν ἐκεῖ παρών. οἵ τε βάρβαροι τῇ φύσει μὲν τοῦ τόπου οὐκ ἐθάῤῥουν διὰ τὸ μηδεμίαν εἶναι ἀναχώρησιν πρός τι καρτερὸν, εἰ βιάζοιντο ὑπὸ τῶν ἱππέων· τῷ πλήθει δὲ ὁρῶντες ἑαυτοὺς ὑπερέχοντας πολὺ τῶν πολεμίων, ἐκαρτέρουν, μήτε ἄρχοντες αὐτοὶ πολέμου, μήτε ἀναχωροῦντες, ἵνα μὴ θάρσος παρέχωσι Ρωμαίοις ἐπιφέρεσθαι αὐτοῖς. οὕτω μὲν οὖν ἀμφότερα τὰ στρατεύματα εἱστήκει ἀλλήλοις ἀντιπαρατεταγμένοι, γνώμην ἔχοντες ἑκάτεροι μὴ προεπιχειρεῖν, ἀλλ' ἀμύνεσθαι τοὺς ἐπιόντας. ἐπεὶ δὲ ἤδη περὶ δείλην ἡ ἡμέρα ἦν, οἱ βάρβαροι πρότερον Ἑλληνιστὶ πρὸς Ρωμαίους εἶπον, ὡς οὐ δέον ἀργοὺς οὕτω διὰ πάσης ἑστάναι τῆς ἡμέρας· ἀλλ' ἢ μάχην συνάπτειν, ἢ ἀναχωρεῖν σπονδὰς θεμένους. μηδὲν δὲ ἀποκριναμένων τῶν Ρωμαίων, οἱ βάρβαροι μικρὸν διαλιπόντες, ἐπυνθάνοντο πάλιν, ὅθεν εἴη τε ἡ στρατιὰ καὶ τίς ὁ ἐξηγούμενος αὐτῆς. κελεύσαντος δὲ βασιλέως, ἀπεκρίναντο, τὴν μὲν στρατιὰν ἐκ τῶν παρακειμένων πόλεων ἐγχωρίων εἶναι συνειλεγμένην· στρατηγεῖν δὲ αὐτῆς τὸν ἐκ βασιλέως ἐπιτετραμμένον τὴν τῶν πόλεων ἡγεμονίαν. αὐτοὶ δὲ τὸν μὲν στρατηγὸν ἀπεκρίναντο οὐκ ἀγνοεῖν, ἀλλὰ σαφῶς εἰδέναι ὅστις εἴῃ· μηνύειν τε αὐτῷ τὸν αὐτῶν σατράπην Ἀμοὺρ, ὡς αὐτοὶ μὲν ἥκοιεν κέρδους ἕνεκα ἐνταῦθα, οἰόμενοι κώλυμα οὐδὲν ἔσεσθαι αὐτοῖς πρὸς τὴν ὁρμήν. ὑμῶν δὲ ἐμποδὼν γεγενημένων, διὰ πάσης μὲν ἡμέρας ἑστάναι ἐνταυθοῖ, ἔργῳ δεικνύντας, ὡς οὐκ ὀῤῥωδοῦμεν τὴν μάχην τὴν πρὸς ὑμᾶς, ἀλλ' οὕτω παρεσκευάσμεθα, ὡς διαγωνιούμενοι ὑμῖν, ἂν πρῶτοι ἄρχητε πολέμου· κλινούσης δὲ ἤδη τῆς ἡμέρας, καιρὸν εἶναι πρὸς τὰς ναῦς καὶ τὸ στρατόπεδον ἀναχωρεῖν· κἂν μὲν καὶ ὑμῖν δοκοίη βέλτιον ἀποσχέσθαι μάχης, ἀγαπήσειν καὶ αὐτοὺς, ἂν δ' ἐθέλητε συμπλέκεσθαι, ἀμυνεῖσθαι καὶ αὐτοὺς τὰ δυνατά. τοιαῦτα εἰπόντες, ἀναστρέψαντες ᾔεσαν τεταγμένοι πρὸς τὰς ναῦς· βασιλεῖ δὲ καὶ τοῖς συνοῦσιν ἀρκεῖν ἐδόκει τὸ φθορᾶς τοσαύτης τὴν χώραν ἀπαλλάττειν καὶ μὴ διὰ φιλονεικίαν ἑαυτοὺς εἰς κίνδυνον ἐμβάλλειν, ὀλίγους συμπλεκομένους πρὸς πολλούς. ἀλλ' ἐπεὶ κεναῖς χερσὶν οἱ βάρβαροι ἀπήλλαξαν καὶ τῶν ἰδίων τινὰς ἀποβαλόντες, τινὰς γὰρ αὐτῶν ἀπέκτειναν οἱ Ρωμαῖοι, περί τι χωρίον ἐσκεδασμένοις ἐντυχόντες, ἀγαπᾷν καὶ αὐτοὺς ἀναιμωτὶ τὴν νίκην καρπουμένους. διὸ καὶ ὥσπερ ἀπὸ συνθήκης ἀπέσχοντο τῆς μάχης. καὶ Ἀμούρπεκις μὲν ταῖς ναυσὶν ἐμβὰς, ἀπέπλει πρὸς Ἀσίαν· βασιλεὺς δὲ εἰς Διδυμότειχον ἐπανῆκε, καὶ διήγαγεν ἐνιαυτὸν, μήτε ἀπὸ τῶν ἑσπερίων μήτε τῶν ἑῴων βαρβάρων πόλεμον μηδένα ἔχων. μετὰ δὲ τοῦτο μηνὶ Φεβρουαρίῳ ἰνδικτιῶνι πέμπτῃ ἐπὶ δέκα, ἔτει τεσσαρακοστῷ ἐπὶ ὀκτακοσίοις καὶ ἑξακισχιλίοις, Ἀντώνιος ἐτελεύτησεν ὁ βασιλεὺς, δύο καὶ ἑβδομήκοντα ἔτη γεγονώς. καὶ μετὰ ἥμισυν καὶ ἕνα ἐνιαυτὸν ἀπὸ τῆς βασιλέως τελευτῆς ἡ Ἀνδρονίκου τοῦ βασιλέως μήτηρ βασιλὶς ἡ Ξένη ἐτελεύτησεν. ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους μετὰ μικρὸν καὶ ὁ Θετταλίας δεσπόζων τῆς ὁμόρου τῇ Βοτιαίᾳ Γαβριηλόπουλος Στέφανος ὁ σεβαστοκράτωρ ἐτεθνήκει. Θεσσαλονίκης δὲ ἐπιτροπεύων ἐν τῷ τότε ὕπαρχος ὁ Μονομάχος, συνέσει τε ἀγαθὸς καὶ πράγμασιν εἰδὼς χρῆσθαι, τά τε κατὰ τὰς στρατείας ἐξησκημένος καὶ στρατηγεῖν ἱκανὸς, συνιδὼν καιρὸν εἶναι ἐπιθέσθαι Θετταλίᾳ, ὡς ἂν ὑπαγάγοι βασιλεῖ, στρατιὰν ὅσην ἐνῆν ἀθροίσας ἐκ Θεσσαλονίκης, ἐσέβαλεν εἰς αὐτὴν, οὖσαν τεταραγμένην διὰ τὴν τοῦ δεσπόζοντος τελευτήν. καὶ εἷλε τόν τε Γόλον καὶ Καστρὶν καὶ Λυκόστομον πολίσματα αὐτῆς. Σταγοὺς δὲ καὶ Τρίκαλα καὶ Φανάριον καὶ Δαμάσιν καὶ Ἐλασῶνα, ἃ ὑπὸ Γαβριηλόπουλον ἐτέλουν, καὶ ἕτερα φρούριά τινα ὁ τῆς Ἀκαρνανίας ἄρχων ὁ δεσπότης Ἰωάννης ὁ δοὺξ φθάσας παρεστήσατο ὁμολογίᾳ. καὶ κατασχὼν φρουραῖς, ἐπανῆλθεν εἰς Ἀκαρνανίαν. βασιλεὺς δὲ ἐπεὶ ἐπύθετο τὰ κατὰ Θετταλίαν, ἔγνω δεῖν ἐκεῖ παραγενέσθαι. καὶ ὀλίγῳ ὕστερον ἐλθὼν, εἷλε πάντα ὅσα ὑπεποιήσατο ὁ δούξ. καὶ τοὺς φρουροὺς ἐκβαλὼν, ἠδίκησεν οὐδέν· ἀλλ' εὖ ποιήσας, ἀπέπεμψεν εἰς τὴν οἰκείαν. διατρίβοντα δὲ ἐν Θετταλίᾳ βασιλέα οἱ τὰ ὀρεινὰ τῆς Θετταλίας νεμόμενοι Ἀλβανοὶ ἀβασίλευτοι Μαλακάσιοι καὶ Μπούϊοι καὶ Μεσαρίται ἀπὸ τῶν φυλάρχων προσαγορευόμενοι, περὶ δισχιλίους καὶ μυρίους ὄντες, προσεκύνησαν ἐλθόντες καὶ ὑπέσχοντο δουλεύσειν. ἐδεδοίκεσαν γὰρ μὴ, χειμῶνος ἐπελθόντος, διαφθαρῶσιν ὑπὸ τῶν Ρωμαίων, ἅτε πόλιν οἰκοῦντες οὐδεμίαν, ἀλλ' ὄρεσιν ἐνδιατρίβοντες καὶ χωρίοις δυσπροσόδοις, ὧν ἀναχωροῦντες τοῦ χειμῶνος διὰ τὸ κρύος καὶ τὴν χιόνα, ἄπιστόν τινα ἐν τοῖς ὄρεσιν ἐκείνοις νιφομένην, εὐεπιχείρητοι ἔσεσθαι ἐδόκουν. βασιλεὺς δὲ ἐκεῖθεν ἀναζεύξας ἦλθεν εἰς Θεσσαλονίκην. καὶ μετ' οὐ πολλὰς ἡμέρας πρεσβείαν πρὸς αὐτὸν ὁ Κράλης πεπομφὼς, ἠξίου καθ' ὃν ἂν δοκοίη τόπον γενομένους ἐν ταὐτῷ φιλίας ἕνεκα, ἀλλήλοις τε συνησθῆναι καὶ ὁμιλίας τῆς ἀλλήλων καὶ συντυχίας ἀπολαῦσαι. ἐπεὶ δὲ καὶ βασιλεῖ τοῦτο ἐδόκει κατὰ γνώμην καὶ ἐπένευε πρὸς τὴν ἀξίωσιν, συνέθεντο μετὰ τῶν πρέσβεων ἐν Βαϊμὶ τὴν ἕνωσιν γενέσθαι χωρίῳ Μακεδονικῷ. ὁ Κράλης μὲν οὖν, ἐπεὶ ἐπύθετο τὸ σύνθημα, ἐκ τῆς οἰκείας ὁρμηθεὶς πρὸς τὸ συντεθειμένον χωρίον ᾔει· βασιλεὺς δ' ὥσπερ ἔκπληξίν τινα βουληθεὶς τῷ Κράλῃ ἐμποιῆσαι ἢ μᾶλλον ἀδόλου καὶ καθαρᾶς φιλίας πίστεις παρασχεῖν, τὸ μετὰ παρασκευῆς καὶ ἀντιῤῥόπου στρατιᾶς εἰς τὸν ὡρισμένον τόπον ἐλθεῖν καταλιπὼν, τριακοσίους τῶν ἰδίων ἀπολεξάμενος, καὶ ἐκ τῶν ἐπιφανῶν τινας ὀλίγους χωρὶς τῶν πρὸς ὑπηρεσίας τεταγμένων, ἔτι περὶ μέσην τὴν οἰκείαν διατρίβοντι τῷ Κράλῃ κατὰ τὸ Ραδοβόσδιον προσαγορευόμενον, ἠγγέλλετο ὁ βασιλεὺς ἐξαίφνης προσιών. πρῶτα μὲν οὖν ἐθορυβήθη δείσας τὴν βασιλέως ἔφοδον, μὴ οὐ κατὰ φιλίαν εἴη. ὡς δὲ ἐπύθετο τὸν ἀριθμὸν τῶν ἑπομένων καὶ τὴν γνώμην βασιλέως ἣν ἔχων μετὰ τοσούτων ἥκει, ὑπερηγάσθη τε τὸν βασιλέα τῆς ἀδόλου γνώμης καὶ τῆς πρὸς τοὺς φίλους ἐλευθερίας, καὶ συνήδετο ἑαυτῷ τοιοῦτον κτησαμένῳ φίλον. εἱστίασέ τε αὐτὸν φιλοτίμως μάλα καὶ βασιλικῶς, καὶ παρακατέσχεν ἑαυτῷ ἐφ' ἡμέραις ἑπτά. πολλήν τε ἐπιδειξάμενος φιλοφροσύνην καὶ μετρίως ἐς τὰ μάλιστα καὶ οἷα δεσπότῃ προσενεχθεὶς τῷ βασιλεῖ, μετὰ τὴν ἑβδόμην αὐτὸς μὲν ὑπελείπετο εἰς τὴν οἰκείαν, βασιλέα δὲ χαίρων χαίροντα οἴκαδε ἀπέπεμπε. κατὰ ταύτην δὲ τὴν συντυχίαν καὶ μεγάλῳ δομεστίκῳ ἐγένετο πρὸς Κράλην φιλία ἰσχυρὰ πεῖραν ἑαυτοῦ παρασχομένῳ.

κθʹ. Βασιλεὺς δὲ ἐκεῖθεν εἰς Θεσσαλονίκην ἐλθὼν καὶ οὐ πολὺ ἐνδιατρίψας, ἧκεν εἰς Βυζάντιον. καὶ οὐ πολλαῖς ἡμέραις ὕστερον ἠγγέλλετο, ὡς Δομένικος ὁ Ἀνδρέου τοῦ Κατάνια, ὃς τῆς νέας Φωκαίας ἦρχε, βασιλέως παραδόντος κατὰ χάριν, τοῦ πατρὸς αὐτῷ ἀποθανόντος, κληρονόμος τῆς οὐσίας καταστὰς, πλούσιος δὲ ἦν, τοῖς χρήμασι φυσηθεὶς, Λέσβον διανοηθείη Ρωμαίων ἀφελόμενος, ἰδίαν ἑαυτῷ περιποιήσασθαι ἡγεμονίαν, μίαν καὶ δέκα ἐκ Γεννούας οἰκείοις χρήμασι πληρώσας τριήρεις καὶ ἐκ Σικελίας μίαν προσεταιρισάμενος Δηλίους τε πείσας πέντε παρασχεῖν, ἀκηρύκτως ἐπέπλευσε Λεσβίοις. καὶ Μιτυληναίους μὲν εἷλε τειχομαχίᾳ, ἀπαρασκεύοις προσπεσὼν καὶ καταπλήξας τῷ ἀπροσδοκήτῳ· ἐκράτησε δὲ καὶ τῶν ἄλλων φρουρίων συμπάντων ὅσα ἦν κατὰ τὴν νῆσον· Ἐρεσσοῦ δὲ καὶ Μηθίμνης ἀπεπείρασαν μὲν, ἥττους δὲ ὀφθέντες τῶν τειχῶν ἀπέσχοντο, καὶ νῦν ταῦτα μόνα τὴν πρὸς βασιλέα εὔνοιαν καὶ δουλείαν ἀποσώζει. τοιαῦτα περὶ Λέσβου πυθόμενος ὁ βασιλεὺς, Λατίνοις μὲν τοῖς κατὰ Γαλατᾶν ἀποίκοις οὖσι Γεννουϊτῶν πολλὴν ὠνείδισε τὴν πονηρίαν καὶ τὴν νεωτεροποιΐαν, καὶ διεμαρτύρατο ὅτι παρὰ τὰ συγκείμενα Ρωμαίοις καὶ αὐτῶν τῇ βουλῇ καὶ τῷ δήμῳ οἰκείᾳ χρώμενοι μοχθηρίᾳ καὶ πανουργίᾳ πράττουσιν, ἐξ ὧν οὐ ζημίας μόνον, ἀλλὰ καὶ πόνους καὶ κινδύνους τοῖς Ρωμαίων βασιλεῦσι προξενοῦσιν. οἷς οὐδὲ αὐτοὶ εἶχον ἀντειπεῖν ὡς δικαίως οὐ κατηγοροῦνται. αὐτὸς δὲ ἐν ἡμέραις εἴκοσι ταῖς πάσαις τεττάρων καὶ ὀγδοήκοντα νεῶν στόλον ἐξηρτύετο, ὧν ἦσαν αἱ τέτταρες καὶ τετταράκοντα διήρεις καὶ τριήρεις· αἱ λοιπαὶ δὲ μονήρεις ἦσαν. εἵποντο δὲ καὶ νῆες φορτηγοὶ ἄγουσαί τε στρατιώτας πεζομάχους καὶ σῖτον καὶ τὰ ἄλλα ἐπιτήδεια τῇ στρατιᾷ. καὶ ἐπεὶ πάντα παρεσκευασμένα ἦν καὶ οὐδὲν ἐνέδει ἔτι, ἄραντες ἐκ Βυζαντίου ἔπλεον ἐπὶ Λέσβον. γενομένοις δὲ αὐτοῖς κατὰ τὴν Καλλιούπολιν τὴν πρὸς Ἑλλήσποντον, οἱ ἀπὸ τῆς Λέσβου τῶν Λατίνων σκοποὶ οἳ παρῆσαν αὐτόθι μακρᾷ νηῒ ταχυναυτούσῃ, φυλάσσοντες τὴν βασιλέως ἔφοδον, πρότεροι ἐλθόντες διά τε ταχυτῆτα τῆς νηὸς καὶ τὸ μάλιστα ἐπισπεύδειν τὸν πλοῦν, ἐμήνυον βασιλέως τὸν ἐπίπλουν ὡς οὐ πολὺ ὕστερον ἐσόμενον. ἐκείνοις δὲ τὸ πλῆθος μὴ εἰδόσι τῶν βασιλικῶν νεῶν, ἐδόκει μαχητέα πρὸς βασιλέα εἶναι· καὶ παρεσκευάζοντο ὡς ναυμαχήσοντες. οἱ Δήλιοι δὲ ὁρῶντες αὐτοὺς παρασκευαζομένους, ναυάρχῳ τῷ σφετέρῳ τὴν γνώμην κατάδηλον ἐποίουν, φάσκοντες ὡς πᾶσι μᾶλλον ἀνθρώποις ἢ βασιλεῖ τῷ Ρωμαίων ὅπλα ἀνταίρειν εἶεν δυνατοί. οὗ δὴ ἕνεκα καὶ πρὶν καταστῆναι ἐς τὴν μάχην, φανερὰν αὐτῷ τὴν βουλὴν ποιεῖν, ὅπως τάχιστα τὰ δέοντα βουλεύσηται καὶ μὴ ἀναγκασθῇ φεύγειν αἰσχρῶς καὶ ἀγεννῶς, μήτε ὅπλα ἀνταιρόντων αὐτῶν μήτε ἀμυνομένων. ὁ δὲ αὐτοὺς μὲν τῆς ἀληθείας ἕνεκα ἐπῄνεσε καὶ χάριν ὡμολόγησε πολλήν. Δομενίκῳ δὲ τῷ παντὸς ἄρχοντι τοῦ στόλου, καὶ τοῖς ἄλλοις ναυάρχοις τῶν Λατίνων προσελθὼν, οὐκ ἔφασκε δεόντως βεβουλεῦσθαι πρὶν ἀκριβῶς ἐκμαθεῖν ὁπόσας ἄγοι τριήρεις ὁ βασιλεὺς, ἀπερισκέπτως πρὸς τὴν ναυμαχίαν οὕτω καὶ θρασέως χωρεῖν. ἐὰν γὰρ συμβαίη ἡττηθῆναι, οὐδὲν ἄλλο λείπεται ἢ παντάπασι διαφθαρῆναι, πάντων τῶν ἐνθάδε πολεμίων ὄντων καὶ συνεπιθησομένων. οὗ δὴ ἕνεκα ἐχρῆν πρότερον τὴν δύναμιν βασιλέως ἐρευνᾷν ὁπόσην ἄγει. κἂν μὲν οἷοί τε ἦτε διαναυμαχεῖν, ἂν δὲ μὴ, καταφυγήν τινα ὅπη σωθήσεσθε ζητεῖν. ἐγὼ δὲ προθύμως μὲν ἂν πρὸς τὴν ναυμαχίαν συνηγωνισάμην παρὼν ὑμῖν· Δηλίους δὲ οὐδέν ἐστι τὸ πεῖσον ὅπλα ἀνταίρειν βασιλεῖ, ἀλλὰ πάντα μᾶλλον αἱρετέα, ἢ πρὸς βασιλέα αὐτοῖς πολεμητέα εἶναι λέγουσι. βιάζεσθαι μὲν οὖν οὐκ ἔξεστιν αὐτοὺς πάντας ἐπίσης τὴν ὁμοίαν γνώμην ἔχοντας. ἔδοξε δέ μοι βέλτιον σκεψαμένῳ, πρὶν βασιλέα ἥκειν, ἀναχωρεῖν. ἐὰν γὰρ ὀφθέντος φεύγωμεν, αἰσχύνην οὐ τὴν τυχοῦσαν προστριψόμεθα Σπιταλιώταις. μελήσει δὲ ὑμῖν ὅπως ἂν βέλτιστα διάθησθε τὰ καθ' αὑτούς. ὁ μὲν οὖν τῶν Δηλίων ναύαρχος τοιαῦτα εἰπὼν καὶ συνταξάμενος αὐτοῖς, ἀπέπλευσεν εἰς Δῆλον. Δομενίκῳ δὲ καὶ τοῖς ἄλλοις τοῖς ὑπολειφθεῖσιν οὐκέτι ἐδόκει ναυμαχεῖν· ἀλλὰ πέντε μὲν τῶν τριήρεων ἔπεμψαν εἰς Καλλονὴν φρούριόν τι κατὰ τὴν Λέσβον ἐπὶ τῷ σῖτόν τε εἰσαγαγεῖν καὶ φρουράν· ἐδεδίεσαν γὰρ περὶ αὐτοῦ μὴ ὑπὸ βασιλέως ἐξ ἐπιδρομῆς ἁλῷ· αὐτοὶ δὲ ταῖς λοιπαῖς ἐφρούρουν Μιτυλήνην. βασιλεὺς δὲ ἅμα παντὶ τῷ στόλῳ ἦλθεν εἰς Ἐρεσσόν· ἐπαινέσας δὲ Ἐρεσσίους τῆς εἰς αὐτὸν εὐνοίας ἕνεκα, καὶ προνοίας ὅσης ἐδέοντο ἀξιώσας, ἄρας ἐκεῖθεν ἔπλει ἐπὶ Χίον. ἀπὸ σκοπιᾶς δέ τις μεγαβοῶν ἐπυνθάνετο περὶ στόλου ὅτων εἴη. ἀποκριναμένων δὲ, ὡς εἴη βασιλέως, αὐτός τε πάρεστιν ὁ βασιλεύς. «αἱ δὲ ἐν τῷ κόλπῳ τῆς Καλλονῆς» ἔφη «τριήρεις τίνος;» ἐκ τοῦ λόγου δὲ συνεὶς ὁ βασιλεὺς ἐκ τῶν εἰς Μιτυλήνην οὐσῶν εἶναι φρουρούσας Καλλονὴν, ἀναστρέψας ἤλαυνεν ἐπ' ἐκείνους. ἤδη δὲ ἐπελάβετο ἡ νύξ. Λατῖνοι δὲ ὡς εἶδον βασιλέα προσελαύνοντα, τό,τε φεύγειν ἄπορον ὁρῶντες, καὶ τὸ διαγωνίζεσθαι ἀδύνατον, ἐξῶσαν εἰς τὴν γῆν τὰς ναῦς, καὶ αὐτοὶ κατεκρύβησαν ὑπὸ τὴν ὕλην, συνηρεφοῦς τοῦ τόπου πεφυκότος, ἅμα δὲ συνεργοῦντος καὶ τοῦ σκότους. καὶ τὰς μὲν τριήρεις εἵλκυσαν κενὰς οἱ βασιλικοί. ἀποβάντες τε καὶ διερευνησάμενοι τὴν λόχμην, ὑπὲρ ἡμίσεις αὐτῶν τοὺς μὲν ἀπέκτειναν, τοὺς δὲ καὶ εἷλον ζῶντας. ὅσοι δὲ ὑπὸ σκότος ἠδυνήθησαν διαφυγεῖν, εἰς Μιτυλήνην διεσώθησαν πρὸς τοὺς οἰκείους. βασιλεὺς δὲ ἐκεῖ πιγκέρνην τὸν Φιλανθρωπηνὸν καταλιπὼν ἅμα στρατιᾷ πεζῇ τε καὶ ἱππικῇ τὴν Μιτυλήνην πολιορκεῖν, ἀπέπλευσεν εἰς Φώκαιαν, ἧς ἦρχε τῷ τότε Ντουνάρδος. οἱ μὲν οὖν εἰς Λέσβον καταλειφθέντες τὰ μὲν λοιπὰ φρούρια πάντα παρεστήσαντο ὁμολογίᾳ, Μιτυλήνην δὲ ναυσί τε καὶ πεζῷ περικαθήμενοι ἐπολιόρκουν. βασιλεὺς δὲ πρεσβείαν πρὸς Σαρχάνην πέμψας, ὃς ἦρχε τῆς ἕω τῆς κατὰ τὴν Φώκαιαν, σπονδὰς ἔθετο πρὸς αὐτὸν καὶ συμμαχίαν, ὥστε Σαρχάνην μὲν ἐπικουρίαν βασιλεῖ παρασχεῖν πεζήν τε καὶ ναυτικὴν πρὸς τὴν τῆς Φωκαίας καὶ Μιτυλήνης πολιορκίαν, βασιλέα δὲ τὸν παῖδα Σαρχάνη Σουλιμὰν καὶ τοὺς λοιποὺς παῖδας τῶν Περσῶν, οἳ κατὰ Φώκαιαν ἐν προσχήματι ὁμήρων ἐφρουροῦντο, ἐλευθεροῦν. οἱ γὰρ εἰς Φώκαιαν ἐκ Γεννούας Λατῖνοι δόλῳ Σουλιμὰν τὸν παῖδα Σαρχάνη καὶ τέτταρας καὶ εἴκοσιν ἑτέρους τῶν παρὰ Πέρσαις εὐγενῶν κρατήσαντες παῖδας, ἔφασαν οὐκ ἐπὶ δουλείᾳ κεκρατηκέναι, ἀλλ' ὥστε ὁμήρους ἔχειν βεβαίας ἕνεκα εἰρήνης. Σαρχάνης δὲ μὴ ἔχων ὅ,τι δρᾷν, ἠσπάζετο καὶ ἄκων τὴν εἰρήνην διὰ τὸ πρὸς τοὺς παῖδας φίλτρον. τότε δὲ ἐπαγγειλαμένου βασιλέως ἐλευθεροῦν, ἂν συναγωνίσηται προθύμως πρὸς τὸν πόλεμον τὸν κατὰ τῶν Λατίνων, ἐλπίδι τῆς τῶν παίδων ἐλευθερίας συνήρατο πρὸς τὸν πόλεμον τῷ βασιλεῖ, καὶ εἰς Φώκαιαν καὶ αὐτὸς ἐλθὼν ἅμα στρατιᾷ πεζῇ τε καὶ ἱππικῇ, προσεκύνησέ τε καὶ ἠσπάσατο βασιλέα, καὶ συνδιῆγεν αὐτῷ Φώκαιαν πολιορκῶν. παρεῖχέ τε ἄφθονον ἀγορὰν τῇ βασιλέως στρατιᾷ, ταῖς ὑπ' αὐτὸν κελεύσας πόλεσι καὶ χώραις τὰ ἐπιτήδεια εἰς Φώκαιαν κομίζειν. πέμπτος μὲν οὖν ἠνύετο μὴν Φωκαέων καὶ Μιτυληναίων πολιορκουμένων, μάλιστα δὲ κατὰ τὴν Φώκαιαν συχναί τε καὶ καρτεραὶ ἐγίνοντο τειχομαχίαι καὶ ἑλεπόλεις προσήγοντο καὶ ἄλλαι μηχαναὶ πρὸς ἅλωσιν πόλεων ἐξευρημέναι. ἐκπολιορκῆσαι δὲ οὐκ ἠδύναντο αὐτοὺς διά τε καρτερότητα τειχῶν καὶ τὸ εὐρώστως ἀμύνεσθαι Λατίνους καὶ μὴ ἐνδιδόναι. μηκυνομένης δὲ τῆς πολιορκίας ἐπὶ πλέον, ἐπεὶ ὅ,τε σῖτος αὐτοῖς ἐνέδει ἤδη, καὶ τὴν πολιορκίαν ὑπώπτευον οὐ ταχέως λύσειν βασιλέα πρὶν ἢ λιμῷ ἢ τειχομαχίᾳ παραστήσεται αὐτοὺς, μηχανώμενοι τὸ ἐπὶ πλείονα χρόνον ἀντισχήσειν, τοὺς μὲν Ρωμαίους ὅσοι Φώκαιαν κατῴκουν ἐξήλασαν πανοικεσίᾳ, αὐτοὶ δὲ τὸν σῖτον καὶ ὅσα ἕτερα ἦν ἐπιτήδεια συναγαγόντες, εἰσήγαγον εἰς τὴν ἀκρόπολιν, ἣν αὐτοὶ ἐφρούρουν, καὶ χρώμενοι αὐτοῖς ὑπέμενον τὴν πολιορκίαν. διατρίβοντί τε κατὰ τὴν Φώκαιαν βασιλεῖ οἱ τοῦ Ἀϊτίνη παῖδες, ὃς ἦν σατράπης Ἰωνίας, Χετὴρ καὶ Ἀμοὺρ, ὃν φθάσαντες πρότερον εἰρήκαμεν στόλῳ καταπεπλευκέναι εἰς Θρᾴκην, καὶ τρίτος Σουλαϊμάσας ὠνομασμένος, προσῆλθόν τε κατὰ φιλίαν καὶ προσεκύνησαν καὶ ἐπηγγείλαντο εὖνοι ἔσεσθαι καὶ φίλοι βασιλεῖ, βασιλεύς τε αὐτοὺς τῆς εὐνοίας ἕνεκα δώροις ἀμειψάμενος καὶ εὐεργεσίαις, οἴκαδε ἀπέστειλεν. ἐν τούτοις δὲ ὄντων τῶν πραγμάτων, ἠγγέλλετο ἐκ Βυζαντίου βασιλεῖ ὡς ἐκ Γεννούας κατά τινα ἑτέραν χρείαν τριήρεις ἑκκαίδεκα προσέσχον Γαλατᾷ, ὧν τῷ ναυάρχῳ καὶ τοῖς τριηράρχαις τινὲς τῶν παρὰ Ρωμαίοις ἐπιφανῶν κρύφα διαλεχθέντες, ἔπεισαν δώροις καὶ ὑποσχέσεσι πολλαῖς προσεταιρισαμένους καὶ τὰς λοιπὰς ἓξ αἵ εἰσιν ἐγχώριοι, ἔπειτα καὶ τὰς κατὰ τὴν Μιτυλήνην ἓξ παραλαβόντας, ἐπιθέσθαι αὐτῷ κατὰ τὴν Φώκαιαν. ταῦτα δὲ τοὺς Ρωμαίους συνεσκευακέναι οὐ τῆς τῶν Γεννουϊτῶν προνοίας ἕνεκα, ἀλλ' ἐπίβουλοι καὶ προδόται βασιλέως γεγενημένοι, καὶ τῆς ἀρχῆς κρατῆσαι βουληθέντες ἐξ ὧν ᾤοντο δυνήσεσθαι διαφθεῖραι ἔπραττον.

λʹ. Βασιλεὺς δὲ ἐπεὶ ἐπύθετο τοιαῦτα, τήν τε οὖσαν παρεσκεύαζε δύναμιν ὡς ἢν δέῃ ναυμαχήσων, καὶ ἑτέραν ἀπὸ τῶν κατὰ τὴν Ἰωνίαν βαρβάρων προσεπορίζετο ὅση δυνατή. καὶ Σαρχάνης μὲν τέτταρας καὶ εἴκοσι παρέσχετο ναῦς καὶ στρατιὰν πολλὴν πεζήν τε καὶ ἱππικὴν, ἣ ἐλθοῦσα ἐστρατοπεδεύετο παρὰ τὴν Φώκαιαν· Ἀμοὺρ δὲ ὁ τοῦ Ἀϊτίνη, τοῦ μεγάλου δομεστίκου πείσαντος, τριάκοντα ναυσὶ συνεμάχει βασιλεῖ. ὁ γὰρ μέγας δομέστικος καὶ πρότερον μὲν εἶχε πρὸς Ἀμοὺρ φιλίως καὶ γράμμασιν αὐτῷ ὡμίλει καὶ τὴν εὔνοιαν ἐπεδείκνυτο, συνεγένετό τε καὶ ἐπὶ μικρὸν ὀλίγῳ πρότερον, ὅτε κατὰ Φώκαιαν πρὸς βασιλέα ἧκε· τότε δὲ τῆς χρείας καλούσης, πρεσβείαν πέμψας πρὸς αὐτὸν, οὐ δίκαιον ἔφασκεν εἶναι οὐδὲ καθ' ἡδονὴν αὐτῷ γράμμασι καὶ ἀγγελίαις ὥσπερ πρότερον καὶ αὖθις ὁμιλεῖν. πρότερον γὰρ αἰτίαν εἶναι τῆς τοιαύτης συντυχίας τὸ πολὺ ἀλλήλων διεστάναι· νυνὶ δὲ ἐγγὺς διατριβόντων, δίκαιον εἶναι, εἴγε καὶ αὐτῷ κατὰ γνώμην εἴη, ἐν ὡρισμένῳ τινὶ τόπῳ συγγενέσθαι καὶ τῆς ἀλλήλων ὁμιλίας ἀπολαῦσαι καὶ τὴν οὖσαν ἐπιβεβαιώσασθαι φιλίαν. ὁ μέγας μὲν οὖν δομέστικος τοιαῦτα ἐπρεσβεύετο· Ἀμοὺρ δὲ, ὡς ἤκουσεν, εὐτυχίας οὐδεμιᾶς ἐνόμισε δευτέραν τὴν περὶ τῶν τοιούτων ἀγγελίαν, ἀλλὰ τὰ μέγιστα οἰόμενος εὐεργετεῖσθαι, τῶν ἄλλων πάντων ἀμελήσας, κατὰ τὰς Κλαζομενὰς γενόμενος συνεγένετο αὐτῷ, καὶ ἀποβάντα τῶν νεῶν εἱστίασέ τε φιλοτίμως καὶ πολλὴν ἐπεδείξατο φιλοφροσύνην. ἐπὶ τέσσαρσι δὲ ἡμέραις ὁ μέγας δομέστικος αὐτῷ συνδιατρίψας, βασιλεῖ τε ἔπεισε προσέχειν ὡς δεσπότῃ καὶ τῶν ὑπ' ἐκείνῳ τελούντων ἐπιφανῶν Ρωμαίων νομίζειν ἕνα, καὶ ἑαυτῷ συνέδησεν ἀῤῥήκτοις φιλίας δεσμοῖς. τάς τε ναῦς παρῄνει πέμπειν ὡς τάχιστα βασιλεῖ δεομένῳ συμμαχίας, αἳ καὶ ἐπέμφθησαν μετ' οὐ πολύ. καὶ Φιλαδελφεινοῖς ἐκέλευσε φίλον εἶναι καὶ σύμμαχον ἀντὶ πολεμίου, καὶ μηδένα φόρον λαμβάνειν ὃν παρείχοντο αὐτῷ ὅτε ἦσαν ἐν σπονδαῖς, καὶ οὐδὲν ἦν ὃ, κελεύσαντος τοῦ μεγάλου δομεστίκου, μὴ καθ' ἡδονὴν αὐτῷ πράττειν ἦν πρὸς τῷ καὶ χάριν εἰδέναι καὶ τὰ μέγιστα οἴεσθαι εὐεργετεῖσθαι. ἐκεῖθεν δὲ ὁ μέγας δομέστικος συνταξάμενος Ἀμοὺρ, ἧκεν ὡς βασιλέα. καὶ ἐπεὶ καὶ αἱ παρὰ τοῦ Σαρχάνη παρῆσαν νῆες, παρεσκευάσαντό τε πρὸς τὴν ναυμαχίαν καὶ ἠνιῶντο ὅτι οὐ παρῆσαν οἷς ναυμαχοῦνται. Λατῖνοι δὲ, εἴτε τὴν παρασκευὴν βασιλέως δείσαντες, εἴτε καὶ διὰ τὸ τοὺς ἐνάγοντας Ρωμαίους καταφώρους γενομένους ὑποπτῆξαι, ἡ γὰρ τοῦ μεγάλου δομεστίκου μήτηρ ἅμα βασιλίδι αἰσθόμεναι τὴν ἐπιβουλὴν, ὡς μάλιστα ἐνῆν ἠσφαλίσαντο τά τε βασίλεια καὶ τὴν ἄλλην ἀρχὴν, ἀποσχόμενοι ὧν διενοοῦντο, διελύθησαν. βασιλεὺς δὲ ἐπεὶ ἐπύθετο διαλυθέντας, τοὺς μὲν παρὰ τοῦ Ἀμοὺρ παρόντας κατὰ συμμαχίαν, ἀπέστειλεν εὐεργετήσας· αὐτὸς δὲ συντονώτερον εἴχετο τῆς πολιορκίας· ἤδη γὰρ καὶ ὁ καιρὸς ἤπειγε περὶ φθινόπωρον ὤν. τριβομένου δὲ τοῦ χρόνου κατὰ τὴν πολιορκίαν συμβέβηκε τὸν μέγαν δομέστικον παρὰ τὴν τῆς Φωκαίας πύλην ἰδεῖν ἑστῶτα Ντζουὰν ντὲ Σπίνιά τινα ὠνομασμένον, ὃς ἦν αὐτῷ γνώριμος πρότερον καὶ συνήθης, ἔκ τε τῶν παρὰ Λατίνοις ἐπιφανῶν ὄντα καὶ παιδείας τῆς παρὰ Ρωμαίοις ἱκανῶς μετεσχηκότα. καὶ πέμψας αὐτὸν μετεκαλεῖτο, κελεύων ἥκειν πρὸς αὐτὸν μηδὲν ὑποπτεύοντα δεινόν. ὁ δ' ἧκεν εὐθὺς πεισθείς. προσαγορεύσας δὲ ὁ μέγας δομέστικος αὐτὸν καὶ ἀγνωμοσύνην ἐγκαλέσας, ὅτι φίλον ἀρχαῖον ὄντα καὶ συνήθη καὶ τοσοῦτον ἤδη χρόνον διατρίβοντα πρὸς ταῖς πύλαις ταῖς αὐτῶν, οὐδὲ ἅπαξ πρὸς αὐτὸν ἠθέλησεν ἐλθεῖν οὐδὲ ἀσπάσασθαι οἷα φίλον, καὶ ἕτερ' ἄττα ὅσα ἦν ἁρμόζοντα προσθεὶς τῷ χρόνῳ, ἤδη γὰρ ὀψὲ τῆς ἡμέρας ἦν, τὸ νῦν μὲν ἔχον οἴκαδε ἀπέπεμπεν, εἰς τὴν ὑστεραίαν δὲ ἐκέλευσεν, εἴγε καὶ αὐτῷ καθ' ἡδονὴν εἴη, πρὸς αὐτὸν πάλιν ἐλθεῖν, ὡς ἂν κατὰ σχολὴν καὶ περὶ τοῦ παρόντος πολέμου διαλεχθῶσιν ἅττα ἂν ἑκάστῳ δοκοίη δίκαια ἔχειν πρὸς αὐτόν. Ντζουὰν μὲν οὖν ἀποδεξάμενος τοὺς λόγους οἴκαδε ἀπῆλθεν· εἰς τὴν ὑστεραίαν δὲ ἅμα πρωῒ εἰς τὴν μεγάλου δομεστίκου ἥκει σκηνὴν καὶ προσηγόρευεν αὐτόν. ἀντιπροσειπὼν δὲ καὶ αὐτὸς αὐτὸν καὶ μόνον παραλαβὼν, λόγου ἦρχε πρὸς αὐτὸν τοιοῦδε· «οὔτε τὸ ἐπὶ προφάσει πάσῃ πολεμεῖν τῶν ἐπαινετῶν ἄν τις τιθείη σωφρονῶν, οὔτε τὸ εἰρήνην ἄγειν· ἀλλ' ἑκάτερα βελτίω ἢ χείρω παρὰ τὰς αἰτίας νομίζοιτ' ἂν δικαίως. ἐὰν δέ τις πολέμου ἄρχων, μείζοσιν ἢ καθ' ἑαυτὸν πράγμασιν ἐπιχειροίη, πρὸς τῷ ἀδικεῖν καὶ ἄνοιαν προσοφλήσειεν ἂν παρ' εὖ φρονοῦσι κριταῖς. σκεψώμεθα δὴ καὶ περὶ τοῦ νυνὶ παρόντος πολέμου, ὃν ἤρασθε πρὸς μηδὲν ἀδικοῦντα βασιλέα, εἰ μετὰ βελτίονος τοῦ σχήματος προσγενήσεται ὑμῖν. πρῶτον μὲν γὰρ μηδὲν ὑπὸ βασιλέως ἀδικούμενοι, πρῶτοι ἐπήλθετε τῇ Λέσβῳ οὔσῃ ὑπηκόῳ βασιλεῖ ἀδικοῦντες καὶ πλεονεκτοῦντες, οὗπερ οὐδὲ αὐτοὺς οἶμαι ἐξάρνους δυνήσεσθαι γενέσθαι· ἔπειτα δὲ οὐδὲ ἀνοίας καὶ ἀβουλίας κατελίπετε ὑπερβολήν. τὸν γὰρ ἄρχοντα πολέμου οὐ χρὴ τοῦτο μόνον σκοπεῖν ὅπως ἀδικήσῃ, ἀλλὰ πρῶτον μὲν εἴγε μάλιστα αὐτῷ τοῦτο δυνατὸν, ἔπειτα δὲ εἰ καὶ ἀρκοῦσαν δύναμιν ἔχει πρὸς τὸ τὰ ἀδικηθέντα διασώζειν. ὑμῖν δὲ πρός τε τὸ τὰ ἀλλότρια ἁρπάζειν ἡ δύναμις ἐνδεὴς καὶ πρὸς τὸ τὰ ἡρπασμένα διασώζειν ἐλαχίστη. Λέσβῳ μὲν γὰρ ἐπιόντες, Δηλίους ἐπείσατε καὶ Σικελιώτας συμμαχεῖν. βασιλέως δὲ ἐπιστρατεύσαντος ὑμῖν, οἱ σύμμαχοι ᾤχοντο ὑμᾶς ἀπολιπόντες, οὐδὲ ὅπλα ἀνταίρειν δυνηθέντες. ὑμῶν δὲ μόνων ὑπολελειμμένων, οἱ μὲν ἀπώλοντο κατὰ τὴν Καλλονὴν ἐν πέντε τριήρεσι διαφθαρέντες, οἱ δὲ κατὰ τὴν Μιτυλήνην καὶ Φώκαιαν ἀποκεκλεισμένοι πολιορκεῖσθε, οὐδεμίαν ἔχοντες ἐλπίδα βεβαίαν σωτηρίας. μὴ θαυμάσῃς δὲ, εἰ μηδεμίαν εἶπον ἐλπίδα βεβαίαν σωτηρίας ὑμᾶς ἔχειν, καίτοι καρτερώτατα ἀμυνομένους ἀπὸ τῶν τειχῶν καὶ μηδεμίαν ἢ ὀλίγην βλάβην ὑπομένοντας ἀπό τε τῶν ἐκπιπτόντων τῆς μηχανῆς λίθων καὶ τῶν κλιμάκων καὶ τῶν ἄλλων μηχανῶν τῶν κατὰ τὰς συχνὰς τειχομαχίας προσαγομένων. ἀποδείξω γὰρ σαφέστατα ὑμᾶς οὐ πολὺ ἀπέχοντας τοῦ ἐν ἐσχάτοις κινδύνοις εἶναι. τριῶν γὰρ ὄντων, ἃ ἂν μάλιστα διασώζειν δύναιτο τοὺς πολιορκουμένους, τοῦ τέ ποθεν ἔξωθεν ἐπελθοῦσαν δύναμιν τοὺς πολιορκοῦντας ἀνιστᾷν, καὶ τοῦ ἀφθονίαν σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων ἔχοντας μετὰ ῥᾳστώνης τὴν πολιορκίαν διαφέρειν, καὶ τρίτου, τοῦ τὸν πολιορκοῦντα ἀδύνατον εἶναι προσκαθέζεσθαι ἢ δι' ἀπορίαν ἀναλωμάτων ἢ διὰ μικροψυχίαν ἤ τινα αἰτίαν ἄλλην, ἐγὼ ὑμῖν προσὸν ἀποδείξω τούτων οὐδὲ ἕν. τὴν μὲν οὖν ἴσως ἂν ἐπελθοῦσαν ἔξωθεν βοήθειαν ὑμῖν οὐδαμόθεν ἄλλοθεν ἄν τις οἰηθείη ἢ ἐκ Γεννούας, οἷα δὴ ὁμοφύλων ὄντων ὑμῖν καὶ συγγενῶν· τοῦτο δὲ τοσοῦτον ἀπέχει τοῦ εἶναι ἀληθὲς ἢ ὑμᾶς οἴεσθαι ἐλπίζειν, ὥστε τοὐναντίον μᾶλλον ἐφ' ὑμᾶς ἐλεύσονται ἐκεῖνοι ἐκπολιορκήσοντες ὡς πολεμίους τῷ κοινῷ, ἂν κελεύῃ βασιλεύς. ἴστε γὰρ δὴ σαφέστατα ὑμεῖς ὡς ἐν ταῖς συνθήκαις καὶ τοῖς ὅρκοις, οὓς πρὸς τὴν βασιλείαν Ρωμαίων ἡ βουλὴ καὶ ὁ δῆμος ἔθετο Γεννούας ἐπὶ τῇ εἰρήνῃ, πρὸς τοῖς ἄλλοις περιείληπται καὶ τοῦτο, τὸ μὴ μόνον τὸ κοινὸν αὐτῶν μηδεμίαν βλάβην ἢ ζημίαν ἐπάγειν τῇ Ρωμαίων βασιλείᾳ πρόφασιν πολέμου οὐ παρεχομένῃ, ἀλλὰ καὶ ἐάν τις ἰδιώτης Ρωμαῖον ἀδικήσῃ, ἀπὸ τῶν προσόντων αὐτῷ κτημάτων ἢ πραγμάτων τὴν ζημίαν ἀπολαμβάνειν τὸν Ρωμαῖον. ἂν δὲ καὶ τῇ βασιλείᾳ Ρωμαίων τὴν ζημίαν προξενῇ ἢ νῆσον διαρπάζων ἢ πόλιν τινὰ παράλιον ἤ τι ἕτερον, τὸν ἴσον τρόπον ἀπὸ τῶν ἐκείνων κτημάτων καὶ πραγμάτων, εἰ πολλοὶ εἶεν ἢ εἷς, τὴν ζημίαν ἀποτίννυσθαι βασιλεῖ, αὐτὸν δὲ ψηφίζεσθαι πολέμιον τῷ δήμῳ καὶ τῇ βουλῇ, καὶ στρατεύειν ἐπ' ἐκεῖνον ὡς ἄπιστον καὶ προδότην τοῦ κοινοῦ. οὗ δὴ ἕνεκα καὶ βασιλέα πρεσβείαν πρὸς Γέννουαν ἀπεσταλκέναι, ὥστε μὴ μόνον τὰ κτήματα ὑμῶν τῶν χρημάτων ἕνεκα ὧν ἀνάλωσε πολεμῶν ὑμῖν παραλαβεῖν, ἀλλὰ καὶ τριήρεις κελεῦσαι πέμψαι καθ' ὑμῶν κατὰ τὰ συγκείμενα καὶ τοὺς ὅρκους. ὥστε ἐκ Γεννούας οὐ μόνον ἐπικουρίαν οὐδεμίαν, ἀλλὰ καὶ πόλεμον καὶ ἐπίπλουν προσδοκᾷν χρή. ὅτι δὲ καὶ τῶν ἐπιτηδείων νῦν τε ἐνδεεῖς ἐστε καὶ μετ' ὀλίγον ἐπιλείψει παντελῶς ὑμᾶς, ἐξ αὐτῶν ἄν τις τῶν πραγμάτων ἀληθέστατα τεκμήραιτο. οἱ γὰρ ἐξελαθέντες τοῦ ἄστεος ὑφ' ὑμῶν Ρωμαῖοι, ὧν αὐτοὶ τὰ ἐπιτήδεια λαβόντες χρῆσθε, τὸ μέτρον τῆς τροφῆς πρὸς τὸ τῶν πολιορκουμένων πλῆθος λογιζόμενοι, ἐντὸς ὀλίγου χρόνου παντάπασί φασιν ὑμᾶς τὰ σιτία ἐπιλείψειν. λείπεται δὴ μίαν ὑπολείπεσθαι ἐλπίδα σωτηρίας, τὸ βασιλέα ῥᾳθυμήσαντα ἢ διὰ τὸ τῶν ἀναλισκομένων πλῆθος χρημάτων ἢ διὰ τὴν κατὰ τὴν στρατείαν κακοπάθειαν λύσειν τὴν πολιορκίαν ἢ διὰ τὸ χειμῶνα ἐπιγίνεσθαι ἤδη προσδοκᾷν. ἐγὼ δὲ καὶ περὶ τούτου προδότης γενήσομαι ἡμῶν αὐτῶν καὶ μηνύσω προῖκα ἅπαν τἀληθές. καίτοι γε πολλοῦ ἂν ἐπρίασθε αὐτοὶ, εὖ οἶδα, εἰ ἃ διανοούμεθα περὶ ὑμῶν, ἀληθῶς ἐξεγένετο μαθεῖν· ἐγὼ δὲ ὑμῖν καὶ τοῦτο χαριοῦμαι. βασιλεὺς μὲν γὰρ καὶ ἡμεῖς καὶ τὸ πολὺ τῆς στρατιᾶς οἴκαδε ἀπελευσόμεθα, ἵνα μὴ εἰκῇ καὶ μάτην κατατριβώμεθα ἐνταῦθα, ἄλλως τε καὶ τῶν ἐκεῖσε πραγμάτων ἐπιμελείας δεομένων, ἣν οὐκ ἐξὸν ποιεῖσθαι μὴ ἐκεῖ ἐπιδημοῦντας. ἐνταυθοῖ δὲ πρὸς τὴν πολιορκίαν δέκα καταλείψομεν τριήρεις καὶ μονήρεις εἴκοσι καὶ ἑτέρας τέτταρας καὶ εἴκοσι τὰς τοῦ Σαρχάνη ναῦς, μισθὸν παρασχόντες διαρκέσοντα ἄχρι ἦρος. οἳ ὑμᾶς τε καὶ Μιτυληναίους ἀσφαλῶς πολιορκήσουσιν ἐφορμοῦντες ἐκ θαλάσσης, ἐκ δὲ ἠπείρου ὑμῖν μὲν ἀρκέσουσιν ἡ τοῦ Σαρχάνη παρακειμένη στρατιά· Μιτυληναίοις δὲ οἱ Ρωμαίων μισθοφόροι τὴν εἰς τὴν Λέσβον ἔξοδον ἀπείρξουσιν, ὥστε καὶ ἀμφοτέρους ἑκατέρωθεν ἀπείργεσθαι ἔκ τε γῆς καὶ θαλάττης τοῦ μηδὲν εἰσάγειν τῶν ἐπιτηδείων. ἅμα δὲ ἦρι ἀρχομένῳ στόλῳ μεγάλῳ αὖθις ἐφ' ὑμᾶς πλευσούμεθα, γνώμην ἔχοντες μέχρι παντὸς διακαρτερεῖν, ἄχρις ἂν ἢ λιμῷ ἢ ὅπλοις παραστησάμενοι, ἐξανδραποδισώμεθα ὑμᾶς. πρὸς τούτοις δὲ καὶ ἑτέραν βασιλέως ἐπίνοιαν οὐκ ἀποκρύψω. βούλεται γὰρ τοῖς συμπολιορκουμένοις ὑμῖν πᾶσι δι' ὅρκων αἵρεσιν προθεῖναι, ἢ μένοντας ἐντὸς τειχῶν πολεμίους αὐτῷ τε εἶναι καὶ τῷ κοινῷ Γεννούας, ἢ ἔξω γενομένους καὶ καταλιπόντας ὑμᾶς, μὴ μόνον παρὰ βασιλέως τυχεῖν συγγνώμης καὶ ἀμνηστίας ὧν ἐξημαρτήκασιν, ἀλλὰ καὶ παρὰ τῷ κοινῷ Γεννούας ἀζημίους εἶναι, βασιλέως τὴν ἄδειαν παρασχομένου. ὅπερ ὅτι πολλοὺς τῶν ὑμῖν συμπολιορκουμένων πείσει ἀποστῆναι, οὐδ' αὐτὸς ἀγνοεῖς. ὅτε τοίνυν ἐξ ἀρχῆς τε οὐ δίκαια ποιοῦντες τὸν πόλεμον κεκινήκατε τουτονὶ, νῦν τε τῶν πραγμάτων ἐναντίως ἢ αὐτοὶ προσεδοκᾶτε χωρησάντων, οὐ μόνον ἀβουλίας καὶ ἀσυνεσίας ὄφλετε κατηγορίαν, ἀλλὰ καὶ ἐν ἐσχάτοις κατέστητε κινδύνοις, ποῦ λυσιτελὲς ἢ σωφρονούντων ὅλως ἀνθρώπων, μὴ μεταβουλεύεσθαι περὶ τῶν κακῶς βεβουλευμένων καὶ σωτηρίαν τινὰ αὐτοῖς ἐκ τῶν ἐνόντων ἐκπορίζειν, ἀλλὰ διὰ φιλονεικίαν καὶ ἀλαζονείαν νοῦν οὐκ ἔχουσαν αὐτούς τε ἀπόλλυσθαι κακῶς καὶ τοῖς οἰκείοις οὐ πενίαν μόνον καὶ ἀποστέρησιν τῶν ὄντων, ἀλλὰ καὶ ἀδοξίαν προστρίβεσθαι διὰ βίου; ἐγὼ δὲ καὶ τούτων ἁπάντων χωρὶς οὐδαμῶς λυσιτελοῦντα τὸν πρὸς βασιλέα πόλεμον ὑμῖν ἀποφανῶ. εἰ γὰρ καὶ μήτε ὅπλοις, μήτε λιμῷ, μήθ' ἑτέρᾳ μηχανῇ τινι παραστήσασθαι δυνησόμεθα ὑμᾶς, οὐδ' οὕτω τὸ πολιορκεῖσθαι λυσιτελήσειεν ἂν ὑμῖν. πρῶτον μὲν γὰρ οὐκ ἐπὶ τῷ διηνεκῶς πολιορκεῖσθαι καὶ ἐνδείᾳ καὶ τοῖς ἄλλοις τοῖς ἐκ τοῦ πολέμου κακοῖς πιέζεσθαι Λέσβου κρατῆσαι ὑμῖν ἐπῆλθε τοσαῦτα χρήματα ἀναλωκόσιν, ἀλλ' ἐπὶ τῷ πολλαπλασίω τῶν ἀναλωμένων κτησαμένους, καὶ τῆς νήσου ἔχειν τὴν ἀρχήν. τοῦτο δ' ἐναντίως ἢ αὐτοὶ συμβέβηκε προσδοκᾶτε. τά τε γὰρ χρήματα ἀνάλωνται εἰς τὰς τριήρεις καὶ ἡ νῆσος ὑπὸ βασιλέα αὖθις τελεῖ πλὴν Μιτυλήνης, ἣν δεῖ καὶ Φώκαιαν φρουρεῖν μισθοφόρους τρέφοντας χιλίων οὐκ ἐλάσσους. πόθεν οὖν ποριεῖσθε τὴν τροφὴν αὐτοῖς; οὔτε γὰρ χρήματα εἴχετε ἐν ταῖς ναυσὶν ἃ διαρκέσει πρὸς τὴν πολιορκίαν, οὔτε ἐκ Γεννούας ἐλπὶς ἐλθεῖν. τὰ γὰρ ἐκεῖσε κτήματα ὑμῶν, ἃ παρεῖχε τὰς προσόδους, ὑπὸ βασιλέα ἔσται· αἵ τε ἐκ Φωκαίας προσγινόμεναι πρότερον πρόσοδοι ὑμῖν ἀφῄρηνται διὰ τὸν πόλεμον. ἐμπορία τε γὰρ ἐκλέλοιπε πᾶσα, θαλασσοκρατούντων ἡμῶν, καὶ γεωργίας ἀπείργομεν, οὐδὲ τὸ πυλῶν προβαίνειν ἀκίνδυνον ὂν ὑμῖν. ὥστε πάντοθεν συμβαίνει περιΐστασθαι τὸν κίνδυνον, ἄν τε κρατῆσθε τοῖς ὅπλοις, ἄν τε μή· ὡς οὖν περὶ σωτηρίας ὑμῖν βουλευσομένοις οὐκ ἐν παρέργῳ χρὴ ποιεῖσθαι τὴν βουλὴν, ἀλλὰ μετὰ τῶν φίλων σκεψαμένους τὰ δέοντα ἑλέσθαι.»
https://byzantium.gr/

λαʹ. Τοιαῦτα τοῦ μεγάλου δομεστίκου εἰρηκότος, Ντζιουὰν ἐπιπολὺ μὲν ἦν σιωπῶν, ἐκπεπληγμένος ὅτι δὴ σαφέστατα περὶ τῶν κατ' αὐτοὺς πραγμάτων διειλέχθη. συνεώρα τε ἤδη καὶ αὐτὸς τὸν κίνδυνον ὡς ἐν χρῷ. ἔπειτα ἀνενεγκὼν «ὡς μὲν ἀδικοῦμεν πολέμου ἄρχοντες» ἔφη «οὐδὲ αὐτοὶ δυνάμεθα ἀντειπεῖν. πλὴν ἐλπίδι ἐπαρθέντες τοῦ τε ἐγκρατεῖς γενήσεσθαι τῆς Λέσβου τοῦ τε ἀμυνεῖσθαι βασιλέα ἂν ἐπίῃ, οὐ γὰρ τοσαύτην γε ᾠόμεθα δύναμιν ἀθροίσειν ναυτικὴν, ἠράμεθα· νυνὶ δὲ ἤδη τά τε χρήματα ἀνάλωται ἡμῖν καὶ αὐτοὶ πολιορκούμεθα, οὐκ ἀγαθὰς ἔχοντες ἐλπίδας περὶ τῶν μελλόντων. ἐπεὶ δὲ ὡς ὁρῶ, τοῦ θεοῦ κεκινηκότος, εἰς τοὺς περὶ τούτων προήχθης λόγους, δέομαι ἃ λυσιτελῆ δοκεῖ καὶ δέοντα βουλεύσασθαι περὶ τοῦ μέλλοντος. τὰ γὰρ παρελθόντα οὐκ ἔστιν ἄλλως διαθέσθαι ἢ ὡς ἔτυχε γεγενημένα.» ὁ μέγας δὲ δομέστικος «εἰ μὲν καθ' ἑαυτοὺς αὐτοὶ περὶ τῶν ὑμετέρων» ἔφη «ἐβουλεύεσθε πραγμάτων, οὐδὲν ἂν ἐκώλυεν εἰρήνην ἢ τὸν πόλεμον ἑλέσθαι. ἐπεὶ δὲ ἐμοὶ περὶ τῶν ὑμετέρων ἐπιτρέπετε βουλεύεσθαι πραγμάτων, ἅ μοι δοκῶ ὑμῖν συμφέροντα ἐρῶ. ὑμῖν δὲ ἐξέσται ἢ αἱρεῖσθαι τὰ βεβουλευμένα ἢ διωθεῖσθαι. οἶμαι δὲ οὐδὲ πολλῶν δεήσεσθαι λόγων περὶ τῶν ὑμῖν πείθοντα δοκούντων λυσιτελεῖν. ἃ γὰρ διειλέχθην πρότερον, πολλῶν κακῶν ὑμῖν τὸν πόλεμον αἰτιώτατον γεγενημένον ἀποφαίνων καὶ ἔτι μέλλοντα, τούτοις ἔξεστι κατασκευάζειν ὡς αἱρετέα ἡ εἰρήνη. τὸν τρόπον δὲ ὃν ἂν ὑμῖν μάλιστα λυσιτελήσειεν ὑφηγήσομαι ἐγώ. πρὶν εἰς τοσοῦτον κινδύνου ἥκειν ὥστε δοκεῖν καὶ ἄκοντας προσιέναι βασιλεῖ, ἐνδείξασθε εὔνοιάν τινα ἀντίῤῥοπον πρὸς τὴν προτέραν ἀδικίαν, καὶ πρεσβείαν πέμψαντες πρὸς βασιλέα, συγγνώμην αἰτήσατε ἐφ' οἷς προσκεκρούκατε κατὰ τὸν πόλεμον. φύσει δὲ ὢν ἐκεῖνος πρᾶος καὶ τοῖς ἀδικοῦσιν ἕτοιμος παρέχειν συγγνώμην, ἂν παραιτῶνται τὴν ὀργὴν, καὶ ὑμῖν συγγνώσεται ῥᾳδίως, καὶ ἐμοῦ πρὸς τοῦτο μάλιστα ἐνάγοντος. ἐπειδὰν δὲ τὴν βασιλέως ἐκμειλίξησθε ὀργὴν, τὸν παῖδα Σαρχάνη καὶ τῶν ἄλλων Περσῶν, οἳ ἐν ὁμήρων προσχήματι φρουροῦνται παρ' ὑμῖν, λαβόντες ὥσπερ δῶρα προσκομίσατε τῷ βασιλεῖ καὶ Μιτυλήνην καὶ Φώκαιαν παράδοτε. κἀκεῖνος ἀμειβόμενος ὑμᾶς τῆς εὐνοίας ἕνεκα τῆς πρὸς αὐτὸν, μετὰ τῆς συγγνώμης, ἣν παρέξεται, καὶ τά τε ἀναλωθέντα χρήματα εἰς τὸν πόλεμον τὸν καθ' ὑμῶν καὶ ἃ ἐζημιώσατε Λεσβίους, ἃ τὸ κοινὸν Γεννούας ἐκ τῶν ὑμετέρων κτημάτων κατὰ τὰς συνθήκας ὀφείλει ἀποτίνειν, χαριεῖται. οὐ μὴν ἀλλὰ καὶ πολεμίους ἀναγεγραμμένους τῷ κοινῷ καὶ δίκας ὀφείλοντας τῆς ἀπιστίας, ἀπάθειαν κακῶν καταπράξεται ὑμῖν, τῇ βουλῇ συγγνώμην κελεύσας παρασχεῖν, ὥστε ἀδεῶς πάλιν ἐμπολιτεύεσθαι αὐτοῖς ἀποστερηθέντας τῶν οἰκείων μηδενός. πρὸς τούτοις δὲ καὶ Φωκαίας ὥσπερ πρότερον καὶ αὖθις ἄρχειν ἐπιτρέψει, ὡς ὑπηκόου μὲν Ρωμαίοις οὔσης, ὑμῖν δὲ παρέχοντος βασιλέως τὴν ἀρχὴν, ἄχρις ἂν αὐτὸς ἐθέλῃ. καὶ σπονδὰς ὑμῖν πρὸς Σαρχάνην θήσει, ὥστε καὶ αὖθις τὰς προσόδους, ἃς καὶ πρότερον εἴχετε, ἐκ τῆς χώρας τῆς αὐτοῦ καρποῦσθαι. καὶ κατὰ πάσας νήσους καὶ τὰς πόλεις, αἳ ὑπήκοοί εἰσι Ρωμαίοις, ἀκώλυτον ὑμῖν τὴν ἐμπορίαν κελεύσει εἶναι. σκοπεῖτε οὖν ὁπόσα μὲν ὑμῖν ὁ πόλεμος ἐπήνεγκε κακὰ, ἴσως δὲ καὶ χείρονα ἐπάξει· ὁπόσων δὲ ἀγαθῶν ἡ εἰρήνη γενήσεται ἀξία, ἂν πείθησθε ἐμοί. ταῦτα δὲ ὑμῖν ἢ σήμερον πράττειν ἢ εἰς τὴν ὑστεραίαν ἐξέσται. ἐὰν γὰρ οὐκ ἀναγκαῖα λογιζόμενοι ὑπέρθησθε, οὐκέθ' ὁμοίως εὑρήσετε βασιλέα ῥᾴδιον πρὸς τὰς καταλλαγάς. ἐὰν γὰρ τὰ χρήματα διαδοθῇ τοῖς τριηρίταις καὶ τοῖς ἄλλοις μισθοφόροις, οἳ μέλλουσι τοῦ χειμῶνος ὑμᾶς πολιορκεῖν, ἃ νυνὶ βασιλεὺς μὲν ἐκέλευσε διαδιδόναι τοῖς ταμίαις, ἐγὼ δὲ ἐκώλυσα τουτωνὶ τῶν λόγων ἕνεκα, δέδοικα μὴ οὐ προσδέξηται τὴν πρεσβείαν μετὰ ταῦτα, λογιζόμενος ὥσπερ εἰκὸς, ὡς παραστήσεται ὑμᾶς ἐν ἀνδραπόδων μοίρᾳ, ἄχρις ἂν ὁ χρόνος τῆς μισθοφορᾶς ἀναλωθῇ, καὶ τὰ χρήματα ἀπολήψεται πρὸς τοῖς νῦν καὶ τὰ πρότερον ἀναλωμένα. ὡς οὖν ἀναγκαίων πέρι ἐσομένης τῆς βουλῆς καὶ τριβὴν τοῦ χρόνου οὐκ ἐνδεχομένου, ταχέως τε αὐτοὶ βουλεύεσθε καὶ ἡμῖν τὰ βεβουλευμένα γνώριμα ποιεῖτε.» Τοιαῦτα μὲν Λατίνοις ὁ μέγας δομέστικος ὑπετίθετο ποιεῖν. Ντζιωὰν δὲ ὡς ἤκουσε περὶ τοῦ παρελθόντος ἠνιᾶτο χρόνου, ὅτι μὴ πρότερον μεγάλῳ δομεστίκῳ συνεγένετο· ἦ γὰρ ἂν αὐτός τε πολλῶν ἀπήλλακτο κακῶν καὶ τοῖς ἄλλοις αἴτιος κατέστη. ὅμως μέντοι ἔφασκε, τὰ μὲν γεγενημένα ἀναλῦσαι οὐκ εἶναι δυνατόν. δεῖν δὲ οἴεσθαι εἰς Φώκαιαν ἐλθόντα καὶ τοῖς ἄλλοις δήλην τὴν βουλὴν ποιεῖν, καὶ ἐς τὴν ὑστεραίαν ἐλθόντα, ἃ πᾶσιν ἂν κοινῇ δόξειεν ἀπαγγέλλειν. καὶ ἐπεὶ ἐπετέτραπτο, εἰς Φώκαιαν ἐλθὼν, Ντεάρδῳ τε καὶ τοῖς λοιποῖς ὅσα ὑπόθοιτο ὁ μέγας δομέστικος ἀπαγγείλας, ἐπειδὴ κἀκείνοις ἄριστα καὶ λυσιτελοῦντα ἑαυτοῖς ἐδόκει τὰ βεβουλευμένα καὶ ἕτοιμοι ἦσαν πράττειν, αὖθις πρὸς τὸν μέγαν δομέστικον ἐλθὼν, Ντεάρδῳ μὲν καὶ τοῖς λοιποῖς ὅσοι κατὰ Φώκαιαν πολιορκοῦνται, ἀρέσκειν ἔφασκε τὰ βεβουλευμένα καὶ μάλιστα ἐθέλειν ὡς βασιλέα ἐλθόντας, ὑπὲρ τῶν ἡμαρτημένων δεῖσθαι συγγνώμην παρασχεῖν. δεῖν δὲ καὶ Δομενίκῳ τῷ κατὰ τὴν Μιτυλήνην πολιορκουμένῳ τὰ πρῶτα μάλιστα φερομένῳ παρ' αὐτοῖς, κοινὴν ποιήσασθαι τὴν γνώμην. μηδὲ γὰρ ἂν δύνασθαι πράττειν μηδὲν, ἐκείνου μὴ συνεπιψηφιζομένου. καὶ παρασχεθείσης αὐτῷ νεὼς, εἰς Μιτυλήνην ἦλθε· συγγενόμενός τε Δομενίκῳ καὶ περὶ τῆς εἰρήνης διαλεχθεὶς, ἐπεὶ κἀκείνῳ ἀσμένως ἐγίνοντο οἱ λόγοι καὶ πολλὰς χάριτας ὡμολόγει βασιλεῖ τῆς ἀνεξικακίας, ἀναστρέψας ἐκεῖθεν, εἰς Φώκαιαν ἐπεραιώθη, ἄγων καὶ ἕτερόν τινα, ὃς ἔμελλεν ἐκ προσώπου Δομενίκου βασιλέα προσκυνήσειν. ὅσοι δὲ τῶν ἐπιφανεστέρων ἦσαν ἐν Φωκαίᾳ πολιορκούμενοι, καὶ τὸν υἱὸν Σαρχάνη καὶ τοὺς ἄλλους, ὅσοι ἦσαν σὺν αὐτῷ, ὥσπερ δῶρον ἐπαγόμενοι, ἥκουσιν εἰς βασιλέα. προσκυνήσαντάς τε καὶ περὶ ὧν κατὰ τὸν πόλεμον ἐξήμαρτον τυχεῖν συγγνώμης δεηθέντας βασιλεὺς μὲν ἡμέρως προσεδέξατο καὶ προσηνῶς, συγγνώμην τε παρέσχετο εὐθὺς καὶ ὅσα πρότερον ἐπηγγείλατο αὐτοῖς ὁ μέγας δομέστικος ἔργῳ ἐπληροῦτο, καὶ αὐτῶν Μιτυλήνην παραδόντων βασιλεῖ, ἐκβληθέντων τῶν φρουρῶν· Σαρχάνῃ τε ὁ βασιλεὺς τὸν παῖδα ἀποδοὺς καὶ τοῖς ἄλλοις Πέρσαις, χάριτας αὐτῷ πολλὰς τῆς ἐλευθερίας τῶν παίδων ἕνεκα ὁμολογοῦσιν, αὐτὸς εἰς Βυζάντιον ἀπέπλευσε, Λέσβον ὑπὸ Λατίνοις ἤδη γεγενημένην Ρωμαίοις ἀνασώσας.

λβʹ. Ὀλίγου δὲ παρελθόντος χρόνου, ἠγγέλλετο ἐκ τῆς ἑσπέρας παρὰ τῶν ἐπιτροπευόντων ἐκεῖ, ὅτι οἱ περὶ Βαλάγριτα καὶ Κάνινα νεμόμενοι Ἀλβανοὶ, εὐχερεῖς ὄντες πρὸς μεταβολὰς καὶ φύσει νεωτεροποιοὶ, ἃς πρὸς βασιλέα ἐποιήσαντο συνθήκας παραβαίνοντες, ταῖς ἐκεῖσε πόλεσιν ἐξ ἐφόδου ἐπιόντες, κακῶς διατιθέασι καὶ λεηλατοῦσιν. οἳ καὶ πρότερον τοιαῦτά τινα ἐτόλμων καὶ συνιστάμενοι πολλοὶ καὶ ἄποροι, τὰς πόλεις κακῶς ἐποίουν ἄχρις ἂν στρατιὰν ἐπ' ἐκείνους πέμψας βασιλεὺς, ἀναγκάσειεν εἰρήνην ἄγειν καὶ τοὺς ἑσπερίους ἀδικεῖν μηδέν. ἐπειδὰν δὲ ἡ στρατιὰ ἐπ' οἴκου διαλυθείη καὶ τὸ θέρος ἐπιγένοιτο, οὐκέτι οἷοί τε ἦσαν ἠρεμεῖν, ἀλλὰ λῃστείαις καὶ φανεραῖς ἐπιδρομαῖς ἐπίεζον τὰς πόλεις τὰς ἐκεῖ. τότε δὲ πολλοί τε καὶ ὁμοίας περὶ τὸ ἀδικεῖν τὰς γνώμας ἔχοντες συστάντες, Βαλάγριτά τε καὶ Κάνινα ἐκακούργουν πάνυ. καὶ φρούριόν τι Σκρεπάριον ὠνομασμένον καὶ τὴν Κλεισοῦραν, Τίμωρον δὲ φρούριόν τι καὶ αὐτὸ ἑσπέριον περὶ Βαλάγριτα ᾠκισμένον παρεστήσαντο ἤδη καὶ βεβαίως εἶχον πρός τε τὰς λῃστείας καὶ τὰς συχνὰς ἀπειρηκὸς ἐπιδρομάς. διὰ ταῦτα οὖν ἐδόκει βασιλεῖ αὐτοῖς ἐπιστρατεύειν. προσεπιγενομένη δὲ ὑπὸ τοῖς αὐτοῖς χρόνοις καὶ ἡ Ἰωάννου τοῦ Δούκα τῆς Ἀκαρνανίας ἄρχοντος τελευτὴ μᾶλλον ἐξώρμησε τὸν βασιλέα πρὸς τὴν ἑσπέραν, ἐλπίσαντα Ἀκαρνανίαν ὑποποιήσειν ἑαυτῷ. τοιαῦτα δὲ βουλευομένῳ καὶ συμμαχίαν ἐδόκει δεῖν ἐξ Ἰωνίας μεταπέμπεσθαι Περσικὴν ἕνεκα τῶν Ἀλβανῶν πεζήν. ὄρη γὰρ δυσπρόσοδα νεμόμενοι καὶ μεγάλα καὶ πολλὰς ἔχοντα ἀποφυγὰς καὶ καταδύσεις, οὐ ῥᾳδίως ὑπὸ τῶν ἱππέων βλάπτεσθαι ἐδύναντο, καὶ μάλιστα ἐν θέρει εἰς τὰ ἀκρότατα ἀνιόντες τῶν ὀρῶν, ὅπου καὶ πεζοῖς ἀντιτάξασθαι οὐκ εὐχερὲς διὰ τὴν ὀχυρότητα τοῦ τόπου καὶ τὸ ὑπὲρ κεφαλῆς τοὺς ἐπιόντας τοὺς ἀμυνομένους βάλλειν. καὶ πέμψας πρὸς Ἀμοὺρ, ᾐτεῖτο συμμαχίαν πεζήν. ὁ δὲ ἄσμενός τε προσεδέξατο τὴν πρεσβείαν βασιλέως, ἦν γὰρ ἄγων περὶ πλείστου τὸ κατὰ γνώμην τι βασιλέως πράττειν, καὶ τὴν στρατιὰν εὐθὺς ἔπεμπεν εἰς Θεσσαλονίκην. ἐπεὶ δὲ καὶ ὁ βασιλεὺς τὴν Ρωμαίων ἄγων στρατιὰν ἀφίκετο ἐκεῖ, καὶ τὴν Περσικὴν παραλαβὼν διὰ Θετταλίας ἐπὶ Ἀλβανοὺς ἐχώρει. καὶ μέχρι Ἐπιδάμνου ἦλθε ληϊζόμενος αὐτούς. διεφθάρησάν τε ἐξ αὐτῶν πολλοί. πυθόμενοι γὰρ τὴν βασιλέως ἔφοδον καὶ νομίσαντες μόνην ἐκ Ρωμαίων ἱππικὴν εἶναι στρατιὰν, πρὸς τὰ ὄρη κατέφυγον καὶ τὰς δυσχωρίας, οἰόμενοι διαφεύξεσθαι τὸν ὄλεθρον. ἐπελθόντες δὲ οἱ Πέρσαι ψιλοί τε ὄντες καὶ τοξόται, οἷς μάλιστά ἐστι ῥᾳδία ἡ πρὸς τὰς δυσχωρίας μάχη, ῥᾷστά τε ἐκράτησαν αὐτῶν οὐ μόνον διὰ τὸ ἀόπλους ὄντας πόῤῥωθεν βαλλομένους πίπτειν, ἀλλὰ καὶ διὰ τὸ ἄηθες καταπλαγέντας τῶν βαρβάρων. καὶ πλείστους τε ἀπέκτειναν αὐτῶν καὶ εἷλον αἰχμαλώτους. ὅσοι δὲ ἠδυνήθησαν διαφυγεῖν τέκνα καὶ γυναῖκας καὶ τὴν ἄλλην κτῆσιν ἐκλιπόντες, ὅπη γῆς ἐκρύπτοντο ἦσαν ἀφανεῖς. γυναῖκας δὲ καὶ παῖδας ἠνδραπόδισαν οἱ Πέρσαι, ὧν μέρος μέν τι οἱ ὁμόφυλοι ἐλύσαντο, ὅσοι μὴ προσκεκρουκότες ἦσαν βασιλεῖ, λύτρα παρασχόμενοι τοῖς Πέρσαις. ἔλυσε δὲ οὐκ ὀλίγους καὶ ὁ βασιλεὺς λύτροις, τῶν οἰκείων προσελθόντων καὶ δεηθέντων· ἔλυσε δ' ἂν καὶ πλείους ἢ σύμπαντας, εἰ πρότερον προσῆλθον, ἕως ἔτι οἱ Πέρσαι συνείποντο μετὰ τῆς ἄλλης στρατιᾶς. ἐπεὶ δὲ μετὰ τὴν ἐκείνων ἀναχώρησιν προσῆλθον, ἔλυσεν ὁ βασιλεὺς πέμψας ὅσους μάλιστα ἐνῆν· τοὺς πλείους δὲ εἰς ἕω ἤγαγον ἐπὶ δουλείᾳ. Ρωμαῖοι δὲ ἀνθρώπους μὲν οὐκ ἐξηνδραποδίζοντο. οὐδὲ γὰρ ἔξεστιν αὐτοῖς, εἰ μὴ ἀπὸ βαρβάρων εἶεν τῶν τῇ σωτῆρος Χριστοῦ ὑπὲρ ἡμῶν οἰκονομίᾳ μὴ πεπιστευκότων. βοσκημάτων δὲ ἐκράτησαν σχεδὸν ἀριθμὸν ὑπερβαινόντων, ἐπίπλων τε καὶ ἄλλων τινῶν χρημάτων οὐκ ὀλίγων. ἐλέγετο δὲ, καὶ ἦν ἀληθὲς, ὡς ὕστερον ἐξ αὐτῶν τῶν κακῶς παθόντων βασιλεῖ προσελθόντων, μετὰ τὴν συμφορὰν ἐκείνην τὴν μεγάλην ἀριθμούντων τὰ αὑτῶν, ἐγένετο καταφανὲς ὡς κρατήσειαν οἱ Ρωμαῖοι κατὰ τὴν λείαν βοῶν μὲν τριάκοντα μυριάδων, πεντακισχιλίων δὲ ἵππων, προβάτων δὲ μυριάδων εἴκοσι καὶ ἑκατόν. τοσαῦτα δὲ ὄντα τὸ πλῆθος ἄγειν μὲν οὐκ ἠδύνατο ἡ στρατιὰ, ἀλλὰ τοὺς ἔχοντας μόνον ἀπελάσαντες, κατέλιπον φέρεσθαι ἀνόμευτα ὡς ἔτυχεν. αἵ τε πόλεις ὅσαι πρότερον κακῶς πάσχουσαι ἦσαν ὑπὸ Ἀλβανῶν, ἐξερχόμενοι ἦγον ὅσα ἕκαστος ἐβούλετο, κωλύοντος οὐδενὸς, αὐτοί τε οἱ ἔχοντες μετὰ τὸ ὑπὸ βασιλέα γενέσθαι καὶ ἐπαγγείλασθαι δουλείαν πολλῶν ἐγένοντο αὖθις κύριοι κατὰ νάπας καὶ τὰς φάραγγας εὑρόντες διεσκεδασμένα, ὠνήσαντό τε καὶ ἀπὸ τῆς στρατιᾶς πολλὰ, ὑπὲρ πεντακοσίων ἕνα παρέχοντες χρυσοῦν προβάτων, ὑπὲρ βοῶν δὲ ἑκατόν. ἔθους δὲ ὄντος πρότερον τῇ στρατιᾷ ἐπειδάν τινος κρατήσωσι λείας ἢ πλείονος ἢ ἐλάσσονος, τὴν πέμπτην μοῖραν παρέχειν ἀριστεῖον βασιλεῖ, καὶ μετ' ἐκεῖνον τῷ μεγάλῳ δομεστίκῳ ἴσην οἷα δὴ τῆς συμπάσης ἡγουμένῳ στρατιᾶς, τότε οὐδὲν ἐποίουν τῶν εἰωθότων. οὐδέ τις ἠνώχλει αὐτοῖς περὶ τῆς πέμπτης, ἀλλ' ὥσπερ ἐξ ἀεννάων ποταμῶν ἐξῆν ἑκάστῳ ὅσων ἂν βούλοιτο κύριος γενέσθαι. τοιαῦτα μὲν Ἀλβανοὶ πρότερον τοὺς ἑσπερίους ἠδίκουν, τοιαύτην δὲ ἔδοσαν τὴν δίκην ὑπὲρ ὧν ἠδίκουν ὕστερον. πόλεις δὲ αἱ πρότερον πάσχουσαι κακῶς διπλῆς ἀπήλαυσαν εὐεργεσίας, ἐπηρείας τε τῆς παρὰ Ἀλβανῶν ἀπηλλαγμένοι καὶ τῆς βασιλέως ἀπολαύσαντες ἐπιδημίας καὶ προνοίας· ὃ μείζω καὶ λαμπροτέραν αὐτοῖς τὴν ἡδονὴν ἐποίει καὶ ἑορτὴν ἦγον τὴν πασῶν χαριεστάτην. ἀπὸ γὰρ τῶν Κομνηνοῦ τοῦ Μανουὴλ βασιλέως χρόνων ἄχρις Ἀνδρονίκου τῶν Παλαιολόγων τοῦ δευτέρου βασιλέως ἕτερος βασιλεὺς οὐκ ἐπεδήμησεν αὐτοῖς οὐδὲ προνοίας ἠξίωσε τοσαύτης. διὸ καὶ τὴν ἐπιδημίαν αὐτοῦ οὐχ ὡς τῶν ἐπιγείων τινὸς, τῶν κρειττόνων δὲ ἦγον. τοὺς μὲν οὖν Πέρσας μετὰ τὸ καταδουλώσασθαι Ἀλβανοὺς ἀπέπεμπεν ὁ βασιλεὺς εἰς τὴν οἰκείαν, οἳ καὶ διὰ Θετταλίας καὶ Βοττιαίας εἰς Θεσσαλονίκην καταντήσαντες, ἐκεῖθεν ταῖς ναυσὶν ἐπεραιώθησαν πρὸς Ἰωνίαν. αὐτὸς δὲ διενοεῖτο ὡς εἰς Ἀκαρνανίαν ἐμβαλῶν. ἔτι δὲ κατὰ τὰ Βαλάγριτα διατρίβοντι λόγος Ἀκαρνάσι πολὺς ἐγίνετο περὶ αὐτοῦ. φήμη γὰρ διῄει ὡς αὐτοῖς ἐπιστρατεύσει. οἱ μὲν οὖν μὴ δέχεσθαι ταῖς πόλεσιν ἠξίουν, μηδὲ τῆς παλαιᾶς εὐνοίας τῆς πρὸς τοὺς Ἀγγέλους ἀποστάντας, πολὺν ἤδη χρόνον ἄρξαντας αὐτῶν, ὑπὸ βασιλεῖ ὑποχειρίους γίνεσθαι, ἀλλὰ τῇ δεσπότου Ἰωάννου γυναικὶ τῇ βασιλίσσῃ Ἄννῃ, ἣ πρωτοβεστιαρίου θυγάτηρ ἦν Ἀνδρονίκου τοῦ Παλαιολόγου, ὃν ἱστορήκαμεν τοῦ πρὸς ἀλλήλους τελευταίου τῶν βασιλέων πολέμου μάλιστα αἰτιώτατον γεγενημένον, καὶ Νικηφόρῳ τῷ ἐκείνου παιδὶ τὴν πίστιν τηρεῖν βεβαίαν. οἱ δὲ ἀντέλεγον, καὶ δεῖν ἐβουλεύοντο δέχεσθαι βασιλέα καὶ μὴ πόλεμον κινεῖν. προσχωρήσαντας γὰρ νῦν τῷ βασιλεῖ, τήν τε χώραν διατηρήσειν καὶ σφᾶς αὐτοὺς τῶν ἐκ τοῦ πολέμου ἀπειράτους κακῶν, καὶ βασιλίσσῃ καὶ Νικηφόρῳ τῷ ἐκείνης παιδὶ παρὰ βασιλέως τὰ συμφέροντα αἰτήσειν· ἐὰν δὲ καταστῶσι πρὸς τὸν πόλεμον, πρῶτον μὲν οὐ δυνήσεσθαι πρὸς βασιλέα ἀντισχήσειν, οὐ μόνον διὰ τὸ πολλὴν ἄγειν στρατιὰν, ἀλλ' ὅτι καὶ ὁ ἀντιστρατηγήσων αὐτῷ καὶ πρὸς τὸν πόλεμον ἀντικαταστησόμενος οὐκ ἔστι, Νικηφόρου τοῦ δεσπότου παιδὸς οὔπω ἔτη ἑπτὰ γεγενημένου. εἰ δὲ καὶ ἀντιστῆναι δυνήσονται πρὸς χρόνον, οὐδὲν λυσιτελήσειν πλέον, ἢ ὅσον τῆς τε χώρας ἀναστάτου γινομένης καὶ τῆς στρατιᾶς διεφθαρμένης, τελευταῖον βασιλεῖ καὶ αὐτοὺς ὑπ' ἀνάγκης προσχωρεῖν οὐκ ἐπὶ τοῖς αὐτοῖς ὥσπερ νῦν, ἀλλὰ χείροσι πολλῷ, ὀργῇ φερομένου βασιλέως πρὸς αὐτοὺς διὰ τὸν πόλεμον. τοιαῦτα δὲ αὐτοῖς ἐπῄει λέγειν, οὐ μόνον οἰομένοις ἑαυτοῖς τε καὶ τοῖς ἄλλοις τὴν βουλὴν λυσιτελεῖν, ἀλλὰ καὶ τὰ βασιλέως πράττουσιν ἀφανῶς, κρύφα διὰ γραμμάτων πρὸς αὐτοὺς διειλεγμένου καθ' ὅσον χρόνον ἐληΐζετο καὶ ἐπόρθει Ἀλβανούς. οὕτω δ' ἑκατέροις αὐτοῖς βουλευομένοις ἀλλήλοις ἐναντία ἐδόκει δεῖν καὶ βασιλίσσῃ τὴν βουλὴν ἀνατιθέναι ὡς ἅττα ἂν ἕλοιτο αὐτὴ, διαπραξομένων καὶ αὐτῶν. ἡ δὲ πρῶτα μὲν ὡμολόγει χάριτας αὐτοῖς πολλὰς, ὡς οὐχ ὑπὲρ ἑαυτῶν μόνον, ἀλλὰ καὶ αὐτῆς καὶ τοῦ παιδὸς πρόνοιαν ποιουμένοις. συνεβούλευέ τε μὴ πρὸς βασιλέα πόλεμον κινεῖν ὡς οὐκ ἀπαλλάξοντας καλῶς, οἷα δὴ αὐτῆς μὲν οὔσης γυναικὸς, τοῦ παιδὸς δὲ νηπίου, αὐτῶν δὲ διὰ τὴν ἀναρχίαν στασιασόντων πρὸς ἀλλήλους καὶ διαφθαρησομένων· ἀλλὰ πρεσβείαν πρὸς βασιλέα πέμπειν, τοὺς συνετωτάτους ἑαυτῶν καὶ μάλιστα εἰδότας πράγμασι χρῆσθαι ἀπολεξαμένους, καὶ πρῶτα μὲν αἰτεῖν τὴν μεγάλου δομεστίκου θυγατέρα Νικηφόρῳ τῷ ἐκείνης παιδὶ κατεγγυᾷν· ἔπειτα, εἰ μὲν οἷόν τε ᾗ, αὐτονόμους ἐᾷν, τὴν ἰδίαν ἀρχὴν ᾗ βούλονται διοικεῖν αὐτοί· στρατιὰν δὲ παρέχειν ὅση πάρεστι πολεμησείουσαν οἷς ἂν κελεύοι βασιλεὺς, καὶ αὐτὸν ὁμοίως ἄν τις αὐτοῖς ἐπίῃ, συμμαχίαν πέμπειν. ἂν δὲ μὴ βούλοιτο ἐπὶ τούτοις βασιλεὺς, ἀλλ' ὑφ' ἑαυτῷ παντάπασι τὴν ἡμετέραν ποιεῖσθαι ἀρχὴν φιλονεικοίη, ὅσαπερ ἂν δοκοίη ἐμοί τε καὶ υἱῷ καὶ ὑμῖν λυσιτελεῖν αἰτησαμένους, τῆς ἀρχῆς καὶ τῶν πόλεων παραχωρεῖν καὶ μὴ διὰ φιλονεικίαν ἑαυτούς τε καὶ τὴν χώραν τοῖς ἐκ τοῦ πολέμου κακοῖς ἐσχάτοις περιβάλλειν.

λγʹ. Τοιαῦτα μὲν βασίλισσα παρῄνει Ἀκαρνάσιν. ἐπεὶ δὲ πλείους ἦσαν οἱ βουλόμενοι τὰ ἴσα, ὀλίγοι γὰρ ἦσαν οἷς πρὸς βασιλέα πολεμητέα ἐδόκει εἶναι, ἐπεψηφίζετο ἡ βουλὴ, καὶ πρεσβείαν ἀπελέξαντο ἑαυτῶν τοὺς μάλιστα συνετωτάτους, οἷς ἐπετέτραπτο πρὸς βασιλέα ἀπελθοῦσιν ἅττα ἂν μάλιστα συμφέρειν πᾶσι κοινῇ καὶ ᾖ δυνατὰ πράττειν. οἳ καὶ εἰς Βαλάγριτα ἐλθόντες προσεκύνησάν τε βασιλέα καὶ διειλέχθησαν περὶ ὧν ἧκον. βασιλεὺς δὲ τὸ μὲν Νικηφόρῳ τῷ δεσπότου παιδὶ τὴν μεγάλου δομεστίκου θυγατέρα πρὸς γάμον συνάπτειν, καὶ αὐτῷ εἶναι κατὰ γνώμην εἶπε, καὶ τὸν γάμον ἐπιτρέπειν· καὶ περιόντος γὰρ ἔτι δεσπότου τοῦ Νικηφόρου πατρὸς πρεσβείαν τούτου ἕνεκα πεπομφότος πρὸς αὐτὸν ἐπιτετραφέναι. βασιλίσσης τε τῆς ἐκείνου μητρὸς καὶ θυγατέρων πρόνοιαν τὴν προσήκουσαν ποιήσεσθαι, ἀποστάσης τῆς ἀρχῆς, ὥστε διάγειν ὅποι ἂν αὐτῷ βέλτιον δοκῇ. αὐτούς τε εὐεργετήσειν τιμαῖς τε καὶ προσόδοις ἐτησίοις ὧν ἂν ἕκαστος ἄξιος κριθῇ. αὐτονόμους δὲ αὐτοὺς ἔχοντας Ἀκαρνανίας τὴν ἀρχὴν, οὐκ ἂν παρόψεσθαι, ἀλλ' ἐπιχειρήσειν παντὶ τῷ τρόπῳ καταδουλοῦν καὶ ὑπάγειν ἑαυτῷ. καὶ βασιλέας γὰρ τοὺς αὐτοῦ προγόνους πολλὴν φροντίδα πεποιῆσθαι τοῦ Ἀκαρνανίαν ὑφ' ἑαυτοὺς ποιεῖσθαι, ἀδίκως ἀποτετμημένην τῆς Ρωμαίων ἡγεμονίας, τῶν πρώτως αὐτὴν ἀποστησάντων αὐθαδείᾳ καὶ ἀγνωμοσύνῃ τῇ πρὸς βασιλέα εἰς ἰδίαν ἑαυτοῖς ἀρχὴν περιποιησαμένων καὶ κρατυναμένων ἐπὶ χρόνον ἤδη συχνόν τινα διὰ τὸ βασιλέας εἰς ἐθνῶν τινων πολέμους ἑτέρους ἠσχολῆσθαι. νυνὶ δὲ αὐτὸν ἀμελήσαντα τῶν ἄλλων, ἐνθάδε ἥκειν. εἰ μὲν οὖν ἐθέλωσιν ἄνευ πόνων καὶ κινδύνων τὰς πόλεις αὐτῷ παραδιδόναι, αὐτόν τε πραγμάτων ἀπαλλάξειν καὶ σφίσιν αὐτοῖς αἰτίους γενήσεσθαι μεγάλων ἀγαθῶν· ἐὰν δὲ μὴ, ὡς πολεμήσοντας αὐτῷ παρασκευάζεσθαι ἀπελθόντας. βασιλεὺς μὲν οὖν τοιαῦτα εἶπεν· οἱ πρέσβεις δὲ ὁρῶντες, ὡς εἰ μὴ πείθοιντο τοῖς βασιλέως λόγοις, οὐδενὸς ἑτέρου λειπομένου ἢ διαφθειρομένην ὑπὸ τοῦ πολέμου τὴν γῆν αὐτῶν ὁρᾷν, παρεσκευασμένης ἐσβαλεῖν οὔσης τῆς Ρωμαίων στρατιᾶς, σφᾶς τε αὐτοὺς καὶ τὰς πόλεις συνέβησαν παραδιδόναι· καὶ μετ' οὐ πολὺ βασιλέως ἐκεῖ γενομένου, αἵ τε πόλεις πᾶσαι προσεχώρησαν ἑκοῦσαι καὶ ἡ στρατιὰ ἅμα τοῖς δυνατοῖς τῶν Ἀκαρνάνων. βασιλεύς τε ἐπιδεικνύμενος πρὸς αὐτοὺς πολλὴν τὴν πρᾳότητα καὶ φιλοτιμίαν, οὐ μόνον τοὺς τῶν πόλεων δήμους κοιναῖς εὐεργεσίαις ἐθεράπευσεν, ἀλλὰ καὶ τοὺς δυναμένους παρ' αὐταῖς τιμαῖς τε καὶ προσόδοις ἐτησίοις καὶ ἄλλαις ἠμείψατο εὐεργεσίαις. Νικηφόρῳ τε τῷ δεσπότου παιδὶ τὴν μεγάλου δομεστίκου κατηγγύησε θυγατέρα, πάντα τε διαθέμενος ὡς ἂν αὐτῷ ἔχειν ἄριστα ἐδόκει, τὰς πόλεις πάσας τῆς Ἀκαρνανίας περιῄει οὐ μόνον ἱστορίας ἕνεκα, οὔπω πρότερον ἑωρακὼς, ἀλλὰ καὶ προνοίας ἀξιώσων τῆς δεούσης. οἱ μὲν οὖν ἄλλοι πάντες ἠγάπων ὑπὸ βασιλέα τεταγμένοι. οἷς δὲ καὶ πρότερον ἐδόκει μᾶλλον ὁ πόλεμος αἱρετέος, οὐκ ἠνείχοντο εἰ μὴ νεωτερίζοιεν· οἰόμενοι δὲ αὐτοῖς δύναμιν πρὸς τὸν πόλεμον παρέξειν τὸ Νικηφόρον τὸν δεσπότου παῖδα πρότερον ἐκθέσθαι, ὡς ἂν αὐτοί τε ὑπὲρ τοῦ παιδὸς δοκοῖεν πολεμεῖν, καὶ τοὺς ἄλλους πείθοιεν συναίρεσθαι, ὅταν καταστῶσιν εἰς τὸν πόλεμον, τὸν τοῦ παιδὸς ἔπεισαν παιδαγωγὸν Ριτζάρδον ἅμα καί τισιν ἑτέροις, Νικηφόρον τὸν δούκαν ὑπεκθέσθαι, καὶ παραλαβόντες νυκτὸς πλοίου τε τὸν Ἰώνιον περαιουμένου ἐπιβάντες, εἰς τὴν Τάραντος κρατοῦσαν πριγκίπισσαν διαφεύγουσι. πυθόμενος δὲ τὸν δρασμὸν ὁ βασιλεὺς καὶ μήτε τῶν συνεσκευακότων τὴν ἐπιβουλὴν εἰδὼς, ἀνακαλεῖσθαί τε τὸν παῖδα ὢν οὐ δυνατὸς διὰ τὸ πολὺ Ἀκαρνανίας Τάραντα διεστηκέναι, ἐπ' ὀλίγον ταῖς πόλεσιν ἐκείναις ἐνδιατρίψας καὶ πάσαις ἡγεμόνας ἐπιστήσας ἐφ' ἑκάστῃ, τόν τε πρωτοστράτορα Συναδηνὸν ἐπὶ πᾶσιν ἀποδείξας στρατηγὸν καὶ τἄλλα πάντα ὡς ἂν αὐτῷ ἐδόκει διοικησάμενος, ἄρας ἐκεῖθεν ἦλθεν εἰς Θεσσαλονίκην, χαίρων ἅμα καὶ θεῷ τῆς εὐεργεσίας χάριτας ὁμολογῶν, ὅτι ὃ πολλοῖς ἀναλώμασι καὶ πόνοις ἐκ τῶν Ἀλεξίου τοῦ Ἀγγέλου χρόνων τῆς Ρωμαίων ἀποτμηθὲν ἡγεμονίας οἱ τούτου πρόγονοι βασιλεῖς ἀνασώσασθαι οὐκ ἴσχυσαν, τούτῳ νῦν ἄνευ πολέμων καὶ κινδύνων παρέσχε κατορθῶσαι. Μιχαήλ τε γὰρ ὁ πρῶτος ἐκ Παλαιολόγων ἄρξας πολλὴν ἐνεδείξατο σπουδὴν Ἀκαρνανίας ἕνεκα καὶ Θετταλίας, καὶ στρατιὰν ἀπώλεσε πολλήν τε καὶ ἀγαθὴν πολλάκις καὶ θαυμασίους στρατηγοὺς Ἀκαρνάσι καὶ Θετταλοῖς πολεμῶν· καὶ μετ' αὐτὸν Ἀνδρόνικος ὁ υἱός. τούτῳ δὲ ὀλίγα πραγματευσαμένῳ καὶ οὐδὲν ὑποστάντι διὰ τὸν πόλεμον δεινὸν, οὐ μόνον Ἀκαρνανίαν, ἀλλὰ καὶ Θετταλίαν ἐξεγένετο παραστήσασθαι καὶ τῇ λοιπῇ συνάψαι ἡγεμονίᾳ τῇ Ρωμαίων ἐπ' ἔτεσι πολλοῖς ἀποτμηθέντα. ἐκεῖθεν δὲ οὐ πολὺ ὕστερον ἧκεν εἰς Ἀδριανούπολιν. διατρίβοντί τε ἐκεῖ ὁ τῶν Μυσῶν βασιλεὺς Ἀλέξανδρος ἔπεμψε πρεσβείαν ὧν πρὸς αὐτὸν ἐν Ρωσοκάστρῳ περὶ τοῦ κήδους διειλέχθη λόγων ἂν ἀναμιμνήσκων, νυνί τε εἰ κατὰ γνώμην αὐτῷ εἴη τὴν ἐπιγαμίαν ποιεῖσθαι εἰδέναι ἀξιῶν. βασιλεῖ δὲ τοῦτο μὲν οὐκ ἦν καθ' ἡδονήν. μᾶλλον γὰρ ἐβούλετο τὴν θυγατέρα οἴκοι διατρίβειν, ἢ Ἀλεξάνδρου τῷ υἱεῖ εἰς κοινωνίαν ἐκδιδόναι γάμου, τὴν παρὰ τοῖς βαρβάροις διατριβὴν εἰδὼς οὐκ ἐσομένην πρὸς ἡδονὴν τοῖς ἤθεσι καὶ νόμοις Ἑλληνικοῖς ἐντεθραμμένῃ καὶ βασιλικοῖς· τῷ κοινῷ δὲ Ρωμαίων τὸν γάμον οἰόμενος τῆς θυγατρὸς λυσιτελεῖν, ὑπέσχετο ποιήσειν. οἱ μὲν οὖν Ἀλεξάνδρου τοῦ βασιλέως πρέσβεις πρὸς τὴν οἰκείαν ἐπανῆκον χαίροντες, ὅτι βασιλέα πεῖσαι ἠδυνήθησαν περὶ τοῦ κήδους. αὐτὸς δὲ βασιλεὺς ἐκ τῆς Ἀδριανοῦ πρὸς τὸ Βυζάντιον ἧκεν, ὡς τῆς θυγατρὸς ἐξαρτυσόμενος τοὺς γάμους.

λδʹ. Ὄντος δὲ ἤδη περὶ ἐκβολὰς τοῦ θέρους, ἠγγέλλετο ἐκ Τριγλείας τῆς πρὸς Ἑλλήσποντον, ὡς στρατιὰ Περσῶν πεζὴ ἐκ τῶν κατὰ τὴν ἕω πόλεων λογάδες, ὧν Ὀρχάνης ἐστὶ σατράπης, ἓξ καὶ τριάκοντα ναυσὶ πρὸς τὰ περὶ Βυζάντιον χωρία εἰσὶ παρεσκευασμένοι περαιοῦσθαι ἢ ταύτῃ καθ' ἣν ἠγγέλλετο τὴν νύκτα ἢ ἐς τὴν ὑστεραίαν. εἶναι δὲ οὕτω παρεσκευασμένους ὡς οὐ ταχέως ἐπανήξοντας οὐδὲ λαθραίαν τὴν ἁρπαγὴν ποιησομένους, ἀλλ' ἀναίδην καὶ μετὰ πολλοῦ τοῦ περιόντος ἅπαντα ληϊσομένους. παρασκευάσασθαι μὲν οὖν ἀντίῤῥοπον δύναμιν πρὸς τὴν Περσικὴν οὐκ ἐνῆν, οὐκ ἐνδιδόντος τοῦ χρόνου διὰ τὴν ταχεῖαν τῶν βαρβάρων ἔφοδον· ὅμως δὲ τὴν τότε παρατυχοῦσαν ἐν Βυζαντίῳ στρατιὰν εὐαρίθμητόν τινα οὖσαν τὸν μέγαν δομέστικον ἐκέλευεν ὁ βασιλεὺς παραλαβόντα, πρὸς τὰ περὶ Βυζάντιον χωρεῖν παράλια χωρία, τὴν ἔφοδον τῶν βαρβάρων περιμένοντα. αὐτὸς δὲ ὡς ἅμα ἐκ θαλάσσης ἐπιθησόμενος, ἐφώπλιζε τριήρεις. ὁ μέγας μὲν οὖν δομέστικος πρός τινι χωρίῳ Ἐννακόσια προσαγορευομένῳ ἐγκαθίδρυσε τὴν στρατιάν· κατασκόπους τε καταστήσας ἐφ' ὅσα μάλιστα χωρία ἀπόβασιν ὑπώπτευε τῶν Περσῶν, διενυκτέρευεν ἐκεῖ. περὶ δὲ ὄρθρον ἐκ τῶν κατασκόπων τινὲς ἀπήγγελλον, ὡς οἱ βάρβαροι τοῖς ἐκεῖ αἰγιαλοῖς τὴν ἀπόβασιν ἐποιήσαντο, καὶ τεκμήριον ἀληθὲς τῆς ἀγγελίας ἐποιοῦντο τὸ τραυματίαι γεγενῆσθαι παρ' αὐτῶν. οἱ βάρβαροι δὲ οὐκ ἐφ' ἑνὶ χωρίῳ προσέσχον πάντες, ἀλλ' οὐ μακρὰν ἀλλήλων διεστηκότες, δύο ναυλοχίας ἐποιήσαντο· οἱ μὲν οὖν ἐκ τῆς μιᾶς μερίδος πρὸς ἕτερα ἐτράποντο χωρία, οἱ δὲ τῆς ἑτέρας ὥσπερ σκοπούς τινας ὀλίγους ἑαυτῶν προπέμψαντες, οἱ λοιποὶ συντεταγμένοι ᾔεσαν, ὡς διὰ τῶν χωρίων ἐκείνων ἐλευσόμενοι, οἷς ὁ μέγας δομέστικος ἐνήδρευεν. ὡς δὲ οἱ προτεταγμένοι ἐκεῖνοι ἐγένοντο πλησίον τῆς Ρωμαίων στρατιᾶς, πλὴν ὀλίγων πάντες ἔπεσον, ἀπροσδοκήτοις ἐμπεσόντων· ὅσοι δὲ διεσώθησαν, εἰς τὴν αὐτῶν ἐλθόντες στρατιὰν, ἀπήγγελλον ὡς διαφθαροῖεν, στρατιᾷ περιτυχόντες ὀλίγῃ μὲν, ὡς ᾠήθημεν, καθαρῶς οὐκ ἔχοντες διὰ τὴν νύκτα διαγνῶναι, ἀγαθῇ δὲ καὶ τὰ πολέμια κρατίστῃ. ὃ δὴ καὶ οἱ τῆς Περσικῆς ἄρχοντες πυθόμενοι στρατιᾶς, παρεσκευάσαντο ὡς ἐπὶ μάχην. ἐπιγενομένης δὲ ἤδη καὶ ἡμέρας, συνεπλέκοντο οἵ τε Ρωμαῖοι καὶ οἱ βάρβαροι ἀλλήλοις καὶ ἀντέσχον μὲν ἐπὶ πολὺ, τῶν παρὰ Πέρσαις ἐπιφανῶν ὄντες καὶ γνωρίμων πάντες· ὅμως νικηθέντες κατὰ κράτος, πλὴν ἑπτὰ οἱ μὲν ἀπέθανον παρὰ τὴν μάχην, οἱ δ' ἑάλωσαν. τῆ αὐτῆς δὲ ὥρας καὶ ὁ βασιλεὺς δυσὶ τριήρεσι παρέπλει, ἃς ἦν τῆς νυκτὸς πεπληρωκώς· ἕτεραι γὰρ οὐκ ἔτυχον οὖσαι πλώϊμοι. πυθόμενος δὲ ὡς οἱ μὲν τῶν βαρβάρων ἡττηθεῖεν παρὰ μεγάλου δομεστίκου καὶ τῆς στρατιᾶς, ἐπὶ δὲ τοὺς ἑτέρους ἤδη παρασκευάζονται χωρεῖν, ἀποβὰς τῆς τριήρεως, ἐπεὶ τῶν βασιλικῶν οὐ παρῆσαν ἵπποι, τοῦ μεγάλου δομεστίκου ἵππῳ ἐπιβὰς, ἄγων καὶ τὴν στρατιὰν ἐχώρει κατὰ τῶν Περσῶν σπουδῇ πολλῇ καὶ προθυμίᾳ. καὶ γενόμενος καθ' ἃ οἱ Πέρσαι ἐληΐζοντο χωρία, συνέβαλλέ τε καὶ ἐνίκα κατὰ κράτος. πλὴν γὰρ ὀλίγων καὶ αὐτοὶ οἱ μὲν ἔπεσον κατὰ τὴν μάχην, οἱ δ' ἑάλωσαν. ὅσοι δὲ τὸ διαφθαρῆναι ἠδυνήθησαν διαφυγεῖν, παρὰ τὰς ναῦς τὰς ἑαυτῶν ἐλθόντες, μίαν μὲν ἐπλήρουν, δυσὶ δὲ ἑτέραις, τῇ μὲν ὀκτὼ, δέκα δὲ τῇ ἑτέρᾳ ἐπιβάντες, ἱστία τε ἄραντες καὶ πνεύματος εὐτυχηκότες ἐπιφόρου, παρὰ δόξαν διέφυγον τὸ ἀπολέσθαι, οὕτως ἄνωθεν τοῦ θεοῦ καὶ τὴν σωτηρίαν καὶ τὴν ἧτταν τοῖς βαρβάροις πρυτανεύοντος. αἱ γὰρ μετὰ βασιλέως ἐλθοῦσαι δύο τριήρεις, ἐπεὶ τὰς Περσικὰς εἶδον ἀραμένας πρὸς τὸ πέλαγος ἱστία ἐπὶ φυγῇ, τῇ εἰρεσίᾳ τὴν δίωξιν ἀπαγορεύσαντες διὰ τὸ μηκόθεν τὰς Περσικὰς ὁρᾷν ἐπιφόρῳ πνεύματι χρωμένας, αἴρειν ὥρμηντο ἱστία καὶ αὐτοί. ἅμα δὲ αἰρόντων, τῶν μὲν ἐῤῥάγησαν οἱ κάλω οἷς ἀνῆγον τὴν κεραίαν· τῶν ἑτέρων δὲ ἡ κεραία καταχθεῖσα κατέπεσεν ἐπὶ τοῦ καταστρώματος. καὶ οὕτως ἀπέσχοντο τὸ διώκειν ἀπειπόντες. αἱ λοιπαὶ δὲ πέντε τρεῖς καὶ τριάκοντα οὖσαι νῆες Περσικαὶ κατελείφθη σαν ἐπὶ τοῦ αἰγιαλοῦ κεναί. βασιλεὺς δὲ μετὰ τῆς στρατιᾶς καὶ αἱ τριήρεις ηὐλίσαντο αὐτοῦ τὴν νύκτα σκυλεύοντες τοὺς νεκροὺς τῶν πολεμίων. τῆς αὐτῆς δὲ νυκτὸς περὶ μέσην ἕτεροι βάρβαροι ἐννέα ναυσὶ, μηδὲν εἰδότες τῶν γεγενημένων, κατέπλεον ἐπὶ τοὺς αὐτοὺς αἰγιαλοὺς ὡς συμμίξοντες τοῖς ἄλλοις. ἀπροσδοκήτως δὲ ταῖς δυσὶ τριήρεσι περιπεσόντες τῶν Ρωμαίων κατεπλάγησαν μὲν τῷ ἀδοκήτῳ· πλὴν διὰ τὴν ὀλιγότητα θαῤῥήσαντες αὐτῶν, συνεπλέκοντο πρὸς μάχην. καὶ παρ' ὀλίγον μὲν ἦλθον τὰς τριήρεις διαφθεῖραι. ἐπέβησαν γὰρ οἱ βάρβαροι καὶ τῆς μιᾶς. πλὴν πρὸς ἀλκὴν τραπόμενοι οἱ τριηρῖται ἐνίκησάν τε καὶ πασῶν ἐκράτησαν Περσικῶν νεῶν, μιᾶς διαδρᾶναι δυνηθείσης. ἦσαν δὲ καὶ οὗτοι ὥσπερ καὶ οἱ πρότεροι λογάδες τῶν παρὰ Πέρσαις ὀνομαστοτάτων. ὅθεν καὶ οἱ στρατιῶται τοὺς ἁλόντας αὐτῶν πολλῶν ἔλυσαν χρημάτων ἐκ τῶν οἰκείων μεταπεμπομένους. οἱ μὲν δὴ βάρβαροι οὕτως ἀπώλοντο κακοὶ κακῶς. βασιλεὺς δὲ ἐπεὶ τὰ πρὸς τοὺς γάμους τῆς θυγατρὸς πάντα παρεσκευασμένα ἦν, ἄρας ἐκ Βυζαντίου, ἧκεν εἰς Ἀδριανούπολιν, ἐκεῖ τοὺς γάμους ἐκτελέσων. ἧκε δὲ καὶ ὁ τῶν Μυσῶν βασιλεὺς Ἀλέξανδρος ἄγων καὶ τὸν υἱὸν Ἀσάνην Μιχαὴλ, βασιλέα καὶ αὐτὸν κεχειροτονημένον ὑπ' αὐτοῦ. καὶ εὐλογίαι μὲν καὶ ὅσα ἱερῶς νενόμισται ἐπὶ τοῖς γάμοις ἔνδον ἐτελοῦντο τῆς πόλεως Ἀδριανοῦ· εὐωχίαι δὲ καὶ πότοι καὶ ὅσα πρὸς τέρψιν ἐξεύρηντο τῆς ἑορτῆς, παρὰ τοὺς τῆς Κομνηνῆς προσαγορευομένους λειμῶνας οὐ πολὺ τῆς πόλεως διεστηκότας παρὰ τὴν Τοῦντζαν ὠνομασμένον ποταμόν. ὀκτὼ δὲ ἡμέραις Ρωμαίων τε καὶ Μυσῶν τοὺς τῶν σφετέρων βασιλέων γάμους συνεορτασάντων, τῇ ἐννάτῃ ἅμα ἕῳ βασιλεὺς Ἀλέξανδρος καὶ Μυσοὶ τὴν βασιλέως θυγατέρα, βασιλίδα δὲ αὐτῶν Μαρίαν τὴν Παλαιολογίναν παραλαβόντες, ἀνεχώρησαν εἰς τὴν Μυσίαν· εἵποντο δὲ αὐτῇ καὶ Ρωμαίων ἐκ τῶν ἐπιφανῶν πολλοὶ ἄχρι Τρινόβου. ἐκεῖ δὲ ὑπολελειμμένων τῶν παρὰ βασιλέως τεταγμένων ἀεὶ τῇ θυγατρὶ συνεῖναι, οἱ λοιποὶ ἀνεχώρησαν ἐπ' οἴκου. μετὰ δὲ χρόνον οὐκ ὀλίγον οἱ παρὰ Ἀκαρνάσι μὴ βουλόμενοι δουλεύειν βασιλεῖ, ἀλλὰ καὶ τοὺς ἄλλους πρότερον ἐξορμῶντες πρὸς τὸν πόλεμον, καιρὸν ἑαυτοῖς πρὸς νεωτερισμὸν εἶναι τὴν βασιλέως ἀποδημίαν οἰηθέντες καὶ ἑτέρους προσεταιρισάμενοι πολλοὺς, Ἄρταν μὲν, ἣ τῆς Ἀκαρνανίας ὡς παρὰ κεφάλαιον τῶν πόλεών ἐστι, Νικόλαος ὁ Βασιλίτζης κατέσχεν, ἅμα Καβασίλᾳ ἀποστήσας βασιλέως, καὶ τὸν πρωτοστράτορα αὐτόθι διατρίβοντα εἰς δεσμωτήριον ἤγαγον ὑπὸ φρουρᾷ· Ἀλέξιος δὲ Καβασίλας τὴν Ρωγώ. τεσσαράκοντα δὲ τῆς αὐτῆς συνωμοσίας ἕτεροι τὸ Θωμόκαστρον ὀνομαζόμενον παράλιον ὂν κατὰ τὴν θάλασσαν τὴν πρὸς Ἀδρίαν, τῶν ἄλλων ἁπάντων οὐκ ἀποστάντων βασιλέως, ἀλλὰ τὴν εὔνοιαν ἀκμάζουσαν τηρούντων. ἦσαν δὲ οὐκ ὀλίγαι πόλεις, τό,τε Μεσοπόταμον ὀνομαζόμενον, καὶ ὁ Σοποτὸς καὶ ἡ Χειμάῤῥα· πρὸς τούτοις τε τὸ Ἀργυρόκαστρον καὶ ἡ Πάργα καὶ ὁ Ἅγιος Δονάτος καὶ Ἀγγελόκαστρον καὶ Ἰωάννινα, ὅ,τε Εὐλοχὸς καὶ τὸ Βάλτον καὶ ἕτερ' ἄττα φρούρια οὐκ ὀλίγα. ἐκεῖνοι δὲ οἱ ἀποστάντες βασιλέως πρεσβείαν πρὸς πριγκίπισσαν τὴν Τάραντος δεσπότιν πέμψαντες, Νικηφόρον τε τὸν παῖδα ᾐτοῦντο δεσπότου ὡς σφῶν ἄρξοντα κατὰ πατρῷον κλῆρον, καὶ συμμαχίαν, μεθ' ἧς καὶ τὰς ἄλλας δυνήσονται πόλεις ἀποστῆσαι βασιλέως, ἢ ἑκούσας προσχωρησάσας ἢ βιασάμενοι τοῖς ὅπλοις. πριγκίπισσα δὲ ἡδέως τε ἐδέξατο Νικηφόρον φυγόντα πρὸς αὐτὴν, ἤλπισε γὰρ Ἀκαρνανίας κρατήσειν δι' αὐτοῦ, καὶ πάλιν ἐπεὶ ἐπύθετό τινας βασιλέως ἀποστάντας καὶ προσχωρήσαντας αὐτῷ, ἐξέπεμπε προθύμως, καὶ μίαν ἐκείνῳ τῶν θυγατέρων δύο δὲ ἦσαν αὐτῇ κατεγγυήσας συμμαχίαν τε παρασχομένη ὅση δυνατή. ἡ γὰρ πριγκίπισσα αὕτη δὴ ἀπόγονος οὖσα Βαλδουΐνου, ὃς Βυζαντίου ἐβασίλευσεν ἐπὶ καιρὸν, καθ' ὃν ὑπὸ Λατίνοις ἑάλω χρόνον, τόν τε πρόγονον ὡς βασιλέα Ρωμαίων διεθρύλλει καὶ ἑαυτὴν βασιλίδα προσηγόρευε Ρωμαίων ὡς ἀπόγονον ἐκείνου. διὸ καὶ διὰ σπουδῆς ἁπάσης ἐποιεῖτο μέρους ἄρξαι τινὸς τῆς ὑπὸ τοὺς Ρωμαίων βασιλέας οὔσης ἀρχῆς. οὗ δὴ ἕνεκα καὶ τότε Νικηφόρον ἐξέπεμπε διὰ σπουδῆς καὶ δύναμιν παρασχοῦσα ναυτικὴν, οἰομένη ἂν Ἀκαρνανίας αὐτὸς ἄρξῃ τῇ θυγατρὶ ἐκείνης συνοικῶν, τὴν ἐπιθυμίαν ἠνυκέναι, ὃς δὴ καὶ Θωμοκάστρῳ ἐνδιῆγεν ὄντι παραλίῳ. βασιλεὺς δὲ ἐπεὶ ἐπύθετο περὶ τῶν κατὰ τὴν Ἀκαρνανίαν, στρατεύειν μὲν αὐτὸς οὐκ ᾤετο δεῖν τὸ νῦν ἔχον ἐπ' αὐτοὺς, ἤδη περὶ ἐκβολὰς τοῦ φθινοπώρου ὄντος· Ἰωάννην δὲ Ἄγγελον τὸν πιγκέρνην ἅμα Μονομάχῳ ἐκέλευσεν ἀναλαβόντα στρατιὰν χωρεῖν ἐπὶ Ἀκαρνανίαν, κἀκεῖ διαχειμάζειν, ἅμα μὲν ταῖς ὑπὸ βασιλέα τελούσαις ἔτι πόλεσι δύναμιν παρέχοντας καὶ δέος τοῦ μὴ συναφίστασθαι ταῖς ἄλλαις· ἅμα δὲ καὶ τὰς ἀφεστηκυίας εἰ μὴ τελείως, ἀλλ' ἐκ μέρους πολιορκήσοντας λεηλασίαις, ὡς ἂν ἅμα ἦρι βασιλεῖ ἐπιστρατεύσαντι ῥᾴδιαι εἶεν παραστήσασθαι, προτεταλαιπωρηκυῖαι τοῦ χειμῶνος καὶ πολλῶν ἀναπεπλησμέναι κακῶν ἐκ τοῦ πολέμου. πιγκέρνης μὲν οὖν κατὰ τὰ προστεταγμένα ὑπὸ βασιλέως ἅμα στρατιᾷ εἰς Ἀκαρνανίαν διαχειμάσας, τάς τε οὔσας ὑπηκόους βασιλεῖ πόλεις διεφύλαξε καὶ τὰς ἀποστάσας ἐκάκου. ἅμα δὲ ἦρι καὶ ὁ βασιλεὺς πανστρατιᾷ ἐπὶ Ἀκαρνανίαν ἦλθε. καὶ τοὺς μὲν τῶν ἄλλων πόλεων δήμους καὶ τοὺς δυνατοὺς τῆς εἰς αὐτὸν εὐνοίας ἕνεκα ἠμείβετο πολλαῖς εὐεργεσίαις, τὴν στρατιὰν δὲ διελόμενος τριχῇ, τὰς ἀποστάσας πόλεις συντονώτατα ἐπολιόρκει. Θωμόκαστρον μὲν οὖν, ἔνθα καὶ Νικηφόρος διῆγεν ὁ δοὺξ, διέφερε ῥᾳδίως τὴν πολιορκίαν, ἅτε ἐξ ἠπείρου τῶν Ρωμαίων μόνον πολιορκούντων· κατὰ γὰρ τὴν θάλατταν ὅσων ἐδεῖτο εἰσῆγέ τε καὶ ἐξῆγε, δύναμιν μὴ ἔχοντος βασιλέως ναυτικήν. Ἄρτα δὲ καὶ Ρωγὼ οὖσαι ἠπειρώτιδες, πολλὴν ὑπέμενον τὴν ἔνδειαν ἐκ τῆς πολιορκίας, οὐδὲν πλέον δυνάμενοι ἐπεισάγειν πλὴν τῶν ἐπὶ τοῦ χειμῶνος πρὶν βασιλέα ἀφικέσθαι παρεσκευασμένων, καὶ φλαύρως εἶχον σίτου τε καὶ τῶν ἄλλων ἐπιτηδείων ἀπορίᾳ. καίπερ δὲ οὕτω πρὸς τὴν πολιορκίαν ἀνεπιτηδείως παρεσκευασμένοι, οὐδὲν μᾶλλον ὑφεῖσαν τῆς πικρίας, οὐδὲ ἠνείχοντο ἄχρι λόγων τὸ ὑπείκειν αὖθις βασιλεῖ· ἀλλὰ πάντα μᾶλλον ᾤοντο ὑπομενετέον εἶναι καὶ τῶν πρὸς τροφὴν ἀθεμίτων ἅπτεσθαι, ἢ παραδιδόναι βασιλεῖ τὰς πόλεις. βασιλεὺς δὲ Ἄρταν ἐπολιόρκει αὐτὸς παρών· καὶ τειχομαχίας τε ἐποιεῖτο καρτερὰς καὶ συνεχεῖς καὶ μηχανήματα πάντα, ἐξ ὧν ᾤετο παραστήσεσθαι, προσῆγεν. Ἀρταῖοι δὲ πρωτοστράτορα μὲν τοῦ δεσμωτηρίου ἐκλαβόντες, ἐξέπεμψαν ὡς βασιλέα, εἴτε μή τι νεωτερισθείη παρ' αὐτοῦ τινων δείσαντες συστάντων πρὸς αὐτὸν, εἴτε τι διανοηθέντες ἕτερον· αὐτοὶ δὲ ἀπὸ τῶν τειχῶν ἠμύνοντο καρτερῶς καὶ ἀπράκτους ἀπεδείκνυον πάσας μηχανὰς καὶ τειχομαχίας. τριβομένου δὲ τοῦ χρόνου κατὰ τὴν πολιορκίαν, ἀπὸ γὰρ ἦρος μάλιστα ἀρχῆς ἄχρι ἐκβολῆς τοῦ θέρους ἐπολιορκοῦντο, ἔγνω δεῖν ὁ βασιλεὺς Καβασίλᾳ εἰς Ρωγὼ ἀπελθὼν δι' ἑαυτοῦ διαλεχθῆναι, νομίζων πείσειν ὑπενδοῦναι τῆς φιλονεικίας καὶ τὴν πόλιν παραδοῦναι ἀμαχεί. ὁ δὲ τοσοῦτον ἐδέησε τοῦ πείθεσθαι αὐτῷ ὥστε καὶ ἠπείλησεν, ὡς εἰ συμβαίη καθ' ἡντιναοῦν αἰτίαν βασιλέα ἐγκρατῆ Ρωγοῦς γενέσθαι, κατακρημνίσειν ἑαυτὸν ἀπὸ τοῦ πύργου, ἵνα μὴ ζῶν ἁλοὺς, ἀναγκασθῇ δουλεύειν αὖθις βασιλεῖ. τοσοῦτον ἀπεχθείας αὐτῷ καὶ μήνιδος περιῆν.

λεʹ. Ὁ μέγας δὲ δομέστικος μεμνημένος ὡς Καβασίλας οὑτοσὶ, ὅτε πρῶτον Ἀκαρνανίαν προσεποιήσατο αὑτῷ ὁ βασιλεὺς, πολλὰ αὐτοῦ πολλάκις ἐδεήθη τοῖς φίλοις συναριθμηθῆναι αὐτοῦ καὶ τοῖς οἰκείοις, καὶ πολλῆς ἀπέλαυσε προνοίας τῆς αὐτοῦ πεισθέντος πρὸς τὴν αἴτησιν, ἐλπίσας τέ τι ἐκ τῆς πρὸς αὐτὸν ἀνύσειν Καβασίλα φιλίας, τῶν οἰκείων ὀλίγους παραλαβὼν, ἦλθεν εἰς Ρωγώ. Καβασίλας δ' ἐπεὶ ἀπὸ τοῦ τείχους ἑώρα προσιόντα, πέμψας ἐδεῖτο, μὴ ἐγγὺς τειχῶν γενέσθαι. ἢ γὰρ ἀνάγκη συντυγχάνειν παρὰ γνώμην, πεπεικέναι γὰρ ἑαυτὸν καθάπαξ ἀφίστασθαι Ρωμαίων, ἢ ἀπωθεῖσθαι· ὃ καὶ αὐτὸ παντὸς ἐπαχθέστερον κακοῦ, καὶ οὐχ ἥκιστα παντὸς ἀνιαρώτερον. ὁ μέγας δὲ δομέστικος οὐδὲν ἔφασκε τοὺς λόγους εἶναι πρὸς αὐτόν. αὐτὸς γὰρ ἐπαγγειλάμενος Καβασίλᾳ εἶναι φίλος, τὰ προσήκοντα φίλοις μὴ κατοκνεῖν ποιεῖν. ἂν δ' αὐτὸς διωθῆται προσιόντα, τῇ σφετέρᾳ δόξῃ λυμανεῖσθαι, ἀγνώμονα περὶ τοὺς φίλους καὶ τὴν γνώμην εὐμετάβολον ἀποδεικνύντα ἑαυτὸν, καὶ ταῦτα πρότερον αὐτὸν δεηθέντα καὶ πείσαντα τοῖς φίλοις τοῖς ἐμοῖς καταγραφῆναι. Καβασίλας δὲ καὶ αὐτὸς διϊσχυρίζετο, μήτε βούλεσθαι, μήτε δύνασθαι τὴν πρὸς αὐτὸν φιλίαν ἀπειπεῖν, καὶ δεινὰ πάσχειν καὶ τῇ πρὸς αὐτὸν φιλίᾳ τυραννεῖσθαι, οὐ μετρίως ἀνιώμενον, ὅτι μὴ δι' ἑαυτοῦ αὐτὸς, ἀλλὰ δι' ἑτέρων τὸν παρόντα χρόνον ὁμιλεῖ. δεδοικέναι δὲ μὴ οὐχ οἷός τε ᾖ κρατεῖν ἑαυτοῦ, συγγενόμενος ἐκείνῳ, ἀλλὰ ταὐτὸν τοῖς μαινομένοις πάθῃ, οἳ ἥδονται κατακόπτοντες ἑαυτοὺς, ἀγνοοῦντες ὅ,τι πάσχουσι διὰ τὴν νόσον. «τούτου μὲν οὖν ἕνεκα» ὁ μέγας δομέστικος εἶπεν «ἐπαινῶ, ὅτι φιλίας ἥττησαι τοσοῦτον, ἧς ἥδεται ἡττώμενος πᾶς τις σωφρονῶν. εἰ δέ σοι φορτικὸν καὶ ἐπαχθὲς τὸ τελείως ἐμοὶ συνελθεῖν, ἀλλὰ τό γε δεύτερον, παρὰ τὴν γέφυραν ἐλθὲ τοῦ ποταμοῦ, ὡς ἂν ἐξ ἑκατέρου μέρους ὁμιλήσαντες ἀλλήλοις, ἐμοί τε τὸ σοὶ ὡμιληκέναι, καὶ σοὶ τὸ μὴ ἐγγὺς ἐμοῦ γενέσθαι, ὃ μάλιστα δέδοικας, περισώζοιτο.» ἐπεὶ δὲ ἧκε παρὰ τὴν γέφυραν πεισθεὶς, ἄλλα τε διειλέχθησαν ὅσα τις ἂν εἴποι πρὸς ἄνδρα φίλον, καὶ περὶ τῆς ἀποστασίας τῶν πόλεων ὁ μέγας δομέστικος αὐτοῦ κατηγόρει ὡς αἰτιωτάτου μάλιστα γεγενημένου. ἐφ' οἷς ἀπελογεῖτο καὶ αὐτὸς ὡς λυσιτελοῦντα δράσειεν ἑαυτῷ τε καὶ τοῖς ἄλλοις Ἀκαρνάσι τῆς δουλείας αὐτοὺς ἐλευθερῶν Ρωμαίων, καὶ τὴν πάτριον αὐτοῖς τῶν Ἀγγέλων ἀρχὴν ἐπανασώζων. Τοιαῦτα καὶ ἕτερά τινα διαλεχθέντες, ὁ μὲν εἰς τὸ στρατόπεδον, ἐς τρίτην ἡμέραν αὖθις ἥξειν ἐπαγγειλάμενος, ὁ δ' εἰς τὴν πόλιν, τὴν δευτέραν συντυχίαν ἀπειπάμενος, διελύοντο. ἐς τρίτην δὲ ἡμέραν ὁ μέγας δομέστικος αὖθις ἦλθεν εἰς Ρωγὼ ἐπὶ τῷ Καβασίλᾳ αὖθις συγγενέσθαι. ὁ δ' ἀναβαλλόμενος ἐπὶ μικρὸν, ἐπεὶ οὐκ ἀφιστάμενον ἑώρα, ἐξελθὼν καὶ αὖθις, τήν τε γέφυραν διαβὰς, εἰς ἓν αὐτῷ συνῆλθεν. ἐφ' ἱκανόν τε ὁ μέγας δομέστικος αὐτῷ διαλεχθεὶς, πεῖσαι μὲν οὐκ ἴσχυσε προσχωρῆσαι βασιλεῖ καὶ τὴν πόλιν παραδοῦναι· ὅμως δὲ διέσεισεν αὐτοῦ τοὺς λογισμοὺς τοῦ μὴ τῶν ἀπηγορευμένων παντάπασι τὸ ὑπὸ βασιλέα οἴεσθαι τελεῖν, μηδ' αἱρετώτερον ἡγεῖσθαι τῆς δουλείας τὸ ἀποθνήσκειν πολιορκουμένους. συνταξάμενος δὲ αὐτῷ καὶ αὖθις ἥξειν προειπὼν μετ' οὐ πολὺ, ὁ μὲν εἰς τὸ στρατόπεδον, ὁ δὲ εἰς τὴν πόλιν ἀνεχώρησαν. μεθ' ἡμέρας δέ τινας καὶ αὖθις προσελθὼν καὶ συνδιημερεύσας αὐτῷ ἔξω γενομένῳ τῶν τειχῶν, ἔπεισε προσχωρῆσαι βασιλεῖ καὶ τὴν πόλιν παραδοῦναι. ἐπεὶ δὲ εἶχε πεπεισμένον, αὐτὸν μὲν ἐν Ρωγοῖ κατέλιπεν αὖθις· αὐτὸς δὲ πρὸς βασιλέα παρὰ τὴν Ἄρταν ἐστρατοπεδευμένῳ ὅτι παραδιδοίη Καβασίλας Ρωγὼ ἀπαγγελῶν ἐχώρει. ὁδεύοντι δὲ αὐτῷ, ἐπεὶ ἐγένετο κατά τινα πηγὴν ψυχρὸν ἅμα ῥέουσαν καὶ διειδὲς καὶ ἥδιστον πιεῖν, ἐδόκει δεῖν τῶν ἵππων ἀποβάντας, ἄριστον ἑλέσθαι, καὶ ἀποβάντες κατεκλίνοντο. μετὰ μικρὸν δὲ καὶ ὁ Καβασίλας σπουδῇ ὡρᾶτο προσελαύνων, καὶ ἐπειδὴ ἐγγὺς ἦν, πρίν τι φθέγξασθαι αὐτόν· «οἴομαι» ὁ μέγας δομέστικος εἶπε «σοὶ τῶν ἑταίρων μεμφομένων καὶ πολλὴν κατηγορούντων εὐκολίαν ὅτι πρὸς ἐμὲ πολέμιον δοκοῦντα εἶναι, μηδὲν ἔχων ἐνέχυρον ἀσφαλείας, ἀπερισκέπτως οὕτω τὸ δοκοῦν φοιτᾷς, βουληθεὶς ἔργοις ἀποδεῖξαι ὡς οὐκ ἀμαθῶς οὐδὲ θρασέως, ἀλλ' εὖ εἰδὼς ᾧτινι πιστεύεις σεαυτὸν, τὰ δέοντα ποιεῖς, ἐκείνους μὲν καταλιπεῖν ἀνόητα ἐνθυμουμένους, παρ' ἡμᾶς δὲ ἥκειν, οὓς κέκρικας τῶν ἄλλων μᾶλλον πιστοτέρους.» ὁ δ', εἰ μὴ πρῶτος, ἔφασκεν, αὐτὸς ἀφῖκτο μετὰ τοὺς ἐκεῖ ῥηθέντας λόγους, οὐ πιστεῦσαι ἂν ῥᾳδίως μή τινα τῶν λόγων ἐκείνων ἄγγελον ἐλθεῖν. τούτων γὰρ αὐτῶν ἡμῖν πρὸς ἀλλήλους εἰρημένων, καταλιπὼν αὐτοὺς, ἥκω παρὰ σέ· αὐτὸς δ' ἂν εἰδείης ὅ,τι πράττειν βέλτιον ἐμὲ, καὶ ἢ πρὸς βασιλέα ἥκειν ἅμα σοὶ, ἢ ἐνταῦθα μένειν, ἄχρις ἂν αὐτὸς κελεύῃς. ἐγὼ γὰρ, εὖ ἴσθι, βασιλεῖ μὲν οὐκ ἄν ποτε προσεχώρησα, ἀλλ', ὅπερ ἔφην πρὸς ἐκεῖνον, μᾶλλον ἂν ἀποθανεῖν εἱλόμην, ἢ ἐκείνῳ ὑποχείριος γενέσθαι· τῆς σῆς δὲ φιλίας ἡττῆσθαι παρὰ πολὺ ὁμολογῶ, καὶ τούτου γε ἕνεκα ἐμαυτόν τε καὶ πολίτας ἐγκεχειρικέναι τοὺς ἐμοὺς, ὥσθ' ἅ σοι κατὰ γνώμην, ἐξεῖναι πράττειν περὶ ἡμᾶς.» Ὁ μέγας δὲ δομέστικος πολλὴν αὐτῷ τῆς εἰς αὐτὸν εὐνοίας χάριν ὁμολογήσας, εἰς Ρωγὼ ἐκέλευεν αὖθις ἐπιέναι, ὡς τὴν ὑστεραίαν αὐτοῦ μετὰ τῶν βασιλικῶν ἀφιξομένου δωρεῶν καὶ αὐτόν τε καὶ τοὺς ἄλλους παραληψομένου. ὁ δὲ πεισθεὶς αὖθις ἐπανῆλθεν εἰς Ρωγώ. ἐκεῖθεν δὲ ὁ μέγας δομέστικος εἰς βασιλέα ἐλθὼν καὶ περὶ Καβασίλα καὶ Ρωγοῦς ὡς προσεχώρησαν ἀπαγγείλας, ἐπιτραπείς τε παρ' ἐκείνου ὅσα ἂν ᾖ δίκαια καὶ συμφέροντα εὐποιΐας ἕνεκα πράσσειν πρὸς αὐτοὺς, εἰς τὴν ὑστεραίαν αὖθις εἰς Ρωγὼ ἐλθὼν, εἰσεδέχθη τε παρὰ τῶν Ρωγίων τὴν πόλιν παραδόντων, καὶ αὐτὸς ἑκάστῳ κατ' ἀξίαν τὰς βασιλέως παρέσχετο εὐεργεσίας· συμπαραλαβών τε αὐτῶν τοὺς μάλιστα ἐν λόγῳ Καβασίλαν τε, σὺν αὐτοῖς βασιλέα ἧκε. προσκυνήσασί τε αὐτοῖς καὶ ὡμολογηκόσι τὴν δουλείαν καὶ ὁ βασιλεὺς ἠμείβετο λόγοις ἡμέροις καὶ προσηνέσι καὶ τῆς πρὸς τὰ βελτίω μεταβολῆς ἐπῄνει καὶ πρὸς εὔνοιαν μάλιστα προσήγετο. Καβασίλας δὲ τοῖς μὲν ἄλλοις ἔφασκε προσήκειν τοὺς πρὸς βασιλέως εἰρημένους λόγους, αὐτῷ δὲ μή. εἰ γάρ τι καὶ εἴργασται τῶν κατὰ γνώμην βασιλεῖ, οὐκ ἐκείνῳ μᾶλλον ἢ μεγάλῳ δομεστίκῳ λογίζεσθαι τὴν χάριν. ἐκεῖνον μὲν γὰρ, ὥσπερ ἔπεισέ τε ἐξ ἀρχῆς αὐτὸν καὶ πρὸς βασιλέα εἰς Ρωγὼ ἐλθόντα εἶπεν, ὡς μᾶλλον ἂν ἕλοιτο ἀποθανεῖν ἢ ὑπὸ βασιλέα γενέσθαι αὖθις, τὴν ἴσην καὶ ὁμοίαν γνώμην ἐσχηκέναι ἄχρι προτεραίας. ἀγνοεῖν δὲ ὅπως τοῖς μεγάλου δομεστίκου λόγοις κατάκρας ἡττηθεὶς, τἀναντία πράξαι ὧν προείλετο· ἐκεῖνο δὲ εἰδέναι μόνον σαφῶς, ὡς δεσμώτης ἀχθείη τοῖς ἐκείνου λόγοις, γνώμην τε ἀντὶ τῆς προτέρας ἐσχηκέναι νῦν, ὡς οὐδ' ἂν εἴ τι καὶ γένοιτο, ἕως ἂν περιῇ, τῆς πρὸς αὐτόν τε βασιλέα καὶ τὸν μέγαν δομέστικον εὐνοίας ἀποσταίη. Τοιαῦτα Καβασίλα εἰπόντος, τοὺς λόγους ἐπαινέσας ὁ βασιλεὺς, λόγοις τε ἠμείβετο πολλοῖς τὴν πρᾳότητα ἐπιδεικνύμενος καὶ τὴν εὐμένειαν τὴν πρὸς αὐτὸν, καὶ τῷ μεγάλου κονοσταύλου ἀξιώματι ἐτίμα, καὶ τοὺς ἄλλους ἀναλόγως. οἱ πολιορκούμενοι δὲ κατὰ τὴν Ἄρταν Καβασίλαν καὶ Ρωγίους ὁρῶντες προσκεχωρηκότας βασιλεῖ, ὕβριζόν τε εἰς αὐτοὺς ὡς προδότας τῶν κοινῇ λυσιτελούντων καὶ ἰδίων ἕνεκα κερδῶν τὰ κοινῇ συμφέροντα προϊεμένους, καὶ πολλὴν κατεγίνωσκον τὴν μοχθηρίαν καὶ τὴν φαυλότητα αὐτοῖς τῶν τρόπων. ἦσάν τε οὕτω παρεσκευασμένοι ὡς οὐκ ἐνδώσοντες πρὸς τὴν πολιορκίαν οὔτε φόβῳ τῶν ἐκ τοῦ πολέμου κακῶν οὔθ' ὑποσχέσεσι μυρίων ἀγαθῶν.

λϛʹ. Οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις μετὰ τὸ Ρωγίους προσχωρῆσαι παρὰ τὰς πύλας Ἄρτας ὁ μέγας δομέστικος προσελθὼν, εἰς λόγους ἐλθεῖν ᾐτεῖτο Βασιλίτζῃ ἐπιτροπεύοντι αὐτῆς. ἐλθόντι δὲ καὶ αὐτῷ πρὸ τῶν πυλῶν, οὐ δέον ἔφασκεν αὐτοὺς νοῦν ἔχοντας καὶ λογισμοῖς χρωμένους, οὕτω φέρεσθαι ἀλόγως, ὥστε μήτε πρότερον βουλεύσασθαί τι τῶν δεόντων, καίτοι παραινοῦντος καὶ ἐμοῦ, μήθ' ὕστερον μεταβάλλεσθαι μετὰ τὴν πεῖραν τῶν δεινῶν. εἰ γὰρ, ὅτε πρῶτον πρὸς ὑμᾶς ἥκομεν, πρὶν ἄρξασθαι πολιορκίας, ἐμοὶ παραινοῦντι τὰ δέοντα ἐπείθεσθε, αὐτοί τε ἂν ἦτε τῶν ἐκ τῆς πολιορκίας κακῶν ἀπηλλαγμένοι, ἥ τε χώρα ἄτμητος ἔτι οὖσα διεσώζετο ἂν ὑμῖν, ἀφ' ἧς αὐτοί τε οἱ δυνατοὶ εἴχετε πολλὰς προσόδους καὶ ὁ δῆμος ἀφθόνων ἀπέλαυε τῶν ἐπιτηδείων. νυνὶ δὲ ὑμᾶς τε αἱ πρόσοδοι ἐκλελοίπασι, διεφθαρμένων τῶν κτημάτων, καὶ ὁ δῆμος ἐνδείᾳ κινδυνεύει ἀπολέσθαι. ταῖς γὰρ ἠπειρώτισι ταύταις πόλεσιν, ἂν τὴν χώραν ὑπὸ τοῦ πολέμου ἢ ἑτέρου ὁτουοῦν συμβαίη ἀπολέσθαι, ἑτέρωθέν ποθεν οὐ ῥᾴδιόν ἐστιν ἰάσασθαι τὴν ἔνδειαν. καίτοι εἴγε μάλιστα ἐνῆν τρόπῳ δή τινι ἀναστήσαντας ἡμᾶς ἐκ τῆς πολιορκίας διάγειν ἐν ἀδείᾳ, οὐδ' οὕτω λυσιτελούντως σφίσιν αὐτοῖς ἂν ἐδοκεῖτε βεβουλεῦσθαι παρὰ σωφρονοῦσι διὰ τὴν γεγενημένην βλάβην· νυνὶ δὲ συμβαίνει δεινότερα πείσεσθαι προσδοκᾷν ὑπαρξάντων. οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν, εἰ μή τι παράλογον ἐξ οὐρανοῦ πρὸς σωτηρίαν ὑμῖν πραχθείη, ὃ τοῦ πολιορκεῖν ἡμᾶς πείσει ἀποσχέσθαι, ὥστε εἰκὸς πρὸς τῇ χώρᾳ καὶ τὴν πόλιν ὑμᾶς προσαπολεῖν. θαυμάζω δὲ ὑμῶν, εἰ τοῖς αὐτοῖς ἢ καὶ μείζοσι κακοῖς ἐνεχόμενοι Ρωγίοις καὶ μέλλοντες ὑπ' ἀνάγκης ὅσον οὐδέπω βασιλεῖ προσχωρεῖν αὐτοὶ, οὐ μόνον οὐκ ἐπαινεῖτε ὡς καλῶς καὶ συμφερόντως ἑαυτοῖς βεβουλευμένους, ὅτι πρὶν εἰς ἔσχατον κινδύνου ἥκειν σωτηρίαν καὶ ὠφέλειαν ἐπορίσαντο ἑαυτοῖς ἐκ τῆς μεταβολῆς, ἀλλὰ καὶ ὕβρεις καταχέετε αὐτῶν πολλὰς, ὅτι οὐ τῆς αὐτῆς ὑμῖν ἀβουλίας εἵλοντο εἶναι κοινωνοί. καίτοι σκέψασθε ὡς οὔτε δίκαια οὔτε συμφέροντα οὔθ' ἑαυτοῖς οὔτε τοῖς ἄλλοις Ἀκαρνάσιν αὐτοὶ ποιεῖτε τῆς αὐτῆς ἐχόμενοι ἐννοίας. αὐτοί τε γὰρ ἀπολώλατε διαφθαρέντες ὑπὸ τοῦ πολέμου, καὶ ταῖς ἄλλαις πόλεσι βλάβης οὐ μετρίας αἴτιοι κατέστητε, καίτοι γε ὑμῖν βασιλέως οὐ συναποστάσαις. στρατιὰ γὰρ ἐπὶ ξένης διατρίβουσα καὶ μάλιστα τοσαύτη τὴν μὲν πολεμίαν κείρει ἀφειδῶς· ἐκ δὲ τῆς συμμαχίδος καὶ οἰκείας τρεφομένη, λιμὸν αὐτῇ αἰφνίδιον ἐπάγει. ἀδικεῖτε δὲ τὰ ἔσχατα, ἀντὶ τῆς Ρωμαίων βασιλείας, ἣ σχεδὸν αὐτοῖς ἐκ τῶν Καίσαρος χρόνων πάτριός ἐστι, τὴν Ταραντίνων αὐτοῖς ἀνθρώπων βαρβάρων ἐπάγοντες ἀρχήν. Νικηφόρος γὰρ, ὑπὲρ οὗ μάλιστα αὐτοὶ οἴεσθε τὸν πόλεμον αἱρεῖσθαι, οὔθ' ὑμῖν οὔθ' ἑαυτῷ οἷός τέ ἐστιν ἐξαρκεῖν πρὸς τὴν ἐλευθερίαν· ἀλλὰ Ταραντίνοις προσφυγὼν, τῇ ἐκεῖθεν οἴεται δυνάμει Ἀκαρνανίας βασιλέα ἐξελάσειν. τοῦτο δὲ οὔτε δυνήσεσθαι οἴεσθαι αὐτὸν εἰκὸς, οὔτ' εἰ δυνήσεται, ἄνευ πόνων μεγάλων καὶ κινδύνων. τοὺς οὖν πόλεμον τοιοῦτον ὑπὲρ ὑμῶν πρὸς βασιλέα ἀναδεξαμένους, εἰ κρείττους δυνήσονται γενέσθαι, οὐκ οἴεσθε ὑμᾶς τῆς ἀρετῆς ἆθλον καὶ τῶν ἀγώνων σχήσειν τῶν πολλῶν; οὐκ ἄρα δόξετε ὀρθῶς φρονεῖν. ἐγὼ δὲ, εἰ καὶ καθ' ἑαυτοὺς ὑμεῖς Ἀκαρνανίας τὴν ἀρχὴν Νικηφόρῳ ἠδύνασθε περιποιεῖν, ἀδικοῦντας ἂν τὰ μέγιστα βασιλέα ἀπέφηνα ὑμᾶς. Ἀγγέλους γὰρ οὐκ ἀπὸ βαρβάρων Ἀκαρνανίαν ἐλευθερώσαντας κτήσασθαι συνέβη τὴν ἀρχὴν, ἀλλ' ὑποχειρίους ὄντας Ρωμαίων βασιλεῦσι καὶ παρ' ἐκείνων ἐτήσιον ἀρχὴν τῆς χώρας ἐπιτετραμμένους, σφετερίσασθαι τὴν ἀρχὴν διὰ τὸν ἐπενεχθέντα τότε παρὰ Λατίνων Ρωμαίοις πόλεμον· ὧν δὴ τοῦ κρείττονος συγχωρήσει Βυζαντίου κρατησάντων καὶ Θρᾴκης ἁπάσης καὶ τῶν κατὰ Μακεδονίαν πόλεων πολλῶν, βασιλεία μὲν ἡ Ρωμαίων ὑπεχώρησε πρὸς ἕω· Ἀκαρνανίας δὲ τὴν ἀρχὴν Ἄγγελοι προσεποιήσαντο ἑαυτοῖς καὶ ἄλλοι ἄλλας τῶν ἑσπερίων ἐπαρχιῶν, ὧν ἕκαστοι ἔτυχον ἐπιτροπεύοντες, διὰ τὸ βασιλεῦσι Ρωμαίων δίοδον οὐκ εἶναι πρὸς αὐτοὺς διὰ Θρᾴκης καὶ Μακεδονίας οὐσῶν ὑπὸ Λατίνοις. ὕστερον δὲ ἔτεσι πολλοῖς ὑπὸ τῶν Παλαιολόγων ἰθυνομένης τῆς Ρωμαίων βασιλείας, Λατίνους μὲν αὖθις, τοῦ θεοῦ συναιρομένου, τῆς Ρωμαίων ἐξήλασαν ἡγεμονίας καὶ Ἀσίαν καὶ Εὐρώπην, ὅσης ἦρχον, εἰς ἓν συνῆψαν· Ἀκαρνανίαν δὲ Ἀγγέλους ἀπαιτοῦντες, οὐκ ἠδύναντο ἀπολαβεῖν, ἀλλ' ἄδικα καὶ βίαια ποιοῦντες, ἀπεστέρουν καὶ στρατιὰν πολλάκις ἐπ' ἐκείνους πέμψασιν ὅπλα ἀντῄροντο καὶ τοὺς περιοίκους συμμάχους ἐπήγοντο βαρβάρους. τὸν βασιλεύοντα δὲ νυνὶ ἐπιστρατεύοντα ὑμῖν καὶ τῇ ἄνωθεν ἐπικουρίᾳ δουλωσάμενον οὐκ ἀδικεῖν ἄν τις φαίη τὴν ἑτέρων παραιρούμενον ἀρχὴν, ἀλλὰ μάλιστα τὰ δίκαια ποιεῖν ἀπολαμβάνοντα τὴν πατρῴαν. εἰ γὰρ Νικηφόρῳ δίκαιον τὸ ἐκ προγόνων οὐ πολλῶν ὄντων τὴν ἀρχὴν κατάγεσθαι, πολλῷ μᾶλλον βασιλεῖ τῶν ἐξ ἀρχῆς βασιλευσάντων Ρωμαίων ὄντι ἀπογόνῳ κατὰ τὸν λόγον τῆς διαδοχῆς. εἰ δὲ τὸ τοῦ χρόνου μῆκος ἀξιόχρεων δοκεῖ πρὸς δικαίωσιν ὑμῖν, ἴστε τἀναντία λογιζόμενοι τῶν ὄντων· μᾶλλον γὰρ διὰ τοῦτο δίκης ἄξιοι, ὅτι τοσοῦτον χρόνον ἠδικεῖτε. εἰ οὖν μηχανῇ τε οὐδεμιᾷ τὸ ἁλῶναι οὐ δύνασθε διαφυγεῖν, εἴ τε καὶ δύναμις ὑμῖν παρῆν Ἀκαρνανίας βασιλέα ἐξελαύνειν, τὸ ἀδικεῖν οὐκ ἂν ἦν διαφυγεῖν, τί δεῖ ἀνήνυτα πονοῦντας τὴν κακοπραγίαν ἐπιτείνειν ἑαυτοῖς, καὶ μὴ πειθομένους ἐμοὶ τὰ βελτίω συμβουλεύοντι, σφίσι μὲν αὐτοῖς αἰτίους γενέσθαι μεγάλων ἀγαθῶν, ἡμᾶς δὲ ὀλίγου πόνου ἀπαλλάξαι, ὃν ὑπομενοῦμεν ὑμᾶς καταστρεφόμενοι. ὅτι δὲ ἡ ἐμὴ παραίνεσις συμφέρουσα ὑμῖν, ἔξεστι χρήσασθαι συμβούλοις τοῖς συγγενέσι καὶ ἑταίροις ὑμῶν Ρωγίοις, οἳ ἐμοὶ πάντα ἀναθέμενοι τὰ κατ' αὐτοὺς, ὅσης ἀπήλαυσαν εὐνοίας καὶ προνοίας τῆς πρὸς βασιλέως, μαρτυρήσουσιν αὐτοί. εἰ οὖν καὶ ὑμεῖς τὰ ὑμέτερα ἀνάθησθε ἐμοὶ, εἴσεσθε καλῶς ὡς ἀληθεῖ καὶ δικαίῳ καὶ δυναμένῳ εὖ ποιεῖν ἐπιστεύσατε ἀνδρί. ἀπολογίαν μὲν οὖν ἐπὶ τοῖς εἰρημένοις ἀπαιτεῖν οὐ δίκαιον νυνὶ, τῶν πλειόνων τε ἀπόντων καὶ ὑμῶν ἀμελετήτων πρὸς τοὺς λόγους ὄντων· ἐκκλησίαν δὲ ἀθροίσαντες καὶ βουλευσάμενοι περὶ τῶν δεόντων, ἐς τὴν ὑστεραίαν, εἰ δοκεῖ, ἀπόδοτε τὸν λόγον.» Ὁ μὲν οὖν εἰπὼν τοιαῦτα πρὸς Ἀρταίους, ἀνεχώρησεν εἰς τὸ στρατόπεδον, Καβασίλαν καὶ τοὺς ἄλλους Ρωγίους διαλέγεσθαι αὐτοῖς καταλιπὼν, ὡς ἂν ὑπ' ἐκείνων μάλιστα ἐνάγοιντο προσχωρεῖν τῷ βασιλεῖ. Ἀρταῖοι δὲ ἐκ τῶν πυλῶν ἀναχωρήσαντες, ἐκκλησίαν ἐποιοῦντο· καὶ ἐπεὶ ἐφαίνετο αὐτοῖς τὰ πράγματα εἰς τέλος ἥξοντα οὐκ ἀγαθὸν, ἐδέδοκτο διὰ μεγάλου δομεστίκου προσχωρεῖν τῷ βασιλεῖ. καὶ ἐς τὴν ὑστεραίαν πρὸς τῆς πόλεως γενόμενοι τὰς πύλας, ἐπεὶ καὶ ὁ μέγας δομέστικος παρῆν τὸν λόγον ἀπαιτῶν, «ἡμεῖς» ἔφασαν «οὐ μεγάλα τινὰ ᾠόμεθα βασιλεῖ προσκεκρουκέναι, οὐδ' οἷα αὐτὸν πρὸς ὀργὴν ἐκκαλέσασθαι τοσαύτην, ὥστε καταψηφίσασθαι ἡμῶν πανωλεθρίαν. Ἀκαρνανίαν γὰρ εἰδότες πολὺν ἤδη χρόνον ὑπὸ τοῖς Ἀγγέλοις ἀγομένην καὶ τῆς Ρωμαίων παντάπασιν ἡγεμονίας ἀποτετμημένην, νυνὶ δὲ ὁρῶντες βασιλέα καταδουλωσάμενον αὐτὴν, Νικηφόρον τε τὸν παῖδα παντάπασι τὴν ἀρχὴν ἀποστερήσαντα πατρόθεν προσήκουσαν αὐτῷ, ἐκεῖνόν τε ἀδικεῖν οἰόμενοι καὶ αὐτοὺς ἀγνωμοσύνην ὄφλειν τὴν ἐσχάτην, εἰ μὴ πάσῃ δυνάμει συναροίμεθα Νικηφόρῳ πρὸς τὴν κληρονομίαν τοῦ πατρῴου κλήρου, τὸ ἔργον ὑπέστημεν τουτὶ καὶ τὰς πόλεις βασιλέως ἀπεστήσαμεν, οὐδὲ αὐτὸν οἰόμενοι ποιήσεσθαι τοσοῦτον ἐν δεινῷ, εἰ τὴν ἐκ πολλῶν ἤδη βασιλέων μὴ προσοῦσαν τῇ Ρωμαίων ἡγεμονίᾳ γῆν, καὶ ὑπ' αὐτοῦ ὑφ' ἑτέρου ἄγοιτο, ᾧ μάλιστα προσήκει κατὰ τὴν διαδοχήν. νυνὶ δὲ αὐτὸν ὁρῶντες σφόδρα καθ' ἡμῶν ἐξωργισμένον καὶ πολιορκοῦντα χρόνον ἤδη συχνὸν, ἄλλως τε καὶ τῇ προτεραίᾳ παρὰ σοῦ καί τινων ἑτέρων τῶν φιλίως πρὸς ἡμᾶς διακειμένων δεδιδαγμένοι, ὡς ἐν δεινῷ βασιλεὺς τὴν ἀποστασίαν ἡμῶν ποιεῖται καὶ οὐ παύσεται πολιορκῶν, εἰ μὴ προσχωρήσαιμεν ἑκόντες, ἄχρις ἂν ἢ λιμῷ ἢ ὅπλοις παραστησάμενος ἐκπορθήσῃ, οὐκέτι μένειν ἔγνωμεν ἐπὶ τῶν προτέρων λογισμῶν, οὐδὲ βασιλεῖ καὶ πᾶσιν ὑμῖν οὖσι τηλικούτοις ὅπλα διηνεκῶς ἀνταίρειν, δείσαντες μὴ καὶ ἀνάστατον ἀντὶ ἐλευθέρας θήσομεν τὴν πατρίδα καὶ ἡμᾶς αὐτοὺς διαφθεροῦμεν σὺν αὐτῇ. διὸ καὶ τοῦ πρὸς βασιλέα ἤδη ἀποστάντες πολεμεῖν, σφᾶς αὐτούς τε καὶ τὴν πόλιν παραδιδοῦμεν διὰ σοῦ· αὐτὸς δ' ἂν εἰδείης ὅτῳ τρόπῳ διοικησάμενος τὰ καθ' ἡμᾶς ἡμῖν τε καὶ πατρίδι τῆς ἐλευθερίας ἡδίω τὴν πρὸς βασιλέα δουλείαν ἀποδείξεις.» ἐπαινέσας δὲ αὐτοὺς ὁ μέγας δομέστικος ἐπὶ τοῖς εἰρημένοις, «εἰ μὲν μὴ πρὸς τέλος» ἔφη «συνετὸν ἡ ἀπολογία κατέληγεν ὑμῖν, εἶχον ἂν αὐτὸς, ὥσπερ καὶ τῇ προτεραίᾳ, διὰ πολλῶν οὐκ ἀδικοῦντα ἀποφαίνειν βασιλέα, ἀλλὰ πρότερόν τε ὑπὸ τῶν Ἀγγέλων ἀδικούμενον πολὺν ἤδη χρόνον Ἀκαρνανίας ἀπεστερηκότων, καὶ νῦν ὑφ' ὑμῶν ἀφισταμένων οὐ δικαίως, ἀλλὰ πᾶν ὁτιοῦν ὑφίστασθαι δικαίων ὄντων, ὅτι τοσούτων ἀναλωμάτων καὶ πόνων αἴτιοι κατέστητε αὐτῷ. ἐπεὶ δὲ εὖ ποιοῦντες τῆς ἀκαίρου φιλονεικίας καὶ τῆς οὐδένα νοῦν ἐχούσης ἐνστάσεως ἀπέστητε καὶ προσκεχωρήκατε βασιλεῖ ἑκόντες ὄντες, χάριτας ὑμῖν ἐγὼ καὶ ὑπὲρ ὑμῶν αὐτῶν ὁμολογῶ πολλάς· ἑνὸς μὲν, ὅτι βασιλεῖ προσεχωρήσατε καὶ οὐ τῇ ἀρχαίᾳ ἐνεμείνατε ἐνστάσει, ὑφ' ἧς ἴσως κἂν ἀπώλεσθε· δευτέρου δὲ, ὅτι δι' ἐμοῦ, ὡς ἂν ἔχω καθαρὰν τὴν ἡδονὴν καὶ σώσας αὐτὸς καὶ βασιλεῖ προσαγαγών· τρίτου δὲ, ὅτι τὰ δέοντα καὶ σφίσιν αὐτοῖς καὶ πατρίδι βουλευσάμενοι λυσιτελοῦντα, καὶ ἑαυτοὺς σεσώκατε καὶ πατρίδα· ὧν τὰ σῶστρα ὑμῖν ὀφείλειν αὐτὸς ὁμολογῶ, διὰ τὴν εὐμένειαν τὴν πρὸς ὑμᾶς πάνθ' ὅσα πρὸς ὑμᾶς ἥκει ἀγαθὰ λογιζόμενος διαφέρειν ἐμαυτῷ.» Τοιαῦτα καὶ ἕτερ' ἄττα πολλῆς γέμοντα πρᾳότητος καὶ χάριτος πρὸς αὐτοὺς διαλεχθεὶς, ἅμα Βασιλίτζῃ τῷ τῆς πόλεως ἄρχοντι καὶ τοὺς ἄλλους ὅσοι ἦσαν ἐν λόγῳ παραλαβὼν, ἤγαγεν ὡς βασιλέα· συγγνώμης τε ἐφ' οἷς ἀπέστησαν τυχόντες καὶ πολλῶν ἑτέρων εὐεργεσιῶν, ἐπανελθόντες καὶ ἀναπετάσαντες τὰς πύλας, εἰσεδέξαντο βασιλέα καὶ τὴν ἄλλην στρατιὰν, τὴν πόλιν παραδόντες. βασιλεὺς δὲ καὶ πρότερον μὲν ἐκεκάκωτο τὰ σπλάγχνα καὶ διέκειτο πονήρως ὑπ' αὐτῶν, τότε δὲ ἐκ τῆς κακοπαθείας τῆς κατὰ τὴν στρατείαν, μάλιστα δὲ καὶ διὰ τῶν ἀέρων τὴν ἀήθειαν, παρὰ πάντα τὸν τῆς πολιορκίας χρόνον ἐνόσει· καὶ ἡ ἄλλη δὲ πᾶσα στρατιὰ διαῤῥοίαις κατεχόμενοι καὶ πυρετοῖς καὶ κεφαλῶν ἀλγήμασιν ἔπασχον κακῶς καὶ ὀλίγοι ἦσαν οἱ διαφυγόντες τὸ κακόν· ἐτεθνήκει δὲ οὐδεὶς ὑπὸ νόσου, εἰ μὴ Σφραντζὴς ὁ μέγας στρατοπεδάρχης. ἐπὶ χρόνον δὲ συχνὸν παλαίοντες τῇ νόσῳ, ἀπηλλάττοντο. ἵπποι δὲ καὶ ἡμίονοι, καὶ εἴ τι τῶν ἀλόγων ἕτερον ἦν, χαλεπῶς διέφευγε τὸ ἀποθνήσκειν· διὸ καὶ ἐκ πολλῶν ὀλίγοι ἵππους ἔχοντες ἀνέζευξαν. τότε δὲ ἐπεὶ ἡ Ἄρτα προσεχώρησε, βασιλεὺς μὲν διὰ τὴν νόσον καταλέλειπτο ἐκεῖ.

λζʹ. Ὁ μέγας δὲ δομέστικος στρατιὰν ἀναλαβὼν ἦλθεν εἰς Θωμόκαστρον καὶ πρότερον πολιορκούμενον, ἔνθα καὶ Νικηφόρος ὁ δεσπότου παῖς ἐκ Τάραντος ἐλθὼν μετὰ τῶν ἄλλων τῶν φυγάδων ἔτι νήπιος ὢν ἐπολιορκεῖτο. οὗτοι δὲ ἅτε καὶ ἐν ἀφθόνοις ὄντες διὰ τὸ θαλασσοκρατεῖν, τριήρεων οὐ παρουσῶν βασιλικῶν, καὶ δυσπειθέστεροι τῶν ἄλλων μᾶλλον ἦσαν καὶ οὐδὲ λόγου γοῦν ψιλοῦ ἠξίουν τοὺς πολιορκοῦντας. καὶ γὰρ καὶ τοῦ μεγάλου δομεστίκου ἐν δύο καὶ εἴκοσιν ἡμέραις, αἳ μετὰ τὴν ἄφιξιν αὐτοῦ παρῆλθον, προσπέμποντος ἀεί τινας αὐτοῖς καὶ τὴν αἰτίαν ἐρομένου, δι' ἣν οὕτως ἀσυμβάτως ἔχουσι πρὸς βασιλέα καὶ πάντα μᾶλλον αἳ ὑπομένειν ἢ ὑπ' αὐτὸν τελεῖν, οὐδεμίαν παρέσχον ἀπολογίαν· ἅμα μὲν καὶ διὰ τὸ μὴ ἑκατέρωθεν γῆς πολιορκεῖσθαι καὶ θαλάσσης· ἅμα δὲ καὶ συμμαχίαν ἐκδεχόμενοι ἐκ Ταραντίνων ἥξειν, ἣν ᾤοντο αὐτοῖς λύσειν τὴν πολιορκίαν τοὺς Ρωμαίους ἐκφοβήσαντας. μετὰ δὲ τὴν δευτέραν καὶ εἰκοστὴν ἡμέραν ἧκον ἐκ τοῦ Τάραντος αἱ προσδοκώμεναι δέκα τριήρεις καὶ πεντηκόντοροι τρεῖς· ἃς ἰδόντες οἱ πολιορκούμενοι ἐν Θωμοκάστρῳ, ἡδονῆς τε ἦσαν ἔμπλεῳ καὶ σωτήρια ἑώρταζον καὶ ἐπαιάνιζον ἀπὸ τοῦ τείχους, ὡς ἤδη τῶν κακῶν ἀπηλλαγμένοι. οἱ δὲ ἦσαν οὐδὲν μᾶλλον ἐν ἐλάττοσι κακοῖς. ὁ μέγας μὲν γὰρ δομέστικος καίτοι ἐγγὺς ἐστρατοπεδευμένος τῆς θαλάσσης, οὐδὲν μᾶλλον ἐκινήθη, ἀλλ' ἀτρέμας τῆς πολιορκίας εἴχετο. Ταραντῖνοι δὲ ἐπ' ἀγκυρῶν ἐφώρμουν, τῆς τε γῆς ἀπεχόμενοι ὡς πολεμίας καὶ πρὸς τῇ πόλει οὐδεμίαν ποιούμενοι ἀπόβασιν. εἰς τρίτην δὲ ἡμέραν ὕστερον ὁ μέγας δομέστικος ὑποπτεύσας τοῖς ἐν Θωμοκάστρῳ τὸ φρόνημα ὑπενδοῦναι, ἐπεὶ οὐδὲν ἀπώναντο τῆς βοηθείας Ταραντίνων, προσῆγεν αὐτοῖς τοὺς λόγους προσπέμπων τοὺς διαλεξομένους. ἔφασκέ τε θαυμάζειν μάλιστα αὐτῶν, ὅτι συνετοί τε ὄντες καὶ πράγμασιν εἰδότες χρῆσθαι, ὡς περὶ αὐτῶν ἀκούειν ἔξεστιν, ὀλίγους γὰρ αὐτῶν ἑωρακέναι κατὰ τὴν πρώην τὴν ἔφοδον, νῦν οὐ προσήκοντα ποιοῦσιν ἑαυτοῖς, οὐδ' ἐξ ὧν μάλιστα ἂν ἀπολύοιντο αἰτίας. αὐτοῦ γὰρ δὴ ἐπὶ πέντε καὶ εἴκοσιν ἡμέραις περικαθημένου καὶ τὴν αἰτίαν ἐθέλοντος μαθεῖν, ἧς ἕνεκα αὐτοῖς τὸ ὑπὸ βασιλεῖ τετάχθαι νομίζεται τῶν πάνυ ἀδυνάτων, μήτε παρέχεσθαι ἀπολογίαν μηδεμίαν, μήτε ἐξ ὧν πράττουσιν ὑποψίαν ἐνδιδόναι, ὡς σωφρόνων ἀνθρώπων χρῶνται λογισμοῖς, ὑφ' ὧν ἢ ἡμᾶς κακώσουσι τοὺς πολεμίους ἢ σφίσι αὐτοῖς πορίσονταί τινα ἀπαλλαγὴν τῶν ἀλγεινῶν. ἀλλὰ ταὐτὸν πάσχειν οἷον τοὺς πολύποδάς φασιν, οἳ ἐπειδὰν ἐξέλκωνται τῆς θαλάμης, ἂν συμβαίη τινὸς ἐπιλαβέσθαι, οὐ ῥᾳδίως μεθιᾶσιν, ἄχρις ἂν ἢ ἐπιλείψωσί τι ἑαυτῶν, ἢ παρασπάσωνται τῶν ἡμμένων. τοιοῦτον δή τι συμβαίνειν καὶ περὶ αὐτούς. ἅπαξ γὰρ ὡς οὐ βασιλεῖ προσθήσονται εἰπόντες, τοῖς αὐτοῖς λόγοις χρῶνται διηνεκῶς καὶ οὐδεμίαν ἐπιδέχονται μεταβολήν. καίτοι εἰ μὲν περὶ ἀκινήτων πραγμάτων ἦσαν τοὺς λόγους ἐσκεμμένοι, εἶχεν ἄν τινα λόγον ἐμμένειν τοῖς βεβουλευμένοις ἐξ ἀρχῆς· νῦν δ' ἔξεστι συνορᾷν, ὡς οὐδ' ἐπὶ μιᾷ ἡμέρᾳ τῶν αὐτῶν μενόντων, ἀλλὰ ποικίλας δεχομένων τὰς μεταβολὰς, ποιοῦνται. ὥστε ἐχρῆν αὐτοῖς καὶ τοὺς περὶ ἐκείνων λόγους ὁμοίως τοῖς πράγμασι μεθαρμόζεσθαι πρὸς τὸ λυσιτελοῦν. παρῄνει τε αὐτοῖς τῶν συνετωτέρων παρ' αὐτοῖς τινα πέμψαι πρὸς αὐτὸν, ὥστε ἃ αὐτοῖς οἴεται λυσιτελοῦντα ὑποθέσθαι. κἂν μὲν καὶ αὐτῷ συμφέροντα δοκῇ· εἰ δὲ μὴ, ἀλλ' αὐτοῖς γε ἐξεῖναι πάλιν ἃ ὀνήσειν οἴεται ἑλέσθαι. Τοιούτους μὲν ὥσπερ δι' ἀκροβολισμῶν πρὸς ἐκείνους ἐποιήσατο τοὺς λόγους· ἐκεῖνοι δὲ ἀποκρινάμενοι ὡς εἰ δοκεῖ αὐτοῖς συμβουλευσαμένοις, πέμψουσί τινα εἰς τὴν ὑστεραίαν, πέμπουσι Ριτζάρδον τὸν Νικηφόρου παιδαγωγὸν ἐπιφανέστερόν τε καὶ συνετώτερον τῶν ἄλλων ὄντα. καταστάντων δὲ εἰς λόγους, τοιαῦτα πρὸς αὐτὸν ὁ μέγας δομέστικος διειλέχθη· «οὐδένα οἴομαι τῶν πάντων, εἰ μὴ παντάπασι ἀπεστέρηται φρενῶν, μὴ πρός τι τέλος ἀποβλέποντα ὁτῳδήποτε ἐπιχειρεῖν. διὸ τήν τε ἀποστασίαν πρῶτον καὶ τὴν ἐπὶ τῇ πολιορκίᾳ νῦν δοκοῦσαν μεγαλοψυχίαν οὐκ ἄλλου του ἕνεκα ἑλέσθαι ὑμᾶς νομίζω ἢ ὥστε Νικηφόρῳ τῷ τοῦ δεσπότου παιδὶ εἰς τὴν ἀρχὴν καὶ ὑμῖν αὐτοῖς εἰς εὐπραγίαν ὠφέλειάν τινα ἐργάσασθαι. σκεψώμεθα δὴ ἐπ' ἀμφοτέρων· κἂν μέν τινα ἐκ τῶν εἰργασμένων ἢ ἐξ ὧν αὐτοὶ ἐλπίζετε δυνώμεθα εὑρεῖν, ταῦτα πράττειν ἐξ ὧν ἂν εἰς πέρας ἔλθοι τὰ βεβουλευμένα· ἂν δ' ἐναντίως ἔχοντα ἢ αὐτοὶ ὑπονοῆτε, μὴ μόνον μὴ ἀφίστασθαι τῶν μὴ ὀρθῶς ἐχόντων, ἀλλὰ καὶ ἐμοὶ πείθεσθαι παραινοῦντι τὰ συνοίσοντα. ὑμεῖς τοίνυν βασιλέως ἀποστάντες οὐδὲν εἰς ὑμᾶς ἀγνωμονήσαντος, προσεχωρήσατε τοῖς Ταραντίνοις οὐχ ἁπλῶς οὐδὲ ἀλόγως, ἀλλ' οἰόμενοι τῇ ἐκείνων συμμαχίᾳ Ἀκαρνανίαν δυνήσεσθαι ὑπάγειν ἑαυτοῖς. τοῦτο δὲ οὐδὲ ὀλίγου δεῖ τοῦ εἶναι δυνατόν. αὐτοὶ γὰρ ἀφ' ἑαυτῶν ἰδίᾳ κινούμενοι πλεονεξίᾳ πολλάκις Ἀκαρνᾶσι στρατῷ μεγάλῳ ἐπεστράτευσαν καὶ τὴν χώραν ἐκάκωσαν ὅσα μάλιστα ἐξῆν· πόλεως δὲ οὐδεμιᾶς ἠδυνήθησαν κύριοι γενέσθαι, οὔτε ὅπλοις βιασάμενοι οὔτε πολιορκίᾳ ἀναγκάσαντες ὁμολογίᾳ παραδοῦναι, ἀλλ' ἀνεχώρησαν ὧν ἦγον ἀποβαλόντες οὐκ ὀλίγους, πλὴν εἰ μὴ ὧν αὐτοῖς ἑκόντες οἱ Ἀκαρνανίας ἄρχοντες παρεχώρησαν, Βοντίτζης καὶ Ναυπάκτου καὶ Βοθρεντοῦ, ὥστε ἔχειν αὐτοὺς συμμάχους πρὸς τὸν πρὸς βασιλέα Ρωμαίων πόλεμον. οἳ οὖν Ἀκαρνᾶσι μόνοις πολεμοῦντες οὐδὲν ἠδυνήθησαν ἀνύσαι πλέον, τίς ἐλπὶς περιγενέσθαι νῦν καὶ βασιλέως παρόντος ἅμα στρατιᾷ, ὃς πρότερόν τε καὶ νῦν ῥᾷον ἐξαρκεῖ Ἀκαρνᾶσιν ὁμοῦ καὶ Ταραντίνοις πολεμεῖν; οὐ μὴν ἀλλ' οὐδὲ ὑμῖν ἐλπὶς Ἀκαρνάνων τινὰς συναποστῆναι· καὶ οἳ γὰρ πρότερον Ρώγιοι καὶ Ἀρταῖοι συναπέστησαν, καλῶς περὶ σφῶν αὐτῶν βουλευσάμενοι τὰ δέοντα, βασιλεῖ τὰς πόλεις παραδόντες προσεχώρησαν καὶ σφίσι τε αὐτοῖς αἴτιοι ἐγένοντο εὐπραγίας. πολλῶν γὰρ ἐπέτυχον τῶν βασιλέως εὐεργεσιῶν καὶ τοῖς πολίταις τοῖς αὐτῶν. ὡς μὲν οὖν εἰ καὶ ἥξουσι Ταραντῖνοι, ὀλίγα ἢ οὐδὲν λυσιτελήσουσιν ὑμῖν, δέδεικται ἡμῖν· ὅτι δὲ οὐδὲ ἥξουσι τὴν ἀρχὴν, αὐτόθεν ἤδη πειράσομαι κατάδηλον ποιεῖν. πᾶς γὰρ ὁστισοῦν ἰδίων ἕνεκα ἐγκλημάτων ἢ ἑτέροις συμμαχῶν ἁπτόμενος πολέμου, ἐν ἀρχαῖς μὲν μάλιστα καὶ χρήμασι καὶ ὅπλοις ἐῤῥωμένος ἔχεται προθύμως· ἐὰν δὲ ἅπαξ καὶ δὶς ἐπιχειρήσας σφαλῇ, ἀμβλύνεται. πριγκίπισσα τοιγαροῦν, ὡς αὐτοί τε οἴεσθε καὶ ἡμεῖς οὐκ ἂν ἔξαρνοι γενοίμεθα, προθύμως τοῦ ὑπὲρ ὑμῶν πολέμου ἁπτομένη ἐν ἐνιαυτῷ μάλιστα, ᾧ πολεμεῖσθε ὑφ' ἡμῶν, παρασκευαζομένη, νῦν τὰς δέκα ταύτας πέπομφε τριήρεις, οἳ οὐχ ὅτιγε ὑμῖν, ἀλλ' οὐδὲ ἑαυτοῖς ἀμύνειν οἷοί τέ εἰσιν. ἐμοῦ γὰρ παρὰ θάλασσαν ἐστρατοπεδευμένου, οὔτε ἀπέβησαν οὔτε ἀποβῆναι οἷοί τέ εἰσιν, ἀλλ' ὀλίγον ἀπεοίκασιν ἀψύχων. λείπεται δὴ οὖν κεναῖς χερσὶ πρὸς τὴν πέμψασαν ἐπανελθεῖν. ἐκείνη δὲ ὁρῶσα ὡς οὐκ ὀλίγων τινῶν ἀναλωμάτων οὐδὲ φαύλης πραγματείας ὁ πρὸς βασιλέα δεῖται πόλεμος, ἀποσχήσεται ἐπιχειροῦσα ἀδυνάτοις· ὑμῖν δὲ ἐρήμοις τῆς ἐκεῖθεν βοηθείας λειπομένοις οὐδὲν ἄλλο λείπεται ἢ σφᾶς αὐτοὺς ἐν ἀνδραπόδων μοίρᾳ παραδοῦναι ἐνδείᾳ πιεσθέντας καὶ δούλους καὶ ἀναστάτους γενέσθαι, ἢ πολιορκουμένους ἐνταῦθα ἀπολέσθαι πανδημεὶ ἐν φρουρίῳ πνιγηρῷ καὶ πλήρει δυσωδίας κατακεκλεισμένους. ἔξεστιν οὖν συνορᾷν τὴν ὠφέλειαν, ἧς αὐτοί τε καὶ Νικηφόρος ὁ ὑμῶν δεσπότης ἀπολαύσεται ἐκ τῆς ἀποστασίας. εἰ δ' ἄρα καὶ συγχωρήσαιμεν παρασκευῇ μεγάλῃ Ταραντίνους ἐκ τῆς οἰκείας ὁρμηθέντας ἐνθάδε ἥκειν, ἄδηλον μὲν εἰ καὶ οὕτω δυνήσονται ἡμᾶς Ἀκαρνανίας ἐξελάσαι, οἳ οὐδὲ πρὸς μόνους Ἀκαρνᾶνας, καίτοι γε πολλάκις ἐπιχειρήσαντες, ἴσχυσαν χωρὶς ζημίας ἀπαλλάξαι πολεμοῦντες. εἰ δ' ἄρα καὶ τοῦτο δοίημεν, τὸ ἡμῶν αὐτοὺς ὀφθέντας κρείττους παραστήσασθαι τὰς πόλεις, τότε γε ὑμῖν τὰ πράγματα οὐδεμιᾶς βέλτιον ἕξει δυσπραγίας. ἀνάγκη γὰρ ὑμᾶς αὐτοῖς δουλεύειν. οὐ γὰρ δήπου γε ἀνοηταίνουσι τοσοῦτον, ὥστε οὗ πολλάκις ἐπεθύμησαν, μετὰ τοὺς μεγάλους πόνους καὶ κινδύνους εἰ παρέσται, ἀνάγκης οὐδεμιᾶς παρούσης ὑμῖν προέσθαι. ὁποία δὲ ἡ Ταραντίνων καὶ τῶν ἄλλων Λατίνων δουλεία, αὐτοὶ ἴστε πείρᾳ βέλτιον ἡμῶν. ὥστε εἴτε συμμαχήσουσιν ὑμῖν οἱ Ταραντῖνοι, εἴτε μὴ, εἴτε νικήσουσιν ἡμᾶς, εἴτε ἡττηθήσονται αὐτοὶ, οὐδὲν ὑμῖν ἐλλείπει τοῦ μὴ εἰς ἔσχατον κινδύνου ἀφικέσθαι. οὐ μὴ ἀλλ' οὐδὲ ἡμᾶς ὀλιγωρήσαντας διὰ τὸν χρόνον ἀποστήσεσθαι τῆς πολιορκίας οἴεσθαι, νοῦν ἐχόντων ἐστὶν ἀνθρώπων. οὐ γὰρ δὴ αὐτοὶ καθεδούμεθα μέχρι παντὸς ὑμᾶς πολιορκοῦντες. νῦν μὲν γὰρ βασιλεὺς οἰόμενος ἐξ αὐτῶν διδαχθέντας τῶν πραγμάτων, ὡς οὐ λυσιτελοῦντα ἐβουλεύσασθε ὑμῖν αὐτοῖς, μεταγνόντες προσχωρήσετε αὐτῷ, αὐτός τε ἔτι περιμένει καὶ οὐδὲ τὰς κτήσεις ὑμῶν τὰς ἐν ταῖς ἄλλαις πόλεσι παρέσχετο ἑτέροις· ἂν δὲ ἀπογνῶ τὴν μεταμέλειαν ὑμῶν, οὐ μόνον τὰ ὑμέτερα κτήματα, ἀλλὰ καὶ τῶν ἄλλων συγγενῶν ὑμῶν τοῖς δυνατωτάτοις Ἀκαρνάνων παραδώσει· οἳ κέρδους ἕνεκα ἰδίου καὶ ὑπὲρ δύναμιν πολεμήσουσιν ὑμῖν ὡς πολεμιωτάτοις καὶ ὀλίγην ἔχοντες ἐκ βασιλέως στρατιὰν, καὶ οὐκ ἀνήσουσι πολιορκοῦντες ἄχρις οὗ παραστησάμενοι αὐτούς τε καὶ γυναῖκας καὶ τέκνα, θήσουσιν ὑπερορίους. βασιλεὺς δὲ καὶ ἡμεῖς οἴκαδε ἀναχωρήσομεν. σκέψασθε οὖν οἷ κακῶν ὁ πρὸς βασιλέα πόλεμος ὑμῖν χωρήσει· ἐὰν δ' ἐμοὶ τὰ βελτίω παραινοῦντι πείθησθε καὶ ἑαυτοὺς βασιλεῖ καὶ τὴν πόλιν παραδῶτε, πρῶτον μὲν, ὅπερ αὐτοὶ διὰ σπουδῆς ποιεῖσθε, τὸ Νικηφόρῳ τῷ ὑμῶν δεσπότῃ ὠφέλειάν τινα ἐξευρεῖν, ἐξέσται. ἐγὼ γὰρ αὐτῷ τὴν ἐμὴν κατεγγυήσω θυγατέρα· ὅπερ ὅτι γε οὐδενὸς δεύτερον εἰς εὐτυχίας λόγον οὐδ' αὐτοὶ ἀγνοεῖτε δήπου. ἐγώ τε γὰρ ὡς υἱὸν ἐκθρέψω, καὶ βασιλεὺς τῆς εἰς ἐμὲ εὐνοίας ἕνεκα τιμαῖς τε καὶ πολλαῖς εὐεργεσίαις περιφανῆ παρὰ Ρωμαίοις θήσει. ἔπειτα καὶ ἑαυτοῖς οὐκ ὀλίγων τινῶν ἀγαθῶν αἴτιοι γενήσεσθε. ἐνταῦθά τε γὰρ ὑμᾶς εὖ ποιήσει βασιλεὺς, οἷς εἴχετε πρότερον καὶ ἕτερα προσθείς· καὶ τῶν Νικηφόρῳ τῷ ὑμῶν δεσπότῃ ἀπονεμηθησομένων ἀπολαύσετε τὸ μέρος. πλείω μὲν οὖν οὐκέτι δεῖν οἴομαι συνείρειν· ἱκανὰ γὰρ παρ' εὖ φρονοῦσι καὶ τὰ εἰρημένα, ὅσων τε κακῶν ὑμῖν ὁ πόλεμος αἴτιος ἔσται καταμαθεῖν καὶ ὅσων ἀγαθῶν τὸ προσχωρῆσαι βασιλεῖ· ὑμῖν δὲ ἐξέσται διασκεψαμένοις, τῶν εἰρημένων προσθέσθαι ὁποτέροις.» Τοιαῦτα διειλεγμένου τοῦ μεγάλου δομεστίκου, ὁ Ριτζάρδος τῶν μὲν Νικηφόρῳ συμπαρόντων ἄλλων ὡμολόγει καὶ αὐτὸς προέχειν· δεῖν δὲ ἔφασκε καὶ ἐκείνους περὶ τῶν εἰρημένων πυθομένους, κοινῇ τῶν πρακτέων τὴν ψῆφον ἐξαγαγεῖν. ἐπαινοῦντος δὲ καὶ τοῦ μεγάλου δομεστίκου, ἀνεχώρησεν εἰς τὴν πόλιν, ἐπαγγειλάμενος εἰς τὴν ὑστεραίαν ἥξειν ὡς λόγον ἀποδώσων. ἐκκλησίαν δὲ συναθροίσας ἐκ τῶν συνόντων, ἐβουλεύετο ἅμα αὐτοῖς εἰ δέοι βασιλεῖ σφᾶς αὐτοὺς καὶ τὴν πόλιν ἐγχειρίζειν. καὶ ἐδόκει αἱρετέα εἶναι ἃ αὐτοῖς ὁ μέγας δομέστικος παρῄνει. ἐπεὶ δὲ ἐδέδοκτο, εἰς τὴν ἐπιοῦσαν ὁ Ριτζάρδος αὖθις τῷ μεγάλῳ δομεστίκῳ προσελθὼν, ἐμαρτύρετο θεὸν, ὡς οὔτ' ἀπεχθῶς διακείμενοι πρὸς βασιλέα, οὔθ' ἑαυτοῖς τινα οἰόμενοι ὠφέλειαν ἐκ τῆς ἀποστασίας προξενήσειν, εἱλόμεθα ἀποστῆναι βασιλέως· οἰόμενοι δὲ, ἂν αὐτοὶ πρῶτοι ἀποστῶμεν, καὶ τοὺς ἄλλους Ἀκαρνᾶνας συνέψεσθαι ἡμῖν καὶ τὴν πατρῴαν ἀρχὴν Νικηφόρῳ ἀποδώσειν, ἑκόντες ὄντες εἰσήχθημεν εἰς τοὺς κινδύνους, εὔκλειάν τε ἑαυτοῖς καὶ ὠφέλειαν τῷ ἡμετέρῳ δεσπότῃ οἰόμενοι προξενήσειν. τῶν πραγμάτων δὲ ἀντεστραμμένων, ἀπέβη τἀναντία ἢ αὐτοὶ προσεδοκῶμεν. νῦν οὖν καὶ ἡμῖν πολλὰ περὶ τῶν παρόντων διασκεψαμένοις λυσιτελέστερον οὐδὲν ἐν τῷ παρόντι οὔθ' ἡμῖν οὔτε Νικηφόρῳ ἢ ὧν συνεβούλευσας αὐτὸς, εὑρέθη. οὗ δὴ ἕνεκα σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν διὰ σοῦ παραδιδοῦμεν βασιλεῖ· αὐτὸς δ' ἂν εἰδείης ὅτῳ τρόπῳ βέλτιστα ἡμῖν τὰ πράγματα παρασκευάσεις ἔχειν. Ὁ μὲν οὖν τοιαῦτα εἶπεν· ὁ μέγας δὲ δομέστικος ἐπαινέσας τῆς μεταβολῆς αὐτοὺς καὶ ὧν ἐδέοντο ἐπαγγειλάμενος πράξειν αὐτοῖς παρὰ τῷ βασιλεῖ, ἐκέλευεν ἐλθόντα εἰς τὴν πόλιν καὶ Νικηφόρον καὶ τοὺς ἄλλους παραλαβόντα ἥκειν πρὸς αὐτόν.

ληʹ. Ἐπεὶ δὲ εἰς τὴν ὑστεραίαν ἅμα καὶ Νικηφόρον ἄγοντες τὸν δούκαν εἰς τὸ στρατόπεδον παρῆσαν, καὶ τῶν Ταραντίνων ἔτι παρόντων ταῖς ναυσὶ καὶ ὁρώντων τὰ πραττόμενα, Θωμοκάστρῳ μὲν ἐγκατέλιπε φρουρὰν τοῦ μὴ παρὰ τῶν Ταραντίνων τι ἀδικηθῆναι, τῆς στρατιᾶς ἀναχωρούσης· αὐτὸς δὲ Νικηφόρον τὸν δούκαν ἅμα τοῖς ἄλλοις παραλαβὼν, ἐπανέζευξεν εἰς βασιλέα. βασιλεὺς δὲ ἀσμένως ἐδέξατο αὐτοὺς καὶ πολλαῖς ἠμείψατο εὐεργεσίαις· Νικηφόρον δὲ τὸν δούκαν τῷ τε τοῦ πανυπερσεβάστου τετίμηκεν ἀξιώματι καὶ πολλῆς ἠξίωσεν εὐμενείας καὶ οἰκειότητος τῆς πρὸς αὐτόν. διατρίψας δὲ ἐν Ἀκαρνανίᾳ ἐξ ἐκείνου ὑπὲρ εἴκοσιν ἡμέρας, καὶ ὅσα μάλιστα ἔδει πρὸς ἀσφάλειαν ταῖς πόλεσι καταστήσας, ἐπανέζευξεν εἰς Θεσσαλονίκην, χειμῶνος ἤδη ἀρχομένου, Νοεμβρίου μηνὸς ἐνισταμένου, καὶ διεχείμασεν ἐκεῖ. κατὰ δὲ τὸν αὐτὸν χειμῶνα καὶ οἱ Ματθαίου τοῦ Καντακουζηνοῦ, τοῦ μεγάλου δομεστίκου πρώτου υἱοῦ, ἐτελοῦντο γάμοι ἐν Θεσσαλονίκῃ. ἔγημε γὰρ τὴν Δημητρίου τοῦ δεσπότου θυγατέρα, ὃς ἦν βασιλέως Ἀνδρονίκου τοῦ πρώτου τῶν Παλαιολόγων παῖς. τελεσθέντων δὲ τῶν γάμων πολυτελῶν τε καὶ περιφανεστάτων, ἐπεὶ καὶ ὁ χειμὼν ἤδη περὶ ἐκβολὰς ἦν, παρεσκευάζετο βασιλεὺς ὡς εἰς Βυζάντιον ἐπανήξων. μεταξὺ δὲ παρασκευαζομένῳ καὶ ὁ παρακοιμώμενος Ἀπόκαυχος ἐκ Βυζαντίου ἧκεν. οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις τῷ μεγάλῳ δομεστίκῳ προσελθὼν, ἀνεμίμνησκέ τε παλαιῶν εὐεργεσιῶν ὧν ὑπῆρξεν εἰς αὐτὸν καὶ νῦν ἐδεῖτο, τῶν μὲν ἐτησίων προσόδων, ἃς αὐτὸς καρποῦται, βασιλέως παρασχόντος, κληρονόμους εἶναι παῖδας τοὺς αὐτοῦ· αὐτὸν δὲ ἀδείας τυχόντα ἐκ βασιλέως, φροντιστηρίῳ προσελθεῖν, πᾶσι τοῖς τοῦ βίου χαίρειν εἰπόντα, μίαν δὲ ποιούμενον φροντίδα τὸ τὴν ψυχὴν ἐκ τῶν πολλῶν κηλίδων, ἃς αὐτῇ προσετρίψατο ἐκ τῶν πραγμάτων, ἐκκαθᾶραι. εἰς τοῦτο γὰρ ἐκ Βυζαντίου ἥκειν, οὐδεμίαν ἑτέραν τῆς ἐπιδημίας ἔχοντα αἰτίαν. ὁ μέγας μὲν οὖν δομέστικος οἰόμενος τὰ εἰρημένα εἶναι ἀληθῆ, αὐτός τε ἔφασκεν οὐκ ἂν ἐνδώσειν, μήτε βασιλεῖ περὶ τούτου διαλέξεσθαι. ὁ δὲ αὖθις καὶ πολλάκις προσελθὼν, ἐδεῖτο περὶ τῶν αὐτῶν καὶ ὅρκους προσετίθει ὡς οὐ πλάττεται τὴν αἴτησιν, ἀλλὰ προὔργου παντὸς αὐτῷ ἡ ἀναχώρησις τοῦ κόσμου καὶ ὡς οὐδ' ἂν εἴ τι γένοιτο μεταβάλοι τῆς προθέσεως. διὸ καὶ ταύτην ἱκέτευε τελευταίαν εὐεργεσίαν καταθεῖναι ἐπὶ πολλαῖς ταῖς πρότερον γεγενημέναις. ὁ μὲν οὖν τοιαῦτα μετὰ σπουδῆς ἐδεῖτο ὡς ἐδόκει. ὁ μέγας δὲ δομέστικος ἀλγῶν μὲν καὶ τὴν ψυχὴν δακνόμενος ἐπὶ τῇ τούτου ἀναχωρήσει, ὅμως δὲ ἀναγκαίαν τὴν αἴτησιν ὁρῶν, ἀπήγγελλε βασιλεῖ ὅσα ὁ παρακοιμώμενος ἐδεῖτο. βασιλεὺς δὲ ὑποπτεύσας, ὅπερ ἦν, ὡς οὐκ ἀληθῆ τὰ εἰρημένα, ἀλλά τινος ἕνεκα αἰτίας πλάττεται ἑτέρας, θαυμάζειν ἔλεγε τῷ μεγάλῳ δομεστίκῳ, εἰ ταῦτα ὄντως οἴεται εἶναι ἀληθῆ. τοῦ δὲ διϊσχυριζομένου, μὴ ἂν ἄλλως ἔχειν, «οὐκοῦν» αὐτῷ ἔφασκε «πείρας ἕνεκα φράσον ὡς βασιλεῖ μὲν οὐκ ἂν εἴη κατὰ γνώμην, ἀλλὰ καὶ ἄχθοιτο μᾶλλον, τοῦ βίου σοῦ ἀναχωροῦντος. ὡς ἂν δὲ μὴ πράγματος οὕτω καλοῦ καὶ θεοφιλοῦς κώλυμα αὐτὸς ὀφθεὶς δοκῇ βασκαίνειν τοῖς καλοῖς, ἐνδίδωσιν.» ὁ μέγας δὲ δομέστικος μὴ πείρας ἕνεκα τοιαῦτα λέγειν ἔφασκε δέον, ὡς οὐκ ἂν φθάνοι τὴν ἀπολογίαν εἰληφὼς, καὶ συνταξάμενος ἀναχωρήσει· ἀλλὰ μᾶλλον εἴ τι δέοιτο αὐτοῦ, κωλύειν. βασιλεὺς δὲ καὶ αὖθις ἔφασκε τὰ προειρημένα λέγειν πρὸς αὐτόν· καὶ γὰρ ἀκούσεταί τε τῶν λόγων καὶ μενεῖ ἐπὶ τοῖς πρότερον. ὁ μὲν οὖν ἐπείθετό τε βασιλεῖ καὶ παρακοιμωμένῳ ἐξήγγελλε τοὺς βασιλέως. ὁ δὲ μηδὲ ὅλους σχεδὸν ἀκοῦσαι ἀναμείνας, οἴεσθαι ἔφασκε μάλιστα κατὰ γνώμην εἶναι βασιλεῖ τὴν ἐκείνου ἀναχώρησιν καὶ ὅλῃ προθέσει ἐπιτρέπειν· ἐπεὶ δὲ οὐ φίλον αὐτῷ, οὐδ' αὐτὸν ποιήσειν. ὁ μὲν οὖν ὡς ἐπὶ τοῖς πρότερον λεγομένοις ἐξηπατᾶτο συνιεὶς, βασιλεῖ μετὰ παιδιᾶς προσελθὼν ἀπήγγελλεν ὅσα ὁ παρακοιμώμενος ἀποκριθείη. βασιλεῖ δὲ διατριβήν τε οὐ μετρίαν παρέσχοντο οἱ λόγοι καὶ τῷ μεγάλῳ δομεστίκῳ παίζων ἔλεγεν, ὡς νῦν γοῦν ἂν πεισθείη, ὀξύτερόν τε νοεῖν ὄντα αὐτοῦ καὶ μᾶλλον ἐκ τῶν λόγων εἰδότα καταστοχάζεσθαι γνώμας ἀνδρῶν. ὁ δ' ἔφασκε, πάλαι τε πεπεῖσθαι οὐδὲ τοσοῦτον ὅσον λανθάνειν διαφέροντα, καὶ νῦν μάλιστα ὁμολογεῖν ὡς ἁπάσαις ψήφοις αὐτοῦ κρατεῖ πρὸς τὸ φρονεῖν. οἱ μὲν οὖν τοιαῦτα πρὸς ἀλλήλους διειλέχθησαν ἐν παιδιᾷ. Ἀπόκαυχος δὲ οὐ μετὰ πολλὰς ἡμέρας αὖθις τῷ μεγάλῳ δομεστίκῳ προσελθὼν, «τὸ μὲν ἀποστῆναι» ἔφασκε «παντάπασι τοῦ κόσμου, καίτοι μάλιστα κατὰ γνώμην ὂν, οὐκ ἐξεγένετο. δεύτερον δὲ, ὅ φασιν, ἐπῆλθέ μοι πλοῦν, τὴν οὐσίαν τοῖς παισὶ διελομένῳ, τὴν διαφέρουσαν ἐμοὶ τοῦ πλούτου μοῖραν εἰς τὸν κατὰ τῶν Περσῶν πόλεμον ἐξαναλῶσαι. οἶσθα γὰρ ὡς ἤδη καὶ αὐτοὶ στόλοις ὅλοις χρώμενοι, νήσους τε ἤδη ἐξηνδραποδίσαντο σχεδὸν, καὶ πρὸς Θρᾴκην περαιούμενοι καὶ τὴν ἄλλην Μακεδονίαν, οὐ μὴν ἀλλὰ καὶ Ἑλλάδα καὶ Πελοπόννησον κακῶς ποιοῦσιν. εἰ οὖν σοὶ πρῶτον, ἔπειτα καὶ βασιλεῖ πυθομένῳ δόξειε λυσιτελεῖν καὶ παράσχοισθε Βυζαντίου τε καὶ τῶν νήσων τὴν ἀρχὴν καὶ χρήματα ἐκ τῶν κοινῶν ὅσα ἂν ὑμῖν βουλομένοις ᾖ, στόλον ἐξαρτύσομαι αὐτὸς, καὶ ἐκ τῶν ἰδίων προσαναλώσας, καὶ πάσῃ σπουδῇ καὶ προθυμίᾳ πολεμήσω τοῖς βαρβάροις. οἴομαι δὲ Ρωμαίοις τε ὠφέλειαν οὐ τὴν τυχοῦσαν τὴν ναυτικὴν ταύτην προξενήσειν δύναμιν θαλασσοκρατοῦσαν καὶ ἀπείργουσαν τοὺς βαρβάρους τοῦ μὴ τὰς νήσους καὶ τὴν ἤπειρον κακουργεῖν· καὶ πρὸς τὴν σωτηρίαν τῆς ἐμῆς ψυχῆς τὰ μέγιστα συμβαλέσθαι, ἂν οἱονεὶ λύτρα τὰ χρήματα παρεχομένῳ ὑπὲρ τῶν μελλόντων ὑπὸ τῶν βαρβάρων ἀποκτίννυσθαι καὶ ἐξανδραποδίζεσθαι. ὡς οὖν εἴς τε τὸ κοινὸν Ρωμαίων τῆς ἐκεῖθεν ὠφελείας διαβαινούσης καὶ ἰδίᾳ ἐμοὶ οὐκ ὀλίγης ἐσομένης εἰς τὴν σωτηρίαν τῆς ψυχῆς, δέομαι βασιλέως τε καὶ σοῦ, τὴν χάριν ταύτην παρασχεῖν.» Ὁ μέγας δὲ δομέστικος ἑαυτῷ τε καὶ τῷ κοινῷ λυσιτελοῦντα οἰόμενος παρακοιμώμενον αἰτεῖν, αὐτός τε ἐπείθετο καὶ ἐπηγγείλατο ποιήσειν, καὶ βασιλεῖ ἀπήγγελλε προσελθὼν, ἅμα καὶ ἐνάγων πρὸς τὸ δεῖν τὴν ἀξίωσιν αὐτοῦ λυσιτελοῦσαν πράττειν τῷ κοινῷ. βασιλεὺς δὲ εἰ σπουδάζων ταῦτα καὶ μὴ εἰρωνευόμενος λέγει ἐπυνθάνετο· ὡς δ' ἤκουεν, οὐκ ἐν παρέργῳ, ἀλλὰ μετὰ σπουδῆς λέγειν, θαυμάζειν ἔφασκεν αὐτοῦ πολλὰ, εἰ πρὸς τοιαύτην ἐπιχείρησιν ἀξιόχρεων ᾠήθη ἔσεσθαι Ἀπόκαυχον. εἰ μὲν γὰρ οἰόμενος σοὶ φίλον εἶναι ταύτην ἐβουλεύσω αὐτῷ τὴν χάριν καταθεῖναι, ἴσθι σεαυτὸν ἐξαπατῶν· οὐδὲν γὰρ ἧττον ἐγώ σοι πολέμιος, ἢ ἐκεῖνος φίλος· εἰ δὲ ὡς τῷ κοινῷ λυσιτελήσοντα τὸν κατὰ Περσῶν πόλεμον ἐγχειρίζειν παραινεῖς, ἔτι μᾶλλον θαυμάζειν, ὅθεν ὁρμώμενος αὐτός τε ἐπείσθης καὶ ἐμοὶ προείλου τὰ ἴσα συμβουλεύειν. οὐδὲ γὰρ οὐδὲ παρὰ πάντα τὸν βίον οὔτε κατεπράξατό τι στρατιώτῃ πρέπον, οὔτε ἐμέλλησεν, ἀλλὰ φόρων τε εἰσπράξεις δημοσίων καὶ χρημάτων καὶ προσόδων διοικήσεις φίλαι, αἷς ἐγγεγηρακὼς, εἰκότως ἐν τοῖς τοι ούτοις ἐμπειρίαν ἐκτήσατο πολλήν. τὰς δὲ τοιαύτας πράξεις καὶ τὰς ναυμαχίας ἀνδρὸς δεῖσθαι μάλιστα τοῖς ὅπλοις ἐντραφέντος καὶ σαφεῖς τὰς ἀποδείξεις ἐν πολλοῖς παρεσχημένου τῆς τε τόλμης καὶ τῆς ἐμπειρίας τῆς κατὰ τὰς μάχας. Ὁ δ' ἔφασκε τὰ ἴσα μὲν καὶ αὐτὸς εἰδέναι περὶ παρακοιμωμένου. οὔτε γὰρ ἑαυτὸν ἤσκει παρὰ τὸν βίον ἐν τοῖς προσήκουσιν ἔργοις στρατιώτῃ, οὔτε ἀπόδειξίν τινα παρέσχετο οὐδεμίαν οὔτε τόλμης οὔτε ἐμπειρίας· ὅθεν οὐδὲ οἷα ἀξιόχρεων πρὸς στρατηγίας τὸν κατὰ Περσῶν πόλεμον αὐτῷ ἐγχειρίζειν παραινεῖν. ἀλλ' εἰδὼς μάλιστα τοὺς Πέρσας πεζομαχίας μὲν καὶ ἱππομαχίας ἐμπειροτάτους καὶ δεινοῦ δεομένους τοῦ ἀντιστησομένου στρατηγοῦ, ἐν ναυμαχίαις δὲ ἀτολμοτάτους δι' ἀπειρίαν καὶ ῥᾳδίους τῷ προστυχόντι παντὶ ἡττᾶσθαι, ἄλλως τε καὶ τριήρεσι ταῖς ἡμετέραις πολλοὺς παρεσομένους ἐμπειροτάτους καὶ ναυμαχιῶν καὶ πεζομαχιῶν, οἷς χρήσεται παρακοιμώμενος διδασκάλοις πρὸς τὸν πόλεμον, αὐτός τε ᾠήθην μὴ δεῖν ἀμβλύνειν τὴν προθυμίαν αὐτοῦ τὴν περὶ τὰ καλὰ καὶ σοῦ ἥκω δεησόμενος τὴν στρατηγίαν ἐπιτρέπειν. ἴσως γὰρ ἡ προθυμία τῇ ἀτολμίᾳ καὶ ἀπειρίᾳ ἀντίῤῥοπος ὀφθεῖσα, χρήσιμον πρός τι τῶν δεόντων ἀποδείξει. πρὸς ταῦτα ὁ βασιλεὺς «ὁρῶ μέν σε» εἶπε «μάλιστα προθυμούμενον Ἀποκαύχῳ τῶν τριήρεων ἐγχειρίζειν τὴν ἀρχὴν, καὶ διὰ τοῦτο οὐδὲ πολὺν περὶ αὐτοῦ βούλομαι ποιεῖσθαι λόγον, ἀλλ' ὃ προείλου πρᾶττε. εὔχομαι δὲ μὴ κἀν τοῖς τοιούτοις αὐτὸς φανεῖσθαι ἀληθεύων.» Τοιαῦτα πρὸς ἀλλήλους αὐτῶν διειλεγμένων, ἐπεὶ ἐδέδοκτο παρακοιμωμένῳ Βυζαντίου καὶ τῶν νήσων ἐπιτρέπειν τὴν ἀρχὴν ἅμα τοῖς ἐκ τούτων ἐτησίοις φόροις, γράμματα ἐγράφετο βασιλικὰ, ἄρχοντα ἀποδεικνύντα παρακοιμώμενον τοῦ στόλου τοῦ κατὰ Περσῶν, καὶ ἀπὸ τῶν δημοσίων κελεύοντα λαμβάνειν χρυσίου μυριάδας δέκα ὥστε ἔχειν ἔκ τε τούτων καὶ ἀπὸ τῶν ἰδίων, ὡς ὑπέσχετο, τριήρεις τε παρασκευάζειν καὶ τὸ μισθοφορικὸν τρέφειν τὸ ἐν ταύταις. ἐπεὶ δὲ τά τε γράμματα εἰλήφει καὶ τὴν ἀρχὴν ἐνεχειρίσθη, πρὸς Βυζάντιον ἐλθὼν, τὰ μὲν βασιλικὰ γράμματα οὐ παρέσχετο ἀναγινώσκεσθαι ἐπ' ἐκκλησίας, ὡς ἂν εἰδεῖεν πάντες ὡς τῆς περὶ αὐτοὺς εὐνοίας εἴη καὶ κηδεμονίας βασιλέως ὁ στόλος ἔργον ἔκ τε τῶν βασιλικῶν χρημάτων ἡ δαπάνη, ἵνα καὶ ἡ εὐφημία τῶν πολλῶν καὶ ὁ ἔπαινος πρὸς βασιλέα ᾖ. ἀλλὰ ταῦτα μὲν ἀφανείᾳ παρεδίδου· αὐτὸς δὲ τὰ μὲν βασιλικὰ χρήματα παρὰ τῶν τὰ δημόσια πραττόντων λαμβάνων κρύφα, οἴκοθεν δὲ ἀναφανδὸν μεταπεμπόμενος, ἐπλήρου τὰς τριήρεις. ἐξ ὧν αὐτὸς μὲν ἐθηρᾶτο τὴν δόξαν τὴν παρὰ τοῦ πλήθους, καὶ πολὺς ἦν ᾀδόμενος παρὰ πᾶσιν ὡς τῶν οἰκείων οὐ φειδόμενος οὔτε χρημάτων οὔτε πόνων ὑπὲρ τῶν κοινῇ λυσιτελούντων. βασιλεῖ δὲ, ὥσπερ εἰκὸς, προσετρίβετο τὴν μέμψιν καὶ τὸν γογγυσμὸν τὸν παρὰ τῶν πολλῶν ὡς τῶν λυσιτελούντων ὑπηκόοις μηδεμίαν ποιουμένῳ πρόνοιαν. ὅμως δὲ πληρώσας τὰς τριήρεις περιέπλευσε τὰς νήσους μέχρι Χίου, καὶ ἐννέα ναυσὶ Περσικαῖς περιτυχὼν ἐκράτησεν αὐτάνδρων καὶ πάλιν ἀπέπλευσεν εἰς Βυζάντιον. πυθόμενος δὲ ὁ βασιλεὺς ὅσα αὐτῷ περὶ τὰ βασιλικὰ γράμματα κακουργηθείη, καὶ ὡς λόγους διαδοίη, μὴ βασιλέως, ἀλλ' ἐκ τῶν ἰδίων εἶναι τὴν δαπάνην τῶν τριήρεων, ὀργῇ τε ἐφέρετο πρὸς αὐτὸν καὶ πρὸς τὸν μέγαν δομέστικον, ὡς ὑπὲρ ἐκείνου πράττοντα ἀεί. «ὁρᾷς» ἔφη «οἷα Ἀπόκαυχος τυρεύει; ἐγὼ δὲ καίτοι πολλάκις ὁρμηθεὶς τὰ δέοντα ποιεῖν, σοῦ κωλύοντος, ἀπεσχόμην. νυνὶ δέ μοι δοκῶ μηδὲν ἐμποδὼν ἔσεσθαι ἃ αὐτὸς οἴομαι λυσιτελεῖν ποιεῖν.» βασιλεὺς μὲν οὖν τοιαῦτα εἶπεν ὀργιζόμενος. ὁ δ' ἑαυτῷ συνειδὼς μάλιστα αἰτίῳ τῶν παρόντων ὄντι, αὐτὸς γὰρ παρέσχετο Ἀποκαύχῳ τὴν ἀρχὴν, βασιλέως ἀντιλέγοντος, σιωπῇ παρῆλθε μηδὲν ἀποκριθείς. βασιλεὺς δὲ ἄχρι ἦρος ἀρχομένου διατρίψας ἐν Θεσσαλονίκῃ, ἄρας ἐκεῖθεν ἦλθεν εἰς Διδυμότειχον καὶ μετὰ μικρὸν ἐγένετο ἐν Βυζαντίῳ. ἐνδιατρίψας δὲ καὶ Βυζαντίοις χρόνον τινὰ οὐχὶ συχνὸν, ἔμελλεν αὖθις εἰς Θρᾴκην ἐξελθὼν πόλιν παλαιὰν κατεσκαμμένην, ἧς φασιν Ἀρκάδιον εἶναι οἰκιστὴν τὸν Θεοδοσίου τοῦ μεγάλου, ἐξ οὗ καὶ τὴν προσηγορίαν ἔλαχεν, Ἀρκαδίου προσαγορευομένη πόλις, αὖθις ἀνοικοδομεῖν, ἔστιν οὗ καὶ ἄχρι νῦν περισωζομένων τῶν τειχῶν, ἀγασθεὶς τοῦ τόπου τὴν εὐφυΐαν. ἦν γὰρ καὶ περὶ τὰς οἰκοδομὰς φιλότιμος ὁ βασιλεὺς, οὐ μόνον χρείας ἕνεκα, ἀλλὰ καὶ ψυχαγωγίας ὢν ἕτοιμος ἀναλοῦν. περὶ μὲν γὰρ Θεσσαλονίκην οὔπω πρότερον ὂν τὸ Γυναικόκαστρον προσαγορευόμενον ἐτείχισε, καὶ πύργον ἐπιστήσας μεγέθει τε μέγιστον καὶ καρτερώτατον ἀντισχεῖν πρὸς πολεμίων μηχανάς· ὅθεν ἔλαχε καὶ τὴν προσηγορίαν, ὡς καὶ γυναικείας οὔσης φρουρᾶς, κρείττων ἐσόμενος παντοίας πολεμίων προσβολῆς. καὶ περὶ Φερὰς ἕτερον Σιδηρόκαστρον, καὶ αὐτὸ διὰ τῶν τειχῶν τὸ εὐπαγὲς καὶ λίαν ὀχυρὸν ὠνομασμένον. Ἀμφίπολιν δὲ τὴν ἐν Στρυμόνι πόλιν Ἑλληνίδα παλαιὰν, ἐκ πολλῶν ἐτῶν κατεσκαμμένην αὖθις ἐτείχισεν ὁ βασιλεὺς καὶ συνῴκισεν ἐκ τῶν πέριξ πόλεων πέμψας ἀποικίας. οὐ μὴν ἀλλὰ καὶ περὶ Θρᾴκην παράλιον ἑτέραν πόλιν κατεσκαμμένην καὶ αὐτὴν, ἧς φασιν Ἀναστάσιον βασιλέα Ρωμαίων οἰκιστὴν καὶ ἐξ ἐκείνου προσαγορευομένην, ἀνέστησεν αὖθις οὐ πᾶσαν, ἀλλ' ὅσον μάλιστα ἐνῆν ἀπολαβὼν, καὶ Περιθεώριον προσηγόρευσεν. ἕτερον δὲ φρούριον ἐδείματο, οὐ πολὺ ἀφεστηκὸς θαλάσσης, Διπόταμον προσαγορευθέν. ἃ δὴ πάντα οὐ μᾶλλον φιλοτιμίας ἢ ἀσφαλείας τῶν χωρίων ἕνεκα, ἐν οἷς ἐκτίσθησαν, ἐτείχισεν ὁ βασιλεύς. Ἀρκαδιούπολιν δὲ διὰ τὰς ἐκ τῶν Σκυθῶν ἐφόδους ἀναγκαίαν οὖσαν, ἀνοικοδομῆσαι ἠβουλήθη πολυτελῶς καὶ οἰκήτορας ἐκ τῶν ἐπιφανῶν ἐγκαθιδρύσαι, εὐδαίμονά τε καὶ ὀλβίαν ἀποδεῖξαι καὶ τῶν κατὰ τὴν Θρᾴκην ἄλλων πόλεων ὑπερέχουσαν πολλῷ μετὰ τὴν μεγάλην πόλιν.

λθʹ. Συμβάσης δέ τινος ταραχῆς περὶ τὴν ἐκκλησίαν, περιμείνας ὥστε τὰς προφάσεις τῆς ταραχῆς ποιῆσαι ἐκποδὼν, ἐτελεύτησε μετὰ μικρὸν, μηδὲν ὧν ἐσκέπτετο εἰς ἔργον ἀγαγών. μοναχὸς γάρ τις ὁρμώμενος ἐκ Καλαβρίας τοῖς Λατίνων ἤθεσι καὶ νόμοις ἐντραφεὶς, ὄνομα Βαρλαὰμ, ἄλλως δὲ νοῆσαί τε ὀξὺς καὶ τὰ νοηθέντα ἐξηγήσασθαι ἱκανώτατος, καὶ τὰ Εὐκλείδου καὶ Ἀριστοτέλους καὶ Πλάτωνος ἐκμελετήσας καὶ διαβόητος περὶ ταῦτα ὢν, ἐπὶ κακῷ τῇ Ρωμαίων ἐπεδήμησε βασιλείᾳ. πολλῶν γὰρ ἐνέπλησε καὶ μεγάλων στάσεων εἰρήνην ἄγουσαν τὴν ἐκκλησίαν. ὑποκρινάμενος γὰρ τὰ Λατίνων ἀποσείεσθαι, λόγους τε συνεγράφετο κατ' αὐτῶν καὶ ἀπεδείκνυε λογικῶς περὶ τὴν πίστιν σφαλλομένους, καὶ τοῖς ἡμετέροις ἔχαιρεν ἤθεσι καὶ νόμοις καὶ ὅλως σαφεῖς ἐδόκει παρέχεσθαι τὰς ἀποδείξεις τοῦ κατεγνωκέναι τὰ Λατίνων ἀληθῶς. διὰ ταῦτά τε οὖν καὶ τὴν ἄλλην σοφίαν τῆς τε παρὰ βασιλέως ἀπέλαυεν εὐμενείας καὶ τιμῆς, καὶ παρὰ μεγάλου δομεστίκου οὐδὲν ἧττον ἠγαπᾶτο καὶ προνοίας ἠξιοῦτο, καὶ οὐδὲν ἐνέδει αὐτῷ τοῦ μὴ ἐν εὐπραγίαις εἶναι. οὗτος δὴ ὁ Βαρλαὰμ εἴτε καὶ εὐθὺς ἐξ ἀρχῆς τὴν ὁμοίαν γνώμην ἔχων, εἴτε ὕστερον μεταβαλὼν, μᾶλλον δὲ ὑπὸ τοῦ κοινοῦ τῶν Χριστιανῶν πληρώματος πολεμίου ἐναγόμενος, πρόφασίν τινα ζητῶν, ἐξ ἧς τὰ ἡμέτερα διακωμῳδήσει καὶ πρὸς πόλεμον χωρήσει φανερῶς, ὡς δὴ μαθητιῶν τινι προσῆλθε τῶν ἡσυχαζόντων, λόγου τε ἀπεστερημένῳ παντελῶς καὶ ὀλίγον διαφέροντι ἀλόγων καὶ οὐδὲ φρονήσεως γοῦν μετεσχηκότι πρεπούσης ἰδιώτῃ· καὶ ὑπεκρίνετο βούλεσθαι μαθητεῦσαι παρ' αὐτῷ καὶ τὴν ὁδὸν τῆς ἡσυχίας ἐκδιδάσκεσθαι καὶ τοὺς νόμους τῆς ὑποταγῆς. ἔπεισέ τε δεηθεὶς καὶ διέτριψε παρ' αὐτῷ ἡμέρας οὐ πολλάς. καὶ μετὰ ταῦτα τοῦ ἀμαθοῦς ἐκείνου ἐδεῖτο διδάσκειν περὶ ἡσυχίας καὶ ὅτῳ τρόπῳ καὶ αὐτὸς ἐν ἡσυχασταῖς αὐθήμερον τελέσειεν ὑποθέσθαι. ὁ δὲ τόν τε δόλον μὴ συνιδὼν, ὑπό τε τῆς ἄγαν κουφότητος ἐπαρθεὶς, ἄλλα τε ἐδίδασκε τὸν πονηρότατον ὁ ἀνόητος καὶ ὡς προκόπτοντες κατὰ μικρὸν οἱ ἡσυχάζοντες καὶ προσευχόμενοι ἀθορύβως, ἀγαλλίασίν τέ τινα καὶ ἄῤῥητον ἡδονὴν καὶ θείαν ἐπιδέχονται ἐν τῇ ψυχῇ καὶ φῶς ὁρῶσι τοῖς σωματικοῖς ὀφθαλμοῖς ἀστράπτον περὶ αὐτούς. ἐπὶ μὲν οὖν τοῖς ἄλλοις πολλὴν κατεγίνωσκεν ὁ Βαρλαὰμ ἄνοιαν τοῦ ἀνδρὸς καὶ ἀμαθίαν· φῶς δὲ ἀκούσας ὁρώμενον ὀφθαλμοῖς σωματικοῖς, οὐκέτι οὐδὲ ἠρεμεῖν ἠνέσχετο, ἀλλὰ κοινὴν ἐποιεῖτο τῶν ἡσυχαζόντων καταδρομὴν, ἀπατεῶνας καλῶν καὶ ψευδομένους καὶ Μασσαλιανοὺς καὶ Ὀμφαλοψύχους καὶ τὰ ὀρθὰ τῆς ἐκκλησίας δόγματα διαστρέφοντας καὶ εἴ τι ἕτερον τοιοῦτον, καὶ διεμαρτύρετο ἀναφανδὸν ὡς δεῖ πάντα ὁντινοῦν ἀπέχεσθαι αὐτῶν πλανώντων τε καὶ πλανωμένων, οὓς ἔδει τήν τε ἀρετὴν τελείους εἶναι καὶ περὶ τὰ δόγματα μάλιστα ἀσφαλεῖς, ὡς τῶν ἀνθρώπων τὰς ψυχὰς αὐτοῖς διὰ τὴν δοκοῦσαν εὐλάβειαν ἐμπιστευόντων. ταῦτα δὲ οὐ λόγοις μόνον διεθρύλλει κοινῶς κατὰ τῆς ἡσυχίας, ὡς αἰτίου τῆς πλάνης γινομένης, ἀλλὰ καὶ συνεγράφετο, ἵνα ἐς ἀεὶ ἀνάγραπτος ἡ ὕβρις εἴη. ταῦτα δὲ ἐπράττετο ἐν Θεσσαλονίκῃ ἐν οἷς καιροῖς καὶ ὁ βασιλεὺς ἐπὶ Ἀκαρνανίαν ἀπεδήμει. ἐν ταύτῃ δὲ ἄλλοι τε παρῆσαν ἡσυχάζοντες πολλοὶ, οἳ δεινὰ ἐποιοῦντο τὰ Βαρλαὰμ διαθρυλλούμενα, καὶ μάλιστα Γρηγόριος ὁ Παλαμᾶς, ὃς καὶ ὕστερον εἰς ἀρχιερέας ἐτέλεσε Θεσσαλονίκης· ὃς ἐξ Ἀσίας ὢν τὸ γένος καὶ βασιλείοις αὐλαῖς ἐντεθραμμένος, ἅμα δυσὶν ἑτέροις ἀδελφοῖς ἐπὶ πάνυ παιδικῇ τῇ ἡλικίᾳ κτῆσιν καὶ γονέας καὶ τὴν ἄλλην περιφάνειαν τοῦ βίου καὶ τὰς ἐκ βασιλέως τιμὰς ὡς ὀλίγου ἢ οὐδενὸς ἐκλιπόντες ἄξια, Χριστῷ εἵλοντο μόνῳ ἀκολουθεῖν καὶ τὴν ἐκεῖθεν λαμπρότητα ἐπιζητεῖν· καὶ Ναζιραῖοι τῷ θεῷ γεγενημένοι, τὴν πτωχείαν μᾶλλον εἵλοντο τὴν δι' αὐτὸν καὶ τὴν ἀκτησίαν καὶ τὴν δουλείαν. καὶ πρὸς Ἄθῳ τῷ ἱερῷ γενόμενοι ὄρει, ὅπερ οὐκ ἄν τις ἁμάρτοι πόλιν προσειπὼν οὐράνιον, ἐκδεδώκασιν ἑαυτοὺς ὑποταγῇ πατρὸς πνευματικοῦ. οὗ δὴ τὸν πνευματικὸν ἀγωνιζομένων δίαυλον καὶ θεόντων τὸν περὶ ψυχῆς, ὁ τελευταῖος ἐξέλιπε τῶν ἀδελφῶν πρῶτος χωρήσας πρὸς τὰ βραβεῖα τῆς ἄνω κλήσεως, καὶ μετ' ἐκεῖνον ὁ διδάσκαλος ὀλίγῳ ὕστερον ἀπηλλάττετο τῶν δεσμῶν τοῦ γεώδους τούτου καὶ ταπεινοῦ σαρκίου καὶ πρὸς ὃν ἐπόθησε μετέβαινεν ἐξ ἀρχῆς. Γρηγορίῳ δὲ καὶ τἀδελφῷ ἐκ πατρὸς καταλειφθεῖσιν ὀρφανοῖς οὐκ ἐδόκει δεῖν ἔτι πιστεύειν τῇ ἡλικίᾳ, ἀλλ' ἑτέρῳ φέροντες ὑπέταξαν πατρὶ πνευματικῷ. ὑφ' ᾧ ὑπὲρ ὀκτὼ τελέσαντες ἔτη, ἐπεὶ κἀκεῖνος τῶν τῇδε ἀπηλλάττετο, πρὸς τῇ κατὰ Βέῤῥοιαν Σκήτῃ φροντιστήριον οἰκοδομήσας ὁ Γρηγόριος καὶ κατακλείσας ἑαυτὸν πᾶσάν τε ἀποθέμενος φροντίδα γηΐνην, ἑαυτῷ δὲ μόνῳ καὶ θεῷ προσαδολεσχῶν, δέκα διετέλεσεν ἔτη, πολλὰ τὴν σάρκα παιδαγωγήσας καὶ ὑποτάξας τῷ πνεύματι· ὡς ἐκ τῆς συντονωτάτης καὶ ἄγαν ἀνενδότου ἀσκήσεως καὶ τοῦ σπηλαίου τῆς πρὸς ψῦχος ἀσυμμετρίας νόσῳ δεινῇ περιπεσόντα, οὐ μακρὰν γενέσθαι τοῦ ἀποθανεῖν. οὗ μετὰ τὰ δέκα ἔτη ἀποστὰς, τῶν ἐκεῖσε διακριτικῶν πατέρων κελευσάντων, οἷς οὐκ ἐξῆν τὰ βελτίω συμβουλεύουσι μὴ πείθεσθαι, πρῶτα μὲν ἐφ' ἱκανὸν ἐν τοῖς κατὰ τὸν Ἄθω διέτριψε φροντιστηρίοις, ἔπειτα τῆς περὶ τὸ σῶμα νοσοκομίας ἐπειγούσης, ἦλθεν εἰς Θεσσαλονίκην. οὗτος δὴ ἅμα τοῖς ἄλλοις οὐ μετρίως δυσχεράναντες κατὰ Βαρλαὰμ τὰ τῆς ἱερᾶς ἡσυχίας ἐξορχουμένου καὶ πολλὰς αὐτῆς καταχέοντος τὰς λοιδορίας, τισὶ τῶν φίλων πρὸς αὐτὸν χρησάμενοι πρεσβευταῖς, ἐδέοντο παύεσθαι τοῦ τοιαῦτα καὶ φρονεῖν καὶ λέγειν κατὰ τῶν ἡσυχαζόντων, καὶ μὴ διὰ τὴν ἀπειρίαν ἑνὸς τὰ ἴσα πάντων καταψηφίζεσθαι καὶ, τό γε εἰς αὐτὸν ἧκον, τοῦ ἀκροτάτου βίου καὶ τῆς τελεωτάτης πολιτείας τοὺς ἀνθρώπους ἀποστερεῖν, τὰ οὐκ ὄντα καταψευδόμενον καὶ ὡς κακῶν αἰτίαν διαβάλλοντα καὶ πείθοντα ἀπέχεσθαι αὐτῆς. ἀλλ' εἰ μέν τι καὶ παρὰ τὸ προσῆκον ἤκουσται αὐτῷ, τῇ ἀπειρίᾳ τοῦ εἰπόντος προσλογίζεσθαι· αὐτὴν δὲ ἡγεῖσθαι θεῖόν τι χρῆμα καὶ ἱερὸν, καὶ τοῦ τε κατ' αὐτῆς παύεσθαι λέγειν. ἀλλὰ καὶ εἴ τι συναρπασθεὶς συνέγραψε κατ' αὐτῆς, ὡς ἀπωλείας ἄξια παραδιδόναι πυρί. οὐδὲ γὰρ ὅσιον οὐδὲ ἄλλως νοῦν ἔχον, γεωμετρίαν μὲν καὶ ἀστρονομίαν καὶ ἀριθμῶν ἀναλογίας βουλόμενόν τινα ἐκδιδάσκεσθαι, μὴ τῷ ἀμαθεστάτῳ, ἀλλὰ τῷ δεινοτάτῳ περὶ ταῦτα φοιτᾷν· τῆς δὲ ὄντως φιλοσοφίας καὶ τῆς περὶ οὐρανίων πραγμάτων γνώσεως τῷ περὶ ταῦτα ἀμυήτῳ χρῆσθαι διδασκάλῳ. ἐχρῆν γὰρ αὐτὸν ὄντα φιλόσοφον καὶ τῶν πολλῶν ὑπερέχοντα συνέσει, εἴγε περὶ τοιούτων ἐδεῖτο μαθεῖν πραγμάτων, ἢ πρότερον διερευνησάμενον τῷ παρὰ θεῷ τῆς τοιαύτης χάριτος ἠξιωμένῳ, οὐ γὰρ δὴ ἀνθρωπίνῃ γε συνέσει ἢ σπουδῇ τὰ τοιαῦτα περιγίνεται, ἀδόλῳ γνώμῃ καὶ πάσης ἀπηλλαγμένῃ κακουργίας προσελθεῖν καὶ περὶ ὧν ἐβούλετο δεῖσθαι μαθεῖν· ἦ γὰρ ἂν ἐκεῖνος σοφὸς ὢν τὰ θεῖα καὶ μέτρα μαθημάτων ἑκάστῳ προσήκοντα εἰδὼς κατὰ τὴν τῆς καθάρσεως ἀναλογίαν, οὐκ ἂν ἐνεπίστευσεν ἀκοῇ σαθρᾷ βροντῆς ἦχον ἐκ προοιμίων εὐθὺς, ἀλλὰ βίου πρότερον ἀκριβείᾳ καὶ πολλῇ φιλοσοφίᾳ καὶ πασῶν γηΐνων ἐννοιῶν εὐλόγων τε καὶ μὴ τοιούτων ἀποθέσει τὴν ψυχὴν ἂν πρότερον ἐδίδαξεν ἐκκαθᾶραι καὶ οὕτω τῶν ἱερῶν προθύρων τῆς θείας ταυτησὶ σοφίας ἐπιβαίνειν, δεόμενον καὶ θεοῦ πολλὰ καὶ ἀνδρῶν τῶν τὰ τοιαῦτα δύνασθαι ἠξιωμένων συνάρασθαι πρὸς τὸ ἔργον οὕτως ὂν ὑψηλὸν καὶ τὴν ἀνθρωπίνην ὑπερβαῖνον δύναμιν· ἢ ἐπειδή γε διὰ ῥᾳθυμίαν ἀπερισκέπτως τῷ προστυχόντι προσεχώρησε, τῇ ἐκείνου ἀμαθίᾳ προσλογίσασθαι τοὺς λόγους, ἀλλὰ μὴ ὥσπερ ἐξεπίτηδες ὥσπερ τινὸς ἑρμαίου λαβόμενον τῶν λόγων, αὐθαδῶς καὶ θρασέως κατ' αὐτῆς τῆς ἱερᾶς χωρῆσαι ἡσυχίας καὶ τοῖς ἡσυχάζουσι πολλὰ προστρίψασθαι ὀνείδη, ἀπατεῶνας καλοῦντα καὶ ψευδομένους καλοῦντα καὶ Μασσαλιανοὺς, ἐκ τοῦ φῶς περιαστράπτειν τοὺς ἁγίους ἀκηκοέναι τὰς ἀφορμὰς εἰληφότα τῶν πολλῶν λοιδοριῶν. καίτοι γε τῷ διδάξαντι περὶ ἄλλων μὲν ἄν τις μέμφοιτο δικαίως, περὶ τούτου δὲ οὐδείς. ἄλλους τε γὰρ περιήστραψε πολλοὺς τὸ θεῖον τοῦτο φῶς ἐν τοῖς τοῦ διωγμοῦ καιροῖς ἀγωνιζομένους ὑπὲρ Χριστοῦ, καὶ Ἀντώνιον τὸν θεῖον οὐ πρὸς τυράννους, ἀλλὰ τοὺς δεινοτέρους τυράννων δαίμονας παρατεταγμένον, ὡς ἐκ τῶν περὶ αὐτοῦ συγγεγραμμένων ἔξεστι μαθεῖν. οὐ μὴν ἀλλ' εἰ δεῖ καὶ ταῦτα πάντα παραδραμόντας πρὸς τὸ πρῶτον παράδειγμα ἀναδραμεῖν, σαφῶς ἐξέσται τοῦ δυνατὸν εἶναι τοῖς σωματικοῖς ὀφθαλμοῖς θεῖον καὶ ἄκτιστον φῶς θεάσασθαι τὴν ἀπόδειξιν λαβεῖν. παραλαβὼν γάρ, φησιν, ὁ κύριος πρὸ τοῦ πάθους τοὺς προκρίτους τῶν μαθητῶν καὶ ἀνελθὼν ἐπὶ Θαβὼρ, μετεμορφώθη ἔμπροσθεν αὐτῶν καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος· οὗ μὴ φέροντες τὴν λαμπρότητα ὁρᾷν οἱ μαθηταὶ κατέπεσον ἐπὶ τὴν γῆν. εἰ οὖν κἀκεῖνοι ἄνθρωποί τε ὄντες καὶ ἔτι ἀτελέστερον διακείμενοι, τὸ περιαστράψαν αὐτοὺς θεῖον καὶ ἄκτιστον φῶς ἠδυνήθησαν ἰδεῖν, τί θαυμαστὸν εἰ καὶ νῦν τοὺς ἁγίους φαίημεν φῶς ὁρᾷν ἄνωθεν ἐλλαμπομένους ἐκ θεοῦ; διὸ δή σου καὶ δεόμεθα περὶ τῶν τοιούτων μήτε λέγειν μήτε λογογραφεῖν, ὡς ὀλίγα ἢ οὐδὲν περὶ αὐτῶν εἰδότα· ἀλλὰ καὶ τὰ γεγραμμένα ἀφανίζειν, ὡς πολλοῖς αἴτια βλάβης παρεσόμενα οὐ τῆς τυχούσης. Τοιαῦτα μὲν Γρηγόριος καὶ οἱ περὶ αὐτὸν διεπρεσβεύοντο πρὸς Βαρλαὰμ, οἰόμενοι τὴν παραίνεσιν αὐτῷ τὴν γλωσσαλγίαν στήσειν. τὸ δ' ἐναντίως ἢ αὐτοὶ ᾠήθησαν ἀπέβη. ὡς γὰρ τοὺς λόγους ὁ πρεσβεύων διῄει πρὸς αὐτὸν, ἐν μὲν τοῖς ἄλλοις ἡσυχίαν ἦγε, τὸ ἐν Θαβωρίῳ δὲ λάμψαν φῶς ἄκτιστον ἀκούσας «τῆς ἀτοπίας!» ἀνεβόησε· «καπνὸν γὰρ φεύγοντες, ἐμπεπτώκαμεν εἰς πῦρ. ἄκουε οὐρανὲ καὶ ἐνωτίζου ἡ γῆ· τὸ ἐν Θαβὼρ φῶς ἄκτιστον καὶ τί ἄλλο ἢ θεὸς καθ' ὑμᾶς! οὐδὲν γὰρ ἄκτιστον ὅτι μὴ θεός. εἰ οὖν μήτε κτίσμα τὸ φῶς ἐκεῖνο, μήτε θεοῦ οὐσία, θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε, τί λοιπὸν ἢ δυσὶ λατρεύειν θεοῖς, ἑνὶ μὲν, τῷ πάντων δημιουργῷ, ὃν καὶ ἀόρατον πᾶς τις ἂν ὁμολογήσειε, δευτέρῳ δὲ, τῷ καθ' ὑμᾶς ὁρωμένῳ ἀκτίστῳ τούτῳ φωτί; ἐγὼ δὲ οὔτε πρότερον οὔθ' ὕστερόν ποτε ἀνασχοίμην ἂν ὁπωσοῦν τι διαφέρον τῆς οὐσίας τοῦ θεοῦ ἄκτιστον ἡγεῖσθαι.» ἐκ τούτων δὴ τῶν λόγων ὥσπερ ἀφετηρίας ὁρμηθεὶς, πολλὰ καὶ εἶπε καὶ συνεγράψατο κατὰ Γρηγορίου καὶ τῶν ἄλλων μοναχῶν, πρὸς τοῖς πρότερον καὶ διθεΐαν ἐγκαλῶν. οὐ μὴν οὐδὲ ἐκεῖνοί γε ἠμέλουν τοῦ μὴ ἀντιλέγειν φανερῶς καὶ διεφθαρμένα δόγματα εἰσάγοντα ἀποδεικνύναι καὶ τοῖς θεοσόφοις λόγοις ἐναντία. Βαρλαὰμ δὲ οἰόμενος καὶ τῶν ἀρχαίων θεολόγων σοφίᾳ λόγων καὶ πειθοῖ κρατήσειν, εἰς Βυζάντιον ἐκπλεύσας, Ἰωάννῃ τῷ πατριαρχεύοντι τότε τὰ κατὰ τῶν μοναχῶν συγγράμματα ἐγχειρίζει καὶ σύνοδον ἐδεῖτο συναθροίζειν κατ' αὐτῶν, ὡς τοῖς ὀρθοῖς δόγμασιν ἐναντία καὶ φρονοῦντας καὶ λέγοντας ἐλέγξων, καὶ πολὺς ἦν ῥέων κατ' ἐκείνων, καὶ τὴν διθεΐαν ἐγκαλῶν. πατριάρχῃ δὲ περιορᾷν οὐ δεῖν ἐδόκει τὰ τοιαῦτα, ἀλλὰ γράμμασιν ἐκάλει τοὺς μοναχοὺς ἐκ Θεσσαλονίκης ἀπαντᾷν ἐπὶ τὴν δίκην· καὶ παρῆσαν καὶ αὐτοὶ τῶν λόγων ὑφέξοντες εὐθύνας. ἐν τούτοις δὲ αὐτοῖς τῶν πραγμάτων, καὶ θορύβου πολλοῦ καὶ ταραχῆς τὴν ἐκκλησίαν κατεχούσης, καὶ ὁ βασιλεὺς ἐκ τῆς εἰς Ἀκαρνανίαν στρατείας εἰς Βυζάντιον ἐπανῆκε. καὶ πυθόμενος ὅσα Βαρλαὰμ διαφέροιτο καὶ οἱ μοναχοὶ, πρῶτα μὲν κατασιγάζειν ἐπειρᾶτο, ἑκατέροις παραινῶν τῆς ἀντιλογίας ἀποσχέσθαι καὶ τὴν ἔχθραν καταλύσαντας, ὥσπερ καὶ πρότερον ἀλλήλοις εἶναι φίλους καὶ μὴ διὰ φιλονεικίαν σφίσι τε αὐτοῖς καὶ τοῖς ἄλλοις ταραχὴν παρέχειν· ὡς δὲ ἐπείθοντο οὐδέτεροι, ἀλλ' ὅ,τε Βαρλαὰμ διεφθαρμένα ἰσχυρίζετο δοξάζοντας ἀποδείξειν Γρηγόριον καὶ τοὺς περὶ αὐτὸν καὶ ἐπέσπευδε τὴν δίκην, ὅ,τε Γρηγόριος ἀδικεῖσθαι διετείνετο καὶ οἱ περὶ αὐτὸν καὶ ἤθελον ἐπὶ τῆς δίκης ἑαυτοὺς ἐγκλημάτων ἀπολύειν, συνιδὼν καὶ ὁ βασιλεὺς ὡς ἐλέγχων χωρὶς οὐκ ἂν δύναιτο παύειν τὴν φιλονεικίαν, ἐπέτρεπε τὴν σύνοδον.

μʹ. Καὶ γίνεται κατὰ τὸν θεῖον τῆς τοῦ θεοῦ Σοφίας νεών. καὶ προκαθημένου βασιλέως καὶ Ἰωάννου τοῦ πατριάρχου, καὶ τῶν λοιπῶν ἀρχιερέων καὶ τῶν ἐν τέλει πολλῶν καὶ συγκλητικῶν συνεδριαζόντων, λέγειν ὁ Βαρλαὰμ ἐπετράπη πρῶτος· ἐκεῖνος γὰρ ἦν ὁ Γρηγόριον καὶ τοὺς μοναχοὺς τὴν διαστροφὴν τῶν δογμάτων ἐγκαλῶν. πολλὰ δὲ πρότερον διεξελθὼν καὶ τὴν αἰτίαν ἀφ' ἧς πρὸς ταῦτα ὥρμητο διηγησάμενος, ἔπειτα καὶ τὸ βιβλίον, ὃ περὶ τούτων ἦν συγγεγραφὼς, παρείχετο ἀναγινώσκεσθαι· ἐπεὶ δὲ ἀνεγνώσθη πᾶν, ἄλλα τε ἐπεῖπεν, ὅσα αὐτῷ ἐδόκει πρὸς τὰ προκείμενα λυσιτελεῖν, καὶ τελευταῖον κατηγόρηκε τῶν μοναχῶν ὡς οὐδὲ τὴν εὐχὴν, ἣν αὐτοί φασιν εὔχεσθαι καθ' ἑαυτοὺς, ἀνελλιπῶς προφέρουσι καὶ προσηκόντως, ἀλλά τινος προσθήκης δεομένην, ἣν ἐκεῖνος προσετίθει, τὸ ἐνδέον, ὡς ἔφασκεν, ἀναπληρῶν. μετὰ τοῦτον δὲ καὶ οἱ μοναχοὶ πρὸς τὰς κατηγορίας ἐπετράπησαν ἀπολογεῖσθαι. ἐπεὶ δ' ἑαυτῶν ἐκεῖνοι Γρηγόριον προεστήσαντο τὸν Παλαμᾶν, ἦν γὰρ δὴ τῶν ἄλλων οὐ λόγοις μόνον, ἀλλὰ καὶ τῷ τὰ τοῖς θεολόγοις περὶ θεοῦ δεδογμένα ἐξηκριβωκέναι διαφέρων, καταστὰς πρὸς τοὺς λόγους καὶ αὐτὸς, σαφεῖς καὶ βεβαίας παρείχετο τὰς ἀποδείξεις τῶν λεγομένων, οὐ συλλογισμοῖς χρώμενος καὶ γεωμετρικαῖς ἀνάγκαις, οὐδὲ γὰρ οἷόν τε ἐκ τῶν καθ' ἡμᾶς ἀποδεικνύναι τὰ ὑπὲρ ἡμᾶς, ἀλλὰ τοῖς λόγοις τῶν ἁγίων καὶ θεολόγων ἀνδρῶν, οὓς τὸ πνεῦμα τὸ ἅγιον ἐχρημάτισε δι' αὐτῶν, ᾧ πάντα ἐρευνᾶται καὶ τὰ βάθη τοῦ θεοῦ. ἀπεδείκνυ τε ἐκ πολλῶν τῶν λεγομένων τὸ κατὰ τὸ Θαβώριον τοὺς μαθητὰς περιαστράψαν φῶς δόξαν ἄναρχον τοῦ θεοῦ καὶ φῶς θεότητος καὶ θεότητα καὶ φυσικὸν καὶ ἀΐδιον τοῦ θεοῦ φῶς καὶ ὅσα τοιαῦτα παρὰ τοῖς θεολόγοις πιστευόμενόν τε καὶ προσαγορευόμενον. εἶτα ἐκ τῶν ῥήσεων τῶν θεολογικῶν συνεπέραινε καὶ αὐτὸς, ὡς τὸ ἀΐδιον καὶ φυσικὸν τοῦ θεοῦ οὐκ ἂν εἴη κτιστὸν, οὐδὲ ἡ ἄναρχος δόξα καὶ ἡ βασιλεία τοῦ θεοῦ, οὐδ' ὅσα πρὸς τῶν θεολόγων τὸ φῶς ἐκεῖνο ὕμνηται. ἐπὶ τούτοις δὲ καὶ τὸν ὑπὸ τῶν κατὰ τὸν Ἄθω ὁσίων ἀνδρῶν συντεθειμένον παρῆγε τόμον, ὃς αὐτῷ μὲν συνηγόρει ὡς τὰ ἴσα τοῖς ἁγίοις φθεγγομένῳ, Βαρλαὰμ δὲ βλασφημίαν καὶ κακοδοξίαν κατηγόρει πολλήν. ἐπεὶ δὲ ἐκ πολλῶν τῶν λεγομένων ἡ νίκη πρὸς Γρηγόριον ἀπέβλεπε καὶ τοὺς μοναχοὺς, πάντων ἤδη πεπεισμένων τοῖς ἁγίοις ἕπεσθαι καὶ θεολόγοις καὶ μὴ τοῖς ἐκ κοιλίας εἰρημένοις Βαρλαὰμ, συνεώρα τε καὶ αὐτὸς ὡς οὐκ ἂν διαδράσειε τῆς γλωσσαλγίας καὶ τῆς βωμολοχίας δοῦναι δίκην, τῷ μεγάλῳ δομεστίκῳ συνεδριάζοντι ἐκεῖ τῷ βασιλεῖ προσελθὼν, σύντομόν τινα ᾐτεῖτο καὶ βοήθειαν καὶ βουλὴν, ἐξ ἧς τὴν προσδοκωμένην διαφυγεῖν ἐξέσται δίκην. ὁ δὲ πρότερόν τε ἔφασκε τὰ δέοντα βεβουλεῦσθαι, αὐτῷ παραινῶν τῆς πολλῆς φιλονεικίας ἀποσχέσθαι καὶ πείθεσθαι τοῖς μοναχοῖς ὡς τὰ τοιαῦτα σοφωτέροις, καὶ νῦν οὐδὲν ἧττον βουλεύσεσθαι καὶ πράξειν τὰ συνοίσοντα ὑπὲρ αὐτοῦ. εἰ γὰρ μήτε ἀντιλέγειν ἔτι πρὸς τὰ προτεινόμενα ἔχει, πέπεικέ τε ἑαυτὸν ὡς βελτίω καὶ δικαιότερα καὶ τοῖς ἁγίοις συνῳδὰ φθέγγονται οἱ μοναχοὶ, τί δεῖ τὴν ψῆφον κατ' αὐτοῦ ἐξαγομένην περιμένειν κατιδεῖν, ἀλλὰ μὴ πρότερον ἐξαναστάντα, τήν τε προτέραν ἄγνοιαν ἐπὶ πάντων ὁμολογεῖν καὶ τὴν νῦν ἐπίγνωσιν τῆς ἀληθείας, καὶ τοῖς τε ἁγίοις πείθεσθαι συνθέσθαι καὶ τὴν ἔχθραν καταλύειν τὴν πρὸς τοὺς μοναχούς; εἰ γὰρ ταῦτα πειθόμενος αὐτῷ ποιήσει, οὔτε βλάβη τις ἕψεται ἐκ τῶν λόγων οὐδεμία, βασιλεύς τε καὶ οἱ ἄλλοι πάντες ἐπαινέσονται τῆς πρὸς τὰ βελτίω μεταβολῆς. οὐ γὰρ τοσοῦτον τὸ τῆς ἀληθείας ἀποπλανηθῆναι κατηγορίας ἄξιον, ὅσον τὸ πρὸς αὐτὴν ἐπανελθεῖν τοῖς ἁγίοις πειθόμενον καὶ θεολόγοις ἐπαινετόν. καὶ οἱ μοναχοὶ δὲ τοῖς πνευματικοῖς πειθόμενοι νόμοις, μείζονα ἐνδείξονται νυνὶ τὴν φιλίαν πρὸς σὲ καὶ τὴν εὐγνωμοσύνην, ἢ καθ' ὅσον πρότερον ἐνεδείκνυντο τὴν πικρίαν καὶ τὴν ἔχθραν, ὡς οὐ τῶν εἰς αὐτοὺς ἕνεκα λοιδοριῶν, ἀλλὰ τῆς τῶν δογμάτων ἀμυνόμενοι διαστροφῆς· ὧν καλῶς καὶ ὡς προσῆκεν ἀποδεδειγμένων εἰ καὶ σὺ πεισθείης, οὐδὲν οὐδ' αὐτοὶ ζητήσουσι περαιτέρω, ἀλλ' ἀξίαν ἀμοιβὴν τῶν πολλῶν πόνων καὶ κινδύνων νομιοῦσιν ἔχειν τὴν διόρθωσιν τὴν σήν. Βαρλαὰμ δὲ καὶ αὐτῷ μὲν ἔφασκεν ἀρίστην φαίνεσθαι ταύτην τὴν βουλὴν, δεδοικέναι δὲ μὴ οὐκ ἐξαρκέσουσιν οἱ λόγοι πρὸς τὸ τῶν κινδύνων ἐξαρπάσαι, ἀλλὰ καὶ μετὰ τὴν ὁμολογίαν ἀτιμία τις αὐτοῦ καταψηφισθῇ, οἷα δὴ κατὰ τῶν ὀρθῶν δογμάτων ἐξενηνεγμένου. καὶ τότε ἄτιμον εἶναι συμβήσεται αὐτῷ καὶ μηδ' ἀπολογίαν τινὰ ὕστερον ἔχειν ὡς οὐ δικαίως τοιαῦτα πάθοι, οἷα δὴ καὶ αὐτὸν κατεψηφισμένον ἑαυτοῦ· ὡς εἴγε τοιαῦτα πείσεσθαι μέλλοι, βέλτιον σιωπῇ τὴν δίκην ἐνεγκεῖν, ὥστε καὶ εἰσαῦθις ἠδικῆσθαι λέγειν δύνασθαι καὶ τὴν δίκην ἀνακαλεῖσθαι. ὁ μέγας δὲ δομέστικος παρεθάῤῥυνέ τε καὶ μὴ τοιαῦτα παρῄνει δεδοικέναι, ὡς αὐτοῦ παρόντος, οὐδενὸς γενησομένου τοῦ λυπεῖν αὐτὸν δυνησομένου. ᾧ καὶ πειθόμενος ὁ Βαρλαὰμ, παρελθὼν εἰς μέσους, τήν τε προτέραν ἄγνοιαν ὡμολόγει καὶ συγγνώμην ἐπὶ τοῖς εἰρημένοις ᾐτεῖτο, ὡς οὐ φιλονεικίας ἕνεκα λέγων οὐδὲ τοῦ μὴ πείθεσθαι τοῖς ὑπὸ τῶν θεολόγων εἰρημένοις περὶ θεοῦ εἰς τοὺς τοιούτους τῶν λόγων ἐξενηνέχθαι, ἀλλ' ὑπ' ἀγνοίας οἰόμενος τοὺς ἄλλους ἁμαρτάνειν, ἕνεκα τοῦ διορθώσασθαι πᾶσαν εἰσῆγον σπουδὴν καὶ προθυμίαν. νυνὶ δὲ ἤδη πεπεισμένος ἀκριβῶς, ὡς αὐτοὶ βέλτιον ἐφρόνουν περὶ ὧν ἠμφισβητοῦμεν, περί τε τῶν ἄλλων οὐδενὸς διαφέρομαι πρὸς αὐτοὺς, καὶ τὸ ἐν Θαβωρίῳ τοὺς μαθητὰς περιλάμψαν φῶς ἀΐδιον καὶ πεπίστευκα καὶ εἶναι ὁμολογῶ. Ἐπὶ τούτοις καὶ Γρηγόριος ὁ Παλαμᾶς καὶ ὅσοι σὺν αὐτῷ ἦσαν ἀναστάντες, περιέβαλλόν τε Βαρλαὰμ καὶ συγγνώμην ἐπὶ τοῖς προτέροις ἄσμενοι παρεῖχον· ἐπῄνουν τε τῆς καλῆς μεταβολῆς καὶ τῷ θεῷ τῆς ὁμονοίας ὡμολόγουν χάριτας, φάσκοντες, οὐδ' αὐτοὶ γηΐνων ἕνεκα καὶ φθειρομένων πραγμάτων τοσοῦτον ἐνστήσασθαι ἀγῶνα, ἀλλ' ἵνα μὴ, εἰς πλείους διανεμηθέντος τοῦ κακοῦ, ἢ διεφθαρμένων δογμάτων ἀνάπλεως γένηται ἡ ἐκκλησία, ἢ διαστασιάσῃ πρὸς ἑαυτὴν, τῶν μὲν τούτοις, τῶν δὲ ἐκείνοις προστιθεμένων, καὶ διὰ τοῦτο καὶ τοῦ μετρίου πέρα ὀφθῆναι φιλονείκους, ἅτε δὴ ἐν μὲν τοῖς ἄλλοις ἅπασι πρᾴους εἶναι δεδιδαγμένους καὶ ταπεινούς· ἐν οἷς δὲ θεός ἐστι τὸ κινδυνευόμενον, ὀξεῖς εἶναι καὶ ἀπαραιτήτους, καὶ μήτε πρὸς τὴν ἀδοξίαν δυσχεραίνειν, μήτε πρὸς τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον μαλακίζεσθαι. ἐπεὶ δὲ ὁ τῆς εἰρήνης καὶ τῆς ὁμονοίας θεὸς εἰς ἓν συνῆψε τὰ διεστῶτα, αὐτοί τε προθύμως ἀποστήσονται φιλονεικίας, καὶ αὐτῷ πολλὴν εἰδήσουσι τὴν χάριν, μάλιστα αἰτιωτάτῳ τῆς εἰρήνης νυνὶ γεγενημένῳ. Ἐπὶ τούτοις καὶ βασιλεύς τε καὶ πατριάρχης ὅσα ἔδει διαλεχθέντες περὶ εἰρήνης πρὸς ἑκατέρους, διελύσαντο τὴν σύνοδον. Βαρλαὰμ δὲ ὀλίγας Βυζαντίῳ ἐνδιατρίψας ἡμέρας, ἐπεὶ καὶ ὁ βασιλεὺς ἐτελεύτησε μετὰ μικρὸν, καὶ τὰς περὶ τὰ δόγματα ἀμφισβητήσεις οὐδὲν ἧττον ἐχόμενος ἢ πρότερον, τῆς δίκης ὡς ἐκδεδιῃτημένης πολλὰ καταβοῶν, ἀποδρὰς ᾤχετο πρὸς Ἰταλίαν, καὶ συμφρονήσας Λατίνοις ὥσπερ καὶ πρότερον, ἐπίσκοπος ὑπ' αὐτῶν Ἱέρακος ἀνεδείχθη. καὶ οὐ πολλῷ ὕστερον Γρηγόριός τις ἕτερος μοναχὸς Ἀκίνδυνος ἐπικεκλημένος, ὁμιλητὴς Βαρλαὰμ κατὰ τὴν ἔξω σοφίαν γεγενημένος καὶ πολὺν αὐτῷ φοιτήσας χρόνον, τῶν ἐκείνου διαφορῶν ὧν διηνέχθη πρὸς Παλαμᾶν ἀντεποιήθη· συνέβαινε δέ τι γελοῖον περὶ αὐτόν. Βαρλαὰμ μὲν γὰρ ἀπεσείετο τῷ λόγῳ, κἄν τις πρὸς αὐτὸν ὡς τὰ ἐκείνου φρονοίη λέγοι, τὴν κοινωνίαν τε ἀπεωθεῖτο καὶ κατηγόρει Βαρλαὰμ ὡς κακῶς φρονοῦντος καὶ ἀπεναντίως τοῖς ἁγίοις· τῇ δ' ἀληθείᾳ κατάκρας ἐκείνῳ ἠκολούθει καὶ οὐδὲν ἢ μικρὸν ἢ μεῖζον διεφέρετο. αὖθις δὲ στάσεως κατὰ τὴν ἐκκλησίαν ἀναφυομένης, ἐν δεινῷ τιθέμενος ὁ πατριάρχης, εἰ διὰ τήν τινων φιλονεικίαν νοσοίη καὶ ταράττοιτο τὰ τῆς ἐκκλησίας, σύνοδον καὶ αὖθις δευτέραν συναθροίζει κατὰ τὸν αὐτὸν τῆς θεοῦ Σοφίας νεὼν, συνεδριάζοντος αὐτῷ καὶ μεγάλου δομεστίκου καὶ ὅσοι ἐπεδήμουν Βυζαντίῳ τῶν συγκλητικῶν. πολλὰ δὲ πρὸς ἀλλήλους τῶν Γρηγορίων ἀντειπόντων, ἐπεὶ ὁ Ἀκίνδυνος ἐφαίνετο τὰ ἴσα Βαρλαὰμ καὶ λέγων καὶ φρονῶν, ψῆφος μὲν ἐξενήνεκται κοινὴ ἐπισκόπων τε καὶ τῶν συγκλητικῶν κατὰ Ἀκινδύνου καὶ τῶν αὐτῷ φρονούντων ἴσως, ὡς τὰ αἱρετικῶν φρονούντων καὶ λεγόντων. ἀφορίζονται δὲ καὶ τῆς κοινωνίας τῶν ὀρθοδόξων, εἰ μὴ ἐπιστρέφοιεν, ἀλλ' ἐπιμένοιεν τῇ κακίᾳ· οὐ μὴν ἐκεῖνοι μόνοι, ἀλλὰ καὶ εἴ τις ἄλλος ὕστερον τοῖς ἴσοις ἐπιχειρήσοι καὶ Παλαμᾷ καὶ τοῖς λοιποῖς ὡς οὐκ ὀρθῶς φρονοῦσιν αἰτίαν ἐπαγάγοι, ὑπὸ τὴν αὐτὴν ἐπιτιμίαν εἶναι, εἰ μὴ μεταβάλλοι καὶ αὐτός. ἐπὶ τούτοις δὲ καὶ τόμον συνθέντες κατὰ τὸ ἀρχαῖον τῶν συνόδων ἔθος καὶ ὑπογράψαντες αὐτὸν ὅ,τε πατριάρχης Ἰωάννης καὶ ἀρχιερέων ὅσοι τότε παρῆσαν, ὕστερον γὰρ καὶ ἕτεροι πολλοὶ τοῖς προτέροις ὑπογεγράφασι σύμψηφοι γεγενημένοι, Παλαμᾷ καὶ τοῖς αὐτῷ συνοῦσιν ἐγχειρίζουσιν εἰς δικαίωσιν. ἀλλὰ ταῦτα μὲν ὕστερον. τότε δὲ ἡ σύνοδος ἐπεὶ διελέλυτο, τῶν ἄλλων ἑκάστων διεσκεδασμένων, ὁ βασιλεὺς ἐκέλευσεν ἐν τῇ μονῇ τῶν Ὁδηγῶν ἀναπαύλης τινὸς τυχεῖν· καὶ γενόμενος ἐκεῖ, εἰς τὴν ὑστεραίαν ἤρξατο πυρέττειν ὁμαλῶς καὶ ἐδόκει τοῖς τῶν ἰατρῶν παισὶ τὴν κατὰ τὴν σύνοδον ταραχὴν καὶ ἀσιτίαν τοῦ πυρετοῦ αἰτίαν γεγενῆσθαι. δευτέρᾳ δὲ ἡμέρᾳ πρὸς τῇ κεφαλῇ ἐνσκῆψαν τὸ κακὸν πονηρὰς παρεῖχε τὰς ἐλπίδας. ἐφαίνετο γὰρ τῶν ὀξυτάτων εἶναι. τρίτῃ δὲ τῇ μετ' αὐτήν. ἕωθεν μὲν ἐδόκει ἐνδιδόναι καὶ τοῖς ἰατροῖς ὑπέφαινε χρηστὰς ἐλπίδας· ἐπεὶ δὲ ἤδη περὶ μεσημβρίαν ἦν, μεταβαλὸν ἐξαίφνης οὐ μετὰ πολὺ ἀποτεθνήξεσθαι ἐδήλου βασιλέα, καὶ ἰατροῖς οὐδεμία σωτηρίας ὑπελείπετο ἐλπίς. ἐπεὶ δὲ τοιαῦτα διεθρυλλήθη, τῷ μεγάλῳ δομεστίκῳ Ἀπόκαυχος ὁ παρακοιμώμενος προσελθὼν, συνεβούλευεν ἔχεσθαι τῶν πραγμάτων καὶ παρασήμοις κοσμεῖσθαι βασιλικοῖς μετὰ τὴν βασιλέως τελευτήν· βασιλέα γὰρ ἐν ζῶσιν ἔτι μὴ εἶναι προσδοκᾷν. πάντως δὲ οὐδὲν καινὸν ποιήσειν, ἀλλ' ὅπερ αὐτός τε πολλάκις ἠνάγκασεν ὁ βασιλεὺς καὶ Ρωμαίων οὐκ ὀλίγοι ἴσασιν οὐδαμῶς ἐλάττω τιμὴν ἀποδιδόντες βασιλέως. οὐ μὴν οὐδὲ πολλοῦ δεήσεσθαι πόνου καὶ ἀγώνων, ἀλλ' ἀρκεῖ μόνον εἰπεῖν, καὶ πάντας ἔχειν ὑπακούοντας ἑτοίμως. αὐτόν τε πρότερόν τε παρὰ πάντα τὸν βίον καὶ νῦν οὐχ ἧττον ἕτοιμον εἶναι τὰ λυσιτελεῖν αὐτῷ ποιεῖν δοκοῦντα, οὐ μόνον χρημάτων καὶ καμάτων ἀφειδοῦντα, ἀλλὰ καὶ ψυχὴν προθύμως ὑπὲρ τῶν ἰδίᾳ τι αὐτῷ διαφερόντων προϊέμενον, πάντων αὐτῷ μάλιστα ὄντα ὀφειλέτην. πολλῶν γὰρ ἀπολελαυκέναι τῶν εὐεργεσιῶν τῶν παρ' αὐτοῦ, οὐ βασιλεῖ μόνον τὴν ἀρχὴν καὶ προσαγαγόντα καὶ οἰκειώσαντα, ἀλλὰ καὶ ὕστερον βασιλέως ὠργισμένου παραιτησάμενον αὐτὸν καὶ τοῦ δεσμωτηρίου ἀπαλλάξαντα, καὶ μέχρι νῦν εἰς ὅπερ ἐστὶ σχῆμα δι' αὐτοῦ ἠγμένον. Ὁ μὲν οὖν τοιαῦτα εἶπε. μικρὸν δὲ ὁ μέγας δομέστικος ἐπισχὼν, Οὐκ ἄν μοι δοκῶ τοιαῦτα, εἶπε, παραστῆναι περὶ σοῦ ποτε, μηδ' εἰς τοσοῦτον ἥκειν ἐμὲ φαυλότητος ἡγεῖσθαι τρόπων, ὥστε, βασιλέως ἔτι ζῶντος ἢ καὶ μετὰ τελευτὴν, ἢ σοὶ πεισθήσεσθαι ἢ ἑτέρῳ ὁτῳοῦν, τῆς μὲν εἰς ἐμὲ βασιλέως φιλίας ἢ μᾶλλον εἰπεῖν συμπνοίας ἀμνημονῆσαι, τῶν ἰδίᾳ δέ τι ἐμοὶ ζητεῖν διαφερόντων, ἀμελήσαντα τῶν κοινῇ τοῖς βασιλέως παισὶ καὶ βασιλίδι συμφερόντων. διὸ καὶ μάλιστά σου κατεγνωκέναι, εἰ τοιαῦτα παραινῶν ἤλπισας πείσειν. Τοῦ δ' αὖθις ἐπιχειροῦντος ὡς τὰ βελτίω πείθειν συμβουλεύει, «παῦσον» εἶπε «τοιαῦτα λέγειν. ὃς γὰρ, τοῦ φίλου τεθνεῶτος, μὴ τοὺς φιλίας τηρεῖ θεσμοὺς, οὗτος οὐδὲ ζῶντος ἦν φίλος ἀληθής.» πρὸς μὲν οὖν τὸν μέγαν δομέστικον οὐδὲν ἔτι εἶπεν, οὕτως ἐμβριθῶς ἀποκρινάμενον· τῇ μητρὶ δὲ αὐτοῦ προσελθὼν, τὰ ἴσα ἐπεχείρει πείθειν, οἰόμενος, ἂν ταύτην πεῖσαι δυνηθῇ, τὸ σπουδαζόμενον ἠνυκέναι, ὡς οὐκ ἂν ἀντειπόντος τοῦ υἱοῦ ὅ,τι ἂν τῇ μητρὶ δοκοίη καὶ λυσιτελὲς ὁμοῦ καὶ δίκαιον. ὡς δὲ καὶ παρ' ἐκείνης τῆς ἴσης ἔτυχεν ἀπολογίας ἢ καὶ αὐστηροτέρας, μὴ τοιαῦτα κελευούσης συμβουλεύειν, ἃ μὴ συμφέρει πράττειν τὸν υἱὸν, παντελῶς ἀπέσχετο τῆς πείρας. ὁ μέγας δὲ δομέστικος ὁρῶν ἤδη βασιλέα ἐν χρῷ κινδύνου καθεστῶτα, καὶ συνιδὼν ὡς μάλιστα προσῆκον τῶν βασιλέως παίδων πρόνοιαν ποιήσασθαι καὶ τῆς ἀρχῆς, Ἄννῃ τῇ βασιλίδι προσελθὼν θρηνούσῃ καὶ ὀδυρομένῃ, «ὁ μὲν παρὼν» εἶπε «καιρὸς οὐ πένθους οὐδὲ δακρύων εἶναι μοι δοκεῖ. ὕστερον γὰρ ἡμῖν ἐξέσται, εἰ μὴ θεὸς ἀπαλλάξει τῆς προσδοκωμένης συμφορᾶς ἵλεων ἡμῖν ἄνωθεν ἐπιβλέψας, ὀδυρμῶν καὶ δακρύων ἀναπίμπλασθαι κατὰ σχολήν· τὸ δὲ νῦν ἔχον εἶναί μοι δοκεῖ προσῆκον ἀσφάλειαν ποιήσασθαι τῶν βασιλέως παίδων. μάλιστα μὲν γὰρ οὐδένα Ρωμαίων ἐπιβουλεύσειν οἴεσθαι ἡμῖν, μάλιστα ζῶντος ἐμοῦ καὶ παρόντος ἐνθάδε νῦν· εἰ δ' ἄρα καὶ τοιοῦτον συμβαίη τι, βέλτιον περὶ σοῦ μόνην εἶναί μοι τὴν φροντίδα, καὶ μὴ πάντων ὁμοῦ καὶ παίδων καὶ τῆς ἀρχῆς.» ἡ βασιλὶς δὲ θαυμάζειν ἔφασκεν αὐτοῦ, εἰ, τοιαύτης ἀνάγκης περιϊσταμένης, ἐνόμισεν εἶναι τῶν δεόντων καὶ αὐτῆς πυνθάνεσθαι, εἴ τι βούλοιτο τῶν συμφερόντων εἰς τοὺς βασιλέως παῖδας πράττειν καὶ τὴν ἀρχήν. ἐπέτρεπέ τε ἃ ἂν αὐτῷ δοκοίη κοινῇ λυσιτελεῖν μηδενὸς ἀμελεῖν. ὁ δ' εὐθὺς Ἰωάννην τε βασιλέα, τὸν βασιλέως υἱὸν, καὶ τὸν ἀδελφὸν Μιχαὴλ παραλαβὼν, ἤγαγεν εἰς τὰ βασίλεια· θεραπείαν τε αὐτοῖς τὴν γινομένην προστάξας εἶναι καὶ φρουρὰν τοῖς βασιλείοις ἔκ τε τῆς στρατιᾶς οὓς μάλιστα ᾔδει εὐνουστάτους τῷ βασιλεῖ, καὶ τῶν οἰκετῶν τοὺς πιστοτάτους τῶν ἰδίων περὶ πεντακοσίους τὸν ἀριθμὸν καταλιπὼν, καὶ τοὺς τοὺς πελέκυς ἔχοντας βαράγγους ὅσοι ἦσαν, καὶ αὐτὸς διενυκτέρευσεν ἐκεῖ, τῶν βασιλέως παίδων τὴν δυνατὴν ἀσφάλειαν ποιούμενος. εἰς ἑσπέραν δὲ τῆς τετάρτης ἡμέρας, τῇ τοῦ νοσήματος ὀξύτητι κατεργασθεὶς, ἐτελεύτησεν ὁ βασιλεὺς, πεντεκαιδεκάτῃ μηνὸς Ἰουνίου ἱσταμένου, τοῦ ἐννάτου καὶ τεσσαρακοστοῦ ἔτους ἐπὶ τοῖς ὀκτακοσίοις καὶ ἑξακισχιλίοις, ἐννάτης οὔσης ἰνδικτιῶνος.
https://byzantium.gr/
< 1 2 3 4 >
Ι
Επιμέλεια: Μανώλης Παπαθανασίου, Φεβρουάριος 2021