thyreos

Βυζαντινα κειμενα

 

  Προκοπιος
  Ιεροκλης
  Σιμοκαττης
  Θεοφανης
  Ιωαννης Σκυλιτζης
  Κωνσταντινος Ζ’
  Λεων Διακονος
  Μιχαηλ Ψελλος
  Μιχαηλ Ατταλειατης
  Νικητας Χωνιατης
  Γ. Ακροπολιτης
  Γ. Παχυμερης
  N. Γρηγορας
  Ι. Καντακουζηνος
  Γεωργιος Σφραντζης
  Χαλκοκονδυλης


Aspis

Λαόνικος Χαλκοκονδύλης

1430 – 1490
τίτλος έργου:

Αποδείξεις Ιστοριών

τόμοι Ε’ & Στ’
χρόνος συγγραφής: 1455-1465
πλήρης τίτλος:

ΛΑΟΝΙΚΟΥ ΑΠΟΔΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ

περιεχόμενο :

Το έργο αποτελείται από 10 τόμους και καλύπτει την περίοδο 1298 –1463. Αφηγείται τη βαθμιαία πτώση της αυτοκρατορίας και την άνοδο των Οθωμανών. Χρησιμοποιεί ευρέως τον όρο «Έλληνες» αντί «Ρωμαίοι». Ο τόμος Ε’ αφηγείται τα πεπραγμένα του σουλτάνου Μουράτ ενώ ο τόμος ΣΤ’ ασχολείται με την εκκλησιαστική (και ενωτική) σύνοδο Φερράρας-Φλωρεντίας.
Κείμενο :
< 1 2 3 4 5 >

ΛΑΟΝΙΚΟΥ ΑΠΟΔΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Ε.

Ἐπεὶ δὲ ἐτελεύτησεν ὁ Παιαζήτεω Μεχμέτης βασιλεύσας ἔτη δυοκαίδεκα, διεδέξατο τὴν βασιλείαν Ἀμουράτης ὁ Μεχμέτεω, παῖς αὐτοῦ πρεσβύτερος γενόμενος. ἐτύγχανε δὲ ὢν ἐν Προύσῃ κατὰ τὴν Ἀσίαν, καὶ καθίστη τὰ ἐν τῇ ἀρχῇ. Ἕλληνεςδὲ ὡς ἐπύθοντο τελευτήσαντα Μεχμέτην καὶ Ἀμουράτην ἐς τὴν βασιλείαν καταστῆναι, μετεπέμποντο ἀπὸ Λήμνου Μουσταφᾶν τὸν Παιαζήτεω λεγόμενον παῖδα γενέσθαι. ἔτυχε δὲ διατρίβων ἐν Λήμνῳ, ὑπὸ Ἑλλήνων ὡς μετριώτατα φυλαττόμενος. ἐπεὶ δὲ μεταπεμπόμενοι τοῦτον διεκωλύοντο ὑπὸ πνευμάτων ἐν τῷ τότε δὴ παρόντι βιαζομένων τὴν ἐπὶ Ἑλλήσποντον ἀπὸ Λήμνου ἄνοδον, καὶ ἔδει ἐν τῇ Εὐρώπῃ αὐτοὺς καθιστάναι βασιλέα, (τριήρεσι γὰρ διεκώλυον τὴν διάβασιν Ἀμουράτεω ἐπὶ τὴν Εὐρώπην, καὶ τήν γε Προποντίδα τε καὶ Ἑλλήσποντον εἴργοντες ἐς τὴν διάβασιν), κατέπλευσαν ἐπὶ Καλλιούπολιν τῆς Χερρονήσου, πόλιν εὐδαίμονα, ὡς ἐνταῦθα τῷ τε Μουσταφᾷ ἐσπλέοντι συγγένοιντο, καὶ ἀποδεικνύμενοι αὐτὸν βασιλέα Εὐρώπης τήν τε Καλλιούπολιν σφίσιν ἀποδοῦναι πείσαιεν Μουσταφᾶν. ἐνταῦθα μὲν οὖν Ἕλληνες ἀπὸ ἀφροσύνης σφᾶς τε αὐτοὺς καὶ τὰ πράγματα ἴεντο διαφθεροῦντες ὡς τὸ ἐπίπαν, καὶ παρὰ βραχὺ δὲ τὴν πόλιν αὐτῶν ὑπὸ Ἀμουράτεω ἀνδραποδισθῆναι. ὡς γὰρ δὴ οἱ τοῦ Ἀμουράτεω ἄρχοντες καταλειφθέντες ἐν τῇ Εὐρώπῃ ὑπὸ Μεχμέτεω τοῦ πατρός, ὥστε αὐτῷ πείθεσθαι διαδεχομένῳ τὴν βασιλείαν, ἀφίκοντο ἐπὶ Βυζαντίου βασιλέα πρεσβευόμενοι ἐς τὰ παρόντα σφίσι μὴ ἀξυμφώνους γενέσθαι τοὺς Ἕλληνας, καὶ περὶ σφᾶς νεωτερίσαι παρ' ἃ καὶ ἐπηγγελμένοι εἶεν τῷ βασιλεῖ Μεχμέτῃ. ἦν δὲ Παιαζήτης τῶν ἀρίστων τοῦ βασιλέως, πρύτανίς τε καὶ στρατηγὸς τῆς Εὐρώπης γενόμενος. οὗτος οὖν ἀγχοῦ ἐλάσας τῷ Βυζαντίου βασιλεῖ διεπρεσβεύετο ἐπὶ τὰς σπονδὰς παρακαλῶν, ὥστε σφίσιν αὐτὸν ἐπιτήδειον εἶναι, ἐδίδου ὁμήρους τῶν ἀρίστων παῖδας δυοκαίδεκα, χρυσοῦ δὲ μυριάδας εἴκοσι καὶ χώραν πολλὴν Καλλιουπόλεως, ὅσην ἂν ἕλωνται παρὰ σφίσι. ταῦτα δὲ ὑπισχνεῖτό τε καὶ ἐδίδου, ὥστε αὐτὸν Μουσταφᾶν μὲν ἐᾶν χαίρειν, μηδετέροις δ' ἐπιβοηθεῖν, ἀλλ' ἐᾶν αὐτοὺς μαχομένους, ὁπότεροι ἂν περιγένωνται, τὴν βασιλείαν περιέπειν. ταῦτα μὲν οὖν διεκηρυκεύετο πρὸς τὸν τότε βασιλέα Ἑλλήνων Ἰωάννην, νέον τε ἔτι ὄντα καὶ οὐδὲν μικρὸν ἐπινοοῦντα αὐτῷ ἐς τὴν ἀρχήν· ἐδόκει τε γὰρ αὐτῷ ἄμεινον ἔχειν ἐς σφᾶς αὐτοὺς περιπίπτοντας, καὶ δίχα γενομένης αὐτῷ τῆς ἀρχῆς τὰ πράγματα αὐτοῦ ἐν βελτίῳ τε ἔσοιτο τοῦ καθεστηκότος, καὶ ἐπὶ μεῖζον ἀφίξοιτο εὐδαιμονίας, δεομένων ἀμφοῖν, καὶ τῆς γε ἀρχῆς ἐπ' ἀμφότερα γινομένης πλέον τι περιγενέσθαι ἀπ' ἀμφοῖν, ὥστε μηδετέρῳ δὴ ταλαντεύεσθαι. τοῦτο δ' εἶναι, ἐπειδὰν τὴν ἀρχὴν ἄμφω ἐπιδιελόμενοι σφίσι βασιλεύωσιν. ὕστερον μέντοι οὐδὲ τοῦτο ταύτῃ προδιετίθετο, ἀλλ' ἐπὶ τὸν Μουσταφᾶν δῆλος ἦν τῷ παντὶ γινόμενος ὁ βασιλεὺς οὑτοσί. βασιλεύων δὲ ὁ πατὴρ αὐτοῦ, τἀναντία τούτου φρονῶν, ἠξίου μὴ παραβαίνειν τὰς σπονδάς, ὡς οὐδενὶ ὅτῳ παραβαίνοντι τὰς σπονδὰς ἔσοιτ' ἂν ὑγιὲς ὁτιοῦν ἢ ἔμπεδον, ὥστε μὴ σφαλλομένῳ ἐπιτρίβεσθαι. καὶ τοῦτ' ἔφασκε λογίζεσθαι δεῖν, ὁποτέρῳ γε δέοι προστίθεσθαι, ἔνθα τά τε χρήματα τῆς βασιλείας καὶ νεήλυδες πάρεισι. καὶ τοῦτο μέντοι ἀναμφιλόγως ἔχον ἐμπεδοῦν ἔφασκε τὴν αἵρεσιν, ἥντινα ἂν ἕλοιτο. ἐκεῖνα δ' αὖ ἐνδοιασμὸν παρεχόμενα, ὅποι τε καὶ ᾗ ἐπὶ τὴν βασιλείαν ἀφίκοιτο, κίνδυνον σφίσι τὸν μέγιστον παρέχεσθαι. ταῦτα μέντοι τοῖς Ἕλλησιν ἐπ' ἀμφότερα γινομένοις ταῖς γνώμαις, ἅτε τοῦ νέου βασιλέως τὸ κράτος ἔχοντος τότε τῶν Ἑλλήνων, ταύτῃ τῇ γνώμῃ ἐτίθεντο, καὶ αἱρούμενοι τὰ πράγματα, ᾗ ἐξηγεῖτο, ἐπὶ τὴν Μουσταφᾶ ἐτράποντο τύχην, ὥστε καθιστάναι αὐτὸν βασιλέα καὶ τὴν Καλλιούπολιν σφίσιν ἀποδίδοσθαι. ὥς τε ταῦτα ἐδέδοκτο, καὶ ἐπλήρουν τὰς ναῦς. ἀφίκετο οὖν ὁ βασιλεὺς ἐπὶ τὴν Καλλιούπολιν, καὶ ὡς οὐδὲν παρεγένετο ἀπὸ Λήμνου ὁ Μουσταφᾶς, προαγόμενος πράσσειν τι ἐς τὴν ἀρχὴν τῆς Εὐρώπης καὶ πολιορκεῖν τὴν Καλλιούπολιν, Ζουναΐτην τὸν τῆς Σμύρνης ἄρχοντα, παρόντα δὴ τότε σφίσιν ἅτε ἑταῖρον ὄντα τοῦ Μουσταφᾶ, ὡς παρεσομένου δὴ αὐτίκα κἀκείνου, ἐξεπιδεικνύντες τοῖς Τούρκοις, ἐπολιόρκουν τὴν ἄκραν τῆς Καλλιουπόλεως. μετ' οὐ πολὺν δὲ χρόνον παρεγένετό τε καὶ αὐτὸς Μουσταφᾶς, καὶ τά τε ἄκρα τῆς πόλεως προσεχώρησεν αὐτῷ, καὶ ἡ Χερρόνησος αὐτίκα ἐδέξατο βασιλέα καὶ εἵπετο, ὅπου ἐξηγεῖτο. τὴν μέντοι Καλλιούπολιν ὁ Ἑλλήνων βασιλεὺς ἠξίου ἀποδίδοσθαι. ὁ δὲ ἕτοιμος μὲν εἶναι ἀποδώσειν καὶ μὴ ἀντιτείνειν, τοὺς μέντοι Τούρκους χαλεπῶς τε οἴσειν, καὶ σφίσι μὴ ἐν καλῷ, οὔπω ἔτι κατεργασμένης τῆς ἀρχῆς, ἀποβαίνειν τὰ πράγματα. ὑπέσχετο μέντοι, ἐπειδὰν ἐς τὴν ἀρχὴν παραγένηται, τήν τε πόλιν ἀποδιδόναι, καὶ εἴ τι ἄλλο ἐπιτήδειον αὐτοῖς οἴοιτο ἔσεσθαι, μήτε τοῦ λοιποῦ ἂν στερῆσαι αὐτούς ποτε. πείσας μὲν οὖν τότε τοὺς Ἕλληνας ἤλαυνεν ἐς τὸ πρόσω τῆς Εὐρώπης, καὶ προσεχώρει τε αὐτῷ σύμπαντα ὡς βασιλεῖ τε ὄντι σφῶν καὶ Παιαζήτεω παιδὶ γενομένῳ. ἐπεὶ δὲ Παιαζήτης ᾔσθετο ἐπιόντα ἐπὶ Ἀδριανούπολιν (ἐπετρόπευε δὲ τῆς πόλεως καταλειφθεὶς ὑπὸ Μεχμέτεω βασιλέως ἐπὶ τῇ τελευτῇ αὐτοῦ), συνήγειρέ τε τὸ ἀπὸ τῆς Εὐρώπης στράτευμα, καὶ ὑπήντα τῷ Μουσταφᾷ ἀγχοῦ τῆς Ἀδριανουπόλεως, ὡς διὰ μάχης ἐλευσόμενος καὶ μὴ ἐπιτρέπων, ἢν δύναιτο, ἐπὶ τὰ βασίλεια πορεύεσθαι. ὡς μέντοι συνταξάμενος ἐπῄει, οἱ Τοῦρκοι οὖν αὐτίκα ᾔεσαν ἅμα πάντες ἐπὶ τὸν Μουσταφᾶν καὶ προσεκύνουν ὡς βασιλέα, καὶ αὐτός τε Παιαζήτης προσεκύνησε καὶ τὰ πράγματα παρεδίδου τῷ Μουσταφᾷ, χρῆσθαι αὐτοῖς, ὅ τι ἂν βούλοιτο. τοῦτον μὲν οὖν λαβὼν αὐτίκα αὐτοῦ διεχρήσατο, καὶ ἀπελαύνων τήν τε πόλιν ἔσχε καὶ ἐπὶ τὰ βασίλεια παρεγένετο. μετὰ δὲ ταῦτα συστραφεὶς ἴετο ἐπὶ τὴν Ἀσίαν, ὥς τε καὶ τὴν τῆς Ἀσίας βασιλείαν ἑαυτῷ προσκτησόμενος. διαβὰς δ' ἐς τὴν Ἀσίαν, ἔχων τό τε Εὐρώπης στράτευμα καὶ ἀζάπιδας τοὺς Τούρκων πεζοὺς οὕτω καλουμένους, καὶ ἐς τὴν Ἀσίαν διεπόρθμευσεν ἔχων μεθ' ἑαυτοῦ καὶ τὸν Ζουναΐτην Σμύρνης ἄρχοντα, ἐπὶ Ἀμουράτην ἤλαυνε τὸν Μεχμέτεω. τὸν μέντοι βασιλέα Ἑλλήνων πέμπων πρέσβεις ἠξίου μηδὲν ἐς τὴν ξενίαν αὐτοῦ νεωτερίζειν, ὡς τὴν Καλλιούπολιν αὐτίκα ἀποδώσοντος, ἐπειδὰν τὴν Ἀσίαν αὑτῷ ὑπάγηται, καταστρεψάμενος τὸν ἀδελφιδοῦν. παρῆσαν δὲ καὶ Ἀμουράτεω παρὰ βασιλέα Βυζαντίου ἀφικόμενοι, χρηματίζοντες καὶ οὗτοι ἐπὶ σφίσι γενέσθαι βασιλέα, καὶ ὑπισχνούμενοι δώσειν, ὅ τι ἂν βούλοιντο. οἱ μὲν οὖν Ἕλληνες ἀνεβάλλοντο μὲν ἐπὶ χρόνον τινὰ τὰς πρεσβείας, τέλος δὲ τὴν μὲν Ἀμουράτεω ἀπεπέμψαντο πρεσβείαν, τὰ δὲ Μουσταφᾶ ἑλόμενοι πράγματα προσίεντό τε καὶ ἐπέσχον, ὥστε αὐτοῖς σπένδεσθαι κατὰ πᾶν δεδογμένον αὐτοῖς. ἡ μὲν οὖν Ἀμουράτεω πρεσβεία ἀφικομένη παρὰ τὸν στρατὸν τοῦ Ἀμουράτεω διεφήμισαν, ὡς τοὺς Ἕλληνας σφίσι προσκτήσαιντο συμμάχους. ἐτύγχανον δ' ἐν Λοπαδίῳ τῇ λίμνῃ ἐστρατοπεδευμένοι, καὶ τήν τε χώραν διέλυσαν τοῦ Μιχαλικίου αὐτοῦ, ᾗ ἐς τὴν θάλασσαν ἐξιοῦσα ἡ λίμνη διὰ στενοῦ ἐπὶ πολὺ προϊοῦσα ἐκδιδοῖ, γέφυρα δέ ἐστι. Μουσταφᾶς δὲ καὶ αὐτὸς ἐλάσας ἀγχοῦ ἐστρατοπεδεύετο παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ τῆς λίμνης. ἐνταῦθα ὡς ἀφίκοντο οἱ πρέσβεις Ἀμουράτεω, τύχῃ τινὶ ἀγαθῇ χρησάμενοι διεφήμιζον ὡς συμμαχομένους σφίσι τοὺς Ἕλληνας ἔχοντες ἥκοιεν, καὶ ἐπὶ τὸ στρατόπεδον τοῦ Μουσταφᾶ ἐφώνουν ἐπαπειλοῦντες ὡς ἀπειλημμένῳ ἐν τῇ Ἀσίᾳ. ἐνταῦθα φήμης παρὰ τὸ στρατόπεδον τοῦ Μουσταφᾶ γενομένης, ὡς σφίσιν οὐ παρῆσαν οἱ πρέσβεις, καὶ δεδιότες, μὴ οἱ Ἕλληνες τὸν Ἑλλήσποντον κατασχόντες τοῦ λοιποῦ μὴ ἐπιτρέπωσι διαβαίνειν καὶ αὐτοῦ ταύτῃ ἀπόλοιντο, λόγον τε σφίσιν ἐδίδοσαν, καὶ νυκτὸς ἐπιγενομένης αὐτὸς ὁ Ζουναΐτης ὁ τῆς Σμύρνης ἡγεμὼν ἀπέδρα ἐπὶ τὴν πατρῴαν ἀρχήν, καὶ οἱ λοιποὶ τῶν ἀρχόντων ἀπεδίδρασκον οὐδ' ὁπωσοῦν ἐπισχόντες, τύχῃ τοῦ Μουσταφᾶ οὐκέτι ἀγαθῇ πιστεύοντες. ὡς δὲ Μουσταφᾶς διιδὼν τὰ στρατεύματα αὐτῷ ἀποδιδράσκοντα, περὶ αὑτῷ δεδιὼς ἀπέδρα καὶ αὐτὸς ἐπὶ θάλασσαν. Ἕλληνες μέντοι, ὡς ἑλόμενοι Μουσταφᾶν σφίσι σύμμαχον εἶναι, ἐπλήρωσαν τὰς ναῦς καὶ ἐπέπλεον ἐπὶ Ἑλλήσποντον. βασιλεὺς δὲ αὐτὸς Βυζαντίου ἐν Προικονήσῳ γενόμενος ἐσχόλαζέ τε περὶ γυναικὸς ἔρωτα, ἧς ἐρῶν ἐτύγχανεν, ἦν γὰρ ἱερέως θυγάτηρ, καὶ οὐκ ἐν δέοντι παρεγένετο, ὥστε διακωλῦσαι Ἀμουράτην ἐς τὴν Εὐρώπην ἀφικέσθαι. Ἀμουράτης μὲν δή, ὡς τάχιστα ἡμέρα ἐγεγόνει, καὶ κατεῖδε τὸ στρατόπεδον τῶν πολεμίων κενόν, καὶ ὑπὸ τὴν οἰχομένην νύκτα ἀποδρᾶν τε, καὶ τούς τε ἀζάπιδας χεῖρα ὀρέγοντας, ὅτι ὑπὸ τῶν σφετέρων προδεδομένοι εἶεν ἱππέων, τόν τε ῥοῦν τῆς λίμνης ἔζευξε, καὶ διέβη ὡς εἶχε τάχους, καὶ τούς τε ἀζάπιδας διεχρήσατο ἅπαντας αὐτοῦ. μετὰ δὲ ταῦτα ἐδίωκε κατὰ πόλεις τὸν Μουσταφᾶν. Μουσταφᾶς μὲν οὖν ἔφθη διαβὰς ἐς Καλλιούπολιν, Ἀμουράτης δὲ ἐντυχὼν νηῒ μεγίστῃ τῶν Ἰανυΐων αὐτοῦ ταύτῃ ὁρμιζομένῃ, συντίθεται τῷ νεὼς δεσπότῃ διαπορθμεῦσαι αὐτόν τε ἅμα καὶ τοὺς νεήλυδας καὶ τοὺς τῶν θυρῶν αὐτοῦ καὶ ἅπαν τὸ στράτευμα ἐς τὴν Εὐρώπην, καὶ ἐτέλεσεν αὐτῷ ἀργύριον ἱκανόν, ὅσον δὴ ᾐτήσατο. καὶ διεπόρθμευσεν αὐτῷ τε ἅμα καὶ τῷ στρατῷ ἅπαντι. ὁ μὲν οὖν Μουσταφᾶς, ὡς ἐπύθετο διαβεβηκότα Ἀμουράτην ἐς τὴν Εὐρώπην, καὶ ᾗ, ὅποι σώζοιτο, ἀνεώρα ἐπισφαλὲς ὂν ἤδη ἁπανταχῇ, ἅτε Ἀμουράτεω καταλαβόντος αὐτόν, ἐσώζετο ἐπὶ τὸ ὄρος τοῦ Γάνου οὕτω καλούμενον. ὁ δὲ ὡς ἐδίωκε, καὶ ἐπισχών, πάντα ζητῶν οὐκ ἀνίει, σαγηνεύσας τε τὸν χῶρον αὐτοῦ, ᾗ ἐδόκει καὶ ἤδη ὑποψίαν παρεῖχεν ἐνταυθὶ κρύπτεσθαι, εὗρεν αὐτὸν ὑπὸ θάμνῳ τινὶ κεκρυμμένον, καὶ ζωγρήσας ἀγχόνῃ τε τὸν λαιμὸν αὐτοῦ ἐχρήσατο. ἐτελεύτησε δὲ Μουσταφᾶς βασιλεύσας ἐν τῇ Εὐρώπῃ ἔτη τρία. Ἀμουράτης δὲ ὡς ἔσχε τὴν ἀρχὴν ἀμφοῖν ταῖν ἠπείροιν, ἐς τὴν βασιλείαν κατέστη. Οὐ πολλῷ δὲ ὕστερον ἐστρατεύετο ἐπὶ Βυζάντιον καὶ ἐπὶ τοὺς Ἕλληνας. προέπεμψε δὲ Μιχαλόγλην, πρυτανέα τε ἅμα καὶ στρατηγὸν τῆς Εὐρώπης. καὶ λαβὼν οὗτος τὸ ἀπὸ τῆς Εὐρώπης στράτευμα ἅπαν, ἐπέδραμέ τε τὴν Βυζαντίου χώραν. μετὰ δὲ ταῦτα ἐστρατοπεδεύετο, καὶ αὐτίκα ἀπήλαυνεν Ἀμουράτης ὁ Μεχμέτεω, τούς τε νεήλυδας ἔχων καὶ τὴν θύραν ἅμα, ὅσοι βασιλεῖ ἕπονται, ὅποι ἂν στρατεύηται. καὶ τὰ Ἀσίας στρατεύματα ἔχων παρεγένετο, καὶ ἐστρατοπεδεύετο ἀπὸ θαλάσσης εἰς θάλασσαν. Αἱ μὲν οὖν θύραι ὧδέ πῃ ἔχουσαι. πεζοὶ πάρεισι τῷ βασιλεῖ ἀμφὶ τοὺς ἑξακισχιλίους καὶ ἐνίοτε ἀμφὶ τοὺς μυρίους· ἀπὸ γὰρ τούτων φρουράν τε φαίνει ἐν ταῖς ἀκροπόλεσι, καὶ αὖθις ἑτέραν ἐς τὴν χώραν ἐκείνων καθίστησι. παρεγένοντο δ' αὐτῷ τῇδε. παῖδας λαβὼν αἰχμαλώτους, ὅσους ἂν τύχῃ ἀνδραποδισάμενος, κατατίθεται ἐς τὴν Ἀσίαν παρὰ τοῖς Τούρκοις, ὥστε τὴν φωνὴν ἐκμαθεῖν ἕνα ἕκαστον. καὶ ἐπὶ δύο ἢ καὶ τρία ἔτη διαγενόμενοι τήν τε γλῶσσαν ἐκμανθάνουσι, καὶ συνιέντες τῆς φωνῆς, ὅσα ἂν δυνηθῶσιν, αὖθις συλλέγει, ἀφ' ὧν κατέθετο, ἐς δισχιλίους καὶ πλείους τούτων. ἄγει δ' αὐτοὺς ξύμπαντας ἐς τὴν Καλλιούπολιν, καὶ καθίστησιν αὐτοὺς ἐς τὰ πλοῖα, ναυτίζεσθαί τε καὶ διαπορθμεύειν ἐς τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώπης τοὺς βουλομένους διαβαίνειν. ὀβολὸν δ' ἔχει ἕκαστος ἐνταῦθα, καὶ χιτῶνα τοῦ ἐνιαυτοῦ. μετ' οὐ πολὺν δὲ χρόνον μεταπέμπονται ἐς τὰς θύρας αὐτοῦ, παρέχων τε μισθόν, ὅσος ἂν ἱκανὸς εἴη ἐς τὸ ἀποζῆν αὐτούς, ἐνίοις· ἄλλοις δὲ πλείω παρέχεται. καὶ ἐς δεκαδάρχας τε καὶ πεντηκοντάρχας καὶ ἐνωμοτίας καὶ λόχους τεταγμένοι τε καὶ διακεκριμένοι στρατεύονται, κατὰ τὰ συσσίτιά τε καὶ τῇ δύσει ἡλίου εἶναι σὺν τῷ δεκαδάρχῃ ἐς τὴν σκηνήν. σκηνοῦσι δὲ οὗτοι ἀμφὶ τὸν βασιλέα, ἐς τὸν ἑαυτοῦ χῶρον ἕκαστος ἐχόμενος τοῦ ἑτέρου. ἐντὸς μέντοι τούτων οὐδενὶ ἔξεστι σκηνοῦν, πλὴν τῶν τοῦ βασιλέως παίδων καὶ τῶν θησαυρῶν τοῦ βασιλέως καὶ τοῦ κοιτῶνος. σκηνὴ δὲ ἐρυθρὰ αὐτῷ. ὁτὲ μὲν δύο, ὁτὲ δὲ καὶ τρεῖς ἵδρυνται αὐτῷ τῷ βασιλεῖ, ἀπὸ πίλου ἐρυθροῦ χρυσόπαστοι, καὶ σκηναὶ ἕτεραι ἀμφὶ τὰς πεντεκαίδεκα, πᾶσαι ἐντὸς τῶν νεηλύδων. ἐκτὸς δὲ σκηνοῦσιν οἱ λοιποὶ τῶν θυρῶν ἄνδρες, οἵτε ἀμουραχόριοι καὶ οἰνοχόοι οἱ λεγόμενοι παρ' αὐτῶν σαραπτάριοι, καὶ σημαιοφόροι οἱ λεγόμενοι ἐμουραλάμιοι, καὶ οἱ τῶν θυρῶν πρυτανεῖς, βεζίριδες οὕτω καλούμενοι, τοῦ βασιλέως ἀγγελιαφόροι. οὗτοι μὲν οὖν μεγάλοι τε ὄντες, καὶ ὡς πλείους ἐπαγόμενοι θεράποντας, πληθὺν παρέχοντας ἄπλετον. μετὰ δὲ συλικτάριδες ἔνεισι τῶν βασιλέως θυρῶν ἀμφὶ τῶν τριακοσίων, οἳ ἱππεῖς ὄντες ἀπὸ τῶν νεηλύδων ἐπὶ ταύτην παραγίνονται τὴν χώραν. μετὰ δὲ τούτους καρίπιδες οἱ ἐπήλυδες καλούμενοι, ἀπό τε Ἀσίας καὶ Αἰγύπτου καὶ δὴ καὶ Λιβύης αὐτῷ ἐς τὰς θύρας παραγενόμενοι, καὶ ἀρετῆς ἀντιποιούμενοι ἔναντι βασιλέως, μεμισθωμένοι αὐτῷ, ὁ μὲν πλείονος, ὁ δὲ ἐλάττονος. τούτων δὲ ἔχονται ἀλοφατζίδες οἱ μισθωτοὶ καλούμενοι, ἀμφὶ τοὺς ὀκτακοσίους. τούτων δὲ αὖθις ἔχονται οἱ σπαχίδες καλούμενοι, ἀμφὶ τοὺς διακοσίους. οὗτοι δ' εἰσὶν οἱ τῶν ἀρχόντων παῖδες, ὧν τοὺς μὲν ἀπὸ τοῦ κοιτῶνος ἐκβαλὼν ἐς ταύτην αὐτοὺς καθίστησι τὴν χώραν, τοὺς δὲ ἐπιλεξάμενος ἐνταῦθα ἔχει ὡς ἀνδρῶν παῖδας ἀγαθῶν γενομένους. Καὶ αἱ μὲν θύραι, ὡς ξυνελόντι μοι φάναι, οὕτω τετάχαται· δύο δὲ ὑπὸ βασιλέως ἐς ξύμπασαν αὐτῷ τὴν ἀρχὴν καθίστανται στρατηγοί, ὁ μὲν τῆς Εὐρώπης, ὁ δὲ τῆς Ἀσίας. καὶ τούτων ἑκατέρῳ ἕπονται τά τε στρατεύματα καὶ οἱ ἄρχοντες, ὅποι ἂν ἐξηγῶνται, ἐπειδὰν ἐπαγγείλῃ αὐτοῖς ὁ βασιλεύς. ἕπονται δὲ αὐτοῖς καὶ οἱ ὕπαρχοι παρ' αὐτοῖς σημαιοφόροι καλούμενοι· ἐπειδὰν γὰρ ἐς τὴν ἀρχὴν ταύτην ὑπὸ βασιλέως καθίστηται, σημαίᾳ τε δωρεῖται αὐτὸν ὁ βασιλεὺς ὡς στρατηγῷ γενομένῳ καὶ πολλῶν ἄρχοντι πόλεων. τούτῳ δ' αὖ τῷ ὑπάρχῳ ἕπονται οἱ τῶν πόλεων ἄρχοντες, ὅποι στρατεύηται. χωροῦσι δὲ ἅπαντες κατὰ ταῦτα ἑπόμενοι τοῖς σφετέροις αὐτῶν ἄρχουσί τε καὶ στρατηγοῖς, ἐπειδὰν ἐς τὸ βασιλέως παραγένωνται στρατόπεδον. αὕτη σχεδὸν ἡ τῶν στρατευμάτων αὐτῷ διάταξις. οἱ μέντοι ἱπποδρόμοι τάττονται καὶ οὗτοι ἐς τοὺς σφῶν αὐτῶν ὑπάρχους. οἱ δὲ ἀζάπιδες ὑφ' ἑνὶ ἄρχοντι ἑπόμενοι, ἐς ταὐτὸ γιγνόμενοι στρατεύονται. Ἀμουράτης μὲν οὖν ὡς ἐπέλασε, καὶ ἐπολιόρκει Βυζάντιον ἀπὸ θαλάττης εἰς θάλατταν, τηλεβόλοις τε ἔτυπτε τὸ τεῖχος καὶ ἐπειρᾶτο, οὐ μέντοι κατέβαλέ γε. εἷλκον δὲ οἱ λίθοι τῶν τηλεβόλων σταθμὸν τρία ἡμιτάλαντα, ὥστε ἀντεῖχε τὸ τεῖχος ὀχυρόν τε ὂν πρός τε τούτους τοὺς τηλεβόλους, καὶ οὐδαμῇ ὑπεῖκον. δοκεῖ μὲν οὖν ὁ τηλεβόλος οὐ πάνυ παλαιὸς εἶναι, ὥστε συνιέναι ἡμᾶς ἐπὶ νοῦν ἐληλυθέναι τοῖς παλαιοῖς τὸ τοιοῦτον. ὅθεν μέντοι ἀρχὴν ἐγένετο, καὶ τίνες ἀνθρώπων ἐς τὴν τοῦ τηλεβόλου ἀφίκοντο πεῖραν, οὐκ ἔχω διασημῆναι ἀσφαλῶς· οἴονται μέντοι ἀπὸ Γερμανῶν γενέσθαι τε τούτους, καὶ τούτοις ἐπὶ νοῦν ἀφῖχθαι ταύτην τὴν μηχανήν. ἀλλ' οἱ μὲν τηλεβολίσκοι ἀπὸ Γερμανῶν καὶ ἐς τὴν ἄλλην κατὰ βραχὺ ἀφίκοντο οἰκουμένην· οἱ δὲ τηλεβόλοι, οὐκ ἂν εἰδείην σαφῶς ἰσχυρίζεσθαι, ὅθεν ἐγένοντο τὴν ἀρχήν. τὴν δὲ ἰσχύν τε καὶ φορὰν τὴν ἀμήχανον, ᾗ ἐπιφερόμενος ὁ λίθος, ὅποι ἂν γένοιτο, μεγίστην τοῖς σώμασιν ἐπιφέρεται βλάβην, ἥ τε κόνις παρέχεται τῷ παντί, καὶ ἀπὸ ταύτης ἐνήνεκται. τῆς δὲ κόνεως τὸ νίτρον ἔχει τὴν δύναμιν, ἄνθρακί τε καὶ θείῳ ἐπιμιγνυμένη. οὕτω δὲ ὡς ἄμεινον ἔχει τὰ τῆς οἰκουμένης ἐς τὰ ὅπλα· διὸ καὶ ἀρετῆς ἔλαττον ἴσχει αὐτῇ τὴν δαιμονίαν ἐκείνην φοράν. δοκεῖ δὲ γενέσθαι σιδηρήεις μὲν τὸ πρῶτον, μετὰ δὲ τὴν τοῦ χύματος καλουμένου ἐπιφράσασθαι πεῖραν, τοῦ χαλκοῦ σὺν τῷ κασσιτέρῳ μεμιγμένων, εὐδοκιμεῖν ἐς τὸ ἀφιέναι τὸν λίθον ἄμεινόν τε καὶ βιαιότερον. τὸ μέντοι σχῆμα διεξιέναι οἷόν ἐστι, περίεργον μέντ' ἂν εἴη πᾶσι καθορῶσιν ἁπανταχῇ. ἐπίμηκες δ' ὄν, ὅσον δ' ἂν εἴη ἐπιμηκέστερον, τοσούτῳ ἐπὶ μήκιστον ἀφίησι τὸν λίθον, ὥστ' ἂν γενέσθαι τηλεβόλον, ᾗ ἐπυθόμεθα, ἀφιέντα τὸν λίθον ἐπὶ ἑβδομήκοντα σταδίους, πέριξ σειομένην τὴν γῆν κατ' ἄμφω τὼ διαστήματε. δοκεῖ δ' ἡ τοῦ πυρὸς αὕτη δύναμις τόν τε ψόφον ἀπεργάζεσθαι καὶ τὴν φοράν, ᾗ ὁ λίθος φέρεται· βιαζόμενον γὰρ τὸ στοιχεῖον τοῦτο πάμμεγα καὶ δαιμόνιόν τι δύνασθαι δοκεῖ, ᾗ δὴ καὶ τὸν σκηπτὸν ἀπεργάζεται τὸ πνεῦμα εἰς τὸ πῦρ μεταβάλλον. εἴτε μὲν οὖν τὸ μὴ κενὸν συγχωρεῖσθαι, τόν τε ψόφον γίνεσθαι καὶ τὴν φοράν, εἴτε ταύτῃ τοῦ πυρὸς τιθεμένου τῇ δυνάμει, ἐπειδὰν προσβιαζόμενον ὕλης ἐπιλάβηται, ἀνάγκῃ ταῦτα ἀπεργαζόμενον, ἴσχειν ἄμφω ταῦτα. δοκεῖ δὲ τοῦ πυρὸς τὴν δύναμιν εἶναι ταύτην ξύμπασαν, καὶ τὴν κόνιν αὔξειν πεφυκυῖαν τὴν τοῦ πυρὸς δύναμιν διὰ τοῦ πυρὸς κινεῖν τε ἀμήχανον καὶ βάλλειν μακρότατα. Τότε μὲν οὖν Ἀμουράτης ὁ Μεχμέτεω τηλεβόλοις καὶ ἄλλαις μηχαναῖς πειρασάμενος τοῦ τείχους περὶ ἡμέρας ἱκανὰς προσέβαλε τῷ τείχει ἁπανταχῇ καὶ ἑλεῖν. ἐπειρᾶτο. ἐξεκρούσαντο δὲ αὐτὸν ἀπό τε τῶν κλιμάκων καταβαλόντες οἱ Ἕλληνες τοὺς βασιλέως νεήλυδας, καὶ ἐνίων ἀποταμόμενοι τὰς κεφαλὰς ἀπηνέγκαντο. Ἀμουράτης δ', ὡς οὐδὲν προεχώρει ἡ τοῦ ἄστεως αἵρεσις, ἤσχαλλέ τε καὶ ἠθύμει, ᾤετο δὲ αἱρήσειν τὴν πόλιν. διατρίβοντι δὲ αὐτῷ ἐπεκηρυκεύοντό τε οἱ Ἕλληνες· ἀλλ' οὐδ' ὣς ἤθελεν αὐτοῖς σπένδεσθαι. μετ' οὐ πολλὰς δὲ ἡμέρας ἀπεχώρει ἐπ' οἴκου, καὶ τὰ στρατεύματα αὐτῷ διῆκεν. οἱ μὲν οὖν Ἕλληνες πρέσβεις τε ἔπεμπον παρὰ Ἀμουράτην καὶ ἐδέοντο· ὁ δὲ ἀπεπέμπετο καὶ οὐ προσίετο τὴν ἀξίωσιν. μετὰ δὲ ταῦτα, ὡς πειρωμένοις τοῖς Ἕλλησι τῶν σπονδῶν οὐδὲν προεχώρει, τρέπονται ἐπὶ τὸν Μουσταφᾶν τὸν Μεχμέτεω παῖδα. ἔτυχε δὲ διατρίβων παρὰ τῷ Καραμάνῳ τὴν δίαιταν ποιούμενος. πρέσβεις δὲ πέμψαντες μετεπέμποντο ἐπὶ Βυζάντιον τὸν παῖδα, γεγονότα ἀμφὶ τὰ τρισκαίδεκα ἔτη. ἐπεὶ δὲ ἀφίκετο ἐς Βυζάντιον ὁ παῖς, ἔπεμπε λόγους παρὰ τοὺς Τούρκους, μεγάλα τε ὑπισχνούμενος, καὶ μετιὼν ἕκαστον ἐπηγγέλλετο διπλασίω πάντων, ὧν εἶχεν ὑπὸ Ἀμουράτεω. καὶ ηὐτομόλησαν μέν τινες Τοῦρκοι παρὰ τὸν παῖδα, οὐ πολλοὶ δέ. ὁ μέντοι παῖς τὴν Ἀσίαν διαβάς, συνεπιλαβομένου καὶ τοῦ Ἑλλήνων βασιλέως, τό τε Ἱερὸν καλούμενον ἐξεπολιόρκησε, καὶ προσελαύνοντι αὐτῷ διὰ τῆς Ἀσίας προσεχώρουν τε οἱ τῆς Ἀσίας Τοῦρκοι ἅτε βασιλέως παιδὶ ὄντι. ἐνταῦθα Ἀλιάζης ὁ οἰνοχόος ἐπίκλην, τοῦτον τὸν παῖδα ἐπιτετραμμένος ὑπὸ Μεχμέτεω, συντίθεται προδοσίαν τῷ Ἀμουράτῃ, ὥστε καταπροδοῦναι αὐτῷ τὸ παιδίον. καὶ ὡς συνέθετο αὐτῷ, ἔπρασσεν, ὥστε τὸν παῖδα αὐτῷ παραδοίη, διεσήμαινέ τε πέμπων ἄγγελον, ὅποι διατρίβων τυγχάνοι ὁ παῖς. ὡς μὲν οὖν ἐς Νίκαιαν ἀφίκετο ὁ παῖς, τήν τε Νίκαιαν ὑπηγάγετο, καὶ ἐνταῦθα διατρίβων ὁ παῖς μετῄει τοὺς κατὰ τὴν Ἀσίαν ἀρίστους. καὶ ὡς ἤδη χειμὼν ἦν, διεκωλύετο ἐς τὸ πρόσω τῆς Ἀσίας ἰέναι. ἐνταῦθα πυθόμενος Ἀμουράτης παρὰ Ἀλιάζεω τοῦ σαραπτάρη τήν τε διατριβὴν τοῦ παιδὸς ἐν τῇ πόλει, λαβὼν ἀμφὶ τοὺς ἑξακισχιλίους τῶν θυρῶν, ὡς εἶχε τάχους, ἀφικόμενος ἐπὶ τὸν Ἑλλήσποντον καὶ διαβὰς ἤλαυνεν εὐθὺ Βιθυνίας. ἐπιπεσὼν δὲ ἄφνω ἐς τὴν πόλιν συλλαμβάνει τε τὸν παῖδα αὐτοῦ ταύτῃ, παραδιδόντος αὐτῷ τοῦ Ἀλιάζεω. ὁ μὲν γὰρ παῖς, ἅτε τοῦτο πυθόμενος, κατέφυγεν ἐπ' αὐτόν, ὡς ἐπὶ σωτηρίαν σφίσι τράπωνται· ὁ δὲ κελεύων μὴ δεδοικέναι τὸν παῖδα, ἐπέμενε τὸν ἀδελφὸν τοῦ παιδός, καὶ ἐλθόντι ἐς τὰ βασίλεια τῆς πόλεως ἐνεχείρισε τὸν παῖδα αὐτῷ. τοῦτον μέντοι ὁ Ἀμουράτης λαβὼν ἀγχόνῃ ἀνεῖλεν, ᾗ νομίζεται παρ' αὐτοῖς. λέγεται δὲ Τεζετίνην ἄνδρα γένους τοῦ βασιλείου τοῦ Ἐρτζιγγάνης βασιλέως, ἀφικόμενον τῷ παιδὶ σύμμαχον, ὡς ἐπύθετο τοὺς πολεμίους ἐπὶ τὴν πόλιν ἀφῖχθαι, ἐλάσαντα ἐς μέσους τοὺς πολεμίους τόν τε Μιχαλίην τὸν τῆς Εὐρώπης στρατηγὸν καὶ πρυτανέα ἀνελεῖν, πολέμιον αὐτῷ ὄντα, καὶ συχνοὺς ἄλλους ἀνελόντα καὶ αὐτὸν τελευτῶντα ἀποθανεῖν. Τότε μὲν δὴ Ἕλληνες οὕτω ἐπεπράγεισαν, ἑλόμενοι αἵρεσιν ἐναντίαν τῷ Ἀμουράτῃ· τὴν μέντοι Θέρμην τῆς Μακεδονίας ἀπέδοντο Ἑνετοῖς, ἀδύνατα εἶναι νομίζοντες σφίσι παραδοῦναι τὴν πόλιν ἐς τὸν περιόντα τότε Ἀμουράτεω. Ἀμουράτης μὲν δὴ ἐπὶ Θέρμην μετὰ ταῦτα ἐστρατεύετο, καὶ ἐπολιόρκει τὴν πόλιν προσέχων ἐντεταμένως, καὶ προσῆγε τῷ τείχει μηχανάς. καὶ οὐδὲν προὐχώρει αὐτῷ ἡ τῆς πόλεως αἵρεσις. ἐνταῦθα, ὡς λέγεται, συντίθεται τοῖς ἐν τῇ πόλει προδοσίαν· ᾧ, λέγεται, ὑπορύσσοντες ἀπὸ τῶν οἰκιῶν ὀρύγματα ἐκτὸς φέροντα καὶ ἑάλωσαν ὑπὸ Οὐενετῶν, ᾗ λέγεται. καὶ οἱ ὀρύσσοντες ἀπέδρασαν ἐς τὸ τοῦ Ἀμουράτεω στρατόπεδον, καταβάντες ἀπὸ τοῦ τείχους. ὕστερον μέντοι ἀπὸ τῆς ἄκρας ὡς προσέβαλεν, εἷλέ τε κατὰ κράτος τὴν πόλιν καὶ ἠνδραποδίσατο. τοὺς μέντοι νεήλυδας πυνθάνομαι ἀναβάντας ἐς τὸ τεῖχος ἑλεῖν τε τὴν πόλιν, καὶ ἐπισπομένων τῶν ἄλλων ἁλῶναί τε τὴν πόλιν καὶ ἐπὶ ἀνδραποδισμῷ πρὸς τοῦ βασιλέως γενέσθαι. ἀνδραποδισάμενον μέντοι τὴν πόλιν ταύτην οὐδένα ἐξελέσθαι τοῦ ἀνδραποδισμοῦ ἐπυθόμεθα Ἀμουράτην, ὥστε λογίζεσθαι ἡμᾶς ἔχειν, διὰ τὴν προδοσίαν ἐξείλετο αὐτούς. ἐγένετο μὲν οὖν αὕτη μεγίστη δὴ τοῖς Ἕλλησι καὶ οὐδεμιᾶς τῶν πρόσθεν γενομένων αὐτοῖς συμφορῶν λειπομένη. οἵ τε ἄνδρες τῆς πόλεως ἀνὰ τὴν Ἀσίαν τε καὶ Εὐρώπην, αἰχμάλωτοι γενόμενοι, περιήγοντο ἀνδραποδισθέντες. ἡ μέντοι Οὐενετῶν φυλακὴ ἐν τῇ πόλει οὖσα, ὡς ᾔσθετο ἁλῶναι ἤδη τὴν πόλιν, ὥρμητο φυγεῖν ἐπὶ τὴν θάλατταν καὶ ἐπὶ τὰς ναῦς, καὶ ἐμβάντες εἰς ταύτας, ὅσαι σφίσι παροῦσαι ἐτύγχανον, ᾤχοντο ἀποπλέοντες. ἡ μὲν δὴ πόλις αὕτη Ἑλληνὶς μεγάλη τε οὖσα καὶ εὐδαίμων ἑάλω ὑπὸ Ἀμουράτεω. τὴν μέντοι πόλιν ἐπέτρεπε τοῖς αὐτοῦ ταύτῃ τῶν περιοίκων ἐνοικῆσαι. Αὐτὸς δὲ οἴκαδε ἐπανιὼν ἔπεμψε τὸν τῆς Εὐρώπης στρατηγὸν Καρατζίαν. ἐπὶ Ἰωάννινα πόλιν τῆς Αἰτωλίας, τὸ τῆς Εὐρώπης στράτευμα αὐτῷ παραδούς. ὁ δὲ ὡς ἀφίκετο ἐπὶ τὴν Αἰτωλίαν, τήν τε χώραν ἐπέδραμε, καὶ ἐληΐσατο, ὅσα ἔφθη καταλαβεῖν ἄφνω, μετὰ δὲ ταῦτα ἐλάσας ἐπολιόρκει τὴν πόλιν. Κάρουλος μέντοι ὁ ἡγεμὼν τῆς πόλεως ἤδη ἐτελεύτησε· καὶ ἐπειδὴ παῖς αὐτῷ ἐκ τῆς γυναικὸς αὐτοῦ τῆς Ραινερίου θυγατρὸς οὐκ ἐγένετο, νόθοι δὲ ἐγένοντο παῖδες, ὅ τε Μέμνων καὶ Τύρνος καὶ Ἑρκούλιος οἱ πρεσβύτεροι, διένειμε τούτοις μὲν τὴν ἐντὸς τοῦ Ἀχελῴου χώραν Ἀκαρνανίας ἐπινέμεσθαι, τὸν δὲ ἀδελφιδοῦν αὐτοῦ, τὸν Λεονάρδου παῖδα, κατέλιπε διάδοχον ξυμπάσης ἤδη τῆς ἀρχῆς αὐτοῦ, καὶ τήν τε Ἄρτην τῆς Ἀμπρακίας μητρόπολιν καὶ Αἰτωλίαν τε καὶ τὴν πόλιν κατέλιπε Καρούλῳ τῷ ἀδελφιδῷ. οἱ μέντοι νόθοι παῖδες αὐτῷ οὐκ εἰς μακρὰν διενεχθέντες ἀφίκοντο ἐπὶ τὰς βασιλέως θύρας. Μέμνων δ' αὖ ἀφικόμενος, ὡς ἐδόκει τε τῶν ἄλλων συνέσει τε καὶ ἀξιώσει προέχειν, οὗτος δὲ ἀφικόμενος παρὰ τὸν βασιλέα προὐκαλεῖτο τε καὶ ἠξίου ἐπὶ τὴν χώραν σφᾶς τὴν πατρῴαν κατάγειν. διὸ δὴ ἐλάσας σὺν τῷ τῆς Εὐρώπης στρατεύματι εἰσῄει. ὁ δὲ τῆς Εὐρώπης στρατηγὸς τὴν τῶν Ἰωαννίνων πόλιν ἐπολιόρκει, καὶ χρόνον ἐνδιατρίβων τῇ πολιορκίᾳ, ὡς οὐδὲν ἀνίει πολιορκῶν, ὁρῶντες οἱ τῆς πόλεως καὶ ὁ τῆς χώρας ἡγεμών, ἐντὸς ἀπειλημμένος καὶ πολιορκούμενος, προὐκαλεῖτο τὸν στρατηγὸν ἐπὶ ξύμβασιν, καὶ αἰτεῖτο αὐτὸν δοθῆναι αὑτῷ τήν τε ἄλλην χώραν τῆς Ἀκαρνανίας καὶ τῆς Ἠπείρου παρὰ βασιλέως, καὶ σπονδὰς αὐτῷ ἐπὶ τούτῳ γενέσθαι, καὶ οὕτω παραδιδόναι τὴν πόλιν. τούτου δὴ γενομένου τήν τε πόλιν παρέλαβε τὸ τοῦ βασιλέως στράτευμα, καὶ αὐτῷ συνεχώρει τὴν Ἀκαρνανίαν καὶ τὴν ἄλλην Ἤπειρον ἐπινέμεσθαι, φόρον ἀπάγοντα τῷ βασιλεῖ τοῦ ἐνιαυτοῦ, καὶ αὐτὸν φοιτῶντα ἐς τὰς βασιλέως θύρας. ὕστερον δὲ ἀφικόμενοι οἱ τοῦ Καρούλου ἡγεμόνος παῖδες, ὅ τε Ἑρκούλιος καὶ Μέμνων, καὶ οὐκ ὀλίγα κατασχόντες τῆς χώρας ἐπαγομένων τῶν ἐποίκων αὐτούς, πράγματά τε παρεῖχον τῷ ἀνεψιῷ αὐτῶν, καὶ ἦγον καὶ ἔφερον τὴν χώραν καὶ ἐπολέμουν. ὁ μέντοι Κάρουλος καὶ ἀπὸ τῶν θυρῶν τοῦ βασιλέως στράτευμα ἐπαγόμενος ἐπὶ τούτους καὶ ἀπὸ Ἰταλίας, ὡς οὐδὲν ἤνυεν, ἐσπένδετό τε αὐτοῖς καὶ καθυφίετο τῆς χώρας, ἧς ἦρχον, ἐφ' ᾧ μηκέτι αὐτῷ τοῦ λοιποῦ παρέχειν πράγματα. Αἰτωλία μὲν δὴ οὕτω ἐγένετο ὑπὸ βασιλεῖ Ἀμουράτῃ· μετὰ δὲ ταῦτα ὡς Ἕλληνες ἰόντες ἐς τὰς θύρας ἠξίουν σφίσι σπένδεσθαι, εἰρήνην μέντοι ἐποιήσαντο, ἐφ' ᾧ τόν τε Ἰσθμὸν καθελεῖν καὶ μηδὲν ἔτι νεωτερίζειν τοῦ λοιποῦ. τὸν μέντοι Τουραχάνην ἐπὶ Πελοπόννησον πέμψας τήν τε Οὐενετῶν χώραν ἐδῄου, καὶ τὸν Ἰσθμὸν καθεῖλε καὶ πολίσματα ἄττα ἑλὼν τῶν Οὐενετῶν ἠνδραποδίσατο. ἐνταῦθα μὲν οὖν ἐξιόντι ἀπὸ Πελοποννήσου συνελέγοντο οἱ τῆς Πελοποννήσου Ἀλβανοὶ περὶ τὴν μεσόγαιον, Δαβίην καλουμένην χώραν, καὶ σφίσι στρατηγὸν ἐστήσαντο, καὶ ἀπόστασιν ἐβουλεύοντο ἀπὸ Ἑλλήνων, ὡς τὸ Τουραχάνεω στράτευμα διαφθείρωσι. Τουραχάνης μέντοι ὡς ἐπύθετο τοὺς Ἀλβανοὺς ἐπ' αὐτὸν ὁμόσε ἰόντας ὡς διὰ μάχης, ὡς οὐκ ἠδύνατο διαφυγεῖν, παρετάξατό τε εἰς μάχην. καὶ οἱ Ἀλβανοὶ συνταξάμενοι καὶ αὐτοὶ ἐπῄεσαν, καὶ ἐς χεῖρας ἐλθόντες οὐδὲ ἐδέξαντο τοὺς Τούρκους, ἀλλ' ἐτράποντο ἐς φυγήν. ἐνταῦθα ἐπεξελθὼν ὁ Τουραχάνης ἐπιδιώκων πολλούς τε ἀνεῖλεν ἐν τῇ διώξει, καὶ οὓς ἐζώγρησεν ἀμφὶ τοὺς ὀκτακοσίους, αὐτοῦ ἅπαντας διεχρήσατο, καὶ ταῖς κεφαλαῖς αὐτῶν πυργία ἐποικοδομησάμενος ἀπῄει ἐξελαύνων. τούτῳ μὲν οὖν τἀνδρὶ ἔστι καὶ ἄλλα ἀποδεδειγμένα ἔργα ἐς ἀφήγησιν οὐκ ἀχρεῖα, δι' ἃ δὴ εὐδοκιμῶν παρὰ βασιλεῖ ἐπὶ τὴν τοῦ Βρενέζεω χώραν ἐχώρει. καὶ ἐπὶ Δακίαν οὐ πολλῷ ὕστερον πεμφθεὶς ὑπὸ Ἀμουράτεω τήν τε χώραν ἐδῄωσε, καὶ στρατὸν αὐτοῦ συλλεχθέντα οὐ σμικρὸν ἐτρέψατο, καὶ νίκην ἀνείλετο περιφανῆ ἀνδράποδά τε καὶ λείαν πολλήν. Τοῖς μὲν οὖν Ἕλλησι θαμὰ ἰοῦσιν ἐπὶ τὰς θύρας αὐτοῦ, καὶ ἄνδρας τοὺς παρὰ σφίσι πρωτεύοντας ἄλλους τε δὴ καὶ Νοταρᾶν τὸν Λουκᾶν ὄλβιον ἐπιπέμψασι, σπονδὰς ἐποιήσατο. ὁ μὲν οὖν Ἑλλήνων βασιλεύς, ὡς εἰρήνη ἐγένετο, ἔπλει ἐπὶ Πελοπόννησον, μεταπεμπομένου τοῦ ἀδελφοῦ Θεοδώρου τοῦ Σπάρτης ἡγεμόνος, ὅς, ὡς καὶ πρότερον λέξεως, διὰ τὸ πρὸς τὴν γυναῖκα αὐτοῦ τὴν ἀπὸ Ἰταλίας ἔχθος αὐτῷ γενόμενον ὥρμητο ἐπὶ τὴν Ναζηραίων ἰέναι δίαιταν. ὡς μέντοι ἐς Πελοπόννησον ἀφίκετο ὁ Βυζαντίου βασιλεύς, τόν τε ἀδελφὸν αὐτοῦ Κωνσταντῖνον ἐπαγόμενος ὡς διαδεξόμενον τὴν ἀρχήν, μετεμέλησέ τε αὐτίκα καὶ οὐκ ἔφασκεν ἰέναι ἔτι, μὴ ἐπιτρεπόντων τῶν τῆς χώρας ἀρίστων. διηλλάγη μέντοι καὶ τῇ γυναικὶ μετὰ ταῦτα, καὶ ἐβίου ἡδέως συνὼν αὐτῇ τοῦ λοιποῦ. ὁ μέντοι Ἑλλήνων βασιλεὺς πρός τε τὸν τῆς Ἠπείρου ἡγεμόνα τὸν Κάρουλον πόλεμον ἐξήνεγκε, καὶ Κλαρεντίαν τῆς Ἤλιδος μητρόπολιν ἐπολιόρκει. μετ' οὐ πολὺν δὲ χρόνον, ὡς οὐδὲν αὐτῷ προεχώρει πολιορκοῦντι, ἡρμόσατο τὴν ἀδελφιδοῦν ἡγεμόνος, Λεονάρδου δὲ θυγατέρα, ἐπὶ τῷ ἀδελφῷ Κωνσταντίνῳ, ὥστε καὶ ἡ πόλις αὕτη ἐδόθη αὐτῷ ἐς φερνήν. καὶ βασιλεὺς Ἑλλήνων ἐπολιόρκει Πάτρας τῆς Ἀχαΐας, μετὰ δὲ ταῦτα καταλιπὼν τὸν ἀδελφὸν αὐτοῦ Κωνσταντῖνον ᾤχετο ἀποπλέων ἐπὶ Βυζαντίου. τῷ μέντοι ἀδελφῷ αὐτοῦ Κωνσταντίνῳ ὡς τὰ περὶ τὴν πόλιν προσεχώρησε καὶ πολιορκῶν οὐκ ἀνίει τὴν πόλιν, συντίθενται οἱ τῆς πόλεως ἄνδρες προδοσίαν αὐτῷ, καὶ ἐπαγόμενοι τὴν πόλιν παρεδίδοσαν, ἀπόντος τοῦ ἀρχιερέως αὐτῆς ἐν Ἰταλίᾳ, ὅσον διατρίβοντος χρόνον, ἐπικουρίας δεόμενον παρὰ τοῦ Ρωμαίων ἀρχιερέως. ταύτην μὲν οὖν τὴν πόλιν Ἀχαΐας οἱ ἀπὸ Ἰταλίας Πελοποννήσου ἡγεμόνες, τοῦ Ζαχαριῶν οἴκου, διιόντες, ὁ μὲν ἄρχων τε καὶ ἡγεμὼν κατελείφθη τῆς χώρας, τῷ δὲ ἑτέρῳ διατρίβοντι παρὰ τῷ Ρωμαίων ἀρχιερεῖ ταύτην ἐπέδωκε τὴν πόλιν ἀρχιερεῖ γενομένῳ ἐπιτροπεύειν. ἡ μέντοι πόλις παρελθοῦσα ἐς τὸν Ρωμαίων ἀρχιερέα ἐλάμβανεν ἀρχιερέα, ὃν ἂν ἐπιπέμψει ἐς σφᾶς τοῦ ἐπιτροπεύειν τὴν πόλιν· καὶ τότε δὴ Μαλατεσταίων τοῦ οἴκου ἐπεπόμφει τοῖς ἐν τῇ πόλει ἀρχιερέα. ταύτην μὲν οὖν τὴν πόλιν ἐπεί τε παρέλαβε Κωνσταντῖνος, τήν τε ἀκρόπολιν ἐπολιόρκει ἐπ' ἐνιαυτόν· μετὰ δὲ ταῦτα προσεχώρησεν αὐτῷ. τὴν μέντοι Ἤλιδος μητρόπολιν εἷλον αἱ τοῦ ἀρχιερέως τριήρεις. ἐπείτε γὰρ ἐπύθετο τὴν πόλιν τῆς Ἀχαΐας ἁλῶναι ὑπὸ Ἑλλήνων, ἔπεμψε δέκα, εἰ δύναιντο τὴν πόλιν αὐτῷ παραστήσασθαι. αὗται μὲν οὖν ἐπὶ Ἀχαΐαν οὐκέτι ἀφίκοντο, ἐπὶ δὲ τὴν Κλαρεντίαν ἀφικόμεναι ἀπόντος αὐτῇ τοῦ ἄρχοντος, καὶ φρουρᾶς οὐκ ἐνούσης ἐν τῇ πόλει, εἰσελθόντες λάθρᾳ τὴν πόλιν κατέσχον καὶ ἠνδραποδίσαντο. ὕστερον δὲ ἀποδιδόμενοι ταύτην τῷ βασιλέως ἀδελφῷ πεντακισχιλίων χρυσίνων ἀπέπλευσαν ἐπὶ Ἰταλίας. ξυνέβησαν δὲ τῇ πόλει ταύτῃ καὶ τύχαι ἄλλαι πρότερον γενόμεναι. Ὀλιβέριος γὰρ δὴ ἀπὸ Ἰταλίας ὁρμώμενος, ἔχοντος ταύτην τοῦ τῆς Ἀχαΐας ἡγεμόνος, ἐπεισελθών τε ἄφνω καὶ καταλαβὼν τὴν πόλιν ἠνδραποδίσατο, καὶ τὴν θυγατέρα ἡγεμόνος ἐς γυναῖκα αὑτῷ ἠγάγετο. καὶ ταύτην μέντοι οὗτος ἀποδόμενος τῷ τῆς Ἠπείρου ἡγεμόνι ᾤχετο ἐς Ἰταλίαν. καὶ τότε μὲν δὴ ἁλοῦσαν ὑπὸ τῶν ἀρχιερέως τριηρῶν αὖθις ἐξωνησάμενος ἀπέλαβε. διέφερον μὲν οὖν καὶ πρὸς τὸν τῆς Ἀχαΐας ἡγεμόνα, Ἰταλικὸν Κεντηρίωνα, οἱ Ἕλληνες τὸν πόλεμον ἐπὶ συχνόν τινα χρόνον· μετὰ δὲ ταῦτα ἐπιγαμίαν ποιησάμενοι ἐπὶ τῷ βασιλέως παιδὶ τῷ νεωτέρῳ Θωμᾷ, ἁρμοσάμενοι τὴν θυγατέρα τοῦ ἡγεμόνος, καὶ τήν τε χώραν ἐς φερνὴν αὐτοῦ ἐπέδωκαν τῆς Μεσήνης τε καὶ Ἰθώμης, πλὴν τῆς παραλίου Ἀρκαδίας, σπονδάς τε ἐποιήσαντο. καὶ ταύτην μὲν οὖν, ἐπεί τε ἐτελεύτησε, παρέλαβε Θωμᾶς ὁ τοῦ βασιλέως ἀδελφός, καὶ τήν τε γυναῖκα τοῦ Κεντηρίωνος εἶχεν ἐν φυλακῇ, ἐς ἣν δὴ καὶ ἐτελεύτησε. Οὕτω μὲν οὖν ἡ Πελοπόννησος ἀπὸ Ἰταλῶν ἐς τοὺς Ἕλληνας περιῆλθεν. Ἕλλησι μὲν οὖν οὕτω προσέφερε τὰ πράγματα, ὑπαγομένοις σφίσι τὴν Πελοπόννησον· Ἀμουράτης δὲ ὁ Μεχμέτεω ἐστρατεύετο ἐπὶ τὴν Τριβαλλῶν χώραν. καὶ πρότερον μέν, ἐπεί τε ἐξήνεγκε πόλεμον, στρατεύματα ἐπιπέμψας ἐδῄου τὴν χώραν. καὶ τότε δὴ οὖν, ὡς ἐπύθετο ὁ τῶν Τριβαλλῶν ἡγεμὼν ἐπιέναι ἐπ' αὐτὸν βασιλέα, πρέσβεις τε ἐπεπόμφει, καὶ ἠξίου σπονδὰς ποιεῖσθαι, ἐφ' ᾧ ἂν ἀπάγειν φόρον, ὃν ἂν τάξηται αὐτῷ βασιλεύς, καὶ πείσεσθαι, ὅ τι ἂν κελεύοι αὐτῷ. ἐνταῦθα Ἀμουράτης ἄγεται τὴν θυγατέρα τοῦ Τριβαλλῶν ἡγεμόνος. ἐπιπέμψας δὲ Σαραζίην τὸν τῶν θυρῶν ἡγεμόνα ἠγάγετό τε τὴν γυναῖκα, τοῦ Χαλίλεω ἀνάγοντος, παρ' αὐτῷ μέγα εὐδοκιμοῦντος, κατὰ τὰ βασίλεια αὐτοῦ. μετὰ δὲ ταῦτα ἤλαυνεν ἐπὶ Καραμᾶνον τὸν Ἀλισούριον, ἡγεμόνα τῆς Καρίας, τά τε ἄλλα αἰτιασάμενος, καὶ ὅτι τὸν ἀδελφὸν αὐτοῦ τὸν νεώτερον ἔχων παρ' ἑαυτῷ ἔπεμψεν ἐπὶ τοὺς Ἕλληνας. ἐπιὼν δὲ σὺν στρατεύματι πολλῷ τὴν χώραν ἐδῄου, ἐκλελοιπότος αὐτὴν τοῦ Καραμάνου καὶ τὰ ἄκρα κατέχοντος τῶν ὀρέων. ἐστὸν δὲ αὐτῷ δύο πόλεε, ἡ μὲν Λάρανδα λεγομένη, ἡ δὲ τὸ Ἰκόνιον, πόλις μεγάλη τε οὖσα τὸ παλαιὸν καὶ εὐδαίμων, ἐν ᾗ καὶ βασιλὶς ἦν τῶν πρόσθεν βασιλέων τοῦ γένους τούτου· ἅτε γὰρ τῶν ὀρέων τῆς χώρας ἰσχυρῶν ὄντων καὶ οὐκ εὐπετῶν ἐπιβῆναι, ὁρμώμενοι τὴν ταύτῃ χώραν περίοικον ἦγον καὶ ἔφερον καὶ κατὰ βραχὺ προϊόντες κατεστρέφοντο. ἔστι δ' ἡ πόλις αὕτη εὐνομουμένη ἀπὸ τοῦ πάνυ παλαιοῦ. Λάρανδα δὲ ἡ πόλις ᾤκηται μὲν αὕτη ὑπὸ τὴν ὑπώρειαν τῶν ταύτῃ ὀρέων, καὶ οὐ πάνυ ἑάλω τινὶ ὀχυρώματι. ἡ δὲ χώρα ἐπιόντος τοῦ Ἀμουράτεω ὑπέμενέ τε καὶ οὐκ ἐξέλιπεν· οὐ γὰρ δὴ νομίζεται Τούρκους γε ὄντας αὐτοὺς ἀνδραποδίζεσθαι, ἐς τὰ αὐτά τε ἅμα ἤθη καὶ ἐς τὴν αὐτὴν δίαιταν καθισταμένους. ὁ μέντοι Καραμᾶνος οὗτος ὅμορός ἐστι τῇ Πισιδῶν χώρᾳ καὶ τῇ Τουργούτεω. οἱ δὲ Πισιδῖται οὗτοι καὶ Βαρσάκιδες καλούμενοι νομάδες μέν εἰσι καὶ γλώττῃ τῇ Τούρκων διαχρώμενοι, λῃστρικώτερον δὲ βιοτεύουσι, τήν τε Συρίαν ληϊζόμενοι καὶ τὴν ἄλλην σφίσιν χώραν, καὶ δὴ τὴν Καραμάνου διαπολεμοῦντες ληΐζονται. ἄρχοντες δὲ σφίσιν ἐφεστῶτες καὶ ληϊζόμενοι τῆς τε λείας τὸ ἐπιβάλλον μέρος αὐτοί τε διαλαγχάνουσι, καὶ τοῖς οἴκοι ἐπὶ ταῖς γυναιξὶν ἐπιμένουσιν ἐπιδιελόμενοι διδόασι τὸ ἄλκιμον μέρος. Τουργούτης δὲ τῆς Φρυγίας χώρας ἐπάρχει τε, καὶ ἐπὶ Ἀρμενίαν ἥκει καὶ Καππάδοκας ἡ χώρα αὐτοῦ. τὸ δὲ Τουργούτεω γένος δοκεῖ νεώτερον γεγονέναι ὑπὸ Ἀμουράτῃ, καὶ ἐπικαταβὰν ἐς τὴν ταύτῃ τῆς Φρυγίας χώραν ἐπικρατῆσαί τε τὸ ἀπὸ τοῦδε τῆς χώρας, καὶ ἐς δεῦρο διαγενόμενον πρός τε τοὺς παῖδάς τε καὶ Καραμᾶνον διαπολεμεῖν. διεπολέμησε μὲν οὖν τὸ παλαιὸν καὶ πρὸς τοὺς Λευκάρνας Καραϊλούκεω παῖδας. τὸ μέντοι Κανδυλόρον ἡ πόλις τῆς Καρίας ὑπὸ ἀνδρὶ τοὔνομα ...... καὶ τὴν χώραν καταστρεψάμενος Ἀμουράτης ὁ Μεχμέτεω τήν τε θυγατέρα αὐτοῦ ἔσχεν ἐς τὴν γυναικωνῖτιν, καὶ τὸν παῖδα αὐτοῦ κατέλιπεν ἄρχειν τῆς χώρας. τοὺς μέντοι ἡγεμόνας, τόν τε Κερμιανὸν καὶ Ἀϊδίνην, ἐλαύνων ἐπὶ Καραμᾶνον, καὶ τόν τε Σαρχάνην τῆς τε χώρας ἐξήλασε, καὶ ἐπιὼν τὰ βασίλεια αὐτῶν ἠνδραποδίσατο. ὁ μέντοι Ἀϊδίνης ἐτελεύτησεν ἄπαις ὤν, Σαρχάνης δὲ καὶ Μενδεσίας ἐπὶ τὰς ὁμόρους αὐτῶν χώρας διεσώζοντο, ἀποφυγόντες Ἀμουράτην ἐπιόντα. Μενδεσίας μέντοι ἐς Ρόδον ἀφικόμενος διέτριβε, μετὰ δὲ ταῦτα κηρυκευσάμενος ἀφίκετο παρὰ βασιλέα, δεόμενος τυχεῖν ἀγαθοῦ τινος πρὸς τοῦ βασιλέως, καὶ ἐς δεῦρο ἔτι διατρίβων τὴν δαπάνην ἔχει ὑπὸ τῶν θυρῶν. ὁ μέντοι Καραμᾶνος, ὡς τό τε Ἰκόνιον κατειλήφει καὶ τὴν χώραν αὐτοῦ κατέχων διέτριβεν, ἔπεμπε πρέσβεις παρ' Ἀμουράτην, ὑπισχνούμενος τήν τε θυγατέρα δοῦναι αὐτῷ εἰς γυναῖκα καὶ τὸν παῖδα αὐτοῦ ἐπιπέμπειν συστρατευόμενον ἐπὶ τὰς Ἀμουράτεω θύρας. ὁ μὲν δὴ Ἀμουράτης ἐπείθετο, τὰς σπονδὰς καὶ ὅρκια ποιησάμενος ἀπήλαυνεν ἐπὶ τῆς Εὐρώπης. μετὰ δὲ ταῦτα χρόνου ἐπιγιγνομένου αἰτιασάμενος Ἰσμαήλην τὸν Σινώπης καὶ Κασταμωνίας ἡγεμόνα ἐστρατεύετο ἐπ' αὐτόν. οὗτος μὲν οὖν ὡς ἐπύθετο ἐπ' αὐτὸν ἐπιέναι Ἀμουράτην, πρέσβεις ἔπεμψε, καὶ τὴν μὲν τοῦ χαλκοῦ πρόσοδον ὑπέσχετο ἀποφέρειν τοῦ ἐνιαυτοῦ, ὅση ἂν αὐτῷ τυγχάνοι οὖσα, καὶ τόν γε παῖδα ὑπισχνεῖτο ἐπιπέμπειν καὶ οὗτος ἐς τὰς βασιλέως θύρας. τὸν μέντοι Τουργούτεω παῖδα καὶ πρότερον ἔτι παραγενόμενον ἐπὶ τὰς βασιλέως θύρας ἐπυθόμεθα ἐπαγαγέσθαι βασιλέα, καὶ ἐπιτρέπειν τὴν χώραν αὐτῷ διαθεῖναι, ᾗ ἂν αὐτῷ δοκοίη. Ταῦτα μὲν αὐτῷ ἐς τὴν Ἀσίαν ἐπέπρακτο, λαμπρὰ ἀποδεδειγμένα ἐς τὴν ἀρχὴν αὐτῷ. καὶ πρός τε τοὺς Λευκάρνας ἐπολέμει συχνόν τινα χρόνον. ἐγένετο δὲ ἐκ τοῦ Ἀμουράτεω ἔλευσις ἐπὶ Τριβαλλῶν ἡγεμόνα καὶ ἐπὶ τὸν ἡγεμόνα Γεώργιον τὸν κηδεστὴν αὐτοῦ δι' αἰτίαν τήνδε. Στέφανον γὰρ τὸν νεώτερον παῖδα ἔχων παρ' ἑαυτῷ διατρίβοντα, ὡς μέντοι ἐπήλαυνεν ἐπιὼν ἐπὶ Σπενδέροβον, ἐν ᾗ τὰ βασίλεια ἦν αὐτοῖς. ὁ μέντοι ἡγεμὼν καταλιπὼν τὸν παῖδα αὐτοῦ Γούργουρον ἐπιτροπεύειν τε τὴν πόλιν καὶ φυλάττειν τὰ τείχη, ἢν ἐπίωσιν οἱ πολέμιοι, αὐτὸς ἐπὶ Παιονίας ἀπῄει ἐπικουρίας δεησόμενος· ὑπῆν γὰρ αὐτῷ καὶ ἐν τῇ Παιονίᾳ χώρα τε οὐ φαύλη καὶ πόλεις πολλαὶ καὶ ἀγαθαί, ἃς ἠλλάξατο Ἐλεάζαρος πρὸς τὸν Παιόνων βασιλέα Σιγισμοῦνδον ἀντὶ τῆς Μπελογράδης πόλεως, ἧς ἐδεδώκει τῷ βασιλεῖ ὥστε τῷ πορθμῷ καλῶς ἔχοντος τοῦ χωρίου. ὁ μὲν οὖν παῖς αὐτοῦ καταλέλειπτο ἐπιτροπεύων τὴν πόλιν, καὶ παρεσκευάζετο ὡς πολιορκησόμενος. ὡς δὲ ἐπιὼν ὁ Ἀμουράτης ἐπέδραμέ τε τὴν χώραν καὶ ἐπολιόρκει τὴν πόλιν, ἐπειρᾶτο μηχανὰς παντοίας προσάγων τῷ τείχει ἑλεῖν τὴν πόλιν. ὡς δ' οὐδὲν αὐτῷ ἠνύετο, ἐδεδίττετο τὴν πόλιν τηλεβόλοις μεγίστοις δὴ τοῖς εἰς ἐκεῖνον τὸν χρόνον γενομένοις, καὶ τά γε τείχη τύπτων οὐκ ἀνίει. ἐνταῦθα ὁ τοῦ ἡγεμόνος παῖς Γούργουρος, δεδιὼς μὴ ἁλῷ ἡ πόλις ὑπὸ τῶν τηλεβόλων, ἐδέχετο λόγους παρὰ βασιλέως περὶ συνθηκῶν, καὶ ἐσπένδετο, ἐφ' ᾧ παραδιδόναι τε τὴν πόλιν τῷ βασιλεῖ, καὶ αὐτοὺς ἐς τὰς θύρας αὐτῷ φοιτῶντας τυγχάνειν, ὧν ἂν δικαιοῖ αὐτὸς βασιλεὺς ἀποφέρεσθαι. οὗτος μὲν οὖν τὴν πόλιν παρέδωκε, καὶ ἐς τὸ στρατόπεδον ἐξελθὼν διέτριβε παρὰ βασιλέα σὺν τῷ ἀδελφῷ αὐτοῦ Στεφάνῳ. μετ' οὐ πολὺν δὲ χρόνον, ὡς ἐπύθετο τὸν πατέρα αὐτῶν ἐπαγόμενον ἐπὶ Ἀμουράτην καὶ τούς γε παῖδας παρὰ τοῦ πατρὸς λόγους τε δεχομένους καὶ κρύφα διακηρυκευομένους περὶ ἀποστάσεως, λαβὼν ἄμφω τὼ παῖδε ἐξώρυξε τὼ ὀφθαλμὼ ἑκατέρων. ὡς μὲν οὖν Σπενδέροβον τὰ Τριβαλλῶν βασίλεια παρεστήσατο, καὶ φρουρὰν ἐγκατέλιπε τῇ πόλει ἱκανήν, αὐτίκα ἐπιὼν ἤλαυνεν ἐπὶ Μπελογράδην τὴν Παιόνων πόλιν. ἔστι δ' αὕτη ἡ πόλις ἀμφοῖν τοῖν ποταμοῖν περίρρυτος γινομένη, ἀφ' ἑνὸς μὲν μέρους τοῦ Ἴστρου ῥέοντος, ἀφ' ἑτέρου δὲ τοῦ Σάβα, ὃς ἐς τὸν Ἴστρον αὐτοῦ παρὰ τῇ πόλει ταύτῃ ἐκδιδοῖ. ἡ μὲν οὖν Σπενδέροβος καὶ αὕτη ..... ὡς δὲ ἐς Μπελογράδην ἐπελάσας ἐπολιόρκει τὴν πόλιν Ἀμουράτης ὁ Μεχμέτεω, ἔτυπτε μὲν τὸ τεῖχος τηλεβόλοις καὶ κατέβαλε μέρος οὐκ ὀλίγον, ἐπεπόνθει δὲ τὰ στρατεύματα πρὸς τῆς πόλεως ἀνήκεστα ὑπό τε τηλεβόλων καὶ τηλεβολίσκων παμπόλλων ἐς τὸ βασιλέως στρατόπεδον ἀφιεμένων ἐπὶ τοὺς ἄνδρας καὶ μυρία ὅσα βέλη ἀφικνουμένων ἐπὶ τὸ στρατόπεδον. ἐνταῦθα Ἀλίης ὁ τοῦ Βρενέζεω ἤκουσεν ἄριστα ἐν τῷ στρατοπέδῳ, ἀνήρ τε γενόμενος τὰ ἐς τειχομαχίαν σὺν τοῖς ἑαυτοῦ πρῶτος, καὶ τάφρον ὀρύξας ὡς ἐγγυτάτω τῆς πόλεως ἐσκήνου σὺν τῷ στρατεύματι αὐτοῦ. ὡς μὲν οὖν τὸ τεῖχος κατεβέβλητο, εἰσεχέοντο δὲ εἰς τὴν πόλιν οἱ νεήλυδες, καὶ τῆς μὲν πόλεως πολὺ μέρος κατεκράτησαν. μετὰ δὲ ταῦτα τῶν ἐν τῇ πόλει ἀθροιζομένων, ἐς χεῖρά τε τοῖς νεήλυσιν ἀφίκοντο, καὶ ὠσάμενοι ἐξεώσαντο καταβαλόντες ἀπὸ τοῦ τείχους. καὶ ὡς ἐξεκρούσθη τὰ στρατεύματα καὶ οὐ προεχώρει αὐτῷ ἡ τῆς πόλεως αἵρεσις, ἀπήγαγε τὸν στρατὸν καὶ ἀπήλαυνεν ἐπ' οἴκου. ὕπαρχον δὲ ἐπιστήσας τῇ Σκοπίων τε καὶ Ἰλλυριῶν χώρᾳ ἄνδρα τῶν παρ' αὐτῷ μέγα τε δυνάμενον καὶ αὐτῷ ἐπὶ τῇ ἀδελφῇ γαμβρὸν γενόμενον, καὶ στρατόν τε ἐπιτρέψας πεζόν τε ἅμα καὶ ἱππικόν, ὥστε ἐς τὴν Ἰλλυριῶν ἐσβαλεῖν χώραν, διῆκεν ἐνταῦθα τὰ στρατεύματα. Ὁ μὲν οὖν Ἰλλυριῶν βασιλεύςΠόσθνη δὲ ἡ χώρα αὕτη καλεῖται, καὶ ἔστιν ἡ χώρα αὕτη τραχεῖά τε καὶ ὀρεινὴ πάνυ, διήκει δὲ ἐπὶ Ἰλλυριούς, τοὺς πρὸς τὸν Ἰόνιον ᾠκισμένους παρὰ τὴν θάλασσαν. ἔστι δὲ αὐτῷ βασίλεια καὶ πόλις Γαΐτια καλουμένη, καὶ ποταμὸς παρ' αὐτῇ ῥέων ἐκδιδοῖ ἐς Ἴστρονοὗτος μὲν δὴ ὁ τῶν Ἰλλυριῶν βασιλεύς, ὡς δῃουμένης αὐτῷ ὑπὸ Ἰσάμου τῆς χώρας, ὡς στρατόν τε συναγαγὼν ἤνυεν οὐδέν, οὐδὲ ἐς χεῖρας ἐλθεῖν ἠνέσχετο τῷ βασιλέως στρατῷ, πρέσβεις τε ἔπεμψε παρὰ βασιλέα, καὶ ἐτάξατο φόρον ἀπάγειν τοῦ ἐνιαυτοῦ μυριάδας δύο χρυσοῦ καὶ πεντακισχιλίους. βασιλεὺς δὲ προσίετο καὶ σπονδὰς ἐποιεῖτο αὐτῷ. Τούτου δὲ τῆς χώρας ἔχεται ἡ Στεφάνου τοῦ Σανδάλεω χώρα, Ἰλλυριῶν τὸ γένος, καθήκουσα ἐπὶ θάλασσαν ἐς τὸν Ἰόνιον παρὰ .... καλουμένη. τὸ μὲν δὴ γένος τοῦτο Ἰλλυρικὸν ὂν ἀπὸ παλαιοῦ διέσχισται ἀπὸ τοῦ λοιποῦ τῶν Ἰλλυριῶν γένους· ἤθεσι μὲν γὰρ καὶ διαίτῃ τῇ αὐτῇ διαχρῶνται, νόμοις δὲ οὐ τοῖς αὐτοῖς. Κουδούγεροι δ' ὀνομάζονται σύμπαντες οἱ ἐς τὴν Σανδάλεω χώραν τελοῦντες. μεταξὺ μέντοι τῆς Ἠπείρου καὶ αὐτοῦ τῆς χώρας πόλεις τε ἔνεισιν αὐτῶν τε τῶν Οὐενετῶν καὶ ἡ τοῦ Ἰβάνεω χώρα τοῦ Καστριώτου, μετὰ δὲ ταύτην ἡ τοῦ Κομνηνοῦ χώρα, τὰ πολλὰ παράλιος οὖσα· ἐπὶ μεσόγαιον μέντοι ἐς βραχύ τι παρατείνει ἐπὶ τὴν περίοικον τῆς Ἀργυροπολίχνης, αὐτοῦ ταύτῃ ᾠκισμένης, ἐν ᾗ ὁ τῆς χώρας ὕπαρχος διατρίβων τήν τε Ἰβάνεω χώραν καὶ Κομνηναίων ἐληΐζετο. τούτων μέντοι ὅ τε Ἰβάνης ἐπὶ τὰς θύρας ἰὼν τοῦ βασιλέως ἐστρατεύετο σὺν τῷ βασιλεῖ, ᾗ ἂν ὑφηγοῖτο τὰ βασιλέως στρατεύματα. καὶ Ἀριανίτης δὲ ὁ Κομνηνός, ὡς ἀπῆν καὶ αὐτῷ ἡ πατρῴα ἀρχὴ ὑπὸ βασιλέως, ἀφικόμενος ἐς τὰς θύρας τὴν δίαιταν εἶχε παρὰ βασιλέως. ὕστερον δὲ τελευτήσαντος Ἰβάνεω τοῦ Καστριώτου τόν τε παῖδα αὐτοῦ λαβὼν ἐς τὰ βασίλεια καὶ τὴν χώραν ὑφ' αὑτῷ ποιησάμενος εἶχε. μετὰ δὲ ταῦτα οὐ πολὺν χρόνον, ὡς διατρίβων Ἀριανίτης ἱκέτης ἐγένετο ἀπὸ τῶν θυρῶν τυχεῖν ἀγαθοῦ τινος πρὸς τοῦ βασιλέως, λόγους τε δοὺς ἐπιπέμψαι ἐπὶ τοὺς τῆς χώρας αὐτοῦ, καὶ ὑπισχνουμένων αὐτῷ ἀπόστασιν, ἢν ἀφίκηται ἐπ' αὐτούς, ἀποδιδράσκει τε ἀπὸ τῶν θυρῶν, καὶ κατιὼν ἐπὶ τὴν πατρῴαν ἀρχὴν συντίθεται τοῖς βελτίοσι τῆς χώρας. καὶ ὑποδεχομένων ἀσμένως ἀπέστησαν ἀπὸ βασιλέως, καὶ τούς γε ἄρχοντας τῆς χώρας Τούρκους ἀνελόντες ἐπέδραμον τὴν βασιλέως χώραν καὶ ἦγον καὶ ἔφερον, χώραν τε ἐρυμνὴν κατέχοντες αὐτοὶ καὶ ὀρεινὴν τὴν σύμπασαν καὶ τραχεῖαν. ὡς μὲν οὖν ταῦτα ἠγγέλλετο βασιλεῖ, ἔπεμπεν Ἀλίην τὸν Βρενέζεω, στρατηγὸν ἀποδείξας· καὶ παραδοὺς αὐτῷ στράτευμα, ὅσον τε παρὰ Ἀξιὸν ποταμὸν καὶ τῆς Ἀργυροπολίχνης, καὶ ἱπποδρόμους, ὅσοι τήνδε τὴν χώραν ἐνοικοῦσιν, ἐκέλευεν ἐπιόντα τήν τε χώραν αὐτῷ τὴν Ἀλβανῶν καταστρέψασθαι, καὶ ἀνδραποδισάμενον ἥκειν αὐτῷ ἄγοντα τὸν Κομνηνοῦ παῖδα. οὗτος μὲν οὖν λαβὼν τὸν στρατὸν ἅπαντα ἐσέβαλεν ἐς τὴν χώραν, καὶ πεζὸν ἅμα εὑράμενος οὐκ ὀλίγον. ὡς δὲ ἐσέβαλον, ἐδῄουν τε τὴν χώραν καὶ ἐνεπίμπρων οἰκίας τε καὶ ἀγρούς, οὐδενὸς φειδόμενοι. ὁ μέντοι Ἀριανίτης συναγαγὼν τοὺς τῆς χώρας ἱππέας τε καὶ πεζοὺς καὶ ἀφικόμενος καταλαμβάνει τὰ ἄκρα, ᾗ ἔμελλεν ἀναζεύξας Ἀλίης ὁ τοῦ Βρενέζεω ἐξελαύνειν. καὶ ὡς ἐπειρῶντο μετὰ ταῦτα οἱ τοῦ Ἀλίεω διελθεῖν, οὐκ ἠδύναντο, ἐνισταμένων τῶν ταύτῃ μετὰ Ἀριανίτου καὶ οὐκ ἐπιτρεπόντων διεξιέναι. ἐνταῦθα οἱ Τοῦρκοι ἄλλοι μὲν ὡς ἀπελήφθησαν ἐν τῇ χώρᾳ, ἄλλοι δὲ κατὰ τὴν χώραν ἐτράποντο, ὅποι ἑκάστῳ προὐχώρει διασώζεσθαι. τούτων οἱ πλεῖστοι διεφθάρησαν ὑπὸ τῶν Ἀλβανῶν, οἱ δὲ ἄλλοι ἑάλωσαν παριόντες. οἱ δὲ σὺν τῷ Ἀλίῃ ἀποτραπόμενοι ταύτην τὴν πορείαν πεδινωτέραν ἐποιήσαντο καὶ ἐπιμήκη, καὶ ἐξελθόντες ἐς τὴν Ἤπειρον τὴν κατὰ Κέρκυραν ᾠκημένην ἐκ πολλῶν ἀπενόστησαν διαφυγόντες μὴ ἀπόλλυσθαι. ἐνταῦθα δὴ ἀνείλετο δόξαν περιφανῆ Ἀριανίτης ὁ Κομνηνοῦ, ἀποδειξάμενος ἔργα λόγου ἄξια καὶ τὸ ἐντεῦθεν εὐδοκιμῶν. Οὕτω μὲν δὴ Ἀλίῃ τῷ Βρενέζεω, ὡς εἰσεβάλλοντο ἐς τὴν πρὸς Ἰόνιον χώραν, ὁ στρατὸς χαλεπώτατα ἐπεπράγει. οἱ μέντοι τῶν πρὸς τὴν Ἀργυροπολίχνην οἰκούντων Ἀλβανῶν οἱ λοιποί, ὡς εἶδον Ἀριανίτην νεωτερίσαντα περὶ τὴν βασιλέως ἀρχήν, ἔργον λαμπρὸν σφίσι κατεργασάμενον, ἐβουλεύοντο καὶ αὐτοὶ ἀπόστασιν ἀπὸ βασιλέως Ἀμουράτεω, καὶ ἐπεκαλοῦντο μὲν Δέπαν τὸν ἡγεμόνα αὐτῶν. τούτου γὰρ δὴ τὸν πατέρα ἐξελάσας ἐκ τῆς χώρας Παιαζήτης ὁ Ἀμουράτεω, καὶ Μύρξαν τῶν Κανίνων ἡγεμόνα καὶ συχνοὺς ἄλλους ἄρχοντας τῆς τῇδε χώρας, τήν τε χώραν κατέσχε καὶ ἑαυτῷ κατεπροστήσατο. τὸν δὴ οὖν Δέπαν τοῦτον περιόντα καὶ περινοστοῦντα ἄλλοτε ἄλλῃ τῆς Ἰταλίας, καὶ ἐν Κερκύρᾳ τῇ Ἑνετῶν νήσῳ τὰ πολλὰ διατρίβοντα, ἐπεκαλοῦντο οἱ περὶ τὴν Ἀργυροπολίχνην οἰκοῦντες καὶ σφίσι βασιλέα τε ἐστήσαντο. καὶ στρατὸν ποιησάμενοι ἐπήλαυνον ἐπὶ τὴν Ἀργυροπολίχνην, τὴν βασιλέως τότε δὴ πόλιν, ἀνήκουσαν δὲ προὔθεντο τουτῳὶ τῷ Δέπᾳ, καὶ ἐπολιόρκουν τὴν πόλιν μηχαναῖς τε τῷ τείχει προσφέροντες. ἦσαν δὲ αὐτοῦ ἐν τῇ πόλει νεήλυδές τε τοῦ βασιλέως φρουρᾷ καί τινες ἄλλοι οὐ πολλοὶ τῶν Τούρκων διαφυγόντες ἐς τὴν πόλιν, καὶ ἠμύνοντο τὸν στρατόν. ὥς τε δὴ ταῦτα πράσσοντες οἱ Ἀλβανοὶ τήν τε πόλιν ἐπολιόρκουν, μηδὲν ἀνιέντες ἐς τὴν πολιορκίαν, καὶ τὴν χώραν τὴν περίοικον τοῦ βασιλέως ἐπέδραμον, βασιλέως ἔχοντος καὶ ἀπόντος ἐς τὴν Ἀσίαν καὶ πολεμοῦντος Καραμάνῳ τῆς Κιλικίας τε καὶ Καρίας ἡγεμόνι. ἐνταῦθα ὡς ἐπύθετο Τουραχάνης ὁ τῶν Τρικκάλων καὶ Θετταλίας ὕπαρχος τότε δὴ ὤν, τούς τε Ἀλβανοὺς ἀφεστηκότας ἀπὸ βασιλέως καὶ τὴν μητρόπολιν πολιορκοῦντας, συλλέξας στράτευμα ὡς ἠδύνατο μέγιστον, συμπαραλαβὼν καὶ τοὺς τῆς παραθαλασσίας χώρας τῶν Τούρκων, ὅσους ἠδύνατο, ἐλαύνων διὰ τῆς χιόνος (χειμών τε γὰρ ἦν μέγας) δευτεραῖος ἀφικνεῖται ἐπὶ τὴν χώραν, καὶ καταλαμβάνει ἐπιστρατευομένους ἐν τῇ πόλει τοὺς Ἀλβανούς. καὶ ἐπεισπεσὼν ἄφνω τοὺς πλείστους τε αὐτῶν διέφθειρε, καὶ τόν τε Δέπαν τὸν ἡγεμόνα ζωγρήσας ἀνεῖλε, καὶ τὴν πόλιν τῆς πολιορκίας ἠλευθέρωσε. λέγεται δὲ ἐν ταύτῃ τῇ Τουραχάνεω ἐφόδῳ πλείους τῶν χιλίων διαφθαρῆναι. καὶ οὕτω αὖθις κατεδεδούλωντο οἱ Ἀλβανοὶ ἀφεστηκότες ἀπὸ βασιλέως. οἱ μὲν τῆς χώρας εὖ γεγονότες, ὅσοι μὴ διέφυγον τότε ἐπιόντος Τουραχάνεω, ἄλλος ἄλλῃ ἀπώλετο, ὀλέθρῳ τῷ κακίστῳ παραδοθέντες ὑπὸ τῶν βασιλέως ὑπάρχων. Ἀμουράτης δὲ ὡς ἐγένετο ἐπανιὼν ἀπὸ Καραμάνου ἐς τὰ βασίλεια, Μεζέτην τὸν τῆς Εὐρώπης αὐτῷ στρατηγὸν ἐκέλευε, λαβόντα στρατόν, ὅσον ἂν βούληται, καὶ πεζὸν ἅμα καὶ ἱππικόν, ἀγαγέσθαι τε καὶ ἐλαύνειν ἐπὶ Παιονοδακίαν ὡς καταστρεψόμενον αὐτῷ τὴν χώραν. ὁ δὲ λαβὼν τό τε Εὐρώπης στράτευμα καὶ ἀζάπιδας τῆς Εὐρώπης καὶ ἱπποδρόμους τοῦ βασιλέως, ὅσοι ἐν τῇ Εὐρώπῃ ἐγένοντο, ἀφίκετο ἐπὶ τὸν Ἴστρον, διαβὰς δὲ τὸν Ἴστρον ἐπὶ Παιονοδακίαν τὴν Ἀρδέλιον χώραν καλουμένην. τὸ δὲ Ἀρδέλιον τοῦτο ἀπὸ Πρασοβοῦ τοῦ ὄρους ἐπὶ Παιονίαν διήκει, ἐντὸς δρυμῶνος γενομένη ἅπασα ἡ χώρα, καὶ πόλεις ἔνεισιν ἐν ταύτῃ τῇ χώρᾳ οὐκ ὀλίγαι, μητρόπολις δὲ αὐτῶν τὸ Σιβίνιον καλούμενον. γλώττῃ δὲ χρῶνται οὗτοι τὰ μὲν τῇ Παιόνων τὰ δὲ καὶ Δακῶν, διαίτῃ τε καὶ ἤθεσι τοῖς Παιόνων. καὶ ὑπὸ τῷ Παιόνων βασιλεῖ οὖσα ἡ χώρα αὕτη ἄρχοντά τε δέχεται, ὃν ἂν αὐτοῖς ἐφιστῴη ὁ βασιλεὺς Παίονα. αὐτόνομοι δὲ αἱ πόλεις οὖσαι, καὶ ὑπὸ τὴν μητρόπολιν τὸ Σιβίνιον εὐθυνόμεναι, παρὰ δὲ τῷ ἄρχοντι σφᾶς, ὅποι ἂν κελεύοι ἐπὶ ἐκστρατείαν, καὶ τὰς προσόδους ἀποδιδόντες, ἀξιοῦσι πολιτεύεσθαι σφίσιν αὐτοῦ ἐς τὸ ἐπιχώριον πάτριον ἔθος. ἐπὶ ταύτην οὖν δὴ τὴν πόλιν τὸν Ἴστρον διαβὰς ὁ Μεζέτης ἤλαυνεν ὡς πολιορκήσων, καὶ ἀγχοῦ ἐπὶ τῇ πόλει γενόμενος ἐστρατοπεδεύετο. ἐνταῦθα δὲ ὡς ἐπολιόρκει τὴν πόλιν, τηλεβόλῳ βληθεὶς ὁ τοῦ στρατοῦ ἡγεμὼν ἐτελεύτησε. μετὰ δὲ ταῦτα, ὡς ἀπεχώρει ἐντεῦθεν ὁ στρατὸς ἐπειγόμενος ἐπὶ τὴν διάβασιν τοῦ Ἴστρου, συλλεχθέντες οἱ τοῦ Ἀρδελίου ἄνδρες, ὡς ἠδύναντο φθῆναι τὸν στρατὸν ἔτι ἐν τῇ χώρᾳ διατρίβοντα, πολλούς τε κατέβαλλον τοῦ στρατεύματος, καὶ τρεψάμενοι ἐδίωκον φεύγοντας ἐπὶ τὸν Ἴστρον. Μεζέτης μὲν οὖν ἀφικόμενος ἐπὶ Ἀρδέλιον οὕτως ἐτελεύτησε, καὶ ἀπεγένετο οὐκ ὀλίγον τι τοῦ στρατεύματος· βασιλεὺς δὲ ὡς ἐπύθετο τὸν Μεζέτου θάνατον, συμφοράν τε ἐποιεῖτο, καὶ παρεσκευάζετό τε αὐτὸς ἐπὶ Παιονοδακίαν στρατευσόμενος, καὶ κήρυκας πέμπων περιαγγέλλοντας τὴν ἐξέλευσιν αὐτοῦ ἅμα ἦρι ἐδόκει ἐξελαύνειν. μετὰ δὲ συμβουλεύσαντος Σαβατίνεω εὐνούχου, ἀνδρὸς τὰ ἐς πόλεμον αὐτοῦ πολλαχῇ γενομένου, ἐπέτρεψέ τε τὸν στρατὸν αὐτῷ, καὶ ἐκέλευσε λαβόντα ἐξηγήσασθαι ἐπὶ Παιονοδακίαν, καὶ μὴ ἀνιέναι πρὶν ἢ καταστρεψάμενον ἀπελαύνειν. οὗτος μὲν δὴ παραλαβὼν τὸν βασιλέως στρατὸν καὶ νεήλυδας τῶν θυρῶν ἀμφὶ τοὺς τετρακισχιλίους, τόν τε Ἴστρον διέβαινε καὶ τὸν στρατὸν αὐτοῦ σύμπαντα διεπορεύετο ἐς τὴν Ἀρδελίου χώραν. ἤλαυνε δὲ διὰ τῆς Παιόνων χώρας ἡμέρας τινάς. Ἰάγγος δὲ ὁ Χωνιάτης, ἀνὴρ τότε δὴ εὐδοκιμῶν παρὰ τοῖς Παίοσι καὶ τό τε Ἀρδέλιον ἐπιτετραμμένος ὑπὸ τῆς Παιόνων βουλῆς, συνήγαγέ τε στρατὸν ὡς μέγιστον, ὡς ἠδύνατο, ἀπὸ Ἀρδελίου, καὶ Παιόνων συμπαραλαβὼν ἐπῄει, ἑπόμενος τῷ Σαβατίνῃ κατὰ τὸ ὄρος. Σαβατίνης μὲν δή, ὡς ἐντὸς τῆς χώρας ἤδη ἄλλος γενόμενος, ἐνόμιζε καλῶς ἔχειν αὐτῷ τὴν χώραν ἐπιδραμεῖν. ἐπαφεὶς τοίνυν τοὺς ἱπποδρόμους καὶ τοῦ στρατοῦ πολύ τι μέρος ἐπὶ διαρπαγὴν τῆς χώρας, ὡς ἀφαρπάσαιντό τε τὴν χώραν αὐτοῦ σύμπασαν καὶ κερδανοῖ μέγιστα, κατελείφθη ὀλίγοις τοῖς ἀμφ' αὑτὸν ἐν τῷ στρατοπέδῳ. ἐνταῦθα ὡς ᾔσθετο Ἰάγγος τό τε στρατόπεδον ἔρημον ἀνδρῶν καταλειφθῆναι, καί οἱ καλῶς ἔχειν ἡγούμενος ἐπεισπεσεῖν ἐς τὸ στρατόπεδον τῶν πολεμίων, ἐπικαταβὰς ἀπὸ τοῦ ὄρους ἐμβάλλει τε ἐς τὸ στρατόπεδον τοῦ Σαβατίνεω. καὶ ὁ μὲν Σαβατίνης ἐπεξελθεῖν μέντοι οὐκ εἶχεν, ὅτι καὶ ἄξιον λόγου μαχέσασθαι, φυλάξαι δὲ τὸ στρατόπεδον πειρώμενος καὶ οὐκ ἠδύνατο, βιασαμένων τῶν μετὰ τοῦ Ἰάγγου Παιόνων, ἐς φυγήν τε ἐτράπη καὶ ἐπὶ τὸν Ἴστρον ἐπείγετο φθῆναι ὡς διαβησόμενος. Ἰάγγος δὲ τὸ στρατόπεδον παραλαβών, καὶ λόχους ὑπείσας αὐτοῦ ταύτῃ, ὥστε τοὺς ἐπανιόντας σὺν τοῖς ἀνδραπόδοις συμπαρελάμβανε διαφθείρων ἅπαντας. καὶ οὕτω δὴ τὰ πλείω τοῦ στρατεύματος αὐτοῦ ταύτῃ κάκιστα διεφθάρη, καὶ νίκην νικᾷ ἀρίστην ἐς τῶν πρὸς αὐτοῦ Ἰάγγος ὁ Χωνιάτης. Οὗτος γένους ὢν οὐ πάνυ τι φαύλου, ἀπὸ Χωνιάτης πόλεως Ἀρδελίου ὡρμημένος ἐπὶ τὸν Τριβαλλῶν ἀφίκετο ἡγεμόνα, μεμισθωμένος δὲ αὐτοῦ διέτριβε συχνόν τινα χρόνον, τόλμαν τε ἐπιδεικνύμενος ἀξίαν λόγου καὶ σπουδήν, ὡς ὅ τι ἂν ἐπιπεμφθείη ὑπὸ τοῦ ἡγεμόνος. καὶ δὴ λέγεται καὶ τόδε. ὡς ἐξήλαυνεν ἐπὶ ἄγραν ὁ τῶν Τριβαλλῶν ἡγεμών, καὶ λύκου ἐπιφανέντος τῷ ἡγεμόνι ἐπεκάλει τὸν Ἰάγγον, ὡς ἐπὶ τῷ λύκῳ γένοιτο. ὁ δ' ὡς παρεληλύθει, τὸν θῆρα ἤλαυνεν ἀνὰ κράτος. πεσόντος δὲ τοῦ θηρὸς ἐς τὸν ποταμὸν καὶ νηχομένου, ἐπεισπεσεῖν τε ἅμα ἐς τὸν ποταμὸν καὶ αὐτὸν καὶ διανηχομένου τοῦ ἵππου διαβῆναι, διαβάντα δὲ ἐπιδιώκειν οὐδαμῇ ἀνιέντα, τελευτῶντα δὲ καταλαβεῖν τε τὸν λύκον καὶ ἀνελεῖν, μετὰ δὲ ἀφελόμενον τὸ δέρμα τοῦ θηρὸς ἐλαύνειν ὀπίσω ἐπὶ τὸν ἡγεμόνα, διαβάντα δὲ αὖθις τὸν ποταμὸν καὶ προεχόμενον τοῦ λύκου τὸ δέρμα εἰπεῖν "ὦ δέσποτα, ἐγένετο, ᾗ ἐπέταξας, καὶ τόν τε λύκον ἀνεῖλον, καὶ τὸ δέρμα ὧδέ σοι παρέστη, ὑπουργεῖν ὅ τι ἂν δέοι χρῆσθαι." τότε μὲν δὴ τὸ θαῦμα ἀγασθέντα τὸν Τριβαλλῶν ἡγεμόνα εἰπεῖν λέγεται, ὡς οὐκ ἔστιν, ὅπως ὁ ἀνὴρ οὗτος ἐπὶ μέγα δυνάμεως οὐκ ἀφίξεται. τότε μὲν δὴ οὕτως εἰπὼν τὸ ἐντεῦθεν χρήμασί τε ἐθεράπευε, καὶ διατρίψας αὐτοῦ χρόνον συχνὸν ἀφίκετο ἐπὶ τοὺς Παίονας. λέγεται μὲν δὴ καὶ πρὶν ἐπὶ τὸν Τριβαλλῶν ἡγεμόνα ἐλθεῖν, Ἀλίεω τοῦ Βρενέζεω γενέσθαι θεράποντα, καὶ θητεῦσαι παρ' αὐτῷ ἱπποκόμον γενόμενον. οὐκ ἔχω δέ, ὅπῃ τοῦτο ἀληθὲς εἶναι συμβάλλωμαι· τήν τε γὰρ ἂν φωνὴν ἐξέμαθε τὴν Τούρκων. ὡς μὲν οὖν ἐτράπετο ἐπὶ τοὺς Παίονας, καὶ συμπαραλαβών τινας μεθ' ἑαυτοῦ παρῄει ἐπὶ τὰ βασίλεια, μισθὸν φάσκων ἥκειν αὐτοῖς σὺν τοῖς ἀμφ' αὑτὸν ληψόμενος, ἐλάμβανέ τε τὸν μισθόν, καὶ ἐς διαφορὰν καθισταμένων τῶν Παιόνων πρὸς τοὺς Γερμανοὺς μεγάλα ἀπεδείκνυτο ἔργα, ὁπότε ἔδει αὐτίκα παρόντα, ἐν τάχει τε παραγενόμενος καὶ μαχόμενος ἀξίως λόγου. μετὰ δὲ ταῦτα ἐπισπομένων αὐτῷ καὶ πολλῶν ἄλλων εὐδοκιμῶν ἐφαίνετο πανταχῇ, δι' ἃ δὴ καὶ ἐπετέτραπτο τὴν τῆς Ἀρδελίου χώρας ἀρχὴν ὑπὸ τῆς Παιόνων βουλῆς. καὶ ἄρχων ταύτης τῆς χώρας τόν τε Σαβατίνην εὐνοῦχον τοῦ βασιλέως στρατηγὸν καθεῖλέ τε καὶ ἐτρέψατο, νίκην ἀνελόμενος εὐδοξοτάτην, ἀφ' ἧς δὴ τὰ Παιόνων πράγματα ἐπανῆκεν ἐπὶ τὴν πρότερον σφῶν κατάστασιν γενόμενα, ἀφ' οὗ κατὰ χρόνον Παιαζήτεω τὸν βασιλέα Παιόνων [ἐς] Σιγισμοῦνδον τρεψαμένου, τήν τε χώραν ἐπελαύνοντες ἐδῄουν θαμὰ ληϊζόμενοι οἱ Τοῦρκοι, καὶ ἀνδράποδα ὡς πλεῖστα ἀγόμενοι ἐνέπλησαν τήν τε Ἀσίαν καὶ Εὐρώπην ἀνδραπόδων Παιονικῶν. ἐπεί τε Ἰάγγος ἀφικόμενος ἐπὶ τὴν Ἀρδελίου χώραν τόν τε εὐνοῦχον ἐτρέψατο καὶ τοὺς περὶ αὐτὸν ἐτρέψατο Τούρκους, τόλμῃ τε ἐχρήσαντο οἱ Παίονες ἀπὸ τοῦδε, καὶ ἔργα ἀπεδείκνυντο ἐς τοὺς Τούρκους ἄξια λόγου. τόν τε γὰρ Ἴστρον διαβάντες πολλάκις διέφθειρον, καὶ ὅποι περιτύχοιεν ὀλίγοι πολλοῖς οὖσι τοῖς Τούρκοις, εὐπετῶς τε περιεγένοντο καὶ οὐδὲ εἰς χεῖρας ἀφικομένους σφίσιν ἐτράποντο. Τότε μὲν δὴ περιγενόμενος ἐπὶ μέγα ἐχώρει δυνάμεως. καὶ στρατηγὸς δὲ μετὰ ταῦτα ἀποδειχθεὶς ὑπὸ τῆς Παιόνων βουλῆς πρὸς τοὺς Τούρκους τε καὶ Γερμανοὺς τὸν πόλεμον διέφερε, γενναιότατα διαγωνιζόμενος. οἱ μέντοι Παίονες πρός τε τοὺς Γερμανοὺς διενεχθέντες τε ἐπολέμουν, ἀπὸ αἰτίας τῆσδε ἐς διαφορὰν ἀλλήλοις ἀφικόμενοι. μετὰ δὲ ταῦτα καὶ πρὸς τοὺς Τζέχους, τοὺς Βοεμίους καλουμένους, ἐπὶ συχνόν τινα χρόνον τὸν πόλεμον διαφέροντες μεγάλα κακὰ ἐποίουν ἀλλήλους. τρέπονται δὴ οὖν διὰ ταύτην αὐτῶν τὴν διαφορὰν ἐπὶ τοὺς Πολανίους, καὶ ἐπαγόμενοι τὸν βασιλέως ἀδελφιδοῦν παῖδα βασιλέα τε σφίσιν ἐστήσαντο, καὶ τοῖς Πολανίοις χρησάμενοι συμμάχοις τοῖς τε Γερμανοῖς καὶ Βοεμίοις ἐπέκειντο χαλεπῶς, καὶ ἐδῄουν τὴν χώραν, καὶ πόλεις αὐτῶν ἐπιόντες ἐνεπίμπρων οὐκ ὀλίγας. καὶ δὴ καὶ ἐς μάχην καταστάντες ἐμάχοντο· καὶ ὁτὲ μὲν περιεγένοντο οἱ Παίονες, ὁτὲ δὲ καὶ ἡττῶντο, καὶ ἐπὶ βραχὺ αὖθις ἀναλαμβάνοντες σφᾶς ἐμάχοντο. τήν τε γὰρ μάχην ποιοῦνται τάδε τὰ γένη κατὰ τὸ καρτερόν, οὐδενὸς φειδόμενοι, ἀλλὰ δόρασί τε ἐπιόντες καὶ τηλεβόλοις καὶ σιδηρείοις καταπέλταις ἱππικοῖς καὶ ἑτέροις βέλεσι διαμαχόμενοι κατακαίνουσί τε ἀλλήλους. ἐπειδὰν δὲ ἐς φυγὴν γένωνται, οὐκέτι ἀνήκεστον συμβαίνει σφίσιν ἐς τὴν φυγήν, ἀλλ' ἢν παραδιδῷ τις ἑαυτὸν καὶ ὁμολογίᾳ χρῷτο ὡς ἡττημένος, ἀφίησιν αὐτὸν ἀπιέναι, ἐφ' ᾧ τοῦ λοιποῦ μὴ διαμάχεσθαι αὐτῷ, ἐπειδὰν συνίωσι τὰ στρατεύματα ἀλλήλοις καθιστάμενα ἐς τὴν μάχην. ταύτῃ μὲν δὴ ἐς ἀλλήλους κατὰ τὰς μάχας χρῶνται καταστάσει, ὥστε ἐπειδὰν τρέποιτο ἐς φυγὴν τὰ στρατεύματα, οὐ πολύ τι μέρος αὐτῶν τὸ ἐντεῦθεν ἀπογίγνεσθαι. Τὴν μέντοι Δακίαν αὐτοὶ οἱ Παίονες ἐπελθόντες, ἡγουμένου τοῦ Χωνιάτου, καθίστασαν Δᾶνον ἡγεμόνα αὐτοῖς καὶ πείθεσθαι αὐτὸν ἐκέλευον. οὗτος μὲν οὖν ἐξελαυνομένου τοῦ Δρακούλεω ἡγεμόνος αὐτῶν, καὶ ἐπὶ τὰς βασιλέως θύρας ἰόντος, τήν τε χώραν κατέσχεν ὁ Δᾶνος, καὶ τοὺς ἐπιτηδείους Δρακούλεω τοῦ ἡγεμόνος διειργάζετο, ὅποι πυνθάνοιτο αὐτῶν τινα περιεῖναι. οὗτοι μὲν δὴ λέγονται παῖδες γενέσθαι τοῦ Μύρξεω νόθοι, καὶ τούτων ἐνίους πλαττομένους ὑπὸ τῶν τῆς χώρας γένει τε καὶ πλούτῳ εὐδοκιμούντων καθίστασθαι ἐς τὴν τῆς Δακίας ἡγεμονίαν, ὡς ξύμφορά τε ἅμα καὶ λυσιτελῆ ἔσοιτο σφίσιν ἐς τὴν ἀρχὴν καθισταμένων. ὧν δὴ ἕνα τε καὶ δύο ἀναπυνθανόμενος εὗρον, καὶ ἐξέμαθον τό τε γένος αὐτῶν καὶ τοὺς πατέρας· ἀλλ' οὐκ ἐξοίσω ἐς τοὺς πολλοὺς τοὔνομα διασημήνας. Δᾶνος μὲν οὖν τότε ὑπὸ Παιόνων κατήχθη ἐς τὴν [Παιόνων] ἀρχήν, καὶ ἔσχε τὴν χώραν, θεραπεύων τε ἀπὸ τοῦδε διετέλει τοὺς Παίονας. καὶ ὡς ἐπέκειντο τὴν χώραν διαβαίνοντες κρύφα οἱ τοῦ βασιλέως αὐτοῦ παρὰ τὸν Ἴστρον καθεστῶτες ὕπαρχοι, πρέσβεις τε ἔπεμπεν ὡς βασιλέα, καὶ εἰρήνην αἰτούμενος ἔπρασσεν, ὅπως αὐτῷ γένοιτο, ἀπαιτηθεὶς ἀπάγειν ἐς τρισχίλια τόξα καὶ θυρεοὺς τετρακισχιλίους τοῦ ἐνιαυτοῦ, σπονδάς τε ἐποιήσατο. καὶ οὕτω δὴ ἐπὶ κατάστασιν εὖ ἔχουσαν ἑαυτῷ ἀφικόμενος ἡγεμόνευέ τε τῆς Δακίας, καὶ πρὸς τὸν Μπογδανίας τῆς μελαίνης ἡγεμόνα ἄγγελον πέμψας εἰρήνην τε ἐποιήσατο, καὶ ἐπιγαμίαν αὐτῷ ποιησάμενος συνεβάλλετο αὐτῷ ἐς τὸν πρὸς τὸν Δρακούλην μετὰ ταῦτα πόλεμον. Ταῦτα μὲν δὴ ἐς τὴν ἀρχὴν οὕτως ἔσχεν αὐτῷ τὰ πράγματα· Ἀμουράτης δὲ μετὰ ταῦτα ἐπὶ Κολχίδα γῆν τριήρεις ἔπεμψε, τήν τε χώραν δῃῶσαι καὶ ἀνδραποδίσασθαι τὴν πόλιν, ἢν δύνωνται, καὶ ἐπὶ Γοτθίαν ἐπιπλεῦσαί τε, καὶ ὅπῃ παρείκοι, τὴν χώραν ληΐσασθαι ἀποβάντας. καὶ ἐπιπλέουσαι μὲν αἱ τριήρεις προσέσχον ἐς γῆν τε τὴν Κολχίδα, καὶ ἐπὶ τοὺς Γότθους ἀφικόμενοι ἐλεηλάτουν τὴν χώραν, ἀνδραποδισάμενοι οὐκ ὀλίγην. ἐπανιόντι δὲ τῷ στόλῳ χειμὼν ἐγένετο ἰσχυρός, καὶ ἄνεμος ἀπαρκτίας ἐπιβαλὼν ἐξήνεγκεν ἐς τὴν Ἀσίαν κατὰ τὴν Ποντοηράκλειαν, καὶ φερόμεναι αὐτοῦ ἔνιαι τῶν τριηρῶν διεφθείροντο καὶ ἐν ξυμφορᾷ ἔσχοντο τοιαύτῃ. Πρὸς Ἰανυΐους μέντοι αὐτῷ φίλια ἦν διὰ τέλους καὶ εἰρηναῖα. Ἰανύϊοι μὲν δὴ τότε πρός τε σφᾶς αὐτοὺς περιπεσόντες μεγάλως τε ἐσφάλλοντο περὶ τὴν πόλιν αὐτῶν, καὶ δὴ καὶ τῶν στασιωτῶν ἐπαγομένων Φίλιππον τὸν Λιγύρων ἡγεμόνα τήν τε πόλιν ἐπέτρεψαν, καὶ οἷ ἂν ἐξηγοῖτο, εἵποντο τῷ ἡγεμόνι. πυνθάνομαι γενέσθαι δὴ τοῦτο αὐτοῖς καὶ τὸν δῆμον ἑλόμενον ἐπαγαγέσθαι τοῦτον σφίσι τύραννον καταστησαμένους διὰ τὸ πρὸς τοὺς Οὐενετοὺς ἔχθος καὶ τὴν πρὸς ἐκείνους αὐτῶν διαφοράν, καὶ ὅτι καὶ τὸν Μεδιολάνου τοῦτον ἡγεμόνα ᾔσθοντο πολεμοῦντα τοῖς Οὐενετοῖς κατὰ τὸ καρτερὸν καὶ διαφέροντα τὸν πόλεμον ἐκτεταμένως. Ἔστι δ' ἡ πόλις αὕτη πρὸς τὸ ἄκρον τῆς Ἰταλίας κατὰ τὴν Γαλατίαν· Τυρρηνῶν δὲ τῆς χώρας ἔχεται τὸ πρὸς ἕω ἰόντι, καὶ Τυρρηνικοῦ πελάγους ἅπτεται, ταύτῃ τετραμμένη τὸ πρὸς ἀνίσχοντος ἡλίου ἡ πόλις· πρὸς δὲ ἑσπέραν ἀπαλλαττομένης τῆς χώρας Ἰανυΐων ἐπιβαίνειν ἔστι τῆς Προβεντίας, ἥτις Γαλατία ἐστὶ καὶ ὑπὸ τῶν Κελτῶν βασιλεῖ τεταγμένοι διατελοῦσιν. ὀνομάζεται δὲ διὰ ταύτης πύλη Ἰταλίας, ὡς αὐτίκα ἀπὸ τούτων ἐμβάλλει ἐς Γαλατίαν. πολιτεύεται δὲ οὔτε ἐς δημοκρατίαν τὸ παράπαν τετραμμένη ἡ πόλις, οὔτε ἐς ἀριστοκρατίαν· ἐπιμεμιγμένη δὲ ἀμφοῖν ταῖς καταστάσεσι τοῦτο μὲν ἐς δημοκρατίαν δοκεῖ ἀποκλίνειν, τοῦτο δ' αὖ ὑπὸ ἀρίστων τινῶν διιθύνεσθαι, τὰ ἐς τὴν ἀρχὴν αὐτὴ διατιθεμένη. ἔστι γὰρ δύο γένη ἐν τῇ πόλει ταύτῃ ἀπὸ παλαιοῦ προεστῶτες τῆς πόλεως, καὶ πρωτεύοντες οὕτως, ὥστε ξύμπαντα τὸν δῆμον ἐπὶ τούτους τετράφθαι, τῷ παντὶ θάτερα ταλαντευόμενον. τὸ μὲν δὴ τοῖν γένοιν καλεῖται Ντόρια, τὸ δὲ ἕτερον Σπίνουρα. ἐπὶ τούτους ὁ δῆμος διῃρημένος τὸ μὲν αὐτοῦ αἱρεῖται τὴν Σπίνουρα αἵρεσιν, τὸ δὲ αὖ τοῦ Ντόρια. ἄγοντες δὲ οὗτοι τὸν δῆμον, καθιστάναι μὲν ἀπὸ σφῶν αὐτῶν ἡγεμόνας τῇ πόλει οὐκ ἔξεστιν, οὐδὲ ἐπιτρέπει ὁ δῆμος· ἀλλ' ἐστὸν δύο ἑτέρω γένεε, δημόται ὄντες, καὶ τὸ μὲν τῶν γενῶν τούτων πρὸς τὸ γένος τῶν ἀρίστων τετραμμένον ἐστὶ καὶ ἐπιτήδειον, τὸ δὲ αὖ πρὸς τὸ ἕτερον. καλεῖται δὲ τούτων τὸ μὲν Ἀδόρνοι, τὸ δὲ Φρεγούσιοι. ἀπὸ δὲ τούτων τῶν οἰκιῶν νομίζεται αὐτοῖς, ὁποία δὴ τῶν ἀρίστων μοῖρα ἐπικρατοίη, ἐγκαθιστάναι τῇ πόλει ἄρχοντα. καὶ τῶν μὲν Ἀδόρνων ὁ οἶκος ᾠκείωται τῷ Σπίνουρα γένει, τὸ δὲ Φρεγουσίων τῷ Ντόρια ἐπιτήδειόν τέ ἐστι καὶ ἐγκαθιστάμενον ὑπ' αὐτοῦ ἐς τὴν ἀρχήν. τῷ δὲ ἡγεμόνι τούτῳ, ἐπειδὰν ἐς τὴν ἡγεμονίαν κατασταίη, ἐπιτέτραπται κατὰ τοὺς νόμους, ἐπιλαβομένῳ καὶ τῶν ἀρίστων τινῶν, τρέπειν ὡς ξυμφερώτατα. περὶ μὲν οὖν τῶν προσόδων τῆς πόλεως τούτους νομίζεται ἐπιτροπεύειν, διαθεῖναι, ᾗ ἂν αὐτοῖς δοκοίη· περὶ πολέμου δὲ καὶ εἰρήνης νομίζεται τὸν δῆμον παρελθόντα ἐς μέσον αἱρεῖσθαι, ὅ τι ἂν αὐτῷ δοκοίη, ἑλόμενον δὲ ἐπιτρέπειν τῷ ἡγεμόνι πράσσειν ὡς λυσιτελέστατα. ἐς δὲ τὰς δίκας τῆς πόλεως ἐγκαθίστανται δικασταὶ ὑπὸ τοῦ ἐπικρατοῦντος γένους, καὶ δικάζουσι κατὰ τὰ σφῶν αὐτῶν. τῆς δὲ δίκης ἔφεσίς ἐστιν ἐπὶ τὸν δῆμον, ἐπειδάν τις αὐτῶν μὴ κατὰ τοὺς νόμους δικάσηται. Διενεχθέντε δὲ τὼ γένεε τούτω, Ντόριά τε καὶ Σπίνουρα, καὶ ἐς διαφορὰν σφίσι καθισταμένω μεγάλα τε τὴν πόλιν κακὰ εἰργάσαντο, τυράννους τε ἐς τὴν πόλιν ἐγκαθιστάντες, καὶ ἐπαγόμενοι ἀθέμιτα ἐπὶ τὴν πόλιν πράγματα. τῶν δὲ γενῶν τούτων τὸ μὲν πρὸς τοὺς Λίγυράς τε καὶ Ἰταλίαν τετραμμένον αἱρεῖται ἑαυτῷ τοὺς Ἰταλοὺς καὶ συμμάχους ἐπάγεται, τὸ δὲ τῶν Κελτῶν βασιλέα ἐπὶ τὴν πόλιν. ξυμφοραῖς μὲν οὖν πολλαχῇ περιέπεσεν ἡ πόλις αὕτη, ἐς ἀνήκεστα κακὰ προαγομένων τῶν τῆς πόλεως γενῶν ἐπ' ἀλλήλους, καὶ τοὺς σφῶν αὐτῶν πολεμιωτάτους ἐπαγομένων ἐπ' ἀλλήλους· ἐπειδὰν μέντοι ἀνάγκῃ περιπίπτοντες ἀνηκέστῳ παρὰ τὰ σφῶν ἔθιμα ἀναγκάζοιντο πολιτεύεσθαι ὑπὸ τῶν τυράννων, δαιμονίως ὁμοφρονοῦντες ἀλλήλοις κατὰ τὸ ἰσχυρὸν ἐξελαύνουσί τε αὐτίκα, ὃς ἂν τύχῃ ἐν τῇ πόλει διαιτητὴς οὐκ ἀγαθός. ἐπαγόμενοί τε γὰρ πολλάκις τῶν Κελτῶν βασιλέα, ἐπιτρέψαντες τὴν πόλιν, αὖθις ἐξήλασαν ὁμοφρονοῦντες ἀλλήλοις, ὥστε μὴ πάνυ ἐνδιατρίβειν ἐῶντες παρὰ σφίσι τὴν τυραννίδα ὁ δῆμος ἐπὶ τὴν ἐλευθερίαν ἐπανίασι, τὰ παρόντα σφίσι καινοτομοῦντες καὶ ἐξελαύνοντες, αὖθις καθιστᾶσι τῶν ἀστῶν ἡγεμόνας καὶ κατὰ τὰ πάτρια πολιτεύονται. διάφοροι δέ εἰσι μάλιστα τοῖς ἀπὸ Ταρακῶνος καὶ τοῖς Ταρακονησίοις τὸ παλαιόν, καὶ πολέμους διέφερον ἐπὶ πολλαῖς γενεαῖς ἐς τούτους τε καὶ τὴν χώραν αὐτῶν, καὶ ἰδίᾳ τε καὶ δημοσίᾳ, ὅποι ἀλλήλοις περιτύχωσιν, ἐς μάχην αὐτοὺς καθίστανται, ὥστε ἀνελεῖν ἀλλήλους, ἢν δύνωνται. Ταρακονησίοις μὲν οὖν ἐς διαφορὰν καθεστῶτες αἰεί τε πολέμιοί εἰσιν, ἐξ ὅτου ἐγένοντο· πρὸς δὲ τοὺς Οὐενετοὺς διηνέχθησαν μὲν καὶ πάλαι διὰ τὰς ἐν τῷ Αἰγαίῳ πελάγει νήσους Χίον τε καὶ Λέσβον, οὐχ ἥκιστα δὲ καὶ διὰ τὸν Λιγύρων ἡγεμόνα, ὃν σφίσιν ἐπαγόμενοι τύραννον ἐγκατέστησαν καὶ ἐν στάσει γενόμενοι τὴν πόλιν ἐπέτρεψαν ἐπιτροπεύειν τε, καὶ Οὐενετοῖς ἐπολέμουν καὶ τῷ Ταρακονησίων βασιλεῖ. καὶ ναῦς μὲν ἐπλήρουν ἐς τὸν πρὸς Οὐενετοὺς πόλεμον, καὶ ἐπιπλέοντες τάς τε ἐς τὸν Ἰόνιον πόλεις ἐκάκουν καὶ τὰς ἐπὶ τῷ Αἰγαίῳ. ταῦτα δὲ ἔπραττον τοὺς Οὐενετοὺς τιμωροῦντές τε τῷ Λιγύρων τυράννῳ τῷ Φιλίππῳ. καὶ τήν τε Κέρκυραν πῦρ ἐνιέντες ἐς τὰ προάστεια κατέκαυσαν, καὶ ἔβλαπτον, εἴ τι προχωροίη αὐτοῖς. ὕστερον μέντοι, ὡς πρὸς τὸν Ταρακόνων βασιλέα ᾧ ὄνομα Ἀλφόνσον διενεχθέντες, ἐμάχοντο πρὸς Γαέτην πόλιν τῆς Ἰταλίας· ἐνταῦθά τε γὰρ καθορμιζομένων τῶν τοῦ βασιλέως Ἀλφόνσου νεῶν μεγίστων, καὶ ὡς ἐπύθοντο οἱ Ἰανύϊοι τόν τε στόλον αὐτοῦ ἐνταῦθα ὡς ἐπ' αὐτοὺς παρασκευαζόμενον τὸν βασιλέα, πληρώσαντες ναῦς μεγίστας δὴ ὧν ἡμεῖς ἴσμεν, τῶν ἐπὶ τὴν ἐμπορίαν ἀφικνουμένων, καὶ ἐξοπλισάμενοι ἀπὸ τῆς πόλεως ἀνήγοντο ἐπὶ τοὺς Ταρακονησίους, καταλαβόντες δὲ αὐτὸν ἐν τῷ Γαέτης λιμένι διεναυμάχουν ταῖς τοῦ βασιλέως ναυσὶν ἐπὶ πολὺν χρόνον. ἔτυχε δὲ αὐτοῦ τότε παρὼν ἐν τῇ πόλει ὁ βασιλεύς, καὶ τὴν μάχην θεώμενος ἤσχαλλέ τε καὶ ἠθύμει, ὅτι πλειόνων ἐν ταῖς ἑαυτοῦ ναυσὶν ὄντων ἀνδρῶν οὐχ οἷαί τ' ἂν εἶεν ὑπερβάλλεσθαι τὰς τῶν πολεμίων ναῦς. καὶ δὴ καὶ ἐμβὰς αὐτὸς ἐς τὰς ναῦς, ὥστε ἐποτρῦναι αὐτοὺς ἐπὶ τὸν πόλεμον, μάχης οὖν καρτερᾶς γενομένης ἥ τε ναῦς ἑάλω, καὶ σὺν αὐτῇ τε ἅμα ἑάλω καὶ ὁ Ταρακόνων βασιλεύς. εἷλε δὲ καὶ τὴν ναῦν γραμματιστὴς τοῦ Ντόρια, ναυαρχοῦντος τότε τοῖς Ἰανυΐοις. οἳ ἐπείτε περιεγένοντο καὶ αὐτὸν εἷλον τὸν βασιλέα, ἀπέπλεον ἐπ' οἴκου. ὡς δὲ ἀγχοῦ τῆς πόλεως ἐγένοντο, πρὶν ἢ ἐς τὴν πόλιν αὐτὸν καθορμίσασθαι, ἀποστρέψας ἔπλει ἐπὶ τὴν τοῦ Λιγύρων ἡγεμόνος χώραν, ὡς αὐτόν τε ἐκείνῳ ἄξων αἰχμάλωτον τὸν βασιλέα Ἀλφόνσον, καὶ οἰόμενος μέγα τι ἀποίσεσθαι αὐτῷ κέρδος ἀπὸ τοῦ ἡγεμόνος. ἐπιβὰς δὲ τῆς χώρας αὐτοῦ ἧκεν ἄγων τὸν βασιλέα αἰχμάλωτον παρὰ τὸν Λιγυρίας τύραννον. ἐνταῦθα ὁ Μεδιολάνου ἡγεμὼν οὗτος τόν τε βασιλέα ὑπεδέξατο ἐν τιμῇ, καὶ μεγάλως τιμήσας αὐτὸν ἀπέπεμψεν ἐπὶ τὴν ἀρχὴν αὐτοῦ. καὶ τὸ ἀπὸ τοῦδε οἵ τε Ἰανυΐων ἄνδρες γνώμῃ διενεχθέντες πρὸς τοῦτον οὐ πολλῷ ὕστερον ἀπέστησαν καὶ τὸν ἄρχοντα ἐξήλασαν, καὶ τοὺς ἐς τὴν τῆς πόλεως ἀκρόπολιν καταφυγόντας ὁμολογίᾳ παραστησάμενοι· καὶ αὐτοὶ ἐς τὰ πατρῷα σφίσι τοῦ λοιποῦ τὴν πόλιν διῴκουν, ἐγκαθιστάντες δὲ ἡγεμόνας τῶν ἀστῶν ἐπὶ τῇ ἡγεμονίᾳ, ᾗ καὶ πρότερον αὐτοῖς ἐνομίζετο. ὁ μέντοι Ἀλφόνσος ἀπολυθεὶς ὑπὸ τοῦ Μεδιολάνου ἡγεμόνος εὔνως τε αὐτῷ εἶχε, καὶ ἐπιτηδείως ὑπουργῶν, ἅττ' ἂν αὐτῷ πρὸς χάριν ἡγήσαιτο, ἥδεσθαι οὐκ ἐπαύσατο διὰ παντός, ἐς ὃ δὴ ὁ τοῦ Μεδιολάνου ἡγεμὼν ἐτελεύτησεν. Οὗτος δὲ ὁ Ταρακονησίων βασιλεὺς τῆς τε Βαλεντίας βασιλεύων καὶ Ταρακῶνος καὶ τῆς τε Σαρδόνος νήσου καὶ Κύρνου, καὶ ἐπάρχων τῆς Βαρκενώνης πόλεως εὐδαίμονος κατὰ τὴν Ἰβηρίαν, ἀφίκετο ἐς Σικελίαν μὲν τὸ πρῶτον, μετὰ δὲ ταῦτα ἐς Ἰταλίαν καὶ ἐπὶ Παρθενόπην, καὶ τὴν βασιλείαν κατέσχε τρόπῳ τοιῷδε· τὴν γὰρ Νεάπολιν ταύτην τῆς Ἰταλίας προσελθοῦσαν τὸ παλαιὸν ἐς τὸν Κελτῶν βασιλέα, ἀπεδείκνυτο ἀπὸ οἴκου τοῦ βασιλέως ἐς τήνδε τὴν χώραν τῆς Ἰταλίας βασιλέα καὶ ἄρχοντα. ἡ δὲ βασιλεία ἄρχεται μὲν ἀπὸ Ἰαπυγίας ἄκρας καὶ Μεσαπίας, καὶ ἐπὶ πολὺ προϊοῦσα κατὰ τὸν Ἰόνιον κόλπον ἐπ' ἀριστερὰ εἰσπλέοντι ἀμείβει τε τὴν χώραν τῆς Βάρης οὕτω καλουμένης, καί γε τὴν βασιλικωτάτην ἐπέχει λόγου ἀξίαν οὕτω χώραν. μετὰ δὲ τὴν Γήπονον οὕτω καλουμένην διήκει ἐπὶ Γαέτην καὶ ἐπὶ Κιετίην, πόλιν ὁμοροῦσαν τὸ πρὸς ἑσπέραν τῇ Ρωμαίων χώρᾳ, τὸ δὲ πρὸς ἕω τῷ Ἰονίῳ. ἔχει δὲ καὶ τὴν πρὸς Σικελίαν τετραμμένην χώραν, Ἑλλάδα τὸ παλαιὸν καλουμένην, τὰ νῦν δὲ Καλαβρίαν. ὡς δὴ οὖν ἐπὶ τῶν Κελτῶν βασιλέα περιελήλυθεν ἡ τῆς Νεαπόλεως βασιλεία, ἐπέστησεν αὐτῇ βασιλέα τῶν προσηκόντων αὐτοῦ, ἕνα οἴκου τοῦ βασιλέως. ὃς δὲ ἀφικόμενος ἐς τὴν Νεάπολιν (Λαντίσλαος δ' ἦν ὄνομα αὐτῷ) ἐβασίλευέ τε τῆς χώρας, καὶ ἐπὶ μέγα δυνάμεως τῶν κατὰ τὴν Ἰταλίαν ἐπί τε τὴν Τυρρηνῶν ἀρχὴν ἐστρατεύετο καὶ ἐπὶ τὴν λοιπὴν Ἰταλίαν, μεγάλα ἀποδεικνύμενος ἔργα. καὶ δὴ καὶ ἐπὶ τὴν τῶν Τυρρηνῶν μητρόπολιν Φλωρεντίαν στρατὸν ἐπαγόμενος καὶ προσκαθεζόμενος ἐπολιόρκει. ὡς δὲ χρονιωτέρα ἐγένετο ἡ πολιορκία, λέγεται, ὡς ἐς τὸ ἔσχατον κακοῦ ἀφικόμενοι οἱ τῆς πόλεως λόγους προσέφερον περὶ εἰρήνης, φάσκοντες πείσεσθαι αὐτούς, ὅ τι ἂν κελεύοι, καὶ ἐπὶ τούτοις διαλύεσθαι. τὸν δὲ ξυμβαίνοντα αἰτεῖσθαι τῶν ἀστῶν τινὸς θυγατέρα, εὐπρεπῆ τε οὖσαν καὶ πασῶν τῶν ἐν τῇ πόλει λεγομένων εἶναι καλλίω, ταύτην ὡς ἐπύθετο κάλλει διενεγκεῖν τῶν ἐν τῇ πόλει. φέρει δὲ αὕτη ἡ πόλις μάλιστα δὴ γυναῖκας κάλλει διαφερούσας τῶν ἐν Ἰταλίᾳ, μετ' αὐτῶν γε παρθένους. ταύτην δὲ ἀναπυνθανόμενος οὕτω ἔχειν ἐς κάλλος (ἦν δὲ ἄλλως ὁ βασιλεὺς οὗτος καὶ ἐς γυναῖκας ἐπιμανὴς καὶ ἀκόλαστος), αἰτούμενος ταύτην αὐτῷ δοθῆναι τὴν γυναῖκα, ἐπὶ τῇ ξυμβάσει αὐτὸν συναινέσαι τοὺς Τυρρηνούς, καὶ κελεῦσαι τὸν πατέρα ἐνσκευασάμενον τὴν θυγατέρα αὐτοῦ τῷ καλλίστῳ δὴ κόσμῳ, ἐκδοῦναι τῷ βασιλεῖ. τυχεῖν δὲ ἰατρὸν τὸν τῆς παιδὸς ταύτης πατέρα, ἥκοντά τε ἐς τὰ πρῶτα τῆς τέχνης καὶ ἐπὶ πεῖραν πολλῶν ἀφικόμενον. ὡς δ' οὐκ ἠδύνατο διαφυγεῖν, ὥστε μὴ ἐκδοῦναι τὴν θυγατέρα, ἐγκερασάμενον κόνειον ὡς ἠδύνατο ἰσχυρότατον (ἐν δὲ ταύτῃ τῇ πόλει μάλιστα δὴ τῶν ἐν Ἰταλίᾳ πόλεων ἐγκιρνῶνται τὸ κόνειον ἄμεινον τῶν ἐν ταῖς ἄλλαις πόλεσι) καὶ ἐμβάψαντα τὸ λέντιον ἐς τὸ κόνειον, φέροντα δοῦναι τῇ θυγατρί, ὡς ἐπειδὰν αὐτῇ ἐπιμίσγοιτο ὁ βασιλεύς, μετὰ τὴν συνουσίαν ἐκμάσσειν τὸ αἰδοῖον τῷ λεντίῳ ὡς εὐπρεπέστατα· ταύτην δὲ λαβοῦσαν τὸ λέντιον, θέας τε ἄξιον καὶ χρυσῷ κεκοσμημένον, φυλάττειν, ὥστε ὑπουργεῖν τῷ βασιλεῖ μετά γε τὴν συνουσίαν, ᾗ ἐνετέλλετο αὐτῇ ὁ πατήρ. ἐπεὶ δὲ ἄγοντες τὴν γυναῖκα ἐνεχείρισαν τῷ βασιλεῖ, θεασάμενος ἐκπλαγῆναι τῷ κάλλει αὐτῆς καὶ ἐρασθέντα συγγενέσθαι, πειθομένην τὴν παῖδα τῷ πατρὶ κατὰ τὰ ἐντεταλμένα, τῷ τε λεντίῳ αὐτίκα φιλοφρονουμένην ἐκμάσσειν τὸ αἰδοῖον. καὶ ὡς ἥψατο ἐν ὑγρότητι γενομένου, αὐτίκα πυρέξαι τὸν βασιλέα καὶ μετ' οὐ πολὺ ἀποθανεῖν. τελευτῆσαι δὲ καὶ τὴν γυναῖκα αὐτοῦ, ὡς ἐπ' αὐτὴν ἐπελήλυθε τὸ κόνειον (διανεμηθὲν ἐγένετο δι' ὑγροῦ τὸ κόνειον ἁψαμένους τοῦ λεντίου). τελευτήσαντος μὲν οὖν οὕτω τοῦ βασιλέως τόν τε στρατὸν διαλυθῆναι, ἀποχωρήσαντα ἐπ' οἴκου, καὶ τὴν πόλιν ἐλευθέραν γενέσθαι τῆς πολιορκίας. λέγουσι δὲ Ἰταλῶν τινες, ὡς οὐχ ὁ πατὴρ εἴη ὁ τὸ λέντιον δεδωκὼς τῇ γυναικὶ καὶ ἐγκερασάμενος, ἀλλ' ἡ βουλὴ τῆς πόλεως αὐτὴν συσκευάσασα τῷ καλλίστῳ κόσμῳ, ὡς εὐπρεπεστέραν φανῆναι τῷ βασιλεῖ, καὶ τὸ λέντιον ἐπιδοῦναι, τούτῳ δὴ φιλοφρονεῖσθαι βασιλέα ἐς τὴν συνουσίαν. Ἀλλὰ ταῦτα μὲν ἐς τοσοῦτον λεγόμενα παρίεμεν, οὐκ εὐπρεπῆ ὄντα· μετὰ δὲ τὴν τελευτὴν τοῦ βασιλέως Λαντισλάου τὴν γυναῖκα αὐτοῦ ἐνοχλουμένην εἰς τὴν βασιλείαν ὑπό τε τῶν Ἰταλῶν καὶ ὑπὸ τῶν τῆς χώρας ἀρχόντων, πράγματα παρεχόντων αὐτῇ γημαμένῃ Ραινερίῳ τῷ Προβεντίας βασιλεῖ, ἀνεψιῷ δ' ὄντι τοῦ Κελτῶν βασιλέως, παραδοῦναί τε τὴν βασιλείαν τῆς Παρθενόπης. ταύτην δ' εἶναι θυγατέρα ἐπυθόμεθα τοῦ Ταράντου τε καὶ τῆς Ἰαπυγίας ἡγεμόνος, τοῦ Οὐρσίνων οἴκου ἤτοι Ἀρκίων, ὡς ἂν ταύτῃ Ἑλληνιστὶ λέγοιτο, ἀνδρὸς τὰ μέγιστα δυναμένου ἐν τῇ χώρᾳ ταύτῃ τῆς Νεαπόλεως. τὸν μὲν οὖν Ραινέριον παραλαβόντα τὴν βασιλείαν διαγενέσθαι βασιλεύοντα ἔτη δυοκαίδεκα· ἐν τούτῳ δὲ Ἀλφόνσον τὸν Ταρακόνων βασιλέα καὶ Σαρδόνος καὶ Βαλεντίας, οἴκου ὄντα τῶν Μεδίνων, στόλον ναυπηγησάμενον μέγιστον, ἐπαγομένων αὐτὸν τῶν ἐν Σικελίᾳ Πανορμέων, ἀφικέσθαι τε ἐς Σικελίαν καὶ ὑφ' αὑτῷ σύμπασαν ποιησάμενον ἔχειν, μετὰ δὲ ταῦτα ἀπὸ ταύτης τῆς νήσου ὁρμώμενον κατασχεῖν τὴν ἐν τῇ Παρθενόπῃ ἀκρόπολιν τὴν μεσόγαιον· εἰσὶ γὰρ τῇ πόλει ταύτῃ δύο παράλιοι ἀκροπόλεις καὶ μία μεσόγαιος. στρατὸν δ' ἐπαγόμενος ἐπολιόρκει τε τὴν πόλιν, καὶ μηχανὰς προσφέρων ἐπειρᾶτο ἑλεῖν· ἔνθα καὶ ὁ ἀδελφὸς αὐτοῦ βληθεὶς τηλεβόλῳ ἐτελεύτησε. μετ' οὐ πολὺ δὲ παραστησάμενος εἷλέ τε καὶ κατέσχε τὴν πόλιν. μετὰ ταῦτα τήν τε ἀκρόπολιν ἐπολιόρκει, τήν τε παράλιον καὶ τὴν μεσόγαιον. τὴν μέντοι μεσόγαιον παραστησάμενος λιμῷ ἐξεπολιόρκησε, τὴν δὲ παράλιον παραδόντων αὐτῷ τῶν φυλάκων κατέσχε καὶ φρουρὰν ἐγκαθίστησιν. ἡ δὲ τοῦ βασιλέως γυνὴ ἐπολιορκεῖτο μὲν ἐν τῇ πρὸς τῷ τῆς πόλεως λιμένι ἀκροπόλει· καὶ ὅ τε ἀνὴρ αὐτῆς ὑπεξῆλθεν ἀπελαυνόμενος, καὶ ἀπέπλει ἐπὶ Προβεντίας ὡς στρατόν τε ἐπάξων ὅτι τάχιστα καὶ τιμωρήσων τῇ γυναικί. ἔνθα ἡ βασίλεια Φορτίαν τὸν τῆς Μάρκης ἡγεμόνα μεταπεμψαμένη, καὶ τότε δὴ ἐν Ἰταλίᾳ μέγα δυνάμενον τὰ ἐς στρατηγίαν, τόν τε Ἀλφόνσον ἐξήλασε τῆς πόλεως. ἐκβαλοῦσα ἐκεῖνον ἴσχει τὴν πόλιν, συνεπιλαβομένου τοῦ Φορτία αὐτῇ. ὡς δὲ ἐπ' αὐτῇ τὰ πράγματα ἐγένετο, τήν τε ἀκρόπολιν ἐπολιόρκει τὴν πρὸς τῷ ὄρει μεσόγαιον καὶ ὡς οὐκ ἠδύνατο ἑλεῖν προκαθεζομένη, λιμῷ ἐπολιόρκει. μετὰ δὲ ταῦτα χρόνου οὐ πολλοῦ διελθόντος, τοῦ Φορτίου διατρίβοντος ἐν Ἰταλίᾳ καὶ ἔχοντος ἀμφὶ τοὺς οἰκείους πολέμους, ὡρμημένος ἀπὸ Σικελίας ὁ Ταρακῶνος βασιλεὺς Ἀλφόνσος τήν τε Καλαβρίαν ὑπηγάγετο μὲν πρῶτα, μετὰ δὲ ταῦτα στράτευμα συλλέξας ἐπήλασέ τε δεύτερον καὶ κατέσχε τὴν πόλιν. καὶ ἥ τε βασίλεια Ραινερίου ὑπεξέσχεν ἐκ τῆς ἀκροπόλεως ἐπὶ τὸν παῖδα αὐτῆς, ἡγεμόνα Ταράντου καὶ Ἰαπυγίας· τὸν γὰρ δὴ ἡγεμόνα τῆς Ἰαπυγίας ἐγήματο μετὰ τὴν τελευτὴν Λαντισλάου, ἀφ' ἧς ἔσχε παῖδα τοῦτον τὸν Ἰαπυγίας ἡγεμόνα. ὡς μέντοι Ἀλφόνσος κατέσχε τὴν πόλιν καὶ χώραν τὴν Γήπονον καλουμένην, ἐπολέμει πρὸς τὸν Ἰαπυγίας ἡγεμόνα παῖδά τε τῆς Μαρίας βασιλίδος, καὶ ἐπιὼν κατεστρέφετο τὴν χώραν. χρόνου δὲ ἐπιγινομένου πρέσβεις τε πέμπων παρ' αὐτὸν ὁ τῆς Ἰαπυγίας ἡγεμὼν ἠξίου τε αὐτῷ σπένδεσθαι, ἐφ' ᾧ καὶ ἐπιγαμίαν ποιησάμενος· ἡρμόσατο γὰρ δὴ ὁ βασιλεὺς ἐπὶ τῷ παιδὶ αὐτοῦ νόθῳ Ἰνφεράνδῳ τὴν ἀδελφιδοῦν τοῦ Ἰαπυγίας ἡγεμόνος, θυγατέρα δὲ τοῦ Βενόζης ἄρχοντος. καὶ σπονδὰς ποιησάμενοι, ἐφ' ᾧ ξένους τε καὶ ὑπηκόους εἶναι τῷ βασιλεῖ Ἀλφόνσῳ, μετεπέμπετο ἐπὶ τὴν Νεάπολιν, ἔνθα δὴ ἀφικόμενος ἐς δέος καθίστατο, μὴ ἁλῷ ὑπὸ τοῦ βασιλέως. καὶ διὰ τόδε τὸ δέος ἔδοξε παθεῖν τὰ ἐς φρένας. Οὕτω μὲν ἐς Ἰταλίαν ἐπὶ τὴν βασιλείαν τῆς τε Σικελίας καὶ Παρθενόπης ἀφίκετο Ἀλφόνσος ἀπὸ Ταρακῶνος· ἐλθὼν δὲ ἐς Ἰταλίαν διέτριβεν αὐτοῦ τὰ μὲν πρὸς τοὺς Τυρρηνοὺς τὰ δὲ πρὸς τοὺς Οὐενετοὺς πολεμῶν, τὰ δὲ καὶ σπενδόμενος διετέλει. Ἰανυΐους μὲν ἐπῆγε στόλῳ μεγάλῳ Ραινέριος βασιλεὺς ἐπὶ τὴν πόλιν, καὶ ἐπειρῶντο ἀποβῆναι· καὶ ὡς οὐχ οἷοί τε ἐγένοντο, ἀπέπλεον ἐπ' οἴκου. Ἀλφόνσος μὲν οὖν τὴν Λιγύων χώραν καὶ Ταρακῶνος ἐπέτρεψε τῷ ἀδελφῷ, βασιλεῖ γενομένῳ Ναβάρης· τοῦτον γὰρ ἀπὸ Ταρακῶνος ἐπαγόμενοι οἱ τῆς Ναβάρης χώραν ἐνοικοῦντες, ὅτι γυναῖκα ἐγεγαμήκει τοῦ βασιλέως θυγατέρα, καὶ σφίσιν ἐστήσαντο βασιλέα κατὰ τὰ σφῶν αὐτῶν ἔθιμα. οἱ γὰρ πρὸς ἑσπέραν οἱ πλείους σχεδόν τι ἀποφέρονται μὲν καὶ τὰς τῶν πόλεων προσόδους, ἀρχὰς δὲ οὐ πάνυ τι αὐτοῖς ἔξεστιν ἐγκαθιστάναι ἐς τὰς πόλεις ἢ φυλακάς, ἀλλ' αὐτοί τε οἱ ἐπιχώριοι τάς τε ἀρχὰς μετίασι καὶ φυλακὰς καταστησάμενοι τὴν χώραν ἐπιτροπεύουσι, καὶ τὰ πάτρια σφίσι βιάζεσθαι οὐκ ἔξεστι τοὺς ἐπιχωρίους τὸν βασιλέα παρὰ τὰ σφῶν αὐτῶν ἔθιμα. τότε μὲν οὖν, ὡς ἐπαγομένων σφίσι βασιλέα τῶν Ναβάρης ἀστῶν ἐπὶ τὴν χώραν τὸν Ἀλφόνσου ἀδελφὸν ἐγένετο αὐτῷ ἀπὸ τῆς γυναικὸς αὐτοῦ παῖς καὶ ἐτράφη ἀμφὶ τὰ δώδεκα ἔτη γεγονώς, τὸν μὲν παῖδα κατέσχον αὐτοῦ, τὸν δὲ βασιλέα ἀπεπέμψαντο, φάμενοι ὡς ἐπεί τε ἐγένετο παῖς, οὐ μετεῖναι αὐτῷ τῆς βασιλείας ἔτι τοῦ λοιποῦ, ἀλλ' εἰς τὸν παῖδα ἀνήκειν. ταῦτα μὲν ὕστερον οὐ πολλῷ ἐγένετο. ὅτε δὲ ἐπὶ Ἰταλίαν ἀφίκετο Ἀλφόνσος, τόν τε ἀδελφὸν κατέλιπεν ἐπιτροπεύειν τὴν χώραν αὐτοῦ. Ἄρχεται δὲ αὕτη ἀπὸ Βαλεντίας τῆς χώρας. καὶ ἡ Βαλεντία πόλις ἐστὶ μεγάλη τε καὶ εὐδαίμων, καὶ βασίλειά ἐστιν ἐν αὐτῇ βασιλέως Βαλεντίας. ᾤκηται δὲ αὕτη ἡ πόλις ἀπὸ τοῦ πορθμοῦ τῶν Ἡρακλείων στηλῶν διέχουσα σταδίους ἀμφὶ τοὺς ἑπτακοσίους, ἀντικρὺ Σαρδόνος τῆς νήσου. μετὰ δὲ ἡ Ταρακῶν καλουμένη χώρα διήκει ἔστε ἐπὶ Βαρκενώνην. ταύτῃ διαδέχεται τῆς Ταρακῶνος χώρα ἐπὶ Προβεντίαν τὴν Γαλατίαν. ὥστε δεῖ λέγειν τοὺς ὅρους τῆσδε τῆς βασιλέως χώρας· τὸ μὲν πρὸς ἕω ὁρίζοιτο ἂν τῇ Γαλατίᾳ τῆς Προβεντίας, τὸ δὲ πρὸς ἑσπέραν τῇ Ἰβηρίᾳ, τὸ δὲ πρὸς ἄρκτον τῇ Ναβάρῃ. Βαρκενὼν δέ ἐστι πόλις τῶν πρὸς ἑσπέραν πλούτῳ τε καὶ δυνάμει ὑπερφέρουσα, διοικεῖται δὲ ἐς ἀριστοκρατίαν τετραμμένη τὸ πλέον, καὶ ὑπὸ βασιλεῖ Ταρακῶνος ἀξιοῖ πολιτεύεσθαι ἐς τὰ πάτρια. ἀντικρὺ δὲ ταύτης Κύρνος ἐστὶ νῆσος εὐδαίμων τε καὶ πολυάνθρωπος, καὶ ἡ περίοδος τῆς νήσου λέγεται ἀμφὶ τοὺς δισχιλίους σταδίους. ἔστι δὲ παρ' αὐτῇ καὶ νῆσος ἑτέρα, ἡ μείων καλουμένη. αὕτη καὶ ἐν τῇ ὑπὸ τῷ Ταρακώνων βασιλεῖ ταττομένη ἄρχοντα λαμβάνει. Σαρδὼ μέντοι ἡ νῆσος, μεγίστη τε οὖσα καὶ ἀμφὶ τοὺς πεντακισχιλίους σταδίους ἔχουσα τὴν περίοδον, ὑπὸ τῷ βασιλεῖ τούτῳ διατελεῖ. δύο δὲ πόλεις εἰσὶν ἐν αὐτῇ εὐδαίμονες, Ὀρστάγιά τε καὶ Καγέρη. ἡ μὲν πρὸς ἕω τῆς νήσου, ἡ δὲ πρὸς μεσημβρίαν ἔχουσα ᾤκηται. κουρέλιον δ' ἐν ταύτῃ τῇ νήσῳ οἱ ἁλιεῖς δρέπονται ἀπὸ θαλάσσης τῆς νήσου, καὶ ἐντεῦθεν εἰς τὴν ἄλλην ἀφικνεῖται οἰκουμένην. Ἰβηρία δὲ ὡς ἔχει, ἀρξαμένη ἀπὸ Γαλατίας, ἀφ' ἧς χώρας Κελτίβηρες διαδέχονται καὶ Γασκώνη χώρα, ὑπὸ τῷ Κελτῶν βασιλεῖ διατελοῦσα. μετὰ δὲ τὸ πρὸς ἕω Πεσκαΐων χώρα διαδέχεται, ἐπὶ Ἰβηρίαν διατείνουσα. Ἰβηρία δὲ μεγίστη οὖσα τῶν πρὸς ἑσπέραν χώρα, μετά γε τὴν Κελτικήν, διήκει ἐπ' ὠκεανὸν τὸ πρὸς ἑσπέραν, τὸ δὲ πρὸς ἕω Ναβάρῃ τε καὶ Γαλατίᾳ, καὶ τὸ πρὸς μεσημβρίαν τῇ Πορτουγαλλίᾳ, ἥτις παράλιος οὖσα χώρα ἐπὶ τοῦ ὠκεανοῦ ἐπὶ πολὺ διήκει, καὶ τῇ τῶν Λιβύων τῆς Γρανάτης χώρᾳ· ἐντὸς δ' ἐστὶ τὸ τοῦ Ἰακώβου Ἱερόν. Πορτουγαλλία δ' ἐχομένη τῆς Ἰβηρίαςδιήκει ἐπὶ τὴν ἐντὸς θάλασσαν τοῦ πορθμοῦ, ἐπὶ τὴν τῆς Γρανάτης χώραν. τῆς δὲ Ἰβηρίας χώρας, μεγίστης τε οὔσης καὶ εὐδαίμονος, πόλεις εἰσίν, ἐν αἷς τὰ βασίλεια, ἥ τε Σιβίληνα καλουμένη, μεγάλη τε καὶ πολυάνθρωπος, καὶ Κορδύβη, Μορσίκη καὶ τὸ λεγόμενον Τολέδον καὶ Σαλαμάγκη. καὶ Ἱερὸν δὲ τοῦ Ἰακώβου ἐν ταύτῃ τῇ χώρᾳ ἐστὶ παρὰ τὸν ὠκεανὸν καὶ τὴν ἐκτὸς θάλασσαν. διήκει δὲ καὶ πρὸς τὴν ἐντὸς θάλασσαν ἡ τοῦ Ἰβήρων βασιλέως χώρα. Πορτουγαλλία δὲ ᾤκηται πρὸς τῷ πορθμῷ, ἀπὸ Γρανάτης ἀρξαμένη, ἐπί τε τὸν πορθμὸν καὶ τὴν ἐκτὸς θάλασσαν ἄχρις Ἰβηρίας. Γρανάτη δὲ ἡ χώρα, μεσόγαιος οὖσα, ἐπὶ τὴν Ἰβηρίαν καὶ Γαλατίαν διατείνουσα, οὐ πάνυ τι οὔτε τῇ ἐντὸς θαλάσσῃ οὔτε τῷ ὠκεανῷ προσχρῆται. ὁ μέντοι Ἰβηρίας βασιλεὺς μέγιστον δύναται τῶν εἰς τόνδε τὸν χῶρον, καὶ οἴκου ὢν τοῦ βασιλείου τῆς Γαλατίας, τῶν Λιβύων τὴν τῆς Γρανάτης χώραν ἄγων καὶ φέρων, οὐ παύεται διαπολεμῶν. καὶ φόρον μὲν ἀπάγει ὁ τῆς Γρανάτης Λιβύων βασιλεὺς τῷ Ἰβήρων βασιλεῖ, ὁπότε σπένδοιτο· πολλάκις δὲ ἐπελαύνων πολιορκεῖ τε τὴν πόλιν καὶ τὴν χώραν αὐτοῦ ληΐζεται. ὀρεινὴ δέ ἐστιν ἐπ' ὄρους, ὃ ἀπὸ τῆς ἐντὸς θαλάσσης ἀρξάμενον κατατείνει ἐπὶ τὸν ὠκεανόν, ἐπὶ τὴν Πορτουγαλλίαν χώραν. Οὗτοι μὲν οὖν οἱ βασιλεῖς πρός τε ἀλλήλους διενεχθέντες τε ἐπολέμησαν πολλαχῇ, καὶ κοινῇ πρὸς τὸν βάρβαρον, τά τε ἄλλα καὶ πρὸς τὸν Ἰβηρίας τοῦτον βασιλέα Ἀλφόνσος ὁ Ταρακῶνος βασιλεύς, πρὶν ἢ ἐς Ἰταλίαν ἀφικέσθαι, διεπολέμησεν ἀπὸ αἰτίας τοιᾶσδε, καὶ αὐτός τε ἑάλω ὑπὸ στρατηγοῦ τοῦ Ἰβήρων βασιλέως, Ἀλβάρου τοὔνομα, ἔχειν δὲ καὶ τραύματα ξυνέβη ἀμφοῖν. ὡς δὴ συλλέξας στράτευμα, καὶ τὸν ἀδελφὸν αὐτοῦ Ναβάρης βασιλέα παραλαβών, ἐστρατεύετο ἐπὶ τὸν Ἰβηρίας βασιλέα, ἐσέβαλεν ἐς τὴν Ἰβηρίαν, ἐπαγομένων αὐτὸν ἐπὶ τὴν χώραν τῶν ἐν τῇ χώρᾳ εὐδοκιμούντων ἐνίων διὰ τὸ πρὸς τὸν Ἄλβαρον μῖσός τε καὶ ἔχθος αὐτῶν· τοῦτον γὰρ ἰδιώτην ὄντα ἀπὸ Ταρακῶνος καὶ ἀπὸ μικροῦ πάνυ ὡρμημένον καὶ ἐπὶ ἀρετῇ ἐπίσημον γενόμενον, ὡς παραχρῆμα ἐπεδίδου μέγα, ὑπὸ πάντων δὲ δι' ἀρετὴν τιμώμενον στρατηγόν τε ἀπέδειξε κατὰ τὴν χώραν αὐτοῦ, καὶ ἐπὶ στρατηγίας καθιστάμενος μέγα ἁπανταχοῦ εὐδοκίμει. τότε δή, ὡς παρὰ τῷ Ἰβήρων βασιλεῖ ἐπὶ Ἀλφόνσον πεμφθεὶς σὺν τῷ στρατεύματι, ὑπήντα αὐτῷ κατὰ τὴν χώραν ὡς ἐναντιωσόμενος. ἐπεὶ δὲ ἐπιὼν ὁ Ἀλφόνσος, συμπαραλαβὼν καὶ τὸν ἀδελφόν, ἐν τῇ Ἰβηρίᾳ ἐγένετο καὶ ἐπήλαυνεν, ἐνταῦθα αὐτῷ ὑπαντιάσας ὁ Ἄλβαρος ἐστρατοπεδεύετο, καὶ κήρυκα ἐπιπέμπων προηγόρευεν ἀπαλλάττεσθαι, ἢν σωφρονῇ, ὡς ἔχει τάχιστα ἐκ τῆς χώρας· καὶ ἀποκριναμένου, ὡς οὐκ ἐπὶ τοὺς ὄνους τοῦ πατρὸς αὐτοῦ ἄπεισιν ἐς νομὴν αὐτοὺς ἄξων, ἀλλὰ στρατηγήσων αὐτῷ πάρεστιν, ἐς μάχην ἐτάσσετο, καὶ συμβαλὼν ἐμάχετο ἀμφοῖν τοῖν ἀδελφοῖν. μάχης δὲ καρτερᾶς γενομένης, ὡς οἱ περὶ Ἄλβαρον ἐτρέψαντο τοὺς Ταρακῶνας, ἐπεδίωκον ἀνὰ κράτος, καὶ ἄμφω τὼ ἀδελφὼ συλλαμβάνουσι, καὶ πολλοὺς τῶν Ταρακώνων κατέβαλλον ἐν τῇ διώξει. ὡς δὲ ἀπηχθήτην παρὰ τὸν Ἰβήρων βασιλέα ἄμφω τὼ βασιλέε, κακὸν μὲν οὐδὲν εἰργάσατο αὐτούς, ὅρκοις δὲ καὶ πίστεσι καταλαβὼν τοῦ λοιποῦ μηδὲν πλέον νεωτερίζειν περὶ τὴν ἑαυτοῦ χώραν, ἀφῆκεν ἀσινεῖς ἀπιέναι. μετὰ δὲ ταῦτα Ἀλφόνσος ἀφίκετό τε ἐς Ἰταλίαν, ὡς πρότερόν μοι δεδήλωται, καὶ ἐπὶ τὴν Σικελίαν, καὶ κατασχὼν τὴν Νεαπόλεως βασιλείαν πρός τε τοὺς Ἰανυΐους ἐπολέμει, ἔνθα δὴ καὶ ἑάλω ὑπὸ τούτων, ὡς ἐν τῷ ἔμπροσθεν ἐπεξῆλθον λόγῳ, καὶ ἀχθεὶς παρὰ τὸν Μεδιολάνου ἡγεμόνα αὖθις ἀπελύθη. τὴν μέντοι γυναῖκα αὐτοῦ καταλιπὼν ἐν Ταρακῶνι οὐκέτι πάλιν ἀφίκετο ὀψόμενος πολλῶν ἐτῶν, αὐτοῦ δὲ ἐς ἔρωτας τὰ πολλὰ διατρίβων διεγένετο, χρηματίζων τε ἔρωτι καὶ τοῖς ὅπλοις. ᾗ μὲν αὐτῷ τὰ κατὰ τὴν Ἰταλίαν ἀπέβαινεν, ὕστερόν μοι δηλοῦται προϊόντι τῷ λόγῳ ἐς ἀφήγησιν. Τῷ δὲ βασιλεῖ Ἰβηρίας. περὶ οὗ μοι ἐλέγετο, συνῆπται πόλεμος πρὸς τὸν βασιλέα Λιβύων τῶν ἐν Γρανάτῃ, οἳ δὴ ἀπὸ Λιβύης τὸ παλαιὸν διαβάντες καὶ Ἀλμερίαν πόλιν παράλιον τῆς Εὐρώπης κατασχόντες, διέχουσαν ἀπὸ Λιβύης ὡσεὶ σταδίους πεντήκοντα καὶ διακοσίους, καὶ ἐντεῦθεν ὁρμώμενοι τήν τε Ἰβηρίαν σφίσιν ὑπηγάγοντο, καὶ ἔργα λαμπρὰ ἀποδεικνύμενοι ἐπὶ Κελτικήν, τὴν χώραν αὐτῶν ἐπὶ μέγα αὔξοντες, προηγάγοντο καὶ ἐπὶ Ταρακῶνα καὶ Βαλεντίαν. πρὸς τούτοις δὴ ἀπὸ τῶν Κελτῶν κατιόντες οἱ τῶν Ἰβήρων βασιλεῖς διεδέξαντο τὸν πρὸς τοὺς Λίβυας τούτους πόλεμον, ἐς πόλιν ἐχυρὰν συνελάσαντες, μετὰ δὲ ταῦτα ἐπολιόρκουν, καὶ ἐς δεῦρο ἔτι τελοῦσι τῇ πόλει τε ἐπελαύνοντες αἰεί τε καὶ στρατὸν ἐπάγοντες. καὶ δὴ ὁ τῶν Ἰβήρων βασιλεὺς δόμνος Ἰωάννης, ὃς πρότερόν μοι ἐλέγετο, ἐπελαύνων, προάγοντός τε τοῦ Ἀλβάρου καὶ ἐποτρύνοντος βασιλέα ἐξελεῖν τοὺς Λίβυας, ὡς δὴ καταστρεψόμενος ἐπῆγε τὸν στρατὸν ἐπὶ τὴν πόλιν. ἐνταῦθα ὡς οἱ Λίβυες ἐπολιορκοῦντο δεινῶς καὶ ἐς τὸ ἔσχατον λιμοῦ ἀφικόμενοι, ἐς ἀπορίαν ἀπελαθέντες μηχανῶνται τοιόνδε. ἡμιόνοις δυοκαίδεκα ἰσχάδων φορτία συσκευασάμενοι ἤλαυνον ἐπὶ τὸ στρατόπεδον· τὰς δὲ ἰσχάδας ὡς κατὰ μίαν ἑκάστην διασχίζοντες ἐνέβαλον ἐντὸς χρύσινον ἕνα, καὶ συνετέθειντο αὖθις. τὸ δὲ νόμισμα τῆς Ἰβηρίας χρυσοῦν δύναται χρυσίνους Οὐενετῶν δύο ἕκαστον. ταύτας δὲ τὰς ἰσχάδας ὡς ἐσκευάσαντο οὕτω καὶ ἐπὶ τοὺς ἡμιόνους ἀνετίθεσαν, ὥστε δύνασθαι φέρειν ἕνα ἕκαστον, ἤλαυνον ἐπὶ τὴν τοῦ Ἀλβάρου σκηνήν. τὸν δέ, ὡς ἐπέγνω τὸ ἐν ταῖς ἰσχάσι χρυσίον, ἐρέσθαι τὸν φέροντα, ὅ τι βούλοιτο αὐτοῖς τὸ χρυσίον ἐν ταῖς ἰσχάσιν. ὁ δὲ τοὺς ἡμιόνους ἐλαύνων ἀπεκρίνατο, ὡς τὸ χρυσίον τῆς πόλεως συναγαγὼν ὁ βασιλεὺς ἐπιπέμπει, λέγων, ὡς ἤν τε ἕλῃς τὴν πόλιν, ἤν τε μὴ ἕλῃς, πλέων τούτου χρυσὸς οὐκ ἄν ποτε γένοιτό σοι ἀπὸ τῆς πόλεως. καὶ ἢν ἐξέλῃς τὴν πόλιν, ἀποβαλεῖς ἐσαῦθις ἀπὸ Λιβύης πολλαπλάσιον ἐσόμενον σοί τε καὶ ἡμῖν· ἢν δὲ μὴ ἐξέλῃς τὴν πόλιν, ἕξεις καὶ τοῦ λοιποῦ, ὅσα ἂν ἀπὸ Λιβύης ἐς ἡμᾶς κομίζεται, ταμιεύεσθαι. ταῦτα πυθόμενον λέγεται καὶ Ἄλβαρον, φέροντα τὰς ἰσχάδας, ἀφικέσθαι ἐς ὄψιν τῷ βασιλεῖ, καὶ διαχύσαντα τὰς ἰσχάδας εἰπεῖν "ὦ βασιλεῦ, τὸ δένδρον ἐκεῖνο, ὃ φέρει τοιοῦτον ἡμῖν καρπόν, οὐ καλῶς ἔχει ἡμῖν ἐκκοπῆναι· τοιούτῳ γάρ τοι καρπῷ οὐκ ἔχοιμεν ἂν ἔτι τοῦ λοιποῦ χρῆσθαι, καὶ ἡμεῖς οὐκέτ' ἂν ἐν δέοντι χρησαίμεθα τῇ εὐδαιμονίᾳ, κατακόρως αὐτῇ ἐμφορούμενοι ἐν τῷ παρόντι. ὁρᾷς, ὡς τὰς ἀμπέλους ἀφαιροῦνται, ὅσον ἱκανῶς ἔχει αὖθις ἀποδιδόναι καρπόν. ἢν δὲ βιάσηταί τις αὐτήν, οὐκ ἔχει χρῆσθαι αὐτῇ ἐς τὸ δέον." ταῦτα ἀκούσαντα τὸν βασιλέα, ὡς ἔδοξέν οἱ προσφυῆ λέγειν, ἀπαγαγεῖν τὸν στρατόν. Τούτῳ μὲν οὖν ἀγαγόντι τὴν βασιλέως Πορτουγαλλίας θυγατέρα ἐγένετο παῖς Ἔρρικος τοὔνομα, ἀνὴρ τὰ πολέμια ἀγαθός, ὃς ἐπείτε ἠγάγετο τοῦ Ναβάρης βασιλέως θυγατέρα καὶ οὐκ ἐγένετο αὐτῷ συγγενέσθαι, ἀπεπέμψατο, καὶ δευτέραν ἐσηγάγετο γυναῖκα ἀνεψιὰν αὐτοῦ, θυγατέρα τοῦ Πορτουγάλλων βασιλέως, εἶδος λεγομένην πασῶν τῶν εἰς ἐκεῖνα τὰ χωρία εἶναι καλλίστην, ὑποτιθεμένων αὐτῷ τῶν ἀρίστων, ὡς ἢν ἄλλην ἐσαγάγοιτο γυναῖκα, οἷός τε ἔσοιτο συγγενέσθαι. τὴν μέντοι θυγατέρα τοῦ Ναβάρης βασιλέως ἠνάγκασε ἐς τὸ τῶν Ναζηραίων σχῆμα ἰέναι, καὶ ἀπέδωκεν αὐτῇ χρήματα. ὁ δὲ Πορτουγαλλίας βασιλεὺς οἰκίας ἐστὶ τῶν Γαλατίας βασιλέων. συμβάλλομαι δὲ τήνδε τὴν χώραν ἀπὸ παλαιοῦ πρὸς τοὺς Λίβυας διενεχθέντας τοὺς Κελτῶν βασιλεῖς καταστρεψαμένους ὑφ' αὑτοῖς ποιήσασθαι καὶ παραδοῦναι τοῖς ἐξ αὑτῶν γινομένοις. ὡς δὲ καὶ τὴν Ναβάρης βασιλείαν ἀνήκειν ἐς τὴν οἰκίαν τῶν Γαλατίας βασιλέων νομίζεται, καὶ μηδενὶ ἑτέρῳ ἐξεῖναι παρελθεῖν ἐς τήνδε τὴν βασιλείαν· καὶ γὰρ καὶ τήνδε Κάρουλος ὁ αὐτοκράτωρ καὶ οἱ μετ' ἐκεῖνον βασιλεῖς φαίνονται τήνδε αὐτοῖς καταστρεψάμενοι τὴν χώραν ἀπολιπεῖν τοῖς ἀπὸ τῆς οἰκίας αὐτῶν ἐσομένοις. τὸν μέντοι ἀδελφὸν Ἀλφόνσου ἐπηγάγοντο ἐπὶ τῷδε τῷ λόγῳ, ὡς ἐπεὶ ἔγημε γυναῖκα τοῦ οἴκου τῆς Γαλατίας, ἢν μὲν γένηται αὐτῷ παῖς, τόνδε μηκέτι τοῦ λοιποῦ διατρίβειν ἐν τῇ χώρᾳ, ἀλλὰ τὸν παῖδα καταλιπόντα σφίσι βασιλέα αὐτὸν οἴχεσθαι ἀπαλλαττόμενον, ἢν δὲ μὴ γένηται αὐτῷ παῖς, μετὰ τὴν τελευτὴν αὐτοῦ ἀποδοῦναι τὴν ἀρχὴν ἐπὶ τὸν Γαλατίας βασιλέα. καὶ τόνδε δεξάμενον τοὺς λόγους ἐπὶ τούτῳ παρελθεῖν ἐς τὴν Ναβάρης βασιλείαν. καὶ γεννηθέντος αὐτῷ παιδὸς αὐτόν τε ἀπεπέμψαντο, καὶ τὸν παῖδα σφίσιν ἀπέδειξαν βασιλέα, τὰ πρὸς μητρόθεν ὄντα οἴκου τῶν Γαλατίας βασιλέων. Ταῦτα μὲν οὖν ἐς τοσοῦτον ἐχομένῳ τῆς τοῦ λόγου συμπάσης ὑποθέσεως ἀναγέγραπται ἐς ἀπόδειξιν· ἐπάνειμι δέ, ὅθεν τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην, ἄχρι τοσοῦτον διενεχθείς.
https://byzantium.gr/

ΛΑΟΝΙΚΟΥ ΑΠΟΔΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Στ

Ἀμουράτης δὲ ὁ Μεχμέτεω μετὰ τὴν ἐπὶ Καραμᾶνον ἔλασιν ἐστρατεύετο ἐπὶ Δακούς, ὡς τὸν τοῦ Δρακούλεω παῖδα κατάξων ἐπὶ τὴν ἀρχήν. καὶ ὡς ἐπελαύνων ἤδη ἀπὸ τῶν βασιλείων παρασκευασάμενος, ἐπυνθάνετο Καραμᾶνον νεωτερίζοντα περὶ τὴν ἀρχὴν αὐτοῦ βουλεύεσθαι ἀπόστασιν, συμπαραλαβόντα καὶ τὸν τοῦ Κανδυλόρου ἡγεμόνα καί τινας ἄλλους τῶν τῆς Ἀσίας, ἐλπίζοντα Παίονας ὡς ἐν βραχεῖ παρεσομένους ἐπ' αὐτὸν στρατῷ πολλῷ ἐπιόντας· καὶ τούς τε λοιποὺς τῶν τῆς Ἀσίας τυράννων παρεκάλει ἐπὶ τὴν ἀπόστασιν. ἐπὶ τοῦτον δὴ ἀναζεύξας Ἀμουράτης ὁ Μεχμέτεω ἐστρατεύετο, καὶ Τουραχάνην τὸν Θετταλίας ὕπαρχον ἐπέστελλεν ἐλαύνειν ἐπὶ τὸν Πελοποννήσου Ἰσθμόν, καὶ καθελεῖν τε τὸν Ἰσθμόν, καὶ ἐπιδραμόντα τὴν Πελοποννήσου χώραν, ὅση ὑπὸ τοῖς Ἑλλήνων ἡγεμόσι τυγχάνει οὖσα, ἀπελαύνειν. ὁ μὲν οὖν λαβὼν στράτευμα τὸ τῆς Θετταλίας καὶ Περαιβίας τῆς λίμνης ἀφίκετο ἐπὶ τὸν Ἰσθμόν, καὶ καταλαβὼν αὐτὸν ἔρημον καθεῖλέ τε αὐτόν, καὶ ἐσβαλὼν ἐς τὴν Πελοπόννησον ἐδῄου τε αὐτὴν τὴν χώραν, καὶ ἐπὶ Σπάρτην ἀφικόμενος τήν τε Λακωνικὴν ἐπέδραμε καὶ ἀπήλαυνε. βασιλεὺς δ' εἰς τὴν Ἀσίαν διαβὰς ἐπὶ Καραμᾶνον ἤλαυνε τὸ δεύτερον, καὶ τήν τε χώραν ἐδῄου καὶ ἐπεκράτει. Ἐν ᾧ δὲ ταῦτα ἐγένετο, Γεώργιος ὁ Τριβαλλῶν ἡγεμὼν ἐς λόγους τῷ τε Ἰάγγῳ καὶ τῷ Παιόνων βασιλεῖ ἀφικόμενος, καὶ τῶν ἀρίστων τῆς Παιονίας μετιὼν ἕκαστον, ἐνῆγεν ἐπὶ Ἀμουράτῃ στρατεύεσθαι, καὶ χρήματα ἐς τὴν στρατείαν ταύτην ὑπέσχετο ἱκανὰ δοῦναι αὐτοῖς Παίοσιν, ἃ δὴ καὶ εἰσενέγκατο αὐτοῦ. ταῦτα δὲ αὐτῷ συγκατεργάζετο καὶ Ἰάγγος, ὃς τοῖς μὲν Ἕλλησι φίλιος ἦν, αὐτῷ φίλος τε ὢν ἐτύγχανε. Ἰωάννης δ' οὖν ὁ τοῦ Βυζαντίου βασιλεὺς ἐπολέμει πρὸς τοὺς Ἰανυΐους, διενεχθεὶς ἀπὸ αἰτίας τοιᾶσδε, τῆς ἀπὸ κουμερκίων τοῦ Γαλάτου ἕνεκα. ἐνταῦθα οἱ Ἰανύϊοι ναῦς πληρώσαντες μεγίστας δὴ τῶν παρ' αὐτοῖς καὶ τριήρεις τρισκαίδεκα, καὶ ἐμβιβάσαντες ἐς τὰς ναῦς ὁπλίτας αὐτῶν ἀμφὶ τοὺς ὀκτακισχιλίους, ἐπέπλεον ἐπὶ Βυζάντιον, ἐξελεῖν βουλόμενοι. καὶ ἐπὶ τοὺς Σκύθας τοὺς περὶ Βόσπορον ἐστρατεύοντο· τὴν γὰρ πόλιν αὐτῶν Καφᾶν καλουμένην ἐπὶ τῷ Βοσπόρῳ οἱ Σκύθαι, πρὸς τοὺς ἐν τῇ πόλει ταύτῃ διαφερόμενοι, ἦγόν τε καὶ ἔφερον. δι' ἃ δὴ καὶ πρὸς τὸν βασιλέα τῶν τῇδε αὐτοῦ Σκυθῶν Ἀτζικερίην πρέσβεις πέμψαντες, ὡς ξυμβαίνειν ἐπὶ τοῖς διαφόροις, ὡς οὐδὲν σφίσι τῶν δεόντων ἀπέβαινεν, ἀνήνεγκαν τὴν πόλιν ἐπὶ τὴν Ἰταλίαν. ὡς οἱ Ἰανύϊοι δεινόν τι ποιούμενοι τοὺς Σκύθας λυμαίνεσθαι τῇ πόλει αὐτῶν ἀνήκεστον (ἐτύγχανε δὲ κατὰ ταὐτὸ καὶ ἡ πρὸς τοὺς Ἕλληνας αὐτῶν διαφορά), παρεσκευάζοντο καὶ ἐπ' ἀμφοτέρους στρατεύεσθαι ὡς ἐξελοῦντες. ἀφικόμενοι δὲ ἐς Βυζάντιον καὶ πόλεμον τῇ Κωνσταντίνου πόλει προαγορεύοντες, ἐπιπλεύσαντες δὴ ἐς τὸν Εὔξεινον πόντον παρῆσαν ἐς τὸν Καφᾶν. ἐνταῦθα δὴ τῆς Χερρονήσου ἀποβάντες ἴεντο εὐθὺς ὁμόσε ἐπὶ τοὺς Σκύθας, ἐξιόντες δὲ ἀπὸ τῆς πόλεως ἐπῄεσαν. ἐνταῦθα οἱ Σκύθαι, ὡς ἑώρων τοὺς Ἰανυΐους οὕτω κόσμῳ οὐδενὶ ταξαμένους ἐπιέναι αὐτοῖς, λόγον οὐδένα σφῶν ποιουμένους, τραπόμενοι γὰρ τῇ προτεραίᾳ ἐπὶ ποταμόν τινα αὐτοῦ ταύτῃ τῆς χώρας ηὐλίζοντο, οὔτε φυλακὰς καταστησάμενοι ἐς τὸ στρατόπεδον, οἰόμενοι δὴ οὐδέποτ' ἂν τοὺς Σκύθας ἐς τοσοῦτον τόλμης ἀφικομένους ἐθελῆσαι ἀνακινδυνεύειν συμβάλλοντας. ἐνταῦθα ὡς οἱ πρῶτοι αὐτῶν τοῦ στρατεύματος οὐκ ἀνέμενον τοὺς οὐραγούς, ὥστε ἐπὶ μέτωπον γενέσθαι τὸ στράτευμα, ἀλλ' ἐπὶ βάθος πορευομένους βάδην ἐποιοῦντο, ἐπῆγον ἐπὶ τοὺς πολεμίους, Σκύθαι δὲ ἐνταῦθα ἐπέκειντο τοῖς πρώτοις αὐτῶν, ὡς τούτοις μαχόμενοι. ἐτρέψαντο αὐτίκα ἐπιτιθέμενοι, καὶ ἐδίωκον, ὡς ποδῶν εἶχεν ἕκαστος. ἐνταῦθα ἐπέπιπτον ἐς τοὺς ἑτέρους αὐτῶν, καὶ ἔτρεπον καὶ τούτους ἐς φυγήν, καὶ οὕτως ἄχρι τῶν οὐραγῶν ἐγένοντο. τρεψάμενοι δὲ ἅπαν τὸ στράτευμα ἐς φυγὴν ἐφόνευον, οὐδενὸς φειδόμενοι, πάντα, ὃν ἐπικαταλαμβάνοιεν, κατακαίνοντες, ἐς ὃ δὴ ἐς τὴν πόλιν διεσώζοντο, ὥστε μὴ ἀπολέσθαι. οὕτω δὴ ἀπαλλαχθέντες τοῦ πρὸς Σκύθας τοὺς ἐν τῷ Βοσπόρῳ νομάδας, κατέπλεον ἐς Βυζάντιον. ἀφικόμενοι ἐς Γαλατίην πόλιν τὴν καταντικρὺ Βυζαντίου ἐν τῇ Εὐρώπῃ, καὶ κοινῇ βουλευσάμενοι, ὃν τρόπον τὴν πόλιν μαχούμενοι ἐξέλωσι, τάς τε ναῦς ἐπλήρωσαν, καὶ ἐξοπλισάμενοι κατὰ τὸν Βυζαντίου λιμένα προσέφερον τὰς ναῦς ἐπὶ τὸ τεῖχος ὡς ἀπὸ τῶν νεῶν τὴν πόλιν αἱρήσοντες. οἱ μὲν οὖν Βυζάντιοι παρεσκευάζοντο ἀμυνούμενοι, καὶ ἀπὸ τοῦ τείχους ἐμάχοντο πρὸς τοὺς Ἰανυΐους ἀξίως λόγου· καὶ ὡς προσέβαλλον τῷ τείχει ἀπὸ τῶν νεῶν καὶ ἐπειρῶντο ἑλεῖν, οὐκ ἠδύναντο ἐπιβῆναι τοῦ τείχους, ἀμυνομένων τῶν Ἑλλήνων κατὰ τὸ καρτερόν. ἐνταῦθα, ὡς οὐδὲν αὐτοῖς προεχώρει, διέστησάν τε καὶ ἀπέπλεον ἐπὶ Ἰταλίας. ἡ μέντοι πόλις τῶν Ἰανυΐων ἡ Γαλατίη ἐπολέμει ἐπὶ συχνόν τινα χρόνον τῷ Βυζαντίῳ, καὶ τηλεβόλοις ἐξ ἀλλήλων οἵ τε Ἕλληνες καὶ οἱ ἐκ τοῦ Γαλάτου ἐνέβαλλον, ὁπότε καὶ ὁ Λεοντάρης Ἰωάννης τῷ τείχει τῆς Γαλατίης σφοδρῶς ἐπεισπεσὼν ἀπέκλεισε ταύτην, στερηθεῖσαν παντὸς τροφίμου καὶ τῶν ἄλλων. καὶ πολλοὺς τῶν ἀπὸ τῶν νηῶν τῶν Ἰανυΐων ἐπιδραμὼν οὗτος κατέσχε, καὶ μεθ' ἁλύσεων τῷ βασιλεῖ Ἰωάννῃ ὄντι ἐν τῷ οἰκήματι τοῦ Ξυλλᾶ προσεκόμισεν ὡσεὶ τριακοσίους, προσευρὼν τούτους ἐν τῷ χάρακι τοῦ Γαλάτου. μετὰ ταῦτα διαπρεσβευσάμενοι πρὸς ἀλλήλους περί τε τῶν ἔξω ἀμπελίων τοῦ Γαλάτου καὶ περὶ τῶν κουμερκίων αὐτῶν, ὅπως συγκατατεθῇ ὁ βασιλεύς, συγκατένευσαν οἱ Ἰανύϊοι, ἀποχαρίσαντες καὶ μᾶλλον τῷ βασιλεῖ χρυσίνους χιλίους φθορᾶς ἕνεκα τοῦ ἐν τῇ βασιλικῇ πύργου, εἰς ὃν οἱ Ἰανύϊοι τηλεβόλοις ἐχρήσαντο, καὶ τῶν ἐργαστηρίων τῶν ἐν τῇ μέσῃ, ἐξ ὧν ἐχαλάσθησαν, καὶ τὴν σημαίαν αἴρειν τοῦ βασιλέως Ἑλλήνων. Ταῦτα μὲν ἐς τοσοῦτον τοῖς Ἕλλησι προσενήνεκται ἐς τοὺς Ἰανυΐους· Ἰωάννης μέντοι ὁ τῶν Ἑλλήνων βασιλεὺς ἐνταῦθαδιαπρεσβευόμενος πρὸς τὸν Ρωμαίων ἀρχιερέα, Εὐγένειον τοὔνομα ἔχοντα, ὥστε ἐς ταὐτὸ συνιέναι καὶ τὴν ἐπὶ τῆς θρησκείας διαφορὰν συνεξελεῖν, ἐπειρᾶτο τῆς τῶν ἑσπερίων γνώμης, εἰ περὶ πολλοῦ Ρωμαῖοι ποιοῖντο ξυμβῆναι τοῖς Ἕλλησιν, ὡς καὶ ἐπὶ τοὺς Γερμανοὺς ἀφίκετο αὐτοῦ ἡ πρεσβεία. ἐτύγχανον δὲ τότε οἱ Γερμανοὶ περὶ Βασιλέαν πόλιν, διενεχθέντες γνώμῃ πρὸς τὸν Εὐγένειον ἀρχιερέα, καὶ ἀποδοκιμάζοντες αὐτὸν καθίστασαν αὐτοὶ ἀρχιερέα Φελίκιον τοὔνομα, ἄνδρα τῶν παρ' αὐτοῖς δοκίμων, ξύνοδόν τε ποιησάμενοι κοινῇ κἀπιδεδειγμένοι. οὗτοι μὲν οὖν ἄμφω πληρώσαντες τριήρεις μετεπέμποντο ἑκάτεροι ἐπ' αὐτοὺς Ἰωάννην τὸν Βυζαντίου βασιλέα, τήν τε ξύνοδον ἐπὶ σφίσι ποιήσασθαι ἑκάτεροι ἀξιοῦντες, καὶ συνεξελεῖν σφίσι τὰ διάφορα, ξυνῳδὰ ἀποδεικνυμένους. ὡς δὲ ἀφίκοντο ἀπὸ τοῖν ἀρχιερέοιν ἀμφοῖν τριήρεις, τὴν μέντοι ξύνοδον τὸν τῆς Βασιλέας πλοῦν ἀπεπέμψατο ἠπίως, φάμενος ἐπὶ τοὺς Ρωμαίους αὐτὸν ἐνδεδέσθαι πρότερον καὶ τούς τε Οὐενετοὺς καὶ τὴν ἄλλην Ἰταλίαν, ἐνταῦθα αὐτὸν ἰέναι κελεύοντας· παραλαβὼν δὲ τούς τε Βυζαντίου ἀρχιερεῖς καὶ Ἑλλήνων τοὺς ἐλλογίμους ᾤχετο ἀποπλέων ἐπὶ Ἰταλίαν. καὶ ἐς τοὺς Οὐενετοὺς ἀφικόμενος ἐκομίζετο ἐπὶ Φερραρίας, ᾗ διατρίβειν τὸν ἀρχιερέα Εὐγένειον ἐπυνθάνετο· ἐκομίζετο δὲ διὰ τοῦ Ἠριδανοῦ. διέχει δ' αὕτη ἡ πόλις ἀπὸ τῶν Οὐενετῶν σταδίους περὶ τοὺς τριακοσίους, ἄρχοντας δὲ ἔχει ἄνδρας οἰκίας τῶν Ἐστενσίων καλουμένους. ἔστι δ' ἡ πόλις αὕτη εὐδαίμων τε καὶ πολυάνθρωπος, καὶ περὶ αὐτὴν ῥέει ποταμὸς τοὔνομα Πάδος. ᾤκηται δὲ ἡ πόλις ἐς τὴν Ρωμαίων μοῖραν ἀποτεταγμένη. ἐγένοντο δ' οὗτοι, οὓς ἐσήμανον ἄρχοντας τῆς πόλεως, ὧδε. Ἀνὴρ δὲ οὗτος ὁ τότε τῆς πόλεως ἄρχων ἐπιεικής τε καὶ οὐκ ἀσύνετος, ξυμφορὰ δὲ συνεβεβήκει αὐτῷ τοιάδε. γυνὴ ἦν αὐτῷ, θυγάτηρ τοῦ Μονφεράτου ἡγεμόνος, τό τε εἶδος ἀρίστη καὶ τὸν τρόπον ἔμπροσθεν οὐκ ἀγενής. αὕτη ἠράσθη νόθου τινὸς υἱέος τοῦ ἀνδρὸς αὐτῆς· ὃς ἐπεί τε ἐφοίτα παρ' αὐτὴν ὄψιμος, ᾗ νομίζεται ἁπλοϊκώτερον μᾶλλον τοῖς κατὰ τὴν Ἰταλίαν οἰκοῦσι, προὐκαλεῖτο ἐν παιδιᾷ γενομένη σὺν τῷ νεανίᾳ ἐπὶ τὸν ἔρωτα. καὶ ὡς ᾔσθετο δὴ ἐρωμένην αὐτοῦ, ἐσῄει τε αὐτὸν ὁ τῆς γυναικὸς ἔρως, καὶ ἐπὶ χρόνον ἐπεμαίνετο τῇ γυναικὶ μητρυιᾷ οὔσῃ ἑαυτοῦ. τῶν δὲ θεραπαινίδων τις, ὡς ᾔσθετο τούτων οὕτως ἀλλήλων ἐρώντων καὶ συγγενομένων, καταγορεύει τῷ ἑαυτῆς ἐραστῇ, ᾧ δὴ πάντων ἠρέσκετο ὁ ἡγεμὼν τῆς πόλεως καὶ ἐτίμα μεγάλως. ἐπεί τε ἐξέμαθε καὶ αὐτὸς αἰσθόμενος, ἐξαγορεύει τῷ δεσπότῃ αὐτοῦ, λέγων "ὦ δέσποτα, ἐμοὶ μέντοι κατὰ γῆς εἴθε ἂν γένοιτο καταδῦναι μᾶλλον, ἢ ὁρᾶν τοιαῦτα ἐν τῷ σῷ οἴκῳ ἀθέμιτα γινόμενα πράγματα. τὴν γάρ τοι δέσποιναν ἐμοὶ ἐθεασάμην σὺν τῷ παιδὶ νόθῳ μίσγεσθαι ἐν φιλότητι, ἄθεσμα ἐργαζομένους. ποίει τε, ὅπως ἐξαπαλλαγῇς ταύτης τῆς γυναικός· μηκέτι αὐτῇ συνοικοίης. ἀλλ' ἀπόπεμψον καὶ τὸν νεανίαν." ὁ δὲ ὡς ἐπύθετο, ἐν θαύματι μὲν ἔσχετο ἐπὶ τῷ γεγονότι, ἱμείρετο δὲ ὅτῳ τρόπῳ ἰδὼν ἐξαγορεύοι τὸ γεγονός, καὶ αὐτὸς ἔφη ἐθέλειν θεάσασθαι καὶ αὐτόπτης γενέσθαι. ἐνταῦθα ἐπὶ τὴν κοίτην ἄνωθεν ὀπὴν ποιησάμενος βραχεῖαν, ὥστε μὴ αἰσθάνεσθαι ἐκείνους τῆς ὀπῆς, ἐθεᾶτο ἄνωθεν τὴν γυναῖκα αὐτοῦ μισγομένην τῷ παιδὶ αὐτοῦ ἐν τῇ κοίτῃ. ὡς δὲ κατεῖδέ τε καὶ ἐξέμαθε τὸ γεγονός, μεταπέμπεται πρῶτα μὲν τὴν γυναῖκα. ἐπεὶ δὲ παρῆν, ἔλεγε τοιάδε "ὦ γύναι, ποῖός σε δαίμων ἐς τοῦτο μανίας συνελάσας, ὥστε παιδὶ τῷ ἐμῷ συγγενέσθαι ἀνοσιώτατα πασῶν δὴ γυναικῶν, ὧν ἴσμεν ἡμεῖς; καὶ πῶς οἴει τοῦτο καλῶς ἔχειν ἐμοί τε καὶ σοὶ ἐς τὸν γάμον;" ἡ δὲ ὑπολαβοῦσα ἔφη "ἀλλ' ὅπως μέν, ὦ δέσποτα, τοιαῦτα εἰργασάμην τὸν σὸν γάμον, οὐκέτι εἰμὶ ἔξαρνος, ἀλλ' εἶναι ἀληθῆ ταῦτα ὁμολογῶ. μόνη δὲ τούτου αἰτία ἐγὼ κατέστην, αὐτή τε ἀνοσιώτατα ἔργα ἐς νοῦν τιθεμένη, ὑπὸ ἀνάγκης μείζονος προαχθεῖσα, οὐκ οἶδ' ὅπως ἐς τοῦτο γενομένη, καὶ τὸν νεανίαν ἄκοντα ἐφελκομένη ἐς τὸν ἀνοσιώτατον ἔρωτα. καὶ αὐτὴ μὲν δικαίως ἂν τὴν δίκην ὑπέχοιμι, δέομαι δέ σου μὴ περὶ τὸν νεανίαν ἀνήκεστα βουλεύσασθαι, οὐδαμῇ τούτου αἴτιον ὄντα." ἐνταῦθα τὸν παῖδα μετὰ ταῦτα αὐτίκα μεταπεμψάμενος ἐπήρετο, εἰ δίκαιά ἐστιν, ἅττα ἐπ' αὐτοφώρῳ ἑάλω ποιῶν. καὶ ὡς οὐκ εἶχεν ἀρνεῖσθαι ἐκπλαγέντα, συγγνώμην ζητῶν ἐπετράπετο. εἵπετο δὲ τῷ νεανίᾳ καὶ ἄνθρωπος, ὃς συνῄδει τε αὐτοῖς τὸν ἔρωτα καὶ συνηπίστατο, καὶ ὑπουργῶν διετέλει ἀμφοῖν· μῖμος δ' ἦν, ὃς τήν τε ἀρχὴν τῷ νεανίᾳ ὤτρυνεν ἐπὶ τὸν ἔρωτα. καὶ τοῦτον καλέσας ἤρετο ὁ δεσπότης, πόθεν τοσοῦτον ἔργον ἑαυτὸν πεποιηκὼς εἴη ἀνοσιώτατον. ὁ δὲ ἔλεγεν "ὅτι τὴν ἐρωμένην τοῦ σοῦ παιδὸς ἑλόμενος συνεγένου· διὰ ταῦτα σὺν δίκῃ ἐποίησέ τε τοιαῦτα." ὁ γάρ τοι παῖς αὐτοῦ ἤρα γυναικὸς ἐν τῇ πόλει, οὐ μέντοι συνεγένετο τῇ γυναικὶ ταύτῃ· καὶ ἐπείτε ἐπυνθάνετο καλλίστην εἶναι ὁ πατήρ, ὕστερον ἐβιάσατό τε καὶ συνεγένετο. ταύτην τὴν αἰτίαν ὁ μῖμος τόν τε νεανίαν ἐπὶ τὸν ἔρωτα τῆς γυναικὸς ἐκείνης προετρέψατο. ταῦτα μὲν οὖν ὡς ἕκαστα ἐπύθετο, ἐκέλευσε τὴν κεφαλὴν τοῦ παιδὸς ἀποταμομένους μετὰ ταῦτα αὐτίκα καὶ τῆς γυναικὸς ἀποταμεῖν, καὶ ὕστερον τοῦ μίμου. τοιαύτῃ μὲν τύχῃ ὁ τῆς πόλεως ἄρχων περιπεσὼν συμφορᾷ τε ἐχρῆτο, καὶ οὐ πολλῷ ὕστερον ἔγημε θυγατέρα τοῦ Λιγύρων τυράννου, καὶ παιδιᾷ ἀνεὶς ἑαυτὸν τὰ πολλὰ παρεμυθεῖτο τὴν τύχην. Ὁ μέντοι Ἑλλήνων βασιλεὺς ὡς παρῆν ἐν Φερραρίᾳ παρὰ τὸν Ρώμης ἀρχιερέα, ὃς αὐτοῦ τότε διατρίβων ἐτύγχανεν ἀπὸ Ρώμης ἀφικόμενος (Οὐενετὸς γὰρ ἦν), καὶ τῆς πατρίδος ἐδεῖτο τιμωρεῖν αὐτῷ ἐς τὴν πρὸς Γερμανοὺς διαφοράν. ἐς διάλεξίν τε κατέστησαν πολυπραγμονοῦντες τὴν διαφοράν, ὅποι ἔχει ἄμεινον κεῖσθαι αὐτοῖς ἀμφοῖν. ἐντεῦθεν δὲ ἀπαλλαττόμενοι ἀφίκοντο ἐς Φλωρεντίαν τὴν Τυρρηνῶν μητρόπολιν, πόλιν μεγάλην τε καὶ εὐδαίμονα καὶ καλλίστην τῶν ἐν Ἰταλίᾳ πόλεων. Ἡ δὲ Τυρρηνία ἄρχεται μὲν ἀπὸ Περώζης πόλεως, καὶ ἀπείργουσα ἐν δεξιᾷ πόλιν εὐδαίμονα Βονωνίαν διήκει δὲ ἐπὶ τὴν Λούκην. ἔστι δὲ ἥ τε Λούκη καὶ τὸ Περούζιον πόλεις αὐτόνομοι, ἐς δημοκρατίαν ἀποκλίνουσαι. ἡ δὲ Φλωρεντία πόλις ἐστὶν ὀλβιωτάτη μετά γε τὴν Οὐενετῶν πόλιν, ἐπὶ ἐμπορίαν ἅμα καὶ γεωργοὺς παρεχομένη τοὺς ἀστούς. συνέσει δὲ τῶν ἄλλων δοκοῦσιν οὗτοι προέχειν, καὶ διαπράττεσθαι ἄμεινον, ἐς ὅ τι ἂν γένοιντο οἱ τῆσδε τῆς πόλεως ἄνδρες. εὐθύνονται δὲ κατὰ τάδε. βουλή ἐστιν αὐτοῖς ἐς πεντακοσίους, περὶ τῶν τῆς πόλεως πραγμάτων τὴν ψῆφον τιθεμένη, καὶ περὶ πολέμου καὶ εἰρήνης καὶ πρεσβειῶν χρηματίζουσα σφίσι. καὶ ἄνδρες δύο πάρεστον αὐτοῖς ἐπήλυδες, οὓς μεταπέμπεται ἡ πολιτεία, τιμῶντες. τὸν μὲν δικαστὴν ἐφιστᾶσιν αὐτῇ τῶν ἐγκλημάτων τῆς πόλεως, τὸν δὲ ἐς τὸ τὰς ἄλλας δίκας δικάζειν τῆς πόλεως αὐτὸν ἀμφὶ τὴν τῆς πόλεως ἄλλην διοίκησιν ἔχουσιν. ἐπήλυδας δὲ οὗτοι ἐπάγονται τοὺς ἄνδρας αὐτούς, ὡς ἂν μὴ πολῖται, οἵ τε δικάζοντες δίκην τινά, ἐπὶ θάτερα ταλαντεύοιντο. αἱροῦνται δὲ ἄρχοντας τῶν πραγμάτων τῆς πόλεως καὶ σημαιοφόρον παρ' αὐτοῖς καλούμενον, τριμηνιαίους τὴν ἀρχήν, ἐς οὓς τὰ πράγματα τῆς πόλεως τά τε χρήματα καὶ ἡ πρόσοδος ἀναφέρεται. καὶ ἐπειδάν τινες πόλεμον φέροντες ἢ εἰρήνην, ἀνηνέχθη ἐς αὐτούς, οὗτοι αὖ ἐπὶ τὴν πεντακοσίων βουλήν. τοὺς δὲ ἄρχοντας αἱροῦνται ἀπὸ τοῦ δήμου, δημότας τε ὄντας καὶ τεχνῶν τινων ἐπιστάτας. ἔξεστι δὲ καὶ ὁτῳοῦν ξένῳ ἐν ταύτῃ τῇ πόλει γενέσθαι πολίτῃ, ξυνεισφέροντι ἐς τὴν πόλιν καθὰ νομίζεται αὐτοῖς. ἡ μέντοι βουλὴ ἐπειδάν τινι ψήφῳ προσκέοιτο, τοῖς τε ἄρχουσιν ἐπιτρέπει διαπράττεσθαι ὡς κάλλιστά τε καὶ ἄριστα. ἐς ταὐτὸ δὴ τὸ τῆς πολιτείας εἶδος τετραμμέναι εἰσὶ σχεδόν τι σύμπασαι αἱ τῆς Τυρρηνίας πόλεις, τό τε Περούσιον, ἡ Λούκη καὶ τὸ Ἀρέτιον καὶ αἱ Σῆναι πόλεις. Ἐνταῦθα δὴ ἀφιγμένοι οἱ Ἕλληνες σὺν τῷ ἀρχιερεῖ πολυπραγμονοῦντες μὲν ἐπί τινα χρόνον τὴν τῆς θρησκείας διαφοράν, ὅπῃ τε ἔχει ἄμεινον εἰρῆσθαι αὐτοῖς, καὶ τελευτῶντες ξυνέβησαν ἐς τὸ αὐτό, ξυνῳδὰ ἀποφηνάμενοι ἀμφότεροι σφίσι τὰ διάφορα, ὡς τῇ γνώμῃ ἐς ταὐτὸ ἄμφω τὼ γένεε ἰόντες, μηδεμίαν βούλεσθαι σφίσι καινοτομίαν αὐτοῖς. καὶ ἐξέφερον τοῦτο γράμμασι, καὶ ἐς τοὺς ἁγίους ἐπιμαρτυρούμενοι μηδέτερον νεωτερίζειν πρὸς τὴν θρησκείαν. ἐντεῦθεν ἐπιλεξάμενος ὁ τῶν Ρωμαίων ἀρχιερεὺς ἄνδρε δύο τῶν Ἑλλήνων εὐδοκιμωτάτω ᾠκειώσατό οἱ, ἀνακτώμενος τὰ μάλιστα ἀξίως τε τῆς παρ' ἑαυτῷ τιμῆς τῆς μεγίστης, καρδινάλεις τε ἀπέδειξεν, οἷα τῆς θρησκείας ἡγεμόνε. τούτους γὰρ δὴ ἐς τὴν παρ' ἑαυτῷ ἐγγυτάτω χώραν ἱδρυμένους, ἀμφὶ τοὺς τριάκοντα, ἑταίρους τε αὑτῷ ἐπάγεται καὶ συμβούλους, παρεχόμενός τε πρόσοδον ἱκανὴν καὶ χώραν, ἀφ' ἧς ἂν αὐτοῖς προσίοι χρήματα, τῷ μὲν πλέω τῷ δὲ ἐλάττω, ἀξιῶν ὡς ἔχει τε ἑκάστῳ καὶ χώρας. ἐς τούτους δὴ ἀπολεξάμενος ἄνδρας δύο τῶν Ἑλλήνων, Βησσαρίωνα τὸν ἀπὸ Τραπεζοῦντος, Νικαίας ἀρχιερέα, καὶ Ἰσίδωρον τὸν Σαρματίας ἀρχιερέα, ὑπουργώ τε ἔσχεν αὑτῷ καὶ συνεργὼ ἐς τὴν πρὸς τοὺς Ἕλληνας διάλυσιν τῆς διαφορᾶς. περὶ μὲν οὖν Βησσαρίωνος τοσόνδε ἐπιστάμενος μνήμην ποιήσομαι, ὡς ξυνέσει τε τῇ ἀπὸ φύσεως πολλῶν δὴ τῶν ἐς τοῦτο εὐδοκιμούντων Ἑλλήνων μακρῷ πρῶτος γενόμενος, καὶ κρίνειν τε ἐφ' ὅ τι ἂν γένοιτο κράτιστος δοκῶν γενέσθαι, τὰ δὲ ἐς σοφίαν τὴν Ἑλλήνων τε καὶ Ρωμαίων οὐδενὸς δεύτερος. τοῦτον δὴ ἀγασθέντα τὸν Ρώμης ἀρχιερέα Νικόλαον, τὸν μετὰ ταῦτα ἐπιτρέψαι τῆς Βονωνίας πόλιν εὐδαίμονα ἐπιτροπεύειν αὐτῷ· ἐν ταύτῃ τε, τῆς πόλεως ἐν στάσει ὡς τὰ πολλὰ γενομένης καὶ τῶν στασιωτῶν ἐπὶ διαφορὰν σφίσιν ἀφικνουμένων, δαιμόνιόν τινα τῶν ἐν τῇ πόλει ταύτῃ ἐπιφανῆναι. ἔστι δ' ἡ πόλις αὕτη ἐν ταῖς κατὰ τὴν Ἰταλίαν πόλεσιν εὐδαίμων τε καὶ πλούτῳ καὶ τῆς ἄλλης εὐδαιμονίας οὐ πολλῷ τῶν πρώτων λειπομένη πόλεων, κεκόσμηται δὲ καὶ ἐς τὴν τῶν λόγων ἄσκησιν, ἐς τὰ πρῶτα ἀνήκουσα Ἰταλίας. τὸν δὲ Ἰσίδωρον ἐλλόγιμόν τε ὄντα καὶ φιλόπατριν, ἁλόντα τε ὕστερον ἐν Βυζαντίῳ ὑπὸ βαρβάρων, ἐπαμύνοντα τῇ πατρίδι. τούτω δὲ ὡς ἀξιώσει τε παρὰ τοῖς Ἕλλησι δοκοῦντε προέχειν καὶ συμπράξειν αὐτῷ τὰ πρὸς τοὺς Ἕλληνας ἐπιλεξάμενος ὁ τότε Εὐγένειος ἀρχιερεὺς ξυνέβη ἐς ταὐτὸ τοῖς Ἕλλησι· καὶ ἐπικουρίας τε δεομένῳ τῷ Ἑλλήνων βασιλεῖ, ὅσα ἐς φυλακὴν τῆς πόλεως παρεχόμενον, ὑπέσχετο τοῦ λοιποῦ μελήσειν αὐτῷ ἱκανῶς τῆς βασιλείας αὐτοῦ καὶ τῶν Ἑλλήνων, καὶ τοὺς Παίονας καὶ Γερμανοὺς ἐπὶ Τούρκους ἀναγνώσαντα στρατεύεσθαι μὴ ἀνεῖναί ποτε ἐποτρύνοντα ἐς τοῦτο αὐτοῖς, ὥστε ἀγαθὸν εἴδεσθαι τοῖς τε Ἕλλησι καὶ τοῖς ἄλλοις. Ταῦτα ὑποδεξαμένου τοῦ ἀρχιερέως ἐκομίζετο ἐπὶ τὴν βασιλείαν Βυζαντίου μετὰ ταῦτα ὁ τῶν Ἑλλήνων βασιλεύς. οἱ μὲν οὖν Ἕλληνες ὡς ἐπ' οἴκου ἐγένοντο, οὐκέτι ἔφασαν ἐμμένειν τοῖς ὡμολογημένοις, ἀλλὰ τοὐναντίον κατέστη μηκέτι βουλομένοις συντίθεσθαι τοῖς Ρωμαίοις. ὁ μέντοι ἀρχιερεὺς καὶ σοφῶν τινὰς ἐπεπόμφει ἐπὶ τὸ Βυζάντιον παρὰ τοὺς Ἕλληνας, ἐς διάλεξιν ἀφιξομένους τοῖς τῶν Ἑλλήνων σοφοῖς, οἳ οὐ προσίεντο τὴν γενομένην σφίσι ξύνοδον κατὰ τὴν Ἰταλίαν, Μάρκῳ τε τῷ Ἐφέσου ἀρχιερεῖ, οὐδὲ τὴν ἀρχὴν τιθεμένῳ τῷ τῶν Λατίνων δόγμαται τὸ παράπαν, καὶ Σχολαρίῳ τῷ τότε παρ' Ἕλλησι τὰ ἐς σοφίαν εὐδοκιμοῦντι. οὐ μέντοι ἠνύετο αὐτοῖς οὐδὲν ἐς λόγων ἅμιλλαν ἀφικνουμένοις, ἀλλ' ἀπεχώρουν ἄπρακτοι ἐπὶ Ἰταλίας. Ὁ δὲ Εὐγένειος οὐ πολλῷ ὕστερον ἀφίκετο ἐς Ρώμην, συμβαλλομένων αὐτῷ τῶν Οὐενετῶν, φερομένων τότε τῷ πολέμῳ ἄμεινον πρὸς τὸν Λιγυρίας τύραννον. οἱ γὰρ Οὐενετοὶ ἐπαγόμενοι στρατηγὸν σφίσιν ἄνδρα Λίγυρα, Καρμανιόλαν τοὔνομα, κηδεστὴν γενόμενον τοῦ Λιγύρων τυράννου, τό τε στράτευμα ἐπέτρεψαν αὐτῷ· καὶ ὃς παραλαβὼν τό τε στράτευμα καὶ ναῦς, ὅσας ἠξίου πληρῶσαι αὐτῷ τοὺς Οὐενετούς, ἐστρατεύετο πεζῇ τε καὶ διὰ τοῦ Ἠριδανοῦ, ἔχων ναῦς ἐξωπλισμένας ἐς τὰς ἐπάλξεις ξυλίνας ἀμφὶ τὰς ἑβδομήκοντα, ἐπὶ τὸν Μεδιολάνου ἡγεμόνα τὸν Φίλιππον. ὑπῆν δὲ ἐκείνῳ στρατηγὸς Νικόλεως ὁ Βραχὺς ἐπίκλην, ἀνὴρ τὰ πολέμια ἀγαθὸς καὶ ἐς τὰ πρῶτα ἀνήκων τοῦ πολέμου. καὶ πρῶτα μὲν ἐφέροντο οἱ Οὐενετοὶ ἐς τὸν πόλεμον ἐπὶ πολὺν χρόνον τινά, ἔς τε τὴν λίμνην τῆς φυλακῆς καλουμένην διαπολεμοῦντες ἀλλήλοις. καὶ ἐπὶ Βρίξιαν πόλιν ἐλθόντος Νικόλεω τοῦ Βραχέος, καὶ πολιορκοῦντος τὴν πόλιν ὡς ἐξαιρήσοντος, ἀντέστησαν ἐπὶ συχνόν τινα χρόνον, καὶ ἐς τοῦτο ἀνάγκης ἐληλυθέναι, ὥστε καὶ μύας καὶ γαλᾶς ἐδηδοκέναι καὶ δεινὰ ὑπενεγκεῖν μὴ ἐνδιδόντας τὸ παράπαν τοὺς Λίγυας. Γουέλφων δὲ μοῖραν οὖσαν ἐν τῇ πόλει ἀντιστῆναι ἐπὶ τοσοῦτον. τὴν γάρ τοι Ἰταλίαν σύμπασαν ἐς δύο μοίρας διακεκρίσθαι ἐπυθόμεθα, τήν τε Γουέλφων καὶ Γιβελλίνων. ὅτῳ μὲν οὖν τρόπῳ καὶ γένος καὶ πόλεις τῶν κατὰ τὴν Ἰταλίαν ἁπανταχῇ ἐς δύο τούτω μοίρα διέστη, ὥστε ἀλλήλαις πολεμίας εἶναι, διενεχθεῖσαι τῇ γνώμῃ διὰ παντός, καὶ ὅθεν τὴν ἀρχὴν ἔσχε τῆς διαφορᾶς, οὔτε τινὸς ἐπυθόμην, ὥστε ἀληθές τι περὶ αὐτῶν ἐπισημῆναι, οὔτ' αὐτὸς συμβαλλόμενος ἔχοιμ' ἂν λέγειν τι ἀσφαλὲς περὶ αὐτῶν. ἡ μέντοι Λιγύρων χώρα καὶ ἡ τῶν Ἰανυΐων ἐς τὴν Γιβελλίνων ἀποκέκριται μοῖραν, ἡ δὲ τῶν Οὐενετῶν καὶ τῶν Ρωμαίων καὶ ἡ Μάρκη ἐς τὴν Γουέλφων διέστη διαφοράν. Τυρρηνοὶ μέντοι καὶ ἡ χώρα τῆς βασιλείας, ἐπὶ Ἰαπυγίαν μακρὰν διατείνουσα, ἐπ' ἀμφότερα ταλαντεύονται· οἱ μὲν γὰρ τούτων ἐς τὴν Γουέλφων οἱ δὲ ἐς τὴν Γιβελλίνων ἀποκέκρινται μοῖραν, καὶ ἐν μιᾷ τε καὶ τῇ αὐτῇ πόλει ἔστιν ἰδεῖν ἄμφω τὼ μοίρα διεστηκυία τε καὶ μαχομένα ἀλλήλαις. δι' ἃ δὴ καὶ ὡς τὰ πλέω τὰς στάσεις λογίζομαι συμβαίνειν τοῖς κατὰ τὴν Ἰταλίαν γίνεσθαι. συνέβη δὲ ἐν τούτῳ καὶ τοὺς ἐν Παταβίῳ ἐπαγομένους τὸν σφῶν ἡγεμόνα, Μαρσίλιον τοὔνομα, οἴκου τῶν Καραρίων, συντίθεσθαι αὐτῷ παραδοῦναι τὴν πόλιν. ἔστι δὲ αὕτη ἡ πόλις μεγάλη τε καὶ εὐδαίμων, ἔχουσα περίβολον ἀμφὶ τοὺς ἑβδομήκοντα σταδίους. ῥεῖ δὲ διὰ τῆς πόλεως ποταμὸς Βρέντας τοὔνομα, καὶ τούτῳ περιιόντι γενομένη ἐχύρωται ἐς τὰ μάλιστα. τοῦτον ὡς ἐπήγοντο τὸν Μαρσίλιον, συνθέμενοι ἡμέρᾳ, ᾗ αὐτὸν δέοι παρεῖναι ἐς τοὖργον, ἐπιγενέσθαι τε χειμῶνα μέγιστον, καὶ διακωλῦσαι τὸν ἄνδρα παρεῖναι, ἐς ἣν συνέθετο ἡμέραν. ἕνα δὲ τῶν συνειδότων τὴν προδοσίαν, δεδιότα περὶ αὑτῷ, μὴ φθάσας ἕτερος καταμηνύσῃ τὴν προδοσίαν, ἀφικόμενος αὐτὸς ἀναγορεύει τὴν προδοσίαν. οἱ δὲ ὡς ᾔσθοντο, τήν τε πόλιν ὀχυρώσαντο φυλακαῖς, ὡς οἷόν τ' ἦν μάλιστα αὐτοῖς, καὶ τὸν Μαρσίλιον λοχίσαντες, ᾗ ἔμελλε διεξιέναι, ἐπιόντα τῇ πόλει ἑλεῖν τε, καὶ τοὺς ἐν τῇ πόλει ἄνδρας, ἐς ἑκατόν που τὸν ἀριθμόν, σὺν γυναιξί τε ἅμα ἀνελεῖν, καὶ αὐτὸν Μαρσίλιον διαχρήσασθαι. ταῦτα δὲ ἐς τὸν πόλεμον τοῦτον ξυμβαίνοντα Οὐενετοῖς ἐπέρρωσέ τε μᾶλλον, καὶ ἐς τὰς στρατηγίας Καρμανιόλου τὰ πρῶτα μὲν ἐπὶ πολὺ ἐφέροντο ἄμεινον ἐς τὸν πόλεμον τοῦ Λιγύρων ἡγεμόνος. μετὰ δὲ ταῦτα προδιδόντος τούτου, ὡς ἐμηνύθη αὐτοῖς, ᾗ λέγεται, ἑάλω τε ἐπ' αὐτοφώρῳ ἐπιβουλεύων τῇ πόλει καὶ ἀπέθανε. τοσόνδε μέντοι λέγεται ὡς μέλλοντος αὐτοῦ ἐς τὸν χῶρον ἐς ὃν ἔδει τελευτῆσαι ἀποβαλόντα τὴν κεφαλήν, ἐπησφαλισμένῳ τῷ στόματι ἀφικέσθαι, ὡς ἂν μὴ διαμαρτύρασθαι ἔχοι ἐς τοὺς παρόντας αὐτῷ τελευτῶντι. μετὰ μὲν οὖν τὴν τελευτὴν τούτου μετεπέμποντο Φραγκίσκον τὸν Σφορτίαν ἐπίκλην, καὶ στρατηγὸν ἀποδειξάμενοι ἐνεχείρισαν αὐτῷ τὰ πράγματα ἐς τὸν πόλεμον. τούτῳ μὲν συνήνεγκε χρηματισαμένῳ ἀπὸ Οὐενετῶν αὐτῷ ὕστερον οὐ πολλῷ χρόνῳ ἐς τὴν Μεδιολάνου ἡγεμονίαν ἐλθεῖν· χρηματίζων δὲ αὐτοῖς ἐς τὰς στρατηγίας καὶ μέγα εὐδοκιμῶν ἄχρι Λοδίης πόλεως τῆς ἐγγυτάτω Μεδιολάνου ἀφίκετο, καταστρεφόμενος τήν τε Πέργαμον καλουμένην χώραν καὶ ἄλλα ἄττα τῆς Λιγυρίας πολίσματα, τὰ ἐπέκεινα τοῦ Ἄδα ποταμοῦ. μετὰ δὲ ταῦτα σπονδῶν γενομένων ἀμφοῖν, τοῖς τε Οὐενετοῖς καὶ τῷ Μεδιολάνου ἡγεμόνι, ἠγάγετο θυγατέρα νόθον τοῦ ἡγεμόνος ἐς γυναῖκα αὑτῷ καὶ ἐκ μέσου ἀμφοῖν γενόμενος διετέλει ἡσυχίαν ἄγων πρός τε τὸν Νικόλεων πολεμῶν. Οὗτος μὲν οὖν, ὡς αἱ σπονδαὶ ἐγένοντο καὶ εἰρήνη ἦν, ἀφίκετο ἐπὶ τὴν Παρθενόπην παρὰ τὸν Ταρακωνησίων βασιλέα, ὡς συστησόμενός τε ἑαυτὸν τῷ βασιλεῖ καὶ ὑπουργήσων αὐτῷ, εἴ του δέοιτο ἐς τὸν πρὸς τοὺς Τυρρηνοὺς πόλεμον. ὡς μέντοι αὐτῷ οὐδὲν εὕρατο ἐπιτήδειον, ἐπανῄει παρὰ τὸν Μεδιολάνου ἡγεμόνα. καὶ ὃς οὐ πολὺς χρόνος μετὰ ταῦτα ἐτελεύτησεν, ἀνὴρ τὰ ἐς στρατηγίαν κράτιστος γενόμενος, ἄγειν τε στρατὸν καὶ διαμάχεσθαι. διαβήτην δὲ ἔχων νόσον ἐπὶ πολλὰ ἔτη ἐτελεύτησε, καταλιπὼν ἑαυτοῦ μνείαν τῆς Ἰταλίας ἁπανταχῇ, τὸ γένος γενόμενος Περούσιος. Φραγκίσκος μὲν οὖν, ὡς οὐ πολλῷ ὕστερον ὁ Μεδιολάνου ἡγεμὼν ἐτελεύτησε νόσῳ τὸν βίον καταλιπών, κατέστη δὴ ἐς διαφορὰν αὐτίκα τοῖς Οὐενετοῖς, ὡρμημένος ἐπὶ τὴν τυραννίδα Μεδιολάνου. οἱ γάρ τοι Οὐενετοί, ὡς ἐτελεύτησεν ὁ Φίλιππος, τοῖς τε Μεδιολάνου συνετίθεντο, ἐπὶ ἀριστοκρατίαν παρακαλοῦντες τὴν πόλιν, καὶ τιμωροῦντες αὐτῇ ἐς τὴν τῆς πολιτείας κατάστασιν. καί πῃ καὶ ἐπὶ χρόνον τινὰ διῳκεῖτο ἡ πόλις, αἱρουμένη ἀρχὰς τὰς τῶν ἀρίστων σφίσιν ἐνόντων τῇ πόλει. καὶ ἐστενοχώρει αὐτὴ ὡς ἐπὶ τὴν ἰσονομίαν τετραμμένη, στρατόν τε ἐπιπέμπουσα. ἡ μὲν οὖν πόλις ἐστίν, ᾗ ἐχώλευεν, ἐπὶ τυραννίδα διώκουσα, καὶ ἐπεκαλοῦντο σφίσιν ἡγεμόνα τὸν Φραγκίσκον· οἱ δὲ ἄλλοι ἐναντιοῦντο αὐτοῖς. οὗτος μὲν οὖν στρατὸν συναγείρας ἦγε σπουδῇ ἐπὶ τοὺς Οὐενετούς, ᾗ ἐπυνθάνετο αὐτοὺς στρατοπεδευομένους. ἐπιὼν δὲ σὺν τῷ στρατῷ ἀγχοῦ τῆς πόλεως ὡσεὶ σταδίους ἑκατὸν ἐπολιόρκει τὴν πόλιν, πραγμάτων τε τὰ πρὸς τὴν τυραννίδα ἐπιλαβόμενος τοὺς ἐπιτηδείους αὐτῷ συγκατεργάζεσθαι, καὶ οὐκ ἐπιτρέπων τῶν ἐπιτηδείων ὁτιοῦν εἰσιέναι εἰς τὴν πόλιν, ὥστε πιεζομένους ἐς ὁμολογίαν αὐτῷ καταστῆναι. ἐλάσαι μὲν οὖν εὐθὺ τῆς πόλεως οὐκ ἐποιεῖτο βουλήν, δεδοικὼς τὸν δῆμον τῆς πόλεως, μέγιστον δὴ ὄντα τῶν κατὰ τὴν Ἰταλίαν καὶ πολλαπλάσιον τοῦ ἑαυτοῦ στρατοῦ, πρὸς δὲ καὶ ἄριστον τὰ πολεμικά, τοῦ στρατοῦ ἀξιόχρεων, καὶ τοῦ ἀπὸ Οὐενετῶν στρατοῦ προσδοκίμου αὐτοῖς παρέσεσθαι ἐπὶ τὸν πόλεμον τόνδε. οὗτος μὲν οὖν αὐτοῦ, πράσσων τὰ πρὸς τὴν πόλιν, τὴν μονὴν ἐποιεῖτο. ὡς δὲ ἐπιβοηθοῦντα στρατὸν τὸν ἀπὸ Οὐενετῶν ἐπυνθάνετο παρεῖναι ἤδη, προεξανιστάμενος ὑπήντα, ὡς εἶχε τάχους, μακρὰν ἀπὸ τῆς πόλεως ἐς πεντακοσίους μάλιστά πῃ σταδίους, καὶ ἐστρατοπεδεύετο. ἐνταῦθα ἀντεστρατοπεδεύετο καὶ ὁ Οὐενετῶν στρατηγός, (Κουδουνίδας δ' ἦν ὄνομα αὐτῷ), καὶ περιταφρευσάμενος ἀνέμενε τὸ ἀπὸ Μεδιολάνου στράτευμα ἐπιβοηθῆσον αὐτῷ, καὶ τότε τὴν συμβολὴν ποιήσασθαι. ἔνθα δὴ ὁ Φραγκίσκος, διὰ τῶν κατασκόπων ὡς ἐπύθετο ἀπὸ τῆς πόλεως ἐξελαύνειν τὸν στρατὸν ἐπιβοηθήσοντα τοῖς Οὐενετοῖς, νυκτὸς πυρὰ πολλὰ ἁψάμενος ἐν τῷ στρατοπέδῳ, ὥστε μηδὲν τοιοῦτον ὑπολογίζεσθαι τοὺς πολεμίους, καὶ ἐξοπλισάμενος νυκτὸς ἐλαύνει ὅτι τάχιστα σπουδῇ ἐπὶ τὸν Μεδιολάνου στρατόν. καὶ ἐνταῦθα μάχην ποιησάμενος, καὶ διαφθείρας τὸ πλέον τοῦ στρατοῦ, καὶ περιγενόμενος αὐτοῦ, ὥστε μηδ' ὁτιοῦν ὑπολειφθῆναι ὅ τι καὶ ἄξιον λόγου, αὐτίκα ἀπελαύνει ὀπίσω ἐπὶ τὸ στρατόπεδον. καὶ ξυμβαλὼν τῷ Οὐενετῶν στρατηγῷ, οὐ πολλῷ ὕστερον μάχην τε ἐμαχέσαντο ἰσχυράν, καὶ ἐς φυγὴν τρεψάμενος εἷλέ τε ἱππέας ἀμφὶ τοὺς ἑξακισχιλίους καὶ νίκην ἀνείλετο περιφανῆ. οὐ πολλῷ δὲ ὕστερον ἐπελαύνων ἐπὶ τὴν πόλιν, ᾗ καὶ τὸ πρότερον διέτριβε, καὶ πράττων διεπράξατο. καὶ εἰσῄει οὐ πολλῷ ὕστερον, εἰρήνην τε ἐποιήσατο, Ναζηραίου τινὸς ἐς τοῦτο παρακινήσαντος. καὶ τὸν παῖδα αὐτοῦ ἔπεμψεν ἐς τοὺς Οὐενετούς, καὶ εὔνοιαν ἐνδεικνύμενος διετέλει. Ἀλλὰ ταῦτα μὲν ὕστερον οὐ πολλῷ ἐγένετο· τότε δὲ ὡς Ἕλληνες ἐπ' οἴκου ἐγένοντο, Εὐγένειος ὁ ἀρχιερεὺς οὐδὲν λόγου ἄξιον ἔπεμπε παρὰ τοὺς Ἕλληνας τὸ ἐς ἐπικουρίαν φέρον. αὐτίκα οἱ Ἕλληνες ἐτράποντο, καὶ μετέμελεν αὐτοῖς καταλυσαμένοις πρὸς τὸν ἀρχιερέα. οὐκ ἔπεμπε δὲ δι' αἰτίαν τήνδε. πόλεμός τε γὰρ συνῆπτο αὐτῷ κατὰ τὴν Ἰταλίαν ἐπὶ τοὺς Τυρρηνοὺς ἐπὶ χώρας διαφορᾷ, καὶ στρατόν τε ἔχων καὶ δαπάνην καὶ στρατηγὸν ἐπ' αὐτῷ προσήκοντα ἐς γένος, ἄνδρα ἐλλόγιμον πατριάρχην, πολεμῶν ὁτὲ μὲν τοῖς Τυρρηνοῖς, ὁτὲ δὲ καὶ τῷ Οὐρβίνῳ, τῷ μετὰ ταῦτα ἡγεμόνι οὐκ ἐπαύετο· ἐδόκει τε γὰρ ἡ Τυρρηνῶν μητρόπολις τότε φρονεῖν τὰ τοῦ Λιγύρων ἡγεμόνος Φιλίππου καὶ συμμαχεῖν ἐκείνῳ κατὰ τὸ ἰσχυρόν. δι' ἃ δὴ καὶ πρὸς τὸν ἀρχιερέα Οὐενετὸν ὄντα, τοῦ οἴκου Κονδουλμαρίων, ὅν τινα δὴ οἶκον ἀξιοῦντος τοῦ ἀρχιερέως τῆς συγκλήτου ἐποιήσαντο ἀπὸ τοῦδε, καὶ ἔξεστι μετασχεῖν αὐτοῖς. διαπολεμούντων γὰρ ἀλλήλους τῶν τε Οὐενετῶν καὶ τοῦ Μεδιολάνου ἡγεμόνος Φιλίππου, ξύμπασά τε ἡ Ἰταλία διέστη πρὸς ἑκατέρους. Εἰσὶ δὲ τυραννίδες ἀνὰ τὴν Ἰταλίαν αἵδε, ἡ τῆς Φερραρίας, οἴκου τῶν Ἐστενσίων, καὶ οἱ τοῦ Ἀριμίνου, καὶ οἱ τῆς Μάρκης Μαλατεσταῖοι, καὶ Οὐρβίνου τύραννος καὶ Μαντούης καὶ Μεδιολάνου καὶ Ρώμης καὶ Νεαπόλεως καὶ Ἰαπυγίας. τούτων οἱ τῆς Φερραρίας ὡς ἔχουσιν ἡγεμόνες, καὶ Μεδιολάνου καὶ Ἰαπυγίας καὶ Μαντούης, ἐλέχθη, ὡς ἱκανῶς γοῦν ἔχειν ἐς μνείαν αὐτῶν τὸν λόγον ποιουμένους. περὶ δὲ τῶν Οὐρβίνου τυράννων τοσάδε ἐπίσταμαι. δοκοῦσι δὲ οἱ Μαλατεσταῖοι γένος τε εἶναι παλαιότατον, καὶ ἐς τὴν Μάρκης ἀρχὴν ἐπὶ πολλὰ ἔτη διαγενέσθαι, ἡγεμονεύοντες τοῦ τε Ἀριμίνου καὶ ἄλλων τῶν ἐν ταύτῃ πόλεων ἐπιφανῶν· ὅθεν δὴ καὶ ὡρμημένους καὶ ἐς στρατηγίας καταστῆναι τῶν ἀμφὶ τὴν Ἰταλίαν πρυτανευόντων. γενέσθαι δὲ Οὐενετοῖς στρατηγοὺς ἐντεῦθεν καὶ Τυρρηνοῖς, καὶ ἐπὶ τὴν τῆς Μαντούης ἀρχὴν παρεληλυθέναι. Περὶ δὲ τοῦ Ρώμης ἀρχιερέως ἔρχομαι ἐρῶν, ὡς ἐπειδὰν τελευτήσῃ ἀρχιερεύς, συλλέγονται οἱ καρδινάλιοι ἐς οἶκόν τινα, καὶ τάς τε ψήφους διαφερόμενοι τίθενταί τε καὶ αἱροῦνται, ὃν ἂν οἵ τε τῆς Κολονίου καὶ Οὐρσινίου καρδινάλιοι, καὶ ἐκλέγονται σφίσιν ἐς αἵρεσιν τοὺς ἐπιτηδείους. εἰσὶ δὲ αὗται αἱ οἰκίαι μέγισται δὴ τῶν ἐν Ρώμῃ καὶ μέγιστον δυνάμεναι, καὶ ἐπὶ τούτους ὁτὲ μὲν τούτους, ὁτὲ δὲ ἐκείνους ταλαντεύεσθαι. συμφέρονται δὲ ὡς τὰ πολλὰ καὶ ἐπήλυδας μηδὲ ἑτέρωσε ἀποκλίνοντας ποιοῦνται ἀρχιερεῖς. ἐπειδὰν δὲ τὰς ψήφους ἐπιλέγωνται καὶ ἀποδειχθῇ, ἀρχιερέα ἀναγορεύουσί τε αὐτόν, οἴκοι κατέχοντες, ἐς ὃ ἂν καὶ τοῖς λοιποῖς συνδόξῃ ἡ αἵρεσις. καθίζουσι δὲ ἐπὶ σκίμποδος ὀπὴν ἔχοντος, ὥστε καὶ τῶν ὄρχεων αὐτοῦ ἐπικρεμαμένων ἅπτεσθαί τινα τῶν προσταχθέντων, ὥστε καταφανῆ εἶναι ἄνδρα εἶναι τοῦτον. δοκοῦσι γὰρ τὸ παλαιὸν γυναῖκα ἐπὶ τὴν Ρώμης ἀρχιερατείαν ἀφικέσθαι· οὐ γὰρ ἐπίδηλος ἦν, ὅτι καὶ οἱ ἄρρενες σχεδόν τι τῆς Ἰταλίας καὶ ξυμπάσης τε τῆς πρὸς ἑσπέραν χώρας ἐπιεικῶς ξυρῶνται τὸ γένειον· ἔγκυον δὲ γενομένην, ὡς εἰς τὴν θυσίαν ἀφίκετο, γεννῆσαί τε τὸ παιδίον κατὰ τὴν θυσίαν καὶ ὀφθῆναι ὑπὸ τοῦ λαοῦ. δι' ἃ δὴ ὥστε ἐπιγνῶναι καὶ μὴ πάνυ τι ἐνδοιάζειν, ἅπτονται, καὶ ἁψάμενος ἐπιφωνεῖ "ἄρρην ἡμῖν ἐστιν ὁ δεσπότης." τὰ μέντοι ὀνόματα μεταβάλλουσιν, οἷα θειότεροι σφῶν αὐτῶν γινόμενοι καὶ ἐς πᾶν μεταβολῆς ἀφικόμενοι. αἱροῦνται δὲ καὶ ὀνομασίας τὰς ψήφους, ἐντιθέμενοι τὰ τῶν ἀρχιερέων ὀνόματα. σέβονται δὲ μέγα αὐτὸν οἵ τε τῆς Ἰταλίας ἡγεμόνες καὶ οἱ πρὸς τὴν λοιπὴν ἑσπέραν. καρδινάλιοι δέ εἰσιν ἀμφὶ τοὺς πεντήκοντα. οἱ γάρ τοι Ἰταλίας ἡγεμόνες σχεδόν τι ἐς τὰ δύο ἐπιδιελόμενοι τὰς ἀρχάς, ἐπειδὰν παῖδε δύο γένωνται, τὸ μὲν τῷ παιδὶ εἰς τὴν ἡγεμονίαν ἐκδιδόασι, τὸ δὲ αὖ τῷ ἑτέρῳ παιδί, ὥστε μὴ διαφορὰν αὐτοῖς ἐγγίνεσθαι, ἐς ἱερωσύνην καταλείπεσθαι. καὶ τὸ ἀπὸ τοῦδε μεγάλην ἔχειν αὐτοῖς τὴν ἀξίαν τῆς Ρώμης ἀρχιερέα, τά τε ἄλλα καὶ ἐπιτηδείως ἔχειν αὐτῷ σύμπαντας. Περὶ μὲν τούτων Ἰωακεὶμ ἐλλόγιμος τῶν κατὰ τὴν Ἰταλίαν σοφῶν γενομένων, καὶ ἐπὶ μαντικὴν ἀφικόμενος, τούς τε ἐσομένους ἀρχιερεῖς προεσήμαινε, τρόπῳ ᾧ ἂν ἕκαστος τούτων παριὼν ἐπὶ τὴν ἡγεμονίαν βιώσοιτο, δαιμόνιον δὲ γίγνεσθαι, ἐπειδὰν ἐς τὰ ἔργα καταστῇ τὰ μαντεύματα αὐτῷ. καὶ λέγεται μὲν περὶ τοῦ ἀνδρὸς τούτου καὶ ἕτερ' ἄττα θαύματος ἄξια. ἰδιώτην γὰρ ὄντα, καὶ οὐδ' ὁτιοῦν ἐπαΐοντα ἢ μικρὸν ἢ μέγα σοφίας, πυλωρὸν δὲ ὄντα κατά τινα μονὴν τῶν ἐν Ἰταλίᾳ ὄντων Ναζηραίων, τυχεῖν ἐλθόντα ἐς κῆπον· τῷ δὲ πορευομένῳ ἐπιφανῆναι ἄνδρα αὐτῷ τὸ εἶδος κάλλιστον, καὶ ἐπιστάντα οἱ εἰπεῖν, κατέχοντα ἐν ταῖς χερσὶν ὑδρεῖον, "ὦ Ἰωακείμ, λάβε, πίε τοῦ οἴνου τούτου· κάλλιστος γάρ ἐστι." τὸν δὲ λαβόντα ἐπιπιεῖν τε τοῦ οἴνου ἱκανῶς καὶ ἐμφορηθῆναι. ὡς δὲ ἄρα ἱκανῶς ἔχειν αὐτῷ εἴρηται πρὸς τὸν ἄνθρωπον, ἐπειπεῖν αὐτῷ τὸν ἄνδρα "ὦ Ἰωακείμ, εἰ τὸ πᾶν ἔπιες τοῦ οἴνου, τὸ πᾶν ᾔδεις ἀκριβῶς." ἐντεῦθεν τοῖς σοφωτάτοις καταστῆναί τε ἐς διάλεξιν, καὶ δαιμόνιόν τινα τὴν σοφίαν ἐπιφαίνεσθαι. ἐντεῦθεν δὲ ὡρμημένον ἐπὶ τὴν τῆς ἀρχιερατείας ἡγεμονίαν, προσημᾶναι μεγάλ' ἄττα ἐσόμενα ὁτῳοῦν, ἀποσημειωσάμενος, ὥστε καταφανῆ γίνεσθαι, ἐπειδὰν ἐς ἔργον ἐκβῇ. οἷα μέντοι προεσήμαινεν, ἔξεστιν ἁπανταχῇ περιιόντων τῶν σημείων αὐτοῦ. Περὶ δὲ τῶν κατὰ τὴν Ἰταλίαν τυράννων, οὐ πάνυ μεγάλων ὄντων καὶ ὑπ' αὐτὸν ταττομένων τὸν Μεδιολάνου ἡγεμόνα, ᾗ δὴ καὶ οἱ τῆς Σικελίας καὶ Καλαβρίας καὶ Ἰαπυγίας καὶ τῆς ἄλλης χώρας τῆς κατὰ τήνδε τὴν χώραν ὑπὸ τῷ Παρθενόπης βασιλεῖ τάττονται, οὐδὲν δέον ἐπιμνησθῆναι περὶ αὐτῶν, παρήσω. πολιτεῖαι δὲ ἐς τὴν Ἰταλίαν τελοῦσαι εἰσὶν ἥ τε Οὐενετῶν πόλις καὶ ἡ Βονωνία καὶ αἱ Τυρρηνικαὶ πόλεις (ὅσαι τε εἰσί, καὶ πρότερόν μοι δεδήλωται) ἑπόμεναι τῇ Φλωρεντίᾳ καὶ κατὰ ταὐτὰ διοικούμεναι, καὶ ἡ τῶν Ἰανυΐων πόλις. αὗται μὲν οὖν σχεδὸν αἱ τῆς Ἰταλίας ἡγεμονίαι, ὁτὲ μὲν πρὸς τοὺς Οὐενετούς, ὁτὲ δὲ καὶ πρὸς τὸν Μεδιολάνου τύραννον τὴν συμμαχίαν ποιούμεναι. ἐπάνειμι δὲ ἐπὶ τὸν πρότερον λόγον. Ἕλληνες μὲν ὡς ἐπ' οἴκου ἐκομίζοντο, τῷ τε βασιλεῖ Ἀμουράτῃ πρέσβεις πέμποντες ἠξίουν τε αὐτῷ εἰρήνην ποιεῖσθαι καὶ ἐμπεδῶσαι αὐτῷ τὰς σπονδάς. ξυνέβη δὲ οὐ πολλῷ ὕστερον τὸν μέντοι Κωνσταντῖνον τοῦ βασιλέως ἀδελφὸν ἐπὶ Πελοπόννησον ἀφικόμενον παρακαλεῖν τὸν ἀδελφὸν ἐπὶ τὴν τῆς βασιλείας διαδοχήν, καὶ ἀπεσπασμένον ὡρμῆσθαι μὲν αὐτὸν ἐπὶ Βυζάντιον πλέοντα, γενόμενον δὲ ἐν Λήμνῳ, ὡς ἔγημε τοῦ Λέσβου ἡγεμόνος θυγατέρα, ἐπιπλεῦσαί τε αὐτῷ τοῦ βασιλέως στόλῳ Ἀχμάτην, καὶ πολιορκῆσαι αὐτὸν ἐν Κοτζίνῳ τῆς Λήμνου πόλει σὺν τοῖς ἀμφ' αὐτόν. τὸν δὲ Ἀχμάτην ἀποβάντα ἐς τὴν νῆσον καὶ ἐπιδραμόντα πολιορκεῖν τὸν βασιλέως ἀδελφὸν ἐπὶ ἡμέρας ἑπτὰ καὶ εἴκοσι, καὶ καταβαλόντα τὸ τεῖχος τηλεβόλοις, οὐκ ἠδυνήθη βιάσασθαι, ὥστε εἰσελθεῖν ἐς τὴν πόλιν. μετὰ δέ, ὡς οὐκ ἠδύνατο ἐξελεῖν, ἀπέπλει ἐπ' οἴκου. ὁ μέντοι Κωνσταντῖνος γενόμενος ἐπὶ Βυζάντιον, καὶ γνώμην ἀποδεικνυμένου τοῦ βασιλέως, ὥστε ἀφικέσθαι αὐτῷ τὸν ἀδελφόν, αὖθις ἐπὶ Πελοπόννησον ἐλθεῖν τε αὐτόν, καὶ τὸν ἀδελφὸν αὐτοῦ Θεόδωρον οἴχεσθαι καταλιπόντα τε τὴν Πελοπόννησον καὶ ἀπιόντα ἐς Βυζάντιον. τούτοις μὲν ἐς τοσοῦτον ἐγένετο· ὁ δὲ νεώτερος τούτων ἀδελφὸς Δημήτριος ἐς διαφορὰν τῷ βασιλεῖ ἀφικόμενος ἀφελομένῳ αὐτοῦ τὰ πλείω τῆς χώρας, ὡς οὐδὲν αὐτῷ τῶν δεόντων προσεχώρει πρὸς τοῦ ἀδελφοῦ, διαπρεσβευσάμενος πρὸς βασιλέα Ἀμουράτην καὶ ξυμπαραλαβὼν παρ' αὐτοῦ στράτευμα ἐπέλασέ τε καὶ ἐπολιόρκει Βυζάντιον. μετ' οὐ πολὺ δὲ τοῦ Ἀσάνεω τοῦ γαμβροῦ, ἀνδρὸς μέγα δυναμένου ἐν Βυζαντίῳ καὶ δοκοῦντος συμπράξειν αὐτῷ τὰ πρὸς τὴν βασιλείαν, ὡς οὐδὲν ἠνύετο αὐτῷ, ἀπεχώρει. μετ' οὐ πολὺ δὲ διαπρεσβευσάμενος πρὸς τὸν ἀδελφὸν αὐτοῦ βασιλέα ἧκέ τε ἐς Βυζάντιον, καὶ οὐ πολλῷ ὕστερον ἑάλω αὐτός τε καὶ ὁ τῆς γυναικὸς ἀδελφὸς ὑπὸ βασιλέως Ἑλλήνων Ἰωάννου. καὶ ἐν φυλακῇ χωρὶς ἀπ' ἀλλήλων ὄντε τούτω, ὑποτιθεμένου τοῦ Ἀσάνεω ἀπέδρα τε νυκτὸς ἐς τὴν καταντικρὺ πόλιν τὴν Γαλατίην, καὶ διαπρεσβευσάμενος ἔτυχέ τε εἰρήνης καὶ ἐς τὴν ἀρχὴν αὖθις τὴν ἐπὶ τοῦ Εὐξείνου πόντου ἀφίκετο, καὶ ὁ γυναικαδελφὸς αὐτοῦ ἀπελύθη ὑπὸ βασιλέως. Ὁ μέντοι βασιλεὺς τάς τε σπονδὰς ἐμπεδώσας πρὸς Ἀμουράτην τὸν Μεχμέτεω, οὐδὲν μέντοι ἧττον ἔπρασσε πρὸς τὸν Εὐγένειον τὸν Ρώμης ἀρχιερέα διαπρεσβευόμενος καὶ πρὸς τὸν βασιλέα Παιόνων Λαδισλάον, νεωστὶ ἐπὶ τὴν βασιλείαν καταστάντα. ἐνῆγε δὲ αὐτὸν ὅτι μάλιστα Γεώργιος Βοῦλκος, ἐστερημένος τε τῆς ἀρχῆς καὶ χρήματα μεγάλα ἐς τὴν ἐκστρατείαν ταύτην ξυμβαλλόμενος. δοκεῖ μέντοι καὶ Ἰωάννης ὁ Χωνιάτης, τότε μέγα δυνάμενος καὶ δόξαν ἀποφερόμενος ἐς τὰς κατὰ Τούρκων στρατηγίας αὐτῷ, ἀναγνῶσαι εὖ μάλα βασιλέα Παιόνων ἐπὶ Ἀμουράτην τὸν Μεχμέτεω στρατεύεσθαι. ἐνταῦθα συλλέξας στρατὸν μέγιστον, συμπαραλαβὼν καὶ Δρακούλην τῶν Δακῶν ἡγεμόνα, Γεώργιον δ' αὖ τῶν Τριβαλλῶν ἡγεμόνα τῆς ὁδοῦ γενόμενον. ἐπεὶ δὲ τὸν Ἴστρον διαβάντες ἐς τὴν τοῦ βασιλέως χώραν ἐγένοντο, ἐνταῦθα πᾶν, ὅ τι ἂν ἐμποδὼν γένοιτο αὐτοῖς, δουλούμενοι ἐπορεύοντο, καὶ τάς τε κώμας καὶ Σοφίαν πόλιν εὐδαίμονα ἐμπιπρῶντες ἐδῄουν. Ἀμουράτης μέντοι ὡς ἐπυνθάνετο τοὺς Παίονας ἐπιέναι μεγάλῃ χειρί, σύμπαντας τοὺς τῆς Ἀσίας τε καὶ Εὐρώπης στρατοὺς συναγείρας ἐπῄει τε αὐτὸς ἅμα ὡς συμβολὴν ποιησόμενος. ἐπεί τε δὴ ἐς Βασιλίτζαν καλουμένην χώραν, κατέλαβεν αὐτοῦ τοὺς Παίονας στρατοπεδευομένους. καὶ Ἀμουράτης μὲν καὶ πρότερον στράτευμα ἐπιπέμψας ἐκέλευεν, ὥστε φυλάττειν τὸν Παιόνων στρατόν, ὅποι γένοιτο διασημῆναι αὐτῷ καὶ τό τε στενὸν τοῦ ὄρους τῆς Βασιλίτζης δένδροις φραξαμένους διακωλύειν πειρᾶσθαι. οἱ μὲν οὕτω ἐποίουν, καὶ φραξάμενοι ἐπειρῶντο κωλύειν, καί πῃ καὶ ἐπειρῶντο οἱ Παίονες παριέναι εἴσω ἐπὶ τὴν Θρᾴκην. Ἀμουράτης δὲ ἐς τὸ ὄρος τὸ καθήμενον ἐπὶ τὰ στενὰ τῆς ὁδοῦ ἐστρατοπεδεύετο, ἐνταῦθα συλλέξας τοὺς ἀρίστους αὐτοῦ, καὶ μάλιστα τοὺς δοκοῦντας ἐν στρατηγίαις γενέσθαι περιφήμους. ἦσαν δ' οὗτοι Ἰεσέ τε ὁ τοῦ Βρενέζεω, Τουραχάνης ὁ Θετταλίας ὕπαρχος, Κουμουλίης, Χασίμης ὁ τῆς Εὐρώπης στρατηγὸς καὶ Ἰσαάκης ὁ τῶν Σκοπίων ὕπαρχος. ἀφικομένων δὲ αὐτῶν καὶ παρακαθημένων ἔλεγε τοιάδε. "Ἄνδρες Μουσουλμάνοι, ὑμεῖς ὁρᾶτε, οἷ ἀνάγκης ἀφίκετο τὰ πράγματα ἡμῶν. Παίονες γὰρ οἵδε ἐκστρατευόμενοι, καὶ τοὺς Δακοὺς καὶ Τριβαλλῶν ἡγεμόνα παραλαβόντες, στρατεύονται καθ' ἡμῶν. νῦν ὥρα ἐστίν, εἴ τι ἀγαθόν τις ἐπινοεῖ, ὅπως κρατήσει τόνδε τὸν πόλεμον τιθεμένοις εὖ γένοιτο ἡμῖν, φράζειν ἐν τῷ παρόντι. ἐμοὶ γὰρ πολεμητέα τε εἶναι ἡμῖν καὶ μάχην ὅτι τάχιστα ποιεῖσθαι, συμβάλλοντας τοῖς πολεμίοις· αἱρήσειν γὰρ οἶμαι ἡμᾶς τούσδε ὀλίγους τε ὄντας ἐς τὸν ἀριθμόν. νῦν δὲ δοκεῖ μοι ὁμόσε ἰόντας τὴν μάχην ποιεῖσθαι καὶ μὴ διαμέλλειν." Ταῦτα εἰπόντος τοῦ Ἀμουράτεω Χασίμης ὁ τῆς Εὐρώπης στρατηγός, ἐποτρύνων ἐς μάχην, ἔλεξε τοιάδε. "ὦ βασιλεῦ, οὐκ ἔστιν, ὅστις οὐκ ἐπαινέσεται τόνδε τὸν λόγον, ὡς βασιλεῖ τε προσῆκον μεγάλῳ καὶ Ὀτουμανίδῃ, ὃς τοῖς πολεμίοις οὐδὲν ἐφιέμενος, ἀνδράσι τε ὀλίγου ἀξίοις, καὶ τήν τε χώραν ἀνασώζειν πειρᾷ. ἢν δὲ μὴ μαχώμεθα, ἡμῖν τε τὰ φρονήματα ἀπόλλυται, ἐγκαθιστάμενα ὑπὸ δέους τοῦ βασιλέως, καὶ τοῖς πολεμίοις ἐρρωμενέστερα γίνεται. καὶ δέδοικα, μὴ ἐς τοὐναντίον, ᾗ δοκεῖ ἡμῖν ὠφέλεια ἔσεσθαι, περιστῇ ἡ ἐς τὴν μάχην ἀναβολή. καὶ ἐμοί τε οὐκ ἀνασχετὸν τὴν ἀρχὴν ἐδόκει τήν τε εἴσοδον φράττεσθαι ὡς δεδιότων ἡμῶν, καὶ ταύτην ἡμῶν τῷ στρατῷ τὴν ἔννοιαν ἐμβαλεῖν. ἀλλ' εὐθὺ ἐχρῆν ἰόντας, εὐθὺς ἀνακινδυνεύειν συμβάλλοντας, καὶ ταύτῃ πειρωμένους σώζειν τὴν χώραν, μηδὲν ὑφίεσθαι τοῖς πολεμίοις, εἰ βούλει αὐτός, ὦ βασιλεῦ, τούσδε τοὺς τὴν σὴν χώραν δῃώσαντας τιμωρεῖσθαι. εἰ δὲ μή, αὐτὸς κάθησο ἐνταῦθα· ἐγὼ δέ τε αὐτὸς τούσδε σοι παραστήσω, ὥστε μήτε αὐτοὺς μήτε τοὺς λοιποὺς τοὺς πρὸς ἑσπέραν ἐθελῆσαί ποτε ἐναντία σοὶ ἐπιέναι." Ταῦτα μὲν Χασίμης ὁ Μαζάμεω παῖς ἔλεγε· σιωπώντων δὲ τῶν ἄλλων καὶ οὐ τολμώντων ἐναντίαν γνώμην τοῦ βασιλέως ἀποδείκνυσθαι, Τουραχάνης ὁ Θετταλίας ὕπαρχος ἔλεξε τοιάδε. "χρὴ μέν, ὦ βασιλεῦ, ὅ τι φρονῶν τυγχάνει ἕκαστος, τὰ σὰ μηδέν τι ὑπολογιζόμενος λέγειν, καὶ ὅσῳ δὴ καὶ μείζω τὸν κίνδυνον παρέχεται τὰ ἐνεστῶτα. καὶ ἐπιτήδειος ἢν τυγχάνῃ ὤν, ἀνάγκη, ἐπειδάν τις αὐτῷ κίνδυνος ἐπιστῇ, φράζειν, ὅ τι φρονεῖ ἕκαστος. πολλῷ δ' ἂν ἔτι μᾶλλον καὶ δεσπότῃ χρεὼν ἀποδείκνυσθαι, ὅ τι ἂν ἡμῶν ἕκαστος γινώσκῃ ἐς τὰ παρόντα, ὅσῳ τε καὶ κοινὸς ἐφ' ἡμᾶς ἀφικνεῖται ὁ κίνδυνος. ἐγὼ γάρ, ὦ βασιλεῦ, εὖ διοικοῖμ' ἂν τὰ σὰ πράγματα [ἦν]. ἢν δὲ τῶν πτερύγων μίαν ἀφέλῃς, κακῶς μὲν δυνήσεται χρῆσθαι αὐτῇ ἐς ὅ τι ἂν γένοιτο χρεία, ἢν δὲ καὶ τὴν ἑτέραν ἀφελόμενος καταλίπῃς τὸ σῶμα αὐτῆς μόνον, ἵπτασθαι μέντοι οὐκ ἂν ἔτι ἔχοι, πορεύεσθαι δὲ μόνον καταλείποιτ' ἂν αὐτῇ. πῶς δ' ἂν αὐτῇ δὲ χρήσαιτο ἔτι τοῦ λοιποῦ, ἤν τε ἐπὶ τροφὴν ἐθελήσῃ ἰέναι, ἤν τε ἄλλο τι χρῆσθαί οἱ ἐς τὰ παρόντα αὐτῇ; τοῦτο δ' ἂν λέγοιμι καὶ ἐπὶ σοῦ. τάς τε γὰρ θύρας σῶμά φημι εἶναι, καὶ βεβαιοτάτην ἡμῖν ὑπολείπεσθαι ὑποδοχὴν ἐνταῦθα· τὸ δὲ Ἀσίας στράτευμα πτέρυγί τε εἰκάζω, ὡσαύτως καὶ τὸ Εὐρώπης. μαχομένοις μὲν οὖν οὐδ' ἕτερα ὑποστῆναι ἐς τέλος τὸν ἀγῶνα ἐθελήσουσιν, ἀλλ' ἡ μὲν Ἀσία οὐδὲ εἰς χεῖρας ἀφίξεται τούτοις δορυφόροις τε οὖσι καὶ ὡπλισμένοις αὐτοῖς τε, τὸ δὲ τῆς Εὐρώπης μάχεσθαι μὲν ἐθελήσει, ἀπιόντος δὲ τοῦ Ἀσιανοῦ μόνον ὑπολειπόμενον οὐκέτι ἐπιμενεῖ τέλεον, ἀλλὰ φευξεῖται καὶ αὐτό, ὅποι ἂν δύναιτο σώζεσθαι. ὑπολείπονται δέ σοι αἱ θύραι καὶ οἱ νεήλυδες, καὶ οὐκ ἔχω συμβαλέσθαι, ὅπως ἂν σώσῃ σαυτῷ ἐπιτηδείως χρῆσθαι ἐς τὰ παρόντα, ἢ ἀμύνεσθαι μόνον, οὐδέν τι διαπραττόμενον. ἀλλὰ δοκεῖ μὲν ἐμοὶ συμβολὴν μὲν μὴ ποιεῖσθαι, ἀλλ' ἀναχωροῦντες ἐς τοὐπίσω ἴεσθαι, ἐπὶ ὅ τι ἂν ἡμῖν ἐμποδὼν γίγνηται, καὶ τοῦτο ποιεῖν, ἐς ὃ ἂν αὐτοὶ λιμῷ πιεζόμενοι τὰ μάλιστα τὰ ἔμπαλιν γένωνται, καὶ οὕτω χαλεπῶς ἔχουσιν ἐπιτίθεσθαι κατὰ δύναμιν. καὶ ἔσται δὴ τότε χρῆσθαι τούτοις, ὅ τι ἂν βουλοίμεθα." Ταύτῃ τῇ γνώμῃ, ὡς ἐδόκει τε ἀμείνων τῆς προτέρας εἶναι, ἐτίθεντο καὶ οἱ λοιποὶ παρόντες τότε ἐς τὴν βουλήν. Ἰεσὲ δὲ ὁ Βρενέζεω ἔλεξε τοιάδε. "ἐμοὶ δοκεῖ, ὦ βασιλεῦ, μηδὲν ὂν ἡμῖν ἐπιτήδειον. ἤν τε γὰρ περιγένοιο πολεμίων, οὐκ ἐνορῶ, ὅ τι ἂν γένοιτό σοι ὄφελος ἀπὸ τούτου. καὶ γάρ τοι Παιαζήτης ὁ Λαῖλαψ, σὸς πάππος, ἐτρέψατο μέντοι τοὺς Κελτούς τε καὶ Παίονας· οὐ μέντοι γε ὄφελος αὐτῷ ξυνέβη γε ἀπὸ τούτου, ἀλλ' ἐς τὴν χώραν ἀποχωροῦντες τὴν σφετέραν σφᾶς τε αὐτοὺς ἔσωσαν αὐτίκα ἰόντες καὶ τὴν χώραν διέσωσαν. ἢν δὲ τοὐναντίον συμβῇ, ἀπαίσιον λέγειν, οἷς ξυμβήσεται χαλεπὰ ἀπὸ τούτου. ἄμεινον δὲ πάντα αἱρεῖσθαι τὰ ἀσφαλῆ αὐτῶν τινα ἕκαστον, ἀφ' ὧν ἀποβήσεται αὐτῷ μηδέν τι διασφαλέντι ἡττηθῆναι μὲν μηδαμῶς, περιγενέσθαι δὲ τῶν ἐναντίων, ἢν μὴ παρὰ γνώμην ἐξίοι αὐτῷ τὰ ἔργα. δύο δὴ αἱρέσεων, τῆς τε ἐπισφαλοῦς οὔσης ἡμῖν, περὶ ἧς δεδιότες βουλευόμεθα, καὶ τῆς ἀσφαλεστέρας πολλῷ ταύτης, αἱρεῖσθαι χρὴ τὴν ἀσφαλῆ μᾶλλον, καὶ ᾗ ὁ νοῦς ἔχοι, ταύτῃ μᾶλλον ἢ ἄλλῃ ποι λογίζεσθαι. ἐμοὶ δέ, ὑποχωρῆσαι μὲν τοῖς ἐναντίοις οὔτε σοί, ὦ βασιλεῦ, πρέπον ἐστίν, οὔτ' ἂν αὐτὸς συμβουλεύσαιμι· φεύγειν γὰρ ἂν δόξαιμεν, καὶ ἐκείνοις μὲν ἐς τὸ βέλτιον παρίσταται, ἡμῖν δὲ ἐς τοὐναντίον. οὐδ' ἂν ἐπισχεῖν ἔτι, οἶμαι, δυναίμεθα τούς τε Ἀσιανοὺς καὶ τὸν πεζόν, ὃν ἔχομεν. ἀλλὰ μάχεσθαι μὲν μηκέτι, φραξαμένους δὲ ἔτι βέλτιον ἐπιμένειν, ἄχρις οὗ ἐς ἀνάγκην ἀφίκωνται ὑποχωρεῖν, ἀποχωροῦσι δὲ ἐπιτίθεσθαι αὐτίκα σὺν τοῖς ἱππεῦσιν ἑπομένους, καὶ βλάπτειν, ὅ τι ἂν δυναίμεθα." ταύτῃ τῇ γνώμῃ ἔτι τῆς προτέρας ἀμείνονι συντίθεσθαι ἔφασαν καὶ οἱ λοιποὶ τῶν τότε παρόντων. Ἐνταῦθα ἐδόκει μήτε συμβολὴν ποιεῖσθαι μήτε ἀποχωρεῖν, τρίβειν δὲ τὸν χρόνον αὐτοῦ ἐπιμένοντας, καὶ ἀποχωροῦσι τοῖς πολεμίοις ἐπιτίθεσθαι, τὸ τῆς Εὐρώπης στράτευμα ἐπιπέμποντας. καὶ τήν τε εἴσοδον φυλάττειν, ὡς δεδύνηνται τὰ μάλιστα, ἀμυνομένοις ἐδέδοκτο. τήν τε εἴσοδον ἐφύλαττον, ᾗ ἐδύναντο, ὡς κράτιστα ἀμυνόμενοι. καὶ ἐπειρῶντο μὲν παριέναι οἱ Παίονες καὶ βιάζεσθαι τοὺς Τούρκους, οὐ μέντοι ἐδύναντο. ὡς γὰρ ἐπιπίπτοντες ἐβιάζοντο ἰσχυρῶς, ἐνταῦθα οἱ λοιποὶ τῶν Τούρκων ἐπεβοήθουν, καὶ ὠθισμὸς ἐγένετο ἀμφοτέρων. τέλος δὲ ὠσάμενοι τοὺς Παίονας οἱ τοῦ βασιλέως ἵσταντο ἐμποδών. χρόνου δὲ ἐπιγενομένου, ὡς οὐδὲν ἤνυον οἱ Παίονες καὶ λιμῷ ἐπιέζοντο, ἐνταῦθα ἀπεχώρουν τὰ ἔμπαλιν γενόμενοι. νυκτὸς δὲ συσκευασάμενοι ἐπορεύοντο. ὡς δὲ ἠὼς ὑπέφαινε καὶ τὸ τῶν πολεμίων στρατόπεδον ἑώρων οἱ Τοῦρκοι οἰχόμενον ὑπὸ τὴν νύκτα, ἔμενον. ἐνταῦθα ἐπιλεξάμενος τοῦ στρατοῦ αὐτοῦ, ὅσοι ἔμενον καὶ παρεσκευασμένοι ἦσαν, ἐπιτρέπει Χασίμῃ τῷ Εὐρώπης στρατηγῷ διώκειν τοὺς πολεμίους, καὶ τόν γε Τουραχάνην ἐκέλευεν ἕπεσθαι ἔχοντα τὸ τῆς Θετταλίας στράτευμα. οὗτος μὲν οὖν λαβὼν τούτους, ὡς εἶχε ποδῶν, ἤλαυνεν ἐπιδιώκων τοὺς πολεμίους· ἐπεὶ δὲ Ἰωάννης προῄδει τοὺς Τούρκους σφίσιν ἀποχωροῦσιν ἐπιτεθησομένους, ἐπιλεξάμενος καὶ οὗτος τῶν Παιόνων τινὰς τοὺς ἀρίστους καθίστατο ἐς ἐνέδρας, ὡς ἐπιοῦσι τοῖς Τούρκοις καὶ διώκουσι τὸ ἑαυτῶν στράτευμα ἐπιθησόμενος ἐπ' ἀμφοτέρους. ἐνταῦθα ἐλαύνοντος τοῦ Χασίμεω διὰ τοῦ πεδίου κατὰ πόδας καὶ διώκοντος τοὺς Παίονας, προσελάσας. δὲ καὶ ὁ ἀδελφὸς Τουραχάνης ἔλεγε τῷ ἀδελφῷ τοιαῦτα. "Χασίμη, σὺ μὲν ἐλαύνεις διὰ τοῦ πεδίου στρατὸν ἔχων τοσοῦτον. ἴσθι μὲν οὖν οὐκ ἀσφαλῆ ταύτην πορευόμενος τὴν πορείαν· οἱ γὰρ Παίονες οὔτε ἀνέξονται διωκόντων ἡμῶν αὐτούς, οὔτε ἡσυχίαν ἄγοντες ἐς τοὐπίσω φεύξονται ἄσμενοι, οἵ τινες μάχεσθαι μὲν ἐς τὸ ἐμφανὲς τοσοῦτον χρόνον προὐκαλοῦντο ἡμᾶς, καὶ ἄσμενοι, ᾗ ἐμοὶ δοκεῖ, ἐμάχοντο, καὶ πολλοῦ, ὡς οἴομαι, πρίαιντο, ὥστε αὐτοῖς ἐς τὸ πεδίον καταβάντας ὁμόσε ἰέναι. ἀλλὰ ταύτην τὴν ὑπώρειαν πορευόμενοι ἐκείνους τε ἐπιδιώξομεν, ὅσον ἱκανῶς ἔχει, καὶ ἡμῖν ἔσται ἐκείνων ταμιεύεσθαι, ὅσοις ἂν ἐπιτηδείως ἔχωμεν." Ταῦτα λέγων ὡς οὐκ ἔπειθε τὸν Χασίμην, ἔχων αὐτὸς Θετταλίας στράτευμα ἐτράπετο διὰ τῆς ὑπωρείας συντεταγμένῳ τῷ στρατεύματι. πορευομένῳ δὲ διὰ τοῦ πεδίου τῷ Χασίμῃ σὺν τῷ Εὐρώπης στρατῷ, ὡς ἐν καιρῷ ἐγένετο τῷ Χωνιάτῃ ἐνεδρεύσαντι τὸ στράτευμα, οἱ τε ἀμφὶ βασιλέα φεύγοντες ἐπιφανέντος ἐκ τῆς ἐνέδρας τοῦ Ἰωάννου ἐπελαύνουσι τοῖς βαρβάροις, καὶ τρεψάμενος ἐς φυγὴν ὁ Χωνιάτης τούτους τοὺς μὲν ἔφθειρε, τοὺς δὲ καὶ ἐζώγρησεν. ἐνταῦθα πολλοί τε ἔπεσον τοῦ βασιλέως, καὶ ὁ τοῦ Χαλίλεω ἀδελφός, Πραΐμεω παῖς, ἑάλω ὑπὸ Παιόνων, καὶ ἄλλοι τῶν Τούρκων ἡλίσκοντο φεύγοντες, αὐτός τε ὁ Χασίμης ἔφευγεν ἐπὶ τὸ βασιλέως στρατόπεδον, ὀλίγους ἔχων ἀμφ' αὑτὸν τοῦ στρατοῦ. ἀφικόμενος δὲ ἐς ὄψιν τῷ βασιλεῖ ἔλεξε τοιάδε. "Ὦ βασιλεῦ, οἷα πεπόνθαμεν ὑπὸ ἀνδρός, ὧν ἡμεῖς ἴσμεν, φαυλοτάτου καὶ τὰ σὰ πράγματα καταπροδιδόντος τοῖς πολεμίοις· οὔτε γὰρ ἐποίησεν, ᾗ ἐπηγγείλατο, οὔτε κατὰ ταὐτὸ ἰέναι ἠθέλησε. Γεωργίῳ δὲ τῷ Βούλκῳ, ἐπιτηδείῳ τε ὄντι αὐτῷ, ὑποσημήνας ἕκαστον, ᾗ ἐμέλλομεν ἐπιέναι, ἐφθείροντο τὰ σὰ πράγματα, καὶ τὸ ἐκείνου μέρος οἰχόμεθα." Ἐνταῦθα Χαλίλης ὁ Πραΐμεω, ἀχθεσθεὶς διὰ τὸν ἀδελφὸν αὐτοῦ, ἐξέτεινε καὶ αὐτὸς βασιλέα κατὰ τοῦ Τουραχάνεω. βασιλεὺς δὲ δεινοποιησάμενος μὴ ἰέναι κατὰ ταὐτὸ τῷ Εὐρώπης στρατηγῷ, ἀλλαχόσε γενόμενον ἄλλην πορεύεσθαι, καταπροδιδόντα τὸ ἑαυτοῦ στράτευμα, προσέλαβέ τε Τουραχάνην, καὶ ἐς φυλακὴν ποιησάμενος ἔπεμπεν ἐς τὴν Ἀσίαν ἐς Τοχάτην πόλιν ἰσχυράν, δέσμιόν τε γενόμενον καὶ ἐς φυλακὴν ἀπαγόμενον. καὶ Χαλίλης γάρ τοι ὑπετίθετο βασιλεῖ, ἀναμιμνήσκων ὡς ἐκεῖνος ἐν μεγάλῃ Βιδίνῃ διατρίβων, καὶ ὕπαρχος ὢν τῆς παρ' Ἴστρον χώρας, Βούλκῳ τῷ Τριβαλλῶν ἡγεμόνι ἐπιτηδείῳ τε ἐχρῆτο καὶ συνήθει, καὶ διὰ τοῦτο ὑποσημαίνοιτο αὐτοῖν, ᾗ δέοι ἀλλήλους ὠφελεῖν ἐς τὰ παρόντα, καὶ δῶρα δεχόμενον παρὰ τοῦ Βούλκου συμβαλέσθαι αὐτῷ, ἐς ὅ τι ἂν ἡγήσαιτο συνοίσειν ἐκείνῳ. καὶ ἐντεῦθεν ἀναπεισθεὶς βασιλεὺς κατεῖρξέ τε αὐτὸν Τουραχάνην, ἐς τὴν Ἀσίαν ἐπιπέμψας, καὶ τὴν ἀρχὴν τῆς Θετταλίας ἑτέρῳ ἀνδρὶ ἐπέτρεπε διοικεῖν. Καὶ Τουραχάνης μὲν οὕτω ἐς τὴν εἱρκτὴν ἐγένετο· Γεώργιος δὲ ὁ Τριβαλλῶν ἡγεμών, ὡς οὐδὲν ἠνύετο αὐτῷ ὑπὸ τῶν Παιόνων ἐς τὴν ἀρχὴν αὐτοῦ, πέμπων ἄγγελον ἐπὶ τὰς θύρας ἐπειρᾶτο τῆς τοῦ βασιλέως γνώμης, εἰ ἀποδοίη αὐτῷ τὴν ἀρχήν, ὥστε ἐπάγειν αὐτῷ φόρον καὶ ἡμίσειαν τῆς χώρας αὐτοῦ πρόσοδον καὶ αὐτός τε ἔφασκε σπένδεσθαι ἐπὶ τούτοις, καὶ τοὺς Παίονας ἅμα αὐτῷ πείσειν, ὑπεδέχετο τὰς σπονδὰς ποιεῖσθαι. ἐνταῦθα ὡς ἤκουσε τοῦ ἀγγέλου τοιαῦτα προϊσχομένου, τά τε ἄλλα ὑπέσχετο αὐτῷ καὶ τὼ παῖδε αὐτῷ ἀποδοῦναι, καὶ ἔσεσθαι βασιλέως ἐπιτηδείους τὸ ἀπὸ τοῦδε. ἐνταῦθα ὁ Βοῦλκος μετιὼν τῶν Παιόνων ἕκαστον καὶ τόν γε βασιλέα Λαδισλάον ἔπειθε σπένδεσθαι Ἀμουράτῃ, λέγων τοιάδε. "Ὦ βασιλεῦ, σὲ βασιλεὺς Ἀμουράτης παρακαλεῖ ἐπὶ τὰς σπονδάς, οὐ μὴν τὴν χώραν ἀποδιδόναι. ἢν οὖν ἐμοὶ πείθῃ, σπονδὰς ἐν τῷ τοιῷδε ποιούμενος ἄμεινον παρασκευάσῃ ἐς τὸν πόλεμον. καὶ ἐπιόντα τάδε πάντα οὐκέτι τὸ δεύτερον ὑπομενεῖ." Ταῦτα λέγων τε ἔπειθε, καὶ ὡς ὑπέσχετο ποιήσειν, ᾗ ὑπετίθετο αὐτῷ ὁ Τριβαλλός, αὐτίκα ἔπεμπεν ἄγγελον παρὰ τὰς θύρας, μεταπεμπόμενος πρέσβεις, ὡς τῶν Παιόνων ποιησομένων τὴν εἰρήνην καὶ αὐτὸς ἀποληψόμενος τὴν ἀρχήν. ἐνταῦθα Ἀμουράτης ἔπεμψε πρέσβεις, καὶ τὰς σπονδὰς ἐποιοῦντο, ἐφ' ᾧ τόν τε Γεώργιον ἔχειν τὴν χώραν αὑτοῦ καὶ τὴν ἡμίσειαν πρόσοδον ἀποδιδόναι τῷ βασιλεῖ. καὶ ὅρκιά τε ἅμα ἐποιοῦντο, ἐφ' ᾧ μήτε τοὺς Παίονας ληΐζεσθαι τὴν βασιλέως χώραν, μήτε αὖ Τούρκους διαβῆναι τὸν Ἴστρον ἐπὶ μηδεμιᾷ βλάβῃ, μηδεμιᾷ μηχανῇ, ἐφ' ᾧ τε παρὰ πάντα τὸν βίον αὐτῶν ξένους τε καὶ φίλους εἶναι, ἄνευ τε δόλου καὶ ἀπάτης· τοὺς δὲ Δακοὺς ὑποφόρους τε εἶναι τῷ βασιλεῖ, ἃ καὶ συνέθεντο ἐν ταῖς βασιλέως σπονδαῖς πρὸς αὐτοὺς πρότερον γενομέναις, καὶ ἐς τοὺς Παίονας τελεῖν, ᾗ τὸ πρόσθεν ἔχοντες διετέλουν. Ταῦτα ὡς ἐγένετο, αὐτίκα Ἀμουράτης ἐστρατεύετο ἐπὶ Καραμᾶνον. οὗτος γὰρ ὡς ἐπύθετο ἐπιέναι τοὺς Παίονας ἐπὶ βασιλέα Ἀμουράτην, καταβάντας τὸν Ἴστρον ἐπὶ τὴν χώραν τοῦ βασιλέως ἐλαύνειν, ἐν καιρῷ αὐτῷ ἔσεσθαι οἰόμενος, ἢν ἐπιὼν καταστρέφοιτο τὴν κατὰ τὴν Ἀσίαν βασιλέως χώραν, ἐξήλαυνέ τε, καὶ ἐπῄει καταδουλούμενος, ὅ τι ἂν αὐτῷ προχωροίη. καὶ πρόσθεν γὰρ ὅτε οἱ Παίονες ἔμελλον στρατεύεσθαι ἐπὶ Ἀμουράτην, γνώμῃ τε παραπλησίᾳ ὥρμηντο ἐπ' αὐτόν, ὥστε ἀπ' ἀμφοῖν ταῖν χώραιν ἐπιόντων στρατῶν διασχίζοιτο αὐτῷ τὰ στρατεύματα καὶ οὕτω ἀσθενῆ ξυμβαίνοι γίνεσθαι. Ἀμουράτης μὲν οὖν ἐπὶ τὸν μείζονα πόλεμον ἀφικόμενος, καὶ τοῦτον αὑτῷ ἐπὶ τὸ βέλτιον θέμενος, ἐστρατεύετο αὐτίκα ἐπὶ Καραμᾶνον. ὁ δὲ πρέσβεις τε πέμπων ἠξίου τά τε ἄλλα αὐτῷ ὑπουργεῖν, ὧν ἂν δέοιτο αὐτοῦ, καὶ ὁμήρους καὶ πιστὰ παρέχεσθαι ἐπὶ τούτοις. Ταῦτα μέντοι αὐτῷ κατὰ τὴν Ἀσίαν ξυνεβεβήκει, κατὰ δὲ τὴν Εὐρώπην ὑπὸ μέντοι τῶν Πελοποννησίων ἡγεμόνων ἐς τὴν χώραν αὐτοῦ τοιάδε ἐγένετο. ὡς γὰρ Θεόδωρος ὁ μετ' αὐτὸν βασιλέα Ἑλλήνων γενόμενος, ὡς οἰχόμενος παρῆν ἐς Βυζάντιον ἐπὶ τὴν βασιλείαν, Κωνσταντῖνος ὁ ἐπίκλην Δραγάσης, ἀφικόμενος ἐς Πελοπόννησον καὶ παραλαβὼν τὴν τοῦ ἀδελφοῦ χώραν, τά τε ἄλλα καὶ Σπάρτην τὴν πρὸς τὸ Ταΰγετον ὄρος, καὶ σχεδὸν ξύμπασαν τὴν ἄλλην Πελοπόννησον (πλὴν γὰρ τῆς τοῦ Θωμᾶ τοῦ βασιλέως ἀδελφοῦ χώρας, τὴν ἄλλην ὑφ' αὑτῷ εἶχε παραλαβών), ἐνταῦθα ὡς ἀφίκετο, τό τε ἐν τῷ Ἰσθμῷ τειχίζειν παρεσκευάζετο, καὶ τὴν ἐκτὸς Πελοποννήσου χώραν ἀφίστη ἀπὸ βασιλέως, τήν τε Βοιωτίαν κατέσχε, καὶ τὴν Θηβῶν πόλιν ὑφ' αὑτῷ ποιησάμενος καὶ ξύμπασαν τὴν Βοιωτίαν κατέσχε. καὶ ὁ τῆς Ἀττικῆς τύραννος φόρον τε ἀπάγειν αὐτῷ ὑπισχνούμενος σπονδὰς ἐποιήσατο, καὶ τό τε Πίνδον ὄροςΒλάχοι δ' ἐνοικοῦσιν αὐτό, τῶν Δακῶν ὁμόγλωττοι· τοῖς παρὰ τὸν Ἴστρον Δαξὶν ὁμοίωντοἀφικόμενοι παρὰ τοῦτον τὸν ἡγεμόνα, παραδιδόντα σφίσιν, ἐπολέμουν τοῖς τὴν Θετταλίαν οἰκοῦσι Τούρκοις, λαμβάνοντες ἄρχοντα παρὰ τοῦ Πελοποννησίων ἡγεμόνος. Λεωδορίκιόν τε τὸ κατὰ τὴν Λοκρῶν χώραν ᾠκημένον πολίχνιον, Πίνδου μέντοι τὸ κατὰ τὴν Φαναρίου πόλιν ᾠκημένον, ἄρχοντά τε λαμβάνει ἀπὸ βασιλέως. τὸ δὲ αὖ κατὰ τὴν Ἀχαΐαν καθῆκον Ἀραβαῖοι ᾤκουν ἄνδρες Ἀλβανοί, ὑπὸ βασιλέως συγχωρηθέντες ἄρχειν τῆς πατρῴας αὐτῶν χώρας· καὶ οὗτοι ἀφίκοντο ἐς τοὺς Ἕλληνας. συναγαγὼν δὲ καὶ ξύμπασαν τὴν Πελοπόννησον ἐς τὸν Ἰσθμὸν ἐτείχισεν αὐτόν, ὡς ἠδύνατο τάχιστα, συγκαλέσας αὐτοῦ καὶ τὸν ἀδελφόν, καὶ ἧς αὐτὸς ἦρχε χώρας, ξύμπαντας ἐνταῦθα μεταπεμψάμενος ἐληλάκει τὸ τεῖχος, παραδοὺς ἑνὶ ἑκάστῳ, ὅσον ἐν τοσῷδε χρόνῳ παρέχοιτο ᾠκοδομημένον. ὡς δὲ τὸ τεῖχος τοῦ Ἰσθμοῦ αὐτῷ παρεσκεύαστο, στρατόν τε ἔπεμπεν ἐπὶ τὴν βασιλέως χώραν, καὶ ἐδῄου τε τὴν χώραν καὶ πολεμῶν διεγένετο. Μετὰ δὲ ταῦτα οὐ πολὺν χρόνον Ὀμάρης ὁ Τουραχάνεω παῖς, παραλαβὼν τὸ Θετταλίας στράτευμα, ἐπήλασέ τε ἐπὶ τὰς Θήβας καὶ τὴν Ἀττικήν, καὶ ληϊσάμενος ἀπέλαυνε, λείαν ἀπάγων ἱκανήν. ἔνθα δὴ Νέριος ὁ Ἀθηνῶν τύραννος, ὡς ἑώρα τὰ Τούρκων πράγματα αὖθις ἐπανιόντα ἐς τὸ πρότερον καθεστηκός, ἐπρεσβεύετο ἐς τὰς θύρας καὶ ἠξίου αὐτῷ σπένδεσθαι βασιλεῖ, ἐφ' ᾧ ἀπάγειν φόρον, ὃν ἂν αὐτῷ τάξαιτο. βασιλεὺς μὲν οὖν Ἀμουράτης ἐπείθετό τε καὶ ἔσπενδεν αὐτῷ, ἐφ' ᾧ καὶ πρότερον ἀπέφερε, φόρον ἀπάγειν καὶ τοῦ λοιποῦ. ὁ δὲ Νέριος οὗτος ἀφίκετο, ἀπὸ Φλωρεντίας τῆς Τυρρηνῶν μητροπόλεως ὤν, ἐπὶ τὴν Ἀθηνῶν τυραννίδα τρόπῳ τοιῷδε. Ἀντώνιος ὁ Ραινερίου παῖςτοῦτόν τε ἅμα καὶ τὸν ἀδελφὸν αὐτοῦ μεταπεμψάμενος ἀπὸ Φλωρεντίας προσήκοντάς τε αὐτῷ καὶ ξυγγενεῖς εἶχε παρ' ἑαυτῷ, τὴν δίαιταν παρεχόμενος. ἐπεὶ δὲ ἐτελεύτησεν Ἀντώνιος, ὑπὸ εὐεξίας ἀποπληγεὶς κατὰ τὸν ὕπνον, ἥ τε γυνὴ αὐτοῦ ἔπεμπεν ἐς βασιλέα τὴν ἀρχὴν ἐπιτραπῆναι αὐτῇ τε καὶ τῷ τῆς πόλεως ἀμείνονι, ἑαυτῆς δὲ προσήκοντι, πατρὶ δὲ ἡμετέρῳ. τοῦτον ὡς ἔπεμπε πειρασόμενον παρὰ βασιλεῖ, καὶ χρήματα διδοῦσα μεγάλα, ὥστε διαπράττεσθαι σφίσι τὴν ἀρχὴν τῆς τε Ἀττικῆς ἅμα καὶ Βοιωτίας, ὡς ἐξελαύνων ἐκ τῆς πόλεως ἐπορεύετο παρὰ βασιλέα, οἳ προέστησαν τοῦ δήμου, κατὰ τὸ πρὸς αὐτὸν Χαλκοκανδύλην ἔχθος τήν τε γυναῖκα τοῦ Ἀντωνίου ἀπάτῃ παρήγαγον ἐκ τῆς ἀκροπόλεως, καὶ τοὺς προσήκοντας Ἀντωνίου καθίστασαν τυράννους, καὶ τὸ γένος ἐξελάσαντες αὐτοὶ ἴσχουσι τὴν πόλιν. ἐπιγαμίαν δὲ ποιησάμενοι πρὸς τὴν γυναῖκα τοῦ Ἀντωνίου ἐπὶ θετῷ αὐτῆς παιδὶ ἀγαθῷ, ἐς τὴν ἀκρόπολιν παρῆσαν. καὶ οὐ πολλῷ ὕστερον ἐκβάλλοντες τὴν γυναῖκα ἐκ τῆς ἀκροπόλεως, καὶ τὸ γένος ἡμῶν ἐξελαύνοντες, τὰ τῆς πόλεως πράγματα ἔσχον. ὁ μὲν δὴ Χαλκοκανδύλης ἀφικόμενος παρὰ βασιλέα ἐς φυλακὴν μέντοι περὶ αὐτὸν ἐγένετο, ὑπὸ βασιλέως κελευόμενος παραδοῦναι τὴν χώραν. ὡς δὲ ὑποσχόμενος ἐς τρεῖς μυριάδας χρυσίου οὐδέν τι ἔπρασσε, στρατὸν δὲ ἐπύθετο πεπομφέναι βασιλέα ἐπὶ Βοιωτίαν ὡς τὴν Θηβῶν πόλιν παραστησόμενον, διεπράξατό τε καὶ ἀπέδρα ἐπὶ Βυζάντιον, καταλιπὼν τούς τε θεράποντας καὶ σκηνὰς ἅμα καὶ ὑποζύγια. ἐπιβὰς δὲ νεὼς ἀπὸ Βυζαντίου ἔπλει ἐπὶ τὴν Πελοπόννησον. καὶ ἐνταῦθα νῆες αὐτοῦ περιπλέουσαι τῶν τυράννων τῆς Ἀττικῆς συλλαμβάνουσί τε τὸ πλοῖον, καὶ αὐτὸν ἑλόντες Χαλκοκανδύλην ἀνήγαγον παρὰ βασιλέα δέσμιον. βασιλεὺς μὲν αὐτῷ ἀφῆκε τὴν αἰτίαν καὶ συνέγνω, μηδὲν ἐπὶ τούτῳ αἰτιασάμενος· αὐτὸς μέντοι τὰς τρεῖς μυριάδας ἀπαιτούμενος οὐκ ἔχειν ἀποδιδόναι ἔφασκεν. ἐντεῦθεν ἡ χώρα ἐλεηλατεῖτο μεγάλως ὑπὸ τοῦ βασιλέως ἐν τῇ Θετταλίᾳ χώρᾳ. Νέριος δὲ τύραννος ὢν τὴν ἀρχήν, καὶ θηλυδρίας ὢν καὶ μαλακώτερος, ὑπὸ ἀδελφοῦ Ἀντωνίου ἀφῄρητο τὴν ἀρχὴν ἐπιβουλευθείς. μετὰ δέ, ὡς ἐτελεύτησεν Ἀντώνιος, ἐς τὴν ἀρχὴν αὖθις κατέστη Νέριος ὁ Ἀντωνίου ἀδελφός, ἀπὸ Φλωρεντίας ἀφικόμενος. τότε δὲ διὰ τὴν εἰς τοὺς Ἕλληνας αὐτοῦ συμμαχίαν ἐδῄου τὴν χώραν ὁ τῆς Θετταλίας ὕπαρχος. πράγματα δὲ ἔχων εἰρήνην ἐποιεῖτο πρὸς βασιλέα. καὶ οἱ Ἕλληνες πυθόμενοι ἐστρατεύοντο ἐπὶ τὰς Ἀθήνας. ἐνταῦθα ἄγγελόν τε ἔπεμπε πρὸς τὸν βασιλέα, ὡς κακῶς ποιοῖεν αὐτὸν οἱ Ἕλληνες καὶ πολιορκοῖεν τὴν πόλιν, πειρώμενοι ἐξελεῖν. καὶ Τουραχάνης δέ, ὁ τῆς Θετταλίας ὕπαρχος, τῷ τε βασιλεῖ πέμπων ἀγγέλους ἐπῆρεν ἐπὶ Πελοπόννησον στρατεύεσθαι. ἀλλὰ ταῦτα μὲν ὕστερον χρόνῳ πολλῷ ἐγένετο· τότε δὲ ὑπὸ τῷ Πελοποννήσου ἡγεμόνι, βασιλέως δὲ ἀδελφῷ ἐδεδούλωτο, τρόπῳ ᾧ πρότερόν μοι δεδήλωται. Ἀλλὰ κατὰ μὲν τοὺς Ἕλληνας καὶ τὴν Πελοπόννησον τοιαῦτα ἐγένετο, κατὰ δὲ τὸν Βυζαντίου βασιλέα τάδε ξυνεβεβήκει. τούς τε γὰρ Παίονας ὡς ᾔσθετο ἀπελάσαντας καταλύσασθαι τῷ Ἀμουράτῃ, Γεωργίου ἐς τοῦτο παρακαλέσαντος, ἔπεμπον πρέσβεις παρὰ τὸν Ρώμης ἀρχιερέα, ὑποτιθέμενοι ὡς τριήρων καὶ νεῶν παραγενομένων σφίσιν ἐς τὸν Ἑλλήσποντον, ὥστε ἀπόντι αὐτῷ ἐς τὴν Ἀσίαν μὴ ἐπιτρέψαι διαβῆναι ἐς τὴν Εὐρώπην, εὐπετῆ ἂν γένοιτο ταύτῃ χειρωθῆναι τὰ πράγματα αὐτοῦ· εἴτε τὸ τῆς Εὐρώπης στράτευμα σὺν τῷ Ἀμουράτῃ ἀπομονωθήσεται, οὐκέτι εἰς χεῖρας τοῖς Παίοσιν ἰέναι ἐθελήσει. ἔπεμπον δὲ καὶ ἐς τοὺς Κελτοὺς καὶ τὸν Βουργουνδίας ἡγεμόνα ἀναμιμνήσκοντες, ὡς δίκαιοι εἶεν δίκην πράττεσθαι τῶν ἐν τῷ πολέμῳ Παιαζήτεω ἀποθανόντων Κελτῶν διὰ τὴν τοῦ Σιγισμούνδου ἀγνωμοσύνην. συνεπελάβοντο μὲν οὖν σὺν τῷ ἀρχιερεῖ Ρωμαίων, καὶ τριήρεις ἐπλήρωσαν δέκα, ἐπὶ Ἑλλήσποντον πέμποντες. καὶ ἀρχιερεὺς δὲ δέκα ἄλλας πληρώσας ὑπέστελλεν ἐπὶ βασιλέα Ἰωάννην, ὡς ποιησομένους, ἃ ὑποθοῖτο αὐτοῖς βασιλεύς. οὗτοι μὲν οὖν ἀφικόμενοι ἐς τὸν Ἑλλήσποντον διεκώλυον Ἀμουράτην τοῦ ἐς τὴν Εὐρώπην διαβῆναι. Κατὰ δὲ τὴν παράλιον τῆς Μακεδονίας ἐς τὸν Ἰόνιον συνέβαινε τοιάδε. ὡς γὰρ προσδόκιμοι ἦσαν οἱ Παίονες ἀφίξεσθαι αὖθις ἐς τὴν Εὐρώπην, ὡς ἐξελόντες Τούρκους τε καὶ Ἀμουράτην ἐκ τῆς Εὐρώπης, προϊδόντες ὅτι ἔσοιτο αὖθις ὁ πόλεμος (προηγγέλλετο γὰρ ἁπανταχῇ τῇ Εὐρώπῃ, ὡς συλλέγοιντό τε αὖθις στρατευσόμενοι οἱ Παίονες καὶ ὁ Ἑλλήσποντος ὑπὸ τῶν ἑσπερίων κατέχοιτο), ὥρμητο καὶ αὐτός τις ἕκαστος ἐπὶ τὴν πατρῴαν αὑτοῦ ἀρχήν, ὡς σχήσων τε καὶ καταληψόμενος, ὅ τι ἂν αὐτῷ προχωρήσειεν. ἔνθα δὴ καὶ Ζενεμπίσας ἀπὸ Μακεδονίας τῆς πρὸς τὸν Ἰόνιον παραλίου ὡρμημένος, συμπαραλαμβάνων τοὺς ταύτῃ Ἀλβανούς, οἳ ἐνῆσαν αὐτῷ, προῄει διὰ τῆς Ἀργυροπολίχνης, καὶ τήν τε πεδιάδα, ὅσην ᾤκει ἐνταῦθα μέχρι Καστορίας, ὑπηγάγετο. ἐνταῦθα δὴ Θερίζης ὁ Βερροίας ὕπαρχος, ξυναγαγὼν τοὺς παρὰ Ἀτζικερίη Σκύθας τε ἅμα καὶ Τούρκους τοὺς βασιλέως, ἐπισπομένων αὐτῷ καὶ συχνῶν τῶν ἀπὸ τῆς Θέρμης τε καὶ Λίμνης τῆς Περραιβῶν, ἐπέλασέ τε ἄφνω, καὶ ἀπαρασκεύοις ἐπεισπεσών, ἐσκηνωμένοις αὐτοῦ ταύτῃ που περὶ τὴν τῆς Καστορίας χώραν, τοὺς πλείστους τε αὐτῶν Ἀλβανῶν διέφθειρε, καὶ αὐτὸν Ζενεμπίσαν τὸν ἡγεμόνα ἀνελὼν ἐπὶ πολὺ ἤλασε φόνου, ἐνταῦθα τοὺς ἄλλους καταβαίνων. Ταύτῃ μέντοι ἀνὰ τὴν Εὐρώπην ἐγένετο, καὶ ἐς θορύβους καθίστατο, ὡς ἕκαστοι ἐπὶ τὰ σφέτερα αὐτῶν ὡρμημένοι πράγματα. καὶ οἱ Τοῦρκοι ἐς φόβον τε ἐγένοντο μέγαν, οἰόμενοι αὐτίκα ἀπόλλυσθαι ὑπὸ Παιόνων καὶ τῶν παροίκων ἐθνῶν ἀλλοφύλων αὐτοῖς· καὶ ὅπῃ τύχοιεν, τὰ τείχη ἐκράτυνον, καραδοκοῦντες, ᾗ ἀποβήσεται ἕκαστα ἐς τὸ τοιόνδε. Παίονες δέ, ὡς πρέσβυς ἀφίκετο παρ' αὐτοῦ τοῦ Ρωμαίων ἀρχιερέως Ἰουλιανὸς καρδινάλιος, ἀνὴρ τά τε ἄλλα ἐπιεικὴς καὶ ἐς τὴν Ρωμαίων σοφίαν εὐδόκιμος, παρεκάλει τε ἐπὶ τὸν πόλεμον, τόν τε ὅρκον, ὃς μέγιστος ἦν αὐτοῖς ἐν ταῖς σπονδαῖς, ἐλύσατο ἐπιτροπῇ τοῦ ἀρχιερέως, ἀνέγνω δὲ τὰ αὐτόθι. καὶ ὥρμηντο στρατεύεσθαι ἐπὶ τὴν Εὐρώπην, οἰόμενοι καταλήψεσθαι αὐτὴν ἔρημον, ἀπόντος τοῦ Ἀμουράτεω κατὰ τὴν Ἀσίαν καὶ διατρίβοντος, καὶ τῶν νεῶν τοῦ ἀρχιερέως αὐτοῦ ἐν τῷ Ἑλλησπόντῳ διαπλεουσῶν ὡς μὴ ἐπιτρέπειν διαβῆναι, καὶ [ὑπὸ] τοῦ Ἑλλήνων βασιλέως ὑποσημαίνοντος σφίσι ταῦτα, ὡς οὐκ ἄν ποτε διαβαίη ἐς τὴν Εὐρώπην· τούς τε Βοέμους ἐν σπονδαῖς σφίσι ποιησάμενοι κατὰ τὴν διαφοράν, δι' ἅ μοι δοκεῖ καὶ τὰς Ἀμουράτεω σπονδὰς ποιήσασθαι, πράγματα σφίσι παρεχόντων, καὶ ὡς παρεσομένου αὐτοῖς ἀπὸ τῶν Βοέμων χώρας πολέμου, ἐδέξαντο τὴν βασιλέως Ἀμουράτεω εἰρήνην, τότε δὴ συνθέμενοι ἐκείνοις, ὡς παρεῖχεν αὐτοὺς ἐν καλῷ ἡσυχίαν ἄγειν, ὥρμηντο στρατεύεσθαι ἐπὶ τὴν Εὐρώπην, ξυμπαραλαμβάνοντες Δᾶκάς τε καὶ Δρακούλην τὸν Μύρξεω παῖδα, ὡς παρών τε ἐς τὸν πόλεμον συμπροθυμοῖτό τε καὶ συνεπιλάβοιτο, παρέχων ἱππέας ἀμφὶ τοὺς μυρίους. Γεώργιον δὲ τὸν Τριβαλλῶν ἡγεμόνα παρεκάλουν μὲν ἐς τὸν πόλεμον τοῦτον, συνδιαφέρειν τε αὐτὸν ἅμα ἐκείνοις· ἀλλ' οὐκ ἐπείθετο, φάμενος ἀθέμιτα ἐργάζεσθαι αὐτούς, τάς τε σπονδὰς λύοντας καὶ ἀδικίας ὑπάρχοντας, χρήμασί τε ἐνόμισε διαλύσειν αὐτῷ τὴν αἰτίαν, ὅτι οὐ στρατεύοιτο τῷ Παιόνων βασιλεῖ. προηγόρευε δὲ τῷ τε βασιλεῖ μὴ στρατεύεσθαι, ὡς Τούρκων μέγα δυναμένων, καὶ οὐκ εὐπετῶς ῥᾴδιον οὕτω χειρωθῆναι ὑπὸ Παιόνων. ἑώρα γὰρ τὴν παρασκευὴν οὐχ ἱκανὴν εἶναι, ὥστε τὴν Εὐρώπην κατασχεῖν, παμπόλλων ἐν αὐτῇ ὄντων Τούρκων, καὶ ἐν πολέμοις πολλὰ πειραθέντων, καὶ τὸ πλέον τοῦ βίου σφίσιν ἐντεῦθεν ποιουμένων. ἀρετήν τε τὸ γένος τοῦτο ἐς ἀπόγνωσιν ἀφικέσθαι ἀξίαν λόγου ἐνδεικνύμενον ἁπανταχοῦ, καὶ ἀναλαμβάνειν τε σφᾶς τὸ γένος τοῦτο ὑπεμίμνησκε δαιμονίως παρὰ τὰ ἄλλα γένη. Λαδισλάος μὲν οὖν ὁ τῶν Παιόνων βασιλεύς, ἀπὸ τοῦ Ἐρδελίου διαβὰς τὸν Ἴστρον καὶ τὸν στρατὸν διαπορθμεύσας, ἀφίκετο ἐς τὴν βασιλέως χώραν, καὶ αὐτοῦ ἐστρατοπεδεύετο κατὰ τὴν τοῦ Εὐξείνου παραλίαν, Δοβροτίκεω τοῦ Μυσοῦ χώραν, ἐπὶ Καλλιάκρην τε καὶ ἐπὶ Βάρνην. καὶ ἐλθόντες ἐνταῦθα τάς τε πόλεις ἐπολιόρκουν. καὶ ἡ μὲν Βάρνη ὡς ἐπολιορκεῖτο, προσεχώρησε καθ' ὁμολογίαν, ἡ δὲ Καλλιάκρη ἑάλω τε προσβαλόντων τῶν Παιόνων καὶ ἀναβάντων ἐπὶ τὸ τεῖχος. ἐξελόντες δὴ καὶ ἐξανδραποδισάμενοι ἤλαυνον εὐθὺ τῆς Βυζαντίου χώρας καὶ Ὀρεστιάδος. καὶ οἱ μὲν ἀμφὶ ταῦτα εἶχον, Ἀμουράτης δὲ ὁ Μεχμέτεω ἐλάσας ἐπὶ Καραμᾶνον τήν τε χώραν ἐδῄου, καὶ τὰ ὑποζύγια ληϊσάμενος ἐπολιόρκει τὴν τοῦ Ἰκονίου ἀκρόπολιν. Καραμᾶνος μὲν οὖν ἐπὶ τὰ ἄκρα τῆς χώρας ἀποφυγὼν διέτριβεν αὐτοῦ, ὡς ἤν τις ἐπ' αὐτόν, ἀπὸ τῶν ἄκρων ἀμυνούμενος διεκαρτέρει. καὶ ἐπρεσβεύετο πρὸς τὸν Ἀμουράτην, ὑποσχόμενος διδόναι τε ὁμήρους, καὶ τὸν παῖδα ἐς τὰς θύρας αὐτοῦ ἐπιπέμπειν, καὶ φόρον ἀπάγειν τοῦ ἔτους διπλάσιον, οὗ ἀπέφερε πρότερον. ταῦτα δὴ οὖν προτείνοντος τοῦ Καραμάνου, καὶ δεομένου σπένδεσθαι αὐτοῦ τῷ βασιλεῖ, ἐνταῦθα ἀφίκετο ἀγγελία παρὰ τοῦ Τριβαλλῶν ἡγεμόνος, ὡς οἱ Παίονες ἐπελαύνοντες διαβαίνουσι τὸν Ἴστρον. καὶ τότε δὴ τοὺς λόγους ἐδέχετο τοῦ Καραμάνου καὶ σπονδὰς ἐποιεῖτο, λαβὼν δὲ ὁμήρους καὶ τὸν παῖδα αὐτοῦ ἀπήγαγε τὸν στρατόν. τὸν μὲν οὖν Ἑλλήσποντον ἐπυνθάνετο κατέχεσθαι ὑπὸ τῶν νεῶν τῶν Ἰταλικῶν καὶ ἑσπερίων. ἐνταῦθα ἐν ἀπόρῳ ἐχόμενος, ὅ τι χρήσαιτο τῷ παρόντι ἐς διάβασιν, τὸν στρατὸν ὅμως ἦγε σπουδῇ ἐπὶ τὸν Ἑλλήσποντον, ὡς τάς τε τριήρεις, ἢν ἐπιπλέουσαι διακωλύωσι, τοῖς τηλεβόλοις ἀπελασόμενος. ἔστι γὰρ τοῦτο τῆς Προποντίδος στενώτατον ἐπιεικῶς, καὶ πύργος ἔνεστιν ἐν τῇ Ἀσίᾳ Ἱερὸν καλούμενος, ὥστε μηδαμοῦ ἑτέρωθι ἐς τοσοῦτον βραχὺ ξυνιέναι τὼ ἠπείρω διαστῆσαι. ἐνταῦθα ὡς ἐπῆγε τὸν στρατὸν διαβησόμενος, τὸν τῆς Εὐρώπης τε καὶ Ἀσιανόν, τὰς μὲν τριήρεις οὐκέτι κατέλαβεν ἐνταῦθα· ἄνεμοι γὰρ ἰσχυροὶ πάνυ οὐκ εἴων τὰς τριήρεις ἐς τὴν Προποντίδα ἐσπλέειν, καὶ πνεῦμά τε ἰσχυρὸν κατῄει ἐπὶ συχνὰς ἡμέρας, βιαζόμενον τὰς ναῦς μηδαμῇ ἀναπλεῦσαι ἐναντία τοῦ πνεύματος. Ἀμουράτης δέ, ὡς αἱ τριήρεις οὐκέτι παρῆσαν αὐτοῦ, καθ' ἡσυχίαν διέβαινεν αὐτός τε καὶ ὁ στρατὸς ἅπας. ἐπεὶ δὲ διεβεβήκει, ἄγγελον ἔπεμψε παρὰ τὸν Βυζαντίου βασιλέα, ἐροῦντα αὐτῷ, ὡς διαβαίνοι σῶς καὶ ἐπὶ τὸν ἐχθρὸν αὐτοῦ ἰθὺ ἐλαύνοι, καὶ εὔχεσθαι παραγγέλλειν ὡς κάλλιστα αὐτῷ τὰ ἐς τοὺς πολέμους.
< 1 2 3 4 5 >
https://byzantium.gr/
Επιμέλεια: Μανώλης Παπαθανασίου, Μάρτιος 2021