▶ Προκοπιος
|
||||||||||
▶ Ιεροκλης
|
||||||||||
▶ Σιμοκαττης
|
||||||||||
▶ Θεοφανης
|
||||||||||
▶ Ιωαννης Σκυλιτζης
|
||||||||||
▶ Κωνσταντινος Ζ’
|
||||||||||
▶ Λεων Διακονος
|
||||||||||
▶ Μιχαηλ Ψελλος
|
||||||||||
▶ Μιχαηλ Ατταλειατης
|
||||||||||
▶ Νικητας Χωνιατης
|
||||||||||
▶ Γ. Ακροπολιτης
|
||||||||||
▶ Γ. Παχυμερης
|
||||||||||
▶ N. Γρηγορας
|
||||||||||
▶ Ι. Καντακουζηνος
|
||||||||||
▶ Γεωργιος Σφραντζης
|
||||||||||
▶ Χαλκοκονδυλης
|
Λαόνικος Χαλκοκονδύλης1430 – 1490
|
τίτλος έργου:
— Αποδείξεις Ιστοριών — τόμοι Ζ’ & Η’
χρόνος συγγραφής: 1455-1465
|
πλήρης τίτλος: ΛΑΟΝΙΚΟΥ ΑΠΟΔΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ |
περιεχόμενο : Το έργο αποτελείται από 10 τόμους και καλύπτει την περίοδο 1298 –1463. Αφηγείται τη βαθμιαία πτώση της αυτοκρατορίας και την άνοδο των Οθωμανών. Χρησιμοποιεί ευρέως τον όρο «Έλληνες» αντί «Ρωμαίοι». Οι τόμοι Ζ΄ και Η΄ ασχολούνται με τους πολέμους των Μουράτ Β΄ και Μωάμεθ Β΄. |
Κείμενο : |
ΛΑΟΝΙΚΟΥ ΑΠΟΔΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Ζ.Βασιλεὺς δὲ Ἑλλήνων ὡς ἐπύθετο τὰ παρὰ τοῦ ἀγγέλου, ἤχθετο μὲν οἷα εἰκός, διαβεβηκότος οὕτω, ὥστε μὴ διακωλῦσαι τὴν διάβασιν ἀμαχητί, ἀλλ' ἡσυχῇ διαβάντα τόν τε στρατὸν αὐτοῦ ἅμα διαπορθμεῦσαι, καὶ ἔφερε μὲν χαλεπῶς, ἐβουλεύετο δέ, ὅπως τῷ παρόντι χρήσοιτο, καὶ εἴτε πόλεμον ἀπαγγέλοι τῷ Ἀμουράτῃ εἴτε εἰρήνην. εἰ μὲν γὰρ εἰρήνη αὐτῷ εἴη πρὸς Ἀμουράτην, ἐχρῆν ἐλαύνοντι διὰ τοῦ Πόντου τὴν χώραν αὐτοῦ ἀγοράν τε ἅμα παρέχειν καὶ τὰ ἐπιτήδεια. καὶ τοῦτο ἐδόκει δεινὸν αὐτοῦ ἔσεσθαι πρὸς τῶν Παιόνων, ἐπειδὰν περιγένωνται τοῦ Ἀμουράτεω, καὶ ἀχθεσομένους αὐτῷ διὰ τοῦτο τοὺς Παίονας. ἐδόκει τε οὖν ἐπὶ τὴν τῶν Παιόνων μοῖραν τραπομένους ἑλέσθαι τε τὰ ἐκείνων, καὶ πόλεμον ἐπαγγέλλειν τῷ Ἀμουράτῃ. ὡς μὲν οὖν ἡ γραφὴ ἐδήλου, οὐ πάνυ τι διεσάφησε Χαλίλης ὁ Πραΐμεω, ἐπιτήδειος ὢν ἐν τῷ τότε τοῖς Ἕλλησι, καὶ βουλόμενος ὡς ἥκιστα αὐτοὺς ἐκ τοῦ ἐμφανοῦς πολεμεῖν βασιλεῖ, πρὶν ἢ καραδοκῆσαι, οἷ χωρήσει ὁ πόλεμος. Ἀμουράτης μὲν δὴ εὐθὺ τῶν πολεμίων ἐλαυνόντων ἐστρατεύετο παρασκευασάμενος, καὶ τὸ ἄλλο τῆς Εὐρώπης στράτευμα κατέλαβεν ἠθροισμένον αὐτῷ, καὶ προσιὸν ἑκάστοτέ οἱ ἐπὶ τὸν πόλεμον. οὗτος δὲ κατόπιν ἐλαύνων τοῦ Παιόνων στρατοῦ ἐστρατοπεδεύετο νυκτός, ἔνθα τῇ προτεραίᾳ ἐπηυλίζοντο οἱ Παίονες, καὶ ἡμέρᾳ αὖ ἤλαυνε καὶ ἐστρατοπεδεύετο ἐς τὸν σταθμὸν τῶν Παιόνων, ᾗ ἐστρατοπεδεύοντο. τοῦτο δὲ ἐποίει ἐπὶ ἡμέρας τέσσαρας, καθορῶν τε τὸ πλῆθος τῶν πολεμίων καὶ ὡς ἔχουσι διαθέσεως ἐς αὐτόν, εἴτε περιδεεῖς ἐπὶ πᾶσιν, ὥστε ἐπὶ βραχύν τινα χρόνον συστέλλεσθαι, εἴτε καὶ τόλμῃ χωροῦντες, μηδὲν δεδιότες στρατεύονται, καὶ ὡς ἔχουσί τε ἐπιτηδείων ἐν τῷ στρατοπέδῳ. ταῦτα γὰρ ἅμα συνειδείη ἄν τις ἑπόμενος τῷ πολεμίων στρατοπέδῳ, καὶ ἐπιλογίσαιτο σαφέστατα, ὡς ἔχουσί τε δέους καὶ τόλμης καὶ ὡς ἔχουσιν ἐπιτηδείων καὶ πληθύος, πόρρω τε εἴη ὁ στρατὸς ἢ ἐγγὺς τούτου. ταῦτα μὲν οὖν Ἀμουράτης ἐλαύνων κατόπιν ἐλογίζετο ἐπὶ τέσσαρας ἡμέρας· τῇ δὲ πέμπτῃ Ἰωάννης ὁ Χωνιάτης, ὡς ᾔσθετο κατὰ πόδας ἐλαύνειν τὸν βασιλέως στρατόν, ἐς βουλήν τε καθίστατο σὺν τῷ Παιόνων βασιλεῖ, καὶ ἐβουλεύοντο, εἰ τὴν μάχην αὐτοῦ ποιήσαιντο καὶ μαχεσάμενοι οὕτω τοῦ πρόσω ἔχοιντο, ἢ ἀμαχητὶ προΐοιεν, καταλαμβάνοντες τὴν χώραν. ἐνταῦθα ἔδοξε βουλευομένοις τὴν μάχην ποιεῖσθαι, ὡς ἂν μὴ ἐπισπώμενοι ἐνοχλοῖεν καὶ πράγματα ἔχοιεν, ὥστε κωλύεσθαι, ἤν τι ἐπιχειροῖεν [τὴν] ἐς τὴν χώραν αὐτοῦ. ὡς οὖν ἐδέδοκτο καὶ ἐπέμενον, ἐνταῦθα Ἀμουράτης ἀφικόμενος ἐστρατοπεδεύετο ἐν τῷ πεδίῳ. καὶ πρῶτα μὲν τοὺς νεήλυδας παραταξάμενος ἐκυκλοῦτο ὑπὸ τῶν θυρεῶν, εὐμεγέθεις πηξάμενος σιδηρείους ἐς τὴν γῆν. φέρει δὲ τούτους αἰεί, ὅποι ἂν στρατεύηται βασιλεύς, ἐπὶ τῶν καμήλων· καὶ πρός γε τὰ ὅπλα τῶν νεηλύδων ἐπὶ τῶν καμήλων φέρει, καὶ ὅποι ἂν ἔσοιτο αὐτῷ μάχη, διανειμάμενος τὰ ὅπλα ἐς μάχην καθίσταται. μετὰ δὲ τούτους τοὺς θυρεοὺς ἄγων καὶ τὰς καμήλους αὐτοῦ ταύτῃ ἔμπροσθεν τῶν θυρεῶν ἔστησε, καὶ οὕτω παρετάσσετο ἐς τὰς θύρας. ἐν μέσῳ δ' αὐτός τε καὶ οἱ τοῦ οἴκου ἡγεμόνες καὶ οἱ τῶν θυρῶν, ὅσοι πάρεισιν αὐτῷ ἐς τὸ στρατόπεδον. τὸ δὲ Εὐρώπης στράτευμα παρετάσσετο αὐτῷ ἔχον τε στρατηγὸν Καραζίην, ἄνδρα εὐδόκιμον. ἐτάσσετο δὲ κατὰ ἴλας χωρὶς ἀπ' ἀλλήλων διεστηκυίας οὐ πολλῇ χώρᾳ. καὶ τὸ Ἀσίας στράτευμα ἐτάσσετο κατὰ ἴλας ἐπὶ μέτωπον ἱσταμένας ξυμπάσας, ὥστε ἀλλήλαις ἐπιβοηθεῖν, ἐπειδάν τι τούτων ὑπὸ τῶν πολεμίων πονῇ· τὰ γὰρ ἱππικὰ στρατεύματα οὐκ ἔχει τάσσεσθαι ἄλλῃ πῃ ἢ κατὰ ἴλας, ἐπεὶ τὰ πεζικὰ ἔχει καλῶς παρατάσσεσθαι ἐπὶ κέρᾳ. οὐ μέντοι γε οἱ ἱππεῖς. Παίονες δὲ παρετάσσοντο καὶ οὗτοι κατὰ λόχους καὶ φρήτρας· καὶ οἱ Παίονες εἶχον τὸ δεξιόν. οἱ δὲ Δᾶκες τὸ εὐώνυμον. Καὶ Ἰωάννης μὲν ὁ Χωνιάτης ἔχων τὴν φάκζην, τοὺς βιτάζιδας καλουμένους, ἐπῄει ἐπὶ τὸν τῆς Ἀσίας στρατηγόν. καὶ οἱ πολλοὶ μὲν αὐτῶν οὐδὲ ἐς χεῖρας ἐλθόντες ἐδέξαντο τοὺς Παίονας, ἀλλ' ἔφευγον ἐκ πολλοῦ, παρείχοντό τε τοῖς Παίοσιν ἐπιδιώκειν, ἔνθα γενόμενοι διεσπάρησαν. καὶ τὸν δεύτερον τῆς Ἀσίας στρατὸν οὕτω δὴ τρεψάμενος ἐδίωκεν. ὑπελείπετο δ' αὐτῷ τὸ τῆς Εὐρώπης στράτευμα, ἑστηκός τε καὶ οὐδαμῇ χωρῆσαν, ἀλλ' ἐπιμένον τοὺς πολεμίους. δῆλα γάρ, ὡς βασιλέως ἑστηκότος τὰ στρατεύματα ταῦτα τῆς Εὐρώπης ἕστηκε. καὶ ἤν τε μὴ δεξάμενα τοὺς πολεμίους ἐς φυγὴν γένοιτο, αὖθις ἐπάνεισιν ἐπὶ τὸ βασιλέως στρατόπεδον. εἰώθει γὰρ γένος, μετά γε Σκύθας τοὺς νομάδας πάντων δὴ μάλιστα, ὧν ἡμεῖς ἴσμεν, φεῦγον αὖθις ξυνίστασθαί τε αὐτῷ καὶ ἐπανιέναι ῥᾳδίως καὶ αὖθις ἐς τὴν μάχην, καὶ τρεπόμενον εὐπετῶς, ὅποι ἂν αὐτῷ λυσιτελοίη. οἱ μέντοι Δᾶκες ἐν τῷ θορύβῳ τούτῳ τῆς μάχης, ὡς ἑώρων τοὺς Ἀσιανοὺς ἐς φυγὴν τρεπομένους, οὐκέτι δὴ ἐνταῦθα ἐπέσχον, ἀλλ' ἐς τοὺς βασιλέως θησαυροὺς τραπόμενοι διήρπαζον τά τε χρήματα καὶ τὸν βασιλέως κοιτῶνα, καὶ τὰς καμήλους ἐφόνευον, ἀλλήλοις διακελευόμενοι. ὡς δὲ ἔργου εἴχοντο καὶ ἱκανῶς εἶχον τῆς διαρπαγῆς, οὐκέτι ἰόντες ἐς μάχην παρετάσσοντο ἐν οὐδενί, ἀλλ' ἐπὶ τὸ ἑαυτῶν στρατόπεδον ἤλαυνον. Ἰωάννης μὲν οὖν, ὡς ἐτρέψατο τὸ τῆς Ἀσίας στράτευμα, ἀφίκετο ἐπὶ Λαδισλάον βασιλέα, παραινῶν αὐτῷ ἵστασθαι καὶ ἱδρῦσθαι κατὰ χώραν, μηδὲ προϊέναι ποι συμβαλοῦντα τοῖς πολεμίοις, ὡς ἂν ἐπιόντι κατὰ τοῦ βασιλέως χαλεπὸν ἀποβαίη, καταφυγὴ ἐκ τῆς μάχης γένοιτο. καὶ παρεγγύα μηδενὶ τῶν ἀμφ' αὑτὸν ἐπιτρέπειν ἄλλῃ πῃ ἀπιέναι, ἀλλ' αὐτοῦ μένοντας ἐπιμένειν, ἐς ὃ ἂν μαχεσάμενος καὶ τὸ τῆς Εὐρώπης στράτευμα τρεψάμενος ὑποστρέψηται, καὶ τότε ἐπὶ τὰς θύρας ἅμα, ὑπολειπομένου τοῦ ἀγῶνος τούτου, ἐλῶσι μετὰ ταῦτα, καὶ ἐξεργάσωνται καὶ τοῦτον τελευταῖον ἀγῶνα. ὁ μὲν ταῦτα εἰπὼν ἀπῄει συνταξάμενος ἐπὶ τὸ τῆς Εὐρώπης στράτευμα, ὃ ἐπὶ τὸ εὐώνυμον τοῦ βασιλέως παρετάσσετο μέρος, καὶ συμβαλὼν ἐμάχετο ἐπὶ χρόνον τινά. ἐγένετο δὲ ἡ μάχη οὕτως. ὡς συμβάλλοιεν οἱ Παίονες ἐς χεῖρας ἐλθόντες, τρεψάμενοι τοὺς Τούρκους ἐδίωκον, ἕως οὗ ἐγένοντο ἀγχοῦ τοῦ στρατοπέδου αὐτοῦ. μετὰ δὲ εὐθὺς συστρέψαντες οἱ Τοῦρκοι ἐδίωκον τοὺς Παίονας χρόνον ἱκανὸν ἄχρις οὗ γένοιντο καὶ οὗτοι ἐν τῷ στρατοπέδῳ αὑτῶν. καὶ ὁπότε μὲν βιασάμενοι οἱ Παίονες τοὺς Τούρκους ἐπικέοιντο διώκοντες, ἐνταῦθα συχνοὶ τῶν Τούρκων ἔπιπτον καταπατούμενοι ὑπὸ τῶν Παιόνων. καὶ μὲν δὴ καὶ Παίονες ἐν τῇ ἀποχωρήσει πολλοὶ ἀπεγίνοντο, ὁπότε δὴ αἰδοῖ ἀποχωροῦντες. ἐν τούτῳ πίπτει Καραζίης ὁ τῆς Εὐρώπης στρατηγός, ξίφει Παιονικῷ βληθεὶς κατὰ τὸ στῆθος, δορατίου τραύματι. τὰ γὰρ Παιονικὰ ξίφη σχεδόν τι δή, καὶ τὰ τῆς Γερμανίας ἁπάσης, ἐληλαμένα τυγχάνει ἐπὶ μήκιστον καὶ ὀξέα, οὐ μέντοι τοιαῦτα οἷα καταίροντα κόπτειν ὅτι καὶ ἄξια λόγου, ὡς τὰ βαρβαρικὰ ἢ καὶ Ἰταλικά. τὰ μὲν βαρβαρικὰ τοιαῦτα (Τούρκων δέ ἐστι ταῦτα), βάρος ἴσχοντα πάμμεγα καὶ ἐφ' ἑνὶ ἔχοντα τὴν τομήν, καταβαίνουσί γε μάλιστα δὴ πάντων τῶν ξιφῶν, ὧν ἡμεῖς ἴσμεν· δεύτερα δὲ τούτων τὰ Ἰταλικά, Ἑλληνικά ποτε γενόμενα. τὰ δὲ Γερμανικὰ καὶ Παιονικὰ μακρὰ μέν εἰσι καὶ στρογγύλα, τετράγωνα, τὴν τομὴν ὀξέα, ἐς ὀξὺ δὲ πάνυ λήγοντα δόρατος ἐπιφέρουσι τομήν, τοῦ ἐφ' ἵππου κατεπερείδοντος αὐτὸ ὡς ἐς τὸ τοῦ δόρατος σχῆμα. Καραζίης μὲν οὖν οὕτως ἐτελεύτησε· περὶ δὲ Λαδισλάον τὸν Παιόνων βασιλέα ἐγένετο τοιάδε. ἦσαν γὰρ παρ' αὐτῷ ἄνδρες φθονοῦντες καὶ ἀχθόμενοι τῷ Ἰωάννῃ διὰ τὴν ἀρετήν. ὡς ἑώρων αὐτὸν καλῶς διέποντα τὰ ἀμφὶ τὸν πόλεμον, καὶ τρεψάμενον μὲν τὸ τῆς Ἀσίας στράτευμα ἅπαν, μαχόμενον δὲ καὶ πρὸς τὸ τῆς Εὐρώπης γενναιότατα καὶ ἀνελόντα στρατηγὸν αὐτοῦ Καραζίην, ἔλεγον πρὸς βασιλέα τοιάδε. "Ὦ βασιλεῦ, τί ἑστηκότες ἐνθάδε ἀναμένωμεν Ἰωάννην τάδε πάντα διαπράττεσθαι, ὡς μόνῳ ἀνδρὶ ὄντι ἐπιτρέποντες αὐτῷ τοὺς πολεμίους διώσασθαι; ἡμῖν γὰρ ἐς αἰσχύνην ἐπιεικῆ τινα φέρει πάνυ τοῦτο, ἡμᾶς μὲν ὧδε ἑστηκότας ὁρμᾶν τὸν σὸν δοῦλον μαχόμενον τούτοις τοῖς Τούρκοις. ἐχρῆν γὰρ δὴ βασιλέα ὄντα ἡμῶν σὺν ἡμῖν τοῖς ἀμφὶ αὐτὸν οὖσιν ἀποδείκνυσθαι ἔργα, οἷα ἐπαινέσαιντο καὶ αἱ γυναῖκες ἡμῶν καὶ οἱ ἐν ταῖς πόλεσιν ἡμῶν, τὴν μάχην πυνθανόμενοι ὡς ἐγένετο, καὶ οἱ πολέμιοι. ἀλλ' οὗτος μὲν τρεψάμενος τοσοῦτον στῖφος ἀνθρώπων ἀποφέρεται δόξαν ἀθάνατον· σοὶ δὲ ἑστηκότι μόνον ἐνταῦθα καὶ ἐφορῶντι ἕκαστα ὄνειδος καταλείπεται ἐς τοὺς ἐπιγινομένους. μηδὲ γὰρ οἴου, ὡς ἐπειδὰν τρέψηται τὰ στρατεύματα, αἱ τοῦ βασιλέως θύραι ἐπιμενοῦσιν ἡμᾶς ἐπιόντας, ἀλλὰ φεύξονται τὸ παραυτίκα, ὅποι προχωρήσαιεν. ἴθι οὖν ἐπὶ τὰς θύρας ἴωμεν τοῦ Ἀμουράτεω· βασιλεὺς γὰρ ὢν προσφέρεσθαι βασιλεῖ δίκαιος ἂν εἴης." Ταῦτα ἀκούσαντα τὸν νεανίαν ἔπειθέ τε ὁ λόγος ἔργων οἷα μεγάλων ὀρεγόμενον, καὶ ὡς εἶχε τάχους, ἐλαύνει ἐπὶ τὰς βασιλέως θύρας, ᾗ ἑστήκει συντεταγμένος ὡς ἐς μάχην, καὶ τάφρον πέριξ τε ὀρυξάμενος ἐν τῷ στρατοπέδῳ ἐπέμενεν ἰδεῖν, ᾗ χωρήσει ἡ μάχη. ὡς δὲ ἐνέβαλεν ἐς τοὺς νεήλυδας, καὶ ἐμάχοντο κυκλωσάμενοι ἐντὸς οἱ νεήλυδες, καὶ ἀπολαβόντες ἐμάχοντο ἀξίως λόγου. ἐνταῦθα πελέκει ὁ ἵππος τοῦ βασιλέως Παιόνων τιτρώσκεται τοὺς πόδας καὶ πίπτει. πεσόντος δὲ οὔτε ᾔσθοντο οἱ ἀμφ' αὐτὸν οὔτε ἑωράκεισαν ὑπὸ τοῦ θορύβου τοῦ ἀμφ' αὐτοὺς γενομένου. ἐνταῦθα ἀφελόμενοι τὸ κράνος οἱ νεήλυδες καὶ ὑποτεμόμενοι τὴν κεφαλὴν ἀπήγαγον ἐς βασιλέα. Θερίζης δὲ ἦν τοὔνομα ὁ νέηλυς, ᾧ διὰ τοῦτο ἀνδρεῖόν τι νέον ἐπέτρεψε βασιλεὺς Ἀμουράτης ἔχειν καὶ μεγάλα ἐτίμα. Ἀμουράτης μὲν οὖν ἐνταῦθα λέγεται, ὡς ἑώρα ἐμβαλόντας τοὺς Παίονας καὶ μαχομένους ἀξίως λόγου, ὥρμητο ἐς φυγήν· πρὶν δὲ αὐτὸν ἐς φυγὴν τραπῆναι, τὶς ἰδὼν αὐτὸν ἐβλασφήμησε, δεινὸν λογισάμενος εἰ ἐκφύγοιεν, κατέσχε τε αὐτόν, καὶ μετ' οὐ πολὺ τὴν κεφαλὴν τοῦ βασιλέως Παιόνων ἐς βασιλέα Μουσουλμάνων ἀπήγαγον. Οἱ μὲν ἀμφὶ τὸν βασιλέα Παίονες ὡς ἀπήλαυνον, ἐζήτουν τὸν βασιλέα· μετὰ δὲ ταῦτα, ὡς ᾔσθοντο ἐνταῦθα πεσόντος καὶ ἀποθανόντος, ἐνέβαλον μὲν αὐτίκα, πειρώμενοι ἀνελέσθαι τὸν νεκρόν, οὐ μέντοι γε περιεγένοντο· ἐπύρωσε γὰρ τοὖργον τοὺς νεήλυδας, καὶ ἐμάχοντο μεγάλως. μετὰ δέ, ὡς οὐκ ἠδύναντο ἀνελέσθαι τὸν νεκρόν, ἀπήλαυνον ἐπὶ τὸ στρατόπεδον. καὶ αὐτίκα ἡ φήμη ἀφικομένη ἐπὶ τὸν Χωνιάτην καὶ ἐς τοὺς ἄλλους τοὺς ἐν ταῖς συντάξεσιν ἔπαυσέ τε τῆς μάχης. καὶ ἀποχωροῦντος καὶ ἰόντος ἐν οὐδενὶ κόσμῳ, ἐπυνθάνετο ἕκαστα, οὐκέτι ἤλαυνεν ἐπὶ τὸ στρατόπεδον, ἀλλ' εὐθὺ τοῦ Ἴστρου ἐπορεύετο αὐτός τε καὶ οἱ Δᾶκες, καὶ ὡς εἶχον σπουδῆς, ἔφευγον ἐν οὐδενὶ κόσμῳ καὶ οἱ ἀμφὶ τὸν βασιλέα Παιόνων. ἐν ταύτῃ τῇ ἀποχωρήσει ἐτελεύτησεν ὑπὸ Τούρκων Ἰουλιανὸς καρδινάλιος, ἀνὴρ τὰ πάντα γενόμενος ἄριστος. καὶ ἄλλοι τε ἔπεσον ἐν τῇ ἀποχωρήσει ἄνδρες ἀγαθοὶ οὐκ ὀλίγοι Δακῶν. Ἰωάννης δὲ ὡς ἐπὶ τὸν Ἴστρον ἀφίκετο καὶ τά τε στρατεύματα διαβάντα διεσπάρη, ἐνταῦθα, ὡς ἐπορεύετο ὀλίγοις τοῖς ἀμφ' αὑτόν, ἑάλω ὑπὸ Δρακούλεω τοῦ Δακῶν ἡγεμόνος, πολεμίου τε ὄντος. καὶ πρότερον δὲ Ἰωάννης ἠναντιοῦτο αὐτῷ ἐν τοῖς Παίοσι παρὰ βασιλεῖ Λαδισλάῳ, ὅτε τὴν ἔλασιν ἐποιοῦντο ἀπὸ τῆς Δακίας τὸν Ἴστρον διαβαίνοντες, τάς τε κώμας αὐτοῦ ληϊζόμενος, καὶ διέβαλε πρὸς βασιλέα Παιόνων ὡς φρονοίη τε τὰ τῶν Τούρκων καὶ Ἀμουράτεω, καὶ ὑποσημαίνοι ἐκείνοις, ἅττα τυγχάνοιεν πράττοντες ἑκάστοτε. καὶ συνέλαβε μὲν ὡς ἀπολέσων, μετὰ δὲ διεπράξατο χρήμασι καὶ ἀπελύθη διὰ ταῦτα. πορευόμενον δὲ διὰ τῆς Δακίας εἷλέ τε αὐτόν, τίσασθαι ἐννοούμενος, καὶ καθείρξας εἶχεν ἐν φυλακῇ. οἱ μὲν οὖν Παίονες, ὡς οἴκοι ἐγένοντο, πυνθανόμενοι συλληφθέντα τὸν Ἰωάννην, δεινόν τε ἐποιοῦντο καὶ ἀφόρητον ὑπὸ Δρακούλεω συλληφθῆναι ἄνδρα Παίονα καὶ ἐν ἀξιώματι ὄντα. ἔπεμπον δὲ κελεύοντες ἀφιέναι τὸν Ἰωάννην· εἰ δὲ μή, περιέψεσθαι ὡς πολέμιον ἐπιόντας ἐπ' αὐτὸν πανστρατιᾷ. ταύτῃ ὡς ἐπηγγέλλετο αὐτῷ ὑπὸ Παιόνων, δείσας περὶ τοῖς αὑτοῦ πράγμασι, μὴ νεώτερόν τι βουληθέντες περὶ τὸν ἄνδρα ἐξέλωσιν αὐτὸν ἐπιόντες οἱ Παίονες, ἀπέλυσέ τε αὐτόν, καὶ φιλοφρονησάμενος προέπεμψεν ἐς τοὺς Παίονας διὰ τοῦ Πρασοβοῦ ἐς τὸ Ἀρδέλιον. τοῦτον μὲν οὖν οὐ πολλῷ ὕστερον Χωνιάτης, κατάγων Δᾶνον ἡγεμόνα τῆς Δακίας ἐκπεπτωκότα, ἐπεξῆλθε, διαφθείρας αὐτόν τε ἅμα καὶ τὸν παῖδα αὐτοῦ. ὡς γὰρ στράτευμα συναγείρας κατήγαγεν ἐς Δακίαν τὸν Δᾶνον τοῦ Μπασαραμπᾶ παῖδα ἐκπεπτωκότα, Μύρξεω οὗτος παῖς σὺν τῷ παιδὶ αὐτοῦ παρετάσσετο ὡς ἐς μάχην. παραταττομένων δ' ἀμφοῖν καὶ μελλόντων ἤδη συμβαλεῖν, οἱ Δᾶκες ἀπολελοιπότες ἐν τῇ παρατάξει τὸν Μύρξεω παῖδα ηὐτομόλουν παρὰ Δᾶνον. ὁρῶν δ' ἐνταῦθα τοὺς Δᾶκας ὡρμημένους ἰέναι ξύμπαντας ἐς τὸν Δᾶνον, ὥρμητο ἐς φυγήν. καὶ ὁ μὲν ἔφευγε, Δᾶνος δὲ ἐδίωκεν ἀνὰ κράτος, καὶ συλλαβὼν ἄμφω ἀνεῖλεν αὐτίκα. Οὗτος μὲν οὖν ἐκομίζετο ἐπ' οἴκου, καὶ οὐ πολλῷ ὕστερον στρατηγόν τε εἵλοντο αὐτὸν καὶ ἐπιστάτην τῶν πραγμάτων σφίσιν, ἤδη ὑπό τε Γερμανῶν καὶ Βοέμων πολεμουμένοις, καὶ ἐπέτρεψαν αὐτῷ τὰ πράγματα διαθεῖναι, ᾗ ἂν αὐτῷ φαίνοιτο. καὶ στρατὸν δὲ συλλέξας ἐστρατεύετο ἐπὶ Βοέμους, καὶ ἐπολέμει δὴ τούτοις συχνόν τινα χρόνον. καὶ πρὸς Ἴσκραν δέ, ἄνδρα εὐδαιμονοῦντα ἐν στρατηγίαις ἁπανταχῇ, ἐπολέμει, καὶ συμβαλὼν ἡττήθη, καὶ ὕστερον αὖθις ἐπῄει τε συμβαλὼν καὶ περιεγένετο. Ἀμουράτης δὲ ὡς τοῦ βασιλέως Λαδισλάου τὴν κεφαλὴν ἀποταμόμενος ἐπὶ δόρατος περιέπεμπέ τε καὶ ἐπεδείκνυ ἐς τὰ στρατεύματα, συσκευασάμενος ἐντεῦθεν ἐκομίζετο ἐπ' οἴκου. ἔπεσον δ' ἐν ταύτῃ τῇ μάχῃ Τούρκων μέν, ὡς αὐτοὶ λέγουσιν, ἀμφὶ τοὺς ἑξακισχιλίους, Παιόνων δὲ καὶ πλείους τούτων. ἀπώλοντο δ' οἱ πλείους ἐν τῇ ἀποχωρήσει ὑπὸ Δακῶν. Ταῦτα μὲν οὖν οὕτω ἐγένετο, καὶ τὰ πράγματα ἐπανῆκεν αὖθις τῷ Ἀμουράτῃ, εἰς ἐνδοιασμὸν τοῖς ἀνὰ τὴν Εὐρώπην ἀφικόμενα οὐκ ὀλίγον. Θερίζην μέντοι τὸν τὴν κεφαλὴν τοῦ βασιλέως ἀπενεγκάμενον χρήμασί τε πολλοῖς ἐδωρήσατο καὶ χώραις, καὶ ὕπαρχον ἀπέδειξε. τὸ μέντοι Καραζίεω σῶμα ἐνεγκάμενος ἐς Ἀδριανούπολιν ἐξήνεγκέ τε αὐτὸς βασιλεὺς μεγάλως καὶ ἔθαψεν ἀξίως λόγου. καὶ Σκοῦραν ἀντ' αὐτοῦ ἐστήσατο στρατηγὸν τῆς Ἀσίας, ἄνδρα Ἀλβανὸν τὸ γένος, ὃν ἀνδραποδισάμενος ἀπὸ τῆς Ἀλβανῶν χώρας ἐξέθρεψέ τε αὐτὸς βασιλεὺς ἐν τῷ οἴκῳ οἱ, καὶ ἀπέδειξε πρῶτα μὲν ὕπαρχον, μετὰ δὲ στρατηγὸν τῆς Ἀσίας. Φατουμᾶν δὲ ἐκβαλὼν ἐκ τῆς τιμῆς (πρυτανεὺς γὰρ ἦν αὐτῷ οἴκου τοῦ βασιλέως) Σαραζέην παῖδα τὸ γένος Ἕλληνα ἐς τὴν ἐκείνου ἱδρύσατο χώραν. τὸ κράτος δ' εἶχε Χαλίλης ὁ Πραΐμεω, ἀνὴρ τὰ ἐς σύνεσιν τὰ πρῶτα φερόμενος ταῖς τοῦ βασιλέως θύραις. τὸν μὲν οὖν Φατουμᾶν οὐ πολλῷ ὕστερον συλλαβὼν τὴν οὐσίαν αὐτοῦ ἀφείλετο, ἐς πεντήκοντα καὶ ἑκατὸν μυριάδας, ἀργύρια δ' ἐς τετρακισχίλια τάλαντα. Τῷ μέντοι Ἑλλήνων βασιλεῖ σπονδαί τε ἦσαν ὑπὸ βασιλέως καὶ οὐκέτι ἐλέλυντο, εἶχέ τε ἥσυχος ἐν τῷ παρόντι καὶ ἐθεράπευε τὸν βασιλέα δώροις, ὥστε μηδὲν αὐτῷ χαλεπὸν ἐπὶ νοῦν βαλέσθαι τὸν βασιλέα Ἀμουράτην. ἦν γὰρ δὴ αὐτῷ διαφορὰ πρὸς τὸν ἀδελφὸν αὐτοῦ Θεόδωρον τὸν νεωστὶ ἀφιγμένον ἐπὶ Βυζάντιον διαδεξόμενον τὴν ἀρχὴν παρὰ τοῦ ἀδελφοῦ. καὶ ἔπραττεν οὗτος τὰ πρὸς βασιλείαν ἐναντιούμενος τῷ ἀδελφῷ, καὶ ὕστερόν τε ἐξηνέχθη αὐτῷ ἐς εὐφανῆ διαφοράν, καὶ ἐστρατεύετο ἐπὶ Βυζαντίου βασιλέα Θεόδωρος ὁ ἀδελφός, τήν τε Σηλυβρίαν ἐπιτετραμμένος καὶ τὴν περίοικον ταύτης. αἰτούμενος γὰρ ἱκανὴν πρόσοδον αὐτῷ ἐς τὸ ἀποζῆν οὐκ ἐτύγχανεν, ὅθεν ἐς πόλεμόν τε καθίστατο τῷ ἀδελφῷ καὶ ἐστρατεύετο. ὕστερον μέντοι, πρὶν ἢ ὁτιοῦν διαπράξασθαι αὐτῷ, ἐτελεύτησε νόσῳ λοιμώδει τὸν βίον ἀπολιπών. Κωνσταντῖνος μὲν δή, ὁ τῆς Πελοποννήσου ἡγεμών, τήν τε χώραν τοῦ βασιλέως καταστρεψάμενος, Πίνδον τε καὶ Βοιωτίαν καὶ τοὺς Λοκροὺς τοὺς Ὀζόλας καλουμένους, καὶ τήν τε χώραν ἐδῄου καὶ πολεμῶν οὐκ ἀνίει, ἀλλ' ἐπὶ τὴν Ἀττικὴν ἐστρατεύετο, ὡς καὶ πρότερόν μοι δεδήλωται. ἐνταῦθα πυθόμενος ἕκαστα ὁ βασιλεὺς οὐκ ἠνέσχετο, ἀλλὰ περιαγγέλλων τὸν στρατὸν αὐτῷ παρεῖναι ἐς τὰς Φερρὰς τῆς τε Ἀσίας καὶ Εὐρώπης ἐξήλαυνεν ἀπὸ Ἀδριανουπόλεως. ἀνέγνωσε δ' αὐτὸν στρατεύεσθαι ἐπὶ Πελοπόννησον καὶ Νέρης ὁ τῶν Ἀθηνῶν τύραννος, οὐχ ἥκιστα δὲ καὶ Τουραχάνης ὁ Θετταλίας ὕπαρχος. ὁ μέντοι Κωνσταντῖνος ὡς ἐτείχισε τὸν Ἰσθμόν, ἐνταῦθα ἐκάθητο φυλακὰς ἔχων ᾗ ἐγκαθιστὰς εἰς τὸν Ἰσθμόν, καὶ αὐτὸς αὐτοῦ τὰ πολλὰ διατρίβων ἐτύγχανεν. ἐπείτε δὴ ἐπύθετο Ἀμουράτην στρατεύεσθαι ἐπ' αὐτόν, μετεπέμπετο αὐτοῦ σύμπαντας τοὺς ἐν τῇ Πελοποννήσῳ, καὶ τόν τε ἀδελφὸν αὐτοῦ ἅμα, ὃς ἐτύγχανε γάμον ἔχων τῆς παιδὸς αὐτοῦ. ἡρμόσατο γὰρ ἤδη τῷ Τριβαλλῶν ἡγεμόνι παιδὶ Ἐλεαζάρῳ. οὗτοι μὲν οὖν ἐς τὸν Ἰσθμόν, ᾗ ἐπηγγέλλοντο, παρῆσαν, καὶ τὸ τεῖχος ἐκράτυνον, ᾗ ἐδόκει αὐτοῖς ἰσχυρῶς ἕξειν ἀμυνομένους. Ἀμουράτης δὲ ἐπελαύνων, συμπαραλαμβάνων καὶ τὰ στρατεύματα τῆς χώρας ὅποι γένοιτο, παρῆν ἐς τὰς Θήβας, ὅτε καὶ ὁ Νέρης αὐτῷ παρεγένετο, στρατὸν ἀγόμενος ἀπὸ Ἀθηνῶν. ἐλθὼν δὲ ἐπὶ τὰς Παγὰς ἐστρατοπεδεύετο, καὶ τηλεβόλους τε καὶ πλοκάδια παρασκευαζόμενος ἐπὶ ἡμέρας τινάς. μετὰ δὲ ταῦτα ἐπικαταβὰς εἰς τὸν Ἰσθμὸν ἐστρατοπεδεύετο, ἀπὸ θαλάττης εἰς θάλατταν καθήκοντος τοῦ στρατοπέδου καὶ τῶν σκευῶν. ἐνταῦθα κατάσκοπος τῶν Πελοποννησίων, ὡς ὑποστρέψας ἀπήγγειλε τό τε πλῆθος τοῦ βασιλέως καὶ ὑποζύγια καὶ καμήλους, καὶ οὐκ ἠνέσχετο σιγῇ παρελθεῖν, ἀλλ' ἐπὶ τὸν ἡγεμόνα ἔλεξε τοιάδε. "Ὦ δέσποτα, οἷα δὴ κακὰ εἰργάσω τὴν Πελοπόννησον πόλεμον τοιούτῳ βασιλεῖ ἀνελόμενος. ὃς τήν τε Ἀσίαν σύμπασαν καὶ Εὐρώπην ἄγων οὐδ' ὅποι στήσεται ἕξει, οὐδ' εἰ διπλοῦν σοι τεῖχος ἐς τὸν Ἰσθμὸν ἐληλαμένον εἴη. ἀλλὰ πρὸς θεοῦ πρέσβεις τε πέμπε ὡς τάχιστα, καὶ ἐς διαλλαγὴν προκαλοῦ τὸν βασιλέα τοῦτον, ὡς ἂν μὴ ἡμᾶς κακοὺς κακῶς ἐπιτρίψῃ τὸ παράπαν." Ταῦτα εἰπόντος αὐτοῦ θυμωθῆναί τε τὸν ἡγεμόνα, καὶ θυμωθέντα κελεῦσαι ἐς εἱρκτὴν ἀγαγεῖν τὸν ἄνθρωπον, ὡς ἂν ταῦτα πύθοιτο, οἷα ἀποβαίνοι. ἔτυχε δ' αὐτῷ πρέσβυς ἀπεσταλμένος παρὰ βασιλέα, οὐ μέντοι μέτρια ἐζήτει γενέσθαι αὐτῷ· ἠξίου τε γὰρ τόν τε Ἰσθμὸν ἑστηκέναι αὐτῷ, καὶ τὴν ἐκτὸς χώραν τοῦ βασιλέως, ὅσην ὑπηγάγετο, ἔχειν αὐτόν. καὶ αὐτὸς μὲν διὰ ταῦτα τὴν δίκην ὑπέσχεν ὑπὸ βασιλέως, τόν τε πρέσβυν καθείρξας ἐν Φερραῖς εἶχεν ἐν φυλακῇ, αὐτὸς δὲ ἤλαυνεν ἐπὶ Πελοπόννησον μέσον χειμῶνος. ἦν δ' ὁ πρέσβυς Χαλκοκανδύλης Ἀθηναῖος. τοῦτον ἐν Φερραῖς καθείρξας αὐτόν τε καὶ τοὺς θεράποντας ἐπήλαυνε. δοκεῖ δέ μοι Ἀμουράτης, ὡς ἐν Παγαῖς ἐστρατοπεδεύετο, καὶ τοὺς ἀρίστους παραλαβὼν τοῦ στρατοῦ (εἴησαν δὲ οὗτοι ἀμφὶ τοὺς ἑξακισχιλίους), περιιὼν τὸν Ἰσθμὸν ἐθεᾶτο, ὡς ἔχει τε φυλακῆς τὸ τεῖχος καὶ παρασκευῆς ἐς τὸν πόλεμον. καὶ ἤχθετο μὲν τῷ Τουραχάνῃ, ὅτι θέρους στρατεύεσθαι πρὸς τὴν Πελοπόννησον συνεβούλευσεν αὐτῷ, λέγων ὡς οὐχ ὑπομενοῦσιν ἐπιόντα αὐτόν, ἀλλ' οἰχήσονται φεύγοντες, ἐπειδὰν τὸ πρῶτον πύθωνται ἀφικέσθαι αὐτὸν ἐπὶ τὸν Ἰσθμόν. καὶ ἐπέμενέ τε ἡμέρας συχνὰς ὡς ἐνδώσοντος διὰ ταῦτα τοῦ Πελοποννησίων ἡγεμόνος. καὶ ἐπεί τε παρεληλύθασιν ἡμέραι, ἐπικαταβὰς ἐς τὸ τεῖχος ἐστρατοπεδεύετο. τῇ μὲν ὑστεραίᾳ τηλεβόλοις μακροῖς ἔτυπτε τὸ στρατόπεδον τοῦ ἡγεμόνος· τῇ δ' ἐπιούσῃ ἀπεπειρῶντο τῶν ἐν τῷ τείχει, καὶ προσέφερον τὰς μηχανάς. τῇ δὲ τετάρτῃ ἑσπέρας πυρὰ ἁψάμενοι κατὰ τὸ στρατόπεδον ὡς πλεῖστα ἕκαστος πρὸς τὴν ἑαυτοῦ σκηνὴν (εἰώθασι γὰρ οὕτω τὸ γένος τοῦτο τῶν Τούρκων, ἐπειδὰν ἐς μάχην μέλλωσιν ἰέναι· πρότριτα ἤδη τῆς ἡμέρας, ᾗ ἐς τὴν μάχην καθίστανται, πυρά τε καίουσιν ἀνὰ τὸ στρατόπεδον ὅτι πλεῖστα ἕκαστος, καὶ ὕμνον τινὰ ἀναφαίνουσι τῷ θεῷ καὶ τῷ ἥρωϊ, δῆλον ποιούμενοι, ὡς ἂν μάχην τῇ ὑστεραίᾳ τῆς ἐπιούσης καθίστανται), καὶ τότε δὴ πυρὰ ποιησάμενοι παρεσκευάζοντο ἐς τειχομαχίαν. τῇ δὲ πέμπτῃ ἡμέρᾳ ἑσπέρας τάς τε μηχανὰς προσέφερον [καὶ] ὑπὸ πλόκου οἱ σαραχόριδες καλούμενοι, ὁ ἀχρεῖος λοιπὸς ὅμιλος τοῦ λαοῦ. πάρεξ γὰρ τοῦ στρατοῦ, ὃς ἑπόμενος τῷ βασιλεῖ τούτῳ στρατεύεται, ἐπάγονται ὅμιλον τά τε σιτία φέροντα ἀπὸ τῶν περιοίκων καὶ τῆς ἄλλης τοῦ βασιλέως χώρας. ἕτεροι ἄλλοι δ' αὖ οἱ Ἀσιανοὶ ἀγιάδες καλούμενοι, πεζός τε ὅμιλος ἐπί τε τὰς χρείας τοῦ στρατοῦ χρώμενος διατελεῖ, καὶ ἐς τὴν τῶν ὁδῶν κάθαρσιν ἄγεται τούτους καὶ ἐς τὰ στρατόπεδα. δοκεῖ δὲ τὸ τοῦ βασιλέως τοῦτο στρατόπεδον κάλλιστα πάντων δὴ στρατοπέδων, ὧν ἡμεῖς ἐθεασάμεθα καὶ ἀκοῇ ἐπυθόμεθα, τά τε περὶ τὰς σκηνὰς καὶ ἐς τὴν τῶν σιτίων ἀφθονίαν κράτιστα μηχανήσασθαι. πρῶτον μὲν γὰρ δὴ ἀγορασίαι ἕπονται τῷ βασιλεῖ μεγάλαι ἔς τε τὰ σιτία καὶ τοὺς ἵππους καὶ ἐς τὰ ἀνδράποδα καὶ ἐς τὴν τοῦ στρατοῦ χρείαν, ὅτου δ' ἄν τι ἐπιδέοιτο, ἐνταῦθα ἀφθόνως τε πολλῶν ἐς τοῦτο παραγιγνομένων. μετὰ δὲ ταῦτα οἱ τῶν μεγάλων ὅσοι ἕπονται τῷ βασιλεῖ, ὑποζύγιά τε πάμπολλα ἕκαστος περιάγει ἐς τὴν ἐξέλασιν, οἱ μέν τε καμήλους σιτίων καὶ ὅπλων καὶ κριθῆς τῆς ὑποζυγίων τροφῆς ἱκανὰς ἔχοντες, οἱ δὲ ἡμιόνους, οἱ δὲ συναμφότερα, οἱ δὲ καὶ ἵππους, ὥστε διπλάσια γίγνεσθαι τὰ ὑποζύγια τοῦ στρατοῦ. πάρεξ δὲ τούτων περιάγει ὅμιλον ἀπὸ τῆς χώρας αὐτοῦ σιτίων τε ἕνεκα, καὶ ἐπειδὰν ἐς ἀνάγκην καταστῇ τὸ στρατόπεδον, ἐπιδιελόμενος τοῖς ἀρίστοις τὴν τροφὴν οὕτω χωρεῖ, ἐφ' ὅ τι ἂν γένοιτο. σκηνὰς δὲ ἔτι ἐν τῷ στρατοπέδῳ τοῦ βασιλέως ἴδοι ἄν τις ἐς μυρίας, καὶ πλείους καὶ ἐλάσσους τούτων, ὡς τυγχάνει στρατευόμενος. Τότε μὲν δή, ὡς ἐτάχθησαν οἱ σαραχόριδες ἐς τοὺς Ἕλληνας, ἐπειρῶντό τε αὐτῶν καὶ ἐμάχοντο ὡς τῆς νυκτὸς ἐρεθίζοντες ἐπὶ μάχην καὶ ἐπαγρυπνοῦντες. ὡς δὲ ἠώς τε ἤδη ὑπέφαινε, κύμβαλά τε καὶ αὐλικὰ καὶ σάλπιγγες τοῦ βασιλέως (καταφανεῖς δέ εἰσι τῷ μεγέθει τῶν ἠχῶν) ἀναδηλῶν ὡς μάχη τε ἤδη γίγνεται. καὶ ἕκαστοι παρασκευασάμενοι ἐπῄεσαν ἐς τὸ τεῖχος, αὐτίκα τειχομαχοῦντες κατὰ τὸ ἰσχυρόν. βασιλεύς τε αὐτὸς καὶ οἱ νεήλυδες κατὰ τὸ μέσον τοῦ Ἰσθμοῦ, ᾗπερ ἐσκήνουν, καθίσταντο ἐς μάχην, καὶ κλίμακάς τε προσέφερον, καὶ διορύσσοντες τὸ τεῖχος ἠγωνίζοντο ὡς ἐξαιρήσοντες. καὶ τούς τε τηλεβολίσκους ταύτῃ ταξάμενος οὐκ εἴα τοὺς Πελοποννησίους προκύπτειν. δεινὸν γάρ τοι ὁ τηλεβολίσκος, καὶ οὐδὲν τῶν ὅπλων ἀντέχει, ὥστε μὴ διαχωρεῖν διὰ πάντων καθικνούμενος. δοκεῖ δὲ κἀπειδάν τι αὐτῷ ἀντέχῃ, τότε δὴ μάλιστα καθικέσθαι ἐπὶ πλέον, ἐπεὶ δὲ ἔς τε βάμβακα καὶ κρόκην καὶ τὸ ἔριον, οὐκ ἂν οὕτω καθίεσθαι ἐπὶ πολύ. ἐπεὶ δὲ ἐν ἀδείᾳ τε ἐγένοντο οἱ νεήλυδες, καὶ τάς τε κλίμακας ἐς τὸ τεῖχος ἐνεγκάμενοι ἀνέβαινον, καὶ ὑπερέβησαν ταύτῃ, ᾗ ἐθεᾶτο ἑστὼς ὁ βασιλεύς, ἀνέβη ἐπὶ τὸ τεῖχος νέηλυς Χιτήρης, Τριβαλλὸς τὸ γένος, καὶ εἷλέ τε τὸ τεῖχος, καὶ τοὺς ταύτῃ διωσάμενος ἐς φυγὴν ἐτρέψατο. οἱ δὲ ὡς ἀπολιπόντες τὴν τάξιν κατέβαινον ἐνταῦθα, καὶ πλησίον ἐς δέος τε ὑπὸ θεοῦ καθίσταντο καὶ ἀπειρίας, καὶ οὕτω ἐποίουν· φεύγοντες γὰρ ᾤχοντο. καὶ οἱ παρὰ τούτους αὖθις τεταγμένοι, οὐκ εἰδότες, ὅ τι ξυμβαίνει χαλεπόν, ᾤχοντο φεύγοντες. καὶ οὕτω πάντες ἀπολιπόντες τὸ τεῖχος ἔφευγον οὐδενὶ κόσμῳ. οὗτοι δ' οἱ Τοῦρκοι ἐπεισπεσόντες ταύτῃ τε, ᾗ ἑάλω ὑπὸ τοῦ νεήλυδος, καὶ τῇ ἄλλῃ, ᾗ κατέβαλλον διορύσσοντες, καὶ διὰ τῶν πυλῶν εἰσεχέοντο καὶ ἔτρεχον. καὶ οἱ μὲν ἐπὶ τὸ στρατόπεδον τῶν Ἑλλήνων τραπόμενοι διήρπαζον τὰ τῶν Ἑλλήνων ἔπιπλα, ἐσθῆτάς τε καὶ τὴν ἄλλην εὐδαιμονίαν· οἱ δὲ ἐπὶ τοὺς ἄνδρας τραπόμενοι τοὺς μὲν αὐτῶν ἔφθειρον τοὺς δὲ καὶ ἐζώγρουν, ἐς ἀνδραπόδων μοῖραν τιθέμενοι. καὶ φόνος τε ἦν πολὺς τῶν φευγόντων. Περὶ δὲ τοὺς τῶν Ἑλλήνων ἡγεμόνας τοιάδε ἐγένετο. ὡς γὰρ ἑώρων φεύγοντας τοὺς Ἕλληνας ἀνὰ κράτος καὶ οὐδενὶ κόσμῳ, ἐπειρῶντο μὲν πρώτιστα κατέχειν, ὡς δ' οὐκ ἠδύναντο, καὶ αὐτοὶ φεύγοντες ᾤχοντο, ἐπὶ μὲν τὴν Κόρινθον οὐκέτι (ᾔδεσαν γάρ, ὡς πολιορκησόμενοι ἁλώσοιντο ἐνταῦθα, τῆς τε τροφῆς ἱκανῆς οὐκ οὔσης ἐν αὐτῇ καὶ ἄλλης παρασκευῆς), ἐπὶ δὲ τὴν μεσόγαιον ἐπειγόμενοι ἔφθασαν γενόμενοι ἐπὶ τὴν ἄκραν Λακωνικὴν τῆς Πελοποννήσου, καραδοκήσαντες, ᾗ μέλλει χωρήσειν ὁ βασιλεύς. αὐτοί τε γὰρ ἐς τὴν θάλασσαν διενοοῦντο ἐς τὸ πρόσω πίπτειν, ὡς ἢν ἐπίῃ ἐλαύνων, ἐς τὴν θάλασσαν ἀφιξόμενοι καὶ ὑπεκστησόμενοι τῆς χώρας αὐτῷ. ᾔδεσαν γάρ, ὡς τῷ Ἰσθμῷ τὰ Πελοποννήσου πράγματα διεφθάρη ὑπὸ τοῦ βασιλέως, καὶ ὅπλα καὶ ἄνδρες καὶ οὐδὲν ὅ τι ἄξιον λόγου ὑπελείφθη ἐν ταῖς πόλεσιν ἢ ἀκροπόλεσι καὶ οὐκέτι ἤλπιζον περιέσεσθαι σφίσι τὴν ἀρχὴν τοῦ λοιποῦ, ἀλλ' οἴχεσθαι σφίσι τὰ πράγματα ἀπολλύμενα. Ἀμουράτης δὲ ὡς κατέσχε τὸν Ἰσθμόν, καὶ ἐπεὶ ἐγένετο ἐντὸς τῆς Πελοποννήσου, πρῶτα μὲν ἐς τριακοσίους τῶν αἰχμαλώτων, οὓς ἀποφυγόντας τῆς νυκτὸς ταύτης ἐς τὸ ὄρος τὸ ὑπὲρ τὰς Κεγχρέας, ὀξὺ δὲ καλούμενον, κυκλωσάμενοι εἷλον ἀπάτῃ πάντας, εἰς ἕνα χῶρον ἀπαγαγὼν κατέσφαξε· μετὰ δὲ ὠνησάμενος ἀνδράποδα ἐς ἑξακόσια θυσίαν ἀνῆγε τῷ ἑαυτοῦ πατρί, ἐξιλεούμενος τῷ φόνῳ τῶν ἀνδρῶν τούτων. ἐντεῦθεν δὲ ἐπιδιελόμενος τὸ στράτευμα, καὶ τὸ μὲν παραδοὺς Τουραχάνῃ τῷ Θετταλίας ὑπάρχῳ ὡς ἐμπείρῳ τε ὄντι καὶ μάλιστα δὴ Τούρκων ὡμιληκότι τῇ Πελοποννήσῳ, καὶ τῶν νεηλύδων ἀμφὶ τοὺς χιλίους, ὡς διὰ τὴν μεσόγαιον ἐλαύνειν, αὐτὸς δὲ διὰ τῆς Σικυῶνος ἤλαυνεν εὐθὺ τῆς Ἀχαΐας. ἀφικόμενος ἐς Σικυῶνα, τὴν μὲν πόλιν, ἐν ᾗ ἡμέρᾳ ὁ Ἰσθμὸς ἑάλω, ἐπέδραμέ τε ὁ στρατὸς τοῦ βασιλέως, καὶ ἠνδραποδίσατο σύμπασαν ἄρδην τὴν πόλιν. ἀπόντων δὲ τῶν ἀνδρῶν ἐς τὸν Ἰσθμόν, καὶ οὐδὲν ἐν ὀχυρῷ ᾠκημένης τῆς πόλεως, ταύτην μὲν εὐθὺς τότε ἠνδραποδίσαντο, καὶ ἐπὶ πλεῖστον ἤλασαν τῆς Πελοποννήσου, τούς τε ἡγεμόνας διώκοντες καὶ τοὺς ἄλλους Ἕλληνας, ὡς ἄλλος ἄλλῃ ᾤχετο φεύγων. τὴν μὲν πόλιν κενήν τε κατέλαβε, καὶ τὴν ἀκρόπολιν ἐπολιόρκει. ἐνῆσαν δ' αὐτόθι Μουλγεριός τε Ἕλλην καὶ ἄλλοι μετ' αὐτοῦ τινες Ἑλλήνων οὐ πολλοὶ σὺν γυναιξί τε ἅμα καὶ παισίν. ἐπεὶ δ' ὑπορύξας ἔθει τὴν ἀκρόπολιν, ἐνταῦθα ἐς ὁμολογίαν ἀφικόμενος ὁ τῆς ἀκροπόλεως φύλαξ παρέδωκέ τε αὑτὸν καὶ τὴν ἄκραν. τούτους μὲν δὴ καὶ γυναῖκας καὶ παῖδας ἐς Αἴγιον πόλιν εὐδαίμονα ἀπέστελλε, τῆς δὲ πόλεως ἐνεπίμπρα τε τὰς οἰκίας. καὶ πρόσω ἐχόμενος ἀφίκετο ἐπὶ Πάτρας τῆς Ἀχαΐας πόλιν εὐδαίμονα. ταύτην μὲν οὖν ἐξέλιπον οἱ ἄνδρες ἐς τὴν καταντικρὺ ἤπειρον τῶν Οὐενετῶν, καὶ πλὴν τῶν ἐν τῇ ἀκροπόλει καὶ ἐν τοῖς βασιλείοις, οἳ ἐναπελείφθησαν ἀφροσύνῃ χρησάμενοι, οἱ δ' ἄλλοι πάντες ᾤχοντο φεύγοντες. ἦσαν δ' οἱ ἐναπολειφθέντες ἐς τετρακισχιλίους. τοὺς μὲν οὖν τῶν βασιλείων ἄνδρας τε καὶ γυναῖκας παρεστήσατο ὁμολογίᾳ, καὶ ἐς ἀνδράποδα διελόμενος τήν τε ἀκρόπολιν ἐπολιόρκει καὶ τούς τε νεήλυδας ἔπεμψεν ὡς ἑλοῦντας. καὶ οὗτοι προσέβαλλόν τε τῷ τείχει καὶ ὑπορυξάμενοι εἰσέπιπτον. οἱ δὲ Ἕλληνες ῥητίνην καὶ πίσσαν πυρὶ ἁψάμενοι κατὰ ὀπὴν τούς τε νεήλυδας ἐξεκρούσαντο ἀμυνόμενοι καὶ ἐκράτυνον τὴν ἀκρόπολιν. Ἀμουράτης μὲν δή, ὡς Τουραχάνης ἐντεῦθεν ἀφικόμενος καὶ ἀνδράποδα ὡς πλεῖστα ἀγόμενος παρεγένετο αὐτῷ, ἐνταῦθα ἐπαναζεύξας ἀπήλαυνε. μετὰ δὲ ταῦτα οὐ πολλῷ ὕστερον σπονδάς τε ἐποιήσατο, καὶ ὑπόφορον ἔσχον τὴν Πελοπόννησον τὸ ἀπὸ τοῦδε οἱ Ἕλληνες, μέχρι τούτου τὸ πρὶν ἐλευθέραν οὖσαν. τὴν μὲν οὖν πόλιν τῶν Θηβῶν πειρώμενον ἐπιέναι βασιλέα ἐπὶ Πελοπόννησον ἐξέλιπόν τε, καὶ τοὺς ἄνδρας ἐξανιστάντες ᾤκισαν ἐν τῷ Ἰσθμῷ· οἵ τινες δὴ καὶ ἑάλωσαν ὑπὸ Τούρκων. ἡ δὲ ἐκτὸς χώρα τοῦ βασιλέως αὐτίκα μετὰ τὴν τοῦ Ἰσθμοῦ ἅλωσιν προσεχώρησε τῷ βασιλεῖ, τό τε Πίνδον καὶ ἡ ἄλλη χώρα τοῦ βασιλέως. Ταῦτα μὲν οὖν ἐν τῇ Πελοποννήσῳ ἐς τοσοῦτον ἐγένετο. καὶ βασιλεὺς τοῦ ἐπιγιγνομένου θέρους ἐστρατεύετο ἐπὶ Σκεντέρην τὸν Ἰβάνεω παῖδα, ὃς παῖς ὢν ἐς τὰς θύρας ἀφικόμενος τοῦ βασιλέως καὶ παιδικὰ αὐτοῦ γενόμενος ἀπέδρα ἐς τὴν πατρῴαν αὐτοῦ χώραν, καὶ ἀγόμενος γυναῖκα θυγατέρα τοῦ Ἀριανίτου ἐκ τοῦ ἐμφανοῦς ἐπολέμουν τῷ βασιλεῖ, καὶ οὔτε φόρον ἐπήγαγον τῷ βασιλεῖ οὔτε αὐτοὶ ἐς τὰς θύρας ἴεντο οὔτε πείθεσθαι ἤθελον. διὰ ταῦτα συναγείρας ἅπαντα τόν τε Ἀσίας καὶ Εὐρώπης αὐτῷ στρατὸν ἤλαυνεν ἐπὶ τὴν Ἰβάνεω χώραν· καὶ ἐπεί τε ἐσέβαλεν ἐς τὴν χώραν, ἐδῄου τε τὰ στρατεύματα διαπέμπων, ὅπῃ παρείκοι καὶ ἐνεπίμπρα τάς τε κώμας καὶ τοὺς ἀγρούς, καὶ τὰ λήϊα ἐκαίοντο ὑπὸ τοῦ στρατοῦ, καὶ περιεφθείροντο τὰ ἐκεῖσε πάντα. Σκενδέρης μὲν οὖν ἐπὶ τὴν ἐς τὸν Ἰόνιον παράλιον χώραν τῶν Οὐενετῶν ὑπεξέθετο, αὐτός τε καὶ οἱ Ἀλβανῶν, τάς τε γυναῖκας καὶ παῖδας· αὐτοὶ δὲ περιιόντες ἄλλοτε ἄλλῃ τῆς χώρας διήρχοντο, εἴ του δέοιντο αἱ πόλεις αὐτῶν. καὶ οὗτοι μὲν ἀνὰ τὸ ὄρος τὸ ὑπὲρ τὴν χώραν αὐτῶν ἄχρι τοῦ Ἰονίου διατεῖνον διέτριβον, καραδοκοῦντες, ὅποι σφίσι τὰ πράγματα ἀποβήσεται· Ἀμουράτης δὲ ἐπελαύνων πρῶτα μὲν τὴν Σφετίαν πόλιν ἐπολιόρκει. καὶ λόγον μὲν προσέφερεν, ὡς παραδοῖέν τε αὐτὴν καὶ αὐτοὶ ἀπίοιεν ἐπὶ τὰ ἑαυτοῦ ἕκαστος· οἱ δὲ οὐκ ἐπείθοντο. μετὰ δὲ ταῦτα προσέβαλε σὺν τοῖς νεήλυσι, καὶ εἷλε τὴν πόλιν κατὰ κράτος καὶ ἐξηνδραποδίσατο, τούς τε ἄνδρας σύμπαντας διεχρήσατο. μετὰ δὲ ἐπιὼν ἐπὶ τὴν Γετίην ὁμολογίᾳ τε παρεστήσατο, καὶ τοὺς ἐν τῇ πόλει ἀνδραποδισάμενος ἐπῆγε τὸν στρατὸν ἐπὶ τὴν Κρούην, πόλιν προέχουσαν τῶν ἐν τῇ Ἀλβανῶν χώρᾳ· ᾤκηται δὲ ἐν ὀχυρῷ πάνυ. ταύτην μὲν οὖν προσκαθεζόμενος ἐπολιόρκει, καὶ τηλεβόλοις τε ἔτυπτε τὸ τεῖχος, καὶ κατέβαλε μέρος οὐκ ὀλίγον. μετὰ δὲ ταῦτα προσέβαλε σὺν τοῖς νεήλυσιν ὡς ἐξαιρήσων τὴν πόλιν, καὶ ὡς οὐκ ἠδυνήθη ἑλεῖν, ἀπήγαγε τὸν στρατόν· ἤδη γὰρ ὀψὲ ἦν τοῦ ἐνιαυτοῦ, καὶ χειμὼν ἐπιγενόμενος ἐπίεζε τὸν στρατόν. Τὸν οὖν παῖδα αὐτοῦ ἄρτι ἡβάσκοντα Μεχμέτην περιῆγεν ἐν τῷ στρατῷ, ἐξ ὅτου ἀφείλετο αὐτὸν τὴν βασιλείαν. ἐγένετο δὲ οὕτως. ὡς ἐμάχετο τοῖς Παίοσιν ἐν τῇ Βάρνῃ καὶ τὰ στρατεύματα αὑτοῦ ἑώρα ἐν φυγῇ γενόμενα, ἐς δέος τε καθεστήκει μέγα πάνυ, οἰόμενος αὐτίκα πάντη ἀπολεῖσθαι, ὡς ἤδη ἀφίκετο ξυμφορᾶς, ηὔχετό τε ὡς ἢν αὑτῷ τὰ πράγματα μὴ διαφθαρῇ τότε ἐν τῷ θορύβῳ ἐκείνῳ, ἀπολιπεῖν τε τὴν ἀρχήν, καὶ τῷ παιδὶ ἐπιτρέψαντα αὐτὸν οἴχεσθαι ἐς τὴν Ἀσίαν διατρίψοντα σὺν τοῖς ἱερεῦσι καὶ τοῖς παρ' αὐτοῖς καλουμένοις Ναζηραίοις, προσεχόμενον τῷ ἥρωϊ καὶ ἀνάγοντα θαμὰ τὴν θυσίαν. ὡς δὲ περιεγένετό τε Παιόνων καὶ τὸν Παιόνων βασιλέα ἐξελὼν ἐκομίζετο ἐπ' οἴκου, τόν τε παῖδα αὐτοῦ τὸν νεώτερον Μεχμέτην μετεπέμπετο ἐπὶ τὴν ἀρχήν· ὁ γὰρ πρεσβύτερος αὐτοῦ Ἀλαδίνης οὐκέτι περιῆν, ἄλλ' ἐτετελευτήκει ὑπὸ ἵππου ἐκτραχηλισθείς, κυνηγετοῦντος αὐτοῦ καὶ ἐπιθέοντος ἀνὰ κράτος ἐπὶ τὴν ἔλαφον. οὗτος μὲν οὖν οὕτως ἐτελεύτησε. Μεχμέτην δὲ τὸν νεώτερον παῖδα περιόντα, ὡς ἐλέγετό μοι, τότε ἐπὶ τὴν ἀρχὴν μετεπέμπετο. ὡς δὲ ἀφίκετο, ἐπιτρέψας αὐτῷ τὴν ἀρχὴν καὶ τὰς θύρας καὶ τοὺς νεήλυδας αὐτὸς ᾤχετο διαβὰς ἐπὶ τὴν Ἀσίαν, ἐς Προῦσαν, ᾗ τὰ τῆς Ἀσίας βασίλεια ἦν. τὴν μὲν οὖν ἀρχὴν ἀποθέμενος μετὰ ζιχίδων τῶν παρ' αὐτοῖς Ναζηραίων καὶ σειτίδων καὶ τῶν τοῦ γένους σοφῶν πολλὰ διέτριβεν· οὐ πολλῷ δὲ ὕστερον μετέμελέ τε αὐτῷ ἀπιόντι ἐκ τῆς ἀρχῆς καὶ ἰδιωτεύοντι. ὡς δὲ οὐκ ἠνέσχετο, ἔπρασσεν ὅπως ἐπανιὼν τὴν ἀρχὴν κατάσχοι καθ' ἡσυχίαν, ὡς δὲ μὴ ἐς διαφορὰν ἀφικνουμένου αὐτῷ τοῦ παιδὸς κινδυνευομένῳ τὰ πράγματα καὶ αἰτίαν ἔχοι πρὸς τοῦ γένους, οἷα ποιεῖ. ἔπρασσε δὲ ὅπως ἐπανέλθοι μετὰ Χαλίλεω τοῦ Πραΐμεω, ἀνδρὸς συνήθους αὐτῷ ἐς τὰ μάλιστα καί οἱ ἑπιτηδείως ἔχοντος αἰεί. αὐτὸς μὲν οὖν ἔπεισε τὸν παῖδα ἐς ἄγρας φοιτῶντα γυμνάζεσθαι ὡς κάλλιστα ἐφ' ἵππου· καὶ ἐπειδὴ ἔπειθε, κρύφα ἔπεμπε τῷ πατρὶ αὐτοῦ, μηδὲν δεδιότα, ἄφνω ἐς τὴν ῥητὴν αὐτῷ ἡμέραν ἀφικόμενον ἐς τὰ βασίλεια τῆς πόλεως χρηματίζειν τοῖς ἐν τῇ πόλει ὡς βασιλέα. ὁ μὲν οὖν, ὡς ὑπετίθετο, ἐς ἣν αὐτῷ συνέθετο ἡμέραν, παρεγένετό τε ἀπόντος αὐτῷ τοῦ παιδὸς ἐς τὴν ἄγραν καὶ κυνηγετοῦντος, παραγενόμενός τε κατέσχε τὴν βασιλείαν, χρηματίζων τοῖς ἐν τῇ πόλει τῶν θυρῶν ὡς βασιλεύς. ὁ μέντοι παῖς αὐτῷ, ὡς ᾔσθετο ἐπανιόντος τοῦ πατρὸς αὐτῷ ἄφνω, οὐκ ἔχων, ὅ τι χρήσαιτο τῷ πράγματι, προσῄει τε καὶ προσεκύνησε· καὶ τὸ ἀπὸ τοῦδε παρῆγεν αὐτῷ, ἐς ἣν ἂν στρατεύηται χώραν. τὸν μέντοι παῖδα οὐκ ἐλάνθανεν, ὡς αὐτῷ ταῦτα εἴη διαπεπραγμένος Χαλίλης ὁ Πραΐμεω, καὶ ἤχθετό τε ἀξίως, οὐ μέντοι γε ἀνεδήλου αὐτῷ τὴν ὀργήν· ᾔδει γὰρ μέγα δυνάμενον παρὰ τῷ πατρί. Τότε μὲν οὖν ἐς τὴν Ἀμουράτεω ἐπάνοδον ἐπὶ τὴν βασιλείαν οὕτως ἐγένετο· ἐπεὶ δὲ ἀπήγαγε τὸν στρατὸν ἀπὸ τῆς πρὸς τὸν Ἰόνιον Μακεδονίας τῆς τῶν Ἀλβανῶν χώρας, τοῦτο μὲν τὸ ἔτος διέτριβεν ἐν τοῖς Εὐρώπης βασιλείοις ἡσυχίαν ἄγων, τῷ δ' ἐπιόντι ἐνιαυτῷ αὖθις, ἐπεὶ περιαγγέλλει τῷ στρατεύματι ἕπεσθαι, ἐστρατεύετο αὖθις ἐπὶ Σκενδέρην τὸν Ἰβάνεω καὶ ἐπὶ τὴν ταύτῃ κατὰ τὸν Ἰόνιον Ἀλβανῶν χώραν, καὶ ἐπῄει πολλῷ θυμῷ ὡς ἐξελῶν τε τὴν Κρούην καὶ αὐτὸν Σκενδέρην ἐξαιτησόμενος τοὺς Οὐενετούς, καὶ ἢν μὴ ἀποδοῖεν αὐτόν, ὡς πολιορκήσων τὴν πόλιν, ἐς ἣν καταφυγὼν ἐσῄει. ἐπεὶ δὲ εἰσέβαλεν, ἐπορεύετο ἰθὺ ἐπὶ τὴν Κρούην, καὶ τήν τε χώραν, ὅση ὑπελείπετο τὴν ἀρχὴν αὐτῷ ἀσινής, ἐπέδραμέ τε αὐτοῦ τὰ στρατεύματα, καὶ ἐπέκαον πῦρ ἐνιέντες, ὅτῳ ἂν αὐτοῖς περιτύχοιεν. ἐπέδραμε δὲ καὶ ἄχρι τοῦ ποταμοῦ τοῦ .... τὰ στρατεύματα. τὴν δὲ ἐπέκεινα τοῦ ποταμοῦ χώραν οὐχ οἷά τε ἦν ληΐζεσθαι διὰ τὸ ἄβατον εἶναι πάντη τοῖς βασιλέως ἱπποδρόμοις. καὶ οὗτοι μέν, τάς τε γυναῖκας καὶ παῖδας ὑπεκθέμενοι ἐς τὰ ἐχυρὰ τῶν Οὐενετῶν, συνελέγοντο ἐς τὸ ὄρος τὸ ὑπὲρ τὴν Κρούην πόλιν αὐτῶν. ἐνταῦθα δὲ ὑπεξαγαγὼν τὰς γυναῖκας καὶ τὰ παιδία κατέθετο ἐς τὰς τῶν Οὐενετῶν πόλεις, τοὺς δὲ ἄνδρας κατέλιπεν ἐν τῇ πόλει ἀμυνουμένους καὶ τὰ τείχη φυλάξοντας, καὶ τούτους ἐπιλεξάμενος τοὺς ἐθέλοντας αὐτοὺς ὑποστῆναι τὸν ἀγῶνα. Ἀμουράτης μὲν οὖν τούς τε τηλεβόλους παρεσκευάζετο καθεζόμενος ὡς τὸ τεῖχος καθαιρήσων, καὶ παραμένων ἅμα σὺν τοῖς νεήλυσιν ἐς τὴν πόλιν· ἐπεὶ δὲ αὐτῷ τὰ πάντα παρεσκεύαστο, ἔτυπτε τὸ τεῖχος τηλεβόλοις καὶ κατέβαλε μέρος πολύ. Σκενδέρης δὲ ἀπὸ τοῦ ὄρους πυρά τε ἔκαυσεν, ἐπιδεικνύμενος τοῖς ἐν τῇ πόλει, καὶ ἐπειδὰν χρεία ᾖ, παρεσόμενος καὶ αὐτὸς ἐπιβοηθήσων, καί τινων τῶν τοῦ βασιλέως ἀναβάντων ἐπὶ τὸ ὄρος προσέβαλέ τε καὶ ἐμάχετο, ἔργα ἀποδεικνύμενος ἄξια λόγου. ἐπεὶ δὲ τῷ βασιλεῖ ἤδη ἱκανῶς κατεβέβλητο τὸ τεῖχος, ἐς μάχην καθῆστο πανστρατιᾷ, καὶ ἐπειρῶντο οἱ νεήλυδες ἑλεῖν ταύτῃ, ᾗ ἔκειτο τὸ τεῖχος ἐπὶ γῆς· οὐ μέντοι ὑπερεβάλοντο τοὺς ἐν τῇ πόλει, παρ' ἐλπίδα ἀγωνισαμένους. Ἐνταῦθα ὡς ἐπενόει λιμῷ ἐκπολιορκήσειν, καὶ αὖθις τὸ δεύτερον προσβαλὼν κατὰ τὸ καρτερόν, ἀφικνεῖται ἀγγελίη παρὰ Γεωργίου τοῦ Τριβαλλῶν ἡγεμόνος ὡς Ἰωάννης συναθροίσας τοὺς Παίονας τόν τε Ἴστρον διαβαίνει καὶ συμπαραλαβὼν στρατεύοιτο ἐπ' αὐτόν, ταῦτα ὡς ἐπύθετο, τὴν ταχίστην συσκευασάμενος ἀπῄει ἐνταῦθα, ᾗ ἐπιόντα ἐπυνθάνετο καὶ κήρυκα ἔπεμπε πρὸς τὴν Εὐρώπην περιαγγέλλοντα παρεῖναι αὐτῷ ὡς ξύμπαντας τῶν Τούρκων. οὗτοι μὲν οὖν παρεγένοντο αὐτῷ ὡς ἔτυχεν ἕκαστος ἐκποδὼν γενόμενος, ὡς ἐν ὥρᾳ παραγένοιτο ἕκαστος καθιστὰς αὐτῷ ἐς μάχην. ἐλαύνων δὲ παντὶ τῷ στρατῷ πρός τινος τῆς Μυσίας αὐτοῦ χώρας κατὰ τὴν Τριβαλλῶν αὐτῶν χώραν (ἔστι δὲ αὕτη ἡ χώρα, παρ' ἣν ἀμείβει Μοράβας ποταμὸς καὶ ἐκδιδοῖ ἐς τὸν Ἴστρον· παρήκει δὲ ἡ χώρα τοῦ βασιλέως ἐντεῦθεν ἐπὶ σταδίους ὀκτακοσίους ἔστε ἐπὶ Νήσιον, πόλιν τοῦ βασιλέως ἐπὶ δεξιὰ ἰόντι, ἐς τὸ πρόσω Νοβόπυργον πόλιν ἐπὶ ὄρους μεγάλου τοῦ Τριβαλλῶν ἡγεμόνος ᾤκηται) ἐνταῦθα ἀφικόμενος Ἀμουράτης εὗρεν ἐπεξελαύνοντα Ἰωάννην τὸν Χωνιάτην σὺν τῷ Παιόνων στρατῷ. ἦσαν δὲ Παίονες καὶ Δακοὶ συναμφότεροι ἐς τετρακισμυρίους καὶ ἑπτακισχιλίους ἱππέας, καὶ ἁμάξας ἐφέροντο, ἐν αἷς ἦν αὐτοῖς τὰ ἐπιτήδεια καὶ τὰ ὅπλα, ἀμφὶ τὰς δισχιλίας. ἐφ' ἑκάστης δὲ ἁμάξης δύο ἤστην ἄνδρε πεζώ, πελταστής τε ἅμα καὶ τηλεβολιστής. ἐφέροντο δὲ καὶ ἐπὶ τῶν ἁμαξῶν τηλεβόλους ζαροβοτάνας καλουμένας, πολὺ τὸ πλῆθος. οὗτοι μὲν οὖν οὕτω παρασκευασάμενοι [ἐς] τὸν Ἴστρον διέβησαν. προὐκαλοῦντο δὲ σφίσι καὶ τῶν Τριβαλλῶν ἡγεμόνα ἐς τὸν πόλεμον· ὁ δὲ ἔφησεν οὐχ ὁρᾶν ἀξίαν τὴν παρασκευὴν τῆς κατὰ Ἀμουράτεω στρατιᾶς, ὥστε περιγενέσθαι αὐτοὺς τῆς βασιλέως δυνάμεως Ἀμουράτεω, καὶ δεδιέναι μᾶλλον ἐκεῖνον ἢ τοὺς Παίονας, οὓς καὶ ἀλλοφύλους τε ὄντας καὶ μέγιστα κακῶν ἐργασαμένους αὐτόν, καὶ ἱμείρεσθαι μὲν τίσασθαι Ἀμουράτην τοὺς υἱοὺς αὐτοῦ ἐκτυφλώσαντα, ἀδύνατα δὲ ὁρῶντα τῇ παρούσῃ παρασκευῇ ὑπερβαλέσθαι τῆς τῶν πολεμίων δυνάμεως οὐκ ἄν ποτε ἑκόντα εἶναι χωρήσειν ἐς τόνδε τὸν πόλεμον. ταῦτα ἀποκριναμένου ἐπαπειλήσαντα τὸν Ἰωάννην ἐλαύνειν ἐς τὸ πρόσω, ἐσβαλόντα δὲ ἐς τὴν βασιλέως χώραν, ἄχρι[ς] Πριστίνου ἀφικόμενον, στρατοπεδεύεσθαι αὐτοῦ ἐν Κοσόβῳ πεδίῳ, ἐν ᾧ Ἀμουράτης ὁ Ὀρχάνεω μαχεσάμενος πρὸς Ἐλεάζαρον μάχην αὐτός τε αὐτοῦ ταύτῃ ἐτελεύτησεν ὑπὸ Τριβαλλοῦ καὶ τόν γε Ἐλεάζαρον ἀνεῖλεν ἐν τῇ μάχῃ. ἐπεὶ δὲ ὥρμητο Ἰωάννης στρατεύεσθαι ἐπὶ Ἀμουράτην δι' αἰτίαν τήνδε. ὡς γὰρ ἐν τῇ ἐν Βάρνῃ μάχῃ ἑώρα τοὺς Τούρκους φεύγοντας καὶ ἑαυτῷ ἐς χεῖρας ἐλθόντας καὶ ἐνδιδόντας, αὐτίκα ἐνόμισεν εὐπετῆ μὲν καὶ τότε ὄντα τὰ πράγματα αὐτῷ χειρωθῆναι, εἰ μὴ διὰ τὴν βασιλέως Λαδισλάου ἀφροσύνην, καὶ ἐσαῦθις δὲ χαλεπὰ οὐκέτι ἔσεσθαι κατεργάσασθαι. ἔφερε δὲ αὐτοῦ ἡ γνώμη καὶ πλείονα στρατὸν συναγείραντα ἐξελαύνειν. ὥστε καὶ τῷ πλείονι καταπληττομένων αἱρήσει τὸν Ἀμουράτην οὕτω δή τοι εὐπετῶς, ὥστε μηδ' ὁπωσοῦν ἐνδοιάζειν. πρεσβευσάμενος δὲ ἐπὶ Σκενδέρην τε καὶ Ἀριανίτην, ἐν νῷ ἔχων αὐτοὺς προσιόντας ἐς τὸ πρόσω τῆς Εὐρώπης συμμῖξαι· οὕτω γὰρ προείρητο καὶ τοῖσδε. ἐπεὶ δὲ ἐς Κόσοβον τὸ πεδίον Ἀμουράτης ὁ Μεχμέτεω ἀφίκετο, ὡς εὗρε τοὺς πολεμίους ἐλαύνοντας, ἐστρατοπεδεύετο. λέγεται δὲ γενέσθαι αὐτῷ τὸν στρατὸν ἐς πεντεκαίδεκα μυριάδας. καὶ τῇ ὑστεραίᾳ αὐτίκα παρετάσσετο ὡς ἐς μάχην. παρετάσσετο δὲ καὶ τὰ τάγματα. καὶ ἐς μὲν τὸ δεξιὸν αὐτοῦ κέρας τὸ τῆς Ἀσίας ἐτάσσετο στράτευμα, στρατηγὸν ἔχον Σκοῦραν, ἐς δὲ τὸ εὐώνυμον ὁ τῆς Εὐρώπης στρατηγὸς Καραζίης, ἔχων τὸ τῆς Εὐρώπης στράτευμα. τοὺς μέντοι ἱπποδρόμους ἕκαστος τῶν ὑπάρχων ἔχων παρετάσσετο. ἐν μέσῳ δὲ τούτοις ἵδρυτο αὐτὸς βασιλεύς, ἔνθα αὐτῷ νομίζεται στρατοπεδεύεσθαι, χάρακα προβαλλόμενον, μετὰ δὲ ταῦτα τὰς καμήλους στησάμενον αὐτοῦ ταύτῃ, μετὰ δὲ ταῦτα τοὺς θυρεοὺς πηξάμενον. ἐπὶ τούτοις τοὺς νεήλυδας ἐτάξατο σὺν τοῖς τηλεβόλοις τε ἅμα καὶ τηλεβολίσκοις καὶ τοῖς ἄλλοις. ἐπεὶ δὲ ἐτάξατο, ἀντεπῄει καὶ Ἰωάννης ὁ Χωνιάτης συνταξάμενος ὧδε. τὸ μὲν δεξιὸν αὐτοῦ εἶχον οἱ Παιόνων ἄρχοντες καὶ ἀδελφιδοῦς αὐτοῦ (Σεκούλης δὲ ἦν τοὔνομα αὐτῷ) καὶ Εἰλόκης καὶ δὴ Ταλούσης, ἐν μέσῳ δ' αὐτὸς ἐτάσσετο Χωνιάτης, ἔχων τούς τε βιτέζιδας καλουμένους καὶ τὸν Ἀρδελίου στρατόν. τὸ δὲ εὐώνυμον Δᾶνος εἶχεν αὐτῷ ἐπιτήδειος ὤν, ὃν καταγαγὼν ἐς τὴν Δακίαν χώραν διὰ τὸ πρὸς τὸν Δρακούλην αὐτοῦ ἔχθος ἐκεῖνόν τε τῆς ἀρχῆς ἐξήλασε, καὶ τὴν χώραν ὑφ' αὑτῷ ποιησάμενος τόν γε Δᾶνον ἐπέστησεν ἄρχειν αὐτῆς· ἦσαν δ' αὐτῷ Δᾶκες ἀμφὶ τοὺς ὀκτακισχιλίους παραγενόμενοι ἐς τόνδε τὸν πόλεμον. Ἐπεὶ δὲ ἄμφω συνταξάμενοι προῄεσαν ὡς συμβολὴν ποιησόμενοι, ἐνταῦθα βιτέζης, τῶν τοῦ Χωνιάτου στρατιωτῶν εἷς, ἐν μέσῳ ἀμφοῖν προελαύνων τῷ ἵππῳ προὐκαλεῖτο αὐτοῦ τὸν ἀπὸ τῶν Τούρκων μονομαχήσοντά τινα, πρὶν ἢ τὰ στρατεύματα συνιέναι ἐς ταὐτό. ὡς δὲ ἔγνωσαν οἱ Τοῦρκοι αὐτὸν μονομαχήσοντά τινι προεληλυθέναι, ἑστήκεσαν καὶ αὐτοί. καὶ ἐνταῦθα ἐξελαύνει ἀπὸ τοῦ στρατοῦ τοῦ ἑτέρου Ἐλιέζης ὁ Βαρισάταγα παῖς, τῶν ἐν τῇ Ἀσίᾳ ὑπάρχων ἑνός, ἀνδρὸς ἀγαθοῦ γενομένου τὰ πολέμια καὶ πρότερον τῶν νεηλύδων ἄρχοντος ἐν ταῖς βασιλέως θύραις. οὗτος δὴ ἐπεὶ ἐς τὸ μέσον προῄει, ὁμόσε τῷ Παίονι ἴετο. καὶ τοῖς δόρασιν αὐτίκα ἐπιόντες ἀλλήλοις τά τε δόρατα κατέαξαν, καὶ ὁ μὲν βιτέζης ἔπεσεν αὐτοῦ σὺν τῷ ἵππῳ ἐς τὴν γῆν, Ἐλιέζης δὲ ἐκκοπέντος τοῦ ἐπιστήθου καὶ ζώνης σὺν τῷ ἐφιππίῳ ἐπὶ τοῖς ἐσχάτοις τοῦ ἵππου ἐγεγόνει ἱππεύων· ὁ γὰρ ἵππος ἀμείνων πολλῷ τούτου ἦν. καὶ οὐκ εἶχε μέν, ὅπως τὸν Παίονα διαχρήσαιτο πεσόντα σὺν τῷ ἵππῳ, ἅτε καὶ αὐτὸς χαλεπῶς καὶ μόγις ἱππεύων· πεσόντος μέντοι τοῦ Παίονος ἀλάλαξαν μέγα τὸ τῶν Τούρκων στράτευμα, οἰωνὸν ποιησάμενοι. ἐπεὶ δ' ἀμφότεροι ἤλασαν ἐς τὸ ἑαυτῶν ἑκάτερος στρατόπεδον, ἐνταῦθα Ἀμουράτης ὁ βασιλεὺς μεταπεμψάμενος Ἐλιέζην εἰς ὄψιν τὴν ἑαυτοῦ ἔλεγε τοιάδε. "ὦ παῖ, πόθεν δὴ οὕτω ἐγένου ἀγαθὸς τὰ πολέμια, οὔπω πρότερον ἄλλῃ πῃ μαχεσάμενος, οὔτε παραγενόμενος στρατῷ μαχομένῳ, ὥστε ἐκμαθεῖν, πῶς δέοι συμβαλεῖν;" τοῦ δὲ εἰπόντος "ὦ βασιλεῦ, ἀπὸ λαγὼ ταύτην ἔμαθον τὴν ἀνδραγαθίαν" ἐν θαύματι ποιησάμενον τὸν βασιλέα ἐρέσθαι αὐτὸν λέγεται "καὶ πῶς ἂν δή, ὦ νεανίσκε, ἀπὸ λαγὼ γένοιτο ἄν τις ἀγαθὸς τὰ πολέμια;" τὸν δὲ φάναι "ἐγὼ τοίνυν, ὦ βασιλεῦ, ἐν τῇ Ἀσίᾳ διατρίβων, καθ' ἣν ἡμᾶς ἐπέστησας χώραν καὶ τόν γε πατέρα ἐμὸν ὕπαρχον ἀπέδειξας, ἐφοίτων ἐς ἄγραν, καί ποτε λαγὼν ἐν κοίτῃ εὑράμενος ᾠήθην ἀσφαλέστερον εἶναί μοι, ὥστε τὸν λαγὼν μὴ διαφυγεῖν, ὀϊιστῷ βαλόντα ἀνελέσθαι· κράτιστοι γὰρ πάντων, ὧν ἡμεῖς ἴσμεν, λαγωῶν οἱ ἐν τῇ Ἀτταλίᾳ θεῖν εἰσι, καὶ οἱ κράτιστοι τῆς Εὐρώπης κύνες οὐχ αἱροῖεν. ἐπῆν δέ μοι ταῦτα ἐπιλεγομένῳ φαρέτρη καὶ ὀϊστοὶ τετταράκοντα. ὡς δὲ ἐπιβάλλων τῷ τόξῳ τὸν ὀϊστὸν οὐκ ἐτύγχανον, δεύτερον ἐπὶ τοῦτον ἐτόξευον. ὡς δὲ καὶ οὕτω λαγὼς μὲν ἐκάθευδε, καὶ δεινὸν ἐποιούμην, εἰ οὐκ ἐπιτυγχάνοιμι, ἐνταῦθα δὲ πάντας τοὺς ὀϊστοὺς ἐξετόξευον. ἐπεὶ δὲ τὰ βέλη πάντα ἠφίετο καὶ λοιπὸν ἦν βέλος ἐμοὶ οὐδέν, αὐτίκα ἐπεγειρόμενος ἀφ' ὕπνου ὁ λαγὼς ᾤχετο φεύγων, ὡς ᾔσθετο τοῦ θορύβου, καὶ οἱ κύνες μὲν ἐς βραχὺ ἐπεδίωξαν, οὐ μέντοι εἷλον. τότε δὴ ἐπέγνων, ὡς τὰ βέλη μοι κενὰ ἐγεγόνει, ὅτι εἱμαρμένον ἔτι ἦν τῷ λαγῷ ἐκείνῳ ἐπιζῆσαι. καὶ τὸ ἐντεῦθεν ἐπιλεξάμενος ψῆφον ἐμαυτῷ, ὦ βασιλεῦ, ἐθέμην μήτε ξίφος, μήτ' αὖ δόρυ, μήτε ὀϊστὸν δεδιέναι, ὡς ἢν ἐμοὶ πεπρωμένον εἴη ἐπιζῆσαι, οὐδ' ἂν τὸ δόρυ ἀφέλοιτο τὴν ζωήν. διὰ τοῦτο δὴ ἤϊα θαρρῶν, ὦ βασιλεῦ, ἐπὶ τὸν Παίονα, ἐπιστάμενος, ὡς εἰ πεπρωμένον μοι εἴη ἐπιβιῶναι, οὐδέν μοι χαλεπὸν ἔσοιτο ὑπὸ τοῦ Παίονος." ἀκούσαντα δὲ τὸν βασιλέα, καὶ ἀγασθέντα τὸν νεανίαν τοῦ λογισμοῦ, ἐσθῆτι μὲν αὐτίκα τότε ἐδωρήσατο σηρικῇ χρυσοπάστῳ, μετὰ δὲ ταῦτα ἐπιστῆσαι ἄρχοντα τῆς πατρῴας αὐτοῦ χώρας· ἐπιτελευτῆσαι γὰρ ἤδη ὁ πατὴρ αὐτοῦ, καὶ τὴν χώραν ἄλλος ἐπετρόπευεν ὑπὸ βασιλέως ταχθείς. δαιμονίως δὲ τὸ γένος τοῦτο τίθεσθαι τῇ δόξῃ τῆς εἱμαρμένης, σχεδὸν καὶ οἱ ἄλλοι, ὅσοι πρὸς τὴν τοῦ Μεχμέτεω θρησκείαν εἰσὶ τετραμμένοι. Ταῦτα μὲν οὖν ἐς τὴν μονομαχίαν ἐγένετο· ἐπεὶ δὲ τοῦ βασιλέως ἱδρυμένου κατὰ χώραν τὰ στρατεύματα συνιόντα ἐμάχετο, τὸ μὲν Ἀσιανὸν στράτευμα ἡσυχίαν ἦγε, δεδιότος τοῦ βασιλέως, μὴ πρῶτα συμβολὴν ποιησαμένου ἐς τροπὴν γένοιτο, καὶ κινδυνεύσῃ αὐτῷ τὰ στρατεύματα διαφθαρῆναι αὐτίκα, καὶ ὑπερδειλιάσαντα οἴχεσθαι, ἀλλὰ τὸ μὲν Ἀσιανὸν στράτευμα εἱστήκει, τὸ δὲ Εὐρώπης διελόμενος ἐς μοίρας, ὅσας δὴ ἑώρα τοὺς Παίονας παραταξαμένους ἐλαύνειν, καθίστατο ἐς τὴν μάχην. καὶ οὕτω δὴ συμβάλλοντα τὰ τῆς Εὐρώπης στρατεύματα ἐμάχετο. πολὺ δὲ παρ' ἐλπίδα ἀγωνισάμενοι ἐμάχοντο ἀξίως λόγου. γενόμενοι γὰρ κατ' ὀλίγα ὡς οἱ Παίονες ἐπελαύνειν, ἔφευγον ἀνὰ κράτος, ὡς τοὺς Παιόνων ἵππους ἐπιδιώκοντας κάμνειν τε ἰσχυρῶς καὶ ἀπαγορεύειν. καὶ ἐνταῦθα δή, ὡς οἱ Τοῦρκοι αὐτάρκως ἔχοιεν τῆς φυγῆς, διαστάντες τούς τε ἵππους ἐτόξευον καὶ ὄπισθεν ἐπιόντες κατέκαινον τοὺς Παίονας· ἅτε γὰρ οἱ πλείους καὶ ἐφ' ἵππων πολὺ βελτιόνων φερόμενοι, καὶ τέχνῃ τὰ πολλὰ τὴν μάχην συνδιαχειρίζοντες, ἄμεινον ἐφέροντο τῶν Παιόνων. καὶ τὴν μὲν πρώτην ἡμέραν πολλοὶ μὲν Παιόνων ἔπιπτον ἐν τῇ μάχῃ, πολλοὶ δὲ Τούρκων ἀπόλλυντο ὑπὸ Παιόνων. καὶ ταύτην μὲν τὴν ἡμέραν ὅλην ἐμαχέσαντο ἀμφότεροι καὶ ἰσοπαλεῖς ἐγένοντο· ἐπεὶ δὲ ὀψὲ ἦν, διέστησάν τε ἀπ' ἀλλήλων, καὶ ἐπὶ τῶν στρατοπέδων ἀναχωρήσαντες ἑκάτεροι ἀνεπαύοντο. Παίονες μὲν οὖν οἰόμενοι τοὺς Τούρκους νυκτὸς οἰχήσεσθαι ἀπιόντας καὶ οὐ μενοῦντας ἐν τῇ τάξει. καὶ ἱπποδρόμων μὲν οὐκ ὀλίγοι ἀπῄεσαν· ἐπεὶ δὲ τοὺς Τριβαλλοὺς εὕρισκον ἐν τοῖς στενοῖς ἐπιμένοντας, αὖθις ἐπανῄεσαν ἐπὶ τὸ στρατόπεδον. καὶ Παίονες μὲν οὖν οὕτω ἐνόμιζον τῇ ὑστεραίᾳ βραχεῖ τινι μορίῳ τοῦ στρατοῦ ἀντιτάξασθαι ὡς τῶν ἄλλων οἰχησομένων καὶ οὐ μενούντων, καὶ οὕτω δὴ περιγενομένους αἱρήσειν αὐτίκα τὰς βασιλέως θύρας· βασιλεὺς δὲ καὶ οἱ Τοῦρκοι ἀναθαρσήσαντες οὐκ ἐν ὁμοίῳ ἔτι δέει ἐγίγνοντο ἀμφὶ τοὺς Παίονας, θαρσαλεώτεροι δ' ὄντες παρεσκευάζοντο ὡς ἐς τὴν ὑστεραίαν μαχόμενοι τρέψασθαι τοὺς Παίονας. Τὴν μὲν οὖν ἡμέραν ταύτην ἐς τοσοῦτον ἐγένετο· τῇ δὲ νυκτὶ ταύτῃ Παίονες βουλευόμενοι, ὅπως τῇ ὑστεραίᾳ τὴν μάχην ποιήσωνται, γνώμην ἀπεφαίνετο ἕκαστος, ὡς ἐδόκει αὐτῷ τὴν μάχην ποιεῖσθαι, καὶ λόγος ἐγίγνετο πολύς. ἐνταῦθα βουλευομένων αὐτῶν, Ταούτης ὁ Σαούζεω, υἱιδοῦς τοῦ Ἀμουράτεω, γένος ὢν τῶν Ὀτουμανίδων, παρελθὼν ἐς μέσον ἔλεξε τοιάδε. "Ἡμῖν μὲν ἱκανὰ συμβέβληται ἔστε τὴν Ἀσίαν καὶ ἐς τὴν Εὐρώπην, οὐδὲ δὴ ταῦτα προσέχοντας ἐς τὰ Ἀμουράτεω πράγματα τὴν μάχην ποιεῖσθαι, ἀνήνυτα ἐργαζομένους· οὐ γὰρ ἂν παρεχομένων σφᾶς κτείνειν τῶν ἀνδρῶν τούτων δυναίμεθα οὕτω γε εὐπετῶς χειρώσασθαι. ἀλλ' ἐμοὶ δοκεῖ ὁ μαχόμενος τῷ πολεμίῳ, ἢν μὲν βάλῃ καιρίαν πληγήν, κατέβαλέ τε τὸν πολέμιον καὶ ἔχει καλῶς χρῆσθαι τῷ στρατεύματι. ποῦ δ' ἂν βάλοι καιριωτέραν ἢ ἐν τῇ κεφαλῇ; τό τε γὰρ σῶμα ἄγειν πᾶν, καὶ ἐν τούτῳ ἡ πόλις. ἢν δὲ μὴ καιρίαν βάλῃ, ἐπίπονα ἔσται καὶ χαλεπὰ κατεργασθῆναι τὰ τῶν πολεμίων. καὶ νῦν δὲ οὕτω δοκεῖ. ὁρᾶτε γάρ, ὡς αἱ θύραι τοῦ βασιλέως ἑστήκεισαν οὐδαμῇ ὡρμημέναι ἐπὶ τὴν μάχην, οὐδὲ ἀνακινδυνεύειν ἐθέλουσιν, ὡς τὸ πᾶν φέρουσαι τὰ τοῦ βασιλέως ὑγιῆ τε εἶναι, καὶ ἐς ἀνάγκην ἐπειδὰν περιστῇ, μάχεσθαι. φέρε οὖν, ταύτην κινήσωμεν τὴν βασιλέως σύνταξιν, καὶ οἰχομένης ταύτης ἡμῖν οὐδεὶς τῶν ἄλλων μένειν ἐθέλῃ. δοκεῖ οὖν ἐμοὶ κινῆσαι τὸ στρατόπεδον ἡμῖν ἅπαν, καὶ ταῖς ἁμάξαις, ἐφ' αἷς οἱ τηλεβόλοι καὶ τηλεβολίσκοι ἡμῖν τυγχάνουσιν ὄντες, ὑπὸ ταύτην τὴν νύκτα ἰέναι ὁμόσε ἐπὶ τὰς θύρας αὐτίκα, καὶ μὴ διαμέλλειν. καὶ ἢν ἐπίωμεν τηλεβόλοις τε καὶ τοῖς ἄλλοις βέλεσι βάλλοντες τὰς βασιλέως θύρας καὶ δεδιττόμενοι, οἴομαι μὴ ἐπιμένειν ἕως ἡμέρας, ἀλλ' ὡς ἔχει ἡ νύξ, οὕτως αὐτοὺς ἰόντας ἀπαλλάττεσθαι ἀσμένως. καὶ τούτων ἀπωσάμενοι τὰ πράγματα ἔχοιμεν τὰ ἐκείνων." Ταῦτα λέγων ὁ Ταούτης ἔπειθέ τε, καὶ ἐποίουν οὕτω. καὶ αὐτίκα σὺν ταῖς ἁμάξαις ἐπῄεσαν ἐς τὸ βασιλέως στρατόπεδον, περὶ πρώτην φυλακὴν τῆς νυκτός. ὡς δὲ ἀγχοῦ ἐγένοντο τῶν βασιλέως θυρῶν, ἐνταῦθα ἐδεδίττοντο τηλεβόλοις τε καὶ τηλεβολίσκοις τοὺς νεήλυδας, καὶ ἔβαλλον τὸ τοῦ βασιλέως στρατόπεδον· καὶ ἐμάχοντο μεγάλως πρὸς τὸ μέρος, ἠώς τε διέφαινεν. οἵτε γὰρ νεήλυδες τούς τε τηλεβόλους παρασκευασάμενοι καὶ τηλεβολίσκους ὑφίεσαν ἐπὶ τοὺς Παίονας. καὶ ἔπιπτον ἀμφοτέρων οὐκ ὀλίγοι τῇ νυκτὶ ταύτῃ, ὑπὸ τηλεβόλων τὰ πλείω φθειρόμενοι. ἐπεὶ δὲ ἡμέρα ἀγχοῦ ἐγένετο καὶ ἑώρων τὸ βασιλέως στρατόπεδον ἱδρυμένον κατὰ χώραν ἀγωνίζεσθαι ἀξίως λόγου, ἐδόκει ἀναζεύξαντας ἀπελαύνειν ἐς τὸν χῶρον ἐκεῖνον, ἐν ᾧ ἐστρατοπεδεύοντο, καὶ μὴ ἀναμένειν συλλεγομένους κυκλοῦσθαι σφᾶς ἐγγὺς τῶν θυρῶν γενομένους. ὡς δὲ ἐδόκει, καὶ ἐποίουν ταῦτα. ἀνεχώρουν ἐς τὴν χώραν αὐτῶν, καθ' ἣν ἵδρυντο πρότερον. Ἐπεὶ δὲ ἡμέρα ἐγένετο, παρετάσσετο δεύτερα ἐς τὴν μάχην, πειρασόμενος, ᾗ ἂν ἀποβαίη αὐτῷ τὰ πράγματα. καθιστὰς δὲ ἐν μάχῃ, ἐμβαλὼν ἐς τὸ τῆς Ἀσίας στράτευμα συμβολὴν ἐποιεῖτο. ἐνταῦθα ὡς συνέβαλε, πέμπει ὁ τῆς Εὐρώπης στρατηγὸς Τουραχάνην τὸν Θετταλίας ὕπαρχον σὺν τῷ αὐτοῦ στρατεύματι κατὰ νώτου γενόμενον τοῖς Παίοσι συμβαλεῖν ὡς δύναιτο ἰσχυρότατα. ἐνταῦθα Τουραχάνης κατὰ νώτου γενόμενος τοῖς Παίοσι πολλοὺς αὐτῶν κατέβαλεν ἐν τῇ μάχῃ ταύτῃ. οἱ μὲν γὰρ ἐδίωκον τοὺς Ἀσιανούς, καὶ ὡς ἐπικέοιντο διώκοντες, οἱ μὲν ἔφευγον ἀνὰ κράτος. πλὴν δὴ τῶν ὑπάρχων θεράποντες Εὐρώπειοι ὄντες, καὶ διαστάντες ὡς φεύγοιεν, ἐμάχοντο, οἷα τοῖς Τούρκοις νομίζεται πρὸς τοὺς Παίονας. πρὸς δὲ τοὺς ἀπὸ τῆς Εὐρώπης κατὰ νώτου σφίσιν ἐπικειμένους συστραφέντες συστάδην ἐμάχοντο, ἄλλοτε ἄλλῃ τοῦ πεδίου, ὡς περιτύχοιεν ἑκάτεροι ἀλλήλοις ἐπικείμενοι. Δᾶκες δὲ ὡς ἑώρων τοὺς Τούρκους πολὺ παρ' ἐλπίδα ἀγωνιζομένους, καὶ σφίσι τὰ χαλεπώτατα ἐπηρτῆσθαι, ἀπαλλαγὴν δὲ μόλις ἔσεσθαι τοῦ κακοῦ, καὶ ἢν σῶες ἀφίκοιντο, ἐπὶ ὅρκου μηδεμίαν εἶναι μηχανὴν μὴ οὐ δίδοσθαι αὐτοὺς δίκας τῷ βασιλεῖ, ὧν εἰργάσαντο αὐτῷ πολεμοῦντες καὶ ὅτι τοῖς Παίοσι συνεμάχουν, ἐδόκει αὐτοῖς ἐν τῷ μεγάλῳ τούτῳ θορύβῳ ἄγγελον πέμψαντας παρὰ βασιλέα Ἀμουράτην διαλλάττεσθαι, καὶ τὰ ὅπλα παραδιδόντας ξένους τε καὶ φίλους εἶναι τῷ βασιλεῖ. ὡς δὲ ἐδόκει, καὶ ἐποίουν ταῦτα. ὁ δὲ ἄγγελος ἀφικόμενος ἐπὶ τὰς θύρας ἔλεγε τοιάδε. "Ὦ βασιλεῦ, ἐμὲ Δᾶκες ἔπεμψαν ἐς ὄψιν ἀφικέσθαι τὴν σὴν καὶ σπονδὰς αἰτεῖσθαι αὐτοῖς συγγνώμην παραιτουμένοις, ἐφ' οἷς πεπλημμελημένα ἐστὶν ἐς τὴν σὴν ἀρχὴν καὶ ἐς τὰ σὰ πράγματα. καὶ διαμαρτύρονται σφᾶς ἀφ' ἑαυτῶν μηδὲν νεώτερον βουλεῦσαι περὶ τὰ σὰ πράγματα, ἂν μὴ οἱ Παίονες ἀνάγκην ἐπιθέντες, κελεύοντες σφίσιν ἅπτεσθαι, προσβιάζοιντο ἡμᾶς. νῦν οὖν δέονταί σε πείθεσθαι καὶ αὐτοῖς σπονδὰς ποιεῖσθαι, καὶ αὐτόν σοι τὸν πόλεμον παραστήσασθαι τοῦ λοιποῦ, ὥστε σοι ἐπιτήδειον εἶναι." Ταῦτα εἰπόντος τοῦ ἀγγέλου, Χαλίλης ὁ πρύτανις τοῦ οἴκου τοῦ βασιλέως ὑπολαβὼν ἔλεγε τοιάδε. "ἀλλ' ὑμεῖς, ὦ ἄνδρες Δᾶκες, ἐπίστασθέ που ὡς βασιλεὺς ἐπιτήδειός τε ἦν δυνάμει καὶ πρόξενος ἐξ ἀρχῆς· καὶ νῦν ἐπεὶ ἐν δέοντι παραγίγνεσθε, σπονδάς τε ποιεῖτε ὑμεῖς ἄνευ τε δόλου καὶ ἀπάτης, φίλοι τε εἶναι ὑμεῖς τοῦ λοιποῦ. καὶ ἤν τι, ὧν ὑμεῖς λέγετε, ἐξειργασμένον τῷ βασιλεῖ χάριν θείητε, ἴστε ὡς οὐχ ὑπερβαλούμενοι αὐτὸν εὐεργετοῦντες. τὰ μέντοι ὅπλα ἴτε δεῦρο ὅτι τάχιστα παραδώσοντες." Ταῦτα Χαλίλης ὁ Πραΐμεω φάμενος γνώμῃ τοῦ βασιλέως λέγειν ἀπέπεμψε. καὶ οἱ Δᾶκες, ὡς ἐπανῆκεν αὐτοῖς ὁ ἄγγελος λέγων, ἃ ἐνετέλλετο αὐτῷ Χαλίλης ὁ Πραΐμεω γνώμῃ τοῦ βασιλέως, αὐτίκα διέστησάν τε ἀπὸ Παιόνων χωρὶς γενόμενοι, καὶ προϊόντες ἀφίκοντο ἀγχοῦ τῶν θυρῶν τοῦ βασιλέως, καὶ ταύτῃ ἑστηκότες ἐνόμιζον αὐτῷ τοιάνδε χάριν καταθέσθαι τῷ βασιλεῖ, ὑπουργοῦντες αὐτῷ ἐς τὴν παροῦσαν ἀνάγκην, ὥστε οἴσεσθαι δῶρά τε καὶ ἐσθῆτας πρὸς τοῦ βασιλέως. βασιλεὺς δέ, ὡς παρ' αὐτῷ εἱστήκεισαν, νομίσας μή τινι δόλῳ ταῦτα [συνθέμενοι] προϊσχόμενοι αὐτῷ κακόν τι διανοοῖντο ἐργάζεσθαι, συνθέμενοι τοῖς Παίοσι, μεταπέμπεται τὸν τῆς Εὐρώπης στρατηγὸν ἔχοντα ἀμφὶ τοὺς δισμυρίους· καὶ ὡς παρῆν αὐτῷ, ᾗ ἐνετέλλετο, ἐκέλευε περιστάντας τοὺς Δᾶκας κατακαίνειν ἅπαντας, μηδενὸς φειδόμενον. καὶ οὕτω πρὸς ἀλκὴν ἐτράποντο τὰ ὅπλα ἔχοντες· οὐ γὰρ ἠξίου ὁ βασιλεὺς παραδόντας τὰ ὅπλα κατακαίνειν, ἀλλὰ ταῦτα ἔχοντας δίκην διδόναι, ὧν ἐποίουν αὐτόν. καὶ οὕτω μὲν δὴ ταύτῃ ἐν οὐδενὶ λόγῳ ἀπώλοντο. Παίονες μὲν δὴ πρῶτα τοὺς Δᾶκας διισταμένους ἰδόντες ἐθαύμαζον, ὅ τι βούλοιντο· ὡς δὲ ἔγνωσαν διαλλαττομένους τῷ βασιλεῖ, ἐχαλέπαινόν τε αὐτοῖς καὶ ἤχθοντο καταπροδεδωκόσι τοὺς φίλους, ἐπεὶ δ' ὀλίγον ὕστερον κατεῖδον αὐτοὺς ξύμπαντας πρὸς τοῦ βασιλέως οὐδενὶ λόγῳ ἀπολλυμένους, ἐν θαύματι εἴχοντο, τήν τε γνώμην ἐννοοῦντες τοῦ βασιλέως, ὡς οὐδέν τι συμμάχων τοιούτων ἐδεῖτο, μέγα τε ἐποιοῦντο ἀπαλλάττεσθαι τὴν ταχίστην. Ἰωάννης μὲν οὖν, ὡς ἀπὸ τῆς μάχης ἐγένετο ἐπὶ τῶν ἁμαξῶν, διελέγετο τοῖς ἡγεμόσιν, ὡς αὐτὸς μὲν σὺν τοῖς ἀμφ' αὑτὸν ἴοι ἀπὸ τοῦ λόχου, ᾗ ἑστήκει αὐτὸς βασιλεύς, ὡς ἐς τὰς θύρας ἐμβαλῶν, αὐτοὺς δέ, ἐπειδὰν ἄγγελον πέμψας διασημήνῃ, ἐλαύνειν ὁμοῦ πάντας ὁμόσε ἐπὶ τὰς θύρας. καὶ ταῦτα λέγων (ἦν δὲ ἀμφὶ τὴν ἐσχάτην φυλακὴν) ἐπιλεξάμενος τούς τε ἄμεινον ἐς τὸν πόλεμον παρεσκευασμένους καὶ οὓς ὡς ἐπιτηδείως ἔχοντας ἠπίστατο, τοῖς δὲ ἐν ταῖς ἁμάξαις παραγγείλας, ἐπειδὰν σημήνῃ, κατὰ ταῦτα προϊέναι ἐπὶ τὰς θύρας, αὐτός τε μὲν ἴετο συντεταγμένῳ τῷ στρατεύματι τὰ ἔμπαλιν γενόμενος ἐπὶ τὸν Ἴστρον καὶ ἐλαύνων. ὡς δὲ ἡμέρα τάχιστα ἐγεγόνει, οὗτος μὲν οὐκέτι ἑωρᾶτο οὔτε πρὸς τῶν ἐναπολειφθέντων ἐν ταῖς ἁμάξαις Παιόνων οὔτε πρὸς τοῦ βασιλέως. ὡς δὲ οἱ ἀμφὶ βασιλέα ὁρῶντες τὸ στρατόπεδον τῶν Παιόνων κενόν τε εἶναι καὶ ὀλίγους ἐντὸς τῶν ἁμαξῶν ἐναπολειφθῆναι, ἐν θαύματι μὲν ἐποιοῦντο, ἀγγέλλει δέ τις αὐτῷ δρόμῳ ἀφικόμενος ὡς Παίονες πεφευγότες εἶεν ἐπὶ τὸν Ἴστρον ἀμφὶ τὴν ἐσχάτην φυλακήν. ἐνταῦθα οἱ νεήλυδες ἀναλαβόντες τὰ ὅπλα δρόμῳ ἔθεον ἐπὶ τοὺς ἐν ταῖς ἁμάξαις Παίονας. οὗτοι μὲν οὖν ὡς ᾔσθοντο ὑπὸ τῶν σφετέρων προδεδομένοι, ἐμάχοντο πρὸς τοὺς νεήλυδας ἀξίως λόγου. μετ' οὐ πολὺ δ' οἱ νεήλυδες ἀνέβησαν ἐπὶ τὰς ἁμάξας, ὑπερέβησαν δὲ τοὺς Παίονας πάντας ὁμοῦ κατακαίνοντες. οὗτοι ἕωθεν δὲ μαχόμενοι περὶ πλήθουσαν ἀγορὰν ἄνδρες γενόμενοι ἀγαθοὶ ἐτελεύτησαν. βασιλεὺς δὲ ὥρμητο μὲν διώκειν τοὺς Παίονας, προσφερόντων αὐτῷ λόγους τῶν στρατηγῶν· οὐ μέντοι προσίετο τοὺς λόγους, ἀναμιμνησκόμενος, οἷα ἐπεπόνθει πρὸς τοῦ Χωνιάτου Χασίμης ὁ Μαζάμεω ἐν τῇ διώξει, ἠγάπα τε τῇ παρούσῃ τύχῃ αὐτῷ ἐς τὸ βέλτιον καταστῆσαι. ἀπέθανον δὲ ἐν τῇ μάχῃ ταύτῃ, ὡς ἐπυθόμην (ἠριθμήθη γὰρ ὕστερον ἀμφοτέρων ὑπὸ τοῦ Τριβαλλῶν ἡγεμόνος), Παιόνων μὲν καὶ Δακῶν συναμφοτέρων ἑπτακισχίλιοι καὶ μύριοι, Τούρκων δὲ ἐς τοὺς τετρακισχιλίους. τὴν γὰρ διάγνωσιν ῥᾳδίως ποιοῦνται καὶ τὰ αἰτήματα αὐτῶν ἀπό τε τῶν αἰδοίων περιτεμνομένων τῶν Τούρκων, καὶ τὸ μὲν τοὺς Παίονας κομᾶν ἐπιεικῶς πάνυ, οἱ δὲ Τοῦρκοι ξυρῶνται τὰς κεφαλὰς σὺν τρίχαις τισὶ τῶν ἐν τοῖς κροτάφοις. βασιλεὺς δὲ ὡς ἀπὸ τῆς μάχης ἐγένετο, τά τε σώματα ἀνελομένους ἐκέλευε θάπτειν τοὺς Τούρκους ἐς τὸν ποταμὸν τὸν Μοράβαν καλούμενον παρὰ τὸ χεῖλος, καὶ αὐτὸς συσκευασάμενος ἀπήλαυνεν ἐπ' οἴκου. Ὁ δὲ Ἰωάννης ὡς φεύγων ἀπεχώρει ἐπὶ τὸν Ἴστρον, καὶ ἑσπέρα ἦν ἀφικομένῳ ἐπὶ τὸ Σβετζάνιον τοῦ βασιλέως πόλιν, διηπόρει, ὡς ἀσφαλέστερον κομιζόμενος πρός τε τῶν Μυσῶν μὴ κατάδηλος γένοιτο, καὶ κινδυνεύσῃ πρὸς τοῦ Τριβαλλῶν ἡγεμόνος ἁλῶναι· εἶδε γὰρ τὸν Γεώργιον, ὡς περιποιήσαιτο ἑλεῖν αὐτὸν πολέμιον ὄντα καὶ διάφορον ἐς τὰ μάλιστα ἐπεὶ δὲ διασκοπούμενος ἐλογίζετο, ἐδόκει αὐτῷ χωρισθέντα τοῦ στρατοῦ ἐλαύνειν σὺν ὀλίγοις τοῖς περὶ αὐτὸν εὐθὺ ἐπὶ Μπελογράδην. ὡς δὲ ἐδόκει αὐτῷ, περὶ δευτέραν φυλακὴν τῆς νυκτὸς ἐπιλεξάμενος τοὺς ἰδίους αὐτῷ ἐπορεύετο ἄλλην ὁδόν. πορευομένῳ δὲ αὖθις ἐδόκει οἱ καὶ ταύτῃ ἔτι μᾶλλον κατάδηλος ἔσεσθαι. πρὶν δὴ ἡμέραν γενέσθαι, νόῳ λαβών, ὡς μόνος αὐτῶν ἄμεινον σώζοιτο ἐς τὸν Ἴστρον, χωρὶς γενόμενος παρ' ἑαυτῷ ἰδίᾳ ἐπορεύετο αὐτὸς πορείαν. ὡς δὲ ἡμέρα ἐγένετο, καταβαίνει τε ἀπὸ τοῦ ἵππου, καὶ πεζῇ πορευόμενος ἀφικνεῖται ἐπὶ λόφον τινά, καὶ θεασάμενος Τοῦρκον ταύτῃ που ἐξελαύνοντα καταφεύγει ἐπὶ τὸ ἕλος ὕδατος πλῆρες καὶ ἐπὶ πολὺ διῆκον. ἐπεὶ δὲ προῆλθεν, ἀφικνεῖται πρὸς τὴν τοῦ Γεωργίου χώραν, καὶ περιτυχὼν Τριβαλλοῖς ἐζήτει γενέσθαι οἱ τῆς ὁδοῦ ὁδηγούς, καὶ μισθὸν αὐτοῖς τῆς ὁδοῦ παρέχεσθαι. οἱ δέ, ὡς ὑπέσχοντο ἐξηγεῖσθαι αὐτῷ τὴν ὁδόν, ἐπεβούλευον ἀνελεῖν. ἐνταῦθα, ὡς ἐδόκει αὐτοῖς, συλλαμβάνουσι τε αὐτὸν ὡς ἀποκτενοῦντες. ὁ δὲ ὡς ᾔσθετο, σπασάμενος τὸ ξίφος τοῦ Τριβαλλοῦ, ὥς οἱ ἐν καιρῷ ἦν, παίει μὲν τὸν ἕνα κατὰ τὸν ὦμον καὶ καταβάλλει· ὁ δὲ ἕτερος φεύγων ᾤχετο. ἐν δὲ τούτῳ πυνθανόμενος ὁ Τριβαλλῶν ἡγεμών, ὡς ὁ Χωνιάτης ἡττηθεὶς πρὸς τοῦ βασιλέως ἀπελαύνει, ἔπεμπε κήρυκα περιαγγέλλοντα τοῖς ἑαυτοῦ, ὡς μηδενὶ Παιόνων ἐπιτρέπειν διαβαίνειν τὴν χώραν, πρὶν δὴ πυνθάνοιντο [καὶ ἐς ὄψιν ἄγειν αὐτόν], ὅστις τε εἴη καὶ ποῖ πορεύοιτο, καὶ τοὺς μὲν ἄλλους ἐᾶν διιέναι, τὸν δὲ Χωνιάτην συλλαβόντας ἄγειν παρ' ἑαυτόν. οὗτος μὲν ταῦτα περιήγγελλεν, οἱ δὲ ἄρχοντες τοῖς ἐν τῇ χώρᾳ προαγορεύοντες, ὅντινα ἂν λάβοιεν τῶν Παιόνων, ἄγειν παρ' ἑαυτοὺς ἐπιδεικνύντας, καὶ ὅστις ἄλλῃ ποι ἰὼν ἁλώσοιτο, ὡς κακίστῳ θανάτῳ ἀπολούμενος. ἐνταῦθα ὁ Χωνιάτης, ὡς ὑπὸ λιμοῦ ἀπαγορεύων διηπόρει, ὅποι τραπόμενος γένοιτο, ἀφικνεῖται ἐπί τινα χώραν τῶν Τριβαλλῶν. καὶ ἐνταῦθα ὡς ἑωράκει Τριβαλλοὺς τὴν γῆν ἐργαζομένους, ἤϊεν ἐπὶ τούτους δεησόμενος ἐπιδοθῆναί οἱ ἄρτον. ὡς δὲ εἶδον ἄνδρα Παίονα ἐπιστάντα σφίσι ζητεῖν ἄρτον, ἔφασαν "ἀλλ' ὦ ξένε, ἄρτος μέντοι ὅδε σοι ἕτοιμος, χρεὼν δέ ἐστιν ἐπὶ τὸν τῆς πόλεως ἄρχοντα ἄγοντας δὴ ἡμᾶς ἐπιδεικνύναι, καὶ ἐπειδὰν θεάσηται, ἀποπέμψει δὴ πάλιν οὗτος ἐπὶ τὴν σαυτοῦ χώραν. οὐ γὰρ κακόν τι πρὸς αὐτοῦ πείσῃ ἂν οὐδ' ὁτιοῦν, ἀλλὰ Ἰωάννου τοῦ Χωνιάτου ζήτησις, οἶμαι, γίγνεται· τοὺς δ' ἄλλους τῶν Παιόνων, ὅσοι διεξελαύνουσιν ἐντεῦθεν, ἐν οὐδενὶ λόγῳ ποιοῦνται." ταῦτα λέγοντες ὡς οὐ μεθίεντο αὐτοῦ, ἀλλ' ἰσχυρῶς τε ἥπτοντο, ἀναγκάζεται τῷ πρεσβυτέρῳ μηνῦσαί τε ἑαυτόν, ὡς εἴη ὁ Χωνιάτης. καὶ ἐπηγγέλλετο μεγάλα δοῦναι αὐτῷ ξένιά τε καὶ χρήματα καὶ χώραν, εἰ ἐπὶ Μπελογράδην ἀγάγοι σῶον, ὑπὸ μηδενὸς τῶν Τριβαλλῶν ὀφθέντα. ὁ μὲν οὖν πρεσβύτερος ἔγνω τε αὐτόν, καὶ ὑπεδέξατο ἀσινῆ ἐς τὴν χώραν ἀπάξειν, τοῖς τε ἀδελφοῖς αὐτοῦ ἐξειπών, ὅστις εἴη, προηγόρευε μηδαμῇ ἰόντας ὁμολογῆσαι τὸν ἄνδρα. ἑσπέρας δὲ γενομένης ἀπήγαγον ἐς τὸ οἴκημα, ἐν ᾧ ἄχυρά τε ἦν σφίσι καὶ ὑποζύγια, καὶ ἐνέμενον τῇ ὑστεραίᾳ συσκευασάμενοι ἀπάγειν ἐπὶ Μπελογράδην. τῇ δὲ ἡμέρᾳ ταύτῃ ἐν διαφορᾷ γενομένων τῶν ἀδελφῶν ἐξαγορεύει τις τούτων τῷ τῆς πόλεως ἄρχοντι, καὶ λαβὼν τοὺς θεράποντας ἄγει ἐπὶ τὸ οἴκημα, ἐν ᾧ ἦν ὁ Χωνιάτης ἐν τοῖς τῶν ἀχύρων οἰκήμασι. καὶ λαβόντες ἀπήγαγον παρὰ τὸν τῆς πόλεως ἄρχοντα. ὁ δὲ ἔπεμπε δέσμιον ἀγόμενον παρὰ τὸν ἡγεμόνα, καὶ ἤγγειλεν, ὡς ἑάλω ἐν χόρτῳ κεκρυμμένος. ὁ μὲν οὖν ἡγεμών, ὡς ἤχθη παρ' ἑαυτὸν ὁ Ἰωάννης, εἰς φυλακὴν ποιησάμενος αὐτὸν εἶχεν ἐπί τινα χρόνον ἐν τῇ ἀκροπόλει. ὁ δὲ πείθει τόν τε ἄρχοντα τῆς ἀκροπόλεως καὶ τὴν φρουρὰν ἐπιθέσθαι ἅμα αὐτῷ τῷ ἡγεμόνι καὶ καταλαβεῖν τὴν πόλιν. ἐξενεγκόντος δέ τινος τῶν συνειδότων τὴν ἐπιβουλήν, καταφανῆ ἐγένετο τὰ τῶν ἐν τῇ φρουρᾷ, καὶ οἱ μὲν ἀπώλοντο, Ἰωάννης δὲ ἐπιγαμίαν αὐτῷ ποιησάμενος, καὶ ἁρμοσάμενος τὸν παῖδα αὐτοῦ, ἀπέπεμψεν ἐπὶ τὴν ἀρχὴν αὐτοῦ ἐς Μπούδην. Καὶ περὶ μὲν τὴν τῶν Παιόνων ἐκστρατείαν ἡγουμένου τοῦ Χωνιάτου τοσαῦτα ἐγένετο καὶ ἐν τέλει τούτῳ ἔσχετο· Ἀμουράτης δὲ ὡς ἐπανήκει ἐς τὰ βασίλεια, οὐ πολλῷ ὕστερον ὥρμητο μὲν ἐπὶ Βυζάντιον στρατεύεσθαι, τελευτήσαντος δὲ τοῦ Ἑλλήνων βασιλέως Ἰωάννου, καὶ ἐπὶ Κωνσταντῖνον τὸν ἀδελφὸν αὐτοῦ ὡς ἐχώρησεν ἡ βασιλεία. ἐπεί τε γὰρ ἐτελεύτησεν, ὥρμητο μὲν ὁ ἀδελφὸς αὐτοῦ Δημήτριος ἐπὶ τὴν βασιλείαν, διεκωλύθη δὲ ὑπὸ τῶν ἐν τῇ πόλει καὶ τῆς μητρὸς καὶ μεσιτῶν καὶ τοῦ δήμου καὶ τῶν μεσαζόντων, Καντακουζηνοῦ τε καὶ Νοταρᾶ, δεδιότων μὴ ἀφικομένου ἐπὶ τὴν βασιλείαν τούτου ἐπαγάγῃ ὁ Κωνσταντῖνος στρατὸν ἐπήλυδα, καὶ σφίσιν ἀπόλοιτο ἡ ἀρχή τε καὶ τὰ πράγματα. ἀνέμενον δὴ διὰ ταῦτα ἐλθεῖν τὸν Κωνσταντῖνον, καὶ οὐκ ἐπέτρεπον τῷ Δημητρίῳ παριέναι ἐς τὴν βασιλείαν. ἔτυχε δὲ τότε προπαραγενόμενος ἐς Βυζάντιον καὶ Θωμᾶς ὁ νεώτερος ἀδελφός, περιόντα ἔτι οἰόμενος καταλήψεσθαι τὸν βασιλέα, καὶ χρηματίσων περὶ ἐνίων, ὧν προσεδεῖτο τοῦ βασιλέως. οὗτος μὲν οὖν ἐτελεύτα, καὶ οὐκέτι ζῶντα κατέλαβεν, εὗρε δὲ τὰ πράγματα καταστάντα ἐς διαφορὰν Δημητρίῳ τῷ ἀδελφῷ περὶ τῆς βασιλείας. ἀφικομένου δὲ αὐτοῦ ἐς Βυζάντιον οὐ πολλῷ ὕστερον τοῦ Κωνσταντίνου, διείλοντο σφίσι τὴν Πελοπόννησον, καὶ ὅρκια ἐπὶ τῇ νομῇ ταύτῃ πρὸς ἀλλήλους ἐτάμοντο, ἐμπεδοῦντες τὴν διανομήν. ὁ μέντοι νεώτερος ἀδελφὸς πρότερος ἀφικόμενος νηῒ ἐπὶ Πελοπόννησον ἀφίστα τε τὰς ἐν Πελοποννήσῳ πόλεις πρὸς ἑαυτὸν παρὰ τοὺς ὅρκους, καὶ προσλαβόμενος τοὺς Πελοποννησίους τοὺς συναφεστῶτας ἐπολέμει πρὸς Δημήτριον τὸν ἀδελφόν. ὁ δὲ ἐπαγόμενος τοῦ βασιλέως στρατόν, ἐπιδιαπραξαμένου τοῦ τῆς γυναικὸς ἀδελφοῦ Ἀσάνεω, τόν τε ἀδελφὸν ἠνάγκασεν ἐς ὁμολογίαν αὐτῷ γενέσθαι, καὶ ἐπετράποντο διαιτητῇ σφῶν τῷ ἀδελφῷ Βυζαντίου βασιλεῖ, περί τε τῆς χώρας ὁμήρους δόντες ἀλλήλοις καὶ πιστά. Ἐν ᾧ δὴ ταῦτα ἐγένετο, Ἀμουράτης ὁ Μεχμέτεω παῖς τελευτᾷ ἐν συμποσίῳ, ὑπὸ οἴνου γενόμενος ἀπόπληκτος. ἐβασίλευε δὲ ἔτη δύο καὶ τριάκοντα. κατέλιπε δὲ βασιλέα Μεχμέτην τὸν παῖδα αὐτοῦ, καὶ παῖδα ἕτερον ἐκ τῆς γυναικὸς αὐτοῦ, τῆς Σπενδέρεω θυγατρός, ἀνὴρ ἐπιεικής τε γενόμενος καὶ τὴν τύχην οὐκ ἀδόκιμος. ἀμυνόμενος δὲ ἐπολέμει, οὐχ ὑπάρχων ἀδικίας, ἀλλ' ἐς τὸν ὑπάρξαντα αὐτίκα ἐπιὼν ἐστρατεύετο, καὶ ὁπότε μή τις αὐτὸν προὐκαλεῖτο ἐπὶ πόλεμον, οὐ πάνυ τι προὐθυμεῖτο στρατεύεσθαι, οὐκ ἐς τοῦτο ὄκνου ἥκων, ἀλλ' ἀμυνόμενος μὲν ἐδικαίου καὶ χειμῶνος καὶ ἐς τὰ χαλεπώτατα προϊέναι καὶ μηδένα ὑπολογίζεσθαι μήτε πόνον μήτε αὖ κίνδυνον. Ἐπεὶ δὲ ἐτελεύτησε, κατέστη ἐς τὴν βασιλείαν Μεχμέτης. καὶ αὐτίκα μὲν ἐν τῇ Ἀμουράτεω τελευτῇ οἱ ἐν τῇ Ἀδριανοῦ πόλει νεήλυδες συνίσταντο ἀλλήλοις ὡς τῇ πόλει ἐπιθησόμενοι, καὶ ἐκτός τε τῆς πόλεως συναθροισθέντες ἐβουλεύοντο, ὅποι τῆς πόλεως ἐπιθοῖντο καὶ σφίσι χρήματα πορίσαιντο ἀπὸ τούτου. ἐνταῦθα δὴ Χαλίλης ὁ Πραΐμεω τῶν θυρῶν τοὺς λοιποὺς ἐξοπλισάμενος, καὶ ἀπειλήσας, ἂν μὴ τὰ ὅπλα κατάθοιντο, μέγα τι κακὸν αὐτοῖς ἔσεσθαι ἀπὸ τούτου, ἐπειδὴ δὲ κατέθεντο τὰ ὅπλα, καὶ διέλυσε τὸν σύλλογον, ἐπ' οὐδενὶ ἀγαθῷ φάμενος ταῦτα ποιεῖν τούτους. μετ' οὐ πολὺ δὲ ἀφικόμενος ἀπὸ τῆς Ἀσίας Μεχμέτης ὁ Ἀμουράτεω ἐπὶ τὴν βασιλείαν καθίστη τε τὰ ἐν τῇ ἀρχῇ, ᾗ αὐτῷ ἐδόκει πρὸς τὰ παρόντα ξύμφορα ἔσεσθαι, καὶ τοῖς τε Ἕλλησι σπονδὰς ἐποιεῖτο καὶ δέδωκε τὴν τῆς Ἀσίας παράλιον. καὶ δὴ καὶ τῷ Τριβαλλῶν ἡγεμόνι εἰρήνην ἐποιεῖτο, καὶ τὴν θυγατέρα αὐτοῦ, γυναῖκα τοῦ Ἀμουράτεω μητρυιὰν δὲ αὐτοῦ, αὐτίκα ἔπεμπε τῷ πατρὶ χαριζόμενος, καὶ χώραν ἐπεδίδου, ὅσην ἐκτήσατο. τὸν δὲ ἀδελφὸν αὐτοῦ ἐπὶ τὴν βασιλείαν παριὼν ἀνεῖλεν, ὕδατι ἐπιστομώσας αὐτοῦ τὴν ἐμπνοήν. ἀνεῖλε δὲ τοῦτον σαραπτάρης οἰνοχόος αὐτοῦ, ὄνομα δὲ ἦν τούτῳ ..., ὃς οὐ πολλῷ ὕστερον ἐτελεύτησε. τοῦτον μὲν οὖν τὸν ἀδελφὸν αὐτοῦ ταύτῃ διεχρήσατο· τὴν δὲ ἑτέραν τοῦ Ἀμουράτεω γυναῖκα, Σπενδέρεω θυγατέρα, ἡρμόσατο ἀνδρὶ μέγιστον δυναμένῳ ἐν ταῖς θύραις, τοὔνομα Ἰσάκῳ, ὃν στρατηγὸν ἀπέδειξε τῆς Ἀσίας καὶ ἐφιλοφρονεῖτο αὐτὸν ἐς τὰ μάλιστα. καὶ τοῖς τε ἀπὸ Πελοποννήσου πρέσβεσι σπονδὰς ἐποιήσατο. Τελευτήσαντος δὴ Ἀμουράτεω Καραμᾶνος ὁ Ἀλισούριος καὶ πρότερον μὲν αἰεὶ ταράσσων, ὅπως τὰ ἐν τῇ Ἀσίᾳ ἀφιστάμενα συσταίη τε ἐπὶ τοὺς Ὀτουμανίδας καὶ αὐτὸς διὰ τοῦτο ἐπὶ μέγα χωρήσει δυνάμεως, ἐταράσσετο μεγάλως τὰ ἐν τῇ Ἀσίᾳ πράγματα· καὶ στρατὸν ἀγόμενος ἐπὶ τὴν βασιλέως χώραν ἐληΐζετο τὴν χώραν καὶ ὑποζύγια. Μεχμέτης δὲ ὡς ἐπύθετο Καραμᾶνον ληΐζεσθαι τὴν χώραν αὐτοῦ, οὐκ ἠνέσχετο καὶ εὐθὺς ἐστρατεύετο. καταλιπὼν δὲ Σαραζίην τῶν θυρῶν πρυτανέα, ἐπιτήδειόν τε αὐτῷ ὄντα, καὶ ἐς τὴν Ἀσίαν διαβὰς ἤλαυνεν ἐπὶ Καραμᾶνον καὶ ἐπὶ τὴν χώραν αὐτοῦ. ὁ δὲ ἐξέλιπε μὲν τὴν χώραν ἐπὶ τὰ ἄκρα τῶν ὀρέων, ὡς καὶ πρότερον εἰώθει ἀπιέναι, ἐπρεσβεύσατο δὲ συμβουλεύσαντος Χαλίλεω τοῦ Πραΐμεω, καὶ ἐς ὁμολογίαν ἀφικόμενος ὑπουργεῖν αὐτῷ, ὧν ἂν δέοιτο καὶ τὸ Κανδυλόρον ἀποδιδόναι ἔφη ἕτοιμος εἶναι. ὁ δὲ ἐπείθετο τε καὶ ἐποιεῖτο τὰς σπονδάς. Καὶ ὑποστρέφων, ὡς ἐν τῇ Καλλιουπόλει ἐγένετο, ἀριθμόν τε ἐζήτει τῶν νεηλύδων, ὅσοι ἀπῆσαν καὶ οὐ παρεγένοντο ἐς τὴν ἐξέλευσιν ταύτην, καὶ τὸν μὲν ἄρχοντα αὐτῶν Ἀγιάπασαν καλούμενον λυμηνάμενος μάστιξιν ἐξέβαλεν ἐκ τῆς τιμῆς, [τοὺς δὲ δεκαδάρχας καὶ εὐνούχους καὶ πεντηκοντάρχας, ὧν ἀπῆσαν οἱ νεήλυδες, πρῶτον μὲν μαστιγώσας ἐξέβαλεν ἐκ τῆς τιμῆς]. ταῦτα δὲ ἐποίει, ὅτι αὐτῷ οὐκ ἐδήλωσε στρατευομένῳ ἐπὶ τοὺς πολεμίους, ὅστις τε παρείη καὶ ὅστις τε ἀπὼν τυγχάνοι. ἱερακοφόρους μὲν τοῦ πατρὸς ἑπτακισχιλίους ἔπαυσεν αὐτοῦ τῆς τάξεως, καὶ προσετίθει ἐς τὸν στρατὸν παραγίγνεσθαι αὐτῷ ἐξελαύνοντι. καὶ τούς τε αὖ κυνῶν ἐπιστάτας καὶ τούτους ἐξήλασεν ἐκ τῆς τάξεως, φάμενος πλὴν ἑκατὸν τοιούτων καὶ ἱερακοφόρων πεντακοσίων μὴ προσδεῖσθαι αὐτὸν ἐπὶ πλέον, οὐδὲ ἐς τοῦτο ἀφροσύνης ἥκειν, ὥστε ἀργοὺς τούτους τρέφειν ἐπὶ ματαίῳ καὶ καινοπρεπεῖ πράγματι. Τῷ μὲν οὖν Πελοποννησίων ἡγεμόνι τῷ Δημητρίῳ συνεμάχει πρὸς τὸν ἀδελφὸν ἔτι διαφερόμενον, καὶ οὐκ ἐπέτρεπε τὴν χώραν τῷ ἀδελφῷ. καὶ τὸν Τουραχάνην ἔπεμπε συμμαχοῦντά τε αὐτῷ καὶ τὸν Ἰσθμὸν τέλεον καθαιρήσοντα. Θωμᾶς μὲν οὖν ξυνέβη τῷ ἀδελφῷ, ἐφ' ᾧ τοῦ λοιποῦ ξένους τε καὶ φίλους εἶναι ἀλλήλοις, καὶ Καλαμάταν πόλιν παρεχόμενος ἀντὶ τῆς τῶν Σκορτῶν χώρας, ἣν τὸν ἀδελφὸν αὐτοῦ ἀφελόμενος εἶχε. Ταῦτα μὲν ἐς τοσοῦτον ἐγένετο, καὶ Τζανισᾷ τῷ Καραϊσούφεω παιδὶ πρεσβείαν ἐς αὐτὸν πέμψαντι, καὶ αἰτουμένῳ, ὥστε μὴ τὴν περὶ Σεβάστειαν χώραν ληΐζεσθαι, βουτύρου τε χιλίας καμήλους, καὶ ...... ἐμέλησε μὲν πόλεμον αὐτῷ προειπόντα ἐλαύνειν. Τζανισᾶς δὲ οὗτος, ὡς καὶ πρότερόν μοι ἐδηλοῦτο, τελῶν ἐς τοὺς μέλανας Μαυροπροβατάντας οὕτω καλουμένους, τοὺς Καραϊσούφεω παῖδας τήν τε Ταβρέζην ἀφελόμενος συνέλασέ τε αὐτοὺ ἐπὶ Σαμαχίην πόλιν. ὥρμητο δὲ ἀπὸ Παγδατίης τῆς Βαβυλῶνος, καὶ ἐπολιόρκει, καὶ τὴν Ἀρμενίων χώραν ὑφ' ἑαυτῷ ποιησάμενος, ἐς τὴν Ἐρτζιγγάνην τὰ τῶν Ἀρμενίων βασίλεια ἐπελαύνων παρεστήσατο, ἔχων στρατὸν ἀμφὶ τὰς ὀκτὼ μυριάδας ἱππέας. καὶ ἐπελαύνων οὗτος ἐς τὴν κατὰ τὴν Ἀσίαν χώραν τοῦ Μεχμέτεω ἐληΐζετο. οἱ μὲν οὖν περὶ Σεβάστειαν, ὥστε σφῶν τὴν χώραν μὴ φέρειν αὐτόν, βουτύρου τε ἱκανὰ φορτία ἐφέροντο καὶ ἀσινῆ τὴν χώραν ἐνέμοντο. ὑπὸ τούτου μὲν οὖν τὴν χώραν τοῦ Καραϊσούφεω παιδὸς Τζοκίης τῶν Τεμήρεω ἀπογόνων ὡρμημένος ἀπὸ Σαμαρχάνδης κατεστρέφετο, καὶ τήν τε Παγδατίην πόλιν τῆς Βαβυλῶνος ἐπολιόρκει, ὡς ἐν τοῖς ἔμπροσθέν μοι ἐλέγετο, καὶ Χασάνην τὸν μακρὸν καλούμενον ἐς τὴν κάτω Ἀσίαν καὶ ἐπὶ Ἀρμενίαν πέμπων τὰ ἐς τήνδε τὴν χώραν ὑποχείρια ἐποιεῖτο. ταῦτα μὲν οὖν ἐς τοσοῦτον ἐγένετο.https://byzantium.gr/ ΛΑΟΝΙΚΟΥ ΑΠΟΔΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Η.Τοῦ δ' ἐπιγιγνομένου θέρους Μεχμέτης ὁ Ἀμουράτεω, παρασκευασάμενος ἄσβεστον ἐν τῇ Ἀσίᾳ ὡς πλεῖστον, ᾠκοδόμει τὴν ἐν τῇ Εὐρώπῃ κατὰ τὴν Προποντίδα ἐν τῷ Βοσπόρῳ, ᾗ στενώτατόν ἐστι διαβῆναι ἀπὸ Ἀσίας, πολίχνην Λαιμοκοπίην καλουμένην. καὶ σύμπαντας μὲν συνήθροισεν ἐνταῦθα τούς τε ἐν τῇ Ἀσίᾳ καὶ ἐν τῇ Εὐρώπῃ, καὶ ἐπιδιελόμενος ἐς μοίρας τὴν πολίχνην ταύτην τοῖς τε στρατηγοῖς καὶ ὑπάρχοις ᾠκοδόμει. τοῦτο δὲ ἐποίει ὥστε ἀσφαλῆ αὐτῷ εἶναι τὴν ἐς τὴν Ἀσίαν διάβασιν, καὶ μὴ τοὺς ἑσπερίους δύνασθαι ἐπιόντας τριήρεσι διακωλύειν αὐτῷ τὴν διάβασιν καὶ καινοτομεῖσθαι τὰ ἐν τῇ Ἀσίᾳ αὐτῷ πράγματα. μέγα δὲ προφέρειν αὐτῷ ἔμελλε καὶ ἐς τὴν Βυζαντίου πολιορκίαν. ᾠκοδόμει δὲ πύργους τρεῖς μεγίστους πάντων, ὧν ἴσμεν, δύο μὲν κατὰ τὴν ἤπειρον, ὥστε ὡρμημένους ἀπὸ τούτων ἀμύνειν τῷ ἐπὶ τῇ θαλάττῃ ἐρχομένῳ, τοῦτον δὲ μέγιστον ἐπῳκοδόμει, καὶ μολίβδῳ τοὺς πύργους ἐστέγετο. τὸ δὲ πλάτος τοῦ τείχους πόδας δύο καὶ εἴκοσι, τῶν δὲ πύργων καὶ πλέον τούτων, τριάκοντα. ὡς δ' ἐπιτετείχιστο ἐς τρεῖς μῆνας, ἐπέδραμέ τε αὐτίκα τὴν Βυζαντίου χώραν, πόλεμον αὐτῷ ἐξενεγκών.Τοῦ δ' ἐπιγιγνομένου χειμῶνος Τουραχάνην ἔπεμπεν ἐπὶ Πελοπόννησον, πολεμῶν ἅμα καὶ τοῖς βασιλέως Ἑλλήνων ἀδελφοῖς. οὗτος μὲν οὖν λαβὼν τὸ Θετταλίας τε καὶ Εὐρώπης στράτευμα, ὅσον ἐπὶ Φερρῶν ἐς τὴν τοῦ Εὐρώπης στρατηγοῦ τάττεται μοῖραν, ἐστρατεύετο ἐπὶ Πελοπόννησον, τούς τε παῖδας αὐτοῦ ἅμα ἀγόμενος καὶ ἄρχοντας τῶν Θετταλίας καὶ Μακεδονίας πόλεων. καὶ ἐσβαλὼν ἐπορεύετο τὴν μεσόγαιον, Ἀρκαδίαν τὸ παλαιὸν καλουμένην, καὶ διὰ Τεγέης καὶ Μαντινείας ἐλαύνων κατῄει ἐπὶ τὴν Ἰθώμην καὶ Μεσηνίαν χώραν, καὶ ληϊσάμενος ἐπὶ ἡμέρας συχνὰς τὰ τῇδε ὑποζύγια Νεοπολίχνην παρεστήσατο. καὶ Σιδηροπολίχνην πολιορκῶν, ὡς οὐκ ἠδύνατο ἑλεῖν, ἀπήγαγε τὸν στρατόν, ἐξελαύνων διὰ τῆς ὁδοῦ. ἐνταῦθα ἐξελαύνοντος αὐτοῦ ὁ νεώτερος Ἀχμάτης ἑάλω ὑπὸ Ἀσάνεω τοῦ ἡγεμόνος γυναικὸς ἀδελφοῦ, ἐνεδρεύσαντος ταύτῃ περὶ Μυκήνης χώραν, ᾗ ἔμελλεν ἐξελαύνων διεξιέναι. τοῦτον μὲν οὖν ἀπαγαγόντες ἐς Σπάρτην παρὰ τὸν ἡγεμόνα εἶχον ἐν φυλακῇ, ἐς ὃ δὴ ἀπέδωκαν. Τοῦ δ' ἐπιγιγνομένου θέρους ἅμα ἦρι εὐθὺς καθισταμένῳ ἐστρατεύετο Μεχμέτης ὁ Ἀμουράτεω ἐπὶ τὴν Βυζαντίου πόλιν, καὶ πρότερον μὲν εὐθὺς διανοούμενος, ἐπεί τε ἐτετείχιστο αὐτῷ τὴν ἐν τῇ Προποντίδι Λαιμοκοπίην καλουμένην πόλιν. καὶ χειμῶνος τὸ τῇδε εὐθὺς ἔτι ἐπηρτημένου περιαγγέλλων ἁπανταχῇ τῆς τε Ἀσίας καὶ Εὐρώπης ἐς τὴν πάραλλον ναυπηγεῖσθαι, πλοῖά τε καὶ τριήρεις παρεσκευάζετο, τηλεβόλους ποιούμενος μεγίστους δή, ὧν ἡμεῖς ἐς ἐκεῖνον ἴσμεν τὸν χρόνον ἄλλῃ πῃ γεγονέναι. ὡς δὲ ἐδόκει αὐτῷ ἤδη ὥρα εἶναι ἐξελαύνειν, ἔπεμπε μὲν πρῶτα τὸν τῆς Εὐρώπης στρατηγὸν Σαρατζίαν παραλαβόντα τε τὸν τῆς Εὐρώπης στρατόν, τούς τε τηλεβόλους ἄγειν ἐς Βυζάντιον ἄλλας τε μηχανὰς καὶ δὴ καὶ τηλεβόλον μέγαν. εἶναι δὲ τοῦτον τὸν τηλεβόλον ὡς ζεύγη βοῶν ἕλκειν ἑβδομήκοντα καὶ ἄνδρας ἐς δισχιλίους. ἀφικόμενος μὲν οὖν οὗτος καὶ πρότερον τοὺς ἐν τῇ Βυζαντίου χώρᾳ πύργους, ἐς οὓς διεσώζοντο οἱ περὶ τὰ ἔργα ἀγροῖκοι ἄνδρες, τοὺς μὲν ἐξεπολιόρκησε λιμῷ, τοὺς δὲ καὶ ἑλὼν κατὰ κράτος τοὺς ἄνδρας ἀπαγαγὼν κατέσφαξε. καὶ τότε δὴ ὡς ἀφίκετο ἐπιών, ἐπέδραμε τὴν Βυζαντίου χώραν. οὐ πολλῷ δὲ ὕστερον ἐπελαύνων καὶ αὐτὸς βασιλεὺς ἐστρατοπεδεύετο ἀπὸ θαλάττης εἰς θάλατταν. καὶ τὸν μὲν ἐπὶ δεξιᾷ χῶρον τοῦ βασιλέως ἐς τὰς χρυσέας καλουμένας πύλας ἐστρατοπεδεύετο τὸ τῆς Ἀσίας ἅπαν στράτευμα, ἐς δὲ τὸ εὐώνυμον χωρίον κατὰ τὴν ξυλίνην καλουμένην πύλην ὁ τῆς Εὐρώπης στρατός· ἐν μέσῳ δ' αὐτὸς ἵδρυτο βασιλεύς, ἔχων τε τοὺς νεήλυδας καὶ τῶν θυρῶν, ὅσοι εἰώθασι περὶ βασιλέα σκηνοῦν. Ζάγανος δὲ ὁ τοῦ βασιλέως κηδεστὴς ἐστρατοπεδεύετο ἐς τὸν καταντικρὺ χῶρον ὑπὲρ τὴν Γαλατίην πόλιν. λέγεται δὲ γενέσθαι ξύμπαντα τὸν στρατὸν ἀμφὶ τὰς τεσσαράκοντα μυριάδας. τῶν δὲ ὑποζυγίων διπλασίω ἂν τούτων ἀριθμὸν ξυμβαίνει γενέσθαι ἐς τὸ τοῦ βασιλέως στρατόπεδον· ὑποζύγια γὰρ νομίζεται ἐς τὸ στρατόπεδον περιάγεσθαι πολλαπλάσια τῶν ἀνθρώπων, ὥστε σιτία ἐπιφέρεσθαι ἱκανὰ σφίσι τε αὐτοῖς καὶ τοῖς ἄλλοις ἵπποις τε καὶ ἀνδράσι. μόνοι δὲ οὗτοι ἀνθρώπων, ὧν ἡμεῖς ἴσμεν, ἀσφαλιζόμενοι σφίσι τὰ ἐπιτήδεια, ὅποι ἂν στρατεύωνται, ὥστε αὐτάρκη εἶναι αὐτοῖς, καὶ καμήλους καὶ ἡμιόνους ὡς πλείστας περιάγονται ἐς τὰ ἐπιτήδεια καὶ ἡμιόνους ἐς τὴν ἄλλην αὐτῶν εὐδαιμονίαν, αὐτός τις ἕκαστος ἵππους τε καὶ καμήλους καὶ ἡμιόνους τοὺς καλλίους ἑαυτῷ ἐπειγόμενος ἐνδείκνυσθαι. παραγενομένῳ δὲ βασιλεῖ οὐ πολλῷ ὕστερον παρῆν καὶ ὁ στόλος αὐτῷ διὰ θαλάσσης, τριήρεις μὲν ὡς τριάκοντα, πλοῖα δὲ μικρὰ ἀμφὶ τὰ διακόσια. Ἕλληνες μὲν οὖν ὡς ἐπύθοντο ἐπιέναι σφίσι τὸν βασιλέως στόλον, διὰ θαλάσσης πέδας σιδηρᾶς διατείνοντες ἀπὸ τῆς καταντικρὺ πόλεως ἐς τὸ τεῖχος τοῦ Βυζαντίου, παρὰ τὴν ἀκρόπολιν καλουμένην, καὶ τάς τε ναῦς, ὅσαι ἔτυχον παραγενόμεναι αὐτοῦ, αἱ μὲν μετὰ ξυμμαχιῶν αἱ δὲ καὶ ἐμπορίας χάριν, φέροντες καθίστασαν ἐς τὰς πέδας. καὶ οὕτω διενοοῦντο διακωλύειν τὸν βασιλέως στόλον μὴ παριέναι εἴσω ἐς τὸν Βυζαντίου λιμένα. διήκει γὰρ ἐντὸς ἐπὶ σταδίους κατὰ μὲν τὴν πόλιν ὀγδοήκοντα, ἐπὶ δὲ τὴν ἄλλην ἤπειρον τῆς χώρας ἐπὶ ἑκατὸν καὶ πεντήκοντα. τὸ μὲν οὖν τεῖχος ταύτης τῆς πόλεως οὐ πάνυ τι ὀχυρὸν ὂν οὔτε ῥεύματα ἔχει μεγάλα, ὥστε τὰ πλοῖα παραπλέοντα πράγματα ἔχειν. κατ' ἤπειρον δέ ἐστον δύω τείχεε τῆς πόλεως, τὸ μὲν μέγα τε καὶ ἄξιον λόγου, τὸ δὲ ἔλαττον, ἐκτὸς τὴν τάφρον ὑπερκείμενον. τάφρος δὲ ἔπεστιν ᾠκοδομημένη λίθοις, τὸ εὖρος πλεθριαία. τῷ μὲν οὖν βασιλεῖ καὶ τοῖς Ἕλλησι βουλευομένοις ἐδέδοκτο παρατασσομένοις ἐς τὸ ἐκτὸς τεῖχος ἀμύνεσθαι, οἷα τῇ τάφρῳ ὑπερκείμενον, κατὰ τὰ πρὶν δεδογμένα σφίσιν ἐπὶ Ἀμουράτεω, ὅτε ἐπολιόρκει τὴν πόλιν. Βασιλεὺς μὲν οὖν αὐτίκα τάς τε μηχανὰς καὶ ἄλλας ἄλλῃ τῆς πόλεως προσέφερε, καὶ τούς τε τηλεβόλους δύο ἱδρυσάμενος ἔτυπτε τὸ τεῖχος. ἵδρυτο δὲ ὁ μὲν τῶν τηλεβόλων κατὰ τὰ ἐκείνων βασίλεια, ὁ δὲ κατὰ τὴν τοῦ Ρωμανοῦ καλουμένην πύλην, ᾗ δὴ αὐτὸς ἐστρατοπεδεύετο βασιλεύς. ἵδρυντο μὲν καὶ ἄλλῃ πολλαχῇ τοῦ στρατοπέδου τηλεβόλοι, βάλλοντες ἐς τοὺς Ἕλληνας· οὗτοι δὲ δύο μέγιστοι λίθον ἕκαστος ἠφίεσαν διτάλαντον καὶ ἐπέκεινα. τοὺς δὲ λίθους μέλανας ὄντας λέγεται ἐνεγκεῖν, οἷς ἐπέτακτο, ἀπὸ Εὐξείνου πόντου ἐς τὸ βασιλέως στρατόπεδον. τηλεβολιστὴς δ' ἦν τοῦ βασιλέως τοὔνομα Ὀρβανός, Δὰξ τὸ γένος, καὶ πρότερον παρ' Ἕλλησι διατρίβων, καὶ τούς τε Ἕλληνας ἀπολιπὼν δεόμενος βίου, ἀφίκετο παρὰ τὰς θύρας τοῦ βασιλέως· ὃς τότε δὴ μεμισθωμένος πολλοῦ παρεσκευάσατο τοὺς τηλεβόλους. ἠφίεντο δὲ οὕτω. πρῶτα μὲν ἐλάττους τηλεβόλοι δύο παρὰ τὰ πλάγια τοῦ μεγάλου ὄντες ἠφίεντο, λίθον ἐπαφιέντες ἡμιτάλαντον. καὶ οὗτοι μὲν οἱ δύο λίθοι φερόμενοι ἐδῄουν τὸ τεῖχος. μετὰ δὲ τοὺς δύο λίθους ἠφίετο καὶ ὁ μέγας λίθος, τρία τάλαντα ἐν σταθμῷ ἔχων, καὶ μέγα μέρος κατεβάλλετο τοῦ τείχους· ὁ γὰρ λίθος δαιμονίᾳ φερόμενος ῥύμῃ καὶ φορᾷ ὑπερφυεῖ ἐλυμαίνετο ἀνηκέστως. λέγεται δὲ τὸν ψόφον αὐτοῦ ἀμήχανόν τινα ὄντα ἐπέχειν τὴν γῆν πέριξ ἐπὶ σταδίους τεσσαράκοντα σειομένην. κατεβάλλετο μὲν τὸ ἐκτὸς τεῖχος καὶ οἱ πύργοι ὑπὸ τῶν τηλεβόλων, καὶ τὸ ἐντὸς ἅμα ἐτύπτετο. ἠφίει δὲ τῆς ἡμέρας ὁ τηλεβόλος λίθους ἑπτά, καὶ ἕτερον τῆς νυκτός. κομισάμενος τῆς ἡμέρας τὸ σημεῖον, ᾗ ἔδει αὐτὸν ἀφιέναι. καὶ οὕτω τὴν ἀρχὴν ἔκπληξίς τε ἅμα καὶ δέος ἔσχε τοὺς Ἕλληνας. οἱ δὲ νεήλυδες καὶ ὁ ἄλλος στρατὸς ἀπὸ τοῦ στρατοπέδου στεγάσματα πίλοις λευκοῖς τε καὶ ἐρυθροῖς παρασκευασάμενοι, ἀπὸ τοῦ στρατοπέδου ἐς τὸ τεῖχος φέροντες καὶ ἐς τὴν τάφρον τῆς πόλεως, καὶ τὸ ἐκτὸς τῆς τάφρου κατορύσσοντες, καὶ ὀπὰς ποιησάμενοι, ἔβαλλον τοὺς Ἕλληνας τηλεβόλοις καὶ ἐτόξευον, οὔτε ὁρώμενοι οὔτε ἄλλο ἀνήκεστον πάσχοντες ὁτιοῦν πρὸς τῶν Ἑλλήνων· οὐ γὰρ οἷά τε ἦν. ὠρύσσετο μέντοι καὶ ὀρύγματα τῷ βασιλεῖ ὑπὸ γῆν φέροντα ἐς τὸ τεῖχος. καὶ οἵ τε ὀρυκταὶ τοῦ βασιλέως πύργους καθίστασαν ἐπὶ ξύλων μετεώρους τέσσαρας καὶ ἐπιπύργια, ὡς αὐτίκα πῦρ ἐνήσοντες ᾗ αὐτά. οὐ μέντοι γε προεχώρησε τὰ ὀρύγματα· οἱ γὰρ Ἕλληνες ὡς ᾔσθοντο τοὺς πολεμίους ὀρύσσοντας, ἔνδοθεν ὤρυσσον καὶ αὐτοί, καὶ προϊόντες εὗρον τοὺς βασιλέως ὀρυκτάς, καὶ ἐξέωσαν πῦρ ἐνιέντες, καὶ ἐπεκράτησαν τῶν ὀρυγμάτων. ἐπεποίητο μὲν καὶ πύργος ξύλινος ἐπιμήκης, καὶ κλίμακες ἐν αὐτῷ ὡς πλεῖστοι ἐς τὸ ἄνω τοῦ πύργου, ὡς διὰ τούτων πειρασομένων τοῦ τείχους καὶ ὑπερβαλλομένων. Ταῦτα μὲν οὖν κατ' ἤπειρον παρεσκεύαστο τῷ βασιλεῖ ἐς τὴν πολιορκίαν· κατὰ δὲ τὴν θάλατταν, ὡς οὐκ ἠδύνατο παριέναι εἴσω ἐς τὸν λιμένα, ὥστε πανταχῇ τῇ πόλει προσβάλλειν, ἐδόκει αὐτῷ ἄνω κατὰ τοῦ Ζαγάνου στρατόπεδον ἀνελκύσαντα ὑπερείδειν τὰ πλοῖα ἐς τὸν λιμένα. καὶ ταύτῃ μὲν ἄνω διὰ τοῦ ὄρους διέζευξε τὰ πλοῖα, παρεσκευασμένα ἱστίοις τε καὶ κώπαις ἑλκόμενα ἐς τὸν αἰγιαλὸν τοῦ λιμένος. διεβίβασε δὲ πλοῖα ἐς τὰ ἑβδομήκοντα, πεντηκοντόρους τε καὶ τριηκοντόρους, καὶ οὕτω παρεσκευάζετο ὡς τῇ ὑστεραίᾳ ἐπιπλευσούμενα ἐς τὸν λιμένα. καὶ ταύτῃ κατὰ τὸν αἰγιαλὸν οἱ τοῦ βασιλέως παρασκευασάμενοι τηλεβόλοις διενοοῦντο ἀμύνεσθαι, ἤν τις ἐπίῃ διακωλύσων τὰ πλοῖα καθέλκειν ἐς τὴν θάλασσαν. Ἕλληνες γὰρ ὡς ἑώρων τὰ πλοῖα ἕτοιμα κατὰ τὸν αἰγιαλὸν τοῦ λιμένος πληρώσαντες πλοῖα ὅσα ἐπῆν αὐτοῖς, καὶ ἐπιόντες κατακαῦσαι, ἢν δύνωνται, τὰ πλοῖα. καὶ ἐπεί τε ἔδοξεν, ἐποίουν οὕτω, καὶ πληρώσαντες πλοῖα καὶ ἐξοπλισάμενοι ἐπῄεσαν ὡς κατακαύσοντες, ὥσπερ ἔχουσιν ἀνειλκυσμένα τὰ πλοῖα. οἱ μέντοι Τοῦρκοι αἰσθανόμενοι αὐτοὺς ἐπιόντας, καὶ ἀφιέντες τοὺς τηλεβόλους, διέφθειραν τῶν πλοίων δύο τριηκοντόρους. καὶ τὰ μὲν πλοῖα εὐθὺς κατεδύετο, οἱ δὲ ἄνδρες, ὅσοι μὴ ἠπίσταντο νήχοντες, εὐθὺς ἀπώλοντο. τούτων δ' αὖ, ὅσοι ἐξένευσαν ἐς τὸν αἰγιαλὸν παρὰ τοὺς Τούρκους, ἑάλωσαν· καὶ οἱ Τοῦρκοι, ὡς ἡμέρα τάχιστα ἐγεγόνει, ἀπαγαγόντες τούτους ἐς τὰς πύλας τῆς πόλεως διέφθειραν. Ἕλληνες δὲἦσαν δὴ παρ' αὐτοῖς Τούρκων τινές, οἳ ἑάλωσαν, δέσμιοιἀπαγαγόντες καὶ οὗτοι τούτους ἐς τὰς ἐπάλξεις ἐναντίον τοῦ στρατοπέδου κατεχρήσαντο, ἴσα πρὸς ἴσα σφίσι διαχειριζόμενοι γίγνεσθαι περὶ τοὺς αἰχμαλώτους. τὰ μέντοι πλοῖα τοῦ βασιλέως, ὡς οὐδεὶς ἔτι διεκώλυε καθειλκυσμένα, ἀπέπλει ἐς τὴν πόλιν. Καὶ ἐνταῦθα αὐτίκα βασιλεὺς γέφυραν ἐποιεῖτο ἀπὸ τῆς καταντικρὺ ἠπείρου τῶν Κεραμαρείων καλουμένης χώρας, ἐς τὴν πόλιν φέρουσαν, δυοῖν πίθοιν ξυλίνοιν ξυνηρμοσμένοιν καὶ συνδεδεμένοιν ἀλλήλοις ἰσχυρῶς, ὥστε διαβαίνειν τὰ στρατεύματα ἀπὸ τοῦ Ζαγάνου στρατοπέδου ἐπὶ τὴν πόλιν. συνέβαινεν οὕτω ἁπανταχῇ πολιορκεῖσθαι τὴν πόλιν, καὶ τὰ τῆς πόλεως ταύτῃ πράγματα καὶ Ἑλλήνων ἀσθενῆ γίγνεσθαι. ἅτε γὰρ τῆς πόλεως ἐπὶ πολὺ διηκούσης (ἡ γὰρ περίοδος τῆς πόλεως μεγίστη αὕτη τῶν ἐφ' ἡμῶν, καὶ ἐπὶ ἑκατὸν ἕνδεκά πῃ σταδίους γενομένη) διανεμομένων τῶν ἀνδρῶν τῆς πόλεως ἁπανταχῇ, οὐ πάνυ τι ὀχυρὰ ἐγένετο. καὶ ἐπὶ τεσσαράκοντα ἡμέρας τοῖς τηλεβόλοις ἔτυπτε τὸ τεῖχος ἰσχυρῶς, καὶ κατέβαλε μέγα μέρος, πύργους τέσσαρας καὶ ἐπιπύργια. ὡσαύτως καὶ ἐς τὸ μέγα τεῖχος τούς τε πύργους κατέβαλεν. οἱ δὲ Ἕλληνες τὴν ἀρχὴν μὲν καὶ οὗτοι τοὺς παρὰ σφίσι τηλεβόλους ἱδρυσάμενοι κατὰ τὸ τεῖχος ἠφίεσαν καὶ οὗτοι λίθον ἕλκοντα τρία ἡμιτάλαντα σταθμόν, καὶ ἔβαλον ἐς τὸν τοῦ βασιλέως τηλεβόλον. ἀλλ' ἐσείετο μὲν τὰ τείχη καὶ ἐβλάπτετο σφίσιν, οὐ μέντοι ἤνυον οὐδέν. καὶ ὁ μὲν μείζων τηλεβόλος διερρήγνυτο αὐτίκα, ὅτε πρῶτον ἠφίετο. καὶ τὸν τηλεβολιστὴν ἐν αἰτίαις εἶχον ὡς διεφθαρμένον ὑπὸ βασιλέως, καὶ ἀπῆγον θανάτου· οὐ μέντοι γε φανερὸν εἶχον σημεῖον, ὡς κολάζειν, καὶ ἀπέλυσαν. ἐς δὲ τὸ τεῖχος, ὃ κατεβάλλετο ὑπὸ τῶν βασιλέως τηλεβόλων, κλίμαξί τισι καὶ πίθοις ξυλίνοις φραξάμενοι ἠμύνοντο, νυκτὸς ἐπιτελοῦντες ταῦτα διὰ σπουδῆς αὐτοί. Ἐν δὲ τῷ μεταξὺ χρόνῳ, ἐν ᾧ ταῦτα ἐγίγνετο, ἠγγέλλετο τῷ βασιλεῖ ὡς νῆες ἐπιπλέουσιν ἀπὸ τοῦ Αἰγαίου ἐπὶ τὸ Βυζάντιον, δύο φορτίδες, μία μὲν μείζων τῶν Ἰανυΐων, ἡ δὲ ἑτέρα τοῦ Ἑλλήνων βασιλέως, σῖτον ἐπιφέρουσαι. τοῦτο μὲν ὡς ἐπύθετο, τάχιστα ἐπλήρου τάς τε τριήρεις καὶ πλοῖα, καὶ ἔπεμπεν ἐπὶ τὰς ναῦς ἤδη ἐγγὺς οὔσας καὶ ἐπιφερομένας πνεύματι ἱκανῷ ἐς τὴν πόλιν. τὰ μὲν οὖν πλοῖα καὶ αἱ τριήρεις ἀνήγοντο ἐς τὰς ναῦς, καὶ ἐμβάλλουσι μὲν τῇ Ἑλληνικῇ νηῒ τὰ πρῶτα. καὶ παρὰ βραχὺ ἑάλω, εἰ μὴ ἡ Ἰανυΐων ναῦς ἐπιστραφεῖσα ἤμυνεν αὐτῇ· φέρουσα γὰρ ἐνέβαλεν ἐς τὰς τριήρεις. καὶ ὁ βασιλεὺς ἀπὸ τοῦ αἰγιαλοῦ ἐπεβόα διακελευόμενος τοῖς ἑαυτοῦ, ἐσβαίνων ἐς τὴν θάλατταν σὺν τῷ ἵππῳ. αἱ μέντοι νῆες οὕτω διαφυγοῦσαι κατέπλεον ἐς τὸν λιμένα. ἐνταῦθα τιτρώσκεται ὁ τοῦ βασιλέως ναύαρχος Παλτόγλης τὸν ὀφθαλμὸν ὑπὸ τῶν σφετέρων, ὡς αὐτὸς διεμαρτύρατο ἐς τὸν βασιλέα, καὶ εἰ μὴ ἐτρώθη, εἷλεν ἂν τὰς ναῦς, διισχυριζόμενος. οὕτω μέντοι διέφυγεν, ὥστε κακόν τι μὴ παθεῖν ὑπὸ βασιλέως. καὶ οὓς ἐν ὑποψίᾳ ἔσχε, συλλαβὼν ὁ βασιλεὺς καθεῖρξεν ὡς ἀπολέσων. Ὡς μὲν οὖν ἱκανῶς ἤδη αὐτῷ τὸ τεῖχος κατεβέβλητο, ὥστε εἰσπεσόντας τοὺς νεήλυδας εἰσελθεῖν ἐς τὴν πόλιν, ἐκέλευσεν ἀνὰ τὸ στρατόπεδον ἁπανταχῇ πυρὰ καίειν τὰ νενομισμένα, καὶ τἄλλα ποιούμενος ὡς τῇ ἐπιούσῃ τῆς ὑστεραίας τὴν προσβολὴν ποιησόμενος, καὶ τήν τε διαρπαγὴν καὶ ἐξανδραποδισμὸν ἀνεκήρυττεν ἐς τὰ στρατόπεδα. Λέγεται μὲν οὖν καὶ τόδε. ὡς τὸ τεῖχος ἐπεπτώκει ὑπὸ τῶν τηλεβόλων, ὁ Σκενδέρεω τοῦ Σινώπης ἄρχοντος παῖς, Ἰσμαΐλης τοὔνομα, προσέφερε λόγους τοῖς Ἕλλησι περὶ σπονδῶν, λέγων τοιάδε. "ἄνδρες Ἕλληνες, ἐπὶ ξυροῦ ἀκμῆς ὑμῖν, ὡς ὁρᾶτε, τὰ πράγματα ἕστηκε. τί οὐ πρέσβυν πέμπετε ὡς βασιλέα περὶ εἰρήνης; ἢν γὰρ ἐμοὶ ἐθέλητε ἐπιτρέψαι, διαπράξομαι ὑμῖν σπονδὰς γενέσθαι παρὰ βασιλέως, καὶ τὴν χάριν οὖν εὖ οἶδ' ὅτι καταθήσεσθε τῷ διαπραξαμένῳ ὑμῖν. ἢν δὲ μὴ τοῦτο γένηται ὑμῖν, ἡ πόλις ἐξανδραποδιοῦνται, καὶ ὑμᾶς πασσυδὶ βασιλεὺς διαφθερεῖ, καὶ γυναῖκας καὶ παῖδας ὑμῶν ἐξανδραποδιούμεθα, καὶ συμφορᾷ κατασχεθήσεσθε ἀνηκέστῳ. ἀλλὰ πέμπετε ὡς τάχιστα ἄνδρα, ὃν ἂν ἐπὶ τὰς βασιλέως θύρας ἀγαγὼν ἐγὼ διαπράξομαι ὑμῖν τὴν εἰρήνην." ταῦτα ἔλεγε τοῖς Ἕλλησι βουλευομένοις. ἐδόκει δὲ πεμπτέα εἶναι ἄγγελον, ὅστις ἂν πύθηται τῆς βασιλέως γνώμης περὶ σφᾶς, ἧς ἐστι, καὶ οὕτω βουλεύσονται περὶ τοῦ συνοίσοντος σφίσιν, ὅ τι εἴη ἄμεινον πειρωμένοις. ἔπεμπον δὲ ἄνδρα οὐκ ἐπίσημον ὡς ἀποπειρασόμενον τῆς βασιλέως γνώμης. ἐπεὶ δ' ἀφίκετο ἐς τὰς θύρας οὗτος ἡγουμένου Ἰσμαήλεω, ἐκέλευε βασιλεὺς δέκα τελεῖν αὐτῷ μυριάδας τοῦ ἐνιαυτοῦ· εἰ δὲ μὴ τοῦτο οἷοί τε ὦσι ποιεῖσθαι, οἴχεσθαι ἀπολιπόντας τὴν πόλιν, ἀποφερομένους τὰ σφέτερα αὐτῶν, ἕκαστος ὅποι ἂν βούλοιτο ἀπελθεῖν· ταῦτα ὡς ἀνηνέχθη ἐς τοὺς Ἕλληνας, ἐβουλεύοντο μὲν καὶ ἐδόκει ἀμύνεσθαι ἀνακινδυνεύοντας μᾶλλον ἢ οὕτω ἀμαχητὶ ἐκλιπόντας τὴν πόλιν οἴχεσθαι ἀποπλέοντας. ἐμοὶ μὲν οὖν δοκεῖ βασιλέα ταῦτα προτεῖναι ἀποπειρώμενον τῆς Ἑλλήνων γνώμης. καὶ τὰ ὀρύγματα μᾶλλον αὐτῶν ἄπρακτα γενόμενα ἐπῆρε διαπειρᾶσθαι, ὅ τι γινώσκοιεν περὶ σφῶν οἱ Ἕλληνες, εἴτε ἐχυρὰ εἴη αὐτοῖς τὰ πράγματα. Οἱ μὲν οὖν Ἕλληνες ἐς τοσοῦτον ἐξεφέροντο, ἐς ὅσον μοι δεδήλωται· βασιλεὺς δέ, ὡς αὐτῷ τὰ ἐς τὴν προσβολὴν παρεσκεύαστο, συγκαλέσας τοὺς νεήλυδας ἔλεγε τοιάδε. "ἄνδρες νεήλυδες καὶ ἐμοὶ παῖδες, τὰ κάλλιστα ἀεί, ὅποι ἂν στρατεύωμαι, ἀριστεύοντες, ἐφ' ὑμῖν ἤδη ἐστὶν ἁλῶναι τήνδε τὴν πόλιν. ἴστε δὲ καὶ τόδε. ὁπότε ἐπειρώμην ὑμᾶς, ἐφάσκετε ἁλώσιμον εἶναι τὴν πόλιν, εἰ μόνον τὰ τείχη ὑμῖν καταβάλλοιμι. περιάγων δὲ ὑμᾶς ἐπηρόμην, εἰ ἱκανῶς καταβέβληται ἤδη τοῦ τείχους· καὶ ἐς ὅσον ὑμῖν ἱκανῶς ἔχειν ἔδοξε, κατεβάλλετο. νῦν δὲ ἐπειδὴ ὥρα ἐστὶ τὴν προσβολὴν ποιεῖσθαι, τάδε προτίθεμαι. ὑμεῖς ἁπανταχῇ δόξαν παρὰ τοῖς προγόνοις καὶ ἐμοὶ εὐκλεῆ ἀνελόμενοι συγκατεργάζεσθε τὴν βασιλείαν ἐμοί. ἴστε δὴ οὖν. ὅσαι ὑπαρχίαι ἔν τε τῇ Ἀσίᾳ καὶ ἐν τῇ Εὐρώπῃ τυγχάνουσιν ὄντα, τούτων τὴν βελτίω δώσω τῷ πρώτῳ ἀναβάντι ἐπὶ τὸ διάφραγμα. τιμήσω δὲ τοῦτον, οἷα εἰκός, καὶ ἀμείψομαι, ἀρχὴν παρεχόμενος εὐδαίμονα, καὶ ἀποδείξω μακαριζόμενον ὑπὸ τῶν τοῦ ἡμετέρου γένους ἀνθρώπων. ὃν δ' ἂν αἴσθωμαι ἐν σκηναῖς ἀναστρεφόμενον καὶ μὴ μαχόμενον ἐς τὸ τεῖχος, οὐδ' ἂν εἰ πετόμενος κατὰ τὰ πτηνὰ ἀποδραίη, ἱκανῶς ἔσται αὐτῷ ἀποφυγεῖν, μὴ τὰ ἔσχατα παθόντι ἀποθανεῖν. ἴτε δὴ οὖν ἐπὶ τὸν ἀγῶνα τοῦτον, κάλλιστόν τε καὶ ὀλβιώτατον· ἀνδράποδά τε γὰρ ἔσται ὑμῖν πολλοῦ ἄξια καὶ γυναῖκες καὶ παῖδες, καὶ πλοῦτος ἐν τῇ πόλει πολύς." ταῦτα εἰπόντι τῷ βασιλεῖ οἱ δεκαδάρχαι καὶ λοχαγοί, οἳ καὶ πρότερον, ὡς ἐπεδείκνυ τὸ τεῖχος αὐτοῖς ὁ βασιλεὺς περιάγων, εἰ ἱκανῶς ἔχει ἐσπεσεῖσθαι ἔσω ἐς τὴν πόλιν, [καὶ] ἐκέλευον καταβάλλειν, ἐς ὃ ἐδόκει αὐτοῖς ἱκανῶς ἔχειν, καὶ τότε δὴ θαρρεῖν τε αὐτὸν ἐκέλευον, ὡς ἐς τὴν πόλιν ἀμεταστρεπτὶ ἐσπεσοῦνται, ᾐτοῦντο δ' αὐτὸν χάριν θέσθαι σφίσι τοὺς ἄνδρας, οὓς συνέλαβε διὰ τὸν ναύαρχον, ὅτι ἐν ὑπόπτῳ ἦσαν, ὡς ἔτρωσαν αὐτὸν ἐς τὸν ὀφθαλμόν, χαρίσαιτο αὐτοῖς. ὁ δὲ ἐπείθετο καὶ ἀπέλυσε τοὺς ἄνδρας, χαρισάμενος τοῖς νεήλυσι. Μετὰ δὲ ταῦτα, ὡς ἐδόκει αὐτῷ προσβαλεῖν, ἔπεμπεν ἐς τὸ στρατόπεδον περιαγγέλλων, ὡς ἕωθεν ἔσοιτο ἡ προσβολή, καὶ προηγόρευε δῶρα τῷ ἀριστεύοντι· τῷ μὴ μαχομένῳ δὲ θάνατος ἐπέκειτο ζημία. καὶ ζύχιδες δὴ ἐς τὰ στρατόπεδα περιιόντες ὑπεμίμνησκον τὴν νενομισμένην σφίσι τῇ τελευτῇ δόξαν, ὡς τοῖς τε μαχομένοις ὁ ἥρως ἐπαγγέλλεται εὐδαιμονίαν τοῖς τετελευτηκόσι, καὶ ἄλλα, οἷα δὴ νομίζεται παρ' αὐτοῖς. οἱ μὲν οὖν Ἕλληνες ἄνδρα Ἰανύϊον ἀφικόμενον ἐς τιμωρίαν σφίσι σὺν νηΐ τε μεγίστῃ καὶ ὁπλίταις ὡς τριακοσίοις, ἐκέλευον ταύτῃ ἑστηκότα, ᾗ βασιλεὺς καὶ οἱ νεήλυδες ἔμελλον ἐπεισπεσόντες βιάζεσθαι, ὡς ἐνταῦθα σὺν τοῖς ὁπλίταις αὐτοῦ παρασκευάζοιτο ἀμύνεσθαι. καὶ αὐτός τε ἅμα βασιλεὺς Ἑλλήνων οὐ πολλῷ διίστατο σὺν τοῖς ἀμφ' αὑτόν, ὥστε ἐπαμύνειν. καὶ καρδινάλιος ὁ Ἰσίδωρος Σαρματίας, οὗ πρότερον ἐμνήσθην, παρὼν τότε τοῖς Ἕλλησιν ἐτιμώρει πολεμουμένοις· παρεγένετο γὰρ ὡς ξύνοδόν τε ποιησόμενος καὶ διαλλάξων τοὺς Ἕλληνας τῷ Ρωμαίων ἀρχιερεῖ. ταῦτα μὲν οὖν ὀλίγῳ πρότερον αὐτῷ ἐπεποίητο, καὶ οἱ Ἕλληνες ὀψὲ γοῦν ἐς διαλλαγὴν ἀφίκοντο τοῖς Ρωμαίοις. βασιλεὺς δέ, ὡς ἐδόκει ὥρα εἶναι προσβάλλειν ἕωθεν, (Ἄρεος δ' ἦν ἡμέρα), τά τε κύμβαλα ἐσημαίνετο, καὶ οἱ αὐληταὶ καὶ οἱ σαλπιγκταὶ ἐσήμαινον, ἕωθεν προσέβαλε, καὶ ἁπανταχῇ τῆς πόλεως καθίσταντο ἐς μάχην οἱ βάρβαροι, καὶ προσβαλόντες ἐμάχοντο ἰσχυρῶς. κατὰ μὲν τὸ ἐς λιμένα τεῖχος ἠμύνοντο οἱ Ἕλληνες κράτιστα, καὶ ἐξεώσαντο τοὺς Τούρκους, καί πῃ κατὰ τὰς κλίμακας ἀναβάντων κεφαλὰς ἀπηνέγκαντο κρατύνοντες τὰ τείχη, ᾗ δ' αὐτὸς προσέβαλε βασιλεύς, οἱ νεήλυδες ἐπεισπεσόντες ἐβιάζοντο τοὺς ὁπλίτας τῶν Ἰανυΐων. καὶ ὁ Λόγγος αὐτὸς τιτρώσκεται τηλεβολίσκῳ ἐς τὴν χεῖρα, καί τινες ἄλλοι τῶν ὁπλιτῶν ἐπετιτρώσκοντο, καὶ ἐκλιπόντες τὴν χώραν, ᾗ ἑστήκεσαν, αὐτίκα βιαζόμενοι εἰσέπιπτον, καὶ τούς τε ὁπλίτας τῶν Ἰανυΐων ἐτρέψαντο καὶ ἐπικείμενοι ἐφόνευον. ὁ μὲν οὖν Λόγγος ἀπεχώρει. εἵποντο αὐτῷ οἱ ὁπλῖται, ἐπιόντων σφίσι τῶν νεηλύδων. καὶ ὁ βασιλεὺς Ἑλλήνων ὡς ᾔσθετο ἐκλιπόντας τὴν χώραν αὐτοὺς καὶ ἐνδιδόντας, ἀνέδραμε μὲν αὐτίκα καὶ ἤρετο τὸν Λόγγον, εἴ ποι πορεύοιτο· τοῦ δ' αὖ φαμένου, ὡς ταύτῃ θεὸς ὑφηγεῖται τοῖς Τούρκοις, αὐτὸς οὖν ὁ βασιλεὺς πρὸς Καντακουζηνὸν καί τινας ὀλίγους ἀμφ' αὑτὸν ὄντας τραπόμενος ἔλεγεν "ἴωμεν, ἄνδρες, ἐπὶ τοὺς βαρβάρους τούσδε." αὐτός τε ὁ Καντακουζηνὸς ἀνὴρ γενόμενος ἀγαθὸς ἐτελεύτησε. καὶ αὐτὸς ἐτράπετο, καὶ ἐπιόντες καὶ διώκοντες ἔτρωσαν βασιλέα Κωνσταντῖνον ἐς τὸν ὦμον, καὶ ἐτελεύτησεν. οἱ δὲ ἄλλοι Ἑλλήνων, ὡς εἶδον τοὺς νεήλυδας ἐπὶ τὸ μέγα τεῖχος δραμόντας καὶ ἄνωθεν βάλλοντας τοξεύμασί τε καὶ λίθοις, καὶ τοὺς ἀμφὶ τὸν Λόγγον φεύγοντας, ἐπικειμένων τῶν νεηλύδων ἐτράποντο ἐς φυγήν, ἐκτός τις ἕκαστος προκαταβαίνειν βουλόμενος, ὥστε σώζεσθαι. ὡς δὲ ἐς τὴν πύλην ἀφίκοντο τὴν τοῦ Ρωμανοῦ καλουμένην, κατασχεθέντες ὑπ' ἀλλήλων αὐτοῦ ταύτῃ ἔκειντο, καὶ ἐπιόντες αὖθις ἔπιπτον ἐς αὐτούς, καὶ οὕτως ἐπαναβαίνοντας σπουδῇ ἐπειγομένους διαβαίνειν, σωρὸν μέγιστον ζῶντες κατὰ τὴν πύλην ἐπεποίηντο, ὥστε μηδενὶ βάσιμα εἶναι ἐντεῦθεν. καὶ οὗτοι μὲν οὕτως, ὡς πλεῖστοι ἐν οὐδενὶ λόγῳ ἀπώλοντο, ἐπειγόμενοι φθῆναι ἐς ἀλλήλους, ἔπιπτον ἐς ἐκεῖνο τὸ θέαμα, καὶ τὰς πύλας κεκλεῖσθαι σώμασι περιιόντων ἐπὶ τῶν Ἑλλήνων. οἱ δὲ νεήλυδες ὑπερβάντες τὸ μέγα τεῖχος (κατέρριπτο γάρ τοι καὶ αὐτοῦ μέγα μέρος ὑπὸ τοῦ τηλεβόλου) εἰσεχέοντο ταύτῃ ἐς τὴν πόλιν καὶ διήρπαζον τὴν πόλιν, τραπόμενοι, ὅποι ἑκάστῳ προχωροίη. Οἱ δὲ Ἕλληνες πρῶτον μέν, ὡς ἡ φήμη διέδραμεν, ὡς ἑάλω ἡ πόλις, οἱ μὲν φυγῇ ὥρμηντο ἐπὶ τὸν λιμένα ἐς τὰς ναῦς τῶν Οὐενετῶν καὶ Ἰανυΐων, καὶ πολλοὶ ἐς τὰ πλοιάρια ἐσβάλλοντες σπουδῇ καὶ ἀκόσμως ἀπώλοντο καταδυομένων τῶν πλοιαρίων. καὶ ἐγίγνετο, οἷα δὴ γίγνεσθαι εἰώθει ἐν τοῖς τοιούτοις θορύβοις, ἀτάκτως χωρούντων ἑκάστων ἐς τὸ διασώζεσθαι ἐν οὐδενὶ κόσμῳ καὶ οὗτοι μὲν ἔφθησαν ἀποφυγόντες τοὺς Τούρκους· οἱ δὲ πυλωροὶ τῆς πόλεως ἀγνωμοσύνῃ κακοδαίμονι χρησάμενοι, ὡς ἑώρων τοὺς Ἕλληνας ἐπὶ τὰς ναῦς τραπομένους, φυγῇ ὡρμημένους σώζεσθαι ἐς τὰς ναῦς, οἰόμενοι ὡς εἰ ἐπικλείσαιεν [ἐς] τὰς θύρας, ἀναγκασθεῖεν οἱ Ἕλληνες ἐπιστραφέντες ἀμύνεσθαι, καὶ κατά τινα χρησμὸν ᾀδόμενον ἐν τῇ πόλει, ὡς τῶν πολεμίων ἄχρι τοῦ Ταύρου χώρου τῆς πόλεως ἐπιγενομένων καὶ ἐπικειμένων τοὺς ἐν τῇ πόλει συστραφέντας ἀνάγκῃ ἀμυνομένους ἐκβαλεῖν τοὺς πολεμίους καὶ αὐτοὺς ἴσχειν τὴν πόλιν, ἐν ταύτῃ, οἶμαι, τιθέμενοι τῇ δόξῃ τὰς κλεῖς ἄνω ἀπὸ τοῦ τείχους ἔξω ἀπέρριψαν. οἱ δὲ ἄνδρες τε καὶ γυναῖκες, πλῆθος πολὺ γενόμενοι ἐνταῦθα ἐπιρρεόντων αἰεὶ συχνῶν, ἐτράποντο ἐπὶ τοῦ μεγίστου νεὼ τῆς πόλεως, τῆς ἁγίας Σοφίας καλουμένης, καὶ ἐνταῦθα συνελέγοντο ἄνδρες τε καὶ γυναῖκες καὶ παῖδες. οὐ πολλῷ μέντοι ὕστερον ἑάλωσαν ὑπὸ τῶν Τούρκων ἀμαχητί, καὶ ἀνδρῶν οὐκ ὀλίγοι ἐντὸς τοῦ νεὼ διεφθάρησαν ὑπὸ Τούρκων. ἄλλοι δ' αὖ τῶν Ἑλλήνων ἄλλῃ τῆς πόλεως τραπόμενοι ἐν ἀπορίᾳ τε εἴχοντο, καὶ οὐ πολλῷ ὕστερον οἱ μὲν ἀπώλοντο, οἱ δὲ καὶ ἡλίσκοντο. καὶ πολλοὶ τῶν Ἑλλήνων ἄνδρες γενόμενοι ἀγαθοὶ ἐμαχέσαντο καὶ ἀπέθανον πρὸ τῆς πατρίδος, ὥστε μὴ ἐπιδεῖν τὰς γυναῖκας αὐτῶν καὶ τοὺς παῖδας εἰς ἀνδραποδισμὸν γιγνομένας. ὅτε καὶ Θεόφιλος τοῦ Παλαιολόγων γένους ταύτῃ ἐτελεύτησεν, ἀνδρικῶς ἀγωνισάμενος θανάτου ἕνεκα. καὶ τῶν Παλαιολόγων οἱ μετοχιταῖοι, ὅ τε πατὴρ καὶ οἱ παῖδες αὐτοῦ, μαχόμενοι ἀπώλοντο. καὶ συχνοὶ τῶν ἀμφὶ βασιλέα Ἑλλήνων εὖ γεγονότες ἀπέθανον, μὴ ἀνεχόμενοι ἐπιδεῖν σφίσι τὴν πατρίδα δεδουλωμένην. ἦν τε τὰ τῆς πόλεως ἁπανταχῇ πλέω ἀπολλύντων καὶ ἀπολλυμένων καὶ διωκόντων τε καὶ φευγόντων. καὶ ἀμφὶ τὸν Νοταρᾶν τοῦ βασιλέως ἁρμοστὴν καὶ Ὀρχάνην τὸν Μουσουλμάνεω υἱιδοῦν, ὡς αὐτοὶ ἔλεγον οἱ Ἕλληνες, τοιόνδε ἐγένετο. ὡς γὰρ ἐπυνθάνοντο ἑαλωκέναι τὴν πόλιν, ἐπέδρασαν ἐπὶ πύργον τινὰ τῆς πόλεως, ὡς ἐνταῦθα βουλευσόμενοι, ὅποι ἂν σφᾶς δέοι τραπέσθαι. καὶ ἐνταῦθα γενόμενοι, Ὀρχάνην μὲν ῥάκια ἀμφιεσάμενον Ναζηραίου τινὸς ἔβαλεν ἑαυτὸν κατὰ τοῦ πύργου καὶ ἀπέθανεν, οἱ δ' ἀμφὶ τὸν Νοταρᾶν πολιορκηθέντες ἑάλωσαν περὶ πλήθουσαν ἀγοράν, αὐτός τε ἅμα καὶ οἱ παῖδες αὐτοῦ. Οἱ μὲν οὖν νεήλυδες αὐτίκα τὸ στρατόπεδον τοῦ βασιλέως ἐνέπλησαν [καὶ] γυναικῶν τε ἅμα καὶ παίδων τῶν περιφανεστάτων Ἑλλήνων, καὶ ὄλβον πολὺν ἀποφερόμενοι μέγα εὐδαίμονες ἐγένοντο. καὶ ἦν ἰδεῖν τὸ στρατόπεδον ἁπανταχῇ πλέων ἀνδρῶν τε καὶ γυναικῶν ἀλλήλους ἐπιβοωμένων καὶ παίδων ἐκπεπληγμένων ταύτῃ τῇ συμφορᾷ. καὶ χρυσὸς μὲν πολὺς καὶ ἄργυρος ἐφορεῖτο τῆς πόλεως ἐς τὸ στρατόπεδον, καὶ λίθων εὐπορία ἦν, καὶ ἐσθήτων παντοδαπῶν πλέως ἡ χώρα, ὥστε μιᾷ ἡμέρᾳ μέγα δὴ ὄλβιον γενέσθαι τοῦτο τὸ στρατόπεδον ἀπό τε ἀνδρῶν περιφανῶν καὶ πλούτου καὶ τῆς ἄλλης εὐδαιμονίας, ὥστε πολλοὺς μὲν οὐκ ἔχειν ὅ τι χρήσαιντο τῶν νεηλύδων τῇ παρούσῃ εὐδαιμονίᾳ. καὶ λίθους μὲν ἐξωνησάμενοι ὀλίγης τιμῆς, ἅτε μὴ εἰδότων τῶν νεηλύδων, ὁπόσου αὐτὰ δέοι ἀποδόσθαι, μέγα ὄλβιοι ἐγένοντο, καὶ χρυσόν, ᾗ ἔστιν, ἀντὶ χαλκοῦ φαίνονται ἀποδόμενοι οἱ νεήλυδες. Ἐνταῦθα ἑάλω καὶ Ἰσίδωρος καρδινάλιος Σαβίνων, καὶ ὡς ἤχθη, ἐς Γαλατίαν ἀπεδόθη, καὶ ἐσβὰς ἐς ναῦν ἀπέδρα ἐπὶ τὴν Πελοπόννησον. εἰ μὲν οὖν αὐτὸν ἔγνω βασιλεύς, ὡς εἴη καρδινάλιος Ἰσίδωρος, ἀνεῖλέ τε ἂν αὐτὸν καὶ οὐκ ἀνίει διαφυγεῖν· νῦν δὲ οἰόμενος αὐτὸν τεθνάναι οὐκ ἐποιεῖτο λόγον οὐδένα. τοῦ μέντοι βασιλέως Ἑλλήνων τὴν κεφαλὴν τῶν νεηλύδων τις μετὰ ταῦτα παρὰ βασιλέα ἐνεγκάμενος δῶρά τε ἔλαβε καὶ ἀρχῇ ἐδωρήθη. ὅτῳ δὲ τρόπῳ ἀποθάνοι, οὐδεὶς ᾔσθετο τῶν νεηλύδων φράσαι. κατὰ γὰρ τὴν πύλην σὺν πολλοῖς ἄλλοις αὐτοῦ ὡς ὁ τυχὼν ἐτελεύτησε, βασιλεύσας ἔτη τρία καὶ μῆνας τρεῖς. ἑάλωσαν δὲ καὶ Οὐενετῶν ἄνδρες ἐπιφανεῖς, οἳ αὐτοῦ τε παρῆσαν μετιόντες ἐμπορίαν, καὶ ἄλλοι συχνοί, οἳ σὺν ταῖς τριήρεσιν ἔτυχον ὁρμισάμενοι, κατέσχον δ' αὐτοὺς οἱ Ἕλληνες κατὰ τὸ ξυμμαχικόν, ὥστε ἀμῦναι σφίσιν ἐς τὴν παροῦσαν ἀνάγκην. καὶ ὁ μὲν πρύτανις τῶν Οὐενετῶν, ὡς ἤχθη ἐς βασιλέα, ἀπέθανεν, οἱ δ' ἄλλοι ἀπελύοντο μετὰ ταῦτα. ἐν ᾧ γὰρ ταῦτα ἐγένετο καὶ πάντες σχεδὸν ἐγένοντο τετραμμένοι ἐπὶ διαρπαγήν, καὶ οἱ τοῦ στόλου τοῦ βασιλέως, αἱ δὲ τῶν Οὐενετῶν τριήρεις λύσασαι ἐκομίζοντο διὰ τοῦ Ἑλλησπόντου, καὶ τριταῖαι ἀφικνοῦνται ἐς Εὔβοιαν κεναὶ ἀνθρώπων· τοὺς γὰρ πλείους ἀποβιβάσαντες οἱ Ἕλληνες ἐτάξαντο ἐς τὴν τῆς πόλεως φυλακὴν πρὸς τὰς ἐπάλξεις, καὶ ἑάλωσαν, οἱ δὲ καὶ ἀπέθανον. αἱ μὲν οὖν τριήρεις ἀφικόμεναι ἀγγέλλουσί τε τὴν Βυζαντίου συμφοράν, καὶ πάντες οὐδὲ ᾔδεσαν, ποῦ τράπωνται γενόμενοι· αὐτίκα γὰρ ἥξειν ἐς αὐτοὺς τὸ δεινὸν ἐνόμιζον. καὶ αἱ νῆσοι αἱ ἐν τῷ Αἰγαίῳ σχεδόν τι ξύμπασαι ὥρμηντο ἐς φυγήν, καὶ οἱ ἡγεμόνες τῶν Ἑλλήνων καὶ οἱ περὶ Πελοπόννησον συμφορᾷ πεπληγμένοι ὥρμηντο ἐπὶ τὴν θάλασσαν. δι' ἃ δὴ ξυνέβη ὕστερον γενέσθαι τὴν ἀπόστασιν τῶν ἐνοικούντων αὐτὴν Ἀλβανῶν. Βασιλεὺς μὲν δή, ὡς ἑάλω Βυζάντιον, αὐτίκα ἐκέλευε Ζάγανον τὸν κηδεστὴν αὐτοῦ τριήρεις πληρώσαντα ἰέναι τε ἐπὶ τὴν καταντικρὺ Βυζαντίου Γαλατίην πόλιν, καὶ διακωλύειν μὴ πλέειν ἐπὶ τὰς ναῦς, παραγγέλλειν τε τοῖς ἐν τῇ πόλει ἱδρῦσθαί τε ἕκαστον ἐν τῇ χώρᾳ καὶ μηδενὶ ἐπιτρέπειν ἐσβαίνειν ἐς τὰς ναῦς. ὁ γὰρ τῆς πόλεως ταύτης προεστώς, ὡς ᾔσθετο τὸ Βυζάντιον ἑαλωκέναι ὑπὸ βασιλέως, περιδεὴς γενόμενος, μὴ καὶ ἐς σφᾶς ὁρμώμενος ἐξανδραποδίσαιτο τὴν πόλιν, οἷα καὶ Βυζάντιον ἔδρασε, λαβὼν τὰς τῆς πόλεως κλεῖς καὶ ἀφικόμενος ἐς βασιλέα παρεδίδου τὴν πόλιν, ὡς αὐτῷ τε ἐπιτρέπουσι σφᾶς, ἀξιοῦντες πείθεσθαι τοῦ λοιποῦ αὐτῷ ὅ τι ἂν κελεύοι. τότε μὲν οὖν τὸν Ζάγανον ἔπεμπε παραληψόμενόν τε τὴν πόλιν καὶ μηδενὶ ἐπιτρέψοντα ἐσβαίνειν ἐς τὰς ναῦς. οἱ μὲν οὖν Γαλατιανοί, ὡς εἶδον τὰς τριήρεις ἐπὶ τὴν πόλιν σφῶν ὡρμημένας, ἐνταῦθα δὴ ἅπαντες πασσυδὶ ὥρμηντο ἐπὶ τὰς ναῦς· οἱ δὲ Τοῦρκοι ἐπεῖχον αὐτούς, καί τινας αὐτῶν διεχρήσαντο δεδιττόμενοι. ἐπεὶ δὲ ἀφίκετο Ζάγανος, εἰσιὼν ἐς τὴν πόλιν καθίστα τε τὰ ἐν τῇ πόλει, καὶ ἄρχοντα ἐπέστησε τοῦ βασιλέως, ὥστε μιᾷ ἡμέρᾳ δυοῖν πόλεων κύριος γενόμενος τὴν μὲν ἠνδραποδίσατο, τὴν δ' αὖ παραλαβὼν τὰ κατὰ τὴν ἤπειρον τείχη καθαιρεῖν τοὺς ἐνοικοῦντας προσέταξεν. ἐποίει δὲ τοῦτο, ὡς ἂν μὴ νεῶν ἀπὸ Ἰταλίας ἀφικνουμένων ἀπόστασίν τε βουλεύοιντο, καθῃρημένων τῶν τειχῶν τῆς ἠπείρου, καὶ τῷ βασιλεῖ ἐσαῦθις ἢν ἐπίῃ πόλεμος, κατάσχῃ ἐσιὼν ἐς τὴν πόλιν. Ἑλλήνων μὲν οὖν ὅσοι μὴ ἀπώλοντο, τούτους ἀπαγαγόντες ἐς τὴν Γαλατίην, τοὺς ἐπιφανεῖς μάλιστα αὐτῶν. καὶ ἄλλοι μὲν οὕτως ἐλευθεροῦντο· Νοταρᾶν δὲ τὸν βασιλέως Ἑλλήνων πρύτανιν αὐτός τε ὁ βασιλεὺς ἐξωνησάμενος καὶ γυναῖκα καὶ παῖδας, καὶ χρηματίσας αὐτῷ, ἅττα ἠβούλετο συνιέναι τῶν ἑαυτοῦ, καὶ τὰ τῆς Ἰταλίας ὅσα ᾔδει προσδόκιμα, ἐτίμα τε καὶ συνεγένετο χρόνον τινά. καὶ Ἑλλήνων ὅσοι ἠλευθέρωντο, συνελέγοντο αὖθις ἐς τὴν Βυζαντίου πόλιν, τούς τε προσήκοντας αὐτῶν ἐλευθεροῦντες καὶ ἐπιτηδείους. καὶ οὐ πολλῷ ὕστερον ὑπὸ βασιλέως ἀπώλοντο. ἐγένετο δὲ ὧδε. ὡς ἀνηνέχθη ἐς βασιλέα παῖδα εἶναι τοῦ Νοταρᾶ νήπιον δωδεκαετῆ, ἔπεμψε τῶν οἰνοχόων αὐτοῦ ἕνα, αἰτούμενος τὸν παῖδα. ὁ δὲ ὡς ἐπύθετο τὰ παρὰ τοῦ οἰνοχόου, χαλεπῶς τε ἔφερε καὶ ἐποιεῖτο δεινόν, λέγων "ὦ οἰνοχόε, ταῦτα οὐκ ἀνασχετά ἐστι, βασιλέα ἀφαιρεῖσθαι τοὺς παῖδας ἡμῶν, οὐδὲν ἔχων, ὅ τι ἂν ἡμῖν ἐν τῷ παρόντι ἐπιμέμψασθαι, ἐπεί τε συνέγνω ἡμῖν τὴν ἁμαρτίαν ἐξωνησάμενος. εἰ δὲ ταῦτα οὕτω ἡμᾶς ποιοίη, τί οὐ κελεύει ἠμᾶς αὐτοὺς κακίστῳ ὀλέθρῳ παραδοῦναι;" ταῦτά τε ἔλεγε, καὶ οὐκ ἔφη ἑκὼν εἶναί ποτε τὸν παῖδα ἀναίτιος ὢν ἐκδώσειν. ἐπιπλήττοντι δὲ τῷ οἰνοχόῳ καὶ παραινοῦντι μήτε λέγειν μήτε ποιεῖν οὕτω ἐς βασιλέα, ὡς αὐτίκα ἀπολούμενον, οὐκ ἔπειθεν. ἐπεὶ δὲ ὑποστρέφων ἀπήγγειλε τῷ βασιλεῖ τὰ παρὰ τῶν Ἑλλήνων, αὐτίκα ἐκέλευσεν αὐτόν τε ἅμα καὶ τοὺς παῖδας, καὶ ὅσοι αὐτῷ συμπαρῆσαν, ἀπαγαγόντα κατασφάξαι. οἱ μὲν οὖν ὡς ἀφίκοντο ἐς αὐτὸν οἱ ἐπὶ τοῦτο ταχθέντες, ἐδεῖτο αὐτῶν τοὺς παῖδας ἐναντίον αὐτοῦ ἀνελεῖν τὰ πρῶτα, μετὰ δὲ ταῦτα ἑαυτὸν καταχρήσασθαι. καὶ οἱ μὲν παῖδες αὐτοῦ καταδείσαντες τὸν θάνατον ἐδέοντο τοῦ πατρός, καὶ ὅσα ἐνῆν σφίσι χρήματα ἐν τῇ Ἰταλίᾳ, παραδόντας περιποιῆσαι σφᾶς, ὥστε μὴ ἀποθανεῖν. ὁ δὲ οὐκ εἴα, ἀλλ' ἐκέλευε θαρροῦντας ἰέναι ἐπὶ τὸν θάνατον. καὶ τούτους μὲν πρῶτα ἀνεῖλον, μετὰ δὲ ἑαυτὸν παρείχετο διαχρήσασθαι. ὡς δὲ τοῦτόν τε καὶ τοὺς περὶ αὐτὸν ἀνεῖλεν ὁ βασιλεύς, αὐτίκα ἐκέλευσε καὶ τῶν Ἑλλήνων τοὺς ἄλλους, ὅσοι παρῆσαν ἐν Βυζαντίῳ ἐλευθερωμένοι, ἀπαγαγόντες καὶ τούτους ἀπέσφαξαν. καὶ οὕτω μὲν οὗτοι ἐν οὐδενὶ λόγῳ ἀπώλοντο· βασιλεὺς δὲ ἐπὶ τοῦτον τὸν φόνον ἐλάσας, ἐνάγοντος τῶν Ἑλλήνων τῶν ἐπιδήμων ἑνός, οὗ τὴν θυγατέρα βασιλεὺς συγγενόμενος ἤρα τε ἐπιμαινόμενος τῇ γυναικί, τούς τε προσήκοντας αὐτῇ ἐφιλοφρονεῖτο, ὑπὸ ἔρωτος ὡς μάλιστα φερόμενος. καὶ τούτῳ φασὶ πειθόμενον διαχρήσασθαι τοὺς Ἕλληνας. Περὶ μὲν τοὺς τοῦ Βυζαντίου Ἕλληνας τοσαῦτα ἐγένετο· δοκεῖ δὲ ἡ ξυμφορὰ αὕτη μεγίστη τῶν κατὰ τὴν οἰκουμένην γενομένων ὑπερβαλέσθαι τῷ πάθει, καὶ τῇ τῶν Ἰλίου παραπλησίαν γεγονέναι, δίκην γενέσθαι τοῦ Ἰλίου ὑπὸ τῶν βαρβάρων τοῖς Ἕλλησι πασσυδὶ ἀπολουμένοις, καὶ οὕτω τοὺς Ρωμαίους οἴεσθαι ξυμβῆναι, τὴν τίσιν ἀφῖχθαι τοῖς Ἕλλησι τῆς πάλαι ποτὲ γενομένης Ἰλίου ξυμφορᾶς. Ταῦτα μὲν οὖν ἐς τοσοῦτον ἐγένετο· Χαλίλην δὲ ἐνταῦθα τὸν Μπραΐμεω παῖδα, τὸν τοῦ οἴκου αὐτῷ ἡγεμόνα, συλλαμβάνει, βουληθεὶς μὲν καὶ πρότερον ἀπολέσαι αὐτόν, καταστάντων δὲ οὐκέτι αὐτῷ [ἔτι] τῶν πραγμάτων βεβαίως δεδοικὼς οὐκ ἐποιεῖτο τὴν σύλληψιν. καὶ αὐτὸν μὲν ἐν πέδαις ἔχων ἀπέπεμψεν ἐπὶ ἁμάξης ἐπὶ Ἀδριανούπολιν καθεῖρξαι, καὶ οὐ πολλῷ ὕστερον τήν τε οὐσίαν ἀφείλετο, χρυσόν τε καὶ ἄργυρον, ὅσος ἐνῆν αὐτῷ, ἰσχυρότατα δὲ χρημάτων κτῆσιν ποιησάμενον τοῦτον τὸν ἄνδρα, καὶ μέγα ὄλβιον ἐν τῷ τῶν βασιλέων τῶνδε οἴκῳ συμπάντων γενομένων. ταῦτα δὲ ἐγένετο ἐπικρατοῦντος τότε καὶ τὸ κράτος ἔχοντος παρὰ βασιλεῖ Ζαγάνου τοῦ κηδεστοῦ βασιλέως, οὗ τὴν θυγατέρα ἐγγυημένην Μαχουμέτῃ τῷ Μιχαήλου παιδί, ὡς ὀψόμενος ᾔει παρ' αὐτὸν ἅμα τῷ βασιλεῖ, καὶ ἐρασθεὶς ὡς ἐθεάσατο τὴν γυναῖκα, ἠγάγετο μὲν αὐτὸς ταύτην, τὴν δὲ ἑτέραν ἐγγυήσατο αὐτῷ Μαχουμέτῃ ὁ Ζάγανος. τὸν μὲν οὖν Χαλίλην εὐθὺς τότε κατεχρήσατο, καὶ τοὺς θεράποντας αὐτοῦ Ἰαγούπην καὶ Μεχμέτην, καὶ συλλαβὼν τὰ χρήματα ἀφείλετο ὑπὲρ τὰς ιβʹ μυριάδας χρυσοῦ. ἐνταῦθα μὲν ὥρμηντο τῶν θεραπόντων αὐτοῦ οἱ πλεῖστοι μελανοφορεῖν καὶ τῶν ἐπιτηδείων, ἅτε ἀνδρὸς ἀρίστου γενομένου. καὶ ὡς τοῦτο ἀνήχθη ἐς βασιλέα, κήρυγμα ἐποιεῖτο, ὃς ἂν ἐσθῆτα μέλαιναν φοροίη, ἐς τὴν ὑστεραίαν παρεῖναι ἐς τὰς βασιλέως θύρας. καὶ οὐδεὶς ἐφάνη οὕτως ἔχων ἀνὰ τὴν πόλιν. ἀνεδήλου μὲν τῷ ἀνδρὶ τῷδε καὶ πρότερον βασιλεύς, ὡς ἄχθοιτο μὲν αὐτῷ ἐπιεικῶς πάνυ δυσμενεῖ περὶ ἑαυτόν, καὶ ἡ φήμη οὕτως εἶχε, θειοτέρα οὖσα ὡς τὰ πολλά. καί ποτε ἀλώπεκος δεδεμένης ἐν ταῖς βασιλέως θύραις αὐτὸς βασιλεὺς ἤρετο "ὦ ταλαίπωρε, τί οὐ χρήμασι διεπράξω παρὰ Χαλίλῃ τῷ ἡμετέρῳ πρυτάνει διαφυγεῖν, ἀλλ' οὕτω κακῶς πράττεις;" ἔθραξε μέντοι καὶ αὐτὸν Χαλίλην ἡ φήμη, καὶ ὥρμητο ὡς εἰς τὸν Μεχμέτεω τάφον πορείαν ἔκδημον ποιησόμενος. ὥστε ἀνεῖναι τοῦ θυμοῦ τὸν βασιλέα ἐς αὐτόν. ἀλλ' ἐξηπάτει αὐτὸν χρήμασι θεραπεύων, καί ποτε ὡς εἶδε τεταραγμένον τῇ φήμῃ, χρήματα ἐπιπέμψας ἐκέλευε θαρρεῖν καὶ μὴ πείθεσθαι τοῖς χαλεπόν τι ὑποθεμένοις αὐτῷ, ἥδεσθαι τε ἐκέλευε. καὶ οὕτω ἐξαπατώμενος ἔπεμπε λέγων τῷ βασιλεῖ "ὦ βασιλεῦ, καὶ ἀχθεσθῆναι ἡμᾶς καὶ ἥδεσθαι ἐπὶ σοί ἐστιν. ἢν οὖν κελεύῃς ἄχθεσθαι ἡμᾶς, ἀνάγκη οὕτω ἔχειν ἡμᾶς· εἰ δὲ καὶ αὖ ἥδεσθαι ἐπιτάττεις, καθησόμεθα πάνυ θαρροῦντες." Οὗτος μὲν οὖν οὕτως ἐτελεύτησεν· βασιλεὺς δὲ εἰ εἵπετο μετὰ τὴν Βυζαντίου αἵρεσιν τῇ ἀμφ' αὑτὸν δόξῃ ἐπιὼν ἁπανταχῇ, μέγα ἂν κατειργάζετο ἑαυτῷ χώραν προσανακτώμενος. μετὰ δὲ τὴν Βυζαντίου αἵρεσιν σπονδὰς μὲν ἐποιεῖτο τοῖς βασιλέως Βυζαντίου ἀδελφοῖς. θαυμάζω δέ, εἰ μὴ τοὺς χρησμοὺς τῆς Σιβύλλης οὐκ οἴονταί τινες ἀληθεῖς γεγονέναι, ὁπότε τὴν ἐν Βυζαντίῳ χώραν τὴν τῶν βασιλέων γραφήν, ὑπὸ Λέοντος τοῦ σοφοῦ, ὥς φασι, βασιλέως, ἐς τοῦτον τὸν βασιλέα ἐτελεύτα ἡ γραφή, καὶ ἐς τὸν ἀρχιερέα τὸν ἐν Φλωρεντίᾳ τῇ Τυρρηνῶν τελευτήσαντα. τὸν γὰρ δὴ Κωνσταντῖνον βασιλέα, ἅτε ἀπολλύμενον ὑπὸ τῶν βαρβάρων καὶ οὐ τελευτῶντα ἐν τῇ βασιλείᾳ, οὔτε τὸν Γρηγόριον τὸν ἐπὶ Ἰταλίας οἰχόμενον ἐχώρει ὁ πίναξ ἐκεῖνος. χῶροι δὲ ἐνετέτμηντο ἐν τῷ βιβλίῳ τῶν μεθ' ἑαυτὸν βασιλέων ἐς τὴν τελευτὴν τοῦδε τοῦ βασιλέως καὶ τοῦ ἀρχιερέως αὖ, εἴτε πλειόνων εἴτε δὴ καὶ ἐλαττόνων, ὅσοι ἐχώρησαν ἐπὶ τὴν ἀρχιερωσύνην τῆς πόλεως. λέγεται μὲν καὶ πολλὰ τοῦ βασιλέως τοῦδε ἔργα θαύματος ἄξια, ἅτε δὴ ἀστέρων καὶ ψυχῶν ἐμπείρου γενομένου καὶ ὡμιληκότος τῇ ἐκείνων δυνάμει, δύο δὲ καὶ τρία, ὧν ἄξιον ἐπιμνησθῆναι. Μέτειμι δὲ ἐφ' οὗ ἤια λέξων ἐφεξῆς λόγου. ὡς οἱ ἀπὸ Πελοποννήσου ἡγεμόνες ὥρμηντο μὲν φεύγειν ἐπὶ Ἰταλίας, καὶ Ἑλλήνων ὅσοι ἐνῴκουν τὴν νῆσον οἱ ἐπιφανέστεροι, ὡς δὲ σφίσι σπονδὰς ὁ βασιλεὺς ἐποιήσατο, οὐκέτι διενοοῦντο ἀπιέναι, ἀλλ' ἐμμένοντες περιέπεσον ξυμφορᾷ οὐ σμικρᾷ τινι οὐδὲ ἐπιτυχούσῃ. ὡς γὰρ ἑώρων αὐτοὺς οἱ Ἀλβανοὶ παρασκευαζομένους ἀπαίρειν, οὐκέτι ἤθελον πείθεσθαι, ἀλλὰ συνίσταντο μὲν πρὸς ἀλλήλους καὶ συνώμνυντο ὡς ἐπιθησόμενοι τῇ Πελοποννήσῳ. ἔπραττον δὲ ταῦτα ἐνάγοντος Πέτρου τοῦ χωλοῦ, ἀνδρὸς τὸν τρόπον οὐκ ἀγαθοῦ, δεξιοῦ δὲ ἄλλως καὶ καθηγουμένου τοῖς Ἀλβανοῖς τὴν ἐσήγησιν ταύτης τῆς ἀποστάσεως. ἐνῆγε δὲ ἐπικείμενος, ὥστε ἀφίστασθαι ἀπὸ Ἑλλήνων καὶ σφίσιν ἡγεμόνα ἑλέσθαι, ὃν ἂν αὐτοὶ ἕλωνται. καὶ ὥρμηντο μὲν ὡς ξυμβήσοντες τοῖς ἡγεμόσι, μετὰ δὲ διεκωλύθησαν. καὶ ἐπεκαλοῦντο μὲν καὶ Ἑλλήνων ἄλλον ἐς τὴν ἐσήγησιν ταύτην, ἐπιστάτην ἀξιοῦντες γενέσθαι· τελευτῶντες δὲ ἐστήσαντο Ἐμμανουῆλον τοῦ Καντακουζηναίων γένους ἡγεμόνα τε σφίσι, καὶ τὰ τῶν Ἑλλήνων ἦγον καὶ ἔφερον, καὶ ὑποζύγια μὲν καὶ ζῷα, ὅσα εἶχον οἱ Ἕλληνες, ἐληΐζοντο στρατευόμενοι. εἰσὶ δὲ τὸ γένος τοῦτο νομάδες ἅπαντες, καὶ οὐδαμῇ σφίσι χρονίαν τὴν διατριβὴν ποιούμενοι. ταύτῃ δὴ ὁρμώμενοι τῶν πόλεών τε ἔστιν ἃς ὑπηγάγοντο, καὶ ἐπελαύνοντες τὰς μὲν ἐπολιόρκουν, τὰς δὲ καὶ ἐδῄουν. καὶ τούς τε Ἕλληνας ἐν ἀνδραπόδων λόγῳ ποιούμενοι, ἔπρασσον ἐς τὰς θύρας τοῦ βασιλέως ἐπιτραπῆναι σφίσι τὴν Πελοπόννησον, καὶ ἐπηγγέλλοντο καὶ στρατὸν καὶ πόλεις αὐτῷ ἐν τῇ Πελοποννήσῳ, καὶ φόρον ἐπέτειον πολὺν ἀπάγειν τῷ βασιλεῖ. καὶ ξυνεβάλλοντο δὴ αὐτοῖς καὶ Κεντηρίων Ζαχαρίας, ὁ τῆς γυναικὸς ἀδελφὸς τοῦ βασιλέως ἀδελφοῦ, καὶ Λουκάνης, οὓς καθείρξας εἰς πόλιν καλουμένην Χλουμουτζίην ἐν τῇ ἀκροπόλει εἰς φυλακὴν ἐποιεῖτο καὶ ἐν πέδαις συνετήρει. τὸν γὰρ τῆς πόλεως ἄρχοντα πείσαντες συναφεστάναι τε σφίσι καὶ ἀγαγέσθαι τοῦ Κεντηρίωνος θυγατέρα, ἀπέστη τε, καὶ τούς τε ἄνδρας ἠλευθέρου, καὶ ἐπολέμουν τοῖς Ἕλλησι. καὶ ηὔξετο μὲν τοῖς Ἀλβανοῖς τὰ πράγματα, καὶ ἐς μέγα ἐχώρει. τὸν μὲν οὖν Κεντηρίωνα Θωμᾶς ὁ βασιλέως ἀδελφὸς ὧδε αἰτιασάμενος συνέλαβεν, ὅτε Ἀμουράτης ὁ Μεχμέτεω τὸν Ἰσθμὸν καθελὼν ἤλαυνεν ἐντὸς Πελοποννήσου εὐθὺ Ἀχαΐας. ὥρμηντο δὲ αὐτός τε ἅμα καὶ Μπόχαλις ὁ Λεοντάρης ἄρχων ἀφίστασθαι. καὶ ὁ μὲν Μπόχαλις ἀπέστη ἐκ τοῦ φανεροῦ καὶ ἐπολέμει, καὶ συμβαλὼν στρατηγῷ Ραοὺλ τοῦ ἡγεμόνος ἑάλω καὶ ἐξεκόπη τὼ ὀφθαλμὼ ὑπὸ τοῦ ἡγεμόνος. τούτους μὲν οὕτω αἰτιασάμενος, ἐπελαύνοντος Ἀμουράτεω, Λουκάνην δὲ καὶ νεωτερίζοντά τε περὶ τὰ αὐτοῦ πράγματα καὶ ξυνιστάμενον τοῖς τῶν Ἑλλήνων καινοτομεῖν βουλομένοις συνέλαβέ τε καὶ καθείρξας εἶχεν ἐν τῇ ἀκροπόλει. ἐνῆγε μὲν οὗτος καὶ πρότερον ἐπὶ ξυνωμοσίᾳ, δύναμιν ἀξιόχρεω περιποιούμενος, τούς τε Ἑλλήνων περιφανεῖς καὶ μετὰ ταῦτα Ἀλβανῶν τοὺς δυνατωτάτους. τοῦτον δὴ γένους ὄντα οὐ φλαύρου, πρὸς δὲ μάλιστα ἀφανοῦς Θεόδωρος ὁ νεώτερος τῆς Σπάρτης ἡγεμών, φύσεως εὖ ἔχειν δοκοῦντα καὶ ἐς τὰ ἄλλα οὐκ ἀξύνετον, ἐς τοὺς παρ' ἑαυτῷ πρωτεύοντας ταξάμενος χρήμασί τε ἐθεράπευσεν. ὁρμώμενος δὲ ἀπὸ ταύτης τῆς τοῦ ἡγεμόνος εὐεργεσίας, ἐρίζων πρὸς τοὺς τῶν Ἑλλήνων ἐπιφανεῖς. ἔπρασσε τὰ Πελοποννησίων πρὸς τὸν ἡγεμόνα δημαγωγῶν. ἐτράπετο δὲ ἐπὶ τούτους ὡς διενεχθέντας μὲν τῇ γνώμῃ πρὸς τοὺς Βυζαντίου Ἕλληνας, καὶ δεδιότας περὶ σφίσι τε αὐτοῖς καὶ τῇ χώρᾳ καὶ Τούρκους, ὡς ἢν ἐπικρατήσωσι τῶν ἐν Πελοποννήσῳ πραγμάτων, οὐκ ἐπιτρέψουσι σφίσι τῇ παρούσῃ ἐμμένειν εὐδαιμονίᾳ. καὶ ἐδόκει μὲν τὸ μέγα δύνασθαι αὐτίκα παρ' ὅτῳ συσταθείη τῶν ἡγεμόνων, ὑγιὲς δὲ αὐτοῦ οὐδὲν ἔτι ἦν ἐν τοῖς πράγμασι. τούτων μὲν οὖν τῶν ἀνδρῶν αὕτη ἡ ἀπαλλαγὴ ἐγένετο ἀπὸ τῆς εἱρκτῆς· στρατὸν δὲ ἐπάγοντες τῇ τε Κλίνῃ αἴσχιστα ἀπηλλάττοντο ἡττηθέντες, καὶ ἐς Πάτρας τῆς Ἀχαΐας στρατευσάμενοι καὶ ἐς τὸν ἡγεμόνα τὸν νεώτερον κακῶς ἔπραξαν, πολλοὺς ἀποβαλόντες τῶν σφετέρων ἐνταῦθα. Καὶ ἐδόκει μὲν οὖν ὡς τὰ Πελοποννήσου πράγματα χωρῆσαι ἐπὶ τοὺς Ἀλβανούς, εἰ μὴ διαπραξαμένου τοῦ Ἀσάνεω ἐν ταῖς βασιλέως θύραις, ὥστε στρατὸν σφίσιν ἐπιδοθῆναι· στρατόν τε ἐπηγάγοντο τοῦ βασιλέως, ἡγουμένου τοῦ Τουραχάνεω, ὃς ἀφικόμενος σὺν τῷ στρατῷ ἐπὶ τὴν Πελοπόννησον, καὶ συγγενόμενος τοῖς ἡγεμόσιν, ἐφ' ᾧ βουλεύσασθαι, ὅπως ποιήσονται τὸν πόλεμον, πρὸς αὐτοὺς ἔλεγε τοιάδε. "ὦ βασιλέως Ἑλλήνων παῖδες, ἀνάγκη μέντοι καὶ ὑμῶν τινα αὐτοῦ παρεῖναι ἐς τὸν πόλεμον. καὶ γὰρ ἂν ὁρῶντες ὑμᾶς οἱ πολέμιοι θᾶττον ἂν προσχωροῖεν, ἰδόντες οὐδέν τι σφίσιν ἀνήκεστον ἐσόμενον ὑφ' ὑμῶν. ὑμῶν δὲ διαφόρων τε ὄντων καὶ δεδιότων, οὐκ ἂν πάνυ τι ῥᾳδίως ἐθέλοιεν προσχωρεῖν οἷα δειμαίνοντες, καὶ οὔτε ῥᾳδίως ἂν κατορθοῖτο ὑμῖν τὰ πράγματα ἐς τὸ παρόν. τόδε μέντοι παραινῶ ὑμῖν, ὡς μηκέτι τοῦ λοιποῦ διαίτῃ διαχρῆσθαι τῇ αὐτῇ ἐς τοὺς ὑπηκόους ὑμῶν, ἀλλὰ τοὺς ἀγαθοὺς μέντοι ἀμείβεσθαι κατὰ τὸ δυνατόν, τοὺς δὲ κακοὺς τιμωρεῖσθαι κατὰ δύναμιν, ὡς σὺν τοῖς ἀγαθοῖς, εὖ ἴστε, εὐπετῶς δυνήσεσθε κολάζειν τοὺς φαύλους, καὶ μηδὲ ἀνάπαλιν ἐπιτρέποντες τὸ πᾶν ἐθέλητε συγχωρεῖν. τί ἂν αὐτόματον ἀποβαίη; δῆλα γὰρ ὡς τοῦ κακοῦ ἐς τὴν βελτίονα μοῖραν ἱδρυμένου, καὶ ταύτῃ ῥᾳδίως ἂν τρέποιντο ἅπαντες κακοὶ περὶ ὑμᾶς γενόμενοι, καὶ οὕτω ἐπιτριβόμενοι κάκιστα ἂν ἀπόλοισθε. χρὴ δὲ καὶ ἐκ τῶν παρῳχημένων τεκμαίρεσθαι τὸ μέλλον ἔσεσθαι ὑμῖν ἐπιτήδειον. ὑμῖν γὰρ οὕτως ἔχουσι, καὶ θεραπεύουσι τοὺς μὴ ὑγιῶς ὑμῖν διακειμένους, εἰς τοὐναντίον ἕκαστα περιέστη· καὶ εἰ μὴ ὁ βασιλεὺς νῦν εὖ ποιῶν ὑμᾶς τὴν χώραν αὖθις ἀποδώσοι γε, εὖ οἶδ' ὅτι οἴχοιτ' ἂν ὑμῖν τὰ πράγματα διαφθειρόμενα. ὡς οὖν ταύτῃ οὐκ ἐπιτηδείως πολιτευομένων, δέοι ἂν ὑμᾶς ἐπὶ τὴν ἐναντίαν τραπέσθαι. κἀκεῖνο δὲ αὖ παραινῶ ὑμῖν, μὴ οἴκοι διατρίβοντας ἐᾶν ὑμῖν φέρεσθαι τὰ πράγματα, ὅποι χωροίη ὑμῖν, ἀλλ' ἐπιόντας αὐτούς, ἤν τινα αἰσθάνησθε, τιμωρεῖσθαι αὐτίκα, μηδὲν μαλακὸν ἐνδιδόντας. δύο γὰρ ταῦτα καὶ Τούρκους ἐποίησε μέγα δύνασθαι, σπουδῇ τε ἅμα τὸ παρεῖναι ἁπανταχῇ καταλαμβάνοντας, ὅτου ἂν δέοιντο, καὶ τοὺς ἀγαθοὺς ἀμείβεσθαι ἐς τὰ μάλιστα, καὶ ἤν τι ἐς τὸ παρὸν μὴ ἐπιτρέπῃ τιμωρεῖσθαι τοὺς φαύλους, εἴκειν μὲν συγχωροῦντας, ὅτου ἂν δέοι, αὐτίκα δέ, ἐπειδὰν κατασταίη τὰ πράγματα, μηκέτι ἐπιτρέπειν αὐτῷ κακῷ ὄντι ἐξυβρίζειν, ἀλλ' εὐθὺ ἐπιόντα ἀμύνεσθαι." Ταῦτά τε ἔλεγε, καὶ ἐπὶ τοὺς Ἀλβανοὺς παρεκάλει τὸν ὕστερον αὐτῷ ἕπεσθαι. καὶ πρῶτα μὲν Δημήτριος ἐλαύνων ἅμα τοῖς Τούρκοις ἐπὶ Βορδονίαν χώραν ἐρυμνήν, ἐς ἣν καταθέμενοι παῖδάς τε καὶ γυναῖκας οἱ Ἀλβανοὶ ἐπὶ τῷ στόματι τεῖχός τε ἐπῳκοδόμησαν καὶ πυργίον, ἐνταῦθα ἀφικόμενοι ἐπολιόρκουν ἅμα ἄμφω τὼ ἡγεμόνε, καὶ Ἕλληνες τε ἅμα καὶ Τοῦρκοι προσέβαλλον ὑπορύσσοντες καὶ ἐπειρῶντο ἑλεῖν. ἡ μέντοι νὺξ ἐπιγενομένη διεκώλυσεν αὐτοὺς οὕτω ἑλεῖν. ὑπὸ δὲ τὴν νύκτα διὰ φάραγγος, ἐς ἣν καθήκει τὸ ὄρος, ὥρμηντο ἐς φυγήν. οἱ μὲν οὖν Τοῦρκοι αἰσθόμενοι ὡρμημένους ἐς φυγήν, αὐτίκα ἐπεισπεσόντες ἠνδραποδίσαντο ἄνδρας τε καὶ γυναῖκας ἀμφὶ τοὺς μυρίους γενομένους. μετὰ δὲ ταῦτα ἐξελαύνοντες ἀφίκοντο ἐς τὴν Ἰθώμην, ἐναλλὰξ ἑπομένου Θωμᾶ τοῦ νεωτέρου ἀδελφοῦ τῷ στρατῷ, καὶ ἐπὶ πολίχνην Ἀετὸν καλουμένην, προσχωρήσασαν Κεντηρίωνι ὀλίγῳ πρόσθεν. καὶ παρεστήσαντο μέντοι τὴν πόλιν, ἐφ' ᾧ χίλια ἀνδράποδα τῷ στρατεύματι καὶ τὰ ὅπλα καὶ ὑποζύγια παραδιδόναι. προσεχώρησαν μὲν οὖν αὐτίκα καὶ οἱ λοιποὶ τῶν Ἀλβανῶν τοῖς ἡγεμόσι διαπρεσβευόμενοι, ἐφ' ᾧ ἔχειν αὐτούς, ἅττα δὴ ὑπηγάγοντο, καὶ ἵππους καὶ ὑποζύγια, ὅσα ἐληΐσαντο, μὴ ἀποδιδόναι. ξυνέβησαν μὲν ἐπὶ τούτοις τῷ ἡγεμόνι αὐτοῦ ἕκαστος. Τουραχάνης μὲν ἐβούλετο ἀσθενῆ ποιεῖν τὰ Ἀλβανῶν πράγματα, ὥστε τοῦ λοιποῦ χρῆσθαι αὐτοῖς ἐπιτηδείως σφίσιν ἐπὶ τὸ ξυνοίσειν αὐτοῖς δοκοῦν. ἐπεί τε δὴ ἔμελλεν ἀπελαύνειν, ἀφικόμενος αὖθις ἐς λόγους ἀμφοτέροις τοῖς ἡγεμόσιν ἔλεγε τοιάδε. "ὦ βασιλεῖς Ἑλλήνων, ἐμοὶ μὲν καὶ πρότερον τῇδε συγγενομένῳ εἴρηται ἱκανῶς ἐς ὑμᾶς, ἃ φρονῶν τυγχάνω περὶ τὰ ὑμέτερα πράγματα. καὶ νῦν δὲ τοσόνδε ἂν λέγοιτο, ὡς ὁμονοοῦσι μὲν πρῶτα ὑμῖν ἔσται ἄφθονα τἀγαθά, διενεχθεῖσι δὲ καὶ δίχα γενομένοις τἀναντία τούτων, ἔπειτα δὲ καὶ μὴ ἐπιτρέπουσι καθ' ἡσυχίαν ἐξυβρίζειν τοὺς ὑπηκόους ἐς ὑμᾶς, ἀλλὰ ἀφειδέστερον κολάζειν, μηδέποτε ἡσυχίαν ἄγειν. ὡς κακοῦ μὲν ἡ ἀρχή, καὶ ἢν φαυλοτάτη οὖσα τυγχάνῃ, προϊοῦσα ἐπὶ μέγα χωρεῖ αὐτίκα ὕβρεως, καὶ πολλαπλασίων γιγνομένη αὐτὴ ἑαυτῆς οὐκέτι κατασχετὴ γίγνεται. ὡς δὲ μὴ ἀγαθά· φίλα γάρ, ἐφ' ὅ τι ἂν τρέποιτό τις κινούμενος, τοῦτο ὡς τὰ πολλὰ αὔξειν καὶ μέγα ἀποδείκνυσθαι, τί ἂν ἐπιτηδεύων τυγχάνει." ταῦτα εἰπὼν καὶ δεξιωσάμενος τοὺς ἡγεμόνας ἀπήλαυνε. Καὶ τούτοις μὲν ἐς τοὐναντίον κατέστη ἅπαντα· εἰς γὰρ τὸ θεραπεύειν τετραμμένοι ἑκάτεροι, πρὸς ἀλλήλους τε γνώμῃ τὰ σφέτερα αὐτῶν διενεχθέντες, ἐρίζοντες ἀλλήλοις ἐτύγχανον, ὁπότερος ἂν μάλιστα εὖ ποιῶν φαίνοιτο, ὥστε δοκεῖν αὐτοὺς χαρίζεσθαι. καί τινες τῶν παρ' αὐτοῖς τὰ πρῶτα φερομένων, ἐναγόντων τε καὶ ἐπὶ ξυνωμοσίαν προκαλουμένων τοὺς ἄλλους, ὥστε ὁμοφρονεῖν, οὕτω κωλύειν διενοοῦντο. αὐτοί τε σφίσι κακοδαιμονοῦντες ἐπέτρεπον τὰ πράγματα σφίσιν αὐτοῖς φθείρεσθαι. Λουκάνης τε ὁ Πελοποννήσιος, καί τινας τῶν Βυζαντίου ἐπαγόμενος, συνίστα τε τοὺς Πελοποννησίους τε ἅμα καὶ Ἀλβανούς, ἐφ' ᾧ σφίσι τε αὐτοῖς, ὧν ἔχει ἐπιτηδείους, καλῶς πολιτεύεσθαι. καὶ ὥρμηντο μὲν ἐπὶ Ἀσάνην, μέγα δυνάμενόν τε ἐν Πελοποννήσῳ καὶ Κόρινθον καὶ μοῖραν οὐκ ἐλαχίστην τῆς Πελοποννήσου ἐπιτροπεύοντα. καὶ οὐ προσίετο μὲν οὗτος, οὐδὲ συγχωρῶν. ἔνθα δὴ οὔτε, ὃν ἐτάξαντο φόρον, ξυμφερομένων, οὔτε τῶν Πελοποννησίων οὔτε τῶν Ἀλβανῶν, οὐκ εἶχον ἀπάγειν τῷ βασιλεῖ. ἦν δὲ αὐτοῖς ὁ ἐπέτειος φόρος μύριοι καὶ δισχίλιοι χρυσίου στατῆρες. Οἱ μὲν Ἕλληνες οὕτω ἐν οὐδενὶ λόγῳ ὑπὸ σφῶν αὐτῶν ἐπιτριβόμενοι κατὰ βραχὺ ἀπώλλυντο. τόν τε γὰρ φόρον αὐτοί τε οἱ Ἀλβανοὶ καὶ οἱ Πελοποννήσιοι οὐκ ἔφασαν ἀποδιδόναι, ἂν μή τις αὐτοῖς ἐπιδιελόμενος τὴν χώραν ἐπὶ τοῖς ἴσοις τε καὶ ὁμοίοις ξυμβαίη. ἀλλ' ἐχρῆν μὲν ταῦτα, τύχῃ οὐκ ἀγαθῇ φερόμενα, ταῦτ' ἄρα ἴσχειν σφίσι τὴν τελευτήν, καὶ οὕτω ἀποβήσεσθαι ἐς τὸ μηδὲν εἶναι γενόμενα. Βασιλεὺς δὲ ὁ Μεχμέτης τὴν δευτέραν ἔτι μετὰ τὴν Βυζαντίου αἵρεσιν ἐστρατεύετο ἐπὶ Τριβαλλοὺς καὶ Νοβόπυργον πόλιν ἐντὸς τοῦ βασιλέως χώρας παρὰ ποταμὸν Μοράβαν καλούμενον, ὃς καὶ πρότερόν μοι δεδήλωται ῥέων ἀπὸ Πριστίνου τῆς βασιλέως χώρας, καὶ ἐκδιδοῖ ἐς τὸν Ἴστρον. ἐνταῦθα γενόμενος, τὰ στρατεύματα μὲν αὐτῷ ξύμπαντα ἐπέδραμον τὴν Τριβαλλῶν χώραν, καὶ ἀφιππάσαντο τὴν χώραν ληϊσάμενοι, αὐτὸς δὲ ἐπολιόρκει τὴν πόλιν, τηλεβόλοις ὑπτίοις βάλλων τὰ ἐντὸς τῆς πόλεως. ἐξεύρητο δὲ τῷ βασιλεῖ τούτῳ αὕτη ἡ τῶν τηλεβόλων ὑπτίων κατασκευή. καὶ ἐπαφίασι μὲν ἄνω ἐς τὸν ἀέρα τὸν λίθον, καταβαίνων δὲ βάλλει, ἐς ὅ τι ἂν ἰθύνοι αὐτὸν ὁ τηλεβολιστής, σημεῖον κομιζόμενος, καὶ δαιμονίως τυγχάνει τοῦ σκοποῦ ἐς τὸν μετεωρισμὸν τοῦ λίθου. οὕτω μὲν οὖν τὴν πόλιν τύπτων ἐπὶ ἡμέρας ἱκανὰς ἠνάγκασε τοὺς ἐνοικοῦντας προσχωρῆσαι αὐτῷ. ἐπεί τε δὴ προσεχώρησαν, τὰ ἔπιπλα καὶ τὰ πλείστου ἄξια ἀφελόμενος, καὶ μοῖράν τινα ἀπαγαγὼν ἐς ἀνδραποδισμόν, τοὺς ἄλλους ᾤκισεν αὐτοῦ καταλιπὼν διὰ τὴν μετάλλου ἐργασίαν, ἣν μάλιστα δὴ τῶν ταύτῃ χωρίων ἐπιστάμενοι ἐτύγχανον. πρόσοδος δὲ αὕτη οὐκ ἐλαχίστη τοῦ βασιλέως ἀπὸ τῶν ἐνταῦθα αὐτοῦ μετάλλων τῆς πόλεως ταύτης. ὁ δὲ Τριβαλλῶν ἡγεμών, ὡς ᾔσθετο ἐπ' αὐτὸν ἐπιόντα βασιλέα Μεχμέτην, ᾤχετο μὲν διαβὰς ἐπὶ Παίονας καὶ ἐπὶ Χωνιάτην, δεδιὼς μὴ ἐς τὴν Σπενδερόβην ἀφικόμενον πολιορκοῖτο καταστάς, καὶ ἐδεῖτο μὲν αὐτοῦ ἐπαμύνειν προσήκοντί τε καὶ ξυγγενεῖ ὄντι. καὶ ἐδόκει μὲν κἀκείνῳ τιμωρεῖν, ἐπὶ δὲ Σπενδερόβην ἔπρασσε πρὸς βασιλέα γενέσθαι οἱ εἰρήνην. οὗτος μὲν ἐπεβίω οὐ πολλῷ ὕστερον, καὶ ἀπέθανεν, ἐχώρει δὲ ἡ ἀρχὴ πρὸς Ἐλεάζαρον τὸν νεώτερον αὐτοῦ παῖδα. οἱ δὲ τυφλοὶ αὐτίκα ἐπὶ τῇ τελευτῇ τοῦ ἡγεμόνος χρήματα ὑφελόμενοι, ὅσα ἐνεχώρει, ἀφίκοντο παρὰ βασιλέα, καὶ χώραν παρεχομένου τοῦ βασιλέως ἱκανὴν τὴν δίαιταν ἐποιοῦντο. βασιλεὺς μὲν οὖν τούτῳ ἐπάγοντι φόρον ἱκανόν, ἐς δισμυρίους χρυσίου στατῆρας, σπονδάς τε ἐποιήσατο, καὶ ἐς τὸ ἐπιὸν ἔτος ἐστρατεύετο ἐπὶ Μπελογράδην τὴν πόλιν Παιόνων. αὕτη δὲ ἡ πόλις ᾠκεῖτο, ὡς πρότερόν μοι δεδήλωται ἐπὶ Ἀμουράτεω, παρὰ τὸν Ἴστρον ἀφ' ἑνὸς πλαγίου, ἀπὸ δὲ ἑτέρου ἐπιρρέοντος Σάβα τοῦ ποταμοῦ καὶ ἐκδιδόντος ἐς τὸν Ἴστρον ἀμφίρρυτος γίγνεται ἡ πόλις ἀμφοῖν τοῖν ποταμοῖν παραρρεόντων. Ἐπὶ ταύτην δὲ τὴν Μπελογράδην ἐστρατεύετο Μεχμέτης ὁ Ἀμουράτεω, καὶ πρότερον ἐπὶ Ἰλλυριοὺς στρατεύματα ἐπιπέμψας ἡγουμένου Θερίζεω καὶ Ἁλίεω τοῦ Μιχάλεω. πρὸς δὲ καὶ ἐν τῇ Ἀσίᾳ συνῆπτο αὐτῷ πόλεμος πρὸς βασιλέα Κολχίδος τῆς Τραπεζοῦντος. καὶ τριήρεις ἐπιπέμψας ἐδῄου τε τὴν Κολχίδα κατ' ἤπειρον καὶ κατὰ θάλατταν ἡγουμένου τοῦ Χιτήρεω τοῦ τῆς Ἀμασίας ὑπάρχου. ὡς μὲν οὖν κήρυκα ἔπεμπε περιαγγέλλοντα παρεῖναι αὐτῷ τὰ στρατεύματα ἐς Ἀδριανούπολιν, ἐξελαύνει αὐτὸς ἔχων τάς τε θύρας καὶ τοὺς νεήλυδας, καὶ χαλκὸν μὲν παρὰ τοὺς τηλεβόλους ἔμπλεον φερόμενος διά τε νηῶν αὐτῷ καὶ καμήλων ἤλαυνε διὰ τῆς Τριβαλλῶν χώρας. καὶ ἐξένιζε μὲν ὁ τῆς Σπενδερόβης ἡγεμὼν τόν τε βασιλέα καὶ τοὺς ἡγεμόνας, δῶρα πέμπων ὡς μέγιστα, παρεσκευάζετο μέντοι καὶ αὐτός, ἢν Μπελογράδη ἁλώσοιτο, αὐτίκα καὶ αὐτὸς πολιορκησόμενος. ἐπελάσας δὲ ἐπολιόρκει τὴν πόλιν. ἔκειτο διὰ μέσου τοῖν ποταμοῖν ἰσθμός, ἑπτὰ στάδια μάλιστα τὸ εὖρος. ἔνθα δὴ καθιστὰς καὶ στρατοπεδευσάμενος ἐπολιόρκει τὸ ἄστυ, καὶ ἔπαιε μὲν τηλεβόλοις τὸ τεῖχος, καὶ οἱ νεήλυδες τοῖς στεγάσμασιν ἀγχοῦ γενόμενοι τοῦ τείχους ἐτόξευόν τε τοὺς Παίονας. στρατόπεδον δὲ καὶ τοῦτο μέγα βασιλέως ἐγένετο. ἐννοούμενος δὲ ὁ βασιλεύς, ὡς ἢν ἐπικρατήσῃ τοῦ ποταμοῦ καὶ μὴ δυνατοὶ ὦσιν ἔτι τοῦ λοιποῦ διαβαίνειν οἱ Παίονες ἐς τὴν πόλιν ἀπὸ τῆς ἀντιπέραν τοῦ ποταμοῦ ἐπαμύνειν, ῥᾷον αὐτῷ προσχωρήσειν τὴν πόλιν, ἁλώσεσθαί οἱ τὴν πόλιν, ἐπλήρου ναυτικὸν πολύ, ὃ κατὰ τὴν παρίστριον χώραν αὐτοῦ ἐξηρτύετο, καὶ παρεσκευάζετο ἀμφὶ τὰ διακόσια πλοῖα, ταῦτα πληρώσας τόν τε ποταμὸν κατασχήσων, διακωλύειν τὴν Παιόνων δύναμιν διαβαίνειν ἐς τὴν πόλιν, καὶ τούς γε ἐν τῇ πόλει ἀπολαβὼν ἐντὸς ταύτῃ ἐμπολιορκήσειν. τὰ μὲν οὖν πλοῖα ἀνήγετο ἐς τὸν ποταμὸν ἀπὸ Βιδίνης τῆς πόλεως, καὶ ἡμέρας τινὰς ἐκράτει τοῦτο κατὰ ταῦτα τὰ χωρία τοῦ ποταμοῦ. ὁ δὲ Παιόνων βασιλεὺς (ἐστρατοπεδεύετο γὰρ καὶ αὐτὸς ἐς τὴν καταντικρὺ χώραν τοῦ Μπελογράδη στρατεύματι πολλῷ) πληρώσας καὶ αὐτὸς πλοῖα τὰ κράτιστα, ὅσα ἐπῆν αὐτῷ ἐν τῇ Μπούδῃ, κατέβη διὰ τοῦ ποταμοῦ ὡς ναυμαχίαν ποιησόμενα μετὰ τῶν τοῦ βασιλέως πλοίων. ἀνῄει μὲν καὶ τὰ βασιλέως πλοῖα ἐπὶ πολὺ τοῦ ποταμοῦ κατὰ τὴν τῶν Παιόνων χώραν, καὶ δῃοῦντες ἔκαιον καὶ ἐληΐζοντο. μετ' οὐ πολὺ δὲ καὶ ὁ τῶν Παιόνων στόλος κατῄει, καὶ ἐμβαλόντα τοῖς πλοίοις τοῦ βασιλέως κατέδυσε μὲν ἔστιν ἅ, εἷλε δὲ καὶ ἀμφὶ τὰς εἴκοσι ναῦς. καὶ οἱ Παίονες διαχρησάμενοι τοὺς ἄνδρας, καὶ ἐς τὰς ναῦς κενὰς οὔσας τὰ σώματα καταθέμενοι τῶν φαρμακῶν, φορμηδὸν αὐτὰ ταξάμενοι, ἐνῆκαν φέρεσθαι ὑπὸ τοῦ ῥοῦ ἐς τὸ βασιλέως στρατόπεδον. καὶ οὗτοι μὲν οὕτω ἀπώλοντο, αἱ δὲ λοιπαὶ ἔφευγον σπουδῇ ἐπὶ τὸ τοῦ βασιλέως στρατόπεδον, καὶ ἐποκείλαντες τὰ πλοῖα ἐς τὸ στρατόπεδον ἀπέβησαν. ταῦτα μέντοι αὐτίκα ὁ βασιλεὺς ἐνέπρησεν, ὡς ἂν μὴ ἐπιπλέοντες αὐτὰ οἱ Παίονες ἕλωσι. τοῦ μὲν οὖν ποταμοῦ τὸ ἀπὸ τοῦδε ἐπεκράτουν οἱ Παίονες, καὶ ἐκομίζοντο ἐκ τῆς καταντιπέραν ἠπείρου ἐς τὴν πόλιν, ἐς φυλακὴν τοῦ ἄστεος, ἄλλοι τε καὶ δὴ Χωνιάτης σὺν τοῖς περὶ αὐτὸν καὶ Καπιστράνος ὁ Ναζηραῖος, σοφός τε καὶ ἐς τὴν θρησκείαν ἀνὴρ παρὰ τοῖς πρὸς ἑσπέραν ἔθνεσι μέγα εὐδοκιμῶν. δι' ἃ δὴ ἐπὶ τοὺς ἐν Βράγῃ τῇ μεγάλῃ τῶν Βοέμων πόλει ἐς τὴν τοῦ Ἀπόλλωνος τετραμμένους θρησκείαν ἐπεπόμφει αὐτὸν ὁ ἀρχιερεὺς δεινόν τε ὄντα λέγειν ἐπὶ τὴν τοῦ Ἰησοῦ θρησκείαν. καὶ πολλοὺς μὲν αὐτοῦ ἐς τὴν τοῦ Ἰησοῦ μετέστησε δόξαν, πολλοὺς δὲ καλῶν ἐπὶ τοὺς βαρβάρους πολεμίους ὄντας τῶν Ἰησοῦ, Γερμανῶν τε καὶ Παιόνων καὶ Βοέμων, ἐπειδὴ ᾔει ἐς τὸν πόλεμον τοῦτον, ψιλοὺς δὲ ὄντας τοὺς πλείστους, ἦγε μεθ' ἑαυτοῦ. οὗτοι μὲν οὖν, ὡς ἠγγέλλετο τὸ τεῖχος τοῦ ἄστεος ἐρρῖφθαι ἤδη πρὸς τῶν τηλεβόλων καὶ κινδυνεύειν τὴν πόλιν ἁλῶναι, οὗτοι μὲν οὖν, ὡς ἐπεκράτουν τοῦ πόρου, καθ' ἡσυχίαν πολλὴν ἐκομίζοντο ἐς τὴν πόλιν, οὐ πάνυ καταφρονεῖν γιγνόμενοι τῷ βασιλέως στρατῷ. βασιλεὺς δέ, ὡς ἱκανῶς τὰ τείχη τοῦ ἄστεος καταβέβλητο καὶ ἤδη βάσιμα ἦν, παρεσκευάζετο ὡς προσβολὴν ποιησόμενος ἐπὶ ἀνδραποδισμῷ. καὶ τά τε πυρὰ τὰ νομιζόμενα ποιησάμενοι τῇ ὑστεραίᾳ παρεσκευάζοντο, τάς τε μηχανὰς προσφέροντες καὶ στεγάσματα, ὡς ἐξελοῦντες τὴν πόλιν. ἐνταῦθα ὁ τῆς Εὐρώπης στρατηγὸς Καραζίης, ἀνὴρ γενόμενος ἄριστος τῶν ἐν ταῖς βασιλέως θύραις, τελευτᾷ ὑπὸ τῶν ἀπὸ τῆς πόλεως τηλεβόλων. καὶ ὁ βασιλεὺς ξυμφορὰν ἐποιεῖτο τὴν Καραζίεω τελευτήν, καὶ ἐπένθει μεγάλως. ἐπεὶ δὲ ἐδόκει προσβάλλειν, ἕωθεν σημήνας τὴν προσβολὴν ταῖς τε σάλπιγξι καὶ κυμβάλοις καὶ αὐλοῖς, καὶ ἀγόμενος τοὺς νεήλυδας προσέβαλλε τῷ τείχει. καὶ αὐτίκα μὲν ὑπερέβησαν οἱ νεήλυδες, καὶ ἀποβάντες τοῦ τείχους εἰσεχέοντο ἐς τὴν πόλιν, καὶ εἰσπεσόντες ἐνόμιζον ἤδη κατειληφέναι τὴν πόλιν. οἱ δὲ ἐν τῇ πόλει καὶ οἱ περὶ Χωνιάτην ὧδε παρασκευσάμενοι ἐπέμενον, ὥστε εἰσελθεῖν τοὺς νεήλυδας. οἱ μὲν γὰρ ἐν τῇ ἀκροπόλει ἑστῶτες ξύνθημα ἔσχον, ἐπειδὰν ἡ σάλπιγξ σημήνοι, ἰέναι ὁμόσε ἐπὶ τοὺς νεήλυδας· οἱ δὲ περὶ τὰς ἐπάλξεις [καὶ] τοῦ τείχους ὑποχωρήσαντες, ἐπηγγέλλετο γὰρ σφίσιν οὕτω ὑπὸ τοῦ Χωνιάτου, ὥστε ἐν ἀδείᾳ τοὺς νεήλυδας εἰσιέναι ἐπὶ τὴν πόλιν, καὶ ὁπόταν σημήνοι ὁ σαλπιγκτὴς τῇ σάλπιγγι, καὶ αὐτοὺς ἰόντας δρόμῳ καταλαμβάνειν τὴν ἑαυτοῦ χώραν ἕκαστος, καὶ ἀπειλημμένοις χρῆσθαι τοῖς νεήλυσιν, ὅ τι ἂν βούλωνται. οἱ μέντοι νεήλυδες ἕωθεν ὡς προσέβαλον, αὐτίκα ἐπεισπεσόντες, οὐδενὸς σφίσιν ἐμποδὼν ὄντος (ὑπεξεκεχωρήκεσαν ἤδη οἱ Παίονες, ὡς τὸ σύνθημα) καὶ νομίσαντες πεφευγέναι εἰσεχέοντο, ὡς ἐδηλοῦτό μοι, ἐς τὴν πόλιν, καὶ τραπόμενοι ἄλλος ἄλλῃ διήρπαζον τὴν πόλιν. ἐπεὶ δὲ τὸ σύνθημα ἐδίδοτο καὶ ἡ σάλπιγξ ἐσήμαινεν, οἱ μὲν περὶ τὰ τείχη πρότερον ὄντες αὖθις ἔθεον ἐς τὰς ἐπάλξεις καὶ ἀπελάμβανον εἴσω τοὺς νεήλυδας, οἱ δὲ περὶ Χωνιάτην ἴεντο ὁμόσε ἐπὶ τοὺς νεήλυδας. οὗτοι μὲν οὖν ὡς κατεῖδον τοὺς ἀπὸ τῆς ἀκροπόλεως Παίονας σφίσιν ἐπιόντας, ἀνεχώρουν ἐπὶ τὸ τεῖχος· ἀναχωροῦσι δὲ αὐτοῖς οἱ Παίονες ἐπέκειντο χαλεπῶς καὶ διέφθειρον πολύ τι πλῆθος αὐτῶν. οἱ δὲ ἄλλοι, ὡς ἐς τὸ τεῖχος ὥρμηντο καὶ ἑώρων καὶ ἐνταῦθα τοὺς Παίονας ἐς τὰς ἐπάλξεις, ἐβιάζοντό τε τοὺς Παίονας καὶ ὑπερθέοντες ἤγοντο ἐς τὴν τάφρον. οὕτω μὲν οὖν τότε οἱ Παίονες ἐξεώσαντο τοὺς νεήλυδας καὶ ὑπερεβαίνοντο τοὺς βαρβάρους· μετὰ δὲ ἔξοδον κοινὴν ποιησάμενοι οἱ περὶ Καπιστρᾶνον καὶ οἱ ἄλλοι Παίονες πρὸς τοὺς ἐν τοῖς τηλεβόλοις τοῦ βασιλέως, καὶ μαχεσάμενοι ἐτρέψαντο αὐτοὺς καὶ ἐπεκράτουν τῶν τηλεβόλων. βασιλεὺς δὲ ὡς ἑώρα ὑπὸ τῶν Παιόνων ἐχομένους τοὺς τηλεβόλους, δεινὸν ποιησάμενος συνέβαλε μὲν ταύτῃ καὶ ἐμαχέσατο ἰσχυρῶς, καὶ οὐδ' ὣς ἠδυνήθη ἐξώσασθαι ἀπὸ τῶν τηλεβόλων τοὺς Παίονας, ἀλλ' ἀπετράπετο. οἱ μὲν δὴ Παίονες ἐνταῦθα ἤδη ἐπηυλίζοντο, καὶ τούς τε τηλεβόλους τρεψάμενοι ἐς τὸ βασιλέως στρατόπεδον ἐπαφίεσαν. ἐπεὶ δὲ μεσημβρία ἦν τῆς ἡμέρας, καὶ τοὺς γιγνομένους τρόπους καὶ τὰ γιγνόμενα ἐπηγγέλλετο αὐτοῖς τοῖς καταντικρὺ Παίοσιν, ἐκομίζοντο ἤδη ἐνταῦθα ναῦται οὐκ ὀλίγοι αὐτῶν εἰς τὴν πόλιν μὲν οὐκέτι, ἀλλ' ἐς τὸ στρατόπεδον. καὶ ἐπεξῆλθον μέντοι καὶ οἱ τοῦ ἄστεος καὶ ἑκατέρωθεν βάλλοντες μετὰ ἐπάρσεως ἐς τὸ τοῦ βασιλέως στρατόπεδον καὶ ἐμάχοντο, καὶ σκηνὰς ἔστιν ἃς κατέβαλλον τοῦ στρατοπέδου συχνάς, καὶ διήρπαζον οἱ ἀζάπιδες τὴν ἀγοράν. καὶ βασιλεὺς μέντοι ἐβόα, ὡς ὑπεξέλοιντο τὰς κόρας αὐτῶν, αὐτὸς δὲ σὺν τοῖς περὶ αὐτὸν συνέβαλε μέν, καὶ ἐτρέψαντο τοὺς Παίονας. καὶ αὐτός τε ἄνδρα Παίονα ἀνελὼν τιτρώσκεται ἐς τὸν μηρόν, οὐ μέντοι γε ἐτράπετο. μετὰ δέ, ὡς ἐς τοὺς τηλεβόλους ἐπεξιὼν γένοιτο, αὖθις οἱ Παίονες συστραφέντες ἐπέκειντο τοῖς βαρβάροις, καὶ ἐτρέποντο τοὺς ἀμφὶ βασιλέως ἄχρι τοῦ στρατοπέδου. καὶ τούτου ἐς τρὶς γενομένου δεινὸν ἐποιεῖτο ὁ βασιλεύς, οὔτε νεηλύδων παρόντων αὐτῷ ἐς τὴν μάχην, καὶ τῶν ἄλλων τοῦ στρατοπέδου ἐπὶ τὰς νομὰς καὶ τὰ ἐπιτήδεια ἀφικομένων. καλέσας δὲ ἐν τῷ θορύβῳ τούτῳ τὸν ἄρχοντα τῶν νεηλύδων, Χασάνην τοὔνομα ἔχοντα, ἔλεγε τοιάδε "ὦ κάκιστε ἀνθρώπων, ποῦ δὴ ἡμῖν οἴχονται οἱ νεήλυδες; πῶς δέ σοι παρεγένοντο ἐς τὴν μάχην; ἢ οὐκ οἶσθα, οἷον ὄντα οἷον ἄρχοντα ἐποιησάμην; ἀλλ' ἴθι, ὡς, εἰ μὴ ἀποθάνοιμι, εἰσόμενος τὴν δίκην ἐπιθήσω, ἣν ἂν φαῖεν ἅπαντες δικαιοτάτην γενέσθαι." Χασάνης δὲ ὑπολαβὼν ἔλεξεν "ὦ βασιλεῦ, νεήλυδές εἰσι μὲν τετρωμένοι οἱ πολλοὶ αὐτῶν, οἱ δὲ ἄλλοι οὐκ ἐθέλουσιν ὑπακούειν. ἐγὼ δὲ τοὐμὸν παρεχόμενός σοι, ἀνθ' ὧν ἄχθῃ μοι, ὄψει με ἐν μέσῳ τῶν Παιόνων μαχόμενον τελευτήσαντα ὑπὲρ τῶν σῶν πραγμάτων." ταῦτ' εἰπὼν καὶ ἐμβαλὼν ἐς μέσους τοὺς Παίονας, ἀνήρ τε ἀγαθὸς γενόμενος ἐναντίον τοῦ βασιλέως, ὑπὸ Παιόνων ἀπέθανε. καί τινες τῶν θεραπόντων αὐτοῦ ἐτελεύτησαν ἐνταῦθα. ὡς μὲν τῷ στρατοπέδῳ τρεψάμενοι τοὺς Τούρκους ἐπέκειντο οἱ Παίονες, πλέον ἔχοντες ἐν τῇ μάχῃ, παραγίνονται ἱπποδρόμοι τοῦ βασιλέως εἰς ἑξακισχιλίους, οὓς πρότερον ἐπεπόμφει ἐπὶ φυλακὴν τῆς παριστρίου αὐτοῦ χώρας, φυλάξοντάς τε οἷ σχήσουσι σὺν ταῖς ναυσὶν οἱ Παίονες, καὶ διακωλύειν τε αὐτούς, ὥστε μὴ ἀποβαίνειν. παραγενόμενοι δὲ οὗτοι ἐς τὸν θόρυβον τοῦτον καὶ ἐς τὴν μάχην ἐν μέσῳ τε ἐποιήσαντο τοὺς Παίονας, καὶ συχνοὺς αὐτῶν ἐνταῦθα διέφθειραν, μετὰ δὲ τρεψάμενοι ἐξεώσαντο τοὺς Παίονας ἀπὸ τοῦ στρατοπέδου ἐς τοὺς τηλεβόλους. καὶ οὕτω ἐνταῦθα ἡ μάχη ἐτελεύτα πρὸς ἑσπέραν ἤδη. βασιλεὺς δὲ ὡς αὐτῷ τὰ πράγματα ᾔδει πονηρῶς ἔχοντα, τούς τε νεήλυδας τετρωμένους καὶ ἐς φόβον καθισταμένους, τὰ στρατεύματα αὐτῷ δρασμῷ τε ἐπεχείρει. νυκτὸς δὲ γενομένης παραγγείλας ἐς τὰ στρατόπεδα συσκευάζεσθαι καὶ προϊέναι, ᾗ ἂν αὐτὸς ἐξηγοῖτο, ἀπεχώρει ὑπὸ τὴν νύκτα, καὶ ἐξελαύνων ἐδεδίει, μὴ οἱ Παίονες τῷ λοιπῷ στρατεύματι διαβάντες ἐπικέοιντο, καὶ σφίσι χαλεπὴ γένοιτο ἡ ἀπαλλαγὴ καὶ ἡ ἐπ' οἴκου αὐτῶν κομιδή. καὶ δοκεῖ ἄν μοι καὶ τοὺς Παίονας κατὰ νώτου γενέσθαι τῷ βασιλέως στρατῷ, εἰ μὴ ὁ Χωνιάτης ἀποτρεπόμενος οὐκ εἴα ἐπιδιώκειν, ἐπιστάμενος τοὺς Τούρκους, ἐπειδὰν σφίσι κίνδυνος ἐπιστῇ, τότε πολλῷ τῷ μέσῳ σφῶν αὐτῶν γίγνεσθαι ἀμείνους αἰεὶ καὶ ἀνεχομένους γίγνεσθαι. δοκεῖ δὲ καὶ ὑπὸ τοῦ λοιμοῦ, ὃς ἐπεγένετο τοῖς Παίοσιν ἐς τὸ στρατόπεδον καὶ ἐπίεζεν αὐτοὺς πάνυ, ὥστε μηδὲ ἀναπνεῦσαι ἐπὶ συχνόν τινα χρόνον. Ἰωάννης δὲ αὐτός τε ἐτρώθη ἐνταῦθα, καὶ οὐ πολλῷ ὕστερον ἀπέθανε. δοκεῖ δέ μοι καὶ τοῦτο μάλιστα αἴτιον γενέσθαι τοῖς Παίοσι τοῦ μὴ ἐπιδιῶξαι τὸν βασιλέως στρατόν. Ἰωάννης μὲν ἀπελαύνοντος βασιλέως ἐπιβιοὺς οὐ πολύν τινα χρόνον μετὰ ταῦτα ἐτελεύτησεν, ἀνὴρ γενόμενος ἄριστος ἐς τὰ πάντα, καὶ ἀπὸ μικροῦ τινος ἐς μέγα δυνάμεως, μεγάλα τε ἀποδειξάμενος ἔργα πρός τε τοὺς Γερμανοὺς καὶ Βοέμους, καὶ ἐπὶ τὰ Παιόνων πράγματα ἀφικόμενος μέγα εὐδοκιμῶν διεγένετο. πρὸς δὲ καὶ ἐς τοὺς Τούρκους οὐκ ὀλίγα ἀποδειξάμενος ἔργα, εἰ μὴ διὰ τὸ πλῆθός τε καὶ ἀρετὴν αὐτῶν οὐκ ἐδόκει ἄν ποτε περιγενέσθαι τῆς βασιλέως δυνάμεως, καὶ αὐτὸς ἕῳ ἅμα ἐχειρώσατο τὰ τῶν Παιόνων στρατεύματα. ἀχθομένων δὲ αὐτῷ τῶν λοιπῶν τῆς Παιονίας δυνατῶν, καὶ οὐκ ἀξιούντων ὑπ' αὐτοῦ ἄρχεσθαι, ὅμως ἐπεκράτει τε τῶν πραγμάτων, ξυνομολογούντων ἤδη κἀκείνων, καὶ οὐκ ἐχόντων, ὅπως μὴ συγχωρῶσιν ἀνδρὶ εὐδοκιμοῦντι τε ἁπανταχῇ, καὶ τήν τε ἀρχὴν ἐπὶ τὸ κράτιστόν τε καὶ ἀσφαλέστερον διέποντι. δοκεῖ δὲ οὗτος ἀνὴρ σπουδῇ τὰ πάντα κατεργάζεσθαι, καὶ ἐν δέοντι χρῆσθαι τοῖς πράγμασιν αὐτίκα, ὅποι ἂν δέοι, παραγενόμενον. λέγεται δὲ καὶ ὑπὸ λοιμοῦ ἀπενεχθέντα ἀποθανεῖν. Περὶ δὲ Καπιστράνου τοσόνδε ἐπιστάμενος μνήμην ποιήσομαι, ὡς Βερναρδίνου τοῦ Κανιλίου γενόμενος ὀπαδός, μεγάλα ἐς τὴν τοῦ κυρίου Ἰησοῦ θρησκείαν διδάξαντος, καὶ αὐτὸς ἐπὶ μέγα δόξης τε καὶ κλέους ἐχώρησεν ἀνὰ πᾶσαν σχεδόν τι τὴν ἑσπέραν, ἐς τὰ πρῶτα ἀνήκων σοφίας τε ἅμα καὶ θεωρίας. καὶ τῷ μὲν δὴ Βερναρδίνῳ τελευτήσαντι οἱ περὶ τὴν Ἰταλίαν ἀνάγουσί τε τιμὰς ὡς ἥρωϊ καὶ ναοὺς ἀνοικοδομοῦσι, καὶ ἱερωμένα ἐστὶν αὐτῷ οὐκ ὀλίγα ἀνὰ τὴν Ἰταλίαν ἀγάλματα ὡς ἀνδρὶ εὐαγεῖ τε καὶ δαιμονίῳ γενομένῳ. λέγεται δὲ καὶ θαύματος ἄξια τοῦ ἀνδρὸς τοῦδε ἀποδεδειγμένα. τούτου δὲ ὁ Καπιστρᾶνος Ἰωάννης γενόμενος ὀπαδός, ὡς εἴρηται, καὶ πολλὴν τὴν χώραν ἐπεληλυθὼς περιῄει δημοσίᾳ διδάσκων τῇ τε ἄλλῃ, ἀφίκετο δὴ καὶ ἐς Βοέμους δοκοῦντας αἵρεσιν, τὴν τοῦ πυρὸς θρησκείαν τε ἐς τὰ μάλιστα, καὶ μηδαμοῦ ἔτι συντίθεσθαι τῇ τῶν λοιπῶν ταύτῃ θρησκείᾳ, ἀλλ' ἀλλοίως φρονοῦντάς τε καὶ μὴ πειθομένους τοῖς λοιποῖς ἀνὰ τὴν Βοεμίαν ἀδρανῆ. ἐπὶ τούτους ἀφικόμενος ὁ Καπιστρᾶνος ἐς τὸ τῶν λοιπῶν Βοέμων δόγμα κατέστησε. καὶ μέγα εὐδοκιμῶν ἐπὶ σοφίᾳ τε καὶ συνέσει ἐπιτηδείως τε ἔσχε τῶν Παιόνων βασιλέα, καὶ διὰ τοῦτο συνεπελάβετο καὶ τοῦ πρὸς τοὺς Τούρκους πολέμου, ὡς δὴ πρότερόν μοι δεδήλωται. Βασιλέα δὴ τοῦτον οἱ Παίονες ἐπηγάγοντο ἀπὸ Γερμανίας, ἀδελφιδοῦν γενόμενον τοῦ Σιγισμούνδου βασιλέως. τοῦτον γὰρ παῖδα ἔτι ὄντα μετὰ τὴν ἐν Βάρνῃ τελευτὴν τοῦ βασιλέως τοῦ Λαδισλάου, ἐπρεσβεύοντο πρὸς Ἀλβέρτον τὸν Σιγισμούνδου τοῦ βασιλέως ἀδελφόν, ὃς ἐπετρόπευε τοῦ παιδὸς καὶ περιάγων ἐς τὴν Ἰταλίαν εἶχε μεθ' ἑαυτοῦ. καὶ γάρ τοι καὶ ὁ Ἀλβέρτος οὗτος βασιλεὺς τῆς Γερμανίας, ἀφικόμενος ἐπὶ τὸν Ρωμαίων ἀρχιερέα αὐτοκράτωρ τε ἀπεδείχθη ὑπὸ Νικόλεω τοῦ ἀρχιερέως, καὶ ἀπιὼν ἐπὶ τὴν ἀρχὴν αὐτοῦ ὥρμητο ἐπὶ Τούρκους στρατεύεσθαι. οὗτος δὲ μέγα ὄλβιος ὤν, ἅτε αὐτοκράτορα Ρωμαίων γενόμενον ὑπεδέξαντο οἱ ἐν τῇ Ἰταλίᾳ καὶ μεγάλως ἐτίμησαν. παρὰ τούτῳ [ἐν] τῷ βασιλεῖ Βιέννης διατρίβοντα τὸν παῖδα ᾐτοῦντο οἱ Παίονες· καὶ ὡς ἔτι παῖδά τε ὄντα, καὶ δειμαίνων περὶ αὐτῷ, οὐκ ἐδίδου ὁ βασιλεύς. καὶ καταστάντες ἐπολέμουν αὐτῷ οἱ Παίονες ἐπὶ συχνόν τινα χρόνον, καὶ δὴ καὶ πρέσβεις ἐπὶ τὸν Ρώμης ἀρχιερέα πέμποντες ἠξίουν σφίσι τὸν βασιλέα ἀποδίδοσθαι· εἰ δὲ μή, ἐπιόντας μὴ ἀνεῖναι πολεμοῦντάς τε καὶ δῃοῦντας τὴν χώραν, ἐς ὃ ἂν ὑπάγωνται σφίσιν ὑποχείριον. ἐνεδίδου μέντοι ὕστερον, καὶ τόν τε παῖδα ἀπέπεμψεν ἐπὶ τὴν βασιλείαν, ὃς ἀφικόμενος ἐς Μπούδην, καὶ ἀπὸ Μπελογράδης τὸν βασιλέως στρατὸν ἀπωσάμενος διὰ τοῦ Χωνιάτου, μετὰ ταῦτα οὐ πολύν τινα χρόνον βιοὺς ἐτελεύτησε. λέγεται μέντοι καὶ ὑπό τινος Λαυρεντίου Χεδρεχαβάρεω τοῦ ἀντεπάρχου κώνειον ἐμπιόντα ἀποθανεῖν. ἀγόμενος δὲ τοῦ Κελτῶν βασιλέως θυγατέρα οὐκ ἔφθη τὸν γάμον ποιήσασθαι· ἐτελεύτησε γὰρ πρὶν ἢ ἀφικέσθαι τὴν γυναῖκα αὐτῷ ἐς τὰ βασίλεια. τελευτήσαντος μὲν οὖν τούτου διηνέχθησαν οἱ Παιόνων πρῶτοι ἐς ἀλλήλους, καὶ ἐς διαφορὰν ἀφικομένων αὐτῶν ἐπεκράτησαν οἱ τοῦ Χωνιάτου παῖδες. Ὄρλιχον γὰρ ἡγεμόνα τῆς Παιόνων χώρας οὐ φαύλης, καὶ ἔχοντα ἀνωμάλως πρὸς τὸν Χωνιάτην ἔτι περιόντα, ὡς ἐτελεύτησεν, ἠξίου, ὡς ἀνδρὶ γενομένῳ σφίσιν αἰτίῳ μεγάλων συμφορῶν ἐς τοὺς Τούρκους, μήτε τοὺς παῖδας διὰ τιμῆς κεκτῆσθαι ἐν τῇ συγκλήτῳ, ἐκεῖνον τε ἀνοσιώτατον ἡγουμένους τοὺς παῖδας ἐξελαύνειν ἐκ τῆς ἀρχῆς. ἐνταῦθα τοὺς Χωνιάτου παῖδας ἐν τῇ συγκλήτῳ ἐπιπηδήσαντας τῷ Ὀρλίχῳ καὶ ἀποταμόντας τὴν κεφαλὴν αὐτῷ οἴχεσθαι. τοῦτο χαλεπώτατα μὲν δὴ ἐνεγκόντες οἱ Παίονες τόν τε παῖδα τοῦ Χωνιάτου καθεῖρξαν ἐς τὴν Μπελογράδην· μετ' οὐ πολὺ δὲ αὖθις διεπράξατο, καὶ ἐξελθὼν κατέστη ἐς τὴν βασιλείαν Παιόνων, βασιλεὺς δὲ ἀπεδείχθη συναιρουμένων αὐτῷ τῶν τοῦ πατρὸς ἐπιτηδείων. δοκεῖ δὲ καὶ χρήμασι πολλοῖς διαπραξάμενος καὶ ἀνακτώμενος, στρατόν τε ὡς μέγιστον τῶν κατὰ τὴν Παιόνων χώραν τρέφων, ἐπὶ τὴν βασιλείαν Παιόνων χωρῆσαι. Ἰλόκης μὲν καὶ πρῶτα Χωνιάτῃ διαφερόμενος, καὶ ὕστερον τῷ παιδὶ αὐτοῦ ἐς τὴν βασιλείαν παρεληλυθότι διενεχθεὶς οὐκ ἐσακούειν οὐδὲ πείθεσθαι ἤθελε, μετὰ ταῦτα δὲ συνέβη αὐτῷ ἐπὶ ῥητοῖς καὶ ἐπείθετο. οὕτω δὴ ἐπὶ τὸν Χωνιάτου παῖδα, ἐς τὸν νεώτερον περιελήλυθεν ἡ Παιόνων ἡγεμονία. καὶ πρὸς βασιλέα Ρωμαίων Ἄλβερτον ἐπολέμει, μεγάλα ἀποδεικνύμενος ἔργα, καὶ Βράγαν τε καὶ Βοέμους ὑπηγάγετο, ὥστε οἱ ἄμφω τὰς ἡγεμονίας ὑπηκόους γενέσθαι. Ὥρμητο δὴ οὖν, ὡς καὶ πρότερόν μοι δεδήλωται, ὁ αὐτοκράτωρ οὗτος Ἄλβερτος ἐπὶ Τούρκους καὶ Μεχμέτην στρατεύεσθαι, καὶ παρασκευασάμενος στρατὸν ἐπρεσβεύετο πρὸς τοὺς Παίονας, ὥστε δοθῆναί οἱ δίοδον διὰ τῆς χώρας αὐτῶν, καὶ ἀγορὰν παρέχεσθαι αὐτῷ τοὺς Παίονας προαγορεύων. οἱ δὲ ἐπιλεγόμενοι ἐν σφίσιν αὐτοῖς, ὡς, ἢν ἐπικρατήσωσι τῆς Θρᾴκης καὶ ἐπὶ μέγα χωρήσῃ δυνάμεως, ἐπανιὼν καταστρέψεται σφᾶς, οὐκ ἔφασαν διδόναι αὐτῷ ἑκόντες εἶναι διεξιέναι διὰ τῆς χώρας. οἱ μὲν δὴ οὕτω λέγουσι γενέσθαι· οἱ δὲ αὖ λέγουσι τοὺς Παίονας ἀποκρίνασθαι τῇ μὲν πρεσβείᾳ λόγους ἐπιεικεῖς, ὑποστρεφόντων δὲ τῶν πρέσβεων ὑπείσαντες ἄνδρας κατὰ τὴν ὁδόν, ᾗ ἔμελλον διεξιέναι, ἀνελεῖν αὐτοὺς ἅπαντας, καὶ οὕτω τραπομένου τοῦ αὐτοκράτορος Ρωμαίων ἐς τὴν τῶν πρέσβεων ἔρευναν αὖθις ἐς πόλεμον καταστάντας φέρειν ἀλλήλους. ταῦτα μὲν δὴ οὕτω γενέσθαι λέγεται ἀπὸ τῶν Παιόνων ἐς τοὺς Γερμανούς τε καὶ αὐτὸν βασιλέα Ἄλβερτον. Ταῦτα μὲν ἐν ἔτεσι πάνυ ὀλίγοις ἐγένετο. διὰ δὴ ταύτην τὴν διαφορὰν γενέσθαι τὴν ἐν Μαντύῃ τοῦ Ρωμαίων ἀρχιερέως δίαιταν προσκαλεσαμένου τούς τε Ἰβήρων καὶ Κελτῶν βασιλέων καὶ ἡγεμόνων καὶ Γερμανῶν καὶ Παιόνων καὶ τῶν κατὰ τὴν Ἰταλίαν ἡγεμονιῶν καὶ πολιτειῶν. καὶ ἐπεξελθὼν ἀπὸ τῆς Ρώμης ἐς Μαντύην τὴν σύνοδον ἐποιεῖτο, ᾗ δὴ συνελέγοντο ἅπαντες οἱ τῶν ἑσπερίων βασιλέων τε καὶ ἡγεμόνων πρέσβεις. προέθετο περὶ τῆς Μεχμέτεω βασιλέως Τούρκων καθαιρέσεως, καὶ ἐκέλευε γνώμην ἀποφαίνεσθαι ἕνα ἕκαστον τῶν παρόντων πρέσβεων ὑπὸ τῶν σφετέρων βασιλέων τε καὶ ἡγεμόνων. καὶ ὑπέσχοντο δὴ ἐνταῦθα οἱ μὲν αὐτῶν χρήματα οἱ δὲ καὶ ἄνδρας συμβαλέσθαι ἐς τὸν πόλεμον τόνδε. ἔνθα δὴ τὴν δεκάτην τῶν προσόδων ἐδέδοκτο κοινῇ ἐξελέσθαι πάντων τῶν εἰς τὴν ἱερατείαν τελούντων, καὶ ἅττα δ' ἂν τῶν χρημάτων συναθροισθῇ, ἐς τὸν πόλεμον τοῦτον ἀποτάττεσθαι, καὶ οὕτω ἄνδρας ἐς τὰ τοιαῦτα ἐτάξαντο. μετὰ δὲ ἐδόκει τοὺς Γερμανοὺς τοῖς Παίοσι διαλλάξαι, καὶ ἐπιπέμποντες ἄνδρα τῶν παρὰ σφίσιν ἐλλογίμων τὰ πρῶτα φερόμενον, Βησσαρίωνα καρδινάλιον τὸν ἀπὸ Τραπεζοῦντος, ἐπρεσβεύοντο παρ' ἀμφοτέρους, ὥστε διαλλάξαι τούτους ἀλλήλοις καὶ τὰς διαφορὰς καταλύειν. καὶ ἄλλους ἄλλῃ διέπεμπον ἐπὶ τοῖς παροῦσι πράγμασι, παρακαλοῦντες συμβαλέσθαι ἐς τὸν ἐπὶ τοὺς βαρβάρους πόλεμον. Ταῦτα μέντοι τῷ Πίῳ ἀρχιερεῖ ἐπεποίητο ἁμιλλωμένῳ ἐς τοὺς προτέρους αὐτοῦ ἀρχιερεῖς. καὶ γάρ τοι καὶ ὁ Νικόλεως ἁλούσης τῆς Βυζαντίου πόλεως σύνοδον ἐποιεῖτο, προτρεπόμενος τοὺς πρὸς ἑσπέραν ἡγεμόνας ἐπὶ τὸν βάρβαρον, καὶ λόγον συχνὸν ποιούμενος παρεκάλει. οὐ πολλῷ δὲ ὕστερον ἐτελεύτησεν, ἀτελῆ καταλιπὼν ταύτην αὐτῷ τὴν ἀπόδειξιν. τοῦ δὲ Εὐσεβίου ἀρχιερέως μετὰ Νικόλεω τὴν ἡγεμονίαν παραλαβόντος, ὅρκον ποιήσασθαι ἰσχυρότατον, καὶ ἐν γραφῇ παραδιδόντα, ἀρτύεσθαι μὲν ναυτικὸν ἀπὸ Νεαπόλεως. τὸν γάρ τοι Ἀλφόνσον στρατηγὸν ἑλέσθαι ἐς τὸν ἐπὶ τοὺς βαρβάρους πόλεμον. καὶ ταύτην ἀνελομένου τοῦ Παρθενόπης βασιλέως, ἐκπέμψαι τριήρεις δέκα ἐπὶ τὴν τῶν βαρβάρων χώραν, ὥς τε ἀρχὴν ποιούμενος τῆς ἐξόδου. ταύτας μέντοι τὰς ναῦς, καὶ οὐδὲν ὕστερον πλείους, ξυνέβη ἀφικέσθαι ἐς Ρόδον, καὶ ταύτῃ ὁρμισαμένας ἐντεῦθεν ὡρμῆσθαι ἐπὶ τὴν βασιλέως χώραν, τὴν τῆς Ἀσίας παράλιον, καὶ δῃῶσαι μὲν ὀλίγα ἄττα τῆς βασιλέως χώρας, ἐπιπλέοντας δὲ καταστρέψασθαι τὴν Λῆμνον, ἔχοντος ταύτην τοῦ βασιλέως, μετὰ δὲ ταῦτα Ἴμβρον καὶ τὰς λοιπὰς τῶν ταύτῃ νήσων ἐν τῷ Αἰγαίῳ· τὴν γάρ τοι Σκῦρον καὶ Σκόπελον καὶ τὰς ἄλλας, ὡς ἑάλω Βυζάντιον ὑπὸ βασιλέως, ἐπὶ Οὐενετοὺς ἐτράποντο, καὶ ἔσχον ταύτας. ἐνιαυτὸν δὲ περιπλέοντες τὸ Αἰγαῖον αὗται αἱ τριήρεις οὐδέν τι ἄξιον λόγου ἀπεδείκνυντο. καὶ ὡς οὐδὲν ἔτι ἐπέπλει ἀπὸ Ἰταλίας, αὖθις ἐπέπλεον ἐπὶ Ἰταλίας, σκεδασθέντες ταύτῃ ἀνὰ τὰς πόλεις. Καὶ Εὐσεβίῳ μὲν τῷ ἀρχιερεῖ ἐς τόδε ἐτελεύτα ἡ παρασκευή· μετὰ δὲ Πίος ὁ ἀρχιερεὺς ὡς ἐπὶ τὴν ἡγεμονίαν ἀφίκετο, τὴν ἐν Μαντύῃ δίαιταν ἐποιήσατο ἅτε δὴ κατάστασίν τε καὶ σύλλογον περὶ τῶν καθηκόντων αὐτῷ πραγμάτων ἐς τὸν ἐπὶ βασιλέα Μεχμέτην πόλεμον. Βησσαρίων μὲν δὴ ἐπὶ Παίονας ἀφικόμενος καὶ ἐς Γερμανοὺς τά τε ἄλλα διελέχθη, καὶ τὴν πρὸς ἀλλήλους διαφορὰν καταλύειν πειρώμενος, οὐχ οἷός τε ἐγένετο ἐς ταὐτὸ ἄμφω ξυναγαγὼν διαλλάξαι. ἀλλὰ ἄπρακτος μὲν ἀπεχώρει, ἐδόκει δ' αὐτοῖς ἀπὸ Ἰταλίας ὡρμημένοις τόνδε σφᾶς ἄρασθαι τὸν πόλεμον ἀπὸ τῆς ἠπείρου. Ταῦτα μὲν ἐς τοσοῦτον ἐγένετο κατὰ τὴν ἐν Μαντύῃ δίαιταν· εἶμι δὲ ἐπ' ἐκεῖνο τοῦ λόγου, ὅθεν ἐπὶ τοσοῦτον ἐτραπόμην, ἐς τοσοῦτον διεξιὼν τὸν λόγον. τοῦ γάρ τοι ἐπιγινομένου θέρους ἀπέχρη μὲν τῷ βασιλεῖ Μεχμέτῃ, κακῶς πράξαντι ἐς τὴν ἐπὶ Παίονας ἔλευσιν, ἡσυχίαν ἄγειν, στρατεύματα δὲ ἔπεμπεν ἄλλῃ τε καὶ ἐπὶ Σκενδέρην τὸν Ἰβάνεω παῖδα, ἐφ' ὃν δὴ καὶ ὁ πατὴρ στρατευσάμενος καταστρέψασθαι οὐχ οἷός τε ἐγένετο. Ἰησοῦν δὲ τὸν Βρενέζεω παῖδα ἀπέδειξε στρατηγόν, παραδοὺς τό τε ἀπὸ Φερρῶν στράτευμα καὶ τὸ παρὰ Ἀξιὸν καὶ τὸ ἀπὸ Θετταλίας. ἡγουμένου δὲ Ἰησοῦ τοῦ Βρενέζεω ἐσέβαλλε πρὸς τὸν Ἰόνιον τῆς Μακεδονίας χῶρον, καὶ ἐδῄου τὰ πολλὰ αὐτῆς. Σκενδέρης δὲ οὗτος διαπρεσβευσάμενος πρὸς τὸν Ρώμης τε ἀρχιερέα καὶ πρὸς βασιλέα Ἀλφόνσον τὸν Παρθενόπης (ἐπιτηδείως τε ἔσχε καὶ συνήθως τῷ βασιλεῖ τούτῳ), δι' ἃ δὴ καὶ τὸν πρὸς βασιλέα πόλεμον τήν τε Κρούην παρέδωκε τούτῳ τῷ βασιλεῖ καὶ ἠξίου αὐτῷ ὑπήκοον εἶναι. ἔνθα δὴ καὶ στρατὸν πεζὸν ἱκανὸν διαπορθμεύσας ὁ Παρθενόπης οὗτος βασιλεὺς ἀπὸ Ἰαπυγίας ἐς Ἐπίδαμνον καὶ ἄρχοντα τῶν παρ' ἑαυτῷ ἐλλογίμων ἕνα στρατηγὸν ἐπὶ τὴν βασιλέως ἐληΐζοντο χώραν. μετὰ δὲ καταστάντες ἐπολιόρκουν πολίχνην Σφετίην καλουμένην, ἐξελεῖν βουλόμενοι. ἐνταῦθα πυθόμενος παρὰ τῶν σφετέρων Ἰησοῦς ὁ Βρενέζεω, καὶ παραλαβὼν τοὺς ἐς τὸν Ἀξιὸν ἱπποδρόμους καὶ Περραιβῶν στρατόν, καὶ τὴν ταχίστην ἐπειγόμενος ἄλλην ἢ αὐτοὶ ἐφύλαττον οἱ Ἰταλοί, καὶ ἐπεισπεσὼν ἄφνω διέφθειρε σύμπαντας τοὺς Ἰταλούς· Σκενδέρης μέντοι (ἔτυχε γὰρ ἀπὼν τότε) οὐδ' ὁτιοῦν παθὼν δεινόν. ὕστερον μέντοι οὐ πολλῷ Σκενδέρης διαβὰς ἐς Ἰταλίαν ἀφίκετο ἐς τὸν Παρθενόπης βασιλέα. καὶ αὐτὸν ὑποδεξάμενος τά τε ἄλλα ἐτίμησε, καὶ ἐς τὸν Ρώμης ἀρχιερέα ἀπέπεμψε φιλοφρονησάμενος. μετὰ δὲ ταῦτα χρήματα ἱκανὰ παρεχόμενος αὐτῷ ἀπέπεμπεν ἐπὶ τὴν ἀρχὴν αὐτοῦ. οὗτος μέντοι ἐπανιὼν ἐπὶ τῆς χώρας αὐτοῦ ἐπέμενεν ἐπιόντα τὸν βασιλέως στρατόν, καὶ ἐρυμνὴν οὖσαν τὴν χώραν κατεῖχεν, ἔχων τε στρατὸν μεθ' ἑαυτοῦ τὸν ἀπὸ τῆς χώρας διῄει διὰ τῶν ὀρέων περιιὼν τῷ στρατῷ, καὶ τάς τε γυναῖκας καὶ παῖδας ἐς τὰ ἐρυμνὰ εἰσενεγκάμενος αὐτὸς περιῄει, ἔχων περὶ τὴν φυλακὴν τῆς χώρας, ὅποι δέοι, παραγενόμενος. καὶ ὁ μὲν στρατὸς καὶ οἱ ἱπποδρόμοι ἐπέδραμον τὴν χώραν· καὶ ὑποζύγια ληϊσάμενος καὶ χρόνον τινὰ συχνὸν διατρίψας ἐπῄει πᾶσαν τὴν χώραν ἐμπιπρῶν καὶ διαφθείρων. ὡς δὲ ἱκανῶς εἶχεν αὐτῷ ἐς τὴν τῆς χώρας διαφθοράν, ὁ στρατὸς ἀπήλαυνεν, οὐδέν τι πλέον διαπραξάμενος. ὁ μὲν οὖν Σκενδέρης οὗτος ἄκραν τὴν ἐς τὸν Ἰόνιον περὶ Ἐπίδαμνον ᾠκοδόμει· χερρόνησος δ' ἐστί, καὶ ἰσθμὸς βραχὺς ἀμφὶ τρία στάδια. τοῦτον τειχίσας ἐσῴκιζεν ἐς τὴν χώραν ταύτην οὐκ ὀλίγους τῶν Ἀλβανῶν, καὶ ἐκράτυνε τὴν πόλιν, ὡς ἄν τι νεώτερον καταλαμβάνῃ αὐτὸν ἀπὸ τῶν βασιλέως στρατῶν, ὡς ἐπιὼν πολιορκοῖτο ἐν ταύτῃ τῇ χώρᾳ, ἐπειδὰν δὲ μὴ ἀντέχειν οἷος τ' ᾖ, ἐσβησόμενος ἐς τὴν θάλασσαν καὶ ἀποπλευσούμενος, ᾗ δὴ προχωροίη. ὁ μὲν οὖν στρατὸς ἀφικόμενος ἐς τὸν χῶρον τοῦτον καὶ πειρασάμενος, ὡς οὐδὲν σφίσι προεχώρει ἡ τῆς πόλεως αἵρεσις, ἀπήλαυνεν ἐπ' οἴκου, καὶ τῷ ἔτει τούτῳ οὐδέν τι πλέον ἐγένετο βασιλέα Μεχμέτην ἐς ἐκστρατείαν φέρον. Τοῦ δ' ἐπιγενομένου θέρους ἐπεπόμφει μὲν καὶ τῶν θυρῶν αὐτοῦ ἄνδρας ἐπιλέκτους ἐπὶ τοὺς ὑποτελεῖς αὐτοῦ ἡγεμόνας τε καὶ βασιλεῖς, ἐπικαλούμενος ἐς τὴν τῶν παίδων αὐτοῦ κάθαρσιν, μετεπέμπετο δὲ καὶ τοὺς τῆς ἀρχῆς αὐτοῦ ἄρχοντας τῶν πόλεων καὶ ὑπάρχους καὶ τούς τε στρατηγοὺς καὶ στρατιώτας, ὅσοι ἐπὶ μισθῷ στρατεύονται ἅμα τῷ βασιλεῖ. ὡς δὲ παρῆν αὐτῷ τὰ στρατεύματα ἐς Ἀδριανούπολιν, τήν τε περιτομήν, ἣν δὴ νομίζουσι κάθαρσιν, ἐποιεῖτο τῶν παίδων αὐτοῦ, καὶ δῶρα προσῄει αὐτῷ μεγάλα ὑπό τε τῶν ἀρχόντων καὶ τῶν ἡγεμόνων. ὁ μέντοι σύλλογος ἐγεγόνει ἐκτὸς τῆς πόλεως ἐν τῷ πεδίῳ κατὰ τὴν νῆσον, ὑπαίθριοι δὲ διετέλουν πλὴν βασιλέως τε καὶ ἡγεμόνων. ὁ δὲ γάμος οὗτος νομίζεται μὲν κράτιστος τῶν ἐς τὸν βίον σφίσι περιηκόντων, καὶ παιδιὰν καθιστᾶσιν ἐν τούτῳ κατὰ δύναμιν ἕκαστος. καθίσταντο δὲ καὶ ἐς τὴν τῶν βασιλέως παίδων περιτομὴν καὶ γάμον τόνδε παιδιάν, ἄλλα τε οὐκ ὀλίγα καὶ δὴ καὶ ἄνδρες ὀρθοὶ ἐπὶ ἵππων, ἀνὰ κράτος ἐλαύνοντες ἐς τὸν δρόμον τοὺς ἵππους καὶ οὐδαμῶς ἐπίσχοντες, ἐπειδὰν θέωσιν. ἐκεῖνο μέντοι παρήσω τῶν σχοινοβατῶν, ὡς ὑπὲρ τὰ ἄλλα γένη Τοῦρκοι δεινοί εἰσι τὴν τέχνην ταύτην, ὥστε καὶ πεπεδημένους πορεύεσθαι ἐπὶ τῶν σχοινίων, καὶ τοὺς ὀφθαλμοὺς ὑποδήσαντας θεῖν ἐπὶ τούτων ὡς ἂν δύνωνται ἰσχυρότατα, καὶ ἐπὶ τούτων μυρία ἐργαζομένους θαύματος ἄξια, ἐπὶ ξιφῶν διιόντας τε καὶ ὑποστρεφομένους. ταῦτα μέντοι καθ' ἑκάστην ἐς τὴν Τακταλκαλῆ ἀγορὰν καλουμένην ἴδοι ἄν τις γιγνόμενα, καὶ τοὺς σχοινοβάτας (γένος δέ ἐστι τοῦτο παρ' αὐτοῖς καλούμενον Τζάμπαζιν) μετιόντας τὴν τέχνην ταύτην. καὶ παραπλήσια τούτοις ἴδοι ἄν τις καὶ ἄλλους ἐργαζομένους ἐς ταύτην τὴν ἀγοράν, ἔνθα τὰ γυμνάσια νομίζεται ταύτης τῆς πόλεως. τὸ δὲ ὑπὸ γῆν θάπτειν τὸν παῖδα, ἐκ τοῦ κἀκεῖθεν διαλεγομένους, συνιέναι τε ἄν, ὅ τι ἔροιτο αὐτὸν καὶ ἀποκρίνασθαι, πῶς οὐκ ἐν θαύματι ποιοῖτο ἄν τις τοιαῦτα καθορῶν; ἀλλὰ τὰ μὲν ἄλλα ὑπὸ δυνάμεώς τινος μείζονος ἀποτελούμενα ἐλάσσω ἐστὶ τῶν διιόντων δρόμῳ ἐπὶ τῶν σχοινίων. ἐγένοντο μέντοι καὶ ἄλλαι παιδιαὶ κατὰ τὴν περιτομὴν ταύτην, ἐν ᾗ Μαχμούτης ὁ τοῦ οἴκου ἡγεμὼν καὶ ἅμα τῆς Εὐρώπης στρατηγὸς τοῖς δώροις ὑπερβάλλεσθαι πάντας, τούς τε βασιλεῖς ἅμα καὶ ἡγεμόνας τῶν θυρῶν. οὗτος δὲ ὁ Μαχμούτης παῖς Μιχαήλου γενόμενος, Τριβαλλὸς μέν ἐστι τὰ μητρόθεν, Ἕλλην δὲ τὰ πατρόθεν. καὶ παῖδα ἔτι ὄντα, σὺν τῇ μητρὶ ἰόντα ἀπὸ Νοβοπύργου ἐς Σπενδερόβην, οἱ ἱπποδρόμοι τοῦ βασιλέως καταλαβόντες ἐν τῇ ὁδῷ ... ἡγουμένου ἀπήγαγον πανοικὶ τούτους παρὰ βασιλέα. λαβὼν δὲ τὸν παῖδα ἐς τὸν κοιτῶνα αὐτοῦ βασιλεὺς μέγαν τε ἀπέδειξεν ἐν ἀκαρεῖ, καὶ ἱπποκόμον ἐν βραχεῖ ποιησάμενος μετὰ ταῦτα ἡγεμόνα τῶν θυρῶν ἀπέδειξεν. ἐπεί τε μὲν οὖν Ζάγανον τὸν ἑαυτοῦ κηδεστὴν ἐξήλασεν ἐκ τῆς τιμῆς, τὰ πάντα οὗτος ἐγένετο, ἐγεγόνει δὲ οἷος οὐδείς πω πρότερον ἐς τόνδε τῶν ἐπὶ ταῖς Ὀτουμανίδων θύραις ἡγεμόνων μεγάλων λεγομένων γενέσθαι. λέγεται μὲν γὰρ καὶ Χαραϊτήνην καὶ Ἁλίην τὸν παῖδα μεγάλους γενέσθαι ἔν τε ταῖς Ἀμουράτεω τοῦ Ὀρχάνεω καὶ Παιαζήτεω τοῦ παιδὸς αὐτοῦ θύραις· ἀλλ' οὐδείς πω ἐς τήνδε τὴν δύναμιν καὶ τὴν χώραν τούτου ἀφίκετο. οὗτος μὲν οὖν τὰ πρῶτα τῶν ἡγεμόνων φερόμενος ἐς τὰς βασιλέως θύρας, στρατόν τε οἰκεῖον τρέφειν ἱκανώτατον καὶ θεράποντας ἔχειν ἐπὶ μέγα δυνάμεως ἥκοντας. Ἑλληνικοὶ μὲν παῖδες ἀπὸ Βυζαντίου, οὓς εἶχεν παρ' ἑαυτῷ βασιλεύς, ἐς μέγα ἐχώρησαν δυνάμεως. τούτων δὲ Μουράτης τοῦ Παλαιολόγων γένους τῶν Ἑλλήνων περιφανοῦς, καὶ Μεχμέτης ὁ Μανδρομηνοῦ παῖς μετά γε τοῦτον, ὃς ὕπαρχος πρῶτα μὲν Ἀγκύρας, ἔπειτα δὲ τῆς Πισιδίας ἀπεδείχθη. βούλεται δὲ Μουράτης ἐπιθυμίαν, Ἁλίης δὲ τὸν Ἠλίαν Ἑλληνιστὶλέγοιτ' ἄν, καὶ Ἐσὲς τὸν Ἰησοῦν καὶ Ἐμπραΐμης τὸν Ἀβραὰκαὶ Σουλαϊμάνης τὸν Σολομῶντα καὶ Ἰαγούπης τὸν Ἰάκωβον καὶ Ἰουσούφης τὸν Ἰωσήφ, Σκενδέρην δὲ Ἀλέξανδρον βούλονταιλέγειν. καὶ ταῦτα μὲν δὴ Ἑλληνικῶς λέγοιτ' ἂν οὕτω. οὕτως καὶ Ἐλεέζην τὸν Δημήτριον καὶ Χιτήρην τὸν Γεώργιον λέγουσι. τὰ δὲ λοιπὰ τῶν ὀνομάτων ἀπό τε τῶν ὀρνέων καὶ Σκυθῶν τὰ τέσσαρα ταῦτα φαίνονται εἶναι, οἷον Παιαζήτης, Ὀρχάνης, Ὀρθογρούλης καὶ Τζυμισκής, καὶ τὰ παραπλήσια. ἔχουσι μὲν καὶ τόδε, ὡς τοῖς ὀνόμασι χρῶνται ποῖ μὲν ἐλάττοσι, ποῖ δὲ καὶ τιμιωτέροις, ὡς τὸν Μουσταφᾶν Μουσπλαχασίτην, Χιτήρην Χαραϊτήνην. παραπλησίως δ' ἂν λέγοιτο καὶ τὰ λοιπὰ τῶν ὀνομάτων ἐς τοῦτον τὸν τρόπον. Ὕπαρχοι δὲ τυγχάνουσιν ὄντες κατὰ μὲν τὴν Εὐρώπην τριάκοντα καὶ ἕξ. τούτων δ' οἱ μείζους ἔχουσι πρόσοδον ὑπὸ τοῦ βασιλέως χρυσίου στατῆρας ἐς δισμυρίους, οἱ δ' ἐλάττους τούτων ἐς μυρίους, ἐπὶ μεῖζόν τε τούτων καὶ ἐπ' ἔλαττον, ἀνὰ δὲ τὴν Ἀσίαν σημαῖαί τε αὐτῷ τυγχάνουσιν οὖσαι, καὶ ὕπαρχοι ἐφ' ἑκάστης τεσσαράκοντα. παρὰ τούτους δέ εἰσι τῶν πόλεων ἄρχοντες μεγάλων, οἵα ἡ Θέρμη, ἡ τῶν Σκοπίων πόλις, ἡ Φιλιππόπολις, καὶ αἱ παραπλήσιαι, οὗτοι ἐς σημαίας τελοῦσιν οἱ ἄρχοντες ἐς τὸν τῆς Εὐρώπης στρατηγὸν τὸν μέγαν, ὡς οἱ τῆς Ἀσίας πρὸς τὸν τῆς Ἀσίας στρατηγὸν ὑποτετάχαται ἄρχοντές τε καὶ ἡγεμόνες, καὶ ᾗ ἂν ὑφηγῶνται οὗτοι, ἕπονται οἱ τῆς Εὐρώπης τε καὶ Ἀσίας ὕπαρχοι. ὑπάρχῳ δ' ἑκάστῳ προάγοντι καὶ ἐξηγουμένῳ ἐπί τινα πόλεμον οἱ τῶν πόλεων ἄρχοντες ἕπονται κατὰ τὰ ἐπεσταλμένα σφίσιν ὑπὸ τοῦ ὑπάρχου. τὸ δὲ κράτος ἔχουσι πᾶν οἱ μέγιστοι στρατηγοὶ τοῦ βασιλέως. ἔστι δὲ πρόσοδος τούτων ὑπὸ βασιλέως μεγίστη, καὶ ταχὺ μέγα ὄλβιοι γενόμενοι ὑπό τε τῶν ὑπάρχων καὶ τῶν ἀρχόντων τῶν ἐπὶ ταῖς πόλεσιν. ἐπὶ δὲ τῶν θυρῶν οἱ ἡγεμόνες ἔχουσι τὸ κράτος, ἀγγελιαφόροι τε ὄντες καὶ ἐφεστῶτες τῷ βασιλεῖ καὶ σύμβουλοι ἐς τὰ πράγματα τῆς ἀρχῆς· ἐς τούτους γὰρ ἡ διοίκησις τῶν προσόδων, καὶ λογίζονταί γε καὶ τοὺς θησαυροὺς τοῦ βασιλέως σφραγῖδι τῇ οἰκείᾳ ἐπισκέπτονται. μετὰ τούτους μέντοι ἐστὶν ὁ γραμματεύς, ἀγχοτάτω ἱδρυμένος ἐς τούτους, καὶ τοὺς λογισμοὺς ὑποδεχόμενος ὑπὸ τῶν ἐς τὰς προσόδους καὶ εἰσπράξεις τεταγμένων, καὶ τοῦ φόρου. καὶ οὗτος μὲν ἀπολογίζεταί τε προσόδους καὶ ἐς τοὺς ἡγεμόνας τε καὶ αὐτὸν βασιλέα ἀναφέρει· ἄλλοι δὲ γραμματεῖς ἐς τὰς γραφάς τε καὶ ἐπιτάγματα τοῦ βασιλέως. ἔστι δ' ὁ φόρος αὐτῷ προσιὼν μὲν ἀπὸ τῆς Εὐρώπης ἐς ἐνενήκοντα μυριάδας στατήρων. τὸν δὲ φόρον τοῦτον εἰσπράττεται μὲν οὐκ ἀπὸ τοῦ γένους τῶν Τούρκων, ἀλλ' ἀπὸ τῶν ἀλλοφύλων σφίσιν· οὐ γὰρ νομίζεται τοὺς ὁμοφύλους χρήματα εἰσπράσσειν, ἀλλ' αὐτοὺς σὺν τῷ βασιλεῖ παρὰ σφίσι νομίζεται στρατεύεσθαι ἐς τοὺς πολέμους, σὺν τοῖς ὅπλοις τε καὶ ἵπποις αὐτῶν ἑπομένους ἐς τοὺς πολέμους. τὴν δεκάτην δὲ τῶν ἔργων οἱ μὲν πρὸ τοῦ βασιλέως τοῦδε οὐδέν τι εἰσέπρασσον τοὺς Τούρκους, ὅτι μὴ τοὺς ἀλλοφύλους· οὗτος δ' ὁ βασιλεὺς τὴν δεκάτην τε εἰσπράττει καὶ ἄγει, ὅποι ἂν στρατεύηται. τὴν μὲν οὖν δεκάτην καὶ παρὰ τὸν φόρον, βοστίναν οὕτω καλουμένην, ἀποφέροντες οἱ τῶν πόλεων ἄρχοντές τε καὶ ὕπαρχοι καὶ στρατιῶται τόνδε φόρον ἐς τὰς θύρας. νομίζεται καὶ προβάτων τὴν νομήν, ὅσην ἀποδίδονται, ἐς τὰς βασιλέως θύρας ἀπάγεσθαι. ταῦτα μέντοι ταύτῃ τέτακται ἐς τὰς προσόδους τῶν τε ἀρχόντων καὶ τοῦ βασιλέως. παρὰ δὲ τὸν φόρον δασμοί εἰσιν ἀνὰ τὴν Εὐρώπην τε καὶ Ἀσίαν ἀποτεταγμένοι τῷ βασιλεῖ οὐκ ὀλίγοι, ἀπό τε τῶν ἵππων καὶ καμήλων καὶ ἡμιόνων καὶ βοῶν· καὶ ἔστιν αὕτη πρόσοδος ἀμφὶ τὰς τριάκοντα μυριάδας. ἐπὶ τούτοις δὲ ἡ τῶν ἐνοίκων πρόσοδος μεγάλη τυγχάνει οὖσα τῷ βασιλεῖ, ἐν πέντε καὶ εἴκοσι μυριάσιν. ἀπὸ δὲ τῶν τοῦ βασιλέως φορβῶν τε καὶ καμήλων καὶ ἡμιόνων, ἁπανταχῇ τῆς χώρας ἐπινεμομένων αὐτοῖς, εἰσὶν ἀμφὶ τὰς πέντε μυριάδας. ἀπό τε τῆς τῶν ἄλλων προσόδου προσίοι ἂν αὐτῷ ἐς εἴκοσι μυριάδας. καὶ ἀπὸ τῶν ἐμπορίων καὶ τοῦ πορθμοῦ καὶ μετάλλων καὶ ὀρύζης καὶ χαλκοῦ καὶ στυπτηριῶν καὶ πενταμοιρίας τῶν ἀνδραπόδων μεγίστη ἂν λογιζομένοις εὑρίσκοιτο ἡ πρόσοδος. ἀπὸ μέντοι τοῦ πορθμοῦ καὶ ἀπὸ διόδου ἐς εἴκοσι μυριάδας εὑρίσκω ἀναπυνθανόμενος. τῶν δὲ μετάλλων οὐκ ὀλίγη αὐτῷ ἐπιγίνεται πρόσοδος ἐς δέκα μυριάδας. ἀπὸ δὲ ὀρύζης καὶ τῶν ἄλλων τῶν ἐς τὰς θύρας τεταγμένων προσόδων τοῦ βασιλέως, ἃς δὴ χάσια ποιοῦνται οἱ τῶν θυρῶν, ἐς εἴκοσι μυριάδας λογιζόμενος οὐκ ἀποτυγχάνοιμ' ἂν τοῦ εἰκότος· χάσια γὰρ ἀνὰ τὴν Ἀσίαν τε καὶ Εὐρώπην αὐτῷ ὡς πλεῖστά τε καὶ ἄριστα. τούτοις δ' ἔπεστιν αὐτῷ ὁ τῶν ἡγεμόνων τε καὶ βασιλέων φόρος τῶν τε ὁμοφύλων καὶ ἀλλοφύλων σφίσιν, ἐπιγενόμενος ἐς δέκα μυριάδας. οὕτω δὲ γένοιτ' ἂν ἡ πρόσοδος τῷ βασιλεῖ, ὅση παραγίνεται αὐτῷ ἐς τὰς θύρας καὶ ἐς τὸν χασνὰν καλούμενον τοῦ βασιλέως, ἀμφὶ τὰς τετρακοσίας μυριάδας χρυσίου στατήρων. ἔστι δὲ παρὰ ταύτας πρόσοδος ἄλλη βασιλέως ἀπὸ τῶν ἀρχόντων, ἔαρος ἐπιγινομένου, ἐπειδὰν ἐξελαύνῃ βασιλεὺς στρατηλατῶν ὑπό τε τῶν ὑπάρχων τε καὶ στρατηγῶν καὶ ἡγεμόνων καὶ ἀρχόντων δῶρα νομιζόμενα κατὰ τὴν ἑκάστου πρόσοδον τῷ βασιλεῖ ἐς τὴν ἐξέλασιν. καὶ ἔστι μὲν τοιαύτη πρόσοδος οὐ τεταγμένη, ἀλλὰ στοχαζομένοις ἐς εἴκοσι μυριάδας γένοιτ' ἂν αὐτῷ χρήματα. ταῦτα μέντοι ἐς τὸν χασνὰν τοῦ βασιλέως χρήματα παραγίνεται, ἀφ' ὧν μισθοῦται τούς τε νεήλυδας καὶ τοὺς τῶν θυρῶν καρίπιδας, σιλικτάριδας, ἀλοφατζίδας τε καὶ σπαχίδας καλουμένους, καὶ ἐς τοὺς λοιπούς, ὅσοι τῶν θυρῶν ὄντες τριμηναῖον λαμβάνουσι τὸν μισθόν. ἄνευ δὲ ταύτης τοῦ βασιλέως προσόδου, οἱ ἀνὰ τὴν ἀρχὴν ὕπαρχοι τε καὶ ἄρχοντες καὶ στρατηγοὶ καὶ τιμαράτοι καλούμενοι μεγίστην ἀποφέρουσι τὴν πρόσοδον ἀπὸ τῆς βασιλέως χώρας. καὶ λογίζεσθαι μὲν οὐ πάνυ ῥᾴδιον, πλὴν τῶν τοῦ βασιλέως γραμματιστῶν, ᾗ δὴ ἐπυθόμην· γένοιτο δ' ἂν σύμπασα αὕτη ἡ πρόσοδος τῶν ἀνδρῶν, ὅσοι μισθὸν λαμβάνουσιν ἀπὸ τῆς τοῦ βασιλέως χώρας, ἐς ἐννακοσίας μυριάδας χρυσίου. ἑνουμένη δὲ αὕτη ἡ πρόσοδος τῇ προτέρᾳ, ἥτις ἐς τὰς βασιλέως παραγίνεται θύρας, γένοιτ' ἂν σύμπασα ἡ τῆς βασιλέως χώρας πρόσοδος, ὅση ἐς τοὺς ἄρχοντας αὐτοῦ ἀφικνεῖται καὶ ὅση ἐς τὰς θύρας, ἐς χιλίας τε καὶ τετρακοσίας μυριάδας χρυσίου, στατῆρας τῶν Οὐενετῶν. αὕτη μὲν πρόσοδος, ὅσα γε ἐς ἡμᾶς εἰδέναι, παραγίνεται τῷ βασιλεῖ καὶ τοῖς ὑπηκόοις αὐτοῦ. https://byzantium.gr/
Επιμέλεια: Μανώλης Παπαθανασίου, Μάρτιος 2021
|
|