thyreos

Βυζαντινα κειμενα

 

  Προκοπιος
  Ιεροκλης
  Σιμοκαττης
  Θεοφανης
  Ιωαννης Σκυλιτζης
  Κωνσταντινος Ζ’
  Λεων Διακονος
  Μιχαηλ Ψελλος
  Μιχαηλ Ατταλειατης
  Νικητας Χωνιατης
  Γ. Ακροπολιτης
  Γ. Παχυμερης
  N. Γρηγορας
  Ι. Καντακουζηνος
  Γεωργιος Σφραντζης
  Χαλκοκονδυλης


Aspis

Κωνσταντίνος Ζ’ Πορφυρογέννητος

905 – 959
τίτλος έργου:

Περί Θεμάτων

χρόνος συγγραφής: περί το 950
εναλλακτικός τίτλος:

De Thematibus

περιγραφή περιεχομένου:

Περιγράφεται η διοικητική διαίρεση της αυτοκρατορίας σε θέματα και μνημονεύονται οι σημαντικές πόλεις. Το έργο βασίζεται σε παλιότερα κείμενα, κυρίως στον Συνέκδημο του Ιεροκλέους.

Κείμενο :
De thematibus

Φιλοπόνημα Κωνσταντίνου βασιλέως υἱοῦ Λέοντος περὶ τῶν θεμάτων τῶν ἀνηκόντων τῇ βασιλείᾳ τῶν Ρωμαίων Πόθεν ἔσχον τὰς ὀνομασίας καὶ τί σημαίνουσιν αἱ τούτων προσηγορίαι καὶ ὅτι τὰ μὲν αὐτῶν ἀρχαΐζουσι τὰ δὲ νέαν ἐκτήσαντο τὴν προσηγορίαν [Πρῶτον μὲν οὖν τοῦ καλουμένου Ἀνατολικοῦ, εἰ δοκεῖ, μνημονεύσωμεν· ἐνταῦθα τῆς Ἀνατολῆς θέματα ἤγουν τῆς μικρᾶς Ἀσίας.

προλογ.1
Πρῶτον θέμα τὸ καλούμενον Ἀνατολικόν
Οὐ κατὰ τὴν τῶν πολλῶν ὑπόληψιν, ὡς ἐμοὶ καταφαίνεται, ἡ τῶν θεμάτων ἐγένετο προσηγορία. Οὐδὲ γὰρ παλαιά τίς ἐστιν, οὐδέ τις τῶν ἱστορίας γραψάντων ἐμνήσθη τῆς τοιαύτης ὀνομασίας, ὡς λέγονται νῦν· ἀλλὰ πρῴην καὶ κατ' ἀρχὰς τάγματά τινα καὶ λεγεῶνες ὑπῆρχον ἀναγεγραμμέναι κατ' ἔθνος, ὡς ἡ λεγεὼν ἡ τῶν τεσσαράκοντα μαρτύρων [ἐλέγετο Κεραυνοβόλος] καὶ ἄλλη Μαρμαριτῶν καὶ ἄλλη Πισιδικὴ καὶ ἑτέρα Θετταλικὴ καὶ ἄλλη ἄλλως ὠνομασμένη, ὑπὸ δοῦκα καὶ ἡγεμόνα τυγχάνουσαι πολλάκις δὲ καὶ πραιπόσιτον. Καὶ ταῦτα πότε; Ὅτε οἱ βασιλεῖς μετὰ τοῦ λαοῦ ἐπεστράτευον καὶ τοῖς ἀνταίρουσι τὸν τῆς Ρωμαϊκῆς δουλείας ζυγὸν ἐπετίθεσαν καὶ μικροῦ δεῖν πᾶσαν τὴν οἰκουμένην ἐπολιόρκουν ἀτακτοῦσαν καὶ ἀντιλέγουσαν, ὡς ὁ Καῖσαρ Ἰούλιος, ὡς ὁ θαυμαστὸς Αὔγουστος, ὡς ὁ Τραϊανὸς ἐκεῖνος ὁ περιβόητος, ὡς ὁ μέγας ἐν βασιλεῦσι Κωνσταντῖνος καὶ Θεοδόσιος καὶ οἱ μετ' ἐκείνους τὸν χριστιανισμὸν καὶ τὴν θεοσέβειαν ἀσπασάμενοι. Οὐκ ἦν γὰρ εἰκός, βασιλέως ἐπὶ στρατοπέδου παρόντος, στρατηγὸν διατάττεσθαι· ὑφ' ἡγεμόνας γὰρ καὶ ταξιάρχας ἐτέλουν καὶ ὅλα τὰ τῶν πολέμων πράγματα ἐπὶ τῇ τοῦ βασιλέως βουλῇ ἀπεκρέμαντο· καὶ πᾶς ὁ λαὸς ἕνα καὶ μόνον τὸν βασιλέα ἑώρα. Ὅτε δὲ τοῦ στρατεύειν οἱ βασιλεῖς ἀπεπαύσαντο, τότε καὶ στρατηγοὺς καὶ θέματα διωρίσαντο. Καὶ εἰς τοῦτο κατέληξεν ἡ τῶν Ρωμαίων ἀρχὴ μέχρι τῆς σήμερον. Νυνὶ δὲ στενωθείσης κατά τε ἀνατολὰς καὶ δυσμὰς τῆς Ρωμαϊκῆς βασιλείας καὶ ἀκρωτηριασθείσης ἀπὸ τῆς ἀρχῆς Ἡρακλείου τοῦ Λίβυος, οἱ ἀπ' ἐκείνου κρατήσαντες οὐκ ἔχοντες ὅποι καὶ ὅπως καταχρήσονται τῇ αὑτῶν ἐξουσίᾳ, εἰς μικρά τινα μέρη κατέτεμον τὴν ἑαυτῶν ἀρχὴν καὶ τὰ τῶν στρατιωτῶν τάγματα, μάλιστα ἑλληνίζοντες καὶ τὴν πάτριον καὶ ῥωμαϊκὴν γλῶτταν ἀποβαλόντες. Λογγίνους γὰρ ἔλεγον τοὺς χιλιάρχους καὶ κεντουρίωνας τοὺς ἑκατοντάρχους καὶ κόμητας τοὺς νυνὶ στρατηγούς. Αὐτὸ γὰρ τὸ ὄνομα τοῦ θέματος ἑλληνικόν ἐστι καὶ οὐ ῥωμαϊκόν, ἀπὸ τῆς θέσεως ὀνομαζόμενον. Πρῶτον μὲν οὖν τοῦ καλουμένου Ἀνατολικοῦ, εἰ δοκεῖ, μνημονεύσωμεν· ἐνταῦθα τῆς Ἀνατολῆς θέματα ἤγουν τῆς μικρᾶς Ἀσίας. ˉˉΑ. Πρῶτον θέμα τὸ καλούμενον Ἀνατολικόν Ἀνατολικὸν τοίνυν τὸ θέμα καλεῖται, οὐχ ὅτι τῆς ἄνω καὶ πρώτης ἀνατολῆς ἐστιν, ὅθεν ἀνίσχει ὁ ἥλιος, ἀλλ' ὅτι πρὸς ἡμᾶς τοὺς κατοικοῦντας τὸ Βυζάντιον καὶ τὴν τῆς Εὐρώπης γῆν λέγεται ἀνατολικόν. Πρὸς δὲ τοὺς κατοικοῦντας τὴν Μεσοποταμίαν Συρίας καὶ τὴν μεγάλην Ἀσίαν, ἐν ᾗ κατοικοῦσιν Ἰνδοὶ καὶ Αἰθίοπες καὶ Αἰγύπτιοι, λέγεται δυτικὸν μέσον καὶ Ἀσία μικρά· ἡ γὰρ Ἀνατολή, καθώσπερ ἔφημεν, Ἰνδῶν ἐστι καὶ Αἰθιόπων καὶ Αἰγυπτίων καὶ τῶν λοιπῶν τῶν Ἀνατολὴν κατοικούντων. Ὅμως ἵνα μὴ μακρολογῶμεν καὶ δοκῶμέν τισι τερατεύεσθαι περὶ τῆς τῶν θεμάτων ὀνομασίας, συντομώτερον ἐροῦμεν ὡς ἔχει αὐτὴ ἡ ἀλήθεια. Τὸ τοίνυν Ἀνατολικὸν θέμα, ὡς νῦν ὀνομάζεται, ἐκ πέντε ἐθνῶν τὴν ὅλην κατοικίαν ἔσχηκεν. Ἀρχὴν γὰρ αὐτοῦ ἀπὸ τῆς κωμοπόλεως τῆς ὀνομαζομένης Μηροῦ πεποίηται, καὶ λέγεται Φρυγία Σαλουταρία ἕως τοῦ Ἰκονίου. Τὰ δὲ πρόσοικα τῶν Ἰσαύρων τὰ πρὸς τὸν Ταῦρον καλεῖται Λυκαονία. Τὰ δὲ πρὸς θάλασσαν καὶ τὸν νότον καὶ τὰ τοῦ καλουμένου Ψυχροῦ ὄρη καὶ ἕως αὐτῆς Ἀτταλείας καλεῖται Παμφυλία. Τὰ δὲ ἄνω καὶ μεσόγαια καλεῖται Πισιδία. Τὰ δὲ ἀπὸ τοῦ Ἀκροϊνοῦ καὶ μέχρι τοῦ Ἀμωρίου καλεῖται Φρυγία Καπατιανή. Τὰ δὲ πρὸς θάλασσαν νεύοντα καὶ διορίζοντα τὴν Καρίαν καλεῖται Λυκία. Ὅσα μὲν οὖν εἰσι μεσόγαια καὶ πρόσοικα τῷ Ταύρῳ καὶ διήκοντα μέχρι τῶν ὁρίων Καππαδοκίας καλεῖται Ἀνατολικά· μέρη γάρ εἰσι τοῦ Ἀνατολικοῦ θέματος. Ἐνταῦθατοίνυν τὸ τοῦ Ἀνατολικοῦ θέματός ἐστι πέρας, ἀρχὴν μὲν ἔχον ἀπὸ τῆς Μηροῦ, ἥ ἐστι τέλος τοῦ Ὀψικίου, τερματίζον δὲ μέχρι τῶν ὁρίων Ἰσαυρίας πρὸς μῆκος· πρὸς δὲ πλάτος ἔχει μὲν ἐξ ἀριστερῶν μέρη τινὰ τοῦ Βουκελλαρίου καὶ τὴν ἀρχὴν τῆς Καππαδοκίας· πρὸς δὲ δεξιὰν τήν τε Ἰσαυρίαν καὶ τὴν ἀρχὴν τῶν μερῶν τοῦ Κιβυρραιώτου. Ἰδοὺ τοίνυν τὸ θέμα τὸ Ἀνατολικόν· καὶ κατ' ἀρχὰς μὲν οὐκ ἦν οὕτως· ἀλλ' εἰς χιλιαρχίας καὶ πεντακοσιαρχίας [καὶ ἑκατονταρχίας καὶ πεντηκονταρχίας] διῄρητο τὸ τάγμα τὸ στρατιωτικόν, εἷς δέ τις ἀνθύπατος ἐκράτει τῶν ὅλων ταγμάτων, ὥσπερ ἐπὶ τῶν κάτω χρόνων, καὶ ἕως Ἰουστινιανοῦ μάγιστρος ἐπέμπετο τοῖς τάγμασιν ἔξαρχος. Καὶ μάρτυς ὁ ἐν Σμύρνῃ κείμενος τάφος Πουπλίου τινὸς ἀνθυπάτου γράφων οὕτως· "Πούπλιος ἀνθύπατος ἄρχων Ἰωνίας Φρυγίας Αἰολίδος Μαιονίας Λυδίας Ἑλλησπόντου Μυσίας Βιθυνίας Ταρσίας Γαλατίας Μαριανδυνῶν Πόντου Παφλαγονίας Καππαδοκίας μικρᾶς καὶ μεγάλης Ἰσαυρίας τε καὶ Λυκαονίας καὶ μέχρι τῶν ὁρίων τοῦ Ταύρου καὶ τῆς μικρᾶς Ἀρμενίας". Ἰδοὺ ἀρχὴ ἑνὸς ἀνθυπάτου. Ἐγένετο δὲ καὶ ἐν τοῖς κάτω χρόνοις ἄλλος τις στρατηλάτης τὴν ἀξίαν πατρίκιος, τοὔνομα Ἰορδάνης, οὗτινός εἰσι τὰ ἀργυρὰ μινσούρια τὰ ἀνάγλυφα, ἅπερ κεῖνται ἐν τῷ βασιλικῷ βεστιαρίῳ, ἐπιγραφὴν ἔχοντα τοιάνδε· "Ἰορδάνου στρατηλάτου τῆς Ἀνατολῆς καὶ τῶν λοιπῶν ἐθνῶν τῶν ὑπὸ τὴν μικρὰν Ἀσίαν". Καὶ οὗτος γὰρ μόναρχος ἦν τῆς αὐτῆς Ἀνατολῆς ἤγουν μικρᾶς Ἀσίας, ἤνθει δὲ καὶ εὐδοκίμει ἐπὶ τῶν ἡμερῶν Ἀρκαδίου τοῦ βασιλέως. Ὡς οὖν προείπομεν, τὸ νῦν Ἀνατολικὸν καλούμενον θέμα ὑπὸ πέντε ἐθνῶν κατοικεῖται, Φρυγῶν, Λυκαόνων, Ἰσαύρων, Παμφύλων, Πισιδῶν. Κατ' ἔθνος οὖν αὐτῶν ἦν ἀρχηγὸς ὅτε ἦσαν ἐλεύθεροι καὶ πρὸ τοῦ τὸν ζυγὸν καὶ τὴν ἀρχὴν ἐμπεσεῖν ἐπ' αὐτοὺς τὴν Ρωμαϊκήν. Ἐμπεσόντος δὲ τοῦ τῶν Ρωμαίων ζυγοῦ καὶ αὐξηθείσης τῆς βασιλείας αὐτῶν, ἐδουλώθησαν ἅπαντες καὶ ἐγένοντο συμμιγεῖς ὑπὸ μίαν ἀρχήν. Διῃρέθησαν δὲ καὶ ἐγένοντο θέματα, ὅτε ἡ τῶν Ρωμαίων ἀρχὴ παρὰ τῶν ἀθέων Ἀγαρηνῶν ἤρξατο κολοβοῦσθαι καὶ ἀκρωτηριάζεσθαι καὶ συστέλλεσθαι κατὰ μικρόν· καὶ ἕως μὲν Ἰουστινιανοῦ τοῦ βασιλέως ὑπὸ μίαν ἀρχὴν ἦσαν ἅπαντες καὶ τῆς Μαυρικίου βασιλείας· καὶ μάρτυς αὐτὸς Βελισάριος, ὃς ἦν μονοστράτηγος πάσης Ἀνατολῆς. Ἐπεὰν δὲ ἤρξαντο οἱ Ἀγαρηνοὶ ἐκστρατεύειν κατὰ Ρωμαίων καὶ διαφθείρειν τὰς χώρας καὶ πόλεις αὐτῶν, ἠναγκάσθησαν οἱ κατὰ καιρὸν βασιλεῖς τέμνειν εἰς μικρὰ τὴν μίαν ἀρχήν, καὶ τὸ μὲν ἀπένειμον στρατηγῷ τινι καὶ ἐκάλεσαν Ἀνατολικόν, διότι, ὡς προείπομεν, πρὸς ἡμᾶς τοὺς κατοικοῦντας τὸ Βυζάντιον, πρὸς ἀνατολὴν κεῖται. Τὸ δὲ παλαιὸν κατὰ ἔθνος ἦν ἀρχηγός· ἐπολιτεύοντο δὲ ὡς ἦν ἔθος αὐτοῖς, ἄλλοι μὲν δημοκρατίαις, ἄλλοι δὲ τυράννοις ὑποταττόμενοι. Ὑπὸ δὲ τὴν τῶν Ρωμαίων βασιλείαν γενόμενοι, εἰς ἐπαρχίας διῃρέθησαν καὶ ἡγεμονίας καὶ δουκάτα καὶ τοὺς καλουμένους κονσιλαρίους, τουτέστι βουλευτάς. Ἦσαν δὲ καί τινες αὐτῶν πρίγκιπες, ὡς ἐν τοῖς τῶν ἁγίων μαρτυρίοις διαγράφει, ἀλλὰ μὴν καὶ σκρινιάριοι. Ὕπαρχοι δὲ ἦσαν διττοί, ἕτεροι μὲν πραιτωρίων, ἕτεροι δὲ πόλεων· καὶ οἱ τῶν πραιτωρίων διηκόνουν τοῖς βασιλεῦσι στρατεύουσι, καὶ τὰς τῶν στρατιωτῶν τροφὰς ἐξ ἑτοίμου παρέχοντες, τά τε τῶν βασιλέων ἄπληκτα διευθετοῦντες καὶ τὰς ὁδοὺς ἐκκαθαίροντες. Καὶ ταῦτα μὲν τὰ τῶν Ρωμαίων· ὅτε δὲ Πέρσαι ἐκράτουν καὶ μετ' αὐτοὺς Μακεδόνες, εἰς σατραπείας ἦν διῃρημένη ἡ πᾶσα Ἀσία, καὶ σατράπης μὲν ἦν Λυδῶν, ἕτερος δὲ Φρυγῶν, ἄλλος δὲ Ἰώνων, ἕτερος δὲ Παμφύλων, ἄλλος δὲ Καρῶν, ἄλλος δὲ Παφλαγόνων, ἄλλος δὲ Βιθυνῶν, καὶ ἁπλῶς ἡ πᾶσα Ἀσία μικρὰ καλουμένη, ὡς ἐδόκει τῷ Πέρσῃ, κἄπειτα τοῖς Μακεδόσι, διεμεμέριστό τε καὶ διετάττετο, καὶ ἄλλος μὲν τῶν δημοσίων πραγμάτων ἦρχεν, ἄλλος δὲ τῶν στρατιωτικῶν. Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. Ἐνταῦθα τοίνυν ἔστω τὸ πέρας τοῦ τῆς Ἀνατολῆς θέματος. Οἱ δὲ λεγόμενοι τουρμάρχαι εἰς ὑπουργίαν τῶν στρατηγῶν ἐτάχθησαν. Σημαίνει δὲ τὸ τοιοῦτον ἀξίωμα τὸν ἔχοντα ὑφ' ἑαυτὸν στρατιώτας τοξοφόρους πεντακοσίους καὶ πελταστὰς τριακοσίους καὶ δεξιολάβους ἑκατόν. Οὕτως γὰρ κεῖται ἐν τῇ βίβλῳ Ἰωάννου Φιλαδελφέως τοῦ καλουμένου Λυδοῦ.

ασια.2
Β΄. Δεύτερον θέμα τὸ προσαγορευόμενον Ἀρμενιακόν
Τὸ θέμα τὸ καλούμενον Ἀρμενιακὸν οὐ κύριον ἔχει τὸ ὄνομα οὐδὲ ἀρχαία τίς ἐστιν ἡ τούτου προσηγορία, ἀλλὰ ἀπὸ τῶν ὁμορούντων καὶ συνοίκων Ἀρμενίων τὴν προσηγορίαν ἐκτήσατο. Δοκῶ δὲ εἰπεῖν ὅτι ἐπὶ Ἡρακλείου βασιλέως καὶ τῶν κάτω χρόνων τὴν τοιαύτην προσηγορίαν ἐκληρονόμησεν· οὔτε γὰρ Στράβων ὁ γεωγράφος τῆς τοιαύτης ὀνομασίας ἐμνήσθη, καίτοι Καππαδόκης ὢν τὸ γένος ἐξ Ἀμασείας τῆς πόλεως, οὔτε Μένιππος ὁ τοὺς σταδιασμοὺς τῆς ὅλης οἰκουμένης ἀπογραψάμενος, οὔτε μὴν Σκύλαξ ὁ Καρυανδηνός, οὔτε ἄλλος τις τῶν ἱστορίας γεγραφότων, οὔτε αὐτὸς Παυσανίας ὁ Δαμασκηνός. Καὶ φαίνεται νεωτέρα ἡ τοιαύτη ὀνομασία· οὔτε γὰρ Προκόπιος, οὔτε μὴν Ἀγαθίας, οὔτε Μένανδρος, οὔτε Ἡσύχιος ὁ Ἰλλούστριος ἐμνημόνευσαν τοῦ τοιούτου ὀνόματος, οἱ τὰ χρονικὰ συντάξαντες ἐπὶ τῆς Ἰουστινιανοῦ βασιλείας. Τὴν γὰρ Καππαδοκίαν οἱ παλαιοὶ εἰς τρία τέμνουσι μέρη· εἴς τε Καταονίαν τὴν ἀπὸ Μελιτηνῆς ἀρχομένην, καὶ τὴν ἀπὸ τοῦ Ταύρου Ταυρικὴν ὠνομασμένην, καὶ αὐτὴν τὴν μεσόγαιον, ἐν ᾗ Καισάρεια ἡ πόλις ἡ τῶν Καππαδοκῶν μητρόπολις ἵδρυται. Καλοῦσι δὲ οἱ παλαιοὶ μεγάλην τε καὶ μικρὰν Καππαδοκίαν, μεγάλην μὲν τὴν ἀπὸ Καισαρείας καὶ τοῦ Ταύρου καὶ ἕως τῆς Ποντικῆς θαλάσσης, ἣν διορίζει Ἅλυς μὲν ποταμὸς ἐκ δυσμῶν, Μελιτηνὴ δὲ ἐξ ἀνατολῶν. Καὶ αὕτη μὲν ἡ μεγάλη Καππαδοκία. Καὶ τούτων μάρτυς Πολύβιος, ὁ τὴν Ρωμαϊκὴν ἱστορίαν γεγραφώς, ὃς διορίζει τὴν Καππαδοκίαν ἀπό τε τοῦ Ταύρου καὶ Λυκαονίας καὶ ἕως τῆς Ποντικῆς θαλάττης· καὶ αὐτὴ γὰρ ἡ Νεοκαισάρεια ἥ τε Κολώνεια καὶ ἡ Μελιτηνὴ σύμπασα Καππαδοκία λέγονται. Ἔστι δὲ τὸ ὄνομα περσικόν· Πέρσης γάρ τις ἀνὴρ [...] ἐν κυνηγίῳ Ἀρταξέρξῃ τῷ βασιλεῖ, ἢ οὐκ οἶδα ἄλλῳ τινί· λέων προσαπαντήσας τοῦ ἵππου τοῦ βασιλέως ἐδράξατο. Καὶ κατὰ τύχην εὑρεθεὶς ὁ Πέρσης ἐν τῷ τοῦ θηρὸς συναντήματι, τὸν ἀκινάκην σπασάμενος ἐρρύσατο τὸν βασιλέα παρὰ μικρὰν κινδυνεύοντα καὶ τὸν λέοντα ἐθανάτωσεν. Οὗτος οὖν ὁ Πέρσης ἐπί τινος ὄρους ὑψηλοτάτου ἀναβὰς καὶ πᾶσαν τὴν γῆν περισκοπήσας ὅσην ὀφθαλμὸς ἀνθρώπινος περιβλέπει κατά τε ἀνατολὰς καὶ δυσμάς, ἄρκτον τε καὶ μεσημβρίαν, δωρεὰν παρὰ τοῦ βασιλέως πᾶσαν εἴληφε. Ταῦτα δὲ ἱστορεῖ Πολύβιος. Καὶ κατοικεῖται πρὸς μὲν Κολώνειαν παρὰ Ἀρμενίων, πρὸς δὲ τὴν μεσόγαιον, ὅπουπερ ἔστιν ἡ Ἀμάσεια καὶ ὁ λεγόμενος Δαζυμών, παρὰ τῶν καλουμένων Λευκοσύρων· ὅμως πάντας τοὺς Καππαδόκας καὶ τοὺς μέχρι θαλάττης τῆς Ποντικῆς κατοικοῦντας [Ἡρόδοτος] Στράβων Λευκοσύρους καλεῖ, πρὸς ἀντιδιαστολὴν τῶν Σύρων τῶν ἐπέκεινα τοῦ Ταύρου καὶ Κιλικίας οἰκούντων Μελανοσύρων προσαγορευομένων. Μικρὰ δὲ Καππαδοκία, ἡ νῦν χρηματίζουσα εἰς θέμα, ἥτις ὅμορός ἐστι Λυκαονίας καὶ διαβαίνει μέχρις αὐτῆς Καισαρείας, πλατύνεται δὲ ἕως ἀρχῆς τῶν Βουκελλαρίων, καταλήγει δὲ πρὸς ἀνατολὰς μέχρις αὐτῆς Ροδεντοῦ καὶ τοῦ φρουρίου τοῦ καλουμένου Λούλου καὶ αὐτῆς Ποδενδοῦ. Τὰ δὲ ἐπέκεινα τῆς Κιλικίας εἰσὶ μέρη, ὧν ἀπάρχεται ἡ Ταρσὸς καὶ ἡ Μόμψου ἑστία καὶ Ἄδανα. Καὶ ἥδε μὲν ἡ μικρὰ Καππαδοκία ἡ ἀρτίως εἰς θέματος ὄνομα χρηματίζουσα. Ἐπὶ δὲ τῶν ἄνω χρόνων εἴτε Ἰουστινιανοῦ εἴτε ἄλλων τινῶν τῶν βασιλέων τμηθείσης τῆς Καππαδοκίας εἰς τρία μέρη, τὸ μὲν μεσόγαιον ἐκλήθη Χαρσιανόν, ἀπὸ Χαρσίου τινὸς ἄρχοντος τῷ τότε καιρῷ παρευδοκιμήσαντος ἐν τῷ πρὸς Πέρσας πολέμῳ, καὶ διὰ τοῦτο εἰς θέματος τάξιν καὶ στρατηγίδα μέχρι τοῦ νῦν ἐχρημάτισε· τὸ δὲ κάτω καὶ πρὸς θάλασσαν ἐκλήθη Ἀρμενιακόν, διὰ τὸ εἶναι αὐτὸ πλησιόχωρον τῶν Ἀρμενίων· τὸ δὲ ἄνωθεν καὶ ὁμοροῦν τοῖς Λυκάοσι καὶ τῷ Ταύρῳ, Καππαδοκία μικρὰ νῦν, ὡς ἔφαμεν, εἰς θέματος ὄνομα χρηματίζουσα. Ἐβασιλεύετο δὲ μέχρις Αὐγούστου Καίσαρος. Ἦν δὲ ὑπὸ τὴν Περσικὴν ἐξουσίαν, πρὶν ἢ τὸ Ρώμης αὐξηθῆναι βασίλειον. Ἐγένετο δὲ καὶ αὐτόνομος, ὅτε Ἀριαράθης ἦρχεν αὐτῆς ὁ βασιλεύς, ἐξ οὗ ἡ λίμνη ἡ τὸ ἅλας τίκτουσα, ἣν ἀρτίως βαρβαρίζοντες Καράτειαν καλοῦσιν, Ἀριαράθεια ἐπωνόμαστο. Μετὰ δὲ Ἀριαράθην βασιλεύει αὐτῆς Ἀρχέλαος ὁ κηδεστὴς Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας. Μετὰ δὲ τοῦτον παυσαμένης τῆς βασιλείας, εἰς ἐπαρχίαν παρὰ τῶν Ρωμαίων τὸ σχῆμα μετέβαλε, καὶ ἀνθύπατος ταύτην ἐδασμολόγει τε καὶ διέταττεν. Εἰσὶ δὲ πόλεις ἐπίσημοι κατὰ τὴν πρώτην ἐπαρχίαν τέσσαρες· Καισάρεια μητρόπολις, ἡ ἀπὸ τοῦ μεγάλου Καίσαρος Ἰουλίου ὠνομασμένη, ἥτις πρότερον ἐκαλεῖτο Μάζακα, ἀπὸ Μουσὼχ τοῦ τῶν Καππαδοκῶν ἀρχεγόνου· δευτέρα πόλις Νύσσα· τρίτη τὰ Θέρμα, τετάρτη Ρεγεποδαντός. Τῆς δὲ δευτέρας Καππαδοκίας εἰσὶ πόλεις ὑπὸ ἡγεμόνα ὀκτώ· Τύανα, Φαυστινούπολις, Κύβιστρα, Ναζιανζός, Σάσιμα, Παρνασός, Ρεγέδωρα, Μωκισσὸς καὶ φρούριον τὸ καλούμενον Κόρον. Τῆς δὲ τρίτης Καππαδοκίας, ἣ νῦν ὀνομάζεται Ἀρμενιακός, εἰσὶ πόλεις ἑπτά· Ἀμάσεια, Ἴβωρα, Ζάλιχος, Ἄνδραπα, Ἀμινσός Νεοκαισάρεια, Σινώπη. Δισβεβόηται δὲ παρὰ πᾶσιν ἐπὶ κακοτροπίᾳ τὸ τῶν Καππαδοκῶν γένος, ὡς καὶ παροιμίαν περὶ αὐτῶν ἐξενεχθῆναι τοιαύτην· "τρία κάππα κάκιστα· Καππαδοκία Κρήτη Κιλικία". Καὶ ἐν ἐπιγράμμασι· Καππαδόκαι φαῦλοι μὲν ἀεί· ζώνης δὲ τυχόντες, φαυλότεροι· κέρδους δ' εἵνεκα φαυλότατοι· ἢν δ' ἄρα δὶς καὶ τρὶς μεγάλης δράξωνται ἀπήνης, δὴ τότε γίνονται φαυλεπιφαυλότατοι. Καὶ ἄλλως· Καππαδόκην ποτ' ἔχιδνα κακὴ δάκεν· ἀλλὰ καὶ αὐτὴ κάτθανε γευσαμένη αἵματος ἰοβόλου. Ἐκ δὲ ταύτης τὰ τοιαῦτα βλασφημουμένης ἐβλάστησαν ἄνδρες, μᾶλλον δὲ εἰπεῖν, ἐξανέτειλαν ὥσπερ ἀστέρες πολύφωτοι, ἐπὶ σοφίᾳ διαβόητοι, ζηλωταὶ τῆς Χριστιανῶν πίστεως, Γρηγόριος ὁ Θαυματουργὸς ὁ Νεοκαισαρείας ἐπίσκοπος, Φαίδιμός τε ὁ Ἀμασείας καὶ Βασιλεὺς ὁ ἀοίδιμος ὁ ἐπὶ Λικινίου μαρτυρήσας ὑπὲρ τῆς τῶν Χριστιανῶν πίστεως καὶ ὁ Βασιλίσκος ὁ Κομάνων ἀρχιεπίσκοπος ὃς καὶ αὐτὸς μαρτυρίῳ ἐτελειώθη, μεθ' οὗ κατετέθη τὸ λείψανον Ἰωάννου τοῦ Χρυσοστόμου, Βασίλειός τε ὁ μέγας ὁ Καισαρείας ἐπίσκοπος· καὶ ὁ Θεολόγος Γρηγόριος, ὁ Ναζιανζοῦ τὴν ἐπισκοπὴν κληρωσάμενος, νυνὶ ἐν τῷ τῶν Ἀποστόλων ναῷ κατατεθεὶς μετὰ τῶν πατριαρχῶν ταύτης τῆς πόλεως ὑπὸ τοῦ εὐσεβοῦς καὶ φιλοχρίστου βασιλέως Κωνσταντίνου, οἵ τε ἀδελφοὶ τοῦ μεγάλου Βασιλείου, Πέτρος τε καὶ Γρηγόριος καὶ Ναυκράτιος, Καισάριός τε ὁ ἀδελφὸς Γρηγορίου τοῦ Θεολόγου. Καὶ ταῦτα μὲν τὰ τῆς Καππαδοκίας ὡς ἐν ἐπιτομῇ.

ασια.3
Γ΄. Τρίτον θέμα τῶν Θρᾳκησίων
Τὸ δὲ νῦν καλούμενον Θρᾳκησίων θέμα πάλαι μὲν καὶ κατ' ἀρχὰς Ἀσία μικρὰ ὠνομάζετο, καὶ ὁ ταύτης κρατῶν ἀνθύπατος Ἀσιάρχης ἐλέγετο. Καὶ ἵνα μὴ λέγω τοὺς ἔξωθεν, αὐτὸς ὁ μάρτυς τῆς ἀληθείας Λουκᾶς ὁ εὐαγγελιστὴς καὶ ἀπόστολος ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων τὸ αὐτὸ λέγει, μεμνημένος Ἀλεξάνδρου τοῦ τότε πρωτεύοντος τῶν Ἐφεσίων, Ἀσιάρχην αὐτὸν ἀποκαλῶν. Θρᾳκήσιοι δὲ ἐπεκλήθησαν ἀπὸ τοιαύτης αἰτίας· ἐπὶ τῶν ἡμερῶν Ἀλυάττου τοῦ τῶν Λυδῶν βασιλέως, ἀνήρ τις μετὰ γυναικὸς καὶ τῶν ἑαυτοῦ τέκνων ἐκ Μυσίας τῆς τῶν Θρᾳκῶν χώρας ὁρμώμενος, –ἧς καὶ Ὅμηρος μνημονεύει λέγων οὕτως· Μυσῶν τ' ἀγχεμάχων καὶ ἀγαυῶν Ἱππημολγῶν– διεπέρασεν εἰς τὰ μέρη τῆς Ἀσίας εἰς χώραν τὴν λεγομένην Λυδίαν καὶ κατῴκησε πλησίον τῆς πόλεως Σάρδεων. Τοῦ οὖν βασιλέως πρὸς τὸ τῆς πόλεως τεῖχος καθεζομένου, διήρχετο ἡ γυνὴ τοῦ Θρᾳκὸς ἐπὶ μὲν τῆς κεφαλῆς βαστάζουσα στάμνον, ἐπὶ δὲ τῶν χειρῶν ἠλακάτην καὶ ἄτρακτον, ὄπισθεν δὲ πρὸς τὴν ζώνην ἵππος τις προσεδέδετο· καὶ ἐπὶ μὲν τῆς κορυφῆς ὁ στάμνος ἦν μεστὸς ὕδατος, ἐν δὲ ταῖς χερσὶν εἰργάζετο νήθουσα ἐκ τῆς ἠλακάτης τὸν ἄτρακτον, ὄπισθεν δὲ πρὸς τὴν ζώνην ἠκολούθει ὁ ἵππος ἀπὸ τῆς πηγῆς πεποτισμένος. Ταύτην ἰδὼν ὁ βασιλεὺς μεγάλως ἐθαύμασε καὶ ἠρώτησε πόθεν καὶ τίς καὶ ποίας ἐστὶ πόλεως. Ἡ δὲ ἀπεκρίνατο Μυσὴ μὲν εἶναι τὸ γένος ἐκ [...]· Θρᾴκης δ' ἐστὶν αὕτη πολίχνιον. Λαβὼν οὖν ὁ βασιλεὺς ἀπὸ τῆς γυναικὸς ἀφορμήν, πρεσβείαν πρὸς τὸν τῆς Θρᾴκης βασιλέα ποιησάμενος Κότυν ὀνομαζόμενον, ἐκεῖθεν ἔλαβεν ἄνδρας μετοίκους μετὰ γυναικῶν καὶ τέκνων ὄχλον ἱκανόν. Ἐκ τούτου τοῦ γένους ὠνομάσθησαν οἱ τὴν μικρὰν Ἀσίαν οἰκοῦντες Θρᾳκήσιοι, διὰ τὸ εἶναι αὐτοὺς ἐργοπόνους ἐργώδεις τε καὶ χειρώνακτας. Ὅλον δὲ τὸ τῶν Θρᾳκησίων θέμα ἐκ γενῶν συνίσταται τοιῶνδε· Λυδῶν, Μαιόνων, Καρῶν, Ἰώνων· καὶ Ἴωνες μὲν καλοῦνται οἱ κατοικοῦντες Μίλητόν τε καὶ Ἔφεσον· οἱ δὲ τὸ μεσόγαιον Σαρδιανοί, Λυδοί τε καὶ Μαίονες καὶ Κᾶρες καὶ οἱ τῆς μικρᾶς Φρυγίας οἰκήτορες. Καὶ οὕτως μὲν οἱ Θρᾳκήσιοι. Ταύτην δὲ τὴν ἱστορίαν Νικόλαος ὁ Δαμασκηνὸς γράφει ἐν τῷ ὀκτωκαιδεκάτῳ αὐτοῦ βιβλίῳ, ὁ γεγονὼς ὑπογραφεὺς Ἡρώδου τοῦ βασιλέως. Ὠνομάσθησαν δὲ Θρᾳκήσιοι διὰ τὸ εἶναι αὐτοὺς ἐκ τῆς τῶν Θρᾳκῶν γῆς, ὥσπερ εἴπομεν. Εἰσὶ δὲ πόλεις περὶ τὴν Ἀσίαν εἴκοσι· πρώτη μὲν Ἔφεσος, δευτέρα δὲ Σμύρνα, τρίτη Σάρδεις, τετάρτη Μίλητος, πέμπτη Πριήνη, ἕκτη Κολοφών, ἑβδόμη Θυάτειρα, ὀγδόη τὸ Πέργαμον, ἐνάτη Μαγνησία, δεκάτη Τράλλη, ἑνδεκάτη Ἱεράπολις, δωδεκάτη Κολοσσαὶ αἱ νῦν λεγόμεναι Χῶναι, οὗ ἔστι ναὸς διαβόητος τοῦ ἀρχαγγέλου Μιχαήλ, τρισκαιδεκάτη Λαοδίκεια, τεσσαρεσκαιδεκάτη Νύσσα, πεντεκαιδεκάτη Στρατονίκεια, ἑξκαιδεκάτη Ἀλάβανδα, ἑπτακαιδεκάτη Ἀλίνδα, ὀκτωκαιδεκάτη Μύρινα, ἐννεακαιδεκάτη Τέως, εἰκοστὴ Λέβεδος, [εἰκοστὴ πρώτη Φιλαδέλφεια] καὶ ἄλλαι τινές. Καὶ ταῦτα μὲν περὶ τοῦτον.
https://byzantium.gr/

ασια.4
Δ΄. Τέταρτον θέμα τὸ ὀνομαζόμενον Ὀψίκιον
Τὸ δὲ θέμα τὸ καλούμενον Ὀψίκιον πᾶσιν ἔχει γνώριμον τὴν προσηγορίαν· ὀψίκιον γὰρ ῥωμαϊστὶ λέγεται, ὅπερ σημαίνει τῇ Ἑλλήνων φωνῇ τοὺς προπορευομένους ἔμπροσθεν τοῦ βασιλέως ἐπὶ εὐταξίᾳ καὶ τιμῇ. Ὅθεν οὐδὲ στρατηγὸς χρηματίζει ὁ τοῦ Ὀψικίου ἡγούμενος, ἀλλὰ κόμης καὶ ὀνομασίαν καὶ τὴν προσωνυμίαν προσαγορεύεται. Ἡ δὲ περιοχὴ τοῦ Ὀψικίου ὑπὸ τοσούτων φυλῶν τε καὶ ἐθνῶν κατοικεῖται, ἀπὸ μὲν θαλάσσης ἀρχόμενον, τουτέστι τοῦ Ἀστακηνοῦ κόλπου, καὶ τοῦ Δασκυλίου ἀκρωτηρίου, καὶ μέχρι τοῦ Τρίτωνος καὶ τῶν ὀρέων Σιγριανῆς καὶ αὐτῆς Προικοννήσου καὶ ἕως αὐτῆς τῆς Ἀβύδου Κυζίκου τε καὶ Παρίου. Καὶ τὰ μὲν κάτω καὶ παρὰ θάλασσαν ἀπὸ τοῦ Ἀστακηνοῦ κόλπου ἀρχόμενα καὶ τῶν Πυλῶν καὶ ἕως τῆς μεσογαίου τοῦ Μυσίου Ὀλύμπου προσαγορευομένου καὶ τῆς χώρας τῶν καλουμένων Δαγοτθηνῶν καὶ αὐτῆς Προυσιάδος κατοικοῦσι Βιθυνοί· τὰ δὲ πρὸς νότον τοῦ Ὀλύμπου καὶ ἕως τοῦ ποταμοῦ Ρυνδακοῦ κατοικοῦσι Μυσοί· τὰ δὲ πρὸς θάλασσαν καὶ τὴν Κύζικον κατοικοῦσι Φρύγες τε καὶ Γραικοί, ἀπὸ τοῦ ποταμοῦ Γρανικοῦ τὴν ὀνομασίαν πλουτήσαντες· ἐν ᾧ γέγονεν ἡ πρώτη μάχη πρὸς τοὺς στρατηγοὺς τῶν Περσῶν Ἀλεξάνδρου τοῦ Μακεδόνος. Ἄνω δὲ παρεκτείνεται μέχρι τοῦ Δορυλαείου καὶ αὐτοῦ Κοτυαείου, ἐξ οὗπέρ ἐστιν ὁ ὀνομαστότατος καὶ παλαιὸς ἐκεῖνος Αἴσωπος ὁ τὴν μυθοποιίαν πρῶτος εἰς τὸν βίον εἰσαγαγών, καὶ ἕως τῆς κωμοπόλεως Μηροῦ κατὰ ἀνατολάς. Πρὸς δὲ τὰς δυσμὰς καταλήγει εἰς Ἄβυδον, πρὸς δὲ πλάτος ἀπὸ τοῦ Ρυνδακοῦ ποταμοῦ καὶ μέχρι τῆς κωμοπόλεως τῆς καλουμένης Δοματεροῦ. Καὶ οὕτω μὲν τὸ Ὀψίκιον. Καὶ τὴν ὀνομασίαν αὐτοῦ εἴπομεν διὰ τὸ προπορεύεσθαι ἔμπροσθεν τοῦ βασιλέως καὶ καταρτίζειν καὶ διευθύνειν τὰς ὁδοὺς αὐτοῦ καὶ μονάς. Εἰσὶ δὲ ἔθνη τὰ συμπληροῦντα τὸ Ὀψίκιον τοσαῦτα· Βιθυνοί, Μυσοί, Φρύγες, Δάρδανοι, οἱ καὶ Τρῶες λεγόμενοι. Ἔχει δὲ πόλεις ἐπισήμους τὸ θέμα τὸ καλούμενον Ὀψίκιον τοσαύτας· πρώτην μὲν Νίκαιαν τὴν καὶ μητρόπολιν χρηματίζουσαν, δευτέραν δὲ Κοτυάειον, τρίτην Δορυλάειον, τετάρτην Μηδάειον, πέμπτην Ἀπάμειαν, ἕκτην Μύρλειαν, ἑβδόμην Λάμψακον, ὀγδόην Πάριον, ἐνάτην Κύζικον, δεκάτην Ἄβυδον.

ασια.5
Ε΄. Πέμπτον θέμα τὸ λεγόμενον Ὀπτίματος
Τὸ καλούμενον οὐκ οἶδ' ὅπως εἰπεῖν θέμα Ὀπτίματος οὐδεμίαν ἔχει κοινωνίαν πρὸς θέματα· εἰς γὰρ δουλείαν μόνην προσείληπται, διὰ τὸ εἶναι αὐτὸ οἰκτρότατον καὶ μήτε τούρμαις μήτε δρούγγοις τετιμημένον, ἀλλ' ἢ τὸν τούτου κρατοῦντα, δομέστικον μόνον ἀγορευόμενον. Εἰς γὰρ ὑπηρεσίαν ἐτέτακτο τῶν στρατιωτῶν, ὅτε οἱ βασιλεῖς τοῖς ἔθνεσι [μετὰ τοῦ λαοῦ] ἐπεστράτευον, στρατιωτῶν δὲ ἐκείνων τῶν ἐν τοῖς βασιλικοῖς τάγμασι ταττομένων· ὅσοι γὰρ ἐν ταῖς Σχολαῖς καὶ τοῖς Ἱκανάτοις καὶ τοῖς λοιποῖς τάγμασιν ἐστρατεύοντο εἰς ὑπηρεσίαν, εἷς ἕκαστος αὐτῶν ὀπτίματον ἐκέκτητο. Ἔστι δὲ ὀνομασία τῶν ἀτίμων ἴσην ὕβριν φέρουσα τῶν παρὰ Ρωμαίοις καλουμένων κορτελίνων. Διὸ οὐδὲ εἰς θέματος τάξιν λελόγισται, οὐδὲ στρατηγὸς ὁ τούτου ἄρχων κατονομάζεται, ἀλλὰ δομέστικος, ὁ ὑπὸ χεῖρα ὢν στρατηγοῦ καὶ τὴν ἀξίαν καταδεέστερος. Εἰσὶ δὲ ἔθνη τὰ συμπληροῦντα, μᾶλλον δὲ ὑπουργοῦντα εἰς τὴν τοιαύτην δουλείαν τῶν στρατιωτῶν καὶ αὐτοῦ τοῦ βασιλέως, τοσαῦτα· Βιθυνοί, Θυνοί, Ταρσιάται. Προσάπτεται δὲ καὶ Φρυγῶν. Ἔχει δὲ πόλεις ἐπισήμους τοσαύτας· πρώτην μὲν Νικομήδειαν τὴν μητρόπολιν, δευτέραν δὲ Ἑλενούπολιν, τρίτην Πραίνετον, τετάρτην Ἄστακον, πέμπτην Παρθενούπολιν. Ρεῖ δὲ ἐν τῷ θέματι τῶν Ὀπτιμάτων ποταμὸς ὁ καλούμενος Σάγαρις· ἐν ᾧ ἔστιν ἀξιοθέατος γέφυρα, ἣν ἐποίησεν Ἰουστινιανὸς ὁ βασιλεὺς ἐκεῖνος ὁ πολυύμνητος, ἐπιγραφὴν ἔχουσα τοιαύτην, ἥτις γέγραπται ἐν μιᾷ τῶν πλακῶν οὑτωσὶ λέγουσα· Καὶ σὺ μεθ' Ἑσπερίην ὑψαύχενα καὶ μετὰ Μήδων ἔθνεα καὶ πᾶσαν βαρβαρικὴν ἀγέλην, Σαγγάριε, κρατερῇσι ῥοὰς ἁψῖσι πεδηθεὶς οὕτως ἐδουλώθης κοιρανικῇ παλάμῃ· ὁ πρὶν γὰρ σκαφέεσσιν ἀνέμβατος, ὁ πρὶν ἀτειρὴς κεῖσαι λαϊνέῃ σφιγκτὸς ἀλυκτοπέδῃ. Καὶ ταῦτα μὲν περὶ τοῦ καλουμένου θέματος τῶν Ὀπτιμάτων.

ασια.6
ΣΤ΄. Ἕκτον θέμα τὸ καλούμενον Βουκελλάριος
Ὁμοίως δὲ καὶ τὸ θέμα τῶν Βουκελλαρίων οὐκ ἀπὸ τόπου τινὸς τὴν προσηγορίαν ἐκτήσατο, οὔτε μὴν ἀπὸ ἔθνους οὕτω καλουμένου, ἀλλὰ διὰ τὸ ἐπακολουθεῖν τοῖς στρατιώταις καὶ τὰς τροφὰς αὐτῶν ἐπιφέρεσθαι –βουκελλάριος γὰρ κατὰ Ρωμαίων διάλεκτον ὁ φύλαξ τοῦ ἄρτου καλεῖται –ὥστε εἶναι τοὺς στρατιώτας ἐλαφροὺς καὶ ἀβαρεῖς πρὸς τὸν πόλεμον· βούκελλος γὰρ τὸ κρικελοειδὲς ψωμίον καλεῖται, κελλάριος δὲ ὁ φύλαξ τοῦ ἄρτου. Τὸ γὰρ οἰκεῖον ὄνομα τοῦ ἔθνους καὶ Ἑλληνικόν, Μαριανδυνοὶ ὀνομάζονται, ἐπεκλήθησαν δὲ Γαλάται. Ἔστι δὲ ἀρχὴ τοῦ θέματος ἀπὸ μὲν τῆς κωμοπόλεως Μοδρηνῆς ἀρχόμενον, ἤγουν τῆς συμπληρώσεως τοῦ Ὀπτιμάτου· ἀναβαῖνον δὲ πρὸς τὴν μητρόπολιν Ἄγκυραν καὶ παρεκτεῖνον μέχρι τῶν ὁρίων Καππαδοκίας καὶ αὐτοῦ τοῦ φρουρίου τοῦ καλουμένου Σανιάνα, ἐν οἷς παρεκτείνεται τὸ τῶν Γαλατῶν ἔθνος. Οἱ δὲ Γαλάται ἄποικοί εἰσι τῶν Φράγγων. Ἐγένετο δὲ ἡ τούτων ἀποικία ἐν ταῖς ἡμέραις ἐν αἷς ἦν Ἄτταλος ὁ Περγαμηνὸς καὶ Νικομήδης ὁ τοῦ Ζειποίτου υἱός. Τὰ δὲ πρὸς θάλασσαν καὶ τὸν βορρᾶν πλατύνεται πρὸς αὐτὸν τὸν Πόντον καὶ τὴν καλουμένην πόλιν Ἡράκλειαν καὶ μέχρι τοῦ Παρθενίου ποταμοῦ καὶ αὐτὴν τὴν Τίον. Συμπεριλαμβάνει δὲ καὶ αὐτὴν Κλαυδιούπολιν Κράτιάν τε καὶ αὐτὸ τὸ Βασίλαιον καὶ ἕως τῶν ὁρίων Παφλαγονίας καὶ μέχρι Ἅλυος ποταμοῦ. Καὶ ὧδε μὲν καταλήγει ὁ Βουκελλάριος. Εἰσὶ δὲ πόλεις αἱ συμπληροῦσαι τὸ θέμα τῶν Βουκελλαρίων τοσαῦται· πρώτη μὲν Ἄγκυρα, μητρόπολις τῶν Γαλατῶν, δευτέρα δὲ Κλαυδιούπολις, καὶ αὕτη μητρόπολις τῶν Μαριανδυνῶν, τρίτη Ἡράκλεια, τετάρτη Προυσιάς, πέμπτη τὸ Τήϊον. Ἔθνη δὲ τὰ κατὰ μέρος ὀνομαζόμενα τοσαῦτα· Γαλάται, Μαριανδυνοί, Βιθυνοί.

ασια.7
Ζ΄. Ἕβδομον θέμα τὸ προσαγορευόμενον Παφλαγονία
Τὸ δὲ θέμα τὸ καλούμενον Παφλαγόνων ἀρχαιότατον ἔθνος ἐστὶ καὶ ἐπίψογον, ἐπὶ ἀναισχυντίᾳ τε καὶ κακοτροπίᾳ διαβαλλόμενον· καὶ Ὅμηρος αὐτοῦ μνημονεύει ἐν τῷ τῶν νεῶν καταλόγῳ ἐπικούρους ἐλθόντας Πριάμου πρὸς τὴν πόλιν Ἴλιον, λέγων οὕτως· Παφλαγόνων δ' ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ ἐξ Ἑνετῶν ὅθεν ἡμιόνων γένος ἀγροτεράων, οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματ' ἔναιον Κρῶμνάν τ' Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους. Διὸ καὶ τὸ τῶν ἡμιόνων γένος ἐκεῖθεν πρῶτον ἐκφῦναι λέγει, τεκμήριον τοῦτο τῆς αὐτῶν πονηρίας καὶ μοχθηρίας δεικνύς. Καὶ ταῦτα μὲν Ὅμηρος περὶ Παφλαγόνων. Αἱ δὲ παραθαλάσσιοι πόλεις, ἥ τε Σινώπη καὶ Ἄμαστρα καὶ τὸ Τήϊον καὶ ἡ λεγομένη Ἀμινσός, Ἑλληνίδες εἰσὶ πόλεις καὶ Ἑλλήνων ἄποικοι. Διορίζει δὲ τὴν Παφλαγονίαν Ἅλυς μὲν ποταμὸς ἐξ ἀνατολῶν, πρὸς δὲ δυσμὰς ὁ καλούμενος Βίλλαιος. Καὶ αὕτη μὲν ἡ Παφλαγονία. Εἰσὶ δὲ οἱ Παφλαγόνες γένος Αἰγύπτιον, ἀπὸ Φινέως τοῦ πρώτου τὴν Παφλαγονίαν οἰκήσαντος, ὃς ἔσχεν υἱὸν Παφλαγόνα, ἐξ οὗ καὶ ἡ χώρα τὴν προσηγορίαν ἐκληρονόμησεν. Ἔχει δὲ πόλεις ἐπισήμους ἡ Παφλαγονία τοσαύτας· πρώτην μὲν μητρόπολιν Γάγγραν, δευτέραν δὲ Ἄμαστραν, τρίτην Σῶραν, τετάρτην Δάδυβραν, πέμπτην Ἰωνόπολιν, ἕκτην Πομπηϊούπολιν· πομπὴ γάρ εἰσι καὶ ὄνειδος καὶ ἐξουθένημα τοῦ ἀνθρωπείου γένους.

b>ασια.8
Η΄. Ὄγδοον θέμα τὸ ὀνομαζόμενον Χαλδία.
Τὸ δὲ καλούμενον θέμα Χαλδία καὶ ἡ μητρόπολις λεγομένη Τραπεζοῦς Ἑλλήνων εἰσὶν ἀποικίαι, καθὼς καὶ Ξενοφῶν ἐν τῇ Ἀναβάσει Κύρου λέγει· τὰ δὲ ἄνω καὶ μεσόγαια τῆς μικρᾶς Ἀρμενίας εἰσὶ προοίμια. Τοῦτο δὲ πιστοῦται ἐξ αὐτῶν τῶν ὀνομάτων· ἥ τε γὰρ Κελτζηνὴ καλουμένη καὶ ὁ Συσπειρίτης καὶ τὸ Γοιζάνον. Μαρτυρεῖ δὲ καὶ περὶ τούτων ἡ θεία Γραφὴ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· τοὺς γὰρ κατοικοῦντας τὴν Σαμάρειαν αἰχμαλώτους λαβόντες Ἀσσύριοι κατῴκισαν αὐτοὺς ἐν τῷ ποταμῷ Γοιζάνῳ. Ἔλαβε δὲ τὴν προσωνυμίαν τοῦ καλεῖσθαι Χαλδία ἐκ τῆς τῶν Περσῶν προσηγορίας καὶ τῆς αὐτῶν ἀρχαιογόνου πατρίδος Χαλδίας, ὅθεν καὶ Χαλδαῖοι προσονομάζονται.

ασια.9
Θ΄. Ἔνατον θέμα τῆς Μεσοποταμίασ
Τὸ δὲ θέμα τῆς Μεσοποταμίας οὐ πολυχρόνιόν ἐστιν, οὐδὲ μέγα τι ἦν καὶ περιβόητον, ἀλλὰ κλεισοῦρά τις ἀνώνυμος καὶ ἀκατονόμαστος. Ἐπὶ δὲ τῶν ἡμερῶν τοῦ μακαρίου καὶ ἁγίου πατρός μου Λέοντος προσέφυγε Παγκρατούκας ἐκεῖνος ὁ Ἀρμένιος καὶ Πουκρίκας καὶ Ταυτούκας οἱ ἀδελφοὶ αὐτοῦ καὶ παρέδωκαν τὰ ἐκεῖσε καστέλλια, καὶ ἐπλατύνθη ὁ τόπος καὶ ἐγένετο εἰς ὄνομα στρατηγίδος.

ασια.10
Ι΄. Δέκατον θέμα Κολωνείασ
Ἡ δὲ Κολώνεια κάστρον ἐστὶν ὀχυρώτατον καὶ κρημνῶδες· καὶ ἐκ τοῦδε τοῦ πολίσματος ἔλαβεν ἡ χώρα τὴν ἐπωνυμίαν τοῦ καλεῖσθαι Κολώ νεια· κολωνοὺς δὲ τοὺς ὑψηλοὺς καὶ ἐπηρμένους λόφους καλοῦσιν Ἕλληνες. Ἀπαρχὴ δέ ἐστι τῆς μικρᾶς Ἀρμενίας, ἀρχομένη μὲν ἀπὸ Νεοκαισαρείας, τῆς τοῦ θαυματουργοῦ Γρηγορίου πατρίδος καὶ τοῦ καλουμένου Φαλακροῦ ὄρους. Πλατυνομένη δὲ πρός τε τὴν Ἀραβρακηνῶν πόλιν τὴν τοῦ περιφανεστάτου καὶ μεγαλομάρτυρος Εὐστρατίου πατρίδα καὶ διήκουσα μέχρι Νικοπόλεως καὶ τῆς καλουμένης Τεφρικῆς, ἧς ἦρχε Χρυσόχειρ ἐκεῖνος ὁ τῶν Μανιχαίων περιβόητος ἀρχηγὸς καὶ Καρβέας, ὁ τούτου ἀνοσιώτερος· οὓς ἐξωλόθρευσε καὶ πρὸς τοὺς Ἅιδου κευθμῶνας ἀπέπεμψεν ὁ ἐμὸς πάππος κύριος Βασίλειος ὁ τῶν καθ' ἡμᾶς βασιλέων εὐτυχής τε καὶ εὐσεβέστατος. Καὶ ὧδε μὲν ἡ Κολώνεια. Ὡς δὲ προείπομεν, ἡ ἀρχαιογονία τοῦ θέματος ἐκ τῆς πρώτης τῶν Ἀρμενίων ἀρχῆς κατάγεται.

ασια.11
Ι΄Α. Ἑνδέκατον θέμα Σεβαστείας
Ὁμοίως δὲ καὶ τὸ θέμα Σεβαστείας καὶ αὐτὸ ἐκ τῆς δευτέρας Ἀρμενίας ἀπάρχεται. Τὸ δὲ τῆς πόλεως ὄνομα ἐκ τοῦ σεβαστοῦ Καίσαρος Ἰουλίου προσείληφε, τοῦ τὴν Καίσαρος ἀρχὴν πρώτου κρατυναμένου καὶ μοναρχίαν τὴν πολυαρχίαν κατασκευάσαντος. Καῖσαρ δὲ ἐπεκλήθη οὐκ ἐκ τῆς ἀξίας, ἀλλὰ ἐκ τῆς ἀνατομῆς τῆς γαστρὸς μητέρος αὐτοῦ. Τελευτησάσης γὰρ αὐτῆς, ἔσπαιρε τὸ βρέφος καὶ ἀπελάκτιζε· καὶ διατμηθείσης τῆς γαστρὸς αὐτῆς, ἐξῆλθε βρυχώμενος, ὥσπερ τις σκύμνος λέοντος· τὴν δὲ ἀνατομὴν τζαῖσαι καλοῦσιν οἱ Ρωμαῖοι. Ὅθεν καὶ Τζαῖσαρ ἐπωνομάσθη διὰ τὴν ἀνατομὴν ὥσπερ εἴπομεν. Καὶ ταῦτα μὲν περὶ Σεβαστείας. Πᾶσαι οὖν αἱ πόλεις αἱ καλούμεναι Καισάρειαι ἐκ τοῦδε τοῦ φιλτάτου Καίσαρος τὴν προσωνυμίαν ἐσχήκασιν.

ασια.12
Ι΄Β. Δωδέκατον θέμα τῆς Λυκανδοῦ
Ἡ δὲ Λυκανδὸς χθὲς καὶ πρὸς μικροῦ εἰς τάξιν θέματος ἐχρημάτισεν, ἀλλὰ καὶ πόλεως ἐπὶ τῶν χρόνων τοῦ μακαρίτου καὶ ἁγίου μου πατρός. Ἔρημος γὰρ ἦν τὸ πρότερον καὶ ἀοίκητος κἀκείνη καὶ ἡ Τζαμανδὸς καὶ τὰ συμπαρακείμενα μέρη τῶν Ἀρμενίων· καὶ οὐκ ἦν ὄνομα αὐτῶν οὔτ' ἐν λόγῳ οὔτ' ἐν ἀριθμῷ. Ὅτε δὲ ὁ μέγας ἐκεῖνος καὶ γιγαντοειδὴς Ἀρμένιος ὁ τῆς Ἀγγουρίνης τῆς Λαικαστρίας γαμβρός, ὁ μακρόχειρ ἐκεῖνος καὶ περιδέξιος, ὃν κατὰ τὴν τῶν Ἀρμενίων διάλεκτον Ἀζάτον ἐκάλουν, ἐκεῖνος γοῦν ἐλθὼν πρὸς τὸν μακαρίτην καὶ ἅγιόν μου πατέρα, εἴτε ὡς πρόσφυξ εἴτε ὡς φίλος οὐκ οἶδα, ἐκεῖνος εἶχε θεράποντα τὸν χθὲς καὶ πρὸ μικροῦ τελευτήσαντα, Μελίαν λέγω τὸν περιβόητον, ὃς καὶ συνεστράτευσεν αὐτῷ πρὸς τὸν δυστυχέστατον πόλεμον, τὸν τοῦ Βουλγάρου λέγω. Τοῦ γοῦν Ἀρμενίου πεσόντος ἐν τῷ προλεχθέντι πολέμῳ πρὸς Συμεὼν τὸν ἀθεώτατον Βούλγαρον–ἦν γὰρ ἐξάρχων τοῦ βασιλικοῦ τάγματος τῶν καλουμένων ἐξκουβίτων–ὅτε καὶ θεοδόσιος ὁ πρωτοβεστιάριος τοῦ μακαρίου μου πατρὸς ἐν αὐτῷ τῷ πολέμῳ ἠφαντώθη καὶ γέγονεν ἄδηλος. Ὁ γοῦν προλεχθεὶς Μελίας ἐκ τούτου τοῦ πολέμου διασωθεὶς καὶ πρὸς τὴν τῶν Ἀρμενίων χώραν ἀπάρας, εὐφυὴς ὢν καὶ πρὸς λῃστουργίαν βαρβαρικὴν ἐπιτήδειος, συμμορίαν τινὰ τῶν Ἀρμενίων ἀναλεξάμενος καὶ ταυτησὶ τῆς πόλεως τὴν ἄκραν κατοχυρώσας ὡς ἠδύνατο, καὶ κατὰ μικρὸν προιὼν ὅλην, ὡς εἰπεῖν, τὴν πόλιν τοῦ πτώματος ἤγειρε· καὶ προβαίνουσα ἐπὶ τὸ πρόσθεν πᾶσα ἡ χώρα, μεστὴ γέγονε τῶν Ἀρμενίων, κουροτρόφος οὖσα ἀγαθή τε καὶ ἱππόβοτος καὶ παντοίων βοσκημάτων εἰς τροφὴν ἐπιτήδειος. Διὸ καὶ θέμα κατωνομάσθη καὶ εἰς στρατηγίδα περίδοξον ἀνήχθη σπουδῇ τουτουῒ τοῦ κραταιόφρονος. Ἡ δὲ ὀνομασία τῆς πόλεως ἀρχαία τις καὶ παλαιὰ ἀπὸ τῆς τῶν Ἀρμενίων γενεᾶς τε καὶ γλώττης ὠνόμαστο. Ἔστι δὲ λόγος τις περὶ αὐτοῦ χαρίεις τε καὶ πρὸς μυθοποιίαν οὐκ ἄμουσος. Γραφὴ γὰρ ἐν τῷ περιβόλῳ τῆς πόλεως ἐντετύπωται οὑτωσὶ διαγορεύουσα· "τί Κωνσταντινούπολις; τί Λυκανδός; τί Θωμᾶς ὁ πρόοικος; τί βασιλεύς;" Ἔστι δὲ ἡ αἰτία τῆς ἐπιγραφῆς αὕτη· ὁ μέγας ἐκεῖνος καὶ περιβόητος βασιλεὺς Ἰουστινιανός, ὅτε τῶν σκήπτρων ἐκράτει τῆς Ρωμαϊκῆς βασιλείας ὁ τούτου θεῖος Ἰουστῖνος, μονοστράτηγος τῶν Ρωμαϊκῶν ταγμάτων Καῖσαρ ὢν ἐχρημάτιζε. Καὶ διερχόμενος τὰ μέρη τῆς μικρᾶς Ἀρμενίας κατήντησεν ἐν τῇ Λυκανδῷ. Ὁ γοῦν Θωμᾶς ἐκεῖνος ὁ πρόοικος τῆς αὐτῆς πόλεως τηλικοῦτος ἦν ἐπὶ βοσκήμασι πλούσιος, οἷον τὸν μακάριον Ἰὼβ ἡ θεία παρίστησι ἱστορία· προσήνεγκε δὲ τῷ Ἰουστινιανῷ δῶρον ἐν τάξει κανισκίου θαυμασιώτατόν τε καὶ γραφῆς ἄξιον, μυριάδα προβάτων ταῖς χροιαῖς διαλλάττουσαν, χίλια πρόβατα μέλανα, καὶ ἕτερα λευκότριχα χίλια, καὶ ἕτερα σποδοειδῆ χίλια, καὶ ἕτερα ῥαντὰ τὸν αὐτὸν ἀριθμὸν διασῴζοντα καὶ ἕτερα πυρρὰς ἔχοντα τὰς ὄψεις χίλια, καὶ ἕτερα φαιὰ ὡσαύτως, καὶ ἕτερα ξανθὰς ἔχοντα τὰς τρίχας, τὴν αὐτὴν ποσότητα φέροντα, καὶ ἕτερα περκνὰ τῆς αὐτῆς ὄντα ἰσότητος, καὶ ἕτερα φοινικότριχα χίλια, καὶ ἕτερα χρυσίζοντα, ἔχοντα τοὺς μαλλοὺς οἱονεὶ πινινότριχα, ὁποῖον φημίζουσι τὸ χρυσοῦν δέρας ἐκεῖνο τὸ περιβόητον Ἕλληνες. Καὶ ἁπλῶς αἱ δέκα χιλιάδες ἑτερόχροιαι καὶ παρηλλαγμέναι τοῖς χρώμασι. Τοῦτο θαυμάσας ὁ Καῖσαρ καὶ τὸ δῶρον τοῦ Θωμᾶ προσδεξάμενος, παίζων ἐκέλευσε γραφῆναι ἐν τῇ πύλῃ τῆς πόλεως τουτοῒ τὸ ἐπίγραμμα, ὅπερ ἐν τοῖς ἄνωθεν ἔφημεν. Αὕτη ἡ πόλις ἐπὶ τοῦ μακαρίου μου πατρὸς διὰ τὴν ἀρετὴν τοῦ προλεχθέντος Μελίου, μᾶλλον δὲ τοῦ ἐμοῦ πατρός, τοῦ προμηθῶς τὰ πράγματα διευθύνοντος καὶ σκοποῦντος ἀνδρὸς ἀρετήν, εἰς ὄνομα θέματος ἐχρημάτισε. Καὶ τοσαῦτα μὲν περὶ Λυκανδοῦ καὶ τῆς ὁμόρου αὐτῆς Τζαμανδοῦ.

ασια.13
Ι΄Γ. Τρισκαιδέκατον θέμα Σελευκείας
Ἡ δὲ Σελεύκεια μέρος ἐστὶν Ἰσαυρίας, πρὸς μὲν δυσμὰς ὁριζομένη ὑπὸ τοῦ Ταύρου ἐν ᾧ κατοικοῦσιν Ἴσαυροι· πρὸς δὲ ἀνατολὰς ἀποκέκλεισται παρὰ τῶν Κιλικίας ὀρέων, ἐν οἷς εἰσι πόλεις παραθαλάσσιοι, πρώτη μὲν αὐτὴ Σελεύκεια, ἔπειτα Κώρυκος καὶ τὸ Κωρύκειον ἄντρον καὶ λειμὼν ὁ καλούμενος Κροκοφόρος, Σόλοι τε καὶ Αἰγαῖαι καὶ Πομπηϊούπολις καὶ Ἀφροδισιάς, ἥ τε Ἰσσὸς καὶ κόλπος ὁμώνυμος, ἐν ᾧ Μακεδὼν ἐκεῖνος ὁ γεννάδας τε καὶ περίκλυτος, Ἀλέξανδρον λέγω τὸν τοῦ Φιλίππου, τὸν πρὸς Δαρεῖον τὸν Πέρσην ἠγωνίσατο πόλεμον. Σύνεγγυς δὲ τούτων καὶ Ταρσὸς ἡ Παύλου πατρὶς καθίδρυται. Ἡ τοίνυν Σελεύκεια οὐ θέμα τὸ πρὶν ἐχρημάτιζεν οὐδὲ στρατηγίδος ἐκεκλήρωτο ὄνομα, ἀλλὰ κλεισοῦρά τις ἦν καὶ φυλακὴ διὰ τὰς ἐκδρομὰς τῶν ἐκ Ταρσοῦ προιόντων Σαρακηνῶν, διὰ τὸ εἶναι τὸν τόπον δυσπρόσοδον. Ὁ δὲ κύριος Ρωμανός, ὁ καλός τε καὶ ἀγαθὸς βασιλεύς, ὥσπερ πλάτος μῆκός τε καὶ μέγεθος ἐπιτιθεὶς τῇ τῶν Ρωμαίων ἀρχῇ, στρατηγίδα αὐτὴν ἀπετέλεσε. Τὸ δὲ τῆς πόλεως ὄνομα καὶ τὸ καλεῖσθαι Σελεύκεια ἀπὸ Σελεύκου τοῦ κτίστου τοῦ καλουμένου Νικάτορος τὴν προσωνυμίαν ἐπλούτησε. Τὰ δὲ ἄνω Σελευκείας καὶ μεσόγαια καλεῖται Δεκάπολις, καὶ ἔστι πρώτη μὲν Γερμανικούπολις, δευτέρα δὲ Τιτιούπολις, τρίτη Δομετιούπολις, τετάρτη Ζηνούπολις, πέμπτη Νεάπολις, ἕκτη Κλαυδιούπολις, ἑβδόμη Εἰρηνούπολις, ὀγδόη Διοκαισάρεια, ἐνάτη Λαύζαδος, δεκάτη Δαλισανδός, ἐν ᾗ τὸ σκουτάριον τοῦ μεγαλομάρτυρος Θεοδώρου ἐν τῷ τρούλλῳ τοῦ ναοῦ αὐτοῦ ἀποκρέμαται. Καὶ ταῦτα μὲν περὶ Σελευκείας.

ασια.14
Ι΄Δ. Τεσσαρεσκαιδέκατον θέμα τὸ λεγόμενον Κιβυρραιωτῶν
Τὸ δὲ θέμα τῶν ἀπάρχεται μὲν ἀπ' αὐτῆς τῆς Σελευκείας τῆς πρὸς θάλασσαν πρὸς ἀνατολὴν κειμένης, καταλήγει δὲ πρὸς μῆκος ὡς δυσμὰς ἕως αὐτῆς Μιλήτου τῆς πόλεως καὶ τῆς Ἰασοῦ καὶ τοῦ Βαργυλιακοῦ κόλπου, ἤγουν τῶν καλουμένων Ἀντανίων, ἐν ᾧ κεῖται ἥ τε Μύλασσα, πόλις διάφημος, καὶ αὐτὰ τὰ Βαργύλια, ἥ τε Μύνδος καὶ ἡ καλουμένη Στρόβηλος, ἥ τε Ἁλικαρνασσός, ἡ Ἡροδότου πατρίς, ἡ τῆς Ἀρτεμισίας πόλις ἡ πολυθρύλητος, ἐν ᾗ ὁ Μαυσώλου τάφος ὁ περιβόητος ἵδρυται. Ἀνερχόμενος τοίνυν πρὸς ἀνατολὴν εὑρήσεις τὸν Κεραμεικὸν κόλπον καλούμενον καὶ πόλιν τῷ κόλπῳ ὁμώνυμον. Ἐπ' ἄκρων δὲ τοῦ κόλπου ἥ τε πόλις Κνιδίων κατῴκισται, καὶ τὸ τῆς Ἀφροδίτης τέμενος περιβόητον, ἐν ᾧπερ ἦν τὸ τῆς Ἀφροδίτης ἄγαλμα, μνημεῖον τῆς Πραξιτέλους τέχνης ἀπαραμίλλητον. Ἐπαναβαίνοντι δὲ αὖθις πρὸς ἀνατολάς, κόλπος ἐστὶν Οἰδιμὸς ὄνομα καὶ λιμὴν καλούμενος Λάρυμα, ὧν κατέναντι νῆσος ἡ Σύμη, καὶ πρὸς τὸ πέλαγος καταντικρὺ τῆς Ροδίων περαίας καὶ ὁπλοθήκης, νῆσος ἡ Ρόδος· αὕτη π[ε]λαγία ἐξήπλωται, πρὸς βορρᾶν τε καὶ νότον ἐναποβλέπουσα. Διαβαίνων τε τὴν ἐφεξῆς θάλασσαν εὑρήσεις πόλιν Τελμισὸν ἐκείνην τὴν περιώνυμον· ἔπειτα Πάταρα, εἶτα Ξάνθον τὴν Πρωτογένους ἐκείνου τοῦ ζωγράφου πατρίδα, ὃς τὸ Διονύσιον τὸ ἐν Ρόδῳ τοῖς ζωγραφικοῖς κατελάμπρυνε πίναξιν, εἶτα τὴν Λυκίων πόλιν, τὴν μυρίπνουν τε καὶ τρισόλβιον, ἐν ᾗπερ ὁ μέγας Νικόλαος, ὁ τοῦ Θεοῦ θεράπων, ἀναβλύζει τὰ μύρα κατὰ τὸ τῆς πόλεως ὄνομα. Εἶτα Φοῖνιξ ὁ ποταμὸς καὶ πόλις ὁμώνυμος, εἶτα Φασιλὶς ἡ περίκλυτος, εἶτα ἡ Ἀττάλου τοῦ Περγαμηνοῦ πόλις ἐπώνυμος, εἶτα τὸ Σύλαιον, ἔπειτα Πέργη ἡ περιώνυμος, εἶτα Σίδη τὸ τῶν πειρατῶν ἐργαστήριον, εἶτα Σέλγη ἡ τῶν Λακεδαιμονίων ἄποικος, εἶτα τὸ Καλ[λιστ]ὸν ὄρος καλούμενον, εἶτα τὸ καλούμενον Ἀνεμούριον, εἶτα Ἀντιόχεια ἡ μικρά. Ἔπειτα Κιβύρρα πόλις ἐκείνη, ἐξ ἧς καὶ τὸ θέμα τὴν ἐφύβριστον καὶ πονηρὰν ὀνομασίαν ἐκληρονόμησεν, εἶτα Σελινοῦς, μικρὸν πολισμάτιον καὶ ποταμὸν ὁμώνυμον ἔχουσα, εἶτα Μέλας ὁ ψυχρὸς ποταμός, ἔπειτα τὸ τῆς Συκῆς πολισμάτιον, εἶτα λιμὴν ὁ καλούμενος Παλαιός, εἶτα αὐτὴ ἡ Σελεύκεια· καὶ αὗται μὲν αἱ παραθαλάσσιοι πόλεις, ἃς ὁ τῶν Κιβυρραιωτῶν στρατηγὸς διανέμεται. Ἄνω δὲ πρὸς τὴν ἤπειρον καὶ αὐτὴν τὴν μεσόγαιον, ἐν ᾗ καταλήγει τὸ τῶν Θρᾳκησίων καλούμενον θέμα, ἀπάρχεται μὲν ἀπὸ αὐτῆς τῆς Μιλήτου, εἶτα διαβαίνει τὴν Στρατονίκειαν καὶ τὰ καλούμενα Μόγολα καὶ τὴν πόλιν Πισύης· διεκτρέχει δὲ τὴν καλουμένην Ἁγίαν καὶ παρέρχεται τὴν Ταυρόπολιν· συνάπτει δὲ πρὸς τὴν Τλῶ καὶ Οἰνίανδα, εἶτα παρέρχεται Φίλητα καὶ αὐτὴν τὴν Ποδάλειαν· διεκτρέχει δὲ τὸ καλούμενον Ἀνεμότειχος καὶ συνάπτει πρὸς τὴν πόλιν Σαγαλασσόν· εἶτα καταλήγει πρὸς τὰ μέρη τοῦ Ταύρου, ἐν ᾧ τὸ τῶν Ἰσαύρων γένος κατῴκισται. Καὶ τοσαύτη μὲν ἡ τοῦ Κιβυρραιώτου περιοχή. Ἔλαβε δὲ τὴν προσωνυμίαν, ὥσπερ ἔφαμεν, τοῦ καλεῖσθαι Κιβυρραιώτης ἀπὸ Κιβύρρας, εὐτελοῦς καὶ ἀκατονομάστου πολίσματος, πρὸς ὕβριν οὐ πρὸς ἔπαινον, διὰ τὸ πολλάκις αὐθάδεις τε καὶ ὑβριστὰς γενέσθαι πρὸς τὰς τῶν βασιλέων ἐπιταγάς. Ἡ δὲ Ρόδος ἡ νῆσος μέση μὲν κεῖται τοῦ θέματος· ἀποβλέπει δὲ πρὸς βορρᾶν τε καὶ νότον, δελτωτὴ τὸ σχῆμα, τὴν δὲ γραμμὴν τρίγωνος. Δωριέων δέ ἐστιν ἄποικος τῶν ἐκ Πελοποννήσου, Ἀργείων τε καὶ Λακεδαιμονίων τῶν ἀπὸ τῆς Ἡρακλέους γενεᾶς καταγομένων, καθὼς καὶ αὐτὸς Ὅμηρος ἐν τῷ τῶν νεῶν καταλόγῳ περὶ αὐτῆς τάδε φησί· Τληπόλεμος δ' Ἡρακλείδης ἠΰς τε μέγας τε ἐκ Ρόδου ἐννέα νῆας ἄγεν Ροδίων ἀγερώχων, οἳ Ρόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες, Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον. Καὶ ὧδε τὰ περὶ Ρόδου.

ασια.15
Ι΄Ε. Πεντεκαιδέκατον θέμα· Ἐπαρχία τῆς νήσου Κύπρου
Ἐπαρχία Κύπρου τῆς νήσου ὑπὸ κονσιλάριον, τουτέστι βουλευτήν, πόλεις δεκατρεῖς· Κωνσταντία μητρόπολις, Κίτιον, Ἀμαθοῦς, Κυρήνεια, Πάφος, Ἀρσινόη, Σόλοι, Λάπιθος, Κέρμεια [ἤτοι Λευκουσία], Κυθερεία, Ταμασία, [Κούριον, Νέμευος,] Τρίμυθος, ὅθεν ὁ ἅγιος Σπυρίδων, Κάρπασος. Ἡ μὲν Κύπρος ἡ νῆσός ἐστι μεγάλη καὶ ἐπιφανεστάτη, κειμένη ἐν τῷ Παμφυλίῳ κόλπῳ, καθώς φησιν ὁ Περιηγητὴς Διονύσιος· Κύπρος δ' εἰς αὐγὰς Παμφυλίου ἔνδοθι πόντου. Ἐκλήθη δὲ ἀπὸ Κύπρου τῆς θυγατρὸς Κινύρου, ἢ τῆς Βύβλου καὶ Ἀφροδίτης, ὡς Φιλοστέφανος ἐν τῷ Περὶ νήσων καὶ Ἴστρος ἐν Ἀποικίαις Αἰγυπτίων ἱστόρησαν. Ἐβασιλεύετο δὲ πρότερον ὑπὸ πολλῶν καὶ διαφόρων βασιλέων. Κατελύθη δὲ ἡ τοιαύτη βασιλεία ὑπὸ τῶν Μακεδόνων, τουτέστι τῶν Πτολεμαίων. Ἕως γὰρ Ἀλεξάνδρου τοῦ Μακεδόνος ἐβασιλεύετο, ἤγουν ἐτυραννεῖτο, ὑφ' ὧν τυράννων καὶ Ἀνάξαρχος ὁ φιλόσοφος ἀναιρεῖται μετὰ τὸν θάνατον Ἀλεξάνδρου, διὸ καὶ Ἰσοκράτης ὁ ῥήτωρ πρὸς Δημόνικον τὸν αὐτῆς βασιλεύοντα λόγους διαφόρους πεποίηκε. Κρατησάντων δὲ τῶν Ρωμαίων ἐπαρχία γέγονε, καὶ διῃρέθη, ὡς προλέλεκται, εἰς πόλεις δεκατρεῖς. Τοῦ χρόνου δὲ παραδραμόντος καὶ τῶν Ρωμαίων ὅπλων κατιωθέντων ἐξ ἀμελείας, ἐκράτησαν αὐτῆς οἱ Σαρακηνοὶ ἐπὶ τῆς βασιλείας Ἡρακλείου. Καὶ πρῶτος ἐν αὐτῇ διαπεράσας Ἀβουβάχαρος, οὗ καὶ τῆς θυγατρὸς τάφος ἐν αὐτῇ φαίνεται, ταύτης ἐκράτησεν. Ὁ δὲ μακάριος καὶ περιώνυμος ἐν βασιλεῦσι ὁ ἐμὸς πάππος Βασίλειος εἰς θέματος τάξιν αὐτὴν κατέστησε, καὶ διεπέρασεν ἐν αὐτῇ Ἀλέξιον στρατηγὸν ἐκεῖνον τὸν περιβόητον, τὸ γένος Ἀρμένιον, ὃς καὶ ἐπεκράτησεν αὐτῆς χρόνους ἑπτά. Πάλιν δὲ ἀφῃρέθη ὑπὸ τῶν Σαρακηνῶν καὶ ταύτην φορολογοῦσι ὥσπερ καὶ πρότερον.

ασια.16
Ι΄ΣΤ. Ἑξκαιδέκατον θέμα Σάμου
Ἡ νῆσος αὕτη ὀνομασίαν ἔσχε τοῦ καλεῖσθαι Σάμος ἀπὸ Ἀγκαίου καὶ Σαμίας τῆς Μαιάνδρου τοῦ ποταμοῦ θυγατρός, ἢ διὰ τὸ ὑψηλὸν τῆς νήσου καὶ ἀπόκρημνον. Οἱ γὰρ παλαιοὶ Ἕλληνες σάμον τὸ ὑψηλὸν ἐκάλουν τόπον. Ταύτης ἐκράτησε τῆς νήσου Πολυκράτης ἐκεῖνος ὁ εὐτυχέστατος, οὗ καὶ Ἡρόδοτος μνείαν οὐ μικρὰν ἐποιήσατο. Σοφοὶ δὲ γεγόνασιν ἐξ αὐτῆς ἐξοχώτατοι ὅ τε Πυθαγόρας ὁ Σάμιος, ὁ Μνησάρχου υἱός, Ἑπίκουρός τε ὁ Νεοκλέους, καὶ Μελισσὸς καὶ ἄλλοι πλείονες. Ὅτε γοῦν ἐγένετο ὁ μερισμὸς τῶν θεμάτων, διὰ τὸ εἶναι ἐπιφανεστάτην τὴν νῆσον, μητρόπολιν αὐτὴν καὶ ἀρχὴν τοῦ θέματος τῶν πλωϊζομένων τεθείκασιν. Ἡ γὰρ μεσόγειος καὶ ἡ καταντικρὺ ἄκρα τῆς Σάμου, αὐτή τε ἡ Ἔφεσος καὶ Μαγνησία καὶ Τράλλεις ἥ τε Μύρινα καὶ Τέως καὶ Λέβεδος καὶ ἕως τοῦ Ἀτραμυττίου, τὰ ἄνω καὶ πρόσγεια τῷ τῶν Θρᾳκησίων στρατηγῷ, ἤγουν τῷ ἡγουμένῳ τοῦ ἱππικοῦ τάγματος ἐκείνῳ ἐκληροδοτήθησαν. Διῄ ρηται δὲ τὸ θέμα τῆς Σάμου εἰς τούρμας δύο, μίαν μὲν τὴν Ἐφέσιον, δευτέραν δὲ τὴν Ἀτραμυττηνήν. Ὁ δὲ στρατηγὸς τοῦ θέματος αὐτὴν ἔλαχε Σμύρναν τὴν πόλιν πραιτώριον. Καὶ ταῦτα μὲν περὶ τοῦ θέματος Σάμου.

ασια.17

Ι΄Ζ. Ἑπτακαιδέκατον θέμα τοῦ Αἰγαίου πελάγους.
Τὸ δὲ καλούμενον Αἰγαῖον πέλαγος, καὶ αὐτὸ χρηματίζον εἰς θέμα, ἀπὸ Αἰγέως τοῦ Ποσειδῶνος υἱοῦ τὴν προσωνυμίαν ἔλαχε, καθώς φασιν οἱ τὸν Ὅμηρον σχολιογραφήσαντες. Οὐκ ἔστι δὲ νῦν χρεία τῆς Ἑλληνικῆς ἱστορίας, διὰ τὸ εἶναι αὐτὴν ψεύδους μεμεστωμένην. Στράβων δὲ ὁ γεωγράφος ἄλλως αὐτοῦ τὴν ὀνομασίαν τέθεικεν· "ἀπὸ γὰρ τῆς ἄκρας Αἰολίδος, ἣν Αἶγα οἱ ἐπιχώριοι ὀνομάζουσιν, ὅθεν ὁ Αἰγεατικὸς ἀπάρχεται κόλπος, τὴν ὀνομασίαν εἴληφεν, ὁμονύμως τῷ ζῴῳ". Ὁμοίως δὲ καὶ ὁ Ἀρτεμίδωρος τὰ αὐτά φησι τῷ Στράβωνι. "Ἄκρα τίς ἐστι τῆς Αἰολίδος, ἣν Αἶγα οἱ ἐπιχώριοι ὀνομάζουσιν, ἀφ' ἧς καὶ τὸ πέλαγος τὴν τοιαύτην ὀνομασίαν προσείληφεν". Αἰολίδος δὲ λέγω οὐκ ἔθνους ὀνομασίαν, ἀλλὰ γλώττης ἰδίωμα. Ἡ γὰρ τῶν Ἑλλήνων γλῶττα εἰς πέντε διαλέκτους διῄρηται· πρώτην μὲν τὴν τῆς Ἀτθίδος, δευτέραν τὴν Ἰώνων, τρίτην δὲ τὴν Αἰολέων, τετάρτην δὲ τὴν Δωριέων, πέμπτην δὲ τὴν κοινὴν ᾗ πάντες χρώμεθα. Καὶ ἀπὸ μὲν τῆς Μιλήτου μέχρι τῆς Ἐφεσίων πόλεως καὶ αὐτῆς Σμύρνης καὶ Κολοφῶνος Ἰώνων ἐστὶ κατοικία, οἵτινες τῇ τῶν Ἰώνωνδιαλέκτῳ χρῶνται. Ἀπὸ δὲ Κολοφῶνος μέχρι Κλαζομενῶν καὶ τῆς ἀντίπεραν τῆς Χίου γῆς καὶ αὐτῆς τῆς Μιτυλήνης καὶ τοῦ Περγάμου, Αἰολέων ἐστὶν ἀποικία, οἵτινες διαλέκτῳ χρῶνται τῶν Αἰολέων. Τὰ δὲ ἐπέκεινα τούτων, ἀπὸ τοῦ λεγομένου Λεκτοῦ καὶ ἕως Ἀβύδου καὶ αὐτῆς Προποντίδος καὶ μέχρι Κυζίκου καὶ τοῦ ποταμοῦ τοῦ λεγομένου Γρανικοῦ, πάντες Γραικοὶ ὀνομάζονται καὶ κοινῇ διαλέκτῳ χρῶνται, πλὴν Βυζαντίων, ὅτι Δωριέων ἐστὶν ἀποικία. Προσῳκείωνται δὲ τῷ στρατηγῷ τοῦ Αἰγαίου πελάγους αἵ τε Κυκλάδες νῆσοι καλούμεναι καὶ τῶν Σποράδων, ὧν προέχουσι, ἥ τε Μιτυλήνη καὶ Χίος καὶ αὐτὴ ἡ Λῆμνος. Οὐκ εἰσὶ δὲ τῶν Κυκλάδων, ἀλλὰ τῶν Σποράδων καλουμένων. Αἱ γὰρ Κυκλάδες Δῆλον τὴν νῆσον ἐκύκλωσαν, ὥς φησιν ὁ Περιηγητὴς [Διονύσιος]· Δῆλον ἐκυκλώσαντο καὶ οὔνομα Κυκλάδες εἰσίν. Καλοῦνται δὲ διαφόροις ὀνόμασι· Λῆμνος, Σκῦρος, Μῆλος, Ἀμολγός, Θήρα, Θηρασία καὶ Ρήνεια. Οὐκ οἶδα δὲ εἰ τῶν Κυκλάδων εἰσὶ πᾶσαι διὰ τὸ εἶναι αὐτὰς προσγείους καὶ τῇ Ἑλλάδι συνομορούσας. Τὸ δὲ Αἰγαῖον πέλαγος βαρύπλουν ἐστὶ καὶ δυσπέρατον καὶ κύματα μακρὰ καὶ ὄρεσιν ἐοικότα προσανεγεῖρον τοῖς πλέουσιν, εἴτε διὰ τὸ πυκνὸν τῶν νήσων, εἴτε καὶ διὰ τὸ ῥεῦμα τοῦ πόντου τὸ καταβαῖνον εἰς Ἄβυδον καὶ προσαρασσόμενον ταῖς νήσοις μετὰ μεγάλου ῥοιζήματος. Ἀπὸ δὲ τοῦ Λεκτοῦ καὶ ἕως τῆς Προποντίδος τῆς τε Κυζίκου καὶ τοῦ Παρίου, καὶ αὐτὸς ὁ καλούμενος Ἑλλήσποντος ἥ τε Προικόννησος, καὶ μέχρι τοῦ Ρυνδακοῦ ποταμοῦ καὶ ἕως αὐτοῦ τοῦ Δασκυλίου καὶ τοῦ Κυανοῦ κόλπου τῷ τοῦ Αἰγαίου πελάγους κρατοῦντι προσεκεκύρωντο. Ταῦτα μὲν περὶ τοῦ θέματος τοῦ Αἰγαίου πελάγους.
https://byzantium.gr/

ευροπ.1
Πρῶτον θέμα τὸ ἐπὶ τῆς δύσεως Εὐρώπης κείμενον γῆς τὸ ὀνομαζόμενον Θρᾳκῶον,ἐν ᾧ τὸ Βυζάντιον ἵδρυται καὶ τὸ τῶν Ρωμαίων βασίλειον.
Δίκαιόν ἐστι προκατάρχειν τῆς Εὐρώπης γῆς τὸ Βυζάντιον, τὴν νῦν οὖσαν Κωνσταντινούπολιν, ἐπεὶ καὶ πόλις ἐστὶ βασιλεύουσα τοῦ τε κόσμου παντὸς ὑπερέχουσα, ὡς τοῦ μεγάλου Κωνσταντίνου καὶ βασιλέως τὴν ἐπωνυμίαν κληρονομήσασα· ἀρχὴν δὲ τῆς Εὐρώπης ἐγὼ τίθημι, ἐπεὶ καὶ αὐτὸ τὸ Βυζάντιον τῆς Θρᾴκης ἐστὶ μέρος τὸ κάλλιστόν τε καὶ τιμιώτατον. Τὸ τοίνυν θέμα τῆς Θρᾴκης ἄρτι τὴν θέσιν καὶ τὴν ὀνομασίαν ἔλαχε θέματος, ἀφ' οὗ τὸ τῶν Βουλγάρων γένος τὸν Ἴστρον ποταμὸν διεπέρασεν, ἐπεὶ πρότερον εἰς βασιλείας διττὰς διῄρητο· καὶ μαρτυροῦσιν αὐτὰ τὰ ὀνόματα τῶν πόλεων, ἥ τε Μεσημβρία καὶ Σηλυμβρία, βασιλέων προσηγορίας ἔχουσαι πόλεις πρὶν ἢ τὴν τῶν Ρωμαίων βασιλείαν αὐξηθῆναί τε καὶ διαδραμεῖν πάντα τὰ τοῦ κόσμου πληρώματα. Ἀφ' οὗ γὰρ ἡ τῶν Ρωμαίων ἀρχὴ τὴν ἑαυτῆς σαγήνην ἐξήπλωσεν εἰς πάντα τὰ τοῦ κόσμου τέρματα, πάντας, ὡς εἰπεῖν, διεσκεύασε καὶ μετεσκεύασεν εἰς μίαν ἀρχὴν καὶ ζυγὸν ἠνάγκασε τελεῖν ἕνα πάντας. Ἀρξαμένης δὲ τῆς σαγήνης διασήπεσθαι καὶ διαρρήγνυσθαι, ἄλλως καὶ τὰ πράγματα καὶ τὰ ὀνόματα μετεποιήθησαν. Ἐπαρχία δὲ Θρᾴκης ὑφ' ἡγεμόνα ἐτέτακτο καὶ ὑπὸ τὸν λεγόμενον κονσιλάριον, τουτέστι βουλευτήν. Ταῦρος γὰρ ἀνθύπατος ἐκράτει τῆς Θρᾴκης ἐπὶ τοῦ μεγάλου Κωνσταντίνου, ἔχων ὑφ' ἑαυτὸν πόλεις ὑφ' ἡγεμόνα καὶ κονσιλάριον νγʹ. Διασαπείσης δὲ τῆς σαγήνης, ὡς εἴπομεν, καὶ τῶν βαρβάρων ἐκπορθησάντων τὰς πόλεις, εἰς μικρὰ τμήματα διῃρέθη ἡ τῆς Θρᾴκης ἀρχή· ἥ τε γὰρ Βουλγαρία καὶ αὐτὸς ὁ Ἴστρος καὶ τὸ περιώνυμον ὄρος τὸ διῆκον ἄχρι τοῦ Πόντου, τὸ καλούμενον Αἷμος, τῆς Θρᾴκης εἰσὶ μέρη, νυνὶ δὲ ἀλλότρια χρηματίζουσι. Τὸ δὲ τῆς Θρᾴκης θέμα ὑπὸ τὸν βασιλέα Κωνσταντινουπόλεως ἐτέτακτο καὶ εἰς ὑπουργίαν αὐτοῦ ἐχρημάτιζε, καὶ οὐδέπω τις στρατηγὸς ἦν ἐν αὐτῷ· ἀφ' οὗ δὲ τὸ θεομίσητον τῶν Βουλγάρων ἔθνος ἐπεραιώθη εἰς τὸν Ἴστρον ποταμόν, τότε καὶ αὐτὸς ὁ βασιλεὺς ἠναγκάσθη διὰ τὰς ἐπιδρομὰς τῶν Σκυθῶν καὶ αὐτῶν τῶν Βουλγάρων εἰς θέματος τάξιν ἀγαγεῖν αὐτὸ καὶ στρατηγὸν ἐν αὐτῷ χειροτονῆσαι. Ἐγένετο δὲ ἡ τῶν βαρβάρων περαίωσις ἐπὶ τὸν Ἴστρον ποταμὸν εἰς τὰ τέλη τῆς βασιλείας Κωνσταντίνου τοῦ Πωγωνάτου, ὅτε καὶ τὸ ὄνομα αὐτῶν φανερὸν ἐγένετο· πρότερον γὰρ Ὀνογουνδούρους αὐτοὺς ἐκάλουν. Ἡ δὲ Θρᾴκη ὀνομασίαν μὲν ἔσχεν ἀπὸ Θρᾳκὸς βασιλέως, τοῦ πάλαι ἐν αὐτῇ τελευτήσαντος· ἢ ἀπὸ νύμφης Τιτανίδος, ἀφ' ἧς καὶ Κρόνου Δόλογκος, ὅθεν τὸ πρῶτον ἔθνος τῶν Θρᾳκῶν Δόλογκοι ὀνομάζονται. Μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ [...] τὸ τῶν Δολόγκων ἔθνος τῇ Θρᾴκῃ συναριθμῶν. Ἱεροκλῆς δὲ ὁ γραμματικὸς ὁ γράψας τὸν Συνέκδημον [...] λέγων οὕτως· "εἰσὶν αἱ πᾶσαι ἐπαρχίαι καὶ πόλεις, αἱ ὑπὸ τὸν βασιλέα τῶν Ρωμαίων διοικούμεναι τὸν ἐν Κωνσταντινουπόλει, ἐπαρχίαι μὲν ξδʹ, πόλεις δὲ λεʹ". Ἀρχὴν οὖν τῆς Εὐρώπης τὴν βασιλίδα τῶν πόλεων καὶ τοῦ κόσμου παντὸς τὴν νέαν Ρώμην ἐγὼ τίθημι· διὰ τοῦτο καὶ τὸ περὶ αὐτὴν θέμα τὸ καλούμενον Θρᾴκη, τῶν ἐν τοῖς Εὐρώπης μέρεσι θεμάτων πρῶτον τεθείκαμεν, ὡς καὶ αὐτῆς τῆς πόλεως τῆς πάλαι Βυζαντίδος καλουμένης ἐν τῇ τῶν Θρᾳκῶν ἱδρυνθείσης χώρᾳ. Αὐτὸ δὲ τὸ Βυζάντιον Μεγαρέων καὶ Λακεδαιμονίων καὶ Βοιωτῶν ἐστιν ἀποικία, τῶν ἀρχαιοτάτων Ἑλλήνων· διὸ καὶ τῆς τῶν Δωριέων γλώττης ἐν ἐπιστήμῃ τυγχάνουσιν. Εἴπωμεν τοίνυν ὡς ἡ ἀρχαία τάξις ἐκράτει καὶ αὐτῶν τῶν ἐπαρχιῶν τὰ ὀνόματα. Ἐπαρχία Θρᾴκης, ἤγουν Εὐρώπης· ὑπὸ κονσιλαρίων, τουτέστι βουλευτῶν, πόλεις ιδʹ· Εὐδοξιούπολις, Ἡράκλεια, Ἀρκαδιούπολις, Βιζύη, Πάνιον, Ὄρνοι, Γάνος, Καλλίπολις, Μήριζος, Σαλτική, Σαύαδα, Ἀφροδισία, Ἄπρος, Κοιλία. Ἐπαρχία Ροδόπης· ὑπὸ τὸν αὐτόν, πόλεις ζʹ· Παρθικόπολις, Ἡράκλεια Στρύμνου, Αἶνος, Μαξιμιανούπολις, Σέρραι, Φίλιπποι, Τραϊανούπολις. Ἐπαρχία Ἡμιμόντου· ὑφ' ἡγεμόνα, πόλεις ε[ξ]ʹ· Ἀδριανούπολις,Ἀγχίαλος, Δεβελτός, Πλουτινούπολις, Τζόϊδα. Ἐπαρχία Θρᾴκης· ὑπὸ κονσιλάριον, πόλεις εʹ· κλίμα Μεστικὸν καὶ Ἀκόντισμα, Φιλιππούπολις, Βερόη, νῆσος Θάσος, νῆσος Σαμοθρᾴκη. Ἐπαρχία [Μυσίας] Σκυθίας· ὑφ' ἡγεμόνα, πόλεις ιεʹ· Τόμις, Διονυσόπολις, Ἄκραι, Καλλάτις, Ἴστρος, Κωνσταντιανά, Ζέλπα, Τρόπαιος, Ἀξιούπολις, Καπίδαβα, Κάρσος, Τρόσμις, Νοβιόδουνος, Αἴγισσος, Ἁλμυρίς. Ἕως ὧδε τὸ τῆς Θρᾴκης θέμα κατὰ τὸν Ἱεροκλέους Συνέκδημον, καὶ μετὰ ταῦτα τὸ τῆς Μακεδονίας θέμα, ὃ ὑπὸ τὸ Ἰλλυρικὸν καὶ τὴν ἐκεῖσε τοποθεσίαν τέτακται· ἄρχεται οὖν οὕτως· [...]

ευροπ.2
Δεύτερον θέμα Μακεδονίας
Μακεδονία ἡ χώρα ὠνομάσθη ἀπὸ Μακεδόνος τοῦ Διὸς καὶ Θυίας τῆς Δευκαλίωνος, ὥς φησιν Ἡσίοδος ὁ ποιητής· Ἣ δ' ὑποκυσαμένη Διὶ γείνατο τερπικεραύνῳ υἷε δύω, Μάγνητα Μακηδόνα θ' ἱππιοχάρμην, οἳ περὶ Πιερίην καὶ Ὄλυμπον δώματ' ἔναιον. Ἄλλοι δὲ ἀπὸ Μακεδόνος τοῦ Αἰόλου, ὡς Ἑλλάνικος, Ἱερειῶν πρώτῃτῶν ἐν Ἄργει· "ἐκ Μακεδόνος τοῦ Αἰόλου, ἀφ' οὗ νῦν Μακεδόνες καλοῦνται, μόνοι μετὰ Μυσῶν τότε οἰκοῦντες". Λέγεται δὲ καὶ Μακεδονίας μοῖρα Μάκετα, ὡς Μαρσύας ἐν πρώτῳ Μακεδονικῶν· "καὶ τὴν Ὀρεστείαν δὲ Μάκεταν λέγουσιν ἀπὸ τοῦ Μακεδόνος". Ἀλλὰ καὶ τὴν ὅλην Μακεδονίαν Μακετίαν οἶδεν ὀνομαζομένην Κλείδημος ἐν πρώτῳ Ἀτθίδος· "καὶ ἐξῳκίσθησαν ὑπὲρ τὸν Αἰγιαλὸν ἄνω τῆς καλουμένης Μακετίας". Οἱ δὲ τῆς Μακεδονίας βασιλεύσαντες ἀπογόνους ἑαυτοὺς Ἡρακλέους ὀνομάζουσιν, Ἡρακλέους ἐκείνου τοῦ βουφάγου καὶ λεοντοφόνου τυγχάνοντος, οὗ τὴν εἰκόνα καὶ τὸ μέγεθος καὶ ὅλον αὐτοῦ τὸν χαρακτῆρα ἐν τῷ Ἱπποδρόμῳ ὁ χαλκοῦς ἀνδριὰς ἀπεμάξατο· ὃς ἦν Ἀλκμήνης καὶ Ἀμφιτρύωνος υἱός, ὡς Ἕλληνες ψευδολογοῦσι τοῖς γράμμασι· διὸ καὶ ἀντὶ ταινίας καὶ στέμματος καὶ πορφύρας βασιλικῆς τῷ δέρματι τῆς κεφαλῆς τοῦ λέοντος ἑαυτοὺς ταινιοῦσι· καὶ στέμμα τοῦτο καὶ κόσμον ἡγοῦνται, καὶ ὑπὲρ πάντα λίθον καὶ μάργαρον τούτῳ ἐγκαλλωπίζονται· καὶ μάρτυς ἀξιόπιστος αὐτὸ τὸ νόμισμα τοῦ Μακεδόνος Ἀλεξάνδρου τοιαύτῃ εἰκόνι καλλωπιζόμενον. Ἐπεκράτησε δὲ ἡ βασιλεία τῶν Μακεδόνων ἀρξαμένη ἀπὸ τοῦ τρίτου υἱοῦ Ἡρακλέους Καρανοῦ προσαγορευομένου, αὐξηθεῖσα δὲ ἀπὸ Φιλίππου τοῦ πατρὸς Ἀλεξάνδρου, μεγαλυνθεῖσα δὲ καὶ ὑπερφυὴς γενομένη καὶ τῶν ἄκρων τῆς γῆς αὐτῶν ἐπιψαύσασα ἐπ' αὐτοῦ Ἀλεξάνδρου καὶ τῶν αὐτοῦ διαδόχων, καταλήξασα δὲ εἰς Περσέα τὸν Φιλίππου, ὥστε καὶ αὐτὸ ἀποβαλεῖν τὸ τῆς βασιλείας ἀξίωμα· αἰχμάλωτος γὰρ αὐτὸς ὁ Περσεὺς μετὰ γυναικὸς καὶ τέκνων, ἡττηθεὶς ὑπὸ Αἰμιλίου ἀνθυπάτου καὶ στρατηγοῦ τῶν Ρωμαίων εἰς τὴν Ρώμην ἀπήχθη δέσμιος καὶ πάντα τὰ τῆς βασιλείας τῶν Μακεδόνων ἐπίσημα, ὥστε ἀπὸ βασιλείας εἰς ἐπαρχίαν τὸ σχῆμα μεταβαλεῖν καὶ νῦν εἰς θέματος τάξιν καὶ στρατηγίδος αὐτὴν καταλῆξαι. Ἐπαρχία Μακεδονίας αʹ· ὑπὸ κονσιλάριον, πόλεις λ[β]ʹ· Θεσσαλονίκη, Πέλλη, Εὔρωπος, Δίος, Βέρροια, Ἐορδαία, Ἔδεσσα, Κέλλη, Ἀλμωπία, Ἡράκλεια Λάκκου, Ἀντανία, Γέμινδος, Νικεδής, Διόβουρος, Ἰδομένη, Βράγυλος, Πρίμανα, Μαρώνεια, Ἀμφίπολις, Νεάπολις, Ἀπολλωνία, Τόπειρος τὸ νῦν Ρούσιον, Νικόπολις, †Ἰθάπολις†, Ἄκανθος, Κερεόπυργος, Βέρπη, Ἄραλος, Διοκλητιανούπολις, Σεβαστόπολις. Ἐπαρχία Μακεδονίας βʹ· ὑφ' ἡγεμόνα, πόλεις ηʹ· Στόλοι, Ἄργος, Εὐστράϊον, Πελαγονία, Βάργαλα, Κελαινίδιον, Ἁρμονία, Ζάπαρα. Ἐπαρχία Θεσσαλίας· ὑπὸ τὸν αὐτόν, πόλεις ιζʹ· Λάρισσα, Δημητριάς, Θῆβαι, Ἐχιναιός, Λάμια, Τρίκη, Γόμφοι, Ὑπάτη αἱ νῦν λεγόμεναι Νέαι Πάτραι, Μητρόπολις, Καισάρεια, Φάρσαλος, Βουραμίνσιος, σάλτος Ἰ[ωανν]ούβιος, νῆσος Σκίαθος, νῆσος Σκέπολα, νῆσος Πεπάρηθος. Ἕως ὧδε τὸ θέμα Μακεδονίας.

ευροπ.3 Τρίτον θέμα Στρυμόνος
Τὸ δὲ θέμα τοῦ Στρυμόνος τῇ Μακεδονίᾳ συντέτακται καὶ οὐδαμοῦ τούτου λόγος ἐστὶ περὶ θέματος, ἀλλ' εἰς κλεισούρας τάξιν λελόγισται· καὶ Σκύθαι αὐτὸ ἀντὶ Μακεδόνων διανέμονται, Ἰουστινιανοῦ τοῦ Ρινοτμήτου ἐν τοῖς ὄρεσι τοῦ Στρυμόνος καὶ ταῖς διαβάθραις τῶν κλεισουρῶν τούτους ἐγκατοικίσαντος.

ευροπ.4
Τέταρτον θέμα Θεσσαλονίκη
Τὸ δὲ νῦν εἰς θέματος τάξιν χρηματίζον Θεσσαλονίκη καὶ αὐτὸ Μακεδονίας μέρος τυγχάνει. Καὶ ἵνα μὴ λέγω τοὺς ἔξωθεν καὶ παλαιοὺς τοῦ τοιούτου μάρτυρας πράγματος, ἀξιόχρεως μάρτυς ὁ ἅγιος τοῦ Χριστοῦ ἀπόστολος Παῦλος Μακεδονίαν ταύτην ἀποκαλῶν· γράφει δ' οὕτως· "παρόντος ἡμῖν Ἀριστάρχου Μακεδόνος Θεσσαλονικέως". Ἡ γὰρ Θεσσαλονίκη μητρόπολίς ἐστι τῆς Μακεδονίας. Ἀλλὰ καὶ Ἱεροκλῆς ὁ γραμματικὸς ἐν ταῖς μακεδονικαῖς αὐτὴν τέθεικε πόλεσιν. Ἔχει δὲ τὴν ὀνομασίαν ἀπὸ τοιαύτης αἰτίας· Φίλιππος ὁ Ἀμύντου Θεσσαλοὺς ἐκεῖ νικήσας τῇ θυγατρὶ καὶ τῇ πόλει ὁμωνύμως τὸ ὄνομα ἔθετο.

ευροπ.5
Πέμπτον θέμα τῆς Εὐρώπης Ἑλλάς
Ἑλλὰς ἡ χώρα ἐκλήθη ἀπὸ Ἕλληνος τοῦ Δευκαλίωνος, ὃς δυναστεύσας τῆς Φθιώτιδος τοὺς ὑπηκόους ἑαυτῷ γενομένους ἀντὶ Γραικῶν Ἕλληνας ἐκάλεσε· καὶ τότε πρῶτον Ἑλλὰς ὠνομάσθη. Οὐκ ἦν δὲ τοῦτο παλαιὸν ὄνομα ἔθνους, ἀλλὰ φωνῆς τῆς Ἑλληνικῆς ἰδίωμα, ὡς ὁ συγγραφεὺς [̓Αλέξανδρός] φησι, τὴν ὀνομασίαν νεωτερικὴν εἰδώς· "δοκεῖ δέ μοι, οὐδὲ τὸ ὄνομα τοῦτο σύμπασά πως εἶχεν ἡ χώρα"· οὐδὲ ὁ ποιητὴς ἐμνήσθη Ἑλλήνων, Ἀργείους αὐτοὺς ἀποκαλῶν, ἀλλὰ Θεσσαλοὺς μόνον ἀποκαλῶν, καὶ Ἑλλάδα τὴν ὑπ' Ἀχιλλεῖ πόλιν, ὡς Ἀλέξανδρός φησιν ὁ πολυίστωρ·"οὐδαμοῦ τοὺς σύμπαντας ὠνόμασεν Ἕλληνας, οὐδ' ἄλλους ἢ τοὺς μετὰ Ἀχιλλέως ἐκ τῆς Φθιώτιδος" πρὸς τὴν Ἴλιον ἐκπλεύσαντας. Ἔχει δὲ τὸ θέμα τῆς Ἑλλάδος πόλεις οθʹ·
αʹ μὲν Σκάρφειαν, βʹ Ἐλατίνα, γʹ Δαύλιον, δʹ Χαιρώνειαν, εʹ Ναύπακτον, στʹ Δελφούς, ζʹ Ἄμφισσαν, καὶ τὰς λοιπάς.
Συναριθμεῖ δὲ ταύταις καὶ νῆσον τὴν Εὔβοιαν, ἥν τινες Χάλκιν ἢ Χαλκίδα ἐπονομάζουσιν· ἔχει δὲ μεθ' ἑαυτῆς καὶ τὰς καλουμένας νήσους Κυκλάδας καὶ νῆσον τὴν Αἴγιναν, καταντᾷ δὲ μέχρι Θερμοπυλῶν· ἐν ᾧ τόπῳ Λεωνίδης ἐκεῖνος ὁ Λακεδαιμόνιος μετὰ τριακοσίων στρατιωτῶν ἀντέστη Ξέρξῃ τῷ τῶν Περσῶν βασιλεῖ. Καὶ τοσαῦτα μὲν ἡ Ἑλλὰς κατὰ τὸν Ἱεροκλέα.

ευροπ.6 Ἕκτον θέμα Πελοπόννησος
Κόρινθος, ἥ ποτε Ἐφύρα, μητρόπολις πάσης Ἑλλάδος καὶ αὐτῆς Πελοποννήσου, τουτέστιν Ἀχαίας· οἱ γὰρ Ρωμαῖοι τοὺς τὴν Πελοπόννησον οἰκοῦντας Ἀχαιοὺς ὀνομάζουσιν. Ἔστι δὲ πᾶσα ἡ νῆσος ὑπὸ ἑνὶ στρατηγῷ τεταγμένη, πόλεις ἔχουσα τεσσαράκοντα· ἐξ ὧν εἰσιν ἐπίσημοι Κόρινθος μητρόπολις, Σικυών, Ἄργος, Λακεδαιμονία τῆς Λακωνικῆς ἡ πρὶν Σπάρτη, ἑτέρα μητρόπολις αἱ λεγόμεναι Πάτραι. Ἡ δὲ Πελοπόννησος τρεῖς ἔχει ἐπωνυμίας, ὡς Νικόλαος ὁ Δαμασκηνὸς γράφει ἐν τετάρτῳ Ἱστοριῶν· "μέγιστον οὖν τῶν τότε ἴσχυον οἱ Πελοπίδαι, καὶ ἡ Πελοπόννησος εἰς αὐτοὺς ἀφεώρα, καὶ αὐτὸ τοὔνομα ἔχουσα ἀπ' ἐκείνων, τρεῖς ἤδη πρότερον ἀλλάξασα τὰς ἐπωνυμίας· ἐπὶ μὲν γὰρ Ἀπίου τοῦ Φορωνέως ἐκαλεῖτο Ἀπίη, ἐπὶ δὲ Πελασγοῦ τοῦ αὐτόχθονος Πελασγία, ἐπὶ δὲ Ἄργου καὶ αὐτὴ ὁμωνύμως ἐκαλεῖτο Ἄργος. Ἐπὶ δὲ Πέλοπος, τοῦ τὸν Οἰνόμαον νικήσαντος, Πελοπόννησος ἔσχε τοῦτο τὸ κύριον ὄνομα". Ἔστι δὲ χερρόνησος ἀμπέλου φύλλῳ τῷ σχήματι παρεμφερής. Διονύσιος δὲ πλατάνου φύλλῳ ἀπεικάζει, λέγων οὕτως· Εἰδομένη πλατάνοιο μυουρίζοντι πετήλῳ. Περὶ δὲ τοὺς τόπους αὐτῆς εἰσι νῆσοι ἑπτὰ Πελοποννήσιοι λεγόμεναι. Καὶ οὕτως μὲν ἡ Πελοπόννησος. Ἐβασιλεύετο πρὶν ἡ Πελοπόννησος ἐκ τοῦ τῶν Ἡρακλειδῶν γένους, μέχρις ἂν Φίλιππος ὁ Μακεδὼν τούτων ἐκράτησε. Διενεχθέντων γὰρ τῶν Ἀθηναίων πρὸς τοὺς Λακεδαιμονίους περὶ πρωτείων–ἀφ' οὗπερ ὑπ' ἀμφοτέρων ὁ Πέρσης ἡττήθη, Ξέρξης ἐκεῖνος ὁ περιβόητος, πεζῇ μὲν ὑπὸ Λακεδαιμονίων ὅτε Μαρδόνιος ἐκεῖνος σὺν παντὶ τῷ λαῷ ἐπεπτώκει, νηίτῃ δὲ στόλῳ ὑπ' Ἀθηναίων ὅτε Θεμιστοκλῆς ἐναυάρχει τοῦ στόλου–μάχη οὖν ἐκροτήθη πρὸς ἀμφοτέρων περὶ πρωτείων καὶ διεκράτησεν ἐπ' ἀμφοτέροις ὁ πόλεμος ἔτη κζʹ, καθὼς Θουκυδίδης ὁ περιώνυμος γράφει. Ὑπ' ἀλλήλων οὖν διαφθαρέντων καὶ τῆς νεολαίας ἀπολλυμένης, ἐξῆλθε Φίλιππος ὁ τοῦ Ἀλεξάνδρου πατὴρ καὶ ἀμφοτέρους αὐτοὺς ἐδουλώσατο, ὥστε ῥηθῆναι ἐπ' αὐτοῦ τουτοῒ τὸ λόγιον· Ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔλλαχε τιμῆς. Ὕστερον δὲ πάλιν, τῶν Μακεδόνων ὑπὸ Ρωμαίων ἡττηθέντων, πᾶσα ἡ Ἑλλάς τε καὶ ἡ Πελοπόννησος ὑπὸ τὴν τῶν Ρωμαίων σαγήνην ἐγένετο, ὥστε δούλους ἀντ' ἐλευθέρων γενέσθαι. Ἐσθλαβώθη δὲ πᾶσα ἡ χώρα καὶ γέγονε βάρβαρος, ὅτε ὁ λοιμικὸς θάνατος πᾶσαν ἐβόσκετο τὴν οἰκουμένην, ὁπηνίκα Κωνσταντῖνος, ὁ τῆς κοπρίας ἐπώνυμος, τὰ σκῆπτρα τῆς τῶν Ρωμαίων διεῖπεν ἀρχῆς, ὥστε τινὰ τῶν ἐκ Πελοποννήσου μέγα φρονοῦντα ἐπὶ τῇ αὑτοῦ εὐγενείᾳ, ἵνα μὴ λέγω δυσγενείᾳ, Εὐφήμιον ἐκεῖνον τὸν περιβόητον γραμματικὸν ἀποσκῶψαι εἰς αὐτὸν τουτοῒ τὸ θρυλούμενον ἰαμβεῖον· Γαρασδοειδὴς ὄψις ἐσθλαβωμένη. Ἦν δὲ οὗτος Νικήτας, ὁ κηδεύσας ἐπὶ θυγατρὶ Σοφίᾳ Χριστοφόρον τὸν υἱὸν τοῦ καλοῦ Ρωμανοῦ καὶ ἀγαθοῦ βασιλέως.

ευροπ.7
Ἕβδομον θέμα Κεφαληνία2 Ἡ δὲ Κεφαληνία συμπεριείληπται τῇ Πελοποννήσῳ· οὐδέποτε γὰρ εἰς τάξιν ἐχρημάτιζε θέματος, οὐδὲ ὀνομαστός τις ἐκ ταύτης ἐγένετο, εἰ μὴ ὁ παρ' Ὁμήρῳ πολυθρύλητος Ὀδυσσεύς. Ὁμοίως δὲ καὶ νῆσος ἡ Ζάκυνθος ἥ τε Λευκὰς καὶ Ἰθάκη ἡ τοῦ Ὀδυσσέως πατρίς, καὶ ἄλλα τινὰ νησίδια καὶ αὐτὴ Κέρκυρα ἡ τῶν Φαιάκων πόλις, τὸ τοῦ Ἀλκινόου βασίλειον, ὅνπερ Ὅμηρος ἐκθειάζει ὑπὲρ πάντας τοὺς τότε τινῶν ἀνδρῶν βασιλεύοντας. Καὶ ταῦτα μὲν περὶ τούτων. ευροπ.8 Ὄγδοον θέμα Νικόπολισ Ἐπαρχία τῆς παλαιᾶς Ἠπείρου τῆς Φωκικῆς, ὑφ' ἡγεμόνα, πόλεις ιβʹ· Νικόπολις μητρόπολις. Ἐκλήθη δὲ Νικόπολις δι' αἰτίαν τοιαύτην· Καῖσαρ ἐκεῖνος ὁ σεβαστὸς καὶ περιώνυμος Αὔγουστος πόλεμον ἔσχε μετὰ Κλεοπάτρας τῆς Αἰγυπτίας καὶ Ἀντωνίου τοῦ ταύτης ἀνδρός· ὃς ἦν πρότερον ἐπ' ἀδελφῇ τοῦ Καίσαρος γαμβρός, ἀπέστη δὲ τῆς Ρωμαίων ἀρχῆς δι' ἔρωτα τῆς Κλεοπάτρας αὐτῆς καὶ τῆς Αἰγυπτίων γῆς πάσης ἐκράτησεν. Ναυτικῷ οὖν στόλῳ ἐπὶ ναυσὶ χιλίαις καὶ διακοσίαις συνέβαλον μετὰ Καίσαρος ἐν πολέμῳ, ἐν αὐτῷ τῷ ἀκρωτηρίῳ τῷ καλουμένῳ Ἀκτίῳ· καὶ νικήσας ὁ Καῖσαρ τὸν Ἀντώνιον καὶ τὴν Κλεοπάτραν ἔκτισε πόλιν, καλέσας αὐτὴν Νικόπολιν, διὰ τὸ ἐκεῖσε ἡττηθῆναι τὸν Ἀντώνιον. Ἀπὸ δὲ τοῦ ἀκρωτηρίου τοῦ καλουμένου Ἀκτίου καὶ τὰς καλουμένας ἰνδικτιῶνας ἐκάλεσεν. Οὕτω γὰρ γράφει Ἡσύχιος ὁ Ἰλλούστριος· "ἰνδικτιὼν τουτέστιν ἰνακτιὼν ἡ περὶ τὸ Ἄκτιον νίκη· διὰ τοῦτο ἄρχεται μὲν ἰνδικτιὼν ἀπὸ πρώτης καὶ καταλήγει μέχρι τῆς ιεʹ· καὶ πάλιν ὑποστρέφει καὶ ἄρχεται ἀπὸ πρώτης, διὰ τὸ τὸν Ἀντώνιον συνάρχοντα γενέσθαι Αὐγούστῳ τῷ Καίσαρι μέχρι τοῦ ιεʹ χρόνου, μετὰ δὲ ταῦτα μόνος ἐκράτησεν Αὔγουστος". Μητρόπολις δὲ τοῦ θέματος πόλις Δωδώνη, ἐφ' ἧς ἡ δρῦς ἡ φθεγγομένη τὰ τῶν δαιμόνων μυστήρια· ἧς μνημονεύει καὶ ὁ Θεολόγος Γρηγόριος, λέγων οὕτως· "ἢ Δωδωναίας δρυὸς ληρήματα ἢ Κασταλίας μαντικώτατον πόμα". Ἐκεῖσε γὰρ ἦν ἡ πηγὴ Κασταλίας ὄνομα ἔχουσα ἀπὸ νύμφης τινὸς οὕτω καλουμένης καὶ ποταμοῦ, ὃν Ὅμηρος Ἀχελῷον ὀνομάζει, οὗ τὸ ὕδωρ ὑπερβαίνει ἐπὶ γλυκύτητος πάντα τὰ τῶν ποταμῶν νάματα. Καὶ ταῦτα μὲν περὶ Νικοπόλεως.

ευροπ.9 Ἔνατον θέμα Δυρράχιον
Δυρράχιον, ἥ ποτε Ἐπίδαμνος· ὑπὸ κονσιλαρίου, πόλεις θʹ· Σκάμπτα, Ἀπολλωνία, Βούλλις, Ἀμαντία, Πουλχεριόπολις, Αὐλών, Λίστρων, Σκεύπτων, Αὐλίνιδος μητρόπολις. Ἐπαρχία Δακίας μεσογαίου· ὑπὸ κονσιλαρίου, πόλεις εʹ· Πανταλία, Γερμαή, Ναισός, ἡ πατρὶς τοῦ μεγάλου Κωνσταντίνου, Ρεμεσιάνα. Ἐπαρχία [τῇ παλαιᾷ] [...]· ὑπὸ κονσιλαρίου, πόλεις εʹ. Ἐπαρχία Δαρδανίας· ὑφ' ἡγεμόνα, πόλεις γʹ. Ἐπαρχία Πανονίας· ὑπὸ τὸν αὐτόν, πόλεις βʹ. Καὶ ὧδε μὲν ἐπαρχία τῆς νέας Ἠπείρου, τουτέστι τοῦ Δυρραχίου, τοῦ πάλαι καλουμένου Ἐπιδάμνου. Ρητέον δὲ περὶ τῆς ὀνομασίας αὐτοῦ πόθεν καλεῖται Δυρράχιον. "Δυρράχιον πόλις [Ἑλληνικὴ] Ἰλλυρικὴ καὶ Ἐπίδαμνος κληθεῖσα ὑπὸ Ἐπιδάμνου τοῦ ἀρχαίου ἥρωος· τούτου θυγάτηρ Μέλισσα, ἧς ἠράσθη Ποσειδῶν καὶ ἀφ' ἧς ὁ Δυρράχιος. Ἔστι τόπος ἐν Ἐπιδάμνῳ Μελισσόνιος, ἔνθα Ποσειδῶν αὐτῇ συνῆλθεν", ὡς Φίλων. "Μετὰ δὲ τὸν Ριζόνικον Λισσός ἐστι πόλις, καὶ Ἀκρόλισσος καὶ Ἐπίδαμνος, Κερκυραίων κτίσμα, ἡ νῦν Δυρράχιον ὁμωνύμως τῇ Χερρονήσῳ λεγομένη, ἐφ' ἧς ἵδρυται", ὡς [Φίλων] Στράβων γράφει. Δέξιππος δ' ἐν Χρονικῶν δεκάτῳ, Μακεδονικὴν πόλιν αὐτὴν καλεῖ, γράφων οὕτως· "καὶ Μακεδόνων Ἐπίδαμνον, ἐσύστερον Δυρράχιον μετονομασθεῖσαν, πόλιν τῆς Μακεδονίας μεγάλην καὶ εὐδαίμονα οὖσαν, κατὰ κράτος αἱροῦσιν". Ἕως ὧδε ὁ μερισμὸς τῆς βασιλείας ἐγένετο τοῦ κρατοῦντος βασιλέως τὸ Βυζάντιον, τὰ δὲ ἀντίπερα, ἅπερ Ἰώνιος κόλπος, τῷ βασιλεύοντι τῆς Ρώμης ὑπήκοα. Οὕτω γὰρ ἐμέρισεν ὁ μέγας βασιλεὺς Κωνσταντῖνος τοῖς τρισὶν υἱέσιν αὑτοῦ, Κωνσταντίνῳ καὶ Κώνσταντι καὶ Κωνσταντίῳ· τῷ μὲν πρώτῳ υἱῷ τὰς ἄνω Γαλλίας καὶ τὰ ἐπέκεινα Ἄλπεων ἕως τοῦ ἑσπερίου Ὠκεανοῦ καὶ ἐς αὐτὴν πόλιν τὴν Κάνταυριν· τῷ δὲ Κώνσταντι τῷ ὑστάτῳ υἱῷ τὴν Ρώμην καὶ τὰς κάτω Γαλλίας, τήν τε νῆσον Σαρδὼ καὶ αὐτὴν Σικελίαν καὶ τὴν ἀντίπερα Λιβύην Καρχηδόνα τε [καὶ] τὴν τῶν Ἄφρων μητρόπολιν καὶ ἕως Κυρήνης αὐτῆς· τῷ δὲ Κωνσταντίῳ τὰ ἀπὸ τοῦ Δυρραχίου καὶ αὐτὸ τὸ Ἰλλυρικὸν τὴν Ἑλλάδα τε καὶ τὰς ἐπέκεινα νήσους τάς τε Κυκλάδας καὶ τὰς καλουμένας Σποράδας καὶ ἕως Ἑλλησπόντου, τήν τε καλουμένην μικρὰν Ἀσίαν, ἀμφοτέρας τε καὶ Συρίας καὶ Παλαιστίνην καὶ τὴν Κιλικίαν καὶ αὐτὴν Αἴγυπτον. Ἡ γὰρ Λιβύη τῷ τῆς Ρώμης ὑπέκειτο βασιλεύοντι. Καὶ οὕτως μὲν ὁ παλαιός τε καὶ [ὁ] πρῶτος μερισμὸς τῆς βασιλείας Ρωμαίων. Ἡ δὲ Δαλματία τῆς Ἰταλίας ἐστὶχώρα· ἐξ οὗπερ ἐβλάστησεν ὁ πάντων ἀνθρώπων ἀνοσιώτατος καὶ ἀσεβέστατος βασιλεὺς Διοκλητιανός, ἀπό τινος χωρίου καλουμένου Σαλῶναι, ἐν ᾧ ἔστιν ὕδωρ πότιμον καὶ γλυκύτατον ὑπὲρ πάντα τὰ ὕδατα, ὥς φασιν οἱ γευσάμενοι.

ευροπ.10
Δέκατον θέμα Σικελία
Νῆσός ἐστι μεγίστη καὶ ἐπιφανεστάτη ἡ Σικελία. Οὐκ ἦν δὲ τὸ πρότερον ὑπὸ τὴν ἀρχὴν τοῦ βασιλέως Κωνσταντινουπόλεως, ὅτε ἡ Ρώμη ἐβασιλεύετο· νυνὶ δὲ ἐγένετο ἡ καινοτομία αὕτη διὰ τὸ τὴν Ρώμην ἀποθέσθαι τὸ βασίλειον κράτος καὶ ἰδιοκρατορίαν ἔχειν, καὶ δεσπόζεται κυρίως παρά τινος κατὰ καιρὸν Πάπα. Κρατεῖται δὲ νῦν ὑπὸ τὴν ἀρχὴν Κωνσταντινουπόλεως διὰ τὸ τὸν αὐτοκράτορα Κωνσταντινουπόλεως θαλασσοκρατεῖν μέχρι τῶν Ἡρακλείων στηλῶν, καὶ πάσης ὁμοῦ τῆς ὧδε θαλάσσης. Ἔσχε δὲ τὴν αἰτίαν τοῦ καλεῖσθαι Σικελία ἀπὸ ἱστορίας τοιαύτης, καθὼς ὁ γραμματικὸς Στέφανος γράφει· "Σικελία ἡ νῆσος Σικανία πρότερον ὠνομάζετο· εἶτα Σικελία ἐκλήθη, ὥς φησιν Ἑλλάνικος, Ἱερειῶν τῆς Ἥραςβʹ· "ἐν δὲ τῷ αὐτῷ χρόνῳ καὶ Αὔσονες ὑπὸ τῶν Ἰαπύγων ἐξ Ἰταλίας ἀνέστησαν, ὧν ἦρχε Σικελός· καὶ διαβάντες εἰς τὴν νῆσον τὴν τότε Σικανίαν καλουμένην περὶ τὴν Αἴτναν καθιζόμενοι, ᾤκουν αὐτοί τε καὶ ὁ βασιλεὺς αὐτῶν Σικελός, βασιλείην ἐγκαταστησάμενος καὶ ἐντεῦθεν ὁρμώμενος ὁ Σικελὸς οὗτος πάσης ἤδη τῆς νήσου ἐκράτησε ταύτης τῆς τότε Σικελίας καλουμένης ἀπὸ τοῦ Σικελοῦ τούτου, ὃς καὶ ἐν αὐτῇ ἐβασίλευσε". Καὶ Μένιππος δὲ ταὐτά φησιν. Θουκυδίδης δὲ οὕτως· "ἐλθόντες εἰς Σικελίαν στρατὸς πολὺς ἐξ Ἰταλίας, τούς τε Σικανοὺς κρατήσαντες μάχῃ ἀπέστειλαν εἰς τὰ μεσημβρινὰ καὶ τὰ ἑσπέρια μέρη αὐτῆς καὶ ἀντὶ Σικανίας Σικελίαν τὴν νῆσον ἐποίησαν καλεῖσθαι, καὶ τὰ κράτιστα τῆς γῆς ᾤκησαν ἔχοντες". Μεγίστη δὲ αὐτὴ μαρτυρεῖται τῶν ἑπτά, καθά φησιν Ἄλεξις ὁ κωμικός· Τῶν ἑπτὰ νήσων, ἃς δέδειχεν ἡ φύσις θνητοῖς μεγίστας, Σικελία μέν, ὡς λόγος, ἐστὶν μεγίστη, δευτέρα Σαρδώ, τρίτη Κύρνος, τετάρτη δ' ἡ Διὸς Κρήτη τροφός. Εὔβοια πέμπτη στενοφυής, ἕκτη Κύπρος· Λέσβος δὲ τάξιν ἑβδόμην λαχοῦσ' ἔχει. "Τῶν δὲ νησιωτῶν οἱ μὲν ἰθαγενεῖς πάλαι Λίγυες ἐξ Ἰταλίας Σικελοὶ λέγονται, οἱ δὲ ἐπήλυδες Ἕλληνες [εἰσι] Σικελιῶται, ὡς Ἰταλιῶται". Ἔχει δὲ πόλεις ἐπισήμους τήν τε Συράκουσαν καὶ τὸ καλούμενον Ταυρομένιον, καὶ αὐτὴν τὴν Ἀκράγαντα καὶ τὰς λοιπὰς πόλεις, τὰς μὲν ἠρημωμένας, τὰς δὲ κρατουμένας παρὰ τῶν Σαρακηνῶν. Τὴν μὲν οὖν Συράκουσαν ἐπὶ Βασιλείου τοῦ ἀοιδίμου βασιλέως παρέλαβον οἱ Σαρακηνοί, τὸ δὲ Ταυρομένιον ἐπὶ Λέοντος τοῦ σοφωτάτου βασιλέως. Ὅσα τοίνυν κατελείφθησαν κάστρα, παρὰ τῶν ἀθέων Σαρακηνῶν κρατοῦνται· μόνη δὲ ἀντίπεραν ἡ Καλαβρία κρατεῖται παρὰ τῶν Χριστιανῶν, ἐν ᾗ καὶ τὸ Ρήγιόν ἐστι καὶ τὸ πολισμάτιον τῆς ἁγίας Κυριακῆς, τῆς τε ἁγίας Σευηρίνης καὶ ὁ Κρότων καὶ ἄλλα τινά, ὧνπερ ὁ στρατηγὸς Καλαβρίας κυριεύει· εἰσὶ δὲ αἱ ὑπὸ Σικελίαν καὶ τὸν ταύτης στρατηγὸν πόλεις κβʹ. Τὸ δὲ ἀρχαῖον αὕτη ἡ νῆσος ἐτυραννεῖτο, ἵνα μὴ λέγω ἐβασιλεύετο, ὑπό τε Ἱέρωνος καὶ Διονυσίου τοῦ τυράννου· παρέλαβον δὲ αὐτὴν οἱ Ρωμαῖοι μετὰ στόλου μεγάλου, ὅτε Μάρκελλος ἐκεῖνος ἐστρατήγει καὶ ναύαρχος τοῦ Ρωμαϊκοῦ στόλου ἀνεδείκνυτο, ὅτε καὶ Ἀρχιμήδης ὁ γεωμέτρης ἐν αὐταῖς ταῖς Συρακούσαις ὤν, νυκτὸς ἁλούσης τῆς πόλεως, ὑπὸ στρατιώτου τινὸς ἀνῃρέθη· ὃν ὁ Μάρκελλος ἐκεῖνος τοσοῦτον ἐθρήνησεν, ὡς μηδένα κοπετὸν ἀπολειφθῆναι τῆς ἐκείνου ταφῆς. Καὶ ταῦτα μὲν περὶ Σικελίας.

ευροπ.11
Ἑνδέκατον θέμα Λογγιβαρδίας
Ἡ δὲ Λαγοβαρδία δισσοῖς ὀνόμασι κέκληται· παρὰ μέν τισι Λογγιβαρβία, τουτέστι πολυγένεια· παρὰ δέ τισι Λαγοβαρδία, ὡς [πολυγένεια] [...]. Ἡ δὲ γῆ, ἣν κατοικοῦσιν, ἥ τε Συρρεντὸς καὶ Νεάπολις ἡ μητρόπολις καὶ τὸ Βέσβιον ὄρος καὶ ὁ ἐν αὐτῷ Πυρχάνος, Ἑλλήνων εἰσὶν ἀποικίαι· καὶ ἐπὶ τῶν ἡμερῶν Ἰουστινιανοῦ, μᾶλλον δὲ Ζήνωνος, παρέλαβον οἱ Γότθοι, τήν τε Νεάπολιν καὶ τὰς λοιπὰς παρακειμένας πόλεις· ὧν ἦρχε Βουτελῖνος, ὁ τῶν Φράγγων στρατηγός, ὃν κατεπολέμησεν ὁ Ναρσῆς παρὰ τὸν ποταμὸν Κασουλῖνον καὶ τελείως ἠφάνισε, καθὼς τὸ ἐπίγραμμα λέγει· Ρεῖθρα Κασουλίνου ποταμοῦ βεβαρημένα νεκροῖς δέξατο Τυρσηνῆς ἠϊόνος κροκάλη, ἡνίκα Φραγγικὰ φῦλα κατέκτανεν Αὐσονὶς αἰχμή, ὁππόσα δειλαίῳ πείθετο Βουτελίνῳ· ὄλβιον αὖ τόδε χεῦμα καὶ ἔσσεται ἀντὶ τροπαίου αἵματι βαρβαρικῷ δηρὸν ἐρευθόμενον. Ὑπετάγησαν οὖν οἱ Φράγγοι τῷ τότε χρόνῳ ἔχοντες καὶ Λαγοβάρδους συμμίκτους· καὶ ἔκτοτε μέχρι τῆς σήμερον χρηματίζει εἰς τάξιν θέματος ἡ καλουμένη Λαγοβαρδία. Ἐπὶ δὲ τῆς βασιλείας Μιχαὴλ τοῦ υἱοῦ Θεοφίλου ἀνῆλθεν ἀπὸ Ἀφρικῆς στόλος λ ʹ κομπαρίων, ἔχων κεφαλὴν τόν τε Σολδανὸν καὶ τὸν Σάβαν καὶ τὸν Καλφοῦς. Καὶ ἐχειρώσαντο διαφόρους πόλεις τῆς Δαλματίας καὶ τήν τε Βούτοβαν καὶ τὴν Ρῶσαν καὶ τὰ κάτω Δεκάτερα. Ἦλθον δὲ καὶ πρὸς τὴν τούτων μητρόπολιν, ἣ Ραούσιον λέγεται, καὶ ταύτην ἐπὶ χρόνον ἐπολιόρκουν ἱκανόν. Οἱ δὲ τοῦ κάστρου Ραουσίου ἀπέστειλαν πρὸς τὸν βασιλέα ἐξαιτούμενοι διὰ στόλου βοήθειαν· τῶν δὲ εἰς τοῦτο ἀποσταλέντων ἀνελθόντων, εὗρον ὑπὸ Θεοῦ τὴν αὐτοκρατορικὴν ἀρχὴν Βασίλειον τὸν ἀοίδιμον βασιλέα ἤδη λαβόντα, ὃς καὶ τὰ τῆς αὐτῶν πρεσβείας καὶ δεήσεως ἐπακούσας καὶ στόλον ἱκανὸν καὶ δραστήριον ἄρχοντα πρὸς τὴν τούτων βοήθειαν εὐθὺς ἐξαπέστειλε. Τοῦτο δὲ διὰ αὐτομόλου μαθόντες οἱ Ἄφροι καὶ περὶ τὴν πολιορκίαν ἀπρακτήσαντες, μᾶλλον δὲ πτήξαντες τὴν τοῦ βασιλικοῦ στόλου κατ' αὐτῶν παρουσίαν, ἀνεπέρασαν ἐν Λαγοβαρδίᾳ καὶ πολιορκήσαντες τὸ κάστρον Βάρης ᾤκησαν ἐν αὐτῷ, παραλαβόντες πάντα τὰ κάστρα καὶ τὴν πᾶσαν Λογγιβαρδίαν καὶ τὰ λοιπὰ κάστρα Καλαβρίας μέχρι Ρώμης, ὡς εἶναι πάντα τὰ ὑπ' αὐτῶν πορθηθέντα κάστρα ρνʹ. Βασίλειος οὖν ὁ ἀοίδιμος βασιλεὺς τὴν αὐτοκρατορικὴν ἀρχὴν παρὰ Θεοῦ εἰληφώς, καθὰ προείρηται, καὶ ταῦτα ἀναμαθών, προαπέστειλε μὲν στρατὸν καβαλλαρικὸν καὶ πλοῖα ρʹ, ἔγραψε δὲ πρὸς Λοδοῦχον τὸν ῥῆγα Φραγγίας καὶ τὸν Πάπα Ρώμης τοῦ συνεπαμῦναι τῷ ἑαυτοῦ στρατῷ. Οἱ δὲ ὑπείξαντες τῇ βασιλικῇ ἐντεύξει καὶ ἀμφότεροι ἑνωθέντες τῷ παρὰ τοῦ βασιλέως ἀποσταλέντι στρατῷ καβαλλαρικῷ καὶ πλωΐμῳ, κατεπολέμησαν τοὺς ἀπὸ Ἀφρικῆς Σαρακηνοὺς καὶ ἐπόρθησαν τὸ κάστρον Βάρης, δέσμιον λαβόντες καὶ τὸν ἀμηρᾶν Σολδανόν· ὃν καὶ ἀναλαβόμενος μετὰ τῶν Σαρακηνῶν Λοδοῦχος ὁ ῥὴξ Φραγγίας οἴκαδε ἀπῄει. Ὁ δὲ βασιλεὺς κατέσχε τὴν πᾶσαν Λογγιβαρδίαν, καθὼς καὶ σήμερον παρὰ τῶν Ρωμαίων βασιλέων δεσπόζεται.

ευροπ.12
Δωδέκατον θέμα Χερσῶνος
Ἡ δὲ Χερσὼν τὸ παλαιὸν οὐκ ἦν εἰς ὄνομα θέματος, οὐδὲ ἐν μητροπόλεως σχήματι· ἀλλ' οἱ τοῦ Βοσπόρου κρατοῦντες ἐκράτουν καὶ Χερσῶνος αὐτῆς καὶ τῶν λοιπῶν κλιμάτων, ὥστε καὶ βασιλεύειν τοὺς ἐν τῷ Βοσπόρῳ κατοικοῦντας λέγεται. Ἔχει δὲ ἡ ἱστορία οὕτως· Βόσπορος πόλις Πόντου κατὰ τὸν Κιμμέριον κόλπον καὶ πορθμὸς ὁμώνυμος ἀπὸ Ἰοῦς τῆς Ἰνάχου καλούμενος, καθὼς Αἰσχύλος ἐν τῷ Προμηθεῖ γράφει· Ἔσται δὲ θνητοῖς εἰσαεὶ λόγος μέγας τῆς σῆς πορείας Βόσπορος δ' ἐπώνυμος κεκλῄσεται. Στράβων δὲ ἐν ἐνδεκάτῳ τῶν Γεωγραφικῶν τάδε γράφει· "τοῖς δὲ τοῦ Βοσπόρου δυνάσταις ὑπήκοοι Βοσποριανοὶ πάντες καλοῦνται, καὶ ἔστι τῶν μὲν Εὐρωπαίων μητρόπολις τὸ Παντικάπαιον, τῶν δὲ Ἀσιανῶν τὸ Φαναγόρειον". Μαρτυρεῖ καὶ Φλέγων ἐν Ὀλυμπιάδων πεντεκαιδεκάτῃ ὅτι "ἐβασιλεύετο ὁ Βόσπορος Κότυϊ τῷ Βοσποριανῷ βασιλεῖ, ᾧ καὶ διάδημα ἐκέλευσε φορεῖν ὁ Καῖσαρ καὶ τὰς πόλεις αὐτῷ καθυπέταξεν, ἐν αἷς συναριθμεῖ καὶ αὐτὴν Χερσῶνα". Δύο δέ εἰσι τόποι Βόσποροι καλούμενοι· εἷς μὲν ὁ Κιμμέριος καλούμενος πλησίον Χερσῶνος, ἐν ᾧ καὶ τὸ βασίλειον τῶν Βοσποριανῶν ἦν, ἕτερος δὲ ἐν Βυζαντίῳ, καθὰ Φαβωρῖνος γράφει· "Βυζαντίων λιμὴν Βοσπόριον καλεῖται". Μαρτυρεῖ δὲ καὶ τὸ ἐπίγραμμα τοῦ κίονος τῆς ἀντίπεραν γῆς Χρυσοπόλεως, ἐν ᾧ μαρμαρίνη δάμαλις ἵδρυται, φάσκον οὕτως· Ἰναχίης οὐκ εἰμὶ βοὸς τύπος, οὐδ' ἀπ' ἐμεῖο κλῄζεται ἀντωπὸν Βοσπόριον πέλαγος. Κείνην γὰρ τὸ πάροιθε βαρὺς χόλος ἤλασεν Ἥρης ἐς Φάρον, ἥδε δ' ἐγὼ Κεκροπίς εἰμι νέκυς. Εὐνέτις ἦν δὲ Χάρητος· ἔπλων δ' ὅτε πλῶεν ἐκεῖνος τῇδε Φιλιππείων ἀντίπαλος σκαφέων· Βοιίδιον δὲ καλεῦμαι ἔθ' ὡς τότε· νῦν δὲ Χάρητος εὐνέτις ἠπείροις τέρπομαι ἀμφοτέραις. Ὁ δὲ Χάρης ἐκεῖνος ἦν στρατηγὸς Ἀθηναίων. Οἱ δὲ ἐγχώριοι Φωσφόριον αὐτὸ καλοῦσι παραγραμματίζοντες, ὅθεν οἱ τὰ πάτρια συγγεγραφότες τοῦ Βυζαντίου ἄλλην ἐπιτιθέασι μυθικὴν ἱστορίαν· ὅτι Φιλίππου τοῦ Μακεδόνος τὸ Βυζάντιον πολιορκοῦντος [...]

https://byzantium.gr/