thyreos

Βυζαντινα κειμενα

 

  Προκοπιος
  Ιεροκλης
  Σιμοκαττης
  Θεοφανης
  Ιωαννης Σκυλιτζης
  Κωνσταντινος Ζ’
  Λεων Διακονος
  Μιχαηλ Ψελλος
  Μιχαηλ Ατταλειατης
  Νικητας Χωνιατης
  Γ. Ακροπολιτης
  Γ. Παχυμερης
  N. Γρηγορας
  Ι. Καντακουζηνος
  Γεωργιος Σφραντζης
  Χαλκοκονδυλης


Aspis

Ιωάννης ΣΤ΄ Καντακουζηνός

1292 – 1383
τίτλος έργου:

Ιστορία

Βιβλίο Γ’
χρόνος συγγραφής: δεκαετία 1370
πλήρης τίτλος:

Ιωάννου του Καντακουζηνού Αποβασιλέως Ιστοριών Βιβλία Δ'
(Joannis Cantacuzeni Eximperatoris Historiarum Libri IV)

περιεχόμενο:

Έργο σε 4 βιβλία με την ιστορία της περιόδου 1320 – 1356, όταν ο Καντακουζηνός πρωταγωνιστούσε στα Βυζαντινά πράγματα.
Το Βιβλίο Γ΄ εξιστορεί τα γεγονότα του εμφυλίου πολέμου που τελείωσε με την ανάρρηση του Καντακουζηνού στον θρόνο το 1347. Είναι σχεδόν διπλάσιο σε έκταση από τα υπόλοιπα 3 βιβλία.

Κείμενο :
< 1 2 3 4 >

[ Βιβλίο Γ’, περίοδος 1341 –1347 ]

[ΙΣΤΟΡΙΑ Γ’]

αʹ. Τὰ μὲν δὴ τῶν Παλαιολόγων βασιλέων, ὅσα τε περὶ τῆς ἀρχῆς πρὸς ἀλλήλους διηνέχθησαν, καὶ ὅσα καθ' ἑαυτὸν ὁ νέος μετὰ τὸ τὸν πρεσβύτερον τῶν πραγμάτων παῦσαι τῆς ἀρχῆς πρός τε βαρβάρους πολεμῶν καὶ πρὸς τοὺς οἰκείους διετέλεσε πολιτευόμενος, ἐνταῦθα ἐτελεύτησε, καὶ ἡ πρόθεσις ἡμῖν πέρας ἔσχηκεν ἡ ἐξαρχῆς, πάντα σὺν ἀκριβείᾳ καὶ μετὰ ἀληθείας ἀπαγγείλασιν ὡς ἐγένετο. ἐπεὶ δὲ μετὰ τὴν Ἀνδρονίκου τοῦ νέου τελευτὴν ὁ χαλεπώτατος τῶν πώποτε μνημονευομένων τοῖς Ρωμαίοις πρὸς ἀλλήλους πόλεμος ἀνεῤῥιπίσθη, ὃς ὀλίγου δεῖν πάντα ἀνατέτραφε καὶ διέφθαρκε, καὶ τὴν εὐδαίμονα καὶ μεγάλην τῶν Ρωμαίων βασιλείαν ἀσθενεστάτην καὶ ὥσπερ εἴδωλον ἀπέδειξε τῆς προτέρας, ἀναγκαῖον ᾠήθην καὶ τὰ κατὰ τοῦτον τὸν πόλεμον γεγενημένα ἐξηγήσασθαι, οὐ μόνον ἵν' εἰδεῖεν οἱ μετέπειτα, ὅσων κακῶν αἴτιος ὁ φθόνος, οὐ τοὺς φθονουμένους μόνον, ἀλλὰ καὶ αὐτοὺς ἐξαφανίζων τοὺς φθονοῦντας, ὥσπερ τὸν σίδηρον ὁ ἐξ αὐτοῦ τικτόμενος ἰὸς, ἀλλ' ἵνα καὶ αὐτοὶ οἱ νῦν τοῖς πράγμασι παρόντες τἀληθὲς εἰδέναι ἔχητε, καὶ μὴ ταῖς ἔξωθεν φήμαις, μηδὲ τοῖς παρ' ἑκατέρων τῶν μερῶν ἢ ἑαυτοῖς χαριζομένοις ἢ τοὺς ἐναντίους διαβάλλουσι προσέχοντες θρυλλουμένοις, παράγησθε δοξάζοντες τὰ μὴ ὄντα. ἄξιον δὲ μετὰ ἀκριβείας ἐμοὶ προσέχειν καὶ μὴ παρέργως. οἱ μὲν γὰρ ἄλλοι πάντες, εἰ δή τινες εἶεν οἱ συγγραψάμενοι περὶ τοῦδε τοῦ πολέμου, ἢ παντάπασιν ἀπόντες τῶν πραγμάτων, ὅσα ἢ ὄχλος ὁ δημώδης διεθρύλλει ἤ τινες ἕτεροι ἀπήγγελλον, οὐδὲν σαφὲς εἰδότες περὶ τῶν γινομένων, οἷα παρεδέξαντο ταῖς ἀκοαῖς, τοιαῦτα καὶ τοῖς μετέπειτα ἐξέδωκαν μηδὲν φροντίσαντες τῆς ἀληθείας. ἢ εἰ καὶ συνεστρατεύοντο τοῖς βασιλεῦσιν ἑκατέροις, ἀλλ' οὐ δήπου γε βουλῆς μετεῖχον, οὐδὲ τῶν ἀποῤῥητοτέρων ἦσαν κοινωνοὶ, ἄλλως τε οὐδ' ἐφ' ἅπασι παρόντες τοῖς πραττομένοις, συνεχοῦς καὶ πολυχρονίου γεγενημένου τοῦ πολέμου· ἐπὶ πέντε γὰρ ἔτεσι διήρκεσεν· ἐμοὶ δὲ οὐδεμίαν τινὰ τοιαύτην ἔχοι τις ἂν ἐπενεγκεῖν αἰτίαν. τοῖς γὰρ τῶν πραττομένων αὐτουργοῖς συμπαρὼν αὐτὸς, τὰ μὲν οἶδα παρ' ἐμαυτοῦ, τῶν δὲ ἀκριβῆ τὴν γνῶσιν ἔσχον, αὐτῶν ἀπαγγειλάντων τῶν πραξάντων, διὰ τὸ πολλὰς καὶ συνεχεῖς ἐφ' ἅπαντα τὸν τοῦ πολέμου χρόνον τὰς μεταβολὰς ὑπομεμενηκέναι· ὥστε εἰκὸς μὴ τῶν πραττομένων μόνον, ἀλλὰ καὶ βουλευμάτων ἀποῤῥήτων καὶ δόλων καὶ ἐπιβουλῶν καὶ ὅλως πάντων καὶ τῶν πραττομένων φανερῶς καὶ τῶν ἀφανῶς κατασκευαζομένων ἀγνοεῖν μηδέν. οὐ μὴν ἀλλ' ὅπερ ἔφην ἐξαρχῆς, οὐδὲ τῆς ἀληθείας προστήσομαι οὐδέν· ἀλλ' ὡς αὐτὰ ἔσχον τὰ πράγματα ἀπαγγελῶ, πλὴν εἰ μήπου τι παρήσομαι ἑκὼν τῶν ὅσα τισὶ λοιδορίαν ἢ μέμψιν εἰρημένα ἐμποιήσει. οὐ γὰρ ἐμοὶ φίλον τό τινας κακηγορεῖν, κἂν εἰ πάντες εἰδεῖεν ἄνθρωποι. ἢν δέ πού τι φαίνωμαι διηγούμενος μὴ ὡς δοξάζουσιν οἱ πολλοὶ, οὐ χρὴ θαυμάζειν. οὐ γὰρ τὸ μὴ ταὐτὰ τοῖς πολλοῖς φθέγγεσθαι φεύγων, λογοποιήσω τὰ μὴ ὄντα, ἀλλ' ὡς ἔχουσι τὰ πράγματα ἀπαγγέλλων, χαίρειν ἐάσω τὰς δόξας τῶν πολλῶν ὡς ψευδομένας. τετελευτηκότος τοίνυν τοῦ βασιλέως Ἀνδρονίκου τοῦ νέου, ἡ αὐτῷ σύζυγος Ἄννα ἡ βασιλὶς εἰς τρίτην μὲν ἡμέραν διεκαρτέρησεν ἐν τῇ μονῇ τῶν Ὁδηγῶν. μετὰ τοῦτο δὲ ἐν βασιλείοις γενομένη, ἐπένθησεν ἐφ' ἡμέραις ἐννέα, πάντων ὁσημέραι πρὸς τὰ βασίλεια παραγινομένων, οὐ τῶν συγκλητικῶν μόνον καὶ στρατευομένων, ἀλλὰ καὶ τῶν ὅσοι Βυζαντίων ἦσαν ἐν λόγῳ καὶ κοινῇ τὸν ἀπελθόντα θρηνούντων βασιλέα. δομέστικος δὲ ὁ μέγας ἐξ αὐτῆς ἡμέρας, ἧς ἐτελεύτησεν ὁ βασιλεὺς, οὐδαμῆ τῶν βασιλείων ἀπέστη, ἀλλὰ τῶν τε οἰκείων καὶ τῶν βασιλικῶν πεντακοσίους ἔχων, οὓς ἐγκατέστησε τοῖς βασιλείοις φρουρὰν, διὰ πάσης ἐπιμελείας ἐποιεῖτο καὶ σπουδῆς τῶν ἴσως νεωτεριούντων ἀπαμβλύνειν τὰς ὁρμάς. μετὰ δὲ τὴν ἐνάτην τῶν ἐπὶ τοῖς τετελευτηκόσι συνήθως γενενημένων ἱλασμῶν, τὴν μὲν φρουρὰν τὴν πολλὴν ἐξέβαλε τῶν βασιλείων, ὀλίγους καταστήσας, ὅσοι καὶ πρότερον ἐξ ἔθους ἦσαν. αὐτὸς δὲ οἴκοι γεγονὼς, συνήθως ἐπεμελεῖτο τῶν πραγμάτων· καὶ τοῖς τε τὰς ἀρχὰς ἐπιτετραμμένοις τῶν ἐπαρχιῶν καὶ τῶν πόλεων παρῄνει διὰ γραμμάτων ἀτρεμεῖν καὶ μηδὲν νεωτερίζειν, ὡς τῆς τε καλοκἀγαθίας καὶ τῆς εἰς βασιλέα εὐνοίας ἀξίας ἀποληψομένοις τὰς εὐεργεσίας, καὶ τοὐναντίον, ἤν τι νεωτερίζοιεν, τίσουσι δίκας. καὶ τοῖς τῶν δημοσίων συνεισφορῶν τὴν εἴσπραξιν ἐγκεχειρισμένοις ἐκέλευε κακουργεῖν περὶ τὰ χρήματα μηδὲν, ὡς οὐδὲν ἔλαττον ἢ βασιλέως ζῶντος περὶ αὐτῶν παρέξουσιν εὐθύνας. καὶ τοῦτον τὸν τρόπον ἐν πλείοσιν ἢ τριάκοντα ἡμέραις ὑπὲρ πεντακοσίας ἐφ' ἑκάστης πέμπων γραφὰς, εἰς τοσοῦτον εὐταξίας καὶ εὐπειθείας τὴν ὑπὸ Ρωμαίους πᾶσαν κατέστησεν ἡγεμονίαν, ὡς δοκεῖν καινὸν μηδὲν συμβεβηκέναι, ἀλλὰ ζῇν ἔτι βασιλέα καὶ τοῖς πράγμασιν ἐφεστάναι. οὐδὲν γὰρ οὔτε μικρὸν οὔτε μέγα ἐκινήθη, πλὴν οἱ κατὰ Θετταλίαν μόνοι νεμόμενοι Ἀλβανοὶ, αἰσθόμενοι τὴν βασιλέως τελευτὴν, τῶν ἐκεῖ κατέδραμον πόλεων καὶ ἐληΐσαντο οὐ πολλά. ὅπερ ὁ μέγας δομέστικος πυθόμενος, κατὰ τάχος ἔπεμψε τοὺς ἀγγελοῦντας Ἀλβανοῖς, ἢ τὴν λείαν ἀποδιδόναι καὶ μηδὲν νεωτερίζειν ἔτι, ἢ εἰ μὴ πείθοιντο, ἐκδέχεσθαι αὐτὸν χρησόμενον ὡς πολεμίοις. οἳ δὴ καὶ ὑποπτήξαντες τὴν ἀπειλὴν, οὐ μόνον τὴν λείαν ἀπέδοσαν τοῖς ἠδικημένοις, ἀλλὰ καὶ ἡσυχίαν ἄγειν ἐπηγγείλαντο τοῦ λοιποῦ, εἰ μόνον ἐπὶ τοῖς ἡμαρτημένοις λήψονται συγγνώμην. ἀλλὰ ταῦτα μὲν ὀλίγῳ ὕστερον. μετὰ δὲ τὸ μέγαν δομέστικον ἐκ τῶν βασιλείων οἴκαδε ἐλθεῖν, κήρυκες ἐφοίτων αὐτοῦ κελεύσαντος εἰς τὰς περὶ Βυζάντιον πόλεις καὶ κώμας, πάντας ὅσοι τοῦ ἱεροῦ καταλόγου καλοῦντες πρὸς τὴν Κωνσταντίνου πόλιν ἐφ' ἡμέρᾳ ῥητῇ, ὡς τῶν ὑπὲρ τοῦ τετελευτηκότος βασιλέως τελεσθησομένων ἱλασμῶν. καὶ συνῆλθε πλῆθος ἱερέων τοσοῦτον, ὥστε τὸν νεὼν τῆς Σοφίας τοῦ θεοῦ, μεγέθει μέγιστον ὄντα τῶν ὑπὸ τὸν ἥλιον ἁπάντων, ἐλάσσω τῆς χρείας τότε δοκεῖν ὑπὸ τοῦ πλήθους ἀκριβῶς πεπληρωμένον τῶν ἱερέων. ἐπεὶ δὲ καὶ ἡ προθεσμία παρῆν τῶν ἱλασμῶν, ἐτελοῦντο ἀθορύβως καὶ τεταγμένως οὕτως, ὡς δοκεῖν ὀλίγους τινὰς εἶναι καὶ εὐαριθμήτους τοὺς τελοῦντας. οὐδὲ γὰρ ἄσημός τις ἐξηκούετο θροῦς, οἷον ποιεῖν φιλεῖ τὸ πλῆθος, ἀλλ' ἐξαισία τις εὐαρμοστία καὶ συμφωνία μέλους, πάντων ἐφεξῆς τοὺς ἱεροὺς ᾀδόντων ὕμνους. καὶ ἦν οὐκ ἔκπληξιν μόνον, ἀλλὰ καὶ ἡδονὴν τὸ θέαμα παρέχον, κατάλογος ἱερὸς ὁρώμενος τοσοῦτος ἅμα τοῖς ἱεράρχαις, στολαῖς ἱεραῖς κεκοσμημένοι καὶ μίαν τελοῦντες τελετὴν, ὑφ' ἑνὶ καθηγεμόνι τῷ πατριάρχῃ τεταγμένοι. λαμπάδων δὲ περιουσίᾳ καὶ τῇ ἄλλῃ πολυτελείᾳ τῆς παρασκευῆς καὶ τὰς πώποτε ὑμνουμένας παρηκόντισε τῶν ἑορτῶν. ἀναλώματα δὲ τὰ ἐπὶ τούτοις καὶ τοὺς τῶν ἱερέων μισθοὺς, φιλοτίμως μάλιστα γεγενημένους ἑκάστῳ κατ' ἀξίαν, οἴκοθεν ὁ μέγας δομέστικος παρέσχετο αὐτός.

βʹ. Ἀλλὰ τὰ μὲν τῶν ἱλασμῶν τοιαῦτα ἐγεγόνει. αὐτὸς δὲ εἴχετο τῆς τῶν πραγμάτων διοικήσεως ὥσπερ καὶ πρότερον, μηδένα ὑποπτεύων περὶ οὐδενός. τῷ πατριάρχῃ δὲ οὐκ ἤρκει μένειν ἐπὶ τοῖς προτέροις, ἀλλ' ἐδόκει δεῖν ἀντέχεσθαι τῆς τῶν κοινῶν πραγμάτων διοικήσεως, ὡς αὐτῷ προσηκούσης ἐκ τοιαύτης δή τινος αἰτίας. ἔτι περιόντος βασιλέως οὐκ ὀλίγῳ χρόνῳ πρὸ τῆς τελευτῆς συνεβούλευεν ὁ μέγας δομέστικος αὐτῷ πατριάρχην πεῖσαι ἐπιτίμιον ἀνατείνασθαι καὶ χωρισμὸν τῆς ἐκκλησίας τῶν πιστῶν, εἴ τις τετελευτηκότος βασιλέως ἐπιβουλεύσειε τοῖς ἐκείνου παισὶ καὶ τὴν βασιλείαν παρέλοιτο ἀδίκως. ἔφασκέ τε πείθειν ἐπιχειρῶν, ὡς οὐδὲν ἔσονται τοιαῦτα πράττοντες τῶν ἀτόπων εἰργασμένοι καὶ παραλόγων, ἀλλὰ καὶ ὠφέλειαν οὐ μικράν τινα παρέξονται τοῖς παισὶν ἐκ τούτου, εἴ τι τοιοῦτον συμβαίη περὶ αὐτούς. πᾶσι μὲν γὰρ ἄδηλον εἶναι τὸ τοῦ θανάτου τέλος, ὁπότε ἥξει, μάλιστα δὲ αὐτοῖς ἀεὶ περὶ μάχας καὶ κινδύνους ἠσχολημένοις. καὶ οὐδὲν εἶναι τῶν ἀδυνάτων, εἰ καὶ ἀμφοτέροις αὐτοῖς συμβαίη περὶ μίαν μάχην πεσεῖν. εἰ δὲ τοῦτο γένοιτο, ἀπρονοήτους παντάπασι συμβαίνει λείπεσθαι τοὺς παῖδας, μήθ' ἑαυτοῖς ἀμύνειν διὰ νηπιότητα δυναμένους, μήθ' ἕτερόν τινα ἔχοντας τὸν προστησόμενον γνησίως καὶ ἀδόλως. βασιλεὺς δὲ οὐκ ἐπείθετο ῥᾳδίως, γνώμης τε ὢν ἀγαθῆς καὶ μᾶλλον οἰόμενος προσήκειν ἐπὶ τὴν πάντα δυναμένην δεξιὰν τὰς ἐλπίδας τῆς τῶν παίδων σωτηρίας ἔχειν, ἢ πρὸς συκίνην ἐπικουρίαν τὴν ἐξ ἀνθρωπίνης ἐπινοίας ἀποβλέπειν, συνορῶν, ὡς καὶ τοῖς πρὸ ἐκείνων βασιλεῦσι τοιαῦτα ἐπινενοημένα ὤνησαν οὐδέν. ἔφασκέ τε, ὡς ἢ θεὸς ἄνωθεν χεῖρα σώζουσαν ὑπερέχων ἢ τῶν ἡμῖν εὔνων ἡ δύναμις, ἂν τῶν ἐναντίων ὑπερέχῃ, τὰς τῶν ἀδικεῖν ἐθελόντων ἂν κωλύσειεν ὁρμάς· ὅρκοι δὲ καὶ δεσμοὶ καὶ ὅσα παραπλήσια, οὐδὲν ἂν ἐκφοβήσειε τοὺς πλεονεκτεῖν προῃρημένους. διὸ καὶ τῆς τοιαύτης πράξεως ἀποσχέσθαι, ὡς οὐ μόνον οὐδὲν ἡμῖν λυσιτελούσης, ἀλλὰ καὶ ἑτέροις οὐ τὴν τυχοῦσαν βλάβην δυναμένης προξενεῖν, οἷα δὴ πρὸς τῷ δίκας τῆς ἁρπαγῆς ὀφείλειν καὶ κεχωρισμένοις ἀπὸ θεοῦ. ὁ μέγας δὲ δομέστικος οὐκ ἀνίη βιαζόμενος, ἀλλ' ἐδεῖτο τῶν μὲν τοιούτων λόγων ἀποσχέσθαι, αὐτῷ δὲ πείθεσθαι, ὡς λυσιτελοῦντα καὶ δίκαια βουλευομένῳ. καὶ ἔπεισέ γε βιασάμενος, οὐδ' οὕτω μὲν πεπεισμένον, ὡς λυσιτελῆ τὰ πραττόμενα εἴη, ἀλλὰ τῆς ἐξαρχῆς ἐχόμενον γνώμης, διὰ δὲ τὸ δοκεῖν ἐκείνῳ λυσιτελεῖν καὶ ἄκοντα πεπεισμένον. καὶ τὸν πατριάρχην μετακαλεσάμενος καὶ ὅσοι τῶν ἀρχιερέων ἐν Βυζαντίῳ τότε παρῆσαν, καὶ ὅσα ἦν εἰκὸς διαλεχθεὶς περὶ τοῦ πράγματος καὶ τὴν γνώμην φανερὰν ποιήσας, ὡς αὐτῷ μὲν οὔτε ἀναγκαῖον, οὔτε λυσιτελὲς δοκεῖ τὸ πρᾶγμα, οὐ γὰρ ἐπισχήσει τὰς ὁρμὰς τῶν ἐπιβούλων· ὡς ἂν δὲ μὴ δοκοίη τοῖς σφετέροις μόνοις πείθεσθαι λογισμοῖς, ἀλλὰ καὶ ἑτέροις συμβουλεύουσι παραχωρεῖν αὐτόν τε πεπεῖσθαι καὶ σφίσιν ἐπιτρέπειν, ἐκέλευε τὸν ἀφορισμὸν κατὰ τῶν μετὰ τὴν ἐκείνου τελευτὴν τοῖς παισὶν ἀδίκως ἐπιθησομένων ἐκφωνεῖν. καὶ ἐτελεῖτο παρὰ πατριάρχου, ᾗ προσέταττεν ὁ βασιλεύς. διὰ ταῦτα δὴ μετὰ τὴν ἐκείνου τελευτὴν ὁ πατριάρχης ᾠήθη δεῖν, οἷα δὴ τῶν βασιλέως παίδων φύλαξ, ἄλλως θ' ὅτι καὶ ὁ τοῦ βασιλέως παῖς Ἰωάννης ὁ βασιλεὺς ἔτι νήπιος ἦν, ἄρτι παιδικῆς ἡμμένος ἡλικίας, ἔτη γὰρ ἦν γεγονὼς ἐννέα· ἀνθάπτεσθαι τῶν πραγμάτων καὶ τὴν βασιλείαν συνδιασώζειν τῷ νέῳ βασιλεῖ. καὶ ἥπτετό γε αὐτῶν, λανθάνειν ἐπιχειρῶν ὡς μάλιστα ἐνῆν καὶ κατὰ μικρὸν ἐμβιβάζων ἑαυτὸν εἰς τὴν ἀρχήν. ἐδεδίει γὰρ γενέσθαι φανερὸς ἀντιπολιτευόμενος τῷ μεγάλῳ δομεστίκῳ. καὶ ἄλλα τε ἔπραττεν, ἃ οὐκ ἦν αὐτῷ ἀρέσκειν, καὶ ἑταιρείαν ἐκ τῶν συγκλητικῶν συνίστα καὶ ἔπειθε πολλαῖς ὑποσχέσεσιν αὐτῷ συμπράττειν, ὡς τὰ μέγιστα εὖ ποιήσων, εἰ αὐτῷ προσγένοιτο τῶν πραγμάτων ἡ ἀρχή. καὶ διηνεκῶς διέτριβεν ἐν βασιλείοις, νυκτὸς μόνης καὶ ταύτης μέσης οἴκαδε ἀναχωρῶν. ἐξ ὧν ὁ μέγας δομέστικος καταστοχαζόμενος τῆς τοῦ πατριάρχου διανοίας, ἄλλως τε καί τινων τῶν κοινωνούντων αὐτῷ τῶν ἀποῤῥήτων ἀπαγγελλόντων τῶν γινομένων τὴν αἰτίαν, ἐδυσχέραινε μὲν ὡς εἰκὸς καὶ δι' ὀργῆς τὰ πραττόμενα ἐποιεῖτο, ὅμως δὲ ἔφερε σιγῇ, ἀποσκοπῶν ὅποι τελευτήσει ἡ διάνοια αὐτῷ. μεταξὺ δὲ τούτων γινομένων συμβέβηκέ τι καὶ ἄλλο, ὃ οὐ μετρίως καθήψατο τῆς τοῦ μεγάλου δομεστίκου ψυχῆς. ὁ γὰρ τῶν Μυσῶν βασιλεὺς Ἀλέξανδρος πρεσβείαν πέμψας πρὸς βασιλίδα καὶ Ρωμαίους, τὸν παρ' αὐτοῖς διατρίβοντα φυγάδα ᾔτει Σίσμανον τὸν τοῦ παρὰ Μυσοῖς προβεβασιλευκότος Μιχαήλ· ὃς δὴ γεγένητο αὐτῷ ἐκ τῆς Στεφάνου τοῦ τῶν Τριβαλῶν ἄρχοντος ἀδελφῆς, ἡ μετὰ τὴν ἐκείνου τελευτὴν ἦρξε Μυσίας. πρότερον γὰρ ἐκβεβλημένη ὑπ' ἐκείνου ἦν ἔτι περιόντος καὶ τῇ βασιλέως Ἀνδρονίκου τοῦ νέου συνοικοῦντος ἀδελφῇ. ἐπεὶ δὲ μετ' ὀλίγον ὑπὸ τῶν δυνατωτάτων ἐπιβουλευθεῖσα, πάλιν ἐξεβλήθη τῆς ἀρχῆς, ἡ μὲν τὸν ἕτερον ἔχουσα τῶν υἱῶν Ἰωάννην, πρὸς Κράλην ἐπανῆκε τὸν ἀδελφὸν, Σίσμανος δὲ ὁ λοιπὸς τῶν παίδων, εἰς Σκύθας ᾤχετο φυγάς. ὃς δὴ παρ' ἐκείνοις διατρίψας οὐκ ὀλίγον, ὕστερον Ρωμαίοις ἑκοντὶ προσῆλθε μετὰ τὴν βασιλέως τελευτήν. τοῦτον δὴ Ἀλέξανδρος ᾐτεῖτο πέμψας, ὡς πολεμιώτατον αὐτῷ. ἔφασκέ τε δυοῖν θάτερον, ἢ παραδοῦναι Σίσμανον ἐπὶ θανάτῳ ἢ παρασκευάζεσθαι πρὸς πόλεμον, ὡς οὐκ ἐνὸν αὐτὸν εἶναι φίλον καὶ σύμμαχον Ρωμαίοις, τοῦ πολεμιωτάτου τρεφομένου παρ' αὐτοῖς. ἔπεμπέ τε καὶ τοὺς ὅρκους, οἳ πρὸς βασιλέως Ἀνδρονίκου πρὸς αὐτὸν ἦσαν ἐπὶ τῇ εἰρήνῃ γεγενημένοι. ἡ μὲν οὖν Ἀλεξάνδρου πρεσβεία τοῦτον εἶχε τὸν τρόπον. ἔδει δὲ τὴν σύγκλητον συνελθοῦσαν βουλεύσασθαι ἅμα βασιλίδι, εἰ δέον ἢ τὸν αὐτόμολον παραδιδόναι ἢ πόλεμον ἄρασθαι πρὸς Μυσοὺς ὑπὲρ αὐτοῦ. οἱ μὲν οὖν συνῆλθον ἐν βασιλείοις. συμπαρῆν δ' αὐτοῖς καὶ δομέστικος ὁ μέγας ἅμα πατριάρχῃ. προτεθείσης δὲ τῆς βουλῆς ἐπ' ἐκκλησίας, οἱ μὲν ἄλλοι πάντες ἡσυχίαν ἦγον πρὸς τὸν μέγαν δομέστικον ἀποβλέποντες, ὅ, τι ἂν βουλεύσαιτο περὶ τῶν προκειμένων· Χοῦμνος δὲ Γεώργιος, ὁ ἐπὶ τῆς τραπέζης, ἀμαθῶς καὶ θρασέως πρίν τι φθέγξασθαί τινα «γέγραπται», εἶπεν «ἐὰν τῷ ἐσχάτῳ ἀποκαλυφθῇ, σιγάτω ὁ πρῶτος. ἂν οὖν καὶ ἡμῶν τινι τῶν δοκούντων ἐσχάτων εἶναι βέλτιόν τι περὶ ὧν νυνὶ βουλευόμεθα εἰπεῖν ἐξῇ, ἀνάγκη τὸν πρῶτον στέργειν.» ἐταράχθη μὲν οὖν εὐθὺς ὁ μέγας δομέστικος ἐπὶ τῷ λόγῳ πρὸς τὴν θρασύτητα καὶ ἀναίδειαν τοῦ ἀνδρὸς ἀγανακτῶν. οἰόμενος δὲ τὴν βασιλίδα ἢ τὸν πατριάρχην οὗτος γὰρ ἤδη προΐστατο τῆς βουλῆς, πρὸς ὀργὴν τὸν Χοῦμνον ἀπελάσειν τοῦ βουλευτηρίου ἢ λόγοις ἐπιπλήξειν τῆς ἀκαίρου γλωσσαλγίας, ἤνεγκε σιγῇ. ὡς δὲ μήτε παρ' ἐκείνων ἐλέγετο τῶν δεόντων τι, ἔτι μᾶλλον ἐταράττετο, τεκμήριον ἐναργὲς ἀταξίας καὶ ἀναρχίας τιθέμενος τὸν λόγον, εἰ πᾶσιν ἐξέσται τοῖς μείζοσι προσκρούειν ἀδεῶς. Τορνίκης δὲ Δημήτριος οὐκ ἐνεγκὼν τὴν ἀτοπίαν, «τί οὖν;» εἶπε «δημοκρατίαν χρὴ ποιεῖν τὴν Ρωμαίων βασιλείαν, ἵν' ἐξῇ παντί τῳ βουλεύεσθαι καὶ λέγειν, ἅττα ἂν δοκῇ, καὶ περὶ μειζόνων καὶ ἐλαττόνων πραγμάτων, καὶ ἀνάγκην προστιθέναι τοῖς βελτίοσι στέργειν τὰ ἐψηφισμένα. καὶ ποίαν ἀτοπίας ἂν ὑπερβολὴν ἐλλίποι τὸ τοιοῦτον;» ὡρμημένων τε ἤδη περὶ τῶν τοιούτων ἀλλήλοις ἀντιλέγειν, ἐπέσχεν ἡ βασιλὶς, τῶν ἀκαίρων ἀποσχέσθαι κελεύουσα λόγων τουτωνὶ καὶ ἀναγκαίων πέρι διαλέγεσθαι. ὁ μέγας δὲ δομέστικος ὑποκρινάμενος τὸν στόμαχον ἀλγεῖν, ἐπλάττετό τε στρέφεσθαι τὰ ἔνδον καὶ ἐσιώπα, ὡς μηδὲ φθέγγεσθαι δυνάμενος ὑπὸ τῆς ἀλγηδόνος. οἱ δὲ ἀτάκτως ἐθορύβουν, ἕκαστος τὸ προσιστάμενον βουλόμενος κυροῦν. οἱ μὲν γὰρ ἔλεγον δεῖν Σίσμανον διασώζειν, ἱκέτην τῆς Ρωμαίων βασιλείας γεγενημένον, καὶ μὴ καταπροδιδόναι, εἰ δεῖ τι καὶ τῶν δυσχερῶν ὑπομένειν δι' αὐτόν. οἱ δὲ τὴν χώραν μᾶλλον καὶ τὰ οἰκεῖα διασώζειν καὶ μὴ βαρβάρου ἕνεκα φυγάδος εἰς προὖπτον κίνδυνον ἐμβάλλειν σφᾶς αὐτούς. καὶ τοιαῦτα ἕτερα ἀντέλεγον πρὸς ἀλλήλους καὶ βοῆς τὰ βασίλεια ἐπλήρουν, πάντων ἐθελόντων γνώμας καὶ ψηφίσματα προτείνειν ὑπὲρ τῶν κοινῇ λυσιτελούντων. ὡς δὲ ἐπιπλέον ἡ φιλονεικία παρετείνετο καὶ ἀσύμφωνοι ταῖς γνώμαις ἦσαν, ὁ πατριάρχης ὡς δή τι μέγα καὶ θαυμάσιον βεβουλευμένος «ἐμοὶ δοκεῖν» ἔφη «Σίσμανον πρὸς τὸν τῆς τοῦ θεοῦ Σοφίας νεὼν καταφυγεῖν. ἀσυλίᾳ δὲ αὐτοῦ τετιμημένου ὑπὸ πάντων, ὅσοι Ρωμαίων ἐβασίλευσαν, ἐξεῖναι καὶ ἡμῖν εὐπρόσωπον ἀπολογίαν πρὸς τοὺς Ἀλεξάνδρου θέσθαι πρεσβευτὰς, ὡς οὐκ ἐξὸν ἀποσπάσαντας τὸν ἱκέτην τοῦ θεοῦ παραδιδόναι πρὸς σφαγὴν, μάλιστα πάντων τοῦτο ἄγος ἐναγέστατον καὶ παρὰ τῶν πάλαι καὶ τῶν νῦν Ρωμαίων νομιζόμενον.» οἱ μὲν οὖν πολλοὶ τῶν παρόντων ἐξεθείασαν τὴν βουλὴν, ὡς ἀρίστην καὶ συνετωτάτην καὶ δυναμένην μάλιστα ἀπράκτους ἀποπέμψαι τοὺς Ἀλεξάνδρου πρεσβευτὰς, συνορῶντας ἤδη καὶ αὐτοὺς τὴν τοῦ πράγματος ἀνάγκην. τοῦ μεγάλου δὲ δομεστίκου φθεγγομένου μηδὲν, ἡ βασιλὶς πρῶτα μὲν κατεμέμφετο τὴν ἀκαιρίαν τῆς νόσου, ἐφ' οὕτως ἀναγκαίου καιροῦ καὶ δεομένου βουλῆς γεγενημένην· ἔπειτα δὲ ἔλεγε πρὸς αὐτὸν, ὡς, εἰ μὲν καὶ αὐτῷ εὖ ἔχειν ἡ τοῦ πατριάρχου δοκεῖ βουλὴ, ὥσπερ δὴ καὶ τοῖς ἄλλοις συνέδοξε καὶ αὐτῇ, ἐπινεῦσαι ὡς καλῶς ἔχουσι τοῖς λεγομένοις, καὶ τοῦτο ἐπιθέσθαι πέρας τῇ βουλῇ. εἰ δέ τι βέλτιον αὐτῷ καὶ λυσιτελέστερον ἕτερον δοκεῖ, τὸ νῦν μὲν εἶναι διὰ τὴν αὐτοῦ νόσον τὸν σύλλογον διαλύειν, αὖθις δὲ ῥαΐσαντος, βουλεύσεσθαι περὶ τῶν αὐτῶν. ὁ δὲ μικρὸν ἐπισχὼν, «δοκεῖτέ μοι» ἔφη «μὴ περὶ ὧν βουλεύεσθε, τὴν ἀπόκρισιν ποιεῖσθαι. οὐ γὰρ νῦν ὑμῖν ἡ σκέψις περὶ λόγων εὐπροσώπων, ἀλλὰ εἴτε χρὴ τὰ κελευόμενα ὑπ' Ἀλεξάνδρου πράττειν, εἴτε πολεμεῖν αὐτῷ. ὑμεῖς δὲ περὶ ὧν προὔθεσθε βουλεύεσθαι ἀφέντες, περὶ νομίμων καὶ δικαίων τῶν παρὰ Ρωμαίοις διαλέγεσθε, ὥσπερ ἂν εἴ τις καὶ Ἀλέξανδρον ὁ καταναγκάσων ἦν τοῖς Ρωμαίων νόμοις πείθεσθαι. ὁ δ' ἴσως ἐρεῖ, ὡς οὐκ ἐμοὶ, ἀλλὰ Ρωμαίοις οἱ νόμοι οὗτοι κεῖνται· ἐμοὶ δὲ εἷς νόμος ἐκ παντὸς τρόπου τὰ συνοίσοντα ἐμοὶ ζητεῖν. ὑμῖν δὲ εἰ καὶ Σίσμανον ἔξεστι τοῖς ἀσύλοις κατακρύπτειν ἱεροῖς, ἀλλ' οὐ δήπου καὶ πόλεις καὶ κώμας κατακρύψετε ἐν τοῖς τοιούτοις, οὐδὲ βοῶν ἀγέλας καὶ ποίμνια προβάτων καὶ τὴν ἄλλην περιουσίαν τὴν ἐν τοῖς ἀγροῖς, ἐξ ὧν ἐμοὶ τῆς ἀδικίας ἐξέσται κομίζεσθαι ποινάς. πρὸς οὖν τὰ τοιαῦτα χρὴ βουλεύεσθαι, οὐ πρὸς ἀπολογίας εὐπροσώπους. ἐγὼ δὲ ὀλίγου δεῖν νυνὶ μέμφομαι καὶ ἐμαυτῷ, ὅτι καὶ ὁπωσοῦν εἰς τοιουτουσὶ προήχθην λόγους. εἴρηται γὰρ ἐξαρχῆς καὶ ἐπεψηφίσθη γε ὑπὸ πάντων, ἐπεὶ μηδεὶς ἀντεῖπε μηδέν· ἐὰν τῷ ἐσχάτῳ τι ἀποκαλυφθῇ, σιγᾷν τὸν πρῶτον. εἰ δὴ μὴ τῷ ἐν ἐσχάτοις τεταγμένῳ, ἀλλὰ καὶ τῷ πρώτῳ καὶ μάλιστα ἐξάρχοντι τοῦ βουλευτηρίου τοιαῦτα ἔδοξε καὶ ὑμῖν ἐπεψηφίσθη γε τοῖς πᾶσιν ὡς λυσιτελῆ, προσῆκε στέργειν καὶ αὐτὸν καὶ περαιτέρω πολυπραγμονεῖν μηδέν.» τῆς βασιλίδος δὲ ἐναγούσης μάλιστα καὶ ἐπισπωμένης πρὸς τοὺς λόγους, «οὐδὲ τὰ τοιαῦτα καίτοι γε ὀλίγα ὄντα ἑκὼν εἶναι ἐφθεγξάμην.» πρὸς δὴ τὰ τοιαῦτα εὐθὺς ὁ πατριάρχης αἰτίας ἀπολύων ἑαυτὸν, «ἀλλ' ἐγὼ» εἶπε «πρῶτος καὶ αὐτὸς μηδὲν εἶναι πρὸς τὰ ζητούμενα τὴν βουλὴν ὁμολογῶ. οὐ γὰρ Ἀλεξάνδρῳ περὶ εὐλόγων καὶ μὴ τοιούτων ἀποκρίσεων μελήσειν, ἀλλ' ὅπως ὃ προὔθετο ἐξαρχῆς, εἰς πέρας, εἰ δύναιτο, ἀγάγῃ. οὗ δὴ ἕνεκα καὶ αὐτὸς οὐ πρὸς λόγους, ἀλλὰ πρὸς ἐκεῖνο φημὶ βουλευτέον εἶναι.» τὰ ἴσα δὲ εὐθὺς καὶ τῶν λοιπῶν ἐπιψηφισαμένων πάντων, ἐπεὶ ὁ μέγας δομέστικος ἀνέστη, καὶ οἱ ἄλλοι συνανέστησαν καὶ ὁ σύλλογος διελύθη. ὁρῶν δὲ καὶ πρότερον ἐφιέμενον ὁ μέγας δομέστικος τὸν πατριάρχην τῆς ἀρχῆς τῶν πραγμάτων, καὶ μήτε βίᾳ βουλόμενος τὴν ἐπιχείρησιν ἐπέχειν, οὐ γὰρ ἠβούλετο ἀκουσίων ἄρχειν, ἀλλὰ πολὺ μάλιστα βουλομένων καὶ χάριν εἰδότων τῆς ἀρχῆς, ἄλλως τε καὶ δεδοικὼς, μὴ καὶ πρόφασις ἐκ τούτου στάσεως ἀναφυῇ καὶ πολέμου ἐμφυλίου, ἐξ ὧν ὡς εἰκὸς διαφθαρησομένην συνεώρα τὴν Ρωμαίων ἡγεμονίαν, καὶ παντὸς οἰόμενος θανάτου ἐπαχθέστερον τὴν αἰτίαν τῶν δεινῶν παρασχεῖν αὐτός· διὸ οὐδὲ βασιλέως ἔτι περιόντος, καίτοι πολλὰ πολλάκις παρακεκληκότος, ἠθέλησε γενέσθαι βασιλεὺς, ἐσκέπτετο μὲν καὶ πρότερον τὴν ἡγεμονίαν ἀποθέσθαι καὶ ἀπραγμοσύνῃ τὸν ἐπίλοιπον βίον ζῇν, ὅπερ ἔφην, τοῦ φθορᾶς αὐτὸς αἴτιος Ρωμαίοις καταστῆναι πᾶν ὁτιοῦν ἀνεκτότερον νομίζων. ὡς δὲ καὶ κατὰ τὸν σύλλογον αὐθαδῶς καὶ θρασέως τοῦ Χούμνου πρὸς αὐτὸν διειλεγμένου, μάλιστα γὰρ πρὸς αὐτὸν τὸν λόγον ἀποτείνεσθαι ᾠήθη, πάντων τῶν τότε Ρωμαίων καὶ νομιζόμενον καὶ ὄντα πρῶτον, οὐδεὶς ἐπετίμησεν, οὐδὲ ἐμέμψατο τῆς ἀκαίρου παῤῥησίας, ὥσπερ ἀρχὴν νομίσας στάσεως ἐμφυλίου τὸ τοιοῦτον, θᾶττον ἢ ἐβούλετο ὥρμητο ἀπαγορεύειν τὴν ἀρχήν.

γʹ. Μετὰ γοῦν τὸν σύλλογον εἰς τὴν ὑστεραίαν ἐπεὶ καὶ αὐτὸς καὶ πατριάρχης παρῆσαν ἐν βασιλείοις, πρὸς βασιλίδα ἐχρῆτο μηνυτῇ καὶ τοιαῦτα αὐτῇ ἐδήλου δι' αὐτοῦ, ὡς, εἴπερ ἦν αἵρεσις αὐτῷ προτεθῆναι ἐκ θεοῦ, αὐτὸς δ' ἂν εἴη τῶν λεγομένων μάρτυς, ὡς ἀληθῆ, βασιλέα μὲν ἐν ζῶσιν εἶναι, αὐτὸν δ' ἐκείνου τὸν θάνατον ἀνθελέσθαι, ἁπάσαις ψήφοις καὶ πάσῃ σπουδῇ καὶ προθυμίᾳ προείλετο ἂν αὐτὸς ἀποθανεῖν ὑπὲρ τοῦ ἐκεῖνον ζῇν. ἐπεὶ δὲ τῷ μέτρα καὶ ζωῆς καὶ τελευτῆς ἑκάστῳ ταλαντεύοντι τοῦτον ἔδοξε τὸν τρόπον, ἐκείνῳ μὲν ὁμολογεῖν προσῆκον χάριτας τῆς περὶ ἡμᾶς σοφῆς οἰκονομίας, αὐτοὺς δὲ ἕκαστον ὅ,τι ἂν εἴη αὐτῷ τε προσῆκον καὶ λυσιτελὲς σκοπεῖν. ὃ δὴ κἀμοὶ σκεψαμένῳ περὶ ἐμαυτοῦ, ἔδοξε δεῖν τῶν μὲν πραγμάτων ἀποσχέσθαι· συνεῖναι δὲ τὸν ἐπίλοιπον ἀπραγμοσύνῃ βίον, ὅπως ἂν δύνωμαι, διάγοντα κατ' ἐμαυτόν. οὕτω δὴ δόξαν, ἤδη καὶ σοὶ κατάδηλον ποιῶ.» τοῦ πατριάρχου δὲ πυνθανομένου τὴν αἰτίαν, δι' ἣν αὐτῷ τοιαῦτα πρὸς τὴν βασιλίδα παρέστη λέγειν, καὶ πρότερον μὲν ἔφασκε τοὺς τοιούτους στρέφειν λογισμοὺς καὶ ἀναγκαῖον οἴεσθαι ἀφίστασθαι τῶν πραγμάτων. ὃ δέ με τάχιον ἀνέπεισε τὴν βουλὴν ἀνακαλύπτειν, οὐδὲν ἕτερον εἶναι, ἢ ὅτι τῇ προτεραίᾳ κατὰ τὸν σύλλογον ἀκαίρως τοῦ Χούμνου καὶ ἀνοήτως παῤῥησιασαμένου καὶ ἐὰν τῷ ἐσχάτῳ ἀποκαλυφθῇ, σιγάτω ὁ πρῶτος φαμένου, οὔθ' ἡ βασιλὶς οὔτ' αὐτὸς ἠγανακτήσατε πρὸς τὴν ἀναισχυντίαν, οὐδὲ δίκην ἔδωκε τῆς ἀνοήτου γλωσσαλγίας, ἀλλ' ἐφησυχάσατε τοῖς λεγομένοις, ὥσπερ εἰρημένου μηδενὸς καινοῦ.» ὁ πατριάρχης δὲ «εἰ μὲν καί τις ἄλλη πρὸς τοὺς τοιούτους» ἔλεγε «λόγους ἤγαγεν αἰτία, αὐτὸς ἂν εἰδείης. εἰ δ' αὐτοῦ τούτου ἕνεκα μόνου παροξυνθεὶς, ὀργῇ φερόμενος πρὸς ἐμέ τε καὶ τὴν βασιλίδα, ἀφίστασθαι τῆς διοικήσεως ἔγνως τῶν κοινῶν, οὔτε δίκαια ποιεῖς, οὔτε προσήκοντα σαυτῷ. ἐγώ τε γὰρ ἰσχυρίζομαι τουτωνὶ τῶν λόγων μὴ ἀκηκοέναι παντελῶς· καὶ δίκαιος εἶναι ἀξιῶ πιστεύεσθαι παρὰ σοί· οἴομαι δὲ καὶ τὴν βασιλίδα τὰ ἴσα ἐμοὶ ἐρεῖν. οὐδὲ γὰρ ἂν ἤνεγκε σιγῇ, εἰ ἀκοῦσαί τε συνέβαινε τῶν λόγων καὶ πρὸς σὲ εἰρῆσθαι οἰηθῆναι. διό σου καὶ δέομαι τῶν πρὸς τὴν βασιλίδα λόγων ἀποσχέσθαι, οὐ φαύλην τινὰ ἐσομένων ἐπιθήκην τῶν κακῶν. ὁ δ' οὐκ ἀνίη, ἀλλ' ἐκέλευεν ἀπαγγέλλειν, νῦν μὲν, φάσκων, τὸν λόγον μόνον ἐκεῖνον τὸν ποιήσαντα τὴν ταραχὴν, ἴσως δέ τινα καὶ ἄλλα ἔχειν ἀνέκφορα ἐν τῇ ψυχῇ. αὐτίκα μὲν οὖν ὁ πατριάρχης ἐποίει τὰ κεκελευσμένα καὶ τῇ βασιλίδι ἀπήγγειλεν, ὅσα ὁ μέγας δομέστικος πρὸς αὐτὸν διαλεχθείη. ἡ δὲ ἐλπίδος τε ἔξω καὶ πέρα προσδοκίας λόγους ταῖς ἀκοαῖς εἰσδεξαμένη, ἠνιᾶτο μὲν ἐπὶ τοῖς λεγομένοις, ἐξεπέπληκτο δὲ, ὅ,τι τὸ τὸν μέγαν δομέστικον πεῖσαν, τοιαῦτά τε ἐνθυμηθῆναι καὶ πρὸς αὐτὴν εἰπεῖν. ὅμως ἑαυτὴν ἀναλαβοῦσα, ἀντεμήνυεν αὐτῷ, μὴ παντάπασιν αὐτῷ προσήκειν τοὺς τοιούτους λόγους, οὐδὲ τῆς αὐτοῦ διανοίας ἀξίους εἶναι, οὐδὲ τῆς πρὸς βασιλέα φιλίας, ἣν ἐκ παίδων ἄχρι καὶ εἰς τόδε χρόνου ἀλλήλοις διετηρήσατε ἄδολον καὶ καθαράν. διὸ οὐδὲ πείθεσθαι οἷά τε εἰμὶ, ὡς παραφρονοῦντος ἕνεκα ἀνθρώπου προήχθης εἰς τοσοῦτον καὶ ὀργῆς καὶ λύπης. ἐγὼ δὲ μήτ' ἀκηκοέναι τοῦ ἀνθρώπου λέγοντος ὁμολογῶ, μήτ' εἰ καὶ συνέβαινε πυθέσθαι, προὔργου ποιήσασθαι κολάζειν τὸν εἰπόντα. οὐδὲ γὰρ αὐτὸς σὺ ἐλάττω δύναμιν ἔχεις ἢ ἐγὼ, κολάζειν τε τοὺς προσκρούοντας καὶ συγγνώμην παρέχειν, ἂν ἐθέλῃς. εἰ μὲν οὖν ἐκείνων ἕνεκα τῶν λόγων μόνον ἀγανακτεῖς, παρὰ σαυτοῦ μᾶλλον ἢ παρ' ἐμοῦ προσήκει λαμβάνειν δίκας. εἰ δὲ καί τινος ἑτέρου δέῃ, ὅπερ ἄχρι νῦν ἄγνωστον ἐμοὶ, λέγειν θαῤῥοῦντα, ὡς παρ' ἐμοὶ δύσκολον ἐσόμενον μηδὲν, ὅπερ ἄν σοι κατὰ γνώμην ᾖ, εἰ μὴ πάντη τῶν ἀδυνατωτάτων εἴη.» τοιαῦτα μὲν ἡ βασιλὶς πρὸς τοὺς τοῦ μεγάλου δομεστίκου λόγους ἀπεκρίνατο. ὁ δ' ἔφασκεν, αὐτόν τε παντάπασιν ἠγνοηκέναι τὴν δύναμιν τῶν λόγων τῶν αὐτοῦ, καὶ βασιλίδα τὴν διάνοιαν τῶν γινομένων μάλιστα ὡς ποῤῥωτάτω ἔχειν. ἵνα δὲ αὐτός τε εἰδῇς καὶ βασιλίδι φράσῃς, ὡς δίκαια διανοοῦμαι, ὡς ἔχω περὶ τῶν πραγμάτων ἄκουσον. τὴν μὲν ἐμοῦ τε καὶ βασιλέως ἐκείνου πρὸς ἀλλήλους ἐκ παίδων ἀκροτάτην φιλίαν σύ τ' ἂν ἀγνοοίης, ὥσπερ εἰκὸς, καὶ ἡ βασιλὶς πρὸς τὴν οἰκείαν διατρίβουσα. ὅσα μέντοι γε πρὸς βασιλέα τὸν πάππον, πολέμου καὶ ἀρχομένου καὶ τελευτῶντος, ὅτε τῶν ἄλλων ἁπάντων πολλὰς καὶ παντοδαπὰς ὑποστάντων τὰς μεταβολὰς, πάντων ἀντιτεταγμένων, σχεδὸν εἰς ἐσχάτην ἀπορίαν συνηλάθη, αὐτῷ προθύμως συνηγωνισάμην, μήτε σώματος φειδόμενος, μήτε χρημάτων, μήτ' ἄλλου τῶν οἰκείων μηδενὸς, ἀλλ' ἐν τοῖς μάλιστα ἐπείγουσι τῶν καιρῶν καὶ δεομένοις γνησίων φίλων, πάντα ἐγινόμην αὐτῷ καὶ τῶν δεόντων ἐνέλιπον οὐδὲν, καὶ μετὰ τὸ τῶν πραγμάτων ἐγκρατῆ γενέσθαι, ὅσα τε πρὸς τοὺς ἔξωθεν πολεμίους, καὶ Ἕλληνας λέγω καὶ βαρβάρους, καὶ πρὸς τοὺς ἔνδον ἐπιβούλους, ὥσπερ ἄλλος ὢν αὐτὸς, καὶ συγκατειργαζόμην καὶ συνδιέφερον αὐτῷ τοὺς ὑπὲρ ἑαυτοῦ πόνους καὶ κινδύνους, ἐῶ γὰρ λέγειν τὴν διοίκησιν τῶν πραγμάτων, ὡς αὐτὸς πάντα πόνον ὑφιστάμενος, ἄλυπον αὐτῷ καὶ ἄπονον ἐποίουν τὴν ἀρχὴν, πάντες μὲν ἂν εἰδεῖεν Ρωμαῖοι, αὐτῶν σαφέστατα βοώντων τῶν πραγμάτων, καὶ συμμαρτυρήσαιεν ἐμοί· τῶν ἄλλων δὲ πάντων μάλιστα ἡ βασιλὶς, ὅσα μὴ μόνον ὑπὸ τῶν πραγμάτων, ἀλλὰ καὶ βασιλέως αὐτοῦ τὴν πρὸς ἀλλήλους ἡμῶν ὁμόνοιαν, τὴν πάντας, ὡς ἐγᾦμαι, καὶ τοὺς πάλαι καὶ τοὺς νῦν ὑπερελάσασαν ἐπὶ φιλίᾳ ὑμνουμένους, σαφῶς διδασκομένη. ἐφ' οἷς οὐκ ὠφελεῖσθαι μόνον παρ' ἑκατέρων συνέβαινεν ἡμῖν, ἀλλὰ καὶ τὸν ἄχρι νῦν χρόνον εὐκλεέστατα βιβιωκέναι. ἄτοπον οὖν, τὸν μὲν προτοῦ χρόνον ἅπαντα μηδέποτε μηδεμίαν ἀδοξίας πρόφασιν παρεσχηκέναι ἐμαυτῷ, νυνὶ δὲ ἑκοντὶ λοιδορίας ἄξια καὶ μέμψεως ποιεῖν. ἄν τε γὰρ ἀγνοήσας, οἷ κακῶν τὰ πράγματα χωρήσει, ἐμαυτῷ μὲν ἀδοξίας, τοῖς λοιποῖς δὲ Ρωμαίοις φθορᾶς καὶ κινδύνων αἴτιος καταστῶ, οὐδεμίαν παραιτεῖσθαι δίκαιος συγγνώμην αὐτὸς παρ' ἐμαυτῷ κριτῇ. ἄν τε καὶ συνορῶν, ὥσπερ ἤδη καὶ ἐπίσταμαι σαφῶς, ἔπειτα καταμαλακιζοίμην δέει τοῦ μὴ δοκεῖν ἐν καιροῖς ἐπικινδύνοις τὴν ἀρχὴν μεθίεσθαι, οὐ λοιδορίας ἄξιος μόνον, ἀλλὰ καὶ δίκης τῆς ἐσχάτης, ὅτι, καίτοι προειδὼς, ὑπέμεινα ἑκὼν εἶναι κακὸς ὀφθῆναι καὶ μήτε καιροῖς, μήτε πράγμασιν ὡς δέον χρήσασθαι εἰδώς. οὗ δὲ ἕνεκα κινδύνων τε καὶ ἀδοξίας ἔγνων ἀπαλλάττειν ἐμαυτόν. καίτοι γε οὐδὲ βασιλίδι τε καὶ τοῖς βασιλέως παισὶν ἐκ τῆς ἀδοξίας ταυτησὶ καὶ τῶν κινδύνων ὠφέλειάν τινα ἔξεστι πορίζειν. ἦν γὰρ ἂν τοῦτο παραμύθιον οὐ φαῦλον. ὡς ἂν δὲ μὴ δοκῶ τοὺς ὑπὲρ τῶν βασιλέως παίδων πόνους καὶ κινδύνους ἀποδιδράσκειν, νῦν μὲν ἐν τῆς εἰρήνης τοῖς καιροῖς, ὅτε μήτε πόλεμος οὐδεὶς, μήτε κακῶν προσδοκία μηδεμία, πατριάρχης τε καὶ σύγκλητος ἅμα βασιλίδι ἰθυνόντων τὴν ἀρχὴν καὶ τὰ ἐκ ταύτης ἀγαθὰ καὶ τὰς τιμὰς καρπούσθων. ἐὰν δέ ποτε συμβαίη πόλεμόν τινα ἀναφυῆναι, κίνδυνον ἀπειλοῦντα βασιλέως τοῖς παισὶ, τότ' αὐτὸς ἤδη προθύμως τοῖς κινδύνοις ἐμπαρέξω ἐμαυτὸν, καὶ ἢ συνδιασώσω τὴν ἀρχὴν αὐτοῖς ἢ ὑπὲρ αὐτῶν μαχούμενος πεσοῦμαι, ὡς ἂν ἐμοὶ μὲν οἱ πόνοι καὶ τὸ κινδυνεύειν, ὑμῖν δὲ τὸ ἐντρυφᾷν τοῖς πράγμασι καὶ αὐτῶν καταπολαύειν, μηδενὸς παρενοχλοῦντος, περιγίνοιτο. κεφάλαιον δὲ τῶν λόγων τῶν ἐμῶν, ὡς ἔστιν οὐδὲν τὸ πεῖσον, ὥσπερ καὶ πρότερον, ἔχεσθαι τῶν πραγμάτων τῆς ἀρχῆς. ὡς ἂν δὲ καὶ ἔργοις ὃ λέγω κατάδηλον ποιήσω, τῆς συνήθους καθέδρας ἐξαναστὰς, ἐφ' ἑτέραν καθεδοῦμαι, ἵν' εἰδείη τε βασιλίς τε καὶ ὑμεῖς, ὡς οὐδὲν ἤδη τὸ κωλύον, ἕτερόν τινα, ὃν ἂν βούλησθε αὐτοὶ, τοῖς πράγμασιν ἐφιστᾷν.» οὕτως εἰπὼν, ἐφ' ἕτερον μετέβη τόπον, ὥσπερ ἔργῳ παραχωρῶν ἑτέρῳ τῆς ἀρχῆς. ὁ πατριάρχης δὲ τοιαῦτα ὁρῶν τε καὶ ἀκούων, «σκληρός ἐστιν ὁ λόγος» εἶπε «καὶ μάλιστα δυνάμενος τῆς ψυχῆς τῆς βασιλίδος καθικέσθαι.» ὁ δ' «ἀληθῆ λέγεις» ἔφη «καὶ ἔδει γε μηδὲν τοιοῦτον μήτε εἰρῆσθαι, μήτε εἶναι. νυνὶ δὲ εἰς τοσοῦτον ἀνάγκης συνηλάθην, ὥστε καίτοι τῶν ἄλλων μάλιστα ἁπάντων, ὅσα εἰς παραμυθίαν καὶ τῶν πολλῶν ἄνεσιν ἀνιαρῶν, ὅσα βασιλίδι ἐκ τῆς βασιλέως προσεγένετο τελευτῆς, λέγεσθαι βουλόμενος ἐπ' αὐτῆς, ἐναντιώτατα πράττειν ἐμαυτῷ δυοῖν ἕνεκα. ἢ γὰρ ἀπρακτεῖν παντελῶς ἀνάγκη, ἢ φαύλως καὶ οὐχ ᾗ προσῆκεν, ἄρχειν. εἴτε τοίνυν πράττοντος μηδὲν, καὶ ἡ βασιλὶς ἐφησυχάζοι, ὡς χθὲς καὶ πρώην τὴν ἀρχὴν οἰομένη διοικεῖσθαι παρ' ἐμοῦ, ἀνάγκη πάντα ἀπολέσθαι· εἴτε καὶ φαύλως καὶ μὴ κατὰ τὸ δέον ἄρχοντος, τὸν αὐτὸν τρόπον πάλιν φθείρεσθαι συμβαίνει, καὶ προσέτι γε αὐτὸν οὐ τοῖς ἄλλοις μόνον, ἀλλὰ καὶ ἐμαυτῷ τῆς μοχθηρίας ὀφείλειν δίκας· ὥστ' ἀμφοτέρωθεν λυσιτελὲς, γνώριμα ταῦτα γίνεσθαι τῇ βασιλίδι, κἂν εἰ μέλλοι ταραχὴν καὶ λύπην προξενεῖν. βέλτιον γὰρ περὶ τῶν γινομένων ὡς ἔχουσι μαθοῦσαν, ἅμα σοί τε καὶ τοῖς ἄλλοις τὰ δέοντα βουλεύσασθαι περὶ τῆς ἀρχῆς, ἢ ἀγνοήσασαν, ὀλίγῳ ὕστερον μὴ τούτων μόνον, ἀλλὰ καὶ τῆς συμβησομένης βλάβης ἕνεκα ἀγανακτεῖν.

δʹ. Ὁ μὲν οὖν πατριάρχης πάντα ἀπήγγελλε τῇ βασιλίδι. ἡ δ' ἅπερ οὔτ' ἄν ποτε αὐτὴ διενοήθη, μήθ' ἑτέρου λέγοντος ἐπείθετο ἀκούσασα, πρῶτα μὲν ὑπὸ τῆς λύπης οὐδὲ ἀντιφθέγγεσθαι ἠδύνατο. ἔπειτα ἐφ' ἱκανὸν πολλὰ δάκρυα σιγῇ τῶν ὀφθαλμῶν καταγαγοῦσα, «ῥᾷον ἂν» εἶπεν «ἀνέπεισέ τις ὄρος δύνασθαι μεταβῆναι, ἢ τὴν μεγάλου δομεστίκου γνώμην κινηθῆναι πρὸς βραχύ. ἐπεὶ δὲ περὶ ἐκείνου τοιαῦτ' ἀκούειν ἔστι νῦν, ἅπερ οὐδ' ἄν ποτε ἐνεθυμήθην, προσηκούσης μὲν ἀπολογίας ἀπορῶ. ὅμως ἐκ τῶν μάλιστά μου καθικομένων τῆς ψυχῆς, ποιήσομαι τῆς ἀπολογίας ἀρχήν. λέγω τοίνυν πρὸς αὐτὸν, ὡς ἄρτι νῦν ὥσπερ ἐξεστηκυῖαν τῶν φρενῶν ἢ κάρῳ βαθεῖ καὶ ὕπνῳ κατισχημένην εἰς αἴσθησιν ἤγαγες τῶν περισχόντων με δεινῶν. πρότερον γὰρ, εἰ καὶ μάλιστα σαφῶς τὴν βασιλέως ἠπιστάμην τελευτὴν, ἀλλ' οὖν, εἰσιόντος τε σοῦ πρὸς ἐμὲ, κἀκεῖνον ἐδόκουν, ὥσπερ ἔθος ἦν, συνεισιέναι καὶ ἀπιόντα συνέπεσθαι, καὶ μονονοὺ καὶ φθέγξασθαι ἐλογιζόμην ἐκεῖνον, ὅτε διελέγου πρὸς ἐμὲ, καὶ ὅλως μετρίαν τινὰ ἐλογιζόμην τὴν περισχοῦσάν με τῶν κακῶν ἐπιφοράν. νυνὶ δὲ, ὥσπερ τινὸς παραπετάσματος ἀρθέντος, πάντα φαίνεται τὰ ἔνδον· οὕτω σὺ τῶν ἐλπίδων ἡμᾶς, ὑφ' ὧν ἐφενακιζόμεθα, ἀποστερήσας, γυμνὰ παρεσκεύασας τὰ πράγματα καθορᾷν, καὶ τοὺς μὲν ἐμοὺς οἴεσθαι παῖδας ὀρφανοὺς πατρὸς, ἑαυτὴν δὲ χηρείᾳ καὶ τοῖς ἐκ ταύτης κακοῖς συνισχημένην. ἀλλὰ τί ἄν τις φαίη ἢ καὶ λογίσαιτο περὶ σοῦ; πότερον ὡς ἐπιλέλησαι τῆς ἀκροτάτης συναφείας καὶ τῆς θαυμαστῆς ἐκείνης φιλίας βασιλέως τῆς πρὸς σὲ, ᾗ διὰ τὸ μέγεθος οὐδὲ πιστεύειν εἶχον οἱ πολλοί; ἀλλ' οὐκ οἴομαι δυνήσεσθαι, εἴ γε καὶ μάλιστα ἐβούλου. οἶμαι γὰρ εἴ τις τὴν ἐν ἀνθρώποις ἅπασαν φιλίαν συλλαβὼν, ἔπειτα πρὸς παράδειγμά τι θελήσειε σκοπεῖν, ἐξ οὗ τοῖς ἄλλοις τε κἀκείνῳ τὴν αὐτῆς ἰσχὺν ἐξέσται κατιδεῖν, ὑμᾶς ἂν μόνους παραδραμὼν, ὡς καὶ τοὺς ὅρους ταύτης ὑπερβάντας, ἐκ τῶν ἐπιλοίπων ἐξευρίσκειν, ὅ,τι ἂν εἴη, πειρᾶσθαι πρῶτον· τοσοῦτον οὐ τοὺς φίλους μόνον, ἀλλὰ καὶ ἰδέαν αὐτὴν τῆς φιλίας ἔθεσθε κατόπιν. καὶ τοῦτο οὐκ ἐκ τῶν πραττομένων μόνον ἦν ὁρᾷν, καὶ βασιλέως δὲ ἦν ἀκούειν πολλὰ πολλάκις φθεγγομένου, ὡς καὶ φιλτάτων καὶ γυναικὸς καὶ συμπάντων, ὡς εἰπεῖν, χρημάτων τὴν εἰς σὲ φιλίαν προηγοῖτο. πότερον οὖν ὡς μὲν ἐπιλέλησαι τῆς βασιλέως φιλίας, οὐδὲ τῷ λίαν συκοφαντικῷ τοὺς τρόπους εἰπεῖν ἐξέσται· ὅτι δὲ μεμνημένος ἀγνωμονεῖς καὶ τοῖς βασιλέως παισὶν ἐναντίας ᾗ προσῆκεν ἀποδίδως ἀμοιβὰς μετὰ τὴν ἐκείνου τελευτήν; ἀλλ' οὔτε τοῦτο σὸν, ὥσπερ οὐδὲ τὸ πρῶτον. οὐ μὴν ἀλλ' οὐδὲ τῶν πρὸς ἐμέ σου λόγων, οὓς ἑκάστοτε, καὶ βασιλέως ζῶντος, διεξίεις, ἄξια τὰ δεδογμένα νῦν. οὐ γὰρ δήπου γε ἐπιλέλησαι, ὡς πολλοὺς ἀγῶνας καὶ κινδύνους καὶ θάνατον, εἰ οἷόν τε εἰπεῖν, ὑπὲρ τῆς ἐμῆς ὠφελείας καὶ τῶν παίδων ἑτοιμότατος εἶναι, καιροῦ καλοῦντος, ὑπομένειν ἰσχυρίζου. οὗ νῦν παρόντος, εἴ σοι ἐξελέγχεσθαι ἐπὶ τῶν ἔργων εὐπρεπὲς, αὐτὸς ἐρεῖς. ἔτι δὲ οὐδ' ἐμαυτῇ τι σύνοιδα σοὶ προσκεκρουκυῖα, ἀλλ' ἐξ ὅτου παρεγενόμην ἐν τοῖς βασιλείοις οἴκοις, οὐδὲν ἀποδέουσαν οὔτ' εὔνοιαν, οὔτε τιμὴν ἢ τἀδελφῷ κόντῳ παρειχόμην, μᾶλλον δὲ καὶ πλείω παραπολὺ, ὅσον ἐκείνου μὲν οὔτε τεθνεῶτος ἐμοί τις βλάβη, οὔτ' ὠφέλεια ζῶντος ἕψεται, τοσοῦτο διῳκισμένου· σὺ δὲ καὶ ζῶν τὰ μέγιστα ἂν ὀνήσαις, καὶ ἀποθανὼν οὐδὲν ἧττον ἐμοί τε καὶ τοῖς Ρωμαίων πράγμασι λυμανῇ. ἐγὼ δὲ καίτοι πολλὰ συνείρειν ἔχουσα καὶ ἀποδεικνύναι δι' αὐτῶν, ὡς οὔτε συμφέροντα, οὔτε δίκαια ἐβουλεύσω, ἐκεῖνο μόνον ἐρῶ, τὰ ἄλλα καταλιποῦσα. εἰ γὰρ παριόντα τινὰ ὁδὸν τῶν ἐπιφανῶν τινι συνέβη γυναικὶ συντυχεῖν, χηρείᾳ μὲν συνούσῃ καὶ τοῖς ἐκ ταύτης κακοῖς, καὶ παισὶν ὀρφανοῖς καὶ μηδένα τὸν προστησόμενον ἔχουσι προστετηκυίᾳ καὶ διὰ ταῦτα πολλοὺς ὑφορωμένῃ τοὺς κινδύνους καὶ δεομένῃ τῆς δυστυχίας οἰκτεῖραι καὶ αὐτῆς προστῆναι καὶ τῶν παίδων, οὐδὲν ἕτερον εἰς δικαίου λόγον προβαλλομένῃ ἢ τὴν εὐγένειαν καὶ τὴν παρ' ἀξίαν κακοπραγίαν, οὐκ ἔδει καὶ σὲ καὶ πάντα ὁντινοῦν οἷος σὺ, τῶν ἄλλων ἀμελήσαντα, πρόνοιαν ποιήσασθαι τῆς γυναικὸς ὅση δυνατὴ, καὶ ἀξιόχρεως τοὺς ὑπὲρ ἐκείνης νομίσαι πόνους εἰς εὐκλείας λόγον καὶ δικαιοσύνης; εἰ τοίνυν τοῦτο μόνον ἤρκεσεν ἂν εἰς πειθὼ, τίνα ἂν εὐπρόσωπον ἀπολογίαν ἀποδοίης, εἰ αὐτοῦ τε τούτου καὶ πολλῶν ἑτέρων ἰσχυροτέρων παρόντων, ἀπαραίτητος ὀφθῇς. διό σου δέομαι, ταύτης ἀποστῆναι τῆς βουλῆς καὶ μὴ προφάσεως ἕνεκα μικρᾶς ἐμέ τε καὶ νηπίους παῖδας τοὺς ἐμοὺς, ὥσπερ ἐν μέσῳ πελάγει ναῦν ἐρήμην κυβερνήτου, καταλιπεῖν. ἀλλ' εἴτ' αὐτὸς πρῶτος ἐνεθυμήθης, ἄκαιρον ἡγήσασθαι καὶ μυρίων γέμουσαν τὴν βουλὴν κακῶν, εἴθ' ἑτέρῳ συμβουλεύοντι ἐπείσθης, μὴ τῶν φίλων ἐκεῖνον, ἀλλ' ἔχθιστον ἡγεῖσθαι καὶ σοὶ μὲν πρὸς τὴν εὔκλειαν καὶ τὴν τιμὴν, ἡμῖν δὲ πρὸς αὐτὴν ἐπιβουλεύοντα τὴν σωτηρίαν, προσθήσω δ' ὅτι καὶ πᾶσι τοῖς Ρωμαίων πράγμασι κοινῇ. ἐγὼ δὲ εἰ καὶ μὴ ἀφ' ἑαυτῆς αὐτὴ τὸ δέον συνεώρων, ὡς οὐδεμία τις ἑτέρα κοινῇ τοῖς πᾶσι βεβαιοτέρα σωτηρία, ἢ σὲ τοῖς πράγμασιν, ὥσπερ καὶ ζῶντος βασιλέως, ἐφεστάναι, ἐξ αὐτῶν γοῦν τῶν βασιλέως λόγων, οὓς περὶ σοῦ πολλάκις ἐποιεῖτο πρὸς ἐμὲ, μάλιστα δὲ πρὸ τῆς τελευτῆς μικρὸν, ἐχρῆν συνεῖναι τὸ συνοῖσον. ἀνακείμενος γὰρ ἐπὶ γόνασι τοῖς ἐμοῖς, σοῦ παρόντος, «ὁ μὲν καιρὸς» ἔφη «τῆς ἐμῆς ἥκει τελευτῆς. σὲ δὲ χρὴ σκοπεῖν, ὅπως ἐμοῦ μὴ ἀπελθόντος λογισμοῖς τισιν ἢ καὶ λόγοις ἐνίων ἀπατηθεῖσα, ἑτέρῳ τινὶ πρόσχῃς τὸν ἄνδρα τουτονὶ διωσαμένη. εἰ γὰρ τοῦτο συμβαίη, οὐδὲν ἔτι τὸ λεῖπον σέ τε καὶ τέκνα καὶ τὴν ἄλλην ἅπασαν τῶν Ρωμαίων ἡγεμονίαν ἀπολέσθαι· αὐτῷ δὲ προσέχουσα, ἄριστα σαυτῇ τε καὶ τοῖς πράγμασι βουλεύσῃ.» εἰ δὴ τοιαῦτα πρός τε βασιλέως ἐδιδάχθην καὶ παρ' ἐμαυτῆς αὐτὴ τὰ ὅμοια γινώσκω, τίν' ἔχοι λόγον, οἷς αὐτὸς κακῶς καὶ ὡς οὐ δέον ἐβουλεύσω, πείθεσθαι καὶ αὐτὴν ἑκοῦσαν εἶναι. ἂν μὲν οὖν οἷς εἶπον τὴν ἀτοπίαν καὶ αὐτὸς τοῦ πράγματος ὅση κατιδὼν, ἀπόσχῃ τοῦ τε τοιαῦτα καὶ βουλεύεσθαι καὶ λέγειν, καὶ τῶν πραγμάτων, ὥσπερ εἴωθας, ἐχόμενος, αὐτὸς μὲν τὰ κοινῇ συνοίσοντα Ρωμαίοις, καὶ τῆς ἄνωθεν χειρὸς συνεφαπτομένης, πράττῃς, ἐμοὶ δὲ παρέχῃς ἡσυχίαν, τὰς ἐμᾶς θρηνεῖν καὶ κόπτεσθαι συμφορὰς, τοῦτο γὰρ ἐμοὶ παραμυθία μόνον καὶ τῶν κακῶν ἀνακωχὴ, δίκαιά τε ὁμοῦ καὶ συμφέροντα καὶ σαυτῷ προσήκοντα ποιήσεις. ἂν δὲ πάντα διωσάμενος καὶ ἀποῤῥίψας, ἑνὸς μόνου γένῃ τοῦ τοῖς δεδογμένοις ἐγκαρτερεῖν, πᾶσι χαίρειν εἰπὼν, ὃ καὶ αὐτὴ ποιήσω, σοὶ θήσω φανερόν. πᾶσαν γὰρ αἰδῶ καὶ γυναικείαν ἀσθένειαν ἀποθεμένη καὶ τῶν τοῦ σωφρονεῖν ὥσπερ λογισμῶν ὑπὸ μεγέθους ἐκτραπεῖσα τῶν κακῶν, κατὰ μέσην τὴν πόλιν γενομένη καὶ ἀναθεῖσα ἑαυτὴν ἐπί τινος μετεώρου, ἵν' ἑξῇ διὰ πάντων ἐξικνεῖσθαι τὴν φωνὴν, ὄρθιον βοήσομαι καὶ μεγαλοφωνότατον· ἄνδρες Ρωμαῖοι, μᾶλλον δὲ καὶ Ἕλληνες καὶ βάρβαροι πάντες, εὖ ἴστε, ὡς πάντα ἀπόλωλε καὶ διέφθαρται, καὶ οὔτε φιλίας χάρις οὐδεμία κεῖται παρ' ἀνθρώποις, οὔτ' ἀληθείας μέλει καὶ δικαιοσύνης οὐδενί· λογισμῶν τε στεῤῥότης οἴχεται ἐκ τῶν ἀνθρώπων καὶ συλλήβδην πάντα ἀγαθὰ, εἰ δὴ ὁ μέγας δομέστικος ὥσπερ ἔκ τινος ἀντιπνοίας ἐναντιώτατος ἑαυτῷ φανεὶς καὶ τῆς μὲν φιλίας ἐπιλελησμένος βασιλέως, ἀμελήσας δὲ καὶ τῆς αὐτῷ προσηκούσης ἀληθείας καὶ δικαιοσύνης καὶ φιλοτιμίας τῶν καλῶν, αὐτὸς μὲν ἐσκέψατο ἀπραγμοσύνῃ τὸν ἐπίλοιπον βίον ζῇν, ἐμὲ δὲ καὶ παῖδας τοὺς ἐμοὺς πολλῆς νυνὶ τῆς κηδεμονίας δεομένους ὥσπερ τι βάρος ἀνόνητον ἀπεῤῥίψατο καὶ κατέλιπεν, ὥσπερ ἀγνοήσας, εἰ δήποτε καὶ μορφὴν ἡμῶν ἔγνω ἢ ἀκοῇ παρειλήφει τὰ καθ' ἡμᾶς. οὕτω δὲ τὸ ἄφιλον τῆς σῆς γνώμης καὶ ἄστατον καὶ ἀβέβαιον στηλιτεύσασα, εἴ γε συμβαίη, καὶ τεθνήξομαι ἡδέως, παρὰ σοῦ δίκας ἀρκούσας ἐμοὶ λαβοῦσα. ἐπὶ τούτοις δὲ πᾶσιν αὖθις σοῦ δέομαι, μηδὲν παρενοχλεῖν, ἀλλὰ τῶν τε λόγων ἀποσχέσθαι τουτωνὶ καὶ τὰ δέοντα ποιεῖν, ὥσπερ ἐξαρχῆς ἐχόμενον τῶν πραγμάτων.

εʹ. Τοιαῦτα μὲν ἀπεκρίνατο ἡ βασιλὶς ἐξ ἄγαν ἀλγούσης καὶ ὀδυνωμένης ψυχῆς. ὁ μέγας δὲ δομέστικος ὥσπερ ἐλεγχόμενος αὐτὸς ὑφ' ἑαυτοῦ, ὡς δίκαιά τε ὁμοῦ καὶ προσήκοντα ἐφθέγξατο, καὶ μηδὲν ἀντιλέγειν ἔχων πρὸς οὕτως ἀπόδειξιν ἐναργῆ τῆς ἀληθείας, πρὸς πατριάρχην μὲν ἐφθέγξατο οὐδὲν, παραλαβὼν δὲ αὐτὸν, εἴσεισιν εἰς βασιλίδα. ἡ μὲν οὖν εὐθὺς ὡς εἶδε, λύπῃ κάτοχος γεγενημένη, δάκρυσι περιεῤῥεῖτο καὶ ἐθρήνησεν ἐφ' ἱκανὸν, τῆς ἔνδον ἀλγηδόνος ἐναργῆ τεκμήρια τὰ δάκρυα παρεχομένη. ἐπεὶ δὲ ἐπαύσατο, λόγου πρὸς αὐτὴν ὁ μέγας δομέστικος ἤρχετο τοιοῦδε. «ἔθος ἐστὶ τοῖς ἀγαθοῖς ἀνδράσιν, ἐπειδὰν αὐτοῖς τινες χρήσωνται διαλλακταῖς ἢ πρὸς φίλους καὶ οἰκείους, ἐάν τι πρὸς αὐτοὺς διενεχθῶσιν, ἢ καὶ πρὸς ἄγαν πολεμίους, τὰ μὲν σκληρὰ τῶν ἀποκρίσεων καὶ ὅσα μάλιστα δυνατὰ, τήν τε εἰρήνην διαλύειν καὶ διερεθίζειν τὸν ἀκούοντα πρὸς ὀργὴν, ταῦτα μὲν συγκαλύπτειν καὶ παριέναι σιγῇ· ὅσα δὲ προσηνῆ καὶ ἥμερα καὶ ἱκανὰ πρὸς διαλύσεις, τὰ τοιαῦτα ἀπαγγέλλειν, οὐκ ἐλάττω ἢ ὅσα ἤκουσε προστιθέντα καὶ παρ' ἑαυτοῦ. ὥσπερ αὖ πάλιν οἱ τοὺς τρόπους μοχθηροὶ καὶ συγκρούειν τοὺς ἀνθρώπους πρὸς ἀλλήλους ᾑρημένοι, τὰ πρὸς ὀργὴν μὲν ἀπαγγέλλουσι μετὰ προσθήκης, ὅσα δὲ πρὸς διαλλαγὰς ἐπιτήδεια καὶ συμβάσεις, σιωπῶσι. νυνὶ δὲ δὴ καὶ αὐτὸς τῷ πατριάρχῃ μηνυτῇ χρησάμενος τῶν λόγων τῶν ἐμῶν καὶ πάλιν δι' αὐτοῦ τὴν γεγενημένην ἀπολογίαν παρὰ σοῦ μεμαθηκὼς, ἔδεισα μὴ τὴν ἐμὴν ψυχὴν, οἰδαίνουσαν καὶ φλεγομένην ὑπὸ λύπης, ἀναψύχειν βουλόμενος καὶ καταστέλλειν, τοιαῦτα ἐφθέγξατο ἥμερα καὶ προσηνῆ. πρὸς σὲ δὲ οὔτε τοὺς ἐμοὺς ἀκεραίους διεσώσατο λόγους, μήτ' αὖ πάλιν οἵας ἔτυχεν ἀπολογίας ἀπήγγειλε καὶ πρὸς ἐμέ. ἀλλ' ἀνθ' ἑτέρων ἕτερα εἰπὼν, νῦν μὲν διαλλάξει πρὸς καιρὸν, ὕστερον δὲ ὀλίγῳ μείζω καὶ βαρυτέραν κατασκευάσει γενέσθαι τὴν διαφοράν. οὗ δὴ ἕνεκα καὶ αὐτὸς, εἰ τοιαῦτα ὄντως εἴρηται παρὰ σοῦ, δεῖν ἔγνων ἀκριβῶς μαθεῖν, ὡς ἂν εἰδείην, ᾗ χρὴ καὶ περὶ τῶν ἐπιλοίπων ποιήσασθαι τοὺς λόγους.» καὶ πάντα διεξελθὼν, ὅσα πατριάρχης πρὸς αὐτὸν διαλεχθείη, ἐπυνθάνετο αὐτῆς, εἰ καὶ αὐτῇ τοῦτον εἴρηται τὸν τρόπον. ἐφ' ἅπασι δὲ συντιθεμένης ὡς ὀρθῶς καὶ ἀληθῶς γεγενημένοις, «οὐκοῦν,» εἶπεν «εἰ καὶ πρὸς τὰ ἐπίλοιπα τραχέως δόξω προσφέρεσθαι καὶ ἀπερισκέπτως, μηδεμίαν ἐμοῦ καταγινώσκειν μήτ' ἀπειροκαλίαν, μήτ' αὐθάδειαν καὶ θρασύτητα τῶν τρόπων ἀξιῶ, ἀλλ' εἴ τις προσείη καὶ τοῖς λόγοις ἀταξία, ἐκείνην μὲν προσλογίζεσθαι τῶν πραγμάτων τῇ ἀνάγκῃ, ἐμοὶ δὲ παρέχεσθαι συγγνώμην ὡς ὑπ' αὐτῶν βιαζομένῳ. ἐγὼ νομίζω πάντα ὁντινοῦν, ὅστις μέλλει καλῶς καὶ ἦθος κατασκέπτεσθαι ἀνδρὸς καὶ τὰς τῆς ψυχῆς ὁρμὰς ὁποίας ἔχει, μήτε τοῖς ἔξωθεν περὶ αὐτοῦ προσέχειν λεγομένοις, μήτ' αὐτὸν ἐφ' ἑαυτοῦ σκοπεῖν ἐν οἷς καιροῖς οὐκ ἐπ' ἐκείνῳ ἦν τὸ τὰ βεβουλευμένα δύνασθαι εἰς ἔργα ἀγαγεῖν, ἀλλ' ἡνίκα ἔξεστι μάλιστα χρῆσθαι τῇ δυνάμει. εἰ γὰρ τότε μηδέν τι φαίνεται τοιοῦτον δρῶν, οἷον αὐτὸν ἄν τις οἰηθείη, σχολῇ γ' ἂν εἰσέπειτα μεταβαλεῖν ὁ τοιοῦτος ἕλοιτ' ἄν. τοίνυν καὶ αὐτὸς ἐρῶ μετὰ παῤῥησίας περὶ ἐμαυτοῦ, ὡς οὔτε πρότερον ἐπεθύμησα εἰς βασιλέως σχῆμα μεταμεῖψαι τὸ παρὸν, καίτοι πολλὰ πολλάκις ὑπὸ περιόντος ἔτι τοῦ μακαρίτου βασιλέως ἐκείνου παρακληθεὶς, οὔτε νῦν ἐρῶ. εἰ γὰρ τοιούτοις ἔρωσιν ἀτόποις συνέβαινεν ἁλῶναι, τί τὸ κωλῦον ἦν, ὅτε, βασιλέως τετελευτηκότος, αὐτὸς παραλαβὼν τοὺς παῖδας τοὺς ἐκείνου, τὰ βασίλεια κατέσχον ἐν φρουρᾷ, τῶν τε ἔνδον ἀσφαλῶς κατεχομένων, καὶ τῶν ἔξω πάντων, τῶν μὲν εὐνοϊκῶς ἐμοὶ διακειμένων, τῶν δὲ ὑποπτησσόντων τὴν δύναμιν τὴν ἐμὴν καὶ οὐδὲ τολμώντων ἀντιγρύζειν, τὴν οἰκουροῦσαν ἄγειν εἰς φῶς κακίαν ἢ τὴν ἐπιθυμίαν μᾶλλον κατὰ πολλὴν τοῦ κωλύσοντος τὴν ἐρημίαν ἐκπληροῦν; νυνὶ δὲ οὐ μόνον οὐδὲν τοιοῦτον δεδρακὼς ἢ βεβουλευμένος φαίνομαι, ἀλλὰ καὶ τοὐναντίον πᾶν. ἐν ἀσφαλείᾳ γὰρ πάσῃ καὶ τοὺς βασιλέως παῖδας καὶ σὲ ἄχρις ἐνάτης ἡμέρας ἐκ τῆς βασιλέως τελευτῆς διατηρήσας, μετ' ἐκείνην τήν τε φρουρὰν ἀπήγαγον τῶν βασιλείων, ἣν αὐτὸς ἐγκαθιδρύσας ἦν, καὶ ἄλλην καταστήσας, ὅσην πρὸς τὸ τῶν ἐπιβουλευσόντων ἴσως ἐπέχειν τὰς ὁρμὰς ἔκρινα αὐτὸς ἀρκεῖν, οἴκαδε ἀνεχώρουν, τῶν πραγμάτων ἐχόμενος ὥσπερ καὶ ζῶντος βασιλέως, πᾶσι παραινῶν, συμβουλεύων, δεδιττόμενος ταῖς ἀπειλαῖς, μηδὲν νεωτερίζειν, ἀλλὰ καθαρὰν καὶ ἄδολον τηρεῖν καὶ τὴν εὔνοιαν καὶ τὴν δουλείαν σοί τε ὁμοίως καὶ παισὶ τοῖς σοῖς, καὶ δῆλος ὢν ὡς δίκας ἐπιθήσων τοῖς νεωτεριοῦσι καὶ τὸν πόλεμον αὐτὸς ἀναδεξόμενος ὑπὲρ ὑμῶν. τί οὖν ἄν τις εἴποι, τότε μὲν μὴ βουληθῆναι δεδυνημένον, νυνὶ δὲ βουλόμενον, μὴ τῆς ἴσης δυνάμεως εὐπορεῖν; ἀλλ' οὐδὲν ἧττον ὥσπερ καὶ τότε αὐτός τε ἂν δύνασθαι ἰσχυρισαίμην καὶ ὑμεῖς συνομολογήσαιτε ἐμοί· ὥστε οὔτε πρότερον, οὔτε νῦν ἐκ τοῦ μὴ δύνασθαι ἀπεσχόμην τῶν κακῶν, ἀλλ' ἐκ τοῦ μάλιστα μὴ βούλεσθαι καὶ τῶν φαυλοτάτων τὴν τοιαύτην οἴεσθαι μεταβολήν. εἰ οὖν οὔτε πρότερον, οὔτε νῦν, καίτοι ῥᾷστα καταπράξασθαι δυνάμενος, οὐδὲν τοιοῦτον, οἷον ἄν τις ὑποπτεύσειε, βεβουλευμένος ὤφθην, προσῆκον καὶ περὶ τοῦ μέλλοντος ἐμοὶ θαῤῥεῖν καὶ μὴ τοῖς συκοφάνταις προσέχειν καὶ λογοποιοῖς πολλοῖς κατ' ἐμοῦ φυησομένοις. οὐδὲ γὰρ περὶ μικρῶν τινων καὶ εὐκαταφρονήτων διαβαλοῦσιν, ἀλλὰ περὶ τοῦ ζῇν ὑμῖν ἐξαρτήσουσι τὸν φόβον, ἢ τά γε δεύτερα, περὶ τοῦ μὴ καλῶς καὶ ὡς προσῆκον, ἀλλ' αἰσχρῶς καὶ ἀνελευθέρως καὶ δουλεύοντας ἑτέρῳ ζῇν, ὃ καὶ αὐτὸ τοῖς εἰθισμένοις ἄρχειν οὐδενὸς θανάτου δεύτερον εἰς ἀλγηδόνος λόγον. ὅτι δὲ τοιοῦτοι φυήσονται πολλοὶ, οὐ στοχάζεσθαι ἔξεστιν ἡμῖν, ἀλλὰ καὶ σαφέστατα εἰδέναι. βασιλεὺς μὲν γὰρ κύριος αὐτὸς τῶν πραγμάτων ὢν καὶ μηδεμίαν μηδ' ὑφ' ἑνὸς τῶν πραττομένων ὑφορώμενος ἐξέτασιν, τὰ μὲν αὐτὸς ἑκὼν εἶναι, εἴπερ ἐβούλετο, χαρίζεσθαί τισιν ἠδύνατο, τὰ δ' ἴσως ἂν καὶ ἠμελεῖτο. νυνὶ δὲ οὐδὲν τοιοῦτον ἐξέσται οὐδενὶ, ἀλλὰ πάντα σὺν λόγῳ καὶ μετὰ ἀκριβείας πράττειν ἀνάγκην πᾶσιν ἐπιθήσω, οὐ τῆς ὑμετέρας ἕνεκα κηδεμονίας μόνον, ἵνα μὴ ἐλάττω τὴν ἀρχὴν, ἣν παρέλαβον, ἀλλὰ καὶ μείζω καὶ βελτίω, καιροῦ καλοῦντος, ἀποδῶ, ἀλλὰ καὶ φιλοτιμίας καὶ δόξης ἕνεκα ἐμῆς, τὸ δέ γε τούτων πάντων καὶ μεῖζον καὶ φοβερώτερον ἐμοὶ, τῆς ἐκεῖθεν τῶν πραττομένων ἐξετάσεως καὶ τῶν εὐθυνῶν, ἃς αὐτὸς ὑφέξειν ἐπὶ τοῦ φοβεροῦ δικαστηρίου ὑπὲρ τῶν εὖ ἢ κακῶς διῳκημένων μέλλω. τὰ δὲ τοιαῦτα τοῖς εἰθισμένοις ἀμελεῖν καὶ λυμαίνεσθαι τοῖς δημοσίοις καὶ τὰ ἴδια ἐκ τῆς φθορᾶς ἐκείνων αὔξειν, παντί τῳ δῆλον, ὡς οὐκ ἔσται ἀνεκτὰ, ὥστε αὐτοὺς εἰκὸς τὸν τὴν τοιαύτην ἀνάγκην αὐτοῖς ἐπαγαγόντα ἐκ μέσου ποιεῖν τίθεσθαι διὰ σπουδῆς. τοῦτο δὲ ἄλλως αὐτοῖς οὐκ ἂν ἐξέσται, εἰ μὴ πρότερον πολλὰ ψεύδη καὶ συκοφαντίας πλάσαντες, ἐκπολεμώσουσιν ἡμᾶς ἀλλήλοις. εἰς ὅσον δὲ ἀτοπίας ἐξελάσει τὰ πράγματα ἡμῖν, ἂν συμβῇ τοιαῦτα, καὶ αὐτὴ μὲν ἂν συνορῴης οὖσα συνετὴ, σαφέστερον δὲ διδάξω καὶ αὐτός. ἢ γὰρ ἐμὲ παρὰ πάντα δικαίου λόγον ἀνάγκη ἀποθνήσκειν, ἔργον γεγενημένον συκοφαντίας καὶ διαβολῆς, ἄνθρωπον οὐ μόνον εὔνουν βασιλεῖ καὶ τοῖς ἐκείνῳ προσήκουσιν ὑμῖν ἐπὶ τοσοῦτον χρόνον ἐξητασμένον ἀκριβῶς, ἀλλὰ καὶ τὰ Ρωμαίων πράγματα ἀδόλως καὶ καθαρῶς διῳκηκότα, ὃν εἰ κατὰ δή τινα τύχην παρὰ βαρβάροις δή τισι συνέβαινε διατρίβειν πόῤῥω τῆς Ρωμαίων γῆς, πολλῆς ἂν ᾖτε μέμψεως ἄξιοι δικαίως καὶ κατηγορίας, εἰ μὴ πᾶσαν ἔθεσθε σπουδὴν ἐπανάγειν καὶ ἀνακαλεῖσθαι, χρησόμενοι ᾗ αὐτῷ προσῆκεν. ἢ εἰ μὴ αὐτὸς ἑκὼν αἱρήσομαι τὸν θάνατον, ἀλλ' ἐθελήσω προνοίας ἐμαυτὸν ἀξιοῦν καὶ μὴ καταπροΐεσθαι τοῖς βουλομένοις τὴν σωτηρίαν, ἀνάγκη σοῦ ἀφίστασθαι καὶ σώζειν ἐμαυτόν. τούτου δὲ γενομένου, ὅτι πλείους ἐμοὶ τῶν Ρωμαίων ἕψονται καὶ πόλεμος ἐμφύλιος ἔσται χαλεπὸς καὶ πόλεων ἀναστάσεις καὶ μυρίων φθοραὶ πραγμάτων καὶ συμπάσης, ὡς εἰπεῖν, κατάλυσις τῆς Ρωμαίων ἡγεμονίας, πάντα ὁντινοῦν οἴομαι μὴ ἀγνοεῖν, τὸν καὶ ὁπωσοῦν φρενῶν μετειληχότα. ὧν τὰς δίκας παρ' ἀμφοτέρων λήψεται ἡμῶν ἐπὶ τῆς δίκης ἐκείνης τῆς φοβερᾶς ὁ πάντας μέλλων κρίνειν ζῶντας καὶ νεκροὺς, ὡς τούτων αἰτίους πάντων γενησομένους, μᾶλλον δὲ παρὰ μόνης σοῦ, τῆς μήτε παρ' ἑαυτῆς τὸ δέον συνιείσης, μήτε παρ' ἐμοῦ μαθεῖν διδάσκοντος βουλησομένης. ἐγὼ γὰρ αὐτὸς διϊσχυρίζομαι καὶ τῆς ἄνωθεν χειρὸς συνεφαπτομένης, ὡς οὐδὲν παραβήσομαι τῶν δεόντων, οὐδ' ἔστιν ὅ με πείσει πρόφασιν αὐτὸν τῷ πολέμῳ παρασχέσθαι. εἰ μὲν οὖν οὕτω πέπεικας σαυτὴν, ὥστε μηδὲν μηδέποτε φαῦλον λογίζεσθαι περὶ ἐμοῦ, ἀλλὰ καὶ πάντα ἡγεῖσθαι πράττειν καὶ διανοεῖσθαι ὑπὲρ σοῦ τε καὶ βασιλέως τοῦ σοῦ παιδὸς, τοὺς δὲ διαβάλλοντας ἡγεῖσθαι συκοφάντας καὶ κοινοὺς ἐχθροὺς καὶ μηδέποτε αὐτοῖς ὡς ἀληθεύουσι μὴ μόνον μὴ πιστεύειν, ἀλλ' οὐδὲ τὴν ἀρχὴν αὐτοῖς ὑπέχειν οὖς πρὸς τὰς συκοφαντίας, δίκαιά τε ὁμοῦ καὶ σαυτῇ τε καὶ ἐμοὶ συμφέροντα ἐβουλεύσω καὶ πᾶσι τοῖς Ρωμαίων πράγμασι κοινῇ, καὶ αὐτὸς τῆς διοικήσεως ἔχεσθαι πείθομαι τῶν κοινῶν. εἰ δὲ πρὸς ταῦτα τὴν ψυχὴν ὁρᾷς ἀδυνατοῦσαν καὶ ἀμφιβόλους δόξας ἔχουσαν περὶ ἐμοῦ, τί δεῖ σφίσι τε αὐτοῖς κἀμοὶ πράγματα παρέχειν, ἀλλὰ μὴ πειθομένους ἐμοὶ τὰ βελτίω συμβουλεύοντι, ἐμὲ μὲν ἐᾷν οἴκοι καθῆσθαι τὴν ἀπραγμοσύνην ᾑρημένον, αὐτὴν δ' ἅμα πατριάρχῃ καὶ τοῖς ἄλλοις, πολλοῖς τε καὶ ἀγαθοῖς οὖσι, τὰ κοινῇ συμφέροντα Ρωμαίοις πράττειν; οὐδὲ γὰρ ἀνόητος, οὐδ' οὕτως ἔξω φρενῶν ἐγὼ, ὥστ' εἰς προὖπτον κίνδυνον ἐμβάλλειν ἐμαυτὸν, καὶ ταῦτα μέλλων, μὴ χρημάτων μόνον τῶν ἰδίων ὑπὲρ τῶν κοινῇ Ρωμαίοις συμφερόντων, ἀλλ' οὐδ' αὐτῆς, εἰ δεήσει, φείδεσθαι ψυχῆς, πάντως δὲ δεήσει καὶ πολλάκις, μηδεμίαν δὲ ἑτέραν τῶν πόνων καὶ τῶν κινδύνων καὶ τῶν τοσούτων ἀναλωμάτων τὴν ἀντιμισθίαν ἀπαιτεῖν, ἢ πρῶτον μὲν τὸ ἀπαθῆ κακῶν διατηρεῖσθαι, δεύτερον δὲ τὴν ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις εὔκλειαν καὶ εὐδοξίαν, ἧς τὸ μὴ ἡττῆσθαι οὐ τῶν πάνυ λαμπρῶν καὶ περιδόξων, ἀλλὰ τῶν φαύλως καὶ ἀτίμως καὶ οὐδὲν ἄμεινον τῶν πολλῶν βιοῦν προῃρημένων. ἐμοὶ μὲν οὖν σκεψαμένῳ, τοιαῦτα ἔδοξε πρὸς ἐμαυτὸν ἰδίᾳ τε ἡμῶν ἑκάστῳ καὶ πᾶσιν ὁμοῦ συμφέρειν. σὲ δὲ προσήκει καὶ κοινῇ μετὰ τῶν ἄλλων καὶ ἰδίᾳ σκεψαμένην περὶ τῶν αὐτῶν, ἅττα ἂν εἴη λυσιτελέστερα, ἑλέσθαι. δοίη δὲ θεὸς ἑλέσθαι τὰ βελτίω.

ϛʹ. Τοιαῦτα πρὸς βασιλίδα μετὰ παῤῥησίας τοῦ μεγάλου δομεστίκου καὶ χωρίς τινος περικαλύμματος διειλεγμένου, ἐπῄνεσέ τε τοὺς λόγους καὶ αὐτὴ, ὡς οὐ σκληρῶς οὐδὲ τραχέως, ὥσπερ προοιμιαζόμενος εἶπεν, εἰρημένους, ἀλλ' ἀληθείας τε ἐχομένους καὶ δικαιοσύνης καὶ παῤῥησίας πρεπούσης φίλῳ ἀληθεῖ. περὶ μὲν οὖν τοῦ πρότερόν τε καὶ νῦν ὁμοίως μάλιστα εἶναι δυνατὸν αὐτῷ, εἰ ἐβούλετο, τὴν Ρωμαίων βασιλείαν ἑαυτῷ περιποιεῖν, σαφέστατα πάντων αὐτὴ εἰδέναι ὡμολόγει. πρὸς ἃ δὲ ἠξίου ἰσχυρίζετο, ὡς οὐ μόνον ταῦτα, ἅπερ ᾔτησεν αὐτὸς, ἀλλὰ καὶ πολλαπλασίω ἀνασχέσθαι δυνατή· καὶ ὡς οὐδ' ἂν εἰ πάντες ἄνθρωποι συμφωνήσαντες φαῖεν κατ' αὐτοῦ, δυνήσονται ταύτην αὐτῷ ἐκπολεμῶσαι, ἀλλ' ἄθικτον αὐτῷ καὶ ἀκεραίαν τηρήσει τὴν φιλίαν, εἰ μή τι ἄλλο, ἀλλὰ τῶν γε βασιλέως λόγων μεμνημένη, ᾧ πολλάκις εἴρηται περὶ αὐτοῦ, ὡς οὐδ' ἂν εἰ ξίφος σπασάμενον κατ' αὐτοῦ χωροῦντα ὡς ἀποκτενοῦντα ἴδῃ, οὐδ' οὕτω δυνήσεσθαι αὐτὸν μισῆσαι, ἀλλὰ τὴν ἴσην εὔνοιαν αὐτῷ, καὶ τούτου πεπραγμένου, τηρήσειν καὶ φιλίαν. ᾧπερ ἔφασκε χρωμένη διδασκάλῳ καὶ αὐτὴ τοσοῦτον ὑπερέχοντι αὐτῆς καὶ συνέσει καὶ πραγμάτων ἐμπειρίᾳ, τὰ ἴσα περὶ αὐτοῦ καὶ γινώσκειν καὶ πειράσεσθαι φυλάξειν. καὶ παρεθάῤῥυνεν αὐτὸν, μηδὲν περὶ αὐτῆς ὑποπτεύειν ἀγεννὲς, ἀλλ' εἶναι βεβαίως πεπεισμένον, ὡς οὐδὲν ἔσται τηλικοῦτον, ὃ δυνήσεται τοὺς αὐτῆς κατασεῖσαι λογισμοὺς καὶ περὶ αὐτοῦ κακὰ λογίζεσθαι παρασκευάσει. ἐπὶ τούτοις δὲ ὁ μέγας δομέστικος τὴν μὲν ὁμολογίαν βασιλίδος ἀρκοῦσαν οἰηθεὶς ἀπόδειξιν πρὸς τὸ μηδὲν εἶναι ἐμποδὼν, εἰ ἐβούλετο κακὸς ὀφθῆναι, μάλιστα δὲ δυνάμενος ἑκοντὶ τἀγαθὰ καὶ δίκαια αἱρεῖσθαι, εἶτα καὶ τῆς καλοκἀγαθίας καὶ τῆς εἰς αὐτὸν στοργῆς χάριτας ὁμολογήσας βασιλίδι, αὖθις ἀνελάμβανε τὸν λόγον, μὴ δὴ διὰ ταῦτα, φάσκων, μήτ' αὐτὴν, μήτε πατριάρχην ὑποπτεύειν, αὐτῷ τοὺς λόγους ὡς πανούργως εἰρημένους, ἄδειαν αὐτῷ προπαρασκευάζοντι τὸ μηδ' ἄν τις ἀληθῆ λέγειν ἔχῃ περὶ αὐτοῦ καὶ ἀποδεικνύειν ἀδικοῦντα, τόπον ἔχειν πρὸς τὴν κατ' αὐτοῦ κατηγορίαν καὶ γραφήν· οὐ γὰρ τοῦτο βούλεσθαι αὐτῷ τοὺς λόγους· ἀλλ' εἰ μέν τινες τοιαῦτα δήποτε κατηγοροῖεν, οἷα αὐτὰ ὑφ' ἑαυτῶν ἐξελέγχεσθαι ὡς εἰσὶ συκοφαντίαι καὶ διαβολαὶ, τούτων μηδένα ποιεῖσθαι λόγον, ἀλλὰ καὶ τοὺς πλάττοντας μισεῖν. εἰ δ' ἄρα οὕτως εἴη πιθανὰ, ὥστ' ἀμφιβολίαν ἐμποιεῖν, εἰ μᾶλλον χρὴ πιστεύειν ἢ παντάπασιν ἀπιστεῖν, μὴ ἐρήμην εὐθὺς καταψηφίζεσθαι καὶ ἀπόντος, ἀλλ' εἰς δικαστήριον καλεῖν κἂν ἁλίσκωμαι ἀδικῶν, οὐ παραιτοῦμαι τῆς κακουργίας διδόναι δίκας.» τῆς βασιλίδος δὲ τὸν περὶ τῆς δίκης λόγον ἀποσειομένης καὶ μηδ' ἂν, εἴ τι γένοιτο, τοιαῦτα περὶ αὐτοῦ φρονήσειν διατεινομένης, ὥστε καὶ δικαστηρίων δεήσεσθαι πρὸς αὐτὸν, οὐκ ἔφασκεν ἐκεῖνος ἀγαπήσειν, εἰ μὴ καὶ περὶ τούτου πείθοιτο αὐτῷ τῶν ἄλλων μᾶλλον ἕνεκα ἢ αὐτῆς, ὥστε διὰ πάντων αὐτοῖς ἀποφράττεσθαι τὰς γλώσσας καὶ μὴ πρόφασιν ἐκ τούτου κακουργίας καὶ διαβολῆς λαβεῖν. ἀπαγορευούσης δὲ αὐτῆς καὶ οὐκ ἐθελούσης πείθεσθαι, ἔπεισε πολλὰ εἰπὼν, ὡς περὶ ἀναγκαίου, ἄκουσαν μὲν καὶ τόγε εἰς αὐτὴν ἧκον τῶν τοιούτων μὴ δεομένην ζητημάτων· ἐπείθετο δ' οὖν ἕνεκα αὐτοῦ. ἐπὶ τούτοις δὲ καὶ αὐτὸς ἡσθεὶς καὶ πᾶσαν λογισμῶν ἀμφιβολίαν ἀποθέμενος, χαίρων ἔφασκεν ἤδη παραλήψεσθαι τὴν ἀρχὴν, εἰ καὶ δι' ὅρκων γένοιτο πιστὰ τὰ εἰρημένα. καὶ αὐτίκα ἐτελοῦντο καὶ οἱ ὅρκοι παρ' ἑκατέρων ἐπὶ τοῦ πατριάρχου. ἐπεὶ δὲ οὐδενὸς αὐτοῖς ἐνέδει ἔτι πρὸς τὰς διαλύσεις, βασιλὶς μὲν οἴκοι ὑπελείπετο, ὁ μέγας δὲ δομέστικος ἤδη πᾶσαν τὴν ἀρχὴν βεβαίως ἔχων, ἐξῄεσαν ἅμα πατριάρχῃ. καὶ πρὸς τῷ ναῷ τοῦ μεγαλομάρτυρος γενόμενοι Δημητρίου, ὃς τῶν βασιλείων ᾠκοδόμητο ἐντὸς, πολλὰ καὶ πρὸς πατριάρχην ὁ μέγας δομέστικος διειλέχθη. ἔφη γὰρ, πεπεῖσθαι μὲν καὶ αὐτὸν σαφῶς, ὡς οἵους ἡ βασιλὶς ἐφθέγξατο λόγους, τοιοῦτον καὶ τὸ φρόνημα ἔχειν. θορυβεῖσθαι δὲ αὖθις οὐ μικρῶς, τὴν ἀσθένειαν τῆς γυναικείας φύσεως εἰδότα, ὡς εὐμετάβλητος διὰ δειλίαν, καὶ δεδοικέναι, μὴ αὐτὸς μὲν ἀναγκάζοιτο πάντοτε μακραῖς ἀποδημίαις χρῆσθαι διὰ τοὺς πρὸς τοὺς περιοίκους βαρβάρους πολέμους, οἱ συκοφάνται δὲ οἰκουροῦντες πείσωσί ποτε αὐτὴν μεταβαλεῖν, ὃ καὶ ἀνδράσι συμβαῖνον ὁρῶμεν τοῖς περὶ μάχας διὰ δειλίαν ἀτολμωτάτοις. ἐκεῖνοι γὰρ ὑπὸ τῶν οἰκείων ὀνειδιζόμενοι καὶ περιυβριζόμενοι καὶ ὁτιοῦν ὑπομένοντες δεινὸν, μάχης μὲν οὐ παρούσης, κομπάζουσι πολλὰ καὶ ἰσχυρίζονται καὶ ὅρκους προστιθέντες, μηκέτ' αὖθις τοῖς πολεμίοις τὸ πρόσωπον ἀποστρέψειν, ἀλλ' ἀνδρείως ἀντικαταστήσεσθαι πρὸς αὐτούς. ἐπειδὰν δὲ αὐτούς τε ἴδωσι προσιόντας καὶ τῆς σάλπιγγος ἀκούσωσι σημαινούσης συμπλοκὴν, οὐκέτι μένειν οὐδ' ἐπὶ τῆς παρατάξεως οἷοί τέ εἰσιν, ἀλλὰ φεύγουσιν αἰσχρῶς καὶ ἀγεννῶς, ὀλίγα φροντίζοντες τῶν ὅρκων καὶ τῶν κομπασμάτων τῶν προτέρων. ἀκούω δὲ καὶ παροιμίας Περσικῆς ὀρθῶς ἄγαν καὶ συνετῶς περὶ τῆς γυναικείας εἰρημένης φύσεως. λέγουσι γὰρ, ὡς κἂν μέχρι νεφελῶν ἀφίκηται ἡ κεφαλὴ τῆς γυναικὸς, οὐδὲν ἔλαττον ἢ πρότερον ἐφάπτεται τῆς γῆς· σημαίνοντες, οἶμαι, διὰ τοῦ λόγου, ὡς κἂν εἰς ἄκρον καὶ φρονήσεως ἀφίκηται καὶ μεγαλοψυχίας καὶ ἀνδρίας, οὐδὲν ἧττον ἢ πρότερον ἔστι γυνὴ, τοῖς φυσικοῖς καὶ γυναικείοις πάθεσιν ἐνεχομένη. ἃ δὴ πάντα με ἀποκναίει μεμνημένον καὶ πολὺν ἐμποιεῖ θόρυβον τῇ ψυχῇ, μὴ τῆς βασιλίδος γυναικεῖόν τι παθούσης, οὐκ αὐτὸς μόνον, ἀλλὰ καὶ Ρωμαῖοι πάντες πολλοῖς ὁμιλήσομεν κακοῖς καὶ τοῖς ἐσχάτοις περιπεσούμεθα κινδύνοις. οὗ δὴ ἕνεκα πρῶτα μὲν τῶν ὑπηργμένων παρ' ἐμοῦ σοι ἀγαθῶν ἀναμιμνήσκω, οὐδ' αὐτὸν ἴσως ἐπιλελησμένον, ὡς εἰς τοῦτο εὐδοξίας καὶ τιμῆς παρὰ τὴν ἡμετέραν ἥκεις καὶ φιλίαν καὶ σπουδὴν, οὐ μόνον ἐξ ἀφανείας πολλῆς τῷ βασιλικῷ κλήρῳ καταλέξαντος καὶ πολλῆς προνοίας οὐκ οἴκοθεν μόνον, ἀλλὰ καὶ ἐκ τῶν βασιλικῶν ἠξιωκότος καὶ, καιροῦ οὐ καλοῦντος, ἐμοῦ τε πρώτου μνησθέντος καὶ βασιλέα πείσαντος ἐπὶ τὸν πατριαρχικὸν ἀνάγειν θρόνον, ἀλλὰ καὶ τῶν ἀρχιερέων κοινῇ γνώμῃ πάντων ἀποσειομένων, πολλῇ χρησαμένου πρὸς αὐτοὺς καὶ προθυμίᾳ καὶ σπουδῇ, ὥστε πεῖσαι ἐγχειρίσαι τὴν περιφανῆ ταύτην καὶ περιμάχητον καθέδραν, καὶ τὰ τελευταῖα δὴ ταῦτα κινδυνεύοντι περὶ αὐτὴν καὶ μέλλοντι ἀποστερεῖσθαι μόνου πρὸς ἀπαλλαγὴν ἐξαρκέσαντος τῶν δυσχερῶν. ταῦτα δὲ διῆλθον νῦν, οὐκ ὀνειδίζειν προῃρημένος τὰς εὐεργεσίας, οὐ γὰρ ἔμοιγε φίλον τὸ τοιοῦτον, οὐδ' εἰ πολλαπλασίους ἦσαν καὶ μείζους, ἀλλ' ἵν' ἐπιδείξαιμι, ὡς ἄνωθεν φιλίως πρὸς σὲ διατεθέντι καὶ πολλὰς παρεσχημένῳ ἀποδείξεις τῆς πρὸς σὲ στοργῆς, δίκαιον καὶ σὲ, τῶν πραγμάτων παρασχόντων, νῦν εὐγνώμονα φανῆναι τῷ προῖκα πρότερον ὀφθέντι φίλῳ καὶ ἀμοιβὰς ἀξίας ἀποδοῦναι τῶν προτέρων εὐεργεσιῶν. οὐ μόνον τούτων ἕνεκα αὐτῶν, ἀλλ' ὅτι καὶ πατὴρ ὢν κοινὸς πνευματικὸς, ὅσην ἑκάστῳ τῶν ποιμαινομένων, τοσαύτην ὀφείλεις τὴν κηδεμονίαν καὶ ἐμοὶ, μᾶλλον δὲ πολλαπλασίω ἢ σύμπασι σχεδὸν, ὅσῳ καὶ τῆς εἰς ἐμὲ ἡκούσης ὠφελείας ἢ βλάβης πάντες ἀπολαύσουσι τὸ μέρος. τοῦτο δέ ἐστιν, ὅ σου δέομαι, ἵν' ἐπειδήπερ αὐτὸς ἀναγκαίως ἔχω πρὸς τὰς ἔξωθεν στρατείας ἀσχολεῖσθαι, οὔτε γὰρ ἔμοιγε εὐπρεπὲς, οὔθ' ὑμῖν συμφέρον, ἐνταῦθα καθήμενον περιορᾷν τοὺς πολεμίους τοὺς ἀγροὺς πορθεῖν τοὺς ἡμετέρους καὶ τὰς πόλεις πολιορκεῖν καὶ ἐξανδραποδίζεσθαι τοὺς ἐντυχάνοντας, μηδεμίαν δοῦναι χώραν τοῖς συκοφάνταις καὶ λυμεῶσι καὶ κοινοῖς ἐχθροῖς, τὸν ἀεὶ χρόνον ἐνταῦθα συνεσόμενον τῇ βασιλίδι, ὥστε δυνηθῆναι συσκευάσαι κατ' ἐμοῦ διαβολὰς καὶ πεῖσαι προσέχειν αὐτοῖς, ὡς ὀρθῶς καὶ λυσιτελῶς βουλευομένοις, ἐμὲ δὲ πολέμιον νομίζειν καὶ ἐπιβουλεύοντα αὐτῇ πρὸς τὴν ἀρχήν· ἀλλὰ τῶν ὑπὲρ ἐμοῦ δικαίων ἀντεχόμενον διαλύειν αὐτοῖς τὰς μηχανὰς καὶ ἀπράκτους καθιστᾷν τὰς πανουργίας καὶ τοὺς δόλους, οὐδὲν ἕτερον πείθοντα τὴν βασιλίδα, ἢ μὴ καταψηφίζεσθαι ἀπόντος, ἀλλὰ κληθέντα πρὸς τὴν δίκην καὶ καιροῦ τυχόντα πρὸς ἀπολογίαν, ἢ διαλύεσθαι τὰ ἐγκλήματα, ἂν δύνωμαι, ἢ διδόναι δίκας τῆς ἀδικίας, ἂν ἁλίσκωμαι ἐπιορκῶν. τῆς τοιαύτης δὲ σπουδῆς ἕνεκα καὶ προθυμίας οὐ παρὰ θεοῦ μόνου λήψεσθαι τὰς ἀμοιβὰς, ὡς ὑπὲρ εἰρήνης καὶ σωτηρίας τῆς κοινῆς καὶ αὐτοῦ ἐσπουδακότα τοῦ δικαίου, ἀλλὰ καὶ αὐτὸν αὐτῷ πολλὴν εἰδήσειν χάριν καὶ πάντας τοὺς ἐν λόγῳ ἐπαινέσεσθαι, ὅτι τὰ προστάτου ποιεῖ καὶ κηδεμόνος τῶν ψυχῶν, ἔργοις αὐτοῖς ἐπιδεικνύμενος, ὡς ἔστι μαθητὴς τοῦ εἰρηνοποιοῦ καὶ εἰς δύναμιν αὐτῷ ἐξομοιοῦται, τόγε εἰς αὐτὸν ἧκον, πᾶσαν πρόφασιν πολέμου ἐμφυλίου διαλύων. τοιαῦτα καὶ πρὸς πατριάρχην διειλεγμένου τοῦ μεγάλου δομεστίκου, τάς τε εἰρημένας εὐεργεσίας, ἦν αὐτῷ ἐκεῖνος συνομολογῶν, καὶ πάντων τῶν ἄλλων μείζω καὶ εὐηργετῆσθαι καὶ ὀφείλειν, καὶ θαῤῥεῖν περὶ τοῦ μέλλοντος, ὑποθέμενος, ὡς οὐδὲν αὐτῷ τῶν δυσχερῶν, τόγε εἰς αὐτὸν ἧκον, ἀπαντήσει, ἀλλὰ σπουδῇ πολλῇ καὶ προθυμίᾳ, εἴ τι συμβαίη τοιοῦτον, χρήσεται περὶ αὐτοῦ καὶ οὐδὲν ἧττον, ἢ ὑπὲρ αὐτὸς αὑτοῦ παρὼν, τῶν αὐτῷ γινομένων ἀνθέξεται δικαίων. ἐπεὶ δὲ καὶ ὁ πατριάρχης προθύμως τὰ τοιαῦτα ἐπηγγείλατο, οὐκοῦν, ἔφασκεν ὁ μέγας δομέστικος, οὐδὲν λοιπὸν, ἢ τὰς ὑποσχέσεις ταύτας τρόπῳ, ᾧ ἂν ἐπίσταιτο αὐτὸς, βεβαίας αὐτῷ ποιεῖν καὶ ἀναμφιβόλους, ὥστε μηδὲν ἔτι ἐνδοιάζειν ἔχειν, ἀλλὰ πεπεῖσθαι ἀκριβῶς, ὡς οὐδὲν ἧττον, ἢ εἰ παρῆν αὐτὸς, οὐδεμία τοῖς συκοφάνταις ἔσται δύναμις πρὸς τὰς διαβολάς. ὁ δ' εὐθὺς τῆς καθέδρας ἐξαναστὰς, «εὐλογητὸς» εἶπεν «ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ ὢν εἰς τοὺς αἰῶνας, ὅτι οὔτε νῦν, οὔθ' ὕστερον ψεύσομαί σε, ἀλλ' ὑπὲρ τοῦ σοῦ πᾶσαν ποιήσομαι δικαίου καὶ φροντίδα καὶ σπουδὴν καὶ οὐδὲν, τόγε εἰς ἐμὲ ἧκον, περιόψομαι, μὴ πάντα καὶ διανοεῖσθαι καὶ φθέγγεσθαι καὶ πράττειν, ὥστε μηδεμίαν βλάβην ἐκ συκοφαντίας καὶ διαβολῆς σοι προσενεχθῆναι.» ἐπὶ τούτοις δὲ καὶ τὸν τρισάγιον ὕμνον ἐπειπὼν καὶ πρὸς τῇ κεφαλῇ τοῦ μεγάλου δομεστίκου εὐχήν τινα τῶν ἱερῶν διεξελθὼν καὶ πολλὴν αὐτῷ εἰρήνην καὶ εὔκλειαν καὶ ἄλλων ἀγαθῶν ἐπευξάμενος ἐσμὸν, ἐπεὶ καὶ ἡ ἡμέρα ἤδη περὶ δείλην ἦν, ὁ πατριάρχης μὲν ἐπ' οἴκου ἀνεχώρει, ὁ μέγας δὲ δομέστικος ἥπτετο προθύμως τῶν πραγμάτων, βεβαίας ἤδη περὶ τῶν μελλόντων ἔχων τὰς ἐλπίδας καὶ οὐδὲν δεινὸν ὑπονοῶν.

ζʹ. Εἰς τὴν ὑστεραίαν δὲ ἐκέλευε τοὺς Ἀλεξάνδρου πρεσβευτὰς εἰς τὰ βασίλεια ἐλθόντας, περὶ ὧν ἥκουσιν ἀπαγγέλλειν. οἱ δὲ ἧκον, καὶ τοὺς ὅρκους ἔχοντες, οὓς βασιλεὺς πρὸς Ἀλέξανδρον ἐπὶ τῇ εἰρήνῃ ἐποιεῖτο, ᾐτοῦντό τε αὐτοῖς τὸν Σίσμανον ἐγχειρίζειν πολέμιον ὄντα τῷ σφετέρῳ βασιλεῖ, ἢ τοὺς ὅρκους ἀπολαμβάνειν, ὡς οὐκέτι τῆς εἰρήνης ἐσομένης. μηδὲ γὰρ ἂν εἶναι δίκαιον, μηδὲ ἀνεκτὸν αὐτοῖς, αὐτοὺς μὲν ἀσφαλεῖς εἶναι καὶ βεβαίους φίλους καὶ συμμάχους Ρωμαίοις, ἐκείνους δὲ παρασπονδεῖν, τοὺς αὐτοῖς πολεμιωτάτους ὑποδεχομένους. οἱ μὲν οὖν πρέσβεις τοιαῦτα εἶπον, ὄγκου καὶ φρονήματος πεπληρωμένοι καὶ οὐδὲ ἀντειπεῖν οἰόμενοι Ρωμαίους, ἀλλ' αὐτίκα ἐγχειρίσειν Σίσμανον, δείσαντας τὸν πόλεμον τὸν πρὸς αὐτούς. ἡ βασιλὶς δὲ ἐκέλευεν αὐτοῖς τὸν μέγαν δομέστικον χρηματίζειν καὶ περὶ ὧν αἰτοῦσιν ἀποκρίνεσθαι. ὁ δὲ πρῶτα μὲν ἐμέμφετο αὐτοῖς, ὡς οὐκ ἐφ' οἷς προσῆκε τὴν ἄφιξιν πεποιημένοις. ἔδει γὰρ βασιλέα τὸν ὑμῶν, φίλον ὄντα καὶ πατέρα κηδεστοῦ τῷ τετελευτηκότι βασιλεῖ Ρωμαίων, μὴ τοῖς ἐκείνου παισὶ πόλεμον ἐπάγειν καὶ διαλύειν πειρᾶσθαι τὰς σπονδὰς ἐπ' αἰτίαις οὐ δικαίαις. ἀλλ' εἴ τινα καὶ πρότερον εἶχε πρὸς ἐκεῖνον πρόφασιν διαφορᾶς, ταύτην καταλύειν νῦν καὶ βεβαιότερον ἢ πρότερον φυλάττειν τὰς συνθήκας καὶ βασιλέως τοῖς παισὶ συμμαχεῖν ἐπὶ τοὺς πολεμίους, ἄν τινες ὦσι, νυνὶ μάλιστα τῆς παρὰ τῶν φίλων ἐπικουρίας δεομένοις. ὁ δ' ἔοικε ταὐτὸν τοῖς πολλοῖς παθεῖν, οἳ ζῶντας μὲν θεραπεύουσι τοὺς δυνατοὺς, οὐ μᾶλλον ἐκείνων, ἢ τοῦ καιροῦ καὶ τῆς ἐκείνων δυνάμεως ὄντες φίλοι· ἐπειδὰν δὲ ἀποίχωνται, τῶν αἰτίων ὡσπερεὶ διαλυθέντων τῆς φιλίας, ῥᾷστα πρὸς ἔχθραν ἐξάγονται τῶν πρότερον δοκούντων εἶναι φίλων, διὰ τὴν ἀδυναμίαν αὐτοὺς περιορῶντες. ἔπειτα δὲ καὶ πρὸς τὴν ἀξίωσιν αὐτῶν οὕτω τὴν ἀπολογίαν ἐποιεῖτο, ὡς οὐ πάτριον τοῖς Ρωμαίων βασιλεῦσι, τοὺς αὐτοῖς προσφυγόντας τοῖς πολεμίοις προδιδόναι. ἀπὸ γὰρ τῶν Κωνσταντίνου τοῦ μεγάλου χρόνων ἄχρι νῦν τοῖς Ρωμαίων βασιλεῦσι, μείζοσι καὶ περιφανεστέροις τῶν παρ' ἑκάστοις ἔθνεσι βασιλεῦσιν ἢ δυνάσταις οὖσι, πολλοὶ τῶν παρ' αὐτοῖς ἀρχόντων ἀτυχήσαντες καὶ τῆς ἀρχῆς ἐκβεβλημένοι γεγόνασιν ἱκέται, οἱ μὲν τὴν οἰκείαν αὐτοῖς δεόμενοι ἀρχὴν ἐπανασώζειν, οἱ δὲ καὶ ἄλλως προνοίας καὶ κηδεμονίας τυχεῖν τινος. καὶ πᾶσιν ἤρκεσαν πρὸς τὰς συμφορὰς, ὥσπερ κοινοὶ σωτῆρες καὶ προστάται τῶν δυσκόλῳ τύχῃ χρησαμένων ὄντες, καὶ τοῖς μὲν αὐτῶν ἀπέδοσαν τὰς ἀρχὰς, χειρὶ πολλῇ καταγαγόντες, ἐνίους δὲ εὐεργετήσαντες μεγάλα καὶ τῆς οἰκείας ποιήσαντες ἐκλαθέσθαι τῇ ὑπερβολῇ τῶν δωρεῶν, ἔπεισαν αὐτοῖς συνεῖναι διὰ βίου, τὴν παρὰ βασιλεῖ δουλείαν πολὺ βελτίω νομίσαντας καὶ θαυμασιωτέραν τῆς ἀρχῆς τῶν ὁμοφύλων. τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν Σίσμανος ἱκέτης γέγονε τῆς Ρωμαίων βασιλείας, οὐ πρὸς τὴν οἰκείαν δεόμενος καταγαγεῖν, ἀλλὰ προνοίας τινὸς τυχεῖν, κακοπραγῶν καὶ τῆς ἀρχῆς ἐκβεβλημένος. Ἀλέξανδρος δὲ ὁ ὑμέτερος βασιλεὺς, ὡς ἔοικε, διὰ τὴν βασιλέως τελευτὴν τὰ Ρωμαίων πράγματα παντάπασι νομίζων διεφθάρθαι καὶ μηδένα τὸν προστησόμενον κεκτῆσθαι, ἐκεῖνον ἀπέστειλεν αἰτῶν μετὰ πολλῆς τῆς παῤῥησίας καὶ τὸ κελευόμενον ποιεῖν, μηδὲν πολυπραγμονοῦντας ἀξιῶν. τὸ δ' ἐναντίως ἔχει ἢ ᾠήθητε αὐτοί. βασιλεύς τε γὰρ ἔτι περιὼν, ἡμῖν χρώμενος τοὺς ἀδικεῖν ἐθέλοντας ἐτιμωρεῖτο, καὶ νῦν ἐξ ἀνθρώπων ἐκείνου γεγενημένου, ἡμεῖς ἀμυνούμεθα ὑπὲρ ἡμῶν αὐτῶν, ἄν τις ἐπίῃ, ὑπὸ βασιλέα τὸν ἐκείνου παῖδα τεταγμένοι, καὶ τήν τε χώραν ἡμῶν φυλάξομεν ἀπαθῆ κακῶν, καὶ ὑπὲρ φιλοτιμίας τῆς ἀνέκαθεν Ρωμαίοις προσηκούσης πολεμήσομεν ὑμῖν προθύμως. οὐ γὰρ μικρὸν τοῦτό γε, οὐδὲ εὐκαταφρόνητον ἡμῖν εἰς ἀδοξίας λόγον, τὸ τὸν φυγάδα παρ' ἡμῖν γεγενημένον, ἢ ὑμῶν ἢ ἑτέρων κελευόντων, ἐπὶ θανάτῳ προδιδόναι. ἂν μὲν οὖν καὶ αὐτοὶ τῆς ἀτοπίας τῶν τοιούτων ζητημάτων ἀποστάντες, εἰρήνην ἄγειν καὶ ταῖς σπονδαῖς ἐμμένειν καὶ τοῖς ὅρκοις, οὓς πρὸς βασιλέα ἔθεσθε, ἐθέλητε, πειρασόμεθα καὶ ἡμεῖς τῶν καθεστώτων μηδὲν κινεῖν. ἂν δ' ἄρχητε αὐτοὶ πρότεροι πολέμου, τὸν θεὸν καὶ ἡμεῖς μάρτυρα τῆς ἀδικίας προστησάμενοι, ὃν αὐτοὶ ἐπιορκεῖτε διαλύοντες τὰς σπονδὰς, διδάξομεν ὑμᾶς μηδὲν πέρα τοῦ προσήκοντος φρονεῖν. καὶ ἢ Σίσμανον τριήρεσι διὰ τοῦ Ἴστρου καταστήσαντες ἐπὶ Βιδήνην καὶ πόλεμον ἐμφύλιον ἀνάψαντες ὑμῖν, ἴστε γὰρ δήπου καὶ αὐτοὶ, ὡς πολλοὶ Μυσῶν προσχωρήσουσιν ἐκείνῳ διὰ τὴν ἀρχαίαν φιλίαν καὶ τὴν οἰκειότητα τοῦ γένους, ἢ παντάπασιν Ἀλέξανδρον ἐκβαλοῦμεν τῆς ἀρχῆς, ἢ τά γε δεύτερα, οὐ μέτριά τινα ζημιώσομεν αὐτὸν, ἢ εἰ μὴ τοῦτο δοκοίη, ὡς ἐλάττονος ἢ προσῆκε τῆς ἐπικουρίας γινομένης, ἀλλ' ἔγωγε αὐτὸς ἅμα στρατιᾷ Ρωμαίων ἔχων καὶ Σίσμανον, ὑμῖν ἐπιστρατεύσω καὶ μαχοῦμαι προθυμότατα ὑμῖν, οὐ μόνον παρασπονδούμενος αὐτὸς, ἀλλὰ καὶ ἀδικουμένῳ βοηθῶν, καὶ προσέτι γε στασιάζουσι πρὸς ἑαυτοὺς καὶ τοῖς μὲν Ἀλεξάνδρῳ προσκειμένοις, τοῖς δὲ ἥδιον ἂν ἀπαλλαξομένοις καὶ πρὸς Σίσμανον ἀποχωρήσουσιν, ὅπερ οὐκ οἴομαι ὑμῖν λυσιτελήσειν. ἐγὼ δὲ καὶ τρόπον ἕτερον πολέμου, ἐξ οὗ τήν τε ὑμετέραν κακοῦν ἡμῖν καὶ τὴν οἰκείαν ἐξέσται διασώζειν, οὐκ ἀποκρύψω, ἵνα μή τινων ἀνηκέστων πρὸς τὸν πόλεμον συμβάντων, οὐχ ἡμᾶς αἰτίους, ἀλλὰ σφᾶς αὐτοὺς εἰδείητε αὐτοῖς. τῶν γὰρ κατὰ τὴν Ἀσίαν Σατραπῶν ὁ δυνατώτατος, ὃν οὐδ' αὐτοὶ ἀγνοεῖτε παρειληφότες ἀκοῇ, Ἀμοὺρ ὁ τοῦ Ἀϊτίνη, τὴν βασιλέως πεπυσμένος τελευτὴν καὶ νομίσας καὶ αὐτὸς ῥᾷστα ληΐσεσθαι Ρωμαίους διὰ τὸ μηδένα εἶναι τὸν ἀμυνούμενον ὑπὲρ αὐτῶν, πεντήκοντα καὶ διακοσίας πληρώσας ναῦς, πᾶσαν ἐποιεῖτο σπουδὴν κακοῦν τὴν ἡμετέραν. ἐπεὶ δὲ ἐπυθόμην αὐτὸς τῶν Περσῶν τὴν ἐσομένην εἰσβολὴν, πρεσβείαν πέμψας πρὸς ἐκεῖνον, ἐν τοῖς μάλιστα ἐξητασμένον τῶν φίλων τῶν ἐμῶν, ἐκέλευον ἀναστρέφειν καὶ ἀπέχεσθαι τῆς πείρας, ὡς οὐδέσιν ἄλλοις ἐπιστρατεύσοντα ἢ ἐμοί. ὁ δ' ἅμα τε ἐδέξατο τὴν πρεσβείαν καὶ ἀνέστρεφεν ἐκ μέσης τῆς ὁδοῦ. νυνὶ δὲ ἐνταῦθα πρὸς ἐμὲ πρεσβείαν πεπομφὼς, δεῖται μὴ περιιδεῖν αὐτῷ τὴν στρατιὰν εἰκῇ συνειλεγμένην, ἀλλ' εἴ τις πρός τινα πόλεμος ἡμῖν, χρήσασθαι αὐτῇ, ὡς ἂν ἥ τε στρατιὰ ὠφεληθείη ἀπὸ τῶν πολεμίων τῶν λαφύρων, ἐκεῖνός τε μὴ μάτην εἴη τοσαῦτα χρήματα ἀναλωκὼς, ἀλλ' αὐτὸ τοῦτό γε καρπώσαιτο, τὸ ἀναλωκέναι ὑπὲρ φίλου. οὐ χρὴ δὲ ἀπιστεῖν τοῖς λεγομένοις, κόμπου ἕνεκα καὶ αὐχήματος διακένου πεπλάσθαι οἰομένους. πρὸς γὰρ τῷ μὴ εὐχερεῖς ἡμᾶς πρὸς πλάσματα καὶ ψεύδη εἶναι, ἔξεστι καὶ αὐτοῖς ἀνερευνῶσιν ἐξευρίσκειν ὡς ἀληθῆ. ἐγὼ μὲν οὖν τὴν εἰρήνην πολλῷ βελτίω καὶ λυσιτελεστέραν ἑκατέροις οἰόμενος ἡμῖν, αὐτός τε ἀσπάζομαι καὶ ὑμῖν ἔχεσθαι ταύτης παραινῶ. διὸ οὐδὲ πρὸς ὑμᾶς ἀπαγορεύω τὸ νῦν ἔχον, ἀλλ' ὡς τάχιστα πρὸς τὸν πέμψαντα ἐπανελθόντες, Σίσμανον μὲν ἀπαγγείλατε μηδέποτε λήψεσθαι προσδοκᾷν· εἰ δ' ἐκείνῳ διὰ ταῦτα πρὸς ἡμᾶς δοκεῖ πολεμητέα εἶναι, ἐν εἴκοσιν ἡμέραις, αἷς δυνήσεσθε ἐπανελθεῖν, τὸν πόλεμον ἀπαγγέλλειν. ἐν τοσαύταις γὰρ καὶ τὸν Ἀμοὺρ πρεσβευτὴν ἐνταυθοῖ παρασκευάσω διατρίβειν, ἵν' εἰ ὁ πόλεμος ἀπαγγέλλοιτο, γράμμασιν ἐκείνῳ τὴν ἐνθάδε ἄφιξιν ἐπιτρέψω. πάντως δὲ ῥᾷον οἴεσθαι αὐτὸν ὑμᾶς καὶ προθυμότερον ἀφικέσθαι χρὴ, ἢ πρότερον ἐκ τῆς στρατείας ἀναστρέφειν, πειθόμενον τοῖς λόγοις τοῖς ἐμοῖς. ἂν δ' ἀμελήσαντες τὴν προθεσμίαν ὑπερβῆτε, ἐμοὶ μὲν ἀσφαλὲς οὐκέτι ἡσυχάζειν, ἀλλ' αὐτός τε οἴκοθεν ἐξαρτύσομαι τὰ πρὸς τὸν πόλεμον καὶ τὴν Περσικὴν συμμαχίαν οὖσαν παρεσκευασμένην ἐνθάδε ἄξω· καὶ τοῦ λοιποῦ οὐδ' ἂν αὐτοὶ ἐθέλητε, κατατίθεσθαι ῥᾴδιον ἔσται τὸν πόλεμον ἐμοὶ, οὐ μόνον διὰ τὰ ἀναλωθέντα χρήματα πρὸς τοῦ πολέμου τὴν παρασκευὴν, ἃ κομίζεσθαι ἐκ τῆς ὑμετέρας ἀναγκαῖον, ἀλλ' ὅτι καὶ τοὺς κατὰ συμμαχίαν ἥξοντας βαρβάρους οὐ κεναῖς χερσὶν, ἀλλ' ὠφεληθέντας ἐκ τῆς πολεμίας, πρὸς τὴν οἰκείαν δεῖ ἐπαναστρέφειν. διὰ ταῦτα ὑμᾶς τε σπουδῇ χρήσασθαι πρὸς τὴν ὁδοιπορίαν ἀναγκαῖον, καὶ τὸν ὑμέτερον βασιλέα πυθόμενον τὰ παρ' ἡμῶν, ἃ συνοίσειν οἴεται αὐτῷ, τὴν ταχίστην ἀπαγγέλλειν.» ὁ μὲν οὖν τοιαῦτα εἶπεν· οἱ δὲ Ἀλεξάνδρου πρεσβευταὶ ὥσπερ ἐκλαθόμενοι τοῦ προτέρου φυσήματος καὶ τῆς μεγαλοῤῥημοσύνης τῆς πρὸς τὰς δημηγορίας μεταβαλόντες, ἐγίνοντο ἱκέται, πλείω αὐτοῖς παρασχεθῆναι προθεσμίαν. αὐτοὶ μὲν γὰρ ἔφασαν πᾶσαν ἐπιδείξεσθαι σπουδὴν πρὸς τὴν ὁδοιπορίαν· ἂν δ' ὁ βασιλεὺς αὐτῶν ἐν ἐσχατιαῖς διάγῃ τῆς ἀρχῆς, οὐκ ἐξαρκέσειν τὰς ἡμέρας, ἐνδεεστέρας οὔσας, ἢ προσήκει ἀνυσθῆναι τὴν ὁδόν. καὶ ἐπεὶ ἐδόκει ἡ ἀξίωσις αὐτῶν δικαία εἶναι, τριάκοντα παρείχοντο αὐτοῖς ἡμέραι, ἐν αἷς ἔδει ἐπαναστρέψαντας ἢ τὴν οὖσαν εἰρήνην ἐπιβεβαιοῦν καὶ τὰς σπονδὰς, ἢ πόλεμον καταγγέλλειν. οἱ μὲν οὖν Ἀλεξάνδρου πρέσβεις τοιαύτας ἀποκρίσεις παρὰ τοῦ μεγάλου δεξάμενοι δομεστίκου, πρὸς τὴν οἰκείαν ἐπανῆκον. βασιλὶς δὲ καὶ ἡ σύγκλητος πᾶσα, ἐθαύμαζόν τε τῆς συνέσεως αὐτὸν καὶ χάριτας ᾔδεσαν πολλὰς, ὅτι οὓς αὐτοὶ ὠῤῥώδουν ἐν τῇ προτεραίᾳ καὶ πρὸς οὓς οὐδὲ ἀπολογίας εὐπόρουν εὐπροσώπου, ἀλλ' ἀπορίᾳ πάντοθεν συνείχοντο, τούτους οὕτω κατέστησεν αὐτὸς περιδεεῖς, ὥστε ἀμελήσαντας τῶν ἄλλων δεῖσθαι περὶ τῆς προθεσμίας, ὡς περί τινος ἀναγκαίου. ἀλλὰ ταῦτα μὲν εἰς τοσοῦτον.

ηʹ. Ὁ μέγας δὲ δομέστικος τοῖς μὲν στρατιώταις κατὰ πόλεις ἐκέλευε διὰ γραμμάτων παρασκευάζεσθαι, ὡς, ἢν δέῃ, πολεμήσων τοῖς Μυσοῖς. ὁρῶν δὲ οὐ τοῦ καταλόγου μόνου τοῦ στρατιωτικοῦ πολλοὺς, ἀλλὰ καὶ τῶν ἄλλων οὐκ ὀλίγους προφάσει τοῦ μὴ τὰς παρὰ βασιλέως ἑκάστῳ τεταγμένας χορηγίας ἀκεραίους εἶναι, παντάπασιν ἀμελοῦντας πρὸς τὰς στρατείας καὶ τῆς ἐξ αὐτῶν ὠφελείας ἀποστεροῦντας τὸ κοινὸν, ἐσκέπτετο, ὅθεν ἂν ἐκείνους τε τῆς πιεζούσης ἀπορίας ἀπαλλάξαι, τὸ ἐλλεῖπον ἑκάστῳ πρὸς τὴν ἐκ βασιλέως πρόνοιαν ἀναπληρώσας, καὶ αὐτὸς αὐτοῖς πρὸς δέον χρήσαιτο ἑκάστῳ, πάντας πρὸς τὸ κοινῇ λυσιτελοῦν ἀποδείξας συνεισφέροντάς τι. οὕτω δὲ περὶ τούτων αὐτῷ φροντίζοντι πρὸς ἑαυτὸν, ὁ Πατρικιώτης προσελθὼν, πολὺν δή τινα χρόνον περὶ ἀπογραφὰς ἠσχολημένος καὶ πεῖραν ἐν τοῖς τοιούτοις ἐσχηκὼς πολλὴν, ἀκηκοέναι ἔφασκεν αὐτὸν πάντας βούλεσθαι πρὸς τὰς στρατείας ἀπροφασίστους παρασκευάζειν ταῖς ἐκ τῶν δημοσίων ἀποτεταγμέναις αὐτοῖς προσόδοις τὰ ἐλλείποντα ἀναπληρῶν ἢ καὶ προστιθείς. τὰ δὲ τοιαῦτα οὔτε βέλτιον, ὥσπερ ἂν εἰδείη καὶ αὐτὸς, οὔτε μὴν μετ' ἐμπειρίας πλείονος ἑτέρῳ τινὶ τῶν πάντων ἢ αὐτῷ ὑπηρετηθείη. ὅτι δὲ μὴ προσκληθεὶς, ἀλλ' αὐτὸς πρότερος προσελθὼν, ἐγχειρισθῆναι τὴν ἀπογραφὴν ἀξιοίη, οὐ δίκαιον ὑποπτεύειν. οὐ γὰρ ἐπιθυμίᾳ κέρδους μᾶλλον, ἢ τοῦ βούλεσθαι αὐτῷ πρὸς τὰ κοινῇ συναίρεσθαι λυσιτελοῦντα, τοιαῦτα προελέσθαι, μάλιστα ποιουμένῳ περὶ πλείστου, τὴν Ρωμαίων ἡγεμονίαν μείζω καὶ περιφανεστέραν ἀποδεικνύναι. τούτου δὲ ἀπόδειξιν οὐ λόγοις, ἀλλ' ἔργοις πειράσεσθαι παρέχειν ἐναργῆ. ἔτεσι γὰρ ἤδη καὶ πρότερόν τισιν οὐκ ὀλίγοις ἠσχολημένῳ περὶ τὰ τοιαῦτα, χρήματα ἠθροικέναι οὐκ ὀλίγα ἐξεγένετο, καίτοι πειρωμένῳ μάλιστα, μὴ βιαίῳ, μηδ' ἐκ παντὸς τρόπου κερδαίνειν, εἶναι. ἃ δὴ ὕστερον οὐκ εἴα ἠρεμεῖν, ἀλλὰ πολλοὺς ἐκίνει λογισμοὺς ἐν τῇ ψυχῇ, μὴ κατορύττειν, ἀλλ' εἰς εὐποιΐας ἀναλίσκειν τινῶν ἀνθρώπων, ὡς διὰ τούτου δυναμένῳ τὴν ἐκ τῆς ἁμαρτίας ἀποτρίβεσθαι κηλῖδα. νῦν μὲν οὖν ἐδόκει φροντιστήριον ἐκ τούτων ἀνδρῶν οἰκοδομεῖν τῷ θεῷ καθάπαξ ἀνατεθεικότων ἑαυτοὺς, καὶ διὰ τῆς εἰς ἐκείνους εὐποιΐας ἱλεοῦν τὸ θεῖον ἑαυτῷ, διαλλακταῖς ἐκείνοις τὰ τοιαῦτα μάλιστα καταπράττεσθαι χρωμένῳ οὖσι δυνατοῖς· νυνὶ δὲ εἰς πένητας ἀγύρτας ἀναλοῦν. ὡς τῶν προτέρων ἢ ἐκείνων μὴ εἰς δέον τοῖς χρήμασι δυνησομένων χρήσασθαι, ἢ ἑτέρων ἁρπαγῇ καὶ ἀδικίᾳ χρησομένων καὶ διαφθερούντων, ὡς δὲ σοῦ μόνου καταστάντος ἐπὶ τοῖς πράγμασι καὶ τὴν διάνοιαν κατεῖδον, ὡς ὑπὲρ ὠφελείας τῶν κοινῶν οὐ χρήματα μόνον, ἀλλὰ καὶ ψυχὴν αὐτὴν, εἰ οἷόν τε, προΐεσθαι διανοῇ, καὶ τὸν τρόπον προειδὼς ὡς ἀγαθὸς, ἔγνων δεῖν σοὶ τὰ χρήματα ἐκεῖνα ἐγχειρίζειν, ὡς οὐ καλῶς μόνον, ἀλλὰ καὶ εὐλόγως καὶ ἀκριβῶς ὑπὲρ τῶν κοινῇ Ρωμαίοις συμφερόντων ἀναλωθησομένων, ἐπειδὴ καὶ ἐκ τούτων συνελέγησαν αὐτῶν. ἃ δὴ πάντα ἥκω ἐγχειρίζων, ἐφ' ὅ,τι ἂν ᾖ σοι χρησομένῳ βούλησις. ἔξεστιν οὖν παντί τῳ ἀπόδειξιν λαμβάνειν ἐναργῆ, ὡς οὐ χρηματισόμενος ἐκ τῆς ἀπογραφῆς, ἥκω δεόμενος καταστῆναι πρὸς αὐτήν· ἐξῆν γὰρ ἔχοντα, ἃ κέκτημαι, μηδὲν περαιτέρω πολυπραγμονεῖν, ἀλλά σοι φανεῖσθαι χρήσιμος ἐπιθυμῶν καὶ πολλὰ συνάρασθαι δυνάμενος πρὸς τὸ τὴν ἀρχαίαν εὐδαιμονίαν τοῖς Ρωμαίοις ἀνασώζειν, πολλὴν τούτου ἕνεκα καὶ συνεχῆ ποιουμένῳ τὴν φροντίδα.» ὁ δὲ ἄσμενος ἀποδεξάμενος τοὺς λόγους, περὶ μὲν τῶν χρημάτων, ἔφασκε, χάριν αὐτῷ πολλὴν εἰδέναι, οὐ τῷ ὑπὲρ τῶν κοινῇ συμφερόντων μόνον παρεσχῆσθαι, ἀλλὰ καὶ τῷ αὐτῶν πεπιστευκέναι τὴν διοίκησιν αὐτῷ ὀρθῶς πεπεισμένῳ καὶ δικαίως ἀναλώσειν. τὸ μὲν γάρ τινα τῶν κοινῶν ἐπιμέλειαν ἐγκεχειρισμένον μὴ τὴν οὐσίαν ποιεῖν βελτίω, ἀλλ' ὅσα πρὶν ἅπτεσθαι, τοσαῦτα ἔχοντα ἀπαλλάττεσθαι καὶ χρημάτων ὡς ἐπίπαν ὀφθῆναι κρείττω, οὐ χαλεπὸν μόνον, ἀλλὰ καὶ ἀδύνατον σχεδόν. τὸ δ' ἔχοντα ἤδη καὶ μηδὲν ὑποπτεύοντα δεινὸν περὶ αὐτῶν, ἔπειτα ἑκόντα βουληθῆναι ἀποθέσθαι καὶ, ἃ συνέλεξε κακῶς, χρήσασθαι εἰς δέον, οὐ τῶν πολλῶν, ἀλλὰ τῶν βουλομένων σώζεσθαι καὶ πεπεισμένων ἀκριβῶς, ὡς πάντων παρέξουσιν εὐθύνας τῶν βεβιωμένων μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν. βέλτιον μὲν γὰρ, μὴ ἁμαρτάνειν τὴν ἀρχὴν, μηδὲ κηλῖσι πολλαῖς καταμιαίνειν τὴν ψυχήν· ἂν δ' ἄρα τοῦτο συμβαίνῃ, δευτέρας ἀναμαρτησίας ἀρχὴ, τὸ μὴ μόνον πεπαῦσθαι τῶν κακῶν, ἀλλὰ καὶ ἀντίῤῥοπον ἐπιδείκνυσθαι τῶν ἀγαθῶν τὴν ἐργασίαν. διὰ ταῦτα δὴ καὶ ἐπαινῶ σε τῆς μεταβολῆς καὶ τοῦ μὴ τρόπον ἕτερον, ἀλλ' ὑπὲρ τῶν κοινῇ συμφερόντων τὰ χρήματα βουληθῆναι ἐπιδοῦναι. ὅτι δὲ μὴ προσκληθεὶς, ἀλλὰ πρότερος προσελθὼν αὐτὸς τὸ ἐπανισοῦν τοῖς στρατιώταις τὰς ἐκ τῶν δημοσίων ᾔτησας τοῦ βίου ἀφορμὰς, τοσοῦτον ἀπέχω καταγινώσκειν, ὥστε καὶ πρότερον αὐτὸν οἴκοθεν ὡρμημένον, διὰ τὴν περὶ ταῦτα ἐμπειρίαν σοὶ τὴν ὑπηρεσίαν ἐγχειρίζειν, νῦν μᾶλλον ἀνέπεισας βέλτιον οἴεσθαι καὶ δικαιότερον τὰ τοιαῦτα διοικήσειν. οὐ γὰρ ὁμοίως ὅ, τε πολλὰ ἐπαγγειλάμενος καὶ ὁ μηδὲν, περὶ τῶν ἐπηγγελμένων τὴν ἐκπλήρωσιν σπουδάσουσι. τὴν μὲν οὖν ὑπηρεσίαν τῶν τοιούτων ἐπιτρέπω. σὲ δὲ καὶ αὐτὸν οἴεσθαι προσῆκον, μὴ μικρά τινα καὶ εὐκαταφρόνητα μετιέναι, μηδ' οἷα μήτε διοικούμενα καλῶς, πολλὴν ὠφέλειαν παρέχειν τῷ κοινῷ, μήτ' ἐπίσης βλάπτειν, ἂν ῥᾳθύμως καὶ πανούργως πράττωνται. ὅπερ γάρ ἐστι τοῖς πολιτικοῖς πράγμασιν ὁ κριτὴς, τοῦτο τοῖς δημοσίοις δύναιτ' ἂν ὁ ἐξισωτής. ἐκεῖνος τε γὰρ εὐνομίαν ταῖς πόλεσι παρασκευάζει, δικαίως διαιτῶν καὶ τοῖς νόμοις πείθεσθαι καταναγκάζων, καὶ οὗτος, ἂν ἐθέλῃ τὰ δίκαια ποιεῖν καὶ τὰ λυσιτελοῦντα τῷ κοινῷ, τῶν μὲν ἀφαιρήσεται, ἂν πλέον καρπῶνται τοῦ δικαίου, τοῖς δὲ ἔλαττον ἔχουσι προσθεὶς, προθύμους πρὸς τὰς στρατείας παρασκευάσει πάντας καὶ φυλάττοντας τὴν τάξιν καὶ πειθομένους ἄριστα τοῖς στρατηγοῖς. ὡς οὖν μεγάλα πεπιστευμένος καὶ τὰ μέγιστα συμβαλλόμενα πρὸς τὴν διοίκησιν τῶν ὅλων, οὕτω χρὴ καὶ πεπεῖσθαι καὶ προσήκουσαν σπουδὴν καὶ προθυμίαν ἐπιδείκνυσθαι ἐπὶ τοῖς ἔργοις.» τοιαῦτα μὲν διῆλθε πρὸς αὐτὸν, ἀπολογίαν ποιούμενος ἐφ' οἷς ἠξίου. ἔπειτα τῶν χρημάτων ἐπυνθάνετο τὸν ἀριθμὸν ὁπόσος εἴη. τοῦ δὲ ἀποκριναμένου, χρυσίου μὲν εἶναι μυριάδας δέκα, ἔπιπλά τε καὶ σκεύη, ἐκ χρυσοῦ πεποιημένα καὶ ἀργύρου, χρυσίων τετρακισμυρίων ἄξια, καὶ ταῦτα φαμένου πάντα τὸ νῦν ἔχον ἑτοίμως ἐπιδοῦναι ἔχειν, τῶν οἰκετῶν μετακαλεσάμενός τινα, «οὐκοῦν» ἔφη «ταῦτα τούτῳ παράδος ἀπελθών.» ὡς δὲ μηδὲν μελλήσας ἐπορεύετο τὰ προστεταγμένα ἐκπληρώσων, πρὶν οἴκαδε ἐλθεῖν ὁ μέγας δομέστικος ἐκέλευεν ἀναστρέφειν. καὶ τῆς μὲν προθυμίας ἕνεκα ἐπῄνει, τὰ χρήματα δὲ ἐκέλευεν αὐτὸν φυλάττειν, ὡς νῦν μὲν αὐτῶν οὐ δεομένῳ. ἐὰν δὲ τῶν ἰδίων ἀναλωθέντων, καὶ τούτων δεηθῇ, τότ' ἤδη λαμβάνειν, ὡς αὐτῷ καὶ ταῦτα διαφέροντα, καὶ ἀναλίσκειν, ὅποι ἂν δοκῇ τῷ κοινῷ ἀναλωθέντα μάλιστα λυσιτελήσειν. ὁ δ' ἀπηγόρευε μὲν τῶν χρημάτων τὴν φυλακὴν, οὐ καθ' ἡδονὴν εἶναι, φάσκων, αὐτῷ παρακατέχειν ἔτι· ὅμως ἀναγκαίως προσταττόμενος ἐπείθετο. μετὰ τοῦτο δὲ ὁ μέγας δομέστικος τῶν τε συγκλητικῶν καθ' ἕνα καὶ τῶν ἄλλως εὐγενείᾳ διαφερόντων, ἔπειτα καὶ στρατιώτας μετακαλούμενος, τῆς τε παρὰ βασιλέως ἀποτεταγμένης ἑκάστῳ προνοίας ἐπυνθάνετο τὸν ἀριθμὸν καὶ εἰ τοσοῦτον κέκτηται νῦν ἢ τοῦ τεταγμένου ἧττον. τῶν δὲ ἀποκριναμένων ἑκάστου, ὅπως εἶχε τὰ αὐτοῦ, τοῖς μὲν ἀπεστερημένοις τῶν δεόντων τὸν Πατρικιώτην ἐκέλευεν ἀναπληροῦν καὶ προσέτι προστιθέναι, ὅσον αὐτῷ καλῶς ἔχειν ἐδόκει, ἀναλόγως ἑκάστῳ τὴν εὐεργεσίαν προστιθείς· τοῖς δὲ ἀνενδεεῖς τὰς ἐκ βασιλέως ἔχουσι προσόδους καὶ αὐτοῖς ἐκέλευεν ὁμοίως πρὸς οἷς ἔχουσι καὶ ἑτέρας προστιθέναι. καὶ ἐν ἑξήκοντα ἡμέραις μάλιστα γεγενημένου τοῦ ἀναδασμοῦ, τοῖς τε ἔλαττον ἔχουσι προσετίθετο τὸ ἐλλεῖπον μετὰ προσθήκης, καὶ τοῖς λειπομένοις μηδενὸς ἡ προσθήκη προσεγίνετο. καὶ πάντες ἐξαρκούσας τὰς προσόδους ἡγησάμενοι, χάριτάς τε ὡμολόγουν τῷ μεγάλῳ δομεστίκῳ πολλὰς, καὶ πρόθυμοι ἦσαν τοῖς ὁπουδήποτε γῆς τῶν Ρωμαίων πολεμίοις μάχεσθαι. καὶ ὅπλα ἐπεσκεύαζον διασμήχοντες, καὶ ἵππους προσεπορίζοντο καὶ πλείους καὶ βελτίους τῶν προτέρων· καὶ ὅλως ἐδόκουν καὶ ἀγανακτεῖν, ὅτι μὴ τάχιον πρὸς ἄμυναν ἐξάγονται τῶν πολεμίων.

θʹ. Ἐπεὶ δὲ ταῦτα αὐτῷ διῴκητο καλῶς, συνεβούλευε τῇ βασιλίδι, τὸν υἱὸν βασιλέα τὸν Ἰωάννην χρίειν τε μύρῳ τῷ ἁγίῳ καὶ στέφει τὴν κεφαλὴν κατακοσμεῖν. καὶ ἔπεισέ γε δόξας βουλεύεσθαι καλῶς. τῶν δὲ καθ' αἷμα προσηκόντων βασιλεῖ τινων μὴ δίκαιον εἶναι παραινούντων, τοῦ πατρὸς ὀλίγῳ πρότερον τετελευτηκότος βασιλέως, τὸν υἱὸν πανηγυρίζειν, τοῦτο δὲ αὐτοῖς ὁ παρακοιμώμενος Ἀπόκαυκος ὑπετίθει λέγειν, ὡς ἐκ τῶν ὕστερον γέγονε καταφανὲς, τὴν γεγενημένην στάσιν μελετῶν καὶ μὴ βουλόμενος βασιλίδα τῆς εἰς αὐτὴν καὶ τὸν υἱὸν εὐνοίας ἐνέχυρα πιστὰ κεκτῆσθαι παρὰ μεγάλου δομεστίκου, εἰς τὴν ὑστεραίαν τὸ ἔργον ἀνεβάλλετο ἡ βασιλὶς, τὴν μέμψιν τινῶν αἰτιωμένη, ὅτι δὴ πυθόμενοι κατηγοροῖεν, ὡς οὐ κεχρημένων τῷ πράγματι κατὰ καιρὸν, ἀλλ' ἐν οἷς ἔδει κόπτεσθαι καὶ θρηνεῖν, πανηγυριζόντων αὐτῶν καὶ τὴν βασιλικωτάτην τελούντων ἑορτήν. ὁ δ' ἀνοηταίνειν ἔφασκε παντάπασι τοὺς εἰρηκότας καὶ μηδὲ τοῦτο ἐννοεῖν, ὡς πολλοῖς τῶν βασιλέων τελευτῶσιν ἡ ἀνάῤῥησις ἐγίνετο τῶν παίδων, οὐδενὸς αὐτοῖς τὴν ἀκαιρίαν μεμφομένου, ἀλλὰ πάντων, ὥσπερ δίκαιον ἦν, λογιζομένων, μάλιστα προσήκειν ἐν τοῖς τοιούτοις καιροῖς, οὐ τρυφῆς ἕνεκα καὶ ἡδονῆς, ἀλλὰ τοῦ μηδεμίαν πρόφασιν στάσεως καὶ ταραχῆς ἐγγενέσθαι τοῖς πολλοῖς, πάντων ἤδη πεπεισμένων ἀκριβῶς, ὡς ὑπὸ βασιλέα τελοῦσι καὶ δίκας δώσουσι τῆς παρανοίας, ἂν ἐπιχειρῶσι στασιάζειν. παρῄνει τε αὐτῇ, τοὺς μὲν ἐκείνων λόγους χαίρειν ἐᾷν, αὐτοὺς δὲ χωρεῖν ἐπὶ τὸ ἔργον, ὡς ἅμα λυσιτελὲς καὶ δίκαιον ὄν. ἡ δὲ μὴ πολυπραγμονεῖν ἐδεῖτο, ἀλλὰ νῦν μὲν ἐᾷν διὰ τὰς δόξας τῶν πολλῶν, ὀλίγῳ δὲ ὕστερον ποιεῖν, ἡνίκα ἂν ἐξῇ καὶ τὰς λοιδορίας διαφεύγειν. ὁ μέγας δὲ δομέστικος πρὸς μὲν τῆς βασιλίδος τὴν ἔνστασιν οὐδὲν ἀντεῖπεν· ἤχθετο δὲ, ὅτι οὐκ αὐτῷ τὰ βελτίω, ἀλλ' ἑτέροις ἀλυσιτελῆ βουλευομένοις πείθοιτο. ἐκεῖνο μὲν οὕτως ἐκωλύθη. μικρῷ δὲ ὕστερον ἠγγέλλετο, ὡς Σαρχάνης ὁ Λυδίας σατράπης καὶ Γιαξὴς πρὸς Θρᾴκην περαιοῦσθαι παρασκευάζονται, ναυσὶ ληϊσόμενοι Ρωμαίους. ὁ μέγας δὲ δομέστικος οὐκ ἠμέλει, ἀλλ' αὐτίκα τριήρεις, ὅσας ἐξαρκέσειν ᾤετο, πρὸς πόλεμον τοῖς βαρβάροις ἐκέλευε πληροῦν. τὴν δὲ δαπάνην τῶν τριήρεων, τὴν μὲν ἐκ τῶν δημοσίων τοῖς ταμίαις ἐκέλευε παρέχειν, τὴν δ' ἐκ τῶν ἰδίων παρείχετο αὐτός. ἐπεὶ δὲ ἐπεπλήρωντο, ταῖς μὲν ἐπέστησε στρατηγὸν τὸν παρακοιμώμενον Ἀπόκαυκον, καὶ ὅσα ἔδει ἐντειλάμενος καὶ τοῦ λοιποῦ κελεύσας αὐτῷ μέλειν τὸν ἀπόπλουν, αὐτὸς Ὀρχάνῃ, τῷ τῆς κατὰ Βιθυνίαν ἑῴας σατράπῃ, διεπρεσβεύετο περὶ εἰρήνης. οὐδὲ γὰρ ἐδόκει δεῖν αὐτῷ πρὸς ἑσπέραν μέλλοντι στρατεύειν, πόλεμόν τινα Ρωμαίοις ὀπίσω καταλιπεῖν. ἐπεὶ δὲ καὶ ἡ πρὸς ἐκεῖνον εἰρήνη τέλος εἶχεν, αὐτὸς μὲν πρὸς τὴν ἔξοδον παρεσκευάζετο. ἤδη γὰρ καὶ ἡ στρατιὰ κατὰ Διδυμότειχον καὶ τὴν Ἀδριανοῦ πόλιν, αὐτοῦ κελεύοντος, συνελέγοντο. ἐν ᾗ δὲ ἔμελλεν ἡμέρᾳ Βυζαντίου ἐξιέναι, τὸν πατριάρχην μόνος μόνον παραλαβὼν καὶ πρὸς τὸν ἐν βασιλείοις τοῦ μυροβλύτου Δημητρίου τοῦ μάρτυρος γενόμενος ναὸν, «τοὺς μὲν ἐμοῦ τε μεταξὺ καὶ βασιλίδος» ἔφη «γεγενημένους λόγους οὐκ ἀγνοεῖς. οὐ γὰρ μόνον παρῆς τοῖς παρ' ἀμφοτέρων λεγομένοις, ἀλλὰ καὶ τῶν πρότερον ἰδίᾳ ἡμῶν ἑκάστῳ εἰρημένων αὐτὸς ἦσθα μηνυτής. οὐδὲν δὲ παράλογον ἢ θαυμαστὸν, εἰ τότε μὲν περὶ ἐμοῦ τοιαῦτα ἐπῄει τῇ βασιλίδι λέγειν, ἴσως οἰομένῃ μεγάλα τινὰ καταπράξεσθαι ἐμὲ, νυνὶ δὲ ἐπὶ τῶν ἔργων, μὴ κατ' ἐλπίδας αὐτῇ τῶν πραγμάτων ἐκβαινόντων, μεταμέλειά τις εἰσῆλθε τῶν γεγενημένων. εἰ μὲν οὖν, ὅπερ ἔφην, πρός τι τῶν γινομένων ἀηδῶς διατεθεῖσα, τὰ δεδογμένα μηκέτι στέργειν ἐθέλει, διαῤῥήδην λέγειν ἀξιῶ καὶ μὴ συγκαλύπτειν ὑπ' αἰδοῦς. ἐγὼ γὰρ ὥσπερ καὶ πρότερον ἑτοιμότατα ἔχω παραιτεῖσθαι τὴν ἀρχήν. εἰ δ' ἐκείνη διὰ τέλους ἔγνωκε στέργειν τὰ ἐψηφισμένα καὶ τοὺς ὅρκους, οὓς ὀμώμοκε, τηρεῖν, οὐδ' αὐτὸς ἀμελήσω τοῦ μὴ πάντα πράττειν, ὅσα ἂν αὐτῇ τε καὶ παισὶ καὶ κοινῇ λυσιτελῇ Ρωμαίοις.» τοῦ πατριάρχου δὲ πρὸς τὴν ἀκαιρίαν τῶν λόγων μεμψαμένου καὶ μὴ τοιαῦτα προσήκειν αὐτὸν μήτε διανοεῖσθαι φαμένου, μήτε λέγειν· βασιλίδα γὰρ μηδὲν περὶ αὐτοῦ λογίζεσθαι τοιοῦτον, ἀλλὰ βασιλέα οἴεσθαι ἐν ζῶσιν εἶναι καὶ τὴν Ρωμαίων ἡγεμονίαν ὥσπερ ὑπ' ἐκείνου διοικεῖσθαι, τῶν σῶν μεμνημένην λόγων, ὧν διεξῄεις πρὸς αὐτὴν, ἡνίκα ἐποιεῖσθε τὰς συμβάσεις·» «οὐκοῦν» ὁ μέγας δομέστικος ἔφη «περὶ μὲν ἐκείνης οὕτω δεῖ πεπεῖσθαι, ὥσπερ αὐτὸς διϊσχυρίζῃ. περὶ δὲ σοῦ τί ποτε ἔξεστι νομίζειν; ἆρ' ἐμμενεῖς ταῖς ὁμολογίαις, μᾶλλον δὲ τοῖς ὅρκοις, οὓς ἐποιήσω πρὸς ἐμέ;» ὁ δ' αὐτίκα πάλιν ἀναστὰς, «εὐλογητὸς» εἶπεν «ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι καὶ πρότερον καὶ νῦν οἷσπερ εἶπον ἐμμενῶ καὶ οὐδενὸς ἀμελήσω τῶν σῶν δικαίων· ἀλλ' ἀνθέξομαι παντὶ σθένει, οὐ μόνον ὡς εὐεργέτην ἀμειβόμενος ἔργοις ἀγαθοῖς, ἀλλὰ καὶ ὡς υἱοῦ κηδόμενος πνευματικοῦ.» ἐπὶ τούτοις δὲ αὐτῷ πολλὰς ὁ μέγας δομέστικος χάριτας ὁμολογήσας καὶ συνταξάμενος, καταλιπὼν τὸν πατριάρχην, ἧκεν ὡς βασιλίδα. ἡ δ' εὐθὺς ὡς εἶδε, χάριτας ἔφασκεν ὁμολογεῖν αὐτῷ πολλὰς, ὅτι ἃ πρότερον ἐπηγγέλλετο λόγοις, νῦν ἀποδείκνυσιν ἐπὶ τῶν ἔργων ἀληθῆ, μήτε σώματος φειδόμενος, ἀλλ' ὑπὲρ τῶν κοινῇ συμφερόντων νύκτωρ πονῶν καὶ μεθ' ἡμέραν, μήτε χρημάτων· ἦν γὰρ δὴ ὁ μέγας δομέστικος οὐ μόνον πρὸς τῶν τριήρεων τὴν δαπάνην χρήματα ἀναλωκὼς πολλὰ ἐκ τῶν ἰδίων, ἀλλὰ καὶ ἐν πολλοῖς ἑτέροις, ἃ συνοίσειν ἔμελλε πᾶσι κοινῇ, φιλοτίμως ἄγαν καὶ δαψιλῶς καταναλίσκων μετὰ τὴν βασιλέως τελευτήν· παρῄνει τε, μὴ οὕτω ποιεῖν, ὡς οὐκ ἐξαρκέσοντα πρὸς τοὺς πόνους ἐπιπολὺ, ἀλλ' ἑαυτοῦ τε πρόνοιαν ποιεῖσθαι καὶ χρημάτων φείδεσθαι, χρώμενον τοῖς δημοσίοις. ὁ δ' ἔφασκε μᾶλλον ἥδεσθαι πονῶν αὐτὸς ὑπὲρ τῶν κοινῇ λυσιτελούντων, ἢ ἕτεροι πρὸς ἀνέσεις τετραμμένοι καὶ ἡδονάς. τό, τε χρήματα καταναλίσκειν οὐ ζημίαν, ἀλλὰ πάντων κερδῶν ἡγεῖσθαι χαριέστερον, ἄχρις ἂν, καὶ τοῦ θεοῦ συναιρομένου, τὴν Ρωμαίων ἡγεμονίαν ἐπὶ μέγα ἴδοι αἰρομένην καὶ πάντων κρατοῦσαν πολεμίων. ἐλπίζειν δὲ μετὰ μικρὸν, εἰ μή τι κώλυμα συμβαίη, τοσαῦτα Ρωμαίοις ὠφελήσειν, ὅσα καὶ αὐτὴν ὁρῶσαν, θεῷ χάριτας ὁμολογεῖν τῷ συνεργῷ τῶν καλῶν. οὐ μικρὰ γάρ τινα διανοεῖσθαι παρασκευάσειν τοῦ χειμῶνος, ὡς ἅμα ἦρι πολλοὺς τῶν πρότερον κατὰ Ρωμαίων θρασυνομένων ὑποφόρους καὶ δουλείαν ὁμολογοῦντας βασιλεῖ Ρωμαίων ἀποδείξων. καὶ τοιαῦτα ἕτερα πολλὰ προσεπειπὼν, ὅσα τε αὐτὸς διενοεῖτο πράττειν καὶ βασιλίδα ᾔδει ἀκούουσαν πρὸς ἡδονὴν, καὶ τελευταῖον συνταξάμενος, ἐξῄει Βυζαντίου ἅμα στρατιᾷ καὶ τῶν εὐπατριδῶν πολλοῖς, τὴν μητέρα καταλιπὼν ἐκεῖ, ὡς παραμυθίαν οὐ μικρὰν ἐσομένην βασιλίδι πρὸς τὰς συμφοράς.
https://byzantium.gr/
ιʹ. Ἐπεὶ δὲ γένοιτο πρὸς Διδυμοτείχῳ, προὔργου μὲν ἐποιεῖτο παντὸς, τοὺς κατὰ τὰς τῆς Θρᾴκης πόλεις κατοικοῦντας συγκλητικοὺς καὶ τὴν στρατιὰν ἀπροφασίστους ποιεῖν περὶ τὰς στρατείας, ὥσπερ δὴ καὶ Βυζαντίους· καὶ ἐποίησεν ὀλίγων εἴσω ἡμερῶν. ἔπειτα πυθόμενος, ὡς ὁ τῶν Μυσῶν βασιλεὺς Ἀλέξανδρος στρατιὰν ἔχων, ἐστρατοπέδευσεν ἐν Στίλβνῳ Μυσοῖς ὑπηκόῳ πόλει ἐν μεθορίοις τῆς αὐτοῦ τε καὶ Ρωμαίων ἡγεμονίας ᾠκισμένῃ, ἔγνω δεῖν πρεσβείαν πέμπειν πρὸς αὐτόν. καὶ πέμψας, ἐν Ἀδριανουπόλει τε ἐδήλου διατρίβειν καὶ μαθεῖν ἐθέλειν, εἰ ὁ πόλεμος αὐτῷ μᾶλλον αἱρετέος, ἢ εἰρήνη. τὴν γὰρ προθεσμίαν, ἣν τοῖς ἐκείνου πρέσβεσι παρέσχετο αὐτὸς ἐν Βυζαντίῳ γενομένοις, περὶ ἔξοδον ἤδη εἶναι. Ἀλέξανδρος δὲ ὁρῶν οὐ κατεπτηχότας, ὥσπερ ᾤετο, Ρωμαίους, ἀλλ' ἑτοίμους ὄντας ἀμύνεσθαι τοὺς αἱρουμένους ἀδικεῖν, καὶ μήτε ταῖς διὰ τῶν πρέσβεων ἀπειλαῖς, μήτ' αὐτοῦ τῇ πρὸς τὸν πόλεμον παρασκευῇ δυνάμενος πείθειν, τὰ κατὰ γνώμην αὐτῷ ποιεῖν, πρὸς πόλεμον χωρεῖν ἀλυσιτελὲς οἰόμενος αὐτῷ, ἐχώρει πρὸς συμβάσεις. καὶ τῶν προτέρων αὖθις σπονδῶν καὶ ὅρκων ἀνανεωθέντων, Ἀλέξανδρος μὲν εἰς Τρίνοβον τὰ οἰκεῖα βασίλεια ἐπανεζεύγνυε· δομέστικος δὲ ὁ μέγας εἰς Χεῤῥόνησον μετὰ τῆς στρατιᾶς ἐχώρει, πεπυσμένος στρατιὰν Περσῶν πεζὴν μέλλουσαν εἰς Χεῤῥόνησον ἐμβάλλειν ἐκ Περγάμου ἀφιγμένην, ἧς Γιαξὴς σατράπης ἦν. ἅμα δὲ τῷ Ρωμαίους εἰς Χεῤῥόνησον ἀφικέσθαι, καὶ ἡ στρατιὰ Περσῶν παρῆν. καὶ γενομένης μάχης, οὐδὲ πρὸς ὀλίγον ἴσχυσαν οἱ Πέρσαι Ρωμαίοις ἀντιστῆναι, ἀλλ' ἡττηθέντες κατὰ κράτος, οἱ μὲν ἔπεσον κατὰ τὴν μάχην, οἱ δ' ἑάλωσαν· ὅσοι δὲ ἠδυνήθησαν διαφυγεῖν, ἐμβάντες ταῖς ναυσὶν, ἀπέπλεον ἐπ' οἴκου. οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις ἐκ τῆς αὐτῆς χώρας καὶ δευτέρα στρατιὰ ἐπεραιοῦτο, ὡς τὴν προτέραν ἧτταν ἀναμαχεσόμενοι. συμβαλόντες δὲ καὶ τούτοις οἱ Ρωμαῖοι, ἐνίκησάν τε καὶ ἀπέκτειναν τοὺς πλείους. ἐπεὶ δὲ Γιαξὴς δὶς ἐπλήγη ἐφεξῆς καὶ πολλὴν καὶ ἀγαθὴν ἀπώλεσε στρατιὰν, ἀπογνοὺς τὸ Ρωμαίοις πολεμεῖν, ἐχώρει πρὸς συμβάσεις. καὶ ἐτίθετο πρὸς αὐτὸν ὁ μέγας δομέστικος σπονδὰς εἰρηνικάς. ἐπεὶ δὲ ἀπετρίψατο τὴν ἐκ τῶν Περσῶν προσδοκωμένην βλάβην, αὖθις εἰς Διδυμότειχον ἐπανελθὼν, παρεσκευάζετο πρὸς τὴν εἰς τὴν ἑσπέραν ἐκστρατείαν καὶ τὴν στρατιὰν ἀποκαθίστη, ἣ ἔμελλε συνέψεσθαι αὐτῷ. τούτων δὲ πραττομένων ὑπ' αὐτοῦ, ὁ παρακοιμώμενος Ἀπόκαυκος νεωτέρων πραγμάτων ἐπιθυμῶν καὶ τρόπῳ παντὶ πειρώμενος μετάγειν εἰς ἑαυτὸν τῶν πραγμάτων τὴν ἀρχὴν, ἐσκέψατο, ἐπεὶ τοῦ κατὰ Περσῶν αὐτὸς κεχειροτόνητο στόλου στρατηγὸς καὶ δυνάμεως εὐπόρει ναυτικῆς, βασιλέα τὸν νέον Ἰωάννην εἰς μίαν τῶν τριήρεων ἐνθέμενος, ἀγνοούσης βασιλίδος τῆς μητρὸς, εἰς τὸν περὶ Βυζάντιον πρότερον αὐτῷ πύργον ᾠκοδομημένον ὀχυρώτατον ὄντα ὕψει τε καὶ καρτερότητι τειχῶν Ἐπιβάτας προσαγορευόμενον ἀγαγεῖν· ἐκεῖ δὲ μετὰ τῶν συγγενῶν καὶ τῶν οἰκειοτάτων βασιλέα φρουρῶν, σπονδὰς τίθεσθαι πρὸς βασιλίδα, ὥστε αὐτὸν μὲν καὶ συγγενεῖς καὶ τοὺς ἄλλους τοὺς συνόντας τιμὰς τὰς παρὰ Ρωμαίοις πρώτας καρποῦσθαι καὶ χωρῶν εἶναι καὶ πόλεων κυρίους, ὁποίων ἂν δόξειεν αὐτοῖς, καὶ μηδὲν ἐλλείπειν εἰς εὐτυχίας λόγον· βασιλέα δὲ οὐδ' οὕτως ἀπολύειν τοῦ φρουρίου, ἀλλ' ὥσπερ ὅμηρον κατέχοντα, μιᾷ τῶν θυγατέρων ἐπὶ γάμῳ προσαρμόζειν. ὁ μὲν οὖν τοιαῦτά τε διενοεῖτο καὶ ὥρμητο ἤδη πράττειν. τῶν συνειδότων δέ τινος βασιλίδι ἀπαγγείλαντος, ἐπεὶ βασιλέα τε ἤδη περιΐστατο φρουρὰ καὶ αὐτὸς ἔγνω φωραθεὶς, ᾤχετο φυγὼν εἰς Ἐπιβάτας, τὸν ἐκ τῶν πραττομένων, ὥσπερ ἦν εἰκὸς, κίνδυνον διαδιδράσκων. περὶ τῶν τοιούτων δὴ ὁ μέγας δομέστικος μαθὼν, καίτοι πρὸς τὴν ἐκστρατείαν παρασκευαζόμενος, ὅμως τὸν Ταρχανειώτην Μανουὴλ, τὸν καὶ Κουρτίκην προσαγορευόμενον, μετὰ στρατιωτῶν ὀλίγων πέμψας, ἐκέλευεν Ἐπιβάτας ἔξωθεν φρουρεῖν ἐστρατοπεδευμένον, ἄχρις ἂν ἀφίκηται αὐτός. πέμψας δὲ καὶ πρὸς Ἀπόκαυκον, ἐπυνθάνετο εἰ ἀληθῆ τὰ θρυλλούμενα εἴη περὶ αὐτοῦ. ὁ δὲ ἔφασκε μὲν συκοφαντεῖσθαι· δείσας δὲ, μὴ φθάσῃ διαφθαρεὶς ὑπὸ διαβολῆς πρὶν διερευνώμενα φανῆναι τἀληθῆ, τὴν σωτηρίαν ἐκ τῶν ἐνόντων ἑαυτῷ πορίζειν, κατακλείσαντα ἐν τῷ φρουρίῳ. συνεβούλευέ τε παράδειγμα τῶν ἀπροσδοκήτων τῶν πραγμάτων μεταβολῶν λαμβάνειν ἐξ αὐτοῦ. καὶ πρότερόν τε γὰρ αὐτῷ τὰ τοιαῦτα ὑποτίθεσθαι ἔφασκεν, εἰ καὶ μὴ ἔπειθε, συμβουλεύων τὰ λυσιτελῆ, καὶ νῦν οὐδὲν ἧττον συμβουλεύειν, ἐξ αὐτῶν τῶν πραγμάτων ἔχων τῆς ὠφελείας τὴν ἀπόδειξιν τῶν λεγομένων, καὶ τῶν ὑπ' αὐτῷ τελούντων φρουρίων ἓν, πολλὰ δὲ εἶναι, τὸ μάλιστα ἐπιτηδείως ἔχον πρός τε γῆς καὶ θαλάσσης εὐφυΐαν ἐκλεξάμενον, κατασκευαῖς χειροποιήτοις ὀχυρώτατον ποιεῖν, ἵν' εἴ τι συμβαίη τῶν ἀπροσδοκήτων, ἀναχώρησιν ἔχῃ καὶ τῶν δεινῶν ἀποφυγήν. ἐδεῖτό τε, εἰ καὶ μὴ πρότερον, ἀλλὰ νῦν πείθεσθαι αὐτῷ, εὐνοϊκῶς διακειμένῳ πρὸς αὐτὸν, καὶ μὴ ἀτιμάζειν τὴν βουλήν. καὶ γὰρ καὶ αὐτῷ νυνὶ, καίτοι καὶ ψευδῶν ὄντων τῶν εἰρημένων κατ' αὐτοῦ, μηδεμίαν ἑτέραν εἶναι σωτηρίας πρόφασιν, ἢ τὸν πύργον, εἰς ὃν κατέφυγε τὸν κίνδυνον διαδιδράσκων. εἰ δὲ καὶ ἀληθῆ συνέβαινε τὰ εἰρημένα εἶναι, ἢ πρὸς τὸ τόλμημα ἂν συνήρατο ἢ ἐῤῥύσατο τοῦ θανάτου φωραθέντα. Ἀπόκαυκος μὲν οὖν τοιαῦτα συνεβούλευε· δομέστικος δὲ ὁ μέγας πάλιν πέμψας πρὸς αὐτὸν, περὶ μὲν τῶν λεγομένων, ἔφη, κατ' αὐτοῦ μάλιστα βούλεσθαι καὶ αὐτὸν μὴ εἶναι ἀληθῆ, ὥσπερ δῆτα καὶ αὐτὸς διϊσχυρίζεται. οὕτω γὰρ αὐτός τε εὔνους ἔσται ἀποδεδειγμένος βασιλεῖ, καὶ οἱ συκοφάνται αὐτὸ τοῦθ', ὅπερ εἰσὶν, ἐξεληλεγμένοι. εἰ δ' ἄρα καὶ αὐτὸς ἐλπίσι κεναῖς ἀπατηθεὶς, ὅπερ δὴ πολλοῖς συμβέβηκε, τοῦ δέοντος ἐξετράπη, καὶ μήτε δυνατὰ, μήτ' αὐτῷ προσήκοντα διενοήθη, οὐ χρὴ διὰ ταῦτα τὸν πρὸς βασιλέα πόλεμον αἱρεῖσθαι, τείχεσι θαῤῥοῦντα, ἐξ ὧν ἔσται πλέον ὄφελος οὐδέν. ἀλλ' ἐπὶ τοῖς προτέροις ἑαυτῷ μεμψάμενον, ὡς κακῶς βεβουλευμένῳ, ἐν τοῖς ἐφεξῆς βελτίω παρέχειν ἑαυτὸν καὶ τὴν προσήκουσαν φυλάττειν τάξιν καὶ συγγνώμης ἐπὶ τοῖς ἡμαρτημένοις δεῖσθαι τυχεῖν. βέλτιον μὲν γὰρ τὴν ἀρχὴν μὴ ἁμαρτάνειν· εἰ δ' ἄρα συμβαίη, δεύτερον ἀγαθὸν ἑαυτόν τινα ἐπανορθοῦν ἀποστάντα τῶν κακῶν. ἐπεὶ δὲ ὅσον οὔπω παρέσται καὶ αὐτὸς, ὃν εἴωθεν αὐτὸς ἰατρὸν ἑαυτοῦ καλεῖν, ἔχων πολλὰ φάρμακα τοῖς ἑκάστου κατ' ἄλληλα νοσήμασιν, εἴ γε βούλοιτο αὐτὸς, ῥᾳδία τῶν τραυμάτων ἡ ἴασις ἐκείνῳ ἔσται. ἦν γὰρ δὴ ὁ παρακοιμώμενος πρὸς τοῖς ἄλλοις, οἷς τὸν μέγαν δομέστικον προσηγόρευε, καὶ ἰατρὸν εἰθισμένος ἑαυτοῦ καλεῖν, οἷα δὴ ἐκ πολλῶν τῶν περισχόντων πολλάκις αὐτὸν κινδύνων ἐξαρπάσαντα καὶ τεθεραπευκότα πονήρως ἐσχηκότα. τῆς γε μὴν ἕνεκα βουλῆς, ἧς αὐτῷ συνεβούλευε περὶ τοῦ φρούριόν τι ἑαυτῷ κατασκευάσαι, ἵν' εἴη καταφυγὴ πρὸς τὰς τῶν πραγμάτων μεταβολὰς, χάριτας μὲν ἔλεγεν εἰδέναι τῆς περὶ ἐκεῖνον προθυμίας καὶ σπουδῆς· αὐτῷ δὲ μὴ τὴν ἐκ τῶν τοιούτων ἀσφάλειαν εἶναι περισπούδαστον. ἀλλ' ἡδέως ἂν ἔχειν, τὴν ἡμέραν ἐκείνην μετὰ τῶν ἐν ᾅδου προσομιλεῖν, ἐν ᾗ μετὰ τὴν ἐκ τῆς ἄνωθεν ἐλπίδα δεξιᾶς τῆς ἐκ τῶν φίλων ἀσφαλείας ἀμελήσας καὶ τοῦ τούτων τὰς καρδίας, ὥσπερ ἀκροπόλεις, οἷα δὴ ἀσφαλεστάτῃ φρουρᾷ κατέχειν, τῇ φιλίᾳ, ξύλοις καὶ λίθοις καὶ λογισμοῖς ὑγιὲς οὐδὲν ἔχουσι πιστεύσειε τὴν σωτηρίαν. πρώτην μὲν γὰρ εὐδαιμονίαν καὶ ἄκρως ἀγαθὸν ἀνθρώποις τὸ θεῷ προσομιλεῖν καὶ διὰ παντὸς αὐτῷ συνεῖναι τῇ πρὸς ἐκεῖνον διὰ καθαρότητος ἀναβάσει, αὐτὸς εἰδέναι. δευτέραν δὲ μετ' ἐκείνην, τὸ φίλοις χρῆσθαι ἀσφαλέσι καὶ πιστοῖς, πρῶτον μὲν τοῖς ὀλίγοις καὶ συνέσει διαφέρουσι τῶν πολλῶν, ἔπειτα δὲ μετ' ἐκείνους καὶ τὴν παρὰ τῶν πολλῶν εὔνοιαν καρποῦσθαι, πάντων ἐκείνοις διὰ χρηστότητα τρόπων προσεχόντων. καὶ τοῦτο οἴεσθαι οὐ πύργων μόνον ἁπάντων ἀναλωτότερον, ἀλλὰ καὶ χρημάτων καὶ δόξης καὶ τιμῆς ἁπάσης τιμιώτερον καὶ βασιλείας αὐτῆς ὑψηλότερον εἰς εὐτυχίας λόγον. ὅθεν οὐδὲ πείσεσθαι αὐτῷ τοιαῦτα συμβουλεύοντι, ἀλλ' ἣν ἐξαρχῆς προείλετο, μέχρι τέλους ἑαυτῷ ἀσφάλειαν τηρήσειν, ὥσπερ δῆτα καὶ σὺ τὴν ἐκ τῶν φρουρίων καὶ ὀχυρωμάτων.» Ἀπόκαυκος μὲν οὖν ὁ παρακοιμώμενος οὕτως ἐν Ἐπιβάταις ἐγκεκλεισμένος ἐφρουρεῖτο.

ιαʹ. Τοῦ μεγάλου δὲ δομεστίκου Διδυμοτείχῳ ἐνδιατρίβοντος καὶ περὶ τὴν παρασκευὴν τῆς στρατιᾶς ἠσχολημένου, ἧκον ἐκ Πελοποννήσου πρέσβεις πρὸς αὐτὸν, ἐπίσκοπός τε ὁ Κορώνης καὶ ὁ Σιδηρὸς Ντζιουὰν, ἐκ τῶν ἡγεμόνων τῶν πόλεων, αἳ ὑπήκοοι Λατίνοις ἦσαν, ἀπεσταλμένοι. ἡ πρεσβεία δὲ ἦν· ὑπὸ βασιλέα γενέσθαι πάντας ἐπὶ τῷ τῶν μὲν πόλεων, ἃς κατέχουσιν, αὖθις αὐτοὺς ἡγεμονεύειν, φόρους δὲ τοὺς δημοσίους πάντας, οὓς πρίγγιπι παρέχουσι, διδόναι βασιλεῖ καὶ πᾶσαν ἄλλην ἐπιδείκνυσθαι καὶ θεραπείαν καὶ δουλείαν, καὶ στρατηγὸν ἐκ βασιλέως ἔχειν, ὑφ' ᾧ τελέσουσιν ἑκόντες πάντες. ἡ μὲν οὖν τῶν ἐκ Πελοποννήσου Λατίνων πρεσβεία τοιαύτη ἦν. γράμματα δὲ καὶ πρὸς τὸν μέγαν δομέστικον πεπόμφασιν, ἃ ἐδήλου τοιάδε· ὡς πάντες αὐτοὶ ἀπὸ συνθήματος, ἔτι περιόντος βασιλέως, βουλεύσαιντο ἀποστάντες πρίγγιπος ἐκείνῳ προσχωρεῖν καὶ ἤδη ἐν ἐπιχειρήσει ἦσαν τοῦ πράττειν τὰ βεβουλευμένα. ἐπεὶ δὲ βασιλέα τετελευτηκότα πύθοιντο, ἀπογνόντας τὴν ἐπιχείρησιν, αὖθις ἠρεμεῖν. Παγάνου δὲ Ντεπιστόγια, συνήθους αὐτοῖς ἐς τὰ μάλιστα καὶ φίλου, ὀλίγῳ πρότερον ἐκ Βυζαντίου ἀφιγμένου, καὶ τῶν πραγμάτων πᾶσαν τὴν ἀρχὴν καὶ τὴν ἡγεμονίαν ὑπὸ σὲ ἀπαγγείλαντος τελεῖν, αὖθις συνελθόντας πάντας ἡμᾶς, τὰ δεδογμένα πρότερον ἐπιψηφίσασθαι, οὐ μόνον διὰ τὴν εὐγένειαν τῶν τρόπων καὶ τὸ δύνασθαι αὐτοῖς, ἄν τινες ἐπίωσιν, ἀμύνειν, ἀλλ' ὅτι καὶ πολὺν ἤδη χρόνον, καίτοι μήπω συντυχόντες, εὐνοϊκῶς σοι διακείμεθα καὶ φιλίως. ἐξ ὅτου γὰρ ἐν Ἀκαρνανίᾳ βασιλεῖ συστρατευόμενος, τοῖς ἐν Θωμοκάστρῳ παρ' ἡμῶν κατὰ συμμαχίαν ἀφιγμένοις Νικηφόρου τοῦ δεσπότου παιδὸς πρὸς λόγους ἐλθὼν αὐτὸς, φίλους ἀντὶ πολεμίων ἔπεισας γενέσθαι, ἐκεῖνοί τε ἀεί σοι τὴν εὔνοιαν διατηροῦσι καὶ ἡμᾶς ἀνέπεισαν, πολλὰ καὶ θαυμάσιά τινα περὶ σοῦ διεξιόντες, τὴν ἴσην καὶ ὁμοίαν εὔνοιαν κεκτῆσθαι περὶ σὲ, ὑφ' ἧς καὶ νῦν πεπείσμεθα, τὴν πρεσβείαν ταύτην ποιήσασθαι νυνί. τὴν μὲν οὖν ἀξίωσιν ἡμῶν οἱ παραγενόμενοι ἀπαγγελοῦσι πρέσβεις. ἂν δὲ τούτοις βασιλίς τε καὶ αὐτὸς ἐπιψηφίσησθε, οὐδὲν ἔτι τὸ κωλῦσον ἡμᾶς ὑπὸ τὴν Ρωμαίων βασιλείαν, ὥσπερ ἐπηγγειλάμεθα, τελεῖν, μόνον εἰ αὐτὸς ἀφίξῃ πρὸς ἡμᾶς, τάς τε πόλεις παραληψόμενος καὶ τὰ ἐνταῦθα πράγματα, ὅπῃ ἄν σοι δοκῇ, ἄριστα διοικήσων.» τὰ μὲν οὖν γράμματα ἰδίᾳ τε ἑκάστῳ καὶ πᾶσιν ὁμοῦ τοιάδε ἦν. ἃ δεξάμενος ὁ μέγας δομέστικος, ἥσθη τε ὑπερφυῶς καὶ τοῖς τε πρέσβεσι προσεφέρετο φιλοτίμως ἄγαν καὶ μεγαλοπρεπῶς. καὶ τοῖς πεπομφόσιν ὡμολόγει χάριτας πολλὰς τῆς εἰς αὐτὸν εὐνοίας καὶ τἄλλα τε, ὅσων ἐδέοντο, ὑπέσχετο ποιήσειν καὶ ἀφίξεσθαι πρὸς αὐτοὺς ἅμα ἦρι. νῦν γὰρ οὐκ εἶναι ῥᾴδιον κινεῖν τὴν στρατιὰν πρὸς οὕτως ὑπερόριον στρατείαν, οὐ μετὰ πολὺ χειμῶνος ἐσομένου· φθινοπώρου γὰρ ὥρα τότε ἦν, πίστεως δὲ τῶν εἰρημένων ἕνεκα καὶ Βρουλᾶν τὸν Ἰάκωβον παρείχετο αὐτοῖς, ὥστε συνεῖναι τοῦ χειμῶνος, ὃς τῶν οἰκειοτάτων ἦν αὐτῷ, ἅμα μὲν τὴν πρὸς αὐτοὺς εὐμένειαν ἐπιδεικνύμενος, ὅτι ὡς οἰκείων ἤδη προνοοῖτο, ἅμα δ' εἴ τι καὶ δύσνουν ἔτι ὑπολέλειπτο τῶν ἐν Πελοποννήσῳ, προσαξόμενος δι' αὐτοῦ, ὥστε μηδεμίαν εἶναι δυσχέρειαν ἐκεῖσε παραγενομένῳ, ἀλλ' ὑπαγάγηται πάντας βασιλεῖ. δώροις δὲ τούς τε πρέσβεις ἅμα καὶ τοὺς πεπομφότας φιλοτίμως ἀμειψάμενος, συνεξαπέστειλεν αὐτοῖς ἅμα τὸν Βρουλᾶν, ἐπαγγειλάμενος ἐπικαίρως καὶ αὐτὸς ἀφίξεσθαι. ἐν Βυζαντίῳ δὲ παρεσκευασμένων τῶν τριήρεων, ἃς πρὸς τὴν ἔφοδον τῶν Περσῶν ἔφημεν ὁπλίζεσθαι, ἐπεὶ ὁ παρακοιμώμενος, ὃς αὐτῶν στρατηγὸς κεχειροτόνητο, δύσνους βασιλίδι γεγονὼς, ἐδραπέτευσεν ἐν Ἐπιβάταις, πέμψας ὁ μέγας δομέστικος ἐνεχείρισε τῷ ἐπὶ τοῦ στρατοῦ Σεναχηρεὶμ, ὃς αὐτίκα ἀποπλεύσας, τήν τε Περσικὴν διέλυσε στρατιὰν καταπλήξας τῷ τάχει τῆς παρασκευῆς, καὶ πολλὰ τὴν Σαρχάνη κακώσας χώραν καὶ πολίσματος ἑνὸς τῶν παραθαλασσίων κρατήσας ἐξ ἐφόδου καὶ ἐξανδραποδισάμενος καὶ τἄλλα ὅσα ἔδει τὸν ἀγαθὸν ποιήσας στρατηγὸν, ἐπανῆλθεν εἰς τὴν Κωνσταντίνου. ἐκ δὲ τῆς ἑσπέρας μετὰ τὴν βασιλέως τελευτὴν ὅ,τε πρωτοστράτωρ Συναδηνὸς Θεσσαλονίκης ἐπιτροπεύων καὶ ὁ Χρέλης Κωνσταντῖνός τε Παλαιολόγος ὁ τοῦ βασιλέως θεῖος καὶ ὁ τοῦ μεγάλου δομεστίκου ἀνεψιὸς Ἄγγελος Ἰωάννης ὁ πιγκέρνης Τζαμπλάκων τε ὁ μέγας παπίας καὶ ὅσοι τῶν ἐν τέλει ἦσαν πόλεων ἐπιτροπεύοντες, πρὸς ἀλλήλους ἐπικηρυκευσάμενοι καὶ συμφρονήσαντες, οἱ πλείους μὲν κατελείποντο διοικοῦντες τὰς ἀρχάς· πιγκέρνης δὲ ὁ Ἄγγελος καὶ ὁ Παλαιολόγος Κωνσταντῖνος καὶ Τζαμπλάκων πρὸς τὸν μέγαν δομέστικον ἀπεστέλλοντο, τὰ κοινῇ δηλώσοντες πᾶσι δεδογμένα. ἔτι δὲ ἐχόμενοι ὁδοῦ, κήρυκα προπέμψαντες, ἐδήλουν γράμμασι τῷ μεγάλῳ δομεστίκῳ, μηδὲν περὶ ἑαυτοῦ κινεῖν τῶν καθεστώτων, μηδὲ πράττειν μηδὲν, μήτε τῶν δοκούντων βελτιόνων ἢ χειρόνων, ἂν μὴ παρῶσι καὶ αὐτοί· πάντως δὲ παρέσονται ὅσον οὐδέπω. δίκαιον δὲ εἶναι πείθεσθαι αὐτοῖς, οὐ μόνον ἐν τοῖς πρώτοις τῶν φίλων τεταγμένοις, ἀλλὰ καὶ παρ' ἑτέρων ἥκουσιν ὁμοίων. παραγενομένοις δὲ, ἃ ἂν πᾶσι δόξειε κοινῇ λυσιτελεῖν, ταῦτα πράττειν. ἐπεὶ δὲ γένοιντο ἐγγὺς Διδυμοτείχου, πάλιν ἕτερον προπέμψαντες, τήν τε ἄφιξιν ἐμήνυον αὐτῶν καὶ προετρέποντο ἐξιέναι εἰς ὑπάντησιν αὐτῶν. τῷ δὲ ἐδόκουν ἀνόητα ἀξιοῦν. οὐ γὰρ αὐτόν τινα προσήκειν τοὺς ἐντυγχάνοντας τιμᾷν προσαναγκάζειν, ἀλλ' ἐκείνους οἴκοθεν ἀξίους κρίνοντας ἐπιψηφίζειν τὴν τιμήν. ἐξετάζοντι δὲ πρὸς ἑαυτὸν τὸν λόγον, διὰ τὴν δοκοῦσαν ἀτοπίαν παρίστατο νοεῖν ὅπερ ἦν, ὡς οὐ σφετέρας ἕνεκα αὐτῶν τιμῆς ἠξίουν τοιαῦτα, ἀλλ' ἵνα ὑπαντήσαντος, τῶν ἵππων ἀποβάντες αὐτοὶ τιμὴν ἀποδῶσι τὴν μεγίστην. ὁ μὲν οὖν τοιαῦτα ἐννοήσας, ἔμεινεν οἴκοι. τοῖς δ' ἐπεὶ οὐκ ἐξεγένετο τὴν ἐπίνοιαν εἰς ἔργον ἀγαγεῖν, ὀλίγῳ ὕστερον καιρὸν ἐπιτηρήσαντες καὶ συντυχόντες ἐφίππῳ, τῶν ἵππων ἀποβάντες προσεκύνουν. εἶτ' αὐτῷ οἴκοι συνελθόντες οὐ κατὰ τὸ πρότερον ἔθος συνεισῄεσαν ἔφιπποι τὴν αὐλὴν, ἀλλ' ἔξω καταλιπόντες, παρέθεον πεζῇ. ὁ δὲ ἠγανάκτησεν ἐφ' ἑκατέροις οὐ μετρίως. ἔπειθ' ἑαυτῷ περιστησάμενος, κατηγόρει τὴν καινοτομίαν καὶ μὴ τοιαῦτα συνεβούλευε ποιεῖν, ἀλλὰ τοῖς προτέροις ἔθεσιν ἐμμένειν. εἰ δὲ μὴ πείθοιντο, ἠπείλησεν ἀπελάσειν πρὸς ὀργήν. δεῆσαν δὲ αὖθις ἵππῳ ἐπιβῆναι, ἐκέλευε τῆς πύλης ἄγειν ἔξω· εἶτα παριὼν τὴν αὐλὴν πεζῇ ἐπέβαινε πρὸς τῇ πύλῃ. ὅπερ οἱ τὴν καινοτομίαν ἰδόντες εἰργασμένοι καὶ καταπτήξαντες τὴν ἀπειλὴν, ἐνέμενον τοῖς προτέροις, μηδὲν καινὸν, μήτε διανοούμενοι, μήτε πράττειν ὑπομένοντες, μήτ' ἐκεῖνοι, μήθ' ἕτεροί τινες.

ιβʹ. Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ ὁ τῶν Τριβαλῶν ἄρχων Στέφανος ὁ Κράλης τὰς πρὸς βασιλέα λύσας σπονδὰς, ἐπεὶ ἐπύθετο ἀποθανόντα, τήν τε ἄλλην πᾶσαν κατέδραμε Μακεδονίαν ληϊζόμενος, καὶ Θεσσαλονίκην παρελθὼν, ἄχρι χωρίου ἦλθε τοῦ προσαγορευομένου τῶν Κρητῶν. ἔπειτα ἀνέστρεφεν, οὐ πολλὴν λείαν ἐπαγόμενος διὰ τὸ, μηνυθείσης τῆς ἐφόδου, πρότερον ταῖς πόλεσι καὶ τοῖς φρουρίοις τά τε βοσκήματα καὶ τοὺς ἀνθρώπους ἐγκατακλεισθῆναι. ἐπεὶ δὲ ἠγγέλλετο περὶ τούτων τῷ μεγάλῳ δομεστίκῳ, ἐκκλησίαν συναθροίσας, ἐβουλεύετο μετὰ τῶν ἐν τέλει καὶ τῶν ἡγεμόνων τῆς στρατιᾶς, ὅ, τι δέοι ποιεῖν πρὸς τὴν ἔφοδον τῶν Τριβαλῶν. οἱ μὲν οὖν ὅ,τι ἕκαστος ἐδόκει λυσιτελεῖν ἐβουλεύετο πρὸς τὰ παρόντα. τῷ μεγάλῳ δὲ δομεστίκῳ τὸ πρὸς Κράλην ἀντικαθίστασθαι ταχέως, ἵν' ἢ πείθοιεν αἱρεῖσθαι τὴν εἰρήνην ἢ θρασυνομένῳ πολεμοῖεν, δοκοῦν τῶν ἀναγκαίων, ἔτι πολλῷ μᾶλλον ἀναγκαιότερον καὶ λυσιτελέστερον πρὸς τὴν εἰς Πελοπόννησον στρατείαν ἅμα ἦρι παρεσκευασμένους ἐδόκει εἶναι καὶ μὴ προΐεσθαι τὸν καιρὸν, πράξεων παρεχόμενον μεγάλων ἀφορμάς. «εἰ γὰρ, θεοῦ συναιρουμένου, τοὺς τὴν Πελοπόννησον οἰκοῦντας Λατίνους» ἔφασκε «γένοιτο προσλαβεῖν, ἀνάγκη καὶ τοὺς τὴν Ἀττικὴν καὶ Βοιωτίαν οἰκοῦντας Κατελάνους ἢ ἑκόντας ἡμῖν ἢ βιασθέντας προσχωρῆσαι. τούτου δὲ γεγενημένου καὶ τῆς Ρωμαίων ἡγεμονίας ὥσπερ ἐν τοῖς πάλαι χρόνοις ἐκ Πελοποννήσου μέχρι Βυζαντίου συνεχοῦς γεγενημένης, ἔξεστι συνορᾷν, ὡς οὐδὲν ἔργον ἤδη Τριβαλούς τε καὶ τοὺς ἄλλους περιοίκους τῶν βαρβάρων τῆς ὕβρεως δίκας ἀπαιτεῖν, ἧς ἐξυβρίζουσιν εἰς ἡμᾶς τοσοῦτον ἤδη χρόνον. ὡς οὖν μεγάλων ἐκεῖθεν ἐλπίδων ὑποφαινομένων, οὕτω προσήκει πράττειν ὥστε μὴ τὸν καιρὸν ἡμᾶς διαφυγεῖν. οὗ δὴ ἕνεκα εἰς Βυζάντιον ἡμᾶς ἐπανελθεῖν ἡγοῦμαι νυνὶ προσήκειν. δυνάμεως γὰρ ἡμῖν πρὸς τὴν Πελοπόννησον χρεία ναυτικῆς, ἣν δεῖ τοῦ χειμῶνος παρασκευασθῆναι. ἂν οὖν τούτων ἀμελήσαντες νῦν, τραπώμεθα πρὸς τὴν ἑσπέραν, νομίσαντες ὡς ἐπανήξομεν τἀκεῖ καταστήσαντες ταχέως, δέος μὴ πολέμοις ἐμπλακέντες καί τισιν ἑτέροις ἀναγκαίοις καὶ μὴ δυνηθέντες παρασκευάσασθαι, ἐπανελθόντες ἀπολέσωμεν τὴν πρᾶξιν. ἐὰν δὲ γενώμεθα ἐν Βυζαντίῳ νῦν, πρῶτα μὲν ναυάρχους καταστήσομεν καὶ στρατηγὸν, οἷς μελήσει τάς τε ναῦς ἐπισκευάζειν καὶ ναύτας, οἳ ἐπιβήσονται, καὶ ὁπλίτας καταλέγειν. ἔπειτα δὲ καὶ περὶ χρημάτων σκεψόμεθα, ὅθεν λαμβάνειν αὐτοῖς ἐξέσται πρὸς τοῦ στόλου τὴν παρασκευήν. πρὸς δὲ τούτοις καὶ τοὺς τῶν δημοσίων φόρων διοικητὰς ἀνάγκη καθιστᾷν, ἵνα μὴ, ἀτάκτως φερομένων καὶ ὡς ἔτυχε, λύμη τις γένηται περὶ χρήματα τὰ κοινὰ, ἐπιδεδωκότα οὐ μικρῶς ἐκ προσθήκης μὲν οὐδεμιᾶς τῶν εἰθισμένων φόρων, ἐξ ἑτέρων δέ τινων τρόπων καὶ ἐπινοιῶν. ἐπειδὰν δὲ ταῦτα τῆς προσηκούσης ἐπιμελείας τύχῃ καὶ φροντίδος, πρεσβείαν διανοοῦμαι πέμπειν πρὸς τὸν ἄρχοντα τῶν Τριβαλῶν, ἅμα μὲν κατασκεψομένους τὴν ἐκείνου δύναμιν ὁπόση εἴη, ἅμα δὲ, εἰ καὶ πρὸς διαλλαγὰς ἑτοίμως ἔχει, χωρήσοντας πρὸς διαλύσεις. οὐ γὰρ ἡγοῦμαι νῦν ἡμῖν λυσιτελεῖν, ἐξὸν εἰρήνην μετὰ τῶν ὁμορούντων ἐθνῶν ἄγειν, ἑκοντὶ τὸν πόλεμον αἱρεῖσθαι. αὐτὸς δὲ ὀλίγας ἡμέρας Βυζαντίῳ ἐνδιατρίψας, ἔπειτα τὸ μισθοφορικὸν τῆς στρατιᾶς καὶ τῶν ἐκ χωρίων τὰς προσόδους ἐχόντων τοὺς δυνατωτέρους παραλαβὼν, ὡς καὶ τῆς ἑσπερίου στρατιᾶς συνεσομένης, πρὸς ἑσπέραν τοῦ χειμῶνος βαδιοῦμαι, τοῖς ἄλλοις ἐπιτρέψας οἴκοι διατρίβειν καὶ παρασκευάζεσθαι πρὸς τὴν στρατείαν, ὡς ἅμα ἦρι ἐσομένης. καὶ Ἀλβανοὺς τοὺς περὶ Πογονιανὴν καὶ Λιβίσδαν νεμομένους ληϊσάμενος καὶ δίκας τῆς ἀδικίας ἐπιθεὶς, ἴστε γὰρ δήπου καὶ αὐτοὶ, ὡς καὶ περιόντος βασιλέως καὶ μετὰ τὴν ἐκείνου τελευτὴν πολλὰ τὰς τῆς Ἀκαρνανίας πόλεις καὶ Βαλάγριτα ἐκάκωσαν ὁσημέραι κατατρέχοντες καὶ ληϊζόμενοι, πειράσομαι, εἰ δυναίμην, οἴομαι δὲ, τὴν τῶν Χριστοῦ γενεθλίων ἑορτὴν ἐν Βυζαντίῳ ἀγαγεῖν, οὐ μόνον διὰ τὴν στρατιὰν, ἵνα μὴ ὑπερόριος ἐν χειμῶνι διατρίβῃ, ἀλλ' ἵνα καὶ βασιλέως ἡ νέου στεφηφορία τελεσθῇ. οὕτω γὰρ ἐδέδοκτο ἡμῖν. ἅμα δὲ ἦρι ἀρχομένῳ τῶν τε τριήρεων πρὸς τὸν πλοῦν οὐσῶν παρεσκευασμένων καὶ τῆς στρατιᾶς ἁπάσης, ἐξ ἠπείρου τε ἅμα καὶ θαλάσσης προσβαλοῦμεν τῇ Πελοποννήσῳ. οὐ γὰρ μικρὰ προσθήκη γενήσεται Ρωμαίοις, ἂν ὑπαγαγώμεθα ἐκείνους. ὁδοῦ δὲ πάρεργον καὶ τοὺς τῆς Ἰωνίας διερευνησάμενοι ναυστάθμους καὶ ποταμοὺς, ἐν οἷς οἱ Πέρσαι τὰς σφετέρας αὐτῶν προσορμίζουσι ναῦς, καὶ καταφλέξαντες πυρὶ, οὕτω γὰρ Ἀλησέρῃ τῷ Κοτυαείου σατράπῃ καὶ ἐμοὶ συντέθειται, ἐκ τῆς ἠπείρου παραβοηθοῦντι ἅμα στρατιᾷ πεζῇ τε καὶ ἱππικῇ, καὶ τῆς ἐξ ἐκείνων ἀπαλλαγέντες λύμης καὶ φροντίδος, πρὸς τὸν προκείμενον βαδιούμεθα ἀγῶνα, πάντα τὰ οἴκοι καταστήσαντες καλῶς.» τοιαῦτα τοῦ μεγάλου βουλευσαμένου δομεστίκου, ἐπεὶ καὶ τοῖς ἄλλοις συνεδόκει καὶ ἐπῄνουν τὴν βουλὴν, πρὸς μὲν τὸν τῶν Τριβαλῶν ἄρχοντα πρέσβεις ᾑροῦντο αὐτίκα. οἳ καὶ παραγενόμενοι καὶ διαλεχθέντες περὶ εἰρήνης, ἔπεισάν τε διαλύσασθαι καὶ ἔθεντο σπονδὰς κατὰ τὰς οὔσας πρίν. ὁ μέγας δὲ δομέστικος ἀθροίζεσθαι κελεύσας τὴν στρατιὰν, αὐτὸς ᾔει εἰς Βυζάντιον. ἐπεὶ δὲ ἐγένετο ἐγγὺς, οἱ Βυζαντίῳ παρόντες τῶν συγκλητικῶν εἰς ὑπάντησιν ἐξελθόντες, ἠσπάζοντο τῶν ἵππων ἀποβάντες. ὁ δὲ ἐπέπληττεν αὐτοῖς ὡς οὐ προσήκοντα ποιοῦσιν· ἔπειτα εἰς τὰ βασίλεια ἐλθὼν, ἠσπάζετό τε βασιλίδα καὶ παρεμυθεῖτο λόγοις, οὐκ ἀλγοῦσαν μόνον ὑπὸ τῶν συμφορῶν, ἀλλὰ καὶ τὸ σῶμα νοσηλευομένην. καὶ διηγησάμενος, ὅσα τε πράξειε πρὸς Διδυμότειχον ἐλθὼν, καὶ ὅσα τοῖς ἐκ Πελοποννήσου πρέσβεσιν ἐπαγγείλαιτο, οἷά τε διανοοῖτο περί τε ἐκείνων καὶ περὶ τῶν ἄλλων πράττειν, μεγάλα τε ἐλπίζειν παρῄνει καὶ αὐτῷ θαῤῥεῖν, ὡς ὑπὲρ ὠφελείας αὐτῆς τε καὶ παίδων καὶ τοῦ κοινοῦ Ρωμαίων, οὔτε σώματος, οὔτε χρημάτων φεισομένῳ, ἀλλὰ πᾶσαν ἐπιδειξομένῳ καὶ σπουδὴν καὶ προθυμίαν. νῦν μὲν γὰρ οὐ ῥᾴδιον εἶναι, λόγοις τήν τε στρατιᾶς ἐπίδοσιν καὶ τῶν προσόδων τῶν κοινῶν ἀποδεικνύειν· ἔαρος δὲ γενομένου, εἰ ἐν ζῶσιν εἴη, οὐ λόγων δεήσεσθαι πρὸς τὴν ἀπόδειξιν, ἐξ αὐτῶν τῶν ἔργων φανερᾶς τῆς ὠφελείας γινομένης. ἔπειτα καὶ περὶ ὧν ἥκει κοινωσάμενος, ὡς καὶ αὐτῇ συμφέροντα ἐδόκει καὶ ἐπεψήφιζε τὴν βουλὴν, ἔργου εἴχετο καὶ διῴκει πάντα, ᾗ βεβούλευτο.

ιγʹ. Ὀλίγῳ δὲ ὕστερον ἐξ ἐκείνης τῆς ἡμέρας ἐν βασιλείοις αὐτοῦ τῇ βασιλίδι διαλεγομένου περὶ τῶν κοινῶν καὶ κοινῇ βουλευομένων περὶ ὧν ἂν δέοι πράττειν, θροῦς ἔξωθεν ἠκούετο καὶ βοὴ περὶ τὰ βασίλεια συμμιγής. ἐρομένης δὲ τῆς βασιλίδος πρὸς αὐτὸν, τί ἂν εἴη ταῦτα, σαφὲς μὲν οὐδὲν εἰδέναι ἔφασκεν· οἴεσθαι δὲ, πρὸς τὴν δίκην τινῶν ἀλλήλοις ἀντιλεγόντων, τὸν θόρυβον γίνεσθαι τουτονί. διϊσχυρίζετο δὲ καὶ ὕστερον, οὐδὲν ἄλλο οἰηθῆναι τὴν ἀρχήν· οὐδὲ γὰρ οὐδ' αὐτός τι ᾔδει τῶν γιγνομένων. ἔπειτα ὡς μείζων ἦν ὁ θόρυβος καὶ παρετείνετο ἐπιπολὺ, νομίσας καὶ αὐτὸς νεώτερόν τι εἶναι, ἀναστὰς ἐξῄει μαθεῖν ἐθέλων τῶν γινομένων τὴν αἰτίαν. ὁρᾷ δὲ τῶν βασιλείων τὴν αὐλὴν πλήθουσαν ἀνδρῶν, οἳ ἦσαν οὐ τοῦ στρατιωτικοῦ καταλόγου μόνον, ἀλλὰ καὶ τῶν ἐπ' εὐγενείᾳ λαμπρυνομένων νέων, καὶ τὸν πατριάρχην ἐν μέσοις αὐτοῖς ἑστῶτα καὶ λογομαχοῦντα πρὸς αὐτοὺς διαφερομένους. αἰτία δὲ τῆς διαφορᾶς ἦν, ὅτι δὴ ἠξίουν μείζονος τιμῆς τὸν μέγαν δομέστικον δίκαιον τυγχάνειν εἶναι καὶ μὴ τοῖς πολλοῖς ὁμοίως πεζῇ τῶν βασιλείων εἰσιέναι τὴν αὐλήν· ὃς οὐ μόνον νῦν τῶν ὅλων πραγμάτων ἔχει τὴν ἀρχὴν, ἀλλὰ καὶ, βασιλέως περιόντος, παραδυναστεύων ἦν καὶ πολλάκις ὑπ' ἐκείνου προσκεκλημένος πρὸς τὴν βασιλείας κοινωνίαν. ἐν αἰτίαις τε τὸν πατριάρχην διὰ ταῦτα ἐποιοῦντο, ὅτι δὴ περιορῴη καὶ μὴ βασιλίδι παραινοίη τὰ προσήκοντα. ταῦτα δὴ αὐτοῖς ἐλέγετο, οὐ πᾶσιν ὁμοίας ἔχουσι τὰς γνώμας. ἀλλ' οἷς μὲν εὔνοια πρὸς ἐκεῖνον ἦν, ἐσπουδάζετό τε ἀληθῶς ὁμοίως καὶ ἐλέγετο, οἱ δ' ἐθεράπευον τὸν καιρὸν καὶ τὴν μεγάλου δομεστίκου δύναμιν· ἦσαν δὲ οἳ καὶ δυσχεραίνοντες πρὸς τοὺς λόγους καὶ ἡδέως ἂν κωλύσοντες, εἰ ἐξῆν, ὅμως ὑπὸ δέους συμφωνεῖν ἐδόκουν τοῖς πολλοῖς, οἰόμενοι, ἐκείνου συνειδότος καὶ ἀφανῶς τὰ τοιαῦτα συσκευάζοντος εἰρῆσθαι. ὁ πατριάρχης δὲ ἀντικαθίστατο πρὸς τοὺς λόγους καὶ, μὴ δεῖν, ἔλεγεν, αὐτοὺς ἀτάκτως θορυβεῖν, ἀλλὰ πείθεσθαι τοῖς βασιλίδι καὶ μεγάλῳ δομεστίκῳ ἐγνωσμένοις. ἐν τούτοις δὲ τῆς ἔριδος ἐκείνοις οὔσης, ἐπεὶ ἐπέπαυτο φανέντος, τοῖς μὲν ἄλλοις ὥσπερ ὀργιζόμενος οὐδὲν εἰρήκει· πατριάρχην δὲ ἐμέμφετο, ὅτι ἀνοήτων ἀνθρώπων προσέχων λόγοις, ἕστηκε πρὸς αὐτοὺς λογομαχῶν καὶ θόρυβον κινῶν. συνεβούλευέ τε οἴκοι ἀπελθεῖν καὶ μηδὲν πρὸς ἐκείνους διαφέρεσθαι νῦν, ὡς ἐς τὴν ὑστεραίαν ἅμα αὐτῷ περὶ τῶν εἰρημένων ποιησομένῳ λόγον. προέπεμπέ τε ἄχρι ἵππου θεραπεύων διὰ τὴν πρὸς αὐτὸν γεγενημένην μέμψιν, οὔπω πρότερον τοῦτο εἰργασμένος, ἀλλ' ἐν τοῖς βασιλείοις οἴκοις συνταττόμενος ἀναστρέφειν εἰωθώς. εἰς βασιλίδα δὲ αὖθις ὁ μέγας δομέστικος ἐπανελθὼν, τὴν αἰτίαν τοῦ θορύβου διηγεῖτο, ὅπως τε αὐτὸς τῆς ἀκαίρου φιλονεικίας μεμψάμενος πατριάρχην, ὅτι ἀνοήτων ἀνθρώπων προσχοίη λόγοις ἔχουσι μηδὲν ὑγιὲς, παραινέσειεν οἴκαδε ἀναχωρεῖν. διϊσχυρίζετό τε καὶ αὐτὸς ἐπιμαρτυρόμενος θεὸν, ὡς οὐδὲν τῶν λεγομένων συνειδείη, ἀλλ' ὑπό τινων ἀπαιδεύτων ὑπ' αὐθαδείας ἀνοήτως κινηθείη. ἐπαινούσης δὲ τῆς βασιλίδος ἐπὶ τῷ τὸν θόρυβον καταστεῖλαι, «ἀλλ' ἐκείνῳ μὲν» ὁ μέγας δομέστικος ἔφη «συνεβούλευσα μηδὲν προσθέντι τοῖς εἰρημένοις ἀπελθεῖν, οὕτω συνιδὼν ῥᾳδίως διαλύσειν τὴν φιλονεικίαν, μάλιστα περὶ ἐμοῦ γεγενημένην. σοὶ δὲ, μὴ τὴν αὐθάδειαν ἀτιμώρητον παραινῶ περιιδεῖν, ἀλλὰ λόγοις κολάσαι προσκαλεσαμένην τῆς γλώσσης τῆς ἀκολασίας ἕνεκα. παρῄνεσα δ' ἂν, καὶ ἐπιπλεῖον ἐνδείξασθαι τὴν ὀργὴν τὴν πρὸς αὐτοὺς, εἰ μὴ ταχέως ἔμελλον ἐνθένδε ἀπελεύσεσθαι, τοὺς πλείους αὐτῶν παραλαβών. διὸ μετὰ τὸ καθάψασθαι ἀρκούντως, παράσχου συγγνώμην, αἰτιωμένη τῆς ὁδοιπορίας τὴν ἀνάγκην.» ᾧ πεισθεῖσα καὶ ἡ βασιλὶς, τοὺς ἄνδρας τε προσεκαλεῖτο καὶ ὠνείδιζεν αὐτοῖς τὴν ἀπαιδευσίαν, ὅτι βασιλέων ἐντεθραμμένοι νόμοις καὶ συνόντες ἐκ παιδὸς, οὐδὲν ἄμεινον τῶν ἀβασιλεύτων διάκεισθε βαρβάρων, πᾶν τὸ προσιστάμενον ὑμῖν ἀτάκτως θορυβοῦντες. σκοπεῖτε γὰρ, εἰς ὅσον ἀνοίας ἠλάσατε νυνί. πρῶτον μὲν γὰρ ἐν βασιλείοις φανερῶς ἀντείπετε βασιλεῦσι· δεύτερον δ', ὅτι πατριάρχῃ διηνέχθητε, κοινῷ πάντων ὄντι πατρὶ πνευματικῷ καὶ μάλιστα πολλῆς αἰδοῦς ἀξίῳ καὶ τιμῆς, πολλῷ πλέον ἢ οἱ σαρκικῶς γεγεννηκότες. τρίτον δ', ὅτι καὶ ὑπὲρ μεγάλου δομεστίκου δῆθεν ἐποιήσασθε τοὺς λόγους, τόγε εἰς ὑμᾶς ἧκον ἀποδεικνύντες διὰ τούτων τῆς παρ' ὑμῶν αὐτὸν δεόμενον ἐπικουρίας εἰς τὸ τυχεῖν, εἴ τινος δέοιτο παρ' ἡμῶν. τοῦτο δ' ὅτι τῶν ἀτοπωτάτων, οὐχ ἑτέροις, ἀλλ' ὑμῖν αὐτοῖς χρήσασθε διαιτηταῖς. οὐ γὰρ νῦν μόνον, ὅτε εἰς αὐτὸν περιήκει τῶν ὅλων ἡ φροντὶς, ἀλλὰ καὶ βασιλέως ζῶντος, ὑμῶν ἁπάντων οὗτος προΐστατο, ἐν οἷς ἐδεῖσθε βασιλέως· αὐτοῦ δὲ ὑμῶν οὐδείς. ὥστε καὶ ἐκ τῶν προτέρων καὶ τῶν νῦν συνιδεῖν ὑμᾶς ἐχρῆν, ὡς οὐκ ἂν δέοιτο τῆς παρ' ὑμῶν ἐπικουρίας. οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν, ὃ βουλομένῳ ἢ περὶ ἑαυτοῦ ἢ περὶ ἑτέρων, μὴ καὶ πράττειν δυνατόν. εἰ δὲ τοῦθ' οὕτως ἔχει καὶ οὐδεὶς ἀντερεῖ, οὐδ' ὑμᾶς ἐχρῆν θορυβεῖν καὶ ταράττεσθαι εἰκῇ. καὶ διὰ τοῦτο οὐκ εὐεργεσίας, ἀλλὰ δίκης ἄξιοι παρ' αὐτῷ· κἀγὼ δὲ ὑμᾶς τὰς προσηκούσας τῆς αὐθαδείας ἀπῄτησα ἂν εὐθύνας, εἰ μὴ αὐτὸς παρῃτήσατο δεηθεὶς ὑπὲρ ὑμῶν, ἄλλως δ' ὅτι καὶ πρὸς τὴν ἐκστρατείαν παρεσκεύασθε, πρὸς ἣν χαίροντας βαδίζειν, οὐκ ἀνιωμένους, οἴομαι προσήκειν. οὗ δὴ ἕνεκα τὴν μὲν τῶν ἡμαρτημένων παρέχομαι συγγνώμην, τοῦ λοιποῦ δὲ εὐτάκτους εἶναι παραγγέλλω καὶ τῶν μειζόνων μηδὲν περιεργάζεσθαι, ἀλλὰ παραχωρεῖν ἐκείνοις, οἷς τὰ τοιαῦτα καλῶς τε ἔξεστι διοικεῖν καὶ, ἐάν τι σφάλλωνται, ἐπανορθοῦσθαι.» τοσαῦτα μὲν ἡ βασιλὶς πρὸς ἐκείνους διειλέχθη, τοῦ θορύβου ἕνεκα καθαπτομένη. ἐκεῖνοι δὲ τῆς ἡμερότητος καὶ τῆς συγγνώμης χάριτας ὁμολογήσαντες καὶ τῶν ἄλλων μᾶλλον ὁ μέγας δομέστικος, οἱ μὲν ἄλλοι ἀνεχώρουν· ὁ μέγας δὲ αὖθις δομέστικος καταλειφθεὶς, ἐβουλεύοντο ἅμα βασιλίδι περὶ ὧν ἀναγκαῖον ἦν.

ιδʹ. Λόγου δὲ καὶ περὶ Ἀποκαύκου τοῦ παρακοιμωμένου ἐμπεσόντος καὶ σκεπτομένων καθότι δέοι χρήσασθαι αὐτῷ, μηδεμίαν ἄλλην, ἔφασκεν ἡ βασιλὶς, τῶν τετολμημένων παρ' ἐκείνου δίκην ἀπαιτεῖν, ἢ ἣν αὐτὸς ἐτιμήσατο αὐτῷ, ὥστε οἴκοι καθῆσθαι, μὴ ἐξιόντα, μήτε τῶν κοινῶν τι διοικοῦντα. ὁ δ' ἔφασκε καὶ αὐτὸς τὴν δίκην πρέπουσαν ἡγεῖσθαι τῷ τολμήματι. μὴ μέντοι γε αὐτῷ κατὰ γνώμην εἶναι πρὸς ὑπερόριον ἀπιόντι στρατείαν τὴν πρὸς τὴν ἑσπέραν, τῶν δεομένων διορθώσεως ὀπίσω τι καταλιπεῖν. οὗ δὴ ἕνεκα πρός τε τοὺς περιοίκους Πέρσας θέσθαι σπονδὰς καὶ πρὸς Ἀλέξανδρον τὸν Μυσῶν βασιλέα, ἵνα μὴ ἀπόντος ταράττοιτο αὐτὴ ὑπὸ πολέμων ὀχλουμένη. καὶ διὰ τοῦτο καὶ παρακοιμώμενον ἡγεῖσθαι προσήκειν ἀξιώσαντας συγγνώμης, πάλιν χρῆσθαι, ὅπῃ ἂν δοκῇ συμφέρειν. ἡ δ' ἀνένευεν, οὐχ ἑαυτῇ καὶ τέκνοις μόνον, ἀλλὰ καὶ αὐτῷ δύσνουν ἐκ πολλῶν ἀποδεικνῦσα· μάλιστα δὲ ἐξ ὧν ἐπ' αὐτῆς ὀλίγῳ πρότερον αὐθαδῶς ἐκεῖνος καὶ τραχέως προσηνέχθη πρὸς αὐτόν. εἰ δὴ ἀμφοτέροις ἐκεῖνος ἐπιβουλεύων σαφέστατα ἠλέγχθη, τίνι χρὴ θαῤῥήσαντα, ἄνθρωπον πανουργίας καὶ ἐπιβουλῆς μεστὸν ἀποδημοῦντα αὐτὸν ὀπίσω ἔφασκε καταλιπεῖν;» ἄξιον δὲ καὶ τῶν πρὸς τὸν μέγαν δομέστικον Ἀποκαύκῳ εἰρημένων ἐπὶ τῆς βασιλίδος μνημονεῦσαι καὶ ἔτι παλαιοτέρων κακουργημάτων, οἷς ἐχρήσατο κατὰ μεγάλου δομεστίκου, μεγάλα εὐηργετηκότος, ἵν' ἐκ τῶν διηγημάτων κατάδηλος γένηται ἡμῖν ἥ τε τούτου πρὸς τὰς εὐεργεσίας φιλοτιμία καὶ ἑτοιμότης πρὸς τὸ παρέχειν τοῖς εἰς αὐτὸν ἁμαρτάνουσι συγγνώμην, καὶ ἡ παρακοιμωμένου πρὸς τὰ καλὰ ἀχαριστία καὶ τῶν τρόπων ἡ σκαιότης. οὗτος γὰρ δὴ ὁ παρακοιμώμενος ἐκ Βιθυνίας ὡρμημένος καὶ ἄσημος ἐκ φαύλων φὺς, τὰ πρῶτα μὲν ὑπεγραμμάτευσε πολλοῖς τῶν τὰ δημόσια χρήματα εἰσπραττόντων ὀλίγου ἕνεκα μισθοῦ, ἔπειτα τῷ τοῦ βασιλέως ἐμισθοφόρησε θείῳ Ἀσάνῃ τῷ Ἀνδρονίκῳ. εἶτ' ἐκείνου ἀποστὰς, προσεχώρησε στρατηγῷ τῷ τῶν ἑσπερίων θεμάτων δομεστίκῳ, τοὺς δημοσίους ἅλας τότε ἐφορεύοντι. εὐφυὴς δὲ φανεὶς καὶ πρόθυμος πρὸς τὴν ὑπηρεσίαν, χρήματα ἐπιστεύθη παρ' ἐκείνου, ἵν' ἐλθὼν πρὸς βασιλέα, Ἀνδρόνικος δὲ ὁ πρῶτος ἦν, πείσῃ στρατηγῷ καὶ εἰς τοὐπιὸν ἔτος τὴν διάθεσιν ἐγχειρίζειν τῶν ἁλῶν. ὁ δὲ τὰ μὲν χρήματα ὡς ἴδια βασιλεῖ παρεσχηκὼς, ἐπαγγειλάμενος δὲ καὶ διπλασίω τῶν ὑπὸ στρατηγοῦ παρεχομένων τῷ βασιλικῷ αὐτὸς εἰσφέρειν ταμιείῳ, πείθει βασιλέα ἐκείνου προελέσθαι καὶ τῶν ἁλῶν παρέχειν τὴν ἀρχήν. καὶ οὕτω τοῖς ἰδίοις χρήμασι τῆς ἀρχῆς ἐκεῖνον ἐκβαλὼν, ἤδη λαμπρὸς ἦν καὶ τὰ πρῶτα φέρων τελωνῶν. εἶτ' ἐπειδὴ πολλὰ τῷ δημοσίῳ χρήματα ὀφείλων, προσδόκιμος ἦν δεσμωτήριον οἰκεῖν καὶ σωφρονίζεσθαι μὴ τοιαῦτα κακουργεῖν, πρὸς ἀποστασίαν εἶδε βασιλέως. οὐ γὰρ ἦν ἑτέρως τὸ κακῶς παθεῖν διαφυγεῖν. συνιδὼν δὲ ἐκ τῶν πραγμάτων, ὡς βασιλεῖ τῷ νέῳ Ἀνδρονίκῳ πρὸς τὸν πάππον ἀναγκαίως ἔσται διαφορὰ, Συργιάννη ἐδεήθη, τῶν ἐπιτηδειοτάτων ὢν αὐτῷ, τῷ νέῳ βασιλεῖ προσαγαγεῖν. ὁ δὲ καὶ γὰρ ἤδη ὁ τῶν βασιλέων πρὸς ἀλλήλους ἐκινεῖτο πόλεμος, ἐδεῖτο τοῦ μεγάλου δομεστίκου, καὶ τὸν Ἀπόκαυκον προσλαμβάνειν, οὐ μόνον εὐφυῶς πρὸς τῶν δημοσίων τὴν εἴσπραξιν ἐσχηκότα φέρων, ἀλλὰ καὶ χρημάτων εὐποροῦντα, οἷς χρήσιμος πρὸς τὸν πόλεμον ὀφθήσεται αὐτοῖς· ὧν καὶ κατὰ τὰς ἀρχὰς τῆς ἱστορίας μάλιστα ἐπεμνήσθημεν συντόμως. ὁ δὲ βασιλεῖ τῷ νέῳ δι' ἐκείνου προσοικειωθεὶς, ἐπεὶ ὁ τῶν βασιλέων πόλεμος ἀνεῤῥήγνυτο, τοῦ μὲν πρεσβυτέρου βασιλέως εὐθὺς ἀπέστη πρὸς τὸν νέον, οὐ μᾶλλον δι' εὔνοιαν, ἢ τὸν ὑφορώμενον κίνδυνον διὰ τὰ ὀφειλόμενα χρήματα ἀποδιδράσκων. ταμίας δὲ τῶν βασιλικῶν ἀπεδείκνυτο χρημάτων παρὰ τοῦ μεγάλου δομεστίκου. ἐπεὶ δὲ ἡ νίκη πρὸς τὸν νέον ἀπεῖδε βασιλέα καὶ ὑπ' αὐτῷ πᾶσα ἡ τῶν Ρωμαίων ἡγεμονία ἦν, πάλιν ὑπ' ἐκείνου, σχεδὸν οὐχ ἑκόντος βασιλέως, οὐδὲ προσήκειν αὐτῷ τὴν ὑπηρεσίαν κρίνοντος, εἰς τὸ μεσάζειν τοῖς πράγμασι κατέστη. πλὴν οὐ παντάπασιν ἐπετράπη τὴν διοίκησιν τῶν κοινῶν, ἀλλ' ὅσα τῶν ἀναγκαιοτέρων ἦν πρὸς τὸν μέγαν δομέστικον ἀνάγων, αὐτὸς τῶν ταπεινοτέρων εἴχετο, ἐξ ὧν οὐδεμία τοῖς κοινοῖς προσεδοκᾶτο βλάβη, εὖ ἢ κακῶς διῳκημένοις. ὅμως δὲ ὑπὸ πολλῶν ἐθεραπεύετο. μεταξὺ δὲ καὶ πολλάκις βασιλεῖ προσκεκρουκὼς διὰ τὴν φίλην πανουργίαν καὶ μέλλων διδόναι δίκας, ὑπὸ τοῦ μεγάλου δομεστίκου τὴν βασιλέως ὀργὴν ἐῤῥύσθη παραιτουμένου. εἰς τοιαύτην δὲ περιφάνειαν ἐξ ἀφανείας πολλῆς ἐλθὼν, ἐσκέψατο, εἰ δύναιτο τὸν εὐεργέτην ἀμείψασθαι τοῖς ἐναντιωτάτοις. ὡς γὰρ βασιλεὺς ὁ νέος Ἀνδρόνικος τὴν νόσον ἐνόσησεν ἐκείνην τὴν σφοδρὰν καὶ τελευτῆς ἐγένετο ἐγγὺς, βασιλίδι μὲν τῇ γαμετῇ κατελίμπανε τὴν ἀρχὴν, οὔπω μὲν παιδὸς μητρὶ γεγενημένῃ, ὠδινούσῃ δέ· τῷ μεγάλῳ δὲ δομεστίκῳ τὴν διοίκησιν τῶν κοινῶν καὶ τὸ πάντας αὐτῷ ὑπείκειν καὶ μηδένα ἀντιλέγειν πρὸς μηδέν. ὁ δ' ὥσπερ ἔθος ἐπὶ τελευτῶσι τοῖς βασιλεῦσι τοῖς ὑπολειπομένοις τὴν εὔνοιαν καὶ τὴν πίστιν βεβαίαν παρὰ τῶν ὑπηκόων βουλόμενος ποιεῖν, ὅρκους ἐκθεὶς, πάντας δι' αὐτῶν ἐκέλευε τὴν πίστιν ἐμπεδοῦν. οἱ ὅρκοι δὲ Ἄννῃ τε τῇ βασιλίδι Ρωμαίους διελάμβανον τὴν πίστιν ἀκραιφνῆ φυλάξειν καὶ παιδὶ βασιλέως τῷ γεννησομένῳ ἐξ αὐτῆς, καὶ τῷ μεγάλῳ δομεστίκῳ τὴν εὐπείθειαν. Ξένης δὲ βασιλίδος τῆς βασιλέως μητρὸς ἐμέμνηντο οὐδ' ὁτιοῦν· οὕτω καὶ βασιλεῖ κεκρικότι δεῖν, μὴ δύνασθαι δύο καὶ ταύτας γυναῖκας μίαν διοικεῖν ἀρχήν. τότε μὲν οὖν ἐκείνη τε ἤνεγκε βαρέως καὶ οἷς πρὸς ἐκείνην εὔνοιά τις ἦν, καίπερ οὐδ' ἐκείνην ἀθεράπευτον καταλιπόντος τοῦ μεγάλου δομεστίκου. ὡς γὰρ καὶ αὐτὸς τὸ πρᾶγμα ὑπενόει θόρυβον δυνάμενον τῇ βασιλίδι ἐμποιεῖν, Γλαβᾶν τὸν μέγαν διοικητὴν πέμψας κατὰ τάχος πρὸς αὐτὴν, ἅμα δὲ καὶ σταυρὸν ἐκ τῶν πολυτιμήτων λίθων ἀξιοπιστίας ἕνεκα τῶν λόγων, τὴν μὲν νόσον ἐδήλου βασιλέως ὡς εἴη χαλεπή· ἐδεῖτό τε θεοῦ μὴ περιιδεῖν αὐτοὺς τοιούτου βασιλέως ἀποστερηθέντας. εἰ δ' ἄρα τι συμβαίη τῶν προσδοκωμένων, οὕτω τοῦ πάντα δικαίως καὶ συμφερόντως ταλαντεύοντος οἰκονομοῦντος, μηδὲν αὐτὴν ὑποπτεύειν ἀηδὲς ἐκ τῶν πραγμάτων τῆς μεταβολῆς, ὡς οὐδὲν ἧττον εὐνοϊκῶς αὐτοῦ διακειμένου πρὸς αὐτὴν, ἢ εἰ καὶ αὐτὸς γεγέννητο ἐξ αὐτῆς. οὕτω δὲ ἐκείνης πρὸς ὀργὴν κεκινημένης, οἱ πάλαι τε ὑπὸ φθόνου πρὸς τὴν εὔκλειαν δακνόμενοι τοῦ μεγάλου δομεστίκου καὶ τότε μᾶλλον πρὸς τὸ πάθος ἐξαφθέντες, σαφῶς ἰδόντες κύριον γεγενημένον τῶν πραγμάτων· ἐν οἷς ἄλλοι τε πολλοὶ καὶ ὁ παρακοιμώμενος Ἀπόκαυκος ἐξητασμένος ἦν, Συργιάννη πρὸς τὴν πρᾶξιν ἡγουμένου· τὴν βασιλίδος ὀργὴν νομίσαντες ἂν αὐτοῖς τὰ μέγιστα συμβαλέσθαι πρὸς τὸ τοῦ μεγάλου δομεστίκου περιγενέσθαι καὶ καταλῦσαι τὴν ἀρχὴν, πολλοὶ πρὸς βασιλίδα ἀφιγμένοι, ἐπεὶ ῥᾴων ἦν ὁ βασιλεὺς καὶ ἀπήλλακτο τῆς νόσου, ἀγανακτεῖν ὑπὲρ αὐτῆς προσεποιοῦντο καὶ πολλὴν ἀγνωμοσύνην τοῦ μεγάλου δομεστίκου κατεγίνωσκον, ὅτι βασιλέως τελευτῶντος, ὅτ' αὐτὸν, εἰ μέτρια διενοεῖτο, ταῖς βασιλίσιν ἀμφοτέραις ἔδει τὴν ἀρχὴν συνδιασώζειν καὶ μάλιστα ἐκείνῃ, ὅτι ἀμφοτέρωθεν ἔκ τε παιδὸς καὶ τοῦ συνοίκου βασιλέως ἡ Ρωμαίων προσῆκε βασιλεία, ὅδ' ὀλίγον καὶ τοῦ δικαίου καὶ τοῦ προσήκοντος φροντίσας, πᾶσαν τὴν ἀρχὴν περιήγαγεν εἰς ἑαυτὸν, ὥσπερ τι παραπέτασμα τῆς κακουργίας Ἄνναν τὴν βασιλίδα προσθεὶς τοῖς ὅρκοις, ἣ ἐξ ἀλλοδαπῆς ὀλίγῳ πρότερον ἀφιγμένη καὶ ὀλίγους ἔχουσα Ρωμαίων τοὺς ὑπὲρ αὐτῆς βουλησομένους διακινδυνεύειν, ῥᾳδίως ἔμελλεν αὐτῷ παραχωρήσειν τῆς ἀρχῆς. συνεβούλευόν τε, μὴ τοιαῦτα γινόμενα περιορᾷν, ἀλλὰ σπουδῇ πολλῇ καὶ προθυμίᾳ τὴν ἐκείνου καταλύειν δύναμιν, διδάσκουσαν βασιλέα τὸν υἱὸν, ὡς ἐπιβούλως καὶ κακούργως διανοηθείη περὶ τῆς ἀρχῆς ἐκείνου τελευτῶντος, καὶ νῦν οὐδὲν ἧττον πάντας πείσειε Ρωμαίους αὐτῷ προσέχειν, ὡς συμβαίνειν, βασιλεῖ μὲν προσηγορίαν μόνην εἶναι πραγμάτων ἔρημον, ἔργῳ δὲ ἐκεῖνον βασιλεύειν. ἃ αὐτὸν σκοπεῖν προσήκει μὴ εἰς ἀνήκεστα ἐκβῇ, ἀλλὰ τὴν ὁρμὴν προαναστέλλειν καθαιροῦντα τὸν ὄγκον τὸν πολὺν καὶ εὐκαταφρόνητον ποιοῦντα. ἡ μὲν οὖν βασιλὶς οἴκοθέν τε ὑπ' ὀργῆς πρὸς τὸ ἀμύνασθαι τὸν μέγαν, εἰ δύναιτο, δομέστικον ὡρμημένη καὶ ὑπ' ἐκείνων ἐπιπλέον ἐξαφθεῖσα, ὡς εἶχε τάχους, πρὸς βασιλέα γενομένη τὸν υἱὸν, κατηγόρει τοῦ μεγάλου δομεστίκου, ὡς βασιλειῶντος, καὶ συνεβούλευε φυλάττεσθαι τὸν ἄνδρα, ὡς τὴν εὔνοιαν ὑποκρινόμενον, ἀγνωμονήσοντα δὲ, ἢν λάβηται καιροῦ. βασιλεὺς δὲ πρὸς μὲν βασιλίδα τὴν μητέρα πολὺν ὑπὲρ μεγάλου δομεστίκου ἐποιήσατο τὸν λόγον, συκοφάντας καὶ ψευδομένους ἀποφαίνων τοὺς τὰ τοιαῦτα κατηγορηκότας. ὥσπερ δὲ καὶ ἔργοις ἐθέλων κατάδηλον ποιεῖν, ὅτι πλάσματα ἡγοῖτο τὰ τοιαῦτα, μᾶλλον ἢ πρότερον εὐμενὴς καὶ πλείονα παρέχων τὴν ῥοπὴν καὶ ἀκριβέστερον προσέχων ἑωρᾶτο τῷ μεγάλῳ δομεστίκῳ, ὃ καὶ μᾶλλον βασιλίδα τὴν μητέρα παρεσκεύαζεν ἀνιᾶσθαι. τοὺς μὲν οὖν συκοφάντας οὕτως ἀπεσκεύαστο ὁ βασιλεὺς, ἐκείνῳ δ' ἅπαντα, περὶ ὧν ἡ βασιλὶς ἥκει, ἐξειπὼν, αὖθις βασιλικὴν ἐσθῆτα, εἰ μή του ἄλλου, τῆς γοῦν τῶν πολλῶν δόξης ἕνεκα, συνεβούλευεν ἀναλαβεῖν, ἵν' ἐκείνους τε ἀποδείξῃ ὑποπτεύοντας ἀληθῆ καὶ αὐτὸν πολλῶν πραγμάτων ἀπαλλάξῃ. ἐκεῖνος δὲ βασιλεῖ μὲν πολλὰς τῆς εἰς αὐτὸν εὐμενείας χάριτας ὡμολόγει καὶ τῆς καλοκἀγαθίας· τὸ δ' εἰς βασιλέως σχῆμα μεταμείβειν οὐ μᾶλλον ἑτέρων αἰτιῶν, ἢ τῶν συκοφαντῶν ἕνεκα οὐκ ἐθελήσειν, ἵν' αὐτῷ τούτῳ τῆς κακουργίας λαμβάνῃ δίκας παρ' αὐτῶν, ἔργοις αὐτοῖς συκυφάντας ἀποφαίνων. αὐτὸς δὲ καὶ πρὶν βασιλίδα ἥκειν, περὶ ὧν ἀφίξεται, ἔφασκεν εἰδέναι. καὶ γὰρ τῶν τὰ ἀπόῤῥητα συνειδότων αὐτῇ τινες πρότεροι ἐλθόντες τήν τε ἄφιξιν αὐτῆς περὶ ὧν γένοιτο νυνὶ, ἔνδηλον ἐποίουν τῷ μεγάλῳ δομεστίκῳ καὶ τοὺς συνεσκευακότας τὴν ἐπιβουλήν. συνεβούλευόν τε πρὸς βασιλέα συγκρούειν ἐκείνην τὸν υἱὸν φθάσαντα τὴν ἔφοδον καὶ λόγοις πεπλασμένοις τὴν βασιλέως ἐκταράττειν ψυχὴν, ἵν' ἐκείνη μηδὲν ἀνύειν ᾖ τῶν βεβουλευμένων δυνατή. ὁ δ' ἀπεπέμψατο πρὸς ὀργὴν, ὡς οὐδὲν ἄμεινον πολεμίων πρὸς αὐτὸν διακειμένους, καὶ ταῦτα φίλων περικειμένους προσωπεῖον. οὐ γὰρ αὐτῷ προσήκειν τὰ τοιαῦτα, ἀλλὰ τοὐναντίον πᾶν, εἴ τις πρὸς μητέρα βασιλεῖ συνέβαινε διαφορὰ, πάντα ποιεῖν καὶ πραγματεύεσθαι, ἐξ ὧν ἂν διαλλάττειν ἦν. τοῦτο γὰρ γνώρισμα φιλίας ἀληθοῦς, ἃ δὲ ἐκεῖνοι συμβουλεύουσιν, ἐχθροτάτου καὶ τοὺς τρόπους διεφθαρμένου καὶ τοῦ μηδενὸς ἀξίου. αὐτὸς δὲ οὐ τὴν βασιλέως θεραπεύων δύναμιν, τὸν φιλοῦντα ὑποκρίνεσθαι, ἀλλ' ἐκ πρώτης ἡλικίας ἄχρι νῦν, θεῷ δὲ θαῤῥεῖν, ὡς καὶ μέχρι παντὸς, ἀληθὴς καὶ βέβαιος εἶναι φίλος βασιλεῖ προῃρημένος. ἡ μὲν οὖν κατὰ τοῦ μεγάλου δομεστίκου ἐνέδρα τοῦτον τὸν τρόπον διελύθη.

ιεʹ. Οἱ συνεσκευακότες δὲ ὁρῶντες ἤδη ἐκείνῳ μὲν οὐδὲν δεινὸν ἐκ τῆς ἐπιβουλῆς γεγενημένον, αὐτῶν δὲ τὴν μοχθηρίαν ἐγνωσμένην, καὶ δείσαντες, μή τι διὰ ταῦτα πείσωνται δεινὸν, οἵ τε ἄλλοι τρόποις δή τισιν ἑτέροις ἐπειρῶντο τὸν μέγαν δομέστικον καταλλάττειν ἑαυτοῖς, καίτοι πρὸς ἄμυναν ὡρμημένον οὐδαμῶς· καὶ ὁ παρακοιμώμενος τήν τε πρὶν ἀδοξίαν ἐννοῶν καὶ τὴν νῦν εἰς ἣν ἐληλάκει εὐδοξίαν δι' ἐκείνου, καὶ ὡς αὐτὸς οὐδὲν εὔγνωμον, οὐδ' ἐπιεικὲς διενοήθη, ἀλλ' ἤδη καθαρῶς τῶν δυσμενεστάτων ἐξελήλεγκται ὢν καὶ δείσας, μὴ εἰς τὴν προτέραν τύχην ὑπ' ἐκείνου ὠργισμένου καταστῇ, ἐσκέψατο, μὴ μεσίταις χρήσασθαι πρὸς ἐκεῖνον καὶ διαλλακταῖς, ὡς ὁλίγα ἢ οὐδὲν δυνησομένοις, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ παραιτεῖσθαι, ἀντίῤῥοπον τῆς πανουργίας ἐπιδειξάμενος τὴν μεταβολήν. καὶ γράμμασι τὰς πρὸς ἐκεῖνον ἐξαρχῆς εὐθὺς εὐεργεσίας τοῦ μεγάλου δομεστίκου, εἶτα καὶ τὰ τότε ἐκθέμενος συνεσκευασμένα κατ' αὐτοῦ, καὶ κατήγορος γινόμενος ἑαυτοῦ καὶ τὰς ἐσχάτας ὁμολογῶν ὀφείλειν δίκας, ἔπειτα ἐδεῖτο τυχεῖν συγγνώμης, εἰ μὴ πρότερον, ἀλλὰ νῦν γοῦν ἐπαγγελλόμενος ἄξιος φανεῖσθαι τῆς εὐεργεσίας, καὶ τὸν πάντα χρόνον διατηρήσειν ἑαυτὸν οὐκ εὐγνώμονα μόνον καὶ τῶν εὐεργεσιῶν τῶν εἰς ἐκεῖνον μεμνημένον, ἀλλὰ καὶ πάσῃ προθυμίᾳ καὶ σπουδῇ τὰ προστεταγμένα ποιοῦντα ὑπ' ἐκείνου, καὶ σαφῆ καὶ καθαρὰν ἐπιδεικνύμενον τὴν εὐπείθειαν ἐν πᾶσι. πίστεις δὲ παρείχετο ἐπὶ τοῖς λεγομένοις ἀσφαλεῖς, οὐχ ἑτέρους μόνον φρικώδεις ὅρκους καὶ ἀκοῦσαι φοβεροὺς, ἀλλὰ καὶ αὐτὸ τὸ νῦν ὑπὲρ τῆς κοινῆς τῶν ἀνθρώπων σωτηρίας ἱερουργούμενον ἁγιώτατον τοῦ σωτῆρος Ἰησοῦ σῶμα καὶ τὰ ὑπὲρ ἡμῶν πάθη τοῦ ἀπαθοῦς καὶ τὴν τριήμερον ταφὴν καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν, ἃ ἱκέτευεν αἰδεσθέντα, ὡς ὑπὲρ τῶν εἰς αὐτὸν πολλὰ ἐξυβρικότων ἀνθρώπων τῷ σωτῆρι εἰργασμένα, συγγνώμην καὶ αὐτὸν ἐκείνῳ παρασχέσθαι καὶ μὴ τῆς ἀγνωμοσύνης δίκας ἀπαιτεῖν. ἔπειτα καιρὸν φυλάξας, ἐν ᾧ τῆς μυστικῆς ἱερουργίας τελουμένης ἐν τοῦ μεγάλου δομεστίκου τῇ οἰκίᾳ καὶ αὐτὸς παρῆν, μάλιστα κατὰ τὴν τοῦ θείου καὶ ζωοποιοῦ τοῦ σωτῆρος λόγου τοῦ σώματος προέλευσιν ἐγγὺς γενόμενος, παρείχετο τὸ βιβλίον, εἰπὼν καὶ διὰ γλώττης, ὡς τῶν ἐγγεγραμμένων μάρτυρας παρέχοιτο αὐτό τε τὸ φρικτῶς ἱερουργούμενον σῶμα τοῦ Χριστοῦ καὶ τούς τε ἀφανῶς προηγουμένους καὶ παρεπομένους ἀγγέλους καὶ τοὺς αἰσθητῶς καὶ φανερῶς ἡμῖν πρὸς τὴν διακονίαν αὐτοῖς συναιρομένους ἱερέας τουτουσί. τοῦ μεγάλου δὲ δομεστίκου τὰ γράμματα ἔχοντος ἐν ταῖν χεροῖν καὶ τὴν τῆς ἱερουργίας περιμένοντος τελευτὴν, ἵνα ἀναγνῶ, πάλιν ὁ παρακοιμώμενος γενόμενος ἐγγὺς, ἐδεῖτο τὸ νῦν ἔχον ἀναγνῶναι, ἵνα μὴ ἐκ τῶν ὅρκων μόνον, ἀλλὰ καὶ ἀπ' αὐτοῦ τοῦ χρόνου φοβερώτερα καὶ πιστότερα τὰ γεγραμμένα ᾖ. ἐπεὶ δὲ πειθόμενος ἀνέγνω, τότε μὲν ἐφθέγξατο οὐδὲν, ὕστερον δὲ μετὰ τὴν τελετὴν μόνον τὸν παρακοιμώμενον παραλαβὼν, «τὴν μὲν ἐξαρχῆς» ἔφη «κακοπραγίαν, ᾗ προσπαλαίων εἰς τοῦτο τύχης καὶ περιφανείας ἤχθης ὑπ' ἐμοῦ, πάντες μὲν συνειδοῖεν ἂν ἐμοὶ Ρωμαῖοι· σὺ δ' ἂν εἴης πάντων μᾶλλον ἀξιόχρεως πιστεύεσθαι τἀληθῆ καὶ δίκαια περὶ σεαυτοῦ συμμαρτυρῶν ἐμοί. τῶν μὲν οὖν ὑπηργμένων παρά τε τῶν ἄλλων ἀρκοῦσαν ἔχω τὴν ἀπόδειξιν καὶ μάλιστα σοῦ. ὧν δὲ διενοούμην περὶ σοῦ μειζόνων καὶ θαυμασιωτέρων ἀγαθῶν αὐτός τε σύνοιδα ἐμαυτῷ καὶ ᾧ τὰ τῆς ψυχῆς ἑκάστου κινήματα καὶ διανοήματα φανερὰ, θεός. αὐτὸς δὲ μήθ' ὑπὲρ ὧν πολλάκις ὑπ' ἐμοῦ πέπονθας καλῶς μηδενὸς μνησθεὶς, μήθ' ὡς τοσαῦτα εὐεργετηθεὶς, οὐδὲ ἅπαξ πέπονθας κακῶς, ἀλλὰ δίκην σειρᾶς τινος ἀδιάλυτος ἡ τῶν εὐεργετημάτων ἀκολουθία μέχρι νῦν παρ' ἐμοῦ διετηρήθη, ἑτέροις ὑπὸ βασκανίας μηδὲν ἀδικοῦντι πολεμοῦσιν ἐμοὶ προσνείμας ἑαυτὸν, τόγε εἰς ὑμᾶς ἧκον τὰ ἔσχατα διέθεσθε κακά. τί οὖν πρὸς ταῦτα κἀμὲ καὶ διανοεῖσθαι καὶ ποιεῖν ἐχρῆν, ἢ πειρᾶσθαι βλάπτειν, ἂν ἄρα τι δύνωμαι καὶ αὐτός; εἰ δ' ἐπὶ ταῦτα ἐτραπόμην, τί λοιπὸν ἦν, ἢ σὲ τὴν προτέραν θρηνεῖν εὐδαιμονίαν, ἄτιμον ἐξαίφνης καὶ ἄπορον περιόντα ἐκ μεγάλα δυναμένου; τοῦτο μὲν οὖν ἐμοί τε τῶν πάνυ ῥᾳδίων ἦν καὶ αὐτὸς ἂν δικάσαις σεαυτῷ ὡς τοιούτων ἦσθα καὶ πλειόνων ἄξιος τῆς πανουργίας ἀπολαύειν. ἐγὼ δ' ἐμαυτῷ πολλῆς παρὰ θεοῦ τῆς συγγνώμης δεομένῳ συνειδὼς, οὔτε ἀριθμῷ τοσαῦτα, οὔτε τηλικαῦτα καθ' ἡμέραν ἁμαρτάνοντι τὸ μέγεθος, ἀλλὰ πολλῷ δεινότερα καὶ πλείω, ἄλλως τε καὶ τοῖς ὅρκοις τοῖς σοῖς πιστεύσας, συγγνώμην παρέχομαι καὶ ἀμνηστίαν τῆς ἐπιβουλῆς. σοὶ δὲ μελήσει τοῖς ὕστερον ἀγαθοῖς τὰ πρότερον εἰργασμένα ἀπαλείφειν.» τότε μὲν οὖν ὁ παρακοιμώμενος αὖθις λόγοις τε πλείοσι καὶ ὅρκοις τὰ γεγραμμένα ἐπιβεβαιώσας, τῆς παρὰ μεγάλου δομεστίκου πάλιν ἀπέλαυε ῥοπῆς καὶ πολλοὺς παρευδοκίμει καὶ τῶν γένει περιδόξων. χρόνῳ δὲ ὕστερον, ὥσπερ δὴ καὶ πρότερον ἱστόρηται ἡμῖν, τοῦ κατὰ Περσῶν στόλου ὑπὸ βασιλέως ἔτι περιόντος ἀποδειχθέντος στρατηγοῦ, πολλὰ τοῦ μεγάλου περὶ τούτου δομεστίκου δεηθέντος βασιλέως, ὥστε τὴν στρατηγίαν ταύτην ἐγχειρίσαι, μὴ προσήκουσαν ἐκείνῳ τὴν περὶ τὰ τοιαῦτα οἰομένου διατριβὴν, πρὸς μὲν τὴν ὑπηρεσίαν τοῦ μεσάζειν τοῖς δημοσίοις ὁ ἐπὶ τῶν ἀναμνήσεων Σπανόπουλος καὶ ὁ Μελιτηνιώτης Ἰωάννης ἦσαν τεταγμένοι, χρημάτων δὲ ταμίαι τῶν κοινῶν ὅ,τε Πεπαγωμένος Γεώργιος καὶ Νικόλαος ὁ Μελιτηνιώτης. ἐπεὶ δὲ περί τε τὰ βασιλικὰ γράμματα καὶ περὶ τὰ χρήματα, ὥσπερ ἔφημεν, ἐπιβούλως διανοηθείη, βασιλεὺς μὲν μισήσας τὴν πονηρίαν, μικρὰ τῆς στρατηγίας ἀπολαύσαντα παρέλυσεν εὐθέως τῆς ἀρχῆς, καὶ διήγαγεν ἐπὶ καιρὸν μηδὲν ἐγκεχειρισμένος τῶν κοινῶν. ἐπεὶ δὲ ἐτελεύτησεν ὁ βασιλεὺς, πολλὰ τοῦ μεγάλου δεηθεὶς δομεστίκου, καίτοι καὶ οἴκοθεν ὡρμημένου ποιεῖν αὐτὸν εὖ, τὴν μὲν τοῦ μεσάζειν ὑπηρεσίαν ἐνεχειρίσθη, τὴν δὲ τῶν βασιλικῶν χρημάτων φυλακὴν οὐκέτι, καίτοι γε ἔμελλε μικρὸν ὕστερον καὶ ταύτην, ὡς ὁ μέγας ὕστερον δομέστικος διεβεβαιοῦτο. ὁ δὲ τὴν μὲν τῶν ἀρχῶν ἰδὼν εὐθέως καὶ μετὰ ῥᾳστώνης αὐτῷ προσγενομένην ἅμα τῷ αἰτῆσαι, τὴν ἑτέραν δὲ οὐκέτι, οὐ τῶν παρεσχημένων ἕνεκα ἐπῄει μᾶλλον χάριτας ὁμολογεῖν, ἢ ἀμύνεσθαι, ὧν ἀδίκως ᾤετο ἀποστερεῖσθαι. νομίσας δὲ καὶ βασιλίδα μὲν ἐπιτετραφέναι τῷ μεγάλῳ δομεστίκῳ ἀμφοτέρας ἐκείνῳ ἐγχειρίζειν τὰς ἀρχὰς, τὸν δὲ χαριζόμενον τοῖς τὴν ἑτέραν ἔχουσιν ἀποστερεῖν ἐκεῖνον, ἔγνω δεῖν προσκρούειν φανερῶς καὶ βασιλίδι προσελθὼν, παρόντος ἐκείνου καὶ διαλεγομένου, «ἐγὼ νομίζω,» εἶπεν «οὐ μόνον τὴν ἐμοὶ παρεσχημένην νῦν ἀρχὴν, ἀλλὰ καὶ πάσας, ὅσας ἄρχουσι Ρωμαῖοι, οὐ παρὰ μεγάλου δομεστίκου, παρὰ σοῦ δὲ χορηγεῖσθαι πᾶσι. διὸ καὶ οἴομαι προσήκειν σοὶ τὰς τῆς εὐεργεσίας χάριτας εἰδέναι. εἰ δὴ ταῦτα οὕτως, ὥσπερ οἴομαι, ἔστιν ἀληθῆ, ἀνθ' ὅτου, παρὰ σοῦ προστεταγμένον ἀμφοτέρας ἔχειν τὰς ἀρχὰς, ὧν καὶ περιόντος ἦρχον βασιλέως, τὴν ἑτέραν παρέσχετο αὐτὸς, τῆς μιᾶς ἀποστερήσας, δέομαί σου καὶ τὴν ἑτέραν αὐτῷ προστάξαι ἀποδοῦναι, μᾶλλον δὲ, καὶ αὐτοῦ παρόντος, παρὰ σοῦ ἐγχειρισθῆναι, ἵνα σοι καὶ μᾶλλον προσηκούσας τὰς εὐχαριστίας τῆς εὐεργεσίας ἀποδῶ.» ὁ μέγας μὲν οὖν δομέστικος ἐφθέγξατο οὐδέν. ἡ βασιλὶς δ' αὐτοῦ πολλὴν καταγνοῦσα τὴν ἀχαριστίαν, «πάνυ θαυμάζειν» εἶπεν «ἐπέρχεταί μοι, τὴν αἰτίαν, ἐξ ἧς εἰς τούτους προήχθης τοὺς λόγους, οὐ συνορώσῃ. εἰ μὲν γὰρ οἰόμενος, μὴ τὴν ὁμοίαν δύναμιν τὸν μέγαν δομέστικον, ἥνπερ καὶ πρότερον, κεκτῆσθαι, ἢ ἐμέ τι διαφέρεσθαι πρὸς αὐτὸν, δεῖν ἔγνως αὐθαδῶς αὐτῷ προσφέρεσθαι καὶ θρασέως, ἴσθι πάνυ τοῦ προσήκοντος ἁμαρτών. εἰ δ' οὐδὲν ἀποβεβληκότα καὶ τῆς δυνάμεως καὶ τῆς εὐνοίας τῆς εἰς ἐμὲ εἰδὼς, ἔπειτα εἰς τοῦτο προήχθης ἀτοπίας, οὐκ ἀσυνεσίας, ἀλλὰ παραπληξίας φαίην ἂν ἔγωγε τοὺς λόγους τουτουσί. ἐγὼ δέ σε περιόντος μὲν ᾔδειν βασιλέως τήν τε τοῦ μεσάζειν ἐγκεχειρισμένον καὶ τοῦ βασιλικοῦ ταμιείου τὴν ἀρχήν· πλὴν καὶ τότε, εἴποι τις ἂν, οὐχ ἑκόντος βασιλέως, ἀλλὰ διὰ τὸ βούλεσθαι τοῦτον παραχωροῦντος. διὸ καὶ πολλὰ πολλάκις ὠνειδίζετο παρ' ἐκείνου, κατὰ σοῦ ἐκφερομένου πρὸς ὀργὴν, ὡς οὐ λυσιτελοῦντα πράττων σὲ μειζόνων ἢ προσῆκεν ἀξιῶν. ἐπεὶ δὲ ναύαρχος αἱρεθεὶς αὖθις ἐξεβλήθης τῆς ἀρχῆς, οὔτε βασιλέως ζῶντος, οὔτε μετὰ τὴν ἐκείνου τελευτὴν ὑπ' ἐμοῦ πρὸς ἀρχήν τινα προήχθης. νῦν δ' οὗτος οἴκοθεν πρότερον ὁρμηθεὶς, ἣν ἔφης, ἐνεχείρισεν ἀρχὴν, ἔπειθ' ὕστερον ἀπαγγείλας, ἔπεισε κἀμὲ στέργειν τὰ ἐψηφισμένα. διὸ προσῆκε τῆς εὐεργεσίας χάριτας ὁμολογεῖν καὶ μὴ θρασέως ἀπαυθαδίζεσθαι.» οὕτω μὲν οὖν ἡ βασιλὶς πρὸς τὸν παρακοιμώμενον ἐφθέγξατο.

ιϛʹ. Ὁ μέγας δὲ δομέστικος τὴν ἀγνωμοσύνην καὶ αὐτὸς οὐκ ἐνεγκὼν, «ἔδει μὲν» εἶπε «τὸν τοσοῦτον χρόνον διδάσκαλόν σοι τῶν ὑπηργμένων ἀγαθῶν γενέσθαι παρ' ἐμοῦ. ἐπεὶ δ' ἑκοντὶ κακὸς ἐθέλων εἶναι, δέον πολλὰς χάριτας ὁμολογεῖν, σὺ δὲ τἀναντία προείλου λέγειν, ἤδη σου κἀγὼ τὴν ἀρχὴν, ἣν παρεσχόμην, ἀφαιρῶ, καὶ ἀπὸ τῆς ἡμέρας ταύτης μηδενός σοι μελέτω τῶν κοινῶν.» ὁ μὲν οὖν τοιαῦτα εἶπεν. Ἀπόκαυκος δὲ τῆς βασιλίδος ἐπυνθάνετο, εἰ καὶ αὐτῇ τοιαῦτα συνδοκοίη. τῆς δὲ τὰ εἰρημένα στέργειν εἰπούσης, ὁ μέγας δομέστικος αὖθις πᾶσαν ἀπαγορεύσας ἀρχὴν ἐκείνῳ, ἀνέστη καὶ διοικήσεως ἑτέρων εἴχετο πραγμάτων. ὅσοι δὲ παρῆσαν ἐν βασιλείοις, τὴν παρακοιμωμένου γνόντες πρὸς τὸν μέγαν δομέστικον ἀντιλογίαν, καὶ ὡς ὑπ' ἐκείνου πρὸς ὀργὴν πάσης ἀρχῆς ἀπελαθείη, πολλὴν μὲν ἐκείνου καὶ ἀγνωμοσύνην καὶ παράνοιαν κατέγνωσαν. ἐξιόντι δὲ τῶν βασιλείων, καίτοι πρότερον εἰωθότες ἕπεσθαι πολλοὶ καὶ θεραπεύειν διὰ τὴν ἀρχὴν, τότε προσελθεῖν οὐδεὶς ἐτόλμησεν, ἀλλ' ἑνὸς ἐξῄει τῶν οἰκετῶν αὐτῷ παρεπομένου, Σπαλοκότου προσαγορευομένου. Ἀπόκαυκος μὲν οὖν ἐκ τοιούτων αἰτιῶν τῷ μεγάλῳ δομεστίκῳ φανερῶς προσκεκρουκὼς καὶ πρὸς ὀργὴν ἀπελαθεὶς, ἐπὶ πολλαῖς ἡμέραις οἴκοι καθῆστο, εἴτε ἀληθῶς ὑπ' ἀθυμίας, εἴτε ὑποκρινάμενος νοσεῖν. εἶτ' αὖθις πολλοῖς τῶν μεγάλου δομεστίκου φίλων ἱκέτης γεγονὼς καὶ μάλιστα πατριάρχῃ, ἔπεισε δι' αὐτῶν ἀφεῖναι τὴν ὀργὴν, πολλὰ καὶ δι' ἑαυτοῦ ἐπαγγειλάμενος καὶ ὅρκοις μεγάλοις πείσας, ὡς οὐκέτι τοῖς ὁμοίοις ἐπιχειρήσει. καὶ μετ' οὐ πολὺ καὶ τῶν κατὰ Περσῶν παρασκευαζομένων τριηρέων παρέσχε τὴν ἀρχήν. ὧν ὀλίγῳ ὕστερον ἀμνημονήσας, Ἰωάννῃ τῷ νέῳ, ὥσπερ ἔφημεν, ἐπεβούλευσε βασιλεῖ. ὧν ἡ βασιλὶς ἀνεμίμνησκε τὸν μέγαν δομέστικον τότε, ὡς ἐν πολλοῖς ἀχαρίστου τοῦ παρακοιμωμένου πρὸς αὐτὸν ἀναφανέντος· δι' ἃ οὐδὲ παρέχειν ἐπείθετο συγγνώμην, ἀλλ' ἐᾷν ἐν Ἐπιβάταις ἐγκεκλεισμένον, ὡς οὐδ' αὖθις ἠρεμήσοντα, ἂν ἐξῇ περιιέναι, ἀλλά τισιν ἐπιχειρήσοντα καινοτέροις. ὁ δὲ πολλοῖς ὑπὲρ ἐκείνου χρησάμενος πρὸς βασιλίδα λόγοις, ἔπεισε τελευταῖον, τὴν μὲν συγγνώμην παρασχεῖν, μηδαμῶς δὲ ἐᾷν ἐν Βυζαντίῳ διατρίβειν, ἀλλ' ἐξ Ἐπιβατῶν ἐλθόντα καὶ προσκυνήσαντα αὐτὴν, ἔπειτα εἰς τὴν ὑστεραίαν ἐπανήκειν πρὸς αὐτόν. ἐπεὶ δὲ ἐδέδοκτο τοιαῦτα, καὶ ἀμνηστίας τῶν κακῶν ἐγίνοντο ὅρκοι πρὸς ἐκεῖνον ἰδίᾳ παρά τε βασιλίδος καὶ μεγάλου δομεστίκου καὶ πατριάρχου. τοὺς μὲν Φωκᾶς τε καὶ Δεξιὸς καὶ τρίτος Ἄμπαρ παρά τε βασιλίδος καὶ πατριάρχου ἧκον ἄγοντες ἐν Ἐπιβάταις, τοὺς μεγάλου δομεστίκου δὲ Δημήτριος ὁ Κασανδρηνός. οὓς ὁ παρακοιμώμενος ἰδὼν, τῶν τε λόγων, οὓς ἐποιήσαντο, ἀκούσας, πρὸς ἐκεῖνον ἔφασκεν, οὔθ' ὅρκοις, οὔτε λόγοις πείσεσθαί τισιν, ἀλλ' αὐτῷ μελήσειν, ὅπως ἂν ἄριστα διάθηται τὰ κατ' αὐτόν. οἱ μὲν οὖν οὕτως ἐπανῆκον ἄπρακτοι. ὁ μέγας δὲ δομέστικος, ἐπεὶ ὑπὸ τῶν πραγμάτων ἠπείγετο Βυζαντίου ἐξελθεῖν, τὸν πατριάρχην αὖθις μόνον παραλαβὼν, τῶν τε προτέρων αὖθις ἀνεμίμνησκε λόγων καὶ τῶν ὅρκων τῶν γεγενημένων πρὸς αὐτόν. ἐδεῖτό τε τοιοῦτον φανῆναι καὶ ἐπὶ τῶν ἔργων, ὥσπερ λόγοις ἐπηγγείλατο προθύμως, καὶ μὴ περιιδεῖν αὐτὸν ὑπὸ συκοφαντῶν διαβληθέντα. πατριάρχου δὲ τοῖς ὁμοίοις αὖθις καὶ λόγοις καὶ ἐπαγγελίαις χρησαμένου καὶ θαῤῥεῖν εἰπόντος, ὡς οὐδὲν ἧττον, ἢ εἰ παρῆν αὐτὸς, τῶν ὑπὲρ αὐτοῦ δικαίων ἀνθεξομένου, ἀλλήλους προσαγορεύσαντες, διελύθησαν. ὁ μέγας δὲ δομέστικος καὶ πᾶσι τοῖς ἄλλοις, μάλιστα δὲ τοῖς πρὸς πατριάρχην ὀλίγῳ πρότερον ὑπὲρ τοῦ ἔφιππον αὐτὸν εἰς τὰ βασίλεια εἰσιέναι διενεχθεῖσι, πολλὰ περὶ εὐταξίας καὶ τῆς εἰς βασιλίδα εὐπειθείας διαλεχθεὶς καὶ τελευταῖον ἀπειλήσας, ὡς οὐκ ἀτιμώρητον ἀφήσει, εἴ τις ἐπιχειροίη νεωτέροις, ἐξῆλθε Βυζαντίου, ὀγδόῃ φθίνοντος Σεπτεμβρίου. πρὶν δὲ Βυζαντίου ἐξελθεῖν γενόμενος ἐν βασιλείοις αὖθις, ὡς συνταξόμενος τῇ βασιλίδι, τὴν θυγατέρα κελευούσης βασιλεῖ τῷ νέῳ Ἰωάννῃ τὸν μέγαν δομέστικον κατεγγυᾷν, ἀνεβάλλετο εἰς τὴν ἐπάνοδον ἐκεῖνος τὴν ἐκ τῆς ἑσπέρας, τὸ δοκεῖν μὲν, ὡς τῶν πραγμάτων ἐπειγόντων καὶ οὐκ ἐώντων περὶ τοιαῦτα διατρίβειν, τῇ δ' ἀληθείᾳ, τῶν παρὰ τῶν φίλων μεμνημένος λόγων, οἳ μηδὲν ὑπὲρ ἑαυτοῦ μήτ' ἀγαθῶν, μήτε φαύλων πράττειν τὸ δοκεῖν πρὶν ἂν αὐτοῖς συγγένηται μόνον πέμψαντες ἐκώλυον. οἷς φυλάττων τὴν φιλίαν καὶ μηδὲν πρὶν ἐπιψηφίσασθαι τοὺς φίλους πράττειν βεβουλευμένος, ἀνεβάλλετο τῆς θυγατρὸς περὶ τῶν γάμων τότε τὰς συμβάσεις. ὁδοῦ δὲ πάρεργον ἐν Ἐπιβάταις γενομένῳ καὶ ἡ παρακοιμωμένου πρὸς βασιλίδα διάλυσις ἐπράττετο αὐτῷ. ἐπεὶ γὰρ τοῦ φρουρίου ἐγένετο ἐγγὺς, ὁ παρακοιμώμενος ἐξελθὼν, ἠσπάζετό τε αὐτὸν καὶ περὶ τῶν ὅρκων ἀπελογεῖτο τῆς ἀποστροφῆς, ὡς οὐ διὰ κακίαν αὐτῷ πραχθείη, ἀλλ' ἵν' ἔργοις αὐτοῖς γένοιτο καταφανὲς, ὡς οὐ δέοιτο ὅρκων παρ' αὐτοῦ, ἀλλὰ λόγοις αὐτοῦ ψιλοῖς μᾶλλον θαῤῥοίη, ἢ ἑτέρων ἐγγράφοις ὅρκοις. διὸ καὶ νῦν ἰδὼν, προθυμότατα ἐγκεχειρικέναι ἑαυτὸν, οὔθ' ὅρκων, οὔτε τινὸς ἑτέρου δεηθείς. εὐχαριστήσας δὲ ὁ μέγας δομέστικος ἐπὶ τούτοις αὐτῷ καὶ ἱκανῶς προσομιλήσας, αὐτὸν μὲν οἴκοι κατελίμπανεν, ὡς ἐς τὴν ὑστεραίαν ἥξοντα πρὸς αὐτόν. ἐκεῖνος δὲ εἰς Σηλυβρίαν ἦλθεν. ἐς τὴν ὑστεραίαν δὲ ἐπεὶ καὶ ὁ παρακοιμώμενος ἧκε, πέμψας πρὸς Βυζάντιον, ὡς τῇ βασιλίδι προσκυνήσαντα αὖθις ἐπανήκειν πρὸς αὐτὸν, αὐτὸς εἰς Διδυμότειχον ἐλθὼν, πρὸς τὴν εἰς τὴν ἑσπέραν παρεσκευάζετο στρατείαν. ὁ παρακοιμώμενος δὲ γενόμενος ἐν Βυζαντίῳ, πρῶτα μὲν προσεκύνει βασιλίδα καὶ συγγνώμης ἠξιοῦτο, ἐφ' οἷς ἐδόκει προσκεκρουκέναι. ἔπειτα τῇ μεγάλου δομεστίκου προσελθὼν μητρὶ, ἐν Βυζαντίῳ τότε παραμυθίας ἕνεκα τῆς βασιλίδος οὔσῃ, πρῶτα μὲν πολλὰς ὡμολόγει χάριτας τῷ μεγάλῳ δομεστίκῳ, οὐ μόνων τῶν εὐεργεσιῶν, ὧν ἐξαρχῆς ἄχρι τότε παρέσχετο πρὸς αὐτὸν, ἀλλὰ καὶ τῆς μεγαλοψυχίας καὶ συμπαθείας, ἣν οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις καὶ τὰ τελευταῖα νῦν ἐξ ἀνοίας προσκεκρουκότος ἐνδείξαιτο πρὸς αὐτόν. ἔπειτα ἐπηγγέλλετο, ὡς οὐδὲν ἔσται τὸ πεῖσον ἢ βιασόμενον ἀχάριστον καὶ κακὸν ὀφθῆναι περὶ ἐκεῖνον, ἀλλ' οὕτω πεπεικέναι ἑαυτὸν, ὡς οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ γένος ὅλον εὔνουν ἐκείνῳ καὶ πιστὸν εἶναι διὰ πάντων καὶ τὴν δουλείαν ἀκριβῆ τηρῆσον οἷα δὴ δεσπότῃ. πίστεως δὲ καὶ τῶν λεγομένων ἕνεκα νυνὶ ἕτοιμος εἶναι ὅρκους παρασχέσθαι, τοὺς μάλιστα δοκοῦντας βεβαιοτάτους καὶ φρικώδεις εἶναι. ἡ δ' ἔφασκεν αὐτῷ «τὸ μὲν τὰς εὐεργεσίας καταλέγειν, αἳ παρὰ μεγάλου δομεστίκου ἐξαρχῆς ἄχρι νῦν γεγένηνται σοὶ, προσθήσω δ' ὅτι καὶ τὰς ἐξ ἀχαρίστου γνώμης παρὰ σοῦ γεγενημένας πρὸς ἐκεῖνον ἀμοιβὰς, καὶ τὴν ἐκείνου περὶ τὸ συγγνώμην τοῖς εἰς αὐτὸν ἁμαρτάνουσι παρέχειν φιλοτιμίαν, οὐκ ἀναγκαῖον νῦν, σοῦ προτέρου μαρτυροῦντος. ὅρκων δὲ οὐ χρεία νῦν, ἀλλ' ἔργων μᾶλλον τοὺς ὅρκους βεβαιούντων. οὐ γὰρ τοῖς λόγοις ἡ πίστις, τοῖς ἔργοις δὲ μᾶλλον ἐπακολουθεῖ. διὸ καὶ σὲ προσῆκον ἔργοις ἐπιδείκνυσθαι τὴν εὔνοιαν τὴν πρὸς ἐκεῖνον, καὶ μὴ λόγοις ἐπιδεικνύμενον, τοῖς ἔργοις ὑστερεῖν.» ὁ δὲ οὐ λόγοις μόνον, ἀλλὰ καὶ ἔργοις ἐπαγγειλάμενυς τὴν πρὸς ἐκεῖνον εὔνοιαν ποιήσειν πᾶσι φανερὰν, ἐκεῖθεν ἐξελθὼν ἧκεν ὡς πατριάρχην.

ιζʹ. Προσαγορεύσας τε αὐτὸν καὶ περί τινων ἑτέρων προδιαλεχθεὶς, ἔπειτα «τὴν μὲν εἰς ἐμὲ τοῦ μεγάλου δομεστίκου» ἔφασκεν «εὐμένειαν καὶ αὐτὸς ἂν εἰδείης, ἄνωθεν τοῖς πράγμασι παρηκολουθηκώς. ὀλίγῳ δὲ πρότερον ἐξ ἀβουλίας αὐτῷ προσκεκρουκὼς, ὀλίγου ἐδέησα διαφθαρῆναι, εἰ μὴ σὺ δεηθεὶς, οὐ μόνον ἔπεισας ἀφεῖναί μοι τὴν ὀργὴν, ἀλλὰ καὶ πρόφασιν εὐδοξίας τὴν τοῦ κατὰ Περσῶν στόλου παρασχεῖν ἀρχήν. ὅθεν οὐ σῶστρα μόνον, ἀλλὰ καὶ τῆς τιμῆς πολλὰς ὀφείλειν τὰς εὐχαριστίας εἶναι δίκαιος ὁμολογῶ καὶ πάσῃ σπουδῇ καὶ προθυμίᾳ τὰ σοὶ λυσιτελοῦντα καὶ βουλεύεσθαι καὶ πράττειν, ὡς τῶν αὐτῶν καὶ τὴν βλάβην καὶ τὴν ὠφέλειαν ὁμοίαν ἐμοί τε καὶ σοὶ οἰσόντων. εἰ τοίνυν ἐκ πολλῶν σοι τὴν εὔνοιαν καὶ τὴν φιλίαν ἄδολον καὶ καθαρὰν ὀφείλω, οὔτε δίκαιον ᾠήθην, οὔτ' ἄλλως ἐμοὶ λυσιτελὲς, δεινότατα πεπυσμένῳ περὶ σοῦ συγκρύπτειν, ὥσπερ ἄν τις ἄλλος, ᾧ βέλτιον ἢ χεῖρον ὀλίγα ἢ οὐδὲν μελήσει διακεῖσθαί σε.» ἐρομένου δὲ τοῦ πατριάρχου, ὅ,τι ἂν πύθοιτο περὶ αὐτοῦ, τὸν μέγαν ἔφασκε δομέστικον οὐκ ἀκηκοέναι, ἀλλὰ σαφέστατα εἰδέναι, ὅτι βούλοιτο οὐκ εἰς μακρὰν σὲ καταγαγὼν τοῦ θρόνου, Παλαμᾶν ἐγκαθιδρύειν, φίλον ὄντα τῶν γνησίων καὶ μάλιστα περισπούδαστον αὐτῷ. αὖθις δὲ τοῦ πατριάρχου ἐπανερομένου, ὅθεν ἂν σχοίη τὴν τοῦ πράγματος, ὥσπερ ἰσχυρίζεται, κατάληψιν ἀκριβῆ, τὰς μὲν αἰτίας ὅθεν ἐξεγένετο μαθεῖν, ἐδεῖτο μὴ πολυπραγμονεῖν. οὐ γὰρ ἀποῤῥήτων δύνασθαι κατατολμᾷν. ἓν δὲ τοῦτο σαφέστατα πεπεῖσθαι, ὡς εἰ μὴ πάνυ τὴν ψυχὴν ἤλγει, τῶν κατ' ἐκείνου μελετωμένων ἀκριβῆ τὴν γνῶσιν ἐσχηκὼς, οὐκ ἂν ἀπήγγελλεν ἐλθών. ἔτι δὲ τοῦ πατριάρχου ἀπιστοῦντος καὶ τὴν ἀθρόαν τοῦ μεγάλου δομεστίκου μεταβολὴν μὴ παραδεχομένου, ὅρκοις ἐκεῖνος διεβεβαιοῦτο, μηδὲν εἶναι ψευδὲς τῶν εἰρημένων, ἀλλὰ πάντα ἀληθῆ. παρῄνει τε μὴ μέλλειν, ἀλλὰ τάχιστα βουλεύεσθαι, ἐξ ὧν τὸν κίνδυνον ἐξέσται διαφυγεῖν. οὐδὲ γὰρ ἐκεῖνος, ὡς καὶ σὺ βέλτιον ἂν εἰδείης, εὔκολος μεταβάλλεσθαι πρὸς τὰ βεβουλευμένα.» ἐπὶ τούτοις δὲ ὁ πατριάρχης σφόδρα θορυβηθεὶς καὶ μάλιστα ὑπὸ τῶν ὅρκων πεπεισμένος, ὡς οὐδὲν ἂν εἴη πλάσμα τῶν εἰρημένων, ἐδεῖτο βουλεύσασθαί οἱ, ὅ,τι δέοι πράττειν πρὸς τοσοῦτον ἑσμὸν κακῶν. ὁ παρακοιμώμενος δ' ἔτι μᾶλλον τὸν πατριάρχην εἴσω δικτύων ἄγειν βουληθεὶς «καὶ τῶν προτέρων μὲν» ἔφασκεν «εὐεργεσιῶν πολλάς τε χάριτας ὀφείλειν ὁμολογῶ καὶ δίκαιος εἶναι οὐ μόνον, ἅ μοι δοκῶ βελτίω καὶ λυσιτελῆ βουλεύεσθαι προθύμως, ἀλλὰ καὶ χρήματα καὶ οἰκέτας καὶ συγγένειαν καὶ τὴν ψυχὴν αὐτὴν, εἰ οἷόν τε εἰπεῖν, προΐεσθαι ἑτοίμως ὑπὲρ σοῦ. ὡς ἂν δὲ μὴ δοκῶ, τῶν κινδύνων ἔξω καθεστὼς αὐτὸς, σὲ παραινεῖν πολὺν τὸν κίνδυνον ἔχουσι πράγμασιν ἐπιχειρεῖν, καὶ συγγενείας καὶ τῶν φιλτάτων ἐμοὶ ποιῆσαι βούλομαι κοινωνὸν, τῶν θυγατέρων μίαν τῷ σῷ υἱῷ κατεγγυήσας, ἵν' εἰδείης ἀκριβῶς, ὡς οὐ τῶν ἁπλῶς φιλίως πρὸς σὲ διακειμένων εἶναι βούλομαι, ἀλλὰ τῶν σοί τε καλῶς πράττοντι τῆς εὐετηρίας κοινωνούντων καὶ ἀπολλυμένῳ συνδιαφθαρησομένων ὁμοίως.» ὡς δὲ καὶ ταῦτα ἀσμένῳ τῷ πατριάρχῃ εἰρημένα ἦν, καὶ μᾶλλον ἐπείθετο σπουδάζειν τὸν παρακοιμώμενον ὑπὲρ αὐτοῦ. ὀλίγα περὶ τοῦ κήδους διαλεχθέντες, οὐ γὰρ ἦν τι τὸ διαφωνίαν παρασκευάσον, πάντα ἑτοίμως Ἀποκαύκου ἐπαγγελλομένου, συμβάσεις τε θέμενοι περὶ τοῦ γάμου καὶ κατὰ τὸ Ρωμαίων ἔθος δι' ἐγκολπίων ἐμπεδώσαντες τὴν πρᾶξιν, τοῦ παρακοιμωμένου δὲ καὶ ὅρκους προσθέντος φρικώδεις ἐπὶ τούτῳ, ἐτράποντο πρὸς τὸ βουλεύεσθαι. συνεβούλευέ τε ὁ παρακοιμώμενος μὴ ἐκ τῆς οἰκείας δυνάμεως ὁρμωμένους πρὸς τὸν μέγαν δομέστικον πόλεμον ἄρασθαι προφανῶς. μὴ γὰρ ὅτι γε εἰς ἀντιπάλων μοῖραν οὐκ ἐξαρκέσειν μόνους πρὸς αὐτὸν, ἀλλ' οὐδ' εἰ πολλοὺς ἑτέρους προσεταιρισαίμεθα τοιούτους. ἡ γὰρ ἐν Ρωμαίοις ἰσχὺς ἐκείνου οὐχ ἡμῖν γε μόνον φανερὰ, ἀλλὰ καὶ τοῖς πόῤῥω κατῳκισμένοις βαρβάροις οὐκ ἀγνοεῖται. πολὺν γὰρ ἤδη χρόνον πάντων ὁ δυνατώτατός ἐστι τῶν παρ' ἡμῖν καὶ πάντες αὐτῷ προσέχουσιν ἀκριβῶς, οἱ μὲν παρ' αὐτοῦ πολλῶν τυχόντες εὐεργεσιῶν καὶ ἔτι πλείω προσδοκῶντες, οἱ δὲ κατεπτηχότες τὴν ἐκείνου δύναμιν. δι' ἃ οὐκ οἴομαι πρὸς ἐκεῖνον ἐκ τοῦ προφανοῦς ἀντικαθίστασθαι λυσιτελεῖν ἡμῖν. πρὸς γὰρ τῷ μηδὲν ἀνύσαι δυνηθῆναι τῶν βεβουλευμένων, καὶ προσαπολοῦμεν ἑαυτούς. ἀλλά τινα καὶ ἡμᾶς δύναμιν δέον ἐκπορίζειν ἑαυτοῖς ἀντίῤῥοπον πρὸς τὴν ἐκείνου. αὕτη δὲ οὐχ ἑτέρωθέν ποθεν ἂν ἐξευρεθείη, εἰ μὴ τρόπῳ δή τινι βασιλίδα ἐκπολεμώσαιμεν ἐκείνῳ. τούτου δὲ γεγενημένου, ῥᾳδίως ἀντικαταστησόμεθα, πολλῶν ἡμῖν συναιρομένων, ὡς ὑπὲρ τοῦ νέου βασιλέως πολεμοῦσι. τοῦτο δ' ὅπως ἂν συσκευασθείη, μάλιστα μὲν καὶ ἡ σὴ σύνεσις θαυμασία οὖσα ἐξευρήσει· συμβουλεύσω δὲ καὶ αὐτός. μὴ θαυμάσῃς δὲ, εἰ πρὸς ἰσχυρὸν ἐχθρὸν ἀντικαθιστάμενοι· χρησόμεθα καὶ ψεύδει. τῷ γὰρ ἐπιχειροῦντι τὸν πολέμιον καθαιρεῖν, οὐ τοῦτο χρὴ σκοπεῖν, εἰ ψεύδει χρήσαιτο ἢ ἀληθείᾳ, ἀλλὰ πρὸς ἓν ἀποβλέπειν μόνον, τὸ τοῦ πολεμοῦντος γενέσθαι κρείττω· τὰ δ' ἄλλα πάντα χαίρειν ἐᾷν. τοιγαροῦν καὶ σὺ τῇ βασιλίδι προσελθὼν, ἀξιόχρεως δ' ἔσῃ πρὸς πειθὼ ἔκ τε τῆς προτέρας, ἧς ἐνεδείξω πρὸς αὐτὴν, εὐνοίας καὶ σπουδῆς μετὰ τὴν βασιλέως τελευτὴν, καὶ τοῦ νῦν ὑπὲρ αὐτῆς δοκεῖν σπουδάζειν, ἐκείνου κατηγόρησον, ὡς οὐχ ὑποπτευομένου, ἀλλ' ἤδη φανερῶς τὴν βασιλείαν ἰδίαν ποιουμένου καὶ ὅσον οὐδέπω μέλλοντος αὐτὴν καὶ τέκνα ἀποκτείνειν. ἂν δ' ἀπόδειξιν τῶν λεγομένων ἀπαιτῇ, μὴ τοιαῦτα πεῖσον πολυπραγμονεῖν. φθάσειν γὰρ τελευτήσασαν πρὶν εἰς τοὺς ἐλέγχους ἥκειν, εἰ μὴ ἐκείνου διαστᾶσα, ἑαυτὴν διασώζοι καὶ τὰ τέκνα. ἐκ τούτων δὲ ἐκείνην, ὥσπερ οἴομαι, ὑπὸ δέους καταπλαγεῖσαν, τὸν πρὸς ἐκεῖνον ἡμῖν πόλεμον ἐπιτρέψειν. τούτου δὲ κατορθωθέντος, οὐδὲν ἄλλο λείπεται, ἢ ἐκεῖνον μὲν ἀπολέσθαι κακὸν κακῶς, σὲ δὲ πρὸς τῷ τὸν ἐπηρτημένον κίνδυνον διαφυγεῖν, καὶ τὰ Ρωμαίων πράγματα διοικεῖν, πάντων μάλιστα ἀξιώτατον ὄντα. διό σου δέομαι πεισθῆναι συμβουλεύοντι ἐμοὶ καὶ μὴ πρὸς τὴν πρᾶξιν ἀναδύεσθαι, ῥᾳδίαν οὖσαν, ὡς ἐγὼ συμβουλεύω, κατασκευασθῆναι. εἰ δ' ἀποκνήσεις πρὸς τὸν κίνδυνον, ἐγὼ μὲν δυσχερὲς οὐδὲν ἐρῶ· σὲ δὲ τὰς ἐκδεξομένας τύχας ἤδη στοχάζεσθαι προσῆκον.» τούτοις μὲν οὖν τὸν πατριάρχην ἔπεισεν αὐτῷ τε προσέχειν καὶ πόλεμον πρὸς τὸν μέγαν δομέστικον κινεῖν. ἔπειθ' ἕκαστον τῶν ἄλλων, δόξῃ διαφερόντων ἢ γένει τῶν πολλῶν, περιιὼν ἐμηχανᾶτο πείθειν, ψεύδη συνείρων καὶ συκοφαντίας. καὶ πρῶτα μὲν πρὸς τὸν Ἀσάνην Ἀνδρόνικον ἐλθὼν, ὃς ἦν μεγάλῳ δομεστίκῳ κηδεστὴς, ἐξ ὧν μάλιστα πείσειν ᾤετο, ἐπεχείρει. οὗτος γὰρ δὴ Ἀσάνης πρὸς τὸν γαμβρὸν ὀλίγῳ πρότερον ἐλθὼν, ἐδεῖτο μὴ περιορᾷν αὐτὸν, ἀβίωτον οἰόμενον τὸν βίον διὰ τὸ τοὺς παῖδας Ἰωάννην καὶ Μανουὴλ, ἐπ' ἔτεσιν ἓξ ἤδη ὑπὸ βασιλέως ἐν δεσμωτηρίῳ εἰργομένους, δεινότατα πάσχειν καὶ οὐδὲν ἀμείνω τῶν ἐν ᾅδου διαγόντων. ἀλλ' ἀπιόντα πρὸς τὴν ἑσπέραν, ἐπεὶ διὰ Βήρας ἀνάγκη διιέναι, ἔνθα κατεκλείοντο, τοῦ δεσμωτηρίου ἐξαγαγεῖν καὶ πρὸς τὴν στρατείαν χρῆσθαι ἄγοντα μεθ' ἑαυτοῦ, οὐδενὸς, ὧν ἄγει, πρὸς μάχας καὶ στρατείας ὄντας ἀτιμοτέρους χρῆσθαι. ὁ μέγας δὲ δομέστικος, οὐκ ἀρέσκειν, ἔφασκεν, αὐτῷ ταύτην τὴν βουλήν. οὐ γὰρ τῶν τυχόντων εἶναι τοὺς υἱοὺς, οὐδ' ἐπὶ μικροῖς τισι κατακριθέντας, ὥστ', εἰ ἀφεθεῖεν παρ' αὐτοῦ, μηδεμίαν ταραχῆς πρόφασιν παρέχειν βασιλίδι. ἀλλ' ἔδει πρότερον ἐκείνην παρασκευάσαντας συγγνώμην ἐκείνοις παρασχέσθαι, οὕτως ἐξάγειν τοῦ δεσμωτηρίου. νῦν δ' εἰ τοῦτο πράξομεν αὐτοὶ, μὴ πρότερον ἐκείνης ἐπιτρεπούσης, εἰκὸς αὐτήν τε λογίσασθαι καὶ τοὺς συκοφάντας προφάσεως οὐ τῆς τυχούσης εὐπορῆσαι, ὡς ἤδη πᾶσαν αὐτῆς παρειλόμεθα διαβάλλειν τὴν ἀρχὴν καὶ κατ' ἐξουσίαν καὶ τὰ μέγιστα διοικοῦμεν, μηδὲ λόγου γοῦν αὐτήν τινος ἀξιοῦντες. ἃ δὴ οὔτ' ἐμοὶ πρῶτον, οὔτ' ἐκείνοις οἴομαι λυσιτελεῖν. ἀλλὰ δέον πρὸς τοῖς ἔτεσιν, οἷς εἴργονται, καὶ ὀλίγον τινὰ χρόνον διακαρτερῆσαι, καίπερ ἀνιωμένους, ἄχρις ἂν θεοῦ διδόντος ἐπανήξω τῆς στρατείας. τότε δὲ τῆς βασιλίδος δεηθεὶς αὐτὸς ὑπὲρ ἐκείνων καὶ, εἰ δέοι, καὶ ἐγγύας παρασχὼν, τοῦ τε δεσμωτηρίου παρασκευάσω ἐξελθεῖν καὶ πρὸς τὴν ἀρχαίαν εὐδαιμονίαν πειράσομαι ἐπανάγειν. νυνὶ δὲ τῆς στρατιᾶς ἤδη παρεσκευασμένης οὔσης πρὸς τὴν ἔξοδον, οὐ σχολὴ περὶ τοιαῦτα διατρίβειν, χρόνου δεόμενα πρὸς τὴν κατασκευήν. ἀλλ' ἐπειγόντων τῶν πραγμάτων, νῦν μὲν κατὰ πάροδον, ὥσπερ καὶ πρότερον πολλάκις, πρὸς αὐτοὺς παραγενόμενος, οὐ παραμυθήσομαι μόνον διὰ τὴν ἐπιδημίαν καὶ προνοίας ἀξιώσω τῆς δεούσης, ἀλλὰ καὶ χρηστοτέρων ἐμπλήσω τῶν ἐλπίδων, τὴν ἐλευθερίαν τῶν δεσμῶν ἐπαγγειλάμενος βεβαίως. ὃ καὶ τὸν μεταξὺ χρόνον αὐτοῖς ἀνεκτότερον, ἢ πρότερον ἡμέρας ποιήσει διάστημα μιᾶς.» ὁ μὲν οὖν ἠγάπα τὲ ταῖς ἐπαγγελίαις καὶ χάριτας ᾔδει πολλὰς ὑπὲρ αὐτῶν.

ιηʹ. Παρακοιμώμενος δὲ αἰσθόμενος, οἷος ἦν ἐκεῖνος τὰ τοιαῦτα ἐρευνᾷν, καὶ προσελθὼν Ἀσάνῃ, πρῶτα μὲν δουλείαν ἀρχαίαν ὡμολόγει, καὶ μηδὲ τὴν τύχην, ἐν ᾗ καθέστηκε νυνὶ, τῆς πρὶν εὐτελείας ἐπιλελῆσθαι πεῖσαι διεβεβαιοῦτο, ἀλλ' οὕτως οἴεσθαι αὐτὸν οἷα δὴ ἕνα τῶν ἐκείνου οἰκετῶν, καὶ τὴν προσήκουσαν εὔνοιαν ἀγαθῷ δεσπότῃ παρὰ δούλῳ ἕτοιμον εἶναι, καιροῦ καλοῦντος, παρασχέσθαι καὶ αὐτὸν καὶ πάντα πράττειν ὑπὲρ αὐτοῦ τε καὶ τῶν παίδων, εἰ δέοι καὶ ταῖς ἐσχάταις τύχαις περιπίπτειν. ὃ καὶ νυνὶ παρεσκευακέναι μάλιστα ἥκειν παρ' αὐτὸν, ἅμα μὲν ἃ λυσιτελεῖν αὐτῷ τε καὶ παισὶ νομίζει παραινέσοντα, ἅμα δ', εἴ τι δέοιτο πρὸς τὸ ἔργον καὶ αὐτοῦ, ὅτι προθυμότατα συναγωνιεῖται καὶ χρήμασι καὶ οἰκέταις καὶ πᾶσιν οἷς ἔχει, ἐκδιδάξοντα. τῶν γὰρ αὐτοῦ παίδων ὑπὸ βασιλέως ἀδίκῳ γνώμῃ καὶ φθονερᾷ πολὺν ἤδη χρόνον ἐν φρουρᾷ κατεχομένων, πάνυ μὲν καὶ αὐτὸν ὑπεραλγεῖν αὐτῶν οὐ μόνον ἄδικα καὶ βίαια πασχόντων, ἀλλὰ καὶ διὰ τὴν ἀρχαίαν εὔνοιαν, ἣν ἐκείνοις ὀφείλειν καὶ σοὶ τῷ πατρί· μηδὲν δὲ βοηθεῖν ἔχοντα, στέργειν τὴν ἀνάγκην. νυνὶ δὲ ὁρῶν τὸν ἐπιτηδειότατον ἥκοντα καιρὸν τῆς ἐκείνων ἐκ τῶν δεσμῶν ἐλευθερίας, μὴ προΐεσθαι ἥκειν παραινέσοντα. καίτοι γε ἀκηκοέναι, ἔφασκεν, ἐκ Σηλυβρίας ἥκων, ὡς πολλὰ μεγάλου δομεστίκου τοῦ κηδεστοῦ δεηθεὶς ὑπὲρ ἐκείνων, οὐδὲν πλέον ἠδυνήθης, ἀλλὰ κεναῖς ἐλπίσι μετεωρίσας καὶ φενακίσας, ἀπιὼν ᾤχετο, ὡς ἀπολύσων τῆς εἱρκτῆς, ἢν ἐπανήξῃ τῆς ἑσπέρας. τοῦτο δὲ εἴ σε λέληθεν ὡς ἀπάτη, πάνυ μάλιστα θαυμάζειν ἔχω. οὔτε γὰρ, βασιλέως ζῶντος, τοὺς γυναικὸς ἀδελφοὺς ἀπαλλάττειν τῶν κακῶν ἀδυνάτως εἶχεν, εἴγε δίκαια καὶ αὐτῷ προσήκοντα ᾑρεῖτο πράττειν, οὐκ ἐλάσσω δυνάμενος ἢ ὅσα βασιλεύς. νυνί τε, ὥσπερ οὐδ' αὐτὸς ἀγνοεῖς, οὐ τοιαῦτα μόνον, ἀλλὰ καὶ μείζω πολλῷ καταπράττεσθαι δύναιτ' ἂν, ἀνυπεύθυνον ἔχων τὴν ἀρχὴν καὶ τῶν πραγμάτων αὐτοκράτωρ ὤν. ἀλλὰ καὶ τότε, πείθοντος αὐτοῦ βασιλέα, κατείχοντο δεσμῶται, τῆς τε ἀνδρίας βασκαίνοντος καὶ τῆς συνέσεως καὶ μὴ παρευδοκιμηθείη παρ' ἐκείνων, δεδοικότος· καὶ νῦν οὐδὲν ἧττον διανενόηται παρ' ὅλον τὸν βίον κατέχειν ἐν δεσμοῖς. τοῦτο δὲ οὐ στοχαζόμενος εἶπον, ἀλλ' ἀκριβῶς εἰδώς. οἶσθα γὰρ, ὡς πολλῆς εὐμενείας ἀπολαύων παρ' αὐτοῦ καὶ τῶν ἀποῤῥήτων κοινωνῶν αὐτῷ, ὧν διὰ τὴν εἰς ὑμᾶς εὔνοιαν καταπεφρόνηκα νυνὶ, πάντα ἀκριβῶς σύνοιδα αὐτῷ, ὅθεν οὐδ' ἀπιστεῖν ἐμοὶ χρεὼν, ἀλλὰ βουλεύεσθαι τὴν ταχίστην, ἕως ἐστὶ καιρὸς, οὐ μόνον τοὺς παῖδας ἀπαλλάττειν τῶν κακῶν, ἀλλὰ καὶ σεαυτῷ τὴν Ρωμαίων ἀρχὴν, σοὶ μάλιστα προσήκουσαν τῶν πάντων, περιποιεῖν. τοῦτο δ' ἕτερον τρόπον ἀδύνατον γενέσθαι, εἰ μὴ πρότερος ἐκεῖνος ἐκβληθείη τῶν πραγμάτων τῆς ἀρχῆς. ἐκεῖνο δὲ πάλιν ἑτέρως οὐκ ἐγχωρεῖ, εἰ μὴ αὐτὸς ἐκπολεμώσεις ἐκείνῳ βασιλίδα, ὡς ἁρπάζειν τὴν βασιλείαν διανοουμένου κατειπὼν καὶ αὐτὴν καὶ παῖδας διαφθείρειν. ἀξιώτατος δ' ἂν εἴης πιστεύεσθαι παρ' αὐτῇ, οὐ μόνον ὡς τὰ βεβουλευμένα τῷ γαμβρῷ σαφῶς εἰδὼς, ἀλλ' ὡς καὶ φύσεως αὐτῆς ὑπὲρ τῆς εἰς ἐκείνην εὐνοίας καὶ τὸν παῖδα βασιλέα δοκῶν καταφρονεῖν. καίτοι γε φαίη τις ἂν, οὐδὲ τὴν ἐκείνου κατάλυσιν καὶ φθορὰν ἄδολόν σοι καὶ καθαρὰν τὴν ἡδονὴν παρέχειν, οἷα δὴ τῆς θυγατρὸς ἐκείνῳ συνατυχούσης. τοῦτο δ' ὅσην ἔχει τὴν διαφορὰν, ἔξεστι παράλληλα θέμενον τὰ πράγματα σκοπεῖν. οὐ γὰρ ὅμοιον, τοὺς μὲν τῶν παίδων ὥσπερ κατορωρύχθαι ζῶντας, τοὺς δὲ παρ' ἀξίαν πράττειν κακῶς καὶ ἐνδεῶς καὶ ἀνελευθέρως ζῇν, καὶ γένος ὑπ' ἐκείνου πᾶν ὥσπερ δοῦλον ἄγεσθαι καὶ φέρεσθαι, καὶ αὐτὸν οὐδὲν ἀμείνω πάσχειν ὑπὸ τῆς πρὸς πάντας συμπαθείας, καὶ μιᾶς ἀτυχησάσης θυγατρὸς πάντ' ἐκεῖνα λελύσθαι τὰ δυσχερῆ καὶ σὲ δύνασθαι οὐ γένος μόνον καὶ οἰκείους, ἀλλὰ καὶ τοὺς ἄλλους φίλους λαμπροὺς ποιεῖν καὶ περιδόξους, πάσης ἐξ ἐκείνου μετενηνεγμένης τῆς Ρωμαίων ἀρχῆς εἰς σέ. τίς γὰρ, ἐκείνου πεσόντος ἢ καὶ τῆς ἀρχῆς ἐκβεβλημένου, σοῦ μᾶλλον δικαιότερος, ἐπὶ τῶν πραγμάτων εἶναι, οὐκ ἀνδρίᾳ μόνον καὶ πολέμων ἐμπειρίᾳ, ἀλλὰ καὶ λαμπρότητι γένους καὶ συνέσει καὶ τοῖς ἄλλοις ἅπασιν οὐκ ὀλίγῳ τινὶ τῷ μέσῳ πάντας Ρωμαίους παριόντος. ἐγὼ δὲ πρὸς ἅπαντα προθύμως συναγωνιοῦμαι, τάξιν ἐπέχων ὑπηρέτου καὶ πρὸς πᾶν τὸ κελευόμενον ἑτοιμότατα ἔχων ὑπακούειν. οὐ δὴ, πρὸς τοιοῦτον ἰσχυρότατον ἀνταγωνιστὴν ἀποδυόμενον, περὶ ψεύδους καὶ ἀληθείας ἀκριβολογεῖν χρεὼν, ἀλλὰ πρὸς ἓν μόνον, τὴν ἐκείνου κατάλυσιν, προσῆκον ἀφορᾷν· τἄλλα δὲ μηδὲν ἡγεῖσθαι, εἰ μέλλεις τι τῆς σῆς συνέσεως καὶ στρατηγίας ἀξιόχρεων ποιεῖν. ὁρῶμεν δὲ καὶ τῶν στρατηγῶν τοὺς μάλιστα συνετωτάτους οὐκ ἀεὶ τῇ παῤῥησίᾳ χρωμένους καὶ κατὰ στόμα τοῖς πολεμίοις ὑπαντῶντας, ἀλλ' ἔστιν οὗ καὶ ἀπάταις χρωμένους καὶ δόλοις καὶ μηχαναῖς τισι, καὶ μάλιστα, ἡνίκα δέῃ φοβεροῖς τισι καὶ δυνατωτάτοις συμπλέκεσθαι πολεμίοις. καὶ οὐδεὶς αὐτῶν κακίζει τὴν ἀπάτην, ἀλλὰ καὶ θαυμάζομεν ἅπαντες, οἷα δὴ πλείω τῆς συνέσεως ἢ τῆς ῥώμης δυναμένης κατορθοῦν.

ιθʹ. Τοιαῦτα καὶ πρὸς ἐκεῖνον εἰπὼν καὶ πείσας, ὅρκοις τε ἀσφαλισάμενος, ὡς νῦν τε προθυμότατα συναγωνιεῖται καὶ, καταστάντος πρὸς τὴν ἀρχὴν, ἐν ὑπηρέτου τελέσει μοίρᾳ, μόνον βουλεύεσθαι καταλιπὼν, ὅπως ἂν τὸ σπουδαζόμενον κατορθωθείη, ἐπὶ τοὺς ἀδελφοὺς ἐχώρει Κωνσταντῖνόν τε καὶ Ἰσαάκιον τὸν μέγαν δοῦκα. καὶ πρῶτα μὲν ᾤκτειρε τῆς παρ' ἀξίαν κακοπραγίας καὶ ἐῴκει συναλγεῖν. ἔπειτα καὶ ὠνείδιζε τὴν ἐθελοδουλείαν, καὶ τὸ πρὸς τὴν ἐλευθερίαν ῥᾳθύμως βιοῦν καὶ ἀνειμένως, καὶ μηδὲ νῦν γοῦν, ὅτε καλῶς ποιῶν παρέσχετο ὁ χρόνος τῆς μεγάλου δομεστίκου χρονίου δουλείας ἀπαλλαγῆναι, προσῆκον εὐγενέσι καὶ ἐλευθέροις ἀνδράσι διανοουμένους τι. καίτοι βασιλέως μὲν ζῶντος, στέργειν ἐξ ἀνάγκης ἦν, πολλὴν ἐκείνου τὴν ῥοπὴν αὐτῷ χαριζομένου καὶ οὐδαμῶς ἐλάττω ἢ ἐκεῖνος δύνασθαι παρασκευάζοντος. νυνὶ δὲ τί τὸ κωλῦον, ζῆλον ὑπὲρ βασιλέως τοῦ παιδὸς ὑποκριθέντας, συμβουλεύειν βασιλίδι, πρὸς γένους τε ὄντας καὶ προσήκοντας διὰ τὴν εὐγένειαν πιστεύεσθαι, καταλύειν ἐκεῖνον καὶ τῆς ἀρχῆς ἀποχειροτονεῖν, ὡς ἁρπάζειν διανοούμενον τὴν βασιλείαν καὶ αὐτὴν καὶ φίλτατα ἀποκτιννύναι καὶ Ρωμαίων τυραννεῖν. οὐ γὰρ δήπου γε ἃ προτείνεται ὑμῖν ὥσπερ δέλεαρ ὑπ' ἐκείνου, ἀρχαὶ πόλεών τινων καὶ δημοσίων διοικήσεις, ἵν' ἐκεῖνος τὸ μεῖζον ἔχῃ, ὥσπερ δεσπότης ἐπιτάττων καὶ πάντων καταδυναστεύων καὶ μειζόνων καὶ ἐλαττόνων, τοῦθ' ὑμῖν ἀρκέσει πρὸς τὸ ἀποστερεῖσθαι τῆς ἐλευθερίας. οὐδὲ γὰρ οὐδ' ὑμᾶς τοῦτο κατάδηλον λέληθεν ὂν, ὡς, ἐκείνου πεσόντος ἢ ἐκβεβλημένου τῆς ἀρχῆς, ὑμῖν ἐξέσται πράττειν ἃ αἱρεῖσθε ἀδεῶς, ἢ πρώτους γεγενημένους ἢ μετὰ τοὺς πρώτους εὐθὺς Ρωμαίων. οὐ χρὴ δὲ πρὸς τὴν ἐπιχείρησιν ἀναδύεσθαι λογιζομένους, ὡς ψεύδη καὶ συκοφαντίας ἐρεῖτε. εἰ μὲν γὰρ οὐδὲν οὐδέπω μέχρι νῦν ψεῦδος εἴρητο ὑμῖν, ἦν ἄν τι τοῦτο πρὸς τὸν λόγον. εἰ δὲ πολλάκις ἡμῖν ἅπασιν ὁμοίως καὶ τοῦ τυχόντος κέρδους ἕνεκα ἢ οὐδενὸς καὶ ἐπιορκεῖν καὶ ψεύδεσθαι συνέβη, τί δεῖ τὰ πολλάκις τετολμημένα ὀῤῥωδεῖν νυνὶ, οὐ μικρά τινα, ἀλλὰ τὴν Ρωμαίων μέλλοντας ἀρχὴν κερδαίνειν; εἰ δ' ἀπιστεῖν ἐμοὶ κεκρίκατε τὰ βελτίω συμβουλεύοντι, ἀλλὰ τῷ γε ἀδελφῷ πείθεσθαι προσήκει, πρεσβυτέρῳ τε τὴν ἡλικίαν ὄντι καὶ μᾶλλον ὑμῶν εἰδότι μεταβολαῖς τε καὶ καινοτομίας πραγμάτων χρῆσθαι προσηκόντως. οἴομαι δὲ κἀκείνῳ περισπούδαστον τὴν μεγάλου δομεστίκου κατάλυσιν εἶναι, οὐ φέροντι τὸν ὄγκον τῆς ἀρχῆς καὶ τὸ πάντας ἐν ἀνδραπόδων ἄγεσθαι καὶ φέρεσθαι ὑπ' ἐκείνου μοίρᾳ. ἐγὼ μὲν οὖν ἃ συμφέρειν νομίζω, συμβεβούλευκα ὑμῖν. αὐτοὶ δ' εἴτι περὶ εὐδοξίας ὑμῶν αὐτῶν καὶ βίου περιφανείας κεκρίκατε ἐπιχειρεῖν, μὴ προΐεσθαι ἀναγκαῖον τὸν καιρὸν, ἵνα μὴ, παρελθόντος, οὐδὲν ὠφελώμεθα ἐκ τῆς μεταμελείας. ἐκείνου γὰρ ἀπόντος, ῥᾷστα πᾶν κατορθωθείη· ἂν δ' ἐκ τῆς στρατείας ἐπανέλθῃ, οὐδὲ γρύζειν παραινῶ τολμᾷν, ἢ οὐδὲν ἔσται τὸ κωλῦσον, τὸ μηδ' ὅπῃ γῆς διάγετε ἀγνοεῖσθαι. ἐγὼ δὲ οὐ λόγοις ἀπλῶς, ἀλλὰ καὶ ὅρκοις παρέξομαι πίστεις ἰσχυρὰς τοῦ πρός τε τοὺς ἀγῶνας προθυμότατον παρασχέσθαι ἑαυτὸν, καὶ χρήμασι καὶ ὅπλοις καὶ οἰκέταις συναιρόμενον, καὶ μετὰ τὴν κατάλυσιν ἐκείνου πάντα ποιήσειν τὰ προστεταγμένα ὑφ' ὑμῶν, καὶ παρὰ πάντα τὸν βίον ἐν ὑπηκόου μοίρᾳ τελέσειν, μηδὲν μηδέποτε πρὸς ὑμᾶς ἀγνωμονήσας.» τοιαῦτα εἰπὼν καὶ προσέτι γε ὅρκοις ἀσφαλισάμενος τὰ εἰρημένα, ἐπεὶ κἀκείνους εἶχε πεπεισμένους πρὸς τὸ πράττειν τὰ βεβουλευμένα, πρὸς Γαβαλᾶν Ἰωάννην τὸν μέγαν δρουγγάριον ἐλθὼν, ὃς ἦν ἐκ τῆς πρὸς Κράλην πρεσβείας ἄρτι ἥκων, ὑπὸ τοῦ μεγάλου δομεστίκου ᾑρημένος, εἴ τι πύθοιτο ἠρώτα περὶ ἑαυτοῦ. τοῦ δὲ ἀποκριναμένου, μηδέν· «ἀλλ' ἐγώ σοι» εἶπεν «ἥκω ἄγγελος κακῶν. ὁ γὰρ μέγας δομέστικος τὴν προτέραν εὐμένειαν τὴν πρὸς σὲ μεταβαλὼν, πολλῆς ἀναπέπλησται πικρίας. καὶ δῆλός ἐστιν οὐκ ἀνεξόμενος, εἰ μὴ δίκας λήψεται παρὰ σοῦ τῆς προδοσίας τῆς εἰς αὐτόν. αὐτὸς γὰρ αὐτοῦ ἀκηκοέναι λοιδορίας σοῦ καταχέοντος πολλὰς, φλύαρον καὶ λάλον ἀποκαλοῦντος καὶ ψευδόμενον ὡς τὰ πολλὰ καὶ φθορέα καὶ προδότην τῶν κοινῶν. ᾑρημένος γὰρ ὑπ' ἐκείνου πρὸς τὸν ἄρχοντα τῶν Τριβαλῶν πρεσβευτὴς, παραπρεσβεύσειας δωροδοκήσας καὶ τὰ Ρωμαίων καταπροδοὺς, τὰ ἐκείνων πράξειας καὶ ὅρκους ἐκείνοις παρασχοίης, ὡς μένων παρ' ἡμῖν, πρόξενος ἐκείνοις εἴης, παντὶ σθένει τὰ ἡμῶν ἀπόῤῥητα αὐτοῖς καταπροδιδούς. δι' ἃ οὐδὲ Ρωμαίοις ὅλως ἀνέχεται καταλέγειν σὲ, ἀλλὰ τῆς μερίδος ἡγεῖται Τριβαλῶν.» καταπλαγεὶς δὲ ἐπὶ τούτοις ὁ Γαβαλᾶς, θεόν τε ἐμαρτύρετο, ὡς οὐδὲν συνειδοίη τῶν λεγομένων ἑαυτῷ, καὶ οὐδὲ πιστεύειν ὅλως εἶχεν, εἰ ὁ μέγας δομέστικος οὕτως ἀπερισκέπτως συκοφαντίαις τινῶν πιστεύσας καὶ διαβολαῖς, ἐρήμην αὐτοῦ καταγνοίη καὶ ὀργίζοιτο ἀκαίρως. οὐδὲ γὰρ ὁ παρεληλυθὼς ἤδη χρόνος πολὺς, καθ' ὃν τὰ Ρωμαίων διοικεῖ, τοιαύτην αὐτοῦ κατηγορεῖ φαυλότητα καὶ εὐκολίαν τρόπων. παρακοιμώμενος δὲ τοῖς εἰωθόσιν ὅρκοις ἢ ταῖς ἐπιορκίαις μᾶλλον ἐχρῆτο καὶ κατέπειθεν αὐτὸν, ὡς οὐδὲν εἴη τῶν λεγομένων πλάσμα, ἀλλὰ πάντα ἀληθῆ. παρεγύμνου τε κατὰ μικρὸν, ὡς σύστημα οὐκ ἀγεννὲς ἐπὶ καταλύσει ἤδη συσταίη τῇ ἐκείνου, οἷς δέον ἑαυτὸν προσνείμαντα τὸ μέρος καὶ αὐτὸν συγκαταβάλλειν, εἴ τι μέλοι τῆς οἰκείας σωτηρίας καὶ αὐτῷ. καὶ μὴ συγκαλυψάμενος ἔγνω δεῖν ἐκείνῳ ἐμπαρέχειν ἐμπιπλάναι τὸν θυμόν. πίστεως δὲ τῶν λεγομένων ἕνεκα ἀσφαλεστέρας καὶ τοῦ σαφέστατα εἰδέναι, ὡς ὑπὲρ αὐτοῦ μάλιστα σπουδάζοι καὶ κήδοιτο αὐτοῦ, καὶ τὴν θυγατέρα κατηγγύα, ἦν γὰρ πρότερον τὴν γαμετὴν ἀποβαλὼν, καὶ ὅρκους παρεῖχεν ἐπὶ τούτῳ ἐγκόλπιόν τί τε τῶν ἱερῶν ἀσφαλείας ἕνεκα. ἐπεὶ δὲ κἀκεῖνον ἦν προσειληφὼς, Χούμνῳ πρόσεισι τῷ μεγάλῳ στρατοπεδάρχῃ, ἄλλως τε ὄντι τῶν ἐκείνῳ φίλων καὶ προσήκοντι κατὰ γένος διὰ τὴν γυναῖκα. τῆς γὰρ συναφθείσης ἐκείνῳ πρώτως τετελευτηκυίας, ἣ Δισυπάτου θυγάτηρ ἦν, ἑνὸς τῶν τῷ κλήρῳ τῆς τοῦ θεοῦ Σοφίας κατειλεγμένων, ἀνεψιᾷ συνῴκησε τῇ Χούμνου, ἤδη λαμπρὸς ὢν καὶ μὴ ἀπαξιούμενος πρὸς τῶν εὐγενεστέρων. διὰ ταῦτα οὖν ἐκείνῳ τῶν ἐπιτηδείων ὢν, ἀνεμίμνησκέ τε προσελθὼν τῶν πρὸς μέγαν δομέστικον εἰρημένων, ὅτε περὶ Μιχαὴλ τοῦ Μυσῶν βασιλέως ἐβουλεύοντο υἱοῦ, εἰ δέοι ἐκδιδόναι Ἀλεξάνδρῳ ἀπαιτοῦντι, τὸ ἐὰν ἀποκαλυφθῇ τῷ ἐσχάτῳ, σιγάτω ὁ πρῶτος. ὧν, ἔφασκε, τὸν μέγαν δομέστικον ἀεὶ μεμνημένον καὶ ὥσπερ βέλος περιφέροντα ἐν τῇ ψυχῇ, καιρὸν ζητεῖν, ἐν ᾧ τοῦτον ἀμυνεῖται ἀξίως τῆς ὕβρεως τῆς εἰς αὐτόν. τοῦτον δὲ οὐδένα ἄλλον εἶναι, ἢ τὴν ἐκ τῆς ἑσπέρας ἐπάνοδον αὐτοῦ. οὕτω γὰρ ἐκείνου φάσκοντος ἀκηκοέναι. ἐμὲ δὲ περὶ πλείστου ποιούμενον τὰ σὰ, οὐδὲ γὰρ περὶ ἐλαχίστων ὁ κίνδυνος, ἀλλὰ περὶ ψυχῆς, ἥκειν ἀπαγγέλλοντά τε, ὅσα ἐπυθόμην, καὶ, εἰ βούλει, σωτηρίας ὁδὸν ὑφηγησόμενον.» ὁ δὲ πρὸς τὰ εἰρημένα οὐ μετρίως θορυβηθεὶς, θαυμάζειν, ἔφασκεν, εἰ ὁ μέγας δομέστικος οὕτως ἐξαίφνης τῆς συνήθους καλοκἀγαθίας μεταβαλὼν, ἀντὶ μετρίου καὶ προσηνοῦς ἀπαραίτητος οὕτως ὀφθείη πρὸς ὀργὴν καὶ τοῖς προσκεκρουκόσι πικρὸς καὶ πρὸς τὰς ἀντιδόσεις ἕτοιμος. οὐδὲ γὰρ ὁ προτοῦ χρόνος τοιοῦτον αὐτῷ τὸ ἦθος συμμαρτυρεῖ. πολλῶν γὰρ αὐτῷ προσκεκρουκότων καὶ μεγάλα, οὐδένα πώποτε ἐφάνη ἀντιδρῶν κακῶς· πρὸς ἐμὲ δὲ μετρίως μὲν διὰ τὸν λόγον τετάρακτο ἐκεῖνον, ὀλίγῳ δὲ ὕστερον οὕτως ἀφῆκε τὴν ὀργὴν, ὡς μηδὲ εἰρῆσθαί τι δοκεῖν. Ἀπόκαυκος δὲ «εἰ μὲν ὑποπτεύων» ἔφη «τοὺς λόγους τοὺς ἐμοὺς, ὡς πειρωμένου, καὶ τὸ προσκρούειν αὖθις ἐκείνῳ δεδοικὼς, τοιαῦτα ἀπεκρίνω, ἄλλος ἂν εἴη λόγος. εἰ δ' ὡς ἀληθῶς οἰόμενος οὕτως ἔχειν, ἴσθι ἀγνοῶν τὸ πᾶν. οὐ γὰρ ἥμερος, ὥσπερ ἔφης, καὶ προσηνὴς καὶ περὶ μηδένα ἐκεῖνος κακὸς ὀφθείς· ἀλλ' ἐκ πολλοῦ τοῦ χρόνου δύναμιν μεγάλην περιβεβλημένον πάντες ἐθεράπευον, καὶ οὐδεὶς ἄχρι νῦν, οὐχ ὅτι ἀντειπεῖν, ἀλλ' οὐδ' ἀντιβλέψαι πώποτε ἐτόλμησεν· ὅθεν κἀκεῖνος πᾶσι προσεφέρετο μετρίως ὑπεπτηχόσι καὶ δεδουλωμένοις ἀκριβῶς. σοῦ δὲ νυνὶ πρώτου τολμήσαντος ἀντειπεῖν ἀναφανδὸν, οὐκέτι συγκαλύπτειν τὴν κακίαν οἷός τε ἐγένετο, ἀλλ' ἀπὸ σοῦ κἀκεῖνος ἄρξεται πρώτου τοὺς εἰς αὐτὸν ἁμαρτάνοντας κολάζειν. αὐτίκα τε ὤμνυε τὰ φρικωδέστατα, ὡς πάντα εἴη, ὅσα φθέγξαιτο, ἀληθῆ καὶ ὡς, εἰ μὴ τὴν ταχίστην ἑνί γε τῳ τρόπῳ πειρῷτο διασώζειν ἑαυτὸν, οὐδὲν ἐμποδὼν, μὴ καὶ αὐτὸν καὶ πᾶσαν τὴν οἰκίαν ἀπολέσθαι. ὁ δ', ὥσπερ ἦν εἰκὸς, περὶ τῶν ἐσχάτων τὸν φόβον ἐσχηκὼς, ἐδεῖτό οἱ τρόπον ὑποθέσθαι, δι' οὗ τὰ προσδοκώμενα δεινὰ δυνήσεται διαφυγεῖν. ὁ δ' ἔφασκεν, οὐ χαλεπὸν μὲν εἶναι καὶ αὐτὸν ἐκ τῶν παρόντων τὸ δέον συνιδεῖν, οὐ τῶν πολλῶν καὶ ἀνοήτων ὄντα, ἀλλὰ τῶν ἐμπειρίᾳ πραγμάτων καὶ συνέσει τοῖς πρώτοις ἁμιλλώμενον Ρωμαίων. παραινέσειν δὲ καὶ αὐτὸν, ἃ οἴεται λυσιτελήσειν, μᾶλλον δ', ὧν χωρὶς σωτηρίας ἀδύνατον τυχεῖν. οἴεσθαι δὲ μηδὲν ἕτερον αὐτῷ λυσιτελήσειν καὶ τοῖς ἄλλοις, ἢ πόλεμον ἀραμένῳ πρὸς ἐκεῖνον, παντὶ σθένει πειρᾶσθαι καταλύειν τὴν ἐκείνου δύναμιν. τοῦτο δ' ἔσται ῥᾴδιον, ἂν βασιλίδι προσελθὼν καὶ τὴν εἰς ἐκείνην εὔνοιαν καὶ βασιλέα τὸν υἱὸν ὑποκριθεὶς, ἀναπείσῃς ἐκεῖνον πολέμιον νομίσαι καὶ ἐπιβουλεύοντα αὐτῇ πρὸς τὴν ἀρχὴν, φάσκων περὶ ἐκείνου ἀκριβῶς πεπεῖσθαι τὰ τοιαῦτα καὶ τὴν ἀδικίαν μὴ ἐνεγκεῖν, ἀλλὰ μᾶλλον αἱρετώτερον ἡγήσασθαι, αὐτὸν καὶ παῖδας ὑπὲρ αὐτῶν, εἰ δέοι, πολεμοῦντας ἐκείνῳ ἀποθνήσκειν, ἢ αὐτοὺς ἀδίκως τὴν ἀρχὴν ἀφαιρουμένους ἢ καὶ ἀποθνήσκοντας περιιδεῖν. οἷς ἐκείνην, ὥσπερ εἰκὸς, πεισθεῖσαν ὑπὸ δέους ῥᾷστά τε ἐκείνου διαστήσεσθαι καὶ τὸν πόλεμον ἡμῖν τὸν πρὸς ἐκεῖνον ἐπιτρέψειν. τούτου δὲ γεγενημένου, οὐδὲν ἔστι τὸ κωλῦον, οὐ τῶν προσδοκωμένων δεινῶν ἀπηλλάχθαι μόνον, ἀλλὰ καὶ τύχης ἀγαθῆς ἀφορμὴν τὸν πρὸς ἐκεῖνον πόλεμον ποιήσασθαι. ὅτι δὲ οὐκ ἀληθῆ τὰ εἰρημένα, οὐ χρὴ σκοπεῖν, περὶ ἐκείνου. οὐ γὰρ περὶ ἀληθείας καὶ ψεύδους ἡμῖν πρόκειται νῦν ἀγὼν, ἀλλ' εἴτε ζῇν εὐκλεῶς, καθῃρηκότας ἐκείνου τὴν ὀφρὺν, εἴτε ἀποθνήσκειν ὁμοίως τοῖς ἐπὶ δεινοῖς τισιν ἑαλωκόσιν, ἐὰν ἐκεῖνος ἔτι τῶν πραγμάτων ἄρχῃ. διὸ πάσῃ χρηστέον μηχανῇ καὶ παντὶ πολέμου εἴδει προσεκτέον μᾶλλον, ἢ περὶ τοιούτων μικρολογητέον, ἃ μηδεμίαν βλάβην ἔχει, ἂν ὧδε ἢ ἑτέρως ἔχωσι.» τούτοις μὲν οὖν ἔπειθε κἀκεῖνον. καὶ πέρας ἤδη εἶχεν ἡ ἐπιβουλή. ἐδόκει δὲ δεῖν καὶ τῶν οἰκειοτάτων βασιλίδι τινὰς προσεταιρίσασθαι, ἐκεῖνο ἐννοῶν, ὡς τοὺς μὲν ἄλλους ἴσως ἂν ὑποπτεύσειεν ἡ βασιλὶς, ἢ φόβῳ ἢ φθόνῳ τοιαῦτα ἐσκαιωρηκέναι, τῶν οἰκειοτάτων δὲ μηδὲν καταγνοίη ἂν τοιοῦτον. καὶ τῷ Ζαμπέας υἱῷ, ἣ ἐκ Σαβωΐας βασιλίδι εἵπετο, πολλῆς καὶ παρὰ βασιλέως ἔτι ζῶντος ἀπολαύοντι τῆς εὐμενείας τά τε ἄλλα καὶ διὰ τὴν ἐν ταῖς μάχαις εὐψυχίαν, καὶ μετὰ τὴν ἐκείνου τελευτὴν βασιλίδι σπουδαζομένων ἐκείνου τε καὶ τῆς μητρὸς, Ἀρτώτῳ προσαγορευομένῳ· τούτῳ δὴ ἐντυχὼν, εἴ τι περὶ ἑαυτοῦ εἰδείη, ἐπυνθάνετο. ὡς δὲ ἐκεῖνος ἔφασκε μηδέν· «ἀλλ' ἐγὼ» εἶπεν «αὐτοῖς ὠσὶν ἀκήκοα τοῦ μεγάλου δομεστίκου πολλὰ σοῦ καὶ τῆς μητρὸς καταφερομένου καὶ πολλὴν εὐήθειαν καταγινώσκοντος Ρωμαίων, ὅτι δέον πρὸς τῶν κοινῶν τὴν ἐπιμέλειαν τοῖς ὁμοφύλοις χρῆσθαι, καὶ ἀνδράσι καὶ γυναιξὶ πολλοῖς τε καὶ ἀγαθοῖς οὖσιν, οἱ δ' οὐκ οἶδ' ὅ,τι παθόντες, Ἀρτώτῳ χρῶνται καὶ μητρὶ, ἀνθρώποις ἀλλοφύλοις καὶ οὐδὲν ἄμεινον διακειμένοις τῶν πολλῶν, βασιλίδα θεραπεύοντες. ἀλλ' ἕως μὲν ἔτι περιῆν ὁ βασιλεὺς, οὐδὲν ἀντιλέγειν ἦν, πᾶν τὸ περιστάμενον κατ' ἐξουσίαν πράττοντι. νυνὶ δὲ εἰς ἐμὲ τῶν πραγμάτων τῆς ἀρχῆς περιηκούσης, οὐ περιόψομαι ὑπὸ τοιούτων, ὥσπερ κηφήνων, τὰ Ρωμαίων καταναλισκόμενα κοινὰ, ἀλλ' ἐνθέμενος τριήρει μετὰ τὴν ἐπάνοδον, πρὸς τὴν οἰκείαν ἀποπέμψω. πρὸς τοῖς ἄλλοις δὲ καὶ δειλίαν σοῦ κατηγόρει καὶ ἀνανδρίαν ἐν ταῖς μάχαις. ἐγὼ δὲ πρὸς τὴν τοσαύτην ἀδικίαν ἀχθεσθεὶς, μειζόνων τε ἄξιον ἢ ὧν παρὰ Ρωμαίοις τυγχάνειν εἰδὼς, καὶ τὴν θυγατέρα προθύμως σοὶ πρὸς γάμον ἐκδιδόναι ἔχω καὶ πάντα πράττειν ὑπὲρ σοῦ οὐ διὰ τὴν προτέραν φιλίαν μόνον, ἀλλὰ καὶ τοῦ κήδους ἕνεκα. καὶ εὐθέως ὅρκους τε τοῖς λεγομένοις προσετίθει καὶ ἐγκόλπιον παρεῖχεν εἰς ἀσφαλῆ τῶν λεγομένων πίστιν. ὡς δὲ συνθέμενον τὸν Λατῖνον εἶχε, παρῄνει, τῇ μητρὶ τὰ εἰρημένα ἀπαγγείλαντα, πείθειν αὐτὴν, πάσῃ χρήσασθαι καὶ ἐπινοίᾳ καὶ σπουδῇ, ὥστε ἐκπολεμῶσαι βασιλίδα τῷ μεγάλῳ δομεστίκῳ, καὶ τἄλλα προσετίθει, ἃ τοῖς ἄλλοις εἴρητο αὐτῷ. τὰ δὲ τοιαῦτα εἰς τετάρτην ἡμέραν, ἐξ ἧς ἧκεν εἰς Βυζάντιον, αὐτῷ συνεσκευάζετο. καὶ ἐπεὶ καθ' ἕνα τοὺς εἰρημένους εἶχε πεπεισμένους, αὖθις συνίστα τοὺς ὁμοίαν περὶ τοῦ πολέμου γνώμην ἔχοντας ἑκάστῳ ἀπαγγέλλων. παρῄνει τε κοινῇ βουλευσαμένους, ὅθεν ἂν δοκοίη βέλτιον τὸν πόλεμον κινεῖν.

κʹ. Καὶ ἐπεὶ πρὸς πατριάρχην ἧκον, ἐδόκει δεῖν, μὴ ἀθρόους ἀπαγγέλλειν βασιλίδι ἃ ἐσκέψαντο, ἀλλὰ κατ' ὀλίγους προσιόντας, ἵνα μήθ' ὑποψίαν παρέχοιέν τινα, ἀλλὰ καὶ μᾶλλον καταπλήττοιεν, συνεχῶς τε περὶ τῶν αὐτῶν διαλεγόμενοι, καὶ μᾶλλον πείθοιεν, ἀληθῆ νομίζειν τὰ ὑπὸ πολλῶν ὡσαύτως εἰρημένα. ἐδέδοκτο δὴ Ἀσάνην πρῶτον τὸν μέγαν δοῦκα καὶ Κωνσταντῖνον τὸν ἀδελφὸν προσάγειν τὴν πεῖραν βασιλίδι. προσελθόντες τοιγαροῦν καὶ πολλὰ περὶ τῆς εἰς αὐτὴν εὐνοίας καὶ βασιλέα προδιαλεχθέντες τὸν υἱὸν, ἔπειτα ἔφασαν, τὸν μέγαν δομέστικον εἰδέναι τὴν βασιλείαν ἑαυτῷ περιποιούμενον καὶ ὅσον οὐδέπω τὴν ἐπίνοιαν εἰς ἔργον ἄγειν βεβουλημένον. ὅπερ αὐτοῖς τε ἄγαν ἔδοξε τῶν δεινοτάτων καὶ δεῖν μὴ συγκαλύπτειν, ἀλλὰ δήλην τὴν ἐπιβουλὴν ποιεῖν, ἵν' αἰσθομένη, τὰ δέοντα περί τε ἑαυτῆς βουλεύσηται καὶ τέκνων. οὐ γὰρ περὶ μικρῶν τινων εἶναι τὸν κίνδυνον αὐτοῖς, ἀλλ' εἴτε ζῇν καλῶς, τῆς ἐκ πατρῴου κλήρου προσηκούσης ἐχομένους βασιλείας, ἢ ἀποθνήσκειν ἀκλεῶς, ἐπιβουλευθέντας ὑπ' ἐκείνου, δύναμιν τοσαύτην ἐκ τοῦ τῶν πραγμάτων ἄρχειν κεκτημένου. βασιλὶς δὲ ὑποπτεύουσα ὅπερ ἦν, οὐ μόνον οὐκ ἐπῄνεσε τὰ εἰρημένα, ἀλλ' ἐῴκει καὶ ἀχθομένῃ διὰ ταῦτα. παρῄνει τε αὐτοῖς ἀπέχεσθαι τῶν συκοφαντιῶν, ὡς οὐδενὸς, ὅσ' ἄν τις εἴποι, διάστασιν αὐτῇ δυναμένου πρὸς τὸν μέγαν δομέστικον ἐμποιῆσαι, σαφῶς πεπεισμένῃ τἀληθῆ καὶ προσήκοντα περὶ αὐτοῦ. ἐπεὶ δὲ ἄπρακτοι ἐκεῖνοι ἐπανῆκον, Ἀρτῶτος προσεπέμπετο ἅμα τῇ μητρί. τὰ ἴσα δὲ κἀκεῖνοι ἀπαγγείλαντες, ἀπεπέμφθησαν πρὸς ὀργὴν, οὐδὲ ὅλους ἀκοῦσαι τῆς βασιλίδος τοὺς λόγους ἀνασχομένης. εἰς τὴν ὑστεραίαν δὲ ὁ Χοῦμνος ἅμα υἱεῖ τε καὶ κηδεστῇ Μανουὴλ Καντακουζηνῷ τῷ στρατηγοπούλῳ καὶ Γαβαλᾶς ὁμοίως βασιλίδι προσελθόντες, ὡς δή τι νεώτερον πεπυσμένοι, ἀπήγγελλον μετὰ σπουδῆς, συνεβούλευόν τε μὴ ῥᾳθυμεῖν, ἀλλὰ διανίστασθαι πρὸς ἄμυναν, ὡς καὶ αὐτῶν καὶ χρήμασι καὶ ὅπλοις συνεφαψομένων τοῦ πολέμου. οὐ γὰρ φέρειν τῇ εἰς βασιλέα εὐνοίᾳ καὶ πίστει συντεθραμμένους τὴν ὑπερβολὴν ὁρᾷν τῶν τολμωμένων, ἀλλ' ἑτοιμότερον ἔχειν καὶ τὰς ψυχὰς προΐεσθαι αὐτὰς, ἢ τοιαῦτα γινόμενα περιιδεῖν. βασιλὶς δὲ καὶ αὐτοῖς ὁμολογήσασα τῆς προθυμίας χάριν καὶ πεπεῖσθαι καὶ αὐτὴ σαφῶς εἰποῦσα, ὡς, εἴ τι συμβαίη τοιοῦτον, προθύμως παντί τῳ πολεμήσουσιν ὑπὲρ αὐτῆς, ἔπειτα παρῄνει τῶν κατὰ μεγάλου δομεστίκου λόγων ἀποσχέσθαι, ὡς οὐδὲν ὄντων ἢ πλάσμα καὶ συκοφαντίαν, εἰδέναι γὰρ ἀκριβῶς τὴν ἐκείνου πρὸς αὐτὴν εὔνοιαν καὶ βασιλέα τὸν υἱὸν, μὴ καὶ μετὰ τὴν ἐπάνοδον τὰ παρ' ὑμῶν αὐτοῦ κατηγορημένα ἐκμαθὼν, δικαίως ἄχθοιτο ὑμῖν τοιαῦτα εἰρηκόσι.» βασιλὶς μὲν οὖν οὕτω πρὸς μηδὲν τῶν εἰρημένων τῶν ἐξαρχῆς ἐξέστη λογισμῶν, ἀλλὰ πλάσματα ἡγεῖτο πάντα ὑπὸ τῆς ἑκάστου διανοίας ἀναπεπλασμένα. ὡς δὲ καὶ οὗτοι πρὸς τοὺς ἄλλους συνελθόντες, ὅσα ἡ βασιλὶς ἀπήγγελλον ἀποκριθείη, δέος ἔσχε πάντας οὐκ ὀλίγον καὶ ἐν ἐσχάτοις ᾤοντο ἤδη περιέχεσθαι κακοῖς, εἰ μή τι βουλεύσαιντο ἀνυσιμώτερον τῶν εἰρημένων. συνεβούλευέ τε ὁ παρακοιμώμενος αὐτοῖς μηκέτι μέλλειν. τὰ μὲν γὰρ περὶ μεγάλου δομεστίκου εἰρημένα σιωπῇ καλύπτεσθαι οὐ δυνατὸν, πολλῶν τῶν συνειδότων ὄντων. καταδήλων δὲ ἐκείνῳ γενομένων, συνορᾷν ἔξεστιν ἑκάστῳ τοῦ κινδύνου τὴν ὑπερβολήν. διὸ οὐδὲ παρῄνει ῥᾳθυμεῖν ἀπογνόντας πρὸς τὴν πρᾶξιν, ἀλλὰ τῶν ἄλλων ἀποσχομένους πάντων, ἑνὸς τούτου γίνεσθαι μόνου, ὅπως περιγένοιντο τοῦ πολεμιωτάτου, ἢ τά γε δεύτερα, μὴ τὰ ἀνήκεστα παρ' ἐκείνου πάθοιεν αὐτοί. ἐδόκει δὴ καὶ πατριάρχην καὶ τὸν Ἀσάνην Ἀνδρόνικον, ὄντα τοῦ μεγάλου δομεστίκου πενθερὸν, ὥσπερ ἄγκυράν τινα καθεῖναι ἱερὰν, καὶ δι' αὐτῶν τῆς βασιλίδος τοὺς λογισμοὺς πειρᾶσθαι κατασείειν, τῶν ἄλλων πάντων ἀξιολογωτέρων ὄντων πρὸς τὸ πείθεσθαι αὐτοῖς, ἅτε δὴ πατριάρχου μὲν πρὸς τῇ δοκούσῃ πρὸς ἐκείνην εὐνοίᾳ, καὶ ἱερωσύνῃ τῇ μεγίστῃ τετιμημένου καὶ μὴ ἄν ποτε ψεύσασθαι ὑποπτευθέντος· τοῦ ἑτέρου δὲ μὴ τοσοῦτον ἂν εἰς ἀπονοίας βάραθρον ἐληλακέναι δόξαντος, εἰ μὴ τοιαῦτα τῷ γαμβρῷ συνῄδει ἀληθῶς, ὥσθ' ἑκοντὶ τὴν θυγατρὸς αἱρεῖσθαι κακοπραγίαν, καταψευδόμενον τοσαῦτα. ἐπεὶ δὲ ἐψηφίσαντο κοινῇ, γενομένων ἐν βασιλείοις τῶν εἰρημένων, ὁ πατριάρχης λόγου ἥπτετο πρῶτος πρὸς τὴν βασιλίδα, «τὴν μὲν περὶ ἐμὲ τοῦ μεγάλου δομεστίκου» φάσκων «εὐμένειαν καὶ σπουδὴν εὐθὺς ἐξαρχῆς, καὶ ὡς ἐκ φαύλης τύχης καὶ πολλῆς ἀφανείας εἰς τοῦτο δι' ἐκείνου δόξης καὶ λαμπρότητος προῆγμαι, δι' ἃ πολλὰς αὐτῷ χάριτας ὀφείλειν ὁμολογῶ δίκαιος εἶναι, πάντες μὲν ἂν εἰδεῖεν Ρωμαῖοι, μάλιστα δὲ σύ. ἄχρι μὲν οὖν αὐτὸν ἑώρων ὀρθοῖς καὶ δικαίοις χρώμενον λογισμοῖς καὶ τὴν εὔνοιαν καὶ τὴν πίστιν ἄδολον ὑμῖν τηροῦντα καὶ καθαρὰν τοῖς βασιλεῦσι, δεῖν ἐνόμιζον καὶ αὐτὸς ὡς γνησιωτάτῳ φίλων αὐτῷ προσέχειν, καὶ οὐδὲν ἧττον ἢ φιλότεκνος πατὴρ, ἃ λυσιτελήσειν ἤλπιζον αὐτῷ πρὸς εὐδοξίαν, πράττειν ᾑρούμην. ἐπεὶ δὲ ἄλλων τε πολλῶν λεγόντων ἐπυθόμην καὶ αὐτὸς παρ' ἐμαυτοῦ συνῆκα, ὡς ἄδικα καὶ βίαια καὶ διανοεῖται καὶ πράττειν ἤδη ὥρμηται, τοῦ πολλὰ πεφιληκότος βασιλέως καὶ ἐπὶ μέγα δόξης προαγαγόντος ἀδίκως ἀμειβόμενος τοὺς παῖδας οὐ μόνον τῆς ἀρχῆς, ἀλλὰ καὶ τῆς ζωῆς αὐτῆς ἀποστερῶν, τήν τε γνώμην ἐβδελυξάμην ὡς ὠμοτάτην καὶ ἀγνωμοσύνης οὐδεμίαν ἐλλείπουσαν ὑπερβολὴν, καὶ αὐτὸν οὐ τῶν φίλων ὥσπερ πρότερον, ἀλλὰ τῶν πολεμιωτάτων ἔγνων δεῖν ἡγεῖσθαι. νομίζων δὲ μὴ καὶ σὲ τὰ τοιαῦτα ἀγνοεῖν τῶν πάνυ καιρίων εἶναι, ἥκω ἀπαγγέλλων, ἵν' ἐκ τῶν παρόντων σκεψαμένη οὐ μόνον αὑτὴν καὶ παῖδας διασώσῃς, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν συγκινδυνεύουσαν ἀρχήν.» ἡ βασιλὶς δὲ ὥσπερ ἐκπεπληγμένη, λόγους, ἔφασκεν, ἀκούειν, οἵους οὐδ' αὐτὸν τὸν κακίας ἐφευρετὴν ἄν ποτε δυνήσεσθαι ᾠήθη περὶ μεγάλου δομεστίκου πείσειν ἐπιχειρήσειν, ὡς κακὸς ἐκεῖνος περὶ αὐτὴν καὶ παισὶν ἐπιβουλεύων βασιλέως καὶ τῆς θαυμαστῆς ἐκείνης φιλίας τοιαύτας χάριτας ἀποδιδούς. τοῦ πατριάρχου δὲ καὶ αὐτοῦ τὰ ἴσα φάσκοντος ἐν ἀρχῇ πεπονθέναι πρὸς τὰ περὶ ἐκείνου εἰρημένα καὶ τοῖς λέγουσιν ἀπιστεῖν, οὐ δὶς καὶ τετράκις τοσούτων, ἀλλὰ καὶ πολλαπλασιόνων, ἢ ὅσοι προσεληλύθασιν αὐτῇ, τῶν εἰρηκότων ὄντων. ἔπειτ' ἐπιστήσαντα τὸν νοῦν καὶ τοῖς πραττομένοις ἀκριβῶς προσεσχηκότα, τὴν διαστροφὴν τῆς γνώμης καταμαθεῖν. καὶ πείθεσθαι ἀξιοῦντος καὶ αὐτὴν καὶ μὴ περὶ πράγματος οὕτω τὸν κίνδυνον ὀξὺν ἔχοντος διαμέλλειν, ἀλλ' ἤδη περὶ σωτηρίας αὐτῆς τε καὶ τῶν τέκνων σκέπτεσθαι, ἀνεμίμνησκεν ἡ βασιλὶς τῶν πρὸς ἀλλήλους οὔπω χθὲς καὶ πρώην ἐπ' αὐτοῦ γεγενημένων ὅρκων, ἐν οἷς ἄλλα τε εἴρητο τῷ μεγάλῳ δομεστίκῳ, ἔφασκεν, ὅσα σύνισμεν αὐτοὶ, καὶ πρὸ τῶν ἄλλων ἁπάντων, ἵνα, ἄν τι κατηγορηθῇ παρά τινος, μὴ ἐρήμην οὕτως ἐκείνου καταψηφίζεσθαι ἡμᾶς, ἀλλ' ἐπὶ δίκην καλέσαντας καὶ τόπον ἀπολογίας παρασχομένους, ἂν μὲν ἀδικῶν ἁλίσκηται καὶ ἐπιορκῶν, δίκας τὰς ἐσχάτας ἀπαιτεῖν· ἂν δὲ μηδὲν προσῇ τοῖς εἰρημένοις ἀληθὲς, τῶν ἐγκλημάτων μὲν ἐκεῖνον ἀπολύεσθαι, τοὺς συκοφάντας δὲ αὐτὸ τοῦθ', ὅπερ εἰσὶν, ἀποδείκνυσθαι, συκοφάντας. νυνὶ δὲ πολλῶν ὄντων τῶν ἀπιστίας καὶ ἐπιορκίας διωκόντων, οὐδένα ὁρᾷν, ὃς ἀντικαταστῆναι πρὸς αὐτὸν ἐπὶ τῆς δίκης τολμήσει, ὥστ' ἐξελέγχειν ἀδικοῦντα. οὐ μὴν ἀλλ' οὐδὲ νῦν τινα διαῤῥήδην ἐκείνου κατηγορεῖν, ὅτι πράττων κακῶς ὦπται καὶ προδότης περὶ ἐμὲ, ὥστ' ἐκ τῶν λεγομένων καὶ αὐτὴν ἔχειν συνορᾷν, εἰ συκοφαντία τὰ εἰρημένα ἢ ἀληθείας ἔχεταί τινος. ἀλλ' οὕτως ὥσπερ ἐκ συνθήματος πάντες αὐτοῦ καταψηφίζονται τὴν βασιλείας ἁρπαγὴν, μηδὲν πλέον προστιθέντες. οὐ δὴ δίκαιον, οὔτ' ἄλλως εὐπρεπὲς ἐμοὶ, τοῖς παρὰ τῶν πολλῶν πεισθεῖσαν λόγοις, οὐδὲν βέβαιον πρὸς ἀπόδειξιν ἔχουσι τῆς ἀληθείας, πόλεμον πρὸς ἐκεῖνον ἐμφύλιον κινεῖν. οὐ γὰρ τῶν πολλῶν εἷς, ὥστ' αὐτοῦ ῥᾷστα πε ριγενέσθαι. ἀλλὰ νῦν μὲν τῶν εἰρημένων δῆλον πρὸς αὐτὸν μηδὲν ποιεῖν, ἀλλὰ σκεψαμένους πολλὰ καὶ βασάνῳ τὸ πρᾶγμα δόντας ἀκριβεῖ, ἕως ἂν ἐκεῖνος ἀπῇ πρὸς τὴν ἑσπέραν, μετὰ τὴν ἐπάνοδον εὐθὺς καλεῖν ἐπὶ τὴν δίκην, καὶ καιρὸν παρασχομένους πρὸς ἀπολογίαν, ἢ καταψηφίζεσθαι, ἂν φαίνηται ἐπιορκῶν, ἢ τῶν ἐγκλημάτων ἀπολύειν, ἂν μηδὲν τῶν ὑποπτευομένων εἰργασμένος ᾖ. τοιαῦτα μὲν ἡ βασιλὶς δίκαιά τε ὁμοῦ καὶ συμφέροντα οἰομένη, ἀπεκρίνατο.

καʹ. Ὁ πατριάρχης δὲ ἐλέγχους πυθόμενος καὶ δίκην, πολλήν τε ἑαυτῷ καὶ τοῖς ἄλλοις συνειδὼς συκοφαντίαν, καὶ τὸν κίνδυνον συνορῶν, ὅσος αὐτοῖς μετὰ τῆς συκοφάνταις προσηκούσης αἰσχύνης περιέσται, ἠγωνία τε οὐ μετρίως καὶ τῷ πλείστῳ μέρει ἦν ὑπὸ δέους ἀποτεθνηκώς. ἔτι δὲ οὐ παντάπασι πρὸς τὸ κακουργεῖν ἀπειρηκὼς, ὥσπερ τὴν ἀπόνοιαν βασιλίδος οἰκτιζόμενος, «ἐν οἷς» ἔφασκε «πράγμασι καὶ ὁ θεὸς ἄνωθεν συνεφάπτεται, εὔδρομα πάντα καὶ λεῖα καὶ κατορθούμενα ἀπονητί· ὧν δ' αὐτὸς ἑκὼν μεθίεται πρὸς τὸ διαφθαρῆναι, τοὐναντίον ἅπαν, δυσκολίας γέμοντα καὶ ταραχῆς. ἐγὼ δὲ καίτοι κινδύνοις τοῖς ἐσχάτοις διὰ τὴν εἰς ὑμᾶς εὔνοιαν ἐμαυτὸν περιβαλὼν, οὐ τοσοῦτον ἐν δεινῷ τὴν κακοπραγίαν τίθεμαι τὴν ἐμαυτοῦ, ἄχρι καθαιρέσεως τῶν θρόνων καὶ δεσμωτηρίου ἐσομένην, ὅσῳ τὴν ὑμετέραν, οὐκ ἀφαίρεσιν μόνον μέλλουσιν ὑφίστασθαι τῆς Ρωμαίων ἡγεμονίας, ἀλλὰ καὶ αὐτῆς ζωῆς ἀκλεῶς ἅμα καὶ παρανόμως ἀποστερεῖσθαι. θαυμάζειν δέ μοι καὶ σοῦ παρίσταται πολλὰ, εἰ νῦν, ἀπόντος ἐκείνου Βυζαντίου καὶ λίαν ὄντος εὐεπιχειρήτου διὰ τὸ μηδὲν εἰδέναι τῶν πραττομένων, οὕτω πέφρικας τὸν πρὸς ἐκεῖνον πόλεμον· μετὰ δὲ χρόνον τοσοῦτον, ἐν ᾧ τῶν τε εἰρημένων μηδὲν ἐκείνῳ ἐξέσται ἀγνοεῖν, οὐκ ὀλίγων ἐνταυθοῖ διατριβόντων τῶν ἡδέως ἂν ὑπὲρ ἐκείνου καὶ τὰς ψυχὰς προησομένων καὶ παρασκευάσασθαι πρὸς ἕκαστα, ὡς ἂν ἄριστα αὐτῷ δοκῇ, ῥᾳδίως ἤλπισας περιγενήσεσθαι. οὐ γὰρ ὡς αὐτή τε οἴει κἀκεῖνος φενακίζων ἡμᾶς ἀπεσεμνύνετο, οὕτω πρὸς Βυζάντιον ἐπανήξει, τοὺς φίλους καταλιπὼν καὶ τὴν πολλὴν θεραπείαν τὴν περὶ αὐτὸν, ὥστε σε ἔχειν ὅ,τι βούλει χρήσασθαι αὐτῷ. ἀλλ' εἰδὼς, ὡς ὑποπτεύεται, οὐ τῶν εὐγενεστέρων μόνον πείσει πολλοὺς ὑποσχέσεσι καὶ δωρεαῖς μεγάλων ἀγαθῶν, ἀλλὰ καὶ στρατιὰν ἅπασαν αὐτῷ προσέχειν παρασκευάσει χρήμασι διαφθείρας. ἔχων δὲ μεγάλην δύναμιν περὶ αὐτὸν, οὐ μόνον ἡμᾶς τοὺς ᾑρημένους ἐκείνῳ πολεμεῖν τῆς εἰς ὑμᾶς εὐνοίας ἕνεκα διαφθερεῖ ῥᾳδίως, ἀλλὰ καὶ σοὶ καὶ τέκνοις, μηδενὸς τοῦ βοηθοῦντος ὄντος, ὃν αὐτῷ τρόπον λυσιτελήσειν χρήσεται οἰήσεται, πᾶσιν ἐκείνοις τοῖς σεμνολογήμασι καὶ ταῖς ἀπάταις καὶ ταῖς εἰρωνείαις χαίρειν εἰπὼν μακρά. ἃ οὐκ οἶδ' ὅπως οὐ συνορᾷς αὐτὴ, οὐδὲ σωτηρίαν ἑαυτῇ τε καὶ τέκνοις ἐκ τῶν ἐνόντων ἐκπορίζειν βούλει, ἀλλὰ δίκας ὀνειροπολεῖς καὶ συκοφαντίας καὶ ἐλέγχους, οὐδ' αὐτὸ τοῦτο βουλομένη ἐννοεῖν, ὅτι φθάσαις ἂν διαφθαρεῖσα πρὶν εἰς ταῦτα ἥκειν. ἐγὼ μὲν οὖν, ἃ καὶ πρότερον ἔφθην εἰπὼν, οὐ τῆς βασιλέως μόνον εὐμενείας μεμνημένος, ὑφ' οὗ πολλῶν ἀπήλαυσα καὶ μεγάλων εὐεργετημάτων, ἀλλὰ καὶ τῆς σῆς, ἄλλως θ' ὅτι καὶ νόμων αὐτῶν καὶ δικαίων προβεβλημένος, πᾶσιν ἀνάγκην ἔχων τοῖς ὁπωσοῦν ἀδικουμένοις συναίρεσθαι τὰ δυνατὰ, ἐκείνου τε ἀπεσχόμην τῆς φιλίας, ἄδικα καὶ παράνομα διανοηθέντος, καίτοι πολλὰς ἀφορμὰς τῆς εἰς ἐκεῖνον εὐνοίας ἐσχηκὼς, καὶ σοὶ τὰ λυσιτελοῦντα συμβεβούλευκα, κύβον, ὅ φασι, ῥίψας, καὶ σὺν ὑμῖν ἑλόμενος ἢ ζῇν νικώντων, ἢ ἀποθνήσκειν, ἂν τῆς ἐναντίας πειρᾶσθαι συμβαίνῃ τύχης. θειοτέρᾳ δέ τινι καὶ τοῦδε παρόντος τύχῃ, ὃς ἐκείνου τε οὐκ ἄν ποτε ἕλοιτο καταψεύδεσθαι συνοικοῦντος θυγατρὶ, καὶ σοὶ βουλεύσαιτο τὰ δέοντα οὐ μόνον διὰ τῶν πραγμάτων τὴν ἐμπειρίαν καὶ τὴν σύνεσιν, ἣν ὁ πολὺς αὐτῷ τῆς ἡλικίας χρόνος ἐστὶ συνειλοχὼς, ἀλλὰ καὶ τὴν εἰς βασιλέα καὶ τοὺς παῖδας τοὺς ἐκείνου εὔνοιαν καὶ πίστιν ἄδολον καὶ καθαρὰν, ἄξιον πυνθάνεσθαι καὶ πείθεσθαι παραινοῦντι, οὐδὲν ἄδικον, οὐδ' ἐπισφαλὲς βουλησομένῳ συμβουλεύειν.» Ἀσάνης δ' ὥσπερ οἱ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἐφεδρεύοντες, ὥστε τοῖς νικῶσιν αὐτοὶ συμπλέκεσθαι, πρὸς τοὺς λόγους παρεσκευασμένος ὢν, «τὴν μὲν ἐμὴν» ἔφη «πρὸς τὸν μέγαν δομέστικον γνησιότητα καὶ πατρικὴν στοργὴν, ἣν ἔχω πρὸς ἐκεῖνον, τῇ φιλτάτῃ συνοικοῦντα θυγατρὶ, οὐδεὶς ἀγνοεῖ δήπου. ὅθεν οὐδ' ἐξαρνεῖσθαι τὰ πᾶσι φανερὰ προσῆκον ἥγημαι ἐμοί. εὔδηλον οὖν, ὡς, ἐκείνου κατωρθωκότος, ἃ διανοεῖται, βασιλεὺς μὲν ἐκεῖνος ἔσται καὶ βασιλίδι τῇ ἐμῇ θυγατρὶ συνοικῶν, ἐγὼ δὲ πατὴρ βασιλέων καὶ τὴν ἀρχὴν συμμεριζόμενος αὐτοῖς καὶ ἐπὶ μέγα ἥκων καὶ δόξης καὶ πλούτου καὶ περιφανείας. ἀλλὰ τὰ λαμπρὰ ταῦτα καὶ σεμνὰ, ἅπερ ἑτέρῳ παντί τῳ ἤρκεσαν ἂν εἰς εὐδοξίαν, ἐμοὶ τῶν παρόντων ἀποδέοντα φαίνεται πολλῷ. τῇ γὰρ εἰς βασιλέας εὐνοίᾳ καὶ πίστει καθαρᾷ ἐκ πρώτης ἡλικίας συντραφεὶς, μᾶλλον ἂν βουλοίμην ἐκείνοις συνὼν κακοπραγεῖν, ἢ τοῖς ἐπιβουλεύουσι προσθέμενος, τῶν πρώτων τιμῶν καὶ δωρεῶν παρ' ἐκείνοις ἀπολαύειν. περὶ μὲν οὖν τοῦ μεγάλου δομεστίκου ὅσα τε πατριάρχῃ καὶ τοῖς ἐμοῖς ἀδελφοῖς καὶ τοῖς ἄλλοις εἴρηται, πάντα σύνοιδα ὡς ἀληθῆ, καὶ περὶ οὐδενὸς ἐκείνων σὲ προσῆκον ἀμφιβάλλειν, ἀλλ' ἐμοὶ πείθεσθαι πάντα ἀκριβῶς ἐπισταμένῳ. εἰ δέ σοι ταῦτα πρὸς ἀπόδειξιν τῶν εἰρημένων ἀσθενῆ δοκεῖ, ἀλλ' ἐκεῖνό σε πειθέτω πάντως τὸ μὴ μέτριά τινα περὶ σοῦ καὶ τῶν παίδων τὸν ἄνθρωπον διανοεῖσθαι. σοῦ γὰρ πρὶν ἐνθένδε ἀπελθεῖν τὴν θυγατέρα τῷ σῷ υἱῷ καὶ βασιλεῖ πρὸς γάμου κοινωνίαν συνάπτειν καταναγκαζούσης, οὐκ ἠθέλησεν ἐκεῖνος, ἀλλ' εἰς τὴν ἐκ τῆς ἑσπέρας ἐπάνοδον ἀνεβάλλετο τὴν πρᾶξιν. ἠσχύνετο γὰρ μετὰ τοσαύτας ἀποδείξεις τῆς εἰς ἐκεῖνον εὐμενείας παρὰ σοῦ πολεμιώτατος ὀφθῆναι, καὶ ὃν πρὸ μικροῦ τῇ θυγατρὶ πρὸς γάμου συνῆπτε κοινωνίαν, οὐ μόνον βασιλείας, ἀλλὰ καὶ ζωῆς ἀποστερῶν. οὐ γὰρ δὴ ἐκεῖνο φαίη τις ἂν νοῦν ἔχων, ὡς περιφανέστερον ἢ θαυμασιώτερον ἐκείνου νυμφίον ἀγαγέσθαι ποτὲ ᾠήθη τῇ θυγατρί. ὅθεν οὐδὲ σὲ τῆς σωτηρίας χρὴ καταμελεῖν, ἀλλὰ πάντα πράττειν σὺν σπουδῇ, ὅθεν ἂν γένοιτο ἐπιβουλεύοντος ἐκείνου περιγενέσθαι. ἐγὼ δὲ καὶ ὅσοι τῶν ἐπιφανεστέρων νῦν ἐπιδημοῦσι Βυζαντίῳ, οὐ χρήματα μόνον καὶ σώματα καὶ οἰκέτας, ἀλλὰ καὶ ψυχὰς αὐτὰς, εἰ δέοι, ὑπὲρ τῶν σοὶ καὶ τέκνοις συμφερόντων προησόμεθα προθύμως.

κβʹ. Ἐπὶ τούτοις ὥσπερ ὑπὸ λύπης ἡ βασιλὶς καταβαπτισθεῖσα τὴν ψυχὴν, καὶ μήθ' ὡς ἀπιστεῖν τοῖς ὑπὸ πολλῶν καὶ οὕτως ἀξιόχρεων πρὸς πίστιν εἰρημένοις ἔχουσα, μήθ' ὥστε πιστεύειν μηδεμίαν ἐλλείπουσι κακίας ὑπερβολὴν, ἐφ' ἱκανὸν πολλὰ τῶν ὀφθαλμῶν καταγαγοῦσα δάκρυα, ἔπειθ' ὥσπερ ἐκ τῆς ἀθυμίας ἀνενεγκοῦσα, «ἔτι μὲν» ἔφη «τῶν προτέρων ἔχομαι λογισμῶν, καὶ οὐ δύναμαι παραδέξασθαι ὡς ἀληθῆ τὰ κατὰ μεγάλου δομεστίκου εἰρημένα. μαρτύρομαι γὰρ τὸν πάντα γινώσκοντα καὶ πρὶν γενέσθαι θεὸν, ὡς οὐδέποτε ᾠήθην ἀμελέστερον ἐκεῖνον διακείσεσθαι περὶ ἐμὲ, ἢ περὶ μητέρα τὴν ἰδίαν ἢ γνησιωτάτην ἀδελφὴν, καὶ τῶν βασιλέως παίδων οὐχ ἧττον προνοήσεσθαι, ἢ βασιλεὺς αὐτὸς, εἰ περιῆν, οὐ μόνον τὴν αὐτοῦ καὶ βασιλέως πρὸς ἀλλήλους μικροῦ καὶ ἀπιστουμένην φιλίαν ἐννοοῦσα, ἀλλὰ καὶ τὴν ἡμετέραν πρὸς αὐτόν. ἐπεὶ δ' αὐτὸς οὐκ ἄλλοθέν ποθεν, ἢ θεοῦ παραχωροῦντος ἐπὶ τῷ Ρωμαίους ὑπὸ πολέμων ἐμφυλίων διαφθείρεσθαι, πρὸς τοιαύτην ἀτοπίαν ἐξήχθη λογισμῶν καὶ οὕτως ἄδικα καὶ βίαια διενοήθη, ἐκείνῳ μὲν θεὸς, ὁ πάντα ἄνωθεν ἐφορῶν, τῆς ἐπιβουλῆς δικάσαι καὶ τῶν πραττομένων ἀξίας παράσχοιτο τὰς ἀντιδόσεις. ἐγὼ δ' ὑμῖν ἐμαυτὴν καὶ τέκνα ἐπιτρέπω μετὰ θεὸν, ἵν' ὑπ' ἐκείνῳ μάρτυρι πάντα καὶ διανοῆσθε καὶ πράττητε ὑπὲρ ἡμῶν, ὡς τὸν ἴσον τρόπον, ὃν αὐτοὶ πρὸς ἐμὲ καὶ τέκνα, διακεισομένῳ πρὸς ὑμᾶς.» ἐκείνη μὲν οὖν περίδακρυς τοιαῦτα εἶπεν, ἀγνοήσασα, οἷ κακῶν ὑπὸ συκοφαντίας κατηνέχθη καὶ διαβολῆς. οἱ δ' ὑφ' ἡδονῆς οὐδὲ κατέχειν ἑαυτοὺς ἐπιπλέον δυνηθέντες, ᾗ τάχους εἶχον, ἀναστάντες καὶ τοῖς ἄλλοις, οἳ τῶν ἀποῤῥήτων ἐκοινώνουν, πάντα ἀπαγγείλαντες, ἔγνωσαν δεῖν μηκέτι διαμέλλειν, ἀλλ' ὁμόσε πρὸς τὸν πόλεμον χωρεῖν, ἵνα μή τι συμβὰν τὰ μελετώμενα κωλύσῃ. αὐτίκα δὲ τὴν μὲν μητέρα τοῦ μεγάλου δομεστίκου καὶ Ἀνδρόνικον τὸν υἱὸν καὶ τὴν γυναῖκα Ματθαίου τοῦ πρώτου τῶν υἱῶν, ἐν Βυζαντίῳ οὖσαν καὶ αὐτὴν, φρουρὰν περιστήσαντες, ἐφύλαττον οἴκοι διατρίβοντας. Ἀπόκαυκον δὲ τὸν παρακοιμώμενον ἄρχοντα Βυζαντίου ἀποδείξαντες, ἐκέλευον τὸν πόλεμον κινεῖν, ὅθεν ἂν αὐτῷ δοκοίη βέλτιον. καὶ ἤρχετο ὁ πόλεμος ἀρχομένου Ὀκτωβρίου. Ἀπόκαυκος δὲ τοὺς ἐν λόγῳ μάλιστα πάντας εἰδὼς οὐκ ἂν ἀνασχομένους ὑπ' ἐκείνου ἄγεσθαι, ἔγνω δεῖν τὸν δῆμον ἐρεθίζειν πρὸς τὸν πόλεμον, οὐ μόνον ἀλόγως πρὸς πᾶν ὁτιοῦν φερόμενον κέρδους ἕνεκα ὀλίγου, ἀλλὰ καὶ ῥᾳδίως ὑποκεισόμενον τοῖς προστάγμασιν ἐκείνου. καὶ πρῶτα μὲν ἀπόρους τινὰς καὶ λάλους περιέστησεν ἑαυτῷ, ἑτοίμως ἔχοντας ὑπὸ πενίας καὶ τῶν δεινοτάτων κατατολμᾷν. ἔπειτα δι' ἐκείνων τὸν δῆμον συνταράξας καὶ πλῆθος ἐπαγαγόμενος πολὺ, πρὸς τὴν οἰκίαν ἀφῖκτο τὴν μεγάλου δομεστίκου καὶ διαρπάζειν ἐκέλευε τὰ ὄντα καὶ τὴν οἰκίαν καταστρέφειν. οἱ δὲ τῶν συνεσκευασμένων συνειδότες μηδὲν καὶ τὴν μεγάλου δομεστίκου δύναμιν κατεπτηχότες ἔτι, μέχρι μὲν αὐλῆς προῆλθον, ἔπειθ' ἔστησαν, ἀπορούμενοι πρὸς ὅ,τι τράπωνται. τῆς μεγάλου δομεστίκου δὲ μητρὸς ἄνωθεν ἐκ τῶν οἰκημάτων τὴν ἄφιξιν αὐτῶν πυνθανομένης ὅ, τι εἴη, σωφρόνως ἐκεῖνοι καὶ συνετῶς, ἀγνοεῖν μὲν ἐφ' ὅ, τι, ἔφασαν, κληθεῖεν· νυνὶ δὲ γνόντες, ἀναχωρεῖν, μὴ τοιούτοις ἐπιχειρεῖν τολμῶντες. οἱ μὲν οὖν, τῆς μεγάλου δομεστίκου μητρὸς χάριτας αὐτοῖς ὁμολογούσης τῆς εἰς αὐτὴν αἰδοῦς, ἐκεῖθεν ἀνεχώρουν καὶ διελύοντο κατ' οἴκους. πατριάρχης δὲ καὶ ἡ συνωμοσία, ἐπεὶ μὴ κατὰ νοῦν αὐτοῖς ἡ τοῦ δήμου κίνησις ἐτελεύτα, πρὸς τοὺς ἐπιτηδείως ἔχοντας ἐτράποντο τῷ μεγάλῳ δομεστίκῳ, καί τινας κρατήσαντες αὐθημερὸν, ἐνέθεσαν φρουρᾷ καὶ διήρπαζον τὰς οὐσίας. οἱ δὲ λοιποὶ σφᾶς αὐτοὺς ὁρῶντες ἐν χρῷ κινδύνου καθεστῶτας ἤδη καὶ δείσαντες, μὴ καὶ αὐτοὶ κατασχεθέντες μυρίοις προσπαλαίσωσι κακοῖς, κοινὴ γὰρ εὐθὺς πανωλεθρία τῶν μεγάλου δομεστίκου φίλων κατεψηφίσθη, τὴν τοῦ Πορφυρογεννήτου προσαγορευομένην πυλίδα διατεμόντες, ἦσαν δὲ δύο καὶ τεσσαράκοντα τὸν ἀριθμὸν, Ἀπελμενὲ πρὸς τὴν πρᾶξιν ἡγουμένου, ὃς τῶν οἰκειοτάτων τῷ μεγάλῳ δομεστίκῳ ἦν, ἔξω τειχῶν ἐγένοντο Βυζαντίου. ἐπεὶ δὲ τῶν προσδοκωμένων ἀπηλλάττοντο δεινῶν, ἐδόκει δεῖν πρεσβείαν ποιεῖσθαι πρὸς τὴν βασιλίδα, τοῦτο μὲν ὑπὲρ τῶν τετολμημένων παραιτούμενοι, ὡς οὐ διὰ κακίαν, ἀλλὰ δείσαντες τὸν κίνδυνον τολμήσαιεν, τοῦτο δὲ καὶ δεόμενοι αὐτῆς, ὡς, εἰ παράσχοιτο συγγνώμην, ἐπανήξοντες πρὸς τὰς οἰκίας. ἐδεδίεσαν γὰρ, μὴ, καίτοι πρὸς ἀνάγκην εἰς τοιαῦτα συνελαθέντες, καὶ παρὰ μεγάλῳ δομεστίκῳ τῶν τετολμημένων ἕνεκα ὡς νεωτερίζοντες εὐθύνοιντο. ἐπεὶ δὲ τοιαῦτα ἔδοξε, τὸν Καντακουζηνὸν ἀπολεξάμενοι Νικηφόρον, ὃς ἐξάδελφος τῷ μεγάλῳ δομεστίκῳ ἦν, καὶ Γαβαλᾶν, οὔπω μέχρι τότε τῷ μεγάλῳ δομεστίκῳ πολέμιον ἀναδεδειγμένον φανερῶς, ἀλλ' ἔτι τοῖς ἐκείνου φίλοις συνεξετάζεσθαι δοκοῦντα, πέμπουσι πρὸς βασιλίδα. ἐπεὶ δὲ ἀφίκοντο, Γαβαλᾶς μὲν, οἷα δὴ τὰ ἀπόῤῥητα ἐκείνοις συνειδὼς, τῶν τε διαδράντων ἀπιστίαν κατηγόρει προφανῶς καὶ κατὰ μεγάλου δομεστίκου τὰ ἴσα τοῖς ἄλλοις λέγων, ἐδόκει ἀξιόχρεως εἰς πίστιν βασιλίδι. καὶ πατριάρχῃ καὶ τοῖς ἄλλοις φανερῶς συντεταγμένος, τό γε εἰς αὐτὸν ἧκον οὐδὲν ἠμέλει τῶν κατὰ μεγάλου δομεστίκου πραττομένων. ὅθεν καὶ τῆς εἰς βασιλίδα εὐνοίας ἆθλον, τὸ πρωτοσεβαστοῦ ἀξίωμα εἰλήφει, χρόνῳ δὲ ὕστερον καὶ τὸ μεγάλου λογοθέτου. Νικηφόρος δὲ ὁ Καντακουζηνὸς ἐν δεσμωτηρίῳ κατακλείεται.

κγʹ. Οἱ φυγάδες μέντοι γε ἐκεῖνοι, ἐπεὶ τῶν πρέσβεων τὸν μὲν ἐπύθοντο εἱργμένον, Γαβαλᾶν δὲ τοῖς μεγάλῳ δομεστίκῳ πολεμοῦσι συντεταγμένον φανερῶς, ἀπογνόντες τὴν ἐπάνοδον, εἰς Διδυμότειχον παρὰ τὸν μέγαν δομέστικον ἀφικνοῦνται καὶ τὰ γεγενημένα πάντα ἀπαγγέλλουσι καὶ τὸν πόλεμον τὸν κεκινημένον πρὸς αὐτόν. ὁ δὲ πιστεύειν οὐκ ἠβούλετο διὰ τῶν ἀπαγγελλομένων τὴν ἀτοπίαν. ἀλλ' ᾤετο αὐτούς τι βασιλίδι προσκεκρουκότας διαδρᾶναι, δείσαντας τὸν κίνδυνον, καὶ συνηγοροῦντας ἑαυτοῖς, τοιαῦτα βασιλίδος καταψεύδεσθαι. μηδὲ γὰρ ἄν ποτε ἐκείνην ἐν τοσούτῳ χρόνῳ τοιαύτην ὑποστῆναι τὴν μεταβολήν. ὅθεν καὶ διενοεῖτο, τοὺς ἐν φυγάδας αὖθις εἰς Βυζάντιον καὶ ἄκοντας ἐκπέμπειν, εἴ τι βασιλίδι προσκεκρούκασι, δίκας ὑφέξοντας ἀξίας. αὐτὸς δὲ πρὸς τὴν εἰς τὴν ἑσπέραν ἐκστρατείαν ἤδη παρεσκευασμένος ὢν, ἔμελλεν ἔργου ἤδη ἔχεσθαι. ὡς δὲ μετὰ μίαν καὶ δευτέραν ἡμέραν πολλοὶ ἐκ Βυζαντίου ἀφιγμένοι τὰ ἴσα καὶ αὐτοὶ ἀπήγγελλον τοῖς φυγάσιν, ἐδόκει δεῖν περιμείναντα μικρὸν, πρεσβείαν πρὸς βασιλίδα περὶ τῶν πραττομένων πέμπειν. καὶ τὸν τῆς Γαυρᾶ μονῆς ἡγούμενον ἀπολεξάμενος, ἄνδρα ἀρετῆς ἀντιποιούμενον καὶ πολιτικοῖς πράγμασιν ὁμιλεῖν ἔχοντα ἐπιτηδείως, καὶ Σγουρόπουλον ἐκ τῶν οἰκετῶν αὐτοῦ, συνετόν τε ἅμα καὶ δυνάμενον ἀπταίστως τὰ παρ' ἑκατέρων ἀπαγγέλλειν διαπρεσβευόμενα, πρὸς βασιλίδα εἰς Βυζάντιον ἐκπέμπει. καὶ πρῶτα μὲν ὅρκοις ἐπιστοῦτο, ὡς οὐδὲν αὐτῷ τῶν κατηγορημένων συνειδείη, ἔπειτα ἐδεῖτο, μὴ τῶν ὀλίγῳ πρότερον ἐπὶ τοῦ πατριάρχου πρὸς ἀλλήλους αὐτοῖς γεγενημένων ὅρκων ἐκλαθέσθαι, μηδὲ ἐρήμην αὐτοῦ καταψηφίσασθαι, τοῖς συκοφάνταις πειθομένην μόνοις, ἀλλ' ἐπὶ δίκην καλεῖν καὶ τῶν ἐγκλημάτων ἔλεγχον ποιεῖσθαι. αὐτὸν γὰρ εἶναι παρεσκευασμένον τῷ κατηγοροῦντι παντὶ ἀντικαθίστασθαι πρὸς δίκην. τοῖς δὲ ἐκπεμφθεῖσι πρέσβεσι προθεσμίαν ἡμερῶν παρείχετο, ὅσην ᾤετο ἀρκέσειν βασιλίδι, ὥστε περὶ τῶν παρόντων σκεψαμένην ἀκριβῶς ἀπολογίαν ἀποδοῦναι, ἵν' εἰ μὲν ὁμοῦ τὰ λυσιτελῆ καὶ δίκαια πράττειν ᾑρημένη, δικαστήριον καθίζοι καὶ τὴν ἀπόδειξιν τῶν λεγομένων ἀπαιτοίη, στέργῃ τὰ ἐψηφισμένα καὶ αὐτὸς, ὁποῖά ποτ' ἂν ᾖ, πολυπραγμονῶν μηδὲν, ἵνα καὶ ἡ προσδοκωμένη τοῦ συγγενικοῦ πολέμου φλὸξ ἀπομαρανθῇ. ἂν δ' ἀγνωμονοίη καὶ μὴ βούλοιτο τὰ δίκαια ποιεῖν, ἀλλ' ἢ μηδαμῶς τὴν ἐξέτασιν ἀνέχοιτο ἢ τὸν καιρὸν ὑπερτιθεμένη, διακρούοιτο αὐτοὺς μετὰ τὴν εἰρημένην προθεσμίαν, τὸν θεὸν τῆς ἀδικίας καὶ αὐτὸν μάρτυρα προστησάμενος, ἃ ἂν αὐτῷ τε καὶ τοῖς συνοῦσιν οἴοιτο λυσιτελήσειν πράττειν. πρὶν δὲ μηδὲν κινεῖν τῶν καθεστώτων, κἂν πάντ' ἄνω καὶ κάτω γινόμενα ὁρῴη. οἱ μὲν οὖν πρέσβεις οὕτω προστεταγμένοι πράττειν, ἐξῄεσαν Διδυμοτείχου. ἐπεὶ δὲ εἰς Σηλυβρίαν ἧκον, οἱ ἐκ τῆς παρακοιμωμένου οἰκίας ἐντυχόντες καὶ ἵππους διαρπάσαντες καὶ τὴν ἄλλην ἀποσκευὴν, αὐτοὺς εἶχον ἐν φρουρᾷ. ἀγγελθέντων δὲ τοῖς ἐν Διδυμοτείχῳ τῶν περὶ τοὺς πρέσβεις τετολμημένων, οἱ μὲν ἄλλοι πάντες ἐδυσχέραινον οὐ μετρίως καὶ οὐδ' ἀνεκτὸν ἡγοῦντο, οὕτω παρὰ φαύλων ἐπὶ μηδεμιᾷ προφάσει προπηλακίζεσθαι ἀνθρώπων. ὁ μέγας δὲ δομέστικος παρῄνει μὴ μικροψυχεῖν. οἴεσθαι μὲν γὰρ καὶ αὐτὸς οὐκ ἐπ' ἀγαθῷ τὰ τοιαῦτα τελευτήσειν, ἀλλὰ μεγάλων ἔσεσθαι πραγμάτων ὑποθέσεις. δεῖν δὲ ὅμως τοῖς παρὰ σφίσιν αὐτοῖς ἐμμένειν ἐψηφισμένοις καὶ μηδὲν νεωτερίζειν πρὶν τὴν προθεσμίαν ἥκειν. οὐ γὰρ ἀγαθὸν τοῖς παρὰ σφίσι κεκριμένοις ἐναντία πράττειν. ἂν δέ τι παρὰ δόξαν καὶ τοῖς ἡμετέροις πρέσβεσι συμβέβηκε, θαυμαστὸν οὐδέν. τῷ γὰρ πάντα τολμῶντι παρακοιμωμένῳ καὶ οἰκέταις οὐδὲ τὰ τοιαῦτα εἶναι ἀνεπιχείρητα προσῆκεν. οὐ δὴ δίκαιον, τὰ τοῖς ἄλλοις ἀνοήτως καὶ θρασέως τολμηθέντα, τῇ βασιλίδι, πρὸς ἣν ἡμεῖς τὴν πρεσβείαν πεποιήμεθα, λογίζεσθαι· ἄλλως τε εἰ μὲν ἐκείνη τὰ δέοντα ποιοῦσα, συμφερόντως βουλεύσεται περὶ τῶν ὅλων καὶ τὸν προσδοκώμενον πόλεμον διαλύσει, ὡς μηδὲν ὄντα τὰ γεγενημένα περιιδεῖν προσῆκον. ἂν δ', ὃ μὴ γένοιτο, πρὸς μείζονα τὴν ἀτοπίαν ἐξαχθῶσι, τότ' ἤδη περὶ τῶν μεγίστων ἡμῖν, οὐ περὶ τοιούτων, προκείσεται σκοπεῖν· ὥστ' ἐξ ἀμφοτέρων δεῖ τῶν γεγενημένων καταφρονεῖν καὶ μὴ ὡς περί τινων ἀναγκαίων θορυβεῖσθαι.» ἐκεῖνος μὲν δὴ τοιαῦτα εἰπὼν, κατέπαυσε τὴν ταραχὴν, πάντων εὐξαμένων εἰς ἀγαθὸν, ὥσπερ εἴρηκεν αὐτὸς, ἀποβαίνειν τὰ παρόντα, καὶ μὴ ὥσπερ ἐκ τῶν πραττομένων ἀναγκάζονται στοχάζεσθαι αὐτοί. οὕτω μὲν οὖν ἐκεῖνοι κατεστέλλοντο τοῦ θορυβεῖσθαι. βασιλὶς δ' ἐπεὶ μάθοι τὰ περὶ τοὺς πρέσβεις εἰργασμένα, πρὸς ὀργήν τε ἐποιεῖτο καὶ ἐκέλευεν ἀποδόντας τὰ διηρπασμένα ἄγειν πρὸς αὐτήν. ἐπεὶ δὲ ἤχθησαν, πατριάρχου τε καὶ τῶν λοιπῶν συγκλητικῶν παρόντων, ἐπὶ τῆς βασιλίδος τοὺς λόγους τῆς πρεσβείας ἐποιοῦντο καὶ οὐδεὶς ἐπ' οὐδενὶ τῶν ἀξιουμένων ἐπῆγε μέμψιν, ἀλλ' ἐδόκουν πᾶσι δίκαια πρεσβεύειν. ἐδέοντό τε καὶ βασιλίδος καὶ πατριάρχου οἱ πρεσβευταὶ, μὴ μέλλειν περὶ πραγμάτων ἀναγκαίων, ἀλλὰ ταχεῖαν τὴν διόρθωσιν ποιεῖσθαι. ἡ δὲ ἦν γράμμασι τὸν μέγαν δομέστικον εἰς δικαστήριον καλεῖν. ἐτιμῶντό τε θάνατον ἑαυτοῖς, εἰ μὴ παρέσται ἅμα τῷ τὰ γράμματα λαβεῖν. οἱ μὲν οὖν ἄλλοι πάντες ἡσυχίαν ἦγον. Ἀπόκαυκος δὲ δείσας, μὴ ἡ βασιλὶς πρὸς τὴν ἀξίωσιν ὡς δικαίαν ἀπιδοῦσα, ἐπιψηφίσηται τὴν δίκην, καὶ πρὸς τῷ μηδὲν αὐτὸς ἠνυκέναι τῶν ἐσκαιωρημένων καὶ αὐτῆς σωτηρίας ἀποστερηθῇ, ἔγνω δεῖν ἰταμότητι χρήσασθαι ἐπικαιρὸν, ὡς δι' ἐκείνης δυνησόμενος ἀνατρέψαι καὶ συγχέαι τοὺς περὶ εἰρήνης λόγους. καὶ ἀναστὰς εὐθὺς τοῦ συνεδρίου καὶ τῇ χειρὶ κατασείσας σιωπὴν, πρίν τι προειπεῖν ἢ τὴν αἰτίαν, ἐξ ἧς εἰς τοιαῦτα ὥρμητο, προσθεῖναι, πολλὰς κατὰ μεγάλου δομεστίκου ὕβρεις διεξῄει, πολέμιον κοινὸν καὶ ἄπιστον βασιλεῦσιν, ἐπίορκόν τε καὶ ψευδόμενον ὡς τὰ πολλὰ καλῶν, καὶ τελευταῖον εἰς αἰσχρὰς καὶ ἀνελευθέρους κατέληγεν ἐπιτιμίας. ἔχων δὲ περὶ αὐτὸν πολλοὺς ὁμοίως τε ὑβριστὰς καὶ πρὸς πᾶν ἀναιδείας χωρεῖν ἑτοίμως παρεσκευασμένους, ἐκέλευεν ἐρεσχελεῖν τοὺς πρέσβεις. καὶ τοῦ μοναχοῦ μὲν ἁπτόμενοι θρασέως «ὁ τοῦ Καντακουζηνοῦ πατριάρχης» ἐπεβόων «οὑτοσί,» χριστεμπαίκτην καὶ ὑποκριτὴν καὶ τοιαῦτα ἄττα δεινότερα προσαγορεύοντες. Σγουρόπουλόν τε ὁμοίως πολλὰ περιυβρίσαντες καὶ λοιδορησάμενοι, εἶτα ἀμφοτέρους, εἰς ἣν ἐξενίζοντο οἰκίαν, ἐφρούρουν ἀπροΐτους. βασιλὶς δὲ, εἴτε καὶ αὐτὴ πρὸς τὰ πεπραγμένα μηδὲν ἀγανακτοῦσα, εἴτε ἤδη καὶ ἀναστέλλειν τὰς τῶν στασιαζόντων ὁρμὰς οὐ δυναμένη, ἤνεγκε σιγῇ. οἱ δὲ τῶν πραγμάτων ἄρχοντες τῇ μεγάλου δομεστίκου μητρὶ κατὰ τὴν οἰκίαν διαγούσῃ ἅμα τῷ ἐγγόνῳ Ἀνδρονίκῳ πλείονά τε φρουρὰν ἐφίστουν καὶ ἀσφαλέστερον ἐτήρουν. ἐπεὶ δὲ ὁ πόλεμος ἐν Βυζαντίῳ ἤδη λαμπρῶς ἀνήφθη, ἐδόκει δεῖν καὶ τὰς ἄλλας πόλεις καὶ μείζους καὶ ἐλάσσους προσεταιρίζεσθαι πειρᾶσθαι. γράφεται δὴ πρὸς πάσας γράμματα βασιλικὰ, κελεύοντα τὸν μέγαν δομέστικον πολέμιον ἡγεῖσθαι, καὶ μηδεμίαν δέχεσθαι ἐπιδημοῦντα, ἀλλὰ παντὶ σθένει πολεμεῖν καὶ διαφθείρειν. ὡς δὲ καὶ ταῦτα ἠγγέλλετο τῷ μεγάλῳ δομεστίκῳ καί τινα τῶν γραμμάτων ἐκομίζετο εἰς ἀπόδειξιν ἐναργῆ τῶν λεγομένων, ἐθορυβεῖτο μὲν σφοδρῶς ἤδη καὶ ἐκυμαίνετο τὴν ψυχὴν καὶ αὐτὸς καὶ οἱ συνόντες. οὐδὲν μέντοι καὶ αὐτοὶ νεωτερίζειν ἐπεχείρουν, τὴν προθεσμίαν περιμένοντες, ἄτοπον ἡγούμενοι πρὸ ἐκείνης τι τολμᾷν. ἐπεὶ δὲ ἡκούσης οἵ τε πρέσβεις παρῆσαν οὐδαμοῦ καὶ οὔτε γράμμασιν, οὔτε μὴν λόγοις ἠδυνήθησαν δῆλα θέσθαι τὰ γεγενημένα ὑπὸ τοῦ φρουρεῖσθαι ἀσφαλῶς, ὅσοι τῶν συγκλητικῶν παρῆσαν ἐν Διδυμοτείχῳ καὶ ἡγεμόνες τῆς στρατιᾶς ἅμα πρὸς τὸν μέγαν δομέστικον ἐλθόντες, μηκέτι μέλλειν συνεβούλευον, ὡς πάσης προφάσεως ἤδη περιῃρημένης, ἀλλὰ σκεψαμένους ἐξευρίσκειν, ὅθεν ἂν εἴη καὶ αὐτοῖς πορίζεσθαι τὴν σωτηρίαν. τῷ δ' ἐδόκουν μὲν τὰ λυσιτελοῦντα συμβουλεύειν. οὐδὲ γὰρ, βασιλίδος καὶ τῶν περὶ αὐτὴν, ἃ λυσιτελεῖν αὐτοῖς ἐνόμιζον, πραττόντων, αὐτοὺς ἀργοὺς προσήκειν ᾤετο καθῆσθαι. ἔτι γε μὴν οἰόμενος ἔσεσθαί τινα μεταβολὴν καὶ κατάλυσιν τοῦ πολέμου, παρεκάλει τοὺς συνόντας, μὴ μικροψυχεῖν, μηδ' ἀφορμὰς παρέχειν τῷ πολέμῳ.

κδʹ. Ὀλίγαις δὲ ὕστερον ἡμέραις ἧκε πρὸς αὐτὸν ἐκ Βυζαντίου ἐκ τῶν τῆς βασιλίδος οἰκετῶν ὁ Τζυράκης ὠνομασμένος, γράμματα φέρων, ἃ ἐκέλευεν αὐτὸν ἀποσχόμενον τῶν πραγμάτων οἴκοι διατρίβειν καὶ μηδὲ τῆς Διδυμοτείχου πύλης ἐξιέναι, ἄχρις ἂν αὐτὴ ψηφίσηται περὶ αὐτοῦ, ὅ,τι ἂν δοκῇ. τὴν αἰτίαν δὲ τῶν εἰρημένων οὐκ ἐν τῷ παρόντι δήλην ἔλεγε ποιήσεσθαι, ἀλλ' ὕστερον ὀλίγῳ αὐτῷ τε καὶ πᾶσιν ἂν γενέσθαι φανεράν. πρὶν δὲ τὰ γράμματα ταυτὶ γραφῆναι ἕτερα ἐγράφοντο, τοῦ παρακοιμωμένου ὑπαγορεύοντος, πικρίας μεστὰ καὶ ὕβρεως καὶ εἰρωνείας, ἃ ἐκώλυσεν ἡ βασιλὶς πεμφθῆναι, μόλις πείσασα τοὺς ἄγοντας. ἐπεὶ δὲ ἀνεγινώσκετο ἐπ' ἐκκλησίας, οἱ μὲν ἄλλοι πάντες τὴν τῶν γεγραμμένων ἀτοπίαν ἐκπεπληγμένοι, ἅπτεσθαι ἤδη παρῄνουν τοῦ πολέμου καὶ μὴ διεφθορόσιν ἀνθρώποις τὸν καιρὸν προΐεσθαι, καθ' ὃν ἐξέσται διασώζειν ἑαυτούς. ὁ μέγας δὲ δομέστικος ὁρῶν ἤδη τὰ πράγματα εἰς ἀκμὴν ἥκοντα κινδύνου καὶ μηκέτι διαμέλλειν καὶ αὐτὸς οἰόμενος, ἐτράπετο ἤδη πρὸς τὸ βουλεύεσθαι καθ' ὅ,τι χρηστέον ἂν εἴη τοῖς πράγμασι καὶ αὐτούς. καὶ πρῶτος αὐτὸς εἰς τὴν βουλὴν καταστάντων, ἔλεξε τοιάδε. «ἄνδρες συστρατιῶται, τὰ μὲν παρόντα πράγματα εἰς ὅσον δυσκολίας καὶ ταραχῆς νῦν τε ἥκουσι καὶ ἔτι μᾶλλον μέλλουσιν ἐπιδιδόναι, ὁμοίως ἔξεστι πᾶσι στοχάζεσθαι ἡμῖν. ἐγὼ δ' εἰ μὲν ἢ νῦν ἐξ ἀλλοδαπῆς ἐλθὼν ἢ διατρίβων παρ' ὑμῖν, τῶν πολλῶν οὐδὲν ἄμεινον διακείμενος ἠγνοούμην, εἶχεν ἄν τινα λόγον ἴσως, ὁποῖος τὸν τρόπον καὶ τὸ ἦθος, ἐφ' ὑμῶν διεξιέναι. ἐπεὶ δ' ἐκ πρώτης ἡλικίας ἄχρι νῦν οὐ παρ' ὑμῖν ἐπολιτευόμην μόνον, ἀλλὰ καὶ τὴν Ρωμαίων ἀρχὴν διῴκουν μετὰ βασιλέα, ἐξ ὅτουπερ ἐκεῖνος κατέστη πρὸς αὐτὴν, ὑφ' ἧς ἐμοῦ πᾶσιν ἢ βελτίονος ἢ χείρονος πειρᾶσθαι παρέχεσθαι ἠναγκαζόμην, οὐχ ἧττον ἄν μοι συνειδείητε καὶ αὐτοὶ τὸν τρόπον, ἢ αὐτὸς ἐμαυτῷ. ὅθεν οὐδὲ τοῦ προτέρου βίου πλείονα ποιήσομαι τὸν λόγον, ὀρθῶς καὶ δικαίως πεπολιτευμένον παρ' ὑμῖν ἐμαυτὸν ἀποδεικνὺς, πάντα σαφῶς τὰ ἡμέτερα εἰδόσιν. ἕως μὲν οὖν περιῆν ὁ βασιλεὺς, ἐκεῖνός τε ἐμοὶ πολλὴν ἐν τοῖς πράγμασι παρείχετο τὴν ῥοπὴν καὶ πάντα οὐχ ἧττον ἢ ἑαυτῷ καὶ τὰ μέγιστα ἐπέτρεπε διοικεῖν. ἐγώ τε τὴν ἴσην εὔνοιαν παρειχόμην καὶ σπουδὴν, ὅσα προσῆκε τὸν φιλούμενον ποιεῖν, οὐδὲν ἐλλείπων. ἐπεὶ δ', οὕτω δόξαν τῷ τὰ τῇδε πάντα διοικοῦντι, ἐξ ἀνθρώπων ἐγένετο ἐκεῖνος, ἐγὼ μὲν οὐδὲν ἕτερον ἐλογιζόμην προσήκειν ἐμαυτῷ, ἢ τῆς εἰς ἐκεῖνον εὐνοίας δεῖγμα σαφέστατον τὴν εἰς τοὺς παῖδας πρόνοιαν καὶ βασιλίδα τὴν ἐκείνου γαμετὴν ἐξενεγκεῖν. καὶ διετέλεσά γε μετὰ τὴν ἐκείνου τελευτὴν ἄχρι νῦν οὐδὲν τῶν δεόντων παραλείπων, ἀλλὰ καὶ σώματος καὶ χρημάτων ἀφειδῶν καὶ πάντα πράττων καὶ μηχανώμενος ἐπὶ τῷ συνδιασώζειν ἐκείνοις τὴν ἀρχήν. οὐ μὴν οὐδ' ἄχρι νῦν μὲν ὀρθῶς καὶ δικαίως ἐπολιτευόμην, ὕστερον δὲ ὑπὸ τῶν πραγμάτων φυσηθεὶς, ἔμελλον τὴν Ρωμαίων ἀρχὴν ἐμαυτῷ περιποιεῖν, εἰς βασιλέως σχῆμα τὸ παρὸν μεταβαλών. περὶ μὲν γὰρ τοῦ παρεληλυθότος αὐτὰ τὰ πράγματα συμμαρτυρήσειεν ἂν ἐμοὶ, ἐπὶ δὲ τῶν ἐσομένων οὐ θεὸν μόνον τῶν βεβουλευμένων συνίστορα παρέχομαι, ἀλλὰ καὶ ἐξ αὐτῶν τῶν παρελθόντων τῶν μελλόντων ἔξεστιν ἀπόδειξιν ποιεῖσθαι ἐναργῆ. εἰ γὰρ τοιούτων, οἵων φασὶν οἱ συκοφάνται, ἐπεθύμουν, τί ἐκώλυεν, ἡνίκα, βασιλέως τελευτῶντος, τοὺς ἐκείνου παῖδας ἔχων, ἐποιούμην τὰ βασίλεια ὑπὸ φρουρᾷ καὶ μετὰ τρίτην ἡμέραν καὶ βασιλίδος ἀφιγμένης, πάντα χρήματα ἦσαν ἐπ' ἐμοὶ, ὥσθ' ὅ,τι χρῆσθαι ἠβουλόμην, ἐκείνους μὲν ἀποκτιννύναι, αὐτὸν δὲ τὴν βασιλείαν ἄνευ πόνων ἔχειν καὶ ἱδρώτων, οὐδενὸς ἔτι λειπομένου τοῦ τολμήσοντος ἀνθίστασθαι ἐμοί; ἐγὼ δὲ οὐ μόνον τοιοῦτον οὐδὲν ὤφθην διανοηθεὶς, ἀλλὰ καὶ εἰς ἐνάτην ἡμέραν ἐκ τῆς βασιλέως τελευτῆς ἐν ἀσφαλείᾳ πάσῃ καταστήσας, τήν τε φρουρὰν ἀπήγαγον ἐκεῖθεν καὶ αὐτὸς οἴκοι καταστὰς, τῶν πραγμάτων, ὥσπερ καὶ πρότερον, εἰχόμην, οὐδὲν καινοτομῶν, οὐδὲ πρὸς τὸ λυσιτελοῦν ἐμοὶ τὰ πράγματα οἰκονομῶν, ἐξ ὧν ἄν τις ᾠήθη δικαίως, εἰς ἐμαυτὸν μετάγειν πειρᾶσθαι τὴν ἀρχήν. ἐπιτρόποις τε γὰρ ἐχρησάμην τῶν ἐπαρχιῶν καὶ τῶν πόλεων, οἳ καὶ πρότερον ἦσαν βασιλέως τελευτῶντος, καὶ τὴν στρατιὰν, οὖχ ὅπως εὐνοήσουσιν ἐμοὶ, ἀλλ' ὅπως μάλιστα τῷ κοινῷ χρήσιμοι ἔσονται, πάντα ἐπραγματευόμην. οὐ μὴν ἀλλὰ καὶ τοῖς περιοίκοις τῶν βαρβάρων σπονδὰς τιθέμενος, οὐκ ἔσθ' ὅστις ἂν ἐξελέγξειεν, ὡς πρὸ τοῦ κοινῇ λυσιτελοῦντος τῶν ἰδίᾳ τι εἱλόμην ἐμοὶ διαφερόντων. ἀλλὰ τοῖς μὲν ἐσπενδόμην λυσιτελούντως τῷ κοινῷ, τοῖς δὲ παρεσκευαζόμην πολεμεῖν ὑπὲρ αὐτῶν, μηδένα κίνδυνον ἐκ τῶν οἰκείων ὑφορώμενος. ἐξ ὧν ἁπάντων ἄν τις μάλιστα συνίδοι, ὡς ἀδόλως καὶ καθαρῶς ὑπὲρ τῶν βασιλέως ἐπολιτευόμην παίδων ἐγώ. εἰ γὰρ οἷα διαβάλλουσιν οἱ κατηγοροῦντες διενοούμην, εἰ μή τι ἄλλο, τὸν γοῦν διεσκεδασμένον κατὰ πᾶσαν τὴν Ρωμαίων ἀρχὴν πλοῦτον συνάγειν ἔδει, οὐδὲ ῥᾳδίως ἀριθμητὸν, ὥσπερ ἴστε ὄντα καὶ αὐτοὶ, καὶ μάλιστα χρησιμώτατον ἐσόμενον εἰς τὸν πόλεμον ἐμοί. νυνὶ δὲ ἔξεστιν ὁρᾷν οὐ βοσκημάτων μόνον πλῆθος καὶ καρπῶν, ἅπερ ἄν τις ἴσως οἰήσαιτο δυσκολίαν τινὰ παρέχειν καὶ ὑποψίαν ἀθροιζόμενα, ἀλλὰ καὶ χρυσὸν πολὺν καὶ ἄργυρον διεσκεδασμένον πανταχοῦ. καίτοι τὸ θαυμαστότερον παρῆλθον, ὡς δή τι θαυμαστὸν λέγων. οὐ μόνον γὰρ τὸν διεσκεδασμένον οὐ συνῆγον πλοῦτον, ἀλλὰ καὶ τὸν ὄντα τὸν μὲν ἐδαπάνων ἀφειδῶς ἐν ταῖς χρείαις ταῖς κοιναῖς, τὸν δ' ἑκὼν εἶναι κατελίμπανον αὐτὸς ἐν Βυζαντίῳ ἔχων ἐν χερσίν. ὀλίγαις γοῦν ἡμέραις πρότερον ἐν βασιλείοις χρείας γενομένης, ἐκ τῆς οἰκίας τῆς ἐμῆς σκεύη ἀργυρᾶ ὑπὲρ διακόσια ἠνέχθη οὐκ ὀλίγου ἄξιά τινος· ἃ μετὰ τὴν χρείαν τῶν ἐπὶ τὴν φυλακὴν ἐκείνων τεταγμένων ἀπολαμβάνειν δεομένων, οὐκ ἀναγκαῖον ἡγησάμην, οὐδὲν διοίσειν φάμενος ἐν τοῖς βασιλικοῖς τηρεῖσθαι ταμιείοις, ἢ ἐν οἴκοις τοῖς ἐμοῖς. ἔτι γε μὴν οὐδὲ νήσων πολλῶν καὶ πόλεων, καὶ μειζόνων καὶ ἐλαττόνων, ἐχομένων ὑπ' ἐμοῦ, ὧν τὰς μὲν ἐκ τῶν οἰκείων δαπανῶν ᾠκοδόμησα αὐτὸς, τὰς δ' ἐκ βασιλέως ἔσχον δωρεὰν, οὐδεμίαν οὔτε φρουρᾷ κατέσχον, οὔτε τινὸς ἠξίωσα προνοίας, ὥστε ἀσφαλῶς κατέχειν. οὐδέ τι τῶν ὅσα λυσιτελήσειν ἔμελλε πρὸς τὴν διάνοιαν ἐμοὶ, οὔτε εἰργασμένος, οὔτε μελλήσας ὑπ' οὐδενὸς ἐξελεγχθείην ἄν. οὐ γὰρ δήπου γε καὶ τοῦτο κατηγορήσουσιν, ὡς ἀπραγμοσύνῃ καὶ πολέμων ἀπειρίᾳ εἰς οὐδὲν προῆγμαι τῶν δεόντων. ἐγὼ δὲ οὐκ ἐξ ὧν αὐτὸς ἐπραγματευόμην μόνον, ἀλλὰ καὶ παρὰ πάντων Ρωμαίων, οὐ τῶν νῦν ἐμοὶ συνόντων ὑμῶν μόνον, ἀλλὰ καὶ τῶν ἐν Βυζαντίῳ καὶ τῶν ἄλλοθί που γῆς διατριβόντων, ἀπόδειξιν τῆς ἀληθείας ἐναργῆ πειράσομαι ποιεῖσθαι. πολλῶν γὰρ ὄντων, καὶ μειζόνων καὶ ἐλαττόνων, πάνυ τε φιλίως ἐμοὶ διακειμένων ὁμοίως πάντων, καὶ τῶν μὲν ἐξ αἵματος προσηκόντων, τῶν δὲ φιλίας δεσμοῖς ἀλύτοις συνημμένων ἐκ πολλῶν ἐτῶν ἐμοὶ καὶ πολλὴν παρεσχημένων πεῖραν ἐν πολλοῖς τῆς εἰς ἐμὲ στοργῆς, οὐδεὶς οὔτε τῶν παρόντων ὑμῶν, οὔτ' εἴ τις ἄλλοθί που διατρίβοι, δυναιτ' ἂν ἐμοὶ τῶν κατηγορημένων ὥς τι σύνοιδεν ἐλέγχειν. καίτοι γε πᾶς τις ἂν φαίη καὶ ὀλίγα μετασχὼν φρενῶν, ὡς οὐκ ἂν δυναίμην τοιούτοις μόνος ἐπιχειρεῖν. ἀλλὰ καὶ στρατιᾶς ἐδέησεν ἂν, πρὸς τὴν ἐπιχείρησιν συναιρομένης, καὶ φίλων τῶν γνησιωτάτων μάλιστα καὶ πολλῆς παρασκευῆς, ἐξ ἧς οὐκ ἐνῆν, εἰ μὴ τοὺς πολλοὺς, ἀλλὰ τούς γε ἐπιτηδειοτάτους, μὴ τὴν διάνοιαν καταστοχάζεσθαι τῶν γιγνομένων. εἰ δέ τίς τι τοιοῦτον ἐξελέγχειν ἔχει, παρίτω καὶ δεικνύτω. ἀλλ' οὐκ ἂν ἔχοι. ἐγὼ γὰρ ἀνδρίας μὲν καὶ συνέσεως καὶ ἐμπειρίας τῆς πρὸς τοὺς πολέμους πολλοῖς ἂν παραχωρήσαιμι καὶ τῶν πάλαι καὶ τῶν νῦν, τρόπων δὲ εὐθύτητος καὶ ἀληθείας οὐδενί· οἷς μάλιστα νυνὶ θαῤῥήσας παῤῥησιάζομαι τοιαῦτα. εἰ δὴ ἔκ τε ὧν ἐπραγματευόμην αὐτὸς, ἔκ τε τῶν τὸν ἅπαντα χρόνον συνόντων ὑμῶν ἐμοὶ, μήθ' ὑποπτευθεὶς, μήτε εἰργασμένος φαίνομαι ὧν κατηγόρημαι μηδὲν, οὐκ ἄν τις ἂν ἐμοὶ δικαίως ἐπενέγκοι μέμψιν, ὡς οὐ προσηκόντως πρὸς τὰ πραττόμενα ἐξαγομένῳ πρὸς ὀργήν. ἔδει γὰρ βασιλίδα, τόν τε τρόπον ἐμοὶ τὸν ἐξαρχῆς ὡς οὐ διεφθαρμένος συνειδυῖαν καὶ τὴν ἐμοῦ καὶ βασιλέως ἀπαράμιλλον ἐκείνην καὶ θαυμασιωτάτην φιλίαν καὶ τὴν μετὰ τὴν ἐκείνου τελευτὴν ὑπὲρ τῶν ἐκείνου παίδων καὶ αὐτῆς πολλὴν σπουδὴν καὶ προθυμίαν, μὴ συκοφάνταις ἀνθρώποις καὶ διεφθορόσι πείθεσθαι, ἀλλ' ἐμοὶ προσέχειν ὀρθῶς καὶ δικαίως ὑπὲρ αὐτῆς πολιτευομένῳ. ἐπεὶ δὲ βάσκανός τις δαίμων τῶν ἐξητασμένων ἐπὶ φθορᾷ, τὰ μὲν ἀληθῆ καὶ δίκαια περὶ ἐμοῦ πεπεῖσθαι οὐκ ἀφῆκεν, ἐχθρὸν δὲ ἀντὶ φίλου καὶ πολέμιον ἀντὶ συμμάχου καὶ δύσνουν ἀντὶ πιστοτάτου πέπεικεν ἡγεῖσθαι, ἐγὼ μὲν οὐδὲν ἐμαυτῷ πειθόμενος πρὸς τὰ παρόντα πράττειν ἔγνων δεῖν, ὑμῖν δὲ χρώμενος συμβούλοις, πρὸς ὅ,τι ἂν ἐπιψηφίζησθε ὑμεῖς ἐμαυτὸν παρέξομαι πειθόμενον προθύμως, μᾶλλον δ' αὐτὸς πρῶτος ἅ μοι δοκῶ ἐν τῷ παρόντι συμφέροντα ἐρῶ. μελήσει δὲ ὑμῖν ἢ ἐπιψηφίζεσθαι τὰ εἰρημένα ἂν δοκῇ λυσιτελεῖν, ἢ γνώμην ἕκαστον εἰσάγειν, ἣ τά τε παρόντα καὶ τὰ προσδοκώμενα μείζω λύσει δυσχερῆ, ἡμᾶς τε καὶ σύμπασαν ἡγεμονίαν διασώζουσα Ρωμαίων. νομίζω δὲ μηδὲν εἶναι μᾶλλον λυσιτελέστερον καὶ σωτήριον τοῖς πᾶσιν, ἢ ἐμαυτὸν ἑκοντὶ παραγενόμενον ἐγχειρίζειν βασιλίδι, ὥστε κατ' ἐξουσίαν ἔχειν αὐτὴν, ὅ,τι βούλοιτο ψηφίζεσθαι περὶ ἐμοῦ. κἂν μὲν τὰ δίκαια ποιεῖν προῃρημένη, δικαστήριον καθίζοι καὶ καιρὸν παρέχοιτο ἀπολογίας, θεῷ θαῤῥεῖν τῷ προστάτῃ τε ἀληθείας ὄντι καὶ τοιαύτῃ χαίροντι προσηγορίᾳ, πάντα ὥσπερ εἰσὶ ψεύδη καὶ συκοφαντίας ῥᾷστα ἀπελέγξειν. τοῦτο δὲ εἰ γένοιτο, πᾶσαν ἀπωσάμενον ἀρχὴν καὶ συκοφαντίας καὶ φθόνου πᾶσαν πρόφασιν περιελόντα, οἴκοι διατρίβειν, τῶν κοινῶν προσαπτόμενον μηδενὸς, μηδ' εἰ πάντες ἄνθρωποι βιάζεσθαι ἢ πείθειν ἐπιχειροῖεν. εἰ δ' ἄρα μήτε τοῦ δικαίου, μήτε τοῦ προσήκοντος μηδένα ποιουμένη λόγον, ἀλλὰ κατάκρας ἁλοῦσα ταῖς συκοφαντίαις, ἐρήμην καὶ τὰ δεινότατα καταψηφίζοιτο, πάντα φέρειν ἱλαρῶς, αἱρετώτερα ἡγούμενον πολλῷ τῷ μέτρῳ καὶ κλοιὰ καὶ δεσμωτήριον καὶ δήμευσιν τῶν ὄντων καὶ εἴ τι τούτων ἀηδέστερον, ἢ πρόφασιν πολέμου ἐμφυλίου παρασχέσθαι. τίς γὰρ τῶν πάντων, ὥσπερ ἐγὼ, τὰ ἐκ τούτου τοῦ πολέμου οἶδε σαφέστατα κακά; ὧν οὐχ ὅτι αἴτιος καταστῆναι, ἀλλ' οὐδ' ὑφ' ἑτέρων πραττομένων μᾶλλον ἂν εἱλόμην αἰσθάνεσθαι ἐν ζῶσιν ὢν, ἢ τοῖς ἐν ᾅδου συνὼν, πρὸς τὰ πραττόμενα ἀναισθητεῖν. ἃ μὲν οὖν ἔμοιγε πᾶσι Ρωμαίοις ἔδοξε κοινῇ λυσιτελεῖν, τοιαῦτά ἐστιν. ὑμῖν δὲ εἴ τι τούτων λυσιτελέστερον ἐξευρεθῆναι δυνατὸν, ὥσπερ ἔφην, ἐμαυτὸν πειθόμενον παρέξομαι. βέλτιον γὰρ, ἂν ἄρα καί τι σφάλωμαι, τοῖς πλείοσι πειθόμενον τοῦτο πάσχειν, ἢ τῇ σφετέρᾳ θαῤῥήσαντα συνέσει, τὰ μεγάλα κατορθοῦν.

κεʹ. Ὁ μέγας μὲν οὖν δομέστικος τοιαῦτα εἶπεν. ὅσοι δὲ παρῆσαν τῶν συγκλητικῶν καὶ τῆς στρατιᾶς οἱ μάλιστα προέχοντες, ὥσπερ μιᾷ καὶ γλώττῃ χρώμενοι καὶ γνώμῃ, «καὶ πρότερον μὲν» ἔφασαν «ἐξ ὅτου τὰ καινὰ ταῦτα ἐτολμήθη καὶ ὁ συγγενικὸς πόλεμος ἔσχε τὴν ἀρχὴν, οὐκ ἰδίᾳ μόνον ἕκαστος ἐφ' ἑαυτὸν, ἀλλὰ καὶ κοινῇ πάντες πολλὰ πολλάκις περὶ τῶν αὐτῶν ἐβουλευσάμεθα, ὡς περὶ πραγμάτων ἀναγκαίων καὶ σχεδὸν περὶ ψυχῆς αὐτῆς ἕκαστος πολλὴν ποιούμενοι φροντίδα. ὅθεν οὐδὲ νυνὶ δεήσει τὰ δέοντα ἐξερευνᾷν, ὑπὸ τῆς πολλῆς περὶ αὐτὰ διατριβῆς ἐξευρηκέναι πάλαι οἰομένους. οὐχ ἥκιστα δὲ καὶ ὑφ' ὧν αὐτὸς πρὸς ἡμᾶς διεξῆλθες νῦν, τά,τε δέοντα καὶ πᾶσιν ὁμοίως χρήσιμα ἐσόμενα καὶ συνιέναι παρεσκεύακας καὶ τοῖς ἄλλοις συμβουλεύειν. καὶ γὰρ τὰ ἐκ τοῦ πολέμου κακὰ τοῦ ἐμφυλίου, ἃ πεφρικέναι καὶ αὐτὸς ὡς δεινότατα εἰρήκεις, καὶ αὐτοὶ πεφρίκαμεν ὁμοίως καὶ πάσῃ χρηστέον εἶναι οἰόμεθα καὶ σπουδῇ καὶ προθυμίᾳ, ὥστε μὴ τοῖς τοιούτοις κακοῖς περιπεσεῖν. καὶ ὁμοίως τόν τε τὸν πόλεμον τοῦτον τὸν δεινότατον ἀνάπτοντα ἡγούμεθα πολέμιον κοινὸν καὶ πᾶσιν ἐπιβουλεύοντα, καὶ τὸν δυνάμενον καταλύειν, εἰ μεθίησιν ἑκὼν, προδότην τῶν κοινῶν καὶ βάσκανον καὶ φθονερὸν καὶ τῇ κοινῇ σωτηρίᾳ τῶν πραγμάτων λυμαινόμενον. σκεψώμεθα τοιγαροῦν, εἰ ταῦτα πράττοντος, ἅπερ εἴρηκας, καταλύεται ὁ πόλεμος καὶ μὴ μᾶλλον ἐκ τούτων λήψεται ἀρχήν. εἰ γὰρ αὐτὸς, ὥσπερ ἰσχυρίζῃ, πρὸς τὴν δίκην ἀπελθὼν, ἢ τῶν συκοφαντῶν περιγενόμενος ἀπόσχῃ τῶν πραγμάτων, τὴν πολλὴν ἀγνωμοσύνην καὶ τὴν περὶ τὰ καλὰ ἀχαριστίαν βδελυξάμενος, ἢ κατακριθεὶς ἐρήμην, τῶν ἀνηκέστων πάθῃς τι, ἆρ' εἰς τοσοῦτον οἴει παρανοίας ἡμᾶς ἥκειν ἢ οὕτω ταπεινὰ καὶ ἀνελεύθερα φρονήσειν καὶ τῆς εὐκλείας ἀνάξια τοῦ προτέρου βίου, ὥστ' ἐν ἀνδραπόδων μοίρᾳ δουλεύειν Ἀποκαύκῳ, πᾶν τὸ προσταττόμενον ποιοῦντας ἀνθρώπῳ μηδὲν ἄμεινον διακειμένῳ τῶν πολλῶν; θᾶττον μεντἂν ἡμῶν ἕκαστος οἰήσεται προσήκειν ζόφον μᾶλλον ὑποδῦναι καὶ συνεῖναι τοῖς ἐν ᾅδου, ἢ τοιαῦτα ἀνασχέσθαι. ἀλλ' οἱ μὲν αὐτίκα, ὅση δύναμις παρείη, πολεμήσομεν ἀναφανδὸν, ὧν ἄρχομεν πόλεων καὶ στρατιᾶς ἕκαστος ἰδίᾳ ποιούμενος· οἱ δὲ φέροντες ἑαυτοὺς ἅμα πόλεσιν, οἱ μὲν Ἀλεξάνδρῳ τῷ Μυσῶν βασιλεῖ, ἄλλοι δὲ Στεφάνῳ ἐγχειρίσομεν τῷ δυναστεύοντι Τριβαλῶν, βέλτιον ἡγούμενοι βαρβάροις ἀνθρώποις μᾶλλον, δυνάσταις δὲ ὅμως, ἢ τοῖς χθὲς καὶ πρώην καταφρονουμένοις ὑφ' ἡμῶν δουλεύειν· ὥστε συμβήσεται ἐκ τούτων οὐ πόλεμος μόνον πρὸς ἀλλήλους ἡμῶν, πάντων ἀγόντων καὶ φερόντων τὰ ἀλλήλων καὶ τῶν ἔξωθεν πολεμίων οὐδὲν ἧττον, εἰ μὴ καὶ μᾶλλον, τὰ Ρωμαίων πράγματα διαφθειρόντων, ὅσῳ καὶ τὰ ἀλλήλων ἀκριβέστερον ἴσμεν αὐτοὶ, ἀλλὰ καὶ συμπάσης τῆς Ρωμαίων κατάλυσις ἡγεμονίας, οὐ πόλεων μόνον πολλῶν καὶ στρατιᾶς, ἀλλὰ καὶ προσόδων μεγάλων ἀποτετμημένων, ἐξ ὧν τὰ πολεμίων μὲν αὔξειν, καίτοι καὶ πρότερον ἀντίῤῥοπα τοῖς ἡμετέροις ὄντα, τὰ Ρωμαίων δὲ ἐλασσοῦσθαι περιέσται, δέος δὲ, μὴ καὶ παντάπασι διαφθαρῇ καὶ ἡ Ρωμαίων περιμάχητος καὶ διαβόητος βασιλεία Μυσοῖς ἢ ἄλλοις δή τισι χείροσι βαρβάροις δουλεύσει, τῶν ἔνδον μὲν στασιαζόντων καὶ διαφθειρόντων ἀλλήλους, ὡς ἐνὸν, τῶν ἔξωθεν δὲ ἐπικειμένων πολεμίων καὶ τῷ καιρῷ συμμάχῳ χρωμένων δυνατωτάτῳ. ἃ πάντα δὴ ἐννοοῦντες καὶ τὰ προσδοκώμενα ὀῤῥωδοῦντες δεινὰ, καινὸν μὲν οὐδὲν ἐροῦμεν, οὐδὲ συμβουλεύσομεν· ἃ δὲ καὶ αὐτὸς ᾤετο βασιλεὺς κοινῇ λυσιτελεῖν, καὶ περιών τε ἠνάγκαζε ποιεῖν καὶ ἀποθνήσκων συνεβούλευέ τε ἅμα καὶ ἐπέσκηπτε τελευταίας ἐντολάς. τοῦτο δέ ἐστι, βασιλικὴν ἐσθῆτα σὲ ἐνδῦναι καὶ τῶν πραγμάτων ἀνθάπτεσθαι κραταιότερον, ὡς μόνου τούτου τὰς προσδοκωμένας οἵου τε ἐσομένου καταπαύειν συμφοράς. οὐ μόνον γὰρ ἡμεῖς, ὅσοι πάρεσμεν νυνὶ, ἀλλὰ καὶ εἴ τις ἄλλοθί που τῶν περιδόξων καὶ μεγάλα δυναμένων διατρίβει, οὐ μόνον οὐκ ἐπὶ τοῖς γινομένοις ἀγανακτήσει, ἀλλὰ καὶ ἑορτῆς ἡμέραν ἐκείνην, ἐν ᾗ τὰς ἐμφυλίους καταλύεσθαι ἐξέσται στάσεις, νομιεῖ. καὶ πάντες ἀνακηρύξομεν βασιλέα προθυμότατα, οὐ νυνὶ μόνον, ἀλλὰ καὶ τὸν προτοῦ πάντα χρόνον ἄγεσθαι εἰθισμένοι παρὰ σοῦ καὶ τιμὴν καὶ εὔνοιαν, ὅσην βασιλεῖ προσῆκεν, ἢ ὅτι ἐγγυτάτῳ, παρεχόμενοι. αὐτοί τε οἱ τὸν πόλεμον κεκινηκότες, ἐκ τοῦ νομίζειν ῥᾷστα περιγενήσεσθαι, ἂν πολέμιον βασιλεῖ περιαγγείλωσιν, ὁρῶντες ἤδη τὰ πράγματα ἀντεστραμμένα, καὶ μὴ κατὰ νοῦν χωρήσαντα, πολλὰ τῆς ἀβουλίας αὐτοῖς καταμεμψάμενοι, χωρήσουσι πρὸς τὴν εἰρήνην ἀναγκαίως, εἴ γε καὶ ὀλίγα τῆς τῶν ὅλων σωτηρίας μέλει καὶ μὴ παντάπασιν ἐπὶ λύμῃ καὶ φθορᾷ σφῶν τε αὐτῶν καὶ τῶν πραγμάτων πάντα ποιεῖν καὶ πραγματεύεσθαι ἐγνώκασιν. εἰ τοίνυν ἔκ τε ἡμῶν τῶν σοι συνόντων καὶ αὐτῶν τῶν πολεμίων οὐδὲν ἕτερον ἀναφαίνεται σωτήριον τοῖς πᾶσι, βέλτιον, ἡμῖν πειθόμενον,ἃ κοινῇ δοκεῖ λυσιτελοῦντα, ὥσπερ τὴν ἀρχὴν ἐπηγγείλω, πράττειν, ἢ τοῖς σφετέροις λογισμοῖς, ἐξ ὧν ὠφέλεια μὲν οὐδεμία, εἴτε ὑπὸ τῶν συκοφαντῶν διεφθαρμένου, εἰθ' ὑπ' ὀργῆς ἀπραγμοσύνῃ συζῇν προελομένου, τοῖς πράγμασι παρέσται· τοὐναντίον δ' ἅπαν, στάσις καὶ ταραχαὶ καὶ χρημάτων ἁρπαγαὶ καὶ φόνοι μυρίοι καὶ ἀνδραποδισμοὶ καὶ ἀναστάσεις πόλεων καὶ τὸ κακῶν ἔσχατον καὶ φοβερώτατον τοῖς γε νοῦν ἔχουσιν, ἡ ὑπὸ βαρβάροις δουλεία, ἣν ἐπιχειρήσουσιν αὐτοὶ, τῷ πρὸς ἀλλήλους ἡμῶν πολέμῳ χρώμενοι συνεργῷ, καταδουλοῦν. ἃ μὲν οὖν ἡμῖν σφίσι τε αὐτοῖς καὶ τοῖς ἄλλοις ἅπασιν ἔδοξε λυσιτελεῖν, εἴρηται. σοὶ δ' ὁπότερα ἐξέσται ἑλομένῳ, ἢ τὰς προσδοκωμένας παύειν συμφορὰς, ἢ τὸ συνοῖσον ἰδίᾳ μηχανώμενον, μηδεμίαν περὶ τῶν ἄλλων τίθεσθαι φροντίδα, εἴγε τοῦτο συνοῖσον ἔξεστι φάναι τὸ τοσούτων αἰτιώτατον κακῶν διὰ τήν τινων ἀγνωμοσύνην Ρωμαίοις ὀφθῆναι ἑκοντί.» τοιαῦτα μὲν καὶ οἱ τῆς συγκλήτου προέχοντες καὶ τῆς στρατιᾶς ἡγεμόνες πρὸς τὸν μέγαν ἀπεκρίναντο δομέστικον. ὁ δὲ τὴν μὲν ἀξίωσιν αὐτῶν ὁρῶν δικαίαν, συνειδώς τε αὐτοῖς ὡς ἀληθῆ καὶ νοῦν ἔχοντα στοχάζονται, καὶ διὰ τοῦτο μηδὲν ἀντιλέγειν ἔχων πρὸς οὕτως ἀπόδειξιν τῆς ἀληθείας ἐναργῆ, ὅμως δὲ πρὸς τὴν μεταβολὴν ὀκνῶν πάνυ καὶ ἀναδυόμενος, οἷα δὴ τὰς τοιαύτας μεταβολὰς κακῶν αἰτίας εἰδὼς ὡς ἐπίπαν γινομένας, ἐπιπολὺ μὲν ἐπέσχε πρὸς ὅ,τι τραπόμενος ἀποκρινεῖται στοχαζόμενος, καὶ σιωπὴ βαθεῖα τὸ θέατρον κατεῖχε, πάντων πρὸς τὴν ἀκρόασιν τῶν λεχθησομένων μετεώρων ὑπαρχόντων. μόλις δὲ ὥσπερ τὴν ἐκ τῶν ἀμφιβόλων σύγχυσιν λογισμῶν ἀποκρουσάμενος, «τῶν μὲν προτέρων» ἔφη «λογισμῶν περὶ τοῦ δεῖν μηδὲν τῶν ὄντων μετακινεῖν, μηδὲ νεωτερίζειν, ἔτι ἔχομαι καὶ μᾶλλον αὐτὸς αἱροῦμαι οὐ τῶν ὑπαρχόντων μόνον ἀποστερηθῆναι, ἀλλ' εἴ τι δέοι καὶ τῶν ἀνηκέστων ὑποστῆναι ἐν τῷ σώματι, ἢ πολέμου πρόφασιν ἐμφυλίου παρασχέσθαι. τὴν γὰρ ἐκ πρώτης ἡλικίας αὐτοί μοι σύνιστε ἀπέχθειαν, ἣν ἔσχον περὶ τὸ τὰ ἀλλότρια διαρπάζειν ἢ φόνοις χαίρειν καὶ λεηλασίαις καὶ φθοραῖς ἀνθρώπων. ἔτι δὲ οὐδὲ βαρβάρους καὶ Ἕλληνας μόνον, ὅσοι τὴν πρὸς ἀλλήλους ἐμοῦ τε καὶ βασιλέως ἐπύθοντο φιλίαν, ἀλλὰ καὶ ἥλιον ἂν καὶ εἴ τι τῶν ἀψύχων ἕτερον, αἰσχυνοίμην, εἰ τοῖς ἐκείνου παισὶ πολέμιος μετὰ τὴν ἐκείνου τελευτὴν φαινοίμην νῦν. οὐ γὰρ μόνον ὑπὲρ τοῦ ζῇν ἐκεῖνον τὸ ἀποθανεῖν αὐτὸς, εἴγε ἐξῆν, ὡς ἥδιστα ἂν εἱλόμην, ἀλλὰ καὶ μετὰ τὴν ἐκείνου τελευτὴν, τὸν πάντα ἐφορῶντα μαρτύρομαι ὀφθαλμὸν, ὡς τὰ βέλτιστα καὶ λυσιτελέστατα περί τε γαμετῆς καὶ τέκνων διενοούμην καὶ πάντα πράττειν καὶ ὑφίστασθαι πάντα κίνδυνον, ἵν' ἐκείνων τε πᾶν ἀπείη δυσχερὲς καὶ τὰ Ρωμαίων ἐπὶ μέγα καὶ εὐκλείας αἴροιτο καὶ τύχης, μένων ἐπὶ τοῦ παρόντος σχήματος. νυνί τε οὐχ ἧττον μετὰ τὸν κηρυχθέντα παρ' ἐκείνων πόλεμον ἐξ οὐδεμιᾶς αἰτίας καὶ παρὰ πάνθ', ὡς ἂν ἐγὼ φαίην, τοῦ δικαίου λόγον, καὶ τὰ δεινότατα αἱροῦμαι ὑπομένειν ὑπὲρ τοῦ μὴ πόλεμον κινεῖν πρὸς βασιλίδα ὑπὲρ τῆς ἀρχῆς ὑπόληψιν παρέχειν τοῖς πολλοῖς. ἐπεὶ δὲ ὥσπερ αὐτός τε σύνοιδα καὶ ὑμῖν βουλευομένοις πείθεσθαι προσήκει, μείζω καὶ δεινότερα προσδοκᾶται τὰ δεινὰ ἐκ τοῦ τῶν πραγμάτων αὐτὸν ὑποχωρεῖν, ἄκων μὲν καὶ ὥσπερ εἰς κινδύνους προφανῶς αὐτομολῶν, οὔτε γὰρ ἐπιθυμίᾳ δόξης, τῆς γὰρ ἀκροτάτης κἀν τῷ παρόντι σχήματι ἀπολαύω νῦν, οὔτε χρημάτων ἕνεκα, τὰ γὰρ παρόντα καὶ ἀριθμοῦ σχεδὸν ὄντα κρείττω τοῖς διαρπάζειν προεῖμαι βουλομένοις, ὅμως ὑμῶν τε εἵνεκα καὶ τῆς κοινῆς τῶν Ρωμαίων σωτηρίας τοὺς προσδοκωμένους μεγάλους καὶ πολλοὺς κινδύνους τῆς ἐν τῷ παρόντι ἀσφαλείας ἀνθαιροῦμαι. καὶ ἃ ἐμοὶ λυσιτελέστατα ἐδόκει, οὐκ ἀπραγμόνως, οὐδ' ἀνοήτως, ἀλλὰ μηδεμίαν πρόφασιν παρέχειν τῷ πολέμῳ βουλομένῳ, παρεὶς ἑκὼν, ἐπὶ τὰ ὑμῖν δεδογμένα τῆς ὑμῶν ὠφελείας ἕνεκα, ὥσπερ ἔφην, τρέψω ἐμαυτόν. οὐ μὴν ἀλλ' ἐπειδήπερ οὐκ ἰδίας πλεονεξίας, ἀλλ' ὑμῶν τε ἕνεκα καὶ τοῦ κοινῇ λυσιτελοῦντος τοιαῦτα προειλόμην, οὐ δήπου δίκαιον, οὐδὲ ἄλλως εὐσεβὲς, νῦν μὲν ὁμοίως ἐπὶ ταῦτα πάντας ὑμᾶς παρακαλεῖν καὶ μηδεμίαν ἄλλην ἢ ταύτην ὁδὸν ὑφηγεῖσθαι σωτηρίας, ὀλίγῳ δὲ ὕστερον, εἰ μὴ κατὰ γνώμην ὑμῖν τὰ πράγματα ἐκβαίνοι, ἄλλον ἄλλοτε ἀφισταμένους, ἑαυτοῖς μὲν ἐκ τῶν ἐνόντων ἐκπορίζειν τὴν δοκοῦσαν σωτηρίαν, ἐμὲ δὲ ἐν τοῖς κινδύνοις καταλείπειν μόνον, ὃς ὑπὲρ ἁπάντων ὑμῶν αὐτοὺς ἀνεδεξάμην, ἐνὸν ἀκινδύνως σώζεσθαι. τοῦτο γὰρ οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ ὑμῖν ἀλυσιτελέστατον ἂν εἴη. οὔτε γὰρ κυβερνήτῃ διασώζειν τὴν ναῦν ἐξέσται, ἂν πρὸς φιλονεικίαν οἱ ναῦται τοῦ συμπράττειν ἀφιστῶνται, τοῖς τε ναύταις οὐδεμία σωτηρίας ὑπολείπεται ἐλπὶς, τῆς νηὸς ἀπολλυμένης. ἀλλὰ δεῖ πάντας τὴν ὁμοίαν γνώμην ἔχοντας καὶ τὴν καρτερίαν ἴσην ἐπιδεικνυμένους ἐν τοῖς δεινοῖς, οὕτω τὰ μεγάλα κατορθοῦν. οὐδὲ γὰρ οὐδὲ τῶν παλαιῶν οὐδεὶς ἀργῶν καὶ ῥᾳθυμῶν καὶ ἀμβλυνόμενος τρόπαιον ἀνέστησεν ἀπὸ τῶν πολεμίων, ἀλλὰ πάντα πόνον ὑπομένων καὶ ἀκατάπληκτος φαινόμενος ἐν τοῖς δεινοῖς. εἰ δέ τῳ τὰ πραττόμενα οὐκ ἀρεστὰ, οὐδὲ διακινδυνεύειν βούλεται τῆς εἰς ἐμὲ εὐνοίας ἕνεκα ἐνθάδε διακαρτερῶν, ἀλλ' οἴεται δεῖν μᾶλλον τὰ οἴκοι διασώζειν, ἢ κεναῖς ἐλπίσιν αἰωρεῖσθαι, τὰ ἐν χερσὶ καταλιπὼν, ἐλευθέρᾳ γλώττῃ δέον χρησαμένους καὶ τὴν γνώμην ἐκκαλύψαντας, οὕτως οἴκαδε ἀναχωρεῖν, μηδὲν ὑποπτεύοντας διὰ ταῦτα δυσχερὲς, ἀλλὰ καὶ τῆς ἴσης εὐμενείας ἀπολαύοντας παρ' ἐμοὶ, ἂν ἄλλοσέ πη διατρίβωσιν. εἰ γὰρ μετὰ τὴν τοσαύτην εὐγνωμοσύνην καὶ τὴν ἄδειαν κακουργῶν τις φαίνοιτο καὶ πρὸς λύμην καὶ φθορὰν ἀποδιδράσκων τῶν πολλῶν, ἴστω μὴ ἂν τῆς προσηκούσης ἄνευ τιμωρίας ἀπαλλάξων, ἀλλ' αὐτὸς διδάξων τοὺς ἄλλους σωφρονεῖν καὶ μὴ τοιαῦτα πανουργεύεσθαι. ἐγὼ μὲν οὖν τῆς ὑμῶν τε καὶ τῶν ἄλλων σωτηρίας ἕνεκα, ἅπερ αὐτοὶ ἐβουλεύσασθε εἱλόμην. ὑμᾶς δὲ παρακαλῶ, καὶ ὑμῶν αὐτῶν καὶ τῶν προγόνων εὐδοξίας ἕνεκα τὴν προσήκουσαν ἀνδρίαν ἐπιδείκνυσθαι καὶ καρτερῶς ἀμύνεσθαι τοὺς πολεμίους, ἀδίκως ἐπιόντας καὶ πρώτους πολέμου ἀρχομένους· ἔπεισι δέ μοι θαῤῥεῖν ἐπὶ τὸν πάντα δικαίως ταλαντεύοντα θεὸν, ὡς οὐκ εἰς μακρὰν ἥ τε τῶν ἀδίκως μοχθηρία πολεμησάντων καὶ ἡ ὑμῶν εὐγνωμοσύνη καὶ ἡ τοῦ δικαίου αἵρεσις ἔσται καταφανής. ἔτι δέ μοι δοκῶ πρὸς τῇ προτέρᾳ πρεσβείᾳ, καίτοι γε ἀδίκως οὕτω καὶ παραλόγως ὑβρισμένῃ, καὶ δευτέραν πρὸς τοὺς πολεμεῖν ᾑρημένους ἡμῖν ποιήσασθαι νυνὶ, ἵν' ὥσπερ ἐν τοῖς ἄλλοις ἅπασι, καὶ τῇ μεγαλοψυχίᾳ τὸ πλέον ἔχωμεν αὐτῶν, ὡς μὴ μόνον οὐ κατάρχοντες αὐτοὶ πολέμου, ἀλλ' ἤδη καὶ φανερῶς ὑπ' ἐκείνων ἐξαφθέντος, αὐτοὶ πολλὰ περὶ εἰρήνης δεηθέντες. ἴσως δὲ εἰ καὶ πρότερον ῥᾳδίως ἡμῶν περιγενέσθαι οἰηθέντες, τὴν πρεσβείαν οὐκ ἐδέξαντο, νῦν ὁρῶντες οὐ κατὰ γνώμην αὐτοῖς τὰ πράγματα ἐκβάντα, βέλτιόν τι βουλεύσαιντο καὶ σωφρονέστερον καὶ ἡμᾶς τε πολλῶν πραγμάτων ἀπαλλάξαιεν καὶ τοὺς ἄλλους τῶν προσδοκωμένων δεινῶν ἐκ τοῦ πολέμου.

κϛʹ. Τοιαῦτα τοῦ μεγάλου δομεστίκου εἰρηκότος, οἱ μὲν παρόντες πάντες ἐπῄνουν τε τοὺς λόγους καὶ θεῷ χάριτας ὡμολόγουν, ὅτι πεπεισμένον εἶχον ἐκεῖνον βασιλέα εἶναι. ᾤοντο γὰρ αὐτοῖς πάντα λύσειν τὰ δυσχερῆ γεγενημένον. ἐξιόντες τε ἐκεῖθεν, καὶ τοῖς ἄλλοις ἀπήγγελλον τὰ ἐψηφισμένα καὶ κοινὴν ἦγον ἑορτὴν καὶ συνήδοντο ἀλλήλοις. ὁ μέγας δὲ δομέστικος ἐκέλευε σκευὴν παρασκευάζεσθαι βασιλικὴν τοῖς ἐπὶ ταῦτα τεταγμένοις. καὶ ἐς τὴν ὑστεραίαν ὅρκων προτεθέντων, πάντες ὤμνυον μεγάλῳ δομεστίκῳ εὖνοι εἶναι μόνῳ καὶ τὴν πίστιν ἄδολον αὐτῷ καὶ καθαρὰν τηρήσειν. πρὶν δὲ τὸν πόλεμον κινηθῆναι τουτονὶ, ἐπεὶ παρεσκευάζετο ὡς εἰς τὴν ἑσπέραν ἐκστρατεύσων, τὸ μισθοφορικὸν τῆς στρατιᾶς προέπεμπεν αὐτοῦ, καὶ προῆλθεν ἄχρι Μακεδονίας. οὐ μὴν ἀλλὰ καὶ ὅσοι Μόῤῥαν κατῴκουν καὶ τῆς Ροδόπης ὅσαι πόλεις ἦσαν ὑπήκοοι Ρωμαίοις, στρατιῶται πολλοὶ καὶ ἀγαθοὶ, ὑπὸ στρατηγῷ Ματθαίῳ τῷ Καντακουζηνῷ τεταγμένοι, τῷ τοῦ μεγάλου δομεστίκου πρεσβυτέρῳ υἱῷ, κατὰ τὴν Χαλκιδικὴν τῆς Θρᾴκης ἐστρατοπεδευμένοι ἅμα τῷ στρατηγῷ, οὕτω τοῦ πατρὸς κελεύσαντος, περιέμενον τὴν ἄφιξιν ἐκείνου. οὓς εὐθὺς ἐκάλει διὰ γραμμάτων εἰς Διδυμότειχον, ὡς εἰς τὴν ἀνάῤῥησιν αὐτοῦ παρεσομένους· καὶ παρῆσαν μελλήσαντες οὐδέν. ἔτι δὲ καὶ τῶν τῆς γυναικὸς ἀδελφῶν Ἰωάννου καὶ Μανουὴλ τῶν Ἀνδρονίκου τοῦ Ἀσάνη παίδων ὑπὸ κλοιοῖς, ὥσπερ ἔφημεν, κατὰ τὴν Βήραν, φρούριόν τι τῆς Θρᾴκης, εἱργομένων, πέμψας τὴν ἀδελφὴν ἅμα στρατιᾷ, ἐξῆγέ τε τοῦ δεσμωτηρίου καὶ ἄγειν ἐκέλευεν εἰς Διδυμότειχον πρὸς αὐτὸν, φρουρᾷ τὸν πύργον κατασχοῦσαν καὶ ἄρχοντα τῶν εὔνων αὐτοῖς ἐπιστήσασάν τινα. τριβομένου δὲ τοῦ χρόνου πρὸς τὴν τῶν βασιλικῶν παρασήμων παρασκευὴν, ἐπεὶ ἐδόκει μὴ μέλλειν, μηδὲ προΐεσθαι τὸν καιρὸν, τῶν κατὰ τὸ Βυζάντιον συντόνως πολεμούντων καὶ μηδεμιᾶς ἀπεχομένων πείρας, ἔγραφε καὶ αὐτὸς ταῖς κατὰ τὴν Θρᾴκην καὶ Μακεδονίαν ἁπάσαις πόλεσιν αὐτῷ προσέχειν, ὡς ἤδη Ρωμαίων βασιλεῖ γεγενημένῳ καὶ δυναμένῳ ὑπείκουσί τε εὖ ποιεῖν καὶ τοὐναντίον, ἂν ἀνταίρωσιν ὅπλα, βλάπτειν. ἰδίᾳ τε τοὺς δυνατοὺς τῶν πόλεων καὶ τοὺς παρ' ἑκάστοις στρατιώτας γράμμασιν ὑπεποιεῖτο, τῶν τε πρότερον ἀναμιμνήσκων εὐεργεσιῶν γεγενημένων εἰς αὐτοὺς, καὶ ὡς, ἢν εὖνοι φαίνωνται νυνὶ καὶ τὰ αὐτοῦ προῃρημένοι πράττειν, μειζόνων ἀπολαύσονται καὶ θαυμασιωτέρων ἀγαθῶν. ὑπεσημαίνετό τε τὰ γράμματα ἐρυθροῖς, ὥσπερ ἔθος βασιλεῦσι, γράμμασι. προσετίθει τε τοῖς γράμμασι καὶ φρουρὰς ἐξ ὁπλιτῶν καὶ τοξοτῶν ψιλῶν πρὸς ἃς ᾔδει τῶν πόλεων ῥᾳδίας ἐσομένας κατέχεσθαι φρουροῖς. ταῦτα δὴ τὰ γράμματα κομιζόμενα παρ' ἑκάστοις, οἱ μὲν ἐδέχοντο προθύμως καὶ πᾶν τὸ προσταττόμενον ἐπηγγέλλοντο ποιεῖν, οἱ δ' ἐδυσχέραινον μὲν, οἰόμενοι ἀποστασίαν βασιλέως εἶναι τὰ πραττόμενα, ἔτι δὲ ὅμως τὴν τοῦ μέλλοντος βασιλέως δύναμιν ὑπεπτηχότες, ἄλλως τε καὶ ὑπὸ τῶν παρ' αὐτοῖς μεγάλα δυναμένων ἐναγόμενοι, τὰ ἐκείνου πράττειν ᾑρημένων, τὰ γράμματα ἐδέχοντο. δῆλοι δὲ ἦσαν εὐθὺς ἀπὸ γραμμῆς ὡς νεωτερίσοντες, ἢν λάβωνται καιροῦ. ὅσοι δ' ἦσαν πρότερον τὰ βασιλέως τοῦ Παλαιολόγου δῆθεν αἱρεῖσθαι πεπεισμένοι, οἱ μὲν καὶ τοὺς κομίζοντας συλλαμβάνοντες ἅμα τοῖς γράμμασιν ἔπεμπον εἰς Βυζάντιον δεσμώτας, πρότερον γυμνώσαντες τῶν ὄντων. ὅσοι δὲ μετριώτερα ἐδοκίμαζον ποιεῖν, τὰ μὲν γράμματα ἀπεωθοῦντο, αὐτοὶ δὲ πρὸς τὸν πόλεμον παρεσκευάζοντο, ὡς, ἢν ἐπίῃ, ἀμυνούμενοι. ἐπεὶ δὲ τῶν γραμμάτων πολλὰ ἐκείνων εἰς Βυζάντιον ἀπεκομίσθη, οἱ μὲν περὶ πατριάρχην ὅσοι πρότερον πρὸς βασιλίδα τοῦ μεγάλου δομεστίκου ὡς βασιλειῶντος κατηγόρουν, ἔχαιρόν τε καὶ παντοῖοι ἦσαν ὑφ' ἡδονῆς. τά τε γράμματα ἐπιδεικνύντες, «οὐκ ἄρα» ἔφασαν «ἡμεῖς τῶν μελλόντων κακοὶ κριταὶ, ἀλλ' αὐτοί τε εὐστόχως κατεστοχασάμεθα τῆς γνώμης, κἀκεῖνος καλῶς ποιῶν ἐπὶ τῶν ἔργων εὐθὺς ἀπέδειξεν εἰρηκότας ἀληθῆ.» πολλά τε εἰς ἐκεῖνον βλάσφημα ἀπέσκωπτον ἀναίδην, καὶ οὐδὲ τῶν αἰσχίστων ἀπεχόμενοι πρὸς ὕβριν. καὶ ἡ βασιλὶς δὲ ἤδη πεπεισμένη πολέμιον γεγενῆσθαι τὸν μέγαν δομέστικον φανερῶς, ἐκ τῶν γραμμάτων ἐκείνων ὀλίγα ἄττα ἔπεμπε τῇ μητρὶ κατὰ τὴν οἰκίαν φρουρουμένῃ, οἷα δράσειε κατηγοροῦσα ὁ υἱός. ἐκείνη δὲ μηδὲν ἔφασκε πρὸς αὐτὴν τοὺς λόγους εἶναι. πρότερον γὰρ ἐχρῆν, ἡνίκα τοῦ υἱοῦ κατηγόρουν, πρὸς αὐτὴν τὰ ἐγκλήματα δηλοῦν. ἦ γὰρ ἂν τῶν γινομένων νῦν οὐδὲν συνέβη, ἀλλ' ὑπὲρ αὐτῆς τε καὶ τῶν παίδων, ἔτι δὲ καὶ τοῦ Ρωμαϊκοῦ παντὸς, πάντα ἂν κατεπράξατο τὰ βέλτιστα πρὸς τὸν υἱόν. εἰδέναι γὰρ αὐτὴν σαφέστατα τὴν ἐκείνου γνώμην, ὡς πρὸς τὸ εὖ ποιεῖν μᾶλλον, ἢ τὸ κακουργεῖν ἐπιῤῥεπής. νυνὶ δὲ μετὰ τὴν ἀκριβῆ φρουρὰν, ἣν αὐτὴ φρουρεῖται ὑπ' αὐτῶν ἐπ' οὐδενὶ ἐγκλήματι, καὶ τὴν πρὸς τοὺς ἐκείνου πρέσβεις ὕβριν ὑπὲρ τῆς εἰρήνης ἀφιγμένους καὶ δεομένους καλεῖν ἐκεῖνον ἐπὶ δίκην, ὡς, ἢν ἁλίσκηται ἐπιορκῶν, τὰ ἔσχατα πεισόμενον, τίνα ἂν ἀπολογίαν ἀποδοίη περὶ τῶν ἐκείνῳ πραττομένων, ὡς ὑμεῖς φατε, βασιλικῶς, εἴγε καὶ ἐκείνου τὰ γράμματα εἴη, εἴτε μή. περὶ μὲν οὖν τῶν γραμμάτων ἔφη μηδὲν ἀποκρινεῖσθαι· παραινέσειν δὲ τὰ βέλτιστα, ὡς ἂν αὐτῇ δοκοίη, εἴγε πείθοιντο. ταῦτα δέ ἐστι· μὴ τὸν υἱὸν περιορᾷν, μηδ' ὡς μεγάλα καταφρονεῖν μὴ δυναμένου. οὐ γὰρ Ρωμαῖοι τὴν ἐκείνου μόνον δύναμιν καὶ σύνεσιν καὶ ἐμπειρίαν, ἀλλὰ καὶ βαρβάρων οἱ Ρωμαίων κατῳκισμένοι πόῤῥω οὐκ ἀγνοοῦσιν. ἀλλ' ὡς τάχιστα πρέσβεις πέμπειν πρὸς ἐκεῖνον, οἳ περὶ εἰρήνης διαλέξονται. ἐκεῖνος δὲ οὐκ ἀπορήσει, ᾗ χρὴ τὰ πεπραγμένα καὶ λόγοις καὶ πράξεσιν ἐπανορθοῦσθαι, εἴ τι συμβέβηκε καὶ τῶν δοκούντων ἀνιάτων. εἰ δ' ἄρα ἄλλως ἐγνώκατε αὐτοὶ, ὑμῖν μελήσει καὶ τὰ ἴδια εὖ τίθεσθαι καὶ τὰ κοινά.» ἡ μὲν οὖν μεγάλου δομεστίκου μήτηρ τοιαῦτα ἀπεκρίνατο πρὸς τὰς κατηγορίας. οἱ πεμφθέντες δὲ οὕτω παρὰ βασιλίδος προστεταγμένοι, τῆς οἰκίας ἐκείνην ἐκβαλόντες, βασιλείων ἤγαγον ἐντὸς καὶ εἷρξαν τῇ παρὰ Ἀνδρονίκου τοῦ πρώτου βασιλέως οἰκίᾳ κατασκευασθείσῃ χρώμενοι ἀντὶ δεσμωτηρίου. τὴν οὐσίαν δὲ ἐδημοσίωσαν πλείστην οὖσαν, πλὴν εἴπου τι πρότερον ἀργύρου καὶ χρυσοῦ καὶ λίθων πολυτελῶν καὶ μαργάρων λάθρα ἔφθασεν ἐξαγαγοῦσα. πυῤῥῶν δὲ καὶ κριθῶν καὶ καρπῶν τῶν ἐπιλοίπων, οὐκ ἐν ᾗ διέτριβεν οἰκίᾳ μόνον ἐγγὺς τῶν βασιλείων κομιδῇ τι δυσαρίθμητον χρῆμα ἦν, ἀλλὰ καὶ Γοργεπηκόου τῆς μονῆς ἐγγὺς ἕτεραι πυραμίδες ἦσαν πολλαπλασίους ἐκείνων συνέχουσαι καρπούς. ἃ πάντα ἐξεφόρουν ἀφειδῶς, πρὸς οὐδὲν χρήσιμον τῷ κοινῷ, ἀλλὰ σφίσι τε αὐτοῖς καὶ τοῖς ἄλλοις χαριζόμενοι οἱ τὸν πόλεμον ἀνῃρημένοι καὶ τὰ πράγματα ἐπιτετραμμένοι διοικεῖν. μετὰ δὲ τοῦτο καὶ τοὺς φίλους καὶ συνήθεις διερευνώμενοι τοὺς μεγάλου δομεστίκου, πολύ τι πλῆθος εὕρισκον χρημάτων, τὰ μὲν αὐτῶν τῶν ἐχόντων προδιδόντων ἐλπίδι τοῦ καὶ αὐτούς τι τῶν χρημάτων παρακερδαίνειν, ἅτε πρὸς οὐδὲν εἰδότας παρεχόμενα ὅσα ἦσαν τὴν ἀρχήν· τὰ δ' αἰκίαις καὶ στρεβλώσεσι καὶ παντοίοις βασανιστηρίων εἴδεσι καταναγκαζομένων φανεροῦν. πολλοὶ δὲ καὶ μηδὲν τῶν ἐκείνου ἔχοντες, τὰ ἀνήκεστα ὑπέμενον ἐκ τῆς πρὸς ἐκεῖνον μόνον συνηθείας ὑποπτευόμενοι. ἐν Βυζαντίῳ μὲν οὖν τοιαῦτα ἐτελεῖτο καὶ κακῶν ἰλιὰς περιειστήκει τοὺς μεγάλου δομεστίκου φίλους.

κζʹ. Ἐν Διδυμοτείχῳ δὲ ἐπεὶ τὰ βασιλικὰ ἐνδύματα παρεσκευασμένα ἦν, ἥ τε προθεσμία τῆς τοῦ νέου βασιλέως ἥκει ἀναῤῥήσεως, πάντες μὲν παρῆσαν ἐκείνου τῇ οἰκίᾳ, ὅσοι διέτριβον ἐν Διδυμοτείχῳ τότε, οὐ τῶν εὖ γεγονότων μόνον καὶ καθ' αἷμα προσηκόντων βασιλεῖ, ἀλλὰ καὶ τῶν ἄλλων συγκλητικῶν καὶ τῆς στρατιᾶς. ὁ νέος δὲ βασιλεὺς πρότερον ἐσθῆτα βασιλικὴν ἐνδὺς, ἔπειτα ὑπ' ὄψεσι ταῖς ἁπάντων ταῖς ἐρυθραῖς κρηπῖσι τοὺς πόδας κατεκόσμει, τὸν ἕτερον μὲν ὑπὸ τῶν ἄγχιστα καθ' αἷμα προσηκόντων ὑποδυόμενος, τὸν δὲ λοιπὸν ὑπὸ τῶν τὰ πρῶτα φερομένων ἐπ' εὐγενείᾳ καὶ λαμπρότητι μισθοφόρων Λατίνων. τὸν δὲ βασιλικὸν πῖλον πρὸ τῆς ἀχράντου καὶ θεομήτορος τῆς εἰκόνος κείμενον ἐπ' ἐδάφους, αὐτοχειρίᾳ λαβὼν αὐτὸς ἐπέθηκε τῇ κεφαλῇ. αὐτίκα δὲ οἱ τὰ τοιαῦτα ᾄδειν εἰθισμένοι τῆς τῶν βασιλέων ἦρχον εὐφημίας. καὶ πρῶτα μὲν ἡ βασιλὶς Ἄννα εὐφημεῖτο καὶ μετ' ἐκείνην ὁ υἱὸς Ἰωάννης ὁ βασιλεὺς, τρίτος δὲ ὁ Καντακουζηνὸς Ἰωάννης ὁ βασιλεὺς ἅμα Εἰρήνῃ τῇ βασιλίδι. τὸν αὐτὸν δὲ τρόπον καὶ πρὸς τὰς ἱεροτελεστίας τὴν τῶν βασιλέων μνήμην ἐποιοῦντο, ὁμοίως καὶ πατριάρχου Ἰωάννου. μετὰ δὲ τὴν εὐφημίαν ἔφιππος γενόμενος ὁ βασιλεὺς, καὶ τῶν ἄλλων πάντων ἑπομένων ἐφ' ἵπποις ὅσοι ἦσαν, πρὸς τὸν ναόν τε τοῦ μεγαλομάρτυρος ἐγένετο Γεωργίου τοῦ Παλαιοκαστρίτου προσαγορευομένου, καὶ τὴν προσκύνησιν ἀπεδίδου καί τισι τοῖς ἐκ τῆς Λατινικῆς στρατιᾶς τὴν καβαλαρίων παρεῖχε τιμὴν, πάντα ἐπ' αὐτοῖς τὰ εἰθισμένα πράττων. ἐκεῖθεν δὲ εἰς τὰ βασίλεια ἐπανελθὼν, ἅμα βασιλίδι τῇ γαμετῇ λαμπρῶς εἱστιᾶτο, πάντων παρισταμένων κατὰ τὰ νενομισμένα βασιλεῦσιν. ὑπηρετοῦντο δὲ αὐτοῖς πρὸς τὴν ἑστίασιν οἵ τε τῆς βασιλίδος ἀδελφοὶ Ἰωάννης καὶ Μανουὴλ καὶ ὁ τοῦ βασιλέως ἀνεψιὸς ὁ Ἄγγελος Ἰωάννης. τὴν μὲν οὖν ἡμέραν ἐκείνην οἵ τε νέοι βασιλεῖς λαμπρῶς ἐπανηγύριζον χρυσοφοροῦντες, καὶ οἱ συνόντες αὐτοῖς καὶ τῆς συγκλήτου καὶ τῆς στρατιᾶς οὐδὲν ἐνέλιπον, ἐξ ὧν ἐνῆν φαιδρύνειν τὴν ἡμέραν τῆς ἑορτῆς. εἰς τὴν ὑστεραίαν δὲ τὰ χρυσόπαστα ἀποδυσάμενοι, λευκὰς περιεβάλλοντο ἐσθῆτας, ὅπερ ἐστὶ τεκμήριον πενθούντων βασιλέων. ἐδήλου δὲ καὶ τὴν αἰτίαν τῆς μεταβολῆς ὁ βασιλεὺς πρὸς τοὺς παρόντας, ὡς τῇ μὲν προτεραίᾳ τῆς ἑορτῆς ἕνεκα τὰ λαμπρὰ ἐκεῖνα περιβάλλοιτο, νυνὶ δὲ ἐκείνης παρελθούσης, ἀναγκαῖον πάλιν τὴν ἀδελφοῦ καὶ βασιλέως τελευτὴν πενθεῖν. ἄξιον δὲ καί τινων ἐπιμνησθῆναι, ὧν πρὸς τὰς τῶν βασιλέων ἀναῤῥήσεις εἰώθασιν οἱ πολλοὶ ἐπισημαίνεσθαι, ἀψευδῆ τινα οἰόμενοι τεκμήρια τῆς εἰσέπειτα τῶν ἀναγορευομένων βασιλέων ἢ εὐτυχίας ἢ κακοπραγίας, εἴγε χρὴ τοιαῦτα ἐκ τῆς ἄνωθεν προνοίας οἴεσθαι οἰκονομεῖσθαι, ἀλλὰ μὴ αὐτόματα συμβαίνειν ὡς ἂν τύχῃ, τῆς περὶ τὰ ἀνθρώπινα πράγματα τοῦ θεοῦ προνοίας ἐν ἀποῤῥήτῳ κειμένης καὶ μόνοις οὔσης φανερᾶς τοῖς τὴν διάνοιαν κεκαθαρμένοις καὶ τῶν τοιούτων δωρεῶν ἀξίοις κεκριμένοις παρὰ τοῦ θεοῦ. ἐν γὰρ τῇ τῆς ἀναῤῥήσεως ἡμέρᾳ, ἡνίκα ἔδει βασιλέα τὸν νέον τὴν βασιλικὴν ἐσθῆτα μεταμπισχέσθαι, συνέβαινε τὴν μὲν ἐνδοτέραν μᾶλλον εἶναι τοῦ δέοντος στενὴν, ὡς μηδὲ τὸ σῶμα, καίτοι πολλὰ κατατεινομένην, δύνασθαι περικαλύπτειν, τὴν ἐξωτέραν δὲ τοὐναντίον ἅπαν, πολλῷ τοῦ δέοντος εὐρυτέραν, καίτοι γε ἀμφοτέρας τοῦ πολλὰς καὶ πρότερον πολλάκις συμμέτρους ἐῤῥαφότος δεδημιουργηκότος. ἐξ ὧν τῶν βασιλεῖ συνηθεστάτων τις παρὼν, τὰ μὲν πρῶτα βασιλέως ἀπεφθέγξατο ἔσεσθαι κομιδῇ στενὰ καὶ πολλὴν ἀπορίαν βασιλεῖ παρέχοντα, ὥσπερ ἡ ἐσθὴς τὸ σῶμα πιέζειν νῦν· τὰ δ' ὕστερον ἐκ διαμέτρου εὐρύτερα τοῦ δέοντος καὶ πολλὴν παρεχόμενα τὴν ἄνεσιν. τῆς αὐτῆς δὲ ἡμέρας καὶ τῆς θείας τελουμένης ἱεροτελεστίας, οὕτω συμβὰν, ἡ τοῦ εὐαγγελίου περικοπὴ ἐκείνη ἀνεγινώσκετο, ἐν οἷς ὁ ἡμέτερος σωτὴρ καὶ τῶν αἰώνων βασιλεὺς ὁ Χριστὸς Ἰησοῦς τοῖς ἰδίοις μαθηταῖς περὶ τῶν εἰς αὐτοὺς συμβησομένων διαλεγόμενος, «εἰ ἐμὲ» ἔλεγεν «ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν.» ἃ οἱ παρόντες ἐπισημαινόμενοι, τοὺς μὲν φαύλους ἔφησαν ἀνθρώπους καὶ διεφθορότας καὶ συκοφάντας καὶ οἷς οὐδὲν τῶν σωτηρίων μέλει τοῦ Χριστοῦ ἐντολῶν, τὸν βασιλέα διώξειν καὶ πολλὴν ἐνδείξεσθαι τὴν μανίαν κατ' αὐτοῦ, οἷα δὴ καὶ Ἰουδαῖοι Χριστὸν τὸν εὐεργέτην πάσῃ διώξαντες σπουδῇ, καὶ ἰσχύσειν κατ' αὐτοῦ ἐπὶ καιρὸν, ὥσπερ δὴ κἀκεῖνοι ἔδοξαν, ἀπεκτονότες τὸν λυτρωτήν. ὕστερον δὲ οἱ καλοὶ καὶ ἀγαθοὶ καὶ ἄξιοι τῶν ἐντολῶν τοῦ Χριστοῦ καὶ τοὺς λόγους αὐτοῦ τηροῦντες, καὶ τὸν βασιλέως λόγον τηρήσουσι καὶ πάντα ποιήσουσι τὰ προσταττόμενα ὑπ' αὐτοῦ. τοιαῦτα μὲν ἐπεθείασαν ἐν τοῖς λογίοις οἱ πολλοὶ, ἃ καὶ εἰς ὕστερον ἐξέβη κατὰ τὴν ἐξήγησιν αὐτῶν σχεδόν. αὐτὸς δὲ ὁ βασιλεὺς περὶ τὸν Διδυμοτείχου ἀρχιερέα πολλὴν τὴν πίστιν ἔχων καὶ τῶν κρειττόνων ὥς τινι προσέχων, οἷα δὴ ἐν πολλοῖς ἀποδεδειγμένῳ πρότερον θείας χάριτος οὐκ ἀμοιρεῖν, τῆς αὐτῆς ἡμέρας μετὰ τὴν ἀνάῤῥησιν πέμψας πρὸς ἐκεῖνον, τὰ γεγενημένα τε ἐδήλου, ὡς κοινῇ γνώμῃ λυσιτελεῖν ἐψηφισμένα τελεσθείη, καὶ προσάγειν εὐχὰς θεῷ ὑπὲρ αὐτοῦ ἐδεῖτο, ὥστε γενέσθαι ἐπ' αὐτῷ τὸ τοῦ θεοῦ θέλημα τὸ ἀγαθὸν καὶ εὐάρεστον. τοῦτον γὰρ εἰώθει τὸν τρόπον τῶν τὰ τοιαῦτα δεῖσθαι ἠξιωμένων, εὐχὰς ὑπὲρ αὐτοῦ προσάγειν θεῷ. ὁ δ' ἔφασκεν, ὡς οὐ καλὸν μετὰ τὴν πρᾶξιν ἀπαγγέλλειν. πρότερον γὰρ ἐχρῆν, ἡνίκα καὶ αὐτῷ τι τῶν δεόντων, θεοῦ διδόντος, παραινεῖν ἐξῆν· νυνὶ δὲ οὐδὲν ἢ τοῦ θεοῦ δεῖσθαι λοιπὸν ὑπὲρ τῶν κοινῇ λυσιτελούντων καὶ αὐτοῦ. τὸ βασιλεύειν δὲ Ρωμαίων, καὶ αὐτὸν μὲν εἰδέναι, ὡς ἐπιψηφισθείη παρὰ θεῷ. πλὴν ἐξοιδήσουσι τὰ χείλη μήπω πεπανθὲν τὸ σῦκον καταφαγόντος· αἰνιττόμενος ἐκ τοῦ παραδείγματος, ὡς πολλοῖς πρότερον περιπεσεῖται κινδύνοις καὶ πειρασμοῖς. θέλων δ' ὥσπερ καὶ τοὺς κινδύνους ὅθεν κἀκ τίνος ἔσονται δηλοῦν, ὁράσεώς τινος ἀνεμίμνησκεν αὐτὸν, ἧς, ἔτι περιόντος Ἀνδρονίκου τοῦ βασιλέως, ἠξίωτο περὶ τῶν ἐσομένων. ἔφασκε δὲ βασιλεὺς ὁ νέος οὑτοσὶ, ὡς, ἔτι περιόντος βασιλέως, αὐτοῦ δ' ἔτι τὴν ἰδιώτου στέργοντος τύχην, ὁμιλίαν τινὰ τοῦ ἀρχιερέως τούτου ποιουμένου πρὸς αὐτὸν, τὸν Ἀπόκαυκον φάναι, οὕτω τῆς ἀξίας χωρὶς προσαγορεύσαντα, μὴ πάνυ ποιεῖσθαι περὶ πλείστου, ἀλλὰ φυλάττεσθαι τὸν ἄνδρα, ὡς μεγάλης ἐπηρείας αἴτιον ἐσόμενον. τοῦ δ' ἐν εὐτραπελίας εἴδει, καὶ ποίαν λίθῳ ἐπήρειαν προξενήσειεν ἂν ὠὸν, εἰπόντος, ὡς μέγα, φάναι τὸν ἀρχιερέα, τὴν ὑπερηφανίαν εἶναι κακὸν, μάλιστα τῶν τε τελείων τὴν ἀρετὴν καὶ τῶν εἰς τὸ ἀκρότατον τῆς κοσμικῆς ἐληλακότων εὐημερίας ἐφαπτομένην. τοῦ δὲ, μὴ εἰς τοιαῦτα προάγεσθαι ἐξ ὑπερηφανίας, εἰρηκότος, ἀλλ' ἐκ τοῦ μάλιστα συνειδέναι ἑαυτῷ μὲν δύναμιν πολλὴν, ἐκείνῳ δὲ ἀδυναμίαν· πλὴν εἰ μὴ καὶ λύκον θρασύτητος αἰτιῷτό τις προβάτου ἰσχυρότερον νομίζεσθαι ἀξιοῦντα καὶ τὸν λέοντα ἐλάφου τὴν ῥώμην πλεῖστον οἰόμενον διαφέρειν. ἔτι δ' ἀξιοῦντος, τὴν ὅρασιν δήλην αὐτῷ ποιεῖν, ὡς δὴ πειθομένου οἷς εἰρήκει, ἐπειδὴ τὰ μὲν φυσικὰ ἀμετάβλητα δεδημιούργηται παρὰ θεοῦ, τὰ ἀνθρώπινα δὲ πράγματα ἄλλο τε ἄλλως φέρεται καὶ πολλὴν ὑπομένει τὴν μεταβολὴν, καὶ πολλὰ δεηθέντος ὥστε πεῖσαι διηγήσασθαι τὰ ὁραθέντα· «εὐχόμενός ποτε» εἶπε «καὶ ἐμαυτῷ μόνῳ καὶ θεῷ προσαδολεσχῶν, ἐδόκουν σε ὁρᾷν ἑστῶτα πρὸ ἐμοῦ. αἴφνης δὲ Ἀπόκαυκον οὕτω ῥαγδαίως ἐπελθεῖν καὶ ὠθισμῷ τοσούτῳ χρήσασθαι καὶ βίᾳ, ὥστε μικροῦ μὲν δεῆσαι ἀνατρέψαι, ὅμως ὑπὸ ῥύμης καταναγκάσαι ἐπὶ γόνυ τε κλιθῆναι θατέρου τῶν ποδῶν καὶ τὴν λαιὰν χεῖρα προσερείσαντα τῇ γῇ, ἀντέχειν πρὸς τοὺς ὠθισμούς. ἐκεῖνον δὲ, καίτοι πολλὰ μογήσαντα, μηδὲν πλέον δυνηθῆναι. σὲ δὲ τοῦ πτώματος ἐξαναστάντα, χρήσασθαι ῥοπάλῳ καὶ πολλάκις αὐτοῦ τῆς κεφαλῆς κατενεγκεῖν, μὴ ἀντισχόντα δὲ πρὸς τὰς πληγὰς εἰς τὴν γῆν καταῤῥυῆναι· σὲ δὲ αὖθις ξυρῷ τὴν κεφαλὴν τοῦ σώματος ἀποτεμεῖν. ἡ μὲν οὖν ὅρασις, ἔφη, τοιαύτη ἦν. ἐγὼ δ' ἐξετάζων ἐπ' ἐμαυτοῦ πρὸς ὅ,τι τὰ τοιαῦτα φέρει, πόλεμόν τινα ἐκεῖνον οἴομαι ἐνστήσεσθαι πρὸς σὲ καὶ κινδύνους μεγάλους καὶ πολλοὺς ἂν ἐπενεγκεῖν· τὴν δὲ νίκην μετὰ τοὺς κινδύνους σοὶ παρέξεσθαι τὸν θεόν. διὸ χρὴ μὴ ῥᾳθυμεῖν, ἀλλὰ φυλάττεσθαι τὸν ἄνδρα.» τοιαῦτα μὲν περὶ τοῦ ἀρχιερέως διεξῆλθεν ὁ βασιλεύς. οἱ παρόντες δὲ καὶ τοῦ περὶ τοῦ σύκου παραδείγματος ἀκούσαντες μᾶλλον ἐπεῤῥώσθησαν πρὸς ἃ ἐπεσημήναντο ἐκ τῶν λογίων καὶ τῆς τῶν ἐνδυμάτων ἀσυμμετρίας. ὥσπερ γάρ τισι χρησμοῖς τοῖς ἐκείνου προσεῖχον λόγοις, ἡνίκα περὶ τῶν μελλόντων διεξῄει τι, οὐ μόνον διὰ τὸ πολλὰ πολλάκις τῶν ἐσομένων ἀπταίστως προειπεῖν, ἀλλ' ὅτι καὶ τεράστιά τινα εἰργασμένος ἦν, ἃ θεῷ μόνῳ δυνατὰ καὶ τοῖς ἐκείνῳ διὰ τὴν κάθαρσιν καὶ πολιτείας ὕψος ᾠκειωμένοις. ἐν οἷς τι φέρεται καὶ τοιοῦτον, ὃ ῥᾳστώνης χάριν διηγήσομαι. τῶν παρὰ Διδυμοτείχῳ πολιτευομένων τις οὐ τῶν ἀσήμων ὑπώπτευε παρά του τὸν γάμον διεφθάρθαι καὶ οὐχ ἡμάρτανε τῶν λογισμῶν· διέφθαρτο γάρ. τὴν ὑποψίαν δὲ μὴ φέρων ὑπὸ ζηλοτυπίας στέγειν σιγῇ, πίστεις ᾔτει τὴν γυναῖκα, αἳ δυνήσονται πείθειν, ὡς μὴ εἴη ἅπερ ὑπενόει ἀληθῆ, ἢ τὰ δεινότατα ἠπείλει διαθήσειν, οὕτως ἐξυβρικυῖαν εἰς τοὺς γάμους. αἱ πίστεις δὲ ἦσαν, σίδηρον αὐτὴν ἐπὶ τὼ χεῖρε δέξασθαι ἐκφλογωθέντα. ἄλλως γὰρ πείθεσθαι μὴ δύνασθαι. ἡ γυνὴ δὲ τό,τε τὰ εἰργασμένα ἐξαγγέλλειν συνορῶσα ὡς δεινὸν, θάνατος γὰρ ἦν ἡ ζημία τῆς εἰς τὸν ἄνδρα ἀδικίας, τό,τε τοῦ σιδήρου ἅπτεσθαι ἔλεγχον τῆς ἀτοπίας οἰομένη φανερὸν καὶ ἀμφοτέρωθεν εἰς ἀπορίαν ἐσχάτην συνελαυνομένη, ἐπὶ τὸν μέγαν ἐκεῖνον ἀρχιερέα καταφεύγειν ἔγνωκε δεῖν. προσελθοῦσα δὲ καὶ πάντα ἀπαγγείλασα, ἐδεῖτο προστῆναί οἱ καὶ μὴ περιιδεῖν, ὑπὸ κακοβουλίας ἐσχάτοις κακοῖς περιπεσοῦσαν, ἀλλὰ τὸν ἄνδρα πείθειν τῆς πείρας ἀποσχέσθαι, διδάσκοντα ὑπὲρ αὐτῆς, ὡς οὐδὲν εἴη τῶν ὑποπτευομένων εἰργασμένη. τοῦ δὲ, εἰ μετάνοιά τις αὐτὴν εἰσίοι πρὸς τὴν ἀκολασίαν καὶ εἰ σωφρονεῖν τὸν ἐπίλοιπον βίον ἐπαγγέλλοιτο, πυνθανομένου, ὡς εἶδε πολλὰς δακρύων καταχέουσαν πηγὰς καὶ μηδέποτε τοιαῦτα τολμήσειν αὖθις ἰσχυριζομένην, ἀλλὰ καὶ τῶν ἡμαρτημένων διδόναι δίκας ἀξιοῦσαν, πολλὰ περὶ σωφροσύνης πρότερον διαλεχθεὶς καὶ τοῦ μὴ δεῖν εἰς τὸν ἄνδρα παρανομεῖν, ἔπειτα ἐκέλευεν ἅπτεσθαι τοῦ σιδήρου, ὥσπερ ὁ ἀνὴρ ἠξίου καὶ τοῦ πυρὸς κατατολμᾷν. ἡ δὲ ἐπανελθοῦσα πρὸς τὸν ἄνδρα, ἐδεῖτο τὴν βάσανον προσάγειν. ἐκεῖνος δὲ, καὶ γὰρ οὐκ ἠνείχετο μὴ ἔκ τινος ἀναμφιβόλου τὴν περὶ τὴν γυναῖκα ὑποψίαν ἀποτρίβεσθαι, μόνην ἔνδον ἱεροῦ τινος παραλαβὼν καὶ σίδηρον, ὡς μάλιστα ἐνῆν, ἀπηνθρακῶσθαι πυρὶ παρασκευάσας, ἔπειτα λαβόμενος διὰ πυράγρας, ἐπέθηκε ταῖς χερσὶ τῆς γυναικός. καὶ τὸν ἱερὸν ἐκέλευε σκίμποδα περιιέναι τρίς. ἐπεὶ δὲ περιῆλθεν ἀπαθῶς κατέχουσα, ὡς μηδὲ τὴν ἀρχὴν προσομιλήσαντα πυρὶ, τὴν δύναμιν τῆς ἀληθείας θαυμάσας ὁ ἀνὴρ καὶ τὴν περὶ τὴν γυναῖκα ὑποψίαν ἀποσκευασάμενος, ἐκέλευε τὸν σίδηρον ἐπὶ τοῦ σκίμποδος τιθέναι. ἐπεὶ δὲ ἔκειτο, ὑπὸ τῆς ἄγαν πυρακτώσεως τὸν σκίμποδα διατρήσας, κατέπεσεν ἐπὶ τὴν γῆν. τοιαύτης ἦν χάριτος ἠξιωμένος ὁ ἀνὴρ καὶ πολλὰ θαυμασιώτερα κατεπράξατο, ὡς ὕστερον ἐπιμνησόμεθα κατὰ καιρόν.

κηʹ. Βασιλεὺς δὲ ὁ Καντακουζηνὸς εἰς τὴν ὑστεραίαν μετὰ τὴν ἀνάῤῥησιν ἐκκλησίαν συναθροίσας ἔκ τε τῆς στρατιᾶς καὶ τῶν συγκλητικῶν ὅσοι παρῆσαν, «ἄνδρες» εἶπε «Ρωμαῖοι, καίτοι καὶ πρότερον πολλάκις τὴν περὶ βασιλίδα καὶ βασιλέα τὸν υἱὸν ἐμὴν εὔνοιαν καὶ προθυμίαν καὶ σπουδὴν πρὸς ὑμᾶς διεξελθὼν, οὐδέπω μέχρι νῦν ἔσχηκα κόρον τοῦ μὴ περὶ τῶν αὐτῶν ἀεὶ διεξιέναι. διὸ καὶ νυνὶ τὸν τὰ πάντα πρὶν γενέσθαι σαφῶς εἰδότα τῶν λεγομένων μάρτυρα ποιοῦμαι, ὡς οὐδὲ μέχρι διανοίας ἐμαυτῷ τι σύνοιδα τῶν ὀρθῶν παρατραπέντι λογισμῶν, ἀλλὰ πᾶσαν πρόνοιαν ἐποιούμην καὶ σπουδὴν, οὐ μόνον τὰ Ρωμαίων αὔξειν, ἀλλὰ καὶ βασιλίδι καὶ υἱῷ τὴν ἀρχὴν διασώζειν καὶ μηδένα, τό γε εἰς ἐμὲ ἧκον, ἀδικεῖν ἐᾷν. ἃ ἐχρῆν κἀκείνην συνορῶσαν, τἀληθῆ καὶ δίκαια λογίζεσθαι περὶ ἐμοῦ καὶ μὴ οὕτως ἐρήμην καταψηφίζεσθαι, ἀνθρώποις πεισθεῖσαν συκοφάνταις. ἐπεὶ δ' ἐκείνη τἀληθὲς παραδραμοῦσα προείλετο τὸ ψεῦδος, καὶ μηδὲν ἠδικηκότα, μήτε πρόφασιν πολέμου παρεσχημένον οὐδεμίαν, πολέμιον ἐψηφίσατο αὐτὴ καὶ πάσαις πόλεσιν ἐκήρυξε μὴ δέχεσθαι, ἀλλὰ παντὶ σθένει πολεμεῖν· ἃ ὑμῖν λυσιτελεῖν πρὸς τὰ παρόντα καὶ ἐμοὶ συνέδοξεν, ἀνάγκῃ συνελαυνόμενοι, ἐπράξαμεν. τῆς μὲν οὖν προθυμίας ἕνεκα καὶ τῆς περὶ ἐμὲ εὐνοίας χάριτας ὑμῖν πολλὰς ὁμολογῶ. δίκαιον δὲ ἡγοῦμαι, τὴν ἴσην καὶ αὐτὸν περὶ ὑμᾶς ἐπιδεικνύμενον κηδεμονίαν, ἃ συνοίσειν οἴομαι ὑμῖν ἑκάστῳ καὶ παραινεῖν καὶ ἐπιτρέπειν. οὐ γὰρ ἂν εἴη φιλοῦντος, εἰ τῶν ἰδίᾳ τι ἐμοὶ διαφερόντων ἕνεκα τῆς τῶν ἄλλων σωτηρίας ἀμελοίην. ὅσοις τοίνυν ὑμῶν ἐν αἷς οὐχ ὑπόκεινται πόλεσιν ἡμῖν ἢ κώμαις οἰκίαι τέ εἰσι καὶ τέκνα καὶ γυναῖκες καὶ ἡ ἄλλη τοῦ βίου ἀφορμὴ, οὐ χρὴ τῆς εἰς ἡμᾶς εὐνοίας ἕνεκα ἐνταῦθα καρτεροῦντας, τὰ οἰκεῖα ἀπολύειν. ἄτοπον γὰρ τὴν εἰς ἐμὲ φιλίαν μεγάλων αἰτίαν ὑμῖν ὀφθῆναι συμφορῶν. οὐ γὰρ ἀποσχήσονται οὐδενὸς δεινοῦ, οἱ πάντα οὗτοι τολμηταὶ καὶ πέρα τοῦ μετρίου νεωτεροποιοί. ἀλλ' εἰς τὰς οἰκίας ἀπελθόντες, τὴν ἴσην εὔνοιαν διασώζετε ἡμῖν καὶ, καιροῦ καλοῦντος, ἐπιδείξασθε.» ἔπειτα τοῖς τῶν χρημάτων ἐκέλευε ταμίαις, τοῖς μὲν μισθοφόροις, εἴ τι τοῦ μισθοῦ ὠφείλετο, ἀποδιδόναι καὶ προσέτι ἐπεδαψιλεύετο· τοῖς δ' ἄλλοις, ὅσοι ἐκ χωρίων τὰς προσόδους εἶχον, καὶ αὐτοῖς χρυσίον διανείμας ἱκανὸν, ἀπέπεμπε πρὸς τὰς οἰκίας, πολλὰς καὶ μεγάλας τῆς κηδεμονίας ἕνεκα τὰς χάριτας ὁμολογοῦντας καὶ ὡς, ἢν λάβωνται καιροῦ, τῆς εὐεργεσίας ἄξιοι φανεῖσθαι ἐπαγγελλομένους. ὅσοις δὲ μὴ γυναῖκες ἦσαν καὶ τέκνα, κατεῖχε παρ' αὐτῷ, καὶ εἴ τις ἕτερος ἑκὼν εἶναι ὑπελείπετο. μετὰ δὲ τοῦτο στρατιὰν ἀπολεξάμενος ἐκ τῆς παρούσης εἰς τάγματα ἑκκαίδεκα, καὶ στρατηγοὺς ἐπιστήσας τόν τε πιγκέρνην Ἰωάννην καὶ τὸν γυναικὸς ἀδελφὸν Ἀσάνην τὸν Μανουὴλ, ἐκέλευεν εἰς Βυζάντιον ἐμβαλόντας καὶ περὶ τὸν Μέλανα ποταμὸν στρατοπεδευσαμένους εἴργειν τὴν ἐκ Βυζαντίου στρατιὰν, ὅπως μὴ ἐξίοιεν ἐπὶ τὰς αὐτῷ προσχωρησάσας πόλεις. αὐτὸς δὲ παρεσκευάζετο ὡς ἅμα τοῖς ἐπιλοίποις στρατιώταις διὰ Πειρίνθου καὶ Σηλυβρίας ἦσαν γὰρ ἐπαμφοτερίζουσαι καὶ μηδετέρῳ βασιλέων καθαρῶς προσέχουσαι, διελθὼν καὶ ὑποποιησάμενος, ἅμα πιγκέρνῃ καὶ Ἀσάνῃ τοῖς στρατηγοῖς ἄχρι Βυζαντίου τῶν τειχῶν ἔλθῃ ἀποπειρασόμενος, εἰ προσχωροίη. ἐν Ἀδριανουπόλει δὲ ἐπεὶ τοῦ Καντακουζηνοῦ βασιλέως ἥκει γράμματα, ὥσπερ κἀν ταῖς ἄλλαις πόλεσι κελεύοντα αὐτῷ προσέχειν ἤδη βασιλεῖ γεγενημένῳ, οἱ δυνατοὶ μὲν τῶν πολιτῶν ἐδέξαντο προθύμως καὶ ἐκέλευον τὰ γράμματα ἀναγινώσκεσθαι ἐπ' ἐκκλησίας. ὁ δῆμος δὲ οὐχ ἡδέως εἶχε, καὶ δῆλοι ἦσαν ὡς νεωτερίσοντες· οἱ δέ τινες αὐτῶν καὶ φανερῶς ἀντεῖπον. οὓς ἀπήλαυνον πρὸς ὀργὴν οἱ δυνατοὶ οὐ λοιδορίαις μόνον, ἀλλὰ καὶ μάστιγι χρησάμενοι. οἱ δὲ τέως μὲν πρὸς τὴν ὕβριν τῶν δυνατῶν διεκαρτέρουν, δεδιότες τε αὐτοὺς οὐκ ὀλίγους ὄντας, καὶ δημαγωγῶν οὐκ ὄντων ἔτι, οἳ πρὸς ὀργὴν διερεθίσουσιν. ἐπεὶ δὲ ἐπεγένετο ἡ νὺξ, Βράνος τις τοὔνομα τοῦ δήμου εἷς, σκαπάνῃ προσέχων καὶ χερσὶ καὶ γλίσχρως ἐκ τούτων ποριζόμενος τὸν βίον, καὶ δύο προσεταιρισάμενός τινας ἑτέρους, οἳ Μουγδουφὴς καὶ Φραγγόπουλος προσηγορεύοντο, νυκτός τε τῶν δημοτῶν τὰς οἰκίας περιιόντες καὶ πείσαντες μὴ ῥᾳθυμεῖν, ἀλλ' ἐπανίστασθαι τοῖς δυνατοῖς, ὡς οὐκ ἀπαλλαξόμενοι μόνον τῆς ὕβρεως ἐκείνων, ἀλλὰ καὶ τὰς οὐσίας διαρπάσοντες, καὶ χεῖρα οὐκ ὀλίγην συστησάμενοι δημώδη, ἐπιτίθενται τοῖς δυνατοῖς καὶ πάντων κρατοῦσι, πλὴν ὀλίγων, οἳ τὴν ἐπιβουλὴν αἰσθόμενοι, τὸν κίνδυνον διέφυγον, κατακρύψαντες ἑαυτούς. κατακλείσαντες δὲ ἐν τοῖς πύργοις τῆς πόλεως καὶ ἐπιστήσαντες φρουρὰς, ἐπεὶ καὶ ἡμέρα ἤδη ἦν, πανδημεὶ ταῖς οἰκίαις τῶν ἑαλωκότων ἐπελθόντες, τάς τε οὐσίας διήρπαζον, ἔπειτα καὶ τὰς οἰκίας καθῄρουν, οὐ μόνον τὰς ξυλώσεις περιαιροῦντες, ἀλλ' ὑπὸ μανίας καὶ τοίχους ἄχρι θεμελίων διαλύοντες. καὶ οὐδὲν ἦν ὅ, τι δεινὸν μὴ ἐτολμᾶτο κατὰ τῶν τὰ Καντακουζηνοῦ τοῦ βασιλέως ᾑρημένων. πολλοὶ δὲ καὶ ἰδίων ἕνεκα διαφορῶν παραπήλαυσαν τῆς τοῦ δήμου φορᾶς· ἄλλοι δὲ καὶ χρημάτων σφίσιν ὀφειλομένων, ὑπὸ τῶν λαβόντων ᾐτιάθησαν Καντακουζηνισμόν. οὕτω χαλεπὴ στάσις ἐξαρχῆς εὐθὺς ἀνήφθη. ἔδοξε δὴ καὶ μᾶλλον χαλεπωτέρα ἐκ τοῦ πρώτη παρ' αὐτοῖς γενέσθαι, ἐπεὶ ὕστερόν γε καὶ πᾶν τὸ Ρωμαϊκὸν εἰς ὠμότερα πολλῷ καὶ χαλεπώτερα ἐξετράπη, τῶν μὲν ἑκασταχοῦ δήμων τὸν βασιλέα Παλαιολόγον δεῖν οἰομένων ἑαυτοῖς δεσπότην ἐπιφημίζειν, τῶν ἀρίστων δὲ ἢ τῇ ἀληθείᾳ τῷ Καντακουζηνῷ προσκειμένων βασιλεῖ, ἢ τῶν ἀπόρων καὶ νεωτερίζειν βουλομένων τὴν ἴσην αἰτίαν ἐπαγόντων οὐκ ἔκ τινος ἐλέγχου. ῥᾷσται δὲ αὐτοῖς ἐγίνοντο αἱ ἐπαγωγαὶ χρήματά τε ἔχουσιν, ἃ ἔδει τοὺς ἀπόρους διαρπάζειν, καὶ μὴ βουλομένοις τοῖς ἄλλοις ὁμοίως συνασχημονεῖν. καὶ οἵ τε δῆμοι καὶ πρότερον πρὸς τοὺς ἀρίστους ἐκ τοῦ παρ' αὐτῶν ἄγεσθαι καὶ φέρεσθαι ἐν τῆς εἰρήνης τοῖς καιροῖς πολλὴν ἔχοντες ἀπέχθειαν, ἄλλως τε καὶ διαρπάζειν τὰς οὐσίας αὐτῶν ἐλπίζοντες πολλὰς οὔσας, ἕτοιμοι ἦσαν πρὸς τὰς στάσεις καὶ ἐξ ἐλαχίστης προφάσεως καὶ τὰ δεινότατα ἐτόλμων. οἵ τε στασιασταὶ ὡς ἐπιπολὺ τῶν ἀπορωτάτων καὶ λωποδυτῶν καὶ τοιχωρύχων ὄντες, αὐτοί τε ὑπὸ τῆς πενίας ἀναγκαζόμενοι οὐδὲν εἴασαν ἀτόλμητον, καὶ τοὺς δήμους ἐνῆγον πρὸς τὰ ἴσα, τὴν πρὸς βασιλέα τὸν Παλαιολόγον εὔνοιαν ὑποκρινόμενοι. διὸ καὶ πιστοτάτους ἑαυτοὺς προσηγορεύκασιν. ὕστερον δὲ ὥσπερ τι νόσημα κακόηθες καὶ δεινὸν τὴν πᾶσαν ἀρχὴν ἐπινεμόμενον Ρωμαίων, καὶ τῶν πρότερον δοκούντων μετρίων καὶ ἐπιεικῶν πρὸς τὴν ὁμοίαν ὕβριν ἐξεκαλέσατο πολλούς. ἐν μὲν γὰρ εἰρήνῃ καὶ πολέμων ἀπουσίᾳ αἵ τε πόλεις καὶ οἱ ἰδιῶται ἀμείνους ἔχουσι τὰς γνώμας καὶ πρὸς αἰσχρὰς καὶ φαύλας πράξεις ἥκιστα ἂν ἐξάγοιντο διὰ τὸ μὴ ἐς ἀκουσίους ἀνάγκας περιπίπτειν. ὁ δὲ πόλεμος τὴν καθημέραν ἀπορίαν ὑφαιρούμενος, βίαιος διδάσκαλος καὶ τῶν πρότερον δοκούντων ἀτολμήτων γίνεται. ἐστασίαζον οὖν αἱ πόλεις πᾶσαι κοινῇ πρὸς τοὺς ἀρίστους, καὶ οἱ ὑστερίζοντές που πύστει τῶν προγεγενημένων πολλὴν ἐπεδείκνυντο ὑπερβολὴν καὶ μέχρι φόνων ἐχώρησαν, καὶ τούτων ἀπανθρώπων, καὶ ἥ, τε ἀλόγιστος ὁρμὴ ἀνδρία ἐνομίσθη καὶ ἡ ἀναλγησία πρὸς τὸ συγγενὲς καὶ ἀσυμπάθεια βεβαία πρὸς τὸν βασιλέα πίστις· καὶ ὁ μὲν πρὸς βασιλέα τὸν Καντακουζηνὸν χαλεπαίνων καὶ πρὸς ὕβρεις ἐξαγόμενος αἰσχρὰς καὶ χαλεπὰς, πιστὸς ἐδόκει, ὁ σωφρονῶν δὲ καὶ γλώσσης κρατῶν καὶ τὸ προσῆκον ἦθος διασώζων ὕποπτος ἦν εὐθύς. ὁμοίως δὲ καὶ τὸ ἐπιβουλεῦσαι καὶ ψεύδη καὶ συκοφαντίας πλάσασθαι δόκησιν συνέσεως παρεῖχε. καὶ ἡ προδοσία τῶν οἰκειοτάτων ὥσπερ τι τῶν ἀγαθῶν ἐπετηδεύετο μετὰ ὀνόματος εὐπρεποῦς. οὕτω πᾶσα ἰδέα κακοτροπίας διὰ τὰς στάσεις ταῖς πόλεσι τότε ἐπεδείχθη καὶ οὐδὲν ἦν, ὅ, τι μὴ οἱ ἐπιεικέστεροι ὑπέμενον. οἱ μὲν γὰρ ἄριστοι αὐτίκα διεφθείροντο, ἢ τὴν προτέραν πρὸς βασιλέα τὸν Καντακουζηνὸν εὔνοιαν ἐπικαλούμενοι, ἢ τὸ μὴ ἐν τῷ αὐτίκα ἐκείνῳ πολεμεῖν· οἱ μέσοι δὲ τῶν πολιτῶν, ἢ ὅτι οὐ συνηγωνίζοντο τοῖς στασιάζουσιν, ἢ φθόνῳ τοῦ περιεῖναι. καὶ ἡ ἀνθρωπεία φύσις εἰωθυῖα καὶ παρὰ τοὺς νόμους ἀδικεῖν ἀεὶ, τότε μᾶλλον ἔδοξεν ἀκρατὴς μὲν οὖσα πρὸς ὀργὴν, ἢν μὴ ὑπὸ τῶν ἀρχόντων σωφρονίζηται, κρείσσων δὲ τοῦ δικαίου, τῶν περὶ τούτου νομίμων ἀνῃρημένων, πολεμία δὲ τοῦ κρείττονος, ἂν περιγίνεσθαι ἐξῇ.

κθʹ. Ὁ μέντοι ἐν Ἀδριανουπόλει δῆμος ἐπεὶ τοὺς δυνατοὺς αὐτῶν δεσμώτας εἰς Βυζάντιον παρέπεμψαν, δείσαντες, μὴ ἐγγὺς βασιλεὺς διατρίβων ὁ Καντακουζηνὸς ἀθρόον αὐτοῖς ἐπιστρατεύσῃ καὶ οὐχ οἷοίτε ἀμύνεσθαι ὦσι διὰ τὸ τοὺς στρατευομένους μικροῦ δεῖν ἅπαντας τοὺς μὲν ἑαλωκέναι, τοὺς δὲ μηδὲ τῶν οἰκιῶν προκύπτειν, ἐν αἷς κατεκρύπτοντο, τολμᾷν, ἄλλως τε μηδ' ἐκ Βυζαντίου βοήθειάν τινα σφίσι προσδοκῶντες ἥξειν· ᾔδεσαν γὰρ ἐκεῖ τὴν Καντακουζηνοῦ τοῦ βασιλέως στρατιὰν ἐστρατοπεδευμένην· πρὸς βασιλέα τῶν Μυσῶν πέμπουσι πρεσβείαν, δεόμενοι σφίσι κατὰ τάχος βοηθεῖν. Ἀλέξανδρος δὲ, ὥσπερ ἦν εἰκὸς, οὐ διὰ τὴν στάσιν μόνον, ἀλλὰ καὶ χρήμασι νομίσας, εἰ διαφθείρειε τοὺς ἄρχοντας τῆς πόλεως, πείσειν αὐτῷ ῥᾳδίως προσχωρήσειν, ἧκεν εἰς Ἀδριανούπολιν οὐδὲν μελλήσας. τῶν μὲν οὖν μελετωμένων ἤνυσεν οὐδέν. οἱ γὰρ τὴν πόλιν ἄγοντες σύμμαχον ἔφασαν, οὐ δεσπότην κεκληκέναι. βασιλέα δὲ τὸν Καντακουζηνὸν οὐ τὰ τυχόντα ἔβλαψεν ἡ ἐκείνου ἄφιξις, νομισθεῖσα παρὰ πᾶσιν ὡς ὑπὲρ βασιλίδος ἐγεγόνει. ἥτε γὰρ πρὸς τὸν Μέλανα ποταμὸν ἀπεσταλμένη παρ' ἐκείνου στρατιὰ καὶ οἱ στρατηγοὶ, μὴ νομίσαντες λυσιτελεῖν ἐνταῦθα διακινδυνεύειν, τοῦ βασιλέως σφίσι πολιορκουμένου παρὰ τῶν Μυσῶν, ἐπανεζεύγνυον. ἐν δὲ τῇ ἀναχωρήσει τῶν τε συγκλητικῶν τινες καὶ οὐκ ὀλίγοι στρατιῶται τοὺς στρατηγοὺς καταλιπόντες, διεδίδρασκον εἰς Βυζάντιον. ὧν ἦν καὶ ὁ Βατάτζης Ἰωάννης, τάξιν ἄγων τὴν Ἀχυραϊτῶν προσαγορευομένην. καὶ αἱ τῆς Θρᾴκης καὶ Μακεδονίας πόλεις, ὅσαι βασιλεῖ τῷ Καντακουζηνῷ ὑπήκοοι ἦσαν, τὴν ἐσβολὴν τῶν Μυσῶν πυθόμεναι ὡς κατὰ βασιλέως γένοιτο, πλὴν ὀλίγων λίαν πρὸς βασιλίδα συναπέστησαν καὶ τούς τε ἄρχοντας αὐτῶν καὶ τῶν πολιτῶν συλλαμβάνοντες τοὺς δυνατοὺς, ὑπὸ δεσμοῖς εἰς Βυζάντιον ἀπεκόμιζον. τὰ ἴσα δὲ καὶ αἱ κατὰ τὴν Ροδόπην πόλεις ἔδρων· καὶ κοινὸς ἦν ὁ πόλεμος πρός τε Καντακουζηνὸν τὸν βασιλέα καὶ τοὺς παρ' ἑκάστοις δυνατούς. σχεδὸν γάρ τοι εἰς δύο διῄρητο τὰ τῶν πολιτειῶν, καὶ οἱ μὲν ὀλίγοι τὰ Καντακουζηνοῦ τοῦ βασιλέως ἔδρων, οἱ δῆμοι δὲ ὑπὸ τῶν στασιαστῶν ἀγόμενοι καὶ τῶν ἀπόρων, τὰ βασιλίδος ᾑροῦντο μᾶλλον. κρείττους δὲ οἱ πολλοὶ πανταχοῦ γινόμενοι, διέφθειρον τοὺς δυνατοὺς, καὶ σύγχυσις δεινὴ καὶ ἀταξία τὰς πόλεις κατεῖχεν. Ἀλέξανδρος δὲ ὁ Μυσῶν βασιλεὺς ἐπεὶ τὴν Ἀδριανοῦ κατασχεῖν οὐκ ἠδυνήθη, πρὸς Διδυμοτείχῳ ἐστρατοπέδευσεν ἐλθὼν, μήπω διαβὰς τὸν Ἕβρον. στρατιὰν δὲ ἀπολεξάμενος ἐκ τῆς ἰδίας οὐκ ὀλίγην, πρὸς τὰς κατὰ Θρᾴκην ἐξαπέστειλε πόλεις ληϊσομένους. οὕτω δὲ συμβὰν, ἡ ἐκ Βυζαντίου μετὰ Ἀγγέλου τοῦ πιγκέρνη ἀναστρέφουσα στρατιὰ, οὐκ ὀλίγοις αὐτῶν περιτυχοῦσα καὶ κρείττων γενομένη, ἀπέκτεινε κατὰ τὴν μάχην. ὁμοίως δὲ καὶ περὶ τὰ παράλια τῆς Θρᾴκης χωρία στρατιὰ Περσικὴ ἐπὶ λείαν καὶ αὐτὴ περαιωθεῖσα, τοῖς ὑπολοίποις τῶν Μυσῶν κατὰ τύχην συντυχοῦσα, ἀπέκτεινέ τε καὶ εἷλε ζῶντας ἐξ αὐτῶν πολλούς. οἱ δὲ λοιποὶ πρὸς τὸ στρατόπεδον τὸ οἰκεῖον ἐπανῆλθον, οὐ μόνον ἔχοντες μηδὲν, ἀλλὰ καὶ τῶν ἰδίων πολλοὺς ἀποβαλόντες. Ἀλέξανδρος δὲ καίτοι πρότερον καταφρονητικῶς πρὸς Καντακουζηνὸν τὸν βασιλέα διακείμενος, οἷα δὴ οἰόμενος μηδὲ ὀλίγα δυνάμενον ἀντιτάττεσθαι πρὸς αὐτὸν, πρὸς τῷ πληγῆναι ἀμφοτέρωθεν ὑπό τε Ρωμαίων καὶ Περσῶν, ἔτι καὶ τὸν βασιλέα πυθόμενος ἐν Διδυμοτείχῳ στρατιᾶς πολλῆς καὶ ἀγαθῆς εὐπορεῖν, ἔδεισε καὶ περὶ τῶν ὑπολοίπων, μὴ οὐκ εἰς ἀγαθὸν αὐτῷ ἡ τόλμα ἀποβῇ, καὶ πέμψας πρεσβείαν, διελέγετο περὶ εἰρήνης. τῶν δὲ βασιλεῖ συνόντων οἱ ἐν ἡλικίᾳ καὶ θρασύτεροι τὰς ὁρμὰς, μὴ δέχεσθαι παρῄνουν τὴν εἰρήνην, ἀλλ' ἐξώρμων βασιλέα μᾶλλον πρὸς τὴν μάχην. ὁ δὲ οὐκ ἐπείθετο, πρὸς οὐδὲν οἰόμενος τὸν πόλεμον αὐτοῖς λυσιτελήσειν. «εἰ μὲν γὰρ πρὸς μόνους» ἔφασκε «Μυσοὺς ἦν ὁ ἀγὼν ἡμῖν, εἶχεν ἄν τινα ἡ τόλμα λόγον· νυνὶ δὲ οὐ μᾶλλον τούτους ἡμᾶς, ἢ ὅπως Βυζαντίους ἀμυνούμεθα χρὴ σκοπεῖν. ἄν τε γὰρ νικήσωμεν Μυσοὺς, οὐδὲν ἔσται πλέον, ἢ ὅπως ἐνθένδε ἀπελάσωμεν· ὅπερ αὐτοῖς ἀνάγκη πράττειν, ἄν τε ἡττηθῶσιν, ἄν τε μή. ἐὰν δὲ ἡττώμεθα αὐτοὶ, ὥσπερ καθ' ἡμῶν αὐτῶν ἐξεπίτηδες στρατηγήσομεν τοῖς πολεμίοις. ὥστε τί ἂν εἴη μᾶλλον ἐκείνοις ἥδιον καὶ λυσιτελέστερον, ἢ ἡμᾶς αὐτοὺς ὑπ' ἀβουλίας ἃ ἐκείνοις εὐχῆς ἄξια νομίζεται, ποιεῖν; ἄλλως τε οὐδὲ Ἀλεξάνδρου πρόφασιν ἡμῖν δικαίαν πρὸς τὸν πόλεμον παρεσχημένου, ἀδικοίημεν ἂν, εἰ μὴ διαλύεσθαι ἐθέλοιμεν. οὐ γὰρ ἡμῖν γε ἐπεστράτευσεν, ἀλλ' ἐφ' ἑτέραν πρόφασιν ἐλθὼν, ἄκων ἔβλαψεν ἡμᾶς· ὥστε καὶ ἐκ τοῦ μὴ λυσιτελεῖν ἡμῖν τὸν πόλεμον καὶ ἐκ τοῦ μὴ πρόφασιν δικαίαν εἰληφέναι τὴν εἰρήνην μᾶλλον αἱρετέον.» τοιαῦτα εἰπὼν, τοὺς πρέσβεις προσεκαλεῖτο καὶ ἐχρημάτιζε περὶ σπονδῶν. καὶ ἐπεὶ κἀκεῖνοι διαλύεσθαι ἦσαν ἕτοιμοι, αὐτοῖς μὲν δῶρα παρασχὼν, ἀπέπεμπεν εἰς τὸ στρατόπεδον. πρεσβείαν δὲ πέμψας πρὸς Ἀλέξανδρον, καὶ αὐτὸς ἐβεβαίου τὰς σπονδάς. βουλομένων δὲ τῶν βασιλέων καὶ ἀλλήλοις συνελθεῖν ἐπὶ φιλίας μᾶλλον βεβαιώσει, διεκώλυσεν ὁ χειμὼν ἐπιγενόμενος σφοδρός· ὑφ' οὐ μὴ δυνάμενον τὸ στράτευμα Μυσῶν διακαρτερεῖν ἐπὶ σκηναῖς ἀνεζεύγνυον εἰς τὴν οἰκείαν, στρατιωτῶν τε καὶ ἵππων αὐτοῖς ὑπὸ κρύους τινῶν ἀπολομένων. μετὰ τοῦτο δὲ βασιλεὺς ὁ Καντακουζηνὸς πρὸς βασιλίδα πρεσβείαν αὖθις πέπομφε περὶ εἰρήνης. ἠξίου τε, μὴ διὰ τὴν προτέραν κακοβουλίαν τοῖς ἴσοις ἢ καὶ χείροσιν ἐπιχειρεῖν, ἀλλὰ συνιδόντας ἐκ τῶν πραττομένων, ὡς οὐκ ἂν λυσιτελήσειεν ὁ πόλεμος, ἀλλὰ τὰ Ρωμαίων ἄρδην διαφθερεῖ, αἱρεῖσθαι τὴν εἰρήνην. καὶ γὰρ καὶ αὐτὸν, καίτοι δυνάμενον ἀμύνεσθαι τοῖς ἴσοις, καταθέσθαι μάλιστα τὸν πόλεμον ἐθέλειν τοῦ κοινῇ λυσιτελοῦντος ἕνεκα. ἐπρέσβευον δὲ ὅ,τε πρότερον ἥκων εἰς πρεσβείαν Δημήτριος ὁ Σγουρόπουλος καὶ ὁ Πόθος Ἰωάννης, τοῖς Ἀγγέλῳ τῷ πιγκέρνῃ οἰκείοις συγκατειλεγμένος. πρὸς μὲν οὖν τὴν πρεσβείαν οἱ ἐν Βυζαντίῳ τὰ βασιλίδος διοικοῦντες ἀπεκρίναντο οὐδέν. τῶν πρέσβεων δὲ τὸν ἕτερον μὲν ὀλίγα λοιδορήσαντες, εἶχον ἐν φρουρᾷ· Σγουρόπουλον δὲ πολλὰς αἰκισάμενοι πληγὰς καὶ τὴν ὑπήνην περικείραντες καὶ κεφαλὴν, ἐπόμπευον ἐπὶ τῆς δημοσίας ἀγορᾶς. εἶθ' ὑπὸ κλοιοῖς κατεῖχον κατακλείσαντες δεσμωτηρίῳ. τὴν διαφορὰν δὲ τῆς τιμωρίας ἐνεποίει τὸ τὸν μὲν ἐκ τῶν οἰκείων βασιλέως εἶναι, εἰς οὓς ἔδει πᾶσαν ἐνδείκνυσθαι πικρίαν καὶ μηδημίαν ὕβρεως ἐλλείπειν ὑπερβολήν· ἅμα μὲν κἀκεῖνον δι' αὐτῶν ἡγουμένους ἀτιμοῦν, ἅμα δ' ἵνα καὶ πρὸς ἄμυναν διερεθίζωσιν, ἀποθέμενον τοὺς περὶ τῆς εἰρήνης λογισμούς. ἐδεδίεσαν γὰρ, μὴ καὶ τῆς βασιλίδος τὴν εἰρήνην ἑλομένης, ἀπόλωνται αὐτοὶ, τῶν παρόντων κακῶν αἰτιώτατοι ὀφθέντες. τὸν Πόθον δὲ ἐσκέπτοντο μετὰ μικρὸν τοῦ δεσμωτηρίου ἀπολύσαντες, Πιγκέρνῃ προσπέμψαι, πολλὰ ἐπαγγελλόμενοι καὶ θαυμαστὰ, εἰ βασιλέως ἀποστὰς ἕλοιτο μᾶλλον σὺν αὐτοῖς ἐκείνῳ πολεμεῖν. διὸ καὶ προσηνέστερόν πως προσηνέχθησαν. ὀλίγῳ δὲ ὕστερον καὶ Συραλὴν κρατήσαντες πρὸς Χίον διαπεραιούμενον ἐπὶ βασιλέως, ὅτι καὶ αὐτὸς τῶν οἰκειοτάτων ἐκείνῳ ἦν, ἀγαγόντες πρὸς Βυζάντιον καὶ τρίχας καὶ γένειον περιελόντες, ὄνῳ τε ἐπιθέντες τετραμμένον ἐπὶ τὸν πρωκτὸν, ἠνάγκαζον τὴν ὄνου κατέχειν οὐρὰν ἐφ' ὕβρει πλείονι. καὶ τοῦτον ἐθριάμβευον τὸν τρόπον.

λʹ. Ἐπεὶ δὲ αἱ πόλεις πᾶσαι πλὴν Παμφίλου καὶ Κοπρίνου πόλεων κατὰ τὴν Θρᾴκην καὶ φρουρίου τινὸς Ἐμπυθίου προσαγορευομένου, ὃπερ ἐγγὺς Διδυμοτείχου πολλοῖς πρότερον χρόνοις ἐξ αὐτῶν κρηπίδων ἐδείματο ὁ βασιλεὺς, πρὸς βασιλίδα συναπέστησαν, ὥσπερ ἐκ συνθήματος τά τε βασιλέως διηρπάζετο ἐν πάσαις σχεδὸν διεσπαρμένα, ἃ καὶ μᾶλλον ἔπεισε τοὺς ἑκασταχοῦ ἐκπολεμωθῆναι πρὸς αὐτὸν, ὁρῶντας οὐκ ὀλίγον τὸ κέρδος τοῦ πολέμου, καὶ τὰ τῶν ἐκείνῳ προσεχόντων ἢ ἀληθῶς, ἢ καὶ ὑποπτευομένων ἔκ τινος αἰτίας. τὸν μὲν οὖν τῶν χρημάτων ἀριθμὸν, ὅσος ἐν Βυζαντίῳ καὶ ταῖς ἄλλαις πόλεσιν ὑπὸ τῶν τὰ βασιλίδος πραττόντων διηρπάγη βασιλέως τε καὶ τῆς μητρὸς, σαφέστατα εἰπεῖν οὐκ ἔστιν, οὐδὲ τῶν ἐχόντων αὐτῶν εἰδότων ὑπὸ πλήθους ἀκριβῶς. βοσκημάτων δὲ βοῶν μὲν ἀγέλαι πολλαὶ, ἐς πεντακισχιλίας ἔχουσαι νομάδας· ζεύγη δὲ, οἷς ἐχρῆτο πρὸς τὰς γεωργίας, χίλια· ἵπποι θήλειαι νεμόμεναι πεντακόσιαι πρὸς δισχιλίαις, κάμηλοι διακόσιαι, ἡμίονοι τριακόσιαι, ὄνοι δὲ πεντακόσιοι· συβώσιά τε ἐς πέντε μυριάδας ἔχοντα συῶν, καὶ προβάτων μυριάδες ἑπτά· καρπῶν δὲ ἄπιστόν τι χρῆμα καὶ δυσαρίθμητον κομιδῇ. ὧν ἁπάντων ἐν χρόνῳ ἀποστερηθεὶς βραχεῖ, οὐδὲν ἀγεννὲς ἢ μικρόψυχον ἐφθέγξατο· ἐκεῖνο δὲ ἠνία μόνον, ὅτι εἰς οὐδὲν χρήσιμον ἀνάλωτο τῷ κοινῷ. αὐτὸς γὰρ ἰσχυρίζετο οὕτω διανενοῆσθαι, ὡς πάντα ἀναλώσων τῆς Ρωμαίων ὠφελείας ἕνεκα. ἐν Βυζαντίῳ δὲ τοῦ στρατεύματος ὁ τοῦ βασιλέως κηδεστὴς Ἀνδρόνικος ὁ Ἀσάνης στρατηγὸς ἀποδειχθεὶς καὶ τὸν πρὸς τὸν γαμβρὸν πόλεμον ἀναδεξάμενος, ἄρας ἐκεῖθεν, τὰς κατὰ Θρᾴκην περιῄει πόλεις, πάντων προθύμως ὑποδεχομένων καὶ συναιρομένων πρὸς τὸν πόλεμον τὰ δυνατά. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς πολλῆς μὲν καὶ ἀγαθῆς εὐπόρει στρατιᾶς· στρατεύεσθαι δὲ ἀμήχανον ἦν διὰ τὴν ὥραν, καταφυγὴν τῆς στρατιᾶς πρὸς τοὺς ὑετοὺς καὶ τὴν χιόνα οὐκ ἐχούσης, ἐκπεπολεμωμένων ἤδη πάντων. ὅθεν, εὐδίας μὲν οὔσης, τὰς παρακειμένας κατέτρεχον πόλεις καὶ κακῶς ἐποίουν, τῆς ἐκ Βυζαντίου στρατιᾶς πρὸς τὰς πόλεις καταδυομένης καὶ οὐδ' ἀντιβλέπειν οὔσης δυνατῆς. ἐπεὶ δ' ἀναχωροῖεν ὑπὸ τοῦ χειμῶνος ἐκβιαζόμενοι ἐκεῖνοι, αὖθις οἱ Βυζάντιοι ἀναθαρσοῦντες ταῖς πόλεσιν ἐπέκειντο, αἳ πολέμιοι ἐδόκουν. καὶ ἡ χώρα πᾶσα ὥσπερ ὑπὸ πολεμίων δῃουμένη, μετανίστατό τε εἰς τὰς πόλεις καὶ οὐδὲν ἦν ὅ, τι οὐκ ἔπασχε δεινὸν, καὶ σκυθικὴ ἐρημία ἡ κατακράτος οἰκουμένη Θρᾴκη ἀπεδείκνυτο οὐκ ἐν μακρῷ, καὶ ἡ Ρωμαίων ἰσχὺς ὑφ' ἑαυτῆς ἐδαπανᾶτο καὶ διεφθείρετο. οὐ μὴν οὐδὲ οἱ βάρβαροι ἠμέλουν, ἀλλ' εἰδότες, ὡς ἡ Ρωμαίων στρατιὰ διῄρηται καὶ στασιάζει πρὸς ἑαυτὴν, ἐκ τῆς Ἀσίας περαιούμενοι καὶ ἵπποις καὶ πεζῇ, τὰ μέγιστα ἐκάκουν, οὐδενὸς ἀνθισταμένου. καὶ τὰ παράλια πάντα ἐν βραχεῖ κενὰ ἀνθρώπων ἀπεδείκνυσαν, πάντας ἐξανδραποδιζόμενοι, πλὴν ὅσοι πόλεις ἢ φρούρια κατῴκουν. ὕστερον δὲ ἐκείνων ἀναλωθέντων, καὶ πρὸς τὴν μεσόγειαν ἐχώρησαν. οἱ μέντοι Ρωμαῖοι οὕτω τοῦ χειμῶνος διετέλεσαν ἀλλήλοις ἀντεπεξιόντες καὶ βλάπτοντες ὅσα δυνατά. Διδυμοτείχῳ δὲ ἡ ἐκ Βυζαντίου στρατιὰ οὐδέποτε ἐτόλμησεν ἐπιστρατεῦσαι, παρόντος βασιλέως. οἱ μέντοι ἐκ Τζερνομιάνου φρουρίου τινὸς οὐ πόῤῥω Διδυμοτείχου κατῳκισμένου, οὐ φαῦλά τινα λῃστεύοντες ἐκάκουν. σχεδὸν γὰρ οὐ διέλιπον ἀεὶ νυκτὸς τὰ τείχη περιιόντες καὶ λῃστεύοντες, οἷς ἂν ἐντύχοιεν. ἐλάνθανον δὲ οὐ δι' ὀλιγότητα μόνον, ἀλλὰ καὶ δι' ἐμπειρίαν. ἦσαν γὰρ περὶ λῃστείας κάλλιστα ἐξησκημένοι. προλοχήσαντες δὲ οἱ ἐν Διδυμοτείχῳ στρατιῶται, ἐπεὶ κατὰ τὸ εἰωθὸς εἰς λῃστείαν αὖθις ἧκον πλείονες ὄντες τῶν ἐπιέναι εἰωθότων, οὐκ ὀλίγους ἀπέκτειναν αὐτῶν τοῦ λόχου ἀναστάντες. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς διενοεῖτο μὲν ὡς ἅμα ἦρι Βυζαντίῳ ἐπιστρατεύσων καὶ πειρασόμενος, εἰ δύναιτο ἑαυτῷ ὑποποιεῖν· ὅμως τοῦ χειμῶνος τοῖς ἐν Ἀδριανουπόλει ἄρχουσι προσπέμπων κρύφα καὶ διαλεγόμενος, ἔπεισε τὴν πόλιν ἐγχειρίζειν. καὶ ἐπεὶ συντέθειτο ἡμέρα, καθ' ἣν ἔδει ἐπελθεῖν, τὴν οὖσαν στρατιὰν παραλαβὼν καὶ προσποιησάμενος ἐφ' ἑτέρας τῆς Θρᾴκης βαδιεῖσθαι πόλεις, ὡς πολιορκήσων, ἵνα μὴ ὑπό του τῶν τὰ βασιλίδος ᾑρημένων πρὸς τὴν Ἀδριανοῦ ἡ ἔφοδος μηνυθῇ, παρὰ τὸν Ἕβρον ἐστρατοπέδευσεν, ὡς περαιωσόμενος εἰς τὴν ὑστεραίαν. πέμψας δὲ καὶ πρὸς Πιγκέρνην τὸν ἀνεψιὸν, τὸ Πάμφιλον ἅμα χιλίοις φρουροῦντα στρατιώταις τήν τε ἀκρόπολιν ἑτέροις ὁπλίταις καὶ ψιλοῖς τοξόταις ἑκατὸν, ἐκέλευε τὴν ἐν τῇ ἀκροπόλει φρουρὰν καταλιπόντα καὶ τῆς στρατιᾶς τῆς ἱππικῆς τριακοσίους, ὥστε φρουρεῖν τὴν κάτω πόλιν, τοὺς λοιποὺς ἀναλαβόντα, ἥκειν πρὸς αὐτόν· ἐδήλου δὲ καὶ τὴν αἰτίαν, ἧς ἕνεκα καλοῖτο. ὁ δ' ἡγησάμενος τὴν ἐν τῇ ἀκροπόλει μόνην φρουρὰν ἀρκέσειν πρὸς κατάσχεσιν τῆς πόλεως, τοὺς ἱππέας ἅπαντας παραλαβὼν, ἧκεν ὡς βασιλέα. τῆς αὐτῆς δὲ νυκτὸς τοῦ βορέα πνεύσαντος δριμύτερον, ἅμ' ἡμέρᾳ κρυσταλοῦσθαι ἤρχετο ὁ ποταμὸς καὶ ὀλίγῳ ὕστερον ἅπας διεφαίνετο κρυσταλωθείς. οὔτε δὲ τοσοῦτον εἶχε στεῤῥότητος ὁ πάγος, ὥστε στέγειν τοὺς ἱππέας ἐπ' αὐτὸν περαιουμένους, οὔτε τοῖς συνήθεσιν ἀκατίοις πρὸς τὸν πόρον δίοδον παρεῖχεν. ἀλλὰ τοῦ μὲν στεῤῥότερος ἐφαίνετο, τοῦ στέγειν δὲ τοὺς ἵππους ἀδρανέστερος. διὸ καὶ ἀπορίαν πολλὴν παρεῖχε πρὸς τὸν πόρον. δυοκαίδεκα μὲν οὖν ἐστρατοπεδεύετο ἐκεῖ ὁ βασιλεὺς ἡμέρας, περιμένων εἰ τρόπῳ δή τινι ἐγγένοιτο τὸν Ἕβρον διαβῆναι. ἐν ταύταις δὲ ἐκ Βυζαντίου τῇ Ἀδριανοῦ ἐπιγενόμενοι στρατιῶται ἑξακόσιοι τὴν ἐπιχείρησιν ἀφείλοντο. ἐν Παμφίλῳ δὲ ἐπεὶ ὁ Πιγκέρνης οὐ παρῆν, ἔχων τὴν στρατιὰν, ἣν ἐκεῖνοι ἐδεδοίκεσαν νεωτερίζειν, πρότερον τῶν φρουρῶν τινας χρήμασι διαφθείραντες καὶ πείσαντες τὰ ἀγγεῖα λάθρα ἐκκενοῦν, ἐν οἷς ὕδωρ αὐτοῖς καὶ οἶνος καὶ εἴ τι ἕτερον ὑγρὸν πρὸς πόσιν ἐφυλάττετο, οὐ γὰρ ἐκ πηγῆς ἀρύεσθαι ἐνῆν, ὡς ἐπύθοντο ἠνυσμένην τὴν ἐπιβουλὴν, πόλεμον πρὸς τοὺς ἐν ἀκροπόλει φρουροὺς κοινῇ πᾶσα ἡ πόλις ἀναιροῦνται. καὶ ἐκπολιορκήσαντες ἐν ταύταις ταῖς ἡμέραις, παρεστήσαντο μάλιστα δίψῃ πιεσθέντας. δήσαντες δὲ τούς τε ἡγουμένους αὐτῶν, οἳ ἦσαν τρεῖς, καὶ τὴν φρουρὰν, ἔπεμψαν εἰς βασιλίδα. οὓς καὶ ἀτιμάσαντες οἱ ἐν Βυζαντίῳ καὶ πᾶν εἶδος ἐπιδειξάμενοι ἐρεσχελίας, εἶχον ἐν δεσμωτηρίῳ. ὁμοίως δὲ καὶ πρὸς βασιλέα τὸν Καντακουζηνὸν πολλὴν ἐνεδείκνυντο ἀγνωμοσύνην, οὐδεμιᾶς ὕβρεως φειδόμενοι. εἰς τοσοῦτον δὲ προῆλθον ἀτοπίας, ὥστε εἴ ποτε καὶ βασιλεὺς ὁ νέος Ἰωάννης προΐοι τῶν βασιλείων ῥᾳστώνης εἵνεκα, οὐ γὰρ δὴ αὐτῷ τι τῶν κοινῶν ἐπράττετο διὰ τὸ τῆς ἡλικίας πάνυ ἀτελές· ἐννέα γὰρ ἦν ἔτη γεγονὼς τελευτῶντος τοῦ πατρὸς, ὑπὸ τῶν τὰ πράγματα ἐχόντων προπεμπόμενοί τινες, τὸν δῆμον διηρέθιζον, καὶ ἄνδρας καὶ γυναῖκας, ὥστε διιόντος πολλὰς Καντακουζηνοῦ τοῦ βασιλέως καταχέειν λοιδορίας καὶ ὡς μάλιστα ἀσέμνους. καὶ τοῦτο ἦσαν ὥς τι δῶρον τῶν ἡδέων προσάγοντες τῷ νέῳ βασιλεῖ. σκοπὸς δὲ ἦν αὐτοῖς τῶν ὕβρεων οὐδὲν μὲν ἧττον, ὥστε καὶ τὸν δῆμον εἰς πλείονα ἐμβάλλειν φόβον, ὡς εἰ περιγένοιτο ὁ βασιλεὺς πικρῶς ἀμυνούμενος διὰ τὰς ὕβρεις· ὃ καὶ κατὰ σκοπὸν ἐξέβαινεν αὐτοῖς. πάντες γὰρ οἱ δῆμοι ὅσῳ μᾶλλον ἐξεμαίνοντο, τοσοῦτον ἐδεδίεσαν. ἐκ τούτου δὲ ἀσύμβατοί τε ἦσαν πρὸς ἐκεῖνον καὶ μᾶλλον ἐξεμαίνοντο διὰ τὴν ἐκ τῆς ἀντιδόσεως πονηρὰν ἐλπίδα. ἄλλως θ' ὅπως καὶ πᾶσιν ὑπόνοιαν παρέχωσιν, ὡς, εἰ μὴ διέφθαρτο ἐκεῖνος καὶ ἐξησθένηκε παντάπασιν, οὐκ ἂν οὕτω κατεφρόνουν. οὐδὲν οὖν ἧττον καὶ διὰ τὰ τοιαῦτα τὸ ὑβρίζειν αὐτοῖς ἐπετηδεύετο· μάλιστα δὲ ἵν' ἐκεῖνος πυνθανόμενος, ἀπαγορεύῃ τὴν εἰρήνην, νομίζων κατὰ γνώμην τὰ τοιαῦτα πράττεσθαι τῇ βασιλίδι. οὐδὲν γὰρ αὐτοῖς οὕτω δεινὸν ἐφαίνετο τῶν πρὸς τὸν πόλεμον, ὅσον ἄγειν κίνδυνον ἡ εἰρήνη ἐνομίζετο. διὸ καὶ πάντα ἐπενόουν καὶ ἐμηχανῶντο, ὥστε μὴ γενέσθαι. ἐπὶ τῆς βασιλίδος μέντοι οὐκ ἀσέμνως οὕτως ἐλοιδοροῦντο, ὀργῇ γὰρ πρὸς τοὺς οὕτως ἀσελγαίνοντας ἐφέρετο, ἀλλ' ἠρῶντο μόνον τὰ δεινότατα καὶ πολλὴν κατεψηφίζοντο σκαιότητα καὶ πονηρίαν τρόπων, ὅτι τοσούτων παρὰ βασιλέως ἀπολελαυκὼς καὶ οὕτω φιληθεὶς, ἀχάριστος ἐκ διαμέτρου καὶ κακὸς περὶ τοὺς ἐκείνου παῖδας ὦπται. ἐκεῖνοι μὲν οὖν οὕτως ἠκολάσταινον περὶ τὴν γλῶτταν· καὶ ὁ πατριάρχης ὀλίγα ἢ οὐδὲν φροντίζων τῶν ἐκκλησιαστικῶν θεσμῶν, αὐτόν τε βασιλέα, μηδεμίαν πρόφασιν πρὸς τὸν πόλεμον παρεσχημένον, ἀλλὰ καὶ πολλὰ πολλάκις δεηθέντα διαλύσασθαι, ἀφορισμῷ ὑπέβαλεν, ὡς κακὸν ὀφθέντα περὶ βασιλίδα, καὶ εἴ τις αὐτῷ συνείη· βασιλεὺς δὲ ὁ Καντακουζηνὸς οὐ μόνον αὐτὸς τἀναντιώτατα ἐφαίνετο ποιῶν, ἀλλὰ καὶ τοὺς συνόντας ἀναπείθων. οὐ γὰρ μόνον βασιλίδα, εἴποτε ἔδει μνημονεύειν, διὰ πάσης εὐφημίας ἦγεν, ἀλλὰ καὶ τοὺς ἄλλους ἀπὸ τῶν ἀξιωμάτων μᾶλλον, ἢ τῶν ὀνομάτων προσηγόρευε, τῶν ἐξ Ἀνδρονίκου μέντοι τοῦ βασιλέως ἑκάστῳ δεδωρημένων, ἐπεὶ τῶν ὕστερον, ὡς παρὰ δίκην γεγενημένων, τὰ πολλὰ ἀπέστεργε. τῶν συνόντων δὲ ἐπ' αὐτοῦ τινος τὸν παρακοιμώμενον καὶ ἕτερόν τινα τῶν ἐν Βυζαντίῳ ὑβρίσαντος αἰσχρῶς, ἐκέλευσε τυπτηθῆναι, γυναιξὶ φάμενος πορνευομέναις προσήκειν τὰ τοιαῦτα, ἀνδράσι δὲ τὸ μάχεσθαι.

λαʹ. Πρὸς μέντοι τὸν ἔπαρχον τὸν Μονομάχον ἐπιτροπεύοντα Θεσσαλίας καὶ Συναδηνὸν τὸν πρωτοστράτορα Θεσσαλονίκης τότε ἄρχοντα καὶ Συργὴν Ντελενουζίαν τὸν βασιλέως Ἀνδρονίκου ἀνεψιὸν, τὸν Κύπρου ῥηγὸς υἱὸν, Φερῶν καὶ αὐτὸν ἄρχοντα, οὗ καὶ τὴν θυγατέρα, τοῦ βασιλέως Ἀνδρονίκου περιόντος ἔτι, τῷ υἱῷ Μανουὴλ ὁ τότε μέγας δομέστικος κατηγγύησε, πρεσβείαν πέπομφεν ὁ βασιλεὺς, αἰτίας ἑαυτὸν ἐπὶ τοῖς γεγενημένοις ἀπολύων, ὡς οὐκ ἀπὸ γνώμης ἐπιβούλου καὶ πονηρᾶς, οὐδ' ἐπιθυμίᾳ τιμῆς βασιλικῆς τὰ τοιαῦτα νεωτερισθείη, ἀλλ' ὑπὸ τῶν ἐν Βυζαντίῳ πόλεμον ἀκήρυκτον ἐξενεγκόντων κατ' αὐτοῦ, καὶ ἄκων εἰς ταῦτα ἐξενηνεγμένος· ὅθεν καὶ τῶν πραγμάτων ἐπειγόντων, καὶ πρὶν αὐτοῖς κοινώσασθαι τὴν γνώμην, ἃ αὐτῷ τε καὶ πᾶσι τοῖς συνοῦσι λυσιτελεῖν ἐδόκει καταπεπράχθαι. ἠξίου τε μὴ διὰ τὰ τοιαῦτα δυσχεραίνειν ὡς περιοφθέντας, ἀλλ' εἴ τι καὶ τῶν μὴ δεόντων γένοιτο, ἀνάγκῃ τῶν πραγμάτων προσλογίζεσθαι. ἔπαρχος μὲν οὖν οὔτε τὴν πρεσβείαν προσεδέξατο, οὔτ' εὐθὺς πρὸς πόλεμον ἐκινήθη, ἀλλὰ τὴν κοινωνίαν μόνον ἀπηγόρευεν. ὁμοίως δὲ καὶ πρωτοστράτωρ πολλὴν τοῦ βασιλέως ἀμνημοσύνην τῶν φίλων κατηγόρει, ὅτι δὴ αὐτὸν πολλὴν τῆς εἰς ἐκεῖνον εὐνοίας ἐκ πολλῶν ἐτῶν ἀπόδειξιν ἐπιδεδειγμένον, ὥς τινα τῶν πολλῶν ὀλίγον διαφέροντα περιεῖδε, καὶ ταῦτα τοιούτοις μέλλων ἐγχειρεῖν. οὐδὲν μέντοι δεινὸν εἴργαστο τὸν πρεσβευτὴν, ἀλλ' ἐκέλευεν αὖθις ἀναστρέφειν πρὸς τὸν πέμψαντα. Συργὴς δὲ εἴτε καὶ ἐκ προφάσεώς τινος ἀρχαιοτέρας μηνίων, εἴτε καὶ τότε πρῶτον ἐκ τοῦ παρεωρᾶσθαι ὑπωπτευκέναι πρὸς ὀργὴν ἐξήγετο, τούς τε λόγους τῆς πρεσβείας ὡς ἔχοντας οὐδὲν ὑγιὲς, ἀλλ' ἀπάτῃ συνεσκευασμένους, ἀπεπέμπετο, φάσκων ὡς, εἰ καὶ παρ' ἐκείνῳ τῶν μηδενὸς ἀξίων ἐνομίσθη, ἀλλ' αὐτὸς αὐτοῖς ἔργοις ποιήσειν καταφανὲς, ὡς τούς τε φίλους ὠφελεῖν καὶ τοὺς πολεμίους βλάπτειν δύναιτο τὰ μέγιστα· καὶ τοὺς πρέσβεις εἰς τὸ δεσμωτήριον εἰσῆγεν. οἳ Δημήτριός τε ἦσαν ὁ Κασανδρηνὸς καὶ Λάσκαρις, ὃς ἦν μέγας χαρτουλάριος τὴν ἀξίαν. ὄντος δὲ ἐν Φεραῖς οὐ βοσκημάτων μόνον πλήθους Καντακουζηνῷ τῷ βασιλεῖ, ἀλλὰ καὶ πυῤῥῶν καὶ καρπῶν τῶν ἄλλων, διὰ τὸ μεγάλας καὶ πλείστας κτήσεις μᾶλλον, ἢ κατὰ τὰς ἄλλας πόλεις ἐνταυθοῖ κεκτῆσθαι, πάντα ἐποιεῖτο ἴδια εὐθύς· δι' ἃ καὶ μᾶλλον ὑπωπτεύθη τὸν πρὸς ἐκεῖνον πόλεμον ᾑρῆσθαι, συνιδὼν, ὡς ἔοικεν, ὡς ἐκ τῆς διαφορᾶς τῆς πρὸς ἐκεῖνον μείζω δύναιτο καρποῦσθαι, ἢ τῆς ὁμονοίας, εἴγε καὶ τῶν πρώτων καὶ μεγίστων ἀπολαύοι παρ' αὐτῷ τιμῶν. οὐ μόνον γὰρ ἐκείνων τοσούτων ὄντων κύριος ἦν εὐθὺς, ἀλλὰ καὶ τοὺς φίλους διηρεύνα, οἳ ἦσαν ἐν Φεραῖς πολλοί. καὶ πάντων τὰς οὐσίας ἀφαιρούμενος, ἐκόλαζεν ἀπανθρώπως. ἦν γὰρ δὴ πρὸς τοῦτο πρότερόν τε ἔχων μάλιστα ἐπιῤῥεπῶς καὶ τότε μάλιστα ἐφιλονείκησε μηδεμίαν ὠμότητος ὑπερβολὴν ἀπολιπεῖν. πολλῷ γὰρ τῷ μέτρῳ τοὺς ἐν Βυζαντίῳ παρήλασεν ἐν πᾶσι, πλὴν τῆς ὕβρεως· ἐν τούτῳ γὰρ μόνῳ σωφρονοῦντα ἑαυτὸν παρέσχετο. τήν τε μνηστείαν τῆς θυγατρὸς, ἣν πρότερον πρὸς τὸν βασιλέως υἱὸν πεποίητο, διέλυσε. τότε μὲν οὖν χειμῶνος ἐξαισίου ἐπιγενομένου, ἥ τε ἐκ Βυζαντίου καὶ ἡ ἐκ Διδυμοτείχου στρατιὰ ἡσύχαζον, μὴ δυνάμενοι ἀλλήλοις ἀντεπεξιέναι διὰ τὸν χειμῶνα. ἐν τούτῳ δὲ καὶ ὁ πρωτοστράτωρ ἐκ Θεσσαλονίκης, ὅτι τὴν βασιλέως ἀπείπατο πρεσβείαν, μεταμεληθεὶς, τῶν οἰκειοτάτων πέμψας τινὰ, κρύφα διελέγετο ὡς Θεσσαλονίκην παραδώσων. εἶναι γὰρ αὐτῷ τοὺς συμπράττοντας ἐκεῖ πολλούς. συνεβούλευέ τε μὴ μέλλειν, ἀλλ' ἅμα ἦρι ἥκειν πρὸς αὐτὸν, ὡς πολλῆς αὐτῷ ὠφελείας ἐσομένης ἐξ ἐκείνου. ὁμοίως δὲ καὶ Χρέλης, ὃς ἦν πρότερον πρὸς Ἀνδρόνικον τὸν βασιλέα ηὐτομοληκὼς ἐκ Τριβαλῶν, στρατιώτας τε ἔχων χιλίους καὶ πόλεις τρεῖς παραδεδωκὼς, ἃς Ρωμαίων οὔσας ὑπηκόους κατὰ τὸν πρὸς ἀλλήλους τῶν Ἀνδρονίκων βασιλέων πόλεμον κατέσχον οἱ Τριβαλοὶ, τῶν κατεχόντων Ρωμαίων παραδόντων· οὗτος δὴ οὖν ὁ Χρέλης χρήμασί τε ἐῤῥωμένος καὶ στρατιὰν ἔχων ἀξιόλογον ὑφ' ἑαυτῷ καὶ πρότερον βασιλεῖ τῷ Καντακουζηνῷ ἐς τὰ μάλιστα φίλος ὢν, δι' αὐτοῦ γὰρ καὶ Ἀνδρονίκῳ προσῆλθε τῷ βασιλεῖ, πέμψας καὶ αὐτὸς, ὅτι τε αἱροῖτο ἐδήλου τὰ ἐκείνου, καὶ παρῄνει καὶ αὐτὸς πρὸς τὴν ἑσπέραν μᾶλλον τρέπεσθαι, ὡς οὐ φαύλης τινὸς αὐτόθεν ἐσομένης ὠφελείας. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς, ἐπεὶ ἔαρος ὥρα ἤδη ἦν, ἐκκλησίαν συναγαγὼν ἐκ τῶν συνόντων, πρὸς ὅ,τι χρὴ τρέπεσθαι ἐσκέπτοντο. ὅσοι μὲν οὖν ἐκ Βυζαντίου ἦσαν, τὴν εἰς Βυζάντιον μᾶλλον συνεβούλευον αἱρεῖσθαι εἰσβολὴν, ὡς ἢν κρατήσωσιν ἐκείνου, εἶναι δὲ οὐκ ἀγεννεῖς ἐλπίδας, πολλῶν ἐκεῖ τὰ βασιλέως ᾑρημένων, μεγάλων ἀπαλλαξόμενοι καὶ πόνων καὶ κινδύνων. οἱ δ' ἑσπέριοι τοῖς ἐκ τῆς ἑσπέρας προσέχειν ᾤοντο μᾶλλον πράγμασι δεῖν, ὡς οὐκ ἐκπεπολεμωμένοις βασιλεῖ, ἀλλὰ προσχωρήσουσι διὰ τὴν εὔνοιαν ῥᾳδίως. τὰ δ' ἐν Βυζαντίῳ μεγάλης δεῖσθαι τῆς παρασκευῆς, πολλῶν ὄντων ἐκεῖ τῶν πολεμιωτάτων βασιλεῖ καὶ τοὺς ἄλλους ἐναγόντων πρὸς τὸν πόλεμον. οἷς δεῖ ἐπιστρατεύειν ἐπανήκοντας ἐκ τῆς ἑσπέρας καὶ μεγάλην ἐκεῖθεν περιβεβλημένους δύναμιν. τὸ μέντοι μισθοφορικὸν τῆς στρατιᾶς καὶ ὅσοι τῶν βασιλέως ἦσαν οἰκετῶν, διεφέροντο πρὸς οὐδὲν, ἀλλ' ἕτοιμοι ἦσαν πρὸς ὅ,τι ἂν βασιλεῖ δοκῇ λυσιτελεῖν τρεψόμενοι καὶ αὐτοί. βασιλεὺς δὲ οὐκ ἔφασκε δεῖν τοὺς ἐκ τῆς ἑσπέρας καλοῦντας ὄντας τηλικούτους περιορᾷν. καὶ μὴ καλούντων γὰρ, εἰ μόνον ἐλπίς τις ὑπεφαίνετο βεβαία τοῦ προσάξασθαι αὐτοὺς ἐκεῖ παραγενομένους, ἦμεν ἂν οὐδεμιᾶς ἀπηλλαγμένοι μέμψεως, εἰ τοιαύτην δύναμιν προείμεθα ἑκόντες· νυνὶ δὲ, καλούντων τε αὐτῶν καὶ βεβαίαν τῶν ἐκεῖ πραγμάτων παρεχόντων τὴν παράληψιν, οὔτε λυσιτελὲς, οὔτε σῶφρον παριδεῖν· ἀλλὰ δέον καὶ τὴν ἐκείνων προσλαβόντας δύναμιν, οὕτω χωρεῖν ἐπὶ τοὺς ἄλλους. δέος γὰρ, μὴ καὶ ταύτης ἀμελήσαντες, ἀντὶ συμμάχου καὶ φίλης πολεμίαν πρὸς τοῖς ἄλλοις ἕξομεν.» οὕτως εἰπόντος βασιλέως, καὶ οἱ ἄλλοι ἐπεψηφίζοντο, οἱ μὲν ἑκόντες, οἱ δ' ἀνάγκῃ.

λβʹ. Πρὸς μὲν οὖν Διδυμοτείχῳ βασιλίδα τὴν γυναῖκα κατέλιπεν ὁ βασιλεὺς ἅμα θυγατράσι τρισὶ καὶ δουκὶ Νικηφόρῳ τῷ δεσπότου παιδὶ, ᾧ Μαρίαν συνῴκησε τὴν θυγατέρα, ἀδυνάτως ἔχοντι στρατεύεσθαι διὰ τὴν ἡλικίαν, ἔτι γὰρ παρήμειβε τὴν παιδικὴν, στρατιάν τε ἱππικὴν, ὅσην ᾤετο ἀρκέσειν πρὸς τὰς ἐκ τῶν ἄλλων πόλεων καὶ Βυζαντίου ἐφόδους ἐσομένας. πρὸς γὰρ τοῖς ὕστερον ὀλίγῳ ἐπιγενομένοις χίλιοι ἦσαν. ὧν ἦρχον Μανουὴλ ὁ Ταρχανειώτης καὶ ὁ Φακρασὴς Γεώργιος καὶ τρίτος ὁ τῆς αὐλῆς πριμμικήριος Παλαιολόγος ὁ Ἰωάννης, καὶ ὁ Γλαβᾶς Γεώργιος σὺν τούτοις. ἐπὶ δὲ τῆς ἔξω Διδυμοτείχου συνοικίας οὔσης πολλῆς, ἑτέρους ἐπέστησεν ἄρχοντας ὀκτὼ, ὧν ἦρχεν ἕκαστος χιλίων τοξοτῶν. στρατηγὸν δὲ ἐπὶ πᾶσι τὸν γυναικὸς ἀδελφὸν Ἀσάνην κατέλιπε τὸν Μανουήλ. πόλεων δὲ τῶν κατὰ τὴν Θρᾴκην ἁπασῶν οὐδεμία αὐτῷ προσεῖχεν, ἀλλὰ πᾶσαι πρὸς βασιλίδα συναπέστησαν, πλὴν τοῦ Ἐμπυθίου φρουρίου, ὃ αὐτῷ, περιόντος ἔτι βασιλέως, ᾠκοδόμητο αὐταῖς κρηπῖσιν. αὐτὸς δὲ τούς τε υἱοὺς ἔχων Ματθαῖον καὶ Μανουὴλ καὶ τὸν γυναικὸς ἀδελφὸν Ἀσάνην τὸν Ἰωάννην, ἔτι τε Ἄγγελον Πιγκέρνην τὸνἀνεψιὸν, καὶ τῶν εὐγενῶν καὶ καθ' αἷμα προσηκόντων οὐκ ὀλίγους, τὴν στρατιὰν πολλὴν καὶ ἀγαθὴν οὖσαν παραλαβὼν, ἐξῆλθε Διδυμοτείχου πέμπτῃ Μαρτίου ἱσταμένου τῆς δεκάτης ἰνδικτιῶνος. προὔπεμπέ τε ἑαυτοῦ Κωνσταντῖνον τὸν Παλαιολόγον, τὸν δεσπότου Μιχαὴλ τοῦ δουκὸς υἱὸν, ὡς δι' αὐτοῦ τῶν δοκούντων λυσιτελεῖν τινα προπαρασκευασόμενος. ὁ δ' αὐτίκα πρὸς Συργὴν ἀφίστατο ἐν Φεραῖς, εἴτε περὶ τῆς οἰκίας δείσας, Φεραίοις γὰρ συνῴκει, εἴτε καὶ οἰωνισάμενος ἐκ τῆς τῶν πόλεων ἀποστασίας, ὡς οὐ κατὰ ῥοῦν βασιλέως Καντακουζηνοῦ τὰ πράγματα χωρήσει. βασιλεὺς δὲ, καίτοι τῶν πραττομένων οὐ πάνυ χρηστὰς ἐλπίδας παρεχόντων, τὴν στρατιὰν ἔχων ἐστρατοπέδευσεν ἐν Βήρᾳ. ἀφθονίαν δὲ ἐκεῖ τοῖς ἵπποις τοῦ τόπου παρέχοντος τροφῆς, οὔπω γὰρ ἦν ἀπολαύειν ἀφθόνου πανταχοῦ διὰ τὴν ὥραν, ἄρτι ἀρχομένου ἔαρος, παρέμεινεν ἡμέρας οὐ πολλάς. ἐν ταύταις δὲ τοῦ φρουρίου ἀπεπείρα, εἰ δύναιτο κατασχεῖν ὁμολογίᾳ. βίᾳ γὰρ παραστήσασθαι οὐκ ἤθελε διὰ τὸ μοναχοὺς τὸ φρούριον κατοικεῖν, συνορῶν ὡς, εἰ βίᾳ κρατηθείη, οὐδὲν ἔσται λοιπὸν, ἢ ἀνάστατον γίνεσθαι τὴν μονὴν πολέμου νόμῳ πορθουμένην. οὗ δὴ ἕνεκα οὐδὲ συντόνως ἐπολιόρκει, ἀλλὰ δόκησιν παρεῖχε μόνον, ὡς πρὸς τειχομαχίαν παρασκευαζόμενος. μοναχοὶ δὲ οἱ ἔνδον ὄντες καὶ ὁ ἄλλος ὅμιλος ἐξ ἀγροτῶν συνειλεγμένοι, εἴτε διὰ τὴν ἀποστασίαν δεδοικότες, τὴν γὰρ βασιλέως πρότερον φρουρὰν καὶ τὸν ἄρχοντα, ὃν ἐπέστησεν αὐτοῖς, ἀπάτῃ κατασχόντες δεσμώτας ἔπεμψαν εἰς βασιλίδα, εἴτε καὶ τρόπῳ δή τινι ἑτέρῳ, ἠμύνοντό τε καρτερώτατα ἀπὸ τῶν τειχῶν ὀχυρωτάτων ὄντων ἐκ κατασκευῆς, καὶ οὐδ' ἄκροις ὠσὶ προσίεντο τοὺς περὶ συμβάσεως λόγους. ἐν τούτῳ δὲ καὶ ὁ Βατάτζης Ἰωάννης ἐκ Βυζαντίου νυκτὸς διαλαθὼν, οὐ γὰρ ἀσφαλῶς τὸ φρούριον ἐπολιορκεῖτο διὰ τὴν εἰρημένην αἰτίαν, ἅμα ὀλίγοις στρατιώταις εἰσελθὼν, περιεποίησέ τε τὸ φρούριον βασιλίδι καὶ βασιλεῖ τῷ Καντακουζηνῷ τὴν ἐπιχείρησιν ἀνέλπιστον ἐποίει. ἀναστήσας τοίνυν ἐκεῖθεν τὴν στρατιὰν, εἰς τὴν Ἀναστασίου πόλιν, ἣ Περιθεώριον ὑπὸ βασιλέως Ἀνδρονίκου προσηγόρευτο, ἐγένετο. καὶ περιεκάθητο πολιορκῶν ἐν τέσσαρσι καὶ εἴκοσιν ἡμέραις. ἦν γὰρ δὴ καὶ πρὸς Χρέλην καὶ πρωτοστράτορα τὸν Συναδηνὸν ἐν Θεσσαλονίκῃ τοὺς μηνύσοντας τὴν ἐκείνου ἄφιξιν πεπομφὼς, καὶ περιέμενε μαθεῖν, εἰ τὰ ἴσα ὥσπερ καὶ πρότερον περὶ αὐτοῦ διανοοῦνται. Βατάτζης δὲ τούς τε στρατιώτας, οὓς ἐκ Βυζαντίου ἧκεν ἔχων ἐπαγόμενος, καὶ ἐκ τῶν κατὰ τὴν Θρᾴκην καὶ Ροδόπην πόλεων οὐκ ὀλίγην στρατιὰν συνειλοχὼς, οὐκ ἀξιόμαχον δὲ ὅμως πρὸς τὴν βασιλέως, ἦν γὰρ δὴ ἐκ βασιλίδος καὶ τῶν ἄλλων τῶν τὰ πράγματα ἀγόντων τὸν πρὸς ἐκεῖνον ἐπιτετραμμένος πόλεμον, ἐφείπετο οὐκ ἐγγύθεν, ἀλλὰ μιᾶς ἡμέρας ὁδὸν διέχων, διὰ πολλῆς ποιούμενος σπουδῆς τὸ μὴ τῇ βασιλέως στρατιᾷ περιτυχεῖν· ᾔδει γὰρ οὐ χωρὶς ζημίας ἀπαλλάξων. Περιθεωρίου δ' ὑπὸ βασιλέως πολιορκουμένου ἀκριβῶς, πᾶσαν μὲν ἐκίνει μηχανὴν, ὡς ἅμα τισὶν ὀλίγοις, εἰ δύναιτο, πλείοσι γὰρ οὐκ ἐνῆν διαλαθεῖν, παρελευσόμενος εἰς τὴν πόλιν καὶ φυλάξων. ἤνυε δὲ οὐδὲν, βασιλέως τῆς πολιορκίας συντόνως ἐχομένου καὶ διὰ πάσης ποιουμένου φυλακῆς. μηχανήματά τε γὰρ παντοδαπὰ καὶ κλίμακας πρὸς τὴν τειχομαχίαν παρεσκεύαζε. Βατάτζης δὲ οὐδενὶ τρόπῳ τοῖς πολιορκουμένοις βοηθεῖν δυνάμενος, πρὸς βασιλέα πέμψας τήν τε εὔνοιαν ὡμολόγει τὴν προτέραν, καὶ ὡς οὐδὲν ἧττον ἢ πρότερον, καὶ νῦν εὔνους τέ ἐστιν αὐτῷ καὶ τῶν μάλιστα φιλούντων. ἀνάγκῃ δὲ τὸν πόλεμον ὑπελθεῖν τοῦ μὴ παρὰ τοῖς ἄρχουσι Ρωμαίων ὑποπτεύεσθαι. οὗ δὴ ἕνεκα καὶ νῦν τὰ δοκοῦντα λυσιτελήσειν συμβουλεύειν. κήδεσθαι γὰρ οὐ Ρωμαίων μόνον τὰ ἔσχατα ἐκ τοῦ πολέμου πεισομένων, ἀλλὰ καὶ σοῦ διὰ τὴν φιλίαν. ταῦτα δέ ἐστι· τὸν πόλεμον καταθέμενον, σπονδὰς ποιήσασθαι πρὸς βασιλίδα περὶ τῆς εἰρήνης. καὶ εἴγε κατὰ γνώμην αὐτῷ εἴη, αὐτὸν πρὸς βασιλίδα ᾗ τάχιστα δύναιτο ἀπελθόντα διαλέξεσθαι περὶ εἰρήνης. οἴεσθαι δὲ καὶ πείσειν ῥᾷστα, τὴν δύναμιν, ἣν ἔχεις, φανερὰν ποιήσαντα. ἐκείνους γὰρ τῶν λίαν οἰομένους ἀσθενεστάτων προθύμως ὡρμῆσθαι πρὸς τὸν πόλεμον. ὁ μὲν οὖν Βατάτζης τοιαῦτα ἐπρεσβεύετο. βασιλεὺς δὲ ἀσμένως τε ἐδέξατο τοὺς λόγους καὶ πρός τινα ἐκέλευε τόπον συνελθεῖν αὐτῷ, ἐν ᾧ περὶ τοῦ ᾗ χρὴ γενέσθαι τὴν εἰρήνην διαλέξονται· μηδέν τε μελλήσας, πρὸς τὸν συντεθειμένον ἦλθε τόπον τὸν Βατάτζην περιμένων. ὁ δ' εἴτ' αὐτὸς ὑφ' ἑαυτοῦ, εἴθ' ἑτέρου συμβουλεύοντος πεισθεὶς, εἰς τὴν ὑστεραίαν ἀνεβάλλετο, τῆς μὲν εἰρήνης ὑμῶν τῶν βασιλέων μάλιστα βούλεσθαι, εἰπὼν, αἰτιώτατος γενέσθαι, δεδοικέναι δὲ, μὴ οὐδεμίαν ὄνησιν ἑκατέροις παρασχόμενος ἑαυτῷ τῶν μεγίστων συμφορῶν αἰτιώτατος κατασταίη. διὸ οὐδὲ πρὸς αὐτὸν τετολμηκέναι νῦν ἐλθεῖν. τοὺς γὰρ ἐν Βυζαντίῳ τῶν πραγμάτων ἄρχοντας, καίτοι μηδεμίαν ὑποψίας πρόφασιν παρασχομένῳ, ἀλλὰ καὶ τὰ ἐκείνοις δοκοῦντα πάσῃ πράττοντι σπουδῇ, καὶ αὐτοῦ ἀφεστηκότι διὰ τὸ μὴ τὴν τῶν ὄντων στέρησιν καὶ φιλτάτων καὶ γυναικὸς φέρειν δύνασθαι, ὅμως οὐδὲν πεπεικέναι ὡς πιστῷ περὶ αὐτοὺς προσέχειν, ἀλλὰ πρόφασίν τινα ζητεῖν, ἐξ ἧς διαφθεροῦσιν. ὧν ἕνεκα οὐδ' ὑπὲρ τῆς εἰρήνης, ὥσπερ εἶπεν, εἰς Βυζάντιον δύνασθαι ἐλθεῖν. βασιλεὺς δὲ εἰρήνης μὲν ἔφασκε καὶ μάλιστα ἐπιθυμεῖν οὐχ ἑαυτοῦ μᾶλλον, ἢ τῶν ἄλλων ὠφελείας ἕνεκα, εἰς προὖπτον δὲ κίνδυνον ἐμβάλλειν ἑαυτὸν οὐδένα ἀναγκάσειν, βλάπτοντα δὲ μηδένα, τό γε εἰς αὐτὸν ἧκον, θεῷ τῷ πάντα ἐφορῶντι ἐπιτρέψειν τὰ κατ' αὐτόν.

λγʹ. Οὐ τότε δὲ μόνον περὶ τὴν διάλυσιν εὐχερὴς Καντακουζηνὸς ὁ βασιλεὺς ὡρᾶτο, ἀλλὰ καὶ Διδυμοτείχῳ ἐνδιατρίβων ἔτι, μετὰ τὸ ἅπαξ καὶ δὶς πρὸς βασιλίδα πρεσβεύσασθαι περὶ εἰρήνης, ἐπεὶ οὐδὲν ἐπιεικὲς περὶ τοὺς πρέσβεις ἠγγέλλετο εἰργασμένον, πρὸς τὸν πατριάρχην κρύφα γράμματα διεπέμπετο περὶ εἰρήνης, ἐν οἷς τῶν τε ἐπ' αὐτοῦ γεγενημένων ὅρκων ἀνεμίμνησκε μεταξὺ βασιλίδος καὶ αὐτοῦ. οὓς ἔφασκεν ἀκριβῶς αὐτὸς τηρῶν, ὑπὸ βασιλίδος παρασπονδούσης πολεμεῖσθαι, συκοφάνταις ἀνθρώποις καὶ διεφθορόσι πεπεισμένης· ἔτι δὲ καὶ τῶν αὐτῷ γεγενημένων ὅρκων πρὸς αὐτὸν, ὡς οὐ περιόψεται ὑπὸ συκοφαντῶν αὐτὸν διαβαλλόμενον, ἀλλὰ πᾶσαν ἐνδείξεται σπουδὴν ὑπὲρ αὐτοῦ, ἢ τἀληθέστερον εἰπεῖν, ὑπὲρ αὐτοῦ δικαίου. ἃ δὴ εἰς τοὐναντίον περιέστη, καὶ ὁ πόλεμος ἐξ ἐκείνου ἔσχε τὴν ἀρχὴν, ὑφ' οὗ κωλύεσθαι δικαιότερος μᾶλλον ἦν. ἐδεῖτό τε μὴ τοιαῦτα γινόμενα περιορᾷν, ἀλλ' ἔλεον λαβόντα τῶν ἀπολλυμένων ἀνθρώπων παρὰ πάντα τοῦ δικαίου λόγον, στῆναι πρὸς τὴν συμφορὰν καὶ τὰ πολλῷ δεινότερα ἐσόμενα κωλῦσαι, καταλύσαντα τὸν πόλεμον καὶ διαλλακτὴν γεγενημένον βασιλίδος καὶ αὐτοῦ, ὅπερ μάλιστα αὐτῷ προσήκειν, πατρὶ κοινῷ καὶ διδασκάλῳ δικαιοσύνης ὑπὸ τοῦ θεοῦ κεχειροτονημένῳ. πάντως δὲ οὐδὲν ἔργον ἔσται, οὐδὲ πολλῶν δεήσεται λόγων πρὸς αὐτὸν, ἀλλ' ἀρκεῖ μόνον ὀφθῆναι, καὶ πᾶσα πρόφασις πολέμου περιαιρεθήσεται. εἰ δ' ἄρα τούτων μηδενὸς μελήσει, μηδὲ τὴν προσήκουσαν περὶ τὴν εἰρήνην ἐνδείξεται σπουδὴν, αὐτὸν μὲν ὀκνεῖν εἰπεῖν, πᾶσι δὲ εἶναι καὶ σιγήσαντος καταφανὲς, ὡς ἐκ τῶν αὐτοῦ χειρῶν τὰ ἐκχυθησόμενα τῶν ἀνθρώπων αἵματα θεὸς ὁ δίκαιος ἐκζητήσει κριτής. ἠξίου τε, μὴ διὰ δειλίαν τὰ τοιαῦτα νομίζειν δεῖσθαι· τὴν γὰρ ἐκείνου στρατιὰν πολλῷ τῷ μέτρῳ τῆς ἐκείνων ὑπερέχειν· ἀλλ' ὁρῶντα τὸν πόλεμον, ὡς μεγάλων ἔσται συμφορῶν αἴτιος Ρωμαίοις, καὶ δεδοικότα τὴν ἐκεῖθεν βεβιωμένων βάσανον ἀνθρώποις μηδεμίαν ὡς οἷόντε μάλιστα ἐν τοῖς προσδοκωμένοις κακοῖς αἰτίαν παρέχεσθαι πειρᾶσθαι. ὃν δὲ κατ' αὐτοῦ ἐξεῖπε καὶ τῶν συνόντων ἀφορισμὸν, ἡγεῖσθαι μὲν δεινὸν, πῶς γὰρ οὔ; οὐδὲν δὲ εἶναι πρὸς αὐτόν. εἰ γὰρ βασιλέως, ὥσπερ αὐτοί φασιν, ἐπεβούλευσε τοῖς παισὶν ἐπιορκήσας, εἶχεν ἄν τινα πρὸς ἐκεῖνον δύναμιν τὰ εἰρημένα. εἰ δὲ τούτων μὲν οὐδὲν οὔτε εἴργαστο, οὔτε ἐνεθυμήθη, ἐμμένοντος δὲ αὐτοῦ τοῖς ἐξαρχῆς καὶ τοὺς ὅρκους τηροῦντος βεβαίως, ὑπὸ φθόνου καὶ συκοφαντίας αὐτοὶ κεκινημένοι, τὴν πᾶσαν Ρωμαίων ἡγεμονίαν νῦν τε ἤδη νεμομένην καὶ ἔτι μᾶλλον δαπανήσουσαν ἤγειραν φλόγα, ἢν μὴ θεὸς ἄνωθεν ἐπιβλέψας ἵλεων κατασβέσῃ, σκοπητέον, εἰ μὴ μᾶλλον αὐτοῖς, ἢ ἐκείνῳ τὸ ἀπὸ θεοῦ χωρίζεσθαι προσήκει, τοῖς αἰτίοις τῶν κακῶν γεγενημένοις. οὐ γὰρ ἕπεσθαι τὸ θεῖον ταῖς παραλόγοις τῶν ἀρχιερέων ὁρμαῖς, Διονύσιος ὁ μέγας ἀπεφθέγξατο. αὖθίς τε ἐδεῖτο, τά τε μέχρι νῦν τετολμημένα συνιδόντα ὡς δεινὰ, καὶ τὰ μέλλοντα ὡς πολλῷ τῷ μέτρῳ χείρω προσδοκᾶται, ἥκειν πρὸς αὐτὴν καὶ διαλύειν τὰς συμφορὰς Ρωμαίοις, μόνον ὄντα δυνατὸν τὰ τοιαῦτα καταπράττεσθαι. εἰ δ' οὖν, ἀλλ' αὐτῷ μὲν ἅπαν εἴργασται τὸ δέον πρός τε θεὸν ὁμοῦ καὶ πρὸς τοὺς τὰ Ρωμαίων πράγματα ἄγοντας αὐτοὺς νυνί. αὐτοὶ δ' ἂν εἰδεῖεν, εἰ χρὴ πρὸς τὴν εἰρήνην μᾶλλον, ἢ τὸν πόλεμον προθύμους παρέχειν ἑαυτοὺς, ἓν τοῦτο σαφέστατα πεπεισμένους, ὡς τῶν τε πραττομένων ὑπ' αὐτῶν εὐθύνας αὐτοὶ τίσουσι παρὰ θεῷ, καὶ εἴ τι παρὰ τὸ προσῆκον, ὑπ' αὐτῶν συνελαυνόμενος εἰς ἀνάγκην, δρῴη καὶ αὐτός. τοιαῦτα μὲν τὰ βασιλέως γράμματα ἐδήλου. ἐπέμπετο δὲ διὰ μοναχοῦ τινος ἀρετῆς ἀντιποιουμένου καὶ ζήλῳ τῷ πρὸς τὰ καλὰ ἑκοντὶ τὸν κίνδυνον ὑπελθόντος. πατριάρχης δὲ ἐπεὶ τὰ γράμματα ἀνέγνω, οὐδὲν μὲν πρὸς τὰ γεγραμμένα ἀπεκρίνατο, τὸν μοναχὸν δὲ ἐκέλευε δεσμωτηρίῳ κατακλείειν, ὥσπερ τινὰ τῶν ἐπὶ δεινοτάτοις ἑαλωκότων, ὥσπερ ἔργοις τὴν ἀπολογίαν πεποιημένος, ὅτι μᾶλλον τὸν πόλεμον αἱροῖτο τῆς εἰρήνης. ἡ βασιλὶς δὲ ἐκ τῶν πραττομένων συνορῶσα τόν τε πόλεμον, ὡς πολλῶν ἔσται κακῶν αἴτιος Ρωμαίοις, τόν τε βασιλέα Καντακουζηνὸν οὐδὲν παρὰ τὸν τοῦ πολέμου χρόνον εἰργασμένον, ἐξ ὧν ἄν τις οἰήσαιτο ἀληθῆ τὰ εἰρημένα εἶναι κατ' αὐτοῦ, ἐπλήττετό τε τὴν ψυχὴν δεινῶς καὶ μετέμελεν αὐτῇ τῆς πρὸς τὸν πόλεμον ὁρμῆς. ὅθεν καί ποτε, τῆς γυναικωνίτιδος συνούσης μόνης, «δοκεῖ μοι,» ἔφασκεν «ἀπάτην ἠπατῆσθαι οὐ μετρίαν, τὰ οὐκ ὄντα πεισθεῖσαν περὶ Καντακουζηνοῦ. ἐξετάζουσαν γὰρ, ὅσα ἐκεῖνος παρὰ πάντα εἴργαστο τὸν τοῦ πολέμου χρόνον, μηδὲν εὑρίσκειν, ᾧ πεισθείη, ὡς ἐπεβούλευε παισὶ τοῖς αὐτῆς ἐκεῖνος. αὐτὴν δὲ τὴν ἐκ τῶν πραγμάτων ἀπόδειξιν ἐναργεστάτην οὖσαν παριδοῦσαν, λόγοις μηδὲν ἔχουσιν ὑγιὲς προσχεῖν, ἐξ ὧν οὐχ ἑαυτὴν μόνον, ἀλλὰ καὶ τὰ Ρωμαίων βλάψειε πράγματα οὐ μέτριά τινα. ἐρομένων δὲ τῶν γυναικῶν, καὶ ποία ἄν τις ἐπινοηθείη θεραπεία τῶν κακῶν, βασιλέως ἐκείνου ἤδη γεγονότος· ῥᾳδία, ἔφασκεν ἡ βασιλίς. Καντακουζηνὸν γὰρ, καὶ βασιλέως ἔτι περιόντος, ἐσθῆτα μὲν οὐ περιβεβλῆσθαι βασιλικὴν, δύναμιν δὲ ἔχειν βασιλέως. τί οὖν θαυμαστὸν, εἰ ἃ ὑπὸ τὴν ἰδιωτικὴν ἐσθῆτα ἔπραττε, τὰ ἴσα νῦν καὶ τὴν βασιλικὴν ἔχων πράττοι; εὐνοίας δὲ ἕνεκα τῆς πρὸς ἐμὲ καὶ βασιλέα τὸν υἱὸν, καὶ μήπω τοῦ πολέμου κεκινημένου, τὴν θυγατέρα Ἑλένην βασιλεῖ τῷ ἐμῷ υἱῷ συνεθέμεθα πρὸς γάμον ἀγαγεῖν. οὗ δὴ γεγενημένου νῦν, ὅ,τε πόλεμος καταλυθήσεται ῥᾳδίως, καὶ τὰ πράγματα ὑπ' ἐκείνῳ, ὥσπερ καὶ πρότερον, διοικηθήσεται. εἰ δὲ μὴ, οὐδὲν ἔσται τὸ κωλῦσον τὴν Ρωμαίων ἡγεμονίαν αὐτὴν ὑφ' ἑαυτῆς διαφθαρῆναι.» αἱ μὲν οὖν τῶν γυναικῶν ἐπεψηφίσαντο τὰ εἰρημένα ὡς ὀρθῶς καὶ λυσιτελῶς βεβουλευμένα. ταῖς δὲ ἐδόκει μὴ λυσιτελεῖν· ἅμα δὲ ἡμέρᾳ εἰς τὴν ὑστεραίαν Ἀποκαύκῳ ἐμηνύετο τῷ παρακοιμωμένῳ τὰ εἰρημένα. ἐκεῖνος δὲ νομίσας, περὶ τῶν ἐσχάτων αὐτοῖς τὸν κίνδυνον τὰ εἰρημένα ἄγειν, πρὸς πατριάρχην καὶ τοὺς τῆς κατὰ βασιλέως συμμετασχόντας ἐπιβουλῆς ἐλθὼν, «ἀπολώλαμεν» εἶπε «καὶ εἰς ἔσχατον κινδύνου ἐκ πολλῆς εὐτυχίας τὰ πράγματα ἡμῖν ἀθρόον περιέστη. ἡ βασιλὶς γὰρ οὐκ οἶδ' ὅθεν ὁρμηθεῖσα, διαλύεσθαι πρὸς Καντακουζηνὸν διενοήθη ἐπὶ τῷ βασιλέα τε αὐτὸν στέργειν καὶ Ἑλένην τὴν θυγατέρα βασιλεῖ πρὸς γάμον ἁρμόζειν τῷ υἱῷ. ἃ εἰ γένοιτο, οὐδεμία τις ὑπολέλειπται ἡμῖν ἐλπὶς τοῦ μὴ ἐξ ἀνθρώπων ἀφανισθέντας καινῷ τινι τρόπῳ πανοικεσίᾳ ἀπολέσθαι. ἴστε γὰρ αὐτοὶ, ὅσα ἡμῖν κατ' ἐκείνου κατηγόρηνται, ἃ πάντα χρὴ ἐνθυμουμένους, πᾶσαν ἐπιδείξασθαι σπουδὴν, ὥστε μὴ μόνον γίνεσθαι σπονδὰς ἐᾷν, ἀλλὰ καὶ τὸν πόλεμον, ὡς οἷόντε, ἀνάπτειν. οὐδὲν γὰρ ἢ τοῦτο λυσιτελέστερον ἡμῖν. ἐδόκει μὲν οὖν κἀκείνοις δεινότατα τὰ βασιλίδι βεβουλευμένα· σκεπτομένοις δὲ, ᾗ χρὴ τὸν κίνδυνον διαφυγεῖν, ἐδόκει δεῖν πρὸς βασιλίδα ἀπελθόντας καὶ ἢ ἀπάταις χρησαμένους ἢ φοβήσαντας ἀπειλαῖς, πείθειν αὐτὴν δι' ὅρκων ἐμπεδοῦν, ὡς, εἰ μὴ πρότερον συνεπιψηφίζοιντο καὶ αὐτοὶ, μήτε πράττειν, μήτε βουλεύεσθαί τι περὶ τῆς πρὸς Καντακουζηνὸν εἰρήνης.

λδʹ. Οὕτω δὲ συνθέμενοι πρὸς βασιλίδα ἧκον. προσαγορεύσαντες δὲ, «ἡμεῖς» εἶπον «πάντες, καὶ μάλιστα πατριάρχης, ἐν τοῖς πρώτοις ἦμεν τῶν Καντακουζηνοῦ τεταγμένοι φίλων, καὶ πολλῶν ἐκείνου καὶ μεγάλων ἀπηλαύσαμεν τῶν εὐεργεσιῶν. μέχρι μὲν οὖν κἀκεῖνος εὔνους τε ὑμῖν τοῖς βασιλεῦσιν ἦν καὶ τὰ δίκαια διενοεῖτο πράττειν, οὐδ' ἡμῶν οὐδεὶς οὐχ ὅτι πολεμεῖν, ἀλλ' οὐδ' ἀντιφθέγγεσθαι ἐτόλμα. ἐξ ὅτου δὲ ἄδικα καὶ παράνομα διενοήθη καὶ τοῦ πολλὰ πεφιληκότος βασιλέως κτείνειν ὥρμητο τοὺς παῖδας καὶ τὴν Ρωμαίων βασιλείαν ἑαυτῷ περιποιεῖν, μισήσαντες τὴν γνώμην ὡς ἀπάνθρωπον καὶ πονηρὰν, πόλεμόν τε πρὸς ἐκεῖνον ἠράμεθα φανερῶς ὑπὲρ ὑμῶν καὶ τὰ μέγιστα αὐτὸν καὶ γένος καὶ οἰκείους ἐκακώσαμεν. καὶ νῦν εἰς τοσοῦτον ὁμονοίας ἥκομεν, ὡς οὐ χρήματα μόνον, ἀλλὰ καὶ ψυχὰς αὐτὰς ἡδέως προησόμενοι πολεμοῦντες αὐτῷ ὑπὲρ ὑμῶν. ὅτε οὖν ἡμεῖς τοσαύτην εὔνοιαν καὶ προθυμίαν πρὸς ὑμᾶς ἐνεδειξάμεθα τοὺς βασιλέας, τῶν ἀδικωτάτων ἂν εἴη, καταλιποῦσαν αὐτὴν ἡμᾶς καὶ παρ' οὐδὲν τὴν ἡμετέραν λογισαμένην σωτηρίαν, σπένδεσθαι τῷ πολεμιωτάτῳ τῆς ἰδίας ὠφελείας ἕνεκα, εἴγε καὶ ὠφέλειά τις ἕψεται ἐκ τῆς εἰρήνης, ἀλλὰ μὴ βλάβη δεινοτέρα ἐκ τῶν τοῦ πολέμου γενησομένων ἁπασῶν. ἃ γὰρ αὐτὴ περὶ τῆς πρὸς ἐκεῖνον εἰρήνης τῆς παρελθούσης διειλέχθης νυκτὸς, οὐδ' ἡμᾶς διέλαθεν ἐπὶ πολλῶν εἰρημένα ἀκοαῖς. ἐκεῖνον μὲν οὖν ἡμεῖς, ὡς κατὰ σοῦ καὶ τῶν παίδων τὰ δεινότατα καὶ διανοούμενον καὶ ἤδη πράττοντα, ὥσπερ ἀπὸ μιᾶς γνώμης πολέμιόν τε ἡγησάμεθα καὶ οὐδενὸς, τόγε εἰς ἡμᾶς ἧκον, ἠμελήσαμεν τῶν βλάπτειν δυναμένων. εἰ δ' ἔκ τινων αἰτιῶν ἡ εἰρήνη μᾶλλον συμφέρουσα νομίζεται νυνὶ, οὐδ' ἡμεῖς ἐναντιωσόμεθα πρὸς τὰ φαινόμενα λυσιτελεῖν, μόνον εἰ γνώμῃ κοινῇ πάντων ἡμῶν ἡ εἰρήνη ἐπιψηφισθείη. τὰ γὰρ ὑπὸ πολλῶν δοκιμαζόμενα ἥκιστα ἂν ἁμαρτηθείη. εἰ μὲν οὖν ὥσπερ ἐγνώκαμεν, αὐτή τε πείθῃ καὶ τὴν ἀξίωσιν ἡμῶν ὡς δικαίαν παραδέχῃ, πάντ' ἂν ἔχοι ἄριστα. εἰ δ' ἄρα ἑτέρως ἔγνωκας αὐτὴ, ἀλλ' ἡμῖν γε φράσον φανερῶς, ἵν' ἕκαστος, ὡς ἂν μάλιστα οἷόστε ᾖ, τὴν σωτηρίαν ἐκπορίζῃ ἑαυτῷ. πάντες δὲ οἷα πατρὶ πνευματικῷ τῷ πατριάρχῃ ἣν ἔχει γνώμην ἕκαστος περὶ τὰ παρόντα ἀνεθέμεθα, ἐξ οὗ δυνήσῃ μαθεῖν σαφέστερον τὰ καθ' ἡμᾶς.» οὕτως εἰπόντας, ἐκέλευεν εὐθὺς ὁ πατριάρχης ὑποχωρεῖν· μόνος δὲ πρὸς μόνην τὴν βασιλίδα ὑπολειφθεὶς, «τίς» ἔφασκε «βάσκανος δαίμων τοιαῦτα πέπεικε λογίζεσθαι, οὐκ ἀλυσιτελῆ μόνον, ἀλλὰ καὶ ἀδύνατα σχεδόν; τίσι δὲ χρωμένη λογισμοῖς, Καντακουζηνὸν ᾠήθης φίλα σοί τε καὶ παισὶ δύνασθαί ποτε φρονήσειν; ὃς γὰρ μήθ' ὑπὸ βασιλέως, μήτε σοῦ πρότερον μηδὲν ἀδικηθεὶς, ἀλλὰ πολλῶν ἐπὶ πλεῖστον χρόνον ἀπολαύσας ἀγαθῶν, πάντων ἐπιλελησμένος ἐν βραχεῖ, οὐ περὶ τῆς ἀρχῆς μόνον, ἀλλὰ καὶ περὶ σωτηρίας ἐπεβούλευσε, πῶς ἂν εἴη δίκαιος πιστεύεσθαι περὶ τῶν μελλόντων; καὶ ταῦτα οὐκ ὀλίγων παρὰ τὸν τοῦ πολέμου χρόνον τῶν δοκούντων ἐφυβρίστων πρὸς αὐτὸν γεγενημένων. οἶσθα δ', ὡς τοῖς εἰθισμένοις ἄρχειν καὶ τιμᾶσθαι παρὰ πάντων τοιαῦτα μάλιστα οὐκ ἀνεκτά. εἰ δ' ἄρα τοῦ χρόνου τριβομένου, ἡ πρὸς ἐκεῖνον φαίνοιτο εἰρήνη ἀναγκαία, βέλτιον ταῖς ἁπάντων χρωμένην γνώμαις πράττειν, ἃ κοινῇ δοκεῖ λυσιτελεῖν, ἢ τῶν ἄλλων ἀμελήσασαν, ἀπερισκέπτως τὰ παριστάμενα ποιεῖν. εἰ μὲν οὖν πρὸς τὴν ἀξίωσιν αὐτῶν ἐπινεύσειας καὶ αὐτὴ, καὶ πρὸς τὸ μέλλον πίστιν τινὰ παράσχοιο, ὡς οὐδὲν οὐδέποτε παρὰ τὰ ὑπεσχημένα δράσεις, καὶ αὐτοί σοι πρὸς πάντα καὶ χρήμασι καὶ σώμασι προθύμως συναγωνιοῦνται, καὶ οὐδ' αὐτῆς, εἰ δέοι, τῆς φίλης φείσονται ζωῆς, ὥστε προΐεσθαι ὑπὲρ τῶν σοὶ λυσιτελούντων. ἂν δ' ἑτέρως αἴσθωνται βουλευομένην, ὀκνῶ μὲν εἰπεῖν, ἀποκρύπτειν δὲ οὐ δίκαιον, ὡς μία πᾶσι παρέστη γνώμη καὶ ὅρκοις τὴν ὁμόνοιαν ἠσφαλίσαντο, σὲ μὲν καὶ παῖδας ἀποκτείνειν, αὐτοὺς δὲ Βυζάντιον κατέχοντας, ὅπλα Καντακουζηνῷ ἀνταίρειν μέχρι παντὸς τοῦ δυνατοῦ. ἂν δ' ἀδυνάτως ἔχωσι πρὸς τὸ ἀμύνεσθαι, μᾶλλον αἱροῦνται Ἀλεξάνδρῳ τῷ Μυσῶν βασιλεῖ δουλεύειν τὴν πόλιν παραδόντας, ἢ τοῖς ἐκ Βενετίας ἢ Γεννούας Λατίνοις ἢ Καντακουζηνῷ δεσπότῃ χρῆσθαι. ὅτε οὖν ἥ τε ἀξίωσις αὐτῶν δικαία, καὶ τὸ παριδεῖν αὐτὴν οὐ κίνδυνον σοί τε μόνον καὶ παισὶν, ἀλλὰ καὶ πάσῃ τῇ Ρωμαίων ἡγεμονίᾳ ἀνάστασιν καὶ φθορὰν τὴν ἐσχάτην ἀπειλεῖ, ποῦ δίκαιον ἢ λυσιτελὲς προσδοκωμένων χάριν ἀγαθῶν, εἴγε καὶ ἔσται ὥσπερ ὑποπτεύομεν, ἐκ τῆς εἰρήνης, τὰ παρόντα καὶ φαινόμενα ἀνθαιρεῖσθαι δυσχερῆ; ἀλλ' εἴ τι πέποιθας ἐμοὶ τὰ σοὶ λυσιτελοῦντα ἐξαρχῆς τε ᾑρημένῳ καὶ νῦν οὐδὲν ἧττον συμβουλεύοντι, τούτοις πειθομένη, τῶν ἤδη περιεστηκότων ἀπαλλάττου δυσχερῶν.» πρὸς ταῦτα ὑποπτήξασα ἡ βασιλὶς καὶ τῆς ἀπάτης ὥσπερ οὐκ αἰσθομένη, ἀλλ' οἰηθεῖσα, εἰ βελτίων τοῦ πολέμου ἡ εἰρήνη φαίνοιτο, πεισθήσεσθαι καὶ αὐτοὺς, δέχεται τὰ εἰρημένα. αὐτίκα τε ἐκέλευον ὀμνύειν, ὡς οὐδὲν οὐδέποτε παρὰ τὰ ὑπεσχημένα πρᾶξαι. ἡ δ' ἀγνοήσασα τὴν ἐνέδραν, καὶ ὅρκους προσετίθει τοῖς εἰρημένοις καὶ ὁ πατριάρχης εὐθὺς ἀφορισμὸν ἐπεφώνει, εἰ παραβαθείη τὰ ὀμωμοσμένα. ἐξ ἐκείνου δὲ οὐδέποτε κατέλιπον τὴν βασιλίδα μόνην, ὥστε σχολὴν ἄγουσαν τῶν δεόντων τι βουλεύσασθαι πρὸς ἑαυτήν· ἀλλ' ἡμέρας μὲν αὐτοὶ συνῆσαν ἐκ διαδοχῆς ἄλλον ἄλλος διαδεχόμενοι καὶ συμμεριζόμενοι τὸν χρόνον τῆς ἡμέρας. νυκτὸς δὲ τῶν τῆς βασιλίδος οἰκετίδων ἦσαν πρὸς τοῦτο τεταγμέναι, αἳ μισθὸν οὐ φαῦλον τῆς προδοσίας εἶχον χρυσίον παρὰ τῶν συνωμοτῶν, ἃς ἔδει τῇ βασιλίδι συνούσας, εἴ τι φθέγξαιτο, μηνύειν πατριάρχῃ, ὥστε δι' ἐκείνου καὶ τοῖς ἄλλοις πάντα δῆλα γίνεσθαι τὰ εἰρημένα. ὁ πατριάρχης γὰρ τὴν οἴκοι παντάπασι διατριβὴν καταλιπὼν, βασιλείοις ἐνδιῃτᾶτο, πρόφασιν μὲν, ὡς τῶν ἐπιβούλων καθέξων τὰς ὁρμὰς, εἴ τις βούλοιτο νεωτερίζειν, τῇ δ' ἀληθείᾳ, βασιλίδος φύλαξ ὑπὸ τῆς συνωμοσίας τεταγμένος, ἵνα μὴ λαθοῦσα πράξῃ τῶν μὴ κατὰ γνώμην ὄντων τι αὐτοῖς. ταῦτα μὲν οὖν, Καντακουζηνοῦ τοῦ βασιλέως Διδυμοτείχῳ ἐνδιατρίβοντος, ἐπράττετο. ὑφ' ὃν δὲ χρόνον Περιθεώριον ἐπολιόρκει, πρὸς τοὺς ἐν Ἄθῳ τῷ ὄρει τῶν ἄλλων ἀρετῇ προέχοντας γράψας μοναζόντων, ἐδεῖτο καὶ αὐτῶν, μὴ περιορᾷν τὸ τῶν χριστωνύμων αἷμα χεόμενον ὁσημέραι, ἀλλὰ ζῆλον ἀληθείας ὑποδυσαμένους, πρὸς Βυζάντιον ἀφικέσθαι καὶ βασιλίδα διδάξαι τὴν τῶν πραττομένων ἀτοπίαν, εἴ πως πειθομένη γοῦν αὐτοῖς, τὴν νεμομένην τὴν Ρωμαίων ἡγεμονίαν φλόγα κατασβέσῃ, ἐξ οὐδεμιᾶς προφάσεως ἀληθοῦς, ἀλλ' ὑπὸ συκοφαντίας καὶ διαβολῆς κεκινημένην. αὐτὸν γὰρ ἐπιχειρήσαντα πολλάκις, ἠνυκέναι πλέον οὐδὲν, τῶν τὴν Ρωμαίων ἡγεμονίαν ἄρτι διοικούντων πρὸς μὲν τὴν πρεσβείαν μηδὲν ἀποκρινομένων, τοὺς πρέσβεις δὲ μόνον ὠμότατα αἰκιζομένων καὶ πᾶσαν παροινίαν ἐνδεικνυμένων πρὸς αὐτοὺς καὶ τελευταῖον ἐν δεσμωτηρίοις κατεχόντων ὑπὸ κλοιοῖς. ἃ οἱ ἐν Ἄθῳ ἀναγνόντες καὶ προσήκουσαν αὐτοῖς τὴν ὑπὲρ τῶν τοιούτων σπουδὴν καὶ προθυμίαν οἰηθέντες, οἷα δὴ ὑπὲρ τῆς κοινῆς ὠφελείας ἐσομένην, καὶ παραθήξαντες ἀλλήλους, ἐκ πάντων ὅ,τε πρῶτος ἐκλεγέντες Ἰσαὰκ, ἀνὴρ τίμιος καὶ ἀρετῆς εἰς ἄκρον ἐληλακὼς, καὶ ὁ τῆς Λαύρας ἡγούμενος Μακάριος, καὶ ἕτεροι τῶν κατὰ τὸ ὄρος φροντιστηρίων ἡγουμένων οὐκ ὀλίγοι· σὺν τούτοις δὲ καὶ ὁ χρόνῳ ὕστερον τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας πατριάρχης γεγονὼς, εἰς τὸν ἱερέων ἔτι τότε χορὸν τελῶν Κάλλιστος, καὶ Σαβὰς, ὃς πρὸς τῇ Βατοπεδίου μονῇ τὸν ἀσκητικὸν ἤνυε δρόμον καὶ πολλοὺς ὑπὲρ ἀρετῆς καὶ θαυμασίους ἐπεδείξατο ἀγῶνας, εἰς Βυζάντιον ἀφίκοντο. βασιλίδι τε συγγενόμενοι, καὶ πατριάρχου καὶ τῶν περὶ αὐτὸν συνωμοτῶν παρόντων, «ἡμεῖς» ἔφασαν «τὴν κατασχοῦσαν Ρωμαίους ὁρῶντες συμφορὰν, δεινὰ μὲν ᾠόμεθα τὰ πραττόμενα καὶ πέρα δεινῶν. οὐδὲν δὲ πλέον πρὸς ἐπικουρίαν καὶ ἀποτροπὴν τῶν δεινῶν δυνάμενοι συμβάλλεσθαι, τῶν ἄλλων ἀμελήσαντες, ὑπὲρ τῶν κοινῇ συμφερόντων ἐδεόμεθα θεοῦ, τοῦ μόνου στῆσαι δυναμένου τὰς προσδοκωμένας συμφοράς. νυνὶ δὲ τὸ διεστηκὸς τῶν Ρωμαίων ἰδόντες μέρος ἀσμένως χωροῦν πρὸς τὴν εἰρήνην καὶ μάλιστα ὅπερ δόκησιν παρεῖχε τὴν αἰτίαν παρασχέσθαι τῆς διαφορᾶς, καὶ θεῷ τῷ τῆς εἰρήνης χορηγῷ πολλὰς χάριτας ὁμολογήσαντες καὶ γῆρας καὶ σωματικὴν ἀσθένειαν καὶ τοὺς πρὸς τὴν ὁδοιπορίαν πόνους παριδόντες, ἥκομεν δεησόμενοι καὶ ὑμῶν, δέχεσθαι τὴν εἰρήνην καὶ μὴ διὰ φιλονεικίαν τὴν Ρωμαίων ἡγεμονίαν νῦν τε διαφθειρομένην περιορᾷν καὶ ἔτι δεινότερα προσδοκωμένην πάσχειν, ἂν μὴ ταχέως ὁ πόλεμος καταλυθῇ. ἔλεον οὖν καὶ αὐτοὶ λαβόντες τῶν ὁσημέραι χεομένων αἱμάτων καὶ τῶν δεσμωτηρίοις κατεχομένων καὶ τῶν ἐλαυνομένων καὶ ἀνήκεστα πασχόντων ἀνθρώπων, κυρώσατε τὴν εἰρήνην καὶ τῶν πολλῶν καὶ χαλεπῶν κινδύνων ἀπαλλάξατε Ρωμαίους, ὡς ἂν θεός τε ὁ τῆς εἰρήνης χορηγὸς δοξασθῇ καὶ βασιλίς τε καὶ πατριάρχης καὶ ὑμεῖς ἡ σύγκλητος οὐ παρὰ πάντων μόνον Ρωμαίων, ἀλλὰ καὶ ἡμῶν τῶν ταπεινῶν ἀξίας κομίζησθε εὐχαριστίας τῆς προθυμίας τῆς περὶ τὰ καλὰ καὶ τῆς κηδεμονίας τῶν διὰ τὸν πόλεμον ἁπανταχοῦ διαφθειρομένων ἀνθρώπων ἀναιτίων.» πρὸς ταῦτα βασιλὶς μὲν οὐδὲν ἔπασχε δεινὸν, ἀλλὰ καὶ κατὰ γνώμην ᾤετο εἰρῆσθαι αὐτῇ τοὺς λόγους. πολλὴν γὰρ πατριάρχου καὶ τῶν ἄλλων πανουργίαν καὶ ἀπάτην καταγνοῦσα, ἔσπευδεν, εἰ δύναιτο τρόπῳ δή τινι τὸν πόλεμον καταλύσασα, σπονδὰς πρὸς βασιλέα τὸν Καντακουζηνὸν θέσθαι περὶ εἰρήνης. εἰργομένη δὲ ὑπὸ τῶν ὅρκων, οἷς ὑπήγαγον ἐξαπατήσαντες, ὡς, εἰ μὴ πᾶσιν αἱρετέα εἴη ἡ εἰρήνη, μηδ' αὐτὴν ἐπιψηφίζεσθαι, τὴν ἐκ τῆς βουλῆς ψῆφον ἀναγκαίως περιέμενε.

λεʹ. Πατριάρχης δὲ καὶ ἡ συνωμοσία ἐν δεινῷ μάλιστα ἐτίθεντο τὰ εἰρημένα καὶ τὸν ἔσχατον ᾤοντο κίνδυνον αὐτοῖς ἐπάγειν. προφανῶς μὲν οὖν πρὸς τὴν εἰρήνην ἀντιλέγειν οὐχ ἰταμὸν μόνον, ἀλλὰ καὶ φιλομόχθηρον ἐδόκει. ἐσκέψαντο δὲ, εἰ δύναιντο τρόπῳ δή τινι ἑτέρῳ τῶν μοναχῶν τὴν ὁμόνοιαν πειρᾶσθαι διαλύειν. καὶ τότε μὲν ἐπαινέσαντες τὴν ὑπὲρ τοῦ κοινοῦ σπουδὴν, ἐκέλευον ἀναπαύλης τινὸς τυγχάνειν, τὸν ἐκ τῆς ὁδοιπορίας πόνον ἀποτιθεμένους. ὕστερον δὲ ἐπηγγέλλοντο σκεψαμένους περὶ ὧν ἥκουσι τὴν ἀπολογίαν παρασχεῖν. ξενίζεσθαι δὲ οὐκ εἴασαν ἐπὶ ταὐτὸν, ἀλλ' ἄλλον ἄλλοσε διέσπειραν, ὡς ἂν τῇ διαστάσει τῶν σωμάτων καὶ ταῖς γνώμαις διαστῶσιν, ὑποσχέσεσι καὶ λόγοις ἰδίᾳ ἕκαστος διαφθαρέντες. ἐτρίβετο μὲν οὖν ὁ χρόνος καὶ οὐδεμία τῶν εἰρημένων ἦν φροντὶς, οὐδέ τις λόγος ἐγίνετο τῶν μοναχῶν. ἐκεῖνοι δὲ ὁρῶντες, ὡς μᾶλλον αὐτοῖς αἱρετέος ἐστὶν ὁ πόλεμος, ἢ ἡ εἰρήνη, μετὰ τὸ πολλὰ δεηθῆναι περὶ αὐτῆς, ἐπεὶ πρὸς σκήψεις καὶ προφάσεις καὶ οὐδὲν ὑγιὲς ἑώρων καταφεύγοντας, τὴν ἐπάνοδον ᾐτοῦντο. τοῖς δὲ οὐδὲ τοῦτο λυσιτελεῖν ἐδόκει, ὥστε ἀπελθόντας τοὺς μοναχοὺς αὐτοῖς μὲν ἀνατιθέναι τὴν αἰτίαν τοῦ πολέμου, Καντακουζηνῷ δὲ τῷ βασιλεῖ τὸ μᾶλλον αἱρεῖσθαι τὴν εἰρήνην καὶ δίκαια καὶ συμφέροντα τοῖς πᾶσιν ἀξιοῦν συμμαρτυρεῖν. οὐδὲ γὰρ μέτριά τινα προστήσεσθαι αὐτοῖς ἐνόμιζον πρὸς τὸ τοὺς δήμους ἐκταράττειν καὶ τὸν πόλεμον κινεῖν. ἐξεπίτηδες γὰρ αὐτοὶ λάλους τινὰς καθίεσαν εἰς τὰς πόλεις κηρύττοντας, ὡς Καντακουζηνὸς οὐδ' ἄκροις ὠσὶ τὴν εἰρήνην παραδέχοιτο, ἀλλὰ τὰ δεινότατα τοὺς βασιλέως παῖδας διαθήσειν ἀπειλεῖ, εἰ περιγένοιτο ἐν τῷ πολέμῳ, καὶ τοὺς ἄλλους, ὅσοι δίκαια ποιοῦντες ἐκείνῳ πεπολεμήκασιν ὑπὲρ αὐτῶν. παρεκάλουν τε τοὺς δήμους ὑπὲρ τῶν βασιλέως παίδων ὀρφανῶν ὄντων πατρὸς ἀγανακτεῖν καὶ ἀμύνεσθαι τὸν ἀδικοῦντα. οὗ δὴ ἕνεκα ἐσκέψαντο συγκρούειν πρὸς ἑαυτοὺς τοὺς μοναχούς. καὶ Μακάριον μὲν τὸν Λαύρας ἡγούμενον, Θεσσαλονίκης μητροπολίτην ἀποδείξαντες, ἔπεισαν οὐ πρὸς τοὺς ἄλλους μόνον διενεχθῆναι μοναχοὺς καὶ Καντακουζηνισμὸν αὐτῶν κατηγορεῖν, ὅτι δὴ τὸν φίλον ὁρῶντες ἀπολεῖσθαι ὑπὸ τοῦ κοινοῦ πολέμου κινδυνεύοντα, ἐν ζήλου μοίρᾳ καὶ τῆς πρὸς τὰ βελτίω συμβουλῆς ἥκουσιν ἐκείνῳ βοηθήσοντες· ἀλλὰ καὶ βασιλέως πολλὰς καταχέειν λοιδορίας καὶ οὐδὲν ἐκείνων ἀπολείπεσθαι τὴν εἰς αὐτὸν πικρίαν. ὅθεν καὶ γενόμενος ἐν Θεσσαλονίκῃ οὐδενὸς τῶν ἐκεῖσε τολμηθέντων ἐπὶ ὠμότητι καὶ πονηρίᾳ βεβοημένων ἀπελείπετο. πρῶτον δὲ ἐν τῇ μονῇ τῇ προσαγορευομένῃ Πέτρᾳ ἀπρόϊτον μένειν κατεδίκασαν, προνοίας τῆς εἰς τὸ σῶμα προσηκούσης οὐδεμιᾶς ἀποστερήσαντες. Σαβὰν δὲ διὰ τὸ ἀρετῇ τῶν ἄλλων ὑπερέχειν καὶ γνωριμώτατον τῶν βασιλέως φίλων εἶναι, ἐπεὶ μὴ συμφρονεῖν αὐτοῖς ἐβούλετο, ἐν ἑτέρᾳ μονῇ τῇ Χώρᾳ προσαγορευομένῃ μένειν καὶ αὐτὸν ἐψηφίσαντο ἀπρόϊτον. βουλομένων δὲ καὶ προνοίας ἀξιοῦν πολλῆς, οὐ κατεδέξατο, μὴ δίκαιον εἶναι, φάσκων, ἐκ τῶν αἵμασι καὶ φόνοις χαιρόντων τι λαβεῖν. τοῦτο δὲ μόνον εἰπὼν, ὡς τὸν ὑπὸ θεοῦ φρουρούμενον οὐδεμιᾷ τινι μηχανῇ δυνατὸν ὑπ' οὐδενὸς διαφθαρῆναι, ἡσυχίαν ἦγε. τοῖς δ' ἄλλοις ἅπασιν οὐ μάλιστα ἀξιολόγοις οὖσι, τὴν εἰς τὰς ἰδίας μονὰς ἐπέτρεπον ἐπάνοδον. περὶ μὲν οὖν τὴν τῶν μοναχῶν πρεσβείαν τοιαῦτα πατριάρχῃ καὶ τοῖς συνωμόταις ἐτελεῖτο. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς ὡς τὴν ὑπὲρ τῆς εἰρήνης πρεσβείαν ὁ Βατάτζης δέει τῶν τὰ πράγματα διοικούντων ἀπηγόρευεν, εἰς τὸ στρατόπεδον ἐπανῆκεν. εὗρε δὲ ἐκ Θεσσαλονίκης ἀφιγμένους, οὓς αὐτὸς ὀλίγῳ πρότερον πρὸς πρωτοστράτορα πέμψας ἦν, ἥκειν τὴν ταχίστην ἀπαγγέλλοντας, ὡς τῶν ἐκεῖσε πάντων ὑπὸ πρωτοστράτορος καλῶς διῳκημένων. ἐδόκει μὲν οὖν καὶ βασιλεῖ, μὴ μέλλειν δεῖν, ἀλλὰ πρὸς Θεσσαλονίκην ἐπείγεσθαι οὖσαν ἀναγκαίαν. τῶν πρὸς τὴν τειχομαχίαν δὲ πάντων ἤδη παρεσκευασμένων, ἐκέλευεν εἰς τὴν ὑστεραίαν ἅμα πρωῒ τῶν τειχῶν ἀποπειρασαμένους, εἰ μὴ δύναιντο παραστήσασθαι, τῇ μετ' αὐτὴν τῆς εἰς Θεσσαλονίκην ἔχεσθαι φερούσης. οὕτω μὲν οὖν ἐδέδοκτο. καὶ ἅμα πρωῒ ἐς τὴν ὑστεραίαν ὁπλισάμενοι, προσέβαλον τοῖς τείχεσι προσάγοντες τὰς μηχανάς. διὰ πάσης δὲ ἡμέρας τῆς τειχομαχίας καρτερωτάτης γεγενημένης, μικροῦ μὲν ἐδέησεν ἁλῶναι, τῶν τε κλιμάκων προσερεισθεισῶν τοῖς τείχεσι καὶ μηχανήματός τινος ἐπὶ τροχῶν χελώνης προσαγορευομένου. ἡ νὺξ δὲ αὐτίκα ἐπιγενομένη διεκώλυσε τὴν ἅλωσιν. οἱ πολιορκούμενοι δὲ δείσαντες, μὴ εἰς τὴν ὑστεραίαν αὖθις μάχης ἁλῶσι γενομένης, ἐβουλεύσαντο νυκτὸς πίστεις λαβόντες παρὰ βασιλέως, ὁμολογίᾳ τὴν πόλιν παραδοῦναι. καὶ ἅμα πρωῒ ἐκ τῶν τειχῶν τοῖς εἰς τὸ στρατόπεδον ἐκέλευον μηνύειν βασιλεῖ, εἰ βούλοιτο ἐπὶ συμβάσει τὴν πόλιν παραλαμβάνειν. ἡδέως δὲ βασιλέως τὸν λόγον δεξαμένου καὶ κελεύοντος ἥκειν πρὸς αὐτὸν, ὡς πάντα πράξοντος αὐτοῖς τὰ κατὰ γνώμην, ἧκον τοῦ τε δήμου καὶ τῶν παρ' αὐτοῖς δυνατῶν ὀλίγοι καὶ τῶν τῷ κλήρῳ τῆς παρ' αὐτοῖς ἐκκλησίας κατειλεγμένων. αἰτίας δὲ ὥσπερ ἀπολύοντες ἑαυτοὺς ἐπὶ τῷ ὅπλα κεκινηκέναι πρὸς αὐτὸν, τὸ δέον ἔφασαν πεποιηκέναι. ὀμωμοκέναι γὰρ ὀλίγῳ πρότερον ἀντιστήσεσθαι τοῖς βασιλίδι πολεμοῦσι μέχρι καὶ τοῦ δυνατοῦ. τούς τε ὅρκους τοιγαροῦν τετηρηκέναι ἀσφαλῶς, καὶ τὸ νῦν λυσιτελεῖν φαινόμενον ἐκ τῶν πραγμάτων πράττειν μετ' εὐγνωμοσύνης. ὅθεν ἄξιοι συγγνώμης νομίζειν εἶναι παρ' αὐτῷ. δεῖσθαι μέντοι καὶ τῆς δι' ὅρκων ἀσφαλείας, ὡς οὐδὲν πείσονται δεινὸν τῶν κατὰ τὸν πόλεμον αὐτοῖς εἰργασμένων ἕνεκα καὶ τῶν ὕβρεων, αἳ παρὰ φαύλων καὶ τοῦ μηδενὸς ἀξίων ἀνθρώπων εἴρηνται πρὸς αὐτὸν, τῶν ἐν λόγῳ πάντων μάλιστα ἀνιωμένων καὶ τὴν ἀκολασίαν τῆς γλώττης τιθεμένων ἐν δεινῷ. οὐδεμιᾶς γὰρ ὕβρεως ἐφείδοντο ἑστῶτες ἐπὶ τῶν τειχῶν. ὅθεν καί ποτε βασιλέως ἐν ὅπλοις παριόντος καὶ τὰ τείχη κατασκεπτομένου διὰ τὴν τειχομαχίαν, τρεῖς τινες ἑστῶτες ἐπὶ τῶν τειχῶν, μᾶλλον τῶν ὕβρεων ἠφείδουν γνωρίμου γινομένου. ὁ δὲ ἐγγὺς γενόμενος, ἠρώτα, εἰ εἰδότες, ὅστις εἴη, ὑβρίζουσιν οὕτως ἀφειδῶς. ἑνὸς δὲ ἀποκριναμένου, ὡς μάλιστα εἰδεῖεν, καὶ διὰ τοῦτο καὶ ὑβρίζειν πολλῶν ὄντα ἄξιον λοιδοριῶν, ὅτι ἀποστάτης γεγονὼς τοῖς βασιλέως ἐπεβούλευσε παισὶ καὶ οὐδεμιᾶς ἀπέσχετο πείρας ἀποκτεῖναι τοὺς οὐδὲν ἠδικηκότας μηχανώμενος· «πότε δὲ» εἴρηκεν ὁ βασιλεὺς «ἐπὶ δίκην καταστάντα, ὅτι μὴ τὰ ἐγκλήματα ἠδυνήθην ἀπολύσασθαι, κατεψηφίσασθε ἀδικεῖν αὐτοὶ καὶ ἐπιορκεῖν καὶ τοιαῦτα, οἷα λέγετε, τολμᾷν;» τῶν δὲ, ἔναγχος ἐκ Βυζαντίου, εἰπόντων, ἥκειν, ἐν ᾧ τὰ κατὰ βασιλέως ὑπ' αὐτοῦ ἐσκαιωρημένα ἐκμαθεῖν· δι' ἃ καὶ τοὺς ἐκεῖ τὰ βασιλέως ᾑρημένους αὐτὸν ἐλαύνειν, πρὸς οὓς μὴ δυνάμενον ἀνθίστασθαι, ἐνθάδε ἥκειν. «ἀληθῶς εἴρηκας,» εἶπεν ὁ βασιλεὺς «ὦ ἑταῖρε, ἐκ Βυζαντίου τὰ τοιαῦτα δεδιδάχθαι· ἀλλ' ἔγωγε αὐτοῦ τούτου ἕνεκα ἐνθάδε ἥκω, ἵνα σε τῆς γλωσσαλγίας τιμωρησάμενος, διὰ σοῦ κἀκείνους διδάξω μὴ τοιαῦτα ἀκολασταίνειν.» ὁ μὲν οὖν βασιλεὺς ἐν μέρει παιδιᾶς τοιαῦτα πρὸς ἐκείνους διαλεχθεὶς, παρῆλθε. τῆς αὐτῆς δὲ νυκτὸς στρατιῶται, βασιλέως κελεύσαντος, ἐν ταῖς πύλαις προλοχίσαντες, ὥστε τῶν ἔνδον τινὰ ζωγρῆσαι τοῦ τὰ πραττόμενα ὑπ' ἐκείνου διδαχθῆναι, οὕτω συμβὰν, αὐτὸν ἐκεῖνον τὸν ὑβριστὴν ἅμα ἕω τῶν πυλῶν πρός τινα χρείαν ἐξελθόντα ἐξαρπάσαντες, παρέστησαν βασιλεῖ. ὁ δ' ἀγνοεῖν ὑποκρινάμενος, ὅθεν τε εἴη καὶ ὅστις, ἠρώτα. νομίσας δὲ καὶ αὐτὸς ἀγνοηθῆναι, ὅσα ᾤετο πρὸς τὴν παροῦσαν λυσιτελεῖν ἀνάγκην ἀπεκρίνατο. ὡς δ' ὁ βασιλεὺς τὴν ὑπόκρισιν ἀποθέμενος, αὐτὸν ἐκεῖνον ἀπεδείκνυε τὸν χθὲς εἶναι ὑβριστὴν, τοῖς μὲν ἄλλοις ἅπασι διατριβὴν οὐ μικρὰν ἐνεποίει ἡ τοιαύτη συντυχία καὶ ὡς ἥδιστα διετίθεντο· τὸν ἑαλωκότα δὲ δέος οὐ μικρὸν εἰσῄει περὶ ψυχῆς ἀγωνιῶντα καὶ ὅσον οὔπω νομίζοντα ἀποθανεῖσθαι. βασιλεὺς δ' ὥσπερ ἐν τοῖς ἄλλοις μᾶλλον κἀν τοῖς τοιούτοις προσήκειν αὐτῷ νομίζων μεγαλοψυχεῖν, ἐφ' ἱκανὸν παραψυχῆς ἕνεκα τὰ χθὲς εἰρημένα πρὸς τὸν ἑαλωκότα διαλεχθεὶς, ἔπειτα ἐκέλευε στολὴν παρέχειν πολυτελεστέραν, ἢ αὐτῷ προσῆκε. παρασχόμενος δὲ καὶ χρυσίον, ἐκέλευεν οἴκαδε ἀναχωρεῖν καὶ τὸ ἀπὸ τοῦδε μηδενὸς καταψηφίζεσθαι πρὶν εἰς ἀπολογίαν καταστῆναι, ἀλλὰ τὴν ἑτέραν τῶν ἀκοῶν τῷ κατηγορουμένῳ φυλάττειν ἀκραιφνῆ. ὁ δ' ἄπιστα σχεδὸν εὐτυχήσας πρὶν γενέσθαι, βασιλέως ἐπαινέτης ἦν ἀντὶ τοῦ πρότερον ὑβριστοῦ. ἀλλὰ ταῦτα μὲν πρότερον. τότε δὲ ἐπεὶ οἱ πρέσβεις ἀμνηστίαν τῶν ὕβρεων ᾐτοῦντο καὶ ἐδέοντο βασιλέως εὖ ποιεῖν προσχωροῦντας ἑκοντὶ, προσηνῶς αὐτοῖς διαλεχθεὶς καὶ λόγοις πείσας, μηδὲν ὑποπτεύειν παρ' αὐτοῦ δεινὸν, ἐκέλευε καὶ γράμμασι βασιλικοῖς, ἃ αὐτοὶ ᾐτοῦντο, βέβαια ποιεῖν. τῶν δὲ βασιλεῖ συνόντων τις δύσνους ὢν, ὡς ἔοικε, καὶ πολεμῶν ἀφανῶς, κρύφα προσελθὼν τοῖς πρέσβεσι, συνεβούλευε μὴ τὴν πόλιν παραδιδόναι. βασιλεὺς γὰρ εἰς τὴν ὑστεραίαν, ἄν τε προσχωρῶσιν, ἄν τε μὴ, πρὸς Θεσσαλονίκην κατὰ πᾶσαν ἀνάγκην ἔγνωκε δεῖν ἀποχωρεῖν. οἱ δὲ, ἐπεὶ τοιαῦτα ἤκουσαν, μὴ ἃ κοινῇ πᾶσι δοκεῖ σκηψάμενοι εἰδέναι, πρὸς τὴν πόλιν ἀπεχώρουν. ἐπεὶ δὲ ἦσαν εἴσω πυλῶν, αὖθις ἐγκλεισάμενοι, παρεσκευάζοντο πρὸς μάχην. ἀναβάντες τε ἐπὶ τὸ τεῖχος, μὴ πᾶσιν ἔλεγον εἶναι τὸ νῦν ἔχον κατὰ γνώμην βασιλεῖ τὴν πόλιν παραδιδόναι, ἀλλ' ἐπεὶ πρὸς Θεσσαλονίκην ἔγνωκε δεῖν ἀποχωρεῖν, εἰς τοὐπιὸν αὐτοὶ διασκεψάμενοι εἰ δοκεῖ λυσιτελεῖν, κοινῇ ψήφῳ προσχωρήσουσιν. οὕτω μὲν οὖν Περιθεώριον τειχομαχίᾳ τε ὀλίγου ἐδέησεν ἁλῶναι καὶ ὁμολογίᾳ προσχωρῆσαι βασιλεῖ. βασιλεὺς δὲ ἐπεὶ μὴ περιμένειν ἐξῆν πρὸς τὴν πολιορκίαν, ἀναστήσας τὴν στρατιὰν, ἤλαυνεν ἐπὶ Θεσσαλονίκην.

λϛʹ. Ἐν Βυζαντίῳ δὲ ὁ βασιλεὺς Ἰωάννης ὁ τοῦ Ἀνδρονίκου βασιλέως παῖς ψήφῳ βασιλίδος τε καὶ τῆς συγκλήτου στέφει τὴν κεφαλὴν ὑπὸ Ἰωάννου τοῦ πατριάρχου κατακοσμεῖται. ἐν τῇ ἑορτῇ δὲ καὶ τῶν τῆς συγκλήτου πλὴν ὀλίγων ἀξιωμάτων πάντες ἔτυχον, ὡς ἂν ἕκαστος παρὰ βασιλίδος καὶ πατριάρχου καὶ τῆς βουλῆς ἄξιος ἐκρίθη. καὶ Ἰσαάκιος μὲν Ἀσάνης πανυπερσέβαστος ἀπεδείχθη, δοὺξ δὲ μέγας ὁ Ἀπόκαυκος, καὶ ὁ Χοῦμνος μέγας στρατοπεδάρχης, Ἀνδρόνικός τε Παλαιολόγος, ὃς ἦν γαμβρὸς Ἀποκαύκῳ τῷ μεγάλῳ δουκὶ, μέγας καὶ αὐτὸς στρατοπεδάρχης, ὅ,τε Γαβαλᾶς πρωτοσεβαστὸς, καὶ οἱ ἄλλοι ἅπαντες ὡς ἕκαστος. πατριάρχης δὲ, ἐπεὶ τὴν ἀξίαν ἀμείβειν οὐκ ἐνῆν, εἰς σεμνότερόν τι περιέστησε τὸ σχῆμα καὶ ἔν τε ταῖς ὑπογραφαῖς ἠερανέῳ χρώματι ἐχρῆτο καὶ τὴν ἐπὶ τῆς κεφαλῆς καλύπτραν, ἣν τοὺς πατριάρχας ἔθος φέρειν, ἂν μὴ τοῦ τάγματος ὦσι τῶν μοναζόντων, ὀθόνῃ λευκῇ περιειλημμένην πρότερον, αὐτὸς κατεκόσμησε χρυσῷ, εἰκόνας αὐτῇ τοῦ τε σωτῆρος ἡμῶν ἐγγράψας Χριστοῦ Ἰησοῦ καὶ τῆς τεκούσης αὐτὸν ἀχράντου θεοτόκου καὶ Ἰωάννου τοῦ Βαπτιστοῦ. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ ἄχρι μὲν ἐκείνου τοῦ χρόνου μετριώτερά τε φρονεῖν ἐδόκει καὶ τῆς βουλῆς εἶναι ὑπεκρίνετο εἷς, ἢ μᾶλλον καὶ πρὸ αὐτοῦ τοὺς ἄλλους ἦγε, μὴ τῆς κακουργίας αἰσθόμενοι ὀῤῥωδῶν, ὑπὸ Καντακουζηνοῦ τοῦ βασιλέως ἐθελήσωσι μᾶλλον ἄρχεσθαι ἢ ἐκείνου. ἐπεὶ δὲ ἀξιώματός τε μείζονος ἐπελάβετο καὶ τὸν πόλεμον εἶδεν αὐξηθέντα ἐπὶ μέγα, τὸ προσωπεῖον ἀποθέμενος, αὐτὸς πάντα ἦν καὶ πάντων ἦρχε καὶ μειζόνων καὶ ἐλαττόνων. αἵ τε γὰρ τῶν χρημάτων πρόσοδοι τῶν κοινῶν ὑπ' ἐκείνου διῳκοῦντο καὶ πόλεων ἀρχαὶ καὶ στρατηγίαι, οἷς αὐτὸς ἐκέλευεν, ἐδίδοντο καὶ εὖ ποιεῖν καὶ τοὐναντίον κύριος ἦν· καὶ πάνθ' ὁμοίως πρὸς Καντακουζηνὸν τὸν βασιλέα, ἕως ἔτι μέγας ἦν δομέστικος, ἡμιλλᾶτο πάντα ὑπ' ἐκείνου ἄγεσθαι βουλόμενος. συνιδὼν δὲ, ὡς ἐπαχθὴς τοῖς εὐγενεστέροις ἡ ἐκείνου ἔσεται ἀρχὴ, καὶ δείσας, μή τι διὰ ταύτην ὑπ' ἐκείνων ἐπιβουλευθῇ, ἔγνω δεῖν πάντας διαφθείρειν, ὡς, εἰ τῆς φαύλης τύχης ὑπολειφθεῖεν μόνοι, ῥᾳδίως αὐτῷ πρὸς ἅπαν εἴξοντες τὸ προσταττόμενον οὐκ ἀνοήτως οἰηθείς. καὶ πρῶτον μὲν ἀπὸ τῶν καθ' αἷμα προσηκόντων καὶ μάλιστα γνησίων ἤρχετο Καντακουζηνῷ τῷ βασιλεῖ, ὕλης τε εὐπορῶν πρὸς τὰς διαβολὰς καὶ τῶν ἄλλων μᾶλλον ὡς δυνατωτέρους δεδοικώς. ἔπειτα δὲ καὶ τοὺς ἄλλους ἐφεξῆς μετῆλθε, μηδενὸς φεισάμενος, τὸ δοκεῖν μὲν, ὅτι ψήφῳ τῆς συγκλήτου βουλῆς καὶ βασιλίδος καὶ μάλιστα πατριάρχου τὰς τιμωρίας, οἷς ἂν ἐθελήσειεν, ἐπάγων, τῇ δ' ἀληθείᾳ, τὰ δοκοῦντα ἑαυτῷ ποιῶν. τὴν δὲ βασιλέως μητέρα Καντακουζηνοῦ, καὶ πρότερον ἐν δεσμωτηρίῳ κατακεκλεισμένην, μᾶλλον ἐκάκουν ἐξεπίτηδες καὶ οὐδὲν εἶδος λύπης ἀπέλιπον ἐπιδεδειγμένοι πρὸς ἐκείνην. φύλακάς τε γὰρ ἐπέστησαν ἀνθρώπους ἀναιδεῖς καὶ τὸν τρόπον βαρβάρους, καὶ πᾶσαν ἐπιδείκνυσθαι προσέταττον πικρίαν πρὸς αὐτὴν καὶ πάντα ποιεῖν ἐφ' ὕβρει καὶ καταφρονήσει. τά τε ἀναγκαῖα πρὸς τροφὴν, καίτοι καὶ πρότερον ἐνδεῶς παρέχοντες, ἔτι μᾶλλον γλίσχρως ἐχορήγουν. εἰ δέ ποτε ἔδει καὶ ζωμόν τινα παρέχειν, φιλανθρωπευσαμένους δῆθεν, εἰδότες, ὡς πολυτελείᾳ ἐντραφείη καὶ τρυφῇ καὶ οὐδενὸς ἂν ἅψαιτο μεμολυσμένου, τὰς χεῖρας ἀνίπτους καθιέντες, διηρεύνων δῆθεν τὸν ζωμὸν, εἰ μή τοι ἔνδον κρύπτοιτο γράμματα παρὰ τοῦ υἱοῦ ἀπεσταλμένα, καίτοι γε αὐτοὶ τῶν προσαγομένων ὄντες μάγειροι. ἃ ὁρῶσα, μᾶλλον ᾑρεῖτο λιμῷ βιαίως ἀποθνήσκειν, ἢ τοιούτων γεύεσθαι. ἐν χειμῶνί τε σφοδροτάτῳ καὶ κρυμώδει οὐδεμίαν, οὔτ' ἐκ τῶν ἄλλων ἐπιτηδείων, οὔτε ἐκ πυρὸς παρείχοντο παραμυθίαν, καίτοι βασιλίδος μηδεμιᾶς κατὰ τὸ σῶμα θεραπείας κελευούσης ἀποστερεῖν. παρὰ πᾶσάν τε ἡμέραν οὐκ ἐνέλιπον οἱ φύλακες τὸν υἱὸν ἀσέμνως ὑβρίζειν ἐπ' αὐτῆς, καὶ ὡς ἀγγελίας δῆθεν πεπυσμένοι, ἀπήγγελλον, ποτὲ μὲν, ὡς συλληφθείη ὁ υἱὸς καὶ ἀτίμως ἄγοιτο περικείμενος κλοιά· ἄλλοτε δὲ, ὡς μάχης γενομένης, ἐπ' αὐτῆς ἀποκτανθείη καὶ ἄγοιτο ἡ κεφαλὴ, ἣν παραμυθίας ἕνεκα καὶ πρὸς αὐτὴν ἄγειν ὑπισχνοῦντο, καὶ ἕτερα ὠμότερα καὶ ἀπανθρωπότερα πολλῷ, ἐξ ὧν ἐκείνη τὴν καρδίαν ὑπερζέσασα καὶ κατατακεῖσα, πυρετοῖς ἐλήφθη σφοδροτάτοις. αἱ δὲ περὶ αὐτὴν γυναῖκες, πολλὰ τῶν ὠμοτάτων ἐκείνων ἀρχόντων δεηθεῖσαι, ὥστ' ἐπιτρέψαι ἰατρὸν πρὸς αὐτὴν εἰσαγαγεῖν καὶ προνοίας ἀξιῶσαι μικρᾶς τινος, οὐκ ἠδυνήθησαν πρὸς ἔλεον ἐκκαλέσασθαι τὰ σπλάγχνα τῶν ἀγνωμόνων ἐκείνων καὶ σπλάγχνα ἐσθίειν ἀνθρώπων εἰθισμένων ὁσημέραι. ἀλλ' ἀπεῖπον αὐτῇ πᾶσαν θεραπείαν, ὥσπερ αὐτοχειρίᾳ κατασφάττοντες. ἡ βασιλὶς δὲ ὑπό του πυθομένη, ὅτι νοσοίη ἡ τοῦ βασιλέως μήτηρ, καὶ ὡς οὐκ ἐπιτραπείη παρὰ τῶν ἀρχόντων καὶ τοῦ διδασκάλου τῆς οἰκουμένης καὶ μαθητοῦ τοῦ πρᾴου καὶ φιλανθρώπου ἰατρὸς πρὸς αὐτὴν εἰσελθεῖν, ὠνείδισε μὲν αὐτοῖς πικρῶς τὴν ὠμότητα καὶ τὴν ἀναλγησίαν· τὸν δὲ ἰατρὸν ἐκέλευεν, ὃς αὐτῇ πρὸς τὰς νόσους συνήθης ἦν, πρὸς ἐκείνην τε ἐλθεῖν καὶ προνοίας ἀξιῶσαι τῆς δεούσης. πατριάρχης δὲ καὶ ἡ λοιπὴ τῶν ἀγαθῶν ἐκείνων ἀνδρῶν φατρία τὸν ἰατρὸν παραλαβόντες, ὅρκους ἀπῄτουν, ὥστε ἐλθόντα πρὸς ἐκείνην, μηδὲν περὶ τῆς νόσου διατάξασθαι. τοῦ δὲ καὶ τὴν ἐπιδημίαν ἀπαγορεύοντος, εἰ μέλλοι μηδὲν ἐκ τῆς τέχνης ὠφελεῖν, ἠνάγκαζον αὐτοὶ τὰ κελευόμενα ποιεῖν, ἵν' αὐτοῖς τε ἡ ἐξαρχῆς ὠμότης διασώζοιτο καὶ μηδὲ βασιλίδος καταφρονεῖν δοκοῖεν, τὰ κεκελευσμένα μὴ ποιοῦντες. εἰ δ' ἰσχυρογνωμονοίη καὶ πρὸς ὠφέλειάν τι τῆς νοσούσης λέγοι, μὴ μέμφεσθαι αὐτοῖς, ὡς αὐτοῦ τῶν ἐσομένων κακῶν αἰτίου ἑαυτῷ παρεσομένου· δῆλος γὰρ ἤδη εἶναι ᾑρημένος τὰ Καντακουζηνοῦ. ὁ δὲ δείσας τὴν ἀπειλὴν, οὐδὲν γὰρ ἦν τὸ μέσον τοῦ τε ὑποπτευθῆναι καὶ τοῦ πάσχειν τὰ δεινότατα, πρότερον ἐπαγγειλάμενος μηδὲν τῶν γινομένων μηνύσειν βασιλίδι, ἔπειτα πρὸς βασιλέως εἰσῄει τὴν μητέρα. μηδὲν δὲ δυνάμενος διὰ τὸ ἐκ τῶν ἀρχόντων δέος φθέγγεσθαι, τοὺς ἑπομένους φύλακας ὡς ἐνῆν διαλαθὼν, νεύματι ἐσήμαινε τὴν ἐν ἀγκῶνι φλέβα τέμνειν, ἔπειτα ἐξῄει μηδὲν τὸ σύνολον φθεγξάμενος. αἱ γυναῖκες δὲ αὖθις τῶν ἀρχόντων δεηθεῖσαι τὸν τέμνειν φλέβας ἐπιστάμενον εἰσάγειν οὐ συνεχωροῦντο. ὅθεν ὑπὸ τοῦ πυρετοῦ κατεργασθεῖσα καὶ μηδεμιᾶς ὅλως προνοίας ἀξιωθεῖσα, ἐτελεύτησεν ἕκτῃ μηνὸς Ἰανουαρίου δεκάτης οὔσης ἰνδικτιῶνος τοῦ ,ςωνʹ ἔτους. τελευτώσης δὲ ἤδη, ἡ τοῦ βασιλέως Ἀνδρονίκου ἀδελφὴ, ἣ πρότερον μὲν Μιχαὴλ τῷ Μυσῶν συνῴκησε βασιλεῖ, ἔπειτα, ἐκείνου τελευτήσαντος, πρὸς τὸν ἀδελφὸν ἐπανελθοῦσα καὶ τὴν ἐν βασιλείοις διατριβὴν καταλιποῦσα, μονάζειν εἵλετο καὶ Θεοδοσία ἐκ Θεοδώρας μετωνομάσθη, πυθομένη περὶ τῆς βασιλέως μητρὸς, ὅτι τελευτᾷ, καὶ ὥσπερ ἀμειβομένη τῶν παρ' ἐκείνης πρότερον ὑπηργμένων ἀγαθῶν, πολλὴν γὰρ εἰς ἐκείνην ἐπεδείκνυτο τὴν εὔνοιαν, ἀφίκετό τε εἰς τὸ δεσμωτήριον πρὸς αὐτὴν καὶ παρέμεινεν ἄχρι τελευτῆς. ἔπειτα τὸν νεκρὸν ἐξαγαγοῦσα παρὰ τὴν μονὴν, τῆς πρὸς μητρὸς ἐκείνης μάμμης ἀδελφῆς τοῦ πρώτου τῶν Παλαιολόγων βασιλέως Μιχαὴλ τῆς Μάρθας προσαγορευομένην, ἐν τοῖς πατρῴοις κατέθηκε τάφοις. ἔπειτα ἐκεῖθεν πρὸς βασιλίδα ἀναστρέψασα, ἀπήγγειλε τὴν ὠμότητα καὶ τὴν ἀπανθρωπίαν τῶν ἀρχόντων, ἣν περὶ ἐκείνην ἐνεδείξαντο ἄχρι τελευτῆς. ἡ δ' ὅρκοις διεβεβαιοῦτο, μηδὲν εἰδέναι τῶν γεγενημένων, πλὴν ὅτι εἴργεσθαι προσετέτακτο παρ' αὐτῆς, κατεγίνωσκέ τε καὶ αὐτὴ πολλὴν ἐκείνων τὴν ἀπήνειαν. μετὰ δὲ τὴν ἐκείνης τελευτὴν τὰ χρήματα ἐκείνης τε καὶ τοῦ υἱοῦ διηρευνᾶτο καὶ πολλὰ ἐκείνων ἐξευρίσκετο, μάλιστα δ' ὅτι καὶ πατριάρχης κατὰ τῶν ἐχόντων ἐξεῖπεν ἀφορισμὸν, ὃν εἶχεν ὥσπερ τινὰ δορυφόρον ταῖς παρανόμοις ἐπιθυμίαις πάσαις ὀξύτατα ὑπηρετοῦντα. ὃν οἱ πολλοὶ τῶν ἐχόντων δείσαντες, φέροντες τὰ φυλαττόμενα παρεῖχον· οἱ δὲ καὶ ὡς παρὰ δίκην γινομένου καταφρονοῦντες, τέως μὲν κατεῖχον, χρόνῳ δὲ ὕστερον ὑπὸ τῶν συνειδότων μηνυόμενα πάντα ἀναλώθη. οὕτω δὲ ἦσαν πλεῖστα τὰ ἐξευρισκόμενα, ὥστε, καίτοι πολλῶν αὐτὰ πρότερον συμμεριζομένων, καὶ τὰ μὲν Ἀποκαύκου τοῦ μεγάλου δουκὸς παρακατέχοντος, ἕτερα δὲ Γαβαλᾶ τοῦ πρωτοσεβαστοῦ, κἀκεῖνος γὰρ συνάρχων τῷ μεγάλῳ δουκὶ τὰ κοινὰ διῴκει καὶ μεσάζων βασιλίδι ἦν, καὶ Κιννάμου τοῦ μυστικοῦ τῶν βασιλικῶν χρημάτων τότε ταμίου ὄντος, καὶ πολλῶν ἑτέρων εὐνούχων, οἳ παρεδυνάστευον, ὅμως ἐκ τῶν ὑπολειπομένων ἀναλίσκοντες, τὸν πρὸς βασιλέα πόλεμον συνεκρότουν· οὕτως ἦσαν ἄπειρα τῷ πλήθει. ἡ βασιλὶς δὲ πολλὰ πολλάκις περὶ εἰρήνης πρὸς πατριάρχην καὶ τοὺς ἄλλους τῶν πραγμάτων ἄρχοντας διαλεχθεῖσα, οὐδὲν ἀνῦσαι τῶν δεόντων ἠδυνήθη, ἐκείνων ἤδη κατὰ κράτος πᾶσαν ἐσχηκότων τὴν ἀρχὴν καὶ οὐδ' ἄκροις ὠσὶ τὴν εἰρήνην παραδεχομένων. τοῦ δοκεῖν δὲ δίκαιά τε ὁμοῦ καὶ βασιλίδι καὶ σφίσιν αὐτοῖς συμφέροντα αἱρεῖσθαι, κατασκόπους δῆθεν προπέμποντες πρὸς Καντακουζηνὸν τὸν βασιλέα, ἔπειτα ὑποδεχόμενοι ἐπανιόντας, εἰσῆγον πρὸς βασιλίδα, ἄλλα τε πολλὰ ἐκείνου καταψευδομένους καὶ ὡς ἀναφανδὸν πρὸς τοὺς συνόντας μεγαληγοροίη, ὡς, εἰ περιγένοιτο ἐν τῷ πολέμῳ, βασιλίδα μὲν καὶ βασιλέα τὸν υἱὸν ἀποκτενεῖ μόνον, ἀτιμάσας μηδέν· πατριάρχῃ δὲ καὶ τοῖς ἄλλοις, οἳ τὸν παρόντα πόλεμον ἤγειραν αὐτῷ, μετὰ πολλὰς αἰκίας ἐφύβριστον καὶ βιαιότατον θάνατον ἐπάξει. οἳ καὶ τοῖς λεγομένοις ἐκ συνθήματος εὐθὺς παρόντες, μεγίστην πρόφασιν ἐποιοῦντο τοῦ μὴ δύνασθαι πρὸς κίνδυνον τοσοῦτον σφᾶς αὐτοὺς ὑπάγειν ἑκοντὶ τῷ κατ' ἐκείνων οὕτω μαινομένῳ διὰ τῆς δοκούσης εἰρήνης ἐγχειρίζοντες, αὐτίκα τε ἐψηφίζοντο τὸ δεῖν ἐκείνῳ πάσῃ σπουδῇ καὶ προθυμίᾳ πολεμεῖν, καὶ εἴ τίς τι περὶ τῆς πρὸς ἐκεῖνον εἰρήνης φθέγξαιτο, πολέμιον ἡγεῖσθαι καὶ αὐτόν. ἐπεὶ δὲ βασιλεύς τε ὁ Καντακουζηνὸς ἐξεστράτευσε πρὸς τὴν ἑσπέραν καὶ Ἀπόκαυκος ὁ μέγας δοὺξ τὴν πᾶσαν ἦγε Ρωμαίων ἡγεμονίαν, τὸ μὲν ἐκ τῆς ἠπείρου καὶ αὐτὸς ἀντιστρατεύεσθαι ἐκείνῳ ἀπεγίνωσκεν, ᾔδει γὰρ λόγου ἄξιον διαπραξόμενος οὐδὲν, οὐδὲ πρὸς τοιοῦτον ἀνταγωνιστὴν ἀξιόχρεως ἐσόμενος αὐτὸς, τῇ δὲ ἐκ Βυζαντίου καὶ Θρᾴκης στρατιᾷ οὐκ ὀλίγῃ οὔσῃ Ἀνδρόνικόν τε Παλαιολόγον τὸν γαμβρὸν καὶ Θωμᾶν τὸν Παλαιολόγον ἐπιστήσας στρατηγοὺς, ἐκέλευεν ἐκείνῳ ἑπομένους βλάπτειν, εἴ τι δύναιντο, φυλαττομένους μᾶλλον, μὴ κακῶς αὐτοὶ παθεῖν. αὐτὸς δὲ τοῦ μὴ δοκεῖν ἀργὸς καθῆσθαι τῶν ὅλων ἔχων τὴν ἀρχὴν, ἑβδομήκοντα νεῶν στόλον ἐξηρτύετο, ὡς ἐκ θαλάσσης πολεμήσων. δαπάνη δὲ ἦν αὐτῷ πρὸς τὰς τριήρεις τὰ βασιλέως χρήματα, ἃ ἐκρύπτετο ἐν Βυζαντίῳ. καίτοι γε αὐτοῦ πάντες πολλὴν κατεγίνωσκον ἀβελτηρίαν, εἰ πρὸς ἠπειρῶτιν στρατιὰν ἐκ θαλάττης αὐτὸς ἀντιτάττεσθαι παρασκευάζοιτο καὶ χρήματα τοσαῦτα οὐκ εἰς δέον ἀναλίσκοι. τὸ δ' ἀπέβαινεν ἐναντίως, ἢ ἄν τις ἐκ τῶν πραγμάτων στοχαζόμενος ᾠήθη. πλεῖστα γὰρ ἔβλαψε τὰ Καντακουζηνοῦ τοῦ βασιλέως πράγματα, εἰς Θεσσαλονίκην οὐκ ἐκ προνοίας ἰδίας, ἀλλὰ κατὰ τύχην ἀφιγμένος. ταῦτα μὲν οὖν ὕστερον εἰρήσεται.

λζʹ. Βασιλεὺς δὲ ὁ Καντακουζηνὸς ἐπεὶ Περιθεώριον ἑλεῖν οὐκ ἠδυνήθη, ἀναγκαῖον δὴ ἡγεῖτο πρὸς Θεσσαλονίκην τὴν ταχίστην ἀφικέσθαι, δεῖν ἔγνω πρότερον πρωτοστράτορι μηνύειν τὴν ἐπιδημίαν. εἰδὼς δὲ, ὡς Συργὴς στρατιώτας πέμψας φυλάττει τὰς ὁδοὺς τοῦ μὴ λαθόντα τινὰ ἀγγελίας ἔκ τινος αὐτῷ κομίζειν, τοιοῦτόν τι πρὸς τὴν ἐκείνου πονηρίαν ἀντιτεχνᾶται. τῶν στρατιωτῶν δυσὶ τὸν μὲν ἐκέλευεν ἀποδυθέντα καὶ περιαγκωνίσαντα ἑαυτὸν ἄγεσθαι δεσμώτην, τὸν ἕτερον δὲ ἄγειν. εἰ δὲ οἱ τὰς ὁδοὺς τηροῦντες περιτύχοιεν, τὸν ἄγοντα φάσκειν, ὡς τὸν ἵππον ἀπολωλεκὼς, τὸν μὲν οὐχ εὕροι, τὸν χαλινὸν δὲ παρὰ τἀνδρὶ τουτωΐ· ἀπαιτοῦντα δὲ καὶ τὸν ἵππον, μὴ ἀποδιδόναι, ἀλλὰ τὸν χαλινὸν μόνον εὑρηκέναι παρὰ τὴν ὁδὸν διισχυρίζεσθαι. οὗ δὴ χάριν δήσαντα, ἄγειν πρὸς τὸν βασιλέως θεῖον, ὅπως παρ' ἐκείνου βασανιζόμενος ἀποδοίη καὶ τὸν ἵππον. ἐκέλευε δὲ καὶ τὸν δεσμώτην τῷ ἄγοντι τὰ ἴσα συνομολογεῖν. τοῦτον δὲ τὸν τρόπον παρελθόντας τοὺς φυλάσσοντας, ἔπειτα ἕκαστον οἷ προσετέτακτο ἀποχωρεῖν. οἱ μὲν οὖν ἐποίουν κατὰ τὰ κεκελευσμένα καὶ διαλαθόντες τοὺς ἐπὶ τὴν φυλακὴν τεταγμένους τῶν ὁδῶν, ἧκον πρὸς πρωτοστράτορα ἐν Θεσσαλονίκῃ. βασιλεὺς δὲ, ὡς μάλιστα ἐνῆν, τὸ νῦν μὲν Πολύστυλον, ἐν τοῖς Ἑλληνικοῖς δὲ χρόνοις Ἄβδηραν ὠνομασμένον, πολίχνιον παράλιον ὂν, ὑπ' αὐτοῦ τε ᾠκοδομημένον πρότερον καὶ τότε διὰ τὴν ἀρχαίαν εὔνοιαν οὐκ ἀποστὰν, πολλῆς προνοίας ἀξιώσας, σῖτόν τε αὐτοῖς ἐπιχορηγήσας καὶ στρατιώτας πρὸς ἐπικουρίαν, αὐτὸς τὴν ἄλλην ἔχων στρατιὰν, τὸ παρὰ τὴν Χριστούπολιν τείχισμα διελθὼν, ἐστρατοπέδευσεν ἐν Φιλίπποις. ἔπειτα ὡς ἐκεῖθεν ἀναστὰς εἴχετο τῆς ὁδοῦ, συντυγχάνει τῷ τε παρ' αὐτοῦ πρὸς πρωτοστράτορα ἀπεσταλμένῳ πρότερον καὶ ἑτέρῳ τῶν ἐκείνου οἰκετῶν, οἳ γράμματα ἐκ πρωτοστράτορος παρεῖχον, ἃ ἐμήνυε, μὴ νῦν ἥκειν παρ' αὐτὸν, ὡς Θεσσαλονίκην οὐ δυνάμενον παραδιδόναι· ἀλλὰ Χρέλην πρότερον καὶ τὴν ἐκείνου δύναμιν προσεταιρίζεσθαι, ἔπειτα ἥκειν πρὸς αὐτόν. βασιλεῖ δὲ εὐθὺς μὲν, ὡς οὐ κατὰ γνώμην τὰ πράγματα ἀπήντα, δεινὰ εἰσῄει ὑποπτεύειν, ὅμως δὲ ἀναγκαίως πρόσω χωρεῖν ἔκρινε μᾶλλον δεῖν. καὶ περὶ τὴν Δράμαν ἐλθὼν, ἐστρατοπέδευσε πρός τινα κώμην Κωδωνιανὴν προσαγορευομένην. πρωτοστράτωρ δὲ καὶ ἄλλως μὲν πρὸς τοὺς ἐν Θεσσαλονίκῃ Ζηλωτὰς ὑπέφριττε καὶ μαλακώτερον ἥπτετο τῶν πραγμάτων ἀμφίβολος ὢν καὶ οὐκ ἐτόλμα καθαρῶς πρὸς τοὺς ἀγῶνας ἀποδύεσθαι· τότε δὲ μάλιστα ἐκ Βυζαντίου πέμπουσα ἐθορύβει ἡ γυνὴ, φάσκουσα, ὡς τοῖς ἐνταῦθα ἄρχουσιν, ὅτι Καντακουζηνῷ διαλέγοιτο πεπυσμένοις, δεινότατα αὐτῇ τε καὶ παισὶ καὶ οἰκείοις ἀπειληθείη, εἰ μὴ παύοιτο τοιαῦτα κακουργῶν· ἃ φυλάττεσθαι ἐδεῖτο, μὴ κακῶν αὐτοῖς ἀνηκέστων αἴτιος καταστῇ. ὧν ἕνεκα καὶ αὐτὸς τὴν ἄφιξιν ἀπηγόρευε τῷ βασιλεῖ, τὴν Χρέλη προφασιζόμενος ἑταιρείαν, ὡς ἐν τῷ μεταξὺ χρόνῳ τὰ μάλιστα λυσιτελοῦντα ἑαυτῷ σκεψόμενος. ἐν ᾧ δὲ ὁ βασιλεὺς ἐστρατοπέδευεν ἐν Κωδωνιανῇ, πέμψας πρὸς Χρέλην, ἐκέλευεν ἥκειν πρὸς αὐτὸν κατὰ τὸ σύνθημα ἐλθόντα. ὁ δ' ὡμολόγει πρότερόν τε καὶ νῦν οὐχ ἥκιστα εὔνους εἶναι πρὸς αὐτόν· δεδοικέναι δὲ Ρωμαίους τοὺς αὐτῷ πολεμοῦντας, μὴ διαρπάσωσι τὰ ὄντα ἐν χωρίοις ἀτειχίστοις διεσκεδασμένα. τὰς γὰρ πόλεις, ὧν ἦρχε πρότερον ὑπὸ τῷ Τριβαλῶν ἄρχοντι τελῶν, παραδεδωκέναι βασιλεῖ, ὡς καὶ αὐτὸς τῶν ἄλλων μᾶλλον σύνοιδεν· αὐτὸς δὲ τὴν οὐσίαν ἐν τῷ Μελενίκου προαστείῳ πᾶσαν ἔχειν. δι' ἃ οὐ δύνασθαι ἥκειν πρὸς αὐτὸν, εἰ μὴ Μελενίκον πρότερον ὑποποιήσαιτο. οὕτω γὰρ καὶ αὐτὸν, θαρσήσαντα, ὡς οὐδὲν τῶν ὄντων ἀπολεῖ, συνάψεσθαι προθύμως. βασιλεῖ μὲν οὖν εὐθὺς ἐδόκει πάντα ἄπορα. τό,τε γὰρ ἀναστρέφειν ἐκ Μακεδονίας οὐ πρὸς αὐτοῦ ἔσεσθαι ἐνόμιζε, καὶ τὸ προϊέναι πρὸς ἑσπέραν, τὴν Χρέλη καὶ πρωτοστράτορος καταλιπόντα συμμαχίαν, οὐκ ἀγαθόν. ἐδόκει δὲ μᾶλλον Μελενίκου ἀποπειρᾷν, εἰ δύναιτο προσάγεσθαι ὁμολογίᾳ. ὅπλοις γὰρ βιάζεσθαι ἀδύνατα ἦν ἔκ τε θέσεως τοῦ τόπου καὶ κατασκευῆς τῆς πόλεως ὀχυρωτάτης οὔσης. καὶ πέμψας διελέγετο κρύφα τοῖς οὖσιν ἐνταῦθα φίλοις περὶ παραδόσεως. Συργὴς μέντοι ἐκ Φερῶν ἅμα μητροπολίτῃ τῆς αὐτῆς πόλεως τὴν ἴσην ἀπέχθειαν πρὸς βασιλέα ἐπιδεικνυμένῳ καὶ Μονομάχῳ τῷ ἐπάρχῳ, ἧκε γὰρ ἐκ Θετταλίας κἀκεῖνος πρὸς αὐτὸν, πέμπουσιν εἰς τὸ στρατόπεδον κατασκόπους, τήν τε βασιλέως στρατιὰν κατασκεψόμενοι ὁπόση εἴη, καὶ ὅ,τι δρῴη θέλοντες μαθεῖν. ἐπεὶ δὲ ἑάλωσαν, τήν τε στρατιὰν ἐκέλευε περιάγοντας κατὰ σχολὴν παρέχειν κατασκέπτεσθαι, καὶ γράμματα πρὸς τοὺς πέμψαντας παρέχων, ἐκέλευεν ἀναστρέφειν· ἐν οἷς περὶ τῶν ἐν Βυζαντίῳ γεγενημένων ὡς ἀδίκῳ καὶ συκοφαντικῇ γνώμῃ πραχθείη κατ' αὐτοῦ διεξιὼν, ἀπολογίαν ἐποιεῖτο καὶ περὶ ἑαυτοῦ, ὡς οὐ βασιλέως τοῖς παισὶν ἐπιβουλεύων, οὐδὲ βασιλείας ἐρῶν τοιούτοις ἐπιχειροίη, ἀλλ' ἀνάγκῃ συνελαθεὶς ἐλπίδι τοῦ καταλύειν μᾶλλον τὸν πόλεμον καὶ τὰ λυσιτελοῦντα πᾶσι κοινῇ ποιεῖν. προσετίθει τε καὶ ὅρκους τοῖς λεγομένοις, ὡς οὐδὲν εἴη πρὸς ἀπάτην εἰρημένον. οἱ δὲ, ἐπεὶ τὰ γράμματα ἀνέγνων, ἀντέγραφον καὶ αὐτοὶ, ὡς οὐκ ἄλλοθέν ποθεν μᾶλλον, ἢ ἐξ ὧν αὐτὸς οἴεται εἶναι δίκαιος πιστεύεσθαι, τῶν ὅρκων δῆθεν, αὐτοὺς καταστοχάζεσθαι, ὡς οὐκ ἂν εἴη τὰ εἰρημένα ἀληθῆ. εἰ γὰρ ὥσπερ καὶ πρότερον, ἡνίκα ἰδιωτικὴν ἐσθῆτα ἔχων, τὰ πράγματα Ρωμαίοις διῴκει, ὅρκων οὐκ ἐδεῖτο, ἐν οἷς ἰσχυρίζεσθαι ἐχρῆν, ἀλλ' ἤρκει μόνον εἰπεῖν, καὶ πάσης ἀποδείξεως ἰσχυρότερα τὰ εἰρημένα εἶναι, ὥσπερ οὐ μόνον αὐτοὶ συνίσασιν, ἀλλὰ καὶ οἱ πόῤῥω τῆς Ρωμαίων γῆς κατῳκισμένοι· οὕτω καὶ νῦν, εἰ ἀξιοπιστίαν αὐτῷ συνῄδει, οὐκ ἂν ὅρκων ἐδεήθη πρὸς τὸ πιστεύεσθαι συναιρομένων. ὅθεν καὶ χρὴ συνορᾷν, ἐξ οἵας δόξης εἰς οἵαν ἐκ τοῦ βασιλεῦσιν ἀγνώμων φαίνεσθαι ἀδοξίαν κατηνέχθη. καὶ τοῖς αὐτοῖς κατασκόποις παρασχόμενοι, ἄγειν αὖθις πρὸς αὐτὸν ἐκέλευον. πρὸς ἃ, θαυμάζειν αὐτῶν, ἀντέγραφεν ὁ βασιλεὺς, εἰ δέον πρότερον τὰ εἰρημένα, εἰ οὐκ ἀληθῆ ἀποδεικνύναι, ἔπειτα καὶ περὶ τῶν ὅρκων διαλέγεσθαι· οἱ δ' ἐκείνων ἀποσχόμενοι καὶ ἀντειπόντες πρὸς μηδὲν, ἐπὶ τοὺς ὅρκους καταφεύγουσιν, ὥσπερ τι προὔργου νομίζοντες ποιεῖν. ὅτι δ' αὐτοῖς περὶ τῶν ἄλλων διαλέγεσθαι καταλιποῦσι, καὶ ἢ πείθεσθαι ὡς ἀληθέσιν ἢ ὡς ἐναντία ἔχουσιν ἐλέγχειν, περὶ τῶν ὅρκων μόνον εἰπεῖν τι βέλτιον ἐνομίσθη, περὶ αὐτῶν ἀποκρινεῖσθαι καὶ αὐτὸν, τἄλλα ὑπερβάντα. ἐγὼ τοίνυν, ἔγραφε, νομίζω τοὺς ὅρκους ἢ διὰ τὸ μὴ τοὺς ὀμνύοντας ἀξιόχρεως πρὸς πίστιν εἶναι γίνεσθαι, ἢ διὰ τὸ τοὺς δεχομένους ἢ φαύλους τοὺς τρόπους εἶναι, ἢ διὰ μέγεθος τῶν ἐπαγγελλομένων ἀδυνάτως ἔχειν πείθεσθαι ὅρκων χωρίς. ὅτε τοίνυν ἐμοὶ τὴν ἀξιοπιστίαν οὐ μόνον ὁ παρελθὼν χρόνος τοσοῦτος ὢν, ἐν ᾧ τὰ Ρωμαίων πράγματα διῴκουν, οὐδὲ γὰρ οὐδὲ διὰ ταύτην ὅρκων ἐδεήθην ποτὲ, συμμαρτυρεῖ, ἀλλὰ καὶ αὐτοὶ οἱ μάλιστα πειρώμενοι διαβάλλειν, οὐ δύνασθε συγκρύπτειν οὕτως οὖσαν καταφανῆ, οὐδὲν ἄλλο λείπεται, ἢ δι' ὑμᾶς τοὺς χαίροντας ἐν ταῖς συκοφαντίαις γίνεσθαι, καὶ διὰ τοῦτο μηδ' αὐτοῖς πιστεύειν δυναμένους, οἷς αὐτοὶ συμμαρτυρεῖτε τὸ μηδέποτε ἐψεῦσθαι. ὅτι δ' ὁ περὶ τῶν ὅρκων λόγος τοῦτον ἔχει τὸν τρόπον, ὥσπερ εἴρηται, καὶ αὐτόθεν μὲν καταφανές· πειράσομαι δὲ καὶ ἐκ παραδείγματος μάλιστα ἀληθεστάτου καταφανέστερον ποιεῖν. εἰ γὰρ ὁ θεὸς ἡμῶν θεός ἐστιν ἀληθινὸς, καὶ αὐτοαλήθεια καὶ καλεῖται καί ἐστι, καὶ δίκαιός ἐστι πιστεύεσθαι καὶ ὅρκων χωρίς· ὁ δὲ οὐ τῷ Ἀβραὰμ μόνον ὤμοσε καθ' ἑαυτοῦ ἦ μὴν πληθυνεῖν αὐτοῦ τὸ σπέρμα, ἀλλὰ καὶ τῷ Δαυὶδ ὕστερον, ὤμοσε γάρ, φησι, κύριος τῷ Δαυὶδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσῃ αὐτὴν, δῆλον ὡς οὐχ ἑαυτοῦ, τῆς μικροψυχίας δὲ τῶν ἀκουόντων ἕνεκα καὶ τῆς περὶ τὰ ἐπαγγελλόμενα ἀμφιβολίας τοὺς ὅρκους ἐποιεῖτο. καὶ Παῦλος δὲ ὕστερον ὁ τῆς ἀληθείας μαθητὴς καὶ κήρυξ περὶ ὧν εἰς τρίτον οὐρανὸν ἁρπαγεὶς εἶδε, μέλλων διηγεῖσθαι, καίτοι γε ἑαυτῷ πολλὴν συνειδὼς ἀλήθειαν, ὅμως τῆς ὠφελείας ἕνεκα τῶν ἀκουόντων, εὐλογητὸς, εἶπεν, ὁ θεὸς, ὅτι οὐ ψεύδομαι, ὡς ἂν ὑπὸ μάρτυρι θεῷ ἰσχυριζόμενος λέγειν ἃ ἐρεῖ, καὶ διὰ τοῦτο ἀξιῶν πιστεύεσθαι. ἔθος γὰρ ἀεὶ τῇ ἀπιστίᾳ μεγάλα τοῖς πράγμασι λυμαίνεσθαι. ἔξεστιν οὖν ὑμῖν σκοπεῖν, ὡς σφίσιν αὐτοῖς μᾶλλον, ἢ ἐμοὶ τῶν ὅρκων ἕνεκα μέμφεσθαι προσῆκεν. ὑμεῖς δ' ὥσπερ ἐν τοῖς ἄλλοις ἀειφυγίᾳ τὸ δίκαιον καταδικάσαντες καὶ τῆς Ρωμαίων ἀπελάσαντες ἀρχῆς, τῷ φίλῳ ψεύδει κέχρησθε ἀεὶ καὶ ταῖς συκοφαντίαις, οὐδὲ τοῦτο μεμνημένοι γοῦν, ὅτι τῶν τῇδε βεβιωμένων ἅπαντες ὑφέξομεν εὐθύνας μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν. ἐγὼ δ' ὥσπερ καὶ πρότερον, οὕτω καὶ νῦν ὑπὸ μάρτυρι τῷ θεῷ λέγω, ὡς οὐδὲν ἕτερον εὐθὺς ἐξαρχῆς μετὰ τὴν βασιλέως τελευτὴν, ἢ ὅσα βασιλίδι καὶ παισὶ συμφέρει καὶ πᾶσι κοινῇ Ρωμαίοις, διενοούμην τε καὶ πράττειν εἶχον διὰ σπουδῆς. ἐκείνων δὲ ἐξ οὐδεμιᾶς αἰτίας ἀληθοῦς, ἀλλ' ὑπὸ συκοφαντίας πρὸς τὸν κατ' ἐμοῦ κεκινημένων πόλεμον, ἀναγκαίως καὶ αὐτὸς ἐξ ὧν νομίζω ἐμαυτῷ τε καὶ τοῖς συνοῦσι τὴν σωτηρίαν ἐκπορίζειν πράττω.

ληʹ. Ἐκείνους μὲν οὖν οὕτως ἀπεδείκνυε μηδὲν ὑγιὲς αὐτοῦ κατεγνωκότας. αὐτὸς δὲ, ἐπεὶ οἱ ἐν Μελενίκῳ φίλοι ἐκάλουν, ὡς παραληψόμενον τὴν πόλιν, πέμψας στρατιὰν κατέσχεν, ἔπειτα καὶ τὸν γυναικὸς ἀδελφὸν Ἰωάννην τὸν Ἀσάνην ἄρχοντα τῆς πόλεως καθίστη· πρᾶγμα δυσέλπιστον πρὶν γενέσθαι, γενόμενον δὲ ὅμως οὐ μετρίαν παρέσχετο παραψυχήν. αὐτίκα γὰρ πρὸς Χρέλην πέμψας, ἐκέλευεν ἥκειν πρὸς αὐτὸν, ὡς ἤδη τοῦ ζητουμένου ἠνυσμένου. ὁ δ' ἐδόκει μὲν ἥδεσθαι τοῦ βασιλέα Μελενίκον ἔχειν, καὶ πᾶσαν ἔλεγε πρόφασιν αὐτῷ περιῃρῆσθαι· ἔτι δ' ὅμως ἀνεβάλλετο, τὸ δοκεῖν μὲν, ὡς τὰ ὄντα διαθησόμενος, μέλλων ἤδη ἅπτεσθαι πολέμου καὶ στρατείας, τῇ δ' ἀληθείᾳ, οὐκ ἐθέλων εἰς τοὺς κινδύνους ἐμβάλλειν ἑαυτὸν, ἀλλ' ἄνευ πόνων τὴν βασιλέως εὔνοιαν καρποῦσθαι. βασιλεὺς δὲ ὡς εἶδε χωροῦντα πρὸς ἀναβολὰς, τῆς διανοίας ἐκ τῶν εἰρημένων στοχασάμενος, Μελενίκου μὲν ἄρχοντα τὸν γυναικὸς κατέλιπεν ἀδελφὸν Ἀσάνην τὸν Ἰωάννην μετὰ στρατιᾶς, ὅσης ᾤετο ἀρκέσειν εἰς φρουρὰν τῇ πόλει· αὐτὸς δὲ τὴν ἄλλην στρατιὰν ἐν τῷ στρατοπέδῳ κελεύσας μένειν, ἅμα τοῖς υἱέσι Ματθαίῳ καὶ Μανουὴλ τριακοσίους μόνον παραλαβὼν, συντόνως τε ὁδεύσας, εἰς τὴν ὑστεραίαν, ἔνθα ὁ Χρέλης διατρίβων ἦν, ἀφίκετο. ἐκείνου δὲ ἀσμένως ὑποδεξαμένου συνδιημερεύσας αὐτῷ καὶ συνδιανυκτερεύσας, τῇ μετ' αὐτὴν ἔχων καὶ αὐτὸν μετὰ τῆς στρατιᾶς, αὖθις εἰς τὸ στρατόπεδον ἐπανῆκε καὶ πολλῆς ἐνέπλησε τὴν στρατιὰν ἡδονῆς μετὰ Χρέλη ἀφιγμένος. ἦν γὰρ οὐ δυνατὸς μόνον καὶ ὅπλοις καὶ ἵπποις καὶ χρήμασιν, ἀλλὰ καὶ περὶ στρατηγίας κάλλιστα ἐξησκημένος καὶ οἷος τούς τε φίλους ὠφελεῖν καὶ τοὺς πολεμίους βλάπτειν μάλιστα εἰδέναι. δι' ἃ καὶ περιμάχητος αὐτοῖς ἐδόκει ἡ ἐκείνου συμμαχία. ἐν Θεσσαλονίκῃ δὲ ὁ πρωτοστράτωρ, ὥσπερ ἔφημεν, ἀμφίβολος ὢν καὶ περὶ τῶν βασιλέων ὅτῳ πρόσθηται φανερῶς διασκεπτόμενος, μαλακώτερόν τε τῶν πραγμάτων ἥπτετο καὶ τοὺς λεγομένους Ζηλωτὰς, οἳ ὑπὲρ βασιλέως τοῦ Παλαιολόγου βασιλεῖ τῷ Καντακουζηνῷ ᾑροῦντο πολεμεῖν, αὐξανομένους κατὰ μικρὸν περιεώρα, τοῦτο μὲν, μὴ φανερὸς γένοιτο τὰ Καντακουζηνοῦ τοῦ βασιλέως ᾑρημένος, δεδοικὼς, ἡ γὰρ θυγάτηρ αὐτῷ καὶ ἡ γυνὴ, αἳ ἦσαν ἐν Βυζαντίῳ, καὶ ἡ ἄλλη περιουσία οὐκ εἴων πράττειν ἃ ᾑρεῖτο, ἐμβάλλουσαι εἰς ἀγωνίαν, μὴ δι' αὐτὸν πολλοῖς προσομιλήσωσι κακοῖς, τοῦτο δ' ὅτι καὶ Θεσσαλονικέων οὐ μόνον ἡ στρατιὰ, οἳ ἦσαν οὐκ ὀλίγοι, ἀλλὰ καὶ τῶν πολιτῶν οἱ δυνατοὶ τὰ βασιλέως τοῦ Καντακουζηνοῦ ᾑρημένοι πρὸς ἀμέλειαν ἐνῆγον, οἷς ἐθάῤῥει, ὅτε βούλοιτο, περιέσεσθαι τῶν Ζηλωτῶν. ἐπεὶ δὲ ἐκεῖνοι διὰ τὴν μέλλησιν ἐκείνου ἦσαν οὐκ εὐκαταφρόνητοι καὶ τὸν δῆμον ἀνηρέθισαν κατὰ τῶν δυνατῶν, τοῦ πρωτοστράτορος ἤδη ἐγνωσμένου τὰ Καντακουζηνοῦ τοῦ βασιλέως δρᾷν, ἐπιθέμενοι ἀθρόον, ἐξελαύνουσι τῆς πόλεως περὶ χιλίους ὄντας. συμβολῆς ὀλίγης γενομένης δι' ἀκροβολισμῶν, ἐν ᾗ καὶ τῶν πρωτοστράτορος οἰκετῶν ἐγένοντο ὀλίγοι τραυματίαι· ἑάλωσαν δὲ καὶ τῶν δυνατῶν τινες, οἳ οὐκ ἠδυνήθησαν τοῖς ἄλλοις τῇ πρώτῃ συνεκπεσεῖν ὁρμῇ. ὑφ' ἑαυτοῖς δὲ οἱ Ζηλωταὶ τὴν πόλιν ποιησάμενοι, ἐτράπησαν εἰς τὰς οἰκίας τῶν φυγάδων καὶ αὐτάς τε καθῄρουν καὶ τὰς οὐσίας διήρπαζον, καὶ τἄλλα ἔπραττον, ὅσα ἦν εἰκὸς αὐτοὺς ἀνθρώπους ὑπὸ πενίας συνελαυνομένους καὶ εἰς ὕβριν ἐξενηνεγμένους διὰ τὴν ἀθρόαν εὐπορίαν. εἰς τοσοῦτον δὲ ἀπονοίας καὶ τόλμης ἦλθον, ὥστε καίτοι τὰ δεινότατα τολμῶντες, σταυρὸν ἐκ τῶν ἱερῶν ἀδύτων ἁρπάζοντες, ἐχρῶντο ὥσπερ σημαίᾳ καὶ ὑπὸ τούτῳ ἔλεγον στρατηγεῖσθαι, οἱ τῷ πολεμίῳ μᾶλλον τοῦ σταυροῦ ἀγόμενοι. καὶ εἴ τις πρός τινα ἔκ τινων ἰδίων ἐγκλημάτων διεφέρετο, τὸν σταυρὸν ἁρπάζων, ἐχώρει κατὰ τῆς οἰκίας, ὡς δὴ τοῦ σταυροῦ κελεύοντος. καὶ ἦν εὐθὺς ἀνάγκη ἐκ θεμελίων ἀνεσπάσθαι, ὁρμῇ τε ἀλογίστῳ καὶ κέρδους ἐπιθυμίᾳ τοῦ δήμου ἑπομένου. ἐπὶ δύο μὲν οὖν καὶ τρισὶν ἡμέραις ἡ Θεσσαλονίκη ὥσπερ ὑπὸ πολεμίων ἐδῃοῦτο, καὶ οὐδὲν ἦν ὅ,τι μὴ τελούμενον ὡρᾶτο τῶν ἐπὶ ἁλώσει γινομένων πόλεων. οἵ τε γὰρ κρατήσαντες νύκτωρ καὶ μεθ' ἡμέραν κατὰ συστάσεις διιόντες, βοαῖς ἐχρῶντο καὶ ἀλαλαγμοῖς καὶ τὰ τῶν ἑαλωκότων ἦγόν τε καὶ ἔφερον· καὶ οἱ νενικημένοι στένοντες ἐν ἀδύτοις κατεκρύπτοντο, ἀγαπητὸν ἡγούμενοι, ὅτι μὴ αὐτίκα ἀποθνήσκοιεν. ἐπεὶ δὲ, ὧν ἔδει διεφθαρμένων, παύσαιτο ἡ ταραχὴ, οἱ Ζηλωταὶ αὐτίκα ἐκ πενεστάτων καὶ ἀτίμων πλούσιοι καὶ περιφανεῖς γεγενημένοι, πάντα ἦγον δι' ἑαυτῶν, καὶ τοὺς μέσους μετῄεσαν τῶν πολιτῶν, ἢ συνασχημονεῖν ἀναγκάζοντες αὐτοῖς, ἢ τὴν σωφροσύνην καὶ τὴν ἐπιείκειαν ὡς Καντακουζηνισμὸν ἐπικαλοῦντες. ἐν Θεσσαλονίκῃ μὲν οὖν τοιαῦτα ἐτελεῖτο. πρωτοστράτωρ δὲ ἐπεὶ μετὰ τῆς στρατιᾶς καὶ τῶν ἀρίστων ἐξηλαύνετο, εἰς Γυναικόκαστρον ἀφικόμενος, κατεῖχε γὰρ αὐτὸ καὶ πρότερον φρουρᾷ, οἷα δὴ ὑπὸ τῷ Θεσσαλονίκης ἄρχοντι εἰωθὸς τελεῖν, ηὐλίζετο ἐκεῖ καὶ κακῶς ἐποίει Θεσσαλονίκην ληϊζόμενος καὶ πάσης ἐκράτει τῆς ἔξω τειχῶν γῆς. ἀντικαταστῆναι γὰρ πρὸς τοὺς ἔξω οὐδαμῆ οἱ ἔνδον ἦσαν δυνατοί. ἔπεμπε δὲ καὶ πρὸς Καντακουζηνὸν τὸν βασιλέα περὶ Χαλκιδικὴν ἔτι διατρίβοντα, ἅμα μὲν μηνύων, ὡς ἐκβληθείη Θεσσαλονίκης, τοῦ δήμου καὶ τῶν Ζηλωτῶν αὐτῷ ἐπιθεμένων, ἅμα δὲ καὶ ἐλπίδας οὐ φαύλας ὑποφαίνων, ὡς, εἰ παραγένοιτο ταχέως, τῶν τε ἔνδον οὐκέτι παντάπασιν ἐκπεπολεμωμένων, ἦσαν γὰρ ἔτι, οἳ τὰ βασιλέως ᾑρημένοι δέει συνείποντο τοῖς Ζηλωταῖς, καὶ τῶν ἔξω μέγα δυναμένων, ῥᾳδίως παραστήσαιτο τὴν πόλιν. βασιλεῖ μὲν οὖν ἐδόκει πάντοθεν περιΐστασθαι δεινὰ, ὅμως ἐπὶ τὸν πάντα ἄγοντα θεὸν τὰς ἐλπίδας τῆς σωτηρίας καὶ τῆς νίκης ἀνατιθεὶς, πρὸς Χρέλην ὅσα ἔδει διαλεχθεὶς καὶ προθεσμίαν συνθέμενος, καθ' ἣν ἔδει τὰ οἴκοι διαθέμενον ἀφικέσθαι πρὸς αὐτὸν, ἔπειτα καὶ ἐκ τῆς ἐκείνου στρατιᾶς οὐκ ὀλίγην παραλαβὼν ἅμα τοῖς οἰκείοις ἠπείγετο πρὸς πρωτοστράτορα. ἐν τῷ μεταξὺ δὲ διερχομένῳ ἡ Ρεντίνα, φρούριόν τι Θεσσαλονίκης ἡμέρας ὁδὸν διέχον, προσεχώρησεν ἑκοντί. καταλιπὼν δὲ αὐτοῖς ἄρχοντα καὶ διακοσίους στρατιώτας φρουρὰν, αὐτὸς ἐλθὼν ἐστρατοπέδευσεν ἐν Λαγκαδᾷ οὐ μακρὰν Θεσσαλονίκης. ἡ δὲ ἐκ Βυζαντίου στρατιὰ ἅμα στρατηγοῖς τοῖς Παλαιολόγοις Ἀνδρονίκῳ καὶ Θωμᾷ ἀφιγμένοι εἰς Φερὰς, παραλαβόντες καὶ Συργὴν ἄγοντα τὴν ἐκ Μακεδονίας στρατιὰν, καὶ ἔπαρχον τὸν Μονομάχον συστρατευόμενον ἅμα τοῖς οἰκείοις, τὸ ἐκείνου παραμείψαντες στρατόπεδον, ἧκον εἰς Θεσσαλονίκην. βασιλεὺς δὲ ἐκεῖ τὴν νύκτα αὐλισάμενος, ὡς μὴ δοκοίη δέει τῷ ἐκείνων ἀπανίστασθαι, εἰς τὴν ὑστεραίαν ἄρας, ἦλθεν εἰς Γαλικὸν, ποταμόν τινα ἐγγὺς Θεσσαλονίκης, ἔνθα ὁ πρωτοστράτωρ καὶ οἱ ἐκ Θεσσαλονίκης φυγάδες περὶ χιλίους ὄντες συνεγένοντο, τῶν ἵππων ἀποβάντες, ὡς προσήκει βασιλεῦσι προσιόντας πράττειν. πρῶτός τε ὁ πρωτοστράτωρ προσελθὼν πεζῇ, ἠσπάζετο τὸν βασιλέως πόδα, εἶτ' ἐφεξῆς καὶ οἱ λοιποὶ προσίεσαν ὁμοίως. βασιλεύς τε καὶ αὐτὸς πρωτοστράτορα μὲν ἀπὸ τοῦ ἵππου κύψας ἀντησπάζετο· τοὺς δ' ἄλλους προσηγόρευε παριὼν, πᾶσιν ἦθος χρηστὸν ἐμφαίνων καὶ βλέπων εὐμενές. ηὐλίσαντό τε στρατοπεδευσάμενοι ἐκεῖ τὴν νύκτα. βασιλεὺς δὲ πρωτοστράτορα καὶ τοὺς ἐν λόγῳ μάλιστα τῶν φυγάδων ἔχων περὶ ἑαυτὸν, ἠρώτα ὅ,τι δέοι ποιεῖν· αὐτοὺς γὰρ μάλιστα εἰδέναι τὰ ἐνταῦθα πράγματα καὶ ἀγωγῶν τόπον ἐπέχειν πρὸς αὐτοὺς ἄρτι ἀφιγμένους ἐξ ἀλλοδαπῆς. πρωτοστράτωρ δὲ καὶ οἱ φυγάδες, τὰ μὲν γεγενημένα, ἔφησαν, ἐνταῦθα οὐδ' αὐτὸς ἀγνοεῖς· λείπεται δὲ αὐτὸν σκεψάμενον, ὅ,τι ἂν δοκῇ συμφέρειν πράττειν.

λθʹ. Βασιλεὺς δὲ ἐς τὴν ὑστεραίαν ἐκκλησίαν ἐκ πάντων συναθροίσας, γνώμην πᾶσι περὶ τῶν πρακτέων προὐτίθει, καὶ ἐκέλευε τὸ παριστάμενον ἕκαστον μηδὲν ἀναδυόμενον εἰπεῖν, ὡς ἐκ πολλῶν τῶν λεγομένων ῥᾳδία ἡ τοῦ συνοίσοντος αἵρεσις γένοιτο αὐτοῖς. οἱ δ' ἀνεβάλλοντο πάντες ἐφεξῆς, καὶ οὐδεὶς τὸ παριστάμενον ἐτόλμα λέγειν φανερῶς. οἵ τε γὰρ ἐκ Βυζαντίου φυγάδες μετὰ βασιλέως ἀφιγμένοι ἄγαν ἤχθοντο πρὸς τὴν ἀποτυχίαν τῆς Θεσσαλονίκης καὶ ἐν ἀπόρῳ εἴχοντο τοῦ τί χρὴ ἑλέσθαι· καὶ ἡ ἄλλη στρατιὰ ἐν ἀθυμίᾳ ἦσαν, οὐ κατὰ ῥοῦν χωροῦντα τὰ πράγματα ὁρῶντες βασιλεῖ· καὶ ὁ πρωτοστράτωρ ἅμα Θεσσαλονικέων τοῖς φυγάσιν, ὡς ἑώρων τοῖς ἐκ Βυζαντίου στρατηγοῖς τὴν πόλιν κατεχομένην καὶ ἄπορα ἤδη ἦν προσάγεσθαι, μᾶλλον ἐχαλέπαινον, τοὺς οἰκείους ἐννοοῦντες οἷα πείσονται. καὶ πρὸς τὴν βασιλέως γνώμην πάντες ἀφεώρων, οἰόμενοί τινα σφίσι τῶν περισχόντων κακῶν λύσιν ἐξευρήσειν. βασιλεὺς δὲ ὡς εἶδε μηδεμίαν γνώμην μηδένα βουλόμενον εἰσάγειν, «τὰ μὲν πράγματα» εἶπεν «ὡς ἐναντίως ἢ ᾠόμεθα ἀπήντηκεν ἡμῖν, πάντες ὁρᾶτε δήπου. πρωτοστράτωρ τε γὰρ καὶ Θεσσαλονικέων οἱ τὰ ἡμέτερα ᾑρημένοι, οὓς ἔδει τὴν πόλιν ἔχοντας εὑρεῖν καὶ τὰ μέγιστα ὠφελεῖσθαι ὑπ' αὐτῶν, δυσκόλῳ τύχῃ χρησάμενοι, ἐξελήλανται· ὅ,τε δῆμος καὶ οἱ ἐναπολειφθέντες, οὓς ἠλπίζομεν ἢ πειθοῖ προσάξεσθαι ἢ βιάσεσθαι τοῖς ὅπλοις, διά τε τὰς ἁρπαγὰς ἡμῖν ἐκπεπολεμωμένοι καὶ θαῤῥοῦντες τῇ ἐκ Βυζαντίου στρατιᾷ, οὐ προσχωρήσουσιν ἡμῖν. εἰ γὰρ ἔμελλον, οὐκ ἂν ἐπὶ τῆς πύλης αὐτῶν σχεδὸν ἐστρατοπεδευμένου ἡσύχαζον αὐτοὶ, ἀλλ' ἢ πρεσβείαν ποιούμενοι κοινῇ, ἢ ἰδίᾳ κρύφα τινὲς αὐτῶν διαλεγόμενοι, παρῆσαν ἄν. τὸ δὲ μηδένα ἐξελθεῖν τεκμήριον τοῦ τε τοὺς πολλοὺς ἐγνωκέναι πολεμεῖν ἡμῖν, καὶ τοῦ, εἴ τινες καὶ εἶεν ᾑρημένοι τὰ ἡμέτερα, δέει τοῦ μὴ κακῶς παθεῖν συμφέρεσθαι τοῖς ἄλλοις. ὅθεν οὐδὲ ἐλπίδων ἀνονήτων ἕνεκα ἐνταῦθα οἴομαι παραμένειν δεῖν. οὐ μὴν διὰ τὸ τῆς πόλεως ἀποτετυχηκέναι, καὶ πρὸς τὰ λείποντα δίκαιον τοῦ πολέμου μαλακίζεσθαι. οὐδὲ γὰρ οὐδὲ πρὸς πάντα εὐτυχήσομεν ἀεί. σωφρόνων δέ ἐστιν ἀνθρώπων καὶ γενναίοις χρωμένων λογισμοῖς, μήτε ἐν ταῖς εὐτυχίαις τοῦ μετρίου φαίνεσθαι ἐκπίπτοντας, μήτ' ἐν ταῖς δυσπραγίαις καταπίπτειν, ἀπαγορεύοντας τὸ ἀνορθοῦσθαι αὖθις. ἀλλὰ δέον τὰ ἐνταῦθα ὡς προσῆκον διοικησαμένους, χωρεῖν ἐπὶ τὰ πρόσω, χρηστοτέρας ἡμῖν καὶ ὡς μάλιστα ἀσφαλεῖς ὑποφαίνοντα ἐλπίδας. δέον οὖν ἐγὼ νομίζω, τῇ εἰς τὴν Ρεντίναν καταλελειμμένῃ φρουρᾷ δύναμιν προσθέντας μείζονα, ὡς κατατρέχειν Θεσσαλονίκης δύναιντο, ἡ γὰρ ἐκ Βυζαντίου στρατιὰ οὐ πολλῷ ὕστερον ἀποχωρήσει, καὶ ἐν Γυναικοκάστρῳ δύναμιν ὁμοίαν καταλιπόντας τῆς αὐτῆς αἰτίας ἕνεκα, τῇ ἄλλῃ στρατιᾷ διαβάντας αὐτοὺς τὸν Ἀξιὸν, εἰς Βέῤῥοιαν γενέσθαι καὶ Ἔδεσσαν τὰ ἡμέτερα ᾑρημένας πόλεις. ἐκείνων δὲ κρατήσασιν οἵ τε Θεσσαλοὶ προσχωρήσουσιν αὐτίκα καὶ Ἀκαρνανία καὶ τὸ ἄλλο ἠπειρωτικὸν, πάλαι τὴν ἐμὴν ἄφιξιν προσδεχόμενον. τοιαύτην δὲ προσλαβοῦσι δύναμιν οὐδεὶς ἀνθίστασθαι ἔτι ἀξιώσει, ἀλλ' ἢ ἑκόντες τῆς ἀρχῆς πάντες παραχωρήσουσιν ἡμῖν, ἢ τοῖς ὅπλοις βιασθέντες.» τοιαῦτα εἰπόντος βασιλέως, πρωτοστράτωρ τε ἅμα τοῖς συνοῦσι καὶ οἱ ἀπὸ Βυζαντίου μάλιστα φυγάδες ἐν δεινῷ τοὺς λόγους ἐποιοῦντο καὶ φόβου ἦσαν μεστοὶ καὶ ἀγωνίας, τὸν πλάνον ὡς ἀπέραντον λογιζόμενοι, εἰ δέοι Ἀκαρνανίαν καὶ Ἤπειρον περιιέναι, τοῖς ἐκ τῆς στρατείας κακοῖς ταλαιπωροῦντας, τῶν οἴκοι μάλιστα κακῶς διακειμένων καὶ ταχείας τῆς ἐπικουρίας δεομένων. φανερῶς μὲν οὖν ἀντειπεῖν καὶ τὴν οἰκείαν, ὡς ἔχουσι περὶ τὰ εἰρημένα, γνώμην ἐκκαλύψαι ἐδεδίεσαν, τό,τε περὶ βασιλέα δυσνοεῖν καὶ τὸ ἡσσῆσθαι κατάκρας ἐν τοῖς δεινοῖς ὡς φαῦλον ἑαυτοῖς προστρίβειν οὐκ ἐθέλοντες· προφάσεις δέ τινας συνείροντες οὐκ ἀναγκαίας, διεκώλυον τὴν πρᾶξιν. ὡς δὲ ὁ βασιλεὺς ἐπέκειτο, ταύτην εἶναι μόνον φάσκων ὡς ἐν τοῖς παροῦσι λυσιτελεστάτην γνώμην· «ἀλλ' εἰ μὲν τοῦτό σε λέληθεν» εἶπεν «ὦ βασιλεῦ» ὁ πρωτοστράτωρ «ὡς στρατιὰ Τριβαλῶν πολὺν ἤδη χρόνον Ἔδεσσαν περικάθηται πολιορκοῦσα, ᾗ δεῖ χωρήσαντας διὰ μάχης παρέρχεσθαι εἰς τὴν πόλιν, ἄλλος ἂν εἴη λόγος. εἰ δ' οὐκ ἀγνοεῖς, μάλιστα θαυμάζειν ἔχω, ὅτι δὴ τοιοῦτος ὢν καὶ πολλὴν πρὸς στρατηγίαν πεῖραν ἐσχηκὼς, πρὸς τῷ παρόντι νυνὶ πολέμῳ τῷ ἐκ τῶν ὁμοφύλων, καὶ πρὸς Τριβαλοὺς παραβάλλεσθαι ἡμᾶς κελεύεις, ὅτε εἰ καὶ μόνοι ἦσαν, τῶν ἐργωδεστάτων ἦν ἀντιτάττεσθαί τινα.» ὁ βασιλεὺς δὲ μάλιστα μὲν οὐδὲν εἰδέναι περὶ τῆς πολιορκίας ἔφασκε. τὸν γὰρ τῶν Τριβαλῶν δεσπότην πρεσβείαν ποιησάμενον πρὸς αὐτὸν, ἔτι περὶ Θρᾴκην διατρίβοντα, σπονδὰς καὶ συμμαχίαν θέσθαι· δι' ἃ καὶ οἴεσθαι αὐτὸν μηδεμιᾷ Ρωμαίων πόλει πολεμεῖν. εἰ δ' ἐκεῖνος λύσας τὰς σπονδὰς, πολέμιος ἀντὶ συμμάχου γέγονε καὶ πόλιν ἡμετέραν πέμψας πολιορκεῖ, τίνι μᾶλλον, ἢ τούτῳ προσέχειν χρὴ, ὥστε τὴν πόλιν ἀπαλλάττειν τῶν δεινῶν μάλιστα δυναμένους, καὶ ἐκείνοις τε τὴν σωτηρίαν ἐκπορίζειν καὶ σφίσιν αὐτοῖς τήν τε ἐξ ἐκείνων καὶ τῶν ἄλλων εὔνοιαν; ἐγὼ δ' εἰ καὶ μηδὲν ἡμῖν ἕψεσθαι κέρδος ἔμελλεν ἐκ τοῦ πολέμου, τοῦτ' αὐτὸ μόνον, τὸ Ρωμαίων πόλιν κινδυνεύουσαν ἐξαιρεῖσθαι, τῶν μεγίστων τίθεμαι κερδῶν. δι' ἃ οὐδὲ πρὸς ἄλλο τι τρέπεσθαι οὐκέτι συμβουλεύω, ἀλλ' ἤδη φανερῶς ἐπιψηφίζομαι. εἰ δὲ σοί τε καὶ τοῖς συνοῦσι τὸ Τριβαλοῖς ὑπὲρ Ρωμαίων πολιορκουμένων μάχεσθαι ἀγεννὲς δοκεῖ, ἀλλ' ἅμα τοῖς οἴκοθεν ἑπομένοις αὐτὸς ἐπ' ἐκείνους βαδιοῦμαι, ὑμεῖς δ' ἐν Γυναικοκάστρῳ μένοντες, τὴν ἐπάνοδον περιμένετε ἡμῶν.» ἐκέλευέ τε αὐτίκα τῇ σάλπιγγι τὴν ὁδοιπορίαν τῇ στρατιᾷ σημαίνειν. πρωτοστράτωρ δὲ καὶ οἱ ἐκ Βυζαντίου συνόντες βασιλεῖ φυγάδες τότε ἀπολείπεσθαι ἐνόμιζον αἰσχρὸν καὶ ἀγεννὲς, καὶ τὸ συνέπεσθαι ὑπώπτευον ὡς ἀπεράντου τῆς πλάνης ἐσομένης. διὸ αὐτοί τε ὡς εἶχον τὴν ὁρμὴν ἐπειρῶντο κωλύειν βασιλεῖ καὶ τοὺς ἄλλους κρύφα διαλεγόμενοι παρεκάλουν, ἔνδειάν τε τῶν ἀναγκαίων ὑποβάλλοντες καὶ μάχας καὶ πολέμους καὶ ὡς οὐδεμία τῶν πόλεων εἰσδέξοιτο βασιλέα ἑκοντί· καὶ ὅσα ἐνῆν πρὸς τὸ μάλιστα αὐτοὺς μὴ βασιλεῖ προθύμους ἕπεσθαι κωλύειν, εἴων ἀνεπιχείρητον οὐδέν. ἐξ ὧν οὐ μικράν τινα πτοίαν εἰς τὸ στράτευμα ἐνέβαλον καὶ πρὸς ἀποστασίαν ἔπειθον χωρεῖν. Κοτεανίτζης γάρ τις τῶν Θεσσαλονικέων ἑτέρους πείσας περὶ ἑκατὸν πρῶτος βασιλέως ἀποστὰς, εἰς Θεσσαλονίκην ἀπεχώρει. ταῦτα δὲ ἔπραττον, οὐ βασιλεῖ προῃρημένοι πολεμεῖν, ἀλλὰ τῶν οἰκείων τὴν κάκωσιν καὶ τὰς ἐκ Βυζαντίου ἀπειλὰς οὐ φέρειν ὄντες δυνατοί. οἱ γὰρ ἐκεῖσε ἄγοντες τὰ πράγματα καὶ πολεμοῦντες βασιλεῖ πρὸς μὲν ἐκεῖνον οὐχ ὅτι γε πρεσβείαν ἐποιήσαντο ἢ διειλέχθησαν περὶ τοῦτο παράπαν, ἀλλὰ καὶ αὐτοῦ καὶ δὶς, ὥσπερ ἔφημεν, καὶ τρὶς πρεσβείαν πεπομφότος, οὔτε ἀπεκρίναντο οὐδὲν, ἀλλὰ καὶ τοὺς πρέσβεις πολλὰ περιυβρίσαντες, ἐκάκουν ἐν δεσμωτηρίοις ὅσα δυνατά. πρὸς δὲ τοὺς συνόντας ὁσημέραι κρύφα διελέγοντο καὶ πλεῖστά τε ἐπηγγέλλοντο εὖ ποιήσειν ἐκείνου ἀποστάντας, καὶ τοὐναντίον, εἰ μὴ πείθοιντο, οὐ τὰ ὄντα μόνον ἀφαιρήσεσθαι καὶ κτήσεις ἑτέροις παραδώσειν, ἀλλὰ καὶ τέκνα καὶ γυναῖκας εἰς πεῖραν ἄξειν ἀλγεινῶν πολλῶν. ἃ ἐδόκει φοβερὰ τοῖς εὐγενεστέροις μάλιστα προσόδων μεγάλων ἀποστερουμένοις. ὧν καὶ τότε μεμνημένοι, κωλύειν διὰ πάντων ἐπεχείρουν βασιλέα πρὸς ὑπερορίους ἐξορμᾷν στρατείας, οἰόμενοι, ἂν κωλύσωσι, πρὸς ἕτερόν τι τρέψεσθαι λυσιτελέστερον. βασιλεὺς δὲ τοῖς ἀπ' ἀρχῆς ἐμμένων ὡς καλῶς βεβουλευμένοις, ἄρας ἐκ τοῦ στρατοπέδου, ἧκε πρὸς Ἀξιὸν ὡς διαβησόμενος, συνείποντο δὲ καὶ οἱ ἄλλοι, οἱ μὲν ἑκόντες, οἱ δ' ἀνάγκῃ. συμβὰν δὲ οὕτω, περὶ τὰ ὀρεινὰ ὄμβρων ῥαγδαίων καταῤῥαγέντων, ἄπορος ἐφαίνετο ὁ ποταμὸς ὑπὸ πλημμύρας. στρατοπεδευσάμενοι δὲ ἐκεῖ, περιέμενον ὡς λωφησάντων περαιωσόμενοι τῶν ὑδάτων. τὰ δὲ οὐδὲν ἧττον ἐπληθύνετο καὶ ὑποψίαν παρεῖχεν, ὡς οὐκ ἐν ὀλίγῳ δίοδον παρέξοντα. ἐπιλελοίπει τε ἤδη καὶ ὁ σῖτος τὴν στρατιάν. ὁρῶν δὲ καὶ ὁ βασιλεὺς, ὡς ὅ,τε πόρος οὐ ῥᾴδιος αὐτοῖς, καὶ τῶν ἐπιτηδείων δέοιτο ἡ στρατιὰ, ἄκων μὲν καὶ δυσχεραίνων οὐ μετρίως καὶ τὴν γεγενημένην πρότερον ἐπὶ τὸν Ἕβρον κωλύμην στρέφων ἐπὶ νοῦν, καὶ δεδοικὼς, μὴ καὶ αὖθις τὰ παρόντα κακῶν αἴτια μεγάλων καταστῇ, ἐπέλεγέ τε ἑαυτῷ, ὡς ἐν οἷς μὲν ὁ θεὸς εὐδοκεῖ, καὶ ἡ κτίσις ἅπασα ὑπηρετεῖ, οἷς δὲ ἀντιτάττεται, καὶ ἡ κτίσις δύσκολον ὁμοίως ἑαυτὴν παρέχεται. ἀνέστρεφε δ' οὖν ὅμως εἰς Γυναικόκαστρον, γνώμην ἔχων, ὡς, τῇ στρατιᾷ σίτου πορισθέντος, αὖθις ἐπανέλθοι. ἤλπιζε γὰρ, ἄχρι τότε καὶ τὸν ποταμὸν ἐνδώσειν πρὸς τὸν πόρον. πρωτοστράτωρ δὲ καὶ οἱ λοιποὶ ἥδοντο πρὸς τὴν ἀποτυχίαν καὶ χαίροντες ἐπανῄεσαν.

μʹ. Τῆς αὐτῆς δὲ ἡμέρας καὶ Ἀπόκαυκος ὁ μέγας δοὺξ ἑβδομήκοντα ναυσὶ πρὸς Θεσσαλονίκην ἧκεν ἐξ Εὐβοίας. πρὸς γὰρ τὸν βασιλέως πόλεμον οὐδὲν οἰόμενος λυσιτελήσειν, οἷα δὴ ναυτικῆς οὔσης τῆς δυνάμεως αὐτῷ, Καντακουζηνοῦ δὲ τοῦ βασιλέως ἐξ ἠπείρου στρατευομένου, τὰς νήσους περιιὼν ἐπεδείκνυτο τὴν δύναμιν καὶ προῆλθεν ἄχρι τῆς Εὐβοίας. ἐκεῖθεν δὲ ἐπεὶ ἀναστρέφειν ἦν καιρὸς, ἐδόκει δεῖν καὶ πρὸς Θεσσαλονίκην ἐλθεῖν, ἐπιδειξόμενος κἀκεῖ τὴν δύναμιν. ἐλθόντι δὲ εὐθὺς ἡ περὶ τὴν βασιλέως στρατιὰν ἐμηνύετο διχοστασία. ὁ δ' αὐτίκα πρωτοστράτορί τε καὶ τοῖς ἄλλοις τὴν ἄφιξιν αὐτοῦ ἐδήλου καὶ ἐπηγγέλλετο πολλὰ, εἰ βασιλέως ἀποσταῖεν πρὸς αὐτὸν, ἢ τὰ ἔσχατα ἠπείλει διαθήσειν τοὺς οἰκείους καὶ πᾶσαν ἐπιδείξεσθαι ὠμότητα. πρωτοστράτωρ δὲ καὶ πρότερον τὴν μετὰ βασιλέως ὀῤῥωδῶν στρατείαν διὰ τοὺς οἰκείους, ὥσπερ ἔφημεν, καὶ τὸ μὴ βούλεσθαι ὑπερορίαις καὶ πόνοις διὰ τὴν ἐκείνου χάριν προσομιλεῖν, ἄσμενός τε εὐθὺς ἐδέχετο τὸν λόγον καὶ ὅρκους ᾔτει παρὰ μεγάλου δουκὸς ἐπὶ τοῖς εἰργασμένοις πρότερον. ὁ δὲ παρεῖχε τότε χαίρων καὶ πάντα ἐπηγγέλλετο προθύμως. τοῦ πεπραγμένου δὲ εὐθὺς καὶ πρὸς τοὺς ἄλλους διαδοθέντος, ὅσοι τὰ αὐτὰ ᾑροῦντο πρωτοστράτορι, τάραχός τε ἦν εὐθὺς οὐ μικρὸς κατὰ τὴν στρατιὰν καὶ σύγχυσις δεινὴ καὶ ἀταξία, τῶν μὲν ἤδη πρὸς ἀποστασίαν χωρεῖν βεβουλευμένων, τῶν δ' ἄλλων, ὥσπερ ἦν εἰκὸς, διὰ τὴν ἐκείνων ἀποχώρησιν κλονουμένων καὶ πονηρὰς περὶ τοῦ μέλλοντος τὰς ἐλπίδας λαμβανόντων. βασιλεὺς δὲ ὡς τὸ στράτευμα ἑώρα συγχυθὲν, τοὺς μάλιστα αἰτίους τῆς ἀποστασίας περιστησάμενος, «ἄνδρες» εἶπε «φίλοι, οὐδὲν οὕτω πρὸς ἀνανδρίαν καὶ μικροψυχίαν ἐπαγωγὸν, ὡς τὸ φιλοψυχεῖν καὶ πρὸς τὴν ἀποβολὴν τῶν ὄντων μαλακίζεσθαι. Ρωμαῖοι δὲ οἱ πρὸ ἡμῶν οὐχ οὕτω διακείμενοι, τὴν οἰκουμένην μικροῦ δεῖν πᾶσαν παρεστήσαντο, ἀλλὰ πάντα πόνον ὑπομένοντες ὑπὲρ φιλοτιμίας καὶ τοῦ μὴ δοκεῖν ἥσσους φαίνεσθαι τῶν πολεμίων. ὅθεν οὐ μόνον ἐκ τοῦ συντυχόντος ἀπεδίδρασκον τοὺς πόνους, ἀλλὰ καὶ δυσπραγίαις χρώμενοι μεγάλαις καὶ στρατηγοὺς ἀποβάλλοντες καὶ στρατόπεδα ὁλόκληρα ἐν τοῖς πολέμοις, οὐδὲν ὑφίεσαν τῆς τόλμης, οὐδὲ τοῦ φρονήματος, ἀλλὰ πάντα μᾶλλον ᾤον το δεῖν πρότερον ὑπομένειν ἢ δουλοῦν τοῖς πολεμίοις ἑαυτούς. ὑμεῖς δὲ οὐκ οἶδ' ὅ,τι παθόντες, ἢ τίσι χρησάμενοι ταῖς τύχαις, φοβεροὶ τοῖς πολεμίοις ὄντες καὶ ῥάβδος ὑπ' ἐκείνων κεκλημένοι σιδηρᾶ, δειλοὶ καὶ ἀγεννεῖς καὶ ἀνελεύθεροι ἀντὶ τῶν προτέρων ὤφθητε ἀθρόον, καὶ τοῖς πολεμίοις ἑκόντες ὄντες ἐγχειρίζετε σφᾶς αὐτοὺς, μηδένα πόνον περὶ τὸ χειρώσασθαι ὑμᾶς εἰσενεγκοῦσιν. οὔτε γὰρ ἐν μάχῃ ἡττήμεθα οὐδεμιᾷ αὐτῶν, οὔτ' εἰς τοσοῦτον ἡμῖν ἧκε τὰ πράγματα ἀνελπιστίας, ὥστε ἀπορεῖν ὅπῃ σωθησόμεθα, εἰ μὴ σφᾶς αὐτοὺς ἐγχειρίσομεν τοῖς πολεμίοις. ἐγὼ δὲ οὕτως ἐξαρχῆς καὶ νῦν οὐδὲν ἧττον πέπεικα ἐμαυτὸν, ὡς οὐδέποτε προησόμενος ὑμᾶς, ἀλλ' ἢ σὺν ὑμῖν παραστησάμενος τοὺς πολεμίους συμμερίσασθαι καὶ τὴν δόξαν καὶ τὴν ὠφέλειαν τὴν ἐκ τῆς νίκης, ἢ μαχόμενος πεσεῖσθαι, ἂν ἡττᾶσθαι συμβαίνῃ, ἐλευθέροις καὶ γενναίοις ἀνδράσι προσηκόντως. εἰ μὲν οὖν τὴν προτέραν εὔκλειαν ἐνθυμηθέντες ἀντιστῆναι ἐθελήσετε πρὸς τὰ δεινὰ, καὶ μὴ ἐν ἀνδραπόδων μοίρᾳ καταπλαγέντες τὴν νίκην παρέχειν ἀναιμωτὶ τοῖς πολεμίοις, ἄριστα βουλεύσεσθε καὶ προσήκοντα ὑμῖν αὐτοῖς. εἰ δ' ἄρα τοσοῦτον ἥττησθε πρὸς τῶν οἰκείων τὴν συμπάθειαν, ὥσθ' ὑπὲρ ἐκείνων καὶ τὰ αἰσχρότατα καὶ ἀγεννέστατα ὑφίστασθαι, οὐ δέον οὕτως ἀμφιβόλους φέρεσθαι καὶ δεινὰ πάσχειν κλονουμένους, ἀλλὰ συνταξαμένους φανερῶς, ἐφ' ἃ προείλεσθε χωρεῖν. οὔτε γὰρ ἄκοντας εἱλκύσαμεν ἡμῖν δουλεύειν, οὔτε νῦν κωλύσομεν, εἰ μὴ ἑκόντες ὄντες αἱρεῖσθε τὴν μεθ' ἡμῶν διατριβὴν, ἀλλὰ καὶ πρὸς ἀπόντας τὴν ἴσην καὶ ὁμοίαν ὑμᾶς διατηρήσομεν φιλίαν. ὁρῶ γὰρ, ὡς οὐ διὰ κακίαν, ἀλλ' ὑπὸ τῆς τῶν οἰκείων μαλακισθέντες μνήμης, καὶ ἃ μὴ οἴεσθε λυσιτελεῖν, πράττειν ἀναγκάζεσθε.» τοιαῦτα εἰπόντος βασιλέως, καὶ αὐτοὶ πολλὰ ἑαυτοῖς καταμεμψάμενοι φανερῶς, ὡς διὰ τῶν οἰκείων τὴν συμπάθειαν δειλοῖς καὶ ἀγεννέσι παρ' ἀξίαν φαινομένοις, ἔπειτα καὶ σωτηρίαν ἐπευξάμενοι καὶ δεηθέντες μηκέτι μέλλειν, ἀλλὰ πρόνοιάν τινα ποιεῖσθαι ἑαυτοῦ, ὅποι ὁ θεὸς ἡγοῖτο, ἀνεχώρουν, προσαγορεύοντες καὶ ἀσπαζόμενοι τὸν βασιλέως πόδα. ἐκεῖνος δὲ μηκέτι ἀναμίγνυσθαι ἐκέλευε τοὺς ἀπιόντας τοῖς ὑπολειπομένοις, ἵνα μὴ ταραχὴ καὶ σύγχυσις ᾖ, ἀγνοουμένων τῶν μενόντων· ἀλλὰ τὸ ὑπ' αὐτὸν τάγμα ἀκέραιον διαμεῖναν, οὐδεὶς γὰρ αὐτῶν ἐλειποτάκτησεν, ἄπωθεν στὰν πρὸς ἐκεῖνο τοὺς μενοῦντας χωρεῖν. αὐτίκα τε οἱ μὲν ἐχώρουν πρὸς τὸ τάγμα· οἱ λοιποὶ δὲ παριόντες ἕκαστος καὶ προσαγορεύοντες βασιλέα, ἀπηλλάττοντο. ὁ δ' ὥσπερ οὐδενός τινος γινομένου καινοῦ, ἵστατο ἀντασπαζόμενος τοὺς παριόντας, οὐδὲ ἴχνος γοῦν τι λύπης ἢ ταραχῆς φαίνων ἐν τῷ προσώπῳ. ἀπέστησαν δὲ οὐχ οἱ ἐκ Θεσσαλονίκης μόνον καὶ Βυζάντιοι καὶ ἄλλοι ὅσοι πόλεων ἑτέρων ἦσαν πολῖται, οἷς πρόφασις εὐπρεπὴς οἱ οἰκεῖοι ἦσαν, ἀλλὰ καὶ τῶν Διδυμότειχον οἰκούντων οὐ στρατιῶται μόνον, ἀλλὰ καὶ τῶν εὐγενῶν καὶ μάλιστα εὔνων δοκούντων βασιλεῖ πολλοὶ, οἷς καὶ Ἀπελμενὲ συνεξητάζετο πολλὰ τῆς βασιλέως εὐμενείας ἀπολελαυκὼς καὶ ἐκ μικροῦ καὶ τοῦ τυχόντος λαμπρὸς ἐς τὰ μάλιστα γεγενημένος καὶ περιφανής. ἔτι γὰρ μειράκιον ἐκεῖνον ὄντα ὁρῶν ὁ βασιλεὺς φύσεως πρὸς τὰ καλὰ ἐπιτηδείου τετυχηκότα καὶ δυνάμενον, εἰ ἄσκησιν προσλάβοι, ἄριστον παρέχειν πρὸς τὰ ἐπιτηδευόμενα ἑαυτὸν, ἐφιλονείκησε πρὸς πᾶσαν ἄριστον παιδείαν ἀποφαίνειν, καὶ πρός τε λόγους καὶ πρὸς τὰς στρατείας μάλιστα ἐξήσκησε. παρεχόμενος δὲ καὶ τὴν παρ' αὐτοῦ ῥοπὴν, οὐ πλούσιον μόνον, ἀλλὰ καὶ τῶν ἄλλων οἰκετῶν ὑπερέχοντα ἀπέφαινεν. ὁ δ' ἐν τοῖς ἄλλοις μὲν ἅπασιν ἄριστον παρεῖχεν ἑαυτὸν καὶ τῆς βασιλέως ἄξιον φιλοτιμίας· κόμπῳ δὲ φρονήματος οὐδέποτε τῆς ἀξίας ἀπολαύειν ᾤετο, ἀλλ' ὅσων ἂν τύχοι, τῶν προσηκόντων ἐνόμιζεν ἐλάσσω· ὅθεν καὶ ἀχάριστος ἐδείκνυτο πρὸς τὸν δεσπότην μεγάλων ἀξιοῦντα. ἐπεὶ δὲ καὶ ἐξ ἰδιώτου πρὸς βασιλέα μεταβάλλοι, πάντα εἶναι παρ' αὐτῷ ἠξίου, καὶ ἄρχειν τῆς στρατιᾶς καὶ πᾶσιν ἐπιτάττειν καὶ μείζοσι καὶ ἐλάττοσιν. ὧν μὴ τυγχάνων, ἐδυσχέραινεν οὐκ ἀνεκτῶς. βασιλεὺς γὰρ τοῖς μάλιστα προσήκουσι καθ' αἷμα καὶ τῶν ἄλλων τοῖς εὐγενεστέροις τὰς τοιαύτας ᾤετο ἀρχὰς προσήκειν. τότε δὲ ἐν Γυναικοκάστρῳ τῆς ἀποστασίας τῶν ἄλλων γινομένης, καὶ αὐτὸς μὲν ἐσκέψατο ἐκείνοις εἰς Βυζάντιον συναπελθεῖν, ὡς ἐκεῖθεν ὧν ἦν ἄξιος τευξόμενος. αἰσχυνόμενος δὲ ἐπὶ τοσού τοις ἀγαθοῖς ἀγνώμων φαίνεσθαι, κλέπτειν τὴν ἀποστασίαν ἐπεχείρει. εἰσελθὼν γὰρ εἰς Γυναικόκαστρον, τὴν ἐκεῖθεν ἀναχώρησιν βασιλέως περιέμενεν, ἵν' εὐπρόσωπος εἴη πρὸς τοὺς κατηγοροῦντας ὕστερον ἀπολογία, ὡς χρείας τινὸς ἕνεκα ὑπολειφθεὶς, ἀνάγκῃ τοῖς ἄλλοις συναπέλθοι, βασιλέως ἀναχωρήσαντος. οὗ τῆς διανοίας στοχασάμενος ὁ βασιλεὺς, οὐκ ἀνεχώρησεν ἐκεῖθεν, ἀλλὰ μετεκαλεῖτο πέμπων, ἄχρις οὗ φανερῶς ἀπείπατο.
https://byzantium.gr/

μαʹ. Ἐπεὶ δὲ καὶ πρωτοστράτωρ ἧκε συνταξόμενος, πρῶτα μὲν ὠνείδιζε τῆς ἀνανδρίας καὶ τῆς εἰς αὐτὸν ἀγνωμοσύνης, ὅτι πρῶτος αὐτὸς πρὸς τὴν ἀποστασίαν χωρήσας, καὶ τοὺς ἄλλους ἐπεσπάσατο, μάλιστα δι' αὐτὸν θορυβηθέντας καὶ σφᾶς τε αὐτοὺς οὐδὲν ἄμεινον ἀνδραπόδων παρέδοσαν τοῖς πολεμίοις, καὶ αὐτῷ, τόγε εἰς αὐτοὺς ἧκον, μεγάλων αἴτιοι κατέστησαν δεινῶν. ἔπειτα δὲ παρείχετο συγγνώμην, ὅτι μὴ πρὸς τὴν φύσιν ἀντιστῆναι δυνηθείη. οὐ γὰρ τῶν πολλῶν καὶ εὐκαταφρονήτων εἶναι τὰ τοιαῦτα, ἀλλὰ τῶν ὀλίγων καὶ μεγάλα δυναμένων, οἳ καὶ διὰ ταῦτα μάλιστα θαυμάζονται, ὡς οὐ μόνον πρὸς πραγμάτων μεταβολὰς καὶ καιροῦ δυσκολίας ἀνθιστάμενοι γενναίως, ἀλλὰ καὶ φύσεως αὐτῆς φαίνεσθαι κρείττους ἀξιοῦντες. παραστησάμενος δὲ καὶ Ἀνδρόνικον Ἀσάνην τὸν γυναικὸς ἀδελφιδοῦν, ἔτι παιδίον ὄντα, ὃν ἔτι τοῦ πατρὸς Ἀσάνη Μανουὴλ ἐν Βήρᾳ φρουρουμένου ὑπὸ κλοιοῖς, παραλαβὼν αὐτὸς ἔτρεφέ τε καὶ παιδείας προσηκούσης ἠξίου τοῖς παισὶν ὁμοίως, «τοῦτον» ἔφη πρωτοστράτορι «τὸν νεανίσκον παραλαβὼν, τῆς σῆς ὄντα παῖδα θυγατρὸς, οὐ γὰρ ἂν δύναιτο διὰ τὴν ἡλικίαν πρὸς πόνους ἀντέχειν καὶ ταλαιπωρίαν τῆς ἐκ τῆς στρατείας, πάσης ἀξίου καὶ παιδείας καὶ προνοίας τῆς προσηκούσης. κἂν μὲν αὐτὸς ταχέως ἐπανέλθω πρὸς ὑμᾶς, οἴομαι δὲ τῇ τε πανάγνῳ τοῦ θεοῦ μητρὶ πεποιθὼς καὶ τῷ μηδὲν ἐμαυτῷ συνειδέναι τῶν ἀτόπων εἰργασμένῳ, δι' ὃ δικαίως ἀπολοίμην ἂν, τάχιστά τε ἐπανήξειν καὶ δύναμιν μεγάλην περιβεβλημένος, πάλιν ἀπολήψομαι τὸ μειράκιον. εἰ δ' ἕτερόν τι δέδοκται θεῷ περὶ ἡμῶν, ἀπόδος τῷ πατρὶ, ἐπεὶ μὴ ἡμῖν γε θεὸς τὰ περὶ αὐτοῦ ἐγνωσμένα ἄγειν ἐπέτρεψεν εἰς τέλος.» ἔπειτα καὶ πρωτοστράτορα προσαγορεύσας, ἀπέπεμπε μετὰ τῶν ἄλλων. αὐτὸς δὲ ὥσπερ ἐνδεικνύμενος τὴν μεγαλοψυχίαν καὶ τὸ μὴ δεῖν καταπίπτειν ἐν ταῖς δυσπραγίαις, ἄριστον ᾑρεῖτο ἐπ' αὐτοῦ τοῦ τόπου καὶ τοὺς ἄλλους τὰ ἴσα ἐκέλευε ποιεῖν. μετὰ δὲ τοῦτο τοὺς ἐν τέλει καὶ τὴν στρατιὰν περιστησάμενος, παρεκελεύετο τοιάδε. «ἄνδρες συστρατιῶται, τὰ μὲν παρόντα πράγματα ὡς πολλῆς δυσκολίας ἐμπέπλησται καὶ ταραχῆς, πᾶσιν ὑμῖν καθέστηκε καταφανές. αἵ τε γὰρ ἐλπίδες, ἃς οἴκοθεν ἔχοντες κεκινήμεθα, ἐξεῤῥυήκεσαν καὶ τῶν συστρατευομένων ἀπεβάλομεν πολλοὺς, οὐ μάχῃ κρατηθέντες, ἀλλ' ὑπ' αὐτῶν ἐκείνων προδοθέντες, οὓς ἠλπίζομεν ἄχρι παντὸς ἡμῖν συναγωνιεῖσθαι. ἐγὼ δὲ καὶ πρότερον μὲν οὐδέποτε δίκαιον εἶναι ἡγησάμην ὅπλοις καὶ ἵπποις καὶ πλήθει στρατιᾶς θαῤῥεῖν, ἀλλὰ τῇ πάντα συνεχούσῃ τοῦ θεοῦ ἀμάχῳ δεξιᾷ, ᾧ ῥᾴδιον καὶ τοὺς ὀλίγα δυναμένους τῶν πολεμίων κρείττους ἀποφαίνειν, καὶ τοὺς μέγα φυσῶντας καταστέλλειν, ἂν τῷ περιόντι τῆς δυνάμεως ἐξάγωνται τοῦ μέτρου· μάλιστα δὲ νυνὶ, ἡνίκα πάσης ἄλλης ἐπινοίας περιαιρεθείσης, μόνη καταλέλειπται ἡμῖν ἡ περὶ τὸν θεὸν ἐλπίς. καίτοι γε φαίη τις ἂν, ὡς οὐδὲ τῶν ἀνθρωπίνων οὐδενὸς ἠμελήσαμεν αὐτοὶ, ἀλλὰ πλήθει τε τῶν πολεμίων ὑπερέχουσαν οἴκοθεν ἔχοντες κεκινήμεθα στρατιὰν καὶ τοῖς ἄλλοις ἅπασι βελτίω, καὶ φοβεροί τινες ἄχρι νῦν καὶ ἄμαχοι τοῖς πολεμίοις ἐδοκοῦμεν, καὶ οὐδὲν οὐδέπω μέχρι νῦν ἐξ ἀβουλίας ἢ ἀπειρίας ἡμάρτηται ἡμῖν. εἰ δ' ἡμῶν τὰ δέοντα ποιούντων καὶ ὀρθοῖς χρωμένων λογισμοῖς, οἱ συστρατευόμενοι τῇ περὶ τοὺς οἰκείους συμπαθείᾳ καταμαλακισθέντες, ἀγεννῶς καὶ ἀνελευθέρως προσεχώρησαν τοῖς πολεμίοις, οὐ χρὴ τὴν ἐκείνων κακίαν τῇ ἡμῶν εὐψυχίᾳ καὶ τόλμῃ καὶ καρτερίᾳ περὶ τὰ δεινὰ λυμαίνεσθαι. ἐκεῖνοι μὲν γὰρ πρὸς οἷς ὑποστήσονται κακοῖς περιορώμενοι καὶ προπηλακιζόμενοι καὶ πάντα ὑπομένοντες, ὅσα τοὺς ὅπλα παραδεδωκότας δίκαιον, ἔτι καὶ ἡμῖν ὀλίγῳ ὕστερον οὐ φαύλην δώσουσι τὴν δίκην, αἰσχυνόμενοι τῆς προδοσίας ἕνεκα καὶ τῆς φαυλότητος τῶν τρόπων. ὑμεῖς δὲ νῦν τε ἀνδρίας καὶ καρτερίας δόξαν ἠνέγκασθε καὶ παρ' αὐτοῖς τοῖς πολεμίοις, καὶ ὀλίγῳ ὕστερον οὐκ ἐγὼ μόνον ἀμείψομαι ταῖς προσηκούσαις εὐεργεσίαις, ἀλλὰ καὶ πᾶσιν ἔσεσθε περίβλεπτοι καὶ θαυμαστοὶ, ὅτι ἐν καιροῖς μάλιστα δυναμένοις βασανίζειν γνώμας ἀνδρῶν, τὴν προσήκουσαν ἐπεδείξασθε καὶ μεγαλοψυχίαν καὶ ἀνδρίαν. οὐ δὴ διὰ τὴν ἐκείνων ἀβουλίαν καταπίπτειν ὑμᾶς δίκαιον, οὐδ' ὅτι δυσπραγίαις κεχρήμεθα σκοπεῖν, ἀλλ' εἰ μηδὲν αὐτοὶ δι' ἀτολμίαν πρὸς τὸ ἥττους φαίνεσθαι συνεισηνέγκαμεν τῶν πολεμίων. εἰ δ' ὅτι κακῶς νυνὶ πεπράχαμεν προσίσταται ὑμῖν, ἀλλ' ἐκεῖνο χρὴ σκοπεῖν, ὡς οὐδ' οἱ πάλαι Ρωμαῖοι, περὶ ὧν μεγάλα ᾄδεται καὶ θαυμαστὰ, ἀήττητοι παντάπασι διαμεμενήκασιν, ἀλλ' ἐν πολλοῖς πολλάκις σφαλέντες καὶ ὁλόκληρα στρατόπεδα μετὰ τῶν στρατηγῶν ἀποβαλόντες, ἀνδρίᾳ καὶ τλημοσύνῃ τῇ περὶ τὰ ἔργα αὖθις ἀνεμαχέσαντο τὴν ἧτταν, οὐ μᾶλλον καταπτήξαντες, ἢ ὀργῇ τῇ πρὸς τοὺς πολεμίους σφοδρότερον ἁψάμενοι μετὰ ταῦτα τοῦ πολέμου. ὧν ἀπόγονοι καὶ ἡμεῖς ἀξιοῦντες εἶναι, μιμώμεθα τὰς ἀρετὰς καὶ νῦν μὲν ἡγώμεθα τύχαις ἀνθρωπίναις χρησάμενοι δυσπραγεῖν, μικρῷ δὲ ὕστερον πρὸς τὴν προτέραν αὖθις ἀφίξεσθαι εὐδαιμονίαν. καὶ γὰρ καὶ τῶν πρὸ ἡμῶν βασιλέων οὐκ ὀλίγοι, οἱ μὲν βαρβάροις πολεμοῦντες αἰχμάλωτοι γεγόνασι νικηθέντες, οἱ δὲ καὶ ὑπὸ πολέμων ἐμφυλίων ἐπιβουλευθέντες, ἐξεκρούσθησαν τῆς ἀρχῆς. ἀλλ' αὖθις ἑκάτεροι τὴν σωτηρίαν οὐκ ἀπογνόντες, τῆς τε ἀρχῆς ἐπέτυχον καὶ τοὺς πολεμίους πλείω, ἢ αὐτοὶ πεπόνθασι, προσειργάσαντο κακά. εἰ δὲ καὶ πρὸς θειότερά τινα παραδείγματα ἀνάγεσθαι δεήσει, τὸν Ἰωσὴφ ἐννοήσωμεν καὶ τὴν πικρὰν ἐκείνην δουλείαν καὶ τὴν χρόνιον κάθειρξιν καὶ τὸν ἄλλον φορυτὸν τῶν ἀλγεινῶν καὶ ὡς μετὰ ταῦτα πάντα ἀντὶ δούλου καὶ δεσμώτου βασιλεὺς ἀνεδείκνυτο Αἰγύπτου. καὶ Δαβὶδ τὸν βασιλέα μετὰ τὴν πλάνην τὴν μακρὰν καὶ τὸ μυρία ὑπὸ τοῦ εὐεργετηθέντος βασιλέως ὑποστῆναι τὰ δεινὰ, ὕστερον εἰς τὴν οἰκείαν ἀνασωθέντα καὶ βεβαίως βασιλεύσαντα τῶν ὁμοφύλων. ἃ πάντα χρὴ ἐνθυμουμένους μὴ ἀθυμεῖν, ἀλλὰ μᾶλλον τὰ χρηστότερα ἐλπίζειν· βουλεύεσθαι δὲ καὶ ἃ χρὴ πράττοντας νυνὶ, μὴ τοῦ προσήκοντος διαμαρτάνειν. ὁρᾶτε γὰρ, ὡς περὶ γῆν ἀπολελείμμεθα πολεμίαν, ᾗ τό,τε προσεδρεύειν οὐκ ἀσφαλὲς, πολεμίων πάντοθεν ἐπικειμένων, καὶ τὸ εἰς τὴν οἰκείαν ἀναστρέφειν καὶ ἐγκλεισαμένους πολιορκεῖσθαι, οὐκ ἀγεννὲς καὶ ἄτιμον μόνον, ἀλλὰ καὶ κινδύνου ὑποψίαν οὐ παρέχεται μικρὰν, εἰ δεήσει τοσούτους ἐνδείᾳ πιεσθέντας ἀνάξια τῆς προτέρας δόξης ἀναγκασθήσεσθαι ποιεῖν. Μελενίκος γὰρ οὐχ ὅτι γε ἡμᾶς, ἀλλ' οὐδὲ τοὺς οἰκοῦντας τρέφειν δύναται ἀνενδεῶς. οὗ δὴ ἕνεκα αὐτός τε πρότερον ἐμαυτὸν πέπεικα καὶ ὑμῖν συμβουλεύω νῦν, πρὸς τὸν Τριβαλῶν ἄρχοντα ἐλθεῖν, πάλαι τε φιλίως διακείμενον ἐμοὶ καὶ νῦν ὀλίγῳ πρότερον σπονδὰς καὶ συμμαχίαν πεποιημένον. οὗ χρησάμενοι τῇ δυνάμει, πρός τε Διδυμότειχον ἐπανήξομεν ταχέως καὶ πρὸς τὰ ἄλλα τοῦ πολέμου οὐ μέτριά τινα ὠφελοῦσαν ἕξομεν τὴν ἐκείνου συμμαχίαν. ἐμοὶ μὲν οὖν τοιαῦτα ἔδοξε λυσιτελεῖν ἐν τῷ παρόντι. εἰ δέ τινα βελτίω γνώμην ἑτέραν ἔχει τις εἰσενεγκεῖν, αὐτός τε πεισθήσομαι ἡδέως καὶ τοῖς ἄλλοις συμβουλεύσω.» ὁ μὲν οὖν βασιλεὺς τοιαῦτα εἶπεν. ἡ στρατιὰ δὲ ἅμα τοῖς ἡγεμόσι περὶ δισχιλίους ὄντες, «οὔτε παραινέσεων» εἶπον «χρεία πρὸς ἡμᾶς, ὦ βασιλεῦ, οὔτε βουλευμάτων· ἀλλ' ἃ θεῷ τε καὶ σοὶ δοκεῖ πάντα πράττειν καὶ ὑφίστασθαι παρεσκευάσμεθα. ὡς οὖν οὕτω παρεσκευασμένοις, αὐτὸς ὅποι δοκεῖ βέλτιον ἡγοῦ.» πρὸς οὖν τὴν τοιαύτην βραχυλογίαν καὶ ὁ βασιλεὺς ἡσθεὶς, ἐκέλευε τῇ σάλπιγγι τὴν ἀναχώρησιν σημαίνειν καὶ συνταξάμενοι ἐχώρουν. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ ἐν Θεσσαλονίκῃ τὴν ἐσομένην ταραχὴν περὶ τὴν βασιλέως στρατιὰν εἰδὼς, οἱ γὰρ διαλεγόμενοι κρύφα πρὸς τὸ διαλύεσθαι ἐμήνυον, ὥσπερ ἀναθαρσήσας καί τι κατὰ βασιλέως δυνήσεσθαι ἐλπίσας διὰ τὴν προδοσίαν τῶν συνόντων, τοὺς ὁπλίτας ὅσοι ἦσαν καὶ ψιλοὺς τοξότας τῶν τριηρέων ἐξαγαγὼν καὶ ἐκ Θεσσαλονίκης ὅσους μάλιστα ἐνῆν ἱππέας τε καὶ ὁπλίτας καὶ ψιλοὺς, καὶ Συργὴν, ὃς καὶ μετὰ μικρὸν ῥὴξ ἀνεδείκνυτο Ἀρμενίας, καὶ τὸν Μονομάχον ἔπαρχον, ἔχοντας, οὓς αὐτοὶ ἐκ Φερῶν ἧκον ἄγοντες, ἔτι δὲ καὶ τὴν ἐκ Βυζαντίου καὶ Θρᾴκης στρατιὰν ἅμα τοῖς στρατηγοῖς Θωμᾷ καὶ Ἀνδρονίκῳ τοῖς Παλαιολόγοις παραλαβὼν, εὐθὺ Γυναικοκάστρου κατὰ βασιλέως ἐχώρει. οἱ δὲ ἐπεὶ ἦσαν ἐγγὺς, πρωτοστράτορι καὶ τῇ συναποστάσῃ βασιλέως ἄλλῃ στρατιᾷ περιτυχόντες καὶ πολλαπλάσιοι γενόμενοι τῶν συνόντων βασιλεῖ, ἤλαυνον ἐπ' ἐκεῖνον. οὐ μέντοι ἦσαν παρεσκευασμένοι ὡς μαχούμενοι. ᾔδεσαν γὰρ ἐκείνους τόλμῃ καὶ ἀνδρίᾳ καὶ τῇ περὶ τὰ πολέμια ἐμπειρίᾳ μᾶλλον ὑπερέχοντας αὐτῶν, ἢ ὅσον ἐκείνων αὐτοὶ τῷ πλήθει· καὶ διὰ τοῦτο συμπλέκεσθαι μὲν ἐκ παρατάξεως οὐκ ἐδοκίμαζον. πόῤῥωθεν δὲ ἐθορύβουν καὶ βοαῖς ἐχρῶντο καὶ ἀλαλαγμοῖς, οἰόμενοι τὴν τάξιν οὕτω διαλύσειν καὶ τρέψεσθαι πρὸς φυγὴν, τεταραγμένους ὑπὸ διχοστασίας. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς οὐδ' αὐτὸς μὲν ᾤετο δεῖν συμπλέκεσθαι, εἰ μὴ παρ' ἐκείνων ἀναγκάζοιτο. πρὸς ἔθος δὲ τὴν πᾶσαν στρατιὰν συντάξας καὶ ἡγεμόνα τοῦ παντὸς Ἄγγελον τὸν πιγκέρνην ἐπιστήσας, αὐτὸς τὴν οὐραγίαν ἔχων μετὰ τῶν ἀρίστων, ἐκέλευε βαδίζειν τεταγμένως, μήτε θορυβοῦντας, μήτε πρὸς τοὺς κατόπιν ἐπιόντας ἐπιστρεφομένους, ὡς αὐτοῦ ἀμυνουμένου, ἄν τινες ἐπίωσιν. οἱ δὲ ἐπ' ὀλίγον ἀκολουθήσαντες, ἐπεὶ ἑώρων τεταγμένως ἀπιόντας καὶ δήλους ὄντας, ὡς ἀμυνοῦνται, ἂν ἐπίῃ τις αὐτοῖς, ἀπογνόντες τὴν ἐλπίδα τοῦ περιγενήσεσθαι, ἀνέστρεφον εἰς Θεσσαλονίκην, χαίροντες ὁμοῦ καὶ παιανίζοντες, ἀρκοῦσαν ἡγούμενοι τὴν νίκην, ὅτι τῆς Ρωμαίων γῆς βασιλέα ἐξελάσαι ἠδυνήθησαν. ἐπεὶ δὲ οἱ βασιλέως ἀποστάντες ὤφθησαν Ἀποκαύκῳ τῷ μεγάλῳ δουκὶ, ὀλίγοις μὲν πολλὴν ἐπεδείκνυτο φιλοφροσύνην καὶ ἐν τοῖς μάλιστα τῶν φίλων ἦγε, τῶν δὲ ἄλλων τοὺς μὲν ἄκροις χείλεσι μόνον προσηγόρευε, τοῖς ἄλλοις δὲ προσεφέρετο εἰρωνικῶς· ἔστι δὲ οἷς καὶ ὠνείδιζε τὴν μετὰ Καντακουζηνοῦ τοῦ βασιλέως ἀποστασίαν. δῆλος δὲ ἦν πᾶσιν ἐμπικραινόμενος καὶ κακῶς ποιήσων, ἂν λάβηταί τινος προφάσεως εὐλόγου.

μβʹ. Πυθόμενος δὲ καὶ περὶ Ἐδεσσηνῶν, ὅτι ὑπὸ Τριβαλῶν πολιορκοῦνται χρόνον ἤδη συχνὸν, τοὺς ἱππέας ὅσοι ἦσαν ἅμα τοῖς στρατηγοῖς Παλαιολόγοις τοῖς δυσὶν ἐκέλευε συμπλέκεσθαι τοῖς Τριβαλοῖς καὶ τῆς πολιορκίας Ἐδεσσηνοὺς ἐλευθεροῦν. ἡ μὲν οὖν στρατιὰ κατὰ τὸ ἐπίταγμα ἧκον ὡς μαχούμενοι. Τριβαλοὶ δὲ μέχρι μὲν ἀκροβολισμῶν ἐνέμειναν τῷ στρατοπέδῳ, οἰόμενοι Ρωμαίους οὐ δυνήσεσθαι αὐτοὺς τῆς πολιορκίας ἀναστήσειν. ὡς δὲ ἑώρων πλείους τε ὄντας καὶ προθύμους μάχεσθαι, δείσαντες, μὴ ὑπὸ φιλονεικίας ἀπόλωνται πλείοσιν ὁμοῦ καὶ βελτίοσι μαχόμενοι, συνταξάμενοι ἀνεχώρουν, τὸ στρατόπεδον καταλιπόντες, ὀλίγους στρατιώτας ἐν τοῖς ἀκροβολισμοῖς ἀποβαλόντες. Ρωμαῖοι δὲ τὸ στρατόπεδον ἐπόρθησαν τῶν πολεμίων, καὶ ἵππων τε ἐκράτησαν οὐκ ὀλίγων καὶ τῆς ἄλλης ἀποσκευῆς τῆς στρατιᾶς. ἐλευθερώσαντες δὲ καὶ τῆς πολιορκίας τοὺς ἐν Ἐδέσσῃ, αὖθις ἀνεχώρουν εἰς Θεσσαλονίκην. ἐν ᾧ δὲ τὰ τοιαῦτα ἐτελεῖτο, καὶ τῶν νομάδων Τριβαλῶν τις περὶ Πρόσοικον οἰκῶν ἐν κώμῃ τοῦ Δαβὶδ προσαγορευομένῃ, Τζιμπάνος ὄνομα, τὰ περὶ Καντακουζηνὸν τὸν βασιλέα ἐν Γυναικοκάστρῳ συμβάντα πεπυσμένος, ἐπεὶ παρ' αὐτῷ οἱ πρέσβεις ἐξενίζοντο, οὓς πρότερον ἔπεμψε πρὸς Κράλην κελεύων ἐμμένειν ταῖς σπονδαῖς ταῖς πρὸς αὐτὸν, οἳ Κωνσταντῖνός τε ἦσαν ὁ Παλαιολόγος, τὴν ἀξίαν πρωτοσεβαστὸς, καὶ Ἀρσένιος ὁ Τζαμπλάκων· περὶ τούτους δὴ ὁ Τζιμπάνος βαρβαρικῶς διατεθεὶς, καὶ ἵππων τῶν ἀγόντων ἐπιθυμήσας καὶ τῆς ἄλλης ἀποσκευῆς οὔσης οὐκ ὀλίγης, ἅμα ἐκείνοις καὶ τέκνα καὶ γυναῖκα καὶ βοσκήματα, ἃ ἦν αὐτῷ περιουσία, παραλαβὼν, ηὐτομόλησε πρὸς μέγαν δοῦκα ἐν Θεσσαλονίκῃ καὶ τοὺς βασιλέως πρεσβευτὰς ὥσπερ τι δῶρον προσήγαγε δεσμώτας. ὁ δὲ ἄγαν ὑπερησθεὶς, τὸν μὲν βάρβαρον ἠμείβετο φιλοτίμως, οἰκιῶν αὐτίκα καὶ κτήσεων μεγάλων, αἳ Τζαμπλάκωνι ἦσαν ἐν Θεσσαλονίκῃ, κύριον ἀποδείξας. εἰς τοὺς δεσμώτας δὲ πρότερον αὐτὸς δι' ἑαυτοῦ πολλὰ ἐνυβρίσας καὶ πᾶσαν ἐπιδειξάμενος πικρίαν, πρωτοσεβαστὸν μὲν ἐκέλευεν εἰς δεσμωτήριον ἀπάγειν, Τζαμπλάκωνα δὲ τοῖς τριηράρχαις παρεδίδου, ὡς ἅμα τοῖς ναύταις ἀτάκτως ἐνυβρίσουσιν. οἱ δὲ ἐπὶ μίαν τῶν τριηρέων ἀναγαγόντες, καὶ τοῦ δήμου σχεδὸν τῶν Θεσσαλονικέων παντὸς παρόντος, τὰ μοναχῶν, ὥσπερ εἴωθεν, ἠμφιεσμένον, ἐπέθηκαν τῇ κεφαλῇ πῖλόν τι, ὃ τοῖς πολλοῖς καὶ δημώδεσι τῶν Περσῶν ἐπὶ τῆς κεφαλῆς φορεῖν ἔθος, λαμπάδας τε ἡμμένας ἀμφοτέραις κατέχειν ἀναγκάζοντες ταῖς χερσὶν, ὄπισθεν μὲν ἐλάκτιζον ἐπὶ τὸν πρωκτόν· εἶτα παριόντες, ἔμπροσθεν ἠσπάζοντο, «οὗτος» ἐπιβοῶντες «ὁ πατριάρχης Καντακουζηνοῦ.» μετὰ δὲ τὴν πολλὴν ἐκείνην ἐρεσχελίαν καὶ τὸν θρίαμβον τὸν ἄτιμον, ἐκέλευε καὶ αὐτὸν εἰς δεσμωτήριον ἀπάγειν. μετὰ δὲ τοῦτο τὰ ἐν Θεσσαλονίκῃ πράγματα ὡς ἂν αὐτῷ ἐδόκει ἄριστα, οἰκονομήσας καὶ πρὸς τὸν πρὸς βασιλέα πόλεμον πάντας παραθήξας, αὐτὸς μὲν ἐκ θαλάσσης, ἡ ἵππος δὲ ἐκ τῆς ἠπείρου εἰς Βυζάντιον ἀνέστρεφε. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς μετὰ τὸ τὴν ἐκ Βυζαντίου καὶ Θεσσαλονίκης στρατιὰν αὐτοῦ ἀναχωρῆσαι πρὸς τὴν μάχην ἀπειποῦσαν, τὸ ἐπίλοιπον ὁδεύσας τῆς ἡμέρας, παρὰ τῶν Προσοίκου στενῶν τὴν εἰσβολὴν ηὐλίσατο τὴν νύκτα. ὁ δὲ Πρόσοικος οὗτος φρούριόν ἐστι καρτερώτατον ἐπὶ λόφου ἱδρυμένον, ὃ πάλαι μὲν ὑπὸ τὴν Ρωμαίων ἡγεμονίαν διετέλει, κατὰ δὲ τὸν βασιλέων Ἀνδρονίκων πρὸς ἀλλήλους πόλεμον πρὸς τὸν ἄρχοντα τῶν Τριβαλῶν ὑπὸ τῶν κατεχόντων ἑκόντων παρεδόθη μίσει τῷ πρὸς τὸν νέον βασιλέα. τότε δὲ ὑπὸ Μιχαήλ τινος, τοῦ Τριβαλῶν ἄρχοντος παραδόντος, ἐκρατεῖτο. ὃς δὴ Μιχαὴλ, τῶν βασιλέως οἰκείων, ὡς ὕστερον αὐτὸς ἔφασκεν, ὢν, πρὸς Κράλην αὐτομολήσειεν ἔκ τινος αἰτίας. τότε δὴ τὴν στρατιὰν ἰδὼν ἐστρατοπεδευμένην καὶ νομίσας ἐκ Ρωμαίων οὖσαν ἐπὶ λείαν ἥκειν, πεζούς τε καὶ ἱππέας ὅσους μάλιστα ἠδύνατο ἀθροίσας, τῆς νυκτὸς προκατέλαβε τὰ στενὰ καὶ ἅμα πρωῒ παρεσκευάζετο πρὸς μάχην, ὡς τὴν δίοδον τῇ στρατιᾷ οὐκ ἐπιτρέψων. βασιλεύς τε ὁμοίως, ἐπεὶ ἐκείνους εἶδε περὶ τὰ καρτερώτατα τοῦ χωρίου ἐγκαθιδρυμένους, τὴν στρατιὰν ἐκέλευεν ὁπλίζεσθαι ὡς βιασόμενος· πρὸς ἕτερόν τι γὰρ τρέπεσθαι βέλτιον οὐκ ἐνῆν. Μιχαὴλ δὲ τήν τε στρατιὰν ἐθέλων ὅθεν εἴη μαθεῖν καὶ τὸν ἄγοντα στρατηγὸν, πλησίον τε γενόμενος τοῦ στρατοπέδου καί τινας τῶν συνήθων καὶ φίλων πόῤῥωθεν ἰδὼν, ἐκάλει τε αὐτοὺς ὀνομαστὶ καὶ ἐπυνθάνετο περὶ τοῦ στρατηγοῦ. ἐκείνων δὲ ἀπαγγειλάντων, ὡς εἴη βασιλεὺς ὁ Καντακουζηνὸς, μηδὲν μελλήσας προσῄει τε αὐτίκα καὶ ἠσπάζετο τὸν πόδα. ἔπειτα καὶ ἑαυτὸν ἀναγνωρίσας, συνήλγησέ τε πρὸς τὴν δυσπραγίαν βασιλεῖ καὶ περὶ τὰ ἄλλα προθυμότατον ἑαυτὸν παρέσχετο, χάριν τῷ θεῷ πολλὴν ὁμολογῶν, ὅτι πρὸς τοῦτο καιροῦ συντύχοι, ἐν ᾧ τὴν εὔνοιαν ἐξέσται τὴν πρὸς ἐκεῖνον φανερὰν ποιεῖν. τήν τε οὖν δίοδον εὐθὺς ἀπονητὶ παρείχετο καὶ ἐξένιζεν ἐκ τῶν ἐνόντων τὴν στρατιάν. τὴν μὲν οὖν ἡμέραν ἐκείνην ἐν Προσοίκῳ διετέλεσεν ὁ βασιλεὺς ξενιζόμενος ὑπὸ Μιχαὴλ, ἅμα δ' ἵνα καὶ ἡ στρατιὰ πορίζοιτο τὰ ἐπιτήδεια· ἦσαν γὰρ παντάπασι τῶν ἀναγκαίων ἐνδεεῖς. ἐς τὴν ὑστεραίαν δὲ ἄρας ἐκεῖθεν καὶ Ἀξιὸν διαβὰς τὸν ποταμὸν, τῆς ἐπὶ Σκοπιὰν πόλιν, καὶ αὐτὴν πάλαι μὲν Ρωμαίων οὖσαν, ἔτεσι δὲ πολλοῖς πρότερον ὑπὸ Τριβαλῶν κατεχομένην, εἴχετο φερούσης. ἐπεὶ δὲ ἔδει παριέναι Βελεσσὸν πόλιν, καὶ αὐτὴν ταῖς ἄλλαις παραπλησίως ὑπὸ Τριβαλῶν κατεχομένην, ἀθρόον ὡρᾶτο στρατιὰ τὴν πέραν τοῦ ποταμοῦ γῆν διερχομένη. νομίσας δὲ ὁ βασιλεὺς ὅπερ ἦν, τὸν δυνατώτατον εἶναι τῶν Τριβαλῶν Λίβερον ὠνομασμένον, ἐκεῖ γὰρ ἐπύθετο ἐκεῖνον διατρίβειν, τῶν συνόντων ἐκέλευέ τινα διανηξάμενον ἔφιππον, ἄπορος γὰρ ἦν ὁ ποταμὸς ἐκεῖ, πρὸς ἐκεῖνον ἀφικέσθαι· προσαγορεύσαντα δὲ αὐτὸν ἐκ βασιλέως, ἔπειτα καὶ γνώμην παρ' αὐτοῦ ζητεῖν, ᾗ χρὴ διαθέσθαι τὰ κατ' αὐτοὺς, τοῦτον συνεσκευασμένα τὸν τρόπον, ὃν ἐγένετο. Λίβερος δὲ ἐπεὶ πύθοιτο τοὺς παρὰ βασιλέως λόγους, ἡδέως τε μάλιστα ἐδέξατο καὶ τῶν οἰκείων ἕνα ἅμα τῷ ἐκ βασιλέως ἥκοντι συναποστείλας, ἀντησπάζετό τε καὶ αὐτὸς ἐκ τοῦ ὁμοίου καὶ τὸν ποταμὸν ἐδεῖτο μικρὸν ἄνωθεν παριόντα, ἔνθα εὐχερῆ μάλιστα πρὸς πόρον παρέχεται αὐτὸν, αὐτῷ συγγενέσθαι διαβάντα ἄνευ πόνου· ἔπειτα καὶ ἅπερ οἴεται λυσιτελήσειν συμβουλεύσειν. καὶ πρότερον μὲν γὰρ φιλίως διακεῖσθαι πρὸς αὐτὸν, ἐξ ὅτου βασιλέως Ἀνδρονίκου τῷ Κράλῃ συγγενομένου καὶ αὐτὸς ὡμιληκὼς αὐτῷ οὐ μικρὰν ἔσχε φιλίας ἀφορμὴν τὴν συντυχίαν. νῦν δὲ δὴ μᾶλλον οὐ φίλος εἶναι μόνον, ἀλλὰ καὶ τῶν δουλευόντων ἀκριβῶς εἶναι βούλεσθαι. ὁ μὲν οὖν βασιλεὺς κατὰ τὴν παραίνεσιν ἐκείνου μικρὸν ἀνωτέρω προελθὼν, τόν τε ποταμὸν διέβαινεν εὐχερῶς καὶ Λιβέρῳ συνεμίγνυτο. ὁ δὲ οἷά τε δεσπότῃ προσεφέρετο τῷ βασιλεῖ καὶ πᾶσαν παρείχετο τιμήν· πρὸς τὴν οἰκίαν τε ἀγαγὼν, ἐξένισεν ἐπὶ τρισὶν ἡμέραις ἅμα πᾶσαν τὴν στρατιὰν μάλα φιλοτίμως. ἔπειτα συνεβούλευε βασιλέα μὲν ἐλθεῖν εἰς Σκοπιὰν κἀκεῖ τὴν ἐκ Κράλη ἀγγελίαν περιμένειν· αὐτὸν δὲ πρότερον ἐλθόντα πρὸς ἐκεῖνον πάσῃ χρήσασθαι σπουδῇ, ὥστε πεῖσαι τὴν βασιλέως ἄφιξιν ἠπίως δέξασθαι καὶ προσηνῶς. ὃ δὴ καὶ κατὰ τὴν ἐκείνου παραίνεσιν ἐτελεῖτο, καὶ βασιλεὺς μὲν ἀφίκετο εἰς Σκοπιάν.

μγʹ. Λίβερος δὲ συντόνῳ χρησάμενος ὁδοιπορίᾳ ὀλίγῳ χρόνῳ περί τινα τόπον Μοράβαν ἐγχωρίως προσαγορευόμενον τῷ Κράλῃ συντυγχάνει Ἑλένην προπέμποντι τὴν γυναῖκα πρὸς τὸν βασιλέα Μυσῶν Ἀλέξανδρον, ὄντα ἀδελφὸν, ἀφικνουμένην. ἀπαγγείλας δὲ αὐτοῖς τὰ περὶ βασιλέα τὸν Καντακουζηνὸν ὑπὸ τῶν ὁμοφύλων εἰργασμένα, καὶ ὡς προδοσίᾳ τῶν ἑπομένων τῆς Ρωμαίων γῆς ἀπελαθεὶς, ἀφίκοιτο παρ' αὐτοὺς, ἔπειθε φιλοφρόνως δέξασθαι καὶ μεγαλοπρεπῶς, ὡς τῆς εἰς ἐκεῖνον φιλοτιμίας πολλῆς ἐκείνοις τε καὶ παιδὶ καὶ πάσῃ τῇ Τριβαλῶν ἀρχῇ τὸν ἔπειτα πάντα χρόνον εὐδοξίας ἐσομένης ἀφορμῆς. οἱ δ' αὐτίκα τε ἐπείθοντο καὶ ἀνέστρεφον ἐκ τῆς ὁδοιπορίας, ὡς ἀφιξόμενοι πρὸς βασιλέα. πέμψαντες δὲ πρὸ αὐτῶν Μπογδάνον τὸν Λιβέρου ἀδελφὸν, ἠσπάζοντό τε βασιλέα καὶ ἐδήλουν, ὡς ὀλίγῳ ὕστερον ἀφιξόμενοι πρὸς ἐκεῖνον. ὁ δ' ἐπεὶ πύθοιτο Κράλην ἅμα γυναικὶ ἀφικνουμένους πρὸς αὐτὸν, ἀντησπάζετο μὲν καὶ αὐτὸς αὐτοὺς καὶ πολλὴν ὡμολόγει τῆς φιλίας χάριν. ἀναστάς τε ἐκ Σκοπιᾶς, πρός τινα τόπον ἦλθε Ταὼ διὰ τὸ κάλλος ὠνομασμένον, ἔνθα περὶ κώμην τινὰ ἀτείχιστον Πρίστηνον προσαγορευομένην συνεμίγνυτο τῷ Κράλῃ ἀφιγμένῳ ἅμα γυναικί. οἱ δ' ἐδέξαντο μὲν βασιλέα μεθ' ὅσης ἂν εἴποις φιλοτιμίας καὶ σπουδῆς. οὐχ ἧττον δὲ καὶ αὐτοὶ διὰ τὴν ἐκείνου ἄφιξιν συνήδοντό τε καὶ συνέχαιρον ἑαυτοῖς τιμῆς τε ἠξίουν μάλιστα πολλῆς. ἐν ἅπασι γὰρ αὐτὸν προῆγεν ἑαυτοῦ καὶ ὡς κρείττονι τῶν πρωτείων παρεχώρει. ἔν τε γὰρ ταῖς ἀνακλίσεσι τὴν κρείττω καὶ ὑψηλοτέραν παρείχετο καθέδραν καὶ ἐν ὁδοιπορίαις καὶ ἐν ἅπασι τοῖς ἄλλοις προετίθει ἑαυτοῦ. ἔθους δὲ ἀρχαίου παρὰ Τριβαλοῖς κεκρατηκότος, ἐπειδάν τις τῶν εὐγενεστέρων καὶ μεγάλα δυναμένων ἔλθῃ διὰ χρόνου πρὸς τὸν ἄρχοντα αὐτῶν καὶ δέῃ ποιεῖσθαι τὴν πρώτην προσαγόρευσιν, ἀμφοτέρους ἀποβαίνοντας τῶν ἵππων, πρῶτα μὲν τοῦ ἄρχοντος τὸ στῆθος τὸν ὑποδεέστερον ἀσπάζεσθαι, ἔπειτα καὶ τὸ στόμα, καὶ μηκέτι κατὰ δευτέραν συντυχίαν ἀποβαίνειν τὸν δουλεύοντα τοῦ ἵππου, ἀλλ' ἔφιππον καὶ αὐτὸν προσαγορεύειν τὸν δεσπότην. πρὸς μὲν ἐκεῖνον πάλιν τὰ εἰωθότα ἐτελεῖτο, βασιλεῖ δὲ κατὰ τὸ Ρωμαίων ἔθος ἐκέλευσε προσφέρεσθαι τοὺς Τριβαλούς· καὶ κατὰ πᾶσαν μὲν συντυχίαν τῶν ἵππων πάντας ἀποβαίνειν, κατὰ δὲ τὴν πρώτην μάλιστα καὶ πόῤῥωθεν ἀποβάντας καὶ προσελθόντας πεζῇ οὕτως ἀσπάζεσθαι ἐπὶ γόνυ βασιλέα. καὶ τὸ δὴ θαυμαστότερον, ὅτι εἴ ποτε συνοῦσιν ἀμφοτέροις ἐδέησέ τινα τῶν εὐγενεστέρων Τριβαλῶν προσελθεῖν, Κράλης μὲν κατὰ τὸ εἰωθὸς ἐποίει καὶ ἀπέβαινε τοῦ ἵππου πρὸς τὴν προσαγόρευσιν, βασιλεὺς δὲ μένων ἔφιππος, ἠσπάζετο τὸν προσιόντα. πρὸς δὲ τὴν οἰκίαν ἐκείνου εἰσιόντα, εἰσῄει δὲ ὁσημέραι σχεδόν· οὐ γὰρ εἴα μένειν ἐπὶ τῆς σκηνῆς, πάσης ἡδίω διατριβῆς τὴν πρὸς ἐκεῖνον τιθέμενος ὁμιλίαν, ἔξω μὲν τῆς πύλης τοὺς νέους τῶν εὐγενεστέρων πεζῇ θέοντας ἐκέλευεν ὑπαντᾷν, ἔνδον δὲ τῆς αὐλῆς τοὺς πρεσβυτέρους καὶ ἀξίαις ταῖς παρ' αὐτοῖς τετιμημένους, αὐτὸς δὲ ἐπὶ τὸν πρῶτον μάλιστα τῶν οἴκων μετὰ τὴν αὐλὴν προσηγόρευεν ὑπαντῶν, ἢ καὶ ἄχρι τοῦ τόπου ἔνθα τοῦ ἵππου ἀπέβαινε προΐει. οὐχ ἥττω δὲ φιλοτιμίαν καὶ ἡ τοῦ Κράλη γαμετὴ πρὸς βασιλέα ἐπεδείκνυτο, ἐν πᾶσι μάλιστα ἐκείνου οὐδαμῶς ἀπολείπεσθαι φιλονεικοῦσα. ταῦτα μὲν οὖν παρὰ πάντα τὸν χρόνον, ἐν ᾧ συνδιέτριβεν αὐτοῖς ὁ βασιλεὺς, ἐπράττετο. ἐν ἀρχαῖς δὲ τῆς ἐπιδημίας μάλιστα ἐν ἡμέραις οὐκ ὀλίγαις πότοις καὶ φιλοτησίαις ὁ τῶν Τριβαλῶν ἄρχων τὴν πρὸς βασιλέα εὔνοιαν ἐπιδειξάμενος, ἔπειτα ἐπυνθάνετο, ὅτου χάριν ἀφίκοιτο πρὸς αὐτὸν καὶ εἰ δέοιτο παρ' αὐτοῦ τινος. βασιλεὺς δὲ ἥκειν μὲν ἔφασκε τῆς εἰς αὐτὸν φιλίας ἕνεκα. οὐ γὰρ ἂν εἴη τι βέλτιον καὶ σωφρονέστερον ἀνθρώποις ὀρθοῖς χρωμένοις λογισμοῖς τοῦ βεβαίαν καὶ ἀληθῆ φιλίαν κτήσασθαι. ἔπειτα δὲ εἴγε βούλοιτο καὶ δύναιτο καὶ βοηθείας παρ' αὐτοῦ τυχεῖν, ὥστ' ἐπανελθεῖν πρὸς τὴν οἰκείαν. οἴεσθαι δὲ μηδ' αὐτὸν ἀγνοεῖν τὰ αὐτῷ συμβεβηκότα ἐν ἐννέα μάλιστα μησὶν ἤδη τοῦ παρὰ Ρωμαίοις πολέμου κεκινημένου, ὅπως τε φθονηθείη παρὰ τῶν ὁμοφύλων μηδὲν ἠδικηκὼς, καὶ ὡς κινηθείη παρ' ἐκείνων πόλεμος ἀκήρυκτος, καὶ τὰ τελευταῖα ταῦτα δὴ, ὡς προδοθείη παρὰ τῶν συνόντων πρὸς τοὺς πολεμίους ἀποστάντων. εἰ δὲ μὴ βούλοιτο βοηθεῖν, ἀπαγορεύειν φανερῶς, ὥστ' αὐτὸν διασκεψάμενον, ὅ, τι ἂν δοκοίη βέλτιον αὐτῷ τε καὶ τοῖς συνοῦσι πράττειν. μὴ θαυμάζειν δὲ, ὡς, εἴγε δύναιτο βοηθεῖν, εἰρήκει. οὐ γὰρ ἀδυναμίαν αὐτοῦ κατεγνωκὼς τοιαῦτα φάναι, ἀλλ' εἰδὼς, ὡς πᾶσιν ἀνθρώποις ἡ μὲν βούλησις ὁμοίως ἐπ' ἐξουσίᾳ κεῖται, τὸ δύνασθαι δὲ οὐκέτι. ἐνιότε γὰρ καὶ αὐτοὶ οἱ μεγάλα δοκοῦντες δύνασθαι ὑπό τινων κωλυμάτων τὴν τοῦ πράττειν, ἃ βούλονται, δύναμιν ἀποστεροῦνται, ἢ πολεμίων ἄλλων δυνατωτέρων ἐπικειμένων, ἢ αὐτοὶ ὁμόροις ἔθνεσί τισι μέλλοντες ἐπιστρατεύειν. διὰ τοῦτο φάναι τὸ εἰ δύναιτο· ὃ δίκαιον αὐτὸν μὴ θορυβεῖν, πολλῶν τοιούτων ἐν τῷ βίῳ συμβαινόντων. ἔφασκε δὲ ὕστερον, ἐξεπίτηδες τοιαῦτα πρὸς Κράλην εἰρηκέναι, ὡς, εἰ μὴ βούλοιτο βοηθεῖν, προφάσεως εὐπροσώπου παρὰ τῶν ἐκείνου λόγων εὐποροίη, ὥστε τὴν μὲν βοήθειαν ἀπαγορεύειν, μηκέτι δὲ καὶ τὴν φιλίαν τὴν πρὸς αὐτόν. ἐδεδίει γὰρ, μὴ ἐκπολεμωθείη πρὸς αὐτὸν, εἰ μὴ βούλοιτο βοηθεῖν, νομίσας ἤδη διὰ τὴν ἀποτυχίαν τῆς ἐπικουρίας εἰς ὀργὴν ἐξάγεσθαι καὶ ἔχθραν. ὁ Κράλης δὲ «καλῶς ἐποίησας,» εἴρηκεν «ὦ βασιλεῦ, τὸν λόγον διασαφήσας· ὑπέθραττε γὰρ οὐκ ὀλίγον καὶ ἐθορύβει τὴν διάνοιαν, ὡς ἀγνοῶν τὴν ἐμοὶ παροῦσαν δύναμιν οἰόμενον τοιαῦτα λέγεις. ἐπειδὴ δὲ τῶν τοιούτων ἀπήλλαξας ὑπονοιῶν, ἤδη σοι τὴν γνώμην καὶ αὐτὸς ποιήσω φανερὰν, ὡς δύναμίν τε ἔχω μάλιστα ἀρκοῦσαν πρὸς τοὺς πολεμοῦντάς σοι, καὶ ἡδέως ἂν ἐπικουροίην, εἴγε βούλει καὶ αὐτός.» ἀποκριναμένου δὲ τοῦ βασιλέως, ὡς τῆς μὲν φιλίας ἕνεκα καὶ τῆς προθυμίας τῆς περὶ αὐτὸν πολλὰς ἂν εἰδείη χάριτας, ἀγνοοίη δὲ πρὸς ὅ, τι φέρει τὸ εἰ βούλοιτο καὶ αὐτός· μισθὸν τῆς συμμαχίας ὁ Κράλης τὰς ἀπὸ Χριστουπόλεως πρὸς τὴν ἑσπέραν ἁπάσας πόλεις Ρωμαίοις ὑπηκόους ᾔτει, εἰ δὲ τοῦτο ἐπαχθὲς δοκοίη, τὰς γοῦν ἀπὸ Θεσσαλονίκης. οὐ γὰρ ἐπ' οὐδενὶ κέρδει χρήματά τε ἀναλώσουσι πρὸς τὸν πόλεμον ὑπὲρ αὐτοῦ τοσαῦτα καὶ διακινδυνεύσουσι πρὸς πᾶσαν τὴν Ρωμαίων ἡγεμονίαν, οἷς οὐδ' ὑπὲρ σφῶν αὐτῶν ποτε ἐτόλμησαν πόλεμον ἄρασθαι τοσοῦτον, ὥστε πρὸς Θρᾴκην ἢ καὶ περαιτέρω προελθεῖν. οἴεσθαι δὲ ἄριστά τε καὶ λυσιτελέστατα αὐτῷ βουλεύεσθαι. εἰ γὰρ ὧν οὐκ ἔστι κύριος ἀποσχόμενος, οὐχ ἑαυτῷ καὶ τοῖς συνοῦσι μόνον, ἀλλὰ καὶ παισὶ μεγάλην ὠφέλειαν πορίσαιτο, καὶ προσέτι τοὺς πολεμιωτάτους διαφθείρας, τῶν ἐπιλοίπων πόλεων κύριος κατασταίη, ἀγαπᾷν προσῆκον καὶ μὴ πέρα τοῦ καιροῦ καὶ τοῦ μετρίου φιλονεικεῖν. ὁ βασιλεὺς δὲ «ὀρθῶς» εἶπε «περὶ τοῦ κέρδους τῆς συμμαχίας καὶ τῶν πόνων καὶ τῶν πρὸς τὸν πόλεμον ἀναλωμάτων ἐλογίσω. οὐδεὶς γὰρ εὖ φρονῶν, εἰ μή τινα πρότερον ἐκ τῶν πραττομένων ὠφέλειαν συνορῴη, κόπτεσθαι καὶ ταλαιπωρεῖν ἕλοιτ' ἂν ἑκών. σὺ δ' εἰ μὲν οὐδεμίαν ἐμοὶ βούλει χάριν καταθεῖναι, λόγον ἂν ἔχοι μισθὸν τῆς συμμαχίας ἀπαιτεῖν, ὃν εἰ παράσχωμαι αὐτὸς, οὐδεμίαν εἴσομαί σοι τῆς ἐπικουρίας χάριν. οὐδὲ γὰρ ὁ ἀργυρίῳ τι παρά του ἐξωνούμενος χάριν ἂν εἰδείη τῷ πιπράσκοντι τοῦ παρασχέσθαι. εἰ δὲ φιλίας μόνης ἕνεκα καὶ τῆς πρεπούσης δυνάστῃ φιλοτιμίας ἕλοιο προῖκα βοηθεῖν, πρῶτον μὲν τὰ προσήκοντα βουλεύσῃ περὶ σεαυτοῦ, οὐ μισθοῦ ἕνεκα, ὅπερ πάσχουσιν οἱ πολλοὶ καὶ φαῦλοι τῶν ἀνθρώπων, ἀλλὰ φιλίας καὶ φιλοτιμίας στρατευόμενος· ἔπειτα καὶ ὧν ζητεῖς ἐξέσται πλείω ἔχειν μετὰ πολλοῦ τοῦ περιόντος. εἰ γὰρ ἐμὲ, τὸν ἄρξοντα Ρωμαίων, γνήσιον κτήσῃ φίλον, οὐ τῶν ἐκ Χριστουπόλεως μόνον καὶ Θεσσαλονίκης ἄχρι τῆς σῆς ἡγεμονίας ὅρων πόλεων, ἀλλὰ καὶ νήσων καὶ Βυζαντίου καὶ τῆς ἄλλης Θρᾴκης ἔχειν ἐξέσται τὴν ἀρχήν· κοινὰ γὰρ οἱ σοφοί φασι τὰ φίλων· καὶ συμβήσεταί σοι μετὰ τῆς ἀπὸ τῶν ἔργων φιλοτιμίας καὶ μείζω καὶ θαυμασιωτέραν τὴν ὠφέλειαν καρποῦσθαι. εἰ μὲν οὖν ἐμοὶ πειθόμενος καὶ πᾶσαν ὑπεριδὼν μικρολογίαν, προῖκα βοηθήσεις, σαυτῷ τε καὶ ἡμῖν προσήκοντα βουλεύσῃ. εἰ δ' ἄρα οὕτως ἔγνωκας, ὡς οὐδενί τῳ τρόπῳ ἑτέρῳ βοηθήσων, εἰ μή σοι καταπροδοίημεν τὰς Ρωμαίων πόλεις, ἀλλ' ἡμῖν γε φράσον φανερῶς, ὡς ἂν πρὸς ἕτερόν τι τῶν λυσιτελεῖν τρεπώμεθα δοκούντων, θεοῦ συναιρομένου. ἴσθι γὰρ, ἴσθι σαφῶς, ὡς οὐ πολλὰς καὶ θαυμασίας, ἅσπερ εἴρηκας αὐτὸς, ἀλλ' οὐδεμίαν καὶ τὴν φαυλοτάτην ἑκόντες ὄντες προησόμεθα, οὐδ' ἀλλαξαίμην ἂν ἡδέως αὐτῆς τὴν σφετέραν καὶ τῶν παίδων σωτηρίαν.

μδʹ. Ὁ μὲν οὖν Κράλης ἐξεπέπληκτο μὲν τὴν τόλμαν τοῦ φρονήματος καὶ τὴν καρτερίαν τὴν ἐν τοῖς δεινοῖς· ἤχθετο δὲ οὐκ ἀνεκτῶς, ὅτι μὴ πείθειν εἶχεν. Ἑλένη δὲ ἡ γαμετὴ παροῦσα καὶ τῆς διανοίας τοῦ ἀνδρὸς καταστοχαζομένη, ὡς βαρέως φέροι τὴν περὶ τῶν πόλεων ἀπαγόρευσιν τοῦ βασιλέως, μεταστήσασα τὸν ἄνδρα καὶ τοὺς ἐν τέλει καὶ μεγάλα δυναμένους παρ' αὐτοῖς προσπεμψαμένη τέσσαρας ὄντας πρὸς τοῖς εἴκοσιν, «ὡς μὲν ἐφ' ἡμῖν ἐστιν,» εἶπεν «ἀφιγμένον πρὸς ἡμᾶς τὸν Ρωμαίων βασιλέα εὖ ποιεῖν ἢ τὸ ἐναντίον, οὐδεὶς δήπουθεν ἀντερεῖ. σκεπτέον δὲ, ὁποτέρῳ προσθεμένους, νοῦν ἔχοντα καὶ λυσιτελοῦντα δόξομεν ἑλέσθαι ἑαυτοῖς. εἰ μὲν οὖν ἑλοίμεθα κακῶς ποιεῖν, ἢ ἀποκτενοῦμεν πάντως, ἢ κεναῖς ἀποπέμψομεν, ὅ φασι, χερσὶ, μηδεμιᾶς προνοίας ἢ ἐπικουρίας ἀξιώσαντες. τὸ μὲν οὖν ἀποκτείνειν, οὐκ οἶδα εἴ τις εἰς τοσοῦτον ἀπανθρωπίας ἥκει καὶ ὠμότητος, ὡς αὐτός τε ἑλέσθαι καὶ τοῖς ἄλλοις συμβουλεῦσαι. πρὸς γὰρ τῷ θεῷ ἐχθίστην εἶναι τὴν τοιαύτην τόλμαν, καὶ παρὰ πᾶσιν ἀνθρώποις σαφῆ παρέχεται κακίας καὶ μοχθηρίας ἀπόδειξιν ὑπερβολῆς. τὸ γὰρ νῦν τε ὄντα Ρωμαίων βασιλέα καὶ πρὶν εἰς τοῦτο ἥκειν σχήματος πολλοῖς πρότερον χρόνοις ὁμοίως ἄρχοντα, καὶ παρὰ πάντων καὶ Ἑλλήνων καὶ βαρβάρων ἀγαπώμενον καὶ περισπούδαστον ὄντα διὰ τὴν προσοῦσαν ἐπιείκειαν καὶ σύνεσιν καὶ φιλοτιμίαν ἐν πᾶσιν ἀγαθοῖς, νῦν ἥκοντα παρ' ἡμᾶς διὰ πραγμάτων μεταβολὴν, πρὸς τῷ μὴ προστῆναι καὶ ἀνήκεστα διαθεῖναι οὐκ ὠμότητος καὶ ἀπανθρωπίας μόνον, ἀλλὰ καὶ ἀσεβείας ἔγκλημα ἡμῖν δικαίως περιάψαι. οὗ δὴ ἕνεκα τῶν τοιούτων αὐτή τε ἔγνωκα καὶ ὑμῖν ἀποσχέσθαι παραινῶ. τὸ δ' ἀποπέμπειν ἄπρακτον ἀβουλίας ἄν τις τιθείη λογιζόμενος ὀρθῶς. οὐ γὰρ μόνον ἀγνοίας περὶ τὰ καλὰ καὶ ἀφιλοτιμίας δικαίως ἂν ἁλοίημεν παρὰ τοῖς κρίνειν τὰ τοιαῦτα δεινοῖς, ὅτι ὃν ἐπεθύμουν πολλοὶ τῶν δυναστῶν καὶ πολλὰ ἐπραγματεύοντο φίλον ἔχειν, τοῦτον ἔχοντες αὐτοὶ καὶ δυνάμενοι τῶν ἄλλων μᾶλλον τὴν παρ' αὐτοῦ φιλίαν καρποῦσθαι, ἑκόντες ὄντες προηκάμεθα δι' ἀγροικίαν. ἀλλ' εἴ ποτε συμβαίη καὶ Ρωμαίων ἄρξαι, μεμνημένος, ὡς οὐδεμιᾶς ἐπικουρίας τύχοι παρ' ἡμῶν, ἀλλὰ τόγε εἰς ἡμᾶς ἧκον, καὶ τοῖς πολεμίοις καταπροδοθείη, οὐδὲ γὰρ ἧττον τούτου νυνὶ τὸ ἀποπέμψαι δύναται, ἀμυνεῖται δικαίως καὶ κακῶς ποιήσει τὰ ἡμέτερα, ἄλλων τε πολλῶν προφάσεων εὐπορήσας ἂν καὶ τὴν νῦν προδοσίαν ἐπικαλῶν. δι' ἃ οὐδὲ ἀποπέμπειν ἄπρακτον οἴομαι λυσιτελεῖν. λείπεται δὴ βοηθεῖν, ἢ παραχωρήσαντι τῶν πόλεων, ὧν αἰτοῦμεν, ἢ προῖκα καὶ διὰ φιλοτιμίαν. τὸ μὲν οὖν τῶν πόλεων παραχωρεῖν αὐτὸν ἐμοὶ μὲν ἥδιστον καὶ μάλιστα βουλοίμην ἄν· ἐκεῖνος δὲ, ὡς ὁρῶμεν, τοσοῦτον ἀπέχει τοῦ διὰ τὴν παροῦσαν δυσπραγίαν κατεπτηχέναι καὶ ταπεινὰ καὶ ἀνελεύθερα φρονεῖν, ὥσθ' ἡδέως ἂν, ὥσπερ ἔφη, τῆς αὐτοῦ καὶ παίδων καὶ πάντων τῶν συνόντων σωτηρίας τῆς μιᾶς καὶ φαυλοτάτης πόλεως ἀλλάξαιτο. ὅτε τοίνυν οὕτως ἔχει καὶ ἐλευθέρῳ πρέποντα ἀνδρὶ καὶ βασιλεῖ προσήκοντα ἀπεφήνατο, βέλτιον ἐμοί τε ἔδοξε καὶ ὑμῖν πᾶσι παραινῶ, ᾗ ἐκεῖνος ἀξιοῖ ποιεῖν καὶ, πᾶσαν μικρολογίαν καὶ ἀνελευθερίαν ἀποῤῥίψαντας, πάσῃ δυνάμει βοηθεῖν, καὶ τὴν Ρωμαίων αὐτῷ ἡγεμονίαν κατακτᾶσθαι, οὐ μικρὰν ὠφέλειαν ἡγουμένους τὴν παρὰ πάντων ἡμῖν εὔκλειαν ἐσομένην καὶ τὸ φίλον κτήσασθαι καὶ σύμμαχον τοιοῦτον, ὃν πολλοὶ μὲν ἐπιθυμοῦσι, τυγχάνουσι δὲ οὐδὲ ὀλίγοι, καὶ ὃν οἱ ἔχοντες αὐτοὶ, ἀγνοήσαντες καὶ τὰ χείριστα καὶ ἀλυσιτελέστατα βουλευσάμενοι ἑαυτοῖς, ἀπεώσαντο ἑκόντες. τοῦτο δὲ μόνον παρ' αὐτοῦ αἰτεῖν ὅρκοις βεβαιοῦσθαι, ὥστε σύμμαχόν τε καὶ φίλον διὰ βίου ἡμῖν εἶναι καὶ, ἃς ἔχομεν νυνὶ πόλεις αὐτοί τε καὶ πατέρες οἱ ἡμέτεροι τῆς Ρωμαίων ἀφελόμενοι ἡγεμονίας, μηδεμίαν ἀπαιτεῖν, ὅταν ἐπὶ τῆς ἀρχῆς καταστῇ, μηδὲ πόλεμον κινεῖν περὶ αὐτῶν ἐπιχειροῦντα ἀφελέσθαι. ᾧ καὶ αὐτὸν οἴομαι συνθήσεσθαι ῥᾳδίως, δίκαιόν τε ὂν ὁμοῦ καὶ μηδ' αὐτῷ τινα αἰτίαν ἐπιφέρον, ὡς καταπροδιδοίη τὰ Ρωμαίων.» Ἑλένη μὲν οὖν ἡ Κράλη γαμετὴ τοιαῦτα συνεβούλευεν ἐπ' ἐκκλησίας. τοῦ δὲ ἀνδρὸς μετὰ τὸ παύσασθαι ἐκείνην λέγουσαν τοῖς ἐν τέλει τὴν βουλὴν προτιθεμένου, καὶ εἴ τίς τι βέλτιον ἔχει κελεύοντος τοῖς εἰρημένοις προστιθέναι, Λίβερος ὁ πρώτως βασιλεῖ συντυχὼν, τῶν ἄλλων τῶν ἐν τέλει μάλιστα ὢν ὁ δυνατώτατος καὶ φιλίως ἄγαν διακείμενος πρὸς βασιλέα, «ἀλλ' εἰ μὲν ἀτελῆ τινα» εἶπεν «ἢ πρὸς εὐδοξίαν ὀλίγα συντείνοντα τῇ Τριβαλῶν ἀρχῇ ἡ σὴ γαμετὴ Κράλαινα ἐφθέγξατο, εἶχεν ἄν τις προστιθέναι τὰ ἐνδέοντα. νῦν δ' εἰς τοσοῦτον ἥκει καὶ φρονήσεως καὶ εὐβουλίας, ὡς μήτε τὸν ἄγαν συνετώτατον δοκοῦντα εἶναι, μήτε τὸν εὐνούστατον ἡμῖν βελτίω καὶ λυσιτελέστερα δυνήσεσθαί ποτε βουλεύσεσθαι. ὅθεν αὐτός τε πέπεισμαι καὶ σοὶ παραινῶ, μηδὲν περαιτέρω πολυπραγμονεῖν, ἀλλ' εὐδοξίας πρόφασιν λογισάμενον ἡμῖν εἶναι τὴν βασιλέως ἐνθάδε ἄφιξιν, προθύμως βοηθεῖν.» τοιαῦτα μὲν καὶ Λίβερος εἶπεν ὡς ἐν βραχεῖ. οἱ δ' ἄλλοι πάντες οὐδὲν προσέθεντο τοῖς εἰρημένοις, ἀλλ' ὡς καλῶς ἔχουσιν ἐπεψηφίζοντο. Κράλης δὲ καὶ αὐτὸς πολλὰς ὡμολόγει χάριτας τῇ γυναικὶ, ὅτι προσήκοντά τε αὐτῷ, ἀρχὴν μεγάλην περιβεβλημένῳ, καὶ πολλὴν οἴσοντα τὴν εὔκλειαν καὶ ἐβουλεύσατο καὶ ἔπεισε, καὶ τὴν βουλὴν ἐκύρου καὶ αὐτός. ἐν ὅσῳ δὲ τοιαῦτα Κράλης τε καὶ ἡ γυνὴ καὶ οἱ ἐν τέλει περὶ βασιλέως ἐβουλεύοντο, ὅσοι Ρωμαίων βασιλεῖ παρῆσαν συνεπόμενοι, δείσαντες, μὴ διὰ τὴν ἐκείνου ἔνστασιν ὑπὸ Τριβαλῶν τι περὶ αὐτοὺς κακουργηθῇ, προσελθόντες ἐδέοντο βασιλέως, προσήκοντα τῷ καιρῷ ποιεῖν καὶ μὴ σφόδρα ὑπὲρ τῶν μὴ λίαν ἐνίστασθαι προσηκόντων, ἀλλὰ πρὸς τὴν ἀξίωσιν ἐνδοῦναι τοῖς βαρβάροις, μὴ διὰ ταῦτα ἐξαχθέντες πρὸς ὀργὴν ἀνήκεστα διάθωνται αὐτοὺς κακά. ὁ δὲ αὐτοῖς δριμὺ καὶ βλοσσυρὸν ἐνιδὼν ἀφίστασθαι ἐκέλευε καὶ μὴ τοιαῦτα συμβουλεύειν, ἃ πολλὴν ζῶντί τε οἴσει τὴν ἀδοξίαν καὶ μετὰ τελευτήν. οὐ γὰρ ἂν καταπροδοίη τὴν ἀρχὴν Ρωμαίων, οὐδὲ βαρβάροις ἀνθρώποις ἑκὼν εἶναι ἐγχειρίσαι, εἰ καὶ μείζοσι πολλῷ καὶ δεινοτέροις περιέχοιτο κακοῖς. ἀλλ' οὕτω περὶ αὐτῆς ἐνστήσεται καὶ τὸ δίκαιον αὐτῇ φυλάξει, ὥσπερ ἂν εἰ αὐτοκράτωρ ὢν αὐτῆς καὶ πᾶσαν ὑφ' ἑαυτῷ πεποιημένος, πρὸς Τριβαλοὺς ἢ Μυσοὺς ἤ τινας τῶν ὁμόρων βαρβάρων διαλέγοιτο περὶ σπονδῶν. οἱ μὲν οὖν αὐτίκα πρὸς τὸ αὐστηρὸν τῆς ἀποκρίσεως ἐνδόντες, ὑπεχώρουν.

μεʹ. Ὁ Κράλης δὲ ἐκ τῆς βουλῆς πρὸς βασιλέα ἐπανήκων «νενίκηκας» εἶπεν ὑπομειδιῶν «ὦ βασιλεῦ, καὶ πάντας ἔπεισας, πολλῶν χρημάτων καὶ πόλεων μεγάλων τὴν σὴν ἡγεῖσθαι φιλίαν προτιμοτέραν. ὅθεν καὶ πάντας τοῖς τῆς σῆς φιλίας δήσας ἀπήγαγες δεσμοῖς, καὶ πάντες ὥσπερ ἐξ ἑνὸς συνθήματος καὶ χρήματα ἀναλοῦν καὶ πάντα πόνον ὑπὲρ σοῦ προθύμως εἱλόμεθα ὑφίστασθαι. τοιγαροῦν σὲ μὲν χρεὼν τὰ κατὰ γνώμην ἐπιτάττειν, ἡμᾶς δὲ τὰ ἐπιτεταγμένα πράττειν πάσῃ προθυμίᾳ καὶ σπουδῇ.» ἠξίου τε, ὥσπερ ἐβουλεύσατο μετὰ γυναικὸς καὶ τῶν ἐν τέλει, ὅρκους παρασχέσθαι τοῦ τε σύμμαχον καὶ φίλον βέβαιον διὰ βίου παντὸς αὐτοῖς μενεῖν καὶ τοῦ μηδεμίαν τῶν νυνὶ κατεχομένων πόλεων ὑπ' αὐτοῦ, ἃς αὐτός τε καὶ πατὴρ, τοῦ τε Ρωμαίων βασιλέων πρὸς ἀλλήλους πολέμου κεκινημένου καὶ ὕστερον Ἀνδρονίκου τοῦ νέου βασιλέως ἔτι περιόντος, αὐτὸς ἔχει ἀφελόμενος, ἀπαιτήσειν καταστάντα πρὸς τὴν ἀρχὴν, ὡς προσηκούσας τοῖς Ρωμαίων βασιλεῦσιν. ὁ βασιλεὺς δὲ πρὸς μὲν τὸ πεπεῖσθαι προῖκα καὶ φιλοτιμίας μόνης ἕνεκα καὶ φιλίας τῆς εἰς αὐτὸν ἐπικουρεῖν ἔφασκεν, οὐκ αὐτῷ μόνον, ἀλλὰ καὶ γυναικὶ καὶ τοῖς ἐν τέλει πολλὰς χάριτας ὁμολογεῖν, ὡς ψήφῳ κοινῇ τὰ τοιαῦτα ἑλομένοις. περί γε μὴν τῶν ὅρκων, οὓς ἀξιοῦσιν ἐπὶ τῷ μὴ παρενοχλεῖν ὑπὲρ τῶν ἄχρι νυνὶ κατεχομένων ὑπ' ἐκείνων πόλεων παρασχέσθαι καταστάντα ἐπὶ τῆς ἀρχῆς, μάλιστα ποιήσειν τὴν γνώμην φανεράν. εἰ μὲν γὰρ ἔτι νῦν ὑπὸ Ρωμαίοις ἦσαν καὶ διασώζειν ἑαυτὰς ἠδύναντο, οὐκ ἂν οὐδ' αὐτὸς προήκατο, ὥσπερ οὐδὲ τὰς ἄλλας, ἀλλ' εἵλετο ἂν μᾶλλον πρότερον ἀποθανεῖν, ἢ ἀγεννές τι καὶ ἀνελεύθερον ἀνασχέσθαι. εἰ δ' ἔτεσι πρότερον, αἱ μὲν πλείοσιν, αἱ δ' ἐλάττοσι, βασιλέων ἔτι τῶν Ρωμαίων περιόντων, ταύτας ἀφελόμενοι ἔχετε αὐτοὶ, οὐδ' αὐτῷ τινα μέμψιν τὸ προέσθαι τὰς κατεχομένας ἐπαγάγοι. καὶ συνέθετο ὅρκους παρασχέσθαι· ἐκεῖνο μέντοι, ἔφασκε, χρὴ σκοπεῖν, ὡς ἂν μὲν ἡ εἰρήνη διασώζοιτο καὶ αἱ σπονδαὶ, αὐτῶν μὴ παρασπονδούντων. αὐτὸς γὰρ παντὶ τρόπῳ τηρήσει τοὺς ὅρκους, οὓς ὀμόσεται, οὐδ' ὑπὲρ τῆς χώρας καὶ τῶν πόλεων, αἳ πρότερον ὑπὸ Ρωμαίοις ἦσαν, οὐδὲν παρενοχλήσει καὶ αὐτός. εἰ δ' αὐτοὶ πρὸς πόλεμον πρότεροι χωρήσουσιν ἀδικοῦντες καὶ παρασπονδοῦντες, οὐκ ἐκείνων μόνων, ὑπὲρ ὧν οἱ ὅρκοι, οὐκ ἀφέξεται, εἰ δύναιτο, ἀλλὰ καὶ τὰς ἄνωθεν ὑπηκόους Τριβαλοῖς παραστήσεται, ἂν ἐξῇ, ὥσπερ καὶ αὐτοὶ τὰς Ρωμαίων πάσας, εἰ δύναμις πρὸς τὴν ὁρμὴν παρείη. Κράλης δὲ καὶ ὅσοι παρῆσαν τῶν Τριβαλῶν ἐξεπλήττοντό τε καὶ διὰ θαύματος ἦγον βασιλέα, ὅτι οὐδὲν ἀγεννὲς οὐδὲ πεπλασμένον διὰ τὰς περισχούσας τύχας, ἀλλὰ πάντα ἀληθῶς καὶ ὡς εἶχε διανοίας ἀπεφθέγγετο. ἡ μὲν οὖν συμμαχία τοῦτον εἶχε τὸν τρόπον. ὅρκοι δὲ ἦσαν οἱ ἐπὶ τούτοις, ὥστε βασιλέα Καντακουζηνὸν καὶ Κράλην φίλους εἶναι διὰ βίου καὶ συμμάχους, καὶ μηδένα τὴν ἀλλήλων κακοῦν μήτε τέχνῃ, μήτε μηχανῇ μηδεμιᾷ, ἀλλὰ βασιλέα μὲν τὸν Καντακουζηνὸν, ὧν ὁ Κράλης γέγονε κύριος πόλεων Ρωμαίοις ὑπηκόων, ἢ παρὰ πατρὸς παραλαβὼν, ἢ αὐτὸς ἁρπάσας ἔτι περιόντος βασιλέως Ἀνδρονίκου, μηδεμίαν μήτε ἀπαιτεῖν, μήτε πόλεμόν τινα κινεῖν περὶ αὐτῶν· τὰς δὲ ἐπιλοίπους, ὅσαι νῦν ἔτι ὑπὸ τὴν Ρωμαίων τελοῦσιν ἡγεμονίαν, ἔχειν αὐτὸν καὶ μηδεμίαν ἀφαιρεῖσθαι Κράλην μήτε τέχνῃ, μήτε μηχανῇ μηδεμιᾷ, ἀλλὰ συμμαχεῖν μόνον βασιλεῖ ἐπὶ τῷ ταύτας καταδουλοῦσθαι. καὶ ὅσαι μὲν αὐτῶν ἢ ὅπλοις ἁλῶσιν, ἢ ὁμολογίᾳ προσχωρήσουσι παρόντος βασιλέως, ταύτας ἔχειν βασιλέα καὶ Τριβαλοὺς ἀδικεῖν μηδέν· ἂν δ' ἀπόντος βασιλέως, ἢ αὐτὸς Κράλης ἢ ὅπλοις ἢ ὁμολογίᾳ ἢ χρήμασι τοὺς κατοικοῦντας διαφθείρας, ἢ τῶν ὑπ' αὐτὸν δυνατῶν τις πόλιν παραστήσεται τῶν Ρωμαίοις ὑπηκόων, καὶ ταύτην εἶναι βασιλέως καὶ ἀποδιδόναι ἀπαιτοῦντι, μηδὲν πολυπραγμονοῦντας. αὐτὸν δὲ Κράλην πολέμιον εἶναι Ἄννῃ τε τῇ βασιλίδι καὶ τῷ υἱῷ Ἰωάννῃ τῷ βασιλεῖ καὶ σπένδεσθαι μηδέποτε, ἀλλὰ κακοῦν κατὰ τὸ δυνατὸν βοηθοῦντα Καντακουζηνῷ τῷ βασιλεῖ, τρόπῳ ὁποίῳ ἂν δύναιτο ἰσχυροτάτῳ. καταστάντος δὲ καὶ Καντακουζηνοῦ βασιλέως ἐπὶ τῆς ἀρχῆς, Κράλῃ συμμαχεῖν κατὰ τὸ δυνατὸν, ἄν τις ἐπίῃ ἐπ' αὐτὸν, καὶ πολέμιον ἡγεῖσθαι τὸν αὐτῷ ἐπιστρατεύσοντα. γενομένου δὲ καὶ περὶ Χρέλη τοῦ Τριβαλοῦ λόγου οὐκ ὀλίγου, καὶ Κράλη μὲν αὐτὸν ἀντιποιουμένου διὰ τὸ ὁμόφυλον, βασιλέως δὲ ὡς ἔτι Ἀνδρονίκου περιόντος τοῦ βασιλέως αὐτομολήσειεν ἰσχυριζομένου, καὶ νῦν οὐ μόνον ὑπὸ τὴν Ρωμαίων τελοίη ἡγεμονίαν, ἀλλὰ καὶ ἰδίως αὐτῷ προσχωρήσοι καὶ ἕλοιτο πράττειν τὰ αὐτοῦ, προσέτι δὲ καὶ ὅρκους ὑποδεικνύντος, δι' ὧν συνέθετο ὁ Χρέλης δουλεύειν Καντακουζηνῷ τῷ βασιλεῖ, ἐπεὶ δίκαια ἐδόκει λέγειν, συνέθετο καὶ ὁ Κράλης καὶ προσεγράφετο καὶ αὐτὸς τοῖς ὅρκοις. οἱ μὲν οὖν ὅρκοι οὕτως ἐγράφοντο. ἔδει δὲ καὶ τὸν ἀρχιεπίσκοπον τῶν Τριβαλῶν παρεῖναι, ὡς γενησομένων ἐπ' αὐτοῦ τῶν ὅρκων. καὶ μεταπεμψαμένου τοῦ Κράλη, παρῆν καὶ αὐτὸς οὐκ ἐν μακρῷ. ἐπεὶ δὲ παρῆν ἐν τῇ οἰκίᾳ Κράλη, ἐκεῖνος μὲν ἄχρι τοῦ μέσου προελθὼν τῆς αὐλῆς, ἐπελάβετό τε τῶν χαλινῶν τοῦ ἵππου, ᾧ ὠχεῖτο ὁ ἀρχιεπίσκοπος, καὶ προήγαγεν ἄχρι οὗ εἰώθει ἀποβαίνειν, ἔπειτα προσαγορεύσας, εὐλογεῖτο παρ' ἐκείνου. βασιλέα δὲ οὐκ εἴασε τῶν οἰκημάτων προελθεῖν, ἀλλὰ κατὰ τὸ Ρωμαίων βασιλέων ἔθος ὑπήντα τε ἔνδον τοῦ οἰκήματος καὶ προσαγορεύσας εὐλογεῖτο καὶ αὐτός. μελλόντων δὲ ἤδη εἰς τὴν ὑστεραίαν ὀμνύειν τοὺς ὅρκους, πέμψας ὁ Χρέλης πρὸς Κράλην, πίστεις ᾔτει, ὡς αὐτός τε δουλεύσων αὖθις καὶ Μελενίκον παραδώσων. Χρέλης γὰρ μάλιστα μὲν ἠβούλετο βασιλέα τὸν Καντακουζηνὸν τὴν Ρωμαίων ἔχειν ἀρχὴν καὶ ὑπ' ἐκείνου ἄγεσθαι· διακινδυνεύειν δὲ οὐκ ἤθελεν ὑπὲρ ἐκείνου. ἐπεὶ δὲ συμβαίη τὰ κατὰ Γυναικόκαστρον περὶ βασιλέα καὶ ἀφίκοιτο εἰς Τριβαλοὺς, νομίσας ὑπὸ Κράλη βιαζόμενον ἑτέρων τέ τινων Ρωμαίοις προσηκόντων ἀνάγκῃ παραχωρήσειν καὶ ἐκεῖνον παραδώσειν, ᾔδει γὰρ οὐ περὶ ἐλάττονος τιθέμενον Κράλην τὴν αὐτοῦ ἀποστασίαν, καὶ δείσας, μὴ καὶ αὐτὸς ἐκ τῆς εἰς βασιλέα παραπόληται φιλίας, ἐσκέψατο, εἰ δύναιτο Μελενίκον κατασχεῖν, ἵν' αὐτῷ πρὸς Κράλην ἀρκοῦσα παραίτησις εἴη τῆς ἀποστασίας παραδόντι. συνιδὼν δὲ, ὡς ὅπλοις μὲν οὐκ ἂν εἴη ἁλωτὸς διὰ τὴν ἄγαν φυσικήν τε καὶ κατεσκευασμένην ὀχυρότητα, σίτου δὲ ἐνδείᾳ μᾶλλον, πρῶτα μὲν ἐκώλυσε σῖτον εἰσκομίζειν, ἔπειτα δὲ ἐπέκειτο καὶ φανερῶς πολεμῶν. Ἀσάνης δὲ καὶ ἡ περὶ αὐτὸν φρουρὰ ὁρῶντες, ὡς οὐκ ἀντισχήσουσι πρὸς τὴν πολιορκίαν διὰ σίτου ἀπορίαν, βασιλεῖ γὰρ διὰ τὰ συμβεβηκότα βοηθεῖν οὐκ ἐνῆν, συμβὰν δέ τι καὶ ἕτερον περὶ αὐτοὺς, παρέδοσαν τὴν πόλιν Χρέλῃ. ὁ δὲ πρὸς Κράλην πέμψας, διελέγετο περὶ συμβάσεων καὶ προσεχώρει φανερῶς. Κράλης μὲν οὖν ὑπερήσθη τοῖς γεγενημένοις καὶ ὅρκους παρείχετο αὐτίκα Χρέλῃ καὶ ὑπεποιεῖτο. βασιλέα δὲ ἐλύπησεν οὐκ ὀλίγα τὸ συμβάν. εἰς τὴν ὑστεραίαν γὰρ ἐπεὶ ἧκον ὀμόσοντες τοὺς ὅρκους κατὰ τὰς συνθήκας, Κράλης μὲν ἠξίου Μελενίκον τε καὶ Χρέλην τοῖς ὅρκοις μετεγγραφῆναι ὡς προσήκοντας αὐτῷ· πρὶν γὰρ τοὺς ὅρκους γενέσθαι προσεχώρησαν. βασιλεὺς δὲ ἀντέλεγεν, ἀδικεῖν φάσκων Κράλην καὶ παρασπονδεῖν. ἐξ ὅτου γὰρ ἐγένοντο αἱ συμβάσεις, δεῖν ἑκατέρους στέργειν οἷς συνέθεντο. εἰ δ' ἄρα καὶ μέτριά τινα ἐθέλοι ἀδικεῖν, Χρέλην μὲν ἔχειν, ὁμόφυλόν τε ὄντα καὶ ὀλίγῳ πρότερον αὐτομολήσαντα Ρωμαίοις, Μελενίκον δὲ ἐᾷν, ἐξ ἐτῶν ἤδη παλαιῶν ὑπήκοον ὄντα τοῖς Ρωμαίων βασιλεῦσι. Κράλης δὲ οὐχ ἑτέρῳ ἔφασκεν, ἀλλ' αὐτῷ χρήσεσθαι διαιτητῇ περὶ ὧν ἀμφισβητοῦσι. τοὺς μὲν γὰρ ὅρκους τοὺς περὶ τῶν σπονδῶν τῇ προτεραίᾳ γεγράφθαι, οἷς ἐγγέγραπται, τὰς μὲν ἡρπασμένας αὐτῷ ἐκ τῆς Ρωμαίων ἡγεμονίας πόλεις ἔχειν καὶ μηδεμίαν ἀπαιτεῖσθαι παρ' αὐτοῦ, τὰς δ' ἔτι τελούσας ὑπὸ Ρωμαίοις βασιλέα ἔχειν· ὥστ' οὐκ ἂν ἀδικοίη, πολλαῖς πρότερον ἡμέραις ἢ γενέσθαι τὰς τοιαύτας συμβάσεις Χρέλη μετὰ Μελενίκου προσχωρήσαντος, ὡς ἐκ τῶν ἐκείνου γραμμάτων ἐγίνετο καταφανές. βασιλεὺς δὲ πρός τε τὸ πείθειν ὁμοῦ διὰ τὰς τοιαύτας εὑρεσιλογίας καὶ πρὸς τὸ βιάζεσθαι ἔχων ἀδυνάτως, παρεχώρησε καὶ ἄκων, καὶ ἐγένοντο οἱ ὅρκοι ἐπὶ τούτοις. μετὰ δὲ τοὺς ὅρκους ὁ Κράλης τῶν ἐν τέλει τοὺς δυνατωτάτους αὐτοῦ συναγαγὼν τέσσαρας ὄντας πρὸς τοῖς εἴκοσι, τέσσαρας μὲν αὐτὸς κατεῖχε, τοὺς δὲ εἴκοσι παρεδίδου βασιλεῖ ἅμα ταῖς ὑπ' ἐκείνους στρατιαῖς, ὡς πάντα προθύμως, ἅπερ ἂν κελεύῃ βασιλεὺς, ποιήσοντας. ἐκεῖνος μὲν οὖν ἅμα Τριβαλοῖς παρεσκευάζοντο ὡς ἀφιξόμενοι εἰς Διδυμότειχον. ἡ δὲ ἐν Θεσσαλονίκῃ στρατιὰ ἐπεὶ ἀπῆραν ἡγουμένου Συργῆ, πρὸς Ρεντίναν ἐστρατοπεδεύσαντο. ὁ δὲ ἐν τῷ φρουρίῳ δῆμος, ἐπεὶ ἐπύθετο Καντακουζηνὸν τὸν βασιλέα πρὸς τὴν γῆν τῶν Τριβαλῶν ἀφιγμένον κατὰ συμφορὰν, παρῆν δὲ καὶ Συργὴς μετὰ τῆς στρατιᾶς, ἐπιτίθενται τοῖς διακοσίοις, οὓς κατέλιπεν ὁ βασιλεὺς φρουρεῖν ἅμα ἡγεμόνι, καὶ κρατήσαντες, αὐτούς τε παρέδοσαν καὶ τὸ φρούριον Συργῇ. ὁ δὲ τῇ συνήθει χρησάμενος ὠμότητι, ἵππους τε καὶ ὅπλα ἀφελόμενος καὶ τῶν ἄλλων, ὧν εἶχον, ἀπογυμνώσας, ἔπειτα πληγὰς ἑκάστῳ διακοσίας ἐπετίθει πάντων ὁρώντων, μηδένα παραλιπὼν, τὸ ἀπ' ἐκείνου δὲ κατακλείσας ἐν δεσμωτηρίοις, καὶ τῶν πολιτῶν τοὺς δυνατοὺς, ὡς τὰ Καντακουζηνοῦ τοῦ βασιλέως ᾑρημένους, πάντων ἀποστερήσας τῶν ὄντων καὶ τιμωρησάμενος οὐ μετρίως, ἐνίων δὲ καὶ καταψηφισάμενος φυγὴν, ἦλθεν εἰς Φεράς.

μϛʹ. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ ἅμα ταῖς ναυσὶν εἰς Πολύστυλον ἐλθὼν, ἐπεὶ προσεχώρει ἑκουσίως, τοὺς μὲν τῶν πολιτῶν ὅσους μάλιστα ὑπώπτευεν, ἐν ταῖς ναυσὶν εἶχεν, ὡς εἰς Βυζάντιον κομίσων· τοὺς δὲ τὰ ἐκείνου ᾑρημένους εὖ ποιήσας ἀπέλιπεν ἐκεῖ, ἄρχοντα ἐπιστήσας Γουδέλην τὸν βασιλίδος οἰνοχόον. πρὸς δὲ τοὺς ἐν Διδυμοτείχῳ πέμψας, «τὰ μὲν περὶ Καντακουζηνὸν εἰργασμένα» ἔγραφεν «ἐν Θεσσαλονίκῃ παρ' ἐμοῦ οὐδ' ὑμᾶς οἴομαι ἀγνοεῖν· οὕτω πᾶσι γνωριμώτατα διὰ μέγεθος γεγενημένα. τοίνυν ἐπεὶ πᾶσα ἡ περὶ ἐκεῖνον ἐλπὶς περιῄρηται ὑμῶν, δέον πᾶσαν πρόφασιν καταλιπόντας εἰς Αἶνον ἥκειν ὑπαντήσοντας, ἄγοντας καὶ τὸν ἀδελφὸν ἦν γὰρ ἐν δεσμωτηρίῳ φρουρούμενος ἐκεῖ· εἰ μὲν οὖν καὶ Ἀσάνης βούλοιτο συνελθεῖν ὑμῖν, ἄριστ' ἂν ἑαυτῷ βουλεύσαιτο. εἰ δ' αὐτόθι μένειν ἐθελήσει, ἀλλ' ὑμᾶς γε πάντως μετὰ τοῦ ἀδελφοῦ εἰς Αἶνον ἥκειν. Ἀσάνην δὲ καὶ τὴν ἀδελφὴν καὶ παιδία τὰ ἐκείνης, ὅταν ἐν Διδυμοτείχῳ γένωμαι, προνοίας ἀξιώσειν, ἥτις καὶ αὐτοῖς ἂν δόξειεν ἀρκοῦσα ὡς ἐν τοῖς παροῦσιν. ὁ μὲν οὖν μέγας δοὺξ τοιαῦτα ἔγραφε κόμπου καὶ φρονήματος πεπληρωμένα. οἱ ἐν Διδυμοτείχῳ δὲ, ἐπεὶ πρότερον οὐδὲν ἦσαν περὶ βασιλέως πεπυσμένοι, ἐθορυβήθησαν μὲν, ὥσπερ εἰκὸς, τὸ πρῶτον· ἔπειτα ἀναθαρσήσαντες καί τι περὶ βασιλέα οἰηθέντες ἃ περὶ στρατεύματα εἴωθε συμβεβηκέναι, ὃ ταχέως ἂν διορθωθείη, πρὸς μέγαν δοῦκα τὸν Ἀπόκαυκον καὶ αὐτοὶ ἀντέγραψαν τοιαῦτα. «τὰ παρὰ σοῦ γεγραμμένα ἀναγνόντες εἰς τοσοῦτον ἀπονοίας καὶ μωρίας ἥκοντα καὶ θρασύτητος, πρῶτα μὲν ἐθαυμάσαμεν, ὅθεν εἰς τοσοῦτον ἥκεις μελαγχολίας, ἔπειτα συνιδόντες, ὡς τὰ ἴσα τετολμηκότι τῷ σῷ πατρὶ τῷ διαβόλῳ καὶ κατὰ βασιλέως τοῦ πολλὰ εὐεργετήσαντος ἄδικον χεῖρα κεκινηκότι καὶ πολεμήσαντι φανερῶς, οὐδὲ κατὰ τὴν ἀλαζονείαν καὶ τὸν κόμπον τῶν ῥημάτων τοῦ πατρὸς ἔδει ἀπολείπεσθαι, εἰκότα ἐνομίσαμεν ποιεῖν καὶ προσήκοντα φθέγγεσθαι σαυτῷ. τὴν μὲν οὖν ἐξαρχῆς ἀφάνειαν τὴν σὴν καὶ τὴν φαυλότητα καὶ τῶν τρόπων καὶ τοῦ γένους, οὐδ' αὐτοὶ ἀγνοοῦμεν, ὥσπερ οὐδὲ τῶν λοιπῶν Ρωμαίων οὐδὲ εἷς. Μακρηνῷ γὰρ πρῶτον χρήματά τινας εἰσπράττοντι γεωργοὺς, ὀλίγου ἕνεκα ἐδούλευσας μισθοῦ, καὶ μετ' ἐκεῖνον ἄρχοντι τῷ Νικολάῳ, τῶν αὐτῶν κἀκείνῳ ἐχομένῳ ἐπιτηδευμάτων, καὶ τρίτῳ μετ' ἐκείνους τῷ Στρατηγῷ ὠνομασμένῳ, περὶ τοὺς ἄλας καὶ τὴν ἐκείνων διάθεσιν ἠσχολημένῳ τότε, ὃν καὶ τοῖς ἰδίοις χρήμασιν ἐξώσας τῆς ἀρχῆς, διαβολαῖς καὶ συκοφαντίαις καὶ ψεύδεσι μυρίοις καὶ ἐπιορκίαις ταῖς φίλαις χρησάμενος πρὸς βασιλέα τὸν πρεσβύτερον Ἀνδρόνικον, αὐτὸς ἄρχων ἀπεδείχθης τῶν ἁλῶν. καὶ μέχρι τούτου σοι τὰ τῆς εὐημερίας ἔστη. κινδυνεύοντι δὲ ἤδη ἀπολέσθαι διὰ τῶν τρόπων τὴν σκαιότητα καὶ μοχθηρίαν καὶ τὸ χρήματα μυρία τῷ δημοσίῳ ὄφλειν, ὁ ἡμέτερος βασιλεὺς ὁ Καντακουζηνὸς Συργιάννη δεηθέντος παραλαβὼν, ἐξ ἀτίμου καὶ καταφρονουμένου περίβλεπτον πεποίηκεν οὐκ ἐν μακρῷ· δι' ἃ καὶ τῶν εὐγενεστέρων οὐκ ὀλίγοι ἤχθοντο δικαίως καὶ ἐδυσχέραινον, ὅτι τὸν μηδενὸς ἄξιον μεγάλων τινῶν ἠξίωσε καὶ θαυμασίων. ὧν τὴν ὑπερβολὴν οὐδὲ αὐτὸς φέρειν δυνηθεὶς, κατὰ τοῦ μετὰ θεὸν πλάσαντος καὶ ἐκ κοπρίας ἀναγαγόντος, ὥσπερ ὁ Σατὰν κατὰ θεοῦ πόλεμον κεκίνηκας, τὸ ὑπήκοον ἐκπολεμώσας, προφάσει μὲν, ὥσπερ ἐκεῖνος, τοῦ πρόνοιάν τινα αὐτῶν ποιεῖσθαι, τῇ δ' ἀληθείᾳ φθονῶν αὐτοῖς τῆς σωτηρίας. καὶ νῦν ἔξεστιν ὁρᾷν, ὡς αἱμάτων μὲν ἀνθρωπίνων ἐνέπλησας τὰς πόλεις πάσας Ρωμαίων· δεσμωτήρια δὲ, καίτοι πρὸς τοῖς οὖσι πολλαπλασίω κατεσκευασμένα ὑπὸ σοῦ, ὅμως ὑπὸ πλήθους τῶν δεσμωτῶν στενοχωροῦνται. ἁρπαγαὶ δὲ καὶ λεηλασίαι καὶ μυρία ἕτερα δεινὰ ὁσημέραι ἐν ταῖς πόλεσι τολμῶνται, καὶ δάκρυα πανταχοῦ καὶ κωκυτοὶ, καὶ ὁ φειδόμενος οὐδὲ εἷς. ἀλλ' ὥσπερ ὁ Σατανᾶς τοῖς μάλιστα θεῷ προσῳκειωμένοις καὶ βελτίοσι τῶν ἄλλων δεῖν ἔγνωκε πολεμεῖν, τῶν ἄλλων ἀμελῶν, οὕτω δὴ καὶ σὺ τοὺς ἀρίστους τῶν ἑκασταχοῦ πόλεων καὶ δυναμένους τὰ δέοντα συνορᾷν διαφθείρων καὶ κατακόπτων ἀπανθρώπως, τῶν πολλῶν, ὡς οὐδενὸς ἀξίων, οὐδένα λόγον ποιῇ, ὡς ὕστερον ἢ δειλίᾳ καὶ ἀπειρίᾳ τῇ πρὸς τοὺς πολέμους βαρβάροις παραδώσων ἢ αὐτὸς κατὰ σχολὴν διαφθερῶν· καὶ ὅλως κοινὴν πανωλεθρίαν τοῦ Ρωμαίων γένους διανοῇ, εἰ μὴ θεὸς κωλύσειε, τὴν μισανθρωπίαν βδελυξάμενος. βασιλεὺς δὲ Καντακουζηνὸς ὁ ἡμέτερος καὶ σὸς δεσπότης, κἂν ἔτι πλείω καὶ δεινότερα ἀγνωμονήσῃς, ὥσπερ τῶν δούλων οἱ κακοτροπώτατοι, τὴν ἐκ προγόνων εὔκλειαν ἄχρι νῦν διασώζει καὶ τὴν ἐπιείκειαν καὶ τὴν σεμνότητα τῶν τρόπων, καὶ Ρωμαίων συμπάντων ἄρχων, καὶ βασιλέως ἔτι περιόντος, οὐδὲν ἧττον καὶ νῦν ἐστι βασιλεύς. εἰ δέ τι περὶ αὐτὸν συμβέβηκε καὶ δυσχερὲς, θαυμαστὸν οὐδέν· πολλὰ γὰρ ὁ παρεληλυθὼς τοιαῦτα χρόνος ἔσχηκε παραδείγματα. ἡμεῖς δὲ ἐκείνῳ τὴν πίστιν ἄδολον φυλάξομεν καὶ καθαρὰν, οὐ μόνον περιόντι, ἀλλὰ καὶ τοῖς παισὶ μετὰ τὴν τελευτὴν, καὶ οὔτε ἀγαθῶν ἐπαγγελίαι, οὔτε δεινῶν ἐπαγωγαὶ, οὔθ' ἕτερον τῶν ὄντων τι, τῆς πρὸς ἐκεῖνον πίστεως δυνήσεται ἀποστῆσαι καὶ ἀγάπης. σοῦ δὲ ἐπιστρέψει ὁ πόνος ἐπὶ τὴν κεφαλὴν καὶ ἐπὶ κορυφὴν ἡ ἀδικία σου καταβήσεται. τὴν μὲν οὖν ἀπολογίαν ἔχεις ἤδη παρ' ἡμῶν ἀξίαν τῶν γεγραμμένων. τοὺς κεκομικότας δὲ τὰ γράμματα νῦν μὲν ἀπαθεῖς ἀπεπέμψαμεν κακῶν, τοὺς περὶ τὰ τοιαῦτα κειμένους αἰδούμενοι νόμους, οἳ κακῶς ποιεῖν ἀπαγορεύουσι τοὺς πρὸς ἀπαγγελίας ἥκοντας· ἂν δὲ μετ' αὐτοὺς ἕτεροί τινες ἀφίκωνται, ἴστωσαν μὴ ἄνευ πληγῶν καὶ τιμωρίας τῆς δεούσης ἀπαλλάξοντες.» τοιαῦτα μὲν οἱ ἐν Διδυμοτείχῳ ἀντέγραψαν Ἀποκαύκῳ τῷ μεγάλῳ δουκί. ὁ δὲ, ἐπεὶ τὰ γράμματα ἀνέγνω, πολλὰ τοῖς γεγραφόσιν ἀπειλήσας, ἀπέπλευσεν εἰς Βυζάντιον καὶ ἐδέξαντο αὐτὸν ὅ,τε πατριάρχης καὶ ἡ συνωμοσία μετὰ πολλῶν τῶν κρότων καὶ ἐπαίνων, ὡς καλῶς ἐστρατηγηκότα καὶ νενικηκότα Καντακουζηνόν. καὶ αὐτὸς ἤδη φρονήματος ὢν ἀνάπλεως διὰ τὴν στρατηγίαν, ἀνυπεύθυνον ἑαυτῷ παρείχετο τῶν πραγμάτων τὴν ἀρχὴν καὶ πάντα ἔπραττε καὶ διῴκει, ᾗ αὐτῷ ἐδόκει, τὴν ὑπόκρισιν καὶ τὸ βουλεύεσθαι ἤδη ὡς ἀνόνητον ἀποῤῥίψας. Εἰρήνη δὲ βασιλὶς ἡ Καντακουζηνὴ ἅμα Μανουὴλ Ἀσάνῃ τῷ ἀδελφῷ, ἐπεὶ οἱ παρὰ Ἀποκαύκου τοῦ μεγάλου ἥκοντες δουκὸς ἀπήγγελλον τὰ περὶ βασιλέως οἷα συμβαίη ἐν Γυναικοκάστρῳ, ὑπώπτευον μὲν καὶ μὴ παντάπασιν εἶναι ἀληθῆ, πλὴν ἐθορυβοῦντο σφοδρῶς καὶ ἐκυμαίνοντο. ἐδεδοίκεσαν γὰρ, μὴ τῶν αὐτοῖς τινες συνόντων κρύφα τὰ βασιλίδος Ἄννης πράττοντες, ὥσπερ ἑρμαίου λαβόμενοι τοῦ καιροῦ καὶ τῆς δυσπραγίας βασιλέως, στασιάζειν πείσωσι τὸν δῆμον καὶ τὴν στρατιὰν, καὶ ἀπόληται αὐτοῖς παντάπασι τὰ πράγματα διαφθαρέντα. μάλιστα δὲ ἐν ὑποψίᾳ εἶχον τόν τε Κομιτόπουλον καὶ Βατάτζην, οἱ τῶν Παλαιολόγου μὲν ἦσαν βασιλέως οἰκετῶν, τότε δὲ ὑπὸ Καντακουζηνοῦ βασιλέως εἰς ἑσπέραν ἐκστρατεύοντος ἐπὶ τῆς ἔξω Διδυμοτείχου συνοικίας ἦσαν τεταγμένοι, χιλίων ἕκαστος ἄρχοντες τοξοτῶν πεζῶν· ἦσαν δὲ καὶ πρὸς τὸν δῆμον καὶ τὴν ἄλλην στρατιὰν δυνάμενοι οὐ μικρά.

μζʹ. Διὰ ταύτας γοῦν τὰς αἰτίας ἐδεδοίκεσάν τε καὶ ἐσκέπτοντο, ᾗ χρὴ αὐτοὺς ὑποποιήσασθαι· ἅμα δὲ διενοοῦντο καὶ περὶ τῶν ἄλλων ὡς ἀποπειράσοντες, εἰ διὰ τὰ ἀκουσθέντα μὴ παρετράπησαν τὰς γνώμας. ἐδόκει δὴ οὖν εἰς τὴν ὑστεραίαν πάντων ἐν βασιλείοις συνελθόντων, ἐπὶ τῆς βασιλίδος τὸν Ἀσάνην πρός τε τοὺς ἡγεμόνας καὶ τὴν στρατιὰν λόγον ἀποτεῖναι καὶ ἀποπειρᾷν τῆς ἑκάστου διανοίας. καὶ ἐς τὴν ὑστεραίαν ἐπεὶ ἦσαν ἐν βασιλείοις πάντες, Ἀσάνης ὁ Μανουὴλ ἐπὶ τῆς βασιλίδος οὕτω τὸν λόγον ἐποιήσατο. «ἄνδρες συστρατιῶται, τὰ μὲν ὑπὸ παρακοιμωμένου τοῦ Ἀποκαύκου πάντες ἀκηκόατε γεγραμμένα πρὸς ὑμᾶς. τὰ μὲν οὖν παρόντα πράγματα ὡς πολλὰς ἐπιδέχεται μεταβολὰς, καὶ ῥᾴδιον καὶ ἐκ μικρᾶς αἰτίας καὶ τὸν συνετώτατον καὶ κατεστοχασμένον σφαλῆναι, καὶ τὸν ἀπερισκέπτως καὶ ὡς ἔτυχε φερόμενον καὶ ἄπιστα εὐτυχῆσαι, πάντες ἴστε πολλοῖς ὡμιληκότες πράγμασιν. οὐ μὴν διὰ τοῦτο πάντα χρὴ πιστεύειν παρακοιμωμένῳ. ᾧ γὰρ ὅ,τε βίος ἐπίπλαστος ἀεὶ καὶ σκαιωρίας καὶ ἀπάτης γέμων καὶ ὁ λόγος ἐψευσμένος καὶ οὐδὲν οὐδέποτε ἔχων ὑγιὲς, πῶς ἄν τις πιστεύσειε νυνὶ εἰρῆσθαι τἀληθῆ; εἰ δὲ καὶ ἀληθῆ τὰ εἰρημένα, ἀλλ' οὐ παντάπασιν, ἀλλὰ τοιαῦτα εἶναι τὰ γεγενημένα, οἷα βασιλεῖ μικρὰν δυσχέρειαν παρεσχημένα, ῥᾳδίως πάλιν ἐπανορθωθῆναι. ὑμῶν δὲ ἕκαστος νῦν μὲν ἄχρι τῶν πραγμάτων ἐξουρίων φερομένων οὐδεμίαν ἔσχε πρόφασιν τήν τε εὐψυχίαν καὶ τόλμαν τὴν ἐν τοῖς δεινοῖς καὶ τὴν σύνεσιν ἅμα ἐπιδείξασθαι καὶ τὴν εὔνοιαν, ἣν ἔχει περὶ βασιλέα καὶ τοὺς παῖδας. νυνὶ δὲ ἤδη τῶν πραγμάτων παρασχόντων, καὶ πάντας ὁμοῦ καὶ ἰδίᾳ ἕκαστον καὶ τὴν σύνεσιν καὶ τὴν εὐβουλίαν ἐπιδείκνυσθαι χρεὼν καὶ ἐπὶ τοῖς ἔργοις φαίνεσθαι ὁμοίους, ὡς, ἂν ἀπῶσι τὰ πράγματα, τῶν λόγων οὐδένων ὄντων. τὰ μὲν οὖν ἔργα ὕστερον ἐπιδειξόμεθα, ἡνίκα ἂν δέῃ· νυνὶ δὲ ἀναγκαῖον γνώμην ἕκαστον εἰσάγειν, ᾗ χρὴ τραπομένους, σφᾶς τε αὐτοὺς καὶ τὴν ἄλλην πόλιν διασώζειν. οὐ γὰρ ἡσυχάσειν οἴομαι παρακοιμώμενον, ἀλλὰ ταχέως ἡμῖν ἐπιστρατεύσειν, εἴγε ὄντως ἀληθῆ τὰ περὶ βασιλέως εἴη εἰρημένα.» Ἀσάνης μὲν οὖν τοιαῦτα ἐπαύσατο εἰπών. Κομιτόπουλος δὲ αὐτίκα ὑπὸ προθυμίας καὶ τῆς περὶ βασιλέα εὐνοίας κινηθεὶς, ἀναστὰς καὶ παρελθὼν εἰς μέσους, ἔλεξε τοιάδε. «οὐδένα ὑμῶν, ὅσοι πάρεστε νῦν, οἴομαι ἀγνοεῖν, ὡς βασιλέως ἔτι περιόντος τοῦ μακαρίου τοῖς οἰκείοις συνεξηταζόμην καὶ τοῖς πολλῆς παρ' ἐκείνου καὶ τῆς εὐμενείας ἀπολαύουσι καὶ τῆς προνοίας. καὶ αὐτὸς δὲ οὐδὲν ἀπέλιπον, τόγε εἰς ἐμὲ ἧκον, τοῦ μὴ τὴν προσήκουσαν εὔνοιαν εὐγνώμονι δούλῳ ἐπιδείκνυσθαι. οὐ μὴν διὰ τὸ ἐκεῖνον ἐξ ἀνθρώπων γεγονέναι νυνὶ μεταβαλὼν, τοῖς ἐκείνου παισὶ δεῖν ἔγνων πολεμεῖν, ἀλλὰ τὴν ὁμοίαν γνώμην καὶ νῦν ἔτι διατηρῶ. ὁρῶν δὲ βασιλέα μὲν τὸν Καντακουζηνὸν δίκαια καὶ λυσιτελῆ τοῖς παισὶ βασιλέως ᾑρημένον πράττειν, Ἀπόκαυκον δὲ τὸν παρακοιμώμενον πολλὰς κατ' αὐτοῦ διαβολὰς καὶ συκοφαντίας συνεσκευακότα καὶ ἄλλους προσεταιρισάμενον πονηροτέρους ἀνθρώπους καὶ διεφθορότας καὶ βασιλίδα ἐξηπατηκότας καὶ τουτονὶ τὸν πόλεμον τὸν μυρίων αἴτιον κακῶν νῦν τε ἄχρι γεγενημένον καὶ ἔτι πλειόνων ἐσόμενον πολλῷ κεκινηκότας, εἰ μὴ θεὸς ἄνωθεν κατασβέσει, ἐμίσησά τε τὴν πονηρίαν αὐτῶν καὶ βασιλεῖ μᾶλλον ἔκρινα δίκαιον προσέχειν, ὡς δίκαιά τε ἅμα καὶ βασιλέως τοῖς παισὶ συμφέροντα καὶ πᾶσιν ὁμοῦ Ρωμαίοις διανοουμένῳ. νυνὶ δὲ, ὡς ἀκούομεν, δυσκόλοις τύχαις ἐκείνου χρησαμένου διὰ τῶν συνόντων τὴν ἀποστασίαν καὶ πρὸς τὸν Τριβαλῶν δυνάστην ἀφιγμένου, οὐ δίκαιον ἡμᾶς καταπεσεῖν, οὐδὲ πρὸς στάσεις καὶ διαφορὰς χωρήσαντας, ἀνδραπόδων δίκην σφᾶς αὐτοὺς τοῖς πολεμίοις καταπροδοῦναι, ἀλλὰ συμφρονήσαντας, ὅρκους δοῦναι βασιλίδι καὶ ἀλλήλοις, ἦ μὴν μηδένα μήτε δι' ἀγαθῶν πολλῶν ἐπαγγελίαν, μήτε δι' ἐπαγωγὴν πολλῶν δεινῶν, ἢ βασιλίδι καὶ παισὶν ἢ ἀλλήλοις ἐπιβουλεύσειν· ἀλλ' ἀμύνεσθαι τρόπῳ παντὶ τοὺς πολεμίους μίαν γνώμην ἔχοντας καὶ τὴν πίστιν ἄδολον καὶ καθαρὰν φυλάττειν βασιλεῖ. πέμπειν δὲ καὶ τὴν ταχίστην πρὸς ἐκεῖνον ἄνδρας, οἳ διδάξουσιν, ὡς ἡμεῖς ὑπὲρ ἐκείνου καὶ φιλτάτων καὶ τῆς γυναικὸς πάντα καὶ πράττειν καὶ ὑπομένειν ἐγνώκαμεν ἄχρι παντὸς, ἵν' αὐτός τε ἥδοιτο τοιαῦτα περὶ ἡμῶν ἀκούων καὶ ἡμῖν πολλὴν εἰδείη χάριν τῆς εἰς αὐτὸν εὐνοίας. οὐδὲ γὰρ μικράν τινα οἴεσθαι ἐκεῖνον τὴν περὶ ἡμῶν φροντίδα ἔχειν χρὴ, ἀλλὰ πολλοῖς παλαίειν λογισμοῖς ὑποπτεύοντα, ὥσπερ εἰκὸς, μὴ πρὸς τοὺς ἀγῶνας ἀποκνήσωμεν.» τοιαῦτα μὲν ὁ Κομιτόπουλος εἶπεν. εὐθὺς δὲ μετ' ἐκεῖνον ὁ Βατάτζης ἐπῄνει τε τὰ εἰρημένα καὶ ὡς μηδενὸς ἐνδέοντα, μήτε πρὸς σύνεσιν, μήτε πρὸς εὐβουλίαν, ἐπεψηφίζετο καὶ αὐτὸς καὶ ἐπέσπευδε τοὺς ὅρκους. Εἰρήνη δὲ ἡ βασιλὶς καὶ ὁ ἀδελφὸς Ἀσάνης τὴν Κομιτοπούλου παραίνεσιν νομίσαντες θεόθεν κεκινῆσθαι, ἵν' εἴη πᾶσι παράκλησις πρὸς τοὺς ἀγῶνας τὸ τοὺς ὑποπτευομένους τουτουσὶν οὕτως ἔχοντας εὐνοίας φαίνεσθαι πρὸς βασιλέα, τῶν πολλῶν ἀναπνεύσαντες φροντίδων καὶ ἐπιψηφισάμενοι τὴν βουλὴν, ἐπειδὴ καὶ τοῖς ἄλλοις ἅπασιν ἐδόκει, τοὺς ὅρκους ἐκέλευον τελεῖσθαι· καὶ ἐτελοῦντο, πρώτου τοῦ τῆς βασιλίδος ἀδελφοῦ ὀμωμοκότος. ἐν ᾧ δὲ ταῦτα ἐτελεῖτο, ἥκει τις ἐκ βασιλέως Μπρατίλος ὄνομα, ὃς γράμματα μὲν οὐκ εἶχε, κηρὸν δὲ ἐσφραγισμένον τῷ δακτυλίῳ τοῦ βασιλέως ἀξιοπιστίας ἕνεκα. καὶ πρῶτα μὲν προσηγόρευε βασιλίδα παραστὰς, ἔπειτα καὶ τοὺς ἄλλους ἐκ βασιλέως, διηγεῖτό τε τὰ περὶ Γυναικόκαστρον, οὐχ ὃν ἐγένετο τρόπον, ἀλλ' ὑφειμένως μάλιστα καὶ ὡς ἂν ᾤετο οὐ σφόδρα θορυβήσειν. πρὸς τοῦτο γὰρ ἔφασκε παρὰ βασιλέως ἐκπεμφθῆναι. ἔπειτα καὶ τοῦτο προσετίθει, ὡς ταραχῆς οὐ μικρᾶς περὶ τὴν βασιλέως στρατιὰν γεγενημένης καὶ πρωτοστράτορός τε καὶ ἄλλων ἀποστάντων διὰ τὸ μὴ τὴν οἴκοι ζημίαν φέρειν δύνασθαι, περὶ Κράλη πυθόμενος ὁ βασιλεὺς ὡς διατρίβοι ἐγγὺς, γένοιτο πρὸς αὐτὸν κατὰ φιλίαν παλαιάν. ἐκείνου δὲ ἀσμένως ὑποδεξαμένου καὶ μετὰ πολλῆς φιλοφροσύνης καὶ εὐνοίας καὶ στρατιὰν πολλήν τε καὶ ἀγαθὴν παρεσχημένου κατὰ συμμαχίαν, νῦν πρὸς ὁδοιπορίαν εἶναι οἴεσθαι καὶ ἀφίξεσθαι μετὰ μικρόν· αὐτὸν δὲ πεμφθῆναι πρότερον ἀπαγγελοῦντα τὰ γεγενημένα, ὡς ἂν μὴ διεφθαρμένως πυθόμενοι καὶ μετὰ πολλῆς προσθήκης θορυβῆσθε. ἠξίου τε μὴ μέλλειν, ἀλλὰ παρασχομένους γράμματα περὶ αὐτῶν ὅπως ἔχουσι δηλοῦντα, αὖθις εἰς βασιλέα ἀποπέμπειν. πολλὴν γὰρ αὐτῷ περὶ αὐτῶν φροντίδα εἶναι, καὶ τοῦ παντὸς τιμᾶσθαι τὸ πυθέσθαι τι περὶ αὐτῶν. ἔφασκε δὲ καὶ παρὰ βασιλέως γράμματα λαβεῖν, ἃ καὶ αὐτὸς εἶπε περιέχοντα· πρὸς τὴν ὁδοιπορίαν δὲ πολλῶν συντυγχανόντων, δείσας μὴ ἁλῷ καὶ αὐτός τε δι' ἐκεῖνα εἰς πεῖραν ἔλθῃ πολλῶν κακῶν καὶ ἡ πρᾶξις κωλυθῇ, τὰ γράμματα ἀφανίσαι, τὴν σφραγῖδα δὲ μόνην ἀξιοπιστίας ἕνεκα φυλάξαι, δυναμένην ἐπὶ τὰ κοῖλα τοῦ στόματος τοὺς ἐρευνῶντας διαδιδράσκειν. ὁ μὲν οὖν τοιαῦτα λέγων ἐπιστεύετο, καὶ πολλὴν παρείχετο παραψυχὴν καὶ τὸ πολὺ τῆς ἀθυμίας ἐπεκούφιζεν. ᾔδεισαν γὰρ αὐτὸν οὐδὲ πρότερον εὐφυῶς ἔχοντα διὰ κουφότητα περὶ τὸ πλάσματα συντιθέναι. τὰ δὲ οὐκ ἦσαν, ὡς ἀπήγγελλεν. ἀλλ' ἡνίκα ἐν Γυναικοκάστρῳ ἡ περὶ βασιλέα ἐγίνετο ἀποστασία καὶ σύγχυσις δεινὴ καὶ ἀταξία ἦν περὶ τὴν στρατιὰν, ἐπεὶ καὶ αὐτὸς παρῆν εἰς τοῦτο τεταγμένος σὺν πλείοσιν ἑτέροις τοιούτοις, ἵν' εἴ που δέοιτο βασιλεὺς ἀγγελίαν κρύφα πέμπειν, αὐτὸς διακομίζοι διὰ τὴν εὐτέλειαν λανθάνων, προσελθὼν ἐδεῖτο βασιλέως, ἐπεὶ μὴ γράφειν δύναιτο διὰ τὴν ἀκαιρίαν, σφραγῖδα παρέχειν ἐκ τοῦ δακτυλίου, ἵν' ᾖ πιστεύεσθαι ἀπαγγέλλοντι τοῖς ἐν Διδυμοτείχῳ περὶ τῶν γεγενημένων· νομίσας δὲ καὶ ὁ βασιλεὺς προσήκοντα εἰρηκέναι τῷ καιρῷ, παρεῖχε. Μπρατίλος μὲν οὖν τοιαῦτα τοῖς ἐν Διδυμοτείχῳ ἀπαγγείλας, γράμματά τε αὖθις παρὰ βασιλίδος καὶ τῶν ἄλλων λαβὼν, ᾤχετο πρὸς βασιλέα.

μηʹ. Ὁ δὲ ἐπὶ τῆς ἔξω Διδυμοτείχου συνοικίας δῆμος οὐ πολλῷ ὕστερον οὐκ ἀνεκτὸν ἡγούμενοι, εἰ μὴ τὰ ἴσα καὶ αὐτοὶ τοῖς ἄλλοις δήμοις δρῷεν καὶ διαφθείροιεν τοὺς δυνατοὺς, τῶν ἀρχόντων αὐτοῖς μὴ συνειδότων, νυκτὸς ἐπὶ τὴν στάσιν ἀλλήλους παρορμήσαντες καὶ καθοπλισάμενοι ὡς εἶχον πάντες ἅμα ἕῳ πρὸς τὰς πύλας ἐλθόντες, ἐτειχομάχουν καὶ πάντας ἠπείλουν ἀποκτείνειν τοὺς ἔνδον, εἰ μὴ ἑκόντες προσχωροῖεν· οὕτω γὰρ ἂν μόλις φείσεσθαι μὴ ἀποκτείνειν. Ἀσάνης δὲ καὶ ἡ ἔνδον στρατιὰ ἡγησάμενοι δεινὸν, εἰ μετὰ τῶν ἐκ Βυζαντίου καὶ τῆς ἐκ τῆς ἄλλης ἀρχῆς Ρωμαίων στρατιᾶς καὶ παρὰ τῶν οἰκείων πολιορκοῖντο, ὁπλισάμενοι καὶ αὐτοὶ καὶ ἀνοίξαντες τὰς πύλας συνεπλέκοντο τῷ δήμῳ ἐξελθόντες. ἐκεῖνοι δὲ οὐδὲ πρὸς ὀλίγον ἀντισχόντες πρὸς τὴν μάχην, ἔφευγον ὡς εἶχον, παῖδας καὶ γυναῖκας μόνας ἀναλαβόντες καὶ διεσκεδάσθησαν κατὰ τὰς ἄλλας πόλεις, μηδὲν ἐπιφερόμενοι ὧν εἶχον· πλήν τινων ὀλίγων, οἳ διὰ τὸ μὴ συμμετεσχηκέναι τῆς στάσεως τοῖς ἄλλοις μένειν συνεχωρήθησαν ἐπὶ τῶν οἰκιῶν. ἡ στρατιὰ δὲ τὰς οἰκίας τῶν φυγόντων διεπόρθουν καὶ πάντα εἰσεκόμιζον ἐντὸς τειχῶν. ὀλίγῳ δὲ ὕστερον καὶ τὰς ξυλώσεις καθαιροῦντες, ἐχρῶντο πρὸς τὸ πῦρ, ὑπὸ τῶν ἐν Βυζαντίῳ ἤδη πολιορκούμενοι. ἡ γὰρ ἐκ Βυζαντίου στρατιὰ, ἄχρι μὲν οἱ ἔξω Διδυμοτείχου πρὸς τοὺς ἔνδον ὡμοφρόνουν, οὐδὲ ἐγγὺς γενέσθαι ἐπεχείρουν, ἀλλὰ εἰσβάλλοντες, τὰ πόῤῥω διεπόρθουν καὶ ὡς τάχιστα ἀνεχώρουν. ἐπεὶ δὲ ἡ στάσις γένοιτο καὶ ἐκπολεμωθεῖεν τοῖς ἔνδον οἱ ἐκτὸς, αὐτοί τε ἐφθάρησαν παντάπασιν ἀνάστατοι γεγενημένοι, καὶ οἱ ἔνδον τὸ πολὺ τῆς δυνάμεως ὑφαιρεθέντες, ἀσθενεῖς τε ἦσαν καὶ οὐκέτι πρὸς τοὺς πολεμίους ἀξιόμαχοι. ὅθεν κἀκεῖνοι ἐπιόντες καὶ στρατοπεδευόμενοι ἐγγὺς διεκαρτέρουν. οἱ μέντοι ὑπολειπόμενοι τοῦ δήμου ἐν Διδυμοτείχῳ, τῶν οἰκημάτων ὑπὸ τῆς στρατιᾶς καθαιρεθέντων, αὐτοὶ τοὺς λίθους ἐκκαθαίροντες, πρὸς λαχανισμὸν ἐχρῶντο τῷ χωρίῳ. καὶ τέλος ἤδη εἶχε τὸ περὶ τοῦ χωρίου τούτου τῷ μητροπολίτῃ τῆς αὐτῆς πόλεως ὀλίγῳ πρότερον προειρημένον. ἔτι γὰρ Καντακουζηνοῦ τοῦ βασιλέως πρὸς τὴν εἰς τὴν ἑσπέραν ἐκστρατείαν παρασκευαζομένου, ἐδόκει δεῖν διὰ τὸν πόλεμον περὶ τὴν ἔξω συνοικίαν τάφρον περιελαύνειν, ἵνα μὴ ῥᾳδία ἡ εἴσοδος τοῖς πολεμίοις εἴη, εἴ ποτε ἐσβάλοιεν. διανενεμημένης δὲ τῆς τάφρου κατὰ φατρίας παντὶ τῷ δήμῳ, ὥστε ἀνορύττειν, καὶ τοῖς ἐν τῷ κλήρῳ τῆς ἐκκλησίας πᾶσι παρείχετο μερίς. δυσχεραινόντων δὲ ἐκείνων διὰ τὸ πονεῖν καὶ προσαγγελλόντων τῷ μητροπολίτῃ τοὺς ἐπὶ τὰ ἔργα ἀναγκάζοντας, «οὐδὲν μὲν» εἶπεν ἐκεῖνος «τὰ τοιαῦτα πρὸς τὸν πόλεμον λυσιτελήσει. μετ' οὐ πολὺ γὰρ ὃ περιποιοῦνται χωρίον πρὸς λαχανισμὸν ἐπιτηδείως ἕξειν. τοῦ δὲ μὴ δοκεῖν αὐτοὺς τοῦ κοινῇ λυσιτελοῦντος ἀμελεῖν, ἐκέλευε τὰ ἐπιτεταγμένα πράττειν. ὧν ὀλίγῳ ὕστερον ἐκβάντων, ἀνεμιμνήσκοντό τε οἱ ἐν Διδυμοτείχῳ καὶ ἐθαύμαζον τὸν ἄνδρα τῆς προαγορεύσεως. οἱ μέντοι παρὰ Κράλη βασιλεῖ τῷ Καντακουζηνῷ ἐπιτεταγμένοι συμμαχεῖν, ἐπεὶ παρεσκευασμένοι ἤδη ἦσαν καὶ ἔμελλον ἔργου ἔχεσθαι, τῷ σφετέρῳ δυνάστῃ προσελθόντες, οὐ λυσιτελοῦντα ἔφασαν σφᾶς τε αὐτοὺς κἀκεῖνον βεβουλεῦσθαι περὶ ἑαυτῶν, οὕτως ἀπερισκέπτως τὸ κράτιστον τῆς αὐτῶν δυνάμεως ἐγχειρίσαντας Καντακουζηνῷ τῷ βασιλεῖ. εἰ γὰρ ἐκεῖνος διαλύσεις θέμενος πρὸς Ἄνναν τὴν βασιλίδα, κρύφα ἐπιβουλεύσειεν αὐτοῖς καὶ διαφθερεῖ μὴ προαισθομένους τὴν ἐπιβουλὴν, τί λοιπὸν ἢ ἐπανελθόντα παῖδας καὶ γυναῖκας ἄγειν ἐπὶ δουλείᾳ καὶ τὴν ἄλλην ἅπασαν Τριβαλῶν ἀρχὴν ὑποποιεῖσθαι; δι' ἃ οὐ χρῆναι χωρὶς ὁμήρων ἐκείνῳ συμμαχεῖν· ἀλλ' εἴ τι δέοιτο τῆς αὐτῶν ἐπικουρίας, τὸν νεώτερον τῶν υἱῶν ὁμηρεύσοντα καταλείπειν παρ' αὐτοῖς. οὕτω γὰρ προθύμως συστρατεύσεσθαι καὶ μηδεμίαν πρὸς τὸ μέλλον πονηρὰν ἐλπίδα σχήσειν. Λίβερος δὲ ἰδίᾳ ἐδεῖτο Κράλη, πείθειν βασιλέα τὴν ἐκείνου θυγατέρα Μανουὴλ τῷ νεωτέρῳ υἱῷ κατεγγυᾷν· πυθέσθαι γὰρ περὶ Συργῆ, ὡς διαλύσειε τὸν γάμον θυγατρὸς διὰ τὸν πόλεμον, ἣν ἔτι περιόντος Ἀνδρονίκου βασιλέως τούτῳ δὴ κατηγγύησε τῷ Μανουήλ. καὶ ἐδόκει κἀκείνῳ δίκαια καὶ συμφέροντα ἀξιοῦν τοὺς στρατηγούς. διὸ καὶ ἀπήγγελλε βασιλεῖ τὰ παρ' ἐκείνων εἰρημένα καὶ συνεβούλευε πείθεσθαι αὐτοῖς, τοῦτον τὸν τρόπον προθύμως συστρατευσομένοις. ἐδεῖτό τε ἰδίᾳ καὶ περὶ Λιβέρου τῆς θυγατρὸς ἐπὶ γάμῳ συνάπτειν τῷ υἱῷ, καὶ μὴ τὸ διάφορον ἀμφοῖν τῆς εὐδοξίας, ἀλλὰ τὴν συντέλειαν, ἣν πρὸς τὰ παρόντα συντελέσειε, σκοπεῖν. πρὸς γὰρ τῷ καὶ τοῖς ἄλλοις Τριβαλοῖς πρὸς ἡδονὴν τὸν γάμον εἶναι τοῦ παιδὸς, ἔτι καὶ Λίβερον αὐτὸν οὐ σύμμαχον ἕξειν ἔτι καὶ φίλον, ἀλλὰ δοῦλον ἀκριβῶς καὶ πάντα προησόμενον προθύμως ὑπὲρ τῶν αὐτῷ λυσιτελούντων· οὕτω γὰρ ἐπαγγέλλεσθαι καὶ αὐτόν. ἐδόκει μὲν οὖν πολλὴν ἐπιείκειαν καὶ εὐγνωμοσύνην τὸ τοιοῦτο Κράλῃ συμμαρτυρεῖν, εἰ τοῦ παρ' αὐτῷ δυνατωτάτου βασιλεῖ προστιθεμένου καὶ οὕτω φανερῶς ὑπὲρ ἐκείνου πάντα ποιήσειν ἐπαγγελλομένου, εἰ πείθοιτο μόνον τὴν ἐκείνου θυγατέρα συνοικίζειν τῷ υἱῷ, μήθ' ὑποπτεύειν αὐτὸς, μήτε κωλύειν ἐπεχείρει, συνέπραττε δὲ μᾶλλον. τοῦτο δὲ οὐ μᾶλλον τῆς ἐπιεικείας Κράλῃ ἦν, ἢ τῆς Λιβέρου περιουσίας καὶ τοῦ μεγάλα δύνασθαι παρὰ Τριβαλοῖς, ὥστε καὶ αὐτὸν Κράλην προσκρούειν ὀῤῥωδεῖν. ὁ μὲν οὖν Κράλης τοιαῦτα πρὸς βασιλέα διεξῄει, παρόντος καὶ Λιβέρου. βασιλεὺς δὲ ἐπείθετο πρὸς ἀμφότερα λυσιτελοῦντα ὁρῶν ἐν τῷ παρόντι, καὶ τήν τε ὑποψίαν ἀπωθεῖτο, ὡς ἀδικήσειέ ποτε καὶ ἐπιβουλεύσειε τοῖς συμμάχοις. οὐ γὰρ τοιαύταις αὐτὸς ἐπίστασθαι τοὺς φίλους ἀμείβεσθαι εὐεργεσίαις, ὅπου γε καὶ τοῖς πολεμοῦσι φανερῶς οὐδέποτε ἐπιβουλεύων ἐφάνη. καὶ τὸ πρὸς Συργὴν κῆδος οὐκ αὐτὸς διαλύειν πρῶτος ἔφασκεν, ἀλλ' ἐκείνου ἀπειπαμένου, μηδεμίαν αἰτίαν εἶναι, εἰ καὶ αὐτὸς ἑτέραν τῷ υἱῷ ἁρμόσεται. καίτοι γε οὐδ' εἰς τοσοῦτο δεσμῶν ἥκειν τὸν γάμον, ὥστε μὴ ἐξεῖναι διαλύειν· εἰ γὰρ μέχρι ὅρκων προεχώρει, ἐξ οὐδεμιᾶς ἂν αἰτίας ἐπεχείρησε διασπᾷν αὐτός. τοιγαροῦν ἀφιέναι τὸν υἱὸν ἅμα μὲν γαμβρὸν ἐσόμενον Λιβέρῳ, ἅμα δὲ καὶ τῆς στρατιᾶς ἕνεκα τοῦ θαῤῥεῖν αὐτῷ, ὡς οὐδέποτε ἐπιβουλεύσειε· μὴ μέντοι παντάπασι διατρίβειν παρ' αὐτοῖς, ἀλλ' ἐπανήκειν πρὸς αὐτὸν, ἡνίκα ἂν καλοίη. Λίβερος δὲ ἐπεὶ ἀκούσειε βασιλέα πεπεισμένον πρὸς τὸ τὴν ἐκείνου θυγατέρα ἄγειν τῷ υἱῷ, προσεκύνει τε καὶ ἠσπάζετο τὸν βασιλέως πόδα, καὶ πολλὰς ὡμολόγει χάριτας ἐκείνῳ τε τῆς εὐεργεσίας καὶ Κράλῃ τοῦ συνεπιλαβέσθαι πρὸς τὸ ἔργον. τοῦτο δὲ λόγοις μόνον συνετίθετο ψιλοῖς· ὅρκοις δὲ ἢ δεσμοῖς τισιν ἄλλοις πρὸς τὸν γάμον οὐκ ἐχρήσαντο.

μθʹ. Μετὰ δὲ τοῦτο τὴν στρατιὰν παραλαβὼν ἤδη παρεσκευασμένην περὶ θέρους ἐκβολὰς ἅμα καὶ Κράλη μετὰ γυναικὸς παρεπομένου ἄχρι τῆς Ρωμαίων ὅρων ἡγεμονίας, ἐκεῖνοι μὲν οὖν ἀνεχώρουν συνταξάμενοι· βασιλεὺς δὲ τὴν τεταγμένην ἔχων στρατιὰν, ἐστρατοπέδευσεν ἐν Φεραῖς καὶ διήγαγεν ἐπὶ τρισὶν ἡμέραις διαλεγόμενος Φεραίοις περὶ τοῦ προσχωρεῖν αὐτῷ. Συργὴς γὰρ μετὰ τὴν ἐπάνοδον τὴν ἐκ Γυναικοκάστρου Φεραῖς ὀλίγον ἐνδιατρίψας, ἦλθε πρὸς Βυζάντιον, κἀκεῖθεν εἰς Ἀρμενίαν ἀπεχώρησεν, Ἀρμενίων ἐπὶ τὸ σφίσιν ἄρχειν αὐτὸν προσκαλεσαμένων, ἐκ πατρῴου προσηκούσης αὐτῷ κλήρου τῆς ἀρχῆς. Φεραῖοι δὲ οὐδὲν μᾶλλον ἢ πρότερον ἦσαν βασιλεῖ τῷ Καντακουζηνῷ παρεσκευασμένοι πολεμεῖν, καὶ τοὺς προσιόντας ἐπὶ τῷ διαλέγεσθαι λίθοις ἔβαλλον καὶ βέλεσιν ἀπὸ τῶν τειχῶν. ὅθεν καὶ ἡ στρατιὰ ὡς πολεμίων ἀδεῶς τὴν χώραν διεπόρθουν. ἐν ᾧ δὲ ταῦτα ἐτελεῖτο, Βράκτος τῶν ἡγεμόνων τῆς στρατιᾶς ὁ διαφορώτατος ἐνόσησε καὶ διεκαρτέρησεν ἐκεῖ ἡ στρατιὰ ἐστρατοπεδευμένη μίαν ἡμέραν ἐπὶ δέκα. ἐπεὶ δ' ἐκεῖνος ῥᾴων ἦν, Λίβερος κατείχετο τῇ νόσῳ καὶ ἔδει τοσοῦτον χρόνον περιμένειν ἢ καὶ πλείω. ῥαΐσαντος δὲ ἐκείνου, οἱ λοιποὶ ἐνόσουν τῶν ἀρχόντων καὶ ἡ στρατιὰ σύμπασα σχεδόν. μέλιτος γὰρ ἐμφορούμενοι καὶ κρεῶν, ὧν ἡ χώρα μάλιστα εὐπόρει, εἶτα ἀποθλίβοντες καὶ σταφυλὰς καὶ τοῦ ἀποῤῥέοντος αὐτίκα ἐμφορούμενοι, εἰς πυρετοὺς ἐνέπιπτον καὶ φθόας, ἔπειτα ἀπέθνησκον κατεργαζόμενοι ὑπὸ τῆς νόσου. καὶ τῶν τε μάλιστα ἐν λόγῳ ἐτεθνήκεσαν οὐκ ὀλίγοι, καὶ τῆς στρατιᾶς ὑπὲρ πεντακοσίους καὶ χιλίους· Ρωμαίων δὲ τῶν βασιλεῖ συνόντων οὐδὲ εἷς, οὔτε μὴν ἐνόσησεν. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ ἐπεὶ ἐπύθετο τὸν Καντακουζηνὸν βασιλέα στρατιὰν ἔχοντα ἐκ Τριβαλῶν περὶ Φερὰς ἐστρατοπεδευμένον εἶναι καὶ μέλλοντα εἰς Διδυμότειχον ἐπανήκειν, κατὰ τάχος ἔπεμπε τριήρεις εἰς Χριστούπολιν, ἅμα δὲ καὶ στρατιὰν ἐκ τῆς ἠπείρου, ὡς τὸ ἐκεῖσε τείχισμα φυλάξοντας καὶ κωλύσοντας διαβαίνειν τὴν στρατιάν. ἦν γὰρ ὁ τόπος ἐπιτηδείως ἔχων εἰς φυλακὴν τὴν ἐκ τῶν ὁπλιτῶν, οὐ διὰ τὸν ἐπιτειχισμὸν μόνον, ἀλλ' ὅτι καὶ κρημνώδης ὢν δύσκολον τοῖς ἱππεῦσι παρείχετο τὴν δίοδον, μάλιστα εἰ καὶ ὑπό τινων κωλύοιντο. οἱ Τριβαλοὶ δὲ μάλιστα μὲν διὰ τὴν νόσον καὶ τὸ πολλοὺς ἀποθνήσκειν καθ' ἡμέραν, οὐχ ἥκιστα δὲ καὶ διὰ τὸ πυθέσθαι τὸ τείχισμα ὑπὸ Ρωμαίων κατεχόμενον, ἀναστρέφειν ἔγνωσαν ἐκ τῶν Φερῶν πρὸς τὴν οἰκείαν. βασιλεὺς δὲ, ἐπεὶ βιάζεσθαι οὐκ ἐνῆν οὕτω πάσχοντας κακῶς ὑπὸ τῆς νόσου, τοὺς ἐν τέλει πάντας καὶ ἡγεμόνας συναγαγὼν, παρῄνει μὴ ἀθυμεῖν, μηδὲ τὴν ἀποτυχίαν ταύτην ὥς τι τῶν δεινῶν λογίζεσθαι, ἀλλ' ἐκεῖνο ἐνθυμουμένους, ὡς πάντα μὲν θεοῦ προνοίᾳ διοικεῖται· ἀδύνατον δέ τι τῶν μὴ δεόντων ὑπ' ἐκείνου πράττεσθαι, πάντα στέργειν, ὡς μάλιστα λυσιτελῶς ἡμῖν πραττόμενα παρὰ θεοῦ. καὶ τὸ νῦν μὲν ἔχον, ἐπανελευσόμεθα πρὸς τὴν οἰκείαν, ὀλίγῳ δὲ ὕστερον πάλιν παρασκευασάμενοι, ἐλευσόμεθα εἰς Διδυμότειχον, ἂν φίλον ᾖ θεῷ. οἱ μὲν οὖν Τριβαλοὶ πολλὰς χάριτας ὡμολόγουν βασιλεῖ πρὸς τὴν παραίνεσιν. καὶ γάρ τοι μάλιστα χαίροντες πρὸς τὴν ἐπάνοδον, ὅμως μὴ προσκρούειν βασιλεῖ ἐβούλοντο, δοκοῦντες ἄκοντος ἀναχωρεῖν. Ρωμαῖοι δὲ ἐν δεινῷ ἐτίθεντο καὶ οὐδὲν ἐνόμιζον ἀπεοικέναι τὴν ὁδὸν ἐκείνην, ἢ εἰ πρὸς Ἀχέροντα βαδίζειν ἠναγκάζοντο, καὶ δεινῶς ἐθορυβοῦντο καὶ ἐστασίαζον, πρὸς τοὺς ἐν Χριστουπόλει βουλόμενοι ἀποχωρεῖν. ὁρῶν δὲ ὁ βασιλεὺς τὴν διχόνοιαν αὐτῶν καὶ τὴν μελετωμένην ἀποστασίαν, περιστησάμενος ἑαυτῷ καὶ ὑπομνήσας, ὡς οὐκ ἰδίας πλεονεξίας ἢ τιμῆς ἐπιθυμίας, ἀλλ' αὐτῶν ἕνεκα δεομένων, μὴ περιιδεῖν διαφθαρέντας καὶ δουλωθέντας Ἀποκαύκῳ τῷ παρακοιμωμένῳ, τὸν ἀγῶνα ὑπελθεῖν· ἔπειτα καὶ ὧν ἐν ἀρχῇ τοῦ πολέμου μάλιστα διαλεχθείη πρὸς αὐτοὺς, ὡς οὔτε δίκαιον, οὔτε ἄλλως εὐσεβὲς, νῦν μὲν πάντας πρὸς τὸ βασιλέα γίνεσθαι παρακαλεῖν καὶ μίαν ταύτην ὁδὸν σωτηρίας συνορᾷν, ὕστερον δὲ, ἂν μὴ κατὰ γνώμην τὰ πράγματα ἐκβαίνῃ, καταλείποντας αὐτὸν ἐν τοῖς κινδύνοις ἕκαστον ἀναχωρεῖν, ὅποι ἂν δοκῇ συμφέρειν· αὖθις παρῄνει μὴ μικροψυχεῖν, μηδ' ἀπαγορεύειν πρὸς τοὺς πόνους καὶ τοὺς κινδύνους, ἀλλ' ἀνδράσιν πρέπουσαν γενναίοις ἐπιδεικνυμένους εὐψυχίαν τε καὶ τόλμαν, καρτερεῖν ἐν τοῖς δεινοῖς. οὐδὲ γάρ τι τῶν μεγάλων καὶ ἐπαινουμένων ἄνευ πόνων ἄν ποτέ τινι κατορθωθείη. εἰ δ' ἥττηνται παντάπασιν ἐν τοῖς δεινοῖς καὶ ἀντέχειν πρὸς αὐτὰ οὐκέτι οἷοί τε εἰσὶν, ἀλλὰ τῶν προτέρων ἐπιλελησμένοι λοιδοριῶν καὶ μέμψεων, αἷς τοὺς ἐκ Γυναικοκάστρου ἀποστάντας ἔβαλλον, πρὸς τὰ ἴσα ὥρμηνται καὶ αὐτοὶ νυνὶ, πρῶτα μὲν μέμφεσθαι καὶ αὐτοῖς δικαίως, ὡς τὰ ὑπεσχημένα παραβαίνουσι καὶ φαινομένοις κακοῖς περὶ αὐτὸν, ἡνίκα μάλιστα ἔδει συνόντας ὠφελεῖν. ἔπειτα οὐ κατασχήσειν ἄκοντας. οὐδὲ γὰρ οὐδ' ἐξαρχῆς αὐτῷ τι πρὸς ἀνάγκην τινὶ εἰργάσθαι, ἀλλ' αὐτὸς μᾶλλον καὶ ἃ μὴ κατὰ γνώμην ἦν πρὸς ἀνάγκην πράττειν ἤγετο. ἀλλ' οἷς μὲν ἡδὺ τοὺς μετ' αὐτοῦ πόνους καὶ κινδύνους καὶ θάνατον, εἰ δέοι, τῶν παρὰ τοῖς πολεμίοις δοκούντων ἀγαθῶν ἀλλάττεσθαι, ἰέναι πρὸς αὐτὸν, ἵν' εἰδείη καὶ αὐτὸς, τίσι τὰς ἀμοιβὰς τῶν πόνων ἀξίας, καιροῦ καλοῦντος καὶ θεοῦ συναιρομένου, ἀποδοίη· τοὺς δ' αὐτῷ μὴ συγκινδυνεύειν αἱρουμένους ἀποχωρεῖν. αὐτίκα τε εἰς δύο διῃροῦντο. καὶ οἱ πλείους μὲν προσκυνήσαντες βασιλέα ἀπεχώρουν· ὑπὲρ πεντακοσίους δὲ συγκινδυνεύειν εἵλοντο, οἷς καὶ πολλὴν ὁμολογήσας χάριν τῆς εἰς αὐτὸν εὐνοίας καὶ πίστεως ἀδόλου, ἀνέστρεφε μετὰ τῆς ἄλλης στρατιᾶς. τῶν δὲ ἀφεστηκότων οἱ πλείους μὲν ὁμολογίας χωρὶς προσεχώρησαν τοῖς ἐν Χριστουπόλει στρατηγοῖς καὶ προσεδέχθησαν ἀσμένως παρ' αὐτῶν· ὅσοι δὲ μάλιστα ἐν λόγῳ ἦσαν, πέμψαντες ᾐτοῦντο πίστεις παρὰ τῶν ἀρχόντων. οἱ δὲ ὤμνυον μὲν, γνώμην δὲ εἶχον, ὡς καὶ μετὰ τοὺς ὅρκους εἰς πεῖραν ἄξοντες πλείστων ἀλγεινῶν. ὧν εἴτε αὐτοὶ αἰσθόμενοι τῆς ἀπάτης ἐκ τῶν λόγων, εἴτε καὶ παρά του τῶν συνόντων μηνυθείσης, τὸν κίνδυνον διαδράντες αὖθις πρὸς βασιλέα ἐπανῆκον. βασιλεὺς δὲ αὐτοῖς τὸ ἄστατον τῆς γνώμης καὶ μικρόψυχον ὀνειδίσας, αὖθις ἐφῆκεν αὐτῷ συνδιατρίβειν.

νʹ. Οἱ μέντοι ἐν Χριστουπόλει στρατηγοὶ, ἐπεὶ Τριβαλῶν ἡ στρατιὰ καὶ ὁ βασιλεὺς ἀνεχώρησαν ἐκ Φερῶν πρὸς τὴν οἰκείαν, πέμψαντες ἐν Βυζαντίῳ, βασιλίδι ἀπήγγελλον καὶ μεγάλῳ δουκὶ, ὡς ἄχρι τοῦ διατειχίσματος μετὰ Τριβαλῶν ἐλθὼν ὁ Καντακουζηνὸς, διελθεῖν μὲν οὐ δυνηθείη ἡμῶν ἰσχυρῶς ἀμυνομένων. ἀναστρεφούσης δὲ τῆς στρατιᾶς, ὅσοι Ρωμαίων αὐτῷ συνῆσαν, καταλιπόντες ἧκον πρὸς ἡμᾶς πλὴν δέκα πάντες· αὐτὸς δὲ ὑπ' αἰσχύνης ἀμυθήτου, ὅ,τι χρήσασθαι μὴ ἔχων ἑαυτῷ, πρὸς Ἄθω ἦλθε τὸ ἱερὸν ὄρος, ὡς ἐκεῖσε τὴν βασιλείαν, ἣν ἀδίκως ἥρπασε καὶ παρανόμως, ἀποθησόμενος καὶ σχῆμα μοναχῶν περιθησόμενος. εὐθὺς μὲν οὖν ἐν Βυζαντίῳ πανήγυρις ἦν λαμπρὰ καὶ ἑορτῶν ἡ χαριεστάτη. καὶ ὁ δῆμος πρὸς τὸ τῆς θεομήτορος Ὁδηγητρίας τέμενος ἐχώρουν πανδημεὶ, εὐχαριστήρια τῆς νίκης ἀποδώσοντες, καὶ οἱ ἐν τέλει μάλιστα, εἶτα καὶ οἱ ἄλλοι πεζῇ τοῖς πολλοῖς ὁμοίως. καὶ οὐδεὶς ἐτόλμα ἀπολείπεσθαι, ἀλλὰ καὶ οἳ μάλιστα ἠνιῶντο καὶ ἐδυσχέραινον τὴν βασιλέως δυσπραγίαν, κἀκεῖνοι τοῖς ἄλλοις ὁμοίως ἀνάγκην εἶχον συνεορτάζειν ἢ μᾶλλον συνασχημονεῖν, ἢ τῆς κατηφείας χαλεπὰς καὶ ἀπαραιτήτους παρείχοντο εὐθύνας. οὐ γὰρ μόνον εἴ τις Καντακουζηνῷ τῷ βασιλεῖ συμπράττων φωραθείη, ἐκολάζετο ὠμῶς, ἀλλὰ καὶ εἴ τις πρὸς τὰ πραττόμενα μὴ ἡδέως διακείμενος, ἀλλὰ ἦθος ἐμφαίνων ἀποστρεφομένου φωραθείη, τὰς ὁμοίας δίκας τοῖς ἑαλωκόσιν ἐπὶ προδοσίᾳ φανερῶς διδόναι ἦν ἀνάγκη. καὶ πολλοὶ ἐκ τοιούτων αἰτιῶν ἀπώλοντο, οὐκ ἐν Βυζαντίῳ μόνον, ἀλλὰ καὶ παρὰ ταῖς ἄλλαις πόλεσιν ἄχρι Θεσσαλονίκης. τὰ γὰρ περαιτέρω καὶ πρὸς ἑσπέραν κοινῇ οἵ τε δῆμοι καὶ οἱ δυνατοὶ τῶν πόλεων βασιλεῖ προσεῖχον Καντακουζηνῷ. ὅθεν οὐδὲ πρὸς στάσεις ἐχώρησαν καὶ πολέμους ἐμφυλίους, ἀλλ' ἐν οἷς μάλιστα αἱ ἄλλαι μεγάλαις ἐχρήσαντο συμφοραῖς καιροῖς, ἐν τούτοις αὗται πρὸς εὐνομίαν καὶ εἰρήνην διῳκοῦντο. αἱ δὲ ἀπὸ Θεσσαλονίκης ἄχρι Βυζαντίου οὐδὲν ἦν, ὅ,τι μὴ ὑπέμενον. καθάπαξ γὰρ εἰς δύο διαιρεθεῖσαι, στρατιὰ μὲν καὶ οἱ ἄλλοι ἄριστοι τῶν πολιτῶν τὰ Καντακουζηνοῦ τοῦ βασιλέως ᾑροῦν το, ἐκεῖνον οἰόμενοι δυνήσεσθαι τὰς κατασχούσας στήσειν συμφοράς· οἱ δῆμοι δὲ, τῶν στασιαστῶν ἐναγόντων, οἷς ἐκ τοῦ πολέμου τὰ ἑτέρων ἔχουσι πλουτεῖν ἐνῆν, πρός τε βασιλέα Καντακουζηνὸν καὶ τοὺς παρ' ἑκάστοις δυνατοὺς ὁμοίως ἐπολέμουν καὶ πολλὰ διετίθεσαν κακὰ, οὐ μόνον τὰς οὐσίας διαρπάζοντες καὶ ἀπορωτάτους ἐκ πλουσίων ἀποδεικνύντες ἐν μιᾷ καιροῦ ῥοπῇ, ἀλλὰ καὶ δεσμωτηρίοις κατακλείοντες καὶ ἄλλην πᾶσαν εἰς αὐτοὺς κάκωσιν ἐπιδεικνύμενοι. οἵ τε τὰς ἀρχὰς τῶν πόλεων ἐπιτετραμμένοι, τοῖς τῶν ὅλων ἄρχουσι πραγμάτων μάλιστα ἐξομοιούμενοι, κολαστικοί τινες καὶ ἀνήμεροι καὶ θηριώδεις ἐφιλοτιμοῦντο εἶναι. ἐκεῖνοι γὰρ εἰς τοσοῦτον ὠμότητος προῆλθον, ὡς ἄλλους τε πολλοὺς ἀπανθρώπως τιμωρήσασθαι, καὶ Πατρικιώτην ταῖς βασάνοις ἐναποθανεῖν ἐᾶσαι καλλωδίοις ἐξηρτημένον. Σιδηρᾶν δὲ μετὰ τὸ αἰκίσασθαι μέχρι ἄπνουν εἶναι, ζοφώδει τινὶ δεσμωτηρίῳ ἐναπέῤῥιψαν γυμνὸν, οἷα δὴ νεκρὸν, οὐδὲ ὁσίας ἀξιώσαντες. ὃν οὕτως ἄπνουν ἀπεῤῥιμμένον ἐπί τινας ἡμέρας, τῶν Περσῶν τις δοριάλωτος θείᾳ προνοίᾳ τῷ δεσμωτηρίῳ ἐκείνῳ καθειρχθεὶς, προνοίας τε ἠξίωσεν οὐ τῆς τυχούσης καὶ τῶν πολλῶν ἐκείνων ἀνεκτήσατο αἰκισμῶν. τὴν ὁμοίαν δὲ ὁ δοριάλωτος ἐκεῖνος πρόνοιαν καὶ πρὸς Συναδηνὴν ἐπεδείξατο, ἀπανθρώπως κἀκείνην αἰκισθεῖσαν ἐγγὺς θανάτου καὶ γυμνὴν εἰς ἐκεῖνο τὸ δεσμωτήριον ἀποῤῥιφεῖσαν. πᾶσι δὲ ἦν ἔγκλημα ἡ περὶ βασιλέα τὸν Καντακουζηνὸν προτέρα εὔνοια καὶ τὸ χρήματα ἐκείνου κρυπτόμενα εἰδέναι, ἃ ἠναγκάζοντο φανεροῦν. οὐ μὴν οὐδὲ τῶν εὐγενεστέρων ἀπείχοντο οὕτως αἰκίζειν ἀπανθρώπως. Ἀσανίναν γὰρ τὴν Ἀσάνη τοῦ Μιχαὴλ γαμετὴν τοῦ πρώτου τῶν Ἀσάνη τοῦ δεσπότου υἱῶν σχοινίοις αἰωρήσαντες, ἐμάστιξαν ἐφ' ἱκανὸν, ἐπικαλοῦντες, ὡς συνειδείη εἰς Βυζάντιον παρὰ Καντακουζηνοῦ ἐπὶ διαφθορᾷ τινων γράμματα ἀφιγμένα, ἃ ἐκέλευον δῆλα καὶ αὐτοῖς ποιεῖν. ταῦτα μὲν οὖν ἐκ πολλῶν ὀλίγα εἴρηται, δι' ἃ εἰς τοσοῦτον ἦλθον φόβου οἱ ἁπανταχοῦ τῆς Ρωμαίων γῆς ἄριστοι τῶν πόλεων, ὡς μηδὲ τοῖς οἰκειοτάτοις ἄγαν θαῤῥεῖν τὴν προδοσίαν δεδοικότες. συμβὰν δέ τι καὶ τοιοῦτον μᾶλλον ἐξεφόβησεν. οἱ γὰρ ἐν Κωνσταντίνου τοῦ μεγάλου τοῖς βασιλείοις ὄντες δεσμῶται, ἐπεὶ τῶν νηστειῶν παρῆσαν αἱ ἡμέραι καὶ ἔδει ἀναθέσθαι τὰ κατ' αὐτοὺς ἀνδρὶ πνευματικῷ καὶ ἐξομολόγησιν ποιήσασθαι τῶν πεπλημμελημένων, ἐπεὶ μὴ ἐξῆν αὐτοῖς εἰσάγειν οἷς ἐθάῤῥουν, ᾐτοῦντο παρὰ τῶν ἀρχόντων εἰσελθεῖν, ὃν ἂν βούλοιντο αὐτοί. οἱ δέ τινα Γλύκαν ὄνομα, φαῦλον ἄνθρωπον καὶ περὶ μέθας ἠσχολημένον καὶ ἕτερα ἀτοπώτερά τινα, ἱμάτια μοναχῶν ἐνδύσαντες καὶ τὸ λεγόμενον μέγα σχῆμα περιθέντες, προσέπεμπον τοῖς δεσμώταις, οἷα πνευματικόν· ἐκέλευόν τε τοὺς λογισμοὺς τῶν ἀνδρῶν ἀνερευνᾷν, ὅ,τι περὶ Καντακουζηνοῦ διανοοῦνται καὶ εἰ συνίσασί τινας καὶ ἄλλους τὰ αὐτὰ ἐκείνοις ᾑρημένους. ὁ δὲ τὴν ὑπόκρισιν κέρδους ἕνεκα ὑπελθὼν ἡδέως καὶ γενόμενος πρὸς τοὺς δεσμώτας, μετὰ τῶν πλημμελημάτων τὴν ἐξομολόγησιν ἠρώτα ἕκαστον ἰδίᾳ καὶ περὶ Καντακουζηνοῦ τοῦ βασιλέως ὅ,τι διανοοῦνται πράττειν. ἐκεῖνοι δὲ ὑποπτεύσαντες, οὐχ ὅπερ ἦν, ἀλλὰ πνευματικὸν μὲν εἶναι ἀληθῶς, τῷ μέρει δὲ προσέχειν τῆς περὶ πατριάρχην καὶ Ἀπόκαυκον τὸν μέγαν δοῦκα φατρίας, δείσαντες ἀπέσχοντο παντάπασι τοῦ καὶ τὰ πεπλημμελημένα ἐξομολογεῖσθαι. ὁ ἐμπαίκτης δὲ ἐκεῖνος ἐπεὶ μηδὲν ἀπώνατο τῆς πονηρίας, ἐκεῖθεν ἐξελθὼν, ἅ τε κακῶς ἐνέδυ ἀπεδύσατο ἐνδύματα, καὶ κοσμικὴν ἔχων ἐσθῆτα, τὰ συνήθη πάλιν περιῄει δρῶν. τὸ δρᾶμα δὲ τοῦτο λίαν πάντας ἐξεφόβησε καὶ πᾶσιν ἔπεισεν ὁμοίως ἀπιστεῖν. τούτων δὲ ἡ βασιλὶς οὐδὲν τοῖς πράττουσι συνῄδει, ἀλλὰ πάντα διῳκεῖτο μάλιστα μὲν Ἀποκαύκου τοῦ μεγάλου ἐπιτάττοντος δουκὸς, μετ' ἐκεῖνον δὲ καὶ τῶν ἄλλων τῶν συνωμοτῶν. πατριάρχης δὲ κατ' ἐκείνην τὴν περίοδον τῶν νηστειῶν, τῆς μεγάλης ἐνεστηκυίας παρασκευῆς, ἐν ᾗ ὁ ἐμὸς Χριστὸς ὑπὸ Ἰουδαίων συνελαμβάνετο, αὐτὸς πολλοὺς τοὺς τῷ νεῷ τῆς τοῦ θεοῦ Σοφίας διὰ τὴν ἀσυλίαν προσπεφευγότας παρεδίδου, καὶ συλληφθέντες ἤγοντο εἰς δεσμωτήρια καὶ πολλὰ καὶ δυσχερῆ ὑπέμενον. δι' ἃ δὴ πάντα, ἐπεὶ ἠγγέλλετο καὶ τότε Καντακουζηνὸν τὸν βασιλέα καταλειφθέντα μόνον ὑπὸ τῶν οἰκείων, εἰς ὄρος ἔρχεσθαι τὸ ἱερὸν ἐπὶ τῷ μοναχῶν ὑποδῦναι σχῆμα, πάντες ἔθεον πεζοὶ παρὰ τὸ τῆς Ὁδηγητρίας τέμενος, εὐχαριστίας ἀποδώσοντες τῆς ἐκείνου καταλύσεως.

ναʹ. Βασιλεὺς δὲ ὁ Καντακουζηνὸς ἐπεὶ ἐκ Φερῶν ἀνέστρεφεν εἰς Ἔδεσσαν ἐλθὼν, ἣν περιεστρατοπεδευμένος ὁ Κράλης ἐπολιόρκει, τὴν μὲν πολίχνην εὗρε προσχωρήσασαν ἐκείνῳ χρήμασι διαφθείραντι τοὺς ἔνδον. ἀναμιμνήσκων δὲ τῶν ὅρκων καὶ τῶν συνθηκῶν τῶν πρὸς αὐτὸν, οἷς ἐνεγέγραπτο, εἰ πόλιν τινὰ τῶν Ρωμαίοις ὑπηκόων, καὶ ἀπόντος βασιλέως, ἢ ὅπλοις ἢ τρόπῳ δή τινι ὑποποιήσαιτο, ἀποδιδόναι βασιλεῖ, ᾔτει τὴν πολίχνην. ὁ Κράλης τε παρείχετο ἑτοίμως, φάσκων πάντα τὰ ὑπεσχημένα πράξειν καὶ ὅπλοις καὶ χρήμασι καὶ πάσῃ δυνάμει συμμαχήσειν. βασιλεὺς δὲ τότε πρὸς τὴν πολίχνην μένειν αὐτὸς ἀλυσιτελὲς ὁρῶν, περὶ γὰρ τῆς εἰς Διδυμότειχον ἐπανόδου πᾶσα ἦν αὐτῷ ἡ σπουδὴ, ἔκ τε τῶν οἰκείων φρουρὰν ἀξιόλογον μὴ δυνάμενος καταλείπειν, ὀλίγων τε ὄντων τῶν συνεπομένων καὶ μὴ πειθομένων χωρὶς ἐκείνου ἀπολείπεσθαι ἐκεῖ, τὴν μὲν πολίχνην ὡς ἰδίαν καὶ ἄκων κατέλιπε πρὸς Κράλην φυλάττειν ὑπ' ἀνάγκης, ἄχρις οὗ, καιροῦ καλοῦντος, αὖθις ἀπολάβῃ. αὐτὸς δὲ ἅμα Κράλῃ πρὸς τὴν Τριβαλῶν ἀνεχώρουν γῆν. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ ἐπεὶ πύθοιτο ἐκ Φερῶν ἀνακεχωρηκότα βασιλέα μετὰ Τριβαλῶν, ὑποπτεύσας τοὺς ἐν Διδυμοτείχῳ σφόδρα τεθορυβῆσθαι καὶ πρὸς διχοστασίαν ἔσεσθαι ῥᾳδίους καὶ διὰ ταῦτα παραστήσεσθαι ἐλπίσας, στρατιὰν ὅση ἦν ἐκ Βυζαντίου καὶ τῶν κατὰ Θρᾴκην πόλεων συναγαγὼν πεζήν τε καὶ ἱππικὴν, κατὰ Διδυμότειχόν τε ἐγένετο καὶ προσῆγε λόγους περὶ παραδόσεως. ὡς δ' ἐκεῖνοι παρεδέχοντο οὐδαμῆ τοὺς λόγους, τὸ μὲν τειχομαχεῖν ἀπεγίνωσκε, διά τε καρτερότητα τειχῶν καὶ εὐψυχίαν καὶ τόλμαν τῶν ἐχόντων ἀνάλωτον νομίζων· τὸ Ἐμπυθίου δὲ φρούριον περιστρατοπεδευσάμενος, ἐπολιόρκει καὶ μηχαναῖς ἐχρῆτο καὶ τειχομαχίαις, περὶ πλείονος τὸ παραστήσασθαι ποιούμενος. ἐπεχείρει δὲ κρύφα καὶ τοῖς ἐν Διδυμοτείχῳ, εἰ δύναιτο πείθειν τὴν πόλιν παραδοῦναι· ἤνυε δὲ οὐδέν. ἀφιγμένου γάρ τινος παρὰ βασιλέως καὶ μεμηνυκότος, ὡς οὐκ ἀληθῆ τὰ περὶ ἐκείνου εἰρημένα εἴη, ἀλλ' ὑποστρέψειε μὲν διὰ τὴν περὶ τὴν στρατιὰν συμβᾶσαν νόσον, αὖθις δὲ παρασκευάζοιτο ὡς ἀφιξόμενος, ἀνεθάρσησάν τε καὶ ἕτοιμοι ἦσαν ὡς ὑπὲρ ἐκείνου πάντα καὶ πεισόμενοι καὶ πράξοντες. ὁ μέγας δὲ δοὺξ ὀλίγα τῇ τοῦ Ἐμπυθίου ἐνδιατρίψας πολιορκίᾳ, ἐπεὶ πύθοιτο ἀθρόον στρατιὰν Σκυθικὴν εἰς τὴν Ρωμαίων ἐμβεβληκυῖαν, ἀσυντάκτως ὑπὸ δέους τῆς πολιορκίας ἀπαναστὰς, πρὸς Ἀδριανούπολιν ἐχώρει σπουδῇ πολλῇ. οἱ δὲ ἐν Διδυμοτείχῳ τὴν ἀταξίαν ὁρῶντες τῆς τῶν Ρωμαίων στρατιᾶς καὶ νομίσαντές τι περὶ αὐτοὺς συμβεβηκέναι τὸ μάλιστα οὕτω θορυβῆσαν, αὐτίκα τε ἐγένοντο εἰς τὸ στρατόπεδον, καί τινων ἐκράτησαν ὀλίγων ἐπιθέμενοι, σῖτόν τε καὶ βοσκήματα καὶ ἄλλας διαρπάσαντες ἀποσκευὰς, εἰσῆγον ἐντὸς τειχῶν. ἐξ ὅτου γὰρ οἱ ἐκ τῆς ἔξωθεν συνοικίας πόλεμον ἀράμενοι πρὸς τοὺς ἔνδον ἀνέστησαν ἡττηθέντες, οὐδ' οἱ ἔνδον γεωργίαις προσεῖχον, εἰδότες ὡς οὐδεμία τις ὠφέλεια ἐκ τούτων ἔσται, αὐτῶν πολιορκουμένων καὶ τοὺς ἐπιόντας ἀμύνεσθαι ὑπὲρ αὐτῶν οὐ δυναμένων, ἀλλὰ τὰς πλησίον πόλεις κατατρέχοντες καὶ ληϊζόμενοι διέζων. τότε δὲ παντάπασιν ὑπὸ τῆς στρατιᾶς εἱργόμενοι τειχήρεις, οὐ μετρίως ἐπιέζοντο ἐνδείᾳ. τὸ μέντοι Σκυθικὸν πᾶσαν καταδραμὸν τὴν Θρᾴκην, ἐπεὶ ληΐζεσθαι οὐδὲν ἐνῆν, πρότερόν τε ὑπὸ τοῦ πολέμου τοῦ πρὸς ἀλλήλους τῆς χώρας διεφθαρμένης καὶ τότε, εἴ τι περιῆν ἔτι, εἰς τὰς πόλεις καταφυγόντος, κεναῖς ἀναστρέψαντες χερσὶν, οὐ μακρὰν Σκοπέλου τὴν στρατοπεδείαν ἐποιήσαντο. ὁ δὲ ἐν Σκοπέλῳ δῆμος πυθόμενοι, ὡς Σκύθαι ληϊσάμενοι μηδὲν πρὸς τὴν οἰκείαν ἐπανέρχονται, τῇ συνήθει ἀσυνεσίᾳ παραβόλως ὁρμηθέντες, ὅπλα ὡς εἶχον ἕκαστος ἀράμενοι, ἠνάγκαζον καὶ τὸν τῆς πόλεως ἡγεμόνα Μιχαὴλ παραλαβόντα καὶ τοὺς στρατιώτας, ὅσοι ἦσαν παρ' αὐτοῖς, συμπλέκεσθαι ἐγγὺς οὖσι τοῖς βαρβάροις. τοῦ δὲ πρὸς τὸ τόλμημα ἀπαγορεύοντος καὶ παραινοῦντος ἀπέχεσθαι τῆς πείρας, ὡς θανατοῦντας φανερῶς, οὐ μόνον οὐκ ἐπείθοντο τὰ βελτίω συμβουλεύοντι, ἀλλὰ παρέδοσάν τισι φρουρεῖν, ὡς ἐπειδὰν ἐκ τῆς μάχης ἀναστρέψωσιν, ἀμυνούμενοι αὐτὸν τῆς προδοσίας. οὐ γὰρ ἀδυναμίαν αὐτοῖς συνειδότα μὴ ἐθέλειν στρατηγεῖν ἐπὶ τοὺς πολεμίους, ἀλλὰ χαριζόμενον αὐτοῖς, ὡς ἐκ τῆς Διδυμοτείχου πολιορκίας τὸν μέγαν δοῦκα ἀναστήσασιν, ὅσον οὐδέπω μέλλοντα διὰ τὴν ἔνδειαν αὐτοῦ κρατεῖν. αὐτοὺς δὲ ἐκείνοις ἐπελθεῖν τε καὶ κρατήσειν, οὐ τοῦ πολεμίους εἶναι μόνον, ἀλλὰ καὶ διὰ τὴν εἰς τὸν μέγαν δοῦκα εὔνοιαν. τῷ γὰρ ἐκείνου δέει μηδὲν λυμηναμένους τὴν Ρωμαίων, πρὸς τὴν οἰκείαν ἀναστρέφειν ἐν ὀλίγῳ χρόνῳ. τοιαῦτα οἱ κακοδαίμονες εἰπόντες καὶ νεανιευσάμενοι, ἐχώρουν κατὰ τῶν Σκυθῶν, κελεύσαντες αὐτοῖς καὶ τοὺς στρατιώτας ἕπεσθαι. οἱ δὲ εἵποντο ἀνάγκῃ, αἱρετώτερον ἡγούμενοι αὐτοὺς, εἰ δέοι, τοῖς βαρβάροις μαχομένους ἀποθνήσκειν, ἢ πανοικεσίᾳ διαφθείρεσθαι ὑπὸ τῶν δημοτῶν. ἐπεὶ δὲ ἐγγὺς τοῦ στρατοπέδου ἦσαν τῶν Σκυθῶν, βοῇ πόῤῥωθεν ἐχρῶντο καὶ ἀλαλαγμοῖς καὶ ἐχώρουν δρόμῳ κατ' αὐτῶν. οὐ γὰρ ᾤοντο ἀντισχήσειν οὐδὲ πρὸς βραχὺ, ἀλλ' ὑποπτήξαντας ἑτοίμους ἑαυτοὺς παρέχεσθαι ἀνδραποδίζεσθαι. διὸ καὶ σχοινία ἕκαστος ἐπεφέροντο τοῦ τοὺς ἁλωσομένους βαρβάρους ἕνεκα δεσμεῖν, ἵνα μὴ διαδιδράσκοιεν ἄδετοι ἀγόμενοι. οἱ Σκύθαι δὲ νομίσαντες στρατιὰν πεζὴν ἰέναι ἐπ' αὐτοὺς, τῶν ἵππων ἐπιβάντες, ἐξήγοντο τοῦ στρατοπέδου ὡς μαχούμενοι. οἱ δὲ, ὡς μόνον εἶδον τοῦ στρατοπέδου ἐξιόντας, τοῦ προτέρου φυσήματος ἐπιλαθόμενοι ἐτρέποντο πρὸς φυγήν. ὑπτίου δὲ ὄντος τοῦ πεδίου καὶ ὕλης παντάπασι ψιλοῦ, διαδρᾶναι ἠδυνήθη οὐδὲ εἷς, ἀλλὰ πάντες κατεκόπησαν ὑπὸ τῶν Σκυθῶν πλὴν τῶν ἱππέων. οὗτοι γὰρ διά τε τὸ πολὺ αὐτῶν τοὺς Σκύθας ἔτι ἀφεστάναι, ἡνίκα ἡ τροπὴ ἐγένετο, ἄλλως θ' ὅτι καὶ πρὸς τὸν πεζὸν ἠσχόληντο οἱ βάρβαροι, διασωθῆναι εἰς τὴν πόλιν ἠδυνήθησαν. οὕτως ἡ ἄνοια καὶ ἡ παράλογος ὁρμὴ πρὸς ἀνηκέστους ἐξάγει συμφοράς. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ μετὰ τῶν Σκυθῶν τὴν εἰσβολὴν Ἀνδρόνικον Παλαιολόγον τὸν πρωτοστράτορα, ὃς ἦν γαμβρὸς αὐτῷ, ἄρχοντα συμπάσης ἀποδείξας τῆς στρατιᾶς καὶ τὸν πρὸς Διδυμότειχον ἐπιτρέψας πόλεμον, αὐτὸς εἰς Βυζάντιον ἐπανῆκε. πρωτοστράτωρ δὲ συχνὰς ἐποιεῖτο κατὰ Διδυμοτείχου ἐκδρομὰς καὶ πάλιν ἀνέστρεφε ταχέως. οὐ γὰρ ἦν, ὅ,τι κακώσειε διαφθείρας, οὐδενὸς ὄντος ἔξω τειχῶν. οἱ δὲ ἔνδον στρατιῶται, αὐτοῦ ἀναχωροῦντος, τοὺς περιοίκους ληϊζόμενοι καὶ σῖτον διαρπάζοντες καὶ βοσκήματα, διέφερον τὸν πόλεμον, οὐδὲν ἀγεννὲς οὔτε πράξαντες, οὔτε μελλήσαντες διὰ τὴν ἔνδειαν. ἐπελθόντος δὲ αὐτοῖς τοῦ πρωτοστράτορός ποτε, πέμψας ὁ μητροπολίτης ἐδήλου διὰ γραμμάτων, ὡς ἀνόνητα κόπτονται καὶ ταλαιπωροῦσι διὰ τὸν πρὸς βασιλέα πόλεμον, ᾧ δουλεύσουσι πάντως μετὰ μικρὸν, αὐτοί τε ἀπέραντα πονοῦντες καὶ τοῖς ἄλλοις αἴτιοι γινόμενοι μεγάλων συμφορῶν. παρῄνει τε, αὐτῷ πειθομένους τῶν κακῶν ἀπέχεσθαι. εἰ γὰρ οὐκ ἀποβαίη τοιαῦτα, οἷα ἐγὼ λέγω, ἔφασκεν, οὐ λελάληκε τὸ πνεῦμα τὸ ἅγιον ἐν ἐμοί. τοῦ πεμπομένου δὲ ἀπαγορεύοντος τὴν ἄφιξιν διὰ τὸ δεδοικέναι, μὴ κακῶς ὑπ' ἐκείνων πάθῃ τοιαῦτα ἀπαγγέλλων, ἐκέλευε θαῤῥεῖν, ὡς οὐδὲν ὑποστησόμενον, ἢ πληγὰς ὀλίγας. ἃ καὶ ἀπέβαινεν, ᾗ ἐκεῖνος προηγόρευεν.

νβʹ. Ἄννα δὲ ἡ βασιλὶς, ἐπεὶ πύθοιτο Καντακουζηνὸν τὸν βασιλέα πολλῆς εὐνοίας ἀπολαύοντα παρὰ Κράλῃ, παρασκευάζεσθαι αὖθις ὡς εἰς Διδυμότειχον ἐπανήξοντα ἅμα στρατιᾷ, τὸν Λουκᾶν ἀπολεξαμένη Γεώργιον καὶ Μακάριον τὸν μητροπολίτην Θεσσαλονίκης, πρεσβευτὰς ἔπεμπεν εἰς Κράλην καὶ ἐπηγγέλλετο πόλεις παραδώσειν, ὅσας ἂν συμβῶσιν, εἰ μόνον Καντακουζηνὸν πέμψειε δεσμώτην πρὸς αὐτήν. ὁ δὲ ἐμέμψατό τε τὴν πρεσβείαν καὶ ἀπηγόρευε φανερῶς, ὡς οὐκ ὀλίγων μόνον πόλεων ἕνεκα, ἀλλ' οὐδὲ συμπάσης τῆς Ρωμαίων ἀρχῆς τοιοῦτον τολμήσων ἄγος, καὶ ἀπέπεμπεν ἀπράκτους. οἱ δὲ εἰς Βυζάντιον ἐλθόντες, ὀλίγῳ ὕστερον πάλιν ἐπανῆκον. ἔφασκε δὲ ὁ Κράλης, ὡς κατὰ τὴν δευτέραν πρεσβείαν τὰς ἐκ Χριστουπόλεως ἁπάσας ἑσπερίους πόλεις παραδιδοῖεν πλὴν Θεσσαλονίκης, ὡς, εἰ μὴ Καντακουζηνὸν τὸν βασιλέα βούλοιτο παραδιδόναι, ἀλλ' αὐτὸν γοῦν εἵρξαντα κατέχειν ἐν δεσμωτηρίῳ. ὁ δὲ αὖθις ἀπέπεμπεν ἀπράκτους, ἀδύνατα εἰπὼν αἰτεῖν. Ἑλένη δὲ, ἡ τοῦ Κράλη γαμετὴ, καὶ καθήψατο πικρῶς καὶ ἀπέπεμπε πρὸς ὀργὴν, ὡς ἄδικα πρεσβεύοντας καὶ πολλὴν αὐτοῖς τὴν ἀδοξίαν οἴσοντα. ὁμοίως δὲ καὶ οἱ ἐν τέλει πάντες τῶν Τριβαλῶν ἐλοιδοροῦντό τε καὶ πολλὴν αὐτῶν κατεγίνωσκον μωρίαν, εἰ τοιαῦτα πείσειν ἤλπισαν, οὕτω μηδεμίαν ὑπερβολὴν ἐλλείποντα κακίας. πάντες γὰρ ἐφίλουν βασιλέα καὶ οὐδὲν ἠνείχοντο τῶν ἀγόντων βλάβην εἰς ἐκεῖνον, ὥστε καί τις ἐξ αὐτῶν Κοβάτζης ὠνομασμένος φανερῶς ἀντεῖπε καὶ ἠπείλησε θάνατον τοῖς πρέσβεσιν, εἰ μὴ τάχιον ἀπαλλάττοιντο. πολλήν τε αὐτῶν ἀναισθησίαν κατηγόρει, ὅτι τὸν Ρωμαίων ὀφθαλμὸν οἰκείαις αὐτῶν χερσὶν ἐξορύξαντες αὐτοὶ, προσέτι καταπροδιδόασι καὶ πόλεις καὶ τὴν ἀρχὴν Ρωμαίων, ἵνα τελέως κατασβέσωσιν αὐτὸν, ὥσπερ δεδοικότες μὴ ἐπανελθόντος αὖθις ἀναβλέψωσιν. ὁ μὲν οὖν οὕτω πρὸς ὀργὴν ἀπέπεμπε. Μακάριος δὲ ὁ Θεσσαλονίκης ἐπίσκοπος, ἐπεὶ ἀνηνύτοις ᾔσθετο ἐπιχειρῶν, βασιλεῖ τῷ Καντακουζηνῷ προσελθὼν, πρῶτα μὲν ἐμέμφετο τῆς περὶ βασιλέα τὸν φίλον ἀγνωμοσύνης, ὅτι τοσοῦτον φιληθεὶς καὶ οὕτω μεγάλων εὐεργετημάτων ἀπολελαυκὼς, τοῖς ἐναντιωτάτοις ἀμείψαιτο τοὺς παῖδας, τῆς ἀρχῆς ἕνεκα ἐπιβουλεύσας καὶ ἀποκτεῖναι διανοηθείς. ὧν τὴν ἀτοπίαν βδελυξάμενον καὶ θεὸν, μὴ μόνον οὐκ ἐφεῖναι εἰς τέλος τὰ βεβουλευμένα ἀγαγεῖν, ἀλλὰ καὶ τῆς περὶ βασιλέα ἀδικίας δίκας εἰσπραττόμενον, ὑπερόριον ἀποδεῖξαι καὶ πλανήτην περιιόντα, ἐπ' ἄλλοις τὴν ἐλπίδα ἔχοντα τῆς σωτηρίας. ἔπειτα συνεβούλευεν, εἰ μὴ πρότερον, ἀλλὰ νῦν γε τὸ συνοῖσον συνιδόντα, πρεσβείαν ποιήσασθαι πρὸς βασιλίδα καὶ ἱκέτην αὐτῆς τε καὶ πατριάρχου καὶ τῆς συγκλήτου βουλῆς γενέσθαι, ὥστε ἐπὶ τοῖς γεγενημένοις συγγνώμης ἀξιώσαντας, πρόνοιάν τινα ποιήσασθαι αὐτοῦ, μὴ καὶ ὑπερόριος ἀπόληται, οὐδεμιᾶς ἢ φαύλης τινὸς ἐλπίδος ἔτι ὑπολειπομένης. βασιλεὺς δὲ «οὐδὲν θαυμαστὸν», εἶπεν «εἰ μεθύων τις καὶ παραφερόμενος ὑπ' ἀναισθησίας οἴοιτο ἀστατεῖν τὴν γῆν, βεβαίως ἡδρασμένην· οὐδ' εἰ ὑπὸ μελαγχολίας κατεχόμενος οἴοιτο καὶ τοὺς ἄλλους τὰ ἴσα πάσχειν. καὶ σὺ τοίνυν τῇ κενῇ δόξῃ καὶ φιλαρχίᾳ κατάκρας ἁλοὺς καὶ προδοσίαν τὴν ἐσχάτην εἰργασμένος, οὐδὲν θαυμαστὸν, εἰ τὰ ἴσα καὶ ἐμοῦ καταψηφίζῃ, μηδὲν τοιοῦτον εἰργασμένου. οἶσθα γὰρ, ὡς ἐμοῦ τοῖς ἐν Ἄθῳ ἀρετῆς ἀντιποιουμένοις καὶ τοῦ καλοῦ καὶ ἐρασταῖς καὶ ἐργάταις γεγραφότος καὶ πολλὰ δεηθέντος, πρὸς Βυζάντιον ἐλθεῖν καὶ βασιλίδι καὶ πατριάρχῃ καὶ οἷς αὐτὸς ὀνομάζεις σύγκλητον βουλὴν διαλεχθῆναι περὶ εἰρήνης καὶ πεῖσαι κατατίθεσθαι τὸν πόλεμον, ὃν ἀδίκως κεκινήκασι κατ' ἐμοῦ μηδὲν ἠδικηκότος, συκοφαντίας πλασάμενοι καὶ διαβολὰς, μετὰ τῶν ἄλλων παρειλήφασι καὶ σὲ, ὡς ἀρετῆς ἀντιποιούμενον δῆθεν καὶ ὑπὲρ τοῦ καλοῦ καὶ τοῦ κοινῇ λυσιτελοῦντος βουλησόμενον διακινδυνεύειν. ἀλλ' ἐκεῖνοι μὲν καλῶς ποιοῦντες, τά τε δέοντα εἰρήκασι μετὰ παῤῥησίας καὶ τῶν εἰς αὐτοὺς ἡκόντων ἐνέλιπον οὐδὲν, καὶ τῶν διαφθείρειν βουλομένων καὶ διαστρέφειν ἀπὸ τῆς ἀληθείας, οὐδὲ ἐπεστράφησαν, πολλὰ ἐπαγγελλομένων εὖ ποιήσειν. ἀλλὰ τοῖς ἐξαρχῆς ἐνέμειναν λογισμοῖς καὶ τῇ περὶ τοῦ καλοῦ καὶ δικαίου κρίσει· δι' ἃ καὶ μέχρι νῦν πολλοῖς προσταλαιπωροῦσιν ἀλγεινοῖς. σὺ δ' ὑπὸ φιλαρχίας καὶ τῆς κατὰ τὴν ἀρχιερωσύνην δόξης ἡττηθεὶς αἰσχρῶς, καὶ τοὺς συμπρεσβευτὰς μετὰ τοῦ δικαίου καὶ τῆς ἀληθείας προὔδωκας· οἷς ἁρμόσει μικρὸν ὑπαλλάξαντας τὸ ὑπὸ Παύλου τοῦ θεσπεσίου εἰρημένον περὶ Δημᾶ, καὶ περὶ σοῦ εἰπεῖν νυνὶ, ὅτι, Μακάριος ἡμᾶς ἐγκατέλιπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην. ἃ ἐχρῆν μεμνημένον, καὶ ὡς νῦν ἀνοσιώτερα καὶ ἀδικώτερα πολλῷ τολμᾷς, τὸν οὐδὲν ἐμὲ ἠδικηκότα αὐτοχειρίᾳ μονονουχὶ πειρώμενος φονεύειν, χάριν ἀξίαν ἐν τούτῳ κατατιθέμενος τοῖς τὴν ἀρχιερωσύνην ἐγχειρίσασιν, αἵμασιν ἀδίκοις μολύνων τὰς χεῖρας, μὴ ἐμοῦ καταψηφίζεσθαι ἀδικίαν καὶ ἀγνωμοσύνην περὶ βασιλέα, οὐδὲν οὔτε πρότερον, οὔτε μέχρι νῦν ἀνάξιον τῆς εἰς ἐκεῖνον φιλίας εἰργασμένου. περὶ μὲν οὖν τῆς εἰς βασιλέα καὶ τοὺς παῖδας ἐμοῦ εὐγνωμοσύνης λόγον οὐδένα πρὸς σὲ ποιήσομαι νυνὶ, καθάπαξ τὰς φρένας διεφθορότα καὶ ἄδικα καὶ παράνομα καὶ λέγοντα καὶ διανοούμενον περὶ ἐμοῦ, ἀλλ' ὕστερον, ἡνίκα ἂν ἐθέλῃ θεός. περὶ δὲ ὧν εἴρηκας, ὡς δεῖ βασιλίδος ἱκέτην καὶ πατριάρχου γενέσθαι, ὡς ἂν συγγνώμην παρασχόμενοι πρόνοιάν τινα ποιήσωνται πρὶν παντάπασιν ἀπολέσθαι, ἐκεῖνο εὔκαιρον εἰπεῖν, ὅτι, μὴ κλαίετε ἐπ' ἐμὲ, θυγατέρες Ἱερουσαλὴμ, ἀλλ' ἐφ' ἑαυτὰς καὶ ἐπὶ τὰ τέκνα ὑμῶν.» πρὸς μὲν οὖν ἐκεῖνον ὁ βασιλεὺς τοιαῦτα ἀπεκρίνατο.

νγʹ. Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ ἐκ Θετταλίας ἧκον πρέσβεις, καλοῦντες βασιλέα καὶ δεόμενοι ἄρχειν σφῶν. καὶ πρότερόν τε γὰρ ἕτοιμοι ἦσαν ὑπακούειν καὶ τὰ ἐκείνου μᾶλλον ᾑροῦντο, ἢ βασιλίδος, καὶ τότε δὲ ὁμονοήσαντες ἔπεμψαν πρὸς αὐτὸν, καλοῦντες ἐπὶ τὴν ἀρχήν. βασιλεὺς δὲ αὐτοῖς πολλὰς ὁμολογήσας χάριτας τῆς τε προτέρας εὐνοίας καὶ τοῦ νυνὶ προσχωρεῖν ἑκόντας, ἔπειτα ἔφασκεν ἄγνωμον εἶναι δεινῶς, εἰ αὐτῶν πᾶσαν εὐνοίας ὑπερβολὴν ἐνδεικνυμένων, μὴ ὁμοίως καὶ αὐτὸς φαίνοιτο διακείμενος περὶ αὐτοὺς, μηδὲ τὴν διάνοιαν ἀποκαλύπτοι. ὅσα μὲν γὰρ ἐν Γυναικοκάστρῳ συμβαίη περὶ αὐτὸν, καὶ ὡς αὐτός τε καὶ τῶν συνόντων οἱ μάλιστα φιλοῦντες μεγάλοις κινδύνοις περισχεθεῖεν, ἀφισταμένων μὲν τῶν οἰκείων, τῶν πολεμίων δὲ ἐπικειμένων, καὶ ταραχῆς πολλῆς καὶ ἀταξίας τὸ στρατόπεδον κατεχούσης, εἰ μὴ θεὸς ἄνωθεν χεῖρα σώζουσαν ὑπερέσχεν, οὐδ' αὐτοὺς ἠγνοηκέναι οἴεσθαι. ἀνάγκῃ δὲ ἐλθὼν πρὸς Κράλην τὸν ἄρχοντα Τριβαλῶν, πολλῆς ἀπολελαυκέναι παρ' αὐτοῦ καὶ τιμῆς καὶ συμμαχίας παρὰ δόξαν. ὀλίγῳ γοῦν πρότερον στρατιὰν παραλαβὼν πολλήν τε καὶ ἀγαθὴν, ἐπὶ Διδυμότειχον σπεύδειν, ὡς τοῖς ἐκεῖσε φίλοις συνεσόμενος καὶ διαθησόμενος εὖ τὰ κατ' αὐτόν. γενομένου δὲ ἐν Φεραῖς, τούς τε ἡγεμόνας καὶ τὴν στρατιὰν νόσῳ δεινῇ περισχεθῆναι καὶ ἀποθανεῖν αὐτῶν πολλοὺς, ὡς ἐκ τῆς νόσου καὶ πρὸς ἀνάγκην ἐλθεῖν αὖθις ἀναστρέφειν εἰς τὴν Τριβαλῶν ἀρχήν. νυνὶ δὲ παρασκευάζεσθαι, ὡς ἅμα στρατιᾷ εἰς Διδυμότειχον αὖθις ἀφιξόμενος. τοῦτο γὰρ μάλιστα λυσιτελεῖν αὐτῷ πρὸς τὸ κτήσασθαι, εἰ κατὰ γνώμην εἴη θεῷ, τὴν πᾶσαν Ρωμαίων ἡγεμονίαν. δι' ἃ οὐ δύνασθαι ἥκειν πρὸς Θετταλίαν νῦν. μᾶλλον γὰρ ἀνιάσειν, συγγινόμενος μὲν ἐπὶ μικρὸν, ἐν τάχει δὲ ἀπαίρων πρὸς Θρᾴκην αὖθις. ἀλλ' εἴγε κατὰ γνώμην αὐτοῖς εἴη ὑπ' αὐτὸν τελεῖν, νῦν μὲν ἄρχοντα αὐτοῖς τὸν Ἄγγελον Ἰωάννην ἐφιστᾷν, προσήκοντά τε μάλιστα ἐξ αἵματος καὶ δυνάμενον ἐξηγεῖσθαι καὶ διασώζειν ἀπὸ τῶν πολεμίων, ἄν τινες ἐπίωσι, καὶ συνέσει καὶ εὐψυχίᾳ καὶ ἐμπειρίᾳ τῇ πρὸς τοὺς πολέμους. αὐτὸν δὲ γενόμενον ἐν Διδυμοτείχῳ, εἰ μή τι κωλύοι δυσχερὲς, πρόνοιαν αὐτῶν ποιήσεσθαι, ὅση δυνατὴ, καὶ πᾶσαν ἐνδείξεσθαι ὑπὲρ αὐτῶν καὶ προθυμίαν καὶ σπουδήν. τοιαῦτα μὲν πρὸς τοὺς πρέσβεις ἀπεκρίνατο. ἐκέλευέ τε καὶ τοῖς ἐν Θετταλίᾳ ἀπαγγείλαντας, εἰ πείθοιντο, εἰς ἔργον ἄγειν· φιλοφροσύνην τε αὐτῷ προσήκουσαν περὶ αὐτοὺς ἐπιδειξάμενος, συνεξέπεμπε καὶ τῶν οἰκείων ἕνα Μανουὴλ τὸν διοικητὴν, ὡς τὰ εἰρημένα παρ' αὐτοῦ καὶ τοῖς ἐν Θετταλίᾳ ἀπαγγελοῦντας. ὧν καὶ γενομένων ἐν Θετταλίᾳ, ἐπεὶ ἥ τε στρατιὰ καὶ τῶν πόλεων οἱ ἄριστοι τὰ παρὰ βασιλέως εἰρημένα ἐπυνθάνοντο, πρῶτα μὲν ὡμολόγουν βασιλεῖ χάριτας πολλὰς τῆς εὐμενείας τῆς περὶ αὐτοὺς καὶ τῆς συντρόφου καὶ φίλης ἀληθείας ἐκ παιδὸς, ὅτι καίτοι δοκῶν ἐν δυσπραγίαις εἶναι, οὐδὲν ὑπέμεινε πεπλασμένον φθέγξασθαι, οὐδ' ἀγεννὲς, ἀλλὰ δήλην αὐτοῖς πεποίηται τὴν διάνοιαν οἵα ἦν. αὐτοὺς δὲ τῷ περιόντι τῆς εἰς αὐτὸν εὐνοίας, ἐπεὶ μὴ λυσιτελεῖν αὐτῷ δοκοίη, τὸ νῦν ἔχον ἥκειν παρ' αὐτοὺς, οὐκ Ἄγγελον μόνον, κατὰ γένος τε αὐτῷ προσήκοντα καὶ ἄρχειν δυνάμενον αὐτῶν, ἀλλὰ καὶ εἴ τινα ἐκείνου πέμποι πολλῷ καταδεέστερον, δέξεσθαι προθύμως καὶ πᾶσαν ἐπιδείξεσθαι περὶ τὸν βασιλέα εὔνοιαν. τοιαῦτα μὲν καὶ οἱ ἐν Θετταλίᾳ ἀπεκρίναντο. βασιλεὺς δὲ ἐπεὶ πύθοιτο ἀπὸ τῶν πρέσβεων ἐπανελθόντων, ἔπεμπε τὸν ἀνεψιὸν Ἄγγελον Ἰωάννην, ἐπίτροπον εἶναι Θετταλίας. πᾶσι δὲ βουλόμενος καταφανὲς ποιεῖν, ὡς οὐ βασιλέως τοῖς παισὶν ἐπιβουλεύων ἤρατο τὸν πόλεμον, καὶ ὡς οὐδ' εἰ περιγένοιτο τῆς ἀρχῆς ἔγνωκεν ἀποστερεῖν, ἀλλ' ὑπὸ βασιλίδος μᾶλλον αὐτὸς ἐπολεμήθη ἀνθρώποις πειθομένης συκοφάνταις, τῷ Ἀγγέλῳ πρὸς τὴν Θετταλίας ἀρχὴν χρυσόβουλλον ποιῶν, βασιλίδα τε προσέγραφε καὶ βασιλέα Ἰωάννην τὸν υἱὸν, ὥστε Ἄγγελόν τε καὶ Θετταλοὺς τὴν δουλείαν τε κἀκείνοις ὥσπερ καὶ αὐτῷ ὁμολογεῖν καὶ μᾶλλον ἢ πρότερον ὑπείκειν. ὃ καὶ ἐπὶ λέξεως εἶχεν οὕτως· «ὡς ἀπόλοιτο ὁ φθόνος, τὸ πάντων τῶν κακῶν χείριστόν τε καὶ ἀδικώτατον, ὅγε κακῶς ἡμᾶς ἀρχῆθεν ἐξώσας τῆς ἀκηράτου τρυφῆς χειρὶ θεοῦ πλασθέντας καὶ λόγῳ τιμηθέντας, ὢ τῆς ὑπὲρ λόγον χάριτος. καίτοι μετὰ τὴν τοῦ χείρονος πεῖραν, ἵνα συνελὼν εἴπω, εἰ τῆς ἐνδίκου καταδίκης ἐκείνης ἦμεν ἐν συναισθήσει καὶ τὰ βελτίω ἐμελετῶμεν, κἂν συγγνώμης τυχόντες αὖθις ἂν ἦμεν ἐν τοῖς προτέροις. νυνὶ δ' ὥσπερ μή τι χαλεπὸν πεπραχότες ἢ πεπονθότες ἐξ ἀβουλίας, ἢ γοῦν ὑπὸ τοῦ παθεῖν οὐμενοῦν διδαχθέντες, τὸ τὰ δέοντα φρονεῖν οἱονεὶ παρῃρήμεθα, πήματα πάσχειν αὐθαίρετα κακῶς αἱρεθέντες, καὶ δεινῶς ἐγκαλινδεῖσθαι διὰ βίου τοῖς μὴ καθήκουσι καὶ τῆς ἴσης ἀξίας πρὸς θεοῦ τυχόντες, καὶ τῆς αὐτῆς ἠξιωμένοι σπουδῆς, μεμηνότος δίκην, ταυτησὶ μὲν οἰκτρῶς ἐκπεπτώκαμεν, ἀνισότητα δὲ πεπόνθαμέν τε καὶ τετιμήκαμεν. δέον γὰρ σπουδάζειν ἢ τὸν αὐτὸν ἐπὶ τοῖς ἀμείνοσι δρόμον, ἢ φιλονεικεῖν ἄλλος ἄλλον ὑπερβαίνειν, ὅπως ἂν ἐπ' ἀγαθοῖς ἀλλήλους νικῴημεν τοὐναντίον ἅπαν φαινόμεθα πράττοντες, καὶ συμβέβηκεν ἡμῖν οἷόν τι πάθος ἀτεχνῶς ἄτοπον, ὅτι κατὰ τοὺς τῆς μορφῆς χαρακτῆρας ἔπεστι διενηνοχέναι, καὶ ταῖς τῆς ψυχῆς ἔξεστι. καὶ τὴν πρώτην ἐκείνην καὶ μακαριστὴν ὄντως εὐδαιμονίαν ἀποβαλοῦσιν ἡμῖν δέδοκτο δεῖν ἐφ' ἑτέραν πολυσχιδῆ τραπέσθαι, ἀβέβαιον πάντῃ καὶ καθ' ἑαυτὴν στασιάζουσαν. ἣν εἴ τις οὐ καλοίη τύρβην κομιδῆ ματαίαν καὶ θόρυβον ἀκερδῆ, τοῦτον ἐγὼ νομίζω τελεῖν οὐκ εἰς τοὺς εὖ φρονοῦντας, οὐ φύσεως εἰς τοῦτο, φαύλης δέ τινος αἱρέσεως ζημιωσάσης αὐτόν. πολλῶν δὲ ταύτης δὴ τῆς λεγομένης τε καὶ νομιζομένης εὐδαιμονίας διαφόρως εὐμοιρησάντων, καὶ τῷ μὲν ἀπὸ γένους οἷον τιμᾷν εἰώθασιν ἄνθρωποι, τὸ βρενθύεσθαί τε καὶ ἥδεσθαι προσυπάρχοντος, τῷ δ' ἀπὸ χρημάτων, τῷ δ' ἀπὸ δόξης καὶ θεραπείας ὅτι πολλῆς, ἑτέρῳ δ' ἀπὸ στρατηγίας βίου τε κατὰ κόσμον ἐπαινετοῦ, ἄλλῳ δ' ἀπ' εὐτεκνίας καὶ φατρίας λαμπρᾶς συγγενῶν καὶ φίλων, τούτων ἁπάντων καὶ τῶν ἄλλων, ὅσα τοῖς πολλοῖς μακαρίζεται, παρίημι γὰρ τὸ δοκεῖν περαιτέρω τῇ τῶν τοιούτων ὀνομάτων προφορᾷ φαιδρύνεσθαι, λίαν ἱκανῶς ἐμοὶ πειραθῆναι καὶ δαψιλῶς εὐμαρῶς πως ἄν τις εἴποι κατὰ ῥοῦν θεόθεν κεχορήγηται. καὶ εἴ τῳ τῶν νῦν ἢ τῶν πάλαι ἑνὶ τῶν λεγομένων αὐχεῖν ὁπωσοῦν ἐχρῆν ἢ μέγα φρονεῖν, φαῖεν ἅπαντες ἂν ἐμοὶ χρῆναι τὸ τούτοις ἅπασι διὰ πάντων σεμνύνεσθαι ἀμέλει. καὶ ἦν μὲν ἐμοὶ πολλή τις εὐδαιμονίας σύῤῥοια καὶ ὄλβου παντοίου, μηδενὸς τυγχάνοντος κακοῦ καθ' ἧμαρ, ὥς τινι τῶν πάλαι σοφῶν ἐπῃνέθη· ἐθεώμην δ' ὥσπερ ἐξ ἀπόπτου τινὸς εἰκῆ ταῦτα τιμώμενά τε καὶ σπουδαζόμενα καὶ ῥᾷστα λυόμενα, ὡς ἔξωθεν ἀνθρώποις περιῤῥεόμενα, τύχης τινὸς ἀστάτῳ φορᾷ καὶ τὸ τῆς τρυτάνης πασχούσης, ἧς τῶν πλαστίγγων ἡ μὲν ἄνεισι κουφιζομένη, ἡ δ' αὖ καθέλκεται βαρυτέρας ἐπεντεθείσης ὁλκῆς. καὶ πάντων μὲν τῶν ἄλλων ᾤμην ῥᾳδίαν τινὰ τὴν μεταβολὴν, ὡς ἀπὸ μὲν τῶν ἀφιξόμενος οἴκοθεν, ὑπὸ δὲ τῶν ἴσως οὐκ ἀεὶ καλούμενος, οἷα συμβαίνειν εἴωθεν· ἣν δ' ἐφθακὼς ὠνόμασα φατρίαν φίλων, οὔποτ' ᾤμην τοῖς πράγμασι συμμεταβληθῆναι, μηδὲ τοῖς τοῦ βίου καιροῖς, ἀλλ' ὥσπερ οὐκ αὐτὸς ἔμελλον ἀμωσγέπως ἐκείνων ἀφέξεσθαι, οὕτως οὐδὲ σφᾶς ἄλλο παρὰ τοῦτο παθεῖν ὑπείληφα. εἰρήσεται γὰρ τἀληθές· παγχάλεπον ἐνόμισα ἐκείνους κατ' ἐμοῦ γενέσθαι, οὓς εὖ ποιῶν οὐκ ἐπαυσάμην ἐν πᾶσιν. εἰ δὲ καὶ ὑπ' αὐτῶν τούτων μᾶλλον ἡμεῖς ἀνήκεστα ἐπεπόνθειμεν καὶ τὰ δεινότατα, φεῦ, σεσυκοφαντήμεθα καὶ διαβεβλήμεθα, τί χρὴ καὶ λέγειν; ἀλλ' ἐχρῆν, ἄρ' ἐχρῆν κατειληφέναι πάντας ἀπλανῶς καὶ ἐς προὖπτον κεῖσθαι, ὡς οὐδὲν μόνιμον, οὐδὲ βέβαιον. τῷ μέντοι πρὸ ἡμῶν δεσπότῃ τε καὶ βασιλεῖ τῷ θειοτάτῳ καὶ γενναίῳ μοι ἀδελφῷ πάλαι τὰ μέγιστ' ἀδικουμένῳ καὶ κινδυνεύοντι, παροπτέον δὲ τὰ νῦν φειδοῖ τῶν ἀδικούντων, πλὴν τούτου, πάνυ θαυμαστῶν ὄντων, προστεθέντες ἡμεῖς καὶ πάντα μὲν παρ' οὐδὲν θέμενοι, συγκινδυνεῦσαι δ' ἐκείνῳ καλῶς ἑλόμενοι καὶ μυρίοις ὑπὲρ ἐκείνου συμπιεσθέντες δεινοῖς, φιλίας ὅρῳ καὶ νόμοις δικαίου χρέους πειθόμενοι, περιγενέσθαι λαμπρῶς τῶν ἀδικούντων τουτονὶ πεποιήκαμεν θεοῦ, τυχόντες ἵλεω. καὶ ἦμεν αὖθις ἐν παντὶ βίῳ τοῦ ζῇν καὶ βασιλεύειν ἐκεῖνον κηδόμενοί τε καὶ περὶ πλείστου ποιούμενοι, ὡς ἴσασι ταῦτα πάντες, καὶ ἡμῶν τὸ σιγᾷν αἱρουμένων. ἐγὼ μὲν οὖν, ὡς καὶ πλειστάκις αὐτοῖς ἔργοις ἐπεδειξάμην, ὑπὸ θεῷ καὶ τὰ νῦν διισχυρίζομαι μάρτυρι, ὡς ῥᾷστ' ἂν καὶ σὺν εὐχῇ τὴν ἐμὴν ἀπεδόμην ζωὴν, εἴγε ἐξὸν ἦν ἐκεῖνον οὐκ ἐς ᾅδου ἰέναι. ἐπεὶ δὲ τοῦτ' ἐβουλόμην μὲν καὶ ὅσον τὸ ἀπ' ἐμαυτοῦ εἶχον ἐκ τοῦ ῥᾴστου πεποιηκέναι, τῷ θεῷ δ' οὕτω κέκριται καὶ τέθνηκεν, ὡς μὴ ὤφελε, βίον ἀβίωτον ἐμοὶ καταλελοιπὼς, τοῦ ζῇν καὶ ἄρχειν τὴν ἐκείνου σύζυγον καὶ τὰ φίλτατα παντὶ σθένει καλῶς ἐγὼ λίαν ἐπιμεμέλημαι, ψήφῳ τοῦ θειοτάτου βασιλέως καὶ πάντων ἐφεξῆς ὕστερον τὴν τῶν κοινῶν, ὡς καὶ πρὶν ἐγκεχειρισμένος διοίκησιν. καλῶς τοίνυν καὶ κατ' εὐχὴν καὶ ἐπὶ τὸ βέλτιον τῶν πραγμάτων ἡκόντων καὶ ἥξειν ἔτι ῥᾳδίως ἐπαγγελομένων, τῷ ἐξώλει καὶ κακίστῳ πάθει δή φημι τῷ φθόνῳ τρωθέντες, οἱ μᾶλλον, ὡς εἴρηται, παθόντες εὖ παρ' ἡμῶν, ὧν ἔξαρχος ὁ κάκιστ' ἀπολούμενος ἦν Ἀπόκαυκος, δίκην ὄφεως ὑπεψιθύρισαν τῇ βασιλίδι καὶ τοῦ ὀρθοῦ ταύτην ἐκπεπτωκέναι παρεσκευάκασι κακῶς, τὴν αὐτῆς διαστρέψαντες γνώμην· οὐ γὰρ ἂν εἴποιμι γνῶσιν καθ' ἡμῶν, βαβαὶ, καὶ ταῦτα σπουδαζόντων ὑπὲρ ἐκείνης καὶ τοῦ παιδὸς καὶ βασιλέως, καὶ μυρίους ὑπὲρ ἀμφοῖν ὑφισταμένων καμάτους. μέντοι γε καὶ κακοῖς ἐπεχείρησεν ἀμείψασθαί με, μᾶλλον δὲ θανάτῳ, τὸν ὅσῳ περὶ ἐκείνην καὶ τὰ κοινὰ ἀγαθὸν τῇ τοῦ Χριστοῦ χάριτι. ἀλλ' οἷα ἀνθ' οἵων κεκόμισμαι. ὁπηνίκα γάρ με ἐχρῆν εἰπεῖν τὸ τοῦ Παύλου, κρεῖττον ἂν εἴη λέγειν τὸ τοῦ ἀποστόλου τοῦ θεηγόρου, τὸ τὴν πίστιν τετήρηκα, τὸν δρόμον τετέλεκα, καὶ τὸ ἑξῆς τοῦ ῥητοῦ λοιπὸν εἰληφέναι θαῤῥεῖν, τότ' ἄρα ἐμοῦ μὲν σιγῶντος, αὐτὸ τοὖργον ἐβόα τοὺς ἄθλους καὶ μεγάλα ἀντὶ μεγάλων εἰσέπραττεν. οἱ δ' ὀφείλοντες, ὢ τῆς τῶν συκοφαντησάντων παραπληξίας, ἐρήμην ἡμᾶς κατεδίκασαν καὶ ἐγράψαντο πλάσαντες καθ' ἡμῶν, ὃ πρὸς βουλῆς καὶ μελέτης ἡμῖν οὐκ ἦν, οὔτοι μὰ τὸν καὶ λογισμοὺς καρδιῶν ἀκριβῶς ἐπιστάμενον. ἀλλὰ ταῦτα μὲν εἰς ἕτερόν μοι τεταμιεύσθω καιρὸν, ἡνίκα καὶ φανήσεται τἀληθὲς καλῶς θεοῦ διδόντος. νῦν δ' ὡς μὴ τῇ τοῦ λόγου ῥύμῃ συνισχημένοι, κἀντεῦθεν ταῖς τοιαύταις ἐμφιλοχωρεῖν ὑποθέσεσιν ἐπειγόμενοι, ἄτοπόν τι ποιεῖν ὑποληφθείημεν, μικροῖς λόγοις τὰ μὴ μικρὰ παραδοῦναι πειρώμενοι, ἰτέον εὐθὺ τοῦ προκειμένου. ἐπειδή ποτε βασκανίᾳ δαίμονος, ὡς διείληπται, καθ' ἡμῶν μανέντες οὐκ ἔνδικα οὓς διὰ χρόνου μακροῦ φίλους συνεστησάμεθα καὶ κοινωνοὺς ἡμῖν ἐποιησάμεθα τῆς εὐπραγίας, ἐσκαιώρησαν τὰ δεινότατα, καὶ ἣν ἐπορευόμεθα σὺν θεῷ πορείαν ὀρθήν τε καὶ τῷ κοινῷ συντείνουσαν κακοὶ κακῶς διαβεβληκότες τε καὶ κεκακουργηκότες παντάπασι προτεθύμηνται καὶ ἐπικεχειρήκασιν ἡμᾶς ὀλέσαι σὺν τοῖς ὑπολειφθεῖσι φίλοις, τοῦ κινδύνου τέως ἐφεστῶτος ἡμῖν, τὰ πρὸς σωτηρίαν ἀθρόον βεβουλεύμεθα· οὐδὲν ἧττον ἐπὶ θεῷ μάρτυρι πεφρικότες καὶ συνδιασκεψάμενοι, καὶ ἔτι φροντίζοντες, καὶ πῶς ἂν ἐκεῖνοι σωθεῖεν οἱ καταπροδόντες ἡμᾶς, καὶ ἵνα τὰ ἐν μέσῳ πλεῖστά γε ὄντα καὶ κόρον ὠσὶ παρέχοντα παρῶ, πάντων σχεδὸν ἐν ἀνάγκῃ καὶ καιρῷ κίνδυνον ἀπειλοῦντι διαφόρως, ἀπειπόντων τε καὶ καταλελοιπότων με φίλων, συγγενῶν γνησίων καὶ θεραπόντων, ταῦτά μοι τούτοις ὀφειλόντων, μᾶλλον δ' εἰπεῖν καὶ πλείω καὶ μυρίοις καταπροέσθαι με κινδύνοις πολλάκις ᾑρημένων, κρίμασι θείοις καὶ λόγοις ἀῤῥήτοις αὐτῆς καὶ μόνης τῆς τοῦ θεοῦ δεξιᾶς ᾐσθόμην λαμπρῶς ἀντιλαμβανομένης μου καὶ ἀντωθουμένης ἰσχυρῶς τοὺς καθ' ἡμῶν, ὡς ἄν τις φαίη, ἐπενηνεγμένους ἀκροβολισμοὺς καὶ τὰς ἑλεπόλεις τηνικαῦτα πέφηνε κρείττων τῶν ἀπειλούντων πάντων, καὶ σφόδρα δεινῶν τοσούτων. καὶ ὁ περιπόθητος αὐτάδελφος τῆς βασιλείας μου κύριος Ἰωάννης ὁ Ἄγγελος, ὃς τῆς αὐτῆς ἡμῖν τοῦ γένους ῥίζης τετυχηκὼς καὶ βασιλικοῖς βρύων αἵμασι, λίαν ἐπαινετῶς ἀντεφιλονείκησε περιγεγενῆσθαι μᾶλλον ἁπάντων τῇ τῆς ψυχῆς εὐγενείᾳ, ἢ ὅσῳ περιγίνεται τῇ τοῦ σώματος. τὴν μὲν γὰρ οἶδε φύουσάν τε καὶ αὖθις μείουσαν, τὴν δ' ἄφθιτον ἀεὶ μίμνουσαν. ψυχῆς μὲν οὖν ἀνδρίαν, ἢ φρονήσεως ἑδραιότητα καὶ περὶ τοὺς φίλους στεῤῥότητα, ὥστε προκινδυνεύειν αὐτῶν αἱρεῖσθαι, σώματός τε εὐφυΐαν καὶ ὥσπερ εὐαρμοστίαν καὶ ῥώμην, μακρὸν ἂν εἴη τὰ νῦν διεξέρχεσθαι. ἐπεὶ δὲ τὰς παρ' αὐτῶν φασι τῶν ἐχθρῶν ἀξιοπιστοτέρας γίνεσθαι μαρτυρίας, εἰδεῖεν ἂν καὶ φαῖεν ταῦτα Ἰλλυριοί τε, καθ' ὧν οὑτοσὶ μέγα κεκλέϊσται, καὶ πᾶσα ἤπειρος καὶ αὐτοὶ Πέρσαι, οἳ πολλάκις τούτῳ προσβαλόντες παντελῶς ἥττους, ὡς μηδένες ἐναργῶς ἀπηλέγχθησαν. ἃ δ' ὑπήνεγκεν ἀνδρείως καὶ πέπονθεν ἐμὴν χάριν, χρημάτων ἀφαίρεσιν παντελῆ καὶ πλούτου παντὸς δήμευσιν, θεραπόντων πλῆθος, στέρησίν τε τῶν ἄλλων ἁπάντων, ὧν ἡττημένους ὁ ρῶμεν ἀνθρώπους· ὅπως τέ μοι συνεξῴκισται ἐς Τριβαλοὺς, καὶ ψυχὴν αὐτὴν ἑτοίμως εἶχεν ὑπὲρ ἐμοῦ θεῖναι ὁπότε ἔδει, καὶ ὅπως ἐγίνετό μοι ἀντὶ πάντων, ὁποίων τέ μοι καὶ ὁπόσων κεκοινώνηκε τῶν ἀνιαρῶν, ἐῶ λέγειν, ὡς μὴ ἀνάξια δόξω πράττων ἐκδιηγούμενος σὺν οἴκτῳ δι' ἐμαυτοῦ, ἃ τότε γενναίως ἠνέγκαμεν ἀρωγῇ τοῦ κρείττονος. βούλομαι μὲν οὖν μακροτέρᾳ διηγήσει δοῦναι τὰ τούτου. ἐπειδὴ δ' ἐλάττω τῆς ἀληθείας ἔσται πάντως ἅττ' ἂν εἴποιμεν, ἔχει τις ἐξ ὀλίγων πάνυ τῶν ῥηθέντων ὥσπερ ἐν ἐπιδρομῇ ἐς βαθεῖαν τοῦ αὐτοῦ πρακτέων ἐληλυθέναι κατάληψιν. παρείσθω γὰρ τὰ πλείω οἷς ἔργον αὐτὸ τοῦτο μόνον, τὸ γραφῆς ταῦτ' ἀξιοῦν καὶ λόγοις τιμᾷν. ἡμῖν δὲ πρὸ τούτου μελήσει καὶ αὐτοῖς ἔργοις ἀμείβεσθαι τουτονὶ τὸν περιπόθητον αὐτάδελφον τῆς βασιλείας μου τὸν φερωνύμως χάρισι βρύοντα. δικαιότατον γὰρ εὐεργετεῖσθαι παρ' ἡμῖν καὶ μεγάλων ἀμοιβῶν ἀξιοῦσθαι, οὐχ ὅτι μόνον ἐστὶν οἷος δέδεικται καὶ φορυτὸν δυσχερῶν σὺν ἡμῖν ὑπὲρ ἡμῶν μάλα ἀσμένως ὑπήνεγκεν· ἀλλ' ὅτι καὶ διὰ πάντων τῶν αὐτῷ πεπραγμένων τρανῶς ἐπαγγέλλεται συνοίσειν, ὅ,τι βέλτιον τῷ κοινῷ, καὶ νίκας ἄρασθαι κατ' ἐχθρῶν τὰ Ρωμαίων νεμομένων ἀναίδην. διά τοι τοῦτο καὶ χάριτας ἀποχρώσας ἡ βασιλεία μου τῷδε βουλομένη ἀεὶ, ἐπιχορηγεῖ καὶ ἐπιβραβεύει νῦν καὶ τὸν παρόντα χρυσόβουλλον λόγον, δι' οὗ προστάσσει καὶ θεσπίζει καὶ διορίζεται εἶναι τὸν διαληφθέντα περιπόθητον αὐτάδελφον τῆς βασιλείας μου κύριον Ἰωάννην τὸν Ἄγγελον εἰς κεφαλὴν τῶν κάστρων καὶ χωρῶν Βλαχίας ἐφ' ὅρῳ τῆς ζωῆς αὐτοῦ, καὶ ἐπιμελεῖσθαι καὶ σπεύδειν καὶ φροντίζειν τῆς ἐπὶ τὸ κρεῖττον ἐπιδόσεως καὶ βελτιώσεως αὐτῶν, ὀφείλοντα διατηρεῖν ἀπαρασάλευτα καὶ ἅπερ ἐνόρκως ὑπεσχέθη τῇ βασιλείᾳ μου· ἃ περιττὸν μὲν ἴσως ἂν δόξειε κατὰ μέρος δηλούμενα καὶ ἀνοίκεια τάχα τῷ τούτου τρόπῳ ἀγαθῷ γε ὄντι καὶ περὶ ἡμᾶς εὐνουστάτῳ. ἐπεὶ δ' ἐπαινετόν τι χρῆμα πολλῶν ἕνεκα τὸ τρίβον ἀσφαλῆ καὶ λείαν πορεύεσθαι μηδὲν προσιστάμενον ἔχουσαν, ἤτοι γε ἀπειλοῦσαν τὰ παρ' ἡμῖν μὲν ἐκτεθέντα, ὅρκοις δὲ παρὰ τούτου βεβαιωθέντα, κατὰ μέρος ταῦτα καὶ λεχθήτω διὰ τὸ ἀσφαλέστερον. ἔστι δὲ τάδε. ἵνα ᾖ ὁ περιπόθητος αὐτάδελφος τῆς βασιλείας μου κύριος Ἰωάννης ὁ Ἄγγελος φίλος τοῦ φίλου αὐτῆς, καὶ τοῦ ἐχθροῦ αὐτῆς ἐχθρός· ἤγουν κἂν ὁποῖον ἄρα πρόσωπον εἴη, εἰ μὲν ἔχει φιλίαν καὶ ἀγάπην ἡ βασιλεία μου μετ' ἐκείνου, ἔχῃ καὶ αὐτὸς οὕτως· εἰ δ' οὖν, διατίθηται ἀναμφιβόλως καὶ ἀπολυπραγμονήτως εἰς αὐτὸ, ὡς καὶ ἡ βασιλεία μου. ἵνα μὲν τὸ τοιοῦτο τῆς Βλαχίας κεφαλαττίκιον ἐφ' ὅρῳ παντὶ τῆς ζωῆς αὐτοῦ ἔχῃ, οὐ μὴν δὲ ἔχῃ ἐπ' ἀδείας οὗτος τοῦτο δοῦναι καὶ πρὸς παιδίον αὐτοῦ, εἰ μή πως τάξῃ τοῦτο καὶ στέρξῃ ἡ βασιλεία μου, ὡς ἐξ ἄλλης ἀρχῆς. ἵνα οὐ μόνον χρεωστῇ τοι αύτην δουλοσύνην εἰς τὴν βασιλείαν μου, ἀλλὰ καὶ εἰς τὸν βασιλέα κύριον Ἰωάννην τὸν Παλαιολόγον, ἐὰν καταστήσῃ αὐτὴ τοῦτον διάδοχον τῆς βασιλείας· ἐὰν δὲ παραχωρήσει θεοῦ ἀποθάνῃ ὁ βασιλεὺς ὁ Παλαιολόγος, χρεωστῇ τὴν τοιαύτην ὑποταγὴν εἰς ὃν ἂν καταστήσῃ ἡ βασιλεία μου σὺν θεῷ διάδοχον καὶ κληρονόμον τῆς τῶν Ρωμαίων ἀρχῆς. φημίζηται δὲ καὶ μνημονεύηται ἐν πάσῃ τῇ χώρᾳ τῆς Βλαχίας καὶ ἡ δέσποινα Ἄννα ἡ Παλαιολογίνα καὶ βασιλεὺς ὁ υἱὸς αὐτῆς κατὰ τὴν ἐνεργουμένην συνήθειαν ἔν τε τῷ θεοφρουρήτῳ παλατίῳ τῆς βασιλείας μου καὶ ἐν αὐτῇ τῇ χώρᾳ. ἵνα καὶ ἐκεῖσε εἴτε μητροπόλεις εἶεν, εἴτε ἐπισκοπαὶ, εἴτε μοναστήρια, εἴτε ἐκκλησιαστικὰ δίκαια, ὦσιν ὑποκείμενα ὡς ἀρχῆθεν τῇ ἁγιωτάτῃ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ, νέμωνταί τε ἀναφαιρέτως καὶ τὰ προσόντα αὐτοῖς διὰ διαφόρων δικαιωμάτων. ἵνα, ἐὰν ἀποσταλῇ παρὰ τῆς βασιλείας μου εἰς τὸ δεσποτάτον ἢ ὁ περιπόθητος γαμβρὸς αὐτῆς κύριος Νικηφόρος ὁ δούκας, ἢ ἕτερος, ἔχῃ φιλίαν μετ' ἐκείνου καὶ χωρῆται ἑκάτερος εἰς τὰ δίκαια αὐτοῦ. εἰ δ' ἴσως συμβαίη διαφορά τις καὶ διένεξις ἀνὰ μέσον ἀμφοτέρων, ἀκουμβίζῃ τὰ περὶ τούτου εἰς τὴν βασιλείαν μου καὶ διορθοῖτο τοῦτο αὐτὴ, καθάπερ ἂν χορηγήσῃ ὁ θεὸς τῇ ταύτης γνώσει. περισώζηται δὲ καὶ τὰ σύνορα τῆς Βλαχίας καὶ τοῦ δεσποτάτου, ὡς τὸ πρότερον διὰ τὸ ἀσκανδάλιστον, ἵνα, ἐὰν παραλάβῃ τὰ ἐν τῷ περιορισμῷ τῆς Βλαχίας κάστρα, ἔχῃ καὶ ταῦτα εἰς τὸ κεφαλαττίκιον αὐτοῦ ὡς καὶ τὴν λοιπὴν Βλαχίαν, καθὰ δεδήλωται. εἰς δὲ τὰ ἄλλα κάστρα τὰ μετὰ τὴν Πάτραν διακείμενα, εἰ μὲν ἔχει ἀγάπην ἡ βασιλεία μου μετὰ τῶν Κατελάνων, ἔχῃ καὶ αὐτὸς, εἰ δὲ μάχην, μάχηται καὶ αὐτός· καὶ ὅσα ἂν προσέλθῃ εἰς τὴν δουλοσύνην τῆς βασιλείας μου, εἴτε ἀλλοτρόπως, εἴτε καὶ δι' αὐτοῦ τούτου τοῦ αὐταδελφοῦ τῆς βασιλείας μου, ἔχῃ ἄδειαν αὕτη τάττειν εἰς κεφαλὴν ἰδιοῤῥύθμως, ὃν ἂν ἐθελήσειεν. ἵνα, ἐὰν θέλωσί τινες τῶν ἐν τῇ Βλαχίᾳ ἀρχόντων τυγχάνειν ὀφφικίων παρὰ τῆς βασιλείας μου ἔρχεσθαί τε καὶ εἰς προσκύνησιν αὐτῆς, ἔχωσι τοῦτο ἐπ' ἀδείας καὶ οὐδὲν κωλύωνται παρ' αὐτοῦ. ἵνα ἐπὶ μὲν ἅπασι τοῖς δυτικοῖς μέρεσιν, ἔνθα ἂν χρῄζῃ αὐτῶν ἡ βασιλεία μου, δουλεύῃ μεθ' ἑαυτοῦ τε καὶ παντὸς τοῦ φωσσάτου Ρωμαϊκοῦ τε καὶ Ἀλβανιτικοῦ· ἀνωτέρω δὲ τῆς Χριστουπόλεως ἐὰν χρῄζῃ ἡ βασιλεία μου, δουλεύῃ μὲν μεθ' ἑαυτοῦ, φωσσάτου δὲ ὅσου ἂν δύνηται.» Ἀγγέλῳ μὲν οὖν τῷ Ἰωάννῃ ἐπὶ τοιαύταις συνθήκαις παρεδίδου Θετταλίας τὴν ἀρχὴν ὁ βασιλεύς. Θετταλοί τε τόν τε Ἄγγελον ἐδέχοντο προθύμως, ὡς παρὰ βασιλέως ἥκοντα, καὶ τὰ προστεταγμένα πάντα ἐπηγγέλλοντο ποιεῖν.

νδʹ. Οἱ ἐν Διδυμοτείχῳ δὲ ἐπεὶ πανταχόθεν αὐτοὺς ὁ πόλεμος περιειστήκει καὶ οὐδεμία τις ἐφαίνετο ἀνακωχὴ, εἰ μὴ πρὸς αὐτοὺς ταχέως ἐπανέλθοι βασιλεὺς, τὸν Ταρχανειώτην Μανουὴλ πέμπουσι πρὸς αὐτὸν, τοῦτο μὲν καὶ τὰ κατ' αὐτοὺς διδάξοντα ὡς εἶχε, τοῦτο δὲ καὶ μᾶλλον ἐξορμήσοντα πρὸς τὴν ἐπάνοδον, ὡς τῶν κατὰ Διδυμότειχον πραγμάτων ἐκείνου πάνυ δεομένων. βασιλεὺς δὲ καὶ πρότερον μὲν ἐν μεγάλῃ ἐτίθετο φροντίδι τὸ πρὸς Διδυμότειχον ἀπαίρειν, καὶ τότε δὲ ὑπὸ τοῦ Ταρχανειώτου παρακληθεὶς, μᾶλλον τὴν ἐπάνοδον ἐπέσπευδε καὶ Κράλην ἐπὶ τὰ ἴσα παρεκάλει. καὶ παρεσκεύαστο ἤδη ἡ στρατιὰ ἡ μέλλουσα συναίρεσθαι τῷ βασιλεῖ πρὸς τὴν ἐπάνοδον. καὶ Ταρχανειώτης μὲν βασιλέα τε καὶ τοὺς περὶ αὐτὸν πολλῆς ἐμπλήσας ἡδονῆς καὶ προθυμίας, οὐδὲ γὰρ ἐξ ὅτου βασιλεὺς εἰς Τριβαλοὺς ἧκεν, ἀξιόχρεώς τις οἴκοθεν ἀφῖκτο πρὸς αὐτὸν δέει τῶν κατεχόντων τὰς ὁδοὺς, αὖθις ἐπανῆκε πρὸς Διδυμότειχον διαλαθὼν τοὺς πολεμίους, καὶ ἀπήγγελλε σαφέστερον τὰ περὶ βασιλέως καὶ ὡς εἴη παρεσκευασμένος ἐπανήκειν ἅμα στρατιᾷ ὀλίγῳ ὕστερον. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ πρὸς Κράλην πέμψας, ἐδήλου τε ὅτι ἥξει ναυσὶ πρὸς τὴν Μακεδονίαν καὶ ὡς βούλοιτο συντυχεῖν αὐτῷ, συνθήκας ποιησόμενος, αἳ μάλιστα ἔσονται αὐτῷ καθ' ἡδονήν. Κράλης δὲ περὶ τῆς συντυχίας πρότερον ἐρόμενος, εἰ ἐπιτρέπει, βασιλέα, ὡς οὐκ ἐκώλυεν, ἀλλὰ μᾶλλον ἐνεδίδου, πρὸς Ἀμφίπολιν συντέθειτο ἀλλήλοις συντυχεῖν, ὁ μὲν ναυσὶν ἐκ τῆς θαλάττης, ἵππῳ δὲ ὁ Κράλης ἐξ ἠπείρου. σκοπὸς δὲ ἦν τῆς συντυχίας ἀμφοτέροις, Κράλῃ μὲν, εἰ δύναιτο Ἀπόκαυκον τὸν μέγαν δοῦκα ζωγρεῖν, ἀμυνομένῳ τοῦ πρὸς βασιλέα ἕνεκα πολέμου· Ἀποκαύκῳ δὲ, ὥστε Κράλην πείθειν, πόλεμόν τε μὴ πρὸς αὐτὸν κινεῖν, Παλαιολόγον Ἀνδρόνικον τὸν γαμβρὸν βουλόμενον βασιλέα Ρωμαίων ἀποφαίνειν, καὶ βασιλέα εἴργειν Καντακουζηνὸν καὶ μὴ ἐᾷν εἰς τὴν Ρωμαίων ἐπανήκειν, κώλυμα ἐσόμενον γαμβρῷ πρὸς τὴν ἀρχήν· τῶν ἄλλων γὰρ οὐδένα ἐποιεῖτο λόγον. τοῦτο μὲν οὖν, εἴτε ἀληθῶς ἐβούλετο ὁ μέγας δοὺξ, εἴτε μὴ, φανερὸν οὐκ ἐξεγένετο, τοῦ περὶ ταῦτα διακονουμένου καὶ τὰ ἀπόῤῥητα συνειδότος Χρέλη πρότερον ἀποθανόντος. πρὸς γὰρ τὸν Ἀνδρονίκου τοῦ γαμβροῦ πατέρα ἐν Φεραῖς ὁ μέγας δοὺξ τὰ τοιαῦτα διά τινων τῶν μάλιστα εὐνουστάτων ἀπαγγέλλων, κἀκείνου Χρέλῃ διαλεγομένου περὶ Μελενίκον διατρίβοντι καὶ δι' ἐκείνου τὰς Κράλη λαμβάνοντος ἀπολογίας, αὖθις ὁ μέγας δοὺξ ἐπυνθάνετό τε περὶ ὧν ἐδεῖτο, καὶ ὅσα ἦν κατὰ γνώμην αὖθις ἀπεκρίνετο. Κράλης δὲ ὡς ἀληθῶς τοιαύτην διεβεβαιοῦτο πρὸς Καντακουζηνὸν τὸν βασιλέα τὴν μεγάλου δουκὸς ἀξίωσιν εἶναι, καὶ ἐβουλεύετο, ὅ,τι δέοι πρὸς ταῦτα ἀποκρίνεσθαι, βασιλεύς τε μὴ κωλύειν συνεβούλευεν, ἀλλὰ μᾶλλον καὶ συμπράττειν, ἵνα μᾶλλον ὁ περὶ αὐτὸν Ἀποκαύκου φθόνος γίνοιτο φανερὸς, καὶ ὡς οὐκ εὐνοίᾳ τῇ πρὸς βασιλίδα καὶ βασιλέα τὸν υἱὸν τὸν ἐμφύλιον κινοίη πόλεμον, ἀλλ' αὐτῷ τὴν Ρωμαίων ἐκ παντὸς τρόπου περιποιούμενος ἡγεμονίαν. Κράλης μὲν οὖν ἅμα βασιλεῖ τῷ Καντακουζηνῷ, ἐν τοῖς Ἀλμυροῖς προσαγορευομένοις λάκκοις ἐστρατοπεδεύετο ἐλθὼν καὶ περιέμενε τὸν εἰς Ἀμφίπολιν τοῦ μεγάλου δουκὸς κατάπλουν ὡς ἐκεῖσε συνεσόμενος. ἐν Βυζαντίῳ δὲ οἱ μὲν ἄλλοι τῶν εὐγενεστέρων καὶ μάλιστα ἐν λόγῳ, Καντακουζηνισμὸν ὑπὸ μεγάλου δουκὸς ἐπικληθέντες, δεσμωτήριά τε ᾤκουν καὶ οὐδεμιᾶς ἀπείρατοι κακοπραγίας ἦσαν. τῶν δὲ αὐτῷ συναραμένων πρὸς τὸν πόλεμον καὶ πεπεικότων βασιλίδα, ὡς ἐπιβουλεύοιτο παρὰ Καντακουζηνοῦ τοῦ βασιλέως, τῶν μὲν ἤδη παρήπτετο μετρίως καὶ καθῄρει τῶν ἀρχῶν, ἀφορμὴν παρέχων τῆς πρὸς αὐτὸν διαφορᾶς, ἵν', εἰ διαφθείρειε, μηδεμίαν μέμψιν ἔχοι, ὡς οὐ δικαίως ἀμύνοιτο αὐτοὺς, κακοὺς περὶ αὐτὸν γεγενημένους· τῶν δὲ ἔμελλεν. ἃ συνορῶντες καὶ αὐτοὶ καὶ πονηρὰν περὶ τῶν μελλόντων ἤδη ἔχοντες ἐλπίδα, ᾐσθάνοντο μὲν, ὡς σφίσι τε αὐτοῖς καὶ τοῖς ἄλλοις αἴτιοι κατέστησαν μεγάλων συμφορῶν, βοηθεῖν δὲ οὐκ εἶχον ἑαυτοῖς, πάντα ἤδη μεγάλου δουκὸς ὑφ' ἑαυτῷ πεποιημένου. Χοῦμνος δὲ Γεώργιος ὁ μέγας στρατοπεδάρχης, εἷς ὢν τῶν τὸν πόλεμον κεκινηκότων, βασιλίδι προσελθὼν, ἠρέμα κατεμέμφετο μεγάλῳ δουκὶ, ὡς εἰς οὐδὲν δέον τὰ κοινὰ καταναλίσκοντι καὶ πρὸς πόλεμον ἠπειρώτην στόλους ἐξαρτυομένῳ μηδὲν ὀνήσοντας. πρὸς τί γὰρ ὁ στόλος ἐναντιώσεται Καντακουζηνῷ, αὐτῷ τε παρὰ Τριβαλοῖς ὄντι καὶ Διδυμότειχον κατέχοντι πόλιν μακρὰν θαλάσσης ᾠκισμένην; συνεβούλευέ τε μᾶλλον τῶν τοιούτων ἀπέχεσθαι ἀνονήτων δαπανῶν, πρός τινα δὲ χωρεῖν ἐπίνοιαν τοῖς ὅλοις πράγμασι συνοίσουσαν. τοῦτο δὲ εἶναι, εἰρήνην τίθεσθαι πρὸς Καντακουζηνὸν καὶ σπονδὰς, αἳ μάλιστα δόξειεν λυσιτελεῖν. τὸ γὰρ τοσούτου πολέμου πρὸς αὐτὸν κεκινημένου καὶ πάσης σπουδῆς εἰσενηνεγμένης, μηδὲν ἡμᾶς δυνηθῆναι πλέον, ἀλλ' ἐκεῖνόν τε ἀπαθῆ κακῶν καὶ πολλῆς εὐνοίας ἀπολαύοντα παρὰ τῷ Τριβαλῶν δυνάστῃ ἔτι διαμένειν, παρασκευαζόμενόν τε, ὡς ἀκούομεν, εἰς Διδυμότειχον ἐπανήκειν μετὰ στρατιᾶς, τούς τε ἐν Διδυμοτείχῳ μηδὲν ὑφεῖναι τῆς εἰς αὐτὸν εὐνοίας, μηδ' ὑπὸ τοῦ περιεστηκότος πολέμου πιεσθῆναι, ἀλλὰ μᾶλλον αὐτοὺς ταῖς κατὰ Θρᾴκην πάσαις πόλεσι κερβέρων εἶναι χαλεπωτέρους, πάντα διαφθείροντας ἄρδην καὶ ληϊζομένους, οὐ πρὸς ἡμῶν ἔμοιγε εἶναι φαίνεται οὐδὲ πρός τι τέλος λήξειν ἀγαθόν. διό μοι καὶ παραινεῖν ἐπῆλθε, τίθεσθαι τὴν πρὸς αὐτὸν εἰρήνην. νῦν μὲν γὰρ ὑπερόριος ἐν ἀλλοτρίᾳ διατρίβων καὶ τῆς παρ' ἑτέρων δεόμενος ἐπικουρίας, ἑτοίμως ἂν ὑπακούσειε πρὸς τὴν εἰρήνην, εἰ μέτρια αἰτοίημεν. εἰ δ' οἴκοι τε γένοιτο καί τινος εὐπορήσειε δυνάμεως, δέδοικα, μὴ δεομένων ἡμῶν ἀπαναίνοιτο αὐτὸς, οἷα δὴ βεβαίας ἤδη τοῦ περιγενήσεσθαι ἡμῶν ἐλπίδας ἔχων. βασιλὶς δὲ λόγον μὲν ἔχοντα εἶπε παραινεῖν, καὶ ὕστερον ὅ,τι ἂν δοκῇ λυσιτελεῖν κοινῇ σκεψαμένους πράττειν· τὸ δὲ νῦν ἔχον, τῆς δαπάνης ἤδη γεγενημένης καὶ τὸν μισθὸν ἐχόντων τῶν τριηριτῶν, δίκαιον ποιεῖσθαι τὸν ἀπόπλουν. ταῦτα δὲ αὐτῇ εἴρηται, ὅτι τε ἐπηγγέλετο ὁ μέγας δοὺξ, εἰ πρὸς Μακεδονίαν ἀποπλεύσειε, Καντακουζηνὸν ἄξειν δεσμώτην, ὡς παραδώσειν ἐπαγγελομένου Κράλη, εἰ πρὸς αὐτὸν ἀφίκοιτο αὐτός· καὶ ὅτι πολλῶν ἤδη τῶν πρὸς βασιλέα Καντακουζηνὸν ὑπὸ τῷ τοῦ πολέμου χρόνῳ γεγενημένων δυσχερῶν, καὶ τῆς τε μητρὸς δεσμωτηρίῳ ἐναποθανούσης, καὶ Ἀνδρονίκου τοῦ υἱοῦ πολὺν ἤδη χρόνον δεσμοῖς προσταλαιπωρήσαντος, καὶ ἄλλῃ κακώσει χρημάτων τε ἀπείρων ἡρπασμένων, καὶ πολλῶν ἀτόπων ἄλλων ἐφ' ὕβρει ἐκείνου εἰργασμένων, καὶ τῶν ἐπιτηδείων μάλιστα καὶ συγγενῶν τῶν μὲν αὐταῖς οὐσίαις συναπολωλότων, τῶν δ' ἐκ περιφανεστάτων καὶ πλουσίων ἀπόρων καὶ δεσμωτῶν κατεχομένων, οὐ ῥᾳδίως ἤλπιζε Καντακουζηνὸν τὸν βασιλέα πεισθήσεσθαι πρὸς τὴν εἰρήνην, ἀλλ' ἀμυνεῖσθαι παντὶ τρόπῳ, καὶ ἴσ' ἀντ' ἴσων ἀποδώσειν. ἃ ναρκᾷν αὐτὴν ἐποίει καὶ ἀποκνεῖν πρὸς τὸ βουλεύεσθαι περὶ εἰρήνης οἰομένην ἀνήνυτα πονεῖν. ἐπεὶ ὅτι γε πρὶν εἰς τοσοῦτον ἀτοπίας ἐξεληλακέναι καὶ πᾶσαν ὠμότητα καὶ ὕβριν τοὺς περὶ αὐτὴν ἐνδείξασθαι πρὸς βασιλέα, τῶν ἄλλων αὐτὴ μᾶλλον ᾑρεῖτο τὴν εἰρήνην, πολλὰ δείγματα ἐξενήνοχεν αὐτὴ πεισθεῖσα ἀκριβῶς, ὡς φθόνῳ τῷ πρὸς βασιλέα ὁ πόλεμος ἐκινήθη τὴν ἀρχὴν, ἀλλ' οὐκ ἐκεῖνος ἐπεβούλευεν αὐτῇ καὶ τοῖς παισὶν, ὡς οἱ συκοφάνται κατηγόρουν. τότε δ' οὖν ὅμως τὴν περὶ τῆς εἰρήνης ὑπερέθετο διάσκεψιν. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ, ἐπεὶ ἐφωπλισμέναι ἦσαν αἱ τριήρεις, ἀπέπλευσεν εἰς Ἀμφίπολιν, τὸ μὲν δοκεῖν, ὡς κατὰ βασιλέως Καντακουζηνοῦ τῷ Κράλῃ διαλεξόμενος καὶ πείσων προδιδόναι. ὡς δὲ διισχυρίζετο ὁ Κράλης, ἵνα μὴ πολεμοίη τῷ γαμβρῷ βασιλεῖ μέλλοντι Ρωμαίων ἀναδείκνυσθαι. τοῦτο μὲν οὖν εἴς τι προφανὲς οὐκ ἠδυνήθη προελθεῖν· μεταξὺ γὰρ τοῦ χρόνου τριβομένου ἐτελεύτησεν ὁ Χρέλης, ὃς αὐτοῖς τῶν ἀποῤῥήτων ἐκοινώνει, καὶ ὁ μέγας τε δοὺξ εἰς Βυζάντιον ἐξ Ἀμφιπόλεως ἀπῇρε μηδενὶ θαῤῥήσας ἑτέρῳ τὰ ἀπόῤῥητα. καὶ ὁ Κράλης περὶ τῶν πόλεων ἠσχόλητο τὴν ἐπιμέλειαν, ἃς Χρέλη κατέχοντος ἐλάμβανεν αὐτὸς μετὰ τὴν τελευτήν· καὶ ἐκ τῶν πρὸς ἐπικουρίαν βασιλέως τεταγμένων τοὺς βελτίστους ἀπολεγόμενος, κατέλιπεν αὐταῖς φρουράν. αὐτὸς δὲ τοὺς ἐπιλοίπους ἔχων, μετὰ βασιλέως ἧκον εἰς Φεράς.

νεʹ. Καὶ πρίν τι κακοῦν τὴν χώραν, πρεσβείαν πρὸς Φεραίους πέμψας, παρῄνει βασιλεῖ τὴν πόλιν ἐγχειρίζειν. ὅρκους γὰρ αὐτοῖς πρὸς ἀλλήλους γεγενῆσθαι, σύμμαχον καὶ αὐτὸν καὶ φίλον εἶναι τῶν πόλεων, αἳ προσχωρήσουσι βασιλεῖ, πολέμιον δὲ ταῖς ᾑρημέναις πολεμεῖν. εἰ μὲν οὖν καὶ αὐτοὶ πειθόμενοι προσχωρήσουσιν ἑκόντες βασιλεῖ, νῦν τε ὡς τάχιστα ἀναχωρεῖν αὐτῶν, καὶ ὕστερον μηδέποτε κακώσειν ἐπηγγέλετο· εἰ δ' ἀγνωμονοῖεν καὶ μὴ πείθοιντο, τεμεῖν αὐτοῖς τὴν γῆν ἠπείλει καὶ τὰ ἔσχατα διαθήσειν. Φεραῖοι δὲ τὴν πρεσβείαν ἀπεπέμψαντο, πάντα οἴσειν πρότερον εἰπόντες, ἢ Καντακουζηνῷ δουλεύσειν. ἐνῆγε δὲ αὐτοὺς πρὸς τοῦτο οὐχ ἧττον μὲν καὶ ἡ ἀλογία καὶ ἡ ἀκρισία, διὰ τὸ πρὸς βασιλέα ἔχθος τὰ ἔσχατα αἱρουμένους ὑπομένειν, ἐνὸν ἀποθεμένους σώζεσθαι· μάλιστα δὲ ὁ Παλαιολόγος Κωνσταντῖνος, ὃς ἦγε τὴν πόλιν τότε, Ἀποκαύκῳ τε ἐς τὰ μάλιστα φίλος ὢν καὶ τῶν ἀποῤῥήτων κοινωνὸς καὶ τὴν πίστιν ἀκραιφνῆ καὶ τὴν εὔνοιαν αὐτῷ τηρῶν ὄντι κηδεστῇ Ἀνδρονίκῳ τῷ υἱῷ, καὶ ὁ μητροπολίτης, πόλεμον ἄσπονδον πρὸς βασιλέα ἐξαρχῆς εὐθὺς ἀνῃρημένος ἐξ οὐδεμιᾶς αἰτίας. βασιλεὺς δὲ, ἐπεὶ ἐκεῖνοι τὴν πρεσβείαν ἀπεπέμψαντο, συνορῶν οἷ κακῶν ὑπ' ἀναισθησίας συνελαύνονται, καὶ ὡς Ρωμαίων τῆς ἀρχῆς πόλις μεγάλη καὶ καλὴ μέλλει ἀφαιρεῖσθαι ὑπὸ τῆς πολιορκίας ἀνάγκῃ Τριβαλοῖς δουλεύσουσα, τῶν οἰκείων πέμψας ἕνα, παρεκάλει φείδεσθαι αὐτῶν καὶ μὴ μίσει τῷ εἰς ἐκεῖνον τὰ ἀνήκεστα σφᾶς αὐτοὺς διατιθέναι, ἀλλὰ νῦν μὲν πρόνοιάν τινα αὐτῶν ποιεῖσθαι καὶ μήτε δέχεσθαι εἰς τὴν πόλιν μήτ' αὐτὸν, μήτε φρουρὰν, μήτε ἡγεμόνα, ἀλλὰ μόνον τῆς βασιλίδος Ἄννης καὶ βασιλέως τοῦ υἱοῦ φημιζομένων, εὐφημίας καὶ αὐτὸν ἅμα ἐκείνοις ἀξιοῦν καὶ μνημονεύειν ἐν τελεταῖς ταῖς ἱεραῖς, καὶ τοῦτον τὸν τρόπον τῶν ἐκ τῆς πολιορκίας ἀπαλλάττεσθαι κακῶν. οὐκέτι γὰρ ἀδικήσουσιν οὐδὲν αὐτοὺς οἱ Τριβαλοὶ διὰ τοὺς ὅρκους καὶ σπονδὰς τὰς πρὸς αὐτόν. ἀναχωρήσαντος δὲ αὐτοῦ πρὸς Θρᾴκην, ἂν μὲν καὶ τῆς ἄλλης ἀρχῆς φαίνοιτο Ρωμαίων ἐγκρατὴς, ὑπείκειν καὶ αὐτούς. εἰ δέ τι περὶ αὐτοῦ ὕστερον βουλεύσαιτο ὁ θεὸς καὶ ἀπόλοιτο ἐξ ἀνθρώπων, τότ' ἤδη ἢ τῷ βασιλεύοντι Ρωμαίων προσέχειν, ἂν δύνηται ἐλευθεροῦν ἀπὸ τῶν πολεμίων, ἢ σῖτον ἔχοντας καὶ ἄλλην ἀφθονίαν, ὑπομένειν τὴν πολιορκίαν. νυνὶ δὲ μὴ οὕτω κακῶς περὶ σφῶν αὐτῶν βουλεύσασθαι, ὥστε ἑκοντὶ ἑλέσθαι τὰ δεινὰ καὶ τὸν πόλεμον ἑλκῦσαι κατ' αὐτῶν, ἐνὸν συνέσει καὶ ἀγχινοίᾳ διασώζεσθαι. βασιλεὺς μὲν οὖν τοιαῦτα Φεραίοις συνεβούλευε καὶ πείθεσθαι ἐδεῖτο ὡς συνοίσουσι μεγάλως. ἐκεῖνοι δὲ ἐπεὶ ἀκούσειαν, βασιλέως μὲν πολλὰς ὕβρεις κατέχεον καὶ λοιδορίας καὶ μᾶλλον ἔφασαν ἐκείνῳ περὶ ἑαυτοῦ καὶ τῶν συνόντων βουλευτέον ἂν εἴη ὅπη σωθήσεται, ἢ περὶ ἡμῶν. τὸν δὲ πρεσβευτὴν ἀποσφάξαντες καὶ διελόντες τετραχῇ θηριωδῶς καὶ ἀπανθρώπως, τὰ τμήματα ἀνῆψαν καλλωδίοις ἐν τοῖς πύργοις. ἃ βασιλεὺς μὲν δεινὰ ἡγεῖτο καὶ πολλὴν τῶν ἀνδρῶν ἀπανθρωπίαν κατεγίνωσκε καὶ ἀβουλίαν, ἔπεμπε δὲ καὶ γράμματα αὐτοῖς διά τινος Γεωργίου ἔξω συλληφθέντος, τήν τε ὠμότητα καὶ τὴν κακοβουλίαν ὀνειδίζοντα καὶ πολλῶν προαναφωνοῦντα δεινῶν ἐπαγωγὴν, καὶ ὡς τότε τῆς παρ' αὐτοῦ δεήσονται ἐπικουρίας, ἡνίκα μηδ' αὐτῷ τοῦ ὑπὲρ αὐτῶν ἀνιᾶσθαι πλέον τι ἐξέσται. οἱ δὲ συνόντες Ρωμαῖοι ἐν πάσῃ ἤδη καθέστασαν ἀμηχανίᾳ καὶ ἄπορον παντάπασιν ἡγοῦντο πόλιν βασιλεῖ ἑτέραν προσελθεῖν, Φεραίων τοιαῦτα τετολμηκότων. ὅθεν καὶ ἐδέοντο βασιλέως συνελθόντες μηκέτι μέλλειν, μηδὲ κατατρίβειν τὸν καιρὸν ἀνήνυτα πονοῦντας, ἀλλ' εἰς Διδυμότειχον ἐπείγεσθαι, ὡς ἅμα τοῖς οἰκείοις ἤ τινος τυγχάνειν ἀγαθοῦ, εἰ πρὸς τὸ βέλτιον αὐτοῖς τὰ πράγματα χωροίη, ἢ ἀποθνήσκειν, εἰ δεήσειεν. ἐδόκει μὲν οὖν καὶ βασιλεῖ τοῖς ἐκείνων πείθεσθαι βουλεύμασιν, οὕτω περὶ πλείστου ποιουμένων τὴν ἐπάνοδον. καὶ συνταξάμενος Κράλῃ, παραλαβών τε τὴν στρατιὰν, ὅσην αὐτὸς παρείχετο συνέπεσθαι, εἴχοντο ὁδοῦ. Κράλης δὲ ἐν Φεραῖς ὑπολειπόμενος, ἔτεμνε τὴν γῆν καὶ ἐδῄου πάντα ἄρδην διαφθείρων. βασιλεὺς δὲ ἐπεὶ γένοιτο μακρὰν Φερῶν, συνιδὼν ὡς ἡ ἑπομένη στρατιὰ τῶν Τριβαλῶν ὄχλος μόνον ἀνόνητός εἰσι, τοὺς ἀρίστους γὰρ αὐτῶν ἀπολεξάμενος πρότερον ὁ Κράλης, φρουρὰν κατέλιπε ταῖς πόλεσιν, ἃς Χρέλη ἔχοντος μετὰ τὴν ἐκείνου τελευτὴν ἔλαβεν αὐτὸς, ἄλλως τε καὶ τῶν ὑπολειφθέντων χρονίῳ τε στρατείᾳ τεταλαιπωρηκότων, ἦσαν γὰρ πλέον ἢ δυσὶ πρότερον μησὶ Κράλῃ ἑπόμενοι στρατευομένῳ, ἄλλως τε καὶ δέει ἀσχέτῳ κατεχομένων καὶ νομιζόντων, οὐκ εἰς Θρᾴκην, ἀλλ' εἰς Πάρθους ἢ Ἰνδοὺς στρατεύεσθαι, ὅθεν οὐκ ἐξέσται μηχανῇ οὐδεμιᾷ οἴκαδε ἐπανελθεῖν, καὶ διὰ τοῦτο καὶ ἵππους πολεμιστηρίους καὶ ὅπλα καὶ εἴ τι ἐπεφέροντο χρήσιμον πρὸς τὸν πόλεμον, οἴκαδε ἀποπεμπόντων, ἵνα ταῦτα γοῦν τοῖς παισὶν ὑπολειφθείη, ὡς ἐκείνων ἀπολουμένων πάντως· ταῦτα δὴ συνορῶν ὁ βασιλεὺς καὶ βουλόμενος εἰς Διδυμότειχον μὴ οὕτως ἀφικέσθαι ἀσθενὴς, ὥσθ' ὑπὸ Βυζαντίων καὶ αὐτὸς πολιορκεῖσθαι, οὔτ' αὐτῷ γὰρ οὔτε τοῖς συνοῦσι τοῦτο μάλιστα συνοίσειν, ἐσκέψατο εἰς Κράλην ἀναστρέφειν καὶ στρατιὰν ἀξιόχρεων αἰτεῖν, ὥστε εἰς Διδυμότειχον φοβερὸν τοῖς πολεμίοις ἐλθόντα εἶναι, ἀλλὰ μὴ καταφρονεῖσθαι διὰ τὴν ἀδυναμίαν. ἐπεὶ δὲ καὶ τοῖς συνοῦσι Ρωμαίοις ἐκοινοῦτο τὴν βουλὴν, πάντες ὥσπερ ἐκ συνθήματος πάντα μᾶλλον ἔφασαν αἱρεῖσθαι ὑπομένειν καὶ μυρίων θανάτων κατατολμᾷν, ἢ εἰς τὴν γῆν αὖθις ἀναστρέφειν Τριβαλῶν. οὐ γὰρ ἐνόμιζον εἰς γῆν πορεύσεσθαι ἡλίῳ περιλαμπομένην καὶ ὑπὸ ἀνθρώπων οἰκουμένην, ἀλλ' εἰς ᾅδου κευθμῶνας καὶ νεκρῶν διατριβὰς καὶ ἄλλο εἴ τι δυσχερέστερον. πολλὰ δὲ βασιλέως παραινοῦντος, ὡς βελτίω καὶ λυσιτελέστερα βουλεύοιτο, καὶ δεομένου πείθεσθαι, οὐδ' ἄκροις παρεδέχοντο ὠσὶν, ἀλλὰ πάνθ' ὅσα ἄν τις εἴποι δεινὰ φορητότερα ἡγοῦντο, ἢ εἰς Τριβαλοὺς αὖθις ἀναστρέφειν. βασιλεὺς δὲ τόν τε κίνδυνον ὁρῶν, ὡς οὐ μικρὸς ἐκ τοῦ πείθεσθαι τοῖς συνοῦσιν, οὕτως ἀλυσιτελῆ καὶ βουλευομένοις καὶ πράττειν ἤδη ὡρμημένοις ἀλογίστως, ὅ,τι τε χρήσαιτο τοῖς πράγμασιν οὐκ ἔχων, τῶν συνόντων πείθεσθαι μὴ δυναμένων, πρότερον αὐτοῖς πολλὰ διαλεχθεὶς καὶ φανερὸν ποιήσας, ὡς διὰ τὴν αὐτῶν μικροψυχίαν καὶ ἀβουλίαν ἀνάξια ἑαυτοῦ καὶ τῆς στρατηγίας καὶ τῆς πείρας πράττει, ἐπείθετό τε ἄκων αὐτοῖς πρὸς τὴν βουλὴν καὶ παρεκελεύετο θαῤῥεῖν, ὡς τοῦ θεοῦ προστησομένου, ὥσπερ δὴ καὶ ἄλλοτε πολλάκις ἐν κινδύνοις οὐ μικροῖς, καὶ εἴχοντο ὁδοῦ. ἐπεὶ δὲ ἦσαν Χριστουπόλεως οὐ μακρὰν, πεζῷ περιτυγχάνουσι Ρακοδυτοῦντι ἐκ Διδυμοτείχου ἀφιγμένῳ, ὃς παρεῖχε γράμματα βασιλεῖ παρὰ βασιλίδος τῆς γυναικὸς καὶ τῶν ἄλλων τῶν ἐν Διδυμοτείχῳ, φυλάττεσθαι παραινοῦντα καὶ μὴ ἀπερισκέπτως πρὸς αὐτοὺς χωρεῖν, εἰ μὴ δύναμιν ἄγοι μεγάλην καὶ πρὸς τοιούτους ἀξιόχρεων πολεμίους. πρωτοστράτωρ γὰρ ὁ Παλαιολόγος πολλὴν ἄγων στρατιὰν πεζήν τε καὶ ἱππικὴν ἐν Περιθεωρίῳ στρατοπεδευόμενος, τὴν αὐτοῦ ἄφιξιν περιμένει ὡς μαχούμενος. Ἀπόκαυκός τε ὁ παρακοιμώμενος ἔχων ἑβδομήκοντα τριήρεις, ἐν αἷς κατέπλευσεν εἰς Ἀμφίπολιν, ἐνταῦθα καὶ αὐτὸς ἐφορμεῖ· περὶ ὧν δέον βουλευσάμενον αὐτὸν, πράττειν ὅ,τι ἂν δοκῇ συμφέρειν. συμβέβηκε δέ τι περὶ τὰ γράμματα ἐκεῖνα θαυμαστὸν καὶ τῆς θεοῦ περὶ τὸν βασιλέα κηδεμονίας φανερῶς. ὡς γὰρ ἐν Βυζαντίῳ ἐμηνύθη, ὡς στρατιὰν ἔχων ἐκ Τριβαλῶν βασιλεὺς ὁ Καντακουζηνὸς αὖθις ἐπανέρχοιτο εἰς Διδυμότειχον, πρωτοστράτωρ τε συμπάσης πεζῆς καὶ ἱππικῆς δυνάμεως στρατηγῶν, πολλὴν ἔχων δύναμιν, εἰς Περιθεώριον ἀφῖκτο, καὶ Ἀπόκαυκος ὁ μέγας δοὺξ ἐξ Ἀμφιπόλεως ταῖς ἑβδομήκοντα ναυσὶν ἀναστρέφων τῆς αὐτῆς ἕνεκα αἰτίας, ἔγνω δεῖν περιμένειν καὶ αὐτὸς μετὰ τῆς ἄλλης στρατιᾶς καὶ βασιλεῖ τὴν ἐπάνοδον κωλύειν. τῶν ὁδῶν δὲ, ὡς ἔθος, φυλαττομένων, ἵνα μὴ λανθάνοιεν ἐκ Διδυμοτείχου ἢ βασιλέως πρὸς ἀλλήλους ἀφικνούμενοί τινες, ὁ τὰ γράμματα κατέχων ταῦτα συνελήφθη καὶ ἤχθη πρὸς πρωτοστράτορα· ἀνερευνώμενος δὲ περὶ γραμμάτων, ὡμολόγει ἔχειν καὶ παρείχετο εὐθύς. τὰ δὲ ἐδεῖτο βασιλέως τάχιστα ἥκειν πρὸς αὐτοὺς καὶ μὴ ῥᾳθυμεῖν. τῶν γὰρ ἐν Διδυμοτείχῳ τὸ μὲν στρατιωτικὸν ἱππεῖς τε καὶ πεζοὶ τὰ κατὰ Θρᾴκην χωρία ληϊζόμενοι ἀφορμὰς τοῦ βίου ἐποιοῦντο. ὁμοίως δὲ καὶ χειροτέχναι καὶ ἄλλοι, ὅσοις ὁ βίος ἦν ἐκ τῶν χειρῶν, πονοῦντες καὶ ἐργαζόμενοι, διέζων τῶν ἀναγκαίων εὐποροῦντες. οἱ μέσοι δὲ τῶν πολιτῶν πάνυ κραταιῶς ἐπιέζοντο ὑπὸ ἐνδείας μηδεμίαν οὐδαμόθεν εὐπορίαν ἔχοντες. διὰ ταῦτα οὖν ἐδέοντο βασιλέως βασιλίς τε ἡ γυνὴ ὁμοίως καὶ οἱ ἄλλοι, τάχιστα ἐπανήκειν, ὡς τῆς αὐτοῦ ἐπιδημίας τοῖς πολίταις ἐσομένης μεγάλων συμφορῶν ἀπαλλαγῆς. πρωτοστράτωρ δὲ ἐπεὶ τὰ γράμματα ἀνέγνω, περίεργόν τι δῆθεν ποιῶν καὶ ἀγχινοίας ἄξιον, ἔπειθε τὸν ἄγοντα, χρυσίον παρασχόμενος καὶ αὐτὸν ἐπαγγειλάμενος καὶ οἰκείους εὖ ποιήσειν, Σηλυβριανὸς γὰρ ἦν, ὥστε τὰ γράμματα μεταγραφέντα ᾗ αὐτῷ ἐδόκει, Καντακουζηνῷ ἀγαγόντα παρασχεῖν, μηδὲν ἀπαγγείλαντα τῶν εἰργασμένων, ἀλλ' ὡς ὄντα βασιλίδος τῆς γυναικός. ὁ μὲν οὖν ἐποίει κατὰ τὰ κεκελευσμένα καὶ πρωτοστράτωρ ἄκων ὠφέλησε βασιλέα τε καὶ τοὺς περὶ αὐτόν. ὡς γὰρ τά τε γράμματα ἀνεγινώσκετο καὶ ἤκουον περὶ τῆς ἐνεδρευούσης στρατιᾶς οἱ περὶ βασιλέα, ὡς πολλαπλασίων τε αὐτῶν εἴη καὶ τοῖς πᾶσιν ἐῤῥωμένη, οἷα δὴ οὔπω χθὲς καὶ πρώην τῶν οἰκιῶν εἰς τὴν στρατείαν ἐξελθόντες, θεῷ τε πολλὰς ὡμολόγουν χάριτας τῆς εἰς αὐτοὺς προνοίας καὶ τῶν κινδύνων τῆς ἀπαλλαγῆς, καὶ βασιλίδι τῆς σπουδῆς καὶ τῆς φροντίδος τῆς περὶ αὐτοὺς, καὶ ἄσμενοι ὑπέστρεφον, τοῦ μείζονος κινδύνου τὰ δυσχερῆ πρότερον καὶ δυσάρεστα ῥᾷστα καὶ λυσιτελέστατα φαίνεσθαι ποιοῦντος. οὕτω μὲν οὖν βασιλεύς τε καὶ οἱ ἀμφ' αὐτὸν ἀπροσδοκήτων ἐῤῥύοντο κινδύνων ἐκ τῆς παρὰ τῶν πολεμίων πονηρίας μέγιστα ὠφεληθέντες. ὁ μέγας δὲ δοὺξ πυθόμενος, ὡς πάνυ φαύλην ἄγων στρατιὰν καὶ ἐς τὰ μάλιστα εὐεπιχείρητος ὢν, ἀναστρέψειεν ἐκ τῶν γραμμάτων, ἃ μεταποιήσειεν ὁ γαμβρὸς, πολλὴν αὐτῷ ἐπῆγε μέμψιν καὶ ὠργίζετο φανερῶς, ὅτι τὸν ἐχθρὸν ἐξ ἀβουλίας ὠφελήσειε. πολλοὶ δὲ καὶ τῶν τὰ ἴσα ᾑρημένων Ἀποκαύκῳ καὶ ἀπιστίας πρωτοστράτορα ἐγράφοντο, ὡς ἑκὼν εἶναι Καντακουζηνὸν ὠφελήσειεν ἰσχυριζόμενοι κρύφα τὰ ἐκείνου ᾑρημένος. ὁ δ' ὅρκοις διεβεβαιοῦτο, ὡς οὐδὲν αὐτῷ τοιοῦτον συνειδείη, ἀλλ' ὥσπερ ὑπό τινος ἀγόμενος δυνάμεως κρείττονος εἰς τοῦτο προαχθείη, νομίζων σφάλλειν Καντακουζηνὸν μετὰ βαρείας ἥκοντα δυνάμεως, εἰ πείσειεν ἀναστρέφειν ἐκφοβήσας. ταῦτα μὲν οὖν τοῦτον ἐπέπρακτο τὸν τρόπον, καὶ Καντακουζηνὸς ὁ βασιλεὺς αὖθις εἰς Κράλην ἐπανῆκεν. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ εἰς Βυζάντιον ἀπέπλευσε, καὶ ὑπεδέχοντο αὐτὸν οἱ ἐν Βυζαντίῳ μετὰ κρότων πολλῶν καὶ θαυμασίων τῶν ἐγκωμίων, σωτῆρα καὶ πρόμαχον καὶ ἐλευθερωτὴν ἀποκαλοῦντες. περιηγγέλλετό τε πανταχόθεν, ὡς Καντακουζηνὸς οὐδ' ἀντιβλέψαι δυνηθεὶς πρὸς μέγαν δοῦκα, ὑπέστρεψε τῆς οἰκείας σωτηρίας ἀπογνοὺς καὶ ἐπὶ τὸ ἱερὸν ὄρος ἀφίξεται ὄντως μοναχῶν σχῆμα ἐνδυσόμενος· ἄλλως γὰρ οὐκ ἂν ἐξέσται περιεῖναι. καὶ ἑορταὶ πανταχοῦ συνεκροτοῦντο τῶν εὐαγγελίων ἕνεκα. ὁ μέγας δὲ δοὺξ ὀλίγῳ ὕστερον μεγάλῳ στρατοπεδάρχῃ τῷ Χούμνῳ τὴν πρὸς Καντακουζηνὸν βασιλέα βουλευθεῖσαν εἰρήνην ὥς τι ἔγκλημα ἐπικαλέσας, οὐ γὰρ διέλαθεν αὐτὸν, ἃ πρὸς βασιλίδα πρότερον εἰρήκει περὶ τῆς εἰρήνης, κατέκλεισεν αὐτόν τε καὶ τὸν υἱὸν ἀπρόϊτον εἰς τὴν οἰκίαν· μετ' ἐκεῖνον δὲ καὶ Ἀσάνην τὸν Κωνσταντῖνον καὶ τὸν υἱὸν, καὶ ἀξίας ἀπετίννυεν αὐτοῖς ἀντιμισθίας τοῦ πρὸς τὴν τοσαύτην τῶν Ρωμαίων φθορὰν αὐτῷ συνάρασθαι. εἶτα καὶ τοὺς ἄλλους ἐπῄει, ὥσπερ φλὸξ ἀεὶ τῶν προσαπτομένων ἐπιλαμβανομένη.

νϛʹ. Οἱ ἐν Διδυμοτείχῳ δὲ πυθόμενοι, ὡς αὖθις ὑποστρέψειεν ὁ βασιλεὺς εἰς Τριβαλοὺς, δεινὰ ἐποιοῦντο καὶ θορύβου ἦσαν μεστοὶ καὶ ταραχῆς. αἰσθομένη δὲ ἡ βασιλὶς Εἰρήνη, καὶ μεῖζον ἐπιδειξαμένη ἢ κατὰ γυναικεῖον φρόνημα, συνεκάλει πάντας καὶ παρῄνει, μὴ τὰ πραττόμενα ἡγεῖσθαι τῶν ἄγαν δεινοτάτων· ἴσως γάρ τοι μᾶλλον ἂν οὕτω λυσιτελεῖν δόξειε θεῷ· ἐκέλευέ τε διανίστασθαι καὶ μὴ καταπίπτειν, ὡς πολλῶν καὶ μεγάλων ἐλπίδων ἔτι ὑπολειπομένων. βασιλέα γὰρ πρὸς τὴν ἐπάνοδον οὐκ ἀπαγορεύσειν, ἀλλ' ἥξειν τε μετὰ μικρὸν, καὶ τῆς εἰς αὐτὸν εὐνοίας καὶ τῆς ἀνδρίας καὶ τῆς καρτερίας ἀμείψεσθαι ἀξίως. καὶ τούτοις τοῖς λόγοις ἀνεκτᾶτό τε οὐ μετρίως καὶ χρηστότερα ἐλπίζειν ἔπειθεν. ἐδόκει δὲ δεῖν κοινῇ βουλευομένοις, καὶ πρεσβείαν πρὸς Ἀλέξανδρον τὸν βασιλέα Μυσῶν ποιεῖσθαι καὶ συνθήκας τίθεσθαι ἐπὶ τούτοις πρὸς αὐτὸν, ὥστε σύμμαχον αὐτοῖς εἶναι καὶ φίλον καὶ βοηθεῖν ἐπὶ τοὺς πολεμίους καὶ μηδενὸς ἀμελεῖν ὧν προσήκει φίλῳ πρὸς αὐτούς. κἂν μὲν ἐπανέλθῃ βασιλεὺς ὁ Καντακουζηνὸς, αὐτὸν αὐτῷ τῆς συμμαχίας καὶ τῆς φιλίας τὰς χάριτας ἐκτίνειν· εἰ δὲ συμβαίη, ἢ πολέμῳ ἢ ἑτέρῳ τρόπῳ πρὶν ἐπανήκειν τελευτᾷν, αὐτῷ τὴν πόλιν παραδιδόναι καὶ τῆς ἀρχῆς ἀφίστασθαι Ρωμαίων. τοῦτο δὲ οὐχ οὕτω καὶ ἀληθῶς αὐτοῖς ἐδέδοκτο ποιεῖν, ἀλλὰ φενακίζειν ἐπειρῶντο τὸν Μυσὸν ἕνεκα δυοῖν, τοῦ τε αὐτὸν τῆς ἐλπίδος ἕνεκα αὐτοῖς ὠφέλειάν τινα παρέχειν, καὶ τοῦ βασιλίδα τὴν Ἄνναν καὶ Ρωμαίους τοὺς αὐτοὺς πολιορκοῦντας πυθομένους, ὡς συμβάσεις περὶ παραδόσεως ποιοῦνται πρὸς Μυσοὺς, μὴ λίαν ἐπιτίθεσθαι, ἀλλ' ἀνακωχήν τινα παρέχειν, δεδιότας μὴ δι' ὀργὴν σφᾶς τε αὐτοὺς Μυσοῖς καὶ τὴν πόλιν παραδῶσιν. οἱ μὲν οὖν τοιαύτῃ γνώμῃ τὰς συνθήκας ἐποιοῦντο, ἀσμένως καὶ τοῦ Μυσῶν βασιλέως δεξαμένου καὶ παντὶ τρόπῳ συμμαχήσειν ἀπαγγελλομένου. τὸ δ' ἀπέβαινεν ἐναντίως, ἢ ᾠήθησαν αὐτοί. Ἀλέξανδρος γὰρ, ἐπεὶ οἱ ἐν Διδυμοτείχῳ τὰς συνθήκας ἐποιήσαντο, ὡς, εἰ μὴ Καντακουζηνὸς ὁ βασιλεὺς ἐπανήξει, παραδώσειν αὐτῷ τὴν πόλιν, νομίσας, εἰ τρόπῳ δή τινι ἐκεῖνον διαφθείρειε, βεβαίως τὴν πόλιν ἤδη ἔχειν, πάντα κάλων ἐκίνει κωλύειν τὴν ἐπάνοδον αὐτῷ ἢ, εἰ δύναιτο, καὶ διαφθείρειν· καὶ πρεσβείας πρὸς Κράλην πέμπων συχνὰς καὶ Ἑλένην τὴν ἀδελφὴν Κράλῃ συνοικοῦσαν, παρῄνει Καντακουζηνὸν τὸν βασιλέα μὴ ἀνιέναι, ἀλλὰ δήσαντας ἐν δεσμωτηρίῳ φρουρεῖν ἢ καὶ ἀποκτείνειν· οὕτω γὰρ ἂν ἐξέσται τὴν Ρωμαίων ἔχειν ἀρχὴν ἀπονητί. Κράλης μὲν οὖν αὐτοῦ τὰς παραινέσεις φαύλας ἡγούμενος, οὐ παρεδέξατο, μάλιστα εἰς τοῦτο ἐναγούσης καὶ τῆς γυναικός. ἐκεῖνος δὲ καὶ στρατιὰν πέμψας, ὅσην ᾤετο ἀρκεῖν τοῖς ἐν Διδυμοτείχῳ πρὸς πολιορκίαν, ἐκέλευσε φυλάττειν παραστρατοπεδευσαμένους, πρόφασιν μὲν, ὡς βοηθήσοντας ἐπὶ Ρωμαίους τοὺς πολιορκοῦντας, τῇ δ' ἀληθείᾳ, ἵν' αὐτοὶ μᾶλλον ἀκριβέστερον πολιορκοῖεν. ὅπερ δὴ καὶ κατὰ τὴν ἐκείνου γνώμην ἐτελεῖτο. τῶν γὰρ Ρωμαίων συχνὰς μὲν ποιουμένων τὰς καταδρομὰς, τάχιστα δὲ ἀναχωρούντων, ἀδείας οἱ ἐν Διδυμοτείχῳ τυγχάνοντες, τὰς κατὰ Θρᾴκην ἐληΐζοντο πόλεις καὶ νύκτωρ καὶ μεθ' ἡμέραν καὶ ἐκ τῆς ἁρπαγῆς καὶ λεηλασίας ἐποιοῦντο τὰς τοῦ βίου ἀφορμάς. τῶν Μυσῶν δὲ ἐπελθόντων καὶ συνεχῶς ἐπικειμένων ἐφ' ἡμέραις πλείσταις, εἰς στενὸν κομιδῇ περιέστη τὰ πράγματα αὐτοῖς, πάντων ἤδη κινδυνευόντων ὑπὸ τοῦ λιμοῦ διαφθαρῆναι. Μυσοὶ γὰρ ὁμοίως Ρωμαίους τε ἐκώλυον τοῖς ἐν Διδυμοτείχῳ ἐπιέναι καὶ αὐτοὺς τῆς πόλεως μὴ ἐξιέναι. εἰ γάρ τινες ἐξίοιεν ἐφ' ἁρπαγὴν, ὥσπερ εἰώθεσαν, οὗτος γὰρ ἦν αὐτοῖς ἀναγκαιότατος πόρος πρὸς τὸ ζῇν, προστυγχάνοντες οἱ Μυσοὶ, πάντως δὲ οὐκ ἐνῆν διαλαθεῖν πολλὴν πρόνοιαν τούτου καὶ φροντίδα ποιουμένους, ἵππους τε ἀπεστέρουν καὶ ὅπλα καὶ γυμνοὺς ἠφίεσαν ἐπανήκειν πρὸς τὴν πόλιν. εἰ δὲ προσαγγέλοιεν τοὺς ταῦτα πράττοντας οἱ ἐκ Διδυμοτείχου πρὸς τῆς στρατιᾶς τοὺς ἡγουμένους, οἱ δὲ μηδὲν εἰδέναι διετείνοντο, μηδὲ τῆς σφετέρας εἶναι στρατιᾶς τοὺς τολμῶντας τὰ τοιαῦτα, ἀλλὰ Ρωμαίους, καὶ αὐτοὺς ἐπὶ λῃστείᾳ περιιόντας· ἐκέλευόν τε τὸ στρατόπεδον περιιέναι, εἴ τι γένοιτο γνώρισμα λαβεῖν ἐκ τῶν ἀπολομένων, καὶ τὰ ἔσχατα ἠπείλουν διαθήσειν, εἴ τινα τοιοῦτον λάβοιεν. τὰ δὲ ἦσαν οὐδαμοῦ· πρότερον γὰρ ἐξέπεμπον αὐτοὶ πρὸς Μυσίαν τοὺς τοιαῦτα εἰργασμένους. τοῦτον μὲν οὖν τὸν τρόπον ἐν στενῷ κατέστησαν κομιδῇ τοὺς ἐν Διδυμοτείχῳ· πάνυ γὰρ ὑπὸ ἐνδείας ἐπιέσθησαν. συνορῶσα δὲ ἤδη τὸν κίνδυνον ἡ βασιλὶς Εἰρήνη, ἀπανίστασθαι ἐκέλευε τῆς πόλεως, ὡς οὐκέτι δεομένης τῆς παρ' αὐτῶν ἐπικουρίας, ἀρκούσης ἤδη γεγενημένης· δι' ἣν οὐ βασιλεῖ μόνον τῷ αὐτῶν, ἀλλὰ καὶ αὐτοῖς χάριν ὁμολογεῖν πολλήν. οἱ δὲ οὐδενὶ τρόπῳ ἔφασαν ἀναστήσεσθαι, ἀλλὰ διηνεκῶς αὐτόθι μενεῖν ἐπικουροῦντας. οὕτω γὰρ αὐτοῖς εἶναι προστεταγμένον παρὰ βασιλέως τοῦ σφετέρου. ἡ τοιαύτη δὲ ἀπολογία πολλὴν ἐνέβαλε ταραχὴν καὶ πτοίαν τοῖς ἐν Διδυμοτείχῳ. ἤδη γὰρ αὐτοῖς ἐφαίνετο ὁ ὄλεθρος ἐλλείπων κατ' οὐδέν. ὁ δὲ τῆς πόλεως ἀρχιερεὺς ὁρῶν ἤδη κλονουμένους καὶ πρὸς τὴν ὑπερβολὴν τῆς δυσπραγίας ἐνδιδόντας, παρελθὼν εἰς μέσους, παρεθάῤῥυνε καὶ οὐκ εἴα καταπίπτειν, κατὰ γνώμην θεῷ πάντα τὰ τῇδε πράττεσθαι εἰπὼν, καὶ τὰς τοιαύτας ἐπηρείας ὑπ' ἐκείνου παραχωρεῖσθαι, ἵνα τὸ πρὸς βασιλέα φίλτρον ὑμῶν δοκιμασθῇ· ὃς ἥξει τε μετὰ μικρὸν καὶ πάντας ἀμείψεται ταῖς προσηκούσαις εὐεργεσίαις. μηδὲ γὰρ οἴεσθε ἐκεῖνον μὴ κατὰ γνώμην βασιλεύειν θεῷ. τοῦτο γὰρ αὐτὸς σαφέστατα εἰδέναι. ἀμφισβητῶν γὰρ, ἔφασκεν, ἐν ἀρχῇ περὶ ἐκείνου, εἰ μὴ κατ' εὐδοκίαν, ἀλλὰ μᾶλλον κατὰ παραχώρησιν θεοῦ εἰς τοῦτο ἦλθε σχήματος ἰδίᾳ πειθόμενος ἐπιθυμίᾳ καὶ ὁρμῇ, καὶ δεδοικὼς μὴ καὶ αὐτὸς συναπόλοιτο, τοῖς θεῷ συνὼν βουλευσαμένοις ἐναντία, εὐχαῖς προσανέχειν καὶ δεήσεσι τὸ θεῖον ἐκκαλεῖσθαι, ὥστε διδαχθῆναι περὶ αὐτοῦ, εἰ μὴ ὀργίζοιτο περὶ τῶν γινομένων. ἐκκαλυφθῆναι δὲ αὐτῷ παρὰ τοῦ πνεύματος, ὅτι κατ' εὐδοκίαν μᾶλλον εἴη τὸ βασιλεύειν Καντακουζηνόν. ᾧ καὶ πεισθέντα καὶ πᾶσαν ἀμφιβολίαν ἀποθέμενον ἐν Διδυμοτείχῳ μένειν τῇ βουλήσει τοῦ θεοῦ συναιρόμενον τὰ δυνατά. οὐ γὰρ ἄν τις αὐτοῦ κατηγοροίη, ὅτι τῶν ἐν τῷ παρόντι βίῳ τινὸς δέοιτο παρὰ βασιλέως. οὔτε γὰρ πρότερον, οὔτε μέχρι νῦν τοιούτου τινὸς παρά τινος ἐδεήθη. καὶ αὐτοῖς παραινεῖν νυνὶ γενναίως ἵστασθαι πρὸς τῶν δεινῶν τὰς ἐπαγωγὰς, ὡς οὐ μέχρι πολλοῦ τινος ἐσομένας, ἀλλ' ὀλίγῳ ὕστερον λυθησομένας, ἵλεων αὐτοῖς ἐπιβλέψαντος θεοῦ. τοὺς γὰρ πολιορκοῦντας τούτοις Μυσοὺς, ἐν προσχήματι φιλίας καὶ τὴν παροῦσαν ἔνδειαν ἐπαγαγόντας, ἐν ἑπτὰ ταῖς ἐσομέναις μάλιστα ἡμέραις συμπατοῦντας ὄψεσθε ἀλλήλους καὶ φυγῇ τὴν σωτηρίαν ποριζομένους καὶ τῶν περισχόντων ἀπαλλάξεσθε δεινῶν. ὁ μὲν οὖν μητροπολίτης τοιαῦτα εἶπε· πᾶσι δὲ εὐθὺς ἐπῆλθε βελτίω προσδοκᾷν καὶ τῆς ἀθυμίας ἀπηλλάττοντο· ᾔδεσαν γὰρ αὐτὸν τὰ μέλλοντα εἰδέναι μᾶλλον, ἢ τὰ παρεληλυθότα ἕτερον· καὶ ὡς προφητεύοντι προσεῖχον φανερῶς. διηπόρουν δὲ ὅ, τι ἂν εἴη τὸ Μυσοῖς αἴτιον ἐσόμενον φυγῆς. ὁ δ' αὐτὸς ἀρχιερεὺς καὶ Ἀποκαύκῳ τῷ μεγάλῳ δουκὶ ἔγραψε τοιαῦτα, ὡς ἀποροίη, ὅτου ἕνεκα πεῖραν αὐτοῦ πολλάκις ἐν πολλοῖς πρότερον ἐσχηκὼς, καὶ τῶν εἰρημένων τὴν ἔκβασιν οὐκ εἰς μακρὰν, οὐδ' εἰς ἕτερόν τινα, ἀλλ' εἰς ἑαυτὸν ἰδὼν σαφέστατα γεγενημένην, νῦν ἀπιστοίη παντάπασι καὶ λόγους οἴοιτο εἰκῇ λεγομένους τὰ εἰρημένα ὑπ' αὐτοῦ. αὐτὸς δὲ καίτοι μὴ βουλομένῳ πείθεσθαι, οὐδὲν ἧττον συμβουλεύσειν, ἃ αὐτῷ τε καὶ Ρωμαίοις ἅπασι λυσιτελήσειν οἴεται. ἐκκαλυφθῆναι γὰρ αὐτῷ παρὰ θεοῦ, ὡς οὐκ ἐκείνῳ μᾶλλον, ἀλλὰ Καντακουζηνῷ, τῷ πρὶν μὲν μεγάλῳ δομεστίκῳ, νυνὶ δὲ βασιλεῖ γεγενημένῳ, τὸ τοῖς βασιλέως παισὶν ἐπιτροπεύειν καὶ συμβασιλεύειν προσήκει. διὸ καὶ δεδόσθαι παρὰ θεοῦ· ἐκείνῳ δὲ ὑπ' ἐκεῖνον εἶναι καὶ περὶ ναῦς ἀσχολεῖσθαι καὶ θαλασσοκρατεῖν. συνεβούλευέ τε ἔχεσθαι τῶν δεδομένων καὶ μὴ ὑπὲρ τὰ ἐσκαμμένα πηδᾷν, καὶ ἐδεῖτο πείθεσθαι· μηδὲ γὰρ ἂν εἰς τέλος ἥξειν ἀγαθὸν αὐτῷ τὸ τοῖς βεβουλευμένοις ἀνθίστασθαι θεῷ. καὶ αὐτὸς γὰρ ἐν ἀρχῇ μάλιστα ἔφασκε τῆς ἀναῤῥήσεως Καντακουζηνοῦ τοῦ βασιλέως περὶ τῶν πραττομένων δυσχεραίνων καὶ ἀναλογιζόμενος, εἰ μὴ κατὰ γνώμην εἴη θεῷ τὰ εἰργασμένα, καὶ διὰ τοῦτο δεήσεσι προσκείμενος καὶ ἱκεσίαις, ἐκδιδαχθῆναι παρὰ θεοῦ αὐταῖς λέξεσιν· ὡς θέλω, εὐδοκῶ, ὁρίζω βασιλεύειν Ἰωάννην τὸν Καντακουζηνὸν, καὶ γενέσθω. ἃ τοίνυν ὁ θεὸς εὐδόκησεν, οὐδένα δίκαιον ἀνθρώπων πειρᾶσθαι καταλύειν, ὅτι μηδὲ δυνατόν. ἠξίου τε μὴ κόμπον τὰ τοιαῦτα οἴεσθαι καὶ ἄλλως ἐπίδειξιν ἀρετῆς· μηδὲ γὰρ ἂν εἰς τοσοῦτον ἀπονοίας βάραθρον ἐληλακέναι, ὡς τοιαῦτα καταψεύδεσθαι θεοῦ. ἀλλὰ τῆς τε ὠφελείας τῶν πολλῶν, ἀδίκως οὕτω καὶ παρὰ πάντα τοῦ δικαίου νόμον ἀπολλυμένων ὑπὸ τοῦ πολέμου, καὶ τοῦ αὐτὸν ἐξελέσθαι ὑφ' ἧς κατέχεται ἀπάτης, οἰόμενον Καντακουζηνοῦ τοῦ βασιλέως περιγενήσεσθαι, εἰρῆσθαι τὰ τοιαῦτα· οἷς εἰ πεισθείη, εἴσεται τὴν ὠφέλειαν οὐκ ἐν μακρῷ, εἰ δ' οὐ πεισθείη, πάντως εἴσεται ὡς ἀληθείας φίλος αὐτὸς καὶ παρ' ἐκείνης τὰ τοιαῦτα δεδιδαγμένος. τοιαῦτα μὲν ὁ Διδυμοτείχου ἔγραφε πρὸς μέγαν δοῦκα διαῤῥήδην περὶ Καντακουζηνοῦ τοῦ βασιλέως προλέγων, ὡς τῶν ἀδικούντων περιέσται. ἐκεῖνος δὲ ἐπεὶ τὰ γράμματα ἀνέγνω, οὐδὲν πλέον ἀπεκρίνατο. οὐ περὶ βασιλέως δὲ μόνον ἐκεῖνος πολλὰ τοιαῦτα προηγόρευεν, ἀλλὰ καὶ περὶ ἰδιωτῶν τινων οὐκ ὀλίγα. Βρυεννίου γὰρ τοῦ Μιχαὴλ, Παμφίλου ἄρχοντος, ἐπιβουλευθέντος τε ὑπὸ τοῦ δήμου καὶ δεσμώτου εἰς Βυζάντιον ἀπαχθέντος, δεσμωτήριόν τε ὑπὸ τῶν ἀρχόντων οἰκεῖν κατεψηφισμένου, ἐπεὶ χρόνῳ ὕστερον μικρᾶς τινος ἕνεκα αἰτίας ὁ τῆς φρουρᾶς ἄρχων ὑπὸ μανίας ἀλόγου καὶ θυμοῦ εἰς τοσοῦτον ᾐκίσατο σφοδρῶς, ὡς νομισθῆναι καὶ ἀποθανεῖν, πρὸς τοὺς οἰκείους ἐν Διδυμοτείχῳ τῆς φήμης διαδραμούσης, κἀκείνων τοῦ ἀρχιερέως δεομένων ἀπαγγέλλειν τῇ γυναικὶ τοῦ ἀνδρὸς τὴν τελευτὴν, ἵν' ὑπὸ τῆς πρὸς ἐκεῖνον αἰδοῦς κατεχομένη, μὴ τὴν ψυχὴν ἀποῤῥήξῃ πρὸς τὴν ἀγγελίαν, ἐκεῖνος οὐ τετελευτηκέναι ἔφασκε Βρυέννιον, ἀλλὰ ζῇν· τετύφθαι μέντοι εἰς τοσοῦτον ἀπανθρωπίας, ὡς καὶ ἁλῶν δεηθῆναι, τὰς σηπεδόνας καὶ φλεγμονὰς τὰς ἐκ τῶν μαστίγων καταστελούντων. μὴ μέντοι γε ἀποθανεῖν, ἀλλὰ ζῇν καὶ τὴν ἀπανθρωπίαν τῶν αἰκισαμένων ἄλλων τέ τινων ἀποῤῥητοτέρων ἕνεκα αὐτῷ ἐπενεχθῆναι, καὶ τῆς εἰς παῖδας καὶ γυναῖκα ἐπανόδου αἰτία μάλιστα ἐκείνη ἔσται. τοῦ δεσμωτηρίου γὰρ ἀπολυθεὶς ἐπὶ τῷ ἰᾶσθαι τὰς πληγὰς, διαδρὰς ἀφίξεται ἐνθάδε. χρόνῳ δὲ ὕστερον καὶ βασιλέως παρόντος, πεσεῖται μαχόμενος ὑπὲρ αὐτοῦ. ἃ πάντα ὕστερον κατὰ τὴν ἐκείνου πρόῤῥησιν ἀπέβαινεν. ἀφεθεὶς γὰρ τοῦ δεσμωτηρίου ὁ Βρυέννιος ἐπὶ τῷ προνοίας τινὸς τυχεῖν παρὰ τῶν ἰατρῶν, καιροῦ τυχὼν διεσώζετο οἴκαδε διαδρᾶναι δυνηθείς· ὕστερον δὲ ἐν τῇ πρὸς Μομιτζίλον μάχῃ ἔπεσε μαχόμενος ἐπίπροσθεν βασιλέως. τοιαύτης ἦν ἐκεῖνος χάριτος ἠξιωμένος παρὰ θεῷ, καὶ τὰ ἐσόμενα ὡς ὁρώμενα προῄδει. οἱ μέντοι Μυσοὶ οἱ περὶ Διδυμότειχον ἐστρατοπεδευμένοι μετὰ μικρὸν παρὰ τῶν σφετέρων πυθόμενοι σκοπῶν, ὡς πλῆθος Περσικῶν νεῶν τῇ τοῦ Ἕβρου προσέσχεν ἐκβολῇ, ὑπὸ τοῦ θορύβου καὶ τῆς ταραχῆς ἀλλήλους συμπατοῦντες κατὰ τὴν ἀρχιερέως πρόῤῥησιν τάχιστα ἀνεχώρουν, καὶ ὅποι γῆς κατεδύοντο ἀγνοούμενοι. οἱ δὲ ἐν Διδυμοτείχῳ τὴν αἰτίαν ἀγνοοῦντες τῆς φυγῆς, ἐθαύμαζον ὅ,τι ποτ' ἂν εἴη τὸ οὕτω θορυβῆσαν τοὺς Μυσούς. μετὰ μικρὸν δὲ ἠγγέλλετο, ὡς Ἀμοὺρ ὁ τοῦ Αἰτίνη, φίλος ὢν ἐς τὰ μάλιστα Καντακουζηνῷ τῷ βασιλεῖ καὶ πολλὰς ἀποδείξεις τῆς εἰς αὐτὸν εὐνοίας καὶ πρότερον παρεσχημένος, δι' ἐκεῖνον γὰρ καὶ βασιλεῖ τῷ νέῳ Ἀνδρονίκῳ πρὸς τὸν κατὰ Φωκαίας καὶ Λέσβου πόλεμον συνεπολέμησε, πεπυσμένος περὶ αὐτοῦ, ὡς μεγάλαις χρήσαιτο κακοπραγίαις, κοινῇ τῶν Ρωμαίων αὐτῷ πάντων ἐκπολεμωθέντων, καὶ αὐτὸς μὲν ᾤχετο ἐς Τριβαλοὺς φυγὰς, Διδυμότειχον δὲ, ὃ μόνον καταλέλειπτο γυναικί τε καὶ τέκνοις καὶ τοῖς ἄλλοις τοῖς ὑπολειφθεῖσι φίλοις καταφυγὴ δεινῶς ὑπὸ τῆς συχνῆς πολιορκίας ὑπὸ ἐνδείας ἐπιέσθη, καὶ κινδυνεύει τὸ τοῦ φίλου σκάφος αὔτανδρον ἀπολωλέναι, ὀγδοήκοντα καὶ τριακοσίας ναῦς τὰς συμπάσας ὁμοῦ παραλαβὼν, καὶ μείζους καὶ ἐλάσσους, ἐν αἷς ἐννακισχίλιοι πρὸς δισμυρίοις ἐπιβάται κατελέγοντο, παρὰ τὸ τοῦ Ἕβρου στόμα προσέσχε. πέμψας δὲ καὶ ἐκεῖνος πρέσβεις πρὸς Εἰρήνην τὴν βασιλίδα, ἀπήγγελλε τὰ ἴσα· ἐδήλου τε ὅτι ἥξει καὶ αὐτὸς μετὰ μικρόν. Εἰρήνη δὲ ἡ βασιλὶς τούς τε στρατιώτας ἔπεμπεν, ὅσοι ἦσαν, καὶ τοὺς ἄλλους τῶν εὐγενεστέρων εἰς ὑπάντησιν ἐκείνου, καὶ ἵππους ἑκατὸν, ὡς ἂν αὐτός τε χρήσαιτο καὶ μὴ πεζῇ βαδίζῃ, καὶ τοῖς ἄλλοις διαδῷ. ἀπήγγελλόν τε οἱ κεκομικότες, μὴ μέμφεσθαι τῆς ὀλιγότητος, ὡς διὰ τὸν περισχόντα πόλεμον αὐτῶν μᾶλλον ἵππων δεομένων καὶ διὰ τοῦτο τῶν παρόντων οὐ πλείους παρέχεσθαι δεδυνημένων. τοὺς μὲν οὖν ἵππους ἐδέξατο ἀσμένως καὶ βασιλίδι χάριτας τῆς εὐεργεσίας ὡμολόγει· διέδωκε δὲ τοῖς εὐγενεστέροις τῶν Περσῶν καὶ μάλιστα προήκουσι καθ' ἡλικίαν. ἐρόμενος δὲ περὶ τοῦ φίλου βασιλέως εἰ ζῇ, πολλὰ στενάζων καὶ δάκρυα τῶν ὀφθαλμῶν ὑπὸ συμπαθείας ἀφιεὶς, ἐπεὶ ἐπύθετο ζῇν θεοῦ βουλομένου, πρῶτα μὲν ὡμολόγει χάριτας θεῷ, πολλὴν αὐτοῖς τὴν πρόνοιαν καὶ τόλμαν ὑπὲρ βασιλέως παρεσχημένῳ, ἔπειτα δὲ καὶ αὐτοῖς τῶν αὐτῶν ἕνεκα καὶ χάριτας ὡμολόγει καὶ πολλῶν καὶ μεγάλων ὀφειλέτην ἑαυτὸν ἀπέφαινεν, ὡς κινδύνους μεγάλους καὶ πολλοὺς ὑπὲρ ἐκείνου ἐνεγκοῦσι. τὴν στρατιάν τε παραλαβὼν, πεζὸς ἐχώρει καὶ αὐτὸς εἰς Διδυμότειχον, δισχιλίους λογάδας ἔχων περὶ ἑαυτόν. δεομένων δὲ τῶν ἐκ Διδυμοτείχου ἵππῳ χρῆσθαι, καὶ παρεχομένων καὶ ἑτέρους πρὸς τοῖς ἑκατὸν, οὐκ ἐπείθετο αὐτὸς, δισχιλίους εἶναι φάμενος τοὺς εὐγενεστέρους καὶ μάλιστα ἀξίους ἵπποις χρῆσθαι. ἐπεὶ δὲ μὴ εὐποροίη πᾶσι διαδοῦναι, βέλτιον πεζεύειν καὶ αὐτὸν, ἐν τῷ συμπονεῖν αὐτοῖς ῥᾴω καὶ φορητοτέραν τὴν ἐκ τῆς ὁδοῦ ποιοῦντα ταλαιπωρίαν. οὕτω μὲν οὖν μέχρι καὶ Διδυμοτείχου ἦλθεν. ἡμέρας δὲ περιμείνας οὐ πολλὰς, ἐν αἷς ἔδει τοὺς εἰς Διδυμότειχον τὰς κατὰ Θρᾴκην πορθοῦντας κώμας σῖτον πορίζειν ἑαυτοῖς, ἐπεὶ ἐπράττετο αὐτοῖς τὰ κατὰ γνώμην καὶ σῖτον εἰσεκομίζοντο πολὺν καὶ τὰ ἄλλα ἐπιτήδεια καὶ βοσκήματα, ἐκέλευεν, ὅσα ἦσαν ἐν τῷ στρατοπέδῳ τῷ σφετέρῳ ἐκ τῆς λείας τοῖς ἐν Διδυμοτείχῳ παρέχειν· καὶ ἐπράττετο, ᾗ προσέταττεν ἐκεῖνος. πεντακοσίους τε ἐκ δισχιλίων ἐκείνων λογάδων ἀπολεξάμενος καὶ ἐννακισχιλίους ἐκ τῆς ἄλλης στρατιᾶς, ἔπεμπεν εἰς τὰς ναῦς, φρουρήσοντας ἄχρις ἐπανήξει· τὸ δὲ λοιπὸν στρατόπεδον εἰς δισμυρίους ὄντας ἐπὶ πεντακοσίοις καὶ χιλίοις τοῖς λογάσιν, ἕπεσθαι ἐκέλευεν, ὡς ἐκεῖσε ἀφιξόμενος, ἔνθα διατρίβει βασιλεύς. ᾔεσαν οὖν ἅπαντες καὶ αὐτὸς πεζῇ, πλὴν τῶν ἑκατὸν ἐκείνων, ἀδυνάτων ὄντων πεζεύειν διὰ τὸ γῆρας. καὶ γενόμενοι παρὰ τὸ ἐν Χριστουπόλει τείχισμα, ἐπεὶ ἀντέχειν οὐχ οἷοί τε ἦσαν οἱ φρουροῦντες πρὸς τοσαύτην δύναμιν, πολλαχοῦ διατεμόντες, ἐκείνων ἐκλιπόντων, διέβησάν τε καὶ ηὐλίσαντο ἐγγὺς τὴν νύκτα.

νζʹ. Φεραῖοι δὲ πυθόμενοι περὶ τῆς στρατιᾶς τῆς Περσικῆς, ὅτι μέλλει διιέναι κατ' αὐτοὺς, καὶ τήν τε βλάβην δείσαντες, ἣν κακώσειν ἔμελλεν αὐτοῖς τὴν χώραν, ἄλλως τε καὶ μίσει τῷ πρὸς βασιλέα δυσχεραίνοντες, μὴ ὑπὸ τῶν Περσῶν ὠφεληθείη, ἔγνωσαν δεῖν παράγειν τὸν ἄρχοντα τῆς στρατιᾶς, καὶ γράμματα πλασάμενοι ὡς ἐκ βασιλέως ἔπεμπον πρὸς αὐτόν. ἃ μετὰ τὸ προσαγορεύειν πολλὴν ὁμολογοῦντα χάριν τῆς εἰς αὐτὸν εὐνοίας, ὅτι πολλὴν ὑπέμεινε καὶ πόνον καὶ δαπάνην δι' αὐτὸν, ἔπειτα ἐκέλευεν ἀναστρέφειν, ἐξ οὗπερ ἂν ἐγγένοιτο τοῖς γράμμασι τόπου περιτυχεῖν, μὴ καὶ ἄκων βλάψῃ νομίζων ὠφελεῖν. ἐκεῖνον γὰρ ἐν ἐσχατιαῖς τῆς Τριβαλῶν διατρίβειν γῆς, ὅθεν οὐ ῥᾴδιον ἐπανελθεῖν νυνί. εἰ δ' αὐτοὶ χωροῖεν πρὸς ἐκεῖνον διὰ μέσης τῆς γῆς τῶν Τριβαλῶν, δέος μὴ αὐτῶν ὁ ἄρχων ἀντὶ φιλίας, ἣν ἐνδείκνυται πρὸς αὐτὸν νυνὶ, πρὸς ἔχθραν καὶ ὀργὴν μεταστραφῇ καὶ διάθηται κακῶς, ὡς αἴτιον πολέμου βαρβαρικοῦ καὶ φθορᾶς αὐτῷ γεγενημένον. τοιαῦτα μὲν οὖν τὰ γράμματα ἐκέλευεν. Ἀμοὺρ δὲ ἐπεὶ ἀνέγνω, τῶν μὲν συνεσκευασμένων ὑπώπτευεν οὐδὲν, νομίσας δὲ ἐκ βασιλέως εἶναι ἀληθῶς, ἀμφιβόλοις λογισμοῖς ἐπάλαιεν, εἰ δεῖ ἀναστρέφειν κατὰ τὰ κεκελευσμένα, ἢ ἥκειν πρὸς αὐτὸν, ὡς δυσχερὲς ὂν αὖθις εἰς ἀναζήτησιν ἐκείνου μετὰ τοσαύτης στρατιᾶς ἐλθεῖν. τοιαῦτα δὲ αὐτῷ λογιζομένῳ τῆς νυκτὸς, χειμὼν ἐξαίσιος ἐπιγενόμενος, ὡς καὶ διακοσίους τῷ στρατοπέδῳ ὑπὸ κρύους ἐναποθανεῖν, ἠγάγκασεν ἀναστρέφειν, πολλὰ καὶ τῶν γραμμάτων πρὸς τὴν ἐπάνοδον συναραμένων. ἐλθὼν δὲ εἰς Βήραν, ἔνθα αὐτῷ ὡρμίζοντο αἱ νῆες κατὰ τὸν Ἕβρον ποταμὸν, εὗρε κατ' ἐκείνην τὴν νύκτα καὶ τῶν ἐν ταῖς ναυσὶ τριακοσίους ἀποθανόντας· αἰχμαλώτων δὲ πλὴν ὀλίγων πάντας, ὀλίγους ὄντας καὶ αὐτοὺς διὰ τὸ μὴ τὴν στρατιὰν πρὸς λείαν ἐπιπλέον διασκεδασθῆναι τῆς προκειμένης ἕνεκα στρατείας Ἀμοὺρ τὸν σατράπην οὐκ ἐᾷν. εἰς Διδυμότειχον δὲ πρὸς βασιλίδα τὴν Εἰρήνην γράμμασι δηλώσας τῆς ἐπανόδου τὴν ἀνάγκην καὶ παραιτησάμενος, ὡς διὰ τὸν χειμῶνα μὴ πρὸς αὐτὴν ἐπανήκει προσκυνήσων, ἀπέπλευσεν εἰς τὴν οἰκείαν. μετὰ δὲ τοῦτο, ἐπεὶ ὁ χειμὼν ἐπεκράτει σφοδρότατος κατ' ἐκεῖνο τοῦ ἔτους, οἵ τε ἐκ Βυζαντίου καὶ τῆς ἄλλης Θρᾴκης ἡσύχαζον καὶ οὐκ ἐπῄεσαν τοῖς ἐν Διδυμοτείχῳ, ἀλλ' ἀναγκαίως διεχείμαζον ἐν ταῖς οἰκίαις. ἐκεῖνοι δὲ ὑπ' ἐνδείας ἀναγκαζόμενοι καὶ τῶν ἄλλοις φοβερωτάτων κατατολμᾷν, πεζοί τε ὀλίγῳ πλείους διακόσιοι καὶ ἱππεῖς ἐλάττους τούτων πρὸς ἁρπαγὴν τῆς πόλεως ἐξελθόντες, οὕτως ὑπὸ σφοδροῦ κατελήφθησαν χειμῶνος, ὡς ἀναγκασθῆναι αὐτόμολοι πρὸς τοὺς πολεμίους ἀφικέσθαι, ἐκλείποντες ἤδη ὑπὸ κρύους. οἱ μὲν οὖν πεζοὶ πάντες ὁμοῦ πρὸς Λίτιτζαν πολίχνην ἐλθόντες, ἐπεὶ ὁ τῆς πόλεως ἄρχων τὰ βασιλέως κρύφα ᾑρημένος ἦν, ἐν μιᾷ οἰκίᾳ τοὺς ἄνδρας κατακλείσας, ὡς φρουρεῖσθαι δῆθεν, πυρί τε ἀνακτησάμενος καὶ τῇ ἄλλῃ τῶν ἀναγκαίων χορηγίᾳ, μετὰ τρίτην ἡμέραν, ἑκὼν εἶναι, ἐνεδίδου αὐτοῖς πρὸς τὸν δρασμόν· καὶ διαδράντες ὁμοῦ πάντες αὖθις εἰς Διδυμότειχον ἐπανῆκον. ὅθεν καὶ αἰτίαν ἔσχε παρὰ τοῖς πολεμοῦσι βασιλεῖ. οἱ μέντοι γε ἱππεῖς ἄλλοι ἄλλοσε διασκεδασθέντες, οἱ μὲν καὶ φιλανθρώπου τινὸς ἐπέτυχον ξενίας καὶ ἀπαθεῖς κακῶν πρὸς τὰς οἰκίας ἐπανῆκον, τῶν βασιλέως φίλων πρὸς τὴν σωτηρίαν συναραμένων· οἱ πλείους δὲ αὐτῶν ὀλίγῳ προσηνέστερον ἐξενίσθησαν παρὰ τῶν ὑποδεξαμένων, ἢ οἱ περὶ Ὀδυσσέα παρὰ Κύκλωπος. ἀπέθανε μέντοι ἐξ αὐτῶν οὐδεὶς, ἀλλὰ χρόνῳ ὕστερον κατ' ὀλίγους εἰς Διδυμότειχον αὖθις ἐπανῆκον γυμνοὶ μετὰ πεῖραν ἀλγεινῶν πολλῶν. ἔαρος δὲ ἤδη ἀρχομένου, οἵ τε ἐκ Διδυμοτείχου ἐπῄεσαν ταῖς κατὰ Θρᾴκην πόλεσι καὶ κακῶς ἐποίουν ληϊζόμενοι, ὡς καὶ πολλὰς αὐτῶν, πρὸς τὰς συνεχεῖς ἐφόδους καὶ τὰς λῃστείας ἀπειρηκυίας, τῇ βασιλίδι Εἰρήνῃ ἐθέλειν προσχωρεῖν, κἂν οἱ ἐν Διδυμοτείχῳ μὴ ἐδέχοντο, ἀπολεῖσθαι φάσκοντες, εἰ πείθοιντο. οὔτε γὰρ εὐπορεῖν φρουρῶν, οἳ αὐτὰς φυλάξουσιν, αὐτοί τε λιμῷ ταλαιπωρήσειν, εἰ μὴ ληΐζεσθαι ἐξέσται τοὺς περιοίκους· ἑτέρα γὰρ αὐτοῖς πρὸς τὸ ζῇν εὐπορία οὐδεμία ἦν. οἵ τε ἐκ Βυζαντίου Διδυμότειχον ἐκάκουν ὅσα δυνατά. βασιλεύς τε ὁ Καντακουζηνὸς παρεσκευάζετο αὖθις, ὡς εἰς Διδυμότειχον ἐπανήξων, καὶ ὁ Κράλης παρείχετο μὲν στρατιὰν ἐπικουρήσουσαν, ὀλίγην δὲ καὶ φαύλην. καὶ διὰ τοῦτο βασιλεὺς πολλοῖς ἐστρέφετο λογισμοῖς καὶ φροντίδων ἦν ἀνάπλεως, εἰ δεήσει πάλιν ἢ τὴν Ρωμαίων δείσαντας δύναμιν αὖθις ἀναστρέφειν εἰς Τριβαλοὺς, ἢ μετὰ τοσούτων καὶ οὕτω φαύλων πρὸς πᾶσαν τὴν ἀρχὴν Ρωμαίων διακινδυνεύειν. μεγίστη δὲ ἦν αὐτῷ τῶν δυσχερειῶν, ὅτι τῶν χρημάτων, ἃ οἴκοθεν ἦλθεν ἔχων, ἀναλωθέντων πρός τε τοὺς συνόντας ὄντας τοσούτους, πάντες γὰρ διετρέφοντο ἐκ τῶν βασιλικῶν ἐπὶ δυσὶν ἔτεσιν, ἐν οἷς τῆς Ρωμαίων γῆς ἀπελαθέντες ἦσαν ὑπερόριοι, καὶ πρὸς Τριβαλοὺς τοὺς τῶν στρατοπέδων ἡγουμένους διὰ φιλοτιμίαν, ἐν ἀπόρῳ εἴχετο τοῦ τί χρὴ δρᾷν, εἰ μὴ ἐξέσται τὴν πολεμίαν διελθόντας εἰς Διδυμότειχον ἐλθεῖν. οὔτε γὰρ ἐξῆν ἐκεῖθεν χρήματα μεταπέμπεσθαι, οὔτε παρὰ Τριβαλῶν δανείζεσθαι, τῶν μὲν πάντῃ δεδουλωμένων καὶ συζώντων ἐσχάτῃ ἀπορίᾳ, τῶν ἐχόντων δὲ δανείζειν οὐ βουλομένων διὰ τὸ βασιλέα ὁρᾷν μείζοσιν ἀεὶ ταῖς δυσπραγίαις κεχρημένον καὶ ὑποπτεύειν, μὴ καὶ παντάπασι διαφθαρείη πρὶν οἴκαδε ἐπανήκειν. οὗ δὴ ἕνεκα πολλῇ μὲν ἐκυμαίνετο τρικυμίᾳ λογισμῶν τὴν ἔνδειαν ἐννοῶν, ὑφ' ἧς περισχεθήσεται, καὶ τὸν ἄφυκτον κίνδυνον, αὐτὸς καὶ οἱ περὶ αὐτόν. ἐξέφαινε δὲ πρὸς οὐδένα τὰ ἀπόῤῥητα καὶ μόνου θεοῦ ἐδεῖτο, τοῦ λύειν τὰ τοιαῦτα δυναμένου. αὐτίκα δέ τις προσελθὼν Ἄρμπενος ὠνομασμένος, ἐκ Χλερηνοῦ πρότερον Ρωμαίοις ὑπηκόου πόλεως, πατρῴαν τε ὡμολόγει εὔνοιαν τῷ βασιλεῖ, καὶ αὐτὸς οὐδὲν ἧττον ἔφασκε βούλεσθαι νυνὶ χρήσιμον ἑαυτὸν αὐτῷ παρέχειν καὶ βοηθεῖν τρόπῳ ὁποίῳ ἂν δύναιτο δυνατωτάτῳ· θαυμαστὸν δὲ οὐδὲν, εἰ τηλικούτῳ ὄντι καὶ θαυμασίῳ καὶ μεγάλῳ οὐδενὸς ἄξιος ὢν αὐτὸς καὶ ἀφανείᾳ πολλῇ συζῶν ἐπαγγέλλεται βοηθεῖν, εἰ καὶ μῦς ποτε κατὰ τὸν μῦθον λέοντα ἐῤῥύσατο πολλῶν καὶ χαλεπῶν δεσμῶν. συνεβούλευέ τε, ὡς, εἰ βούλοιτο, ἐπεὶ πρὸς Κράλη προσπεμφθείη Βεῤῥοιώταις, διαλεξόμενος αὐτοῖς περὶ παραδόσεως τῆς πόλεως καὶ πείσων ὑποσχέσεσι πολλαῖς, γράφειν καὶ αὐτὸν τοῖς φίλοις καὶ δι' ἐκείνων καὶ τοὺς ἄλλους πείθειν δέχεσθαι εἰς τὴν πόλιν, ἣ μεγάλη τε οὖσα καὶ πολυάνθρωπος καὶ στρατιᾷ καὶ τοῖς ἄλλοις ἅπασιν ἐῤῥωμένη, οὐ μετρία γένοιτ' ἂν παραψυχὴ πρὸς τὰς περισχούσας δυσπραγίας. αὐτὸς γὰρ, καίτοι ὑπὸ Κράλην τελῶν, μᾶλλον βούλοιτο Βέῤῥοιάν τε καὶ τὰς ἄλλας ἑσπερίους πόλεις αὐτῷ μᾶλλον ἢ Κράλῃ προσχωρεῖν· ἐκείνῳ γὰρ ἀνάγκη δουλεύειν, βασιλεῖ δὲ μᾶλλον εὐνοεῖν. βασιλεὺς δὲ ἀκούσας, ὑπερήσθη μὲν ἐπὶ τοῖς εἰρημένοις καὶ τῶν πολλῶν ἀνέπνευσε φροντίδων, τὸ θεῖον αὐτοῦ πρόνοιάν τινα πεποιῆσθαι οἰηθεὶς καὶ τὸν ἄνδρα πρὸς τοιαῦτα κεκινηκέναι. ἤρετό τε, εἰ τοὺς ἐν λόγῳ μάλιστα εἰδείη Βεῤῥοιωτῶν καὶ πρὸς οὕστινας αὐτῶν συμβουλεύει γράφειν. τοῦ δὲ, πάντας μὲν εἰδέναι, εἰρηκότος, τοὺς ἀρίστους δὲ ἐκλεξαμένου, ἐπείθετό τε ὁ βασιλεὺς, ὡς καλῶς βεβουλευμένῳ, καὶ ἔγραφεν αὐτίκα. Ἄρμπενος δὲ συνεβούλευεν, εἰ δύναιτο, καὶ Κράλην πείθειν ἐνδοῦναι αὐτῷ καὶ φανερῶς ὑπὲρ αὐτοῦ διαλεχθῆναι Βεῤῥοιώταις· βασιλεῖ τε γὰρ τὰ μέγιστα λυσιτελήσειν τὸ τοιοῦτο καὶ αὐτῷ τὴν συντυχίαν μηδένα κίνδυνον ὕστερον ἂν ἐπαγαγεῖν, εἰ ἡ πόλις προσχωροίη βασιλεῖ. ἐπείθετό τε ὁ βασιλεὺς αὐτίκα καὶ πρὸς Κράλην ἐλθὼν ἐπυνθάνετο, εἰ βούλοιτο πρὸς Βέῤῥοιαν πέμπειν Ἄρμπενον. τοῦ δὲ συνθεμένου, «ἐβουλόμην» εἶπε «γράφειν καὶ αὐτὸς αὐτοῖς καὶ παραινεῖν εἰς τὴν πόλιν δέχεσθαι. ἐννοῶν δὲ, οἷα δράσειαν Φεραῖοι τὸν πρεσβεύοντα ἀπεκτονότες, πρὸς τὴν ἐπιχείρησιν ἀμβλύνεσθαι, δεδοικὼς μὴ καὶ ἄλλῳ τῳ κακῶν ὁμοίων αἴτιος καταστῇ. συνεβούλευέ τε μᾶλλον γράφειν αὐτὸς ὑπὲρ αὐτοῦ· ἅμα δὲ καὶ Ἀρμπένῳ ἐπιτρέπειν Βεῤῥοιώταις τὰς πρὸς ἀλλήλους αὐτῶν συνθήκας καὶ τοὺς ὅρκους φανεροὺς ποιεῖν, καὶ ὡς εἴη καὶ σοὶ πρὸς ἡδονὴν τὸ προσχωρεῖν αὐτοὺς αὐτῷ. ὁ δὲ τὰ μὲν γράμματα ἐπέτρεπεν αὐτὸν ὑπαγορεύοντα γράφεσθαι, οἷ ἂν δοκῇ αὐτῷ συμφέρειν. Ἄρμπενον δὲ ἐκέλευεν ὑπὲρ βασιλέως Βεῤῥοιώταις διαλέγεσθαι καὶ φανερὸν αὐτοῖς ποιεῖν, ὡς οὐδὲν ἡγοῖτο διαφέρειν αὐτῷ τε προσχωρεῖν καὶ βασιλεῖ. οὕτω μὲν οὖν ἡ ἐπίνοια αὐτοῖς εἰς τέλος ἥκει. Ἄρμπενος δὲ εἰς Βέῤῥοιαν ἐλθὼν, τά τε Κράλη γράμματα παρείχετο ἀναγινώσκεσθαι ἐπ' ἐκκλησίας καὶ τὰ βασιλέως τοῖς ἐπιτηδείοις κρύφα διεδίδου. Βεῤῥοιῶται δὲ καὶ πρότερον μὲν τὰ βασιλέως ᾑρημένοι οἵ τε ἄριστοι ὁμοίως καὶ ὁ δῆμος ἦσαν, καὶ τότε δὲ ὑπὸ τοῦ Τριβαλῶν πολέμου πιεζόμενοι, πολλὰς γὰρ αὐτοῖς καὶ συνεχεῖς ἐποιοῦντο τὰς ἐφόδους, καὶ κακῶς ἐποίουν τὴν χώραν ληϊζόμενοι, καὶ συνορῶντες ἤδη, ὡς ἐν χρῷ κινδύνου καθεστᾶσι δουλεύειν Τριβαλοῖς ἀναγκαζόμενοι, ἄλλως τε καὶ ὑπὸ τῶν ἀρίστων ἐναγόμενοι, πλὴν γὰρ ὀλίγων τὰ βασιλέως ἦσαν πάντες ᾑρημένοι, ἐψηφίσαντο τὴν βασιλέως κάθοδον· αὐτίκα τε ᾑροῦντο πρέσβεις, ἐκ μὲν τῶν ἀρίστων Ἀστραπήρην, τοῦ δήμου δὲ Ἀλληλούϊαν, ἐκ τῶν κατειλεγμένων δὲ τῷ κλήρῳ τῆς ἐκκλησίας Σύρον ὠνομασμένον, καὶ ἔπεμπον πρὸς βασιλέα, τάχιστα δεόμενοι ἥκειν πρὸς αὐτούς. οἱ πρέσβεις δὲ ἐπεὶ ἧκον, τήν τε ἀρχαίαν εὔνοιαν τῆς πόλεως ἐδήλουν βασιλεῖ καὶ ὡς, τοῦ πολέμου τοῦδε τοῦ συγγενικοῦ Ρωμαίοις κεκινημένου, μετέωροι αὐτοὶ ἦσαν καὶ τὴν αὐτοῦ ἐπιδημίαν ἦγον δι' εὐχῆς καὶ πρόθυμοι ἦσαν αὐτῷ προσνέμειν ἑαυτοὺς καὶ τὸν πόλεμον συγκατεργάζεσθαι. ἐπεὶ δὲ ἐκ προδοσίας τῶν συνόντων συμβαίη περὶ αὐτὸν τὰ δυσχερῆ καὶ ἔλθοι ὑπερόριος πρὸς Τριβαλοὺς, μάλιστα μὲν βεβουλῆσθαι εὐθὺς ἐξαρχῆς εἰς τὴν πόλιν προσκαλεῖσθαι· δεδοικότας δὲ μὴ διὰ ταῦτα μειζόνων αὐτῷ συμφορῶν αἴτιοι καταστῶσι, τοῦ Κράλη διὰ φθόνον καὶ τὸ λαβεῖν αὐτὸν τὴν πόλιν ἐπιβουλεύσαντος, τῆς πείρας ἀποσχέσθαι ἄχρι νῦν. καιροῦ δὲ ἥκοντος νυνὶ καὶ Κράλη μὴ δοκοῦντος δυσχεραίνειν, ἥκειν καὶ αὐτοὺς σὺν ἡδονῇ πολλῇ καὶ προθυμίᾳ παραληψομένους. συνεβούλευόν τε μὴ μέλλειν, μηδὲ ὑπερτίθεσθαι τὸν καιρὸν, μή τι συμβὰν ἕτερον λυμήνηται τῇ πράξει. βασιλεὺς μὲν οὖν τῇ τε πόλει πολλὰς ὡ μολόγει τῆς εὐνοίας χάριτας καὶ τοῖς πρέσβεσι τῆς εἰς αὐτὸν σπουδῆς· Κράλῃ δὲ ἀπήγγελλεν, ὅσα οἱ ἐκ Βεῤῥοίας πρέσβεις εἴποιεν. θαυμάσας δὲ ἐκεῖνος, ὅτι μὴ τοὺς περὶ βασιλέως λόγους, ὡς καὶ αἱ λοιπαὶ τῶν πόλεων, ἀπαγορεύοιεν, ἐπέκρινε καὶ αὐτὸς εἰς πέρας ἄγεσθαι τὸ ἔργον. Ἑλένη δὲ ἡ τούτου γαμετὴ καὶ πολλὴν εἰσῆγε τὴν σπουδὴν καὶ παρῄνει βασιλεῖ, μὴ τὸν καιρὸν προΐεσθαι, ἀλλὰ πάντα δεύτερα ἡγησάμενον, μόνου ἔχεσθαι τοῦ Βέῤῥοιαν ὑποποιεῖσθαι. ἀναγκαίαν μὲν γὰρ καὶ τὴν εἰς Διδυμότειχον ἐπάνοδον εἶναι, οὐχ ἧττον δὲ λυσιτελήσειν καὶ τὸ Βέῤῥοιαν κατασχεῖν, πολλὰ δυναμένην πρὸς τὸν πόλεμον συνάρασθαι. συνεβούλευέ τε μὴ τὴν παρασκευαζομένην αὐτῷ ἕπεσθαι περιμένειν στρατιὰν, ἀλλὰ Γερμανοὺς παραλαβόντα, ὅσους Κράλης τε παρέξεται καὶ αὐτὴ, ἀεὶ πρὸς τὰς στρατείας παρεσκευασμένους ὄντας διὰ τὸ μισθοφορεῖν, ἅμα τοῖς οἰκείοις σπεύδειν ἐπὶ Βέῤῥοιαν. κἂν μὲν δέχωνται, ὥσπερ ἐπαγγέλλονται, εἰ δέοιτο καὶ τῆς στρατιᾶς ἐκείνης πρὸς ἐπικουρίαν, ὕστερον ἥξειν παρασκευασθεῖσαν. εἰ δὲ μεταβαλόντες ἀποπέμποιεν, ἀναστρέψαντα χρῆσθαι τῇ στρατιᾷ ἤδη παρεσκευασμένῃ καὶ ἀποπειρᾷν πρὸς τὴν ἐπάνοδον. τοιαῦτα μὲν ἡ Κράλη ὑπετίθετο γαμετὴ τῷ βασιλεῖ, καὶ αὐτή τε παρείχετο τοὺς ἰδίους μισθοφόρους Λατίνους καὶ τὸν ἄνδρα ἔπειθε.

νηʹ. Βασιλεὺς δὲ Κράλῃ τε πολλὰς τῆς φιλίας χάριτας ὁμολογήσας καὶ γαμετῇ καὶ τῆς φιλίας ἅμα καὶ τῆς περὶ αὐτὸν σπουδῆς, τοὺς μισθοφόρους ἔχων ἅμα τοῖς συνοῦσι Ρωμαίοις, ἧκεν εἰς τὴν Βέῤῥοιαν· καὶ ἐδέξαντο προθύμως ἀνοίξαντες τὰς πύλας, παρείχοντό τε ἑαυτοὺς πρὸς τὰς στρατείας ὑπὸ φιλοτιμίας προθυμοτάτους καὶ χωρὶς ἀναλωμάτων. αὐτίκα δὲ Σέρβιά τε προσεχώρουν ἑκοντὶ περὶ τὰ μεθόρια Θετταλίας κειμένη πόλις, καὶ Πλαταμὼν, ἑτέρα παραθαλασσία, καὶ φρούρια οὐκ ὀλίγα, τὸ μὲν Πέτρα προσαγορευόμενον, ἕτερον δὲ Σωσκὸς καὶ Σταρίδολα τρίτον. βασιλεὺς δὲ ὡς ἐν βραχεῖ ἐκ τῶν προσθεμένων πόλεων στρατιὰν οὐκ ὀλίγην συναγαγὼν, μεταπεμψάμενος δὲ καὶ τὸν ἀνεψιὸν Ἄγγελον Ἰωάννην, τὴν Θετταλικὴν ἵππον ἄγοντα, ἐπεστράτευσε Θεσσαλονίκῃ καὶ ἐστρατοπέδευσεν ἐν Γαλυκῷ ἐλθὼν, οὐ πολὺ ἄπωθεν τῆς πόλεως. ἤλπιζε γὰρ αὐτῷ τοὺς ἐπιτηδείως ἔχοντας καταπράξεσθαι τὴν εἰς Θεσσαλονίκην εἴσοδον· ἦσαν γὰρ αὐτῷ διειλεγμένοι περὶ τούτου. τὸ δὲ οὐκ ἀπήντα, ὥσπερ ἤλπιζεν. οἱ Ζηλωταὶ γὰρ καὶ ὁ δῆμος ὑποπτεύσαντες, μὴ ἄνευ τῶν ἐπὶ παραδόσει διαλεγομένων ἀφικέσθαι, πολλὴν ἐποιοῦντο σπουδὴν περὶ τῆς πόλεως τὴν φυλακήν· δι' ἃ οὐκ εἶχον οἱ τὰ βασιλέως ᾑρημένοι τῶν δοκούντων πράττειν τι. ἡ μὲν οὖν Θεσσαλονίκης ἅλωσις οὕτως ἐκωλύετο· βασιλεὺς δὲ παρέμενεν ἔτι ἐν τῷ στρατοπέδῳ, πρὸς τὴν πρᾶξιν οὐ παντάπασιν ἀπειρηκώς. Κράλης δὲ ἐπεὶ Βέῤῥοιά τε καὶ αἱ ἄλλαι πόλεις προσεχώρησαν βασιλεῖ καὶ ἤδη ἑαυτῷ ἀμύνειν ἑώρα δυνατὸν, ἐξ οὐδεμιᾶς μεταβαλὼν αἰτίας, τὴν προτέραν φιλίαν εἰς πικρίαν μεταμείψας, ἑαυτῷ τε ἐμέμφετο τοῦ μὴ βασιλέα παρακατέχειν καὶ πάντα τρόπον τὴν δύναμιν ἐπειρᾶτο καταλύειν. καὶ πέμψας ἀνεκαλεῖτο τοὺς ἰδίους μισθοφόρους, οὐ τὴν ἀπέχθειαν ἐκφαίνων, ἀλλ' ἑτέρας τινὰς προφασιζόμενος αἰτίας· Μιχαήλ τε Μονομάχῳ μεγάλῳ κονοσταύλῳ τὴν ἀξίαν ὄντι, Θεσσαλονίκης τότε ἄρχοντι, συνεβούλευε πέμψας κατὰ βασιλέως χωρεῖν καὶ μὴ σφόδρα δεδιέναι, ἄλλως τε ἔτι ὀλίγην κεκτημένον δύναμιν καὶ τὸ κράτιστον τῆς παρούσης ὑφαιρούμενον ὑπ' αὐτοῦ νυνὶ, τοὺς γὰρ καταφράκτους Λατίνους, οὓς ἄγει, ἀνακεκλῆσθαι ὑπ' αὐτοῦ, ἰδίους ὄντας, καὶ μὴ αὐξάνεσθαι ἐᾷν, ἀλλὰ προεπιχειρεῖν ἕως ἐστὶν ἀδύνατος. εἰ γὰρ μὴ κωλύοιτο ὑπ' αὐτῶν, ἀλλὰ σωζόμενοι μόνον ἀγαπῷεν, τάχιστα ἐπάξεσθαι αὐτὸν, μεγάλην περιβεβλημένον δύναμιν. Μονομάχος δὲ καὶ οἱ ἐν Θεσσαλονίκῃ τοιαῦτα πεπυσμένοι καὶ οἰόμενοι, βασιλεῖ συνεπιθήσεσθαι αὐτοῖς καὶ Κράλην, ἐσκέπτοντο εἰ χρὴ ἐπὶ μάχην ἐξιέναι. Γερμανοὶ δὲ ἐπεὶ τὰ παρὰ Κράλη ἀκούσειαν προστεταγμένα, πολλὴν μὲν ἐκείνου κακοήθειαν κατεγίνωσκον καὶ τρόπων εὐκολίαν, βασιλεῖ δὲ προσελθόντες, ἀπήγγελλόν τε ὅσα προσταχθεῖεν, καὶ ἐδέοντο μὴ θορυβεῖσθαι, ἀλλὰ θαῤῥεῖν, ὡς καὶ αὐτῷ Κράλῃ, ἂν ἐπίῃ, μαχεσομένους ὑπὲρ αὐτοῦ· οὕτω γὰρ εἶναι νόμιμον αὐτοῖς καὶ εἰ πράττοιεν, οὐ κακῶς ἀκούσειν παρὰ τοῖς οἰκείοις. εἰ γὰρ ὑπὸ τοῦ τὸν μισθὸν παρέχοντος, ἔφασαν, ἑτέρῳ τῳ προσταχθείημεν ἐπικουρεῖν, οἴκοι μὲν καὶ ἐν ἀσφαλείᾳ καθεστῶτι, ῥᾳδίως ἀποσταίημεν ἂν, τοῦ τὸν μισθὸν παρέχοντος κελεύοντος· στρατευομένῳ δὲ καὶ πρὸς μάχην παρατεταγμένῳ, οὐχ ἡμῶν εἶναι ἀπολείπειν. προδοσίαν γὰρ ἄντικρυς τὸ πρᾶγμα εἶναι· οὗ τῶν πάντων οὐδὲν ἀτολμητότερον ἡμῖν, οὐδὲ μείζω φέρει τὴν αἰσχύνην. δι' ἃ οὐδὲ σὲ καταλείψομεν ἐνθάδε, ὥσπερ ἐκέλευσεν ἐκεῖνος, ἀλλ' ἐν ἀσφαλείᾳ οἴκοι καταστήσαντες ἀναχωρήσομεν. συνεβούλευόν τε μὴ μέλλειν, ἀλλ' εἰς Βέῤῥοιαν τάχιστα ἐπανήκειν· Κράλην γὰρ δῆλον ἤδη εἶναι ᾑρημένον πολεμεῖν. βασιλεὺς δὲ αὐτοῖς τῆς εἰς αὐτὸν εὐνοίας καὶ τῶν τρόπων τῆς εὐγενείας ἐπαινέσας, ἐπείθετό τε καὶ ἀνέστρεφεν, ᾗ ἐκεῖνοι συνεβούλευον, μηδὲν τῶν μελετωμένων πρᾶξαι δυνηθεὶς διὰ τὴν Κράλη μάλιστα μεταβολήν. ἡ δὲ ἐν Θεσσαλονίκῃ στρατιὰ, ὡς ἐπύθοντο βασιλέα ἀναστρέφοντα, τῆς πόλεως ἐξελθόντες, εἵποντο μὲν καὶ παρεῖχον δόκησιν, ὡς προσβαλοῦντες, οὐκ ἐτόλμων δὲ συμμίγνυσθαι. τῆς αὐτῆς δὲ ἡμέρας καὶ ἐκ τῶν ἐν Θεσσαλονίκῃ φίλων γράμματα πρὸς βασιλέα ἧκε, μηνύοντα ὡς τῆς αὐτῆς ἡμέρας Ἀπόκαυκος ὁ μέγας δοὺξ ναυσὶν ἑβδομήκοντα Ρωμαίων Θεσσαλονίκῃ προσχοίη καὶ συμμαχίδας ἄγων Περσικὰς δύο καὶ τριάκοντα, καὶ τοὺς ἐκ Βυζαντίου καὶ Θρᾴκης καὶ Μακεδονίας ἱππέας οὐ πολλῷ ὕστερον προσδοκίμους εἶναι ἥξειν. τοὺς μὲν οὖν φίλους τῆς ἀγγελίας ἕνεκα ἐπῄνεσεν ὁ βασιλεύς· αὐτὸς δὲ παρὰ τὸν Ἀξειὸν ἐλθὼν καὶ πειρώμενος διαβαίνειν, οὐ συνεχωρεῖτο πλημμυροῦντος τοῦ ποταμοῦ ἐξ ὄμβρων ῥαγδαίων ἀθρόον κατενεχθέντων. ἐδόκει δὲ δεινὸν τῷ βασιλεῖ καὶ πολλῆς ἄξιον φροντίδος. τό,τε γὰρ παριέναι τὸν ποταμὸν διὰ τῆς Κράλῃ ὑπηκόου ῥέοντα, οὐ μικρὰν παρεῖχεν ὑποψίαν, ἐκείνου δοκοῦντος ἐκπεπολεμῶσθαι, ἄλλως τε καὶ οὐ μακρὰν, ἀλλ' ἐγγύς που μετὰ στρατιᾶς ἐστρατοπεδευμένου· καὶ τὸ μένειν ἐστρατοπεδευμένους, τῶν ὑδάτων περιμένοντας ἀμβλυνθῆναι τὴν ὁρμὴν, οὐ πρὸς αὐτῶν ἔσεσθαι ὑπώπτευεν. ἐδεδίει γὰρ, μὴ, ὥσπερ ἦν εἰκὸς, τῶν τε ἐκ Θρᾴκης καὶ Μακεδονίας ἱππέων, πολλαπλασιόνων ὄντων ἢ ὧν ἦγεν αὐτὸς, καὶ τῶν ἐκ τῶν τριηρέων ὁπλιτῶν καὶ ψιλῶν καὶ Περσῶν τῶν συμμάχων ἐπελθόντων, οὐχ οἷόστε ᾖ ἀμύνεσθαι ἐκ παρατάξεως, πολλῷ τῷ μέτρῳ καταδεεστέρους ἄγων. συμβὰν δέ τι καὶ ἕτερον μᾶλλον ἐθορύβει. πρὸς γὰρ τὴν Ἀξειοῦ περαίαν στρατιὰ ἐλθοῦσα Τριβαλῶν, πέμποντες πρὸς βασιλέα, κατὰ συμμαχίαν μὲν ἔφασκον ἥκειν τὴν αὐτοῦ, εἰ δέοιτο αὐτῶν τῆς ἐκ Θεσσαλονίκης στρατιᾶς ἐπιθεμένης. ἦσαν δὲ οὐδὲν ἐννοοῦντες δίκαιον, ἀλλ' εἴθ' ὑπὸ Κράλη λάθρα προσπεμφθέντες, εἴτε καὶ παρ' ἑαυτῶν αὐτοὶ τῆς τοῦ δεσπότου γνώμης στοχασάμενοι, ὡς πολεμεῖν ἔγνω βασιλεῖ, γνώμην ἧκον ἔχοντες, ὡς εἰ μάχη συναφθείη, προσθησόμενοι τοῖς ἔχουσι τὸ πλέον καὶ τοὺς νενικημένους διαρπάσοντες, ὅπερ καὶ μᾶλλον ἐδόκει τῶν δεινοτάτων βασιλεῖ, εἰ παρ' αὐτὴν τὴν συμβολὴν Ρωμαίοις τε ὁμοῦ καὶ Τριβαλοῖς προσέχειν ἀναγκάζοιτο ἑκατέρωθεν παρατεταγμένοις. ὅμως οὕτως ἔχοντι δυσκολίας καὶ φροντίδος περὶ τῶν πρακτέων, ἐδόκει δεῖν αὐτοῦ αὐλίσασθαι τὴν νύκτα. τοὺς ἐν τέλει δὲ μάλιστα καὶ Ἄγγελον τὸν ἀνεψιὸν, προσέτι δὲ καὶ τοὺς υἱοὺς Ματθαῖον καὶ Μανουὴλ συναγαγών· ἦσαν γὰρ οὐδενὸς λειπόμενοι πρὸς σύνεσιν καὶ εὐβουλίαν, καίτοι μήπω τὴν μειρακικὴν ὑπερβάντες ἡλικίαν, διὰ φύσεως μέγεθος καὶ εὐφυΐαν τὴν πρὸς τὰ καλὰ, ἄλλως θ' ὅτι καὶ βασιλεῖ τῷ πατρὶ πολὺν ἤδη συστρατευόμενοι χρόνον, οὐ περὶ τὰ πολέμια μόνον ἀγαθοὶ καὶ εὐψυχίας καὶ τόλμης καὶ καρτερίας τῆς πρὸς τὰ δεινὰ οὐδὲν ἐλλείποντες, ἀλλὰ καὶ νοῆσαι τὰ δέοντα καὶ καταπράξασθαι ἐν καιρῷ κινδύνων ὀξεῖς καὶ βουλεύσασθαι ἑτέροις ἦσαν ἱκανοί· δι' ἃ καὶ ὁ πατὴρ αὐτοῖς πρὸς τῶν βουλευμάτων τὰ μάλιστα σπουδῆς δεόμενα ἐχρῆτο καὶ ἐπείθετο οὐκ ὀλιγάκις, οὐ χαριζόμενος· οὐ γὰρ εἴα τῶν πραγμάτων ἡ ἀνάγκη· ἀλλὰ νομίζων μάλιστα λυσιτελεῖν· μετ' ἐκείνων δ' οὖν καὶ τῶν ἐπιλοίπων ἄχρι πόῤῥω βουλευόμενοι νυκτῶν, ἐδόκει βασιλεῖ τε πρῶτον, ἔπειτα καὶ τοῖς ἄλλοις ἅπασι μὴ μένειν, ἀλλὰ τὸν κουφότερον τῶν κινδύνων προτιμᾷν καὶ παριόντας τὸν Ἀξειὸν ἄχρις ἂν ἐξῇ, πόρον ζητεῖν ᾗ διαβατὸς ἔσται, βέλτιον λογισαμένους αὖθις Τριβαλοῖς περιτυχεῖν, οὓς ἴσως ἂν καὶ δύναιντο τρόπῳ δή τινι ἀποσκευάζεσθαι, ἢ Ρωμαίοις καὶ βαρβάροις τοῖς συμμάχοις. τοῖς μὲν οὖν ἐδέδοκτο τοιαῦτα.

νθʹ. Ἔξω δὲ τῆς σκηνῆς προσελθών τις ἐκ τῆς κατὰ τὴν περαίαν Ἀξειοῦ κώμης καταντικρὺ οὗ ηὐλίζοντο, ἔνθα καὶ ἡ Τριβαλῶν διενυκτέρευε στρατιὰ, Γαυρόβου προσαγορευομένης, ἐδεῖτο βασιλεῖ συντυχεῖν, ὡς περί τινων ἀναγκαίων διαλεξόμενος. ἐπεὶ δὲ εἰσήγετο πρὸς βασιλέα, πρῶτα μὲν ἀρχαίας τινὸς εὐεργεσίας χάριτας ὀφείλειν ὡμολόγει βασιλεῖ, ἔπειτα ἐμήνυεν, ὡς ἡ στρατιὰ Τριβαλῶν, ἧς ἡγεῖται Μποζίκης τις προσαγορευόμενος καὶ Στέφανος δεύτερος, ἐκ πεζῶν καὶ ἱππέων ἠθροισμένη, πεμφθείη μὲν παρὰ Κράλη ἐπὶ τῷ βλάπτειν βασιλέα, ὅσα δύναιτο. αὐτοὶ δὲ οὕτως εἶναι παρεσκευασμένοι, ὡς, εἰ ἀκατίοις χρῷτο ἡ βασιλέως στρατιὰ πρὸς τὴν διάβασιν, τοῖς πρώτως διαβᾶσιν ἐπιτίθεσθαι καὶ διαφθείρειν· ἔπειτα ἀνείργοντας τοὺς ἄλλους πρὸς τὸν πόρον, αὐτοὺς μὲν διαμένειν ἀπαθεῖς κακῶν· βασιλέα δὲ μετὰ τῶν συνόντων ὑπὸ τῆς ἐκ Θεσσαλονίκης στρατιᾶς διαφθείρεσθαι ῥᾳδίως εὐεπιχείρητον γενόμενον. τὴν μὲν οὖν ἐπιβουλὴν οὕτως ἔφασκεν εἶναι συνεσκευασμένην παρὰ Τριβαλῶν, αὐτὸν δὲ εἰδέναι πόρον ἀγνοούμενον τοῖς πολλοῖς, ᾗ διαβατὸς ὁ ποταμὸς ῥᾳδίως ἔσται· ὃν ἔφασκεν ὑποδείξειν χάριν βασιλεῖ κατατιθέμενος. ἐπαινέσας δὲ ὁ βασιλεὺς τὸν ἄνθρωπον καὶ ἐπαγγειλάμενος εὖ ποιήσειν, ἐπεὶ καὶ ἡ ἡμέρα ἤδη διεφαίνετο, ἄραντες ἐκ τοῦ στρατοπέδου, διῄεσαν τοῦ ποταμοῦ τὴν ὄχθην, οἷ ὁ ἄνθρωπος ἡγεῖτο. ὁμοίως δὲ καὶ οἱ Τριβαλοὶ ἐκ τῆς περαίας ἀντιπαρήρχοντο καὶ αὐτοὶ τὸν ποταμόν. ἐπεὶ δὲ εἰς τὸν πόρον ἦλθον, Τριβαλοὶ μὲν ἐκ τῆς περαίας παρετάσσοντο ὡς κωλύσοντες καὶ βέλεσιν ἐχρῶντο πόῤῥωθεν. βασιλεὺς δὲ μετὰ τῶν ἀρίστων ὁρμῇ χρησάμενοι παραβόλῳ καὶ σωμάτων ἀφειδήσαντες, διέβαινον βαλλόμενοι καὶ κωλυόμενοι, ὡς ἐνῆν, ὑπὸ τῶν Τριβαλῶν. διαβάντας δὲ ὑπέμειναν οὐδ' ἐπὶ μικρὸν, ἀλλ' ἔφευγον τραπόμενοι κατὰ κράτος. βασιλεὺς δὲ οὔτ' ἐπιδιώκειν εἴα, οὔτε ἀποκτείνειν, ἄγνοιαν τῆς ἐπιβουλῆς ὑποκρινάμενος. ἐβούλετο γὰρ μηδεμίαν Κράλῃ πρὸς τὸν πόλεμον πρόφασιν παρέχειν. ἡ δὲ ἄλλη στρατιὰ διέβαινε κατὰ σχολὴν μηδὲν ζημιωθεῖσα. βασιλεὺς δὲ φιλοτίμως ἀμειψάμενος τὸν ἡγησάμενον πρὸς τὸν πόρον, πρὸς Βέῤῥοιαν ἐπανῄει, πολλὰς αὐτοῦ τε καὶ τῆς στρατιᾶς τῆς σωτηρίας θεῷ χάριτας ὁμολογῶν· ἐν χρῷ γὰρ εἴπερ ποτὲ κατέστησαν κινδύνου. τῆς αὐτῆς δὲ ἡμέρας καὶ ἡ ἐκ Θρᾴκης καὶ Μακεδονίας στρατιὰ ἅμα τοῖς ἐκ τῶν τριηρέων ὁπλίταις καὶ ψιλοῖς καὶ Πέρσαις τοῖς συμμάχοις πρὸς Ἀξειὸν ἧκον ἐπὶ βασιλέα. πυθόμενοι δὲ, ὡς διαβὰς πρὸς Βέῤῥοιαν ἐπανέλθοι, ὑπέστρεφον εἰς Θεσσαλονίκην ἀνιώμενοι, ὅτι ὑστερήσειαν. βασιλεύς τε τότε μᾶλλον ἀκριβέστερον συνεώρα τὴν περὶ αὐτὸν πρόνοιαν τοῦ θεοῦ. ἐπεὶ δὲ ἐγένετο ἐν Βεῤῥοίᾳ, Γερμανοὺς τῆς εἰς αὐτὸν εὐνοίας ἀμειψάμενος εὐεργεσίαις, ἀπέπεμπεν εἰς Κράλην καὶ τοὺς περὶ τὴν διάβασιν Ἀξειοῦ κωλύοντας προσήγγελλεν ὡς ἀδικήσαντας καὶ παρὰ τὰς σπονδὰς καὶ τοὺς ὅρκους αὐτῶν τοὺς εἰς ἀλλήλους εἰργασμένους. Κράλης δὲ οὔπω φανερῶς ἐξενηνεγμένος πρὸς τὸν πόλεμον, θέλων βασιλέα θεραπεύειν, ἐπεὶ μὴ διὰ τῆς ἐπιβουλῆς ἐξεγένετο διαφθείρειν, Μποζίκην καὶ Στέφανον τοὺς ἡγουμένους τῆς στρατιᾶς ἔπεμπε πρὸς βασιλέα, ὡς δίκας τῆς ἀγνωμοσύνης δώσοντας, ὅτι βασιλεῖ τῷ φίλῳ, αὐτοῦ μὴ συνειδότος, πολεμοῖεν, καὶ ἐπέτρεπε βασιλεῖ τὴν ψῆφον τὴν κατ' αὐτῶν, ὡς δικαίως πᾶν ὁτιοῦν καταψηφισομένῳ. βασιλεὺς δὲ αὐτοῖς τὴν ἀγνωμοσύνην ὀνειδίσας καὶ ὡς ἄδικά τε ὁμοῦ καὶ ἀνάξια τῆς Κράλη πρὸς αὐτὸν τολμήσαιεν φιλίας, ἔπειτα συγγνώμην τε παρείχετο καὶ ἀπέλυεν, εὖ ποιήσας. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ, ἐπεὶ τῆς μάχης τε ὑστέρει καὶ πρὸς Βέῤῥοιαν ἐλθεῖν ἐπὶ βασιλέα ἦν ἀδύνατος, Κράλην μὲν, πολλὰ τὰ μὲν πέμπων δῶρα, τὰ δὲ ὑπισχνούμενος, ἐκπολεμοῦν ἐκείνῳ ἐπεχείρει, καὶ οἴκοθεν ἤδη πρὸς τοῦτο ὡρμημένον· πρὸς βασιλέα δὲ Συναδηνόν τινα πέμψας ὄνομα, ὅρκοις τοῖς φρικωδεστάτοις διεβεβαιοῦτο, μηδεμίαν ἔχειν πρὸς αὐτὸν ἀπέχθειαν, μηδὲ ὅ,τι φέρει πρὸς αὐτὸν φθορὰν μήτε βούλεσθαι, μήτε ζητεῖν ἐκ τρόπου παντὸς, ἀλλὰ φορᾷ τινι τῶν πραγμάτων καὶ αὐτὸν συνενεχθῆναι πρὸς τὸν πόλεμον. τῶν πραγμάτων δὲ εἰς τοῦτο νῦν ἡκόντων, μαθεῖν ἐθέλειν ὅ,τι βούλοιτο περὶ ἑαυτοῦ, ἢ πρὸς ὅ,τι τρέπεσθαι ἐσκέψατο. βασιλεὺς δὲ αὐτὸν τῆς ἀναιδείας ἐκπλαγεὶς, τοιαύτην ἐποιεῖτο τὴν ἀπολογίαν πρὸς τοὺς λόγους. «τὸ μὲν ὅρκοις, ὦ παρακοιμώμενε, πείθειν περὶ πράγματος ὁτουοῦν, οὐ τοῦ παρόντος καιροῦ. ἦν γάρ ποτε χρόνος, ὅτ' ἐγὼ πολλὴν περὶ σὲ τὴν εὐμένειαν ἐπιδεικνύμενος, καὶ μὴ μόνον τοῖς δι' ὅρκων γινομένοις λόγοις, ἀλλὰ καὶ τοῖς χωρὶς τούτων θαῤῥῶν, ἐλάνθανον ἀκονῶν κατ' ἐμαυτοῦ καὶ ῥοπὴν μεγάλην προστιθεὶς τῷ μέλλοντι τῇ δυνάμει χρῆσθαι κατὰ τοῦ πολλὰ εὐηργετηκότος· καίτοι γε καὶ κατ' ἐκείνους τοὺς καιροὺς οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ τρὶς ἐπιορκῶν ἑάλως καὶ δεινὰ συσκευαζόμενος κατὰ τοῦ καὶ βλέμματι μόνῳ δυναμένου τῆς μοχθηρίας κολάζεσθαι ἀξίως. ἐξ ὅτου δὲ καιροῦ τυχὼν ἐπιτηδείου, καὶ πάντα καὶ θεοῦ φόβον καὶ ἀνθρωπίνην ἀπέῤῥιψας αἰδῶ καὶ πολλὰς πλασάμενος διαβολὰς, τὸν πόλεμον τουτονὶ κεκίνηκας τὸν πολλῶν αἴτιον κακῶν νῦν τε ἄχρι γεγενημένον καὶ ἔτι πλειόνων ἐσόμενον καὶ δεινοτέρων, ὡς ὁρῶ, οὐκ ἔστιν ὅτῳ κέχρησαι μᾶλλον, ἢ ψεύδει καὶ ἐπιορκίαις, αἷς καὶ τῶν συνετωτέρων ἐξηπάτησας πολλοὺς καὶ σοὶ παρέπεισας προσέχειν τῆς ἀληθείας ἀποστάντας, οὓς καλῶς ποιῶν τῆς τε σοὶ προσούσης πονηρίας καὶ τῆς ἐκείνοις ἀβελτηρίας ἀξιώτατα ἠμείψω. ὅτι δὲ οὔτε πρὸς ἀπέχθειαν ἐμοὶ, οὔτε πρὸς τὸ κακῶς παθεῖν ἢ καὶ ἀποθανεῖν, εἰ οἷόντε, πάντα καὶ διανοῇ καὶ πράττεις, οὐκ οἶδα εἴτ' αὐτὸς εἰς τοσοῦτον ἀναισθησίας ἥκεις, ὡς μετὰ τοσαύτας ἐναργεῖς τῶν πραγμάτων ἀποδείξεις, δι' ὧν ἐμοὶ πολεμιώτατος ἐφάνης, οἴεσθαι καὶ μέτριός τις εἶναι καὶ ἐπιεικὴς, εἴτε τοσαύτῃ νομίζεις κεχρῆσθαι πονηρίᾳ καὶ ὀφθαλμῶν ἀπάταις καὶ φενακισμοῖς, ὡς πάντας οἴεσθαι λανθάνειν τοσαῦτα καὶ τηλικαῦτα κακουργῶν. περὶ μὲν δὴ τῶν τοιούτων ἔστι δικαστήριον ἕτερον καὶ κριτὴς ἀδέκαστος καὶ φοβερὸς καὶ μάρτυρες ἄγγελοι, πάντα τὰ πραττόμενα ἀνθρώποις εἰδότες φανερῶς, κἂν μυρίοις τοίχοις ἢ παραπετάσμασιν ἢ ζόφῳ σκοτεινῷ ἢ βαθείᾳ περικαλύπτωνται ὁμίχλῃ, ἐφ' ὧν ὑπὲρ τῶν πρὸς ἀλλήλους δικασόμεθα ἀδικημάτων. ἐκεῖνο δέ μοι τῆς θαυμαστῆς σου στρατηγίας ἔπεισι γελᾷν, ὅτι πάντας καὶ τοὺς πάλαι βεβοημένους ἐπὶ στρατηγίαις παριὼν καινήν τινα καὶ θαυμασίαν καὶ σοὶ προσήκουσαν ἐπίνοιαν ἐξεῦρες, δι' ἧς σοι τῶν πολεμίων ὀλίγα πονήσαντι κρατεῖν ἐξέσται, ἣν εἰ Σκηπίων Ἀφρικανὸς καὶ Πομπήϊος ὁ μάγνος καὶ Σύλλας καὶ εἴ τις ἄλλος ὑμνεῖται στρατηγὸς ᾔδεσαν Ρωμαίων, οὐκ ἂν ἐκόπτοντο τοσαῦτα καὶ πολλοὺς ὑπέμενον πόνους καὶ κινδύνους, ἔθνη μεγάλα καὶ πολυάνθρωπα καταδουλούμενοι. εἰ γὰρ ἐξέσται σοι τὴν διάνοιαν τῶν πολεμίων ἐξ αὐτῶν καταμανθάνειν, αὐτός τε ἀήττητος μέχρι παντὸς διαμενεῖς καὶ τὴν Ρωμαίων βασιλείαν οὐκ ἐν πολλῷ τῷ χρόνῳ μεγάλην τινὰ καὶ θαυμασίαν ἀποδείξεις, ὥσπερ δὴ καὶ ποιεῖς. ἔδει μὲν οὖν πρὸς τοσαύτην ἄνοιαν μηδένα ποιεῖσθαι λόγον. ἐγὼ δέ σοι τὴν ἀρχαίαν τάξιν τηρῶν καὶ χαριζόμενος ἐν πᾶσιν, εἰ μέλλοιμι καὶ αὖθις τῆς εὐεργεσίας ἀμοιβὰς ταῖς πρότερον ὁμοίας δέχεσθαι, τὴν ἐμὴν διάνοιαν ποιήσω φανεράν. ἐγὼ νομίζω οὐδὲν εἶναί σοι σπουδαιότερον καὶ λόγου ἀξιώτερον πολλοῦ, ἢ τοῦ πρὸς ἐμὲ πολέμου. τριῶν δὲ ὄντων, οἷς ἄν τις ἐπιχειρήσειε, τούτων οὐδὲν οἴομαι σοὶ λυσιτελεῖν. ἢ γὰρ εἰς Βυζάντιον ἀνάγκη ἀναστρέφειν, ἢ μένειν ἐν Θεσσαλονίκῃ, ἢ ἥκειν πρὸς ἐμὲ μαχούμενον. τοῦ μὲν οὖν τοσαῦτα χρήματα ἀναλωκότα καὶ πολλὰ φυσήσαντα καὶ νεανιευσάμενον καὶ τὴν Ρωμαίων πᾶσαν ἡγεμονίαν συγκυκήσαντα παρὰ τοσοῦτον ἐγγὺς ἐλθεῖν τῶν πολεμίων, ἔπειτα ὥσπερ ἐπιλαθόμενον τῶν κόμπων τῶν προτέρων, κεναῖς ἐπανέρχεσθαι χερσὶ, μηδὲ θέαν γοῦν τῶν πολεμίων ὑπομείναντα, καὶ ταῦτα στρατιὰν ἄγοντα πολλὴν καὶ ἀγαθὴν καὶ τῶν πολεμίων πολλαπλασίω, οὐδὲν ἂν εἴη καταγελαστότερον, οὐδὲ μᾶλλον ἀδοξίαν οὐ Ρωμαίοις οἶσον, ἐκεῖνοι γὰρ ἀεὶ γενναῖοι πρὸς τὰς μάχας καὶ τόλμης καὶ εὐψυχίας οὐδὲν ἐλλείποντες, ἀλλὰ σοὶ τῷ στρατηγῷ. καὶ πάντες εὐθὺς τὸ Χαβρίου τοῦ τῶν Ἀθηναίων στρατηγοῦ ἐροῦσιν, ὡς φοβερώτερόν ἐστιν ἐλάφων στρατόπεδον ἡγουμένου λέοντος, ἢ λεόντων ἡγουμένου ἐλάφου. εἰ δὲ μένειν ἐν Θεσσαλονίκῃ διανοήσῃ, πρῶτον μὲν τὸ κέρδος οὐχ ὁρῶ τῆς διατριβῆς. ἔπειτα μεγάλων ἀναλωμάτων χρεία πρὸς τοσαύτην στρατιὰν, καὶ ταῦτα ναυτικὴν, ἣν ἐκ τῶν δημοσίων τρέφεσθαι ἀνάγκη. καὶ τῆς ἠπειρώτιδος δὲ στρατιᾶς τοὺς ἐκ Βυζαντίου καὶ τῆς ἄλλης Θρᾴκης τρέφειν δεήσει μισθοφόρους τε οὐκ ὀλίγους ὄντας καὶ τοὺς ἄλλους, ἂν τῶν οἰκιῶν ἔξω χρόνον διατρίβωσι πολύν· ἢ κατεξαναστήσονταί σου, ὡς ἑκοντὶ βουλομένου διαφθείρειν, ἢ τά γε δεύτερα, ἂν μέτρια δοκιμάζωσι ποιεῖν, οἰχήσονται ἀπολιπόντες, βαλάντια κενὰ ἐπιδεικνύντες καὶ τὴν ἀπορίαν προβαλλόμενοι. οὐ μὴν δὲ, ἀλλὰ καὶ οἱ ἐκ Μακεδονίας καὶ Θεσσαλονίκης πάντες χρήματα αἰτήσουσι καὶ ἄλλας δωρεὰς, ἃς δίκαιον παρέχειν τὸν τὴν Ρωμαίων ἄγοντα ἡγεμονίαν. πρὸς τούτοις δὲ καὶ πρὸς Κράλην πολλῶν δεήσει δώρων καὶ χρημάτων, ὥστε πείθειν πόλεμον αἴρεσθαι ἐμοί. οὐ γὰρ ἀρκέσουσιν αἱ πόλεις, ἃς προήσῃ. ἃ πάντα οἴομαι συνορῶντα, εἰ μὴ παντάπασιν ἔξω καθέστηκας φρενῶν, οὐκ ἂν ἑλέσθαι τὴν ἐπιπλεῖον ἐν Θεσσαλονίκῃ διατριβὴν, καὶ ταῦτα μηδὲν μέγα μέλλοντα κατορθοῦν. λείπεται δὴ τὸ τρίτον, παρασκευασάμενον ἥκειν ἐπ' ἐμὲ, ὡς περὶ τῶν ὅλων διακινδυνεύσοντα. τοῦτο δ' εὐχῆς ἔργον εἴη ἂν ἐμοὶ καὶ μάλιστα καθ' ἡδονὴν, εἰ μόνον περὶ Βέῤῥοιαν τρεῖς ἡμέρας διατρίψεις, ἄχρις ἂν παρασκευασάμενος καὶ αὐτὸς ἀπαντήσω πρὸς τὴν μάχην. εἰ γὰρ μετὰ ταύτας τὰς ἡμέρας οὐ μαχέσομαι ἐλθὼν ἐπὶ τὸ στρατόπεδον τὸ σὸν, αἰσχύνης ἄξιος ἂν εἴην, ὃ πάσης ἄλλης ἐμοὶ βαρύτερον ζημίας. μόνον δέομαί σου στρατηγεῖν αὐτὸν ἐπὶ τὸν πόλεμον καὶ μὴ ἄλλους ὠθήσαντα πρὸς τοὺς κινδύνους, αὐτὸν ἔξω καθῆσθαι τῶν ἀγώνων θεατὴν, ὥσπερ οἱ τοὺς γυμνικοὺς ἀγῶνας διατιθέντες. σοὶ μὲν οὖν οὕτω πανταχόθεν περιέστηκε τὰ πράγματα στενὰ καὶ συμβέβηκέ σοι τὸ τοῦ μύθου. ἰξευτῇ γάρ φασί τινι στρουθίου κεκρατηκότι, φωνῇ χρησάμενον τὸ στρουθίον ἀνθρωπίνῃ, προσειπεῖν, ὡς ἄρα πέπρωται αὐτῷ, δήσαντι μὲν καὶ κατέχοντι, τὸν παῖδα ἀποθνήσκειν, ἀπολελυκότι δὲ, τὴν γυναῖκα, ἀβουλίᾳ δὲ τῇ μεγίστῃ χρησαμένῳ καὶ κτείναντι, αὐτὸν αὐτίκα ἀποθνήσκειν. τὸν ἰξευτὴν δὲ τὴν πανταχόθεν ἀπορίαν συνιδόντα, μέγα ἀνοιμῶξαι καὶ τὴν ἡμέραν ἐκείνην ἐπαράσασθαι, ἐν ᾗ τὸ στρουθίον εἷλεν, ὡς μεγάλων αἴτιον αὐτῷ συμφορῶν γεγενημένην. τοῦτο δ' οἶμαι τὸν συντεθεικότα τὸν μῦθον διὰ τούτου βούλεσθαι δηλοῦν, ὡς πολλοὶ τῶν ἀνθρώπων, ἐκ τοῦ μείζοσιν ἢ καθ' ἑαυτοὺς πράγμασιν ἐπιχειρεῖν, ἀκουσίοις καὶ μεγάλαις περιπίπτουσιν ἀνάγκαις· αἳ καὶ σοὶ μάλιστα συνέβησαν ἐκ τοῦ τοιούτου. ἐμοὶ δὲ τοὐναντίον ἅπαν πάντα εὔπορα καθέστηκεν. ἄν τε γὰρ πρὸς Βυζάντιον ἐπανίῃς, σοῦ κατόπιν καὶ αὐτὸς ἐπ' ἐκεῖνο βαδιοῦμαι· ἄν τε μένῃς ἐν Θεσσαλονίκῃ, οὐδεμία τις ἔμοιγε ἔσεται βλάβη ἡ ἀπορία, τῆς ἐμοὶ συνούσης στρατιᾶς ἐν οἰκίαις διαγούσης καὶ τρεφομένης ἐκ τῶν προσόδων, ἃς ἐτησίους ἔχουσιν. εἰ δὲ καὶ εἰς χεῖρας ἐμοὶ ἰέναι σοὶ φίλον, κἀμοὶ φίλτερον οὐδὲν ἔσται, οὐδὲ μᾶλλον αἱρετὸν, μόνον εἰ αὐτὸς στρατηγοίης πρὸς τὸν πόλεμον. σὺ μὲν οὖν ὅ,τι διανοοῦμαι πράττειν ἤρου περὶ ἐμαυτοῦ· ἐγὼ δέ σοι καὶ ἃ σὲ δίκαιον ποιεῖν προσέθηκα, μᾶλλον δὲ ἀναγκαῖον. τούτων γὰρ χωρὶς οὐδὲν ἕτερον ἐξέσται πράττειν.» τοιαῦτα μὲν ὁ βασιλεὺς πρὸς τὴν ἐρώτησιν ἐκείνου ἀπεκρίνατο.

ξʹ. Δοὺξ δὲ ὁ μέγας ἐπεὶ πύθοιτο παρὰ Συναδηνοῦ τὰ εἰρημένα, ἐδυσχέρανε μὲν ἐπιπολὺ, τὴν ἀπορίαν ἤδη καὶ αὐτὸς τὴν πανταχόθεν συνορῶν· ὅμως τῶν περὶ αὐτὸν τοὺς μάλιστα ἐν λόγῳ συναγαγὼν καὶ πάντα ἔκφορα θέμενος, ὅσα ὁ βασιλεὺς διαλεχθείη, ἐπέτρεπεν ἕκαστον ὅ,τι ἂν δοκῇ συνοίσειν λέγειν. οἱ μὲν οὖν ἄλλοι, καὶ πρὶν Καντακουζηνὸν, ἔφασαν, τοιαῦτα εἰρηκέναι, αὐτοὺς πρὸς ἀλλήλους περὶ ὧν πράττειν δέον νυνὶ βουλευομένους, πρὸς τὴν ἴσην ἀπορίαν πανταχόθεν ἄγεσθαι. πολλῶν γὰρ ἀναλωμάτων χρεία πρὸς τοσαύτην στρατιὰν καὶ οὕτω πολυδάπανον, εἰ μέλλοιμεν ἐνταῦθα διακαρτερεῖν· πρὸς ἃ οὐκ ἐξαρκέσειν τὰ κοινὰ ἡμῖν χρήματα οἰόμεθα. Μονομάχος δὲ ὁ μέγας κονοσταῦλος, συνέσει τε τῶν ἄλλων ὑπερέχων καὶ πρὸς στρατηγίας οὐδενὸς λειπόμενος τῶν τότε, καὶ διὰ ταῦτα καὶ παρὰ βασιλέως Ἀνδρονίκου πολλῆς ἀπολαύων εὐμενείας καὶ πόλεων διοικήσεις καὶ στρατοπέδων ἡγεμονίας πιστευόμενος ἀεὶ, «τὸ κολακείαις» εἶπε «καὶ ἀπάταις χρῆσθαι καὶ ἕτερα μὲν φρονεῖν περὶ τῶν πραγμάτων, ἄλλα δὲ λέγειν, χαριζόμενον τοῖς ἄρχουσιν, οὐ μόνον ἀγεννῶν καὶ ἀνελευθέρων εἶναι νενόμικα ἀνθρώπων, ἀλλὰ καὶ τοῖς πράγμασι τὰ ἔσχατα λυμαίνεσθαι. πολλοὶ γοῦν Ρωμαίων καὶ βασιλεῖς καὶ στρατηγοὶ πολλοῖς καὶ μεγάλοις συνεσχέθησαν δεινοῖς διὰ τὴν νόσον ταύτην καὶ τῷ ὑπηκόῳ προσδιέφθειραν καὶ ἑαυτούς. ὅτε τοίνυν οὕτω δεινὴ ἡ ἐκ τῆς κολακείας βλάβη, δέον αὐτὴν καὶ ἡμᾶς ἀποθεμένους, ἄνευ τινὸς περικαλύμματος, ἃ σφίσι τε αὐτοῖς καὶ τοῖς ἄλλοις ἅπασι Ρωμαίοις οἰόμεθα συμφέρειν λέγειν. εἰ δέ τις ἐκ τῶν λόγων ἕψεται ἀνία, οὐ χρὴ τοῖς λόγοις προσλογίζεσθαι, οὐδὲ τῇ γνώμῃ τοῦ εἰπόντος, ἀλλ' αὐτῇ τῇ φύσει τῶν πραγμάτων. οὐ γὰρ τὰ πράγματα πέφυκε γίνεσθαι οἷοίπερ οἱ λόγοι, ἀλλὰ τῇ τῶν πραγμάτων φύσει ἐξ ἀνάγκης καὶ οἱ λόγοι συνεξομοιοῦνται. εἰ γὰρ ἐξῆν, πρὸς ἡδονὴν τῶν λόγων γινομένων, καὶ τὰ πράγματα συμμεταβάλλεσθαι, οὐδὲν ἂν ἦν ἀνοητότερον τοῦ μὴ τοῦτον τὸν τρόπον αἱρουμένου συμβουλεύειν. νυνὶ δὲ, ὡς ὁρῶμεν, οὐ μικρά τις ἡ ζημία ταύτης τῆς ἡδονῆς, ἀλλὰ θάνατος τῶν ἑλομένων. τοῦ πολέμου τοίνυν τοῦ ἐμφυλίου τούτου κεκινημένου, δύναμιν μεγάλην περιβεβλημένος ὁ Καντακουζηνὸς ἐνθάδε ἧκεν εὐθὺς ἐξαρχῆς, πρὸς ἣν οὐδὲ ἀντιβλέπειν σύμπαντες ἠδυνήθημεν ἡμεῖς. ἐν Γυναικοκάστρῳ δὲ τῆς περὶ αὐτὸν συμβάσης ἀποστασίας καὶ τοιαύτης περισχούσης κακοπραγίας, οἵα καὶ τὸν μάλιστα καρτερικώτατον ἐθορύβησεν ἂν δικαίως, ἐκεῖνος οὐκ ἀπεῖπε πρὸς τὴν συμφορὰν οὐδὲ ἐνέδωκεν, ἀλλ' ἅμα τοῖς περιλειφθεῖσιν ἀπεχώρει πρὸς Τριβαλοὺς συντεταγμένος, ὥσπερ μηδενὸς καινοῦ γεγενημένου, ἡμῶν μάλιστα ἐπικειμένων καὶ θορυβούντων μετὰ τὴν τοσαύτην ταραχὴν καὶ τοῦ περὶ αὐτὸν στρατοπέδου τὴν διχοστασίαν. ἐπεὶ δὲ ἐγένετο ἐν Τριβαλοῖς, οὕτω πάντας ἐξήρτησεν ἑαυτοῦ καὶ τοσαύτην ἐπεδείξαντο τὴν εὔνοιαν οἱ δυνατοὶ τῶν Τριβαλῶν, ὡς δοκεῖν οὐκ ἔπηλυν εἶναι καὶ συμφοραῖς χρησάμενον πρὸς αὐτοὺς καταφυγεῖν, ἀλλ' ἐκ πατρῴου κλήρου τὴν ἀρχὴν αὐτῷ προσήκειν ἐκείνων, καὶ πάντες ὡς δεσπότῃ προσεῖχον καὶ πάντα ἔπραττον ὑπὲρ αὐτοῦ. δῆλον δέ· καὶ γὰρ ἡμῶν πρεσβείαν καὶ ἅπαξ καὶ δὶς πρὸς αὐτοὺς πεποιημένων καὶ πολλῶν παραχωρούντων πόλεων ὑπὲρ τοῦ τοῦτον διαφθείρειν, οὐκ ἐδέξαντο, ἀλλ' ὥσπερ ἐκ συνθήματος κοινοῦ τὴν ἐκείνου σωτηρίαν τοῦ τὴν σφετέραν αὔξειν ἀρχὴν προείλοντο. νυνί τε ὀλίγῳ πρότερον, ἐπεὶ Βεῤῥοιῶται εἰσεδέξαντο, οὕτως ἠύξητο ἐν χρόνῳ βραχεῖ, ὥστ' εἰ μὴ σὺ ἐπικαιρότατα ἐγένου πρὸς ἡμᾶς καὶ τὴν φορὰν ἀνέστειλας τῆς εὐτυχίας, πολλῶν ἂν ἦν κύριος πόλεων ἄχρι νῦν. αἱ γὰρ κατὰ τὴν ἑσπέραν πᾶσαι μάλιστα αὐτῷ προσέχουσι, καὶ νῦν μὲν Θετταλία τέ ἐστιν αὐτῷ ὑπήκοος καὶ αἱ περὶ Βέῤῥοιαν πολίχναι καὶ τὰ φρούρια. ἂν δ' αὐτὸς ὑπ' ἀνάγκης ἀναχωρήσῃς, μένειν γὰρ ἡ δαπάνη οὐκ ἐάσει ἐπιπλεῖστον, Ἀκαρνανία ῥᾷστα προσχωρήσει καὶ ἡ ἄλλη ἤπειρος. πάλαι γὰρ προσδέχονται αὐτοῦ τὴν ἄφιξιν, καὶ πολλὴν αἱ περὶ αὐτὸν ἐνδείκνυνται τὴν εὔνοιαν, ὥσπερ οἶδα σαφῶς αὐτὸς πολὺν παρ' ἐκείνοις διατρίψας χρόνον. εἴτε μὲν οὖν ἐκείνῳ προσχωρήσαιεν καὶ μὴ Τριβαλοῖς, δυοῖν γὰρ θάτερον ἀνάγκη, καὶ ὑπ' ἐκείνῳ μὲν γεγενημέναι ὑπὸ τὴν Ρωμαίων αὖθις τελέσουσιν ἡγεμονίαν· ἂν δὲ Κράλης αὐτὰς ὑποποιήσηται, τῷ μεγίστῳ μέρει ἡ Ρωμαίων ἀρχὴ ἐλάττων ἔσται ἑαυτῆς. ὅμως εἰ καὶ τοῦτο γένοιτο, τὸ βέλτιστον δοκοῦν, ἀλυσιτελέστατον ἡμῖν φανεῖται. μέγας γὰρ ἤδη γεγενημένος καὶ πολλὴν ἐκεῖθεν ἄγων δύναμιν, οὐ μόνον Μακεδονίας ἔσται ἄρχων ἐν ὀλίγῳ, ἀλλὰ δέδοικα, μὴ καὶ ἡμῖν ἐπέλθῃ φοβερός. πολλοὶ γὰρ τῶν δοκούντων εὔνων εἶναι βασιλίδι νῦν, ἐκείνῳ προσχωρήσουσι. στρατιᾶς τε γὰρ τὸ πλεῖστον καὶ οἱ ἄλλοι τῶν Ρωμαίων ἄριστοι ἐκείνῳ μάλιστα προσέχουσιν, ὥσπερ ἀγνοοῦμεν οὐδ' αὐτοί. ἃ προσήκειν οἴομαι σκοπεῖν καὶ μὴ περιμένειν τὴν ἀνάγκην, ἀλλὰ διαλέγεσθαι αὐτῷ περὶ εἰρήνης καὶ τὸν πόλεμον καταλύειν. νῦν μὲν γὰρ ἔτι τῶν πραγμάτων ἐπαμφοτεριζόντων καὶ ἀδήλου τοῦ μέλλοντος ὄντος ἑκατέροις, πεισθήσεται ῥᾳδίως, καίτοι καὶ πρότερον, ὡς ἀκούω, πρὸς τοῦτο καὶ οἴκοθεν κεκινημένος. ἂν δὲ δύναμίν τινα προσλάβηται καὶ ἐν ἐλπίσι γένηται τοῦ πάντως περιέσεσθαι ἐν τῷ πολέμῳ, δέδοικα, μὴ ξητοῦντες τότε τὴν εἰρήνην, ἀνήνυτα πονῶμεν καὶ σφίσι τε αὐτοῖς μεγάλων αἴτιοι κινδύνων καὶ τοῖς ἄλλοις φαινώμεθα Ρωμαίοις. ἄν τε γὰρ ἡμῶν περιγένηται πάντων αὐτῷ προσχωρησάντων, πρὸς τῷ αἰσχρῷ καὶ κίνδυνον οὐ τὸν τυχόντα ἔχει· ἄν τε πρὸς τὸν πόλεμον ἀντίσχωμεν, μεγάλας ὑποστήσονται συμφορὰς αἱ πόλεις ὑφ' ἑκατέρων πολιορκούμεναι καὶ ἐξανδραποδιζόμεναι καὶ τὰ ἔσχατα ὑπομένουσαι, καὶ ἡ Ρωμαίων ἀρχὴ αὐτὴ ἑαυτῇ περιπεσεῖται καὶ διαφθαρήσεται ὑπ' ἀνονήτου φιλονεικίας. εἰ μὲν οὖν παρὰ βασιλίδος καὶ πατριάρχου καὶ τῶν ἄλλων, ὅσοι τῶν πραγμάτων ἄρχουσιν, ἀνυπεύθυνον ἔχεις τὴν ἀρχὴν καὶ πρὸς τὰ φαινόμενα λυσιτελεῖν ἔξεστι βουλεύεσθαι, πρεσβείαν ἤδη πρὸς ἐκεῖνον ποιοῦ περὶ εἰρήνης καὶ μηδέν σε θορυβείτω. βέλτιστά τε γὰρ ὁμοῦ καὶ λυσιτελέστατα καὶ βασιλίδι καὶ πᾶσι τοῖς ἄλλοις κοινῇ βουλεύσῃ. εἰ δὲ προσκρούειν ἐκείνοις οὐκ ἐθέλεις, τὴν περὶ τῆς εἰρήνης ἣν ἔχουσι γνώμην ἀγνοῶν, ἀλλ' ἐμοὶ δέομαι τριήρη μίαν παρασχεῖν, ὡς ἂν γενόμενος ἐν Βυζαντίῳ καὶ συμβουλεύσας, ὅσα μοι δοκῶ βελτίω εἶναι, ὀλίγων εἴσω ἡμερῶν τὴν περὶ τῆς εἰρήνης ἐκείνων ψῆφον φέρων ἐπανήξω.» Μονομάχος μὲν οὖν τοιαῦτα περὶ τῆς εἰρήνης διειλέχθη μετὰ παῤῥησίας· ἦν γὰρ ἐκ τῶν τρόπων πλείστην παρὰ πᾶσι τὴν αἰδῶ καρπούμενος, καὶ οἱ μὲν ἄλλοι οἱ παρόντες εὖ μὲν ἔφασαν ἐκεῖνον βεβουλεῦσθαι, καὶ ἐπείθοντο· τὴν δὲ τοῦ δέχεσθαι ἢ μὴ τὴν εἰρήνην δύναμιν τῷ μεγάλῳ ἀνετίθεσαν δουκί. ἐκεῖνος δὲ ἦθος μόνον τοὺς λόγους ἀποσειομένου δείξας καὶ, ποία τις ἂν εἰρήνη γένοιτο πρὸς Καντακουζηνόν; εἰπὼν, ἄλλο δὲ μηδὲν προσθεὶς, διέλυσε τὸν σύλλογον, μηδὲν πρὸς Μονομάχον μήτε πρὸς ὀργὴν, μήτε πρὸς ὕβριν φάμενος, ὥσπερ εἰώθει πρὸς τοὺς ἄλλους, εἴ τις περὶ τοιούτων ποιοῖτο λόγους πρὸς αὐτόν.
https://byzantium.gr/

ξαʹ. Πρὸς Κράλην δὲ πρεσβείας ποιούμενος συχνὰς, ἔπεισε καὶ φανερῶς, χρήματα πολλὰ τὰ μὲν διδοὺς, τὰ δὲ ἐπαγγελλόμενος, πόλεμον ἄρασθαι πρὸς Καντακουζηνὸν τὸν βασιλέα. καὶ πρῶτα μὲν πρέσβεις πέμψας εἰς Βέῤῥοιαν, ὁμήρους ᾔτει τοὺς παῖδας τῶν ἀρίστων, πρόφασιν μὲν, ὡς σπουδάζων ὑπὲρ βασιλέως, μὴ παρ' ἐκείνων ἐπιβουλευθῇ, τῇ δ' ἀληθείᾳ, Βεῤῥοιώτας αὐτῷ ἐκπολεμῶσαι διανοηθεὶς, ὡς κακῶς περὶ αὐτῶν βουλευσαμένῳ καὶ τοὺς παῖδας ἰδίας ἕνεκα ὠφελείας καταπροεμένῳ Τριβαλοῖς. βασιλέως δὲ πρὸς μὲν τοὺς ὁμήρους φανερῶς ἀπαγορεύσαντος, τῆς δὲ περὶ αὐτὸν εὐνοίας καὶ προνοίας ὡμολογηκότος χάριτας πολλὰς, θαῤῥεῖν τε εἰπόντος, ὡς οὐδὲν αὐτῷ ἐκ Βεῤῥοιωτῶν ἀπαντήσει δυσχερὲς, μιᾷ γνώμῃ σπουδαζόντων ὑπὲρ αὐτοῦ καὶ πᾶσαν ἐνδεικνυμένων εὔνοιαν, ἐκεῖνος ἐτρέπετο πρὸς δευτέραν πεῖραν καὶ μετεκαλεῖτο βασιλέα πρὸς αὐτὸν, ὡς περί τινων ἀναγκαίων βουλευσόμενον μάλιστα διατρίβοντα ἐγγύς. ἔφασκε γὰρ ἐκ Παιόνων τῆς ἀρχῆς νεώτερά τινα κεκινῆσθαι, καὶ πολὺν αὐτῷ τὸν θόρυβον παρέχειν. δι' ἃ ᾠήθη ἀναγκαῖον κοινῇ σκεψαμένους, οὐδὲ γὰρ ἑτέρῳ μᾶλλον πεποιθέναι βασιλέως διά τε τὴν προσοῦσαν εὔνοιαν καὶ τὴν περὶ τὰ τοιαῦτα σύνεσιν πολλὴν καὶ ἐμπειρίαν, ἃ δοκεῖ λυσιτελεῖν ἑλέσθαι. βασιλέως δὲ οἱ φίλοι κρύφα τὴν ἐπιβουλὴν ἐμήνυον, ἐβουλεύσατο γὰρ, εἰ δύναιτο συλλαμβάνειν, καὶ παρῄνουν φυλάττεσθαι ὡς δύσνουν. βασιλεὺς δὲ, ἵνα μηδεμίαν πρόφασιν δοκῇ παρέχειν πρὸς τὸν πόλεμον, ἄγνοιαν ἁπάντων ὑπεκρίνετο. πέμψας δὲ Μανουὴλ τὸν νεώτερον τῶν υἱῶν καὶ Ἄγγελον τὸν ἀνεψιὸν, ἐδήλου, ὡς αὐτὸς ἀδύνατος εἴη τὴν πόλιν ἄρτι προσχωρήσασαν καὶ οὔπω πρὸς τὴν αὐτοῦ εὔνοιαν βεβαίως ἡδρασμένην καταλείπειν, ἄλλως τε καὶ τῶν πολεμίων ἐπικειμένων καὶ προσδοκίμων ὄντων αὐτοῖς ἐπιστρατεύσειν. τὸν υἱὸν δὲ πέμψειε καὶ τὸν ἀνεψιὸν, ἵνα δι' αὐτῶν πυθόμενος περὶ ὧν αὐτῷ δέοι συμβουλεύειν, γνώμην ἐξενέγκῃ τὴν μάλιστα αὐτῷ συνοίσουσαν. ὁ δ' ἐπεὶ βουλεύεσθαι εἶχε περὶ οὐδενὸς, σκήψεις γὰρ καὶ προφάσεις τὰ τοιαῦτα ἦσαν καὶ τῆς ἐπιβουλῆς περικαλύμματα, περὶ ἄλλων τινῶν αὐτοῖς διαλεχθεὶς ἥκιστα συμβαινόντων οἷς ἠξίου πρότερον, οἴκαδε ἀπέπεμπεν. ὕστερον δὲ ὀλίγῳ, ἐπεὶ ἐπιβουλεύων ἀνύειν ἠδύνατο οὐδὲν, τὸ προσωπεῖον ἀποθέμενος, κατήγγελλε φανερῶς τὸν πόλεμον. πέμψας γὰρ πρεσβείαν πρὸς βασιλέα, τὴν πρὸς αὐτὸν εἰρήνην καὶ τὰς σπονδὰς διέλυε καὶ τοὺς ὅρκους, βασιλίδι φάσκων συμμαχήσειν, εἴ τι δύναιτο· αὐτὸν δὲ περὶ ἑαυτοῦ βουλεύεσθαι ἅττα ἂν λυσιτελεῖν δοκῇ. οἱ μὲν οὖν πολλοὶ πρὸς τὴν ἀγγελίαν τοῦ Τριβαλικοῦ πολέμου ἐθορυβοῦντο οὐ μετρίως· βασιλεὺς δὲ καὶ τῶν περὶ αὐτὸν οἱ ἄριστοι πολλὰς ὡμολόγουν χάριτας θεῷ τῆς προνοίας τῆς περὶ αὐτούς. εἰ μὴ γὰρ αὐτὸς ἄνωθεν διέσωζε χεῖρα ὑπερέχων, τί ἐκώλυε Κράλην, ἡνίκα ἔχων ἐν χερσὶν αὐτοὺς καὶ ῥᾷστα δυνάμενος, διαφθείρειν; καίτοι γε πολλῷ πλειόνων ὑπὸ τῶν τὰ Ρωμαίων διοικούντων καὶ χρημάτων καὶ πόλεων παρεχομένων, ἃ γὰρ αὐτοὶ νυνὶ κατέχουσι καὶ ἔτι πολλῷ πλείω ἔχειν ἐξῆν, πολυπραγμονήσαντα μηδὲν, τότε μὲν οὐδὲν εἴργαστο τοιοῦτον, ἀλλὰ καὶ ἅπαξ καὶ δὶς πρὸς τὴν πρεσβείαν ἀπηγόρευε τὴν παρ' αὐτῶν· νυνὶ δὲ ὅτε βλάπτειν δύναιτο μηδὲν, ἐκεῖνα πράττειν ἐπιχειρεῖ, πᾶσαν ἐπίνοιαν κινῶν, ἃ τότε θᾶττον ἢ λόγος αὐτῷ ἐξῆν ἀνύττειν. ὅθεν δῆλον εἶναι, ἔφασκον, ὡς οὐδὲ τότε τοῦ ἐκείνου ἤθους ἡ περὶ αὐτοὺς εὐγνωμοσύνη ἦν, ἀλλὰ τῆς τοῦ κρείττονος ἐπικουρίας. νυνὶ δὲ ὅτε ἐν ἀσφαλείᾳ καθέστασαν αὐτοὶ, τὴν οἰκείαν γνώμην φανερὰν ποιεῖν. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ, ἐπεὶ τὴν πρὸς βασιλέα μάχην ἀπηγόρευεν, ἀφανῶς ἐπιβουλεύειν, ὥσπερ καὶ πρότερον, ἐπεχείρει καὶ παντοίας συνέῤῥαπτεν ἐπιβουλάς. πρὸς γὰρ Βεῤῥοιώτας κρύφα πέμψας, ἔγραφε τοιαῦτα· ὡς εἰδείη μὲν αὐτοὺς οὐχ ἑκοντὶ προσκεχωρηκότας Καντακουζηνῷ, κοινῷ πολεμίῳ τῶν Ρωμαίων ἀναφανέντι καὶ τῶν βασιλέως ἐπιβούλῳ παίδων· ἀλλ' ὑπὸ τοῦ Τριβαλῶν πολέμου πιεζομένους ὠσθῆναι ἐπὶ τοῦτο δι' ἀνάγκην, νομίσαντάς τι ὑπὸ τούτου ὠφελεῖσθαι διὰ τὸ Κράλην πυνθάνεσθαι σπονδὰς ἔχειν πρὸς αὐτὸν καὶ συμμαχίαν. τοῦτο δὲ οὐδὲν ἕτερον ἦν, ἢ ἀπάτη καὶ φενακισμός. Κράλης γὰρ ἤδη φανερῶς ἡμῖν προσθέμενος, ἐκείνῳ ἔγνωκε πολεμεῖν. εἰ μὲν οὖν μεταβαλόντες τὰ κοινῇ τε πᾶσι καὶ σφίσιν αὐτοῖς λυσιτελοῦντα ἕλοισθε, ταῦτα δέ ἐστι, κατέχειν τοῦτον καὶ τὸν κίνδυνον μὴ ἐᾷν διαδιδράσκειν· οὐ πολλῷ γὰρ ὕστερον ἀφιξόμεθα ἐπ' αὐτὸν πανστρατιᾷ, ἄριστα βουλεύσεσθε ὑπὲρ ὑμῶν αὐτῶν· πολλῶν γὰρ ἀπολαύσετε καὶ μεγάλων τῶν παρὰ βασιλέως τε τοῦ νέου καὶ ἐμοῦ εὐεργεσιῶν. ἢν δ' ἀπειθῆτε καὶ ἐκείνῳ προστιθέμενοι ταῖς γνώμαις, γνώσεσθε πολεμεῖν ἡμῖν, εἰς τοσοῦτον ἀβουλίας ἥξετε, ὡς μετὰ πεῖραν πολλῶν ἀνιαρῶν εἴσεσθε, ὡς βέλτιον ἦν πείθεσθαι ἡμῖν, πρὶν εἰς ταῦτα ἥκειν. Βεῤῥοιῶται δὲ φανερὰ τῷ βασιλεῖ πρότερον ποιήσαντες τὰ γράμματα, «οὐδὲν θαυμαστὸν,» ἀντέγραφον «Ἀπόκαυκε, εἰ τοῦ πολλὰ εὐηργετηκότος καὶ τρόπον τινὰ δεδημιουργηκότος καὶ αὐτὸς κατεξαναστὰς, ὥσπερ ὁ τοῦ ψεύδους πατὴρ καὶ σὸς διδάσκαλος κατὰ θεοῦ τοῦ πεποιηκότος, καὶ βλασφημίας ἀφίης κατ' αὐτοῦ πολλάς· καὶ γὰρ κἀκεῖνος κατὰ θεοῦ. οὐδὲ γὰρ κατὰ τἄλλα βασκάνου καὶ πονηροῦ δαίμονός τινος ἀποδέεις τῶν ἐξητασμένων ἐπὶ φθορᾷ, αἵμασιν ἀνθρώπων χαίρων καὶ στρεβλώσεσι καὶ τρυφὴν ποιούμενος τὰς ἑτέρων συμφοράς. ἃ μὲν οὖν γέγραφας, ἀκριβῶς ἔχεται τοῦ φίλου ψεύδους, καὶ τούτου χάριν, ὡς πολλῶν ἄξια βαράθρων, ἀπεῤῥίψαμεν. ἓν δὲ μόνον πεισθησόμεθα ἀκριβῶς, οὐ κατὰ τὴν σὴν διάνοιαν, ἀλλ' ὡς ἡμῖν προσήκει. βασιλέα γὰρ οὐ μόνον πάσῃ δυνάμει καθέξομεν παρ' ἑαυτοῖς, ἀλλὰ καὶ ὑπὲρ δύναμιν, εἰ οἷόντε εἰπεῖν· δεῆσαν δὲ στρατεύειν ἐφ' ὑμᾶς, καὶ αὐτοὶ συνεψόμεθα καὶ συναγωνιούμεθα προθύμως. εἰ δέ ποτε συμβαίη διαστῆναι καὶ τοῖς σώμασιν, ἀλλ' οὐ ταῖς διανοίαις καὶ τῷ βουλομένῳ τῆς ψυχῆς. ἐκείνοις γὰρ οὕτω συνεσόμεθα, ὡς καὶ νύκτωρ καὶ μεθ' ἡμέραν οὐδὲν ἄλλο μᾶλλον προὔργου ποιησόμενοι, ἢ τῆς ἐκείνου πρὸς ἡμᾶς εὐμενείας ἄξιοι φανῆναι. τῶν ἀπειλῶν δὲ τῶν σῶν τοσοῦτον ἀπέχομεν ἐπιστρέφεσθαι, ὥστ' αὐτῷ σοι παραινοῦμεν μᾶλλον τὴν ἀπὸ θεοῦ δίκην δεδοικέναι, καὶ νῦν τε μεγάλας συμφορὰς ἐκδέχεσθαι σαυτῷ τε καὶ παισὶν, οὕτως ἀδικώτατα οὐ περὶ βασιλέα μόνον, ἀλλὰ κοινῇ περὶ Ρωμαίους καὶ διανοηθέντι καὶ πράττοντι ἄχρι νῦν, καὶ μετὰ τελευτὴν, τὴν ἐν ᾅδου καταδίκην, ἣ λῃσταῖς καὶ ἀνδραποδισταῖς καὶ φονεῦσιν, οἷος σὺ, ἡτοίμασται. οὐ γὰρ ἐπιλήσεται κύριος τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν, ἐλέγχους ἐν τοῖς λαοῖς. ἡμεῖς δὲ ὡς δίκαιά τε ὁμοῦ καὶ συμφέροντα πᾶσιν ᾑρημένοι, οὐχ ὅτι τιμωρίας, ἀλλὰ καὶ ἀμοιβὰς τῶν τρόπων ἐκδεχόμεθα παρὰ θεοῦ.» τοιαῦτα μὲν ἀντέγραφον αὐτῷ οἱ Βεῤῥοιῶται. ἐκεῖνος δὲ ἐπεὶ τῆς πρώτης πείρας ἀπετύγχανεν, ἐτράπετο ἐπὶ δευτέραν, καὶ Ἀλουσιάνον τινὰ δεσμώτην κατεχόμενον, ὡς τὰ Καντακουζηνοῦ τοῦ βασιλέως ᾑρημένον, ἀγαθὸν περὶ τοξείας ὄντα, θήραις γὰρ ἠσχόλητο καὶ ἀκριβῶς ἐξήσκητο περὶ ταῦτα, ἔπεισεν εὖ ποιήσειν πολλὰ ἐπαγγειλάμενος αὐτὸν καὶ γένος, εἰ βέλει τρώσειε λάθρα βασιλέα δηλητηρίῳ κεχρισμένῳ, οἷς χρῆσθαι εἴωθεν ἐπὶ θηρία. παρῄνει τε θαῤῥεῖν, ὡς ῥᾷστα καὶ σὺν οὐδενὶ πόνῳ τὸ πρᾶγμα διανύσοντα. ἤκουε γὰρ, βασιλέα Καντακουζηνὸν εἰωθέναι μάλιστα ἀρχομένης τῆς νυκτὸς ἐπί τινος ἑστάναι τόπου τὴν ἐσθῆτα ἀποδύντα, εὐφυῶς πρὸς τὸ τὴν ἀπὸ τοῦ θέρους ἀλέαν καταψύχειν ἔχοντα, ἐφ' οὗ δύναιτ' ἂν βάλλεσθαι ῥᾳδίως. ἃ ἐδίδασκε τὸν τοξότην ἐκεῖνον, οὐδὲ αὐτὸν τὸν τόπον ἀγνοοῦντα. ὁ δὲ τὸ ἀπολύεσθαι τῶν δεσμῶν ποιούμενος περὶ πλείστου καὶ τῶν εὐεργεσιῶν τὸ μέγεθος ἐννοῶν, ἃς αὐτῷ ἐπηγγέλλετο ὁ μέγας δοὺξ, ὑπέσχετο τὴν ἐπιχείρησιν. καὶ γενόμενος ἐν Βεῤῥοίᾳ, νυκτὸς ἤδη ἐπιγενομένης, παρὰ τὸν τόπον τε ἐγένετο καὶ βάλλειν ἐπεχείρει βασιλέα συνήθως ἑστῶτα καὶ τοῖς συνοῦσι προσδιαλεγόμενον· καὶ μέλλοντι ἤδη ἔργου ἔχεσθαι καὶ τείνειν τὸ τόξον, τὸ βέλος ἐξέπιπτε τῆς νευρᾶς λαθόν. ἐκεῖνος δὲ μὴ ἔχων ὅπως ἀνέλοιτο τὸ βέλος, ἐπὶ τοῦ τείχους γὰρ τῆς πόλεως ἦν ἑστὼς, τὸ δὲ κατέπιπτεν ἐντὸς, ἐδεδίει δὲ, μὴ φωραθείη τοιαῦτα κακουργῶν, περιμείνας ἄχρι παρελθεῖν τὸν βασιλέα, τὸ βέλος ἀνελόμενος, οἴκαδε ἀνεχώρει, γνώμην ἔχων, ὡς αὖθις εἰς τὴν ὑστεραίαν ἐπιχειρήσων. ἐπιγενομένης δὲ καὶ τῆς δευτέρας νυκτὸς, ἐκεῖνός τε αὖθις τοῖς ἴσοις ἐπεχείρει, καὶ τὸ βέλος, τῶν χειρῶν ὁμοίως ἐκπεσὸν, ἄπρακτον ἐποίει ἐπανήκειν. ἐπεὶ δὲ καὶ ἡ τρίτη ἥκει, ὁ μὲν ἐχώρει πρὸς τὸ ἔργον αὖθις καὶ σπουδὴν ἐποιεῖτο πλείστην, μὴ τὰ ἴσα ταῖς προτέραις νυξὶ παθεῖν. ἕλκοντι δὲ τὸ τόξον ἤδη ἐῤῥήγνυτο ἀθρόον ἡ νευρὰ, ὥσπερ τινὸς αὐτὴν διατεμόντος· ἦν δὲ, ὡς ἔφασκε, καινὴ ἔτι καὶ δυσπαθεστάτη. τούτου δὲ γεγενημένου, ἔννοιά τις αὐτὸν εἰσῄει, μὴ μάτην τά τε νῦν καὶ τὰ πρότερα γεγενῆσθαι, ἀλλὰ θείαν τινὰ δύναμιν εἶναι τὴν φρουροῦσαν βασιλέα, ὑφ' ἧς σφάλλεται αὐτὸς τοιούτοις ἀνοσίοις ἔργοις ἐγχειρῶν. αὐτίκα τε τὸ βέλος ἔχων καὶ τὸ τόξον, τοῖς βασιλέως προσέπιπτε ποσὶ καὶ πάντα ὅσα συμβαίη διηγεῖτο ἀπαρχῆς, τὸ παραπεπεῖσθαι πολλαῖς ὑποσχέσεσι παρὰ μεγάλου δουκὸς, εἰ δυνηθείη ἀνελεῖν· τὸ βέλος ὡς δὶς ἐκπέσοι τῶν χειρῶν, καὶ τὰ τελευταῖα νῦν τῆς νευρᾶς τὴν ῥῆξιν, ἣν ὑποσταίη κατ' οὐδένα λόγον. καὶ ἐδεῖτο συγγνώμης τινὸς τυχεῖν, ὡς οὐ κατὰ βασιλέως μᾶλλον, ἢ κατὰ θεοῦ χεῖρα ἄδικον κεκινηκώς. εἰ δὲ καὶ τιμωρίας ἄξιος κριθείη, πάντα οἴσειν, ὅσα ἂν βασιλεὺς ἐπιψηφίσαιτο, ὡς δίκαια. τοιαῦτα διηγουμένου τοῦ ἀνθρώπου, οἵ τε ἄλλοι οἱ παρόντες πολλὰς ἠφίεσαν φωνὰς εὐχαριστηρίους θεῷ ἐπὶ τῇ παραδόξῳ τοῦ βασιλέως σωτηρίᾳ· πολλοὶ δὲ καὶ εἰς δάκρυα φανερῶς ἐνήγοντο, εἰς ἔννοιαν ἐρχόμενοι τῆς δικαιοκρισίας τοῦ θεοῦ, καὶ ὡς οὐδὲν τῶν ὄντων λέληθε τὴν πρόνοιαν αὐτοῦ. καὶ βασιλεὺς αὐτὸς μετὰ στεναγμῶν ὡμολόγει χάριτας πολλὰς θεῷ, ὅτι οὕτω φιλανθρώπως ῥύεται ἐκ τῶν ἀδίκως ἐπιβουλευόντων· τὸν δὲ ἄνθρωπον οὐ συγγνώμης ἠξίου μόνον, ἀλλὰ καὶ δωρεῶν πολλῶν, ὅτι μὴ συνέκρυπτε τὰ τοῦ θεοῦ παράδοξα, φθονήσας τοῖς πολλοῖς τῆς ὠφελείας.

ξβʹ. Δοὺξ δὲ ὁ μέγας ἐπεὶ μάθοι καὶ ταύτην ἐσκαιωρημένην τὴν ἐπιβουλὴν εἰκῆ, ἐβουλεύετο μετὰ τῶν συνόντων, ὅ,τι δέοι πράττειν. Μονομάχος δὲ ὁ μέγας κονοσταῦλος, ἐπεὶ πρότερον περὶ εἰρήνης πολλὰ διαλεχθεὶς, ἔγνω μὴ καθ' ἡδονὴν τοὺς λόγους δουκὶ τῷ μεγάλῳ γεγενῆσθαι, περὶ εἰρήνης μὲν τὸ δεύτερον οὐδὲ ἐπεμνήσθη, συνεβούλευε δὲ, ἢ καθημένους ἐν Θεσσαλονίκῃ κρύφα διαλέγεσθαι καὶ διαφθείρειν τοὺς συνόντας βασιλεῖ, ἐφ' οἷς πολλοῦ τε χρόνου καὶ μεγάλων δεήσονται ἀναλωμάτων, ἢ εἰ ταῦτα δυσχερῆ διὰ τὴν ἔνδειαν τῶν χρημάτων, παρασκευασαμένους ἰέναι ἐπ' ἐκεῖνον, ὡς ἐν ταύτῃ τῇ μάχῃ περὶ τῶν ὅλων διαγωνισομένους πρὸς αὐτόν. ἐκεῖνον γὰρ εἰδέναι οὐκ ἂν ἀποστησόμενον τῆς μάχης, οὐδὲ ὑπομενοῦντα τειχῶν ἐντὸς πολιορκεῖσθαι, κἂν εἰδείη καὶ σαφέστατα ἐκείνην τὴν ἡμέραν μαχόμενος πεσεῖσθαι, μάλιστα ἐπαγγειλάμενον μετὰ τρίτην ἡμέραν ἐπὶ τὸ ἡμέτερον ἥξειν στρατόπεδον μαχούμενον. οἱ μὲν οὖν ἄλλοι πάντες συνεπεψηφίζοντο καὶ οὐδ' αὐτοί τι τούτων χωρὶς πράττειν ἔφασαν προσῆκον εἶναι. τῷ μεγάλῳ δὲ δουκὶ ἥ τε μάχη φοβερὰ ἐδόκει, καὶ τὸ διατρίβειν ἐν Θεσσαλονίκῃ χρόνον πολὺν διὰ τὸ τῶν ἀναλωμάτων, ὧν ἐδεῖτο, πλῆθος οὐκ ἀνεκτὸν, καὶ τὸ μηδὲν ὅλως δοκοῦντας ἄξιον λόγου πεπραχότας ἀναστρέφειν αἴσχιστον. ἐβούλετο δὲ μάλιστα τό,τε διακινδυνεύειν πρὸς βασιλέα παραιτεῖσθαι, καὶ πρόσχημά τι εὐδοξίας ἔχοντα ἐπανελθεῖν. Μονομάχος δὲ τῆς αὐτοῦ διανοίας καταστοχασάμενος καλῶς, ἤρετο, εἰ καὶ αὐτὸς αὐτοῖς βούλοιτο συνεῖναι καὶ στρατηγεῖν· τοῦ δὲ ἀπειπαμένου, «οὐκοῦν» ἔφασκεν «εἰ καὶ σοὶ συνδοκεῖ, τὴν στρατιὰν ἔχων αὐτὸς, ἐλευσόμεθα ἄχρι Βεῤῥοίας, καὶ μήτε στρατοπεδευσάμενοι ἐγγὺς, μήτε τῶν ἵππων ἀποβάντες, ἀλλὰ μικρὸν ἐνδιατρίψαντες, τάχιστα ἀναχωρήσομεν. οὕτω γὰρ τήν τε μάχην ἡμῖν ἐκκλίνειν περιέσται, οὐ γὰρ ἀρκέσει γε ὁ χρόνος τοῖς πολεμίοις παρασκευασαμένοις ἐπιέναι, τήν τε ἀδοξίαν ἀποτρίβεσθαι, τοῖς πολεμίοις ἐπελθοῦσι καὶ ποιήσασι τειχήρεις.» οὕτω μὲν οὖν ὁ Μονομάχος εἶπεν· ἀρίστη δὲ τῷ μεγάλῳ δουκὶ ἐφαίνετο ἡ γνώμη καὶ ἐπεψηφίζετο αὐτίκα καὶ ἐχειροτονεῖτο ὁ Μονομάχος ἐπὶ πᾶσι στρατηγός. ὃς τήν τε πεζὴν ἅμα καὶ τὴν ἱππικὴν Ρωμαίων ἔχων δύναμιν, ἐγγὺς τειχῶν ἐγένετο Βεῤῥοίας, ὅσον μὴ ἀπὸ τοῦ τείχους βάλλεσθαι. τὸ Περσικὸν δὲ διεσκέδαστο ἐπὶ λεηλασίαν καὶ ἐν ἡμέρᾳ μιᾷ τὴν περὶ Βέῤῥοιαν ἅπασαν ἐπῆλθε γῆν καὶ τὰ μέγιστα ἐκάκωσεν. ἀνθρώπους τε γὰρ ἠνδραποδίσαντο καὶ ἀπέκτειναν πολλοὺς καὶ βοσκημάτων ἤλασαν ἀγέλας καὶ οἰκίας ἐνέπρησαν τὰς ἐπὶ τὰς κώμας καὶ τῶν ἄλλων, ὅσα προσήκει πολεμίους, οὐδενὸς ἠμέλουν. βασιλεὺς δὲ ἐκ Βεῤῥοίας πρὸς Μονομάχον πέμψας πρεσβευτὴν, πολλὴν αὐτῶν ἀγνωμοσύνην κατηγόρει, ὅτι τοσαύτην ἄγοντες Ρωμαίων στρατιὰν καὶ καθ' ἑαυτὴν δυναμένην ἀντιτάττεσθαι αὐτῷ, οἱ δ' ὥσπερ οὐκ ἐκείνης ἐξαρκούσης πρὸς τὸν πόλεμον, ἐπήγαγον αὐτῷ καὶ τοὺς βαρβάρους, ἵνα μᾶλλον τὰ Ρωμαίων διαφθείρωσιν. ἐκεῖνο μέντοι χρὴ σκοπεῖν, ὅπως μηδεμίαν αὐτῷ μέμψιν ὕστερον ἐπάγωσιν, ἂν τοῖς παρ' αὐτῶν ἠργμένοις τέλος ἐπιθήσειεν αὐτός. ἐπηγγέλλετό τε παρεσκευασμένος εἶναι πρὸς τὴν μάχην, ἢν μόνον ἡ προθεσμία ἥξει. ὁ δ' ἀπεκρίνατο, παρ' αὐτῷ εἶναι πράττειν, ὅσα ἂν δοκῇ λυσιτελεῖν, ὥσπερ δῆτα καὶ αὐτοὶ ποιοῦσιν. ἄχρι δὲ μέσης ἡμέρας ἐκεῖ περιμείνας, ἱστάμενος πρὸ τῶν τειχῶν, ἀναστρέψας ἤλαυνεν ὀπίσω τῆς ἡμέρας τὸ λοιπόν. νυκτὸς δὲ ἐπιγενομένης, ηὐλίσαντο, ἅμα προσδεχόμενοι καὶ τοὺς βαρβάρους, ἀναστρέφοντας ἀπὸ τῆς λείας. καὶ ἐς τὴν ὑστεραίαν τὸν ἐν Πύδνῃ πύργον εἷλον ἐξ ἐφόδου φρουρὰν ἐκ βασιλέως ἔχοντα. ἐν οἷς καὶ ἐκ τῶν βασιλέως οἰκετῶν ὁ Πεπαγωμένος ἦν Θεόδωρος, ὃν γυμνὸν καὶ τετραυματισμένον ὕπαιθρον δήσαντες ἐν μέσῳ θέρει, τοῦ μεγάλου δουκὸς οὕτω προστεταχότος, ἐπεὶ ὑπὸ τοῦ ἄγαν ἐκτηκόμενος φλογμοῦ ὕδωρ ᾔτει δίψει κατεχόμενος ἀσχέτῳ, ὁ μέγας δοὺξ ἐκέλευε διδόναι, εἰ τὸν δεσπότην ἐπὶ πάντων ἀτιμάσειεν. ὁ δ' εἵλετο μᾶλλον ἀποθνήσκειν, ἢ παροινεῖν εἰς βασιλέα. Μονομάχος δὲ ἐπανήκων, ἄλλα τε ἐπήγγελλε μεγάλῳ δουκὶ, καὶ ὡς Καντακουζηνὸς αὐτῷ πρὸ τῶν τειχῶν Βεῤῥοίας ἱσταμένῳ πέμψειε μηνύσας, ὀνειδίζων ἄλλα τε καὶ ὅτι Πέρσας ἀγάγοιμεν συμμάχους ἐπ' αὐτόν· ἠπείλησέ τε τέλος αὐτὸς ἐπιθήσειν τοῖς ἠργμένοις ὑφ' ἡμῶν. ἃ σκέπτεσθαι προσῆκον· οὐ μάτην γὰρ αὐτῷ ᾐνίχθαι τὰ τοιαῦτα· σκεπτομένοις δὲ οὐδὲν ἕτερον ἐκ τῶν λόγων ἀνεφαίνετο, ἢ ὡς βούλοιτο καὶ αὐτὸς ἐπὶ συμμαχίᾳ Ἀμοὺρ τὸν φίλον καλεῖν καὶ διὰ τοῦτο τὰ τοιαῦτα προειπεῖν, ἵν' ὕστερον ἔχῃ δήπου καταφυγὴν, εἴ τις αἰτιῷτο τῆς ἐπὶ τοὺς ὁμοφύλους τῶν βαρβάρων ἐπαγωγῆς, ὡς αὐτῶν προτέρων τούτοις ἐπ' ἐκείνων χρησαμένων. οὗ δὴ ἕνεκα ἐδόκει δεῖν τριήρεις πέμψαντας τὴν θάλασσαν φρουρεῖν παραπλεούσας, ἀπέστησαν γὰρ καὶ οἱ ἐν Πλαταμῶνι βασιλέως, δείσαντες μὴ ὑπὸ μεγάλου δουκὸς ἁλῶσι στόλῳ ἐπελθόντος, ἵνα μὴ ἐξῇ Καντακουζηνῷ πρεσβείαν πέμπειν πρὸς Ἀμούρ. καὶ ἐτελεῖτο κατὰ τὰ βεβουλευμένα.

ξγʹ. Βασιλεὺς δὲ ἐπεὶ πύθοιτο τὰς τριήρεις παραπλεούσας, Πρίγγυπί τινι ὠνομασμένῳ τὴν πρὸς Ἀμοὺρ πρεσβείαν ἀναθεὶς, μηδενὸς ἑτέρου συνειδότος, καὶ κελεύσας οἰκίας ἔνδον ἀκάτιον κατασκευασάμενον, ἵνα μὴ πολλοὶ συνειδεῖεν, εἰς Σμύρναν ἀποπλέειν ἐξέπεμπε, γράμμασι κελεύσας Ἀμοὺρ τάχιστα παρασκευασάμενον ἥκειν πρὸς αὐτόν. Πρίγγυψ μὲν οὖν ἐποίει κατὰ τὰ κεκελευσμένα καὶ τὸ ἀκάτιον ἔνδον οἰκίας κατασκευασάμενος, ἱστία τε ἐνθέμενος καὶ τὴν ἄλλην ἀποσκευὴν, ἔπειτα νυκτὸς ἐφ' ἁμάξης ἐπὶ θάλασσαν καταγαγὼν, ὡς ποῤῥωτάτω μάλιστα τῶν φρουρουσῶν νεῶν καὶ τῶν αὐτῶν κατειλεγμένων, ἀνήγετο ἐμβάς· καὶ πνεύματι χρησάμενος ἐπιφόρῳ, τάς τε φρουρούσας διέλαθετριήρεις καὶ εἰς Σμύρναν κατήγετο ὀλίγῳ ὕστερον, τοῦ πνεύματος ἀεὶ κατὰ πρύμναν ἱσταμένου. Ἀμοὺρ δὲ ἐπεὶ τὰ βασιλέως γράμματα δέξαιτο καὶ τὴν πρεσβείαν, κόνιν μὲν κατεχέατο τῆς κεφαλῆς καὶ θεῷ πολλὰς ὡμολόγει χάριτας τῆς ἀγγελίας. ἦν γὰρ πρότερον ἀκηκοὼς, ὡς Καντακουζηνὸς ὁ βασιλεὺς τελευτήσειε διατρίβων περὶ Τριβαλούς· οὕτω γὰρ ἦν προστεταγμένον ὑπὸ μεγάλου δουκὸς, τοὺς ἐπὶ τὴν Ἀσίαν διαβαίνοντας ἐκ συνθήματος πάντας λέγειν. αὐτίκα τε παρεσκευάζετο στόλον νεῶν, ὀλίγῳ δεουσῶν διακοσίων. καὶ ὁ μέγας δοὺξ ἐπεὶ ἀγνοεῖν τὰ γεγενημένα οὐκ ἐνῆν, πολλῶν Ἀσίαθεν τὴν παρασκευὴν τοῦ στόλου ἀγγελλόντων, πρεσβείαν ἐκ Θεσσαλονίκης ἐποιεῖτο πρὸς Ἀμοὺρ, καὶ χρήματα τὰ μὲν ἐδίδου, τὰ δὲ καὶ ἐπηγγέλλετο, εἰ μὴ πόλεμον κινοίη πρὸς αὐτὸν, μηδὲ συμμαχοίη Καντακουζηνῷ. ὁ δ' ἀπεπέμψατο τὴν πρεσβείαν, ἀδύνατα φάμενος αἰτεῖν. αὐτὸν γὰρ παντὶ σθένει συμμαχήσειν βασιλεῖ. δεομένων δὲ τῶν πρέσβεων τὰ δῶρα δέχεσθαι, οὐ κατεδέξατο, ἀνελευθέρου φήσας εἶναι καὶ χρήμασι δεδουλωμένου νῦν μὲν φιλίας ἕνεκα δῶρα φαίνεσθαι δεχόμενον, ὕστερον δὲ ὀλίγῳ πολεμοῦντα. παρασκευασάμενος δὲ ἐν βραχεῖ καὶ χρήματά τε πολλὰ ταῖς ναυσὶν ἐνθέμενος καὶ τὰ ἄλλα ἐπιτήδεια, ὡς χρονίσων εἰς τὴν βασιλέως συμμαχίαν, ἀνήγετο ἐκ Σμύρνης καὶ προῆλθεν ἄχρις Εὐβοίας καιροῦ τυχών ἐπιτηδείου. ἀνέμων δὲ ἐκεῖ πνευσάντων ἐναντίων, ἔμεινεν ἐπὶ συχνὰς ἡμέρας. δοὺξ δὲ ὁ μέγας ἐπεὶ μάθοι τοὺς βαρβάρους ἐπιόντας, δύο τῶν τριηρέων ἐν Θεσσαλονίκῃ καταλιπὼν, ἀπέπλευσε ταῖς ἐπιλοίποις εἰς Βυζάντιον, δείσας μὴ ὑπό τε τῶν βαρβάρων καὶ βασιλέως ἐν Θεσσαλονίκῃ πολιορκοῖτο. Ἀμοὺρ δὲ Εὐβοίᾳ ἐνδιατρίβων διὰ τῶν ἀνέμων τὴν ἀντίπνοιαν, ἐδυσχέραινεν οὐκ ἀνεκτῶς. συμβὰν δέ τι καὶ ἕτερον οὐ μετρίως ἔπειθεν ἀγανακτεῖν. ἐκ γὰρ Πτελεοῦ πλοίου συλληφθέντος καὶ τῶν αἰχμαλώτων ἀγομένων πρὸς αὐτὸν, ἐπυνθάνετο, εἴ τι εἰδεῖεν περὶ βασιλέως. οἱ δ' ἔφασαν, ὅτι τινῶν ἐκ Θεσσαλονίκης ἀφιγμένων πρὸς αὐτοὺς πύθοιντο, ὡς ὁ μέγας δοὺξ πολλὴν ἄγων δύναμιν ἱππικήν τε ἅμα καὶ πεζὴν καὶ Πέρσας κατὰ συμμαχίαν, βασιλεῖ τῷ Καντακουζηνῷ ἐπιστρατεύσειεν ὄντι ἐν Βεῤῥοίᾳ· πλέον δὲ μηδὲν εἰδέναι. ὁ δὲ ἐκ τῶν λεγομένων στοχαζόμενος ἐν ἀγῶνι εἶναι βασιλέα, μᾶλλον ἐδυσχέραινεν, ὅτι μὴ ταχέως εἶχε βοηθεῖν. ἐκ τῶν ἀρίστων δὲ τῶν Περσῶν ἐκκλησίαν συναθροίσας καὶ παρελθὼν αὐτὸς εἰς μέσους, ἔλεξε τοιάδε. «πολλὴν ἄνοιαν ἐγὼ καὶ ἀνανδρίαν ἐκείνου καταψηφισαίμην ἂν, ὅστις ἐπί τι ὡρμημένος, μὴ πάντα δεύτερα ἡγοῖτο, μηδὲ πᾶσαν φαίνοιτο σπουδὴν ἐπιδεικνύμενος, ὥστε ἄγειν εἰς ἔργον τὰ βεβουλευμένα. εἰ γὰρ μέλλοι τοῖς μὲν ἐκ τοῦ ῥᾴστου περιγινομένοις ἐπιχειρεῖν, ἂν δέ τι συμβαίνῃ κώλυμα, ἢ παντάπασιν ἀπαγορεύειν, ἢ ἀμελεῖν μαλακιζόμενον καὶ περιμένειν τὴν ἀπὸ τῶν πραγμάτων ἔκβασιν ἀποκνοῦντα πρὸς τοὺς πόνους, οὐδὲν διοίσει τῶν πολλῶν, οὐδὲ μέγα τι καὶ λόγου ἄξιον κατορθώσειεν ἄν ποτε. ἂν δὲ καὶ περί τινων μεγάλων ᾖ ἡ ἐπιχείρησις καὶ ἡ παρασκευὴ θαυμασία καὶ μεγάλη ἡ δαπάνη, ἔπειτα ἀβουλίᾳ τοῦ στρατηγοῦ καὶ ἀτολμίᾳ μηδὲν ἄξιον ἑαυτῆς ἡ στρατιὰ ἐκείνη πράττῃ, οὐ παρὰ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ παρ' αὐτῶν, ὧν ἄγει, πολλὰ δίκαιος λοιδορεῖσθαι καὶ περιυβρίζεσθαι, ὅτι τῇ σφετέρᾳ ἀτολμίᾳ τῶν ἐκ τῶν ἔργων ἐπαίνων καὶ τῶν ἄθλων τῶν ἀπὸ τῶν πόνων αὐτοὺς ἀποστερεῖ. ἡ μὲν οὖν ὑπόθεσις τῆς ἡμετέρας στρατείας ταυτησὶ οὐδεμία τίς ἐστιν ἑτέρα, ἢ βασιλεῖ τῷ Καντακουζηνῷ ἥκειν ἐπὶ συμμαχίᾳ, ὑπὸ Ρωμαίων κοινῇ πολεμουμένῳ διὰ φθόνον, καὶ πρότερον μὲν χρόνον ἤδη πολὺν ἐπὶ Τριβαλοὺς ὑπερορίῳ διατρίψαντι, νυνὶ δὲ ἤδη θεοῦ τοῦ μεγάλου πρὸς τὴν Ρωμαίων ἐπανήκοντι συναιρομένου, καὶ πόλεις πολλὰς καὶ χώραν οὐκ ὀλίγην, ὡς ἀκούομεν, ὑφ' ἑαυτῷ πεποιημένῳ. συμβαίνει δὲ, ὥσπερ ὁρῶμεν, ἐκεῖνόν τε οὐδὲν ἡμῶν ἀπολελαυκέναι τῆς δυνάμεως, καὶ ἡμᾶς εἰκῆ καὶ μάτην τὸν τοσοῦτον πλοῦν καὶ τὴν δαπάνην πεποιῆσθαι. τὸ μὲν οὖν ὑπὲρ ἐκείνου κινδυνεύειν, ὡς ῥᾳστώνης πάσης ἥδιον καὶ πολλὴν ἡμῖν οἴσει τὴν εὐδοξίαν καὶ τὸ θαυμάζεσθαι παρὰ πάντων, καὶ ὑμεῖς ἔργοις αὐτοῖς ἐμοὶ συμμαρτυρεῖτε. προθυμότατα γὰρ συνεστρατεύσατε καὶ οὐκ ἀναγκαζόμενοι ὑπ' ἐμοῦ, ἀλλ' εἰ δεῖ τι καὶ μεῖζον εἰπεῖν, ἐπὶ τοῦτό με αὐτοὶ παρακαλοῦντες. ἐγὼ δὲ τόγε εἰς ἐμὲ ἧκον, οὔτε εὐδοξίας χάριν, οὔτε κέρδους τινὸς ἐπιθυμίᾳ τὸ ὑπὲρ ἐκείνου πονεῖν καὶ κινδυνεύειν ᾕρημαι, ἀλλ' ἀνάγκην ἔχω πάσης βιαιοτέραν, ὥσπερ ὑπὲρ ἐμαυτοῦ ἀμύνεσθαι τοὺς ἐπιόντας καὶ τῆς φίλης ἀντέχεσθαι ζωῆς μέχρι καὶ τοῦ δυνατοῦ. οὐ γὰρ ὥσπερ οἱ πολλοὶ τὸ βασιλέως φίλος προσαγορεύεσθαι εἱλόμην μόνον, ἀλλ' οὕτως αὐτῷ συντέτηκα, ὥστ' εἰ συμβαίη τῶν ἀνηκέστων ἐκεῖνόν τι παθεῖν, ἀβίωτον ἡγησόμενος τὸν βίον καὶ αὐτός. καὶ διὰ ταύτην τὴν φιλίαν βασιλεῖ τε τῷ Ἀνδρονίκῳ πρὸς τὸν κατὰ Λέσβου καὶ Φωκαίας πόλεμον συνεπολέμησα χρόνον οὐκ ὀλίγον, καὶ πρότερον ἑνὸς ἔτους ὀγδοήκοντα καὶ τριακοσίαις ναυσὶ διέβην ἐπὶ Θρᾴκην, γνώμην ἔχων, ὡς πᾶσι μαχούμενος ἀνθρώποις καὶ πᾶσαν κάκωσιν οἴσων καὶ αὐτὸς, ἄχρις ἂν πρὸς τὴν οἰκείαν ἐπαναγάγω, ὥσπερ ἴστε καὶ αὐτοὶ συστρατευόμενοι. νυνὶ δὲ ἐν τούτῳ καθέστηκε τὰ πράγματα ἡμῖν, ὥσθ' ἡμᾶς μὲν ὑπὸ τῶν ἀνέμων ἐνταῦθα κατεχομένους, ἀπράκτους εἶναι, ἐκεῖνον δὲ ὑπὸ Ρωμαίων, ὡς ἀκούομεν, πολιορκεῖσθαι. δέδοικα δὲ, μὴ καί τι τῶν ἀνηκέστων συμβῇ περὶ αὐτόν. εἰκὸς γὰρ καὶ χρημάτων ἀπορεῖν καὶ στρατιᾶς ἀξιομάχου πρὸς τοὺς πολεμίους, ἄρτι ἐκ τῆς πλάνης ἐπανήκοντα, καὶ οὐκ ἐξαρκοῦντος τοῦ καιροῦ πρὸς τὸ δύναμιν κτήσασθαι βεβαίαν. οἱ πολέμιοι δὲ καὶ ὅπλοις βιάζεσθαι δύναιντ' ἂν, ὄντες πολλοὶ, καὶ χρήμασι τοὺς συνόντας διαφθείρειν, τῶν κοινῶν Ρωμαίοις χρημάτων ὑπ' ἐξουσίαν Ἀποκαύκῳ τῷ μεγάλῳ δουκὶ κειμένων, καὶ πάντα ἀναλώσοντι ἀφειδῶς, ἵνα μόνον βασιλέως περιγένοιτο. οἶδε γὰρ σαφέστατα, ὡς, ἕως μὲν ἂν ἐκεῖνος περιῇ, ἄπιστος αὐτῷ τῶν Ρωμαίων ἡ ἡγεμονία καὶ ἀμφίβολος, πάντων τῶν ἀρίστων ὑπ' ἐκείνου μᾶλλον αἱρουμένων ἄρχεσθαι. ἂν δ' ἐκεῖνος τρόπῳ δή τινι ἐξ ἀνθρώπων οἴχοιτο, βεβαίαν εἰς τὸν ἔπειτα αὐτῷ ἐσομένην χρόνον τὴν ἀρχήν· δι' ἃ συμπάντων χρημάτων ἀφειδήσει. ἃ πάντα ἐννοοῦντας, ταχεῖαν ποιεῖσθαι τὴν βοήθειαν προσῆκον. ἄν τε γὰρ ἀπόληται βασιλεὺς ὑπὸ τῶν πολεμίων περισχόντων, οὐδεμίαν ἡμῖν ἀθυμίας καὶ λύπης ὑπερβολὴν ἐλλείψει πρὸς τῷ καὶ κακῶς ἀκούειν ὑπὸ πάντων, ὅτι ἀνανδρίᾳ καὶ μαλακίᾳ τῇ περὶ τοὺς πόνους καταπροδέδοται τοῖς πολεμίοις ἡμῖν ὁ φίλος. ἄν τε περιγένηται ἡμῶν χωρὶς, τὸ μεῖζον τῆς φιλοτιμίας παρῃρήμεθα. τὸ μὲν οὖν πρὸς ἀνέμους ἀντιπνέοντας καὶ θάλασσαν ἐξοιδοῦσαν καὶ μαινομένην ἀπομάχεσθαι, μελαγχολώντων σαφῶς καὶ θανατώντων ἐπ' οὐδεμιᾷ φιλοτιμίᾳ. ὅθεν οὐδὲ πρὸς τοσοῦτον κίνδυνον ἀποδύεσθαι ὑμᾶς κελεύω. ἑτέραν δὲ ὑφηγήσομαι αὐτὸς, πόνον μὲν ὀλίγον ἔχουσαν, εὔκλειαν δὲ καὶ εὐδοξίαν ἀκροτάτην. τριῶν γὰρ τῶν μεγίστων δείγματα ἡμῖν ἐξενεγκεῖν ἐξέσται, ἀνδρίας καὶ δικαιοσύνης καὶ φρονήσεως. τὸ μὲν γὰρ ὑπὸ τῶν ἀνέμων καὶ θαλάσσης κωλυομένους ἑτέραν ἐξευρεῖν ὁδὸν, δι' ἧς ἡμῖν ἀνυσθείη τὸ προκείμενον, φρονήσεως δικαίως ἄν τις τιθείη· δικαιοσύνης δὲ, τὸ πάντα χρήματα ἡγήσασθαι δεύτερα τῆς τοῦ φίλου σωτηρίας· ἀνδρίας δ', ὅτι οὔθ' ἡ περὶ τὴν ὁδοιπορίαν οὖσαν μακρὰν ταλαιπωρία, οὔθ' ὅτι διὰ πολλῶν ἐθνῶν, οἳ μέλλουσιν ἡμῖν μαχεῖσθαι, διιέναι μέλλοντες, ἀπέστημεν τοῦ δέοντος καταπλαγέντες. τί οὖν ἐστιν ὃ λέγω; ὡς ἐπεὶ ταῖς ναυσὶν ἀδυνατοῦμεν εἰς Μακεδονίαν ἔρχεσθαι, ταύτας μὲν ὡς ἀχρήστους ἐνταυθοῖ πυρὶ καταπιμπρᾷν, αὐτοὺς δὲ τὰ ὅπλα ἔχοντας, ἰέναι διὰ τῆς ἠπείρου πρὸς βασιλέα. τοῦτο γὰρ ἐκείνῳ τε μεγάλην οἴσει τὴν ὠφέλειαν καὶ ἡμῖν τὴν εὐδοξίαν οὐ μικράν. οὐ χρὴ δὲ τὰ ἐν μέσῳ σκῶλα καὶ προσκόμματα λογιζομένους ἀποκνεῖν πρὸς τὸν ἀγῶνα. οὐδεὶς γάρ ποτε ἀνακείμενος καὶ ῥέγχων τρόπαιον ἔστησεν ἀπὸ τῶν πολεμίων· ἀλλὰ πρὸς τὸ τῶν πόνων τέλος ἀφορᾷν, ὡς πολλὴν οἴσει καὶ μεγάλην τὴν φιλοτιμίαν. ταῦτα μὲν οὖν ἐμοὶ δίκαιά τε ἔδοξε καὶ συμφέροντα ὁμοῦ καὶ αὐτός τε ποιήσω πρῶτος καὶ τοῖς ἄλλοις συμβουλεύσω. εἰ δέ τισιν ὑμῶν πρὸς τὸ τῶν πόνων καὶ τῶν κινδύνων ἀφορῶσι μέγεθος, οὐ μάλιστα δοκεῖ τοιούτοις ἐπιχειρητέον εἶναι, ἀλλ' ἐγὼ πρῶτος τήν τε ναῦν ἐμπρήσω καὶ τὰ ὅπλα ἔχων βαδιοῦμαι· συνέψεται δὲ καὶ ὅστις εἵλετο ἐμοὶ συγκινδυνεύειν. οἱ δὲ λοιποὶ, τὰς ναῦς ἔχοντες, ὅ,τι φίλον ὑμῖν καὶ λυσιτελὲς δοκεῖ, ποιεῖτε.» οὕτω πρὸς τοὺς ἐν τέλει τῶν Περσῶν Ἀμοὺρ διαλεχθεὶς, πάντας μὲν ἔπεισεν ὡς δίκαιά τε ὁμοῦ καὶ λυσιτελοῦντα συμβουλεύει. εἵλοντο δὲ ἑξήκοντα μόνον ναύαρχοι συγκινδυνεύειν μετὰ τῶν πληρωμάτων. οἱ δὲ ἄλλοι ἰσχυρίζοντο, ὡς ὀλίγῳ ὕστερον οὐρίων τυχόντες τῶν ἀνέμων ἐλεύσονται εἰς τὴν Μακεδονίαν αὖθις τῷ σατράπῃ συνεσόμενοι. οὕτω μὲν οὖν ἐδέδοκτο κοινῇ, καὶ ἐκ τῆς Εὐβοίας εἰς τὴν Λοκρίδος παράλιον ἐλθόντες, οἱ ἄλλοι μὲν ἡσύχαζον ἐν ταῖς ναυσὶν, Ἀμοὺρ δὲ καὶ οἱ ἑξήκοντα ναύαρχοι, οὓς ἔδει πρὸς τὸ τόλμημα συναίρεσθαι ἐκείνῳ, ἀνελκύσαντες τὰς ναῦς καὶ ὅπλα τε ἀναλαβόντες καὶ ἄλευρα ἐπιφερόμενοι, οἷς ἔμελλον διατραφήσεσθαι πρὸς τὴν ὁδὸν, καὶ Ἀμοὺρ αὐτὸς τοῖς ἄλλοις ὁμοίως πᾶσιν, ηὐλίσαντο αὐτοῦ τὴν νύκτα παρὰ τὸν αἰγιαλὸν, ὡς ἅμα ἕῳ τὰς ναῦς ἐμπρήσαντες, τῆς εἰς Βέῤῥοιαν ἔχωνται φερούσης. τῆς νυκτὸς δὲ ἐκείνης τῶν ἐναντίων πνευμάτων παυσαμένων, οὐρίων δὲ ἐπιπνευσάντων, τὰς ἀνειλκυσμένας καθελκύσαντες καὶ ἅμα πάσαις ἄραντες ἱστία, εἰς τὴν ὑστεραίαν προσέσχον οὐ μακρὰν Θεσσαλονίκης ἐν λιμένι τοῦ Κλωπᾶ προσαγορευομένῳ, τοῦτο μὲν οἰόμενοι καὶ μέγαν δοῦκα ἐν Θεσσαλονίκῃ εἶναι καὶ βουλόμενοι εἰ τύχοι πρὸς ἐκεῖνον ναυμαχεῖν, τοῦτο δ' ὅτι καὶ ἡ ἀντιπέραν παράλιος τῆς Βοτιαίας ἀλίμενος τὰ πολλά ἐστι καὶ τοσοῦτον ἐν ταὐτῷ στόλον ὑποδέχεσθαι μὴ δυναμένη.

ξδʹ. Τὸ μὲν οὖν Περσικὸν αὐτίκα, ἐπεὶ ἐπύθοντο τὸν μέγαν δοῦκα ἀποπεπλευκέναι εἰς Βυζάντιον, τὰ περὶ Θεσσαλονίκην ἅπαντα ἐπιδραμόντες χωρία ἐληΐζοντο καὶ ἠνδραπόδισαν οὐκ ὀλίγους. Ἀμοὺρ δὲ εἰς τὴν ὑστεραίαν πεντήκοντα ναῦς ἀπολεξάμενος, ἔπεμψεν εἰς Πύδναν, ὡς ἐκεῖθεν τοὺς μὲν ἡμίσεις ἥξοντας εἰς Βέῤῥοιαν, ὡς ἅμα βασιλεῖ ἐλευσομένους εἰς Θεσσαλονίκην, τοὺς ἐπιλοίπους δὲ ἐπανήξοντας ταῖς ναυσί. βασιλεὺς δὲ ἐπεὶ πύθοιτο τοὺς βαρβάρους Πύδνᾳ προσχόντας, διὰ σπουδῆς μὲν ἐποιήσατο πάσης τὴν ὑπὸ Κράλην τελοῦσαν χώραν μηδὲν ζημιωθῆναι, καὶ πέμψας ἐκέλευε πάντας εἰς τὰς πόλεις καὶ τὰ φρούρια εἰσάγεσθαι, τὴν ἔφοδον μηνύων τῶν βαρβάρων. καὶ ἠνδραποδίσθη γε ἐξ ἐκείνων οὐδὲ εἷς· οὔτε μὴν ἐκ τῆς ὑπὸ βασιλέα τελούσης χώρας. αὐτὸς δὲ Θετταλῶν τε τοὺς ἀρίστους καὶ Βεῤῥοιωτῶν τῆς εἰς αὐτὸν εὐνοίας ἀξίαις τε ἀμειψάμενος καὶ εὐεργεσίαις ταῖς προσηκούσαις, ἔπειτα καὶ τὴν ἄλλην στρατιὰν προνοίας τῆς δεούσης ἀξιώσας, καὶ Μανουὴλ τὸν νεώτερον τῶν υἱῶν Βεῤῥοίας καὶ τῶν ἄλλων πολιχνίων, ἃ προσεχώρησαν αὐτῷ, ἀποδείξας ἄρχοντα, συστήσας δὲ αὐτῷ καὶ Ἄγγελον τὸν ἀνεψιὸν, ὃς Θετταλίας πρότερον ἐνεχειρίσθη τὴν ἀρχὴν, καὶ κελεύσας, ἤν τι δέωνται, ἑκάτερος ἀλλήλοις ἐπιμαχεῖν, τύπον τε ἐκθέμενος αὐτοῖς ἡμέρου καὶ ἀνεπαχθοῦς ἀρχῆς, καὶ τὰ ἄλλα εὖ διοικησάμενος, πρεσβείαν ἐποιεῖτο καὶ πρὸς Κράλην. ἐδήλου τε, ὡς, εἰ καὶ ἐκείνῳ αἱ πρὸς αὐτὸν ἀπαγορευθεῖεν σπονδαὶ καὶ ἡ συμμαχία, ἀλλ' αὐτὸς μεμνημένος τῆς τιμῆς καὶ τῆς φιλίας, ἧς ἀπέλαυσε διάγων παρ' αὐτῷ, μήτε κεκινῆσθαι πρὸς ὀργὴν, μήτε διαλελυκέναι τὰς σπονδὰς, ἄτοπον εἶναι ἡγησάμενος, μὴ ἔργοις αὐτοῖς θέσθαι φανερὸν, εἰς οἷον ὄντα περὶ τὸ ἀμείβεσθαι τοὺς φίλους εἵλετο αὐτὸς ἐπιδείξασθαι τοσαύτην εὔνοιαν. καὶ νῦν μὲν τῆς Περσικῆς στρατιᾶς ἐλθούσης πρὸς αὐτὸν καὶ δυναμένης βλάπτειν, αὐτούς τε κωλῦσαι κελεύσας μὴ κακοῦν τὴν χώραν, ὡς φιλίαν οὖσαν καὶ συμμαχίδα· καὶ ὕστερον ὅ,τι ἂν δύναιτο ὠφελήσειν. ἐπ' αὐτῷ δὲ εἶναι ἢ εὐγνωμονεῖν περὶ αὐτὸν φίλον ἀγαθὸν μάλιστα ἐσόμενον, ἢ αἱρεῖσθαι πολεμεῖν ἐπ' οὐδεμιᾷ προφάσει εὐλόγῳ καὶ δικαίᾳ. ἐπὶ τούτοις δὲ καὶ προσηγόρευεν αὐτόν τε καὶ Ἑλένην τὴν γυναῖκα, ὡς ἅμα στρατιᾷ τῇ Περσικῇ βαδιούμενοι εἰς Διδυμότειχον. ταῦτα δὴ πάντα ἐφ' ἡμέραις πεντεκαίδεκα διαπραξάμενος, τὴν ἐκ Θετταλίας καὶ Βεῤῥοίας ἔχων στρατιὰν ἅμα τοῖς ἄλλοις, οἳ αὐτῷ συνῆσαν πρότερον καὶ τῶν Περσῶν συνεπομένων, ἧκεν εἰς Θεσσαλονίκην. ἐν δὲ ταύταις ταῖς ἡμέραις ἡ ἐν ταῖς ναυσὶ τῶν Περσῶν οὖσα στρατιὰ, ἄλλα τε ἐκάκου τὴν χώραν, ὅσα εἰκὸς βαρβάρους καὶ πολεμίους, καὶ δύο κώμας τετειχισμένας καὶ πύργους ἐχούσας διεπόρθησε, τῶν ἐχόντων ταύτας γεωργῶν ὑπὸ δέους παραδεδωκότων σφᾶς αὐτοὺς καὶ ἀνδραποδισθέντων. Ἀμοὺρ δὲ ἐπεὶ ἐπύθετο ἐγγὺς εἶναι βασιλέα, αὐτὸς μὲν ἔφιππος μετὰ ὀλίγων τῶν ἀρίστων, οὐ γὰρ εὐπόρουν ἵππων, πᾶσα δὲ ἡ στρατιὰ πεζῇ ἑπόμενοι, εἰς ὑπάντησιν τοῦ βασιλέως ᾔεσαν. ἐπεὶ δὲ ἦσαν ἤδη οὐ μακρὰν ἀλλήλων, τοῦ ἵππου ἀποβὰς ὁ Ἀμοὺρ, προσεκύνει τε τὸν βασιλέα καὶ ἐβάδιζε πρὸς αὐτὸν πεζός. πέμψας δὲ ὁ βασιλεὺς, ἐκέλευε τοῦ ἵππου ἐπιβαίνειν καὶ ἐπείθετο πολλὰ πρότερον περὶ τοῦ πεζὸς ἐλθεῖν φιλονεικήσας. προσαγορεύσαντες δὲ ἀλλήλους, ᾔεσαν εἰς τὰς σκηνὰς καὶ ἐστρατοπεδεύσαντο οὐ πολὺ ἄπωθεν Θεσσαλονίκης ἐν ἑπτὰ ἡμέραις. πρεσβείαν δὲ Ἀμοὺρ πρὸς τοὺς ἐν Θεσσαλονίκῃ πεποιημένου καὶ παραινοῦντος προσχωρεῖν ἑκόντας βασιλεῖ καὶ τὴν πόλιν παραδιδόναι, τούς τε αἰχμαλώτους ἀπολύσειν αὐτοῖς, εἰ πείθοιντο, ἐπαγγελλομένου, ἀπεκρίναντο οὐδὲν ἐπιεικές. δείσαντες δὲ οἱ Ζηλωταὶ, μὴ οἱ τὰ βασιλέως ἔνδον ᾑρημένοι, καιροῦ λαβόμενοι ἐπιτηδείου καὶ τὸν δῆμον ἀναπείσαντες, τεθορυβημένον ὑπὸ τῶν βαρβάρων, ἄλλως τε καὶ ἐλπίσαντα τοὺς αἰχμαλώτους αὐτοῖς ἀπολυθήσεσθαι, ἐπίθωνται καὶ κρατήσωσιν αὐτῶν, ἔγνωσαν ἐπὶ ὠμότητα καὶ φόνους χωρεῖν, ἵνα δι' αὐτῶν καὶ τοὺς ἄλλους ἐκφοβῶσι. καὶ Παλαιολόγον τέ τινα ἐκ τῶν ἀρίστων, οἴκοι σχολάζοντα διὰ τὸ ὑποπτεύεσθαι καὶ μηδεμίαν αἰτίαν τοῦ ἀποθανεῖν παρεσχημένον, ἐξαρπάσαντες ἀπέσφαξαν ἐπὶ τῆς δημοσίας ἀγορᾶς, καὶ τὴν κεφαλὴν ἀποτεμόντες, ἔπειτα καὶ τὸ σῶμα διελόντες τετραχῆ, τὰ μὲν τμήματα ἐν ταῖς πόλεως πύλαις ἀπηώρησαν ἑκάστῃ τμῆμα· τὴν κεφαλὴν δὲ δόρατι ἐνθέμενοι καὶ τὰ ἔγκατα σύροντες ἀνηλεῶς περιῄεσαν τὴν πόλιν. Γαβαλᾶν δέ τινα ἐκ τῶν μέσων πολιτῶν τὰ ὦτα πρότερον ἐκτεμόντες καὶ τὴν ῥῖνα, καὶ τὰ ἄλλα μέλη διαλωβησάμενοι, ἔπειτα ἀπέκτειναν. ἑτέρων δὲ οὐκ ὀλίγων τοιούτων ῥῖνας καὶ ὦτα ἐκτεμόντες, ἔπειτα κατεδίκασαν ἀειφυγίαν, καὶ ἀνοίξαντες τὰς πύλας, ἐξήλαυνον τῆς πόλεως. τῶν δὲ ὀδυρομένων καὶ τὴν αἰτίαν δεομένων ἐκδιδάσκεσθαι, δι' ἣν τοιαῦτα ὑπομένειν κατεκρίθησαν, οὐδὲν πλέον ἀπεκρίναντο οἱ Ζηλωταὶ, ἢ ὅτι εἰδεῖεν αὐτοὺς τὰ Καντακουζηνοῦ σαφέστατα ᾑρημένους. οἱ μὲν οὖν οὕτως ὀδυρόμενοι, ἐπεὶ πρὸς οὐδὲν ἕτερον εἶχον χρῆσθαι ἑαυτοῖς, εἰς τὸ τῶν βαρβάρων ἀπεχώρουν στρατόπεδον πρὸς βασιλέα. βασιλεὺς δὲ ἐπεὶ τὸ προσάγεσθαι τὴν πόλιν ἄπορον ἑώρα, Μανουὴλ μὲν τὸν υἱὸν καὶ Ἄγγελον τὸν ἀνεψιὸν τήν τε ἐκ Θετταλίας καὶ Βεῤῥοίας ἔχοντας στρατιὰν, ἐκέλευεν εἰς τὰς ἰδίας ἀρχὰς ἀποχωρεῖν. αὐτὸς δὲ ἀπολειφθεὶς μεθ' ὧν ἦγεν οἴκοθεν, καὶ Περσῶν τοῖς ἀρίστοις διακοσίοις ἵππους παρασχόμενος, καὶ ἐκ τῆς ἄλλης στρατιᾶς ἑξακισχιλίους ἐπιλέκτους πεζοὺς παραλαβὼν, ἅμα Ἀμοὺρ ἐκ τῆς ἠπείρου εἰς Θρᾴκην ἀπεχώρουν. τὴν δὲ ἄλλην στρατιὰν ἐκέλευον ἐν ταῖς ναυσὶν εἰς Περιθεώριον ἐλθεῖν, ὡς ἐκεῖ συμμίξοντας ἀλλήλοις. ἐπεὶ δ' οἱ μὲν ἐκ θαλάττης, οἱ δ' ἐκ τῆς ἠπείρου πάλιν ἐν ταὐτῷ ἐγένοντο, Περιθεώριον ἐπολιόρκουν περιστρατοπεδευσάμενοι. Ἀβδηρῖται δὲ προσῆλθον ἑκοντὶ δεσμώτην ἀγαγόντες καὶ Γουδέλην τὸν τῆς βασιλίδος Ἄννης οἰνοχόον, ὃν ἐπὶ τῆς ἀρχῆς αὐτῶν κατέστησεν ὁ μέγας δοὺξ μετὰ τὴν βασιλέως εἰς Τριβαλοὺς ὑπερορίαν προσκεχωρηκότων δέει. ἐπαινέσας δὲ αὐτοὺς ὁ βασιλεὺς καὶ τοῦ τότε τῷ καιρῷ προσήκοντα πεποιηκέναι μὴ φιλονεικήσαντας ἐπιχειρεῖν τοῖς ὑπὲρ δύναμιν, καὶ τοῦ αὖθις ἐπανήκοντι προσκεχωρηκέναι μελήσαντας μηδὲν, ἐκείνοις μὲν ἄρχοντα ἐπιστήσας, οἴκαδε ἀπέπεμπε· Γουδέλῃ δὲ τά τε ἴδια κελεύσας ἀποδοθῆναι καὶ οἴκοθεν πλείω παρασχὼν, ἔπειτα καὶ Ἰάκωβον τὸν Βρουλᾶν ὄντα ἐκ τῶν οἰκετῶν καὶ Σαλατίνην ἐκ τῶν Περσῶν ἕνα ἅμα ἐκείνῳ ἐξέπεμπεν εἰς Βυζάντιον πρὸς βασιλίδα πρέσβεις. ἡ πρεσβεία δὲ ἦν περὶ εἰρήνης. καὶ πρῶτα μὲν ἐμαρτύρετο τὸν θεὸν, ὡς οὐ μόνον αὐτῇ οὐκ ἐπιβουλεύσειεν ἔργῳ ἢ βασιλεῖ τῷ υἱῷ, ἀλλ' οὐδὲ μέχρι λογισμῶν αὐτῷ τι περὶ αὐτὴν προσκεκρουκότι συνειδείη. αὐτὴν δὲ ὑπὸ συκοφαντῶν ἀνθρώπων καὶ οὐδὲν ὑγιὲς, οὔτε ποιεῖν, οὔτε λέγειν μεμελετηκότων παραχθεῖσαν ἔφασκε τὸν ἐμφύλιον τουτονὶ πόλεμον κεκινηκέναι, ὃς ἄχρι νῦν πολλῶν τε καὶ μεγάλων αἴτιος Ρωμαίοις κατέστη συμφορῶν καὶ ἔτι μειζόνων ἔσεται, ἂν μὴ καταλυθῇ. καὶ αὐτὸν δὲ μεγάλαις μὲν χρήσασθαι συμφοραῖς διὰ τὸν πόλεμον, καὶ κινδύνοις φοβεροῖς περισχεθῆναι θάνατον ἀπειλοῦσι· τοῦ θεοῦ δὲ ὅμως ἵλεω τυχόντα, τῶν κινδύνων τε ἐκείνων ἀπηλλάχθαι, καὶ νῦν ἐπανήκειν τοῦ κρείττονος συναιρομένου. συνορῶντα δὲ ὡς τά τε μέλλοντα κακὰ ἐκ τοῦ πολέμου πᾶσαν ὑπερβήσεται ὑπερβολὴν, καὶ τὰ ἐκ τῆς εἰρήνης ἀγαθὰ ὁμοίως μεγάλα τε καὶ δυνάμενα τὴν Ρωμαίων ἡγεμονίαν κινδυνεύουσαν ἀνακτᾶσθαι, τὴν πρεσβείαν πεποιῆσθαι τὴν περὶ τῆς εἰρήνης ταύτην καὶ δεῖσθαι αὐτῆς, μὴ περιορᾷν διὰ τήν τινων μοχθηρίαν καὶ ἀγνωμοσύνην τὴν Ρωμαίων ἡγεμονίαν διαφθειρομένην. καὶ ἐξαρχῆς γὰρ ἄχρι νῦν πολλὰ συμβεβηκέναι τὰ δεινὰ καὶ χαλεπὰ, καὶ τὴν χώραν ἅπασαν καὶ τὰς πόλεις διεφθάρθαι ὑπ' ἀλλήλων πολιορκουμένας καὶ διαφθειρομένας ἐπιδρομαῖς καὶ λεηλασίαις· μέτρια δὲ ὅμως εἶναι, οἷα δὴ Ρωμαίων Ρωμαίοις ἐπιόντων καὶ οἶκτόν τινά ποτε καὶ τῶν ἀτυχούντων λαμβανόντων. τὰ προσδοκώμενα δὲ τοσούτῳ καὶ δεινότερα καὶ φοβερώτερα, ὡς τὰ παρελθόντα, πρὸς αὐτὰ παραβαλλόμενα, εὐτυχίας τόπον ἐπέχειν πρὸς ἀκροτάτην κακοπραγίαν. βάρβαροι γὰρ ἤδη εἶναι Πέρσαι οἱ τὸν πρὸς Ρωμαίους ἐπιτετραμμένοι πόλεμον κἀκείνῳ συμμαχήσοντες, οἷς τὸ φονεύειν τρυφὴ καὶ τὸ ἐξανδραποδίζεσθαι καὶ ἀποδίδοσθαι ἐπὶ δουλείᾳ κέρδους ἥδιον παντὸς, καὶ οἶκτος οὐδὲ εἷς, οὐδὲ ἔλεος τῶν ἀτυχούντων, οἷα δὴ φύσει πολεμίων ὄντων διὰ τὴν περὶ τὸ σέβας ἀκροτάτην ἐναντιότητα. καὶ τούτου ἔλεγε τοῦ κακοῦ οὐκ ἐκεῖνον ἦρχθαι πρῶτον, ἀλλ' Ἀπόκαυκον τὸν παρακοιμώμενον, ὃς αὐτῷ εἰς Βέῤῥοιαν ἐπιστρατεύσας καὶ πολλὴν καὶ ἀγαθὴν ἄγων στρατιὰν Ρωμαίων, οὐκ ἀγαπητὸν ᾠήθη, εἰ μὴ καὶ Πέρσας ἐπαγάγοι, οἳ πολλὰ ἐκάκωσαν τὴν χώραν ἐκείνην, κτείνοντες καὶ ἐξανδραποδιζόμενοι τοὺς προστυχόντας καὶ πυρὸς ἔργον πάσας κώμας πεποιημένοι. ᾧ διδασκάλῳ κεχρημένος ἐπὶ τὴν τοιαύτην τετράφθαι πεῖραν, καὶ μηδεμιᾶς διὰ ταύτην εἶναι ἄξιος αἰτίας, εἰ μὴ δυνάμενος πρός τε βαρβάρους ὁμοῦ καὶ Ρωμαίους ἀντιτάττεσθαι, τοῖς ὁμοίοις καὶ αὐτὸς ἐχρήσατο συμμάχοις. ἃ συνορῶσαν καὶ αὐτὴν ὡς δεινὰ καὶ τήν τε ἀρχὴν διαφθεροῦντα καὶ πρὸς τὸ μέλλον ἐκεῖ κριτήριον μεγάλην οἴσοντα τὴν καταδίκην, εἰ διὰ φιλονεικίαν καὶ ψευδεῖς συκοφαντίας καὶ διαβολὰς τὸ Χριστιανῶν αἷμα προϊεμένη φαίνοιτο χεῖσθαι ὑπὸ τῶν βαρβάρων, πεισθῆναι πρὸς τὴν εἰρήνην, πρὶν ὑπὸ τῶν βαρβάρων τι διεφθάρθαι. περιμενοῦσι γὰρ Ρωμαίων οὐδένα ἀδικοῦντες, ἄχρις ἐπανήξουσιν καὶ οἱ πρέσβεις. τὸ δὲ ἐφ' ὁποίοις δεῖ γενέσθαι, οὐ τοῦ παρόντος εἶναι καιροῦ δηλοῦν, ἀλλ' εἰ μόνον πείθοιτο, πρέσβεις πέμπειν πρὸς αὐτὸν, οἳ διαλέξονται, ὅσα ἂν αὐτῇ καὶ πατριάρχῃ καὶ τοῖς ὑπολειφθεῖσιν ἔτι τῶν πραγμάτων ἄρχουσι βέλτιστά τε εἶναι δοκῇ καὶ λυσιτελέστατα ἑαυτοῖς. πεποιθέναι δὲ αὐτὸν, ὡς τοῦ θεοῦ διδόντος χαίροντες ἐπανήξουσι καὶ τὰ πᾶσι κοινῇ Ρωμαίοις συνοίσοντα κατωρθωκότες. τοιαύτη μὲν ἦν ἡ βασιλέως τοῦ Καντακουζηνοῦ πρεσβεία πρὸς Ἄνναν τὴν βασιλίδα. Ἀμοὺρ δὲ καὶ αὐτὸς ἰδίᾳ συνεβούλευεν ἔχεσθαι τῆς εἰρήνης, ὡς τὰ μέγιστα λυσιτελούσης. αὐτὸς μὲν γὰρ καὶ πρότερον φίλος εἶναι βασιλεῖ τῷ Καντακουζη νῷ ἐκ πολλῶν ἐτῶν, καὶ διὰ τὴν αὐτοῦ φιλίαν βασιλεῖ τε τῷ Ἀνδρονίκῳ οὐ μόνον εἰς τὸν κατὰ Φωκαίας πόλεμον συμμαχίαν παρεσχῆσθαι, ἀλλὰ καὶ ὕστερον ἐπὶ Ἀλβανούς. καὶ ἐξ ἐκείνων τῶν χρόνων εἰς τὴν Ρωμαίων οὐδέποτε ἐμβεβληκέναι, Ρωμαίους πάντας ἡγούμενος ὑπὸ Καντακουζηνὸν τελεῖν τὸν βασιλέα, καὶ ἔτι τὴν ἰδιώτου τύχην στέργοντα. νυνὶ δὲ οὐκέτι φίλος εἶναι βασιλέως, ἀλλὰ δοῦλος, καὶ οὕτω παρεσκευάσθαι, ὡς οὐ πέμπων στρατιὰν βοηθεῖν, ἀλλ' αὐτὸς παρεῖναι καὶ τὴν ἴσην ἐπιδείκνυσθαι σπουδὴν, ἣν ἂν καὶ ὑπὲρ ἑαυτοῦ τὸν πόλεμον αἱρούμενος ἐποιεῖτο. δι' ἃ συνεβούλευεν αἱρεῖσθαι μᾶλλον τὴν εἰρήνην, τοῦ βασιλέως μάλιστα τὰ εἰς αὐτὸν γεγενημένα πρότερον διὰ τῶν ἀρχόντων τὴν ἀγνωμοσύνην ἀφιέντος καὶ τὸν πόλεμον κατατίθεσθαι ἐθέλοντος. οὐ μόνον γὰρ εἴ τι τῆς Ρωμαίων ἡγεμονίας κατελίπετο, ἀκέραιον διασωθήσεται, ἀλλὰ καὶ τὰ διεφθορότα ὑπὸ τοῦ πολέμου δυνατὸν πάλιν ἀνακτᾶσθαι. αὐτὸν δὲ ἀντὶ πολεμίου σύμμαχον ἐξέσται καὶ φίλον ἔχειν. τοιαῦτα μὲν καὶ ὁ Ἀμοὺρ διεπρεσβεύετο.

ξεʹ. Ὁ μέγας δὲ δοὺξ ἐπεὶ πύθοιτο τὰ τῆς πρεσβείας, Σαλατίνην μὲν τὸν Ἀμοὺρ πρεσβευτὴν φιλοτίμως τε ὑπεδέξατο καὶ μετὰ μικρὸν ἐξέπεμψε δῶρα παρασχών. Βρουλᾷ δὲ τὸ γένειον περικείρας καὶ τὴν κεφαλὴν, ἔπειτα καὶ τοὺς μυκτῆρας διαῤῥήξας καὶ τὰς κνήμας, ἀσβόλῳ τε τὸ πρόσωπον περιχρίσας, εἵλκυσε διὰ τῆς ἀγορᾶς οὕτως ὕφαιμον. πρὸς δὲ τὴν πρεσβείαν οὕτως ἀπεκρίνατο. Ἀμοὺρ μὲν ἔγραφε πολλὰς κατὰ βασιλέως ὕβρεις καὶ χαλεπάς· αὐτοῦ δὲ καθήπτετο μετρίως, ὅτι Καντακουζηνῷ ἀκολουθεῖν αἱροῖτο, ἀνάξια ποιῶν τῆς σφετέρας εὐδοξίας· πλέον δὲ οὐδέν. βασιλεῖ δὲ ἔφασκεν, ὡς οὐ δέοιντο αὐτοῦ, οὔτε συμβασιλεύειν τοῖς βασιλέως παισὶ καὶ Ρωμαίων ἄρχειν, οὔτ' αὐτοῖς ὁμοίως δοῦλον εἶναι. ἔτι γε μὴν οὐδ' αὐτῶν εἰ βούλοιτο δοῦλον εἶναι, καὶ δουλείαν τὴν αἰσχίστην εἰς ἱπποκόμους καὶ μαγείρους τεταγμένον, ἀλλὰ πολεμήσειν ἄχρι παντὸς καὶ τάχιστα διαφθερεῖν. καὶ γὰρ τὸ περιεῖναι μέχρι νῦν, οὐχ ἡ σύνεσις, οὐδ' ἡ στρατηγία περιέσωσεν, ἀλλὰ τὸ πόῤῥω ποῦ ἐν Τριβαλοῖς πλανήτην διατρίβειν. νυνὶ δ' ἐπεὶ ἐγένετο ἐγγὺς, εἴσεσθαι τὴν ταχίστην, ὅτι βέλτιον ἦν αὐτῷ θητεύειν παρὰ Τριβαλοῖς, ἢ ἐγγὺς τῆς Ρωμαίων γενόμενον βασιλείας, ἀμφισβητεῖν περὶ αὐτῆς. Βρουλᾶν δὲ μετὰ τὰς ποινὰς ἐκείνας τὰς ἀνημέρους τῷ ἐν τοῖς Κωνσταντίνου βασιλείοις τοῦ μεγάλου δεσμωτηρίῳ καθεῖρξαν. ὃς καὶ μικρὸν ὕστερον ἀνῃρέθη μετὰ τῶν ἄλλων συνδεσμωτῶν, τοῦ δήμου τῶν Βυζαντίων ἐπιθεμένου μετὰ τὴν Ἀποκαύκου τελευτὴν, ὥσπερ ὕστερον εἰρήσεται ὀλίγῳ. ταῦτα δὲ αὐτῷ ἐπράττετο, ἐκ παντὸς τρόπου τὸν πόλεμον κατασκευάζοντι καὶ βουλομένῳ βασιλίδα τε ὁμοῦ διὰ τὸν φόβον τῶν τολμωμένων ἀπάγειν τῆς εἰρήνης καὶ Καντακουζηνὸν τὸν βασιλέα πρὸς ἔχθραν ἄσπονδον καὶ ἄμυναν ἐκκαλεῖσθαι. ᾔδει γὰρ σαφέστατα τὴν εἰρήνην αὐτὸν ἀπάξουσαν τῶν πραγμάτων τῆς ἀρχῆς, καὶ οὐχ ὅτι πρῶτον εἶναι συγχωρήσουσαν Ρωμαίων, ἀλλ' οὐδὲ πολλοστὸν ἀπὸ τοῦ πρώτου. διὸ καὶ πολλῶν αἱμάτων καὶ ἀνδραποδισμῶν καὶ φθορᾶς ἀμυθήτου τῶν Ρωμαίων τὴν τοιαύτην ἠλλάττετο ἀρχήν. βασιλέα δὲ οὐδὲν ἐκώλυσε τῶν παρανόμων ἔργων τουτωνὶ τῆς εἰρήνης ἀποσχέσθαι, ἀλλὰ πᾶσαν ἐπίνοιαν ἐκίνει, ὥστε κατατίθεσθαι τὸν πόλεμον. ᾔδει γὰρ οὐδὲν ἐπιεικὲς ἐκ τούτου συμβησόμενον Ρωμαίοις. ἐπεὶ δὲ ὁ Ἀμοὺρ ἐπανῆκε πρεσβευτὴς, ἀπήγγελλε μὲν ὅσα συμβαίη περὶ Βρουλᾶν καὶ τὰς παρὰ τῶν ἀρχόντων Ρωμαίοις πρὸς τὴν πρεσβείαν ἀποκρίσεις, παρείχετο δὲ καὶ τὰ γράμματα τὰ πρὸς Ἀμούρ. ὁ δὲ ὡς ἦσαν ἐσφραγισμένα ταῦτα ἔχων, ἧκεν ὡς βασιλέα· μεμφομένου δὲ ἐκείνου, εἰ περὶ αὐτοῦ τι φαῦλον ᾠήθη ὑποπτεύειν, οὐ τοιαύτην ἔφασκεν ἐκεῖνος γνώμην ἔχων μὴ λελυκέναι τὴν σφραγῖδα· ἀνόητος γὰρ ἂν εἴη παντάπασιν, εἰ τὴν βασιλέως περὶ αὐτοῦ διάνοιαν ἀγνοοίη· εἰδὼς δὲ ὡς τοῖς παρὰ Ρωμαίοις ἄρχουσιν ὥσπερ τι τῶν ἀναγκαιοτάτων αἱ πρὸς βασιλέα ὕβρεις ἐπιτηδεύονται, τούτου χάριν μὴ ἐτέρῳ παρασχέσθαι ἀναγιγνώσκειν, ἵνα μὴ εἰς πολλῶν ἐμπέσῃ τὸ βλάσφημα ἀκοὰς, ἀλλ' ἀγαγεῖν πρὸς αὐτὸν, ἵν' εἰ μέν τι χρήσιμον ἐγγεγραμμένον ᾖ, λόγον τινὰ ποιήσωνται αὐτοῦ· εἰ δὲ τὰ συνήθη ταῦτα, ὕβρεις καὶ λοιδορίαι, ἐπὶ τὰς τῶν γεγραφότων τρέπωνται κεφαλάς. ἐπαινέσαντος δὲ αὐτὸν τοῦ βασιλέως ἐπὶ τούτῳ, ἔπειτα ἀνεγινώσκετο τὰ γράμματα, καὶ ἦν οὐδὲν ὑγιὲς ἐγγεγραμμένον, ἀλλὰ πρός τε βασιλέα ὕβρεις αἰσχραὶ καὶ ἀγεννεῖς καὶ μέμψεις πρὸς Ἀμοὺρ, ὅτι αὐτῷ ἀνέχοιτο ἀκολουθεῖν καὶ τὴν εὐγένειαν περιυβρίζοι. βασιλεὺς δ', ἐπεὶ οἱ ἐν Βυζαντίῳ οὐδεμίαν ἐλπίδα παρείχοντο εἰρήνης, ἀναγκαίως καὶ αὐτὸς ἐχώρει πρὸς τὸν πόλεμον καὶ ἠνάγκαζεν αὐτῷ τὰς πόλεις προσχωρεῖν ἢ ἑκούσας ἢ βιαζομένας. βασιλίδι δὲ Εἰρήνῃ ἐν Διδυμοτείχῳ μηδὲν ἕτερον περὶ βασιλέως πεπυσμένῃ, ὅτι μὴ πρὸς Βέῤῥοιαν διατρίβει προσχωρήσασαν, ἀπήγγελλεν ὁ ἀρχιερεὺς Διδυμοτείχου, ὅτι ὁ βασιλεὺς ἤδη τῆς Χαλκιδέων εἴη ἐπιβὰς, καὶ ἐπιστεύετο αὐτίκα. ἦσαν γὰρ οὐδὲν μικρὸν περὶ ἐκείνου πεπυσμένοι, ἀλλ' ὡς πάντα τὰ ἐσόμενα εἰδότι προσεῖχον ἀκριβῶς. καὶ ἦσαν εὐθὺς ἐν κρότοις καὶ ἑορταῖς, καὶ τῆς ἐπανόδου βασιλέως πολλὰς θεῷ προσῆγον τὰς εὐχαριστίας. μετὰ τρίτην δὲ ἡμέραν ἐξ ἐκείνου καὶ ὁ Μουζάλων ἧκε παρὰ βασιλέως καὶ ἀπήγγελλε πάντα ὡς ἐγένετο· καὶ πάλιν ἦσαν ἐν ταῖς ὁμοίαις ἑορταῖς ἤδη βεβαιότερον. Γλάβας δὲ Γεώργιος, ὃς τῶν εἰς Διδυμότειχον τεταγμένων ἄρχειν εἷς ἦν, ἐλθὼν πρὸς τὸν ἀρχιερέα, εὐχὴν ᾔτει παρ' αὐτοῦ, ὡς εἰς βασιλέα ἀφιξόμενος· δεδοικέναι γὰρ, μὴ πρὶν ἐκεῖνον ἐπανήκειν τελευτήσας, τῆς ἡδίστης ὄψεως βασιλέως ἀποστερηθῇ. ὁ δ' ἐπέτρεπε μὲν πρὸς ἐκεῖνον ἀφικέσθαι· παρῄνει δὲ θαῤῥεῖν, ὡς ὄψεται βασιλέα καὶ εἰς τήνδε τὴν πόλιν ἐπανήκοντα καὶ πρός τινας ὑπηρεσίας χρήσιμος ἐκείνῳ ἔσται. μετὰ δέ τινα χρόνον, ἡνίκα καὶ αὐτὸν ἴδῃ πρὸς τὰ ἐκεῖθεν δικαιωτήρια κληθέντα, παρασκευάζεσθαι καὶ αὐτὸν, ὡς μετὰ μικρὸν ἀπολείψοντα τὸ ζῇν· οὕτω γὰρ εἶναι δεδογμένον παρὰ θεῷ. ταῦτα μὲν οὖν, ὥσπερ εἴρηται, ὕστερον ἀπέβαινε. βασιλέως δὲ Περιθεώριον πολιορκοῦντος καὶ κλίμακας καὶ μηχανὰς κατασκευάζοντος πρὸς τὴν τειχομαχίαν, τὰ ἐν τῇ Μερόπῃ φρούρια προσεχώρησαν, ἥ τε Ἁγία Εἰρήνη προσαγορευόμενον καὶ ὁ Ποβισδός. καὶ ἐλθόντες πρὸς βασιλέα, ἡγεμόνα ἐδέοντο αὐτοῖς παρασχεθῆναι· σὺν τούτοις δὲ καὶ ἕτεροι νομάδες τὸ αὐτὸ οἰκοῦντες ὄρος ἐν κώμαις ἀτειχίστοις, οἳ διὰ τὴν πρὸς βασιλέα εὔνοιαν ἦσαν γὰρ καὶ πρότερον ὑπ' ἐκεῖνον τεταγμένοι, βασιλέως Ἀνδρονίκου ἔτι περιόντος, τῶν ἄλλων πρῶτοι παρεγένοντο καὶ παρεῖχον ἑαυτοὺς ἑκόντες βασιλεῖ. σκεπτομένῳ δὲ περὶ αὐτῶν πρὸς ὅ,τι χρήσαιτο καὶ τίνα ἐπιστήσειεν ἄρχοντα αὐτοῖς, ἐδόκει δεῖν Μομιτζίλῳ τὴν ἀρχὴν αὐτῶν παρέχειν, οὐ μόνον διὰ τὸ ὁμόφυλον νομίσας διακείσεσθαι αὐτῷ εὐνοϊκῶς τοὺς νομάδας ἐκείνους, ἀλλ' ὅτι καὶ εὐψυχίας καὶ τόλμης πρὸς τὰς μάχας οὐδὲν ἐνέλιπε καὶ πρὸς λῃστείας καὶ ἁρπαγὰς ἄριστα ἐξήσκητο. ἦν γὰρ δὴ ὁ Μομιτζίλος οὗτος τὸ γένος μὲν Μυσὸς, διὰ δὲ λῃστείας καὶ ἁρπαγὰς ἐκεῖθεν ἐλαθεὶς, πρὸς Ρωμαίους τε ἐγένετο καὶ ὑπὸ βασιλέως Ἀνδρονίκου τοῖς στρατιώταις κατελέχθη. χαίρων δὲ ἀεὶ λῃστείαις καὶ πολλὰ τὴν Μυσίαν κακουργῶν διὰ τὸ μάλιστα ἔμπειρον τῶν τόπων εἶναι, παρῃνεῖτο μὲν πολλὰ ὑπὸ τῶν τὰ μεθόρια τῆς Μυσῶν καὶ Ρωμαίων ἡγεμονίας ἀρχόντων, μὴ τοιαῦτα κακουργεῖν, σπονδῶν οὐσῶν, καὶ πόλεμον κινεῖν. ὁ δὲ οὐ πάνυ πείθεσθαι ἠδύνατο, ἀλλ' ἐπί τινα χρόνον ἡσυχάζων, τοῖς ὁμοίοις πάλιν ἐπεχείρει. μέλλων δὲ ἤδη τῆς κακουργίας διδόναι δίκας, ἐπεὶ Μυσοῖς τε ἀπηχθάνετο διὰ τὰς λῃστείας καὶ Ρωμαίοις οὐκ ἐθάῤῥει βουλομένοις συλλαμβάνειν, ἀπεχώρησεν εἰς Τριβαλοὺς καὶ διέτριψεν ἐκεῖ χρόνον τινὰ συχνόν. ἔπειτα ὡς βασιλεὺς ὁ Καντακουζηνὸς εἰς Περιθεώριον ἐκ Βεῤῥοίας ἐπανῆκε, πρότερον ὀλίγον χρόνον Κράλη ἀποστὰς, προσεχώρησε τότε βασιλεῖ. εἰδὼς δὲ αὐτὸν ὄντα ἐπιτήδειον πρὸς τοιαύτην ἡγεμονίαν, τά τε φρούρια ἐνεχείρισε καὶ τὰς κατὰ τὴν Μερόπην ἄλλας κώμας οὐκ ὀλίγας οὔσας. ἐξ ὧν οὐκ ὀλίγη χεὶρ συνελέγετο λῃστρική· ἦσαν γὰρ ἱππεῖς μὲν τριακοσίων ὀλίγῳ πλείους, πεζοὶ δὲ ὑπὲρ τοὺς πεντακισχιλίους· ὧν ἁπάντων αὐτῷ ἐνεχείρισε τότε τὴν ἀρχὴν καὶ προσέταττε κακοῦν τὰς πόλεις, αἳ μὴ προσχωροῖεν βασιλεῖ.

ξϛʹ. Ἐκεῖνος δὲ ἐπεὶ Περιθεώριον οὐδὲν ἤνυε πολιορκῶν, τὰς μὲν παρεσκευασμένας μηχανὰς ἐνέπρησε πυρὶ, τοῦ δὲ στόλου παντὸς εἰς τὴν οἰκείαν ἀποπλεύσαντος, αὐτὸς ἅμα Ἀμοὺρ ἑξακισχιλίους ἐπιλέκτους ἄγοντες Περσῶν, ἧκον εἰς Διδυμότειχον. οἱ δὲ ἐν Διδυμοτείχῳ ἑορτὰς ἦγον δημοσίας τῆς βασιλέως ἐπανόδου καὶ παντοῖοι ἦσαν ὑφ' ἡδονῆς. ἐδόκουν γὰρ ὡς ἐξ ᾅδου τοὺς περὶ βασιλέα αὖθις εἰς τὸν βίον ὑποδέχεσθαι. ὀλίγας δὲ ἡμέρας ἐνδιατρίψας Διδυμοτείχῳ, ἐξῆλθεν εἰς Ροδόπην· καὶ τὰ κατὰ τὴν Μόῤῥαν πολίχνια πάντα προσεχώρησαν εὐθὺς, πλὴν ἑνὸς, Ἐφραὶμ προσαγορευομένου. τὰ μὲν οὖν προσχωρήσαντα οὐδὲν δυσχερὲς ὑπέμενον παρὰ Περσῶν, Ἐφραὶμ δὲ ἐκάκωσαν οὐκ ὀλίγα. οἷς ἐπιστήσας ἄρχοντα τὸν γυναικὸς ἀδελφὸν Ἀσάνην τὸν Ἰωάννην, αὖθις ἀνέστρεφεν εἰς Διδυμότειχον. πρὸς δὲ τὰς ἐν τῇ Θρᾴκῃ πόλεις πέμψας στρατιὰν ἅμα Ρωμαίων καὶ Περσῶν, ἠξίου προσχωρεῖν· ὡς δ' οὐ προσεχώρουν, ἐκάκου ὅσα δυνατὰ, καὶ κῶμαι πᾶσαι ἐπορθοῦντο καὶ οἱ ἀνδραποδιζόμενοι ἐπιπράσκοντο πρὸς τοὺς οἰκείους· ἀπέθνησκον δὲ καὶ πλεῖστοι. βασιλεὺς δὲ ἠνιᾶτο μὲν πρὸς τὰ τοιαῦτα οὐκ ἀνεκτῶς, θεραπεία δὲ τοῦ κακοῦ οὐδεμία ἐξευρίσκετο. οὔτε γὰρ αἱ πόλεις προσεχώρουν, ὥστε αὐτῶν ἀποσχέσθαι τοὺς βαρβάρους, οὔτε ἀποχρῶσαν πρὸς τοὺς πολεμίους εἶχε δύναμιν ἐκ Ρωμαίων, ὥστε ἀποπέμπεσθαι τοὺς Πέρσας, ὡς ἅμα τοῖς συνοῦσι Ρωμαίοις τὸν πόλεμον διοίσων. διὸ καὶ ἄκων μὲν καὶ ἀχθόμενος ἐπὶ τῇ τῶν Ρωμαίων συμφορᾷ, κατεῖχε δὲ ὅμως δι' ἀνάγκην. ἔτι δὲ ἐν Ροδόπῃ ἑτέρας οὔσης ἐπαρχίας Ρωμαίοις ὑπηκόου Στενιμάχου καὶ Τζεπαίνης προσαγορευομένης, αἷς ἦσαν ἱππεῖς χιλίων οὐκ ἐλάσσους μαχιμώτατοι καὶ πλῆθος πεζῶν, ἐδόκει δεῖν στρατεύειν ἐπ' αὐτούς. καὶ ἄραντες ἐκ Διδυμοτείχου, ἦλθον ἄχρι Μόῤῥας. ἐκεῖ δὲ νοσήσαντος Ἀμοὺρ, περιέμενον εἴ πως γένοιτο ῥαΐσαι. ὡς δὲ ἐφαίνετο αὐξάνειν μᾶλλον τὸ κακὸν, καὶ ἀπορία ἦν οὐκ ἰατρῶν μόνον, ἀλλὰ καὶ τῶν πρὸς τὴν νόσον ἀναγκαίων, ἀνέστρεφον εἰς Διδυμότειχον. οἱ δὲ ἐν Βυζαντίῳ φανερῶς μὲν ἀντιτάττεσθαι πρὸς τὴν στρατιὰν τὴν Περσικὴν οὐκ ἦσαν δυνατοί. πέμψαντες δὲ στρατιὰν πρὸς τὴν Ἀδριανοῦ, ἐφρούρουν, ὧν ἦρχεν ὁ Σφραντζὴς, μάλιστα τῶν ἐν τῇ Θρᾴκῃ πόλεων μείζω καὶ ἀναγκαιοτέραν οὖσαν. καὶ τῶν ἄλλων ἐποιοῦντο πρόνοιαν ὅση δυνατὴ, ὥστε μὴ ἀποστῆναι πρὸς Καντακουζηνὸν τὸν βασιλέα ἀπ' αὐτῶν. Σφραντζὴς οὖν πυθόμενος περὶ βασιλέως, ὡς ἐπιστρατεύσειε Στενιμάχῳ, καὶ νομίσας ὡς εἴη δυνατὸν ἐκείνου ἀπόντος ἄχρις ἐπανήξῃ τὰ περὶ Διδυμότειχον κακώσαντα αὖθις εἰς Ἀδριανούπολιν ἐλθεῖν, παραλαβὼν ὅσους ἦγεν, ἦλθεν ἐπὶ Διδυμότειχον. συνέβη δὲ τῆς αὐτῆς ὥρας καὶ βασιλέα ἐκ τῆς Μόῤῥας ἐπανήκειν μετὰ τῆς στρατιᾶς, καὶ γενομένης συμπλοκῆς, οἱ πλείους μὲν τῶν ἐπελθόντων ἔπεσον καὶ ἑάλωσάν τινες ὀλίγοι. ἀπέθανε δὲ καὶ ὁ στρατηγός. Ἀμοὺρ δὲ καὶ αὐτὸς ἦλθεν ἐν χρῷ κινδύνου κατ' ἐκείνην τὴν μάχην. ἐκεῖνος γὰρ, καίτοι μικρὸν τῆς νόσου ῥαΐσας, ὡς ἐγένετο ἡ συμπλοκὴ τῶν στρατοπέδων, ὁπλισάμενος ἐχώρει μετὰ τῶν προτάκτων· κοντοῖς δὲ τῶν πολεμίων τρισὶ περιτυχὼν, παρὰ δόξαν διεσώθη, πρὸς τὰς πληγὰς τῶν ὅπλων ἀντισχόντων, καὶ πολλὰς ὡμολόγει βασιλεῖ χάριτας τῆς σωτηρίας. εἰωθότα γὰρ ὅπλων μάχεσθαι χωρὶς, ὁ βασιλεὺς ἡμέραις ὀλίγαις πρότερον τῆς μάχης παρῄνει μὴ ἄφρακτον εἰσιέναι εἰς τὰς μάχας, εἰ μὴ βούλοιτο θανάτου αἴτιος καταστῆναι ἑαυτῷ· ὅσῳ γὰρ ἄν τις ἀγωνίζοιτο εὐψύχως, τοσούτῳ πεσεῖται ῥᾷστα πληγῇ τινι περιτυχὼν καὶ κατεργασθεὶς ῥᾳδίως. ᾧ καὶ πειθόμενος, καίτοι ἄνοπλος τὸν ἵππον ἐπιβὰς, αὖθις ἀναστρέψας, ἀνελάμβανε τὰ ὅπλα, τῶν βασιλέως παραινέσεων μνησθείς. βασιλίδι δὲ τῇ Ἄννῃ καὶ πατριάρχῃ καὶ μεγάλῳ δουκὶ καὶ τοῖς ἄλλοις τοῖς ἐν τέλει ἐδόκει δεῖν πρὸς Ἀλέξανδρον πρεσβείαν ποιεῖσθαι τὸν Μυσῶν βασιλέα, ὥστε συμμαχεῖν αὐτοῖς ἐπὶ Καντακουζηνὸν τὸν βασιλέα. ἐκάκου γὰρ ἡ τῶν Περσῶν στρατιὰ καὶ τὴν ἐκείνου. ὁ δὲ ὑπέσχετο, ἂν μισθὸν αὐτῷ παρέχωσι τῆς συμμαχίας τὰς κατὰ Στενίμαχον καὶ Τζέπαιναν πόλεις καὶ μείζους καὶ ἐλάττους καὶ τὴν ταύταις ἐγκαθιδρυμένην στρατιάν. ἦσαν δὲ ἐννέα, ἡ Τζέπαινα καὶ ὁ Κροτζιμὸς, ἡ Περιστίτζα, ἡ Ἁγία Ἰουστίνα, ἡ Φιλιππούπολις, πόλις θαυμασία καὶ μεγάλη, ὁ Στενίμαχος, ὁ Ἀετὸς, ὁ Μπέαδνος, ὁ Κόσνικος. στρατιὰ δὲ πρότερον μὲν ὑπὲρ τοὺς πεντακοσίους καὶ χιλίους ἦσαν· τότε δὲ ὑπὸ τοῦ Ρωμαϊκοῦ πολέμου κἀκείνων διεφθαρμένων, ὀλίγῳ πλείους χιλίων ἦσαν, πάντες μαχιμώτατοι καὶ οὐδένων ἄλλων τῶν παρὰ Ρωμαίοις στρατευομένων λειπόμενοι εἰς εὐψυχίαν. οἱ δὲ, ὡς ἐπύθοντο τὴν ἀξίωσιν Ἀλεξάνδρου, παρείχοντο προθυμότατα τὰς πόλεις, δείσαντες, ὡς ἔοικε, μὴ Καντακουζηνῷ τῷ βασιλεῖ κἀκείνων προσθεμένων, πολεμίους ἔχωσιν ἀντὶ συμμάχων καὶ ὑπηκόων· καὶ ὡς ἐν συγκρίσει προτιμήσαντες Ἀλέξανδρον μᾶλλον ἔχειν σύμμαχον ἐσόμενον, ἢ τὸν πολεμοῦντα Καντακουζηνὸν τὸν βασιλέα. οὕτω πᾶσαν ἐπεδείκνυντο σπουδὴν καὶ προθυμίαν ὑπὲρ τοῦ Ρωμαίων τὴν ἀρχὴν μὴ ἐλασσοῦσθαι. ἐπεὶ μέντοι τὰς πόλεις εἶχεν ὁ Ἀλέξανδρος, ἀπῄτουν οὗτοι τὴν συμμαχίαν κατὰ τὰς συνθήκας. ὁ δ' ἔφασκε μὴ δύνασθαι, ἄχρις ἂν οἱ Πέρσαι ἐνδιατρίβωσι τῇ Θρᾴκῃ· ἂν δέ τινι τρόπῳ δύνωνται πείθειν ἀποχωρεῖν εἰς τὴν Ἀσίαν, τότ' ἤδη Καντακουζηνῷ ἐπιστρατεύσειν προθυμότατα. τοῦτο μὲν οὖν ἑτέρας ἐδεῖτο παρασκευῆς καὶ πραγματείας οὐ τῆς τυχούσης. ὅμως οὐκ ἔχοντες, ὅτῳ χρήσονται ἑτέρῳ, ἐτράπησαν ἐπὶ τοῦτο, καὶ κρύφα προσπέμποντες διελέγοντο Ἀμοὺρ, χρήματα δώσειν ἐπαγγελλόμενοι πολλὰ, εἰ πειθόμενος αὐτοῖς οἴκαδε ἀναχωρήσειεν. ὡς δὲ οὐδὲν τῶν βεβουλευμένων ἠδύναντο ἀνύειν, τὰς τοιαύτας ὑποσχέσεις ψόφους κενοὺς ἐκείνου λογιζομένου, ἐφ' ἑτέραν ἐτράποντο ἐπιβουλὴν καὶ Μαυρομμάτην τινὰ ἐκ Φιλαδελφείας ὄντα, ὃς ὑπὸ Καντακουζηνοῦ τοῦ βασιλέως προσετέτακτο τὴν καθ' ἡμέραν τῶν ἐπιτηδείων χρείαν τῷ Ἀμοὺρ ἀποπληροῦν, τοῦτον δὴ ἔπεισαν ὑποσχέσεσι μεγάλαις τὴν Περσῶν στρατιὰν τρόπῳ δή τινι πείθειν ἀναχωρεῖν πρὸς τὴν οἰκείαν. ὁ δὲ ἤδη ἐπιτήδειός τε εἶναι Πέρσαις δοκῶν διὰ τὴν ὑπηρεσίαν, ἄλλως θ' ὅτι καὶ Περσιστὶ διαλεγόμενος εὔνους αὐτοῖς ἐδόκει, στοχαζόμενος ὡς ἄχθοιντο διὰ τὴν χρονίαν τῶν οἰκιῶν ἀποδημίαν, συνεβούλευε τοῖς ἡγουμένοις μάλιστα τῆς στρατιᾶς, ὡς οὐ δέον οὕτω τοσοῦτον χρόνον ταλαιπωρεῖν ἐπὶ τῆς ξένης, ἀμελήσαντας τῶν οἴκοι, ἀλλ' ἅμα πάντας προσελθόντας τῷ Ἀμοὺρ δεῖσθαι περὶ ἐπανόδου· ἰσχυρίζεσθαί τε ὡς οὐκέτι δύναιντ' ἂν ἐπὶ τῆς ξένης διατρίβειν, τῶν οἴκοι μάλιστα ἐπιμελείας δεομένων. οὐ γὰρ ἐπὶ τούτοις ἐνταῦθα ἀφικέσθαι, ὥστε μέχρι παντὸς συνεῖναι βασιλεῖ, ἀλλ' ἐπιμαχήσαντας ὅσον ἔξεστιν, αὖθις ἀναστρέφειν. νυνὶ δὲ εἶναι οὐ μετρίαν τὴν διατριβὴν ἐπὶ δέκα μησὶν ἐν τῇ Ρωμαίων γεγενημένην· ἢν δ' ἐπιχειρῇ καὶ αὖθις, ἔφασκε, κατέχειν, ἀλλ' ὑμεῖς μὴ πείθεσθε, ἀλλ' ἀπαγορεύσατε φανερῶς τὴν ἐπιπλέον διατριβήν. Ἀμοὺρ γὰρ οὕτως ἔγνωκεν, ὡς ἐνταῦθα συνεσόμενος βασιλεῖ, ἕως ἂν τῶν πολεμίων παρασκευάσῃ περιγενέσθαι, καὶ τούτου μόνου πολλὴν ποιεῖται τὴν φροντίδα· σωτηρίας δὲ ὑμῶν καὶ ἀνακωχῆς τῶν πόνων λόγος οὐδείς. ἂν δὲ νεῶν ἀπορίαν προφασίζηται, ἐν αἷς ἀποπλεύσητε εἰς Ἀσίαν, ἐγὼ ὑμῖν καὶ ταύτην τὴν ἀπορίαν λύσω. ἐκ Βυζαντίου γὰρ ἐλεύσονται πολλαὶ, ἐν αἷς περαιώσεσθε. πρὸς τῷ καὶ χάριν ἐκείνους ὑμῖν εἰδέναι, καὶ χρήματα παρασχέσθαι τῆς ἀναχωρήσεως. τοιαῦτά τε παρῄνει καὶ ἔπειθε, κατὰ γνώμην ὄντα καὶ αὐτοῖς. καὶ τῷ σφετέρῳ σατράπῃ προσελθόντες Ἀμοὺρ, περὶ τῆς ἐπανόδου διελέγοντο, ὥσπερ ὑπὸ Μαυρομμάτου ἐδιδάχθησαν. Ἀμοὺρ δὲ πρῶτα μὲν ἐξεπέπληκτο δεινῶς τοὺς λόγους καὶ ἐθαύμαζεν ὅθεν εἰς τοιαῦτα προαχθεῖεν· ἔπειτα ἐπεχείρει πείθειν, ὡς δέον ἔτι περιμένειν ἐπικουροῦντας βασιλεῖ. ἀναγκαίαν γὰρ εἶναι τὴν αὐτῶν παρουσίαν, πολλῶν αὐτίκα ἐπικεισομένων πολεμίων, ἂν αὐτοὶ ἀναχωρῶσι, μάλιστα δι' αὐτοὺς ἀμυνομένων· ἤνυε δὲ οὐδέν. ἔφασαν γὰρ ἀναφανδὸν, ὡς, εἰ μὴ βούλοιτο σὺν αὐτοῖς κἀκεῖνος οἴκαδε ἀναχωρεῖν, ἀλλ' αὐτοὶ πρὸς Βυζάντιον ἐλθόντες, πίστεις γὰρ λαβεῖν ἐκεῖθεν τοῦ μὴ ἐπιβουλευθῆναι ὑπ' αὐτῶν, περαιώσονται πρὸς Βιθυνίαν· εἶτα διὰ Φρυγίας καὶ Λυδίας ἀφίξονται εἰς Ἰωνίαν. ἐρομένου δὲ αὐτοῦ, τίνι χρώμενοι διαλλακτῇ τὰς πρὸς Βυζαντίους ποιήσαιντο συνθήκας, οὐκ ἔφασαν κατάδηλον ποιήσειν ὀμωμοκότες ἀποκρύπτειν. ἐπὶ πεντεκαίδεκα μὲν οὖν ἡμέραις ὁ Ἀμοὺρ τοῖς Πέρσαις διετέλεσε διαλεγόμενος καὶ πείθειν ἐπιχειρῶν μὴ ἀπαίρειν εἰς Ἀσίαν. ἐπεὶ δὲ ἀνήνυτα πονῶν ἑώρα, ἀπήγγελλε πάντα βασιλεῖ μετὰ πολλῆς τῆς ἀθυμίας καὶ ἐμαρτύρετο θεὸν, ὡς αὐτὸς μὲν τοιαύτῃ γνώμῃ πρὸς αὐτὸν ἀφίκοιτο, ὡς αὐτῷ συνδιατρίψων ἄχρις ἄν τι τοῦ νυνὶ πολέμου πέρας γένοιτο, καὶ ὡς ἐκείνους ἐκλέξοιτο συνεῖναι οἷς μάλιστα ἐθάῤῥει, ὅτι πάντα κίνδυνον ὑποστήσονται τῆς εἰς αὐτὸν εὐνοίας. νυνὶ δὲ τοὐναντίον ἅπαν γεγενῆσθαι. τὸ γὰρ στρατόπεδον ὑπό τινων ἐνταῦθα τὰ βασιλίδος φρονούντων διεφθάρθαι καὶ πρὸς τὴν οἰκείαν ἀναχωρεῖν πεπεῖσθαι. πολλὰ δὲ ἐν πεντεκαίδεκα ἡμέραις περὶ τοῦ μένειν αὐτοῖς διαλεχθέντα, μηδὲν πλέον ἠνυκέναι, πάντων ὁμοῦ πρὸς τὴν ἐπάνοδον ὁρμῇ τινι κατασχεθέντων παραβόλῳ· ἐξετάσαντα δὲ πολλὰ περὶ τοῦ τοιαῦτα πεπεικότος, μηδαμῶς δυνηθῆναι ἐξευρεῖν. τὸ μὲν οὖν αὐτὸν μόνον παραμένειν, ἀπελθούσης τῆς στρατιᾶς, ἀσύμφορον ἡγεῖσθαι. οὐδεμία γὰρ ὠφέλειά τις ἔσται τῆς παρουσίας τῆς αὐτοῦ. εἰ δ' αὐτῷ λυσιτελέστερον δοκεῖ καὶ ἐπιψηφίσαιτο καὶ αὐτὸς, τὸ νῦν μὲν ἔχον εἰς τὴν οἰκείαν ἐπανελθεῖν μετὰ τῆς στρατιᾶς· ἐκεῖ δὲ δίκας τὰς ἐσχάτας παρ' αὐτῶν τῆς εἰς αὐτὸν καὶ βασιλέα λαβόντα προδοσίας, μάλιστα γὰρ ἐκεῖ τοῦτο εἶναι ἀνυστὸν αὐτῷ, ἔπειτα ἑτέρους ἔχοντα τοὺς μάλιστα πιστοτάτους καὶ μέχρι παντὸς αὐτῷ βουλησομένους συγκινδυνεύειν, κατὰ τάχος ἐπανήκειν, εὖ διαθέμενον τὰ κατὰ τὴν οἰκίαν, ἐπιτρόπους καταστήσαντα τῆς ἀρχῆς καὶ διαδόχους μετὰ τελευτὴν, ὡς οὐ ταχέως αὖθις ἐπανήξοντα, ἀλλ' ἢ συγκατεργασόμενον τὸν πόλεμον, ἢ ἐνταῦθα ἐν τῷ μάχεσθαι πεσούμενον.

ξζʹ. Βασιλεὺς δὲ ἠνιᾶτο μὲν πρὸς τὴν ἀναχώρησιν ἐκείνου· ᾔδει γὰρ ἐπιθησομένους πανταχόθεν πάντας. ὁρῶν δὲ ὡς ἀδύνατον τὴν Περσῶν παρακατέχειν στρατιὰν, πρὸς τὴν ἐπάνοδον ἤδη ὡρμημένην, Ἀμοὺρ μὲν τῆς εἰς αὐτὸν εὐνοίας πολλὰς ὡμολόγει χάριτας· συνεβούλευε δὲ, ἐπεὶ μὴ πείθειν οἷόστε ἐγένετο, πρεσβείαν πρὸς βασιλίδα πέμπειν εἰς Βυζάντιον καὶ ὁμοίους τοῖς προτέροις περὶ τῆς εἰρήνης ποιεῖσθαι λόγους καὶ τὴν ἀβουλίαν ὀνειδίζειν αὐτοῖς, ὅτι διὰ ταύτην τῇ Ρωμαίων ἡγεμονίᾳ πολλῆς αἴτιοι γεγένηνται φθορᾶς, καὶ ἔτι πλείονος, ἂν μὴ πείθωνται, γενήσονται. παραινεῖν τε αὖθις τὸν πόλεμον καταλύειν, καὶ μὴ διὰ φιλονεικίαν ἔχουσαν οὐδὲν ὑγιὲς περιορᾷν ὁσημέραι τοὺς ὁμοφύλους ἐξανδραποδιζομένους καὶ κτεινομένους καὶ τὰ ἔσχατα ὑπομένοντας. ἐκεῖνοι δὲ καὶ γὰρ οὐδένα αὖθις, ὥσπερ καὶ πρότερον, ποιήσονται τῆς εἰρήνης λόγον, ἐπὶ τὸ πείθειν αὐτὸν αὐτίκα τρέψονται ἀφίστασθαι ἐκείνου, καὶ πέμψαντες ἀξιόχρεών τινα, ὃν οἰήσονται τοῦτο κατεργάσεσθαι δυνήσεσθαι, παρέξονται καὶ χρήματα πολλὰ τῆς ἀναχωρήσεως μισθὸν καὶ ναῦς, αἷς χρήσεται πρὸς τὴν διάβασιν. καὶ τῇ τε στρατιᾷ τὸ σπουδαζόμενον ἔσται ἠνυκὼς, καὶ τὰ χρήματα λαβὼν ἀμείψεται τοὺς προθύμως συστρατευσαμένους. οὐ γὰρ δίκαιον ὁμοίως πᾶσιν ὀργίζεσθαι καὶ δίκας ἀπαιτεῖν, ἀλλὰ τοὺς μὲν αἰτίους τῆς αὐθαδείας μέτρια κολάζειν, ἵνα μὴ παράδειγμα τοῖς ἄλλοις γίνωνται ἀναισχυντίας, τοὺς δὲ λοιποὺς ἀξίως ἀμείβεσθαι τῶν πόνων, ἵνα τῇ τε κολάσει τῶν ἀγνωμόνων ἐκφοβῇ, καὶ τῇ περὶ τὰς εὐεργεσίας φιλοτιμίᾳ πρὸς εὔνοιαν ἐφέλκηται. ὁ μὲν οὖν ἐπείθετο αὐτίκα καὶ τῆς παραινέσεως εὐχαριστήσας βασιλέα, πρεσβείαν ἔπεμπε πρὸς βασιλίδα καὶ διελέγετο περὶ εἰρήνης αὖθις. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ μετὰ τῶν συναρχόντων περὶ μὲν τῆς εἰρήνης οὐδένα λόγον ἐποιήσαντο, ἀλλὰ πρῶτον μὲν ἐκείνου κατηγόρουν, ὅτι σατράπης ὢν καὶ δύναμιν τοσαύτην κεκτημένος καὶ παρὰ Ρωμαίων καὶ βαρβάρων τιμώμενος τοσοῦτον, ὥσπερ ἀνδράποδον ἕποιτο Καντακουζηνῷ τοσοῦτον χρόνον ἐπὶ ξένης ταλαιπωρῶν ἐπὶ κέρδει μὲν οὐδενὶ, ἀδοξίᾳ δὲ ἐσχάτῃ, ᾗπερ περιβέβληκεν αὐτὸν ἑκών· τὸ δὲ δὴ μέγιστον, ὅτι καὶ δορυφόρου τάξιν ἐπέχειν οὐκ ἠσχύνθη πρὸς Καντακουζηνὸν, ἀλλ' ἐπὶ τὴν ἐκείνου σκηνὴν ἐρχόμενος, ἀγρυπνοίη νύκτωρ, ὡς ἂν ἐκεῖνος ῥέγχῃ μηδὲν ὑφορώμενος δεινόν. ταῦτα μὲν οὖν εἰς τοσοῦτον ἀδοξίας ἄγοντα αὐτὸν, εἰ φίλον ἐκείνῳ τοιαῦτα ὑπομένειν, οὐδ' αὐτοῖς μελήσειν περὶ τῆς ἐκείνου ὕβρεως. νυνὶ δὲ εἰ ἀρκοῦσα ἔδοξεν ἡ ἐπὶ τοσοῦτον χρόνον ἐπὶ τῆς ξένης ταλαιπωρία καὶ δέοιτο ἐπανελθεῖν πρὸς τὴν οἰκείαν, ξυλλήψεσθαι οὐκ ὀλίγα καὶ αὐτούς. εἴτε γὰρ διὰ Βιθυνίας καὶ Φρυγίας ἐπὶ τὴν Ἰωνίαν βούλοιτο ἐλθεῖν, ἀδεᾶ τὸν πόρον παρασχεῖν αὐτοὺς ἐπὶ τὸν Ἑλλήσποντον ἢ τὸν κατὰ τὸ Βυζάντιον πορθμόν· εἴτε ναυσὶ πρὸς τὴν οἰκείαν ἀποπλεῦσαι, τριήρεις παρασχέσθαι καὶ ναῦς ἑτέρας, τὴν στρατιὰν δυνησομένας ὑποδέξασθαι. ἐπεὶ δὲ χρεία καὶ χρημάτων αὐτῷ ἀμείβεσθαι τοὺς ἐπὶ τοσοῦτον αὐτῷ χρόνον συστρατευομένους, παρέξειν ὅσα ἂν συμβῶσι. τοιαῦτα μὲν ὁ μέγας δοὺξ ἀπεκρίνατο πρὸς τὴν πρεσβείαν. ὁ βάρβαρος δὲ πρὸς τὴν κατὰ τοῦ δεσπότου κατηγορίαν βουλόμενος ἐνίστασθαι «δοκεῖτέ μοι» ἔφη «πολέμιοι μόνον εἶναι πολλῶν, φίλοι δὲ οὐδενός. εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν οὕτως ἦτε πόριμοι μηχανὰς μὲν καὶ ἐπιβουλὰς ἐξευρίσκειν κατὰ τῶν πολεμίων, τῇ τε γλώττῃ χρώμενοι ἀφειδῶς πρὸς ὕβρεις, ὥσπερ διὰ τοῦτο ταύτην κεκτημένοι, καὶ πᾶσαν ἄλλην ἐπιδεικνύμενοι πονηρίαν, τῶν δὲ φίλοις προσηκόντων ἐπιστάμενοι οὐδέν. ὅθεν ὑπὸ τῆς ἄγαν περὶ ταῦτα ἀπειρίας καὶ τοῦ ἐμοῦ δεσπότου κατηγορήκατε ἀδοξίαν, ὅτι πρὸς τὴν βασιλέως σκηνὴν ἐλθὼν, ἀπὸ τῶν ἐπιβουλευόντων πολλῶν ὄντων ἀγρυπνῶν ἐφύλαττεν, ὑπὸ τῆς περὶ βασιλέα ἡττώμενος εὐνοίας καὶ πάθει μόνῳ τῶν πάντων παθῶν ἡδίστῳ τε ἅμα καὶ ζηλωτῷ δεδουλωμένος. ἐρωτήσω δὲ ὑμᾶς, τίς βέλτιον περί τε τὸ προσῆκον καὶ τὸ δίκαιον καὶ πρὸς φιλοτιμίαν ἐβουλεύσατο, σατράπης ὁ ἐμὸς δεσπότης, ὃς τῆς εἰς βασιλέα ἕνεκα φιλίας τοσοῦτον εἵλετο πόνον καὶ ἀδοξίαν, ὡς ὑμεῖς φατε, ἢ ὑμεῖς; οἳ πολλῶν καὶ μεγάλων ἀπολελαυκότες βασιλέως εὐεργετημάτων, ἔπειτα πάντων ὥσπερ ἐπιλελησμένοι καὶ πολλὴν ἐπιδειξάμενοι ἀγνωμοσύνην καὶ ἀχαριστίαν, διαβολαῖς χρησάμενοι καὶ συκοφαντίαις, τὸν πόλεμον κεκινήκατε τὸν μέχρι τε νῦν πολλῶν κακῶν αἴτιον γενόμενον ὑμῖν καὶ ἔτι μειζόνων, ὡς ὁρῶ, ἐσόμενον· καὶ οὐδ' αὐτὸ τοῦτο γοῦν αἰσθανόμενοι, ὥσπερ οἱ μαινόμενοι, ὅτι τὰς ἰδίας σάρκας κατεσθίετε. ἢ δῆλον, ὡς ἐκεῖνος μὲν γενναίου καὶ μεγαλόφρονος καὶ νόμους φιλίας ἀνδρὸς εἰδότος ἔργα εἵλετο ποιεῖν, ὑμεῖς δὲ πονηροτάτων καὶ σκαιῶν τοὺς τρόπους καὶ ἓν τοῦτο μόνον καλῶς εἰδότων, πολεμεῖν καὶ διαφθείρειν τοὺς προστυχόντας, ὠφελεῖν δὲ οὐδένα;» ὁ μέγας δὲ δοὺξ ἐξ ἀγχινοίας δῆθεν συγχέειν τὸν βάρβαρον ἐθέλων, «οὐκοῦν ὁμολογεῖς» εἶπε «τὸν σὸν δεσπότην δοῦλον εἶναι Καντακουζηνῷ;» ὁ δὲ «καὶ μάλιστα» εἶπε «καὶ τὴν ἀκριβῆ δουλείαν, καθ' ἣν οἱ ἀγαθοὶ τοὺς τρόπους ἡττῶνται τῶν καλῶν καὶ ἄχθονται ἀποσπώμενοι τοῦ δουλεύειν τοῖς τοιούτοις, ὥσπερ καὶ ὑμεῖς μοχθηρίας καὶ φθόνου καὶ πανουργίας πεφύκατε δοῦλοι ἀκριβῶς. ταύτην γὰρ κἀγὼ δουλείαν ὁμολογῶ εἶναι ἀληθῶς, καθ' ἣν δουλοῦται ἡ ψυχή· τὴν δὲ ἐκ τῶν χρημάτων καὶ αἰχμαλωσίας, οὐ ψυχῆς εἶναι, ἀλλὰ σώματος βιαζομένου ἀκουσίως. διόπερ ἐκείνην πάντες τε μισοῦμεν ἐπίσης καὶ παντὶ τρόπῳ ἐπιχειροῦμεν διαφεύγειν.» θαυμάσαντες δὲ ἐκεῖνοι τῆς συνέσεως τὸν βάρβαρον, «ἀλλὰ ταῦτα μὲν» εἶπον «ἐῶμεν. οὐ γὰρ αὐτοῦ δεῖσθαι τῆς πρὸς τὰ βελτίω παραινέσεως· ἐφ' ἃ δὲ μάλιστα τρεψώμεθα ἡ σπουδή.» καὶ αὐτίκα τὸν Λουκᾶν Γεώργιον ᾑροῦντο πρεσβευτὴν πρὸς τὸν Ἀμοὺρ, εὐφυῶς τε ἔχοντα πρὸς τὰς πρεσβείας καὶ ἄλλως ἐπιτήδειον ὄντα τῷ σατράπῃ· ἦν γὰρ καὶ πρότερον ὡμιληκὼς καὶ δοκῶν ἐν συνηθείᾳ εἶναι. ἐπεὶ δὲ ἧκον πρὸς ἐκεῖνον καὶ ἀπήγγελλον τὰ τῆς πρεσβείας, Ἀμοὺρ μὲν ἀκκίζεσθαι ἐδόκει καὶ ἀπηγόρευεν ἐπιπολύ· ἔπειτα ὡς ἐπιπλεῖον ἐγίνοντο οἱ λόγοι καὶ ἐδεῖτο ὁ Λουκᾶς, ἐπηγγέλλετο ἀναχωρήσειν, βασιλίδι τε χάριν πολλὴν κατατιθέμενος ἐν τούτῳ καὶ αὐτῷ, ὄντι τῶν ἐπιτηδείων· ἄλλου γὰρ πρεσβεύοντος ἔφασκεν οὐκ ἂν πεισθῆναι. καὶ συνέβησαν εἰς Αἶνον τὰς τριήρεις ἐλθεῖν, αἷς χρήσεται πρὸς τὸν ἀπόπλουν, ἀγούσας καὶ τὰ χρήματα, ἃ ἐπηγγείλαντο αὐτῷ. Λουκᾶς μὲν οὖν τὰ μέγιστα κατεργασάμενος, ὡς ἐδόκει, ἐπανῆκεν εἰς Βυζάντιον, καὶ παρεσκευάζοντο αἵ τε νῆες καὶ τὰ χρήματα. Ἀμοὺρ δὲ μετὰ Καντακουζηνοῦ τοῦ βασιλέως εἰς τὴν Τραϊανούπολιν κατεσκαμμένην οὖσαν ἐκ πολλῶν ἐτῶν στρατοπεδευσάμενος, τὰς ἐκ Βυζαντίου περιέμενε τριήρεις. βασιλεὺς δὲ, ὀλίγῳ πρότερον τῶν Κουμουτζηνῶν προσχωρησάντων, Ματθαῖον ἔπεμψε τὸν πρεσβύτερον τῶν υἱῶν κατέχειν τὴν πολίχνην· ἐλθόντι δὲ καὶ ἄλλα φρούρια προσεχώρησαν περὶ ἐκείνην ᾠκισμένα, τό,τε προσαγορευόμενον Ἀσώματος καὶ ἡ Παραδημὼ, τό,τε Κρανοβούνιον καὶ Στυλάριον, ἃ καὶ μεγάλην ὕστερον πρὸς τὸν πόλεμον ὠφέλειαν εἰσήνεγκε.

ξηʹ. Τότε δὲ νοσηλευομένου τοῦ υἱοῦ, ἐδόκει δεῖν ἐν ὅσῳ διαμέλλουσιν αἱ τριήρεις παραγίνεσθαι πρὸς ἐκεῖνον καὶ τῆς τε νόσου ἕνεκα ἐπισκεψάμενον καὶ περὶ ἄλλων ὧν ἐδεῖτο ὁμιλήσαντα, αὖθις ἀναστρέφειν. καταλιπὼν οὖν τὴν στρατιὰν ἐπὶ τοῦ στρατοπέδου, πεντήκοντα μόνους ἔχων Ρωμαίων καὶ δύο τῶν Περσῶν, ἐβάδιζεν εἰς Κουμουτζηνὰ διὰ τὸ μηδεμίαν ἐν τῷ μεταξὺ πολεμίων ὑποπτεύειν ἔφοδον. ἐπεὶ δὲ ἐπεγένετο ἡ νὺξ, ηὐλίσαντο ἐπί τινι κώμῃ ἀοικήτῳ, λείψανα τῆς ἀρχαίας συνοικίας ὀλίγα τινὰ ἐχούσῃ. συνέβη δὲ τῆς αὐτῆς νυκτὸς καὶ στρατιὰν Περσῶν πεζὴν ἄρτι περαιωθεῖσαν ἐκ τῆς Ἀσίας ἐπὶ λείαν, τοῖς ἐκεῖ αἰγιαλοῖς προσχεῖν, ἀποβᾶσαν δὲ ἐπὶ μὲν τῶν νεῶν τὴν φυλακὴν ἑκατὸν καταλιπεῖν, τοὺς ἐπιλοίπους δὲ, ὄντας περὶ χιλίους, ἐπὶ τὴν λεηλασίαν ἐξελθεῖν· γενομένους δὲ ἔνθα ηὐλίζετο ὁ βασιλεὺς, καὶ πόῤῥωθεν ἡμμένην πυρὰν ἰδόντας, ἐλθεῖν ἐπὶ τὸ χωρίον, πᾶσαν ποιουμένους πρόνοιαν ἀγνοηθῆναι, ὥστε κατασκέψασθαι, οἵτινες εἶεν οἱ χρώμενοι ἐκείνῳ τῷ πυρί· οὕτω γὰρ αὐτοὶ διηγοῦντο ὕστερον. ἐπεὶ δὲ ἐγένοντο ἐγγὺς, στρατιὰν ἰδεῖν πλήθει ὑπερέχουσαν, ὡς ἔδοξεν, αὐτῶν πολύ. εὐθὺς μὲν οὖν εἰσῄει δέος, μὴ αἰσθομένοις αὐτοῖς τοσούτοις οὖσιν οὐχ οἷοίτε ὦσιν ἀντισχεῖν, ἀλλὰ διαφθαρῶσι κρατηθέντες. ἔπειτα ὡς ᾐσθάνοντο ἀγνοηθέντες, ἐβουλεύσαντο διελόμενοι τετραχῇ καὶ περιελθόντες τὸ στρατόπεδον, προσβάλλειν ἀπροσδοκήτοις πανταχόθεν. οἰηθῆναι γὰρ διὰ τὸ ἀπροσδόκητον καταπλήξαντας περιγενέσθαι, καὶ πλειόνων ὄντων. οἱ βάρβαροι μὲν οὖν ἐποίουν κατὰ τὰ βεβουλευμένα, καὶ περιεκάθηντο τὸ στρατόπεδον, ἀναμένοντες τὸ σύνθημα. τῷ στρατηγοῦντι δὲ αὐτῶν ἐδόκει, μὴ πρὸς τοσαύτην στρατιὰν οὕτω διακινδυνεύειν, ἀγνοοῦντα ὅθεν τε εἴη καὶ τὸν ἀριθμόν· καὶ πέμψας δύο τῶν βαρβάρων πρὸς τὸ ὕδωρ, ᾔδεσαν γὰρ οὖσαν ἐκεῖ πηγὴν, ἐκέλευεν, εἰ δύναιντο, τῶν ἐκ τοῦ στρατοπέδου συλλαμβάνειν τινὰ, ὥστε παρ' αὐτοῦ τι βέβαιον περὶ τῆς στρατιᾶς μαθεῖν. οἱ μὲν οὖν οὕτως ἐνήδρευον πρὸς τῇ πηγῇ, παιδίου δὲ ἑνὸς τῶν βασιλεῖ συνόντων ἐλθόντος ἐπὶ τὸ ἀρύσασθαι, ὥρμησαν μὲν οἱ βάρβαροι κατασχεῖν. μὴ δυνηθέντες δὲ διὰ τὸ διαδρᾶναι φυγῇ χρησάμενον, πρὸς τὸν στρατηγὸν ἐλθόντες, ἀπήγγελλον τὸ συμβὰν, ὡς ἤδη ἐγνωσμένων. τοῖς βαρβάροις δὲ τότε μᾶλλον ἔδοξεν ἡ στρατιὰ πλήθει τε αὐτῶν ὑπερέχουσα πολλῷ καὶ ἀπὸ μόνης φοβερὰ τῆς ὄψεως, ὥστε καὶ ἀπεγίνωσκον τὸ διὰ μάχης αὐτοῖς ἰέναι, ἀγαπητὸν ἡγούμενοι, ἂν ἐκεῖθεν ἀπαθεῖς κακῶν ἀπαλλαγῶσι, καὶ ἡσύχαζον, τὴν ἀναχώρησιν περιμένοντες τῆς στρατιᾶς. βασιλεὺς δὲ ἐπεὶ τὸ παιδίον τεθορυβημένον ἐλθὸν ἀπήγγελλεν, ὡς πρὸς τῇ πηγῇ διώκοιτο ὑπό τινων, Πέρσας δὲ τοὺς διώκοντας εἶναι οἰηθῆναι, τὸ μὲν ἀπεπέμψατο ὡς ὑπὸ φάσματός τινος ἐκπεπληγμένον, ἐκέλευε δὲ τοὺς ἑωθινοὺς ὕμνους ᾄδειν θεῷ· ἤδη γὰρ περὶ ὄρθρον ἦν ἡ νύξ. ἐπεὶ δὲ ἐκεῖνοι ἐτελοῦντο, τῶν ἵππων ἐπιβάντες ἀνεχώρουν τοῦ χωρίου, μηδὲν τῶν περισχόντων κακῶν εἰδότες. ἤδη δὲ ὄντες οὐ μακρὰν, θορύβου ἤκουον καὶ ἀλαλαγμοῦ Περσῶν ἐφ' οὗ ἐστρατοπεδεύοντο χωρίου. βασιλεὺς δὲ πέμψας τοὺς συνόντας δύο Πέρσας, ἐκέλευε πλησίον γενομένους μανθάνειν, οἵτινες εἶεν, παρ' αὐτῶν. τῶν δὲ ἐπιδραμόντων ἅτερος μὲν ἑάλω τῶν πεμφθέντων, ὁ δὲ λοιπὸς τετραυματισμένος ἐπανελθὼν, ἀπήγγελλεν, ὡς εἴη στρατιὰ Περσῶν πολλὴ, ἀγνοουμένη ὑπ' αὐτῶν· οἱ μέντοι βάρβαροι παρὰ τοῦ κρατηθέντος γνόντες, ὡς εἴη βασιλεὺς ὁ Καντακουζηνὸς πεντήκοντα μόνους ἄγων στρατιώτας, ἐξεπλήττοντό τε τὸ γεγενημένον καὶ θεὸν ᾤοντο αὐτοῦ χεῖρα ὑπερέχειν καὶ ῥύεσθαι οὕτω κινδύνων χαλεπῶν. βασιλεὺς δὲ οὐδὲν πλέον μαθεῖν δεδυνημένος, ἢ ὅτι Περσικὴ στρατιὰ ἡ ἐπελθοῦσα ἦν, ἦλθεν εἰς Κουμουτζηνὰ πρὸς τὸν υἱὸν, καὶ ὁμιλήσας ὅσα ἔδει, ταχέως ἐπανέστρεφεν εἰς τὸ στρατόπεδον. ἐπανιόντι δὲ ἠγγέλλετο, ὡς ἐκ Βυζαντίου ψιλοὶ τοξόται ἐν πεντηκοντόροις τέσσαρσιν ἐλθόντες, καὶ ἑτέρων ἐκ τῆς Θρᾴκης ἐπιγενομένων πεζῶν, Ἀσώματον τὸ φρούριον πολιορκοῖεν. ἐδόκει δὴ οὖν ἅμα τοῖς συνοῦσι πεντήκοντα βοηθεῖν ἐπὶ τοὺς τὸ φρούριον πολιορκοῦντας. ἐκεῖνοι δὲ ἐπεὶ ἐπιοῦσαν εἶδον τὴν στρατιὰν, ἐπὶ γεωλόφου τινὸς ἠμύνοντο ἀνελθόντες· καὶ οἱ περὶ βασιλέα δὶς καὶ τρὶς ἐπιχειρήσαντες, ἐκείνου ἀπαγορεύοντος διὰ τὸ μὴ μάχεσθαι μετὰ συνέσεως πρεπούσης στρατιώτῃ, οὐκ ἠδυνήθησαν κρατῆσαι διὰ τὴν ἐκ τοῦ τόπου ὀχυρότητα καὶ τὸ ἀμύνεσθαι αὐτοὺς τοῖς βέλεσι συχνοῖς. ὡς δὲ ἐτραυματίζοντο οἵ,τε ἵπποι καὶ οἱ στρατιῶται, ἐκέλευεν ὁ βασιλεὺς ἕπεσθαι αὐτῷ, εἰ βούλοιντο κρατεῖν τῶν ἀντιτεταγμένων. καὶ ἐδόκουν ἀναχωρεῖν καταλιπόντες· ἐκεῖνοι δὲ οὐ συνιδόντες τὴν ἀπάτην καὶ νομίσαντες, ἀπειπόντας τὴν πρὸς αὐτοὺς μάχην ἀναχωρεῖν, τοῦ λόφου κατελθόντες, ἐχώρουν ἐπὶ τὰς ναῦς. οἱ δὲ αὐτίκα ἐπιδραμόντες, ἐπεὶ πρὸς τὸ πεδίον ἦσαν, ἀπέκτεινάν τε οὐκ ὀλίγους καὶ τοὺς πλείστους αὐτῶν εἷλον, ὀλίγων τινῶν διαφυγεῖν δεδυνημένων. βασιλεὺς δὲ εἰς τὸ στρατόπεδον πρὸς Τραϊανούπολιν ἐπανελθὼν, ἐπεὶ καὶ ἡ στρατιὰ ἐκείνη ἡ περικαθημένη τῆς νυκτὸς, ὥσπερ εἴρητο, ἧκε πρὸς Ἀμοὺρ, γνωρίσας οἷα συμβαίη περὶ αὐτὸν καὶ ὅπως ἐκ κινδύνων φανερῶν ὑπὸ θεοῦ ῥυσθείη αὐτός τε καὶ οἱ περὶ αὐτὸν ἅπαντες, πολλὰς ὡμολόγουν χάριτας θεῷ τῆς σωτηρίας καὶ τῆς προνοίας τῆς περὶ αὐτούς. παρῄνει τε ὁ βασιλεὺς τοῖς συνοῦσι μηδέποτε ἀμελεῖν τῆς φυλακῆς μάλιστα νυκτὸς, τοῖς συμβεβηκόσι παραδείγμασι χρώμενος. εἰ γὰρ μὴ θαῤῥοῦντες αὐτοὶ τοῖς τε ἐν Τραϊανοῦ στρατοπεδευομένοις καὶ τοῖς ἐν Κουμουτζηνοῖς μετὰ τοῦ υἱοῦ, τὴν προσήκουσαν ἑαυτῶν ἐποιοῦντο φυλακὴν, οὐκ ἂν τοιούτοις περιέπιπτον κινδύνοις, ὧν εἰ μὴ θεὸς ἐῤῥύετο φιλανθρώπως, κἂν πεπονθότες ἦσαν ἄξια δακρύων. ταῦτα μὲν οὖν τὸν τρόπον τοῦτον συνηνέχθη. Ἀμοὺρ δὲ, ἐπεὶ αἵ,τε Βυζαντίηθεν τριήρεις ἧκον καὶ τριάκοντα ἐκ τῶν σφετέρων εἰς τὴν Αἶνον, βασιλεῖ ἐπαγγειλάμενος ἐν πεντεκαίδεκα ἡμέραις πέμψειν στρατιὰν, αὐτός τε ἐπανήξειν μετ' ὀλίγον καταστησάμενος τὰ οἴκοι, καὶ μέχρι παντὸς αὐτῷ συνδιατρίψειν ἄχρις ἂν ὁ πόλεμος καταλυθῇ, καὶ συνταξάμενος εὐθὺς ἀπέπλευσεν. εἴσω δὲ τριῶν καὶ δέκα ἡμερῶν, ἣν ἐπηγγείλατο στρατιὰν ἔπεμψε πρὸς βασιλέα. τότε μὲν οὖν δυσχερείας ἔδοξε πολλῆς ἡ ἀναχώρησις Ἀμοὺρ αἰτία γεγονέναι βασιλεῖ· ὕστερον μέντοι τῆς περὶ αὐτὸν τοῦ θεοῦ κηδεμονίας οὐ μικρὸν καὶ αὕτη δεῖγμα ἐφαίνετο γεγενημένη. τριήρειςγὰρ τέτταρες καὶ εἴκοσι Λατινικαὶ ἔκ τε Ροδίων καί τινων παρεσκευασμέναι, ἐπέπλευσαν τῇ Σμύρνῃ καὶ τὸ πρὸς τῷ λιμένι φρούριον εἷλον, καὶ ναῦς ἐνέπρησαν οὐκ ὀλίγας Περσικάς. Ἀμοὺρ δὲ παρὼν καὶ ἀμυνόμενος, ὡς μάλιστα ἐνῆν, οὐκ ἴσχυσε περιγενέσθαι τῆς Λατινικῆς δυνάμεως. ἄχρι γὰρ νυνὶ ὑπ' ἐκείνων ὁ Σμύρνης ἔχεται λιμήν. ἔλεγε δὲ ὁ βασιλεὺς, ὡς, εἰ συνέβαινεν Ἀμοὺρ κατὰ τὴν Θρᾴκην διατρίβοντος ἁλῶναι Σμύρναν, οὐκ αὐτὸς μόνον, ἀλλὰ καὶ πάντες ἄνθρωποι τῆς εἰς βασιλέα ἕνεκα εὐνοίας τὴν πόλιν Ἀμοὺρ ἀπολωλεκέναι ἂν ὑπώπτευσαν. νυνὶ δὲ ἐκείνου μετὰ τῆς στρατιᾶς ἐκεῖ παρόντος, μηδεμίαν πρὸς αὐτὸν αἰτίαν εἶναι τῆς ἁλώσεως. δι' ἃ πολλὰς ἀπεδίδου θεῷ εὐχαριστίας τῆς περὶ αὐτὸν κηδεμονίας, ὅτι καὶ ἃ δοκεῖ συμβαίνειν δυσχερῆ, πρὸς τὸ λυσιτελοῦν ὕστερον ἀποδείκνυται οἰκονομούμενα. ἀλλὰ ταῦτα μὲν ὀλίγῳ ὕστερον. τότε δὲ Ἀμοὺρ ἀναχωρήσαντος, εὐθὺς ὑπὸ πάντων τῶν περιοίκων πόλεμος δεινὸς βασιλέα περιίστατο. ὅ,τε γὰρ Κράλης τὸ κράτιστον ἄγων τῆς οἰκείας στρατιᾶς ἄχρι Ζιχνῶν ἀφῖκτο, γνώμην ἔχων, ὡς κατὰ Θρᾴκην ἐπιθησόμενος βασιλεῖ. καὶ ὁ τῶν Μυσῶν βασιλεὺς Ἀλέξανδρος ἧκεν ἐπὶ Στίλβνον πανστρατιᾷ, Παλαιολόγῳ τῷ νέῳ συμμαχήσων βασιλεῖ, ὥσπερ ἦν ὑπεσχημένος. πατριάρχης τε ἐκκλησίαν ἀπὸ πάντων Βυζαντίων ποιησάμενος καὶ πολλὰ Καντακουζηνοῦ τοῦ βασιλέως καθαψάμενος, ὡς ἀδίκως καὶ παρανόμως τοῖς παισὶν ἐπιβουλεύοντος βασιλέως, οὗ πολλῶν ἀπέλαυσε καὶ μεγίστων εὐεργεσιῶν, ἔπειτα ἑαυτὸν πατέρα καὶ κηδεμόνα τοῦ νέου βασιλέως ἀνακηρύξας, καὶ ὡς διὰ τὴν ἐκείνου σωτηρίαν κινδύνοις καὶ μάχαις καὶ αὐτὸς ἔγνω παραβάλλεσθαι καὶ καταλύειν τὸν κοινὸν πολέμιον, πάντας παρώρμησε πρὸς τὸν Καντακουζηνοῦ τοῦ βασιλέως πόλεμον, τοὺς μὲν ἑκόντας, ἔστι δ' οὓς καὶ δι' ἀνάγκην, δείσαντας τὸ ὑποπτεύεσθαι. καὶ πάντες κοινὴν ἐκστρατείαν ἐποιήσαντο πεζοί τε καὶ ἱππεῖς· παρῆσαν δὲ καὶ τῶν συγκλητικῶν ὅσοι ἦσαν ἔτι ἄδετοι. τοὺς πλείους γὰρ αὐτῶν ὁ μέγας δοὺξ, τοὺς μὲν ἐν δεσμωτηρίοις εἶχεν ὑπὸ κλοιοῖς, ἐν οἷς καὶ Ἀνδρόνικος Ἀσάνης ὁ Καντακουζηνοῦ τοῦ βασιλέως ἐξητάζετο πενθερός· ἔστι δ' οὓς καὶ ἐν ταῖς οἰκίαις ἐφρούρει ἀπροΐτους. αὐτὸς δὲ ἦν τῆς στρατιᾶς αὐτοκράτωρ στρατηγός. οἳ καὶ βασιλέα τὸν νέον ἔχοντες Ἰωάννην, ἧκον εἰς Ἡράκλειαν τῆς Θρᾴκης· πέμψαντες δὲ καὶ πρὸς Μομιτζίλον, ὃς τῶν κατὰ Μερόπην φρουρίων καὶ τῶν ἄλλων νομάδων ὑπὸ Καντακουζηνοῦ τοῦ βασιλέως ἐνεχειρίσθη τὴν ἀρχὴν, ἔπεισαν ὑποσχέσεσι πολλαῖς πόλεμον πρὸς ἐκεῖνον ἄρασθαι. ἦν γὰρ ἤδη ἐν λόγῳ τινὶ ὁ Μομιτζίλος καὶ δύναμιν περιβεβλημένος ἱκανήν. οὕτω μὲν οὖν ὁ πόλεμος πανταχόθεν βασιλέα περιίστατο καὶ ὑποπτεύειν δεινὰ εἰσῄει. αὐτὸς δὲ, ὥσπερ εἴωθεν, ἀεὶ πρὸς τοὺς κινδύνους μεγαλοψυχῶν καὶ τῶν δεινῶν τὰς ἐπιφορὰς ὁμαλῶς καὶ πρᾴως διαφέρων, πρὸς μὲν Ἀλέξανδρον τὸν Μυσῶν βασιλέα πρεσβείαν ἐποιεῖτο καὶ παρῄνει ἡσυχίαν ἄγειν, ὡς οὐ πολλῷ ὕστερον ἐκείνῳ αἰτίου συμφορῶν πολλῶν τοῦ πρὸς αὐτὸν πολέμου γενησομένου. αὐτὸς δὲ γενόμενος πρὸς τὴν Χαλκιδικὴν, τὴν Γρατιανοῦ πόλιν ἐπολιόρκει οὖσαν οὐ μεγάλην, ὀχυροτάτην δὲ ἔκ τε φύσεως τοῦ τόπου καὶ τῶν τειχῶν τῆς κατασκευῆς, ἄλλως δὲ εὐφυῶς πρὸς πάντα ἔχουσαν καὶ ὥσπερ μητρόπολιν οὖσαν τῆς Χαλκιδικῆς. πρὸς μὲν οὖν τειχομαχίαν οὐκ ἐπεχείρει· ᾔδει γὰρ ἀνάλωτον ὅπλοις καὶ χειρῶν βίᾳ ἐσομένην. δεσμωτῶν δὲ οὐκ ὀλίγων ἐκ τῶν πολιτῶν ἐν τῇ ταύτης ἀκροπόλει φρουρουμένων διὰ τὴν πρὸς ἐκεῖνον εὔνοιαν, πέμψας κρύφα διελέγετο αὐτοῖς, εἰ δύναιντο κρατήσαντες τῆς ἀκροπόλεως, παραδιδόναι τὴν πόλιν. καὶ ἐπηγγέλλοντο καὶ αὐτοὶ προθύμως ὑπελθεῖν τὴν ἐπιχείρησιν, καὶ σύνθημα τῆς ἐφόδου ἔδοσαν, νυκτὸς μὲν φρυκτὸν ἀνίσχειν, ἡμέρας δὲ καπνὸν δεικνύειν τῆς ἐπιχειρήσεως σημεῖον. διὰ ταύτην μὲν οὖν τὴν αἰτίαν ὁ βασιλεὺς, καίτοι περιῤῥεόμενος πανταχόθεν ὑπὸ τοῦ πολέμου, οὐκ ἀνίστατο ἐκ τῆς πολιορκίας, ἀλλ' ἐφιλονείκει πρὸς πάντα ἀντικαθίστασθαι ὁμοίως. ὑφ' ὃν δὲ ταῦτα χρόνον ἐτελεῖτο, καὶ ἡ Λατινικὴ δύναμις, ἣ ὀλίγῳ ὕστερον Σμύρνῃ ἐπελθοῦσα ἐκράτησε τειχομαχίᾳ, ἐν τέσσαρσι καὶ εἴκοσι τριήρεσι, περὶ Παλλήνην πεπυσμένοι πρός τινα λιμένα Λογγὸν ἐγχωρίως προσαγορευόμενον ναῦς ἑξήκοντα ἐφορμεῖν Περσικὰς, ἐπέθεντό τε καὶ ἐκράτησαν αὐτῶν κενῶν. τὸ γὰρ Περσικὸν, μὴ δυνάμενον ἀντικαθίστασθαι πρὸς ναυμαχίαν, τὰς ναῦς καταλιπόντες διεσώζοντο εἰς τὴν γῆν. Λατῖνοι δὲ ἀνελκύσαντες τὰς ναῦς καὶ πυρὶ παραδόντες ἀνεχώρουν. οἱ Πέρσαι δὲ ἀπολειφθέντες ἀπορίᾳ νεῶν, ἔγνωσαν δεῖν ἐπὶ Χεῤῥόνησον τῆς Θρᾴκης διὰ τῆς ἠπείρου ἀναχωρεῖν, ὡς ἐκεῖθεν εἰς Ἀσίαν περαιωσόμενοι εὐπορήσαντες νεῶν.

ξθʹ. Κράλης δὲ ἐν Ζίχνᾳ ἐστρατοπεδευμένος, ὥσπερ ἔφημεν, ἐπὶ τῷ Καντακουζηνῷ τῷ βασιλεῖ πολεμεῖν, ἐπεὶ πύθοιτο τὸ περὶ τοὺς Πέρσας συμβὰν καὶ ὡς διὰ τῆς αὐτῆς ὁδοῦ ἐπὶ Χεῤῥόνησον μέλλουσιν ἰέναι, τὸ κράτιστον τῆς περὶ αὐτὸν ἀπολεξάμενος στρατιᾶς καὶ στρατηγὸν αὐτοῖς ἐπιστήσας τὸν εὐψυχίᾳ καὶ τόλμῃ καὶ ἐμπειρίᾳ τῶν παρ' αὐτῷ δυνατῶν δοκοῦντα ὑπερέχειν Πρεάλιμπον ὠνομασμένον, ἐκέλευσε συμπλέκεσθαι τοῖς βαρβάροις, οἷπερ ἂν συντύχωσι. καὶ πρός τινα τόπον Στεφανιανὰ λεγόμενον περιτυχόντες, καθίσταντο πρὸς μάχην. οἱ Πέρσαι δὲ, ἐπεὶ πεδίον ἦν, ἐφ' οὗ Τριβαλοῖς ἔμελλον ἰέναι ἐς τὰς χεῖρας, δείσαντες τὴν ἔφοδον τῶν ἱππέων, ἀνεχώρουν πρὸς τὸ ὄρος καὶ τὰς δυσχωρίας· ἦν γὰρ ἐγγύς. ὁρῶντες δὲ οἱ Τριβαλοὶ δυσπρόσοδον τὸ χωρίον καὶ νομίσαντες, εἰ διὰ τῶν στενῶν εἰσωθοῖεν ἑαυτοὺς, ἵππους τε ἀπολεῖν πολλοὺς, περιτοξευομένους ὑπὸ τῶν βαρβάρων, καὶ αὐτοὺς τραυματισθήσεσθαι, ἀποβάντες τῶν ἵππων, ἐβάδιζον πεζοὶ ἐπὶ τοὺς πολεμίους, δυσέργως καὶ μετὰ βίας ἐπὶ τὸ ἄναντες ἰόντες διὰ βαρύτητα τῶν ὅπλων. οἱ Πέρσαι δὲ ἰδόντες οὕτω πεζοὺς ἐπὶ τὴν ἄνοδον βιαζομένους, περιεργότερόν τι μᾶλλον ἔγνωσαν, ἢ ἀνδρειότερον, ποιεῖν, καὶ ὑποκρινάμενοι φυγὴν, μᾶλλον ἀνεχώρουν πρὸς τὸ ὄρος, οἱ δ' ἐφείποντο μὴ συνιδόντες τὴν ἀπάτην. ἐπεὶ δὲ ἀπέστησαν ἑκάτεροι τῶν ἵππων οὐκ ὀλίγον, οἱ Πέρσαι συστραφέντες ἐναντίον μὲν οὐκ ἐχώρουν Τριβαλῶν, ἀλλ' ἐκπεριελθόντες ἑκατέρωθεν, ἔθεον ἐπὶ τοὺς ἵππους. ἄνοπλοι δὲ καὶ κοῦφοι ὄντες, φθάσαντες τοὺς Τριβαλοὺς, ἐκράτησαν τῶν ἵππων καὶ ἐπέβησαν αὐτοί· Τριβαλοὶ δὲ, τῶν ἵππων ἀφῃρημένων, ἕτοιμοι ἦσαν πρὸς σφαγήν. ἔπεσον γὰρ οἱ πλείους κτεινόμενοι ὑπὸ τῶν Περσῶν, ἑάλωσάν τε οὐκ ὀλίγοι· οἱ λοιποὶ δὲ μόλις διεσώθησαν πεζοὶ ἐπὶ τὸ ὄρος διασκεδασθέντες. Κράλης δὲ ἐπεὶ ἐπύθετο τὴν ἧτταν τῆς οἰκείας στρατιᾶς, δείσας ἀνεχώρει καὶ αὐτὸς, τοῦ πρὸς βασιλέα πολέμου ἐπιλελησμένος διὰ τὴν συμβᾶσαν συμφοράν. οὐ μὴν ἠμέλει γε, ἀλλὰ καὶ οἴκοι καθήμενος ἐπολέμει. οἱ Πέρσαι δὲ μετὰ τὴν νίκην πυθόμενοι Καντακουζηνὸν τὸν βασιλέα τὴν Γρατιανοῦ πολιορκεῖν, πρεσβείαν πέμψαντες τόν τε ἐμπρησμὸν τῶν νεῶν ἐδήλουν τῶν σφετέρων καὶ τὴν ἧτταν Τριβαλῶν, καὶ ὡς αὐτοὶ φιλίως διακείμενοι πρὸς αὐτὸν, ἐπὶ Χεῤῥόνησον ἐγνώκασι χωρεῖν, ἵν' ἐκεῖθεν περαιωθῶσιν εἰς Ἀσίαν. ἠξίουν τε μηδὲν αὐτοῖς παρενοχλεῖν μέλλουσι διὰ τῆς ἐκείνῳ ὑπηκόου διιέναι. εἰ δέ τι δέοιτο αὐτῶν κατὰ τῶν πολεμίων, προθύμους εἶναι συμμαχεῖν, εἰ χρήματα παράσχοιτο, ὅσα ἂν συμβῶσιν· ἦσαν δὲ τρισχίλιοι καὶ ἑκατόν. βασιλεῖ μὲν οὖν ἐδόκει ἀναγκαιοτάτη εἶναι ἡ τῆς Περσικῆς συμμαχία στρατιᾶς καὶ μάλιστα ἐπὶ καιρὸν γεγενημένη, τοσούτων πολεμίων ἐπιόντων πάντοθεν καὶ οὕτω δυνατῶν· οὐδέπω γὰρ ᾔδει Κράλην πρὸς τὴν οἰκείαν ἐκ Ζιχνῶν ἀνακεχωρηκότα. χρημάτων δὲ οὐκ εὐπορῶν, οὐ μετρίως ἠνιᾶτο· ὅμως τοῖς πρεσβεύουσι δῶρα παρασχόμενος, ἔπεισε συνθέσθαι ἐπὶ χρήμασι ῥητοῖς συμμαχεῖν αὐτῷ τὴν στρατιὰν ἡμέρας τεσσαράκοντα. τὰ χρήματα δὲ μὴ αὐτίκα ἀπαιτεῖν, ἀλλὰ μετὰ πεντεκαιδεκάτην τῆς ἀφίξεως ἡμέραν· γνώμην δὲ εἶχεν, ὡς ἐν ταύταις ἐκ Διδυμοτείχου μεταπεμψόμενος. οὕτω μὲν οὖν μετὰ τῶν πρέσβεων συμβάσεις θέμενος, ἔπεμπεν εἰς τὸ στρατόπεδον καὶ τῶν οἰκείων συνεκπέμψας ἕνα, ὥστε κατὰ τάχος ἀγαγεῖν πρὸς αὐτὸν τὴν στρατιάν. εἰς τὴν ὑστεραίαν δὲ μετὰ τῶν πρέσβεων τὴν ἐκ βασιλέως ἀναχώρησιν οἱ ἐν ἀκροπόλει τῆς Γρατιανοῦ δεσμῶται τοῖς φυλάττουσι μέσης ἡμέρας ἐπιθέμενοι καὶ κρατήσαντες, ἐκάλουν βασιλέα καπνὸν ἐπιδεικνύντες, ὥσπερ ἦν συντεθειμένον. βασιλεὺς δὲ ἐπεὶ τὸ σύνθημα εἶδεν, ὀξέως ἐπιβοηθήσας εἷλε τὴν πόλιν ἐκ τῆς ἄκρας. καὶ τά τε ἄλλα ἥσθη οὕτω πόλιν καλὴν ἀπονητὶ καὶ χωρὶς κινδύνων κατασχὼν, καὶ χρημάτων εὐπόρησεν οὐκ ὀλίγων, ὧν μάλιστα ἐδεῖτο. Ἀγγελίτζης γάρ τις ἐκ τῶν φαύλων καὶ ἀσήμων πολιτῶν, πρότερον ὑπωπτεύετο θησαυρὸν χρημάτων εὑρηκέναι, ἀδήλου δὲ ὄντος τοῦ πράγματος, οὐδεὶς ἠνώχλει. κατὰ δὲ τὸν χρόνον τούτου τοῦ δεινοῦ πολέμου, εἰς τοὐναντίον ἅπαν τῶν πραγμάτων περιτραπέντων, καὶ τῶν μὲν ἀρίστων ἐκβληθέντων καὶ εἱργομένων ἁπανταχοῦ, ἀρχόντων δὲ τῶν φαύλων καὶ οὐδὲν ἄμεινον τῶν πολλῶν διακειμένων, καὶ ὁ Ἀγγελίτζης οὗτος ἄρχων ἀπεδείχθη τῆς Γρατιανοῦ διὰ τὸ πρὸς Καντακουζηνὸν τὸν βασιλέα ἔχθος. καιροῦ δὲ τυχὼν ἐχρῆτο τῷ πλούτῳ καὶ φανερὸς ἦν ἔχων, ὥσπερ ὑπωπτεύετο, τὸν θησαυρόν. κατασχόντος δὲ τὴν πόλιν βασιλέως, ἐπεὶ μὴ ἐξῆν ἀρνεῖσθαι, τοῦ πράγματος οὕτω φανεροῦ γεγενημένου, μετὰ τὸ πάντα ὅσα ἦν ἐν τῇ οἰκίᾳ ἀφαιρεθῆναι ὄντα οὐκ ὀλίγα καὶ περὶ τῶν κρυπτομένων ἠρευνᾶτο καὶ παρέσχετο πολλά. ἃ ἐξήρκεσε βασιλεῖ πρός τε ἄλλας δαπάνας ἀναγκαίας καὶ πρὸς τὸ Πέρσαις τοῖς συμμάχοις ἀποδοῦναι ὃν ὑπέσχετο μισθόν. ὑπὸ δὲ τὸν χρόνον τοῦτον καὶ ὁ Διδυμοτείχου ἐτεθνήκει ἀρχιερεύς· πέμπτῃ δὲ ἡμέρᾳ μετὰ τὴν ἐκείνου τελευτὴν καὶ Γλάβας ὁ Σκουτέριος ἐτεθνήκει, ὥσπερ ἦν ὁ ἀρχιερεὺς προειρηκὼς, ὃ μάλιστα ἐλύπησε τὸν βασιλέα. ἦν γὰρ περὶ ἐκεῖνον πολλὴν τὴν αἰδῶ καὶ τὸ σέβας κεκτημένος. Ἀλέξανδρος δὲ ὁ Μυσῶν βασιλεὺς, ἐπεὶ οἱ Καντακουζηνοῦ τοῦ βασιλέως πρέσβεις ἧκον πρὸς αὐτὸν καὶ ἀπήγγελλον τὰ τῆς πρεσβείας, λόγον μὲν οὐδένα ἐποιήσατο πρὸς τὰ εἰρημένα· στρατιὰν δὲ ἔχων ἦλθεν ἄχρι Μόῤῥας, τὰ ἐκεῖ πολίχνια, εἰ δύναιτο, παραστησόμενος ὑπήκοα ὄντα βασιλεῖ. ἓν δὲ αὐτῶν Ὑπερπυράκιον ὠνομασμένον, καὶ πρὶν ἐκεῖνον ἥκειν, ἄρχοντα εἰσεδέξαντο πεμφθέντα παρὰ Ἀλεξάνδρου· ἔμελλον δὲ καὶ φρουράν. ἃ παρὰ τῶν πρεσβέων μαθὼν ὁ βασιλεὺς, ἐπεὶ καὶ ἡ στρατιὰ παρῆν ἡ Περσικὴ καὶ περὶ τοῦ Κράλη ἐπυνθάνετο, ὡς ἀναστρέψειεν εἰς τὴν οἰκείαν διὰ τὴν πληγὴν τῆς στρατιᾶς, εὔθυμος γενόμενος καὶ Ματθαῖον τὸν υἱὸν ἄρχοντα τῆς τε Γρατιανοῦ καὶ τῶν ἄλλων, αἳ ὑπήκοοι ἦσαν ἐν τῇ Χαλκιδικῇ, καταλιπὼν, ὡς εἶχε τάχους, πρὸς Μόῤῥαν ἐπὶ τοὺς Μυσοὺς ἐχώρει. αἰσθόμενος δὲ Ἀλέξανδρος, ἐπεὶ μὴ ἀντικαθίστασθαι ἠδύνατο πρὸς μάχην, σπουδῇ πολλῇ διέβαινε τὸν Ἕβρον ἀτάκτως καὶ πεφυρμένως, καὶ ἐστρατοπεδεύετο ἐκεῖ, ὡς τοῦ ποταμοῦ κωλύσοντος βασιλέα μὴ συμπλέκεσθαι αὐτοῖς. ἀπώλοντο δὲ κατὰ τὸν πόρον στρατιῶταί τε ὀλίγοι καὶ ἵπποι πλεῖστοι καὶ ἀποσκευαὶ, οὐ μόνον ὑπὸ τοῦ ῥείθρου, ἀλλ' ὅτι καὶ οἱ ἐν προτάκτοις ὑπὸ βασιλέως τεταγμένοι, ἔτι τῶν Μυσῶν διαβαινόντων, ἐπέκειντο αὐτοῖς. Ὑπερπυράκιον δὲ αὖθις ἀνεσώσατο ὁ βασιλεὺς, τοῦ παρὰ Ἀλεξάνδρου ἄρχοντος διαδρᾶναι δυνηθέντος ἅμα τῷ πυθέσθαι βασιλέα ἥκοντα. Ἀλέξανδρος δὲ τοῖς βασιλέως πρέσβεσιν αὐτίκα χρηματίσας καὶ θέμενος σπονδὰς, ἐξέπεμψε, μηδὲν ἠδικηκέναι εἰρηκὼς, δι' ὃ δικαίως ἀμυνεῖται βασιλεὺς, καὶ ἀνέστρεφεν εἰς τὴν οἰκείαν.

οʹ. Βασιλεὺς δὲ ἀσμένως ἀποσκευασάμενος καὶ Ἀλέξανδρον, παρεσκευάζετο ὡς τοῖς εἰς Ἡράκλειαν ἐπιστρατεύσων ἅμα τῷ νέῳ συνοῦσι βασιλεῖ. Μομιτζίλος δὲ ὑπὸ τῶν ἐν Βυζαντίῳ πεπεισμένος πόλεμον ἄρασθαι πρὸς βασιλέα, ἐπεὶ εἰς Διδυμότειχον ᾔσθετο ἀφιγμένον, Ἀβδηρίταις ἐπεστράτευσεν, ἐν οἷς ὡρμίζοντο αἱ πρότερον παρὰ Ἀμοὺρ πεντεκαίδεκα νῆες πρὸς βασιλέα κατὰ συμμαχίαν ἀφιγμέναι, ἃς ἐφύλαττον πεντήκοντα καὶ διακόσιοι Περσῶν· οἱ λοιποὶ δὲ συνῆσαν βασιλεῖ. ἐξ ὧν ὁ Μομιτζίλος κατὰ τὴν ἔφοδον ἐκείνην ἐνέπρησε τρεῖς, τῶν ἄλλων περισωθεισῶν· Περσῶν δὲ ἀπώλετο οὐδείς. πρὸς δὲ τοὺς βασιλεῖ συνόντας τις ἐλθὼν, ὡς ναῦς τε συμπάσας ἐμπρήσειε Μομιτζίλος ἐπελθὼν καὶ τοὺς φύλακας ἀποκτείνειε, διαδρᾶναι δυνηθέντος μηδενὸς, ἀπήγγελλεν. οἱ δ' ἦσαν ἐν τοῖς ὅπλοις εὐθὺς καὶ ὥρμηντο Μομιτζίλῳ ἐπιέναι. βασιλέως δὲ κωλύειν πειρωμένου, ὡς μετὰ τὴν ἐξ Ἡρακλείας ἐπάνοδον ἐπιστρατεύσοντας ἐκείνῳ μετὰ τῆς προσηκούσης ἐπιμελείας καὶ σπουδῆς, καὶ ἀναγκαιοτέραν τὴν εἰς Ἡράκλειαν στρατείαν ἐκ πολλῶν ἀποδεικνύντος, οὐδὲν ἀναγκαιότερον ἔφασαν ἐκεῖνοι τοῦ ἀμύνεσθαι ὑπὲρ τοῦ φόνου τῶν ὁμοφύλων. ὁρῶν δὲ ὁ βασιλεὺς, ὡς μὴ δύναιτο κατέχειν, καὶ τὴν Ρωμαίων συνεξέπεμπε στρατιὰν, ἅμα μὲν κακώσουσαν τὰ Μομιτζίλου ἤδη φανερῶς ἀφεστηκότος, ἅμα δὲ καὶ περὶ τῶν βαρβάρων δεδοικὼς, μὴ διαφθαρῶσιν ὑπ' ἐκείνου, ἀξιόμαχον στρατόπεδον ἤδη κεκτημένου καὶ πρὸς τόλμαν καὶ εὐψυχίαν οὐδενὸς τῶν τότε λειπομένου. Μομιτζίλος δὲ, ὅπερ ἐγένετο, ὑπωπτευκὼς, ὡς οὐκ ἂν ἀνάσχοιτο τὴν ὕβριν ὁ βασιλεὺς, ἀλλ' ἐπ' αὐτὸν πέμψοι στρατιὰν, τήν τε χώραν συνέστειλεν εἰς τὰς πόλεις καὶ τὰ φρούρια καὶ αὐτὸς παρεσκεύαστο ὡς ἐπὶ μάχην. ὁρῶν δὲ τὴν Περσῶν καὶ Ρωμαίων στρατιὰν δυνατωτέραν οὖσαν, ἢ ὥστε διακινδυνεύειν πρὸς αὐτὴν, τὸ νῦν μὲν ἔχον ἔγνω ἡσυχάζειν καὶ ἐπὶ λεηλασίαν τρέπεσθαι ἐᾷν, ἀναστρέφουσι δὲ ἐπιτίθεσθαι καὶ βλάπτειν, ἤν τι δύνηται. καὶ τὴν στρατιὰν ἔχων, κατὰ τὸ Περιθεώριον ὑπὸ βασιλίδα ἔτι τελοῦν διέτριβεν ἐλθὼν καὶ τὴν ἀνάζευξιν περιέμενε τῆς στρατιᾶς. βασιλεῖ δὲ τῷ Καντακουζηνῷ ἐν Κουμουτζηνοῖς τὴν ἐπάνοδον τῆς στρατιᾶς καὶ αὐτῷ ἐκδεχομένῳ, ἐδόκει δεῖν προελθεῖν ἐπὶ μικρὸν, εἴ πως ἐγγένοιτο παρά του τι περὶ τῆς στρατιᾶς πυθέσθαι. καὶ προῆλθεν ἄχρι πόλεως Μεσήνης παλαιᾶς, ἐκ πολλῶν ἐτῶν κατεσκαμμένης, ὅσον ἑξήκοντα ἔχων ἑπομένους στρατιώτας. ἐκεῖ δὲ τοῦ ἵππου μετὰ τῶν συνόντων ἀποβὰς, σκοποὺς μὲν ἔπεμπε πρότερον φυλάττειν πόῤῥωθεν. νυσταγμῷ δὲ ληφθεὶς, ὕπνωττεν ἐπὶ μικρόν· ὑπνώττοντι δὲ ἠκούετο λέγουσα φωνή· «ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός.» ἀνέστη μὲν οὖν αὐτίκα ὑπὸ τῆς φωνῆς θορυβηθεὶς, καὶ τοῖς παροῦσι διηγεῖτο. ἅμα δὲ καὶ οἱ σκοποὶ ἀπήγγελλον ἐλθόντες, ὡς προσελαύνει στρατιά· ἀκριβῶς δὲ οὐκ εἶχον εἰδέναι ὅθεν εἴη. βασιλεὺς δὲ καὶ οἱ περὶ αὐτὸν ᾠήθησαν μὲν εἶναι τὴν οἰκείαν, ὑποστρέφουσαν ἐκ τῆς λεηλασίας, ὅμως ὑπὸ τῆς κατὰ τοὺς ὕπνους τεθορυβημένος φωνῆς, τούς τε νεμομένους ἵππους ἐκεῖ τῆς στρατιᾶς ἐκέλευε τοὺς νομέας ἀπάγειν εἰς Κουμουτζηνὰ, καὶ Μανουὴλ τὸν Ταρχανειώτην ἐκ τῶν παρόντων ὀλίγους ἐκέλευεν ἀπολεξάμενον, εὐθὺ τῆς ἐρχομένης στρατιᾶς χωρεῖν καὶ κατασκέπτεσθαι ὅθεν εἴη· αὐτὸς δὲ ἀνελάμβανε τὰ ὅπλα μετὰ τῶν συνόντων. οὔπω δὲ ὡπλισμένων παντελῶς, τεθορυβημένος ἐπανῆκεν ὁ Ταρχανειώτης, πολεμίους εἶναι φάσκων τοὺς ἐπιόντας. οὔπω δὲ πᾶν εἴρητο ἔπος, καὶ οἱ πολέμιοι παρῆσαν. ἦν δὲ ὁ Μομιτζίλος, χιλίους ἄγων ἐπιλέκτους, παρά τινων κατασκόπων, οὓς ἔπεμψεν αὐτὸς, περὶ βασιλέως πεπυσμένος, ὅτι ἐν Μεσήνῃ τὸ νῦν ἔχον διατρίβει. ἦν γὰρ ὀλίγον ἐν ᾧ διεῖχε Περιθεώριον Μεσήνης. βασιλεὺς μὲν οὖν τοὺς περὶ αὐτὸν συναγαγὼν, ἐβάδιζεν εὐτάκτως διὰ Μεσήνης τὴν ἄγουσαν εἰς Κουμουτζηνά. ὁρῶν δὲ ὁ Μομιτζίλος οὐκ εὐθὺς ἐπὶ φυγὴν τραπέντας, ἀλλὰ βάδην καὶ τεταγμένως ἀπιόντας, ἔδεισε μή, τινων ἐνεδρευόντων ἐν τοῖς ἐρειπίοις τῆς πόλεως, τροπὴ γένηται περὶ αὐτὸν, ἀτάκτοις καὶ διεσκεδασμένοις ἀθρόον ἐπελθόντων, καὶ συνεῖχε καὶ αὐτὸς τὴν στρατιὰν σχολαίως πορευομένην ἐν λόχοις τρισίν. ἐπεὶ δὲ βασιλεὺς καὶ οἱ περὶ αὐτὸν ἔξω τῶν ἐρειπίων ἦσαν καὶ ἐνέδρας ὑποψία οὐδεμία ἦν, ἤλαυνον οἱ περὶ Μομιτζίλον ἐπ' ἐκείνους ἀκρατῶς. τραπομένων δὲ ἁπάντων εἰς φυγὴν, ἐπεὶ οἱ προδραμόντες τῶν πολεμίων ἐγγὺς ἦσαν βασιλέως, τῶν ἄλλων γὰρ αὐτὸς τελευταῖος ὑπελείπετο, συστραφεὶς ἠμύνετο τοῖς πρώτως φθάσασι, καὶ ἔπιπτεν ὁ βασιλέως ἵππος τοῖς πολεμίοις συμβαλόντος. τῶν οἰκετῶν δὲ εἷς παρὼν, Λαντζαρέτος ὄνομα, τοῦ ἵππου ἀποβὰς, παρείχετο τὸν ἵππον βασιλεῖ, ἅμα δὲ καὶ συνήρατο ἐπιβῆναι. ἐπιβαίνοντα δὲ ξίφει τις ἔπληξεν ἐπιστὰς κατὰ τῆς κεφαλῆς, ἔβλαπτε δὲ οὐδὲν, τοῦ κράνους πρὸς τὴν πληγὴν γενναίως ἀντισχόντος. ἐξ ἐκείνου δὲ διὰ πάσης ἀμυνόμενος τῆς ὁδοῦ καὶ πλήττων καὶ πληττόμενος, παρῆλθον γὰρ αὐτὸν πολλοὶ τῶν πολεμίων, ἦλθεν εἰς Κουμουτζηνὰ, παραδόξως διασωθεὶς, Λαντζαρέτον δὲ ξίφεσι καὶ δόρασι κατατραυματίσαντες καὶ νομίσαντες ἀπεκτονέναι, δεκάκις γὰρ ἐτραυμάτισαν πρὸς τοῖς ὀκτὼ, ἀπέλιπον ἐμπνέοντα. βασιλεὺς μὲν οὖν οὕτως ἐκ τοῦ τοσούτου κινδύνου, μηδενὸς ἂν προσδοκήσαντος, διεσώζετο, καὶ ὁ Μομιτζίλος οὐδὲ βραχὺ προσμείνας ἀνεχώρει. Λαντζαρέτον δὲ πέμψας ὁ βασιλεὺς ἤγαγεν εἰς Κουμουτζηνὰ ἐμπνέοντα ἔτι· καὶ πολλῆς ἀξιωθεὶς ἐπιμελείας, ἐν ὀλίγῳ χρόνῳ ὑγιής τε καὶ σῶος αὖθις ἦν, μηδὲν τῶν μελῶν ὑπὸ τῶν πληγῶν ἀποβαλὼν, πολλῆς τε εὐμενείας καὶ τιμῆς ἀπέλαυε παρὰ βασιλέως, καὶ μειζόνων, ἢ ἐτύγχανε, δοκῶν εἶναι ἀξιώτερος διὰ τὴν ἐπιδεδειγμένην πρὸς ἐκεῖνον εὔνοιαν. ἔπεσον δὲ καὶ τῶν ἄλλων τέτταρες, ὧν εἷς ὁ Βρυέννιος Μιχαὴλ ἦν, ᾧ πεσεῖν μαχόμενον ἔμπροσθεν βασιλέως ὁ Διδυμοτείχου ἀρχιερεὺς πολλῷ χρόνῳ πρότερον προεῖπεν· ἑάλωσαν δὲ καὶ ἕτεροι τοσοῦτοι. Μομιτζίλος δὲ μετὰ μικρὸν, τῆς αὐτῷ ἐπελθούσης στρατιᾶς ἀνακεχωρηκυίας, τῶν ἑαλωκότων δύο, τόν τε Ἀπελμενὲ καὶ Θεόδωρον τὸν Καβαλλάριον, πρὸς βασιλίδα τὴν Ἄνναν πέμψας, μισθοὺς ᾔτει τῆς συμμαχίας καὶ τῆς πρὸς τὸν πολέμιον, αὐτῷ γεγενημένης μάχης. ἡ δὲ ἀσμένως τε ἐδέχετο τὴν αἴτησιν καὶ δεσπότην ἀπεδείκνυ. πρεσβείαν δὲ καὶ πρὸς βασιλέα πέμψας ἐδεῖτο τυχεῖν συγγνώμης, ἀγνώμων οὕτω φανεὶς καὶ κακῶς ἀμειψάμενος τὸν εὐεργέτην· ἐπηγέλλετό τε μηδὲν ἀγνωμονήσειν ἔτι. βασιλεὺς δὲ τό,τε τιμωρεῖσθαι ὡς ἀμήχανον ὁρῶν καὶ τὸ πολέμιον ἔχειν Μομιτζίλον βλάπτειν δυνάμενον ὡς ἀλυσιτελὲς, διηλλάττετό τε καὶ παρείχετο συγγνώμην, προσήκοντα ὑπομένων τῷ καιρῷ. πεπυσμένος δὲ αὐτὸν καὶ παρὰ βασιλίδος δεσπότην γεγονέναι, τὴν σεβαστοκράτορος αὐτὸς παρείχετο ἀξίαν, καὶ ἔδοξε τὰ τούτου μᾶλλον ἢ τὰ βασιλίδος προελέσθαι, καὶ ἔστεργε τὸ ὑπὸ βασιλεῖ τετάχθαι δῆθεν ἐπ' ὀλίγον χρόνον. τοῦ χρόνου δὲ ἐν τούτοις παρῳχηκότος, ὃν οἱ βάρβαροι ἐπηγγείλαντο συμμαχήσειν βασιλεῖ, ἐμέμνηντο ἐπανόδου. βασιλεὺς δὲ καὶ αὖθις ἐπεχείρει συνεῖναι πείθειν· μὴ πειθομένους δὲ ἀπέλυε, καὶ ἐπεραιοῦντο εἰς Ἀσίαν δι' Ἑλλησπόντου.

οαʹ. Καὶ βασιλεὺς ὁ νέος Παλαιολόγος ἐνόσησεν ἐν τούτῳ τῷ χρόνῳ κατὰ τὴν Ἡράκλειαν νόσημα δεινὸν, ὃν ἔχων ὁ πατριάρχης μετά τινων συγκλητικῶν εἰς Βυζάντιον ἀνέστρεφεν. Ἀπόκαυκος δὲ ὁ μέγας δοὺξ μετὰ τῆς στρατιᾶς ὑπελείπετο αὐτοκράτωρ στρατηγὸς, καὶ παρεσκευάζετο, ὡς τοῖς κατὰ Διδυμότειχον ἐπιθησόμενος. ἐπύθετο γὰρ Καντακουζηνοῦ τοῦ βασιλέως ἀποχωρῆσαν τὸ Περσικόν· ἅμα δὲ καὶ ὁ τῶν Μυσῶν βασιλεὺς ὑπέσχετο συμμαχήσειν τὰς πρὸς βασιλέα διαλύσας σπονδὰς, καὶ ἔπεμπε μετ' οὐ πολὺ τὴν συμμαχίαν. βασιλεὺς δὲ τῶν γιγνομένων ἀγνοῶν οὐδὲν, ὡς ἐνῆν καὶ αὐτὸς πρὸς τὴν ἔφοδον παρεσκευάζετο, καὶ Ματθαῖον μὲν τὸν υἱὸν ἐπὶ τῆς Χαλκιδικῆς καταλιπὼν μετὰ στρατιᾶς ὅσης ᾤετο ἀρκέσειν, εἴ τινες αὐτῷ ἐπίοιεν, Ἰωάννην δὲ Ἀσάνην τὸν γυναικὸς ἀδελφὸν τοῖς ἐν Μόῤῥᾳ προσχωρήσασι πολιχνίοις ἄρχοντα ἐπιστήσας καὶ φρουρὰς ἀφεὶς, αὐτὸς εἰς Διδυμότειχον μετὰ τῶν ἐπιλοίπων ἐπανῆκε. δοὺξ δὲ ὁ μέγας, σύμπασαν ἔχων τὴν Ρωμαίων στρατιὰν, ἐξ Ἡρακλείας εἰς Ἐμπυθίου τὸ φρούριον ἧκε, καὶ περιστρατοπεδευσάμενος ἐπολιόρκει, καὶ τειχομαχίας ἐποιεῖτο καὶ προσῆγε μηχανάς. ἐν αἷς πολλοὶ τῶν ἔξωθεν μαχομένων ἔπιπτον· ἦν γὰρ καρτερώτατον τὸ φρούριον ἐκ τῶν τειχῶν τῆς κατασκευῆς. ὁρῶν δὲ ὡς οὐκ ἂν εἴη βίᾳ ἁλωτὸν, ἀπεγίνωσκε καὶ τὴν πολιορκίαν. τῶν γὰρ ἐπιτηδείων οἱ πολιορκούμενοι εὐπόρουν. τούτων δὲ πραττομένων, καὶ ὁ Μομιτζίλος αὖθις ἐπολέμησε πρὸς βασιλέα καὶ τὰς ἐν Χαλκιδικῇ ἐκάκου πόλεις, ὅσα δυνατὰ, τὴν ἐκ βασιλίδος προελόμενος ἀξίαν καὶ δεσπότην ἑαυτὸν προσαγορεύσας. ὁ μέγας δὲ δοὺξ πέμψας πρὸς βασιλέα τὸν Συναδηνὸν πρεσβευτὴν, ὃς πρότερον καὶ Βεῤῥοίᾳ ἐνδιατρίβοντι ἐπέμφθη, ἐμήνυεν, ὡς, εἰ καὶ δοκοίη πολιορκεῖν καὶ τειχομαχίας ποιεῖσθαι πρὸς τὸ Ἐμπυθίου φρούριον, ἀλλ' οὐ βούλεσθαι λαβεῖν, ἔτι τῆς ἀρχαίας εὐνοίας ἴχνη ἀποσώζων· βουλομένῳ γὰρ ῥᾷστα ἂν ἡλίσκετο. νυνὶ δὲ βούλεσθαι αὐτῷ συγγίνεσθαι καὶ περί τινων διαλέγεσθαι ἀποῤῥήτων, ὧν οὐκ ἔξεστι χρήσασθαι ἑτέροις μηνυταῖς, εἴγε καὶ αὐτῷ βέλτιον δοκοίη. τὸ μὲν οὖν οὕτως, ὡς ἔχει, βασιλικῶς ἐσκευασμένῳ συντυχεῖν, οὐ ῥᾴδιον αὐτῷ· τὸ δ' αὖθις ἰδιωτικὴν μεταλαβεῖν ἐσθῆτα, οὐκ ἂν αὐτὸν οἴεσθαι βουλήσεσθαι. περὶ ὧν σκέπτεσθαι ἐδήλου ὅπως ἑκάτερα ἔσται. βασιλεὺς δὲ πρὸς τὰ τοιαῦτα πλάσματα ἀχθεσθεὶς ἀντεμήνυεν, ὡς οὐ δέον πρὸς αὐτὸν ἐπιπλεῖον ψεύδεσι χρῆσθαι καὶ ἀπάταις· πεῖραν γὰρ αὐτοῦ ἤδη ἐσχηκέναι ἐν πολλοῖς, ὅθεν καὶ παντάπασιν ἀπιστεῖν· ἀλλ' εἰ μᾶλλον δύναιτο ἑλεῖν τὸ φρούριον, μὴ ἀμελεῖν. οὐ γὰρ ἂν εἴη λυσιτελῶς βεβουλευμένος τῇ ἀρχῇ, εἰ, παρὸν τοὺς πολεμίους βλάπτειν, ἀπόσχοιτο ἑκών. ἀλλ' οὐκ ἂν οἴεσθαι τοῖς συνοῦσι φίλον εἶναι τὸ τειχομαχεῖν, πολλοῖς ὁσημέραι ἀποθνήσκουσιν. ὅτι δὲ βουλομένῳ συντυχεῖν οὐ ῥᾴδιόν ἐστιν ὁρᾷν βασιλικῶς ἐσκευασμένον, καὶ αὐτὸν εἰδέναι μάλιστα· οὐδὲ γὰρ οὐδὲ τοῖς ὀφθαλμιῶσιν εὔκολον πρὸς ἥλιον ἀτενίζειν, ἀλλ' ὁ ζόφος ἡδὺ καὶ τὸ καμμύειν τοὺς ὀφθαλμοὺς ἀδυνάτως ἔχουσιν ὁρᾷν τὸ φῶς. τοῦ δὲ μάλιστα ἐν ἐπιθυμίᾳ εἶναι τῆς εἰρήνης, ὁρῶντα τὰς περισχούσας τοὺς Ρωμαίους συμφορὰς, οἴεσθαι δὲ μὴ πρὸς μηδὲν τὴν συντυχίαν φέρειν ἄλλο τὴν αὐτῶν, ἐπίνοιάν τινα ἐξευρήσειν, δι' ἧς αὐτός τε οὐκ ὄψεται αὐτὸν βασιλικῶς ἐσκευασμένον, καὶ αὐτὸς οὐδὲν ἧττον ἢ πρότερον ἔσται βασιλεύς. ταύτην δὲ εἶναι τὸ καταφράκτους ἀλλήλοις συντυχεῖν, ὥστε τοῖς ποσὶ μὲν κνημῖδας περικεῖσθαι, κράνει δὲ τὴν κεφαλὴν περικαλύπτειν, καὶ τὸ ἄλλο εἶναι ὡπλισμένον σῶμα, ὥστε ἀγνοεῖσθαι εἴτε βασιλικὴν ἐσθῆτα ἔνδον ἔχει, ἢ ἰδιωτικήν. ἐπῄνει μὲν οὖν ὁ μέγας δοὺξ τὴν γνώμην, καὶ ἐπηγγέλλετο ποιήσειν κατὰ τὰ συντεθειμένα. ἐν τούτῳ δὲ τῷ χρόνῳ καὶ πρωτοστράτωρ ὁ γαμβρὸς ἀπεπνίγη πρὸς τῷ Ἕβρῳ πολιορκοῦσι τὸ Ἐμπυθίου φρούριον. κατὰ γὰρ μεσημβρίαν, θέρους ἤδη λήγοντος, διανηχόμενος τὸν ποταμὸν ἐν παιδιαῖς, ἀπεπνίγη τῷ ῥεύματι συναρπασθείς. μεγίστην μὲν οὖν ἐνόμισε συμφορὰν τοῦ γαμβροῦ τὴν τελευτὴν καὶ ἐπένθησεν ἐφ' ἱκανόν. ὀλίγῳ δὲ ὕστερον ἀναστήσας τὴν στρατιὰν, ἐπορεύετο εἰς Διδυμότειχον. πρὶν δὲ ἐγγὺς εἶναι, τὸν Μάκρης ἀρχιερέα πρὸς βασιλέα πέμψας, ἐδήλου, ὅτι ἀφίξοιτο μετὰ μικρὸν οὐ μᾶλλον πολέμιος, ἢ φίλος καὶ διαλεξόμενος περὶ ὧν πρότερον μηνύσειεν. ἔπεμπέ τε καὶ κηρὸν ἐσφραγισμένον τῷ βασιλέως δακτυλίῳ, ὃν εἶχεν ἀφελόμενος αὐτὸς μετὰ τῶν ἄλλων ἐν τῷ τοῦ πολέμου χρόνῳ, ὥσπερ τι ἐνέχυρον ἐκεχειρίας καὶ ἀνακωχῆς πολέμου. βασιλεὺς δὲ ἀληθεύειν ἐκεῖνον οἰηθεὶς, ὡπλίσατο μὲν, ὥσπερ ἦν συντεθειμένον, καὶ περιέμενε τὴν ἐκείνου συντυχίαν, ὀλίγους τινὰς ἔξω καταλιπὼν, τῆς δ' ἄλλης στρατιᾶς μηδένα τειχῶν ἐκέλευεν ἔξω εἶναι, δεδιὼς μὴ παρά τινός τι τῶν νεωτέρων τολμηθῇ καὶ πρόφασις γένοιτο τοῦ μὴ τὸν πόλεμον καταλυθῆναι. ὁ μέγας δὲ δοὺξ, πρὶν τῆς πόλεως ἐγγὺς ἐλθεῖν, τῶν περὶ αὐτὸν τοξότας τινὰς πέμψας, εἶτα καὶ τὴν ἄλλην στρατιὰν, ἐκέλευε τοῖς κατὰ τὸ Διδυμότειχον ἐπιέναι. οἱ δὲ ἐπέκειντο ἀθρόον καὶ ἔβαλλον συχνοῖς τοῖς βέλεσιν, ἔπειτα καὶ πῦρ ἐνίεσαν ἐν ταῖς οἰκίαις ταῖς πρὸς τῆς πόλεως. ἐπεὶ δὲ ἐκεῖνοι μάχης ἦρχον, καὶ οἱ ἐκ Διδυμοτείχου ἠμύνοντο ἐξελθόντες καὶ τραυματίας ἀποδείξαντες πολλοὺς, ἀπεσκευάσαντο μηδὲν πλέον δυνηθέντας. βασιλεὺς δὲ τὸν Μάκρης ἀρχιερέα πρὸς τὸν μέγαν δοῦκα αὖθις πέμψας, ὠνείδιζεν αὐτῷ τὴν φίλην πανουργίαν καὶ τὸ ψεῦδος· ἐκεῖνος δὲ ἐπεὶ τῆς ἀπάτης ἀπώνατο οὐδὲν, μετὰ μέσην ἡμέραν ἐκεῖθεν ἀνεχώρει καὶ ηὐλίσατο τὴν νύκτα οὐ μακράν. εἰς τὴν ὑστεραίαν δὲ, τοὺς ἱππέας αὐτὸς ἔχων καὶ τὸ ὁπλιτικὸν καὶ τὸ ψιλὸν, ἐχώρει κατὰ Μόῤῥας καὶ ἐκάκωσε τὰ μέγιστα τὴν χώραν πάντα πυρὶ παραδιδούς· τῶν πολιχνίων δὲ ἴσχυσεν οὐδενὸς περιγενέσθαι, φρουροῖς ὑπὸ βασιλέως πάντων κατεχομένων, ἐκεῖθεν δὲ εἰς Βυζάντιον ἀνεχώρει. Μομιτζίλος δὲ ἐκ τοῦ πρὸς ἀλλήλους τῶν Ρωμαίων πολέμου ηὐξημένος καὶ μέγας ἤδη γεγενημένος καὶ νομίσας ἑαυτῷ ἀρκεῖν πρὸς τὸ συστήσασθαι ἡγεμονίαν ἰδίᾳ, ὁμοίως Καντακουζηνοῦ τε ἀφίστατο τοῦ βασιλέως καὶ Ἄννης τῆς βασιλίδος, καίτοι τὰ παρ' ἐκείνης πεμφθέντα τοῦ δεσπότου ἐπίσημα ἠμφιεσμένος, καὶ ὁμοίως ἑκατέροις ἐπολέμει, καὶ πόλεις καὶ κώμας ὑπεποιεῖτο. μάλιστα δὲ Ματθαίῳ λυπηρὸς ἦν τῷ βασιλέως υἱῷ, ἐπεκδρομὰς καὶ λεηλασίας ποιούμενος συχνάς. ἤθροισε γὰρ ἱππέας τετρακισχιλίων ὀλίγῳ ἐλάσσους, πάντας ἀριστίνδην ἐξειλεγμένους, καὶ ἀνυπόστατός τις ἐδόκει εἶναι διά τε εὐψυχίαν καὶ τὴν αὐτοφυῆ τῶν χωρίων ὀχυρότητα, ὧν ἦρχεν.

οβʹ. Οἱ ἐν Βυζαντίῳ δὲ μετὰ τὸν μέγαν δοῦκα τῶν πραγμάτων ἔφοροι, ὁρῶντες ἤδη τὴν τῶν Ρωμαίων κινδυνεύουσαν ἡγεμονίαν καὶ διῃρημένην εἰς μυρία τμήματα, καὶ πόλεις μὲν μεγάλας καὶ πολλὰς ὑπὸ Μυσοῖς καὶ Τριβαλοῖς γεγενημένας, Θρᾴκην δὲ πᾶσαν ἀνδραποδισθεῖσαν ὑπὸ τῶν Περσῶν, καὶ πόλεις μόνας περιλειπομένας, καὶ αὐτὰς οὐδαμῶς ἐπιεικέστερα τῶν ἐν ταῖς κώμαις προσδοκώσας πείσεσθαι, καὶ ἐν δεινῷ τὴν τηλικαύτην συμφορὰν τιθέμενοι, οὐκέτι ἀνεκτὸν ἡγοῦντο, ἀλλὰ βασιλίδι συνεβούλευον σπονδὰς τίθεσθαι καὶ εἰρήνην πρὸς Καντακουζηνὸν τὸν βασιλέα. ἄν τε γὰρ, ἔφασαν, ἐκείνου περιγενώμεθα, οὐχ ἕξομεν ὧν ἄρξομεν, πάντων ἄρδην ἀπολωλότων· ἄν τε ἡττηθῶμεν, πρὸς τοῖς ἄλλοις καὶ ἑαυτοὺς συναπολοῦμεν. καὶ ἐδόκουν δίκαια καὶ λυσιτελῆ βουλεύεσθαι καὶ βασιλίδι· μάλιστα δὲ πρὸς τοῦτο Γαβαλᾶς ὁ μέγας ἐνῆγε λογοθέτης καὶ τοὺς ἄλλους ἔπειθεν. ὁ μέγας δὲ δοὺξ, ἐπεὶ ταῦτα ἀγνοεῖν οὐκ ἦν, σπουδῇ πολλῇ ἐχώρει πρὸς Βυζάντιον, τῶν ἄλλων ἁπάντων ἀμελήσας. ἐπεὶ δὲ ἦν ἐντὸς, οὐ πρὸς βασιλίδα ἧκεν, ὥσπερ εἴωθε, προσαγορεύσων, ἀλλ' ἐν Ὁδηγητρίας τῆς θεομήτορος γενόμενος τῷ τεμένει καὶ προσκυνήσας, ἔπειτα εἰς τὸν ἐν Μαγγάνοις ἧκε πύργον, ὃν περιόντος μὲν Ἀνδρονίκου τοῦ βασιλέως εἶχε, τοῦ Βυζαντίου περιβόλου ὄντα ἕνα, ἐν δὲ τοῖς τοῦ ἐμφυλίου πολέμου χρόνοις ἐπισκευάσας καὶ ὀχυρώτατον ἀπεργασάμενος, ὡς μάλιστα ἐνῆν, ὅπλα τε ἐνθέμενος καὶ τὰ ἄλλα ἐπιτήδεια, ὥστε δυνήσεσθαι καὶ πρὸς πολιορκίαν καὶ τειχομαχίας ἀντισχήσειν, κατεῖχε φρουρὰν εἰσαγαγών. τότε δὲ εἰς ἐκεῖνον ἐλθὼν, διήγαγε τὴν νύκτα. εἰς τὴν ὑστεραίαν δὲ τοῦ πατριάρχου πρὸς αὐτὸν ἐλθόντος, πρῶτα μὲν ὠνείδιζε τὴν εὐκολίαν καὶ τὴν πρὸς αὐτὸν μεταβολήν. οἴεσθαι γὰρ, ἔφασκε, τὰς ἀμφοτέρων συντακείσας ψυχὰς ἑκατέρων τὰ σώματα κινεῖν, καὶ ταὐτὰ καὶ ἴσα ἀμφοτέρους καὶ βουλεύεσθαι καὶ αἱρεῖσθαι· νυνὶ δὲ τοὐναντίον ἅπαν πεφηνέναι. ἀκηκοέναι γὰρ πεπεῖσθαι καὶ αὐτὸν τοῖς περὶ τῆς πρὸς Καντακουζηνὸν εἰρήνης διαλεγομένοις, ἅπερ οὐκ ἐχρῆν ποιεῖν· εἰδέναι γὰρ σαφέστατα αὐτὸν, ὡς, εἰ μὴ ἐκεῖνος τοῦ πρὸς Καντακουζηνὸν πολέμου ἤρχετο πολλὰ πραγματευσάμενος καὶ πᾶσαν μηχανὴν κεκινηκὼς, πάλαι ἂν ἐπεκάθητο Παλαμᾶς τοῖς πατριαρχικοῖς θρόνοις, αὐτοῦ ἐκβεβλημένου. νυνὶ δὲ πρὸς τῷ τῆς ἐκκλησίας ἄρχειν, καὶ τῶν πολιτικῶν πραγμάτων οὐδὲν ἧττόν ἐστι κύριος, περίβλεπτος ἐν πᾶσι Ρωμαίοις γεγενημένος καὶ πατὴρ καὶ κηδεμὼν βασιλέως προσαγορευόμενος· ἃ ἐχρῆν σκοπεῖν, καὶ μὴ, προσδοκωμένης ἄλλων ὠφελείας, τὴν οἰκείαν προΐεσθαι σωτηρίαν. πρὶν μὲν γὰρ τὸν πόλεμον κεκινῆσθαι μέχρι καθαιρέσεως ἔστησεν ἂν τὴν ὀργὴν ὁ Καντακουζηνός· νυνὶ δὲ μετὰ τὸ τοσαῦτα ἐκεῖνον ἐφύβριστα καὶ δεινὰ ὑπομεμενηκέναι, ὧν, ἔφασκεν, οὐδὲν ἧττον αἴτιος ἦσθα καὶ αὐτὸς, μὴ φιλάνθρωπόν τινα καὶ ἀνεκτὴν οἴου τῶν τοσούτων κακῶν ἔσεσθαι τὴν τιμωρίαν, ἀλλὰ θάνατόν τε ἐφύβριστον σαυτοῦ καὶ τοῦ γένους ἐξώλειαν παντός. οὕτω γὰρ ἀκηκόαμεν ἐκ πολλῶν τῶν ἐκεῖθεν ἀφιγμένων, ὡς μεγάλην καθ' ἡμῶν τῶν πεπολεμηκότων ἔχει τὴν ἀπέχθειαν. δι' ἃ αὐτός τε ἔγνωκα μέχρι παντὸς ἐκείνῳ πολεμεῖν, καὶ σοὶ τὰ ἴσα συμβουλεύω, καὶ μὴ τὰ πόῤῥω καὶ μηδὲν ὀνήσοντα πολυπραγμονεῖν, ἀλλ' ἡμῶν αὐτῶν πρόνοιαν ποιεῖσθαι, ὅπως σωθησόμεθα. τοῦτο δὲ κατ' οὐδένα τρόπον ἕτερον περιέσται, ἢ ἀεὶ σπουδάζουσι τὸν πρὸς ἐκεῖνον εἶναι πόλεμον. τὴν γὰρ λεγομένην εἰρήνην μηδὲν ἕτερον οἴου εἶναι, ἢ φανερὰν ἡμῶν τε αὐτῶν καὶ παίδων καὶ οἰκείων διαφθοράν.» τοιαῦτα μὲν ἔλεγε πρὸς πατριάρχην, καὶ ἔπειθεν, οὐδ' αὐτὸν πρὸς τὴν εἰρήνην πάνυ ὡρμημένον, ἀλλὰ λέγουσι τοῖς ἄλλοις ἀναγκαίως συνεπόμενον. ἔπειτα ἐχρῆτο καὶ πρὸς βασιλίδα πρεσβευτῇ, ἐμήνυέ τε βασιλίδι δι' αὐτοῦ, ὡς ἀποροίη, ὅτου ἕνεκα αὐτὸς μὲν ὑπὲρ αὐτῆς καὶ παίδων ἕλοιτο πάντα κίνδυνον καὶ πόνον, αὐτοῖς δὲ μὴ τὴν ἴσην ἔδοξε σπουδὴν ἐπιδείκνυσθαι περὶ ἑαυτῶν. αὐτὸς γὰρ εὐθὺς μετὰ τὴν βασιλέως τελευτὴν, ἰδὼν τὸν Καντακουζηνὸν ἄδικα καὶ βίαια διανοούμενον καὶ οὐ μόνον βασιλείας, ἀλλὰ καὶ ζωῆς αὐτῆς ἀποστερεῖν βουλόμενον αὐτὴν καὶ παῖδας, καίτοι πολλὰ πρότερον ὑπ' ἐκείνου εὐεργετηθεὶς καὶ δίκαιος ὢν ὑπὲρ ἐκείνου πάντα κίνδυνον αἱρεῖσθαι, ἀμειβόμενος τῆς εὐποιίας, ὁ δὲ μᾶλλον εἵλετο ὑπὲρ αὐτῶν διακινδυνεύειν, ἢ τιμὰς τὰς πρώτας καρποῦσθαι παρ' αὐτῷ, τῶν ἀτόπων ἔργων βδελυττόμενος τὴν κοινωνίαν· πόλεμόν τε ἤρατο πρὸς ἐκεῖνον φανερῶς, τῶν ἄλλων πάντων ἀποκνούντων καὶ τὴν δύναμιν πεφρικότων, καὶ ἐς τοσαύτην συνήλασεν ἀπορίαν, ὥστε πρότερόν τε Τριβαλῶν πρὸς ἐπικουρίαν δεηθῆναι, καὶ τὰ τελευταῖα νῦν Περσῶν. αὐτὸς δὲ σπουδῇ πολλῇ καὶ ἀγχινοίᾳ εἰς τοὐναντίον αὐτῷ ἅπαντα περιτρέψαι, καὶ πολεμίους αὐτῷ ἀντὶ συμμάχων πάντας ἀποδεῖξαι, καὶ νῦν εἰς τοσοῦτον ἀπορίας ἀγαγεῖν, ὥστε ἐπαγγείλασθαι τὴν βασιλείαν ἀποθέμενον βίον ἰδιώτου ζῇν. ὅτε δὲ πολλὰ καμὼν καὶ ἀγωνισάμενος καὶ κινδύνους τοσούτους ὑπομείνας ἤγαγεν εἰς τέλος ἀγαθὸν τὴν ἐπιχείρησιν, τότ' αὐτοὶ ὑπ' ἀβουλίας ἅπαντα ἀνέτρεψαν. πυθόμενον γὰρ αὐτὸν, ὡς βουλεύσαιντο εἰρήνην τίθεσθαι πρὸς ἐκεῖνον καὶ σπονδὰς ἐπὶ τῷ βασιλέα εἶναι, πάντα καταλιπόντα ἐνθάδε ἥκειν, καὶ οἴκοι γενόμενον τὸ μέλλον ἀποσκοπεῖν. δεδιέναι γὰρ πρὸς αὐτὴν ἐλθεῖν, μὴ, ἃ αὐτοῦ ἀπόντος λόγοις ἐψηφίσαντο, ἔργοις παρόντος τελεσθῇ, καὶ ἀπόληται αὐτὸς τὴν ἐναντίαν γνώμην ἔχων. εἰ μὲν οὖν, ἔφασκε, τῶν τοιούτων ὡς ἀλυσιτελεστάτων ἀπόσχησθε καὶ αὐτοὶ, καὶ τὸν πόλεμον, ὥσπερ ἐξαρχῆς, ἕλοισθε πρὸς Καντακουζηνὸν τοῦτο γὰρ ἡμῖν λυσιτελέστατόν ἐστι, καὶ αὐτὸν ἕτοιμον εἶναι, πίστεις παρ' αὐτῆς δεξάμενον, ὡς οὐδὲν αὐτῷ ἀπαντήσει δυσχερὲς, πράττειν μετὰ τῶν ἄλλων ὅσα ἂν οἴωνται συμφέρειν. εἰ δ' ἄρα ἄλλως ἔγνωκεν αὐτὴ καὶ τὴν εἰρήνην αἱροῖτο μᾶλλον, ἣ πολλῶν ἡμῖν ἔσται καὶ μεγάλων αἰτία συμφορῶν, σκεψάμενον καὶ αὐτὸν πράττειν ὅ,τι ἂν δοκῇ λυσιτελεῖν. πάντως δὲ δύνασθαι καὶ αὐτὸν μᾶλλον τῶν ἄλλων εὖ διαθέσθαι τὰ καθ' ἑαυτόν. τοιαῦτα μὲν καὶ πρὸς βασιλίδα διὰ τοῦ πατριάρχου ἐπρεσβεύετο. παραγενομένου δὲ καὶ Γαβαλᾶ τοῦ μεγάλου λογοθέτου πρὸς αὐτὸν, τὰ μέγιστα ἔφασκεν ἐξηπατῆσθαι περὶ αὐτοῦ, νομίζων πολὺ τοὺς ἄλλους παρελαύνειν συνέσει τε καὶ τῇ περὶ τὸ πράγμασι μεγάλοις χρῆσθαι ἐμπειρίᾳ. τὸ γὰρ αὐτὸν ὑπὸ Καντακουζηνοῦ τοσαῦτα εὐεργετηθέντα, ἔπειτα τὸν κατ' ἐκείνου πόλεμον συσκευασάμενον καὶ τὴν ἐπιβουλὴν, καὶ πολλῶν αὐτῷ καὶ μεγάλων αἰτιώτατον συμφορῶν καὶ ὕβρεων γεγενημένον, ἔπειτα νῦν οἴεσθαι, εἰ γένοιτο εἰρήνη πρὸς αὐτὸν, ἡμέρου πειράσεσθαι καὶ προσηνοῦς, ἀλλὰ μὴ αὐτὸν καὶ γένος καινῷ τινι τρόπῳ καὶ ἀξίως τῆς πρὸς ἐκεῖνον ὕβρεως διαφθερεῖν, οὐ σωφρονοῦντος ἄν τις τιθείη, οὐδὲ ὀρθῶς τὰ πράγματα λογιζομένου. πολὺ γὰρ μᾶλλον αὐτοῖς τὸν πόλεμον λυσιτελεῖν, ἢ τὴν εἰρήνην. πολεμοῦσι μὲν γὰρ ἐξέσται διασώζεσθαι μέχρι παντὸς καὶ ἄρχειν τῶν πραγμάτων. ἂν δ' ἐλάσσω γίνωνται τῶν ὄντων, οὐ χρὴ διὰ τοῦτο τὴν οἰκείαν αὐτοὺς καταπροΐεσθαι σωτηρίαν. βέλτιον γὰρ ὀλίγων ἄρχειν, ἢ ἐκείνων αὐξανομένων ὑπ' ἄλλοις εἶναι, αὐτοὺς δὲ ἀποθνήσκειν ἀκλεῶς. εἰρήνην δὲ πρὸς ἐκεῖνον ποιουμένους, οὐκ ἔσθ' ὅ,τι τῶν κινδύνων ἐξαιρήσεται. συνεβούλευέ τε αὐτῷ προσθέμενον αὖθις τὸν πόλεμον ἀνακινεῖν καὶ τοὺς ὅρκους ἀνανεοῦν τοὺς πρὸς ἀλλήλους, λαμβάνειν τε τὴν αὐτοῦ θυγατέρα πρὸς γάμον καὶ κοινῇ τόν τε πόλεμον ἀναδέχεσθαι καὶ τὴν Ρωμαίων ἀρχὴν ἰθύνειν. ἐπὶ τούτοις ἔπειθε, καὶ ἐψηφίσαντο κοινῇ τὸν πόλεμον, ὤμνυόν τε τοὺς ὅρκους, ὥστε Γαβαλᾶν μὲν πρὸς τὸν πόλεμον τῷ μεγάλῳ συναίρεσθαι δουκὶ, καὶ μηδέποτε περὶ εἰρήνης μήτ' αὐτὸν βουλεύσεσθαι, μήθ' ἑτέρῳ λέγοντι πεισθήσεσθαι· ἐκεῖνον δὲ αὐτῷ ἐκδοῦναι τὴν θυγατέρα, καὶ κατὰ μηδεμίαν πρόφασιν τὸν γάμον κωλυθῆναι, ἀλλὰ κἂν ὑπὸ τῆς ἱερᾶς νόσου τὰ μέλη διαλωβηθῇ, κἂν ἐπιληψία ἢ μελαγχολία ἢ ὁποιαδήποτε νόσος ἐπιγένηται αὐτῷ, μηδὲν εἶναι τῶν τοιούτων κώλυμα τῷ γάμῳ.

ογʹ. Ἐπεὶ δὲ καὶ τὰ κατὰ Γαβαλᾶν διῴκει ᾗ μάλιστα ἐβούλετο, συστήσας τῷ πατριάρχῃ, ἔπεμπε πρὸς βασιλίδα. οἱ δὲ ἐλθόντες πρῶτα μὲν ἀπήγγελλον τοὺς ἐκείνου λόγους βασιλίδι, ἔπειτα συνεβούλευον, ὡς δικαία εἴη ἡ ἀξίωσις καὶ ὁ πόλεμος μᾶλλον αἱρετέος. Καντακουζηνῷ δὲ οὐδένα ἕτερον δυνήσεσθαι ἀντιστήσεσθαι, ἢ τὸν μέγαν δοῦκα, ὡς ἐκ τῶν πραγμάτων γέγονε καταφανές. ὅθεν δίκαιον ἐκεῖνον εὐνοοῦντα ἑαυτῇ καὶ συναιρόμενον ἔχειν πρὸς τὸν πόλεμον. τοῦτο δ' οὐκ ἂν γένοιτο ἑτέρως, εἰ μὴ ὁ πόλεμος αὖθις ἐπιψηφισθείη. ἀσυμβάτως γὰρ ἐκεῖνον πρὸς Καντακουζηνὸν ἔχειν διαβεβαιοῦσθαι. εἰ μὲν οὖν πείθοιτο καὶ αὐτὴ, εὖ ἂν ἔχοι· εἰ δὲ μὴ, σκεπτέον μὴ ἀθρόον ἔνδον Βυζαντίου ὁ Καντακουζηνὸς ἀναφανῇ ὑπὸ τοῦ μεγάλου δουκὸς προσκεκλημένος. τοῦτο γὰρ ἂν εἴη μόνον ἀντίῤῥοπον τῶν πρὸς ἐκεῖνον ὕβρεων καὶ τῶν ἄλλων κακῶν, ὧν κατὰ τὸν τοῦ πολέμου χρόνον πρὸς ἐκεῖνον ἐνεδείξατο. ἡ βασιλὶς δὲ καὶ πρότερον μὲν ἐκ πολλῶν τῶν ἀνδρῶν στοχαζομένη τὴν κακοβουλίαν καὶ τὴν μεγάλου δουκὸς κακοτεχνίαν καὶ τὸ περὶ μηδενὸς ἐκείνῳ μέλειν, ἢ ὅπως αὐτὸς ἄρχῃ τῶν πραγμάτων, τότε δὲ καὶ μάλιστα τὴν ἀτοπίαν ἐκ τῶν λόγων συνιδοῦσα, μὴ ἔχουσα δὲ οἷστισιν ἑτέροις χρήσαιτο, οἱ γὰρ ἄλλοι τῶν εὐγενῶν καὶ καθ' αἷμα προσηκόντων βασιλεῖ δεσμωτηρίοις πάντες ἢ ἐν ταῖς οἰκίαις ἦσαν κατακεκλεισμένοι, οἷς αὐτὴ οὐκ ἐθάῤῥει εὐνοήσειν, εἰ ἀπολυθεῖεν τῶν δεσμῶν, συνετίθετο καὶ αὖθις καὶ ἄκουσα πρὸς τὸν πόλεμον. μάλιστα δὲ ἀκούσασα Καντακουζηνὸν ἠναγκάσθαι παρὰ μεγάλου δουκὸς ἀποθέσθαι τὴν βασιλείαν καὶ ἰδιώτου σχῆμα ἀναλαβεῖν, ἠρέμα ἐθέλγετο καὶ πρὸς τὸ ἐξαπατᾶσθαι μάλιστα ἐνήγετο. ἐπιψηφίζεται δὴ καὶ αὖθις ὁ πρὸς βασιλέα πόλεμος καὶ ὁ μέγας δοὺξ ἥπτετο πάλιν τῶν πραγμάτων, οὐ μὴν, ὥσπερ πρότερον, μοναρχικῶς, ἀλλὰ μετριώτερόν πως. ἐδεδίει γὰρ ἤδη τοῖς συνάρχουσι προσκρούειν, ὁρῶν αὐτοῖς τὰ πράγματα ὑπενδιδόντα καὶ Καντακουζηνὸν αὐξανόμενον τὸν βασιλέα, μὴ τραχύτερον χρώμενος τῇ ἀρχῇ ἐπαχθὴς εἴη, καὶ βουληθεῖεν ὑπὸ βασιλέως μᾶλλον ἄρχεσθαι, ἢ αὐτοῦ. ἐκεῖνος δὲ ἐπεὶ ἑώρα οὐκ ὀλίγον τῆς πρὶν ἀφῃρημένος ἐξουσίας καὶ περὶ τῶν μελλόντων δεδιὼς, μὴ παντάπασι καταγνωσθεὶς ἀπόληται, ἢ εἰρήνης πρὸς βασιλέα γενομένης, ἢ ἑτέρων ἀντ' αὐτοῦ ἀρχόντων, ἐσκέψατο βασιλίδα καὶ πατριάρχην πείθειν καὶ τοὺς ἄλλους πρεσβείαν ποιεῖσθαι πρὸς βασιλέα περὶ τοῦ ἀποθέσθαι τὴν βασιλείαν, ὥσπερ δῆθεν πρὸς αὐτὸν ὑπέσχετο, ὡς ἐν τῷ μεταξὺ τῆς πρεσβείας χρόνῳ, ὥσπερ τινὸς ἐκεχειρίας οὔσης, τισὶ τῶν ὑπὲρ βασιλέως δεδεμένων περὶ συμβάσεων διαλεχθῇ, ὡς ἢν μὲν μετὰ τὴν πρεσβείαν πάλιν αὐτῷ τὰ πράγματα ἐγχειρισθῇ καὶ ὁ πρὸς βασιλέα πόλεμος, ᾔδει γὰρ οὐδὲν ὑγιὲς εἰπὼν, μηδὲν κινοίη τῶν δεδογμένων, ἀλλ' ἔχοιτο τοῦ πολέμου, ὥσπερ ἐξαρχῆς· ἢν δὲ προπηλακίζηται καὶ ἀφαιρῆται τὴν ἀρχὴν, τὰ βασιλέως πράττοι. τοιαύτῃ μὲν δὴ γνώμῃ ἐβεβαίου τὰ εἰρημένα, καὶ ἔπειθε βασιλίδα καὶ τοὺς ἄλλους πρεσβείαν ποιεῖσθαι πρὸς τὸν βασιλέα. καὶ ᾑροῦντο πρέσβεις ἐκ βασιλίδος μὲν καὶ τῆς συγκλήτου Γεώργιός τε ὁ Πεπαγωμένος καὶ ὁ Συναδηνὸς, ὃς καὶ πρότερον πρὸς Διδυμότειχον εἰς βασιλέα ἧκε παρὰ τοῦ μεγάλου δουκὸς πεμφθεὶς, παρὰ δὲ τῆς ἐκκλησίας καὶ πατριάρχου ὁ τῆς Φιλίππου μητροπολίτης καὶ ὁ σακελλίου Καβάσιλας. ἔγραφόν τε καὶ τὰ πρεσβευόμενα ἐν γράμμασιν ἰδίᾳ μὲν οἱ συνάρχοντες μετὰ τοῦ μεγάλου δουκὸς, ἰδίᾳ δὲ ὁ πατριάρχης, καὶ ὑπεσημήναντο οἰκείαις ὑπογραφαῖς τὰ γράμματα, ἵν' ᾖ πιστά. ἦσαν δὲ τὰ μὲν τῶν ἀρχόντων οὕτως ἔχοντα· ὡς «ἐπεὶ καλῶς ποιῶν αὐτὸς, ὡς ἀδυνάτοις ἐπιχειροῦντος καὶ ἀθεμίτοις κατέγνως σεαυτοῦ καὶ τῆς γεγενημένης διὰ σὲ φθορᾶς ἐν τοῖς Ρωμαίοις ἐννοῶν τὸ μέγεθος, ᾔτησας τὴν βασιλείαν ἀποθέσθαι καὶ εἰς ἰδιώτου σχῆμα μεταβάλλειν, ὥσπερ ἡμῖν ἐγνώρισε σαφῶς ὁ περιπόθητος καὶ γνησιώτατος τῷ κρατίστῳ καὶ ἁγίῳ βασιλεῖ ἡμῶν ὁ μέγας δοὺξ, δίκαιά τε ὁμοῦ καὶ συμφέροντα καὶ σαυτῷ καὶ τοῖς ἄλλοις βεβουλεῦσθαι κρίναντες, ἐπῃνέσαμέν τε τῆς εὐβουλίας καὶ τὴν πρεσβείαν πεποιήμεθα ταύτην, ἵν' ὅπερ ᾔτησας αὐτὸς, τὸ πέρας λάβῃ. ἵνα δὲ μηδεμίαν ἔχῃς ὑποψίαν, ὥς τι μετὰ τὴν ἰδιωτείαν ἀπαντήσει δυσχερὲς ἢ δυνάμενον λυπεῖν, τὰ γράμματα ταῦτα ἀπεστάλκαμεν, καὶ ταῖς ἡμετέραις ὑπογραφαῖς ἐπιβεβαιωθέντα ἀσφαλείας ἕνεκα καὶ τοῦ θαῤῥεῖν αὐτοῖς, ὡς ἀκίνητα μενεῖ.» ἔπειτα καὶ συντάξεις ἐκ τῶν δημοσίων ἔγραφον, οἷς χρήσεται αὐτὸς καὶ παῖδες καὶ οἰκεῖοι. τοιαῦτα μὲν τὰ τῶν ἀρχόντων περιεῖχε γράμματα. τοῦ πατριάρχου δὲ ἦσαν οὕτως. «εὐλογητὸς ὁ θεὸς ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὥστε ἐπιστρέψαι καὶ ζῇν αὐτόν. ὅτι μὲν γὰρ κακῶς σεαυτῷ ὁμοίως καὶ τοῖς ἄλλοις ἐβουλεύσω τὸν ἐμφύλιον πόλεμον κεκινηκὼς, ἀθετήσας μὲν ὅρκους τοὺς πρὸς βασιλέα καὶ τὴν φιλίαν ἐκείνην τὴν θαυμαστὴν, ὑφ' ἧς παρ' ὅλον τὸν ἐκείνου βίον πολλῶν ἀπέλαυσας καὶ μεγάλων ἀγαθῶν, καὶ τοῖς παισὶν ἐπιβουλεύσας περὶ τῆς ἀρχῆς, τοῖς Ρωμαίοις δὲ πολλῶν καὶ μεγάλων αἴτιος κατέστης συμφορῶν, ὧν διὰ μέγεθος οὐδ' οἱ ἐν ἐσχατιαῖς οἰκοῦντες γῆς ἀνήκοοί εἰσιν, οὐδ' αὐτὸς ἀγνοεῖς. ἐπειδὴ δὲ τῶν τετολμημένων εἰς συναίσθησιν ἐλθὼν καὶ τῶν ἀτόπων ἐπιχειρήσεων, σεαυτοῦ κατεγνωκὼς μετεμελήθης καὶ ὑποστρέφεις καλῶς, ὅθεν ἐξῆλθες κακῶς, τὴν βασιλείαν αἰτῶν ἀποσκευάσασθαι καὶ εἰς ἰδιώτου σχῆμα μεταβαλεῖν, ὥσπερ ἀκριβῶς ἐξεγένετο μαθεῖν παρὰ τοῦ περιποθήτου καὶ γνησιωτάτου τῷ κρατίστῳ καὶ ἁγίῳ μου αὐτοκράτορι τοῦ μεγάλου δουκὸς, αὐτός τε ἡδονῆς ἐπλήσθην, ὅσης ἐπὶ τοῖς τοιούτοις εἰκὸς, καὶ ἡ τοῦ θεοῦ ἐκκλησία τὰς ἀγκάλας αὐτῆς διανοίξασα, δέχεταί σε μετὰ πάσης πνευματικῆς ἀγάπης καὶ ἡδονῆς, καὶ ὅσον οὔπω ἥξειν καὶ σὲ προσδοκῶμεν εἰς ἡμᾶς, ἵν' ὁμοῦ τε ἡ τοῦ ἐπιτιμίου λύσις γένηται, ᾧ καθυπεβλήθης, καὶ ἀλλήλοις συνησθῶμεν κατὰ τὸ ἀρχαῖον ἔθος ὁμιλήσαντες.» τοιαῦτα μὲν ἔγραφε καὶ ὁ πατριάρχης. οἱ πρέσβεις δὲ ἐπεὶ Παμφίλου ἄχρι ἦλθον, πέμψαντες ἐδήλουν βασιλεῖ, ὡς ἥκοιεν μὲν ἐπὶ πρεσβείᾳ, προσταχθεῖεν δὲ παρὰ τῶν πεπομφότων, μὴ βασιλέα προσαγορεύειν ἐν ταῖς διαλέξεσιν αὐτῶν. εἰ μὲν οὖν τὸ τοιοῦτον ἀνεκτὸν αὐτῷ, δῆλον ποιεῖν, ἵν' ἐλθόντες ἀπαγγέλλωσι τὰ τῆς πρεσβείας. εἰ δὲ μέλλοι διὰ τὴν ὑπεροψίαν ἀπελαύνειν πρὸς ὀργὴν, μηδὲ τὴν ἀρχὴν ἀφικνεῖσθαι πρὸς αὐτὸν, ἀλλ' ἀναστρέφειν ἐκ Παμφίλου. ὁ βασιλεὺς δὲ ποιούμενος περὶ πλείστου τὸ ἐκ Βυζαντίου τισὶν ἀξιολόγοις συντυχεῖν καὶ διαλεχθῆναι περὶ τῶν κατ' αὐτὸν ἁπάντων, ὅτι τε ὑπὸ συκοφαντῶν διαβληθείη καὶ οὐδεμίαν πρόφασιν αὐτὸς παράσχοι τῷ πολέμῳ, ἀλλ' ἐκ πρώτης ἡμέρας ἄχρι νῦν ἀναγκαίως ὑπὲρ σωτηρίας αὐτοῦ τε ἀμύνεται καὶ τῶν συνόντων, ἅμα δὲ καὶ ἐλπίσας εἰρήνης ἕνεκα ἥκειν, ἐκέλευεν ἀφικέσθαι πρὸς αὐτὸν, ὡς οὐδένα λόγον τῆς προσηγορίας ποιησόμενος. τοῦ γὰρ κοινῇ λυσιτελοῦντος ἕνεκα οὐ τοιαῦτα μόνον ἕτοιμος εἶναι ὑπομένειν, ἀλλὰ καὶ λοιδορίας καὶ εἴτι χαλεπώτερον ἕτερον δοκεῖ. εἰ μὲν γὰρ ἀπὸ τῶν τοιούτων ὄφελός τι γένοιτο Ρωμαίοις, καὶ πολλὴν αὐτοῖς εἰδήσειν χάριν ὑπὲρ τούτων. εἰ δ' ἄρα καὶ τὰ δεύτερα νικῴη καὶ ἀσύμβατοι ἀναχωρῶσιν, οὐδ' οὕτως αὐτῷ τινα ἀδοξίαν ἀπὸ τῆς προσηγορίας ἀπολείψειν. ἧκον μὲν οὖν οἱ πρέσβεις ἐπὶ τούτοις καὶ ἀπήγγελλον τὰ κατὰ τὴν πρεσβείαν· ἅμα δὲ καὶ τὰ γράμματα παρεῖχον, παρετήρουν τε τὸ μὴ βασιλέα ἐν ταῖς διαλέξεσι προσαγορεύειν.

οδʹ. Βασιλεὺς δὲ ἐπεὶ τῶν τε λόγων ἤκουε καὶ τὰ γράμματα ἀνέγνω, πρὸς τοὺς ἐγγεγραμμένους λήρους διαχυθεὶς, νῦν μὲν ἀπέλυε τοὺς πρέσβεις ἀναπαύλης τινὸς τυχεῖν ἐφ' ἧς ἐξενίζοντο οἰκίας. εἰς τὴν ὑστεραίαν δὲ ἐκκλησίαν ἐκ τῶν παρόντων ποιησάμενος, μετεκαλεῖτο καὶ τοὺς πρέσβεις, καὶ πρὶν ἀπολογίαν τινὰ περὶ ὧν ἐπρέσβευον ποιήσασθαι, τὰ κατ' αὐτὸν εἰς μέσον προὐτίθει ἐρευνᾷν. καὶ πάντα ἐξητάζετο μετὰ τὴν βασιλέως τελευτὴν, ἐφ' οἷς ἀπεδείκνυεν αὑτὸν ἐπὶ τῶν πρέσβεων ὀρθῶς καὶ δικαίως καὶ τοῖς τε βασιλέως παισὶ καὶ τοῖς ἄλλοις ἅπασι Ρωμαίοις μάλιστα λυσιτελῶς πεπολιτευμένον. ἐκέλευέ τε καὶ τοὺς πρέσβεις ἀδεῶς λέγειν, εἴ τι ἔχοιεν κατηγορεῖν, ὡς λόγον ὑπὲρ πάντων ποιησόμενος. καὶ ἐπ' ἐνίοις ἀντιλεγόντων καὶ ἐγκαλούντων, ἃ ἐνόμιζον ἀδικεῖν, ὑπὲρ πάντων ἐποιεῖτο λόγον. τοῦτο μὲν οὖν εἰς ἕκτην ἐφεξῆς ἡμέραν ἐτελεῖτο, καὶ διὰ πολλῶν τῶν ἀποδείξεων τὰ ἔσχατα ἠδικημένος ἀπεδείκνυτο ὁ βασιλεὺς, δοὺξ δὲ ὁ μέγας καὶ οἱ ἄλλοι οἱ τὸν πόλεμον κεκινηκότες οὐ συκοφάνται μόνον καὶ ἀγνώμονες δεινῶς περὶ αὐτὸν καὶ μοχθηρίας ὑπερβολὴν ἐλλελοιπότες οὐδεμίαν, ἀλλὰ καὶ τῶν φόνων καὶ τῶν ἀνδραποδισμῶν καὶ τῶν μεγάλων συμφορῶν, αἳ Ρωμαίους κατέσχον ἐπὶ τῶν χρόνων τοῦ πολέμου, μάλιστα αἰτιώτατοι γεγενημένοι. μετὰ δὲ τὴν ἕκτην πρὸς τὴν ἀπολογίαν καθίστατο τὴν περὶ τῆς πρεσβείας, καὶ εἶπε τοιάδε. «οὐδὲν οὕτω καὶ πόλιν δημοκρατουμένην καὶ βασιλείαν μάλιστ' ἂν ῥᾳδίως καταλύειν δύναιτο, ὡς ἀνδρῶν ἀπουσία συνετῶν καὶ τὰ δέοντα βουλευομένων. εἰ μὲν γὰρ τοιούτων ἢ πολιτῶν ἡ πόλις, ἢ ἀρχόντων ἡ βασιλεία εὐποροίη, κἂν τύχῃ τινὶ σφαλῶσι, ῥᾳδίως δύναιντ' ἂν ἐπανασώζειν τὴν προτέραν τύχην. ἂν δ' ἅπαξ ἀποστερηθῶσι τῶν τοιούτων, οὐδὲν ἔσται κώλυμα, μὴ εἰς ἔσχατον κακοπραγίας τάχιστα ἀφῖχθαι. ὃ νῦν ἐγὼ τὴν Ρωμαίων μάλιστα ὀδύρομαι ἡγεμονίαν, ὅτι πολλῶν καὶ θαυμασίων ἀνδρῶν πρότερον εὐποροῦσαν νῦν εἰς τοῦτο περιέστησεν ὁ πάντα καταλύων χρόνος, ὥστε ἡγεμόνας τῶν πραγμάτων ἔχειν μηδὲν ἄμεινον τῶν πολλῶν διακειμένους. τὸ γὰρ ὑπὲρ τηλικούτων πρεσβείαν ποιουμένους καὶ πρὸς ἐμὲ τὸν πολὺν ἤδη χρόνον ἄρξαντα αὐτῶν, καὶ οὗ, εἰ μὴ ἐπίφθονον εἰπεῖν, καὶ βλέμματος ἀπολαύειν προσηνοῦς ἐν μεγίστης ἦγον εὐτυχίας μέρει, ἔπειτα μηδὲν μήτε ἐρευνήσαντας, μήτε σκεψαμένους οὕτως ἀπερισκέπτως καὶ θρασέως τὰ ἐπελθόντα γράφειν, οὐκ ἐκείνων μάλιστ' ἄν τις κατηγορήσειε προσήκοντα εἰργασμένων ἑαυτοῖς, ἢ ὅσῳ τὴν περιφανῆ πρότερον καὶ εὐτυχῆ Ρωμαίων θρηνήσειεν ἡγεμονίαν ὑπὸ τοιούτοις, φεῦ, ἀνδραπόδοις ἀγομένην. περὶ μὲν οὖν ἐκείνων ὀλίγος ἐμοὶ λόγος γένοιτ' ἂν, τοιαῦτα καὶ φαυλότερα πράττειν οὖσιν ἀξίοις. Ἀποκαύκου δὲ τοῦ παρακοιμωμένου οὐ τὴν μοχθηρίαν μόνον καὶ φιλοψευδὲς, ἀλλὰ καὶ τὴν ἰταμότητα καὶ τὴν ἀναισχυντίαν ἔπεισι θαυμάζειν, ὅτι, καίτοι μέλλων ἐπὶ τοσούτων ἐλέγχεσθαι σαφέστατα ψευδόμενος, ὅμως ἐπὶ τῷ μὴ δοκεῖν εἰκῇ καὶ μάτην τὸν πόλεμον κεκινηκέναι, μηδ' ἀνήνυτα πονεῖν, εἵλετο τῆς ἐπ' ὀλίγον εὐδοξίας τὴν διὰ βίου αἰσχύνην ἀνταλλάττεσθαι. δέον μέντοι μηδὲ τὸ ἐκείνου πάνυ θαυμαστὸν ἡγεῖσθαι. ᾧ γὰρ ὁ βίος ὅλος πανουργία καὶ ἐπιορκία καὶ ἀπάτη, καὶ ῥᾷον ἂν ἀναπνεύσειε χωρὶς ἀέρος, ἢ τούτων, οὐδὲν θαυμαστὸν, εἰ θεὸν ψευδόμενος διηνεκῶς, εἵλετο καὶ πρὸς ἀνθρώπους τῷ ψεύδει χρῆσθαι. ἐμοὶ δ' ἐξαρχῆς τε ᾑρημένῳ τὴν ἀλήθειαν καὶ εἰς τόδε χρόνου περὶ πλείστου ποιουμένῳ καὶ πάσης ἄλλης ἀνθρωπίνης εὐημερίας προτιμῶντι τἀληθὲς εἰρήσεται, συμμαρτυρήσει δὲ καὶ Συναδηνὸς οὗτος, ὃς ἐμοὶ τοὺς λόγους σύνοιδεν, ἀξιόχρεως ὢν πρὸς πίστιν. παρ' ἐκείνου γὰρ ἀφῖκτο· τὸ γὰρ Ἐμπυθίου φρούριον πολιορκῶν πρεσβείαν τε πρός με διὰ τούτου ἐποιεῖτο, καὶ βούλεσθαι ἔλεγε συντυχεῖν περί τινων διαλεξόμενος, κακούργως καὶ ταῦτα καὶ ἀξίως ἑαυτοῦ ὑποκρινόμενος, ὡς ἐδείκνυτο σαφῶς ἀπὸ τῶν πραττομένων. συνθεμένου δὲ ἐμοῦ, ᾠήθην γὰρ αὐτὸν περὶ εἰρήνης ἐθέλειν διαλέγεσθαι, ἧς ἐγὼ μάλιστα ἐπιθυμῶ, καὶ τῶν περὶ ἐκείνης λόγων, κἂν ὦσι πρὸς ἀπάτην συνεσκευασμένοι, ὀλίγα πολυπραγμονῶν ἐξέχομαι, μὴ δύνασθαι αὐτὸς ἔλεγε βασιλικῶς ἐσκευασμένῳ συντυγχάνειν· ἀδυνατώτερον δὲ εἶναι πάλιν, τὴν βασιλικὴν σκευὴν ἀποτίθεσθαι ἐμέ. πρὸς ἃ ἐπίνοιάν τινα ἐδεῖτο ἐξευρίσκειν. ἐγὼ δ', ὅπερ ἔφην, τῆς εἰρήνης τῆς ἐπιθυμίας ἕνεκα, ἀλλὰ τὴν ἀπορίαν, εἶπον, ῥᾷστα ἰασαίμην ἂν ἐγώ· ὡπλισμένοι γὰρ συμμίξομεν ἀλλήλοις, ἀγνοούμενοι εἰ βασιλικὰς, ἢ ἰδιωτικὰς ἔνδον ἔχομεν ἐσθῆτας. εἰ οὖν τοῦτο συνθήκη τοῦ τὴν βασιλείαν ἐστὶν ἀποθέμενον ἰδιωτικῶς ζῇν, ὥσπερ ἐκεῖνος καταψεύδεται, κρίνατε ὑμεῖς. εἰ δ' ἑτέρως, ἢ ὥσπερ αὐτὸς εἰρήκειν, ἔχει, ὁ Συναδηνὸς παρὼν ἐξελεγχέτω. ἀλλ' οὐκ ἂν δύναιτο. πρὸς μὲν οὖν τοὺς ὀνομαζομένους ἄρχοντας, οἳ δικαιότερον ἂν μᾶλλον ἀνδράποδα καὶ δοῦλοι καλοῖντο, καὶ τὴν παρακοιμωμένου ψευδολογίαν ἀρκέσει καὶ τὰ εἰρημένα, τήν τε ἄνοιαν ἐκείνων καὶ φαυλότητα καὶ τὴν ἐκείνου μοχθηρίαν ἀπελέγχειν. πρὸς δὲ τὴν πρὸς πατριάρχην ἀπολογίαν ἤδη τρέψομαι. ἂν δ' ὑπὸ τῶν λόγων ἀπελέγχηται ψευδόμενος καὶ ἐπιορκῶν αὐτὸς, καὶ τῶν αἱμάτων καὶ τῶν φόνων αἴτιος καὶ τῶν μυρίων κακῶν, ἃ τοὺς ταλαιπώρους Ρωμαίους τοσοῦτον ἤδη κατέχει χρόνον, ὧν αὐτὸς ἐν τοῖς γράμμασιν αἴτιον ἐμὲ γεγενῆσθαι λέγει ἐπιθυμήσαντα τῆς βασιλείας, μὴ ἐμοὶ τὸν ἔλεγχον προσλογίζεσθαι καὶ τὴν αἰσχύνην τὴν ἀπὸ τῶν λόγων, ἀλλ' ἐκείνῳ τῷ πρὸς τούτους καταστήσαντι. λέγει τοίνυν, ὡς ἐγὼ τοὺς πρὸς βασιλέα ὅρκους παραβὰς καὶ τὴν θαυμαστὴν ἐκείνην φιλίαν ἀθετήσας, ὑφ' ἧς παρὰ πάντα τὸν ἐκείνου βίον πολλῶν ἀπέλαυσα καὶ μεγάλων ἀγαθῶν, ἐπεβούλευσα τοῖς παισὶ καὶ βασιλίδι τῇ γαμετῇ μετὰ τὴν τελευτήν. εἰ μὲν οὖν ἀκολασίαν κατηγόρει, ἢ ἀσυνεσίαν, ἢ δειλίαν, ἤ τι τῶν ὅσα πρόσκαιρον ἔχει τὴν μέμψιν καὶ ἡ ὕβρις εἰς τὸ σῶμα διαβαίνει, ἤνεγκα ἂν σιγῇ τὴν κατηγορίαν αἰδοῖ τῇ πρὸς αὐτόν. εἰ δ' ἐπιορκίας διῴκει, ἣ οὐδὲν ἀσεβείας διενήνοχεν, ἐπιορκία γάρ, φησιν, ἄρνησις θεοῦ, τί λοιπὸν, ἢ μετὰ παῤῥησίας ἀπολύεσθαι τὰ ἐγκλήματα καὶ αὐτὸν ἀποδεικνύναι τοσοῦτον τῇ ἐπιορκίᾳ ἐνεχόμενον, ἢ ὅσον ἐμαυτὸν μάλιστα ἀφεστηκότα. πρὸς μὲν οὖν βασιλέα τὸν μακάριον ἐκεῖνον τὸν πάντ' ἐμοὶ φίλτατον καὶ κεφαλῆς τιμιώτερον αὐτῆς, οὗ καὶ ζῶντος μάλιστα περιειχόμην, καὶ πάντα πόνον ὑπὲρ ἐκείνου τρυφὴν ἡγούμην, καὶ μετὰ τὴν τελευτὴν ἀνεπίληστον τὴν μνήμην περιφέρω, οὔτ' ὀμωμοκέναι φαίην ἂν, οὔτ' ἐπιωρκηκέναι· οὐδὲ γὰρ ὅρκων ἐδεήθη ποτὲ τοῦ μηδὲν φαῦλον ὑποπτεύειν ἕνεκα περὶ ἐμοῦ. αἱ γὰρ καθημέραν πράξεις μυρίων ὅρκων ἦσαν ἰσχυρότεραι, τὴν πρὸς ἐκεῖνον ἐμοῦ πίστιν καὶ φιλίαν καθαρὰν ἀποδεικνῦσαι. τοὺς γὰρ ὅρκους οὐ παρ' ὧν δυσχερὲς ὑποπτεύομεν οὐδὲν, ἀλλ' οἷς μάλιστα ἀπιστοῦμεν, εἰώθαμεν ποιεῖσθαι προσαναγκάζειν. οὐ μὴν διὰ τοῦτο ἐγκλημάτων ἀπολύεσθαι δικαιῶ, ἂν τοῖς ἐκείνου φαίνωμαι παισὶ μετὰ τὴν τελευτὴν ἐπιβεβουλευκώς· ὁμοίως γὰρ ἄν τις ἐνέχοιτο τοῖς ἐγκλήμασι τῆς ἀδικίας, ἄν τ' ὀμωμοκὼς, ἄν τε χωρὶς ὅρκων ἀδικοίη. τοῦτο μὲν οὖν μετὰ τῶν ὅρκων τὴν ἀπόδειξιν ἐξετάσομεν· νυνὶ δ' αὐτὸ τοῦτο ψεύδεσθαι καὶ συκοφαντεῖν τὸν πατριάρχην φαίην ἂν, φάσκοντα ἠθετηκέναι τοὺς πρὸς βασιλέα ὅρκους. εἰ δὲ τοὺς πρὸς βασιλίδα λέγει καὶ βασιλέα τὸν υἱὸν, πρῶτον μὲν οὐδ' αὐτοῖς πρότερον ὀμώμοκα· οὐδὲ γὰρ ἐκάλει χρεία τις· τὸν ἴσον δὲ λόγον καὶ περὶ αὐτῶν, ὥσπερ καὶ περὶ βασιλέως, φημὶ δίκαιον εἶναι σώζεσθαι, τὸ καὶ χωρὶς ὅρκων τινὰ μηδὲ αὐτοῖς ἐξεῖναι ἐπιβουλεύειν, μηδὲ παραιρεῖσθαι τὴν ἀρχὴν, εἰ μὴ φανερῶς αἱροῖτο ἀδικεῖν. εἰ δὲ τοὺς ὕστερον ἐπ' αὐτοῦ γεγενημένους λέγει, ἐγὼ μὲν οὐδένα περὶ ἐκείνων ποιεῖσθαι λόγον ἐβουλόμην αἰδοῖ τῇ πρὸς αὐτόν. εἰ δ' ἐκεῖνος ἀναγκάζει τῶν τοιούτων τὴν ἐξέτασιν, εἰ μᾶλλον ἐκεῖνος ἀπὸ τῶν τοιούτων φαίνοιτο ἐπιορκῶν, στέργειν δίκαιον. ἐγὼ γὰρ μετὰ τὴν βασιλέως τελευτὴν ὀλίγῳ ὕστερον, ὁρῶν αὐτὸν τῶν πολιτικῶν πραγμάτων ἄρχειν ἐπιχειροῦντα καὶ ὑποκνιζόμενον εἰς φιλοτιμίαν καὶ δόξαν ἀρχικὴν, τό,τε ἐνδιδόναι πρὸς τὴν ἔφεσιν ὡς ἀλυσιτελὲς ὁρῶν, ὑπώπτευον γὰρ ἐκ τούτου πολλὰς ἀναφυήσεσθαι διχοστασίας καὶ στάσεως ἀφορμὰς, τό,τε κωλύειν φανερῶς τὴν ἐπιχείρησιν φθονερὸν καὶ μοναρχικὸν δοκοῦν, καὶ τοιούτοις ἀμφιβόλοις λογισμοῖς ἐπιπολὺ παλαίσας, τέλος ἔδοξα μᾶλλον, εἰ καὶ μὴ τοῖς πράγμασιν, ἀλλ' ἐμαυτῷ λυσιτελεῖν, ἀποσχέσθαι τῶν πραγμάτων τῆς ἀρχῆς καὶ διάγειν κατ' ἐμαυτὸν, καὶ μὴ τοῖς Ρωμαίοις αἴτιος κακῶν ὀφθῆναι ἀνηκέστων. καὶ αὐτῷ χρησάμενος πρεσβευτῇ πρὸς βασιλίδα, ἀπειπάμην τὴν ἀρχήν. ἡ δὲ τῷ ἀδοκήτῳ τὴν ἀκοὴν καταπλαγεῖσα, καὶ τῆς κατεχούσης συμφορᾶς οὐκ ἀποδέουσαν νομίσασα τὴν ἐμοῦ ἐκ τῶν πραγμάτων ἀναχώρησιν, παντοία ἦν δεομένη, ὀνειδίζουσα, παρακαλοῦσα, πάντα κινοῦσα κάλων, ὥστε πείθειν τῶν πραγμάτων αὖθις ἔχεσθαι. καὶ τῶν τοιούτων πάντων αὐτὸς ἦν παρ' ἀμφοτέρων πρεσβευτής. ἐπεὶ δὲ ὑπὸ τῶν πολλῶν ἐκείνης λόγων ἐπικλασθεὶς καὶ πρὸς τὴν ὀρφανίαν τῶν παίδων βασιλέως ἀπιδὼν καὶ χηρείαν τὴν ἐκείνης, καὶ ὡς μάλιστα πολλῆς δέονται τῆς προστασίας, ἣν ἐμὲ δίκαιον ἐπιδείκνυσθαι, ἀξίας βασιλεῖ τῆς φιλίας χάριτας τὴν εἰς τοὺς παῖδας ἀποδιδόντα κηδεμονίαν, κἂν εἰ μέλλοιμι κινδύνοις περιπίπτειν, ἐπειθόμην μὲν, οὐ μὴν οὕτως ἀπερισκέπτως, ὥσθ' ὕστερόν τινα καταγινώσκειν ἔχειν ἀβουλίαν· ἀλλὰ καὶ πατριάρχου συμπαρόντος, πολλὰ πρότερον διειλέχθην βασιλίδι περὶ τοῦ μὴ δεῖν προσέχειν συκοφάνταις, οἳ πολλοὶ φυήσονται διαβολὰς καὶ συκοφαντίας κατ' ἐμοῦ συῤῥάπτοντες· οὐ γὰρ ἐάσει γε ὁ φθόνος ἠρεμεῖν. ἀλλ' εἰ μέν τι τοιοῦτον κατηγοροῖεν, ὁποῖον ἂν καὶ αὐτὴν ἐκ τῶν λεγομένων τὸ ψεῦδος συνιδεῖν, ἀποπέμπεσθαι πρὸς ὀργὴν καὶ μισεῖν τοὺς συκοφάντας. ἂν δ' ἐφάπτηται τῆς ψυχῆς καὶ ἀμφιβολίαν ἐμποιῇ, μὴ ἄρα ἀληθῆ τὰ κατηγορημένα εἴη, μὴ καταψηφίζεσθαι αὐτίκα, μηδὲ πρὸς τὸ ἀμύνεσθαι χωρεῖν, ἀλλὰ καλεῖν ἐπὶ τὴν δίκην καὶ καιρὸν παρέχειν πρὸς ἀπολογίαν. κἂν μὲν ἀδικῶν καὶ ἐπιορκῶν ἐλέγχωμαι, διδόναι δίκας, ἂν δ' ἀπολύωμαι τὰ ἐγκλήματα, τοὺς κατηγόρους τοῦθ' ὅπερ εἰσὶν ἡγεῖσθαι, συκοφάντας. ἡ βασιλὶς μὲν οὖν πρὸς τοὺς λόγους οὐκ ἐπείθετο, οὐδὲ δικῶν ἔφασκε καὶ ἐλέγχων πρὸς ἐμὲ δεήσεσθαι, ἀλλ' ἀνυπεύθυνον παρείχετο τὴν ἀρχήν. ἐμοῦ δὲ οὐκ ἀνιέντος, ἀλλὰ βιαζομένου τὴν περὶ τῆς δίκης ἐπαγγελίαν, ἐπείθετο ἀναγκασθεῖσα, καὶ ὅρκους ἀλλήλοις παρειχόμεθα ἐπὶ τοῦ πατριάρχου, τὴν μὲν μηδεμίαν κατ' ἐμοῦ ἀπόφασιν ἐξενεγκεῖν ποτε, πεισθεῖσαν συκοφάνταις, ἀλλ' ἐπὶ τὴν δίκην καλεῖν καὶ ἐλέγχους ποιεῖσθαι τῶν ἀδικημάτων· ἐμὲ δὲ μηδέποτε περὶ αὐτὴν ἀγνωμονήσειν, μηδ' ἐπιβουλεύσειν αὐτῇ καὶ τοῖς παισὶ πρὸς τὴν ἀρχὴν, ἀλλὰ πᾶν ὁτιοῦν ὑπέρ τε αὐτῶν καὶ τῆς κοινῇ Ρωμαίων ὠφελείας πράττειν. ἐγὼ δὲ καὶ τούτων οὕτω κατεσκευασμένων, ἔτι τὴν γυναικείαν δεδιὼς ἀσθένειαν, μὴ οὐχ οἵατε ᾖ οὕτω μεγαλοφροσύνην καὶ λογισμῶν ἐπιδείκνυσθαι περιουσίαν, ἀλλ' ἀπατηλοῖς καὶ περιέργοις λόγοις καὶ συκοφαντίαις παραχθεῖσα πρὸς τὸν κατ' ἐμοῦ πόλεμον ὁρμηθῇ ἡ βασιλὶς, τὸν πατριάρχην μόνον παραλαβὼν καὶ πολλῶν ὑπομνήσας εὐεργετημάτων ὑπηργμένων παρ' ἐμοῦ, ἔπειτα ἐδεόμην τῶν ὑπὲρ ἐμοῦ δικαίων ἔχεσθαι καὶ βασιλίδι παραινεῖν, ἐπεὶ συνεῖναι τὸν πάντα χρόνον μέλλει Βυζαντίῳ ἐνδιατρίβων, μὴ πείθεσθαι τοῖς συκοφάνταις, μηδὲ πρὸ δίκης ἐμοῦ καταψηφίζεσθαι, ὡς τῆς ἐκ τούτου ὠφελείας οὐκ εἰς μόνον ἐμὲ διαβαινούσης, ἀλλ' εἰς ἅπαντας κοινῇ Ρωμαίους· ὧν δίκαιον αὐτὸν ἁπάντων προνοεῖν, ποιμένα καὶ κηδεμόνα καὶ διδάσκαλον ὑπὸ θεοῦ κεχειροτονημένον. ὁ δ' αὐτίκα ὤμνυεν ἀναστὰς, ὡς οὐδὲν ἧττον ἢ πατὴρ παιδὸς προνοήσειε γνησίου καὶ τῶν ὑπὲρ ἐμοῦ δικαίων οὕτως ἀνθέξεται, ὡσπερανεὶ αὐτὸς παρῆν, καὶ τοὺς συκοφάντας, εἴ τινες ὀφθεῖεν, μάλιστα μὲν ἀπελέγξειν ψευδομένους, καὶ παντὶ σθένει τῆς ἐκ τούτων βλάβης ἀπείρατον διατηρήσειν. εἰ δ' οὖν, ἀλλὰ τοῦτό γε πάντως ἐμοὶ φυλάξειν τὸ μὴ πρὸ δίκης καταψηφισθῆναι. δεῆσαν δὲ καὶ δὶς καὶ τρὶς περὶ τῶν αὐτῶν διαλεχθῆναι, τοσαυτάκις ὤμνυε τὰ ἴσα οὐχ ἱερεῦσι μόνον πρέποντα, ἀλλὰ καὶ ἰδιώταις ὅρκον. ὁ οὖν θαυμαστὸς οὗτος κηδεμὼν καὶ τοῦ δικαίου φύλαξ, πρὶν δέκα ἐξήκειν ἡμέρας μετὰ τὴν ἐμὴν ἐκ Βυζαντίου ἀναχώρησιν, τῷ παρακοιμωμένῳ πεισθεὶς συκοφαντήσαντι, ὅτι βούλομαι κατάγειν αὐτὸν τοῦ θρόνου καὶ ἀντεισάγειν Παλαμᾶν, ἐκίνει τὸν ἐμφύλιον πόλεμον αὐτὸς, σαφέστατα εἰδὼς, ὡς συκοφαντεῖ. ἀμυνόμενος δὲ ἐμὲ τῆς εἰς αὐτὸν, ὡς ᾤετο, ἀγνωμοσύνης, καὶ βασιλίδα ἐξηπάτα ὑπ' οὐδενὸς ἑτέρου δυναμένην τοῦτο πάσχειν, καὶ τὸν πόλεμον ἐκίνει, φεῦ, ὁ τὴν εἰρήνην τοῖς ἄλλοις παρέχων καὶ τοῦ εἰρηνικοῦ καὶ πρᾴου μαθητὴς, μήτε ὅρκους αἰδεσθεὶς, οὓς χθὲς καὶ πρώην ὀμωμόκει, μήτε τῆς Ρωμαίων συμφορᾶς, ἧς ἔμελλον διὰ τὸν πόλεμον πειράσεσθαι, εἰς ἔννοιαν ἐλθὼν, ἀλλὰ πρὸς ἓν μόνον βλέπων, ὅπως ἐμὲ ἀνέλῃ τὸν οὐδὲν ἠδικηκότα. καὶ οὐδὲ μέχρι νῦν κόρον ἔσχηκε τῶν ἐπιβουλῶν καὶ συκοφαντιῶν, ἀλλὰ καὶ μετὰ τὴν τοσαύτην τῶν αἱμάτων χύσιν καὶ τὴν αἰχμαλωσίαν τῶν δυστυχῶν Ρωμαίων καὶ τὰς διαρπαγὰς καὶ τὰς λεηλασίας καὶ τὴν κοινὴν πανωλεθρίαν, ὡς εἰπεῖν, οὐ πρὸς ἔλεον κατεκάμφθη, οὐδὲ οἶκτον ἔλαβέ τινα τῶν ἀτυχούντων, ἀλλὰ πάντα μᾶλλον φορητότερα αὐτῷ, ἢ ἡ πρὸς ἐμὲ εἰρήνη. ἀλλ' ἴσως ἐρεῖ, ὥσπερ δῆτα πυνθάνομαι καὶ λέγειν, βουλόμενος βασιλίδα μᾶλλον ἐρεθίζειν πρὸς τὸν πόλεμον, ὡς, ἕως μὲν ὀρθοῖς ἑώρα καὶ δικαίοις ἐμὲ χρώμενον λογισμοῖς καὶ τὰ συνοίσοντα τοῖς βασιλέως βουλευόμενον παισὶν, εὔνους ἦν καὶ αὐτὸς καὶ ἐνέμενε τοῖς ὅρκοις. ἐπεὶ δ' ἐξετράπην τῶν δεόντων καὶ εἱλόμην ἀδικεῖν, δίκαια ποιῶν αὐτὸς ἀμύνεται ὑπὲρ τῶν βασιλέως παίδων. καὶ τίς τούτων ἡ ἀπόδειξις, ὦ 'γαθέ; εἰ μὲν γὰρ ἀρκεῖ μόνον εἰπεῖν, καὶ τοῦτ' ἀρκεῖν ἡγεῖσθαι πρὸς ἀπόδειξιν τοῦ πράγματος, ὡς λαμπρὸς εἶ καὶ τὰ μέγιστα εὐτύχηκας, οὕτως ἀπόνως τῶν ἐχθρῶν περιγινόμενος. ἀλλ' οὐ συγχωρήσουσι τὰ καθημέραν πλάσματα καὶ τὸ πρὸς τὰ φαῦλα κατάφωρον τῶν ἔργων, τοιαύτην ἔχειν δόξαν παρὰ τοῖς πολλοῖς. εἰ δὲ τοῦτο μὲν μελαγχολῶντος οὐχ ὅτι λέγειν, ἀλλὰ καὶ οἴεσθαι, λοιπὸν τοίνυν χωρεῖν πρὸς τοὺς ἐλέγχους. εἰ μὲν οὖν ἐμοί τι σύνοιδεν αὐτὸς τοιοῦτον, ἐξελεγχέτω φανερῶς· εἰ δ' ἑτέρων φησὶν ἀκηκοέναι, παραγέτω τοὺς μάρτυρας. ἀλλ' οὐκ ἂν ἔχοι, εἰ μὴ συκοφαντεῖν αὖθις ἀνεξέλεγκτα ἐθέλοι. ἐγὼ δὲ τὴν ἀπὸ τῶν ἔργων παρέξομαι ἐναργεστάτην μαρτυρίαν. οὔτε γὰρ πρὶν τὸν πόλεμον κινηθῆναι παρ' αὐτῶν, οὔτε βεβουλευμένος, οὔτε πράξας τι πρὸς ἐπιβουλὴν τῶν βασιλέως παίδων ἂν φανείην, οὔτ' εὐθὺς ἠργμένου, ἀλλὰ μετὰ τὴν τῆς μητρὸς καὶ τοῦ υἱοῦ εἱρκτὴν καὶ τὴν ἀποστέρησιν τῶν ὄντων καὶ τὴν δήμευσιν τῶν φίλων καὶ τῶν συγγενῶν, οὐ πρὸς τὸ ἀμύνεσθαι ἐτρεπόμην, ἀλλ' ὁρῶν οἷ κακῶν ὁ πρὸς ἀλλήλους τελευτήσει πόλεμος, ἠχθόμην μὲν κινουμένου καὶ τοὺς παροξύνοντας ἐν αἰτίαις ἦγον. αὐτὸς δὲ, ὡς εἶχον, μάλιστα ἐσπούδαζον καταλύειν, καὶ πρεσβείαν ὑπὲρ τῆς εἰρήνης ἐποιούμην, καὶ τὴν δίκην ἀπῄτουν, καὶ οὐ παρῃτούμην τὸ μὴ διδόναι δίκας, ἂν ἐλέγχωμαι ἐπιορκῶν. αὐτοῖς δὲ τοσοῦτον ἐμέλησε τοῦ τὰ δίκαια ποιεῖν ἢ πρόνοιάν τινα ποιεῖσθαι τοῦ καταλύεσθαι τὸν πόλεμον, ὥστε ἐπὶ τοῖς πρότερον γεγενημένοις ἐμὲ πολλὰ περιυβρίσαντες καὶ λοιδορησάμενοι ἐπ' ἐκκλησίας, ἔπειτα ἐρεσχελήσαντες καὶ τοὺς πρέσβεις κακώσαντες, ὡς μάλιστα ἀπέπεμψαν ἀπράκτους. μετὰ τοῦτο δὲ ὥσπερ ἔργοις αὐτοῖς βουλόμενοι καταφανὲς ποιεῖν, ὅτι τοῦ δικαίου μὲν οὐδένα ποιοῦνται λόγον, οὐδὲ προφάσεώς τινος ἕνεκα εὐπροσώπου εἵλοντο τὸν πόλεμον, ἀλλ' ἐμὲ ἀποκτείνειν ἐκ παντὸς τρόπου ᾑρημένοι πρόσχημα τοῦ πολέμου τὸν ὑπὲρ βασιλίδος ποιοῦνται ζῆλον, θεσπίσματα πεπόμφασι πανταχῇ τῶν πόλεων πᾶσαν εἴσοδον ἐμοὶ πρὸς αὐτὰς ἀπαγορεύοντα καὶ κοινὸν πολέμιον ἀποδεικνύντα. καὶ οὐ μέχρι τούτου ἔστησαν τὴν ἀτοπίαν, ἀλλὰ καὶ ἐνθάδε διατρίβοντι ἐκέλευον τῆς πύλης μὴ προβαίνειν, ἀλλ' οἴκοι καθήμενον, τὴν ἀναιροῦσαν ψῆφον περιμένειν. τί οὖν με πρὸς ταῦτα ποιεῖν ἐχρῆν, πρὸς αὐτῆς τῆς ἀληθείας; συγκαλυψάμενον περιμένειν τὴν σφαγήν; ἀλλ' οὐκ ἂν ἔδοξα σωφρονοῦντος χρῆσθαι λογισμοῖς, οὕτως ἀκλεῶς καὶ ἀτίμως ἀποθνήσκων, ἀλλὰ καταπλαγέντα πρὸς τὴν ἀθρόαν τῶν πραγμάτων μεταβολὴν, δοῦλα φρονεῖν καὶ ἀνελεύθερα, καὶ παραδιδόναι παρακοιμωμένῳ ἐμαυτὸν, ὥστ' ἐπ' ἐξουσίας ἔχειν κακῶς ποιεῖν καὶ εἰς δεσμωτήρια ἄγειν, ὥσπερ τὰ ἀνδράποδα ἐκεῖνα, οἳ σφᾶς αὐτοὺς ἐκείνῳ παραδεδωκότες, οἱ μὲν οἰκοῦσι δεσμωτήρια, δημεύσεις πρότερον ὑπομείναντες καὶ ἄλλων πεῖραν δυσχερῶν πολλῶν, οἱ δ' ἐν Καρὸς μοίρᾳ ἄγονται καὶ φέρονται, πᾶν τὸ προσταττόμενον ὑπ' ἐκείνου ποιεῖν ἔχοντες ἀνάγκην. καὶ ποίων οὐ θανάτων ἀντάξια μυρίων ταῦτα; ἢ πότε ἂν ὁ ἥλιος ἐπεῖδε μείζονα καὶ παραδοξοτέραν ἀτοπίαν, ὥστε τὸν ἐκ κοπρίας, ὅ φασιν, ἄνθρωπον, ὑπ' ἐμοῦ γεγενημένον καὶ μέγα σεμνυνόμενον, ἂν καὶ βλέμματος ἐτύγχανε προσηνοῦς, ἢ λόγου τινὸς δοκοῦντος εὐμενῶς εἰρῆσθαι, τοῦτον ὑβρίζειν ἔχειν εἰς ἐμὲ καὶ τῇ αὐθαδείᾳ καὶ κακοτροπίᾳ χρῆσθαι; δι' ἃ δὴ πάντα σώζειν ἐμαυτὸν εἱλόμην καὶ τοὺς συνόντας· καὶ ὃ πολλάκις ὁ μακάριος τῷ ὄντι βασιλεὺς ἐκεῖνος ἠνάγκαζε ποιεῖν, ὥσπερ πάντες ἴσασι σαφῶς, τοῦτ' ἔπραττον ὑπ' ἐκείνων μάλιστα εἰς τοιαύτην ἀνάγκην συνενηνεγμένος, τῆς κοινῆς ἐμαυτοῦ τε καὶ τῶν ὅλων σωτηρίας ἕνεκα. καὶ ἐξ ἐκείνου ἄχρι νῦν οὐδέποτε ἐπαυσάμην περὶ εἰρήνης δεόμενος αὐτῶν. ἀλλ' ἀνθέρικον δοκῶ θερίζειν· πάντα γὰρ αὐτοῖς μᾶλλον, ἢ ἡ εἰρήνη, ἀνεκτά. σκεψώμεθα δὴ πότερος ἀδικῶν φαίνεται καὶ ἐπιορκῶν, ὁ τήν τε ἀρχὴν τοῖς ὅρκοις ἐπιμείνας, ἄχρις οὗ κατὰ κράτος κατελύθησαν ὑπὸ τῶν πολεμούντων, καὶ μέχρι νῦν δεόμενος περὶ εἰρήνης καὶ τὸν πόλεμον ἐθέλων καταθέσθαι, ἢ ὁ μήτε πρότερον, μήθ' ὕστερον τῶν δεόντων μηδὲν φαινόμενος ποιεῖν ἐπεὶ δέ μοι καὶ τὴν γεγενημένην φθορὰν ὑπὸ τοῦ πολέμου προστρίβεται ὁ πατριάρχης, σκεψώμεθα, τίς αἴτιος αὐτῆς. πρῶτον μὲν γὰρ οἴομαι πάντα ὁντινοῦν τῷ ἄρχοντι πολέμου τὴν αἰτίαν τῶν γινομένων ἀναθήσειν· ἀμυνομένῳ γὰρ οὐδέποτε οὐδεὶς ἐνεκάλεσεν, ὅτι διασώζει ἑαυτόν. ἔπειτα ἐξετάσωμεν καὶ τὰ κατὰ μέρος, παρὰ τίνων δημεύσεις καὶ σφαγαὶ καὶ ἐξορίαι καὶ δεσμωτήρια καὶ στρεβλώσεις. οὐχὶ παρ' αὐτῶν; οὐ δακρύων ἐνέπλησαν τὰς πόλεις πάσας; οὐχ αἱμάτων; οὐχ ὥσπερ κοινοὶ τῶν Ρωμαίων πολέμιοι περιόντες τοὺς ἑκασταχοῦ ἀρίστους διαφθείρουσιν; οὐ τά τε κοινὰ καὶ τὰ ἴδια τῶν Ρωμαίων χρήματα ἀνάλωσαν εἰς οὐδὲν δέον; ἐῶ γὰρ λέγειν τὰ ἡμέτερα τοσαῦτα ὄντα, ἃ εἰ μὴ αὐτοὶ διέφθειρον τὸν πόλεμον κεκινηκότες, ὑπὲρ τῆς κοινῆς ὠφελείας ἂν ἀνάλωτο, ὥσπερ παρεσκευαζόμην, ἴστω θεὸς ὁ πάντων τῶν ἀδήλων καὶ κρυφίων γνώστης. οὐ πόλεις, τὰς μὲν αὐτοὶ παραδεδώκασι Μυσοῖς, τὰς δ' ἑκοντὶ προεῖντο Τριβαλοῖς; οὐ βαρβάρους αὐτοὶ πρῶτοι τοῖς Ρωμαίοις ἐπήγαγον Μακεδονίαν κατατρέχοντες καὶ ἐξανδραποδιζόμενοι, ὡς πολεμίαν; οὐ Θρᾴκην πᾶσαν ταῖς συχναῖς αὐτοὶ στρατείαις ἀοίκητον ἀπέδειξαν; οὐ χθὲς καὶ πρώην Μόῤῥαν διέφθειρον, ὡς ὑπ' ἐμοὶ τελοῦσαν; οὐ τὰς κοινὰς προσόδους πάσας ἐποίησαν ἀπολιπεῖν; οὐ τῆς στρατιᾶς τὸ μὲν, ὡς πολέμιον, αὐτοὶ διέφθειραν, τοῦ δὲ ἠμέλησαν, ὡς ὑπόπτου, ὀλίγον δὲ ἔτι τὸ λειπόμενον καὶ φαῦλον; ἐμοὶ δὲ τί τοιοῦτον εἴργασται; πλὴν ὅτι ἀμύνομαι ἐπιόντας καὶ Μυσοὺς καὶ Τριβαλοὺς, καὶ τὴν Ρωμαίων ὑπολειπομένην ἐπάγουσι δύναμιν μὴ δυνάμενος ἀντικαθίστασθαι, ἐξ ἀνάγκης βαρβάρους συμμάχους προσκαλοῦμαι, ὥσπερ ἐδιδάχθην ὑπ' αὐτῶν. ὁπότερος οὖν τῆς φθορᾶς καὶ τῆς λεηλασίας αἴτιος, μᾶλλον δὲ αὐτουργός; οὐχ οὗτοι; συμβαίνει δὲ αὐτοῖς ὡσπερὰν εἴ τις εἰς οὐρανὸν τοξεύων, ἔπειτα περιπειρόμενος ὑπὸ κατιόντων τῶν βελῶν, οὐχ ἑαυτῷ, ἀλλ' οὐρανῷ προσλογίζοιτο τὴν αἰτίαν τῆς πληγῆς. ὅτι μὲν οὖν τήν τε κατὰ τὰς πόλεις ἀμύθητον Ρωμαίων δυστυχίαν αὐτοὶ εἰργάσαντο καὶ τοῦ ἀνδραποδισμοῦ καὶ τῆς λεηλασίας τῆς ἄλλης χώρας αἰτιώτατοι αὐτοὶ, μηδ' ἄκροις ὠσὶ παραδεχόμενοι τὴν εἰρήνην, ἵν' ἐμὲ ἀνέλωσι μόνον, ἐκ τούτων δῆλον. ἔπεισι δέ μοι τοῦ πατριάρχου, εἰ δεῖ μὴ μᾶλλον τὴν πονηρίαν, ἢ ἀπραγμοσύνην λέγειν, θαυμάζειν, ὅτι, πολλὰ πολλάκις ἐμοῦ περὶ εἰρήνης δεηθέντος καὶ μάλιστα αὐτοῦ, οἷα δὴ προστάτου τῆς εἰρήνης καὶ καθημέραν εἰρήνην πᾶσιν ἐπιλέγοντος, τότε μὲν οὐδέποτε ἐκάμφθη, οὐδὲ τὰ σπλάγχνα ἔφασκεν ἀνοιγνύναι τὴν ἐκκλησίαν, ἀλλ' ἦσαν σκληρότερα χαλκοῦ, νυνὶ δ' ὅτε τῶν πλασμάτων καὶ ψευδολογιῶν ἀκήκοε παρακοιμωμένου, ὅτι καθ' ἡδονὴν μάλιστά εἰσιν αὐτῷ, ἐξαίφνης πρᾷος καὶ ἥμερος ἀνεφάνη. καίτοι γε ἐροίμην αὐτὸν, ὁποίαν τινὰ λέγει τὴν ἐκκλησίαν ταύτην. εἰ μὲν γὰρ τὴν καθόλου τῶν ἐπισκόπων ἀδελφότητα, ἴστω μηδέποτε ἐμοὶ τὰ σπλάγχνα κλείσασαν ἐκείνην, ἀλλ' ἀνεῳγμένα μοι εἰς τόδε ἐξαρχῆς διατηροῦσαν· οἱ πλείους γὰρ ἐμοὶ φρονοῦσιν ἴσα, καὶ πολλὴν αὐτῶν ὠμότητα καταγινώσκουσι τῶν πολέμων καὶ τῶν φόνων ἕνεκα. εἰ δ' αὐτὸν καὶ τοὺς συνόντας τινὰς λέγει, πρῶτα μὲν οὐδ' αὐτοὶ τοῖς γινομένοις πάντες ἥδονται, ἀλλὰ τῆς ἀπάτης καὶ τῆς εἰς τὰ φαῦλα συναρπαγῆς θρηνοῦσιν ἑαυτοὺς, ἔπειτα οὐδ' ἐκκλησία εἰσὶν οὗτοι, ἀλλὰ τὸ κοινὸν τῶν πεπιστευκότων ἄθροισμα ἐκκλησία προσηγόρευται· ὧν ὥσπερ ἐξαίρετα οἵ τε ἐπίσκοποί εἰσι καὶ τῶν μοναζόντων οἱ λογάδες· ὧν μάλιστα τὸ ἄριστον καὶ τῶν ὀρθῶν ἐχόμενον λογισμῶν, ἐμοὶ προσέχουσιν, ὡς δίκαια καὶ λυσιτελοῦντα τῶν Χριστιανῶν τῇ ἐκκλησίᾳ καὶ προῃρημένῳ ἐξαρχῆς καὶ πράττοντι. οὔτε γοῦν μοι πρότερον κέκλεικε τὰ σπλάγχνα ἡ ἐκκλησία, οὔτε νῦν ἀνοίγνυσιν, ἀλλ' αὐτὸς ἐπιορκήσας καὶ συκοφαντήσας καὶ τὸν πόλεμον κεκινηκὼς, ἃ πρότερον οὐκ ἠδυνήθη διὰ τῶν πολλῶν αἱμάτων καὶ τῶν ἀνηκέστων καταπράξασθαι κακῶν, τὸ ἐμὲ διαφθεῖραι, ταῦτα νῦν ἐλπίσας ἐκ τῶν ψευδολογιῶν τοῦ φίλου, ἤνοιξεν, ὥς φησι, τὰ σπλάγχνα, οὐχ ἵνα φιλανθρώπως δέξηται, τοῦτο γὰρ ἐκ πολλοῦ δεόμενος αὐτὸς οὐκ εἰσακούομαι, ἀλλ' ἵνα καταπίῃ. ταῦτα μὲν οὖν εἰ καὶ τραχύτερόν πως δοκεῖ εἰρῆσθαι, συγγνώμη τῷ πάθει. ψυχὴ γὰρ ὑπὸ πολλῶν ἀδικημάτων πιεσθεῖσα καὶ κατώδυνος τοιαῦτα ἂν ἐξενέγκοι καὶ πολλῷ τραχύτερα. πρὸς τοῖς ἄλλοις δὲ καὶ τὸ ἐπιτίμιόν φησιν ἐμοὶ λύσειν χαριζόμενος. εἰ μὲν οὖν εἰδὼς, ἃ δεῖ περὶ τῶν ἐπιτιμίων, τοιαῦτα πλάττεται καὶ οἴεται ἐξαπατᾷν, συγγνώμη πολλὴ τὸ εἰωθὸς ποιοῦντι· εἰ δ' ἀγνοεῖ τὴν δύναμιν, ἣν ἔχει περὶ τὰ τοιαῦτα, ὅπερ οἴομαι καὶ μάλιστα, ἐγὼ διδάξω. τῶν ἀνθρώπων οἱ μὲν ὀρθῶς βιοῦσι καὶ νόμοις προσέχουσι θεοῦ καὶ περὶ τὴν πίστιν ἀσφαλεῖς εἰσιν, οἱ δὲ τοὐναντίον ἅπαν. ὅσοις οὖν ἢ ἀσέλγειαι ἢ ἐπιορκίαι ἢ φόνοι ἤ τι τῶν ἀπηγορευμένων ἕτερον τολμᾶται ἢ περὶ τὴν πίστιν σφάλλονται, δόγμασι προσέχοντες πονηροῖς καὶ διεφθαρμένοις, οὗτοι τῆς μερίδος ἑαυτοὺς ἠλλοτριώκασι τοῦ Χριστοῦ· οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος. οἱ ἀρχιερεῖς δὲ τῶν θείων θελημάτων εἰσὶν ἐκφάντορες καὶ διδακτικοὶ καὶ προνοητικοὶ τῶν ἄλλων. πρῶτοι οὖν ἐκεῖνοι παρὰ τοῦ πνεύματος διδασκόμενοι τοὺς ἀπὸ θεοῦ κεχωρισμένους διὰ τὴν περὶ τὰ φαῦλα ἐπιμονὴν, διδάσκουσι τοὺς ἄλλους, μὴ αὐτοῖς συναναμίγνυσθαι, μηδὲ συνεσθίειν, μηδὲ συνεύχεσθαι, ὡς ἀπὸ θεοῦ κεχωρισμένοις, ἵν' ἢ ἐκεῖνοι ἐπιστρέφωσιν ἀπὸ τῶν φαύλων, αἰσχυνόμενοι τὸν χωρισμὸν, ἢ οὗτοι μὴ βλάπτωνται ἐκ τῆς ἐκείνων συνδιαγωγῆς. ῥᾷον γὰρ ἄν τις μεταλάβοι κακίας, ἢ μεταδῷ τῆς ἀρετῆς. εἰ δ' ἐκεῖνο προβάλλεται, τί οὖν ὁ Χριστὸς εἶπε «πάντα ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ;» ἀλλ' αὐτοῦ τοῦ μακαρίου Πέτρου ἀκουέτω, πρὸς ὃν ἡ ἐξουσία δέδοται, Κλήμεντι τῷ διαδόχῳ παραγγέλλοντος διαῤῥήδην, ὅτι «λύσεις, ἃ προσῆκον, ὁμοίως καὶ δήσεις,» ὡς τὸν μὲν Χριστὸν πρὸς ἐκεῖνον ἀπολύτως εἰπεῖν τὸν λόγον, εἰδότα ἀκριβῶς, ὡς οὐδὲν δήσει τῶν ἀξίων μὴ δεδέσθαι· Πέτρον δὲ αὖθις, παρ' αὐτοῦ τοῦ διδασκάλου ἐμπνεόμενον, καὶ τὸν διορισμὸν προσθεῖναι τοῦ ὅσα δεῖ, δείσαντα, ὡς ἔοικε, μὴ ὕστερόν ποτε ἡ τοιαύτη ἐπεισέλθῃ νόσος, καὶ νομίσωσιν οἱ ἀρχιερεῖς ἐξουσίαν ἔχειν χωρίζειν, οὓς ἂν ἐθέλωσιν, ἀπὸ θεοῦ ἰδίων ἕνεκα ἐγκλημάτων καὶ παθῶν. ὃ νῦν πέπονθε καὶ οὗτος τὴν οἰκείαν ἀγνοήσας δύναμιν. δῆλον οὖν, ὡς, ἄν τις ἄξια ποιῇ χωρισμοῦ θεοῦ, καὶ πρὶν τοὺς ἀρχιερέας φανερὸν ποιεῖν τοῖς ἄλλοις, ἐκεῖνος ἀπὸ θεοῦ κεχώρισται, ὥσπερ τῷ τῆς Ἀλεξανδρέων ἡγουμένῳ ἐκκλησίας Πέτρῳ τῷ μακαρίῳ Ἀρεῖος ὁ κατὰ Χριστοῦ μανεὶς, καὶ πρὸ τῆς συνόδου τῆς ἱερᾶς καὶ τῆς ἐκτομῆς τοῦ λοιποῦ τῆς ἐκκλησίας σώματος, ἐκτετμημένος παρὰ θεοῦ ἀπεκαλύφθη καὶ γεέννης ἄξιος καὶ τῆς ἐν ᾅδου καταδίκης· ἄν τε μηδὲν τοιοῦτον εἰργασμένος φαίνηται, ἀλλὰ νόμοις θεοῦ προσέχων καὶ ταῖς ἐντολαῖς, αἳ μάλιστα μέλος εἶναι Χριστοῦ ποιοῦσιν, οὐκ ἂν ἀπ' ἐκείνου χωρισθείη, ἂν πάθους ἕνεκα ἰδίου οἱ ἀρχιερεῖς χωρίζωσιν. ὁ γὰρ μέγας λαμπτὴρ τῆς οἰκουμένης Ἰωάννης ὁ χρυσοῦς τὴν γλῶτταν, τῆς ποίμνης ἀδίκως ὑπὸ τῶν ἐπισκόπων ἀπελαθεὶς καὶ πολλοῖς κακοῖς προσομιλήσας καὶ ἀφορισμῷ καὶ ἀναθέματι ὑποβληθεὶς, οὐδὲν ἀπέβαλε τῆς δόξης· ἀλλ' ἐκεῖνος μὲν εἰς ἀεὶ Χριστῷ σύνεστι συνδοξαζόμενος, οἱ ἐκτεμόντες δὲ μᾶλλον ἑαυτοὺς τῆς δόξης ἠλλοτρίωσαν τοῦ θεοῦ, φθόνῳ καὶ συκοφαντίᾳ καὶ διαβολῇ καὶ μυρίοις ἄλλοις πάθεσιν ἐκδότους ἑαυτοὺς πεποιηκότες. εἰ μὲν οὖν τι καὶ αὐτὸς ἐμοῦ τοιοῦτον ἔχει κατηγορεῖν, οἷον εἶναι ἄξιον ἀπὸ θεοῦ χωρίζειν, λεγέτω καὶ δεικνύτω, καὶ τήν τε ἐπιτίμησιν οἴσω πρᾴως καὶ πρὸς τῶν ἡμαρτημένων τὴν ἐπανόρθωσιν πᾶσαν ἐπιδείξομαι σπουδήν. εἰ δ' οἰκείας ἀβουλίας ἕνεκα καὶ φθόνου καὶ συκοφαντίας, ὅτι μὴ παρέσχον κατασφάττειν ἐμαυτὸν, ἀπὸ θεοῦ χωρίζειν ἔγνω, σκοπείτω, μὴ οὐ δι' ἐμοῦ μᾶλλον, ἢ ἑαυτοῦ τὸ ξίφος ὤθησεν· οὐ γὰρ, Διονύσιος ὁ μέγας, ἕπεσθαί, φησι, τὸ θεῖον ταῖς παραλόγοις τῶν ἀρχιερέων ὁρμαῖς. εἰ δέ τις δέον εἶναι λέγοι, κἂν ὅπως ποτὲ εἶχε τὰ τοῦ πράγματος φροντίδος ἀξίαν ἡγήσασθαι τὴν ἐπιτίμησιν, καὶ περὶ τὴν διάλυσιν σπουδὴν πολλὴν εἰσενεγκεῖν, ἀλλ' ἐμοὶ κἂν τούτῳ τῶν δεόντων παραλέλειπται οὐδὲν, ἀλλὰ πολλὰ πολλάκις περὶ τῶν τοιούτων δεηθέντι, οὐδὲν οὐδέπω, οὔτε πρότερον, οὔτε νῦν ἐπιεικὲς ἐλέχθη. ὡς μὲν οὖν εὐθὺς ἐξαρχῆς ἐγώ τε τὰ δίκαια εἱλόμην καὶ τὰ κοινῇ λυσιτελοῦντα ἔπραττον, καὶ οὗτοι πολλὰς συκοφαντίας καὶ διαβολὰς πλασάμενοι τὸν πόλεμον κεκινήκασι, καὶ πολλὰ Ρωμαίους εἰργάσαντο κακὰ, μᾶλλον δὲ συμπάντων αἴτιοι κατέστησαν, τὰ μὲν αὐτοχειρίᾳ πεποιηκότες αὐτοὶ, τὰ δ' ἐμὲ ἀναγκάζοντες οὐκ ἐθέλοντα, μάλιστ' ἄν τις ἐκ τῶν εἰρημένων σαφέστατα κατίδοι. ὅτι δὲ καὶ νῦν οὐ τὴν εἰρήνην ᾑρημένοι οὐδ' ἔλεόν τινα λαβόντες τῶν πιπτόντων καθ' ἡμέραν, ἀλλ' ἐμὲ πρὸς τοῖς ἄλλοις ὑποχείριον λαβεῖν βουλόμενοι καὶ τὴν σύμπασαν αὐτοὶ Ρωμαίων ἀρχὴν ἔχειν, τοῦτο γὰρ αὐτοῖς σπουδάζεται περὶ πλείστου, ἕτερον δὲ οὐδὲν, τὴν πρεσβείαν ταυτηνὶ πεποίηνται, ἐκ τῶν πρεσβευομένων αὐτῶν δῆλον. εἰ γάρ τι ἐπιεικὲς καὶ λυσιτελὲς ἐνενόουν τῷ κοινῷ, οὐκ ἂν οὕτως ἐκείνῳ τῷ συκοφάντῃ καὶ ἀεὶ καταψευδομένῳ ῥᾷστα πειθόμενοι ὑπάγειν ἐπεχείρουν ἑαυτοῖς καὶ καταδουλοῦν ἐμέ· ὃς εἰ μή τι ἄλλο, διὰ τὸ γοῦν ἐπὶ τοσοῦτον χρόνον τὰ Ρωμαίων διοικεῖν, βέλτιον ἂν τοῖς πράγμασι χρησαίμην καὶ λυσιτελέστερον αὐτῶν. πατριάρχῃ μὲν οὖν καὶ τοῖς ἄλλοις οὐδενὸς ἐμέλησεν ἑτέρου, ἢ ὃ προὔθεντο ἐξαρχῆς εὐθὺς, τὸ διαφθείρειν ἐμὲ καὶ ποιεῖν ἐκ μέσου, ἵν' ἄρχειν ἀδεῶς ἔχοιεν αὐτοί. ἐγὼ δὲ τοῦ κοινῇ λυσιτελοῦντος ἕνεκα, ὥσπερ καὶ ἀεὶ, καὶ βούλομαί τε καὶ περὶ πλείστου ἄγω τὴν εἰρήνην, εἴ γε βούλοιντο καὶ αὐτοὶ τῶν πλασμάτων καὶ ψευδολογιῶν ἀποστάντες παρακοιμωμένου διαλύσεις τίθεσθαι. εἰ δ' αὖθις αὐτοὶ τὸν πόλεμον κινοῖεν, μὴ ἐμοὶ τὰ ἐσόμενα κακὰ ἐκ τοῦ πολέμου προσλογίζεσθαι, ἀλλ' ἑαυτοῖς, πολλῷ τῶν προϋπηργμένων δεινότερα, ὡς ὁρῶ, ἐσόμενα. ἐκεῖνοι μὲν γὰρ Μυσοῖς καὶ Τριβαλοῖς πόλεις καὶ χώρας καταπροϊέμενοι συμμάχους ἐποιήσαντο, οἷς ἐπ' ἐμὲ διανοοῦνται χρῆσθαι. οἷς ἀνθίστασθαι οὐκ ἂν δυναίμην μετὰ Ρωμαίων τῶν παρόντων· λείπεται δὴ κἀμὲ συμμαχίαν ἑαυτῷ πορίζειν, ἣ τοῖς πολεμοῦσιν ἀντιστήσεται καὶ διαφθερεῖ. οὐ γὰρ ἑκὼν εἶναι προήσομαι τὴν ἐμαυτοῦ καὶ τῶν συνόντων σωτηρίαν. αὕτη δὲ οὐδαμόθεν ἄλλοθεν παρέσται, ἢ ἐξ Ἀσίας Περσική· οἳ βάρβαροί τε ὄντες καὶ ἀπ' ἐναντίας ἡμῖν περὶ τὸ σέβας διακείμενοι οὐδεμίαν φειδὼ ποιήσονται τῶν ἐμπιπτόντων ταῖς χερσὶν, ἀλλὰ τοὺς μὲν ἀποκτενοῦσι, τοὺς δὲ ἐπὶ δουλείᾳ ἀποδώσονται. εἰ μὲν οὖν τινα τῶν μελλόντων διαφθείρεσθαι ἔλεον λαβόντες πρὸς τὴν εἰρήνην ἐθέλωσι χωρεῖν, κἀγὼ μάλιστα βουλοίμην ἂν, καὶ ἐν ἡμέραις πεντεκαίδεκα πεμπέτωσαν τοὺς ἐροῦντας, ὅτι διαλύεσθαι συνέθεντο, ὡς ἂν πέμψας κἀγὼ κωλύσω τοὺς βαρβάρους μὴ περαιοῦσθαι πρὸς τὴν Θρᾴκην· παρεσκευασμένοι γάρ εἰσιν. ὕστερον δὲ ἐφ' οἷστισιν ἡ εἰρήνη ἔσται θησόμεθα συμβάσεις πρὸς ἀλλήλους. εἰ δ' αὖθις ψηφισάμενοι πολεμεῖν μηδὲν ἀποκρινοῦνται πλέον, ἐγὼ μὲν μετὰ τὴν προθεσμίαν οὐδενὸς ὧν ἔγνωκα λυσιτελεῖν ἐμαυτῷ ἀφέξομαι, καὶ θεὸν μαρτυρόμενος καὶ ἀνθρώπους, ὡς ἄκων εἰς τὸν πόλεμον χωρῶ καὶ τῶν ἐσομένων κακῶν οὐδενὸς τό γε εἰς ἐμὲ ἧκον αἴτιός εἰμι. αὐτοὶ δ' εἰ μή τι ἄλλο, τῶν γοῦν πόλεων πρόνοιάν τινα ποιείσθωσαν τῶν αὐτοῖς προσεχουσῶν, ἵνα μὴ παντάπασι διαφθαρῶσιν ὑπὸ τῶν βαρβάρων· τὴν γὰρ ἐκείνων συμφορὰν ἐν τοσαύτῃ φροντίδι τίθεμαι, ὅσην καὶ τῶν ὑπ' ἐμέ.» τοιαύτην ὁ βασιλεὺς πρὸς τοὺς πρέσβεις ὑπὲρ ὧν ὁ πατριάρχης κατηγόρει τὴν ἀπολογίαν θέμενος, ἔπειτα γράψας καὶ τὰ ἴσα πρός τε πατριάρχην καὶ τοὺς ἄλλους, καὶ Χρυσοβέργην τὸν Ἰωάννην συνεξέπεμπεν αὐτοῖς εἰς βασιλίδα πρεσβευτήν.

οεʹ. Ἔτι δ' ἐν Διδυμοτείχῳ τῶν πρέσβεων διατριβόντων, ἧκον ἐκ Φερῶν πρὸς βασιλέα πρεσβευταὶ, πρῶτα μὲν παραιτούμενοι ἐφ' οἷς πρὸς αὐτὸν ἠγνωμονήκασι, μὴ μόνον οὐ πειθόμενοι τὰ βελτίω συμβουλεύοντι, ἀλλὰ καὶ τὸν ἥκοντα παρ' αὐτοῦ πρεσβευτὴν ἀπεκτονότες, ἔπειτα δὲ καὶ τὰς συμφορὰς ἐξετραγῴδουν, αἷς περιπεπτώκασιν ἐξ ἀβουλίας, καὶ ἐδέοντο σφίσι βοηθεῖν, ὡς, εἰ μὴ παρ' αὐτοῦ τινος ἐπικουρίας τύχοιεν, ἄρδην ἀπολούμενοι. μετὰ γὰρ τὴν βασιλέως ἐκεῖθεν ἀναχώρησιν περιστρατοπεδευσάμενος ὁ Κράλης, τὴν μὲν χώραν ἔτεμε καὶ ἐδῄωσε κατὰ κράτος, τὴν πόλιν δὲ εἰς τοσοῦτον ἤγαγεν ἀπορίας πολιορκῶν ἐπὶ συχνόν τινα χρόνον ἐφεξῆς, ὡς κινδυνεύειν ἤδη παρανάλωμα λιμοῦ γενέσθαι. Φεραῖοι δὲ ἐν χρῷ κινδύνου ἤδη καθεστῶτες, μόλις τὰ λυσιτελοῦντα συνεώρων, παθὼν γὰρ νήπιος ἔγνω, καὶ ἐπεψηφίσαντο Καντακουζηνῷ τῷ βασιλεῖ προσχωρεῖν, ὡς τῆς εἰς ἐκεῖνον φιλίας ἀνήσοντα Κράλην τὴν πολιορκίαν· ὅπερ καὶ ἐγίνετο. μετὰ γὰρ τὴν βασιλέως εὐφημίαν καὶ τὴν μνήμην τὴν ἐν τοῖς ἱεροῖς ἀνακωχήν τινα παρέσχετο ὁ Κράλης τοῦ πολέμου, καὶ οὐ πολὺ τῆς πόλεως ἄπωθεν ἐστρατοπεδεύετο ἐλθών. ὅσοι δὲ βασιλέως ἦσαν φίλοι τῶν ἐν τέλει Τριβαλῶν, συνεβούλευον Φεραίοις τάχιστα ἐλθόντας πρὸς ἐκεῖνον ἄρχοντα τῇ πόλει δέχεσθαι, ὡς ἀφεξομένου παντάπασι τοῦ Κράλη, εἰ τοιαῦτα γένοιτο. τούτου μὲν οὖν ἕνεκα ἧκον οἱ Φεραῖοι καὶ ἐδέοντο βασιλέως δεδακρυμένοι πέμπειν σφίσιν ἄρχοντα καὶ ἀπαλλάττειν τοῦ κινδύνου. βασιλεὺς δὲ τό,τε ἄστατον τῆς τῶν ἀνθρώπων τύχης συνορῶν, οἱ γὰρ πρὶν μεγάλα φυσῶντες καὶ οὐδ' ἄκροις ὠσὶ δεχόμενοι τὴν ὑπὸ βασιλεῖ δουλείαν, ἀλλὰ καὶ τὸν πρεσβευτὴν ὠμῶς καὶ ἀπανθρώπως κατατεμόντες καὶ πολλὴν ἐπιδειξάμενοι αὐθάδειαν καὶ θρασύτητα, νῦν ἥκουσι ταπεινοὶ καὶ δεδακρυμένοι, ὑπὸ μεγάλων πιεσθέντες συμφορῶν, καὶ δεόμενοι ἐκεῖνα, ἃ εἰ τότε αὐτοῦ συμβουλεύοντος ἐπείθοντο, οὐκ ἂν εἰς τοιαύτας κατέστησαν ἀνάγκας, ἔπειτα ἐννοῶν καὶ οἵας πόλεως πάντα ἀρίστης ἡ Ρωμαίων ἡγεμονία ἀποστερεῖσθαι μέλλει, ἐδάκρυσε μὲν ἐπὶ μικρὸν, εἶτα ἐχρημάτιζε τοῖς πρέσβεσι, καὶ τῶν τε ἡμαρτημένων παρείχετο συγγνώμην καὶ χρηστότερα ἐλπίζειν ὑπετίθει, ὡς πᾶν ὁτιοῦν ὑπὲρ αὐτῶν ποιήσων. ἐκείνους μὲν οὖν οὕτως ἐψυχαγώγει λόγοις ἐκ τῆς πολλῆς ἀθυμίας ἀνακτώμενος. τοὺς ἐκ Βυζαντίου δὲ αὖθις πρέσβεις μετακαλεσάμενος, «ὁρᾶτε» εἶπεν «οἵων συμφορῶν Ρωμαίοις ὁ πόλεμος κατέστη. τὰς γὰρ ἑσπερίους ἤδη πάσας πόλεις ἐποιήσαντο ὑφ' ἑαυτοῖς οἱ Τριβαλοί. δέδοικα δὲ μὴ, τούτου μηκυνομένου, καὶ Μακεδονίας ἄρξωσι παντάπασιν. ἤδη γὰρ οὐκ ὀλίγας ἔχουσι. Φεραῖοι δὲ ὥσπερ ἠκούσατε παρὰ τῶν πρέσβεων, εἰ μή τινος παρ' ἡμῶν ἐπικουρίας τύχωσιν, οὐκ ἂν ἔτι πρὸς τὸν πόλεμον ἀντέχειν δύναιντο, λιμῷ καὶ πολιορκίᾳ πιεσθέντες. ἔξεστιν οὖν ὑμῖν ἤδη τὸ τοῦ πολέμου κέρδος συνορᾷν, ἐγὼ δὲ ὑμῶν θαυμάζω, ὅθεν οἴεσθε δύνασθαι βασιλείαν ἔχειν, τῶν συνεχόντων αὐτὴν εὐποροῦντες οὐδενός. οὔτε γάρ ἐστιν ἐν ὑμῖν, ὃς ἂν τῶν ἄλλων ἄρχειν δύναιτο καὶ πρόνοιαν ποιεῖσθαι τῶν κοινῶν, εἰ μή πού γε φαίητε παρακοιμώμενον. οὔτε γὰρ βασιλεὺς διὰ τὴν ἡλικίαν τὴν Ρωμαίων ἄγειν δύναται ἀρχὴν, ἥ τε βασιλὶς ἡ τούτου μήτηρ οὐ διὰ τὴν γυναικείαν ἀσθένειαν μόνον, οὐ γὰρ ἂν ἐξαρκοίη πρὸς τοσοῦτον πραγμάτων ὄγκον, ἀλλὰ καὶ τὸ τὴν ἐξουσίαν ὑπὸ τῶν ἀρχόντων περιηρῆσθαι, ὥσπερ ἐν φρουρᾷ διάγει τοῖς βασιλείοις, ὀλίγον ἀποδέουσα τῶν ἐν δεσμωτηρίῳ διαγόντων. τί γὰρ ἐκείνων διενήνοχεν, εἰ μηδὲν μήτε βουλεύσασθαι, μήτε πρᾶξαι τῶν δεόντων δύναται, ἀλλὰ τοῖς ἐψηφισμένοις ὑπὸ τῶν ἀρχόντων ἕπεσθαι ἀνάγκην ἔχει; τάς τε πόλεις ἀπολωλέκατε, τὰς μὲν αὐτοῖς Μυσοῖς παραδεδωκότες, ἵν' ἔχητε συμμάχους ἐπ' ἐμὲ, τῶν δ' ὑπὸ Τριβαλοῖς δεδουλωμένων. καὶ αἱ λειπόμεναι δὲ, ἔτι πρὸς ἐμέ τε καὶ ὑμᾶς διῃρημέναι, τὰ μὲν αὐταὶ ἐφ' ἑαυταῖς στασιάζουσαι καὶ διαφθειρόμεναι, τὰ δ' ὑφ' ἡμῶν ἔξωθεν πολιορκούμεναι καὶ ἐξανδραποδιζόμεναι καὶ τὰ δεινότατα ὑπομένουσαι, εἰς ἐσχάτην ἀπορίαν ἤλασαν, καὶ ὀλίγου ἀποδέουσι τῶν ὑπὸ πολεμίοις γενομένων. χρημάτων τε πόρος οὐδαμόθεν· τά τε γὰρ ἀποκείμενα ἀνάλωται, καὶ τὰ κειμήλια ἀποδέδοται τὰ βασιλικὰ εἰς τοὺς καλοὺς ἀποστόλους, ὅθεν ὄνησις οὐδεμία περιγίνεται· ἐῶ γὰρ τὰ ἡμέτερα τοσαῦτα ὄντα λέγειν· καὶ αἱ πρόσοδοι ἐκλελοίπασι τῶν κοινῶν τῆς χώρας διεφθαρμένης. πρὸς τούτοις δὲ καὶ οἱ μέγα δυνάμενοι καὶ βασιλεῖ συμπράττοντες πρὸς τὴν ἀρχὴν οἱ μὲν διὰ τὴν εἰς ἐμὲ εὔνοιαν χρημάτων ἀποστερηθέντες καὶ πρὸς πεῖραν πολλῶν πρότερον κακῶν ἐλθόντες, νῦν οἰκοῦσι δεσμωτήρια, οἱ δ' ὅτι ἐμνήσθησαν εἰρήνης, ὁρῶντες οἷ κακῶν ὁ πόλεμος χωρήσει, καίτοι γε κἀκεῖνοι τούτου αἰτιώτατοι γεγενημένοι, ἄπρακτοι κάθηνται ἐν ταῖς οἰκίαις, οὕτω προστεταγμένον ὑπὸ παρακοιμωμένου. ὥσπερ ἀκούω καὶ πρωτοστράτορα τὸν Συναδηνὸν πεπονθέναι νῦν. καὶ ἡ στρατιὰ δὲ ἡ μὲν διέφθαρτο δοκοῦσα εὐνοεῖν ἐμοὶ, ἡ δὲ ὑποπτευομένη ἀμελεῖται, τὸ λειπόμενον δὲ ὀλίγον. πόθεν οὖν οἴεσθε τὴν ἀρχὴν συστήσεσθαι ὑμῖν μηδὲν ἔχοντες τῶν σώζειν δυναμένων; ἃ πάντα χρὴ καὶ ὑμᾶς σκεψαμένους, καὶ βασιλίδι καὶ πατριάρχῃ καὶ τοῖς ἄλλοις ἀπαγγείλαντας, τὴν εἰρήνην ψηφίσασθαι κοινῇ, καὶ μὴ διὰ κακοβουλίαν καὶ τὰ μικρὰ λείψανα ταῦτα, ἃ τῆς Ρωμαίων ὑπολέλειπται ἡγεμονίας, διαφθεῖραι.» τῶν πρέσβεων δὲ πρὸς οὐδὲν ἕτερον ἀντειπόντων τῶν εἰρημένων, ἢ ὅτι ἡ βασιλὶς οὐχ ὥσπερ ἤγγελτο αὐτῷ, τοῖς βουλεύμασι τῶν ἀρχόντων ἕπεσθαι ἀνάγκην ἔχει, ἀλλ' αὐτὴ τῶν πραγμάτων οὖσα κυρία, τὰ δοκοῦντα πράττει, πάντων δουλευόντων ἀκριβῶς, «οὐδὲν ἂν» εἶπεν «εἰκῇ καὶ μάτην ἐξενήνεκτο παρ' ἐμοῦ, εἰ μὴ σαφέστατα ᾔδειν ὥσπερ ἔχει εἰρησόμενον. εἰ δ' αὐτοὶ ἀγνοεῖτε, πεῖραν ἐγὼ ποιήσομαι τοῦ πράγματος, ἐξ ἧς ἔσται καὶ ὑμῖν καταφανὲς εἰρημένον, ὥσπερ ἔχει. Χρυσοβέργῃ γὰρ τῷ παρ' ἐμοῦ πρεσβεύοντι λόγους ἀναθήσω τινὰς, ὥστ' αὐτοὺς μόνος μόνῃ βασιλίδι ἀπαγγέλλειν, ὥσπερ εἴωθα καὶ πρότερον ποιεῖν. εἰ μὲν οὖν ὑπὸ τῶν ἀρχόντων τοῦτο πράττειν συγχωρηθῇ, εὔδηλον, ὡς ἔξεστιν αὐτῇ πράττειν ἅττα ἂν ἐθέλῃ. ἂν δ' ἐπ' αὐτῶν κελεύωσι τοὺς λόγους ἀπαγγέλλειν, μηδεμίαν ἑτέραν ἀπόδειξιν ζητεῖν τοῦ τἀληθῆ περὶ αὐτῆς εἰρῆσθαι.» τοιαῦτα εἰπὼν συνεξέπεμπεν αὐτοῖς ἅμα καὶ τὸν Χρυσοβέργην, πεντεκαίδεκα προθεσμίαν ἡμερῶν πρὸς διάσκεψιν διδούς. ἐκεῖνος δὲ Φεραίοις τε ἄρχοντα ἐφίστη, καὶ πρεσβείαν ἔπεμπε πρὸς Κράλην, καὶ ὑπεμίμνησκε τῶν ὅρκων καὶ τῶν συνθηκῶν τῶν πρὸς αὐτόν. οἷς αὐτὸς ἐμμένων, ἠξίου κἀκεῖνον μὴ διαλύειν, ἀλλ' ἀφίστασθαι, Φεραίων αὐτῷ προσχωρησάντων, καὶ μήτε πολεμεῖν, ἀλλὰ καὶ ὅσα δυνατὰ συναίρεσθαι πολλὰ κεκακωμένοις ὑπὸ τοῦ πολέμου. αὐτοῖς τε Φεραίοις ἐλπίδας ὑπετίθει χρηστοτέρας, ὡς τάχιστα ἀφιξόμενος παρ' αὐτοὺς καὶ προνοίας τῆς δεούσης ἀξιώσων. τοιαῦτα μὲν ἐπαγγειλάμενος ἐξέπεμπε κἀκείνους. οἱ ἐκ τοῦ Μομιτζίλου δὲ ἀπιοῦσι συντυχόντες τοὺς μὲν καὶ συνέλαβον αὐτῶν, οὓς ὕστερον ἀπέλυσαν γυμνοὺς, οἱ δὲ μόλις διαδρᾶναι δυνηθέντες, αὖθις πρὸς βασιλέα ἐπανῆκον, πᾶσαν ἀπολέσαντες ἀποσκευήν. ἐφ' οἷς ἄγαν ἤχθετο ὁ βασιλεὺς ὁρῶν τὴν πόλιν κινδυνεύουσαν, καὶ ἐζήτει ὅπως ἀμύνοιτο Μομιτζίλον βλάπτοντα τὰ μέγιστα. οἱ ἐκ Βυζαντίου δὲ πρεσβευταὶ ἐπεὶ πρὸς βασιλίδα ἐπανῆκον, ἀπήγγελλόν τε τοῖς ἄρχουσι τὰ περὶ τῆς πρεσβείας, καὶ τὰ πρὸς πατριάρχην γράμματα παρείχοντο. οἱ δὲ ἤχθοντο ἀποτυχόντες ὧν ἐνόμιζον κατωρθωκέναι. μεταπεμψάμενοι δὲ καὶ Χρυσοβέργην ἠρώτων, εἴ τι ἀπαγγέλλειν ἔχει. ὁ δὲ περὶ μὲν τῆς κοινῆς ἔφη πρεσβείας οὐδὲν ἔχειν πλέον τῶν τοῖς γράμμασιν ἐγγεγραμμένων ἀπαγγέλλειν, ἰδίᾳ μέντοι πρὸς βασιλίδα λόγους τινὰς ἔχειν, οὓς ἐκελεύσθη μηδενὸς ἑτέρου παρόντος, πρὸς μόνην ἐκείνην λέγειν. οἱ δ' ἐκέλευον λέγειν πρὸς αὐτοὺς καὶ μὴ ληρεῖν ἀδύνατα ἀξιοῦντα. τοῦ δὲ μηδενί τῳ ἑτέρῳ ἐξειπεῖν ἂν διισχυριζομένου, ἠπείλουν μαστιγοῦν καὶ ἔκφορα τὰ ἀπόῤῥητα ποιεῖν προσαναγκάσειν. ὡς δὲ οὐδὲν ἐνεδίδου πρὸς τὰς ἀπειλὰς, καὶ τὰς πληγὰς ἐπῆγον. ὁ δ' οὐδὲν ἧττον ἔφασκεν ἀποκρύψειν, ἂν καὶ δεινότερα τολμῶσιν· εἰδότα γὰρ οἷα πρὸς Βρουλᾶν τῆς εἰρήνης ἕνεκα πρότερον τετόλμηται ἐλθόντα, οὕτως ἥκειν παρεσκευασμένον, ὡς πᾶσαν οἴσοντα κάκωσιν καὶ παροινίαν. ὁ μὲν οὖν οὕτως ἀπτόητος ὡρᾶτο καὶ πρὸς καρτερίαν παρεσκευασμένος τῶν δεινῶν. οἱ δ' ἐπεὶ ἑώρων ἀδυνάτοις ἐπιχειροῦντες, πολλὰ εἰς αὐτὸν καὶ τὸν πέμψαντα ὑβρίσαντες, ἔπειτα ἐξήλαυνον τῆς πόλεως αὐθημερὸν μηδένα περὶ τῆς πρεσβείας λόγον ποιησάμενοι. ὁ δὲ πρὸς βασιλέα τὰ γεγενημένα ἀπήγγελλεν ἐλθών· κἀκεῖνος ἤδη τὴν εἰρήνην ἀπογνοὺς, ἐστράτευσεν ἐπὶ Γαρέλλαν. Κοντοστέφανος δὲ ὁ ταύτης ἄρχων προσεχώρησεν ἑκὼν τῷ βασιλεῖ καὶ παρέδωκε τὴν πόλιν· ἐν ᾗ καὶ Καταβοληνὸς Ἰωάννης πρὸς βασιλέα ἤχθη, τῶν οἰκετῶν τῆς βασιλίδος ὤν. ὃν ἔπεμπεν εἰς Βυζάντιον αὐτίκα, μηδενὸς, ὧν εἶχεν, ἀποστερηθέντα, ἠξίου τε αὖθις καταλύεσθαι τὸν πόλεμον καὶ μὴ διὰ τὴν πρὸς ἀλλήλους αὐτῶν φιλονεικίαν τὰ ἀνήκεστα δεινὰ Ρωμαίους ὑπομένειν. πατριάρχης δὲ καὶ οἱ λοιποὶ οὐδὲν ἧττον, ἢ πρότερον, ᾑροῦντο πολεμεῖν.

οϛʹ. Βασιλεὺς δὲ καὶ τὴν μεγάλην εἷλε Καρύαν φρούριόν τι ὁμολογίᾳ. ἔνθα διατρίβοντι καὶ πρωτοκυνηγὸς ὁ Βατάτζης προσεχώρησε μετὰ τῶν συγγενῶν ὄντων οὐκ ὀλίγων· καὶ τό τε Πολύβοτον, πόλιν Θρᾳκικὴν ὑπὸ τῶν συγγενῶν κατεχομένην, προσῆγε βασιλεῖ, καὶ Τηρίστασιν τὸ φρούριον, ὃ πρότερον αὐτὸς ἔτι βασιλέως Ἀνδρονίκου περιόντος οἰκείοις ἀναλώμασιν ἐτείχισεν. ἔφασκέ τε, ὡς ἐν μὲν ταῖς ἀρχαῖς τοῦ πολέμου μάλιστα, νομίσας περὶ βασιλέα ἠγνωμονηκέναι καὶ τοῖς ἐκείνου παισὶν ἀδίκως ἐπιβουλεύειν καὶ παραιρεῖσθαι τὴν ἀρχὴν, ἀποστῆναί τε αὐτοῦ διὰ τὴν νομιζομένην ἀδικίαν καὶ πολεμεῖν ἁπάσῃ δυνάμει. τοῦ χρόνου δὲ τριβομένου καὶ τῶν Ρωμαίων ἀπολλυμένων ἀκλεῶς ὑπὸ τοῦ πολέμου, ὁρῶν ὡς βασιλεῖ μὲν τά τε Ρωμαίοις κοινῇ συνοίσοντα καὶ τοῖς βασιλέως σπουδάζεται παισὶ, παρακοιμωμένῳ δὲ καὶ τοῖς ἄλλοις τοῖς ἄγουσι τῶν Ρωμαίων τὴν ἡγεμονίαν, οὐδέν ἐστι προὔργου, ἢ πάντας διαφθείραντας ἐκείνους ἄρχειν, βασιλέως δὲ τοῦ παιδὸς ὀλίγα ἢ οὐδὲν φροντίζοντας, καὶ τῆς τῶν ἄλλων σωτηρίας, συνιδών τε ἐκ τῶν γινομένων ὡς ἐκεῖνοι ἀδικοῖεν καὶ διαφθείροιεν φαυλότητι τρόπων τὴν ἀρχὴν Ρωμαίων, ἀποστῆναί τε ἐκείνων καὶ προσχωρῆσαι βασιλεῖ, καίτοι γε μεγάλας ἀφορμὰς ἔχων τῆς πρὸς αὐτοὺς εὐνοίας. τῷ τε γὰρ υἱῷ συνῴκισε τὴν πατριάρχου θυγατέρα, καὶ τὴν αὐτοῦ τῷ μεγάλου δουκὸς υἱῷ ἐξέδωκε πρὸς γάμον. ἀλλὰ καὶ οὕτως ἔχων συγγενείας πρὸς αὐτοὺς καὶ οἰκειότητος, βδελύξασθαί τε τοὺς τρόπους καὶ τὴν παρὰ βασιλεῖ διατριβὴν ἑλέσθαι μᾶλλον. βασιλεὺς δὲ ἀσμένως τε ἐδέξατο καὶ τῶν τε λόγων καὶ τῆς κρίσεως χάριν ὡμολόγει· καὶ τῆς εἰς αὐτὸν εὐνοίας καὶ τοῦ προσκεχωρηκέναι ἀμειβόμενος, αὐτῷ μὲν τὴν μεγάλου στρατοπεδάρχου παρείχετο ἀξίαν, τοῖς ἄλλοις δὲ τῶν συγγενῶν ἑκάστῳ ἀναλόγως καὶ τιμὰς παρείχετο καὶ προσόδους ἐτησίους. εἶτα σὺν ἐκείνῳ εἰς Τηρίστασιν ἐλθὼν, ἐκείνην τε παρελάμβανεν ἐκείνου παραδιδόντος, καὶ τὰ περὶ αὐτὴν πολίχνια καὶ τὰ φρούρια προσεχώρουν. Καλλιούπολις δὲ καὶ Ἐξαμίλιον ἀντεῖχον καὶ πᾶσαν δεῖν ᾤοντο μᾶλλον ὑπομένειν πολιορκίαν, ἢ προσχωρεῖν τῷ βασιλεῖ. ἔτι δὲ αὐτῷ περὶ Χεῤῥόνησον διατρίβοντι Σουλιμὰν, τῶν κατὰ τὴν Ἀσίαν σατραπῶν εἷς, εἰς Χεῤῥόνησον μετὰ στρατιᾶς περαιωθεὶς, συνεγένετο τῷ βασιλεῖ ἐν Αἰγὸς ποταμοῖς, καὶ ἵππους τε παρείχετο καὶ ὅπλα δῶρα καὶ στρατιὰν οὐκ ὀλίγην συμμαχεῖν. φιλοφρονηθεὶς δὲ ὑπὸ βασιλέως καὶ αὐτὸς, ἀνέστρεφεν εἰς τὴν Ἀσίαν. βασιλεὺς δὲ τὰ μήπω προσχωρήσαντα πολίχνια ἐπῄει καὶ κατεδουλοῦτο, καὶ πρὸς Μυριόφυτον ἐλθὼν ηὐλίσατο τὴν νύκτα ἐν οἰκίᾳ μεγάλῃ διωρόφῳ. εἴθιστο δὲ διά τε τὴν βραχύτητα τῆς ἡμέρας· χειμὼν γὰρ ἦν· καὶ τὸ ἀνάγκην ἔχειν ἄχρι νυκτὸς ἔφιππον εἶναι, οὐ γὰρ ἦν ὅποι τῶν ἵππων ἀποβάντας ἄριστον αἱρεῖσθαι, τῆς Θρᾴκης ἁπάσης ὑπὸ τοῦ πολέμου ἀοικήτου γενομένης πλὴν τῶν πόλεων, ἀρχομένης εὐθὺς ἡμέρας ἀριστᾷν καὶ οὕτω διημερεύειν. οἱ περὶ αὐτὸν δὲ κατὰ τὸ ἔθος ἀναγκάζοντες ποιεῖν, οὐκ ἠθέλησε, δεῖσθαι μὲν τροφῆς εἰπὼν, ἀναχωρεῖν δὲ ἐπείγεσθαι οὕτως αὐτομάτως· αὐτίκα τε ἐπέβησαν τῶν ἵππων, κελεύσαντος ἐκείνου, καὶ πρὸς ἑτέραν πολίχνην οὐ πολὺ διέχουσαν Μυριοφύτου, Χώραν προσαγορευομένην, ἦλθον, ἔτι μήπω προσχωρήσασαν. πέμψας τε ὁ βασιλεὺς προσηγόρευε τοὺς πολίτας καὶ παρῄνει προσχωρεῖν. οἱ δ' ἀντὶ προσηγορίας κακῶς ἥκειν ἔφασαν αὐτόν. αὐτοὺς δὲ ἀμυνεῖσθαι προθυμότατα, ἂν ἐπίῃ, ἀπὸ τῶν τειχῶν. τοῦ πρεσβευομένου δὲ κατηγοροῦντος, ὅτι ἀνοήτως καὶ θρασέως ἀποκρίνοιντο βασιλεῖ προσαγορεύοντι, ἕτερον ἔφασαν ἐκεῖνοι βασιλέα ἔχειν, αὐτὸν δὲ ἐν οὐδένων ἄγειν μοίρᾳ, καὶ ὕβρεις αὐτίκα κατέχεον αὐτοῦ πολλάς. ἔτι δὲ περὶ τὰς ὕβρεις ἐκείνων ὄντων, σεισμὸς ἐγίνετο ἐξαίσιος οἷος, καὶ τά τε τείχη κατέπιπτε τῆς πόλεως καὶ τῶν οἰκιῶν ὑπὲρ τὰς δύο μοίρας, καὶ κατεχώσθησαν ὑπό τε τῶν τειχῶν καὶ τῶν οἰκιῶν ὑπὲρ τριακοσίους. ὅσοι δὲ διέφυγον τὸν κίνδυνον, βασιλεῖ προσέδραμον ἐξελθόντες, καὶ ἐδέοντο μὴ σφᾶς καὶ τέκνα περιιδεῖν ὑπὸ τῶν βαρβάρων ἀνδραποδισθέντας ἄν. τῆς αὐτῆς δὲ ὥρας ὑπὸ τοῦ σεισμοῦ ἐκείνου καὶ ἡ οἰκία, εἰς ἣν ηὐλίσατο ὁ βασιλεὺς τὴν νύκτα, κατέπεσεν ἐκ θεμελίων, καὶ ἡ περὶ βασιλέα τοῦ θεοῦ πρόνοια ἐγίνετο καταφανὴς, οὕτως ἐκ προδήλου κινδύνου ῥυσαμένου. εἰ γὰρ, ὥσπερ οἱ περὶ αὐτὸν παρῄνουν, ἀριστᾷν ἐπείθετο ἐκεῖ, οὐδὲν ἂν ἐκώλυε μὴ αὐτόν τε καὶ τῶν συνόντων οὐκ ὀλίγους ὑπὸ τῆς οἰκίας καταχωσθῆναι· οὕτως ἦν βραχὺς ὁ μεταξὺ χρόνος παρεληλυθώς. τῆς δὲ περὶ αὐτὸν στρατιᾶς ὡρμημένης τὴν πολίχνην, ὡς πολεμίαν, διαρπάζειν, καὶ τῶν Περσῶν τοὺς ὑπολειπομένους ἀνδραποδίζειν ἐπιχειρούντων, ἐκώλυσεν ὁ βασιλεὺς ἐλθὼν καὶ περιέσωσε τὴν πολίχνην. καὶ διπλᾶς ἀπεδίδου τὰς εὐχαριστίας τῷ θεῷ, τοῦ τε ἀπὸ τῆς καταπεσούσης οἰκίας αὐτὸν καὶ τοὺς συνόντας περισωθῆναι, καὶ τοῦ τὴν Χώραν οὕτως ἑτοίμην προκειμένην ἐπὶ τὴν διαρπαγὴν περισῶσαι δυνηθῆναι. ἔπειτα αὐτοῖς τῶν εἰς ἐκεῖνον ὕβρεων συγγνώμην παρασχόμενος καὶ ἄρχοντας ἐπιστήσας, οἳ τὰ τείχη ἀναστήσουσιν, ἀπῇρεν ἐκεῖθεν πρὸς τὰς ἄλλας πόλεις. οἱ δὲ ἐπιτεταγμένοι πρὸς τὸν τειχισμὸν κατὰ τὸ βασιλέως πρόσταγμα πολλὴν εἰσενεγκάμενοι σπουδὴν, ἐν ὀλίγῳ χρόνῳ τῶν προτέρων ἀνέστησαν βελτίω καὶ ἐῤῥωμενέστερα. ἐπεὶ δὲ οὐδενὸς ἐνέδει πρὸς ἀπαρτισμὸν αὐτοῖς, ἐπιβουλεύσαντες οἱ κατὰ τὴν πολίχνην, ἐξήλασαν τοὺς βασιλέως αὖθις καὶ βασιλίδι προσεχώρησαν· καὶ πρὸς πολλῶν δυσχερῶν ἐλθόντες πεῖραν, ἄχρις οὗ καὶ Βυζαντίου βασιλεὺς ἐκράτησε, διέμειναν πολιορκούμενοι καὶ κακῶς πάσχοντες ὑπὸ τῶν περιοικίδων πόλεων.

οζʹ. Βασιλὶς δὲ ἡ Ἄννα καὶ ὁ πατριάρχης, ηὐξημένον ὁρῶντες ἤδη Καντακουζηνὸν τὸν βασιλέα καὶ πόλεις τε ὑποποιησάμενον πολλὰς καὶ στρατιὰν οὐκ ὀλίγην ἔχοντα, νομίσαντες ἀπορίᾳ τοῦ κωλύσοντος αὐτὸν ηὐξῆσθαι, τὸν μέγαν δοῦκα στρατηγὸν αὖθις ἐψηφίσαντο, καὶ ἐπέτρεψαν τὸν πρὸς ἐκεῖνον πόλεμον. ὁ δ' εὐθὺς τὴν στρατιὰν ὅση ἦν παραλαβὼν, ἦλθεν εἰς Ἡράκλειαν. πυθόμενος δὲ περὶ βασιλέως, ὡς Χαριουπόλει ἐνδιατρίβει ὀλίγῳ πρότερον προσχωρησάσῃ, Λογγῖνόν τινα τοῦ δεσμωτηρίου ἐξαγαγὼν, ὃς τῆς εἰς βασιλέα ἕνεκα ἐδέδετο εὐνοίας, καὶ μετεωρίσας πολλαῖς ἐπαγγελίαις, εἰ δυνηθείη βασιλέα ἀνελεῖν, ἔπειτα προφάσεως ἕνεκα εὐπροσώπου καὶ γράμματα παρέσχετο πρὸς βασιλέα. ἐδήλου δὲ τὰ γράμματα τοιαῦτα, ὡς πρότερον μὲν αὐτῷ Διδυμοτείχῳ ἐνδιατρίβοντι ἐπιστρατεύσας, συντεθείη συγγενέσθαι. τοῦ καιροῦ δὲ κωλύσαντος τὴν συντυχίαν, ἐκεῖνον μὲν οἴκαδε ἐπανελθεῖν, αὐτὸν δὲ καιροῦ λαβόμενον ταῖς ὑπὸ βασιλέα τελούσαις πόλεσιν ἐπιστρατεῦσαι, ἃ οὐκ ἐχρῆν ποιεῖν. ὑφ' ὧν ἀναγκασθέντα καὶ αὐτὸν, καίτοι βουλόμενον οἴκοι διατρίβειν, εἰς Ἡράκλειαν ἐλθεῖν μετὰ τῆς στρατιᾶς. εἰ μὲν οὖν αὐτῷ πειθόμενος εἰς τὴν οἰκίαν ἐπανέλθοι, κάλλιστ' ἂν ἔχοι· παύσαιτο γὰρ ἂν καὶ αὐτὸς τὴν στρατιὰν ἀνονήτοις πόνοις κατατείνων· εἰ δ' ἑτέρως ἔγνωκε, πλέον μὲν οὐδὲν ἐρεῖν, αὐτὸν δὲ εἰδέναι ὅτῳ ἔγνωκεν ἀντικαθίστασθαι. τὸν αὐτὸν γὰρ εἶναι, ὃν πάλαι οἶδε. βασιλεὺς δὲ ἐπεὶ τὰ γράμματα ἀνέγνω, τὸν ἄρχοντα Ἀπρίων, ὃς παρ' αὐτῷ ἦν, τῆς πόλεως προσχωρησάσης, ἔπεμπε πρὸς αὐτὸν, τοιαῦτα ἀντεπιστείλας· «ἀνέγνων σου τὰ γράμματα, παρακοιμώμενε, καὶ τὴν μὲν ἐγκειμένην μεγαλαυχίαν καὶ τὸν τῦφον θαυμάζειν μάλιστα ἐπῆλθε· πάνυ γὰρ ἀνάρμοστα τῇ ἡλικίᾳ πράττεις. δέον γὰρ διὰ τὸ γῆρας τοῦ τολμήματος καὶ τῆς εἰς τὰς μάχας εὐψυχίας ὑφιέναι, σὺ δ' ἐν ἥβῃ μὲν ἦσθα δειλότερος λαγὼ, νυνὶ δ' ἐν βαθεῖ γήρᾳ συῶν οὐδαμῶς ἀμβλυτέραν ἔχεις τὴν ὁρμήν. εἰ μὴ τοῦτο φαίης, ὡς νέος στρατιώτης ὢν, ὥσπερ εἰκὸς, ἐκτήσω καὶ νέον τῦφον. τῆς ἀληθείας δέ σε καὶ πάνυ ἐπαινῶ. ἀεὶ γὰρ εἰωθὼς παρὰ τὸν βίον καταψεύδεσθαι καὶ αὐτοψεῦδος ὢν, νῦν με μάλιστα εἰδέναι σε εἰπὼν, πάνυ μάλιστα ἐφθέγξω τἀληθές. οἶδα γὰρ σαφῶς, ἐξ οἵας τύχης ἀνειλόμην, καὶ ὡς ἠξίωσα μειζόνων, ἢ προσῆκε. βασιλέως δὲ διὰ τὴν προσοῦσαν μοχθηρίαν καὶ τῶν τρόπων τὴν φαυλότητα δεσμωτηρίῳ κατακλείσαντος πρὸς ὀργὴν, αὐτὸς ἐξήγαγον παραιτησάμενος καὶ πρὸς τὴν προτέραν τύχην ἐπανήγαγον. καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις ὕστερον βουλομένου τοῦ βασιλέως τῆς πονηρίας κολάζεσθαι ἀξίως, αὐτὸς παρῃτούμην διαλύων τὴν ὀργὴν καὶ πολλῶν καὶ μεγάλων ἠξίουν ἀγαθῶν. καὶ πολλάκις καὶ βασιλέως περιόντος, καὶ μετὰ τὴν τελευτὴν προσκεκρουκότος, ὧν οὐδὲ σὲ οἴομαι ἐπιλελῆσθαι, οὐδένα τῶν προσκρούσεων λόγον ἐποιούμην, οἷόν τινι ζώῳ τῶν ἀχθοφόρων, πρὸς μὲν τὸ ἀχθοφορεῖν κεχρημένος μόνον, τῶν δ' ἄλλων εἴ τι πρόσεστι δυστροπίας ἀμελῶν. ὅτι δὲ εἰς τοσοῦτον ἔμελλες ἀτοπίας ἐκπεσεῖσθαι, τοῦτο μόνον σαφῶς οὐκ ᾔδειν. ᾤμην γάρ σε οὐδὲ σαρκῶν φείσεσθαι, καιροῦ καλοῦντος, ὑπὲρ ἐμοῦ, τὸ πλῆθος μεμνημένον καὶ τὸ μέγεθος τῶν εὐεργεσιῶν. σὺ δ' ἀντὶ τούτων ἐχρήσω τοῖς ἐναντιωτάτοις, καὶ μοχθηροὺς ἀνθρώπους καὶ τὰς γνώμας διεστραμμένους ἀπατηλοῖς καὶ περιέργοις λόγοις ὑπελθὼν καὶ ταῖς τῶν μεγίστων ἐπαγγελίαις ἐξαπατήσας, τουτονὶ τὸν πόλεμον οὐδὲν ἧττον κοινῇ κατὰ Ρωμαίων, ἢ κατ' ἐμοῦ κεκίνηκας· οὓς ἀξιώτατα ἠμείψω τῆς τε ἐκείνων ἀβελτηρίας καὶ τῆς σοὶ προσούσης πρὸς τοὺς φίλους ἀπιστίας ζόφον πάντων καταψηφισάμενος, ὥσπερ ἦσαν ἄξιοι. σὲ μὲν οὖν, ὥσπερ ἔφης, πάντων μάλιστα ἐγὼ γινώσκω· σὺ δ' ἐμὲ πάνυ μοι δοκεῖς ἠγνοηκέναι. εἰ γὰρ ὅστις ᾔδεις ἐγὼ, οὐκ ἂν οὕτως ἠγνωμόνεις· ἐπεὶ δὲ μετὰ τῶν ἄλλων καὶ οἴκαδε παραινεῖς ἐπανελθεῖν, δοκῶ μοι διὰ τὴν ἀρχαίαν φιλίαν σοὶ πεισθήσεσθαι καὶ μὴ πρὶν παύσεσθαι πρὶν ἐντὸς γενέσθαι τῆς οἰκίας. Ρωμαίων δὲ ὄντι βασιλεῖ κελεύσματι θεοῦ οὐδεμία μᾶλλον ἑτέρα, ἢ ἡ Ρωμαίων ἡγεμονία οἰκία πρεπωδεστέρα, ἣν εἰσελθεῖν πᾶσαν ἐπιδείξομαι σπουδὴν, ᾗ αὐτὸς τῶν φίλων ὢν παραινεῖς. πολλὰ δὲ μεταμεληθεὶς, ὅτι σε ὄντα γέροντα παρεσκεύακα τοσοῦτον πόνον ὑπομεῖναι καὶ πρὸς Ἡράκλειαν ἐλθεῖν, ἔγνων δεῖν σε τῶν πόνων ἀναπαύειν, καὶ εἰς τετάρτην ἡμέραν αὐτὸς ἀφίξομαι πρὸς σὲ, καὶ εἴ σοι βέλτιον δοκεῖ διαγωνίσασθαι πολλῆς ἀναπαύλης ἀπολαύσαντι, οὐδὲ ταύτην σοι τὴν χάριν ἀποκνήσω καταθεῖναι.» τοιαῦτα μὲν ἀντέγραφε καὶ βασιλεύς· μετὰ δὲ τετάρτην ἐξ ἐκείνης ἦλθεν εἰς Ἡράκλειαν καὶ περιέμεινε πρὸ τῶν πυλῶν ἑστὼς ἐφ' ἱκανόν· ἐπεὶ δὲ οὐδεὶς ἀντεπεξῄει, τὸ λοιπὸν ὁδεύσας τῆς ἡμέρας, ηὐλίσατο τὴν νύκτα παρὰ ποταμὸν προσαγορευόμενον Ἁλμυρὸν, μεταξὺ Σηλυβρίας καὶ Ἡρακλείας. εἰς τὴν ὑστεραίαν δὲ ἐστρατοπέδευσαν παρὰ τὸ Δαφνίδιον λεγόμενον, ἔνθα βασιλεὺς μὲν ἔμεινε παρὰ τὸ στρατόπεδον ἅμα ὀλίγοις τῶν Ρωμαίων· ἡ λοιπὴ δὲ στρατιὰ μετὰ τῆς Περσικῆς τὰ περὶ Βυζάντιον κατέδραμον πάντα ἄχρι Προποντίδος καὶ ἐκάκωσαν ἐς τὰ μάλιστα. ἀπέκτεινάν τε γὰρ οἱ βάρβαροι πλείστους καὶ ἠνδραποδίσαντο, φεύγοντές τε πρὸς τὴν θάλασσαν καὶ πλείους ἐμπίπτοντες ἐν τοῖς λέμβοις, ἢ ὅσους φέρειν ἦσαν δυνατοὶ, ἄλλως τε καὶ ὑπὸ τοῦ θορύβου ἀτακτοῦντες, ἀπεπνίγοντο ἀνατρεπόμενοι. καὶ παντοῖος ἦν ὁ ὄλεθρος κατὰ τὴν ἔφοδον ἐκείνην· βοσκημάτων τε γὰρ ἤλασαν πλῆθος οὐκ ὀλίγον καὶ ἀνθρώπους αἰχμαλώτους τὸ βαρβαρικὸν, καὶ τὰς πλείστας τῶν κωμῶν ἐνέπρησαν. αἰτία δὲ μάλιστα τῆς τοσαύτης φθορᾶς ἐγένετο ὁ μέγας δούξ. πολλὰ γὰρ μεγαλαυχήσας καὶ φυσήσας ὅτε ἐξήλαυνε Βυζαντίου, καὶ θαῤῥεῖν κελεύσας, ὡς οὐδεὶς ἀντιστήσεται τῶν πολεμίων, ἀλλὰ πάντας ἄρδην ἐπιφανεὶς διαφθερεῖ, ἐπεὶ ἐναντίως, ἢ αὐτὸς ἐπηγγέλλετο, ἀπέβαινε, καὶ τειχήρης κατὰ τὴν Ἡράκλειαν ἐγένετο, καίτοι δυνάμενος τὴν προσήκουσαν περὶ τὴν χώραν πρόνοιαν ποιεῖσθαι τὴν ἔφοδον ἀπαγγέλλων, ὁ δ' οὐδὲν ἐποίει τῶν δεόντων, ὥσπερ δεδοικὼς μὴ τῶν πολεμίων ἥττων γεγονέναι ὑποπτεύοιτο· καὶ διὰ τὴν τοιαύτην ἄνοιαν πολλοῖς αἴτιος ἐγένετο μεγάλων συμφορῶν. ἐκεῖνος δὲ τὴν μὲν εἰς Βυζάντιον αὐτοῦ ἐπάνοδον νομίζων ἀναγκαίαν εἶναι, ὑποπτεύων δὲ τὴν ἤπειρον, ὡς μεστὴν κινδύνων διὰ τὸ ἐπικρατεῖν τοὺς πολεμίους, διὰ τῆς θαλάσσης ἀνέστρεφε τριήρει, τὴν στρατιὰν ἐκεῖ καταλιπών. καὶ αἰσχίστη ἔδοξεν ἡ ἀναχώρησις καὶ ἀποδέουσα πολλῷ τῶν ἀπειλῶν. βασιλεὺς δὲ ὀκτὼ ἡμέρας περὶ τὸ Βυζάντιον διατρίψας καὶ κακώσας ἐς τὰ μάλιστα, ἀνέστρεφεν εἰς Θρᾴκην, καὶ πᾶσαι πόλεις αὐτίκα προσεχώρουν, τὴν ἐκ Βυζαντίου βοήθειαν ἀπογινώσκουσαι, πλὴν Αἴνου καὶ Ἐξαμιλίου καὶ Καλλίου πόλεως. τοὺς ἐν ἁπάσαις δὲ ἄρχοντας συναγαγὼν, οἳ παρὰ βασιλίδος ἦσαν ἐπιτετραμμένοι τὰς ἀρχὰς, καὶ πολλὴν περὶ αὐτοὺς ἐπιείκειαν καὶ ἡμερότητα ἐπιδειξάμενος, κελεύσας τε μηδενὸς ἀποστερηθῆναι τῶν ἐνόντων, ἐνίοις δὲ καὶ ἀναλώματα καὶ ἵππους παρασχόμενος ὅσοι μὴ εὐπόρουν, εἰς Βυζάντιον ἀπέπεμπε, περὶ τῆς εἰρήνης αὖθις οὐ βασιλίδος μόνον, ἀλλὰ καὶ πατριάρχου καὶ τῶν ἄλλων δεόμενος ἀρχόντων, τἀναντιώτατα τοῖς ἐκεῖσε ἄρχουσι διὰ σπουδῆς πολλῆς τιθέμενος ποιεῖν. ἐκείνων γὰρ οὐ μόνον τοὺς φανερῶς τἀκείνου ᾑρημένους, ἀλλὰ καὶ εἴ τις ἦθος ὑποφαίνοι πρὸς τὰ πραττόμενα ἀγανακτοῦντος, πικρῶς καὶ ἀπανθρώπως κολαζόντων, οὗτος τοῖς συλλαμβανομένοις ἐκ τῶν προσκειμένων βασιλίδι παρείχετο καὶ δῶρα, καὶ πρὸς ὕβρεις αἰσχρὰς καὶ ἀνελευθέρους οὐ μόνον ἐκείνων τετραμμένων, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ἐκκαλουμένων, οὗτος πᾶσαν αὐστηρίαν ἐπεδείκνυτο, εἴ τις πατριάρχῃ ἢ μεγάλῳ δουκὶ ἢ ἑτέρῳ τῶν ἀρχόντων ὕβριν ἐπενέγκοι. βασιλίδα γὰρ ἀεὶ καὶ βασιλέα τὸν υἱὸν διὰ πάσης ἦγον εὐφημίας, αὐτοῦ κελεύοντος, ὥσπερ ἂν εἰ μὴ πρὸς ἐκείνους ἐπολέμουν, ἀλλ' ὑπ' ἐκείνους ἦσαν τεταγμένοι.

οηʹ. Βασιλεὺς δὲ ἐπεὶ τὰς κατὰ τὴν κάτω Θρᾴκην πόλεις πλὴν ὀλίγων ὑπεποιήσατο ἁπάσας, ἐπὶ τὴν Ἀδριανοῦ ἐχώρει, καὶ Βιζύην καὶ τὰς μέχρι Πόντου καὶ ἐκάκου κατατρέχων καὶ ληϊζόμενος μὴ προσχωρούσας. προσπέμπων δὲ καὶ κρύφα διελέγετο τοῖς οὖσι φίλοις, ἐν τῇ Ἀδριανοῦ δὲ πρότερόν τε ἦσαν οὐκ ὀλίγοι, καὶ τότε ἐπεγένοντο ὁρῶντες ἤδη τὴν Ρωμαίων ἡγεμονίαν πρὸς ἐκεῖνον ἀποκλίνασαν, οἳ καὶ πέμψαντες ἐκάλουν, ὡς δυνάμενοι, εἰ μόνον ὀφθείη, μιᾶς τῶν πυλῶν κρατήσαντες εἰσάγειν εἰς τὴν πόλιν. βασιλεὺς δὲ αὐτοὺς τῆς προθυμίας ἐπαινέσας καὶ τῆς εὐνοίας τῆς περὶ αὐτὸν, ἐκέλευε μὴ πρότερον ἐπιχειρεῖν, πρὶν ἐκεῖνον ἴδωσι τοῖς τείχεσιν ἐφεστηκότα. ἐδεδίει γὰρ, μὴ κατάφωροι γεγενημένοι, σφᾶς τε αὐτοὺς καὶ τὴν πρᾶξιν ἀπολέσωσιν. ἅμα δὲ καὶ ἡμέραν συνετίθετο, ἐν ᾗ αὐτόν τε παρεῖναι ἔδει, καὶ τοὺς πράττοντας τὴν ἅλωσιν πρὸς τὸ ἔργον εἶναι παρεσκευασμένους. ἐκεῖνοι δὲ πρὶν βασιλέα ἥκειν, κατὰ συστήματα περιιόντες, ἐπεί τισιν αὐτῶν συνέβη Βράνῳ περιτυχεῖν, ὃς τὴν φυλακὴν τῆς πόλεως εὐθὺς ἐξαρχῆς διὰ τῶν ἀρίστων τὴν φθορὰν παρὰ βασιλίδος ἐπιστεύθη. ἐκεῖνος γὰρ τῆς στάσεως ἦρξε τὸν δῆμον τοῖς ἀρίστοις ἐπαγαγών. τοῦτον οὖν ἰδόντες παριόντα καὶ κατασχεῖν μὴ δυνηθέντες τὴν ὁρμὴν, ἄκρατον γὰρ ἐκείνῳ τὴν ὀργὴν ἐφύλαττον διὰ τὴν πρὸς αὐτοὺς γεγενημένην ὕβριν καὶ φθορὰν, ἀμελήσαντες τῶν βασιλέως παραινέσεων ἐπέθεντο, ἤδη δὲ τῆς προδοσίας φανερᾶς γεγενημένης, καὶ οἱ λοιποὶ προσεβοήθουν δείσαντες τὸν κίνδυνον. πολλοὶ δὲ ὄντες ἅμα καὶ τοῦ δήμου ἐνδιδόντος, ἐπιέζοντο γὰρ ὑπὸ τοῦ πολέμου κραταιῶς, περιεγένοντο τῶν πολεμίων, καὶ τοὺς μὲν συνελάμβανον αὐτῶν, οἱ δὲ ἦσαν ἀφανεῖς ἄσμενοι τὸν κίνδυνον διαφυγόντες. Ἀπόκαυκος δὲ Μανουὴλ ὁ τοῦ μεγάλου δουκὸς υἱὸς, τῆς πόλεως ἔχων τὴν ἀρχὴν, ὡς ἑώρα τοὺς τὰ βασιλέως πράττοντας περιγενομένους ἐκλιπὼν τὴν πόλιν, ἦλθεν εἰς Βουκέλου φρούριόν τι οὐ μακρὰν ἐκείνης ᾠκισμένον. ὁ Βράνος δὲ συλληφθεὶς τά τε κλεῖθρα παρείχετο τῆς πόλεως, καὶ ἐδεῖτο μὴ ἀποθανεῖν. οἱ δὲ, ὡς ἤδη καθαρῶς τῆς πόλεως ἦσαν ἐγκρατεῖς, ἐτράποντο ἐφ' ἁρπαγὴν, καὶ τήν τε Βράνου καὶ τὰς ἄλλων διήρπαζον οἰκίας. ἔπειτα καὶ πρὸς πότους καὶ φιλοτησίας διὰ τὴν νίκην ἑαυτοὺς ἐξέδωκαν. οἱ νενικημένοι δὲ μεθύοντας καὶ παραφερομένους αὐτοὺς ὁρῶντες, ἀναθαρσήσαντες καὶ ἐπιθέμενοι ἀόπλοις καὶ μεθύουσιν, ἐκράτησάν τε ῥᾷστα καὶ ἀπέκτειναν αὐτῶν πολλούς· ἐνίους δὲ ἐξήλασαν τῆς πόλεως, τοὺς δὲ λοιποὺς ἤγαγον εἰς δεσμωτήρια ὑπὸ κλοιοῖς· καὶ ἡ πόλις αὖθις ὑπὸ Βράνῳ ἦν καὶ τοῖς πράττουσι τὰ βασιλίδος. καὶ Ἀπόκαυκον τὸν σφῶν ἄρχοντα πέμψαντες ἤγαγον ἐκ Βουκέλου. βασιλεὺς δὲ ἐπεὶ ἐπύθετο τὰ γεγενημένα, οὐ μετρίως ἤχθετο, οὐ μόνον τῆς πόλεως ἀποτυχὼν, ἀλλὰ καὶ τῶν φίλων ἀπολλυμένων ἐκ τῆς ἀβουλίας. Ἀπόκαυκος δὲ Μανουὴλ ὁ τοῦ μεγάλου δουκὸς υἱὸς πρὸς βασιλέα κρύφα πέμψας, πρῶτον μὲν ἔφασκε καὶ αὐτὸν ἀκούοντα παρά τε τῶν ἄλλων καὶ τοῦ πατρὸς, αὐτοῦ πολλὰ καὶ δεινὰ κατηγορούντων, πείθεσθαι καὶ αὐτὸν καὶ νομίζειν ἐκείνους ἀληθεύειν· χρόνῳ δὲ πρότερον πολλῷ ἀκριβῶς τῶν γινομένων τὰς αἰτίας ἐξετάζοντα, τοῦτον μὲν ἀδίκως πολεμούμενον εὑρίσκειν, ἐκείνους δὲ τὰ ἔσχατα ἀδικοῦντας οὐκ αὐτὸν μόνον, ἀλλὰ καὶ σύμπαντας Ρωμαίους οὕτως ἐξανδραποδιζομένους καὶ ἀπολλυμένους ἄρδην διὰ τὴν ἐκείνων φιλαρχίαν καὶ ἀγνωμοσύνην. ὅθεν καὶ ἀγανακτεῖν οὐκ ἀνεκτῶς πρὸς τῶν πραττομένων τὴν ἀτοπίαν. ἐλπίζοντα δέ τινα ταχέως λύσιν τῶν κακῶν γενήσεσθαι, φέρειν τὴν μετ' ἐκείνων διατριβήν. νυνὶ δὲ ἐκείνων μὲν ὁρῶντα τὴν ἀπόνοιαν, καὶ ὡς οὐδὲ τῶν κακῶν ἤδη περιστάντων τὰ δέοντα περί τε σφῶν αὐτῶν καὶ τῶν ἄλλων ἔγνωσαν βουλεύεσθαι, ἀλλ' ἀπωθοῦνται τὴν εἰρήνην, μάλιστα ὑπ' αὐτοῦ παρακαλούμενοι τοῦ τοσαῦτα καὶ πρότερον καὶ μέχρι νῦν ἀδικουμένου, καὶ τῶν εἰς αὐτὸν τοσούτων καὶ τηλικούτων δεινῶν γεγενημένων παρεχομένου ἀμνηστίαν, τήν τε ἐκείνων βδελυξάμενον ἀγνωμοσύνην καὶ τὴν αὐτοῦ θαυμάσαντα μεγαλοψυχίαν καὶ καρτερίαν καὶ τὸ οὕτω τῆς κοινῆς ὠφελείας ἕνεκα τὰ καθ' ἑαυτὸν προΐεσθαι ἑτοίμως, μὴ ἐκείνοις ἐπιπλέον δύνασθαι συνεῖναι, ἀλλὰ τὰ αὐτοῦ ᾑρῆσθαι μᾶλλον, καὶ ἐξ αὐτῆς τὰ αὐτοῦ πράττειν, καὶ προκινδυνεύειν αὐτοῦ μάλιστα βούλεσθαι καὶ τοῦ δικαίου. τοιαῦτα μὲν Ἀπόκαυκος ὁ τοῦ μεγάλου δουκὸς υἱὸς πρὸς βασιλέα κρύφα διελέγετο. βασιλεὺς δὲ ὁμοίως ἐπῄνει τε τῆς αἱρέσεως τοῦ ἀγαθοῦ, καὶ χάριτας τῆς εἰς αὐτὸν εὐνοίας ὡμολόγει, καὶ ἀφορμὰς παρείχετο τοῦ πράττειν ὅ,τι δύναιτο ὑπὲρ αὐτοῦ προθύμως. μετ' οὐ πολλὰς δὲ ἡμέρας ἀποστάντα πρὸς αὐτὸν, ἐπεὶ μὴ καὶ τὴν πόλιν ἠδύνατο προσάγειν, τοὺς συναιρομένους οὐκ ἔχων πρὸς τὸ ἔργον, πρότερον γὰρ ὀλίγῳ ἅπαντες οἱ βασιλέως φίλοι ὑπ' ἀνοίας διεφθάρησαν, ἀσμένως τε ἐδέξατο ὁ βασιλεὺς, καὶ τιμῆς ἠξίωσε καὶ εὐμενείας πλείστης. μετὰ τοῦτο δὲ ἐπεὶ ἡ Ἀδριανοῦ ἀνεπιχείρητος ἐδόκει, Βιζύῃ ἐπεστράτευσεν ὁ βασιλεὺς καὶ ἐπόρθει τὴν χώραν· πρεσβείαν δὲ ἔπεμπε πρὸς τὴν πόλιν, παραινῶν αὐτῷ παραδιδόναι καὶ μὴ κενῆς ἐλπίδος ἕνεκα τοσαύτην ζημίαν ὑπομένειν, διαφθειρομένων τῶν ἀγρῶν· μετὰ γὰρ τῶν κακῶν τὴν ἐπιφορὰν παραδώσουσιν ἀνάγκῃ πιεσθέντες. Βιζύϊοι δὲ οὔτε ἐπηγγέλλοντο σφᾶς αὐτοὺς καὶ τὴν πόλιν παραδιδόναι, οὔτε πρὸς τὴν εἰωθυῖαν ἀναισχυντίαν ἐτράποντο καὶ τὰς ὕβρεις, ἀλλ' εὐφήμως καὶ σωφρόνως ἀπείπαντο τὴν πρεσβείαν. νομίσας δὲ ὁ βασιλεὺς ἀρχὴν προσχωρήσεως εἶναι τὴν εὐγνωμοσύνην, συνεώρα γὰρ ὑπενδιδόντας πρὸς τὰς συνεχεῖς ἐφόδους καὶ τὴν κάκωσιν, ἔγνω δεῖν τὴν στρατιὰν ἀπάγειν τὴν ταχίστην, ἵνα μήτε ἡ χώρα διαφθείροιτο μέλλουσα γίνεσθαι μετ' ὀλίγον ὑπ' αὐτὸν, αὐτοί τε τυχόντες ἀδείας τὰ δέοντα βουλεύσαιντο περὶ σφῶν, καὶ ἀνέστρεφεν εἰς Ἄπρων.

οθʹ. Ἔνθα διατρίβοντι Ἀμζᾶς τις ὄνομα προσελθὼν, ἐμήνυεν, ὡς ἅμα τινὶ ἑτέρῳ Σκαράνῳ προσαγορευομένῳ ὀλίγῳ πρότερον ἐκ Βυζαντίου προσέλθοιεν φυγάδες. αὐτὸν μὲν οὖν ἀδόλως προσελθεῖν καὶ ἀπανούργως, Σκαράνον δὲ οὐχ ὁμοίως, ἀλλὰ πολλαῖς ὑποσχέσεσι καὶ δωρεαῖς παρὰ μεγάλου δουκὸς πεισθέντα, εἰ αὐτὸν ἀνέλοι. νομίσαντα δὲ Σκαράνον ξυλλήψεσθαι αὐτῷ διὰ τοῦ γένους τὴν πρὸς τὰς σφαγὰς καὶ τοὺς φόνους ἑτοιμότητα, ἐκ Περσῶν γὰρ Ἀμζᾶς τὸ γένος ἦν, ἐκκαλύψαι τὸ ἀπόῤῥητον. τὸν δὲ ἡγησάμενον δεινὸν τὴν κατὰ βασιλέως συγκρύπτειν ἐπιβουλὴν, τόν τε ἄνθρωπον μηνύειν καὶ τὴν γνώμην. Σκαράνος μὲν οὖν αὐτίκα συνελαμβάνετο, κελεύσαντος βασιλέως· ἀγόμενον δὲ οἱ περὶ βασιλέα ὥρμηντο ἀνελεῖν, βασιλεὺς δὲ ἠπείλησεν, ἀπιστίας εἰς αὐτὸν τὸν φονεύσοντα κρινεῖν· ἀπόδειξις γὰρ ἂν εἴη τοῦ ἑαυτῷ τὴν πρᾶξιν συνειδέναι τὸ τοῦτον ἀνελεῖν, ἵνα διαφύγῃ τοὺς ἐλέγχους. οἱ μὲν οὖν οὕτως ἀνεχώρουν δείσαντες τὴν ἀπειλὴν, Σκαράνος δὲ ὅμως ἐῤῥύετο τοῦ θανάτου. παραστησάμενος δὲ ὁ βασιλεὺς ἠρώτα εἰ εἴη ἀληθῆ, ὅσα Ἀμζᾶς αὐτοῦ κατηγοροίη. ὁ δὲ συνωμολόγει, πολλαῖς ὑποσχέσεσι καὶ δωρεαῖς ὑπὸ μεγάλου δουκὸς παραπεπεῖσθαι πρὸς τὸ ἀνελεῖν αὐτὸν, καὶ ἐπὶ τούτῳ ἥκειν· ἦν γὰρ γενναῖός τε τὴν ψυχὴν καὶ πολεμικὸς καὶ τὴν ῥώμην τοὺς ἄλλους ὑπερέχων. τὸν μὲν οὖν ἐκέλευεν ὁ βασιλεὺς φυλάττεσθαι, ὡς ἐς τὴν ὑστεραίαν πλείω ποιησόμενος ἐξέτασιν περὶ αὐτοῦ· νυκτὸς δὲ ἐκέλευε τῶν οἰκετῶν τοῖς πιστοτάτοις τοῦ στρατοπέδου ἐξαγαγόντας ἀπολύειν· Ἀμζᾶν δὲ φιλοτίμως ἠμείψατο ὁ βασιλεὺς τῆς μηνύσεως τῆς ἐπιβουλῆς. παρασκευαζομένῳ δὲ αὖθις Βιζύῃ ἐπιστρατεύειν ἐδόκει δεῖν πρότερον πρεσβείαν ποιεῖσθαι πρὸς αὐτοὺς, καὶ παρῄνει ἑκουσίως προσχωρεῖν καὶ μὴ τὴν ἀνάγκην περιμένειν· τότε γὰρ οὐκ αὐτοῖς, τῇ ἀνάγκῃ δὲ τὴν χάριν εἰδήσειν τῆς αὐτῶν καταδουλώσεως. καὶ πρότερον γὰρ ἐπιστρατεύσας, ὅτι σωφρόνως ἀπεκρίναντο, ταχέως ἀπεχώρησε, καιρὸν αὐτοῖς παρέχων τοῦ τὰ δέοντα συμβουλεύσασθαι ὑπὲρ αὐτῶν· καὶ νῦν εἰ προσχωροῖεν ἑκουσίως, οὐδεμίαν ὑποστήσεται κάκωσιν ἡ χώρα. εἰ δ' ἀγνωμονοῖεν ἔτι, τὴν ἐπαγωγὴν αὐτῷ μὴ προσλογίζεσθαι τῶν κακῶν. Βιζύϊοι δὲ ἐπεὶ ἐδέξαντο τὴν πρεσβείαν, ἐκκλησίαν συναθροίσαντες ἐβουλεύοντο ὅ,τι δέοι πράττειν. καὶ ἐδόκει πᾶσι ψήφῳ κοινῇ προσχωρεῖν τῷ βασιλεῖ, ἀδίκως τε πολεμουμένῳ καὶ ἀπελαυνομένῳ τῶν Ρωμαίων τῆς ἀρχῆς καὶ δυναμένῳ βλάπτειν· καὶ Παλαιολόγον Γεώργιον τὸν ἄρχοντα αὐτῶν ἐκέλευον, εἰ μὴ βούλοιτο σὺν αὐτοῖς προσιέναι βασιλεῖ, πᾶσαν ἔχοντα τὴν ἀποσκευὴν εἰς Βυζάντιον ἀποχωρεῖν. κἀκεῖνος αὐτοῖς πολλὴν ὁμολογήσας τῆς εὐγνωμοσύνης χάριν, ἀπεχώρει μὴ βουλόμενος προσιέναι βασιλεῖ, συνείπετο δὲ καὶ ὁ μητροπολίτης δείσας πατριάρχην. Βιζύϊοι δὲ δύο τε τῶν ἀρίστων ἀπολεξάμενοι καὶ τοῦ δήμου καὶ τῆς ἐκκλησίας τοσούτους ἑτέρους, πρὸς βασιλέα πρέσβεις ἔπεμπον καὶ τὴν πόλιν παρεδίδουν· ἔφασαν δὲ καὶ αὐτοὶ πρότερον μὲν ὑπὸ τῶν ἀρχόντων ἐξηπατημένοι, ἀγνωμοσύνην τε αὐτοῦ κατηγορεῖν καὶ ἐπιβουλὴν καὶ προδοσίαν ἐγκαλεῖν τῶν βασιλέως παίδων. ἐπεὶ δὲ τοῦ χρόνου τριβομένου, ἐκεῖνοι συκοφαντοῦντες ἀπεδείκνυντο καὶ τὰ μέγιστα ἠδικηκότες, αὐτὸς δὲ ἀδικούμενος καὶ ἐπιβουλευόμενος καὶ οὐδὲν ἐπιεικὲς ἀκούων, ἔπειτα καὶ τὴν κοινὴν ὁρῶντες πανωλεθρίαν, ἣ ὀλίγου δεῖν Ρωμαίους ἅπαντας διέφθειρεν, ἀκούοντές τε καὶ αὐτὸν ἀεὶ δεόμενον περὶ εἰρήνης, ἐκείνους δὲ αἱρουμένους τὸν τοσούτων αἴτιον πόλεμον κακῶν, δεινὰ μὲν ἡγεῖσθαι τὰ πραττόμενα καὶ προθυμεῖσθαι, εἴ τις δύναμις ἐνῆν, λύσιν τινὰ ἐξευρίσκειν τῶν κακῶν. ἐπεὶ δ' αὐτοῖς τοῦτο οὐκ ἐν ἐφικτῷ, τοὺς μὲν ἄλλους ἅπαντας τῆς συμφορᾶς οἰκτείρειν, αὐτοὺς δὲ τὰ λυσιτελῆ βουλευομένους ἑαυτοῖς, ψήφισμα ποιήσασθαι προσχωρεῖν ἑκόντας καὶ τὴν πόλιν παραδιδόναι καὶ μὴ τῆς ἑτέρων ἀνοίας ἀποτίνειν αὐτοὺς δίκας. τοιαῦτα μὲν οἱ Βιζύϊοι ἐπρέσβευον. βασιλεὺς δὲ τῆς εὐβουλίας ἐπαινέσας, τοῖς τε πρέσβεσι δῶρα παρασχὼν, ἦλθε πρὸς τὴν πόλιν, ἑπομένους ἔχων καὶ τοὺς πρέσβεις, καὶ ὁ δῆμος ἅπας μετὰ τῶν ἀρίστων ἐξῆλθεν ὑπαντήσων. ἐπεὶ δὲ ἐγένετο ἐγγὺς πυλῶν, πρῶτα μὲν ἐκέλευεν Ἄνναν τὴν βασιλίδα εὐφημεῖν, καὶ μετ' ἐκείνην βασιλέα τὸν υἱὸν, τρίτους δὲ μετ' ἐκείνους αὐτόν τε καὶ Εἰρήνην βασιλίδα τὴν γυναῖκα, καὶ ἐτελεῖτο ἡ εὐφημία κατὰ τὰ κεκελευσμένα. τὸν ἴσον δὲ τρόπον κἀν ταῖς ἄλλαις πόλεσιν ἐποίει· καὶ κατὰ τὰς ἱερὰς μυσταγωγίας ὁμοίως τὴν τῶν βασιλέων μνήμην ἐκέλευε ποιεῖσθαι. εὐθὺς μὲν οὖν προσεχώρουν καὶ τὰ περὶ Βιζύην πολίχνια ὄντα οὐκ ὀλίγα, καὶ πᾶσιν ὁ βασιλεὺς ἐφίστη ἡγεμόνας καὶ διῴκει, ᾗ αὐτῷ ἐδόκει ἄριστα. Βιζύης δὲ ἄρχοντα κατέστησε τὸν γυναικὸς ἀδελφὸν Ἀσάνην τὸν Μανουήλ. ἦν γάρ τινα καὶ οἰκειότητα πρὸς τὴν πόλιν ἀρχαίαν ἔχων. πρωτοστράτωρ γὰρ ὁ τούτου πενθερὸς ἐκεῖ τὴν οἰκίαν ἔχων ἐξαρχῆς κτήσεις τε πλείστας καὶ μεγάλας εἶχεν ἐν αὐτῇ, καὶ τῶν συγγενῶν καὶ τῶν οἰκείων ἐκεῖ πολλοὶ κατῴκουν, ὑφ' ὧν ἤγετο σχεδὸν ἡ πόλις. διὰ ταύτην δὴ τὴν οἰκειότητα πρὸς πρωτοστράτορα τὸν γαμβρὸν αὐτοῖς ἐπέστησεν ἄρχειν Ἀσάνην τὸν Μανουήλ. πρωτοστράτωρ γὰρ μετὰ τὴν ἐν Γυναικοκάστρῳ τοῦ βασιλέως ἀναχώρησιν ὑπὸ μεγάλου δουκὸς πολλὰ φενακισθεὶς, καὶ εἰς τοὺς πρώτους τῶν φίλων τεταγμένος, πρωτοβεστιάριός τε ὀλίγῳ ὕστερον ἀναδειχθεὶς, ἔπειτα εἰς τὴν οἰκίαν κατεκλείσθη καὶ ζόφον κατεκρίθη τοῖς ἄλλοις ὁμοίως φίλοις, καὶ χρόνον οὕτω συχνὸν διανύσας φρουρούμενος ἐν τῇ οἰκίᾳ, ὕστερον ἐτελεύτησε, πένης καὶ ἄτιμος ἐξ εὐπόρου καὶ περιφανοῦς γεγενημένος. πατριάρχῃ δὲ τῷ Ἱεροσολύμων ἄρτι τότε ἐκ Βυζαντίου διαδράντι, ὑποπτευομένῳ καὶ πάσχειν μέλλοντι κακῶς καὶ ἀφιγμένῳ πρὸς αὐτὸν, ὁ βασιλεὺς τὴν Βιζύης ἐνεχείρησεν ἐκκλησίαν, ὥστε τὰ τοῖς ἱεροῖς κανόσιν ἐνδεδομένα πράττειν, ἐπεὶ ταύτης ὁ ἀρχιερεὺς ἀπεχώρει τὴν βασιλέως ἀποσειόμενος ἐπιδημίαν. ἐπεὶ δὲ πάντα διῴκητο τὰ κατὰ τὴν πόλιν βασιλεῖ, αὖθις ἀνέστρεφεν εἰς Χαριούπολιν καὶ τὰς μήπω προσχωρησάσας πόλεις τοῖς τε ὅπλοις ἐβιάζετο καὶ λόγοις πιθανοῖς ἐπεχείρει πείθειν προσχωρεῖν αὐτῷ. δοὺξ δὲ ὁ μέγας, ἐπεὶ τὸ διατρίβειν τειχῶν ἔξω ἀπηγόρευεν, αἱ μὲν γὰρ τῶν πόλεων Καντακουζηνῷ προσεχώρησαν τῷ βασιλεῖ, αἱ δὲ πολιορκούμεναι καὶ κακῶς πάσχουσαι ταῖς καθημεριναῖς ἐφόδοις ἀμφίβολοι ἤδη ἦσαν· ἐπικουρίας γὰρ οὐδεμιᾶς παρ' αὐτοῦ ἐτύγχανον, συχνὰς ποιούμενοι τὰς πρεσβείας καὶ τὴν κακοπραγίαν ὀδυρόμενοι, ἵνα μὴ δοκοίη, ὥσπερ ἐν μεγάλῳ κλύδωνι τοὺς οἴακας τῆς ἀρχῆς καταλιπὼν ἀργὸς καθῆσθαι πρὸς τὸ διασώζειν ἀπειπὼν, ἐσκέψατό τι περιεργότερον, ἵνα τοῖς πολλοῖς δοκοίη ἀναγκαίων τινῶν πέρι Βυζαντίῳ ἐνδιατρίβειν· καὶ ὃς οὐδέπω πρότερον οὐδένα τοῦ ἀγαθοῦ καὶ δικαίου λόγον ἐποιήσατο, δικαιοσύνην ἐκήρυξε καὶ εὐθύτητα περὶ τὰς δίκας· καὶ καθήμενος ἐν τῇ μονῇ Χριστοῦ τοῦ σωτῆρος καὶ εὐεργέτου ἐδίκαζε διὰ πάσης τῆς ἡμέρας, περὶ συμβόλαια καὶ ἰδιωτικὰς ἀμφισβητήσεις ἀσχολούμενος. ἐφρόνει δὲ Ραδαμάνθυος οὐδὲν ἧττον ἐπὶ τούτοις, ὃς καὶ τὴν νεκρῶν δίκην ἐλέγετο ἐπιτετράφθαι διὰ τὴν δικαιοσύνην, ἀγνοῶν ὡς οὐδὲν ἀγεννέστερον καὶ καταγελαστότερον στρατηγοῦ ὑπὸ πολέμου τοσούτου περιῤῥεομένου καὶ συμβολαίοις σχολάζοντος, ἵνα τοὺς καθ' ἕκαστον ἰδιώτας ὠφελοίη τῶν κοινῶν καταμελῶν.

πʹ. Γαβαλᾶς δὲ ὁ μέγας λογοθέτης, τοῦ χρόνου τριβομένου, ἐπεὶ τὸν γάμον τῆς θυγατρὸς ὁ μέγας δοὺξ κατὰ τοὺς ὅρκους οὐκ ἀπεδίδου, ἐδυσχέραινέ τε οὐ μετρίως τὴν τριβὴν καὶ μεγάλῳ δουκὶ περὶ τοῦ γάμου διελέγετο, ἀξιῶν ποιεῖν κατὰ τοὺς ὅρκους. ὁ δ' ἔφασκε μὲν καὶ αὐτῷ διὰ σπουδῆς εἶναι καὶ προὔργου παντὸς, τὴν νύμφην δὲ καὶ τὴν μητέρα ἀπαναίνεσθαι διὰ τὴν πολυσαρκίαν. συνεβούλευέ τε φαρμακείαις χρήσασθαί τισιν, εἴ πως γένοιτο, τῶν ἐγκάτων συνεσταλμένων, λεπτότερον φανῆναι καὶ ἐπέραστον τῇ νύμφῃ· πάνυ γὰρ ἔχειν ἀηδῶς πρὸς τὴν ἀσυμμετρίαν τῶν σαρκῶν. ὁ δ' ὑπώπτευε μὲν σκήψεις εἶναι καὶ προφάσεις τὰ τοιαῦτα καὶ εἰρωνείαν ἀκριβῶς· τῷ δὲ κατάκρας ἡττῆσθαι τῷ τῆς κόρης ἔρωτι, ἃ καὶ ὀλίγα φρενῶν μετέχων συνῆκεν ἄν τις, αὐτὸς ἐβούλετο ἀγνοεῖν καὶ ἐδόκει δεῖν τοῖς καταγελαστοτάτοις ἐπιχειρητέα εἶναι διὰ τὴν κόρην. διαλεχθεὶς δέ τινι ἰατρῷ ἐξ Ἰταλίας ἀφιγμένῳ περὶ τῆς πολυσαρκίας, ἔπειθε μεγάλοις μισθοῖς ἐπαγγελλόμενον καὶ αὐτὸν, εὐσταλὲς τὸ σῶμα καὶ σύμμετρόν τισι ποιήσειν φαρμακείαις, καὶ δὴ τἆλλα πάντα δεύτερα ἡγούμενος, λουτροῖς ἐσχόλαζε καὶ ἐμέτοις καὶ κενώσεσι γαστρὸς, ᾗ τῷ ἰατρῷ ἐδόκει. ὀλιγοσιτία τε προσεῖχε καὶ τἆλλα πάντα ἐπετήδευεν, ὅσα πρὸς λεπτότητα συναίρεται. ἐξ ὧν ἠτόνει μὲν καὶ ἀδρανὴς ἦν, καὶ παρελύετο τὴν ῥώμην, ἡ γαστὴρ δὲ ὀλίγα πρὸς τὸν ὄγκον ἐνεδίδου. ὑποπτεύσας δὲ ὁ μέγας δοὺξ, ὡς ὕστερόν ποτε ἀπαγορεύσας πρὸς τὰς φαρμακείας εἴσεται σαφῶς τὴν εἰρωνείαν, καὶ δείσας, μὴ διὰ τὸ περιορᾶσθαι πρὸς τὸν κατ' αὐτοῦ πόλεμον αὖθις ἐκτραπῇ καὶ πείσῃ βασιλίδα τίθεσθαι σπονδὰς πρὸς Καντακουζηνὸν τὸν βασιλέα περὶ εἰρήνης, ὃ τῶν κινδύνων αὐτῷ ὁ φοβερώτατος ἐδόκει, ἐσκέψατο τρόπῳ δή τινι διαφθείρειν καὶ αὐτόν· καὶ τῶν συνειδότων τὰ ἀπόῤῥητα αὐτῷ τινας προσέπεμπε μηνύοντας δι' εὔνοιαν δῆθεν τῷ μεγάλῳ λογοθέτῃ, ὅτι βασιλὶς μάλιστα ὀργίζοιτο αὐτῷ, τὴν δὲ αἰτίαν ἀγνοεῖν. οἳ καὶ τοιαῦτα προσαγγέλλοντες ἐξεφόβουν. ἔπειτα καὶ ὅρκους ᾐτοῦντο δῆθεν ὑπὲρ τοῦ μηθενὶ καταδήλους ποιεῖν τοὺς τὰ ἀπόῤῥητα μηνύσαντας. οὕτω μὲν οὖν ἐκεῖνοι ἐκακούργουν τὴν πεπλασμένην δήλωσιν τῶν ἀποῤῥήτων· Γαβαλᾶς δὲ οἰόμενος εἶναι ἀληθῆ τὰ εἰρημένα, πανταχόθεν ἐκυμαίνετο καὶ περιηντλεῖτο λογισμοῖς, καὶ σύννους καὶ ὠχρὸς ἐφαίνετο καὶ ταῖς φροντίσι συντετηκώς. δοὺξ δὲ ὁ μέγας, τῶν πραττομένων ἄγνοιαν ὑποκρινόμενος, ἠρώτα τὴν αἰτίαν τῆς συννοίας καὶ τῆς ὠχριάσεως. ὁ δὲ οὐδὲν ὑπωπτευκὼς περὶ ἐκείνου φαῦλον, οἷα δὴ κηδεστῇ καὶ ἀλγήσοντι ὑπὲρ ἐκείνου, πᾶν τὸ ἀπόῤῥητον ἐξέφαινε καὶ ἐπικουρίας τυχεῖν τινος ἐδεῖτο καὶ γνώμην εἰσηγεῖσθαι, ᾗ χρησάμενος ἔξω ἔσται τῶν κινδύνων. οὐδὲν γὰρ ἦν τὸ μέσον τοῦ ὑποπτευθῆναι τότε καὶ διαφθαρῆναι. δοὺξ δὲ ὁ μέγας ἔφασκε μὲν τοιαῦτα καὶ αὐτὸς ἀκηκοέναι περὶ αὐτοῦ, ἡγεῖσθαι δὲ μὴ ἀληθῆ, ὅμως ὑπετίθει τὴν οὐσίαν παρὰ τοῖς φίλοις ἐκτιθέναι. τὴν γὰρ πολιτευομένην νυνὶ παρὰ Ρωμαίοις ἔφασκε συκοφαντίαν καὶ διαβολὴν πάντα ὁντινοῦν φυλάττεσθαι χρεών. καὶ γὰρ αὐτὸς τῶν κοινῶν ἁπάντων ἄρχων καὶ τῆς πρώτης παρὰ Ρωμαίοις ἀπολαύων τιμῆς καὶ εὐπραγίας οὐ μάλιστα αὐτοῖς θαῤῥεῖν, ἀλλὰ τὰ πλείω καὶ πολυτελέστερα τῶν ὄντων, ἔν τε Ἐπιβάταις τῷ φρουρίῳ καὶ πρὸς τῷ ἐν Μαγκάνοις πύργῳ ἔχειν. αὐτὸν δὲ ἐπεὶ μὴ συμβαίη φρούριόν τι ἔχειν, ᾧ χρήσαιτο πρὸς τοιαύτας τῶν πραγμάτων μεταβολὰς, ἑτέρῳ τρόπῳ τινὶ τῆς οὐσίας προνοεῖν, ἵν' εἴ τι συμβαίη δυσχερὲς, οὐ γὰρ μάτην παρὰ βασιλίδος ὑποπτεύεσθαι, τὴν γοῦν οὐσίαν ἔχῃ καὶ μὴ ἀμφοτέρων, οὐσίας τε ἅμα καὶ ἀρχῆς τῶν πραγμάτων, ἀποστερηθῇ. ὁ μὲν οὖν τοιαῦτα συνεβούλευε. λογοθέτης δὲ ὁ μέγας τὴν ἐπιβουλὴν μὴ συνιδὼν ἐπείθετό τε καὶ τὰ ὄντα πρὸς τοὺς φίλους ἐξετίθει. ὁ δ' αὐτίκα προσέπεμπε τοὺς βασιλίδι τὰ πραττόμενα μηνύσοντας, ὡς αὐτοῦ μὴ συνειδότος. παρῄνουν τε οἱ προσαγγέλλοντες, μὴ τοιαῦτα περιορᾷν· οὐ γὰρ ἐπ' ἀγαθῷ τὴν οὐσίαν τὸν μέγαν λογοθέτην ἐκτιθέναι, ἀλλ' ἢ στάσιν βουλεύεσθαι ποιεῖν ἐπὶ τῷ Καντακουζηνὸν βασιλέα δέχεσθαι, ἢ ἀφίστασθαι διανοεῖσθαι πρὸς ἐκεῖνον. ἡ βασιλὶς δὲ τὰ περὶ μεγάλου λογοθέτου εἰρημένα ἐξετάζουσα, ὡς ἐπυνθάνετο παρὰ πολλῶν εἶναι ἀληθῆ, κρύφα γὰρ παρὰ τῶν συνειδότων πρὸς πολλοὺς διεδόθη τὸ ἀπόῤῥητον, τοῦ μεγάλου δουκὸς οὕτω συσκευάσαντος, ἠγανάκτει καὶ ἀποστασίαν εἶναι ᾤετο τὸ πρᾶγμα φανερῶς, καὶ ἐβουλεύετο ὅ,τι δέοι χρῆσθαι τῷ μεγάλῳ λογοθέτῃ. ἐπεὶ δὲ ἤδη πέρας εἶχεν ἡ ἐπιβουλὴ, καὶ λογοθέτης τε ὁ μέγας πᾶσαν ἐκθέμενος τὴν οὐσίαν ἐκάθητο δεσμωτήριον περιμένων, καὶ ἡ βασιλὶς ὠργίζετο πρὸς τὴν ἀποστασίαν, πλασάμενος ὁ μέγας δούξ τινα τῶν δημοσίων χρείαν, εἰς Ἱερὸν τὸ πρὸς ἐμβολὰς τοῦ Πόντου ἀπέπλεε τριήρει, τοὺς δὲ πρῶτον τὴν βασιλίδος δῆθεν ὀργὴν μηνύσαντας τῷ μεγάλῳ λογοθέτῃ κατέλιπεν ἐπιθεῖναι τέλος τῇ ἐπιβουλῇ· προσελθόντες γὰρ ἐκεῖνοι αὖθις δεδακρυμένοι καὶ κατηφεῖς, ἐμήνυον ὡς ἐκείνῃ τῇ νυκτὶ πρὸς ἔσχατον κινδύνου ἥξει, βασιλίδος μάλιστα ἐξωργισμένης, καὶ πρόνοιάν τινα αὑτοῦ ἐκέλευον ποιεῖσθαι. τῆς αὐτῆς δὲ ὥρας καὶ ἑτέρους ἐκ συνθήματος παρεσκεύαζον, ἀφικνουμένους παρὰ τὴν οἰκίαν τὴν ἐκείνου, ἀνωνύμως οὕτως εἰ αὐτὸς αὐτόθι εἴη ἐρωτᾷν, ὥς τι δεινὸν τοῦ λόγου προσημαίνοντος. οὐ γὰρ εἰώθεσαν ἐκείνῳ πρότερον οὕτω προσφέρεσθαι Ρωμαῖοι, ἀλλὰ πολλὴν τὴν θεραπείαν προσῆγον καὶ τὴν κολακείαν. Γαβαλᾶς δὲ ἤδη τὸν ὄλεθρον ἐκ πάντων τεκμαιρόμενος καὶ δείσας, μὴ καὶ παραπόλοιτο, τινῶν πρὸς ἔχθραν ἐπελθόντων, ὑπότρομος καὶ περιδεὴς εἰς τὸν τῆς θεοῦ Σοφίας γενόμενος νεὼν, οὐδ' οὕτω σώζεσθαι ἐπείθετο, ἀλλὰ φιλοψυχῶν πολλὰ, τὴν ἐσθῆτα ἀποδὺς, σχῆμα μοναχῶν περιεβάλετο, οὕτως οἰόμενος μόλις ἑαυτῷ τὴν σωτηρίαν ἐκπορίσειν· τοσοῦτον ἐξεπέπληκτο ταῖς ἀπειλαῖς καὶ τὰς φρένας κατεσείσθη. ὁ μέγας δὲ δοὺξ ἐπεὶ πύθοιτο πᾶσαν κατὰ νοῦν τὴν κακουργίαν ἀποβᾶσαν, ἐκ τοῦ Ἱεροῦ ἐπανελθὼν, αὐτίκα πρὸς τῆς τοῦ θεοῦ Σοφίας τὸν νεὼν ἀφῖκτο, καὶ τὸν μέγαν λογοθέτην εὑρηκὼς τὰ μοναχῶν ἠμφιεσμένον, ἐκόπτετο πολλὰ καὶ τὴν χηρείαν ἀπωδύρετο τῆς θυγατρὸς καὶ ἀπαραμύθητα ἐπένθει. λογοθέτης δὲ ὁ μέγας πολλοῖς παρεμυθεῖτο λόγοις, οὐδὲν καινὸν συμβεβηκέναι φάσκων, εἰ τῶν ἀνθρωπίνων ἀεὶ πραγμάτων ἄλλοτε ἄλλως φερομένων καὶ ἀστατούντων, νῦν μὲν βελτιόνων, νῦν δὲ χειρόνων ἐπειράθη καὶ αὐτός· καὶ ἐδόκει τὸ πολὺ τῆς λύπης διὰ τὴν ἐκείνου παραμυθίαν ἀποτίθεσθαι. ὕστερον δὲ ὀλίγῳ πρὸς τὴν τῆς παμμακαρίστου μονὴν ὁ μέγας ἀφῖκτο λογοθέτης, τῆς βασιλίδος κελευούσης· φωραθεὶς δὲ διαδιδράσκειν μέλλων καὶ τὰ μοναχῶν ἀπαμφιέννυσθαι, εἰς δεσμωτήριον ἐνεβλήθη. οὕτω μὲν οὖν καὶ τοῦτον ἀπεσκευάσατο ὁ μέγας δοὺξ, μεγάλα μὲν πρὸς τὸν Καντακουζηνοῦ συναράμενον τοῦ βασιλέως πόλεμον, ἀξίων δὲ ἀπολελαυκότα παρ' ἐκείνου ἀμοιβῶν, ἧς ἐπήγαγεν ἀμυθήτου φθορᾶς ὁ πόλεμος Ρωμαίοις.

παʹ. Βασιλεὺς δὲ ὁ Καντακουζηνὸς πυθόμενος, ὡς βασιλὶς πρεσβείαν ποιοῖτο πρὸς Ὀρχάνην ἐπὶ συμμαχίᾳ, πέμψας καὶ αὐτὸς ἔπραττεν, ὅπως αὐτῷ μᾶλλον, καὶ μὴ Βυζαντίοις πρόσθοιτο. καὶ εἵλετο Ὀρχάνης τὴν πρὸς Καντακουζηνὸν τὸν βασιλέα μᾶλλον συμμαχίαν, καὶ πέμψας Χατζὴν τὸν εὐνοῦχον, ἐτέλει τὰς σπονδάς. ὄντος δὲ οὐ μακρὰν αὐτοῦ, ἀλλὰ τῆς ἐκ Παφλαγονίας ἄχρι Φρυγίας παραλίου ἄρχοντος, ῥᾳδίως μετεπέμπετο Καντακουζηνὸς ὁ βασιλεὺς τὴν συμμαχίαν ἡνίκα ἔδει· ὃ καὶ μάλιστα ἐκάκωσε τὰ πράγματα Ρωμαίων. ὡς ἐπιπλεῖον γὰρ, καὶ βασιλέως μὴ δεομένου, περαιούμενοι οἱ Πέρσαι τὰς μήπω βασιλεῖ προσχωρησάσας πόλεις ἐκάκουν ὡς πολεμίας. τότε δὲ ἐκ τῆς Ὀρχάνη στρατιᾶς ἔχων συμμαχίαν, ταῖς πρὸς τὸν Πόντον πόλεσιν ἐπεστράτευσε καὶ εἷλε πάσας πλὴν Σωζοπόλεως. εἷλε δὲ καὶ τὴν ἐν τῇ Δέρκῃ τῇ λίμνῃ πόλιν καὶ φρούριόν τι ἕτερον οὐ μακρὰν Βυζαντίου, Ἐμπυρίτην προσαγορευόμενον· εἶτα ἀνέστρεφεν εἰς τὴν οἰκείαν. ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ Μανουὴλ ὁ νεώτερος τῶν βασιλέως υἱῶν Βεῤῥοίᾳ ἐνδιατρίβων, ὄναρ ἔγραφεν ἰδεῖν τοιοῦτον. ἐδόκει ἐπὶ κλίνης αὐτὸς ἑστάναι· βασιλέα δὲ τὸν πατέρα τήβεννον ἔχοντα καὶ χιτῶνα περιπόρφυρα καὶ ἱερατικὸν ἐπιτραχήλιον χρυσοῦν, πρὸς αὐτὸν ἐλθεῖν, δύο δὲ ἑτέρους ἑκατέρωθεν αὐτῷ παρέπεσθαι, ὧν ἅτερος μὲν οὐ γνώριμος ἦν, εἶχε δὲ τὸ προφήτου Ἠσαΐου βιβλίον ἀνεῳγμένον· Λαντζαρέτος δὲ ὁ δεύτερος τὸ βασιλέως ξίφος εἶχεν ἐν χερσί. βασιλέα δὲ κηρὸν αὐτῷ παρεσχημένον καὶ σφραγῖδα, ἄμφω ἐρυθρὰ, «σφράγισον» πρὸς τὸν υἱὸν εἰπεῖν. τοῦ δὲ σφραγίσαντος, ζῶντα λέοντα ἐντυπωθῆναι τῷ κηρῷ, ἄστρον λαμπρότατον τῷ δεξιῷ κατέχοντα ποδὶ καὶ πρὸς τῷ ὤμῳ ἕτερον μικρὸν ἔχοντα ἐγκεκολαμμένον ἄστρον. βασιλέα δὲ εἰπεῖν «ἀνάστησον αὐτόν.» ἀναστήσαντος δὲ τοῦ υἱοῦ, τὸν τὸ βιβλίον Ἠσαΐου κατέχοντα εἰπεῖν, «ὁ θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξαν μονοκέρωτος αὐτοῦ ἔδεσθαι ἔθνη ἐχθρῶν αὐτοῦ, καὶ ταῖς βολίσιν αὐτῶν κατατοξεύσει καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ. ἀνακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; οἱ εὐλογοῦντές σε εὐλογημένοι, καὶ οἱ καταρώμενοί σε κεκατήρανται.» ταῦτα δὲ ἐδόκει τῷ βιβλίῳ ὄντα ἐγγεγραμμένα ἀναγινώσκειν. βασιλεὺς δὲ αὖθις τῷ υἱῷ προσέταττε σφραγῖσαι. σφραγίσαντος δὲ, πάρδαλις ἐξῆλθε ζῶσα, καὶ χάρτην εἶχε θατέρῳ τῶν ποδῶν, ᾧ ἐνεγέγραπτο, ἰδοὺ θηρίον ἕτερον ὡσεὶ πάρδαλις, καὶ ἐξουσία ἐδόθη αὐτῷ. κελεύσαντος δὲ βασιλέως τῷ κατέχοντι τὸ βιβλίον τοῦ θηρίου τὴν προφητείαν λέγειν, τὰ ἴσα εἶπε. βασιλεὺς δὲ καὶ τρίτον ἐκέλευε σφραγῖσαι τῷ υἱῷ· καὶ σφραγίσαντος, ἐξῆλθε γαλῆ ζῶσα καὶ αὐτὴ, τὴν γλῶτταν δὲ τῶν ὀδόντων προβεβλημένη, ἐδόκει λείχειν τὴν γῆν. τοῦ βασιλέως δὲ υἱοῦ εἰς ὕψος αἴροντος, ἡ γλῶσσα τῆς γαλῆς μηκύνεσθαι ἐδόκει καὶ τὴν γῆν ὡσαύτως περιλείχειν. ὁ τὸ βιβλίον δὲ κατέχων, βασιλέως κελεύοντος, τὴν προφητείαν λέγειν· «ἰδοὺ θηρίον» εἰπεῖν «ἕτερον, καὶ εἶπον αὐτῷ· ἀνάβηθι, φάγε σάρκας πολλάς.» μετὰ τοῦτο δὲ ὁ βασιλεὺς σφραγῖδα πράσινον ἑτέραν παρεῖχε τῷ υἱῷ καὶ ἐκέλευε ταύτῃ σφραγίζειν τὸν κηρόν· καὶ σφραγίσαντος, ἐξῆλθε πελαργὸς ζῶν, σκύφον ἔχων ὑέλινον τῷ ποδί· ἐδόκει δὲ ὁ σκύφος ὄξος ἔχειν. ὁ τὸ βιβλίον δὲ κατέχων εἶπεν «ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος· ὄψονται εἰς ὃν ἐξεκέντησαν.» αὖθις δὲ ὁ τοῦ βασιλέως υἱὸς ἐσφράγισε κελευσθείς· καὶ ἱπποκένταυρος ἐξῆλθε, τῇ δεξιᾷ χειρὶ δόρυ κατέχων. ὁ δὲ τὰς προφητείας λέγων «ἰδοὺ καὶ ἕτερον θηρίον» εἶπεν «ἔκθαμβον καὶ περισσῶς ἰσχυρόν.» μετὰ τοῦτο δὲ ὁ βασιλεὺς «εὐλογητὸς ὁ θεὸς ἡμῶν» εἶπε «πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. δόξα σοι, ὁ θεὸς, ὅτι ζῶντες εἴδομεν τὰς προφητείας ἀποβάσας.» ἐδόκει δὲ κελεύειν τῷ υἱῷ συγκρύπτειν τὰ ζῶα. τὰ δὲ εὐθὺς ἐδόκουν σφραγῖδες γεγενῆσθαι ἐκ κηροῦ, ἃς ὡς ἐνῆν συγκρύπτων ταῖς χερσὶ, μετὰ βασιλέως ἐξῄει τοῦ πατρὸς, τὸ ἱερατικὸν ἐπιτραχήλιον ἀποθεμένου· ἐν τούτοις δὲ τοῦ ὕπνου ἀποστῆναι. τοιαῦτα μὲν ἡ ὄψις τῷ βασιλέως υἱῷ ἐδήλου· περὶ οὗ δὲ ἦν, οὐδέπω μέχρι νῦν ἐγένετο φανερόν. ταῦτα μὲν οὖν ὁ βασιλέως υἱὸς πρὸς τὸν πατέρα ἔγραφεν ἑωρακέναι κατὰ τοὺς ὕπνους. βασιλεὺς δὲ ὀλίγον Διδυμοτείχῳ ἐνδιατρίψας, σύμπασαν Ρωμαίων, ὅσοι ὑπ' αὐτῷ ἦσαν, στρατιὰν συναγαγὼν καὶ Περσικὴν ὀλίγην ἐπαγόμενος, ἐπεστράτευσεν αὖθις Βυζαντίῳ, καὶ πρὸς τὴν Γυρολίμνης λεγομένην πύλην ἐλθὼν, οὐκ ὀλίγον μέρος τῆς ἡμέρας διετέλεσεν. ἐκ Βυζαντίου δὲ οὐδεὶς ἐξῆλθε τῶν πυλῶν, ἀλλ' ἐπὶ τῶν τειχῶν ἦσαν παρατεταγμένοι, ὡς ἀμυνούμενοι, ἂν ἐπίωσι. δοὺξ δὲ ὁ μέγας μόνος ἅμα ὀλίγοις πρὸ τῶν πυλῶν ἔστη ἐξελθών. γνωρίσας δὲ ὁ βασιλεὺς, ὡς ἐκεῖνος εἴη, ἔπεμπε τοὺς διαλεξομένους. ὁ δ' εἰσῄει πρὸς τὴν πόλιν, αἰσθόμενος ὡς ἐγνωρίσθη, καὶ οἱ πρὸς αὐτὸν ἐρχόμενοι ἀνέστρεφον. βασιλεὺς δὲ, ἐπεὶ περὶ δείλην ἡ ἡμέρα ἤδη ἦν, παρὰ τὴν τῆς Καμήλου καλουμένην γέφυραν ἐστρατοπεδεύσατο ἐλθών· καὶ εἰς τὴν ὑστεραίαν ὀλίγοι μὲν εἰς τὸ στρατόπεδον μετὰ βασιλέως ὑπελείποντο, τὸ πολὺ δὲ τῆς στρατιᾶς καὶ Ρωμαίων καὶ Περσῶν ἐτράποντο ἐπὶ λεηλασίας. καὶ Ρωμαῖοι μὲν βοσκήματα καὶ ἄλλην λείαν ἤλαυνον, τὸ Περσικὸν δὲ ἠνδραπόδιζον καὶ τοὺς ἀνδρώπους. καὶ ἦν οὐ τοῖς πάσχουσι μόνον τὸ κακὸν ἀπαραμύθητον, ἀλλὰ καὶ βασιλεῖ καὶ τοῖς συνοῦσιν ἅπασι Ρωμαίοις ἔλεος δεινὸς εἰσῄει, τοιαῦτα τῶν ὁμοφύλων δυστυχούντων· ἀναγκαίως δὲ τοῦ πολέμου εἴχοντο. πράττειν γὰρ ἑτέρως οὐκ ἐνῆν, τῶν ἐν Βυζαντίῳ τὴν εἰρήνην οὐ παραδεχομένων.
https://byzantium.gr/

πβʹ. Οἱ ἐν Γαλατᾷ δὲ τῷ φρουρίῳ ὄντες Λατῖνοι, ὁρῶντες μὲν τὴν ὑπὸ τοῦ ἐμφυλίου πολέμου τοῖς Ρωμαίοις ἐγγινομένην ἀμύθητον φθορὰν, ἀγνοοῦντες δὲ, εἰ μᾶλλον οἱ ἐν Βυζαντίῳ, ἢ Καντακουζηνὸς ὁ βασιλεὺς παρέχεται τὰς αἰτίας τοῦ πολέμου, καὶ τοῖς μὲν ἐν Βυζαντίῳ συνόντες ὁσημέραι καὶ πολλὰ Καντακουζηνοῦ τοῦ βασιλέως ἀκούοντες κατηγορούντων, ὅτι βασιλεύειν ἐπιθυμήσας τοῖς βασιλέως ἐπιβουλεύσειε παισὶ, πατριάρχης δὲ μετὰ τῶν ἐπιλοίπων ἀντισταίη καὶ κωλύσειε, μὴ τὸν παῖδα διαφθείρειν πολεμήσας, ἢ οὐδὲν ἂν ἐκεῖνον ἐκώλυε πάλαι διεφθάρθαι, Καντακουζηνοῦ δὲ τοῦ βασιλέως οὐ μόνον τὴν πρὸς βασιλέα τὸν Ἀνδρόνικον ἐννοοῦντες σύμπνοιαν, ἀλλὰ καὶ τὴν προσοῦσαν ἐπιείκειαν καὶ ἡμερότητα, καὶ τὸ πᾶσιν ἑαυτὸν παρέχεσθαι ἡδύν τε ἐν ὁμιλίαις καὶ φιλότιμον πρὸς τὰς εὐεργεσίας καὶ τῆς εἰς αὐτὸν εὐνοίας τῶν φίλων μνημονευτικὸν, καὶ νομίζοντες, οὐκ ἂν οὕτω ῥᾳδίως περὶ βασιλέα τὸν φίλον ἠγνωμονηκέναι, πιστεύειν μὲν οὐκ εἶχον τοῖς αὐτοῦ κατηγοροῦσι τὰ τοιαῦτα, οὔτε μὴν παντάπασιν ἀπιστεῖν τοῖς θρυλλουμένοις οὕτως ὑπὸ πολλῶν· διὰ δὴ ταῦτα περὶ πλείστου τιθέμενοι σαφές τι περὶ τοῦ παρὰ Ρωμαίοις κεκινημένου πολέμου γνῶναι, δεῖν ἔγνωσαν, ἐπεὶ ἐγγὺς ἦν ἐστρατοπεδευμένος, πέμπειν πρὸς αὐτόν τινας, οἳ διαλεξόμενοι τὰς αἰτίας εἴσονται σαφῶς, ἐξ ὧν ὁ πόλεμος κεκίνητο. καὶ πέμπουσι δύο τινὰς, τῆς τῶν μενουρίων τάξεως μοναχοὺς, συνετοὺς μὲν καὶ ἄλλως, οὐ μὴν ἀλλὰ καὶ σοφίας τῆς παρὰ Ρωμαίοις εἰς ἄκρον ἐληλακότας καὶ τὰ Ἀριστοτέλους κάλλιστα ἐξησκημένους. ἦν δὲ ὁ μὲν ἕτερος αὐτῶν ἐκ Σαβωΐας τῆς πατρῴας οἰκίας Ἄννῃ τῇ βασιλίδι, τῶν μενουρίων ἡγούμενος· διὸ καὶ τότε πρὸς βασιλέα παρὰ τῶν ὁμοφύλων ἐπέμφθη, ἵν' ὡς μάλιστα τὰς αἰτίας ἐξετάσῃ τοῦ πολέμου, τῇ πρὸς βασιλίδα τὴν Ἄνναν οἰκειότητι οὐ μόνον βασιλεῖ μὴ χαριζόμενος, ἀλλὰ καὶ ἀντιλέγων καὶ ἀπελέγχων, ὅσα δυνατά· ὁ δὲ λοιπὸς τῶν ἐξεταζομένων ἀκροατὴς ἐσόμενος μόνον ἥκει, ἵνα μὴ ἐκεῖνος αὖθις χαριζόμενος ἑαυτῷ, ἀποκρύπτειν ἐθελήσῃ τἀληθῆ. ἐλθόντες δὲ εἰς τὸ στρατόπεδον καὶ βασιλέα προσαγορεύσαντες, ἥκειν μὲν ἔφασαν καὶ ὁμιλίας ἕνεκα καὶ συντυχίας τῆς πρὸς αὐτὸν, οὕτως ἐγγὺς ἐστρατοπεδευμένου. τὸ μάλιστα δὲ πεῖσαν εἶναι ἀφικέσθαι, ὅτι χρόνον ἤδη συχνὸν τοῦ πρὸς ἀλλήλους Ρωμαίοις πολέμου τουτουῒ κεκινημένου καὶ διαφθειρομένων ὁσημέραι τῶν πόλεων ὑπ' ἀλλήλων στασιαζόντων καὶ τῆς ἄλλης χώρας ὑπὸ Ρωμαίων καὶ βαρβάρων τῶν κατατρεχόντων καὶ πλείστων καὶ ἀνηκέστων τελουμένων καὶ πολλῶν καθ' ἡμέραν κτεινομένων καὶ ἐξανδραποδιζομένων, οὔτε λύσις τῶν κακῶν οὐδεμία ἐξευρίσκεται, οὐδ' αὐτὸ τοῦτο ἔξεστι τἀληθὲς μαθεῖν, ὅθεν τε ἤρξατο ὁ πόλεμος τὸ πρῶτον κἀκ τίνων τῶν αἰτίων οὔπω μέχρι νῦν καταλυθῆναι ἠδυνήθη, ἀλλ' οὕτως ἔπεισι πάντα ὥσπερ φλὸξ καταναλίσκων. καίτοι γε ἀκηκοέναι ἐκ πολλῶν, ἄλλων ἄλλως ὡς ἕκαστος ἀπεχθείας ἢ εὐνοίας πρὸς ὑμᾶς τοὺς βασιλέας ἔχουσι διηγουμένων· οἷς οὐ δίκαιον πιστεύειν κεκρικέναι, τοῖς σφετέροις αὐτῶν πάθεσι συμμεταβάλλεσθαι ἀξιοῦσι καὶ τὰ πράγματα. διὸ καὶ δεῖσθαι μάλιστα αὐτοῦ αὐτὸν ἐξηγήσασθαι, ὡς ἔσχεν ἕκαστα σαφέστατά τε εἰδότα τῶν ἄλλων μᾶλλον καὶ τἀληθὲς οὐ βουλησόμενον ἀποκρύπτειν, οἷα δὴ ἀληθείας τε ἐχόμενον, ὥσπερ ἀκούομεν, ἐξαρχῆς, ἄλλως τε καὶ πολλῶν ὄντων τῶν δυνησομένων ἀπελέγχειν, ἂν φαίνηται μὴ λέγειν ᾑρημένος τἀληθῆ. βασιλεὺς δὲ οὐ τοῦ παρ' αὐτὸν ἀφῖχθαι μόνον, ἀλλὰ καὶ τῆς αἰτήσεως ἐπῄνει καὶ χάριτας οὐ τὰς τυχούσας ὡμολόγει. πάλαι γὰρ ἔφασκεν ἐπιθυμεῖν τῶν πρὸς ἀλήθειαν, ἀλλ' οὐ πρὸς ἔριν καὶ φιλονεικίαν ἀκούειν βουλησομένων. πρὸς γὰρ τοῖς ἄλλοις οἷς ἐπήνεγκεν ὁ πόλεμος αὐτῷ κακοῖς καὶ τοῦτο τῶν ἐπαχθῶν ἡγεῖσθαι, τὸ μηδέποτε συνετῶν τινων ἀκροατῶν τυχεῖν, οἳ δικάσουσιν αὐτῷ περὶ τοῦδε τοῦ πολέμου. νυνὶ δὲ αὐτοῖς κατὰ τύχην ἀφιγμένοις παρέχεσθαί τε δεομένοις, ὧν αὐτὸς τυχεῖν ἐν μεγίστης εὐχῆς ἦγε μέρει, ἄλλως τε καὶ δυναμένοις τόπον δικαστῶν κατέχειν παρ' αὐτῷ, οὐ μόνον διὰ τὴν σοφίαν καὶ τὴν σύνεσιν, ἀλλ' ὅτι καὶ ἐπ' αὐτῷ τούτῳ ἥκοιεν, ἵν' ἐκ τῶν λεγομένων τἀληθῆ περὶ τοῦ πολέμου γνοῖεν, ἥδιστά τε ἅπαντα αὐτὸν ἐκθήσεσθαι καὶ χάριν εἰδήσειν τῆς αἰτήσεως. ἐδεῖτό τε αὐτῶν, μηδὲν ὑποστειλαμένους ἐξελέγχειν, ἂν φαίνηται ἐπιορκῶν καὶ ἀδικῶν καὶ ἢ τοῖς βασιλέως παισὶ τοῦ φίλου ἐπιβουλεύων, ἢ τοῦ πολέμου αἴτιος καὶ τῆς Ρωμαίων ἀμυθήτου φθορᾶς γεγενημένος. ἀρξάμενός τε ἀπ' ἀρχῆς εὐθὺς διηγεῖτο ἕκαστα, τήν τε αὐτοῦ καὶ βασιλέως Ἀνδρονίκου εὔνοιαν καὶ φιλίαν πρὸς ἀλλήλους ἀκριβῆ, καὶ ὡς μετὰ τὴν ἐκείνου τελευτὴν πολλὴν πρόνοιαν αὐτὸς ποιήσαιτο, οὐ τῶν βασιλέως μόνον παίδων καὶ γυναικὸς τῆς βασιλίδος, ἀλλὰ καὶ τῆς Ρωμαίων ὠφελείας, οὐ χρήματα μόνον ἕτοιμος ὑπὲρ ἐκείνων ἀναλίσκειν ὢν, ἀλλὰ καὶ ζωὴν τὴν φίλην, εἰ καιρὸς καλοίη, ῥᾷστα προησόμενος· ὅπως τε ὑπὸ παρακοιμωμένου ἐπιβουλευθείη οὐδεμιᾶς αἰτίας ἕνεκα, ἢ φθονήσαντος αὐτῷ καὶ φθείρειν διανοηθέντος, ἵν' αὐτὸς ἄρχῃ τῶν πραγμάτων· καὶ ὡς πατριάρχην καὶ τοὺς ἄλλους ἐξαπατήσειε, ψεύδη πλασάμενος καὶ συκοφαντίας, ἃ οὐδὲ ἐνεθυμήθη· καὶ ὡς ἐκεῖνοι τῶν ἰδίων ἕνεκα, ὡς ᾤοντο, διαφορῶν, σαφέστατα εἰδότες, ὅτι ψεύδονται καὶ συκοφαντοῦσιν, ὑπὲρ βασιλίδος δῆθεν καὶ τῶν παίδων τὸν πόλεμον κινοῖεν πολλὰ ἐξαπατήσαντες· καὶ οἵαν ἀγνωμοσύνην καὶ ἀπανθρωπίαν οὐ περὶ αὐτὸν μόνον καὶ μητέρα καὶ τοὺς οἰκείους ἐπιδείξαιντο, ὕβρεσιν ἀτόποις καὶ φαύλοις προσηκούσαις καὶ ἀνελευθέροις χρησάμενοι ἀνθρώποις, καὶ τὸν οὐδ' ἐν ἐσχατιαῖς γῆς ἀγνοούμενον αὐτοῦ πλοῦτον εἰς ἀξιόχρεων οὐδὲν, ἀλλ' εἰκῇ καὶ μάτην διαφθείραντες, ἀλλὰ καὶ περὶ τοὺς φίλους καὶ τοὺς ὁπωσδήποτε ἐπιτηδείους· καὶ ὅσους αὐτῶν ἀπέκτειναν, τοὺς δὲ ἐν δεσμωτηρίοις ἔχουσιν ἄχρι νῦν, μεγάλῃ δυσπραγίᾳ καὶ δεσμοῖς ἀφύκτοις προσταλαιπωροῦντας· καὶ ὡς κοινοὶ πολέμιοι φανεῖεν αὐτοῦ τε καὶ τῶν παρὰ Ρωμαίοις ἀρίστων πάντων, οὐ μόνον ὅσον ἐν εὐγενέσιν ἦν, ἀλλὰ καὶ μονάζουσι καὶ ἐπισκόποις, ἔτι δὲ καὶ στρατιώταις καὶ τοῖς τῶν πολιτειῶν ἑκάστης πόλεως προέχουσιν. ὧν δὴ πάντων ἔφασκεν αὐτοῦ διὰ τὴν περισχοῦσαν τοὺς Ρωμαίους συμφορὰν ἀμνημονοῦντος καὶ τιθεμένου παρ' οὐδὲν, καὶ οὐχ ἅπαξ, οὐδὲ δὶς καὶ τρὶς, ἀλλὰ καὶ πολλάκις τοσαυτάκις ἐξαρχῆς τε εὐθὺς καὶ μέχρι νῦν πρεσβείας ποιουμένου καὶ δεομένου περὶ εἰρήνης, οὐ μόνον ἐπιεικὲς οὐδὲν ἀποκρίνασθαι ἐκείνους, ἀλλὰ τούς τε πρέσβεις αἰκίζεσθαι καὶ ἀτιμοῦν καὶ δεσμοῖς κατέχειν, καὶ αὐτοῦ πολλὰς καταχέειν ὕβρεις καὶ διὰ τοιούτων τὰς ἀπολογίας ποιεῖσθαι πρὸς τοὺς πρέσβεις, πάντα μᾶλλον ἀνεκτὰ ἡγουμένους, ἢ περὶ εἰρήνης διαλέγεσθαι ἢ ἀκούειν. τῆς τε βαρβαρικῆς πρὸς τοὺς ὁμοφύλους, ἔφασκεν, ἐπαγωγῆς οὐκ ἐκεῖνον ἦρχθαι, ἀλλ' αὐτοὺς, πρώτους ἐπ' αὐτὸν ἐπενεγκόντας· καὶ οὐ μόνον τούτου ἕνεκα, ἀλλὰ καὶ τρόποις ἑτέροις χρῆσθαι τοῖς βαρβάροις καταναγκάζοντας. χρήματα γὰρ ἐκεῖνοι παρεχόμενοι καὶ πόλεις προϊέμενοι καὶ τὴν Ρωμαίων ἡγεμονίαν μεγάλων καὶ θαυμασίων τινῶν ἀποστεροῦντες, οὐ Κράλην μόνον ἔπεισαν τὸν Τριβαλῶν δυνάστην, ἀλλὰ καὶ Ἀλέξανδρον τὸν βασιλέα Μυσῶν αὐτῷ πολεμίους εἶναι, ἕκαστον καθ' ἑαυτὸν ἀξιόχρεων πρὸς μάχην ὄντα σύμπασιν ὁμοῦ Ρωμαίοις, ὑφ' ὧν πρὸς ἀνάγκην καὶ αὐτὸν συνελαυνόμενον, τῇ συμμαχίᾳ χρῆσθαι τῇ βαρβαρικῇ, ἄλλως τε σαφῶς εἰδότα, ὡς εἰ ἀπώσοιτο αὐτὸς, ἐκείνους χρησομένους ἐπ' αὐτόν. οὐ γὰρ διὰ τὸ μὴ βούλεσθαι ἐκείνους μὴ χρῆσθαι τοῖς βαρβάροις, ἀλλὰ διὰ τὸ μὴ πείθειν δύνασθαι μᾶλλον ἐκείνῳ αἱρουμένους συμμαχεῖν. οὔπω γὰρ χθὲς καὶ πρώην πρὸς Ὀρχάνην τὸν Πέρσην πρεσβείαν πεποιημένοι, ἐδέοντο σφίσι συμμαχεῖν, πολλὰ ἐπαγγελλόμενοι παρέξειν χρήματα. τὸν δὲ μᾶλλον ἑλέσθαι τὸ ἐκείνῳ προῖκα συμμαχεῖν, ἢ πολλὰ παρ' ἐκείνων χρήματα λαμβάνειν. οὐ μὴν ἀλλὰ καὶ πρότερον ὀλίγῳ τὸν Ἀσάνην Ἰσαάκιον τὸν πανυπερσέβαστον πρὸς Σουλιμᾶν τὸν Καρασῆ Φρυγίας σατράπην ἀφικέσθαι καὶ δεῖσθαι αὐτοῦ χρήματα πολλὰ λαβόντα συμμαχεῖν ἐπ' ἐκεῖνον. τὸν δὲ μηδὲ αὐτὸν πεπεῖσθαι. καὶ αὖθις τὸν παρακοιμώμενον τῆς αὐτῆς ἕνεκα αἰτίας ἐπὶ τὸν αὐτὸν ἐλθεῖν· τὸν δὲ τοσοῦτον δεῆσαι πείθεσθαι αὐτῷ, ὥστ' οὐδὲ θέας γοῦν ψιλῆς ἠξιωκέναι. ἐκείνη μὲν οὖν ἡ ἡμέρα καὶ οὐκ ὀλίγον τῆς νυκτὸς καὶ ἡ ἐπιοῦσα ἡμέρα καὶ νὺξ ὁμοίως ἀνάλωτο ἐν τοῖς τοιούτοις, βασιλέως μὲν τὰ κατ' αὐτὸν διηγουμένου καὶ ἀποδεικνύντος ἑαυτὸν, ἀνάγκῃ πρὸς τὸν πόλεμον φερόμενον, τῶν Λατίνων δὲ ἀντιλεγόντων ἐπ' ἐνίοις καὶ ἃ οἱ ἐν Βυζαντίῳ ἐγκαλοῦσιν ἐπαγόντων καὶ γυμναζόντων ὡς μάλιστα τὸν λόγον, ἵνα τἀληθὲς μὴ διαδρᾶναι δυνηθείη.

πγʹ. Μετὰ δὲ τὸ παύσασθαι τῶν περὶ τούτων λόγων, ὁ τῶν μενουρίων ἡγούμενος Ἀρῆγος ὠνομασμένος, δίκαιον, εἶπε, τὸν ὀρθῶς βιοῦν προῃρημένον καὶ ἀληθείας καὶ δικαιοσύνης καὶ ὀλίγον γοῦν πεποιημένον λόγον, μηδέποτε καταψηφίζεσθαι μηδενὸς, πρὶν ἂν αὐτοῦ περὶ τῶν κατηγορουμένων τὴν ἀπολογίαν ἐγγένηται ἀκούειν ποιουμένου. καὶ ὃ τῶν παλαιῶν τις βασιλέων ἔφασκε, τὸ δεῖν τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν μάλιστα τῷ κατηγορουμένῳ διασώζειν, τοῦθ' ἡγεῖσθαι εἶναι κοινὸν παράγγελμα ἀνθρώποις τὰ μέγιστα λυσιτελοῦν κατὰ τὸν βίον. ἐγὼ γάρ σου πολλὰ καὶ δεινὰ κατηγορούντων τινῶν ἀκηκοὼς, ὅτι τε τῆς θαυμαστῆς ἐκείνης βασιλέως πρὸς σὲ φιλίας ἀμνημονήσας, ἐπεβούλευσας μηδὲν ἀδικοῦσι τοῖς παισὶ, καὶ τὴν Ρωμαίων ἄγων αὐτὸς ἡγεμονίαν ἐν ἰδιώτου σχήματι, οὐκ ἐνόμισας τὴν δόξαν ἐξαρκεῖν, εἰ μὴ ἐκείνους ἀποκτείνας τὸ κράτος ἅπαν περιστήσεις εἰς σεαυτὸν, καὶ ὡς πατριάρχου καὶ τῶν ἄλλων πρὸς τὴν ἐπιχείρησιν ἐναντίων γενομένων, ἐκμανεὶς πρὸς τὴν ἀποτυχίαν, τόν τε πόλεμον κεκίνηκας τουτονὶ καὶ τοὺς βαρβάρους ἐπήγαγες Ρωμαίοις, καὶ τὴν εἰρήνην οὐδ' ἄκροις καταδέχῃ τοῖς ὠσὶν, ἀλλ' ὅτι μὴ εὐθὺς ἐξαρχῆς ὑπεῖξαν δουλωθέντες, πάντα ἀνατρέπειν καὶ διαφθείρειν ἔγνως, καὶ τῶν φόνων καὶ τῶν ἀνδραποδισμῶν οὐδένα ποιῇ λόγον, οὕτως ἐκπεπολέμωμαι καὶ αὐτὸς καὶ πρὸς τοσοῦτον ἔχθος ἐξηγόμην, ὥσθ' ἡδέως ἂν εἴ τις ἀποσφάττειν ἠδυνήθη, τὴν χεῖρα κατεφίλουν καὶ πολλῶν σωτῆρα καὶ εὐεργέτην ἂν ἐνόμιζον, οὐ μόνον διὰ τὴν γεγενημένην ὑπὸ τοῦ πολέμου φθορὰν ἐν τοσούτῳ χρόνῳ καὶ τὴν μεγάλην κακοπραγίαν τῶν Ρωμαίων, ἧς αἰτιώτατον εἶναι ὑπελάμβανον, ἀλλ' ὅτι καὶ αὐτὸς ἐκ Σαβωΐας ὢν τῆς πατρῴας ἀρχῆς τῇ βασιλίδι, φίλτρον τι τρέφω πρὸς τοὺς ἐκείνης παῖδας διὰ τὴν ἐκ τοῦ γένους κοινωνίαν, καὶ πρὸς τὴν κακοπραγίαν καὶ αὐτὸς συνάχθομαι. καίτοι γε οὐ παρὰ τῶν φίλων μόνον, ἀλλὰ καὶ τῶν μάλιστά σοι πολεμούντων πολλοὺς καὶ θαυμασίους ἐπαίνους ἤκουον διεξιόντων. καὶ τήν τε φύσιν ὡς θαυμασίαν καὶ τὴν ἄσκησιν ἐξαιρόντων τὴν πρὸς τὰ καλὰ, ὡς πολλῷ τῷ μέσῳ τοὺς ἄλλους ὑπερβέβληκε Ρωμαίους, οἷς οὐκ ἐνόμιζον προσέχειν δεῖν, τοῖς μὲν διὰ φιλίαν, τοῖς δὲ δι' ἔχθραν ἀμφοτέροις ψευδομένοις. ἔστι γὰρ ὅτε καὶ αὐτοὶ οἱ πολεμοῦντες αὔξουσι τοῖς ἐγκωμίοις τοὺς ἐχθροὺς, ἵν' ἢ ἡττηθέντες ὑπὸ μεγάλων, ἢ νικήσαντες, μέγιστα δόξωσι κατωρθωκέναι. νυνὶ δέ μοι τοὐναντίον ἅπαν περιέστη. τοῖς τε γὰρ ἐγκωμιάζουσιν ἐκείνοις οὐκ ὀλίγα μέμφομαι, ὡς τὸ πολὺ συγκρύπτουσι τῶν ἀγαθῶν, καὶ ἐμαυτῷ τῆς ἀκρισίας. καὶ δὴ μεταβαλὼν ἀντὶ ἐχθροῦ καὶ κατηγόρου τῶν τε μάλιστα γεγένημαι φιλούντων, καὶ πολλῶν καὶ θαυμασίων τῶν ἐπαίνων κρίνων ἄξιον, οὐ παρὰ Ρωμαίοις διατρίβων, ἀλλὰ καὶ γενόμενος εἰς Ἰταλίαν, ὥσπερ μετ' ὀλίγον οἴομαι, τὴν προσοῦσαν μεγαλοφυΐαν καὶ τὴν εὐγνωμοσύνην καὶ τὴν ἐπιτηδειότητα πρὸς τὰ καλὰ κηρύξω πᾶσι φανερῶς. περὶ μὲν οὖν τῶν κατὰ τὸν πόλεμον ἁπάντων ὡς εὐθὺς ἐξαρχῆς ἄχρι νῦν οὐδεμίαν πρόφασιν αὐτὸς παρέσχες, ἀλλ' ἄκων ἐπὶ ταῦτα πρὸς τῶν πολεμούντων συνωθῇ, πέπεισμαί τε ἀκριβῶς, καὶ πρὸς ἄλλους ὑπὲρ σοῦ διαλεχθείην ἂν αὐτός. ἐπεὶ δ' αὐτὸς ἐκέλευσας περὶ πάντων, ὧν ἂν θέλοιμεν, πυνθάνεσθαί σου ἀδεῶς, τί περὶ τῆς εἰρήνης νῦν διανοῇ; ἆρ' ἑτοίμως ἔχεις πρὸς αὐτὴν, εἴ τινος ἐπιεικοῦς ἀπολογίας τύχοις, ἢ πρὸς τὴν ἐκείνων ἀγνωμοσύνην παντάπασιν ἀπέγνως πρὸς τὰς διαλύσεις καὶ αὐτός;» βασιλεὺς δὲ αὐτὸν τῆς τε παῤῥησίας ἐπαινέσας καὶ τῆς περὶ τὰ πράγματα ἀδόλου διαίτης καὶ δικαίας, καὶ ἀντιφιλεῖν αὐτὸν καὶ αὐτὸς εἰπὼν διὰ τὴν προσοῦσαν σύνεσιν καὶ τὴν εὐφυΐαν τὴν πρὸς τὰ καλὰ, εἶτα ἀπεκρίνατο καὶ περὶ τῆς εἰρήνης, ὡς ἐπ' ἐκείνοις εἴη τοῖς πολεμοῦσι καὶ ἡ τοῦ πολέμου καὶ ἡ τῆς εἰρήνης αἵρεσις. αὐτόν τε γὰρ συνθήσεσθαι ῥᾷστα πρὸς τὰς διαλύσεις, ἂν ἐθέλωσιν ἐκεῖνοι, καὶ πολεμήσειν κατὰ δύναμιν, ἂν ἐκεῖνοι τὰ δίκαια μὴ θέλωσι ποιεῖν. ἐκεῖνοι γὰρ πρότεροι πολέμου ἦρξαν διαβαλόντες καὶ συκοφαντήσαντες, καὶ τήν τε μητέρα ὀλίγου δεῖν ἀπέκτειναν αὐτοχειρίᾳ, ἐν δεσμωτηρίῳ νοσοῦσαν προνοίας ἀξιώσαντες μηδεμιᾶς, καὶ τὸν υἱὸν οὔπω δώδεκα ἔτη γεγονότα καὶ μηδὲν αὐτοὺς ἠδικηκότα, διὰ τὴν πρὸς ἐμὲ ἀπέχθειαν ὑπὸ δεσμοῖς κατέστησαν τοσοῦτον χρόνον, καὶ τοὺς φίλους ἅπαντας διέφθειραν καὶ τοὺς οἰκείους, καὶ οὐδὲν ἀπέλιπον παροινίας, οὐδὲ ὕβρεως. ἐῶ γὰρ λέγειν τὴν τοσούτου πλούτου διαρπαγὴν ἐμοῦ τε καὶ τῶν συγγενῶν, οὓς ἔδει, τοσαύτην κακίαν συνειδότας ἑαυτοῖς καὶ ὡς τῆς ἀμυθήτου φθορᾶς Ρωμαίων αἰτιώτατοι γεγένηνται, ἔλεον τῶν ὁσημέραι διὰ τὴν αὐτῶν κακίαν καὶ μοχθηρίαν λαβόντας κτεινομένων, πρώτους τῇ εἰρήνῃ προσδραμεῖν καὶ τὸν πόλεμον σπουδάζειν καταλύειν. ἐπεὶ δ' ἐκείνοις οὐδενὸς ἑτέρου μέλει, ἢ τοῦ τῶν πραγμάτων μόνον ἄρχειν, ἄν τινα περιλειφθῶσι, τῶν δ' ἀρχομένων οὐδεμίαν πρόνοιαν ποιοῦνται, ὥσπερ ἐξαρχῆς αὐτὸς ὑπὲρ τῆς κοινῆς σωτηρίας πάντα ἐπραγματευόμην, οὕτω καὶ νῦν, ἃ πᾶσι μέλλει κοινῇ συνοίσειν, πάντα ἐρῶ. ἐξέσται δὲ αὐτοῖς, ἢ αἱρεῖσθαι τὰ βελτίω, ἂν πρόνοιάν τινα ποιῶνται τοῦ κοινοῦ, ἢ τὸν πόλεμον ἀσπάζεσθαι, ἂν τῶν ἄλλων πάντων, ἃ νομίζουσιν αὐτοῖς ἰδίᾳ διαφέρειν, προτιμῶσι. φημὶ τοίνυν, ὡς ἐὰν μὲν ἐθελήσωσι βασιλέα δέχεσθαι καὶ τοῖς παισὶ συνάρχοντα βασιλέως, οὐδ' αὐτὸν πολυπραγμονήσειν μηδὲν περὶ τῶν κατὰ τὸν πόλεμον γεγενημένων, ἀλλ' ἀμνηστίαν τε αὐτοῖς παρέξειν τῶν κακῶν, καὶ τῶν ἡρπασμένων μηδενὸς ἀποστερήσειν, ἄν τε τῶν οἰκείων ὦσιν ἢ τῶν φίλων ἢ τῶν συγγενῶν. ἔτι τε οὐδ' ὧν αὐτοῖς ἡ βασιλὶς παρέσχετο κατὰ τὸν τοῦ πολέμου χρόνον, οὔτε τῶν τιμῶν, ἂν δοκῶσι παρ' ἀξίαν, οὔτε τῶν κτήσεων, εἴτε ἐκ τῶν δημοσίων ἦσαν, ἢ τῶν ἐμοὶ προσηκουσῶν· ἀλλὰ πάντα στέργειν καὶ μηδεμίαν αὐτοῖς μηδέποτε βλάβην ἐπάγειν, ἀμυνόμενον τῶν κατὰ τὸν πόλεμον κακῶν. εἰ δὲ τοῦτ' αὐτοῖς μήτε δίκαιον εἶναι φαίνεται, μήτε ἀνεκτὸν, πάντα ἐπιτρέψομεν τῇ δίκῃ. χρήσομαι δὲ οὐχ ἑτέροις δικασταῖς τισιν, ἀλλ' αὐτῇ βασιλίδι καὶ πατριάρχῃ καὶ τῶν τε μοναχῶν καὶ ἐπισκόπων τοῖς λογάσι καὶ τῶν Ρωμαίων, εἴ τινες ἔτι κατελείφθησαν, τοῖς ἀρίστοις, οὐ μὴν ἀλλὰ καὶ τῶν ἑκασταχοῦ πολιτειῶν τοῖς συνετωτέροις. κἂν μὲν αὐτὸς ἀδικῶν καὶ ἐπιορκῶν καὶ βασιλέως τοῖς παισὶ φαίνωμαι ἐπιβουλεύων, ὥσπερ οὗτοι κατηγόρησαν, μηδεμίαν ἄλλην εἶναι τῆς ἀδικίας τιμωρίαν, ἢ θάνατον ἄτιμον καὶ ἀκλεᾶ. εἰ δ' αὐτοὶ τὴν τοιαύτην καταδίκην παραιτοῦνται, ἀπηνὲς εἶναι νομίζοντες ἀνθρώπου θάνατον καταψηφίζεσθαι, ἀλλ' αὐτὸς κατ' ἐμαυτοῦ, καὶ πρὶν γενέσθαι τὴν δίκην, κυρώσω τὴν ψῆφον, ἵν' αὐτοὶ μετὰ τὸ τοῖς ἀδικήμασιν ἁλῶναι μηδεμίαν περὶ τῆς τιμωρίας μέμψιν ἔχωσιν. ἂν δ' αὐτοὶ τἀναντία πάντα φαίνωνται, οὐχ ἁπλῶς, οὐδὲ εἰκῇ, ἀλλὰ τῶν λεγομένων μαρτυρίας ἐναργεῖς ἐμοῦ παράγοντος, οὐ παρὰ τῶν ᾑρημένων τὰ ἡμέτερα, ἵνα μὴ χαρίζεσθαι ἐμοὶ δοκῶσιν, ἀλλ' οἷς αὐτοὶ συνεργσῖς παρὰ πάντα τὸν πόλεμον ἐχρῶντο, μᾶλλον δὲ αὐτῆς βασιλίδος καὶ πατριάρχου τοῖς πλείοσιν ἐμοὶ συμμαρτυρούντων, οὐ γὰρ ἂν δύναιντο ἔξαρνοι γίνεσθαι πρὸς ἃ ἐμοὶ συνίσασι σαφῶς, δίκαιον μὲν τοὺς σεσυκοφαντηκότας καὶ ἐπιβουλεύσαντας ἀδίκως καὶ τοσούτων κακῶν αἰτίους Ρωμαίοις γενομένους, τὰ ἴσα πάσχειν, ἂν ἡττῶνται. ἐγὼ δὲ ὥσπερ ἐν τοῖς ἄλλοις, κἀν τούτοις φιλοτιμίαν τινὰ ἐπιδεικνύμενος, ἐμὲ μὲν ἡττώμενον τιμῶμαι ἀποθνήσκειν, ἂν δ' αὐτοὶ ἁλίσκωνται, μηδὲν ὑπομένειν ἀηδὲς, ἀλλ' αὐτὸ τοῦτο μόνον συκοφάνται ἀποδείκνυσθαι, ἐμὲ δὲ μετὰ τὴν νίκην βασιλέα κοινῇ ἀνακηρύττεσθαι ὑπὸ Ρωμαίων καὶ συνάρχοντα βασιλέως τοῖς παισίν. εἰ δὲ τὸ βασιλικὴν ἐσθῆτα ἔχοντα δεδοίκασι πρὸς τὴν δίκην ἀπαντᾷν, ἢ τὸ στρατιὰν ἔχοντα ὑποπτεύουσιν εἰς Βυζάντιον ἐλθεῖν, ἐγὼ καὶ ταύτας ἰάσομαι τὰς ἀπορίας. οὐ πλείους γὰρ ἔχων εἰσελεύσομαι τῶν δέκα, τά τε βασιλικὰ ἐπίσημα ἀποθέμενος ἰδιωτικὴν μεταμφιάσομαι σκευήν. τοῦ κοινῇ γὰρ ἕνεκα λυσιτελοῦντος καὶ τοῦ Ρωμαίους τῶν ἐκ τοῦ πολέμου δεινῶν ἀπαλλαγῆναι, οὓς ἐγὼ μάλιστα φιλῶ, κἂν οἱ συκοφάνται οὗτοι καὶ πρὸς τοῦτο διαβάλλωσι, μισεῖν φάσκοντες καὶ πολεμεῖν αὐτοῖς καὶ διαφθείρειν, οὐ μόνον τοιαῦτα, καὶ ἐπαχθέστερα δὲ πολλῷ προθύμως ὑπομένειν ἔγνωκα· ἄλλως θ' ὅτι οὐδὲ πρὸς τὴν εὐδοξίαν ἐμοὶ τοῦτο οὐδ' ὀλίγα λυμανεῖται. ἂν μὲν γὰρ ἡττώμενος ἀποθνήσκω, οὐδεμία ὄνησις ἐκ τοῦ βασιλικὴν ἐσθῆτα ἔχειν περιέσται· ἂν δὲ τῶν κατηγορούντων κρείττων φαίνωμαι, οὐδὲν λυπήσει τὸ ἀποθέσθαι πρὸς βραχὺ, μέλλοντα ὀλίγῳ ὕστερον αὖθις ἀναλαμβάνειν μετὰ πλείονος τῆς δόξης καὶ τῆς εὐφημίας καὶ τῆς ψήφου τῆς κοινῆς. οὐδὲ γὰρ οὐδὲ νυκτὸς ἑκάστης ἀποτιθέμενος ἐπὶ τῷ κατακλίνεσθαι, οὔτ' ἀνίας, οὔτε ἀδοξίας αἰσθάνομαί τινος. διόπερ οὐδὲ νῦν περὶ τῆς σκευῆς μακρὸν ποιήσομαι τὸν λόγον, ἀλλ' ὡς ἂν αὐτοῖς ἀρέσκῃ πράττειν ἕτοιμος ἐγώ. εἰ δὲ καθάπαξ ἁλόντες τῷ φθόνῳ καὶ τῷ ἔχθει τῷ πρὸς ἐμὲ, τούτων μὲν οὐδὲν ἡγοῦνται ἐξαρκεῖν, οὐδὲ ἐπ' οὐδεμιᾷ προκλήσει βασιλέα δέχονται, ἀλλὰ καθάπαξ ἀπεγνώκασι πρὸς τοῦτο καὶ πάντων μᾶλλον ἀπώλειαν καταψηφίζεσθαι αἱροῦνται, ἢ ἐμοὶ δουλεύειν ὑπομένειν, ἐκείνων μὲν οὐδένα λόγον ἐχρῆν ποιεῖσθαι οὕτω μαινομένων. τῆς δὲ κοινῆς τῶν ἄλλων σωτηρίας ἕνεκα, ἵνα μὴ δοκῶ καταπροΐεσθαι φιλοψυχῶν αὐτὸς, ἑκοντὶ αἱροῦμαι ἀποθνήσκειν. οὐδὲ γὰρ ἀποδέει τούτου τὸ τὴν ἀρχὴν ἀποθέμενον, ὅσην ἔχω, καὶ τὰς πόλεις παραδόντα καὶ τὴν στρατιὰν, αὐτὸν ἐν ἰδιώτου σχήματι ἀφανείᾳ πολλῇ συζῇν ἐν γωνίᾳ παραβύσαντά τινι. πλὴν οὐχ ἁπλῶς καὶ τοῦτο οὐδὲ λόγου τοῦ προσήκοντος ἐκτὸς, ὡς δοκεῖν τοῖς τε Ρωμαίοις καὶ τοῖς ἄλλοις Ἕλλησι καὶ βαρβάροις, ὅτι ἀδικῶν καὶ ἐπιορκῶν καὶ μὴ δυνάμενος ἀντέχειν πρὸς τὸν πόλεμον, δείσας παρεχώρησα τῆς ἀρχῆς αὐτοῖς, τὸ ζῇν ἀκλεῶς τῆς μετ' εὐκλείας προτιμήσας τελευτῆς· ἀλλὰ πρῶτον μὲν ψήφισμα βούλομαι γενέσθαι καὶ πρόγραμμα κοινὸν τῆς τε ἐκκλησίας καὶ συγκλήτου καὶ συμπάντων κοινῇ Ρωμαίων, ὡς οὐκ ἀδικῶν, οὐδὲ ἐπιορκῶν, οὐδὲ κακὸς περὶ τοὺς βασιλέως τοῦ φίλου παῖδας ἐλεγχθεὶς, ἀλλὰ τοῦ κοινῇ τῆς σωτηρίας ἕνεκα ἀπέστην τῆς ἀρχῆς καὶ τοῦ λελύσθαι τοὺς ἐμφυλίους, ὑφ' ὧν διαφθείρονται, πολέμους. ἔπειτα τοὺς ἐν δεσμωτηρίοις πάντας διὰ τὴν εἰς ἐμὲ κατεχομένους εὔνοιαν ἀφεῖναι τῶν δεσμῶν, καὶ τὴν οὐσίαν ἀποδοῦναι, ὅσης ἀπεστέρησαν, καὶ πρὸς τοὺς παῖδας τῶν ἀποθανόντων ποιεῖν ὁμοίως. ἄτοπον γὰρ τῶν μὲν συμφορῶν καὶ τῶν δυστυχημάτων αἴτιον αὐτοῖς ὀφθῆναι, πρὸς δὲ τὸ πρὸς τὴν ἀρχαίαν μηδὲν φροντίσαι τύχην ἐπανελθεῖν. πρὸς τούτοις δὲ καὶ τοῖς συνοῦσι, καὶ συγκλητικοῖς καὶ στρατιώταις, καὶ τοῖς ἄλλοις τοῖς προσήκουσιν ἐμοὶ καθ' αἷμα, πρῶτον μὲν πίστεις δι' ὅρκων δοῦναι, ὡς οὐδὲν κακώσουσιν, ἀμυνόμενοι τῆς εἰς ἐμὲ εὐνοίας, ἔπειτα δὲ καὶ τούτοις ἀποδοῦναι, ἃ ἀφῄρηνται καὶ χρήματα καὶ κτήσεις. πρὸς τούτοις δὲ καὶ προνοίας ἕκαστον ἀξιῶσαι πρὸς ἀξίαν. εἰ μὲν γὰρ ἔμελλον εἶναι βασιλεὺς αὐτὸς, ἀξίως ἂν τῶν πόνων ἠμειψάμην καὶ οὐκ ἂν ἐκείνων ἐδεήθην προνοεῖν αὐτῶν· ἐπεὶ δ' ἑκὼν εἶναι παραιτοῦμαι, δίκαιον αὐτοὺς ἐν ἀσφαλείᾳ τε ὁμοῦ καὶ εὐπορίᾳ τῶν πρὸς τὸν βίον ἀπολιπεῖν. κἂν ταῦτα γένηται, ὥσπερ ἀξιῶ, τὴν βασιλείαν ἀποθέμενος αὐτὸς καὶ τὴν ἀρχὴν, καὶ τὰς πόλεις παραδοὺς, ἢ πρὸς Ἄθῳ τῷ ἱερῷ ἢ πρὸς ἑτέρῳ μέρει τῆς Ρωμαίων γῆς, οὐ γὰρ αἱροῦμαι ὑπερόριος εἶναι ἐφ' ἑτέρας, ἀφανείᾳ συζήσω τὸν πάντα βίον κατ' ἐμαυτὸν διάγων, ὅπως ἂν οἷός τε ὦ.»

πδʹ. Τοιαῦτα μὲν βασιλεὺς πρὸς τὸν Ἀρῆγον διειλέχθη περὶ τῆς εἰρήνης. ἐκεῖνος δὲ μέχρι πολλοῦ κάτω νεύων, ἐθαύμαζε σιγῇ τὴν καλοκαγαθίαν βασιλέως καὶ ὥσπερ ἐξεπέπληκτο πρὸς τὸ μέγεθος τῶν εἰρημένων. ἔπειτα ἀνενεγκὼν, «ὡς μὲν οὐδὲν ἐνέλιπες» εἶπεν «οὔτε εὐγνωμοσύνης, οὔτε δικαιοσύνης ἐν τοῖς εἰρημένοις, οὐδὲ τὸν σφόδρα ἀναισχυντοῦντα οἴεσθαι δυνήσεσθαι ἀντειπεῖν. ἃ δὲ αὐτῷ περὶ τῆς εἰρήνης εἴρηται εἰδέναι βούλεσθαι, εἰ πρὸς αὐτοὺς ὡς ἐπιτηδείους μόνον διειλέχθη, ἢ εἰ βούλοιτο μηνύεσθαι καὶ τοῖς ἐν Βυζαντίῳ, εἴ πως γένοιτο κἀκείνους τῶν δεόντων σκεψαμένους τι τῶν μεγάλων συμφορῶν Ρωμαίους ἀπαλλάττειν. βασιλεὺς δὲ ἀπαγγέλλειν τε ἐκέλευε καὶ προὔργου παντός. ἵνα δὲ μᾶλλον βέβαια δοκῇ τὰ εἰρημένα καὶ πιστὰ, ἐκέλευε καὶ γράφειν, καὶ ἐπεὶ γεγραμμένα ἦσαν πάντα, ὅσα διειλέχθη, ἐρυθραῖς ὑπεσημαίνετο ὑπογραφαῖς καὶ σφραγῖδα χρυσῆν ἐκέλευεν αἰωρεῖν, δεῖγμα τοῦ φυλάξειν τὰ ἐγγεγραμμένα βεβαίως καὶ ἀναμφιβόλως. Ἀρῆγος δὲ ἐπεὶ τὰ γράμματα εἶχεν ἐν χερσὶ, πολλὰς βασιλεῖ χάριτας ὁμολογῶν, ὡς τὰ μέγιστα εὐηργετημένος, καὶ μέλλων ἤδη ἀπιέναι, ἐδεῖτο βασιλέως ἀπαγαγεῖν τὴν στρατιάν. τὴν μὲν γὰρ εἰρήνην οὐκ ὀλίγων ἡμερῶν δεήσεσθαι πρὸς διάσκεψιν. τὴν στρατιὰν δὲ ἠρεμεῖν μὴ δύνασθαι, ἀλλὰ πάντα ἐπιέναι καὶ διαφθείρειν. εἰ δὴ αὐτὸς τὴν ἀπολογίαν περιμένων ἐνταῦθα καθεδεῖται, κινδυνεύσει μετὰ τὴν εἰρήνην ὑπολείπεσθαι οὐδὲν, περὶ οὗ ἂν δόξειε γενέσθαι ἡ εἰρήνη. βασιλεὺς δὲ τοῦτό τε καὶ εἴ τι μεῖζον ἕτερον αὐτοῦ αἰτοῦντος πρόθυμος εἶναι ἔφασκε ποιεῖν, καὶ ἐπηγγέλλετο, ὡς ἐς τρίτην ἐξ ἐκείνης, πάσης γενομένης ἐν ταὐτῷ τῆς στρατιᾶς, διεσκέδαστο γὰρ ἐπὶ τὴν λείαν, ἀναστήσων τὸ στρατόπεδον. οὕτω μὲν οὖν Ἀρῆγος βασιλεῖ συνταξάμενος, ἔχων καὶ τὰ γράμματα, ἀπεχώρει. καὶ γενόμενος ἐν βασιλείοις, τά τε γράμματα παρείχετο πατριάρχῃ καὶ μεγάλῳ δουκὶ, καὶ περὶ εἰρήνης διειλέχθη πρὸς αὐτοὺς, πολλὰ ἀδικήσειν φάσκων καὶ βασιλέα καὶ Ρωμαίους, εἰ μὴ ἐπὶ μιᾷ τινι προκλήσει πεισθεῖεν διαλύεσθαι. ἐκεῖνον μὲν οὖν εὐφυῶς ἀπεσκευάσαντο, φάμενοι ὀλίγῳ ὕστερον ἀποκρινεῖσθαι περὶ ὧν ἐπρέσβευε. δοὺξ δὲ ὁ μέγας, ἐπεὶ πύθοιτο βασιλέα παρὰ Ἀρήγου εἰς τρίτην ἡμέραν ἀπάξοντα τὴν στρατιὰν, πᾶσι Βυζαντίοις πόλεμον κατήγγελλε πρὸς Καντακουζηνόν. καὶ αὐτὸς παρεσκευάζετο δῆθεν καὶ κατέλεγε τοὺς στρατιώτας, πᾶσι δὲ θείοις οἴκοις καὶ φροντιστηρίοις ἱεροῖς καὶ παντὶ γένει καὶ ἀξιώματι ἱερέων παρήγγελλε λιτὰς, ὡς τὸ θεῖον ἱλεωσομένους τοῖς τῷ ἀποστάτῃ συμβαλοῦσιν. ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν πᾶσαν παρασκευαζόμενος διήγαγεν. ἐς τὴν τρίτην δὲ ἐν ἀρίστου τῇ ὥρᾳ, ἐπεὶ πύθοιτο παρὰ τῶν σκοπῶν βασιλέα ἀπηρκότα, ἐπλήρου γὰρ ἐκεῖνος τὰ ὑπεσχημένα, τὰς πύλας ἀνοίξας ἐξεχεῖτο μεθ' ὁρμῆς τινος ἀσχέτου καὶ παραβόλου καὶ συνέταττε τήν τε ἱππικὴν καὶ τὴν πεζὴν δύναμιν πρὸ τῶν τειχῶν. ὡς δὲ ἐπανῆκον οἱ σκοποὶ, οὓς αὐτὸς προέπεμπε τοὺς πολεμίους δῆθεν κατασκεψομένους, καὶ ἀπήγγελλον ἅμα πρωῒ ἐκείνους οἰχομένους, ἠνιᾶτο μὲν πρὸς τὴν ἀποτυχίαν καὶ πολλὰ ἑαυτὸν τῆς βραδυτῆτος κατεμέμφετο καὶ τῆς τριβῆς καὶ ἐδυσχέραινεν οὐκ ἀνεκτῶς. πέμψας δὲ καὶ πρὸς πατριάρχην ἐμήνυεν, ὡς Καντακουζηνὸς αἰσθόμενος τὴν ἔφοδον καὶ συνιδὼν ὡς οὐκ ἂν ὑποστησόμενος τὴν δύναμιν, ᾤχετο ἀποδρὰς ἅμα πρωΐ. τί οὖν προσήκει πράττειν, φυγῇ τῶν πολεμίων χρησαμένων; πατριάρχης δὲ ἐμήνυε· «φεύγει ὁ ἀσεβὴς, μηδενὸς διώκοντος· νίκα καὶ μὴ ὑπερνίκα.» καὶ ἐκέλευεν ἀναστρέφειν πολλῷ τῶν πολεμίων κρείττους γενομένους. καὶ ἀνέστρεφε λυπούμενος, ὅτι μὴ συμβαλεῖν ἐξεγένετο τοῖς πολεμίοις. βασιλεὺς δὲ, ἐπεὶ μὴ ἀγνοεῖν τὰ πραττόμενα ἐνῆν, πολλῶν ἐκ Βυζαντίου ὁσημέραι μηνυόντων, τό,τε Ρήγιον εἷλεν ἐξ ἐφόδου ἐπελθὼν καὶ Ἀθύραν καὶ Δαμοκράνειαν καὶ Σηλυμβρίαν. κελεύσας δὲ Ἀπάμειαν, φρούριόν τι κατεσκαμμένον, τειχισθῆναι, καὶ στρατιὰν καταλιπὼν ἐν Ρηγίῳ καὶ Ἀπαμείᾳ καὶ Ἐμπυρίτῃ καὶ τῇ πρὸς τῇ Δέρκῃ λίμνῃ πόλει, ὡς ἂν ταῦτά τε φρουροῖεν, ἐγγυτέρω Βυζαντίου τῶν ἄλλων ὄντα, καὶ ἐπεκδρομὰς ποιοῖντο συνεχεῖς κατὰ τοῦ Βυζαντίου καὶ λῃστείας, τὴν ἄλλην ἔχων στρατιὰν αὐτὸς ἀνεχώρησεν εἰς Διδυμότειχον· ἡ δὲ ἐν τοῖς φρουρίοις τούτοις στρατιὰ τὰ μέγιστα ἐκάκωσε Βυζαντίους, καὶ ὀλίγη οὖσα· σχεδὸν γὰρ νύκτωρ τε καὶ μεθ' ἡμέραν πάντα διέφθειρον καὶ ἐληΐζοντο, ἔχοντες καὶ Περσικὴν ὀλίγην δύναμιν ἀναμεμιγμένην μετ' αὐτῶν, οἳ πολλοὺς ἀπέκτεινον καὶ ἐξηνδραποδίζοντο καὶ πρὸς ἕω ἀπεδίδοντο ἐπὶ δουλείᾳ. καὶ σχεδὸν ἐν ὀλίγῳ χρόνῳ πάντα τὰ περὶ Βυζάντιον ἀοίκητα ὑπ' ἐκείνων ἀπεδείχθη. πατριάρχης δὲ καὶ ὁ μέγας δοὺξ εἰδότες, ὡς Ἀρῆγος ἀπαιτήσει λόγον περὶ τῆς πρεσβείας, καὶ τὴν μὲν εἰρήνην ἀναφανδὸν αἰδούμενοι ἀπαγορεύειν, τρόπῳ δέ τινι σκεψάμενοι τὸν Λατῖνον ἀπατᾷν, ἵνα μὴ δοκοῖεν ἑκοντὶ τοῖς Ρωμαίοις αἴτιοι αὐτοὶ καθίστασθαι τοσαύτης συμφορᾶς, πρὸς βασιλέα τὸν Καντακουζηνὸν ἔγραψαν τοιάδε· «ὡς ἡμεῖς πολύν τινα λόγον περὶ τοῦ μὴ Ρωμαίους ὑπὸ τοῦ πολέμου διαφθείρεσθαι ποιούμενοι, ὀλίγῳ πρότερον ἐπέμψαμεν πρός σε πρεσβείαν, ἅπερ αὐτὸς πρὸς τὸν περιπόθητον καὶ γνησιώτατον τῷ βασιλεῖ τὸν μέγαν δοῦκα ᾔτησας ἐπαγγελλόμενοι ποιήσειν. ταῦτα δὲ ἦν, ἀποθέμενον τὴν βασιλείαν, ἐν ἀσφαλείᾳ εἶναι καὶ μηδὲν προσδοκᾷν πείσεσθαι δεινὸν διὰ τὴν ἀγνωμοσύνην τὴν πρὸς βασιλίδα καὶ τὰς συμφορὰς, ἃς ἐπήγαγες Ρωμαίοις πολεμῶν. σὺ δὲ, ὡς ἔοικεν, ἔτι φόνων καὶ αἱμάτων ὀρεγόμενος πλειόνων καὶ τὰς συμφορὰς τοῖς ταλαιπώροις Ρωμαίοις αὔξειν, ἵν' ἃ προείλου ἐξαρχῆς, ἡττηθεὶς ὑπ' οὐδενὸς, εἰς τέλος δόξῃς ἀγαγεῖν, μεταβαλὼν ἀπράκτους ἀπέπεμψας τοὺς πρέσβεις, ἠρνημένος ἃ ἐφθέγξω. τότε μὲν οὖν ἀνεξέλεγκτα ἐψεύσω, φάσκων τὸν μέγαν δοῦκα εἰρηκέναι περὶ σοῦ μὴ ἀληθῆ. νυνὶ δὲ οὐδεμίαν σοι τοιαύτην ἔξεστι καταφυγὴν εὑρεῖν καὶ πρὸς ἀναβολὰς χωρεῖν τῶν εἰρημένων. τά τε γὰρ γράμματα ἐλέγξουσι τὰ σὰ ὄντα παρ' ἡμῖν καὶ ὁ πρεσβευτὴς Λατῖνος, ἀξιόχρεως ὢν πρὸς πίστιν. ἃ τοίνυν ἔγραψας αὐτὸς, ὡς ἀποθήσῃ τε τὴν βασιλείαν καὶ τὴν ἀρχὴν καὶ τὰς ἀδίκως κατεχομένας καὶ τυραννουμένας πόλεις παραδώσεις, αὐτὸς δὲ μονάζοντος βίον ζήσεις ἐν Ἄθῳ τῷ ἱερῷ ἢ ἄλλοθί που, ὅπη ἂν δοκῇ, καθήμενος, στέργομεν καὶ αὐτοὶ, καὶ οὐδὲν ἄλλο λείπεται, ἢ διδόναι προθεσμίαν, καθ' ἣν ἡμῖν τὰς πόλεις παραδώσεις. περὶ δὲ προγραμμάτων καὶ δικαιωμάτων καὶ τῶν ἐν δεσμωτηρίοις κατεχομένων, εἰ ἀπολυθήσονται, ἢ εἰ ἀποδώσομεν αὐτοῖς τὰ δικαίως ἀφῃρημένα, καὶ περὶ προνοίας τῶν σοὶ συνόντων μηδένα λόγον σὺ ποιοῦ. ἡμεῖς γὰρ ἱκανοὶ περὶ τῶν τοιούτων σκέπτεσθαι καὶ ποιεῖν, ἅττα ἂν δοκῇ λυσιτελῆ καὶ δίκαια.» τοιαῦτα γράψαντες καὶ οἰκείαις καὶ αὐτοὶ ὑποσημηνάμενοι ὑπογραφαῖς, τὸν Λατῖνον μεταπεμψάμενοι, πάντα, ἔφασαν, ἅ τε αὐτὸς ἠξίου καὶ Καντακουζηνὸς ἱκέτευε, πεποιηκέναι, καὶ ἐδείκνυσαν τὰ γράμματα ὑπογεγραμμένα, ὡς αὐτοῖς τῶν περὶ τῆς εἰρήνης λόγων πάντων περιειλημμένων· ἅμα δὲ καὶ παρείχοντο αὐτῷ. ὁ δὲ διαλέκτου τε τῆς Ἑλληνικῆς καὶ γραμμάτων ὢν ἄπειρος παντάπασι, τοῖς λόγοις ἀρκεσθεὶς καὶ ταῖς ὑπογραφαῖς, πολλὰς αὐτοῖς ὁμολογήσας χάριτας τῆς εὐγνωμοσύνης καὶ τῶν Ρωμαίων τῆς κηδεμονίας, ἀπεχώρει. καὶ σπουδῇ πολλῇ πρὸς Διδυμότειχον ἧκεν ἔχων καὶ τὰ γράμματα. συντυχὼν δὲ βασιλεῖ καὶ προσφθεγξάμενος, «ἰδού σοι» εἶπεν «εὐαγγέλια κομίζων ἥκω περὶ τῆς εἰρήνης. πάντα γὰρ, ὅσαπερ αὐτὸς ᾔτου, πατριάρχης τε καὶ ὁ μέγας δοὺξ μετὰ τῶν ἄλλων τῆς συγκλήτου κατεπράξαντο προθύμως καὶ γράμμασι καὶ αὐτοὶ τὴν διάλυσιν βεβαίαν τοῦ πολέμου μάλιστα πεποίηνται.» παρείχετό τε καὶ τὰ γράμματα αὐτίκα. βασιλεὺς δὲ ἐπεὶ ἀνέγνω, μικρὸν ὑπομειδιάσας, «ἀνέγνως» εἶπε «τὰ γράμματα, ἃ τοσαύτην ἔχων ἤνυσας ὁδὸν, ἢ ἁπλῶς οὕτω καὶ ἀπεριέργως, τῇ φίλῃ καὶ συντρόφῳ χρώμενος ἁπλότητι, μηδὲν εἰδὼς τῶν ἐγγεγραμμένων, ἧκες ἔχων;» τοῦ δὲ μηδὲν περινενοημένον, μηδὲ φαῦλον περὶ αὐτῶν εἰπόντος οἰηθῆναι, ἀλλ' ἀπεριέργως καὶ ἁπλῶς τοῖς τε λόγοις καὶ ταῖς ὑπογραφαῖς πεισθῆναι πατριάρχου, ὥσπερ ἂν δικαίως ἐποίει καὶ πρὸς Πάπαν, καὶ ταῖς μεγάλου δουκὸς καὶ τῶν ἄλλων τῶν ἐν τέλει, καὶ πάσῃ σπουδῇ καὶ προθυμίᾳ πρὸς αὐτὸν ἐλθεῖν, ὡς πάντων ἤδη ἠνυσμένων, ἃ αὐτὸς ἡγεῖτο περὶ πλείστου· πάντα ὁ βασιλεὺς καθ' ἕκαστον ἐξηγεῖτο καὶ τὴν δύναμιν ἡρμήνευε τῶν γεγραμμένων. τοῦ δὲ πρὸς τὴν ἀπάτην ἀγανακτοῦντος καὶ τὴν ἐκείνων ἀναισχυντίαν καὶ τὸ κακόηθες τῶν τρόπων ἐκπληττομένου, «οὐ χρὴ θαυμάζειν,» εἶπεν ὁ βασιλεὺς «οὐδ' ἀνιᾶσθαι ἀπατώμενον, εἰ αὐτὸς μὲν πρὸς ἀλήθειαν εἵλετο ζῇν, ἐκείνοις δὲ ψεύδους καὶ συκοφαντίας καὶ ἀπάτης ἐμέλησε παρὰ τὸν βίον· ἀλλ' ἐκ τούτων μάλιστα τῶν ὀλίγων καὶ περὶ τῶν ἄλλων τῶν κατὰ τὸν τοῦ πολέμου χρόνον εἰργασμένων συνορᾷν ὁποῖα ἦν. οὐδὲ γὰρ οὐδεμιᾶς ἐφείσαντο ὑπερβολῆς ἀπάτης καὶ ψεύδους εἰς δεῦρο ἐκ τῆς βασιλέως τελευτῆς, ἐξ ὧν βασιλίδα τε ἔπεισαν τὸν πόλεμον ἑλέσθαι τὴν ἀρχὴν καὶ μέχρι νῦν ἐξαπατῶντες οὐκ ἐῶσι διαλύεσθαι ἐμοί. ἐκείνοις μὲν οὖν τοιαῦτα ᾑρημένοις καὶ τὸν πόλεμον ἀνάπτουσι, θεός τε τὰς ἀμοιβὰς ἀντιμετρήσειε τῆς προαιρέσεως ἀξίας, καὶ Ρωμαῖοι πάντες εἴσονται, ὡς οὐ δι' αὐτὸν ὁ πόλεμος καὶ ἡ φθορὰ καὶ οἱ ἀνδραποδισμοὶ, ἀλλὰ δι' ἐκείνους γίνεται. αὐτὸν δὲ καὶ χάριν αὐτοῖς ἐξαπατήσασιν εἰδέναι, ὅτι πρὸς ἡμᾶς ἀφικέσθαι παρεσκεύασαν. τοιαῦτα πρὸς Ἀρῆγον περὶ τῶν γραμμάτων ὁ βασιλεὺς διαλεχθεὶς, ἐτράπετο ἐφ' ἕτερα, ἃ προσήκει φίλοις πρὸς ἀλλήλους.

πεʹ. Ἐν ᾧ δὲ ταῦτα ἐτελεῖτο, καὶ ὁ μέγας δοὺξ ἐστράτευσε κατὰ Ἐμπυρίτου τοῦ φρουρίου καὶ πολιορκήσας ἐν τρισὶν ἡμέραις καὶ ἀποπειράσας τῶν τειχῶν, ἐπεὶ μηδὲν ἤνυε, τῶν ἔνδον εὐρώστως ἀμυνομένων, αὖθις εἰς Βυζάντιον ἀπῆρε. καὶ πρὸς τῷ Ἱερῷ γενόμενος, κατὰ τὸ στόμα τοῦ Πόντου κειμένῃ πόλει, ἐπεχείρει, ὥσπερ ἔφασκε, τοὺς κατ' ἐμπορίαν πλέοντας ἐπὶ τὸν Πόντον πάντας φόρους ἀπαιτεῖν. τοῦτο δὲ ἦν ἀδύνατον, μὴ θαλασσοκρατοῦντα. ἐκεῖνος δὲ ἤδη συνορῶν, ὡς τὰς μὲν κατὰ τὴν ἤπειρον πάσας πόλεις ὑπεποιήσατο πλὴν ὀλίγων ὁ βασιλεὺς, ἔμελλε δὲ μετὰ μικρὸν κἀκείνας, καὶ Βυζάντιον πολιορκοίη ταῖς συχναῖς ἐφόδοις, καὶ δεδοικὼς, μὴ βασιλίς τε καὶ οἱ ἄλλοι, τὴν ἀνάγκην συνιδόντες, ὡς οὔτε στρατιᾶς δύναιντ' ἂν ἔτι εὐπορεῖν οὔτε χρημάτων, οἷς χρώμενοι πολεμοῖεν βασιλεῖ, τρέψονται πρὸς τὴν εἰρήνην, ἐσκέψατο ἐξαπατᾷν καὶ φενακίζειν. καὶ ἀναφανδὸν ἐδημηγόρει, ὡς πόρον χρημάτων μέγιστον ἐξεύροι, ἐξ ὧν οὐ Καντακουζηνῷ μόνον, ἀλλὰ καὶ πᾶσι πολεμίοις ἀντιτάξαιτο. πᾶσι γὰρ τοῖς ὁθενδήποθεν ἐμπόροις φόρους ἐπιθήσειν πρὸς ἀνάγκην, ἐξ ὧν ἔσονται Ρωμαίοις πρόσοδοι πολλαπλασίους τῶν πώποτε οὐσῶν. καὶ ἀφικόμενος πρὸς Ἱερὸν, ἵνα διαπλέειν μηδενὶ ἐξῇ, ἂν μὴ παρέχῃ χρήματα, ὁλκάδα μυριοφόρον ἐπ' ἀγκυρῶν ὁρμίσας κατὰ μέσον τὸ ῥεῦμα, ὁπλίτας ἐγκαθίδρυσε πολλοὺς καὶ ἐκέλευε χρήματα λαμβάνειν παρὰ τῶν ἐμπόρων. οἱ δ' οὐδὲν μᾶλλον ἢ πρότερον ἐλάμβανον. ἀναλωμάτων γὰρ πρότερον πολλῶν καὶ τριήρεων ἡ ἐπιχείρησις ἐδεῖτο, ὥστε ἄρχειν τῆς θαλάσσης, μέγα δυνηθέντας καὶ κρείττους γενομένους τῶν πλεόντων· μὴ ῥᾳδίας δὲ οὔσης πρὸς ταῦτα τῆς παρασκευῆς, καὶ οἱ θαυμαστοὶ ἐκεῖνοι πόροι καὶ αἱ πρόσοδοι ἀπώλλυντο. τῶν συγκλητικῶν δὲ οἱ πολλοὶ, ὅσοι μὴ διὰ τὸ πρὸς βασιλέα ἔχθος, ὥσπερ ἐν ὀνείροις, ἐπείθοντο πλουτεῖν, εἰδότες ὡς ἀνηνύτοις ἐπιχειρεῖ, τὴν μεγαλοφυΐαν ἐθαύμαζον πρὸς εἰρωνείαν καὶ τῶν πάλαι βασιλέων κατεγίνωσκον πολλὴν κουφότητα, ὅτι τοσοῦτον ἐν χερσὶ πλοῦτον ἔχοντες ἠγνόουν. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς οὐκ ὀλίγας διατρίψαντα ἡμέρας παρ' αὐτῷ Ἀρῆγον αὖθις οἴκαδε ἀπέπεμπε, κελεύσας ἀποκρίνεσθαι μηδὲν τοῖς πέμψασι· μόνῳ δὲ τῷ μεγάλῳ δουκὶ εἰπεῖν, ὡς οὔτε πρότερον, οὔτε νῦν ἐπιλάθοιτο τῆς φίλης ἀπάτης καὶ πανουργίας καὶ στρεβλότητος, ἀλλὰ τῷ περιόντι τῆς περὶ ταῦτα σχέσεως καὶ θεὸν νομίζοι δύνασθαι ἐξαπατᾷν. καὶ γὰρ πάντα μᾶλλον διανοούμενος, ἢ ἐκ παρατάξεως μάχεσθαι πρὸς αὐτὸν, ἱκεσίας καὶ ἱλασμοὺς παραγγέλλειν πρὸς θεὸν τοῖς ἱερεῦσιν ὑπὲρ αὐτοῦ, ὡς μέλλοντος μαχεῖσθαι. ἀλλ' εἰδέναι σαφῶς, ὡς οὔτε θεὸς, ἃ πράττει καὶ διανοεῖται, ἀγνοεῖ, καὶ οἱ ἄνθρωποι δὲ, εἰ μὴ πρότερον, ἀλλ' ὕστερόν γε τὰς ἀπάτας αὐτοῦ καὶ τὰς πανουργίας πάσας συνορῶσι. τί γὰρ μὴ τῇ προτεραίᾳ τὴν στρατιὰν ἐξῆγε πρὸς τὴν μάχην, ἀλλὰ μετὰ τὸ πυθέσθαι αὐτὸν ἀπάγοντα τὴν στρατιάν; τότε μὲν οὖν λελυπηκέναι εἶπεν αὐτὸν, φυγομαχήσας οὐκ ὀλίγα· ἵνα δὲ μὴ ἐπιπλέον διὰ τὴν φυγὴν λυπῇ, ὅσον οὔπω πάλιν ἐπελεύσεσθαι καὶ μηνύειν διὰ τοῦτο, ἵνα μήτε λυποῖτο ἐπιπλέον καὶ παρασκευάζοιτο πρὸς μάχην. Ἀρῆγος μὲν οὖν ἦλθεν εἰς Γαλατᾶν καὶ οὐδὲ λόγου τινὸς ἠξίωσε τοὺς πέμψαντας. δοὺξ δὲ ὁ μέγας, ἐπεὶ πύθοιτο ἐπανήκοντα, κατέπλεεν ἐξ Ἱεροῦ καὶ μετεκαλεῖτο τὸν Ἀρῆγον, ὡς περὶ τῆς πρεσβείας ἐρωτήσων. ὁ δ' οὔτε παρεγένετο καὶ κατηγόρει φανερῶς, ὅτι καὶ φόβον πάντα θεοῦ καὶ ἀνθρώπων ἀποθέμενοι αἰδὼ, τοιαῦτα πράττουσιν, οἷα πᾶς τις ἂν μισοίη συνιδών· ἔφασκέ τε, ὡς πρὸς τὰς τοιαύτας ἀπολογίας, οἵας αὐτοὶ ποιοῦνται ἀνερυθριάστως, βασιλέα μόνον ἐξαρκεῖν δεόντως ἀποκρίνεσθαι. διὸ καὶ μετ' ὀλίγον ἥξει, ἔργῳ τὰς ἀποκρίσεις δώσων. παρήγγελλέ τε αὐτοῖς παρασκευάζεσθαι, ὡς μαχουμένους πρὸς τοῖς τείχεσιν. ἐκεῖνοι μὲν οὖν τὰ εἰωθότα πράξαντες, οὐδὲν καινὸν ἐνόμιζον ποιεῖν. βασιλεὺς δὲ αὖθις ἧκεν εἰς Βυζάντιον πανστρατιᾷ καὶ πρὸ τῆς Χαρσίας πύλης οὐκ ὀλίγον διετέλεσεν ἑστώς. ἐπεὶ δὲ οὐδεὶς ἀντεπεξῄει, ἀναστρέψας ἐστρατοπέδευσεν ἐν τῇ Πετρογεφύρᾳ καλουμένῳ τόπῳ, ποταμοῦ τε παραῤῥέοντος καὶ ἄφθονον τροφὴν τοῖς ἵπποις παρέχοντος τοῦ τόπου. καὶ ἡ στρατιὰ ἐκάκου τὸ Βυζάντιον, ὅσα μάλιστα ἐνῆν. Ἀρῆγος δὲ αὖθις ἐλθὼν πρὸς βασιλέα, ὑπὲρ βασιλίδος λόγους ἐποιεῖτο, ὡς οὐδαμῶς αἰτία τοῦ πολέμου εἴη, ἀλλὰ πατριάρχης καὶ οἱ ἄλλοι, οἳ ταύτην βουλομένην οὐκ ἐῶσι χωρεῖν πρὸς τὴν εἰρήνην, πείθοντες, ὡς, ἂν ἑνί γέ τῳ τρόπῳ περιέσῃ, ἐκείνην τε ἀποκτενεῖς αὐτίκα καὶ τὰ τέκνα. ὧν ἀκούουσαν, καίτοι καὶ ἄλλως οὐχ ἑαυτῆς κυρίαν οὖσαν, ὥστε πράττειν, ἅττα ἂν δοκῇ συμφέρειν, πάντα ἐκείνοις ἐπιτρέπειν πρὸς ἀνάγκην. βασιλεὺς δὲ τοῖς ἐν Βυζαντίῳ φίλοις κρύφα διαλεχθεὶς, ἐπεὶ οὐκ ἦν αὐτοῖς εὔκαιρον πράττειν τι ὑπὲρ αὐτοῦ, αὖθις ἀνεχώρει. οὐδὲν γὰρ ἦν, ὃ λήψεται ἐκτὸς τειχῶν. καὶ πρὸς τὴν Ἀδριανοῦ ἐλθόντι, ἐκείνη τε ἡ πόλις προσεχώρει, τοῦ ταύτης ἄρχοντος Παρασπονδύλου πράττοντος, καὶ τὰ ἄλλα φρούρια, ἃ περὶ αὐτὴν ὡς περὶ μητέρα ᾤκουν. καὶ ἡ Τζερνομιάνου δὲ καὶ αὐτὴ προσεχώρησεν, ἀντέχειν πρὸς τὸν πόλεμον μὴ δυναμένη, ἧς ἦρχεν ὁ Ἱέραξ, τῶν οἰκετῶν ὢν βασιλέως Ἀνδρονίκου, καὶ πολλὰ πρὸς τὸν πόλεμον κατὰ Καντακουζηνοῦ τοῦ βασιλέως πράξας καὶ εἰπών. ἐν τῇ Ἀδριανοῦ δὲ καὶ ἕτερός τις ἦν τῶν βασιλέως Ἀνδρονίκου οἰκετῶν, Μαγκαφᾶς ὠνομασμένος. τούτους δὴ οὖν τοὺς τρεῖς, Μαγκαφᾶν τε καὶ Ἱέρακα καὶ Παρασπόνδυλον, ὁ βασιλεὺς μεταπεμψάμενος, οὐκ ἀγνοεῖν μὲν ἔφασκεν, ὡς παρὰ τὸν τοῦ πολέμου χρόνον πάντα πάσῃ προθυμίᾳ καὶ σπουδῇ πρὸς αὐτὸν ὑπὲρ βασιλέως ἐπολέμησαν. οὐ μέντοι διὰ τοῦτο πρὸς αὐτοὺς ὀργίζεσθαι, ἀλλὰ καὶ ἐπαινεῖν, τὴν προσήκουσαν οἰκέταις ἐπιδεδειγμένους προθυμίαν. οὐδὲ γὰρ οὐδὲ παρακοιμωμένῳ καὶ τοῖς ἄλλοις ὅτι ἐπολέμησαν ὀργίζεσθαι, ἀλλ' ὅτι σεσυκοφαντήκασί τε ἐξαρχῆς καὶ ἄχρι νῦν συκοφαντοῦσι, ψεύδει ψεῦδος συῤῥάπτοντες καὶ τὸν πόλεμον οὐκ ἐῶντες καταλύεσθαι. οὐ μὴν ἀλλὰ κἀκείνοις τοσαύτην πρὸς αὐτὸν ἀγνωμοσύνην ἐπιδεδειγμένοις, εἰ τῶν δόλων καὶ τῶν συκοφαντιῶν ἠθέλησαν ἀποστάντες διαλύεσθαι πρὸς αὐτὸν περί τε τῶν κοινῶν καὶ τῶν καθ' ἑαυτοὺς, οὐδεμίαν ἂν ἐνεδείξατο πικρίαν, οὐδὲ ἐπεμνήσθη τῶν κατὰ τὸν πόλεμον γεγενημένων παρ' αὐτῶν τοσούτων ἀλγεινῶν, ἀλλ' ἡδέως ἂν εἶδε καὶ εὐμενῶς, καὶ τῆς ἀρχαίας ἠξίωσε φιλίας καὶ συνηθείας πρὸς αὐτόν. πρὸς δὲ αὐτοὺς οὐδὲ ἴχνος μήνιδος φέρειν ἢ ὀργῆς, οὐδὲ προσκεκρουκέναι αὐτῷ νομίζειν, ὅτι ὑπὲρ βασιλέως αὐτῷ τοσαῦτα ἐπολέμησαν, τὰ γὰρ δίκαια καὶ τὰ προσήκοντα δούλοις εὐγνώμοσι πεποιηκέναι, ἄλλως θ' ὅτι οὐδ' αὐτός ἐστι πολέμιος τῶν βασιλέως παίδων καὶ διαφθείρειν ἐκείνους ἐκ παντὸς τρόπου ᾑρημένος, ἀλλὰ πρότερόν τε τὰ μάλιστα ἐκείνοις καὶ Ρωμαίοις συνοίσοντα σπουδάζειν, καὶ νῦν οὐδὲν ἧττον μετὰ τὸν τοσοῦτον πόλεμον καὶ τὴν ἄφατον ἀγνωμοσύνην καὶ μανίαν, ἣν οἱ ὑπὲρ ἐκείνων δῆθεν, τῇ δ' ἀληθείᾳ κατ' ἐκείνων τὸν πόλεμον κεκινηκότες ἐνεδείξαντο. ἐκκαλύψειν γὰρ ἤδη τὸ ἀπόῤῥητον αὐτοῖς, ὡς εἴη βεβουλευμένος, εἴγε καὶ κατὰ γνώμην εἴη θεῷ, εἰ περιγένοιτο τῶν πολεμούντων καὶ κύριος τῶν βασιλέως παίδων κατασταίη, πᾶσαν τὴν ἀρχὴν Ρωμαίων ὑφ' ἑαυτὸν πεποιημένος, μὴ τῆς πατρῴας ἀρχῆς ἀποστερεῖν, ἀλλὰ διοικήσαντα τὰ πράγματα ἄχρις ἂν βασιλεὺς ὁ νέος Ἰωάννης πρὸς ἡλικίαν εὔφρονα ἀφίκηται καὶ δυναμένην ἄγειν τὴν ἀρχήν· ἔπειτα αὐτῷ παραδιδόναι τὴν ἡγεμονίαν. τούτου γοῦν ἀληθῶς οὕτω κεκριμένου παρ' αὐτῷ, οὔτε τοῖς πρότερον ὀργίζεσθαι ὑπὲρ ἐκείνου πεπολεμηκόσιν, οὔτε τοὺς συνόντας καὶ συγκατακτωμένους τὴν ἀρχὴν πρὸς βασιλέα τὸν νέον οἴεσθαι ἐξαμαρτάνειν, εἰ μέλλουσιν ἐκείνῳ μᾶλλον τὴν ἀρχὴν συνδιασώζειν. ὧν ἕνεκα καὶ πρὸς αὐτοὺς οὔτε περὶ τῶν πρὶν γεγενημένων ἀπεχθάνεσθαι, οὔτε τὸν ἔπειτα χρόνον, ἂν αὐτῷ βούλωνται συνεῖναι, βασιλεῖ τῷ νέῳ οἴεσθαι πολεμίους γεγενῆσθαι, ἀλλ' ἐπ' αὐτοῖς τὴν αἵρεσιν εἶναι ἑκατέρου. ἄν τε γὰρ βούλωνται συνεῖναι, ἡδέως ἔχειν· ἄν τε πρὸς Βυζάντιον ἀναχωρεῖν, οὐδὲν κωλύσειν, ἀλλὰ καὶ δῶρα παρασχόμενον, μετ' εὐμενείας ἀποπέμψειν. τοιαῦτα μὲν ὁ βασιλεὺς πρὸς ἐκείνους διειλέχθη, καὶ τριῶν ἡμερῶν παρείχετο προθεσμίαν, ὡς ἐν ταύταις διασκεψάμενοι τὰ δοκοῦντα ἕλοιντο λυσιτελεῖν. οἱ δὲ πολλὰς ὁμολογοῦντες χάριτας τῆς εὐμενείας βασιλεῖ καὶ τῆς περὶ αὐτοὺς προνοίας, ἐπισκεψαμένοις ἐδέδοκτο μᾶλλον συνεῖναι βασιλεῖ, μετὰ τὴν τρίτην προσελθόντες ἀπήγγελλον τὴν γνώμην, ὡς μᾶλλον αἱροῦνται τὸ αὐτῷ συνδιατρίβειν καὶ πρόθυμοι εἶναι πάντα κίνδυνον ὑπὲρ αὐτοῦ καὶ πόνον ὑπομένειν, ὡς τὰ βελτίω καὶ λυσιτελοῦντα καὶ Ρωμαίοις κοινῇ καὶ τοῖς βασιλέως παισὶ καὶ πράττοντι καὶ βουλομένῳ. τοὺς γὰρ ἐν Βυζαντίῳ τῶν πραγμάτων ἄρχοντας εἰδέναι καὶ αὐτοὶ οὐδὲν ὑγιὲς διανενοημένους, ἀλλ' ἐπὶ κοινῇ κακοπραγίᾳ πάντα πράττοντας καὶ φθορᾷ. τοῦ δὲ μηδὲν δεινὸν περὶ αὐτῶν ὑπονοεῖν ἐδέοντο βασιλέως καὶ πίστεις δι' ὅρκων παρασχέσθαι, ὡς οὔτε ἀποστήσονται, οὔτε ἐπιβουλεύσουσιν αὐτῷ συνόντες, ἀλλὰ πᾶσαν ἐπιδείξονται εὔνοιαν καὶ σπουδὴν περὶ αὐτόν. βασιλεὺς δὲ αὐτοῖς τὴν αἵρεσιν αὖθις προετίθει, ὡς οὐ κωλύσων, ἂν πρὸς Βυζάντιον βούλωνται ἀποχωρεῖν ἅμα γυναιξὶ καὶ τέκνοις· συνῆσαν γὰρ αὐτοῖς κατὰ τὰς πόλεις, ὧν ἡγοῦντο. εἰ δὲ ταῦτα βούλονται καταλιπόντες μόνοι ἥκειν πρὸς Βυζάντιον, μηδὲν τῆς οὐσίας ἀφαιρήσεσθαι, οὐδὲ τῶν κτήσεων, ἀλλὰ ταῖς γυναιξὶν ἐξέσται πάντα ἔχειν. ὡς δὲ αὖθις ἰσχυρίζοντο τὰ ἴσα, ἐκέλευεν ὀμνύναι· εἰδέναι δὲ, ὡς, ἂν ἐπιορκῶσιν, οὐ χωρὶς τιμωρίας ἀπαλλάξοντες. οὐ γὰρ βιαζόμενοι, ἀλλ' ἑκόντες εἵλοντο αὐτῷ δουλεύειν. οἱ μὲν οὖν ἐποίουν κατὰ τὰ κεκελευσμένα. βασιλεὺς δὲ ἐπεὶ τὰς πίστεις εἶχε καὶ ἀπήλλακτο τῶν περὶ αὐτοὺς ὑπονοιῶν, Ἱέρακι μὲν αὖθις τῆς Τζερνομιάνου παρείχετο τὴν ἡγεμονίαν καὶ τῆς ἐγκαθιδρυμένης στρατιᾶς, μαχίμῳ τε ὄντι καὶ αὐτῷ καὶ πρὸς ἐμπειρίαν καὶ τόλμαν λειπομένῳ οὐδενός. Παρασπόνδυλον δὲ τῆς Ἀδριανοῦ καὶ αὐτὸν αὖθις ἄρχοντα καθίστη. ταῦτα μὲν οὖν ὧδέ πη εἶχε, καὶ τὰς κατὰ Θρᾴκην πάσας πόλεις σχεδὸν ὑπήγαγεν ἑαυτῷ ὁ βασιλεύς.

πϛʹ. Ἀμοὺρ δὲ ὁ σατράπης Ἰωνίας αὖθις μὲν ἐβούλετο πρὸς βασιλέα κατὰ τὴν ὑπόσχεσιν ἐλθεῖν, εἶχε δὲ ἀδυνάτως. τό, τε γὰρ αὐτοῦ κατὰ τὴν Σμύρνην νεώριον ἐνέπρησαν οἱ Λατῖνοι καὶ τὰς ναῦς, καὶ τὸ πρὸς τῷ λιμένι φρούριον κατασχόντες, τριήρεις τε ἔχοντες ἐκεῖ παραπλεούσας, ἐκώλυον στόλον ἐξαρτύειν καὶ ταῖς ναυσὶ πρὸς Θρᾴκην περαιοῦν τὴν στρατιάν. ἔκ τε τῆς ἠπείρου δίοδος αὐτῷ οὐκ ἦν πρὸς τὸν Ἑλλήσποντον, Σαρχάνη τοῦ Λυδίας σατράπου περί τινων ὅρων γῆς ἐκπεπολεμωμένου πρὸς αὐτὸν καὶ μέλλοντος κωλύειν, εἰ διὰ τῆς αὐτοῦ πρὸς Ἑλλήσποντον ἔρχεσθαι ἐπιχειροίη. ὅθεν διὰ τὴν πρὸς βασιλέα ἄφιξιν ἀναγκαίαν αὐτῷ νομιζομένην, ἔγνω δεῖν πρεσβείαν ποιεῖσθαι πρὸς Σαρχάνην, καὶ παραχωρεῖν αὐτῷ τῆς χώρας ὑπὲρ ἧς ἦν αὐτοῖς ἡ διαφορὰ, εἰ μόνον πρὸς Ἑλλήσποντον δίοδον παρέχοιτο. Σαρχάνης δὲ ἄσμενός τε ἐδέχετο τὴν πρεσβείαν, καὶ τὴν χώραν ἔχων, φίλος τε ἦν Ἀμοὺρ, καὶ τὴν δίοδον ἀδεῶς παρείχετο, ἅμα δὲ καὶ τὸν υἱὸν συστρατευσόμενον αὐτῷ πρὸς βασιλέα μετὰ στρατιᾶς. καὶ πρὸς Ἑλλήσποντον ἐλθόντες, ἐπεραιοῦντο πρὸς τὴν Θρᾴκην ἱππέας δισμυρίους ἔχοντες· αὐτίκα τε εἰς Διδυμότειχον ἀφίκοντο πρὸς βασιλέα, φέροντες καὶ δῶρα. Ἀμοὺρ δὲ ἐδεῖτο βασιλέως μὴ μέλλειν, ἀλλὰ χωρεῖν κατὰ τοῦ Μομιτζίλου. ἐμήνιε γὰρ ὁ βάρβαρος ἐς τὰ μάλιστα ἐκείνῳ τῶν κατὰ βασιλέως ἕνεκα τετολμημένων. ἐπεὶ δὲ ἀπαράσκευος ἦν ἡ Ρωμαίων στρατιὰ, κατὰ Μυσίας τὸ βαρβαρικὸν ἐχώρει, ἐπανήξειν τάχιστα εἰπόντες, ἄχρις οὗ παρασκευάσοιτο ἡ στρατιά· βασιλέως δὲ κωλύειν πειρωμένου καὶ φάσκοντος σπονδὰς καὶ συμμαχίαν ἔχειν πρὸς Ἀλέξανδρον, οὐκ ἐπείθοντο, πολέμιοι αὐτοὶ Μυσοῖς εἰπόντες εἶναι. καὶ καταδραμόντες, ἀνδραπόδων τε καὶ βοσκημάτων ἐπανῆκον λείαν ἔχοντες πολλήν. μετὰ δὲ τοῦτο καὶ τῆς Ρωμαίων παρεσκευασμένης στρατιᾶς, ἐχώρουν κατὰ Μομιτζίλου. ἐκεῖνος δὲ ἤδη δύναμιν μεγάλην ἔχων καὶ ἰδίαν ἡγεμονίαν ἑαυτῷ περιποιούμενος, Ξάνθειάν τε εἷλεν ἐπιθέμενος, καὶ τῶν κατὰ Μερόπην φρουρίων ἦρχε πάντων καὶ μέχρι Μόῤῥας προεχώρησε. πυθόμενος δὲ ὡς παρασκευάζοιτο ἐπ' αὐτὸν ὁ βασιλεὺς μετὰ τῆς Περσικῆς ἥκειν στρατιᾶς, πρεσβείας πέμπων, παράγειν ἐπειρᾶτο, ἃ καὶ πρότερον ἐξαπατῶν, ὡς αὐτῷ πολλὰ μεταμέλοι τῆς πρὸς αὐτὸν ἀγνωμοσύνης, ὅτι τοσαῦτα εὖ παθὼν, κακὸς ὀφθείη καὶ ἀμνήμων τῶν καλῶν, καὶ ὡς εἰ συγγνώμην αὐτῷ παράσχοιτο, μηδέποτε ὕστερον ἀγνωμονήσων, ἀλλὰ δουλεύσων ἀκριβῶς. ἐπεὶ δὲ ἐκ τούτων αὐτῷ ἠνύετο οὐδὲν, ἀλλ' ἐπυνθάνετο σαφῶς ἐπιοῦσαν τὴν στρατιὰν, πᾶσαν ὅση δύναμις ἦν περὶ αὐτὸν ἀθροίσας, καὶ αὐτὸς ἐχώρει ὡς μαχούμενος πᾶσιν ὁμοῦ καὶ Ρωμαίοις καὶ βαρβάροις· εἰς τοσαύτην γὰρ αὐτὸν παραπληξίαν ἡ ἄνοια ἐξήγαγε καὶ ἡ θρασύτης. γενομένου δὲ ἐν Περιθεωρίῳ, καὶ ἡ Περσικὴ στρατιὰ ἐφαίνετο ἐπιοῦσα· ἐπεὶ δὲ πρότερόν τε ἐπέκειτο τοῖς ἐν Περιθεωρίῳ, καὶ τότε ἠνάγκαζεν εἰσδέχεσθαι, ἐκεῖνον μὲν οὐκ ἐδέχοντο, ἀλλ' ἀπέκλεισαν αὐτῷ τὰς πύλας, τοὺς βαρβάρους ἐπιδεικνύντες καὶ κελεύοντες εἰς χεῖρας αὐτοῖς ἰέναι, ὡς τοῖς νικῶσιν ἆθλον τὴν πόλιν ἐσομένην τῆς ἀνδραγαθίας. ἵνα δὲ μὴ δοκοῖεν παντάπασιν αὐτοῦ ἀφίστασθαι, ἐδεδοίκεσαν γὰρ, μὴ τὸν κίνδυνον διαδιδράσκων, πικρῶς κολάζῃ τῆς προδοσίας· ἦν γὰρ ἀπαραίτητος πρὸς ὀργὰς, καὶ ὠμῶς καὶ ἀπανθρώπως ἀποκτείνων τοὺς προσκρούοντας, καὶ ἐπὶ μικροῖς καὶ μείζοσιν ἐγκλήμασι θάνατον τὴν ζημίαν καταψηφιζόμενος, τὸν ἀδελφιδοῦν Ράϊκον ὄνομα εἰσεδέξαντο, πεντήκοντα μόνον στρατιώτας ἔχοντα, ἵν' εἰ μὲν νικῴη, παραίτησις πρὸς ὀργὴν εἴη ὁ ἀδελφιδοὺς εἰσδεδεγμένος· εἰ δὲ ἡττώμενος διαφθείροιτο, μηδὲν εἶεν κώλυμα ἐκεῖνοι ὀλίγοι ὄντες πρὸς τὸ πράττειν, ἅττα ἂν δοκῇ συμφέρειν. Μομιτζίλος δὲ πρὸς τὸ τείχισμα τὸ πρὸ τῆς πόλεως παρέταττε τὴν στρατιὰν, οἰόμενος ἀντισχήσειν καὶ τὸ τείχισμα ἔχων οὐκ ὀλίγα συναιρόμενον. Πέρσαι μὲν οὖν, ἐπεὶ προσέβαλον οἱ πρώτως φθάσαντες, ὤσαντες τὸ Μομιτζίλου στράτευμα περὶ πεντακοσίους χιλίους ὄντας, τό, τε τείχισμα καθῄρουν, καὶ διεσκεδάννυτο ἐπὶ λεηλασίαν τῆς στρατιᾶς τὸ πλεῖον, καὶ πάντα κατέδραμον αὐθημερὸν καὶ ἐληΐσαντο ἄχρι Μυγδονίας. βασιλεὺς δὲ κατόπιν μετὰ Ἀμοὺρ καὶ τῆς ἄλλης στρατιᾶς ἐρχόμενος, συνεώρα τὸ μετὰ Μομιτζίλου στράτευμα οὐχ ἡττημένον, ἀλλὰ μόνης ὁδοῦ παραχωρῆσαν τοῖς βαρβάροις· ἑώρα γὰρ εὐτάκτως καὶ μετὰ κόσμου τεταγμένον· διόπερ καὶ ἐδόκει ὁ ἀγὼν ἔτι ὑπολείπεσθαι. καὶ συνέταττε τὴν στρατιὰν καὶ τὴν Ρωμαίων καὶ βαρβάρων ἐπὶ τάγμασι τρισί· καὶ τὸ μὲν δεξιὸν κέρας Ἀμοὺρ εἶχε μετὰ τῶν Περσῶν, ἵνα βάλλοιεν τοὺς πολεμίους τοξόται ὄντες καὶ προσπίπτοντες ἐπὶ τὰ γυμνά. τὸ δὲ ἀριστερὸν Ἀσάνης εἶχεν Ἰωάννης, ὁ τῆς βασιλίδος Εἰρήνης ἀδελφὸς, μετὰ Ρωμαίων καταφράκτων, κοντοῖς εἰωθότων μάχεσθαι. τὸ μέσον δὲ αὐτὸς ἐπεῖχεν ὁ βασιλεὺς, τῶν τε Ρωμαίων τοὺς λογάδας ἔχων καὶ Περσῶν. Μομιτζίλος δὲ καὶ αὐτὸς ὁμοίως ἀντιτεταγμένος ᾔει πρὸς τὴν μάχην. ἐπεὶ δὲ ἦσαν ἐς τὰς χεῖρας, μάχη μὲν ἀνήπτετο σφοδρὰ, καὶ ἀντέσχον τὰ στρατόπεδα ἐπιπολὺ ἀλλήλοις. ὅμως ἡττᾶτο τὸ Μομιτζίλου καὶ ἔπιπτον πολλοὶ αὐτῶν. ὠθουμένων δὲ πρὸς τὰ τείχη τῆς πόλεως, ἐπεὶ διέξοδος καὶ ἀντεπεξαγωγὴ οὐκ ἦν τοῖς ἵπποις, ὀλίγου τοῦ χωρίου ὑπολελειμμένου μεταξὺ τῶν πολεμίων καὶ τῶν τειχῶν, οἵ τε ἐν Περιθεωρίῳ ἦσαν οὐ προσδόκιμοι εἰσδέξεσθαι, πρῶτος αὐτὸς ἀπέβαινε τοῦ ἵππου, εἶτα καὶ οἱ ἄλλοι ἅπαντες, καὶ προεῖντο τοῖς πολεμίοις. οἱ δ' ἐμάχοντο πεζοὶ, ἀγωνιζόμενοι ἐκθύμως, καὶ ἀντεῖχον ἐπιπλεῖστον, τοῦτο μὲν διὰ τὴν εὐψυχίαν, τοῦτο δ' ὅτι καὶ ἡ πόλις αὐτοὺς ἐκώλυε μὴ κυκλωθῆναι, καὶ ἔπιπτον πολλοὶ μαχόμενοι. μέχρι μὲν οὖν ἐκεῖνος περιῆν, οὐδὲ αὐτοὶ ὑφίεσαν τῆς τόλμης, οὐδὲ ὅπλα παρεδίδουν. ἐπεὶ δὲ ἔπιπτε καὶ αὐτὸς κατὰ τὴν μάχην, οἱ περιλειπόμενοι εὐθὺς παρέδοσαν τὰ ὅπλα, καὶ ἠνδραποδίσθησαν ὑπὸ Ρωμαίων καὶ Περσῶν, διαδρᾶναι δυνηθέντος μηδενός. καὶ ὅ φασιν ἐπὶ τῶν μεγάλων ἀτυχημάτων, ὡς οὐδὲ πυρφόρος ὑπολέλειπτο, τοῦτ' αὐτὸ συνέβη καὶ τῷ Μομιτζίλου στρατοπέδῳ. οἱ μὲν γὰρ ἔπεσον κατὰ τὴν μάχην, οἱ δ' ἑάλωσαν. οἱ δὲ ἐν Περιθεωρίῳ ἑστῶτες ἐπὶ τῶν τειχῶν, οὔτ' ἠμύνοντο ὑπὲρ τοῦ Μομιτζίλου, οὔτ' ἐπέκειντο καὶ αὐτοὶ, ἀλλὰ μόνον θεαταὶ τῶν ἀγώνων ἐπὶ τῶν τειχῶν ἐκάθηντο. βασιλεὺς δὲ ἐδάκρυσεν ἐπὶ τῇ συμφορᾷ, οὐ μόνον διὰ τῶν πραγμάτων τὴν μεταβολὴν, ὅτι ὁ πρότερον ὀλίγῳ μεγάλα περὶ ἑαυτοῦ οἰόμενος, καὶ ἀήττητός τις εἶναι δοκῶν καὶ δεινὸς περὶ στρατηγίας, ἐν μιᾷ καιροῦ ῥοπῇ, ἄτιμος ἔκειτο συμπατούμενος ὑπὸ τῶν πολεμίων, ἀλλ' ὅτι καὶ οἱ πεσόντες, ὄντες τοσοῦτοι καὶ τοιαύτην ἐπιδεδειγμένοι ἀρετὴν καὶ ἀνδραγαθίαν, Ρωμαῖοι ἦσαν, οὓς ὁ πολλῶν δακρύων αἴτιος ἐμφύλιος πόλεμος παρανάλωσεν. οὕτω μὲν οὖν ὁ Μομιτζίλος ἤνθησέ τε ἐν ὀλίγῳ καὶ ἐπὶ μέγα ἔδοξε τύχης προελθεῖν, καὶ τάχιον ἀπήνθηκε καὶ κατεῤῥύη. βασιλεὺς δὲ μετὰ τὴν μάχην, εἰς Ξάνθειαν ἀφῖκτο, ἔνθα ἡ οἰκία Μομιτζίλου ἦν καὶ ἡ γυνή. Ξανθιεῖς δὲ πρῶτα μὲν, οὐδὲν εἰδότες περὶ Μομιτζίλου, ἐπυνθάνοντο περὶ ἐκείνου ὅπη εἴη. ἐπεὶ δὲ κατὰ τὴν μάχην ἐπύθοντο πεσόντα αὐτὸν καὶ σύμπαν τὸ στρατόπεδον, τῶν μὲν οἰκείων ἀπωδύροντο τὴν τελευτὴν, βασιλεῖ δὲ τὴν πόλιν παρεδίδουν. καὶ ὁ βασιλεὺς πολλὴν περὶ τὴν Μομιτζίλου γυναῖκα ἐπεδείκνυτο τὴν ἐπιείκειαν. ἐκέλευε γὰρ μηδὲν τῶν ὄντων ἀφαιρεῖν αὐτῆς, ἀλλὰ πάντα ἔχουσαν, ἢ μένειν ἐπὶ τῆς Ρωμαίων ἂν ἐθέλῃ γῆς, ἢ πρὸς τὴν οἰκείαν ἐπανέρχεσθαι· ἐκ Μυσίας γὰρ ἦν. ἡ δὲ μᾶλλον εἵλετο τὴν ἐπὶ τῆς οἰκείας ἀναχώρησιν, καὶ πάντα ἔχουσα, ἀπῇρεν εἰς Μυσούς.

πζʹ. Βασιλεὺς δὲ ἐπεὶ ἀπεσκεύαστο Μομιτζίλον, ἐδόκει δεῖν καὶ Κράλην μετιέναι ἀδικοῦντα καὶ παρασπονδοῦντα. ἐκεῖνος γὰρ τὸν παρὰ Ρωμαίοις πόλεμον ὁρῶν πάντα τὰ αὐτῶν διαφθεροῦντα ἄρδην, ὀλίγα τῶν πρὸς βασιλέα συνθηκῶν φροντίζων, ἄλλας τε πόλεις τῶν Ρωμαίοις ὑπηκόων εἷλε, καὶ Φερὰς ἐπὶ χρόνον συχνὸν πολιορκῶν, ἐν μεγάλῃ κατέστησεν ἐνδείᾳ καὶ ἤδη ἐν ἐλπίσιν ἦν μετὰ μικρὸν ἑλεῖν· ἅμα δὲ καὶ ἐκ τῶν ἔνδον ἔπραττόν τινες, ὡς Φεραῖοι, τῆς Ρωμαίων ἡγεμονίας ἀποστάντες, προσχωρήσουσιν ἑκόντες Τριβαλοῖς, τοῦ Κράλη αὐτοῖς ὑποσχομένου τῆς πόλεως ἀποδείξειν ἄρχοντας, ἂν τοιαῦτα τοὺς πολίτας πείθωσιν· ὧν ἦν κεφάλαιον Ἀσάνης ὁ Μανουὴλ, θεῖος πρὸς πατρὸς Εἰρήνῃ τῇ βασιλίδι. Παλαιολόγος δὲ Κωνσταντῖνος ὁ τοῦ βασιλέως Ἀνδρονίκου θεῖος, καὶ Τζαμπλάκων Δημήτριος μέγας στρατοπεδάρχης ὁ τούτου γαμβρὸς τὰ Ρωμαίων φρονοῦντες, ἀντέπραττόν τε τοῖς πράττουσι τὰ Τριβαλλῶν, καὶ πᾶσαν σπουδὴν εἰσῆγον, ὥστε μὴ τοιαύτην πόλιν τῆς Ρωμαίων ἡγεμονίας ἀπολέσθαι, καὶ πρὸς βασιλέα ἔπεμπον δεόμενοι βοηθεῖν. ἃ εἰδὼς βασιλεὺς ἔκρινε δεῖν πρεσβείαν ποιεῖσθαι πρὸς Κράλην, κἂν μὲν ἀπόσχηται Φερῶν, τηρεῖν καὶ αὐτὸν τοὺς ὅρκους καὶ τὰς σπονδάς· ἂν δ' ἐκεῖνος διαλύῃ πρότερος, χωρεῖν ἐπ' αὐτὸν ἅμα στρατιᾷ τῇ Περσικῇ. καὶ ἐπεὶ ἐδέδοκτο, πέμψας Ἰωάννην τὸν Βρυέννιον, ἐκέλευεν ἀναχωρεῖν Φερῶν, ὡς αὐτῷ τῆς πόλεως διαφερούσης, καὶ τοῦ λοιποῦ μηδὲν παρενοχλεῖν μήτ' αὐτὴν, μήτ' ἄλλην τῶν Ρωμαίοις ὑπηκόων πόλεων. αὐτὸν μὲν γὰρ ἀεὶ μεμνῆσθαι τῆς εὐνοίας καὶ τιμῆς, ἧς ἀπέλαυσε διατρίβων παρ' αὐτῷ, καὶ δίκαιον εἶναι οἴεσθαι τῆς εὐποιΐας ἀπομνημονεύειν. διόπερ αὐτοῦ καὶ πρὸς Βεῤῥοίᾳ τὰς σπονδὰς ἀπειπαμένου καὶ ὕστερον πεπολεμηκότος φανερῶς καὶ τοὺς ὅρκους καταλελυκότος προφανῶς καὶ τὰς σπονδὰς, αὐτὸν μὴ κεκινῆσθαι πρὸς ὀργὴν, μηδὲ ἀμύνεσθαι ἐθέλειν, ἀλλὰ τὰς σπονδὰς καὶ τοὺς ὅρκους ἀνανεοῦν, καὶ χάριν ἀποδιδόναι τῆς φιλίας ὅση δυνατή. ἂν δὲ μὴ πείθηται αὐτὸς, μηδὲ ἀφίστασθαι ἐθέλῃ τοῦ παρασπονδεῖν καὶ ἀδικεῖν, ἀλλὰ πολιορκῇ τὰς πόλεις, μὴ αὐτῷ ἐπάγειν αἰτίαν, ἂν ἀμύνηται, ὡς παραβεβηκότι τὰς σπονδὰς καὶ ἀγνωμονοῦντι πρὸς τὸν εὖ πεποιηκότα, ἡνίκα μάλιστα ἐδεῖτο. τοιαῦτα μὲν ὁ βασιλεὺς ἐπρεσβεύετο πρὸς Κράλην. ἅμα δὲ ἔχων καὶ τὴν στρατιὰν, πρὸς Χριστούπολιν ἐχώρει, καὶ ἐστρατοπεδεύετο ἐν κώμῃ τοῦ Γαβριὴλ προσαγορευομένῃ, ὡς ἀφιξόμενος εἰς Φερὰς καὶ τῶν ἄλλων πόλεων πρόνοιαν ποιησόμενος, ὅσαι ὑπὸ τοῦ Τριβαλικοῦ πολέμου ἔπραττον κακῶς. τούτων δὲ πραττομένων, Ἀπόκαυκος ὁ μέγας δοὺξ ὁρῶν ἤδη τὰς μὲν ἠπειρώτιδας πόλεις πάσας Καντακουζηνὸν τὸν βασιλέα ὑφ' ἑαυτὸν πεποιημένον, καὶ τήν τε Ρωμαίων στρατιὰν ὀλίγου δεῖν ἅπασαν ἔχοντα αὐτὸν καὶ τοσαύτην ὑπὸ τῶν βαρβάρων συμμαχίαν, καὶ ὡς ἀδύνατον αὐτῷ ἀντικαθίστασθαι ἐκ τῆς ἠπείρου, πρῶτα μὲν ἐσκέψατο διὰ τῆς πρὸς τὰς δίκας ἀκριβείας καὶ δικαιοσύνης πείθειν Βυζαντίους αὐτῷ προσέχειν· ἔπειτα καὶ κεναῖς ἐλπίσιν ἐξηπάτα, ὥσπερ ἐν ὀνείροις πλουσιωτάτους ἐξ ἀπόρων ἐπαγγελλόμενος ποιήσειν, ἂν τὴν ὁλκάδα στήσῃ τὴν ἀργυρολογήσουσαν τοὺς ἐμπόρους. ὡς δὲ πάντα ἐξηλέγχετο ἀπάτη καὶ φενακισμοὶ, καὶ πάντες ἤδη πρὸς αὐτὸν ἀπέσκωπτον ἀδεῶς, δείσας μή τι νεωτερισθῇ περὶ αὐτὸν, ἐσκέψατο πᾶσαν τὴν δύναμιν εἰς τὴν θάλασσαν μετάγειν καὶ πρὸς τυραννίδα τὴν πολιτείαν μεθιστᾷν. καὶ πρῶτα μὲν ναυτικὸν συστήσασθαι καὶ ὁπλίτας, καὶ τούτοις πρός τε τὰς τριήρεις χρῆσθαι καὶ πρὸς φρουρὰν οἰκείαν, ἵνα μὴ ἐπιβουλεύηται, καὶ ἀμελεῖν μὲν παντάπασι τῆς ἠπείρου, νήσων δὲ ἔχεσθαι καὶ θαλάσσης, καὶ Βυζαντίους ἐκ θαλάττης τρέφεσθαι καθιστᾷν ἐμπορευομένους ταῖς ναυσί· πρὸς τούτοις δὲ καὶ τοὺς χρήματα ἔχοντας ἐν Βυζαντίῳ καὶ τῶν συγκλητικῶν, ὅσοι ἔτι ὑπελείποντο, ἐν δεσμωτηρίοις κατακλείειν, ἵν' ὁμοῦ τε ἀπαλλάττοιτο τοῦ δέους, ἐδεδίει γὰρ μὴ ἐθελήσωσιν εἰρήνην τίθεσθαι πρὸς Καντακουζηνὸν τὸν βασιλέα, καὶ χρημάτων εὐποροίη πρός τε τὸ ὁπλιτικὸν καὶ τὰς τριήρεις, τὰ ἐκείνων ἀφελόμενος. οὐ μὴν δὲ καὶ τῶν ἄλλων, ὅσοι μνησθέντες πρότερον εἰρήνης, ἐν ταῖς οἰκίαις ὑπ' ἐκείνου κατεκλείσθησαν, ἢ ἐν φροντιστηρίοις ἀπρόϊτοι καθείργνυντο, πάντων τὰς οὐσίας ἀφελέσθαι μετὰ τὸ εἰς δεσμωτήριον ἀγαγεῖν· πρότερον γὰρ ἐκείνους ὀλίγων τινῶν ἀπεστέρησεν ἐκ τῆς οὐσίας· εἶτα καὶ τοῖς ἄλλοις ἅπασι φόρους τάξαι ἐτησίους, ἐξ ὧν χρηματιζόμενος διαθρέψει τὸ ναυτικόν. δεσμωτήριον δὲ ἐν τοῖς βασιλείοις Κωνσταντίνου τοῦ μεγάλου κοινὸν ποιεῖν διενοεῖτο. οἴκου γὰρ ὄντος ἐκεῖ μεγάλου Ἰουστινιανείου προσαγορευομένου, τὴν στέγην ὑπὸ τοῦ χρόνου διεφθαρμένου, πᾶσαν εἴσοδον ἀναφράξας, οἰκίσκους ἔνδον ἐκείνου πλείστους διελεῖν ἐφ' ἑκατέρῳ μέρει, καὶ τούτοις κατακλεῖσαι τοὺς δεσμώτας ἄνωθεν καλωδίοις καθιεὶς, ὥστε νυκτὸς μὲν τοῖς οἰκίσκοις χρῆσθαι, ἡμέρας δὲ πρὸς μετρίαν ἄνεσιν τῷ ὑπολελειμμένῳ μεταξὺ χωρίῳ· τὴν δὲ φρουρὰν ἄνωθεν ἐγκαθιδρυμένην ἐπὶ τῶν τειχῶν διὰ πάσης νυκτός τε καὶ ἡμέρας τὴν φυλακὴν τῶν δεσμωτῶν ποιεῖσθαι, κἄν τινος δέοιντο, κάτωθεν πρὸς τοὺς φρουροὺς ποιεῖσθαι τοὺς λόγους φανερῶς, ὥστε ἅπαντας εἰδέναι, ἵνα μὴ λάθοιεν ἐπιβουλήν τινα συσκευασάμενοι, κρύφα τῶν φυλάκων τισὶ διαλεχθέντες. μετὰ τοῦτο δὲ ἔφασαν οἱ συνειδότες καὶ ἐπὶ βασιλίδα χωρεῖν διανοεῖσθαι καὶ ἀπορειρᾷν, εἰ βούλοιτο τὴν ἐκείνου θυγατέρα βασιλεῖ τῷ υἱῷ πρὸς γάμον συνάπτειν, εἴγε βούλοιτο αὐτὸν ὡς ὑπὲρ τέκνων ἀγωνιζόμενον, πάντα πλοῦτον τὸν αὐτοῦ πρὸς τὸν ἐπὶ Καντακουζηνὸν ἀναλίσκειν πόλεμον. καὶ πρότερον μὲν γὰρ οὐδὲν ἐλλελοιπέναι προθυμίας καὶ πᾶσαν σπουδὴν πρὸς τὴν ἐκείνου κατάλυσιν ἐπιδεδεῖχθαι, καὶ πάντα ἀναλωκέναι τὰ κοινὰ καὶ ἃ ἀφείλετο ἐκ τῶν ἐκείνῳ προσεχόντων· νυνὶ δὲ εἰς τοὐναντίον ἅπαν τῶν πραγμάτων περιελθόντων καὶ πᾶσαν ἐκείνου τὴν ἤπειρον ἀφελομένου, αὐτὸν κρατήσειν τῆς θαλάσσης, ἀναλίσκοντα ἐκ τῶν ἰδίων, καὶ Βυζαντίου καὶ τῶν νήσων ἀσφαλῶς καθέξειν τὴν ἀρχήν· κἂν μὲν ἐκείνη πείθοιτο τὴν θυγατέρα προσαρμόζειν βασιλεῖ τῷ υἱῷ, καὶ αὐτὸν εἶναι πατέρα βασιλέων καὶ πᾶσαν ἔχειν ἀρχὴν καὶ πράττειν, ἅττα ἂν δοκῇ· ἂν δ' ἀπαναίνηται τὴν δυσγένειαν, ἐπ' αὐτὴν χωρεῖν. δήλην γὰρ ἤδη εἶναι κακὰ βουλευομένην περὶ αὐτοῦ. συνεσκεύακε δὲ καὶ κατ' αὐτῆς ἐπιβουλὴν τοιαύτην. γράμματα πρὸς Πάπαν ἔγραφεν ὡς ἐξ αὐτῆς. ἐδήλου δὲ τὰ γράμματα, ὡς αὐτὴ μὲν ἐντραφείη ἔθεσι καὶ νόμοις τοῖς Ρωμαίων, καὶ δόγματα πρεσβεύοι, ἃ καὶ ἡ Ρωμαίων ἐκκλησία· βασιλεῖ δὲ ὑπὸ τῶν οἰκείων ἐκδοθεῖσα, ἀνάγκῃ τὰ ἐκείνου ὑποκρίνεσθαι. τὴν μέντοι πρώτην εὐλάβειαν καὶ πίστιν καὶ ὁμόνοιαν τῇ Ρωμαίων ἐκκλησίᾳ περισώζειν καὶ αὐτὸν ἡγεῖσθαι πατέρα καὶ διδάσκαλον καὶ πρὸς τὴν πίστιν ὁδηγόν. καὶ βούλεσθαι μὲν καὶ μετὰ τὴν ἀνδρὸς αὐτίκα τελευτὴν δῆλα πάντα καθιστᾷν αὐτῷ, καὶ πειρᾶσθαι, καὶ πᾶσαν τὴν ἀρχὴν τὰ ἴσα ἢ πείθειν ἢ καταναγκάζειν περὶ τῶν τῆς πίστεως δογμάτων αὐτῇ φρονεῖν. κωλυθῆναι δὲ ὑπὸ τῶν περισχόντων πολέμων, τῶν μάλιστα παρὰ Ρωμαίοις δυνατωτάτων πρὸς αὐτὴν ὑπὲρ τῆς ἀρχῆς πολεμησάντων καὶ ἔτι μέχρι νῦν ἐπικειμένων. ὅθεν αὐτοῦ δεῖσθαι, πρῶτα μὲν αὐτῇ τὸ θεῖον ἱλεοῦσθαι διὰ τὴν δοκοῦσαν τῶν διεστραμμένων δογμάτων αἵρεσιν· ἔπειτα δὲ καὶ βοηθεῖν ἐπὶ τοὺς πολεμοῦντας, ὅπως ἂν δύναιτο, ὡς, εἰ ἐκεῖνοι καταστραφεῖεν, αὐτῆς αὐτίκα τὰ τῆς Ρωμαίων ἀποστολικῆς ἐκκλησίας πρεσβευσούσης φανερῶς καὶ τοῖς ἄλλοις ὑφηγησομένης. τοιαῦτα μὲν τὰ πρὸς Πάπαν τῆς βασιλίδος δῆθεν γράμματα ἐδήλου. ἦν δὲ Κλήμης τῆς Ρωμαίων ἐκκλησίας τότε προεστώς. καὶ ζωγράφῳ τινὶ Πραιποσίτῳ καλουμένῳ ἐγχειρίσας, ἐξέπεμπε πρὸς Πάπαν μηδενὶ ἐξειπεῖν κελεύσας τὸ ἀπόῤῥητον βασιλίδος. οὐδὲν δὲ ἐκεῖνος ᾔδει πλέον, εἰ μὴ ὅτι πέμποιτο πρὸς Πάπαν. Κλήμης δὲ ὁ Πάπας, ἐπεὶ δέξαιτο τὰ βασιλίδος γράμματα, ὑπερησθεὶς, ὅτι καὶ ἡ βασιλὶς αἱροῖτο τὰ ἐκείνων, καὶ ὡς, εἰ τῶν πολέμων ἀπαλλαγοίη, φανερῶς αὐτοῖς προσθήσεται, ἀντέγραφε καὶ αὐτὸς, πρῶτα μὲν ἐπαινῶν τῆς προαιρέσεως, ὅτι καίτοι τυραννουμένη τῶν ὀρθῶν δογμάτων οὐκ ἀπέστη, ἀλλὰ τῇ Ρωμαίων ἐκκλησίᾳ συμφρονοίη. ἔπειτα καὶ ἐδίδασκεν, ὡς χρὴ τῶν ἴσων ἔχεσθαι ἀεὶ, καὶ τοὺς ἄλλους ἐνάγειν ἠπατημένους καὶ τῆς ἀληθείας ἐκπεσόντας. τελευταῖον δὲ ἐπηύχετο, καὶ χρηστὰς ὑπετίθει τὰς ἐλπίδας, ὡς βοηθήσων ὅ,τι ἂν δύναιτο. ταῦτα τὰ γράμματα ἐνεγκόντος Πραιποσίτου, ἐφύλαττεν αὐτὸς ἐν ἀποῤῥήτῳ, διενοεῖτό τε ὡς, εἰ μὲν πείθοιτο ἡ βασιλὶς αὐτῷ, ἐφ' οἷς ἂν ἀξιοίη, μηδὲν κινεῖν, εἰ δὲ μὴ, ταῦτα ἐπ' ἐκκλησίας ἀναγνόντα, Βυζαντίους ἐπ' αὐτὴν παρορμᾷν καὶ διαφθείρειν αὐτὴν καὶ παῖδας· ᾔδει γὰρ πρὸς τοῦτο πάνυ δυσανασχετοῦντας καὶ ῥᾷστα κατὰ παντὸς οὑτινοσοῦν χωρήσοντας, ἂν πύθωνται τὰ Λατίνων ᾑρημένην· καὶ οὕτω πᾶσαν αὐτὸν Βυζαντίου καὶ τῶν νήσων ἔχειν τὴν ἀρχήν. εἰ δὲ μὴ προχωροίη, μηδὲ πείθοιντο οἱ Βυζάντιοι βασιλίδα καὶ τὰ τέκνα διαφθείρειν, πάντων ἤδη ἀπογνόντα, ἢ τῷ ἐν Μαγκάνοις πύργῳ κατακλείειν ἑαυτὸν, ὀχυρωτάτῳ ὄντι καὶ δυναμένῳ πρὸς πάντας Βυζαντίους ἀντέχειν πολιορκοῦντας, ἢ τριήρει πρὸς Ἐπιβάτας ἀναχωρεῖν, κἀκεῖ τὸν ἐπίλοιπον βίον διανύειν, ἀρχόμενον ὑπ' οὐδενός.

πηʹ. Τοιαῦτα μὲν ἐκεῖνος διενοεῖτο καὶ ἤδη ἤρχετο αὐτῶν. καὶ πρῶτα μὲν περιέστησεν ἑαυτῷ φρουρὰν ὁπλιτικὴν, ἣ προϊόντι τῆς οἰκίας συνείπετο ἀεὶ, καὶ οὐδεὶς ἐτόλμα τῶν ἄλλων ἐγγὺς ἐλθεῖν, εἰ μὴ ὑπ' ἐκείνου προσκληθείη. ἔπειτα καὶ τριήρη παρεσκευασμένην εἶχε πρὸς τοῦτο τὸν πάντα χρόνον ἐπὶ τῆς Ξυλίνης λεγομένης πύλης ἐφορμοῦσαν, ἔνθα ἦν αὐτῷ καὶ ἡ οἰκία ἐξεπίτηδες ἐκεῖ κατεσκευασμένη. ἀεὶ γὰρ ἐποιεῖτο πρόνοιαν ἐγγὺς εἶναι τῶν τειχῶν, μάλιστα τῶν πρὸς θάλασσαν, ἵν' εἴτι περὶ αὐτὸν νεωτερίζοιτο, ῥᾳδίως διεκπίπτῃ καὶ διασώζῃ ἑαυτόν. τότε δὲ μάλιστα σπουδὴν ἐποιεῖτο πλείστην εἴς τε τὴν περὶ αὐτὸν φρουρὰν καὶ πρὸς τὸ ἔξοδον αὐτῷ ῥᾳδίαν εἶναι, εἴ τινος αἴσθοιτο κακοῦ. ἑώρα γὰρ ἤδη πάντας πρὸς αὐτὸν κακῶς διακειμένους, καὶ μισοῦντας τῆς πονηρίας καὶ τῆς τοσαύτης τῶν Ρωμαίων φθορᾶς, οὐ τοὺς ἔξωθεν μόνον, ἀλλὰ καὶ τοὺς οἰκειοτάτους αὐτούς· οἱ δύο γὰρ τῶν υἱῶν πολλὴν αὐτοῦ καταγνόντες σκαιότητα καὶ μοχθηρίαν τρόπων, ἀπέστησαν πρὸς βασιλέα· ὥστε καὶ πρός τινας αὐτῷ τῶν ἀποῤῥήτων κοινωνοῦντας λέγειν, οὐ δὶς καὶ τρὶς, ἀλλὰ καὶ πολλάκις, ὡς ὁρῶμεν ἤδη Καντακουζηνὸν ἰσχύοντα μεγάλα, καὶ δεδοίκαμεν μὴ καὶ Βυζαντίου περιγένηται· ἀλλ' εἴγε καὶ τοιοῦτο συμβαίη, γῆς μόνης κρατήσει καὶ οὐρανοῦ, τἄλλα δὲ αὐτὸς διαφθερεῖ πολεμῶν αὐτῷ μέχρι καὶ τοῦ δυνατοῦ, εἰ μέλλει καὶ αὐτὸς συνδιαφθείρεσθαι αὐτοῖς. τῆς τε οὖν φρουρᾶς τῆς περὶ ἑαυτὸν πολλὴν ἐποιεῖτο πρόνοιαν, καὶ τὸ ἐν βασιλείοις τοῖς Κωνσταντίνου δεσμωτήριον κατεσκεύαζεν ᾗ διενοεῖτο, δημιουργοῖς τισι τὸ ἔργον ἐπιτρέψας. συχνῶς δὲ καὶ αὐτὸς ἐπιφοιτῶν, ἐπεσκέπτετο τὸ ἔργον καὶ προσηνάγκαζε τάχιον κατασκευάζειν. οἱ δεσμῶται δὲ τό,τε δεσμωτήριον ὁρῶντες κατασκευαζόμενον, οὕτω δεινὸν καὶ ὀλίγα τάφων ἀποδέον, καὶ τὴν διάνοιαν οὐκ ἀγνοοῦντες, ἐσκέψαντο αὐτὸν ἀποκτείνειν, ὅταν γένηται ἐκεῖ, ἀμφοτέρωθεν αὐτοῖς οἰόμενοι τὸν ἐκείνου λυσιτελήσειν φόνον. ἄν τε γὰρ ἐπιτυγχάνωσιν, ἀπαλλάξεσθαι δεινοῦ τοσούτου καὶ ζήσειν ἐλευθέρως· ἄν τε ἡττῶνται, ἀποθνήσκειν καὶ αὖθις ἀπαλλάττεσθαι τοῦ ζῶντας κατορωρύχθαι. τοιαῦτα μὲν οἱ δεσμῶται ἐβουλεύσαντο καὶ παρετήρουν καιρὸν, ἐν ᾧ ἀποκτενοῦσιν ἐπιθέμενοι. δοὺξ δὲ ὁ μέγας τὸν ἄλλον χρόνον, ἡνίκα ἔδει πρὸς τὰ Κωνσταντίνου τοῦ μεγάλου βασίλεια εἰσέρχεσθαι, πολλὴν πρόνοιαν αὐτοῦ ποιούμενος, ἑπομένους τε γὰρ εἶχεν ἀεὶ τῶν δορυφόρων ὁπλιτῶν πολλοὺς, καὶ τοὺς δεσμώτας πέμπων κατέκλειεν ἐν ταῖς εἱρκταῖς, ἄχρις ἂν ἐκεῖθεν ἀπαλλάττοιτο, τότε τῶν δεόντων οὐδὲν ἐποίει, τὸ φρονεῖν ὑπὸ θεοῦ, ὡς ἔοικε, παρῃρημένος καὶ ἐγκαταλειφθεὶς πρὸς τὸ ἀποθανεῖν. ἀλλὰ οἵ τε δεσμῶται διεσκεδασμένοι, περιῄεσαν τῶν βασιλείων τὴν αὐλὴν, καὶ αὐτὸς τὴν περὶ αὐτὸν δορυφορίαν ἔξω καταλιπὼν, εἰσῄει ἑνὸς παρεπομένου μόνου. οἱ δεσμῶται δὲ ὡς εἶδον οὕτως ἀφύλακτον εἰσιόντα, καιρὸν ἐπιθέσεως νομίσαντες, ὥρμησαν ἐπ' αὐτὸν, ὀλίγοι τινὲς πρῶτον, οἳ ἔτυχον ὄντες ἐν ταὐτῷ. ἐν οἷς καὶ ὁ ἀνεψιὸς ἦν αὐτῷ Ἀλέξιος ὁ δοὺξ ὑπὲρ Καντακουζηνοῦ τοῦ βασιλέως τὸ δεσμωτήριον κατακεκριμένος καὶ αὐτὸς ὑπὸ τοῦ θείου. πρῶτα μὲν οὖν ἐχρῶντο λίθοις ἐπ' αὐτῷ· οὐ γὰρ εὐπόρουν τινὸς σιδήρου. ἔπειτά τις αὐτῶν ῥοπάλῳ κατὰ τύχην εὑρημένῳ ἔπληξε κατὰ τῆς κεφαλῆς πολλάκις καὶ κατήνεγκε. μετὰ τοῦτο δὲ χρησάμενοι σκεπάρνῳ τῶν τὸ δεσμωτήριον οἰκοδομούντων τεκτόνων, ἀπέτεμον αὐτοῦ τὴν κεφαλήν. ἡ δὲ περὶ μέγαν δοῦκα φρουρὰ καὶ οἱ ἄλλοι, ὅσοι εἵποντο, ὡς ᾐσθάνοντο ἐκεῖνον τεθνεῶτα, οὐ πρὸς ἄμυναν ἐτράποντο ὑπὲρ ἐκείνου, ἀλλὰ καταπλαγέντες πρὸς τὴν τόλμαν, ἄλλοι ἄλλοσε διεσκεδάσθησαν. οἱ δεσμῶται δὲ πρῶτα μὲν πρὸς τὴν ταραχὴν συνέδραμον πάντες. ἠγνόουν γὰρ αὐτῶν οἱ πλεῖστοι ὅ,τι εἴη. ὡς δὲ ἔγνωσαν τὸν μέγαν δοῦκα τεθνηκότα, τὸ σῶμα μὲν ἀνήρτησαν ἐπὶ τῶν τειχῶν τῶν θρασυτέρων τινές. τὴν κεφαλὴν δὲ περιπείραντες ἀκοντίῳ, καὶ αὐτὴν ὁμοίως ἐπέστησαν τοῖς τείχεσιν, ἵν' εἴη πᾶσι καταφανής. ᾤοντο γὰρ μᾶλλον κεχαρισμένα τῷ δήμῳ δρᾷν, πολέμιον κοινὸν τὸν μέγαν δοῦκα ἡγουμένῳ, οἷα δὴ τοῦ ἐμφυλίου πολέμου ὄντα αἰτιώτατον. πάντες γὰρ ἤδη τὰ γεγενημένα οὐκ ἠγνόουν. αὐτοὶ δὲ παρεσκευάζοντο ἐκ τῶν ἐνόντων, ὡς ἀμυνούμενοι, ἂν ἐπίωσί τινες, τοῖς τείχεσι τῶν βασιλείων μάλιστα θαῤῥοῦντες οὖσιν ὑψηλοῖς. ἅμα δὲ καὶ ὑπέσαινέ τις αὐτοὺς ἐλπὶς, ὡς οὐδεὶς ὑπὲρ ἐκείνου ἀμυνεῖται, πάντων ἐχθραινόντων, καὶ ἡ βασιλὶς δὲ, δείσασα μή τι νεωτερίσωσι πλέον περὶ αὐτῶν, οὐ μόνον ἀμνηστίας ὅρκους παρέξεται καὶ ἀπαθείας, ἀλλὰ καὶ πρὸς ἕτερά τινα αἰτήματα ὑπείξει. ἡ μὲν οὖν βασιλὶς αὐτίκα ὡς ἐπύθετο, πανυπερσέβαστον Ἰσαάκιον ἐκέλευε τὸν Ἀσάνην, οὗτος γὰρ αὐτίκα διεδέχετο τῶν πραγμάτων τὴν ἀρχὴν, πᾶσαν πρόνοιαν ποιήσασθαι καὶ ὅρκους παρέχειν τοῖς δεσμώταις, ὥστε τῶν βασιλείων ἐξελθεῖν. ἔδεισε γὰρ περὶ αὐτῶν ἅπερ κἀκεῖνοι ὑπενόουν. ἐκεῖνος δὲ, ὄχλου πολλοῦ πραγμάτων ἀθρόον περὶ αὐτὸν γεγενημένου, ἠμέλει τῶν δεσμωτῶν. καὶ τήν τε ἡμέραν ἐκείνην καὶ τὴν νύκτα διήγαγον, οὐδενὸς ἐπιθεμένου· καθ' ἣν εἰ ἐβούλοντο, διεσώζοντο ἂν, ἢ ἐν τῷ τῆς τοῦ θεοῦ γενόμενοι νεῷ Σοφίας, ἢ ἄλλοσέ ποι διασκεδασθέντες· οὐδεὶς γὰρ αὐτοὺς ἐφρούρει. μεγάλα δὲ ἐλπίσαντες ἀνοήτως, καὶ τῆς φίλης ἀπεστέρηνται ζωῆς. ἐς τὴν ὑστεραίαν γὰρ Τζεφραίτις ἐκ τῶν οἰκετῶν μεγάλου δουκὸς, αἵμασι χαίρων ἄνθρωπος καὶ πικρὸς καὶ ἀπάνθρωπος κολαστὴς, δημίου γὰρ ἐπεῖχε τόπον ἐκείνου περιόντος, ὑπὲρ τοῦ δεσπότου ἀμυνόμενος, τὸν δῆμον ἐκίνει, καὶ μάλιστα τὸ ναυτικὸν, εὔνοιαν πρὸς ἐκεῖνον κεκτημένον οὐ μικρὰν, οἷα δὴ περὶ αὐτοὺς ἀεὶ ἠσχολημένον. καὶ ὅπλα ἀναλαβόντες ἐχώρουν ἐπ' ἐκείνους. οἱ δὲ τῶν χρησίμων εὐποροῦντες οὐδενὸς, ὅπλα τε γὰρ αὐτοῖς οὐ παρῆσαν, οἷς φραξάμενοι ἐπιστήσονται τοῖς τείχεσι, καὶ τὸ τοῦ φρουρίου μέγεθος κρεῖττον ἦν, ἢ ὥστε παρ' αὐτῶν φυλάττεσθαι, ὄντων ἐλασσόνων, ἀπείρων τῶν ἐπικειμένων ὄντων καὶ πανταχόθεν περιῤῥυέντων, ὡς ᾔσθοντο διορυσσόμενα τὰ τείχη καὶ ἁλίσκεσθαι μέλλειν ἤδη, τὸ φρούριον ἐκλιπόντες ἐπὶ τὸν ἐγγὺς κατέφυγον ναὸν τὸν τῶν ἐννέα ταγμάτων προσαγορευόμενον. καὶ οἱ μὲν αὐτῶν τὰ ἄδυτα εἰσῄεσαν, οἱ δὲ ἐν ὑπονόμοις κατεκρύπτοντο οὖσιν ἐκεῖ πλείστοις καὶ δυσελίκτοις. ὁ δῆμος δὲ ἐπελθόντες ὁρμῇ τινι ἀσχέτῳ καὶ μανιώδει, τοὺς μὲν αὐτῶν ἀπέσφαξαν τῶν ἀδύτων ἔνδον, τοὺς δὲ ἄλλους οἷ κατελαμβάνοντο, καὶ διέδρασαν τὸν κίνδυνον ὀλίγοι πάνυ καὶ μάλιστα οἱ τὸν μέγαν δοῦκα ἀπεκτονότες. οἱ δ' ἄλλοι πάντες ἀπεσφάγησαν ὄντες οὐκ ὀλίγοι. σαφέστατα γὰρ τὸν ἀριθμὸν οὐκ ἐξεγένετο μαθεῖν, οἷα δὴ ἐκ διαφόρων πόλεων συνειλεγμένων. ἐκεῖνοι μὲν οὖν οὕτω τόν τε μέγαν δοῦκα ἐπιθέμενοι ἀπέκτειναν καὶ αὐτοὶ ἀπώλοντο ὑπ' ἀβουλίας. οἱ δὲ ἐν Βυζαντίῳ φίλοι βασιλεῖ, ὡς ἐγένετο αὐτίκα φανερὸς τεθνηκὼς ὁ μέγας δοὺξ, γράμματα πρὸς βασιλέα ἔγραφον περὶ τῶν γεγενημένων καὶ παρῄνουν, πάντα ἐν ὑστέρῳ θέμενον τάχιστα ἥκειν πρὸς Βυζάντιον, ὡς τῶν δεσμωτῶν τὰ Κωνσταντίνου τοῦ μεγάλου βασίλεια κατασχησόντων, καὶ εἰ τάχιστα παραγένοιτο, Βυζάντιον παραληψόμενος ἐκεῖθεν. τὰ μὲν οὖν τῶν φίλων γράμματα ἐν τῇ τοῦ Γαβριὴλ προσαγορευομένῃ κώμῃ ἐστρατοπεδευμένῳ ἧκον βασιλεῖ. ἅμα δὲ καὶ ἐκ Διδυμοτείχου παρὰ γυναικὸς τῆς βασιλίδος ἀπηγγέλλετο τὰ ἴσα.
https://byzantium.gr/

πθʹ. Τῆς αὐτῆς δὲ ἡμέρας καὶ οἱ πρὸς Κράλην πεμφθέντες πρέσβεις ἐπανῆκον ἀπήγγελλόν τε, ὡς Κράλης μὲν καὶ πρὶν αὐτοὺς ἥκειν ἀποσταίη Φερῶν πρὸς τὴν οἰκείαν, δείσας τῶν Περσῶν τὴν ἔφοδον, ὡς ἠγγέλλοντο ἐπιόντες. αὐτῶν τε ἔνθα ἦν παραγενομένων καὶ ἀπαγγειλάντων τὴν πρεσβείαν ἀποκρίνασθαι, ὡς εἰδείη καὶ αὐτὸς τὰ δίκαια καὶ διὰ τοῦτο ἀποσταίη καὶ Φεραίων, οἷς ἐξέσται βασιλεῖ χρῆσθαι ὡς οἰκείοις. ἔλεγον δὲ οἱ πρέσβεις, τοὺς Φεραίους δεῖσθαι πολλῆς προνοίας τῆς τε ἄλλης καὶ τοὺς τὰ Κράλη πράσσοντας ἐξελαθῆναι· οὐ γὰρ ἐάσουσιν ἐκεῖνοι τὸν ὄχλον ἠρεμεῖν, ἀλλὰ ἀναπείσουσι Κράλῃ προσχωρεῖν, ἂν ἀπολαύωσιν ἀδείας. βασιλεῖ μὲν οὖν ἐδόκει ἀμφοτέροις δεῖν σπουδῆς πολλῆς καὶ τῶν ἀναγκαιοτάτων ἄμφω εἶναι, καὶ ἐμερίζετο τοῖς λογισμοῖς· ἐκκλησίαν δὲ ἐκ τῶν ἐν τέλει ποιησάμενος, καὶ Ἀμοὺρ παρόντος τοῦ σατράπου καὶ Σουλιμὰν τοῦ Σαρχάνη παιδὸς, εἰς κοινὸν προὐτίθει τὴν βουλὴν καὶ ἐκέλευε γνώμην ἕκαστον εἰσάγειν, ἣ ἂν ἐν τοῖς παροῦσι δοκοίη λυσιτελεστέρα εἶναι. ἐδόκει μὲν οὖν πᾶσι κοινῇ πρὸς Βυζάντιον ἰτέον εἶναι καὶ μὴ μέλλειν· οὐ γὰρ τὰ πράγματα αὐτοὺς ἀναμενοῦσιν, ἂν τρίβωσι τὸν καιρὸν καὶ διαμέλλωσι. βασιλεὺς δὲ οὐκ ὀρθῶν ἔχεσθαι λογισμῶν τὰ εἰρημένα ἀπεδείκνυ. τοὺς μὲν γὰρ φίλους γεγραφέναι, ὡς παρακοιμώμενον ἀπεκτονότες οἱ δεσμῶται τὰ Κωνσταντίνου βασίλεια αὐτοὶ κατέσχον· ἄδηλον δὲ εἶναι, εἰ κατέχουσι καὶ μέχρι νῦν. εἰ μὲν γὰρ ἅπασα ἡ πόλις προσεχώρησεν ἡμῖν καὶ οὐδὲν ἐκείνοις ἐνοχλοῦσι διὰ τὴν εὔνοιαν τὴν πρὸς ἡμᾶς, τί δεῖ ταχυτῆτος πρὸς ἐκείνους, μήτ' αὐτῶν οὐδένα κίνδυνον ὑποπτευόντων καὶ ἡμῶν ζημιουμένων διὰ τὴν μέλλησιν μηδέν; εἰ δ' ὥσπερ πρότερον αὖθις πολεμοῦσι καὶ τειχομαχίας πρὸς αὐτοὺς ὁ δῆμος ποιοῦνται ἐπιόντες, οὐχ ὁρῶ τὴν δύναμιν, ὑφ' ἧς αὐτοὶ περιποιήσονται τὸ φρούριον. οὔτε γὰρ ὅπλων εὐποροῦσιν ἄοπλοι καὶ δεσμῶται ὄντες, οὔτε τῶν ἐπιτηδείων πρὸς τροφήν· τὰ γὰρ ἀναγκαῖα μόλις ἐχορηγοῦντο παρὰ τῶν φυλάκων γλίσχρως. πρὸς τούτοις δὲ οὐδὲ πρὸς τὸ τοῦ φρουρίου μέγεθος ἐξαρκέσουσιν ὀλίγοι ὄντες, αὐτό τε τὸ φρούριον ἠμελημένον ἐκ πολλῶν ἐτῶν ῥᾷστα προδώσει τοὺς ἐνόντας· ὥστε ἐμοίγε ἐκ πάντων ἄπορα εἶναι δοκεῖ, δυνήσεσθαι αὐτοὺς πρὸς τοσοῦτον πόλεμον ἀντισχήσειν. εἰ δ' ὁθενδήποθεν ἐπικουρίας ἀπέλαυσάν τινος καὶ εὐπορήσαντες τῶν πρὸς τὴν χρείαν ἀντέσχον ἄχρι νῦν, καὶ μέχρι πολλοῦ δυνήσονται ἀντικαθίστασθαι· οὐ δὴ δι' ἐλπίδα ἄδηλον τῶν ἐν χερσὶν ἀγαθῶν ἀποσχέσθαι δέον. Φεραὶ γὰρ οὐ φαύλη πόλις καὶ οἵα καταφρονηθῆναι, ἀλλὰ μεγάλη τε καὶ θαυμασία καὶ ἀναγκαία τῇ Ρωμαίων ἀρχῇ παρεῖναι. δι' ἃ δεῖν οἴομαι τὴν μὲν ἄλλην ἅπασαν στρατιὰν ἐπὶ Βυζάντιον χωρεῖν αὐτίκα, ἐμὲ δὲ τρισχιλίους παραλαβόντα στρατιώτας ἀφικέσθαι εἰς Φερὰς, καὶ μίαν ἡμέραν ἐκείνοις συγγενόμενον καὶ προνοίας ἀξιώσαντά τινος, ἔπειτα καὶ τοὺς τὰ Κράλη ᾑρημένους ἐκεῖθεν ἐξελάσαντα, αὖθις ἀναστρέφειν. τῆς ἄλλης δὲ στρατιᾶς διὰ βαρύτητα καὶ πλῆθος πυκνοτέρας τὰς στρατοπεδείας ποιουμένης, ὑστερήσομεν οὐδὲ αὐτοὶ εὐσταλεῖς τε ὄντες καὶ ὀλίγοι καὶ ῥᾷον τὴν ὁδοιπορίαν διανύοντες. καὶ τήν τε πρόνοιαν ποιησόμεθα Φερῶν τηλικαύτης πόλεως, καὶ πρὸς τὴν εἰς Βυζάντιον ὁδοιπορίαν ζημιωσόμεθα οὐδέν. εἰ δέ τινος ἀπολειπόμενοι καὶ τῶν δεόντων, οὐ περιγενοίμεθα τοῦ Βυζαντίου νῦν, ἀλλ' εἰσαῦθις ἔξεστιν οὐκ ἀγεννεῖς περὶ αὐτοῦ ἐλπίδας ἔχειν· Φεραὶ δὲ εἰ ἀμεληθεῖσαι ὑπὸ Κράλην γένοιντο, αὐτάς τε ἀνασώζεσθαι ἐλπὶς οὐκέτι οὐδεμία, καὶ τὰς ἄλλας τῆς Μακεδονίας πόλεις ὥσπερ μεθόριον κειμένη τῆς ἄλλης ἀρχῆς Ρωμαίων διατέμνει. ἃ χρὴ συνορᾷν καὶ μὴ ἀδήλων ἕνεκα τὰ πρόδηλα προΐεσθαι καλά.» τοιαῦτα μὲν ὁ βασιλεὺς ἐπ' ἐκκλησίας συνεβούλευε, καὶ ἐπείθοντο οἱ πλεῖστοι Ρωμαίων τῶν ἐν τέλει. Ἀμοὺρ δὲ μετὰ Σουλιμὰν καὶ τῶν ἄλλων Περσῶν ἀντεῖπον φανερῶς, οὐ λυσιτελοῦντα εἰπόντες βασιλέα βεβουλεῦσθαι, λόγων ἡκόντων περὶ Βυζαντίου, καὶ τοσαύτης ἐλπίδος ὑποφαινομένης, ἐκείνων μὲν ἀμελεῖν, πρὸς ἕτερον δέ τι τρέπεσθαι, κἂν πάνυ τῶν βελτίστων ᾖ. οὐ γὰρ περὶ μιᾶς καὶ δύο πόλεων τὴν διαφορὰν αὐτῷ πρὸς τοὺς ἄλλους Ρωμαίους εἶναι, ἀλλὰ κοινῇ περὶ συμπάσης τῆς ἀρχῆς, ἧς ὡσπερεὶ κεφάλαιόν ἐστι Βυζάντιον· κἂν μὴ ἐκείνου περιγένηται, οὐδέποτε βεβαίως τὴν ἡγεμονίαν ἕξειν. Φεραὶ δὲ εἰ νῦν προσχωρήσουσι Τριβαλοῖς, οὐ μακρῷ ὕστερον ἀνασωθήσονται αὐτοῖς ἐπιστρατεύσαντος καὶ αὐτοὺς ἐπαγομένου καὶ δούλους καὶ συμμάχους. οἱ μὲν οὖν Περσῶν ἄρχοντες τοιαῦτά τε ἀντεῖπον καὶ ἐδέοντο βασιλέως σφίσι πείθεσθαι· ἅμα δὲ καὶ ὥρμητο ἡ στρατιὰ ἀναζευγνύειν. βασιλεὺς δὲ ἐπεὶ ἑώρα πράττειν ἑτέρως ἀδυνάτως ἔχων, ἐπέτρεπε τὴν ἐς Βυζάντιον ἐπάνοδον. ἐπεὶ δὲ ἧκον, τούς τε δεσμώτας εὗρον ἀποτεθνηκότας καὶ τὰ ἄλλα πράγματα ἐν ἡσυχίᾳ. μετὰ γὰρ τὴν μεγάλου δουκὸς τελευτὴν, ἐπὶ δύο καὶ τρισὶν ἡμέραις ταραχῆς καὶ συγχύσεως γεγενημένης, ἔπειτα ἠρέμει, Ἰσαακίου τοῦ πανυπερσεβάστου τὴν ἀρχὴν τῶν ὅλων διαδεξαμένου, συνάρχοντος αὐτῷ καὶ Κιννάμου τοῦ μυστικοῦ, καὶ πάντα ἔπραττον αὐτοὶ, καὶ πατριάρχου ὥσπερ πρότερον συμμετέχοντος τῆς διοικήσεως. μετὰ δὲ τὴν μεγάλου τελευτὴν δουκὸς, ἡ γυνὴ τὸν πλοῦτον πάντα ἔχουσα ὄντα οὐκ ὀλίγον, συνειδυίας καὶ τῆς βασιλίδος καὶ μηδὲν περὶ τῶν χρημάτων ἐνοχλούσης, ἀνεχώρησεν εἰς Ἐπιβάτας. ἐλέγετο δὲ πρὸ τῆς τελευτῆς μικρὸν, πάντα ὅσα εἶχεν ὁπουδήποτε, εἰς Βυζάντιον ἀγαγεῖν· σκοπὸς δὲ ἦν αὐτῷ, ὡς βασιλίδι τὸν πλοῦτον ποιήσας δῆλον, ὃν ὑπὲρ αὐτῆς καὶ τέκνων ἀναλώσει, οὕτω πείθειν αὐτὴν θυγατέρα τὴν ἐκείνου βασιλεῖ προσαρμόζειν τῷ υἱῷ. βασιλεὺς δὲ ὁ Καντακουζηνὸς, ἐπεὶ ἐκ Βυζαντίου οὐδὲν ἀπήντα κατ' ἐλπίδας, οὐ μετρίως ἠνιᾶτο καὶ τοὺς ἄρχοντας Περσῶν καὶ τοὺς ἐν τέλει ἐν αἰτίαις εἶχεν, ὅτι διὰ τὴν αὐτῶν ἀβουλίαν καὶ μικροψυχίαν Φερῶν τε καὶ τῶν κατὰ Μακεδονίαν πόλεων ἀποστεροῖτο. ὑπώπτευε γὰρ μετὰ τὴν ἐκείνων ἀναχώρησιν ῥᾳδίως παραστήσεσθαι τὸν Κράλην, ἀπειρηκυίας ἤδη πρὸς τὴν ἐκ βασιλέως ἐπικουρίαν, καὶ παρῄνει τοῖς ἄρχουσι Περσῶν, αὖθις εἶναι δέον εἰς Μακεδονίαν ἀναστρέφειν. συνορῶντες δὲ ἤδη καὶ αὐτοὶ, ὡς ἐκ Βυζαντίου μὲν οὐδὲν ἔσται πλέον, ἅπαντα γὰρ ἤδη ἐν τάξει ἦσαν, καὶ οὐδὲν ἔνδον ἐταράττετο, λυσιτελοίη δὲ αὖθις πρὸς Μακεδονίαν συνεκστρατεύειν βασιλεῖ, ἐπείθοντο ἀνιωμένῳ διὰ τὴν ἐπάνοδον. καὶ ἐπεὶ ἐδέδοκτο πρὸς τὴν ἑσπέραν αὖθις ἐκστρατεύειν, εἰς Ἀπάμειαν ἐστρατοπεδεύσαντο ἐλθόντες. ἐστρατοπεδευμένοις δὲ ἐκεῖ ὁ τοῦ Σαρχάνη υἱὸς Σουλιμὰν ἀθρόον ὑπὸ λαυροτάτων κατεσχέθη πυρετῶν· οἱ περὶ αὐτὸν δὲ ἀκροτάτως χρησάμενοι ψυχρᾷ διαίτῃ, εἰς τοὐναντίον περιέστησαν τὸ νόσημα, καὶ τῶν πυρετῶν ἐπιλειπόντων, ἄκρως καταψυχθεὶς, ἔμελλεν ἐκλείπειν ὑπὸ συγκοπῆς, τοῦ περικαρδίου αἵματος οὐκ ἐξαρκοῦντος ἀντέχειν πρὸς τὴν νέκρωσιν. Ἀμοὺρ δὲ τῆς αἰτίας στοχαζόμενος τοῦ κινδύνου, ἀντέπραττεν ὅσα ἐξῆν πρὸς τὸ κακόν. θηριακήν τε γὰρ παρείχετο πίνειν καὶ ἄκρατον οἶνον παλαιόν. τῶν πυρετῶν δὲ αὖθις ἰσχὺν λαβόντων, οἱ περὶ Σουλιμὰν ἐχρῶντο τοῖς προτέροις αὖθις, ἀπειρίαν πολλὴν Ἀμοὺρ κατεγνωκότες· νεκρωθείσης δὲ αὖθις τῆς καρδίας, ἀπέθανε παραχρῆμα. οἱ δὲ περὶ ἐκεῖνον οὐκ αὐτοὺς τοῦ θανάτου ᾤοντο αἰτίους εἶναι, ἀλλὰ Ἀμοὺρ κατηγόρουν φανερῶς, ὡς ἀπεκτονότος δηλητηρίῳ, ἡνίκα παρείχετο τὸν οἶνον. ἃ πυθόμενος ὁ Ἀμοὺρ ἔδεισε περὶ τῆς ἀρχῆς, μὴ Σαρχάνης ὁ πατὴρ περὶ τῆς τελευτῆς πυθόμενος τοῦ υἱοῦ καὶ πιστεύσας τῇ διαβολῇ, ὡς παρ' αὐτοῦ ἀναιρεθείη, ἐπίθηται, αὐτοῦ ἀπόντος μετὰ τῆς στρατιᾶς, καὶ ὑπαγάγηται τὰς πόλεις ἀμυνόμενος. δι' ἃ ἐδόκει δεῖν τὴν ταχίστην οἴκαδε ἀναχωρεῖν πρὶν ἔκπυστα γενέσθαι τὰ κατὰ τὸν Σουλιμάν. Ἀμοὺρ μὲν οὖν ἐκ τοιαύτης αἰτίας αὖθις εἰς Ἰωνίαν ἀπεχώρει, καίτοι γνώμην ἔχων, ἄχρις ἂν ὁ πόλεμος καταλυθῇ, συνέσεσθαι τῷ βασιλεῖ. καὶ μόλις ἔπειθε Σαρχάνην, πίστεις μεγάλας παρεχόμενος, ὡς οὐδὲν αὐτὸς περὶ τὸν υἱὸν ἐκείνου κακουργήσειεν, ἀλλὰ συκοφαντοῖτο ὑπὸ τῶν εἰπόντων. βασιλεὺς δὲ εἰς Διδυμότειχον ἧκεν, ἀνιώμενος πολλὰ περὶ Φερῶν καὶ τῶν ἄλλων τῶν κατὰ Μακεδονίαν πόλεων. ἐδεδίει γὰρ, μὴ ἁλῶσι Τριβαλοῖς, ὅπερ δὴ ἐγένετο ὀλίγῳ ὕστερον. ἐπεὶ γὰρ ἐπύθετο ὁ Κράλης εἰς τὴν ἕω διαβὰν τὸ Περσικὸν, αὖθις ἐπιθέμενος Φεραῖς, εἷλε, τῶν τὰ ἐκείνου ᾑρημένων ἔνδον πραξάντων, ὡς ἐλάβοντο καιροῦ. καὶ μετὰ τοῦτο ἐκεῖνος ἤδη μέγα φρονῶν καὶ τοῦ πλείονος μέρους τῆς Ρωμαίων ἀρχῆς ἐπειλημμένος, βασιλέα ἑαυτὸν ἀνηγόρευε Ρωμαίων καὶ Τριβαλῶν, τῷ δὲ υἱῷ τὴν τοῦ Κράλη παρείχετο προσηγορίαν.

ϟʹ. Βατάτζης δὲ ὁ μέγας στρατοπεδάρχης, ὑπὸ βασιλέως καταλελειμμένος μετὰ στρατιᾶς, ὥστε κατατρέχειν Βυζάντιον καὶ κακοῦν, πρῶτα μὲν ἐποίει κακῶς τὴν χώραν καὶ ἐληΐζετο συχναῖς ἐφόδοις· ἐπιστρατευσάντων δὲ αὐτῷ τῶν Βυζαντίων, ὧν ἐστρατήγει Ἀπλησφάρης, ἐνίκησε συμβαλὼν καὶ ζῶντάς τε ἐκράτησε πολλοὺς καὶ ἀπέκτεινε κατὰ τὴν μάχην, ἑάλω δὲ καὶ ὁ στρατηγός. μετὰ δὲ τὴν Βυζαντίων ἧτταν ὁ Βατάτζης οἰηθεὶς, εἰ προσχωρήσει βασιλίδι, πρῶτος ἔσεσθαι αὐτὸς καὶ πάντων βεβαίως ἄρξειν, τῶν ἄλλων περὶ μάχας καὶ πολέμους οὐδενὸς ἀξίων ὄντων, ἄλλως θ' ὅτι καὶ πατριάρχης κατὰ γένος αὐτῷ προσήκων, τὴν γὰρ ἐκείνου θυγατέρα ὁ Βατάτζη ἔγημεν υἱὸς, πρὸς τὴν ἀρχὴν αὐτῷ μάλιστα συμπράξειε, πέμψας πρὸς βασιλίδα διελέγετο περὶ συμβάσεων, καὶ ἐπηγγέλλετο Καντακουζηνῷ τῷ βασιλεῖ ἀντιτάξεσθαι, αὐτὸς δυνάμενος ἐκ Περσῶν στρατιὰν ἐπ' ἐκεῖνον ἀγαγεῖν. ἦν γὰρ πρός τινας τῶν σατραπῶν φιλίαν ἔχων τῷ τε τὴν φωνὴν αὐτῶν εἰδέναι καὶ διαλέγεσθαι Περσιστὶ, ἄλλως θ' ὅτι καὶ βασιλεὺς παρὰ τὸν τοῦ πολέμου χρόνον διὰ ταύτην τὴν αἰτίαν τοῖς Πέρσαις ἐκέλευεν ἀεὶ συνεῖναι· ἐξ ὧν ἐγίνετο ἐν συνηθείᾳ πρὸς αὐτούς. ἡ βασιλὶς δὲ ἀσμένως τε ἐδέξατο τὸν λόγον καὶ πάντα προθύμως ἐπηγγέλλετο ποιήσειν, ὅσα ὁ Βατάτζης ᾔτει· περὶ πλείστου γὰρ ἐποιεῖτο τὸ τοὺς ἀνθισταμένους εἶναι βασιλεῖ. ἐξεφόβουν γὰρ κατάκρας πατριάρχης τε καὶ οἱ ἄλλοι τῶν πραγμάτων ἄρχοντες, πολλὰ καταψευδόμενοι βασιλέως, καὶ ἔπειθον ἐκείνην, ὡς, εἰ τρόπῳ δή τινι Βυζάντιον ἐκεῖνος ὑποποιήσαιτο, αὐτὴν αὐτίκα καὶ παῖδας ἀποκτενεῖ τῶν ὕβρεων ἕνεκα καὶ τῶν ἄλλων κακῶν τῶν εἰς ἐκεῖνον καὶ τοὺς συγγενεῖς γεγενημένων ἀμυνόμενος. διὸ πρὸς τὴν εἰρήνην ἤδη καὶ αὐτὴ ὑπὸ δειλίας ἀσυμβάτως εἶχε, καίτοι βασιλέως ἀεὶ δεομένου καὶ γράμματα πατριάρχῃ περὶ τῆς εἰρήνης πέμποντος, ἃ οἱ ἄγοντες παρὰ τὸν τοῦ πατριάρχου θρόνον ἢ ἄλλοθί που, ἔνθα μάλιστα οὐκ ἐνῆν λαθεῖν, λάθρα ἔῤῥιπτον ἐρχόμενοι· ἐδεδίεσαν γὰρ φανερῶς παρέχεσθαι, οὐχ ἡμέρους ἀμοιβὰς δεχόμενοι τῶν πρεσβειῶν, κἂν ἐκεῖνος τἀναντία ἔπραττεν ἀεὶ, τὸν πόλεμον ὡς μάλιστα ἐνῆν ἀνάπτων. Βατάτζης μὲν οὖν ἐλπίδων οὕτω μεγάλων ἕνεκα πολεμεῖν αὖθις ᾑρεῖτο βασιλεῖ, καὶ πρὸς τὸν Λυδίας σατράπην πέμψας, ᾔτει κατὰ συμμαχίαν στρατιάν. βασιλεὺς δὲ ἐπεὶ τὰ κατὰ Βατάτζην οὐκ ἠγνόει, πολλῶν ἀπαγγελλόντων, Καλόθετον τὸν πρωτοσέβαστον πέμψας, κατηγόρει τὴν ἀγνωμοσύνην καὶ τὴν ἀποστασίαν, ἐπεχείρει τε πείθειν, μὴ τοιαῦτα κακουργεῖν, ἀλλὰ τηρεῖν τοὺς ὅρκους τοὺς πρὸς αὐτὸν καὶ τὰς συνθήκας, ἥκειν τε πρὸς αὐτὸν ἐκέλευεν, ὡς πάντα πράξων, ὧν ἂν δέοιτο. Βατάτζης δὲ ἀπηγόρευε τὸ νῦν ἔχον ἥκειν πρὸς αὐτόν· δεδοικέναι γὰρ ἀπερισκέπτως οὕτω καὶ χωρὶς ὅρκων πρὸς αὐτὸν ἐλθεῖν· οὐδὲ γὰρ ἐξηρνεῖτο τὸ τῇ βασιλίδι περὶ τοῦ προσχωρεῖν αὐτῇ διαλεχθῆναι, μετὰ μικρὸν δὲ ἐπηγγέλλετο πρὸς βασιλέα πέμψειν, ὅρκους αἰτήσων ἀμνηστίας περὶ τῆς ἀποστασίας. ταῦτα δὲ σκήψεις καὶ προφάσεις ἦσαν· ἀλλὰ τὴν ἐκ Λυδίας περιμένων στρατιὰν, φενακίζειν ἐπεχείρει, ἄχρις οὗ δύναμιν κτησάμενος βεβαίαν, πολεμήσει πρὸς ἐκεῖνον φανερῶς. βασιλεὺς δὲ ποιούμενος περὶ πλείστου Βατάτζην ἔχειν, ἦν γὰρ λόγου ἄξιος ὁ ἀνὴρ, οὐ συνέσει μόνον, ἀλλὰ καὶ ἐμπειρίᾳ καὶ τόλμῃ τῇ κατὰ τὰς μάχας, καὶ πᾶσαν σπουδὴν ἐπιδείκνυσθαι δεῖν οἰόμενος τοῦ μὴ Βατάτζην πρὸς τοὺς πολεμίους ἀποστῆναι, τοῖς γὰρ ἐν Βυζαντίῳ οὖσιν ἄρχουσι πολλὴν συνῄδει ἀτολμίαν καὶ ἀπειρίαν κατὰ τὰς μάχας, Νικηφόρον ἔπεμπεν αὖθις τὸν Μετοχίτην, ὃς τὴν μεγάλου λογοθέτου ὕστερον τετίμητο ἀξίαν, ὅρκους κομίζοντα ἀμνηστίας, καὶ ἕτερα ἄττα ἐπαγγελλόμενον, ἃ ἐκεῖνος ἔφασκε βούλεσθαι πέμψας αἰτεῖν πρὸς βασιλέα. Μετοχίτης δὲ ἐπεὶ σαφῶς ἔγνω Βατάτζην ἀποστάντα βασιλέως, ἤδη γὰρ καὶ ἡ Περσικὴ στρατιὰ κατὰ τὴν Τηρίστασιν διέβαινεν ἐκ τῆς Ἀσίας, ἣν Βατάτζης ἐπὶ συμμαχίᾳ μετεπέμπετο, τάχιστα ἀναστρέψας, ἀπήγγελλε τὴν ἀποστασίαν βασιλεῖ, καὶ ὡς ἤδη καὶ συμμαχίαν ἔχων Περσικὴν, τοῦ πολέμου ἅψαιτο. βασιλεῖ δὲ ἐδόκει μὲν αὖθις ἀναφαίνεσθαι δεινά· συναπέστησαν γὰρ αὐτίκα Βατάτζῃ καὶ πόλεις οὐκ ὀλίγαι Θρᾳκικαὶ, ὧν οἱ ἐκείνου ἦρχον συγγενεῖς, βασιλέως ἐγκεχειρικότος τὰς ἀρχάς· ὅμως ἀναγκαίως καὶ αὐτὸς παρεσκευάζετο πρὸς μάχην, καὶ πέμψας μετεκαλεῖτο τοὺς στρατιώτας ἐκ τῶν πόλεων, αἷς ἦσαν ἐγκαθιδρυμένοι· αὐτὸς δὲ ἐσκέπτετο, ᾗ χρὴ διαθέσθαι τὰ κατὰ τὸν πρὸς Βατάτζην πόλεμον, καὶ τῷ πεπρεσβευκότι πρὸς ἐκεῖνον διελέγετο Νικηφόρῳ τῷ Μετοχίτῃ ἐπὶ κλίνης ἀνακείμενος· νυστάξας δὲ ἐπὶ μικρὸν, ὕπνῳ κατελήφθη μεταξὺ διαλεγόμενος περὶ Βατάτζη. ἐδόκει δὲ ὁρᾷν κατὰ τοὺς ὕπνους νεανίσκους δύο τινὰς καλλίστους κάλλει, πέπλον φοινικοῦν ἔχειν, ᾧ χρυσοῦς ἐντετύπωτο σταυρὸς ἐπὶ τὰ τέσσαρα διήκων ἄκρα. ἐγέγραπτο δὲ καὶ περὶ τὸν σταυρὸν γράμμασι καὶ αὐτοῖς χρυσοῖς· «Ἰησοῦς Χριστὸς νικᾷ.» ᾧ φέροντες οἱ νεανίσκοι περιεκάλυπτον τὸν βασιλέα. ταῦτα μὲν οὖν ὁ βασιλεὺς ἑώρα κατὰ τοὺς ὕπνους, καὶ ἔξυπνος γενόμενος διηγεῖτο τοῖς παροῦσιν. ἐδόκει δὲ αὐτοῖς τε καὶ βασιλεῖ, ἀγαθοῦ τινος τὸν ὄνειρον εἶναι μηνυτήν· ἐλέγετο δὲ, ὡς τῆς αὐτῆς ὥρας Βατάτζης ἀνῄρητο ὑπὸ Περσῶν. οὕτω γὰρ ἐξετάζοντι ἐμηνύετο ὕστερον τῷ βασιλεῖ. ὁ γὰρ Βατάτζης, ἐπεὶ οἱ Πέρσαι παρῆσαν, ὅτι μὲν πρὸς Καντακουζηνὸν τὸν βασιλέα πόλεμον ἀνῄρητο, οὐκ ἐδήλου· τοῦτο δὲ μόνον ἔφασκεν, ὡς ἡγήσοιτο ἐπὶ λεηλασίᾳ, οἰόμενος, εἰ ἐπαγάγοι ταῖς ὑπὸ βασιλέα πόλεσι καὶ ἐπιδείξοι διεσκεδασμένους ἀνθρώπους καὶ βοσκήματα πολλὰ, ἐπιθυμίᾳ κέρδους αἱρήσεσθαι καὶ τοὺς βαρβάρους τὸν πρὸς βασιλέα πόλεμον. τοῦτο δ' ἐναντίως ἀπέβαινεν ἢ ἐκεῖνος ᾤετο. ὡς γὰρ ἐγένετο ἐπὶ Γαρέλλαν, καὶ ἐπέτρεπε τὴν λείαν πολλὴν ὁρωμένην ἀνθρώπων ὁμοῦ καὶ βοσκημάτων, οἱ Πέρσαι μὲν ἠρώτων, εἰ μὴ ὑπὸ Καντακουζηνὸν τὸν βασιλέα ἡ χώρα εἴη. τοῦ δὲ ἐξειπόντος τὸ ἀπόῤῥητον καὶ παραινοῦντος πολυπραγμονεῖν μηδὲν, ἀλλ' ἐμπίπλασθαι τῶν ἀνδραπόδων, οἱ βάρβαροι ἀγανακτήσαντες πρὸς τὴν ἀπάτην, ὅτι μηδὲν εἰδότας ἐπὶ βασιλέα ἤγαγε, καὶ δυσχεράναντες ὑπὲρ ἐκείνου, Βατάτζην μὲν ἀποκτείνουσιν αὐτίκα, τοὺς ἄλλους δὲ Ρωμαίους, ὅσοι συνῆσαν, ἐξανδραποδίσαντες καὶ τὸν υἱὸν, ἀνεχώρησαν ἐπ' οἴκου, μηδὲν ταῖς ὑπὸ βασιλέα πόλεσι τελούσαις λυμηνάμενοι. Βατάτζης μὲν οὖν τοιαύτην ἔδωκε δίκην τῆς ἀγνωμοσύνης. αἱ δὲ συναποστᾶσαι πρότερον ἐκείνῳ πόλεις καὶ μετὰ τὴν ἐκείνου τελευτὴν οὐ προσεχώρησαν τῷ βασιλεῖ, ἀλλὰ μέχρι πολλοῦ ἐπολέμησαν ἀντέχουσαι. ἐξ ἐκείνων δὲ τῶν πόλεων καὶ ἡ τὸν Ἐμπυρίτην ὄντες κατέχουσα φρουρὰ, τὸν ἄρχοντα συλλαβόντες σφῶν Ἀρχοντίτζην προσαγορευόμενον, αὐτόν τε παρέδοσαν βασιλίδι καὶ τὸ φρούριον. καὶ τυχόντες ἀδείας εἰς τὰς οἰκίας ἐπανῆλθον. Ἰωάννης τε Ἀπόκαυκος ὁ τοῦ μεγάλου δουκὸς ἀδελφὸς νυκτὸς ἐπελθὼν τὸ Ρήγιον εἷλε προδοσίᾳ, καὶ τὴν βασιλέως ἐξήλασε φρουράν. βασιλεὺς δὲ, ἐπεὶ ἡ στρατιὰ διὰ τὸν πρὸς Βατάτζην πόλεμον ἤδη ἠθροισμένη ἦν, ἐδόκει δεῖν Βυζαντίοις ἐπελθεῖν· συνείποντο δὲ αὐτῷ Ἱέραξ τε τὸν ἐκ Τζερνομιάνου λόχον ἄγων, καὶ Παρασπόνδυλος· ᾧ προσέταττεν ὁ βασιλεὺς τοὺς στρατευομένους κατὰ τὴν Ἀδριανοῦ πάντας ἄγειν πλὴν Βράνου καὶ Μουγδουφῆ καὶ Φραγγοπούλου, οἳ τῆς ἐν αὐτῇ στάσεως ἦρξαν πρώτως καὶ πολλοὺς διέφθειραν τῶν προσεχόντων βασιλεῖ. σκοπὸς δὲ ἦν αὐτῷ, ἵνα μὴ δοκοίη διὰ φόβον ἐφέλκεσθαι εἰκῇ καὶ μάτην· πρὸς γὰρ στρατείας παντάπασιν ἀνάσκητοι ἐκεῖνοι ἦσαν καὶ οὐδενὸς ἄμεινον διακείμενοι τῶν οὐδὲ ὅ,τι ποτέ εἰσιν εἰδότων ὅπλα. βασιλεὺς μὲν οὖν τοιαύτην γνώμην ἔχων, ἐκέλευε Παρασπονδύλῳ μηδένα τῶν τριῶν ἐκείνων ἄγειν· ἐκεῖνος δὲ, ὡς ἔλεγεν, ἀγνοῶν ὅθεν εἰς τοῦτο ἐναχθείη, τὸν Φραγγόπουλον, καίτοι νοσοῦντα νόσον δεινὴν, ἐρυσίπελας γὰρ ἦν, ἠνάγκασε συνέπεσθαι· ὃν ἰδὼν ὁ βασιλεὺς ἐνδιατρίβοντα τῷ στρατοπέδῳ Παρασπονδύλου, κατηγόρει πρὸς ὀργὴν οὐκ ἀπείθειαν μόνον, ἀλλὰ καὶ ὠμότητα, ὅτι νοσοῦντα ἄνθρωπον οὕτω δεινῶς ἄγει πρὸς τὸ στρατόπεδον, καίτοι κελευσθεὶς μηδὲν παρενοχλεῖν. ὁ δὲ τήν τε ἀπείθειαν ὡμολόγει καὶ συγγνώμης τυχεῖν ἐδεῖτο· μηδὲ γὰρ εἰδέναι, ὅθεν κινηθείη πρὸς τὸ τοιοῦτον· καίτοι τῆς στρατείας ἀφεθῆναι πολλὰ δεόμενον, ἕπεσθαι καταναγκάζειν. βασιλεὺς δὲ τῆς νόσου τὸν Φραγγόπουλον οἰκτείρας, ἐκέλευε τοῖς συνοῦσιν ἰατροῖς πρόνοιαν αὐτοῦ ποιεῖσθαι, αὐτὸς δὲ παρὰ τὴν τῆς Καμήλου γέφυραν ἐλθὼν, αὖθις ἐστρατοπεδεύετο καὶ διελέγετο κρύφα τοῖς ἐν Βυζαντίῳ φίλοις, εἰ δύναιντο τὴν πόλιν αὐτῷ παραδιδόναι, ἐπηγγέλλοντό τε καὶ αὐτοὶ τὴν τῆς Ξυλοκέρκου λεγομένην πύλην ἐκ πολλῶν ἐτῶν ἀπῳκοδομημένην διορύξαντες εἰσάγειν. οὕτω δὲ τοῦ χρόνου τριβομένου, τινὰ τῶν ἐκ Βυζαντίου γνωρίμων ὁ Φραγγόπουλος ἰδὼν ἐν στρατοπέδῳ διατρίβοντα ἠρώτα τὴν αἰτίαν, καθ' ἣν ἀφίκοιτο, καὶ εἰ πολὺς εἴη χρόνος, ὅσος ἀποσταίη Βυζαντίου. ὁ δὲ τό,τε πρὸς βασιλέα ἔχθος Φραγγοπούλου πρότερον εἰδὼς καὶ τὴν πρὸς αὐτὸν φιλίαν, καὶ νομίσας προθυμότατα συναγωνιεῖσθαι πρὸς τὴν ἐπιχείρησιν αὐτῷ, ἀπεκάλυπτεν αὐτίκα τὸ ἀπόῤῥητον, καὶ παρὰ μὲν τῶν ἐν Βυζαντίῳ ἔλεγεν ἀρχόντων πεπεῖσθαι ἐνθάδε ἥκειν μεγάλα εὖ ποιήσειν ἐπαγγειλαμένων· δηλητήριον δὲ ἔχειν, ἵν' εἰ δύναιτο, ἀνέλοι βασιλέα προσαγαγών. ἕκτον δὲ ἤδη μῆνα ἐπὶ τούτῳ προσταλαιπωροῦντα μηδέποτε καιροῦ ἐπιτυχεῖν. νυνὶ δὲ αὐτὸν ἡ προσεδρία καὶ ἡ καρτερία τοῖς μαγείροις ἐντάξασα τοῦ βασιλέως καιρὸν παρέχειν τὸ σπουδαζόμενον ἀνύειν. διὸ καὶ μάλιστα συνήδεσθαι αὐτῷ, ὅτι οὕτω συντυχὸν συγκατεργάσεται αὐτῷ, ἵνα καὶ τῶν ἴσων εὐεργετημάτων τύχῃ παρὰ τῶν ἀρχόντων. ἔλεγέ τε παρεσκευασμένος εἶναι ὡς τῆς ἑσπέρας ἤδη ταύτης τῷ βασιλέως δείπνῳ τὰ φάρμακα κεράσων. ἅμα δὲ βούλεσθαι καὶ πρὸς Βυζάντιον ἀποδιδράσκειν, παρῄνει τε συνέπεσθαι καὶ αὐτόν. οὕτω μὲν οὖν ἐκεῖνος ἐξεῖπε τὸ ἀπόῤῥητον, ἐχθραίνειν οἰηθεὶς Φραγγόπουλον τῷ βασιλεῖ· ὁ δὲ ἐδόκει πρὸς τὴν πρᾶξιν ἥδεσθαι καὶ βούλεσθαι καὶ συνεργεῖν· ἐδεῖτό τε καὶ αὐτῷ τὰ φάρμακα ἐπιδεικύναι. ὁ δ' ἐπεδείκνυεν αὐτίκα, οὐδὲν περὶ ἐκείνου φαῦλον ὑπωπτευκώς. ἐπεὶ δὲ εἶχεν ἐν χερσὶν ὁ Φραγγόπουλος τὰ φάρμακα, οὐκ ἀπεδίδου ἀπαιτοῦντι· νομίσας δὲ, ὅπερ ἦν, ἐξηπατῆσθαι καὶ δείσας, μὴ ἁλῷ, ἀπεδίδρασκεν αὐτίκα. Φραγγόπουλος δὲ τὰ φάρμακα ἔχων, ἧκε πρὸς βασιλέα καὶ ἐπεδείκνυέ τε καὶ διηγεῖτο, οἷα περὶ τοῦ πράγματος συμβαίη, ἰσχυρίζετό τε, ὡς ἀσχοληθεὶς περὶ τὰ φάρμακα τὸν ἐπιβουλεύοντα ἐῴη διαδρᾶναι. βασιλεὺς δὲ τὴν περὶ αὐτὸν κηδεμονίαν τοῦ θεοῦ θαυμάσας, ὅτι καὶ ἃ ἐδόκει Παρασπόνδυλος δεδρακέναι ἀπειθῶν, ταῦθ' ὑπὸ θεοῦ τῆς εἰς αὐτὸν ἕνεκα προνοίας ᾠκονόμητο, καὶ πολλὰς τῆς σωτηρίας χάριτας ὁμολογήσας, τὰ φάρμακα μὲν ἐκέλευε κατορύττειν, ἵνα μή τις ἀνθρώποις ἢ κτήνεσιν ὑπ' αὐτοῦ βλάβη προστριβείη. Φραγγόπουλον δὲ ἠμείβετο εὐεργετήσας ἀξίως τῆς εὐνοίας.

ϟαʹ.[91] Ἱέραξ δὲ ἦν μὲν ἀεὶ δύσνους βασιλεῖ, τότε δὲ τὴν στρατοπέδου ἐπιτετραμμένος φυλακὴν, ἐπεὶ μετὰ τοῦ ὑπ' αὐτὸν λόχου ἐγγὺς διενυκτέρευε Βυζαντίου, τοὺς μὲν ἄλλους ἀφῆκε στρατιώτας φυλάττειν ἀγρυπνοῦντας· αὐτὸς δὲ ἕνα τῶν οἰκετῶν ἔχων, ὅστις τὰ ἀπόῤῥητα αὐτῷ συνῄδει, Βυζαντίου τε ἐγένετο ἐντὸς καὶ διαλεχθεὶς τοῖς ἄρχουσι καὶ ἐπαγγειλάμενος ἀποκτείνειν βασιλέα, αὖθις ἐξελθὼν, μετὰ τῶν ἄλλων ἧκε στρατιωτῶν εἰς τὸ στρατόπεδον. βασιλεῖ δὲ οἱ φίλοι τὰ περὶ Ἱέρακος αὐτίκα ἐποίουν δῆλα, ὡς ταύτης τῆς νυκτὸς ἐντὸς γένοιτο Βυζαντίου καὶ τοῖς ἄρχουσι διαλεχθείη, παρῄνουν τε φυλάττεσθαι τὸν ἄνδρα. βασιλεὺς δὲ ᾤετο αὐτοὺς ἐξηπατῆσθαι, ἔφασκέ τε πρὸς οὓς ἐθάῤῥει τὰ τοιαῦτα, ὡς τοῖς ἄρχουσι πρὸς ἀπάτην ὁ περὶ Ἱέρακος διαδοθείη λόγος, ἕτερόν τινα εἰσαγαγοῦσιν, ἵν' ἢ αὐτὸν ἐγὼ διάθωμαι κακῶς πυθόμενος, ἢ ἐκεῖνος δείσας περὶ ἑαυτοῦ ἀποσταίη πρὸς ἐκείνους. ὡς δὲ οἱ φίλοι ἰσχυρίζοντο εἶναι ἀληθῆ τὰ εἰρημένα, τῶν προτέρων λόγων ἀνεμίμνησκεν ὁ βασιλεὺς μεταπεμψάμενος Ἱέρακα καὶ τῶν συνθηκῶν καὶ τῶν ὅρκων, οὓς παρείχετο, μηδέποτε ἀγνωμονήσειν· αὖθίς τε τὴν ἴσην αἵρεσιν προὐτίθει καὶ παρῄνει, εἴγε βούλοιτο βασιλίδι προσχωρεῖν, μὴ λάθρα, ἀλλὰ φανερῶς συνταξάμενον ἀναχωρεῖν· οὐ γὰρ αὐτὸν κωλύσειν πρὸς οὐδέν. αὐτίκα δὲ ἐκεῖνος ὤμνυε φρικώδεις ὅρκους, μηδὲν αὑτῷ τῶν κατηγορουμένων συνειδέναι, ἀλλὰ τοῖς τε προτέροις ὅρκοις ἐμμένειν ἀκριβῶς καὶ ταῖς συνθήκαις, καὶ τὸ αὐτῷ συνεῖναι τοῦ παντὸς τιμᾶσθαι· πλείονος δὲ ἀσφαλείας ἕνεκα ἐν τῷ παρόντι καὶ τοῦ μεγάλου τοῦ Χριστοῦ μάρτυρος εἰκόνα παρείχετο Γεωργίου πίστεως ἐνέχυρον καὶ τῆς περὶ αὐτὸν ἀδόλου γνώμης. βασιλεὺς μὲν οὖν ἐπαύσατο αὐτίκα ὑποπτεύων. Ἱέραξ δὲ μετὰ μικρὸν αὖθις καιρὸν ἐπιτηρήσας, ἦλθε πρὸς Βυζάντιον, ὡς αὖθις τοῖς ἄρχουσι διαλεξόμενος. τῆς αὐτῆς δὲ νυκτὸς, Παρασπόνδυλός τις ἕτερος παρὰ τὸν ἄρχοντα τῆς Ἀδριανοῦ τῆς ὁμοίας ἕνεκα αἰτίας πρὸς Βυζάντιον ἀφῖκτο τοῖς ἄρχουσι διαλεξόμενος· ἦν γὰρ καὶ πρότερον διειλεγμένος κρύφα περὶ τοῦ βασιλέα ἀποκτείνειν. ἐπεὶ δὲ καὶ Ἱέραξ ἀφῖκτο κατὰ τύχην καὶ ἔτι αἱ πύλαι ἦσαν κεκλεισμέναι, Ἱέραξ μὲν καὶ ἄλλων πολλῶν παρόντων οὐ διέγνω Παρασπόνδυλον· ἐκεῖνος δὲ φθονήσας Ἱέρακι τοῦ τοῖς ὁμοίοις ἐγχειρεῖν καὶ προδιδόναι διανοηθεὶς, λάθρα προσελθὼν τῆς οὐρᾶς ἀπέτεμε τοῦ ἵππου τρίχας, ἵν' εἴη σαφῶς ἐλέγχειν ἐπὶ τοῦ βασιλέως δεῖγμα φανερὸν τῆς κακουργίας τὰς τρίχας παρεχόμενος. ᾤετο γὰρ πρὸς ἀμφότερα αὐτῷ λυσιτελήσειν τὴν ἐκείνου προδοσίαν· Ἱέρακά τε γὰρ οὐκέτι ἕξειν ἀνταγωνιστὴν περὶ πράγματος οὕτω μεγάλου, διεφθαρμένον ὑπὸ βασιλέως, καὶ αὐτὸς ἀφυλακτοτέρῳ μᾶλλον ἐντυχεῖν τῷ βασιλεῖ διὰ τὴν δοκοῦσαν εὔνοιαν, καὶ ῥᾷον κατεργάσεσθαι τὸν φόνον. διενοεῖτο γὰρ, ὡς ἐλέγετο, ὑπνοῦντι ἐπιτίθεσθαι βασιλεῖ καὶ ἀποκτείνειν. ἅμα δὲ ἡμέρᾳ οἵ τε φίλοι βασιλεῖ ἐμήνυον, ὡς αὖθις Ἱέραξ εἰσέλθοι Βυζάντιον τῆς νυκτὸς καὶ τοῖς ἄρχουσι διαλεχθείη. καὶ Παρασπόνδυλος ὁμοίως τήν τε ἀποστασίαν ἐμήνυεν Ἱέρακος καὶ τὴν ἐπιβουλὴν, καὶ τὰς τρίχας ἐπεδείκνυε τοῦ ἵππου, ἔφασκε δὲ ὡς ὑποπτεύσοι μὲν καὶ πρότερον αὐτὸν, δείσας δὲ μὴ καταψεύδοιτο αὐτοῦ, μὴ ὑποπτεύων ἀληθῆ, παρὰ τὴν Βυζαντίου πύλην ἀφικέσθαι καὶ τοῖς ἄλλοις συνεῖναι ἀγνοούμενον· ἀφικομένου δὲ Ἱέρακος, αὐτὸν μὲν ἀνεπαισθήτως τοῦ ἵππου τὰς τρίχας ἀφελέσθαι, ἵν' εἴη τεκμήριον ἐναργές. ἐκεῖνον δὲ τῶν πυλῶν ἀνοιχθεισῶν, ἐντὸς γενόμενον, αὖθις ἐξελθεῖν. βασιλεὺς δὲ ἐπεὶ τοιαῦτα ἤκουεν, ἐσκέπτετο περὶ Ἱέρακος ὅ,τι χρήσαιτο. σκεπτομένῳ δὲ αὐτῷ ἠγγέλλετο, ὡς Βυζαντίου ἐξελθοῦσα στρατιὰ συμπλακείη τισὶ τῶν βασιλέως. Λατῖνοι γὰρ ὀλίγοι τινὲς ἐκ Γερμανῶν ἐν Βυζαντίῳ διατρίβοντες, ἐξελθόντες τισὶ τῶν βασιλέως περιέτυχον, ἐν οἷς καὶ Ἱέραξ ἦν· καὶ μάχης συναφθείσης, οὔτε τῶν Ρωμαίων, οὔτε τῶν Λατίνων πέπτωκεν οὐδεὶς, οὔτε μὴν ἐτραυματίσθη· Ἱέραξ δὲ μόνον δὶς τραυματισθεὶς, ἀπέβαλέ τε τὸν ἵππον, καὶ αὐτὸς ἦλθεν ἐγγὺς ἁλῶναι· αὖθις δὲ ἐπελθόντες οἱ βασιλικοὶ, ἀνεσώσαντό τε καὶ πρὸς τὸ στρατόπεδον ἦγον τραυματίαν. βασιλεὺς δὲ πρὸς τὴν σκηνὴν ἐλθὼν, ἐν ᾗ διῆγε, σκοπεῖν ἐκέλευε, μὴ Γεώργιος ὁ τοῦ Χριστοῦ μάρτυς τῆς εἰς αὐτὸν παροινίας σωφρονίζων, ὅτιπερ ἐγγυητὴν παρεσχημένος, αὖθις τοῖς φαύλοις καὶ πονηροῖς ἔργοις ἐκδιδοίη ἑαυτὸν, εἴασε τραυματισθῆναι. ὁ δ' αὖθις τὰ ἴσα τοῖς προτέροις ἰσχυρίζετο, ὡς ἀδίκως ὑποπτεύοιτο. νυκτὸς δὲ ἐπελθούσης, ἐπεὶ ᾐσθάνετο οὐκ ἀγνοούμενος, ᾤχετο εἰς Βυζάντιον ἀποδράς· ἐρωτώμενος δὲ τὴν αἰτίαν, δι' ἣν οὐ τελέσειε τὰ ὑπεσχημένα, ἀεὶ μὲν ἔφασκεν ἐπιχειρεῖν, καιροῦ δὲ οὐδέποτε τετυχηκέναι, φυλαττομένου βασιλέως, ὥσπερ ἂν εἰ συνῄδει αὐτῷ τοὺς λογισμοὺς, καὶ δεδοικέναι μὴ κατάφωρος γενόμενος ἀπόληται. ἐδέχθη μέντοι παρὰ βασιλίδος μάλιστα ἡδέως καὶ τῶν κατὰ Θρᾴκην πόλεων, αἳ Βατάτζῃ συναπέστησαν, ἄρχων ἀπεδείχθη. μετὰ μικρὸν δὲ φωραθεὶς καὶ Παρασπόνδυλος ἐπιβουλεύων βασιλεῖ, ἀπεδίδρασκε πρὸς βασιλίδα, καὶ οἱ τὰ βασιλέως ἔνδον πράσσοντες, μηνυθείσης τῆς ἐπιβουλῆς, δείσαντες καὶ αὐτοὶ ἀπεδίδρασκον πρὸς βασιλέα. βασιλεὺς δὲ ἐπεὶ ἥ τε ἔνδον πεφώρατο ἐργασία, καὶ ἐκτὸς οὐδὲν ἦν, ὅ, τι λυπήσει Βυζαντίους, ἀνεζεύγνυεν εἰς Σηλυμβρίαν. ἐκεῖσε δὲ παρασκευασάμενος καὶ στρατιώτας τριακοσίους ἔχων ἐπιλέκτους, νυκτὸς ἀφῖκτο πρὸς Ἱερὸν, τὴν κατὰ τὸ στόμα τοῦ Πόντου κειμένην πόλιν, ἐπαγόμενος καὶ κλίμακας. τῶν ἔνδον μέντοι οὐδεὶς συνέπραττεν αὐτοῖς, ἀλλὰ καθ' ἑαυτοὺς ἐπεχείρουν τὴν ἅλωσιν τῆς πόλεως. λαθόντες δὲ τοὺς ἔνδον, τάς τε κλίμακας προσήρειδον τοῖς τείχεσι καὶ αὐτῶν ἀνέβαινον οὐκ ὀλίγοι. ἐπεὶ δὲ ἔνδον ἦσαν, τὴν νίκην διέφθειραν ὑπ' ἀβουλίας. οὔτε γὰρ ἐφίσταντο τοῖς τείχεσιν, ἄδειαν παρεχόμενοι καὶ τοῖς ἄλλοις ἀναβαίνειν, οὔτ' ἐπεὶ κατέβαινον ἔνδον ἀπὸ τῶν τειχῶν, διανοιγνύναι τὰς πύλας καὶ τοῖς ἄλλοις στρατιώταις ἔθεντο διὰ σπουδῆς, ἀλλὰ πάντων τῶν δεόντων ἀμελήσαντες ἐτρέποντο ἐφ' ἁρπαγὰς, οἰόμενοι βεβαίως ἤδη τὴν πόλιν ἔχειν. οἱ ἔνδον δὲ, ἐπεὶ ᾐσθάνοντο τοὺς πορθοῦντας ὀλίγους ὄντας, ἠμύνοντο ἀναθαρσήσαντες καὶ ἀναβάντες ἐπὶ τῶν τειχῶν, τάς τε κλίμακας ἀπεσκευάζοντο συνθλῶντες, πλείους τε ὀλίγοις ἐπιόντες καὶ ἐγχώριοι πρὸς ξένους, κατέστησαν ἐν χρῷ κινδύνου. ὅμως οἱ βασιλέως εὐρώστως ἀμυνόμενοι, ἐβιάσαντό τε τοὺς Ἱερείους πρὸς τὴν ἄνοδον καὶ διεξέπιπτον ἀπὸ τῶν τειχῶν, ᾗ ἕκαστος συντύχοι διακινδυνεύοντες, καὶ ἡ πόλις μὲν τοῦτον τὸν τρόπον διεσώθη· τῶν βασιλικῶν δὲ εἷς μὲν ἔνδον ἔπεσε μαχόμενος, ἕτερος δὲ τοῖς ἄλλοις συνεκπεσὼν, τὸ σκέλος ἐτελεύτησε συνθλάσας· οἱ δ' ἄλλοι πάντες διεσώθησαν. βασιλεὺς δὲ, ἐπεὶ διέφυγεν ἡ πόλις, οὕτως ἐγγὺς ἁλῶναι γενομένη, ἐκεῖθεν ἀναστρέψας ἐπανῆκεν εἰς Ἀδριανούπολιν.

ϟβʹ. Ἐδόκει δὲ ἤδη καὶ τὸν τῶν βασιλέων τρόπον στέφεσθαι, ἐπεὶ καὶ πατριάρχης ὁ τῶν Ἱεροσολύμων παρῆν αὐτῷ καὶ τῶν ἀρχιερέων ἄλλοι οὐκ ὀλίγοι. καὶ χρυσοχόοις ἐπιτρέψας στέμματα κατασκευάζειν, καὶ τἄλλα ὅσα ἐπιτήδεια πρὸς τὴν τελετὴν, ἐπεὶ πάντα ἦσαν ἤδη παρεσκευασμένα, ἐστέφετο ὑπὸ Λαζάρου τοῦ τῶν Ἱεροσολύμων πατριάρχου κατὰ μῆνα Μάϊον, ἡνίκα καὶ Κωνσταντίνου τοῦ μεγάλου καὶ Ἑλένης τῆς μητρὸς τῶν ἰσαποστόλων βασιλέων ἡ μνήμη γίνεται. ἔστεφε δὲ καὶ αὐτὸς κατὰ τὸ ἔθος Εἰρήνην βασιλίδα τὴν γαμετὴν, καὶ πάντα ὅσα εἴωθεν ἐτελεῖτο ὅσον μάλιστα ἐξῆν. ἀπόδεσμοί τε γὰρ ἐῤῥίπτοντο ἀργύρου καὶ χρυσοῦ, καὶ πότοι καὶ φιλοτησίαι ἐπὶ πλείστας ἡμέρας ἐτελοῦντο. ὄντων δ' ἐκεῖ διὰ τὴν ἑορτὴν συνειλεγμένων τῶν ἀρχιερέων καὶ λόγου περὶ πατριάρχου τοῦ Ἰωάννου γεγενημένου, εἰ χρὴ αὐτῷ κατὰ τὴν ἱερωσύνην εἶναι κοινωνοὺς τοιαῦτα τολμῶντι, ἐπεὶ καὶ παρὰ τῶν ἐν Βυζαντίῳ ἀρχιερέων, οἳ ἐν ταῖς οἰκίαις ἀπρόϊτοι διῆγον, ἐπετρέποντο πρότερον ἀποσχέσθαι τῆς ἐκείνου κοινωνίας· ἐπεὶ ἐδόκει πᾶσι καλῶς ἔχειν ἀφίστασθαι ἐκείνου καὶ ἐπεψηφίζετο καὶ ὁ βασιλεὺς, τῶν ἱερῶν ἁπάντων ἐξῆγον τὴν ἐκείνου μνήμην, καὶ πᾶσιν ἀπείρητο ἐκεῖνον ἡγεῖσθαι πατριάρχην, καὶ ἐκ τῶν βασιλείων ὁμοίως ἡ ἐκείνου μνήμη ἐξεβάλλετο. μετὰ τοῦτο δὲ οἱ ἐν τέλει πάντες καὶ τῆς στρατιᾶς οἱ ἡγεμόνες, ἅμα δὲ καὶ ἡ στρατιὰ, προσελθόντες βασιλεῖ, ἐδέοντο καὶ Ματθαῖον τὸν υἱὸν ἀποδεικνύναι βασιλέα, ἵν' εἴτι περὶ αὐτὸν συμβαίη, καὶ τρόπῳ δή τινι ἐξ ἀνθρώπων γένοιτο, βασιλεύοιντο ὑπ' αὐτοῦ· τοῖς γὰρ πολεμίοις οὐ θαῤῥεῖν, ἐξαρχῆς τε πρὸς αὐτοὺς δυσμένειαν οὐ τὴν τυχοῦσαν ἐπιδεδειγμένοις, καὶ μέχρι νῦν τὴν ἴσην γνώμην διατηροῦσι. βασιλεὺς δὲ αὐτοῖς τῆς μὲν εὐνοίας ἕνεκα τῆς εἰς αὐτὸν χάριν ὡμολόγει, δίκαιά τε ἔφασκε καὶ προσήκοντα αἰτεῖν, δεομένους τὸν υἱὸν ἀποδεικνύναι βασιλέα· πόῤῥω δὲ παντάπασιν εἶναι τῆς ἐκείνου διανοίας. οὔτε γὰρ ἐξαρχῆς τοῖς βασιλέως παισὶν ἐπιβουλεύων εἵλετο τὸν πόλεμον, οὔτε μέχρι νῦν, καίτοι τοσαῦτα παρὰ τῶν πεπολεμηκότων ὑπομείνας τὰ δεινὰ, τὴν πρὸς τοὺς παῖδας βασιλέως εὔνοιαν ἀπέβαλεν, ἀλλὰ τότε μὲν, ἐκείνων πολλὰς συκοφαντίας πλασαμένων καὶ διαβολὰς καὶ βασιλίδα πρὸς τὸν πόλεμον κεκινηκότων καὶ ζητούντων ἀναιρεῖν ἐξ οὐδεμιᾶς αἰτίας, οὔτ' ἐπιθυμίᾳ δόξης βασιλικῆς, καὶ βασιλέως γὰρ ἔτι περιόντος, ἔχειν, εἰ ἐβούλετο, ἐξῆν, οὔτ' ἀπληστίᾳ καὶ πλεονεξίᾳ γνώμης, ἐπὶ τὸ βασιλεύειν ἧκεν· ἀλλ' αὐτῶν πολλὰ δεηθέντων, μὴ καταλιπεῖν ἐν καιροῖς κινδύνων τὴν προστασίαν, μηδ' ὥσπερ κυβερνήτην ἐν κλύδωνι καὶ σάλῳ τῶν οἰάκων ἀποστῆναι, οὐ μᾶλλον τῆς αὐτοῦ σωτηρίας ἕνεκα ἢ ἐκείνων πρὸς ταύτην ἐλθεῖν τὴν ἐπιχείρησιν, συνορῶντα, ὡς ἑτέρως οὐκ ἔστι διασώζεσθαι. νυνὶ δ' ἐπεὶ θεὸς παρέσχετο τῶν πεπολεμηκότων ὀφθῆναι κρείττους, δέον τὴν ἀρχαίαν γνώμην περὶ τοὺς βασιλέως παῖδας διασώζειν, ἵνα μὴ δοκῶμεν τότε μὲν ἐξαπατᾷν, μὴ πολεμεῖν τοῖς βασιλέως λέγοντες παισὶν, ἀλλὰ τῆς ἐκείνων μᾶλλον καὶ κοινῇ τῶν ἄλλων Ρωμαίων ὠφελείας ἕνεκα ἑλέσθαι τὸ βασιλεύειν, ἡνίκα ἔτι τὴν τοῦ περιέσεσθαι ἄδηλον ἐλπίδα εἴχομεν, νυνὶ δὲ ὅθ' ἡμῖν περίεστιν ἐκ τῶν πραγμάτων ἔλεγχον διδόναι τῆς γνώμης ἐναργῆ, τἀναντία τοῖς πρότερον ἑλέσθαι. τοιγαροῦν οὔτε πρότερον τῆς ἀρχῆς ἀποστερεῖν τὸν βασιλέως εἱλόμην παῖδα, οὔτε νῦν αἱρήσομαι, ἀλλὰ πάντα τρόπον ἐπιχειρήσω συνδιασώζειν ἐκείνῳ τὴν ἀρχήν. εἴτε γὰρ πολέμῳ Βυζαντίου τε κρατήσω καὶ αὐτοῦ βασιλέως, εἴτε πρὸς εἰρήνην χωρήσωσιν ἐμοὶ συμβάσεις θέμενοι ἐπὶ τῷ βασιλέα στέργειν. εἴθ' ἑτέρῳ τρόπῳ δή τινι περιγένωμαι, τῆς πατρῴας ἀρχῆς οὐκ ἀποστερήσω, ἀλλ' αὖθις μετ' ἐμὲ Ρωμαίων εἶναι βασιλέα καταστήσω, θυγατέρα τὴν ἐμὴν ἐκδοὺς πρὸς γάμον. οὐ μὴν ἀλλ' εἰ καὶ πρότερον συμβαίη, ἢ ἑτέραν ἐκεῖνον ἀγαγέσθαι τοῦ πολέμου παρατεινομένου, ἢ παῖδα τὴν ἐμὴν πρὸ τοῦ γάμου τελευτᾷν, οὐδ' οὕτω πράττειν ἑτέρως ἔγνωκα, οὐδὲ διὰ τὴν ἑτέρων ἀγνωμοσύνην κακὸς αὐτὸς καὶ ἀχάριστος περὶ τὸν ἐμοὶ φίλτατον ἐκεῖνον βασιλέα καὶ τοὺς παῖδας ἀποδείκνυσθαι. οὕτω δὲ τούτων κεκριμένων παρ' ἐμοὶ, ὡς ἀδύνατα αἰτεῖτε, συνορᾷν ἤδη καὶ ὑμῖν ἐξέσται. οὐ γὰρ δὴ λήϊον ὥσπερ βασιλέων ἀποδείξομεν, ἀλλ' ἢ μηδένα ἕτερον εἶναι βασιλέα δέον, ἢ καὶ τὸν ὄντα ἀποκτιννύναι. τοῦτο δὲ ὡς ἀδύνατον ἐμὲ ποιεῖν, οὐδ' ἀποδείξεως οἴομαι δεήσεσθαι. ἴστε γὰρ σαφῶς, ὡς εἰ πάντες, ὅσοι καὶ Ἑλλήνων καὶ βαρβάρων ἄρχουσι κατὰ τὴν οἰκουμένην, κοινῇ ψήφῳ δουλεύσειν ἐπηγγέλλοντο ἐλθόντες καὶ κοινὸν ἁπάντων ἀνθρώπων ἀποδείξειν βασιλέα, ἐπὶ τῷ βασιλέα τὸν νέον Ἰωάννην ἀποκτείνειν, μᾶλλον ἂν εἱλόμην ἐσχάτῃ συζῆν πενίᾳ καὶ ἀφανείᾳ πολλῇ, ἢ οὕτω φαῦλα καὶ παράνομα προελόμενος συμπάντων ἀνθρώπων ἄρχειν, οὐ μόνον διὰ βασιλέα τὸν πατέρα, ἀλλὰ καὶ δι' αὐτὸν, οὐδεμίαν αἰτίαν πρὸς τὸν πρὸς ἐμὲ κεκινημένον πόλεμον παρεσχημένον. διὰ γὰρ τὴν ἡλικίαν οὐδεμιᾶς οὐδέπω διοικήσεως πραγμάτων ἧπται, ὥστε καὶ αἰτίαν παρασχεῖν. ὡς οὖν οὕτω γνώμης ἔχοντα, μηδ' αὐτοὶ πειρᾶσθε τῶν δεδογμένων ἀφιστᾷν· εἰ δ' ἄρα ἄλλως ἐγνώκατε ὑμεῖς καὶ μηκέτι δουλεύειν ἐκείνῳ βούλεσθε, ἀλλ' ἕτερόν τινα τὸν ἄρξοντα ὑμῶν ἐπιζητεῖτε, παρ' ἐμοὶ μὲν οὐ ῥᾴδιον εὑρεῖν, μᾶλλον δὲ ἀδύνατον· ἀποστᾶσι δὲ ἐμοῦ, τὰ κατὰ γνώμην ἐξέσται πράττειν· αὐτὸς γὰρ οὐ μόνον οὐ συνέψομαι πρὸς τὴν ἐπιχείρησιν ὑμῖν, ἀλλὰ κωλύσω καὶ τὰ δυνατά.» τοιαῦτα μὲν ὁ βασιλεὺς πρὸς τοὺς ἐν τέλει διειλέχθη καὶ τὴν στρατιὰν, ἀξιοῦντας τὸν υἱὸν ἀποδεικνύναι βασιλέα. ἐκεῖνοι δὲ ἐπεὶ μὴ πείθειν εἶχον, ἡσύχασαν, θαυμάσαντες τὴν βασιλέως ἐπιείκειαν καὶ μεγαλοψυχίαν, ὅτι μετὰ τοσούτους πόνους καὶ κινδύνους οὐ τοῖς οἰκείοις μᾶλλον, ἀλλὰ τοῖς βασιλέως βούλοιτο παισὶ τὴν Ρωμαίων ἀρχὴν παραδιδόναι.

ϟγʹ. Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ ὁ ἐν Θεσσαλονίκῃ δῆμος ἀνεῖλε πολλοὺς τῶν πολιτῶν ἐξ αἰτίας τοιαύτης. ὁ τοῦ μεγάλου δουκὸς υἱὸς Ἀπόκαυκος ὁ Ἰωάννης, μέγας ὢν πριμμικήριος τὴν ἀξίαν, τὴν ἀρχὴν Θεσσαλονίκης ἐπιτετραμμένος, οὔθ' οὕτως εἶχεν, ὥστε μαίνεσθαι κατὰ τῶν ᾑρῆσθαι δοκούντων τὰ Καντακουζηνοῦ τοῦ βασιλέως, οὔτε φανερῶς συνέπραττεν αὐτοῖς. ὁρῶν δὲ τοὺς Ζηλωτὰς ἰσχύοντας ἐπιπολὺ καὶ τὴν πόλιν πᾶσαν ἄγοντας δι' ἑαυτῶν, ἐκείνῳ δὲ κενὸν ὄνομα τῆς ἀρχῆς περιλειπόμενον, δεινὰ ἐποιεῖτο καὶ ἠγανάκτει οὐ μετρίως. Παλαιολόγος γὰρ ὁ Μιχαὴλ, κεφάλαιον ὢν τῶν Ζηλωτῶν καὶ συνάρχειν ἐκείνῳ τεταγμένος, λυπηρὸς ἦν μάλιστα, τῇ ἐξουσίᾳ χρώμενος οὐκ ἴσως. τὸ μὲν οὖν φανερῶς ἀντικαθίστασθαι πρὸς πόλεμον οὐκ ἐδοκίμαζεν. ἐδεδίει γὰρ πολλοὺς ὄντας τοὺς Ζηλωτὰς καὶ τὸν δῆμον ἀγόμενον ὑπ' ἐκείνων, ἄλλως θ' ὅτι καὶ ὁ πατὴρ ἐκείνῳ ἔτι ἔζη. ἐσκέψατο δὲ τρόπῳ δή τινι ἐτέρῳ διαφθείρειν καὶ τὴν ἀρχὴν ἅπασαν ἐφ' ἑαυτὸν μετάγειν τῶν πραγμάτων, καὶ τοὺς μάλιστα ἀρίστους καὶ τὰ Καντακουζηνοῦ δοκοῦντας ᾑρῆσθαι τοῦ βασιλέως ὑπεποιεῖτο καὶ προσηταιρίζετο, συνομιλῶν ἡδέως καὶ παραφαίνων ἀμυδρῶς, ὡς τὰ ἴσα καὶ αὐτὸς αὐτοῖς αἱροῖτο. ἐπεὶ δ' ἐκεῖνοι ῥᾷστα προσεχώρουν καὶ σύστημα ἦν περὶ αὐτὸν οὐκ ἀγεννὲς, ἐπεβούλευεν εὐθέως ἀποκτείνειν τὸν συνάρχοντα. συνεξώρμων δὲ μάλιστα καὶ οἱ φίλοι, ἀπεχθῶς περὶ ἐκεῖνον μετὰ πάσης ἔχοντες ὑπερβολῆς. οὐδὲν γὰρ παροινίας καὶ πικρίας ἐκεῖνος πρὸς αὐτοὺς ἐνέλιπε κατὰ τὸν τοῦ πολέμου χρόνον, τάς τε οὐσίας δημεύων καὶ δεσμωτηρίοις κατακλείων καὶ ὑπερορίους ποιῶν τοὺς πλείους, καὶ πᾶσαν κακίας ἐνδεικνύμενος ὑπερβολήν. ἦν γὰρ μάλιστα ἔχων εὐφυῶς περὶ τὸ κακουργεῖν, καὶ μικρᾶς ἕνεκα αἰτίας καὶ ὑποψίας μόνης μεγάλας δίκας ἀπαιτῶν. ἐπεὶ δὲ ἐδέδοκτο ἀποκτείνειν, καὶ ὑφίστατο τὸ ἔργον τις τῶν πρότερον ὑπ' ἐκείνου πολλὰ κεκακωμένων, Ἀπόκαυκος τοὺς περὶ αὐτὸν ἔχων πάντας ἔνδον ὡπλισμένους, ἵνα μὴ ὦσι κατάφωροι νεωτερίζοντες, πρὸς τὰ τῆς πόλεως μάλιστα ἀοίκητα μέρη ὑπεχώρει, τοῦ δήμου τὴν κίνησιν ὑποπτεύων καὶ τὴν ἐκ τοῦ φόνου ταραχήν· σκηψάμενος δέ τι βουλεύεσθαι τῶν κοινῶν, μετεκαλεῖτο καὶ τὸν συνάρχοντα, ὡς κοινωνήσοι τῆς βουλῆς. ὁ δὲ μηδὲν εἰδὼς τῶν ἐσκαιωρημένων ὀλίγους ἔχων περὶ αὐτὸν, ἧκε πρὸς ἐκεῖνον. λόγων δὲ ἀμφιβόλων κεκινημένων, ὁ Παλαιολόγος, οἷα δὴ πρότερον ἐκ τοῦ ὑπερέχοντος τοῖς ἄλλοις εἰθισμένος ὁμιλεῖν, καὶ τότε τραχυτέρας τὰς ἀποκρίσεις ἐποιεῖτο· οἱ δὲ μᾶλλον ἐξεπίτηδες ἠρέθιζον τρεπόμενοι πρὸς ὕβρεις. ὁ δὲ ὑποπτεύσας ὅπερ ἦν, νεωτερίζειν βούλεσθαι ἐκείνους, ὥρμητο μὲν πρὸς φυγὴν, τὰ ἔσχατα διαθήσειν ἀπειλῶν. φθάσας δὲ ἐκεῖνος ὁ τὸ ἔργον ὑποστὰς, ὤθησε τὸ ξίφος κατὰ τῶν σπλάγχνων καὶ ἀπέκτεινεν. εὐθὺς μὲν οὖν οἱ Ζηλωταὶ ὑπεχώρουν καὶ κατεδύοντο εἰς χηραμοὺς, ὅ,τε δῆμος οὐδὲν ὑπὲρ τοῦ πεσόντος ἠγανάκτησεν. ἦν γὰρ οὐδὲ πρότερον καλῶς διακείμενος περὶ τοὺς Ζηλωτάς. ἦσαν γὰρ ὁμοίως καὶ περὶ τὰ θεῖα ὥσπερ καὶ περὶ τὰ ἀνθρώπινα ὑβρίζοντες καὶ πολλὴν ἐπιδεικνύμενοι τὴν μοχθηρίαν. οὐ μόνον γὰρ ἠδίκουν ἀδεῶς καὶ διεπόρθουν τὴν χώραν ἐπιόντες, καὶ τὰς κοινὰς συμφορὰς ἀφορμὰς ποιούμενοι ἰδίας εὐπραγίας, ἀλλὰ καὶ κατὰ τὰς ἀγυιὰς, δεξαμενάς τινας ὕδατος πληροῦντες, εἶτα καὶ ὑφάπτοντες κηροὺς, τινὰς τῶν τὰ Καντακουζηνοῦ ᾑρῆσθαι δοκούντων βασιλέως συλλαμβάνοντες, ὄντας ἐκ τοῦ δήμου, ἀνεβάπτιζον ὡς ἀπομοσαμένους τὸ βάπτισμα διὰ τὴν ἐκείνου κοινωνίαν· τούς τε παριόντας ἐκέλευον ἀργύριον ῥητὸν κατατίθεσθαι εἰς τὴν ἑορτήν. καὶ ἦν ἀνάγκη πράττειν κατὰ τὸ ἐκείνων κέλευσμα, ἢ ὑποπτεύεσθαι αὐτίκα ἦν, ὡς τὰ Καντακουζηνοῦ τοῦ βασιλέως ᾑρημένον καὶ ἀχθόμενον πρὸς τὴν ἐρεσχελίαν. μετὰ τοῦτο δὲ μεθύοντες ἐν καπηλείοις, καὶ τὰ ἄλλα ἐξωρχοῦντο τῶν Χριστιανῶν μυστήρια, τῆς δίκης ἀνεχομένης καὶ ἀμελούντων τῶν κεραυνῶν. ὧν τὴν ἀτοπίαν μισήσας καὶ ὁ δῆμος, πρότερόν τε ἔκ τινων αἰτιῶν κεκινημένος, τῶν Ζηλωτῶν τινας ἐν τῷ τῆς θεοτόκου τῆς ἀχειροποιήτου τεμένει τοὺς μὲν ἀπέσφαξαν ἀνηλεῶς, ἕνα δὲ καὶ διὰ τῆς ἀγορᾶς κατέσυραν, λίθοις βάλλοντες καὶ ξύλοις τοῖς προστυχοῦσιν, ἕως ἀπέπνευσε συρόμενος· καὶ τότε οὐδὲ ἠγανάκτησε διὰ τὸν Παλαιολόγου φόνον, ἀλλὰ δῆλος ἦν ἡδόμενος ἐπὶ τῷ ἀποσκευάζεσθαι τοὺς Ζηλωτάς. Ἀπόκαυκος δὲ ἤδη πᾶσαν ἔχων τὴν ἀρχὴν αὐτὸς, παῤῥησίας τε μετέδωκεν οὐ τῆς τυχούσης τοῖς τὰ βασιλέως πράττουσι, καὶ αὐτὸς ἦν φανερὸς τὰ ἐκείνου ᾑρημένος, καὶ τῶν Ζηλωτῶν, ὅσοι μὲν ἐν λόγῳ ἦσαν, κατέκλεισεν ἐν δεσμωτηρίῳ, πρὸς Πλαταμῶνα πέμψας καὶ τὰς ἄλλας πολίχνας, ὅσαι ὑπ' αὐτῷ ἐτέλουν· τὸν δὲ ἄλλον συρφετὸν ἐξήλασε τῆς πόλεως. ἐκεῖνος δὲ εἴτε τὸν πατέρα δεδοικὼς, εἴτε τοῖς συνοῦσιν ἀπιστῶν, πρὸς τὴν ἀκρόπολιν ἐλθὼν διῆγε· καὶ Θεσσαλονικέων, ὅσοι τὰ βασιλέως ἐξαρχῆς ᾑροῦντο, οὐκέτι ὑπεστέλλοντο, ἀλλὰ μετὰ παῤῥησίας προσίεσαν ἐκείνῳ, καὶ αὐτοῦ ὑποποιουμένου μάλιστα καὶ παρασκευάζοντος, ἣν ἔχει περὶ βασιλέα γνώμην ἕκαστος ἐκφαίνειν. ἐπεὶ δὲ πάντας ᾔδει ἀκριβῶς, μεταβαλὼν ἀθρόον, ἠργυρολόγει τοὺς πλουσίους, Καντακουζηνισμὸν ἐπικαλῶν. οἱ δὲ, ἐπεὶ ἀδύνατοι ἦσαν ἐξαρνεῖσθαι, αὐτοὶ γὰρ ἐξηλέγχθησαν ὑφ' ἑαυτῶν, ῥητὸν ἀργύριον κατέβαλον ἐπὶ τῷ αἰτίας ἀπολύεσθαι· πρὸς δὲ τοὺς ἐπιλοίπους οὐκ ἦν βαρὺς, ἀλλὰ μόνον ἐδόκει τὴν προτέραν περὶ βασιλέα γνώμην μεταβάλλειν. τὸ δὲ οὐκ ἦν, ὥσπερ ὑπωπτεύετο, ἀλλὰ τὸν πατέρα δεδοικὼς, μὴ διὰ τὸ Ζηλωτὰς καθῃρηκέναι καὶ τὰ βασιλέως δοκεῖν ᾑρῆσθαι, ἐξελαύνοιτο τῆς πόλεως, πέμψαντος ἐκείνου πρὸς ὀργὴν, ἢ καὶ δεινόν τι ἕτερον ὑποσταίη, ὑπεκρίνετο αὖθις φρονεῖν τὰ βασιλίδος, ἵν' ἐν ταὐτῷ χρηματίζοιτό τε καὶ παραιτοῖτο τὴν ὀργὴν ὑπὲρ ὧν ἐδόκει προσκεκρουκέναι. ἐπεὶ δὲ μεταξὺ τοῦ χρόνου τριβομένου ἠγγέλλετο αὐτῷ ὁ πατὴρ ἐν τοῖς Κωνσταντίνου βασιλείοις ὑπὸ τῶν δεσμωτῶν ἀνῃρημένος, οὐκέτι ὑπεκρίνετο οὐδὲν, ἀλλὰ φανερῶς τὰ βασιλέως ἔπραττε καὶ πρός τε ἐκεῖνον ἔπεμπε τοὺς μηνύσοντας, ὡς αὐτὸς ἐκ πολλοῦ τὰ ἐκείνου ᾑρημένος, οὐ μόνον διὰ τὴν ἐπιείκειαν τῶν τρόπων καὶ τὴν ἡμερότητα καὶ τὸ μόνον ἄξιον ἡγεῖσθαι Ρωμαίων βασιλεύειν, ἀλλ' ὅτι καὶ τῷ πατρὶ πολλὰ συνῄδει σεσυκοφαντηκότι καὶ ἀδίκως πολεμήσαντι, πάλαι μὲν βουληθείη ἀποστῆναι πρὸς αὐτὸν μετὰ πρωτοστράτορος τοῦ γαμβροῦ, τὴν ἴσην καὶ ὁμοίαν καὶ ἐκείνου γνώμην ἔχοντος, κωλυθείη δὲ ὑπὸ τοῦ πατρὸς ὑπωπτευκότος καὶ διὰ ταύτην τὴν αἰτίαν πρὸς Θεσσαλονίκην πέμψαντος. νυνὶ δὲ τοῦ καιροῦ καλῶς παρασχομένου, τὰ πάλαι κατὰ γνώμην εἰς ἔργον ἄγειν μετὰ πάνυ καλῆς καὶ θαυμασίας τῆς προσθήκης. ἄγειν γὰρ μεθ' ἑαυτοῦ καὶ Θεσσαλονίκην, μετὰ τὴν μεγάλην παρὰ Ρωμαίοις πρώτην πόλιν, καὶ ὑποχείριον αὐτῷ ποιεῖν, οὐ μικρὸν τῆς Ρωμαίων ἡγεμονίας μέρος οὖσαν. οὗ δὴ ἕνεκα καὶ αὐτῷ μεμηνυκέναι, ἵνα καὶ αὐτὸς συνήδοιτο, ὡς χωρὶς πραγμάτων καὶ πολέμων τηλικαύτην πόλιν ἔχων. καὶ αὐτὸς ἐκκλησίαν φανερῶς συναγαγὼν ἔκ τε τῶν ἀρίστων καὶ τῆς στρατιᾶς καὶ τῶν ἄλλων πολιτῶν τῶν μάλιστα ἐν λόγῳ, ἐβουλεύετο φανερῶς, εἰ δεῖ βασιλεῖ προσχωρεῖν τῷ Καντακουζηνῷ, καὶ αὐτὸς τὴν οἰκείαν γνώμην προετίθει, ὡς εἴη λυσιτελὲς ὑπ' ἐκείνῳ μᾶλλον εἶναι, ἢ Βυζαντίοις προσέχειν, οὐδὲ ἑαυτοῖς πρὸς ἄμυναν ἐξαρκοῦσι. καὶ πάντες ὥσπερ ἐκ συνθήματος ἐπεψηφίζοντο. Κωκαλᾶς δὲ Γεώργιος, πολλὰς μὲν καὶ αὐτὸς ὑποστὰς μεταβολὰς παρὰ τὸν τοῦ πολέμου χρόνον, ὅμως δὲ τὰ βασιλέως μᾶλλον ᾑρημένος, ἐπεψηφίζετο καὶ αὐτὸς τότε τὴν βουλήν· ὁμοίως δὲ καὶ Παλαιολόγος Ἀνδρέας, τοῖς Ζηλωταῖς μὲν πρότερον συνὼν καὶ συμπράττων ὅσα μάλιστα ἐνῆν, μέτριος δὲ εἶναι δοκῶν καὶ ἀρετῆς ἀντιποιεῖσθαι καὶ φόνων ἀπέχεσθαι καὶ ἁρπαγῶν, δι' ἃ καὶ τῶν ἄλλων Ζηλωτῶν ἐλαυνομένων, ἠξιοῦτο φειδοῦς αὐτὸς, διὰ τὴν προσοῦσαν σύνεσιν καὶ τὴν ἐπιείκειαν τῶν τρόπων οὐδὲν πρὸς τὴν βουλὴν ἀντεῖπεν, ἀλλὰ συνεπεψηφίζετο. δῆλος δὲ ἦν ἀχθόμενος πρὸς τὰ πραττόμενα.

ϟδʹ. Ἐπεὶ δὲ ἐδέδοκτο πᾶσι κοινῇ προσχωρεῖν τῷ βασιλεῖ, πρεσβευτὰς ᾑροῦντο πρὸς Καντακουζηνὸν Μανουὴλ τὸν βασιλέως υἱὸν ἐν Βεῤῥοίᾳ διατρίβοντα, Νικόλαόν τε τὸν Καβάσιλαν καὶ Φαρμάκην. ἦν γὰρ ἐξουσίαν βασιλεὺς τῷ υἱῷ παρεσχημένος, εἴ τις τῶν πόλεων προσίοι καὶ δέοιτο αὐτοῦ εὐεργεσιῶν τινων τυχεῖν, παρέχειν μὲν ἐκεῖνον, ὅσα νομίζοι προσήκοντα καὶ δυνατά· στέργειν δὲ αὐτὸν καὶ κατὰ μηδένα τρόπον πειρᾶσθαι καταλύειν. ἃ καὶ Θεσσαλονικεῖς εἰδότες, ἔπεμπον τοὺς πρέσβεις πρὸς ἐκεῖνον καὶ ᾐτοῦντο οὐ μόνον ἀτέλειαν κοινῇ τῇ πόλει, ἀλλὰ καὶ πριμμικηρίῳ τε τῷ μεγάλῳ καὶ τοῖς ἄλλοις τῶν δυνατωτέρων ἰδίᾳ τιμὰς καὶ προσόδους τὰς προσηκούσας καὶ τῇ στρατιᾷ καὶ τοῖς ἄλλοις μετ' ἐκείνους ἑκάστῳ κατὰ τὴν ἀναλογίαν. ὁ τοῦ βασιλέως δὲ υἱὸς δίκαιον νομίσας μηδὲν μικρολογεῖν, τηλικαύτην γε πόλιν μέλλων προσάγειν πατρὶ τῷ βασιλεῖ, πάντα ὅσα ᾐτοῦντο παρείχετο οἱ πρέσβεις, καὶ πολλὴν τὴν φιλοτιμίαν περὶ τὰς εὐεργεσίας ἐπεδείκνυτο. ἐπεὶ δὲ εἰς Θεσσαλονίκην οἱ πρέσβεις ἐπανῆκον φέροντες καὶ τὰς βασιλέως εὐεργεσίας, ἡ πόλις μὲν ἤδη πᾶσα φανερῶς εὐφήμει βασιλέα, καὶ διὰ πάσης γλώσσης ᾔδετο, καὶ ἡ στρατιὰ καὶ οἱ ἄλλοι πάντες ταῖς δεδομέναις τιμαῖς ἠρκοῦντο. Ἀνδρέας δὲ ὁ Παλαιολόγος ἐδυσχέραινεν ἄλλων προτιμωμένων, ὧν ᾤετο αὐτὸς δίκαιος εἶναι ὑπερέχειν, καὶ ἀντεῖπε φανερῶς πάντων ἠθροισμένων ἐν τῇ Ἀποκαύκου οἰκίᾳ· καὶ διχοστασίας γενομένης, ἀσυντάκτως ἀνεχώρει. ἐκεῖνοι δὲ ὑπολειφθέντες, ἐθορύβουν μόνον καὶ τῶν δεόντων οὐδὲν ἐποίουν· δείσας δὲ ὁ Παλαιολόγος μὴ ὑπ' ἐκείνων διαφερομένων παραπόληται, αὐτίκα τὴν πρὸς θάλασσαν πύλην, ὥσπερ τινὰ κατελάμβανε φυλακήν· περὶ ἣν οἰκοῦσι πᾶν τὸ ναυτικὸν, οἱ πλεῖστοί τε ὄντες καὶ πρὸς φόνους εὐχερεῖς, ἄλλως τε καὶ ὡπλισμένοι πάντες, ὥσπερ τὸ κράτιστόν εἰσι τοῦ δήμου, καὶ σχεδὸν ἐν ταῖς στάσεσι πάσαις αὐτοὶ τοῦ παντὸς πλήθους ἐξηγοῦνται προθύμως ἑπομένου, ᾗ ἂν ἄγωσιν αὐτοί· ἔχουσι δὲ καὶ ἰδιάζουσαν ἀρχὴν αὐτοὶ παρὰ τὴν τῆς ἄλλης πόλεως· ὧν ἐκεῖνος τότε ἦρχε. διά τε οὖν τὸ ἄρχειν καὶ τὴν ἄλλην εὔνοιαν, ἣν εἶχον πρὸς αὐτὸν, προθύμως ὑπὲρ ἐκείνου ἀνελάμβανον τὰ ὅπλα καὶ ἀμύνεσθαι ἦσαν ἕτοιμοι παντὶ τῷ ἐπιόντι. Κωκαλᾶς δὲ οὐδ' αὐτὸς μὲν ἡσυχάζειν ἐγίνωσκεν ἐν τοῖς παροῦσιν, ἀλλὰ περὶ τῆς ἀρχῆς ἐπεβούλευεν Ἀποκαύκῳ· μᾶλλον γὰρ ἑαυτῷ ἢ ἐκείνῳ ᾤετο προσήκειν. ἐλέγετο δὲ καὶ ὑπωπτευκέναι ἠδικῆσθαι παρ' ἐκείνου πρὸς τὸν γάμον· δι' ἃ ἐβούλετο εἰ δύναιτο διαφθείρειν. φανερῶς μὲν οὖν ἐκεῖνος οὐκ ἀντικαθίστασθαι ἐδόκει, ἀλλὰ πρεσβεύων παρ' ἑκατέροις ἐπὶ τῷ διαλύειν, μᾶλλον συνέκρουε καὶ παρώξυνε τὸν πόλεμον. Παλαιολόγος δὲ τοὺς Ζηλωτὰς, ὅσοι περὶ Θεσσαλονίκην ἦσαν, μετεκαλεῖτο· ἔνιοι δὲ καὶ κατακρυπτόμενοι ἐν ἀδύτοις ἐξαίφνης ἀνεφαίνοντο. καὶ ὁ δῆμος ἅπας ἐξεκυμαίνετο ὑπ' αὐτῶν, καὶ δῆλοι ἦσαν αὖθις χωρήσοντες ἐπὶ τοὺς ἀρίστους. ὁ μέγας δὲ πριμμικήριος μετὰ τῶν ἄλλων πολιτῶν καὶ τῆς στρατιᾶς ὑπὲρ ὀκτακοσίους ὄντες, ὡς ἐλέγετο, δεινὰ ἐποιοῦντο, εἰ Παλαιολόγου μόνου μετὰ τῶν παραθαλασσίων, ὁ γὰρ ἄλλος δῆμος οὐδέπω οὐδετέροις καθαρῶς προσέκειτο, τοσοῦτοι ὄντες ἡττηθεῖεν· ὅμως Ἀπόκαυκος οὐκ ἠμέλει τοῦ μὴ χωρεῖν πρὸς τὰς συμβάσεις, ἀλλὰ πρὸς τὸν Παλαιολόγον ἔπεμπε τὸν Κοτεανίτζην πρεσβευτὴν, τῆς στρατιᾶς ὄντα ἡγεμόνα, διαλεξόμενον περὶ εἰρήνης. πρὶν δέ τι πρὸς ἐκεῖνον εἰπεῖν, οἱ Ζηλωταὶ προσπεσόντες, οὐ γὰρ ἐδόκει ἡ εἰρήνη αὐτοῖς λυσιτελεῖν, πολλὰς μὲν προσήνεγκαν πληγὰς καὶ ξίφεσι καὶ δορατίοις· καταβαλεῖν δὲ οὐκ ἠδυνήθησαν τεθωρακισμένον ἔνδον ὄντα, ἀλλ' ἐξέφυγε, τὴν χεῖρα μόνην ἐπὶ τῷ καρπῷ τραυματισθείς. Ἀπόκαυκος δὲ ἐπεὶ τὴν αὐθάδειαν ἐπύθετο, ὥρμησε μὲν ἐπελθεῖν τοῖς παραθαλασσίοις καὶ τοῖς Ζηλωταῖς ὑπὸ Παλαιολόγον τεταγμένοις, καὶ ῥᾳδίως ἂν ἐκράτησεν, ἔτι ἀπαρασκεύοις ἐπελθὼν, τοῦ τε δήμου μήπω παντὸς αὐτοῖς συντεταγμένου· ἐπέσχε δὲ ὁ Κωκαλᾶς ἀπατήσας ἐν προσχήματι βουλῆς. ἐπηγγέλλετο γὰρ αὐτὸς χωρὶς αἱμάτων Παλαιολόγον πείσειν πρὸς αὐτοὺς ἐλθεῖν καὶ συμφρονῆσαι. ἅμα δὲ, ἐπεὶ ἤδη ἐπεγένετο καὶ ἡ νὺξ, Ἀπόκαυκος μὲν μετὰ τῆς στρατιᾶς καὶ τῶν ἄλλων πολιτῶν πρὸ τῆς ἀκροπόλεως ηὐλίσαντο τὴν νύκτα ὡπλισμένοι. Παλαιολόγος δὲ αὖθις ἐπὶ τῆς πρὸς θάλασσαν πύλης μετὰ τῶν παραθαλασσίων καὶ τῶν Ζηλωτῶν διενυκτέρευε, καὶ σύγχυσις δεινὴ καὶ ἀταξία τὴν πόλιν εἶχε, καὶ ἡ μὲν βασιλέως τοῦ Καντακουζηνοῦ προσηγορία αὖθις ἀπεσβέννυτο, φόβος δὲ περιειστήκει πανταχόθεν τοὺς τἀκείνου ᾑρημένους. καὶ ἦν ὁρᾷν πρὸς μὲν τὴν θάλασσαν φρυκτούς τε συχνοὺς ἀνισχομένους καὶ πάταγον δεινὸν καὶ θροῦν ἄσημον ἐξακουόμενον καὶ τὴν σάλπιγγα διὰ πάσης τῆς νυκτὸς βοῶσαν καὶ συγκαλουμένην τὸν δῆμον ἐπὶ τοὺς δυνατούς· ἐκείνους δὲ πρὸ τῆς ἀκροπόλεως ἐστρατοπεδευμένους ἀθορύβως μὲν καὶ τεταγμένως, προθύμους δὲ ὅμως συμπλέκεσθαι τῷ δήμῳ ὄντας. ἤλπιζον γάρ τι καὶ μέρος αὐτοῖς συνέσεσθαι τοῦ δήμου, ἄλλως θ' ὅτι, καὶ τῆς ἄκρας ὑπ' αὐτῶν κατεχομένης, ἐλπίδας εἶχον οὐκ ἀγεννεῖς, εἰ καὶ ἥττους φαίνοιντο τῶν ἀντιτεταγμένων, οὐδὲν πείσεσθαι δεινὸν, ἀλλ' ἀναχωρήσειν πρὸς τὴν ἄκραν. πρὸς δὲ τούτοις καὶ ἐκ Βεῤῥοίας ἥξειν ἤλπισαν συμμαχήσουσαν στρατιάν. ἅμα γὰρ τῷ Παλαιολόγον ἦρχθαι τοῦ πολέμου, πρὸς τὸν βασιλέως οὗτοι πέμψαντες υἱὸν, ἢ αὐτὸν ἥκειν ἐδέοντο μετὰ τῆς στρατιᾶς, ἢ πέμπειν συμμαχίαν. οὕτω μὲν οὖν διῆλθεν ἡ νὺξ, ἀμφοτέρων ἀλλήλοις ἀντιστρατοπεδευομένων καὶ παρασκευαζομένων πρὸς τὸν πόλεμον. ἐπεὶ δὲ ἡμέρα ἤδη ἦν, Ἀπόκαυκος μὲν μετὰ τῆς στρατιᾶς κατέβαινε διαγωνισόμενος· Κωκαλᾶς δὲ αὖθις πρὸς ἑκατέρους ἐπιφοιτῶν τὸ δοκεῖν μὲν περὶ εἰρήνης διελέγετο, τῇ δ' ἀληθείᾳ παρώξυνε πρὸς μάχην. διαλεχθεὶς δὲ καὶ τοῖς ἡγεμόσι τῶν λόχων, κρύφα διέφθειρε καὶ κατέπειθε μὴ μάχεσθαι, ἀλλὰ γενομένης συμβολῆς, πρώτους καθ' αὑτοὺς θέσθαι τὴν τροπήν. ἐπεὶ δὲ τοιαῦτα ᾠκονόμητο, τὸν δῆμον αὐτοῖς ἐπῆγεν, ἄχρι τότε μήπω φανερὸς γεγενημένος ὅτι πολεμεῖ. ἐπεὶ δὲ ἐγγὺς ἦσαν καὶ ἠκροβολίζοντο, οἱ στρατιῶται οὐκ ἔφασαν δεῖν πρὸς ὁμοφύλους μάχεσθαι, οὐδὲ τοὺς οἰκείους ἀποκτείνειν, ἀλλὰ πρὸς τὴν ἄκραν ἀναχωρεῖν, ἐνὸν ἀκινδύνως σώζεσθαι· καὶ ἅμα ἀνεχώρουν, συνείποντο δὲ ἀνάγκῃ καὶ οἱ ἄλλοι. ἐπεὶ δὲ ἐγένοντο πρὸς τῇ ἄκρᾳ, Ἀπόκαυκος μὲν ἐδεῖτο πρὸ τῶν τειχῶν ἀμύνεσθαι καρτεροῦντας, ἦν γὰρ καὶ τὸ χωρίον ἐπιτηδείως ἔχον πρὸς ἱππηλασίας, ἡ στρατιὰ δὲ οὐκ ἔφασαν δεῖν, ἀλλ' ἔνδον εἰσιέναι καὶ ἀμύνεσθαι ἀναβάντας ἀπὸ τῶν τειχῶν. ἐπεὶ δὲ ἔνδον ἦσαν, παρακαλούμενοι αὖθις ἐπὶ τὰ τείχη ἀναβαίνειν καὶ ἀμύνεσθαι οὐκ ἠθέλησαν, μὴ εἰδέναι φάσκοντες τειχομαχεῖν, μηδὲ κτείνειν τοὺς οἰκείους ἢ κτείνεσθαι, ἀνάγκης μηδεμιᾶς ὑπούσης. Ἀπόκαυκος δὲ μετὰ τῶν ἄλλων, ἐπεὶ τὴν προδοσίαν κατενόουν καὶ τὸν κίνδυνον περιεστηκότα συνεώρων, ὥρμηντο φεύγειν ἔξω τειχῶν. συνέβη δὲ τὸν τὰ κλεῖθρα τῆς ἄκρας κατέχοντα τῶν Ζηλωτῶν ἕνα εἶναι, ὃς ἐπεὶ διχοστατοῦντας εἶδε καὶ ὡρμημένους φεύγειν, συνεὶς τὸ μέλλον, ἀπεκρύπτετο τὰ κλεῖθρα ἔχων. πολὺ δὲ τῶν πυλῶν ἑκατέρων τῆς ἄκρας ἀλλήλων διεχουσῶν, Ἀπόκαυκος μὲν μετὰ τῶν ἄλλων ἐχώρουν ἐπὶ τὴν ἐξάγουσαν τῶν τειχῶν. ἐπεὶ δὲ ἦν κεκλεισμένη, ἐπεχείρουν διακόπτειν· ὁ δῆμος δὲ ὁ τῆς ἄκρας, πόλει γάρ τινι ἔοικε μικρᾷ καὶ οἰκήτορας ἰδίους ἔχει, οὐκ εἴων διαδιδράσκειν ἐπαγαγόντας αὐτοῖς τὸν δῆμον, ἀλλ' ἔνδον μένοντας ἀμύνεσθαι τοὺς ἐπιόντας μετ' αὐτῶν. ἐν ᾧ δὲ ταῦτα ἐτελεῖτο, ὁ δῆμος πῦρ ἐνίεσαν ταῖς πύλαις τῆς ἄκρας ταῖς πρὸς τῇ πόλει, ἐπεὶ μηδεὶς ἠμύνετο. Στρατήγιος δὲ ὁ τὰ κλεῖθρα ἔχων οὕτω γὰρ ὠνόμαστο, ἤνοιγεν ἐλθὼν, καὶ ὁ δῆμος εἰσεχεῖτο, καὶ αὐτίκα μὲν πρὸς ταῖς πύλαις δύο τῶν πολιτῶν ἀπέσφαξαν, ἔπειτα πρὸς ἁρπαγὴν ἐτράποντο ὅπλων τε καὶ ἵππων. Ἀπόκαυκος γὰρ καὶ οἱ ἄλλοι, ὅτι ἑάλωσαν ἰδόντες, ἐπεὶ μὴ φεύγειν ἦν, τῶν ἵππων ἀποβαίνοντες καὶ ἀποδυόμενοι τὰ ὅπλα κατεκρύπτοντο, ἐλάνθανον δὲ ὀλίγοι, τοὺς πλείους δὲ ἀποδύοντες κατέλειπον γυμνούς. Κωκαλᾶς δὲ καὶ Παλαιολόγος περιεποιοῦντο τοὺς στρατιώτας καὶ ἐκέλευον μὴ ἀποδύειν· ἅμα δὲ καὶ τοὺς ἵππους εὑρίσκοντες παρείχοντο ἑκάστῳ, ἀμειβόμενοι τῆς προδοσίας, ἅμα δ' ὅτι καὶ ὅρκους αὐτοῖς πρότερον παρείχοντο, ὡς οὐδὲν πείσονται δεινὸν, ἂν τοὺς ἄλλους προδιδῶσιν. οὕτω μὲν οὖν τὸ Καντακουζηνοῦ τοῦ βασιλέως μέρος προδοθὲν ὑπὸ τῆς στρατιᾶς ἡττᾶτο κατὰ κράτος. Κωκαλᾶς δὲ καὶ Παλαιολόγος τὸν μὲν δῆμον ἐξήλαυνον τῆς ἄκρας· ἤδη γὰρ διήρπαζον καὶ τὰ τῶν ἐγχωρίων, αὐτοὶ δὲ περιμείναντες ἄχρι νυκτὸς, τοὺς μὲν στρατιώτας πάντας οἴκαδε ἀπέπεμπον καί τινας τῶν φίλων αὐτοὶ διέσωζον· Ἀπόκαυκον δὲ καὶ τῶν πολιτῶν ὀλίγῳ ἐλάσσους ἑκατὸν κατέκλεισαν ἐν δεσμωτηρίῳ πρὸς τῇ ἀκροπόλει καὶ φρουρὰν ἐπέστησαν αὐτοῖς. ἅμα δὲ ἕω εἰς τὴν ἐπιοῦσαν καὶ ἡ ἐκ Βεῤῥοίας στρατιὰ παρῆν. ἐπεὶ δὲ ἐπύθοντο, ὡς ἁλοῖεν οἷς ἧκον συμμαχεῖν, καταδραμόντες ἐληΐσαντό τινα ὀλίγα, καὶ ἀνέστρεφον εἰς τὴν οἰκίαν. περὶ μέσην δὲ ἡμέραν φήμη τις προσέπιπτεν ἀθρόον πρὸς τὴν πόλιν, ὡς οἱ δεσμῶται πάλιν τὴν ἄκραν κατασχόντες τὴν ἐκ Βεῤῥοίας στρατιὰν εἰσδέχονται. ἐλέγετο δὲ, ὡς τῶν Ζηλωτῶν τινες τὰ τοιαῦτα καταψεύσαιντο ἐπὶ τῷ ἀποκτείνειν τοὺς δεσμώτας, καὶ ὁ δῆμος αὖθις τὰ ὅπλα ἀναλαβόντες ἐχώρουν πρὸς τὴν ἄκραν ὑπό τε θυμοῦ καὶ οἴνου στρατηγούμενοι. οἱ πρὸς τῇ ἄκρᾳ δὲ δείσαντες τὴν ἔφοδον τοῦ δήμου, μὴ τὰ ὄντα ἔνδον διαρπάσωσι γενόμενοι, ἀπέκλεισαν τὰς πύλας· ἀναβάντες δὲ ἐπὶ τῶν τειχῶν ἐδέοντο μὴ διαφθείρειν σφᾶς, ὡς πᾶν ποιήσοντας τὸ κελευόμενον. οἱ δ' ἐκέλευον τοὺς δεσμώτας ἄγειν καὶ κατακρημνίζειν πρὸς αὐτοὺς, καὶ αὐτίκα οἱ δεσμῶται ἤγοντο γυμνοί. καὶ πρῶτον μὲν Ἀπόκαυκος κατεκρημνίσθη· οὕτω δὲ συμβὰν ὀρθὸς ἔστη καὶ ἔμεινεν ἐπιπολὺ, μηδενὸς προσάπτεσθαι τολμῶντος. ἔπειτά τις προσελθὼν τῶν Ζηλωτῶν, καὶ μαλακίαν τῶν ἄλλων κατηγορήσας, ἀπέτεμεν αὐτὸς τὴν κεφαλὴν μαχαίρᾳ. εἶτα καὶ οἱ ἄλλοι περιστάντες κατέτρωσαν τὸ σῶμα ὅλον. ἔπειτα καὶ τοὺς ἄλλους ἐῤῥίπτουν ἀπὸ τῶν τειχῶν, ἀπαιτούντων ὀνομαστὶ τῶν Ζηλωτῶν, οὐκ ἐφ' ἕνα τόπον, ἀλλ' ἐπὶ πλείους. καὶ ὁ δῆμος θηριωδῶς καὶ ἀπανθρώπως κατηκόντιζον περιϊστάμενοι· ἐνίων δὲ ἀπέτεμνον καὶ κεφαλὰς, καὶ πάντας οὕτως ὠμῶς ἀπέκτειναν πλὴν ὀλίγων λίαν, οἳ ὑπὸ τῶν τὴν ἄκραν οἰκούντων κατεκρύπτοντο. παρῆσαν δὲ καὶ Κωκαλᾶς καὶ Παλαιολόγος ἀποσφαττομένων, καὶ ἐδόκουν μὲν πρὸς τὰ πραττόμενα δυσχεραίνειν, ἀνακόπτειν μέντοι τὴν ὁρμὴν τοῦ δήμου ὑπεκρίνοντο μὴ δύνασθαι· ἔπειτα ἐκεῖθεν ὁ δῆμος ἐτράπετο πρὸς τὰς οἰκίας καὶ ἀπέκτειναν καὶ ἄλλους τινὰς τῶν πολιτῶν· ἐλθόντες δὲ καὶ πρὸς τὴν οἰκίαν Κωκαλᾶ, τῶν Ζηλωτῶν ἐναγόντων, τὸν Φαρμάκην ᾔτουν ἐκεῖ κατακρυπτόμενον ὑπ' ἐκείνου· ὃς Κωκαλᾶ τῆς γυναικὸς ἀδελφῇ συνῴκει, μέγα δὲ ἐδυνήθη παρὰ Ἀποκαύκῳ ἄρχοντι καὶ πλεῖστα ἐκάκωσε τοὺς Ζηλωτάς. δείσας δὲ ἐκεῖνος, μὴ ὑπὸ τοῦ δήμου διαφθαρῇ, παρέδωκε τὸν συγγενῆ, καὶ ἀνῃρέθη εὐθὺς ὑπὸ τοῦ δήμου. ἐλέγετο δὲ καὶ στέατος ἀνθρωπίνου ἅψασθαί τινας τῶν τοῦ δήμου τότε. ἀνατεμνομένων γὰρ τῶν ἀποκτεινομένων, τὰ ἔγκατα ἐξεχεῖτο. ὧν τις ὑπ' ἄκρας ἀναισθησίας καὶ ἀναλγησίας στέαρ συναγαγὼν οἴκαδε ἀπήγαγε· τὴν γυναῖκα δὲ μὴ εἰδυῖαν ὅθεν εἴη, νομίσασάν τινος ἑτέρου εἶναι ζώου, ἥδυσμα τῇ χύτρᾳ προσεμβαλεῖν, μετὰ δὲ τὸ φαγεῖν αἰσθέσθαι, τοῦ ἀνδρὸς ὡς εἴη ἀνθρώπινα εἰπόντος. οὕτω μὲν ἡ Θεσσαλονίκη προσεχώρησε βασιλεῖ ἑκοῦσα, καὶ πάλιν εἰς τὸν πόλεμον ἐξετράπη ὑπὸ Παλαιολόγου καὶ Κωκαλᾶ, καὶ τοιαῦτα ἐτολμήθη πᾶσαν ὑπερβαίνοντα ὠμότητα, καὶ τὸ Καντακουζηνοῦ τοῦ βασιλέως σκάφος αὔτανδρον κατέδυ. ἐκεῖνος δὲ μετὰ τὴν ἐν Ἀδριανουπόλει τῆς ἰδίας στεφηφορίας ἑορτὴν Ματθαῖον μὲν τὸν υἱὸν κατέλιπεν ἐπὶ τῆς Θρᾴκης ἔχοντα στρατιὰν, τάς τε πόλεις πολιορκήσοντα τὰς Βατάτζῃ συναποστάσας, καὶ Ἱέρακι ἀντιστησόμενον· ἧκε γὰρ ἐκ Βυζαντίου στρατιώτας ὀλίγους ἔχων ἐπ' ἐκείνας τὰς πόλεις στρατηγός· ᾧ καὶ συμβαλὼν ὁ τοῦ βασιλέως ἐνίκησεν υἱὸς μόλις διαδράντα τὸ ἁλῶναι· οἱ γὰρ συνόντες πάντες οἱ μὲν ἔπεσον, οἱ δ' ἑάλωσαν παρὰ τὴν μάχην. ἔπειτα δὲ καὶ τὰς πόλεις παρεστήσατο καὶ ὑπήγαγε τῷ πατρὶ βιασάμενος τοῖς ὅπλοις.

ϟεʹ. Βασιλεὺς δὲ εἰς Σηλυμβρίαν ἐλθὼν τοῖς ἐν Βυζαντίῳ φίλοις κρύφα διελέγετο· ἐπεὶ δὲ οὐδὲν ἤνυεν ὧν ἐβούλετο, αὖθις ἀνέστρεφεν εἰς τὴν Ἀδριανοῦ. ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ Μαρτῖνος μετὰ τοῦ Κωνσταντινουπόλεως πατριάρχου, ὃν ὁ Πάπας εἴωθε χειροτονεῖν μετὰ τὴν διαίρεσιν τῆς ἐκκλησίας, οἷα δὴ τῆς πόλεως Λατίνοις προσηκούσης, ὅτι ὑπ' αὐτοῖς ἐγένετό ποτε, ἅμα δυοκαίδεκα τριήρεσιν, ἦλθον εἰς τὴν Σμύρνην, καὶ πρότερον ὑπὸ τῶν Λατίνων κατεχομένην. πατριάρχῃ δὲ ἐδόκει δεῖν εἰς τὸν κατὰ Σμύρναν ἐξελθόντα ναὸν, ἐν ᾧ πάλαι ἡ μητρόπολις ἦν, τὴν θείαν μυσταγωγίαν ἐκτελέσαι, καὶ ἐκέλευε τὴν στρατιὰν ὁπλισαμένην ἕπεσθαι. Μαρτῖνος δὲ ἐκώλυε καὶ οἱ ἄλλοι τῶν ναυάρχων, διακεκινδυνευμένα τολμᾷν ἰσχυριζόμενοι. ἐπεὶ δὲ οὐκ ἐπείθετο, εἵποντο ἀνάγκῃ. καὶ γενομένῳ πρὸς τὸν ναὸν καὶ τὴν μυσταγωγίαν τὴν θείαν ἐκτελοῦντι ἐπῆλθεν Ἀμοὺρ μετὰ τῆς στρατιᾶς. καὶ τὸ μὲν ἄλλο στράτευμα τῶν Λατίνων διεσώθη ἀναχωρῆσαν πρὸς τὸ φρούριον, ὃ κατεῖχον, ἐπεὶ τοὺς Πέρσας εἶδον ἐπιόντας· πατριάρχης δὲ τὴν ἱερὰν στολὴν ἐνδεδυμένος ἀπεσφάγη ὑπὸ τῶν Περσῶν καὶ Μαρτῖνος καὶ ἄλλοι τῶν ἐπιφανῶν ὀλίγοι. ἐν δὲ τοῖς χρόνοις τούτοις καὶ τῶν ἐν Γεννούᾳ εὐγενῶν τινες δύο καὶ τριάκοντα πληρώσαντες οἰκείοις ἀναλώμασι τριήρεις ἐπέπλευσαν τῇ Χίῳ καὶ ἐπολιόρκησαν χρόνον οὐκ ὀλίγον, καὶ τειχομαχίας τε πολλὰς ἐποιήσαντο καὶ καρτερὰς καὶ μηχανήματα προσῆγον. ἤνυον δὲ ἀπὸ τῶν τοιούτων ὀλίγα ἢ οὐδέν. οἱ γὰρ Χῖοι ἠμύνοντο τοὺς Λατίνους καρτερῶς, ἐνδείᾳ δὲ πιεσθέντες καὶ λιμώξαντες, ἐπεὶ ἐπικουρίας οὐδεμιᾶς ἐτύγχανον παρὰ Ρωμαίων, προσεχώρουν τοῖς Λατίνοις καὶ παρέδοσαν τὴν πόλιν ὑπ' ἀνάγκης. ἡ βασιλὶς δὲ ἠνιᾶτο μὲν δεινῶς, τῆς Χίου πολιορκουμένης, βοηθεῖν δὲ οὐκ εἶχε· χρημάτων τε γὰρ οὐκ εὐπόρει πρὸς τοσαύτην δύναμιν, ὥστε στόλον ἀντίῤῥοπον τῷ Λατίνων ἐξαρτύειν, καὶ τὸν διοικήσοντα καλῶς καὶ ὡς προσῆκε τὰ πράγματα οὐκ εἶχε· πάντες γὰρ, ὅσοι ἦσαν ἀξιόλογοι Ρωμαίων, ἐν δεσμωτηρίοις κατεκλείοντο. ὅμως τινὰς ὀλίγους ἐφοπλίσαντες οἱ ἄρχοντες τριήρεις, Φακεωλάτον ἔπεμψαν συνάρχοντα τότε τοῖς ἄλλοις, ἦν γὰρ Κιννάμου τοῦ μυστικοῦ συνοικῶν ἀδελφῇ τῆς γυναικὸς, οὐχ ὥστε ἀντιτάττεσθαι Λατίνοις· οὐκ ὀλίγου γὰρ ἀπέδει πρὸς τὴν ἐκείνων δύναμιν· ἀλλ' εἰ δύναιτο τρόπῳ δή τινι σῖτον εἰσάγειν εἰς τὴν Χίον. Φακεωλάτος δὲ ἐπεὶ καταπλέων ἐπύθετο τὴν Χίον ἑαλωκυῖαν, ἀνέστρεφεν εὐθύς· καὶ ὁλκάδι ἐκ Γεννούας περιτυχὼν μεγάλῃ ἐκράτησε μάχῃ καὶ ἀπέκτεινεν οὐκ ὀλίγους τῶν Λατίνων μαχομένους καὶ διήρπασε τὰ χρήματα. πυθόμενοι δὲ οἱ ἐν Γαλατᾷ ὁμόφυλοι ψήφισμα ἔγραψαν ἀποκτιννύναι Φακεωλάτον, οἷ ἄν τις συντύχοι, καὶ μηδένα κρίνειν φόνου, καὶ διέμεινεν αὐτοῖς ἡ πρὸς ἐκεῖνον ἔχθρα ἄχρι τελευτῆς. βασιλὶς δὲ ἐπεὶ ἑώρα μόνην τὴν Κωνσταντίνου πόλιν αὐτῇ περιλειπομένην, αἱ γὰρ ἄλλαι σχεδὸν πᾶσαι προσεχώρησαν βασιλεῖ τῷ Καντακουζηνῷ, πρὸς Μπαλίκαν τινὰ τοῦ Καρβωνᾶ ἄρχοντα πέμψασα πρεσβείαν ἐδεῖτο βοηθεῖν. ὁ δὲ ἀσμένως τε ἐδέξατο τὴν πρεσβείαν καὶ Θεόδωρον καὶ Τομπροτίτζαν τοὺς ἀδελφοὺς, χιλίους στρατιώτας ἄγοντας ἐπιλέκτους, κατὰ συμμαχίαν ἔπεμπε τῇ βασιλίδι, οἳ καὶ τὰς κατὰ τὸν Πόντον παραθαλασσίους πόλεις διιόντες ἔπεισαν ἀποστῆναι βασιλέως καὶ τῇ βασιλίδι προσχωρεῖν· ἤλπισαν γὰρ αὐτούς τι μέγα κατορθώσειν. καὶ ἡ βασιλὶς ἐδέξατο τοὺς ἄνδρας μετὰ πολλῆς τῆς εὐμενείας καὶ τιμῆς, καὶ τήν τε Ἀποκαύκου τοῦ μεγάλου δουκὸς θυγατέρα συνῴκισε τῷ Τομπροτίτζᾳ, καὶ στρατηγὸν ἀπέδειξε τῆς Ρωμαίων στρατιᾶς. ὁ δὲ τήν τε οἰκείαν ἔχων καὶ τὴν Ρωμαίων ἐπεστράτευσε Σηλυμβριανοῖς, βασιλέως Διδυμοτείχῳ ἐνδιατρίβοντος. Φακρασὴς δὲ ὁ πρωτοστράτωρ ὑπὸ βασιλέως ἐν Σηλυμβρίᾳ καταλελειμμένος μετὰ στρατιᾶς, ἔχων καὶ τοὺς Σηλυμβριανοὺς, συνεπλέκετο τοῖς περὶ Τομπροτίτζαν ἐξελθὼν καὶ ἐνίκα κατὰ κράτος. ἄπειρος γὰρ ὢν ὁ Τομπροτίτζας τῶν χωρίων ἐστρατήγησε κακῶς, εἰς τάφρους καὶ στενοχωρίας καὶ ἀμπέλους τοὺς ἱππέας ἐμβαλών· ὅθεν ἡττηθέντες ὀλίγοι μὲν ἀπέθανον κατὰ τὴν μάχην, ἑάλωσαν δὲ πολλοὶ ὀλίγων, διαδρᾶναι δυνηθέντων. ὧν τοὺς ἐπιφανεστέρους δήσαντες εἶχον ἐν φρουραῖς· τοὺς δ' ἄλλους ἀποδύσαντες ἀπέλυον. ἦλθε δὲ καὶ ὁ Τομπροτίτζας ἐγγὺς ἁλῶναι, ὅμως διαδρᾶναι δυνηθεὶς ἀνέστρεφε κατῃσχυμμένος. μετὰ τὴν ἧτταν δὲ ἐκείνην Τομπροτίτζας μὲν ὑπελείπετο ἐν Βυζαντίῳ ἤδη γυναῖκα ἔχων ἐκ Ρωμαίων καὶ τιμῆς ἀπέλαυε παρὰ βασιλίδος τῆς ἀξίας· Θεόδωρος δὲ ὁ ἀδελφὸς ἀνέστρεφεν εἰς τὴν οἰκείαν, τὴν ὑπολελειμμένην ἔχων στρατιάν. μετὰ τοῦτο δὲ Ὀρχάνης πρὸς Καντακουζηνὸν τὸν βασιλέα πρεσβείαν πέμψας ἠξίου ἐκδοῦναί οἱ πρὸς γάμον τὴν θυγατέρα· ἐπηγγέλλετό τε, εἰ παράσχοιτο, προθύμως συμμαχήσειν κατὰ παντὸς πολεμίου τοῖς Ρωμαίοις· οὐκέτι γὰρ ἔσεσθαι σύμμαχον καὶ φίλον, ἀλλὰ υἱὸν, καὶ προθύμως δουλεύσειν αὐτόν τε καὶ τὴν σύμπασαν στρατιὰν, οἷ ἂν κελεύοι. βασιλεὺς δὲ οὔτε ἀπείπατο τὴν πρεσβείαν, οὔτ' εὐθὺς συνέθετο πρὸς τὴν ἐπιγαμίαν, ἀλλὰ προσηνῶς τε καὶ ἡμέρως τοῖς πρέσβεσι χρηματίσας καὶ δῶρα παρασχόμενος, νῦν μὲν ἔλεγε μηδὲν ἀποκρινεῖσθαι, ὕστερον δὲ ὀλίγῳ πέμψας πρεσβείαν τὴν ἀπόκρισιν ποιήσεσθαι. οἱ μὲν οὖν Ὀρχάνη πρέσβεις ἀνέστρεφον εἰς τὴν οἰκείαν. βασιλεὺς δὲ μετὰ τῶν οἰκείων καὶ τῶν ἐν τέλει ἐβουλεύετο περὶ τοῦ γάμου, εἰ χρὴ τὴν θυγατέρα τῷ Ὀρχάνῃ ἐκδιδόναι, καὶ πάντες ὥσπερ ἐκ συνθήματος κράτιστον εἶναι ἔλεγον Ὀρχάνην ἔχειν σύμμαχον καὶ φίλον βέβαιον. βασιλεὺς δὲ καὶ πρὸς Ἀμοὺρ πρεσβείαν πέμψας, εἰ δοκοίη βέλτιον εἶναι καὶ αὐτῷ τὴν θυγατέρα συνοικίζειν ἐπυνθάνετο Ὀρχάνῃ. ὁ δὲ ἄριστον ἡγεῖτο καὶ συνεβούλευε δέχεσθαι τὸ κῆδος. μάλιστα γὰρ αὐτῷ λυσιτελεῖν τὴν φιλίαν καὶ τὴν οἰκειότητα τοῦ βαρβάρου μεγάλα δυναμένου ὠφελεῖν κατὰ τῶν Ρωμαίοις πολεμίων. εἰ γὰρ καὶ μὴ δέοιτο νυνὶ βαρβάρων πρὸς τὸν τῶν ὁμοφύλων πόλεμον, τεταπεινωμένων ἤδη καὶ μὴ δυναμένων ἀντικαθίστασθαι αὐτῷ, ἀλλ' οὖν εἰ πᾶσα ἡ Ρωμαίων ὑπ' αὐτὸν γένοιτο ἡγεμονία, πρὸς τοὺς ὁμόρους δυνάστας δεήσεσθαι τῆς Περσικῆς δυνάμεως, πολλὰ ἠδικηκότας καὶ πολλὰς πόλεις καὶ χώρας τῆς Ρωμαίων παρασπασαμένους. εἰδέναι μὲν οὖν ἔφασκεν, ὡς οὐδ' ἂν εἴτι γένοιτο, τοσαύτην Ὀρχάνης εὔνοιαν ἐπιδείξεσθαι δύναιτο, ὅσην αὐτὸς πρὸς βασιλέα. ἀλλ' οὖν εὐχερῶς ἐκεῖνον ἔχειν βοηθεῖν. αὐτὸν δὲ πολλῆς δεῖσθαι πραγματείας διὰ ἀλλοτρίας πρὸς αὐτὸν ἰόντα γῆς· Ὀρχάνῃ δὲ τὴν ἀντιπέραν Θρᾴκης ἤπειρον ὑφ' ἑαυτὸν πεποιημένῳ ῥᾴδιον εἶναι, ὅτε βούλοιτο, ῥᾳδίαν ποιεῖσθαι τὴν ἐπικουρίαν. δι' ἃ συνεβούλευε τὸ κῆδος ἐκτελεῖν, ὡς τὰ κράτιστα λυσιτελῆσον τοῖς Ρωμαίοις· κἂν μὴ καὶ πάνυ κατὰ γνώμην ᾖ, οὐδὲν δὲ ποιήσειν ἄξιον αἰτίας, εἰ καὶ τῶν πρὸ αὐτοῦ βεβασιλευκότων οὐκ ὀλίγοι Σκύθαις καὶ ἄλλοις τισὶ βαρβάροις τὰς θυγατέρας ἐξέδωκαν τὰς ἑαυτῶν πρὸς τὸ λυσιτελοῦν τοῖς ὑπηκόοις. τοιαῦτα μὲν ὁ Ἀμοὺρ παρῄνει. βασιλεὺς δὲ τό,τε μέτριον τοῦ φρονήματος ἐθαύμαζεν Ἀμοὺρ, ὅτι Ὀρχάνην αὐτοῦ μᾶλλον ὡμολόγει λυσιτελεῖν, καὶ τὸ ἄδολον καὶ καθαρὸν τῆς γνώμης, ὅτι ἃ ἐδόκει λυσιτελεῖν, οὐκ ἀπεκρύπτετο, καὶ ἐπείθετο πρὸς τὴν παραίνεσιν. πέμψας δὲ πρεσβείαν πρὸς Ὀρχάνην, τήν τε θυγατέρα κατηγγυᾶτο, καὶ στρατιὰν ἐκέλευε πέμπειν, ἥτις ἄξει τὴν γυναῖκα πρὸς αὐτόν. ὁ δ' ἔπεμπεν αὐτίκα ναῦς τε τριάκοντα καὶ ἱππέας οὐκ ὀλίγους καὶ τοὺς ἐπιφανεστέρους τῶν ὑπ' αὐτόν. βασιλεύς τε μετὰ τῆς στρατιᾶς Ρωμαίων ὅση ἦν, ἧκεν εἰς Σηλυμβρίαν μετὰ γυναικὸς τῆς βασιλίδος καὶ τῶν θυγατέρων, καὶ ἐκέλευε πρὸ τῆς πόλεως ἐν τῷ πεδίῳ πρόκυψιν ποιεῖν ἐκ ξύλων, ἵν' ἐπ' αὐτὴν ἡ βασιλέως νυμφευομένη θυγάτηρ στᾶσα πᾶσι γένοιτο καταφανής· οὕτω γὰρ ἔθος εἶναι τοῖς βασιλεῦσι ποιεῖν ἐπὶ ταῖς θυγατράσι πρὸς γάμον ἀγομέναις. ἔπειτα ἐκέλευε καὶ τὴν βασιλικὴν σκηνὴν ἐγγὺς ἱστᾷν. ἐπεὶ δὲ ἦσαν παρεσκευασμένα, ἡ βασιλὶς μὲν μετὰ τῶν θυγατέρων ἐπὶ τῆς σκηνῆς ηὐλίσατο τὴν νύκτα, καὶ ὁ βασιλεὺς μετὰ τῆς στρατιᾶς. εἰς τὴν ὑστεραίαν δὲ βασιλὶς μὲν ἔμεινεν ἐπὶ τῆς σκηνῆς μετὰ τῶν ἐπιλοίπων δύο θυγατέρων, Θεοδῶρα δὲ ἡ νυμφευομένη ἐπὶ τὴν πρόκυψιν ἀνῆλθε, βασιλεὺς δὲ εἱστήκει ἔφιππος μόνος· οἱ δὲ ἄλλοι ἅπαντες πεζοί. οὕτω δὲ τῶν παραπετασμάτων περιαιρεθέντων, περικεκάλυπτο γὰρ ἡ πρόκυψις πανταχόθεν ὑφάσμασι σηρικοῖς καὶ διαχρύσοις, ἀνεφαίνετο ἡ νύμφη. καὶ λαμπάδες ἦσαν περὶ αὐτὴν ἡμμέναι ἑκατέρωθεν, ἃς εὐνοῦχοι κατέχοντες ἐπὶ γόνυ κεκλιμένοι οὐκ ἐφαίνοντο. σάλπιγγες δὲ ἤχησαν ἐπιπλεῖστον καὶ αὐλοὶ καὶ σύριγγες καὶ ὅσα πρὸς τέρψιν ἐξεύρηται ἀνθρώποις. παυσαμένων δὲ ἐκείνων, ἐγκώμια ᾖδον οἱ μελῳδοὶ ὑπό τινων λογίων πρὸς τὴν νύμφην πεποιημένα. ἐπεὶ δὲ πάντα ἐτελεῖτο τὰ βασιλέως προσήκοντα θυγατράσιν νυμφευομέναις, τήν τε στρατιὰν καὶ τοὺς ἐν τέλει πάντας καὶ Ρωμαίων καὶ βαρβάρων ὁ βασιλεὺς εἱστία ἐφ' ἡμέρας οὐκ ὀλίγας. ἔπειτα ἐξέπεμπε τὴν θυγατέρα πρὸς τὸν ἄνδρα μετὰ πολλῆς ὑποδεξάμενον τῆς ἡδονῆς, ἣ καὶ τῷ βαρβάρῳ συνοικοῦσα τῆς εὐκλείας τῶν πατέρων ἀξίαν ἑαυτὴν ἐν τῷ πολιτεύεσθαι παρείχετο. οὐ μόνον γὰρ ἐκ τῆς συνδιατριβῆς ἐκείνων παρεβλάβη κατὰ τὴν πίστιν οὐδὲν, καίτοι γε πολλὰ πολλάκις ἐπιχειρούντων μεταπείθειν, ἀλλὰ καὶ πολλοὺς τῶν πρὸς τὴν ἀσέβειαν ὑπαχθέντων ἀνεκαλέσατο λόγοις πείθουσα πρὸς τὴν αἵρεσιν τῆς ἀληθείας. οὕτω δὲ περὶ τὴν πίστιν ἀσφαλῶς πολιτευσαμένη καὶ τόγε εἰς αὐτὴν ἧκον ὑπὲρ αὐτῆς προκινδυνεύσασα πολλάκις, οὐδὲ τῶν ἄλλων ἀγαθῶν ἠμέλει, ἀλλὰ πάσῃ τρυφῇ καὶ πολυτελείᾳ χαίρειν εἰποῦσα, τὰ ὄντα τοῖς πένησι διεδίδου, καὶ πολλοὺς τῶν ἐπὶ δουλείᾳ παρὰ τῶν βαρβάρων ἀποδιδομένων ἐῤῥύετο, χρυσίον αὐτὴ παρέχουσα, καὶ πᾶσι σωτηρίας ἦν λιμὴν τοῖς δυστυχοῦσι Ρωμαίων καὶ δεδουλωμένοις ὑπὸ τῶν βαρβάρων κατὰ συγχώρησιν θεοῦ. ἐκείνη μὲν οὖν οὕτω πρὸς ἅπασαν ἰδέαν ἐναρέτου βίου παρ' ὅσον συνδιῆγε τοῖς βαρβάροις χρόνον ἐῤῥύθμησεν ἑαυτήν.

ϟϛʹ.[96] Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ ἐκ τῶν κατὰ Πόντον πόλεων Ρωμαίοις ὑπηκόων Ἡρακλείας καὶ Ἀμάστριδοςκατάσκοποι ἐπέμφθησαν ἱερεύς τις καὶ μοναχὸς, τὴν βασιλέως δύναμιν κατασκεψόμενοι, ὁπόση τις οὖσα, οὕτως ἀκριβέστατα Βυζάντιον δύναται πολιορκεῖν. οἱ δὲ, ἐπεὶ εἰς Σηλυμβρίαν ἧκον, Κοντοφραὶ ἐξενίζοντο τῷ πρωτοσεβαστῷ ὄντι ἐπιτηδείῳ. ὁ δὲ αὐτοὺς προσῆγε βασιλεῖ καὶ τὴν αἰτίαν ἀπήγγελλον, δι' ἣν τοῖς σφετέροις ἐπέμφθησαν πολίταις. βασιλέως δὲ ἡμέρως χρηματίσαντος αὐτοῖς καὶ εὐηργετηκότος, ἐπεὶ ἀναχωρεῖν πρὸς τὴν οἰκίαν ἔμελλον, τῶν βασιλείων ἐξιόντες, ὁρῶσί τινα ἐν βασιλείοις διατρίβοντα, ᾧ ἐν Βυζαντίῳ μυστικὸν ἑώρων τὸν Κίνναμον, ἄρχοντα τότε τῶν πραγμάτων, διαλεγόμενον ἐν ἀποῤῥήτῳ. καὶ αὐτίκα Κοντοφραὶ ἐδήλουν περὶ τοῦ ἀνθρώπου, παρῄνουν τε ἀνακρίνειν τὴν αἰτίαν τῆς ἀφίξεως αὐτοῦ. Κοντοφραὶ δὲ τὸν ἄνθρωπον ἐκπλήττειν βουλομένου εὐθὺς καὶ θρασύτερον τῶν ἱματίων ἁπτομένου καὶ περιέλκοντος, μάχαιρα εὕρητο ὑπὸ θοιμάτιον κρυπτομένη, ὀξύτητος μὲν καὶ ἀκμῆς οὐδεμίαν ἀπολείπουσα ὑπερβολὴν, κοιλότητας δέ τινας καὶ ἀντιλαβὰς ἔχουσα κατὰ τὰ πλάγια, αἷς φάρμακα ἐνέκειτο τάχιστα διαφθείρειν τὸν προσομιλήσοντα δυνάμενα. ἀνακρινόμενος δὲ ὁ ἄνθρωπος, ὅ,τι βούλοιτο αὐτῷ ἡ μάχαιρα, ἐκ τῶν ἐν Βυζαντίῳ ἔφασκεν ἀρχόντων ἐπὶ τῷ βασιλέα ταύτῃ τιτρώσκειν τῇ μαχαίρᾳ πεπεισμένον ἥκειν. πέντε δὲ ἡμέρας ἐπὶ δέκα ἔχειν ἀφιγμένον, ἐν αἷς ἅπαξ εὐπορήσαντα ἐπιτηδείου πρὸς τὸ ἔργον χρόνου, αὖθις ἀποσχέσθαι δείσαντα τὴν βασιλέως ἀπειλήν. μέσης γὰρ ἔφασκε νυκτὸς, βασιλέως ἐπιδεδημηκότος βασιλείοις, καὶ τῶν φώτων ὑπ' ἀνέμων ἐν χειμῶνος ὥρᾳ ἐσβεσμένων, τοὺς ἄλλους μὲν περὶ φώτων ἠσχολῆσθαι κομιδὴν καὶ θορυβεῖν, αὐτὸν δὲ καιρὸν νομίσαντα διὰ τὸ σκότος καὶ προσιόντα, βασιλέα μηδένα προσεγγίζειν προσειπεῖν, ὡς καὶ αὐτὸν τὴν μάχαιραν κατέχοντα. ὃ πυθόμενον αὐτὸν καὶ δείσαντα ἀποσχέσθαι τῆς ἐπιβουλῆς. ἐρωτωμένου δὲ βασιλέως, εἴ τι τότε περὶ τῆς ἐπιβουλῆς ὑπώπτευκεν, οὐδὲν εἶπεν, ἀλλὰ τῶν ἄλλων θορυβούντων καὶ ὥσπερ δεδοικότων περὶ αὐτοῦ, ἐν εὐτραπελίας εἴδει θαῤῥεῖν πρὸς αὐτοὺς εἰπεῖν καὶ μὴ δεδοικέναι. μάχαιραν γὰρ κατέχειν καὶ αὐτόν. ἡ μὲν οὖν ἐπιβουλὴ οὕτως ἐμηνύθη. ὁ βασιλεύς τε αὐτὸς καὶ οἱ περὶ αὐτὸν πολλὰς ὡμολόγουν χάριτας θεῷ, οὕτως ἐκ χαλεπῶν κινδύνων ῥυομένῳ βασιλέα. βασιλὶς δὲ ἡ Ἄννα καὶ οἱ περὶ αὐτὴν τῶν πραγμάτων ἄρχοντες, ἐπεὶ παρά τε τῆς Μυσῶν συμμαχίας καὶ τῶν ἄλλων ὤνηντο οὐδὲν, Ὀρχάνην τε ἀδύνατον ἑώρων μεταπείθειν πρὸς Καντακουζηνὸν τὸν βασιλέα πολεμεῖν διὰ τὸ κῆδος, ἐτράποντο ἐπὶ τὸ πείθειν ἕτερόν τινα τῶν βαρβάρων συμμαχεῖν αὐτοῖς. καὶ πέμψαντες Τάγαριν Γεώργιον τὸν μέγαν στραδοπεδάρχην πρὸς Σαρχάνην τὸν Λυδίας σατράπην, ἦν γὰρ αὐτῷ καὶ συνήθης πρότερον ἐπὶ Φιλαδέλφειαν πολὺν χρόνον τῷ πατρὶ συνδιατρίψαντι, ἐδέοντο σφίσι βοηθεῖν καὶ πέμπειν κατὰ βασιλέως στρατιάν. ὁ δὲ αὐτίκα τε ἐπείθετο καὶ συνεξέπεμπε τῷ Τάγαρι τὴν δύναμιν. Ἀμοὺρ δὲ, ὡς ἐπύθετο τὴν Σαρχάνη στρατιὰν χωροῦσαν κατὰ βασιλέως, δεινὰ ἐποιεῖτο καὶ ἐπίνοιάν τινα ἐσκέπτετο, δι' ἧς ἐξέσται τῷ φίλῳ βοηθεῖν. καὶ ἀπολεξάμενος δύο τῶν παρ' αὐτῷ ἐπιφανῶν, οὓς ᾔδει μάλιστα τὰ κατὰ γνώμην πράξοντας, ἐξέπεμπε καὶ δισχιλίους στρατιώτας παρασχόμενος, ὡς ἅμα τῇ Σαρχάνη στρατιᾷ περαιωθησομένους πρὸς τὴν Θρᾴκην. ἔθος γὰρ τούτοις τοῖς βαρβάροις, ὅταν ἐπὶ λεηλασίαν ἴωσιν, ἄν τινες ἐξ ἑτέρας σατραπείας ἐθέλωσι συνέπεσθαι, μὴ κωλύειν, ἀλλὰ καὶ εἰδέναι χάριν, ὡς φίλοις καὶ συμμάχοις. ἐκέλευε δὲ Ἀμοὺρ τοῖς παρ' ἑαυτοῦ πεμφθεῖσιν ἄρχουσιν, ὡς ἂν μὲν διαλλάττοιτο πρὸς βασιλέα ἡ Σαρχάνη στρατιὰ, οἴεσθαι γὰρ αὐτοὺς βασιλέα πείσειν κατατίθεσθαι τὸν πρὸς ἐκεῖνον πόλεμον καὶ συμμαχεῖν, μηδ' αὐτοὺς ἀποκαλύπτειν τὸ ἀπόῤῥητον, ἀλλὰ μετὰ τῶν ἄλλων πρὸς τὸν βασιλέα ἥκειν. ἂν δ' ἐθέλωσιν ἐκεῖνοι πολεμεῖν ὡς ἀληθῶς, κρύφα πέμψαντας πρὸς βασιλέα παραινεῖν αὐτῷ ἀντικαθίστασθαι πρὸς μάχην τοῖς βαρβάροις. ἐπειδὰν δὲ ὦσι παρατεταγμένοι καὶ ἤδη μέλλωσι συμπλέκεσθαι, μεθίστασθαι πρὸς βασιλέα καὶ χωρεῖν κατὰ τῶν βαρβάρων μετὰ τῆς ἐκείνου στρατιᾶς. τοῖς μὲν οὖν ἄρχουσι τῆς στρατιᾶς οὕτω προσέταττεν Ἀμοὺρ, μηδενὸς αὐτοῖς ἑτέρου συνειδότος τὸ ἀπόῤῥητον. τοῖς στρατιώταις δὲ ἐκέλευε πάντα πείθεσθαι τοῖς ἄρχουσι καὶ μηδένα πολυπραγμονεῖν, ὡς, εἴ τις μὴ πείθοιτο, αὐτοῦ καὶ γένους διαφθαρησομένου. τοιαῦτα μὲν ὁ Ἀμοὺρ συσκευάσας, μετὰ τῶν ἄλλων συνεξέπεμπε τὴν στρατιάν. Τάγαρις δὲ ὁ μέγας στρατοπεδάρχης πάν κατ' αὐτοῦ. ὅμως δέ τινας καὶ χρηστοτέρας παρείχοντο ἐλπίδας. οἱ τῆς Ἀμοὺρ δὲ στρατιᾶς ἡγούμενοι ἐμήνυον τὸ ἀπόῤῥητον τῷ βασιλεῖ καὶ παρῄνουν τε θαῤῥεῖν καὶ παρασκευάζεσθαι πρὸς μάχην, ἂν ἐπίωσιν. οἱ μὲν οὖν πρέσβεις τάχιστα ἐπανελθόντες ἀπήγγελλον βασιλεῖ τὰ παρὰ τῶν Περσῶν. καὶ παρεσκευάζετο καὶ αὐτὸς ὡς μαχούμενος, ἢν δέῃ. οὐδένα γὰρ ἤδη τῶν ἄλλων ἐποιεῖτο λόγον, μελλόντων ἐκείνων πρὸς αὐτὸν μεθίστασθαι ἐπὶ τῆς παρατάξεως. μετὰ μικρὸν δὲ καὶ οἱ ἄλλοι συμφωνήσαντες κοινὴν ἐποιήσαντο πρεσβείαν πρὸς τὸν βασιλέα, φάσκοντες θαῤῥεῖν, ὡς ἔσονται σύμμαχοι καὶ φίλοι. ἐδέοντο δὲ αὐτοῦ μὴ τὸ νῦν ἔχον ἀναγκάζειν ἥκειν πρὸς αὐτόν· ἀλλ' ἀπελθόντας εἰς Βυζάντιον πρὸς βασιλίδα καὶ δῶρα δεξαμένους καὶ τὰ ἐπηγγελμένα χρήματα τῷ σφῶν σατράπῃ ἐπανήκειν πρὸς αὐτὸν, καὶ πάντα τὰ κελευόμενα ποιεῖν. οἱ μὲν οὖν βάρβαροι γνώμην ἔχοντες τοιαύτην ἧκον εἰς Βυζάντιον. καὶ οἱ στρατηγοὶ πρὸς βασιλίδα εἰσελθόντες προσεκύνουν τε καὶ ἐδέχοντο δῶρα παρ' ἐκείνης φιλοτίμως, συνέβαινόν τε οἱ τῶν Βυζαντίων ἄρχοντες τοῖς Πέρσαις, ἵν' αὐτοὶ μὲν ἐκ θαλάσσης τριήρεις πέμψαντες κωλύσωσιν Ὀρχάνην βασιλεῖ μὴ βοηθεῖν, αὐτοὶ δὲ ἐκ τῆς ἠπείρου περιστρατοπεδευσάμενοι Σηλυμβρίαν πολεμῶσιν, ἄχρις ἂν ἐκπολιορκήσωσιν αὐτὴν καὶ τοὺς συνόντας. ἤλπιζον γὰρ καὶ Σηλυμβριανοὺς, ἂν μεγάλην δύναμιν ἐκ γῆς καὶ θαλάττης ἴδωσι, διαστασιάσειν πρὸς βασιλέα καὶ τὴν πόλιν ἐκείνοις παραδώσειν. καὶ ὡπλίζοντο αὐτίκα αἱ τριήρεις. τὸ Περσικὸν δὲ διενοοῦντο, εἰ καὶ Ρωμαίων ἱππικὴ στρατιὰ συνέποιτο αὐτοῖς, πάντας ἐξανδραποδίζειν. ἐμήνυόν τε βασιτεῖ τῷ Καντακουζηνῷ, εἰ καθ' ἡδονὴν τὸ τοιοῦτον εἴη πράττειν. ὁ δ' ἐκώλυεν, αὐτὸς ἰσχυριζόμενος ἀδικεῖσθαι, ἂν τοιαῦτα τολμῶσιν. ὀλίγῳ γὰρ ὕστερον αὐτοῦ τοὺς στρατιώτας ἔσεσθαι ἐκείνους. ἐκείνου μὲν οὖν ἀπέσχοντο, καὶ οὐδὲ ἐνέμειναν παρασκευασαμένους σὺν αὐτοῖς ἐλθεῖν. ἀναστρέφοντες δὲ ἐκ Βυζαντίου πρὸς Σηλυμβρίαν, πάντας ἠνδραπόδιζον τοὺς προστυχόντας καὶ ἐζημίωσαν οὐκ ὀλίγα διὰ τὸ θαῤῥεῖν αὐτοῖς τοὺς περὶ τὸ Βυζάντιον, ὡς φίλοις καὶ συμμάχοις. ἐπεὶ δὲ εἰς Σηλυμβρίαν ἦσαν, ἡ στρατιὰ μὲν ἔξω κατελείπετο, λοχαγοὶ δὲ καὶ ἡγεμόνες καὶ στρατηγοὶ, οὐκ ὀλίγοι ὄντες, πρὸς βασιλέα ἦλθον. καὶ ὁ βασιλεὺς εἱστία φιλοτίμως ἐπ' αὐτοῦ. οὕτω δὲ ἦν ἡ οἰκία κατεσκευασμένη, ἐν ᾗ ηὐλίζετο ὁ βασιλεὺς, ὥστε καθημένους ὁρᾷν τε τὴν θάλασσαν καὶ ὁρᾶσθαι ὁμοίως ὑπὸ τῶν παριόντων. εἱστιῶντο μὲν οὖν οἱ Πέρσαι, καὶ αἱ ἐκ Βυζαντίου παρῆσαν αὐτίκα τριήρεις οὐκ ὀλίγαι καὶ πεντηκόντοροι λῃστρικαὶ, καὶ παραπλέοντες ᾔδεσαν γὰρ ἐκεῖ βασιλέα διατρίβοντα, τῶν ὕβρεων ἠφείδουν καὶ τῶν ἀπειλῶν. οἱ Πέρσαι δὲ αὐτίκα ἀναστάντες ἔβαλλον τοὺς τριηρίτας ἀπὸ τῆς οἰκίας συχνοῖς τοῖς βέλεσι, καὶ ἐτραυμάτισάν τινας. οἱ ναύαρχοι δὲ τοὺς Πέρσας ὁρῶντες μαχομένους, πρῶτα μὲν ἐθαύμαζον καὶ διηπόρουν, ὅ,τι εἴη· ἐπεὶ δὲ ἐπύθοντο τὸ Περσικὸν προσκεχωρηκότας βασιλεῖ, ἀνέστρεφον αὐτίκα, πάσης αὐτοῖς ἐλπίδος περιαιρεθείσης, καὶ ὁ βασιλεὺς τοῖς ἄρχουσι τῆς στρατιᾶς δῶρα παρασχόμενος ἀπέπεμπε πρὸς τὴν οἰκείαν· οὐ γὰρ αὐτῶν ἐδεῖτο τότε. ἐκεῖνοι δὲ ζημίαν οὐ μικρὰν ἡγούμενοι τὸ κεναῖς ἀναχωρεῖν χερσὶν ἐπεστράτευσαν Μυσοῖς, καὶ ἀπέκτειναν πολλοὺς κατὰ τὴν ἔφοδον ἐκείνην καὶ ἠνδραποδίσαντο, καὶ βοσκημάτων ἐκράτησαν παμπόλλων, καὶ, εἴπερ ποτὲ, ἐκάκωσαν Μυσίαν. ἐλέγετο δὲ, ὡς βασιλεὺς αὐτοῖς ἐπιτρέψειε τὴν ἔφοδον ἀμειβόμενος τῆς συμμαχίας· ἐψεύδοντο δὲ ἀκράτως οἱ λογοποιοῦντες. οὐχ ὅτι τότε γὰρ ὁ βασιλεὺς, ἀλλ' οὐδὲ ἄλλοτέ ποτε ἑκὼν εἶναι τοὺς βαρβάρους ἐπήγαγε Μυσοῖς· ἀλλὰ πλείους ὄντες, ἢ ὥστε ἄγεσθαι ὑπὸ Ρωμαίων, ἀφ' ἑαυτῶν αὐτοὶ ἐπῄεσαν κέρδους ἕνεκα. λαμβάνειν γὰρ παρὰ Ρωμαίων οὐδὲν ἐξῆν, τῶν μὲν ἤδη διεφθαρμένων, τῶν ὑπολοίπων δὲ τελούντων ὑπὸ βασιλέα, ᾧ σύμμαχοι καὶ φίλοι εἶναι ἔλεγον. μᾶλλον μὲν οὖν καὶ πρόνοιαν ἐποιεῖτο πλείστην τοῖς Μυσοῖς τὴν τῶν βαρβάρων ἔφοδον ἀεὶ μηνύειν· καὶ πολλάκις ἀπὸ τούτου τοῦ τρόπου διεσώθησαν ἐπὶ τὰς πόλεις καὶ τὰς λόχμας καταδύντες. οὐ μὴν ἀλλὰ καὶ πρὸς τοὺς φίλους ἀεὶ πολύν τινα λόγον ἐποιεῖτο περὶ Ρωμαίων τῶν ἐξανδραποδιζομένων ἀγανακτῶν, ὅτι ἃ μὴ βούλοιτο, ἀλλὰ καὶ ἄχθοιτο γινομένων οὐ μετρίως, ταῦτα ὑπὸ τῶν πολεμούντων πράττειν ἀναγκάζοιτο· καὶ πρὸς μὲν ἐκείνους ἔφασκεν ἀμύνεσθαι δίκαιον ἡγεῖσθαι, οὐ μόνον διὰ τὸ μὴ καταδέχεσθαι τὴν εἰρήνην, ἀλλ' ὅτι, εἰ καὶ τρόπῳ δή τινι περιγένοιντο αὐτῶν, πάντας ὠμῶς ἀποκτενοῦσιν, ὡς ἐκ τῶν γεγενημένων εἰκάζειν ἔξεστι τὰ μέλλοντα. δι' ἃ καὶ τὴν τῶν βαρβάρων αἱρεῖσθαι συμμαχίαν, ἵνα μὴ αὐτοὶ χρησάμενοι, ὥσπερ πολλάκις ἐπεχείρησαν, διαφθείρωσιν αὐτὸν καὶ τοὺς συνόντας. πρὸς δὲ τοὺς κτεινομένους καὶ ἐξανδραποδιζομένους καὶ τὰ ἔσχατα ὑπομένοντας οὐδεμίαν εὐπρόσωπον ἀπολογίαν ἔχειν. τί γὰρ ἠδικήκασιν ἄνθρωποι γεωργοὶ καὶ γυναῖκες καὶ βρέφη νήπια, ἃ καθημέραν κατασφάττεται καὶ πρὸς δουλείαν ἀποδίδοται καὶ ἤθεσι καὶ νόμοις ἐντρέφεται βαρβαρικοῖς καὶ πρὸς τὸ ἀφίστασθαι ἐνάγεται θεοῦ τοῦ πλάσαντος; ἢ γυναῖκες αἰσχυνόμεναι παρθένοι, καὶ ναοὶ καταστρεφόμενοι, καὶ τὰ ἅγια συμπατούμενα καὶ περιυβριζόμενα καὶ ἀθέων χερσὶ παραδιδόμενα παρὰ πάντα τοῦ δικαίου καὶ εὐλόγου λόγον; ἐφ' οἷς καὶ ἐπεδάκρυε τὰς παρὰ τοῦ δικαίου κριτοῦ περὶ τούτων ἐννοῶν εὐθύνας καὶ τὸ ἀπαραλόγιστον ἐκεῖνο δικαστήριον καὶ φοβερόν. ὅμως τῶν αὐτῶν πάλιν ἀναγκαίως εἴχετο τῶν γινομένων, τὴν αἰτίαν εἰς τοὺς μὴ καταλύειν τὸν πόλεμον ἐθέλοντας ἀνατιθεὶς, ἀλλ' ἐπιβουλεύοντας ἀεὶ καὶ μηδένα τῶν κτεινομένων ἔλεον λαμβάνοντας, καὶ ταῦτα ὑπ' αὐτοῖς τελούντων. οἱ μὲν οὖν βάρβαροι πολλὴν αἰχμαλωσίαν ἄγοντες ἀπὸ Μυσῶν ἐπεραιώθησαν εἰς τὴν Ἀσίαν.

ϟζʹ. Οἱ ἐν Βυζαντίῳ δὲ ἐπεὶ φανερῶς ἀπέγνωσαν πολεμεῖν πρὸς βασιλέα, ἐπεβούλευον αὖθις ἀφανῶς, καὶ Μονομάχον τινὰ, ἀδελφιδοῦν ὄντα Τάγαρι τῷ μεγάλῳ στρατοπεδάρχῃ, δηλητήριον ἔχοντα αὐτομολεῖν ἐκέλευον πρὸς βασιλέα, εἶτα μηνύειν δῆθεν τὴν ἐπιβουλὴν καὶ τὰ φάρμακα φανεροῦν. ἐπειδὰν δὲ ἀδείας λάβηται καὶ παῤῥησίας διὰ τὴν δοκοῦσαν εὔνοιαν, τότ' ἤδη τῇ ἐπιβουλῇ χρῆσθαι ἀδεῶς καὶ φάρμακα ἕτερα ἔχοντα προσάγειν βασιλεῖ. ἡ μὲν οὖν ἐπιβουλὴ τοιαύτη ἦν. καὶ ὁ Μονομάχος ἐποίει κατὰ τὰ κεκελευσμένα, καὶ τήν τε ἐπιβουλὴν ἐμήνυε, τὴν ἀπανθρωπίαν καὶ μοχθηρίαν τῶν πεμψάντων φάσκων βδελύξασθαι οὐ ἀνεκτῶς καὶ μᾶλλον βούλεσθαι συνεῖναι βασιλεῖ διὰ τὴν ἡμερότητα καὶ χρηστότητα τῶν τρόπων, καὶ τὸ φάρμακον παρεῖχεν ἐν ἀγγείῳ ὑελίνῳ. τὸν μὲν οὖν Μονομάχον ὁ βασιλεὺς ἐπῄνει τῆς ἐπιεικείας, καὶ αὐτίκα ἠμείβετο δωρεαῖς διὰ τὴν μήνυσιν τῆς ἐπιβουλῆς καὶ ἔτι ἔμελλε μᾶλλον εὖ ποιήσειν. τὸ δὲ φάρμακον τὸν Ποταμιάτην ἐκέλευε λαβόντα κατορύττειν· καὶ κατώρυττε τῆς πόλεως ἐξελθών. ἀναστρέψας δὲ ἥπτετο τροφῆς μὴ νιψάμενος τὰς χεῖρας· οὐ γὰρ ὑπώπτευε τοσαύτην ἔχειν δύναμιν, ὥστε ἐν ὑελίνῳ κατακεκλεισμένον, καὶ ὑπὸ πολλῶν ἑτέρων περιεχόμενον ἐπιβλημάτων, ἀπὸ μόνης βλάπτειν δύνασθαι ἁφῆς. τὸ δὲ οὕτως ἄρα ἐνεργὸν καὶ δραστήριον ἦν, ὡς μόλις δυνηθῆναι Ποταμιάτην τὸν παρ' ἐκείνου κίνδυνον διαφυγεῖν. διάῤῥοιαί τε γὰρ κοιλίας κατέσχον συνεχεῖς καὶ περιωδυνίαι τοῦ στομάχου, καὶ ἅπαν τὸ στόμα φλυκτίδας ἦν ἐξηνθηκός. καὶ οἱ ὀδόντες ἐδόκουν καταπίπτειν, τῶν περιεχόντων ὑμένων νεκρωθέντων. θηριακαῖς δὲ χρησάμενος καὶ ἑτέροις ἀντιδότοις μόλις τὸ ἀποθανεῖν διέφυγεν. ἐνόσησε δὲ οὐκ ὀλίγον χρόνον· οὕτω δὲ νενάρκωτο τὰ περὶ τὸ στόμα πάντα, ὡς ἐπιπολὺ μηδεμιᾶς αἰσθάνεσθαι ποιότητος. τὸ μὲν οὖν δηλητήριον τοιαύτην εἶχε τὴν δύναμιν. οἱ φίλοι δὲ ἐκ Βυζαντίου βασιλεῖ μὴ θαῤῥεῖν παρῄνουν Μονομάχῳ, ἀλλὰ φυλάττεσθαι τὸν ἄνδρα· οὕτω γὰρ εἶναι συνεσκευασμένον παρὰ τῶν πεμψάντων, ὥστ' αὐτὸν μὲν πρότερον ἑκόντα παρασχεῖν τὸ φάρμακον, ὡς ἂν νομίζοιτο εὔνους εἶναι, ὕστερον μέντοι προσάγειν ἕτερον ἐκείνου χαλεπώτερον. ὃν αὐτίκα μεταπεμψάμενος ὁ βασιλεὺς, εἰ ἀληθῆ τὰ περὶ ἐκείνου γεγραμμένα ἐπυνθάνετο παρὰ τῶν φίλων εἴη. ὁ δ' ἠρνεῖτο μὲν, σαθρὰς δὲ παρείχετο ἀπολογίας καὶ οἵας ὑποπτεύεσθαι. βασιλεὺς δὲ κακῶς μὲν οὐδὲν ἐποίει, ἀναχωρεῖν δὲ μόνον ἐκέλευε καὶ μὴ αὐτῷ συνεῖναι καὶ αὐτίκα ἀνεχώρει. βασιλεὺς μὲν οὖν τὸν πλείω χρόνον διέτριβεν ἐν Σηλυμβρίᾳ, ἵν' ἐξῇ τοῖς ἐν Βυζαντίῳ φίλοις διαλέγεσθαι. Τζυράκης δέ τις τῶν βασιλίδος οἰκετῶν, δυσανασχετῶν πρὸς τὰ πραττόμενα καὶ τὴν τοσαύτην Ρωμαίων οἰκτείρων κακοπραγίαν, συνορῶν τε, ὡς οἱ μὲν ἐν Βυζαντίῳ ἄρχοντες οὔτ' ἀντέχειν πρὸς βασιλέα οἷοίτε εἰσὶν, οὔτε περὶ εἰρήνης οὐδένα ποιοῦνται λόγον, ἀλλ' αὐτὸ τοῦτο μόνον ἐγνώκασι τὸ τῶν πραγμάτων αὐτοὶ ἄρχειν, τῶν δ' ἄλλων οὐδενὸς πρόνοιαν ποιοῦνται, καὶ νομίσας, εἰ Καντακουζηνὸς ὁ βασιλεὺς τρόπῳ δή τινι τῶν πραγμάτων συμπάντων ἄρξειε, λυθήσεσθαι Ρωμαίοις τὰς συμφορὰς, καὶ ἐπί τι βέλτιον χωρήσειν τὴν ἡγεμονίαν, ὑπὸ τῶν συνεχῶν πολέμων τοσούτῳ μεγέθει χρησαμένην συμφορῶν, καὶ ἄλλους οὐκ ὀλίγους προσεταιρισάμενος, ἔπραττεν, ὅπως ὑπὸ βασιλέα γένοιτο Βυζάντιον, καὶ πέμψας ἐδήλου βασιλεῖ κατὰ Σηλυμβρίαν διατρίβοντι. ὁ δὲ ἐδέχετό τε τὴν πρᾶξιν, καὶ πάντα, ὅσα ᾐτοῦντο, ἐπηγγέλλετο ποιήσειν. οἱ ἐν Γαλατᾷ δὲ, ὥσπερ ἔφημεν, Λατῖνοι ἀπεχθῶς ἄγαν πρὸς Φακεωλάτον διακείμενοι διὰ τὸ τοὺς ὁμοφύλους ἀνῃρῆσθαι, αὐτοί τε ἐσπούδαζον ἀποκτείνειν, καὶ πρὸς βασιλίδα συχνὰς ποιούμενοι πρεσβείας ἐκδοθῆναι σφίσι τὸν Φακεωλάτον ᾔτουν, εἰ μὴ βούλοιτο πολεμίους ἔχειν. βασιλὶς δὲ Φακεωλάτον τε προΐεσθαι μὴ βουλομένη, ἦν γὰρ τότε καὶ αὐτὸς τῶν ᾑρημένων ἄρχειν καὶ μυστικῷ τῷ Κιννάμῳ καὶ Ἀσάνῃ τῷ πανυπερσεβάστῳ συμπράττων πρὸς τὸν κατὰ βασιλέως πόλεμον, τό,τε Λατίνοις πολεμεῖν οὐ λυσιτελεῖν αὐτῇ νομίζουσα πρὸς τὴν ἀρχὴν, οὔτ' ἀπέπεμπε φανερῶς, ὡς ἄδικα πρεσβεύοντας, οὔτ' ἐνεδίδου τι κατὰ Φακεωλάτου πράττειν, ἀλλ' ἠπίως πως καὶ προσηνῶς ἠβούλετο διαλύειν τὴν διαφοράν. καὶ Λατίνοις μὲν ἔφασκεν ἀποκρινεῖσθαι πρότερον καλῶς περὶ ὧν ἀξιοῦσι διασκεψαμένην. Φακεωλάτῳ δὲ ἐκέλευε πρόνοιαν αὐτοῦ ποιεῖσθαι, μὴ ὑπὸ τῶν Λατίνων ἐπιβουλευθῇ ἡμέρας ἢ νυκτὸς ἐπιθεμένων. ὁ μὲν οὖν αὐτίκα περιέστησεν ἑαυτῷ φρουρὰν, καὶ ὑπωπτεύετο παρ' οὐδενὸς, ὁμοίως ἐν βασιλείοις καὶ κατὰ τὴν ἄλλην πόλιν περιιὼν ὁπλίτας ἔχων περὶ ἑαυτόν. ὁ δὲ ἀχθόμενος καὶ πρότερον ἐπὶ τοῖς ὑπὸ τοῦ πολέμου συμβαίνουσι κακοῖς, καὶ μεγάλῳ μὲν δουκὶ καὶ πατριάρχῃ πολλὴν συνειδὼς ἀγνωμοσύνην περὶ Καντακουζηνὸν τὸν βασιλέα καὶ συκοφαντίαν, ἐκεῖνον δὲ τὰ ἔσχατα ἠδικημένον καὶ δικαιότερον ὄντα τῶν ἄλλων μᾶλλον τοῖς πράγμασιν ἐφεστηκέναι, τότε δὲ καὶ μᾶλλον ὑπὸ τῶν περισχόντων φόβων, τό, τε κοινῇ λυσιτελοῦν καὶ αὐτῷ ἰδίᾳ συνιδὼν, ἐσκέπτετο καὶ αὐτὸς τὴν εἰς Βυζάντιον εἴσοδον συμπράττειν βασιλεῖ, ὡς μόνην ταύτην πολλῶν ἀπαλλαγῆς κακῶν αἰτίαν ἐσομένην. πυθόμενος δὲ καὶ περὶ Τζυράκη, ὅτι τὰ αὐτὰ ἐκείνῳ βούλοιτο, συνῆλθόν τε εἰς λόγους καὶ συνέθεντο κοινῇ τὴν πόλιν βασιλεῖ παραδιδόναι. καὶ πέμψαντες αὖθις ἐδήλουν βασιλεῖ, ὡς καὶ Φακεωλάτος πρόσθοιτο τοῖς πράττουσιν ὑπὲρ αὐτοῦ. ἐπεὶ δὲ ἔδει καὶ ἀξιόλογόν τινα ἐλθεῖν πρὸς βασιλέα, ὥστε συνθέσθαι τὸν χρόνον, ἐν ᾧ δεήσει αὐτόν τε παρεῖναι καὶ τὴν ἅλωσιν ἐκείνους πράττειν, ἔδοξε σκεψαμένοις τὸν Μικροκέφαλόν τινα πέμπειν. καὶ μεταπεμψάμενοι τῶν τε ἀποῤῥήτων ἐποιοῦντο κοινωνὸν, καὶ παρῄνουν αὐτομολεῖν πρὸς βασιλέα δῆθεν καὶ πάντα δῆλα καθιστᾷν, καὶ χρόνον συντιθέναι, καθ' ὃν ἐκεῖνον παρεῖναι δεήσει. ἐπεὶ δὲ ἐπείθετο πρὸς τὴν ἐπιχείρησιν, Πετρογουργούρῳ τινὶ περὶ ναυτικὰ ἠσχολημένῳ, ἐπιτηδείῳ μάλιστα Φακεωλάτῳ ὄντι, τὴν Μικροκεφάλου πρὸς Σηλυμβρίαν ἀπαγωγὴν ἐπέτρεπον ἐκ θαλάττης, ἐκεχειρία γάρ τις ἦν Σηλυμβριανοῖς πρὸς Βυζαντίους, καὶ ἀδεῶς ἐφοίτων πρὸς ἀλλήλους ἐμπορίας ἕνεκα, ὁμοίως τε παρόντος καὶ ἀπόντος βασιλέως, ἐκ γῆς δὲ λῃστεῖαί τε ἦσαν συνεχεῖς καὶ βαρβάρων ἔφοδοι, καὶ οὐδὲν δεινὸν ἦν, ὃ μὴ παρῆν, ἃ ἐποίει ἄπορον παντάπασι τὴν δίοδον. ἐκείνοις μὲν οὖν οὕτω Μικροκέφαλος παρεσκεύαστο πρὸς βασιλέα ἥξων. οὐ μὴν οὐδὲ οἱ ἐν Βυζαντίῳ ἄρχοντες ἠμέλουν, ἀλλ' ἐδόκει δεῖν κἀκείνοις πέμψασι διαφθείρειν τινὰς τῶν βασιλεῖ συνόντων, πολλὰ ἐκ βασιλίδος ἐπαγγειλαμένους. ἐδόκει δὴ καὶ αὐτοῖς σκεψαμένοις ὁ Μικροκέφαλος οὑτοσὶ πρὸς τὸ ἔργον εἶναι ἐπιτηδειότατος. καὶ αὐτίκα μετεκαλοῦντο καὶ διελέγοντο περὶ ὧν διενοοῦντο, εὖ ποιήσειν πολλὰ ἐπαγγελλόμενοι. ὁ δὲ πρῶτον μὲν ἔδεισε πρὸς τὴν κλῆσιν, πεφωρᾶσθαι οἰηθεὶς τοὺς πράττοντας τὴν ἅλωσιν. ἐπεὶ δὲ ᾐσθάνετο μηδὲν εἰδότας, ἐπηγγέλλετο τὸ προσταττόμενον ποιήσειν προθυμότατα. οἱ δὲ γράμματά τε παρείχοντο πρὸς οὓς ἐβούλοντο καὶ Πετρογουργούρῳ, πρὸς ὃν καὶ ὁ Φακεωλάτος, παρεδίδοσαν, ὡς ἀκατίῳ τινὶ ἀπάξοντι πρὸς Σηλυμβρίαν. ὃ καὶ μᾶλλον ἔδοξε τοῖς περὶ Φακεωλάτον ὑπὸ τῆς προνοίας συνεσκευάσθαι. καὶ προθυμότεροι ἦσαν πρὸς τὸ πράττειν, ἅτε δὴ συναιρομένου καὶ τοῦ θείου. οὕτω μὲν οὖν Μικροκέφαλος παρεγένετό τε πρὸς βασιλέα σὺν ῥᾳστώνῃ καὶ πάντα ἔπραξε τὰ παρὰ Φακεωλάτου. βασιλεὺς δὲ συνθέμενος ἡμέραν, ἐν ᾗ ἔδει πρὸς τὴν χρυσῆν καλουμένην πύλην εἶναι νυκτὸς, ἐκεῖθεν γὰρ ἐδόκει ῥᾴδιον εἰσάγειν εἶναι, ἀπῇρεν εἰς τὴν Ἀδριανοῦ, ἵνα μηδεμίαν ὑποψίαν παρέχοιτο τοῖς ἄρχουσιν ἐν Βυζαντίῳ.

ϟηʹ.[98] Τούτων δὲ πραττομένων, αὐτομάτως καὶ ἡ βασιλὶς διετίθετο κακῶς πρὸς πατριάρχην, καίτοι παρὰ πάντα τὸν τοῦ πολέμου χρόνον πολλὴν τὴν εὐμένειαν παρεχομένη καὶ τὴν ῥοπὴν, ὡς ἄρχοντα ἀρχόντων εἶναι. αἰτία δὲ ἦν, ὅτι μετὰ τὸ κεκινῆσθαι τὸν πόλεμον εὐθὺς φθονερῶς ὁ πατριάρχης ἔχων πρὸς Παλαμᾶν, οἷα δὴ ὑπωπτευκὼς ἐφεδρεύειν αὐτῷ πρὸς τὴν καθέδραν τὴν ἀρχικὴν, ἐπεχείρει κακουργεῖν. καὶ πρῶτα μὲν ἐκέλευε βασιλεῖ τῷ Καντακουζηνῷ συμπολεμεῖν καὶ πρὸς τὰς ἐπιτιμήσεις καὶ τοὺς ἀφορισμοὺς συγκοινωνεῖν. ὡς δ' ἀπείπατο ἐκεῖνος φανερῶς πρὸς τὴν τῶν ἀτόπων κοινωνίαν, συνιδὼν, ὡς οὐδὲν ἂν ἐκεῖνον βλάπτειν δύναιτο δημόσια ἐγκλήματα ἐπίσημον ὄντα δι' ἀρετὴν καὶ φιλοσοφίαν, δυσσεβείας ἐδίωκε μεταβαλών. Ἀκινδύνῳ γάρ τινι μοναχῷ μετὰ τὸ Βαρλαὰμ ἁπάσαις ἁλῶναι ψήφοις, ἐναντία τοῖς ἁγίοις καὶ λέγοντα καὶ φρονοῦντα περὶ τῆς ὀρθῆς πίστεως καὶ ὑγιοῦς, αὖθις τὰ ἐκείνου ἐκ δικοῦντι καὶ ἠδικῆσθαι φάσκοντι περὶ τὴν δίκην ὀρθὰ καὶ ἀληθῆ φρονοῦντα, Παλαμᾷ δὲ καὶ τοῖς περὶ αὐτὸν κακοδοξίαν ἐγκαλοῦντι, προσθέμενος καὶ ὁ πατριάρχης, οὐδὲ γὰρ οὐδὲ θεοῦ ἀπέσχετο διὰ τὸ πρὸς Καντακουζηνὸν τὸν βασιλέα ἔχθος, καίτοι γε αὐτὸς ὢν ὁ Βαρλαὰμ τῆς ποίμνης οἷα λύμην ἀπελάσας καὶ φθορὰν καὶ δίκην κατ' ἐκείνου πεποιημένος, ἔτι καὶ βασιλέως Ἀνδρονίκου τοῦ μακαρίου περιόντος καὶ Βαρλαὰμ οὐ μόνον καταψηφισαμένου, ἀλλὰ καὶ γραφικαῖς ἀποδείξεσι καὶ ἀνάγκαις λογικαῖς ἀπελέγξαντος κακοδοξεῖν, Παλαμᾶν τε ὁμοίως καὶ ὅσοι τὰ αὐτὰ ἐκείνῳ περὶ τῆς πίστεως ἐφρόνουν, ἐν δεσμωτηρίοις εἶχε καὶ ἐκάκου ὅσα δυνατά· καὶ πόλεμον ἐκίνει κατὰ τῆς ἐκκλησίας τῷ βασιλικῷ παρόμοιον. δίκης γὰρ οὐδεμιᾶς οὐδ' ἐλέγχων, οὐδ' ἀποδείξεων δεόμενος, τῶν τε ἐπισκόπων οὐκ ὀλίγων καὶ τῶν λογάδων τῶν μοναχῶν κατεψηφίζετο ἐρήμην, καὶ πολὺς ἔπνει παρὰ πάντα τὸν τοῦ πολέμου χρόνον κατὰ τῆς εὐσεβείας, καὶ τῶν ἀρχόντων ἐν τοῖς πράγμασιν οὐκ ὀλίγα συναιρομένων. ἑώρων γὰρ οὐδὲ τοῦτο τὸ μέρος ὀλίγα συναιρόμενον πρὸς τὸν πρὸς βασιλέα πόλεμον. πᾶσι γὰρ ὁμοίως ἀδικεῖσθαι Καντακουζηνὸς ὁ βασιλεὺς ἐδόκει, καὶ διὰ σπουδῆς ἦγον τὸ καταλύεσθαι τὸν ἀναῤῥιπισθέντα πόλεμον συγγενικὸν, ὡς αἴτιον ἐσόμενον πολλῶν κακῶν· ἃ τοῖς ἄρχουσιν οὐ λυσιτελεῖν οὔτε πρὸς βασιλίδα, οὔτε πρὸς ἄλλους Ρωμαίους ἀκούεσθαι ἐδόκει. πολλὴν μὲν οὖν κατὰ τὸν τοῦ πολέμου χρόνον κατὰ τῶν μὴ τὰ Ἀκινδύνου ᾑρημένων τὴν μανίαν ἐπεδείκνυτο ὁ πατριάρχης ὁμοίως κατά τε μοναχῶν καὶ ἐπισκόπων. ἡ βασιλὶς δὲ ἀνήκοος μὲν οὐ παντάπασι τῶν τολμωμένων ἦν· ᾤετο δὲ τοὺς μοναχοὺς διὰ τὸ τὰ Καντακουζηνοῦ ᾑρῆσθαι τοιαῦτα ὑπομένειν. ἐπεὶ δὲ ηὔξητο ἐπὶ μέγα τὸ κακὸν, ὅσοι τῶν ἐπισκόπων μὴ καὶ αὐτοὶ διεφθαρμένοι ἦσαν ἐν τοῖς δόγμασι, τὰ κατὰ τὸν πατριάρχην γράμμασιν ἐποίουν βασιλίδι δῆλα, καὶ πολλὴν τὴν κακοήθειαν καὶ τὴν διαστροφὴν τῶν ὀρθῶν δογμάτων ἐνεκάλουν. ἡ δὲ, ὡς ἐπύθετο μόνον, οὐ πρὸς ἀναβολὰς ἐχώρησεν, οὐδὲ ὀλίγης ἄξια φροντίδος ἡγήσατο εἶναι τὰ περὶ θεοῦ, ἀλλὰ πᾶσαν ἄλλην σπουδὴν ἐν δευτέρῳ τιθεμένη, ἑνὶ τούτῳ προσεῖχε μόνῳ, τῇ ἐκκλησίᾳ κακῶς πασχούσῃ καὶ πολεμουμένῃ στῆσαι τὸ κακόν. καὶ τοὺς ἐπιφέροντας τὴν γραφὴν μεταπεμψαμένη ἐπισκόπους, ἐπεὶ δεινὰ ἤκουε κατηγορούντων, ἐδόκει δεῖν σύνοδον ἐκ τῶν ἐνόντων συναθροίζειν καὶ τὸν πατριάρχην καλεῖν πρὸς τὴν ἀπολογίαν. ἐγένοντο μὲν οὖν ἐν βασιλείοις οἱ ἐπίσκοποι, κελευούσης βασιλίδος, πλὴν τῶν ὅσοι ἦσαν φανερῶς τὰ Καντακουζηνοῦ τοῦ βασιλέως ᾑρημένοι. ἐκεῖνοι γὰρ ἀπρόϊτοι ἐν οἰκήσεσι κατεκλείοντο· πλὴν καὶ ἀπόντες τὴν γνώμην, ἣν ἔχουσι περὶ τοῦ πράγματος, ἐδήλουν. ἡ σύνοδος δὲ, προκαθημένης βασιλίδος καὶ τοῦ υἱοῦ βασιλέως, τὴν ἐξέτασιν τῶν δογμάτων ἐποιεῖτο.

ϟθʹ.[99] Ἐν ᾧ δὲ ταῦτα ἐτελεῖτο, ἐκ Σηλυμβρίας τις ἐλθὼν ἐμήνυεν, ὡς ἐν ταύτῃ τῇ νυκτὶ ἐγγὺς εἴη Βυζαντίου τειχῶν ὁ Καντακουζηνὸς, ὃ φυλάξασθαι δέον βασιλίδα. ἰσχυρίζετό τε σαφέστατα εἰδέναι παρὰ τῶν τὰ ἀπόῤῥητα κοινωνούντων αὐτῷ πεμφθείς. βασιλὶς δὲ ἐπεὶ ἐπύθετο, ἀπάτην εἶναι οἰηθεῖσα ὑπὸ τῶν πατριάρχου φίλων συνεσκευασμένην, ἵν', αὐτῆς πρὸς τὴν ἀγγελίαν θορυβηθείσης, τὸ δοῦναι δίκην ἐκεῖνος διαδρῴη ἐφ' οἷς ἐτόλμησε κατὰ θεοῦ, οὐκ ἔφη ἀναστήσεσθαι, εἰ καὶ σαφῶς εἰδείη ἐν ἐκείνῃ τῇ νυκτὶ Καντακουζηνὸν ἐσόμενον ἐντὸς τειχῶν. ἡ μὲν οὖν τοιαῦτα ἀπεφθέγξατο μὴ εἶναι ἀληθῆ τὴν ἀγγελίαν οἰηθεῖσα. τὸ δὲ ἦν ἄρα ἀληθές· ὡς γὰρ ἐκ Σηλυμβρίας μετὰ τὸ προθεσμίαν συνθέσθαι πρὸς τοὺς πράττοντας τὴν ἅλωσιν, ἐν ᾗ αὐτόν τε παρεῖναι ἔδει κἀκείνους τὴν χρυσῆν πύλην διορύττειν ἀπῳκοδομημένην, εἰς Ἀδριανούπολιν ἀπῇρε, τὸ κάλλιστον ἀπολεξάμενος τῆς στρατιᾶς ὑπὲρ χιλίους ὄντας, ἵνα μὴ κατάφωρος εἴη ἐπαγόμενος πολλούς· καὶ διὰ τῶν ἀοικήτων καὶ ἀτριβῶν ὁδεύσας ὑστέρησε μὲν τῆς προθεσμίας ὑπό τινος ἀνάγκης κωλυθεὶς ἡμέρᾳ μιᾷ· καὶ πολλοῖς ἐπάλαιε λογισμοῖς, δεδοικὼς, μὴ διορύξαντες οἱ τὰ ἐκείνου πράττοντες κατὰ τὸ σύνθημα τὴν πύλην, αὐτὸς μὲν ἀπῇ, ἐκεῖνοι δὲ ὑπὸ τοῦ δήμου διαφθαρῶσιν ἁλόντες ἐπ' αὐτοφώρῳ. καὶ ἐδυσχέραινεν οὐκ ἀνεκτῶς οὐ μόνον διὰ τὴν ἀποτυχίαν Βυζαντίου, ἀλλ' ὅτι καὶ τῶν φίλων ἔμελλεν οὐκ ὀλίγους ἀπολεῖν. ὅμως δὲ οὐ παντάπασι τῶν ἐλπίδων ἀπογνοὺς ἐχώρει ἐπὶ τὸ Βυζάντιον νυκτός. οἱ προδιδόντες δὲ καὶ αὐτοὶ ὑπό τινος ἀνάγκης κωλυθέντες τοῖς τείχεσιν ἐπιχειρεῖν κατὰ τὴν προθεσμίαν, εἰς τὴν ὑστεραίαν, καθ' ἣν ἐν βασιλείοις ἡ κατὰ πατριάρχου σύνοδος συνεκροτεῖτο, διώρυττον τὴν χρυσῆν πύλην συνελθόντες ἐν πολλῇ ταραχῇ καὶ σάλῳ ὄντες καὶ αὐτοί. ἐδεδίεσαν γὰρ, μὴ τῇ προγεγενημένῃ νυκτὶ ἐλθὼν ὁ βασιλεὺς καὶ τῶν συντεθειμένων ἠνυσμένων εὑρηκὼς μηδὲν, αὐτὸς μὲν αὖθις ἀνεχώρησεν, αὐτοὶ δὲ ὑφ' ἑαυτῶν καταπροδοθέντες διαφθαρῶσιν. ὅμως οὐδ' αὐτοὶ τὰς τοῦ σώζεσθαι ἐλπίδας ἀπογνόντες διώρυττον τὴν πύλην· ἦσαν γὰρ σύστημα οὐκ ἀγεννὲς ἐκ πεζῶν τε καὶ ἱππέων, καὶ ἐθάῤῥουν σφίσιν ἑαυτοῖς, ὡς ἀμυνουμένοις, ἄν τις ἐπίῃ. κἂν διορύξαντες μὴ εὕρωσι παρόντα τὸν βασιλέα, πρὸς αὐτὸν ἀποχωρεῖν. ἐκεῖνοι μὲν οὖν τοιαύτῃ γνώμῃ διώρυττον. ἡ δὲ ἐν βασιλείοις σύνοδος, ἐπεὶ ἐκ πολλῶν ἀπεδείκνυ πατριάρχην αὐτόν τε περὶ τὰ ὀρθὰ τῆς ἐκκλησίας δόγματα ἔχοντα οὐχ ὑγιῶς καὶ τοὺς ἄλλους ἀναγκάζοντα ἐκείνῳ συμφρονεῖν, γνώμῃ κοινῇ καθαίρεσιν αὐτοῦ καταψηφίζονται. δι' ἃ δὴ καὶ μάλιστα ἔδοξεν ὕστερον βασιλεύς τε καὶ οἱ πράττοντες τὴν ἅλωσιν συνελθεῖν κατὰ τὴν προθεσμίαν κωλυθῆναι, ἵνα μὴ μνησικακῶν αὐτὸς δοκοίη τῶν θρόνων καθαιρεῖν· ἀλλ' ἀκριβῶς εἴη τῶν ὀρθῶν δογμάτων τῆς διαστροφῆς εὐθύνη. οἱ μὲν οὖν ἀρχιερεῖς, ἐπεὶ ταῦτα ἔπραξαν, καὶ τῶν ἀπόντων διὰ τὸ ὑποπτεύεσθαι ἀρχιερέων συνεπιψηφισαμένων, ἀνεχώρουν ἕκαστος πρὸς τὰς οἰκήσεις ἤδη πόῤῥω νυκτῶν. βασιλεὺς δὲ ἐπεὶ παρῆν, τῶν ἔνδον τὰ ἐκείνου πραττόντων τὴν χρυσῆν διορυξάντων πύλην, εἰσήλαυνεν οὐδενὸς ἀνθισταμένου, ἀλλὰ δι' εὐφημίας αὐτὸν ἀγόντων παντὸς τοῦ δήμου, καὶ τοῖς τε στρατιώταις ἀπεῖπε μὴ χωρεῖν πρὸς ἁρπαγάς· καὶ τὸν δῆμον ἐκώλυεν ὅσα δυνατά. ὅθεν οὐδὲ ἐγένετό τις κίνησις ἐπὶ τοὺς δοκοῦντας ᾑρῆσθαι τὰ βασιλίδος, πλὴν εἴπου τινὰς αὐτῶν ἐζημίωσαν οἱ γείτονες. καὶ τῶν στρατιωτῶν δὲ ὀλίγοι ἐπὶ τὰς οἰκίας τῶν πολεμίων, βασιλέως μὴ εἰδότος, ἐπελθόντες ἐποιήσαντό τινα μετρίαν ἁρπαγήν. βασιλεὺς δὲ ἄχρι τῆς Πορφυρογεννήτου καλουμένης οἰκίας προελθὼν, πρῶτα μὲν ἐκέλευε μηδένα χωρεῖν κατὰ τῶν βασιλείων, ἀλλὰ ἀτρεμεῖν, ὡς αὐτὸς διαθησόμενος τὰ κατὰ βασιλίδα ᾗ δοκεῖ ἔχειν ἄριστα. ἐπεὶ δὲ διέφαινεν ἤδη ἡμέρα, διὰ μέσης τῆς ἀγορᾶς ἐβάδιζεν ἐπὶ θεομήτορος τὸ τῆς Ὁδηγητρίας τέμενος, τὴν ὀφειλομένην προσκύνησιν καὶ τὴν εὐχαριστίαν τῆς νίκης ἀποδώσων τῇ μητρὶ τοῦ θεοῦ. αὖθις δὲ διὰ τῆς αὐτῆς ἐπανήκων ἐπὶ τὴν τοῦ Πορφυρογεννήτου κατέλυσεν οἰκίαν. βασιλὶς δὲ ὡς εἶχε τά τε βασίλεια ἠσφαλίζετο, τοῖς οἰκείοις καὶ μάλιστα δοκοῦσιν εὔνοις ἐπιτρέπουσα τὴν φυλακήν. καὶ ἐκ τῶν ἐν Γαλατᾷ βοήθειαν μετεκαλεῖτο. οἱ δὲ αὐτίκα ἦσαν ἐν τοῖς ὅπλοις καὶ ὥρμηντο προθύμως βοηθεῖν· τριήρεις τε πληρώσαντες, ὅσαι ἦσαν, αὐθωρὸν καὶ λέμβους ἐφοπλίσαντες πρὸς τὰ βασίλεια ἐπεραιοῦντο. ἀντιταξάμενοι δὲ αὐτοῖς ἐκ τῶν μετὰ βασιλέως στρατιωτῶν τινες, ἅμα καὶ τοῦ δήμου προσεπιβοηθοῦντος, οὐκ εἴων τῇ γῇ προσχεῖν, ἀλλ' ἀπεπέμποντο βάλλοντες συχνοῖς τοῖς βέλεσιν. ὁρῶντες δὲ καὶ ἐκεῖνοι, ὡς οὐκ ἀντισχήσουσι πρὸς τοσούτους, πρότερον γὰρ ᾤοντο ὑπὲρ βασιλίδος αὐτοῖς καὶ τὸν δῆμον συμπροσθήσεσθαι, ἀνεχώρουν τε καὶ οὐκέτι ὕστερον ἐπεβοήθουν. βασιλεὺς δὲ κατ' ἐκείνην τὴν ἡμέραν μηδὲν πλέον μήτε πράξας, μήτε εἰπὼν, εἰς τὴν ὑστεραίαν τούς τε ἐπισκόπους, ὅσοι ἦσαν, μεταπεμψάμενος ἐν Βυζαντίῳ καὶ τῶν τῷ κλήρῳ κατειλεγμένων τῆς ἐκκλησίας τοὺς μάλιστα ἐν λόγῳ, πρῶτον μὲν περὶ τῶν κατὰ τὸν πόλεμον συμβεβηκότων διειλέχθη, ὡς οὔτε ἐξαρχῆς ἕλοιτο αὐτὸς, οὔτε τοῖς βασιλέως ἐπιβουλεύσειε παισὶν, ὥσπερ ὑπὸ τῶν συκοφαντῶν κατηγορεῖτο, ἀλλ' ὑπ' ἐκείνων διὰ φθόνον κεκινημένου ἐπιβουλευσάντων, ἀναγκαίως τῆς αὐτοῦ καὶ τῶν συνόντων σωτηρίας ἕνεκα ἠμύνετο. εἰς ἀνάγκην δὲ ἐλθὼν καὶ βαρβάροις χρήσαιτο συμμάχοις, Μυσοὺς καὶ Τριβαλοὺς καὶ αὐτοὺς τοὺς βαρβάρους ἐκείνων ἐπαγόντων. καὶ τῆς γεγενημένης φθορᾶς καὶ αἰχμαλωσίας τῶν Ρωμαίων ἐκείνους ἀπεδείκνυεν αἰτίους. ἔπειτα καὶ τῶν γιγνομένων ἐποιεῖτο μάρτυρας, ὡς αὐτὸς μὲν οὔτε πρότερον, οὔτε νῦν δυσχερές τι περὶ βασιλίδος διανοοῖτο καὶ τῶν παίδων, ἀλλ' ὅσα μάλιστά ἐστι πρὸς σωτηρίαν καὶ λυσιτέλειαν τῆς ἀρχῆς. ἂν δ' ἐκείνη ἔτι τὴν προτέραν δυσμένειαν ἐνδεικνυμένη, ἀνθίστασθαι ἐπιχειροίη καὶ σώζειν ἑαυτὴν καὶ τέκνα διὰ τοῦ πολέμου, μὴ αὐτῷ προσλογίζεσθαι τὴν αἰτίαν, εἴ τι περὶ αὐτὴν καὶ τέκνα συμβαίη δυσχερές. οὐ γὰρ αὐτῷ λυσιτελεῖν δοκεῖν, οὐδὲ ἄλλως σῶφρον, ἐᾷν αὐτὴν ἐν βασιλείοις καθημένην, τὸν πόλεμον αὖθις τὸν συγγενικὸν ἀνακινοῦσαν, καὶ περιορᾷν τοὺς ὑπολειπομένους Ρωμαίους ὑπ' ἀλλήλων διαφθειρομένους. ἀλλ' εἰ μὴ πείθοιτο χωρεῖν πρὸς τὰς συμβάσεις, αὐτὸν μὲν περὶ αὐτῆς οὐδὲν βουλεύσεσθαι δεινόν· δεδοικέναι δὲ μὴ, συμπάντων ὡρμημένων ἐπ' αὐτοὺς, μὴ δύνηται αὐτὸς ἀνέχειν τὴν ὁρμὴν, ἀλλά τι τολμηθῇ περὶ αὐτοὺς τῶν ἀνηκέστων. ἔπειτα τὸν τῆς Φιλίππου μητροπολίτην ἀπολεξάμενος καὶ Καβάσιλαν τὸν σακελλίου, οἳ καὶ πρότερον εἰς Διδυμότειχον ἧκον πρὸς ἐκεῖνον πρεσβευταὶ, ἔπεμπε πρὸς βασιλίδα. ἡ πρεσβεία δὲ ἦν περὶ εἰρήνης. καὶ πρῶτα μὲν πολλὰς ὡμολόγει χάριτας θεῷ, ὅτι πρὸς ταύτην ἤγαγε τὴν ἡμέραν, ἣ λαμπρότερον ἡλίου πᾶσι δύναται καταφανῆ ποιεῖν καὶ τὴν μοχθηρίαν τῶν σεσυκοφαντηκότων καὶ τὴν ἀπέχθειαν πρὸς τὰ καλὰ, καὶ τὴν ἑαυτοῦ πρός τε τοὺς βασιλέως παῖδας ἐξαρχῆς ἄχρι νῦν ἐπιείκειαν διασεσωσμένην, καὶ τὸ μηδὲν ἀγεννὲς, μηδὲ ἀνάξιον τῆς βασιλέως πρὸς αὐτὸν φιλίας μετὰ τὴν ἐκείνου τελευτὴν φανῆναι διαπεπραγμένον. ἔπειτα συνεβούλευε χωρεῖν πρὸς τὰς συμβάσεις, καὶ μὴ κεναῖς ἐλπίσιν αἰωρουμένην ἢ καὶ ὑπὸ τῶν συνόντων ἐξαπατωμένην, οἴεσθαι ἀντισχήσειν ἔτι πρὸς τὸν πόλεμον. οὔτε γὰρ ἔξωθέν ποθεν ἥξειν χρὴ συμμαχίαν προσδοκᾷν. οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδεὶς, ὃς ἀφίξεται ἐπικουρήσων, ἔκ τε τῶν παρόντων ἐλπὶς οὐδεμία σώζεσθαι, τοῦ φρουρίου μὲν καὶ χρόνου τινὸς καὶ ἀναλωμάτων δεομένου καὶ ὑλῶν πρὸς ἐπισκευὴν, ἃ οὐκ ἔξεστι πορίζεσθαι, τῶν συνόντων δὲ οὔτε ἀξιομάχων ὄντων πρὸς τοσαύτην δύναμιν, οὔτε τῶν ἐπιτηδείων εὐπορούντων, ὥστε διαφέρειν τὴν πολιορκίαν εὐμαρῶς. δι' ἃ πάντα πρὸς συμβάσεις αὐτῇ συνεβούλευε χωρεῖν, καὶ μὴ αὐτῇ μὲν καὶ τέκνοις τὰ ἀνήκεστα προξενεῖν ἐξ ἀβουλίας, αὐτοῦ δὲ μεγίστην πρόφασιν εὐδοξίας ἀφαιρεῖν. τοῦτο γὰρ κατὰ τὸν τοῦ πολέμου χρόνον καὶ βούλεσθαι ἀεὶ καὶ εὔχεσθαι πρόφασίν τινα τὸ θεῖον παρασχεῖν, ἐξ ἧς αὐτὸς τὴν ἐπιείκειαν καὶ τὴν εὐγνωμοσύνην ἐπιδείξεται, καὶ τὸ πρὸς βασιλέα φίλτρον, ὡς ἀκέραιον νῦν ἄχρι διασώζει, καὶ οὐδὲν ἧττον ἢ πρότερον κήδεσθαι τῶν παίδων διανοεῖται, λόγον ποιούμενος οὐδένα τῶν ὅσα πρὸς αὐτὸν κατὰ τὸν πόλεμον ἠγνωμονήθη.

ρʹ. Οἱ μὲν οὖν πρέσβεις καὶ οἱ ἄλλοι οἱ παρόντες τοὺς βασιλέως λόγους καὶ τὴν ἀξίωσιν ἀκούοντες, ὀλίγου δεῖν καὶ ἠπίστουν διὰ τὴν ὑπερβολήν. τὸ γὰρ τοσαῦτα πρότερον ὑπὸ τῶν πολεμούντων ὑπομείναντα καὶ μυριάκις ἐν ἀκμῇ κινδύνου καταστάντα, ἔπειτα κρατήσαντα τοῖς ὅπλοις καὶ περιγενόμενον τῶν πολεμίων, μὴ πρὸς φόνους καὶ σφαγὰς χωρεῖν καὶ ἴσ' ἀντ' ἴσων ἀποδιδόναι τοῖς πρώτοις ἄρξασιν, ἀλλὰ μετὰ τὴν νίκην ἐπὶ συμβάσεις προκαλεῖσθαι, καίτοι δυνάμενον ὀλίγῳ χρόνῳ διαφθείρειν, κρεῖττον εἶναι τῆς ἀνθρωπίνης φύσεως ἐδόκει. ἥδοντό τε οὖν ὁμοῦ διὰ τὴν βασιλέως ἐπιείκειαν καὶ ἐθαύμαζον τὴν μεγαλοψυχίαν. βασιλὶς δὲ παντάπασιν οὐ προσεδέχετο τὴν πρεσβείαν, ἀλλ' ἀπράκτους ἀπέπεμπε τοὺς πρέσβεις, ὑπὸ τῶν συνόντων πειθομένη. καὶ ὁ βασιλεὺς ἠνιᾶτο καὶ ἐδυσχέραινεν οὐκ ἀνεκτῶς μυρίοις προσπαλαίων λογισμοῖς. συνεώρα γὰρ τὴν ἔνστασιν οὐ τελευτήσουσαν ἐπ' ἀγαθῷ, ἀλλ' ἐκείνοις τε ἀνηκέστων κακῶν καὶ τούτῳ μείζονος ἢ καθ' ὅσον χρόνον ἦν ὁ πόλεμος, λύπης αἰτίαν ἐσομένην. οἵ τε γὰρ συνόντες ἅπαντες εἰς πολλῶν πεῖραν ἀλγεινῶν ἐλθόντες, καὶ οἱ ἔνδον ὁμοίως Βυζαντίου τῶν δεσμωτηρίων ἐξελθόντες καὶ μνησικακοῦντες ἐσχάτως τοῖς συνοῦσι βασιλίδι, αὐτοί τε διεπρίοντο ὑπ' ὀργῆς καὶ τὸν δῆμον ἐξηρέθιζον, καὶ ἔνδηλοι ἦσαν, ὡς καὶ βασιλέως ἄκοντος ἐπιθησόμενοι τοῖς ἐν βασιλείοις. καὶ ἐδεδίει μὴ περί τε τὴν βασιλίδα καὶ τοὺς παῖδας ἀνήκεστόν τι τολμηθῇ, καὶ οἱ συνόντες πάντες ὑπὸ τῶν ἐχθραινόντων διαφθαρῶσιν· ὃ ὀλίγῳ ὕστερον μικροῦ ἐδέησε γενέσθαι. ὡς γὰρ ἐπύθοντο, ὅτι μὴ τὴν πρεσβείαν δέχοιτο ἡ βασιλὶς, μηδὲ χωροίη πρὸς συμβάσεις, τὸ ἐν Βλαχέρναις φρούριον, μέρος καὶ αὐτὸ τοῦ περὶ τὰ βασίλεια φρουρίου ὄν, Καστέλιον προσαγορευόμενον, ἐξεπόρθησάν τε καὶ διήρπασαν, βασιλέως ἀγνοοῦντος, καίτοι γε τῶν ἔνδον ἀπὸ τῶν τειχῶν ἀμυνομένων κραταιῶς. καὶ οἱ δοκοῦντες δὲ περὶ βασιλίδα εὖνοι εἶναι πρότερον, καὶ τὴν φυλακὴν τῶν βασιλείων ἐπιτετραμμένοι, ἐπεὶ τὸν κίνδυνον ἁπανταχόθεν περιιστάμενον ἑώρων, βασιλίδα δὲ μὴ χωροῦσαν πρὸς συμβάσεις, ἀλλὰ μᾶλλον αἱρουμένην αὐτήν τε ἀποθνήσκειν κἀκείνους συναπόλλυσθαι, ἐσκέψαντο κοινῇ τῆς σφετέρας σωτηρίας ἕνεκα καταπροΐεσθαι ἐκείνους καὶ παραδιδόναι βασιλεῖ τὸ φρούριον. οὐ μὴν ἀλλὰ καὶ τῶν ἐν λόγῳ μάλιστά τινες πρὸς βασιλέα πέμψαντες, περὶ προδοσίας διελέγοντο καὶ δωρεὰς ᾔτουν καὶ τιμὰς, εἰ παραδιδοῖεν τὰ βασίλεια αὐτῇ βασιλίδι καὶ τοῖς τέκνοις. βασιλεὺς δ' οὐδ' ἄκροις ἠνέσχετο ὠσὶν, ἀλλ' ἀπέπεμπε, σώζεσθαι μᾶλλον βασιλίδα καὶ τοὺς παῖδας εἰπὼν ποιεῖσθαι περὶ πλείστου. βασιλεὺς δὲ ὁ νέος Ἰωάννης ἔτος πεντεκαιδέκατον τότε ὢν, μεῖζον ἢ κατὰ τὴν ἡλικίαν ἐφαίνετο φρονῶν καὶ τῷ καιρῷ προσήκοντα βουλευόμενος. ὡς γὰρ ᾐσθάνετο θορυβουμένους τοὺς ἐν βασιλείοις, στασιάζειν τε ἤδη ἀρχομένους καὶ περὶ αὐτῶν ἐπιεικὲς οὐδὲν βουλευομένους, δραμὼν πρὸς τὴν μητέρα, τόν τε θόρυβον ἀπήγγελλε καὶ τὴν ἐπιβουλήν. καὶ ἐδεῖτο πρὸς βασιλέα τάχιστα πρεσβείαν πέμπειν καὶ τίθεσθαι συμβάσεις περὶ τῆς εἰρήνης. μάλιστα μὲν γὰρ ἔφασκεν ἐκεῖνον οὐδὲν περὶ αὐτῶν βουλεύσεσθαι δεινόν. εἰ δ' ἄρα καὶ τὰ δεύτερα νικῴη, βέλτιον ὑπ' ἐκείνου κακῶς παθεῖν, ἢ ἀλογίᾳ δήμου καὶ στρατιωτῶν ὁρμῇ περιπεσεῖν. αὐτίκα τε ἐπείθετο ἡ μήτηρ καὶ τὸν Ἀνδρόνικον Ἀσάνην τὸν βασιλέως πενθερὸν καὶ τὸν Παλαμᾶν Γρηγόριον αὐτοῦ που κατακεκλεισμένους ἐν δεσμωτηρίοις ἔνδον βασιλείων ἄγεσθαι ἐκέλευε πρὸς αὐτὴν, καὶ περὶ τῆς πρὸς βασιλέα διαλεχθεῖσα πρὸς αὐτοὺς εἰρήνης ἔπεμπε πρὸς ἐκεῖνον πρεσβευτάς. οἱ δὲ νομίσαντες βασιλέα οἰδαίνειν τε τῷ θυμῷ καὶ πρὸς ἄμυναν τῶν κατὰ τὸν πόλεμον γεγενημένων παρεσκευασμένον εἶναι, πρῶτα μὲν ἐπὶ δεήσεις ἐτράποντο καὶ ἱκεσίας, ἀφεῖναι τὴν ὀργὴν τοῖς ἁμαρτήσασι, καὶ μηδὲν πλέον ἐπιζητεῖν τοῦ τῶν πολεμίων κρείττω εἶναι καὶ πάντας ὑποχειρίους ὁμοῦ λαβεῖν· ἀλλ' ὥσπερ τοῖς ὅπλοις, οὕτω δὴ καὶ τῇ μεγαλοψυχίᾳ φαίνεσθαι νικῶντα, ἥπερ δὴ μεγίστη νίκη καὶ μάλιστα προσήκουσα αὐτῷ. ἔπειτα ἀπήγγελλον καὶ τὴν πρεσβείαν βασιλίδος καὶ ἐδέοντο μνημεῖον τῆς αὐτοῦ ἐπιεικείας καὶ μεγαλοψυχίας καὶ συνέσεως, τὴν περὶ τοὺς βασιλέως εὐγνωμοσύνην παῖδας ἀνεξάλειπτον τοῖς εἰς ὕστερον καταλιπεῖν. ἐλάνθανον δὲ ξυρὸν ἀκονῶντες, καὶ ἵππον θέειν ἀγαθὸν ἐπὶ πεδίον προκαλούμενοι. ὡς γὰρ μόνον ἤκουε τοὺς λόγους βασιλεὺς, πάντα ἦν ἕτοιμος ὑπὲρ τῶν βασιλέως παίδων πράττειν, ὥσπερ αὐτὸς εὐεργετούμενος, ἀλλ' οὐ παρέχων τὰς εὐεργεσίας. τῶν μὲν οὖν πρέσβεων τῷ πενθερῷ μὲν ὠνείδιζεν ἠπίως τὴν πρὸς αὐτὸν ἀγνωμοσύνην ὁ βασιλεὺς, ὅτι πρότερον ὑπ' ἐκείνου μηδὲν ἀδικηθεὶς, ἀλλ' εἰ δεῖ τι τἀληθὲς εἰπεῖν, καὶ μυρία εὖ παθὼν, ὅδ' ἠμείψατο τοῖς ἐναντίοις, καὶ τὸν πόλεμον κεκίνηκε κατ' αὐτοῦ. Παλαμᾶν δὲ ἐπῄνει καὶ πολλὰς ὡμολόγει χάριτας, ὅτι πολλὴν ὑπὲρ αὐτοῦ δικαίου καὶ τῆς ἀληθείας κάκωσιν ὑπενεγκὼν, οὐδὲν ἀγεννὲς οὔτε ἔπραξεν, οὔτ' ἐφθέγξατο ἄχρι τέλους. ἔπειτα ἐκέλευε τοὺς πρὸς βασιλίδα καὶ βασιλέα τὸν υἱὸν γράφειν ὅρκους. καὶ ἐγράφοντο ἐπὶ τούτοις, ὥστε μήτ' αὐτὸν ἀμύνεσθαι τοὺς λελυπηκότας καὶ συνόντας ἐν βασιλείοις βασιλίδι τότε, μήτε ζημιοῦν μηδὲν, ἀλλὰ πᾶσαν ἀμνηστίαν παρέχεσθαι τῶν πεπραγμένων· μήτε βασιλίδα καὶ βασιλέα τὸν υἱὸν τοῖς ἐκείνῳ συμπράξασι κατὰ τὸν πόλεμον μνησικακεῖν, μηδ' ἐπιχειρεῖν βλάπτειν, μήτε τέχνῃ, μήτε μηχανῇ μηδεμιᾷ, ἀλλ' ἀμφοτέροις διαλελύσθαι τὸ πρὸς τοὺς ἑκατέροις προσκειμένους ἔχθος· κτήσεις δὲ ἔχειν πάντας τὰς ἑκάστῳ προσηκούσας ἀπ' ἀρχῆς· συμβασιλεύειν δὲ ἀμφοτέρους βασιλέα τε τὸν Καντακουζηνὸν καὶ τὸν Παλαιολόγον Ἰωάννην τὸν νέον βασιλέα· καὶ ἀλλήλοις εὐνοεῖν τὴν προσήκουσαν εὔνοιαν πατράσι καὶ παισὶ πρὸς ἑκατέρους· ὑπείκειν δὲ τὸν νέον τῷ πρεσβυτέρῳ κατὰ πάντα καὶ τοῦ πράττειν αὐτῷ παραχωρεῖν ἐπὶ δέκα ἔτεσι διὰ τὴν ἡλικίαν· μετὰ τοῦτο δὲ τῆς ἀρχῆς συμμετέχειν. τοιοῦτοι μὲν οἱ ὅρκοι ἐγεγένηντο, καὶ αὐτός τε ὤμνυεν ὁ βασιλεὺς καὶ ἡ βασιλὶς Ἄννα μετὰ βασιλέως τοῦ υἱοῦ, ὥστε παραβήσεσθαι μηδέποτε. τετελεσμένων δὲ τῶν ὅρκων, τὰς πύλας οἱ ἐν βασιλείοις ὑπανοίξαντες εἰσεδέχοντο τὸν βασιλέα, ὀγδόῃ Φεβρουαρίου ἱσταμένου, ἐπὶ τοῖς πέντε καὶ πεντήκοντα ἔτεσι πρὸς ἑξακισχιλίοις καὶ ὀκτακοσίοις ἐν ἰνδίκτῳ πεντεκαιδεκάτῃ.
https://byzantium.gr/
< 1 2 3 4 >

Επιμέλεια: Μανώλης Παπαθανασίου, Φεβρουάριος 2021