▶ Προκοπιος
|
||||||||||
▶ Ιεροκλης
|
||||||||||
▶ Σιμοκαττης
|
||||||||||
▶ Θεοφανης
|
||||||||||
▶ Ιωαννης Σκυλιτζης
|
||||||||||
▶ Κωνσταντινος Ζ’
|
||||||||||
▶ Λεων Διακονος
|
||||||||||
▶ Μιχαηλ Ψελλος
|
||||||||||
▶ Μιχαηλ Ατταλειατης
|
||||||||||
▶ Νικητας Χωνιατης
|
||||||||||
▶ Γ. Ακροπολιτης
|
||||||||||
▶ Γ. Παχυμερης
|
||||||||||
▶ N. Γρηγορας
|
||||||||||
▶ Ι. Καντακουζηνος
|
||||||||||
▶ Γεωργιος Σφραντζης
|
||||||||||
▶ Χαλκοκονδυλης
|
Θεοφύλακτος Σιμοκάττης580 – 630
|
τίτλος έργου:
— Οικουμενική Ιστορία —χρόνος συγγραφής: δεκαετία 630
|
πλήρης τίτλος: ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΠΟ ΕΠΑΡΧΩΝ ΚΑΙ ΑΝΤΙΓΡΑΦΕΩΣ ΟΙΚΟΥΜΕΝΙΚΗ ΙΣΤΟΡΙΑ |
περιεχόμενο: Το έργο αποτελείται από 8 βιβλία στα οποία εξιστορούνται κυρίως τα γεγονότα της βασιλείας του αυτοκράτορα Μαυρικίου, συγκεκριμένα της περιόδου 582–602. |
Κείμενο : |
ΘΕΟΦΥΛΑΚΤΟΥ ΑΠΟ ΕΠΑΡΧΩΝ ΚΑΙ ΑΝΤΙΓΡΑΦΕΩΣ ινδεχ.1.τ
ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Αʹ ινδεχ.1.1 αʹ. ᾿Αναγόρευσις Μαυρικίου, τοῦ Ρωμαίων βασιλέως, καὶ δημηγορία Τιβερίου τοῦ αὐτοκράτορος. βʹ. Περὶ τῆς γενομένης θείας ὀμφῆς Τιβερίῳ τῷ αὐτοκράτορι. γʹ. Θάνατος Τιβερίου τοῦ αὐτοκράτορος. δʹ. Σπονδαὶ ᾿Αβάρων καὶ Ρωμαίων. εʹ. ῞Οπως ἐλέφαντα ἱστορῆσαι ὁ Χαγάνος τὸν βασιλέα ᾐτήσατο. ςʹ. Περὶ τῆς χρυσῆς κλίνης, ἣν λαβεῖν ὁ Χαγάνος παρὰ τοῦ αὐτοκράτορος ἐξῃτήσατο. ζʹ. ῾Ως εἴκοσι χιλιάδας χρυσίων προσθεῖναι ταῖς συνθήκαις Ρωμαίους ὁ βάρβαρος κατηνάγκασεν. ηʹ. Κατάλυσις τῶν πρὸς τοὺς ᾿Αβάρους σπονδῶν. θʹ. ῞Αλωσις Σιγγηδόνος τῆς πόλεως. ιʹ. ῞Οπως Αὐγούσταν καὶ τὸ Βιμινίκιον, πόλεις Ρωμαίων, ὁ Χαγάνος ἐπόρθησεν. ιαʹ. ῎Εφοδος τῶν ᾿Αβάρων ἐπὶ τὴν ᾿Αγχίαλον πόλιν.ιβʹ. Πρεσβεία Ρωμαίων πρὸς ᾿Αβάρους. ιγʹ. Περὶ τῆς τῶν πρέσβεων ἀτιμίας. ιδʹ. Πρεσβεία ἑτέρα Ρωμαίων πρὸς ᾿Αβάρους. ιεʹ. Σπονδαὶ Ρωμαίων καὶ ᾿Αβάρων. ιϛʹ. Περὶ τῆς τῶν Σκλαυηνῶν ἐπὶ τὰ Μακρὰ τείχη ἐφόδου. ιζʹ. ᾿Ανδραγαθία Κομεντιόλου τοῦ στρατηγοῦ. ιηʹ. ῞Οπως ὁ Χαγάνος τὰς Ρωμαϊκὰς καταλύει σπονδάς, καὶ περὶ Βοοκολοβρᾶ τοῦ μάγου. ιθʹ. Πόρθησις πλείστων πόλεων Ρωμαϊκῶν ὑπὸ τοῦ ἔθνους τῶν ᾿Αβάρων γενομένη. κʹ. Πόλεμος Περσῶν καὶ Ρωμαίων ἐπὶ τὸν ποταμὸν τὸν Νύμφιον. καʹ. Γάμος Μαυρικίου καὶ Κωνσταντίνης τῶν αὐτοκρατόρων. κβʹ. Περὶ τοῦ γενομένου ἐμπρησμοῦ ἐν τῷ Φόρῳ κατὰ τὰ προοίμια τῆς βασιλείας Μαυρικίου τοῦ αὐτοκράτορος. κγʹ. ᾿Αναίρεσις Παυλίνου τοῦ γόητος καὶ περὶ τοῦ θαύματος τοῦ κατὰ τὴν κόγχην Γλυκερίας τῆς μάρτυρος. κδʹ. Περὶ τοῦ ᾿Αφούμων καὶ ῎Ακβας τῶν φρουρίων. κεʹ. Μάχη Ρωμαίων καὶ Περσῶν, καὶ ὅπως ὁ ᾿Ιωάννης καταστρατηγεῖται ὑπὸ τῶν βαρβάρων. κϛʹ. Περὶ τοῦ μεγάλου σεισμοῦ τοῦ γενομένου κατὰ τὴν ἔναρξιν τῆς ἀναγορεύσεως Μαυρικίου, τοῦ Ρωμαίων βασιλέως. κζʹ. Περὶ τῆς ὑπατείας Μαυρικίου τοῦ αὐτοκράτορος. κηʹ. ῞Οπως ὁ Φιλιππικὸς τῆς ἑῴας δυνάμεως ὑπὸ τοῦ αὐτοκράτορος γίνεται στρατηγός. κθʹ. ᾿Ανδραγαθία Φιλιππικοῦ. λʹ. ᾿Αναχώρησις ἐκ τῆς Μηδικῆς τῶν Ρωμαίων, καὶ ὅπως ἀνυδρίᾳ τὸ Ρωμαϊκὸν ἐκινδύνευσεν. λαʹ. ῞Οπως τὴν ᾿Αρζανηνὴν χώραν ὁ Ρωμαίων στρατηγὸςπρονομῇ παραδέδωκεν. λβʹ. ᾿Αριστεία τῆς Ρωμαίων δυνάμεως. λγʹ. ῞Οπως τὰ κατὰ τὴν Μαρτυρούπολιν ὁ Περσῶν στρατηγὸς κατεπόρθησεν. λδʹ. Πρεσβεία Περσῶν πρὸς Ρωμαίους. λεʹ. ῾Ετέρα πρεσβεία Περσῶν πρὸς Ρωμαίους. ινδεχ. 2.τ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Βʹ ινδεχ.2.1 αʹ. Περὶ τοῦ ὄρους τοῦ ᾿Ιζαλά. βʹ. Περὶ τῆς κατὰ τὸν Καρδαρηγὰν ἀλαζονείας. γʹ. Μάχη περὶ τὸ ῎Αρζαμον Ρωμαίων καὶ Περσῶν, καὶ νίκη ἐπιφανεστάτη Ρωμαίων. δʹ. ῞Οπως σκυλεύουσι Ρωμαῖοι τὸ βάρβαρον. εʹ. Φυγὴ τοῦ Καρδαρηγὰν ἐπὶ τὸ Δαράς, καὶ ὅπως ἀπὸ τοῦ ἄστεος οἱ Δαρηνοὶ ἀποπέμπονται τὸν Περσῶν στρατηγόν. ϛʹ. Περὶ τοῦ ἀριστεύσαντος ἐν τῷ πολέμῳ στρατιώτου. ζʹ. ᾿Επιστρατεία Ρωμαίων κατὰ τῆς ᾿Αρζανηνῆς. ηʹ. Περὶ Μαρουθᾶ καὶ ᾿Ιωβίου τῶν ἡγεμόνων τῆς ᾿Αρζανηνῆς αὐτομολησάντων Ρωμαίοις. θʹ. Περὶ τῆς ἰδιωτικῆς δυνάμεως τῆς συναθροισθείσης ὑπὸ τοῦ Καρδαρηγὰν εἰς τὸ ἐξαπατῆσαι Ρωμαίους. ιʹ. ῞Οπως ὁ ῾Ηράκλειος, ὁ ῾Ηρακλείου πατὴρ τοῦ αὐτοκράτορος, παραδόξως ἀπὸ τῆς κατασκοπῆς διασώζεται. ιαʹ. Περὶ Ζαβέρτα τοῦ Πέρσου. ιβʹ. ῞Οπως τῆς τοῦ Χλομαρῶν πολιορκίας Ρωμαῖοι ἀπέχονται. ιγʹ. Περὶ τῆς ἀθρόας φυγῆς καὶ ἀλόγου Φιλιππικοῦ, τοῦ Ρωμαίων στρατηγοῦ. ιδʹ. Περὶ τῆς γενομένης ἀταξίας τοῖς Ρωμαϊκοῖς ἐκστρατεύμασιν. ιεʹ. Περὶ τῆς ἐπενεχθείσης νόσου Φιλιππικῷ τῷ Ρωμαίων στρατηγῷ, καὶ ὅπως ὁ ῾Ηράκλειος, ὁ ῾Ηρακλείου πατὴρ τοῦ αὐτοκράτορος, τὰς φροντίδας τῆς ἡγεμονίας ἐλάμβανεν. ιϛʹ. ῞Οπως τοῖς μεσημβρινοῖς τῆς Μηδικῆς προσβάλλει ὁ τῆς Ρωμαίων δυνάμεως ὑποστράτηγος. ιζʹ. ῾Ως ἔαρος ὥρᾳ προσβάλλουσι Ρωμαῖοι κατὰ τῆς Περσῶν πολιτείας. ιηʹ. ῾Ως Κομεντίολος κατὰ τῆς τῶν ᾿Αβάρων στρατεύει δυνάμεως. ιθʹ. Περὶ ᾿Ασιμούθ, τοῦ ἐξάρχου τῆς πεζικῆς τῶν Ρωμαίων δυνάμεως, καὶ ὡς τοῦτον οἱ ῎Αβαροι κατέσχον ζωγρήσαντες. κʹ. ῞Οπως αἱ τῶν ᾿Αβάρων δυνάμεις ἀνὰ τὴν Θρᾴκην περιεχύθησαν. καʹ. ᾿Εκκλησία Ρωμαίων, εἰ πολεμητέον, καὶ δημηγορία καὶ ἀντιδημηγορία, εἴπερ χρὴ τὸν Κομεντίολον ταῖς τῶν ᾿Αβάρων δυνάμεσιν ἐπιτίθεσθαι. κβʹ. ῞Οπως φωνὴ παραμορφωθεῖσα τῇ Ρωμαίων ἐκτάξει ἀδόκιμον αὐτῇ τὴν τοῦ Χαγάνου ἐπιβολὴν ἐποιήσατο. κγʹ. Περὶ Βουσᾶ τοῦ στρατιώτου καὶ τῆς τούτου ἁλώσεως, καὶ ὅπως τοὺς βαρβάρους πολιορκητικὰ κατασκευάζεσθαι πρῶτος ἐδίδαξεν ὄργανα. κδʹ. Πολιορκία ὑπὸ τοῦ Χαγάνου Βερόης τῆς πόλεως, καὶ ἀποτυχία τῆς τοῦ βαρβάρου βουλήσεως. κεʹ. Πολιορκία τῆς Διοκλητιανουπόλεως, καὶ ὡς ἀδόκιμος ἡ ἐπιβολὴ τῷ βαρβάρῳ συνήντησεν. κϛʹ. ῞Οπως ἐλοιδοροῦντο τῷ αὐτοκράτορι οἱ Βυζάντιοι διὰ τὰ συμβάντα ὑπὸ τῶν βαρβάρων περὶ τὴν Εὐρώπην ὡς ἔπος εἰπεῖν δυστυχήματα. κζʹ. Πολιορκία τῆς ᾿Αδριανουπόλεως, καὶ ὡς ὁ Δροκτῶν τοῖς βαρβάροις συμμίξας τὸ πόλισμα διεσώσατο. κηʹ. ῾Ως ὁ ῾Ηράκλειος φρούριον Περσικὸν παραστήσασθαι ἐνεχείρει τοῖς ὅπλοις. κθʹ. Περὶ τοῦ Βεϊουδάες φρουρίου, καὶ ὅπως παραδόξῳ ἀριστείᾳ τινὶ τοῦτο εἷλον Ρωμαῖοι· καὶ περὶ τοῦ Σάπειρος στρατιώτου. λʹ. ᾿Ενδημία Φιλιππικοῦ περὶ τὸ βασίλειον ἄστυ. Ινδεχ 3.τ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Γʹ ινδεχ.3.1 αʹ. Χειροτονία Πρίσκου, καὶ ὅπως τῆς ἑῴας δυνάμεως ἔξαρχον ὁ αὐτοκράτωρ αὐτὸν προεστήσατο. βʹ. Περὶ τῆς ἀπομειώσεως τῶν στρατιωτικῶν σιτήσεων· καὶ ὅπως ταύτην ποιήσασθαι τῷ στρατηγῷ ἐνεκελεύσατο ὁ αὐτοκράτωρ Μαυρίκιος. γʹ. Περὶ τῆς γενομένης τυραννίδος τῶν Ρωμαϊκῶν στρατοπέδων· καὶ ὅπως ὁ στρατηγὸς διαφυγῇ χρησάμενος ἀποδιδράσκει τὸν κίνδυνον. δʹ. ᾿Αναγόρευσις Γερμανοῦ ὑπὸ τῆς στρατιᾶς. εʹ. Περὶ τῶν προσελθουσῶν ἐκ τῆς τῶν Ρωμαίων τυραννίδος τῇ ἀνατολῇ συμφορῶν. ϛʹ. Χειροτονία Φιλιππικοῦ τοῦ στρατηγοῦ. ζʹ. Πολιορκία Κωνσταντίνης τῆς πόλεως, καὶ ὡς ὁ Γερμανὸς ἐπιστὰς τῶν κινδύνων αὐτὴν ἠλευθέρωσεν. ηʹ. Πόλεμος κατὰ τὴν Μαρτυρούπολιν Ρωμαίων τε καὶ Περσῶν, καὶ νίκη Ρωμαίων λαμπρά. θʹ. Διαλλαγαὶ τῶν στρατοπέδων πρὸς τὸν αὐτοκράτορα. ιʹ. Περὶ τῶν γενομένων κατὰ τὸ Γιλίγερδον, καὶ ἀριστεία Ρωμαίων. ιαʹ. ῞Οπως ἡ Μαρτυρούπολις ἥλω δόλῳ ὑπὸ τῶν Βαβυλωνίων. ιβʹ. Χειροτονία Κομεντιόλου τοῦ στρατηγοῦ. καὶ ὅπως τὸν Περσικὸν ὑπὸ τοῦ αὐτοκράτορος πιστεύεται πόλεμον. ιγʹ. Μάχη Περσῶν, καὶ νίκη Ρωμαίων. ιδʹ. Περὶ τῶν πραχθέντων κατὰ τὴν Σουανίαν Ρωμαίοις τε καὶ Πέρσαις. ιεʹ. Μάχη κατὰ τὴν Κολχίδα Ρωμαίων τε καὶ Περσῶν, καὶ ἧττα Βαβυλωνίων. ιςʹ. ῞Οπως ῾Ορμίσδας, ὁ Περσῶν βασιλεύς, καταστρατηγηθέντος τοῦ Βαράμ, γυναικείαν ἐσθῆτα τούτῳ ἐξέπεμψεν καὶ ὕβρεις αἰσχράς. ιζʹ. Περὶ τῆς τυραννίδος τῆς γενομένης ὑπὸ τοῦ Βαρὰμ τῷ ῾Ορμίσδᾳ. ιηʹ. Περὶ τῶν νεωτερισθέντων ὑπὸ τῶν ᾿Αρμενίων. ιθʹ. ῞Οπως ὁ Συμβάτης καταδικασθεὶς γενέσθαι θηρίων βορὰ μετέσχε φιλανθρωπίας ὑπὸ τοῦ αὐτοκράτορος. κʹ. Θάνατος Σαράμου τοῦ Πέρσου, καὶ αὔξησις τῆς τυραννίδος Βαράμ. καʹ. ᾿Αναδρομὴ τῶν συγκυρησάντων περὶ τοὺς πρεσβυτέρους χρόνους, καὶ σύντομος ἀφήγησις τῶν κεκινημένων ἐπὶ τῆς βασιλείας ᾿Ιουστίνου καὶ Τιβερίου τῶν αὐτοκρατόρων. κβʹ. Περὶ τῆς ὠμότητος ῾Ορμίσδου, τοῦ Περσῶν βασιλέως. κγʹ. ᾿Αφήγησις τῆς Περσικῆς γενεαρχίας. ινδεχ. 4.τ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Δʹ 4.1 αʹ. ῞Οπως Πέρσαις ὁ ἐμφύλιος ἐκρατύνετο πόλεμος. βʹ. Περὶ τῶν συγκυρησάντων κατὰ τὴν τυραννίδα Βαρὰμ τῷ Περσῶν βασιλεῖ. γʹ ῞Οπως καθαιρεῖται τῆς βασιλείας ῾Ορμίσδας. δʹ. ᾿Εκκλησία Περσῶν, ἐν ᾗ δέσμιος ῾Ορμίσδας δημηγορεῖ. εʹ. Δημηγορία Βινδόου τοῦ Πέρσου. ϛʹ. Σφαγὴ τοῦ παιδὸς τοῦ νεωτέρου ῾Ορμίσδου· καὶ ὅπως καὶ τὴν βασιλίδα τεμαχίσαντες ἐκτυφλοῦσιν ῾Ορμίσδαν οἱ τῆς Περσῶν πολιτείας ἐξέχοντες. ζʹ. Περὶ Καβάδου, τοῦ Περσῶν βασιλέως, καὶ πρεσβυτέρων ἱστορημάτων διήγησις. ηʹ. ᾿Αναγόρευσις Χοσρόου τοῦ νεωτέρου, τοῦ Περσῶν βασιλέως. θʹ. ῞Οπως ῾Ορμίσδας ὑπὸ Χοσρόου τοῦ παιδὸς ἀναιρεῖται. ιʹ. ᾿Επικράτεια τῆς τυραννίδος Βαράμ, καὶ φυγὴ Χοσρόου, τοῦ Περσῶν βασιλέως. ιαʹ. ῞Οπως ἐπὶ τὸ Κιρκήνσιον ὁ Περσῶν βασιλεὺς παραγίνεται προσχωρήσας τῷ αὐτοκράτορι. ιβʹ. Πρεσβεία Χοσρόου πρὸς τὸν αὐτοκράτορα. ιγʹ. Περὶ Βαρὰμ τοῦ τυράννου· καὶ ὅπως ἑαυτὸν βασιλέα Περσῶν ἐχειροτόνησεν. ιδʹ. ῞Οπως ὁ αὐτοκράτωρ ἐπὶ τὴν ῾Ιερὰν πόλιν τὸν Χοσρόην μετάγει βασίλειον αὐτῷ θεραπείαν συστησάμενος. ιεʹ. Περὶ τῶν συγκυρησάντων τῷ Βαρὰμ καὶ Χοσρόῃ πρὸ τῆς Ρωμαϊκῆς συμμαχίας. ιϛʹ. Πρεσβεία Χοσρόου πρὸς τὸν αὐτοκράτορα. ιζʹ. ῞Οπως ὁ αὐτοκράτωρ Μαυρίκιος τὸν τῆς Μελιτηνῆς ἱερέα ἅμα Γρηγορίῳ, τῷ ᾿Αντιοχείας ἱεράρχῃ, πρὸς Χοσρόην ἐξέπεμψεν. ιηʹ. Περὶ τῆς δολοφονίας Βαρὰμ καὶ περὶ τοῦ φόνου τῶν εἰς τοῦτο συμφραξαμένων. ιθʹ. Περὶ Βινδόου τοῦ Πέρσου· καὶ ὅπως δραπετεύει Περσίδα. κʹ. ῞Οπως ἡ Μαρτυρούπολις ὑπὸ Χοσρόου ἀποδίδοται τοῖς Ρωμαίοις. καʹ. ῾Εορταστικὴ Δομετιανοῦ, τοῦ προέδρου Μελιτηνῆς, ἐπὶ τῇ ἀναλήψει τοῦ ἄστεος. ινδεχ. 5.τ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Εʹ 5.1 αʹ. ῞Οπως ὁ Χοσρόης, ὁ Περσῶν βασιλεύς, ἀπορίᾳ τὴν ψυχὴν κατατρυχόμενος ἐπρέσβευε τὸν ἐν μάρτυσιν ἐπιφανέστατον Σέργιον λύσιν τῶν δυστυχημάτων αὐτῷ φιλοτιμήσασθαι. βʹ. ᾿Ανδραγαθία Ροσὰν καὶ δολοφονία Ζαδεσπράτου τοῦ Πέρσου. γʹ. Περὶ τοῦ ἐκδανεισθέντος χρυσίου Χοσρόῃ, τῷ Περσῶν βασιλεῖ, ὑπὸ Μαυρικίου τοῦ αὐτοκράτορος. δʹ. Πρεσβεία Χοσρόου, ἐφ' ᾧ ἀποστῆναι Κομεντίολον τῆς ἡγεμονίας. εʹ. Χειροτονία Ναρσοῦ, καὶ συμμαχία Ρωμαίων κατὰ τοῦ τυράννου Βαράμ. ϛʹ. Περὶ τῶν βασιλικῶν δώρων τῶν πεμφθέντων Χοσρόῃ, τῷ Περσῶν βασιλεῖ, ὑπὸ τοῦ αὐτοκράτορος. ζʹ. ῞Οπως τὰς κλεῖς τοῦ Δαρὰς ὁ Χοσρόης παραδέδωκε διὰ τοῦ πρέσβεως Μαυρικίῳ τῷ αὐτοκράτορι. ηʹ. Δημηγορία Δομετιανοῦ, τοῦ προέδρου τῆς Μελιτηνῆς. θʹ. Περὶ τῶν συγκυρησάντων εὐτυχημάτων πρὸ τῆς συμπλοκῆς Ρωμαίων τε καὶ Περσῶν Χοσρόῃ, τῷ Περσῶν βασιλεῖ. ιʹ. ῞Οπως οἱ βασιλικοὶ θησαυροὶ τά τε βασίλεια τῆς Περσῶν πολιτείας τῷ Χοσρόῃ δηλοῦνται. ιαʹ. ῞Ενωσις τῶν Ρωμαϊκῶν δυνάμεων ᾿Αρμενίας τε καὶ ἑῴας.ιβʹ. Μάχη τοῦ Βαρὰμ καὶ Ρωμαίων, καὶ νίκη περιφανεστάτη Ρωμαίων. ιγʹ. Περὶ τοῦ σημείου, οὗ ἐπεφέροντο οἱ Τοῦρκοι ἐπὶ τῶν μετώπων. ιδʹ. Τὰ κατὰ τὴν Γολινδοὺχ ἐν Περσίδι γεγονότα. ιεʹ. ᾿Επανάζευξις Χοσρόου εἰς τὰ βασίλεια. ιϛʹ. Περὶ τῶν πεμφθέντων δώρων ὑπὸ Χοσρόου ἐν τῷ τεμένει Σεργίου τοῦ ἐπιφανεστάτου ἐν μάρτυσιν. ιζʹ. Πρεσβεία Χοσρόου πρὸς τὸν περίδοξον μάρτυρα Σέργιον, ὥστε ἐκ τῆς Σιρὲμ παῖδας γενέσθαι αὐτῷ. ιηʹ. Περὶ τῶν πεμφθέντων δώρων ὑπὸ Χοσρόου ἐν τῷ ναῷ Σεργίου τοῦ μάρτυρος. ιθʹ. ῞Οπως Χοσρόης τοὺς κεκοινωνηκότας τῇ τυραννίδι θανάτῳ διώλεσεν. κʹ. Περὶ τῶν προαγορευθέντων ὑπὸ Χοσρόου. καʹ. Πρεσβεία Πρόβου, τοῦ Χαλκηδόνος προέδρου, καὶ ὅσα κατὰ τὴν πρεσβείαν ἀπήντησεν. κβʹ. ᾿Εκδημία τοῦ αὐτοκράτορος ἐπὶ τὴν τῆς Εὐρώπης ᾿Αγχίαλον. κγʹ. Πρεσβεία Ζαλαβζάν. 6.τ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ ςʹ 6.1 αʹ. Περὶ τοῦ ἐπιθαλαττίου κλύδωνος τοῦ ἐνσκήψαντος Μαυρικίῳ τῷ αὐτοκράτορι. βʹ. Περὶ τοῦ τέρατος τοῦ τεχθέντος ἐν τοῖς Θρᾳκῴοις μέρεσιν. γʹ. Περὶ τῶν Σκλαυηνῶν τῶν ἐκ τῶν μερῶν τοῦ ᾿Ωκεανοῦ ἐληλυθότων. δʹ. Πρεσβεία Φράγγων πρὸς τὸν αὐτοκράτορα. εʹ. Στρατεία ᾿Αβάρων κατὰ Ρωμαίων. ϛʹ. Πολιορκία Σιγγηδόνος τῆς πόλεως. ζʹ. Χειροτονία Πρίσκου τοῦ στρατηγοῦ, καὶ ὅπως τοῦ κατὰ τὴν Εὐρώπην πολέμου ὁ αὐτοκράτωρ ἡγεμόνα προεστήσατο τοῦτον. ηʹ. ῞Οπως ὁ Χαγάνος εἰς Δριζίπερα γενόμενος τὸν νεὼν ᾿Αλεξάνδρου τοῦ μάρτυρος πυρὶ παραδέδωκεν. θʹ. ῞Οπως εἰς Τζουρουλὸν τὴν πόλιν Ρωμαῖοι συγκλεισθέντες ὑπὸ τοῦ Χαγάνου πολιορκοῦνται. ιʹ. ῞Οπως δόλῳ φενακίζει τὸν βάρβαρον Μαυρίκιος καὶ τῆς πολιορκίας ἀποσχέσθαι ὑπέπεισεν. ιαʹ. Πρεσβεία ᾿Αβάρων πρὸς Ρωμαίους. ιβʹ. ῞Οσα τῷ ᾿Αρδαγάστῳ ἐκ τῆς Ρωμαίων ἀπήντησε δυνάμεως. ιγʹ. Τὰ κατὰ τὸν Τατίμερ. ιδʹ. ᾿Ανδραγαθία ᾿Αλεξάνδρου, τοῦ Ρωμαίων ταξιάρχου.ιεʹ. ᾿Ανδραγαθία Ρωμαίων, καὶ Σκλαυηνῶν ἀναίρεσις. ιϛʹ. ῎Εφοδος Σκλαυηνῶν κατὰ Ρωμαίων. ιζʹ. ῞Αλωσις τοῦ δεδολοφονηκότος τὸν ὑπασπιστὴν τοῦ αὐτοκράτορος. ιηʹ. ᾿Αφήγησις πρεσβυτέρων διηγημάτων, καὶ ἐν παρεκβάσει τὰ κατὰ Κονιμοῦνδον ἐν Εὐρώπῃ πραχθέντα. ιθʹ. Περὶ τῶν τεχθέντων τεράτων πρὸ τοῦ ἄστεος τῆς βασιλίδος τῶν πόλεων. κʹ. ῞Οπως Πέτρος στρατηγὸς τῆς κατὰ τὴν Εὐρώπην μάχης χειροτονεῖται. καʹ. Περὶ Θεοδώρου τοῦ πρέσβεως καὶ τῆς περὶ αὐτὸν παιδείας δεξιότητος. Ινδεχ 7.τ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Ζʹ 7.1 αʹ. Περὶ τῆς γενομένης ἀταξίας ταῖς Ρωμαίων δυνάμεσιν. βʹ. ᾿Αριστεία Ρωμαίων κατὰ Σκλαυηνῶν. γʹ. Περὶ τῶν ἐν ᾿Ασίμῳ τῇ πόλει συμβεβηκότων. δʹ. Περὶ τοῦ Πιραγάστου, τοῦ φυλάρχου τῆς Σκλαυηνῶν δυνάμεως, καὶ ἀνδραγαθία Ρωμαίων. εʹ. Περὶ τῆς ἀνυδρίας τῆς παρακολουθησάσης ταῖς Ρωμαίων δυνάμεσιν. ϛʹ. ῞Οπως τοῦ Πέτρου καταπολεμηθέντος ὑπὸ τῶν Σκλαυηνῶν, Πρίσκος αὖθις γίνεται στρατηγός. ζʹ. Θάνατος ᾿Ιωάννου τοῦ Νηστευτοῦ, τοῦ τὴν ἀρχιερατικὴν Κωνσταντινουπόλεως περιβαλλομένου ἀξίαν. ηʹ. Περὶ τῶν ἐκδανεισθέντων χρημάτων ᾿Ιωάννῃ τῷ Νηστευτῇ ὑπὸ τοῦ αὐτοκράτορος. θʹ. Περὶ τῶν Μαυρουσίων τῶν συστραφέντων κατὰ Καρχηδόνος τῆς πόλεως. ιʹ. Περὶ τοῦ κομήτου τοῦ φανέντος ἐπὶ ἡμέρας πολλάς. ιαʹ. Περὶ τοῦ ἐμφυλίου πολέμου τοῦ γενομένου τοῖς Τούρκοις, καὶ ἐν ἐκθέσει τὰ περὶ τῆς τῶν Τούρκων πολιτείας. ιβʹ. Πόθεν τὸ τῶν ᾿Αβάρων φῦλον κατάγεται· καὶ περὶ τῆς ἀποφοιτήσεως αὐτῶν τῆς ἐκ τῆς ἕω. ιγʹ. Περὶ τοῦ Χρυσοῦ λεγομένου ὄρους. ιδʹ. Περὶ τῆς Ταυγάστ. ιεʹ. Περὶ τῶν σκωλήκων τῶν τικτόντων τὴν ἐσθῆτα τὴν σηρικήν. ιϛʹ. Περὶ τῆς λεγομένης Χουμαδάν. ιζʹ. Περὶ τῶν ᾿Ινδῶν τῶν λευκῶν τὸ σῶμα. ιηʹ. Διάλεξις πρὸς τὸν Πρίσκον Χαγάνου. ιθʹ. ᾿Αντιλογία Πρίσκου πρὸς Χαγάνον τὸν βάρβαρον. κʹ. ῞Οπως ὁ Πρίσκος Σιγγηδόνα διασώζει τὴν πόλιν. καʹ. ῞Οσα κατὰ τὴν λεγομένην Δαλματίαν οἱ βάρβαροι διεπράξαντο. κβʹ. Τὰ κατὰ Γώδουιν, καὶ ἀριστεία Ρωμαίων. κγʹ. Προαγόρευσις τῆς ἀναιρέσεως Μαυρικίου τοῦ αὐτοκράτορος. κδʹ. Φυγὴ Ρωμαίων καὶ Κομεντιόλου τοῦ στρατηγοῦ. κεʹ. ῞Οπως ὁ Χαγάνος τὰς δυνάμεις τοῖς Μακροῖς τείχεσι προσομιλεῖν παρεσκεύασεν. κϛʹ. Περὶ τῆς παραδόξου γενομένης τιμωρίας ὑπὸ ᾿Αλεξάνδρου τοῦ μάρτυρος τῇ τῶν ᾿Αβάρων πληθύϊ. κζʹ. Πρεσβεία Ρωμαίων πρὸς Χαγάνον. κηʹ. Περὶ τῶν ἐπιφανέντων τεράτων ἐν τοῖς Νειλῴοις ὕδασιν. κθʹ. ῎Εκθεσις τῆς φύσεως τοῦ Αἰγυπτίου ποταμοῦ καὶ συναγωγὴ πλείστων ἀρχαίων δογμάτων περὶ αὐτοῦ. ινδεχ. 8.τ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Ηʹ 8.1 αʹ. ῞Οπως ὁ Χοσρόης διαλῦσαι τὰς σπονδὰς ἐνεχείρησεν. βʹ. Πρεσβεία Ρωμαίων πρὸς Χοσρόην. γʹ. ῞Οπως ὁ Κομεντίολος προδοσίας ἐκρίνετο. δʹ. Διαλλαγαὶ Ρωμαίων πρὸς Κομεντίολον τὸν στρατηγόν· καὶ ὅπως αὖθις οὗτος ἡγεμονεύειν ὑπὸ τοῦ αὐτοκράτορος ἐμπιστεύεται. εʹ. Μάχη Ρωμαίων καὶ ᾿Αβάρων, καὶ ἀριστεία Ρωμαίων.ϛʹ. ῾Ετέρα μάχη Ρωμαίων καὶ ᾿Αβάρων, καὶ νίκη Ρωμαίωνζʹ. ῾Ετέρα ἔκταξις Ρωμαίων καὶ ᾿Αβάρων, καὶ ἧττα βαρβάρων. ηʹ. Περὶ τῶν ἀναιρεθέντων Γηπαίδων. θʹ. ῞Οπως ὁ βάρβαρος ἐξαπατήσας τὸν αὐτοκράτορα τοὺς ζωγρηθέντας βαρβάρους ἀνέλαβεν. ιʹ. Περὶ τῆς Κομεντιόλου μελαγχολίας. ιαʹ. ῞Οπως ἀβουλίᾳ Κομεντιόλου τοῦ στρατηγοῦ πλῆθος Ρωμαίων ὑπὸ τοῦ κρύους διώλετο. ιβʹ. ῾Ως Πέτρος αὖθις στρατηγὸς τῆς Εὐρώπης ὑπὸ τοῦ αὐτοκράτορος προχειρίζεται. ιγʹ. Περὶ τοῦ γάμου Θεοδοσίου, τοῦ παιδὸς Μαυρικίου τοῦ αὐτοκράτορος. ιδʹ. Περὶ τῆς σιτοδείας τῆς γενομένης τῇ βασιλίδι τῶν πόλεων καὶ τῆς ἀταξίας τῶν δήμων. ιεʹ. ῞Οπως ὁ αὐτοκράτωρ Μαυρίκιος διατρίβειν τὰς Θρᾳκῴας δυνάμεις εἰς τὸ ἀντιπέρας τοῦ ῎Ιστρου τὸν στρατηγὸν κατηνάγκασεν. ιϛʹ. Περὶ τῆς θείας ὀμφῆς τῆς γενομένης Πέτρῳ τῷ στρατηγῷ. ιζʹ. Τῶν Ρωμαϊκῶν στάσις δυνάμεων· καὶ ὅπως τὸ ὁπλιτικὸν τυραννίδα κατὰ τοῦ αὐτοκράτορος συνεστήσατο. ιηʹ. ῞Οπως ὁ στρατηγὸς φυγῇ διεχρήσατο. ιθʹ. Περὶ τῶν δημάρχων· καὶ ὅπως τοῖς δημοτικοῖς φιλοτιμίας ὁ αὐτοκράτωρ παρέσχετο. κʹ. Πρεσβεία τοῦ αὐτοκράτορος πρὸς τὰς Ρωμαίων δυνάμεις. καʹ. ῞Οπως περιφρουρεῖ ὁ Μαυρίκιος τὴν κυρίαν τῶν πόλεων. κβʹ. Πρεσβεία Ρωμαίων πρὸς Θεοδόσιον, τὸν παῖδα τοῦ αὐτοκράτορος. κγʹ. Περὶ τῆς γενομένης ὑπονοίας Μαυρικίῳ τῷ αὐτοκράτορι Γερμανὸν καθεστάναι τῆς τυραννίδος ὑπόθεσιν. κδʹ. ῾Ως ὁ Γερμανὸς ἐν τῷ ναῷ τῆς θεομήτορος καταφεύγει τῷ ἐπιλεγομένῳ Κύρου. κεʹ. ῾Ως Στέφανον τὸν εὐνοῦχον πρὸς Γερμανὸν ἀποστέλλει ὁ αὐτοκράτωρ Μαυρίκιος. κϛʹ. ῾Ως ὁ αὐτοκράτωρ Μαυρίκιος τὸν παῖδα Θεοδόσιον ἐμαστίγωσε ῥάβδοις. κζʹ. Καταφυγὴ Γερμανοῦ πρὸς τὸ μέγα τῆς πόλεως τέμενος. κηʹ. Περὶ τῶν θορύβων τῶν ἐπιβεβηκότων τῆς πόλεως. κθʹ. Περὶ τοῦ ἐμπρησμοῦ τοῦ γεγονότος τῇ πόλει. λʹ. ᾿Απόδρασις Μαυρικίου τοῦ αὐτοκράτορος. λαʹ. ῞Οπως κλύδωνος γεγονότος ἐγκοπὴν πρὸς τὴν ἀπόδρασιν ὁ αὐτοκράτωρ ἐλάμβανεν. λβʹ. ᾿Αποστολὴ Θεοδοσίου τοῦ αὐτοκράτορος ὑπὸ Μαυρικίου πρὸς Χοσρόην, τὸν Περσῶν βασιλέα. λγʹ. ῞Οπως πρὸς τὸν τύραννον <οἱ> τοῦ ἄστεος προσεχώρησαν. λδʹ. Περὶ Γερμανοῦ καὶ τῆς περὶ τὴν βασιλείαν τούτου ἐφέσεως. λεʹ. ᾿Αναγόρευσις τοῦ τυράννου Φωκᾶ. λϛʹ. Εἴσοδος τούτου πρὸς τὰ βασίλεια. λζʹ. ῞Οπως ὁ Μαυρίκιος ἐπαναστρέφειν ὡς αὐτὸν προσέταξε τῷ παιδί. ληʹ. ᾿Αναίρεσις τῶν παίδων τοῦ βασιλέως καὶ ἀποσφαγὴ Μαυρικίου τοῦ αὐτοκράτορος. λθʹ. Περὶ τῆς διαθήκης Μαυρικίου τοῦ αὐτοκράτορος. μʹ. ῞Οπως τῶν βασιλέων τὰ σώματα τοῖς τῆς θαλάττης παρεδίδοντο κύμασιν. μαʹ. ᾿Επιτάφιος εἰς Μαυρίκιον τὸν αὐτοκράτορα. μβʹ. ῞Οπως ἀντιδόσεις τῶν πεπραγμένων δεινῶν αἱ Ρωμαίων δυνάμεις ὑπὸ τῆς θείας προνοίας ἐλάμβανον. μγʹ. ᾿Αναίρεσις Θεοδοσίου τοῦ παιδὸς τοῦ αὐτοκράτορος καὶ Πέτρου καὶ Κομεντιόλου καὶ Κωνσταντίνου. μδʹ. Περὶ τῆς γεγονυίας πλάνης, ὡς Θεοδόσιος, ὁ υἱὸς τοῦ αὐτοκράτορος, τὸν φόνον διέφυγεν. μεʹ. Περὶ τῆς δαιμονιώδους προαγορεύσεως τῆς γεγονυίας κατὰ τὴν ᾿Αλεξάνδρειαν. μϛʹ. Περὶ τῶν γεγονότων παραδόξων ὑπὸ Εὐφημίας τῆς μάρτυρος. μζʹ. ῞Οπως ὁ τύραννος Κωνσταντίναν, τὴν τοῦ βασιλέως ὁμόζυγον, ἅμα ταῖς θυγατράσιν ἐν ἰδιωτικῇ οἰκίᾳ ἐνέκλεισεν. μηʹ. Πρεσβεία τοῦ τυράννου πρὸς Χοσρόην, τὸν Περσῶν βασιλέα. μθʹ. Περὶ τῶν συμβεβηκότων Γερμανῷ τῷ στρατηγῷ. νʹ. ᾿Αναίρεσις ᾿Αλεξάνδρου τοῦ συννεωτερίσαντος τῷ τυράννῳ Φωκᾷ. https://byzantium.gr/ ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΒΙΒΛΙΟΝ Αʹ 1.π.τ[ΠΡΟΟΙΜΙΟΝ]1.π.1 ῎Εδει μὴ μόνον τοῖς ἐκ φύσεως ἀγαθοῖς ἀλλὰ καὶ οἰκείοις εὑρήμασι κατακοσμεῖσθαι τὸν ἄνθρωπον. ἔνεστι γὰρ λόγος αὐτῷ, χρῆμά τι θεῖον καὶ ἀξιάγαστον. τούτῳ καὶ θεὸν αἰδεῖσθαι καὶ σέβειν μεμάθηκε καὶ τὰ τῆς οἰκείας ἐνοπτρίζεσθαι φύσεως, καὶ τῆς ἑαυτοῦ διαπλάσεως τὴν σύνταξιν οὐκ ἠγνόησεν. τοιγάρτοι λόγῳ καὶ πρὸς ἑαυτοὺς συννεύουσιν ἄνθρωποι ἐκ τῆς ἔξω περιωπῆς ἐπ' αὐτὸν τὸν νοῦν εἰσκυκλήσαντες, τά τε περὶ τῆς σφῶν αὐτῶν δημιουργίας ἀνελίττουσιν ὄργια. πολλὰ μὲν οὖν οὗτος ἀγαθὰ τοῖς ἀνθρώποις δεδώρηται καὶ συνέριθός ἐστι τῆς φύσεως ἄριστος. ἃ γὰρ ἐκείνη διέλειπε λόγος τετελεσιούργηκε βέλτιστα, ἃ μὲν ἐς θέαν ἐγκαλλωπίσας, ἃ δ' ἐς γεῦσιν ἡδύνας, ἔνια πρὸς ἁφὴν τονώσας ἢ μαλακίσας, ἄλλα πρὸς ἀκοὴν μουσουργήσας, τῇ τῆς ἀπηχήσεως ἴυγγι κατακηλῶν τὴν ψυχὴν καὶ πρὸς 1.π.5 τὸ ἄκουσμα μεθελκόμενος. ἢ οὐχὶ καὶ τεχνῶν οὗτος σοφιστὴς πιθανώτατος; ἐξ ἐρίου μὲν εὐήτριον ἱστουργήσας χιτώνιον, ἐκ δὲ ξύλων γεωργοῖς μὲν τεκταινόμενος ἐχέτλην, πλωτῆρσί τε κώπην, τῷ τε στρατιώτῃ πέλτην καὶ γέρρον κινδύνων πολεμικῶν ἀμυντήρια. ἀξιολογώτατόν τε πάντων, τὸ τῆς ἱστορίας διέθετο πολυπειρότατον ἀκοῇ μὲν ἥδυσμα, τῇ δὲ ψυχῇ παιδευτήριον· οὐδὲν γὰρ ταῖς φιλοπευθέσι ψυχαῖς ἔνεστιν ἱστορίας ἐπαγωγότερον. ἱκανὸν δέ τῳ τεκμηριῶσαι ῾Ομηρικῆς τι δέλτου διήγημα. ἐπὶ τὴν ᾿Αλκινόου τοῦ βασιλέως αὐλὴν ὁ τοῦ Λαέρτου παῖς ἔναγχος ἐκ τοῦ θαλαττίου κλύδωνος ἐπὶ τὴν ἤπειρον ἐκβρασθεὶς ἐξενίζετο, καὶ πολλὴ ἀμφὶ τὸν ᾿Οδυσσέα φιλοφροσύνη περιεκέχυτο. πρόχειρον γὰρ ἦν γυμνῷ καὶ τετρυχωμένῳ τὸ σῶμα συμφορᾷ ναυαγίας ἐσθῆτα λαμπρὰν ἐμπορπήσασθαι, ὑπῆν δ' αὐτῷ καὶ κοινὸν τῆς βασιλέως τραπέζης ἀξίωμα. καὶ οὖν τῷ ἐπήλυδι παρείχετο καὶ γλώττης ἐλευθερία καὶ διηγημάτων ἐκθέσεως ἄδεια. τοὺς δὲ Φαίακας οὕτω τὰ τῆς ἱστορίας ἐνηύφραινεν ὡς χαίρειν εἰπόντας τῷ πότῳ θέατρον εἶναι δοκεῖν τὸ συμπόσιον καὶ διανιστᾶν τὰ ὦτα καὶ κεχηνέναι θεωμένους τὸν ἄνδρα καὶ τῷ μήκει 1.π.10 μηδαμῶς τῆς διηγήσεως ἀποκναίεσθαι. καίτοι τὰ πολλὰ τῶν ἀφηγημάτων κατηφεῖς εἶχε τὰς ὄψεις· μεγίστων γὰρ κινδύνων ἐμπειρία περιέρρει τῇ συνουσίᾳ. λίχνον γὰρ ἀκοὴ καὶ ἀκόρεστον, ἑστιωμένη λόγον παράδοξον. ἔνθεν ἄρα καὶ τοὺς ποιητὰς ἐπὶ παιδείᾳ πρώτους ἐνευδοκιμήσαντας ἔστι θεάσασθαι· παραλαβόντες γὰρ οὗτοι τὰς τῶν ἀνθρώπων ψυχὰς φιλοΐστορας καὶ πρὸς μάθησιν ὀργώσας ἀεὶ καὶ ξένων διψώσας διηγημάτων, τεχνουργοῦσιν αὐταῖς μυθολόγημα, καὶ περιβάλλουσι φράσιν τῷ πλάσματι, ῥυθμῷ δὲ τὸ ψεῦδος στιβίζουσιν, καὶ μέτροις οἷα κεστοῖς θελκτηρίοις τισὶ τὸ τεράτευμα καλλωπίζουσιν. καὶ τοσαύτην εἶχεν ἡ ψυχαγωγία τὴν δύναμιν, ὡς καὶ θεολόγους εἶναι νομίζεσθαι, καὶ παρ' ἐκείνους φοιτᾶν τοὺς θεούς, καὶ ταῖς ἐκείνων γλώτταις παραγυμνοῦν τοῖς ἀνθρώποις τὰ οἴκοι, καὶ εἴ τί ποτε τῷ σφῶν αὐτῶν βίῳ συνέτυχεν ἀνδραγάθημα ἢ δυστύχημα. οὐκοῦν εὑρήσειέ τις κοινὴν ἁπάντων ἀνθρώπων τὴν ἱστορίαν διδάσκαλον, εἰσηγουμένην οἷς τε ἐγχειρητέον καὶ ἃ παροπτέον ὡς μὴ συνοίσοντα. ἐμφρονεστάτους τε τοὺς στρατηγοὺς δι' ἐκείνης ἔστιν ἰδεῖν· τάττειν γὰρ δυνάμεις ἐπίσταται, ὅπως τε λόχοις σοφίζεσθαι δεῖ τὸ πολέμιον. καὶ ταῖς μὲν τῶν ἄλλων συμφοραῖς προμηθεστέρους σφᾶς αὐτοὺς ἀπεργάζεται, τοῖς προσφαλεῖσιν ἑτέροις ἐκείνους ἰθύνουσα· ταῖς δ' αὖ πάλιν εὐπραγίαις εὐδαιμονεστέρους ἀπέδειξε μικραῖς ἀφορμαῖς 1.π.15 μεγάλας ἀρετῶν κορυφὰς ἐπαυξάνουσα. καὶ τῶν μὲν πρεσβύτῃ χειραγωγός τίς ἐστι καὶ βακτηρία, τῷ δὲ νέῳ παιδαγωγὸς κάλλιστος καὶ συνετώτατος, τῇ πολυπειρίᾳ πολιοῦσά πως τὸ νεώτερον καὶ προφθάνουσα τοῦ χρόνου τὰ κατ' ὀλίγον μαθήματα. πρὸς ἣν ἐπιδραμοῦμαι καὐτός, εἰ καὶ μεῖζον ἢ κατ' ἐμὲ τὸ ἐγχείρημα διὰ τὸ τῆς λέξεως ἀγεννὲς τῶν τε νοημάτων τὸ ἀδρανέστατον τῆς τε τοῦ λόγου συνθήκης τὸ ἀκαλλὲς τό τε τῆς οἰκονομίας ἀτεχνότατον. εἰ δέ τῳ εὔχαρί τι τῶν ἐκτεθησομένων φανείη, τύχῃ τινὶ προσαπτέτω· μὴ γὰρ ἐπιστήμη τὸ αἴτιον. 1.1.1 ῞Οτε τὸν αὐτοκράτορα Τιβέριον τῆς ἐντεῦθεν ἔδει λοιπὸν μεταβήσεσθαι λήξεως καὶ τῷ κοινῷ ὑπείκειν νόμῳ τῆς φύσεως, ἐπιθεμένης τῇ νόσῳ μελαίνης χολῆς, ὡς σύνηθες παισὶν ἀποκαλεῖν ἰατρῶν, ἀνερρήθη Μαυρίκιος καὶ βασιλέως ἀξίᾳ μεγαλαυχεῖται καὶ νεάζων τῇ ἁλουργίδι τῆς μεγάλης τῶν αὐτοκρατόρων δυνάμεως μετελάγχανεν. φοράδην γὰρ ἀχθεὶς ὁ βασιλεὺς Τιβέριος ἐπὶ τὴν ὕπαιθρον τῶν βασιλείων αὐλήν, ἥτις παρήνωται τῇ πολυστιβάδι τῶν ἀνακτόρων οἰκίᾳ προαυλίῳ περιφανεῖ καὶ περιδόξῳ τῳ προσκηνίῳ, τὸν τῆς ἱεραρχικῆς προεστῶτα καθέδρας συγκαλεσάμενος (᾿Ιωάννης δὲ κατ' ἐκεῖνο καιροῦ τοὺς τῆς ἐκκλησίας διίθυνεν οἴακας) τόν τε τῶν ἱερῶν ἀξιωμάτων συναθροισάμενος ξύλλογον τούς τε δορυφόρους καὶ φύλακας καὶ πάντας τοὺς ἐς βασιλέως τιμὴν συντεταγμένους, ναὶ μὴν καὶ τοὺς ἐπισημοτέρους τοῦ δήμου, αὐτὸς μὲν οὐδέπω τοῖς ἐντυχοῦσι διείλεκται, βασιλέως δὲ γλῶτταν τὸν ᾿Ιωάννην ἐδείκνυεν, ἄνδρα ῥήτορά τε δεινὸν καὶ νόμων Ρωμαϊκῶν ἐπιστήμονα, ὃς τὰ βασιλέως προστάγματα τῷ διατόρῳ τῆς εὐγλωττίας ἐμεγαληγόρει βασιλικῆς μεγαλοφροσύνης ἐπάξια. τοῦτον ἐπιχωρίῳ Ρωμαῖοι φωνῇ ἀποκαλοῦσι κυαίστορα. παρῆν γοῦν ὁ αὐτοκράτωρ ἐπὶ τῇ χειροτονίᾳ τοῦ βασιλέως ἅμα τῇ παιδὶ Κωνσταντίνῃ, ἣν τῷ Μαυρικίῳ τύχης ἅμα καὶ βίου κοινωνὸν ἐποιήσατο, καὶ πρό γε τῆς ἀναρρήσεως τῷ ξυλλόγῳ τάδε παρέθετο. 1.1.5 "῎Ανδρες Ρωμαῖοι, τὸ πολυθρύλητον τοῖς ἔθνεσιν ὄνομα καὶ ἐπίτιμον, τὸ ἐπὶ στομάτων πολλῶν ἐπ' εὐφημίᾳ δι' εὔκλειαν περικείμενον, μεγάλαι καὶ τελευταῖαι νῦν αἱ τῶν φροντίδων ὠδῖνες ἡμῖν περιίστανται, αἱ μὲν τὰ τῇδε διαθεῖναι καλῶς ἀναγκάζουσαι, αἱ δὲ τῇ διαζεύξει τῆς μεταστάσεως ἐκταράττουσαι καὶ τῶν ἐνθένδε τοὺς λόγους τῆς βιοτῆς παραθέσθαι τῷ δημιουργῷ κατεπείγουσαι. καὶ περιδεής μοι τήμερον ἡ πάλαι παρρησία καὶ ἄδεια· οἷς γὰρ ἀφθονία τῆς ἐξουσίας, τούτοις εἰκὸς καὶ τὰ σφάλματα παρέπεσθαι πλείονα. ἀλλ' ὅμως αἱ περὶ τῆς βασιλείας ἡμῖν ὀξύτεραι καὶ προκύπτουσαι, οὐχ ὅτῳ ταύτην οὕτω ταχὺ κατατίθεσθαι, ἀλλ' ὅτῳ ταύτην ἔνεστι καλῶς διατίθεσθαι, ἐπεὶ μηδὲ κατενεγυώμην ταύτην ἐγὼ ἐπί τε τρυφῇ τῆς ἐξουσίας καὶ κολακείᾳ τοῦ σώματος. ὁρῶ δὲ καὶ τὴν φύσιν μετὰ τῆς τύχης ἡμᾶς κατατρύχουσαν. βασιλεία γὰρ καὶ παῖδες καὶ γύναιον κατὰ ταυτὸν ἐπιτίθενται, ἡ μὲν ἡγεμόνα ζητοῦσα σοφόν, ἡ δὲ κηδεμόνα χηρείας ἐπιεικέστατόν τε καὶ εὐσεβέστατον, αἱ δὲ τοὺς χειραγωγοῦντας διὰ τὸ τῆς ἡλικίας ἄωρον τό τε τῆς θηλείας φύσεως ἀσθενέστερον. περιφρονῶ δὲ πολλάκις ὑπὸ τῆς νόσου τὴν φύσιν καὶ τὸν ἐκείνης δραπετεύω δεσμὸν καὶ παίδων ὑπερορῶ, καὶ περιῶπταί μοι γύναιον, ἤδη τεθνάναι δοκῶν καὶ τῆσδε τῆς προμηθείας 1.1.10 ἐλευθερίαν λαχεῖν. ἀλλ' εὐθὺς ἡ περὶ τῶν σκήπτρων ἀπαραίτητος φροντὶς εἰσεπήδησεν· οὐ τὸ μόνον γὰρ διατηρῆσαι κράτος ἐμπιστευθέν ἐστιν ἀγών, ἀλλὰ καὶ τὸ δεόντως ἑτέροις παραπέμψαι τὸν κλῆρον. δεῖ γὰρ τῶν προτέρων ἡγεμόνων εἶναι τοὺς δευτέρους ἀμείνους, ἵνα τοῖς προσφαλεῖσιν ἐκεῖνοι τὴν παρ' αὐτῶν διόρθωσιν εἰσαγάγωσιν, ἢ διολισθάνειν ἅπαν συλλήβδην εἰπεῖν τὸ ὑπήκοον, ἀδρανεστέρᾳ κρηπῖδι τὴν βασιλείαν στηρίξαντι. τούτων κατεσθιόντων τῶν λογισμῶν τὴν διάνοιαν, ἡ τεχνῖτις ἡμῖν πρόνοια συλλαμβάνει τῶν πόνων καὶ μίαν μεθ' ἡμῶν βουλὴν προηνέγκατο καὶ δείκνυσι τὸν βασιλεύσοντα ἐπιβάτην τε τῆς ἐξουσίας ἐσόμενον, Μαυρίκιον τουτονί, ἄνδρα λυσιτελέστατον, τῇ Ρωμαίων ἀρχῇ πολλοὺς καὶ μεγάλους πόνους ἐγκαταθέμενον, ὥσπερ ἀρραβῶνάς τινας προκαταβαλόμενον τῆς ἐσομένης ἀμφὶ τὸ ὑπήκοον προνοίας αὐτῷ. τοῦτον αὐτοκράτορα τήμερον ὄψεσθε. οὕτω δὲ πέποιθα ἐπὶ τήνδε τὴν μεγίστην ἐγχείρησιν (καὶ τὰ τῆς διανοίας οὐ σκάζει κινήματα), ὡς καὶ τὸ θυγάτριον ἅμα τῇ βασιλείᾳ τούτῳ πεπίστευκα. τηλικούτῳ φύσεως ἐνεχύρῳ θαρρύνων ὑμᾶς ταύτην ἐφόδιον τὴν ψυχαγωγίαν ἐπὶ τὴν μακρὰν ἐκείνην ἐκδημίαν ἀποίσομαι. καὶ ὑμεῖς δέ μοι μάρτυρες τῆσδε τῆς καλλίστης συντάξεως ἀξιόχρεῳ ἐξ ὧν ἐπειράθητε ἡμῶν τε ἡνιοχούντων τὴν ἡγεμονίαν καὶ τοῦδε παριππεύοντος λίαν ἡμῖν ἐμφρονέστατα. σὺ δέ μοι, Μαυρίκιε, κάλλιστον ἡμῖν ἐπιτάφιον τὴν σὴν βασιλείαν πεποίησο. κόσμει τὸν ἐμὸν τάφον ταῖς σαῖς ἀρεταῖς, μήτε τὰς τῶν πεπιστευκότων καταισχύνων ἐλπίδας, μήτε τὰς σὰς ἀγνωμονῶν ἀρετὰς τήν τε τῆς ψυχῆς δραπετεύων εὐγένειαν. χαλίνου λόγῳ τὴν ἐξουσίαν, φιλοσοφίᾳ τὸ κράτος οἰάκιζε· βασιλεία γὰρ ὑψηλόν τι χρῆμα καὶ μετέωρον, ἐς μέγα τὸν ἐπιβάτην ἀπαιωροῦσα τοῖς τε λογισμοῖς ἐκφρυάττουσα. δόκει μὴ πάντων ὑπερέχειν τῷ φρονιμώτατος εἶναι, εἰ καὶ τὰ τῆς τύχης ὑψηλά σοι παρὰ πάντας. θηρῶ παρὰ τῶν ὑπηκόων ἀντὶ μὲν φόβου τὴν εὔνοιαν, ἀντὶ δὲ κολακείας τίμα τὸν ἔλεγχον οἷα διδάσκαλον ἄριστον· ἀνουθέτητον γὰρ ἐξουσία καὶ παιδείας οὐκ ἀνεχόμενον. ἔστω πρὸ τῶν σῶν ὀφθαλμῶν σύνεδρος ἡ δίκη πρυτανεύουσα τῶν βεβιωμένων ἀντίδοσιν. νόμιζε τὴν πορφύραν, τῷ φιλόσοφος εἶναι, εὐτελές τι ῥάκος ἀμπέχεσθαι, τὸν δὲ στέφανον μηδέν τι διοίσειν τῶν ἐπὶ τοῖς αἰγιαλοῖς τῆς θαλάττης ψηφίδων. στυγνὸν τὸ τῆς ἁλουργίδος ἄνθος, καί μοι δοκεῖ τοῖς βασιλεῦσι παρεγγυᾶν μετριοπαθεῖν ἐπὶ ταῖς εὐπραγίαις, καὶ μὴ περιγάνυσθαι καὶ φρυάττεσθαι τῇ πενθίμῳ ταύτῃ τῆς μοναρχίας στολῇ· οὐ γὰρ ἐξουσίαν ἀκολασίας ἀλλὰ δουλείαν ἔνδοξον τὸ σκῆπτρον τῆς βασιλείας φιλοσοφεῖν ἐπαγγέλλεται. ἡγείσθω τῆς ὀργῆς τὸ φιλάνθρωπον, τῆς δὲ σωφροσύνης ὁ φόβος. ἐξέταξε γὰρ καὶ ταῖς μελίτταις ἡγεμόνας ἡ φύσις, ὠχύρωσε δὲ καὶ κέντρῳ τὸν βασιλέα τὴν μέλιτταν ὥσπερ τι κράτος αὐτόματον ἐγκεντρίζουσά πως αὐτῷ, ἵνα καὶ πλήττειν ἔχῃ τὸν μὴ δικαίως πειθόμενον. ἀλλ' οὐκ ἔστιν ἐκείνῃ τὸ κέντρον τυραννικόν, δημωφελὲς δὲ μᾶλλον καὶ δίκαιον. οὐκοῦν ἐκείνης ἐσόμεθα μιμηταί, εἰ μήγε λόγος δεδύνηται χαρίζεσθαι καὶ τὰ μείζονα. ταῦτα μὲν ὁ προβολεὺς ἐγώ· ἕξεις δὲ τῆς γνώμης ὥσπερ δικαστὴν τὴν ἐξουσίαν ἀδέκαστον, ἢ τιμῶσαν τὰς ἀρετὰς ἢ τὴν κακίαν φαυλίζουσαν." 1.1.21 ῞Οτε τοίνυν τὰ τῆς διαλέξεως ἐπερατοῦτο τῷ αὐτοκράτορι, πολὺ τοῖς θεαταῖς τὸ δάκρυον ἐπεκύμαινεν, τῶν μὲν ἀνιωμένων ἐπὶ τῷ πάθει, παρ' οἷς καὶ τὰ τῆς εὐνοίας ἦν λιπαρώτερα, ἄλλων δὲ κατακηλουμένων ἐπὶ τῷ οἴκτῳ διὰ τῆς συμπαθείας· φιλεῖ γὰρ ἡ συμφορὰ καὶ τῷ θεατῇ μεταδιδόναι τοῦ πάθους. τὴν στεφάνην [δὲ] ὁ βασιλεὺς ἀράμενος τήν τε πορφυρᾶν διπλοΐδα, ἀμπεῖχε τὸν Καίσαρα. διεχεῖτο δὲ πολλὴ ταῖς εὐφημίαις παρὰ τῶν ὑπηκόων βοή. ἔνιοι γὰρ τὸν προστησάμενον ἀπεθαύμαζον ἀγάμενοι τῆς εὐβουλίας τὸν αὐτοκράτορα, ἕτεροι τὸν ἀναρρηθέντα καὶ τηλικαύτης ἡγεμονίας ἑαυτὸν παραθέμενον ἄξιον, ἅπαντες δὲ τὸν αἴτιον τούτων ἁπάντων θεὸν ἄμφω ταῦτα καλῶς συμβιβάσαντα. ἐπεὶ δὲ ὁ μέγας οὗτος καὶ ὕστατος τοῦ βασιλέως σκοπὸς διανυσθεὶς ἐτετέλεστο, τά τε τῆς ἀναγορεύσεως ἔθη κατὰ τοὺς βασιλικοὺς θεσμοὺς ἐπεπλήρωτο, ἐπὶ τὴν ἑαυτοῦ κλίνην Τιβέριος ὁ αὐτοκράτωρ ἀνέζευξεν. 1.2.1 Λόγος δὲ καὶ θείαν ὀμφὴν πρό τινος βραχέος τῆς νόσου καιροῦ κατηχηθῆναι Τιβερίῳ τῷ αὐτοκράτορι. ἔδοξε γὰρ ἐν ὕπνοις παρεστάναι αὐτῷ πάγκαλος τὴν θέαν ἀνὴρ ἐνθέου τινὸς ὡραιότητος εἰκόνα φερόμενος, τῷ μὲν λόγῳ τὸ ἄρρητον, τῇ δὲ γραφῇ τὸ ἀμίμητον. ἐσθὴς δὲ τῷ νεανίᾳ λευκή, τόν τε τόπον καὶ τὸν θεατὴν καταυγάζουσα ταῖς μαρμαρυγαῖς τῆς ἐλλάμψεως. φῆσαι δὲ πρὸς τὸν Καίσαρα, συνδημηγορούσης αὐτῷ τῆς χειρὸς ἐν τῷ σχήματι, "τάδε σοι, Τιβέριε, τὸ τρισάγιον λέγει· οἱ τύραννοι τῆς ἀσεβείας ἐπὶ τῆς σῆς βασιλείας οὐ φοιτήσουσι χρόνοι." εἶτα τὸν βασιλέα διανήψαντα τεταράχθαι τῇ φαντασίᾳ, ὄρθριόν τε διανίστασθαι καὶ τοῖς ἀμφ' αὐτὸν διεξιέναι τὰ τῶν ὀνειράτων θεάματα. 1.2.3 Τῇ δὲ ὑστεραίᾳ (πρὸς γὰρ τὸν λόγον ἐπάνειμι) τῷ κοινῷ τῆς φύσεως νόμῳ Τιβέριος, εἰ καὶ βασιλεὺς ἐτύγχανεν ὤν, ἐπειθάρχησεν ἀπέστη τε τῶν τῇδε, καὶ οἷα σκηνὴν τῆς ψυχῆς καταλελύκει τὸ ἀχθοφόρον τουτὶ καὶ γήϊνον χιτωνίσκιον. καὶ πολὺς ἀνὰ τὸ ἄστυ ἐπεκύμαινε θρῆνος· πολλῶν γὰρ ὀφθαλμῶν ῥεῖθρον διήνοιξε καὶ φλέβας δακρύων ἀνέτεμεν, καὶ μέγα ταῖς τῶν πολλῶν ψυχαῖς ἐνεφοίτα τὸ πένθος. τὸ φαιδρὸν τῆς στολῆς διερρήγνυτο τό τε κατηφὲς τῆς ἐσθῆτος ἀντελαμβάνετο. ἅπαντας ἐπὶ τὸ στυγνὸν ἐκεῖνο θέατρον συνεκάλει τὸ ἄκουσμα. εἰσήρρει τὰ πλήθη τῇ βασιλίδι αὐλῇ· οὐκ εἶχε τὰ προαύλια φύλακας τοῖς πολλοῖς προπετάσμασι μόλις τοῖς ἐν ἀξίᾳ φιλοτιμουμένοις τὴν εἴσοδον. κατηφὴς ὑμνῳδία πάννυχος ἦν ταῖς φωταγωγοῖς λαμπάσι σκυθρωπὸν ὄψιν παρέχουσα. καὶ δῆτα μετὰ τὸν ὄρθρον τὰς ἀκτῖνας προσβάλλοντος ἡλίου καὶ τὸ ὑπέργειον διατρέχοντος ἡμισφαίριον, προύπεμπεν ἅπας τεθνηκότα τὸν βασιλέα καὶ μετ' εὐφημίας εἶχεν ἐπομβρῆσαν τὸ δάκρυον, πολύς τε ἦν ὁ ἐπιτάφιος ἔπαινος, εἷς ἀπὸ στομάτων πολλῶν προχεόμενος οἷά τις ποταμὸς εἰς πολλὰς ἀρχὰς μεριζόμενος, ἢ δένδρον ὑψιτενές τε καὶ εὔκομον πολλαῖς τε καὶ μεγάλων κλάδων ἐκφύσεσι διαιρούμενον. εἴωθε γὰρ δεινοπαθεῖν τὸ ὑπήκοον ἐπὶ ταῖς ἀώροις μεταστάσεσι τῶν ἐπιβεβηκότων δυνάμεως, εἴγε πιθανῶς καὶ δημοτικώτερον τῆς ἡγεμονίας ἀπάρξαιντο. 1.2.7 ἐπεὶ δὲ τοῦτον ὁ τῶν βασιλέων ὑπεδέξατο τάφος, ἐπὶ τὴν ἐς Μαυρίκιον τὸν αὐτοκράτορα δορυφορίαν ἅπας ἐτέτραπτο, καὶ πέρας αὐθήμερον εἶχε τὸ δάκρυον· οὐχ οὕτω γὰρ τοῖς ἀνθρώποις τῶν παρῳχημένων ἐστὶν ἀνάμνησις ὡς ἡ περὶ τὰ παρόντα μετὰ σπουδῆς ἐπιμέλεια. 1.3.1 ῎Ηδη δὲ τὸν τῆς ἱστορίας ὑφαίνειν ἱστὸν ἀπαρχόμενος τούς τε βαρβαρικοὺς πολέμους ἀναγράπτους ποιούμενος, τῆς κατὰ τοὺς ᾿Αβάρους κινήσεως πρῶτα μνησθήσομαι διά τε τὸ τῶν πράξεων προσεχέστατον τῆς τε τάξεως τὸ προσφορώτατον. 1.3.2 οὐκ ὀλίγα τοίνυν νεανικώτερον παρ' ἐκείνων τὸ τηνικαῦτα τετόλμηται. Οὖννοι δ' οὗτοι, προσοικοῦντες τῷ ῎Ιστρῳ, ἀπιστότατον ἔθνος καὶ ἀπληστότατον τῶν νομάδην βιούντων. οὗτοι πρεσβεύονται πρὸς τὸν αὐτοκράτορα Μαυρίκιον οὐχ ἥκιστα τοῦ μεγίστου πολίσματος γενόμενοι κάτοχοι. Σίρμιον δὲ τοῦτο ὠνόμαστο, ἄστυ τε περίδοξον ἦν, τοῖς ἀνὰ τὴν Εὐρώπην οἰκοῦσι Ρωμαίοις περιλαλούμενον καὶ ᾀδόμενον. τοῦτο ἥλω πρό τινος βραχυτάτου καιροῦ τοῦ τὸν αὐτοκράτορα Μαυρίκιον τὰς Ρωμαϊκὰς μετὰ τῆς πορφύρας ἐνδύντα φροντίδας τῆς τῶν Καισάρων ἐποχεῖσθαι καθέδρας. τὸ δ' ὅπως Μενάνδρῳ τῷ περιφανεῖ σαφῶς διηγόρευται· περὶ ὧν οὔ μοι σχολὴ ἐπεξεργαστικώτερον τοῖς μακροῖς ἐκείνοις λόγοις ἐπεξελθεῖν, αὖθις δ' ἀριζήλως εἰρημένα μυθολογεύειν καὶ ποιητικοῖς ἐπιτρίβεσθαι μώμοις. ἐπεὶ δὲ ἐν χερσὶ τὸ ἄστυ ἐγεγόνει τῶν Οὔννων, προῆλθον αἱ σπονδαί, ὅπως ἡσυχίαν ἀσπάσοιτο τὸ πολέμιον καὶ τὴν ἠρεμίαν φιλοσοφήσοιεν. αἱ δὲ συνθῆκαι ἐπονείδιστοι Ρωμαίοις· μετὰ γὰρ τηλικοῦτον κολοφῶνα κακοῦ, οἷά πως ἀγωνοθέται καθήμενοι, ὥσπερ ἆθλον εὐδοξίας δῶρα λαμπρὰ τοῖς βαρβάροις παρείχοντο ὀγδοήκοντά τε χιλιάδας χρυσῶν καθωμολόγουν ἀν' ἔτος ἕκαστον τοῖς βαρβάροις ἐγκαταβάλλεσθαι δι' ἐμπορίας ἀργύρου τε καὶ ποικίλης ἐσθῆτος. οὐ περαιτέρω δὲ διήρκεσαν τῶν δύο ἐνιαυτῶν αἱ σπονδαί· κατηυθαδίσατο γὰρ Ρωμαίων ὁ παρὰ τοῖς Οὔννοις Χαγάνος οὕτω λεγόμενος. φήμη δέ τις ἀμφ' αὐτὸν πρὸ τοῦ τὴν εἰρήνην διαφθαρῆναι περιεκέχυτο, ὡς ζῶα τρέφεται παρὰ Ρωμαίοις τῷ μεγέθει καὶ τῷ σώματι ἐμφανέστατα. διὸ ἐξῄτησε βασιλέα εἰς θέαν τούτων ἐλθεῖν. καὶ ψυχαγωγεῖ θᾶττον ὁ βασιλεὺς τῆς ἱστορίας τὸν ἔρωτα καὶ δίδωσιν εἰς θεωρίαν ἐλεφάντων γενέσθαι, πέμψας ὡς αὐτὸν ἐκ τῶν παρ' αὐτῷ τρεφομένων θηρίων τὸ ἐξοχώτατον. 1.3.10 ὁπηνίκα δ' εἶδεν τὸ ᾿Ινδικὸν ζῶον ὁ Χαγάνος ἐλέφαντα, παραυτίκα καταλύει τὸ θέατρον καὶ παλιννοστεῖν προστάττει τὸ θηρίον παρὰ τὸν Καίσαρα, ἢ καταπλαγεὶς ἢ ἀποφαυλίσας τὸ θαυμαζόμενον, οὐκ ἔχω εἰπεῖν· οὐ γὰρ ἂν ἐκρυψάμην. ἐπώχλει δὲ τὸν Καίσαρα καὶ κλίνην χρυσῆν τεχνουργήσαντα ὡς αὐτὸν παραπέμψαι· ἐπὶ τοσοῦτον γὰρ τοῦτον μετεώριζεν ἡ τῆς παρούσης τύχης ἀκρώρεια. βασιλεὺς δὲ τὸ δῶρον ἐξεργασάμενος βασιλικῶς μετεπέμπετο. ὁ δὲ σοβαρευόμενος πολλῷ μᾶλλον κατεβρενθύετο οἷα προπηλακιζόμενος τῷ ἀναξίῳ τοῦ δωρήματος, ἀπεπέμπετο δὲ παρὰ τὸν αὐτοκράτορα ὡς εὐτελές τι καὶ ἄκομψον τὴν χρυσῆν ἀλαζονικώτερον κλίνην. ναὶ μὴν ἠξίου καὶ πρὸς ταῖς ὀγδοήκοντα τοῦ χρυσοῦ χιλιάσι καὶ ἑτέρας εἴκοσιν ἀν' ἔτος ἕκαστον παρὰ Ρωμαίων ἀποίσεσθαι· καὶ δῆτα δυσανασχετοῦντος τοῦ αὐτοκράτορος, περιφρονεῖ τὰς συνθήκας καὶ τοὺς ὅρκους ταῖς αὔραις φέρειν ἐδίδου, 1.4.1 ἀθρόον τε τὴν πολέμῳ φίλην ἀράμενος σάλπιγγα τὰς δυνάμεις συνήθροιζε καὶ τὴν Σιγγηδόνα τὴν πόλιν ἐξαπιναίως ἄφρακτον οὖσαν ἐλάμβανε πολεμικῶν τε ὀργάνων χηρεύουσαν διὰ τὸ ἐκ τῆς εἰρήνης ῥαθυμίαν πολλὴν ὑπερεκχεῖσθαι τῆς Θρᾴκης· ἀφύλακτον γὰρ εἰρήνη καὶ προμηθείας οὐκ ἀνεχόμενον. τῶν τε τοῦ ἄστεος τοῖς πλείστοις συμπαρομαρτεῖ ἐν τοῖς ἀγροῖς αὐλιζομένοις, τῆς ἅλω τοῦτο κατεπειγούσης ποιεῖν· θέρους γὰρ ὥρα ὑπῆν, καὶ ὅσον ἀποζῆν ἐθησαυρίζοντο. ἀκονιτὶ δὲ τὴν πόλιν οὐχ εἷλεν ὁ βάρβαρος· μεγίστη γὰρ συμπλοκὴν ἀνὰ τὰς πύλας συνεπεπτώκει τοῦ ἄστεος, πολλούς τε τῶν ᾿Αβάρων διαφθαρῆναι συνέτυχεν, Καδμείαν τε, τὸ τοῦ λόγου, ἀποφέρεσθαι νίκην· πολλάς τε καὶ ἑτέρας ἀστυγείτονας πόλεις ληΐζεται. ταύτας δὲ ῥᾷστα καὶ πόνων ἐκτός· ἀόρατον γὰρ ἦν τὸ κακὸν καὶ ταῖς ἐλπίσιν ἀκαραδόκητον. ἀνελών τε Αὐγούστας καὶ τὸ Βιμινάκιον (πόλεις δ' αὗται λαμπραὶ ὑπὸ τὸ ᾿Ιλλυρικὸν φορολογούμεναι) παραυτίκα στρατοπεδεύεται καὶ τὴν ᾿Αγχίαλον περιτέμνεται, τάς τε περιοικίδας κώμας ἐδῄωσεν· τὸν δὲ τῶν θερμῶν ὑδάτων οἶκον οὐκ ἀναστῆσαι φασίν. λόγος δέ τις ὡς ἡμᾶς ἐξεφοίτησεν, ἐνθάδε τὰ τοῦ Χαγάνου ἀπορρύψασθαι γύναια καὶ μισθὸν τῆς ἀπολαύσεως ἐκεῖνον αἰτεῖν μὴ καταρριπτεῖν τὰ τῶν ὑδάτων οἰκοδομήματα. λέγεται δὲ τὰ ὑδάτια ταῦτα τοῖς λουσαμένοις ἀγαθὸν εἶναι καὶ εἰς ὑγείαν τούτοις συμμαχεῖν. 1.4.6 τριῶν δ' ἐπιγενομένων μηνῶν πρεσβεύονται Ρωμαῖοι πρὸς Χαγάνον καὶ τὸν πόλεμον ἀπεκηρυκεύσαντο, ᾿Ελπίδιον ἐκπέμψαντες, ἄνδρα ἐς συγκλήτου βουλὴν ἀναγόμενον, τῆς τε Σικελίας ἡγεμονεύσαντα καὶ τῶν τοῦ πραίτωρος ἐπιβάντα βημάτων· ἀρχὴ δέ τις αὕτη παρὰ Ρωμαίοις οὐκ ἄκομψος. ξυνωρικεύουσι δ' αὐτῷ καὶ Κομεντίολον, ἄνδρα τῶν σωματοφυλάκων τοῦ βασιλέως ὑπερφερόμενον, ὃν σκρίβωνα τῇ Λατινίδι φωνῇ Ρωμαῖοι κατονομάζουσιν. ἧκον γοῦν ἄμφω παρὰ τὸν Χαγάνον ἐπὶ τὴν ᾿Αγχίαλον καὶ περὶ σπονδῶν ἠξίουν ὡς προσετάχθησαν. τοῦ δὲ μὴ μετριοπαθοῦντος ἐπὶ τοῖς ἀδικήμασιν, ἀλλὰ καὶ προσαπειλοῦντος αὐθαδικώτερον τὰ λεγόμενα τείχη καθαιρήσειν Μακρά, καὶ τοῦ μὲν ᾿Ελπιδίου ὑποχαλῶντος τοῖς λόγοις καὶ μηδὲ οὑτωσὶ θεραπεύοντος οἰδαινόμενον φρύαγμα, Κομεντίολος μεγαλοφρόνως τὴν τῆς γλώττης εὐγένειαν ἐπεδείκνυτο τήν τε Ρωμαϊκὴν ἐλευθερίαν δίκην σώφρονος δεσποίνης τινὸς ἄχραντον θαλαμεύων καὶ μὴ διαφθείρων μοιχικαῖς κολακείαις, τῶν ἀξιολογωτέρων τῶν ᾿Αβάρων ἅμα τῷ Χαγάνῳ παρόντων, τοῖσδε προσεχρήσατο ῥήμασιν. 1.5.1 "᾿Εδόκουν σε Ρωμαῖοι, Χαγάνε, τούς τε πατρῴους θρησκεύειν θεοὺς καὶ τοὺς ἅλας τῶν ὅρκων αἰσχύνεσθαι καὶ δεξιὰς καὶ συνθήκας μηδαμῶς ἀποσείεσθαι, μηδὲ τὸν τῆς εἰρήνης ἄξονα διὰ σοῦ καταβάλλεσθαι, οὐ μὴν ἀλλὰ καὶ δώρων βασιλικῶν μεμνῆσθαι πολλῶν καὶ φιλοφροσύνης Ρωμαϊκῆς, καὶ τῆς περὶ τοὺς σοὺς προγόνους εὐεργείας, ταὐτὸν δὲ φιλοξενίας εἰπεῖν, ἐπιλήσμονα μὴ γεγενῆσθαί ποτε, μήτε δ' ἑτέρων τῶν ὑπὸ σοῦ τεταγμένων ἀδικούντων Ρωμαίους ἀνέχεσθαι· πρέπει γὰρ τοὺς ἡγεμόνας σωφρονεστέρους τῶν ὑπηκόων καὶ εἶναι καὶ ὀνομάζεσθαι, ἵνα ὅσον τῷ κράτει ὑπερέχωσιν, τοσοῦτον καὶ τῇ ἀρετῇ διενέγκωσιν. τοιγαροῦν διὰ τὴν ἐκ τῆς εἰρήνης εὔνοιαν ἀμνημονοῦσι Ρωμαῖοι τῶν ὑπὸ σοῦ προϋπηργμένων δεινῶν καὶ πολλῶν ἀδικημάτων γεγόνασιν ἐπιλήσμονες, καὶ φιλανθρωπίᾳ πάντων τῶν ἐθνῶν διαφέροντες οὐ πρὸς ὄρεξιν ἀντιλυπήσεως κεκινήκασιν ὅπλα· τὴν γὰρ ἐς ὕστερον ἠρεμίαν τῶν ἔμπροσθεν ἀδικημάτων νεανικώτερον ἐγχειρηθέντων περὶ πολλοῦ ἐπεποίηντο, χαίρειν φράσαντες ταῖς ἀντιδόσεσιν. ἐπεὶ δὲ πάντα σοι παρῶπται τὰ πρὸς καλοκαγαθίαν ὁρῶντα, καὶ δίκης ὄμμα τυφλόν, καὶ πόδες προνοίας χωλεύουσιν ἀμοιβὴν ἀξίαν τοῖς βεβιωμένοις ἀντιμετρεῖν οὐ δυνάμενοι, θεὸς δέ σοι τὸ βούλημα ὅποι καὶ θέλει φερόμενον, οὐκ ἐπιλήσονται Ρωμαῖοι τῆς ἑαυτῶν ἀρετῆς, ἀλλὰ καὶ μέγιστον κομιδῇ κατὰ σοῦ συστήσονται πόλεμον, καὶ φόνον πολὺν χειρουργήσουσιν. προσηνέστερος γὰρ αὐτοῖς τῆς εἰρήνης ὁ πόλεμος, ὅτε μὴ τὴν ἡσυχίαν ἀσπάσοιτο τὸ πολέμιον. τί γὰρ Ρωμαίων τῶν πώποτε γῆς εὐκλεέστερον ὑπὲρ ἐλευθερίας ἀθλούντων καὶ δόξης καὶ πατρίδος καὶ παίδων; εἰ γὰρ ὄρνισιν εὐτελεστάτοις τισὶν ὑπὲρ τοῦ μὴ ἡττηθῆναι ἑκάτερον μήτε εἶξαι θατέρῳ τὸν ἕτερον πόλεμος καρτερὸς καὶ μαινόλις ἔστι παράταξις, τί δῆτα ἀνθρώπους οἴει καὶ Ρωμαίους, ἔθνος τε μαχιμώτατον καὶ βασιλείαν ὀνομαστοτάτην; ἧς οὐ ῥᾴδιον καταφρονεῖν, εἰ μή γε μόνον αὐταῖς ταῖς ἐνάρξεσιν. μὴ τοίνυν μεγαλαύχει ἐπὶ τοῖς κακῶς διατεθεῖσι καὶ ἀπίστως τὸ τήμερον· ἐπὶ γὰρ τοῖς κατωρθωμένοις τὸ μέγα φρονεῖν ἴσως ἐπαινετόν· τὸ δ' ἐπὶ κακίᾳ βρενθύεσθαι ἐν ὕβρεως μοίρᾳ, οὐκ ἐν εὐκλείᾳ προσήκει χαρακτηρίζεσθαι. μεγάλα σοι τὰ πρὸ μικροῦ τῆς ἀγνωμοσύνης ἀνδραγαθήματα· ἀλλὰ μεγίστη καὶ τῶν Ρωμαίων ἡ δύναμις, ἥ τε τοῦ Καίσαρος ἐπιμέλεια, καὶ τῶν ὑποφόρων ἐθνῶν τὸ ἐπίκουρον, ἥ τε τῶν χρημάτων ῥοπή, τό τε τῆς θρησκείας παρὰ πάντα τὰ τῆς οἰκουμένης ἔθνη εὐσεβέστατον καὶ διὰ τοῦτο καὶ δυνατώτατον. οἷς ἀντιστρατεύειν μόνον ἠθέλησας, τοῦ δὲ ὅπως ἂν εἴη ἠμέλησας. ποίους δὲ καὶ παρὰ τοῖς ὁμόροις ἔθνεσιν εὐδοξίας χαρακτῆρας ἀποίσῃ, Ρωμαίους ἀγνωμονῶν; ἢ τί σοι λοιπὸν ἐνέχυρον πίστεως καταλέλειπται; οἱ σοὶ παρὰ σοῦ παροινοῦνται θεοί· ὅρκοι βιάζονται, σπονδαὶ καταλέλυνται, εὐεργέται πάσχουσι κακῶς ὑπὸ σοῦ· οὐ πείθουσι δῶρα δύναμιν αἰδέσιμον ἔχοντα. ἔασον ἡμᾶς ἠρεμεῖν. μὴ τὴν σὴν εὐκαιρίαν πρὸς κακὴν ἀδολεσχίαν μετάβαλλε, καὶ τοὺς μηδὲν ἠδικηκότας, μόνον δὲ διὰ τὸ γείτονας εἶναι, λυμαίνειν πειρώμενος. 1.5.11 αἰδέσθητι πρὸ τῆς σῆς κορυφῆς τὸ Ρωμαϊκὸν τουτὶ καὶ ἡμέτερον ἔδαφος· τοῦτό σοι σωτήριον γέγονε καὶ μετανάστην ἐνηγκαλίσατο καὶ ξένον καὶ ἔπηλυν εἰσῳκίσατο, ὅτε τῆς ἕω τοῦ τε ἀρχεγόνου φύλου ὁ σὸς ἀποδασμὸς ἀπερρωγὼς διεσχίζετο. μὴ τὸν καλὸν τῆς φιλοξενίας διαλύσῃς θεσμόν, καὶ κατείπωσι φιλανθρωπίας οἱ ἄνθρωποι, καὶ διδάξῃς τοὺς ἀκούοντας ὡς αἰτίαν κακῶν βδελύττεσθαι τὴν εὐσέβειαν. εἰ δὲ καὶ χρημάτων ἐρᾷς, ἤδη σοι τοῦτο παρὰ Ρωμαίοις διήνυσται· φιλότιμον γὰρ τὸ ἔθνος, καὶ θησαυρὸς αὐτῷ τὸ μεγαλοπρεπὲς καὶ φιλόδωρον. ἔστι δέ σοι καὶ γῆ εὐρεῖά τε καὶ πολλῷ τῷ μήκει τὴν ἐπίδοσιν ἔχουσα, ὡς μήτε στενοχωρεῖσθαί ποτε τοὺς οἰκήτορας μήτε θρύψεως ἀπορεῖν τοὺς ἐπιβαίνοντας. ἐπάνηκε τοίνυν ἐπὶ τὴν σαυτοῦ, ἣν καὶ σοὶ Ρωμαῖοι πεφιλοτίμηνται, καὶ περαιτέρω τῶν σῶν ὅρων τὴν σὴν μὴ μετοχέτευε δύναμιν. οὐδὲν γὰρ ἀδικήσουσιν ἄνεμοι, εἰ καὶ ῥαγδαίως ἐπιφοιτήσωσιν, δένδρον εὐσθενὲς καὶ μετάρσιον, ᾧπερ ἡ κόμη πολλὴ στερρόν τε τὸ πρέμνον ἔμβιοί τε αἱ ῥίζαι ἀμφιλαφές τε τὸ σκίασμα, ὅπερ διατρέφουσιν ὧραι καὶ ὕδωρ, ἢ τοῖς ὀχετοῖς κατάρδον, ἢ τοῖς ὑετοῖς οὐρανόθεν περιλιμνάζον τε καὶ πιαῖνον. οἱ δὲ καὶ ἀκόλαστον πόδα περαιτέρω τῶν οἰκείων ἐκτείνοντες μετά τινος ἐνδίκου ποινῆς ὀψέ ποτε φιλοσοφήσουσιν, τὴν αἰσχύνην ἀνιαροτέραν τῶν παθημάτων φέρειν οὐκ ἔχοντες." 1.6.1 ᾿Επεὶ δ' ὁ μέγας οὗτος διεπερατοῦτο τοῖς ῥήμασιν ἔλεγχος, ἀνάζεσις αἵματος μέγαν τῷ Χαγάνῳ θυμὸν ἐπεκύμαινεν, τό τε πρόσωπον ἅπαν ὑπὸ τῆς ὀργῆς ἐφοινίσσετο, τῶν ὀφθαλμῶν ὑποκροκαινομένων τῇ φλογὶ τῆς ἀνίας δι' ὅλου τε τοῦ σχήματος ὑποδηλούντων ὅτι μὴ τῶν πρέσβεων φείσεται· τῶν τε ὀφρύων ἐς μέγα ἐξανισταμένων καὶ μικροῦ δεῖν τῶν μετώπων ἀπειλουσῶν ὑπερίπτασθαι, μέγιστος ἀπῃώρητο τῷ Κομεντιόλῳ ἐκ τῆς διαλέξεως κίνδυνος· τὴν γὰρ τῶν πρέσβεων ὁ βάρβαρος διαφθείρας αἰδῶ δεσμοῖς τὸν Κομεντίολον ἠτίμωσεν, ἐνέρσει τε ξύλων ποδοκάκῃ τοὺς πόδας ὑπέθλιβεν, τό τε σκηνοπήγιον διέρρηξε τὸ τοῦ πρέσβεως, κἀντεῦθεν ἐπιχωρίῳ νόμῳ τινὶ ζημία θάνατος ἦν ἀπειλούμενος. τῇ δ' ὑστεραίᾳ τὰ τοῦ θυμοῦ κατηυνάζετο, λόγοις τε πιθανοῖς παρηγοροῦντο οἱ τῶν ᾿Αβάρων δυνατώτατοι τὸν ἡγεμόνα ὑποπείθοντες ὅπως μὴ δογματίσοι κατὰ Κομεντιόλου τὸν θάνατον, καὶ πείθουσι μέχρι τῶν δεσμῶν ἀποχρήσειν ἀδικεῖσθαι τοὺς πρέσβεις. ἐπινεύσας γοῦν ὁ Χαγάνος ἠτιμωμένους ἐς βασιλέα ἐξέπεμπε σωτηρίαν οὐ προσδόκιμόν σφισιν αὐτοῖς δωρησάμενος. 1.6.4 Τοῦ δ' ἐπιόντος ἔτους πάλιν ὁ ᾿Ελπίδιος ἐπὶ τῇ αὐτῇ πρεσβείᾳ χειροτονηθεὶς ἀποστέλλεται, καὶ ὡς τὸν Χαγάνον γενόμενος ἐξῄτει πρεσβευτὴν ἅμα αὐτῷ ἐς βασιλέα γενέσθαι, ὅπως ἀναζωπυρώσειε τὰς σπονδὰς καὶ εἴκοσιν ἑτέρων χιλιάδες χρυσῶν ταῖς συνθήκαις εἴησαν ἐπαυξήματα. ὁ δὲ Χαγάνος τοὺς λόγους εἰσεποιήσατο Ταργίτιόν τε, τῷ τῶν ᾿Αβάρων φύλῳ ἄνδρα περίβλεπτον, ὡς τὸν Καίσαρα σὺν ᾿Ελπιδίῳ παρέπεμπεν. ἧκον δ' ἄμφω ἐς βασιλέα, ῥήτρα τε καὶ ὁμολογία ἐγίνετο ἦ μὴν εἴκοσι χιλιάδας πρὸς ταῖς ὀγδοήκοντα καταθεῖναι Ρωμαίους χρυσῶν, ἢ πόλεμον ἀντιλαμβάνειν παραμελήσαντας. τοιγάρτοι αἱ συνθῆκαι δοκοῦσί πως ἀναθάλπεσθαι, καὶ ὁ πόλεμος ἐκεχειρίαν ἐλάμβανεν. μετά τινα δὲ βραχεῖαν χρόνου ῥοπὴν ἡ τῆς εἰρήνης εὐεξία νοθεύεται, καὶ πάλιν Ρωμαίοις τὸ τῶν ᾿Αβάρων ἐπιτίθεται φῦλον, ἀλλ' οὐκ ἀναφανδόν, ῥαδιουργικώτερον δέ πως καὶ δολερώτερον. 1.7.1 τὸ γὰρ τῶν Σκλαυηνῶν ἔθνος ἐπαφίησιν, καὶ πλεῖστα τῆς Ρωμαίων γῆς ἀποκείρεται, καὶ τῶν Μακρῶν μέχρι καλουμένων τειχῶν, οἷα διάττοντες, ἀθρόον προσβαλόντες ταῖς ὄψεσι πολὺν ἀπεργάζονται φόνον. διὸ καὶ δεδιὼς βασιλεὺς τὰ Μακρὰ διεφρούρησε τείχη καὶ τὰς περὶ αὐτὸν τῶν στρατευμάτων πληθῦς ἀπεξῆγε τῆς πόλεως, ὥσπερ ἀξιολογώτατον ἔρυμα περὶ τὸ ἄστυ αὐτοσχέδιον μηχανώμενος. τότε δή, τότε Κομεντίολος οὐκ ἄκομψον ταξιαρχίαν πιστεύεται κατά τε τὴν Θρᾴκην ἐπιὼν ἀπελαύνει τῶν Σκλαυηνῶν τὰ πλήθη, ἀφικνεῖται δὲ καὶ κατὰ τὸν ᾿Εργινίαν, οὕτω καλούμενον ποταμόν, καὶ ἀδοκήτως ἐπιστὰς τοῖς Σκλαυηνοῖς καρτερῶς ἐπιτίθεται καὶ θάνατον πολὺν τοῖς βαρβάροις ἀπεσχεδίασεν. 1.7.4 διά τοι τοῦτο καὶ στρατηγὸς ὑπὸ τοῦ αὐτοκράτορος αὖθις χειροτονηθεὶς ἀποστέλλεται καὶ Ρωμαϊκαῖς ἀξίαις λαμπρύνεται τήν τε τοῦ πραισέντου τὴν παρὰ Ρωμαίοις λεγομένην ἔνοπλον ἡγεμονίας τιμὴν ἀποφέρεται. εἶτα περιόντι τῷ θέρει τὰς Ρωμαϊκὰς συναθροίσας δυνάμεις ἐπὶ τὴν ᾿Αδριανούπολιν φοιτᾷ καὶ συντυγχάνει ᾿Αρδαγάστῳ ἐπισυρομένῳ πλήθη Σκλαυηνῶν πολλὰ ἄγρας τε αἰχμαλώτων ἀξιολογωτάτας καὶ λείας λαμπράς· διανυκτερεύσας τε ὄρθριος ἧκε πλησίον ᾿Ανσίνου τοῦ φρουρίου καὶ γεννικῶς τοῖς βαρβάροις συμπλέκεται. τὸ δὲ πολέμιον πρύμναν τε ἐκρούσατο καὶ ἐς φυγὴν ἐξωθεῖτο καὶ τῆς ᾿Αστικῆς αὐτῆς ἀπελαύνεται, λευκήν τε τοῖς αἰχμαλώτοις ἡμέραν ἀνέσχε τὸ Ρωμαϊκὸν ἀνδραγάθημα. ὁ δὲ στρατηγὸς ἐπαιώνισεν ἐπινίκιον καὶ τρόπαιον ἐνιδρύσατο. 1.8.1 Μετοπώρου δ' ἀρχομένου πάλιν οἱ βάρβαροι τὰς συνθήκας διέχεον τήν τε ὁμαιχμίαν εἰς τὸ φανερὸν ἀνδραποδίζονται. λέξω δὲ τὴν αἰτίαν, οὐδ' ἀναίνομαι. Σκύθης ἀνὴρ Βοοκολαβρᾶ τὴν ἐπωνυμίαν περιαγόμενος (εἰ δέ τι καὶ τῆς προσηγορίας τὸ σαφέστατον ὑπογλίχῃ μαθεῖν, παραυτίκα πρὸς τὴν ῾Ελλάδα φωνὴν μετοχετεύσω τὸ ὄνομα. μάγον, ταὐτὸν δὲ φάναι ἱερέα, τὴν τῶν Σκυθῶν ἐπὶ τὴν εὐγενίδα μεταμορφοῦντες φωνὴν τῆς ἑρμηνείας τευξόμεθα), οὗτος ἔδρα τὸ τηνικαῦτα καιροῦ φιλοκίνδυνον τόλμημα. παρευνάζεται γὰρ ἑνὶ τῶν τοῦ Χαγάνου γυναίων ἡδονῇ τε βραχείᾳ δελεασθεὶς εἰς μεγάλας ἄρκυς θανάτου ἐμπέπηχεν. ὑποτοπήσας δὲ μή που τὸ κακὸν φωραθείη καὶ περίβλεπτον ὠδίνοι τὸν ἔλεγχον, ὑποπείσας ἐκ τῶν ὑπηκόων Γηπαίδων ἄνδρας ἑπτὰ τὴν φυγὴν ἐπὶ τὸ ἀρχέγονον ἐπεποίητο φῦλον. Οὖννοι δ' οὗτοι, προσοικοῦντες τῇ ἕῳ, Περσῶν πλησιόχωροι, οὓς καὶ Τούρκους ἀποκαλεῖν τοῖς πολλοῖς γνωριμώτερον. καὶ οὖν διαπορθμεύων τὸν ῎Ιστρον, ἐπὶ τὴν Λιβιδινῶν πόλιν φερόμενος, ἁλοὺς ὑπό τινος τῶν Ρωμαϊκῶν ἡγεμόνων τῶν ἐς φρουρὰν συντεταγμένων τοῦ ῎Ιστρου τό τε γένος ἐδήλου καὶ τὰς πάλαι διατριβὰς καὶ τὴν ἐντεῦθεν ἐπελαύνουσαν ἡδονήν. ἐπεὶ δὲ πιθανὸς ἐδόκει τῇ διηγήσει τοῦ ἀτυχήματος, παρὰ τὸν αὐτοκράτορα ὑπὸ τοῦ ἡγεμόνος παραπέμπεται. κἀντεῦθεν ἐδόκουν αἱ Ρωμαϊκαὶ σπονδαὶ διασχίζεσθαι, καὶ παραγυμνοῦται ὁ πόλεμος, ἔτι Ταργιτίου τοῦ βασιλικοῦ ἐπιβαίνοντος ἄστεος ἐν πρέσβεων μοίρᾳ καὶ τὸν ἐγκύκλιον πλοῦτον παρὰ Ρωμαίων ὑποθερίζοντος, ὃν αἱ συνθῆκαι τῷ Χαγάνῳ ἀν' ἔτος ἐβλάστανον ἕκαστον. τοῦτό τοι καὶ βασιλέα οὐκ ἀπὸ τρόπου πρὸς ὀργὴν ὑπηρέθιζεν οὐχ ἥκιστα φενακίζεσθαι ὑπὸ τῶν ᾿Αβάρων διανοούμενον, τοῦ μὲν ἐξαιτοῦντος τὸν ἐγκύκλιον πλοῦτον καὶ τὰς εἰρηναίας προσόδους, τοῦ δὲ μὴ ἀτρεμοῦντος, ἀλλὰ τὴν Εὐρώπην δῃοῦντος καὶ ἀναστάτους ποιουμένου τὰς πόλεις. ἐξοστρακίζεται γοῦν ὁ Ταργίτιος ἐπὶ τὴν Χαλκίτιδα νῆσον ἐπὶ μῆνας σκληραγωγούμενος ἕξ, καὶ μέχρι τούτου ὁ τοῦ βασιλέως θυμὸς ὑπεφλέγμαινεν· ἠπειλεῖτο γὰρ καὶ θάνατος κατὰ τοῦ πρέσβεως δογματίζεσθαι. 1.8.10 οἱ δ' ἀμφὶ τὸν Χαγάνον τῶν τε Σκυθῶν καὶ Μυσῶν τοὺς περιοίκους ἐλυμήναντο πάντας εἷλόν τε πόλεις πολλάς, τήν τε Ρατηρίαν καὶ Βονώνειαν καὶ ῎Ακυς καὶ Δορόστολον καὶ Ζαλδαπὰ καὶ τὰ Παννασὰ καὶ Μαρκιανούπολιν καὶ Τρόπαιον. πράγματα δέ οἱ πολλὰ παρέσχετο ἡ ἐγχείρησις· οὐ γὰρ ἀνιδρωτὶ καὶ ἀπεριμερίμνως τάδε παρεστήσατο τὰ πολίσματα, καίτοι μεγάλης ἐπικουρούσης ἐπιπνοίας αὐτῷ τῆς ἀθρόας ἐπιφοιτήσεως, ἥτις ἐς τὰ μάλιστα ἀνανταγωνίστῳ κακῷ τῇ ῥαθυμίᾳ κατέχεται. βασιλεὺς δὲ Κομεντίολον στρατηγὸν ἀνίστησι καὶ τῆς πάσης ἡγεμονίας κηδεμόνα τουτονὶ προεστήσατο. 1.9.1 ᾿Αλλ' ἐπεὶ περί γε τῶν Οὔννων τῶν πρὸς τῷ ῎Ιστρῳ βιούντων τὰ προαύλιά μοι τῆς ἱστορίας γεγένηται, ἄγε δή, ἄγε καὶ τὰς Περσικὰς πράξεις τῇ τῆς διηγήσεως ἀνατινάξωμεν φόρμιγγι. παλιννοστήσω γὰρ ἐπὶ τὴν Μαυρικίου τοῦ αὐτοκράτορος ἀναγόρευσιν τὸν Μηδικὸν νῦν ἀναγραψόμενος πόλεμον. καὶ μὴ μοίγε τις ἀπεχθανέσθω τοῦ γε ἕνεκα παλινδρομοῦντι πρὸς τὰ πρεσβύτερα. οὐ γὰρ ἐπὶ τὰς αὐτὰς ἐπάνιμεν πράξεις, εἰ καὶ περὶ τοὺς αὐτοὺς χρόνους ἀνταναγώμεθα. τὸ γὰρ συνεχὲς τῶν προαφηγηθέντων οὐκ ἠνέσχετο χαλινοῦ, ἵνα μὴ τέως τῇ παρενθήκῃ τῶν ἑτεροίων ἀφηγημάτων σύγχυσιν τοῖς ἐντυγχάνουσιν ἐμποιήσηται. 1.9.4 ῎Ετι πρῶτον ἔτος ἠνύετο τῆς ἡγεμονίας Μαυρικίου τοῦ αὐτοκράτορος μετὰ τὸν Περσικὸν ἐκεῖνον καὶ ἀοίδιμον πόλεμον, οὗπερ ὁ Ταμχοσρὼ κατ' ἐκεῖνο καιροῦ τῶν Μηδικῶν στρατευμάτων ἡγήσατο, καὶ βασιλεὺς τὸν ᾿Ιωάννην, ᾧπερ ἐπώνυμον τὸ τῆς ὑπερῴας χελύνης κατάκομον, ὃν δὴ καὶ Μυστάκωνα προσηγόρευον Ρωμαῖοι, ἐκ τῶν τῆς ᾿Αρμενίας στρατοπέδων ἐπὶ τὰς τῆς ἀνατολῆς δυνάμεις Ρωμαϊκὰς μετεβίβαζεν. ἄρτι τοίνυν ὁ στρατηγὸς τὰς ἑῴας φροντίδας περιβαλόμενος στρατοπεδεύεται, ἔνθα ὁ Νύμφιος ποταμὸς τῷ Τίγριδι ἀνακοινοῦται τοῖς ὕδασιν. ἐν τούτῳ δῆτα τῷ χώρῳ ἐξαρτύεται πόλεμος, τοῦ μὲν ᾿Ιωάννου τῆς Ρωμαϊκῆς προεστῶτος δυνάμεως, τῆς δὲ Περσικῆς Καρδαριγάν. Παρθικὸν τοῦτο ἀξίωμα, φίλον δὲ Πέρσαις ἐκ τῶν ἀξιωμάτων προσαγορεύεσθαι, ὥσπερ ἀπαξιούντων τὰς ἐκ τῆς γεννήσεως ὀνομασίας ἐπιφέρεσθαι· θαυμάζουσι γὰρ τύχης ἐπίδοσιν ἢ νόμον γεννήτορος τὸν περὶ τῆς σφῶν αὐτῶν προσηγορίας ἄρτι τῆς μητρῴας αὐτοῖς νηδύος προκύψασι συνανίσχοντα. ὁ μὲν οὖν ᾿Ιωάννης τὴν πᾶσαν πληθὺν τῆς δυνάμεως τριτταῖς κατετάξατο μοίραις, καὶ αὐτὸς μὲν ἀνεδέξατο τοῦ μαχίμου τὸ μεσώτατον, Κοὺρς δὲ τὸ δεξιὸν ὁ ὑποστράτηγος, ᾿Αριοὺλφ δὲ τὸ λαιόν. καὶ ὧδέ πως τὰ τριττὰ διεκεκόσμητο στίφη. ὡσαύτως δὲ καὶ τὸ Περσικὸν συνετέτακτο. ἐπεὶ δ' αἱ σάλπιγγες ἐνυάλιον ἤχησαν, καὶ τὸ μεταίχμιον ἐβραχύνετο, ὁ πόλεμος εἶχε τὴν πάροδον. προσβάλλουσι τοιγαροῦν Ρωμαῖοι τοῖς δυσὶ κέρασιν, ᾿Ιωάννης μὲν τῷ μέσῳ, ᾿Αριοὺλφ δὲ τῷ εὐωνύμῳ, καὶ δῆτα κρατοῦσι 1.. τῶν ἀντιμετώπων δυνάμεων. Κοὺρς δ' οὐκ ἐνέμιξε χεῖρας· ἐβάσκαινε γὰρ τὸν ᾿Ιωάννην εὐπραγίας πέρι, ἅτε δὴ διὰ μεγίστην ἀγωνιούμενον δόξαν. καὶ οὖν εἰς τοὐπίσω Πέρσαι ἐτρέποντο· ἐδεδίεσαν γὰρ μή που τὸ ἀντίπαλον ἐμβριθεστέραν τὴν ὁρμὴν ἐπιθείη. Ρωμαῖοι δὲ τὸν Κοὺρς ἑωρακότες ἀπόμαχον τήν τε περὶ αὐτὸν δύναμιν, τὰ νῶτα τοῖς βαρβάροις ἐγνώριζον καὶ πρὸς τὰ ἀνάντη μετεφοίτων χωρία. οἱ δὲ Πέρσαι τῇ παλιώξει χρησάμενοι, ἐπεὶ τὴν Ρωμαϊκὴν ἵππον κεκμηκυῖαν ἑώρων ἔκ τε τῆς συντονίας τοῦ δρόμου ἔκ τε τῆς χαλεπότητος τῆς πρὸς τὸ δυσάναντες τῶν ὀχυρωμάτων καταφυγῆς, ἀρρενικῶς ἐπιτίθενται καὶ πλεῖστον τοῦ Ρωμαϊκοῦ κεραΐζουσιν, καὶ μόλις ἐπὶ τὸν χάρακα ἐπανήκειν Ρωμαίοις οἱ βάρβαροι συνεχώρησαν. ἐν τούτοις ὁ πόλεμος ἐπεπέραστο, καὶ μετοπώρου παρενέκυπτεν ὥρα. 1.10.1 ῾Ο δ' αὐτοκράτωρ τὸν πατέρα τὸν Παῦλον ἐπὶ τὴν αὐλὴν τὴν βασίλειον λαμπρῶς καὶ περιφανῶς εἰσεδέξατο ἔναγχος ἐπὶ τὸ Κωνσταντίνου ἄστυ γενόμενον, καὶ νυμφίος τῇ ὑστεραίᾳ ὁ βασιλεὺς πομπεύεται. τὸν γὰρ ᾿Ιωάννην, τὸν τῶν ἱεραρχικῶν ἐξηγούμενον θρόνων, ἐς τὸ ἀνάκτορον εἰσκαλεσάμενος ἐν τῷ μεγάλῳ θαλάμῳ τῷ πρὸς τῇ μεγίστῃ τῶν βασιλέων αὐλῇ (Αὐγουσταῖος δ' ἄρα οὗτος κατονομάζεται) ἠξίου τῆς ἐκ τοῦ κρείττονος τυχεῖν συναινέσεως διὰ τῆς πρὸς τὸ θεῖον τοῦ ἱερέως ἐντεύξεως, ὅπως αἴσια τῷ βασιλεῖ τὰ τοῦ γάμου συμβαίη ἐπίχειρα. ὁ δ' ἱερεὺς τὸ βασιλικὸν ἐθεράπευσε βούλημα τῇ περὶ τὸ θεῖον ἱκετείᾳ, καὶ τῶν χειρῶν τῶν βασιλέων ἑλόμενος συνῆπτεν ἀλλήλαις εὐκτοῖς τε προσφθέγμασι τὸν τοῦ αὐτοκράτορος κατηυφήμησε γάμον· ναὶ δῆτα καὶ ταῖς κορυφαῖς τῶν βασιλέων τοὺς στεφάνους καθίδρυσε τῶν τε θεανδρικῶν μυστηρίων μετέδωκεν, ὡς σύνηθες τοῖς θρησκεύουσι τὴν παναγῆ ταύτην καὶ ἀκίβδηλον πίστιν. εἶτα μετ' ἐκεῖνο εἰσέφρησαν ἐπὶ τὴν βασίλειον παστάδα οἱ ταῖς κορυφαῖς τῶν ἀξιωμάτων περιλαμπόμενοι, οὓς καὶ γονεῖς ἀποκαλεῖν βασιλεὺς οὐκ ἀπηξίωσεν ἀντὶ σπορᾶς ὥσπερ καταβαλομένους τὴν εὔνοιαν. οὗτοι προπομποὶ τοῦ βασιλέως γενόμενοι ἐν τοῖς προπυλαίοις τῶν βασιλέων ἐλιπάρουν ταῖς εὐφημίαις τὸν νυμφίον τὸν Καίσαρα ἐπὶ θρόνου καθίσαντα ἐπιφαίνεσθαι τοῖς στρατεύμασι καὶ γαμήλια δῶρα τοῖς ὑπηκόοις χαρίζεσθαι. ἡ δὲ παστὰς ἡ βασίλειος μεγαλουργῶς ἐκεκόσμητο ἐν τῷ περιβόλῳ τῶν πρώτων μεγάλων τῶν βασιλέων σηκῶν χρυσῷ καὶ λίθοις ἀγερώχοις κατάκοσμος· ναὶ μὴν καὶ ἁλουργοῖς ἱματίοις βαφῆς δευσοποιοῦ Τυρίας μεγατιμίου περιπόρφυρος ἦν. ἡ δὲ Τιβερίου παῖς ἡ παρθένος ἡ νύμφη προηγεῖτο τοῦ βασιλέως ἐπὶ τὸν γαμήλιον θρόνον ὡς ἐν παραβύστῳ ὅσον οὔπω ὀψομένη τοῖς δήμοις, τῶν λεπτῶν ὑφασμάτων ἀθρόον διασταλέντων ὡς ἐν συνθήματι. παραυτίκα δ' ὁ βασιλεὺς ἐπὶ τὸν παστὸν παραγίνεται ὑπὸ πολλῶν λευχειμόνων ἀνδρῶν περιφανῶς προπεμπόμενος. καὶ οὖν ἄνεισιν ἐν τοῖς ὑψηλοῖς προπετάσμασι πομπεῦσαί τε ἅμα τοῖς θεαταῖς τὴν βασίλειαν καὶ περιπτύξασθαι. παρῆν δ' ὁ τοῦ βασιλέως νυμφευτής· εὐνοῦχος δ' ἄρα ἦν οὗτος τοῦ αὐτοκράτορος, Μαργαρίτης ὄνομα αὐτῷ, ἀνὴρ περίβλεπτος ἐν τῇ ἑστίᾳ τοῦ βασιλέως. ἡ δὲ βασίλεια ἐξανέστη τοῦ θρόνου τὸν γαμέτην τὸν βασιλέα γεραίρουσα, ἀνέκραγόν τε οἱ δῆμοι ὑμέναιον. ὁ δὲ νυμφαγωγὸς κύλικι τοὺς νυμφίους ὁρώντων τῶν δήμων ἐφιλοφρονήσατο. οὐ θέμις γὰρ ἦν ἐπιθέσθαι στεφάνους· οὐ γὰρ ἰδιῶται ἐτύγχανον ὄντες οἱ νυμφευόμενοι· 1.10.10 ἤδη γὰρ τοῦτο τῷ βασιλικῷ ἀξιώματι προκατείληπτο. ταῦτα μὲν δῆτα τῇ προτεραίᾳ. ἡ δὲ πόλις ἐπανηγύριζεν ἐν ἡμέραις ἑπτὰ ἀργυρέοις τε ἐστεφάνωτο σκεύεσιν· κοῖλαί τε γὰρ πίνακες καὶ λεκανίδες καὶ κυλίχναι καὶ τρύβλια μαγίδες τε καὶ κανᾶ, πλοῦτος Ρωμαϊκὸς διεκέχυτο, τρυφή τε χρυσέου κόσμου, τὰ οἴκοι μυστήρια, θέατρον ἦν τοῦ βουλομένου παντὸς ἑστιᾶσαι τὰς ὄψεις, αὐλοί τε καὶ σύριγγες καὶ κιθάραι περιελάλουν ἀνειμένον ὁμοῦ καὶ ἐπαγωγόν, πολλοί τε τῶν θαυματοποιῶν πανημέριοι τὰς σφῶν αὐτῶν εὐτραπελίας τοῖς φιλοθεάμοσιν ἐθριάμβευον, οἵ τε ἐπὶ σκηνῆς λοιδορούμενοι οἷς ἂν ἐθέλοιεν μετὰ μεγίστης ἁμίλλης τὰς γελωτοποιοὺς δραματουργίας οἷα περὶ σπουδαίου τινὸς τοῦ πράγματος ἐπεδείκνυντο, ἱππικοί τε ἐτελοῦντο ἀγῶνες, καὶ ὁ βασιλεὺς εἱστία τοὺς ἐν τέλει ἐν τῇ τῶν βασιλέων οἰκίᾳ. καὶ οὕτως ὁ περίδοξος ἐκεῖνος κατεπέπαυτο γάμος. 1.11.1 ᾿Επεὶ δὲ τὸν ἱστορίαν ἀναγραφόμενον τὰς ἐπισήμους τῶν πράξεων παντί που προῦπτον ἐς μέσον προτίθεσθαι, ἄγε δή, φέρε καὶ τὰς δυσχερεστέρας τύχας τοῖς φαιδροτέροις ἐμμίξωμεν. ἦρος ἀρχομένου ἐν τῷ λεγομένῳ Φόρῳ (περίλαμπρος δ' οὗτος χῶρος τῆς πόλεως) φλόγες μαινόλεις πυρὸς ἐνεπίμπρων τὴν ὥραν τοῦ ἄστεος, καὶ θεραπεύειν τοῦ παμφάγου πυρὸς οὐχ οἷόν τε ἦν τὸν θυμόν. ὅμως ὑπομαλάττουσι τὸ πῦρ οἱ τῆς πόλεως ῥείθροις χρυσοῖς ὥσπερ ὑπονικήσαντες αὐτοῦ τὸ ἀμείλικτον· μεγάλη γὰρ ἐτύγχανεν οὖσα ἡ ῥύμη τοῦ πνεύματος, ὡς μικροῦ δεῖν τῆς αἰθάλης μεταλήψεσθαι ἅπαν τὸ πόλισμα. Κατὰ τοῦτον δὴ τὸν ἐνιαυτὸν Παυλῖνός τις, ἀνὴρ τῶν οὐκ ἀσήμων τῆς πόλεως, πλείστης παιδείας μετειληφώς, ἐπὶ τὸ τῶν γοήτων βάραθρον τὴν ψυχὴν κατωθήσας κατάφωρος γίνεται. ὁ δὲ τῆς ἐλέγξεως τρόπος τῶν παραδοξολογουμένων λόγων καθέστηκεν ἴδιος. λέξω δὲ τοῦτον πάνυ καθεστηκότα θαύματος ἄξιον. ἀργύρεος λεκανίς τις ὑπῆρχε τῷ γόητι, δι' ἧς τὰς τῶν αἱμάτων χύσεις συνήθροιζεν, ὁπόταν ταῖς ἀποστατικαῖς προσωμίλει δυνάμεσιν. ταύτην τὴν λεκανίδα διαπωλεῖ ἄργυρον ἐμπορευομένοις ἀνδράσιν. οἱ μὲν οὖν ἔμποροι τὰς τῆς λεκανίδος τιμὰς ἀποδόμενοι τῷ Παυλίνῳ μετεκχωρεῖν ἐνεχείρουν τὸ σκεῦος καὶ πρὸ τῶν θυρῶν τοῦ ἑαυτῶν οἰκίσκου ταύτην προετίθεσαν ἐξουσίαν διδόντες ὠνήσασθαι τῷ βουλομένῳ παντί. ἐδέησε τοίνυν τὸν ἐπισκοποῦντα τὴν πόλιν ῾Ηράκλειαν, ἣν Πείρινθον οἱ πάλαι ποτὲ κατωνόμαζον, κατ' ἐκεῖνο καιροῦ ἐς Βυζάντιον διατρίβειν καὶ θεάσασθαι πρὸς ἐκποίησιν ἠρτημένην τὴν λεκανίδα τοῦ γόητος. ταύτην ὠνεῖται περιχαρῶς καὶ ἀπεκδημήσας τοῦ ἄστεος πρὸς τὸν ἑαυτοῦ θρόνον ἐπάνεισιν. ἐπεὶ δὲ τὰ θεότευκτα μύρα Γλυκερίας τῆς μάρτυρος χαλκῆ τις λεκανὶς ὑπεδέχετο, αἰδοῖ τοῦ σεβάσματος ὁ ἱερεὺς ὑπαλλάττει τὰ σκεύη, καὶ τὴν μὲν χαλκῆν ἀφαιρεῖται τῆς ἱερωτάτης ἐκείνης λατρείας, τὴν δὲ ἀργυρᾶν δεξαμενὴν προεστήσατο τῶν θεορρύτων μύρων. ἐντεῦθεν ὁ ποταμὸς ἀποπαύεται τῶν θαυμάτων, καὶ ἡ τῆς χάριτος πηγὴ κατακρύπτεται. οὐ στηλιτεύει τὰς δυνάμεις ἡ μάρτυς, συστέλλει τὸ χάρισμα, ἀφαιρεῖται τὸ δώρημα, καὶ νομοθετεῖ διὰ τὸ μύσος μὴ πηγάζειν τὸ μύρον· τῷ ὄντι γὰρ τὸ καθαρὸν τοῦ μὴ καθαροῦ οὐ θέμις ἐφάψασθαι, ἵνα καί τι τῆς θύραθεν παιδείας προσφόρως ἐνείρω τοῖς διηγήμασιν. τούτου δῆτα ἐπὶ συχνὰς γενομένου ἡμέρας, καὶ τῆς συμφορᾶς ἐπιφανοῦς γενομένης τῇ πόλει, πρὸς πένθος ὁ ἱερεὺς ἐτέτραπτο· ὀδύρεται τὸ πραττόμενον, θρηνεῖ τῶν θαυμάτων τὴν ἐγκοπήν, ἀνακαλεῖται τὸ χάρισμα, τὴν ζημίαν οὐ φέρει, τὴν αἰτίαν ἐπιζητεῖ, τὴν αἰσχύνην οὐ καρτερεῖ, καὶ ἦν αὐτῷ ὁ βίος 1.11.10 ἀβίωτος, χηρευούσης τῆς ἐκκλησίας τοῦ θαύματος. διά τοι τοῦτο νηστεῖαι καὶ προσευχαὶ καταβάλλονται, στρατεύονται δάκρυα, συμμαχοῦσιν οἱ στεναγμοί, παννύχιοι δεήσεις ὁπλίζονται, καὶ πάντα συνέρχονται ὁπόσα δύνανται λύπην θεοῦ μεταβάλλειν πρὸς τὸν ἔλεον. τοῦ τοίνυν θεοῦ καὶ τὸ μύσος ἀποστραφέντος καλῶς καὶ τὴν ἄγνοιαν δικαίως οἰκτείραντος, γίνεται κατ' ὄναρ τῷ ἐπισκοποῦντι τὴν πόλιν κατάδηλα τὰ περὶ τὴν λεκάνην βδελύγματα. ὁ μὲν οὖν ἱερεὺς ὑπεξάγει παραχρῆμα τοῦ ἱεροῦ τὴν ὠνηθεῖσαν λεκάνην καὶ ἐν μέσῳ τὴν χαλκῆν ἐνεγκάμενος προτίθησι τῷ σεβάσματι ὡς ἁγνὴν καὶ πρεσβύτιδα λάτριν, οἷα παρθένον τινὰ καὶ ἄχραντον βδελυρᾶς γοητείας. καὶ δῆτα παραυτίκα ἐπιφαίνονται αὖθις τὰ θαύματα, καὶ κατομβρίζεται μύρον. βλύζει τὸ χάρισμα, πηγάζει τὸ δώρημα, τὸ δάκρυον στέλλεται, τὸ πένθος ἐγκόπτεται, τὸ σκυθρωπὸν διαλύεται, τὸ βδέλυγμα στηλιτεύεται, καὶ πάλιν ἡ πόλις τὴν ἑαυτῆς περιβάλλεται δόξαν· ἕτοιμος γὰρ οἰκτειρῆσαι θεὸς εὐσεβῶς πρεσβευόμενος. ὁ μὲν οὖν ἱερεὺς ἐπὶ τὸ βασίλειον γενόμενος πόλισμα, τίς τε ὁ πεπρακὼς τὴν λεκανίδα ὑπὸ τῶν ἐμπορευσαμένων μεμαθηκώς, ἐπὶ τὸν ἱεράρχην ἀφικόμενος ᾿Ιωάννην πάντα τὰ συγκυρήσαντα ἀνατίθεται. ὁ μὲν οὖν ᾿Ιωάννης δεινοπαθήσας ἐπὶ τοῖς διηγήμασι καὶ φέρειν οὐκ ἔχων τὴν ἀκοὴν ἀθρόον φοιτᾷ πρὸς τὰ βασίλεια τῷ τε αὐτοκράτορι τῶν ἱστορηθέντων αὐτῷ μετεδίδου τοὺς λόγους. ὁ μὲν οὖν Μαυρίκιος νωθρότερόν πως πρὸς τὸν φόνον τῶν ἠτυχηκότων ἑώρα· ἠξίου γὰρ μεταμέλῳ μᾶλλον ἢ ζημίᾳ τοὺς παραπεπτωκότας ἰάσασθαι. ὁ δὲ ἱεράρχης ἐκραταίου τὴν ἔνστασιν ἀποστολικώτερον ἐπειγόμενος πυρὶ τοὺς ἀφεστηκότας τῆς πίστεως παραδίδοσθαι, ἐπὶ στόματος τὰ τοῦ Παύλου προφερόμενος ῥήματα, φάσκων ἐπὶ λέξεως οὕτως· "ἀδύνατον τοὺς ἅπαξ φωτισθέντας γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γενηθέντας πνεύματος ἁγίου καὶ καλὸν γευσαμένους θεοῦ ῥῆμα δυνάμεις τε μέλλοντος αἰῶνος καὶ παραπεσόντας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν υἱὸν τοῦ θεοῦ καὶ παραδειγματίζοντας. γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις, δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας παρὰ τοῦ θεοῦ· ἐκφέρουσα δ' ἀκάνθας καὶ τριβόλους ἀδόκιμος καὶ κατάρας ἐγγύς, ἧς τὸ τέλος εἰς καῦσιν." γίνεται τοίνυν τὸ βασιλικὸν ἀδρανέστερον βούλημα, καὶ κρατεῖ ὁ ᾿Ιωάννης τοῖς λόγοις, καὶ τῇ ὑστεραίᾳ δικαστήριον συγκροτεῖται, καὶ οἱ γόητες ἀνετάζονται καὶ καταδίκῃ περιπλακέντες ἀφύκτῳ πρὸς κόλασιν ἐξεδίδοντο. ὁ μὲν οὖν Παυλῖνος ἀνασκολοπίζεται ξύλῳ στερρῷ τὴν πρὸς τὸ ἄναντες κεχηνότι ἀκρώρειαν, ἐνέρσει τε τούτου ἅμα τῷ φάρυγγι τοὺς ἐν τῷ τραχήλῳ σφονδύλους ἀπαγχονιζόμενος ἀπεπνίγετο, οὕτω τε τὸν ἀσεβῆ κατεστρέψατο βίον, προτεθεαμένος τὴν ἀποτομὴν τοῦ παιδός· ἦν γὰρ μεταδοὺς τῷ υἱῷ τῆς βδελυρᾶς καὶ ἀνοσίας τῶν γοήτων μαγγανείας. 1.12.1 ῾Ο δὲ τῆς Μηδικῆς σατράπης δυνάμεως τὸ ᾿Αφούμων περικαθήμενος φρούριον ἐπειρᾶτο ἑλεῖν. ὁ δὲ τοῦ Ρωμαϊκοῦ ταξίαρχος τοῦτο πυθόμενος ἧκε πλησίον τοῦ Νυμφίου καὶ τὸ ῎Ακβας ἐνεχείρει αἱρήσειν. δύσληπτον δὲ τουτὶ τὸ ὀχύρωμα καὶ πρὸς πολιορκίαν ἀκαταγώνιστον. ἐπικάθηται δὲ τὸ φρούριον ἐπ' ὄρους αὐχένα, ἀμφοῖν δὲ ταῖς λαγόσιν ἐστὶν ἀμφίκρημνον, τό τε οὔραιον τούτου μεγάλαις κοιλαίνεται φάραγξιν, ὡς μίαν εἶναι λοιπὸν συμβαίνειν τὴν ἐπὶ μέτωπον εἴσοδον τειχιζομένην στεγανῶν λίθων συνθήκαις. ἐπεὶ δὲ τοῖς ἐν τῷ φρουρίῳ ὁ στρατηγὸς ἐπετίθετο, ἐπὶ τὴν στεφάνην τοῦ ἕρκους φρυκτωρίας ἐξῆψαν οἱ πολιορκούμενοι, ὁπόσος παραδηλοῦντες ὁ κίνδυνος τοῖς ἀμφὶ τὸν Καρδαριγὰν γλιχομένοις παραστήσασθαι τὸ ᾿Αφούμων· τοιαύτας γὰρ τοῖς τοῦ ῎Ακβας συνθήκας ὁ τῶν Περσῶν κατεβάλετο στρατηγός. τὸ δὲ Περσικὸν ἀναλαμπούσης ἡμέρας ὑπὸ πρώτην ἕω συντεταγμένον τοῖς Ρωμαίοις ἐφίστατο, τῶν τε ἵππων ἀποβάντες τῆς μάχης ἀπήρχοντο, καὶ τῷ συνεχεῖ τῆς βολῆς οἱ βάρβαροι Ρωμαίων ἐκράτησαν. συνέχεαν γὰρ τὰς ὄψεις τῶν ἀντιπάλων ταῖς ἐκπομπαῖς τῶν βελῶν· τοξοφόρον γὰρ τὸ ἔθνος, καὶ δύναμις αὐτῷ τὸ κατάπτερον τοῦτο ἀκόντιον. τῶν δὲ Ρωμαίων συγκεκλεισμένων ἔν τινι χώρῳ τοῦ ὄρους καὶ παραθλιβομένων, ὥσπερ ὑποπιεζούσης αὐτοὺς τῆς ἐπιθέσεως, πολλοὶ τῶν μαχίμων ἀφήλαντο ἀπὸ τοῦ κρημνοῦ τοῦ ἀποβλέποντος εἰς τὸν ποταμὸν τὸν Νύμφιον· οὐ γὰρ ἀνεφίκτῳ βάθει ἀπῃώρητο ἡ κατάδυσις. ἔνιοι δ' ἥλωσαν ὑπὸ τῶν βαρβάρων. οἱ δὲ διὰ τῆς ὑπωρείας τοῦ ὄρους τὴν κάθοδον ποιησάμενοι ἀποδράντες τὸν κίνδυνον οὐ κατ' ἐλπίδας ἐσώζοντο καὶ διαπεραιωθέντες τὸν Νύμφιον ποταμὸν εἰς τὸ Ρωμαϊκὸν στρατοπεδεύουσι σύνταγμα. 1.12.8 Τοῦ δὲ διεληλυθότος ἐνιαυτοῦ ἦρος ἀκμάζοντος καὶ κατακομῶντος τὴν γῆν, ἐν τῇ ἐγκυκλίῳ τῶν ἐγκαινίων ἡμέρᾳ τῆς πόλεως (πρῶτον δὲ τοῦτο ἔτος τῆς βασιλείας τοῦ αὐτοκράτορος) πάθος γῆς ἀνεφοίτησε καὶ μέγιστος σεισμὸς ἐνεδήμησεν, οἷα τῆς γῆς παρασκιρτώσης ἐκ πυθμένων αὐτῶν. τὸν δὲ λόγον οὐ δίειμι· τῷ γὰρ Σταγειρίτῃ οὐκ ὀλίγα ἄττα περὶ τούτου πεφιλοσόφηται, καὶ εἴ τῳ λέγων πιθανὸς φανεῖται, ἐπαινείσθω τῆς εὐφυΐας, εἰ δὲ μή, τῷ γε πατρὶ ἀποπεμπέτω 1.12.10 περιθάλπειν τὸ δόγμα. τοιγαροῦν ἡμέρας κλινούσης ἐδινεῖτο τὸ κέντρον, καὶ ὁ φόβος ἐξαίσιος ἦν, ὡς καὶ τοὺς ἱππομανοῦντας ὑπὸ τοῦ δέους ἀθρόον μεταβάλλεσθαι πρὸς τὸ σῶφρον, δίκην παίδων ἐν παιδιᾷ κύβων ἀφικομένου ἐξαπιναίως τοῦ παιδοτρίβου, τό τε παραπέτασμα τὸ πρὸ τοῦ γυμνασίου τῶν ἱππικῶν ἀγωνισμάτων, ὃ δὴ σύνθημα τῆς ἱλαρίας ἐτύγχανεν ὄν, περιαιρεῖται διὰ τὸν ἀδόκητον κίνδυνον, ἅπαντάς τε συνέβαινε πρὸς τοὺς ἱεροὺς σηκοὺς ἐντεμενίζεσθαι ὀρρωδοῦντας τὸν θάνατον. Δεύτερον ἔτος τοῦτο τῆς Μαυρικίου ἡγεμονίας, καὶ ὁ αὐτοκράτωρ χειμῶνος ὥρᾳ ὕπατος ἀναγορεύεται. καὶ περιβὰς τὸν βασίλειον δίφρον ἐπιφανέστατος ἦν. ἦγον δὲ τὸν βασιλέα οὐχ ἵπποι, οὐχ ἡμίονες, οὐκ ἐλέφαντες· ἄνθρωποι δ' ἄρα, τὸ τιμιώτατον χρῆμα καὶ ὄνομα. ἐπεὶ δὲ ἐπέβη τοῦ δίφρου, κοινωνὸν τῶν ἑαυτοῦ θησαυρῶν τὸ ὑπήκοον ἐποιήσατο. οἱ δὲ τοῦ ἄστεος τῆς βασιλικῆς εὐδαιμονίας μετειληφότες κατεκελάδουν ὕμνοις τὸν Καίσαρα, χρυσῆς ἑορτῆς οἷα καταλαμπούσης καὶ περιγανούσης αὐτούς. 1.13.1 Τῷ δ' ἐνισταμένῳ τούτῳ ἐνιαυτῷ ὁ μὲν ᾿Ιωάννης τὰς ἡνίας τῆς στρατηγίας ἀφῄρητο, οἷα τοῦ Περσικοῦ ἀνανταγωνίστου καθεστῶτος καὶ τὴν κρείττονα κατὰ τὸν πόλεμον κληρωσαμένου ῥοπήν· Φιλιππικὸς δὲ ἀντανίστατο καὶ στρατηγὸς ἀναγορεύεται ὑπὸ τοῦ αὐτοκράτορος, ἀνὴρ ἐπιδέξιος καὶ βασιλικῆς συγγενείας ἐγγύτατος· γαμέτης γὰρ ἐτύγχανεν ὢν Γορδίας, ἀδελφῆς τοῦ αὐτοκράτορος. ὁ μὲν οὖν στρατηγὸς μετὰ τὴν χειροτονίαν ἐπὶ τὸ Μονοκάρτων γενόμενος τοῦ ᾿Αϊσουμᾶ ὄρους πλησίον οὕτω λεγομένου χάρακα διεγράψατο, καὶ ἄνδρας ἐπὶ στρατείαν ἐνήθροιζεν, μετοπώρου τε ἀρχομένου παρὰ τὸν Τίγριν αὐλίζεται· καὶ πλείστοις χρησάμενος χάραξιν ἧκεν εἰς χῶρον Καρχαρωμᾶν ὀνομαζόμενον κἀκεῖ πως ἐνδιατρίψας ἐπύθετο Καρδαριγὰν τοῦ ὄρους τοῦ ᾿Ιζαλὰ ἐπιβήσεσθαι μέλλειν διὰ τῶν ἐχυρωμάτων τῶν Μαϊακαριρί. διά τοι τοῦτο ἀπῆρε τῶν ἐντεῦθεν ὁ στρατηγὸς καὶ πεδίῳ προσωμίλησε γειτνιῶντι τῇ Νισίβει, καὶ στρατοπεδεύσας ἐν τοῖς ὑψηλοῖς ἀθρόως κατῆρε τῆς Περσίδος καὶ πλείστης λείας ἐκράτησεν. οὐ μετὰ πολὺ δὲ γηπόνος ἀνὴρ τὴν Ρωμαϊκὴν ἔφοδον τῷ Καρδαριγὰν ὑπεδήλωσεν· ἃ δ' εἶπεν, ἐκεῖνά ἐστιν, αὐτὸν μὲν ἀλᾶσθαι τοῖς ὄρεσιν αὐταῖς ἐλπίσι φερόμενον, τὸ δὲ Ρωμαϊκὸν τὴν Μηδικὴν διατέμνεσθαι χώραν. εἰς τοὐπίσω τοίνυν τοῦ Καρδαριγὰν γενομένου καί πως ἐνέδραν ἐγκαθίσαι τῷ Ρωμαϊκῷ πειρωμένου, ὁ στρατηγὸς τὰς δυνάμεις συνέλεξε καὶ πρὸς τὸ ὄρος τὸ ᾿Ιζαλὰ στρατοπεδεύεται, ἅτε δὴ τῶν τόπων ἀσυλίαν παρεχομένων τοῖς ἐπιβαίνουσιν, τήν τε λείαν ἐπεφέρετο προμηθεστάτῃ φρουρᾷ. μετὰ τοῦτο ἦλθεν ἐπὶ τὸν Νύμφιον ποταμὸν οὐκ ἄδοξα τὰ προαύλια τῆς ἡγεμονίας ἀπενεγκάμενος. πάλιν δ' αὖ Φιλιππικὸς προσβάλλειν τῇ Μηδικῇ χώρᾳ ἐθάρρησε καὶ τὰ ὑπὸ τὸ Βεαρβαὲς διατέμνεται· τὸ δὲ Περσικόν, ἐπεὶ τούτων ἀκήκοεν, ἐπιτείνει τὴν ἵππον. τούτῳ τοι καὶ διόλωλε τῆς ἵππου πλείστη ἀπόμοιρα. τοὺς δὲ Ρωμαίους λόγος τῆς ἀφίξεως τῶν βαρβάρων τὴν συντονίαν θαυμάσαντας τῆς Μηδικῆς χώρας ὑπεξελθεῖν, δίχα τοῦ παντὸς διαιρεθέντος 1.13.10 συντάγματος. καὶ οἱ μὲν ἀμφὶ τὸν στρατηγὸν ἧκον ἐπὶ τὸ Σισαρβάνων, εἶτα ἐπὶ τὸ τοῦ Ράβδιος· ὁ δ' ἅτερος ἀποδασμὸς ἀποπλανηθεὶς τὴν ἐπὶ Θεοδοσιούπολιν ὁδὸν ἄλλως ἐπονεῖτο. ἡ δὲ γῆ ἐκείνη, ἀκοῇ ἴσμεν, ἄνυδρός τε καὶ κάταυχμος ἄχρι τοῦ ᾿Αβόρα ποταμοῦ λεγομένου. συμπίπτει γοῦν τοῖς Ρωμαίοις ἀπαρηγόρητος κίνδυνος· χηρεύουσι γὰρ ὑδάτων ἐς τὸ καρτερόν, οὗ τί ἂν γένοιτο στρατιᾷ χαλεπώτερον; καὶ μέντοι ὠμοτάτην κατὰ τῶν αἰχμαλώτων ἀποσχεδιάζουσι ψῆφον, καὶ πάντας ἀνεῖλον ἄρρενάς τε καὶ θηλείας· τοὺς δὲ παῖδας διέσωζον τὸ ἄωρον τῆς ἡλικίας οἰκτείροντες. ὅμως μετ' οὐ πολὺ κἀκείνους ἡ τῶν ὑδάτων διεχρήσατο σπάνις. Ρωμαῖοι δὲ μεγάλοις περιπεπτωκότες κακοῖς τῆς Θεοδοσιουπόλεως ἐπιβαίνουσιν. 1.14.1 ῾Ο δὲ Φιλιππικὸς μεγαλοφρόνως εἰς τὸν ἐπιόντα ἐνιαυτὸν τῇ ᾿Αρζανηνῇ χώρᾳ τὸ δόρυ ἐμπέπηχε καὶ λαμπρὰν καὶ ἀξιολογωτάτην λείαν ἐζώγρησεν. φήμη δέ τις διέρρει ὡς ὁ στρατηγὸς φιλομαθέστατος ὢν καὶ πολεμικὰς ἐπιστήμας ἐκ τῶν πάλαι σοφῶν ἀρυσάμενος ἐκ τῆς Σκιπίωνος τοῦ ἡγεμονικωτάτου ἀγχινοίας τὴν ἐντρέχειαν ταύτην τῆς σοφῆς στρατηγίας περιεβάλετο. ὡς γὰρ οἱ τὰς ἱστορίας καθάπερ ἀγάλματα θεῖά τινα τῷ τεμένει τῆς μνήμης γραφῇ καθιδρύσαντες διελέχθησαν, τοῦ ᾿Αννίβαλ τοῦ Καρχηδονίων στρατηγοῦ τὴν ἀνὰ τὴν Εὐρώπην Ρωμαίων διατέμνοντος γῆν, Σκιπίων ὁ πρεσβύτερος τὸν οἴκοι πόλεμον τῇ ἀναβολῇ ἀναθεὶς τῇ Καρχηδονίων χώρᾳ προσπλέκεται καὶ ἐς μέγα κακοῦ ἐλήλακε τὸ πολέμιον. τὸν δ' ᾿Αννίβαλ τὰς Καρχηδονίων τύχας ἀκηκοότα ἐς τὴν ἑαυτοῦ ἐπαναζεῦξαι τὰς μεταβολὰς τῶν πραγμάτων ἐκ τῶν εἰς αὐτὸν συμβεβηκότων δεινῶν παιδευόμενον. καὶ οὗτος ἐδόκει ὁ πρὸς Φιλιππικὸν εἶναι λόγος παράλληλος. οὐκ ἄπο δὲ σκοποῦ γέγονεν αὐτῷ ἡ βουλή. 1.14.5 ἔτυχε δὲ τὸν στρατηγὸν κάμνειν τὸ σῶμα μεγίστου νοσήματος αὐτῷ ἐνσκήψαντος. διὸ ἐπὶ τὴν Μαρτυρόπολιν ἀφικνεῖται ἐπιτρέψας τὸ στράτευμα Στεφάνῳ τῷ ταγματάρχῃ, (ὑπασπιστὴς δ' οὗτος ἐγεγόνει Τιβερίου τοῦ αὐτοκράτορος), τόν τε ᾿Αψὶχ τὸν Οὖννον τῶν ὅλων ὑποστράτηγον ἐχειροτόνησε τάξεων. οὕτω μὲν οὖν ὁ στρατηγὸς ὑπὸ τῆς νόσου ἀπόμαχος ἦν, ὁ δὲ Καρδαριγὰν τὴν ὅλην ἀναλαβόμενος δύναμιν τῇ ἔναγχος Τιβερίου πόλει προσαγορευθείσῃ προσέβαλλεν, ἥτις Μονοκάρτων πάλαι ὠνόμαστο. ταύτης ὁ στρατηγὸς τῷ παρῳχηκότι ἐνιαυτῷ γεγηρακότα τὰ τείχη ἀνέρρωσε καὶ προμηθείᾳ τοῦ μέλλοντος ὠχυρώσατο. ἐπιστὰς δὲ τῷ πολίσματι ὁ Περσῶν στρατηγὸς οὐχ οἷός τε ἦν παραστήσασθαι τοῦτο. τοιγάρτοι εἰσήρρησεν ἐπὶ τὰ προάστεια τῆς Μαρτυροπόλεως καὶ τὸν ᾿Ιωάννου τοῦ προφήτου κατενεπίμπρα νεών, ὡς ἀπὸ σημείων δυοκαίδεκα ὄντα τῆς πόλεως κατὰ τὸν ἑσπέριον κρόταφον. 1.14.8 ἔνθα δὴ καὶ φροντιστήριον ἐτύγχανεν ὂν ἀνδρῶν φιλοσόφων τὸν βίον. μοναχοὶ δὲ ἄρα οὗτοι κατονομάζονται, οἷς ἔργον προεκδημῆσαι τοῦ σώματος καὶ ζῶντας τεθνάναι καὶ σώφρονι μανίᾳ τινὶ μεταφοιτᾶν πρὸς τὰ κρείττονα. ἀνέστησε δὲ καὶ τοῦτο ἐκ βάθρων ὁ βάρβαρος. τῇ δ' ἐπιούσῃ ἄρας ἐντεῦθεν ἐπὶ τὸ Ζόρβανδον χωρίον ἐφοίτησε καὶ τοῖς ἀμφ' αὐτὸν διετάξατο μηδαμῶς που τοῦ χάρακος ἀπολείπεσθαι· ὀγδόῃ 1.14.10 δ' ἡμέρᾳ ἐς τὰ οἴκοι κατῆρεν. ἐδόκει δέ που καὶ αὐτὸς λῃστρικώτερον τῶν Ρωμαϊκῶν ἐπιβήσεσθαι καὶ τὴν αὐτὴν Ρωμαίοις ἀπενέγκασθαι δόξαν. ὁ δὲ στρατηγὸς τῆς νόσου ἀπήλλακτο καὶ τὸν χάρακα διελύσατο (χειμῶνος γὰρ ὥρα ἤδη που παρεφαίνετο) καὶ τὸν βασιλέα ἀσπασόμενος ἐς Βυζάντιον ἧκεν. 1.15.1 ῏Ηρος δὲ παρανίσχοντος, καὶ ἀλέας ἐπιφοιτώσης τῇ γῇ, Φιλιππικὸς τῆς βασιλίδος ἐξεδήμησε πόλεως. ἐπεὶ δὲ τῆς ᾿Αμίδης ἐπέβη, πρεσβεύουσι Πέρσαι ἐνδόξως πως καταθέσθαι τὸν πόλεμον· προσέταττον γὰρ Ρωμαίοις χρήμασι τὰς σπονδὰς σφετερίζεσθαι Μεβόδην τὸν σατράπην ὡς τὸν στρατηγὸν ἀποστείλαντες. καὶ οὖν ἧκε Μεβόδης ὁ Πέρσης παρὰ τοὺς Ρωμαίους, καὶ ὁ στρατηγὸς ἐκκλησίαν ἐκάθισεν ὡς ἑαυτὸν συγκαλεσάμενος τοὺς ταγματάρχας καὶ λοχαγοὺς καὶ ὑπασπιστὰς καὶ τῆς μαχίμου δυνάμεως τὸ ἐμφανέστερον. ὁπηνίκα δ' ὁ σύλλογος ἐπεπλήρωτο, ὁ Πέρσης τῶνδε τῶν λόγων ἀπήρξατο. 1.15.3 "῎Ανδρες πολέμιοι, (μὴ ταραττέτω δὲ τοὺς ἀκούοντας τοῦ πρεσβευτοῦ τὸ προοίμιον· εἰ γὰρ τὰς γνώμας ἀμείψητε, μεταλλάξω κἀγὼ τὴν προσφώνησιν.) ὁπλίσατε τὴν εἰρήνην ἀποχειροτονοῦντες τὸν πόλεμον, δόρυ καὶ ξίφος ὡς γεγηρακότα χαιρέτωσαν, καὶ στρατεύσατε σύριγγα πρᾶον ὁμοῦ καὶ ποιμενικὸν περιλαλοῦσαν τερέτισμα. ὁ Περσῶν βασιλεὺς τῆς εἰρήνης ἐστὶν ἐραστὴς καὶ σεμνύνεται ἀπεκδυόμενος πρῶτος τὸν πόλεμον· βασιλικὸν γὰρ ἡ τῆς εἰρήνης ἀρέσκεια, ὡς καὶ τυράννων ἴδιον τὸ φιλόνεικον. ἄνδρες τῶν αὐτῶν παθημάτων ἡμῖν κοινωνοί, μεινάτω τῶν πάντων ὁ πόλεμος μόνος ἀκόρεστος. αἵματι τὴν γῆν ἐπιάναμεν, πολλάκις τὸν θάνατον ἱστορήσαμεν· ζωγράφος γὰρ τοῦ θανάτου ὁ πόλεμος, ἐγὼ δέ φημι, καὶ ἀρχέτυπον καὶ τῶν ἀνθρωπίνων κακῶν ἀρχηγέτης καὶ διδάσκαλος αὐτοδίδακτος. χρημάτων ἐρᾷ τις; ἀλλὰ πλούτῳ καὶ πενίᾳ γεγόναμεν παίγνιον, ποτὲ κρατοῦντες ποτὲ δὲ κρατούμενοι, καὶ συμμεταβαλλόμενοι ταῖς τοῦ πολέμου τροπαῖς ἀΐδιον ὥσπερ τὴν μεταβολὴν ἐκαρπούμεθα. ἐκόμα τις τῶν ἀριστέων χρυσῷ; μετὰ τῆς ἡδονῆς τὴν ἀπιστίαν ἐκέκτητο. τί γὰρ ἀπιστότερον ἐν πολέμῳ χρημάτων ἀμέσως μετατιθεμένων ἐπ' ἄλλον καὶ πάλιν ἐξ ἐκείνου εἰς ἕτερον, ὡς ἐγρηγορότα βλέπειν ἐνύπνιον τὸν κτησάμενον, ἢ τῇ ὑστεραίᾳ τῆς ἔναγχος μεμνῆσθαι κραιπάλης; ὑμεῖς, ὦ Ρωμαῖοι, πάλαι τὴν παρρησίαν τῷ πολέμῳ δεδώκατε· ὑμεῖς καὶ τῆς εἰρήνης γίνεσθε μαθηταί. ἐπικηρυκευομένων Περσῶν τὸν φιλόδακρυν ἀποσείσασθε πόλεμον· οἷς γὰρ τῆς ἁμαρτίας ἡ ἔναρξις, τούτοις καὶ τῆς ἐπανορθώσεως ὁ μετάμελός ἐστιν ἁρμόδιος. μὴ γινέσθω θράσος ὑμῖν ταῦτα τὰ φιλάνθρωπα ῥήματα. οὐ γὰρ περιδεὴς γεγονὼς ὁ Περσῶν βασιλεὺς χθές που καὶ τρίτην, ὅτε τῆς Μηδικῆς τὸ Ρωμαϊκὸν κατετόλμησε γῆς, τὴν συμπλοκὴν ἀπαναίνεται, χρυσῷ γὰρ πολλῷ καὶ δώροις λαμπροῖς πρίασθαι Ρωμαίοις τὰς σπονδὰς ἐγκελεύεται. 1.15.10 οὐ γὰρ νηποινὶ καταθέσθαι τοὺς ἡμαρτηκότας θέμις τὸν πόλεμον· ἱκανὴ γὰρ ἡ ἔκτισις καὶ Περσικὸν κατευνάσαι θυμὸν καὶ θράσος περιστεῖλαι Ρωμαίων πολεμικῆς ὀρεγόμενον σάλπιγγος." ῎Ετι τοίνυν παρατείνοντος τοῦ λόγου, τοῦ πρέσβεως Ρωμαῖοι κατεχειροτόνουν συρίττοντες καὶ ταραχὴν ταῖς βοαῖς ἐνεποίουν, ὥσπερ δεινοπαθούντων ἐπὶ τοῖς ῥήμασι τοῦ βαρβάρου [τοῦ Πέρσου]· ἐδόκουν γὰρ καὶ Ρωμαῖοι μεγαλαυχεῖν ἐπὶ τοῖς ἔναγχος γεγενημένοις, ὡς ἐσέδυσαν ἐς τὴν Περσῶν πολιτείαν, ὡς λείας ἐκράτησαν, ὡς τὸν Καρδαριγὰν ἐφενάκισαν. ὁ δὲ στρατηγὸς τὴν ἐκκλησίαν διέλυσεν, καὶ ὁ Πέρσης οὐκ ἐπέθηκε τέλος τοῖς ῥήμασιν. ὀλίγαι τοίνυν ἡμέραι διῳχήκασιν, καὶ ὁ τῆς Νισίβιδος τῆς ἱερατικῆς προλάμπων τιμῆς ὡς τὸν στρατηγὸν ἀφικνεῖται τὰ αὐτὰ τῷ Μεβόδῃ ῥήματα ἐς μέσον τιθέμενος. τὸ τηνικαῦτα τοιγαροῦν ὁ στρατηγὸς τοὺς Περσῶν λόγους δι' ἐπιστολέως ἐς βασιλέα παρέπεμψεν. βασιλεὺς δὲ τὰς τοῦ στρατηγοῦ ἱστορήσας κεραίας βασιλικοῖς παραυτίκα ἀνεῖλε προστάγμασιν, τὸν Φιλιππικὸν ἐγκελευσάμενος τὰς αἰσχίστας ταύτας σπονδὰς ἀποπέμπεσθαι ὡς ἀπᾳδούσας Ρωμαϊκῆς μεγαλειότητος. καὶ μέντοι ὁ στρατηγὸς τὰς αὐτοκρατορικὰς δέλτους περιπτυξάμενος ἐπὶ τὸ Μαμβραθῶν στρατοπεδεύεται. οὕτω μὲν οὖν ἐσφρίγα ὁ πόλεμος. ὁ δὲ στρατίαρχος συναγείρας τὸ ὁπλιτικὸν ἐπυνθάνετο, εἰ τὰς ψυχὰς ἀρρενικῷ τινι ἔρωτι ἐπιτεθειασμένας ἐπιφέρονται πρὸς παράταξιν. ἐπεὶ δὲ κατένευον αἱ δυνάμεις συνθήκαις τε ὅρκων τὰς ἐλπίδας ἐχύρουν, μεταστὰς ἐντεῦθεν ὁ στρατηγὸς ἐπὶ τὸ Βίβας παραγίνεται, ἔνθα ὁ ποταμὸς παραρρεῖ τοῦ ᾿Αρζάμων. https://byzantium.gr/ 2.τ.1 ΙΣΤΟΡΙΑ Βʹ2.1.1 Τῇ δ' ὑστεραίᾳ τὸν χάρακα μετέβαλλεν εἰς τὰ παρύψηλα τοῦ πεδίου κατὰ τοὺς πρόποδας τοῦ ὄρους ἐν ἀριστερᾷ τοῦ ᾿Ιζαλὰ ὄρους πεποιηκώς. τὸ δὲ ὄρος ὁ ᾿Ιζαλὰς πολυτοκώτατον· οἰνοφόρον γάρ, καὶ ἄλλα γένη μυρία καρπῶν ἐπιφέρεται. πολυανθρωπότατόν τε τὸ ὄρος, καὶ οἰκήτορες αὐτῷ ἄνδρες ἀγαθοί, ἐπίμαχόν τε τὸ ὄρος ἐς τὰ μάλιστα καὶ ἀμφίβολον· οὐ πόρρω γὰρ ἀπῴκισται τὸ πολέμιον. τούτους τε μεθιστάναι τῆς φιλονείκου χώρας οὐκ ἂν πείσαις οὔτε ἀπειλῶν οὔτε θωπεύων, καίτοι πολλάκις τῶν ὁμόρων Περσῶν ὑποτεμνομένων τὴν αὐτῶν γῆν καὶ ληϊζομένων. τοῦτο δὴ τὸ ὄρος ὁ ᾿Ιζαλὰς ἕτερον παραμείβεται ὄρος προσαγορευόμενον ᾿Αϊσουμᾶς. τὸ δ' ᾿Αϊσουμᾶς ὥσπερ ἀκρώρειά τίς ἐστι καὶ ἐς μέγιστον ὕψος ἐκτείνεται, καὶ ἐκ τοῦ μετεώρου δύο καθέρπουσι πρόποδες. ἐκ δὲ τούτων ὁ ᾿Ιζαλὰς τὴν πρόοδον ἐπιφέρεται, καὶ αὐτὸς ἀπαρχόμενος κάτωθεν εἰς ὕψος, εἶτα κατὰ σμικρὸν ἀνακύπτων, ταῖς ἐπιδόσεσιν ἐκτανύσας τὸν αὐχένα μέχρι τοῦ Τίγριδος γίνεται ποταμοῦ. καὶ ἂν τῷ ῾Εῴῳ ἢ Καυκάσῳ συνήπτετο, εἰ μὴ δημιουργικαὶ φροντίδες τινὲς τὴν διάκρισιν ἐποιήσαντο. ἐνταῦθα τὸ μάχιμον ὁ στρατηγὸς ἐνωρμίσατο διανοούμενος ὡς ἐκ τοῦ Περσικοῦ ποταμοῦ τοῦ Βούρων μέχρι τοῦ ᾿Αρζάμων ὕδωρ οὐκ ἔνεστιν, καὶ δυοῖν θάτερον ἀνάγκη τὸ πολέμιον ἑλέσθαι· ἢ γὰρ ἀτρεμήσει τὴν οἴκοι φρουρὰν ἀσπασάμενον, ἢ ἔμπαλιν Λατίνοις ἐπικεῖσθαι πειρώμενον μαλακισθήσεται τῷ πόνῳ καὶ τῷ δίψει, ἥ τε ἵππος διολεῖται ὡς τάχιστα, τῆς Ρωμαίων μὴ συγχωρούσης δυνάμεως ἐκ τοῦ ποταμοῦ τοῦ ᾿Αρζάμων ὕδωρ τοὺς βαρβάρους ἀρύσασθαι. τρίτη δ' ἡμέρα, καὶ τὸ Περσικὸν ἐπέπυστο σύνταγμα ὡς οἱ Ρωμαῖοι ἀνὰ τὸ ᾿Αρζάμων διατρίβουσιν.2.2.1 ῾Ο δὲ Καρδαριγὰν ἐς τοσοῦτον ἐληλάκει φρυάγματος ὡς γέλωτα τῶν ἀναγγελλόντων καταχέειν πλατὺν ὡς περὶ φληνάφου του πράγματος. ὡς δὲ τὰ τοῦ λόγου τὸ Περσικὸν περιεβόμβει τρανέστερον, παρεδριμύττετο τὸ πολέμιον. ὁ δὲ σατράπης τοὺς θεραπευτὰς τῶν μαγγανευμάτων διηρώτα καὶ παρὰ τῶν μάγων ἠξίου ἴχνη πυθέσθαι προρρήσεως, τάς τε πνεύματι Πύθωνος ἐνθουσιώσας καὶ φαντασίαν κυήσεως παρεχομένας τῇ τοῦ δαιμονίου περιφορᾷ ἠξίου τὸ ἐσόμενον προαγορεῦσαι. οἱ δὲ τῶν δαιμονίων κάτοχοι ἔφασκον τὴν νίκην Μήδοις παρέπεσθαι, καὶ κατὰ τὴν ἔκταξιν Ρωμαίους Πέρσας ἀποίσεσθαι ἅμα τὴν Περσίδα τὴν τύχην ἀμείψαντας. τὸ μὲν οὖν Περσικὸν διερρώννυτο ταῖς προρρήσεσιν ὥσπερ γαυρούμενον. ἀπάραντες τοίνυν ἐκ τοῦ Βούρων ποταμοῦ πρὸς τοὺς Ρωμαίους ἐφέροντο. εἶτα πλήθη καμήλων ἐπέσαξαν ἀσκοὺς ἐπιφορτίσαντες ὕδατος, ἵνα μὴ τῆς τῶν ὑδάτων ἀπορήσαντας φύσεως Ρωμαῖοι ῥᾳδίως αὐτοὺς κατεργάσωνται· τοσοῦτον δ' εὐπραγίας ἐλπίσιν ἐφήπτοντο, ὡς καὶ πέδας, τοῦτο μὲν ἐκ ξύλων τοῦτο δ' ἐκ σιδήρου διειργασμένας, καὶ μάλα γε πολλὰς προεφέροντο. ὁ δὲ στρατηγὸς τῷ Ρωμαϊκῷ παρενεγύα τῶν γεωργικῶν ἱδρώτων ἀπέχεσθαι φειδοῖ τῆς ἀγροικίας ταῦτα ὑποτιθέμενος. τῇ οὖν ἐπιούσῃ ἄνδρας λογάδας ἐπὶ κατασκοπῇ τοῦ πολεμίου ἐξήρτυσε Σεργίῳ τε τῷ λοχαγῷ ἀνατέθεικεν, ᾧ ἡ τοῦ Μάρδιος φρουρὰ ἐγκεχείριστο, τόν τε ῎Ωγυρον καὶ Ζώγομον· φύλαρχοι δ' οὗτοι τῆς συμμάχου τῶν Ρωμαίων δυνάμεως, οὓς Σαρακηνοὺς εἴθιστο Λατίνοις ἀποκαλεῖν. οἱ μὲν οὖν ἀπὸ τοῦ στρατηγοῦ ἀποσταλέντες τινὰς τῆς βαρβαρικῆς πληθύος ὑποθηράσαντες στρεβλώσαντές τε διέγνωσαν ὡς ὁ Καρδαριγὰν στρατοπεδεύεται ἔνθα καὶ πρότερον. ἑβδόμη δ' αὕτη ἡμέρα ἐτύγχανε τοῦ κυκλικοῦ τῆς ἑβδομάδος βαδίσματος· σάββατον δὲ τοῦτο τῷ ἱεροφάντῃ Μωσῇ κατωνόμασται. ἐπεὶ δὲ τῷ Ρωμαϊκῷ ταῦτα ἀνηγγέλθη συντάγματι, εἰς τὸν στρατηγὸν ὑπόνοιά τις εἰσέρχεται ὡς τῇ ἐπιούσῃ ἀποπειραθήσεται τὸ πολέμιον ἐπιτίθεσθαι, οἷα τοῦ Ρωμαϊκοῦ τὴν ἡμέραν γεραίροντος πόνων ἀνάπαυλαν, αἰδοῖ τοῦ σεβάσματος. τῇ δ' εἰσαύριον ἧκον οἱ κατοπτεύοντες καὶ τῷ στρατηγῷ διαγγέλλουσι τὰ Περσικὰ πλησιάζειν στρατεύματα. 2.3.1 ὁ μὲν οὖν Φιλιππικὸς τὸ Ρωμαϊκὸν διεκόσμησε καὶ τριτταῖς κεραίαις τὸ μάχιμον διετάξατο. καὶ τὴν μὲν κεραίαν τὴν εὐώνυμον τῷ Εἰλιφρέδᾳ ἐπέτρεπεν, (ἄρχων δ' οὗτος ἦν τῆς ᾿Εμέσης) ναὶ μὴν καὶ ᾿Αψὶχ ὁ Οὖννος τὴν αὐτὴν περιεβάλετο δύναμιν. τὴν δὲ τοῦ δεξιοῦ Βιτάλιος ὁ ταξιάρχης. ὁ δὲ στρατηγὸς τὸ μεσαίτατον ἀνελάμβανε κέρας, ταὐτὸν δ' εἰπεῖν ῾Ηράκλειος, ὁ ῾Ηρακλείου πατὴρ τοῦ αὐτοκράτορος. διετάχθη δὲ καὶ τὸ Περσικὸν οὑτωσί. ἐπὶ μὲν τοῦ δεξιοῦ λόφου Μεβόδης ὁ Πέρσης, ἐπὶ δὲ τῇ ἀριστερᾷ λόφῃ ᾿Αφραάτης, ἀδελφιδοῦς εἶναι λεγόμενος Καρδαριγὰν τοῦ σατράπου, τὴν δὲ μέσην ἀπόμοιραν αὐτὸς ὁ Καρδαριγὰν ἐκεκλήρωτο. ἐπεὶ δὲ τὸ πολέμιον παρεφαίνετο, καὶ ἦν κόνις πολλή, Φιλιππικὸς τὸ θεανδρικὸν ἐπεφέρετο εἴκασμα, ὃ λόγος ἕκαθεν καὶ εἰς τὰ νῦν διηχεῖ θείαν ἐπιστήμην μορφῶσαι, οὐχ ὑφάντου χεῖρας τεκτήνασθαι ἢ ζωγράφου μηλιάδα ποικῖλαι. διά τοι τοῦτο καὶ ἀχειροποίητος παρὰ Ρωμαίοις καθυμνεῖται καὶ τῶν ἰσοθέων πρεσβειῶν ἠξίωται· ἀρχέτυπον γὰρ ἐκείνου θρησκεύουσι Ρωμαῖοί τι ἄρρητον. ταύτην ὁ στρατηγὸς τῶν σεβασμίων περιπέπλων γυμνώσας τὰς τάξεις ὑπέτρεχεν, κρείττονος καὶ ἀνανταγωνίστου θράσους ἐντεῦθεν μεταδιδοὺς τῷ στρατεύματι. εἶτα παρελθὼν τῆς πληθύος εἰς μέσον, τῇ ἐπιρροίᾳ τῶν δακρύων ὑπὸ τῆς χύσεως τῆς ἀγωνίας βλύζων ἀένναον τοῖς παρακλητικοῖς ῥήμασιν ἐκέχρητο πρὸς τὸ στράτευμα. καὶ ἦν ἱκανὴ τῶν λόγων ἡ φύσις τῶν μὲν σπουδαίων τὰς ὁρμὰς ἐπιτεῖναι, τῶν δὲ ῥαθύμων καὶ νωθρῶν διεγεῖραι τὸ πρόθυμον. καὶ δὴ τὸ παρορμητικὸν μέλος αἱ σάλπιγγες ἤχησαν, ἐπεὶ δὲ περιελάλησαν, παρέθηγον τὰς δυνάμεις εἰς πόλεμον. ὁ δὲ στρατηγὸς τὸ κυριακὸν ἐκεῖνο ἐπὶ τὸ Μάρδης μετεπέμψατο ἴνδαλμα Συμεώνῃ, τῷ τὸν ἱερατικὸν ᾿Αμίδης θρόνον ἐπέχοντι· ἔτυχε γὰρ τὸν ἄνδρα ἐν τῷ ὀχυρώματι κατ' ἐκεῖνο ἐνδιατρίβειν καιροῦ. οἱ δ' ἐν τῷ φρουρίῳ ἐλιπάρουν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὸ θεῖον καὶ εὐμενίζοντο καὶ μετὰ πληθύος δακρύων τὰς ἱκεσίας εἰργάζοντο, ὅπως 2.3.10 τὴν νικῶσαν Ρωμαῖοι ἀνὰ τὴν ἀγωνίαν ἀποίσονται. οἱ δὲ λοχαγοὶ οἵ τε πρωτοστάται τῶν δυνάμεων, μενοῦνγε καὶ οἱ χιλίαρχοι ἀθροισθέντες ἠντιβόλουν τὸν στρατηγὸν ἐπὶ τὸ οὔραιον τῆς δυνάμεως μεταβήσεσθαι. ἐδεδίεσαν γὰρ μή ποτε αὐτοῖς ἐπικινδυνότερος ὁ πόλεμος γένοιτο κοινωνὸν τῶν πόνων τὸν στρατηγὸν κληρωσάμενοι. "ὁ γὰρ πόλεμος" ἔφασκον "οὐκ ἐπίδηλα τὰ κινήματα κέκτηται, ἅτε φιλοποίκιλος ὢν καὶ πολύμορφος· φύσις γὰρ αὐτῷ ταῖς μεταβολαῖς ἐμβατεύειν μίαν πίστιν τὸ ἄπιστον ἔχοντι. τὸ δ' ἐκ τύχης ἐντεῦθεν ἀπαίσιον τῆς ἐκ τῆς ἐπιτεύξεως εὐπραγίας ἐς τὸ ἀπειροπλάσιον ὑπερβέβηκεν." καὶ πείθουσι τὸν στρατηγὸν βραχύ τι μεταμεῖψαι τὴν στάσιν. τὸ δὲ πεδίον, ἔνθα ἐχειρουργεῖτο ὁ πόλεμος, Σολάχων ὠνόμαστο ἀπὸ χωρίου τινὸς γειτνιάζοντος τὴν ὁμωνυμίαν ἀράμενον. ἐντεῦθεν καὶ Θεόδωρος, ὃν Ζητονούμιον ἀπεκάλουν Βυζάντιοι, ὁ καὶ τὴν παρὰ Ρωμαίοις μαγιστερίαν διανύσας ἀρχήν, ἕκαθεν τὸ γένος ἐφέρετο· ναὶ δῆτα καὶ Σολομὼν ἐκεῖνος, ὁ τοῦ βασιλέως εὐνοῦχος, ὁ τὸν Καρχηδόνιον πόλεμον ἐν Λιβύῃ παραταξάμενος, ὅτε τὸν αὐτοκρατορικὸν δίφρον ᾿Ιουστινιανὸς διεκόσμησεν. καὶ ταῦτα Προκοπίῳ τῷ συγγραφεῖ ἐν τῷ πτυκτίῳ τῆς ἱστορίας ἐγγέγραπται. 2.4.1 ᾿Επεὶ δ' αἱ τοῦ Περσικοῦ φάλαγγες τοῖς Ρωμαϊκοῖς λόφοις προσέμιξαν, Βιτάλιος ὁ ταξίαρχος τὴν ἀντίθετον θᾶττον διέλυσε δύναμιν προκύψας τῶν ἄλλων θρασύτερον τάξεων. ἀτὰρ μέγιστον φόνον εἰργάσατο τήν τε Περσικὴν ἀποσκευὴν ἐχειρώσατο, ἣν σύνηθες Ρωμαίοις τῇ ἐπιχωρίῳ φωνῇ τοῦλδον ἀποκαλεῖν. οὕτω μέντοι τὸ νενικηκὸς περὶ τὴν λείαν ἠσχόλητο. ὁ δὲ στρατηγὸς διηπορεῖτό τε καὶ ἐχαλέπαινε ταῦτα δὴ τὰ τῆς ἀκοσμίας θεώμενος. καὶ οὖν ἔμφρονα βουλὴν ἐσχεδίασε καὶ τὸ κράνος (ἐπίσημον δ' ἄρα τοῦτο ἦν καὶ κατάδηλον) τῆς ἑαυτοῦ κορυφῆς ἀπεκδὺς Θεοδώρῳ τῷ ᾿Ιλιβινῷ περιτέθεικεν· δορυφόρος δ' οὗτος τοῦ στρατηγοῦ. εἶτα προστάττει τῷ ξίφει παῖσαι τοὺς ἐμπορευομένους τὰ λάφυρα. ὃ δὴ καὶ γεγονὸς ἐς τὰ μάλιστα ὤνησε τὴν παράταξιν. οἱ δ' ὑπονοήσαντες τὸν στρατηγὸν περινοστεῖν καὶ λωποδυτοῦντας αὐτοὺς ἐπανορθοῦσθαι τοῦ σφάλματος πρὸς τὴν μάχην τὴν φροντίδα μετέθεντο καὶ τῶν πολεμικῶν μετελάμβανον πόνων. τὸ δ' ἀντίπαλον διασπασθὲν ἐς τὴν μέσην τῶν Περσῶν διεσώζετο μοῖραν, οὗ ἦν ὁ Καρδαριγὰν τὴν ἐπιστασίαν ποιούμενος. βαθυτέρου γοῦν τοῦ μέσου κέρατος τῶν Περσῶν γεγονότος διὰ τὴν ἐπιπρόσθησιν τοῦ ἀποδράντος εὐωνύμου κέρατος, χαλεπῶς ἂν εἶχε διενεγκεῖν ἡ Ρωμαίων ἀντίπαλος δύναμις, εἰ μὴ τῶν ἵππων ἀποβάντες αὐτῶν κατασυστάδην τὰς συμπλοκὰς ἐποιήσαντο. αἱ μὲν οὖν μεσώταται φάλαγγες ἐξήρκουν μαχόμεναι, καὶ ὁ πόλεμος αὐταῖς ἐμηκύνετο, ὡς συμβαίνειν ἐπὶ τῶν λειψάνων ἑστάναι τὸ παραταττόμενον, τῆς ἐπιφανείας τῆς γῆς περικαλυπτομένης διὰ τὴν ἐπιπολάζουσαν τῶν τεθνεώτων συνέχειαν. ὡς δὲ τὸ κακὸν ἀτελεύτητον ἦν, θεία τις διάνοια κατεδιαίτησε τοῦ ἀλλοφύλου ἑτεραλκέα ποιουμένη τὴν μάχην, καὶ φωνὴ περιίπταται Ρωμαίους μεγάλῳ τῷ ἀπηχήματι ἐγκελευομένη τὴν ἵππον κεντεῖν τὴν πολέμιον. πείθονται τοιγαροῦν Ρωμαῖοι τούτῳ δὴ τῷ προστάγματι καὶ κρατοῦσι τῆς ἀντιμετώπου δυνάμεως. τὴν δὲ φωνὴν ἀπὸ Στεφάνου τοῦ λοχαγοῦ προελθεῖν τὸ Ρωμαϊκὸν ὑπενόησεν, καὶ μετὰ τὸν πόλεμον ἐπυνθάνοντο Ρωμαῖοι, εἰ προβολεὺς αὐτὸς ἐκεῖνος ὁ Στέφανος ἐτύγχανεν ὢν τοῦ στρατηγήματος. ὁ δ' ἀπηνήνατο καὶ ἐπὶ μέγαν ὅρκον ὀμεῖτο, μηδέποτε τοιαύτης ἐπιβολῆς τὸ σόφισμα προενέγκασθαι· οὐ γὰρ ἐντεῦθεν ἤθελε θηρᾶσθαι τὴν εὔκλειαν καὶ θεῖά τινα μελετήματα εἰς οἰκείαν παραμορφῶσαι ἀγχίνοιαν. ὁ δὲ τρίτος λόφος ὁ Ρωμαίων, ταὐτὸν δ' εἰπεῖν ὁ εὐώνυμος, τὴν ἐναντίαν κεραίαν συνέχεεν, καὶ τὸ σωζόμενον ἐμβριθῶς ἐδιώκετο ἄχρι τοῦ Δαρὰς δυοκαίδεκα σημεῖα τοῦ χώρου ἀπῳκισμένου τῆς παρατάξεως. τοίνυν οὕτω λαμπρῶν τῶν Ρωμαϊκῶν γινομένων τροπαίων, ἐγνωσιμάχει τὸ βάρβαρον καὶ πρὸς φυγὴν μετετίθετο. τὸ δ' ἀποδρὰν τῆς μέσης μοίρας τῆς Περσικῆς ἅμα τῷ σφῶν αὐτῶν στρατηγῷ ἔν τινι βουνῷ ἀποκλίνει τὸν κίνδυνον. ἐπεὶ δὲ τὸ Ρωμαϊκὸν ἠκηκόει ἐν τῷ βουνῷ τινας τῶν πολεμίων τεθηπέναι τε καὶ τὸ κεκρατηκὸς ὑποστέλλεσθαι, διεστεφάνου εὐθὺς τὸ ἐχύρωμα καὶ αὐτομολεῖν τὸ πολέμιον ἐγκελεύεται. οἱ δ' ἐθανάτων καὶ ἐς ἀπονοίας ὀφρὺν ἀπεσοβαρεύοντο. οὐκοῦν οἱ Ρωμαῖοι περιφρονοῦσιν αὐτούς· οὐ γὰρ ἐγνώκεισαν τὸν Καρδαριγὰν ἐν τῷ βουνῷ ἀνερπύσαντα ἰσχυρῶς τε παρευλαβεῖσθαι τὸν κίνδυνον. ὁ μὲν οὖν Καρδαριγὰν ἀπόσιτος ὢν ὑπό τε τοῦ λιμοῦ πιεζόμενος ἐνεκαρτέρει ἐν τῷ βουνῷ τρίτην καὶ τετάρτην ἡμέραν· ἐν τηλικούτῳ γὰρ δέει διέθετο τὸν τοῦ Περσικοῦ στρατίαρχον ὁ ἀδόκητος κίνδυνος. φοβεραὶ γὰρ αἱ μεταβολαὶ παρὰ τὰς ἐλπίδας συρρεύσασαι· μετὰ γὰρ τῶν πραγμάτων καὶ τὰς γνώμας ἀμείβουσιν. 2.5.1 ὡς δὲ παρὰ τὸν στρατηγὸν ἐπανέζευξαν, ὑπεύθυνος μεγίστου ἐγκλήματος ὁ Στέφανος ἦν, ὅτι μὴ παρεστήσατο τὸ λειπόμενον. ὁ δ' ἡγεμονικωτάτῃ ἀπολογίᾳ τὰς μέμψεις τοῦ στρατηγοῦ διεκρούσατο φήσας· "οἶδα καὶ μέτρα νίκης τιμᾶν καὶ τὴν ἀκρώρειαν δεδιέναι τῆς τύχης· μισοπόνηρον γὰρ ἔχει τὴν πλάστιγγα καὶ φέρειν οὐκ οἶδεν εὐπραγίαν βρενθυομένην πέρα τοῦ δέοντος." οὕτω μὲν οὖν οἱ Πέρσαι σχολαίαν εὑρηκότες τὴν κάθοδον τῶν παρυψήλων καθείρπυσαν. ἐπεὶ δὲ τοῦ λόφου κατέδυσαν, συμπαρομαρτοῦσι Ρωμαίοις ἐπανιοῦσι καὶ συναθροιζομένοις ἀνὰ τὸν χάρακα. οὐκοῦν ἀναιροῦνται πολλοί, ἥλωσαν δὲ πλείους ἢ χίλιοι, οἳ καὶ ἐς Βυζάντιον παραπέμπονται. 2.5.4 ῾Ο δὲ Καρδαριγὰν πρὸ τῆς ἐπὶ τὸν πόλεμον ἐπιβολῆς τοὺς δερματίνους ἐκείνους ἀμφορεῖς διαρρήξασθαι τῷ Περσικῷ ἐγκελεύεται φιλοκινδυνότερον ἐς θράσος ἐντεῦθεν τὸ Μηδικὸν ἐργαζόμενος, τοῦτο δῆτα σφίσι παραδηλῶν, ὡς εἰ μὴ μεγάλων κινδύνων ἐφάψοιντο, ἀπόλωλε τούτοις ἡ ὕδρευσις, τοῦ Ρωμαϊκοῦ τὸν ποταμὸν τοῦ ᾿Αρζάμων περικαθημένου καὶ διαφρουροῦντος τὸ ῥεῖθρον φιλοπονώτερον. οὔκουν δ' αὐτῷ ἐς ἀγαθὸν περιέστη τὸ θράσος. ἀμαθὲς γὰρ τῷ κύβῳ τῆς τύχης πιστεύσαντα ταῖς ἀκρωρείαις τῶν κινδύνων καταθαρρεῖν καὶ τὰς ἀγαθὰς ἐκβάσεις ἐκ τῶν προϋπαρξάντων σφαλμάτων ἀπερανίζεσθαι. ἀφιλοσόφου γὰρ ὑπούσης ἀρχῆς, οἰκείαν τοῖς προϋφεστῶσι καὶ τὰ συμπεράσματα ἕξει τὴν πρόοδον. τοῦτό τοι καὶ πολλοὺς τοῦ Μηδικοῦ μετὰ τὴν ἧτταν διέφθειρεν· φρέασι γὰρ περιπεσόντες τινὲς τοῦ Περσικοῦ λαφύττουσιν ἀπληστότερον καὶ ἐς μέγα κακοῦ ἀποκλίνουσιν, τῆς κοιλίας αὐτοῖς τῇ ἀθρόᾳ τοῦ ὕδατος ἐμβολῇ διενεγκεῖν οὐκ ἐχούσης τοῦ ἐπιφορτισθέντος ὕδατος τὴν ἀντίληψιν. 2.5.7 ῾Ο δὲ Καρδαριγὰν εἰς τὰ περὶ τὸ Δαρὰς ἀφικόμενος τὴν ἐς τὸ ἄστυ παρεκινδύνευεν εἴσοδον. οἱ γὰρ ἀστοί, ἤτοι οἱ περιφρουροῦντες Πέρσαι τὸ πόλισμα ἀναπετάσαι ἀπέλεγον τοῖς Μήδοις τὰς πύλας· μὴ γὰρ οὖν εἰσοικίσασθαι τοὺς ῥιψάσπιδας Περσικὸν νόμον ἀνέχεσθαι. ἐπεὶ δὲ τὸν Καρδαριγὰν ἐβλασφήμουν καὶ ταῖς ὕβρεσι τῇ συμφορᾷ συνεπετίθεντο, πείθουσιν ἐς τὰ οἴκοι χωρεῖν αἰσχίστοις αὐτὸν παραπέμψαντες λόγοις. ῾Ημέρας δὲ κλινούσης ἐξαπιναίως ἐπιδημία θορύβων τῷ Ρωμαϊκῷ στρατοπέδῳ ἐγγίγνεται, καὶ φήμη διέρρευσε δύναμιν τὸ Περσικὸν περιβάλλεσθαι ἐπίθετον καὶ ὅσον οὔπω 2.5.10 ἐπιβήσεσθαι μέλλειν τοῦ χάρακος. οὐκοῦν ὁ ῾Ηράκλειος, ὁ ῾Ηρακλείου πατὴρ τοῦ αὐτοκράτορος, καὶ ἕτερος τῶν ἡγεμόνων ἱππάζοντό τε καὶ σιδήρῳ φραξάμενοι ὁρμῇ ἀκατασχέτῳ περιεπόλουν τὸ βαρβαρικὸν ἀνιχνεύοντες· καὶ ἀνὰ τὸν βουνὸν ἀφικνοῦνται, ἐν ᾧ οἱ περὶ τὸν Καρδαριγὰν ἔναγχος ἀποδράντες ἐνηυλίζοντο. καὶ οὖν ἄττουσι πρὸς τὰ ὑψηλὰ καὶ περισκοποῦσιν ἔκ τινος μεγίστης περιωπῆς, καὶ τὸ πολέμιον ἦν ἀφανές. ἐπεὶ τοίνυν ἐς τὸ τρανὲς τὴν ἔρευναν ἐποιήσαντο, καὶ φενάκη τις ἐν τῇ ἐπισκοπῇ οὐκ ἐνῆν, ἀνὰ τὸ Ρωμαϊκὸν ἐπανάγονται. 2.6.1 ἐν δέ τινι μοίρᾳ τῆς ἀτραποῦ δυσθανατῶντα στρατιώτην Ρωμαῖον περιεβλέψαντο, τέτρασι βολαῖς τὸ σῶμα κοσμούμενον. εἰς μὲν γὰρ τὴν ὑπερῴαν χελύνην Μηδικὸς ὀϊστὸς ἐς βάθος ἐσδὺς ἀνὰ τὸ κράνος ἐρρίζωτο, ἕτερος δ' αὖ ἐπὶ θάτερον χεῖλος ἔνερθεν εἰσφρήσας ἀντιθέτως πως ἀνετείνετο, ὡς κατά τινας διαμέτρους κεραίας κεχιῶσθαι τὴν γλῶτταν ταῖς ἀντιτύποις συμβολαῖς τῶν ἀκίδων, κἀντεῦθεν μὴ δύνασθαι τὸν ἀριστέα μύσαι τῷ χείλη. περιεφέρετο δὲ καὶ δόρατος εἰσπομπὴν ἐπὶ τοῦ εὐωνύμου βραχίονος, ἐπί τε τῇ λαπάρῃ ἑτέραν βολὴν Μηδικοῦ ἀκοντίου. 2.6.4 αὕτη τοι καὶ τῆς ἀρετῆς αὐτῷ τὸ ἐπιτάφιον ἦν. οἱ μὲν οὖν ἀμφὶ τὸν ῾Ηράκλειον τῷ γενναίῳ περιρρεόμενον τὸν ἀριστέα θεώμενοι αἵματι, ἀγάμενοι τῆς εὐψυχίας ἐποχοῦσι τῇ ἵππῳ καὶ ὡς τὸν χάρακα διεκόμισαν. εἶτά οἱ ἐφέλκονται τὰ μὲν ἄλλα βέλη τὰ ἐμπεπηγότα τῷ σώματι καὶ παρεξάγουσιν, τὸ δ' ἀνὰ τὴν πλευρὰν ἐξελέσθαι οὐκ εἶχον· διεψιθύριζον γὰρ ὡς ἑαυτοὺς οἱ ταῦτα δὴ τὰ Χείρωνος καὶ Μαχάονος τεχνώμενοι μελετήματα, ὡς συνεκδημήσει αὐτῷ καὶ ἡ ψυχὴ τῇ τοῦ βέλους ἐξόδῳ. ὁ δὲ Μακεδὼν ἐκεῖνος ἢ Λεωνίδας τὸ φρόνημα ἢ Καλλίμαχος ἢ Κυνέγειρος, ἀρκέσει δὲ τὸ Ρωμαῖον ἀποκαλεῖν, ὡς τῶν λόγων τῶν ἰατρῶν ὑπῃσθάνετο, ἤρετο εἰ τὸ Ρωμαϊκὸν εἴη νενικηκός. ὡς δ' οἱ περιεστῶτες αὐτὸν κατέφασκον καὶ ἄρασθαι Λατίνους τρόπαιον ἔλεξαν, ἐβασάνιζεν ὅρκοις τὰ ῥήματα. ἐπεὶ δὲ Ρωμαίους ὄντως ἐπέπυστο τὴν κούφην κατὰ τὸν πόλεμον ἀπενέγκασθαι πλάστιγγα, Πέρσας δὲ τὴν ἐναντίαν ῥοπὴν τῷ βάρει τῆς ἥττης καθελκομένους πρὸς πτώματα, ἀνασκιρτήσας τῷ ἄσθματι, μέγα τι παραμύθιον καὶ τῆς ἀλγηδόνος θελκτήριον ὑπῆν αὐτῷ τὸ λεγόμενον, καὶ τὸ τεθνάναι λοιπὸν ἐκαραδόκει, καὶ τῷ νεύματι τοὺς ὁρῶντας ὥσπερ ὑπέσαινεν ὑπεξάγειν ἀφειδῶς ἀπὸ τῆς πλευρᾶς τὸν Μηδικὸν ἐκεῖνον καὶ διαβόητον δόνακα· οὐ γὰρ εὑρήσειν τοιοῦτό τι ἄλλο ἐφόδιον ἀγαθὸν ἀποφέρεσθαι τῶν ὑπὸ σελήνην τὸν τοῦ κόσμου ὑπεξερχόμενον. τὸν δὲ ἀριστέα φασὶ τοῦ καταλόγου γεγονέναι τῶν Κουαρτοπάρθων, οὕτω τὴν προσηγορίαν ἐπιφερομένων τῶν ἐν Βεροίᾳ τῇ πόλει Συρίας τὰς διατριβὰς ποιουμένων. ἐπεὶ δὲ τὸ βέλος τὸ ἐπιθανάτιον τῆς πλευρᾶς ὑπεξήγετο, συνεξορμᾷ ἡ μεγάλη ἐκείνη καὶ γεννικωτάτη τοῦ ἀριστέως ψυχή, εἴπω ἀνὰ τὸ ᾿Ηλύσιον ποιητικῶς ἐπειγομένη ἀφικέσθαι χωρίον; ἀλλ' αἰσχύνομαι μύθῳ προπηλακίζειν τὸ τῶν θριάμβων ἀξίωμα. 2.6.10 ῾Ο δὲ στρατηγὸς τῇ ἐπιούσῃ ἐξέτασιν τοῦ ὁπλιτικοῦ ἐποιεῖτο καὶ δώροις τοὺς τραυματίας ἐφιλοφρονήσατο, καὶ χρύσεος κόσμος ἀργύρεός τε ἀρετῆς ψυχῆς ἀντίδοσις ἦν, καὶ τῷ μέτρῳ τῶν κινδύνων τὴν ἀμοιβὴν ἐταλάντευεν. οἷς μὲν γὰρ ἀξία ἆθλον εὐτολμίας ἐγίνετο, ἄλλῳ Πέρσης ἵππος, καλὸς μὲν ἐς θέαν, ἀγαθὸς δὲ πρὸς πόλεμον, ἄλλῳ κράνος ἀργύρεον καὶ φαρέτρα, ἑτέρῳ ἀσπὶς καὶ θώραξ καὶ δόρατα. καὶ τοσούτων ἐκληρονόμουν Ρωμαῖοι κτημάτων ὁπόσων σωμάτων ὁ πόλεμος. μεσούσης δ' ἡμέρας διέλυσεν ὁ στρατηγὸς τὴν ἔκταξιν εἴς τε τὰς πόλεις καὶ τὰ παρακείμενα φρούρια τὸ τετρωμένον ἐξέπεμπεν, ὅπως ἀκέσοιτο καὶ ἠπίοις τισὶ μαγγανεύμασιν, ἔργοις ᾿Ασκληπιοῦ, τὰς τῶν τραυμάτων ἀκμὰς κατευνάσοιτο. αὐτὸς δὲ τὸ λοιπὸν ἀναλαβὼν τῆς δυνάμεως ἐσβάλλει ἐς τὰ τῶν Μήδων, καὶ ὅσα τῶν Περσικῶν προμηθείας ἐχήρευεν, ἔπασχε κακῶς. καὶ ἀνανταγώνιστος ἦν ἡ Ρωμαίων ὁρμὴ καὶ δυσάντητος τοῖς ἐντυγχάνουσιν. 2.7.1 ῾Ο μὲν οὖν Ρωμαίων στρατηγὸς ἐπὶ τῇ ᾿Αρζανηνῇχώρᾳ οἷά τις λαῖλαψ ἐπιθαλάττιος ἢ ῥαγδαῖος σκηπτὸς ἐξαπιναίως πως ἐπεφοίτησε καὶ τὴν Περσῶν πολιτείαν ἀργαλεώτερον διεχρήσατο. οἱ δὲ τῆς ᾿Αρζανηνῆς οἰκήτορες ὑπὸ τὰ τῆς γῆς διακενώματα κατεδύοντο· ἔχειν γὰρ ἐκείνους ἐς βάθος δίκην τινῶν ἀντρωδῶν οἰκοδομημάτων κατασκευὰς λόγος ἐς ἡμᾶς ἐνεδήμησεν. τοιγαροῦν ἀνὰ ταύτας δὴ τὰς ὑπογείους καταγωγὰς ἡ σωτηρία τέως σφίσιν αὐτοῖς ἀπεθησαυρίζετο. μενοῦνγε καὶ ἄρτους καὶ μάζας ἐν τοῖς κοιλώμασιν ἀπεταμιεύοντο φυλακῆς ἐν καλῷ εἶναι οἱ τῆς ᾿Αρζανηνῆς ταῦτα διανοούμενοι. μετ' οὐ πολὺ δὲ κατάφωροι Ρωμαίοις ἐγίνοντο πρός τι βραχὺ τὴν αἴσθησιν παρακλέψαντες, τῶν ἑαλωκότων τὰ ὑπὸ γῆν ἐξειπόντων μυστήρια καὶ ἐπιδειξαμένων εἰς τὸ ἐναργὲς τὸ ἀπόρρητον. καὶ οὖν ἤχοις ἀπεπειρῶντο Ρωμαῖοι τῶν ὑπὸ γῆν ἐμφωλευόντων, καὶ ἦν αὐτοῖς ἡ διὰ τῶν ἀπηχημάτων ἀπόπειρα ἄγγελος ἀψευδὴς τὰ τῶν λαγόνων τῆς γῆς διηγούμενος ὄργια. καὶ μέντοι ἀνήγοντο οἱ τῆς ᾿Αρζανηνῆς ὥσπερ ἐκ πυθμένων αὐτῶν τῆς συμμύστιδος γῆς ἐπὶ δούλιον ἦμαρ, ἵνα τὴν ἐκείνων τραγῳδίαν τραγικώτερον ἀφηγήσωμαι. 2.7.6 ᾿Αλλ' ὅτε Ρωμαῖοι ἀπεπόνουν ἐρεβοδιφοῦντες τὰ ὑποχθόνια, καὶ τὴν ἐχθίστην τύχην οὐκ ἀπέδρα τὸ βάρβαρον, στρατοπεδεύουσι λοιπὸν ἀμφὶ τὸ φρούριον τὸ Χλομαρῶν. τῇ δ' ἐπιούσῃ ἄνδρες αὐτοματίζουσι δύο ἀδελφοὶ τὸ γένος, ἀδελφοὶ τὴν προαίρεσιν. καὶ τῷ μὲν ἑνὶ ὄνομα Μαρουθᾶς, τῷ δ' ἑτέρῳ ᾿Ιώβιος· ἄμφω δὲ ἤστην ἡγεμόνε τῆς ᾿Αρζανηνῆς. ἐπεὶ δ' ηὐτομόλησαν καὶ τῆς τοῦ στρατηγοῦ μεθ' ἱλαρίας θέας ἠξίωντο, τὰ τῆς εὐνοίας λοιπὸν ἦν αὐτοῖς περισπούδαστα. τοίνυν ἐπεὶ ἐν τοῖς πολλοῖς τῆς πράξεως ὁ λόγος ἐστὶ πρεσβύτερος, εὐγνώμοσι πρῶτόν τισιν ὁμιλήμασι τὸν στρατηγὸν ὥσπερ ὑπέσαινον, καὶ ταῦτα δὴ ἐκεῖνα τὰ τῆς εὐνοίας ῥήματα ἦν· "εἰ βούλοιο, στρατηγέ, Ρωμαίους τὴν ᾿Αρζανηνὴν ἐπικτήσασθαι, χώρους τινὰς ἡμεῖς ὑποδείξομεν οὐχ ἥκιστα ἀσύλους διὰ τὸ ἕρμα τοῦ ἐχυρώματος. δείμασθαι φρούρια ὁ τῆς εὐβουλίας ἐγκελεύεται τρόπος." τοιαῦτα ἦν τὰ πρῶτα τῆς τῶν βαρβάρων πρὸς τὸν στρατηγὸν διαλέξεως. οὐκ ἄπο δὲ καὶ τῆς τοῦ ἡγεμόνος διανοίας τὰ ῥήματα· ἐγλίχετο γὰρ ὁ τὸ Ρωμαϊκὸν ἰθύνων στρατόπεδον τοιούτων δή τινων ἐπιτεύξασθαι χώρων· τέως δὲ διὰ τὴν ἀπορίαν τῇ τῆς γνώσεως ἀναβολῇ τὴν ἐπιβολὴν ἐβιάζετο. ὁπηνίκα γοῦν ὁ στρατηγὸς τῶν τοιούτων ἀκροαμάτων μετείληφεν, ὥσπερ ἑρμαίῳ τινὶ περιτυχὼν μετά τινος προθυμίας συντόνου τὸν ὑποστράτηγον ἀποπέμπει ῾Ηράκλειον, συναποστείλας αὐτῷ καὶ τοὺς ἑρμηνέας τοῦ ἐχυρώματος. 2.8.1 ῾Ο μὲν οὖν ᾤχετο ἀπιών· ὁ δὲ Καρδαριγὰν τοῖς Ρωμαίοις ἐπῄει, στρατεύσας πλήθη οὐ μαχίμων ἀλλ' ἰδιώτας ἄνδρας ἐνυαλίου ἠχήματος, ναὶ δῆτα καὶ ὑποζυγίων καὶ καμήλων πληθὺν συλλεξάμενος ἐς τὸ πρόσω ἐχώρει. καὶ κόμπος τις ἦν ἀληθείας χηρεύων, τῶν μὴ οὕτως ἐχόντων πραγμάτων συσκίασμα, ὥσπερ ἐπὶ σκηνῆς φενάκῃ τινὶ συντεθὲν τερατούργημα. συντυγχάνει τοιγαροῦν τοῖς ἀμφὶ τὸν ῾Ηράκλειον ἐπὶ κατασκοπῇ τῶν χώρων ποιουμένοις τὴν πρόοδον. εἴκοσι δ' ἄνδρες ῾Ηρακλείῳ συνείποντο. οὐκ ἐσιδηροφόρουν δὲ τῇ ἀμαθίᾳ τοῦ μέλλοντος. οὐ κράνος τὴν κεφαλὴν διεφύλαττεν, οὐ θώραξ τὸ περιστέρνιον, σιδήρῳ ἀντίμαχος σίδηρος, ἕρκος σωμάτων συμβαδίζον τῷ περιφρουρουμένῳ καὶ συνεπόμενον. ἐξεθήλυνε γὰρ αὐτοὺς τὸ εὐδόκιμον· οὐ γὰρ νίκη ἐπίσταται ἐπὶ τῆς αὐτῆς στερρότητος διαφυλάττειν τὸν ἀριστεύσαντα. ὁ μὲν οὖν ῾Ηράκλειος ἐπόπτης γενόμενος τοῦ θεάματος τὸ τολμᾶν ὑπεκρίνετο καὶ τὴν <ἐς τὸ> πρόσω φορὰν κατεσχηματίζετο φέρεσθαι. ὅτε δὲ παρεγυμνοῦτο τὸ σόφισμα, τῶν πολεμίων παρεγγιζόντων καὶ μελλόντων σφίσιν αὐτοῖς ἀναμίγνυσθαι, πρόσεισι σὺν τοῖς ἀμφ' αὑτὸν ἐν μετεώρῳ λόφῳ τινί. τοῦ δὲ δυσμενοῦς ὡς αὐτοὺς τὴν ὁρμὴν ἐπιβάλλοντος, πάλιν ἐπ' ἄλλον λόφον μετέβαινον, κἀπ' ἐκείνου αὖθις εἰς ἕτερον, καὶ ταῖς ὑπαλλαγαῖς τῶν μεταφοιτήσεων τὰς τῶν πολεμίων ἐπιβουλὰς διεκρούσαντο. καὶ νύκτωρ ὡς τὸν Φιλιππικὸν πέπομφεν ἄγγελον τὴν βαρβαρικὴν ἐξαγορεύσαντα ἔφοδον. ὁπηνίκα δ' ὁ στρατηγὸς τουτονὶ τὸν ἀπόστολον ἐς τὴν ἑαυτοῦ σκηνὴν ἐσαράμενος τὸ βαρβαρικὸν ἠκηκόει ἐν τῇ ὑστεραίᾳ ἐπιτίθεσθαι μέλλειν, συναγείρει τὸ στράτευμα δεῦρο κἀκεῖσε περισχιζόμενον καὶ τὴν ᾿Αρζανηνὴν λυμαινόμενον, προστάξας περιλαλῆσαι τὸ ἀνακλητικὸν μέλος τὴν σάλπιγγα. ἡ μὲν οὖν κατεκελάδει, οἱ δὲ μετὰ συντόνου σπουδῆς προσωμίλουν τῷ χάρακι. Ζαβέρτας δέ τις ἀνὴρ οὕτω τὴν προσηγορίαν περιαγόμενος (τῆς τοῦ Χλομαρῶν δ' ἄρα οὗτος διαφρουρᾶς τὰς φροντίδας ἀμπείχετο) τοῦ φρουρίου λάθρᾳ ὑπεξελθὼν ἀψοφητὶ οὐραγεῖ τῆς Ρωμαίων δυνάμεως καὶ πρόσεισιν ἠρέμα τε καὶ βάδην, καὶ τοῦ Ρωμαίων ἐκ πλαγίου μαχίμου γενόμενος ἀπέδρα καὶ τοῖς ἀμφὶ τὸν Καρδαριγὰν ἀναμίγνυται. οὐκοῦν ὁ δραπέτης ὁ Πέρσης ποδηγεῖ τὸ ὁμόφυλον καὶ παράγει ἐς τὸ ἀντιμέτωπον τῆς Ρωμαίων πληθύος, χωρίον τι ἀδεὲς ὑποδείξας ἐφόδων κωλύμην διὰ τὸ εἰρηναῖον τοῦ ἐχυρώματος. οἷα γάρ τις μεσίτης αἰδέσιμος χάσμα τι μέγα ἐς μέσον ὑπῆν ἑκατέραν τε διέκρινε δύναμιν. συνηπίστατο γὰρ ὁ βάρβαρος ὡς οὐχ ὑπομενοῦσιν οἱ Πέρσαι ἀμέσως πως καὶ ἀθρόον τὸ νενικηκὸς ἐπιτιθέμενον τῷ νεαρῷ τῶν ἀτυχημάτων πολεμίαν ὄψιν φέρειν οὐκ ἔχοντες. διά τοι τοῦτο ὁ Ζαβέρτας ἐς τὸ ἀντιπρόσωπον ἀνὰ τὸ χεῖλος τοῦ φάραγγος τὸ Περσικὸν ἐφηπλώσατο. καὶ ἦν ἡ φάραγξ μεταίχμιον ὡσπερεὶ τάφρος αὐτόματος, φύλαξ τις ἀγαθὸς ὁποτέραν πιστευόμενος δύναμιν, ἔνθα δὴ οἱ Ρωμαῖοί τε καὶ 2.8.10 τὸ βάρβαρον οὐκ ὀλίγον διετέλεσαν χρόνον. τὸ δὲ Ρωμαϊκὸν τῆς τάφρου ἐξάλλεσθαι κατωρέγετο συμπλοκῆς ἐφιέμενον. τοῦ δὲ Περσικοῦ τὴν ἐπιφορὰν ἀποκλίνοντος διὰ τὸν παραβραβεύοντα φάραγγα, τέως ἀνακωχὴν ὁ φόνος ἐλάμβανεν. μετὰ τοῦτο γίνονται Πέρσαι ἐπὶ τὰ νῶτα τοῦ Ρωμαϊκοῦ τὴν θέαν νυκτὶ παρακλέψαντες· περινοστοῦσι γὰρ λαθραίως περικυκλώσαντες τὴν φάραγγα καὶ περιφορᾷ τῆς βαδίσεως κατόπιν Ρωμαίων ἐγίνοντο, κἀντεῦθεν ἄδειαν ἴσχουσι Πέρσαι ἀνὰ τὰς ὑπερωρείας τοῦ ὄρους στρατοπεδεύεσθαι, ἵνα ἵδρυται τὸ Χλομαρῶν. τοιγαροῦν Ρωμαίους συνέβαινε τῶν ἐκεῖσε ἀπάραντας ὑπὸ τοὺς πρόποδας τοῦ ὄρους διορύττειν τὴν τάφρον. ἐς τοσοῦτον ἀγχίθυροί τε καὶ γείτονες ἀλλήλων αἱ δυνάμεις ἐγένοντο, ὡς καὶ τὴν ἀλλήλων συνιέναι φωνὴν καὶ τοῦ χρεμετίσματος τῶν ἵππων ἐς τὸ τρανὲς ὑπαισθάνεσθαι. διά τοι τοῦτο τῆς τοῦ Χλομαρῶν πολιορκίας Ρωμαῖοι ἀπέχονται· οὐ γὰρ οἷόν τε ἦν τὸ φρούριον αὐτοῖς τὸ λοιπὸν παραστήσεσθαι. 2.9.1 Τῇ δ' ἐπιούσῃ ἀμφὶ πρώτην τῆς νυκτὸς φυλακήν, ὑπὸ τὸν βαρύτατον ὕπνον, δέος τι ἀνήκεστον τὸν στρατηγὸν διετάραξε καὶ πρὸς ἀπόδρασιν παράλογον τοῦτον ἐξέμηνεν. οὐκοῦν ὡς εἶχε δέους, ἐπεὶ τοῦ δείματος οὐχ οἷός τε ἦν φέρειν τὴν ἔφοδον, ᾤχετο ἀπιών, μηδενὶ τῆς ἀναχωρήσεως μεταδοὺς τῆς ἑπομένης πληθύος αὐτῷ· ἐς τοσοῦτον ἐληλάκει δυνάμεως ἡ κατάπληξις, καίτοι τοῦ Μηδικοῦ οὐκ ἀντίρροπον ἔχοντος Ρωμαίοις τὸ δύνασθαι, καὶ μέντοι καὶ τοῦ λιμοῦ ἐς τὸ ἰσχυρὸν τὸ βάρβαρον παραθλίβοντος. ἐπιβαίνει γοῦν τοῦ ᾿Αφούμων ὁ στρατηγὸς τὸ τηνικαῦτα καιροῦ ὑπὸ Ρωμαίους ὑπάρχοντος. οὐκοῦν δείματα καὶ φόβοι θόρυβοί τε καὶ ἀπορίαι τῷ Ρωμαϊκῷ περιπίπτουσιν. καὶ τὸ κακὸν ἀπαρηγόρητον ἦν· ἀσελήνῳ γὰρ νυκτὶ ἐμηκύνετο. οἱ μὲν οὖν διέφευγον καὶ διήνυον τῶν ἀτραπῶν τὰ δυσέξοδα καὶ μετὰ κινδύνων τὰς ἀποφοιτήσεις ἐπεποίηντο, καὶ ὁ λόγος τῆς ἀποδράσεως ἦν ἀνεξέταστος· οἱ δὲ βάρβαροι διηπόρουν τί ἂν παλαμῶνται Ρωμαῖοι, καὶ δυσέφικτος ἦν ἡ κατάληψις. 2.9.6 συρρέουσι τοίνυν τὰ πλήθη τῷ μεσίτῃ τῷ φάραγγι καὶ ἐξαισίοις κακοῖς περιβάλλονται, ἐν σκοτομήνῃ τῶν ὑποζυγίων ἐν τῇ τάφρῳ ὥσπερ διολλυμένων τοῖς ὀλισθήμασιν. τῶν δὲ Ρωμαίων συστρεφομένων τε καὶ ἀνελιττομένων, ὠθούντων τε καὶ ὠθουμένων ταῖς περιτροπαῖς, λύσιν οὐκ ἦν ἐκείνους εὑρεῖν τοῦ συνέχοντος· τοιοῦτό τι κακὸν ἀμαθία στρατηγοῦ ἀπεκύησεν. καὶ ναὶ μὰ τόν, εἴγε τοῦ Περσικοῦ δέκα δῆτα παιδάρια, τούτων δῆτα τῶν περιαγομένων τὴν ἀποσκευὴν ἀπὸ τοῦ χάρακος καὶ διυπηρετουμένων τῷ βαρβάρῳ, κατεκελάδησαν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὡς ἅτε δὴ τῆς πληθύος τῶν Περσῶν συνεπομένης αὐτοῖς καὶ ὅσον οὔπω μεταληψομένης τοῦ φόνου, τὸ Ρωμαϊκὸν ἅπαν καταδιόλωλε σύνταγμα, ὡς κινδυνεύειν, οἶμαι, καὶ ἄγγελον τῆς συμφορᾶς ἀποσώζεσθαι. τοσοῦτον αὐτοῖς κακὸν αἱ τῆς ἀβουλίας λαγόνες ὠδίνησαν. 2.. καὶ οὖν ὑπὸ τὰ ἑωθινὰ καταυγάσματα περισχιζομένου τοῦ σκότους, μόλις τὸ Ρωμαϊκὸν διεξωδεύετο στράτευμα καὶ ἐς τὸ ᾿Αφούμων μεταβιβάζεται. ἐντεῦθεν βλασφημοῦσι τὸν στρατηγὸν αἱ δυνάμεις καὶ εἰς ὑπήκοον ἐκωμῴδουν αὐτόν. 2.9.10 τὸ δὲ Περσικὸν σχολαίως καὶ ἠρέμα παρείπετο. οὐκ ἐθάρρει γὰρ ἐς τὸ φανερὸν χεῖρας ἐμμίξαι· οὐ γὰρ κατάφωρον αὐτῷ ἐγεγόνει ἐκδειματούμενον τὸ πολέμιον. οὐραγοῦσι τοίνυν, καὶ τὰ κατόπιν τῆς Ρωμαίων δυνάμεως τόξοις ἐβάλλετο, ἐπετοξάζοντό τε οἱ Μῆδοι ὥσπερ ἐπὶ σκοπῷ· τηλικαύτη τις ἦν Λατίνων ἡ μετὰ τῆς ἀκοσμίας ἀπόδρασις. τοιγαροῦν βάλλεται καὶ μία τῶν κλινοφόρων ἡμιόνων τοῦ στρατηγοῦ βέλει βαρβαρικῷ, καὶ τάραχος ἐς τὸ παρευθὺ ἐπανίσταται· παρεμορφοῦτο γὰρ ἡ φήμη ὡς οἷα καὶ τῆς ἀποσκευῆς τοῦ στρατηγοῦ ἁλούσης ὑπὸ τῆς πολεμίας χειρός. μετὰ τοῦτο τὰ βέλη τηνάλλως ἀφίπταντο καὶ μέγιστα Ρωμαίοις διεπόρθμευον τραύματα. ὅμως οὐ συνεπέθετο ἄγαν τῇ ἀποδράσει τὸ βάρβαρον, τοῦτο μὲν καὶ δεδιότες, τοῦτο δὲ καὶ διανοούμενοι μηχανᾶσθαί τι Ρωμαίους καὶ προκαλύμματι ἀποδράσεως περιπέττειν, ὅ τι ἂν εἴη αὐτοῖς τὸ πανούργημα. ἐπεὶ δὲ μεσοῦντος ἡλίου ἅπαντες ὡς τὸν στρατηγὸν ἐνηθροίσθησαν, ὕβρεις καὶ ἀποσκώμματα ὡς τὸν Θεόδωρον ὑπὸ τῶν στρατευμάτων συνέρρει. τῷ ὄντι γὰρ οὑτοσὶ τῆς ἐπισκοπῆς τὰς φρουρὰς ἐγκεχείριστο· ὁ δὲ ἐκδοὺς ἑαυτὸν τῇ ῥαστώνῃ κατεραθύμησε τοῦ πόνου, καὶ τὸ κακὸν ἐντεῦθεν χώραν ἐλάμβανεν. ἥλω δ' ὑπὸ τοῦ Περσικοῦ καὶ τὰ τῆς ἀποσκευῆς τῶν Ρωμαίων, καὶ περιτυγχάνουσι Πέρσαι μεγίστῳ τινὶ ἀγαθῷ· ὁ λιμὸς γὰρ ἐξέωστο, οἷά τις τύραννος ἀπαραίτητος χαλεπῶς σφίσιν αὐτοῖς ἐπικείμενος. 2.9.16 ὁ δὲ στρατηγὸς τὸν Νύμφιον ποταμὸν διενήξατο μετὰ μεγίστων κινδύνων διανύσας τὴν ἐπανάζευξιν, καὶ οὕτω λίαν αἰσχρῶς τῆς Περσικῆς ἀπηλλάττετο. τῇ δ' ὑστεραίᾳ τῇ ᾿Αμίδῃ προσομιλήσας πολλὴν ἀποβάλλεται δύναμιν, τοῦ Περσικοῦ τὰ νῶτα τῆς Ρωμαίων δυνάμεως περικείροντος. ἀποκαραδοκήσας δ' ὁ Περσῶν στρατηγὸς ... ὑπὸ τὸ ὄρος τὸ ᾿Ιζαλὰ φρούρια ἀνεστήσατο, ναὶ μὴν καὶ τὰ γεγηρακότα ἀνέρρωσε παρειμένα τε καὶ διερρυηκότα τῷ χρόνῳ καὶ τῷ πολέμῳ, ὧν τὸ μὲν προσαγορεύεται Φαθαχών, τὸ δ' ἕτερον ᾿Αλαλεισός, περιέβαλέ τε φρουροὺς ἐν αὐτοῖς τὸ ᾿Ιζαλὰ ὄρος ἐντεῦθεν παρακατέχειν διεγχειρῶν· μετεδίδου τε τῷ ῾Ηρακλείῳ τὸ στράτευμα, αὐτὸς δ' ὑπὸ τῆς λύπης κατακλυζόμενος ἀπόμαχος ἦν. 2.10.1 ῾Ο δ' ῾Ηράκλειος τὸ ὁπλιτικὸν διατάξας κατὰ τὰ παρύπτια τοῦ ᾿Ιζαλὰ στρατοπεδεύεται, μενοῦνγε καὶ τοῦ ποταμοῦ τὰς ὄχθας τοῦ Τίγριδος, ὃς ἀπὸ τῶν ἀρκτῴων τῆς Περσικῆς τῆς βαδίσεως ἀπαρχόμενος τὴν Ρωμαίων γῆν διαχορεύει καὶ περιπτύσσεται ἀνακολποῦταί τε καὶ περιάγεται καὶ οἷα διπλόην τινὰ τῷ ἰλίγγῳ τῆς περιτροπῆς ἀπεργάζεται, περιβάλλεται δὲ καί τι τοῦ ὄρους τοῦ ᾿Ιζαλὰ καὶ τὸ ἐπιλεγόμενον Θαμανῶν διανοστῶν ἀγκαλίζεται, εἶτα διεξοδεύεται ἁπαλῷ τῷ ῥείθρῳ διὰ τοῦ Μελαβασῶν ὄρους καὶ ἐς τὴν μεσημβρίαν διαφοιτῶν κατευνάζεται. τὸ δὲ Μελαβασῶν ὄρος ἔφυ τῆς Μηδικῆς· μετὰ τοῦτο τὰ Καρδούχια ὄρη ἴδοις προκύπτοντα, ὡς γεωγράφοι κηρύττουσιν ἀξιοπιστίαν ἡμῖν προβαλλόμενοι τὴν κατάληψιν. τοιγαροῦν ἀπολιπὼν τὸ Θαμανῶν ῾Ηράκλειος εἰς τὰ μεσημβρινὰ τῆς Μηδικῆς προσεχώρησε καὶ ἅπασαν ἐκείνην τὴν γῆν περιτέμνεται, διαπορθμεύεται δὲ καὶ τὸν Τίγριν καὶ ἐς τὸ πρόσω παρελαύνει τὸ στράτευμα, καὶ ἐνεπίμπρα τῆς Μηδικῆς ἐκείνης χώρας ὅσα ἐπίσημα· εἶτα ἐπανῆκεν ἀνὰ τὴν Ρωμαϊκὴν πολιτείαν καὶ τὴν Θεοδοσίου περιπτύσσεται πόλιν καὶ ἀναμίγνυται αὖθις τοῖς ἀμφὶ τὸν Φιλιππικόν. τούτων δῆτα τελεσιουργηθέντων παρὰ τὴν δόκησιν, ὁ στρατηγὸς τὴν τάφρον διέλυσεν. χειμῶνος γὰρ ἤδη που ἐνεδήμει καιρός, καὶ ἡ ἐγκύκλιος τῶν χρημάτων ἐπίδοσις τῷ Ρωμαϊκῷ ἐχεῖτο συντάγματι. ἐπεὶ δ' ἐαρέτιδες ὧραι τὴν περιχθόνιον πόαν ἐξέφυσαν, ἐδίδου ὁ στρατηγὸς τὰς μὲν δύο μοίρας τῆς Ρωμαϊκῆς πάσης δυνάμεως ῾Ηρακλείῳ τῷ ῾Ηρακλείου πατρὶ τοῦ αὐτοκράτορος, τὸν δ' ἅτερον ἀποδασμὸν Θεοδώρῳ τῷ Τουραβδηνῷ καὶ ᾿Ανδρέᾳ· (ἑρμηνεὺς δ' ἄρα οὑτοσὶ τοῦ Σαρακηνικοῦ φύλου τοῦ ἐπικουροῦντος Ρωμαίοις), προσέταττε δ' ἀπεκδρομῇ καὶ ἐφόδοις προσχρήσασθαι καὶ κατᾶραι αὖθις τῆς Περσῶν πολιτείας. ὑπενόσει γὰρ ὁ στρατηγὸς καὶ πολεμικῆς ἀγωνίας ἐφάπτεσθαι οὐχ οἷός τε ἦν. 2.10.8 Τούτῳ δῆτα τῷ ἐνιαυτῷ Κομεντίολος ἐπὶ τὴν ᾿Αγχίαλον ἧκε συναγείρει τε τὸ στράτευμα τούς τε ἀλκιμωτάτους τοῦ πλήθους διευκρινήσας τῆς ἀχρήστου δυνάμεως διεχώριζεν. τρεῖς δὲ τάξεις συντέταχε καὶ τρίχα ἀνὰ τοὺς βαρβάρους διέσπειρεν· καὶ τοῦ μὲν δεξιοῦ λόχου ταξιαρχεῖν Μαρτίνῳ παρεκελεύετο, Κάστον δὲ λοχαγὸν τοῦ ἑτέρου κέρατος προεστήσατο· τὸ δὲ μεσαίτατον τῆς δυνάμεως ὁ στρατηγὸς ἀνελάμβανεν. ἡ δὲ πληθὺς τῆς μαχίμου δυνάμεως ἓξ χιλιάδες ὑπῆσαν· αἱ γὰρ τέτταρες διὰ κακίαν ψυχῆς ἦσαν ἀπόμαχοι, ἃς καὶ προσέταττεν ὁ στρατηγὸς μετά γε τῆς ἀποσκευῆς διὰ 2.10.10 φυλακῆς ἔχειν τὸν λεγόμενον χάρακα. ὁ μὲν οὖν Κάστος τὸ ἑαυτοῦ ἀράμενος σύνταγμα τὰ τῆς χώρας περιενόστει λαιά, ἧκε δὲ ἐπὶ Ζαλδαπὰ ἐπί τε Αἷμον τὸ ὄρος. ἀτὰρ ἀδοκήτως τοῖς βαρβάροις ἑωθινὸς κατεσπίλασεν ἀφράκτους τε εὑρόμενος ἐνευδοκίμει τῷ δόρατι περίδοξόν τε ἀπεφέρετο τρόπαιον· τοῦ γὰρ πλήθους τῶν βαρβάρων ἀποδασμὸν διέφθειρε μέγιστον. καὶ οὖν λαφύροις πολλοῖς τὴν ἀριστείαν ἀνεκαλλώπιζεν ἀποίσειν τε ὑπασπιστῇ ἐδίδου τινί. ὡς εἴθε μὴ ὤφελεν· τοῦτον γὰρ ἀφαιροῦνται τὴν προνομὴν ἐναθροισθέντες τῇ ὑστεραίᾳ οἱ βάρβαροι. Μαρτῖνος δ' ἐς τὰ περὶ Τόμεα τὴν πόλιν γενόμενος ἐνθαδὶ τὸν Χαγάνον τό τε ᾿Αβαρικὸν αὐλιζόμενον ἐπεσκόπευεν. ἐλλοχῶσι γοῦν οἱ Ρωμαῖοι καὶ ἀθρόον καρτερῶς ἐπιτίθενται. καὶ ὕφαλός τις ἐνῆν τοῖς βαρβάροις ὁ θάνατος, ᾗ τις ἄμπωτις ἐξαπιναίως καταρροφοῦσά πως τὸ πολέμιον. ὁ δὲ Χαγάνος παράδοξόν τι ἕρμαιον τὴν σωτηρίαν ηὐτύχησε καὶ φυγῇ συνέριθος ἦν· ἐλάνθανε γὰρ νῆσος ἐν τῇ λίμνῃ τὸν βάρβαρον διασώζουσα. ἦ γὰρ ἂν ἥλω καὶ περίδοξον ἐγεγόνει Ρωμαίοις ζωάγριον. μέγιστος γὰρ οὑτοσὶ καὶ ὀνομαστότατος τοῖς βαρβάροις ἐνέσκηψε κίνδυνος. ἦν δ' ἄρα τἀληθὲς καὶ παρὰ τῶν αὐτομολησάντων ᾿Αβάρων πέμπτῃ ἡμέρᾳ νοσφίσασθαι. καὶ δῆτα ἀνέζευξεν ἐξ ἑωθινοῦ ὁ Μαρτῖνος, ἔνθα τῷ στρατηγῷ τῇ προτεραίᾳ διώριστο, ὡμορρόθει δὲ καὶ Κάστος ἐς ταὐτὸν Μαρτίνῳ γενόμενος. πλείστης τε δυνάμεως ἐδίδοσάν τε καὶ ἀντελάμβανον τῇ συντυχίᾳ παρ' ἑαυτῶν τὰ συντάγματα ἀσυλίαν ἐχυρωτάτην εἰληχότες διὰ τὴν σύμμιξιν. 2.11.1 Κομεντίολος δὲ τὴν ὁμολογίαν ἀποπεμψάμενος τάς τε πρὸ τῆς προτεραίας συνθήκας οὐδέν τι διεπράξατο ἐς ἐντρέχειαν βλέπον, οὔτε ὡς τὸν Κάστον καὶ Μαρτῖνον ἀπῴχετο διὰ τὸ πλῆθος βαρβάρων ἐς νῶτα διασύρεσθαι καὶ ἐν τροπαίῳ συμπλέκεσθαι. λόγος δὲ καταιτιᾶται καὶ Ρουστίκιον συντάγματός τινος ἡγεμονεύοντα τῷ στρατηγῷ ὑποτίθεσθαι ὀλιγώρως ἔχειν περὶ τὴν ἄφιξιν καὶ παραμελεῖν τῆς ἐς Μαρτῖνον καὶ Κάστον ἀντανόδου διά τε τὸ τῆς τύχης ἀσαφὲς καὶ δυσέφικτον, τήν τε βασιλέως γνώμην μὴ οὕτως ἔχειν, καὶ τηλικούτοις μὴ ἐγχειρεῖν κινδύνοις ἐπείγουσαν. καὶ δῆτα ἐξεδίδου ὁ στρατηγὸς Ρουστικίῳ τὰ ὦτα, καὶ τὸ σπουδαζόμενον τῇ ῥαθυμίᾳ ἐγίνετο. Μαρτῖνος δὲ καὶ Κάστος ἐς Μαρκιανοῦ πόλιν τὸν στρατηγὸν ἥκειν πυθόμενοι παρ' αὐτὸν ἐπανῄεσαν. ἡλίου δ' ὑπαρχομένου τῆς κυκλικῆς τῆς φωσφόρου δινήσεως, πανστρατιᾷ Κομεντίολος ἐπὶ τὸν ἴδιον ἐχώρησε χάρακα, ἔνθα καὶ τοὺς ἀπολέκτους τοῦ Ρωμαϊκοῦ καταλελοίπει στρατεύματος. μετ' ἐκεῖνο δῆτα ἐπὶ τοὺς στενωποὺς τοῦ Αἵμου στρατοπεδεύεται, ἐπί τε τοὺς γηλόφους καὶ τοὺς ἐφ' ὕψους αὐλῶνας ἀνάγων. Σαβουλέντε δὲ Κανάλιον ὁ τόπος ὠνόμασται ἐπιχωρίῳ προσηγορίᾳ τινί. ἀλλὰ φέρε τοῦτον ὑπογράψωμεν τῷ λόγῳ καὶ φραστικῇ τινι δυνάμει διαμορφοῦν ἐγχειρήσωμεν. 2.11.5 χῶρος δ' οὗτος πάγκαλος καὶ μετέωρος, ἀνὰ τὸ τοῦ ὄρους μεσαίτατον ὕπτιος τὴν θέσιν, πεδίον καθειμένον, ἀνθοφόροις προσαυλαῖς ἅπαν κατάκομον. λειμῶνες δὲ τούτῳ χλοάζοντες ὀφθαλμῶν ἑορτὴ καὶ ἑστίασις. διατριβαὶ δὲ αὐτῷ κατάσκιοι, τῷ λασίῳ τῆς ὕλης τὸν ἐπιβάτην ἐγκρύπτουσαι καὶ πολλὴν ἀλέαν μεσημβρίας ὥρᾳ τοῖς ἐντυγχάνουσιν ἀποτίκτουσαι, ὁπότε ταῖς ἡλιακαῖς ἀκτῖσι καὶ τὰ τῆς γῆς ἐνδόμυχα κατῃθάλωται. καὶ ἔστιν ὁρᾶν μὲν ἡδύ, εἰπεῖν δ' οὐ ῥᾴδιον. περιρρεῖ δὲ τὸν τόπον ὑδάτων ἀφθονία, μήτε τὸν πίνοντα παραλυποῦσα ταῖς ὑπερβολαῖς τῆς ψυχρότητος, μήτε τὸν ψυχάζοντα ἀποκναίουσα διὰ τὸ τῆς ὁμιλίας ὡς ἔπος εἰπεῖν μαλθακώτερον. ξεναγωγοῦσί τε ὄρνιθες τοὺς θεατὰς τοῖς μέλεσι μουσικώτερον ἐν τοῖς νεοβλάστοις τῶν δένδρων ὀχούμενοι, ᾄδουσί τε αὐτοῖς νηπενθές τε ἄχολόν τε, κακῶν ἐπίληθον ἁπάντων, καὶ πολλὴν τὴν ἀλυπίαν τοῖς ὁδίταις ταῖς ᾠδαῖς παραπέμπουσιν. ὁ δὲ κιττὸς καὶ ἡ μυρρίνη καὶ ἡ σμῖλαξ μετὰ τῶν ἄλλων ἁπάντων ἀνθῶν καλλίστῃ τινὶ συμφωνίᾳ τρυφὴν ἄϋλόν τινα ταῖς ὀσμαῖς τελεσφοροῦσι κομιδῇ ἀφθονώτατα, καὶ καταπλουτοῦσι ταῖς εὐωδίαις τὸν ἐνδημήσαντα ὥσπερ τινὶ φιλοξενίας ἀρίστῳ θεσμῷ παρασκευὴν θυμηδίας τινὰ τοῖς φοιτηταῖς προφερόμενοι. ἔνθα δὴ τῇ προτεραίᾳ, ἅμα τῇ ὑστεραίᾳ τὸ στρατόπεδον προσέταττεν ὁ στρατηγὸς ἐναυλίζεσθαι. περὶ τὴν ξυλίνην δὲ γέφυραν τοῦ γείτονος ποταμοῦ ἀνιχνεύειν τὸ ᾿Αβαρικὸν ἐξ ἑωθινοῦ λοχίτῃ γε ὄντι Μαρτίνῳ ὁ στρατηγὸς ἐγκελεύεται ἐπισκοπεῖν τε, εἴγε διεπεραιώθη τὸν ῥοῦν τὸ πολέμιον, Κάστον δὲ κατὰ τὴν λιθίνην διάβασιν ἀνερευνᾶσθαι τὰ τῶν πολεμίων κινήματα, πῶς τε ἔχουσι γνώμης, καὶ πρὸς τὸ ἀντιπέρας 2.11.10 εἴγε στρατοπεδεύοιντο. ἀλλ' ἐπεὶ Μαρτῖνος ἐτεθέατο διαπεραιοῦσθαι τὸν ῥοῦν ὅσον οὔπω τὸ πολέμιον μέλλον, παλίνορσος οἷα ἐπανῆκε καὶ συνέρρει τοῖς ἀμφὶ τὸν Κομεντίολον στρατεύμασιν. ὁ δὲ Κάστος ὑπεσβαίνων τόν τε ποταμὸν διεπεραιώσατο καὶ εἰς τὸ πέραν ἀφικόμενος συγγίνεται τοῖς προθέουσι τῶν ἀντιπάλων καὶ ῥωμαλεώτερον ἅπαντας τῷ ἀκινάκῃ διώλεσεν. δράσας δὲ τὰ τοιαῦτα οὐχ οἷός τε ἦν τὴν παροῦσαν εὐπραγίαν διαφυλάξασθαι σκαιοῦ τινος δαίμονος ὑποθήκαις. οὐκ ἀνέζευξε γὰρ ἐπὶ τὸν Κομεντίολον, ἀλλ' ἐπὶ τὴν ξυλίνην ἀποιχόμενος γέφυραν συμπαρομαρτεῖν ἐπειρᾶτο Μαρτίνῳ. ἐπεὶ δὲ διητύχησε τοῦ βουλήματος, ἡλίου δυομένου ἐπαννύχιζε κατὰ τὸν χῶρον. τῇ δ' ἐπιούσῃ διενυκτέρευε τὸ πολέμιον καὶ διὰ τῆς ξυλίνης γεφύρας εἰς τὸ πέραν διεπορθμεύετο· οὐ γὰρ οἷόν τε ἦν ἄλλως διαπεραιοῦσθαι τὸ ῥεῖθρον. ἀγχιβαθὴς γὰρ ὁ ποταμὸς ἐπεφύκει πελαγίζων τε τῷ ῥοθίῳ τοὺς ἐπιβαίνοντας τῆς πορείας ἀπεῖργεν. συννεύοντος δὲ καὶ Κάστου ὡς τὰ οἴκοι καὶ ἀνταναγομένου ἐπὶ τὸ στρατόπεδον, ἀντιμέτωπον τὸ δυσμενὲς συνεκύρησε πλῆθος, καὶ δυσάντητον ἦν τὸ κακὸν καὶ σοφίσματος ἄμοιρον. 2.12.1 ἀτὰρ ἱδρὼς περιέρρει τῷ Κάστῳ, ἀπορίᾳ δὲ τὴν ψυχὴν κατεβάλλετο, ὠρρώδει τε καὶ ἐδεδίει, καὶ ἐς μέγα κακοῦ τὰ τῆς συμφορᾶς εἶχε τὴν πρόοδον. περισχίζεται δὲ παραυτίκα τὸ σύνταγμα, καὶ ἄλλος ἄλλῃ, ὡς εἶχε δειλίας, ἐτράπετο, καὶ οἷα πτῶκές τινες ἢ νεβροὶ κυνηγέτου ἐπιβουλὰς παρωθούμενοι πρὸς τὰ τέμπη παρεκρύπτοντο, ἐγκεκορδυλημένοι τοῖς ἄλσεσιν. ἁλόντες δέ τινες τοῦ Ρωμαϊκοῦ ὑπὸ τῶν ᾿Αβάρων ἀνήκεστά τε ᾐκίζοντο καὶ ἄλλας ἄλλοτε στρεβλώσεων ἐπινοίας ὑπέμενον. ἠπειλεῖτο δ' αὐτοῖς καὶ τρόπος θανάτου πικρότατος, εἰ μὴ τὸν Κάστον ὅπῃ καὶ τύχοι τραπέντα παραδηλώσωσιν. τοιγαροῦν καθομολογοῦνται δακτυλοδεικτοῦσί τε τὸν Κάστον οἷά πως ἐπιφυλλίδα τινὰ ἐν μέσῳ τῆς ὕλης ἀποκρυπτόμενον. καὶ οὖν ἐζωγρεῖτο ὁ ταξιάρχης καὶ λιπαρόν τι κύρμα τοῖς πολεμίοις ἐγίνετο. ἀλλὰ καὶ πλείστη ἀπόμοιρα τοῦ στρατεύματος ἅμα τῷ Κάστῳ ὑπὸ τῶν δυσμενῶν συνεσφίγγετο. 2.12.5 ῾Ο δὲ πόλεμος ἐπίδοσιν μᾶλλον ἐλάμβανε καὶ πρὸς τὸ λαβρότερον ἐξεκαίετο. ὁ γὰρ Χαγάνος ὥσπερ ἀπό τινος ἀφετηρίας κακῶν ἐπαφίησι στρατιὰν πολλήν, ὅπως τὴν Θρᾴκην διατέμηται πᾶσαν. ἐνάλλεται τοίνυν ἐπὶ προνομὴν τὸ πολέμιον διὰ τῶν τῆς Μεσημβρίας ὁρίων, καὶ δῆτα τοὺς φύλακας (πεντακόσιοι δ' οὗτοι, περιφρουροῦντες τὰ ἐχυρώματα) ἡρωϊκώτερον παραταξαμένους ἀνεῖλον. ᾿Ανσιμοὺθ δέ τις ταξίαρχος (πεζικοῦ δὲ οὗτος στρατεύματος ἡγεμόνευε περὶ τὴν Θρᾴκην ἐνδιατρίβοντος), ὁπηνίκα ᾔσθετο τὸ ᾿Αβαρικὸν ἐπιφοιτῆσαν, ἠθροίκει τὴν στρατιὰν καὶ πρὸς τὰ Μακρὰ τείχη διέσωζεν. αὐτὸς δ' ἐπὶ τὸ οὔραιον τῆς δυνάμεως ἐτύγχανεν ὢν συνώθει τε πρὸς τὸ εἴσω τὸ στράτευμα. τοῦτό τοι καὶ ζῶντα τοῖς βαρβάροις ἀπέδοτο. ἥλω γὰρ καὶ πρόχειρον θήραμα τοῖς προθέουσι τῶν πολεμίων ἐγίνετο· οὐ γὰρ τὰ νῶτα διὰ φυλακῆς εἶχεν ὁ δείλαιος. μετ' ὀλίγον δ' ὁ Χαγάνος καὶ τὴν λοιπὴν τοῦ πλήθους ἀπόμοιραν τῇ Θρᾴκῃ προσέχεε διὰ πλείστων τε τόπων τὴν εἴσβασιν ἐπεποίητο, σκαιόθεν δ' οἱ ἀμφὶ τὸν Κομεντίολον ἐστρατοπεδεύοντο. διά τοι τοῦτο ἀποκρύπτονται οἱ Ρωμαῖοι πρὸς ταῖς ὕλαις τοῦ Αἵμου, τό τε πολέμιον παρῄει εἰς πλείστας ἀνὰ τὴν Θρᾴκην 2.12.10 διασπείρεσθαι μοίρας. τρίτῃ δ' ἡμέρᾳ ὁ Κομεντίολος τοὺς λοχαγοὺς καὶ χιλιάρχους τούς τε ἐπιεικεστάτους τοῦ συντάγματος ἐπὶ τὸ ἑαυτοῦ συνήλιζε σκηνοπήγιον καὶ συνεκοινοῦτο ὅ τι καὶ μέλλοι ἂν δράσειν. τῇ δ' ὑστεραίᾳ τούς τε ἱππεῖς καὶ τὸ πεζικὸν συναθροίσας ἐκκλησίαν τε ἀγείρας παρενεγύα τῷ συλλόγῳ μὴ τὰ νῶτα τοῖς βαρβάροις παρέχεσθαι δεύτερά τε πάντα τῆς ἀρετῆς διατίθεσθαι. 2.13.1 τονθορύζων δέ τις τῶν χιλιάρχων ἐς μέσον ἔστη ἀπερικαλύπτως τε τοῦ στρατηγοῦ τὰς ὑποθήκας διέχεεν, εἰς τοὐπίσω δ' ἀναρρεῖν ἔφασκε συνοίσειν αὐτῇ τε τῇ στρατιᾷ καὶ τῷ στρατηγῷ, τοῖσδε τοῖς λόγοις χρησάμενος. "῎Ανδρες τεχνῖται τὸν πόλεμον, τολμηταὶ τὰς ψυχάς, ἀλλ' ὅτε καιρὸς συμμαχεῖ καὶ τύχη τίς ἐστι τοῖς ἡμετέροις ἐπίρροπος. ἄνδρες, παρ' οἷς κοινὸς μὲν ὁ κίνδυνος, ἡ δὲ σωτηρία ἁπάντων ἀμέριστος. ὁπόσον ἡ δειλία κακίζεται, ἐπὶ τοσοῦτον ἔχει ψόγον τὸ θράσος ἀντίθετον. ὄκνος δὲ φρονήσεως ὅρος ἀκρότατος, ὅταν οὐκ αἰσχύνην τὴν εὐβουλίαν, ἀλλ' εὐσχημοσύνην τὴν σωφροσύνην ποιήσηται. ἀλλὰ πρίν τι τῶν ἐμῶν ῥημάτων ἐκ τῆς ἑαυτῶν μητρὸς τῆς καρδίας προκύψαν καὶ τοῖς ὠσὶ τοῖς ὑμετέροις μαιεύσησθε, τοῦ στρατηγοῦ τὴν ἀξιοπιστίαν μικρὸν ἀποπέμψασθε, μή πως τῶν βουλευτῶν τὴν ἀκοὴν διαβύσητε, καὶ προφθάσῃ ὥσπερ θύρᾳ τινὶ κεκλεισμένῃ τῇ ἐγκοπῇ τὸν φθεγγόμενον, καὶ τοὺς ἡμετέρους πρὶν εἰσοικίσησθε ἀποβάλησθε λόγους. ἀξιοπιστία γὰρ αὐτοδυνατόν τι χρῆμα, καὶ τὴν ἰσχὺν οὐκ ἐπίκτητον ἔχει, ἀλλ' οἷα πηδάλιον τὸ βούλημα κέκτηται, ὅποι καὶ θέλει τοὺς ἀκούοντας οἰακίζουσα. ἀντιτείνειν, ἄνδρες, ὁ στρατηγὸς τῷ πολεμίῳ παρεγγυᾷ, καὶ ἀντιπρώρους πλεῖν τοὺς ὀλίγους τοῖς πλείοσιν ἐγκελεύεται, καὶ ταῦτα καὶ Κάστου διολωλότος. ὑμεῖς δέ μοι καὶ μάρτυρες, ὡς μὴ πάντες ἀγαθοὶ παρατάττεσθαι, εἰ μή γε λυπῶ μικρόν τι διαγυμνώσας ὑμῖν τὴν ἀλήθειαν. παρ' ἐμοὶ γὰρ ἐπίπλαστος ἔπαινος ἀληθοῦς ἀτιμότερος ψόγου, ἐπεὶ μηδὲ δουλεύει τοῖς ἐγκωμίοις τὰ πράγματα. ἢ οὐχὶ τὸν χάρακα ὁ στρατηγὸς ἔναγχος τοῖς ἀπομάχοις περιφρουρεῖν διετάξατο; ἄνδρες δ' οὗτοι τετρακισχίλιοι, ὡς μικροῦ δεῖν τὸ λεῖπον τοῖς συμπλεκομένοις ἰσάζεσθαι καὶ τοῖς ἀγωνισταῖς τὸ ἀπόμαχον, τό τε ὑγιὲς ἐφάμιλλον εἶναι τῷ σκάζοντι. σιωπήσομαι δὲ καὶ ὅσην τῆς ψυχῆς εὐρωστίαν διώλεσε τὰ πρὸ μικροῦ δυστυχήματα, ὅπως τε πλείστην ἐπίκουρον ῥοπὴν ἀπέκειρε τὸ πολέμιον. καὶ εἰ μὴ σφάλλομαι, μείζονα τῆς πρὸ μικροῦ συμβάσης εὐκλείας 2.13.10 τὰ τῆς ὑπογύου συμφορᾶς ἀποτεύγματα. ἀνεῖλε Κάστος τῶν βαρβάρων πολλοὺς καὶ τὴν λείαν ὡς αὑτὸν ἀνελάμβανεν· ἀλλ' ἀνθεῖλε ταύτην τῇ ὑστεραίᾳ ὁ βάρβαρος. νῦν δὲ καὶ δυσφημότατον ἐπιμύθιον λέξω· κἀκεῖνον συνέλαβε τούς τε στρατιώτας ἐζώγρησε καὶ θρίαμβον ἔνδοξον ἀνεδήσατο. καὶ λαθεῖν ἐν ἄλσει κρυπτόμενον τὸν Κάστον οὐκ ἦν. καίτοι τὸν Χαγάνον λιμναζομένη νῆσος ἐκάλυπτεν, καὶ οὐκ ἐξεῖπε Μαρτίνῳ τὸν ἐμφωλεύοντα, ἀλλ' οἷα μυστήριόν τι ἀπόρρητον τοὺς ἀμυήτους ἀπέκρυπτεν. ἤδη δὲ καὶ βασιλέα τὰ μικρά πως ἐκεῖνα ψυχαγωγοῦσιν ἀνδραγαθήματα, κοὐκ ἂν ἐπίθετον ἡμῖν σύμμαχον προσχέῃ βοήθειαν μήπω τῶν νεωτέρων ἀτυχημάτων αἰσθόμενος. οἶδα δ' ὅτι καὶ τὸ πολέμιον προμηθέστερον ἀπεργάσονται οἱ ἔναγχος αὐτὸ περιστροβήσαντες θόρυβοι, καὶ πολλὴν λοιπὸν τὴν προφυλακτικὴν ἀσυλίαν ἀσκήσειε διὰ τὸ μικρὸν ἐκεῖνο δυστύχημα. ἀποχρώντως ὑπὲρ τοῦ συνοίσοντος, ἄνδρες, διείλεγμαι. ἐμοὶ δὲ τύχη διασφαλῆναι δοίη τῆς δόξης αὐτὴν τὴν παρ' ἑαυτῆς ἐπικουρίαν ὑμῖν ἀντεξάγουσα." 2.13.15 ῞Οτε τοίνυν ὁ χιλίαρχος τοὺς ἀγεννεῖς τούτους ἐξηρεύξατο λόγους τοῖς τε ῥήμασιν ἐξεδειμάτου τὸν σύλλογον, ἀτρεμοῦντός τε τοῦ πλήθους καὶ τεθηπότος τοῖς φοβεροῖς διηγήμασιν, ἀνήρ τις πρεσβύτης ἐκ τῆς ἐκκλησίας ἀνέθορε μετὰ βοῆς τῷ χιλιάρχῳ μεμφόμενος, ἐξῄτει τε τὴν ἐκκλησίαν ἐς λόγους ἀντιλογίας γενέσθαι. ἐπεὶ δὲ τὸ πλῆθος ἐπένευε καὶ ταῖς χερσὶ προαγορεύειν ἐκέλευσεν, φωνῇ γηραλέᾳ ποτνιώμενος πρεσβυτικῷ τε δακρύῳ τοῖς ῥήμασι τὴν αἰδῶ προτρεπόμενος ὧδέ πως τῶν λόγων ἀπήρξατο. 2.14.1 "῎Ανδρες Ρωμαῖοι, ἀλλ' εἰ μὴ τοῖς ἔργοις ψεύσησθε τὰ ὀνόματα· ἄνδρες, ἀλλ' εἰ μετὰ τοῦ σώματος ἄρρενας σχοίητε τὰς ψυχάς. εἰ καὶ τοῖς λόγοις κομπάζειν μεγάλα οἶδε καὶ περικυκᾶν ὁ χιλίαρχος, ὅμως ἐνδρανέστερα τῶν ῥημάτων τὰ πράγματα καὶ ψόφων οὐκ ἀνεχόμενα· οὐ γὰρ καθάπερ παῖδας ἡμᾶς μορμολύττεται τοῖς σοφίσμασιν. ἐγὼ δὲ πρῶτον ἡδέως ἐροίμην ἐκεῖνον· πρὸς τῆς ἀληθείας, τίσι ταῦτα δημηγορεῖς, ὦ χιλίαρχε; ἀγροίκους ἂν ἐβουκόλησας ταῦτα φθεγγόμενος, παρ' οἷς ἀντὶ μὲν ξίφους τὸ πτύον, διφθέρα δὲ θώραξ, ἀντὶ δὲ ἵππου γαύρου τε καὶ ὑψαύχενος ἀροτῆρες βόες, ἰδιῶται τοῖς ἔργοις καὶ θεράποντες γεωργῶν. τί τὴν ἐκκλησίαν γυναικωνῖτιν ὑπείληφας, καὶ μετὰ τοῦ γένους τὴν φύσιν ἐνύβρισας; ἀδικεῖς τοῖς λόγοις τὰ πράγματα καταναισχυντῶν τῆς βουλῆς. οὐκ ἐν ἀρρένων ὄψεσιν ἐκχεῖν ἀσχήμονας λόγους ἐδόκησας; ἢ οὐκ ἐκκλησίαν ὁρᾷς καὶ δῆμον Ρωμαϊκὸν αὐχοῦντα τῇ προθυμίᾳ καὶ σφριγῶντα τοῖς ὅπλοις καὶ πείρᾳ κινδύνων καὶ προμηθείᾳ τοῦ συνοίσοντος ἐπιστήμονα; τί σοι μικρὰ συμφορὰ μεγάλων ἀνδραγαθημάτων ἐπίδοσιν περιέτεμεν; καταισχυνέτω σε τὸ πολέμιον μὴ τεθηπὸς ἐπὶ τοῖς ἀτυχήμασιν. ὁ πρὸ μικροῦ λιμναῖος ὥσπερ γενόμενος καὶ πρὸς τῇ νήσῳ φυγὼν καὶ τὴν τῶν ὑδάτων πίστιν σωτηρίαν ἄπιστον ἀνελόμενος νῦν ἀνδρικῶς παρατάττεται καὶ παραθαρρύνει τοὺς τραυματίας καὶ πείθει τοῖς ἕλκεσι μείζονας ὑπὸ τῶν ἐχθρῶν βολὰς ὑποδέχεσθαι ὥσπερ τινὰ φάρμακα μεγίστων ἀλγηδόνων θελκτήρια. τῶν γὰρ ἔμπροσθέν ἐστιν ἐπιλήσμων κακῶν· ἀπορεῖν γὰρ εὐπραγίας ἀνάγκη τὸν μὴ μεταβάλλεσθαι τὰς δυσχερείας ἐλπίσαντα. πόθεν Ρωμαῖοι ἐς μέγα προῆλθον δυνάμεως καὶ μικρὰν πολιαρχίαν ἐς τοσοῦτον κράτος παρέτειναν; ἐγὼ μὲν οἶμαι τῷ μεγαλόφρονας εἶναι καὶ ζέοντας ἔχειν τοὺς ἔρωτας, καὶ τῷ τολμητὰς πεφυκέναι καὶ φιλοκινδυνευτάς, καὶ τοῦτο δοκοῦντας τεθνάναι τὸ μὴ τεθνάναι δι' εὔκλειαν. εἰ γὰρ παραπλήσιοι ἦσαν τῇ τοῦ χιλιάρχου ψυχῇ, οὐ τῆς Εὐρώπης ἐκράτησαν ἄν, οὐ τὴν Λιβύην εἶχον ὑπήκοον, οὐκ ἀργυρολόγους ἐπὶ τὴν ᾿Ασίαν ἐξέπεμπον, οὐ τὸν Νεῖλον ὑπηρέτην ἐκέκτηντο τὸν Αἰγύπτιον πλοῦτον ὥρᾳ θέρους ταῖς Ρωμαϊκαῖς πελαγίζοντα πόλεσι καὶ ταῖς ὁλκάσιν ὥσπερ ἀποχερσοῦντα τὴν θάλατταν. οἷον δέ σου καὶ τὸ θαυμαστὸν τῶν λόγων ἐφόλκιον; οὐκ ἔσται, φησίν, ἡμῖν ἐπίθετος δύναμις. τίς σοι τοὺς τῆς μαντικῆς ταύτης ἐπίστευσε γνώμονας; ἢ ὥσπερ ἐκ Πυθίας τινὸς τῆς ἀνανδρίας ἀνείλου τὸ μάντευμα; ἔχει καὶ τοῦτο μετὰ τῶν ἄλλων ὁ ὄκνος ἐγκώμιον· μάντις ἐστὶν αὐτοδίδακτος καὶ στοχαστὴς ἑτοιμότατος ἀεὶ τοῖς πράγμασι τὴν ἀναβολὴν ἀποσχεδιάζων αὐτόματον. ἐγὼ δὲ τεθαύμακα, εἰ πρὸς τοῖς Μακροῖς οἱ βάρβαροι διαθέουσι τείχεσιν, καὶ βασιλεὺς οὐκ ἐγρήγορεν, 2.14.10 τηλικούτων ἀνὰ τὸ ἄστυ κυμαινόντων θορύβων. μία τις, ἄνδρες, ἀκαταγώνιστος σύμμαχος ἡ πάντων ὑψηλοτέρα μεγαλοψυχία καθέστηκεν, τὰ μὲν τοῖς ἄλλοις ἀδύνατα δυνατὰ καθιστῶσα, τὰ δὲ τῷ πλήθει φοβερὰ θαρσαλεώτερον ὑπομένουσα. ἔνθους τοίνυν ἅπας ἐς μάχην χωρείτω τὸ τήμερον, καὶ μέγαν τοῖς ἔργοις εὐδοξίας χαρακτῆρα προσβάλωμεν· οὐ γὰρ τοῖς ὀνόμασιν ὑβρίσω τὰ πράγματα, καὶ τὴν ἀνδρείαν θράσος ἀποκαλέσομαι, ἢ τὴν ἀριστείαν προπέτειαν. ταῦτα μὲν ὁ πρεσβύτης ἐγὼ καὶ φιλοκίνδυνος. εἰ δέ τῳ καὶ ἄλλῳ δοκεῖ, ταύτῃ κρινέτω. εἰ δὲ μή, ἀλλ' ἔμοιγε περιθάλπειν ἐάτω· οὐ γὰρ τὸ καλὸν τῆς ὁμοίας παρὰ πάντων εὐνοίας τετύχηκεν, οὔτε τὰ δεξιὰ τοῖς πᾶσι σπουδάσαι δοκεῖ. ἡ γὰρ ἀρετὴ ὑψηλόν τι χρῆμα καὶ δύσαντες καὶ τοῖς πολλοῖς οὐ μετόν, ἢ διὰ κακίας ἰσχὺν ἢ ἀνορεξίαν τοῦ κρείττονος." 2.15.1 ᾿Επεὶ δὲ ταῦτα ὁ γέρων τῇ ἐκκλησίᾳ ἐνήχει τὰ ῥήματα, ἐζωπύρει τὸ πλῆθος καὶ παρώτρυνε πρὸς παράταξιν, τῶν μὲν βελτίστων ἀκαθέκτους τὰς ἐφέσεις ποιούμενος, τῶν δὲ νωθροτέρων οἷα μάστιγι τῷ λόγῳ τινὶ διανύττων πως καὶ μεταπλάττων τὸ ἄνανδρον. βοὴ δὲ πολλὴ ἐκ τῆς βουλῆς ἐκεκίνητο, καὶ ταῖς εὐφημίαις κατεκελάδουν τὸ θέατρον ἀγάμενοι τῆς μεγαλονοίας τὸν στρατιώτην τὸν γέροντα. παραχρῆμα δ' ἀδελφὰ τῆς ἑαυτῶν γνώμης συμφρονήσαντες ἅπαντες τὴν βουλὴν διαλύσαντες ἐς πανοπλίαν ἐτρέποντο. 2.15.3 κατῆραν τοίνυν τοῦ Αἵμου ἐπὶ Καλβομοῦντις καὶ Λιβιδουργὸν πολεμησείοντες, καὶ τὸν Χαγάνον εἰσορῶσιν οὐ πόρρω που διατρίβοντα, ἀλλ' ὡς ἀπὸ σημείων τεττάρων ἀπεριμερίμνως τὰς σκηνὰς συμπηξάμενον, ἅτε δὴ τῆς ἐκείνου πληθύος ἀνὰ πᾶσαν ἐκχεθείσης τὴν Θρᾴκην. διακοσμήσας γοῦν ὁ Κομεντίολος τὸ στράτευμα καὶ ἐς τάξιν μίαν συντάξας βαδίζειν εἴα· καὶ πρὸς τὴν ᾿Αστικὴν χωρεῖν διατάττεται τήν τε νύκτα διὰ φυλακῆς ἔχειν προσπίπτειν τε τῇ ὑστεραίᾳ τῷ Χαγάνῳ λαίλαπος δίκην καὶ μέγιστον φόνον διὰ τῆς ὁμιλίας παρέχεσθαι. ἀλλ' ἔδοξε τύχῃ τινὶ παραχαράττειν τῆς στρατηγίας τοὺς γνώμονας· κηφῆνος γὰρ δίκην τοὺς τῆς εὐβουλίας σίμβλους ἠφάνισε καὶ οἷα μελίττης τινὸς τοῦ στρατηγοῦ τοὺς πόνους ληΐζεται. τοῦ γὰρ ἡλίου τὰ νῶτα τῇ σκυθρωπῷ νυκτὶ παραδείξαντος, καὶ τῆς περικαλλοῦς καὶ φωσφόρου λαμπάδος τὸ φαιδρὸν περιστειλαμένης καὶ παραχωρούσης κράτει νυκτερινῷ, ἕν τι τῶν ὑποζυγίων τὸν ἐπικείμενον παραπέρριψε φόρτον. συνέτυχε δὲ τὸν κεκτημένον εἰς τὸ πρόσω βαδίζειν. οἱ δὲ παρεπόμενοι καὶ ὁρῶντες τὸ νωτοφόρον ζῶον τὰ ἐπικείμενά πως αὐτῷ ἐπισυρόμενον ἀκοσμότερον εἰς τοὐπίσω τραπέσθαι τὸν δεσπότην ἐκέλευον τό τε σκευοφόρον ζῶον ἐπανορθοῦσθαι τοῦ πλημμελήματος. τοῦτό τοι τῆς ἀταξίας γέγονεν αἴτιον καὶ τὴν εἰς τοὐπίσω παλίρροιαν αὐτοματίζεται· παρηχεῖται γὰρ τοῖς πολλοῖς ἡ φωνή, καὶ παράσημον ἦν τὸ λεγόμενον, καὶ φυγὴν ἐδόκει δηλοῦν, ὡς οἷα τῶν πολεμίων ἐπιφανέντων ἀθρόον αὐτοῖς καὶ παρακλεψάντων τὴν δόκησιν. μεγίστου δὲ συμπεσόντος τῷ στρατεύματι θρύλου, θροῦς παρ' αὐτῶν πολὺς ἐπανίσταται, παλιννοστεῖν τε ἐβόα πᾶς γεγωνὼς διαπρύσιον, ἐπιχωρίῳ τε γλώττῃ εἰς τοὐπίσω τραπέσθαι ἄλλος ἄλλῳ προσέταττεν, "τόρνα, τόρνα" μετὰ μεγίστου ταράχου φθεγγόμενοι, οἷα 2.15.10 νυκτομαχίας τινὸς ἐνδημούσης ἀδοκήτως αὐτοῖς. διασπᾶται γοῦν ἅπαν τὸ σύνταγμα ὥσπερ ἁρμονίας τινὸς τῶν ἐν τῇ λύρᾳ νευρῶν. ἐντεῦθεν ὁ Χαγάνος τὸν δεύτερον τοῦτον καὶ μέγιστον διεδίδρασκε κίνδυνον, καὶ ᾗ ποδῶν εἶχεν, καταλελοίπει τὰς συνήθεις διατριβὰς καὶ πρὸς ἕτερον μετῳκίζετο χῶρον, σωτηρίαν τε τῆς προτέρας παραδοξοτέραν ηὐτύχησεν. παραπλήσια δὲ καὶ τὸ Ρωμαϊκὸν ἔδρα, καὶ ἀμοιβαία τις ἦν ἡ φυγή, καὶ φόβος τις κίβδηλος τὸ Ρωμαϊκὸν περιεστρόβει στρατόπεδον, καὶ νόθος αὐτοὺς ἐξετάραττε κίνδυνος. ὅμως ἀναιροῦνται τῶν ᾿Αβάρων οἱ πλείους, συμπλοκῆς ἀδοκήτου συνενεχθείσης ἀμφοῖν τοῖς στρατεύμασιν· ἀντιστραφέντων γάρ τινων τῆς Ρωμαϊκῆς συμμορίας, εὐσθενέστατα τοῖς πολεμίοις προσέμιξαν. ᾿Επεὶ δὲ τῶν δισσῶν τούτων θορύβων ὁ Χαγάνος ἀνέπνευσεν, τὴν ἐκ τῶν ἐφόδων σπιλάδα διακρουσάμενος, τὸ βαρβαρικὸν συναθροίσας ταῖς Ρωμαϊκαῖς προσέβαλλε πόλεσι τό τε φρούριον τὴν ᾿Αππιάρειαν ἐχειρώσατο. οὐ περιττὸν δέ μοι δοκεῖ καὶ τὸ ὅπως διεξελθεῖν καὶ μικρόν τινα λόγον ὥσπερ ἐμβόλιμον τῇ συνεχείᾳ χαρίζεσθαι. 2.16.1 στρατιώτης τις ἦν, Βουσᾶς ὄνομα αὐτῷ, ἀνὴρ ἀγαθὸς ἐς παράταξιν καὶ τῶν ἐνηθληκότων ἄλλων ἀριστέων διὰ ψυχῆς ἀρετὴν ἐνδοξότερος, τούτων τε προκινδυνεύων ἀεί, ὁπότε που καὶ σάλπιγγος ἐνυάλιον φωνούσης ᾐσθάνετο. οὗτος κατ' ἐκεῖνο καιροῦ παρῴκει τὸ φρούριον. τοιγαροῦν ἔδοξε τῷ Βουσᾷ ἱππάζεσθαι ἐς τοὺς πέλας τοῦ φρουρίου λειμῶνας, εἶτά τι καὶ πορρωτέρω που παρεκτείνεσθαι ἅτε δὴ κυνηγετήσων πως εὐδοκιμώτερον. οὐκοῦν τὸν Βουσᾶν οἱ βάροι συλλαμβάνουσιν, καὶ γέγονεν ὁ κυνηγέτης εἰς θήρατρον. ἐπεὶ δὲ κατέσχον, ἠπείλουν αὐτοῦ καθικέσθαι τῷ δόρατι. ὁ δ' ἐξῄτει μὴ τοῦτο ποιεῖν, λύτροις δὲ μᾶλλον τὸ ζῆν ἐμπορεύεσθαι· μὴ γὰρ ὀνήσειν τοὺς βαρβάρους τὸ τεθνάναι τὸν Βουσᾶν καὶ δώρων ὑπερφρονῆσαι λαμπρῶν. εἰσεποιήσαντο τοίνυν οἱ βάρβαροι τὴν ὑπόσχεσιν καὶ τὴν ἐμπορίαν οὐκ ἀπηνήναντο. καὶ οὖν ἄγουσι τὸν ἑαλωκότα ἐπὶ τὸ φρούριον ἐπεκηρυκεύοντό τε τοὺς ἐν τῷ ὀχυρώματι πρὸ τῶν ὀφθαλμῶν ἀποσφάττειν τὸν Βουσᾶν, εἰ μὴ δώροις αὐτὸν καὶ φιλοφροσύνῃ τιμήσαιντο. ἠντιβόλει δὲ καὶ ὁ Βουσᾶς μὴ περιορᾶν Ρωμαίους αὐτὸν ὥσπερ ἐν μεταιχμίῳ τινὶ τῇ πλάστιγγι σωτηρίας καὶ θανάτου ταλαντευόμενον, καὶ ζυγοστατεῖν αὐτῷ ἀμοιβαίως ἱκέτευε χάριτας, μετὰ βοῆς τε καὶ δακρύων τὰς ἀριστείας ἀπεστόμιζεν, ἃς ὑπὲρ Ρωμαίων διὰ μεγίστων κινδύνων ἀπεκληρώσατο, τόν τε τῶν ἄθλων κατάλογον ἀπεσχεδίαζεν, καὶ τοὺς ἀγῶνας ταῖς τοῦ σώματος ὠτειλαῖς ἀναγράπτους ἐδείκνυε τὰς ἐμφάσεις ὥσπερ τῶν πόνων ἐπιδεικνύμενος, καὶ τῶν πολεμίων βολῶν τρανέστερον ἀνεγύμνου τὰ σήμαντρα, καὶ συλλήβδην εἰπεῖν, ἐξ ὧν ἔπαθε τὸ μὴ παθεῖν ἠξίου παρὰ τῶν εὐεργετηθέντων ἀποίσεσθαι. οἱ δὲ δυσανασχετοῦσιν ὑπό τινος διαφθαρέντες ἀνδρός, ὃν καὶ λόγος διεκωμῴδει τῇ τοῦ Βουσᾶ γυναικὶ ἐπικλόποις τισὶν ἡδοναῖς ὁμιλῆσαι. ἀτάρ τοι τοὺς βαρβάρους ἠτιμωμένους ἀπεπέμποντο. ἐν μείζονι τοίνυν κινδύνῳ ὁ Βουσᾶς γενόμενος ἐλιπάρει τὸ βάρβαρον ἀναβολήν τινα μικρὰν τὰ τοῦ θανάτου λαβεῖν, καὶ μισθὸν τῆς τέως ἀνακωχῆς παραδιδόναι τοῖς βαρβάροις τὸ φρούριον· δεῖν γὰρ ᾤετο προπαθεῖν τοὺς ἐπιλήσμονας χάριτος καὶ προμεταλήψεσθαι τῆς συμφορᾶς τὸ ἀπάνθρωπον, ἵνα πρῶτον καθ' ἑαυτοῦ τὸ κακὸν σχοίη τὴν πρόοδον. ἐπεὶ δὲ μείζονος ἐπαγγελίας τετύχηκε τὸ πολέμιον, ἱλαρώτερον πρὸς φιλανθρωπίαν ἐγίνετο, ὠχύρου τε ὅρκῳ τὸν Βουσᾶν περισώζειν, μὴ μὴν ἀναιρεῖν, φυσικῷ δὲ θανάτῳ τὴν ἐξουσίαν χαρίζεσθαι, ὁπόταν ἐθέλοι τὸν ἐκείνου διαλύεσθαι σύνδεσμον· οὐ γὰρ ἐπιφέρειν αὐτῷ τὸν τεχνητὸν τοῦτον καὶ ἐπίκτητον θάνατον, εἴγε πέρας 2.16.10 αὐτῷ τὰ τῆς ὁμολογίας προσδέξηται. καὶ δῆτα ὁ Βουσᾶς τοὺς ᾿Αβάρους ἐδίδασκε συμπήγνυσθαι πολιορκητικόν τι μηχάνημα ἔτι τῶν τοιούτων ὀργάνων ἀμαθεστάτους ὑπάρχοντας, ἀκροβολίζειν τε παρεσκεύαζε τὴν ἑλέπολιν. καὶ μετ' οὐ πολὺ τὸ φρούριον κατεβέβλητο, καὶ δίκας ὁ Βουσᾶς ἀπανθρωπίας εἰσέπραττε δεινόν τι διδάξας τοὺς βαρβάρους πρὸς πολιορκίαν τεχνούργημα. ἐντεῦθεν γὰρ πλείστας λοιπὸν τῶν Ρωμαϊκῶν πόλεων ἀμογητὶ τὸ πολέμιον παρεστήσατο τῷ ἀρχετύπῳ σοφίσματι προσχρησάμενον. μενοῦνγε τῇ Βερόῃ προσπίπτει καὶ πλεῖστον παρανάλωμα χρόνου ζημιωθὲν καὶ μεγάλοις πόνοις προσομιλῆσαν τὸ τέρμα τῶν ἀγώνων ἀστεφάνωτον ἀπεφέρετο, τῶν τὴν πόλιν περιοικούντων ἀντιπαραταξαμένων γεννικώτερον. ὅμως χρήμασιν ὀλίγοις τισὶ τὴν ὁμαιχμίαν ἠλλάξαντο· τοῦτο γὰρ ἦν αὐτῷ πιθανὸν τῆς ἀστοχίας ἐγκάλυμμα. 2.17.1 περικάθηται δὲ καὶ τὴν Διοκλητιανοῦ πόλιν κατὰ τὸ καρτερόν, ἀντετάξατο δὲ καὶ ἡ πόλις ἐς τὰ μάλιστα καὶ προσβάλλειν ἀπεῖργεν ἐπ' ἀδείας· καταπέλτας γὰρ ἐν τοῖς τείχεσιν ἀνεστήσατο ἄλλα τε ἀμυντήρια, καὶ ἀπρόσιτον ἦν τοῖς βαρβάροις ἐξ ὑπογύου συμπλέκεσθαι. ἀπῄει τοίνυν ἀσχάλλων, καὶ τὸ δὴ λεγόμενον, τὸ τοῦ λύκου παθών· κεναῖς γὰρ ἐκεχήνει ἐλπίσιν. παρευθὺ δ' ἐπὶ τὴν Φιλίππου πόλιν μετέβαινε καὶ περιβὰς τὸ πόλισμα ἐνήθλει λαβεῖν. ἀντεμάχοντό τε οἱ τοῦ ἄστεος ἐντρεχέστερον καὶ πολλοὺς τραυματίας ἔκ τε τῶν περιβόλων καὶ τῶν ἐπάλξεων ἐποιήσαντο, ὥστε τὸν Χαγάνον τὴν ἀσυλίαν διὰ τὴν ἀρετὴν ἐπαινέσαντα προῖκα καταθέσθαι τὸν πόλεμον. ἐξ ἑωθινοῦ δὲ διαπεραιωθεὶς τὰς ὕλας τῆς λεγομένης ᾿Αστικῆς τῇ ᾿Αδριανουπόλει προστρίβεται ἀγωνιστικώτερόν τε τῷ ἄστει προσέβαλλεν, ἀντικαθίσταντό τε καὶ οἱ τοῦ ἄστεος ἀλκιμώτερον. 2.17.5 τοῖς δὲ Βυζαντίοις περιεβομβεῖτο ὡς Κάστος ἥλω καὶ ᾿Ανσιμούθ, καὶ πολὺς τῇ πόλει ἐπεκύμαινε θρῦλος. ἐλοιδορεῖτο δ' ὁ αὐτοκράτωρ ἐς τὸ φανερώτατον ἀπό τινων τῶν τοῦ πλήθους ἀσυνέτων καὶ στωμύλων ἀνδρῶν, ὧν καὶ τὰ τῆς τύχης ἦν ἀνεπίφθονα καὶ τὰ τῆς γνώμης ἀζήλωτα, καὶ βλασφήμους ᾠδὰς κατ' αὐτοῦ συντιθέντες διέσυρον κωμῳδοῦντες ἐμμελῶς τὸ ἀπαίσιον, οὐ τύχῃ ἀλλ' ἀνοίᾳ τὸ δυσπραγὲς περιάπτοντες. ἀλλ' οὐκ ἀπέτεκεν ἡ λοιδορία θυμὸν τῷ αὐτοκράτορι· στεῖρα γὰρ ἦν πρὸς ὀργὴν ἡ τοῦ βασιλέως ψυχὴ καὶ πρὸς τὴν θυμικὴν φλόγα ἀσυνουσίαστος. τὸν δὲ Κάστον ἀπέδοντο χρηματισθέντες λίαν δαψιλῶς οἱ πολέμιοι, ὡς ἐκ τῶν καθ' ἡμᾶς πρεσβυτέρων ἔστι λαβεῖν, καὶ τὸ πιστεύειν ἀζήμιον. βασιλεὺς δὲ τὰς ἑαυτοῦ φροντίδας τοῖς πολεμίοις ἀντέταξε καὶ μείζονι παρασκευῇ πρὸς τὸ πολέμιον ἐξηρτύετο. καὶ τὸν ᾿Ιωάννην, ὃν δὴ Μυστάκωνα τοῖς πολλοῖς ἔθος ἀποκαλεῖν, στρατηγὸν προεστήσατο, ἐχειροτόνει δὲ καὶ τὸν Δρόκτωνα ὥσπερ αὐτῷ ὑποστράτηγον παρῄορόν τινα δύναμιν ἐμπιστεύσας αὐτῷ. Λογόβαρδος δ' οὗτος τὸ φῦλον, ἀνὴρ ἀλκιμώτατος καὶ πρὸς τὸν πόλεμον ἐμβριθέστατος. ἐπεὶ δὲ περὶ τὴν ᾿Αδριανοῦ πόλιν ἐγένοντο, τοὺς βαρβάρους τῆς πολιορκίας ἀφίστων, δευτέρᾳ τε ἡμέρᾳ ὁ πόλεμος ἐτετέλεστο. ἐνίκων τοίνυν Ρωμαῖοι τοῖς βαρβάροις συμμίξαντες καὶ ἑτεραλκέα τὴν μάχην διέθεντο· κατεστρατήγει γὰρ τῶν πολεμίων ὁ ὑποστράτηγος Δρόκτων. ἐπιπλάστῳ γὰρ φυγῇ τὸ ἐκείνου κέρας ἔδοξε τοῖς πολεμίοις τὰ νῶτα παρέχεσθαι, ὡς οἷα δεδοικότος τοῦ Ρωμαϊκοῦ τὸ ἀντίπαλον· εἶτα τοὔμπαλιν ἀντεδίωξε καὶ μετόπισθε τῶν βαρβάρων γενόμενον τοὺς συντυχόντας διώλεσεν. ἀπῄεισαν τοιγαροῦν μεσημβρίας ὥρᾳ οἱ ῎Αβαροι, ἄλλος ἄλλῃ διεσπαρμένοι καὶ ὡς ἂν τύχοι φερόμενοι μετὰ συντόνου τινὸς ἀποδράσεως. ὁ δὲ στρατηγὸς οὐ κατεδίωξε τὸ ἀντίπαλον· ἐφιλοσόφει γὰρ τῆς εὐδαιμονίας τὸ μέτρον τὰς ἐπ' ἄκρον εὐεξίας, ὥσπερ εἰκός, εὐλαβούμενος. φιλυπόστροφον γὰρ ἡ τύχη καὶ ἄπιστον, νίκη δ' ἐπαμείβεται ἄνδρας, ἵνα καί τι τῆς ῾Ομήρου δέλτου ἐπισπείρω τοῖς ἀφηγήμασιν. 2.18.1 ῾Ηράκλειος μὲν οὖν κατὰ τοῦτον δῆτα τὸν χρόνον ἐπέβη αὖ πάλιν τῆς Περσῶν πολιτείας, καὶ τοῖς Μήδοις φιλεπίδημον ἦν τὸ κακόν. ὁπηνίκα δὲ παρεγένετο, προσβάλλει ἐχυρωτάτῳ φρουρίῳ τινί· τοῦτο δ' ὑψηλῆς ὑπερεκαθέζετο πέτρας. καὶ διεκόσμει· ὁ ὑποστράτηγος τὰς ἑλεπόλεις τε καὶ τὰς μηχανάς. ἀντιπαλαμῶνται δὲ καὶ Πέρσαι πρὸς τὰς ἐπιβουλὰς ἕτερα ἄττα σοφίσματα, ἱστουργοῦσι δὲ καὶ οἷα χιτῶνάς τινας. τρίχας συλλέξαντες καὶ τῷ στήμονι τὴν κρόκην συστρέψαντες προμήκη τὰ χιτώνια διετέλεσαν καὶ τούτους ἀχύρου εἰς τὸ ἰσχυρὸν ἐνεφόρησαν, ναστούς τε κατεργασάμενοι ἐξήρτων τοῦ τείχους, καὶ τούτοις τὰς προσβολὰς ὑπεδέχοντο τῷ μαλθακῷ τῆς ἀντιτύπου παρασκευῆς τῶν ἐκπομπῶν τὸ στερρὸν ἐκμαλακίζοντες. ὑπερίπταντο δ' αἱ πολλαὶ τῶν βολῶν καὶ τοῦ φρουρίου αὐτοῦ· ἕτεραι δὲ καὶ κατ' αὐτοῦ τοῦ ἐχυρώματος κατεφέροντο. ὁ δ' ῾Ηράκλειος οὐδεμίαν ἀνακωχὴν παρενετίθει ταῖς προσβολαῖς νύκτωρ καὶ μεθ' ἡμέραν ἀμείβων τοὺς ἐφισταμένους τῷ ἔργῳ. οἱ μὲν γὰρ ἔναγχος τῶν πόνων μετειληχότες ὑπὸ τῆς διαδόχου δυνάμεως ἀντελάμβανον τὴν ἀνάπαυλαν, ἕτεροι δ' αὖ συμπονοῦντες ἐκείνοις ἐξανίσταντο, κἀκείνοις αὖθις τοῦ μόχθου συνελάμβανον ἕτεροι. διά τοι τοῦτο ἐξασθενοῦσιν οἱ τιμωροῦντες τῷ ἐχυρώματι, καὶ ἦν αὐτοῖς τὰ τῆς δυνάμεως ἐξίτηλα. ταύτῃ τοι καὶ καθαιρεῖται τὸ φρούριον καὶ ὑπὸ Ρωμαίους ἐγίνετο· ἐπεὶ δ' ἥλω, φρουρὰν ἐν αὐτῷ ὁ στρατηγὸς ἐνεκάθισεν. 2.18.7 Οἱ δ' ἀμφὶ τὸν Θεόδωρον καὶ τὸν ᾿Ανδρέαν τὸ Ματζάρων (φρούριον δὲ καὶ τοῦτο) τῷ χρόνῳ γεγηρακὸς διωρθώσαντο. οὐκ ἄπο δὲ τοῦτο τοῦ Βεϊουδαὲς ἐτύγχανεν ὄν. ἐν ὅσῳ δὲ περὶ τὴν οἰκοδομίαν ὁ Θεόδωρος ἐνησχολεῖτο, ἧκον παρ' αὐὸν γεωργοὶ παραθήγοντες τὸ Βεϊουδαὲς παραστήσασθαι, μὴ ἀποχρῶσαν ὑπεῖναι φρουρὰν ἐν αὐτῷ παραδηλώσαντες. οἱ δὲ περὶ Θεόδωρον καὶ ᾿Ανδρέαν παραχρῆμα ἐπιθέσθαι τὴν πρᾶξιν τοῖς λόγοις διενοήθησαν καὶ διανυκτερεύσαντες συντόνῳ τῇ ὁδοιπορίᾳ ἐκέχρηντο. ἐπιθέσθαι δὲ νυκτὸς τῷ Βεϊουδαὲς τούτοις ἐδέδοκτο. καὶ μὴ ἐξισχύσαντες τῆς ἑαυτῶν ἐφικέσθαι βουλήσεως περὶ τοὺς ἑωθινοὺς τῶν ὀρνίθων κελάδους τῷ φρουρίῳ ἐπέστησαν. καὶ οἱ ἐπιχώριοι τὴν Ρωμαϊκὴν προεγνώρισαν ἔφοδον καὶ ἀδεεῖς ἦσαν διὰ τὸ τῶν τόπων δυσάλωτον. εἶτα ἀναθαρρήσαντες τῇ πέτρᾳ προκύπτουσι καὶ τῶν ἀποπομπαίων βελῶν προκατήρχοντο. 2.18.10 εἴσοδος δὲ τῷ φρουρίῳ μία οὖσα ἐτύγχανε καὶ δυσπρόσιτος ἦν πολεμίᾳ χειρί· ἑνὶ γὰρ πύργῳ τὰ τῆς εἰσαγωγῆς ἐπεπίστευτο προβεβλημένῳ τοῦ ἐχυρώματος, ὥσπερ ἀδαμαντίνοις περικειμένῳ λίθοις τισίν, ἢ εἴ τι τούτων τὴν φύσιν ἐστὶ στεγανώτερον. οἱ οὖν Ρωμαῖοι ἀποβάντες τῶν ἵππων προσαράττουσι τῇ πέτρᾳ, καὶ ταῖς ἀπὸ τόξων φοραῖς ἐτελεῖτο τὰ τῆς ἀγωνίας προαύλια. τοῖς δ' ἐν τῷ φρουρίῳ ποτὲ μὲν λίθοι ἀμυντήρια ἦν, ἄλλοτε καταπέλται, καὶ ὥσπερ ἐξ ἀπόπτου τινὸς ἢ μεγίστης περιωπῆς τὰς καταβολὰς ἐπεποίηντο, οἷα ξενηλατοῦντες διὰ τῶν ὑψηλῶν τὸ πολέμιον. ἀσχολούσης δὲ τῆς Ρωμαίων δυνάμεως, τολμητίαι τινὲς τοῦ Ρωμαϊκοῦ συμφραξάμενοι ταῖς ἀσπίσιν, κατ' ὀλίγον καὶ βάδην ἰόντες τὸ πᾶν τῆς ἀριστείας ἀναθέντες τῷ θράσει προηγοῦντο τῶν ἑπομένων καὶ τῶν ἐκ τῆς πέτρας καταβολῶν οὐ φροντίζοντες εἰς τὸ πρόσω ἐχώρουν, καὶ διωθοῦσι τῆς πέτρας τὸ βάρβαρον. οἱ δὲ πολιορκούμενοι τὴν σύμμαχον καταλείψαντες πέτραν, εἰσδύντες εἰς τὸ φρούριον παρέδοσαν τοῖς πολεμίοις τὴν εἴσοδον. οἱ δὲ Ρωμαῖοι τῶν τῆς πέτρας ὀχυρωμάτων κρατήσαντες λίαν ἰσχυρῶς τὸ φρούριον περικάθηνται. οἱ δ' ἐπὶ τῶν ἐπάλξεων ἑστῶτες ἀποσοβεῖν οὐχ οἷοί τε ἦσαν τὸ ἀντίπαλον τὸ ἄπειρον τῶν βελῶν ὑπομένειν οὐκ ἔχοντες, ἀλλ' ἀθρόον ἐπιφαινόμενοι παραυτίκα ἀντὶ τῶν προσώπων τὰ νῶτα ἐδείκνυον. Σάπειρ δέ τις ἀνήρ, τὸ μὲν σῶμα ὡς ὁ παρὰ τῷ ῾Ομήρῳ Τυδεὺς ἀνυμνούμενος, τὴν δὲ γνώμην καὶ περαιτέρω Τυδέως (῾Ηρακλῆς γὰρ ἦν τὴν ψυχήν, καὶ εἴ τις τούτου ἐγεγόνει ποτὲ ἀλκιμώτερος· οὐ γὰρ ἀποκνέω τῷ μεγέθει τῆς ἀρετῆς τὸν ῾Ηρακλέα ἐν δευτέροις τιθείς, εἰ καὶ τῷ παραλλήλῳ λειπόμεθα), σκόλοπας ὀξεῖς ἐπιφερόμενος ἐνάλλεται τῷ ἐχυρώματι καὶ μετεωροπορεῖ. τὸν μὲν ἕνα σκόλοπα ἐνείρας τῷ πύργῳ ἀνὰ τὰς ἁρμογὰς τοῦ οἰκοδομήματος (ἦν γὰρ λίθῳ ξηρῷ διεσκευασμένον τὸ φρούριον), ἐπιβαίνει ἐπὶ τοῦ σκόλοπος τῷ ποδί, εἶτα τὸν ἕτερον αὖθις ὥσπερ ἐγκεντρίσας σκόλοπα, τὸν λειπόμενον τοῖν ποδοῖν ἐπερείδει, καὶ τῶν ἐξηρτημένων λίθων ἐπειλημμένος ἀπρὶξ εἴχετο ταῖς χερσίν, οὕτω τε τὴν ἄνοδον ἐσοφίζετο. τῶν δὲ πολιορκουμένων τὴν θέαν τῶν βελῶν μὴ ὑπομένειν οἵων τε ὄντων, ἰσχυρῶς εἴχετο τῆς ἐπάλξεως ὁ Σάπειρ ἐκεῖνος ἀνήρ. καὶ ἂν ἥλω κατὰ τὴν πρώτην ἐκείνην ἐπιβολὴν τὸ ἐχύρωμα, εἰ μή τις τῶν τῆς Περσικῆς συμμορίας ἀθρόον ἐπιφανεὶς ἑνὶ τῶν θυρεῶν τῶν προβεβλημένων τοῦ ἐχυρώματος ἐκεῖνον αὐτὸν τὸν ἀριστέα ἐξώθησεν. ὁ δὲ κατολισθήσας ἐς τὸ κάτω ἐφέρετο μετὰ τοῦ θυρεοῦ, "κύμβαχος ἐν κονίῃσιν, ἐπὶ βρεχμόν τε καὶ ὤμους", ῾Ομηρικῷ τῳ συμπτώματι. ὅμως οὐ διόλωλεν· ὑποδέχονται γὰρ αὐτὸν ταῖς ἀσπίσιν οἱ συμπονοῦντες καὶ τραυματίαν διεσώζοντο· προσνύττουσι γὰρ αὐτὸν τὰ τῶν ἀκοντίων σιδήρια μικρὸν κομιδῇ. ὁ δὲ καρτερικῶς αὖθις ἐπ' ἐκεῖνο τὸ ἔργον ἐχώρει καὶ αὖ πάλιν ἀνέθορεν, τῇ ἐπάλξει τὰς χεῖρας περιβαλὼν οἷα πολύπους ἀφύκτους πλεκτάνας τινάς, καὶ εἴχετο καρτερᾷ τινι λαβῇ τῆς ἐπάλξεως. ὁ δ' ἀντίπαλος Πέρσης ἀδελφὴν τῆς ἑτέρας ἐπιβουλῆς ἐξειργάσατο, καὶ σαθρωθείσης ἔναγχος τῆς ἐπάλξεως ταῖς Ρωμαϊκαῖς προσβολαῖς, μετ' ἐκείνης τὸν ἀριστέα ἀνατρέψας παρεία ἐς τὸ κάτω χωρεῖν. καὶ τοίνυν κατήγετο ὁ στρατιώτης ὁ φιλοκίνδυνος μετὰ τῆς ἐρωμένης ἐπάλξεως, τὸ δὲ συμμαχικὸν τὴν προτέραν σωτηρίαν ὀρέγουσι μετὰ φοβεροῦ του θεάματος τῷ πάντα τολμηρῷ. ἀτὰρ ἐξάντης τοῦ πτώματος ὁ τραυματίας γενόμενος καὶ τρίτον ἆθλον ἀσπάζεται, ὥσπερ ἀμάχου τινὸς καὶ θείας δυνάμεως ἐς τὸν πόνον παροτρυνούσης αὐτόν. 2.18.23 ἐπεὶ δ' ἀνείρπυσεν, τῆς στεφάνης τοῦ ἕρκους λοιπὸν ἐπιβάς, τὸν ἀκινάκην σπασάμενος τὸν κηφῆνα τῆς ἑαυτοῦ ἀρετῆς ἐκεῖνον αὐτὸν τὸν Πέρσην ἀπέκτεινεν, καὶ οὖν τὴν κεφαλὴν ἀπὸ τῆς δέρης ἀφελόμενος τοῖς πολιορκοῦσιν ἀπέπεμπεν. οἱ δὲ Ρωμαῖοι τὸ γεγονὸς θεασάμενοι ἀνεθάρρησαν καὶ τῶν κινδύνων ὠρέγοντο. ἀδελφὸς δέ τις τοῦ Σάπειρος ἐκείνου (πρεσβύτης δ' οὗτος τὴν ἡλικίαν) ἐπεὶ γέγονε τῆς ἀρετῆς θεατής, καὶ ζηλωτὴς παραχρῆμα τοῦ ἐγχειρήματος γίνεται, καὶ ἄνεισι καὐτὸς ἀδελφὰ τῷ ἀδελφῷ μηχανώμενος· εἶτα μετ' ἐκεῖνον καὶ ἕτερος, καὶ μετὰ τοῦτον πολλοί. κάλοις γὰρ λοιπὸν ἀνεδύοντο οἱ προκατειληφότες τὸ ἐχύρωμα καὶ ταῖς πύλαις ἀράττουσιν, καὶ εἰσαγώγιμον λοιπὸν ἦν τὸ Ρωμαίων στρατόπεδον. καὶ οὕτω κρείττους τῶν πολεμίων γενόμενοι τὸ φρούριον παρεστήσαντο, καὶ οὓς μὲν ἀνεῖλον, οὓς δὲ διέσωζον καὶ εἰς αἰχμάλωτον μετεβίβαζον τύχην. τὰ δὲ κτήματα λαφυραγωγήσαντες ἀπῆραν ἐντεῦθεν σκοποὺς περιβαλόντες τῷ ἐχυρώματι. ὥρας δ' ἐπιούσης χειμῶνος ἄνεισιν ὁ Φιλιππικὸς ἐπὶ τὸ Κωνσταντίνειον ἄστυ στρατηγὸν ἐναφεὶς τὸν ῾Ηράκλειον. ὁ μὲν οὖν ῾Ηράκλειος λειποταξίου ποινὰς τοὺς πλανήτας τῆς Ρωμαϊκῆς δυνάμεως εἰσεπράττετο· καὶ ὅσοι τῷ πόνῳ χαίρειν εἰπόντες τηνάλλως δεῦρο κἀκεῖσε περιενόστουν, βασάνοις ἐπὶ σωφροσύνην μετήγοντο. https://byzantium.gr/ 3.τ.1 ΙΣΤΟΡΙΑ Γʹ3.1.1 Φιλιππικὸς μὲν οὖν ἀνὰ τὴν ὁδοιπορίαν ἐπέπυστο Πρίσκον ὑπὸ τοῦ αὐτοκράτορος στρατηγὸν ἐγχειρίζεσθαι, καὶ τῆς Ταρσοῦ ἐπιβὰς ῾Ηρακλείῳ δέλτους συνέταξεν, δι' ὧν ἐνεσήμαινε καταλιπόντα τὸ στράτευμα ἐς τὴν ἑαυτοῦ πόλιν ἐπανελθεῖν ἐς τὴν ᾿Αρμενίαν γενόμενον, Ναρσῇ τε τῷ Κωνσταντίνης πόλεως ἡγεμόνι, μεθιέναι τὸ στράτευμα. καὶ τὸν βασιλέως δὲ νόμον ἀρτίως αὐτῷ ἐπιφοιτήσαντα παραγυμνώσας ἐκέλευσε καὶ ἐς τὸ ἐναργὲς τοῖς στρατεύμασι παραδεῖξαι, Πρίσκῳ διαφθονούμενος. ἦν δ' ἄρα ὁ νόμος στρατιωτικῶν σιτήσεων ὕφεσις, ἡ δ' ἀπομείωσις τετάρτη ἐτύγχανεν οὖσα ἀπόμοιρα. καὶ γέγονε καθάπερ ὁ στρατηγὸς ἐνετέλλετο. ἦρος δ' ἐπιγενομένου ὁ μὲν ἀπεχειροτονεῖτο, ὁ δὲ τῆς ἡγεμονίας ἀπήρχετο. ὁ μὲν οὖν Πρίσκος ἐπιβὰς τῆς ᾿Αντιοχείας προστάττει εἰς τὸ Μονοκάρτων τοὺς στρατιώτας συλλέγεσθαι, καὶ τῇ ᾿Εδέσῃ προσομιλήσας περιτυγχάνει Γερμανῷ, καὶ περιλαβὼν δεξιῶς κατησπάζετο ἐκ τῆς ἐπιδημίας γενόμενον (Δαμασκοῦ γὰρ οὗτος διεκόσμει τὸν θρόνον), ἀνακλίνας τε εἰς δεῖπνον αὐτὸν τῇ ἐπιούσῃ ἐφιλοφρονήσατο. μετὰ τοίνυν ἡμέρας τέτταρας ἀπεφοίτα τῆς ᾿Εδέσης ὁ στρατηγὸς τόν τε τῆς ἱερατικῆς καθέδρας προλάμποντα μεθ' ἑαυτοῦ συνελάμβανε καὶ ὡς τὸν χάρακα ᾤχετο. ἦν γὰρ ἡ ἡμέρα προσδόκιμος καθ' ἣν εἴθιστο ἑορτάζειν Ρωμαίοις τὸ σωτήριον ἐκεῖνο πάθος, δι' οὗ τὸν κόσμον εἰσεποιήσατο ὁ μονογενὴς παῖς τοῦ θεοῦ, ὁ τὴν φύσιν ταὐτὸν τῷ πατρὶ καὶ τὴν βασιλείαν ὁμότιμος·3.1.5 [οὗτος δέ ἐστιν ὁ Χριστός]. τοῦτο ὑποτοπήσας ὁ στρατηγός, ὡς οὐ δεῖ αὐτὸν μὲν ἐν πόλει τὴν ἐγκύκλιον τῆς ἀναστάσεως πανηγυρίζειν ἡμέραν, τὸ δὲ Ρωμαϊκὸν ἐν πεδίῳ κατηφέστερόν πως ἑορτάζειν δοκεῖν πολιτικῆς θυμηδίας ὥσπερ στερισκόμενον, διά τοι τοῦτο τὸν ἱερέα παραλαβὼν ὡς τὸ Μονοκάρτων ἐβάδιζεν, ὁ δὲ Γερμανὸς προῆγε τὴν τοῦ στρατηγοῦ παρουσίαν ἐξάκουστον ποιούμενος τοῖς στρατεύμασιν. μετὰ τοίνυν ἡμέρας δύο οἱ ταγματάρχαι ἀπήντων τῷ στρατηγῷ ὡς ἀπὸ τριῶν σημείων τοῦ χάρακος, ναὶ μὴν καὶ οἱ τῆς ἐκτάξεως ἅπαντες. ἔθος δὲ γεγηρακὸς ἐνευδοκίμει τῷ στρατοπέδῳ, τὸν μέλλοντα τὰς στρατηγίδας περιβαλέσθαι ἡνίας, ὁπηνίκα αὐτῷ τὰ στρατεύματα ὑπαντήσωσιν, ἀποβαίνειν τοῦ ἵππου καὶ διὰ μέσου χωρεῖν τοῦ ὁπλιτικοῦ καὶ φιλοφρονεῖσθαι τοῖς ἀσπασμοῖς τὸ στρατόπεδον. ὃ δὴ μὴ πεποιηκότος τοῦ Πρίσκου, ἀλλὰ καὶ πάνυ μὲν οὖν τοῦτον δὴ τὸν πρεσβύτην ἀποσκορακίσαντος νόμον, οὐ μετρίως ἔφερε τὴν ὕβριν τὸ στράτευμα. τῇ τοίνυν πρώτῃ τῆς πανηγύρεως ἡμέρᾳ εἰρηναίως ὁ στρατηγὸς διετέλεσεν. τρίτης δ' ἡμέρας παρῳχηκυίας, καὶ τῆς τῶν στρατιωτικῶν σιτήσεων ἀπομειώσεως οὐκέτι ἐν παραβύστοις ἀλλ' ἐς τὸ φανερὸν γενομένης τῷ πλήθει παντί, ἀναρχίας ἀκμὴ λαμβάνει τὴν πρόοδον, καὶ πρὸς τῇ σκηνῇ τοῦ στρατηγοῦ τὰ πλήθη συρρέουσιν, ἃ μὲν λίθους ἐπιφερόμενα, ἃ δὲ καὶ ξίφη, ὡς ἑκάστῳ καθυπούργησεν ὁ καιρός. τοῦ δὲ ταράχου ὁ στρατηγὸς αὐτήκοος γέγονε 3.1.10 καὶ τὴν αἰτίαν διεπυνθάνετο. τῶν δὲ πρὸς τὴν πεῦσιν μηδὲν ἀποκρινομένων αὐτῷ πλὴν ἢ "ἀνατέτραπται πάσης τάξεως ἁρμονία, τοῦ στρατοπέδου ἀνηγεμονεύτου τυγχάνοντος," ἱδρῶτι περιερρεῖτο ὁ πολέμαρχος Πρίσκος καὶ φόβῳ πολλῷ συνεστέλλετο, διαπορουμένης αὐτῷ τῆς ψυχῆς ὅ τι καὶ δράσειεν. τῷ μὲν οὖν Εἰλιφρέδᾳ τὸ θεανδρικὸν ἴνδαλμα παραγυμνώσας ἐδίδου (ἀχειροποίητον δὲ τοῦτο Ρωμαῖοι κατονομάζουσιν), περινοστεῖν προστάξας τὸ στράτευμα, ὅπως αἰδοῖ τοῦ σεβάσματος ταπεινωθείη μὲν ὁ θυμός, τὰ δὲ τῆς ἀκοσμίας πρὸς τὸ σῶφρον τὴν μεταβολὴν ἀπενέγκοιτο. τοῦ δὲ πλήθους μηδὲν ἐντεῦθεν σωφρονιζομένου, ἀλλὰ καὶ βάλλοντος τὸ ἀπόρρητον λίθοις, εἰκότως ὁ στρατηγός, ἵππου τινὸς τῶν σωματοφυλάκων τοῦ βασιλέως περιτυχών, πρὸς φυγὴν ἐκδοὺς ἑαυτὸν παραδόξῳ σωτηρίᾳ τινὶ τὸν κίνδυνον παρεκρούσατο. 3.1.13 ἱπποφορβοῖς τοιγαροῦν προσομιλεῖ τοῖς τὰς ἵππους τὰς στρατιωτικὰς περιβόσκουσιν, κἀκείνων μετὰ μεγίστων κινδύνων τὰς χεῖρας διαφυγὼν τῶν Κωνσταντίνης πόλεως ἐπιβαίνει πυλῶν, ἄρτι τὰς διατριβὰς τοῦ Μονοκάρτων ἀπολιπών. συνενδημεῖ τοιγαροῦν μετὰ τοῦ στρατηγοῦ τῇ πόλει καὶ θόρυβος. οἱ μὲν οὖν τῆς Κωνσταντίνης οἰκήτορες ἐπὶ τοῖς γεγονόσιν ἐκπεπληγμένοι τὰς ψυχὰς διετέλουν, ὁ δὲ στρατηγὸς τοῖς ἡγεμόσι τῶν πόλεων τοῖς τε τῶν φρουρίων ἐφεστηκόσι δι' ἐπιστολέων ἐνεχάραττε γράμματα, μηδὲν τῶν συνήθων ἀποστερεῖν τὰ στρατεύματα, μήτε δὲ καταπλαγῆναι τὰς ψυχὰς τῇ ἀθρόᾳ τῶν γεγενημένων παρόδῳ· ἐξῄτει δὲ καὶ ἰατροῦ τέχνην ἐπιφανεῖσαν αὐτῷ φάρμακα τοῖς περὶ τὴν γαστροκνήμην ἕλκεσιν ἐπιτίθεσθαι· ἐδεινοπάθει γὰρ ἐπὶ τοῖς μώλωψιν, οὓς αὐτῷ ἡ τῶν λίθων φορὰ διενείματο. 3.2.1 Τὰ μὲν οὖν τῆς στάσεως τῷ στρατοπέδῳ διεμηνίετο. περισχίζεται γὰρ τὸ τοῦ στρατηγοῦ σκηνοπήγιον, λωποδυτεῖται δὲ παρὰ τοῦ πλήθους καὶ τὰ τῆς περιουσίας ὁ Πρίσκος, ἀποδιδράσκουσι δὲ καὶ οἱ τῶν συνταγμάτων ἡγεμονεύοντες, καὶ ἐς μέγα κακοῦ τὰ τῆς ἀναρχίας ηὐξάνετο. μετ' οὐ πολὺ δὲ τὸν τῆς Κωνσταντίνης πρόεδρον ὁ στρατηγὸς εἰς τὸ στρατόπεδον πρεσβευτὴν διεπέμπετο κατισχυριζόμενος τὰ τῆς στρατιωτικῆς λύπης παρηγορεῖν, καὶ ὡς μετέθετο τὴν γνώμην ὁ αὐτοκράτωρ Μαυρίκιος, καὶ βασιλικὸν ἐπιφέρεται γράμμα ἐγκελευόμενον ἀναζευγνύναι πρὸς τὸ σύνηθες τὰς στρατιωτικὰς ἐπιδόσεις. ἐπεμέμφετο δὲ Φιλιππικῷ Πρίσκος ὁ στρατηγὸς καὶ τῆς ἀταξίας αὐτὸν διεθρύλει γεγονέναι πατέρα, ὡς εἰσηγητὴν τῆς μειώσεως τῶν στρατιωτικῶν ἐπιδόσεων Μαυρικίῳ γενόμενον. ταῦτα δ' εἰκῇ διερραψῴδει ὁ Πρίσκος. ὁ μὲν οὖν ἱερεὺς ὁ πρέσβις ὡδοιπόρει καθὼς προσετέτακτο· τὰ δὲ στρατεύματα συναθροίζεται καὶ στρατηγὸν χειροτονεῖν ἐδοκίμαζεν. διά τοι τοῦτο μετάκλητον τὸν Γερμανὸν ποιησάμενοι καὶ εἰσαγώγιμον εἰς τὸ βουλευτήριον ἐνεγκάμενοι ἠξίουν ἐγχειρίζειν αὐτῷ τὰς στρατηγίδας ἡνίας. τοῦ δ' ἀποπεμπομένου τὴν τοῦ στρατοπέδου ἀξίωσιν, τῶν δὲ καταναγκαζόντων αὐτὸν ἔσεσθαι περὶ τὴν χειροτονίαν πειθήνιον καὶ προσαπειλούντων καὶ θάνατον τῆς παρακοῆς εἶναι τὸ διαζήμιον, νικῶσι τὰ τῶν στρατευμάτων βουλεύματα, καὶ στρατηγὸς Γερμανὸς ἀνακηρύττεται, ὅρκῳ περιφράξας τὰ τοῦ συνοίσοντος, ὡς ἀπέχονται Ρωμαῖοι τοῦ λωποδυτεῖν τὸ ὑπήκοον, τῆς ἀταξίας ἐκποδὼν γινομένης· διωμολόγητο δὲ καὶ καταπολεμεῖν αὐτοὺς τὸ ἀντίπαλον. καὶ ταύταις ὁ στρατηγὸς ταῖς συνθήκαις περιφραξάμενος οἷα θώραξιν ἀκαταγωνίστοις τισὶν ἡγεμονεύειν Ρωμαίων ἠσμένισεν. γίνεται γοῦν ὁ ἱερεὺς ὁ πρέσβις πρὸς τὸν στρατηγὸν καὶ τὸ στρατόπεδον. ὁ μὲν οὖν παρεκάλει τὸ στράτευμα πρὸς σωφροσύνην ἰδεῖν· οἱ δ' ἀπηχθάνοντο τῷ ἱερεῖ καὶ τοὺς λόγους τοῖς ὠσὶν οὐ παρεδέχοντο, ἀλλ' οἷα βάρβαρον ὄψιν ἐξενηλάτουν τὰ παρὰ τοῦ πρέσβεως αὐτοῖς εἰσηγούμενα· παρενεγύων δὲ καὶ τὸν Πρίσκον ἐξωθῆσαι τῆς πόλεως. οἱ μὲν οὖν τοὺς βασιλικοὺς ἀνδριάντας καταρριπτεῖν ἐνεχείρησαν, (ὃ δὴ καὶ γέγονεν), ἀφανίζουσι δὲ καὶ τὰ διὰ τῆς γραφῆς ἀναθήματα, ἅπερ σανίσι καὶ πίναξιν εἰς βασιλέως τιμὴν χρωματουργίᾳ συνετάττοντο τεχνικῇ· μηδὲ γὰρ ἀνέχεσθαι ἔφασκον ὑπὸ βασιλέα παλιγκάπηλον εἶναι. ὁ δὲ πρόεδρος τῆς Κωνσταντίνης κατάδηλα ταῦτα ἐποιήσατο Πρίσκῳ. τοίνυν ὁ Πρίσκος καὶ τὸν τῆς ᾿Εδέσης τοῦ ἱερατικοῦ ἐξηγούμενον πρεσβευτὴν ἀπέστελλε τοῖς στρατεύμασιν. ἀτὰρ ὁ ἱερεὺς γενόμενος πρὸς τὸ στράτευμα καὶ πολλοὺς λόγους καταβαλόμενος ἀνεπιτεύκτως τὴν 3.2.10 ἐπανάζευξιν ἐποιήσατο. τὰ δ' ἐκ τῆς ἀταξίας δεινὰ τῇ ἀνατολῇ ἐπεκύμαινεν, καὶ πάντῃ κακὸν κακῷ ἐπεστήρικτο, ἵνα καὶ ποιητικῆς συμφορᾶς μνήμην ποιήσωμαι, τῶν μὲν τὰς περιουσίας ἀποβαλλομένων, ἄλλων περὶ τὰς ὁδοὺς λῃστρικώτερον βιαζομένων, ἑτέρων ἐν τοῖς ἀγροῖς ληϊζομένων, τῆς τυραννίδος κομώσης καὶ παρεχομένης τοῖς ἀδικήμασι τὸ ἀνέγκλητον. ὁ μὲν οὖν Πρίσκος γράμμασι ταῦτα κατάδηλα Μαυρικίῳ ἐποιήσατο τῷ αὐτοκράτορι, ὁ δὲ βασιλεὺς τὸν Φιλιππικὸν αὖθις ἐπιβαίνειν τῆς ἀνατολῆς ἐγκελεύεται. 3.3.1 ἐπικηρυκεύονται τοιγαροῦν οἱ τῶν στρατευμάτων τὸν Πρίσκον τῆς ᾿Εδέσης ὑπεξελθεῖν πέντε καὶ τεσσαράκοντα τὸν ἀριθμὸν χειροτονήσαντες πρεσβευτάς. γίνονται γοῦν οὗτοι ἐν ᾿Εδέσῃ τῇ πόλει παρὰ τὸν Πρίσκον καὶ διαπορθμεύουσιν αὐτῷ τὴν τῶν στρατοπέδων προαίρεσιν. ὁ μὲν οὖν Πρίσκος πλεῖστα ἀπελελόγητο καὶ πείθει τοὺς ἀπεσταλμένους, ὡς οὐκ ἐν ἀδικίας μοίρᾳ γέγονεν αὐτῷ τὰ ἐπίχειρα. οἱ μὲν οὖν ἐπηγγείλαντο τῷ Πρίσκῳ ὑπομαραίνειν τῶν στρατιωτῶν τὰς μαινόλεις τῆς ὀργῆς φρυκτωρίας· ὁ δὲ Πρίσκος κεχηνὼς ταῖς ἐλπίσι πρὸς τῇ ᾿Εδέσῃ τὰς διατριβὰς ἐπεποίητο. καὶ δῆτα ἀφίκοντο οἱ πρεσβευταὶ πρὸς τὸν χάρακα καὶ τὰς ἀπολογίας διεξῄεσαν Πρίσκου, ἐνεχείρουν δὲ καὶ τιθασεύειν τὰ νεώτερα τῆς τυραννίδος σκιρτήματα. ὃ καὶ πρὸς κορυφαῖον αὐτοὺς ἀπῃώρησε κίνδυνον· μόλις γὰρ τὸν θάνατον ἀποκλίνουσι τὸ ἰδιωτεύειν κατακριθέντες· τοῦτο γὰρ τὰ τῆς ὀργῆς ἐδογμάτιζεν. ἐκ τοῦ χάρακος τοίνυν ἐκβάλλονται, καὶ τοιούτοις δεινοῖς τὰ περὶ τοὺς πρεσβευτὰς ἐπεπέραστο. καταστρατοπεδεύουσι τοιγαροῦν οἱ τῆς ἀταξίας ἡγεμονεύοντες κατὰ Πρίσκου καὶ πέντε χιλιάδας συντεταχότες μαχίμου δυνάμεως ἐπὶ τὴν ῎Εδεσαν ἀποστέλλουσιν. κατ' ἐκεῖνον γοῦν τὸν καιρὸν γίνεται Θεόδωρος περὶ τὴν ῎Εδεσαν τὴν Φιλιππικοῦ ἄφιξιν ὑπισχνούμενος. διά τοι τοῦτο ἀπολιπὼν ὁ Πρίσκος τὴν ῎Εδεσαν γίνεται ἐς Βυζάντιον. οἱ δὲ περὶ τὸν χάρακα Ρωμαῖοι ἔτι τῇ ἀταξίᾳ περιεπλέκοντο τὸν Φιλιππικὸν ὅσον οὔπω ἐπιβαίνειν τοῦ Μονοκάρτων αἰσθόμενοι, ὅρκοις τε διέθεντο μηδὲ τῆς ἐκείνου στρατιαρχίας ἀνέχεσθαι. τὸ δὲ Περσικὸν ταῖς Ρωμαϊκαῖς συμφοραῖς ἐντρυφῶν τῇ Ρωμαίωνπολιτείᾳ περιεκέχυτο καὶ τῇ Κωνσταντίνῃ προσέβαλλεν, καὶ διπλοῦς ταῖς πόλεσιν ὑπῆρχεν ὁ πόλεμος, ἔκ τε τῶν οἰκειοτάτων καὶ τῶν πολεμίων ἐκτρεφόμενός τε καὶ λιπαινόμενος. καὶ οὖν τὸ τῶν Ρωμαίων συνάθροισμα ἀπόμαχον διετέλει, οὐδὲν μέλον αὐτῷ, ὡς περὶ ἀλλοτρίου του πράγματος τῶν γινομένων τὴν φροντίδα τιθέμενον. Γερμανὸς δὲ χιλιάδα ἐκ τῆς μαχίμου καθοπλίσας δυνάμεως, τῇ Κωνσταντίνῃ ἀθρόως 3.3.10 ἐπιφανεὶς τῶν προσδοκίμων αὐτὴν κακῶν ἠλευθέρωσεν. μόλις δὲ παραθήγων ὁ στρατηγὸς τὰ Ρωμαίων συντάγματα καὶ παροτρύνας τοῖς ῥήμασι χιλιάδας τέτταρας συναθροίζει καὶ τοῖς Περσικοῖς ἐνδημεῖν ἐγκελεύεται. ὁ δ' ᾿Αριστόβουλος (ἦν δ' ἄρα οὗτος τῆς βασιλικῆς οἰκίας προεστὼς τοῦ βασιλέως, τῆς ᾿Αντιόχου προσαγορευομένης) τοῖς στρατεύμασιν ἐπίδημος ἦν ὑπὸ τοῦ αὐτοκράτορος ἐκπεμφθείς. οὗτος πῇ μὲν τοῖς δώροις πῇ δὲ τοῖς λόγοις ὑπομαλάττει τὸ τῆς τυραννίδος ἀτίθασον. 3.4.1 στρατοπεδεύεται γοῦν τὸ Ρωμαϊκὸν ἐπὶ τὴν Μαρτυρόπολιν πρὸς τὸ εἰρηναῖον μεταβαλόμενον, ἀπόμοιρα δέ τις τῶν στρατοπέδων τῇ Περσίδι πάλιν εἰσβάλλει. ὁ μὲν οὖν Μαρουζᾶς, ὁ τοῦ Περσικοῦ στρατηγός, ἐπιφανεὶς κωλύμην τῆς ἐπιστασίας Ρωμαίοις παρείχετο. ἐπανέζευξαν τοιγαροῦν οἱ Ρωμαῖοι διὰ τῆς ᾿Αρζανηνῆς καὶ τοῦ Νυμφίου ποταμοῦ πρὸς τὰ οἴκοι· συνείπετο δὲ καὶ ὁ Μαρουζᾶς τοῖς Ρωμαίοις κατόπιν. συνέρρευσε τοιγαροῦν τὸ Ρωμαϊκὸν ὁμοῦ καὶ τὸ ἀντίθετον βάρβαρον περὶ τὴν Μαρτύρων πόλιν, καὶ γίνεται Ρωμαίοις καὶ Πέρσαις ἐπιφανέστατος πόλεμος· κληροδοτεῖται δὲ τῷ Ρωμαϊκῷ νίκη μεγαλοπρεπὴς καὶ περίδοξος. ἀναιρεῖται γὰρ ὁ τῶν Περσῶν στρατηγός, ἥλωσαν δὲ τοῦ Περσικοῦ ζωγρηθέντες τρισχίλιοι, καὶ οἱ ἐν τέλει δοριάλωτοι γίνονται, καὶ μέχρι χιλίων τὸ τῶν βαρβάρων γενόμενον σύνταγμα πρὸς τὴν Νίσιβιν γίνεται. τοῦ τοίνυν φόνου γενομένου μεγάλου τε καὶ ἀξιαγάστου Ρωμαίοις καὶ τῆς λαφυραγωγίας λαμπρᾶς, συναθροισθὲν τὸ στρατόπεδον διαλύονται τὴν ἔχθραν πρὸς τὸν Μαυρίκιον καὶ γεραίρουσι λαφύροις πολλοῖς τὸν αὐτοκράτορα πέμψαντες ὡς αὐτὸν καὶ τὰ σημεῖα τοῦ Περσικοῦ, ἃ τῇ πατρίῳ φωνῇ βάνδα Ρωμαῖοι κατονομάζουσιν. ὁ δὲ Φιλιππικὸς ἐν τῇ ῾Ιερᾷ λεγομένῃ πόλει ἐνηυλίζετο τῷ φόβῳ συσταλεὶς τῆς ἀταξίας, καραδοκῶν τὴν τῆς ἀναρχίας μεταβολήν. 3.4.6 Χειμῶνος τοιγαροῦν ὥρας διαδεξαμένης τὸν πόλεμον τῇ ἀεικινήτῳ καὶ ἀμοιβαίᾳ τῶν τροπῶν μεταβάσει, ὁ χάραξ τοῦ Ρωμαϊκοῦ διαλύεται. ἐπιγινομένου δ' ἦρος καὶ προσηνῆ καὶ ἐπίχαριν ὄψιν παρεχομένου τῇ γῇ, ἡ κατὰ τὸ εἰωθὸς τοῦ χρυσοῦ διανομὴ τῷ μαχίμῳ ὑπὸ τοῦ αὐτοκράτορος ἐξεπέμπετο. ὁ δὲ Ρωμαίων τε καὶ Περσῶν πόλεμος ἐσφρίγα τε καὶ ἐσφάδαζεν. τὸ δὲ Γετικόν, ταὐτὸν δ' εἰπεῖν αἱ τῶν Σκλαυηνῶν ἀγέλαι, τὰ περὶ τὴν Θρᾴκην ἐς τὸ καρτερὸν ἐλυμαίνοντο, οἱ δὲ Μῆδοι τοῖς Ρωμαίων στρατηγοῖς συγκυρήσαντες παρανάλωμα φόνου ἐγίνοντο, Ρώμη δ' ἡ πρεσβῦτις ταῖς τῶν Λογοβάρδων ἀντεῖχεν ἐφόδοις, τῇ δὲ Λιβύῃ αἱ τῶν Μαυρουσίων δυνάμεις διετέλουν ἐξίτηλοι καὶ τῷ πλήθει τῶν Ρωμαϊκῶν ἀνδραγαθημάτων πρὸς τὸ ταπεινὸν καὶ κατητονημένον ἀπέκλινον. οὕτω μὲν οὖν ἐκεῖναι μετὰ τῶν ἀσπίδων καὶ τὰς ἡνίας κατέθεντο τὸν αὐχένα Ρωμαίοις ὑποχαλάσασαι, καὶ τήν [τε] ἠρεμίαν ἐνηγκαλίζοντο, ὁ δὲ Φᾶσις οὐκ ἐθολοῦτο τοῖς αἵμασιν· εἰρηναῖον γὰρ ῥεῖθρον τέως περιεβάλλετο τῷ διαυγεῖ τῆς ἡσυχίας καταρδεύων τοὺς Κόλχους, μηδαμοῦ κεκτημένος Μῆδον οἰκήτορα. καὶ ὧδέ πως τὰ Ρωμαίων διετίθετό τε καὶ συνετάττετο. 3.5.1 ᾿Εν τούτῳ τοιγαροῦν τῷ καιρῷ τελεσιουργοῦνται κατὰ τὴν Μηδικὴν οὐκ ἀναξιόλογα διηγήσεως πράγματα. ἀλλ' ἄγε δὴ ἐνείρωμεν καὶ τάδε τοῖς τῆς ἱστορίας μέλεσιν εὐκοσμότατα, οἷά περ ὅρμον τινὰ λιθοκόλλητον, ὀφθαλμοῖς διανοίας ἑστίασιν, ὤτων δὲ θυμηδίαν, ὡς ἔστιν εἰπεῖν, καὶ πανήγυριν. φρούριον, Γιλιγέρδων ὄνομα αὐτῷ, ἐνδοτέρω δὲ τοῦτο τῆς Μηδικῆς ᾠκοδόμηται, ἐν χώρᾳ ἐπιλεγομένῃ Βιζαῇ, οὐ πόρρω Βενδοσαβόρων τῆς πόλεως. πρόσεστι δὲ τούτῳ καί τις εἱρκτή· Λήθην δὲ ὀνομάζουσι ταύτην οἱ βάρβαροι. 3.5.3 ὁ δὲ χῶρος ὥσπερ γῆ θεῷ ὀργὰς βασιλικῷ θυμῷ ἀνατίθεται, καὶ τέμενος δυσμενείας ἀποκαλῶν τις τὸ φρούριον οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. ἐναποκλείονται τοίνυν ἐνθάδε ὅσοι τοῖς δικτύοις τῆς τοῦ βασιλέως λύπης ἁλίσκονται, τοῦτο μὲν ὑπήκοοι, τοῦτο δὲ καὶ δορίκτητοι. ᾿Ιουστίνου γε οὖν τοῦ νεωτέρου τῆς Ρωμαϊκῆς πολιτείας ἡγεμονεύοντος, παρεστήσατο τὴν πόλιν τὴν λεγομένην Δαρὰς ὁ τῶν Περσῶν βασιλεύς. ἔδοξε γοῦν τῷ βασιλεῖ, καὶ γίνονται Δαρηνοὶ τοῦ φρουρίου τούτου οἰκήτορες. ὑπῆσαν δὲ καὶ Καδασηνοὶ ἐν αὐτῷ, (βάρβαρον δὲ τὸ φῦλον τῆς Μηδικῆς) οὐ μὴν ἀλλὰ καὶ ἕτεροι τὸ κακοπραγεῖν κληρωσάμενοι, καὶ κοινὸν ἄθροισμα ταλαιπωρουμένων ἀνδρῶν τὸ φρούριον ἐνηγκάλιστο. γίνεται γοῦν τοῖς ἑτερογενέσιν εἰς συμφωνίαν τὰ κοινὰ δυστυχήματα, καὶ οὓς γένος καὶ νόμος καὶ γλῶττα διείλετο, συνῆψεν ἡ τῶν παθημάτων οἰκείωσις τῷ ἀδελφῷ τῆς ἀνάγκης καταμελετήσασα τὴν ὁμόνοιαν. ἐξάρχουσι δῆτα τῆς ἀνδρείας οἱ Δαρηνοὶ καὶ αὐτοβοεὶ τοῖς ἐν ποσὶν ὀργάνοις πολέμου χρησάμενοι ἀναιροῦσι τοὺς φύλακας. καὶ τοῦ φόνου ἐκκαιομένου πρὸς τὸ λαβρότερον, (πλῆθος γὰρ ὑπῆν στρατιᾶς περιφρουρούσης τὸ φρούριον) νικῶσι Ρωμαῖοι καὶ συνεξάγουσι τοῦ φρουρίου καὶ τοὺς τῶν ἀτυχημάτων αὐτοῖς κοινωνοὺς καὶ πολλὰ παθόντες καὶ δράσαντες εἰς τὴν Ρωμαίων ἐπανέζευξαν. 3.5.8 Τῶν δὲ περιφανῶν ἐκείνων θριάμβων γεγονότων Ρωμαίοις, ἔτι πρὸς τῇ Μαρτυροπόλει ὁ πόλεμος ἐξηρτύετο, ὡς φθάσαντες εἴπομεν, ὁπηνίκα καὶ Μαρουζᾶς, ὁ τῶν Περσῶν στρατηγός, ἐν τῇ παρατάξει ἐτύγχανεν ὢν πεπτωκώς, ἥλωσαν δ' οἱ τῶν δύο κεράτων ταξίαρχοι, ἥ τε κεφαλὴ Μαρουζᾶ τοῦ στρατηγοῦ ἐς Βυζάντιον ἧκεν. ὁ δὲ Φιλιππικὸς ἔτι ἀπεδοκιμάζετο ἐκ τῆς Ρωμαίων δυνάμεως καὶ ἀποστράτηγος ἦν· οὐ προσίετο γὰρ κηδεμόνα τὰ πλήθη τὸν πρὸ μικροῦ περὶ τὸ ᾿Αρζάμων ἀνδραγαθήσαντα. εὐμετάγωγον γὰρ τὸ πλῆθος καὶ δυσάρεστον πέφυκεν, καὶ φίλον αὐτῷ τὸ τῆς μεταβολῆς 3.5.10 ἀεικίνητον. γενομένου τοίνυν Φιλιππικοῦ περὶ τὰς τῶν Κιλίκων ἐπαύλεις, αὐτοκρατορικοῖς γράμμασιν αὖθις εἰς τὴν Συρίαν παλινδρομεῖ, καὶ μόλις ὑπὸ τοῦ Ρωμαϊκοῦ προσεδέδεκτο, Γρηγορίου, τοῦ ᾿Αντιοχείας τὸν ἀρχιερατικὸν θρόνον τὸ τηνικαῦτα διέποντος, διαλλάξαντος τῷ στρατηγῷ τὰ στρατεύματα. ἡ δὲ Μαρτύρων πόλις τότε δὴ τότε ἥλω ὑπὸ Περσῶν, οὐ τοῖς ἐκ πολέμων νόμοις, προδοσίας δὲ δόλοις, οἷς εἴωθε κλέπτεσθαι τὰ μὴ δυνάμενα παρὰ τῶν ἀντιπάλων κατεργάζεσθαι μάχαις. ὁ δὲ τοῦ δόλου πατὴρ Σίττας ἐτύγχανεν ὤν. οὗτος αὐτομολήσας πρὸς Πέρσας ὑποπείθει σιδηροφορῆσαι τετρακοσίους τοῦ βαρβαρικοῦ ὑποκρίνεσθαί τε προσχωρήσειν Ρωμαίοις, παραφανῆναι δὲ τῇ πόλει. οὗ γεγονότος τοὺς ἀστοὺς ἔπειθε Σίττας ὡς προσκεχωρηκότας Ρωμαίοις τοὺς βαρβάρους εἰσδέξασθαι. ἐξαπιναίως τοίνυν τοῦ κακοῦ γενομένου οἱ βάρβαροι τὸ πόλισμα ἐγκολπίζονται. 3.5.14 ὁ δὲ Φιλιππικὸς ταῦτα μεμαθηκὼς στρατοπεδεύεται καὶ χάρακα περὶ τὴν πόλιν ἐνέβαλλεν. διά τοι τοῦτο ἐπιστρατεύει καὶ ὁ τῶν Περσῶν βασιλεὺς καὶ Μεβόδην Σουρήνα τὸν υἱὸν ἀντεξώπλιζεν· ἀξιώματα δὲ ταῦτα παρὰ Πέρσαις πρεσβεύονται. ἐπεὶ δ' οὐκ ἀποχρῶσα δύναμις τῷ Μεβόδῃ ὑπῆν, ἀποστέλλεται παρὰ τοῦ Περσῶν βασιλέως καὶ ᾿Αφραάτης, ὁ κατὰ τῆς ᾿Αρμενίας τὰς στρατηγίδας λαχὼν τοῦ πολέμου ἡνίας. τοίνυν συγκεκροτημένου πολέμου, πταίουσιν οἱ Ρωμαῖοι καὶ ἐλάττονες γίνονται τοῦ σκοποῦ, καὶ νικᾷ τὸ τῶν βαρβάρων στρατόπεδον. τοῖς μὲν οὖν ἐν Μαρτύρων πόλει διαφρουροῦσι Πέρσαις ἐπίθετος γίνεται δύναμις, καὶ εἰς τὸ καρτερὸν ὑπὸ τῶν Περσῶν ἡ πόλις διεφυλάττετο· ὁ δὲ Φιλιππικὸς ἀπεχειροτονεῖτο παραυτίκα, Κομεντίολόν τε στρατηγὸν ὁ αὐτοκράτωρ ἀνίστησιν. 3.6.1 ἀφικνεῖται τοιγαροῦν ὁ στρατηγὸς ἐς τὰ προαύλια τῆς Περσίδος αὐτῆς καὶ περὶ τὴν Νίσιβιν (᾿Αντιόχεια δ' αὕτη τῆς Μυγδονίας τὸ πάλαι προσηγορεύετο) συμπλέκεται Πέρσαις περὶ τὸ Σισαρβάνων οὕτω λεγόμενον. καὶ τοῦ πολέμου λαβόντος τὴν πρόοδον, ὁ Κομεντίολος τὰ νῶτα τῇ παρατάξει ὑπέδειξεν, καὶ μεγάλης αὐτῷ τῆς φυγῆς γενομένης, καὶ μέχρι τῆς Θεοδοσίου πόλεως τῆς ἀποδράσεως ἀκμαζούσης, ῾Ηράκλειος, ὁ ῾Ηρακλείου πατὴρ τοῦ αὐτοκράτορος, τὴν τῶν ἀνδραγαθημάτων ὑπεροχὴν λίαν ἀνδρικῶς ἀπεφέρετο καὶ κατάδηλος ἦν ἐνευδοκιμῶν ἐν τῷ δόρατι. ἀναιρεῖται γοῦν ὁ τῶν Περσῶν στρατηγός, ὃν ᾿Αφραάτην ὁ λόγος ἀπέδειξεν, ἤδη που καὶ Μεβόδου ἐν τῇ πρὸς Φιλιππικὸν μάχῃ ὑπὸ Ρωμαϊκῆς πεφονευμένου βολῆς. τῶν δὲ Ρωμαίων διὰ τὴν φυγὴν τῶν Περσῶν ἀπενεγκαμένων τὴν εὔκλειαν, εἰκότως τὰ τῶν βαρβάρων ἐσκυλεύετο σώματα, καὶ γίνεται τοῦ νενικηκότος τὰ κτήματα. τῇ δ' ἐπιούσῃ καὶ τοῦ Περσικοῦ χάρακος ἐπιβάντες Ρωμαῖοι καὶ τούτου κρατήσαντες τῶν τροπαίων τὸν ἔλεγχον ἐς βασιλέα παρέπεμπον, ξίφη χρύσεα τιάρας τε Περσικὰς καὶ τὰς λιθοκολλήτους ζώνας, ἃς οἱ μαργαρῖται τοῖς βαρβάροις λαμπρύνουσιν, τά τε σημεῖα τῆς παρατάξεως, ἅπερ Ρωμαίοις εἴθισται τῇ πατρῴᾳ φωνῇ βάνδα ἀποκαλεῖν. ὁ δ' αὐτοκράτωρ τὰς νικηφόρους συλλαβὰς ὑπὸ τοῦ στρατηγοῦ προσδεξάμενος ἱλαρύνετο τε καὶ κατηυφραίνετο καὶ ἱππικοὺς προσέταττεν ἀγῶνας τελεῖσθαι, καὶ κατορχεῖσθαι τοῖς δημοτικοῖς ἐγκελεύεται, ὡς εἴθισται Ρωμαίοις πανηγυρίζουσιν. 3.6.6 ᾿Επεὶ δὲ τὸν πρὸς ᾿Αφραάτην ἀπεπερατώσαμεν λόγον τοῖς διηγήμασιν, φέρε δή, φέρε καὶ τὰ περὶ Σουανίαν τοῖς Ρωμαίοις πραχθέντα τοῖς τῆς ἱστορίας λειμῶσιν ἐπιφυτεύσωμεν· καὶ ζωγράφοι γὰρ τὰ μεγάλα καὶ περιφανῆ τῶν μελῶν ἐγχαράξαντες οὐ πρότερον τοῦ φιλοτεχνήματος ἀποπαύονται, πρὶν ἂν καὶ τὰ σμικρότατα μέλη τοῦ σύμπαντος τοῖς πίναξιν ἐγχαράξωσιν. ἔτος ὄγδοον τῆς βασιλείας Μαυρικίου τοῦ αὐτοκράτορος, καὶ Βαράμ, ὁ τῶν Περσῶν στρατηγός, ἅμα ταῖς δυνάμεσι τοῦ βαρβαρικοῦ ὑπὸ ῾Ορμίσδα, τοῦ τῶν Περσῶν βασιλέως, κατὰ Σουανίας ἐκπέμπεται. καὶ ἀδοκήτου τῆς ἐπιστασίας τῶν Περσῶν γεγονυίας, τὸ σπουδαζόμενον τῇ ῥαθυμίᾳ ἐγίνετο. ληΐζεται γὰρ ἡ Σουανία κάρτα κομιδῇ, καὶ ἄσχετον ἦν τὸ κακόν· ἐχήρευε γὰρ τοῦ στρατηγήσοντος, τῆς Κολχικῆς ἀνηγεμονεύτου ὑπούσης κηδεμόνος τε ὀρφανῆς καθεστώσης, ὡς οἷα περὶ τὴν ἕω τοῦ πολέμου σφριγῶντος. τῶν Οὔννων τοιγαροῦν τῶν πρὸς τῷ βορρᾷ τῆς ἕω, οὓς Τούρκους ἔθος Πέρσαις ἀποκαλεῖν, καταπολεμηθέντων λίαν ὡς ἔπος εἰπεῖν ἐγκρατῶς ὑπὸ ῾Ορμίσδα, τοῦ βασιλέως τῶν Πάρθων, ἐπὶ τὴν Κολχίδα ὁ Βαρὰμ τὸν πόλεμον 3.6.10 μετεβίβαζεν. ἐς τοσοῦτον γὰρ οἱ τῆς Περσικῆς ἤρθησαν βασιλείας αὐχένες, ὡς φορολογεῖσθαι ὑπὸ τῶν Βαβυλωνίων τοὺς Οὔννους, τὸ πρὶν τεσσαράκοντα χιλιάδας χρυσῶν ἠρεμίας προφάσει τοὺς Μήδους εἰσπραττόντων τῶν Οὔννων. πολυχρύσου τοίνυν τῆς τῶν Τούρκων ἀρχῆς ὑπὸ τῶν Περσῶν γεγονυίας, ἐς μεγάλην τοῦτο δὴ τὸ ἔθνος ἐτέτραπτο πολυτέλειαν· κλίνας τε γὰρ ἐσφυρηλατοῦντο χρυσᾶς καὶ τραπέζας καὶ κύλικας καὶ θρόνους καὶ βήματα ἱππικούς τε κόσμους καὶ πανοπλίας, καὶ ὅσα τῇ μέθῃ τοῦ πλούτου ἐπινενόηται. χρόνῳ δ' ὕστερον παρασπονδησάντων τῶν Τούρκων καὶ ἀξιούντων περαιτέρω τῶν εἰωθότων δίδοσθαι χρημάτων αὐτοῖς καὶ βαρυτάτην ἐπενθήκην γενέσθαι, τῶν τε Περσῶν τὸ τῆς ἐπιβολῆς τῶν φόρων οὐ φερόντων φορτίον, χειροτονεῖται ὁ πόλεμος. καὶ λαμπρᾶς τοῖς Πέρσαις γενομένης τῆς νίκης, ἀντικαταρρεῖ μετὰ τῆς τύχης τὰ πράγματα, καὶ ὑπὸ τῶν Περσῶν φορολογοῦνται οἱ Τοῦρκοι προσαφαιρεθέντες καὶ ἃ πρότερον αὐτοῖς συνήθροιστο χρήματα. καὶ πάλιν κομᾷ τὰ Περσῶν, καὶ περίβλεπτα τῷ ῾Ορμίσδᾳ καθεστήκει τὰ τρόπαια· λαφυραγωγοῦνται γὰρ κλῖναι καὶ τράπεζαι καὶ θρόνοι χρυσοῖ κόσμος τε ἱππικὸς ἀμφορεῖς τε καὶ πάντα τὰ ἐς τυράννων συντεταγμένα τιμήν. ἐπεὶ δὲ κατὰ νοῦν αὐτῷ τὰ περὶ τοὺς Τούρκους ἐλήλακεν, ἀνατείνει κατὰ Σουανίας τὴν μάχαιραν, τῆς Σκυθικῆς Πέρσαις ἀπομαρανθείσης ἐκτάξεως. περίδοξος τοίνυν ὁ Βαρὰμ κατὰ τὸν Τουρκικὸν γενόμενος πόλεμον τῇ Σουανίᾳ προσομιλεῖ, καὶ λείας κρατήσας περιφανοῦς καὶ ἐπὶ τὴν Βαβυλωνίαν ἐκπέμψας ἐς τὸν ᾿Αράξην στρατοπεδεύεται ποταμόν, ὃν ῎Ερας ἀποκαλοῦσιν οἱ βάρβαροι. ὁ δ' αὐτοκράτωρ τῶν συμβεβηκότων ἀκηκοὼς Ρωμανὸν τοῦ πολέμου κηδεμόνα καθίστησιν. γενόμενος οὖν ἐν τῇ Κολχίδι ὁ στρατηγός, ἣν Λαζικὴν ἡ συνήθης μετωνόμασε γλῶττα, καὶ τῷ ἐκεῖσε ἱεραρχοῦντι κοινολογησάμενος, ἀπάρας ἐντεῦθεν στρατοπεδεύεται ἐπὶ τὴν ᾿Αλβανίαν αὐτήν. 3.7.1 ὁ δὲ Βαρὰμ πυθόμενος τὴν Ρωμαϊκὴν παρουσίαν ἐγεγήθει· ἤρα γὰρ Ρωμαϊκῆς παρατάξεως ἀεί πως αὐτῷ γελᾶν τὴν τύχην οἰόμενος. διά τοι τοῦτο διαπεραιωσάμενος τὸν γείτονα ποταμὸν ἐπὶ τὸ Κάνζακον τὴν ὑποχώρησιν ἐπεποίητο ἐφελκόμενος ὥσπερ ἐπὶ τὰ ἐνδότερα τῆς Περσίδος Ρωμαίους. τούτων γοῦν ὁ Ρωμανὸς ὑπαισθανόμενος φιλυπόστροφος γίνεται τὸ συνοῖσον τῇ προθυμίᾳ πραγματευόμενος. ὑποτονθορύζοντος δὲ τοῦ πλήθους καὶ διαγανακτοῦντος καὶ τῆς πρὸς τὸ πρόσω ἐφιεμένου φορᾶς, λόγοις ἐχέφροσι κατηύναζεν ὁ στρατηγὸς τὰ τοῦ στρατιωτικοῦ θράσους οἰδήματα. ἐπεπόμφει δὲ καὶ ὁπλίτας πεντήκοντα ἀνερευνᾶσθαι τὰ τῶν πολεμίων κινήματα. οὗτοι ἐντυγχάνουσι δύο κατασκόποις τοῦ Περσικοῦ Ρωμαϊκὴν περιβαλομένοις ἐσθῆτα. οἱ δὲ τοὺς ἑλόντας ἀποβουκολίζουσι ἀποσκευάζονταί τε τὸν κίνδυνον εἶναι Ρωμαῖοι βεβαιωσάμενοι. 3.7.5 καὶ πίστιν τοῦ λόγου προυτίθεσαν διὰ ξένης τινὸς ἀτραποῦ νυκτὸς παραδεικνύειν ἀφύλακτον στιβαδευόμενον τὸ πολέμιον. οἱ μὲν οὖν τὸν ὄλεθρον ἀσμενίσαντες καὶ παρακρουσθέντες ὑπὸ τῆς ὑποσχέσεως ἥλωσαν ὑπὸ τοῦ Περσικοῦ, ζωγρηθέντες τε καὶ μετὰ στρεβλώσεων τὰς ἀποκρίσεις πρὸς τὰς πεύσεις ποιούμενοι κατάδηλα πάντα τῷ Βαρὰμ ἐποιήσαντο, ὅπως ὁ Ρωμανὸς τῆς Περσικῆς ἐπιβαίνειν οὐ τεθάρρηκε γῆς, τό τε ὀλιγοστὸν τῆς περὶ αὐτὸν μαχίμου δυνάμεως. τούτων γοῦν ἑαλωκότων, τρεῖς τὸν ἀριθμὸν περισωθέντες ἀναγγέλλουσι τῷ Ρωμανῷ τὸ δυστύχημα. ὁ μὲν οὖν Βαρὰμ τὸν ποταμὸν διενήξατο καὶ αὖθις τὴν Ρωμαίων κεραΐζεται γῆν, ὁ δὲ τοῦ Ρωμαϊκοῦ προεστὼς εἰς τοὐπίσω παλιννοστεῖ. τοῦτο διεγνωκότες οἱ βάρβαροι ἐπετίθεντο τοῖς Ρωμαίων συντάγμασιν. ὁ δὲ στρατηγὸς τῆς Κολχίδος στρατιὰν ἀθροίσας ἐσύκαζεν ὅπως ἔχει γνώμης τὰ τῶν Ρωμαίων συντάγματα, καὶ εἰ ἀρρενικὰς ἔχουσι τὰς ψυχὰς πρὸς παράταξιν. τῆς Ρωμαϊκῆς τοίνυν πληθύος παροτρυνομένης πρὸς πόλεμον, ὁ Ρωμαίων στρατηγὸς τοὺς ἀλκιμωτάτους ἀπὸ τῶν ἀδρανεστέρων διέκρινεν, καὶ τὸ μὲν μάχιμον ὡς ἑαυτὸν ἀνελάμβανεν, τὸ δὲ ἀπόλεκτον 3.7.10 περιφρουρεῖν τὸν χάρακα διεκόσμησεν. εἰς δέκα τοίνυν χιλιάδας τῆς μαχίμου ὁρώσης <δυνάμεως>, δύο προθέειν τοῦ ὁπλιτικοῦ ὁ στρατηγὸς διετάξατο· αἳ τῇ προτρεχούσῃ τῆς Περσικῆς στρατιᾶς συναντήσασαι φάλαγγι γενναίως πᾶσαν διώλεσαν, κρημνοῦ συγκυρήσαντος καὶ τετυχότος τοῖς βαρβάροις τὰ τῆς διαφυγῆς ἀνεπίτευκτα. τῆς δὲ καταδιώξεως ἐμφανοῦς γενομένης καὶ μέχρι τοῦ βαρβαρικοῦ χάρακος λαβούσης τὴν πρόοδον, ὡς καὶ τὸν Βαρὰμ καταπλαγῆναι ἐπὶ τῇ συντάξει τοῦ δράματος, ἐπανῆκεν ἡ προτρέχουσα δύναμις τῆς Ρωμαίων πληθύος. καὶ τούτων καταφανῶν τῷ Ρωμαίων στρατηγῷ γενομένων, καὶ τῆς Ρωμαϊκῆς ἐκτάξεως ὀργώσης συμπλακῆναι τοῖς Μήδοις, ὁ Ρωμανὸς τὴν ἀπόμαχον ἠρεμίαν ἠσπάζετο δέει τῆς ἀπειροπλασίου τῶν βαρβάρων. ἀθροίσεως. ἐπεὶ δ' οὐχ οἷός τε ἦν χαλιναγωγεῖν τὸ ὑπήκοον τοῖς ἔναγχος ἀνδραγαθήμασι ζωπυρούμενον, πρὸς παράταξιν τὰς δυνάμεις καθώπλιζεν. συνήντα δὲ καὶ τὸ βάρβαρον. στρατοπεδεύονται γοῦν ἑκάτεραι δυνάμεις ἐν πεδίῳ τῆς ᾿Αλβανίας, ἃς διεῖργε τῆς παρατάξεως ἀπορρώξ τις ἀγχιβαθὴς ἐκ τοῦ ᾿Αράξου ποταμοῦ προερχόμενος. τὰ μὲν οὖν πλήθη ἐπὶ ταῖς ὄχθαις ἐναυλιζόμενα τοῦ μεσιτεύοντος ὕδατος ἐδίδοσάν τε καὶ ἀντελάμβανον λόγους. τρίτη δ' ἡμέρα, καὶ ἄγγελος ἀπὸ τοῦ Περσικοῦ πρὸς τὸν Ρωμανὸν παραγίνεται τὸν πόλεμον ἐξαιτούμενος, χώραν τε τῇ διαβάσει ἢ Ρωμαίους Πέρσαις παρέχεσθαι ἢ τὸ βάρβαρον τοῖς τῶν Ρωμαίων στρατεύμασιν. καὶ οὖν ὁ τοῦ Ρωμαϊκοῦ τὴν ἐπιστασίαν περιβαλόμενος πανστρατιᾷ συναθροισάμενος ξύλλογον ὑπὸ τῆς πληθύος ἠξίου διδάσκεσθαι τὸ συνοῖσον αὐτοῖς πρὸς τὸν πόλεμον. τῶν δὲ συγχωρεῖν διανήξασθαι εἰσηγησαμένων τῷ στρατηγῷ τὸ πολέμιον, τῇ ὑστεραίᾳ ὁ λόγος πρὸς πρᾶξιν ἐχώρησεν. οὐ μετὰ πολὺ δὲ πρὸς ἔκταξιν ἑκατέρα παρεσκεύαστο δύναμις. τοῦ δὲ Βαρὰμ ἀποπειραθέντος κλέψαι τὸν πόλεμον, ἀντεστράτευεν ὁ Ρωμανὸς τοῖς σοφίσμασι τὴν ἀγχίνοιαν. ἡμέρα δὲ πέμπτη, καὶ Ρωμαῖοι καὶ Μῆδοι πρὸς παράταξιν καθωπλίζοντο καὶ τρισσοῖς συντάγμασι διεκόσμουν τὸν πόλεμον. τὸ μὲν οὖν μεσαίτατον κέρας τῆς βαρβάρου δυνάμεως ἐταπεινοῦτο ὑπὸ τῆς ἀντιθέτου παρασκευῆς. δεδιὼς τοιγαροῦν ὁ Βαρὰμ τὴν ἐπιφορὰν τῆς ὁλκῆς τῶν Ρωμαίων ἐκ τοῦ εὐωνύμου κέρατος περιεβάλλετο δύναμιν. ἐντεῦθεν ἀσθενεστέρου τοῦ λαιοῦ γεγονότος συντάγματος ἐκ τῆς ἀντιστρατηγούσης δυνάμεως, καὶ φόνου πολλοῦ τοῖς Πέρσαις περικυμαίνοντος, καὶ ἐς μέγα κακοῦ τῶν πραγμάτων τῷ Βαρὰμ κεχωρηκότων, πανστρατιᾷ τε τῆς φυγῆς γενομένης τοῖς Πάρθοις, τῆς τε διώξεως μεγάλης καὶ ἐπισημοτάτης ὑπὸ τοῦ Ρωμαϊκοῦ προελθούσης, συναπέσβη μετὰ τοῦ τύφου τῷ Βαρὰμ καὶ ἡ τύχη. τοῖς μὲν οὖν τὰ τῆς ἀποδράσεως ἐκρατύνετο, τοῖς δὲ τὰ τοῦ θάρσους ὡς ἔπος εἰπεῖν ἐμηκύνετο. οἱ δὲ τῶν Περσῶν τεθνεῶτες λωποδυτούμενοι καὶ ταφῆς ἀμοιροῦντες τοῖς ἐντυγχάνουσι θηρίοις ἑστίασις ἦν αὐτοσχέδιος. 3.8.1 Ταῦτα διαγνοὺς ὁ ῾Ορμίσδας καὶ τὸ τῶν ἀτυχημάτων οὐ φέρων κομψὸν αἰσχίσταις ὕβρεσι τὸν Βαρὰμ ἐξουθένησεν, γυναικείας ἐσθῆτας ἔπαθλα τῆς ἀδοξίας κληροδοτήσας αὐτῷ· ναὶ μὴν καὶ τῆς στρατηγίας ἀπεχειροτόνησε τοῦτο γράμμασι βασιλικοῖς ψηφισάμενος. ἄρχεται δ' ἐντεῦθεν Μήδοις καὶ Μήδοις ὁ πόλεμος. ἀντευτελίζεται γὰρ ὑπὸ τοῦ στρατηγοῦ καὶ ῾Ορμίσδας, ὃν βασιλέα Περσῶν ἐγνώκει τὰ πράγματα. 3.8.3 τὰ δὲ τῆς ὕβρεως ἀντετυποῦτο τοῖς γράμμασιν, καὶ οὐ παῖς ἀλλὰ θυγάτηρ Χοσρόου ἐκεῖνος ῾Ορμίσδας αὐτὸς ἐπὶ ταῖς ἀντιγραφαῖς προπηλακιζόμενος ἐνεγέγραπτο. πρό τινος δὲ τούτων βραχέος καιροῦ οἱ γειτνιῶντες πρὸς τῇ Περσίδι ᾿Αρμένιοι ὑποπεισθέντες ὑπό τινων Ρωμαίων ἀνδρῶν ἀποστασίου ξυνωμοσίαν διέθεντο, καὶ πρὸς τὸ Μηδικὸν αὐτομολεῖν ἐνεχείρησαν δολοφονήσαντες τὸν ὑπὸ τοῦ αὐτοκράτορος ἡγεμόνα τῆς ᾿Αρμενίας γενόμενον, ᾿Ιωάννης ὄνομα αὐτῷ. 3.8.5 καὶ ἐν σάλῳ τῶν πραγμάτων τῆς ᾿Αρμενίας ἀποκλινάντων, ὁ αὐτοκράτωρ Μαυρίκιος Δομεντζίολον, ἄνδρα περιφανῆ φιλιώτατόν τε καὶ ἐς συγκλήτου βουλὴν ἐν τοῖς κορυφαιοτέροις προλάμποντα, εἰς τὴν ᾿Αρμενίαν ἐκπέμπει. ὁ μὲν οὖν ἐγκοπὴν τῇ ἐπιβολῇ τῆς ἀποστασίας παρέχεται, τὸν δὲ τῆς τυραννίδος πατέρα (Συμβάτιος ὄνομα αὐτῷ) δέσμιον βασιλεῖ παρεστήσατο. τοῦ δὲ βασιλέως τεμένει διαιτητῶν τὴν βάσανον τῆς κατηγορίας εὐσεβέστερον ἐξαρτήσαντος, ἵνα μὴ τῷ ἀνεξετάστῳ τῶν ἐγκλημάτων ἀδίκῳ παρρησίᾳ τὰ τῆς ποινῆς πολιτεύσηται, καθομολογεῖται παρὰ τῶν αἰτίων τὰ πλημμελήματα. καὶ δῆτα τῶν δεδικακότων προσενεγκαμένων ἀπόφασιν τιμωρίᾳ τε θηριοβλήτῳ φησάντων τοὺς τὰ τοιαῦτα δράσαντας ἐκποδὼν τῶν ἀνθρωπίνων γενέσθαι πραγμάτων, τοῦ τε θεάτρου πλησθέντος, καὶ μελλόντων εἶναι θηρίων βορὰ τῶν πεπραχότων τὰ πλημμελήματα, ταῖς εὐφημίαις τῶν δήμων τὸ τοῦ βασιλέως προῆλθε φιλάνθρωπον. καὶ ὁ μὲν τῶν θηρίων διεκρίνετο καὶ τὴν παράδοξον σωτηρίαν καρπίζεται, οἱ δὲ θεαταὶ μεγαλαυχοῦσι τῶν ἀδοκήτων τοῦ βασιλέως οἰκτειρμῶν τὸ φιλάνθρωπον. Τοῦ πάντα δὲ χρόνου καινίζοντός τε καὶ παραχαράττοντος καὶ διαμορφοῦντος καὶ ἄλλοτε ἄλλως πλάττοντος καὶ μετατρέποντος τῇ περιστροφῇ τῆς ἀεικινήτου δινήσεως, καὶ τῷ ἄξονι τῆς περιφορᾶς τῶν πραγμάτων τυραννοῦντος τὸ πάγιον, καὶ ἀεὶ πρὸς τὸ βέβαιον δυσαρεστοῦντός τε καὶ νοσηλευομένου, καὶ ὅποι στῆναι τῆς πλάνης οὐκ ἔχοντος, καὶ τῇ τῆς παλιρροίας ἀνωμάλῳ κινήσει τὸ ἀνίδρυτον κεκτημένου, συμβαίνει τὸ τηνικαῦτα καιροῦ τῇ τῶν Περσῶν βασιλείᾳ παράλογά πως παθήματα ἔκθεσίν τε ἀφηγημάτων κεκτημένα 3.8.10 οὐκ ἄκομψον. τοῦ γὰρ Βαρὰμ μὴ διαλυσαμένου πρὸς τὸν ῾Ορμίσδαν τὴν ἄρτι που ἐξαπιναίως ἔχθραν πηγάσασαν, ἐγκελεύεται ὁ τῆς Μηδικῆς μοναρχῶν, ὃν ῾Ορμίσδαν ἡ ἱστορία διέγραψεν, ἄρχοντί τινι τοῦ Μηδικοῦ πρὸς τὸν Βαρὰμ παραγενέσθαι, καὶ τῆς μὲν ἀρχῆς θᾶττον αὐτὸν παραλύσασθαι, χειροπέδαις δὲ τοῦτον ἐνεῖραι καὶ ἠτιμωμένως τοῖς ἀνακτόροις θᾶττον αὐτὸν παραστήσασθαι. ὁ μὲν οὖν Σαράμης (τοῦτο γὰρ ὄνομα τῷ ὑπὸ τοῦ βασιλέως ἀπεσταλμένῳ) χειρωθεὶς ὑπὸ τοῦ Βαρὰμ καί τινι τῶν μεγίστων ἐλεφάντων παραδοθεὶς παρανάλωμα κατεστρέψατο τὸν βίον πικροτάτῳ θανάτῳ· ῾Ορμίσδου δὲ καταπολεμηθέντος ὑπὸ Βαρὰμ τῆς τε βασιλείας καθαιρεθέντος, Χοσρόου τε τοῦ νεωτέρου τοῦ τοῦ ῾Ορμίσδα παιδὸς καταστασιασθέντος κατὰ τὸν καιρὸν τῆς ἀναρρήσεως κἀντεῦθεν προσκεχωρηκότος Ρωμαίοις, ὁ γέρων ἐκεῖνος καὶ Περσικὸς διαλύεται πόλεμος εἰς δύο δεκάδας διατείνας ἐνιαυτῶν. 3.9.1 ᾿Αλλὰ πρὶν τά τε τῷ Βαρὰμ διαπραχθέντα τά τε συμβεβηκότα κατὰ τὴν Χοσρόου τοῦ νεωτέρου προσχώρησιν διεξοδικώτερον ἐπεξέλθωμεν, ἐπαναζεύξωμεν τὴν ἀφήγησιν ἐπὶ τὴν ᾿Ιουστίνου τοῦ νεωτέρου βασιλείαν, τὸν λόγον που πρὸς τοὐπίσω μικρὸν ἀνακλίναντες· τὰς αἰτίας γὰρ ἐντεῦθεν λέξομεν τῆς Περσικῆς ταύτης καὶ πρεσβύτιδος μάχης. οὕτω γὰρ τῷ ἀπαραλείπτῳ τῶν ἀφηγημάτων οἱ τῆς ἱστορίας ὡραϊσθήσονται πίνακες. ᾿Ιουστινιανοῦ τοῦ αὐτοκράτορος πρὸς τὴν ἀκήρατον λῆξιν μεταχωρήσαντος, ἐννέα καὶ τριάκοντα ἔτεσι τὰ Ρωμαίων διιθύναντος σκῆπτρα, γίνεται τῆς τῶν πραγμάτων ἡγεμονίας διάδοχος ᾿Ιουστῖνος ὁ νέος· ἀδελφιδοῦς δ' οὗτος ἐτύγχανεν ὢν ᾿Ιουστινιανοῦ τοῦ αὐτοκράτορος. ἑβδόμῳ τοιγαροῦν ἐνιαυτῷ τῆς βασιλείας ᾿Ιουστίνου τοῦ νέου παρασπονδησάντων Ρωμαίων τῇ τοῦ βασιλέως κουφότητι, τὰ τῆς εἰρηναίας εὐδαιμονίας διασπᾶταί τε καὶ περιρρήγνυται, ἐπεισάγεται δὲ Ρωμαίοις καὶ Μήδοις ὁ πόλεμος, ἡ δεξαμενὴ τῶν κακῶν, τὸ πάντων τῶν δυστυχημάτων ὡς ἔστιν εἰπεῖν καταγώγιον, τὸ ἀρχέτυπον τοῦ βίου λυτήριον, ὃ σηπεδόνα τῶν ἀνθρωπίνων πραγμάτων ἀποκαλῶν τις οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. 3.9.5 αἳ δὲ συνθῆκαι πεντηκοντούτιδες Ρωμαίοις καὶ Πέρσαις διωμολόγηντο, αὗται τῇ μεγάλῃ τοῦ βασιλέως ἀνοίᾳ διαφθείρονταί τε καὶ παρατέμνονται. κἀντεῦθεν ἡ ἀρχέκακος πρόοδος τῶν Ρωμαϊκῶν ἀτυχημάτων ἐγίνετο. καταιτιῶνται δὲ Ρωμαῖοι τοὺς Πάρθους καὶ τοῦ πολέμου δημιουργοὺς ἀνεκήρυττον, φάσκοντες τοὺς ῾Ομηρίτας (᾿Ινδικὸν δὲ τὸ γένος καὶ Ρωμαίοιςὑπήκοον) πρὸς ἀπόστασιν ὑπ' αὐτῶν ὑποπείθεσθαι, εἶτα μὴ νενικημένους ἐκείνους ταῖς εἰσηγήσεσι πάσχειν ὑπὸ Περσῶν δι' ἐφόδων ἀνήκεστα, τῆς εἰρήνης διακεχυμένης Πέρσαις τε καὶ τῷ Ρωμαϊκῷ πολιτεύματι. προσέτι γε χαλεπαίνοντες ἔφασκον ὅτι γε πρὸς Ρωμαίους Τούρκων πρεσβευσαμένων τότε νῦν πρῶτον ὑποφθείρειν τοὺς ᾿Αλανοὺς χρήμασιν ἐπειράθησαν Πέρσαι, ἐφ' ᾧ δι' αὐτῶν ἰόντας ἀναιρεθῆναι τοὺς πρέσβεις καὶ κωλύμην ἀποκληρώσασθαι τὴν διάβασιν, φιλαιτίως Ρωμαῖοι τὸ πολεμεῖν ἀσμενίζοντες καὶ μικραῖς καὶ ἐξιτήλοις τισὶν ἀφορμαῖς μεγάλας προόδους κακῶν σφίσιν αὐτοῖς σοφιστεύοντες· οὐ γὰρ ὄνησιν αὐτοῖς τὸ φιλοπόλεμον 3.. προσεπόρισεν. Μῆδοι δὲ πατέρας τοῦ πολέμου Ρωμαίους κηρύττοντες αἰτίας ταύτας προυτίθεσαν, τὸ ὑποδέχεσθαι τοὺς ᾿Αρμενίους Ρωμαίους, ἐν ὑπηκόων μοίρᾳ Πέρσαις τυγχάνοντας καὶ ἐς τυραννίδα ἐληλακότας ἀνελόντας τε Σουρήνην κλιματάρχην ὑπὸ τοῦ Περσῶν βασιλέως τῆς 3.9.10 ᾿Αρμενίων πολιτείας γενόμενον· πρὸς ἐπὶ τούτοις τὸ μὴ ἐθέλειν Ρωμαίους ἀν' ἔτος ἕκαστον πεντακοσίας λίτρας χρυσίου κατὰ τὸ εἰωθὸς κατατίθεσθαι, ἃς ᾿Ιουστινιανὸς ὁ βασιλεὺς ταῖς συνθήκαις διωμολόγησεν, οἷά περ ἀπαξιοῦντας φορολογεῖσθαι ὑπὸ τοῦ Περσῶν βασιλέως. ὃ δ' ἦν οὐ τοῦτο, ἀλλ' ἐπὶ φρουρᾷ τῶν ὀχυρωμάτων ἐδίδοντο τῶν εἰς κοινὴν σύστασιν φρουρουμένων, ὅπως μὴ σχοίη τὴν εἰσροὴν τῶν ἀπείρων ἐθνῶν καὶ ὁμόρων ἡ ἀκατάσχετος δύναμις, καὶ βασιλείας ἑκατέρας ἐπιγένηται λύσις. 3.10.1 Διαχεθείσης οὖν τῆς εἰρήνης, καὶ τῶν σπονδῶν ἀνατετραμμένων Ρωμαίοις τε καὶ Πέρσαις, ᾿Ιουστῖνος, ὁ τοῦ Ρωμαϊκοῦ βασιλεύς, εἰς τὴν ἕω ἐκπέμπει Μαρκιανὸν στρατηγόν, ἐν τῷ καταλόγῳ τῶν πατρικίων ὄντα, περίβλεπτον ἄνδρα, οὐκ ἄπο τοῦ γένους τοῦ βασιλείου τυγχάνοντα. ὁ τοίνυν Μαρκιανὸς τὸν Εὐφράτην διαπεραιωθεὶς καὶ κατὰ τὴν ᾿Οσροηνὴν γεγονώς, ἤδη τοῦ θέρους παρηβηκότος καὶ παρακμάσαντος, καὶ τῶν βαρβάρων οὐδὲν διανοουμένων πρὸς πόλεμον, τρισχιλίους ἐκ τοῦ ὁπλιτικοῦ συμφραξάμενος κατὰ τὴν ᾿Αρζανηνὴν οὕτω καλουμένην χώραν ἐξέπεμπεν. εἰσβαλοῦσα τοίνυν ἡ δύναμις, καὶ ἀδοκήτου τῆς ἐπιστασίας γενομένης τοῖς Μήδοις, πάσχει τέως τὰ τῆς Περσίδος δεινά· προνομεύεται γὰρ καὶ ληΐζεται καὶ λαφυραγωγεῖται οὐκ ἀναξιόλογον λείαν. τοῦ δ' ἐπιόντος ἐνιαυτοῦ τῆς βασιλείας ᾿Ιουστίνου τοῦ αὐτοκράτορος, Μαρκιανοῦ τὰς δυνάμεις ἀγείραντος καὶ ἐκ τοῦ Δαρὰς ποιησαμένου τὴν πρόοδον, καὶ τῶν βαρβάρων στρατοπεδευσαμένων περὶ τὴν Νίσιβιν, γίνεται συμπλοκὴ Ρωμαίων τε καὶ Περσῶν πλησίον τοῦ Σαργαθών, οὕτω λεγομένου χωρίου Περσῶν, καὶ πταίουσι Μῆδοι, καὶ κρατοῦσι τῆς μάχης Ρωμαῖοι. διὰ τοῦτο περικαθήμενοι τὸ Θεβοθὼν ἐνεχείρουν ἑλεῖν· Περσικὸν δὲ τουτὶ τὸ φρούριον. ἡμέρας τοίνυν τὸ φρούριον πεπολεμηκότες πολλάς, καὶ οὐ κατὰ σκοπὸν συμβεβηκότων τῶν πραγμάτων αὐτοῖς, ἐπὶ τὸ Δαρὰς ἐπανέζευξαν πόλισμα. εἶτα εἰσβάλλουσιν εἰς τὴν πολεμίαν αὖθις καὶ τὴν Νίσιβιν τῆς Μυγδονίας διεγνώκασι παραστήσασθαι· τοῦτο γὰρ αὐτοῖς ὑπὸ τοῦ αὐτοκράτορος προσετάττετο. ὁ δὲ τῶν Περσῶν βασιλεὺς Χοσρόης ὁ πρεσβύτερος ἄρας ἐκ Βαβυλῶνος ἅμα Μηδικῷ στρατοπέδῳ, Τίγριν διανηξάμενος εἰσβαλών τε περὶ τὴν ἔρημον καὶ δι' ἐκείνης στρατοπεδευσάμενος, ἵνα μὴ Ρωμαίοις κατάδηλος ἐπιστρατευσάμενος γένηται, ἧκε πλησίον ᾿Αββάρων, χωρίου τινὸς Περσικοῦ· ἀπῴκιστο δὲ τοῦτο Κιρκηνσίου, τοῦ Ρωμαίων πολίσματος, πέντε ὁδὸν ἡμερῶν. καὶ τὸν μὲν ᾿Αδορμαάνην οὕτω καλούμενον στρατηγὸν τὸν Εὐφράτην διαπεραιωσάμενον ποταμὸν ἐκπέμπει τὴν Ρωμαίων ληϊσόμενον, ἓξ δ' αὐτῷ χιλιάδας ὁπλιτικοῦ συνεξέπεμπεν· αὐτὸς δ' ὁ τῶν Περσῶν βασιλεὺς παραμείβων τὸν ᾿Αββόραν ποταμὸν ἐξαπιναίως ἐπιστῆναι τοῖς τὴν Νίσιβιν πολιορκοῦσι Ρωμαίοις ἐπαλαμήσατο. ὁ μὲν οὖν ᾿Αδορμαάνης πλησίον τοῦ Κιρκηνσίου γενόμενος καὶ τὸν Εὐφράτην διαβὰς ποταμὸν τὴν Ρωμαίων γῆν προενομεύσατο· οὐδενὸς δὲ τῇ Περσικῇ ἐνδημίᾳ ἀντιπεριισταμένου σοφίσματος, ὅπως ἐγκοπὴν προκοπῆς τὰ τῶν βαρβάρων σχοίη κινήματα, ὁ ᾿Αδορμαάνης ἀφικνεῖται εἰς τὰ περὶ τὴν ᾿Αντιόχειαν πόνων ἐκτός, τά τε τῶν οἰκοδομημάτων πρὸς τῆς πόλεως κάλλη διαφθείρας, ὡς ὁ καιρὸς ἐχαρίζετο, ἐπὶ τὴν Κοίλην ἀφικνεῖται Συρίαν. πλησίον δ' ᾿Απαμείας περιβαλόμενος χάρακα, καὶ τῶν τῆς πόλεως πρεσβευσαμένων μετὰ δώρων λαμπρῶν λύτρα τε διωμολογηκότων, ὁ μὲν βάρβαρος τῆς ὑποσχέσεως μόνης ἐπεκάμπτετο μέχρι, οἱ δὲ φενακίζονται ἐξαπατηθέντες δόλοις βαρβαρικοῖς. τρίτη δ' ἡμέρα, καὶ τὴν πόλιν ἀνδραποδίζεται, ἐς ὕστερον δὲ καὶ τῷ πυρὶ παραδοὺς εἰς τὴν ἑαυτοῦ ἐπανῆκεν. 3.11.1 ᾿Επεὶ δὲ Ρωμαίοις ἀπαίσια τοῦ πολέμου ἐγεγόνει προαύλια, διηπορεῖτο ὁ τοῦ Ρωμαϊκοῦ μοναρχῶν διεταράττετό τε ἐπὶ τοῖς βαρβαρικοῖς ἐπιτεύγμασιν· ἀσχάλλων τε ἐπὶ τοῖς ἐξ ἀβουλίας περιστοιχίσασιν αὐτὸν ἀτυχήμασιν ᾿Ακάκιον τὸν ᾿Αρχελάου ἐς τὴν Νίσιβιν ἔστελλεν ἀποχειροτονήσας τῆς στρατηγίας Μαρκιανόν. ὁ μὲν οὖν Μαρκιανὸς χώραν τῷ βασιλικῷ παρεχόμενος δόγματι ἀπολιμπάνει τὴν Νίσιβιν· τοῦ δὲ Ρωμαϊκοῦ ἐπὶ τὸ Μάρδες γεγονότος, ὁ τοῦ Περσικοῦ βασιλεὺς λαίλαπος δίκην ἐς τὸ Δαρὰς γεγονὼς καὶ μῆνας ἓξ καταπολεμήσας τὸ πόλισμα, λόφους τε καὶ χάρακας τῇ πόλει περιγραψάμενος, τό τε ὕδωρ μετοχετεύσας τοῦ ἄστεος, πύργους τε ἀντιθέτους ἀντοικοδομήσας καὶ τὰς ἑλεπόλεις παραστησάμενος χειροῦται τὴν πόλιν καὶ λίαν κομιδῇ ἐχυρὰν καθεστῶσαν. τούτων ὁ αὐτοκράτωρ ἀκηκοὼς ᾿Ιουστῖνος, καταπλαγεὶς ἐπὶ τῇ ῥύμῃ τῆς συμφορᾶς, οὐ μετὰ πολὺ δὲ καὶ νόσῳ παραφορᾶς βεβλημένος καὶ τὴν ἐς ὕστερον τῶν κακῶν δεδιὼς ἐπικύησιν, ἀνακωχὴν μὲν τοῦ ἐνεστῶτος ἔτους ἐποιεῖτο πρὸς Πέρσας, τῆς νόσου δ' αὐτῷ ἐπιτιθεμένης λίαν ὡς ἔπος εἰπεῖν γεννικῶς, Τιβέριον υἱοθεσίᾳ κοσμήσας καὶ τῆς βασιλείας κοινωνὸν ποιησάμενος ἀνηγόρευσε Καίσαρα· ἡγεμὼν δ' οὗτος ἐτύγχανεν ὢν τῶν τοῦ βασιλέως σωματοφυλάκων καὶ ὑπασπιστῶν, ὃν κόμητα ἐξκουβιτώρων τῇ συνήθει φωνῇ ἔθος Ρωμαίοις καλεῖν. παραθήσομαι δὲ καὶ τὰς ὑποθήκας τοῦ αὐτοκράτορος, ἃς Τιβερίῳ τῷ Καίσαρι κατὰ τὸν καιρὸν τῆς ἀναρρήσεως δημηγορῶν παραδέδωκεν, οὐ καλλύνων τὸ τῆς λέξεως ἀκαλλὲς οὐδέ τι μεταμορφῶν τὸ μὴ κεκαλλιεπημένον τῆς φράσεως, ἀλλά που γυμνὴν τὴν τῶν ῥημάτων ἔκθεσιν ὑποστορέσω τοῖς ἀφηγήμασιν, ἵνα τῷ ἀναμφιάστῳ καὶ ἀπαραχαράκτῳ τῆς λέξεως, ὡς ἔχει φύσεως, τὸ τῶν παρηκολουθηκότων προέλθοι ἀνόθευτον. τῆς τοίνυν συγκλήτου βουλῆς ἐς ταὐτὸν γενομένης, τοῦ τε ἱερατικοῦ καταλόγου συναθροισθέντος ἅμα τῷ ἐπιστατοῦντι καὶ τὰ τῆς ἐκκλησίας πηδάλια διιθύνοντι, ὁ αὐτοκράτωρ ὥσπερ ἑστὼς ἐπὶ βήματος Τιβερίῳ τάδε παρέθετο. "ἴδε, ὁ θεὸς ὁ ἀγαθύνων σε. τοῦτο τὸ σχῆμα ὁ θεός σοι δίδωσιν, οὐκ ἐγώ. τίμησον αὐτό, ἵνα καὶ τιμηθῇς ὑπ' αὐτοῦ. τίμα τὴν μητέρα σου τήν ποτε γενομένην σου δέσποιναν· οἶδας ὅτι πρῶτον δοῦλος αὐτῆς ἦς, νῦν δὲ υἱός. μὴ ἐπιχαρῇς αἵμασιν, μὴ κοινωνήσῃς φόνων, μὴ κακὸν ἀντὶ κακοῦ ἀποδῷς, μὴ εἰς ἔχθραν ὁμοιωθῇς ἐμοί. ἐγὼ γὰρ ὡς ἄνθρωπος εἰσωδιάσθην (καὶ γὰρ πταιστὸς ἐγενόμην) καὶ ἀπέλαβον κατὰ τὰς ἁμαρτίας μου. ἀλλὰ δικάσομαι τοῖς ποιήσασί μοι τοῦτο ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ. μὴ ἐξεπάρῃ σε τοῦτο τὸ σχῆμα ὡς ἐμέ. οὕτω πρόσσχες πᾶσιν ὡς ἑαυτῷ. γνῶθι τί ἦς καὶ τί εἶ νῦν. μὴ ὑπερηφανήσῃς, καὶ οὐχ ἁμαρτάνεις. οἶδας τί ἤμην καὶ τί ἐγενόμην καὶ τί εἰμί. ὅλοι οὗτοι τέκνα σού εἰσι καὶ δοῦλοι. οἶδας ὅτι τῶν σπλάγχνων μου προετίμησά σε. τούτους βλέπεις, ὅλους τοὺς τῆς πολιτείας βλέπεις. πρόσεχε τῷ στρατιώτῃ σου. μὴ συκοφάντας προσδέξῃ. μὴ εἴπωσί σοί τινες ὅτι ὁ πρὸ σοῦ οὕτω διεγένετο· ταῦτα γὰρ λέγω ἀφ' οὗ ἔπαθον. οἱ ἔχοντες οὐσίας ἀπολαυέτωσαν αὐτῶν· τοῖς δὲ μὴ ἔχουσι δώρησαι." καὶ μετὰ τὸ γενέσθαι τὴν εὐχὴν παρὰ τοῦ πατριάρχου, καὶ λεχθῆναι παρὰ πάντων τὸ ἀμήν, καὶ πεσεῖν τὸν Καίσαρα εἰς τοὺς πόδας τοῦ βασιλέως, λέγει αὐτῷ ὁ βασιλεύς· "ἐὰν θέλῃς, εἰμί· ἐὰν μὴ θέλῃς, οὐκ εἰμί. ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν πάντα, ὅσα ἐπελαθόμην εἰπεῖν σοι, αὐτὸς ἐμβάλῃ εἰς τὴν καρδίαν σου." ταῦτα ἐλέχθησαν μηνὶ Δεκεμβρίῳ ἑβδόμῃ, ἡμέρᾳ ἕκτῃ, ἰνδικτιῶνος ἐνάτης. 3.12.1 ἐπεὶ δὲ τὰ τῆς διαλαλιᾶς ἀπεπερατοῦτο τῷ αὐτοκράτορι, ὁ μὲν κρότος παρὰ τῶν ὑπηκόων ἐπήγαζεν, καὶ τὰ τῆς εὐφημίας ὥσπερ ἐπομβρίας τινὸς λαβροτέραν χύσιν ἐλάμβανεν. τῷ ὄντι γὰρ οὐκ ἀναξιόλογος ἡ χειροτονία τῷ Καίσαρι ἐξηρτύετο. ὁ μὲν οὖν Καῖσαρ αὐτοκρατορικῆς νόμον πληρῶν ἀναγορεύσεως ἐνεχάραττε γράμματα καὶ ταῦτα τῷ Περσῶν βασιλεῖ παρεπέμπετο. ἦρος δ' ἀρχομένου πρέσβεις ἀπέστελλεν ἀπεκηρυκεύετό τε τὸν πόλεμον παγκάλου τινὸς ὀρεγόμενος πράγματος· ἐκεχειρία γὰρ ἡ ἀξίωσις ἦν. οὐδὲν γὰρ τῆς εἰρήνης καθέστηκε τιμαλφέστερον τοῖς γε νοῦν ἔχουσι καὶ μεμνημένοις τῆς θνητῆς τε λήξεως τῆς τε πρὸς τὸν βίον βραχυτάτης παρόδου. ἐστρατολόγει τε καὶ πλήθη μαχίμων καὶ τῇ ῥύσει τῆς χρυσῆς διαδόσεως φιλοκινδύνους τὰς τῶν στρατολογουμένων ψυχὰς ἐτεκταίνετο, αἰδοῖ τοῦ μισθώματος τὸ θανατᾶν παρ' αὐτῶν ἐξωνούμενος. ἔσβεσε τοίνυν τῶν βαρβάρων τὴν λύμην τὸ τῆς τοῦ Καίσαρος μεγαλονοίας φιλότιμον, καὶ χαλινοῦνται μὲν οἱ κίνδυνοι, ἀποφλεγμαίνουσι δὲ τὰ δυσχερῆ, ἀνακόπτονται δὲ αἱ κατὰ τῶν πόλεων συρρεύσασαι συμφοραί, καὶ τὸ κακὸν ἀθρόᾳ προμηθείᾳ τινὶ ἀπόδημον ἐγνωρίζετο. κατὰ τοῦτον δῆτα τὸν ἐνιαυτὸν στρατηγὸς προχειρίζεται ᾿Ιουστινιανός, ὁ τοῦ Γερμανοῦ υἱός, τοῖς κορυφαιοτάτοις τῶν ἐν τέλει συναριθμούμενος. 3.12.7 ὁ μὲν οὖν στρατηγὸς τὴν πάλαι τῶν στρατευμάτων ἀνάσκητον ἔκταξιν δι' ἐπιμελείας ἀνώρθου διατυπῶν τὸ ἀτύπωτον καὶ μεταπλάττων πρὸς εὐσχημοσύνην τὸ ἄτακτον. ὁ δ' αὐτοκράτωρ ἔτι δυνάμεις συνήθροιζε καὶ τὸ συμμαχικὸν ἀπὸ τῶν ἐθνῶν ἠρανίζετο μεγάλαις χρημάτων ἀποβολαῖς τὰς ἐπιβολὰς τῆς παρατάξεως ἀνανταγωνίστους ἐμπορευόμενος. οἶδε γὰρ χρημάτων ὁλκὴ οἰκονομουμένη μετὰ φρονήσεως καὶ τοῖς προσφαλεῖσι τὴν πρὸς τὸ κρεῖττον ἀνάζευξιν πραγματεύεσθαι. ἐπεὶ δ' ὁ καιρὸς τῆς ἐκεχειρίας ἀνάλωτο καὶ ὁ τῆς ἀνακωχῆς ὅρος Ρωμαίοις τε καὶ Πέρσαις διέσβεστο, ἀφικνεῖται τὸ Περσικὸν ἐχόμενα τοῦ Δαράς, εἰς τοῦτο ἰδόντος τοῦ τὰς στρατηγίδας. ἡνίας ἰθύνοντος Ταμχοσρώ, ἀνδρὸς παρὰ Πέρσαις μεγατιμίου. στρατοπεδεύονται δὲ κατ' αὐτὸ καὶ Ρωμαῖοι 3.12.10 πλησίον. τῆς δὲ συμπλοκῆς οὐδετέρα δύναμις γέγονεν ἔξαρχος. ἐπὶ πολὺ δὲ βλεπούσης τε καὶ ἀντιβλεπομένης ἑκατέρας ἰσχύος, εἰς λόγους συμβάσεως ὁρῶσι τὰ μάχιμα. γίνονται τοίνυν σπονδαὶ ἐφ' ᾧ πρὸς τῇ ἕῳ ἐπὶ χρόνους τρεῖς γαλήνην ἄγειν τὸν πόλεμον καὶ φιλοσοφεῖν τὸ ἀπόμαχον, ἐπὶ δὲ τῆς ᾿Αρμενίας τὴν ἀγωνίαν ἐνδαψιλεύεσθαι. οὐκοῦν ὁ Ρωμαίων στρατηγὸς ᾿Αμίδαν παραμείψας τὴν πόλιν ἐν τοῖς τῆς ᾿Αρμενίας στρατοπεδεύεται κλίμασιν, συνείπετο δὲ καὶ ὁ Περσῶν βασιλεὺς καὶ σὺν πλήθει πολλῷ τὸν Εὐφράτην διαπορθμεύεται. ὁπηνίκα δ' ἐξάκουστος γέγονε τῷ Ρωμαϊκῷ ὁ τῶν Περσῶν βασιλεὺς αὐτουργήσων τὸν πόλεμον, ἔκλυτοι γίνονται τὰς ψυχὰς οἱ Ρωμαῖοι, καὶ οὐκ ἄπο τοῦ δέοντος· ἡ γὰρ βασιλικὴ ἐνδημία τὴν τῶν προϋπαρξάντων κληρωσαμένη Πέρσαις ἐπίτευξιν πολλὴν τὴν τῆς ἀδρανίας ῥοπὴν τοῖς Ρωμαίοις παρείχετο. διά τοι τοῦτο ἐπί τινος λόφου ὁ τοῦ Ρωμαϊκοῦ στρατηγὸς ἐπιβὰς τό τε ὁπλικτικὸν ἐξ ἐπιπέδου περιστησάμενος τῶνδε τῶν λόγων ἀπήρξατο. 3.13.1 "῾Η παροῦσα νῦν ἡμέρα, Ρωμαῖοι, μεγάλων ὑμῖν ἀγαθῶν ἄρξει, τοῖς ἐμοῖς εἰ πεισθείητε ῥήμασιν. ὁπλίσατέ μοι τὰς ψυχὰς πρὸ τοῦ σώματος· αἱ καρδίαι πρὸ τῶν χειρῶν πολεμείτωσαν. ἕτερος ἑτέρου προκινδυνευέτω, καὶ σώζεσθε. 3.13.2 ἄνδρες φιλόσοφοι, (φιλοσόφους γὰρ ὑμᾶς ἢ στρατιώτας ἀποκαλῶ· μόνοις γὰρ ὑμῖν ὁ θάνατος ἄσκησις), ἀθάνατον τοῖς βαρβάροις τὴν προθυμίαν ἐνδείξασθε. ἀκατάπληκτοι γίνεσθε τὰς ψυχάς. δοκεῖτε βάλλειν ἢ βάλλεσθαι, ὡς ἐν ἀλλοτρίῳ τῷ σώματι τὰς τῶν ἀντιπάλων βολὰς προσιέμενοι. ἔστωσαν μάρτυρες τῆς ὑμῶν ἀρετῆς οἱ πολέμιοι πίπτοντες· διηγείσθωσαν καὶ τεθνηκότες τὰ τρόπαια. ἄνδρες κοινωνοί, καὶ πόνων ἡμῖν κοινωνοὶ καὶ κρότων διὰ τὸν πόλεμον, ἀρετῆς καὶ κακίας ἡ συμπλοκὴ καθέστηκε βάσανος, καὶ διαιτητής ἐστι ψυχῶν· ἢ γὰρ τὸ θηλυπρεπὲς τῆς δειλίας ἐξήλεγξεν, ἢ τῆς εὐτολμίας τὸ ἀρρενωπὸν μετὰ στεφάνων καὶ θριάμβων λαμπρῶν ἀναγορεύσει τὸ τήμερον. μὴ πάθητέ τι φιλοσωμάτου ψυχῆς τὰ νῶτα τοῖς βαρβάροις παρέχοντες. ὕπνος τίς ἐστιν ὁ γλυκὺς οὗτος καὶ μεμελετημένος ἡμῖν ὁσημέραι θάνατος, ὕπνος τοῦ μὲν συνήθους τούτου μακρότερος, πρὸς δὲ τὴν μέλλουσαν ἡμέραν βραχύτατος. ἀδοξίαν μετὰ σωτηρίας, ἄνδρες, αἰσχύνεσθε. τοῦτο θάνατός ἐστιν ἀθάνατος, καὶ τάφος κακίας μηδέποτε περικαλύπτων τῆς ἀσχημοσύνης τὸν κληρωσάμενον. μὴ ταραττέτω τοὺς ἀριστέας ὑμᾶς ὁ Περσῶν βασιλεὺς ἀναλκέστατα πλήθη περιποιούμενος καὶ μεγαλαυχῶν καὶ τὰς ὀφρῦς ἀνασπῶν ὑψαυχενιζόμενός τε καὶ μέχρι τῶν λόγων κεκτημένος τὸ φύσημα. ἢ οὐ γαῦρον τὸ ἔθνος καὶ σοβαρὸν καὶ τῷ κόμπῳ τῆς μεγαληγορίας τὸ κράτος ἐπμπορευόμενον; ἀμνημονεῖτε τῶν πρόσθεν ἀτυχημάτων τῆς ἐπιβολῆς τῶν συμμαχικῶν δυνάμεων λαβόντες ἀνάμνησιν. ἀμνημονεῖτε τῆς πρὶν ἀποτεύξεως, ἣν ὤδινεν ἄνοια στρατηγοῦ, καὶ τῶν ἰθυνομένων ἀταξία κακῶς ἐμαιεύσατο. οὐδὲν ἀριστεῦσι πέφυκε φοβερόν. τούτοις οἷα μὲν χόρτος ἐστὶν ὁ σίδηρος, αἱ δὲ τῶν βελῶν ἀλγηδόνες ὄρεξις ὑπεκκαίουσα μειζόνων κινδύνων ἐφάπτεσθαι. οὐκοῦν ἀνιστόρητα τὰ νῶτα τοῖς πολεμίοις φρουρήσατε· ἀμυήτους αὐτοὺς τῶν μεταφρένων 3.13.10 ἐνδείξασθε. πηγὰς θριάμβων οἶδα τὰ τραύματα. δουλαγωγοῦσιν αἱ διαφυγαί, καὶ οὐ σώζουσιν· οὐκ οἶδε γὰρ κακίας ὑπόθεσις σωτηρίας σώζειν ὑπόσχεσιν. ἀποδύσασθε πρὸ τῶν θωράκων τὰ σώματα, πρὸ τῶν ἀσπίδων τὸ ζῆν. τοῖς ὅλοις μάχεσθε μέλεσιν· μηδὲν ἔστω μέλος τῶν κινδύνων ἀμέτοχον. τῇ συννεύσει τῶν ὅπλων τειχίσατε τὴν παράταξιν, τῇ συμμίξει τῶν ἵππων τὰς φάλαγγας χαρακώσατε, τῷ συμφώνῳ τῆς στάσεως στεγανῶν λίθων δίκην οἰκοδομίας ἑαυτοὺς περιφράξατε. μὴ ἐξαλλέσθω τῆς παλάμης τὰ δόρατα· βάλλετε τῶν βελῶν μὴ στερούμενοι. οὐκ ἔστι Πέρσαις φύσις ἀθάνατος· οὐκ ἔστι τύχη Μήδοις ἀκίνητος. οὐκ εἰσὶ βαρβάροις χεῖρες ἀκάματοι· οὐ πλεονεκτοῦσι Πάρθοι τοῖς μέλεσιν. οὐ διδύμους ἔχουσι τὰς ψυχάς· οὐκ ἀδαμάντινα τούτοις τὰ σώματα. μυοῦνται καὶ Πέρσαι θανάτου μυστήρια. ἐν τούτῳ δίκαιός ἐστιν ὁ πόλεμος· οὐ γὰρ ἀθανάτους κατὰ θνητῶν ἐπεστράτευσεν. οἱ Ρωμαῖοι τὴν δίκην ἐμισθώσαντο σύμμαχον τὴν εἰρήνην καὶ αὖθις ἐπιζητήσαντες. τὸ Μηδικὸν ἀντίθετον ἑαυτῷ τὸ δίκαιον ἐπεστράτευσεν· ἀεὶ γάρ που τὸ εἰρηναῖον βδελύττεται καὶ οἷα θεὸν ἐπιδέξιον γεραίρει τὸ φιλοπόλεμον. 3.13.14 οὐκ ἔστιν ἡμῖν ἐψευσμένη θρησκεία, οὐ νόθους θεοὺς ἡγεμόνας προεστησάμεθα. οὐκ ἔστιν ἡμῖν θεὸς μαστιζόμενος· οὐ γὰρ ἵππον χειροτονοῦμεν εἰς λάτρευμα. οὐ προσκυνοῦμεν θεὸν πρὸς τέφραν μετατιθέμενον, σήμερον φλεγόμενον καὶ μετ' ὀλίγον μηδὲ φαινόμενον. οὐ καπνὸς καὶ ὕλη τὴν θεολογίαν συνίστησιν, ὁ δὲ μαρασμὸς τὴν ψευδωνυμίαν διήλεγξεν. κομᾷ ταῖς εὐθυμίαις ὁ βάρβαρος· ἀλλ' οὐκ οἶδεν εὐπραγία μένειν ἐφ' ἑαυτῆς ἀδίκων βωμῶν ἐπιβαίνουσα. καὶ τὸ μὴ δίκαιον πολλάκις κρατύνεται, ἀλλὰ καὶ πρὸς φθορὰν μετατίθεται. χωρεῖτε τοιγαροῦν ἀξίως τῆς ὑμετέρας προσηγορίας πρὸς πόλεμον, ἵνα μὴ μετὰ τῶν πραγμάτων ζημιωθῶμεν καὶ τὰ ὀνόματα. μὴ προδῶμεν τὰς συμμάχους ἀσπίδας, ἀλλ' ὥσπερ ἐρωμένας τινὰς ὡρικὰς ταύτας περιπτυξώμεθα, καὶ οἷα πατρίδων συνεκδήμων τινῶν τούτων ὑπερμαχήσωμεν. λακωνίσατε συμπλεκόμενοι· ἅπας ἔστω Κυνέγειρος, εἰ καὶ μὴ νηὸς ἐπιβέβηκεν. οὐδὲν τοῦ διαδρᾶναι καθέστηκε θηλυκώτερον, οὐδὲ τοῦ ἁλῶναι πέφυκεν ἀπευκτότερον. οὐκοῦν ἢ τεθνάναι προσήκει ἢ νικηφόρους τὰς ἐλπίδας τεκταίνεσθαι. 3.13.18 ἐνοπτρίσασθε τὰς νεοφύτους ἐπιστρατείας τοῦ Καίσαρος. οὐδὲν ἀπόλεκτον τοῖς ἀθροίσμασιν ἐγκατέσπαρται, ἀκηλίδωτός ἐστιν ἡ ἔκταξις· οὕτω γὰρ ηὐδόκησε τὸ τοῦ βασιλέως φιλότιμον. χειρουργήσω τοίνυν ὁ δημηγόρος ἐγὼ πρῶτος τὸν πόλεμον, τὰς πάντων χεῖρας τῇ προθυμίᾳ μισθώσομαι παθεῖν τὸ μὴ παθεῖν αἰσχυνόμενος. προκόπτει δέ μοι τῶν ῥημάτων ἡ ἔφεσις, καὶ ἡ πρᾶξις τῆς θεωρίας γίνεται πρόδρομος· οἶδε γὰρ ζέσις ψυχῆς καὶ τοῖς τῆς φύσεως θεσμοῖς ἀντιτάττεσθαι. σήμερον ὑμᾶς στρατολογοῦσιν ἄγγελοι καὶ τὰς τῶν τεθνεώτων ψυχὰς ἀναγράφονται, οὐ μισθὸν ἰσοστάσιον αὐταῖς παρεχόμενοι, ἀλλ' εἰς τὸ ἀπειροπλάσιον ὑπερβαίνοντα τῇ ὁλκῇ τοῦ δωρήματος. μηδεὶς φιλήδονος τὴν ψυχὴν δόρυ κινείτω, μηδεὶς φίλος τρυφῆς ὀργίων μετεχέτω πολέμου· μηδεὶς μέγα φρονῶν ἐπὶ κτήμασι κοινωνείτω τοῦ ἐγχειρήματος. ἐραστὰς κινδύνων ζητεῖ τὸ μεταίχμιον. ἄγε δή, πέρας τοῖς λόγοις ἐπιθήσωμεν ἔργοις, καὶ πρὸς παράταξιν τὴν θεωρίαν μετοχετεύσωμεν." 3.14.1 Τῶν τοιούτων τοίνυν κατηχηθέντων ταῖς δυνάμεσι λόγων, ὀργῶσιν αἱ φάλαγγες πρὸς παράταξιν καὶ πάντα παθεῖν ἀσμενίζουσι καὶ προκινδυνεύειν τῆς ἀρετῆς παροτρύνονται· συνδιετίθεντο γὰρ τὰς ψυχὰς ταῖς τοῦ στρατηγοῦ παραινέσεσιν. τοῦ δὲ Μηδικοῦ ἀκηκοότος τῆς τῶν Ρωμαίων ἀλκῆς τὴν προαίρεσιν, εὐθετίζεται πρὸς τὸν πόλεμον καὶ κοσμεῖται μὲν ἵππος καπφαλάροις τε καὶ τοῖς θώραξιν, σιδηροφορεῖται δὲ καὶ τὸ μάχιμον, ἐπιβάντες τε τῶν ἵππων συμπεφραγμένῃ τάξει τινὶ ἐπῄεσαν ἠρέμα Ρωμαίοις μετὰ σοβαροῦ του βαδίσματος. τοίνυν καὶ τοῦ Ρωμαϊκοῦ φραξαμένου ἤρθη τὰ σημεῖα. ἀτὰρ περιλαλοῦσιν αἱ σάλπιγγες, ἐς ὕψος ἡ κόνις ἐχόρευεν, ὁ δὲ θρῦλος διεχεῖτο πελαγίζων τὸν χῶρον καὶ τῷ ψόφῳ κυμαίνων τοῦ χρεμετίσματος τῇ τε δονήσει τῶν ὅπλων περιρρεόμενος ἅπασαν εἰκότως φωνὴν μετέβαλλε πρὸς τὸ ἄναρθρον. τὸ μὲν οὖν βάρβαρον ἐπὶ μήκους διατείνει τὴν τάξιν φαντασίαν ἀπείρου πλήθους ἐντεῦθεν οἰόμενον ταῖς ἀντιπαλαμωμέναις ποιεῖσθαι δυνάμεσιν· 3.14.5 τὸ δὲ Ρωμαϊκὸν βαθεῖαν τὴν σύνταξιν ποιησάμενον πυκνότητι βρίθουσαν, ὡς μονονουχὶ εἶναι δοκεῖν στερεμνίαν καὶ ἀντίτυπον σιδήρῳ πατταλευθεῖσαν καὶ ἀντιχαλκευομένην ἑστάναι παράταξιν δίκην ἀνδριάντων ἀκινήτως ἐχόντων καὶ μόνον τοῖς σχήμασι δοκούντων πολέμων ὀρέγεσθαι, κατέπληττέ τε τῇ θέᾳ τὸ βάρβαρον, ὡς ὑποσαίνεσθαι διὰ τὴν ὄψιν ἐντεῦθεν τὰς τῶν Μήδων ψυχὰς πρὸς τὰ μαλθακώτερα τῆς ἀνανδρίας κινήματα. οἱ μὲν οὖν Βαβυλώνιοι κατὰ τῶν Ρωμαϊκῶν ἀθροισμάτων ἐπετοξάζοντο, ὡς τὰς ἡλιακὰς ἀποκρύπτειν ἀκτῖνας τῇ ἐκπομπῇ τῶν βελῶν, καὶ τῇ ῥαγδαίᾳ τῶν δονάκων ἐκχύσει τέγος ὑπόπτερον ἐν τῷ ὑπὲρ κεφαλῆς ἠέρι κατεστορέσθαι δοκεῖν τῇ πτήσει τῶν ἀκοντίων σχεδιαζόμενον. Ρωμαῖοι δὲ πρὸς τὴν κατασυστάδην συμπλοκὴν ἐνεχείρησαν δόρασί τε καὶ ξίφεσι τὸ βάρβαρον ἀμυνόμενοι, τῆς ἐπιφορᾶς τῶν βελῶν τὴν ἐπιβολὴν διατέμνοντες, ἐντεῦθέν τε ἐκλύτους τῶν σοφισμάτων τοὺς ἀντικαθεστῶτας διατιθέμενοι προτερεύουσιν εἰς τὸν πόλεμον. τοιγαροῦν ἀξιολογωτάτης Ρωμαίοις τε καὶ Πάρθοις γενομένης τῆς μάχης, τῆς τε Περσικῆς παραλυθείσης ἐκτάξεως διὰ τὸ μὴ πρὸς βάθος συνεστάναι τὸ στῖφος, οὐραγούσης τε δυνάμεως διηπορημένης τῆς Βαβυλωνίας παρασκευῆς, τοῦ ἀντερείδοντος μὴ ὑπόντος, εἶτα ἐπιβριθούσης τῆς ἀντιθέτου δυνάμεως, πρὸς ὄλεθρον εἶδε τὸ βάρβαρον ἀποκλίνει τε πρὸς φυγήν. καὶ μυοῦνται μὲν Πέρσαι τὰ τῶν ἐναντίων ἐλπίδων, παιδεύονται δὲ τῷ 3.14.10 παραδείγματι μὴ μέγα φρονεῖν ἐπὶ τοῖς ἀδικήμασιν. οἱ μὲν οὖν Βαβυλώνιοι ᾗ ποδῶν εἶχον ἀπεδίδρασκον ἡττηθέντες, Ρωμαῖοι δ' ἐχόμενοι τῆς ἐπιθέσεως τῶν κακῶν τοῖς Πάρθοις πεῖραν ἐδίδοσαν. οὐ μὴν ἀλλὰ πρὸς ἐπὶ τούτοις καὶ τὸν Περσικὸν ληΐζονται χάρακα τά τε σκηνοπήγια τοῦτο βασιλέως προενομεύσαντο καὶ πᾶσαν τὴν ἀποσκευὴν λαφυραγωγοῦνται λαμπρῶς· τῶν τε ἐλεφάντων κρατήσαντες ἅμα τοῖς σκύλοις τοῖς Περσικοῖς παραπέμπουσι πρὸς τὸν Καίσαρα. ἐπεὶ δ' ἡττήθη ὁ τῶν Περσῶν βασιλεὺς καὶ τὴν ἀνάζευξιν οἴκαδε ἐπονείδιστον ἐπεποίητο, ἐπὶ τὴν Μελιτηνὴν γεγονὼς ἐνεπίμπρα τὴν ὥραν τοῦ ἄστεος, ἄφρακτον οὖσαν εὑρὼν ἠρεμίας τε πάσης κατάκομον, Εὐφράτην τε διαβὰς διὰ τῆς ᾿Αρζανηνῆς τὴν ἀναχώρησιν ἐποιήσατο νόμῳ τὴν αἰσχύνην στηλιτεύσας τοῦ ἀτυχήματος· θεσμοθετεῖ γὰρ μὴ τὰς ἐπὶ πόλεμον ἐξόδους προσήκειν ἐς τὸ λοιπὸν βασιλέα Περσῶν ἐμπορεύεσθαι. 3.15.1 Οὕτω μὲν οὖν τῷ νόμῳ θριαμβεύσας ὁ τῶν Περσῶν βασιλεὺς τὸ ἀπαίσιον διηπορεῖτο ὅ τι καὶ πράξειεν. τὸ δὲ Ρωμαϊκὸν ταῖς Περσικαῖς συνεπετίθετο συμφοραῖς καὶ πρὸς τὰ ἐνδόμυχα τῆς Βαβυλωνίας ἐχώρησεν, κεραΐζεταί τε καὶ περιτέμνεται πάντα τὰ ἐν ποσίν, καὶ τὰ ἐντυγχάνοντα τῆς διαφθορᾶς ἐγίνετο παρανάλωμα. τῆς τοίνυν ῾Υρκανικῆς θαλάττης ἐπιβάται γενόμενοι πλεῖστά τε δράσαντες καὶ χειρουργήσαντες τοῖς Πάρθοις ἀπαίσια εἰς τὴν ἑαυτῶν οὐκ ἀνέζευξαν· χειμῶνος γὰρ ὥρα τοῖς πράγμασι συνεκύρησεν, καὶ τὰ τῶν ἀτυχημάτων τῇ Περσίδι κατελιπαίνετο. ἦρος δ' ἐνδημήσαντος ἐπανῆκον Ρωμαῖοι ἐπιφερόμενοι καὶ τὴν ἀνδραγαθίαν συνέκδημον. οἱ μὲν οὖν Μῆδοι τὰ συμβεβηκότα φέρειν οὐκ ἔχοντες εἰς τὸν βασιλέα τὸν σφῶν αὐτῶν γυμνῇ τῇ κεφαλῇ ἐβλασφήμουν ἀσχάλλοντες. παρελύπει γὰρ αὐτοὺς ἐς τὰ μάλιστα ἡ τοῦ πολέμου τριβὴ καὶ τὰ ἐς ὕστερον ἐλπιζόμενα δυσχερῆ. οὐ γὰρ ἔχουσι Πέρσαι ἐκ πρυτανείου σιτήσεις καθάπερ Ρωμαῖοι ἰόντες εἰς πόλεμον, ἀλλ' οὐδὲ κατὰ κώμας τε καὶ ἀγροὺς συναγείρονται· ἀλλ' ἐστὶ νόμος αὐταρκείας αὐτοῖς τὰ παρὰ τοῦ βασιλέως κατὰ τὸ εἰωθὸς διανεμόμενα, καὶ εἰς ὅσον ἀποζῆν οἰκονομοῦσι τὰ παρεχόμενα καὶ διατρέφεσθαι ἐντεῦθεν καταναγκάζονται ἅμα τοῖς κτήνεσιν, μέχρις ἂν ὅτου ἐς τὴν ἀλλοτρίαν ἐμβάλωσιν. καὶ οὖν ὁ τοῦ Περσικοῦ βασιλεὺς τὰς στάσεις τοῦ ὁπλιτικοῦ δεδιὼς διενοήθη ἐς λόγους περὶ τῆς εἰρήνης κοινολογήσασθαι Τιβερίῳ τῷ Καίσαρι. ὁ δὲ Καῖσαρ ταῦτα πυθόμενος ἐς διαλλαγὰς προιέναι διέγνω. 3.15.6 ἐκπέμπει γοῦν τοὺς περὶ συμβάσεως λόγους δυνατοὺς καθιδρύσασθαι κεχειροτονηκὼς πρεσβευτὰς ᾿Ιωάννην καὶ Πέτρον, ἐν τῇ κορυφαίᾳ τῆς συγκλήτου βουλῆς τελοῦντας ἀξίᾳ (πατρίκιοι δ' ἄρα ὄντες ἐτύγχανον), Θεόδωρόν τε τῇ μαγιστερίᾳ ἀρχῇ παρὰ Ρωμαίοις τιμώμενόν τε καὶ γεραιρόμενον· ναὶ μὴν καὶ Χοσρόης Σαρναχοργάνην, ἄνδρα τῇ Περσικῇ πολιτείᾳ διὰ τὴν ἀξίαν ἀπόβλεπτον, πρὸς ἑτέροις ἀξιολογωτάτοις ἀνδράσιν, τῷ πολέμῳ δι' αὐτῶν παραδοὺς τὴν ἀνάπαυλαν. συστάσης τοίνυν περὶ τὴν ᾿Αρμενίαν κατ' ἐκεῖνο καιροῦ καρτερᾶς μάχης Ρωμαίοις τε καὶ Πάρθοις, Ταμχοσρὼ ἐφεστηκότος τῆς Βαβυλωνίας δυνάμεως, ᾿Ιουστινιανοῦ τε τῆς Ρωμαϊκῆςἐξηγουμένου πληθύος, γίνεται κατόπιν τὸ Ρωμαϊκὸν τῆς προτέρας εὐκλείας. διά τοι τοῦτο ἀπειρήκασι Μῆδοι τῶν εἰρηναίων σπονδῶν, καὶ πάλιν αὐτοῖς ἀναζωπυροῦται τὸ φιλοπόλεμον, μετριοπαθεῖν ἐπὶ τοῖς ἔναγχος οὐ χωρήσαντες 3.15.10 ἐπιτεύγμασιν. οἱ μὲν οὖν πρέσβεις μέχρι λόγων τὰ τοῦ σκοποῦ διανύσαντες χωροῦσι πρὸς τὰ οἴκοι ὀρφανὰς τὰς πρεσβείας τῆς εἰρήνης καταλείψαντες· Τιβέριος δ' ὁ Καῖσαρ τῶν οὕτω συντετυχηκότων αὐτῷ Μαυρίκιον στρατηγὸν προστησάμενος, τότε δὴ τότε τῶν σωματοφυλάκων τοῦ βασιλέως ἡγούμενον, ἐν τοῖς κλίτεσι τῆς ᾿Αρμενίας ἐξέπεμπεν. ὁ δὲ τοῦ βαρβαρικοῦ Σαρναχοργάνης στρατίαρχος, ἔτι τοῦ χρόνου τῶν σπονδῶν ἐνδαψιλευομένων τῶν περὶ τὴν ἕω προελθουσῶν Ρωμαίοις τε καὶ Μήδοις, παρασπονδήσας κατὰ Κωνσταντίνης καὶ τῆς Θεοδοσιουπόλεως τὸ τάχος ἀπέστελλεν. ὁ μὲν οὖν στρατηγὸς τῶν Χαλδαίων τὴν δύναμιν ἀναλαβόμενος τὰ περὶ τὴν Κωνσταντῖναν καὶ τὴν Θεοδοσιούπολιν ἐλυμαίνετο, Ταμχοσρὼ δ', ὃς τῶν ἐν ᾿Αρμενίᾳ Περσικῶν στρατευμάτων τὴν ἡγεμονίαν ἠμφίεστο, ὅτε που νῦν τὰς συνελθούσας δυνάμεις Ρωμαίων πολλῷ πλείους τῶν οἰκείων οὔσας διέγνωκεν, τὴν ᾿Αρμενίαν ἀπολιπὼν τό τε Κιθαρίζων τὸ Ρωμαίων φρούριον παραμείψας ἐπιπίπτει χωρίοις τε καὶ κώμαις πλησίον ᾿Αμίδης γενόμενος. εἶτα διὰ τῆς ᾿Αρζανηνῆς εἰσβαλὼν ἐχώρει εἰς τὰ οἴκοι. ὁ δὲ Μαυρίκιος, ὁ τοῦ Ρωμαϊκοῦ στρατηγός, τοὺς βαρβάρους καταλιπόντας τὴν ᾿Αρμενίαν θεώμενος τά τε εἰς τὴν ἑῴαν φθείρειν διαχειρήσαντας, ἄρας πανστρατιᾷ τῇ Περσῶν ἐνεδήμησε χώρᾳ, θέρμης τε τῷ σώματι ἐπιγενομένης αὐτῷ καρτερᾶς, εἴχετο τῶν πόνων νοσηλευόμενος. ἐμβαλόντες οὖν τῇ ᾿Αρζανηνῇ οἱ Ρωμαῖοι, καὶ οὐκ ὄντος τοῦ ἀπαμύνοντος, τὸ ᾿Αφούμων, οὕτω καλούμενον φρούριον, ἐρυμνότατον ὂν παρεστήσαντο φρούριά τε ἕτερα κατεσκάψαντο ἄττα φόνον τε πολὺν τῇ Περσῶν πολιτείᾳ ἐνεπορεύσαντο· 3.15.15 ζωγρήσαντές τε τοῦ Περσικοῦ ἐνενήκοντα πρὸς ταῖς δέκα χιλιάσιν, τούτων τὴν τρίτην ἀπόμοιραν Μαυρικίῳ τῷ Ρωμαίων στρατηγῷ οἱ τοῦ ὁπλιτικοῦ δωρησάμενοι, οὐκ ἀνήκεστα τοῦ πολέμου τὰ ἐπίχειρα ἐπεποίηντο. ὁ μὲν οὖν στρατηγὸς τῶν ζωγρηθέντων τὴν ἐνδημίαν παρεδήλου τῷ Καίσαρι, ὁ δὲ Καῖσαρ ἀνὰ τὴν Κύπρον τὴν λείαν διέχεεν. 3.16.1 Οὕτω τοιγαροῦν τῆς ᾿Αρζανηνῆς ὑπὸ τοῦ Ρωμαϊκοῦ δόρατος παθούσης κακῶς, μεταβαίνει ὁ στρατηγὸς καὶ τοῖς τῆς ᾿Αραβίας χωρίοις ἐνέβαλεν οὐ πόρρω τῆς Νίσιβι ἱδρυμένοις ἐπιτομώτατα. εἶτα μέχρι τοῦ Τίγριδος καταστρεψάμενος ποταμοῦ, ἐς τὸ ἀντιπέρας τὸν Κοὺρς καὶ τὸν Ρωμανὸν ἐξεπέμπετο τὴν πολεμίαν ληΐσοντας ἅπασαν· αὐτὸς δὲ τὸ Σιγγάρων φρούριον καταστρεψάμενος, ἐπεὶ χειμῶνος ὥρα παρέκυπτεν, τὰς δυνάμεις ἀναλαβόμενος τοῖς Ρωμαϊκοῖς ἐνεδήμησεν. κατὰ τοῦτον δῆτα τὸν ἐνιαυτὸν ἀπέσκλη ὑπὸ τῆς νόσου ᾿Ιουστῖνος, ὁ τοῦ Ρωμαϊκοῦ βασιλεύς, μεγάλαις τῶν βεβιωμένων αὐτῷ ἐντετυχηκὼς ἀντιδόσεσιν. ἀπόφοιτος γοῦν τῶν ἐντεῦθεν ὅσον οὔπω γινόμενος κύριον τῆς μοναρχίας συνίστησι Τιβέριον τὸν αὐτοκράτορα, ἄνδρα πρᾶον ὁμοῦ καὶ φιλάνθρωπον κρείττονά τε λήμματος καὶ χρημάτων ἀφρόντιδα, τοῦτο μόνον εὐδαιμονίαν ἡγούμενον, τὸ τεθηλέναι τε καὶ ἐς μέγα πλούτου κομᾶν τὸ ὑπήκοον, τὴν κοινὴν τῶν ἀνθρώπων μακαριότητα πάγκαλον καὶ ἀσυλότατον θησαυρὸν λογιζόμενον· ὃς τὸν ὄγκον τῆς τυραννίδος μισήσας καὶ πρὸς τὸ φιλόστοργον τῶν ὁμοφύλων ἀναδραμὼν εἵλετο συμβασιλεύειν αὐτῷ τὸ ὑπήκοον ἢ τοὺς ἰθυνομένους τυραννικώτερον ἀνδραποδίζεσθαι, πατὴρ ἐθέλων ἢ δεσπότης ὑπὸ τῶν ὑπηκόων ἀναγορεύεσθαι. ἐπεὶ δ' ἀκαπηλεύτως αὐτῷ τὸ τῆς ἐξουσίας οἰακίζετο σκάφος, εἰκότως καὶ ὁ πόλεμος μετὰ τῶν πραγμάτων τὴν πρὸς τὸ κρεῖττον μεταβολὴν ἐκληρώσατο. ῏Ηρος δ' ἀρχομένου, νόσῳ σαγηνευθεὶς Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, τὸν τῇδε κατεστρέψατο βίον, διάδοχον προστησάμενος ῾Ορμίσδαν τὸν υἱόν, ἄνδρα τῇ χαλεπότητι τὴν πατρῴαν ὑπερηκοντικότα τῶν τρόπων ἀνοσιότητα· ἦν γὰρ βίαιός τε καὶ τοῦ πλείονος ἐραστὴς ἀκορέστατος, ἐν οὐδεμιᾷ τὸ δίκαιον μοίρᾳ τιθέμενος· ἀπάτῃ τε ἡδόμενος καὶ τῷ ψεύδει περιρρεόμενος τῶν πολέμων, οὐ τῆς εἰρήνης, ἐγλίχετο. δυσμενέστατός τε πρὸς τὸ ὑπήκοον γεγονώς, οὓς μὲν τῶν δυνατωτάτων ποδοκάκῃ καὶ δεσμοῖς ἐς τὸ ἀεὶ καθυπέβαλλεν, οὓς δὲ ξίφει διέτεμνεν, ἐνίους παρέπεμπε ταῖς λαγόσι τοῦ Τίγριδος, καὶ τάφος ἦν ὁ ποταμὸς ἀναμφίαστος (οὐ γὰρ ἀδημοσίευτος ἐτύγχανεν ὢν) τῶν παρὰ τοῦ βασιλέως παραπεμπομένων ἐς 3.16.10 θάνατον. χρηματισθῆναι γὰρ τὸν ῾Ορμίσδαν διὰ τῶν μάγων φασὶν ὑπὸ τῶν ὑπηκόων καταστασιασθέντα ἀποβολὴν τοῦ κράτους ποιήσασθαι, ἐπονειδίστως τε καταθέσθαι τῆς ἐξουσίας ὁμοῦ καὶ τῆς βασιλείας τοὺς οἴακας. δείλαιοι τῆς ἀσεβείας οἱ τούτοις πειθήνιοι· ἃ γὰρ οὐκ ἤμελλε συμβαίνειν ἴσως τοῖς πράγμασιν, πολλάκις τερατολογοῦσι δαιμόνια, ἵνα δέει τῆς τούτων προαγορεύσεως σχοίη που πάντως συμπέρασμα τῶν χρησμολογούντων ἀνοσίων δυνάμεων τὰ βουλήματα τῷ τῆς πονηρίας πανουργικωτάτῳ σοφίσματι. ἐντεῦθεν γὰρ ἐπιτίθησι καὶ πρὸς τὸ πλῆθος αὐτὸ ῾Ορμίσδας τὴν μάχαιραν, καὶ διαφθείρας δέει τοῦ μέλλοντος ἐκ τοῦ πλήθους χιλιάδας πολλὰς ἀπεθησαύριζεν ἑαυτῷ παρὰ τῶν ὑπηκόων δυσμένειαν ἀδιάλλακτον. ἀπεδεκάτου δὲ καὶ τὰς στρατιωτικὰς ἐπιδόσεις καὶ πρὸς κινδύνους μεγάλους χωρεῖν τὸ ὁπλιτικὸν κατηνάγκαζεν, ὅπως τῇ διαφθορᾷ τῆς Βαβυλωνίας δυνάμεως ἀστασίαστον αὐτῷ ὁ βασίλειος θρόνος σχοίη τὴν ἵδρυσιν. 3.17.1 περιβαλόμενος γοῦν ὁ ῾Ορμίσδας τὸ τῶν τυράννων διάδημα περιαυτίζεταί τε καὶ αὐθαδίζεται καὶ περικείρει τὸ εἰωθός, τὰ τῆς ἀναρρήσεως σήμαντρα ἀποστέλλειν ὥσπερ οὐκ ἀξιῶν Τιβερίῳ τῷ αὐτοκράτορι. ὁ μὲν οὖν αὐτοκράτωρ ἀποκηρυκεύεται πρὸς ῾Ορμίσδαν τὸν πόλεμον τὴν εἰρήνην ἐν ἴσῃ μοίρᾳ ἑκατέροις γενέσθαι ἐξαιτούμενος· ὁ δ' ἐπὶ τῇ πρεσβείᾳ καταγαυρούμενος ἠξίου φορολογεῖσθαι ἐς τὸ φανερὸν τοὺς Ρωμαίους, ᾿Αρμενίους τε καὶ ῎Ιβηρας ἐν ὑπηκόοις τελεῖν,Ρωμαίων τοῦτο παρεχομένων αὐτῷ, τό τε Δαρὰς μὴ ἐπιζητεῖσθαι λοιπὸν ὑπὸ τοῦ Καίσαρος, καίτοι Χοσρόου τοῦ πατρὸς ἐπὶ τοῖς ἴσοις βουληθέντος τὰς διαλλαγὰς ἀντιδοῦναι τῷ Καίσαρι, τό τε Δαρὰς οὐκ ἀπαξιώσαντος ἀποκαταστῆσαι τῇ τῶν Ρωμαίων ἀρχῇ. ἐπεὶ δὲ τὰ τῆς ἀλαζονείας ῾Ορμίσδου καταφανῆ Τιβερίῳ τῷ αὐτοκράτορι γέγονεν, θέρους ἐπιγενομένου πάλιν Μαυρίκιος τὰς δυνάμεις ἀθροίσας ἐνδημεῖ τῇ Περσίδι, ἐς τὸ ἀντιπέρας τοῦ Τίγριδος Ρωμανόν τε καὶ Θεοδώριχον, ναὶ μὴν καὶ Μαρτῖνον πεπομφὼς τὰ ἐνδόμυχα τῆς Μηδικῆς κατασκάψοντας. οἱ μὲν οὖν εἰσβαλόντες ἅμα τῇ τοῦ στρατοπέδου πληθύϊ καὶ τῶν Περσῶν ληϊσάμενοι τὸ γόνιμόν τε καὶ εὐθαλέστατον καὶ πᾶσαν τὴν τοῦ θέρους ὥραν τοῖς Περσικοῖς ἐνδιατρίψαντες φόνοις τὰ τῶν Μήδων ἔκειρόν τε καὶ διωλόθρευον λίαν ἐγκρατῶς. ὁ δὲ Ρωμαίων ἡγούμενος χειμῶνος ἐπελθόντος εἰς τὴν Καππαδοκῶν Καισάρειαν γίνεται. θέρους δὲ περιόντος αὖθις κατὰ τὴν ἑῴαν ἀφίκετο εἴς τε Κιρκήνσιον πόλισμα Ρωμαίων πανστρατιᾷ. εἶτα διὰ τῆς ἐρήμου τὸ λοιπὸν τῆς ᾿Αραβίας εἰς τὴν Βαβυλωνίαν ἠπείγετο γῆν ἀφικέσθαι, εἶτα τὸν πόλεμον παρακλέψαι τῇ ἀγχινοίᾳ τοῦ ἐγχειρήματος. συνείπετο δὲ τούτῳ ὁ τῶν νομάδων βαρβάρων ἡγούμενος, ᾿Αλαμούνδαρος ὄνομα αὐτῷ· ὅν φασι κατάδηλον τῷ Περσῶν βασιλεῖ τὴν τῶν Ρωμαίων ἐπιστασίαν ποιήσασθαι· ἀπιστότατον γὰρ καὶ ἀλλοπρόσαλλον τὸ Σαρακηνικὸν φῦλον καθέστηκε πάγιόν τε τὸν νοῦν καὶ τὴν γνώμην πρὸς τὸ σῶφρον ἱδρυμένην οὐκ ἔχον. 3.17.8 καὶ οὖν ἐκ τούτου ὁ τῶν Περσῶν βασιλεὺς ἐπὶ Καλλίνικον πόλιν τὸν πόλεμον μετεφύτευεν ᾿Αδορμαάνην χειροτονήσας τῆς ἐκτάξεως κηδεμόνα οὐκ ἀφυέστατον. ἐπεὶ τοίνυν ὁ ᾿Αλαμούνδαρος κηφῆνος δίκην τοὺς τῆς μελίττης σίμβλους ἠφάνισεν, εἰπεῖν δὲ ταὐτὸν τὰ Μαυρικίου ἐπίχειρα ἀνετρέψατο, ἀνόνητα γίνεται Ρωμαίοις τὰ τῆς κατὰ Μήδων ἐπιστρατείας κινήματα· παλινδρομοῦσι γὰρ τὰς οἴκοι συμφορὰς 3.17.10 ἀποσβέσοντες. καὶ δῆτα ὁ στρατηγὸς τὰς μὲν σιταγωγοὺς ὁλκάδας, αἳ κατὰ τὸν Εὐφράτην συνείποντο αὐτῷ ποταμόν, φλοξὶ πυρὸς ἀνατέθεικεν· αὐτὸς δὲ σὺν τοῖς ἐκκρίτοις τοῦ στρατοπέδου ὡς τάχιστα γίνεται πρὸς τὴν πόλιν Καλλίνικον. εἰς χεῖράς τε τῶν συνταγμάτων γεγονότων τῶν Πάρθων, ὑπεροχὴν τὸ Ρωμαϊκὸν ἀπεφέρετο δόρυ. φυγῆς τοίνυν τῶν Περσῶν γενομένης, ἀνακωχὴν τὰ τῆς ἐπηρείας ἐλάμβανεν. 3.18.1 Τῷ δ' ἐπιόντι ἐνιαυτῷ Ταμχοσρώ, ὁ τοῦ Μηδικοῦ στρατηγός, μεγάλας τοῦ Περσικοῦ δυνάμεις περιαγόμενος πρὸς τῇ Κωνσταντίνῃ χωρεῖ. καττύεται δῆτα ἐν τούτῳ τῷ ἐνιαυτῷ μέγας καὶ ἐξακουστότατος πόλεμος Ρωμαίοις τε καὶ Πάρθοις. ὁ μὲν οὖν τοῦ Μηδικοῦ στρατηγὸς ἐν τοῖς πρώτοις τῆς ἀγωνίας γενόμενος τὸν βίον κατέστρεψε δόρατι, πλημμελεῖ δὲ τὸ βάρβαρον, καὶ νικῶσι Ρωμαῖοι. οἱ δὲ βάρβαροι πείθονται ἐς τὴν ἑαυτῶν ἀποκλίνειν, ἅμα τῷ παθεῖν καὶ τὰ τῆς αἰσχύνης οἰκειωσάμενοι. καὶ οὖν ὁ στρατηγὸς τὰ καίρια τῶν ὀχυρωμάτων περιφραξάμενος ἐς Βυζάντιον ἄνεισιν. τοῦ κοινοῦ δὲ τέλους συντετυχηκότος Τιβερίῳ τῷ αὐτοκράτορι, τῆς Ρωμαϊκῆς ἀρχῆς ὥσπερ ἆθλον ἀριστείας εὐγενῆ καὶ περίδοξον τὸ βασίλειον κράτος ὁ στρατηγὸς ἔννομόν τε περιβάλλεται, καὶ τὴν δευτέραν ἀπημφίαστο τύχην. τὰ μὲν οὖν μετὰ τοῦτο παρχθέντα Ρωμαίοις τε καὶ Πέρσαις ἀναγέγραφα ἐν τοῖς ἔμπροσθεν. οὐκοῦν ἰτέον ἐπὶ τὰ συνεχῆ τῆς διηγήσεως, τὴν ἱστορίαν ἔξω που μικρὸν διαθέουσαν εἰσκυκλήσαντες ἐπὶ τὴν ἀκόλουθον καὶ εὐσύνοπτον νύσσαν, ὅθεν καὶ πρὸς βραχὺ ἀπεκλίναμεν τὰ περὶ τὸν Βαρὰμ κατ' ἐκεῖνο παρηκολουθηκότα καιροῦ προτιθέντες ἐν μέσῳ. ἀλλ' εἰρήσθω μὲν πρότερον ἥ τε πατρὶς καὶ τὸ γένος Βαρὰμ οἵ τε τῆς τύχης βαθμοὶ αἵ τε κατ' ὀλίγον πράξεις διὰ βραχέων, ἵνα πάντοθεν ἐναρμόνιον εἴη καὶ ἐντελὲς τὸ περὶ τὴν ἱστορίαν ἀκρόαμα. 3.18.6 ῎Ηκουσά του λέγοντος ἀνδρὸς Βαβυλωνίου ἱερομνήμονος, μεγίστην ἐμπειρίαν ἀπειληφότος τῆς περὶ τὰς βασιλικὰς διφθέρας ἀναγραφῆς, ἀπὸ μὲν τῆς Ραζακηνῆς οὕτω καλουμένης ὁρμᾶσθαι μοίρας τὸν Βαράμ, οἰκαρχίας δὲ τῆς τοῦ Μιρράμου γεγονέναι τὸν Πέρσην ἐκεῖνον τὸν τύραννον, ὃς ἀφορμὴ τῆς καταλύσεως ῾Ορμίσδᾳ τῷ τυράννῳ γεγένηται. δήμοις γὰρ παρὰ τοῖς Μήδοις ἑπτὰ τῶν πράξεων τὰ ἀγχίνοά τε καὶ τιμιώτατα διανυομένοις, νόμῳ πρεσβύτῃ κληροδοτουμένοις, μὴ ἄλλως ἔχειν τὰ πράγματα ἔφασκεν. καί φασι τὸν μὲν ᾿Αρσακίδην ἐπιλεγόμενον δῆμον τὴν βασιλείαν κατέχειν, καὶ τοῦτον ἐπιτίθεσθαι τῷ βασιλεῖ τὸ διάδημα, ἕτερον τῆς πολεμικῆς προεστάναι συντάξεως, ἄλλον δὲ τὰς πολιτικὰς περικεῖσθαι φροντίδας, τὸν δ' ἕτερον τὰς διαφορὰς διαλύειν τῶν περί τι καταστασιαζόντων καὶ διαιτητοῦ δεομένων, τὸν δὲ πέμπτον ἡγεῖσθαι τῆς ἵππου, τὸν δὲ μετὰ τοῦτον φορολογεῖν τὸ ὑπήκοον καῖ τῶν βασιλικῶν ταμείων ἔφορον πεφυκέναι, τὸν δ' ἕβδομον κηδεμόνα τῶν ὅπλων καὶ τῆς πολεμικῆς ἐσθῆτος ἐπιστατεῖν, Δαρείου τοῦ ῾Υστάσπου τουτονὶ τὸν νόμον 3.18.10 ἐν τοῖς βασιλείοις ἐντεμενίσαντος. τὸν δὲ Βαρὰμ τῆς τοῦ Μιρράμου οἰκαρχίας γενόμενον, δήμου δ' ᾿Αρσακίδου, καταλεγῆναί φασιν ἐς τὸ πρότερον τοῖς τοῦ βασιλέως σωματοφύλαξιν, μικροῦ δ' ὕστερον στρατιωτικῆς ἴλης ἡγησάμενον συστρατεῦσαι Χοσρόῃ, τῷ Καβάδου παιδί, ὁπότε οἱ Βαβυλώνιοι τὸ Δαρὰς παρεστήσαντο, ᾿Ιουστίνου τοῦ νεωτέρου τὴν Ρωμαίων σκηπτουχίαν ἐπέχοντος. ὁ μὲν οὖν Βαρὰμ ἐσβαλὼν ἅμα Χοσρόῃ, τῷ Περσῶν βασιλεῖ τῷ πρεσβύτῃ, καὶ εἰς τὰς ᾿Αρμενίας αὐτάς, καὶ κατὰ τοὺς πολέμους ἐπιφανέστατος γεγονώς, στρατηγὸς [οὐ] μετ' οὐ πολὺ καὶ τοῦ Περσικοῦ χειροτονεῖται ἀθροίσματος. οὕτω δὲ κατ' ὀλίγον ἐξαιρούσης τῆς τύχης αὐτόν, ὡς καὶ δαριγβεδοὺμ τῆς βασιλικῆς ἀναδεῖξαι ἑστίας (ὃν δὴ κουροπαλάτην Ρωμαῖοι κατονομάζουσιν), ἐς μέγα ἀπονοίας ἐλήλακεν, καὶ ἐπὶ ταῖς κατὰ Τούρκων νίκαις μεγάλα καὶ ἀκάθεκτα πνέων τὰ τῆς τυραννίδος ὠδίνει κυήματα. ὁ μὲν οὖν ὥσπερ σπινθῆρα ἐν σποδιᾷ τὴν τοῦ βασιλέως ῾Ορμίσδου ἀποκρύπτει τῆς λύπης ὑπόθεσιν, τὸ δὲ πλῆθος ἐξέμηνε φενάκῃ συσκευασάμενος ὡς οἷα δὴ κατὰ τοῦ ὁπλιτικοῦ τοῦ Περσῶν χαλεπαίνοντος βασιλέως καὶ προσαπειλοῦντος καὶ φόνον τοῖς Βαβυλωνίοις στρατεύμασι διὰ τὰ περὶ τὴν Σουανίαν τῆς συμπλοκῆς ἀτυχήματα. προσεφέρετο δὲ καὶ ἐπίπλαστα τοῦ ῾Ορμίσδου προστάγματα ἀποκολοβοῦντα τὰ κατὰ τὸ εἰωθὸς τοῖς συντάγμασι [τῶν] ὑπὸ τῶν βασιλικῶν πρυτανείων διανεμόμενα. κἀντεῦθεν παραδριμύττεται ἡ πᾶσα πληθὺς καὶ ἐς ἀνάστατον ἀπροσεξίαν ἐχώρησεν. https://byzantium.gr/ 4.τ.1 ΙΣΤΟΡΙΑ Δʹ4.1.1 ᾿Επεὶ δ' ὅρκοις τὰ τῆς τυραννίδος ἀπετειχίζετο, καὶ σπονδαῖς ἡ στάσις ἐπῳκοδομεῖτο, ἐπαθροίζει συμμαχικὸν ὁ Βαράμ, καὶ ὁ ἐπιχώριος Πέρσαις ἐκρατύνετο πόλεμος. ἐπεστρατολόγει δὲ καὶ ἡ περὶ τὸν ῾Ορμίσδαν δυσμένεια τῷ Βαρὰμ πρόσθετον καὶ ἐπίκουρον δύναμιν. Πέρσαι γὰρ οἱ πρὸς τῇ Νίσιβι στρατοπεδεύοντες ἄρτι που ὑπὸ Ρωμαίων καταπολεμηθέντες δημοσίᾳ ἐκτάξει, τὰ περὶ τὸν Βαράμην ἀκηκοότες παράδοξα ἀποκλίνουσι πρὸς ἀπόστασιν, ἀδελφὰ τῶν ἐκείνῳ διεγχειρηθέντων ὑποζηλώσαντες. τούτων δὴ ἀγγελθέντων τῷ Βαράμ, πρέσβεις ἀπὸ τῆς περὶ αὑτὸν πληθύος ἐκπέμπεται πρὸς τὴν Νίσιβιν, καὶ τῷ ἐπαγωγῷ τῶν ὑποσχέσεων καρτερώτερος Μήδοις ὁ ἐμφύλιος κατατυρεύεται πόλεμος. οἱ μὲν οὖν τοὺς πρέσβεις δεξάμενοι πρὸς τὴν πόλιν χωροῦσι τὴν Νίσιβιν, περὶ τὴν πύλην δὲ γεγονότες τοῦ ἄστεος συνεκύρησαν Χουβριαδάνῃ, ὃς τῶν ἐν ἀξίαις τελούντων παρὰ Πέρσαις ἐδόκει ἐπόπτης τε τῶν δρωμένων κατὰ τὸν πόλεμον ὑπὸ ῾Ορμίσδα προεκεχείριστο. τοῦτον καταβαλόντες τοῦ ἵππου ἀκροτομήσαντές τε τὸν δείλαιον τήν τε κεφαλὴν τῶν ἐν τῷ τραχήλῳ σφονδύλων ἀποκοψάμενοι σύμβολα ταῦτα ῾Ορμίσδᾳ ἀδιαλλάκτου τινὸς παρέπεμπον στάσεως, κατεργασάμενοί τε τὸν ἄνδρα δεινῶς καὶ κατὰ τὴν πόλιν εἰσφρήσαντες πρὸς διαρπαγὴν τῶν ἐκείνου χρημάτων ἐτράποντο. γίνεται τοίνυν καὶ κατὰ τὴν Νίσβιν διωμοσία καρτερὰ ἐφ' ᾧ τὸν ῾Ορμίσδαν ἀποχειροτόνητον εἶναι καὶ ἰδιώτην ἀντὶ βασιλέως τεκταίνεσθαι. καὶ γοῦν τούτων οὕτω προκεχωρηκότων τοῖς πράγμασιν, πρεσβεύονται Πέρσαι πρὸς Πέρσας καὶ ἡγεμόνας πρὸς τὸν Βαρὰμ ἀποστέλλουσι κατὰ τὴν τοῦ Ζαβᾶ διάβασιν διατρίβοντα. ποταμὸς δ' οὗτος, ὃς ἐκ τῶν ὑπερανεστηκότων ὀρῶν ἐκχεόμενος καὶ ἀπὸ τῶν βορείων ἀρχόμενος οὐ πολύς ἐστι τὴν πρόοδον, εἶτα πρὸς νότον φερόμενος καὶ ὑπὸ πολλῶν χειμάρρων καταρδευόμενος ναυσίπορος γίνεται καὶ κοινοῦται τῷ Τίγριδι. ὁ δὲ Βαρὰμ τοὺς ἀγγέλους εἰσῳκίζετο καὶ λαμπρᾷ τῇ φιλοφροσύνῃ τούτους περιαυτίζεται, προστάττει δὲ καὶ δεξιολάβοις δυνάμεσιν ἰχνηλατεῖν καὶ τὰς ἀτραποὺς πάσας κατασφαλίσασθαι, ὅπως μηδ' ἄγγελος ῾Ορμίσδᾳ τῶν ἀτυχημάτων γενήσεται. ὁ δὲ βασιλεὺς χαλεπαίνων τε καὶ κυνοφθαλμιζόμενος, βρύχων τε καὶ τετριγὼς τοὺς ὀδόντας καὶ οὐκ ἔχων ὅπῃ αὐτοῦ τὰ τοῦ σκοποῦ σχοίη διέξοδον ὑπὸ τῆς ἀπορίας παράφορος ἦν καὶ τοῖς δαιμονῶσιν εἰκάζετο.4.2.1 Κομεντιόλου δὲ τοῦ Ρωμαίων στρατηγοῦ ἐν ταύταις δὴ ταῖς ἡμέραις τὸ ῎Ακβας φρούριον ᾑρηκότος καὶ ὥρᾳ χειμῶνος διαλελυκότος τὸν χάρακα, ὁ Βαράμης τὸ κατὰ μικρὸν τοῖς τῆς Μηδίας χωρίοις προσέβαλλεν. ὁ δ' ῾Ορμίσδας ἐκ τῶν περιοίκων δυνάμεις συναθροισάμενος αὐτοκράτορα τοῦ πολέμου προεστήσατο Φεροχάνην τὸν Πέρσην· τὸ δ' ὄνομα τὴν τοῦ μαγίστρου ἀξίαν τῇ Ρωμαϊκῇ ἐνσημαίνεται γλώττῃ. ὁ μὲν οὖν Φεροχάνης ἠξίου τὸν βασιλέα Ζαδέσπραν, ὃν ἐν εἱρκτῇ δεδεμένον ῾Ορμίσδας ἀπέθετο, τῶν δεσμῶν ἀφαιρεθῆναι καὶ συστρατεύειν αὐτῷ. τούτου δὲ καταδιαιτήσας ἐτύγχανεν ὢν ὁ Περσῶν βασιλεὺς τὴν φρουράν· κατάφωρος γὰρ οὗτος ἐγεγόνει χρήματα ἱκανὰ ἐκ τῆς Μαρτύρων ἐγκολπωσάμενος πόλεως. ῾Ορμίσδου δὲ δυσανασχετοῦντος ἐπὶ τοῖς ῥήμασιν, καὶ τοῦ Φεροχάνου καταλιπαίνοντος τὴν ἀξίωσιν, νικᾶται ὁ τοῦ βασιλέως σκοπὸς καὶ διαζεύγνυται τῶν χειροπεδῶν ὁ Ζαδέσπρας. 4.2.5 συνεκστρατεύσας οὖν τῷ Φεροχάνῃ καὶ τοῦ τυραννικοῦ πλησίον γενόμενος οὐ πόρρω τοῦ Ζαβᾶ ποταμοῦ, αὐτομολῶν παραυτίκα ὡς τὸν Βαράμην ἐχώρησε τὴν ἀντίδοσιν τῆς ἐν εἱρκτῇ κακώσεως ἀντιταλαντεύσας ῾Ορμίσδᾳ. τούτου τοίνυν συντετυχηκότος, ἤρθη ἐπὶ μέγα ὁ Βαρὰμ καραδοκῶν καὶ ἅπασαν αὐτῷ τὴν ἀντίθετον προσχωρῆσαι στρατείαν. ὁ μὲν Φεροχάνης πρέσβεις πρὸς τὸν Βαράμην ἀπέστελλε καὶ ἐξῄτει τὴν γνώμην μεταβαλλόμενον ἀνάπαυλαν τῇ τυραννίδι παρέχεσθαι, κατελιπάρει δὲ τοῦτον καὶ δώροις βασιλικοῖς· οὕτω γὰρ προσετέτακτο ὑπὸ τοῦ Περσῶν βασιλέως. ὁ μὲν οὖν οὐκ ἐπρίατο τὴν ἔχθραν, ὁ δὲ μᾶλλον ἐντεῦθεν ἐξωνεῖτο τὸ τύραννον. τὴν τοίνυν διάβασιν προκατειληφότος Φεροχάνου τοῦ Πέρσου, καὶ τοῦ τυραννικοῦ ἐπὶ πολὺ τοῖς τόποις ἐνδιατρίβοντος, τὰ σιτία ἐξέλιπεν. ὁ μὲν οὖν Βαρὰμ παλαμώμενος τὰ τῆς ἐπηρείας κρατύνεσθαι οὐκ ἀναξιολόγῳ σοφίσματι τοὺς ἀντιτεταγμένους ὑπέκλεπτεν. ἐξέπεμπε γὰρ τῇ ἀντιθέτῳ δυνάμει ἀγγέλους διαγορεύοντας ὡς οὐ κατὰ σκοπὸν δρᾷ τὸ ἀντίθετον ὅπλα κατὰ τῶν ἠδικημένων περιβαλλόμενον, ὑπομιμνήσκων τὸ Περσικὸν τῆς ῾Ορμίσδου τραχύτητος, τό τε τῶν ἐγχειρημάτων αὐτοῦ χαλεπώτατον, τά τε τῆς δυσσεβείας ἀθέμιτα, παρεδήλου τε τούτου τὸ ἀπιστότατον, καὶ ἁπλῶς τῶν ἡμαρτημένων ῾Ορμίσδᾳ μέγαν τινὰ καὶ πιθανώτατον κατάλογον 4.2.10 συνετάττετο· ἐς ἀεὶ γὰρ τὸ δυσμενές ἐστι φιλαίτιον, καὶ μικραῖς τισιν ἀφορμαῖς μεγάλας οἶδε κορυφὰς ἐγκλημάτων τεκταίνεσθαι. ἐπεὶ δὲ τούτων τὰ περὶ τὸν Φεροχάνην ἠκηκόει στρατεύματα, τὴν γνώμην μετέθετο καὶ νεωτερίζειν ἐγλίχετο, καὶ ἀθετεῖ τὸ τιμώμενον καὶ γεραίρει τὸ κακιζόμενον. καὶ ἦν αὐτοῖς οὐκέτι λοιπὸν τὰ τῆς τυραννίδος ἐγκλήματα, ἀλλ' ὥσπερ ἔννομός τις ἡ ἐγχείρησις ἀφορμὴν τῶν δρωμένων ἀπολαβοῦσα τὸ δίκαιον. 4.3.1 καὶ γοῦν ὁ Ζοαρὰβ (εἷς δ' οὗτος τοῦ Διλιμνιτικοῦ ἔθνους ἡγούμενος), οὐ μὴν ἀλλὰ καὶ Σαράμης ὁ νέος, τὸ τηνικαῦτα μὲν καιροῦ τοῖς δορυφόροις τοῦ στρατηγοῦ καταλεγόμενος, ὕστερον δὲ τῶν τοῦ βασιλέως Χοσρόου σωματοφυλάκων ἐπιστατῶν, ἑτέρας ὀρεγόμενοι λήξεως τῆς τε μεταβολῆς τῶν πραγμάτων λίαν ἐκτόπως γλιχόμενοι συνωμοσίαν διέθεντο ἐξαπιναίως τε ἐπελθόντες ἀναιροῦσι τὸν Φεροχάνην νυκτός, ἀμύνοντος παντελῶς οὐδενός. οὗ δὴ γεγονότος, ἐς ἁρπαγὴν τῶν τοῦ στρατηγοῦ χρημάτων πάντες ἐτράποντο. ἧκε γοῦν πέμπτῃ ἡμέρᾳ ἀγγελία τῷ Περσῶν βασιλεῖ τούτων δὴ τῶν ἔναγχος συμβεβηκότων τῷ στρατηγῷ. καταπλαγεὶς τοιγαροῦν ἐπὶ τῇ τῶν κακῶν ἐπιδόσει ῾Ορμίσδας ἀπῆρε τῆς Μηδίας, ἐν ᾗ τὰς διατριβὰς ἐπεποίητο, καὶ τῇ Κτησιφῶντι προσομιλεῖ, τάς τε περιλοίπους δυνάμεις ἀναλεξάμενος τῆς ἐς αὐτὸν περιφρουρᾶς διετίθετο, ὡς ἐνῆν, τὴν φροντίδα. οἱ δὲ τῶν βασιλείων οἰκήτορες ἄστεων τούτων δὴ τῶν πεπραγμένων ἐν γνώσει γενόμενοι τὰς ψυχὰς ἐξεπλήττοντο, καὶ τῷ νεωτερισμῷ τῶν πραγμάτων ἐς τὰ μάλιστα τεθηπότες οὐκ εἶχον ὅ τι καὶ δράσωσιν· οἶδε γὰρ παράδοξον ἄκουσμα θολὸν ταῖς ψυχαῖς ἐξεργάζεσθαι καὶ τῇ ἀθρόᾳ ἐνδημίᾳ ταῖς ἀκοαῖς ἐνιέμενον ἅπασαν ἀνατροπὴν λογισμῶν ἐμπορεύεσθαι. ἡμέρα δὲ τρίτη, καὶ Βινδόην τὸν δέσμιον, τὸν ᾿Ασπαβέδου μὲν υἱόν, πρὸς γένος δὲ συνημμένον Χοσρόῃ, τῷ Περσῶν βασιλεῖ, ἐν χειροπέδαις τὴν εἱρκτὴν ἐνοικοῦντα καὶ ὑπὸ ῾Ορμίσδου εἰκῇ ποινηλατούμενον ὁ Βεστάμ, ὃς ἀδελφὸς τούτου ἐτύγχανεν ὤν, τῆς φρουρᾶς ὑπεξῆγεν, ὑπόντος οὐδενὸς τοῦ κωλύοντος. ἐπεὶ δὲ γαλήνη τῶν ἀτυχημάτων γέγονε τῷ Βινδόῃ, πλῆθος οὗτος ἐκ τῶν περὶ τὸν Φεροχάνην εἰσβάλλει πρὸς τὰ βασίλεια ὑπὸ τρίτην ἕω καὶ ἐντυγχάνει ῾Ορμίσδᾳ. οὗτος δὲ τὸν βασίλειον θρόνον περιεκάθητο, ἐσθὴς δ' αὐτῷ τύραννος ὁμοῦ καὶ βαρύτιμος, ἥ τε τιάρα χρυσῆ τε καὶ λιθοκόλλητος, ἐνέρσει ἀνθράκων ἀπολάμπουσα τῇ λαμπρότητι, περιερρεῖτο δ' αὐτῇ καὶ ὁ μαργαρίτης εἰς τὸ δαψιλές· τό τε κράνος καταυγαζόμενος τό τε σμαραγδόχλοον ὥραν ἐκύμαινεν, ὡς μικροῦ δεῖν συναπολιθοῦσθαι τὸν θεατὴν ὀφθαλμὸν τῷ ἀκορέστῳ τῆς καταπλήξεως. ἀναξυρίδες δ' αὐτῷ χρυσοποίκιλοι, ἔργα ὑφάντου χειρὸς μεγατίμια. καὶ τοσαύτην εἶχεν ἡ στολὴ τὴν τρυφὴν ὁπόσην ἠβούλετο ἡ τῆς σοβαρότητος ἔφεσις. ἤρετο οὖν ὁ βασιλεὺς Βινδόην ὅπως τε αὐτῷ ἡ τῆς φρουρᾶς ἀπήντησεν ἀναχώρησις, τά τε τῆς τόλμης κινήματα, τῆς τε περιπόλου δυνάμεως τί ἂν εἴη τὸ αὐτοσχέδιον. ὁ δ' εἰς εὐήκοον τοῦ βασιλέως ἐλοιδόρει τε καὶ ἐβλασφήμει ἐς τὸν ῾Ορμίσδαν, οὐκ ἐχούσης τὸ λοιπὸν πύλην τῆς γλώττης διὰ τὴν ἐκ τῆς ἀκοσμίας 4.3.10 παρρησίαν ἀκίνδυνον. μηδενὸς τοίνυν κατασυρίττοντος Βινδόου ἢ ὑπόντος τοῦ ἐπιπλήττοντος φειδοῖ τῆς βασιλικῆς τιμιότητος, ἤρετο τοὺς ἐν ἀξίᾳ τελοῦντας ῾Ορμίσδας, εἰ τούτοις ἥδεται τὸ παρεστηκός. πάντων δὲ καταβοώντων ῾Ορμίσδου, ὁ Βινδόης ἑλόμενος τῆς χειρὸς τὸν ῾Ορμίσδαν ἐξανιστᾷ τοῦ θρόνου ἀπεγύμνου τε τὴν κεφαλὴν τοῦ διαδήματος, καὶ τοῖς σωματοφύλαξιν ἐς φρουρὰν παρεδίδου. καὶ οὕτω τῆς τύχης τῆς περὶ τὸν Βινδόην ἀντιμεταβαινούσης ὁ ῾Ορμίσδας ἐξ ὧν ἔδρασεν ἔπασχεν, μαθὼν ὡς οὐ δεῖ λυμαίνεσθαι τοὺς οὐδὲν ἀδικήσαντας. ὁ δὲ τούτου παῖς ὁ Χοσρόης καθαιρεθέντα τῆς βασιλείας τὸν ῾Ορμίσδαν ἀκηκοώς, τοὺς ἠθάδας χώρους ἀπολιπὼν ἐπὶ τὸ ᾿Αδραβιγάνων τὴν ἀπόδρασιν ἐπεποίητο δέει τῶν συμβεβηκότων ῾Ορμίσδᾳ κινδύνων, ὑποτοπήσας μή πού γε καὶ ἐς αὐτὸν τὰ τῆς συμφορᾶς σχοίη διάβασιν. ὁ μὲν οὖν Βινδόης ἰχνηλάτει τὰ τοῦ Χοσρόου κινήματα· ἐπεὶ δ' ἀνερευνωμένῳ κατὰ νοῦν ἐχώρει τούτῳ τὰ πράγματα τοῦ τε Χοσρόου γέγονε κάτοχος, ἠξίου ἐπαναζεῦξαι τὸν παῖδα τὸν βασίλειον θρόνον ληψόμενον. ὁ μὲν οὖν Χοσρόης ἐνέχυρον ὅρκον λαβὼν τῆς πιστώσεως ἐπανῆκεν ἐς τὰ βασίλεια. τῇ δ' ὑστεραίᾳ ῾Ορμίσδας ἄγγελον ἐκ τῆς φρουρᾶς ἀποστειλάμενος παρεδήλου ὡς ἐθέλοι τὰ συνοίσοντα λέξειν τῇ Περσῶν πολιτείᾳ, τούς τε σατράπας ἠξίου ὡς αὐτὸν παραγενέσθαι καὶ τοὺς ἐν ἀξίαις τελοῦντας καὶ ὑπεροχαῖς τούς τε τοῦ βασιλέως σωματοφύλακας ἅπαντας· μηδὲ γὰρ περὶ μικρῶν των λόγων ὑπεῖναι αὐτῷ τὴν ὑπόθεσιν. τούτων τοιγαροῦν διαγγελθέντων τοῖς ἐξέχουσι τῶν βαρβάρων, ἐκκλησία πρὸς τὰ βασίλεια γίνεται. ὑπεξάγεται δὲ τῆς φρουρᾶς καὶ ὁ ῾Ορμίσδας, ὅπως τοῖς ἐπηγγελμένοις αὐτῷ πέρας προθήσοιτο. τοῦ τοίνυν ξυλλόγου συγκεκροτημένου πρὸς τὰ ἀνάκτορα, ῾Ορμίσδας ἐς μέσον ἑστὼς τῶνδε τῶν λόγων ἀπήρξατο. 4.4.1 "῎Ανδρες θεαταί, ἀλλ' εἴθε μὴ βασιλικῶν ἀτυχημάτων δημιουργοί μοι γεγόνατε· οὕτω γὰρ οὐκ ἂν ἐκληρώσασθε βασιλέα δημηγόρον ἅμα καὶ δέσμιον. ἄνδρες νυνὶ μὲν γαῦροι πολέμιοι, τὸ δὲ πρότερον ὑπήκοοι καὶ μετὰ δέους πειθήνιοι. ἄνδρες θεαταί, ἀλλ' εἴθε μὴ τηλικούτων κακῶν προήλθετε σήμερον ὑπηρέται καὶ μάρτυρες. εἰ συγχωρήσοι τὸ δάκρυον, φωνὴν ἀφήσω προξενοῦσαν αὖθις τὸ δάκρυον· ὁρῶ γὰρ ὑμᾶς ἐπεντρυφῶντας τοῖς ἀδικήμασι καὶ κροτοῦντας τὼ χεῖρε, τοῖς ὀδοῦσι δὲ τετριγότας, τοῖς δὲ προσώποις μυκτηριζομένους ὁμοῦ καὶ φενακίζοντας, ἐκχύτους τῷ γέλωτι, ἀσχέτους τοῖς ὀνειδίσμασιν, καὶ εἰ μὴ σφάλλομαι, παιγνίων ὑπόθεσιν ἔχοντας βασιλείας νόμον αἰδέσιμον. πάρεστι γὰρ ὑμῖν ἐν μέσῳ προκείμενος ὁ πρὸ μικροῦ καθάπερ θεὸς προσκυνούμενος αἰχμάλωτος ὑπὸ τῶν πολλῶν ῥαπιζόμενος, ὁ ταῖς ἁλουργίσι περιρρεόμενος νῦν σεσηπότα ῥάκη περιβαλλόμενος, ὁ θρύψει χρυσοῦ καὶ μαργαρίτου κατακοσμούμενος νῦν σχοίνῳ σιδηροτεύκτῳ ταλαιπωρούμενός τε καὶ κακουχούμενος, ὁ τὰς τρίχας εὐθετιζόμενος καὶ τοῖς μύροις καταπνεόμενος νῦν αἰσχίστως σκληραγωγούμενος καὶ τῷ ῥύπῳ καὶ τῇ κόνει τῇ τε λήμῃ τῶν ὀμμάτων καὶ τῇ συμπλοκῇ τῶν βοστρύχων κατηγριωμένος τὴν πρόσοψιν, ὁ τοῖς μυρίοις γένεσι τῶν ἐδεσμάτων κολακευόμενος νῦν ἀπόσιτος καὶ μικροῦ δεῖν καὶ τῶν τυχόντων σπανιζόμενος ἄρτων, ὁ τοῖς χρυσορόφοις θαλάμοις ἐνδιαιτώμενος κλίναις τε χρυσαῖς ἐμβλακευόμενος καὶ σισύραις λαμπραῖς ἐντρυφῶν καὶ ἐφεστρίσι μεγαλοπρεπέσιν ἐγκαλινδούμενος νῦν ἐν εἱρκτῇ στενοχωρούμενος καὶ πρὸς τοὔδαφος κατερριμμένος, μήτε λείψανα εὐτελῶν ἀμφιασμάτων περιφερόμενος. ὁρῶ δὲ καὶ τῶν προπατόρων τὸ κλέος προπηλακιζόμενον σήμερον ἐξ ὧν εἰς ἡμᾶς ἀνοσιουργοῦντες ἐδράσατε, οὓς ἐχρῆν ἀθανάτων τιμαῖς θεραπεύεσθαι ἐκ τῆς περὶ τοὺς ἀπογόνους ἰσοθέου δορυφορίας προσαγομένης ὁσημέραι. ἐπεὶ δὲ καὶ φύσεως παρ' ὑμῖν θεσμὸς ἀνατέτραπται καὶ νόμοι κράτους ἠθέτηνται καὶ τάξις μοναρχίας καταπεπάτηται καὶ δίκης ἠφάνισται πρυτανεύματα καὶ ἀντίδοσις τῶν βεβιωμένων φροῦδος καθέστηκεν, οὐκ ἐπιλήσομαι τῆς βασιλικῆς ἀρετῆς, ἀλλ' εὐνοίᾳ τῆς τοῦ γένους συστάσεως τὰ συνοίσοντα τῇ Περσῶν πολιτείᾳ διέξειμι. ἄνδρες σατράπαι, καὶ ὅσοι περὶ τὸν βασίλειον τουτονὶ συνηθροίσθητε χῶρον, κοινὰ κατὰ τῆς τυραννίδος στρατολογήσατε δόγματα, μὴ περιορῶντες ἐς τὸ λοιπὸν ἐπηρεάζεσθαι βασιλείαν ὑπερφυᾶ τε καὶ δυνατωτάτην, πρεσβύτιδά τε καὶ 4.4.10 φοβερωτάτην τοῖς τὴν οἰκουμένην οἰκοῦσιν ἀνθρώποις. εἰ δὲ μή, μεγάλην ἀρχὴν καταλύσητε καὶ πολλῶν τροπαίων ὑπόθεσιν ἀνατρέψητε καὶ μεγίστης δόξης ἀκρώρειαν καταβάλητε μοναρχίαν τε δυσκαταγώνιστον διαρρήξητε, κἀντεῦθεν τῆς εὐδαιμονίας στερηθήσεσθε Πέρσαι, τῆς ἐξουσίας ἀναιρεθείσης ὑμῖν, τῶν περὶ τῆς βασιλείας νόμων ἀθετηθέντων διὰ τὸ τύραννον. ἀταξίας γὰρ στάσις πέφυκε πρόοδος, τὸ δ' ἄτακτον ἄναρχον, ἀναρχία δὲ λύσεως ἀφορμὴ ἐκ τυραννίδος λαβοῦσα τὴν γένεσιν· αὕτη τὴν πολυαρχίαν ὠδίνουσα τὰ προϋπηργμένα καλῶς κακῶς διατίθησιν, καὶ τῷ ἀνωμάλῳ τοῦ κράτους τῷ τε ἀσυμφώνῳ τῆς στάσεως τὸ ἑνιαῖον καὶ σύντονον τῆς ἀρχῆς διαλύσασα πάντα πάσχειν ἢ δρᾶν τοὺς φιλοτυράννους ἠνάγκασεν. βασιλείας γὰρ σκάφος πολλοῖς τοῖς πηδαλίοις οἰακιζόμενον μικρά τις σπιλάδος ἐπιδρομὴ κατεβάπτισεν, περισχιζομένης τῆς κυβερνήσεως πρὸς τὰς τῶν πολλῶν ἀντιθέτους ἐπιβολάς, ἄλλοτε ἄλλου πρὸς τὸν οἰκεῖον σκοπὸν ἐπειγομένου κυβερνᾶν τὸ ἀκάτιον. οὐκοῦν εἰ μὴ τοὺς τυράννους ἀπολικμήσητε, τὴν βασιλείαν δουλαγωγήσητε, καὶ παίγνιον τοῖς ἔθνεσιν ἔσεσθε τῷ ἀσυμφώνῳ τῆς τοῦ βίου διαγωγῆς κατακληρωσάμενοι τὸ εὐάλωτον. ἔτι Βαρὰμ ἐν ποσίν, ἔτι τοῖς ὅπλοις ἀκκίζεται, ἔτι τῆς ὕβρεως ἔχεται στρατεύσας κατὰ τῆς Περσίδος τὴν μάχαιραν. τεθνάτω παρανάλωμα θηρίων γινόμενος, μὴ τιμάσθω ὁ τούτου νεκρὸς τῇ ταφῇ, ἵνα μὴ ταῖς λαγόσι τῆς γῆς σηπεδόνα ψυχῆς βδελυρᾶς κατασπείρητε. ἀπογυμνούσθω τὴν κεφαλὴν καὶ Χοσρόης τοῦ διαδήματος. οὐκ ἔστι βασιλικὸς τὴν ψυχήν, οὐκ ἀρχικῇ διανοίᾳ κεκόσμηται, οὐκ ἐξουσιαστικὸν τούτου τὸ φρόνημα. ἀκάθεκτός ἐστι ταῖς ὁρμαῖς, λυσσώδης πέφυκε τὸν θυμόν, ἀφιλάνθρωπον αὐτῷ περικέχυται βλέμμα, οὐκ οἶδε νόμοις προνοίας σεμνύνεσθαι, τὸν τρόπον ἐστὶν ἀγέρωχος, τὴν ὄρεξιν φιλήδονος πέφυκεν, πάντα δεύτερα τίθεται τοῦ βουλήματος, οὐ καραδοκεῖ τὸ συνοῖσον, τὴν εὐβουλίαν οὐκ ἐναγκαλίζεται, τὸ φιλότιμον ἀποπέμπεται, τῇ φιλοχρηματίᾳ προσπλέκεται φίλερις ὢν καὶ φιλοπόλεμος καὶ τῆς εἰρήνης ἀνόρεκτος. χειροτονήσω δὲ τῷ λόγῳ βασιλέα σήμερον ὑμῖν τὸ μειράκιον, ὃς παῖς ἐμὸς πέφυκεν ἀγαθός, ἀδελφὸς Χοσρόου τὴν φύσιν, ἀλλ' οὐκ ἀδελφὸς τὴν προαίρεσιν. ἢ οὐκ εἰς μέγα τὰ Περσῶν περιήγαγον τάξεως, τῷ τῆς μεγαλοφροσύνης οἴακι τὸ Βαβυλώνιον διιθύνων πολίτευμα; βάσανος δὲ τῶν λόγων Τοῦρκοι φορολογούμενοι, οἱ Διλιμνῖται καταθέντες μετὰ τῶν ὅπλων τοὺς αὐχένας ἡμῖν, Ρωμαῖοι πόλεις ἐπιφανεῖς ἀποβαλλόμενοι καὶ τὰς δευτέρας τύχας τῇ ἐκπτώσει τῶν πρώτων δακρύοντες. 4.4.18 ταῦτα μὲν ἐγὼ ὁ πάντα δράσας καὶ πεπονθὼς διὰ τὸ τῆς τύχης εὐμετάβολόν τε καὶ ἄστατον. ὑμῖν δὲ ἐν ἐξουσίᾳ τὸ ἔχεσθαι τὴν τοῦ συνοίσοντος ἔφεσιν, ἢ καταμελήσαντας τοῦ καλοῦ τὰς δευτέρας φροντίδας ἀποδοκιμάζειν καὶ τῷ μεταμέλῳ τῶν ἡμαρτημένων πρὸς τὰ ἐν ποσὶν ὅ τι καὶ πράξαιτε διηπορηκότας ὀδύρεσθαι." 4.5.1 ῞Οτε τοίνυν ἀπέρρει ῾Ορμίσδᾳ τὰ τῆς διαλέξεως νουθετήματα, Βινδόης ὁ Πέρσης βρασματώδη συστησάμενος γέλωτα ἀπεσκοράκιζεν ῾Ορμίσδου τοῦ διαλόγου τὴν ἔκθεσιν, ἐς μέσον δὲ ἀνιστάμενος τάδε που τῷ ξυλλόγῳ παρέθετο. "῎Ανδρες ὁμόφυλοι καὶ σύμμαχοι καὶ μισοτύραννοι, ἀλλ' εἰ μὴ νομοθετούντων ἔτι τυράννων ἀνέχεσθε. ἀδικεῖ καὶ νῦν ἰδιωτεύων ὁ τύραννος. ἔτι τῶν λόγων τὸ κράτος ἀμπέχεται καὶ προστάττειν διεγχειρεῖ καὶ βασιλεύει δημηγορῶν καὶ θεσμοθετεῖ ἐπὶ βήματος καὶ κατηγορεῖ στρατηγῶν ἀποδοκιμάζει τε βασιλείαν καὶ χειροτονεῖ τὸν μοναρχήσοντα, καὶ πάντα πάρεστιν αὐτῷ ἐν ποσὶν ὁπόσα οὐδὲ τὸ τῶν ἐνυπνίων φιλότιμον δωρεῖσθαι τοῖς ἀπατωμένοις δεδύνηται, μήτε τοσοῦτον ἐννοηθῆναι δυνάμενος, ὡς οὐ πέφυκεν ἐν συμβούλων μοίρᾳ γνωρίζεσθαι τοὺς μὴ τὰ περὶ ἑαυτῶν διαθεμένους ἐπιδεξίως τοῖς πράγμασιν. πόθεν οὖν ἡμῖν ἐνέχυρον τῆς εἰσηγήσεως καταθήσει λίαν ἑδραῖον καὶ ἀξιόχρεων; ἢ τὴν ἑαυτοῦ τύχην κατεγγυᾶν ἡμῖν ἐσοφίστευσεν ἐθέλων ἡμᾶς συνδεσμίους θεάσασθαι καὶ τῶν αὐτῶν παθημάτων κοινωνοὺς ἀνευθύνους; οὐ γὰρ τῶν ἐκείνῳ πεπλημμελημένων μετέσχομεν τυραννούμενοι. πῶς δὲ κατὰ τυραννίδος γλῶτταν κεκίνηκεν ὁ μηδένα νόμον Περσῶν καταλιπὼν ἀτυράννητον, ὁ λῃστρικώτερον ἄρξας καὶ τὴν ἐξουσίαν κιβδηλεύσας τῇ βίᾳ, ἐπομβρήσας δὲ τοῖς φόνοις παρὰ πάντα τὸν τῆς ἡγεμονίας καιρὸν καὶ μικροῦ δεῖν τὸν Τίγριν ἀποχερσώσας τοῖς σώμασιν, ὁ τοῖς τάφοις εὐθηνίαν πραγματευσάμενος καὶ τοῖς αἵμασι καταπιαίνων τὴν μάχαιραν καὶ σπάνιν ἀνθρώπων ἐμπορευόμενος, ἵνα τὴν κακίαν ἐξ ὀλιγανδρίας ὠχυρωμένος ἀθάνατα τὰ τῆς τυραννίδος ἀποκληρώσηται. παίδων γνώμης ἐστὶ διαιτητὴς ὁ μὴ ταῖς ἑαυτοῦ πράξεσι δεδικακὼς τὰ συμφέροντα. ἄπαγε τῆς ἀτοπίας, ῾Ορμίσδα. οὐ σοφιστεύουσι μετὰ καθαίρεσιν τύραννοι· οὐ νομοθετοῦσι γεγονότες ὑπήκοοι· οὐ συμβουλεύουσι κατακριθέντες τὸν θάνατον. ἐπεὶ τοίνυν τῶν ὑπηκόων οὐ πρόσεστί σοι τὸ λοιπὸν τυραννεῖν, ἐπήρειαν κατὰ τῶν παίδων ὁ δείλαιος ἐμμελετήσας ἀδικεῖν τῷ νεωτέρῳ τὸν πρεσβύτερον εἵλου, ἵνα μὴ σχοίη ποτὲ τὰ τῆς σῆς ἀδικίας ἀνάπαυλαν. τὸ Τουρκικὸν ὑποφόρους τελεῖ· ἀλλ' οὐ τῆς σῆς ἀγχινοίας ταῦτα πέφυκε μελετήματα· ταῦτα προνοίας ἔργα καὶ θανατῶντες Πέρσαι ἀρεταί τε στρατηγῶν καλῶς 4.5.10 ἐτεκτήναντο. πόλεις καὶ ἄστεα τὸ Ρωμαϊκὸν ἀπεδύσατο· ἀλλ' οὐ πεισθήσονται Πέρσαι· οὐ γὰρ τὰ πράγματα τοῖς λόγοις συνδιατίθενται. ἢ οὐχὶ θυραυλοῦσιν ἡμῖν τὸν πόλεμον παίζοντες καὶ φιλεπίδημον φόνον κατασπιλάζοντες περὶ τὴν Περσικὴν ἀναχέονται φάλαγγα; καὶ τὸ κωλῦσον οὐκ ἔστι διὰ τὸ σὸν φιλοπόλεμον. πλήρεις οἱ σοὶ θησαυροὶ τοῦ χρυσοῦ· ἀλλὰ καὶ τῶν ὀδυρμῶν αἱ πόλεις τε καὶ οἱ θάλαμοι ἀγροί τε καὶ αὐλῶνες καὶ γήδια, καὶ μιᾶς συμφορᾶς πᾶσα κεκοινώνηκε τύχη, ἵνα δυστυχεστάτης αὐτὸς εὐδαιμονίας ἐμφορηθείης ὑπὸ τῶν χρημάτων καταρδευόμενος. ἄπιθι λοιπὸν ἐκποδὼν τῶν σῶν ἀδικημάτων παρασχόμενος δίκην. ἑνὸς ἀνθρώπου φθορὰ σωφροσύνης ἔστω διδάσκαλος, καὶ τοῦτο νόμος ἔστω λίαν ἐπιεικὴς τοῖς μετὰ ταῦτα σωτήριος· οὐ γὰρ ἀλαζονείας τρυφήν, ἀλλ' ἀνεπονείδιστον οἰκονομίας ὑπεροχὴν ἡ τῆς βασιλείας ἀναγόρευσις ἐπαγγέλλεται." 4.6.1 ῾Ο μὲν οὖν ξύλλογος κατεκελάδει ῾Ορμίσδου, ὑβρίζοντες ἐς αὐτόν, καὶ τῶν λόγων τὴν παρρησίαν ἀπεφαυλίζοντο, ἐτράποντο δ' ἐς τὰ μάλιστα ἐς θυμόν, κυνοφθαλμιζόμενοί τε παρεδριμύττοντο, τοῦ θράσους ἀγάμενοι τὰ φυσήματα. καὶ πολλῇ τῇ ἐκχύσει τοῦ ἐρεθίσματος ἄγουσιν εἰς μέσον τὸν παῖδα ῾Ορμίσδου, τὸ μειράκιον ἐκεῖνο τὸ δύστηνον, εἶτα ἀποσφάττουσί τε ὁρῶντος ῾Ορμίσδου πάντα τῇ ὀργῇ χαριζόμενοι. ἀτὰρ μὴ μέχρι τούτου τοῖς κακοῖς ὑπόθεσιν παρεχόμενοι καὶ τοῦ ῾Ορμίσδου τὸ γύναιον ἐς μέσον παραστησάμενοι ἀπὸ τῆς κύστεως τεμαχίζουσιν, κακῶς δικαζούσης τῆς μαχαίρας τοῖς μέλεσιν. τὸ μὲν οὖν γύναιον ἅμα τῷ κατηθλιωμένῳ παιδὶ οὕτω τὸν βίον ἐν ἐπισήμῳ θεάτρῳ καταστρεψάμενον τραγῳδίας ὑπῆρχεν ὑπόθεσις· ἐπεὶ δὲ τῆς δυστυχοῦς ἱστορίας γέγονεν ῾Ορμίσδας ἀπαράγραφος μάρτυς, κληροδοτεῖται τὴν τύφλωσιν, καὶ τοῦτό πως ἦν αὐτῷ τῶν συμφορῶν ἐπιμύθιον. περόνας γὰρ σιδηρᾶς ἀνθρακεύσαντες καὶ μάλα καρτερῶς ταύτας συνουσιάσαντες τῷ πυρὶ ἐπὶ τὰς κόρας τῶν ὀμμάτων ἐπέβαλλον, οὕτω τε τῷ μύδρῳ τὸν ῾Ορμίσδαν μετὰ βασάνων τιβίζοντες νύκτα κατ' αὐτοῦ τὸ λοιπὸν διὰ παντὸς ἐψηφίζοντο, ὑποτοπήσαντες μή πως διαδράσειε καὶ πράγματα παράσχοιτο τῇ Περσῶν πολιτείᾳ, ἔναυλον τὴν μνήμην κατέχοντες τῶν ὑπὸ Καβάδου τελεσιουργηθέντων, ὁπηνίκα τὰ Περσικὰ σκῆπτρα κατέθετο. ὁ Καβάδης γὰρ οὗτος πατὴρ μὲν ἐγεγόνει Χοσρόου, τοῦ πάλαι Περσῶν βασιλεύσαντος, ἐπεὶ δὲ παλαμναῖός τις ἦν τήν τε ἐξουσίαν πρὸς βίαν περιεβάλετο καὶ ἐς τυραννίδα τὰ τῆς βασιλείας μετέβαλεν, τῆς ἀρχῆς αὐτὸν παραλύουσι Πέρσαι ἐν εἱρκτῇ τε ἐναποθέμενοι τοῖς τῆς ταλαιπωρίας τιθηνεῖσθαι κόλποις παρέδοσαν. τούτου τὸ γύναιον τὰς εἰσόδους παρ' αὐτὸν θαμά τε καὶ συχνῶς ἐπεποίητο ὁσημέραι ἐθεράπευέ τε διακονούμενον καὶ ταῖς εἰσηγήσεσιν ἐψυχαγώγει ἐμφρόνως φέρειν τῆς ἀπαισίου τύχης τὰ δράματα. ὁ μὲν οὖν ἐφεστηκὼς τοῦ φρουρίου, ὃς ταγματάρχης τε ἦν καὶ στίφους στρατιωτικοῦ ἐπιστασίαν ἐκέκτητο, τοῦ γυναίου καταπίπτει ἐς ἔρωτα. ὁ οὖν Καβάδης τοῦτο ἀκηκοὼς παρενεγύα τῇ γυναικὶ ἐς ταὐτὸν εὐνῆς τῷ φρουράρχῃ γενέσθαι καὶ φέρειν τῆς τύχης ἅπασαν σπιλάδα προσπίπτουσαν. οὗ δὴ γεγονότος ἔκλυτος ἦν ἡ φρουρά, τό τε σύντονον τῆς διαφυλακῆς ἐκεχαύνωτο, καὶ δουλαγωγεῖται τῇ ῥαθυμίᾳ τὸ ἄγρυπνον. ἐντεῦθεν ὁ Καβάδης μεταβολὴν τῶν ἐνοχλούντων ἐμπορευσάμενος καὶ τὴν ἐσθῆτα τοῦ γυναίου ἀμφιασάμενος τῆς εἱρκτῆς ἐξεχώρησε καταλείψας τὸ γύναιον τὴν αὐτοῦ στολὴν ἀμπεχόμενον. 4.6.10 Σεώσην τοίνυν δοκιμώτατον φίλον παραλαβὼν τοῖς ἔθνεσι τῶν Οὔννων προσομιλεῖ, οὓς Τούρκους πολλαχοῦ που ἡ ἱστορία ἐγνώρισεν. εἶτα ὑπὸ τοῦ βασιλέως τῶν ᾿Εφθαλιτῶν φιλοφρονώτατα ξενισθεὶς δυνάμεις τε ἀξιολογωτάτας περιβαλόμενος, μάχῃ τῶν ἀντιπάλων κεκρατηκὼς ἀπολαμβάνει τὸ κράτος ἀναζεύξας πρὸς τὰ βασίλεια. ὁ μὲν οὖν Καβάδης ἀντιταλαντεύων Σεώσῃ τῷ τῆς φιλίας θεσμῷ τὴν ἀντίδοσιν ταῖς ὑπεροχαῖς τῶν ἀρχῶν τοῦτον ἐλάμπρυνε δίκας ὑπὸ τῶν ἠδικηκότων ὠμότατα εἰσπραξάμενος. ταῦτα γοῦν ταῦτα οἱ τῶν Περσῶν σατράπαι διανοούμενοι ἐκκορακίζουσι τὸν ῾Ορμίσδαν. 4.7.1 ὅτε γοῦν τῷ ξυλλόγῳ ἅπαντα τὰ πρὸς ὀργὴν ἐπεπέραστο, ἀνάγεται Χοσρόης ἐπὶ τὸν βασίλειον θρόνον, τῇ τε ἀψῖδι τῇ χρυσῇ παρεστώς, ὡς ἔθος Πέρσαις ἀναγορεύεσθαι, προσεκυνεῖτο βασιλικώτατα καὶ ταῖς εὐφημίαις τὰ ὦτα περιεκλύζετο. ὁ μὲν οὖν ἄχρι τινὸς τὸν πατέρα περὶ τὴν φρουρὰν ἐφιλοφρονεῖτο παρηγορούμενος τῆς τε βασιλικῆς ἑστιάσεως μέτοχον ἐπεποίητο, πέμπων ὡς αὐτὸν ἐν λεκανίσι χρυσαῖς μυττωτοὺς καὶ κῶλα θήρας βασιλικῆς, βουβαλίδων τε καὶ δορκάδων καὶ ὄνων ἀγρίων τῶν μελῶν τὰ ἐπίσημα, ἀνθοσμίας τε οἴνους καὶ ποικίλων προπομάτων κατασκευάς, ἄρτους τε εὖ πεπεμμένους καὶ γάλα καὶ λάγανα καὶ ὁπόσα ἄλλα γαστριζομένοις τυράννοις δορυφορεῖται ἐς τραπέζης πανήγυριν. ὁ δ' ῾Ορμίσδας ἀπεδοκίμαζε τὸ τοῦ βασιλέως φιλότιμον καὶ λίαν κενταυρικῶς ἐλοιδορεῖτο τοῖς διακονουμένοις αὐτῷ· ὠβέλιζε γὰρ εἰκότως οἰκτειρμὸν ἐπονείδιστον ἀποπομπούμενος ὕβριν ὑποκρινομένην εὐσέβειαν. τοῦτό τοι καὶ ἀποτερματίζει τῷ ῾Ορμίσδᾳ τὸν θάνατον· τυμπάνοις γὰρ κατὰ τῶν λαγόνων παιόμενος καὶ ῥοπάλοις τοὺς ἐν τῷ τραχήλῳ σφονδύλους συνθλώμενος καταλύει τὸν βίον πικρότατα. ὁ δὲ Χοσρόης τηλικούτῳ μύσει τὰ τῆς βασιλείας βεβηλώσας προαύλια ἐπιβατήρια τοῦ κράτους ἐπανηγύρισε χρυσῷ τε πολλῷ ἐφιλοτιμεῖτο τοὺς ἐπιφανεστάτους τῆς Περσῶν βασιλείας τῆς τε φρουρᾶς ὑπεξῆγε τὰ πλήθη, κατειρωνευόμενος ἐντεῦθεν οὐκ ἔσεσθαι τῆς πατρῴας ἀπανθρωπίας διάδοχος. ἕκτη δ' ἡμέρα, καὶ δι' ἐπιστολέως μετεπέμπετο Βαρὰμ γενέσθαι ὡς αὐτὸν καὶ δώροις βασιλικοῖς μεγατιμίοις ἐτιθάσευε τοῦτον καταθέσθαι τὸ τύραννον, ὑπισχνεῖτο δὲ καὶ τὴν δευτέραν τοῦ κράτους ἀπονεῖμαι ἀξίαν αὐτῷ τοῖς τε προημαρτημένοις διαλύσασθαι ἐνέχυρόν τε τῆς ὁμολογίας ὅρκον μεσίτην παρέχεσθαι. ὁ δὲ Βαρὰμ ταῖς βασιλικαῖς ἐντετυχηκὼς συλλαβαῖς τοῖσδε τὸν Χοσρόην ἠμείψατο γράμμασιν· ἤδη γὰρ παραθήσομαι καὶ αὐτὴν τὴν τοῦ Βαράμου ἐπὶ λέξεως σύμφρασιν. 4.7.7 "Βαράμ, φίλος τοῖς θεοῖς, νικητής, ἐπιφανής, τυράννων ἐχθρός, σατράπης μεγιστάνων, τῆς Περσικῆς ἄρχων δυνάμεως, ἔμφρων, ἡγεμονικός, δεισιδαίμων, ἀνεπονείδιστος, εὐγενής, εὐτυχής, εὐεπίβολος, αἰδέσιμος, οἰκονομικός, προνοητικός, πρᾶος, φιλάνθρωπος, Χοσρόῃ τῷ παιδὶ ῾Ορμίσδου. τὰ γραφέντα παρὰ τῆς ἐλλειποῦς ὑμῶν καὶ μικροτάτης συνέσεως ἐδεξάμην καὶ τὰ σταλέντα παρὰ τῆς σῆς τολμηρᾶς ἐγχειρήσεως οὐκ ἀπεδεξάμην· ἔδει γὰρ μήτε γράμμασι μήτε δωρήμασι βασιλικοῖς χρήσασθαι ὑμᾶς πρὸς ἡμᾶς, καὶ μάλιστα οὕτως ἀτάκτου τῆς σῆς χειροτονίας προελθούσης κατὰ τὴν Περσικὴν πολιτείαν, καὶ μήτε τῶν εὐγενῶν καὶ ἀξιολόγων συμψήφων γενομένων τοῖς ἀτακτοτέροις καὶ δυσγενεστέροις ἀνθρώποις. ἵνα μὴ οὖν τοῖς πατρῴοις περιπέσῃς κινδύνοις, τὸ μὲν διάδημα ἐν ἱεροῖς ἀποθέμενος τόποις τῶν βασιλικῶν τόπων ὑπέξελθε, τοὺς δ' ἐπὶ πταίσμασιν ἑαλωκότας ἐν εἱρκτῇ αὖθις ἀποθέσθαι τοὺς τὰ ὅμοιά σοι τετολμηκότας ἀναγκαῖον· 4.7.10 οὐδὲ γάρ ἐστι τῆς σῆς δυνάμεως ἴδιον ἀνεξετάστως τοὺς κακούργους ἀνθρώπους παραλῦσαι τῆς πρεπούσης αὐτοῖς παρὰ τῶν νόμων ἐπεξελεύσεως. ταῦτα δὲ ποιήσας ἐλθὲ πρὸς ἡμᾶς, καὶ κλιματάρχης τῆς Περσικῆς πολιτείας παραυτίκα γενήσῃ. ἔρρωσο, φρονῶν τὰ συμφέροντα. εἰ δὲ μή, προγονικῶς διαφθάρηθι." 4.8.1 Τοῦ δὲ γραμματηφόρου συντόνῳ κινήσει τινὶ θᾶττον παραγεγονότος εἰς τὰ βασίλεια καὶ τὸ πτυκτίον τῶν ὑπὸ Βαράμου συγγεγραμμένων τῷ βασιλεῖ παρακομισαμένου, τῇ ἐπαύριον ἅπαντας εἰσκαλεσάμενος ὁ τοῦ Περσικοῦ βασιλεὺς εἰς ἐπήκοον τῶν συνεληλυθότων παρεγύμνου τὰ ὑπὸ Βαρὰμ σοβαρῶς γεγραμμένα. οἱ δὲ σατράπαι καὶ οἱ ἄλλοι ταῖς τῶν ἀξιωμάτων τύχαις καταλαμπόμενοι ἐδεινοπάθουν ἐπὶ τοῖς ἐκτόπως τετολμημένοις τῷ Βαράμ, τὸν δὲ βασιλέα πρὸς ὀργὴν ἐξεβάκχευον κοινὸν τῆς Περσίδος τύραννον ἐς τὸ φανερὸν ἐκεῖνον αὐτὸν τὸν Βαρὰμ γράφοντες. ὁ δὲ βασιλεὺς ὁ Βαβυλώνιος δεδιὼς μὴ ταῖς ἀπειλαῖς τῶν λόγων ἐκτραχύνῃ τὸν τύραννον πρὸς τὸ ἀπειθέστερον, κρύπτει μὲν παρ' ἑαυτῷ τὸ δοκοῦν, καὶ ὥσπερ ὑπὸ παραπετάσματι τῳ ἐπιπλάστῳ τῆς κολακείας τὴν τοῦ Βαρὰμ ὑποκλέπτων δευτέραις ἀξίωσιν καθυφεῖναι τοῦ ὄγκου τὸν ἀντιπράττοντα, τάδε πως ἐν βιβλίῳ ἐγχαράξας αὐτῷ. οἶμαι δ' οὐκ ἀναξιόλογον καὶ αὐτὴν τὴν συνθήκην προθεῖναι τῆς λέξεως, ἵνα τῷ ἀμεταμόρφῳ τῆς τῶν πραγμάτων ἐκθέσεως ἀθόλωτα τὰ τῆς ἀληθείας ἀρύσοιντο οἱ ξένων καὶ ἀκορέστων ἀφηγημάτων κατορεγόμενοι. 4.8.5 "Χοσρόης, βασιλεὺς βασιλέων, δυναστευόντων δεσπότης, κύριος ἐθνῶν, εἰρηνάρχης, τοῖς ἀνθρώποις σωτήριος, ἐν θεοῖς μὲν ἄνθρωπος ἀγαθὸς καὶ αἰώνιος, ἐν δὲ τοῖς ἀνθρώποις θεὸς ἐπιφανέστατος, ὑπερένδοξος, νικητής, ἡλίῳ συνανατέλλων καὶ τῇ νυκτὶ χαριζόμενος ὄμματα, ἐκ προγόνων ἐπίσημος, βασιλεὺς μισοπόλεμος, χαριστικός, ὁ τοὺς ῎Ασωνας μισθούμενος καὶ τὴν βασιλείαν Πέρσαις διαφυλάττων, Βαράμ, στρατηγῷ Περσῶν, ἡμετέρῳ δὲ φίλῳ. ὑπομνηστικὸν τῆς πολυθρυλήτου ὑμῶν ἀνδρείας ἐδεξάμεθα, καὶ γνόντες ὅτι ὑγιαίνετε ἐχαροποιήθημεν. τινὰ δ' ἐν τῇ ἐπιστολῇ ῥήματα παρετέθησαν, ἃ ἐκ τῆς σῆς οὐκ ἐγεννήθησαν καρδίας· ἀλλ' ἴσως ὁ τοῦ γράμματος ὑπουργὸς οἴνῳ πολλῷ μεθυσθεὶς καὶ ὕπνῳ ἀμέτρῳ περιβληθεὶς μάταια καὶ ἀλλόκοτα ἐνύπνια συνεγράψατο. ἀλλ' ἐπειδὴ τὰ δένδρα ἐν ταῖς ἡμέραις ταύταις τὰ ἱμάτια ἀπεδύσαντο, καὶ οὐκ ἰσχύουσι τὰ ἐνύπνια, διὰ τοῦτο οὐκ ἐταράχθημεν. ἡμεῖς δὲ καὶ τὸν βασίλειον θρόνον καλῶς ἀπελάβομεν καὶ τὰ νόμιμα Πέρσαις οὐκ ἀνετρέψαμεν, τοὺς δ' ἐκ φυλακῆς διασωθέντας πάλιν φυλακῆς οὐ πείρωμεν· οὐ γὰρ πρέπει βασιλέως δωρεὰν χηρεύειν δυνάμεως. τὸ μὲν οὖν διάδημα ἐπὶ τοσοῦτον τεθαρρήκαμεν μὴ ἀποτίθεσθαι, ὡς ἐλπίζειν ἡμᾶς, καὶ εἴπερ ἄλλοι εἰσὶ κόσμοι, κἀκείνων βασιλεύειν. ἐρχόμεθα δὲ πρὸς σὲ βασιλικώτερον, ἢ λόγοις πείσοντες ἢ τοῖς ὅπλοις καθυποτάξοντες. ἐὰν θέλῃς εὖ ἔχειν, φρόνει τὰ δέοντα. ὑγίαινε, ἐσόμενος ἡμῶν ἄριστος σύμμαχος." 4.9.1 ῞Οτε γοῦν ταῦτα ἐπεπόμφει ὁ βασιλεὺς τῶν Μήδων τῷ τυράννῳ Βαράμ, αἱ δυνάμεις πάντοθεν ἠρανίζοντο. συλλέγει τε τὸ ὁπλιτικὸν τούς τε περὶ τὸ ᾿Αδραβιγάνων τούς τε ἐπικαθημένους τοῖς μέρεσι τοῦ Ζαβᾶ ποταμοῦ, οὐ μὴν ἀλλὰ καὶ τοὺς ἀνὰ τὴν Νίσιβιν στρατοπεδευομένους ἀνελέξατο ὡς τάχος. καὶ δῆτα ὁπηνίκα τὰς ἐπισωρευθείσας αὐτῷ δυνάμεις εἰς ἕνα ἐπεστοίχισε χῶρον χρήμασι φιλοφρονησάμενος, τότ' ἄρ' ἡγεμόνας προΐστησιν, τὸν μὲν Σαράμην τοῦ δεξιοῦ ἐπιστατεῖν παρακελευσάμενος στίφους, Ζαμέρδην δὲ τοῦ εὐωνύμου κλίτους προστάττει ἡγήσασθαι, τὸν δὲ Βινδόην τὴν μέσην περιβάλλεσθαι φάλαγγα τῶν τε ὀπισθοφυλάκων ἀντέχεσθαι παρεκελεύετο. ἀπάρας τοίνυν ἐκ τῶν βασιλείων ὁ Περσῶν βασιλεὺς προσομιλεῖ πεδίῳ τινί, ἐν ᾧ ποταμὸς περιεκέχυτο ἑκατέρας δυνάμεως διαρρέων μεσαίτατος. ἐπὶ τῶν ὄχθων τοίνυν τοῦ ποταμοῦ ἑκατέρας στρατιᾶς ποιησαμένης τὴν σύστασιν, καὶ πολλῶν λόγων ἀπό τε Χοσρόου καὶ Βαρὰμ διαπορθμευομένων ἀπὸ πρώτης ἕω μέχρις ἑσπέρας ἐπιτολῆς, καὶ τῆς διαλέξεως εἰς ἀέρα χεθείσης, καὶ μηδαμῇ μηδαμῶς εἰρηναίας λήξεως κληρωσαμένης ἀποπεράτωσιν, ὁ πόλεμος ἐκαττύετο, ἥ τε μάχη ἐκυοφόρει μεγάλων κακῶν ἐπιφοίτησιν. τοίνυν ἐκδρομαί τε ἤδη ἐγίνοντο ἀκροβολισμοί τε, καὶ ταῦτα δὴ ταῦτα τὰ τῆς παρατάξεως προπύλαια φιλοπόλεμα. ὁ μὲν οὖν Βαράμης τάφρον περιεβάλετο τά τε ἄλλα τὰ εἰς ἀσφάλειαν τῆς μαχίμου δυνάμεως ἐτεκταίνετο· ὁ δὲ Χοσρόης οὐ θαρρῶν χάρακα ἐν πεδίῳ περιστοιχώσασθαι ἡμέρας μὲν διατελούσης πολεμησείων ὥσπερ πως ὑπεφαίνετο, νυκτὸς δ' ἐπιούσης εἴσω τῆς πόλεως τὰς δυνάμεις περιεφρούρει συγκλείσας. ἐντεῦθεν οὐκ εἰς ὀλίγην καταπεπτώκει ἀθυμίαν τὰ περὶ τὸν Χοσρόην στρατεύματα. ὁ δὲ Βαράμ, ὅτε κατάδηλος ἡ τῆς ἀντιθέτου δυνάμεως γέγονέ που δειλία, ἐθάρρησε λοιπὸν μὴ κλέψαι τὸν πόλεμον· οὓς γὰρ ἐνῆν βιάσασθαι ἐς τὸ φανερόν, τούτους οὐκ ἐδοκίμαζε τὴν ἀπάτην καταιτιάσασθαι καὶ θόλον τοῖς θριάμβοις διὰ τὸν δόλον παρέχεσθαι. ὁ δὲ Χοσρόης ὑπολαβών τινας συνδιατίθεσθαι τοῖς ὑπὸ τοῦ τυράννου διεγχειρουμένοις φόνῳ διεχρήσατο τούτους. δευτέρᾳ δ' ἡμέρᾳ τὰς περὶ αὐτὸν δυνάμεις καταβεβλημένας τὰς ψυχὰς ἑωράκει. διά τοι τοῦτο πρὸς ἀπόδρασιν εἶδε τήν τε ἀποφυγὴν τοῖς 4.. ἀμφ' αὐτὸν γυναίοις προκατειργάζετο. οὕτω δὴ τῶν πραγμάτων διακειμένων, ἑβδόμη ἡμέρα, καὶ ὁ Βαράμ, οὐκ ἐθέλοντος Χοσρόου πρὸς παράταξιν ἀπαντῆσαι, νυκτομαχίαν ἐν σκοτομήνῃ συνίστησιν ἐπιπίπτει τε τοῖς περὶ τὸν Χοσρόην στρατεύμασιν. φοβερᾶς τοιγαροῦν οὔσης τῆς καταπλήξεως, μεγάλου τε θορύβου ἐξαπιναίως φοιτήσαντος, τῆς τε θραύσεως πρῶτα τοῖς νωτοφόροις ζώοις ἐπιφερομένης ὑπὸ τῶν πολεμίων, εἶτα καὶ πρὸς τοὺς συμμάχους Χοσρόου μεταβεβηκότος τοῦ φόνου, πολλῶν τε ἀναιρεθέντων, μετατίθεται τὴν γνώμην τὸ μάχιμον αὐτομολεῖ τε πρὸς τὸν Βαρὰμ καὶ ταῖς ἀμφ' αὐτὸν δυνάμεσιν ἀναμίγνυται. ὁ μὲν οὖν Χοσρόης τὴν ἀκρώρειαν τῶν δυστυχημάτων φέρειν οὐκ ἔχων, ᾗ ποδῶν εἶχε δυνάμεως, διαδιδράσκει τὸν μέγαν τοῦτον καὶ παραδοξότατον κίνδυνον μετά τινων εὐαριθμήτων ὑπασπιστῶν. 4.10.1 καὶ οὕτω τῆς βασιλείας ἐκπεπτωκὼς τὴν Κτησιφῶντά τε καταλιπὼν καὶ τὸν Τίγριν διανηξάμενος ποταμὸν διηπορεῖτο ὅ τι καὶ δράσειεν, τῶν μὲν πρὸς τὸ Σκυθικὸν τὸ ἑῷον, οὓς Τούρκους λέγειν εἰώθαμεν, γενέσθαι εἰσηγησαμένων αὐτῷ, τῶν δ' ἐν τοῖς Καυκασίοις ἢ ᾿Ατραπαϊκοῖς διασώζεσθαι ὄρεσιν. οὕτω μὲν οὖν ἠμηχάνει ἐκεῖνος ἐπὶ τῇ βασάνῳ τῶν παραινέσεων. τοιγαροῦν κομιδῇ ἐπιεικῶς ἀνατίθησι τῷ ἐπὶ πάντων θεῷ τὰς ἡνίας τῆς ἀποδράσεως· εἴς τε τὸν οὐρανὸν ἀποβλέψας καὶ τοῦ δημιουργοῦ εἰς ἔννοιαν γεγονὼς ἀγνωμονῶν τε τοὺς ἐπιπλάστους θεοὺς τῷ τε Μίθρᾳ μηδέν τι τῆς ἐλπίδος προσενεγκάμενος εἰκότως ἠμαύρωσε τὸ τῶν κινδύνων ὀξύρροπον, καὶ τὴν πίστιν μεταβαλόμενος μεταβάλλει καὶ τὴν τύχην πρὸς δεξιότητα. τῷ μὲν οὖν χαλινῷ χαίρειν εἰπὼν τάς τε εὐθετιζομένας ἡνίας παρακρουσάμενος ἠξίου ὑπὸ τῆς ἵππου ἰθύνεσθαι τόν τε ἐπιβάτην ὑπὸ τοῦ ἐποχοῦντος κυβερνᾶσθαι πρὸς τὰ συμφέροντα, θεῷ καὶ ἵππῳ τὰς κρίσεις πεπιστευκὼς τῶν ἐκβάσεων· οὕτω γὰρ ηὐδόκησεν ὁ καιρὸς μεγάλην ἀποσχεδιάσαι τῷ κόσμῳ πραγμάτων ὑπόθεσιν. ἡ μὲν οὖν ἵππος ἐκείνη ἡ βασίλειος ἦγε τὸν ἐπιβάτην φυγάδα ἀνὰ τὴν ἔρημον. ταύτην δὲ διανύσας καὶ τὸν Εὐφράτην ποταμὸν παραμείψας τῷ ᾿Αββαρέων καὶ ᾿Ανάθωνπλησιάζει φρουρίοις· ταῦτα δ' ὑπὸ τὸ Περσικὸν ἐφορολογεῖτο πολίτευμα. ἀπάρας δ' ἐντεῦθεν Χοσρόης ἀφικνεῖται ἐπὶ τὸ Κιρκήνσιον ἐχόμενα πόλεως. δέκα δὲ σημείοις ἀγραυλιζόμενος ἀπεκπέμπει ἀγγέλους εἰς τὸ Κιρκήνσιον παραδηλῶν τὴν ἄφιξιν καὶ τὰς νεωτέρας τύχας καὶ τὴν ἐς τὸν Καίσαρα καταφυγήν, τήν τε ἐς τὰ οἴκοι κάθοδον ἐξαιτούμενος ἠξίου συμμαχικὸν ἀπὸ Ρωμαίων ἀποίσεσθαι. τρίτη γοῦν φυλακὴ τῆς νυκτός, καὶ οἱ ἄγγελοι πρὸς ταῖς πύλαις ἐχώρησαν. 4.10.6 ἐπεὶ δὲ τοῖς πυλωροῦσι τὰ τοῦ τειχίου διεξοδευόμενα ὑπὸ τῶν πρέσβεων διεγνωρίζετο, ὑπὸ τὸν ἡγεμόνα θᾶττον τῆς πόλεως οἱ τὴν φρουρὰν τῶν πυλῶν ἐγχειρισθέντες προῄεσαν τῷ τε ἡγεμόνι μετὰ συντόνου σπουδῆς τὴν περιπέτειαν ἀνετίθεσαν. τῷ δὲ φρουράρχῃ ἦν ἄρα Πρόβος ὄνομα. ὁ μὲν οὖν Πρόβος ἐξ ἑωθινοῦ τὸν Χοσρόην πρὸς τὸ ἄστυ εἰσάγει, δεξιότητι δὲ καὶ φιλοφροσύνῃ τοῦτον ἐξένιζεν, τὰ δὲ τούτου γύναια παῖδας ὑπομαζίους περιαγόμενα λίαν εἰς τὰ μάλιστα φιλανθρωπίας ἠξίου, τούς τε ὑπασπιστὰς καὶ περιπόλους (τριάκοντα δ' ἄρα τῷ Χοσρόῃ ὑπῆρχον) εὖ ἐποίει κάρτα ἐπιεικῶς. δευτέρα δ' ἡμέρα, καὶ Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, ἐξῄτει τὸν Πρόβον διὰ γράμματος πρεσβεύειν παρὰ τὸν Καίσαρα, καὶ ἐγχαράξας βασιλείους κεραίας διὰ Πρόβου τῷ αὐτοκράτορι ἔστελλεν. τῇ δ' ὑστεραίᾳ Κομεντιόλῳ τῷ στρατηγῷ κατὰ τὴν ῾Ιερὰν πόλιν ἐνδιατρίβοντι κατάδηλον τὴν τοῦ Χοσρόου ἐνδημίαν ὁ Πρόβος πεποίηται, πέμψας ὡς αὐτὸν καὶ τὰ παρὰ Χοσρόου ἐν ἀξιώσει γεγραμμένα τῷ Καίσαρι· ὁ δὲ Κομεντίολος τῶν ὑπὸ τοῦ Πρόβου διαγνωσθέντων αὐτῷ κατὰ τὴν ῾Ιερὰν πόλιν τοῖς ταχυδρομοῦσιν ἄγγελον παρεδίδου ἥξοντα ἐς βασιλέα. ὁ δ' αὐτοκράτωρ Μαυρίκιος τούτων ἀκηκοὼς περιγάνυται καὶ ταῖς κρείττοσιν ἐλπίσι κατάκομος ἦν, τά τε σήμαντρα τὰ Περσικὰ περιελόμενος ὅ τι ἂν καὶ ταῖς δέλτοις ἐνεκεχάρακτο διηρευνᾶτο ἀνελέσθαι τε καὶ διαγνῶναι. ἡ δὲ τῆς ἀξιώσεως τοῦ τῶν Περσῶν βασιλέως ἐν τούτοις που συνετέτακτο· ἐπὶ λέξεως γὰρ προθήσω τὴν πρέσβευσιν ἀκαλλώπιστον φράσεως, ὅπως τῇ ἀμαθίᾳ τῆς λέξεως τὸν νοῦν τῆς ἀξιώσεως ἀνεπίπλαστον ἐνοπτρισώμεθα. 4.11.1 "Χοσρόης Περσῶν βασιλεὺς τῷ ἐμφρονεστάτῳ βασιλεῖ τῶν Ρωμαίων, ἀγαθοποιῷ, εἰρηνικῷ, δυνάστῃ, φιλευγενεῖ καὶ μισοτυράννῳ, ἐπιεικεῖ, δικαιοπραγεῖ, τοῖς ἀδικουμένοις σωτῆρι, εὐεργετικῷ, ἀμνησικάκῳ χαίρειν. δύο τισὶν ὀφθαλμοῖς τὸν κόσμον καταλάμπεσθαι πάντα ἄνωθεν καὶ ἐξ ἀρχῆς τὸ θεῖον ἐπραγματεύσατο, τοῦτ' ἔστι τῇ δυνατωτάτῃ τῶν Ρωμαίων βασιλείᾳ καὶ τοῖς ἐμφρονεστάτοις σκήπτροις τῆς Περσῶν πολιτείας· ταύταις γὰρ ταῖς μεγίσταις ἀρχαῖς τὰ ἀπειθῆ καὶ φιλοπόλεμα ἔθνη λικμίζονται, καὶ ἡ τῶν ἀνθρώπων διαγωγὴ κατακοσμεῖται καὶ κυβερνᾶται διὰ παντός. καὶ ἔστι λαβεῖν τὴν τῶν πραγμάτων ἀκολουθίαν τοῖς ἡμετέροις ῥήμασι συμφωνοῦσαν. ἐπεὶ τοίνυν σκαιοί τινες καὶ πονηροὶ ἐν τῷ κόσμῳ ἐπιπολάζοντες δαίμονες πάντα τὰ ὑπὸ τοῦ θεοῦ καλῶς συντεταγμένα συγχεῖν μὲν ἐπείγονται, εἰ καὶ μὴ ἔκβασιν ἡ τούτων λαμβάνει ἐγχείρησις, πρέπει τοὺς θεοφιλεῖς καὶ εὐσεβεστάτους ἀνθρώπους τούτοις ἀντιστρατεύεσθαι ἔχοντας ἀπὸ τοῦ θεοῦ σοφίας θησαυρὸν καὶ δικαιοσύνης βραχίονα καὶ ὅπλα. κατὰ τοίνυν ταύτας τὰς ἡμέρας οἱ βλαπτικώτατοι δαίμονες κατὰ τῆς Περσῶν ἐπιφοιτήσαντες πολιτείας δεινὰ κατειργάσαντο καὶ δούλους κατὰ δεσποτῶν ἐπεστράτευσαν, κατὰ βασιλείας οἰκέτας, κατὰ τῆς τάξεως τὴν ἀταξίαν, κατὰ τοῦ καθήκοντος τὸ μὴ πρέπον, καὶ πᾶσι τοῖς ἐναντίοις τῶν ἀγαθῶν ἐχορήγησαν ὅπλα. Βαρὰμ γάρ, ὁ κατάπτυστος δοῦλος, ὑπὸ τῶν ἡμετέρων προγόνων αὐξηθεὶς καὶ διαλάμψας καὶ μὴ χωρήσας τῆς δόξης τὸ μέγεθος πρὸς ὄλεθρον ἀπεσκίρτησεν, καὶ βασιλείαν ἑαυτῷ μνηστευόμενος πᾶσαν διετάραξε τὴν Περσῶν πολιτείαν, καὶ πάντα καὶ πράττει καὶ διεγχειρεῖ, ἵνα μέγαν ὀφθαλμὸν ἀποσβέσῃ δυνάμεως, καὶ λάβωσιν ἐντεῦθεν ἔθνη ἀνήμερα καὶ κακοπραγέστατα παρρησίαν καὶ δύναμιν κατὰ τῆς ἡμερωτάτης τῶν Περσῶν βασιλείας, εἶτα λοιπὸν ἐντεῦθεν τῷ χρόνῳ καὶ κατὰ τῶν παρ' ὑμῶν φορολογουμένων ἐθνῶν κράτος ἄσχετον καὶ πολλῆς λύμης οὐκ ἄμοιρον. πρέπει τοίνυν τῷ εἰρηνικῷ τῆς προνοίας ὑμῶν λῃστευομένῃ βασιλείᾳ καὶ ὑπὸ τυράννων βιαζομένῃ παρασχεῖν χεῖρα σωτήριον, συστήσασθαί τε μέλλουσαν ἀρχὴν καταλύεσθαι, καὶ τῆς σωτηρίας τὰς αἰτίας ὥσπερ τρόπαια οἰκουμενικὰ ἐν τῇ Ρωμαίων πολιτείᾳ ἱδρύσασθαι, ἀναγορευθῆναί τε ὑμᾶς κτιστὰς καὶ σωτῆρας καὶ ἰατροὺς τῆς Περσῶν πολιτείας. πάντα γὰρ τὰ τῷ δικαίῳ συμβαίνοντα πρέπει τοῖς δυνατωτάτοις βασιλεῦσι διὰ παντὸς ἀπεργάζεσθαι, καὶ ἐντεῦθεν τῆς μεγαλονοίας τὰ ἐγκώμια καὶ τοῦ τῇδε κόσμου μεταναστεύουσιν ἔχειν διὰ παντὸς ἀδιάφθαρτα, παράδειγμά τε συστήσασθαι ὡς οὐ δεῖ κατὰ δεσποτῶν δραπέτας ὁπλίζεσθαι. τὸ τοίνυν ἀνώμαλον νῦν τῶν πραγμάτων τῆς Περσικῆς πολιτείας προσήκει παρ' ὑμῶν κυβερνᾶσθαι· λαμπροτέραν γὰρ ἐντεῦθεν οἱ Ρωμαῖοι τὴν εὔκλειαν δι' ὑμῶν ἀπολήψονται. ταῦτα Χοσρόης ἐγώ, ὡς παρών, γράφων προσφθέγγομαι, Χοσρόης ὁ σὸς υἱὸς καὶ ἱκέτης· οὐ γὰρ διὰ τὴν τύχην τῶν συμβεβηκότων ἀθετήσεις τῆς ἀξίας ἢ τῆς προσηγορίας τὸ πρόσφορον. οἱ δοτῆρες τῶν ἀγαθῶν ἄγγελοι τοῦ θεοῦ ἀνεπονείδιστον καὶ ἀτυράννητον ὑμῖν τὴν βασιλείαν διαφυλάξωσιν." 4.12.1 ᾿Εν ὅσῳ δὲ τὰ τῆς πρεσβείας κατεξητάζετο παρὰ τὸν Καίσαρα, ὁ Βαράμης τούς τε σατράπας καὶ τοὺς περιβλέπτους τῆς Βαβυλωνίας ἐφιλοφρονεῖτο θεραπείας τε ἠξίου, ἀναλαβών τε τὴν βασιλικὴν πᾶσαν ἀποσκευήν, ὅσην Χοσρόης ὁ τῶν Περσῶν ἐπεσύρετο βασιλεύς, ἀφικνεῖται πρὸς τὰ ἀνάκτορα· διακρίνας τε ἐκ τοῦ ὁπλιτικοῦ ἄνδρας εἰς ἔκταξιν λογάδας ἀνερευνᾶσθαι Χοσρόην προσέταττε δέσμιόν τε ὡς αὐτὸν παραστήσασθαι. οἱ μὲν οὖν διητυχηκότες τῶν ὑπὸ τοῦ Βαρὰμ προστεταγμένων αὐτοῖς Βινδόῃ περιτυγχάνουσιν, ὃς ἔχαιρεν ἐς τὰ μάλιστα Χοσρόῃ, τῷ Περσῶν βασιλεῖ. τοῦτον δεσμοῖς καθυβρίσαντες ἄγουσι παρὰ τὸν Βαρὰμ ἑβδομαῖον. ὁ δὲ Βαρὰμ τὴν Περσῶν βασιλείαν σφετεριζόμενος καὶ τῷ ταύτης καταπυρπολούμενος ἔρωτι ἐς τὸ φανερὸν τὰς τῆς ψυχῆς ἐπιβουλὰς οὐ παρεδείκνυεν, δεδιὼς μὴ τοῦ γε ἕνεκεν φωραθείη τέως τὴν ὅλην τῶν πεπραγμένων αὐτῷ ὑπόθεσιν συστησάμενος· ἤρα δὲ δόγμασι συγκλήτου τὴν ἀρχὴν ἐμπορπήσασθαι καὶ τὴν ἀνάρρησιν τοῦ κράτους περιβαλέσθαι συννόμῳ βίᾳ τινί, ἐντεῦθεν τὴν μὲν βασιλείαν ἀνεπονείδιστον, τὴν δ' αὖ πάλιν ἐγχείρησιν ἀνεπιβούλευτον ἑαυτῷ σοφιζόμενος. ἐπεὶ δὲ πάντα ῥᾳδιουργῶν καὶ παλαμώμενος ἀπίθανος ἦν σοφιστὴς τοῦ βουλήματος, ἐχαλέπαινέ τε τοῖς μάγοις τἀναντία φρονοῦσιν. τῆς τοίνυν ὀρέξεως αὐτῷ μηδαμῶς ἀπολαβούσης τοῦ σκοποῦ τὴν βαλβῖδα, χωρεῖ ἐς τὸ φανερόν. τῆς μεγάλης τοιγαροῦν καὶ ἐπιφανοῦς ἐνδημούσης αὐτοῖς ἑορτῆς, ἣν ἑορτάζειν οὐρανῷ παλαιὸς καὶ πρεσβύτης νόμος Πέρσαις ἐθέσπιζεν, τὸ βασιλικὸν διάδημα ἀνελόμενος ἀνηγόρευεν ἑαυτὸν βασιλέα τῇ τε χρυσῇ κατηυγάζετο κλίνῃ, τοῖς τε κατὰ τὴν Μαρτύρων ἀναστρεφομένοις βαρβάροις ἔχεσθαι ἐγκρατῶς τῆς φρουρᾶς ἐγκελεύεται καὶ ἥκιστα τὸν νοῦν Χοσρόῃ παρέχεσθαι. τοῖς τοίνυν τὸ ἄστυ πολιορκοῦσι Ρωμαίοις ἡ τοῦ Βαρὰμ διαναγόρευσις δῆλος γίνεται· ἥλω γὰρ ὁ τὰ προστάγματα τοῦ τυράννου περιφερόμενος. μενοῦνγε Χοσρόης ἐπὶ τὴν λεγομένην ῾Ιερὰν πόλιν ἀφίκετο, οὐδὲ μὴν Κομεντίολος ὁ στρατηγὸς ἀγέραστον καταλέλοιπε τὸν τέως τῆς βασιλείας χηρεύοντα· οὕτω γὰρ ἔδοξε Μαυρικίῳ τῷ αὐτοκράτορι, καὶ τὸ δόγμα μετεχώρει πρὸς πρᾶξιν. οὐκοῦν ἐπὶ τὸ Βεδαμᾶς, οὕτω χωρίον λεγόμενον, ἐς συνάντησιν γίνεται Κομεντίολος Χοσρόῃ τήν τε παρασκευὴν βασίλειον. αὐτῷ συστησάμενος ἐδορυφόρει μεγαλουργῶς. ἐνάτη δ' ἡμέρα, καὶ τοῖς ἐν Μαρτυροπόλει φρουροῦσι Πέρσαις ἄγγελον ὁ Χοσρόης ἐξέπεμπεν ἄνδρα σατράπην Μιραγδοῦν, οὕτω λεγόμενον, τάς τε νεωτέρας τύχας καταδηλῶν, καὶ ὡς οὐ μετὸν αὐτοῖς τῆς πόλεως ἔχεσθαι, τῆς τοῦ αὐτοκράτορος μεγαλονοίας ἀπομάχους καὶ φίλους Πέρσας μεταπλαττούσης. Βεστὰμ δὲ τῶν παρὰ Πέρσαις διαφανῶν κατὰ τὴν ᾿Αρμενίαν ἀπέστελλεν ἐς τὸ ᾿Αδραβιγάνων ἐγκελευόμενος γενέσθαι καὶ τοὺς αὐτόθι ἐνδιατρίβοντας Πέρσας ὑπηκόους αὐτῷ καταστήσασθαι. 4.13.1 καὶ ταῦτα μὲν οὕτως ἐς τὸ φανερὸν διεπράττετο· οἷα δὲ κέρκωψ πεφυκὼς τὴν διάνοιαν καὶ πάντα τοῦ δόλου τιθέμενος δεύτερα, τὸν τῆς φιλοξενίας ἀθετήσας θεσμὸν καὶ τοὺς ἅλας τῆς φιλοφροσύνης ὑπὸ τὰς πτέρνας καταβαλόμενος πεμπταῖον ἐξέπεμπεν ἄγγελον τοῖς τὴν Μαρτύρων πόλιν περικαθημένοις Χαλδαίοις, ἐγκελευόμενος ἔχεσθαι τῆς φρουρᾶς κάρτα κομιδῇ καὶ τοῖς ἐς τὸ φανερὸν προσταττομένοις αὐτῷ μὴ προσέχειν τὸν νοῦν· φαῦλον γὰρ τὸ φῦλον τὸ Περσικόν, καὶ βίος αὐτῷ δόλος καὶ τῦφος καὶ κόμπος ἀνέκαθεν. ἀναβολῆς τοίνυν τῆς περὶ τὴν βασιλείαν καθόδου τέως ἐγγινομένης αὐτῷ, ἐνεχείρει ἐς βασιλέα γενέσθαι Ρωμαίων. ὁ μὲν οὖν Μαυρίκιος τὴν Χοσρόου ἔφεσιν διαγνοὺς γράμμασι βασιλείοις τὴν ἐς αὐτὸν ἐνδημίαν ἐνέκοπτε δόξης ὑπερορῶν τήν τε τοῦ συνοίσοντος ἐπίδοσιν Χοσρόῃ πραγματευόμενος· διενοεῖτο γὰρ ὡς οὐ δεῖ πόρρω τῆς Περσῶν πολιτείας μεταχωρῆσαι Χοσρόην, ἵνα μὴ τῷ Βαρὰμ πάγιον ἐντεῦθεν τὸ τῆς τυραννίδος καθιδρυθείη ἐγχείρημα. ἦρος δ' ἀρχομένου ὁ Χοσρόης πρέσβεις ἐς βασιλέα ἐξέπεμπεν. ὁ μὲν οὖν αὐτοκράτωρ βασιλικῶς ἐκκλησίαν τρίτῃ συγκροτήσας ἡμέρᾳ ἐπιφανῶς προσκυνεῖται ὑπὸ τῶν πρέσβεων. σιωπῆς τοίνυν δαψιλευομένης τῷ συνεδρίῳ, καὶ τοῦ βασιλέως ἄδειαν λόγων ἐκθέσεως ἀποδεδωκότος τοῖς Πέρσαις, ὁ τῶν πρέσβεων ἐπιφανέστερος προπιαίνων τῷ δακρύῳ τὸν λόγον κἀντεῦθεν τοὺς βασιλικοὺς οἰκτειρμοὺς ἀποθηρώμενος τῶνδε τῶν λόγων ἀπήρξατο. 4.13.4 "Εἰ μὲν παρὰ τῶν προσφιλεστάτων ἦν ἡ ἀξίωσις, τρισμέγιστε βασιλεῦ, εἶχεν ἂν τὸ μὲν πρόσφορον ὁ καιρός, ὁ δὲ τρόπος τὸ εὔλογον, ὁ δὲ λόγος τὸ πείθειν, τὸ πάθος τὸν ἔλεον, τὴν πρόφασιν ἡ ὑπόθεσις, ἡ ἀνάγκη τὸ τῆς ἐπικουρίας ὀξύρροπον, τὸ δ' αἰδέσιμον ἡ πρεσβεία, καὶ ἁπλῶς εἰπεῖν, τοσούτους εἶχον τοὺς οἰκτειρμοὺς τὰ παθήματα, ὁπόσας καὶ τὰς συμφορὰς ᾠκειώσατο. ἐπεὶ δὲ καὶ τούτων πάντων μετὰ τῶν ἄλλων ἡ Περσὶς διητύχησεν, λείπεται ἢ φιλανθρωπίαν ἐκ τῆς σῆς ἀρετῆς περιχεῖσθαι Χοσρόῃ, ἢ Μήδους ὑπὸ τυράννων μεγάλην ἀρχὴν καταστρέψασθαι. φαίη δ' ἄν τις, εὖ οἶδα, τῶν μὴ συνέσεως μεμυημένων μυστήρια, λυσιτελεῖν τῇ Ρωμαίων ἀρχῇ τὸ Βαβυλώνιον καὶ ἡμέτερον φῦλον μακρὰν οἰμώξειν ἐς κόρακας βασιλείαν καὶ κράτος καὶ ῥώμην μεγάλην ἀποβαλόμενον, καὶ ἀνανταγωνίστῳ ἡσυχίᾳ τινὶ τὸ Ρωμαϊκὸν κράτος καταλιπαίνεσθαι, κακῶς εἰδὼς τὸ μὴ συνοῖσον τῇ Ρωμαίων δυνάμει. οὐ γὰρ τὰς ἀπείρους φροντίδας τῆς περὶ τὸν κόσμον συντάξεως μίαν που μοναρχίαν δυνατὸν ἐγκολπώσασθαι καὶ ἑνὶ πηδαλίῳ καρδίας ὅσην ἥλιος ἐφορᾷ διιθύνε σθαι κτίσιν. οὐ γὰρ καθάπερ τὸ ἑνιαῖον τῆς θείας καὶ πρώτης ἡγεμονίας ἔνεστι πώποτε καὶ τὴν γῆν ἀπενέγκασθαι ἀντιθέτως ἔχουσαν τῆς ἄνω ταξιαρχίας κατάστασιν, ὑπὸ ἀνθρώπων τὴν μὲν φύσιν ῥευστῶν, τὴν δὲ γνώμην ἀδοκιμωτάτων διὰ τὴν πρὸς τὸ χεῖρον σύννευσιν, ἄλλοτε ἄλλως κυβερνωμένην πρὸς τὸ ἐπίσαλον. οὐκοῦν εἰ καὶ Πέρσαι τοῦ κράτους καθαιρεθείησαν, μεταβήσεται παραυτίκα πρὸς ἑτέρους τὸ κράτος· οὐ γὰρ ἀνέξεται χηρεύειν ἡγεμόνος τὰ πράγματα, ἢ ἡ τηλικαύτη τύχη τοῦ ἐπιβαίνοντος. ὡς γὰρ λογισμῶν οὐκ ἔσονται φροντίδες ἀπόκοιτοι, οὕτως οὐδ' αἱ μέγισται τῶν περὶ τὸν κόσμον ἡγεμονίαι ὀρφαναί που ἔσονται τοῦ κυβερνήσοντος. ἢ οὐκ ἐκ Βαβυλωνίων Μῆδοι, ἐκ δὲ Μήδων οἱ Πέρσαι, μετὰ δὲ τούτους οἱ Πάρθοι ὥσπερ τινὶ ἀκολουθίᾳ διαδοχῆς τὴν Χαλδαίων εὐδαιμονίαν ἐκτήσαντο; ὅτι δ' οὐ μιᾷ τινι σύριγγι νόμιον μέλος πνεούσῃ οὐχ ἅπαν ἐποίει τὸ ποίμνιον, ποιμέσιν ὁμοῦ καὶ αἰπόλοις προὖπτον τοῦτο καθέστηκεν. τοιοῦτό τι καὶ τοῖς ἀνθρωπίνοις πράγμασι συμβαίνειν φιλεῖ. ἱκανὴ δὲ τεκμηριῶσαι Μακεδονικοῦ παιδαρίου τινὸς ἡ μαινόλις καὶ παράλογος ἔφεσις. τύχης γὰρ ᾿Αλέξανδρος ἄωρον γενόμενος παίγνιον καὶ μικρὰ παρ' αὐτῆς κατ' εἰρωνείαν ἱλαρυνόμενος Εὐρώπης κρατεῖν ἐβρενθύετο θαλαττοκρατεῖν ἐγχειρῶν, καὶ Βαβυλωνίων ἤρα σκήπτρων ἀντέχεσθαι, τοῦ τε ᾿Ινδικοῦ κράτους ἐγλίχετο, Λιβύην δὲ ὑπακούειν ἠπείλει, καὶ ἐς τοσοῦτον αὔξειν τὰ τῆς ἀρχῆς ἐβιάζετο, ἐς ὅσον μὲν χεῖται ἀήρ, ἡλίου δ' ὄψεις ταῖς βολαῖς τῆς μαρμαρυγῆς καταυγάζουσιν. εἰς ἑνιαῖον τὸ κράτος καὶ μοναδικὸν τὸν ὑπὸ σελήνην κόσμον δουλαγωγεῖν κατωρέγετο. ἀλλὰ τούτου θᾶττον ἀπέσβη μετὰ τῆς ἐξουσίας ἡ ὄρεξις, καὶ πρὸς τὴν πολυτύραννον ὡς ἔπος εἰπεῖν ἡγεμονίαν διαιρούμενα πάλιν προσεχώρει τὰ πράγματα· οὐ πέφυκε γὰρ συμφύεσθαι τοῖς ἀσυμφώνοις ποτὲ τὸ ὁμόλογον. εἰς τί τοιγαροῦν εὐδαιμονίας Ρωμαίοις περισταίη τὰ πράγματα, Περσῶν μὲν καθαιρουμένων δυνάμεως, ἑτέρῳ δὲ παραπεμπόντων φύλῳ τὸ τύραννον; εὐδοξίας δὲ τίνα χαρακτῆρα τὸ Ρωμαϊκὸν περιβάλλοιτο γένος, ἱκέτην ἀπαναινόμενον βασιλέα τῶν ἁπάντων γῆς ἐπιφανέστατόν τε καὶ ἀλκιμώτατον; ἢ ποίαν εὐσεβείας ἀκρόπολιν ἕξετε τοὺς ἠτυχηκότας ἐξουθενήσαντες; πότε δέ, βασιλεῦ, τοὺς ὑπὲρ δικαιοσύνης ἀγῶνας ἀράμενος ὅπλα κινήσεις πρὸς πόλεμον ταύτης που χηρεύων τῆς ὑποθέσεως; πότε δέ σοι τὸ τῆς θρησκείας κάλλος ὡραϊσθήσεται, εἰ μή γε ἐν τῷ παρόντι καιρῷ; νῦν ἢ τοῖς πράγμασι τὴν προσηγορίαν κυρώσητε, ἢ τοῖς ἀδικήμασι τῆς κλήσεως τὴν ψευδωνυμίαν κληρώσησθε. τί δὲ δείξεις τούτου βασιλικώτερον παρὰ πάντα τὸν τῆς σῆς ἡγεμονίας καιρόν; ποία δέ τις ἄλλη Ρωμαίοις μεγαλαυχημάτων ἀφορμὴ κατασταίη; τί δέ σοι, βασιλεῦ, τῆς σῆς ἐπιεικείας ἐνέχυρον ἔσται τοῖς ἔθνεσι τούτου σεμνότερον; νῦν ἀρύσῃ διὰ μικρᾶς συμμαχίας τὴν εἰρήνην ἀθάνατον, καὶ ἃ τοῖς μυρίοις ἀγῶσι τῷ τε τῶν φροντίδων ἀπείρῳ καὶ τῷ ἐκχύτῳ τῆς τῶν χρημάτων καταβολῆς Ρωμαίοις οὐδαμῇ που κατείργασται, νῦν διὰ ψυχῆς ἀρετήν, ὑπὸ μὲν τοῦ καιροῦ ζητουμένην, οἰκονομουμένην δὲ βασιλικῶς, ἀπραγματεύτως ἀποίσῃ καὶ καρπώσῃ τὴν ἄλυπον ἠρεμίαν πόνων ἐκτός· οὗ τί ἂν γένοιτο Ρωμαίοις λυσιτελέστερον; μηδέν τι τῆς ῾Ορμίσδου κακίας τὴν σὴν κατοικείτω καρδίαν. ἔμαθεν, ἐξ ὧν πέπονθεν, μὴ τὴν εἰρήνην βδελύττεσθαι. οὐκ ἔστι Χοσρόης τῶν πατρῴων ἀδικημάτων διάδοχος· οὐ κληρονομοῦσι μετὰ τῆς οὐσίας οἱ παῖδες καὶ τῆς πατρῴας πάντως που προαιρέσεως. ἐκεῖνος δυσμενής, οὗτος νῦν εὐμενής, οὐσιωμένην αὐτῷ τὴν σὴν εὐεργεσίαν περιαγόμενος, ἧς ἀμνημονεῖν αἰσχυνθήσεται πολλοὺς τῆς εὐσεβείας κεκτημένος τοὺς μάρτυρας. μὴ κρατείτωσαν τύραννοι, ἵνα μὴ μεθέξῃς τοῦ παραδείγματος. ἢ οὐχὶ τὸ κακὸν τοῖς πολλοῖς ἐστι περίζηλον, καὶ πρὸς τὰς τῶν χειρόνων ἐφέσεις ἡ τῶν ἀνθρώπων καθέστηκε φύσις δυσανάγωγον πρὸς τὸ κρεῖττον τὴν ὁρμὴν κεκτημένη; ἀκηκόαμεν καὶ τὸν τύραννον πρέσβεις ὡς ὑμᾶς διαπέμψασθαι, ἕξειν κοινωνὸν ἀξιῶντα τὸν οὐδὲν ἠδικηκότα τοῦ πλημμελήματος νεωτερίσαι τε δεσπότην μετὰ δραπέτου μονονουχὶ σοφιζόμενον. οὗ τί ἂν γένοιτο Ρωμαίοις ἀδοξότερόν τε καὶ ἀπευκτότερον; ποίαν δέ σοι πίστεως κρηπῖδα ὑποστηρίσει ταῖς ὑποσχέσεσιν ὁ μεγίστης ἀγνωμοσύνης ἔχων ὑπόθεσιν καὶ κατὰ τῶν εὐεργετησάντων συστησάμενος φάλαγγα, ὁ πᾶσαν ἰδέαν κακίας περιβαλόμενος, ἵνα δεσπότην μηδὲν ἠδικηκότα βασιλείας καθέλῃ; οὐ πέφυκε κακίας ὑπόθεσις φιλίας διασώζειν ὑπόσχεσιν. ἀφιλόσοφος ἔναρξις καὶ τὸ πέρας ἕξει πάντως ἀσύμφορον· τοῖς σπέρμασι γὰρ ἡ βλάστησις οὐκ ἐναντίαν ἔχει τὴν πρόοδον. δώροις ἀγκιστρεύειν τὸ μὴ δίκαιον ἴσως ὁ Βαρὰμ ἐγχειρήσειεν· ἀλλὰ κακῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα ἤκουσά του λέγοντος τῶν παρ' ὑμῖν ἐπὶ κομψείᾳ σοφῶν. οὐκ οἶδε παροινίας μισθὸς καρπίζεσθαι τὴν ἀπόλαυσιν, οὐκ οἶδε κέρδος ἀδικίας φυόμενον αὔλαξιν ἀμεταμέλητον ἔχειν γεώργημα. πρὶν γὰρ ἡδῦναι, λυπεῖ, καὶ πρὶν περιθέλξαι, πρὸς ἀνίαν ἐκκλίνει· ἐξεχώρησε γὰρ τῶν ἐραστῶν προσαφαιρούμενον καὶ ἃ μὴ κακῶς τις ἐκτήσατο. ἡμεῖς δὲ τὴν Μαρτύρων πόλιν ἀνταποδίδομεν, τό τε Δαρὰς προῖκα παρέξομεν, τόν τε πόλεμον ταφῇ καθιδρύσομεν ἀπόμισθοι τὴν εἰρήνην οἰκοδομήσαντες τῇ τε ᾿Αρμενίᾳ χαίρειν εἰπόντες, δι' ἣν ὁ πόλεμος τὴν παρρησίαν δυστυχῶς τοῖς ἀνθρώποις ηὐτύχησεν. καὶ εἰ μὴ τῆς ἀνάγκης ἐπάξια τὰ δωρήματα πέφυκεν, ἀλλ' οὖν τοῦτο κάλλιστόν ἐστιν ἡμῶν, τὸ μέτρῳ φιλοσοφεῖν τὴν ὑπόσχεσιν, ἢ μεγάλαις ἐπαγγελίαις τὴν ἀκοὴν ἐκλιπάναντας τῷ ἀτελεσιουργήτῳ τοῦ συμπεράσματος ἀθάνατον τὴν διαβολὴν ἐπιφέρεσθαι, μεγάλας κακῶν ἀφορμὰς τῇ τῆς εἰρήνης ἐς ὕστερον εὐεξίᾳ κακῶς θησαυρίσαντας. ἱκανῶς ὑπὲρ τοῦ συνοίσοντος Ρωμαίοις τε καὶ Πέρσαις ἀπολελόγημαι. εἰ δέ τι τῶν ἐντελεστέρων παρεῖται, σύνες, ὦ βασιλεῦ, τὸ λειπόμενον. πολλὰ γὰρ ἀπὸ τῆς ἀγωνίας τὸν λογισμὸν ἀποδιδράσκειν φιλεῖ· οὐκ οἶδε γὰρ ἀνάγκη μελέτης ἀνέχεσθαι ἢ φροντίδος ἐπιβολαῖς πειθαρχεῖν, ἀεὶ διαπορθμευούσης τὸν νοῦν τῷ ταράχῳ τῆς συγκυρήσεως." 4.14.1 Τούτων οὕτω διαλαληθέντων ὑπὸ τῶν πρέσβεων, καὶ τῆς ἀξιώσεως τὸ πιθανὸν καὶ ἐπίχαρι κληρωσαμένης τῇ εὐροίᾳ τοῦ λόγου, ὑπό τε τῆς βουλῆς καὶ τοῦ αὐτοκράτορος δογματίζεται ἐπικουρήσειν τῷ Χοσρόῃ Ρωμαίους, τῷ δὲ Βαρὰμ κάρτα κομιδῇ παρασκευάζεσθαι πόλεμον, ἀνάξιον Λατινίδος ἀρχῆς τοῦ αὐτοκράτορος κρίναντος ὅπλα τοῖς ἀδικοῦσι παρέχεσθαι καὶ προκινδυνεύειν τοῦ μὴ καλοῦ διὰ τὸν ὄγκον τῆς ὑποσχέσεως, καὶ Ρωμαίους αἰσχίστην ἀναδεξαμένους ὑπόθεσιν ἀθανάτοις ὀνείδεσι διὰ παντὸς στηλιτεύεσθαι. τὰ μὲν οὖν τοῦ δόγματος ἐς ἐκείνην τὴν ἡμέραν περὶ τὸ βασίλειον ἄστυ ἐξηχεῖτό τε καὶ ἐπεπόλαζεν· πεμπταῖοι δ' οἱ πρέσβεις εἰσφρήσαντες πρὸς τὸν Καίσαρα, δώροις διακοσμηθέντες βασιλικοῖς ἐν γράμμασι τὸ παρὰ τοῦ βασιλέως ἀποφέρονται ψήφισμα. 4.14.4 ἐπὶ τούτοις τε τόν τε Σαμὲν καὶ Χοσροπερόζην τούς τε ἄλλους, οὓς ἤδη πρότερον κατὰ τὸν τοῦ πολέμου καιρὸν ᾑρήκει τὸ Ρωμαϊκόν, ὁ αὐτοκράτωρ ἐς Χοσρόην ἅμα τοῖς πρέσβεσιν ἐξαπέστειλεν. ὁ μὲν οὖν Χοσρόης τὰ ἐν τῷ βιβλίῳ τοῦ Καίσαρος διαναγνοὺς τήν τε τῶν Ρωμαίων ἀγασθεὶς ἀρετήν, τὴν μὲν ῾Ιερὰν πόλιν καταλιπὼν ἅμα Κομεντιόλῳ ἐς Κωνσταντῖναν τὸ ἄστυ ἀφίκετο, μικροῦ τε ὕστερον καὶ ὁ τῆς Μελιτηνῆς προεστὼς (Δομετιανὸς δ' ἄρα οὗτος) βασιλικαῖς ὑποθήκαις γίνεται πρὸς Χοσρόην, ὃς πρὸς γένος συνῆπται τῷ βασιλεῖ Μαυρικίῳ, τὴν τιμὴν ἱερεύς, τὴν δὲ περὶ τὸν βίον κατασκευὴν ἱερώτερος, τὸν λόγον ἡδύς, τὴν πρᾶξιν ταχύς, τὴν συμβουλὴν ἐμφρονέστατος. συνείπετο δ' αὐτῷ ὅ τε Γρηγόριος, ὁ τῆς ᾿Αντιοχέων τοῦ ἱερατικοῦ ἐξηγούμενος· ἔδοξε γὰρ καὶ τοῦτο τῷ βασιλεῖ, καὶ μετεφοίτα πρὸς τὴν πρᾶξιν ὁ λόγος. παραγενηθέντες γοῦν οἱ ἱερεῖς ἐς Κωνσταντῖναν αὐτὴν λόγοις καὶ δώροις παρηγόρουν Χοσρόην, ἐπιτεύξεις ἐλπίδων ἀθυμουμένῳ διατιθέμενοι. ὁ μὲν οὖν Χοσρόης ἀνὰ τὴν Νίσιβιν πρέσβεις ἀπέστελλεν ἀναμιμνήσκων Πέρσας τῆς εὐνοίας τῆς ἐς τὸ βασίλειον γένος, παρακαλῶν τῷ ἠπίῳ τῆς παραινέσεως ὡς οὐ δεῖ τυράννων ἐξουσίας ἀνέχεσθαι καὶ καθυβρίζειν νόμον ἀρχαῖον καὶ πάτριον καλῶς γεγηρακότα τῇ Περσῶν βασιλείᾳ καὶ μηδέ ποτε τῷ νεωτέρῳ τῆς καθαιρέσεως ἀπενεγκάμενον τὸ ἀδόκιμον. τῷ δὲ Βαρὰμ ἐπεὶ κατάδηλον γέγονεν ὡς διεσώθη μὲν ὁ Χοσρόης, ὅπως τε Ρωμαῖοι φιλοφρόνως αὐτὸν ἀνεδέξαντο, τὸ δ' αὐτὸ καὶ παρὰ τοῦ αὐτοκράτορος διὰ τῶν πρέσβεων ὡμολόγητο, πρέσβεις ἐξέπεμψεν ἀξιῶν τὸν αὐτοκράτορα μηδαμῶς ταῖς Χοσρόου τύχαις ἐπικουρεῖν, διισχυριζόμενος Νίσιβίν τε πόλιν παραδιδόναι Ρωμαίοις καὶ τὰ ἄχρι Τίγριδος ποταμοῦ. ὁ μὲν οὖν Βαρὰμ τηνάλλως ἐπλανᾶτο· οὐ γὰρ οἷός τε ἦν διαφθείρειν τὴν τοῦ βασιλέως ὁσιότητα. οὐ πολλαῖς δὲ ἡμέραις καὶ τὸ σοβαρὸν ἐξογκωσάμενος τοὺς μὲν συμμάχους ἀθετούμενος κατάφωρος ἦν, τῷ τε Περσικῷ φορτικός τις ὑπῆν καὶ ταῖς ἐπιβολαῖς ἀκατάσχετος πρὸς τὸ χαλεπώτερον ἐξαγριαίνων τὸ τύραννον. καὶ οὖν οἱ ἀξιολογώτατοι σατράπαι τῆς τούτου δυνάμεως ὑποσυρρέουσι συσκευήν, ὅπως δολοφονηθείη Βαράμ, καὶ πρὸς τὸ γαληναῖον ἐπανήξῃ τοῖς Μήδοις τὰ πράγματα. 4.14.11 οἱ μὲν οὖν ἔξαρχοι τῆς περὶ τὸν Βαρὰμ συσκευῆς ὅ τε Ζαμέρδης καὶ Ζοανάμβης ὁ Πέρσης· προσεταιρισάμενοι γοῦν οὗτοι δὴ οὗτοι καὶ ἑτέρους τῆς Βαβυλωνίας πληθύος λογάδας, ὡς ἐνῆν, τὰ τῆς ἐπιβουλῆς ἐξελίπαινον. ὑποτοπήσαντες δὲ καὶ Βινδόην πρὸς κοινοπραξίαν αὐτοῖς εἶναι λυσιτελέστερον (οὗτος δ' ὑπὸ τοῦ Βαρὰμ κατῴκει εἱρκτὴν) ἀναπληροῦσιν ἔργῳ τὸ βούλημα, καὶ ἀθρόον ἐς τὴν φρουρὰν εἰσπηδήσαντες, τῶν δεσμῶν τὸν Βινδόην διαλυσάμενοι ταγματάρχην τε λόχου χειροτονήσαντες, οὔσης νυκτὸς εἰς τὰ βασίλεια τῷ Βαρὰμ ἐπιτίθενται. ὁ μὲν οὖν Βαρὰμ δευτέρᾳ φυλακῇ τῆς νυκτὸς τῆς συσκευῆς ἐν γνώσει γενόμενος, ἐξοπλίσας τοὺς φύλακας σιδηροφορεῖν ἐγκελεύεται, τούς τε ἔναγχος ἐκ τῶν ἐθνῶν προσκεχωρηκότας αὐτῷ παρασκευασάμενος τοῖς ἐμπεσοῦσιν ἐς τὸ καρτερὸν ἀντετίθετο. καὶ τῆς νυκτομαχίας ἰσχυρᾶς γενομένης, ὑπερέσχε Βαρὰμ καὶ ζωγρήσας τοὺς πατέρας τοῦ ἐγχειρήματος ἡμέρας ἤδη λαμψάσης ἀρθροτομεῖ τῶν μελῶν τούτων τὰ πρακτικώτερα, εἶτα ὑποστορέσας τὰ λοιπὰ σώματα τοῖς ἐλέφασιν εἴα πατεῖσθαι καὶ τὸν πανώλεθρον τοῦτον ἐκείνους ἀποφέρεσθαι θάνατον. 4.15.1 ῾Ο μὲν οὖν Βινδόης ἅμα τοῖς σὺν αὐτῷ διαδιδράσκει τῆς συμφορᾶς παραδόξως τὸν κίνδυνον καὶ ἐπὶ τὸ ᾿Αδραβιγάνων ὡς τάχιστα γίνεται. ἐκεῖσε γοῦν στρατοπεδευσάμενος πλείστους τοῦ Περσικοῦ ἐπηγάγετο καὶ τὰ Χοσρόου φρονεῖν τοὺς ἀφεστηκότας πως ἐτιθάσευεν. δεκάτη δὲ ἡμέρα, καὶ ὡς τὸν ᾿Ιωάννην, ὃν Μυστάκωνα Ρωμαίοις ἔθος ἦν κατονομάζειν, ἀπέστελλεν ἄγγελον, τὰ νεώτερα δράματα γνωρίζων αὐτῷ ἀξιῶν τε μαθεῖν ὅπως τῷ Χοσρόῃ ἀπήντησε τῆς εἰς Ρωμαίους προσχωρήσεως ἡ ἐγχείρησις. ὁ μὲν οὖν ᾿Ιωάννης γράμμασι τὸ ἄκουσμα παραπέμψας τῷ αὐτοκράτορι τοὺς ὑπὸ Βινδόου πρέσβεις παρακατεῖχε καραδοκῶν τί ἂν παρασταίη παρὰ τῶν ἐγνωρισμένων τῷ αὐτοκράτορι. ὁ δὲ βασιλεὺς Μαυρίκιος τῷ ᾿Ιωάννῃ προσέταττε τοῖς ταὐτὰ τῷ Χοσρόῃ φρονοῦσι συμμαχεῖν τε ἐκθύμως καὶ πᾶσαν αὐτοῖς καλοκαγαθίας πίστιν παρέχεσθαι, ὅπως πρὸς τὸ ἀσθενέστερον ἴδοι τοῦ Βαράμου τὸ τύραννον. τῇ δὲ προτεραίᾳ ὁ Βεστὰμ ὁ παρὰ τοῦ Χοσρόου ἐς τὰς ᾿Αρμενίας σταλεὶς ἀφικνεῖται παρὰ τὸν ᾿Ιωάννην. ὁ μὲν οὖν ᾿Ιωάννης τήν τε Βινδόου παρουσίαν τῷ Βεστὰμ παρεδήλου τά τε τῷ Βαρὰμ συντετυχηκότα ὡς ἀξιαφήγητα λίαν περιχαρῶς παρετίθετο. καὶ οὖν ὁ Βεστὰμ περιγάνυται τοῖς ἀκροάμασι καὶ ἐς Χοσρόην ἐξέπεμπεν ἄγγελον ταῦτα δὴ γνωρισόμενον. ὁ δὲ Βινδόης πάλιν ἐγγελῶντα τὰ πράγματα τῷ Χοσρόῃ θεώμενος μέγα περιβάλλεται θάρσος καὶ χρήμασι βασιλικοῖς ἐντυχὼν τοῖς ἀμφ' αὑτὸν διανέμει, ὡς εἶχεν ἑκάστῳ εὐνοίας ἀλκή. ἐπεὶ δ' οἱ τὴν Νίσιβιν περικαθήμενοι φίλον τὸν αὐτοκράτορα Χοσρόῃ διέγνωσαν συμμάχους τε αὐτῷ δυνάμεις μεγάλας κατεπομβρίσαντα, γίνονται εἰς Κωνσταντῖναν τὴν γνώμην μετακοσμήσαντες. ὁ δὲ πολιοῦχος ὑπὸ Χοσρόου λιπανθεὶς ταῖς ὑποσχέσεσι καὶ ταῖς ἐλπίσι χαριζόμενος πάντα ἅπασαν ᾿Αραβίαν τάς τε μέχρι Τίγριδος ποταμοῦ πρὸς τὸν Χοσρόην, ὡς ἔστιν εἰπεῖν, μετατίθησιν. οἱ δὲ τῆς Μαρτύρων ἐχόμενοι πόλεως, καίτοι τῆς πολιορκίας ὑπὸ Ρωμαίων ἐπιστατούσης, τοῖς ἐν παραβύστῳ τοῦ Χοσρόου προστάγμασι πειθήνιοί πως γινόμενοι οὐκ ἐδίδοσαν τὴν πόλιν Ρωμαίοις, ἀλλὰ καὶ μάλα καρτερῶς ἀντετάττοντο. τοιγαροῦν ὅτε κατάφωρος πανουργῶν γέγονεν ὁ Χοσρόης, Δομετιανὸς λογισμοῦ ἀγχινοίᾳ δυσκαταμάχητον ἀντιστρατεύσας βουλὴν τοῦ Περσικοῦ δόλου δίκην πομφολύγων ἐκφύσεως διαλύει 4.15.10 τὸ ὕπουλον. μεταπεμψάμενος γὰρ ὡς ἑαυτὸν τοὺς ἀξιολογωτάτους τῶν περιφρουρούντων τὸ πόλισμα, οὓς μὲν ὑπήγετο λόγοις, οὓς δ' ἐξωνεῖτο τοῖς δώροις, ἀναμιμνήσκων τήν τε τῶν Ρωμαίων ἐπιστασίαν ἐσκειμένην τῇ πόλει, τόν τε Χοσρόην τῆς τοῦ βασιλέως ἐπικουρίας δεόμενον, τόν τε Βαρὰμ ἀμφίβολον περικείμενον τύχην. καὶ τοσαύτην εἶχεν ὁ λόγος τὴν δύναμιν ὡς διαιρεθῆναι ταῖς γνώμαις τοὺς τὴν Μαρτύρων πόλιν κατέχοντας ἑκὼν ἀέκοντι θυμῷ· ἔστω γάρ μοι νῦν τῆς ἐκείνου γνώμης ζωγράφος ὁμηρίζουσα γλῶττα. καὶ δῆτα εὐνοῦχον εἰς τὴν βασιλικὴν δορυφορίαν συντεταγμένον αὐτῷ τὸν κορυφαιότατον, ὃν πραιπόσιτον εἴθισται Ρωμαίοις ἀποκαλεῖν, ἀνὰ τὴν Μαρτύρων πόλιν ἐξέπεμψε παρακελευόμενος Πέρσαις τὸ ἄστυ καταλιπεῖν καὶ περὶ τὴν Νίσιβιν ἀγραυλίζεσθαι. οἱ μὲν οὖν Πέρσαι, τοῦ βασιλέως Χοσρόου μεταβαλόντος τὴν γνώμην, σπονδὰς μετὰ τῶν πολιορκούντων συνθέμενοι τῆς πόλεως ἐξεχώρησαν. τῶν τοίνυν ἡγεμόνων ἐς Κωνσταντῖναν ἡκόντων, ὤφθη καὶ Σίττας ἐκεῖνος ἀναμεμιγμένος αὐτοῖς, ὁ τὴν Μαρτύρων πόλιν ῾Ορμίσδᾳ, τῷ Περσῶν βασιλεῖ, παρασχόμενος δόλῳ. ὁ μὲν οὖν Δομετιανὸς διεστείλατο Χοσρόῃ ὡς οὐχ ὅσια εἰς εὐεργέτας καὶ Ρωμαίους διεγχειρεῖ ἀνεχόμενος ἀνδρὸς προδότου πολλὰ εἰς Ρωμαίους κακὰ διανύσαντος, ἀναμιμνήσκων ὡς καὶ τῷ Βαρὰμ φίλος Σίττας γεγένηται, καὶ ἥκιστα συνοίσειν αὐτῷ περὶ πολλοῦ ποιουμένῳ ἄνδρα παλαμναῖον καὶ ἀπιστότατον, μή πού γε τὰ Ρωμαίων πλήθη συστραφέντα αὐτὸν Χοσρόην καὶ τὸν Σίτταν διαχρήσονται, καὶ τὰ τῆς ἀγωνίας τῷ Βαρὰμ λάβοι ἀνάπαυλαν. ἐπὶ τούτοις συνιδὼν ὁ Χοσρόης καὶ τὸν παρόντα καιρὸν κολακείαις ἀποπριάμενος ἔκδοτον Κομεντιόλῳ Σίτταν καθίστησιν. δευτέρᾳ δ' ἡμέρᾳ ὁ στρατηγὸς ἐπ' ὄψεσι τοῦ ὁπλιτικοῦ αἰκισάμενος τοῦτον τῷ πυρὶ παρεδίδου κατανθρακεύσας τε ταῖς φλοξὶ δίκην τῶν ἡμαρτημένων τὸν Σίτταν εἰσέπραττεν. ὁ μὲν οὖν Δομετιανὸς ἱεροπρεπῶς ἐς τὰ περὶ τὴν ἀνάληψιν τοῦ ἄστεος διεπονεῖτο ὡς ἐνῆν ἐς τὰ μάλιστα, τούς τε συνομοσαμένους τοῖς βαρβάροις Ρωμαίους ἐς τὴν τοῦ ἄστεος ἅλωσιν Κομεντιόλῳ παρεδίδου τῷ στρατηγῷ. τούτων τοίνυν ἀξίας ὑποσχομένων δίκας τῶν κατὰ τῆς πατρίδος διαπεπραγμένων αὐτοῖς, ὁ ἱερεὺς τῆς σωτηρίας τὴν ἑορτὴν ἐγκαινίζων τῆς πόλεως πανήγυρίν τε τοῖς καλλινίκοις συστησάμενος μάρτυσιν ἐπὶ τῶν βημάτων τῶν ὑψηλῶν τῆς ἐκκλησίας γενόμενος, παιωνίζων ᾆσμα καινὸν τῷ Χριστῷ ἐπινίκιον τοῖς ὠσὶ τοῦ κατεκκλησιασθέντος λαοῦ τάδε που διηγόρευεν. 4.16.1 "Οὐκ ἐν πολέμοις μόνον καὶ συμπλοκαῖς καὶ ἐκτάξεσι ταῖς σάλπιγξιν ὁ Δαβὶδ ἀλαλάζει, ἀλλὰ καὶ ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς τῷ ἐπὶ πάντων σαλπίζει θεῷ. πρέπει γὰρ καὶ πολεμικοῖς ὀργάνοις ὑμνεῖσθαι θεόν· ἀρχιστράτηγος γὰρ οὗτος ἐκτάξεως κραταιός τε καὶ δυνατὸς ἐν πολέμοις πρεσβεύεται. καὶ ἐξ ὧν ἡ εὐδόκησις πέφυκεν, ἔδει που πάντως προελθεῖν καὶ τὴν αἴνεσιν. δεῦτε, καὶ ἡμεῖς ταῖς νοηταῖς ἀλαλάξωμεν σάλπιγξιν, ταῖς διανοίαις φημί, οὐ κερατίναις, ὡς ᾿Ιουδαίοις νενομοθέτηται· οὐ γὰρ ἀλόγων μέλεσι διὰ τὸ παχὺ τῆς διανοίας γεραίρειν ἡμεῖς θεὸν προσετάχθημεν. συστησώμεθα γοῦν ἑορτὴν μὴ ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου καὶ μόνον [διήκουσαν], ἀλλὰ μέχρι τῆς ἄνω ἱεραρχίας αὐτοῦ τοῦ θεοῦ, ἧς ἀρχιερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲκ ὁ ἐκ δεξιῶν τῆς μεγαλωσύνης καθήμενος καὶ ἔστι καὶ ὀνομάζεται. τῷ ὄντι γὰρ ἐν βραχίονι κράτος ἐποίησεν, ὄρη ταπεινώσας φρυάγματος, καθελὼν ἀπὸ θρόνων δυνάστας, καὶ πάλιν στηλιτεύων ἐπὶ τῆς Βαβυλωνίας τὰ μεγαλεῖα τοῦ πνεύματος. 4.16.5 δουλαγωγοῦνται γὰρ λέοντες, καὶ δράκοντες ἀποπνίγονται, καὶ Βὴλ καὶ Μίθρας ἀνδραποδίζονται, καὶ μαλθακεύεται πῦρ μήτε μαρτύρων ἐσθῆτος τυραννῆσαι δυνάμενον, ὑπὸ νάφθας καὶ πίττης ἀφθόνως καταρδευόμενον. πάλιν δεξιὰ κυρίου ἐποίησε δύναμιν ἐπάρσεως καταδιαιτῶσα Χαλδαϊκῆς, οὐκ ἐν τοίχῳ, ἀλλ' ἐν οὐρανῷ τὴν προαγόρευσιν γράφουσα. καὶ διαιρεῖται Βαβυλώνια σκῆπτρα, καὶ ὑβριστὴς καταβάλλεται θρόνος, καὶ πάροινος βασιλεία συστέλλεται, καὶ τιμᾶται πάλιν τὸ ταπεινούμενον, καὶ κρατύνεται τὸ νικώμενον. πάλιν τὴν στεῖραν πόλιν διὰ τὸν πόλεμον ὡς μητέρα δι' εὐτεκνίαν εὐφραινομένην ἔστι θεάσασθαι. μηδεὶς ἀμπεχέσθω τῆς βασιλικῆς ταύτης πανηγύρεως ἀναξίαν ἐσθῆτα. πάντες τῇ καθαρότητι τοῦ βίου λευχειμονήσωμεν, ἵνα μὴ ἀναξίως τῆς εὐωχίας τῇ ψυχῇ περιβαλόντες στόλισμα ἀνάξιοι φανῶμεν τῆς μεταλήψεως καὶ τὰ ἀκόλουθα κατακριθῶμεν τῆς ἀποτεύξεως· ἐγκαινίζου, ἐγκαινίζου, πόλις ἀγαλλιάσεως· ἥκει γάρ σου τὸ φῶς, καὶ ἡ δόξα κυρίου ἐπί σε ἀνατέταλκεν. τάδε μοι λέγει τὸ πνεῦμα τὸ ἅγιον, καὶ τὴν ἐπαγγελίαν ἀσπάζομαι, καὶ ἡ νῦν ὑπὲρ τὴν προτέραν φαιδρότητα δόξα καθέστηκεν. 4.16.10 σὺ γὰρ δήμους μαρτύρων ἐν τοῖς ἔμπροσθεν καὶ πρεσβυτέροις χρόνοις ἐκέκτησο πᾶσαν ἀτραπὸν καὶ λεωφόρον τῶν σῶν λαγόνων ἐπικυμαίνοντας. ἐπιφανεστέρα σοι τῆς ἁλώσεως ἡ ἀνάζευξις· ἣν γὰρ ἔκλεψε δόλος, νῦν φόβος ἀπέδοτο, καὶ ἣν βασιλέως βαρβάρου πανουργία κακῶς ἀπεσύλησεν, νῦν ἐπιφανεστάτη δουλαγωγία καλῶς ἀντιδίδωσιν. ταύτην οἰκέτης ἐσταλμένος ὑμῖν, ὦ μάρτυρες, προσηγάγετο συμμάχους ἑλέσθαι θηρώμενος, οὓς ἀντιθέως τὸ πρότερον οὐκ ἐπρέσβευεν, ἐξ ἀποτεύξεως διδαχθεὶς τὴν εὐσέβειαν, ἐπεὶ καὶ Φαραὼ ὁ πάλαι μαστιζόμενος ἢ νουθετούμενος θεὸν σέβειν ἠνείχετο. ταύτην ὑμῖν ἀνατίθησιν, μάρτυρες, Βαβυλώνιος τύραννός τε καὶ ἔπηλυς, ὁ τῆς ἑαυτοῦ βασιλείας δραπέτης, ὁ νῦν Ρωμαίοις ἀντὶ πολεμίου πειθήνιος· τοσαῦτα γὰρ ὑμεῖς τοῖς ἀνθεστηκόσιν ἐπαλαμήσασθε. ἐξέστη ὁ τύραννος ἐπὶ τούτοις, ἔμφοβος καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. ἐπετίμησε γὰρ τοῖς ἔθνεσιν ὁ ὢν ἀπ' ἀρχῆς, καὶ τῆς δεξιᾶς αὐτοῦ ἡ ἀλλοίωσις αὕτη. ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτῆς, καὶ τὸ κατάντημα μέχρι τῶν περάτων τῆς γῆς, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτῆς πλήρη χάριτος καὶ δυνάμεως. οἱ γείτονες ποταμοὶ προφητικῶς χεῖρας κροτείτωσαν, φερωνύμως νῦν ὁ Εὐφράτης ἐπὶ τοῖς μεγαλείοις εὐφραινέσθω τοῦ κτίσαντος, ὁ Τίγρις μεταβαλέτω τὸ θηριῶδες πρὸς τὸ φιλάνθρωπον· ἡ κραιπάλη γὰρ τῶν φόνων αὐτῷ καταλέλυται. ᾄσωμεν ᾠδὴν τῷ κυρίῳ σωτήριον, ᾄσωμεν αὐτῷ μετὰ τῶν μαρτύρων ἐπινίκιον ὕμνον. ἀναγγείλωμεν ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος τὴν δόξαν αὐτοῦ σκιρτῶντες τῷ πνεύματι· οὐ γὰρ θρῆνον ᾿Ιουδαϊκὸν κατεκρίθημεν ἢ αἰσχύνην αἰχμαλωσίας ὑπὸ τῶν λαφυραγωγησάντων ὀνειδιζόμεθα. προτάξωμεν ἡγεμόνα τῆς εὐφροσύνης τὸν κύριον, ἵνα μὴ τῆς ἄνω ῾Ιερουσαλὴμ ἐπιλαθώμεθα καὶ ἡ γλῶσσα ἡμῶν κολληθείη τῷ λάρυγγι ὡς κακῶς μὴ μεγαληγοροῦσα τοῦ θεοῦ τὰ παράδοξα. νῦν ἡ θυγάτηρ Βαβυλῶνος κατὰ τὸ γεγραμμένον ὄντως ταλαίπωρος, ἡ τῶν ἀγερώχων ἐπιβαίνουσα σκήπτρων, καὶ μακαρίζεται βασιλέως εὐσέβεια οὐκ ἐπάγουσα ταύτῃ τὸν ἰσοστάσιον ὄλεθρον ἢ ἀντεπιφέρουσα τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν ἡμῖν. τελειοῦται γὰρ αὕτη διαθήκη δευτέρα μὴ ἀντιταλαντεύειν τῷ κακῷ τὴν ἀντίδοσιν εἰσηγουμένη τῷ νοητῷ ᾿Ισραήλ, καὶ βασιλεὺς οὐκ ἀποδοκιμάζεται σήμερον οἰκτείρων πολέμιον, οὔτε Σαμουὴλ ἐπὶ τούτῳ διαπληκτίζεται παντοκράτορι κυρίῳ ζηλῶν. ὁ γὰρ ᾿Ιησοῦς ὁ Χριστός, ὁ παλαιὸς ἡμερῶν καὶ πρεσβύτερος, εὐσεβέστερον θυσίας οἶδε τὸν ἔλεον, καὶ τὴν πατρῴαν βασιλείαν κατακληροδοτεῖ τοῖς οἰκτείρμοσιν, καὶ φιλανθρωπίας ἔχων ὑπόθεσιν καὶ δούλου λαμβάνει μορφήν, καὶ τοῖς ἀνθρώποις συναναστρέφεται, καὶ τὴν φάτνην γνωρίζει, καὶ προσίεται σπάργανα, καὶ φεύγει τυραννοῦσαν τὴν μάχαιραν, καὶ τῇ Αἰγύπτῳ προσομιλεῖ, εἶτα τὴν Ναζαρὲτ κατοικεῖ, καὶ Γαλιλαῖος κηρύττεται, καὶ σοφίᾳ προκόπτει, καὶ φθόνῳ κακίζεται, καὶ ὑπὸ Σαδδουκαίων πειράζεται, καὶ μετὰ τῶν ἁμαρτωλῶν συναυλίζεται, καὶ πρὸς πάθος ἐκδίδοται, καὶ σταυρὸν καταδέχεται, καὶ μετὰ τῶν ἀνόμων λογίζεται, καὶ τάφον ἀσπάζεται, καὶ μεταφοιτᾷ πρὸς ἀνάστασιν, καὶ πάντα παθὼν κατησμένισεν, ἓν μόνον ἡμῶν ἀπολαύων, ὃ καὶ σωζόμεθα. 4.16.21 ᾄσωμεν τῷ κυρίῳ, οὐκ ἐξόδιον ᾆσμα· ἐπιβατήριος γὰρ ἡ πανήγυρις, καὶ πόλις καὶ ναὸς ἐγκαινίζεται, καὶ νόμος ἀνακαινίζεται πάτριος, καὶ ῥώννυται πίστις ἀκίβδηλος, καὶ τὸν ἐγκαινίζοντα βλέπω Χριστὸν ἐν μέσῳ τῆς ἐκκλησίας τῶν τροπαίων τὰ σύμβολα ἐπὶ τῶν ὤμων περιφερόμενον. ὁ δὲ θρίαμβος ὁ σταυρός, δι' οὗ ξενηλατεῖται τὸ βάρβαρον, τὸ δὲ Ρωμαϊκὸν εἰσοικίζεται. ᾄσωμεν τῷ κυρίῳ καὶ ὕμνον ἐξόδιον· ἐξοικίζεται γὰρ τοῦ ἄστεος ὥσπερ ὗς ἐκ δρυμοῦ τὸ Βαβυλώνιον φῦλον τὸ καταπατεῖν τὰ ἅγια τοῖς ποσὶν ἐγχειροῦν καὶ τοὺς μαργαρίτας τῆς πίστεως τοῖς ὄνυξιν ὑποθραύειν καταμαινόμενον. μιμησώμεθα τοὺς ἐπὶ τῆς Βαβυλωνίας δοξολογήσαντας καὶ τῆς ἐκείνων χοροστασίας θιασῶται γενώμεθα· ἀνενέργητον γὰρ καὶ νῦν τῶν Χαλδαίων τὸ πῦρ καταφλέξαι τῶν μαρτύρων τὸ πόλισμα. εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ, καὶ τὰ πεδία χαιρέτωσαν· κατεβλήθη γὰρ ἔθνη τὰ φιλοπόλεμα. διέγνωσαν προφητικῶς ὅτι ἄνθρωποι καθεστήκασιν, καὶ τῆς ἑαυτῶν συντάξεως νῦν τὴν φύσιν οὐκ ἠγνοήκασιν, καὶ ἃ μαθεῖν οὐκ ἐνῆν εὐπραγήσαντας, τεταλαιπωρημένους διδαχθέντας ἔστι θεάσασθαι. ταῦτα ὑπὸ τῆς χαρᾶς ὑμῖν σχεδιάσαντες ὕμνον ὑμῖν ἀπαρασκεύαστον προστεθείκαμεν, τράπεζαν ἀγγέλων, συμπόσιον ἁπλοϊκὸν καὶ ἀποίκιλον· φιλεῖ γὰρ τὸ θεῖον καὶ τοῖς ἀσυντάκτοις γεραίρεσθαι καὶ τὰ μὴ μεγαλοπρεπῆ τῆς δορυφορίας προσίεσθαι ἐν καινίσει καρδίας οὐκ ἐν ὄγκῳ δωρήματος ἐξετάζον τῆς εὐχαριστίας τὴν πρόοδον. τὸν πατέρα νῦν δοξολογεῖν οὐ παυσώμεθα, τὸν υἱὸν προσκυνεῖν ὡς φύσει θεὸν οὐ καταλήξωμεν, τὸ πνεῦμα γεραίροντες ὡς ἓν πεφυκὸς τῶν τριῶν ὑποστάσεων οὐκ ἀποσχώμεθα· θεὸς γὰρ τὰ τρία, ᾧ ἡ δόξα καὶ πρόγε τῶν ἀπείρων αἰώνων καὶ μετὰ τοὺς αἰῶνας ἀπέραντος." 4.16.27 ᾿Επεὶ δ' οὕτω που τὰ τῆς διαλαλιᾶς τῷ ἱερεῖ ἐπεφιλοσόφητο λίαν ἐπαινετῶς, ἐκρότει τὸ ἄθροισμα τὸ μεγαλόνουν τῆς διαλέξεως, καὶ πολὺ τὸ δάκρυον τῇ χαρᾷ κεκραμένον ὑπὸ τῆς κατανύξεως τοῦ λόγου τῇ ἐκκλησίᾳ περιεκέχυτο, καὶ φιλόδακρυς ἦν ἡ πανήγυρις οὐκ ἔχουσα πάθους ὑπόθεσιν· οὕτω γὰρ ὁ καιρὸς παρεκάλει τὰ δάκρυα χηρεύων ἀλγηδόνων καὶ τοῦ λυπήσοντος. ὁ μὲν οὖν ἱερεὺς σφαγιάσας τὸν ἄρτον τόν τε οἶνον ἱερουργήσας τοῖς θεανδρικοῖς μυστηρίοις τὸ συνεληλυθὸς τῇ μεταλήψει ἡγίαζεν. καὶ οὕτω που ἡ πόλις ἡμέραις ἑπτὰ ταῖς θυμηδίαις καθεωρτάζετο. 5.τ.1 ΙΣΤΟΡΙΑ Εʹ5.1.1 ῾Ο δὲ Βαρὰμ τῆς Ρωμαϊκῆς διητυχηκὼς εὐμενείας, ἐκκλησίαν ἀγείρας καὶ περὶ τῶν ἐν ποσὶ κοινολογησάμενος ἐκ τῶν ἐπιφανεστέρων τοὺς ἐς ἀνδρείαν τὴν ὑπεροχὴν κεκτημένους χειροτονεῖ στρατηγούς, ὅπως τῇ ἀντιθέτῳ προνοίᾳ τοῖς Χοσρόου πράγμασιν ἀντιταλαντεύσῃ πως τὸ ἀπρόσκοπον. καὶ οὖν τὸν Μιραδουρὶν ἐς τὸ ᾿Ανάθων φρούριον τὸ πρὸς τῷ Κιρκηνσίῳ παρὰ τὸν Εὐφράτην ᾠκοδομημένον ἐξέταττεν μετὰ πλήθους δυνάμεως. ἐξεπέμπετο δὲ καὶ ἐς τὴν Νίσιβιν τήν τε σύγχωρον ᾿Αραβίαν τὸν Ζαδεσπράτην τὸν ἄρτι που συστρατεύσαντα τῷ Φεροχάνῃ. ὁ μὲν οὖν Ζαδεσπράτης τὴν Βαβυλῶνα ἀπολιπὼν ἀγγέλους ἐς τὸν Σολχάνην ἐξέπεμπε προαγορεύοντας αὐτοῦ τὴν ἐς Νίσιβιν ἄφιξιν. μενοῦνγε ὁ Σολχάνης, ὅτε που ὑπὸ τῶν ἀγγέλων τὸ τῶν μεγαλαυχημάτων ὑπέρογκον τοῦ Ζαδεσπράτου διέγνωκεν, τῇ ὑστεραίᾳ καθίσας συνέδριον ἐς ὑπήκοον τῶν συνεληλυθότων προσέταττε τοὺς ἀγγέλους, ὅ τι ἂν εἴη αὐτοῖς ἡ ἀξίωσις, μηδέν τι τῷ δέει συσταλέντας ἐκτίθεσθαι. οἱ μὲν οὖν ἐξυπηρετούμενοι τῷ προστάγματι διεξῄεισαν ἅπερ ὁ πεπομφὼς αὐτοὺς διηγόρευσεν. θολοῦ τοίνυν γεγονότος τῇ ἐκκλησίᾳ, καὶ πάντων τῷ Βαρὰμ λοιδορουμένων, ὁ Σολχάνης αἰκίσας τοὺς ἀγγέλους ἠτίμωσε καὶ δεσμοῖς ἀφύκτοις τισὶ καταταλαιπωρήσας ἐς Χοσρόην ἐξέπεμπεν. ὁ δὲ Χοσρόης τὸν μὲν Σολχάνην ἐξελιπάρου ταῖς ὑποσχέσεσι παροτρύνων εὖ διατίθεσθαι τὰς τῶν ἐντυγχανόντων φοιτήσεις, αὐτὸς δὲ Χοσρόης ἀπορίᾳ τὴν ψυχὴν κατεβάλλετο τὰς ἐπιστρατείας τοῦ τυράννου μορμολυττόμενος. εἰσῆλθε τοίνυν αὐτὸν δεισιδαιμονία ὁσίας θρησκείας τινός, καὶ πάλιν πρὸς τὸν ἐπὶ πάντων θεὸν τὸν νοῦν μετεκόμισεν, καὶ ἠντιβόλει τὸν ἀοίδιμον ἐν μάρτυσι Σέργιον, ὃν καὶ τὰ νομαδικὰ πρεσβεύειν ἔθνη εἰώθασιν, συλλαμβάνειν τῶν πόνων αὐτῷ, ἀπαρχάς τε τροπαίων καθυπισχνεῖτο προσφέρεσθαι τοῦ κυριακοῦ πάθους τὸ ἐπίσημον σήμαντρον (σταυρὸς δὲ τοῦτο ἀναγορεύεται), τεκτονεύεσθαί τε τοῦτον χρυσήλατον, μαργαρίτην τε περιβαλεῖν αὐτῷ καὶ τῶν ᾿Ινδικῶν λίθων τοὺς διαυγεῖς· εὐσεβέστερον γὰρ ποτνιώμενον ὑπὸ τῆς ἀνάγκης ὁ καιρὸς αὐτὸν ἐξειργάζετο. ἀτὰρ ὁ Σολχάνης ἀξιαφηγητικώτατον καὶ παράδοξον ἔδρασεν ἐγχείρημα, βουλῆς τε ἀλκῇ τὸν ἀντιστράτηγον διεχρήσατο. Ροσᾶν γὰρ τὸν καὶ ῾Ορμίσδαν παρὰ τῷ Περσικῷ οὕτω καλούμενον ἱππικῇ περιφράξας ἰσχύϊ κατὰ τῆς ἀντιστρατευσαμένης πληθύος ἐξέπεμπεν, μάλιστα δὲ τῷ Ροσᾷ ὑπετίθετο δόλῳ τὰς ἐκβάσεις ἐπιτρέψαι τῆς ἐγχειρήσεως. ὁ μὲν οὖν Ροσᾶς ταῖς ὑποθήκαις τοῦ Σολχάνου μετ' ἐπιμελείας ἑπόμενος ἐχώρει πρὸς τὸ πολέμιον. δευτέρᾳ δ' ἡμέρᾳ ὁ Ζαδεσπράτης ἐν τοῖς μέρεσι τοῦ Χαρχὰς παραγίνεται (κώμη δ' αὕτη παμφορωτάτη ὁμοῦ καὶ πολύανδρος), καὶ νυκτὸς ἐπιγενομένης ἐχόμενα ταύτης ἠγραύλιζεν.5.1.11 ὑποτοπήσας δ' οὗτος πολεμίαν ὄψιν, μή που ἐξαπιναίως αὐτῷ συγκυρήσειεν, τῆς περὶ τὸ σῶμα φρουρᾶς προμηθίαν ἐτίθετο. οὐκοῦν ἐν τῷ πύργῳ τῷ ἀνὰ τὸν χῶρον ἱδρυμένῳ καὶ ἐκ λογάδων λίθων κεκτημένῳ τὴν σύνθεσιν τῇ δοκήσει κατεπαννυχίζετο τῆς δειλίας ἀπόκοιτος. ὁ τοίνυν Ροσᾶς οὐ πόρρω τοῦ στρατηγοῦ ἀφικόμενος, ἐπεὶ διέγνωκε τὸν χῶρον ὅπου δὴ οὗτος πάννυχος κατηυνάζετο, ποδηγὸν δεξάμενος ἐς τὸ πρόσω ἐβάδιζεν. ἐπεὶ δὲ τῷ ἐχυρώματι προσεπέλασεν, προθέειν προσέταττέ τινα τῆς δυνάμεως λέξοντα τῷ στρατηγῷ ὑπὸ Βαρὰμ ἔσεσθαι ἄγγελον, καὶ ἐπίθετον αὐτῷ ἐπιφέρεσθαι δύναμιν. ὁ μὲν οὖν ἐπὶ τὸ ὡσανεὶ φρούριον γεγονὼς μεσούσης νυκτός, τῇ πατρίῳ φωνῇ τοὺς περιφρουροῦντας φενακισάμενος ἠξίου τῷ στρατηγῷ δι' αὐτῶν περιηχηθῆναι τὸ ἄκουσμα. ἐπίχαρι τοίνυν οἱ δείλαιοι τὴν ἐπαγγελίαν δεξάμενοι μεταπορθμεύουσιν ἐπὶ τὸν Ζαδεσπράτην τὸν λόγον, ὡς οἷα δὴ περὶ δεξιοῦ τινος καὶ συντονίας ἀξίου κατεπειγόμενοι. ὁ μὲν οὖν Ζαδεσπράτης ἔτι ἔξοινος ὢν καὶ ἡμικραίπαλος, ὑπὸ τοῦ ὕπνου διακοπτόμενος, θαρρεῖν ἔλεξε Πέρσαις ἀταλαιπωρήτως τὸν λόγον εἰσοικισάμενος, καὶ τὴν πυλίδα τοῦ φρουρίου διανοῖξαι προστάττει. τοῦτό τοι καὶ γέγονεν αὐτῷ αὐτοσχέδιός τε καὶ αὐθαίρετος θάνατος, ἀφορμὴν τοῦ κινδύνου τὴν ἀφροσύνην κτησάμενος. οἱ μὲν οὖν περὶ τὸν Ροσᾶν εἰσρεύσαντες περὶ τὸ φρούριον τῇ μαχαίρᾳ τὴν παρρησίαν ἐδίδοσαν· ὁ δὲ στρατηγὸς τὸ ἀδόκητον θεασάμενος βάραθρον, ἐπὶ τέγους οἰκίσκου γενόμενος ἠξίου παρὰ τῶν ᾑρηκότων σωτηρίαν ἀρύσασθαι. ἐπεὶ δὲ διηπειλεῖτο πυρὶ τὸ δωμάτιον ἀφανίζεσθαι, ἀφικνεῖται πρὸς τὸ πολέμιον. τοίνυν τοῦτον καρατομήσαντες οἱ ἀντίπαλοι καὶ πάντα τὰ ἐν τῷ φρουρίῳ λαφυραγωγησάμενοι ἧκον παρὰ τὸν Σολχάνην τήν τε κεφαλὴν τοῦ Ζαδεσπράτου ἐπιφερόμενοι καὶ ὅσα ἡ τύχη τῷ δόλῳ δέδωκεν ἐγκολπώσασθαι. 5.2.1 ῾Ο μὲν οὖν Σολχάνης τοῖς προαυλίοις τῶν φροντίδων καταγαυρούμενος ἐς τὴν Κωνσταντῖναν Χοσρόῃ ἐξέπεμπε τήν τε κεφαλὴν τοῦ ἀντιμάχου στρατηγοῦ τόν τε πλοῦτον ὃν ἀπραγματεύτως τὰ τῆς εὐβουλίας ἐσκύλευσεν. ὁ μὲν οὖν Χοσρόης τῶν ἀπαισίων ἐλπίδων μετανάστης γενόμενος τῇ ἀθυμίᾳ διαζύγιον δίδωσι καὶ πρὸς τὸ δεξιώτερον τὰς ἐκβάσεις τῶν ἐσομένων ἀντιμετέβαλλεν. ἐν ταύταις δὲ ταῖς ἡμέραις καὶ οἱ κατὰ τὸ ᾿Ανάθων ὑπὸ τοῦ Βαρὰμ ἐκπεμφθέντες ἐπανίστανται καὶ ἀναιροῦσι τὸν ἡγεμόνα, τήν τε τούτου κεφαλὴν παρὰ τὸν Χοσρόην ἐξέπεμπον. ὅτε γοῦν ὁ Χοσρόης τούτων δῆτα τῶν ἀνδραγαθημάτων τὴν συμφωνίαν στέφουσαν αὐτὸν ἐθεάσατο, ἐκ τῶν ἤδη φθασάντων ἐνέχυρον τῶν ἐσομένων λαβὼν ὡμολόγει μέγιστον εἶναι ἁπάντων θεὸν τὸν παρὰ Ρωμαίοις Χριστὸν θρησκευόμενον καὶ τιμώμενον, καὶ ἀπυλώτῳ τῷ στόματι τὴν πάλαι θρησκείαν ὠβέλιζεν. δεκάτη δὲ ἡμέρα, καὶ ἐς βασιλέα Μαυρίκιον τῶν ἑπομένων ἀρχόντων τινὰς μετεπέμπετο καὶ τὴν τῶν παρηκολουθηκότων περιπέτειαν ἐνσημαίνεται, ἠξίου τε μελλήσεως ἐγκοπὴν ταῖς συμμαχικαῖς αὐτὸν ἐπιθεῖναι δυνάμεσι καὶ ὡς τάχιστα βοηθεῖν, τήν τε τῶν χρημάτων αὐτῷ παρὰ τοῦ βασιλέως γενέσθαι περιβολήν, ἰσχυριζόμενος τὴν οἰκείαν ἀπολαβόντα ἀρχὴν ἀντικαταβάλλειν Ρωμαίοις τὸ δάνειον. ὁ δὲ τοῦ Ρωμαϊκοῦ βασιλεὺς μετὰ τῆς συμμαχίας τῶν ὅπλων καὶ τὴν τῶν χρημάτων αὐτῷ μεγίστην ῥοπὴν ἐχαρίζετο. ὁ τοίνυν Χοσρόης χειρογραφήσας τὸ δάνεισμα καὶ ἐς Μαυρίκιον ἀποστειλάμενος τὸν πολυτάλαντον τῶν χρημάτων ἐκομίζετο πλοῦτον, καὶ τοῦτον κατακερματίσας ταῖς περὶ αὐτὸν Περσικαῖς κατασπείρει δυνάμεσιν. 5.2.7 ὁ μὲν οὖν Γρηγόριος ὁ τῆς ἑῴας ἱερωσύνης προεστηκὼς τὴν Κωνσταντῖναν ἀπολιπὼν πρὸς τὴν ᾿Αντιόχειαν μετεχώρησεν. μετ' οὐ πολὺ δὲ τῷ Σαράμῃ ἐς βασιλέα γενέσθαι Χοσρόης προσέταττε καθικετεύων τὸν Καίσαρα Κομεντίολον τῆς στρατηγικῆς ἐπιστασίας ἀποβαλεῖν, ὡς οἷα δὴ ὑπὸ τοῦ Κομεντιόλου προπηλακιζομένου, καὶ ταῖς ἀναβολαῖς τὰς ἐπιβολὰς τῆς ἐπικουρίας ὑποφθείροντος. ὁ τοίνυν Σαράμης κατὰ τὸ προστεταγμένον αὐτῷ ἐς Βυζάντιον ἀφικνεῖται τήν τε πρεσβείαν διεξῆλθε τῷ αὐτοκράτορι. καὶ οὖν ὁ τοῦ Ρωμαϊκοῦ βασιλεὺς ἀποστράτηγον τῆς ἐπὶ τὴν Περσίδα καθόδου Κομεντίολον ποιησάμενος Ναρσῇ, ὃς τοῦ στρατηγοῦ ὑπασπιστὴς ἐτύγχανεν ὤν, τὴν ἡγεμονίαν ἐντίθησιν. 5.3.1 ῏Ηρος τοίνυν ἀρχομένου ὁ νεώτερος στρατηγὸς Χοσρόην παραλαβὼν (συνείπετο δὲ αὐτῷ ὁ ἐν Μελιτηνῇ ἱερατεύων κατ' ἐκεῖνο καιροῦ, ὃν Δομετιανὸν ὁ λόγος ἐδήλωσεν) ἐπὶ τὸ Μάρδες μετεφοίτησεν· πόλεως δὲ Δαρὰς ἀφεστήκει τὸ φρούριον παρασάγγας τρεῖς. οἱ μὲν οὖν περὶ τὴν Νίσιβιν τῆς ᾿Αραβίας οἵ τε ἄλλοι δυνατώτατοι πάντες καὶ οἱ τῶν ταγμάτων ἡγούμενοι ἀναγορεύουσι Χοσρόην βασιλέα, καὶ τῆς διωμοσίας ἐνέχυρα συγγενεῖς παρασχόμενοι προκατήρτιζον τὴν ἐς τὰ βασίλεια τῷ Χοσρόῃ ἐπάνοδον. ὁ μὲν οὖν τῶν Περσῶν βασιλεὺς τούτους ὑπὸ Ρωμαίων περιφρουρεῖσθαι συνέταξεν. ἀπάρας τοίνυν ἐντεῦθεν ὁ στρατηγὸς ἐπὶ τὸ Δαρὰς ἐστρατοπέδευσεν. ὁ δὲ Χοσρόης τὰς συμμαχικὰς δυνάμεις τῶν Ρωμαίων θεώμενος κομώσας ἀλκῇ τοῖς τε ὅπλοις κατακοσμουμένας ἐκθάμβῳ παρασκευῇ, πρὸς τὰς νεωτέρας μετεχώρει ἐλπίδας μηδέν τι τοῦ πρεσβυτέρου πάθους τῷ λογισμῷ νοσφιζόμενος. εἰσήρρησε τοιγαροῦν πρὸς τὸ ἄστυ ὁ βασιλεὺς ὁ βάρβαρος καὶ ἐντεμενίζεται ἅμα τοῖς τειχίοις παρὰ τῷ περιφανεῖ τεμένει τῆς πόλεως, ἐν ᾧ Ρωμαῖοι τὰ τῆς θρησκείας ἐτέλουν μυστήρια, λίαν κενταυρικῶς τε καὶ ὑβριστικῶς, ἔτι που ὑπὸ τῆς ἀνάγκης κυοφορούμενος, καὶ ἐν ἐπισάλῳ τύχῃ τῶν πραγμάτων διακειμένων αὐτῷ. οἱ μὲν οὖν Δαρηνοὶ διηγανάκτουν ἐπὶ τῷ ἐγχειρήματι, Χοσρόου τοῦ πρεσβυτέρου ᾑρηκότος τὴν πόλιν καὶ μηδέν τι πρὸς ὕβριν τοῦ σεβάσματος ἐγχειρήσαντος. 5.3.6 οὐκοῦν ὁ Δομετιανὸς τὴν βάρβαρον ὕβριν φέρειν οὐκ ἔχων, τὰς δυνάμεις ἀναλαβὼν παλινδρομεῖν ἐπὶ Κωνσταντῖναν ἠπείλει. ἠτιμωμένος τοίνυν Χοσρόης ἐντεῦθεν καὶ τῇ προπετείᾳ μὴ χάριν ὁμολογῶν ὡς τὸν Δομετιανὸν ἐκ τῶν παρ' αὐτοῦ ἐπιφανεστάτων ἐξέπεμπεν, ἔλεον αὐτὸν ἐξαιτούμενος τῷ μεταμέλῳ παρέχεσθαι. ὁ μὲν οὖν ἱερεὺς ὁπόσον ἔδει προπηλακίσας τὸν βάρβαρον πρὸς τὸ Δαρὰς ἐπανῆκεν ἐξοικίσας τοῦ τεμένους Χοσρόην. ἕκτη δὲ ἡμέρα, καὶ ὁ αὐτοκράτωρ λιθοκόλλητον ζώνην καὶ τιάραν βασιλικὴν κλίνας τε καὶ τραπέζας χρυσᾶς ἐς τὸ Δαρὰς τῷ Χοσρόῃ ἀπέστελλεν, πομπήν τε βασίλειον αὐτῷ συγκροτῶν ἐκ τῶν παρ' αὐτῷ δορυφόρων μεγαλοπρεπῶς μετεδίδου, ὅπως μὴ βασιλικῆς χηρεύων συντάξεως εὐκαταφρόνητος εἴη Ρωμαίοις τε καὶ Πέρσαις. περιεστοιχίζετο γοῦν πάντοθεν βασιλικῇ δορυφορίᾳ Χοσρόης, ὁπόσῃ νόμος Ρωμαίοις αὐτοκρατορικὰ σκῆπτρα γεραίρεσθαι. ὁρῶντες γοῦν οἱ Μῆδοι ὁπόση τῷ Χοσρόῃ ὑπὸ τοῦ αὐτοκράτορος ῥώμη περιεκέχυτο, τὴν γνώμην μεταναστευσάμενοι, χαίρειν φράσαντες τῇ τυραννίδι προσεχώρουν Χοσρόῃ. καὶ τοῦ μὲν Βαρὰμ ὁσημέραι τὸ συμμαχικὸν κατησθένει, τῷ δὲ Χοσρόῃ κατὰ νοῦν ἐχώρει τὰ πράγματα, καταλιπαινομένης αὐτῷ τῆς δυνάμεως. διανοεῖται γοῦν παραυτίκα Χοσρόης βασιλεῖ Μαυρικίῳ 5.3.10 εὐνουστάτην πρᾶξιν ἐνδείξασθαι. διὸ ἐν βασιλικῇ διφθέρᾳ τὴν πόλιν Δαρὰς ὑπήκοον ἐγγράφεται προῖκα Μαυρικίῳ τῷ αὐτοκράτορι, τόν τε Δολαβζὰν τὸν σατράπην, ἄνδρα ἀπόβλεπτον, ἐς Βυζάντιον στέλλει τὰς κλεῖς οἰσόμενον τοῦ πολίσματος τήν τε ἐν γράμμασι δωρεάν. ὁ μὲν οὖν πρέσβις ἐπὶ τὸ βασίλειον ἄστυ γενόμενος παρεδίδου Ρωμαίοις τὸ πόλισμα καὶ ἐς λόγους πρὸς τὸν αὐτοκράτορα ἧκεν· ὁ δὲ βασιλεὺς τοῦ Ρωμαϊκοῦ δώροις βασιλικοῖς μεγαλύνας τὸν Δολαβζὰν τὴν τῶν προαπαγγελθέντων ὠχύρου καὶ αὖθις ὑπόσχεσιν, παῖδα Χοσρόην ἀποκαλῶν. 5.4.1 ῾Ο δὲ Χοσρόης εἰς τὸ Σιγγάρων (Μηδικὸν δὲ τὸ ἄστυ) τά τε γύναια καὶ τοὺς παῖδας κατησφαλίζετο· ἐχυρώτατον γὰρ τὸ ἄστυ ὑπὸ τῆς ἔριδος περιφρουρούμενον καὶ ἥκιστα τοῖς πολεμίοις ἀνάλωτον, τῷ καταύχμῳ τῆς ὑδρεύσεως πεφυκὸς πρὸς πολιορκίαν ἀπρόσιτον. μετὰ τοῦτο Μεβόδῃ προστάττει, καὶ δισχιλίοις ἐκ τοῦ ὁπλιτικοῦ περιφράξας αὐτὸν διὰ τοῦ Σιγγάρων νομοθετεῖ ἐς τὰ βασίλεια εἰσβαλεῖν τόν τε ὑπὸ τοῦ Βαρὰμ γενόμενον φύλακα τῶν ἀνακτόρων διαχρήσασθαι. ὁ δὲ τύραννος σὺν τοῖς Ρωμαίων τάγμασιν ἐπιόντα Χοσρόην μεμαθηκώς, συναθροίσας τὸ μάχιμον ἐξεδίδου πρὸς πόλεμον. ὁ μὲν οὖν Μεβόδης δέει τῷ τοῦ βασιλέως προστάγματος πρὸς τὸ ἔργον ἐχώρει. θέρους δὲ ἀρχομένου καὶ τῆς πόας παχυνομένης ἀκμῇ, τὸ Δαρὰς καταλελοιπὼς ἅμα τῷ συμμαχικῷ ὁ Χοσρόης ἐς τὸ πρόσω ἐχώρει. ἐπεὶ δὲ πρὸς τῷ ᾿Αμμοδίως ἐγένοντο τέτρασι καὶ δέκα διεστηκότι Δαράς, Δομετιανὸς ἅμα τοῖς ἡγεμόσι τὸ Ρωμαϊκὸν συναθροίσας καὶ πρός τι βουνίον ἀνείς, τοῖσδε τοῖς λόγοις τὰς δυνάμεις κατήχει. 5.4.5 "῾Ο μὲν καιρὸς ὑμῖν μεγαλουργῶν ἀφορμήν, ἄνδρες, τεκταίνεται, ὁ δὲ τρόπος δικαίαν ὑπόθεσιν. ὁ δὲ τόπος τὸ φιλοκίνδυνον ἐκζητεῖ· ἡ αἰτία τὴν εὐσέβειαν ἐπαγγέλλεται καὶ λύμην φιλοτύραννον ἀπαναίνεται. γίνεσθε γοῦν ἀξιόμαχοι σύμμαχοι· ἐς πολεμίαν γὰρ γῆν ἀναστρέφεσθε, ἐν ᾗ τὸ νικᾶν ὑπερένδοξον καὶ τὸ τῆς δευτέρας τύχης βαρὺ καὶ λεγόμενον. τοίνυν ἡ παράταξις εὐδοξίας ἔχει τὴν πρόφασιν μεγάλης καὶ ἐπιφανοῦς ἀπάρχεσθαι πράξεως. ἅπαντα γὰρ τὰ τῆς οἰκουμένης ἔθνη τὴν ὑμετέραν ἱστορίαν ταῖς διανοίαις ἐγγράφεται. ἐξάκουστον πέφυκε τὸ ἐγχείρημα, ὁ πόλεμος ἀξιόλογος, οἱ ἀγῶνες ἀθάνατοι· τὰ τρόπαια τάφοις οὐ παραπέμπονται λήθης. οὐκοῦν πάντα παθεῖν λυσιτελὲς ἀγωνίσασθαι, ἢ προέσθαι μετὰ τῆς εὐκλείας τὰ σώματα. τοῦτο πέρας τῶν πόνων ἀριστεύοντες ἕξετε, αὕτη τῆς εἰρήνης ἡ πρόοδος. μὴ στερηθῆτε τοῦ βάλλεσθαι, ἵνα μὴ ζημιωθῆτε τοῦ σώζεσθαι. ἐνστερνίσασθε τὰς βολάς, ἵνα καὶ τοὺς θριάμβους ἐναγκαλίσησθε. μηδεὶς προσδέξηται νώτειον μώλωπα· οὐκ οἶδε τὰ μετάφρενα νίκην θεάσασθαι. ἑνοῦσθε ταῖς ψυχαῖς ἢ τοῖς σώμασι συμπλεκόμενοι, κοινωνοὶ τῶν πόνων ἀλλ' οὐ τῆς δειλίας γινόμενοι. ἀποκήρυκτος ἔστω ὁ μὴ τὰ πρεσβεῖα τῶν κινδύνων ἀράμενος. τῆς νίκης θανατῶντες ὀρέγεσθε. τραύμασι καὶ βολαῖς ἐξωνοῦνται τὰ τρόπαια. οὐδὲν ἐπίδοξον ἡ ῥαθυμία πορίζεται. οὐκ ἔστιν οὐδὲν ἐνυαλίου θανάτου γλυκύτερον. εἰ γὰρ γηράσκειν ἀσύμφορον καὶ νόσων μαρασμοῖς καταβάλλεσθαι, πάντως που μετὰ τῆς ἥβης τεθνάναι παραταττόμενον, ἐπιτάφιον δόξαν καρπούμενον, ὑμῖν τοῖς ἀριστεῦσι καταλληλότερον. οὐ γὰρ ἀπαθανατίζειν οἶδεν ἡ φύσις 5.4.10 τοὺς ἀποδράσαντας. ἀναμορμολυττέτω τὸ τῆς ψυχῆς γυμνοῦσθαι τὰ σώματα. οὐχ εὗρεν ὁ βίος τόπον ἀνώλεθρον. οὐδὲν τῶν τῇδε τῆς ἀνίας ἀλλότριον. ἅπαντα τῇ λύπῃ συμμέμικται. ἀνάγκη τις πολυτύραννος τὸν βίον οἰκονομεῖ τὸν ἀνθρώπινον μὴ θαυμάσῃς προθεσμίαν μικρὰν ὅρον ζωῆς ἐκλιπαίνουσαν, καὶ μεγάλην ἀπ' αὐτῆς παρεχομένην ὑπόθεσιν, ἐξουσίαν μὲν τῇ ῥαθυμίᾳ παρασκευάζουσαν, ἐπὶ δὲ τὰς ἡδονὰς τοὺς πλανωμένους. ἀνδρεῖοι γίνεσθε τὰς ψυχὰς τὴν μεταβολὴν τῶν πραγμάτων ἀγάμενοι. ἥκει γὰρ παρ' ἡμῖν βασιλεὺς Βαβυλώνιος μετὰ τῆς Περσικῆς τύχης δουλαγωγούμενος, καὶ μονονουχὶ μετὰ τοῦ σώματος ἡμῖν καὶ τὸ κράτος ἀπέδοτο, εὐσέβειαν θρησκείας τὰ κορυφαῖα τῶν ἐλπίδων τιθέμενος. οὐκ ἀσμενίζουσι Πέρσαι τὸ τύραννον. ἀπίστων ἐπιβαίνει βωμῶν ὁ Βαράμ· οὐ γὰρ βασίλειον ἐπιφέρεται γένος. νόμοις τοιγαροῦν ὕβρεως τὴν κρηπῖδα τοῦ κράτους περιβαλόμενος καταστασιασθήσεται θᾶττον· οὐδὲ γὰρ οἶδε τὸ βίαιον ἀφιλόνεικον ἔχειν τὴν ὕπαρξιν. ταῦτα τοῖς τῆς καρδίας ταμιείοις ἐναποτίθεσθε γραφαῖς ἀτυπώτοις ἀπογραψάμενοι, καὶ μὴ διαχείσθω τοῦ λόγου τὸ καίριον εἰς ἀέρα διαλυόμενον, ἵνα μὴ τὴν αἰσχύνην τῆς ἀποτεύξεως λυπηροτέραν κληρώσησθε. ἔστω δὲ προπομπὸς ὑμῖν τῆς ἐκτάξεως ἀρχιστράτηγος κυρίου δυνάμεως, ὁ μονογενὴς παῖς τοῦ θεοῦ, ὁ πρὸ τῶν αἰώνων θεός, τὰς ἀποπερατώσεις αἰσιωτέρας τῶν ἐλπίδων ὑμῖν παρεχόμενος." 5.5.1 ῾Οπηνίκα οὖν ταῦτα τοῖς ὠσὶ τῶν δυνάμεων ἐνεβάλλετο, θείας ἐπιπνοίας τινὸς τὸ Ρωμαϊκὸν ἐπεπλήρωτο ἄθροισμα, τήν τε προθυμίαν ἀνανταγωνίστῳ σθένει φραξάμενοι ἐπ' αὐτήν που λοιπὸν τὴν τελεσιουργὸν κατεβακχεύοντο πρᾶξιν χωρεῖν, σώφρονι μανίᾳ τινὶ ἐς συμπλοκὴν ἐξοιστρούμενοι· οἶδε γὰρ καὶ λόγων ἀλκὴ θανάτου καταφρονεῖν. τοίνυν ἀπάραντες ἐντεῦθεν εἰς τὸ πρόσω ἐχώρουν. ἡ δὲ φρουρὰ τῷ Χοσρόῃ ὑπὸ τοῦ Ρωμαϊκοῦ συνετέτακτο· οὐ γὰρ ἡ ἐπιχώριος τούτῳ ἀσφάλεια τὸ πιστὸν ἀνελάμβανεν. ὁ μὲν οὖν Δομετιανὸς ἐς τὴν Ρωμαίων πολιτείαν ἐπάνεισι κυρώσας Ναρσῆν στρατηγὸν τοῦ πολεμικοῦ· τὸ δὲ στρατόπεδον πλησίον Μύγδονος ποταμοῦ χάρακα διεγράψατο. ὁ δὲ Σαράμης προηγεῖτο τῆς στρατείας τούς τε ἐπισιτισμοὺς ἐρανιζόμενος εἰς ὅσον ἀποχρῆν τράπεζαν τῷ συμμαχικῷ παρεσκεύαζεν. τρίτῃ δὲ ἡμέρᾳ ἐς τὸν Τίγριν αὐτὸν τὸ Ρωμαϊκὸν παραγίγνεται, καὶ τέως <τῆς> ἐς τὸ πρόσω φορᾶς ἀνεκόπτετο τὰς ἐπὶ τῆς ᾿Αρμενίας Ρωμαϊκὰς δυνάμεις ἀπεκδεχόμενον. ὁ δὲ Χοσρόης χιλίους ἐκ τῆς περὶ αὐτὸν φρουρᾶς κοσμίως ἐκτάξας διαπεραιοῦσθαι αὐτοῖς τὸν ποταμὸν ἐγκελεύεται, καὶ ὅπως ἔχει δυνάμεως ἡ ἀντικαθεστῶσα ἀνιχνεύεσθαι δύναμις. οἱ μὲν οὖν τὸν ποταμὸν διανηξάμενοι πρὸς τῷ Ζαβᾷ γίνονται ποταμῷ· ἀκηκοότες τε Βρυζάκιον οὐ πόρρω στρατοπεδεύεσθαι, ὃν ἐπὶ διασκοπῇ ὁ Βαρὰμ ἀπεστέλλετο τῆς Ρωμαϊκῆς ἐπιφοιτήσεως σὺν δυνάμει πολλῇ, χωροῦσιν ἐς αὐτόν, καὶ ἀθρόως περὶ πρώτην φυλακὴν τῆς νυκτὸς ἐπιστάντες, τοῦ πολέμου κρατήσαντες ἐζώγρησαν τὸν Βρυζάκιον, ὦτα τε καὶ ῥῖνα τῇ κοπίδι κατατεμόμενοι ἐς βασιλέα Χοσρόην ἐξέπεμπον. ὁ δὲ Χοσρόης ἐπιδεξίου τῆς ἐπιβολῆς αὐτῷ γενομένης εἰς μέγα ἤρθη χαρᾶς· διεγνωκώς τε τὴν τῶν ἐναντίων διάνοιαν παραθήγει τὸν τῆς Ρωμαϊκῆς δυνάμεως ἔξαρχον μὴ διαχεῖν τὸν καιρὸν παρεχόμενον αὐτοῖς δυσμαχωτάτην ἐπίτευξιν. διά τοι τοῦτο διαπορθμεύονται τὸν ῥοῦν αἱ δυνάμεις καὶ τῷ Διναβαδών, οὕτω καλουμένῳ χώρῳ, τάφρῳ περιστοιχίζονται, ἔνθα δὴ Χοσρόης Ρωμαίων τε καὶ Μήδων τοὺς ἡγεμόνας εἱστία. ἤδη δὲ τοῦ δείπνου μεσοῦντος, ὁ Βρυζάκιος δέσμιος ἐς μέσον παράγεται, ῥῖνα καὶ ὦτα ἀνάπηρος. ὅτε δὲ παιγνίων τοῖς δαιτυμόσι παρανάλωμα γέγονεν, ἐπιδείπνιον ὁ βασιλεὺς θέαν τοῖς δαιταλεῦσιν ὥσπερ ἀξιόλογον χαριζόμενος, τοῖς ὑπασπισταῖς τοῖς περὶ αὐτὸν ἀσήμῳ προστάξας θεσπίσματι τῷ σχήματι τῆς χειρὸς θανάτῳ τοῦτον ἐκδίδωσιν· οὐ γὰρ εὐωχουμένοις θέμις τοῖς Πέρσαις διαλαλεῖν. οἱ μὲν οὖν ἐκκεντήσαντες 5.5.10 τὸν Βρυζάκιον ἀνεῖλον, ὡς προσετάχθησαν. ἀναμεμιγμένου τοίνυν τοῦ δείπνου καὶ αἵμασιν, ἀκροτελεύτιον ἡδονὴν τοῖς ἐγκλίτοις ὁ Χοσρόης παρείχετο· μύροις γὰρ αὐτοὺς κατομβρίσας ἀναδήσας τε στεφάνοις τοῖς ἄνθεσιν ἐπινίκιον πίνειν ἐκέλευεν. οἱ μὲν οὖν τότε ἱλαρυνθέντες ἐπὶ τῇ πανδαισίᾳ εἰς τὰς ἑαυτῶν σκηνὰς ἀπῄεσαν ταῦτα δὴ διηγούμενοι ὅσαπερ αὐτοῖς ἑστιωμένοις ἀπήντησεν· καὶ ἦν Βρυζάκιος τῶν τοῦ λόγου μελῶν τὸ ἐπίσημον. 5.6.1 Τῇ δὲ ἐσαύριον βασιλεὺς Χοσρόης τό τε συμμαχικὸν τὸν Ζαβᾶν ποταμὸν διεπεραιώσατο. Μεβόδης δὲ ὁ Πέρσης ὁ ἐς τὸ Σιγγάρων σταλεὶς τῇ Βαβυλωνίᾳ προσέβαλλεν, καὶ ἄγχιστα τῶν βασιλείων γενόμενος πόλεων τῷ ἐφεστηκότι τοῦ βασιλικοῦ πρυτανείου ἐξέπεμπεν ἄγγελον, μεγάλην ἐπισιτισμοῦ παρασκευὴν αὐτὸν ἀπεργάσασθαι, χρημάτων τε ἐπιδόσεις ἱκανὰς καταθεῖναι, πλήθη πολλὰ συμμαχικῶν αὐτῷ συρρευσάντων δυνάμεων, εἶναί τε θάνατον τῆς ῥαθυμίας ζημίαν. ὁ μὲν οὖν τοῦ πρυτανείου τὴν φροντίδα περιβαλόμενος ἐπιδεικνύει τοῦ Μεβόδου τὰ γράμματα τῷ ἐπιστατεῖν τῶν βασιλικῶν θησαυρῶν ἐς τὰ βασίλεια ὑπὸ τοῦ Βαρὰμ καταλειφθέντι. ὁ δὲ καταπλαγεὶς τὴν ψυχήν, μεσούσης νυκτὸς τὸ περὶ αὐτὸν στρατιωτικὸν συναγείρας εἰς τὴν Κτησιφῶντα χωρεῖ, καταλιπὼν τὴν Σελεύκειαν. λέγεται δὲ τὴν Σελεύκειαν τὸν ἐπίκλην Νικάτορα Σέλευκον μέσον τοῖν δυοῖν ποταμοῖν οἰκοδομήσασθαι, ὧν ὁ μὲν Τίγρις ἐπὶ τὴν Περσικὴν θάλατταν ἔκχυτός ἐστιν ὅλῳ τῷ ῥεύματι, ὁ δὲ Εὐφράτης περὶ τουτονὶ τὸν χῶρον γινόμενος διατέμνεται τρίχα τό τε οἰκεῖον ὄνομα ἀποβάλλει καὶ διαφόροις προσηγορίαις ὀνομάζεται. τούτου ἡ μὲν μία ἀπόρροια διώρυξι μεγάλαις καὶ τάφροις κατακερματιζομένη πως ἀφανίζεται· τοῦτό τοι καὶ πάμφορον αὐτὴν ἐκείνην τὴν γῆν ἀπεργάζεται. ὁ δὲ ἕτερος ἀπορρὼξ εἰς τὴν Βαβυλωνίαν προχέεται, καὶ τὰ τῆς ᾿Ασσυρίας ἕλη περιλιμνάζει διασπειρόμενος. ἡ δὲ τρίτη διαρρεῖ τῆς Σελευκείας ἐχόμενα καὶ εἰς τὸν Τίγριν εἰσβάλλει καὶ δίδωσι τῷ πολίσματι δυσμαχωτάτην ἀσφάλειαν, ταῖς λαγόσι τῶν ὑδάτων ὥσπερ στεφάνῃ ἕρκους τινὸς τὸ ἄστυ κατοχυρώσασα. ἡμέρα δὲ δευτέρα, καὶ ὁ Μεβόδης ἄφρακτον ἀκηκοὼς τὴν Σελεύκειαν προσβάλλει ταύτῃ νυκτός, προστάξας τοῖς Ρωμαίοις τῇ πατρίῳ φωνῇ ἀλαλάζειν τε καὶ διαλέγεσθαι παίειν τε τῷ ξίφει εἰκῇ καὶ ὡς ἔτυχε τὸν ἐντυγχάνοντα. οἱ μὲν οὖν περὶ τὴν Σελεύκειαν καταπεπτωκότες τῷ φόβῳ ἀνανταγωνίστῳ εὐνοίᾳ τῷ Μεβόδῃ τὴν πόλιν παρέδοσαν. ἐντεῦθεν θορύβου ἐξαισίου ἐπιδημήσαντος, ὡς καὶ τῇ Κτησιφῶντι μεταδοῦναι τῆς καταπλήξεως, λόγος εἰσήρρησε τοῖς τὴν γείτονα πόλιν οἰκοῦσι βαρβάροις ὡς Σελεύκεια ἥλω ὑπὸ πληθύος Ρωμαϊκῆς. πάντων τοίνυν ὑπὸ δέους εἰς ἓν ἐκκλησιασθέντων, ἐδογματίζετο αὐτοβοεὶ παραδώσειν Ρωμαίοις. ὁ μὲν οὖν καὶ τὴν αὐτόθι ἀπολιπὼν καταφυγὴν εἰς τὴν πέλας ᾿Αντιόχειαν ἀφικνεῖται, ἣν Χοσρόης ὁ Καβάδου ὁπηνίκα τὴν ᾿Αντιόχειαν τὴν πρὸς τῇ Συρίᾳ ᾕρει ᾠκοδομήσατο 5.6.10 καὶ τὸν ἐκεῖσε λαὸν ἐν ταύτῃ που μετεφύτευσεν. ὁ δὲ Μεβόδης τὴν Κτησιφῶντα καταλαβὼν τῶν βασιλείων θησαυρῶν ἐτίθετο πρόνοιαν τόν τε Χοσρόην, ὡς ἐνῆν, βασιλέα ἀνηγόρευέ τε καὶ διεκήρυττεν. ἡ δὲ Κτησιφῶν μέγιστα βασίλεια τῇ Περσίδι καθέστηκεν. λέγεται δὲ ᾿Ιουστινιανὸν τὸν αὐτοκράτορα λίθον ῾Ελληνικὴν Χοσρόῃ τῷ Καβάδου παρέχεσθαι τούς τε περὶ τὴν οἰκοδομίαν δεινοὺς τέκτονάς τε ὀρόφων ἀγχίνους, καὶ βασίλεια δείμασθαι τῷ Χοσρόῃ τέχνῃ Ρωμαϊκῇ οὐ πόρρω τῆς Κτησιφῶντος τὴν ἵδρυσιν ἔχοντα. οἱ μὲν οὖν τὴν Βαβυλωνίαν κατοικοῦντες βάρβαροι τῆς μεταβολῆς ὀρεγόμενοι τὰ Χοσρόου φρονεῖν προετίμησαν· ὁ δὲ Μεβόδης ἐς ᾿Αντιόχειαν τὴν Περσῶν πτυκτίον ἐξέπεμπε γραμμάτων Ρωμαϊκῶν. ἡ δὲ δέλτος εἶχεν ἐπὶ λέξεως τάδε· καλὸν γὰρ οἶμαι καὶ αὐτῆς τῆς συνθήκης τῶν ῥημάτων τὴν ἔκθεσιν, ὡς ἔχει φύσεως, προενέγκασθαι. 5.7.1 "Ρωμαῖοι πιστοὶ ἐν Χριστῷ ᾿Ιησοῦ τῷ κυρίῳ ἡμῶν τοῖς τὴν ᾿Αντιόχειαν τῆς Περσίδος χαίρειν. οὔτε βασιλέως κελεύσεσι πειθόμενοι οὔτε ταῖς Χοσρόου ὑποσχέσεσιν ἐπικαμπτόμενοι τὸν τοιοῦτον κάματον κατεδεξάμεθα, ἀλλ' ἵνα ἐν ταλαιπωρίᾳ γηράσαντας ὑμᾶς ἐκ τῆς κοιλίας τῆς Περσίδος διασώσωμεν, ἤλθομεν εἰς ταύτην τὴν γῆν. ἵνα οὖν καὶ ὁ σκοπὸς ὁ ἡμέτερος πέρας ἀπολάβῃ καὶ ἡ ὑμετέρα, ἀδελφοί, ἐπιθυμία πρὸς χαρὰν καταντήσῃ, τοὺς προσφυγόντας εἰς ᾿Αντιόχειαν τὴν πόλιν τὴν αὐτόθι ἔκδοτε ἡμῖν, καὶ τοὺς φρονοῦντας τὰ Βαράμ. θέλομεν γὰρ ὑμᾶς ἐπίστασθαι ὅτι, ἐὰν τούτου τοῦ κεφαλαίου παραμελήσητε, οὐκ ἔχετε τῷ ἀποτελέσματι εὐχαριστῆσαι." ταύτης γοῦν τῆς ἐπιστολῆς τοῖς τὴν ᾿Αντιόχειαν οἰκοῦσιν ἀποδοθείσης καὶ ἐς κοινὸν γενομένης γνωρίμου, εἰς ἓν [οὓς] ἦλθε τὸ πλῆθος τοῦ ἄστεος, καὶ τὸν ἄνδρα ξυλλαβόντες τοῖς παρὰ τοῦ Μεβόδου σταλεῖσι παραδεδώκασιν, οὐ μὴν ἀλλὰ καὶ τοὺς ἡδονῇ τὰ Βαρὰμ ἀσμενίζοντας. ὁ δὲ Μεβόδης ἐξ ἐπιλέπτου τὰ τῶν ἀντιπάλων ὑπὸ τῶν δεσμίων μεμαθηκώς, αἰκισάμενος τούτων τὸν ἔξαρχον τήν τε ῥῖνα καὶ τὰ ὦτα ἀποτομῇ λωβησάμενος ἐς τὸν Χοσρόην παρέπεμπεν, τοὺς δὲ λοιποὺς ῥομφαίας παραδέδωκε στόματι. ἕκτη δὲ ἡμέρα, καὶ πολλοὺς τοῦ ᾿Ιουδαϊκοῦ ἱκανῶς μετεσχηκότας τῶν ὑπὸ τοῦ Βαρὰμ νεωτερισθέντων τῷ ἀκινάκῃ διώλεσε θάνατον ἐπιθεὶς ζημίαν αὐτοῖς. οὐκ ἀναξιόλογος γὰρ ἡ ὑπὸ τῶν ᾿Ιουδαίων τῷ Βαρὰμ γεγονυῖα πρὸς τὴν τυραννίδα ῥοπή. πλῆθος γὰρ τοῦ τοιούτου ἔθνους πλούτῳ κατάκομον τὸ τηνικαῦτα καιροῦ τὴν Περσίδα κατῴκει. τῶν γὰρ ῾Ιεροσολύμων ὑπὸ Οὐεσπασιανοῦ τοῦ αὐτοκράτορος ἁλόντων, τοῦ τε ναοῦ ἐμπιπραμένου, ὀρρωδοῦντες πολλοὶ τῶν ᾿Ιουδαίων τὴν Ρωμαίων ἀλκὴν ἐκ τῆς Παλαιστίνης ὡς τοὺς Μήδους μεταναστεύουσι καὶ πρὸς τὴν ἀρχέγονον τιθήνην μεταναστεύουσιν, ἐξ ἧς ὁ προπάτωρ ἐτύγχανεν ὢν ᾿Αβραάμ. τὰ τιμιώτατα τοίνυν οὗτοι ἐμπορευσάμενοι καὶ τὴν ᾿Ερυθρὰν διαπεραιούμενοι θάλατταν, περιουσίας χρηματισθέντες μεγάλας περιεβάλοντο. ἐντεῦθεν καὶ πρὸς τὰς στάσεις καὶ τὰς Βαβυλωνίας τῶν δήμων ἐκκαύσεις ἑτοιμότατα διωλίσθαινον. ἔστι γὰρ πονηρὸν τὸ ἔθνος καὶ ἀπιστότατον, φιλοθόρυβόν τε καὶ τύραννον, καὶ φιλίας ἥκιστα μνημονικόν, ζηλότυπόν τε καὶ ὑποβάσκανον, καὶ ἐς ἔχθραν 5.7.10 ἀμετάθετόν τε καὶ ἀδιάλλακτον. τούτους οὖν ὁ Μεβόδης καταπολεμήσας ποικίλοις ὀλέθροις ἀπέδοτο. ὅτε οὖν τῶν βασιλείων ἐκράτησεν, ἐκ τῶν τιμιωτέρων κόσμων ἀναλεξάμενος τὰ κυριώτατα ἐς Χοσρόην ἐξέπεμπεν. οἱ μὲν οὖν ἀμφὶ τὸν Χοσρόην Ρωμαῖοί τε καὶ Πέρσαι ἐν ᾿Αλεξανδριανοῖς, οὕτω καλουμένῳ χώρῳ, τέτρασιν ἡμέραις ἀφίκοντο. τὴν δὲ προσηγορίαν ὁ χῶρος ἀπὸ τῶν πράξεων τοῦ Μακεδόνος ᾿Αλεξάνδρου κατεκληρώσατο· ὁ τοῦ Φιλίππου γὰρ ἐκεῖσε γενόμενος ἅμα τῇ Μακεδονικῇ δυνάμει τῇ τε ῾Ελληνικῇ ξυμμαχίᾳ ἐρυμνότατον κατεσκάψατο φρούριον τούς τε ἐν αὐτῷ βαρβάρους διώλεσεν. 5.8.1 ἐκεῖθεν τοίνυν μεταφοιτήσαντες δευτέρᾳ ἡμέρᾳ Ρωμαῖοί τε καὶ Πέρσαι προσβάλλουσι κλίματι Χναιθᾶς λεγομένῳ. τῇ δὲ ὑστεραίᾳ ὑπὸ πρώτην ἕω Ναρσῆς, ὁ τῶν ἑῴων ταγμάτων ἡγούμενος, Κομεντίολον ταγματάρχην τοῦ δεξιοῦ κέρατος τοῦ μαχίμου σὺν ἱππεῦσι χιλίοις προκαταληψόμενον ἐξέπεμπε τὴν διάβασιν τοῦ ἑτέρου Ζαβᾶ ποταμοῦ. τούτου δὴ γεγονότος καὶ οἱ ἐπὶ κατασκοπῇ ὑπὸ τοῦ Βαρὰμ ἀποσταλέντες τὸ πραχθὲν διαγνόντες ἐπανῆκον εἰς τὸν Βαράμ, ταῦτα δήπου αὐτῷ διαγγέλλοντες. ἀτὰρ ὁ Βαρὰμ τὴν μετ' ἐκείνην γέφυραν προκατασχεῖν ἐνεχείρει. ὑπέτρεφε δὲ τὰς ἐλπίδας τῷ θάρσει ὡς δὴ τῆς περὶ τὴν ᾿Αρμενίαν Ρωμαϊκῆς στρατοπεδεύσεως διὰ τὴν δυσχωρίαν τῶν τόπων οὐχ οἵας τε οὔσης συνάπτεσθαι ταῖς ἑῴαις τῶν Ρωμαίων δυνάμεσιν. τετάρτη δὲ ἡμέρα, καὶ ὁ Ναρσῆς ἄνδρας ἑλὼν ἐπὶ κατασκοπῇ ὑπὸ τοῦ Βαρὰμ ἐκπεμφθέντας καὶ μάστιξιν ὡς ἐνῆν ἀνετάσας διέγνω ὅπως ἔχει τὸ πολέμιον γνώμης. καὶ δῆτα ἀποχρῶσαν παρέχεται δύναμιν Ρουφίνῳ τῷ Τιμοστράτου, εἶτα προστάττει τὰς ἑτέρας οἰκειώσασθαι διαβάσεις. τῇ δὲ ἐπιούσῃ, νυκτὸς ἐπιγενομένης, πρώτῃ παραφυλακῇ ἀπάρας ὁ στρατηγὸς γίνεται τῶν διαβάσεων κάτοχος καὶ εἰσβάλλει εἰς τὴν τῶν Νανισηνῶν χώραν ἐξαπιναίως. ἡλίου δὲ μεσοῦντος οἱ τοῦ Βαρὰμ ταῦτα δὴ θεασάμενοι τῷ τυράννῳ ἐξεῖπον. ὁ δὲ διαμαρτὼν τοῦ σκοποῦ πρὸς βορρᾶν τε καὶ ἕω τὰς δυνάμεις διέσχιζεν, ὅπως ὑποτέμῃ τὴν σύμμιξιν τῆς προσδοκητοῦ τῶν Ρωμαίων ἀπὸ τῆς ᾿Αρμενίας δυνάμεως. ἤδη δὲ τοῦ Βαρὰμ συντονίᾳ τινὶ τὴν ὁδὸν διανύοντος καὶ εἴς τινα παρακειμένην λίμνην ἀφικομένου, συνέβη τοὺς ἀπὸ τῆς ᾿Αρμενίας ἄγχιστα παραγενέσθαι. ἐπεὶ δὲ προεῖδον οἱ τῶν Ρωμαίων σκοποὶ τὸν Βαράμου στρατόν, ᾿Ιωάννῃ τῷ στρατηγῷ ἀπήγγελλον ἱππέων Περσικὰ στίφη ἰέναι πως κατ' αὐτῶν. ὁ μὲν οὖν ᾿Ιωάννης πρὸς ἔκταξιν τὰς δυνάμεις ἐκόσμησεν, ὁ δὲ Βινδόης τὴν Περσικὴν ἀνελάμβανε φάλαγγα· τῆς δὲ Ρωμαϊκῆς συντάξεως ὁ στρατηγὸς ᾿Ιωάννης ἡγεῖτο. ποταμοῦ δὲ διελομένου τόν τε Βαρὰμ καὶ τὰς περὶ τὸν ᾿Ιωάννην δυνάμεις Ρωμαίων τε καὶ Περσῶν, τὰ τῆς συμπλοκῆς αὐτοῖς ἀνεκόπτετο. δευτέρα δὲ ἡμέρα, καὶ πρὸς νότον ἐκκλίνει ἅμα τῷ Βινδόῃ τὰ Ρωμαίων στρατεύματα. ὁ μὲν οὖν Ναρσῆς καὶ Χοσρόης ἐκ τῆς Νανισηνῶν χώρας ἀπάραντες εἰς τὸ πρόσω ἐχώρουν, καὶ γίνονται πλησίον κώμης τινὸς ἣν Σιραγανῶν οἱ ἐγχώριοι κατονομάζουσιν. πέμπτη δὲ ἡμέρα, καὶ ὁ Ναρσῆς τὰς ἐπιθέτους δυνάμεις τὰς ἀπὸ τῆς ᾿Αρμενίας Ρωμαϊκὰς πλησιάζειν ἐγίνωσκεν. διά τοι τοῦτο ἐπιστολεῖς πρὸς ᾿Ιωάννην ἐξέπεμπε καὶ παρενεγύα τῷ στρατηγῷ ὡς οὐ δεῖ Πέρσαις συμπλέκεσθαι, πρὶν ἂν ἐς κοινὸν ἑκάτεραι δυνάμεις συναπτόμεναι τὴν ἀλκὴν ἀνανταγώνιστον σχοίησαν. 5.9.1 Κατὰ τοῦτον δῆτα τὸν χῶρον αὐλιζομένῳ Χοσρόῃ οἱ παρὰ τοῦ Μεβόδου σταλέντες ἧκον παρὰ τὸν βασιλέα αἰσίων ἀφηγημάτων ἔχοντες διαγόρευσιν. ὁ μὲν οὖν τὰ ἐπὶ τῆς Βαβυλωνίας πραχθέντα διαγνοὺς τῷ Μεβόδῃ τήν τε σκευὴν τὴν βασίλειον τὴν ἀπὸ τῆς Κτησιφῶντος δεδεγμένος σταλεῖσαν αὐτῷ, ἐπὶ τοῖς κατωρθωμένοις ἐναβρυνόμενος μεθ' ἱλαρίας Ναρσῇ τε καὶ ταῖς Ρωμαίων δυνάμεσιν ἐστηλίτευε τὴν ἐπίτευξιν. ἡμέρα δὲ πέμπτη, καὶ τρισὶ τὸ Ρωμαϊκὸν χρησάμενον χάραξι τοῖς περὶ τὸν ᾿Ιωάννην κοινοῦται συντάγμασιν. αἱ μὲν οὖν δυνάμεις ἐς κοινὸν συνελθοῦσαι μεγίστης τινὸς εὐρωστίας ἀμοιβαίως σφίσιν αὐταῖς ἐδίδοσάν τε καὶ ἀντελάμβανον. λέγεται δὲ τὸν μὲν Χοσρόην ἅμα τῷ συμμαχικῷ τῶν ἑξήκοντα περαιτέρω ἐπιφέρεσθαι χιλιάδας μαχίμων, τὸν δὲ Βαρὰμ τεσσαράκοντα χιλιάσιν ὁπλιτικοῦ καττύειν τὸν πόλεμον. καὶ δὴ ὁ Βαρὰμ κλέψαι διενοεῖτο τὸν πόλεμον ἐνάλλεσθαί τε νυκτὸς κατὰ τῆς τῶν Ρωμαίων δυνάμεως. τῆς τοίνυν δυσφορίας τῶν τόπων κωλύμην τῇ ἐπιβουλῇ παρασχομένης, ἡλίου ἀνίσχοντος κατάδηλος Ρωμαίοις ἐγίνετο, ὅ τε δόλος ἐς τὸ φανερὸν ὑπεξήγετο. τρίτῃ δὲ ἕῳ, καὶ οἱ μὲν ἀμφὶ τὸν Βαρὰμ πολεμησείοντες μετὰ βοῆς τε καὶ θορύβου ἐπῄεσαν, τὸ δὲ Ρωμαϊκὸν ἡσυχίας εὐκοσμίᾳ καὶ τοῦ θρύλου ἀμέτοχον διιθύνετο πρὸς παράταξιν. τῷ τε Βινδόῃ καὶ Σαράμῃ τοῖς στρατηγοῖς ὁ Ναρσῆς ἐχαλέπαινεν οὐχ οἵοις τε οὖσι τὰς περὶ αὐτοὺς δυνάμεις τῶν βαρβάρων κατευνάζειν πρὸς τὸ τῆς ἠρεμίας ἀθόλωτον. τοίνυν μετεδίδοσαν καὶ τῆς ἑαυτῶν εὐκοσμίας ταῖς συμμαχούσαις τῶν βαρβάρων οἱ Ρωμαῖοι δυνάμεσι καὶ πείθουσι διακοσμῆσαι τάξει τὴν ἔκταξιν τῆς τε ἀλόγου ἀποσχέσθαι κλαγγῆς. τριττοῖς τοιγαροῦν τὸ Ρωμαϊκὸν στίφεσι συνετέτακτο, καὶ τὸ μὲν μέσον ὁ Χοσρόης ὅ τε Ναρσῆς περιεβάλλετο κέρας, τὸ δεξιόν τε Μεβόδης καὶ Σαράμης οἱ Πέρσαι, τῆς Μηδικῆς ἐξηγούμενοι φάλαγγος, τὸ δὲ ἕτερον ᾿Ιωάννης ὁ στρατηγός, τῆς τῶν ᾿Αρμενίων πληθύος ἐπιστατῶν. οὕτω δήπου καὶ τὸ ἀντίπαλον ἀντετέτακτο καὶ τρισὶ συντάγμασι ταύτῃ διεκόσμησεν. τὸ μὲν οὖν Ρωμαϊκὸν σφαδάζον τῇ γνώμῃ ἀκατάσχετον ἦν ταῖς ὁρμαῖς, τὸ δὲ ἀντίπαλον τῷ σθένει καὶ τῷ πλήθει καὶ τῇ τάξει τῶν Ρωμαίων καταπληττόμενον ἐπ' ὄρους ἀνάβασιν ἀνετέτραπτο. διά τοι τοῦτο πεντακόσιοι τῆς περὶ τὸν Βαρὰμ συμμορίας τὰ ὅπλα καταθέντες προσχωροῦσι Ρωμαίοις. ὁ μὲν οὖν Χοσρόης ἄκων πεφυκὼς τῷ ἐγχειρήματι πρὸς τὸ ἄναντες παροτρύνει Ρωμαίους χωρεῖν. Ρωμαῖοι δὲ τοῦτο δὴ τοῦτο τοῖς τῆς ἀβουλίας κόλποις ἐναποθέμενοι, ὡς εἶχον συνέσεως, τῆς τακτικῆς ἁρμονίας ἔξω που μὴ διαθέοντες, δι' ἑτέρων ἀνεβάλλοντο πρὸς τὰ ὑψηλὰ τοῦ ὄρους χωρεῖν. οἱ δὲ βάρβαροι καταναγκασθέντες ὑπὸ τοῦ σφῶν αὐτῶν βασιλέως τῶν ἀλόγων κινδύνων ἐφήπτοντο, καὶ τοῦ ὄρους ἐπιβαίνειν θαρρήσαντες ὑπὸ τῶν ἀντιπάλων καρτερῶς ἐξωθοῦντο. καὶ ἦν ἂν θάνατος μέγιστος ζημία τῷ ἐγχειρήματι, εἰ μὴ Ρωμαῖοι τῆς διώξεως τοὺς βαρβάρους ἀπέπαυσαν, ἀντιμέτωπον αὐτοῖς ἐκταξάμενοι. ἡλίου δὲ δὴ πρὸς δυσμὰς κεκλικότος, ὁ μὲν Βαράμης ἅμα τῇ συμμάχῳ δυνάμει ὡς τὸν χάρακα ἐπανέρχεται ἐπὶ τοῖς οὕτω πραχθεῖσι ψυχαγωγούμενος, τὸ δὲ Ρωμαϊκὸν ἐπὶ τὴν τάφρον γενόμενον τῆς ἀβουλίας κατηγόρει Χοσρόου. 5.10.1 ᾿Επεὶ δὲ ὁ Βαρὰμ διεγνώκει τὸ Ρωμαϊκὸν ἔχον λίαν ὀξυπαθῶς ἐπὶ τοῖς ἔναγχος ὑπὸ Χοσρόου παρεστρατηγημένοις αὐτοῖς, τῆς τε συμπλοκῆς ἐφιεμένοις ἀκρότατα, ὄρθριος γενόμενος λύει τὸν χάρακα καὶ ἐκκλίνει πρὸς τὰ δύσχωρά τε καὶ ἀνάντη καὶ ἄφιππα. γίνονται γοῦν μετὰ τοῦτο ἐς τὸ πλησίον πεδίον καθειμένον, ἔνθα καὶ τὸ Κάνζακον καθίδρυται πόλισμα, μεταστρατοπεδευσάμενός τε καὶ ὁ Βαρὰμ ἐντεῦθεν ἐφ' ἕτερα τὰς δυνάμεις μετέβαλλεν, ἐκλύτους ἐντεῦθεν τῶν Ρωμαίων τὰς ὁρμὰς τεκταινόμενος. οἱ δὲ Ρωμαῖοι τὴν μεταχώρησιν τοῦ Βαρὰμ ἐγνωκότες συντόνῳ πορείᾳ ἄγχιστά που τῶν πολεμίων στρατοπεδεύονται. εἶτα προσβάλλουσι ποταμῷ τῷ Βλαράθῳ, ἔνθα τὴν νύκτα ἐναυλισάμενοι ἡμέρας ἀφικομένης πεδίῳ εὐρεῖ προσωμίλησαν. οἱ μὲν οὖν στρατηγοὶ τῶν Ρωμαίων διακεκοσμηκότες τὰ μάχιμα, πολλῶν καὶ ἀγαθῶν εἰσηγήσεων τὸ ὁπλιτικὸν ἐμφορήσαντες τῇ τριπλῇ φάλαγγι τὸν πόλεμον διεσκεύασαν. σύμβολον δὲ οἱ Ρωμαῖοι καὶ τοῖς συμμαχοῦσι βαρβάροις παρείχοντο τὴν τῆς θεομήτορος καὶ παρθένου προσηγορίαν διδάξαντες, ἵνα μὴ τῷ διακεκριμένῳ τοῦ γένους ὡς ἀντίπαλον τὸ συμμαχικὸν διαφθαρῶσιν, τῷ συγκεχυμένῳ τῆς συμπλοκῆς ἀδιάρθρωτον αὐτοῖς τῶν οἰκειοτάτων παρεχομένων τὴν δήλωσιν. 5.10.5 καὶ παράδοξόν τι χρῆμα συνέβαινεν· ἐγίνετο γὰρ καὶ Χαλδαίοις τὸ τῆς Μαρίας σωτήριον ὄνομα. κατεκόσμει μὲν καὶ ὁ Βαρὰμ τρισὶ λόχοις τὴν οἰκείαν ἀλκήν, καὶ τὸ μὲν μεσαίτατον τῆς ἐκτάξεως ἐπεῖχεν ὁ τύραννος, οἱ δὲ ἡγεμόνες τοῦ συμμαχικοῦ τὴν ἐφ' ἑκάτερα δύναμιν. ναὶ μὴν καὶ ἐλέφασι τοῖς ᾿Ινδικοῖς θηρίοις καθάπερ προβόλους τινὰς τῶν ἱππέων ἡγεῖσθαι κατέταττεν, τούς τε ἀνδρειοτέρους τῆς μαχίμου δυνάμεως ἐπὶ τῶν θηρίων ἀναβιβάσας παρεσκεύαζε μάχεσθαι. οὐκ ἠμοίρει δὲ καὶ τὸ ἑκάτερον τούτων δὴ τῶν συμμάχων θηρίων. ὁ μὲν οὖν Χοσρόης πεντακοσίοις ἐς φρουρὰν ἀνδράσι περιφραξάμενος περιεπόλει τὰς τάξεις. ἀλλ' ὁπότε ἔβλεψάν τε καὶ ἀντεβλέφθησαν ἑκάτεραι δυνάμεις ἀλλήλας, τά τε σημεῖα μετεωρίζετο ἠρέμα τε ὑπὸ τοῦ πνεύματος ἐκρατύνετο, αἵ τε σάλπιγγες περιεδόνουν καὶ τὴν συμπλοκὴν ἐξεβάκχευον ταῦτα δὴ περιβομβοῦσαι τὰ τοῦ πολέμου μυστήρια, ἐκαινοτομεῖτο λοιπὸν τὸ μεταίχμιον καὶ τῶν οἰκείων ὅρων ἐχήρευεν. ἀγχιμάχου τοίνυν συμπλοκῆς γενομένης, ὁ Βαρὰμ τὸ μεσαίτατον τῆς περὶ αὐτὸν καταλιμπάνει δυνάμεως καὶ πρὸς τὸ εὐώνυμον μετεχώρησεν. πλείστης τοίνυν μεταδοὺς τῆς ἀλκῆς τοῖς ἀναδεδεγμένοις αὐτὸν εἰκότως τὴν ἀντιμέτωπον κεραΐζεται φάλαγγα, τῇ συντάξει τοῦ πλήθους ἐξαπιναίως ἐγκείμενος. οἱ μὲν οὖν Ρωμαῖοι κατὰ τοῦτο τὸ κλίτος διαιρεθέντες ἐτράποντο πρὸς φυγήν, φέρειν οὐκ ἔχοντες τὴν ἀντιβρίθουσαν δύναμιν. καὶ οὖν ὁ Ναρσῆς τοῦτο δὴ θεασάμενος, ἠρέμα πλῆθος συρρεῖν τοῖς ἀδυνατοῦσιν ἐγκελευσάμενος ἔστησε τῆς φυγῆς τὴν κατασθένουσαν 5.10.10 δύναμιν. ὁ μὲν οὖν Βαρὰμ κατὰ τῆς μέσης τῶν Ρωμαίων χωρήσας ἀλκῆς ἐπειρᾶτο τρέψαι τὸν Ναρσῆν εἰς ἀπόδρασιν. ὁ τοίνυν Ναρσῆς οὐδὲν μέλον αὐτῷ περὶ τῶν ἐλεφάντων καρτερῶς τῷ Βαρὰμ ἀντετίθετο καὶ ἐπιπίπτει τῇ μέσῃ καὶ ἀντιθέτῳ δυνάμει, καὶ συντεταγμένους τοὺς Μήδους παραλύει γέ πως αὐτοὺς λίαν κομιδῇ τῆς συννεύσεως. τούτου δὴ γεγονότος καὶ αἱ λοιπαὶ τοῦ Βαρὰμ δυνάμεις ἐσφάλησαν, καὶ ῥώμῃ κεκρατηκὼς ὁ Ναρσῆς τοὺς μὲν ἱππέας τῶν ἐποχούντων ἀπέβαλλεν, τοὺς δὲ πεζοὺς τῷ δόρατι κατεβάλλετο. τῆς τοίνυν διώξεως κραταιᾶς γενομένης, καὶ τοῦ φόνου τεθηλότος ἀνὰ τὸν χῶρον, ἓξ Βαβυλωνίων ἀποδράσασαι χιλιάδες ἐπί τινα λόφον γενόμεναι τῆς σωτηρίας ὠρέγοντο. τὸ δὲ Ρωμαϊκὸν περιστοιχίσαν τὸν λόφον τῆς δραπετίδος κρατοῦσι δυνάμεως. πολλοὺς τοίνυν ζωγρήσαντες ἦγον ἐς Χοσρόην δεσμίους. ὁ μὲν οὖν τῶν Περσῶν βασιλεὺς τοὺς μὲν μαχαίρας ἀπέδοτο στόματι, ἐνίους τοῖς ποσὶ τῶν θηρίων παρείχετο παίγνιον. ἐπεὶ δὲ διεγνώκει εἶναί τινας τῶν ἑαλωκότων ἐκ τοῦ ἔθνους τῶν Τούρκων, ἐς βασιλέα ἐκπέμπει Μαυρίκιον, τὴν Ρωμαϊκὴν στηλιτεύων ἀλκὴν ἀπαρχάς τε τῆς νίκης προσφέρων τῷ αὐτοκράτορι. ἐκεχάρακτο δὲ τοῖς μετώποις ἐκείνων τὸ τοῦ κυριακοῦ <πάθους> ἐπίσημον· σταυρὸς δὲ τοῦτο τοῖς πρεσβεύουσι τὴν τῶν Χριστιανῶν θρησκείαν κατονομάζεται. ἐπύθετο γοῦν ὁ αὐτοκράτωρ τί ἂν εἴη τοῦτο τοῖς βαρβάροις τὸ σήμαντρον. οἱ μὲν οὖν ἐκ τῶν μητέρων τοῦτο ἀποκληρώσασθαι ἔφασκον· λοιμοῦ γὰρ τοῖς πρὸς τῇ ἕῳ Σκύθαις καρτεροῦ ἐνδημήσαντός τινας ἐδέησε τῶν Χριστιανῶν εἰσηγήσασθαι τούτῳ δῆτα τῷ τύπῳ τῶν μειρακίων ἐγκεντῆσαι τὰ μέτωπα. τῶν δὲ βαρβάρων μηδαμῶς τὴν εἰσήγησιν παρωσαμένων, σωτηρίαν ἐκ τῆς συμβουλίας ἀντελάμβανον. 5.11.1 τὸ δὲ Ρωμαϊκὸν (πρὸς γὰρ τὴν νύσσαν τὸν λόγον ἀντεπενέγκοιμι) λαφυραγωγεῖ τοῦ τυράννου τὰ σκηνοπήγια γυναῖκάς τε καὶ παῖδας τόν τε κόσμον τὸν χρύσεον τήν τε βασίλειον παρασκευήν. τὰ μὲν οὖν τιμιώτερα τῷ Χοσρόῃ παρείχοντο, ὁ δὲ ἐπὶ τοῖς σκύλοις μέγα φρονῶν πρὸς τὸ σοβαρώτατον προσεχώρησεν. ἡλίου δὲ κλίναντος ὁρῶσι Ρωμαῖοι τοὺς ἐπὶ τῶν ἐλεφάντων ἱδρυμένους βαρβάρους ἀκροβολιζομένους καὶ τῷ τόξῳ χρωμένους. διὰ τοῦτο τούτους περιστοιχίσαντες δευτέρας μάχης κρατοῦσι τά τε θηρία ζωγρήσαντες τῷ Χοσρόῃ παρείχοντο. τοῦ πολέμου τοίνυν τοιοῦτό τι πέρας ἀπενεγκαμένου, ἐς τὸν ἑαυτῶν χάρακα Ρωμαῖοι ἐπανέζευξαν, ἤδη που τῆς νυκτὸς ἀνισχούσης αὐτοῖς. τῇ δὲ ὑστεραίᾳ ἐξ ἑωθινοῦ ἡ Ρωμαϊκὴ πληθὺς συναθροίζεται καὶ τῶν τεθνηκότων σκυλεύει τὰ σώματα. μεγάλων τοίνυν αὐτοῖς γεγονότων κτημάτων, ἐς τὴν βασίλειον τοῦ Χοσρόου χωροῦσι σκηνήν. οἱ δὲ τοῦ Ρωμαϊκοῦ στρατοῦ κατ' ἴχνους τοῦ Βαράμου χιλιάδας ἐπεστράτευσαν δέκα κεχειροτονηκότες ταξιάρχας αὐτοῖς τὸν τῶν Χαλκιδέων ταγμάτων ἡγούμενον· Βεσταμίῳ δὲ τὴν βάρβαρον ξυμμαχίαν ἐδίδοσαν. 5.11.5 τριταῖοι τοίνυν ἐναυλισθέντες Χοσρόης τε καὶ Ρωμαῖοι ἀνὰ τὸν πολέμιον χῶρον ἀπηλλάσσοντο τῇ τετάρτῃ, ὀδωδότων τῶν τεθνεώτων αὐτοῖς, καὶ τὸ πνῖγος τῆς κακοσμίας φέρειν οὐκ ἔχοντες. παραγίνονται γοῦν ἄγχιστα πόλεως τοῦ Κανζάκου. βασιλεὺς δὲ Χοσρόης ἐπὶ τοῖς συνενεχθεῖσιν αὐτῷ καταγαυριώμενος ἐπινίκια εἱστία Ρωμαίους. αὐτὸς δὲ διέτριβεν ἀνὰ τὴν στιβάδα καταψαλλόμενός τε καὶ καταυλούμενος, ὡς ἔθος Πέρσαις καθέστηκε παιωνίζουσιν. δεκάτην δὲ τῷ χώρῳ προσδιατρίψας ἡμέραν, ἐπείπερ συνεῖδε Μαρῖνόν τε καὶ Βεστάμιον ὡς αὐτὸν παλινδρομήσαντας ἐκ τῆς τοῦ Βαρὰμ διώξεως, τήν τε τῶν ἐχθρῶν ἀποφοίτησιν ἐπισημοτάτην ἐγνώρισεν, τοὺς μὲν Ρωμαίους ἐσέλκει πρὸς τὰ οἴκοι, αὐτὸς δὲ τὴν Περσικὴν φάλαγγα συναθροίσας τῇ Βαβυλῶνι προσομιλεῖ ἄξιον οὐδὲν περὶ τοὺς συμμεμαχηκότας Ρωμαίους ἐπιδειξάμενος. οἱ μὲν οὖν τῶν Ρωμαίων στρατηγοὶ ἐπιμύθιον τοῖς λόγοις τῷ βαρβάρῳ ἐξῄεσαν, μὴ ἀμνημονεῖν τῆς γεγονυίας αὐτῷ ὑπὸ τῶν Ρωμαίων φιλοφροσύνης τε καὶ σωτηρίας. [ἐξῄτει] τοίνυν τούτους που αὐτῷ τοὺς λόγους ἐναποθέμενοι ἐπανῄεσαν οἴκαδε οἱ Ρωμαῖοι. ὁ δὲ Χοσρόης δεδοικὼς μή που δολοφονία τις ὑποσταίη αὐτῷ ὑπὸ τῶν ἐγχωρίων, ἐδεῖτο Μαυρικίου τοῦ αὐτοκράτορος ἐς τὴν τοῦ σώματος φρουρὰν χιλίους ἐκ τοῦ ὁπλιτικοῦ παραπέμπεσθαι. 5.12.1 Λόγος δὲ ὡς ἡμᾶς ἐξεφοίτησε πρὸς τῇ ῾Ιερᾷ πόλει τὸ τηνικαῦτα καιροῦ Γολινδοὺχ γενομένην, <κατὰ> τὴν Χοσρόου πρὸς τὰ βασίλεια κάθοδον. ἀλλὰ τίς καὶ πόθεν, κατὰ τὴν ποίησιν, λελέχθω τὸ γύναιον· μὴ γὰρ οὖν ἀφελώμεθα τὴν περὶ ταύτης διήγησιν μεγίστοις σεμνολογήμασιν οὖσαν κατάκοσμον. τίκτεται μὲν οὖν αὕτη ἐπὶ τῆς Βαβυλωνίας, μάγοι δὲ τὸ γένος αὐτῆς· πατὴρ δὲ τῶν ἐπιφανῶν σατραπευόντων ἐφορολογεῖτο τὸ Περσικόν. ἐπεὶ δὲ ἀκμὴ ἐπέστη αὐτῇ, ὥρα λάμπουσα ἐς γάμον, ἀνδρὶ τῶν ἐπισήμων ἐκδίδωσιν. συνεστιωμένη δέ ποτε τῷ ἀνδρὶ ἔδοξεν ἐξαπιναίως γεγονέναι πάρετος, εἶτα ἀκίνητος διαμένειν τῷ σώματι, καὶ τὰς αἰσθήσεις πολλῷ ὕστερον ἐπανήκειν πως ἐς αὐτήν. ἐπεὶ δὲ οἱ θεαταὶ τοῦ πάθους, εἴγε καὶ πάθος δεῖ τήνδε τὴν θείαν ἀποφαίνεσθαι ἔκστασιν, διεπυνθάνοντο τί ἂν εἴη τὸ συμβεβηκὸς τῇ νεάνιδι, ἔλεξε τάδε. "μεγάλας που ἐν οὔδει τεθέαμαι ἐναποκειμένας ποινάς, μεγάλων τε ἀγαθῶν πρεσβευομένην τρυφὴν τοῖς τὸν μέγιστον προσκυνοῦσι θεόν, ὃν δὴ Χριστιανοὶ θρησκεύοντες καθεστήκασι Πέρσαις ὑπόθεσις γέλωτος." ὁ μὲν οὖν ἐκείνης γαμέτης ἐξεμυκτήριξε τοῦ γυναίου τὰ ῥήματα, ὅτε δέ που ἑδραίαν αὐτῆς τὴν διάνοιαν πρὸς τὴν τῆς θρησκείας μετάθεσιν κατενόησεν, σωφρονίζειν ἐδόκει ῥαπίζων· ἠπείλει δὲ καὶ θάνατον εἶναι ζημίαν αὐτῇ, ὡς θέμις Πέρσαις ποιεῖν τοῖς τὰ μάγων ἀθετήσασι δόγματα. ἡ μὲν οὖν τῷ θείῳ ἔρωτι πτερωθεῖσα τὸν νοῦν, τὰ ὦτά που καταβύουσα, ταῖς αὔραις διαχεῖσθαι τοὺς λόγους παρείχετο. γίνεται τοίνυν τῷ γυναίῳ καὶ ἑτέρας θείας κρείττονος ἐπιφοιτήσεως ἔλλαμψις· ἄγγελος γὰρ ἐφεστήκει αὐτῇ τήν τε μορφὴν καὶ τὴν ἐσθῆτα λαμπηδόνος φαιδρότερος, καὶ πάλιν αὐτῇ τὴν τῶν φθασάντων θέαν ἐδείκνυε προηγόρευέ τε καὶ τὸν ὅσον οὔπω τοῦ συνευνέτου θάνατον. ὁ μὲν οὖν τοῦ γυναίου γαμέτης καταλύει τὸν βίον κατὰ τὴν τοῦ ἀγγέλου προαναγόρευσιν, τὸ δὲ γύναιον τὴν Βαβυλωνίαν καταλιπὸν πρὸς τὴν Νίσιβιν γίνεται, τοῖς τε τῶν Χριστιανῶν ἱερεῦσι περιτυχὸν ἀνθωμολογεῖτο τὰ μεγαλεῖα τοῦ πνεύματος. μυεῖται γοῦν παρ' αὐτῶν ταῦτα δὴ τὰ τῶν Χριστιανῶν θεῖα ὄντως καὶ ἀπόρρητα δόγματα. ἐπεὶ δὲ τοῖς μάγοις τοῦτο κατάδηλον γέγονεν, ἐς ἀναζήτησιν 5.12.10 γίνονται τοῦ γυναίου. ἧκον γοῦν εἰς τὴν Νίσιβιν, καὶ τὰ μὲν πρεσβύτερα τῆς ἀξιώσεως ἐν κολακείαις αὐτοῖς παρεσκεύαστο ἐντεῦθεν ἀποβουκολῆσαι πειρωμένοις τὴν ἄνθρωπον· ἐπεὶ δὲ νικῶνται, καὶ ὁ λόγος αὐτοῖς ἀδρανής, ἐν εἱρκτῇ σκληρᾷ τὸ γύναιον χρόνῳ πολλῷ κατακλείουσιν. τοῦ τοίνυν πάντα θεοῦ περισκοποῦντος καὶ ἀμάρτυρον ἑαυτὸν ἐν οὐδενὶ χρόνῳ καταλιμπάνοντος, ἐπικουρίᾳ τοῦ ἐπιστατοῦντος ἀγγέλου αὕτη τῆς φυλακῆς ἐξεχώρησε καὶ ἐς τὴν Ρωμαίων ἀφίκετο γῆν. ἡ μὲν οὖν ἄχρι τῶν ῾Ιεροσολύμων ἐπελθοῦσα διεκήρυττε τὴν ἐπιφανῆ τοῦ θεοῦ καὶ ἀδιήγητον μεγαλειότητα, εὐχάς τε ἀποδομένη ἐν τῷ παναγεῖ μνημείῳ τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν ᾿Ιησοῦ Χριστοῦ, τόν τε σταυρὸν τῶν παθημάτων κατασεβασθεῖσα τῷ προσκυνήματι ἐς τὴν ῾Ιερὰν ἐπανέδραμε πόλιν. πολλά τε περὶ τῶν ἐσομένων τῷ Χοσρόῃ προαναγορεύσασα τήν τε προσχώρησιν αὐτοῦ Ρωμαίοις πρὸ τῆς τῶν πραγμάτων ἐνάρξεως καταμηνύσασα, βίον τε ἰσάγγελον πολιτευσαμένη, καὶ ὡς πρέπει ἁγίοις τὰ εἰς ψυχὴν καὶ τὸ σῶμα ὁρῶντα, ἀπέστη τῶν τῇδε τὸν τῆς καρτερίας στέφανον ἀκηράτοις ἀναδησομένη τροπαίοις. 5.13.1 ῾Ο δὲ τοῦ Ρωμαϊκοῦ βασιλεὺς σωματοφύλακας ἐς Χοσρόην ἐξέπεμπεν. ἐς νοῦν τοίνυν βαλόμενος ὁ τῶν Περσῶν βασιλεὺς τὴν ἄνωθεν αὐτῷ τῆς ἐπικουρίας γεγονυῖαν ῥοπήν, τῷ ἐν μάρτυσιν ἐπιφανεστάτῳ Σεργίῳ σταυρὸν ἐκ χρυσοῦ πεποιημένον λιθοκόλλητον δῶρον ἐξέπεμπεν, ὃν δῆτα Χοσρόης ὁ Καβάδου τὸ ἄστυ παραστησάμενος, λαφυραγωγήσας ἐν τοῖς τῶν Περσῶν ἀνακτόροις ἀπέθετο, ἔτι τῶν Ρωμαϊκῶν σκήπτρων ᾿Ιουστινιανοῦ τοῦ αὐτοκράτορος ἐπιβαίνοντος. ἐν τούτῳ γοῦν τῷ σταυρῷ ἕτερον Χοσρόης ἐπὶ τῆς κεφαλῆς ἐξ ἀπέφθου χρυσοῦ σταυρὸν ἐτεκτήνατο τὴν αἰτίαν ἐντυπώσας ἐν αὐτῷ τοῦ ἀναθήματος. ἐπιστολὴν δὲ δὴ ῾Ελληνικοῖς γράμμασιν ἅμα τῷ κειμηλίῳ ἐς τὸ λεγόμενον Βαρβαρικὸν παρεπέμπετο. ὑπεγέγραπτο δὲ τῇ ἐπιστολῇ καὶ βασιλικὴ ὑποτύπωσις. τὰ δὲ τῆς ἐπιστολῆς ἐν τούτοις δῆτα ἐτύγχανεν ὄντα· οὐκ ἀμείψω γὰρ τῆς λέξεως τὸ ἀρχέτυπον. 5.13.4 "Τοῦτον τὸν σταυρὸν ἐγὼ Χοσρόης βασιλεὺς βασιλέων, υἱὸς Χοσρόου, ὅτε ἐκ διαβολικῆς ἐνεργείας καὶ κακουργίας τοῦ δυστυχεστάτου Βαράμ, υἱοῦ Βαργουσνᾶς, καὶ τῶν σὺν αὐτῷ καβαλλαρίων εἰς Ρωμανίαν ἀπήλθομεν, καὶ διὰ τὸ ἔρχεσθαι τὸν δυστυχῆ Ζαδεσπράτην ἐκ τοῦ στρατοῦ εἰς τὸ Νισίβιος ἐπὶ τῷ ὑποσῦραι τοὺς καβαλλαρίους τοῦ μέρους τοῦ Νισίβιος εἰς τὸ ἀντᾶραι καὶ συνταράξαι ἐπέμψαμεν καὶ ἡμεῖς καβαλλαρίους μετὰ ἄρχοντος εἰς τὸ Χαρχάς, καὶ διὰ τῆς τύχης τοῦ ἁγίου Σεργίου τοῦ πανσέπτου καὶ ὀνομαστοῦ, ἐπειδὴ ἠκούσαμεν δοτῆρα εἶναι αὐτὸν τῶν αἰτήσεων, ἐν τῷ πρώτῳ ἔτει τῆς βασιλείας ἡμῶν, μηνὶ ᾿Ιανουαρίῳ ἑβδόμῃ, ᾐτησάμεθα, ὡς, ἐὰν οἱ καβαλλάριοι ἡμῶν σφάξωσι τὸν Ζαδεσπράτην ἢ χειρώσωνται, σταυρὸν χρυσοῦν διάλιθον εἰς τὸν οἶκον αὐτοῦ πέμπομεν διὰ τὸ πάνσεπτον αὐτοῦ ὄνομα. καὶ τῇ ἐνάτῃ τοῦ Φεβρουαρίου μηνὸς τὴν κεφαλὴν τοῦ Ζαδεσπράτου ἤνεγκαν ἐπὶ ἡμῶν. ἐπιτυχόντες οὖν τῆς αἰτήσεως ἡμῶν, διὰ τὸ ἕκαστον ἀναμφίβολον εἶναι, εἰς τὸ πάνσεπτον αὐτοῦ ὄνομα τὸν σταυρὸν τὸν παρ' ἡμῶν γενόμενον, μετὰ τοῦ πεμφθέντος σταυροῦ παρὰ ᾿Ιουστινιανοῦ βασιλέως Ρωμαίων εἰς τὸν οἶκον αὐτοῦ, καὶ τῷ καιρῷ τῆς ἀμιξίας τῶν δύο πολιτειῶν ἐνεχθέντος ἐνταῦθα παρὰ Χοσρόου, βασιλέως βασιλέων, υἱοῦ Κοάδου, τοῦ ἡμετέρου πατρός, καὶ εὑρεθέντος ἐν τοῖς ἡμετέροις θησαυροῖς, ἐπέμψαμεν ἐν τῷ οἴκῳ τοῦ πανσέπτου Σεργίου." 5.13.7 ῾Ο μὲν οὖν σατράπης κατὰ τὸ διατεταγμένον αὐτῷ ἀπέδοτο τὸν σταυρὸν τά τε γράμματα τοῦ βασιλέως. τῷ δὲ ἐπιόντι ἐνιαυτῷ ὁ τοῦ Περσικοῦ βασιλεὺς ἀναγορεύει βασίλειαν Σειρέμ, γένους Ρωμαϊκοῦ, (ἦν δὲ θρησκείας Χριστιανῶν), εἰς ὥραν ἀνθοῦσαν γάμῳ ταύτῃ κατευνασθεὶς κἀντεῦθεν παραχαράττων τῶν Βαβυλωνίων τὰ νόμιμα. 5.14.1 τρίτῳ δὲ ἔτει καὶ ἠντιβόλει τὸν δραστικώτατον ἐν Περσίδι Σέργιον παῖδα ἐκ τῆς Σειρὲμ δοθῆναι αὐτῷ. μετ' οὐ πολὺ δὲ τούτου γεγονότος αὐτῷ, δώροις καὶ αὖθις γεραίρει τὸν εὐεργέτην εἰκότως. ἐπιστολὴν δὲ ἐξέπμεψεν ῾Ελληνικῇ συμφράσει χρησάμενος. εἶχε δὲ ἡ ἐπιστολὴ ἐπὶ λέξεως οὕτως. "Τῷ μεγαλομάρτυρι Σεργίῳ Χοσρόης, βασιλεὺς βασιλέων. ἐγὼ Χοσρόης, βασιλεὺς βασιλέων, υἱὸς Χοσρόου, τὰ δῶρα τὰ μετὰ τοῦ δίσκου ἐξέπεμψα οὐκ εἰς θέαν ἀνθρώπων, οὐδὲ ἵνα ἐκ τῶν λόγων μου τὸ μέγεθος τοῦ πανσέπτου σου ὀνόματος γνωσθῇ, ἀλλὰ διὰ τὸ γνωσθῆναι τὴν ἀλήθειαν τῶν γενομένων καὶ τὰς πολλὰς χάριτας καὶ εὐεργεσίας ἃς ἔσχον παρὰ σοῦ· εὐτυχία γάρ μοί ἐστιν, ἵνα τὸ ἐμὸν ὄνομα ἐμφέρηται τοῖς ἱεροῖς σου σκεύεσιν. ἐν τῷ εἶναί με ἐν τῷ Βεραμαῒς ᾐτησάμην παρὰ σοῦ, ἅγιε, ἐλθεῖν εἰς τὴν βοήθειάν μου καὶ ἐν γαστρὶ συλλαβεῖν Σειρέμ. καὶ ἐπειδὴ ἡ Σειρὲμ Χριστιανή ἐστι κἀγὼ ῞Ελλην, ὁ ἡμέτερος νόμος ἄδειαν ἡμῖν οὐ παρέχει Χριστιανὴν ἔχειν γαμετήν. διὰ οὖν τὴν ἐμὴν πρὸς σὲ εὐγνωμοσύνην διὰ τοῦτο τὸν νόμον παρεῖδον, καὶ ταύτην ἐν γυναιξὶν ἡμέραν ἐξ ἡμέρας ἐν γνησιότητι ἔσχον καὶ ἔχω, καὶ οὕτω συνεῖδον νῦν δεηθῆναι τῆς σῆς ἀγαθότητος ἐν γαστρὶ συλλαβεῖν αὐτήν. καὶ ᾐτησάμην καὶ συνεταξάμην ἵνα, ἐὰν ἐν γαστρὶ συλλάβῃ Σειρέμ, τὸν σταυρὸν τὸν φορούμενον παρ' αὐτῆς πέμψω τῷ πανσέπτῳ σου οἴκῳ. καὶ τούτου ἕνεκεν κἀγὼ καὶ ἡ Σειρὲμ τὸν σκοπὸν τοῦτον ἔχομεν, ἵνα εἰς μνημόσυνον τοῦ ὀνόματός σου, ἅγιε, τοῦτον τὸν σταυρὸν κρατῶμεν. καὶ συνείδομεν ἀντ' αὐτοῦ τὴν τιμὴν αὐτοῦ, μὴ συντείνουσαν περαιτέρω τῶν τετρακισχιλίων τριακοσίων στατήρων μιλιαρισίων, πεντακισχιλίους στατῆρας ἐκπέμψαι. καὶ ἐξ οὗ τὴν τοιαύτην ἐν ἐμαυτῷ ἔσχον αἴτησιν καὶ ταῦτα διελογισάμην, ἕως οὗ ἐφθάσαμεν εἰς τὸ Ρησωνχοσρών, δέκα ἡμέραι πλέον οὐ διῆλθον, καὶ σύ, ἅγιε, οὐ διὰ τὸ εἶναί με ἄξιον ἀλλὰ διὰ τὴν σὴν ἀγαθότητα, ἐφάνης μοι ἐν ὁράματι τῆς νυκτός, καὶ τρίτον εἶπές μοι ὅτι ἡ Σειρὲμ ἐν γαστρὶ ἔχει. κἀγὼ ἐν αὐτῷ τῷ ὁράματι τρίτον ἀνταπεκρίθην σοι λέγων, καλῶς, καλῶς. καὶ διὰ τὴν σὴν ἁγιωσύνην καὶ ἐλεημοσύνην, καὶ διὰ τὸ πάνσεπτόν σου ὄνομα, καὶ διὰ τὸ εἶναί σε δοτῆρα τῶν αἰτήσεων, ἐκ τῆς ἡμέρας ἐκείνης ἡ Σειρὲμ τὸ εἰθισμένον ταῖς γυναιξὶν οὐκ εἶδεν. ἐγὼ δὲ οὐκ ἐδίστασα εἰς τοῦτο, ἀλλὰ τοῖς λόγοις σου ἐπίστευσα, καὶ ὅτι ἅγιος εἶ καὶ ἀληθινὸς δοτὴρ τῶν αἰτήσεων. μετὰ τὸ ταύτην τὰ γυναικεῖα μὴ ὑπομεῖναι, ἐκ τούτου ἔγνων τὴν δύναμιν τοῦ ὁράματος καὶ τὴν τῶν παρὰ σοῦ ῥηθέντων 5.14.10 ἀλήθειαν. παραυτὰ οὖν ἔπεμψα τὸν αὐτὸν σταυρὸν καὶ τὴν τούτου τιμὴν ἐν τῷ πανσέπτῳ σου οἴκῳ, κελεύσας ἐκ τῆς τούτου τιμῆς δίσκον ἕνα καὶ ποτήριον ἓν γενέσθαι εἰς λόγον τῶν θείων μυστηρίων, ἀλλὰ μὴν καὶ σταυρὸν [γενέσθαι καὶ] πηχθῆναι ὀφείλοντα ἐπὶ τῆς τιμίας τραπέζης, καὶ θυμιατήριον, τὰ πάντα χρυσᾶ, καὶ ἀμφίθυρον Οὐννικὸν κεκοσμημένον χρυσίῳ. τὰ δὲ λοιπὰ μιλιαρίσια εἶναι τοῦ ἁγίου σου οἴκου, ἵνα διὰ τῆς τύχης σου, ἅγιε, εἰς πάντα, ἐξαιρέτως δὲ εἰς τὴν αἴτησιν ταύτην εἰσέλθῃς εἰς βοήθειάν μου καὶ Σειρέμ. καὶ ὃ διὰ τῆς πρεσβείας σου γέγονεν ἡμῖν τῷ ἐλέει τῆς σῆς ἀγαθότητος, καὶ τῷ θελήματί μου καὶ Σειρὲμ εἰς τέλεον προέλθοι, ἵνα κἀγὼ καὶ ἡ Σειρὲμ καὶ πάντες οἱ ἐν τῷ κόσμῳ εἰς τὴν σὴν δύναμιν ἐλπίζωμεν καὶ εἰς σὲ ἔτι πιστεύωμεν." 5.14.12 ᾿Ες τάχος τοιγαροῦν ὡς τὸ τέμενος ὁ ἀποσταλεὶς ἀφικνεῖται, τὰ δὲ δῶρα τὰ τοῦ βασιλέως ἅμα τοῖς γράμμασιν ἐν τῇ ἱερᾷ περιέθετο τραπέζῃ. 5.15.1 ῾Ο δὲ Βαρὰμ μὴ χειρωθεὶς ὑπὸ Χοσρόου ἐξαίσιον ὑπεκρούσατο κίνδυνον. τοιγάρτοι τῶν Περσῶν βασιλεὺς πάντας τοὺς κεκοινωνηκότας τῇ τυραννίδι ὀλέθρῳ παρέδοτο, αὐτόν τε Βινδόην τοῖς τοῦ Τίγριδος ἐγκάτοις κατέθετο ὡς οἷα δὴ κατὰ βασιλέως χεῖρας ἐκτείναντα. αἱ δὲ σπονδαὶ Ρωμαίων τε καὶ Περσῶν ἐν ἴσῃ μοίρᾳ προέρχονται. καὶ οὕτω δῆτα ἐνδόξως ὁ μέγας τε καὶ Περσικὸς ἐκεῖνος Ρωμαίοις κατεπέπαυτο πόλεμος. Οὐκ ἂν δὲ περιόψομαι καὶ ὅσα λέγεται Χοσρόην <τὴν> περὶ τοὺς ἀστέρας τῶν Χαλδαίων ἐξησκημένον πολυάσχολον οἷα δὴ κατὰ βασιλέως χεῖρας ἐκτείναντα. αἱ δὲ σπονδαὶ Ρωμαίων τε καὶ Περσῶν ἐν ἴσῃ μοίρᾳ προέρχονται. καὶ οὕτω δῆτα ἐνδόξως ὁ μέγας τε καὶ Περσικὸς ἐκεῖνος Ρωμαίοις κατεπέπαυτο πόλεμος. Οὐκ ἂν δὲ περιόψομαι καὶ ὅσα λέγεται Χοσρόην <τὴν> περὶ τοὺς ἀστέρας τῶν Χαλδαίων ἐξησκημένον πολυάσχολον ματαιότητα προαναγορεῦσαι κατὰ τὴν τοῦ πολέμου ἀκμήν. 5.15.4 τοῦ γὰρ στρατηγοῦ ᾿Ιωάννου τῆς τῶν ᾿Αρμενίων δυνάμεως εὐδοκίμου <ἀποσκώψαντος εἰς> αὐτὸν ἀκοσμίας ἕνεκα, καὶ ὡς οὐ δεῖ βασιλέα σκαιὸν πεφυκέναι τοὺς τρόπους τάς τε τῆς ψυχῆς ὁρμὰς ὑπεῖναι ἀλλόκοτον, φασὶ πρὸς τὸν στρατηγὸν λέξαι τὸν βάρβαρον· "εἰ μή περ ὑπὸ τοῦ καιροῦ ἐτυραννούμεθα, οὐκ ἂν ἐθάρρησας, στρατηγέ, τὸν μέγαν ἐν ἀνθρώποις βασιλέα βάλλειν τοῖς σκώμμασιν. ἐπεὶ δὲ τοῖς παροῦσι μέγα φρονεῖς, ἀκούσῃ τί δῆτα τοῖς θεοῖς ἐς ὕστερον μεμελέτηται. ἀντικαταρρεύσει, εὖ ἴσθι, ἐς τοὺς Ρωμαίους ὑμᾶς δεινά. ἕξεται δὲ τὸ Βαβυλώνιον φῦλον τῆς Ρωμαϊκῆς πολιτείας κρατοῦν τριττὴν κυκλοφορικὴν ἑβδομάδα ἐτῶν. μετὰ δὲ τοῦτο πεμπταίαν ἑβδομάδα ἐνιαυτῶν Ρωμαῖοι Πέρσας δουλαγωγήσητε. τούτων δὴ διηνυσμένων, τὴν ἀνέσπερον ἡμέραν ἐνδημεῖν τοῖς ἀνθρώποις καὶ τὴν προσδοκωμένην λῆξιν ἐπιβαίνειν τοῦ κράτους, ὅτε τὰ τῆς φθορᾶς παραδίδοται λύσει καὶ τὰ τῆς κρείττονος διαγωγῆς πολιτεύεται." 5.15.8 οὐ μετὰ πολὺ δὲ καὶ ὁ Πρόβος τῆς Χαλκηδονέων πόλεως τὴν ἀρχιερατικὴν φροντίδα περιεβάλετο, καὶ ἤκουσέ που παρὰ Χοσρόου παράδοξα. τοῦ γὰρ αὐτοκράτορος Μαυρικίου τοῦτον ἐς Κτησιφῶντα πρὸς Χοσρόην ἐπαποστείλαντος, ἐν σταθηρᾷ μεσημβρίᾳ τινὶ μετάκλητον εἰς τὰ ἀνάκτορα τοῦτον εἰσποιησάμενος, ἱδρῶτι περιρρεόμενος τῆς θεομήτορος εἰκόνα 5.15.10 ἠξίου παρὰ τοῦ ἱερέως θεάσασθαι. ἐπιφερόμενος οὖν ὁ ἱερεὺς τὸ ταύτης ἴνδαλμα ἐν πυκτίῳ ἐδίδου ἐς θέαν ἐλθεῖν τῷ Περσῶν βασιλεῖ. ὁ δὲ προσκυνήσας τὸν πίνακα ἔφασκε παρεστάναι αὐτῷ τὸ τούτου ἀρχέτυπον φῆσαί τε πρὸς αὐτὸν τὰς ᾿Αλεξάνδρου νίκας αὐτῷ τοῦ Μακεδόνος χαρίσασθαι· καίτοι ἤδη που ἀπολαβόντος Χοσρόου τὴν ἐς τὰ βασίλεια κάθοδον τῶν τε τυράννων ἐπικεκρατηκότος ῥύμῃ τε καὶ δυνάμει τοῦ αὐτοκράτορος. διεξῄει <δὲ> ὁ Πρόβος καὶ περὶ τὴν Νινευί τινά που λείψανα τῆς ἐπὶ τῆς Βαβυλῶνος ἐγχειρηθείσης τοῖς ἀνθρώποις πυργοποιΐας ὑπεῖναι, τήν τε πλίνθευσιν, καθὰ τῷ ἱεροφάντῃ Μωσῇ διηγόρευται, εἶναι λίαν ἐπιμελῶς ἐξοπτηθεῖσαν πυρί. ᾿Αλλ' ἐπεὶ τοῦ Περσικοῦ πολέμου τῇ συνθήκῃ τῆς ἀφηγήσεως ὡς οἷόν τε ἦν ἀπετερματίσαμεν τὴν ὑπόθεσιν, πρὸς τὰ τῇ Εὐρώπῃ πραχθέντα χωρείτω αὖθις ὁ κάλαμος τὰς βίβλους ναυτιλλόμενος μέλανι, ὅπως ἐπὶ τὸν λιμένα τοῦ σκοποῦ καθορμιζόμενος καὶ τὰς ἐπιφανεῖς τῶν πράξεων φόρτον φερόμενος τὰ τῶν ἀξιαφηγήτων ἀκουσμάτων πληρώσειεν. 5.16.1 ῎Αρτι γε ἄρα που τοῖς περὶ τὴν ἕω γελώσης ἡμέρας τοῖς πράγμασιν, καὶ τὴν πρόοδον οὐκ ἐκ κλίνης βαρβαρικῆς μυθικῶς ποιουμένης ῾Ομηρικώτερον, ῥοδοδάκτυλός τε ἀπανηναμένης ἀκούειν, ἐπεὶ τὸ ξίφος τοῖς αἵμασιν αὐτοῖς οὐ φοινίσσεται, τὰς δυνάμεις ὁ αὐτοκράτωρ ἐς τὴν Εὐρώπην ὡς τάχιστα μετεβίβαζεν ἐπί τε τὴν ᾿Αγχίαλον τὴν ἐκδημίαν παρασκευάζεται· διεγνώκει γὰρ τὸ ᾿Αβαρικὸν αὖθις ἐθέλειν φοιτᾶν. προσδοκίμου τοιγαροῦν τοῦ βαρβαρικοῦ τυγχάνοντος, ἐς παρασκευὴν συνετέτακτο. οἱ μὲν οὖν ἐντιμότεροι τῶν ἐς συγκλήτου βουλὴν κατελιπάρουν τὸν Καίσαρα χειροτονῆσαι στρατηγὸν τῷ πολέμῳ καὶ ἀναβολὴν τὰ τῆς βασιλικῆς ἐπιβολῆς ἀποφέρεσθαι. ἐπεὶ δὲ οὐκ ἔπειθον, ὁ τῶν ἱερατικῶν ταγμάτων ἡγούμενος ἐδεῖτο τὸν βασιλέα ἀποστράτηγον εἶναι, ἑτέρῳ δὲ τὰ τῆς ἀγωνίας περιβαλεῖν. ἐπεὶ δὲ οὐδὲ οὗτος αἰδέσιμος ἦν ἐξαιτούμενος, ἡ βασίλεια ἅμα τοῖς παισὶ ποτνιωμένη ἠντιβόλει τὸν γαμέτην τὸν Καίσαρα ἐπὶ δευτέρας γενέσθαι φροντίδας. ὡς δὲ καὶ ταύτης ἡ ἀξίωσις πρόσωπον οὐκ ἔσχεν αἰσχυντηλὸν ἢ μέλος πειθήνιον, ἐξεχώρει τῶν βασιλείων ὁ αὐτοκράτωρ Μαυρίκιος παρασάγγην ἕνα καὶ ἡμιόλιον· 5.16.5 ῞Εβδομον δὲ ἄρα τοῦτο τοῖς Βυζαντίοις ὠνόμασται. κατ' ἐκείνην γοῦν τὴν ἡμέραν ἡλίου μεγίστη γέγονεν ἔκλειψις. ἔνατον δὲ ἄρα τοῦτο ἔτος ἐτύγχανεν ὂν Μαυρικίου τοῦ αὐτοκράτορος. ἐπεγένοντο δὲ καὶ ἐξαισίων πνευμάτων φυσήματα, νότος τε βίαιος, ὡς μονονουχὶ καὶ τὴν ἐπιβύθιον ψηφῖδα ἀναρρίπτειν τῷ θόλῳ τοῦ σάλου. ὁ μὲν οὖν αὐτοκράτωρ ἀκηκοὼς Δαλαυζὰν τὸν Πέρσην ἥκοντα ὡς αὐτὸν παλινδρομεῖ πρὸς τὸ βασίλειον ἄστυ, διαθείς τε ὡς ἐνῆν ἐπιδεξίως τὴν τῆς πρεσβείας ἀξίωσιν τοῦ σκοποῦ αὖθις τῆς ἐκδημίας ἀπήρχετο. τυχεῖν δὲ γλιχόμενος καὶ θείας τινὸς ἐποπτίας συστρατευσομένης αὐτῷ ἐπὶ τὸ μέγα τῆς θρησκείας κατεπαννυχίζετο τέμενος τὸ ὑπὸ ᾿Ιουστινιανοῦ ᾠκοδομημένον τοῦ αὐτοκράτορος· ἐς προσηγορίαν δὲ τῆς τοῦ θεοῦ σοφίας τὸ ἱερὸν ἀνατέθειται. μηδεμιᾶς τοιγαροῦν ὄψεως ἐνυπνίων ἐπιφανείσης αὐτῷ, λιταζόμενος ἅμα τῷ λαῷ εἰς τὴν πρὸ τοῦ ἄστεος τῆς θεομήτορος οἰκίαν διημέρευε μυσταγωγούμενος, καὶ τῆς θεανδρικῆς μετελάγχανε πανδαισίας· ὁ δὲ νεὼς πρὸς τῆς Πηγῇ καταλέγεται. τῇ δὲ ὑστεραίᾳ ὁ βασιλεὺς ἀπάρας ἐντεῦθεν ἐπὶ τὸ λεγόμενον ῞Εβδομον γίνεται· ἑκταῖος δὲ τῷ Ρηγίῳ προσέβαλλεν. ἐνταῦθα πλῆθος ἄπειρον τῶν μεταιτούντων 5.16.10 συνήθροιστο καὶ ἠξίου τι παρὰ τοῦ βασιλέως ἑλέσθαι. ὁ μὲν οὖν αὐτοκράτωρ τὰ συρρεύσαντα πλήθη τοῖς ἐκεῖσε βασιλείοις ἐναποκλείσας φιλανθρωπίας ἠξίου, ἱκανά τε κατακερματίσας ἀργύρια ἐψυχαγώγει τῆς ἀθροισθείσης πληθύος τὸ τῆς πενίας κατώδυνον, ὄρθριός τε γενόμενος ἐγκελεύσας τε τὰς σάλπιγγας τῆς πορείας ἀπήρχετο· ἐπί τε τοίνυν Ράμφος γενόμενος ὑπὸ τῶν σωματοφυλάκων προεπομπεύετο. ἡ δὲ ἔκταξις εἰς μῆκος διέτεινεν. ὁ δὲ αὐτοκράτωρ περιεγάνυτο τῷ σχήματι τῆς ἐκτάξεως τῆς προπομπούσης δυνάμεως. τὸ δὲ μάχιμον κατόπιν ἐβάδιζεν, τό τε ξύλον τοῦ σταυροῦ τοῦ Χριστοῦ ἐς ὕψος ἐπὶ δόρατος χρυσοῦ ἀπῃώρητο καὶ προηγεῖτο τοῦ τε βασιλέως καὶ τῆς περιπόλου δυνάμεως. ὑπὸ δὲ δευτέραν ἕω θηρίον παμμέγεθες (ὗς δὲ τοῦτο ἐτύγχανεν ὂν) ἐχώρει κατὰ τοῦ Καίσαρος. τοῦ τοίνυν βασιλείου ἵππου ὑποταραχθέντος τῇ ἀθρόᾳ τοῦ θηρίου ἀφίξει, τῆς καθέδρας ἀποβαλεῖν τὸν βασιλέα τὸν ἐπιβάτην κατεστασίαζεν. τοῦ δὲ βασιλέως λίαν ἐπόχως ἐχομένου τοῦ χαλινοῦ, γίνεται ἄκων ὁ ἵππος πειθήνιος, τά τε τῆς ὄψεως ἀποβαλόμενος δείματα καὶ τὴν γνώμην μετέβαλλεν αὖθις ταῖς ἡνίαις οἰκονομούμενος. τὸ μὲν οὖν θηρίον ὑπὸ μηδενὸς πολεμούμενον ἀνανταγωνίστῳ ἀλκῇ τὴν πάροδον εἶχεν ἀζήμιον. ὁ δὲ αὐτοκράτωρ τοῦ θηρίου ἀφανοῦς γενομένου ἐπὶ τὸ μέτωπον τοῦ σταυροῦ διατυπώσας τὰ σήμαντρα, ὡς ἔθος ἐπὶ τῶν παραδόξων Χριστιανοῖς ἀπεργάζεσθαι, εἴχετο τῆς βαδίσεως ταῦτά που θαυμάζων τὰ τῶν ἐπηκολουθηκότων παράλογα. https://byzantium.gr/ 6.τ.1 ΙΣΤΟΡΙΑ ϛʹ6.1.1 Προσπελάσας τοιγαροῦν ὁ αὐτοκράτωρ τῇ Σηλυμβρίᾳ ἐπὶ τὴν Πείρινθον, ἣν ῾Ηράκλειαν εἴθισται τοῖς νεωτέροις ἀποκαλεῖν, διὰ ναυτιλίας τὰς ὁρμὰς ἐποιεῖτο. τοίνυν ταχυναυτοῦσαι νῆες παρῆσαν τῆς περὶ αὐτὰς ἀρτίας κατασκευῆς μηδὲν πρὸς βασίλειον ἐκπομπὴν ἀποδέουσαι. τοῦ ἀπόπλου τοιγαροῦν ἀπαρχομένου τοῦ αὐτοκράτορος, κατηνέχθη ὕδωρ ἐξαίσιον, ἀνέμων τε ἀκαθέκτων ἐπηκολούθει κινήματα, ὡς τοὺς ἐρέτας τούς τε προσκώπους χαίρειν φράσαντας τῇ κώπῃ ἐρέττειν παύεσθαι, τύχῃ δὲ ἐπιτρέψαι τὰ σκάφη, τὸν δὲ αὐτοκράτορα ἅμα τῇ περὶ αὐτὸν πεντηκοντόρῳ παραδόξῳ σωτηρίᾳ ἐν τῷ Δαονίῳ διασωθῆναι τὴν ναυαγίαν ἐκκλίναντα.6.1.3 ἐν τούτῳ δῆτα τῷ χωρίῳ καταπαννυχιζόμενος ὁ αὐτοκράτωρ, ἐξ ἑωθινοῦ αἰθρίας γενομένης, ἀναβὰς ἐπὶ τὸν βασίλειον ἵππον ἐς ῾Ηράκλειαν γίνεται. ἐπὶ τὸν τοίνυν Γλυκερίας, τῆς μάρτυρος νεὼν ἐντεμενίζεται, ὡς οἷόν τε ἦν τιμήσας τὸ τέμενος χρήματά τε ἐπιδούς, ἐφ' ᾧ τὰ πυρὶ καταπεπτωκότα τοῦ ναοῦ ὑπὸ τῶν ᾿Αβάρων πρὸς νεώτερον κάλλος μεταχωρεῖν, τὰς δυνάμεις ἐκτάξας ἀπεφοίτα τοῦ ἄστεος. ποιήσας τοίνυν παρασάγγας τέσσαρας, ἡλίου κεκλικότος στρατοπεδεύεται ἐπί τι ὕπτιον χωρίον τὴν θέσιν, πολύανδρόν τε καὶ ἀφθονίᾳ τῶν εἰς ἐπισιτισμὸν περιρρεόμενον. κατὰ τοῦτον δὴ τὸν χῶρον τάφρον ὁ βασιλεὺς διεγράψατο. τῶν δὲ περιπόλων τοῦ αὐτοκράτορος τὰς αὐλαίας τῇ βασιλικῇ σκηνῇ περιβαλλομένων δορυφορίας πρὸς κοσμιότητα, ἐκεκράγει γύναιον, ἡ δὲ βοὴ διήχει καὶ ἐς τὸ πυκνότερον κατεφέρετο· ὠδῖνες γὰρ παρελύπουν τὸ γύναιον. τῶν μὲν οὖν περὶ τὸν αὐτοκράτορά τις ὑπασπιστὴς ἐξεχώρει κωλύσων τῆς δυσφωνίας τὴν ἄνθρωπον. ἐπεὶ δὲ ἐν τῷ οἰκίσκῳ ἐγίγνετο τήν τε τῆς βοῆς αἰτίαν διεπυνθάνετο, τίκτει τὸ γύναιον. ὁ δὲ τόκος πλημμέλημα φύσεως ἐτύγχανεν ὄν. παιδίον γὰρ ἦν ὀφθαλμῶν τε καὶ βλεφαρίδων καὶ ὀφρύων ἀμέτοχον, χειρῶν τε καὶ βραχιόνων ἀλλότριόν τε καὶ ἀδιατύπωτον· πρὸς δὲ τῷ ἰσχίῳ ἰχθύος αὐτῷ οὔραιον ἦν προσφυές. ἀτὰρ τούτου δῆτα τοῦ θεάματος ὁ ὑπασπιστὴς ἱστορήσας τὸν τρόπον ὡς τὸν βασιλέα τόν τε πατέρα καὶ τὴν μητέρα καὶ τὸ παιδίον καθείλκυσεν. ὁ μὲν οὖν αὐτοκράτωρ ἐς θέαν τοῦ τέρατος γεγονώς, καὶ ὅπως τοῦτο ἐπηκολουθήκει τοὺς γονεῖς τοῦ τέρατος ἐξετάσας, μηδέν τι διαγνοὺς ὑπὸ τῶν τεκόντων καταλύει τὸ θέατρον, τὸ δὲ τέρας ἀναιρεῖσθαι κελεύει. ἡ μὲν οὖν τερατοτόκος ἀφέθη, τὸ δὲ παιδίον τὸ ξίφος ἠσπάζετο. 6.2.1 Δευτέρᾳ δὲ ἡμέρᾳ μετεφοίτησεν ὁ βασιλεὺς καὶ πρὸς τὸ λεγόμενον ῎Ενατον στρατοπεδεύεται, ὁδοιπορήσας τε παρασάγγας δύο τάφρον ἐδείματο. κατὰ τοῦτον δῆτα τὸν χῶρον ἐκ τῶν βασιλείων ἵππων ὁ ἐπισημότερος, τῷ χρυσέῳ κόσμῳ καταλαμπόμενος, πεσὼν ἀπέσκλη ἀθρόον διαρραγείς. ὁ δὲ βασιλεὺς οἰωνισάμενος ἐπὶ τούτοις πᾶσι τοῖς συμβόλοις ἀπαισίων καὶ λίαν δεινῶν ἐσομένων πραγμάτων αὐτῷ περίλυπος ἦν, δέει τοῦ μέλλοντος ἐπὶ τοῖς παροῦσι προταραττόμενος. τῇ δὲ ὑστεραίᾳ παροδευομένῳ τῷ βασιλεῖ ἐντυγχάνει αὐτῷ ἐλάφων πληθύς. οἱ μὲν οὖν περὶ τὸν αὐτοκράτορα τόξοις καὶ βέλεσι τῶν ζώων ἐπετοξάζοντο. πλήττεται γοῦν τὸ μέγιστον τῶν ἀγελαζομένων ἐλάφων, καὶ εἰκότως ἐπιδίωξις καρτερὰ ὑπὸ τῶν κυνηγετούντων ἐγίνετο. ἡλίου τε δυομένου, καὶ τῆς ἐλάφου ἐξαλλομένης καὶ τῷ τάχει τῶν ποδῶν ἀποκλινούσης τὴν θήραν, οἱ μὲν ἄλλοι ἐπαύοντο, τῶν δὲ τῷ βασιλεῖ τις δορυφόρων καὶ Γήπαις τὸ γένος ἀνὴρ εἴχοντο τῆς διώξεως. ἐπί τινα τοίνυν δρυμὸν χωρησάσης ἐκείνης αὐτῆς τῆς ἐλάφου τῇ τοῦ δρόμου ὠκύτητι ἐγκρυπτομένης τε τῷ κατακόμῳ τῆς λόχμης, καὶ οἱ ἄνδρες ἐς τὸ πρόσω ἐχώρουν τῷ φιλονίκῳ τῆς θήρας παροτρυνόμενοι μᾶλλον πρὸς τὴν ἐπίτευξιν. ὁ μὲν οὖν Γήπαις τὸν νεανίαν ὁρῶν ἐσθῆτα περιβεβλημένον λαμπρὰν ζώνην τε χρυσῆν ἐμπορπησάμενον οὐκ ἄκομψον, τόν τε ἵππον αὐτοῦ χρυσοχάλινον, ἀνεῖλε τὸν δείλαιον δολοφονήσας αὐτὸν ὑπό τινα φάραγγα. ὁ μὲν οὖν δορυφόρος ἀντὶ τῆς ἐλάφου κακὸν κακίστης ἐφέσεως γέγονε θήραμα οἴκοθεν καὶ ἀφ' ἑαυτοῦ τὴν ἐπιβουλὴν ἐνεγκάμενος· λίνα γὰρ αὐτῷ καὶ ἄρκυς καὶ δίκτυα ὁ χρύσεος κόσμος ἐγίγνετο, συνέκδημος κατάκοσμος καὶ συνοδοιπόρος ἐπίβουλος. 6.2.8 πρώτης δὲ φυλακῆς τῆς νυκτὸς γενομένης, ὁ μὲν ἐργάτης τοῦ φόνου ἐς τὸν χάρακα ἐπανῆκεν, ὁ δὲ βασιλεὺς οἵ τε ἀμφ' αὐτὸν τὸν δορυφόρον μηδαμῇ που θεώμενοι ἐπὶ τῇ ἀδηλίᾳ τὰς ψυχὰς κατεπλήττοντο. τοῦ ἵππου τοίνυν τηνάλλως πλανωμένου, γηπόνος ἀνὴρ τούτου περιτυγχάνει καὶ ἐς τὴν τάφρον αὐτὸν ἀπεκόμιζεν. ὑποτοπήσας γοῦν ὁ βασιλεὺς τοῦτον αὐτὸν κύριον καθεστάναι τοῦ φόνου ἐς βάσανον ἐξεδίδου κολάσεων. 6.2.10 Τῇ δὲ ὑστεραίᾳ ἄνδρες τρεῖς Σκλαυηνοὶ τὸ γένος μηδέν τι σιδήρου περιβαλλόμενοι ἢ ὀργάνων πολεμικῶν ἑάλωσαν ὑπὸ τῶν τοῦ βασιλέως ὑπασπιστῶν· κιθάραι δὲ αὐτοῖς τὰ φορτία, καὶ ἄλλο τι οὐδὲν ἐπεφέροντο. ὁ μὲν οὖν βασιλεὺς διηρώτα τί τὸ ἔθνος αὐτῶν, καὶ ποῖ τὰς διατριβὰς ἐκληρώσαντο, τήν τε αἰτίαν τῆς περὶ τοὺς Ρωμαϊκοὺς τόπους ἀναστροφῆς. οἱ δὲ τὸ μὲν ἔθνος ἔφασαν πεφυκέναι Σκλαυηνοὶ πρὸς τῷ τέρματί τε τοῦ δυτικοῦ ᾠκηκέναι ᾿Ωκεανοῦ, τὸν δὲ Χαγάνον μέχρι τῶν αὐτόθι πρέσβεις ἐκπέμψασθαι ἐπὶ συλλογῇ μαχίμου δυνάμεως δῶρά τε πολλὰ τοῖς ἐθνάρχαις φιλοτιμήσασθαι. τοὺς μὲν οὖν δεξαμένους τὰ δῶρα τὴν συμμαχίαν αὐτῷ ἀπανήνασθαι, ἀποκναίειν τε αὐτοὺς τὰ μήκη τῆς ὁδοιπορίας διισχυριζομένων, ὡς δὲ τὸν Χαγάνον ἐπαποστείλασθαι αὐτοὺς ἐκείνους τοὺς ἑαλωκότας ἀπολογίας ὑπόθεσιν ἔχοντας· πεντεκαίδεκά τε μησὶ τὴν ὁδὸν διανύσαι. τὸν δὲ Χαγάνον ἐπιλαθόμενον τοῦ νόμου τῶν πρέσβεων δογματίσαι κωλύμην αὐτοῖς τῆς ἀναζεύξεως. αὐτούς τε τῶν Ρωμαίων ἔθνος ἀκηκοότας ἐπί τε πλούτῳ καὶ φιλανθρωπίᾳ λίαν, ὡς ἔστιν εἰπεῖν, εὐκλεέστατον, ἐμπορευσαμένους τὴν εὐκαιρίαν πρὸς τῇ Θρᾴκῃ ἀναχωρῆσαι. κιθάρας τε ἐπιφέρεσθαι διὰ τὸ μὴ ἐξησκῆσθαι ὅπλα τοῖς σώμασι περιβάλλεσθαι, τῆς χώρας αὐτοῖς ἀγνοούσης τὸν σίδηρον κἀντεῦθεν τὸν εἰρηναῖον καὶ ἀστασίαστον παρεχομένης τὸν βίον αὐτοῖς, λύραις τε καταψάλλεσθαι περιλαλεῖν οὐκ εἰδότας ταῖς σάλπιγξιν· οἷς γὰρ ὁ πόλεμος ἦν ἀνιστόρητος, εἰκότως ἂν ἔφασκον ἀγρότερά πως ὑπεῖναι τὰ τῆς μουσικῆς μελετήματα. ὁ μὲν οὖν αὐτοκράτωρ ἐπὶ τοῖς ῥηθεῖσι τὸ φῦλον ἀγάμενος φιλοξενίας ἠξίου ἐκείνους αὐτοὺς τοὺς ἀπὸ τῶν βαρβάρων ἐντετυχηκότας αὐτῷ, θαυμάσας τούτων τῶν σωμάτων τὸ μέγεθος τό τε μεγαλοφυὲς τῶν μελῶν ἐς τὴν ῾Ηράκλειαν τούτους παρεπέμπετο. 6.3.1 Τρίτη δὲ ἡμέρα, καὶ πρέσβεις ὑπὸ τοῦ βασιλείου ἐξεπέμποντο ἄστεος, ἥ τε ἀξίωσις ὑπὸ τῆς συγκλήτου ἐς τὸν βασιλέα ἐγίγνετο· ἡ δὲ ὑπόθεσις τὴν ἐπανάζευξιν τῆς βασιλέως ἐκδημίας ἐθήρα λαβεῖν. ὁ μὲν οὖν αὐτοκράτωρ μηδέν τι προσηκάμενος τῆς πρεσβείας παλιννοστεῖν προστάττει τοῖς πρέσβεσιν. τετάρτη δὲ ἡμέρα, καὶ ἐς τὸ πρόσω ὁ αὐτοκράτωρ μετωχετεύετο. στενῆς δὲ γεφύρας ἱκανοῖς στρατεύμασιν ὁμιλούσης, τεναγώδους τε δυσχωρίας συγκυρησάσης αὐτοῖς, δυσδιέξοδος ἦν ἡ διάβασις. ὑπῆσαν δὲ πλησίον πηγαὶ ποταμοῦ ὃν Ξηρόγυψον προσκαλοῦσιν οἱ πλησιόχωροι. 6.3.3 ἀκοσμούσης τε τῆς δυνάμεως περὶ τὴν διάβασιν, θρύλου τε περὶ τὴν γέφυραν ἀναθορήσαντος, ἀνυπονοήτου τε βοῆς προσγενομένης τῷ πλήθει, καί τινων κατακρημνισθέντων ὑπὸ τῆς περὶ τὸν ὄχλον ἐκθλίψεως, τοῦ ἵππου ἀποβὰς ὁ βασιλεὺς καὶ βακτηρίας ἑλόμενος αὐτουργὸς ἐγίγνετο κοσμιότητος, καὶ τῆς ἐπιθέσεως ἀπέχεσθαι τὰ πλήθη προστάξας ἐδίδου τῇ βαδίσει τὴν εὔροιαν, τῇ ἀναβολῇ τῆς συγχύσεως τὸ κατὰ μικρὸν δεικνὺς ἀσφαλὲς τοῖς στρατεύμασιν. οὕτω μὲν οὖν ὁ βασιλεὺς ἄσιτος διημερεύσας περὶ τὴν γέφυραν παρεῖχε τῇ δυσχωρίᾳ διέξοδον. ἡλίου δὲ πρὸς δυσμὰς ἀποκλίναντος ἀπὸ σημείων δύο τῆς γεφύρας ἐστρατοπέδευεν. τῇ δὲ ὑστεραίᾳ πρὸς τῇ ᾿Αγχιάλῳ διαγράφει τὸν χάρακα, ἡμέρας τε πέντε πρὸς ταῖς δέκα ἐνθαδὶ τὴν διατριβὴν ποιησάμενος ἐς τὸ βασίλειον ἄστυ ἐπάνεισιν, ἥκειν ἀκούσας ὑπὸ τοῦ Περσῶν βασιλέως ἐς Βυζάντιον πρέσβεις. τρίτη δὲ ἡμέρα, καὶ οἱ τῆς Κελτικῆς ᾿Ιβηρίας πρέσβεις ἐς τὸ βασίλειον παραγίγνονται ἄστυ· (Φράγγοι δὲ ἄρα οὗτοι τῇ νεωτέρᾳ γλώττῃ κατονομάζονται) αἱ δὲ προσηγορίαι τοῖς πρέσβεσι Βόσος καὶ Βέττος. 6.3.7 τούτους ὁ τοῦ ἔθνους δυνάστης (ὄνομα δὲ Θεοδώριχος αὐτῷ) ἐς βασιλέα ἐξέπεμπεν ἠξίου τε συνθήκαις φορολογίας τῷ Ρωμαϊκῷ συμμαχῆσαι καὶ δώροις ἀνελέσθαι πρὸς τὸν Χαγάνον τὸν πόλεμον. ὁ μὲν οὖν αὐτοκράτωρ τοὺς πρέσβεις φιλοφρονησάμενος δώροις ἀπόμισθον τὴν ξυμμαχίαν ἐκέλευσε Φράγγοις παρέχεσθαι, ἀργυρολογεῖσθαι τὸ Ρωμαϊκὸν ὑπὸ τῶν βαρβάρων οὐκ ἀνεχόμενος. ῾Ο δὲ Χαγάνος ἐπενθήκας λαμβάνειν τὰς συνθήκας ἐξῄτει τὸν Καίσαρα. ἐπεὶ δὲ ὁ αὐτοκράτωρ τοῖς λόγοις τοῦ βαρβάρου ὤτων οὐκ ἐδίδου βαλβῖδα, ἀντελάμβανε παραυτίκα τὸν πόλεμον. καὶ οὖν ὁ Χαγάνος τοῖς Σκλαυηνοῖς προστάττει ἀκατίων πλήθη τεκταίνεσθαι, ὅπως πρὸς διάβασιν σχοίη τὸν ῎Ιστρον πειθήνιον. 6.4.1 οἱ μὲν τῆς Σιγγηδόνος οἰκήτορες ἀθρόαις ἐφόδοις τισὶ τῶν Σκλαυηνῶν τοὺς πόνους ληΐζονται καὶ πυρὶ παρεδίδοσαν τὰ πρὸς ναυτιλίαν τούτων ἐπίχειρα. διά τοι τοῦτο πολιορκοῦσι τὴν Σιγγηδόνα οἱ βάρβαροι, ἡ δὲ πόλις ἐς τοὔσχατον ἀφικομένη κακοῦ ἰσχνὰς ἐπεφέρετο σωτηρίας ἐλπίδας. ἑβδόμη δὲ ἡμέρα, καὶ ὁ Χαγάνος τοῖς βαρβάροις προσέταττε τῆς πολιορκίας ἀπέχεσθαι γενέσθαι τε ὡς αὐτόν. ἐπεὶ δὲ τὸ βάρβαρον τούτων αὐτήκοον γέγονεν, ἀπολιμπάνει τὸ πόλισμα χρυσῶν δαρεικῶν χιλιάδας ἀπενεγκάμενον δύο τράπεζάν τε χρυσόπαστον καὶ στολήν. καὶ οὖν ὁ Χαγάνος παρασάγγας ποιησάμενος πέντε στρατοπεδεύεται ἀνὰ τὸ Σίρμιον πλήθη τε Σκλαυηνῶν ξυλουργεῖν παρεσκεύαζεν, ὅπως τὸν ποταμὸν τὸν λεγόμενον Σάον ναυτιλλόμενος διανήξηται. ὁ μὲν οὖν πρὸς τὴν ἐπιστρατείαν ἠπείγετο, οἱ δὲ σύνδρομον τῷ προστάγματι τὴν ναυτιλίαν παρείχοντο· τοιαῦτα γὰρ οἶδε τῶν ταττομένων ὁ φόβος ταξιαρχῶν ἀπεργάζεσθαι. ἐπακτρίδων γοῦν ἄρτι που τῷ βαρβάρῳ γενομένων τε καὶ προκειμένων, τὸν ἀγχίθυρον ποταμὸν διαπεραιοῦται τὸ βάρβαρον. ὁ μὲν οὖν Χαγάνος δυνάμεως συντάξας ἀποδασμὸν προθέειν ἐκέλευε καὶ φοβερὰν τὴν ἐντυχίαν τῆς ἐπιστασίας Ρωμαίοις παρέχεσθαι. 6.4.7 πέμπτη δὲ ἡμέρα, καὶ τῇ Βονωνίᾳ προσομιλεῖ. ὁ δὲ αὐτοκράτωρ στρατηγὸν χειροτονεῖ τῆς Εὐρώπης τὸν Πρίσκον αὐτοσχεδίῳ δυνάμει συμφράξας αὐτόν. ὁ μὲν οὖν Πρίσκος ὑποστράτηγον Σαλβιανὸν ποιησάμενος χιλίοις τε καθοπλίσας ἱππεῦσιν ἐκέλευε προκατασχεῖν τῶν ἐχυρωμάτων τὸ ἄσυλον. 6.4.8 ὁ μὲν οὖν τῆς Προκλιανῆς τὰς διαβάσεις ἀγκαλισάμενος, χάρακα θέμενος ἐναυλίζεται, πεμπταῖός τε περαιτέρω τῶν ἐχυρωμάτων γενόμενος συντυγχάνει τοῖς προθέουσι τῶν βαρβάρων. διαγνοὺς τοιγαροῦν οὐκ ἀξιόμαχον ἐπιφέρεσθαι δύναμιν πρὸς παράταξιν πρὸς τὴν τῶν ἐχυρωμάτων αὖθις ἀσφάλειαν τὴν καταφυγὴν ἐποιήσατο. οἱ δὲ βάρβαροι προσβαλόντες ταῖς διαβάσεσιν ἐς τὸ πρόσω χωρεῖν τὴν ἐγκοπὴν ἀπελάμβανον, τῆς ἀντιθέτου θυραυλούσης τῶν Ρωμαίων δυνάμεως κωλύμην παρεχομένης τοῖς τῶν βαρβάρων κινήμασιν. καὶ γοῦν ἐντεῦθεν περιίσταται Ρωμαίοις τε καὶ βαρβάροις ἐς τὸ καρτερὸν συμπλοκή. 6.4.10 διημερεύσας τοίνυν ὁ πόλεμος, καὶ πολλῶν ὑπὸ τῶν βαρβάρων ἀναιρεθέντων, τὴν κρείττονα ὁ τοῦ Ρωμαϊκοῦ ὑποστράτηγος ῥοπὴν ἀπελάμβανεν. πρώτη τε φυλακὴ τῆς νυκτός, καὶ ὡς τὸν Χαγάνον τὸ βάρβαρον γίνεται ἀφηγεῖταί τε τῶν συγκυρησάντων τὴν ἔκβασιν. ἐξ ἑωθινοῦ τοιγαροῦν χιλιάσιν ὀκτὼ τὸν Σαμοὺρ ὁ Χαγάνος συμφράξας ἀπέστελλεν. Ρωμαῖοι δὲ τὴν ἐπιγεγονυῖαν πληθὺν μὴ θαυμάσαντες ἀπρὶξ τῆς παρατάξεως εἴχοντο. ἡττηθέντων δὲ τῶν βαρβάρων, ἀναλαβὼν ὁ Χαγάνος τὰς δυνάμεις ἐχώρει πρὸς πόλεμον. ὁ δὲ Σαλβιανὸς καταπλαγεὶς τὴν ψυχὴν ἐπὶ τῷ πλήθει τῶν ἀπείρων δυνάμεων, δευτέρᾳ φυλακῇ τῆς νυκτὸς τὰς διαβάσεις ἀπολιπὼν ὡς τὸν Πρίσκον ἐπάνεισιν. 6.5.1 ὁ δὲ Χαγάνος ἡμέρας τρεῖς ἀνὰ τὸν χῶρον τὸν πρὸ τῶν ἐχυρωμάτων ἐνδιατρίψας τεταρταῖος διέγνω τὸ Ρωμαϊκὸν ἀποδρᾶσαν. πέμπτῃ δὲ ἡμέρᾳ ὑπὸ πρώτην ἕω τῆς πορείας ἀπήρχετο καὶ διαπεραιοῦται τὰς δυσχωρίας τῶν διαβάσεων. γίνεται γοῦν ἡμέρᾳ τρίτῃ εἰς τὸ λεγόμενον Σαβουλέντε Κανάλιν. εἶτα τῇ ᾿Αγχιάλῳ προσέμιξεν. ἀπάρας τε ἐντεῦθεν καὶ πρὸς τῷ νεῷ ᾿Αλεξάνδρου τοῦ μάρτυρος γεγονὼς ἐδίδου τοῦτον τῷ παμφάγῳ πυρὶ παρανάλωμα, τρία τε σημεῖα μεταβὰς τοῖς ἐπὶ κατασκοπῇ παρὰ τοῦ Ρωμαίων στρατηγοῦ παραπεμφθεῖσι συνετύγχανεν. 6.5.3 ὁ μὲν οὖν βάρβαρος αἰκισμοῖς διηρευνᾶτο τίς ἂν εἴη ὁ τῶν ἑαλωκότων σκοπός, τήν τε αἰτίαν τῆς πορείας αὐτοῖς ἐρεβοδιφούμενος ἤσχαλλεν οὐκ ἔχων μαθεῖν τὸ τῆς ἀληθείας ἀκίβδηλον· νόθοις γὰρ αὐτὸν ἐξεκρούσαντο λόγοις. πέμπτης δὲ παρῳχηκυίας ἡμέρας πρὸς τὰ Δριζίπερα μετοχετεύει τὸν χάρακα τήν τε πόλιν ἐνεχείρει πως παραστήσασθαι. ἐπεὶ δὲ οἱ τοῦ ἄστεος ἐς τὸ καρτερὸν παρετάττοντο, τὰς ἑλεπόλεις ἑβδόμῃ ἡμέρᾳ ὁ βάρβαρος ἐτεκταίνετο. θρύλου γοῦν ἐξαισίου προσπεσόντος τῇ πόλει, ἐπισάλων τε τῶν τῆς σωτηρίας ἐλπίδων γινομένων αὐτοῖς, εἰς ἐπίπλαστον θράσος ἐφοίτησαν· τὰς γὰρ πύλας ἀναπετάσαντες τοῦ πολίσματος ἠπείλουν τοῦ ἕρκους καταφρονεῖν ἰσοστάσιόν τε πρὸς τοὺς βαρβάρους ἀναλαμβάνειν τὸν πόλεμον. οἱ μὲν οὖν μέχρι φωνῆς καὶ τοῦ σχήματος τὴν παράταξιν ποιησάμενοι, ὑπὸ τῆς δειλίας καταπληττόμενοι οὐκ ἐξεχώρουν τοῦ ἄστεος· θείᾳ δὲ φροντίδι τινὶ ἀπείργετο τὸ βάρβαρον ἐπιτίθεσθαι. ἔδοξε γὰρ ἡμέρας μεσούσης ὁρᾶν Ρωμαϊκὰς ἀπείρους συμφράττεσθαι φάλαγγας ἀποχωρεῖν τε τοῦ ἄστεος καὶ ἀνὰ τὸ πεδίον ἐπείγεσθαι ὀργώσας πολεμεῖν καὶ θανατᾶν πρὸς παράταξιν. ἀσπάζεται τοίνυν αὐτοσχέδιον ὁ Χαγάνος ἀπόδρασιν. καὶ δόκησις ἦν τὸ ἀντίμαχον, μορμολυκεῖον ὄψεως καὶ διανοίας κατάπληξις. πέμπτη δὲ ἡμέρα, καὶ ὁ Χαγάνος ἐπὶ τὴν Πείρινθον γίγνεται· ῾Ηράκλειαν δὲ ταύτην Ρωμαῖοι προσαγορεύουσιν. ἐπεὶ δὲ Πρίσκος ἐξαπιναίως εἶδε τὸ βάρβαρον, τῇ ἐπιβολῇ ἀναβολὴν οὐ παρείχετο. συμπλακεὶς τοιγαροῦν τοῖς ἀνὰ τὸν Χαγάνον πρὸς πόλεμον αὐθωρὸν τοῖς πολεμίοις τὰ νῶτα ὑπέδειξεν, τῇ ἀφθονίᾳ τῆς ἀντιθέτου δυνάμεως φέρειν οὐκ ἔχων τῆς μάχης τὴν ἔνστασιν. ἀτὰρ εἰς Διδυμότειχον ἅμα τῷ πεζικῷ ὁ τῶν Ρωμαίων στρατηγὸς ὑπεχώρησεν. μετὰ τοῦτο εἰς Τζουρουλλὸν ἀφικόμενος ἀσυλίαν ταῖς δυνάμεσι τὴν πόλιν περιεβάλετο. τὸ δὲ βάρβαρον τὸ ἄστυ περικαθήμενον γεννικῶς ἐπολιόρκει τὸν Πρίσκον. 6.5.11 τούτων γοῦν ὁ αὐτοκράτωρ ἀκηκοὼς ἠδημόνει τε καὶ ἐδεδίει τὴν ἔκβασιν, καὶ μέγιστον τάραχον ἔσπασε τῇ ἀγγελίᾳ τοῦ συγκυρήσαντος. τετάρτη δὲ ἡμέρα, καὶ ἀγχινοίας ἀκόλουθον βουλὴν προηνέγκατο· τῶν γὰρ σωματοφυλάκων τινὰ μετάκλητον ποιησάμενος ἑκοντὶ ἁλῶναι αὐτὸν ὑπὸ τῶν βαρβάρων ἐκέλευε φάσκειν τε αὐτοκρατορικὰς ὡς τὸν Πρίσκον ἐπιστολὰς ἐπιφέρεσθαι, ὅπως οἱ βάρβαροι καθά πού τι ἕρμαιον ταύτας ἀναλεξάμενοι τῆς τῶν ἐγγεγραμμένων δυνάμεως αὐτήκοοι γένοιντο κἀντεῦθεν ἐκδειματούμενοι τὴν πρὸς τὰ οἴκοι ἀνάζευξιν φενακισθέντες ποιήσωνται. τοιαῦτα δὲ ἄρα ἐνεκεχάρακτο γράμματα. 6.5.13 "Πρίσκῳ τῷ ἐνδοξοτάτῳ στρατηγῷ τῆς περὶ τὴν Θρᾴκην ἑκατέρας δυνάμεως. ἡ τῶν ἀλιτηρίων βαρβάρων ἐγχείρησις θρῦλον τὸ παράπαν οὐκ ἐνεποίησε τῇ ἡμῶν εὐσεβείᾳ· τοὐναντίον μὲν οὖν καὶ ἐπιμελεστέρους πρὸς τὴν τούτων ἀπώλειαν ἀπειργάσατο. καὶ τοῦτο γινωσκέτω ἡ σὴ ἐνδοξότης, ὅτι ἀπαισίως μετ' αἰσχύνης καὶ πολλοὺς ἀποβαλόμενος ἔχει ὁ Χαγάνος ἀποχωρῆσαι εἰς τὴν ὑπὸ Ρωμαίων αὐτῷ ἀφιερωθεῖσαν χώραν. διὰ τοῦτο ἅμα τῷ εὐτυχεστάτῳ στρατῷ καρτερήσει ἡ σὴ ἐνδοξότης ἐν Τζουρουλλῷ τῇ πόλει καὶ δόξει περιρρεμβεῖν τοὺς ἐπικαταράτους ᾿Αβάρους. ἐπέμψαμεν γὰρ διὰ θαλάσσης πλοῖα καὶ στρατόν, ἵνα ἀνέλθωσιν εἰς τὰς φαμιλίας αὐτῶν καὶ πάσας αἰχμαλωτεύσωσιν, καὶ ἐντεῦθεν ἀναγκασθῇ μετὰ αἰσχύνης καὶ μεγάλης ζημίας ὁ ἐπικατάρατος τῶν ᾿Αβάρων ἡγούμενος εἰς τὴν ἑαυτοῦ γῆν ὑποστρέψαι ἀπὸ τῆς καθ' ἡμᾶς πολιτείας." 6.5.16 ῾Ο μὲν οὖν ἐπίπλαστος ἄγγελος τὸ προστεταγμένον πέρατι παρεδίδου. ἑβδόμη ἡμέρα, καὶ ὑπὸ τῶν βαρβάρων ἁλοὺς τὰς βασιλείους δέλτους παρεδίδου ἑκών· ὁ δὲ Χαγάνος τὰ ἐμφερόμενα ἐν αὐταῖς ὑπὸ ἑρμηνέως τῇ πατρίῳ φωνῇ διαγνοὺς ὑπὸ τῶν λόγων ἀλωπεκίζεται, καὶ περιδεὴς γεγονώς, συνθήκας πρὸς τὸν Πρίσκον διαθέμενος ἐπ' ὀλιγίστῳ χρυσίῳ ἐς τὴν ἑαυτοῦ ὡς τάχιστα ἐπανέζευξεν. ἡ γὰρ τῆς φενάκης ἰσχὺς λίαν ἐγκρατῶς ἀπεβουκόλει τὸν βάρβαρον. 6.6.1 ῾Ο μὲν οὖν στρατηγὸς μετοπώρου ἀρχομένου διαλύσας τὸν χάρακα ἐς Βυζάντιον ἧκεν, Ρωμαῖοι δ' ἀπόμαχοι εἰς τὴν Θρᾴκην ἐχέοντο ἀνὰ τὰς κώμας διατρεφόμενοι. ἦρος δὲ ἀρχομένου ὁ στρατηγὸς ὑπὸ τοῦ βασιλέως παρὰ τὸν ῎Ιστρον ἐπέμπετο, ὅπως τὰ τῶν Σκλαυηνῶν γένη διανήξασθαι τὸν ποταμὸν κωλυόμενα ἀφοβίαν ἄκοντα τῇ Θρᾴκῃ παράσχοιντο· ἔφασκε γὰρ ὁ αὐτοκράτωρ τῷ Πρίσκῳ, οὐκ ἂν ἠρεμοίη τὸ βάρβαρον, εἰ μὴ τὸν ῎Ιστρον ἐς τὰ μάλιστα τὸ Ρωμαϊκὸν περιφρουρήσοιτο. ὁ μὲν οὖν Πρίσκος τῆς ἱππικῆς δυνάμεως τὰς ἡνίας ἐλάμβανεν, Γέντζων δὲ τῆς πεζικῆς πληθύος ἐπιστατεῖν ὑπὸ τοῦ βασιλέως προστάττεται. τῇδε περὶ τὴν ῾Ηράκλειαν ἦρος μεσοῦντος τὸ Ρωμαϊκὸν συναγείρεται. ἑβδομαῖος δὲ ὁ στρατηγὸς τὴν τάφρον μεταφοιτᾶν ἐγκελεύεται, βάσανόν τε τοῦ συμμαχικοῦ ποιησάμενος καὶ τὰς δυνάμεις διαριθμησάμενος, τὰς ἐγκυκλίους τῶν χρημάτων αὐτοῖς διανομὰς ἐποιήσατο. ἀπάρας γοῦν ἐντεῦθεν καὶ τέσσαρας ποιησάμενος χάρακας ἐπὶ τὰ Δριζίπερα γίνεται. πέντε δὲ πρὸς ταῖς δέκα ἐνδιατρίψας ἡμέραις τῷ χώρῳ εἴκοσι χάραξι πρὸς τὴν Δορόστολον παραγίνεται. ὁ μὲν οὖν Χαγάνος ἀκοῇ τὴν Ρωμαϊκὴν ἐπιστρατείαν διέγνωκε κἀντεῦθεν πρέσβεις ὡς τὸν Πρίσκον ἐξέπεμπεν. ἀφικομένων γοῦν τῶν πρέσβεων ὡς τὸν Πρίσκον, ὁ Κὸχ (βάρβαρος δὲ οὗτος) τῶνδε τῆς πρεσβείας [ῥημάτων] ἀπήρξατο. "τί τοῦτο, θεοί; οἷς τὸ δεισιδαιμονεῖν ἐστιν ἁρμόδιον, ἄρτι που τὸ δυσσεβεῖν καθέστηκε πρόχειρον. εἰρήνην τὸ Ρωμαϊκὸν παρελύσατο, συνθήκης θεσμὸς κιβδηλεύεται, ἅλες ὁμολογίας ἠθέτηνται, πίστεως αἰδὼς κατηνάλωται, ὁ μεσίτης ὅρκος ἀπόλωλεν. ῎Ιστρος ὁρᾷ πολεμίαν ὄψιν καὶ χάρακα καὶ σιδηροφοροῦντα τὸν Πρίσκον τὸν πρὸ μικροῦ τὴν εἰρήνην ᾿Αβάροις τε καὶ Ρωμαίοις νυμφαγωγήσαντα. ἀδικεῖς, ὦ Καῖσαρ, ἀνοσίως κλέπτων τὸν πόλεμον. οὐκ ἔστι βασιλικὸν τὸ ἐγχείρημα, οὐκ ἐξουσίας ἔτι τὸ φρόνημα, τὸ βούλευμα λῃστρικόν, τὸ δρᾶμα δημοκατάρατον. ἢ τῆς στεφάνης κατάθου τὸ κόσμιον, ἢ μὴ τῆς ἐξουσίας τὴν εὐσχημοσύνην διάφθειρε. ὑμεῖς τοῖς βαρβάροις ἐπολιτεύσατε τὴν φαυλότητα. τὸ παρασπονδεῖν οὐκ ἐγνώκαμεν, εἰ μὴ διδασκάλους ὑμᾶς τοῦ ψεύδους εὑρήκαμεν. οὓς ὁ πόλεμος ἠρεμοῦντας οὐκ ἔγνωκεν, οὐδὲ τὸ τῆς εἰρήνης ἀπομάχους τεθέαται ὄμμα. πολεμῶν ἀδικεῖς, σπενδόμενος ἀνιᾷ. καὶ πότε σοι πίστις ὑπολιμπάνεται τοῦ στέργειν τὴν ἡσυχίαν ἀπόλεμον; τὴν χθές, στρατηγέ, φιλανθρωπίαν αἰδέσθητι. φίλους ἐσομένους ὑμᾶς, οὐ πολεμίους ἐσώσαμεν. ὢ φιλανθρωπίας ὠδινούσης λύπην καὶ κίνδυνον! οἱ σωτηρίαν παρ' ἡμῶν ἀρυσάμενοι νῦν τὴν ἀντίθετον ἀμοιβὴν ταλαντεύονται. καὶ πολεμούμεθα σὺν θεοῖς· πολιορκεῖται γὰρ ὅρκων ἀκρόπολις, καὶ τυραννεῖται τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος, καὶ δόλος παρρησιάζεται, καὶ τὸ ψεῦδος ἡγεμονίαν πιστεύεται, καὶ τὰ τῆς ἐπηρείας ἀναφανδὸν ἐστρατεύσατο. εἰ μὲν οὖν, στρατηγέ, γνωσιμαχήσεις αἰδούμενος, μέχρι τῆς αἰσχύνης τὴν ζημίαν ἀποίσῃ· εἰ δὲ μή, τὴν ἀντίδοσιν ἕξεις διδάσκαλον μετὰ τῶν ἀτυχημάτων τὸν μετάμελον ἀντεπάγουσαν." τούτων τοίνυν διαπερατωθέντων τῶν λόγων, καὶ τῆς δυνάμεως βαρυνομένης ὑπὸ τῆς διαλέξεως, ἐδίδου τῷ θράσει τὴν συγγνώμην ὁ Πρίσκος καὶ βαρβάροις λόγοις συγχώρησιν. οὐκοῦν ἀνθυποφορὰν τῇ προπετείᾳ μὴ παρασχόμενος κατὰ τῶν Σκλαυηνῶν ἔφησεν ἄρασθαι πόλεμον· μὴ γὰρ οὖν ταῖς ᾿Αβαρικαῖς συνθήκαις τε καὶ σπονδαῖς καὶ τὸν Γετικὸν καταλύσασθαι πόλεμον. 6.7.1 δωδεκάτη δὲ ἡμέρα, καὶ ναῦς ὁ στρατηγὸς συμπηξάμενος τὸν ποταμὸν διενήξατο, ἀκηκοώς τε τὸν ᾿Αρδάγαστον ποιησάμενον τὰ τῶν Σκλαυηνῶν πλήθη ἀπόδημα, ὅπως λείας ἐπικυρήσειεν, μεσούσης νυκτὸς τὴν ἔφοδον ἐμπορεύεται. ὁ μὲν οὖν ᾿Αρδάγαστος ταῖς ὄψεσι τῶν ὀνειράτων χαίρειν εἰπὼν τῇ τε τοῦ θρύλου ἐπιτάσει διανήψας τοῦ ὕπνου, ἵππου γυμνῆς ἐπιβὰς τὴν φυγὴν ἐπεποίητο. περιπίπτει γοῦν Ρωμαίοις ὁ βάρβαρος καὶ ἀποβὰς τῆς ἵππου κατασυστάδην τὴν μάχην ἀσπάζεται. ἐπεὶ δὲ φέρειν οὐκ εἶχε τὴν ἀντίθετον ῥύμην, διὰ δυσχωρίας τινὸς τὴν φυγὴν περιβάλλεται. ὅθεν οὖν ᾿Αρδάγαστος ἐπροτέρευε τοῖς κινήμασιν ἐθάδα πρὸς τοῦτο κεκτημένος τὴν φύσιν. σκαιοτέρας τε τύχης συμπεσούσης αὐτῷ, πρέμνῳ μεγίστου δένδρου τινὸς περιπίπτει ὁ βάρβαρος. ἐντεῦθεν τοῖς διώκουσιν ἦν ἂν θήραμα καὶ μάλα εὐκτόν, εἰ μὴ ποταμὸς αὐτῷ σωτήριος γέγονεν· διανήξας γὰρ ἀποδιδράσκει τὸν κίνδυνον. οἱ μὲν οὖν Ρωμαῖοι πλήθη Σκλαυηνῶν μαχαίρας ποιησάμενοι δεῖπνον τὴν ἀμφὶ τὸν ᾿Αρδάγαστον διατέμνονται χώραν, ἐνέρσει τε ξύλων τοὺς ζωγρηθέντας ποιήσαντες ἐς Βυζάντιον ἔπεμπον. ὁ δὲ Πρίσκος ἐγίνετο τοῖς στρατεύμασιν ἀκοσμίας ὑπόθεσις. ἐνεχείρει γὰρ τὴν πρώτην τῆς λείας ἀπόμοιραν τὸν βασιλέα κομίζεσθαι, τὴν δὲ δευτέραν τὸν τοῦ αὐτοκράτορος παῖδα τὸν μείζονα, εἶτα καὶ τὴν λοιπὴν τοῦ βασιλέως ἐπιγονὴν μερίδας ἀποκληρώσασθαι, τῷ ἀφθόνῳ τῆς βασιλικῆς εὐτεκνίας τὴν πλεονεξίαν ἐμπορευόμενος. ἐπεὶ γοῦν ἐξιτήλοις σκύλοις τὸ Ρωμαϊκὸν καθυβρίζετο, τυραννὶς ἐπεφοίτα καὶ τάραχος ἡγεμόνευεν. ὀρρωδήσας γοῦν ὁ στρατηγὸς τὸ πραχθὲν καὶ μεταμέλῳ τῶν προϋπηργμένων τὴν ἐπιβολὴν ὀβελίσας, ταῖς δευτέραις φροντίσιν ἐδίδου τὰ νικητήρια. τοίνυν ἐπὶ τὸ λυκόφως τοὺς ἡγεμόνας τῶν δυνάμεων μετεπέμπετο, καὶ πείθει τῇ τῶν ῥημάτων περιστροφῇ ὡς οὐδὲν τῶν μὴ καθηκόντων κατὰ τὴν προτεραίαν εἰργάσατο. ὅτε τοίνυν τὸ ἀραρὲν ὑπὸ τῆς τῶν λόγων πειθοῦς οἱ τῶν ταγμάτων ἐξάρχοντες συμφώνως ἀπεδογμάτισαν, ὡς τὸν στρατηγὸν τὰ πλήθη συρρέουσιν. καὶ γοῦν ὁ στρατηγὸς τῇ πατρίῳ φωνῇ τοῖς Ρωμαίοις τῶνδε τῶν λόγων ἀπήρξατο. 6.7.10 "῎Ανδρες καὶ φίλοι καὶ στρατιῶται καὶ σύμμαχοι, οἱ πρὸς πόλεμον ἀριστεύοντες, ἐν δὲ ταῖς ἀκοσμίαις ἰδιωτεύοντες, εἰ τὴν ἀκοὴν εὐθετήσητε καὶ τὴν καρδίαν εὐθύνητε, κἀγὼ τῶν νουθετημάτων ἀπάρξομαι. ἴσως δέ τι τοῖς λόγοις καὶ λυπήσω μικρὸν τὸ διάστροφον τῶν τρόπων ἐπανορθούμενος· κἀντεῦθεν γὰρ τῷ ταξιάρχῃ καλὸν μηδέν τι δεδοικέναι τῆς διαλέξεως διὰ τὸν τῆς φιλίας κίνδυνον. τί καθ' ἡμῶν συστρατεύοντες ἐχθές τε καὶ τρίτην εἰκῇ τε καὶ λίαν ὡς ἔπος εἰπεῖν ἐφρυάξασθε; παρελύπουν τὰ ὑμέτερα λαφυραγωγῶν βασιλεῖ. ἠνιᾶσθε τοὺς θριάμβους ἐπιδεικνύμενοι. ἐνεκότει πᾶς τῷ στρατηγῷ τῇ πόλει καὶ βασιλεῦσι καὶ δήμοις κατακληροδοτοῦντι ἀριστείας καὶ τρόπαια. καὶ τίνας ἕξετε τῶν ἀνδραγαθημάτων ἀποφήνασθαι μάρτυρας; τίς ὑμῖν θεατὴς τῶν πόνων γενήσεται; ποῦ τῆς εὐκλείας τοὺς πίνακας καθιδρύσωμεν; ὅπως τε καὶ ποῖ καὶ πότε καὶ τίσι τὴν ἀνδρείαν κηρύξωμεν; εἰ γὰρ τῶν κατατιθεμένων ὑμεῖς ἔσεσθε μάρτυρες, ἄπιστος ὁ πόνος, ἀναπόδεκτον τὸ εὐτύχημα, μῦθος τὰ τρόπαια, ἀβέβαια τὰ τῶν διηγημάτων ἐπίκομψα ἐνέχυρα, τοῦ λόγου χηρεύοντος καὶ τοῦ πιθανοῦ τὴν ἀπορίαν ἐπέχοντος. οἱ φιλοσοφοῦντες τὸν θάνατον καὶ πάντα καὶ πάσχειν καὶ πράττειν ἑλόμενοι οὐ καταφρονήσητε λαφύρων διὰ τὴν εὔνοιαν; οὐ φορολογεῖσθε τὰ λάφυρα, ἵνα τὸν κρότον μακρολογήσητε; τί τὰς ψυχὰς ὑπὸ φιλοχρηματίας ἀνδραποδίζεσθε οἱ δουλαγωγεῖν τὸ πολέμιον ὀρεγόμενοι καὶ κινδύνοις ψυχῆς τὰς νίκας ὠνούμενοι; οὐκ ἴσασι τῶν κτημάτων οἱ ἔρωτες εὐδοξίας ὑπόθεσις γίνεσθαι, ἀλλ' οὐδὲ τῶν χρημάτων ἡ ὄρεξις διασώζειν τῶν ἐπαίνων τὴν ἔφεσιν. ἢ θάτερον οὖν ἀπολείπετε, ἢ τοὺς τῆς στρατείας νόμους μὴ κιβδηλεύετε." 6.8.1 ῎Ετι γοῦν τοῦ στρατηγοῦ τοῖς λόγοις ἐπικυμαίνοντος καὶ τὰ Θεμιστοκλέους Ρωμαϊκῶς ἀττικίζοντος, κρότος ὑπὸ τοῦ πλήθους ἀνέθορεν, καὶ πρὸς εὔνοιαν τὰ τῆς δυσμενείας μετήρχετο, ὁ δὲ ψόγος πρὸς ἔπαινον, πρὸς ἀποδοχὴν τὰ τοῦ σκώμματος, καὶ πάντα μετεγίνετό τε καὶ μετετίθετο· οἶδε γὰρ γλώττης ἀλκὴ καὶ φύσεως ἄρχειν καὶ κατὰ τῆς ἀνάγκης νομοθετεῖν καὶ μετοχετεύειν γνώμης κινήματα ἀμείβειν τε τύχας καὶ πάντα μεταμορφοῦν καὶ πλάττειν καὶ δημιουργῆσαι πειθήνιον. τοίνυν ὁ Πρίσκος κρατήσας τοῖς λόγοις ἐς βασιλέα ἀπέπεμπε τὰ τῶν πόνων ἐπίχειρα τριακοσίοις συμφράξας τὴν λείαν, πρόταγόν τε τούτων τὸν Τατίμερ προεστήσατο. ὁ μὲν οὖν Τατίμερ τῆς ἐς Βυζάντιον πορείας ἀπήρχετο, ἕκτῃ δὲ ἡμέρᾳ Σκλαυηνοῖς περιτυχὼν ἐς ἀδόκητον καταγίνεται κίνδυνον· μεσούσης γὰρ ἡμέρας ἐκλύτως καὶ φροντίδος ἐκτὸς στρατοπεδεύοντι, καὶ τὴν χλόην νεμομένης τῆς ἵππου, τὸ βάρβαρον ἐπιτίθεται. βοῆς τοιγαροῦν γενομένης, τῶν τε Ρωμαίων καθεστώτων ἀφίππων, προθέει μετ' ὀλίγων ὁ Τατίμερ, ἀγχίθυρός τε τῶν βαρβάρων γενόμενος ἐς μέγα ὀλέθρου κατέπιπτεν. φέρειν γὰρ οὐκ ἔχων τὴν ἀντιμέτωπον μάχην ἐτέτραπτο πρὸς φυγήν, βαλλόμενός τε οὐ καιρίαις βολαῖς μόλις ἀπέδρα τὸν κίνδυνον. τῶν οὖν Ρωμαίων ἐπιγινομένων πεζῶν καὶ διασωσάντων τὸν Τατίμερ, πρὸς τοὺς Σκλαυηνοὺς λοιπὸν ἐχειρούργουν τὸν πόλεμον. 6.8.7 τῆς τοίνυν μάχης ἐς τὸ καρτερὸν γενομένης, κρατοῦσι τῶν Σκλαυηνῶν Ρωμαῖοι, φόνον τε πολὺν ἀπεργασάμενοι, πεντήκοντα βαρβάρους ζωγρήσαντες ἐπανῄεσαν πρὸς τὸν χάρακα, λείαν Ρωμαϊκὴν ὑπὸ τῶν Σκλαυηνῶν διασωσάμενοι. ὁ μὲν οὖν Τατίμερ τὸ σῶμά πως ἀκεσάμενος ἐς Βυζάντιον ἧκεν ἀξιολογωτάτην προνομὴν ἐπιφερόμενος. ἡσθεὶς τοιγαροῦν ὁ αὐτοκράτωρ ἐπὶ τοῖς συγκυρήσασιν ἐπὶ τὸ τοῦ θεοῦ μέγιστον ἀνὰ τὴν πόλιν ἐπαννύχιζε τέμενος, εἶτα μετὰ τοῦ λεῶ τὰς ἱκετηρίας εὐχὰς ποιησάμενος ἠξίου τὸ θεῖον ἐπισημότερα δοῦναι τὰ τρόπαια. ῾Ο δὲ πολέμαρχος Πρίσκος ἐπὶ κατασκοπῇ προθέειν ἀνδράσιν ἐκέλευεν. ἡμέρα δὲ δευτέρα, καὶ οὐ διέγνω ἀνὰ τοὺς χώρους πολέμιον. οὐκοῦν εἰς τὰ πρόσω τοῦ ῾Ηλιβακία ποταμοῦ ἐξ ἑωθινοῦ ποιεῖσθαι τὴν βάδισιν τῷ ᾿Αλεξάνδρῳ 6.8.10 προστέταχεν. ὁ μὲν οὖν ᾿Αλέξανδρος τὸν γείτονα διανηξάμενος ποταμὸν ἐντυγχάνει Σκλαυηνοῖς. οἱ δὲ βάρβαροι πολεμίαν θεασάμενοι ὄψιν πρὸς τὰ πλησίον τενάγη ἐπί τε τὴν ὕλην τὴν βάρβαρον τὴν ἀποφυγὴν ἐποιοῦντο. οἱ δὲ Ρωμαῖοι τούτους ἐνεχείρουν ἑλεῖν. ἐπεὶ δὲ τῇ ἰλύϊ συγγίνονται, περιπίπτουσι δυσκαταγωνίστῳ κακῷ· καὶ ἂν διόλωλεν ἅπαν τὸ σύνταγμα, εἰ μὴ θᾶττον ὁ ᾿Αλέξανδρος ὑπεξήγαγε τοὺς Ρωμαίους τοῦ τέλματος. ὁ μὲν οὖν ᾿Αλέξανδρος ὁ ταξίαρχος περιστοιχίσας τὸν χῶρον παραδιδόναι τούτους ἐπειρᾶτο πυρί· ἡ δὲ φλὸξ νοσηλευομένη ὑπὸ τῆς ὑγρᾶς κατεμαλθακεύετο φύσεως, καὶ ἦν τῷ ᾿Αλεξάνδρῳ τὰ τῆς ἐπιβολῆς οὐκ εὐδόκιμα. τοίνυν Γήπαις ἀνήρ, ἐκ τῶν Χριστιανῶν θρησκείας πάλαι ποτὲ πεφυκώς, μετὰ τῶν βαρβάρων ὑπῆν. οὗτος πρὸς τοὺς Ρωμαίους αὐτομολῶν δακτυλοδεικτεῖ καὶ τὴν εἴσοδον. οἱ μὲν οὖν Ρωμαῖοι τῶν εἰσόδων γενόμενοι κύριοι κρατοῦσι τῶν βαρβάρων. ὁ δὲ ᾿Αλέξανδρος ἀνετάζων κατεπυνθάνετο πόθεν τοῖς ἑαλωκόσι τὸ γένος. οἱ δὲ βάρβαροι ἐς ἀπόνοιαν καταπεπτωκότες θανάτου χαίρειν ἔφραζον ταῖς κολάσεσιν, ὡς περὶ ἀλλοτρίου τοῦ σώματος τὰς ἐκ τῶν μαστίγων ἀλγηδόνας διατιθέμενοι. 6.9.1 ὁ δὲ Γήπαις διεξῄει τε ἅπαντα καὶ διήλεγχεν ἐξ ἐπιλέπτου τὰ πράγματα, φάσκων ὑπὸ Μουσώκιον τὸν λεγόμενον ῥῆγα τῇ τῶν βαρβάρων φωνῇ τοὺς ἐζωγρημένους ὑπεῖναι, τοῦτον δὲ τὸν Μουσώκιον ἐναυλίζεσθαι μετὰ παρασάγγας τριάκοντα, τοὺς δὲ ἁλόντας ἐκπέμψαι ἐπὶ κατασκοπῇ τῆς Ρωμαίων δυνάμεως, ἀκηκοέναι τε καὶ τὰ περὶ τὸν ᾿Αρδάγαστον γεγονότα πρὸ μικροῦ δυστυχήματα. παρῄνει τε Ρωμαίοις ἀθρόαν τὴν ἐπιστασίαν ποιήσασθαι τόν τε βάρβαρον ἑλεῖν τῷ ἀδοκήτῳ τῆς ἐπιθέσεως. ὁ μὲν οὖν ᾿Αλέξανδρος παρὰ τὸν Πρίσκον γενόμενος τοὺς βαρβάρους ἠνέγκατο, ὁ δὲ πολέμαρχος ἀναιρέσει τούτους παρέδοτο. γίνεται γοῦν πρὸς τὸν στρατηγὸν ὁ Γήπαις ἐκεῖνος ὁ βάρβαρος καὶ διέξεισι Πρίσκῳ τὰ τῶν βαρβάρων διανοήματα, εἰσηγεῖτό τε ἐπιστῆναι τῷ βαρβάρῳ τὸν Πρίσκον, καὶ πίστιν τῆς ἐπιτεύξεως ἐδίδου φενακίζειν ὁ Γήπαις τὸν βάρβαρον. ἐπιχαρῶς τοίνυν ὁ Πρίσκος τοὺς λόγους ἀράμενος δώροις τε λαμπροῖς τὸν ηὐτομοληκότα λιπάνας ἐπαγγελίαις τε περιδόξοις ἐχυρωσάμενος, ἐξαπατῆσαι τοῦτον ἐπεπόμφει τὸν βάρβαρον. καὶ οὖν ὁ Γήπαις πρὸς Μουσώκιον γίνεται αἰτεῖ τε μονοξύλων πλήθη ἀπὸ τούτου ἑλεῖν, ὅπως τοὺς ἠτυχηκότας περὶ τὸν ᾿Αρδάγαστον περαιώσηται. ὁ μὲν οὖν Μουσώκιος ἕρμαιόν τι δοκῶν τὰ ὑπὸ τῆς ἀπάτης αὐτῷ καττυόμενα ἐδίδου μονόξυλα, ὅπως ὁ Γήπαις τοὺς περὶ τὸν ᾿Αρδάγαστον διασώσηται. ἑκατὸν τοίνυν πρὸς τοῖς πεντήκοντα ἀκατίοις λαβών, καὶ προσκώπους τριάκοντα, εἰς τὸ ἀντιπέραν τοῦ ποταμοῦ παραγίνεται, ὃν οἱ ἐγχώριοι Πασπίριον ὀνομάζουσιν. ὁ δὲ Πρίσκος κατὰ τὸ σύνθημα ἐξ ἑωθινοῦ ἀπήρχετο τῆς βαδίσεως. ἀτὰρ ὁ Γήπαις ἀνὴρ τῶν συνεληλυθότων κλέψας τὴν αἴσθησιν μεσούσης τῆς νυκτὸς πρὸς τὸν τῶν Ρωμαίων πολέμαρχον γίνεται, καὶ ἠξίου ἑκατὸν ὁπλίτας ἀποίσεσθαι, ὅπως στόματι μαχαίρας τοὺς πρὸς τῇ σκοπῇ βαρβάρους ὀλέσειεν. τοίνυν ὁ στρατηγὸς ἄνδρας διακοσίους συμφράξας τῷ ταξιάρχῳ δίδωσιν ᾿Αλεξάνδρῳ. ἐπεὶ δὲ τὸ Ρωμαϊκὸν τῷ Πασπιρίῳ ἐπλησίαζε ποταμῷ, 6.. εἰς ἐνέδραν τὸν ᾿Αλέξανδρον ὁ Γήπαις ἐκάθισεν. νυκτὸς τοιγαροῦν γεγονυίας οἱ μὲν βάρβαροι κατωφερεῖς περὶ τὸν ὕπνον ὄντες ἐτύγχανον ἔξοινοί τε γεγονότες λίαν τῶν ἐνυπνίων ἀντείχοντο. ὁ δὲ Γήπαις τοὺς βαρβάρους διαφθείρειν κατειρωνεύετο. τρίτη δὲ φυλακή, καί τι μικρὸν μεταστὰς καὶ πρὸς τὴν ἐνέδραν γενόμενος ὑπεξάγει τοῦ λόχου ᾿Αλέξανδρον. καὶ οὖν διιθύνας Ρωμαίους ἐπὶ τὸν Πασπίριον ποταμὸν καὶ σύνθημα λαβών τε καὶ δοὺς ἐπὶ τοὺς βαρβάρους ἐχώρησεν. ἔτι τοίνυν τῶν βαρβάρων προσομιλούντων τῷ ὕπνῳ, δι' ᾿Αβαρικῶν ᾀσμάτων ἐδίδου ὁ Γήπαις τῷ ᾿Αλεξάνδρῳ τὸ σύνθημα. ὁ δὲ ᾿Αλέξανδρος ἐπιστὰς τοῖς βαρβάροις ὕπνου καὶ ζωῆς τὴν ζημίαν παρείχετο. ἐπεὶ δὲ τῶν ἀκατίων γέγονεν ἐγκρατής, πρὸς τὸν στρατηγὸν ἀγγέλους ἐξέπεμπε τῆς ἐπιβολῆς τὰς ὁρμὰς ἐπιτείνων. ὁ δὲ Πρίσκος τρισχιλίους ἀράμενος καὶ διανείμας εἰς τὰ ἀκάτια τὸν Πασπίριον ποταμὸν διενήξατο. καὶ δῆτα μεσούσης νυκτὸς τῇ ἐφόδῳ παρεῖχον τὴν ἔναρξιν. ὁ μὲν οὖν βάρβαρος κάτοινος ὢν τῇ μέθῃ διέφθαρτο· ἦν γὰρ αὐτῷ κατὰ τὴν ἡμέραν ἐκείνην ἐπιτάφιος ἑορτὴ ἐπὶ ἀδελφῷ κατοιχομένῳ, ὡς ἔθος αὐτοῖς. ὁ μὲν οὖν φόβος μέγας ἐγίνετο. ζωγρηθεὶς τοίνυν ἥλω ὁ βάρβαρος. οἱ δὲ Ρωμαῖοι κατεπαννυχίζοντο ἐν τοῖς αἵμασιν. ἡμέρας δὲ λαμπούσης ἐλάμβανεν ὁ φόνος ἀπὸ τοῦ στρατηγοῦ τὴν ἀνάπαυλαν. ὑπὸ δὲ τρίτην ἕω τὴν ἀποσκευὴν τάς τε δυνάμεις ὁ στρατηγὸς διεπορθμεύσατο. τοίνυν οἱ Ρωμαῖοι φρονηματισθέντες ἐπὶ τοῖς συγκυρήσασι πρὸς τρυφὴν κατεκλίνοντο, εἶτα τῇ μέθῃ συρράπτονται, καὶ τῇ παροινίᾳ τὰς εὐπραξίας νοθεύσαντες τῆς διαφρουρᾶς κατημέλησαν, ἣν σκούλκαν σύνηθες τῇ πατρίῳ φωνῇ Ρωμαίοις ἀποκαλεῖν. τὸ μὲν οὖν νενικημένον συναθροισθὲν ἀντιταλαντεύει Ρωμαίοις τὴν ἔφοδον· καὶ ἦν ἂν ἡ ἀντίδοσις χαλεπωτέρα τῆς ἐπιτεύξεως, εἰ μὴ ὁ Γέντζων τὰς δυνάμεις τὰς πεζικὰς περιστησάμενος τῆς μάχης ἐκράτησεν. ἐξ ἑωθινοῦ δὲ ὁ Πρίσκος τοὺς φρουράρχας ἀνεσκολόπισεν, ναὶ δὴ καί τινας τοῦ ὁπλιτικοῦ πικρῶς ἐμαστίγωσεν. 6.10.1 ῾Ο δὲ αὐτοκράτωρ Τατίμερα ἀντιπέμπει πρὸς τὸν πολέμαρχον βασιλείους δέλτους ἐπιφερόμενον· ἦν δὲ ἡ τῶν δέλτων ἀξίωσις τὴν χειμέριον ὥραν αὐτόθι τοὺς Ρωμαίους ποιήσασθαι. παραγεγονότος τοίνυν τοῦ Τατίμερ, καὶ τῶν βασιλικῶν γνωρισθέντων λογίων, θρῦλος ὑφάπτεται τῷ στρατεύματι. καταστασιάζει τοίνυν ἡ τῶν Ρωμαίων πληθὺς παρωσαμένη τοὺς λόγους τοῦ αὐτοκράτορος, οἴκοι τε τὴν τοῦ ψύχους ὥραν ἐνεχείρει ποιήσασθαι· οὐ γὰρ ἐπὶ βαρβάρου γῆς ἐναυλίζεσθαι· ἔφασκον γὰρ ψύχη ὑπεῖναι δυσυπομόνητα, τά τε τῶν βαρβάρων πλήθη ἀκαταγώνιστα. ὁ δὲ στρατηγὸς πειθοῖ τινι τακτικῇ τῆς στρατιᾶς τὸ δυσήνιον ὑπεμάλαττεν. ἐπεὶ δὲ γίνονται αἱ δυνάμεις πειθήνιοι, ἐπὶ βαρβάρου γῆς ὁ τῶν Ρωμαίων πολέμαρχος διαλύει τὸν χάρακα. ᾿Εν ταύταις τοιγαροῦν ταῖς ἡμέραις θείᾳ φροντίδι τινὶ ὁ τὸν φόνον ἐπὶ τὴν ᾿Αγχίαλον ποιησάμενος, ὅτε τῆς ἐλάφου πολλῶν περὶ τὸν αὐτοκράτορα δίωξις ἐγεγόνει· (οὐκ ἀπὸ δὲ τρόπου καὶ τὴν αἰτίαν διεξελθεῖν τῆς δραστικῆς προνοίας, τῆς περὶ τὴν οἰκουμένην διατρεχούσης ὁσημέραι ἀκαμάτῳ τε ὀφθαλμῷ ἐπισκοπούσης τὰ τῇδε τάς τε ἀντιδόσεις τῶν βεβιωμένων πρὸς τοῖς ἀνθρώποις πρυτανευούσης ἀεί.) ἥλω τῷ δικτύῳ τῆς δίκης ὁ τοῦ φόνου πατήρ. μετὰ χρόνον γὰρ ἐπὶ τὸ βασίλειον ἄστυ γενόμενος τὰ τῆς χρυσῆς ζώνης ἐπίσημα χρυσουργῷ τεχνίτῃ τινὶ διαχωνεῦσαι παρείχετο. ὁ μὲν οὖν τεχνίτης τὰ μέλη τῆς ζώνης κατανοήσας λίαν ἐπίδοξα τό τε σχῆμα τῆς ἀφηλώσεως βίαιον τήν τε τοῦ προσώπου ποιότητα βάρβαρον κλοπὴν δρασθῆναί τινα ὑπὸ τοῦ ἀνδρὸς ὑπειλήφει. 6.10.6 παραπεμψάμενος τοίνυν ἐκ τοῦ λεγομένου πραίτωρος τῶν δήμων ἄνδρας ἑπτὰ παρεδίδου τῷ δικαστηρίῳ τὸν βάρβαρον. οἱ μὲν οὖν ὑψαυχενιζόμενον καὶ λίαν καταστασιάζοντα ἐν τῷ οἴκῳ τῶν ἐγκλημάτων τὸν βάρβαρον διεκόμιζον ἑρμηνέα τε προστησάμενοι κατεπυνθάνοντο πόθεν αὐτῷ ζώνης περιβλέπτου καὶ λίαν μεγαλοπρεποῦς ὕπεστι λείψανα. ὁ μὲν οὖν φονευτὴς (Γήπαις δὲ οὗτος ἄρα ἐτύγχανεν ὤν) λίαν σοφιστικῶς τὴν ἀπολογίαν παρείχετο· ἃ δὲ εἶπεν, ταῦτα ἐκεῖνά ἐστιν. τοῦ Λαγοβάρδου ἔθνους ᾿Αλβοῦϊς τὴν ἡγεμονίαν ἐκέκτητο. οὗτος εἰς ἔρωτα καταπίπτει νεάνιδός τινος· ἡ δὲ νεᾶνις θυγάτριον ἐτύγχανεν ὂν Κονιμούνδου, τοῦ τῶν Γηπαίδων ἡγεμονεύοντος. ἐπεὶ δὲ τοῖς λόγοις πείθειν οὐχ οἷός τε ἦν, βίᾳ πρὸς τὴν πρᾶξιν ἐχώρησεν. ἐνέδραν τοιγαροῦν συστησάμενος ἀδοκήτως τε ἐπιθέμενος ἀφαρπάζει τὴν παρθένον ὁ ἐραστής. ἐντεῦθεν ὁ πόλεμος λαμβάνει τὰ σπέρματα. οἱ μὲν οὖν Λαγόβαρδοι κατὰ τὸν πόλεμον ἐπροτέρησαν. διά τοι τοῦτο ὁ Κονιμοῦνδος πρέσβεις ἀπέστειλε πρὸς τὸν νεώτερον ᾿Ιουστῖνον τὸν αὐτοκράτορα συμμαχεῖν αὐτῷ ποτνιώμενος. ὅπως δὲ τῷ αὐτοκράτορι αἰδέσιμα τὰ περὶ τὴν πρεσβείαν προσγένοιτο, δῶρα ὁ ἠδικημένος μεγαλοπρεπῶς ἐπεπόμφει παρὰ τὸν Καίσαρα. ὁ δὲ αὐτοκράτωρ τὸ φιλότιμον θαυμάσας τοῦ ἱκετεύσαντος πρὸς ἔλεον ἐπικλίνεται, ἐπιστολήν τε συντάξας προστάττει Βαδουαρίῳ στρατηγῷ τὰς περὶ τὴν Σκυθίαν καὶ Μυσίαν δυνάμεις ἀθροίσαντι βοηθεῖν Κονιμούνδῳ. ἠγγέλθη τοίνυν ταῦτα τῷ ᾿Αλβοῦϊ, καὶ τὰς Ρωμαίων ὀρρωδήσας δυνάμεις συνθήκαις ἠξίου καὶ δώροις λαμπροῖς πρὸς τὸν ἠδικημένον ὡς ἔπος εἰπεῖν διαλύσασθαι, ἐξῄτει τε καὶ τὴν ἐπιγαμβρίαν γαμηλίοις νόμοις ποιήσασθαι. ὁ δὲ Κονιμοῦνδος τὸ δριμὺ μὴ φέρων τῆς ὕβρεως πολέμοις ἠξίου τὰς ὕβρεις τῶν ἐκβάσεων γίνεσθαι. γεγονυίας τοίνυν τῆς παρατάξεως, νικῶσι Ρωμαῖοι, καὶ κύριοι τῶν σκύλων οἱ νενικηκότες καθίστανται. "ἐντεῦθεν" φησὶν "ἡ τῆς λαμπρᾶς ταύτης ζώνης ἐπίκτησις." εἶτα ἀνακρίνεται ὑπὸ τῆς περιπόλου τάξεως τοῦ δικαστηρίου, "καὶ τίς οὗτος, ὃς τὴν ἐπιφανῆ ταύτην περιέκειτο ζώνην;" ὁ μὲν οὖν ἐπισυνάπτει πλάσμα τῷ πλάσματι καί φησιν "υἱὸς ἐκ παλλακῆς τοῦ λεγομένου τῶν Λογγιβάρδων ῥηγὸς ἐτύγχανεν ὤν, ὃς τὴν ἐπιφανῆ ζώνην περιεβάλλετο. τοῦτον ἀνελὼν καὶ λαφυραγωγήσας τὸν τεθνεῶτα μισθὸν τῶν κινδύνων ἀνειλόμην τὴν ζώνην." οὕτω μὲν οὖν ὁ βάρβαρος λίαν σοφιστικεύει δεινῶς καὶ γίνεται πιθανὸς τῷ διηγήματι, καὶ τέως μικρὸν ἀποκρύπτει τὸν φόνον. ἀνέθη τοιγαροῦν τοῦ ἐγκλήματος. ἐπεὶ δὲ ἀφέθη, εἷς τις ἀνὴρ τῶν παρεστηκότων τῷ πραίτωρι συνετῶς ἀνακρίνει τοὺς λόγους καὶ πυθέσθαι διεγχειρεῖ τὸν χρόνον τῶν ἱστορηθέντων ὑπὸ τοῦ Γήπαιδος. διά τοι τοῦτο οἱ τοῦ δικαστηρίου ἐπιφθάνουσι δρόμῳ τὸν βάρβαρον καὶ ἐπανήκειν αὖθις εἰς τὸ δικαστήριον ἀναγκάζουσιν. εἰσεληλυθότος γοῦν τοῦ βαρβάρου, ἠρώτα ὁ ἡγεμὼν τὸν χρόνον τῶν ἀφηγηθέντων αὐτῷ. ἐπεὶ τοίνυν πρεσβυτέρων πραγμάτων ἔκθεσις ἦν, τριάκοντά τε ἔτεσι προτερεύειν τὴν ἱστορίαν διέγνωστο τοῦτον δὲ τῶν διηγηθέντων πεφυκέναι νεώτερον, πρὸς στρεβλώσεις ὁ προεστὼς τοῦ δικαστηρίου τὸν βάρβαρον ἔφερεν. τῆς τοίνυν γλώττης ἀντιθέτους ποιούσης τοὺς λόγους, τῶν τε κολάσεων κατεπειγουσῶν πρὸς τὰ εἰκότα τὸν βάρβαρον, ὁ φονευτὴς αὐτοκατάθετος γίνεται, καὶ παραγυμνοῦνται τὰ σφάλματα ἐξαγορευθέντος τοῦ ἐγχειρήματος. ὁ μὲν οὖν παλαμναῖος ἐκεῖνος καὶ βάρβαρος δίκας τῆς ὠμότητος εἰσπραττόμενος ὀδοῦσι θηρίων παρεδίδοτο ψήφοις, εἶτα τῷ παμφάγῳ πυρὶ παρείχετο παρανάλωμα. 6.11.1 ᾿Εν τούτῳ δὴ τῷ ἐνιαυτῷ εἰς τὰ πρὸ τοῦ ἄστεος τίκτονται παράδοξα τέρατα, παιδίον τετράπουν, ἄλλο δὲ δικόρυφον. λέγουσι δὲ οἱ τὰς ἱστορίας μετ' ἐπιμελείας συγγράψαντες μὴ εἶναι εἰς ἀγαθὸν τὴν τῶν τεράτων ταῖς πόλεσιν ἐπιφάνειαν. τὰ μὲν οὖν τέρατα ἐπιδεδειγμένα Μαυρικίῳ τῷ αὐτοκράτορι παρεδόθη τῷ φόνῳ. ὁ δὲ βασιλεὺς ἀποχειροτονεῖ τὸν πολέμαρχον, καὶ τὸν ἀδελφὸν (Πέτρος δὲ ὄνομα αὐτῷ) ἡγεμόνα τῶν Ρωμαίων ποιεῖται δυνάμεων. ὁ μὲν οὖν Πρίσκος τούτων οὔπω ἐπέπυστο. καὶ οὖν τὰς δυνάμεις ἀράμενος διαπεραιοῦται τὸν ποταμόν. δυσανασχετεῖ γὰρ τὰ πλήθη τὴν τριβὴν πρὸς βάρβαρον χώραν ποιήσασθαι· ἐδεδίει γὰρ μή πως ἐξαπιναίως ἐφεστηκότες οἱ βάρβαροι τὴν λείαν ἀποίσονται. ὁ δὲ Χαγάνος ἀκηκοὼς τοῦ Ρωμαϊκοῦ τὴν ἀπόβασιν λίαν ἐθαύμαζεν· εἶτα ἀγγέλους πρὸς τὸν Πρίσκον ἐξέπεμψε τῆς ἀναζεύξεως τὴν αἰτίαν πυθέσθαι γλιχόμενος. ὁ μὲν οὖν Πρίσκος ἀπεβουκόλησεν ὡς οἷόν τε τοῖς λόγοις πιθανῶς τὸν Χαγάνον. ἡμέραι δὲ τρεῖς, καὶ ἠγγέλθη τῷ Πρίσκῳ μέλλειν διεγχειρεῖν τὸν Χαγάνον ταῖς Ρωμαϊκαῖς δυνάμεσιν ἐπιτίθεσθαι, τὰ δὲ τῶν Σκλαυηνῶν πλήθη προστάττειν διαπεραιοῦσθαι τὸν ῎Ιστρον· τῷ ὄντι γὰρ ἐχαλέπαινεν ἐνεκότει τε λίαν ἐνευδοκιμηθείσαις ταῖς Ρωμαίων δυνάμεσιν. ὁ μὲν οὖν Ταργίτιος οἵ τε τῶν βαρβάρων λογάδες τῷ Χαγάνῳ παρῄνουν παραλύειν τὸν πόλεμον· ἔφασκον γὰρ μὴ ἐνδίκως αὐτὸν χαλεπαίνειν Ρωμαίοις. μεγαλοφρόνως τοίνυν ὁ Πρίσκος πρέσβιν ὡς τὸν Χαγάνον ἐξέπεμψε (Θεόδωρος ὄνομα αὐτῷ), τὴν φύσιν ἄνδρα δεξιόν τε καὶ εὐεπίβολον, τὴν τέχνην ἰατρόν, τὴν γλῶτταν ἐλεύθερον. οὗτος δὲ κραταιὸς πρὸς τὸν Χαγάνον ἐγίνετο. ὁ μὲν οὖν βάρβαρος φρονηματισθεὶς ἐπὶ τοῖς αὐτῷ συγκυρήσασι λίαν ὑψαυχενίζετο, καὶ κύριον ἑαυτὸν ἔθνους ἔφασκεν ἅπαντος, μὴ προσεῖναι τε, ὅσον περ ἥλιος ἀνατείνει τὸ βλέμμα, τὸν ἀντιτάξασθαι δυνησόμενον. διά τοι τοῦτο ὁ πρέσβις ἱστορίας πολλῆς γενόμενος κάτοχος βαρβαρικὰ παραδείγμασιν ἐταπείνου φρυάγματα. εἰπεῖν δὲ καὶ τὰ τῆς ἱστορίας οὐκ ἀνακόλουθον ὕπεστιν. ἔφησε γάρ "ἄκουε, Χαγάνε, παλαιοῦ τινος καὶ λίαν σοφοῦ διηγήματος." ἐπεὶ δὲ ἡ ἔναρξις προσεχῆ πρὸς ἀκρόασιν [ἐν]εποίει τὸν βάρβαρον, οὐκ ἐλάμβανεν ἐγκοπὴν ἡ τῆς 6.11.10 ἱστορίας ἀφήγησις. "Σέσωστρίν φασι γεγενῆσθαί ποτε ἄνδρα λίαν εὐδαίμονα καὶ τῆς Αἰγυπτιακῆς βασιλείας ἐπιφανέστατον." τοῦτον κομᾶν ἐπὶ τῷ πλούτῳ λόγος πρεσβύτης ἐρεῖ, ταῖς δὲ δυνάμεσι πεφυκέναι λίαν ἀκαταμάχητον. τὸν δὲ ἐπὶ τοσοῦτον ὡς ἔπος εἰπεῖν κραιπαλᾶν, ὥστε ἁρμάμαξαν συμπήξασθαι χρυσοκόλλητον, λίθους τε τιμίους ταύτῃ περιβαλεῖν, ἐφιζάνειν τε ἐπὶ ταύτης τὸν βάρβαρον, καὶ ταῖς μὲν ἵπποις καὶ ταῖς ἡμιόνοις χαίρειν εἰπεῖν, τοὺς δὲ τῶν ἡττημένων βασιλέων τῷ ταύτης ζυγῷ [τοὺς] αὐχένας περιβαλεῖν, ἕλκειν τε ἐπὶ τῆς ἀγορᾶς τοὺς ἠτυχηκότας τῶν βασιλέων τὸ τοῦ Σεσώστριδος ὄχημα. τοῦ τοίνυν Αἰγυπτίων βασιλέως μὴ μετριοπαθοῦντος ἐπὶ ταῖς εὐπραγίαις, ἀλλὰ περιφανῶς πολλάκις κατονειδίζοντος τοῖς ἡττημένοις τὴν συμφοράν, ἕνα τινὰ τῶν βασιλέων φασὶ τῶν ὑποβεβλημένων τῷ ζυγῷ τοῦ ὀχήματος ἐν μεγάλῃ τινὶ καὶ περιφανεῖ ἑορτῇ, τῶν Αἰγυπτίων συρρευσάντων ὄχλων, μὴ ἐθέλειν ἕλκειν τὸ ὄχημα πυκνά τε εἰς τοὐπίσω συστρέφεσθαι καὶ τὴν ἐπὶ τῶν τροχῶν κίνησιν διορᾶσθαι. ἀσυμφώνου τοίνυν τῆς ὁλκῆς γινομένης διὰ τὸ μὴ μίαν σύννευσιν τοὺς ἐπὶ τούτῳ συντεταγμένους ποιήσασθαι, ὁ τῶν Αἰγυπτίων βασιλεὺς ἔφησε πρὸς τὸν τὰς πυκνὰς ποιούμενον συστροφάς· "ἄνθρωπε, τί πρὸς τοὐπίσω τὸ βλέμμα κινεῖς; τί τοὺς τροχοὺς ἱστορεῖς; ποῖ διεξιέναι κέχηνας;" τὸν δὲ φῆσαι μετὰ φιλοσοφίας πολλῆς πρὸς τὸν Σέσωστριν· "τεθαύμακα τῶν τροχῶν τὰ κινήματα· ἀνώμαλον ἔχει τὴν κίνησιν. τὰ τοίνυν τούτων μέρη μετεωρούμενα αὖθις καταχθόνια γίνεται, καὶ ἔμπαλιν τὰ περιπέζια μετὰ τοῦτο ἀπαιωρίζεται." τούτων τοιγαροῦν λέγουσιν ἀκηκοότα τὸν Σέσωστριν παιδευθῆναι μὴ μέγα φρονεῖν νομοθετῆσαί τε τοὺς βασιλικοὺς αὐχένας τῶν ζυγῶν ἀφεθῆναι, εἶτα ἡμιόνοις τὴν ὁλκὴν ἐπιτρέψαι. "ταῦτα σὲ παιδευέτω, Χαγάνε. οὐδὲν ἀπιστότερον εὐπραγίας." ὁ μὲν οὖν Χαγάνος ἀποθαυμάσας τὴν ἐπιείκειαν τοῦ ἀνδρὸς κολάζει τὸν τῦφον, καταπαύει τὸ θράσος, μεταβάλλει πρὸς εἰρηναίαν σχέσιν τὰ πράγματα. τοιγαροῦν ὥρας ἀποσιωπήσας πολλὰς ἔφησε πρὸς Θεόδωρον· "οἶδα καὶ τυραννεῖν θυμὸν ἐξοιδαίνοντα, οἶδα καὶ στρατεύειν ὀργήν, ἀλλ' ὅτε καιρὸς χαλεπότητος. διαλέλυμαι τῷ Πρίσκῳ, Θεόδωρε. ἔστω δέ μοι καὶ αὐτὸς φίλος ἐπιεικής. ἀγέραστος τῆς λείας μὴ μενέτω Χαγάνος. ἐπὶ τῆς ἐμῆς γῆς ἐπιβέβηκεν, περὶ τοὺς ἐμοὺς ὑπηκόους ἐξήμαρτεν. ἔστω τὰ τῆς εὐπραγίας κοινά." ἐπὶ τούτοις φιλοφρονησάμενος πρὸς τὸν Πρίσκον τὸν Θεόδωρον πέπομφεν. ὁ μὲν οὖν Θεόδωρος γεγονὼς πρὸς τὸν Πρίσκον διεξῆλθεν αὐτῷ τοῦ βαρβάρου τοὺς λόγους, ὁ δὲ Πρίσκος τῇ ὑστεραίᾳ ἐκκλησίαν ἐκάθισε παρῄνει τε Ρωμαίοις κοινωνὸν τῶν λαφύρων ποιήσασθαι καὶ τὸν βάρβαρον. οἱ δὲ Ρωμαῖοι τέως πρὸς τὸ συνοίσειν μὴ ἐνδημήσαντες κατεστασίαζον τοῦ στρατηγοῦ. ὁ δὲ στρατηγὸς πολλοῖς καὶ ποικίλοις καὶ λίαν ἐντελέσι λόγοις χρησάμενος τὰς δυνάμεις ὑπέπεισε δοῦναί τι τῷ βαρβάρῳ τῆς λείας. ἀπέδοντο τοίνυν Ρωμαῖοι τοὺς ἑαλωκότας τῷ Χαγάνῳ βαρβάρους, τῶν δὲ λοιπῶν λαφύρων ἀμέτοχον αὐτὸν ποιησάμενοι διαλύουσι τὸ ἀμφίβολον. ἀσμενίσας τοίνυν ὁ Χαγάνος τὴν τῶν βαρβάρων ἀπόδοσιν χώραν ἐδίδου ταῖς διαβάσεσιν. οὕτω μὲν οὖν οἱ Ρωμαῖοι πέντε χιλιάδας βαρβάρων τῷ Χαγάνῳ προῖκα καταβαλόμενοι ἐπὶ τὰ Δριζίπερα γίνονται. ὁ δὲ στρατηγὸς ἀφίκετο ἐς Βυζάντιον. τοιγαροῦν ὁ Μαυρίκιος τῷ Πρίσκῳ ἐμέμφετο σφάλμασί τε εὐηθείας αὐτὸν περιέβαλλεν ἀσυνέτως ἀποδεδωκότα τῷ βαρβάρῳ τὴν λείαν. https://byzantium.gr/ 7.τ.1 ΙΣΤΟΡΙΑ Ζʹ7.1.1 Οὕτω μὲν οὖν Πρίσκος ἀπεχειροτονεῖτο, πολέμαρχος δὲ ὑπὸ τοῦ αὐτοκράτορος ὁ Πέτρος ἀναγορεύεται, ὃς καὶ αὐτάδελφος Μαυρικίου ἐτύγχανεν ὤν. ἐγχαράττει τοίνυν βασιλικὰς ἐπιστολὰς ὁ Μαυρίκιος, ταύτας τε τῷ στρατηγῷ ἐπιδοὺς τοῦτον ἀπεκδημεῖν τοῦ ἄστεος παρεσκεύαζε καὶ πρὸς τὸ στρατόπεδον ἀφικέσθαι παρεκελεύετο. ἡ μία τοιγαροῦν τῶν βασιλικῶν ἐπιστολῶν στρατιωτικῆς ἐπιδόσεως τύπος ἐτύγχανεν· ὁ δὲ τύπος ἠβούλετο τριτταῖς μοίραις συντάττεσθαι τὴν ἐπίδοσιν, δι' ἐσθῆτος καὶ ὅπλων καὶ χαράγματος χρυσίου. ἀποφοιτήσας τοίνυν τῆς Πειρίνθου ὁ στρατηγὸς ἐπὶ τὰ Δριζίπερα γίνεται, καὶ καταλιπὼν τὰ Δριζίπερα τῇ ᾿Οδησσῷ προσομιλεῖ. τὸ μὲν οὖν στρατόπεδον ἐπιβεβηκότα τῆς ᾿Οδησσοῦ τὸν πολέμαρχον ἐπισήμως ὑπεδέχετο λίαν. τετάρτη δὲ ἡμέρα, καὶ ὁ πολέμαρχος στηλιτεῦσαι τῷ πλήθει τὰς βασιλικὰς συλλαβὰς ἐνεχείρει. ἡ μὲν οὖν πληθὺς ἑώρα πρὸς τάραχον· προηκηκόει γὰρ τὸ βασιλικὸν πρόσταγμα. τοῦ τοίνυν στρατηγοῦ εἰς συνάθροισιν μίαν ἐπειγομένου τὰς δυνάμεις ποιήσασθαι, εἰς ὑπήκοον δὲ τῶν συνεληλυθότων τὰ τοῦ βασιλέως ποιήσασθαι λόγια, ἀποσκιρτᾷ τὸ στρατόπεδον, καὶ τὸν στρατηγὸν καταλιμπάνον ἀγέραστον ἀπὸ σημείων τεττάρων μετὰ ταράχου στρατοπεδεύεται. ὁ δὲ Πέτρος καταστασιαζόμενος ἀποκρύπτει τῶν βασιλικῶν προσταγμάτων τὰ λυπηρότερα. ἔχων δὲ ἀνὰ χεῖρα καί τινα βασιλικῶν θεσπισμάτων τοῖς πολεμίοις ὄχλοις συνοίσοντα, ἠξίου ταῦτα ἐμφανῆ τῇ Ρωμαϊκῇ δημοσιεῦσαι πληθύϊ. οἱ μὲν οὖν Ρωμαῖοι ἐκκλησίαν ποιήσαντες ἐς Μαυρίκιον ἐβλασφήμουν, ὁ δὲ πολέμαρχος συνέσει καὶ πειθοῖ τὴν τῶν στρατοπέδων κατευνάσας ὀργὴν τὰς ἱλαρωτέρας τῶν τοῦ βασιλέως ἐπιστολῶν τοῖς ἐνόπλοις ἐστηλίτευσε δήμοις. ἦν δὲ τὰ φιλοτίμως ἐν αὐταῖς περιεχόμενα τάδε, τοὺς ἀριστεύοντας τῶν Ρωμαίων καὶ ἐκ τῆς τῶν κινδύνων μεγαλοψυχίας περιπεπτωκότας τισὶ συμφοραῖς ἔχειν ἀπὸ τοῦ λοιποῦ τὴν ἀνάπαυλαν, τούτους δὲ ἐν ταῖς πόλεσιν ἀπομάχους πεφυκότας σιτίζεσθαι δαπάναις βασιλικαῖς, τοὺς δὲ παῖδας τῶν στρατευσαμένων καὶ ἐν πολέμοις ἀποβαλόντας τοὺς φύσαντας ἀντὶ τῶν τεκόντων ἐγγράφεσθαι πρὸς τὸν πόλεμον. ταῦτα τοιγαροῦν ἐπὶ βημάτων τινῶν ὑψηλῶν τὸ ὁπλιτικὸν ἐκκλησιάσας ἐπέστρεφε πιθανῶς τε κατεδούλου. ἔνθεν καὶ μεταβολὴν τὰ τῆς ἀνίας ἐλάμβανεν, καὶ πρὸς τὴν ἐς Μαυρίκιον εὔνοιαν τὸν αὐτοκράτορα ἅπας ἐτέτραπτο. τοιγαροῦν κατευφημεῖτο ὁ Καῖσαρ τῶν πρὸ μικροῦ ἀπολελυμένος διαβολῶν· τὸ γὰρ πλῆθος ἀβέβαιον ὂν σταθμῶν οὐδαμῶς ἐπιβέβηκεν, ταῖς ἐκ τοῦ παρήκοντος ἐκφοραῖς μεταμορφούμενον εἰκῇ καὶ ὡς ἔτυχεν.7.2.1 οὕτω μὲν οὖν ὁ στρατηγὸς ἐπὶ τοῖς λυπηροῖς πρὸς τὸ στρατόπεδον διελύσατο· τετάρτη δὲ ἡμέρα, καὶ τῷ αὐτοκράτορι τὰ περὶ τῆς στάσεως τῶν δυνάμεων κατεμήνυεν, ἀπολιπών τε τὴν ᾿Οδησσὸν ἐπὶ τὰ εὐώνυμα τῶν χώρων μεταφοιτᾷ, τῇ τε Μαρκιανοῦ συγγενόμενος πόλει χιλίους προθέειν τοῦ στρατοπέδου προσέταξεν. καὶ οὖν ἐντυγχάνουσιν οὗτοι ἑξακοσίοις Σκλαυηνοῖς λείαν ἐπαγομένοις Ρωμαίων πολλήν· τὰ γὰρ Ζαλδαπὰ καὶ ῎Ακυς καὶ Σκόπις καταπρονομεύσαντες αὖθις ἐλαφυραγώγουν τοὺς ἀτυχήσαντας, ἦν δὲ αὐτοῖς ἐπὶ πλήθους πολλοῦ ἁμαξῶν ἡ ἀποσκευὴ τῶν λαφύρων. ὡς δὲ ἐπιόντας ἔβλεψαν τοὺς Ρωμαίους οἱ βάρβαροι, εἶτα καὶ ἀντεβλέφθησαν, ἐπὶ τὸν φόνον τῶν αἰχμαλώτων ἐτράποντο. ἀναιρεῖται τοίνυν ἡ τῶν ἀρρένων αἰχμαλώτων ἡβηδὸν ἡλικία. ἐπεὶ δὲ δύσφευκτος τοῖς βαρβάροις ὑπῆν ἡ συνάντησις, τὰς ἁμάξας συνθέντες περιεβάλοντο χάρακα, ἅμα τοῖς μειρακίοις τὰ γύναια εἰς τὸ μεσαίτατον τῆς τάφρου ἐναποθέμενοι. οἱ δὲ Ρωμαῖοι πεπλησιακότες τοῖς Γέταις (τοῦτο γὰρ τοῖς βαρβάροις τὸ πρεσβύτερον ὄνομα) οὐκ ἐθάρρουν εἰς χεῖρας ἐλθεῖν· ἐδεδίεσαν γὰρ τὰ ἐκ τοῦ χάρακος κατὰ τῶν ἵππων ὑπὸ τῶν βαρβάρων ἀκόντια προερχόμενα. ὁ τοίνυν τούτων ἐπιστατῶν (᾿Αλέξανδρος ὄνομα αὐτῷ) τῇ πατρίῳ τῶν Ρωμαίων φωνῇ τοῖς Ρωμαίοις ἐνεκελεύετο ἀποβῆναι τῶν ἵππων καὶ κατασυστάδην τῶν πολεμικῶν κινδύνων ἐφάπτεσθαι. ἀτὰρ οἱ Ρωμαῖοι ἀποβάντες τῶν ἵππων προσομιλοῦσι τῷ χάρακι ἐδίδοσάν τε καὶ ἀντελάμβανον τὰς ἐκπομπὰς τῶν βελῶν. τῆς μάχης τοιγαροῦν διαρκούσης ἑκατέρᾳ δυνάμει, Ρωμαῖός τις εἰσεπήδησε καὶ ἀνεὶς ἐπὶ μιᾶς ἐπιβαίνει ἁμάξης συνηνωμένης τῷ χάρακι καὶ περιφρουρούσης τὸ βάρβαρον, εἶτα στὰς ἐπὶ ταύτης τῷ ξίφει τοὺς πλησιάζοντας ἔπαιεν. γίνεται τοίνυν τοῖς βαρβάροις ἀμεθόδευτον τὸ κακόν· λύουσι γὰρ ἐντεῦθεν οἱ Ρωμαῖοι τῶν βαρβάρων τὸν χάρακα. οἱ δὲ βάρβαροι ἀπειρηκότες τοῦ σώζεσθαι τὴν ἐπίλοιπον τῆς αἰχμαλωσίας μοῖραν ἀπέσφαττον. οἱ δὲ Ρωμαῖοι ἐγκρατῶς ἐπιθέμενοι ὀψέ που καὶ μόλις τοὺς περὶ τὸν 7.2.10 χάρακα βαρβάρους ἀπέκτειναν. δευτέρα δὲ ἡμέρα, καὶ οἱ νενικηκότες τῷ στρατηγῷ τὰ συγκυρήσαντα διεξῄεσαν. πεμπταῖος δὲ ὁ στρατηγὸς κατὰ τοῦτον τὸν χῶρον γενόμενος καὶ δὴ τὰ ἐπίχειρα τῶν προθεόντων ἰδὼν ἠμείψατο τοὺς ἀνδραγαθήσαντας δώροις. τῇ δὲ ὑστεραίᾳ κυνηγετεῖν ὁ Πέτρος πειρώμενος γίνεται πρὸς ἄλσος βαθύ. συὸς τοίνυν μεγίστου ἐν τούτῳ τῷ τέμπει κατεμφωλεύοντος, καὶ τῆς ὑλακῆς τῶν κυνῶν γενομένης μεγάλης, τὸ θηρίον τοῦ ἑδράσματος ἐξανίσταται καὶ κατὰ τοῦ Πέτρου χωρεῖ. ὁ δὲ στρατηγὸς πρὸς φυγὴν ἀναστρέψας τὸν ἵππον τὸν εὐώνυμον πόδα ἐξέθλιψεν, δένδρῳ ὑψιτενεῖ προσραγείς. ὀδύναις τοιγαροῦν ὁ Πέτρος ἀφορήτοις σφακελιζόμενος ἐνδιατρίβει τῷ χώρῳ, ἐπὶ τῷ σφάλματι κραταιῶς λίαν νοσηλευόμενος. ὁ δὲ Καῖσαρ ἀσχάλλων ἐπὶ τῇ τριβῇ τοῦ στρατηγοῦ τήν τε περὶ τὸν πόλεμον ἀπραξίαν θαυμάσας τὸν στρατηγὸν ἐλογογράφει ταῖς ὕβρεσιν. ὁ τοίνυν Πέτρος τὴν ἐν γράμμασι δυσφημίαν μὴ φέρων τοῦ αὐτοκράτορος, ἔτι πικρῶς ὑπὸ τῆς νόσου κατατρυχόμενος μεταποιεῖται τὸν χάρακα, καὶ τάφρους τέτταρας ἐναλλάξας ἐπὶ τὰς τῶν Σκλαυηνῶν ἐνεφοίτα διατριβάς. δεκάτη δὲ ἡμέρα, καὶ ὁ αὐτοκράτωρ Μαυρίκιος βασίλειον ἐπιστολὴν τῷ αὐταδέλφῳ ἐξέπεμπεν ἐνδημῆσαι τῇ Θρᾴκῃ· ἠκηκόει γὰρ ὁ Μαυρίκιος τῶν Σκλαυηνῶν τὰ πλήθη ἐς Βυζάντιον τὰς ὁρμὰς ἐπιφέρειν. ὁ δὲ στρατηγὸς ἐκ τούτου ἐπὶ τὸ Πιστοῦ γίνεται φρούριον, μετὰ τοῦτο πρὸς τὰ Ζαλδαπὰ ἀφικνεῖται. δευτέρα δὲ ἡμέρα, καὶ πρὸς τὴν ᾿Ιατρὸν τὴν πόλιν φοιτᾷ, καὶ δῆτα τὸ Λαταρκίου φρούριον παραμείψας εἰς Νόβας στρατοπεδεύεται. 7.2.17 οἱ τοίνυν ἐγχώριοι ἀκηκοότες τὸν στρατηγὸν ἐλευσόμενον τοῦ ἄστεος ἐξεχώρησαν καὶ συνάντησιν αὐτῷ λίαν ἐπίδοξον ἐποιήσαντο καὶ τὸν Πέτρον καθικετεύουσι συνθιασώτην τῆς Λούππου γενέσθαι τοῦ μάρτυρος πανηγύρεως· κατ' ἐκείνην γὰρ τὴν ἡμέραν ἦν ἡ προεόρτιος ἑορτὴ Λούππου τοῦ μάρτυρος. ὁ μὲν οὖν στρατηγὸς διημερεῦσαι περὶ τὸν χῶρον διὰ τὴν ἐκ τῆς ἀνάγκης ὁδοιπορίαν μὴ δύνασθαι ἔφασκεν· οἱ δὲ τοῦ ἄστεος παχύναντες τὴν ἀξίωσιν τῇ ὑπεροχῇ τῶν δεήσεων τὸν στρατηγὸν ἐβιάσαντο μέτοχον γενέσθαι τῆς πανηγύρεως. ὁ μὲν οὖν Πέτρος ἡμέρας δύο ἀνὰ τὸ πόλισμα γεγονὼς ἀπαίρει ἐντεῦθεν καὶ ἐπὶ τὴν Θεοδώρου πόλιν τάφρον ἐχάραξεν, ὑπὸ πρώτην δὲ ἕω ἐν τῇ λεγομένῃ Κουρίσκᾳ φοιτᾷ. 7.3.1 τρίτη δὲ ἡμέρα, καὶ ἐν ᾿Ασήμῳ τῇ πόλει τὰς ἐπαύλεις ποιεῖται. ἐπεὶ δὲ οἱ τοῦ ἄστεος ἐμεμαθήκεσαν προσδόκιμον ὄντα τὸν στρατηγόν, ἔξω γεγονότες τοῦ ἄστεος συναντῶσι τῷ Πέτρῳ καὶ περιφανῆ τὴν περὶ τὸ ἄστυ τούτῳ ἐπεποίηντο εἴσοδον. ἐν τῷ πολίσματι τούτῳ ἀπὸ πρεσβυτέρων χρόνων τινῶν ὁπλιτικὸν συνετέτακτο ἐπὶ διαφρουρᾷ τῶν τῆς πόλεως· πυκνότερον γὰρ περὶ ταύτην τὴν πόλιν οἷα διάττοντες οἱ βάρβαροι κατεσπίλαζον. πυθόμενοι τοιγαροῦν τὸ ἐν ταύτῃ τῇ πόλει ὁπλιτικὸν καθεστὸς μέλλειν ἥκειν τὸν στρατηγόν, τὰ σημεῖα ἀράμενον, ἃ βάνδα Ρωμαῖοι κατονομάζουσιν, ἀποχωροῦσι τῆς πόλεως, εἶτα τοῖς ὅπλοις περιφραξάμενοι λίαν εὐκλεῶς τὸν στρατηγὸν ὑπεδέχοντο. ὁ μὲν οὖν Πέτρος τὸ μεγαλοπρεπὲς τῶν περὶ τὴν πόλιν στρατιωτῶν θεασάμενος ἐνεχείρει τούτους ἀπὸ τῆς πόλεως ἀφαιρεῖν καὶ ταῖς περὶ αὐτὸν συναναμῖξαι δυνάμεσιν. οἱ μὲν οὖν ἀστοὶ τό τε περὶ τὴν πόλιν ὁπλιτικὸν ᾿Ιουστίνου τοῦ αὐτοκράτορος ὑπεδείκνυον νόμον χαριζόμενον τῇ πόλει τὴν ἔνοπλον ταύτην διάδοχον πρόνοιαν. τῇ δὲ ἐπαύριον ὁ πολέμαρχος ἔνστασιν ποιησάμενος ἀφαιρεῖσθαι τῆς πολίχνης τοὺς συντεταγμένους ἐπὶ τῇ ταύτης φρουρᾷ κατηπείγετο. διὰ τοῦτο ἐπὶ τὸ τῆς πόλεως ἱερὸν οἱ περὶ τὴν πόλιν στρατιῶται τὴν καταφυγὴν ἐποιοῦντο. τούτων ὁ στρατηγὸς ἀκηκοὼς τῷ ἐπισκοποῦντι ἐδήλου τῶν ἱερῶν ὑπεξαγαγεῖν αὐτούς. δυσανασχετοῦντος δὲ τοῦ ἱερέως, ἀποστέλλει ὁ στρατηγὸς Γέντζωνα τὸν ταξίαρχον μετὰ πλήθους στρατιωτῶν ἐξωθῆσαι πρὸς βίαν τοὺς ἐπὶ τῷ νεῷ τὴν καταφυγὴν ποιουμένους. τούτων δὴ ἀκηκοότες οἱ ἐν τοῖς ἱεροῖς ἑδράσμασι καταφεύγοντες, ὅπλοις φραξάμενοι τὰς θύρας τοῦ ἱεροῦ ἐναποκλείουσι πάντοθεν. ὁ μὲν οὖν Γέντζων τὴν ἔνστασιν τὴν ἐν τῷ ἱερῷ περιβόλῳ θεασάμενος τήν τε ἀτοπίαν τοῦ πράγματος διαγνούς, ἅμα δὲ καὶ τὴν αἰδῶ τοῦ ναοῦ σεβασθείς, ἄπρακτος ἀπεφοίτα. ὁ δὲ στρατηγὸς καταθυμωθεὶς ἐπὶ τούτοις ἀποχειροτονεῖ τῆς στρατηγίας τὸν Γέντζωνα· ἦν δὲ ὁ Γέντζων τῆς πεζικῆς δυνάμεως ἡγεμών. τῇ δὲ ὑστεραίᾳ ἕνα τινὰ τῶν τοῦ βασιλέως σωματοφυλάκων, ὃν σκρίβωνα Ρωμαῖοι κατονομάζουσιν, εἰς τὴν ἑαυτοῦ σκηνὴν μετάκλητον ποιησάμενος ἀναιδῆ τινα διεγχείρησιν τούτῳ προσέταττεν· ἡ δὲ ἀξίωσις ἦν τὸν ἐπισκοποῦντα τὴν πόλιν ἠτιμωμένως ἕλκειν ἐπὶ τὸν χάρακα. τούτων οἱ τῆς πόλεως μάρτυρες γεγονότες ἅπαντες συναθροίζονται καὶ τὸν ὑπὸ τοῦ στρατηγοῦ ἀποσταλέντα κατὰ τοῦ ἱερέως ἐξωθοῦσι βίᾳ τῆς πόλεως, τάς τε πύλας τοῦ τείχους συγκλείσαντες καθύμνουν ταῖς εὐφημίαις τὸν αὐτοκράτορα, 7.3.10 τὸν δὲ στρατηγὸν ὕβρεσι περιέβαλλον. ὁ δὲ Πέτρος περιστοιχίσας ἀπὸ σημείου τῆς πόλεως ἐνηυλίζετο. ἐπεὶ δὲ τὰ τῆς ἐγχειρήσεως ἦν αὐτῷ κατονείδιστα, καταλιμπάνει τὸ πόλισμα, καὶ ἐς τὸ πρόσω βαδίσεως ἔναρξιν ἐποιεῖτο μεγάλαις βλασφημίαις προπεμπόμενος ἐκ τῆς πόλεως. 7.4.1 ῞Εκτη δὲ ἡμέρα, καὶ πρὸς τὸ σκοπῆσαι τοὺς πολεμίους ἄνδρας χιλίους συνέταξεν. οὗτοι ἑκατοντάσι δέκα Βουλγάροις προσπίπτουσιν. οἱ μὲν οὖν βάρβαροι, ἅτε δὴ εἰρήνης Ρωμαίοις καὶ Χαγάνῳ ὑπούσης, ἀπεριμερίμνως ἐποιοῦντο τὴν βάδισιν· οἱ δὲ Ρωμαῖοι γνώμῃ τοῦ στρατηγοῦ κατὰ τῶν βαρβάρων τοῖς ἀκοντίοις ἐκέχρηντο. οἱ δὲ Βούλγαροι πρέσβεις ἐξέπεμπον τήν τε μάχην ἀπεκηρυκεύοντο καὶ παρῄνουν Ρωμαίοις τὴν εἰρήνην μὴ διαφθείρειν. ὁ δὲ τοῦ συντάγματος ἔξαρχος πρὸς τὸν στρατηγὸν τοὺς πρέσβεις ἐξέπεμπεν ἀπὸ σημείων ὀκτὼ πεφυκότα τοῦ χωρίου. καὶ οὖν ὁ Πέτρος τοὺς εἰρηναίους λόγους ἀποσεισάμενος τοῖς προθέουσιν ἐδήλου φόνῳ μαχαίρας τοὺς βαρβάρους παραχρῆμα ὀλλύναι. οἱ μὲν οὖν Βούλγαροι πρὸς μάχην ὡς οἷόν τε ἦν συμφραξάμενοι [πρὸς τὴν μάχην] χεῖρας ἐνέμιξαν, καὶ λίαν ἡρωϊκῶς συνταξάμενοι εἰς φυγὴν ἀποκλῖναι Ρωμαίους ἠνάγκασαν. τούτου δῆτα γεγονότος ὑπαναχωροῦσι κατὰ μικρὸν καὶ οἱ βάρβαροι ἐντροπαλιζόμενοι, ὀλίγον γόνυ γουνὸς ἐπαμείβοντες, ἵνα καί τι τῆς ῾Ομηρικῆς δέλτου τοῖς διηγήμασιν ἀναμίξωμεν· ἐδεδίεσαν γὰρ μή πως ἐπίθετος δύναμις τοῖς ἡττηθεῖσι προσομιλήσασα αὖθις συσταίη πρὸς πόλεμον. ὁ μὲν οὖν Πέτρος διητυχηκὼς τοῦ βουλήματος τὸν ταξίαρχον τῶν προθεόντων τῆς ἐσθῆτος γυμνώσας δουλοπρεπῶς ἐμαστίγωσεν. παραγίνονται τοίνυν ἐπὶ τὸν Χαγάνον οἱ βάρβαροι καὶ τὰ παρηκολουθηκότα παραγυμνοῦσιν αὐτῷ. ὁ μὲν οὖν βάρβαρος ὡς τὸν Πέτρον πρέσβεις ἐξέπεμπε καὶ παρασπονδοῦντί πως αὐτῷ κατωνείδιζεν. ὁ δὲ Πέτρος τοὺς πρέσβεις πιθανοῖς λόγοις ἀπεβουκόλησε καὶ ἄγνοιαν τοῦ σφάλματος προεφέρετο. δώροις τοίνυν λαμπροῖς καὶ λαφύρων ζημίαις μετατίθησι τὸν βάρβαρον πρὸς εὐμένειαν. 7.4.8 Τετάρτη δὲ ἡμέρα, καὶ πλησίον γίνεται τοῦ γείτονος ποταμοῦ, καὶ εἴκοσι συλλεξάμενος ἄνδρας ἐπεπόμφει διαπεραιοῦσθαι τὸν ποταμὸν καὶ διανοῆσαι τὰ τῶν πολεμίων κινήματα. οἱ μὲν οὖν τὸν ποταμὸν διαπορθμευσάμενοι ἥλωσαν ἅπαντες. ὁ δὲ τρόπος τῆς ἁλώσεως οὗτος. εἴθισται τοῖς ἐπὶ κατασκοπῇ συνταττομένοις ἀεὶ τὰς νύκτας ποιεῖσθαι τὴν 7.4.10 βάδισιν, ἡμέρας δὲ λαμπούσης ὕπνοις προσομιλεῖν. οὗτοι πολλὴν τῇ προτεραίᾳ διαπεποιηκότες πορείαν, εἶτα κεκοπιακότες ἐπὶ τοῖς σώμασιν, ὑπὸ τὸ λυκόφως εἰς ἀνάπαυλαν τρέπονται περί τινα πλησίον λόχμην. περὶ δὲ τρίτην ἕω πάντων καθευδόντων, καὶ μὴ ὑπόντος τοῦ διαφρουροῦντός τινος, γίνονται περὶ τὴν λόχμην οἱ βάρβαροι. ἀποβάντες τοίνυν οἱ Σκλαυηνοὶ τῶν ἵππων ἐνεχείρουν ψυχάζειν τοῖς τε ἵπποις ἀνακωχῆς μεταδιδόναι τινός. τοιγαροῦν ἐκ τοῦ παρήκοντος γίνονται οἱ Ρωμαῖοι κατάφωροι. καὶ ζωγρηθέντες οἱ δείλαιοι ἀνητάζοντο διεξελθεῖν, ὅσα τοῖς Ρωμαίοις βεβούληται. οἱ μὲν οὖν ἀπογνόντες τὴν σωτηρίαν διεξῄεσαν ἅπαντα. ὁ δὲ Πειράγαστος (φύλαρχος δὲ οὗτος τῆς πληθύος ἐκείνης τῶν βαρβάρων) τὰς δυνάμεις ἀναλαβὼν ἐπὶ τὰς τοῦ ποταμοῦ διαβάσεις στρατοπεδεύεται καὶ ταῖς ὕλαις ἐγκρύπτεται οἷά τις ἐπιφυλλὶς ἀθεώρητος. 7.5.1 ὁ δὲ στρατηγός, ὁ τοῦ αὐτοκράτορος ἀδελφός, ἀπευδοκιμήσας ἐντεῦθεν πολεμίους ὑπεῖναι κελεύει τὸν ποταμὸν διαπεραιοῦσθαι τὸ στράτευμα. χιλίων τοίνυν διανηξαμένων τὸν ποταμόν, ἅπαντας ἀναιροῦσιν οἱ βάρβαροι. τοῦτο διεγνωκὼς ὁ στρατηγὸς κατεπείγει τὰ πλήθη μὴ ἀνακερμάτιστον [ἀλλὰ σύμφωνον] ποιήσασθαι τὴν διάβασιν, ἵνα μὴ κατ' ὀλίγον τὸν ποταμὸν περαιούμενοι παρανάλωμα τοῖς ἀντιπάλοις γενήσονται. οὕτω τοίνυν τῆς Ρωμαϊκῆς κοσμηθείσης συντάξεως, περὶ τὴν ὄχθην τοῦ ποταμοῦ οἱ βάρβαροι παρατάττονται. 7.5.3 οἱ μὲν οὖν Ρωμαῖοι ἀπὸ τῶν πορθμιδίων τοὺς βαρβάρους κατακοντίζονται, οἱ δὲ βάρβαροι τὰ πλήθη τῆς ἐκπομπῆς τῶν βελῶν φέρειν ἀδυνατήσαντες ὀρφανὰς τὰς ὄχθας καταλιμπάνουσιν. ἀναιρεῖται τοίνυν ὁ τούτων ταξίαρχος, ὃν Πειράγαστον ὁ λόγος φθάσας ἐδίδαξεν· βέλους γὰρ ἐπὶ τῆς λαγόνος καταβληθέντος αὐτῷ, ἐν καιρίῳ τε τῆς πληγῆς γεγονυίας, θάνατος αὐτῷ πραγματεύεται. καὶ οὖν πεπτωκότος τοῦ Πειραγάστου τρέπεται πρὸς ἀποφυγὴν τὸ πολέμιον. γίνονται τοίνυν οἱ Ρωμαῖοι κύριοι τῆς ὄχθης τοῦ ποταμοῦ. εἶτα τὰ πλήθη τῶν βαρβάρων περιβαλόντες φόνῳ πολλῷ πρὸς ἀπόδρασιν χωρεῖν αὐτοὺς κατηνάγκαζον. τὴν δὲ δίωξιν ἐς μακρὰν μὴ οἷοί τε ὄντες ποιήσασθαι διὰ τὸ τῆς ἵππου χηρεύειν, πρὸς τὸν χάρακα ἐπανέζευξαν. γίνεται τοίνυν τῇ ὑστεραίᾳ μεγάλη πλάνη τοῖς ποδηγοῦσι τὸ στράτευμα, ὅθεν καὶ ἀνυδρία τῷ στρατοπέδῳ ἐνέσκηψεν, καὶ τὰ τῆς συμφορᾶς ἐπετείνετο. οὐ φέροντος τοίνυν τοῦ ὁπλιτικοῦ τὴν σπάνιν τοῦ ὕδατος οἴνῳ παρεμυθοῦντο τὸ δίψος. ἡμέρα δὲ τρίτη, καὶ τὸ κακὸν ἐμηκύνετο. καὶ ἂν ἡ στρατιὰ διόλωλεν ἅπασα, εἰ μὴ βάρβαρός τις ἁλοὺς τὸν ῾Ηλιβακίαν αὐτοῖς ἐξέλεξε ποταμόν, τέτταρας παρασάγγας ἀπέχοντα. οὕτω μὲν οὖν οἱ Ρωμαῖοι ἐξ ἑωθινοῦ περιτυγχάνουσιν ὕδατι. τοίνυν οἱ μὲν προκλίναντές πως τὰ γόνατα τοῖς χείλεσι τὸ ὕδωρ λαφύττουσιν, οἱ δὲ ἐπικεκυφότες ταῖς χερσὶν ἠρύοντο ὕδατα, ἄλλοι ἀπήντλουν ταῖς ὑδρίαις τὸ νᾶμα. δασέος δὲ τέμπους ὑπόντος εἰς τὸ ἀντιπέρας τοῦ ποταμοῦ, καὶ βαρβάρων ἐγκρυπτομένων αὐτόθι, γίνεται μεγίστη τοῖς Ρωμαίοις ἐπήρεια· ἀκοντίοις γὰρ ἔβαλλον τοὺς ὑδρευομένους οἱ βάρβαροι. οὐκοῦν ἐξ ἀπόπτου φόνος πολὺς ἐπεγίνετο. δυοῖν τοίνυν θάτερον ἦν ἑλέσθαι ἀνάγκη, τοῦ ὕδατος ἀπειπεῖν καὶ ἀπὸ τοῦ δίψους τὸν βίον ἀπολιπεῖν, ἢ μετὰ τοῦ ὕδατος ὑπαντλεῖν καὶ τὸν θάνατον. ἀτὰρ πορθμία οἱ Ρωμαῖοι ναυπηγησάμενοι τὸν ποταμὸν διενήξαντο, 7.5.10 ὅπως κατάφωρον τὸ πολέμιον γένοιτο. ἐπεὶ δὲ πρὸς τὸ ἀντιπέρας τὸ ὁπλιτικὸν παρεγένετο, ἀθρόον οἱ βάρβαροι ἐπιθέμενοι τῶν Ρωμαίων κρατοῦσιν. οἱ μὲν οὖν Ρωμαῖοι νενικημένοι πρὸς φυγὴν ἀποκλίνουσιν. καταπολεμηθέντος τοίνυν ὑπὸ τῶν βαρβάρων τοῦ Πέτρου, Πρίσκος γίνεται στρατηγός, καὶ οὖν ἀποχειροτονηθεὶς τῆς ἡγεμονίας ὁ Πέτρος ἐς Βυζάντιον ἧκεν. 7.6.1 Πρὸ τεττάρων τοίνυν τούτων ἐνιαυτῶν (πρὸς γὰρ τὰ πρεσβύτερα τῆς ἱστορίας αὖθις γινόμεθα) ᾿Ιωάννης ὁ τὴν ἐς Βυζάντιον ἐκκλησίαν ἰθύνων τὸν τῇδε βίον ἀπέλιπεν, ὃς διὰ τὸ καταφιλοσοφῆσαι λίαν τῶν ἡδονῶν τυραννῆσαί τε τῶν παθῶν αὐτοκράτορά τε τῆς κοιλίας γενέσθαι Νηστευτὴς ὑπὸ τῶν Βυζαντίων κατωνομάζετο. λέγεται δὲ καὶ ὑπὸ Μαυρικίου τοῦ αὐτοκράτορος ἱκανὰ δανεισάμενον τάλαντα γραμματεῖον ἐκθέσθαι τήν τε οἰκείαν περιουσίαν ἐν ταῖς ὁμολογίαις τοῦ δανείσματος ὑποθέσθαι. ἐπεὶ δὲ μετῆρεν ὁ ἱερεὺς τῶν τῇδε, ὁ αὐτοκράτωρ Μαυρίκιος τὴν τοῦ ἱεράρχου οὐσίαν διερευνησάμενος εὑρίσκει τὸν ἄνδρα ἀχρηματίαν φιλοσοφήσαντα, καὶ λίαν ἀγασθεὶς τὴν ἐς ἄκρον τοῦ ἱερέως δικαιοσύνην διέρρηξε προῖκα τὸ <πρὸ> μικροῦ συνταγὲν γραμματεῖον. 7.6.4 μηδὲν γὰρ τῷ ἱερεῖ ἕτερόν φασι τὸν βασιλέα εὑρεῖν ἢ σκίμποδα ξύλινον καὶ σισύραν ἐξ ἐρίου ἐς τὰ μάλιστα εὐτελῆ φαινόλην τε ἀκαλλῆ· δυσείμων γὰρ ἦν ὁ ἀνὴρ λιτότητι βίου καταλαμπόμενος. ταῦτα δήπου, ταῦτα ἀντὶ πολλῶν ἂν χρημάτων καὶ λίθων ᾿Ινδικῶν ὁ αὐτοκράτωρ Μαυρίκιος τιμησάμενος εἰς τὰ βασίλεια μετηγάγετο. ταῖς ἐαριναῖς τοιγαροῦν τῶν Χριστιανῶν νηστείαις ἐναβρυνόμενος, χαίρειν φράσας ταῖς χρυσαῖς καὶ λιθοκολλήτοις κλίναις τοῖς τε νήμασι τῶν Σηρώων, ἐπὶ τοῦ ἱερέως ξυλίνην στιβάδα ὁ βασιλεὺς κατεπαννυχίζετο, θείας τινὸς ἐντεῦθεν ὥσπερ οἰόμενος μεταλήψεσθαι χάριτος. 7.6.6 Κατὰ τούτους τοὺς χρόνους οἱ περὶ τὴν Λιβύην Μαυρούσιοι διωμοσίαν κατὰ τῶν Ρωμαίων ποιοῦνται. ἐπεὶ δὲ τὰ πλήθη συνέρρευσαν, ἐς μέγα φόβου οἱ Καρχηδόνιοι γίνονται. ὁ μὲν οὖν Γεννάδιος, <ὃς> τὸ τηνικαῦτα δὴ καιροῦ στρατηγὸς ἐτύγχανεν ὢν τῆς Λιβύης, τεθεαμένος ἀμυθήτῳ πλήθει τινὶ τὸν κατ' αὐτοῦ συστάντα πόλεμον, δόλῳ τοὺς βαρβάρους κατεπολεμήσατο. ὑποκρινόμενος γὰρ πεποιῆσθαι ἅπαντα, ὅσα περ οἱ βάρβαροι βούλονται, καὶ εἰς ἄνεσιν περιτρέψας τὸ βάρβαρον εὐωχουμένοις αὐτοῖς ἐπιτίθεται. τοῦ φόνου τοιγαροῦν γεγονότος πολλοῦ τῆς τε λείας περιφανοῦς ὁ Καρχηδόνιος πόλεμος ἐλάμβανε τὴν διάλυσιν. οὕτω μὲν οὖν <τὰ> κατὰ τὴν Λιβύην εὖ καὶ μάλα καλῶς διετίθετο τοῖς Ρωμαίοις. 7.6.8 ᾿Εν ταύταις ταῖς ἡμέραις κομήτης ἐν τῷ ὑπεκκαύματι φαίνεται. περὶ τούτων τοιγαροῦν τῶν δοκούντων συνεστάναι ἀστέρων οἱ μὲν φιλόσοφοι πρὸς μετεωρολογικὰς καταφεύγουσιν ἀφορμάς, ἃς Σταγειρῖται καὶ Πλάτωνες ἐν τῷ ῾Ελικῶνι τῆς μνήμης βίβλοις ἐναπεγράψαντο· ἀστρολόγοι δὲ καὶ ἱστοριογράφοι τινὲς προαγόρευσιν ἐσομένων τινῶν λυπηρῶν ἀπεφήναντο. ἀλλ' ἡμεῖς τοὺς περὶ τούτων λόγους τῇ ἀναβολῇ τῆς διηγήσεως χαρισάμενοι πρὸς τὸν σκοπὸν ἐπιτοξάζεσθαι τὴν ἱστορίαν καταναγκάσωμεν. 7.7.1 ῏Ηρος ἀρχομένου καὶ ὁ Πρίσκος τοῦ Βυζαντίου ἀποφοιτᾷ. εἶτα πρὸς τῇ ᾿Αστικῇ τὰς δυνάμεις συνήθροισε τόν τε ἀριθμὸν τῆς δυνάμεως ἐξετάσας εὑρίσκει ὁ στρατηγὸς πολὺ τῶν Ρωμαίων πλῆθος διαφθαρέν. πειρᾶται τοιγαροῦν ἐς Μαυρίκιον τὸν αὐτοκράτορα κατάδηλα τὰ τοῦ Πέτρου ποιήσασθαι σφάλματα. ὅμως ὑποπείθεται ὑπὸ συμβούλων τινῶν κρύψαι τὰ πλημμελήματα. δέκα τοίνυν καὶ πέντε ποιησάμενος χάρακας τόν τε ῎Ιστρον διαπεραιωθεὶς ποταμόν, τετάρτη ἡμέρα, καὶ εἰς Νόβας τὰς ἄνω ὁ στρατηγὸς παραγίνεται. ὁ δὲ Χαγάνος τοῦτο μεμαθηκὼς ὡς τὸν Πρίσκον πρέσβεις ἐξέπεμψε τήν τε αἰτίαν ἐξηρευνᾶτο μαθεῖν τῆς τῶν Ρωμαίων ἀφίξεως. ὁ δὲ στρατηγὸς τοὺς τόπους ἔφασκεν εὐφυεῖς ἐς κυνηγέσια πεφυκέναι, ἱππασίμους τε καὶ λίαν εὐύδρους. ὁ δὲ Χαγάνος ἐδήλου ἐπ' ἀλλοτρίας γῆς ἐπιβαίνειν Ρωμαίους, παρασπονδῆσαί τε Πρίσκον, καὶ ἀοράτως τὴν εἰρήνην ὑπ' αὐτοῦ περισχίζεσθαι. ἔφασκε τοίνυν ὁ Πρίσκος Ρωμαϊκὸν ὑπεῖναι τὸ ἔδαφος, ὁ δὲ βάρβαρος ὅπλοις καὶ νόμοις πολέμων Ρωμαίους ἀποκτήσασθαι τοῦτο. τοῦ τοίνυν Χαγάνου ζυγομαχοῦντος καὶ διαμφιβάλλοντος περὶ τούτων τῶν τόπων, φασὶ τὸν Πρίσκον τὴν ἐκ τῆς ἕω ἀπόδρασιν ὀνειδίσαι Χαγάνῳ. 7.7.6 ᾿Αλλ' ἐπεὶ περὶ τῶν Σκυθῶν τῶν πρὸς τῷ Καυκάσῳ τῶν τε πρὸς βορρᾶν τετραμμένων μνήμην ἐποιησάμεθα, φέρε δή, φέρε τὰ παρηκολουθηκότα κατὰ τούτους τοὺς χρόνους τοῖς μεγίστοις ἔθνεσι τούτοις ὥσπερ ἐμβόλιμά τινα διηγήματα τὴν ἱστορίαν μεσολαβήσαντες παραθώμεθα. θέρους ἐνεστῶτος κατὰ τοῦτον δὴ τὸν ἐνιαυτὸν ὁ πρὸς τῇ ἕῳ ὑπὸ τῶν Τούρκων Χαγάνος ὑμνούμενος πρέσβεις ἐξέπεμψε Μαυρικίῳ τῷ αὐτοκράτορι, ἐπιστολήν τε συντεταχὼς ἐπινίκια ἐνεχάραττεν ἐν αὐτῇ. ἡ δὲ τῆς ἐπιστολῆς ἐπιγραφὴ εἶχεν ἐπὶ λέξεως οὕτως "τῷ βασιλεῖ τῶν Ρωμαίων ὁ Χαγάνος ὁ μέγας δεσπότης ἑπτὰ γενεῶν καὶ κύριος κλιμάτων τῆς οἰκουμένης ἑπτά." τῷ ὄντι γὰρ τὸν ἐθνάρχην τῶν ᾿Αβδελῶν (φημὶ δὴ τῶν λεγομένων ᾿Εφθαλιτῶν) καταπολεμήσας οὗτος αὐτὸς ὁ Χαγάνος ἐνίκησε τήν τε τοῦ ἔθνους ἀρχὴν περιεβάλετο. ἐπὶ τῇ νίκῃ τοίνυν εἰς μέγα ἀρθεὶς καὶ τὸν Στεμβισχάδαν σύμμαχον ποιησάμενος τὸ τῶν ᾿Αβάρων ἔθνος κατεδουλώσατο. ἀλλὰ μή τις οἰέσθω παριστορεῖν ἡμᾶς τὰ κατὰ τούτους τοὺς χρόνους ᾿Αβάρους εἶναι διανοούμενος τοὺς ἀνὰ τὴν Εὐρώπην καὶ τὴν Παννονίαν προσοικοῦντας βαρβάρους, καὶ τούτων τὴν ἄφιξιν πρεσβυτέραν γενέσθαι τῶν χρόνων Μαυρικίου τοῦ αὐτοκράτορος. 7.7.10 ψευδωνύμως γὰρ ᾿Αβάρων προσηγορίαν οἱ περὶ τὸν ῎Ιστρον περιεβάλοντο βάρβαροι· ὅθεν δὲ τὸ γένος αὐτοῖς, ὅσον οὔπω εἰρήσεται. ἡττηθέντων γοῦν τῶν ᾿Αβάρων, (πρὸς γὰρ τὸν λόγον ἐπάνιμεν) οἱ μὲν πρὸς τοὺς κατέχοντας τὴν Ταυγὰστ τὰς ἀποφυγὰς ἐποιήσαντο. ἡ δὲ Ταυγὰστ πόλις ἐπιφανής, τῶν τε λεγομένων Τούρκων ἀπῴκισται χιλίοις πρὸς τοῖς πεντακοσίοις σημείοις· αὐτὴ ὅμορος καθέστηκε τοῖς ᾿Ινδοῖς. οἱ δὲ περὶ τὴν Ταυγὰστ αὐλιζόμενοι βάρβαροι ἔθνος ἀλκιμώτατον καὶ πολυανθρωπότατον, καὶ τοῖς κατὰ τὴν οἰκουμένην ἔθνεσι διὰ τὸ μέγεθος ἀπαράλληλον. ἕτεροι τῶν ᾿Αβάρων διὰ τὴν ἧτταν πρὸς ταπεινοτέραν ἀποκλίναντες τύχην παραγίνονται πρὸς τοὺς λεγομένους Μουκρί. τοῦτο δὲ τὸ ἔθνος πλησιέστατον πέφυκε τῶν Ταυγάστ, ἀλκὴ δὲ αὐτῷ πρὸς τὰς παρατάξεις πολλὴ διά τε τὰ ἐκ τῶν γυμνασίων ὁσημέραι μελετήματα διά τε τὴν περὶ τοὺς κινδύνους τῆς ψυχῆς ἐγκαρτέρησιν. ἐπιβαίνει τοίνυν καὶ ἑτέρας ἐγχειρήσεως ὁ Χαγάνος, καὶ τοὺς ᾿Ογὼρ ἐχειρώσατο πάντας. ἔθνος δὲ τοῦτο τῶν ἰσχυροτάτων καθέστηκε διά τε τὴν πολυανδρίαν καὶ τὴν πρὸς τὸν πόλεμον ἔνοπλον ἄσκησιν. οὗτοι δὲ πρὸς ταῖς ἀνατολαῖς τὰς οἰκήσεις ποιοῦνται, ἔνθα ὁ Τὶλ διαρρεῖ ποταμός, ὃν Μέλανα Τούρκοις ἀποκαλεῖν <ἔθος>. οἱ δὲ τούτου τοῦ ἔθνους παλαίτατοι ἔξαρχοι Οὐὰρ καὶ Χουννὶ ὠνομάζοντο· ἐκ τούτων καί τινα τῶν ἐθνῶν ἐκείνων τὴν ὀνομασίαν ἀπεκληρώσαντο Οὐὰρ καὶ Χουννὶ ὀνομαζόμενα. 7.8.1 ᾿Ιουστινιανοῦ τοίνυν τοῦ αὐτοκράτορος τὸ βασίλειον κράτος ἐπέχοντος, ἐκ τούτων τῶν Οὐὰρ καὶ Χουννὶ ὀλίγη ἀποδράσασα μοῖρα τοῦ ἀρχεγόνου φύλου ἐκείνου ἐνδημεῖ τῇ Εὐρώπῃ. οὗτοι ᾿Αβάρους ἑαυτοὺς ὀνομάσαντες τὸν ἡγεμόνα τῇ τοῦ Χαγάνου προσηγορίᾳ φαιδρύνουσιν. ὅθεν αὐτοῖς ὁ τρόπος πρὸς μετάθεσιν ὀνομάτων ἐχώρησεν, λέξωμεν τῆς ἀληθείας κατὰ μηδὲν ἀφιστάμενοι. Βαρσὴλτ καὶ Οὐννουγοῦροι καὶ Σαβίροι Οὐννικά τε πρὸς τούτοις ἕτερα ἔθνη, ὁπηνίκα τῶν Οὐὰρ καὶ Χουννὶ ἔτι ἀπόμοιραν κατὰ τοὺς τόπους αὐτῶν ἀποδιδράσκουσαν ἐθεάσαντο, εἰς μέγιστον καταπίπτουσι φόβον, ὑποτοπήσαντες ᾿Αβάρους ὑπεῖναι τοὺς ἐνδημήσαντας. διὰ τοῦτο δώροις λαμπροῖς τοὺς φυγάδας τιμήσαντες ἔδοξαν ἀντιλαμβάνειν παρ' αὐτῶν τὴν ἀβλάβειαν. οἱ τοίνυν Οὐὰρ καὶ Χουννὶ ὡς εἶδον τὴν τῆς ἀποφυγῆς ἐπιδέξιον ἔναρξιν, τὴν πλάνην τῶν πρεσβευσαμένων οἰκειωσάμενοι ᾿Αβάρους ἑαυτοὺς κατωνόμασαν· λέγεται γὰρ ἐν τοῖς ἔθνεσι τοῖς Σκυθικοῖς τὸ τῶν ᾿Αβάρων ὑπεῖναι ἐντρεχέστατον φῦλον. ἀμέλει τοι καὶ μέχρι τῶν χρόνων τῶν καθ' ἡμᾶς οἱ Ψευδάβαροι (λέγειν γὰρ οὕτως αὐτοὺς οἰκειότερον) ταῖς γενεαρχίαις διῄρηνται, καὶ οἱ μὲν Οὐὰρ ἀρχαιοπρεπῶς ὀνομάζονται, οἱ δὲ Χουννὶ προσαγορεύονται. ἐπεὶ δὲ τὰ περὶ τῶν Ψευδαβάρων ὡς ἐν ἐπιτομῇ διεξήλθομεν, πρὸς τὰ συνεχῆ τῆς ἱστορίας τὴν ἔκθεσιν ποιησώμεθα. τοῦ τοίνυν ᾿Ογὼρ λίαν ἐγκρατῶς νενικημένου, τὸν τοῦ Κὸλχ ἐθνάρχην στόματι ῥομφαίας ὁ Χαγάνος παρέδωκεν. ἀναιροῦνται τοίνυν ἐκ τούτου δῆτα τοῦ ἔθνους κατὰ τὸν πόλεμον μυριάδες τριάκοντα, ὡς ὁδὸν ἡμερῶν τεττάρων ἐπέχειν τὴν τῶν καταπεπτωκότων σωμάτων συνέχειαν. οὕτω δῆτα τῆς νίκης τῷ Χαγάνῳ μειδιώσης ἐπιφανῶς, συγκροτεῖται τοῖς Τούρκοις ἐμφύλιος πόλεμος. ἀνήρ τις Τουροὺμ ὀνομαζόμενος, πρὸς γένος καθεστὼς τῷ Χαγάνῳ, νεωτερίσας δυνάμεις μεγάλας συνήθροισεν. ἐπεὶ δὲ κατὰ τὴν μάχην τὰ τοῦ τετυραννηκότος ἦν ἐγκρατέστερα, πρεσβεύεται ὁ Χαγάνος πρὸς ἑτέρους τρεῖς μεγάλους Χαγάνους· ταῦτα δὲ τούτοις ὀνόματα, Σπαρζευγοῦν καὶ 7.8.10 Κουναξολὰν καὶ Τουλδίχ. συναθροισθείσης τοίνυν τῆς ὅλης ἐκτάξεως εἰς τὸ ᾿Ικὰρ (χῶρος δὲ οὗτος πεδίοις ἐνειλημένος μεγάλοις), τῶν τε ἀντιθέτων κατὰ τοῦτον δῆτα τὸν τόπον ἀντιταξαμένων ἡρωϊκῶς, πίπτει ὁ τύραννος καὶ εἰς φυγὴν αἱ συμμαχοῦσαι δυνάμεις ἐξέκλιναν, καὶ πολλοῦ γενομένου τοῦ φόνου πάλιν κύριος τῆς ἑαυτοῦ ὁ Χαγάνος χώρας ἐγένετο. τούτων τῶν ἐπινικίων τὴν μήνυσιν διὰ τῶν πρέσβεων ὁ Χαγάνος πρὸς τὸν αὐτοκράτορα Μαυρίκιον ἐπεποίητο. τὸ δὲ ᾿Ικὰρ τοῦ ὄρους τοῦ λεγομένου Χρυσοῦ τετρακοσίοις σημείοις ἀπῴκισται. τοῦτο δῆτα τὸ ὄρος ἐπὶ τὰς ἀνατολὰς ἔχει τὴν ἵδρυσιν, Χρυσοῦν δὲ παρὰ τῶν ἐγχωρίων κατονομάζεται τοῦτο μὲν διὰ τὴν δαψίλειαν τῶν ἐν αὐτῷ φυομένων καρπῶν, τοῦτο δὲ καὶ διὰ τὸ θρεμμάτων καὶ νωτοφόρων ζώων εἶναι κατάκομον. νόμος δὲ Τούρκοις τῷ ἐπικρατεστέρῳ Χαγάνῳ τοῦ Χρυσοῦ ὄρους παραχωρεῖν. δυσὶ δὲ μεγίστοις τισὶ τὰ Τούρκων ἔθνη μεγαλαυχεῖ· φασὶ γὰρ ἄνωθεν αὐτοὺς καὶ ἐξ ἀρχῆς μηδέποτε λοιμῶν ἐπιδημίαν θεάσασθαι, τῶν τε σεισμῶν σπάνιν εἶναι κατ' ἐκείνην τὴν χώραν. τὴν δὲ Βακὰθ ὑπὸ τῶν Οὐννουγούρων πάλαι ποτὲ πολισθεῖσαν καταπεσεῖν τοῖς σεισμοῖς, τὴν δὲ Σουγδαηνὴν καὶ λοιμῶν καὶ σεισμῶν ἔμπειρον πεφυκέναι. τιμῶσι τοιγαροῦν οἱ Τοῦρκοι λίαν ἐκτόπως τὸ πῦρ, ἀέρα δὲ καὶ ὕδωρ γεραίρουσιν, ὑμνοῦσι τὴν γῆν· προσκυνοῦσι δὲ μόνως καὶ θεὸν ὀνομάζουσι τὸν πεποιηκότα τὸν οὐρανὸν καὶ τὴν γῆν. τούτῳ θύουσιν ἵππους καὶ βόας καὶ πρόβατα, ἱερεῖς κεκτημένοι, οἳ καὶ τὴν τῶν μελλόντων αὐτοῖς δοκοῦσιν ἐκτίθεσθαι προαγόρευσιν. κατ' αὐτὸν τὸν χρόνον οἱ Ταρνιὰχ καὶ οἱ Κοτζαγηροὶ (καὶ οὗτοι δὲ ἐκ τῶν Οὐὰρ καὶ Χουννὶ) ἀπὸ τῶν Τούρκων ἀποδιδράσκουσι καὶ πρὸς τὴν Εὐρώπην γενόμενοι τοῖς περὶ τὸν Χαγάνον τῶν ᾿Αβάρων συνάπτονται. λέγεται δὲ καὶ τοὺς Ζαβενδὲρ ἐκ τοῦ γένους πεφυκέναι τῶν Οὐὰρ καὶ Χουννί. ἡ δὲ γεγονυῖα ἐπίθετος δύναμις τοῖς ᾿Αβάροις εἰς δέκα χιλιάδας ἠκρίβωτο. 7.9.1 ὁ μὲν οὖν τῶν Τούρκων Χαγάνος τὸν ἐμφύλιον καταλυσάμενος πόλεμον εὐδαιμόνως ἐχειραγώγει τὰ πράγματα, ποιεῖται δὲ καὶ συνθήκας πρὸς τοὺς Ταυγάστ, ὅπως βαθεῖαν πάντοθεν τὴν γαλήνην ἐμπορευόμενος ἀστασίαστον τὴν ἀρχὴν καταστήσηται. ὁ δὲ τῆς Ταυγὰστ κλιματάρχης Ταϊσὰν ὀνομάζεται, ὅπερ υἱὸς θεοῦ ταῖς ῾Ελληνικαῖς φωναῖς ἐνσημαίνεται. ἡ δὲ ἀρχὴ τῆς Ταυγὰστ οὐ στασιάζεται· γένος γὰρ αὐτοῖς τὴν χειροτονίαν τοῦ ἡγεμόνος παρέχεται. τούτῳ δὲ τῷ ἔθνει θρησκεία ἀγάλματα, νόμοι δὲ δίκαιοι, καὶ σωφροσύνης ἔμπλεος ὁ βίος αὐτοῖς. ἔθος δὲ τούτοις νόμον μιμούμενον, μηδέποτε κόσμῳ χρυσῷ καλλωπίζεσθαι ἄρρενας, καίτοι ἀφθονίας πολλῆς ἀργύρου τε καὶ χρυσοῦ κύριοι καθεστῶτες διὰ τὰς μεγάλας καὶ ἐπωφελεῖς ἐμπορίας. 7.9.4 ταύτην τὴν Ταυγὰστ ποταμὸς διορίζει. πάλαι τοίνυν ποτὲ δύο μεγίστοις ἔθνεσιν ὁ ποταμὸς ἐμεσίτευεν ἀντιθέτοις ἀλλήλοις· ἐσθὴς δὲ τῷ μὲν ἑνὶ μέλαινα, τῷ δὲ ἑτέρῳ κοκκόβαφος. ἐν τοῖς χρόνοις τοίνυν τοῖς καθ' ἡμᾶς, Μαυρικίου τὰ Ρωμαίων σκῆπτρα ἐπέχοντος, καὶ τὸ ἔθνος τῶν μελαινοφόρων τοῖς τὴν ἐρυθρὰν περιβεβλημένοις ἐσθῆτα διαπεραιωσάμενον τὸν ποταμὸν συνίστησι πόλεμον, εἶτα νενικηκὸς τῆς ὅλης ἡγεμονίας γίνεται κύριον. ταύτην δὴ τὴν Ταυγὰστ οἱ βάρβαροι λέγουσι κτίσαι τὸν Μακεδόνα ᾿Αλέξανδρον, ὁπηνίκα τούς τε Βακτριανοὺς καὶ τὴν Σογδοανὴν ἐδουλώσατο δέκα καὶ δύο καταφλέξας μυριάδας βαρβάρων. ἐν ταύτῃ τῇ πόλει τὰ τοῦ βασιλεύοντος γύναια ἐκ χρυσοῦ πεποιημένας ἔχουσι τὰς ἁρμαμάξας, ἑλκομένην ἑκάστην ὑπὸ βοϊδίου ἑνὸς κεκοσμημένου πολυτελῶς ἐκ χρυσοῦ καὶ λίθου μεγατιμίου· εἰσὶ δὲ καὶ χαλινοὶ τοῖς βουσὶ χρυσοκόλλητοι. ὁ μὲν οὖν τὴν ἡγεμονίαν τῆς Ταυγὰστ ἀνειληφὼς ἑπτακοσίαις γυναιξὶ κατεπαννυχίζετο. τὰ δὲ γύναια τῶν περιφανεστέρων τῆς Ταυγὰστ ἀργυραῖς κέχρηνται ταῖς ἁρμαμάξαις. λόγος δὲ καὶ ἑτέραν τὸν ᾿Αλέξανδρον δείμασθαι πόλιν ἀπὸ σημείων ὀλίγων· 7.. Χουβδὰν ὀνομάζουσι ταύτην οἱ βάρβαροι. τεθνηκότα δὲ τὸν ἡγεμόνα ὑπὸ τῶν γυναίων πενθεῖσθαι διὰ παντὸς ξυρομένων μὲν τὰς κεφαλὰς καὶ μέλαιναν περιβαλλομένων ἐσθῆτα· καὶ νόμος αὐταῖς μηδέποτε τὸν τάφον ἀπολιπεῖν. ἡ δὲ Χουβδὰν δύο μεγάλοις διείληπται ποταμοῖς, αἱ δὲ τούτων ὄχθαι ταῖς κυπαρίττοις ὡς ἔπος εἰπεῖν κατανεύονται. ἐλέφαντες δὲ τῷ ἔθνει πολλοί. τοῖς δὲ ᾿Ινδοῖς κατὰ τὰς ἐμπορίας συναναμίγνυνται· τούτους δέ φασι τοὺς περὶ τὰ βόρεια τετραμμένους ᾿Ινδοὺς καὶ λευκοὺς πεφυκέναι. οἱ δὲ σκώληκες, ἐξ ὧν τὰ Σηρώων καθέστηκε νήματα, πάνυ παρὰ τῷ τοιούτῳ ἔθνει πολλοὶ ἐναλλὰξ καὶ ποικίλην τὴν χροιὰν κεκτημένοι, τήν τε περὶ τὰ τοιαῦτα ζῶα φιλοτεχνίαν φιλοτίμως ἀσκοῦσιν οἱ βάρβαροι. ἵνα δὲ μὴ ἔξω τῆς νύσσης τὴν ἱστορίαν παροδηγήσωμεν, μέχρι τούτων περὶ τῶν Σκυθῶν τῶν πρὸς τῇ Βακτριανῇ καὶ Σογδοανῇ καὶ τῷ Μέλανι ποταμῷ. 7.10.1 Δεκάτη δὲ ἡμέρα (πρὸς γὰρ τὰ περὶ Πρίσκον παλινδρομήσομεν), καὶ ἄγγελοι εἰς τὸ τοῦ στρατηγοῦ σκηνοπήγιον γίνονται. ἠκηκόει τοίνυν ὁ Πρίσκος τὰ τείχη καταβαλεῖν τῆς Σιγγηδόνος τὸν βάρβαρον, καταναγκάζειν τε τοὺς λαοὺς τὰ οἴκοι καταλιπόντας εἰς τὴν πολεμίαν τὰς ἀποικίας ποιήσασθαι. καὶ οὖν ὁ Πρίσκος μηδὲν τῇ ἀναβολῇ ἀναθείς, τὸν ποταμὸν ναυτιλλόμενος εἰς Σιγγὰν τὴν νῆσον ἐλλιμενίζεται· αὕτη δὲ ἐπὶ τὸ ῥεῖθρον τοῦ ῎Ιστρου ἔχει τὴν ἵδρυσιν, ἀπῴκισται δὲ Σιγγηδόνος τῆς πόλεως σημεῖα τριάκοντα. ὁ μὲν οὖν Πρίσκος τῇ νήσῳ τὰς δυνάμεις περιβαλών, ταχυναυτούσας ὁλκάδας παραστησάμενος, ἃς δρόμωνας εἴωθεν ὀνομάζειν τὸ πλῆθος, ἐπὶ τὰ Κωνσταντίολα παραγίνεται. ἐν τούτοις δῆτα τοῖς χώροις ἐντετυχηκὼς τῷ Χαγάνῳ εἰς λόγους γίνεται περὶ τῆς Σιγγηδόνος ὁ στρατηγὸς πρὸς τὸν βάρβαρον. καὶ δῆτα ὁ βάρβαρος ἐπὶ τῆς ὄχθης τοῦ ποταμοῦ ἐφιζάνων τὰς ἀποκρίσεις παρείχετο, ὁ δὲ Πρίσκος ἐπιβεβηκὼς τῆς ὁλκάδος τῆς ἐντεύξεως εἴχετο. φασὶ τοιγαροῦν τῆς διαλέξεως τὸν Χαγάνον ἀπάρξασθαι, εἰπεῖν δὲ τῷ Πρίσκῳ· "τί ὑμῖν, ὦ Ρωμαῖοι, καὶ τῇ γῇ τῇ ἐμῇ; τί περαιτέρω τοῦ πρέποντος πόδας ἐκτείνετε; ξένος ὁ ῎Ιστρος ὑμῖν, τὸ ῥόθιον τούτου πολέμιον. ὅπλοις ἐκτησάμεθα τοῦτον· τῷ δόρατι τοῦτον ἐδουλωσάμεθα. ἄπαγε τῆς ἀτοπίας, ὦ Πρίσκε. μὴ διαλύσῃς ἡσυχίαν δώροις ὑμῖν πραγματευθεῖσαν πολλοῖς. αἰδέσθητι τὰς σπονδάς, δυσωπήθητι τὴν τῶν ὅρκων ἀσφάλειαν. 7.10.6 ἡγείσθω εὐβουλία τῆς ἐγχειρήσεως, τὸ συνοῖσον τῆς ἐπιβολῆς τῶν πραγμάτων μὴ μετὰ τὸ παθεῖν βουλευσώμεθα. πρὸ τῆς ἐπιβολῆς ἡ βουλή. ἀδικεῖς τῇ προπετείᾳ τὰ πράγματα. τὸν κακῶς βουλευσάμενον πρῶτον ἡ ἐγχείρησις ἔβλαψεν. κλέπτεις τὸν πόλεμον, στρατηγέ. εἰρήνην ἐνόθευσας καὶ παράταξιν, ὡς φίλος σπενδόμενος καὶ ὡς ἐχθρὸς συμπλεκόμενος. ἢ θάτερον τοίνυν ἀπόλειπε, ἢ τὴν ἠρεμίαν μὴ τάραττε." ἔφησε δὲ καὶ ταῦτα ὁ βάρβαρος ἐπὶ λέξεως· "κρίναι ὁ θεὸς ἀναμέσον Χαγάνου καὶ ἀναμέσον Μαυρικίου τοῦ αὐτοκράτορος. ἡ παρὰ τοῦ θεοῦ ποτε ἐκζητήσοι ἀντίδοσις." 7.11.1 λόγος δὲ Πρίσκον ἐν ἀντιθέσεως μοίρᾳ ταῦτα προσειπεῖν τῷ Χαγάνῳ· "ἀδικεῖς Σιγγηδόνα τὴν πόλιν, ὦ ἄνθρωπε. τί τὰ τείχη καθελὼν πρὸς ἀποικίας αὐτὴν δυστυχεῖς ἐπιτείνεις; τυραννῶν ὡς ἀδικούμενος ἐγκαλεῖς. βιαζόμενος ἐπηρεάζεσθαι ὑπὸ Ρωμαίων περιθρυλεῖς. ἔασον ἠρεμεῖν λαὸν δυστυχήσαντα. ἀπόσχου πόλεως, ᾗ συμφορῶν περικυμαίνουσι κλύδωνες. ἐλέησον τὴν πολλάκις ὑπὸ σοῦ πορθηθεῖσαν. ἐπίθες τῇ πλεονεξίᾳ καὶ ὅρους· ποίησον αὐτῇ καὶ μεταίχμιον. δίδαξον αὐτὴν φιλοσοφῆσαι τὸ μέτρον· μέχρι τινὸς σταθήσεσθαι πρόσταξον. οἶμαι πολλοὺς κόσμους αὐτῇ μὴ ἐξαρκεῖν πρὸς τὴν ἔφεσιν. ἀόριστον βούλημα οὐ λαμβάνει κράτος ἀσάλευτον. οὐδὲν ἀκόρεστον πάγιον. τὸ μὴ μέτρῳ ταλαντευόμενον οὐδὲ σφετερίζεσθαι πέφυκεν. ἀνεπίκτητόν ἐστι τὸ ἄπειρον. καταστασιάζεται τὸ ἀσύμβατον. ἐπίθου κρηπῖδα τῷ ἔρωτι, μεθόδευσον τῷ κόρῳ τὸ ἄσχετον. ἄπληστος ὀφθαλμὸς ἀεί τι καινὸν νοσηλεύεται. ἀντιμετρεῖται τοῖς ἀνθρώποις τὰ πράγματα, τὰ τῆς τύχης ἀντηχεῖ ταῖς τροπαῖς. οὐδὲν εὐδαιμονίας καθέστηκε ῥευστικώτερον. ἡ νίκη κομᾷ τῷ πτερῷ, καὶ θριάμβων ὀλισθαίνουσι πόδες. οὐκ ἔστι τροπαίων φύσις ἀθάνατος. σήμερον ἐπιγελῶσαν τὴν ἡμέραν ὁρᾷς ῥοδοειδῆ τε καὶ κροκινίζουσαν καὶ ὅλην ὡς ἔπος εἰπεῖν φωτεινὴν καὶ διαλάμπουσαν. αὔριον ὄψῃ ταύτην αὐτὴν σκυθρωπὸν ὁμοῦ καὶ δυσείμονα, ἀχλύϊ καταρδευομένην πολλῇ, καὶ ἀπὸ συστημάτων νεφῶν μελαινομένην συλλήβδην εἰπεῖν πρὸς ἀπρέπειαν." 7.11.6 Θυμῷ τοιγαροῦν διακόψας ὁ Χαγάνος τὰ ῥήματα πολλὰς καθαιρήσειν προσηπείλησε πόλεις. ὁ μὲν οὖν βάρβαρος τὴν καθέδραν ἀπολιπὼν πρὸς τὴν ἑαυτοῦ σκηνὴν ἐπανέζευξεν· ὁ δὲ Πρίσκος τὸν Γούδουϊν μετάκλητον ποιησάμενος καὶ Ρωμαϊκῇ τοῦτον περιφράξας δυνάμει τῇ Σιγγηδόνι βοηθεῖν ἐγκελεύεται. ἀτὰρ ὁ Γούδουϊς ἐπὶ τὴν Σιγγηδόνα ναυτίλλεται· τὴν γὰρ Σιγγηδόνα δύο ποταμοὶ ἀγκαλίζονται, ὅ τε Σάος καὶ Δράος. ἐπεὶ δὲ οἱ περὶ τὴν Σιγγηδόνα βάρβαροι Ρωμαϊκὰς δυνάμεις ναυπηγησαμένας κατεῖδον, τὰς ἁμάξας πρὸ τοῦ ἄστεος συστησάμενοι χαρακοῦσι τὴν πόλιν. τὴν τοίνυν τῶν Ρωμαίων ὁρμὴν μὴ ὑπομεμενηκότες οἱ βάρβαροι, ἅμα δὲ καὶ τὸν λαὸν τῆς πόλεως ὀρρωδήσαντες, εἰς φυγὴν ἀποκλίνουσιν. οὕτω μὲν οὖν ὁ Πρίσκος ἀτυχοῦντα λαὸν διεσώσατο. δευτέρᾳ δὲ ἡμέρᾳ περιβάλλουσι τείχη Ρωμαῖοι τῇ πόλει. ὁ δὲ Χαγάνος ἐπὶ τούτοις παρεδριμύττετο, τήν τε καρδίαν σφακελιζόμενος ἀγγέλους πρὸς τὸν Πρίσκον ἐξέπεμπεν, ἐς τὸ φανερὸν τὰς σπονδὰς διαλύων. δεκάτη δὲ ἡμέρα, καὶ τὰς περὶ αὐτὸν δυνάμεις συναθροίσας ὁ βάρβαρος ἐπὶ τὸν ᾿Ιόνιον κόλπον στρατεύει τὴν σάλπιγγα. 7.12.1 περὶ τούτους τοὺς τόπους ἡ Δελματία χώρα καθέστηκεν. τοίνυν ἱκανοὺς χάρακας ὁ βάρβαρος ποιησάμενος εἰς τὰς λεγομένας Βόγκεις ἐχώρησεν, καὶ δὴ παραστησάμενος τὴν πόλιν τοῖς μηχανήμασι τεσσαράκοντα ἐξεπόρθησε φρούρια. ὁ δὲ στρατηγὸς τούτων διακηκοὼς τῶν δεινῶν δισχιλίοις μαχίμοις ὁπλίζει τὸν Γούδουϊν ἐπὶ κατασκοπῇ τε τῶν πραττομένων τοῦτον ἐξέπεμπεν. ὁ μὲν οὖν Γούδουϊς ἀναλαβὼν τοῦ ὁπλιτικοῦ τοὺς λογάδας τῆς ὁδοιπορίας ἀπήρχετο. ἐκκλίνει τοιγαροῦν τὰς λεωφόρους ὁ Γούδουϊς καὶ διὰ δυσχωρίας ἀγνώστων τε ἀτραπῶν τὴν βάδισιν ἐπεποίητο, ἵνα μή που πολεμίας ὄψεως ἐπιφανείσης αὐτῷ ἐπισυρομένης πλήθη βαρβάρων εἰς τοὔσχατον κακὸν παραγένηται. καὶ οὖν γενόμενος τῶν βαρβάρων πλησίον ὁρᾷ ἐξ ἀπόπτου τινὸς περισκοπῆς πλήθη λαῶν παροδεύοντα. ἀποστείλας τοίνυν πεζοὺς ἄνδρας τριάκοντα παρακελεύεται ἰχνηλατεῖν τὸ πολέμιον. καὶ γοῦν οἱ Ρωμαῖοι διά τινων παρεκτετραμμένων ὁδῶν ἐποιοῦντο τὴν βάδισιν. ὑπὸ δευτέραν τοιγαροῦν φυλακὴν τῆς νυκτὸς ἐλλοχῶσιν ὡς ἐν παραβύστῳ τινὶ τὸ βάρβαρον ἀνιχνεύοντες. ἐν ταῖς ὕλαις τοιγαροῦν ἀποκρυπτόμενοι, καὶ τῆς νυκτὸς ἐπὶ τὰ μέσα παροδευούσης σημεῖα, ψυχῆς ἀρετῇ ἐφίστανται τοῖς βαρβάροις οἱ Ρωμαῖοι καθεύδουσιν. ἀπὸ σημείων δὲ δύο περιτυχόντες ἀνδράσι τρισὶ κραιπαλῶσι καὶ λίαν πεφυκόσιν ἐξοίνοις, τούτους ζωγρήσαντες, ὡς οἷόν τε ἦν ἀνετάσαντες τὰς τῶν πολεμίων ἐπιβολὰς ἁπάσας διέγνωσαν. οἱ μὲν οὖν Ρωμαῖοι δεσμοῖς περιβαλόντες αὐτοὺς τῷ Γούδουϊ ζῶντας ἐξέπεμψαν. 7.12.7 Γούδουϊς δὲ ὁ ταξίαρχος μεμαθηκὼς ὑπ' αὐτῶν δισχιλίοις ἀνδράσιν ὁπλίταις ἐπὶ φρουρᾷ τῆς λείας τὸν Χαγάνον συμφράξασθαι, ἥσθη ἐπὶ τῇ ἀγγελίᾳ· καὶ οὖν ἀποκρύπτεται ἔν τινι φάραγγι. οἱ μὲν οὖν βάρβαροι λαμπούσης ἡμέρας τὴν προνομὴν διεσώζοντο, ὁ δὲ Γούδουϊς ἐπὶ τὰ νῶτα τούτων γενόμενος ἀθρόως τε ἐπιθέμενος τῷ δόρατι πάντας διέφθορεν, ἀνασωσάμενός τε τὴν λείαν πρὸς τὸν Πρίσκον μεγαλοψύχῳ φρονήματι διεκόμισεν. ὁ δὲ Χαγάνος ταῦτα δὴ τὰ τῆς ἀποτεύξεως μεμαθηκὼς ἀθυμίᾳ πολλῇ κατεβέβλητο. ἐπὶ μῆνας τοιγαροῦν ὀκτωκαίδεκα καὶ περαιτέρω Ρωμαίοις τε καὶ βαρβάροις τοῖς ἀνὰ τὸν ῎Ιστρον αὐλιζομένοις οὐδὲν ἄξιον συγγραφῆς διαπέπρακται. 7.12.10 ῎Ετους δὲ ἐννεακαιδεκάτου ἐπιστάντος τῷ αὐτοκράτορι, ἡ τῶν μελλόντων προαναγόρευσις γίνεται, τά τε κοινὰ τοῦ κόσμου ἐξομολογοῦνται παθήματα· ἀνὴρ γάρ τις πρὸς τὸν τῇδε κόσμον διαλυσάμενος καὶ ἐν ἀσκήσει θεωρίας τῶν ἀπορρήτων μετειληφὼς ἐπί τε τὸν μονήρη βίον κατακλιθείς, σπάθην γυμνώσας ἀπὸ τοῦ λεγομένου Φόρου (τῶν ἐπισήμων δὲ οὗτος τόπος τῆς πόλεως) μέχρι τῶν προαυλίων τῶν ἀνακτόρων ξιφήρης διαδραμών, ἅμα τὸν αὐτοκράτορα τοῖς παισὶν ἐν φόνῳ μαχαίρας τεθνήξεσθαι προηγόρευεν. ὥρα δὲ θέρους, καὶ λόγος ῾Ηρωδιανὸν Μαυρικίῳ τῷ αὐτοκράτορι ἐς τὸ φανερὸν προαναγγεῖλαι τὰ ἀποτεύγματα· ὁ δὲ ἀνὴρ <οὐκ> ἐκτὸς θείας ὀμφῆς κατισχυρίζετο τὰ τῆς προρρήσεως ἐπιφανῆναι αὐτῷ. 7.13.1 Καὶ γοῦν ἐν τούτῳ τῷ χρόνῳ ὁ παρὰ τοῖς ᾿Αβάροις Χαγάνος τιμώμενος τὰ περὶ ἑαυτὸν συλλεξάμενος πλήθη περὶ τὴν Θρᾳκικὴν Μυσίαν χωρεῖ, εἶτα Τομέᾳ τῇ πόλει ἐφίσταται. τούτων ὁ Πρίσκος πυθόμενος ἐπηρεαζομένῃ τῇ πόλει προσομιλεῖ. Ρωμαῖοι τοιγαροῦν καὶ οἱ βάρβαροι εἰς τὰ περὶ Τομέαν τὴν πόλιν στρατοπεδεύοντες ὥρας ἐπιγινομένης χειμῶνος οὐδαμῶς τὸν χάρακα διελύσαντο. τοῦ δὲ ἦρος ἀνίσχοντος λιμὸς τοῖς Ρωμαίοις ἐνέσκηψεν. μελλούσης δὲ ἐπιβήσεσθαι τῆς μεγάλης τῶν Χριστιανῶν ἑορτῆς, καὶ πάθος ὁμοῦ καὶ ἀνάστασιν τοῦ σωτῆρος ἑορτάζειν θεοῦ, τοῦ τε λιμοῦ τοὺς Ρωμαίους καταπιέζοντος, παραδόξῳ προνοίᾳ τινὶ ὁ Χαγάνος πρὸς τοὺς Ρωμαίους πρεσβεύεται. ἡ δὲ ἀξίωσις ἦν λύσιν τῷ λιμῷ ἐπιθεῖναι. ὁ μὲν οὖν Πρίσκος ἐπὶ τῷ καινοπρεπεῖ τῆς ἀξιώσεως διηπόρει τε καὶ ἠπίστει· ἐπεὶ δὲ πίστεις Ρωμαῖοί τε καὶ βάρβαροι ἔδοσαν καὶ ἀντελάμβανον, πενθημέρους σπονδὰς συστησάμενοι τὴν ἀφοβίαν ἐπραγματεύοντο. ἁμάξας τοιγαροῦν ὁ Χαγάνος ἐπισιτισμῶν λιμώττουσι τοῖς Ρωμαίοις παρείχετο. διὰ τοῦτο μέχρι τῶν χρόνων τῶν καθ' ἡμᾶς τῶν παραδοξολογουμένων τὰ τῆς βαρβαρικῆς φιλανθρωπίας ταύτης καθέστηκεν. τετάρτη δὲ ἡμέρα, καὶ τῆς Ρωμαϊκῆς δυνάμεως εὐθενούσης τοῖς πρὸς τὸ ζῆν ἀναγκαιοτάτοις τῷ βίῳ, ὁ Χαγάνος πρέσβεις ἐξέπεμπεν ᾿Ινδικὰς ὑπὸ τοῦ Πρίσκου λαβεῖν ἀξιῶν καρυκείας. ὁ μὲν οὖν στρατηγὸς τοῦ βαρβάρου τὴν ἀξίωσιν ἐθεράπευε πέπερί τε ἐξέπεμψε καὶ φύλλον ᾿Ινδικὸν κασίαν τε καὶ τὸν λεγόμενον κόστον. ὁ δὲ βάρβαρος τὰς Ρωμαϊκὰς ἀπολαβὼν δωρεάς, καταρωματισάμενος ἥσθη λίαν περιχαρῶς. γίνεται τοίνυν ἀπόμαχος μέχρις ὅτου Ρωμαίοις ἡ δημοτελὴς ἐκείνη καὶ μεγάλη πανήγυρις ἐπεπέραστο. συνηυλίζοντο τοιγαροῦν τὰ ἀντίθετα, καὶ οὐκ ἦν δέος ἐν ἑκατέραις δυνάμεσιν. οὐκοῦν ἀποτερματιζούσης τῆς ἑορτῆς ἀγγέλους ὁ Χαγάνος ἐξέπεμψε διακρίνεσθαι ἀπ' ἀλλήλων ἀξιῶν τὰς δυνάμεις. οὕτω μὲν οὖν διαχωρίζεται ἀπὸ τῶν Ρωμαίων ὁ βάρβαρος. 7.13.8 ῾Εκταῖος δὲ ὁ Χαγάνος, ἐπεὶ ἠκηκόει Κομεντίολον δυνάμεις ἀναλαβόμενον μέλλειν τῇ Νικοπόλει προσομιλεῖν, τὸ ὁπλιτικὸν συλλεξάμενος κατὰ Κομεντιόλου στρατοπεδεύεται. Κομεντίολος δὲ ἥκειν τὸν Χαγάνον ἀκούσας ἐπὶ τὴν Μυσίαν χωρεῖ ἐπί τε Ζικίδιβα τὰς σκηνὰς συνεπήξατο. ἑβδομαῖος δὲ εἰς ᾿Ιατρὸν ἀφικνεῖται τὴν πόλιν. ὁ δὲ βάρβαρος εἴκοσι παρασάγγας ἀφεστήκει Ρωμαίων. νυκτὸς δὲ μεσούσης ἐν ἀπορρήτῳ πρὸς τὸν Χαγάνον ὁ τῶν Ρωμαίων στρατηγὸς ἐξέπεμψεν ἄγγελον. εἶτα τὸ Ρωμαϊκὸν προσέταξεν ἐξοπλίσασθαι, ὡς ἐκ τοῦ παρήκοντος τὸν λόγον ποιούμενος· οὐ γὰρ ἔφησε Ρωμαίοις ἐξ ἑωθινοῦ ποιήσασθαι παράταξιν. οἱ μὲν οὖν Ρωμαῖοι οὐ πολέμου χάριν ὑποτοπήσαντες ὁπλοφορεῖν προστάξαι τούτοις τὸν στρατηγόν, τοῖς σιδηρείοις χιτῶσι τὰ περιστέρνια φράττουσιν· ἐδόκει γὰρ αὐτοῖς ἐξέτασιν τοῦ ὁπλιτικοῦ ποιήσασθαι ἐθέλειν τὸν στρατηγόν. τὰς ἀκτῖνας τοίνυν ἡλίου περιβαλόντος τῇ γῇ, ὁρῶσιν οἱ Ρωμαῖοι μετ' εὐκοσμίας συντεταγμένον τὸν βάρβαρον, τήν τε ἔκταξιν κατ' αὐτῶν συντόνως ποιούμενον. αἱ μὲν οὖν δυνάμεις αἱ περὶ τὸν Κομεντίολον ἐβλασφήμουν εἰς τὸν πολέμαρχον αἴτιον αὐτὸν τῆς ἀπαρασκευάστου ταύτης ἀκοσμίας καταιτιώμεναι. θρύλου τοιγαροῦν γεγονότος μεγίστου, μένει ὁ βάρβαρος ἀπὸ σημείων δύο τῆς Ρωμαίων πληθύος. 7.14.1 Ρωμαῖοι τοιγαροῦν θεασάμενοι ἀναβολὴν τῆς ἐπιβολῆς τοὺς βαρβάρους λαμβάνοντας σιδηροφοροῦσιν ἅπαντες λίαν ὁπλιτικῶς, καὶ ἦν αὐτοῖς τὸ κακῶς παροφθὲν πρὸς διόρθωσιν εὔκαιρον. ὁ γὰρ Κομεντίολος τὰς τάξεις ἐτάραττεν, ποτὲ μὲν ἀπὸ τῆς μέσης φάλαγγος τὰς δυνάμεις μετατιθέμενος ἐπὶ τὸ εὐώνυμον κέρας, ποτὲ δὲ τοὺς ἀπὸ τῶν εὐωνύμων δυνάμεων ἐπὶ τὴν δεξιὰν μεταβάλλων σοφία. τῇ τοίνυν ἀλλοπροσάλλῳ μεταθέσει τῶν τάξεων πολλῆς αἴτιοις γίνεται ἀκοσμίας. ἐντεῦθεν τάραχος ταῖς τάξεσι συνεκύρησεν. καὶ οὖν ὁ στρατηγὸς τῷ δεξιῷ τῆς παρατάξεως κέρατι ἐν παραβύστῳ ἐδήλου τὴν ἀποσκευὴν διασώσασθαι καὶ πρὸς φυγὴν παραυτίκα χωρῆσαι. ἀντὶ πολλοῦ τοίνυν τοῦτο οἱ προστεταγμένοι περιπτυξάμενοι ἀποκλίνουσι πρὸς φυγήν. ἐντεῦθεν αἱ λοιπαὶ τῶν Ρωμαίων δυνάμεις τοῦτο θεώμεναι πρὸς τάραχον καταπίπτουσιν. δυομένου τοιγαροῦν τοῦ ἡλίου ἀπὸ σημείων δύο Ρωμαίων ποιησαμένων χάρακα, ἐν τούτῳ δῆτα τῷ χώρῳ στρατοπεδεύονται. οἱ δὲ ῎Αβαροι οὐ μετεφοίτων τῶν τόπων, ἔνθα τῇ προτεραίᾳ τὰς διατριβὰς ἐποιήσαντο. μεσούσης δὲ τῆς νυκτὸς ἐν προσχήματι προθεόντων τινῶν ἐπιλέκτους ὁ στρατηγὸς συμφραξάμενος ἐν ἀπορρήτῳ διαφυγεῖν αὐτοῖς ἐγκελεύεται. εἶτα ἐξ ἑωθινοῦ ὁ Κομεντίολος τῷ σιδήρῳ ὡς ἔπος εἰπεῖν ἐνοπλισάμενος κατειρωνεύετο ὡς ἀπὸ τεττάρων σημείων κυνηγετεῖν. διά τοι τοῦτο, ᾗ ποδῶν εἶχεν, τὴν ἀπόδρασιν ἐποιεῖτο. 7.14.6 ἡλίου τοίνυν μεσοῦντος εἰς ἔννοιαν τῆς Κομεντιόλου ἀνοίας τὰ στρατόπεδα γίνεται, καὶ τὸν στρατηγὸν κατανενοηκότα τὰς φροντίδας πρὸς φυγὴν μετατιθέντα τὸν γείτονα διεπεραιώσαντο ποταμόν, καὶ ἀποδιδράσκουσι μετά τινος ἀκοσμίας μεγίστης τεσσαράκοντα σημεῖα τοῦ χάρακος. ἐπεὶ δὲ ἀνηγεμόνευτος ἡ ἀποφοίτησις ἦν, μεγίστοις περιπίπτουσι φόβοις. οἱ δὲ βάρβαροι κατόπιν βαδίζοντες τὸν λεγόμενον ᾿Ιατρὸν διενήξαντο ποταμόν. ἐπιτιθεμένων τοίνυν τῶν πολεμίων Ρωμαίοις, τὸ ὁπλιτικὸν ἀπορία καὶ δέος μετήρχετο. γίνεται τοίνυν ἡ φυγὴ κραταιὰ τῆς Ρωμαίων πληθύος. ἐντεῦθεν οἱ βάρβαροι τὰ ἐχυρώματα τῶν διαβάσεων περικάθηνται· κλεισούρας τῇ πατρίῳ Ρωμαῖοι φωνῇ ἀποκαλεῖν ταῦτα εἰώθασιν. ἀτὰρ ἀναιροῦνται τῶν Ρωμαίων πολλοί. ἐπεὶ δὲ ὁ φόνος τοῖς Ρωμαίοις ἦν διαρκής, τὸ ὁπλιτικὸν συστησάμενον φάλαγγα ἐξωθεῖται βίᾳ τὸν βάρβαρον. οἱ τοίνυν ῎Αβαροι τῇ ῥύμῃ τῆς ἐπιθέσεως ἀποφοιτῶσι τῶν διαβάσεων. οὕτω μὲν οὖν οἱ Ρωμαῖοι μεγάλοις κινδύνοις τῶν παρόδων ἀντιλαμβάνονται. ὁ δὲ Κομεντίολος ἀσχήμῳ φυγῇ πρὸς τὰ Δριζίπερα παραγίνεται καὶ ταῖς πύλαις προσομιλήσας τοῦ ἄστεος ἠξίου εἰσόδου τυχεῖν καὶ θερμοῖς ὕδασιν ἀπορρύψασθαι. οἱ δὲ ἀστοὶ ὕβρεσι καὶ λίθοις τὸν ἀπόμαχον στρατηγὸν ἀπεπέμποντο. ὁ δὲ Κομεντίολος ἐπὶ τὰ τείχη γίνεται τὰ Μακρά. οἱ δὲ βάρβαροι κατὰ σμικρὸν τῶν Ρωμαίων εἰς τοὐπίσω τραπέντων ἐπὶ τὰ Δριζίπερα παραγίνονται τήν τε πόλιν ἐπόρθησαν καὶ τὸν ᾿Αλεξάνδρου ναὸν τοῦ περιφανοῦς ἐν τοῖς μάρτυσι τῷ παμφάγῳ πυρὶ κατηνάλωσαν· τόν τε τάφον τοῦ μάρτυρος εὑρηκότες ἀργύρῳ περιρρεόμενον ἀνοσίως σκυλεύουσι καθυβρίζουσί τε τῇ ἐκβολῇ καὶ τὸ σῶμα τὸ ἐπὶ τῷ τύμβῳ ἐγκείμενον, καὶ λίαν ἐπὶ ταῖς νίκαις ὑψαυχενιζόμενοι ταῖς εὐωχίαις καταστιβαδεύονται. 7.15.1 ᾿Εν ταύταις τοιγαροῦν ταῖς ἡμέραις τὸ κατὰ πάντων τῶν ἐθνῶν κράτος αὐτοῦ ὁ ἡμέτερος πιστούμενος ᾿Ιησοῦς, εἰς κληρονομίαν τε παρὰ τοῦ πατρὸς τὴν οἰκουμένην λαβὼν κατάσχεσίν τε τὰ πέρατα τῆς γῆς, οὐδαμῶς τῷ Χαγάνῳ ἀμάρτυρον τὴν ἑαυτοῦ βασιλείαν παρῆκεν. ἀθρόᾳ γὰρ ἐπιφοιτήσει λοιμοῦ τὰ τῶν βαρβάρων περιπίπτουσι πλήθη, καὶ ἦν αὐτοῖς τὸ κακὸν ἀπαραίτητον καὶ σοφίσματος οὐκ ἀνεχόμενον. εἰσπράττεται τοιγαροῦν ὁ Χαγάνος, ἀνθ' ὧν ᾿Αλέξανδρον ἠτιμάκει τὸν μάρτυρα, ἀξιολόγους ποινάς· ἑπτὰ γὰρ παῖδες αὐτῷ βουβῶσι περιτυγχάνουσι θέρμῃ τε ῥαγδαίᾳ τινὶ καὶ φλογώδει, καὶ ἐν ἡμέρᾳ μιᾷ τὸν τῇδε καταλύουσι βίον. οὕτω μὲν οὖν ὁ Χαγάνος δυστυχῶς εὐτυχεῖ τὰ ἐπινίκια· ἀντὶ γὰρ παιώνων καὶ ᾀσμάτων καὶ ὕμνων καὶ κρότων χειρῶν καὶ συμφωνίας χορῶν καὶ γέλωτος κυματίζοντος θρήνους εἶχε καὶ δάκρυα καὶ πένθη ἀπαρηγόρητα καὶ ζημίαν ἀνυπομόνητον. ἐβάλλετο γὰρ ὑπὸ στρατευμάτων ἀγγέλων, καὶ φανερὰ μὲν ἦν ἡ πληγή, ἀόρατος δὲ ἡ παράταξις. 7.15.4 Κομεντιόλου τοίνυν εἰς τὸ βασίλειον ἐνδημήσαντος ἄστυ, συνενδημοῦσιν αὐτῷ καὶ οἱ θόρυβοι, καὶ τῷ θρύλῳ κλυδωνιζομένης τῆς πόλεως, ἐζωγραφοῦντο ταῖς ἐλπίσιν οἱ κίνδυνοι, τῇ τε φαντασίᾳ τὰς ἀπαισίους τύχας ἅπας ἐγρηγόρως ὠνειρατεύετο. ἐς τηλικοῦτο τοίνυν κακοῦ τὰ τῶν Βυζαντίων ἐχώρει, ὡς καὶ τὴν Εὐρώπην καταλιπεῖν ἂν δοκιμάζειν αὐτοὺς καὶ πρὸς τὴν ᾿Ασίαν μεταφοιτᾶν πρός τε Χαλκηδόνα ποιήσασθαι τὴν μετάστασιν. ἡ δὲ Χαλκηδὼν πόλις καθέστηκεν εἰς τὸ ἀντιπέρας τοῦ βασιλείου πολίσματος. ἐνομίζετο γὰρ ὁρμητήριον εὔθετον ὑπεῖναι τοῖς Βυζαντίοις ἡ Χαλκηδών. 7.15.7 ὁ δὲ αὐτοκράτωρ τοὺς σωματοφύλακας ἀναλαβών, οὓς ἐξκουβίτωρας Ρωμαῖοι ἀναγορεύουσιν, καὶ τὸ ὁπλιτικὸν συλλεξάμενος τὰ Μακρὰ διεφρούρησε τείχη. ὑπῆν δὲ αὐτῷ καὶ ἐκ [τῆς] τῶν δήμων τῶν ἐς Βυζάντιον πλείστη ἀπόμοιρα. ὀγδόη δὲ ἡμέρα, καὶ ἡ σύγκλητος παρῄνει τῷ Καίσαρι πρὸς τὸν Χαγάνον πρεσβείαν ἐκπέμψασθαι. ὁ δὲ βασιλεὺς προσκαλεσάμενος τὸν ῾Αρμάτωνα πρέσβιν χειροτονεῖ καὶ ὡς τὸν Χαγάνον ἐξέπεμψεν. ὁ μὲν οὖν ῾Αρμάτων ἐς τὰ Δριζίπερα γίνεται πλήθη δώρων ἐπιφερόμενος. ὁ δὲ Χαγάνος τὰς παρούσας τύχας κατοδυρόμενος ἐθρήνει ἀσχέτως τὴν ἀποβολὴν 7.15.10 τῶν υἱῶν τήν τε τῶν δυνάμεων λύμην. δέκα δὲ ἡμέρας ἐνδιατρίψας ὁ πρέσβις τῷ Χαγάνῳ πρὸς λόγους οὐ γίνεται· ἦν γὰρ τὸ πένθος δριμὺ καὶ τὰ τῆς συμφορᾶς ἀμεθόδευτα. δωδεκάτη δὲ ἡμέρα, καὶ εἰσάγεται ὁ πρέσβις εἰς τὴν τοῦ βαρβάρου σκηνήν. ὁ μὲν οὖν πρέσβις λόγοις ἠπίοις κολακεύει τὸν βάρβαρον· ὁ δὲ Χαγάνος δυσανασχέτως εἶχε τὰ βασιλικὰ καταδέξασθαι δῶρα, μονονουχὶ τὸ τῆς τραγῳδίας ἐπιφθεγγόμενος "ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα." καὶ γοῦν ὁ πρέσβις πλείστοις λόγοις χρησάμενος πείθει τιμηθῆναι τοῖς δώροις τὸν βάρβαρον. τῇ δὲ ὑστεραίᾳ τὴν εἰρήνην ὁ βάρβαρος συστησάμενος πρὸς τὴν ἀνάζευξιν ἔβλεπεν. ἔφασκε δὲ ὁ Χαγάνος ἐπὶ λέξεως τάδε· "κρίναι ὁ θεὸς ἀναμέσον Μαυρικίου καὶ ἀναμέσον Χαγάνου, ἀναμέσον ᾿Αβάρων καὶ ἀναμέσον Ρωμαίων." κατῃτιᾶτο γὰρ τὸν αὐτοκράτορα τὴν εἰρήνην σαλεῦσαι. οὐκ ἀπὸ δὲ τρόπου τὰ ῥήματα· τῷ ὄντι γὰρ οἱ Ρωμαῖοι παραχαράκται τῆς εἰρήνης γενόμενοι καὶ τοῦ πολέμου δημιουργοὶ τοῖς προηγορευμένοις περιπίπτουσιν ἀτυχήμασιν· τῶν γὰρ κακῶν ἐνάρξεων τὰ ἀποτελευτήματα χαλεπὰς τὰς ἐπιφανείας παρέχεται. διομολογεῖται δὲ Ρωμαίοις καὶ ᾿Αβάροις ὁ ῎Ιστρος μεσίτης, κατὰ δὲ Σκλαυηνῶν ἐξουσία τὸν ποταμὸν διανήξασθαι. ἐπεντίθενται δὲ καὶ ἄλλαι εἴκοσι χιλιάδες χρυσῶν ταῖς σπονδαῖς. ἐν τούτοις δῆτα ᾿Αβάροις καὶ Ρωμαίοις ὁ πόλεμος πέρας ἐλάμβανεν. 7.16.1 Κατὰ τοῦτον δὴ τὸν ἐνιαυτὸν τὴν Αἰγυπτιακὴν ἐπαρχότητα Μηνᾶ διανύοντος, πρὸς τοῖς ῥείθροις τοῦ Νείλου παραδόξων τινῶν ἐπιφάνεια γίνεται. ἐδέησε γὰρ τὸν ἐπιβεβηκότα τῆς τῶν Αἰγυπτίων ἀρχῆς ἀφικέσθαι ἐπὶ τὸ λεγόμενον Δέλτα· τόπος δὲ οὗτος ἐκ τοῦ σχήματος τοῦ χώρου τὴν ὀνομασίαν ἀπολαβών. τοίνυν περὶ πρώτην ἕω ἐπὶ τὰς ὄχθας τοῦ ποταμοῦ ποιουμένου τοῦ ἡγεμόνος τὴν πάροδον, ἄνεισιν ἐκ τῶν λαγόνων τοῦ ποταμοῦ ἀνὴρ κατάπληκτος τῷ μεγέθει, τὸ πρόσωπον γίγασιν ἐμφερής, τὸ βλέμμα δριμύς, τὴν κόμην ἐπίξανθος μεμιγμένῃ τινὶ πολιᾷ, τὴν παρειὰν τοῖς εὐσωματοῦσι καὶ πρὸς τὰς παλαίστρας γινομένοις παρεοικώς, τὴν ψύαν τοῖς ναυτικοῖς ἐμφερής, εὔστερνος, τὰ νῶτα ἡρωϊκός, τοὺς βραχίονας ἰσχυρός. ἀλλὰ μέχρι τῆς κύστεως τὴν ἱστορίαν παρείχετο, τὰ δὲ λοιπὰ μέλη τοῦ σώματος ἡ τῶν ὑδάτων φύσις ἀπέκρυπτεν· ἐῴκει γὰρ αἰσχυνομένῳ ἀνδρὶ τὰ παιδουργὰ τοῖς τοῦ θεάτρου ἐπιδείξασθαι μόρια. τοῦτον ὁ τῆς ᾿Αλεξανδρείας ἡγεμὼν θεασάμενος ἔβαλλε τοῖς ὅρκοις πυκνῶς. ἃ δὲ ἔλεγεν ἐκεῖνος, ταῦτά ἐστιν, εἰ μὲν δαιμονίων τινῶν καθέστηκεν ἐπιφοίτησις, ἀβλαβῶς καταλῦσαι τὸ θέατρον καὶ τὴν ἠρεμίαν ἀσπάσασθαι τὸ φαινόμενον· εἰ δὲ δημιουργικαὶ φροντίδες τινὲς τοῦτον δὴ τὸν ὁρώμενον προηνέγκαντο, τὰ τῆς θεωρίας μὴ λῦσαι πρὶν πάντας ἐμφορηθῆναι τῆς παραδόξου ταύτης ὁράσεως. λόγος δὲ ἐκεῖνον αὐτὸν πεφυκέναι τὸν Νεῖλον, ὃν εἰώθασι ποιητῶν ἀναπλάττεσθαι ῥήματα. τὸ μὲν οὖν Νειλῷον ζῶον ἐκεῖνο (εἰπεῖν γὰρ ἄνθρωπον οὔπω τεθάρρηκα) τοῖς ὅρκοις κατεπᾳδόμενον ἐς τὸ φανερὸν διήρκει καὶ τὴν τοῦ σώματος ἐμφάνειαν τοῖς πᾶσι παρείχετο. τρίτῃ δὲ ἕῳ καὶ ἄνεισιν εὐθὺς ἐκ τῆς τῶν ὑδάτων κοιλίας καὶ θηλύμορφον ζῶον· τὴν γὰρ φύσιν ἐδήλου ἡ πρόσοψις οἵ τε μαζοὶ καὶ αἱ τοῦ προσώπου λειότητες ἥ τε κόμη καὶ ἅπασα ἡ τοῦ φαινομένου σώματος σύνταξις, αἵ τε περιπλοκαὶ καὶ τὰ ἔκλυτα. ἔλαμπε δὲ τῇ ὥρᾳ τὸ γύναιον. ἡ δὲ κόμη τῷ θήλει λίαν μελάντερος. ἦν δὲ τὸ ζῶον τὸ πρόσωπον ἔκλευκον, εὔριν, τὴν χεῖρα εὐδάκτυλον, τοῖς χείλεσιν εὔκοσμον. ἐσφρίγα δὲ τῷ μαζῷ, καὶ τῇ φαντασίᾳ τὸ τιτθίον ἐδόκει ἄρτι ὑπὸ τῆς ἥβης προκύψαι μικρόν. τὰ δὲ ἐγκόλπια τοῦ γυναίου ἀνιστόρητα ἡ τῶν ὑδάτων φύσις ἐφύλαττεν, τῆς εὐνῆς τὰ μυστήρια ὥσπερ ἀμυήτους τινὰς τῶν ἀπορρήτων τοὺς θεατὰς ἀποκρύπτουσα. ἡ μὲν οὖν περίπολος τάξις ὅ τε ἡγεμὼν μέχρι τοῦ κλῖναι τὸν ἥλιον ἐψυχαγώγει τὰ ὄμματα. ἡλίου δὲ κλίναντος κατέδυσαν τὰ ὁρώμενα εἰς τοὺς ἀπ' ἀρχῆς τῶν ὑδάτων πυθμένας, ἀφωνίᾳ τὴν ἐπίδειξιν συστησάμενα· ἀφθόγγῳ γὰρ σιωπῇ τὴν ἱστορίαν τοῖς ἐρασταῖς ἐπεδείξαντο. 7.16.10 Οὐκ ἂν δὲ περιοψόμεθα ταῦτα δὴ τὰ παράδοξα διηγήματα, ἃ περὶ τούτου δὴ τοῦ ποταμοῦ καὶ τοῖς πρὸ ἡμῶν πεφιλοσόφηται ἄριστα· ἕλκοντες γὰρ τὸ γένος ἐντεῦθεν εἰκότως τοῖς περὶ τοῦ Νείλου διηγήμασιν οὐκ ἀπροσφόρως φιλοχωρήσωμεν. περὶ μὲν τοῦ ῎Απιδος ῾Ηροδότῳ παραχωρητέον τῷ πολυπράγμονι, περὶ δὲ τῶν ἀνθρωπομόρφων καὶ Νειλῴων ζώων καὶ τοῖς πάλαι ἱστόρηται. τίνος δὲ σημαντικὸν ἡ τούτων ἐνδημία καθέστηκεν, εἰπεῖν ἐθάρρησεν ὁ Λυδός, τῶν ἄλλων λίαν νεώτερος καθεστώς, ὃς κατὰ τοὺς χρόνους ἐγνωρίζετο ᾿Ιουστινιανοῦ τοῦ αὐτοκράτορος. ἡμεῖς δέ τι μικρὸν τὴν συνέχειαν ὑποκλέψαντες περὶ τῶν θερινῶν ἀναβάσεων τοῦ Νείλου διέξιμεν, τὰ ἐπισημότερα τῶν ἱστοριῶν διηγήματα ἀξιολόγῳ μνήμῃ τινὶ τοῖς ἀκροάμασι προβαλλόμενοι. 7.17.1 Οὗτος δὲ ὁ Νεῖλος μέγιστος ἁπάντων τῶν περὶ τὴν οἰκουμένην καθεστὼς ποταμῶν, καὶ πολλῶν τῆς Λιβύης καὶ τῆς Αἰθιοπίας τῆς τε ᾿Ινδικῆς αὐτῆς γῆν παραμείβων, τοῦ τε Γάγγου καὶ ᾿Ινδοῦ προτερεύων κατὰ τὸ μέγεθος, ἀπὸ τῶν ὀφθαλμῶν τῶν ἀνθρώπων τὰς πηγὰς ἀποκρύπτει. θέρους τοίνυν ἀκμάζοντος τὰς αὐξήσεις λαμβάνει, ἐναντίας τῇ φύσει τῶν κατὰ τὴν οἰκουμένην ἅπασαν ποταμῶν. τὰς δὲ αἰτίας τὰς παρὰ τοῖς πολλοῖς εἰρημένας τοῖς ἀρχαίοις προτεθειμένας ἐπὶ λέξεως τῇ παρούσῃ ὑποβάλλομεν ἱστορίᾳ. οἱ μὲν οὖν περὶ τὸν ῾Ελλάνικον καὶ Κάδμον, ἔτι δὲ ῾Εκαταῖον, εἰς τὰς μυθώδεις ἀποφάσεις κατέφυγον· ῾Ηρόδοτος δὲ ὁ πολυπράγμων, εἰ καί τις ἄλλος πολλῆς γεγονὼς ἔμπειρος ἱστορίας, ἐπικεχείρηκε περὶ τούτων ἀποδοῦναι τὸν λόγον, ἠκολουθηκὼς δὲ ἀντιλεγομέναις ὑπονοίαις εὑρίσκεται. ὁ δὲ Ξενοφῶν καὶ Θουκυδίδης ἐπαινούμενοι κατὰ τὴν ἀλήθειαν μᾶλλον τῶν ἱστοριῶν τούτων ἀπέσχοντο. οἱ δὲ περὶ τὸν ῎Εφορον καὶ Θεόπομπον μάλιστα πάντων ἐπιταθέντες εἰς αὐτὰ οὐδαμῶς τῆς ἀληθείας ἐγένοντο γνώριμοι, οὐ δι' ἀμέλειαν δὲ ἀλλὰ διὰ τὴν τῆς χώρας ἰδιότητα τὸν λόγον ἠγνόησαν. ἀπὸ γὰρ τῶν ἕκαθεν χρόνων ἄχρι Πτολεμαίου τοῦ Φιλαδέλφου προσαγορευθέντος ξένα ὡς ἐπίπαν τὰ περὶ τοὺς τόπους τούτους παντελῶς ἦν καὶ τοῖς ἐπιβαίνουσιν ἐπικίνδυνα. τοῦ δὲ προειρημένου βασιλέως μεθ' ῾Ελληνικῆς δυνάμεως εἰς Αἰθιοπίαν στρατεύσαντος, ἐγνώσθη τὰ κατὰ ταύτην τὴν χώραν λίαν ὡς ἔπος εἰπεῖν ἀκριβέστερον. οἱ μὲν οὖν κατ' Αἴγυπτον ἱερεῖς ἀπὸ τοῦ περιρρέοντος τὴν οἰκουμένην ὠκεανοῦ φασὶ τὸν Νεῖλον λαμβάνειν τὴν σύστασιν, λέγοντες μὲν οὐδὲν ἀληθές, ἀπορίᾳ δὲ λύοντες τὴν ἀπορίαν, καὶ λόγον φέροντες εἰς πίστιν πολλῆς προσδεόμενον πίστεως, ὀρφανὴν τὴν διήγησιν καταλιμπάνοντες βεβαιώσεως. τῶν δὲ Τρωγλοδυτῶν οἱ μεταναστάντες ἐκ τῶν ἄνωθεν τόπων, οἱ καὶ Βόλγιοι προσαγορευόμενοι, λέγουσιν ἐμφάσεις εἶναί τινας περὶ τοὺς τόπους ἐκείνους, ἐξ ὧν ἄν τις συλλογίσοιτο διότι πολλῶν πηγῶν εἰς ἕνα τόπον ἀθροιζομένων τὸ ῥεῦμα τοῦ Νείλου συνίσταται. ἀμέλει καὶ πολυγονώτατον αὐτὸν ὑπὲρ ἅπαντας τοὺς κατὰ τὴν οἰκουμένην ποταμοὺς πεφυκέναι φασίν. οἱ δὲ κατοικοῦντες τὴν νῆσον τὴν ὀνομαζομένην Μερόην (αὕτη δὲ ἐπὶ τὸ Νειλῷον ἵδρυται ῥεῖθρον) τὸν ποταμὸν κεκλήκασιν ᾿Ασταποῦν, ὅπερ ἐστὶ μεθερμηνευόμενον εἰς τὴν τῶν ῾Ελλήνων διάλεκτον ἐκ τοῦ σκότους ὕδωρ· ἀκαταληψίᾳ γὰρ οὗτοι ἀνατιθέασι τοῦ ποταμοῦ τούτου τὴν φύσιν. Θαλῆς μὲν οὖν εἷς τῶν ἑπτὰ σοφῶν ὀνομαζόμενος φησὶ τοὺς ἐτησίας ἀντιπνέοντας ταῖς ἐκβολαῖς τοῦ ποταμοῦ κωλύειν εἰς τὴν θάλασσαν προχεῖσθαι τὸ ῥεῖθρον, καὶ διὰ τοῦτο αὐτὸν πληρούμενον ἐπικλύζειν ταπεινὴν οὖσαν καὶ πεδιάδα τὴν Αἴγυπτον. τοῦ δὲ λόγου τούτου καίπερ εἶναι δοκοῦντος πιθανοῦ ῥᾴδιον ἐξελέγξαι τὸ ψεῦδος· εἰ γὰρ ἦν ἀληθὲς τὸ λεγόμενον, ἅπαντες οἱ ποταμοὶ οἱ τοῖς ἐτησίαις ἐναντίας κεκτημένοι τὰς ἐκβολὰς ἂν ἐποιοῦντο τὴν ὁμοίαν ἀνάβασιν. ᾿Αναξαγόρας δὲ ὁ προσαγορευόμενος φυσικὸς τὴν τηκομένην κατὰ τὴν Αἰθιοπίαν χιόνα τῆς τοῦ ποταμοῦ πληρώσεως ὑπάρχειν αἰτίαν ἐδόξασεν· ᾧ καὶ ὁ τραγῳδοποιὸς Εὐριπίδης πειθόμενος ἐν τοῖς ἑαυτοῦ ποιήμασι τοῦτο συντέταχεν. ταύτην μὲν οὖν τὴν ἀπόφασιν οὐ πολλῆς ἀντιθέσεως δεῖσθαί φαμεν, φανεροῦ καθεστῶτος τοῦ ψεύδους· διὰ γὰρ τὴν ὑπεροχὴν τῶν καυμάτων ἀδύνατον χιόνα περὶ τὴν Αἰθιοπίαν συνίστασθαι· καθόλου γὰρ περὶ τοὺς τόπους ἐκείνους οὐ πάγος, οὐ ψῦχος οὔτε ὅλως χειμῶνος ἔμφασις πέφυκεν, καὶ μάλιστα τροπαῖς θεριναῖς. εἰ δὲ καί τις εἴποι τῷ τῆς συγχωρήσεως τρόπῳ εἶναι πλήθη χιόνων κατὰ τὴν Αἰθιοπίαν, καὶ αὖθις ἐλέγχεται τοῦ προλεχθέντος δοκιμωτάτως τὸ ἐξίτηλον. ἅπας γὰρ ποταμὸς ἀπὸ χιόνος τὴν περιουσίαν λαχὼν ὁμολογουμένως αὔρας ψυχρὰς ἀναδίδωσιν, ἀλλὰ καὶ τὸν ἀέρα παχύνειν πέφυκεν· περὶ δὲ τὸν Νεῖλον τὸν ποταμὸν οὔτε νέφους ὑπόστασιν ἔστιν εὑρεῖν οὔτε αὔρας ψυχρὰς οὔτε παχυνομένην τοῦ ἀέρος τὴν φύσιν. ῾Ηρόδοτος δὲ τὸν Νεῖλον εἶναι μὲν τηλικοῦτόν φησιν ὁποῖός τις καὶ φαίνεται κατὰ τὴν πλήρωσιν, χειμῶνος δὲ ὥρᾳ τὸν ἥλιον κατὰ τὴν Λιβύην φερόμενον ἐπισπᾶσθαι πρὸς ἑαυτὸν ὑγρᾶς οὐσίας συστήματα ἐκ τῶν Νειλῴων ὑδάτων, κἀντεῦθεν χειμῶνος ὥρᾳ ἥττονα γίνεσθαι τὸν ποταμόν· τοῦ δὲ θέρους ἐπιστάντος, καὶ πρὸς τὰς ἄρκτους ποιουμένου <τοῦ ἡλίου> τὴν βάδισιν, ἀναξηραίνειν καὶ ταπεινοῦν τοὺς περὶ τὴν ῾Ελλάδα ποταμοὺς πεφυκότας· διὰ τοῦτο μὴ παράδοξον καθεστάναι τὴν περὶ τὰς θερινὰς τροπὰς τοῦ Αἰγυπτίου πλήρωσιν ποταμοῦ. ἀλλ' αἰδοῖ τῆς φιλομαθείας τοῦ ἀνδρὸς οὐ διεξοδικῶς κατηγοροῦμεν τοῦ σφάλματος. εἰ γὰρ ταῦτα σύμφωνα τοῖς ἀληθέσι καθίστατο, πάντως ἂν καὶ ἀπὸ τῶν ἄλλων κατὰ τὴν Λιβύην ποταμῶν ὁ ἥλιος ἀνελάμβανεν, καὶ ἀδελφὰ τῶν παθημάτων τοῦ Νείλου καὶ οἱ τῆς Λιβύης ὑπέμενον ποταμοί. ἀλλὰ μὴν τοιοῦτον οὐδὲν περὶ τοὺς Λίβυας ποταμοὺς ἔστι θεάσασθαι. οὐκοῦν ὁ συγγραφεὺς ἀποσχεδιάζει τὸν λόγον. Δημόκριτος δὲ ὁ τῆς φύσεως ἀδελφὸς περὶ τὰς ἄρκτους ὥρᾳ χειμῶνος καταφέρεσθαι πολλὴν διαβεβαιοῦται χιόνα, θέρους δὲ ὑπόντος ὑπὸ τῆς αἰθάλης διαλύεσθαι ταύτην, ἔνθεν φησὶ γίνεσθαι τηκεδόνα πολλήν, καὶ διὰ τοῦτο τίκτεσθαι πολλὰ νέφη παχύτερα περὶ τοὺς μετεωροτέρους τῶν τόπων, δαψιλοῦς τῆς ἀναθυμιάσεως αἰρομένης πρὸς ὕψος. ταῦτα δὲ ὑπὸ τῶν ἐτησίων ἐλαύνεσθαι, μέχρις ἂν προσπέσῃ τοῖς μεγίστοις ὄρεσι τῶν περὶ τὴν οἰκουμένην· εἶναι δὲ ταῦτα περὶ τὴν Αἰθιοπίαν. ἔπειτά πως τοιούτοις οὖσιν ὑψηλοῖς βιαίως θραυόμενα παμμεγέθεις ὄμβρους γεννᾶν, ἐξ ὧν πληροῦσθαι τὸν ποταμὸν κατισχυρίζεται περὶ τὰς τῶν ἐτησίων ἀνέμων πνοάς. ἀλλ' οὐ πιστευτέον αὐτῷ· ὁ γὰρ Νεῖλος ἄρχεται μὲν πληροῦσθαι κατὰ τὰς τροπὰς ὡς ἔπος εἰπεῖν τὰς θερινάς, οὔπω τῶν ἐτησίων πνεόντων, λήγει δὲ ὕστερον ἰσημερίας φθινοπωρινῆς, πάλαι προπεπαυμένων τῶν εἰρημένων ἀνέμων. τὴν μὲν οὖν ἐπίνοιαν τοῦ Δημοκρίτου ἀποδεκτέον, τοῖς δὲ λόγοις αὐτοῦ οὐδαμῶς πιστευτέον. ῎Εφορος δὲ ξένην αἰτίαν τινὰ περιίστησιν. φησὶ δὴ τὴν Αἴγυπτον ἅπασαν ποταμόχωστον εἶναι, ἀλλὰ μὴν καὶ ψυχράν, ἔτι δὲ καὶ κισηρώδη τὴν φύσιν, ῥαγάδας τε μεγάλας καὶ διηνεκεῖς ἔχειν, καὶ διὰ τούτων εἰς ἑαυτὴν ἀναλαμβάνειν πλῆθος ὑγρότητος, καὶ κατὰ μὲν τὴν χειμερίαν ὥραν τοῦτο συνέχειν ἐν ἑαυτῇ, θερινῶν δὲ ἀπαρχομένων τροπῶν ὥσπερ ἱδρῶτάς τινας ἐξ αὐτῆς πανταχόθεν ὑπεῖναι, καὶ διὰ τοῦτο πληροῦν τὸν ποταμόν. ὁ μὲν οὖν ῎Εφορος δῆλός ἐστι μὴ μόνον <οὐ> τεθεαμένος τὴν Αἴγυπτον, ἀλλὰ μηδὲ παρὰ τῶν ἰδόντων τὰ κατὰ τὴν χώραν ταύτην ἐπιμελῶς πεπυσμένος. 7.17.23 πρῶτον μὲν γάρ, εἴπερ ἐξ αὐτῆς τῆς Αἰγύπτου ὁ Νεῖλος τὴν αὔξησιν ἀπελάμβανεν, οὐκ ἂν ἐν τοῖς ἀνωτέρω μέρεσιν ἐπληροῦτο, διὰ πετρώδους καὶ στερεᾶς χώρας φερόμενος· νῦν δὲ πλείω τῶν ἑξακισχιλίων σταδίων διὰ τῆς Αἰθιοπίας διαρρέων ἔχει τὴν αὔξησιν πρὶν ἢ ψαύσῃ τῆς Αἰγύπτου. 7.17.24 ἔπειτα εἰ μὲν τὸ ῥεῦμα τοῦ Νείλου ταπεινότερον ἦν τῶν κατὰ τὴν ποταμόχωστον γῆν ἀραιωμάτων, ἐπιπολαίους ἂν εἶναι τὰς ῥαγάδας συνέβαινεν, καθ' ἃς ἀδύνατον ἦν διαβαίνειν τοσοῦτον πλῆθος ὑδάτων· εἰ δὲ ὑψηλότερον τόπον ἐπεῖχεν ὁ ποταμὸς τῶν ἀραιωμάτων, ἀδύνατον ἦν ἐκ τῶν ταπεινοτέρων κοιλωμάτων εἰς τὴν ὑψηλοτέραν ἐπιφάνειαν τὴν τῶν ὑδάτων σύρρευσιν γίνεσθαι. καθόλου δὲ τίς ἂν δυνατὸν ἡγήσοιτο τοὺς ἐκ τῶν κατὰ τὴν γῆν ἀραιωμάτων ἱδρῶτας τοσαύτην αὔξησιν τῷ ποταμῷ εἰσποιεῖν, ὥστε ὑπ' αὐτοῦ σχεδὸν πᾶσαν τὴν Αἴγυπτον ἐπικλύζεσθαι; ἀφίημι γὰρ καὶ τὸ ψεῦδος τῆς τε ποταμοχώστου γῆς καὶ τῶν ἐν τοῖς ἀραιώμασι τηκομένων ὑδάτων, ἐπιφανῶν ὄντων τῶν ἐν τούτοις ἐλέγχων. ὁ μὲν γὰρ Μαίανδρος ποταμὸς κατὰ τὴν ᾿Ασίαν πολλὴν χώραν πεποίηκε ποταμόχωστον· καίπερ τῶν συμβαινόντων περὶ τὴν ἀναπλήρωσιν τοῦ Νείλου τὸ σύνολον οὐδὲν θεωρεῖς γινόμενον. ἀλλὰ καὶ περὶ τὴν ᾿Ακαρνανίαν ὁ καλούμενος ᾿Αχελῷος ποταμὸς περί τε τὴν Βοιωτίαν ὁ Κηφισὸς ἐκ τῶν Φωκέων οὐκ ὀλίγην χώραν προσέχωσαν, ἐφ' ὧν ἀμφοτέρων ἐλέγχεται φανερῶς τοῦ ᾿Εφόρου τὸ ψεῦδος. 7.17.28 καὶ ταῦτα μὲν πρὸς τὸν ῎Εφορον· τῶν δὲ ἐν Μέμφιδι φιλοσόφων τινὲς ἐπεχείρησαν αἰτίαν φέρειν τῆς πληρώσεως ταύτην. φασὶ διαιρεῖσθαι εἰς τρία τὴν γῆν, καὶ ἓν μὲν ὑπεῖναι τὸ κατὰ τὴν ἡμετέραν οἰκουμένην (δέον γὰρ οὕτως εἰπεῖν), ἕτερον δὲ τὸ τούτοις τοῖς τόποις ἀντιπεπονθὸς ταῖς ὥραις, τὸ δὲ τρίτον μεταξὺ κεῖσθαι τούτων, ὑπάρχειν δὲ καὶ διὰ καῦμα λίαν ἀοίκητον. εἰ μὲν οὖν ὁ Νεῖλος ἐποιεῖτο τὰς ἀναβάσεις κατὰ τὸν τοῦ χειμῶνος καιρόν, δῆλον ὑπῆρχεν ὡς ἐπὶ τῆς καθ' ἡμᾶς ζώνης λαμβάνει τὴν σύρρευσιν, διὰ τὸ περὶ τούτους τοὺς καιροὺς μάλιστα γίνεσθαι παρ' ἡμῖν τὰς ἐπομβρίας. ἐπεὶ δὲ τοὐναντίον περὶ τὸ θέρος πληροῦται, πιθανὸν εἶναι κατὰ τοὺς ἀντικειμένους τόπους γεννᾶσθαι τοὺς χειμῶνας, καὶ τὸ πλεονάζον τῶν κατ' ἐκείνους τοὺς τόπους ὑδάτων εἰς τὴν καθ' ἡμᾶς γίνεσθαι οἰκουμένην. διὸ καὶ πρὸς τὰς πηγὰς τοῦ Νείλου μηδένα δύνασθαι παρελθεῖν, ὡς ἂν ἐκ τῆς ἐναντίας ζώνης διὰ τῆς ἀοικήτου φερομένου τοῦ ποταμοῦ. μαρτυρεῖν δὲ τούτοις καὶ τὴν ὑπερβολὴν τῆς γλυκύτητος τοῦ κατὰ τὸν Νεῖλον ὕδατος· διὰ γὰρ τῆς κεκαυμένης αὐτὸν ῥέοντά φασι λίαν καθέψεσθαι καὶ διὰ τοῦτο γλυκύτατον εἶναι πάντων τῶν ποταμῶν, ἅτε δὴ φύσει τοῦ πυρώδους ἅπαν τὸ ὑγρὸν ἀπογλυκαίνοντος. 7.17.32 ἡμεῖς δὲ καὶ πρὸς τοῦτο λέξομεν. ἀδύνατον γὰρ εἶναί φαμεν ποταμὸν ἐκ τῆς ἀντικειμένης οἰκουμένης εἰς τὴν ἡμετέραν ἀναφέρεσθαι γῆν, καὶ μάλιστα εἴ τις ὑπόθοιτο σφαιροειδῆ τὴν γῆν πεφυκέναι. πῶς γὰρ μόνος ὁ Νεῖλος ἐξ ἐκείνης φέρεται τῆς οἰκουμένης πρὸς τοὺς τόπους τοὺς καθ' ἡμᾶς; εἰκὸς γὰρ εἶναι καὶ ἑτέρους ποταμούς, καθάπερ καὶ παρ' ἡμῖν. ἀλλὰ καὶ ἡ περὶ τῆς τοῦ ποταμοῦ τούτου γλυκύτητος αἰτία παντελῶς ἄλογος καὶ ἀναπόδεικτος πάντῃ καθέστηκεν. εἰ γὰρ καθεψόμενος ὑπὸ τῶν καυμάτων ὁ ποταμὸς ἐγλυκαίνετο, πολύγονος οὐκ ἂν ὑπῆρχέ ποτε, οὐδὲ ποικίλας ἰχθύων καὶ θηρίων ἰδέας ἐκέκτητο· πᾶν γὰρ ὕδωρ ἀπὸ τῆς πυρώδους οὐσίας ἀλλοιωθὲν ἀλλότριόν ἐστι ζωογονίας. διόπερ τῇ παρεισαγομένῃ καθεψήσει τῆς φύσεως τοῦ Νείλου παντάπασιν ἐναντιουμένης, ψευδεῖς τὰς εἰρημένας αἰτίας τῆς πληρώσεως ἡγητέον. Οἰνοπίδης δὲ[οι] ταῦτά φησιν, κατὰ μὲν τὴν θερινὴν ὥραν τὰ ὕδατα τὰ κατὰ τὴν γῆν εἶναι ψυχρά, τοῦ δὲ χειμῶνος ἐναντίως θερμά. καὶ τοῦτο δῆλον ἐκ τῆς τῶν βαθέων φρεάτων κατανοήσεως· κατὰ γὰρ τὴν τοῦ χειμῶνος ἀκμὴν θερμὰ τὰ ἐν τοῖς βαθυτάτοις φρέασιν εὑρίσκεται ὕδατα, θέρους δὲ ὑπόντος τοὐναντίον. διὸ καὶ τὸν Νεῖλον εὐλόγως κατὰ μὲν τὸν χειμῶνα μικρὸν εἶναι καὶ συστέλλεσθαι διὰ τὸ τὴν μὲν κατὰ γῆν θερμασίαν τὸ πολὺ τῆς ὑγρᾶς οὐσίας ἀναλίσκειν, ὄμβρους δὲ κατὰ τὴν Αἴγυπτον μὴ γίνεσθαι, κατὰ δὲ τὸ θέρος μηκέτι τῆς κατὰ τὴν γῆν ἀπαναλώσεως γινομένης ἐν τοῖς κατὰ βάθος τόποις πληροῦσθαι τὴν κατὰ φύσιν αὐτοῦ ῥύμην ἀνεμποδίστως. ἀλλὰ καὶ πρὸς τοῦτο ῥητέον. πολλοὶ ποταμοὶ τῶν κατὰ τὴν Λιβύην ὁμοίως μὲν κείμενοι τοῖς στόμασιν, παραπλησίως δὲ τὰς ῥύσεις ποιούμενοι, οὐκ ἔχουσι τὴν ἀνάβασιν τῷ Νείλῳ ἀνάλογον· τοὐναντίον γὰρ ἐν μὲν τῷ χειμῶνι πληρούμενοι, ἐν δὲ τῷ θέρει λήγοντες ἐλέγχουσι τοῦ Οἰνοπίδου τὸ ψεῦδος. 7.17.39 ᾿Αγαθαρχίδης δὲ ὁ Κνίδιος μόνος τοῦ κρασπέδου τῆς ἀληθείας κεκράτηκεν. ἔφησε γὰρ ἀν' ἔτος ἕκαστον ἐν τοῖς κατὰ τὴν Αἰθιοπίαν μεγάλους καὶ συνεχεῖς γίνεσθαι ὄμβρους ἀπὸ θερινῶν τροπῶν μέχρι τῆς ἰσημερίας τῆς ἐν μετοπώρῳ γινομένης καθ' ἕκαστα. εὐλόγως οὖν τὸν Νεῖλον ἐν μὲν τῷ χειμῶνι συστέλλεσθαι, κατὰ φύσιν ἔχοντα ῥύσιν ἀπὸ μόνων τῶν πηγῶν τῶν ἑαυτοῦ, κατὰ δὲ τὸ θέρος διὰ τοὺς ἐκχεομένους ὄμβρους λαμβάνειν τὴν αὔξησιν. μαρτύριον δὲ τοῖς ὑπ' αὐτοῦ λεγομένοις καὶ τὸ γινόμενον περί τινας τόπους τῆς ᾿Ασίας προφέρεται. πρὸς μὲν γὰρ τοῖς τόποις τῆς Σκυθίας τῆς πρὸς τὸν Καύκασον παρακεχωρηκότος χρόνου καθ' ἕκαστον ἔτος γίνεσθαι νιφετοὺς ἐξαισίους, καὶ τοῦτο συνεχῶς ἐπὶ πλείστας ἡμέρας· ἐν δὲ τοῖς πρὸς βορρᾶν ἀπεστραμμένοις μέρεσι τῆς ᾿Ινδικῆς ὡρισμένοις καιροῖς καὶ χάλαζαν καταφέρεσθαι τῷ μεγέθει καὶ τῷ πλήθει μεγάλην. ἀλλὰ καὶ περὶ τὸν ποταμὸν τὸν ῾Υδάσπην ἀρχομένου θέρους ὄμβρους γίνεσθαι συνεχεῖς, κατὰ δὲ τὴν Αἰθιοπίαν μεθ' ἡμέρας τινὰς ταὐτὸ συμβαίνειν, καὶ ταύτην τὴν ὑπόστασιν κυκλουμένην ἀεὶ τοὺς συνεχεῖς τόπους χειμάζειν. οὐδὲν οὖν εἶναι παράδοξον καὶ κατὰ τὴν Αἰθιοπίαν τὴν οἰκουμένην ὑπὲρ Αἰγύπτου συνεχεῖς ἐν τοῖς ὄρεσι καταρράττοντας ὄμβρους ἐν τῷ θέρει πληροῦν τὸν ποταμόν, ἄλλως τε καὶ τῆς ἐναργείας αὐτῆς μαρτυρούσης ὑπὸ τῶν περὶ τοὺς τόπους οἰκούντων βαρβάρων. εἰ δὲ τοῖς παρ' ἡμῖν γινομένοις ἐναντίαν ἔχει τὰ λεγόμενα φύσιν, οὐ διὰ τοῦτο ἀπιστητέον· καὶ γὰρ τὸν νότον παρ' ἡμῖν μὲν εἶναι χειμέριον, περὶ δὲ τὴν Αἰθιοπίαν αἴθριον ὑπάρχειν, καὶ τὰς βορείους πνοὰς περὶ μὲν τὴν Εὐρώπην εὐτόνους εἶναι, κατ' ἐκείνην δὲ τὴν χώραν βληχρὰς καὶ ἀτόνους καὶ παντελῶς ἀσθενεῖς. καὶ τοῦ ἡλίου πρὸς τὸν βόρειον ἀποκλίνοντος πόλον συμβαίνει τοὺς ὄμβρους τῷ παρ' ἡμῖν θέρει τῇ Αἰθιοπίᾳ προσγίνεσθαι, καὶ ἐντεῦθεν λαμβάνειν τὸν Νεῖλον τὴν αὔξησιν, καὶ ἔμπαλιν πρὸς τὸν νότιον ἀναζεύξαντος πόλον πρὸς συστολὴν τὸν Νεῖλον ὁρᾶν. Περὶ μὲν οὖν τῆς πληρώσεως τοῦ ποταμοῦ ἐπὶ τοσοῦτον, ἵνα μὴ τὸν σκοπὸν τῆς ἱστορίας νοθεύσωμεν· ἤδη δὲ ὑπενέγκαι ἀκόλουθα τῶν ἀφηγημάτων νύττειν τὸν λόγον. ἐπαναζεύξας τοίνυν ἐκ τῆς ᾿Αλεξανδρείας ὁ Μηνᾶς ἔγραψε Μαυρικίῳ τῷ αὐτοκράτορι ὅπως ἡ ἐπιφάνεια τῶν ἀνθρωπομόρφων καὶ Νειλῴων <ζώων> ἐγένετο. ὁ δὲ αὐτοκράτωρ τούτων ἀκηκοὼς λίαν τὴν ψυχὴν κατεπέπληκτο. https://byzantium.gr/ 8.1.1 Κατὰ τούτους δῆτα τοὺς χρόνους Χοσρόης, ὁ Περσῶν βασιλεύς, ἐνεχείρει τὴν εἰρήνην λυμήνασθαι. αἰτία δὲ αὕτη πως τῷ βαρβάρῳ οὖσα ἐτύγχανεν. ἔθνη περὶ τὴν ᾿Αραβίαν πολλά τε καὶ διάφορα πέφυκεν· τούτους Σαρακηνοὺς ἔθος τοῖς ὄχλοις ἀποκαλεῖν. ἐκ τούτων δὴ τῶν ἐθνῶν ἔνιά τινα τοῖς Ρωμαίοις σύμμαχα ἦν, καί τις ἐκ τούτων ἀποδασμὸς εἰς τὴν Περσίδα χωρήσας κατὰ τὸν τῆς εἰρήνης καιρὸν τῇ ἐπεκδρομῇ μέρη τινὰ τῆς Βαβυλωνίας προενομεύσατο. ἔνθεν διαπορεῖσθαι ὁ Χοσρόης ἠξίου. διὰ τοῦτο ὁ αὐτοκράτωρ Μαυρίκιος εἰς τὴν Περσίδα ἐξέπεμψε πρέσβιν Γεώργιον, ὃς τῆς τῶν ἑῴων πόλεων φορολογίας τὴν ἐπιστασίαν ἐκέκτητο· τοῦτον πραιτωρίων ἔπαρχον ἀποκαλοῦσι Ρωμαῖοι. ὁ μὲν οὖν Χοσρόης δεινοπαθῶν ἐπὶ τοῖς γεγονόσι παρελύπει τὸν πρέσβιν καὶ πολλὴν τὴν τριβὴν αὐτῷ περὶ τὴν βάρβαρον χώραν ἐπραγματεύετο. σκληραγωγεῖται οὖν ὁ Γεώργιος ἡμέρας εἰς τὴν Περσίδα πολλὰς τῆς βασιλικῆς εἰσόδου μηδαμῶς τετευχώς. ἔτι τοίνυν τῶν πραγμάτων στασιαζομένων Χοσρόῃ, εἰκότως τῷ βαρβάρῳ ὑπόνοια γίνεται μὴ ἄρασθαι τέως πρὸς Ρωμαίους τὸν πόλεμον. εἰσδέχεται τοίνυν τὸν Γεώργιον ὁ Βαβυλώνιος βασιλεὺς εἰς τὰ βασίλεια. ὁ μὲν οὖν Γεώργιος τὴν τοῦ καιροῦ κτησάμενος σύμμαχον πείθει τὸν βάρβαρον τὰς εἰρηναίας μὴ διαλῦσαι σπονδάς. οὕτω μὲν οὖν ἑκὼν ἀέκοντί γε θυμῷ, κατὰ τὴν ποίησιν, ὁ Χοσρόης τὴν ἡσυχίαν ἀσπάζεται. ὁ μὲν οὖν πρέσβις ἅπαντα τὰ συγκυρήσαντα διεξοδικῶς τῷ βασιλεῖ διηγήσατο. ἀλλ' οὐκ ἐς ἀγαθὸν ἡ τῆς ἐντεύξεως ἔκθεσις ἀπειλήφει τὸ συμπέρασμα. ἔφησε γὰρ ὁ Γεώργιος εἰπὼν πρὸς τὸν αὐτοκράτορα· "ὁ Περσῶν βασιλεὺς τῶν σατραπῶν εἰς ὑπήκοον τάδε διείλεκται. διὰ τὴν τοῦ πρέσβεως ἀρετὴν δίδωμι τῷ πολέμῳ τὴν λύσιν." τούτων ὁ βασιλεὺς ἀκηκοὼς χαλεπαίνει κατὰ τοῦ πρέσβεως, καὶ γίνεται τῷ Γεωργίῳ σφαλερὰ ἡ τῆς πρεσβείας ἐπίτευξις· τῷ ὄντι γὰρ οἶδε λόγος μὴ μέτροις οἰκονομούμενος μεγάλας συμφορὰς τοῖς χρησαμένοις παρέχεσθαι. ῾Οπηνίκα δὲ ὁ Χαγάνος (ἐπαναδραμώμεθα γὰρ πρὸς τὰ κατὰ τὴν Εὐρώπην πραχθέντα) διεπεραιώθη τὸν ῎Ιστρον οἴκαδε διὰ τὴν εἰρήνην ἀποφοιτῶν, ἀποστέλλουσι πρέσβεις αἱ περὶ τὴν Θρᾴκην τῶν Ρωμαίων δυνάμεις πρὸς Μαυρίκιον τὸν αὐτοκράτορα προδοσίαν καταιτιώμεναι Κομεντιόλου τοῦ |
|