thyreos

Βυζαντινα κειμενα

 

  Προκοπιος
  Ιεροκλης
  Σιμοκαττης
  Θεοφανης
  Ιωαννης Σκυλιτζης
  Κωνσταντινος Ζ’
  Λεων Διακονος
  Μιχαηλ Ψελλος
  Μιχαηλ Ατταλειατης
  Νικητας Χωνιατης
  Γ. Ακροπολιτης
  Γ. Παχυμερης
  N. Γρηγορας
  Ι. Καντακουζηνος
  Γεωργιος Σφραντζης
  Χαλκοκονδυλης


Aspis

Μιχαήλ Ψελλός

1018 – 1078
τίτλος έργου:

Χρονογραφία

χρόνος ολοκλήρωσης: 1078
πλήρης τίτλος:

Χρονογραφία πονηθεῖσα τῷ πανσόφῳ μοναχῷ Μιχαὴλ τῷ ὑπερτίμῳ, ἱστοροῦσα τὰς πράξεις τῶν βασιλέων...

περιγραφή περιεχομένου:

Η Χρονογραφία αποτελείται από 7 βιβλία και αφηγείται, κάτω από ένα προσωπικό πρίσμα, την ιστορία των ετών 976-1078, συνεχίζοντας την ιστοριογραφία του Λέοντος Διακόνου.

Κείμενο :
Χρονογραφία πονηθεῖσα τῷ πανσόφῳ μοναχῷ Μιχαὴλ τῷ ὑπερτίμῳ, ἱστοροῦσα τὰς πράξεις τῶν βασιλέων, τοῦ τε Βασιλείου καὶ Κωνσταντίνου τῶν πορφυρογεννήτων, τοῦ τε μετ' αὐτοὺς Ρωμανοῦ τοῦ Ἀργυροπώλου, τοῦ μετ' ἐκεῖνον Μιχαὴλ τοῦ Παφλαγόνος, τοῦ ἀπὸ καισάρων ἄρξαντος μετ' αὐτὸν ἀνεψιοῦ τούτου Μιχαὴλ, τῶν ἑξῆς δύο αὐταδέλφων καὶ πορφυρογεννήτων τῆς τε κυρᾶς Ζωῆς καὶ τῆς κυρᾶς Θεοδώρας, τοῦ σὺν αὐταῖς Κωνσταντίνου τοῦ Μονομάχου, τῆς μονοκρατορίσσης θατέρας τῶν δύο ἀδελφῶν κυρᾶς Θεοδώρας, «τοῦ μετ' ἐκείνην Μιχαὴλ τοῦ Γέροντος,» τοῦ μετ' ἐκεῖνον Ἰσαακίου τοῦ Κομνηνοῦ, καὶ ἕως τῆς ἀναρρήσεως Κωνσταντίνου τοῦ Δούκα.

ΤΟΜΟΣ ΠΡΩΤΟΣ ΒΑΣΙΛΕΙΟΣ Βʹ

1.1 Ὁ μὲν οὖν βασιλεὺς Ἰωάννης ὁ Τζιμισκῆς, πολλῶν καὶ ἀγαθῶν αἴτιος τῇ Ρωμαίων ἡγεμονίᾳ γενόμενος καὶ αὐξήσας ταύτην εἰς δύναμιν, οὕτω καταλύει τὸν βίον· περιΐσταται δὲ καθαρῶς ἡ βασιλεία εἴς τε Βασίλειον καὶ Κωνσταντῖνον τοὺς τοῦ Ρωμανοῦ παῖδας.

1.2   Ἤστην δὲ ἄμφω ἤδη μὲν παρεληλακότε τὴν ἥβην, διαφόρω δὲ τὸ ἦθος· ὁ μὲν γὰρ Βασίλειος, ὁ καὶ τὴν ἡλικίαν πρεσβύτερος, ἐγρηγορὼς ἀεὶ καὶ σύννους ἐδείκνυτο καὶ πεφροντικώς, ὁ δέ γε Κωνσταντῖνος ἀνειμένος τοῖς πᾶσιν ὦπτο, ρᾳθύμως τε τῆς ζωῆς ἔχων καὶ περὶ τὸν ἁβρὸν βίον ἐσπουδακώς. Αὐτοκράτορε μὲν οὖν ἄμφω οὐκ ἐδοκιμασάτην εἶναι, ἀλλ' ὅτι πρεσβύτερος αὐτῶν ὁ Βασίλειος, τὸ πᾶν τῆς ἐξουσίας περιζωσάμενος, μόνου τοῦ τῆς βασιλείας ὀνόματος τὸν ἀδελφὸν ἐκληρώσατο κοινωνόν· ἐπεὶ οὐδ' ἂν ἄλλως ἡ τῆς βασιλείας αὐτοῖς ἀρχὴ διεκυβερνήθη, εἰ μὴ τῷ πρώτῳ καὶ ἀκριβεστάτῳ ἡ αὐτοκράτωρ ἀπεκληρώθη διοίκησις. Καὶ θαυμάσειεν ἄν τις ἐνταῦθα τὸν Κωνσταντῖνον, ὅτι ἐξὸν κατ' ἰσομοιρίαν τὸν πατρῷον κλῆρον, τὴν ἡγεμονίαν φημί, τῷ ἀδελφῷ διανείμασθαι, ὁ δὲ τοῦ πλείονος αὐτῷ παρακεχωρήκει, καὶ ταῦτα νεώτατος ὢν, ὅτε μάλιστα ὁ τῆς φιλαρχίας ἀνάπτεται ζῆλος, καὶ οὐδὲ τὸν ἀδελφὸν ὁρῶν ὑπὲρ τὴν τελείαν ἡλικίαν γενόμενον, ἀλλ' ἀρτίχνουν ἤδη καὶ πρῶτον, ὅ φασιν, ὑπηνήτην. Τοιούτων μὲν οὖν ἐγκωμίων ἐκ προοιμίων ἀξιούσθω ὁ Κωνσταντῖνος.
1.3 Ὁ δέ γε Βασίλειος ἤδη τὴν τῶν Ρωμαίων ἡγεμονίαν περιζωσάμενος, ἐβούλετο μὲν μηδένα κοινωνὸν ἔχειν τῶν φροντισμάτων, μηδὲ περὶ τῶν κοινῶν διοικήσεων σύμβουλον. Οὐκ εἶχε δὲ θαρρεῖν ἑαυτῷ, οὐδέπω πεῖραν εἰληφότι οὔτε τῶν στρατιωτικῶν καταλόγων οὔτε τῆς πολιτικῆς εὐνομίας· διὰ ταῦτα πρὸς τὸν παρακοιμώμενον ἀπεῖδε Βασίλειον. Ὁ δὲ ἀνὴρ οὗτος ἀξίωμα μέγιστον τῇ βασιλείᾳ Ρωμαίων ἐτύγχανε γεγονὼς, κατά τε φρονήματος ὄγκον, καὶ σώματος μέγεθος, καὶ μορφὴν τυράννῳ προσήκουσαν· φὺς δὲ ἐκ τοῦ αὐτοῦ πατρὸς τῷ τοῦ Βασιλείου καὶ Κωνσταντίνου πατρὶ, τὰ ἐς μητέρα διήλλαττε· διὰ ταῦτα καὶ ἐκ πρώτης εὐθὺς ἡλικίας ἀποτέτμητο, ἵνα μὴ μᾶλλον ὁ ἐκ τῆς ἡμιγάμου τῶν γνησιωτάτων τὸ πρωτεῖον εἰς τὴν ἀρχὴν ἀπενέγκηται. Ἔστεργεν οὖν οὗτος τὰ ἐκ τῆς τύχης, καὶ τοῦ βασιλείου καὶ οἰκείου γένους ἐξήρτητο· προσέκειτο δὲ μάλιστα τῷ ἀνεψιῷ Βασιλείῳ καὶ ἠγκαλίζετο οἰκειότατα, καὶ ὡς εὔνους ἐτιθηνεῖτο τροφεύς. Διὰ ταῦτα καὶ ὁ Βασίλειος τὸν ὄγκον αὐτῷ τῆς ἀρχῆς ἀναθέμενος, αὐτὸς πρὸς τὴν ἐκείνου ἐπαιδοτριβεῖτο σπουδήν· καὶ ἦν ὁ μὲν παρακοιμώμενος οἷον ἀθλητὴς καὶ ἀγωνιστὴς, ὁ δὲ βασιλεὺς Βασίλειος θεωρὸς, οὐχ ὅπως ἐκεῖνον στεφανώσειεν, ἀλλ' ὡς αὐτὸς δραμεῖται καὶ ἀγωνίσηται κατ' ἴχνος ἐκείνῳ τὴν ἀγωνίαν τιθέμενος. Πάντα οὖν ἐντεῦθεν ὑπήκοα τῷ Βασιλείῳ ἐτύγχανεν ὄντα, καὶ πρὸς αὐτὸν καὶ τὸ πολιτικὸν ἑώρα, καὶ τὸ στρατιωτικὸν ἀπονενεύκει· καὶ πρῶτος αὐτὸς, ἢ καὶ μόνος, τῆς τε συνεισφορᾶς τῶν δημοσίων ἐφρόντιζε καὶ τῆς τοῦ κοινοῦ διορθώσεως· ἐδίδου δὲ ἐπὶ πᾶσι τὴν γλῶτταν καὶ τὴν χεῖρα ὁ βασιλεὺς, τὰ μὲν συνηγορῶν ἐκείνῳ, τὰ δὲ καὶ ἐν γράμμασι βεβαιῶν.
1.4   Τοῖς μὲν οὖν πολλοῖς ὅσοι τῶν καθ' ἡμᾶς τεθέανται τὸν βασιλέα Βασίλειον, στρυφνὸς οὗτος δοκεῖ καὶ τὸ ἦθος ἀπεξεσμένος, δύσοργός τε καὶ οὐ ταχὺ μεταβάλλων, μέτριός τε τὴν δίαιταν καὶ τὸ ἁβρὸν ἐκ παντὸς ἐκτρεπόμενος· ὡς δὲ ἐγὼ τῶν ἀρχαιολογούντων περὶ αὐτὸν ξυγγραφέων ἤκουσα, οὐ πάνυ τι τοιοῦτος τὸ κατ' ἀρχὰς ἦν, ἀλλ' ἐξ ἀνειμένου βίου καὶ τρυφηλοῦ εἰς τὸ σύντονον μετεβάλετο, τῶν πραγμάτων οἷον ἐπιστυψάντων αὐτῷ τὸ ἦθος, καὶ τὸ μὲν διερρυηκὸς τονωσάντων, συντεινάντων δὲ τὸ χαῦνον καὶ τὴν ὅλην αὐτῷ μεταβαλόντων ζωήν. Ἐπεὶ τά γε πρῶτα καὶ ἀπαρακαλύπτως ἐκώμαζε καὶ θαμὰ ἤρα καὶ συσσιτίων ἐφρόντιζε, βασιλικάς τε ρᾳθυμίας καὶ ἀναπαύλας ἑαυτῷ ἀπεμέτρει, καὶ τῆς τε νεότητος, τῆς τε βασιλείας ὅσον εἰκὸς παραπέλαυεν· ἀφ' οὗ δὲ ὁ Σκληρὸς ἐκεῖνος, καὶ ὁ μετ' ἐκεῖνον Φωκᾶς, καὶ αὖθις ὁ πρῶτος τρίτος ἐγεγόνει, καὶ οἱ λοιποὶ βασιλειᾶν ἤρξαντο, καὶ ἐξ ἑκατέρων αὐτῷ τῶν μερῶν ἀντανέστησαν, ὅλοις ἱστίοις ἀπενεχθεὶς τῆς τρυφῆς, ὅλῳ πνεύματι ἀντείχετο τῆς σπουδῆς· ἐπιγενόμενος γὰρ τοῖς ἐγγύθεν αὐτῷ τὴν ἡγεμονίαν παρειληφόσιν, ἅπαν εὐθὺς ἄρδην τὸ ἐκείνων γένος ἀπολλύειν ἐπικεχείρηκε.

1.5τ Περὶ τῆς ἀποστασίας τοῦ Σκληροῦ.
Διὰ ταῦτα οἱ ἐκείνων ἀνεψιαδεῖς πολέμους κατ' αὐτοῦ σφοδροὺς ἀνερρίπισαν· καὶ πρῶτός γε ὁ Σκληρὸς, ἀνὴρ καὶ βουλεύσασθαι ἱκανὸς καὶ καταπράξασθαι περιδέξιος, πλοῦτόν τε περιβεβλημένος, μέγα ἀρκοῦντα τυράννῳ, καὶ δυναστείας ἔχων ἰσχὺν, πολέμους τε μεγάλους κατωρ θωκὼς, καὶ τὸ στρατιωτικὸν ἅπαν συννεῦον ἔχων πρὸς τὸ ἐκείνου βούλημα. Οὗτος τοιγαροῦν πολλοὺς συναιρομένους ἔχων τῇ τυραννίδι, πρῶτος τὸν κατὰ τοῦ Βασιλείου τεθάρρηκε πόλεμον, καὶ πᾶσαν ἐπ' αὐτῷ ἱππικήν τε καὶ πεζικὴν παρήλαυνε δύναμιν, καὶ ὡς ἐπὶ προκειμένῳ πράγματι τῇ βασιλείᾳ προῄει τεθαρρηκώς. Τὰ πρῶτα μὲν οὖν ἀπεγνώκεισαν οἱ περὶ τὸν βασιλέα τὰς σῳζούσας ἐλπίδας, τὴν ὁπλιτικὴν πᾶσαν ἰσχὺν τῷ Σκληρῷ ἐγνωκότες συρρεύσασαν· ἔπειτα δὲ συλλεξάμενοι ἑαυτοὺς καὶ περὶ τῶν ὅλων γνωσιμαχήσαντες, ὥσπερ ἐν ἀπόροις πόρον εὑρηκέναι ᾠήθησαν, καὶ Βάρδαν τινὰ, εὐγενέστατον ἄνδρα καὶ γενναιότατον, τοῦ βασιλέως Νικηφόρου ἀδελφιδοῦν, ἀξιόμαχον περὶ τὸν τυραννήσαντα Σκληρὸν κρίναντες, τὰς καταλελειμμένας δυνάμεις φέροντες τούτῳ παρέδωσαν, καὶ τοῦ στρατοπέδου παντὸς ἡγεμόνα πεποιηκότες, ἀντιστησόμενον τῷ Σκληρῷ ἐκπεπόμφασιν.
1.6 Ἐπεὶ δὲ καὶ περὶ τούτῳ οὐδὲν ἔλαττον τοῦ Σκληροῦ ἐδεδοίκεσαν, ἅτε βασιλείου τυγχάνοντι γένους, καὶ οὐδὲν σμικροπρεπῶς ἐννοησομένῳ περὶ αὑτοῦ, περιδύουσι μὲν τὸ πολιτικὸν τῆς περιβολῆς σχῆμα καὶ ὅσον οἶδεν ἡ τυραννὶς, τῷ δὲ τῆς ἐκκλησίας κλήρῳ ἐγκαταλέγουσιν, εἶτα δὴ καὶ φρικώδεσιν ὅρκοις καταλαμβάνουσιν τοῦ μὴ ἀποστασίας ἁλῶναί ποτε ἢ παραβάσεως τῶν ὠμοσμένων· οὕτω γοῦν αὐτὸν ἐξεγγυησάμενοι μετὰ πασῶν ἐκπεπόμφασι τῶν δυνάμεων.
1.7 Ἦν δ' ὁ ἀνὴρ οὗτος, ὡς ὁ λόγος ἔχει, τὴν μὲν γνώμην ἐς τὸν θεῖον ἀναφέρων καὶ βασιλέα, συννενεφὼς ἀεὶ καὶ ἐγρηγορὼς, καὶ πάντα προϊδεῖν καὶ συνιδεῖν ἱκανὸς, πολεμικῶν τε τεχνασμάτων οὐδενὸς ἀδαὴς, ἀλλὰ πάσαις μὲν τειχομαχίαις, πάσαις δὲ λοχίσεσι καὶ ταῖς ἐκ παρατάξεως ἀγωνίαις ἐθὰς, τὰς δὲ διὰ χειρὸς πράξεις δραστικώτερος ἐκείνου καὶ γενναιότερος· ὁ γάρ τοι πληγὴν παρ' ἐκείνου δεξάμενος εὐθέως ἀφῄρητο τὴν ψυχήν· κἂν πόρρωθεν ἐπεβόησεν, ὅλην συνετάραττε φάλαγγα. Οὗτος τοιγαροῦν τὰς ὑπ' αὐτὸν διελὼν δυνάμεις καὶ εἰς λόχους ἐγκατα τάξας, οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκις τὴν ἀντικειμένην εἰς φυγὴν ἔτρεψε φάλαγγα, καὶ τοῦτο πλήθει τῶν ἀντιτεταγμένων· τοσοῦτον [δὲ] τῶν ἐναντίων ἐλάσσων ἐτύγχανεν ὢν, ὅσῳ τῇ τέχνῃ καὶ τοῖς στρατηγήμασι κρείττων ἐδόκει καὶ γενναιότερος.
1.8 Ἐθάρρησαν γοῦν ποτε πρὸς ἀλλήλους καὶ οἱ τῶν ἀντικειμένων ἡγεμόνες ταγμάτων καὶ μονομαχῆσαι ἐκ συνθήματος εἵλοντο· καὶ μέντοιγε συνελάσαντες εἴς τι μεταίχμιον, εἶδόν τε ἀλλήλους καὶ ἐν συμβολαῖς εὐθὺς ἐγεγόνεισαν. Καὶ πρῶτός γε ὁ τυραννεύων Σκληρὸς, οὐκ ἐπισχὼν ἑαυτὸν τῆς ὁρμῆς, ἀλλ' εὐθὺς νόμους ἀγωνίας παραβεβηκὼς, ὁμοῦ τε ἀγχοῦ τῷ Φωκᾷ ἐγεγόνει καὶ παίει τοῦτον ὡς εἶχε κατὰ κεφαλῆς, δυναμώσας τὴν χεῖρα τῇ φορᾷ τῆς ὁρμῆς· καὶ ὁ πεπληγὼς πρὸς τὸ ἀδόκητον τῆς πληγῆς βραχύ τι τοῦ χαλινοῦ γεγονὼς ἀκρατὴς, αὖθις συνηθροίκει τοὺς λογισμοὺς, καὶ κατὰ ταὐτοῦ μέλους τὸν πλήξαντα παίσας, τῆς πολεμικῆς ὁρμῆς ἔπαυσε καὶ φυγεῖν παρεσκεύασεν.
1.9 Αὕτη τελεωτέρα κρίσις καὶ δημοτελεστέρα ἀμφοῖν ἔδοξε· καὶ ὁ Σκληρὸς τοῖς ὅλοις ἐξαπορηθεὶς, καὶ μήτε πρὸς τὸν Φωκᾶν ἀντιστῆναι ἔτι δυνάμενος, προσδραμεῖν τε τῷ βασιλεῖ αἰσχυνόμενος, βουλὴν βουλεύεται οὔτε συνετωτάτην οὔτε ἀσφαλεστάτην· ἀπάρας γὰρ ἐκ τῶν Ρωμαϊκῶν ὁρίων εἰς τὴν τῶν Ἀσσυρίων μετὰ πασῶν αὐτοῦ τῶν δυνάμεων συνήλασε γῆν, καὶ δῆλον αὑτὸν καταστήσας Χοσρόῃ τῷ βασιλεῖ, εἰς ὑποψίαν ἐκίνησεν· οὗτος γὰρ τό τε πλῆθος φοβηθεὶς τῶν ἀνδρῶν, ἴσως δὲ καὶ ὑποπτεύσας τὴν ἀθρόαν ἔφοδον, δεσμώτας πεποιηκὼς ἐν ἀσφαλεῖ κατεῖχε φρουρᾷ.

1.10τ Περὶ τῆς ἀποστασίας Βάρδα τοῦ Φωκᾶ.
Ὁ δέ γε Φωκᾶς Βάρδας τῷ βασιλεῖ Ρωμαίων ἐπαναζεύγνυσι, καὶ τῆς τε τροπαιοφόρου ἐτετυχήκει πομπῆς, τοῖς τε περὶ τὸν βασιλέα συναρίθμιος ἐτύγχανεν ὤν. Οὕτω μὲν οὖν ἡ πρώτη τυραννὶς καταλέλυται, καὶ ὁ βασιλεὺς Βασίλειος ἀπηλλάχθαι πραγμάτων ἔδοξε· ἡ δὲ δόξασα αὕτη κατάλυσις ἀρχὴ πολλῶν ὠδίνων οὖσα ἐτύγχανεν. Ὁ γάρ τοι Φωκᾶς πρῶτα μὲν μειζόνων ἀξιωθεὶς, ἔπειτα ἐλαττόνων, καὶ αὖθις ὑπορρεούσας αὐτῷ τὰς ἐλπίδας ὁρῶν, ἅμα δὲ καὶ μὴ προδεδωκέναι τὴν πίστιν οἰόμενος, ἐπὶ ρητοῖς προσβᾶσαν καὶ φυλαχθεῖσαν, σὺν τῷ κρατίστῳ μέρει τοῦ στρατοπέδου βαρυτέραν τε καὶ χαλεπωτέραν κατὰ τοῦ Βασιλείου τυραννίδα ἀνίστησι· καὶ τὰ πρῶτα γένη τῶν τότε δυναμένων ἀναρτησάμενος, καὶ εἰς ἀντίπαλον μοῖραν ἀπο κριθεὶς, στράτευμά τε Ἰβηρικὸν ἀπολεξάμενος ἑαυτῷ (ἄνδρες δὲ οὗτοι τό τε μέγεθος εἰς δέκατον πόδα ἀνεστηκότες καὶ τὴν ὀφρὺν σοβαρὰν ἕλκοντες), οὐκ ἔτι ἐν ὑπονοίαις, ἀλλὰ μετὰ τῆς βασιλικῆς τιάρας καὶ τοῦ ἐπισήμου χρώματος τὴν τυραννικὴν στολὴν ἀμφιέννυται.
1.11 Εἶτα γίνεταί τι τοιοῦτον· πόλεμός τις ἀλλόφυλος καταλαμβάνει τὸν Βαβυλώνιον, ᾧ προσπεφευγότες οἱ περὶ τὸν Σκληρὸν, ὥσπερ δήπου ὁ λόγος ἐγνώρισε, ἀντιστρόφους εὕροντο τὰς ἐλπίδας, καὶ ὁ πόλεμος βαρὺς καὶ δεινὸς καὶ πολλῶν δεόμενος τῶν ἀντιστησομένων χειρῶν καὶ δυνάμεων· καὶ ἐπειδὴ οὐκ εἶχεν οὗτος τῷ οἰκείῳ μόνῳ στρατοπέδῳ θαρρεῖν, ἐπὶ τοὺς φυγάδας τίθεται τὰς ἐλπίδας, καὶ λύει μὲν εὐθὺς τῶν δεσμῶν, ἐξάγει δὲ τῆς φρουρᾶς, ὁπλίζει τε καρτερῶς, καὶ κατ' εὐθὺ τῆς ἐναντίας ἵστησι φάλαγγος. Οἳ δὲ, ἅτε γενναῖοι ἄνδρες καὶ μάχιμοι, καὶ τάξεις εἰδότες ὁπλιτικὰς, ἑκατέρωθεν διαστάντες, εἶτα δὴ ἀθρόον ἐξιππα σάμενοι καὶ τὸ ἐνυάλιον ἀλαλάξαντες, τοὺς μὲν αὐτοῦ κτεί νουσι, τοὺς δὲ τρέψαντες εἰς φυγὴν, εἶτ' ἄχρι τοῦ χάρακος ἐξελάσαντες, ἄρδην ἅπαντας ἀνῃρήκασιν· ἀναζευγνύντες δὲ, ὥσπερ ἐκ ταὐτοῦ συνθήματος τῆς ψυχῆς, πρὸς φυγὴν ἐτρέψαντο ἑαυτούς· ἐδεδοίκεσαν γὰρ αὖθις τὸν βάρβαρον, ὡς οὐ δεξιῶς τούτοις προσενεχθησόμενον, ἀλλὰ πάλιν ἐν πέδαις καθείρξοντα. Κοινῇ γοῦν ἀνὰ κράτος φεύγοντες, ἐπειδὴ πλεῖστον τῆς Ἀσσυρίων ἀπεληλύθεισαν γῆς, καὶ ἡ φυγὴ καταφανὴς τῷ βαρβάρῳ ἐγένετο, τοῖς ἐπιτυχοῦσι τότε τοῦ συνηθροισμένου στρατεύματος τὴν ἐπιδίωξιν αὐτῶν ἐγκελεύεται· καὶ πολύ τι πλῆθος κατὰ νώτου τούτοις συνεισπεσόντες, ἔγνωσαν ὅσῳ τῷ μέτρῳ τῆς τῶν Ρωμαίων ὑστεροῦσι χειρός· οἱ γάρ τοι φυγάδες ἀθρόον τοὺς χαλινοὺς στρέψαντες, καὶ ἐλάττους πρὸς πολλαπλασίους ἀγωνιζόμενοι, βραχυτέρους ἑαυτῶν τοὺς καταλελειμμένους πρὸς τὴν φυγὴν πεποιήκασιν.
1.12 Ὁ μὲν οὖν Σκληρὸς τυραννεύσειν τε αὖθις ᾤετο καὶ τὰς ὅλας καθέξειν δυνάμεις, ἀνακεχωρηκότος τε τοῦ Φωκᾶ ἤδη καὶ πάσης τῆς βασιλείου διασκεδασθείσης δυνάμεως· ἐπεὶ δὲ πρὸς τοῖς Ρωμαϊκοῖς ὁρίοις γενόμενος, τὸν Φωκᾶν ἐμεμαθήκει βασιλειῶντα, ἐπειδὴ οὐχ οἷός τε ἦν καὶ τῷ βασιλεῖ μάχεσθαι, τὸν μὲν καὶ αὖθις ὑβρίσας, τῷ δὲ μετὰ τοῦ ἐλάττονος προσεληλυθὼς σχήματος, ἐκεῖνον μὲν τῶν πρωτείων ἠξίωσε, αὐτὸς δὲ μετ' ἐκεῖνον ὡμολόγησε τάττεσθαι· εἶτα δὴ διχῇ διελόμενοι τὰς δυνάμεις, μακρῷ τὴν τυραννίδα εὐσθενεστέραν εἰργάσαντο. Οἳ μὲν οὖν τάξεσι καὶ παρεμβολαῖς ἐπεποίθεσαν, καὶ μέχρι τῆς Προποντίδος καὶ τῶν παραλίων ἐν ταύτῃ χωρίων κατεληλύθεσαν, ἐπ' ἀσφαλοῦς τοὺς χάρακας θέμενοι, καὶ μονονοὺ ὑπεράλλεσθαι καὶ αὐτὴν ἐπιχειροῦντες τὴν θάλασσαν.
1.13 Ὁ δὲ βασιλεὺς Βασίλειος τῆς τῶν Ρωμαίων ἀγνωμοσύνης κατεγνωκὼς, ἐπειδήπερ οὐ πρὸ πολλοῦ ἀπὸ τῶν ἐν τῷ Ταύρῳ Σκυθῶν λογὰς πρὸς αὐτὸν ἐφοίτησεν ἀξιόμαχος, τούτους δὴ συγκροτήσας, καὶ ξενικὴν ἑτέραν ξυλλοχισάμενος δύναμιν, κατὰ τῆς ἀντικειμένης ἐκπέμπει φάλαγγος· οἳ δὴ καὶ ἐκ τοῦ παρ' ἐλπίδας ἐπιφανέντες αὐτοῖς, οὐ πρὸς μάχην διεγηγερμένοις, ἀλλὰ πρὸς μέθην κατακεκλιμένοις, οὐκ ὀλίγους τε αὐτῶν ἀνῃρήκασι καὶ τοὺς καταλελειμμένους ἄλλους ἀλλαχόσε διέσπειραν· συνίσταται δὲ καὶ πρὸς αὐτὸν τὸν Φωκᾶν στάσις αὐτοῖς καρτερά.
1.14 Συμπαρῆν δὲ τῷ τῶν Ρωμαίων στρατῷ καὶ ὁ βασιλεὺς Βασίλειος ἄρτι γενειάζων καὶ τὴν πρὸς τοὺς πολέμους ἐμπειρίαν λαμβάνων· ἀλλ' οὐδὲ ὁ ἀδελφὸς αὐτοῦ Κωνσταντῖνος ἀπῆν τῆς παρεμβολῆς· ἀλλὰ καὶ οὗτος θώρακά τε περιβαλλόμενος καὶ δόρυ μακρὸν ἐπισείων, μέρος τῆς φάλαγγος ἦν.
1.15 Αἱ μὲν οὖν τάξεις εἱστήκεσαν ἑκατέρωθεν, ἀπὸ μὲν τῶν παραλίων μερῶν ἡ βασιλικὴ, ἀπὸ δὲ τῶν ὑψηλοτέρων ἡ τυραννικὴ, καὶ πολὺ μεταξὺ τὸ μεταίχμιον. Ὁ τοίνυν Φωκᾶς, ὡς καὶ τοὺς βασιλεῖς διατεταγμένους ἐμεμαθήκει εἰς τὴν παράταξιν, οὐκ ἔτι [ἐν] ἀναβολαῖς τοῦ μάχεσθαι ἦν, ἀλλὰ τὴν ἡμέραν ἐκείνην κρίσιν τοῦ πολέμου δημοτελῆ ἔθετο, καὶ τῷ τῆς τύχης ἑαυτὸν ἐπέτρεψε πνεύματι· οὐ μὴν κατὰ σκοπὸν τοῖς περὶ αὐτὸν ἐποιεῖτο μάντεσιν· οἳ μὲν γὰρ ἀπεῖργον τοῦ μάχεσθαι, τῶν θυμάτων αὐτοῖς τοῦτο διασαφούντων, ὁ δὲ ἀντεπεχείρει ὅλην ἀφιεὶς τὴν ἡνίαν τῷ ἵππῳ. Λέγεται μέντοι καὶ σημεῖα φανῆναί οἱ ἀπαίσια· ὡς γὰρ ἱππάσατο, εὐθὺς αὐτῷ διωλισθήκει ὁ ἵππος, καὶ ἐπεὶ μετέβη εἰς ἕτερον, καὶ οὗτος βραχύ τι προεληλυθὼς ταὐτὸ ἐπεπόνθει· ὅ τε χρὼς αὐτῷ ἐτέτραπτο, καὶ ἀχλὺς μὲν τὴν γνώμην, δῖναι δὲ τὴν κεφαλὴν διετάραξαν. Ὡς δὲ πρὸς οὐδὲν ἐνδόσιμος ἦν, ἅπαξ ἑαυτὸν καταστήσας εἰς τὸν ἀγῶνα, ἐπειδὴ ἐνεβεβήκει τῷ μετώπῳ τῆς φάλαγγος, καὶ ἤδη που πλησίον τῆς βασιλείου ἐγεγόνει δυνάμεως, πεζήν τινα περὶ αὑτὸν συλλεξάμενος δύναμιν, Ἰβήρων τοὺς μαχιμωτάτους φημὶ, ἀρτιφυεῖς πάντας τὸ γένειον καὶ αὐτὸ δὴ τὸ νεοτήσιον ἀποφύοντας ἄνθος, ὑψηλοὺς καὶ ἰσομέτρους ὥσπερ ὑπὸ κανόνα τὸ μέγεθος, ξίφει καθωπλισμένους τὴν δεξιὰν καὶ τὴν ὁρμὴν ἀνυποστάτους τυγχάνοντας, τούτους δὴ μεθ' ἑαυτοῦ ὑφ' ἑνὶ κινήσας συνθήματι, τῆς φάλαγγος προπηδᾷ, καὶ τὸν χαλινὸν ἐνδοὺς σὺν ἀλαλαγμῷ εὐθὺ τοῦ βασιλέως χωρεῖ, τῷ δεξιῷ βραχίονι μετέωρον τὴν τοῦ ξίφους ἐπέχων λαβὴν, ὡς αὐτίκα τούτῳ τὸν βασιλέα διαχειρισόμενος. 1.16 Ὁ μὲν οὖν οὕτως καὶ μετὰ τοσούτου θάρσους ἐπὶ τὸν Βασίλειον ᾔει· ὁ δὲ προβέβλητο μὲν τῆς οἰκείας δυνάμεως, καὶ ξιφηφόρος εἱστήκει, θατέρᾳ δὲ τῶν χειρῶν τὴν εἰκόνα τῆς τοῦ Λόγου μητρὸς διηγκάλιστο, καρτερώτατον πρόβλημα τῆς ἀκαθέκτου ἐκείνου ὁρμῆς ταύτην ποιούμενος. Ὁ μὲν οὖν, οἷα δή τι νέφος ἀνέμοις σφοδροῖς ἐλαυνόμενον, τὸ πεδίον διακυμαίνων διῄει· ἐσηκόντιζον δὲ ἐς αὐτὸν οἱ ἐφ' ἑκατέροις ἑστηκότες τοῖς κέρασι, βραχὺ δέ τι καὶ ὁ βασιλεὺς Κωνσταντῖνος δόρυ μακρὸν ἐπισείων προῄει τῆς φάλαγγος. Ὡς δ' οὐ πολύ τι ἀποσπασθεὶς τῶν οἰκείων δυνάμεων, ἀθρόον τῆς ἕδρας ἐξολισθήσας κατὰ γῆς ἔρριπτο, ἐπὶ τούτῳ ἄλλος ἄλλῳ λόγος συμφύρεται· οἳ μὲν γὰρ αὐτὸν ὑπὸ τῶν ἀκοντιζόντων βεβλῆσθαί φασι καὶ κατὰ τῶν καιρίων τὴν πληγὴν ὑποστάντα πεσεῖν, οἳ δὲ σκότους φασὶν ἀθρόως ὑποπλησθέντα τὴν κεφαλὴν ἔκ τινος περὶ τὴν γαστέρα ταραχῆς καὶ κινήσεως, τό τε φρονοῦν ἀπολωλεκέναι καὶ τοῦ ἵππου καταπεσεῖν. Ὁ μέντοιγε βασιλεὺς Κωνσταντῖνος ἑαυτῷ τὴν τοῦ τυράννου ἐμεγαλαύχει ἀναίρεσιν· ὡς δὲ πολὺς κεκράτηκε λόγος, ἐπιβουλῇ τὸ πᾶν ἐγεγόνει, καὶ φάρμακον αὐτῷ κερασθὲν καὶ ποθὲν, περὶ τὴν κίνησιν ἀθρόον ἀναρραγὲν, τόν τε φρονοῦντα τοῦ ἐγκεφάλου τόπον κατέλαβε, καὶ τὴν δίνησιν ἐπεποιήκει καὶ τὴν κατάπτωσιν. Ἦν δὲ τὸ μὲν σύνθημα Βασιλείου, ἡ δὲ ἐπίβουλος χεὶρ τοῦ τῷ τυράννῳ οἰνοχοοῦντος· ἐγὼ δὲ ταῦτα μὲν ἐν ἀδήλοις τίθημι, τῇ δὲ μητρὶ τοῦ Λόγου τὸ πᾶν ἀνατίθημι.
1.17 Πίπτει γοῦν ὁ τέως ἄτρωτος καὶ ἀνάλωτος, θέαμα ἐλεεινὸν καὶ δακρύων ἄξιον. Εὐθὺς δ' οὖν ὡς εἶδον αἱ φάλαγγες ἑκατέρωθεν, ἡ μὲν εὐθὺς διαιρεθεῖσα καὶ τὸ τῆς ὁμαιχμίας συνεχὲς διακόψασα, ὀπίσω τε ἐγεγόνει, καὶ φυγάδες ἅπαντες ὤφθησαν· οἱ δὲ περὶ τὸν βασιλέα, εὐθὺς πεσόντι τῷ τυράννῳ ἐπεισπηδήσαντες, τῶν Ἰβήρων διασκεδασθέντων, πολλαῖς κοπίσι διαμελίζουσι καὶ τὴν κεφαλὴν ἐκτεμόντες τῷ Βασιλείῳ προσάγουσιν.
1.18 Ἐντεῦθεν ἕτερος ἀνθ' ἑτέρου ὁ βασιλεὺς γίνεται, καὶ οὐ μᾶλλον αὐτὸν τὸ γεγονὸς εὔφρανεν, ἢ ἡ τῶν πραγμάτων δεινότης ἠνίασεν· ὕποπτος οὖν εἰς πάντας ὦπτο καὶ σοβαρὸς τὴν ὀφρὺν, τάς τε φρένας ὑποκαθήμενος καὶ τοῖς ἁμαρτάνουσι δύσοργος καὶ βαρύμηνις.
1.19τ Περὶ τῆς τοῦ παρακοιμωμένου Βασιλείου μετακινήσεως τῶν κοινῶν καὶ ἐξορίας. Οὐκ ἔτι οὖν οὐδὲ παραχωρεῖν τῆς τοῦ κοινοῦ διοικήσεως τῷ παρακοιμωμένῳ Βασιλείῳ ἐβούλετο, ἀλλ' ἤχθητό τε αὐτῷ καὶ παντοδαπὸς ἦν μισῶν καὶ ἀποστρεφόμενος, καὶ οὔτε τὸ γένος, οὔτε τὸ πολλὰ ἐκεῖνον ὑπὲρ τούτου ποιῆσαί τε καὶ παθεῖν, οὔτε ἡ λαμπρότης τοῦ ἀξιώματος, οὔτε ἄλλο τι τῶν ἁπάντων εἷλκεν αὐτὸν εἰς εὐμένειαν, ἀλλὰ δεινὸν ἐποιεῖτο, εἰ βασιλεὺς ὢν καὶ εἰς τὴν φρονοῦσαν ἡλικίαν ἐληλακὼς, παραδιοικεῖν ἀξιοῦται τὰ τῆς βασιλείας πράγματα, ὥσπερ εἴ τις ἕτερος οὐ βασιλείας ἐπειλημμένος, ἀλλὰ παραδυναστεύων ἑτέρῳ καὶ τὰ δευτερεῖα τῆς ἀρχῆς κομιζόμενος. Πολλοῖς δὲ περὶ τούτου κυμαινόμενος λογισμοῖς καὶ πολλὰς λαμβάνων μεταβολὰς καὶ τροπὰς, ἅπαξ ποτὲ τοῦ κρατήσαντος λογισμοῦ [γενόμενος, ἀφίστησιν] καὶ μεθίστησιν ἀθρόως τῆς διοικήσεως τὸν παρακοιμώμενον, καὶ ταῦτα, οὐ λειότητά τινα τῇ μεταστάσει προμηθευσάμενος, ἀλλὰ τὸν ἄγριον τρόπον καὶ ὃν ἄν τις οὐχ ὑπειλήφει· εἰς γὰρ ναῦν ἐμβιβάσας, ὑπερόριον ἐποιήσατο.
1.20 Ἐντεῦθεν οὐ τέλος τῷ Βασιλείῳ ἡ μετάστασις γίνεται τῶν κακῶν, ἀλλ' ἀρχὴ καὶ ὑπόθεσις· εὐθὺς γὰρ ἀναλύσας ταῖς ἐννοίαις ὁ βασιλεὺς ἐς τὴν πρώτην αὐτῷ τῆς αὐτοκρατορίας ἀρχὴν, ἀφ' ἧς διοικεῖν ὁ παρακοιμώμενος ἤρξατο, κατέδραμε τὴν ἐκεῖθεν ἐκείνου προμήθειαν, καὶ τῶν δρωμένων ὁπόσα μὲν αὐτῷ τε καὶ τῷ δημοσίῳ συντελοῦντα ἐτύγχανεν οὐκ ἠξίου παραποιεῖν, τὸ δ' ὅσον εἰς εὐεργετημάτων καὶ ἀξιωμάτων ὄγκον ἔβλεπεν, ἀναλύειν ἐπειρᾶτο, ἐκεῖνα μὲν συνειδέναι, ταῦτα δὲ ἀγνοεῖν διϊσχυριζόμενος, καὶ πάντα τρόπον ὁπόσα εἰς κάκωσιν ἐκείνῳ καὶ συμφορὰν ἐμηχανᾶτο ποιεῖν. Ἀμέλει καὶ ἣν ἐκεῖνος ἐδείματο λαμπροτάτην μονὴν Βασιλείῳ τῷ πάνυ ἀναθέμενος, ἐπώνυμον τῆς ἑαυτοῦ κλήσεως, μεγαλοπρεπῶς μὲν κατεσκευασμένην καὶ πολλῇ δαπάνῃ χειρὸς τὸ ποικίλον μετὰ τοῦ καλοῦ ἔχουσαν, ἀφθόνοις δὲ χορηγίαις τὸ πλέον τοῦ αὐτάρκους ἀποκληρωσαμένην, ἐβούλετο μὲν ἐκ θεμελίων καθαιρήσειν, τὸ δὲ τῆς πράξεως ἀναιδὲς εὐλαβούμενος, τὸ μὲν ἐκεῖθεν ὑφῄρει, τὸ δὲ κατέσειεν, τὰ ἔπιπλα, τὰς ἐφηρμοσμένας λίθους, τὸ δ' ἄλλο τι ποιῶν τοιουτότροπον, οὐκ ἀνίει ἄχρις οὗ φροντιστήριον ἰδεῖν, χαριεντισάμενος εἰπὼν, τὸ μοναστήριον δέδρακε, διὰ φροντίδος τιθεμένων τῶν ἐν αὐτῷ, ὅπως ἂν ἑαυτοῖς τὰ ἀναγκαῖα πορίσαιντο.
1.21 Τοιούτοις οὖν ὁ παρακοιμώμενος καθ' ἑκάστην τοξεύμασιν βαλλόμενος ὡς εἰπεῖν, ἀθυμίας τε ἐνεπίμπλατο, καὶ οὐκ εἶχεν ὅπως ἂν ἑαυτῷ τὰς ἀλγηδόνας ἰάσαιτο· παρηγόρει γὰρ αὐτὸν τῶν ὅλων οὐδέν· ὅθεν ἅπαξ ποτὲ ἀθρόον κατασεισθεὶς ὁ ὑπερμεγέθης ἐκεῖνος καὶ νέφους τὴν κεφαλὴν πληρωθεὶς, ἀκρατὴς ἑαυτοῦ ἐγεγόνει, καὶ τὰ μέλη παραλυθεὶς καὶ νεκρὸς ἔμψυχος γεγονὼς, μετὰ βραχὺ καὶ αὐτὴν ἀπέρρηξε τὴν ψυχὴν, καὶ γέγονεν ὡς ἀληθῶς στήλη τῷ βίῳ καὶ διήγημα μέγα, μᾶλλον δὲ παράδειγμα τῆς τῶν ἐν γενέσει εὐμεταβόλου συγχύσεως. Ὁ μὲν οὖν τὴν ἀποκεκληρωμένην ἐπικλώσας ζωὴν ἀπελήλυθε.
1.22 Ὁ δὲ βασιλεὺς Βασίλειος τὴν τῆς βασιλείας ἐπιγνοὺς ποικιλίαν, καὶ ὡς οὐκ εὐχερὲς πρᾶγμα καὶ ρᾴδιον τηλίκην ἀρχὴν διοικεῖν, γλυκυθυμίας μὲν πάσης ἀπείχετο, ἔτι γε μὴν καὶ τῶν περὶ τὸ σῶμα κόσμων καταπεφρονήκει καὶ οὔτε στρεπτοῖς ἐκόσμει τὴν δέρην, οὔτε τιάραις τὴν κεφαλὴν, ἀλλ' οὔτε περιπορφύροις χλαμύσι κατελαμπρύνετο· ἀπεδύσατο δὲ καὶ τοὺς περιττοὺς δακτυλίους, ναὶ μὴν καὶ τὰς ποικίλας τῶν ἐσθημάτων βαφάς· σύννους δὲ ἀεὶ καὶ πεφροντικὼς ἦν, ὅπως ἂν τὰ τῆς ἀρχῆς εἰς ἁρμονίαν βασιλικὴν συμβιβάσειεν. Ὑπεροπτικῶς δὲ εἶχεν οὐ τῶν ἄλλων μόνων, ἀλλ' ἤδη καὶ τοῦ ἀδελφοῦ, ᾧ δὲ καὶ βραχεῖάν τινα δορυφορίαν περιποιησάμενος, τῆς ὑψηλοτέρας καὶ λαμπροτέρας ὥσπερ ἐφθόνει παρασκευῆς· ἑαυτὸν γὰρ πρῶτον ἀποστενώσας, ὡς εἰπεῖν, καὶ τῆς ὑπερόγκου ἀποστερήσας κατασκευῆς, εὐκόλως καὶ τὸν ἀδελφὸν ἐχειροῦτο διὰ τῆς βραχὺ παραλλαττούσης εἰς τὸ χεῖρον ἀρχῆς. Καὶ τοῦτον μὲν χαίρειν ἀφεὶς ἀγρῶν τε χάρισι καὶ λουτρῶν ἀπολαύσεσι καὶ κυνηγεσίοις, ὧν ἐκεῖνος ἐφρόντιζεν, ἑαυτὸν ἐπὶ τὰ δυστυχοῦντα τῶν ὁρίων ἀφῆκεν, ἀνακαθᾶραι τοὺς πέριξ βαρβάρους αἱρούμενος, ὁπόσοι τάς τε ἑῴους ἡμῖν λήξεις καὶ τὰς ἑσπερίους περιστοιχίζονται.
1.23τ Περὶ τῆς τοῦ Σκληροῦ μετὰ τὴν τοῦ Φωκᾶ σφαγὴν δευτέρας ἀποστασίας. Ἀλλὰ ταῦτα μὲν ἐς ὕστερον ἔμελλε κατεργάσασθαι· τὸ γοῦν παρὸν ὁ Σκληρὸς αὐτὸν ἀνεῖργε τῆς κατὰ τῶν βαρβάρων στρατείας, ἐφ' ἑαυτὸν ἐκεῖνον ἀσχολῶν. Ἀναιρεθέντος γὰρ τοῦ Φωκᾶ, τὸ μὲν ἄλλο μέρος τῆς παρατάξεως, ὅσον ἐκείνῳ καὶ πρὸ τῆς συμμίξεως ὑπέστρωτο τοῦ Σκληροῦ, τὰς ἐπ' ἐκείνῳ ἐλπίδας ἀπολωλεκότες διέστησάν τε ἀπ' ἀλλήλων καὶ τὸν συνασπισμὸν πάντα διαλελύκασιν· ὁ δέ γε Σκληρὸς καὶ ὅσοι σὺν ἐκείνῳ φυγάδες τε ἐγένοντο καὶ αὖθις ἀνέζευξαν, ἐφ' ἑαυτῶν διαταξάμενοι καὶ ὥσπερ ἀπερρωγὸς μέρος εἰς ἰσοστάσιον τῷ Φωκᾷ τάξιν ἀποκληρωθέντες, ἀντ' ἐκείνου τῷ βασιλεῖ αὖθις Βασιλείῳ γεγόνασιν.
1.24 Οὗτος τοιγαροῦν ὁ ἀνὴρ, εἰ καὶ τῆς τοῦ Φωκᾶ χειρὸς καὶ δυνάμεως ἐλάττων ἐδόκει, ἀλλὰ τά γε εἰς στρατηγικωτάτην βουλὴν καὶ παράταξιν δεινότερος ἐκείνου καὶ ποικιλώτερος ἐγνωρίζετο· διὸ ταύτην τὴν ἀποστασίαν εἰς αὖθις ὠδίνας τῷ αὐτοκράτορι, ἐς χεῖρας μὲν ἐλθεῖν ἐκείνῳ καὶ συμμῖξαι οὐκ ἐδοκίμασε, τὸν δὲ στρατὸν κρατύνων καὶ προσθήκαις ἐπαύξων, βαρύτερος ἐντεῦθεν ἐδόκει τῷ βασιλεῖ· οὐ μέχρι δὲ τούτου κατεστρατήγει τὸν αὐτοκράτορα, ἀλλὰ καὶ τὰς ναῦς ἐπέχων, ὁπόσαι ἐς τὴν πομπείαν ἐτύγχανον ἱκαναὶ, ἔτι γε μὴν καὶ τὰς τῶν ὁδῶν ἀποτειχίζων ἐλευθερίας, τὰ μὲν ὅσα ἐκεῖθεν εἰς τὰ βασίλεια ἤγετο δαψιλῶς ἀπεθησαύριζε τῷ στρατῷ, τὴν δὲ ἀπὸ τῶν βασιλείων ἐκεῖσε διὰ τῶν δημοσίων ἵππων προσταττομένην ἢ ἄλλως διακυβερνωμένην κατάπραξιν, πᾶσιν ἀνεῖργεν ἐπιτηρῶν ὄμμασι.
1.25 Οὐ τοίνυν θέρους ἀρξαμένη ἡ τυραννὶς εἰς τὸν καιρὸν τῆς ὀπώρας κατέληξεν, οὐδὲ κύκλος εἷς ἐνιαύσιος τὴν ἐπιβουλὴν περιέγραψεν, ἀλλ' ἐπὶ πολλοῖς ἔτεσι τουτὶ διεκυμαίνετο τὸ κακόν· οἱ γὰρ ἅπαξ ὑποστρώσαντες ἑαυτοὺς τῷ Σκληρῷ καὶ συμπληρώσαντες ἐκείνῳ τὴν φάλαγγα, οὐκ ἔτι διπλοῖς ἐμερίσθησαν λογισμοῖς, οὐδὲ πρὸς τὸν βασιλέα τούτων οὐδεὶς λαθὼν ἀπηυτομόλησεν· οὕτως αὐτοὺς εἰς ἀμετάθετον γνώμην συνήρμοσεν ὁ Σκληρὸς, εὐνοίαις τε ὑπαγόμενος καὶ εὐεργεσίαις δουλούμενος, καὶ συμβιβάζων ἀλλήλοις, ἀπὸ τῆς αὐτῆς τε τούτοις σιτούμενος καὶ κοινοῦ μετέχων κρατῆρος, ἐξ ὀνόματός τε καλῶν ἕκαστον καὶ δι' εὐφήμου γλώττης ποιούμενος.
1.26 Ὁ μὲν οὖν βασιλεὺς πάσης ἐπ' αὐτὸν ἥπτετο σκέψεώς τε καὶ πράξεως, ὁ δὲ ρᾷστα πάντα διέλυε, στρατηγικῶς ταῖς ἐκείνου βουλαῖς τε καὶ γνώμαις ἀντιπράττων καὶ ἀντιμηχανώμενος· καὶ ἐπειδὴ πάσαις ἀνάλωτον τοῦτον εἶδε λαβαῖς ὁ Βασίλειος, πρεσβείαν πρὸς αὐτὸν ἀπεστάλκει σπείσασθαί τε πείθουσαν καὶ ἀπαλλαγῆναι πραγμάτων, τὰ πρῶτα μετά γε τοῦτον τῆς ἀρχῆς ἔχοντα. Ὁ δὲ τὰ μὲν πρῶτα οὐκ εὐμενῶς τοῖς πράγμασιν ἄγαν ὡμίλησεν, ἔπειτα πολλοὺς ἑλίξας καθ' ἑαυτὸν λογισμοὺς καὶ τοῖς προλαβοῦσι τὰ ἐνεστῶτα συγκρίνας, καὶ τὰ μέλλοντα πρὸς ταῦτα εἰκάσας, πρὸς ἑαυτόν τε ἀπιδὼν, τῷ γήρᾳ καταπονούμενον, πείθεται τοῖς πεπρεσβευμένοις, καὶ τὸ στρατόπεδον ἅπαν συλλήπτορας εἰς τὴν παραδοχὴν τῆς πρεσβείας συνειληφὼς σπένδεται Βασιλείῳ ἐπὶ τούτοις, ὥστε τὸ μὲν στέφος τῆς κεφαλῆς ἀποθέσθαι καὶ ἐπισήμου μεθέσθαι χρώματος, εὐθὺς δὲ μετ' ἐκεῖνον ἑστάναι, καὶ τούς τε λοχαγωγοὺς καὶ τοὺς ἄλλους ὅσοι τῆς τυραννίδος αὐτῷ ἐκοινώνησαν τὰς αὐτὰς ἔχειν ἀρχὰς καὶ τῶν αὐτῶν μέχρι παντὸς ἀπολαύειν ἀξιωμάτων, ὧν αὐτὸς τούτους ἠξίωσε, καὶ μήτε κτήσεων ἐστερῆσθαι ὧν τε εἶχον καὶ ὧν παρ' αὐτοῦ προσειλήφασι, μήτε τινῶν ἄλλων τῶν προσκεκληρωμένων αὐτοῖς ἀπεστερῆσθαι.
1.27 Ἐπὶ τούτοις ἄμφω συνεληλυθέτην, καὶ ὁ βασιλεὺς ἐξεληλύθει τῆς Πόλεως ἔν τινι τῶν λαμπροτάτων χωρίων ὑποδεξόμενός τε τὸν ἄνδρα καὶ τὰς σπονδὰς ποιησόμενος· ὁ μὲν οὖν ὑπὸ βασιλικῇ καθῆστο σκηνῇ, τὸν δὲ Σκληρὸν πόρρωθεν εἰσῆγον οἱ δορυφοροῦντες ἅμα καὶ εἰς ὁμιλίαν τοῦ βασιλέως προσάγοντες, οὐχ ἱππότην, ἀλλὰ βάδην μετακομίζοντες· ὁ δὲ, ἅτε δὴ εὐμεγέθης, ἤδη δὲ καὶ γεγηρακὼς, προσῄει χειραγωγούμενος ἑκατέρωθεν. Ὁ δὲ βασιλεὺς πόρρωθεν τὸν ἄνδρα ἰδὼν, τοῖς ἀγχοῦ ἐφεστῶσι τοῦτο δὴ τὸ δημῶδες καὶ κοινὸν ἀνεφθέγξατο· «Ἰδοὺ ὃν ἐδεδοίκειν, οὗτος χειραγωγούμενος ἱκέτης μου πρόσεισιν». Ὁ μὲν οὖν Σκληρὸς, εἴτε σπουδάσας, εἴτε ἄλλως καταφρονήσας, τὰ μὲν ἄλλα παράσημα τοῦ κράτους ἀπέθετο, οὐ μέντοιγε καὶ τοὺς πόδας τοῦ φοινικοβαφοῦς πεδίλου ἐγύμνωσεν, ἀλλ' ὥσπερ μέρος τῆς τυραννίδος ἑαυτῷ ἐπαφεὶς προσῄει τῷ βασιλεῖ· ὁ δέ γε Βασίλειος, καὶ πόρρωθεν ἰδὼν, ἐδυσχέρανε καὶ τοὺς ὀφθαλμοὺς ἔβυσε, μὴ ἂν ἄλλως τοῦτον ἐθέλων ἰδεῖν, εἰ μὴ πάντη ἰδιωτεύσοι τῷ σχήματι· αὐτοῦ γοῦν που πρὸς τῇ τοῦ βασιλέως σκηνῇ ἀπελίττεται καὶ τὸ ἐρυθρὸν πέδιλον ὁ Σκληρὸς, καὶ οὕτως ὑπέδυ τὴν στέγην.
1.28 Καὶ ὁ βασιλεὺς εὐθὺς ἐξανέστη ἰδών· καὶ ἐφιλησάτην ἄμφω ἀλλήλω, εἶτα δὴ καὶ διαλόγων πρὸς ἀλλήλους ἡψάσθην, ὁ μὲν τῆς τυραννίδος ἀπολογούμενος, καὶ αἰτίας τιθεὶς δι' ἃς ἐβουλεύσατό τε τὴν ἀποστασίαν καὶ ἔδρασε· ὁ δὲ ὁμαλῶς τὴν ἀπολογίαν δεχόμενος, καὶ ἐς δαιμονίαν τύχην ἀναφέρων τὸ πεπραγμένον. Ὡς δὲ καὶ κοινοῦ μετεῖχον κρατῆρος, ὁ βασιλεὺς τὴν δεδομένην κύλικα τῷ Σκληρῷ τοῖς οἰκείοις προσαγαγὼν χείλεσι καὶ πιὼν ὅσον δὴ μέτριον, αὖθις ἀντιδίδωσι τῷ ἀνδρὶ, ὑποψίας ἀπάγων καὶ τὸ τῶν σπονδῶν παραδεικνὺς ὅσιον. Εἶτα δὴ καὶ οἷον στρατηγικὸν ἄνδρα ἠρωτήκει περὶ τοῦ κράτους καὶ ὅπως ἂν αὐτῷ ἀστασίαστος ἡ ἀρχὴ τηρηθείη· ὁ δὲ ἄρα οὐ στρατηγικὴν βουλὴν, ἀλλὰ πανοῦργον εἰσηγεῖται γνώμην, καθαιρεῖν μὲν τὰς ὑπερόγκους ἀρχὰς, καὶ μηδένα τῶν ἐν στρατείαις ἐᾶν πολλῶν εὐπορεῖν, κατατρύχειν τε ἀδίκοις εἰσπράξεσιν, ἵνα τοῖς ἑαυτῶν ἀσχολοῖντο οἴκοις, γυναῖκά τε εἰς τὰ βασίλεια μὴ εἰσαγαγεῖν, καὶ μηδενὶ πρόχειρον εἶναι, μήτε τῶν ἐν ψυχῇ βουλευμάτων πολλοὺς ἔχειν εἰδήμονας.
1.29 Ἐπὶ τούτοις διαλελυμένης αὐτοῖς τῆς κοινολογίας, ὁ μὲν Σκληρὸς ἐπὶ τοὺς ἀποτεταγμένους αὐτῷ ἀγροὺς ἀπιὼν καὶ ὀλίγον διαβιοὺς μετήλλαξε τὴν ζωήν· ὁ δὲ βασιλεὺς Βασίλειος τά τε ἄλλα κατὰ πολλὴν ὑπεροψίαν τῶν ὑπηκόων ἔδρα, καὶ οὐκ εὐνοίαις μᾶλλον ἢ φόβοις τὴν ἀρχὴν ἑαυτῷ σοβαρωτέραν ὡς ἀληθῶς διετίθετο· τοῖς δὲ ἔτεσι προστιθεὶς καὶ πεῖραν ἁπάντων συνειληφὼς, ἀπροσδεὴς ὥσπερ τῶν σοφωτέρων ἐτύγχανεν ὤν. Αὐτὸς γοῦν ἦρχε καὶ τῶν βουλευμάτων, αὐτὸς διετίθη καὶ τὰ στρατόπεδα· τὸ δὲ πολιτικὸν οὐ πρὸς τοὺς γεγραμμένους νόμους, ἀλλὰ πρὸς τοὺς ἀγράφους τῆς αὑτοῦ εὐφυεστάτης ἐκυβέρνα ψυχῆς· ὅθεν οὐδὲ προσεῖχε λογίοις ἀνδράσιν, ἀλλὰ τούτου δὴ τοῦ μέρους, φημὶ δὲ τῶν λογίων, καὶ παντάπασι καταπεφρονήκει. Ὅθεν καὶ θαυμάζειν μοι ἔπεισιν, ὅτι οὕτως τοῦ βασιλέως κατολιγωροῦντος τῆς περὶ τοὺς λόγους σπουδῆς, οὐκ ὀλίγη φορὰ φιλοσόφων καὶ ρητόρων κατ' ἐκείνους τοὺς χρόνους ἐγένετο· μίαν δὲ λύσιν εὑρίσκω τῆς ἀπορίας μου καὶ τοῦ θαύματος ἀκριβεστάτην, ὡς εἰπεῖν, καὶ ἀληθεστάτην, ὅτι μὴ πρὸς ἄλλο τέλος τοὺς λόγους οἱ τότε ἄνδρες μετε χειρίζοντο, ἀλλ' ἐσπούδαζον περὶ αὐτοὺς ὡς αὐτοτελεῖς· ἀλλ' οἱ πολλοὶ παρὰ τὴν παίδευσιν οὐχ οὕτω βαδίζουσιν, ἀλλὰ τὸ χρηματίζεσθαι εἰς πρώτην αἰτίαν τῶν λόγων ἀναφέρουσι, μᾶλλον δὲ διὰ τοῦτο τὰ περὶ τοὺς λόγους σπουδάζουσι, κἂν μὴ εὐθὺς τὸ τέλος προσῄει, ἀφίστανται τῆς ἀρχῆς. Οὗτοι μὲν οὖν ἐρρώσθων.
1.30 Ὁ δὲ λόγος αὖθις εἰς τὸν βασιλέα ἀναφερέσθω· οὗτος γὰρ, ἐπειδὴ καὶ τὸ βάρβαρον ἀνεκάθηρε, καὶ τὸ ὑπήκοον, ἵν' οὕτως εἴπω, παντοδαπῶς ἐχειρώσατο, οὐκ ἔτι μένειν ἐπὶ τῆς προτέρας ἠξίωσε προαιρέσεως, ἀλλὰ τὰ προὔχοντα τῶν γενῶν καθελὼν καὶ εἰς ἶσον τοῖς ἄλλοις καταστήσας, κατὰ πολλὴν εὐπέτειαν τὸ κράτος διακυβεύων ἐτύγχανε, καί τινα λογάδα περὶ αὑτὸν πεποιηκὼς ἀνδρῶν οὔτε τὴν γνώμην λαμπρῶν, οὔτε μὴν ἐπισήμων τὸ γένος, οὔτε τὰ ἐς λόγους ἐς τὸ ἄγαν πεπαιδευμένων, τού τοις καὶ τὰς βασιλείους ἐπιστολὰς ἐνεχείρισε, καὶ τῶν ἀπορρήτων κοινωνῶν διετέλει. Ἐπεὶ δὲ ποικίλη τότε οὐκ ἦν ἡ τῶν βασιλέων πρὸς τὰς ὑπομνήσεις ἢ δεήσεις ἀπόκρισις, ἀλλ' ἀφελὴς καὶ λιτὴ (τοῦ γὰρ κομψῶς καὶ συντεταγμένως γράφειν ἢ λέγειν ἀπείχετο παντελῶς), τὰ γοῦν ἐπιόντα τῇ γλώττῃ ρήματα ταῦτα συνείρων τοῖς γράφουσιν ὑπηγόρευε, καὶ δεινὸν οὐδὲν ὁ λόγος εἶχεν, οὐδὲ περίεργον.
1.31 Ἀπὸ τοίνυν ὑπερηφάνου καὶ βασκάνου τύχης τὴν βασιλείαν καταβιβάσας, οὐ μόνον λείαν ἑαυτῷ τὴν ὁδὸν εὐτρέπισε τῆς ἀρχῆς, ἀλλὰ καὶ τὰς ἐξαγωγὰς τῶν διδομένων ἀποφράξας χρημάτων, πολυτάλαν ἑαυτῷ τὸν ὄλβον τῆς βασιλείας πεποίηκε, τὰ μὲν μὴ διδοὺς, τὰ δὲ καὶ προστιθεὶς ἔξωθεν· ἐς γὰρ μυριάδας εἴκοσι ταλάντων ἔμπλεω τὰ τῶν ἀνακτόρων ταμεῖα πεποίηκε. Τὸν δὲ λοιπὸν χρηματισμὸν τίς ἂν εὐπορήσοι τῷ λόγῳ συναγαγεῖν; ὅσα γὰρ ἐν Ἴβηρσί τε καὶ Ἄραψι, καὶ ὅσα ἀποτεθησαύριστο εἰς Κελτοὺς, ὁπόσα τε ἡ Σκυθῶν εἶχε γῆ, καὶ, ἵνα συντόμως εἴπω, τὸ πέριξ βαρβαρικὸν, πάντα ἐς ταὐτὸ συνενηνοχὼς τοῖς βασιλικοῖς ταμείοις ἀπέθετο· ἀλλὰ καὶ τῶν καταστασιάντων αὐτὸν, εἶτα δὴ καθαιρεθέντων, τὴν ἐν χρήμασιν εὐδαιμονίαν ἐκεῖσε φέρων ἀπεθησαύρισε. Καὶ ἐπεὶ δὴ οὐκ ἤρκεσαν αὐτῷ αἱ τῶν κατεσκευασμένων οἴκων ὑποδοχαὶ, ὑπογείους ὀρύξας ἕλικας κατὰ τὰς τῶν Αἰγυπτίων σύριγγας, ἐν αὐτοῖς οὐκ ὀλίγα τῶν συνειλεγμένων ἐταμιεύσατο. Ἀπέλαυε δὲ οὐδενὸς, ἀλλ' οἱ πλείους τῶν λίθων τῶν τελευκοτάτων οὓς μαργαρίτας φαμὲν, καὶ τῶν διαφόροις ἀποστιλβόντων τοῖς χρώμασιν, οὐκ ἐν ταινίαις κεκόλληντο ἢ στρεπτοῖς, ἀλλ' αὐτοῦ που κατὰ γῆς ἐρριμμένοι ἐτύγχανον. Ὁ δὲ πορφυρὰν ἐσθῆτα ἠμφιεσμένος, οὐδὲ τὴν κατακόρως ὀξεῖαν, ἀλλὰ τὴν μέλαιναν, μαργαρίσι τισὶ τὸ ἐπίσημον ἔχουσαν, τάς τε προόδους ἐποιεῖτο καὶ τοῖς τέλεσιν ἐχρημάτιζεν· τὸν δὲ πλεῖστον τῆς ἀρχῆς αὐτοῦ χρόνον στρατεύων, καὶ τάς τε τῶν βαρβάρων ἀνείργων ἐπιδρομὰς, τά τε ἡμέτερα φρουρῶν ὅρια, οὐ μόνον οὐδὲν ἐξεφόρει τῶν ἀποτεθειμένων, ἀλλὰ καὶ πολλαπλάσια τὰ συνειλεγμένα ἐδείκνυε.
1.32 Ἐποιεῖτο δὲ τὰς πρὸς τοὺς βαρβάρους στρατείας οὐχ ὥσπερ εἰώθασιν οἱ πλείους τῶν βασιλέων ποιεῖν, μεσοῦντος ἐξιόντες ἔαρος καὶ τελευτῶντος θέρους ἐπαναζευγνύντες, ἀλλ' ὅρος αὐτῷ τῆς ἀναζεύξεως ἦν τὸ τοῦ σκοποῦ τέλος, ἐφ' ᾧ καὶ τὴν κίνησιν ἐποιήσατο. Ἀπεκαρτέρει δὲ καὶ πρὸς ψῦχος ἀκμάζον καὶ πρὸς ἀκμὴν θέρους, καὶ διψῶν οὐκ εὐθὺς ταῖς πηγαῖς προσῄει, ἀλλ' ἦν ὡς ἀληθῶς πρὸς πᾶσαν ἀνάγκην φύσεως στερρός τε καὶ ἀδαμάντινος. Τὰ δὲ τῶν στρατοπέδων εἰς τὸ ἀκριβὲς εἰδὼς, οὐ πλήθει φημὶ τάξεως, οὐδὲ λόχους συνηρμοσμένους, οὐδὲ δεσμοὺς τάξεως καὶ λύσεις εὐκαίρους, ἀλλὰ καὶ τὰ ἐς τὸν πρωτοστάτην καὶ τὰ ἐς τὸν ἡμιλοχίτην καὶ ὁπόσα ἐστὶν ἐς τὸν κατόπιν ἀνενεγκεῖν, εὐπετῶς τούτοις ἐν τοῖς πολέμοις ἐχρῆτο· ὅθεν οὐδ' ἐπ' ἄλλοις τὴν τάξιν τούτων ἐτίθετο, ἀλλ' ἑκάστου καὶ τὴν φύσιν καὶ τὴν τεχνικὴν ἀγωνίαν εἰδὼς, καὶ πρὸς ὃ ἢ τῷ ἤθει ἢ τῇ παιδείᾳ συνήρμοστο, πρὸς τοῦτο συνῆγε καὶ συνεβίβαζε.
1.33 Ἤιδει δὲ καὶ ὁπόσα τῶν σχημάτων τοῖς λόχοις λυσιτελεῖ, τὰ μὲν ἀπὸ τῶν βιβλίων ἀναλεξάμενος, τὰ δὲ καὶ αὐτὸς συντελέσας ἐκ φυσικῆς ἐπιστήμης τοῖς γινομένοις· πολεμεῖν δὲ καὶ κατὰ φάλαγγα ἵστασθαι ἐπήγγελλε μὲν καὶ ἐποιεῖτο τὸ σχῆμα, οὐ πάνυ δὲ τὴν πρᾶξιν ἐβούλετο, τὴν ὀξεῖαν τροπὴν εὐλαβούμενος· ὅθεν τὰ πολλὰ λόχους ἐκάθιζε, καὶ μηχανὰς ἐποιεῖτο, καὶ ἠκροβολίζετο πόρρωθεν, τοῖς ψιλοῖς ἐπιτάττων τὴν τέχνην. Ἐς δὲ πόλεμον καθιστάμενος, καὶ τὰς τάξεις δεσμήσας τοῖς τακτικοῖς σφίγμασι, καὶ οἷον καταπυργώσας τὸ στράτευμα, καὶ συναρμόσας ταῖς ἵλαις μὲν τὸ στρατόπεδον, ταύτας δὲ τοῖς λόχοις, καὶ τούτους τοῖς καθ' ἕνα τῶν ὁπλιτῶν, οὐδενὶ προπηδᾶν ἐνετέλλετο, οὐδὲ τὸν συνασπισμὸν λύειν παρὰ πᾶσαν ἀνάγκην· εἰ δέ τις τῶν ἀκμαιοτάτων ἢ ὀξυτάτων ἄλλως ἑαυτὸν ἀποβιασάμενος πορρωτάτω τῆς φάλαγγος ἀφιππάσατο, καὶ συμμίξας τοῖς πολεμίοις τροπὴν ἐποιή σατο, ἐπαναζεύξας οὐ στεφάνων οὐδ' ἀριστείων ἐτύγχανεν, ἀλλ' εὐθὺς τοῦτον τοῦ τε στρατεύματος διῄρει καὶ μετὰ τῶν παρανομούντων τάξας ἐτιμωρεῖτο. Μεγάλην [γὰρ] ροπὴν πρὸς τὸ νικᾶν ἡγεῖτο τὴν μὴ ἀπερρωγυῖαν σύνταξιν, καὶ τούτῳ μόνῳ ἀτρέπτους τὰς τῶν Ρωμαίων ἐνόμιζε φάλαγγας. Βαρυνομένων δὲ τῶν στρατιωτῶν τὴν ἐφοδείαν τῆς μάχης καὶ ἐς προὖπτον ὑβριζόντων αὐτὸν, ὁμαλῶς οὗτος τὰς ἐπ' αὐτὸν ὀλιγωρίας ἐδέχετο, καὶ μειδιῶν ἐφ' ἱλαρῷ ἤθει εὐλογίστους ἀπεδίδου τὰς ἀποκρίσεις, ὡς· «Οὐκ ἂν ἄλλως παυσώμεθα πολεμοῦντες».
1.34 Ἀπεμέριζε δὲ τὸ ἑαυτοῦ ἦθος καὶ κατάλληλον ἐδίδου καιροῖς τε μαχίμοις καὶ εἰρηνικαῖς καταστάσεσι, μᾶλλον δὲ, εἰ δεῖ τἀληθὲς ἐρεῖν, πανουργότερος μὲν ἐν πολέμοις ἦν, ἐν δὲ εἰρήνῃ βασιλικώτερος· καὶ τὰς ὀργὰς ταμιεύων καὶ ὥσπερ ὑπὸ σποδιᾷ κρύπτων τῇ ἑαυτοῦ ψυχῇ, εἴ τινες ἐν τοῖς πολέμοις παρηνομήκασιν, ἀνῆπτε ταύτας καὶ ἀπεκάλυπτεν ἐπαναζεύξας εἰς τὰ βασίλεια, καὶ δεινῶς τηνικαῦτα ἐμνησικάκει τοῖς κακουργήμασι. Τὸ δὲ στερρὸν τῆς γνώμης ἐπὶ πολλοῖς μὲν ἐδείκνυεν, ἔστι δὲ ὅτε [καὶ] μετήλλαττεν· καὶ πολλοῖς καὶ τὰς ἀρχὰς τῶν ἁμαρτανομένων ἐπεξετάζων, τοῖς πλείοσιν ἠφίει καὶ τὰ τέλη τῶν πράξεων, ἢ συμπαθείᾳ διδοὺς, ἢ ἄλλως ἐκείνοις προσκείμενος. Βραδέως δὲ πρός τινα πρᾶξιν κεκινημένος, τὸ δόξαν οὐδαμοῦ ἐβούλετο ἀλλοιοῦν· ὅθεν οὔθ' οἷς εὐμενὴς ἦν, τού τοις, εἰ μή πού τις ἀνάγκη ἐπῆν, τὸ ἦθος μετήλλαττεν, οὔτε εἴ τισι πρὸς ὀργὴν ἐξερράγη ταχὺ μετεβάλλετο· ἀλλ' ἦν ἡ τῶν δοξάντων αὐτῷ διαίρεσις κατὰ τὸ μέλλον καὶ θεῖον κριτήριον.
1.35τ Περὶ τοῦ ἰδίου. Τὸ μὲν οὖν ἦθος αὐτῷ τοιοῦτον, τὸ δὲ εἶδος εὐγένειαν κατηγόρει φύσεως· τό τε γὰρ ὄμμα χαροπὸν καὶ λαμπρὸν, καὶ ἡ ὀφρὺς οὐκ ἐπικειμένη καὶ σκυθρωπάζουσα, οὔτε θηλυπρεπῶς κατ' εὐθεῖαν ἐκτεταμένη γραμμὴν, ἀλλ' ὑπερκειμένη καὶ τὸ ἀγέρωχον τοῦ ἀνδρὸς ὑπεμφαίνουσα· αἱ δὲ τῶν ὄψεων ἀκτῖνες οὔτε βεβυθισμέναι πρὸς τὸ πανουργότερον καὶ δεινότερον, οὔτε μὴν ἐκκεχυμέναι πρὸς τὸ χαυνότερον, ἀλλ' αἴγλης ἀρρενωποῦ ἀποστίλβουσαι· τὸ δὲ πρόσωπον ξύμπαν ὥσπερ ἀπὸ κέντρου ἐς ἀκριβῆ κύκλον ἀποτετόρνευτο, καὶ δι' εὐπαγοῦς αὐχένος καὶ ἐπιμήκους τὸ μέτριον τοῖς ὤμοις συνήρμοστο. Τὸ [δὲ] στέρνον οὔτε προβεβλημένον καὶ οἷον ἐκκείμενον, οὔτ' αὖθις ἐγκείμενον καὶ οἷον ἀποστενούμενον, ἀλλ' ἐμμέτρως ἔχον τῶν διαστάσεων· καὶ τὰ λοιπὰ δὲ μέρη πρὸς τοῦτο συνωμολόγησαν.
1.36 Τὴν δὲ ἡλικίαν ἐλάττονα μὲν εἶχε τοῦ μετρίου, συνηρμοσμένην δὲ τοῖς ἰδίοις μέρεσι καὶ μηδαμοῦ ἐπινεύουσαν· ἀφίππῳ μὲν οὖν εἴ τις ἐντετυχήκει αὐτῷ, καὶ πρὸς ἐνίους ἂν εἶχε παραβαλεῖν, ἱππαζομένῳ δὲ, τὸ κατὰ πάντων ἐδίδου ἀσύγκριτον· ἐντετύπωτο γὰρ τῇ ἕδρᾳ κατὰ τοὺς τῶν ἀγαλμάτων τύπους ὅσα ἐς τοιοῦτον σχῆμα οἱ ἀκριβεῖς πλάσται συνήρμοσαν, καὶ τόν τε χαλινὸν τῷ ἵππῳ διδοὺς καὶ ἐπιρράσσων, ὄρθιος καὶ ἀκλινὴς ἦν κατά τε πρανῶν ὁμοίως καὶ κατ' ὀρθίων φερόμενος, αὖθίς τε ἀνείργων καὶ ἀνασειράζων τὸν ἵππον ὑψοῦ ἥλλετο οἷον ἐπτερωμένος, καὶ μετὰ τοῦ αὐτοῦ σχήματος πρός τε τὸ ἄναντες καὶ πρὸς τὸ κάταντες ἦν. Γηράσαντι δέ οἱ τὸ μὲν ὑπὸ τὸν ἀνθερεῶνα ἐψίλωτο γένειον, τὸ δ' ὅσον ἀπὸ τῆς γένυος κατακέχυτο, δασεῖά τε ἡ θρὶξ ἐγεγόνει καὶ πολλὴ πέριξ περιεπεφύκει, ὅθεν καὶ ἑκατέρωθεν περιελιχθεῖσα ἐς κύκλον ἀπηκριβώθη καὶ ἐδόκει πάντοθεν γενειάσκειν. Εἰώθει γοῦν πολλάκις ταύτην περιελίττειν, καὶ μάλιστα ὁπότε τῷ θυμῷ διαπυρούμενος ἦν, καὶ ἄλλως δὲ χρηματίζων καὶ ἐς ἐννοίας ἀνακινῶν ἑαυτὸν ἐχρῆτο τῷ σχήματι· τοῦτό τε οὖν ἐποίει θαμὰ, καὶ τῷ τῆς χειρὸς ἐκκειμένῳ ἀγκῶνι τοῖς κενεῶσι τοὺς δακτύλους ἐπέβαλλεν. Ὡμίλει δὲ οὐκ ἐπιτροχάδην, οὐδὲ ἀποτορνεύων τοὺς λόγους, οὐδὲ ἐς περιόδους ἀπομηκύνων, ἀλλὰ περικόπτων καὶ κατὰ βραχὺ ἀναπαύων, καὶ ἀγροικικῶς μᾶλλον ἢ ἐλευθερίως· ὁ δὲ γέλως αὐτῷ καγχασμὸν εἶχε καὶ τῷ παντὶ συνεβράσσετο σώματι.
1.37 Οὗτος ὁ βασιλεὺς μακροβιώτατος δοκεῖ ὑπὲρ πάντας τοὺς ἄλλους αὐτοκράτορας γεγενῆσθαι· ἀπὸ μὲν γὰρ γεννήσεως ἄχρις εἰκοστοῦ χρόνου τῆς ἡλικίας αὐτοῦ τῷ τε πατρὶ καὶ τῷ Φωκᾷ Νικηφόρῳ καὶ τῷ μετ' ἐκεῖνον Ἰωάννῃ τῷ Τζιμισκῇ συνεβασίλευσεν ὑποκείμενος, εἶτα δὴ δύο πρὸς τοῖς πεντήκοντα ἔτεσι τὴν αὐτοκράτορα ἔσχεν ἀρχήν. Ἑβδομηκοστὸν οὖν καὶ δεύτερον ἔτος τῆς ἡλικίας ἄγων μεταλλάττει τὸν βίον.
https://byzantium.gr/

2.τ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΣ Ηʹ

2.1 Τελευτήσαντος Βασιλείου εἰς τὴν αὐτοκράτορα περιωπὴν ὁ ἀδελφὸς αὐτοῦ Κωνσταντῖνος ἐπάνεισι, πάντων αὐτῷ παρακεχωρηκότων τῆς ἐξουσίας· ἐπεὶ καὶ ὁ βασιλεὺς Βασίλειος τελευτῶν μετακαλεῖται τοῦτον εἰς τὰ βασίλεια, καὶ τῆς ἡγεμονίας ἐγχειρίζει τοὺς οἴακας. Οὗτος ἑβδομηκοστὸν ἔτος ἔχων τῆς ἡλικίας τὴν τῶν ὅλων ἀναλαμβάνει διοίκησιν· ἤθους δὲ μαλακωτάτου τυχὼν καὶ ψυχῆς πρὸς πᾶσαν ρεούσης ἀπόλαυσιν, εἶτα καὶ τοὺς βασιλικοὺς θησαυροὺς ἔμπλεως χρημάτων ἐφευρηκὼς, καταχρῆται τῇ γνώμῃ, καὶ ταῖς ἡδοναῖς ἐκδίδωσιν ἑαυτόν.
2.2 Τοῦτον τὸν ἄνδρα ὑπογράφων ὁ λόγος τοιοῦτον ἐκδίδωσι· ρᾴθυμος ἦν τὴν γνώμην, καὶ οὐ πάνυ περὶ τὴν ἡγεμονίαν σπουδάζων, ἄλκιμος δὲ ὢν περὶ τὸ σῶμα, δειλὸς ἦν τὴν ψυχήν· γηραιὸς δὲ ἤδη γενόμενος καὶ μηκέτι πολεμεῖν δυνάμενος, πρὸς πᾶσαν δύσφημον ἐξετραχύνετο ἀκοήν· καὶ τὸ μὲν πέριξ βαρβαρικὸν ὑποκινούμενον καθ' ἡμῶν, ἀξιώμασιν ἀνεῖργε καὶ δωρεαῖς, τοὺς δὲ τῶν ὑπηκόων στασιάζοντας δεινῶς ἐτιμωρεῖτο· κἂν ὑπείληφέ τινα τολμητίαν ἢ στασιώδη, πρὸ τῆς πείρας τὴν τιμωρίαν ἐπῆγεν, οὐκ εὐνοίαις τοὺς ὑπὸ χεῖρα δουλούμενος, ἀλλὰ παντοδαπαῖς βασάνων κακώσεσιν· ὀξύρροπος εἰ καί τις ἄλλος ἦν, θυμοῦ τε ἥττων, καὶ πρὸς πᾶσαν ἀκοὴν εὐπαράδεκτος, μάλιστα δὲ πάντων οὓς βασιλειῶντας ὑπώπτευε, καὶ διὰ τοῦτο ἐτιμωρεῖτο δεινῶς, οὐ τὸ νῦν ἀνείργων, οὐδὲ περιγράφων αὐτοὺς, οὐδ' ἀπροΐτους ποιούμενος, ἀλλ' εὐθὺς σιδήρῳ τοὺς ὀφθαλμοὺς ὀρυττόμενος· ταύτην δὲ τὴν κόλασιν πᾶσιν ἀπεμέτρει, κἂν ὁ μὲν μείζονα, ὁ δὲ ἐλάττονα ἁμαρτάνειν ἔδοξε, καὶ ὁ μὲν ἔργου ἥπτετο, ὁ δὲ μέχρι φήμης προέβαινεν· οὐ γὰρ ἐφρόντιζεν ὅπως ἂν ἀναλόγους τὰς τιμωρίας ἀποδώσει τοῖς ἁμαρτήμασιν, ἀλλ' ὅπως ἂν ἑαυτὸν ἐλευθερώσειε τῶν ὑποψιῶν· ἐδόκει δὲ αὐτῷ καὶ ἡ τοιαύτη βάσανος κουφοτάτη τῶν ἄλλων· διότι δὲ τοὺς τιμωρουμένους ἀπράκτους ἐποίει, ταύτῃ μᾶλλον ἐχρῆτο· προέβη δὲ οὕτω ποιῶν ἀπὸ τῶν πρώτων καὶ ἄχρι τῶν τελευταίων· ἐξέτεινε δὲ τὸ κακὸν καὶ ἐνίοις τῶν ἐν κλήρῳ κατειλεγμένων, οὐδὲ ἀρχιερωσύνης ἐφείσατο· ἅπαξ γὰρ κατάφορος τῷ θυμῷ γεγονὼς, δυσανάκλητος ἦν καὶ δυσήκοος πρὸς πᾶσαν παραίνεσιν· οὕτω δὲ δύσοργος ὢν, οὐδὲ τοῦ συμπαθοῦς ἤθους ἀπῴκιστο, ἀλλὰ καὶ πρὸς τὰς συμφορὰς ἐδυσωπεῖτο καὶ τοῖς ἐλεεινολογουμένοις ἐξευμενίζετο· τὴν δὲ ὀργὴν οὐκ ἔμμονον εἶχεν, ὥσπερ ὁ ἀδελφὸς Βασίλειος, ἀλλὰ ταχὺ μετεβάλλετο· καὶ ἐφ' οἷς ἐποίει δεινῶς κατεβάλλετο· ἀμέλει κἄν τις αὐτῷ φλεγμαίνοντα κατέσβεσε τὸν θυμὸν, ἀπείχετό τε τοῦ τιμωρεῖν καὶ χάριτας ὡμολόγει τῷ κεκωλυκότι· εἰ δὲ μηδὲν ἐγεγόνει τὸ ἀντικείμενον, ἀπέσκηπτε μὲν αὐτῷ ὁ θυμὸς ἐπί τι κακὸν, ὁ δ' εὐθὺς ἀκούσας ἠνιᾶτο καὶ τὸν τετιμωρημένον συμπαθῶς ἠγκαλίζετο καὶ δάκρυα τῶν ὀμμάτων ἠφίει καὶ ἀπελογεῖτο ἐλεεινοῖς ρήμασιν.
2.3 Εὐεργετεῖν δὲ πάντων μᾶλλον βασιλέων ἠπίστατο, πλὴν οὐκ ἐπεμίγνυε τῇ χάριτι ταύτῃ τὴν τῆς δικαιοσύνης ἰσότητα, ἀλλὰ τοῖς μὲν περὶ ἑαυτὸν πάσας θύρας εὐεργετημάτων ἀνέῳγε καὶ ὡς ψάμμον αὐτοῖς τὸν χρυσὸν ἐθησαύριζε, τοῖς δὲ πόρρω ἐλάττονα τὴν ἀρετὴν ταύτην ἐδείκνυεν. Ὠικειοῦντο δὲ αὐτῷ τῶν ἄλλων μάλιστα οὓς ἐκ πρώτης ἡλικίας τῶν παιδογόνων ἀφελὼν μορίων κατευναστῆρας καὶ θαλαμηπόλους ἐκέκτητο· ἦσαν δὲ οὗτοι οὔτε τῆς εὐγενοῦς, οὔτε τῆς ἐλευθέρας τύχης, ἀλλὰ τῆς ἐθνικῆς καὶ βαρβάρου· παιδείας τε τῆς παρ' ἐκείνου τετυχηκότες καὶ ἐς τὸ ἐκείνου ἦθος μεταβαλόντες ὑπὲρ τοὺς ἄλλους αἰδοῦς τε πλείονος καὶ τιμῆς ἠξιοῦντο· καὶ οὗτοι δὲ τῇ γνώμῃ τὸ τῆς τύχης αἶσχος ἐκάλυψαν· ἐλευθέριοί τε γὰρ ἦσαν καὶ ἀφειδεῖς χρημάτων, καὶ εὐεργετῆσαι πρόθυμοι, καὶ τὴν ἄλλην καλο κἀγαθίαν ἐπιδεικνύμενοι.
2.4 Οὗτος ὁ βασιλεὺς νέαν ἔτι ἄγων τὴν ἡλικίαν, ὁπότε ὁ ἀδελφὸς αὐτῷ Βασίλειος ἐγκρατὴς ἐγεγόνει τῆς αὐτοκράτορος ἀρχῆς, ἄγεται γυναῖκα ἑαυτῷ τῶν εὐγενῶν τε καὶ σεμνοτάτων, Ἑλένην ὄνομα, θυγατέρα Ἀλυπίου ἐκείνου τοῦ πάνυ, τῷ τότε χρόνῳ πρωτεύοντος. Ἦν δὲ ἡ γυνὴ καὶ τὴν ὥραν καλὴ, καὶ τὴν ψυχὴν ἀγαθὴ, καὶ τίκτει τῷ βασιλεῖ θυγατέρας τρεῖς, ἐφ' αἷς μεταλλάττει τὸν βίον· ἡ μὲν οὖν ἀπῆλθε τὸν δεδομένον χρόνον πληρώσασα, αἱ δὲ ἐπὶ τοῖς βασιλείοις αὐτοῖς βασιλικῆς ἠξιοῦντο καὶ ἀνατροφῆς καὶ παιδεύσεως. Ταύτας ἠγάπα μὲν καὶ ὁ βασιλεὺς Βασίλειος καὶ δεινῶς ἔστεργεν, οὐδὲν δέ τι γενναιότερον περὶ τούτων ἐφρόντισεν, ἀλλὰ τῷ ἀδελφῷ τὸ κράτος φυλάττων ἐπ' ἐκείνῳ τὴν περὶ τούτων φροντίδα ἔθετο.
2.5 Τούτων δὴ τῶν θυγατέρων ἡ μὲν πρεσβυτέρα οὐ πάνυ τι πρὸς τὸ γένος ἀνέφερεν· ὁμαλωτέρα γὰρ τὸ ἦθος ἦν καὶ τὴν γνώμην ἁπαλωτέρα, κάλλους τε μέσως ἔχουσα· διέφθαρτο γὰρ ἐξ ἔτι παιδὸς οὔσης, λοιμικοῦ ταύτην κατασχόντος νοσήματος· ἡ δὲ μετ' ἐκείνην καὶ μέση, ἣν καὶ αὐτὸς ἤδη γεγηρακυῖαν ἐθεασάμην, καὶ τὸ ἦθος βασιλικωτάτη, καὶ τὸ εἶδος λαμπροτάτη, καὶ τὴν γνώμην μεγαλοπρεπεστάτη τε καὶ αἰδέσιμος, περὶ ἧς ἐν τοῖς ἰδίοις λόγοις ἐρῶ ἀκριβέστερον, νῦν γὰρ ἐπιτρέχω τὸν περὶ αὐτῶν λόγον· ἡ δὲ μετ' ἐκείνην καὶ τρίτη, εὐμήκης μὲν τὴν ἡλικίαν, καὶ τὴν γλῶτταν σύντομός τε καὶ ἐπιτρόχαλος, τὴν δὲ ὥραν ἐλάττων τῆς ἀδελφῆς. Ὁ μὲν οὖν βασιλεὺς καὶ θεῖος Βασίλειος οὐδὲν περὶ τούτων φρονήσας βασιλικώτερον ἀπελήλυθεν· ὁ δὲ πατὴρ, ἀλλ' οὐδὲ οὗτος ὅτε τὴν αὐτοκράτορα ἡγεμονίαν ἀνείληφε, συνετώτερον περὶ αὐτῶν ἐβουλεύσατο, εἰ μὴ περὶ τῆς μέσης καὶ βασιλικωτέρας πρὸς τῷ τέλει τοῦ ζῆν γεγονὼς, περὶ οὗ προϊὼν ὁ λόγος ἐρεῖ. Ἀλλ' αὕτη μὲν καὶ ἡ τρίτη τῶν ἀδελφῶν ἔστεργον τὰ δόξαντα τῷ θείῳ καὶ τῷ πατρὶ, καὶ οὐδέν τι πλέον περιειργάζοντο· ἡ δὲ πρεσβυτέρα, Εὐδοκία ταύτῃ τὸ ὄνομα, εἴτε ἀπογνοῦσα τὸ κράτος, εἴτε τὰ κρείττω ποθήσασα, ἀξιοῖ τὸν πατέρα καθοσιῶσαι αὐτὴν τῷ Θεῷ· ὁ δὲ αὐτίκα πείθεται, καὶ ὥσπερ ἀπαρχὴν καὶ ἀνάθημα τῶν αὑτοῦ σπλάγχνων τὴν παῖδα τῷ Κρείττονι δίδωσι· περὶ δὲ τῶν ἑτέρων ἀπορρήτως εἶχε τὰς γνώμας· ἀλλὰ μήπω περὶ τούτων.
2.6 Ὁ δὲ λόγος χαρακτηριζέτω τὸν αὐτοκράτορα, μηδέν τι τοῦ πεφυκότος ἢ προστιθεὶς ἢ καθυφείς. Ἐπεὶ γὰρ εἰς ἑαυτὸν τὸ πᾶν τῆς διοικήσεως ἀνηρτήσατο, οὐχ οἷός τε δὴ ἦν φροντίσιν ἑαυτὸν καταδαπανᾶν, ἀνδρῶν τοῖς λογιωτέροις ἐγχειρίσας τὰ πράγματα, αὐτὸς τὸ μὲν ὅσον ἐς τὸ χρημα τίσαι πρέσβευσιν ἢ ἄλλο τι τῶν ρᾴστων διοικήσασθαι, προὐ κάθητο μάλα βασιλικῶς, καὶ τὴν γλῶσσαν ἐπὶ τὸ λέγειν ἀφιεὶς πᾶσαν κατέπληττεν ἀκοὴν, ἐπιχειρῶν τε καὶ ἐπεν θυμούμενος. Γράμματα μὲν γὰρ οὐ πολλὰ μεμαθήκει, ἀλλὰ βραχύ τι καὶ ὅσον ἐς παῖδας ἀνήκει τῆς ἑλληνικῆς μετέσχε παιδείας· φύσεως δὲ περιδεξίου τετυχηκὼς καὶ χαριεστέρας, καὶ γλῶτταν εὐτυχήσας ἁβρὰν περὶ τοὺς λόγους καὶ καλλιρρήμονα, οὓς ἀπὸ ψυχῆς ἐγέννα λογισμοὺς λαμπρᾷ τῇ γλώττῃ ἐμαίευεν· ἀμέλει καὶ ἐνίας τῶν βασιλείων ἐπιστολῶν αὐτὸς ὑπηγόρευεν (ἐφιλοτιμεῖτο γὰρ περὶ τοῦτο), καὶ πᾶσα χεὶρ ὀξεῖα ἡττᾶτο τοῦ τάχους τῶν ὑπηγορευμένων, καίτοι γε τοσούτους καὶ τηλικούτους ὑπογραμματέας ὀξυγράφους εὐτύχησεν, ὁποίους ὀλιγάκις ὁ βίος εἶδεν· ὅθεν πρὸς τὸ τάχος τῶν λεγομένων ἀποναρκοῦντες, σημείοις τισὶ τὸ πλῆθος τῶν τε ἐννοιῶν καὶ τῶν λέξεων ἀπεσήμαινον.
2.7 Εὐμεγέθης δὲ ὢν τὸ σῶμα, ὡς εἰς ἔννατον πόδα ἀνεστηκέναι, ἔτι καὶ ρωμαλεώτερον εἶχε τῆς φύσεως· ἔρρωτό τε αὐτῷ ἡ γαστὴρ, καὶ πρὸς τὰς ὑποδοχὰς τῶν τροφῶν ἡ φύσις ἡτοίμαστο· καρυκεῦσαι δὲ δεινότατος ἐγεγόνει, χροιαῖς τε καὶ ὀσμαῖς τὰ παρατεθειμένα καταχρωννὺς καὶ πᾶσαν φύσιν πρὸς ὄρεξιν ἐκκαλούμενος. Ἥττητο δὲ καὶ γαστρὸς καὶ ἀφροδισίων, ὅθεν αὐτῷ καὶ περὶ τὰ ἄρθρα ἄλγημα ἐγεγόνει, μᾶλλον δὲ τὼ πόδε κεκάκωτο ἐς τοσοῦτον, ὥστε μὴ βαδίζειν δύνασθαι· ὅθεν οὐδέ τις αὐτὸν εἶδε μετὰ τὴν αὐτοκράτορα ἡγεμονίαν θαρσούντως τοῖς ποσὶ πρὸς τὴν κίνησιν χρώμενον· ἐφ' ἵππου δὲ ὀχηθεὶς ἀσφαλῶς ἥδραστο.
2.8 Μάλιστα δὲ ἐμεμήνει περί τε τὰ θέατρα καὶ ἱπποδρομίας καὶ ἐσπούδαζε περὶ ταῦτα, ἀντιδιδοὺς ἵππους καὶ ἀντιζευγνὺς, καὶ περὶ τὰς ἱππαφέσεις φροντίζων· ὅθεν ἀμεληθείσης πάλαι τῆς γυμνοποδίας οὗτος αὖθις ἐφρόντιζε καὶ ἐπανήγαγεν εἰς τὸ θέατρον, οὐχ ὡς βασιλεὺς θεωρῶν, ἀλλ' ὡς τῷ ἀντικειμένῳ μέρει ἀντίτεχνος· ἐβούλετο δὲ μὴ ὡς βασιλέως ἡττᾶσθαι τοὺς ἀντιπίπτοντας, ἀλλὰ δεινῶς ἀπομάχεσθαι, ἵνα νικῴη τούτους λαμπρότερον. Ἐστωμύλλετο δὲ καὶ περὶ τὰς ἔριδας, καὶ πρὸς τὰ τῶν πολιτῶν ἔθη ἀνεκέκρατο. Θεάτρων οὖν ἥττητο, καὶ οὐδὲν ἧττον καὶ κυνηγεσίων, ἔνθα δὴ καὶ καύματος κρείττων ἦν, καὶ ψύχους ἐκράτει, καὶ πρὸς δίψος ἀντέτεινεν· μάλιστα δὲ πρὸς θῆρας ἀπομάχεσθαι δεινότατος ἦν· διὰ ταῦτα οὖν τοξεύειν τε ἐμεμαθήκει, καὶ ἀφιέναι δόρυ, καὶ ξίφος ἐπιδεξίως σπάσασθαι, καὶ ἐπιτετευγμένως ἀποτοξεῦσαι.
2.9 Τῶν δὲ τῆς βασιλείας πραγμάτων τοσοῦτον ἠμέλει, ὅσον περὶ πεττοὺς καὶ κύβους ἐσπούδαζεν· οὕτω γὰρ ἥττητο ταύτης τῆς παιδιᾶς καὶ ἐπὶ τοσοῦτον περὶ ταύτην ἐμεμήνει, ὥστε καὶ πρέσβεων ἐφεστηκότων ἀμελεῖν, εἰ ταύτῃ ξυνείχετο, καὶ τῶν ἄλλως ἀναγκαιοτέρων καταφρονεῖν, ἡμέρας τε ξυνῆπτε νυξὶ, καὶ πολυβορώτατος ὢν τροφῆς ἀπείχετο παντάπασιν, ὁπότε κυβεύειν ἐβούλετο. Οὕτω γοῦν αὐτὸν τὸ κράτος διαπεττεύοντα ὁ θάνατος κατειλήφει, καὶ τὸν ἀναγκαῖον τῆς φύσεως μαρασμὸν τὸ γῆρας αὐτῷ ἐπήνεγκεν· ὅθεν ἐπειδὴ τελευτᾶν ἐγνώκει, εἴτε τοῖς συμβούλοις πεισθεὶς εἴτε ἀφ' ἑαυτοῦ τὸ δέον ἐγνωκὼς διαπράξασθαι, περὶ τοῦ διαδεξομένου τὸ κράτος διηρευνᾶτο, ᾧ καὶ τὴν μέσην τῶν θυγατέρων κατεγγυήσασθαι ἔμελλε· μήπω δὲ πρὸ τούτου πρός τινα τῶν τῆς συγκλήτου βεβαιότερον ἐπερείσας τὸν νοῦν, δυσδιάκριτον τότε τὴν κατὰ λογισμὸν εἶχεν ἐπιλογήν.
2.10 Ἦν δέ τις τις ἀνὴρ κατ' ἐκεῖνο καιροῦ τὰ πρῶτα μὲν τῆς συγκλήτου καὶ ἐς τὸ τοῦ ἐπάρχου ἀξίωμα ἀναχθεὶς (βασίλειος δὲ αὕτη ἀρχὴ, εἰ μὴ ὅσον ἀπόρφυρος), γυναῖκα δὲ γήμας ἐξ ἔτι παιδὸς, καὶ διὰ ταῦτα οὐ πάνυ πρόσφορος τῷ κράτει δοκῶν· τὸ μὲν γὰρ ὅσον ἐς γένος καὶ τὸ ἀξίωμα τῶν ἄλλων ὑπῆρχε καταλληλότερος, τὸ δ' ἐπὶ τῇ γυναικὶ ἀφιλόσοφόν τι ὁ ἀνὴρ εἶχε, καὶ πρὸς βασιλέως κῆδος ἔχων τι ἀπὸ τούτου τοῖς πολλοῖς πρόσαντες· εἶχε μὲν οὕτω τὰ περὶ τὸν ἄνδρα τοῦτον. Ὁ δὲ βασιλεὺς Κωνσταντῖνος, ἐπειδὴ μὴ ἐδίδου ὁ καιρὸς αὐτῷ βούλευμα πλεῖον, ἀλλὰ τὸ ἀγχοῦ τοῦ θανάτου εἶναι ἀφῄρει αὐτὸν τὴν ἀκριβεστέραν ἐπίσκεψιν, τῶν ἄλλων ἁπάντων κατεγνωκὼς ὡς οὐκ ἀξίων κήδους βασιλικοῦ, ἐπὶ τοῦτον τὸν ἄνδρα ὅλοις ἱστίοις τοῦ λογισμοῦ φέρεται· τὴν δὲ γυναῖκα ἀντικειμένην εἰδὼς τῷ βουλεύματι, σκήπτεται μὲν κατὰ τοῦ ἀνδρὸς ὀργὴν βαρυτάτην καὶ ἀπαραίτητον, καὶ πέμπει τοὺς ἐκεῖνον μὲν δεινῶς τιμωρήσοντας, ἐκείνην δὲ τῆς κοσμικῆς ζωῆς ἀποσπά σοντας· ἡ δὲ οὐκ εἰδυῖα τὸ ἀπόρρητον τοῦ βουλεύματος, οὐδὲ τὸ προσωπεῖον γνωρίσασα τῆς ὀργῆς, εὐθὺς ἑαυτὴν πρὸς τὴν ἐπιχείρησιν ἐπιδίδωσι. Καὶ ἡ μὲν τάς τε τρίχας ἀποτμηθεῖσα καὶ ἐσθῆτα μεταμφιεσαμένη τὴν μέλαιναν, ἐπί τι καταγώγιον μετατίθεται, ὁ δὲ Ρωμανὸς (τοῦτο γὰρ ὄνομα τῷ ἀνδρὶ) ἐπὶ τὰ βασίλεια πρὸς τὸ τοῦ βασιλέως κῆδος ἀναλαμβάνεται· καὶ ἡ καλλίστη τῶν τοῦ Κωνσταντίνου θυγατέρων ὁμοῦ τε ὀπτάνεται τούτῳ καὶ εἰς βασιλικὴν συμβίωσιν ἄγεται· Ὁ δέ γε πατὴρ, τοσοῦτον ἐπιζήσας ὅσον αἰσθέσθαι τῆς συνοικήσεως, μεταλλάττει τὸν βίον, τῷ κηδεστῇ Ρωμανῷ τὸ κράτος καταλιπών.
https://byzantium.gr/

3.τ ΤΟΜΟΣ ΤΡΙΤΟΣ ΡΩΜΑΝΟΣ Γʹ

3.1 Γίνεται λοιπὸν αὐτοκράτωρ ὁ ἐκείνου γαμβρὸς Ρωμανὸς τὴν τοῦ Ἀργυροπώλου κλῆσιν ἐκ τοῦ γένους λαχών. Οὗτος τοίνυν ὁ Ρωμανὸς, ὥσπερ ἀρχὴν περιόδου τὴν ἡγεμονίαν οἰηθεὶς, ἐπειδὴ ἐς τὸν πενθερὸν Κωνσταντῖνον τὸ βασίλειον γένος ἀπετελεύτησεν ἐκ Βασιλείου τοῦ Μακεδόνος ἠργμένον, εἰς μέλλουσαν ἀπέβλεπε γενεάν· ὁ δὲ ἔμελλεν ἄρα οὐ μόνον ἑαυτῷ περιγράψειν τὸ κράτος, ἀλλὰ καὶ βραχύν τινα ἐπιβιώσας χρόνον, καὶ τοῦτον νοσερὸν, ἀθρόον τὴν ψυχὴν ἀπορρήξασθαι, περὶ οὗ δὴ προϊὼν ὁ λόγος δηλώσει σαφέστερον. Ἡ δὲ ἐντεῦθεν τῆς ἱστορίας γραφὴ ἀκριβεστέρα τῆς προλαβούσης γενήσεται· ὁ μὲν γὰρ βασιλεὺς Βασίλειος ἐπὶ νηπίῳ μοι τετελεύτηκεν, ὁ δέ γε Κωνσταντῖνος ἄρτι τὰ πρῶτα τελουμένῳ μαθήματα· οὔτε γοῦν παρεγενόμην αὐτοῖς, οὔτε ἠκροασάμην λαλούντων, εἰ δὲ καὶ ἑωράκειν οὐκ οἶδα, οὔπω μοι τῆς ἡλικίας ἐς κατοχὴν μνήμης διωργανωμένης· τὸν δέ γε Ρωμανὸν καὶ τεθέαμαι, καὶ ἅπαξ ποτὲ προσωμίλησα· ὅθεν περὶ ἐκείνων μὲν ἐξ ἑτέρων τὰς ἀφορμὰς εἰληφὼς εἴρηκα, τοῦτον δὲ αὐτὸς ὑπογράφω, οὐ παρ' ἑτέρῳ μεμαθηκώς.
3.2 Ἦν μὲν οὖν ὁ ἀνὴρ καὶ λόγοις ἐντεθραμμένος ἑλληνικοῖς καὶ παιδείας μετεσχηκὼς ὅση τοῖς Ἰταλῶν λόγοις ἐξήρτυτο, ἁβρός τε τὴν γλῶτταν καὶ τὸ φθέγμα ὑπόσεμνος, ἥρως τε τὴν ἡλικίαν καὶ τὸ πρόσωπον ἀτεχνῶς ἔχων βασίλειον. Πολλαπλάσια δὲ ᾤετο εἰδέναι ὧνπερ ἐγίνωσκεν· βουλόμενος δὲ ἐς τοὺς ἀρχαίους Ἀντωνίνους ἐκείνους, τόν τε φιλοσοφώτατον Μάρκον καὶ τὸν Σεβαστὸν, ἀπεικάσαι τὴν ἑαυτοῦ βασιλείαν, δυοῖν τούτων ἀντείχετο, τῆς τε περὶ τοὺς λόγους σπουδῆς καὶ τῆς περὶ τὰ ὅπλα φροντίδος· ἦν δὲ θατέρου μὲν μέρους τέλεον ἀδαὴς, τῶν δὲ λόγων τοσοῦτον μετεῖχεν, ὅσον πόρρω τοῦ βάθους καὶ ἐπιπόλαιον· ἀλλὰ τὸ οἴεσθαι καὶ τὸ πλεῖον τοῦ τῆς ψυχῆς μέτρου συντείνειν ἑαυτὸν, ἐν τοῖς μεγίστοις τοῦτον ἠπάτησεν. Ἀμέλει καὶ εἴ που σπινθῆρές τινες σοφίας ὑπὸ σποδιᾷ παρεκρύπτοντο, ἀνεχώννυε, καὶ πᾶν γένος κατέλεγε, φιλοσόφους φημὶ καὶ ρήτορας καὶ τοὺς ὅσοι περὶ τὰ μαθήματα ἐσπουδάκασιν ἢ μᾶλλον σπουδάσαι ᾠήθησαν.
3.3 Βραχεῖς γὰρ ὁ τηνικαῦτα χρόνος λογίους παρέτρεφε, καὶ τούτους μέχρι τῶν Ἀριστοτελικῶν ἑστηκότας προθύρων, καὶ τὰ Πλατωνικὰ μόνον ἀποστοματίζοντας σύμβολα, μηδὲν δὲ τῶν κεκρυμμένων εἰδότας, μηδ' ὅσα οἱ ἄνδρες περὶ τὴν διαλεκτικὴν ἢ τὴν ἀποδεικτικὴν ἐσπουδάκασιν· ὅθεν τῆς ἀκριβοῦς οὐκ οὔσης κρίσεως, ἡ περὶ ἐκείνους ψῆφος ἐψεύδετο· αἱ μὲν οὖν τῶν ζητημάτων προβολαὶ ἀπὸ τῶν ἡμετέρων λογίων προετείνοντο, τῶν δὲ ἀπορουμένων τὰ πλείω ἄλυτα καθεστήκει· ἐζητεῖτο γάρ πως ὁμοῦ καὶ ἀμιξία καὶ σύλληψις, παρθένος τε καὶ τόκος, καὶ τὰ ὑπὲρ φύσιν διηρευνῶντο· καὶ ἦν ὁρᾶν τὸ βασίλειον σχῆμα μὲν φιλόσοφον περικείμενον, ἦν δὲ προσωπεῖον τὸ πᾶν καὶ προσποίησις, ἀλλ' οὐκ ἀληθείας βάσανος καὶ ἐξέτασις.
3.4 Βραχὺ δὲ τῶν λόγων ἀφέμενος, αὖθις καὶ ταῖς ἀσπίσι προσῄει, καὶ ἐς κνημῖδας καὶ θώρακας ἐπένευεν αὐτὸν ὁ διάλογος, καὶ ἡ ἐπιχείρησις ἅπαν ἑλεῖν τὸ βάρβαρον ὅσον τε ἑῷον καὶ ὅσον ἑσπέριον· ἐβούλετο δὲ τοῦτο οὐ λόγοις δουλοῦν, ἀλλ' ὅπλοις τυραννεῖν. Ἡ τοίνυν τοῦ βασιλέως περὶ ἄμφω ροπὴ, εἰ μὴ οἴησις καὶ προσποίησις ἦν, ἀλλ' ἀληθεστάτη κατάληψις, μέγα τι ἐλυσιτέλησε [ἂν] τῷ παντί. ὅθεν οὐδὲν πλέον τῶν ἐγχειρήσεων ἔδρασε, μᾶλλον μὲν οὖν ταῖς ἐλπίσιν ὑψώσας τὰ πράγματα, ταῖς πράξεσιν, ἵν' οὕτως εἴπω, ἀθρόον κατέβαλεν. Ἀλλ' ὁ λόγος, πρὶν ἢ τὰ περὶ ἐκεῖνον στῆσαι προπύλαια, τὸ τοῦ παντὸς τέλος ὑπὸ προθυμίας ἀπεσχεδίασεν· ἐπαναγέσθω οὖν ἐπὶ ταύτην ἤδη τοῦ περὶ ἐκεῖνον κράτους τὴν γένεσιν.
3.5 Ἐπειδὴ γὰρ ἠξιώθη τοῦ διαδήματος, παρὰ τοὺς ἄλλους κριθεὶς, αὐτός τε πολυετὴς ἔσεσθαι ἠπατᾶτο τῇ βασιλείᾳ, τοῖς περὶ τοῦτο πειθόμενος μάντεσι, καὶ γένος καταλείψειν εἰς πολλὰς ἀρκέσον διαδοχὰς, καὶ οὐδὲ τοσοῦτον διαβλέπειν ἐδόκει ὡς ἡ τοῦ Κωνσταντίνου θυγάτηρ, ᾗ συνῴκησεν εἰς τὸ κράτος ἀναρρηθεὶς, τὸν τοῦ κύειν ὑπεραναβεβήκει χρόνον καὶ τὴν νηδὺν ἤδη ξηρὰν εἶχεν πρὸς τέκνων γονήν (πεντηκοστὸν γὰρ ἔτος εἶχε τῆς ἡλικίας ὁπηνίκα κατηγγυήθη τῷ Ρωμανῷ). Ἀλλ' ὅπερ ἐβούλετο καὶ πρὸς τὴν φυσικὴν ἀδυναμίαν ἐρρωμενέστερον εἶχε τοῖς λογισμοῖς· ὅθεν οὐδὲ τῷ αἰτίῳ μόνῳ τοῦ κύειν προσεῖχε τὸν νοῦν, ἀλλὰ τοῖς αὐχοῦσι σβεννύειν τὴν φύσιν καὶ αὖθις ἐπεγείρειν οὐδὲν ἧττον προσέκειτο, ἀλείμμασί τε καὶ τρίμμασιν ἑαυτὸν ἐδίδου καὶ τῇ γυναικὶ προσέταττεν· ἡ δ' ἔτι καὶ πλέον ἐποίει, τελουμένη τὰ πλείω, καὶ ψηφίδας τινὰς προσαρμοζομένη τῷ σώματι, προσαρτῶσά τε ἑαυτὴν προσαρτήμασι καὶ ἅμμασι περιδέουσα καὶ τὴν ἄλλην φλυαρίαν περὶ τὸ σῶμα ἐπιδεικνυμένη. Ὡς δ' οὐδαμοῦ τὸ ἐλπιζόμενον κατεφαίνετο, τούτου τε ἀπεγνώκει ὁ βασιλεὺς, καὶ τῇ βασιλίδι ἔλαττον προσεῖχε τὸν νοῦν· ἦν γὰρ ὡς ἀληθῶς καὶ τὴν γνώμην ὑπονωθέστερος καὶ διερρυηκὼς τὴν ἕξιν τοῦ σώματος (πλέον γὰρ ἢ δέκα ἔτεσι τὴν τῆς βασιλίδος ἡλικίαν ὑπεραναβεβήκει).
3.6 Φιλοτιμότατος δὲ περὶ τὰς ἀρχὰς τοῦ κράτους γενόμενος, καὶ λαμπρότερος τῶν πλείστων αὐτοκρατόρων ἔν τε ταῖς βασιλικαῖς δαπάναις δειχθεὶς, ἔν τε εὐεργεσίαις καὶ ἀναθήμασιν, ὥσπερ τινὸς γεγονότος καινοῦ καὶ ἀθρόας μεταβολῆς, ταχὺ τοῦτον τὸ πνεῦμα τῶν τοιούτων ἐπέλιπεν ἐπιδόσεων, καὶ ἀθρόον πνεύσας ταχὺ διέπνευσε, καὶ ἀνόμοιος ἑαυτῷ καὶ τοῖς πράγμασιν ἀκατάλληλος ἔδοξεν· οὐ γὰρ ἐμέτρησε κατὰ λόγους τὴν ὕφεσιν, ἀλλ' ἀθρόον ἐξ ὑψηλοτάτης καταβεβήκει περιωπῆς. Τὴν δὲ βασιλίδα δύο ταῦτα μᾶλλον τῶν ἄλλων ὑπέκνισε, τό τε μὴ ἐρᾶν αὐτῆς τὸν κρατοῦντα καὶ τὸ μὴ ἔχειν ἀφθόνως χρῆσθαι τοῖς χρήμασιν· ἐπέκλεισε γὰρ αὐτῇ τὰ ταμεῖα καὶ τοὺς θησαυροὺς ἐπεσφράγισε, καὶ πρὸς διαμεμετρημένην ἔζη χρημάτων ἐπίδοσιν· μεμήνει γοῦν αὐτῷ τε καὶ τοῖς ὅσοις συμβούλοις ἐχρῆτο περὶ τὸ πρᾶγμα· οἳ δὲ τοῦτο ἠπίσταντο καὶ πλέον αὐτὴν ἐφυλάττοντο, καὶ μᾶλλον ἡ τοῦ αὐτοκράτορος ἀδελφὴ Πουλχερία, γυνὴ δὲ φρόνημα αἴρουσα καί τι λυσιτελοῦσα τῷ ἀδελφῷ. Ἀλλ' οὗτος ὥσπερ πρός τινα κρείττονα φύσιν γραφὰς περὶ τῆς βασιλείας πεποιηκὼς, καὶ παρ' ἐκείνης τὸ ἐχέγγυον τῆς ἀμετακινήτου δόξης ἀπειληφὼς, ἀφροντίστως εἶχε τῶν ὑπονοουμένων.
3.7 Ἐπὶ δὲ τὴν ἀπὸ τῶν τροπαίων εὔκλειαν τρέψας τὸν νοῦν, κατά τε τῶν πρὸς τὴν ἑῴαν βαρβάρων καὶ τῶν πρὸς τὴν ἑσπέραν ἡτοίμαζεν ἑαυτόν· ἀλλὰ καὶ τοὺς μὲν πρὸς τὴν ἑσπέραν οὐδὲν ἐδόκει αὐτῷ μέγα, εἰ καὶ ρᾳδίως καταγωνίσαιτο· εἰ δ' ἐπὶ τοὺς πρὸς ἀνίσχοντα τρέψοιτο ἥλιον, σεμνῶς τε ἕξειν ἐντεῦθεν ἐδόκει καὶ ὑπερόγκως τοῖς τῆς βασιλείας χρήσασθαι πράγμασιν. Διὰ ταῦτα καὶ μὴ οὖσαν πλασάμενος πολέμου πρόφασιν κατὰ τῶν πρὸς τῇ Κοίλῃ Συρίᾳ κατοικησάντων Σαρακηνῶν, ὧν οἷά τις μητρόπολις Χάλεπ (οὕτω ἐγχωρίῳ γλώττῃ καλούμενον), πᾶσαν ἐπ' ἐκείνους συνήθροιζε καὶ συνέταττε στρατιὰν, ἀριθμῷ τε πλείους τὰς τάξεις ποιῶν καὶ ἑτέρας ἐπινοούμενος, ξενικάς τε συγκροτῶν δυνάμεις καὶ νέαν ἐγκαταλέγων πληθὺν, ὡς αὐτοβοεὶ αἱρήσων τὸ βάρβαρον· ᾤετο γὰρ, ὡς εἰ πλείω τοῦ ὡρισμένου τοῦ στρατοπέδου τὸν ἀριθμὸν ποιήσειε, μᾶλλον δὲ εἰ πολλαπλασιάσειε τὸ Ρωμαϊκὸν σύνταγμα, μηδενὶ ἂν φορητὸς γενέσθαι, τοσούτῳ ἐπιὼν πλήθει ἰδίῳ τε καὶ συμμαχικῷ. Ἀλλὰ καὶ τῶν τὰ πρῶτα τοῦ στρατοῦ λαχόντων ἀπο τρεπομένων αὐτῷ τὴν ἐπὶ τοὺς βαρβάρους ἐπέλευσιν καὶ πολλὰ περὶ τούτων καταδειμαινόντων, ὁ δὲ καὶ τοὺς στεφά νους οἷς τὴν κεφαλὴν ταινιώσαιτο ἐπὶ τῇ τῶν τροπαίων ἀναρρήσει πολυτελῶς κατεσκεύαζεν.
3.8 Ἐπεὶ οὖν αὐτῷ αὐτάρκη τὰ πρὸς τὴν ἔξοδον ἔδοξεν, ἄρας ἀπὸ τῆς Βυζαντίδος ἐπὶ τὴν Σύρων ἤλαυνε γῆν· ὡς δὲ τὴν Ἀντιόχου κατέλαβε, λαμπρὰ μὲν αὐτῷ τὰ εἰς τὴν πόλιν ἐγεγόνεισαν εἰσιτήρια, βασίλειον μὲν ἐπιδεικνύμενα τὴν πομπὴν, μᾶλλον δὲ θεατρικὴν τὴν παρασκευὴν, οὐκ ἀξιόμαχα δὲ, οὐδὲ πολεμίων γνώμην ἐκπλῆξαι δυνάμενα. Οἱ δέ γε βάρβαροι, λογικώτερον παρ' ἑαυτοῖς περὶ τοῦ πράγματος διελόμενοι, πρῶτα μὲν πρέσβεις πεπόμφασι πρὸς τὸν αὐτοκράτορα, ὡς οὔτε πολεμεῖν βούλοιντο, οὔτ' ἐκείνῳ ἀφορμὴν πολέμου δεδώκασιν, ἐμμένουσί τε ταῖς περὶ τὴν εἰρήνην συνθήκαις καὶ τὰ φθάσαντα οὐ παραβαίνουσιν ὅρκια, οὐδὲ τὰς σπονδὰς ἀθετοῦσι· τοιαύτης δ' ἀπῃωρημένης αὐτοῖς χειρὸς, εἰ ἀπαραιτήτως ἔχοι, νῦν πρώτως παρασκευάζονται, τῇ τοῦ πολέμου τύχῃ ἑαυτοὺς ἐπιτρέψαντες. Ἡ μὲν οὖν πρεσβεία ἐπὶ τούτοις ἦν· ὁ δὲ βασιλεὺς, ὥσπερ ἐπὶ τούτῳ μόνῳ παρασκευασάμενος, ἐφ' ᾧ τάξεταί τε καὶ ἀντιπαρατάξεται, καὶ λοχήσει καὶ προνομεύσει, διώρυχάς τε ποιήσει καὶ ποταμοὺς μετοχετεύσει καὶ φρούρια ἐξελεῖται, καὶ ὁπόσα ἀκοῇ ἴσμεν παρὰ τοῖς Τραϊανοῖς ἐκείνοις καὶ Ἁδριανοῖς καὶ ἔτι ἄνω παρὰ τοῖς Σεβαστοῖς γενόμενα Καίσαρσι, καὶ πρὸ ἐκείνων παρὰ Ἀλεξάνδρῳ τῷ τοῦ Φιλίππου, τήν τε πρεσβείαν ὡς εἰρηνικὴν ἀπεπέμψατο, καὶ ἔτι μᾶλλον τὰ πρὸς τὸν πόλεμον ἐξηρτύετο, οὐ τοὺς ἀρίστους πρὸς τὸν σκοπὸν ἐκλεγόμενος, ἀλλὰ καὶ τῷ πολλῷ διαιτῶν πλήθει, καὶ ἐπὶ τούτοις τεθαρρηκώς.
3.9 Ὡς δὲ καὶ τὴν Ἀντιόχου ἀφεὶς προσωτέρω παρῄει, μοῖρά τις τοῦ βαρβαρικοῦ στρατοπέδου, αὐτόσκευοι πάντες καὶ γυμνοὶ ἐφ' ἵππων καὶ τολμητίαι, ἑκατέρωθεν λοχήσαντες τοῦ στρατοῦ, ἀθρόον αὐτοῖς ἀπὸ τῶν μετεώρων ἐπιφανέντες, καὶ τὸ ἐνυάλιον ἀλαλάξαντες, τῷ τε καινῷ τῆς θέας καταδειμάναντες, καὶ τοῖς τῶν ἵππων δρόμοις καὶ καταδρόμοις κατάκροτον αὐτοῖς πεποιηκότες τὴν ἀκοὴν, πλήθους τε φαντασίαν πεποιηκότες τῷ μὴ συνασπίζειν, ἀλλὰ διῃρημένως καὶ ἄτακτα θεῖν, οὕτω τὰς Ρωμαίων δυνάμεις κατέπτηξαν καὶ τοσαύτην πτοίαν τῷ πολλῷ ἐκείνῳ στρατῷ εἰσεποίησαν καὶ οὕτως αὐτοῖς κατέσεισαν τὰ φρονήματα, ὥστε ἐν ᾧ σχήματι κατείληπτο ἕκαστος, οὕτω τὴν φυγὴν διατίθεσθαι καὶ μηδενὸς ἑτέρου φροντίδα τίθεσθαι. Ὅσοι μὲν γὰρ ἱππεύοντες τηνικαῦτα ἔτυχον, τοὺς ἵππους μεταστρεψάμενοι ἀνὰ κράτος ἔθεον, οἱ δ' ἄλλοι μηδ' ἀναβῆναι τοὺς ἵππους ἀναμείναντες, τούτους μὲν τῷ προστυχόντι δεσπότῃ ἠφίεσαν, ἕκαστος δ' ἐκείνων ὡς εἶχε δρόμου ἢ πλάνης τὴν σωτηρίαν ἑαυτῷ ἐπορίζετο, καὶ ἦν κρεῖττον προσδοκίας τὸ τηνικαῦτα δεικνύμενον· οἱ γὰρ τὴν πᾶσαν παραστησάμενοι γῆν καὶ ταῖς πρὸς τὸν πόλεμον παρασκευαῖς τε καὶ τάξεσιν ἀνάλωτοι παντὶ πλήθει καταστάντες βαρβαρικῷ, οὐδὲ τὴν θέαν τότε τῶν πολεμίων ὑπέστησαν, ἀλλ' ὥσπερ ὑπὸ βροντῆς τῆς ἐκείνων φωνῆς καὶ τὴν ἀκοὴν καταπλαγέντες καὶ τὴν ψυχὴν, καθάπερ ἐφ' ὅλοις ἡττημένοι ἐτρέψαντο πρὸς φυγήν. Πρῶτοι δὲ οἱ περὶ τὸν βασιλέα φρουροὶ τὸν κυδοιμὸν ἐπεπόνθεισαν, καὶ καταλελοιπότες τὸν αὐτοκράτορα ἀμεταστρεπτὶ τῆς φυγῆς εἴχοντο· καὶ εἰ μή τις αὐτὸν ἐπὶ τὸν ἵππον ἀναθέμενος ἐδεδώκει τὸν χαλινὸν καὶ φεύγειν παρεκελεύσατο, μικροῦ δεῖν ἑαλώκει καὶ πολεμίαις ἐνεπεπτώκει χερσὶν ὁ πᾶσαν ἐλπίσας κατασεῖσαι τὴν ἤπει ρον· ἢ μᾶλλον, εἰ μὴ Θεὸς τηνικαῦτα τὴν τῶν βαρβάρων ἐπέσχεν ὁρμὴν καὶ μετριάζειν ἐπὶ τῷ εὐτυχήματι πέπεικεν, οὐδὲν ἦν τὸ κωλῦον πᾶσαν τότε πεσεῖν Ρωμαϊκὴν δύναμιν, καὶ πρῶτόν γε τὸν αὐτοκράτορα.
3.10 Οἳ μὲν οὖν ἀτάκτως ἔθεον, οἱ δὲ πολέμιοι θεαταὶ μόνον τῆς παραλόγου νίκης ἐγίγνοντο, ἐξεστηκότες ὡσανεὶ ἐπὶ τοῖς σὺν οὐδενὶ λόγῳ τραπεῖσι καὶ φεύγουσιν. Εἶτα δή τινας ὀλίγους ἐν τῷ πολέμῳ ζωγρήσαντες, καὶ τούτους ὅσους ᾔδεισαν τῆς περιφανεστέρας τύχης καθεστηκότας, τοῖς ἄλλοις χαίρειν εἰπόντες, ἐπὶ τὴν λείαν ἐτράπησαν. Καὶ πρῶτά γε τὴν βασιλικὴν αἴρουσι σκηνὴν, πολλῷ τῶν νῦν ἀνακτόρων ἀντίμετρον· ὅρμοι τε γὰρ καὶ στρεπτοὶ καὶ ταινίαι, λίθοι τε μαργαρίτιδες καὶ τῶν ἔτι κρειττόνων, καὶ πᾶν εἴ τι λαμπρότερον, ταύτην ἐπλήρουν, ὧν οὔτε τὸ πλῆθος ρᾳδίως ἄν τις ἀπηριθμήσατο, οὔτε τὸ κάλλος καὶ τὸ μέγεθος ἀπεθαύμασε· τοσαύτη καὶ τοιαύτη τῇ τοῦ βασιλέως σκηνῇ ἀπέκειτο πολυτέλεια· πρῶτα μὲν οὖν ταύτην αἴρουσιν οἱ βάρβαροι, ἔπειτα δὲ καὶ τὰ ἄλλα τῶν λαφύρων συσκευασάμενοι καὶ ἐφ' ἑαυτοὺς ἀναθέμενοι, ἐπὶ τοὺς ἑταίρους ἑαυτῶν ἐπανέζευξαν· καὶ οἳ μὲν οὕτως. Ὁ δὲ βασιλεὺς προῆλθε τοῦ βαρβαρικοῦ λόχου τῷ τοῦ ἵππου συμπλανώμενος δρόμῳ καὶ πνεύματι, καὶ πρός τινι ἐγεγόνει λόφῳ, καὶ ἄποπτος ὦπτο τοῖς θέουσί τε καὶ παραθέουσι (κατηγόρει γὰρ τοῦτον τὸ περὶ τῷ πεδίλῳ χρῶμα), καὶ πρὸς ἑαυτὸν πολλοὺς τῶν φευγόντων ἐπέσχε, καὶ ὑπ' ἐκείνοις κυκλωθεὶς ἵστατο. Εἶτα δὴ τῆς περὶ αὐτὸν φήμης ἤδη διασπαρείσης, ἄλλοι τε προσῄεσαν, καὶ δῆτα καὶ ἡ εἰκὼν αὐτῷ τῆς Θεομήτορος ἐμφανίζεται, ἣν οἱ τῶν Ρωμαίων βασιλεῖς ὥσπερ τινα στρατηγὸν καὶ τοῦ παντὸς στρατοπέδου φύλακα ἐν τοῖς πολέμοις συνήθως ἐπάγονται· μόνη γὰρ αὕτη οὐχ ἁλωτὸς ταῖς βαρβαρικαῖς ἐγεγόνει χερσίν.
3.11 Ὡς δ' οὖν εἶδεν ὁ αὐτοκράτωρ τὸ γλυκὺ τουτὶ θέαμα (καὶ γὰρ ἦν ἄλλως καὶ περὶ τὸ σέβας ταύτης θερμότατος), ἀνεθάρσησέ τε εὐθὺς καὶ ἐναγκαλισάμενος, οὐκ ἔστιν εἰπεῖν ὡς περιεπτύσσετο, ὡς τοῖς δάκρυσιν ἔβρεχεν, ὡς γνησιώτατα καθωμίλει, ὡς τῶν εὐεργεσιῶν ἀνεμίμνῃσκε καὶ τῶν πολλῶν ἐκείνων συμμαχιῶν, αἷς τὸ Ρωμαίων πολλάκις κράτος διακινδυνεῦον ἐρρύσατό τε καὶ ἀνεσώσατο. Θάρσους γοῦν ἐντεῦθεν ὑποπλησθεὶς, ὁ τέως φυγὰς ἐπετίμα τοῖς φεύγουσι, καὶ νεανικώτερον ἐκβοῶν ἐπεῖχέ τε τῆς πλάνης, ἑαυτόν τε ἐγνώριζε τῇ τε φωνῇ, τῷ [τε] σχήματι, καὶ πολύ τι πλῆθος ἀθρόον συνηθροικὼς, πρῶτα μὲν βάδην μετ' ἐκείνων πρός τινα καταλύει σκηνὴν σχεδιασθεῖσαν αὐτῷ· αὐτοῦ τε ἐναυλισάμενος, εἶτα δή τοι καὶ βραχύ τι ἀναπαυσάμενος, ἅμα πρωῒ τοὺς λοχαγοὺς μετακαλεσάμενος βουλὴν προτίθεται, τί πρακτέον εἴη αὐτοῖς· πάντων δὲ ἐπὶ τὸ Βυζάντιον ἀναζεῦξαι συμβουλευσάντων κἀκεῖσε περὶ τῶν συμβεβηκότων θέσθαι διάσκεψιν, τῇ τε ἐκείνων συνθέμενος ψήφῳ καὶ τὰ συνοίσοντα ἑαυτῷ βουλευσάμενος, ἐπὶ τὴν Κωνσταντινούπολιν ἀνέδραμεν.
3.12 Ἐντεῦθεν πλεῖστα ἐφ' οἷς τε ἐπεποιήκει μεταμελόμενος, καὶ ἐφ' οἷς ἐπεπόνθει τὴν ψυχὴν ἀλγυνόμενος καθάπαξ ἠλλοίωτο καὶ πρὸς ἀσυνηθέστερον βίον μετέστραπτο. Ἐλπίσας τε ἀπὸ τῆς περὶ τὸν δημόσιον ἐπιμελείας τὰ ἀπολωλότα αὐτῷ ἐν ἴσῳ ἀνακτήσασθαι μέτρῳ, πράκτωρ μᾶλλον ἢ βασιλεὺς ἐγεγόνει, τὰ πρὸ Εὐκλείδου, ὅ φασιν, ἀνακινῶν καὶ διερευνώμενος, καὶ ἀφανισθέντων τῇ μνήμῃ πατέρων τοὺς παῖδας λογιστεύων πικρῶς, οὐ δικάζων τοῖς ἀντιδιατιθεμένοις, ἀλλὰ θατέρῳ μέρει συνηγορῶν, καὶ οὐχ ἑτέρῳ μᾶλλον ἢ αὑτῷ τὰς ἀποφάσεις ποιούμενος. Διῄρητο γοῦν τὸ δημοτικὸν σύμπαν· καὶ οἳ μὲν ἐπιεικέστεροι εὐήθειάν τε ἑαυτοῖς καὶ ἀπραγμοσύνην περὶ τὰ κοινὰ προσε πλάττοντο καὶ ἐν καρὸς μοίρᾳ παρὰ τῷ κρατοῦντι ἐλογίζοντο, οἳ δέ γε πάντα ρᾳδίως τολμῶντες καὶ τὰς ἑτέρων ζημίας οἷον παρακερδαίνοντες, ὕλην πλείονα τὴν ἑαυτῶν κακίαν τῇ τοῦ κρατοῦντος ὑπετίθουν πυρκαϊᾷ· καὶ πάντα ἦν ταραχῆς μεστὰ καὶ συγχύσεως, καὶ τό γε δεινότερον, ὅτι τῶν πλείστων ἀπαμφιεννυμένων καὶ γυμνουμένων, οὐδέν τι τῆς ἐντεῦθεν συνεκφορᾶς ἀπήλαυε τὰ βασίλεια, ἀλλ' ἐφ' ἕτερα οἱ τῶν χρημάτων μετωχετεύοντο ποταμοί. Ὅτι δὲ τοῦτό ἐστιν ὁ λόγος δηλώσει σαφέστερον.
3.13 Διεσπουδάζετο τούτῳ δὴ τῷ βασιλεῖ τὸ δοκεῖν εὐσεβεῖν· καὶ ἦν μὲν ὡς ἀληθῶς περὶ τὰ θεῖα σπουδάζων, ἀλλ' ἥ γε προσποίησις αὐτῷ πλείων τῆς ἀληθείας οὖσα ἐτύγχανεν, καὶ τὸ δοκεῖν τοῦ εἶναι κρεῖττον ἐφαίνετο. Διὰ ταῦτα πρῶτα μὲν περιττότερος περὶ τὰ θειότερα τῶν ζητημάτων ἐγένετο, αἰτίας καὶ λόγους ἀνερευνώμενος οὓς οὐκ ἄν τις ἐξ ἐπιστήμης εὕροι, εἰ μὴ στραφείη πρὸς νοῦν κἀκεῖθεν ἀμέσως τὴν [τῶν] κεκρυμμένων δήλωσιν δέξαιτο· ἀλλ' οὗτος οὐδὲ πάνυ τὰ κάτω φιλοσοφήσας, ἀλλ' οὐδὲ φιλοσόφοις περὶ τούτων διαλεγόμενος, εἰ μὴ ὅσον αὐτοῖς ἐκ τῶν τοῦ Ἀριστοτέλους προθύρων κατεβιάσθη τὸ ὄνομα, περὶ τῶν βαθυτέρων καὶ νῷ μόνῳ ληπτῶν, ὥς τις τῶν καθ' ἡμᾶς εἶπε σοφῶν, διεσκέπτετο.
3.14 Πρῶτος μὲν οὖν αὐτῷ τῆς εὐσεβείας τρόπος ἐπενοήθη· ἔπειτα δὲ καὶ τῷ Σολομῶντι ἐκείνῳ τῷ πάνυ τῆς τοῦ πολυθρυλλήτου ναοῦ βασκαίνων οἰκοδομῆς, ζηλοτυπῶν δὲ καὶ τὸν αὐτοκράτορα Ἰουστινιανὸν ἐπὶ τῷ μεγάλῳ τεμένει καὶ ἐπωνύμῳ τῆς θείας καὶ ἀρρήτου Σοφίας, ἀντανοικοδομεῖν ὥσπερ καὶ ἀνθιδρύειν ναὸν τῇ Θεομήτορι ἐπεχείρησεν· ἐφ' ᾧ δὴ τὰ πολλὰ ἐκείνῳ διημαρτήθη, καὶ ὁ τῆς εὐσεβείας αὐτῷ σκοπὸς ἀφορμὴ τοῦ κακῶς ποιεῖν καὶ τῶν πολλῶν ἐκείνων ἀδικημάτων ἐγένετο· προσετίθη γὰρ ἀεὶ ταῖς ἐπὶ τοῦτο δαπάναις, καὶ τῶν ἡμερῶν ἑκάστῃ πλέον τι τῶν ἔργων συνηρανίζετο· καὶ ὁ μὲν μέτρον ὁρίζων τῷ πράγματι μετὰ τῶν ἐχθίστων ἐτάττετο, ὁ δὲ ὑπερβολὰς ἀνευρίσκων καὶ ποικιλίας σχημάτων ἐν τοῖς φιλτάτοις εὐθὺς ἐτίθετο. Καὶ πᾶν μὲν οὖν ἐντεῦθεν ὄρος διώρυκτο, καὶ ἡ μεταλλικὴ τέχνη καὶ πρό γε αὐτῆς φιλοσοφίας ἐτάττετο, καὶ τῶν λίθων οἱ μὲν ἀπεσχίζοντο, οἱ δὲ ἀπεξέοντο, οἱ δὲ πρὸς γλυφὰς ἐτορεύοντο, καὶ οἱ τούτων ἐργάται μετὰ τῶν περὶ Φειδίαν καὶ Πολύγνωτον καὶ Ζεῦξιν συνηριθμοῦντο, καὶ οὐδὲν ἦν τῶν πάντων ὅπερ αὔταρκες ταῖς οἰκοδομαῖς ἐλογίζετο· πᾶς μὲν βασίλειος πρὸς τὸ ἔργον θησαυρὸς ἀνεῴγνυτο, πᾶν δὲ χρυσοῦν ἐκεῖ εἰσεχεῖτο ρεῦμα· καὶ πᾶσαι μὲν ἐξηντλοῦντο πηγαὶ, ὁ δὲ οἰκοδομούμενος οὐκ ἐξεπληροῦτο νεώς· ἄλλο γὰρ ἐπ' ἄλλῳ ἐτίθετο, καὶ ἕτερον ἐφ' ἑτέρῳ συγκατεστρέφετο, καὶ τὸ αὐτὸ ἔργον πολλάκις ἀποθνῇσκον αὖθις ἀνίστατο, ἢ βραχεῖ τινι ὑπερβάλλον μέτρῳ, ἢ περιερ γοτέρῳ σχήματι ποικιλλόμενον. Ὥσπερ δὲ τῶν εἰσβαλλόντων εἰς τὴν θάλασσαν ποταμῶν, πρὸ τῆς εἰς ταύτην συνεισβολῆς πλεῖστόν τι τῶν ἠπείρων ἄνω μετοχετεύεται, οὕτω δὴ καὶ τῶν ἐκεῖσε συναγομένων χρημάτων προηρπάζετο τὰ πλεῖστα καὶ διεφθείρετο.
3.15 Καὶ περὶ τὸ θεῖον δῆθεν εὐσεβῶν ὁ βασιλεὺς ἀφ' ἑστίας κακουργῶν διεδείκνυτο, ταῖς τῶν ἀλλοτρίων εἰσπράξεσιν εἰς τὴν οἰκοδομὴν τοῦ νεὼ καταχρώμενος. Καλὸν μὲν γὰρ ἀγαπᾶν εὐπρέπειαν οἴκου Κυρίου, κατὰ τὸν ψαλμῳδὸν, καὶ σκήνωμα δόξης αὐτοῦ, καὶ πολλάκις αἱρεῖσθαι ἐν τούτῳ παραρριπτεῖσθαι ἢ τὴν ἀφ' ἑτέρων ἔχειν εὐδαιμονίαν· καλὸν μὲν γὰρ καὶ τοῦτο, καὶ τίς ἀντερεῖ τῶν τῷ Κυρίῳ ἐζηλωκότων καὶ τῷ ἐκείνου καταπιμπραμένων πυρί; ἀλλ' ἔνθα μηδὲν εἴη τὸ λυμαινόμενον τὸν εὐσεβῆ τοῦτον σκοπὸν, μηδὲ πολλαὶ ἀδικίαι συντρέχοιεν, μηδὲ συγχέοιτο τὰ κοινὰ καὶ τὸ τῆς πολιτείας σῶμα καταρρηγνύοιτο· ὁ γὰρ πόρνης ἄγαλμα ἀπωθούμενος καὶ τὴν τοῦ ἀνόμου θυσίαν ὡς κυνὸς βδελυσσόμενος οὐκ ἂν προσίοιτο πάντως οὐδὲ πολυτελεῖς καὶ ποικίλας οἰκοδομὰς, πολλῶν τούτου ἕνεκα συμπιπτόντων κακῶν· ἰσότητες δὲ τοίχων καὶ κιόνων περιβολαὶ καὶ ὑφασμάτων αἰῶραι καὶ θυμάτων πολυτέλεια καὶ τἄλλα τῶν οὕτω λαμπρῶν, τί ἂν συντελοίη πρὸς τὸν θεῖον τῆς εὐσεβείας σκοπόν, ὁπότε πρὸς τοῦτο ἀρκοίη νοῦς μὲν περιβεβλημένος θεότητα, ψυχὴ δὲ τῇ νοερᾷ βεβαμμένη πορφύρᾳ, καὶ ἡ τῶν πράξεων ἰσότης, καὶ ἡ εὐσχημοσύνη τῆς γνώμης, ἢ μᾶλλον τὸ τῆς διαθέσεως ἀσχημάτιστον, δι' ὧν ἕτερός τις ἡμῖν ἔνδον οἰκοδομεῖται νεὼς εὐπρόσδεκτος Κυρίῳ καὶ εὐαπόδεκτος; Ἀλλ' ἐκεῖνος φιλοσοφεῖν μὲν ᾔδει ἐν τοῖς ζητήμασιν, καὶ συλλογισμοὺς σωρείτας καὶ οὔτιδας, ἐπὶ δὲ τῶν ἔργων τὸ φιλόσοφον ἐπιδείκνυσθαι οὐ πάνυ ἠπίστατο. Ἀλλὰ δέον, εἴ τι καὶ περὶ τοὺς ἐκτὸς κόσμους παρανομεῖν χρὴ, τῶν τε βασιλείων ἐπιμελεῖσθαι καὶ κατακοσμεῖν τὴν ἀκρόπολιν καὶ τὰ διερρωγότα συνάπτειν, πλήρεις τε τοὺς βασιλείους ποιεῖν θησαυροὺς καὶ στρατιωτικὰ ταῦτα ἡγεῖσθαι τὰ χρήματα, ὁ δὲ τούτου μὲν ἠμέλει, ὅπως δὲ ὁ ναὸς αὐτῷ καλλίων παρὰ τοὺς ἄλλους δεικνύοιτο, τἄλλα κατελυμαίνετο. Εἰ δεῖ οὖν καὶ τοῦτ' εἰπεῖν, ἐμεμήνει περὶ τὸ ἔργον, καὶ πολλάκις τοῦτο καὶ πολλοῖς ἐβούλετο ὁρᾶν ὀφθαλμοῖς· ὅθεν καὶ σχήματα τούτῳ βασιλείων αὐλῶν περιθέμενος, θρόνους τε καθιδρύσας καὶ σκήπτροις κατακοσμήσας καὶ φοινικίδας παραπετάσας, ἐκεῖσε τὸ πολὺ τοῦ ἔτους ἐποίει, τῷ κάλλει τῶν οἰκοδομημάτων καλλυνόμενός τε καὶ φαιδρυνόμενος. Βουλόμενος δὲ καὶ τὴν Θεομήτορα καλλίονι τῶν ἄλλων κατακοσμῆσαι ὀνόματι, ἔλαθεν ἀνθρωπικώτερον ταύτην ἐπονομάσας, εἰ καὶ Περίβλεπτός ἐστι τοὔνομα ὡς ἀληθῶς ἡ περίβλεπτος.
3.16 Ἐπὶ τούτοις καὶ προσθήκη τις ἑτέρα προσεγεγόνει, καὶ ὁ ναὸς καταγωγὴ γίνεται μοναστῶν· πάλιν οὖν ἑτέρων ἀδικημάτων ἀρχαὶ καὶ μείζους τῶν προτέρων ὑπερβολαί· καὶ οὐδὲ τοσοῦτον ἐξ ἀριθμητικῆς ἢ γεωμετρίας ὤνητο, ἵνα τι ἀφέλοι τοῦ μεγέθους ἢ τοῦ ἀριθμοῦ, ὥσπερ οἱ γεωμετροῦντες τὸ ποικίλον ἀφείλαντο, ἀλλ' ὥσπερ ἐν ταῖς οἰκοδομαῖς ἄπειρον ἐβούλετο τὸ μέγεθος ἔχειν, οὕτω δὴ καὶ ἐν τοῖς μονασταῖς τὸν ἀριθμὸν παρεξέτεινεν· ἐντεῦθεν οὖν τὰ ἀνάλογα· ὥσπερ ἐκεῖ τῷ μεγέθει τὰ πλήθη, οὕτως ἐνταῦθα τοῖς πλήθεσιν αἱ συνεισφοραί. Ἑτέρα γοῦν τις οἰκουμένη διηρευνᾶτο, καὶ ἡ ἐκτὸς Ἡρακλείων ἀνεζητεῖτο θάλασσα, ἵν' ἐκείνη μὲν ὡραῖα τρωκτὰ, αὕτη δὲ τοὺς πελωρίους καὶ κητώδεις κομίζοι ἰχθῦς· καὶ ἐπεὶ ἔδοξεν αὐτῷ ψεύδεσθαι ὁ Ἀναξαγόρας ἀπείρους ὁριζόμενος κόσμους, τὸ πλεῖστον τῆς καθ' ἡμᾶς ἠπείρου ὑποτεμόμενος καθοσιοῖ τῷ νεῴ· καὶ οὕτω μεγέθη μὲν μεγέθεσι καὶ πλήθη ἐπισυνάπτων πλήθεσι, καὶ τὰς πρώτας ὑπερβολὰς ταῖς δευτέραις νικῶν, καὶ μηδὲν τούτοις ὁρίζων καὶ περιγράφων, οὐκ ἄν ποτε ἔληξεν ἄλλο ἐπ' ἄλλῳ συντιθεὶς καὶ φιλοτιμούμενος, εἰ μὴ τὸ μέτρον αὐτῷ τῆς ζωῆς περιώριστο.
3.17 Ὃ δὴ καὶ λόγος ἐστὶν ὑποτμηθῆναι αὐτῷ ἐξ αἰτίας τινὸς, ἣν ἐρεῖν βουλόμενος τοσοῦτον προλέγω. Ἀνε πιτηδείως εἶχεν οὗτος ὁ βασιλεὺς τά τε ἄλλα καὶ πρὸς συμβίωσιν γυναικός· εἴτε γὰρ σωφρονεῖν βουλόμενος τὸ κατ' ἀρχὰς, εἴτε πρὸς ἑτέρους, ὡς ὁ τῶν πολλῶν λόγος, στραφεὶς ἔρωτας, καταπεφρονήκει μὲν τῆς βασιλίδος Ζωῆς, ἀπείχετό τε τῆς πρὸς αὐτὴν μίξεως καὶ πάντη ἀποστρόφως πρὸς τὴν κοινωνίαν εἶχεν· τὴν δὲ ἀνηρέθιζε μὲν πρὸς μῖσος καὶ τὸ βασίλειον γένος τοσοῦτον ἐπ' ἐκείνῃ καταφρονούμενον, μά λιστα δὲ ἡ περὶ τὴν μῖξιν ἐπιθυμία, ἣν εἰ καὶ μὴ διὰ τὴν ἡλικίαν εἶχεν, ἀλλὰ διά γε τὴν ἐν βασιλείοις τρυφήν.
3.18τ Περὶ τῆς τοῦ Μιχαὴλ πρὸς τὸν βασιλέα εἰσαγωγῆς παρὰ τοῦ ἀδελφοῦ αὐτοῦ. Οὗτος μὲν οὖν ὁ τοῦ λόγου πρόλογος, ἡ δὲ ὑπόθεσις τοιαύτη τις ἐπισυμβεβήκει. Ὑπηρέτουν τῷ βασιλεῖ τούτῳ πρὸ τῆς ἀρχῆς ἄλλοι τέ τινες καί τις ἀνὴρ ἐκτομίας, τὴν μὲν τύχην φαῦλος καὶ καταπεπτωκὼς, ὅσα δὲ ἐς γνώμην ρέκτης δεινότατος· τούτῳ δὴ καὶ Βασίλειος ὁ αὐτοκράτωρ οἰκειότατά τε ἐχρῆτο, καὶ ἐκοινώνει τῶν ἀπορρήτων, εἰς ὑπερηφάνους μὲν οὐκ ἀναβιβάσας ἀρχὰς, γνησιώτατα δὲ πρὸς αὐτὸν διακείμενος. Τῷ δὲ ἀδελφός τις ἦν, τὸν μὲν πρὸ τῆς βασιλείας χρόνον ἔτι μειράκιον, τὸ δὲ μετὰ ταῦτα γενειάσας ἤδη καὶ τῆς τελεωτέρας ἡλικίας ἁψάμενος· κατε σκεύαστο δὲ τό τε ἄλλο σῶμα παγκάλως καὶ τὸ πρόσωπον ἐς ἀκριβῆ ὡραιότητα· εὐανθής τε γὰρ ἦν καὶ τὸ ὄμμα λαμπρὸς καὶ ὡς ἀληθῶς μιλτοπάρῃος. Τοῦτον ὁ ἀδελφὸς τῷ βασιλεῖ τῇ βασιλίδι συγκαθημένῳ, οὕτω δόξαν ἐκείνῳ, εἰσήνεγκεν ὀφθησόμενον· καὶ ἐπειδὴ ἄμφω εἰσεληλυθέτην, ὁ μὲν βασιλεὺς ἅπαξ ἰδὼν καὶ βραχέα ἄττα ἐρωτήσας, ἐξιέναι μὲν παρεκελεύσατο, ἐντὸς δὲ εἶναι τῶν βασιλείων αὐλῶν· ἡ δὲ βασιλὶς, ὥσπερ τινὶ συμμέτρῳ φωτὶ τῷ ἐκείνου κάλλει τοὺς ὀφθαλμοὺς ἀναφθεῖσα, ἑαλώκει εὐθὺς καὶ ἐξ ἀρρήτου μίξεως τὸν ἐκείνου ἐνεκυμόνησεν ἔρωτα· καὶ ἦν τοῦτο τέως ἀπόρρητον τοῖς πολλοῖς.
3.19 Ὡς δὲ οὔτε φιλοσοφεῖν οὔτε οἰκονομεῖν τὸν πόθον ἠδύνατο, ἡ πολλάκις ἀποστρεφομένη τὸν ἐκτομίαν τότε θαμὰ προσῄει, καὶ ἄλλοθεν ἀρχομένη ὥσπερ ἐν παρεκβάσει τῆς ὑποθέσεως εἰς τὸν περὶ τοῦ ἀδελφοῦ λόγον κατέληγε, θαρρεῖν τε ἐκεῖνον παρεκελεύετο καὶ προσιέναι οἷ ὁπότε καὶ βούλοιτο. Ὁ δὲ οὐδὲν τέως τῶν κεκρυμμένων εἰδὼς, γνώμης εὐμένειαν τὸ πρᾶγμα ἐτίθετο· καὶ προσῄει μὲν ὡς κεκέ λευτο, ὑφειμένῳ δὲ καὶ πεφοβημένῳ τῷ σχήματι· ἀλλ' ἥ γε αἰδὼς μᾶλλον τοῦτον κατήστραπτε καὶ φοινίκιον ὅλον ἐδείκνυ καὶ λαμπρῷ κατηγλάϊζε χρώματι. Ἡ δὲ ἀφῄρει τε τοῦτον τοῦ φοβεῖσθαι, ἁπαλώτερόν τε προσγελῶσα καὶ χαλῶσα τὸ βλοσυρὸν τῆς ὀφρύος καὶ οἷον αἰνιττομένη τὸν ἔρωτα, καὶ πρὸς τὸ θαρρεῖν μετεσκεύαζεν· καὶ ἐπειδὴ λαμπρὰς ἐδίδου τῷ ἐρωμένῳ τὰς τοῦ ἔρωτος ἀφορμὰς, ἀντερᾶν δὲ καὶ οὗτος ἐπετηδεύετο, τὰ μὲν πρῶτα οὐ πάνυ τεθαρρημένως, μετὰ δὲ ταῦτα ἀναιδέστερόν τε προσιὼν καὶ τὰ τῶν ἐρώντων διαπραττόμενος· περιχυθεὶς γὰρ ἄφνω ἐφίλησε, καὶ δέρης ἥψατο καὶ χειρὸς, ὑπὸ τοῦ ἀδελφοῦ πρὸς τὴν τέχνην παιδοτρι βούμενος· Ἡ δὲ ἔτι μᾶλλον προσεπεφύκει καὶ πρὸς τὴν ἰσχὺν τῶν φιλημάτων ἀντήρειδεν· ἡ μὲν καὶ ὡς ἀληθῶς ἐρῶσα, ὁ δὲ οὐ πάνυ μέν τι ταύτης παρηκμακυίας ἐπιθυμῶν, τὸν δὲ τῆς βασιλείας ὄγκον εἰς νοῦν βαλλόμενος, καὶ διὰ ταύτην πᾶν ὁτιοῦν ποιεῖν τολμῶν τε καὶ ἀνεχόμενος. Οἱ δὲ περὶ τὰ βασίλεια τὰ μὲν πρῶτα τέως ὑπώπτευον καὶ μέχρι τῶν ὑπονοιῶν ἦσαν· ὕστερον δὲ ἀναιδῶς αὐτοῖς ἐκρηγνυμένου τοῦ ἔρωτος, πάντες ἐγνώκεισαν καὶ τῶν γινομένων οὐδὲ εἷς ἦν ἀνεπαίσθητος· ἤδη γὰρ καὶ εἰς συνουσίαν αὐτοῖς κατέληξε τὰ φιλήματα, καὶ πολλοῖς ἑαλώκεισαν ἐπὶ μιᾶς εὐνῆς συγκαθεύδοντες· καὶ ὁ μὲν ᾐσχύνετό τε καὶ ἠρυθρία καὶ περιδεὴς ἐπὶ τῷ πράγματι ἦν, ἡ δὲ οὔθ' ὑπεσ τέλλετο, καὶ προσφῦσα ἐπὶ τοῖς πάντων κατεφίλησεν ὀφθαλμοῖς, καὶ ὄνασθαι τούτου πολλάκις ηὔξατο.
3.20 Τὸ μὲν οὖν περικαλλύνειν τοῦτον ὥσπερ ἄγαλμα καὶ καταχρυσοῦν, δακτυλίοις τε περιαστράπτειν καὶ χρυσοϋ φέσιν ἐσθήμασιν οὐκ ἐν θαυμασίοις ἄγω· βασιλὶς γὰρ ἐρῶσα τί οὐκ ἂν τῷ ἐρωμένῳ πορίσαιτο; ἡ δὲ λανθάνουσα τοὺς πολλοὺς ἔστιν ὅτε καὶ ἐπὶ τὸν βασιλικὸν θρόνον ἐκάθιζεν ἐναλλὰξ, σκῆπτρον ἐνεχείριζε, καί ποτε καὶ ταινίας ἠξίωσε, καὶ ἐπὶ τούτοις αὖθις ἐπιχυθεῖσα ἄγαλμά τε ἐκάλει καὶ ὀφθαλμῶν χάριν καὶ κάλλους ἄνθος καὶ ψυχῆς ἰδίαν ἀναψυ χήν. Τοῦτο οὖν πολλάκις ποιοῦσα ἕνα τινὰ τῶν πανοπτήρων οὐκ ἔλαθεν· ἐκτομίας οὗτος ἦν καὶ τὰς πρώτας τῶν βασιλείων ἐμπεπιστευμένος αὐλῶν, αἰδέσιμός τε ἔκ τε τοῦ σχήματος, ἔκ τε τοῦ ἀξιώματος, καὶ θεράπων αὐτῆς πατρῷος· οὗτος τοίνυν ἰδὼν τὸ καινὸν τοῦ θεάματος μικροῦ δεῖν ἐξε πεπνεύκει, οὕτως αὐτὸν καὶ τὸ σχῆμα κατέπληξεν· ἡ δὲ ἀνεκαλέσατό τε ψυχορραγήσαντα καὶ κατέστησε συγκλονούμενον, καὶ τούτου ἐξαρτᾶσθαι ἐκέλευεν, ὡς νῦν τε ὄντος καὶ ἐσομένου καθαρῶς αὐτοκράτορος.
3.21 Καὶ τὸ μηδένα τῶν πάντων λαθὸν εἰς γνῶσιν οὐκ ἐληλύθει τῷ βασιλεῖ· τοσοῦτον αὐτῷ νέφος ὀφθαλμίας ἐπέ κειτο· ἐπεὶ δὲ ἡ τῆς ἀστραπῆς ἔκπληξις καὶ τὸ μέγεθος τῆς βροντῆς καὶ τὰς ἐκείνου περιηύγασε κόρας καὶ τὴν ἀκοὴν κατεβρόντησεν, καὶ τὰ μὲν εἶδεν αὐτοῖς ὄμμασι, τὰ δὲ ἠκηκόει, ὁ δὲ καὶ αὖθις ὥσπερ ἑκὼν ἐπέμυέ τε τοὺς ὀφθαλμοὺς καὶ τοὺς ὤτων πόρους ἀπέφραττεν· ἀμέλει καὶ συγκαθεύδων πολλάκις τῇ βασιλίδι ἄχρι τῆς ἐν εὐνῇ κατακλίσεως ὑπὸ φοινικίδι περικαλυπτομένῃ μόνον τε τοῦτον ἐκά λει καὶ τῶν ποδῶν ἐπαφᾶσθαι καὶ ἀνατρίβειν τούτῳ προσέταττε, καὶ θαλαμηπόλον ἐποίει, καὶ ἐξεπίτηδες, ἵνα τοῦτο ποιῇ, τὴν γυναῖκα τούτῳ κατεμνηστεύετο. Ἐπεὶ δὲ ἡ ἀδελφὴ Πουλχερία καὶ τῶν περὶ τὸν κοιτωνίσκον τινὲς τὸν κατ' αὐτοῦ συσκευαζόμενον θάνατον ἀπεκάλυψαν καὶ ἐτράνωσαν καὶ φυλάξασθαι προετρέψαντο, ὁ δὲ, ἐξὸν τὸν κεκρυμμένον ἀφανίζειν μοιχὸν καὶ τὸ πᾶν καταλύειν τοῦ δράματος, ἑτέραν μὲν πρόφασιν προβαλλόμενον ἐκπληροῦντα δὲ τὸ ἐνθύ μημα, τοῦτο μὲν οὐκ ἐποίησεν, οὐδέ τινα προσήνεγκε τῷ πράγματι μηχανὴν, ἀλλὰ τὸν ἐραστὴν ἢ ἐρώμενον προσκαλέσας ποτὲ περὶ τοῦ ἔρωτος ἐπυνθάνετο· καὶ ἐπειδὴ μηδὲν εἰδέναι ἐκεῖνος προσεποιήσατο, πίστεις τε εἰσπράττεται καὶ ὅρκους καθ' ἱερῶν· καὶ ἐπειδὴ τὴν πᾶσαν ἐκεῖνος ἐπιορκίαν ἐτέλεσεν, τὰς μὲν τῶν ἄλλων φωνὰς συκοφαντίας ἡγεῖτο, αὐτῷ δὲ μόνῳ προσεῖχε τὸν νοῦν καὶ πιστότατον ἐκάλει θεράποντα.
3.22 Τούτῳ δὲ καὶ ἄλλο τι συναντελάβετο, ὥστε πόρρω γενέσθαι τῆς κατ' αὐτοῦ ὑπονοίας τὸν αὐτοκράτορα· νόσημα γάρ τι δεινὸν ἀφ' ἥβης τούτῳ περιπεπτώκει εὐθὺς, τὸ δὲ πάθος περιτροπή τις τοῦ ἐγκεφάλου ἐν περιόδοις ἐτύγχανεν ὂν, καὶ μηδεμίας αὐτῷ προσγινομένης τῆς σημειώσεως, αὐτίκα τε ἐτετάρακτο καὶ τοὺς ὀφθαλμοὺς ἔστρεφε καὶ κατὰ γῆς κατερρήγνυτο, προσούδιζέ τε τὴν κεφαλὴν καὶ ἐπὶ πλεῖστον χρόνον κατακεκλόνητο, εἶτ' εἰς αὖθις ἑαυτοῦ τε ἐγίγνετο καὶ κατὰ βραχὺ πρὸς τὸ σύνηθες βλέμμα ἀπο καθίστατο· ἑωρακὼς γοῦν τοῦτον ὁ αὐτοκράτωρ τούτῳ τῷ πάθει ἑαλωκότα, ᾤκτειρέ τε τοῦ πτώματος καὶ μανίαν μὲν κατεγνώκει, ἔρωτας δὲ ἀπεγνώκει καὶ χάριτας. Τοῖς δὲ πολλοῖς πρόσχημα τὸ πάθος ἐδόκει καὶ προκάλυμμα τῆς ἐπι βουλῆς· καὶ ἦν ἂν αὐτὴ ἀληθεύουσα ἡ ὑπόνοια, εἰ μὴ καὶ βασιλεὺς γεγονὼς ταύτην ὑφίστατο τὴν περιτροπήν· ἀλλὰ τοῦτο μὲν εἰς τὸν περὶ αὐτοῦ λόγον ἀναβεβλήσθω, ἐκείνῳ δὲ πρὸς τρόπου καὶ τὸ κακὸν ἐγεγόνει καὶ τὸ ἀσχημάτιστον πάθος προκάλυμμα πρὸς τὴν ὑπόθεσιν ἦν.
3.23 Τὸ μὲν οὖν τὸν αὐτοκράτορα πεῖσαι τοὺς ἀντερῶντας μὴ ἐρᾶν οὐ μέγα ἔργον ἦν, ρᾷστα γὰρ καὶ ἐπέπειστο· ὡς δὲ ἐγώ τινος ἤκουσα τῶν τότε περὶ τὰς βασιλείους ἀναστρεφομένων αὐλὰς, ἀνδρὸς ἅπασαν τῆς βασιλίδος τὴν ἐρωτικὴν εἰδότος ὑπόθεσιν κἀμοὶ τὰς ἀφορμὰς τῆς ἱστορίας διδόντος, ὡς ὁ βασιλεὺς ἐβούλετο μὲν ὡσανεὶ πεπεῖσθαι μὴ ἔχειν τὴν βασιλίδα ἐρωτικῶς πρὸς τὸν Μιχαὴλ, ᾔδει δὲ μάλα ἐρῶσαν ὥσπερ δὴ καὶ σφριγῶσαν περὶ τὸ πάθος, καὶ, ἵνα μὴ πρὸς πολλοὺς διαχέοιτο, οὐ μάλα τὴν πρὸς ἕνα τῆς γυναικὸς ἐδυσχέραινεν ὁμιλίαν, ἀλλὰ σχηματιζόμενος παρορᾶν ἀπεπλήρου τὸ πάθος τῇ βασιλίδι· ὃ τοίνυν ἄλλως μοι εἴρητο· ὁ μὲν βασιλεὺς εὔκολος πρὸς τὴν ἐρωτικὴν ὑπόληψιν ἢ κατάληψιν ἦν, ἐμεμήνει δὲ ἥ τε ἀδελφὴ Πουλχερία καὶ ὅσοι τηνικαῦτα κοινωνοὶ τῶν ἀπορρήτων ἐκείνῃ ὄντες ἐτύγχανον. Πρὸς τούτους οὖν ἡ μάχη καθίστατο, καὶ ἡ μὲν παράταξις οὐκ ἀφανὴς, ἐν ὑπονοίαις δὲ συμβεβήκει τὰ τρόπαια· ἥ τε γὰρ ἀδελφὴ οὐ μετὰ πολὺν χρόνον ἐτεθνήκει, καὶ τῶν περὶ ἐκείνην ὁ μὲν τοῦτο ἐπεπόνθει ἀθρόον, ὁ δὲ τῶν ἀνακτόρων ὑπεξεληλύθει, οὕτω βουληθέντος τοῦ αὐτοκράτορος· τῶν δ' ἄλλων οἳ μὲν συνῄνουν τῷ πράγματι, οἳ δὲ τὴν γλῶτταν ἐπεπέδηντο· καὶ ἦν ὁ ἔρως οὐκ ἀφανῶς τελούμενος, ἀλλ' ὥσπερ ἐπὶ νόμοις γινόμενος.
3.24τ Περὶ τῆς νόσου τοῦ βασιλέως. Εἶτα τί γίνεται; καταλαμβάνει καὶ τὸν αὐτο κράτορα νόσημα τῶν ἀήθων καὶ χαλεπῶν· ὅλον γὰρ ἀθρόον τὸ σῶμα καὶ κακόηθες αὐτῷ ἐγεγόνει καὶ ὕπουλον· τροφῆς τε γοῦν ἐντεῦθεν οὐ μᾶλλον ἐρρωμένως ἥπτετο, ὅ τε ὕπνος ἄκροις αὐτοῦ τοῖς ὄμμασιν ἐφιζάνων ταχέως ἀφίπτατο, καὶ πάντα συνεπεπτώκει αὐτῷ τὰ δυσχερῆ, ἤθους τραχύτης, γνώμη δυσάρεστος, θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ, μὴ γνωριζόμενα πρότερον· εὐπρόσιτος γοῦν τὸν ἐκ πρώτης ἡλικίας βίον τυγχάνων, τότε δυσπρόσιτός τε ὁμοῦ καὶ δυσπρόσοδος ἐγεγόνει· ὅ τε γὰρ γέλως αὐτὸν ἀπέλιπε καὶ ἡ τῆς ψυχῆς χάρις καὶ τὸ γλυκὺ τοῦ ἤθους, καὶ οὔτε τινὶ τῶν πάντων ἐπίστευεν, οὔτε αὐτὸς ἐδόκει τοῖς ἄλλοις, ἀλλ' ἑκάτεροι ὑπώπτευόν τε καὶ ὑπωπτεύοντο· τὸ δέ γε ἀφιλότιμον τότε μᾶλλον αὐτῷ ἐπετάθη· ἀνελευθέρους γοῦν ἐποιεῖτο τὰς τῶν χρημάτων διανεμήσεις, καὶ πρὸς πᾶσαν μὲν ἱκεσίαν ἐχαλέπαινεν, πρὸς πᾶσαν δὲ φωνὴν ἐλεεινὴν ἐτραχύνετο· πονήρως δὲ ἄγαν τοῦ σώματος ἔχων, ὅμως οὔτε τῶν συνήθων ἠμέλει, οὔτε τὰς βασιλείους πομπὰς ἐν μηδενὶ λόγῳ ἐτίθετο, ἀλλὰ καὶ στολαῖς κατελαμπρύνετο χρυσοπάστοις καὶ τὸν ἄλλον κόσμον ἠμφίεστο, ὥσπερ ἀχθοφορῶν ἐν ἀσθενεῖ σώματι, δυσχερῶς τε ἐπανέστρεφεν καὶ πλέον εἶχε κακῶς.
3.25 Ἐγὼ γοῦν πολλάκις ἐθεασάμην οὕτως ἐν ταῖς πομπαῖς ἔχοντα, οὐκ ἀκριβῶς ἑκκαιδεκέτης τὴν ἡλικίαν ὢν, βραχύ τι τῶν νεκρῶν διαφέροντα· ὅλον γὰρ αὐτῷ ἐξῳδήκει τὸ πρόσωπον, καὶ τὸ χρῶμα οὐδέν τι κάλλιον εἶχε τῶν τριταίων περὶ τὰς ταφάς· ἀπέπνει τε πυκνῶς, καὶ βραχύ τι προβαίνων αὖθις ἵστατο· τῶν δὲ περὶ τὴν κεφαλὴν αὐτῷ τριχῶν αἱ μὲν πλείους ὥσπερ ἀπὸ νεκροῦ σώματος ἐπεπτώκεισαν, βραχεῖαι δέ τινες καὶ ψιλαὶ ἠτάκτουν περὶ τὸ μέτωπον, τῷ ἐκείνου, οἶμαι, συγκινούμεναι πνεύματι. Τοῖς μὲν οὖν ἄλλοις ἀπέγνωστο, ὁ δὲ οὐ πάνυ τι δυσέλπιστος ἦν, ἀλλ' ἰατρικαῖς τέχναις ἑαυτὸν ἐδεδώκει, κἀκεῖ τὴν σωτηρίαν ἑαυτῷ ἐμνηστεύετο.
3.26τ Περὶ τοῦ θανάτου τοῦ βασιλέως. Εἰ μὲν οὖν ἐδεδράκεισάν τι περὶ αὐτὸν τῶν ἀτοπωτάτων αὐτή τε ἡ ἐρωτικὴ συζυγία καὶ οἱ τοῦ πράγματος κοινωνοὶ, ἐγὼ μὲν οὐκ ἂν εἴποιμι· οὐ γὰρ ρᾳδίως οἶδα καταγινώσκειν ὧν οὔπω κατάληψιν εἴληφα· τοῖς δὲ ἄλλοις κοινὸν τοῦτο τέθειται ὁμολόγημα, ὡς τὸν ἄνδρα πρότερον φαρμάκοις καταγοητεύσαντες, μετὰ ταῦτα καὶ ἑλλέβορον ἐκεράσαντο· καὶ οὐ περὶ τούτου νῦν διαμφισβητοῦμαι, ἀλλ' ὅτι ἡ τοῦ θανεῖν αἰτία ἐκεῖνοι γεγόνασιν. Εἶχε ταῦτα, καὶ τὰ προτέλεια τῆς κοινῆς ἡμῶν ἀναστάσεως ἐτελεῖτο τῷ βασιλεῖ, ὁμοῦ τε ὡς ἐς αὔριον εἰς τὴν πάνδημον πανήγυριν προελευσόμενος ηὐτρεπίζετο· ἄπεισι γοῦν πρὸ ἡμέρας βαλανείοις χρησόμενος αὐτόθι που περὶ τὰ βασίλεια, οὔτε χειραγωγούμενος ἔτι, οὔθ' ὑπόγυος πρὸς τὸν θάνατον ὤν· διαπρεπῶς γοῦν ἀνῄει ἀλειψόμενος καὶ λουσόμενος καὶ καθαρσίοις περὶ τὸ σῶμα χρησόμενος. Εἴσεισι γοῦν τὸ λουτρὸν, καὶ κεφαλὴν πρῶτα διαρρυφθεὶς, εἶτα δὴ καὶ τὸ σῶμα καταντληθεὶς, ἐπειδὴ ἐρρωμένως εἶχε τοῦ πνεύματος, τῇ κολυμβήθρᾳ ἑαυτὸν ἐπιδίδωσιν, ἥτις μέσον ὀρώρυκται· καὶ τὰ μὲν πρῶτα ἡδέως τῷ ὕδατι ἐπενήχετο καὶ ἐλαφρῶς ἐπέπλει, ἀναφυσῶν ὡς ἥδιστα καὶ ἀναψυχόμενος, ἔπειτά τινες καὶ τῶν περὶ ἐκεῖνον εἰσῄεσαν ὑπερείσοντες ἐκεῖνον καὶ ἀναπαύσοντες· οὕτω γὰρ ἔδοξεν· ἀλλ' εἴ τι μὲν εἰσελθόντες περὶ τὸν αὐτοκράτορα παρηνόμησαν, οὐκ ἔχω εἰπεῖν ἀκριβῶς. Φασὶ γοῦν οἱ καὶ τἄλλα πρὸς τοῦτο συνείροντες, ὅτι ἐπειδὴ τὴν κεφαλὴν εἰς τὸ ὕδωρ καθῆκεν ὁ αὐτοκράτωρ, τοῦτο γὰρ εἴθιστο ποιεῖν, συμπιέσαντες αὐτοῦ τὸν αὐχένα ἐπέσχον ἐπὶ χρόνον πολὺν, εἶτ' ἀφέντες ἐξεληλύθεσαν· τὸν δὲ τὸ πνεῦμα κουφίσαν ἄπνουν σχεδὸν ἐπεδείκνυ τοῖς ὕδασιν ὥσπερ φελλὸν ἀλόγως ἐπισαλεύοντα· ὡς δὲ βραχύ τι ἀναπνεύσας ἔγνω ὅπη κακοῦ ἐτύγχανεν ὢν, τὴν χεῖρα προτείνας ἐδεῖτο τοῦ συλληψομένου καὶ ἀναστήσοντος. Εἷς γέ τοι ἐλεήσας τοῦτον καὶ τοῦ σχήματος, τὰς χεῖρας ὑποτείνας καὶ ἐναγκαλισάμενος ἀνιμήσατο, καὶ διαβαστάσας ὡς εἶχεν ἐπὶ τῆς στρωμνῆς ἀθλίως κατέθετο. Καὶ βοῆς ἐπὶ τοῦτο γενομένης, ἄλλοι τέ τινες παρῆσαν καὶ ἡ βασιλὶς αὐτὴ ἀδορυφόρητος, ὡς ἐπὶ πένθει δεινῷ· καὶ ἰδοῦσα αὖθις ἀπῆλθε, τὸ πιστὸν τῆς τελευτῆς εἰληφυῖα διὰ τῆς ὄψεως. Ὁ δὲ βαρύ τι στενάξας καὶ βύθιον, τῇδε κἀκεῖσε περιεβλέπετο, φωνῆσαι μὲν μὴ δυνάμενος, σχήμασι δὲ καὶ νεύμασι δηλῶν τὸ βούλημα τῆς ψυχῆς· ὡς δὲ συνελαμβάνετο ἔτι οὐδεὶς, μύσας τοὺς ὀφθαλμοὺς πυκνότερον αὖθις ἐπήσθμαινεν· εἶτα δὴ ἀθρόον ἀναρραγέντος ὑπεκχεῖται διὰ τοῦ στόματος μελάντερόν τι τὴν χρόαν καὶ πεπηγὸς, ἐφ' ᾧ δὴ δὶς καὶ τρὶς ἀσθμάνας τὴν ζωὴν ἀπολείπει. 4.τ ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ ΜΙΧΑΗΛ Δʹ 4.1 Οὕτω μὲν δὴ Ρωμανὸς ἐτεθνήκει ἐς πεντάδα χρόνων καὶ ἥμισυ τὴν βασιλείαν κατεσχηκώς· ἡ δὲ βασιλὶς Ζωὴ, ἐπειδὴ τοῦτον ἐμεμαθήκει ἐκπεπνευκότα (οὐδὲ γὰρ παρῆν ἀποπνέοντι), εὐθὺς ὥσπερ δὴ κληρονόμος ἄνωθεν τῆς ἀρχῆς τῶν ὅλων προΐσταται, μᾶλλον δὲ τοῦ προεστάναι βραχὺ φροντίσασα, ὅπως ἂν παραδῷ τὴν προστασίαν τῷ Μιχαὴλ, περὶ οὗ φθάσας ὁ λόγος διείληφε, διὰ πάσης φροντίδος γίνεται. Οἱ μὲν γὰρ τῶν ἀνακτόρων τοὺς ἐν τοῖς ἀξιώμασι κλήρους διαλαχόντες, ὧν οἱ πλείους αὐτῇ πατρῷοι θεράποντες ὄντες ἐτύγχανον, οἱ δὲ καὶ τοῦ ἀνδρὸς ὁμιληταὶ καὶ εἰς γένος ἐκείνῳ συναφθέντες [ἀπὸ] τοῦ πατρὸς, ἀπεῖργον τοῦ προχείρως περὶ τῶν μεγάλων τι διαπράξασθαι, συνεβούλευόν τε ἐνθυμηθῆναι τὰ κάλλιστα περὶ αὑτῆς καὶ βουλεύσασθαι, καὶ ἕνα τῶν πάντων εἰς τὴν βασιλείαν ἀναγαγεῖν τὸν ἐκ πάντων ἐξαίρετον, καὶ συνομολογήσοντα οὐχ ὡς συμβίῳ ἀλλ' ὡς δεσπότιδι ταύτῃ προσενεχθήσεσθαι.
4.2 Οἳ μὲν οὖν παντοδαπῶς αὐτῇ προσεφέροντο, πεῖσαι τάχα οἰόμενοι καὶ πρὸς τὸ δοκοῦν σφίσι ταύτην μεταλαβεῖν· ἣ δὲ ὅλαις ψήφοις καὶ πάσαις ἐννοίαις ἐπὶ τὸν Μιχαὴλ ἐνενεύκει, οὐ λογισμῷ ἀλλὰ πάθει τὸν ἄνδρα κρίνουσα. Ὡς δὲ καὶ ἡμέραν ἔδει ὁρίσαι καθ' ἣν ἐκεῖνος στεφανηφορήσειν ἔμελλεν καὶ τῶν ἄλλων παρασήμων ἀξιωθήσεσθαι, ὁ πρεσβύτερος τοῦ Μιχαὴλ ἀδελφὸς, Ἰωάννης ὁ ἐκτομίας, ἀνὴρ δεινότατος περὶ τὰς ἐνθυμήσεις καὶ περὶ τὰς πράξεις δραστήριος, δι' ἀπορρήτων αὐτῇ ἐντυχὼν, καὶ ὡς ἀποθανούμεθα φήσας, εἰ ροπὴν τὸ κράτος εἰς ὑπέρθεσιν λήψεται, ὅλην εἰς τὴν οἰκείαν μετατίθησι γνώμην· καὶ εὐθὺς μετακαλεσαμένη τὸν Μιχαὴλ καὶ τὴν χρυσοϋφῆ στολὴν ὑπεν δύσασα, ἔπειτα δὲ καὶ τὴν βασιλικὴν στεφάνην τῇ κεφαλῇ προσαρμόσασα, ἐπί τε πολυτελοῦς θρόνου καθίσασα καὶ αὐτὴ παρακαθισαμένη πλησίον ἐν ὁμοίῳ τῷ σχήματι, πᾶσιν ἐπιτάττει ὅσοι τὸ βασίλειον τηνικαῦτα ᾤκουν ἄμφω κοινῇ προσκυνεῖν τε καὶ εὐφημεῖν. Οἳ μὲν οὖν οὕτως ἐποίουν· διαδόσιμον δὲ τὸ πρᾶγμα καὶ τοῖς ἐκτὸς καὶ τῶν ἀνακτόρων καθίστατο, καὶ πᾶσα ἡ Πόλις παραλαβεῖν τοῦ συνθήματος τὴν εὐθυμίαν ἐβούλετο, τοῦτο μὲν καὶ ψευδομένων τῶν πλειόνων τὴν εὐφημίαν καὶ κολακευόντων τὸν βασιλεύσαντα, τοῦτο δὲ καὶ ὥσπερ τι ἄχθος ἀποθεμένων τὸν τελευτήσαντα, καὶ κούφως ἅμα καὶ ἐλαφρῶς σὺν εὐθυμίᾳ καὶ ἡδονῇ ἐκδεξαμένων τὸν Μιχαήλ.
4.3 Ἐπεὶ οὖν τοῖς περὶ τὸν βασιλέα ἡ ἑσπέριος ἐκείνη ἐσχηματίσθη ἀνάρρησις, διττὸν εὐθὺς πρόσταγμα ἀφικνεῖται τῷ ἐπάρχῳ τῆς Πόλεως, ἀφίξεσθαι ἅμα πρωῒ εἰς τὰ βασίλεια καὶ τοὺς τῆς συγκλήτου βουλῆς, ὁμοῦ τε τῷ νέῳ προσκυνήσοντας βασιλεῖ καὶ τῷ ἀπεληλυθότι τὴν νενομισμένην ποιήσοντας ἐκφοράν· καὶ ἀπήντησαν οὗτοι κατὰ τὸ σύνθημα· καὶ καθ' ἕνα εἰσιόντες προκαθημένοις τοῖς βασιλεῦσιν ἐπὶ γῆς ἐτίθουν τὰς κεφαλὰς, τῇ μὲν βασιλίσσῃ τοῦτο καὶ μόνον ἀφοσιοῦντες, τοῦ δέ γε αὐτοκράτορος καὶ τὴν δεξιὰν προσπτυσσόμενοι χεῖρα. Ἐπὶ τούτοις ὁ μὲν Μιχαὴλ βασιλεὺς αὐτοκράτωρ ἀναρρηθεὶς, περὶ τῶν συνοισόντων τῇ ἀρχῇ φροντίσειν ἔμελλεν· τῷ δὲ μετηλλαχότι τὴν ζωὴν Ρωμανῷ, ἐπὶ πολυτελοῦς κλίνης κατατεθέντι ἡ ἐκφορὰ παρεσκεύαστο, καὶ ἀπῄεσαν ἅπαντες τὰ εἰκότα τὸν ἀποδεδημηκότα βασιλέα τιμήσοντες· μέρος δὲ τῶν τῆς κλίνης προηγουμένων καὶ ὁ τοῦ νέου βασιλέως ἀδελφὸς Ἰωάννης ὁ ἐκτομίας γίνεται, περὶ οὗ ἐν τοῖς καθήκουσι τόποις τῆς παρούσης ἀναγραφῆς ὁ λόγος ἐρεῖ.
4.4 Καὶ εἶδον κἀγὼ τὴν ἐξόδιον ταύτην πομπὴν τοῦ βασιλέως, οὔπω μὲν γενειάσκων, ἄρτι δὲ παραγγείλας ἐς τοὺς ποιητικοὺς λόγους, καὶ ἀθρήσας τὸν κείμενον οὔπω ἀκριβῶς ἐγνώκειν οὔτε ἀπὸ τοῦ χρώματος, οὔτε ἀπὸ τοῦ σχήματος, εἰ μὴ ὅσον ἐκ τῶν παρασήμων συνεβαλλόμην ὡς ὁ τεθνηκώς ἐστι βασιλεύς· διέφθαρτο μὲν γὰρ αὐτῷ τὸ πρόσωπον, οὐχ ὡς ἐκτετηκὸς, ἀλλ' ὡς ἐξῳδηκὸς, καὶ τὸ χρῶμα πάντη ἠλλοίωτο οὐχ ὡς νεκρῶδες, ἀλλ' ἐῴκει τοῖς ἐκ φαρμακοποσίας ἀνοιδήσασι καὶ ὠχριακόσιν, ὥστε μηδὲ δοκεῖν αἵματος αὐτοῖς ὑπεῖναι γένεσιν· τῶν δὲ τριχῶν αἵ τε τῆς κεφαλῆς καὶ ὅσαι περὶ τὸν πώγωνα ἐψίλωντο τοσοῦτον, ἕως ἐοικέναι τὰ διεφθαρμένα μέλη τοῖς ἐξαφθεῖσι ληΐοις, ὧν πόρρωθεν ἡ ψίλωσις καταφαίνεται, καὶ εἴ τις αὐτὸν ἐδάκρυσεν ἐντεῦθεν αὐτῷ κατέρρει τὸ δάκρυον· τὸ γὰρ ἅπαν πλῆθος, οἱ μὲν ὡς πολλῶν ἐξ αὐτοῦ μετεσχηκότες κακῶν, οἱ δὲ ὡς οὐδενὸς παραπολαύσαντες ἀγαθοῦ, οὐδὲ σὺν εὐφήμῳ γλώττῃ ἢ ἑώρων ἐκεῖνον ἢ ὁρῶντες παρέπεμπον.
4.5 Ὁ μὲν οὖν οὕτω βιώσας τοιαύτης καὶ τῆς ἐκφορᾶς ἔτυχε, τοσοῦτον ἀπολαύσας τῶν ἐπὶ τῇ μονῇ πόνων τε καὶ δαπανημάτων, ὁπόσον βραχεῖ τινι τοῦ νεὼ μέρει τὸν ἐκείνου κατατεθῆναι νεκρόν.
4.6 Ὁ δὲ Μιχαὴλ τέως μὲν πρὸς τὴν βασιλίδα διάθεσίν τινα καὶ εὐνοίας ὑποκρίνεται ὀφθαλμὸν, εἶτα βραχέος τινὸς διερρυηκότος χρόνου μεταλλάττεται ὅλως, καὶ τῆς πρὸς αὐτὸν εὐνοίας καὶ χάριτος πονηρὰς ἀντιδίδωσιν ἀμοιβάς. Τοῦτο δὲ οὔτε ἐπαινεῖν, οὔτε ψέγειν δεδύνημαι· τὸ μὲν γὰρ μισεῖν τὴν εὐεργέτιδα καὶ ἀγνωμόνως πρὸς ταύτην φέρεσθαι οὐκ ἐν καλοῖς τίθεμαι, τὸ δὲ δεδιέναι περὶ ταύτῃ μὴ τοῖς ἴσοις καὶ τοῦτον περιβαλεῖ κακοῖς οὐκ ἔχω μὴ ἐπαινεῖν.
4.7 Ποιεῖ δέ μοι μάλιστα τὴν ἀμφιβολίαν τῶν λογισμῶν ὁ τοῦ Μιχαὴλ τρόπος· εἰ γάρ τις αὐτὸν ἐξέλοι τούτου μόνου τοῦ πρὸς τὸν Ρωμανὸν ἀδικήματος καὶ τοῦ περὶ τὴν μοιχείαν ἐγκλήματος, καὶ ὧν ἴσως διὰ τὴν τῆς ὑποψίας ἑαλώκει φυγὴν, ἐν τοῖς ἐξειλεγμένοις βασιλεῦσιν οὗτος τε τάξεται. Παιδείας μὲν γὰρ ἑλληνικῆς ἄμοιρος παντάπασιν ἦν, ἐρρύθμιστο δὲ τὸ ἦθος μᾶλλον ἢ οἱ κατ' ἐκείνην φιλοσοφήσαντες, καὶ κερίττων ἦν καὶ σφριγῶντος σώματος καὶ ἀνθούσης νεότητος, καὶ οὐ τὰ πάθη τὸν ἐκείνου κατῆγε λογισμὸν ἢ ἐκεῖνος τούτων ἐδέσποζεν· εἶχε δὲ οὐ τὸ ὄμμα μόνον γοργὸν, ἀλλὰ καὶ τὴν ψυχὴν, καὶ ἑτοίμην πρὸς εὐφυεῖς ἀντιθέσεις· εὐτρέπιστο δὲ τούτῳ καὶ ἡ γλῶττα οὐχ ὁμαλῶς ξυγκειμένη, ἀλλ' ἐπιτροχάδην ἀγορεύουσα καὶ λαμπρόν τι ἠχοῦσα.
4.8 Ὅσα μὲν οὖν ἐς νόμων ἢ κανόνων ἀναφορὰς ἢ διαιτῶν ἢ ἀποδεικνὺς, ἀπόρως εἶχεν καὶ οὐ πάνυ τι αὐτῷ ἡ εὐγλωττία ἐλυσιτέλει· εἰ δὲ τῆς ἀπὸ τῶν λογισμῶν διοικήσεως ἐδεῖτο τὸ διαιτώμενον, εὐθὺς πολλαχῶς ἐπεχείρει καὶ ἐνθυμήμασιν ἐνθυμήματα περιέπλεκε καὶ ἐκράτει τῆς ἀσκήσεως ἡ ἐκείνου μεγαλοφυΐα· ἀλλ' οὔπω περὶ τούτων. Ὁ δὲ λόγος εἰς ἀρχὴν αὖθις ἀποκαθιστάσθω καὶ δεικνύτω ὡς ὁ βασιλεὺς εὐθὺς τῆς ἀκριβοῦς τῶν πραγμάτων ἐφρόντισε διοικήσεως.
4.9 Φαίνεται μὲν ἐξ οὐ καλῆς ὑποθέσεως, ὡς ὁ λόγος φθάσας ἐγνώρισεν, εἰς τὴν βασίλειον ἀρχὴν ἀναχθείς· ἐπεὶ δὲ τοῦ κράτους ἐγκρατὴς ἐγεγόνει, βραχὺν μέν τινα χρόνον τὴν βασιλείαν, ἵν' οὕτως εἴπω, διέπαιξε, τὰ μὲν τῷ καιρῷ διδοὺς καὶ τῇ ἀδοκήτῳ ἐκβάσει τοῦ πράγματος, τὰ δὲ τῇ γυναικὶ χαριζόμενος καὶ οἷον θυμηδίας αὐτῇ καὶ ἀναπαύλας προσμηχανώμενος. Ἐπεὶ δὲ πρὸς τὸ μέγεθος τοῦ κράτους διέβλεψε καὶ τὸ πολυειδὲς τῆς προνοίας διέγνω, καὶ ὁπόσον μέρος τῶν περιστάσεων αἱ περὶ τὰ πράγματα φροντίδες τῷ ὡς ἀληθῶς συλλέγουσιν βασιλεῖ, ὅλως ἀθρόος μετήλλακτο, καὶ ὥσπερ ἀνὴρ ἐκ μειρακίου γενόμενος ἀνδρικώτερον ἅμα καὶ γενναιότερον τῆς βασιλείας ἀντείχετο.
4.10 Καὶ τοῦτο πρῶτον θαυμάζειν ἔχω τοῦ αὐτοκράτορος, ὅτι ἐξ ἐλάττονος τύχης τῆς μεγίστης ταύτης εὐδαιμονίας τυχὼν, οὔτ' ἐξεπλάγη τὸ φρόνημα, οὔτε ἥττων εὑρέθη τοῦ κράτους, ἀλλ' οὔ τι τῶν καθεστώτων ἠλλοίωσε· ἀλλ' ὥσπερ πρὸς τοῦτο διαμεμελετημένος πόρρωθεν καὶ οἷον ἠρέμα προσεγγίσας τῷ πράγματι, τοιοῦτος εὐθὺς ἐγνώριστο καθ' ἣν ἐβεβασιλεύκει ἡμέραν, ὁποῖος εἰ χθὲς καὶ πρῴην διεῖπε τὴν βασιλείαν· οὔτε γάρ τι τῶν συνήθως πραττομένων ἐκαινοτόμησεν, οὔτε νόμον ἀνεῖλεν, οὐδ' ἀντίθετον τούτῳ εἰσήνεγκεν, ἀλλ' οὔτε τινὰ τῶν τῆς γερουσίας μετήμειψεν, οἷα δὴ φιλεῖ ἐν ταῖς καιναῖς βασιλείαις νεωτερίζεσθαι· εἰ γὰρ καί τινες αὐτῷ συνήθεις πρὸ τοῦ κράτους ἐτύγχανον ὄντες, ἢ χάριτάς τισι καθωμολόγησεν, οὐδένα μὲν τούτων διεψεύσατο βασιλεύσας, πλὴν οὐκ εὐθὺς εἰς ὑπερηφάνους τούτους ἀρχὰς ἀνεβίβασεν, ἀλλ' οἷον προγυμνάζων πόρρωθεν ταῖς ἥττοσι καὶ ταπεινοτέραις, οὕτω κατὰ βραχὺ προῆγε ταῖς μείζοσι. Καὶ ἀποπεφάνθω μοι περὶ τοῦδε τοῦ ἀνδρὸς, ὡς εἰ μὴ τῶν ἀδελφῶν ἡ μερὶς μοίρᾳ προσεφύη κακῇ, κἀντεῦθεν οὔτε καταλύειν εἶχε τὸ γένος παντάπασιν, οὔτ' ἐπιστρέφειν πρὸς τὸ συμφέρειν διὰ τὴν ἀνωμαλίαν τῶν τρόπων, οὐκ ἄν τις ἐκείνῳ τῶν περιωνύμων βασιλέων ἀντήρισεν.
4.11 Ἀλλ' ὥσπερ οὐδένα τῶν ἐπ' ἐμοῦ βεβασιλευκότων ἐθεασάμην (λέγω δὲ πολλοὺς ἐπιμετρῶν τῷ ἐμῷ βίῳ, ὅτι περ οἱ πλείους αὐτῶν ἐνιαύσιοι), ὥσπερ οὖν οὐδεὶς τούτων ἐλευθέρως τὴν βασιλείαν διήνεγκεν, ἀλλ' οἱ μὲν παρὰ τὴν γνώμην κακοὶ, οἱ δὲ παρὰ τὴν πρός τινας ἑταιρίαν, οἱ δὲ δι' ἄλλο τι τῶν εἰωθότων, οὕτω δὴ κἀκεῖνος παρ' ἑαυτὸν μὲν ἀγαθὸς, πρὸς δὲ τοὺς ἀδελφοὺς καὶ λίαν πικρός· ἔοικε γὰρ ἡ γεννησαμένη τούτους φύσις, ἐπειδή περ τῷ Μιχαὴλ πεφιλοτίμηται τὰ χρηστότερα, τὸ λοιπὸν γένος ἐξ ἀντιθέτου προενεγκεῖν. Ἐβούλετο γὰρ ἕκαστος ἐκείνων εἶναι ἀντὶ παντὸς, καὶ μηδένα τῶν ἄλλων ἀνθρώπων μήτε ἐπὶ θαλάττης, μήτε μὴν διάγειν εἰς ἤπειρον, ἀλλὰ μόνος ἐν τῷ παντὶ βιοτεύειν, ὥσπερ ἄνωθεν κατὰ κλῆρον διειληφότες καὶ τὴν γῆν καὶ τὴν θάλασσαν· καὶ πολλάκις μὲν ἐπισχεῖν τούτους ὁ ἀδελφὸς ἐπεχείρησεν, οὐχ οἷον νουθετῶν, ἀλλὰ καὶ πικρῶς ἐπιτιμῶν καὶ δριμύτερον καθαπτόμενος καὶ φόβον ἐπισείων σφοδρότερον, ἤνυε δὲ πλέον οὐδὲν, τοῦ πρεσβυτέρου τῶν ἀδελφῶν Ἰωάννου ποικιλώτερον μεταχειριζομένου τὰ πράγματα, καὶ τοῦ μὲν τὸν θυμὸν καταπαύοντος, τοῖς δὲ μνηστευομένου ἐλευθερίαν τῶν πράξεων· ἔπραττε δὲ ταῦτα οὐ πάνυ μὲν ταῖς ἐκείνων γνώμαις ἑπόμενος, τοῦ δὲ γένους ὅμως κηδόμενος.
4.12 Περὶ δὲ τούτου καὶ πλέον τι ὁ λόγος διελθεῖν βούλεται, ἐρεῖ δὲ οὔτε τι κενὸν, οὔτε διεψευσμένον· καὶ γάρ τι γενειῶν αὐτὸν καὶ τεθέαμαι τὸν ἄνδρα καὶ λέγοντος ἤκουσα καὶ πράττοντι συνεγενόμην καὶ ἐχαρακτήρισα ἀκριβῶς, καὶ τὰ μὲν αὐτῷ τῶν ἐπαινουμένων ἐπίσταμαι, τὰ δὲ οὐ πάνυ οἶδα σπουδαῖα. Τέως δὲ ἐκ τῶν τοιούτων ἠθῶν συνεκεκέραστο· ἕτοιμον εἶχε τὸ φρόνημα, καὶ ἀγχίνους εἰ καί τις ἄλλος ἐτύγχανεν ὢν, κατηγόρει δὲ ταῦτα τούτῳ καὶ αὐτὸς δὴ γοργὸν βλέπων ὀφθαλμός· ἐπιμελῶς δὲ τῶν πραγμάτων ἁπτόμενος καὶ περὶ τὸ μέρος τοῦτο φιλοπονώτατα διακείμενος, ἐμπειρότατος ἐγεγόνει πάντων, καὶ μάλιστα περὶ τὰς δημοσίους συνεισφορὰς ὀξύτατος ὦπτο καὶ ἀγχινούστατος· βουλόμενος δὲ μήτε τινὶ τῶν πάντων γενέσθαι βαρυσυμφορώτατος, μήτε μὴν καταπεφρονῆσθαι παρ' οὑτι νοσοῦν, κακὸν μὲν οὐδενὶ διέπραξεν, δριμεῖαν δὲ τοῖς πολλοῖς τὴν ὄψιν πλαττόμενος, κἀντεῦθεν αὐτοὺς ἐκφοβῶν, μέχρι τῆς θέας ἐλύπει· οἱ γὰρ πλεῖστοι τὸ εἶδος αὐτοῦ πεφρικότες τῶν πονηρῶν ἀπείχοντο πράξεων. Καὶ ἦν ἐντεῦθεν προπύργιον ὡς ἀληθῶς τοῦ βασιλέως καὶ ἀδελφός· οὔτε γὰρ ἡμέρας, οὔτε νυκτὸς τῶν φροντίδων ἀνεῖτο, ἀλλὰ καὶ χαρίτων ἔστιν οὗ πληρούμενος, καὶ συμποσίοις παραγινόμενος, τελεταῖς τε καὶ πανηγύρεσιν, τῆς καθηκούσης οὐκ ἠμέλει σπουδῆς· ἐλάνθανέ τε τοῦτον τῶν πάντων οὐδὲν, ἀλλ' οὐδὲ ὁ λαθεῖν βουλόμενος ἦν, παντὸς ἐπτηχότος καὶ τὴν ἐκείνου πεφοβημένου ἐπιστασίαν· ἀωρὶ γὰρ τῶν νυκτῶν ἀθρόον ἐξιππαζόμενος πᾶν ὁτιοῦν μέρος διηρευνᾶτο τῆς Πόλεως, ἀστραπῆς δίκην πᾶν ὁμοῦ διϊὼν τὸ οἰκούμενον. Τὸ γοῦν ἀόριστον αὐτοῦ τῆς ἐπιστασίας ὑποπτεύοντες ἅπαντες κατείχοντό τε καὶ συνεστέλλοντο, καὶ καθ' ἑαυτὸν ἕκαστος διεβίου, τῶν πρὸς ἀλλήλους συλλόγων ἀνῃρημένων.
4.13 Ἃ μὲν οὖν ἄν τις αὐτοῦ ἐπαινεῖν ἔχοι τοιαῦτα, τὰ δ' ἀντιθέτως ἔχοντα· ποικίλος ἦν τὴν ψυχὴν καὶ πρὸς πᾶσαν ἰδέαν τῶν ὁμιλούντων μεθαρμοζόμενος, καὶ ἐν τῷ αὐτῷ καιρῷ πολυειδὴς τὴν γνώμην φαινόμενος, καὶ ἑκάστου τῶν προσιόντων αὐτῷ πόρρωθεν καθαπτόμενος, ἐπεὶ δὲ πλησιάσειεν, ὡς νῦν πρώτως ἰδὼν εὐνοϊκώτερον προσιέμενος· κἄν τις αὐτῷ τι προσαγγείλαι νεώτερον καὶ οἷον σώζειν τὴν βασιλείαν δυνάμενον, ἵνα μηδὲν ἀνταμείψοιτο, πάλαι τοῦτο ἐγνωκέναι προσεποιεῖτο, καὶ τῆς βραδυτῆτος τὸν εἰρηκότα ἐμέμφετο· καὶ ὁ μὲν ἀπῄει κατῃσχυμμένος, ὁ δὲ πρὸς τὴν ὑπόθεσιν διανίστατο καὶ τὸ ἐπιφυόμενον ἴσως κακὸν κολάζων ἐξέκοπτεν. Ἐβούλετο μὲν οὖν μεγαλοπρεπέστερον διαζῆν καὶ βασιλικώτερον τῶν πραγμάτων ἀντέχεσθαι, ἀντεῖχε δὲ ὅμως πρὸς τοῦτο τὸ ἔμφυτον ἦθος, καὶ ἡ φύσις, ἵν' οὕτως εἴπω, τὴν πρώτην οὐκ ἀπερρίπτει λιχνείαν· διὰ ταῦτα ἅπαξ εἰς πόσιν κατενεχθεὶς (ἥττητο γὰρ δὴ τοῦτο τὸ μέρος), εὐθὺς εἰς πᾶσαν ἀσχημοσύνην ἐξεκυλίετο· ἐπελανθάνετο μὲν οὐδ' οὕτω τῶν περὶ τὴν βασιλείαν φροντίδων, κεχάλαστο δ' ὅμως τὸ βλοσυρὸν τῷ θηρὶ καὶ τὸ ἐπισκύνιον οὐδαμοῦ.
4.14 Ἐγὼ γοῦν πολλάκις αὐτῷ παρεντυχὼν συμποσιάζοντι ἐθαύμαζον ὅπως τοιοῦτος ἀνὴρ, μέθης ἥττων καὶ γέλωτος, τὸν Ρωμαϊκὸν ἐπιπεφόρτισται ἄξονα· διήθρει μεθύων ὁπόσα σχηματίζοιτο ἕκαστος τῶν συμπινόντων, καὶ ὥσπερ ἐπ' αὐτοφώρῳ τούτους εἰλημμένους ἔχων εἰς εὐθύνας ὕστερον καθίστη καὶ τῶν πραχθέντων παρὰ τὸν πότον ἢ λεχθέντων ἀνέκρινεν· ὅθεν μᾶλλον αὐτὸν μεθύοντα ἢ νήφοντα ἐδεδοίκεσαν. Καὶ ἦν παμμιγές τι χρῆμα ὁ ἄνθρωπος· μοναδικὸν πάλαι σχῆμα ἐπενδυθεὶς, τῆς μὲν περὶ τοῦτο εὐσχημοσύνης οὐδ' ἐν ὀνείρασιν ἐπεμέλετο, ὑπεκρίνετο δὲ ὅμως εἴ τι καθῆκον τῷ σχήματι νενομοθέτητο ἄνωθεν, καὶ τῶν ἀκολάστως βιούντων κατωλιγώρει παντάπασιν· εἰ δέ τις εὐσχήμονα ζωὴν ἕλοιτο, ἢ ἐλευθεριώτερον ἐν ἀρεταῖς ἔζη, ἢ τῷ ἔξωθεν λόγῳ τὴν ψυχὴν κεκόσμητο, πᾶσιν ὁμοίως ἀντέκειτο καὶ ἑκάστῳ τι ποιῶν ἠχρείου τὸ σπουδαζόμενον. Πρὸς μὲν τοὺς ἄλλους οὕτως εἶχεν ἀτόπως, πρὸς δέ γε τὸν βασιλέα καὶ ἀδελφὸν μίαν καὶ τὴν αὐτὴν διάθεσιν ἔσῳζεν, οὐκ ἐξαλλάττων, οὐδὲ μεταβαλλόμενος, ἀλλὰ διασῴζων αὐτῷ τοῦ ἤθους τὴν ὁμοιότητα.
4.15 Πέντε δὲ ὄντων ἀδελφῶν τῶν ξυμπάντων, ὁ μὲν αὐτοκράτωρ Μιχαὴλ ὥσπερ ἀντίθετος πρὸς τὰς ἐκείνων γνώμας ἐτύγχανεν ὢν, ὁ δέ γε Ἰωάννης ἐκτομίας, περὶ οὗ τὸν λόγον πεποίημαι, τὰ δευτερεῖα μὲν εἶχεν τῆς πρὸς τὸν αὐτοκράτορα ἀρετῆς, πρὸς δὲ τοὺς λοιποὺς ἀξύμβλητος καὶ αὐτὸς ἦν· ὥστε, ἵνα τὸν λόγον ἐπανορθώσωμαι, τὸ ἀντίθετον τῆς τοῦ αὐτοκράτορος ἕξεως πρὸς τοὺς τρεῖς τῶν ἀδελφῶν ἐτύγχανεν ὤν· συγκρινόμενος δὲ πρὸς ἐκεῖνον ὁ Ἰωάννης, τὸ μὲν ἔλαττον εἶχε παρὰ πολὺ, ὁμοιότητας δ' οὖν ὅμως πρὸς ἐκεῖνον ἀπέφαινε· καὶ οὐδ' αὐτῷ μὲν ἤρεσκεν ἡ πονηρία τῶν ἀδελφῶν, φιλαδελφότατος δὲ εἴ τις ἄλλος τῶν πάντων γενόμενος, εἰς εὐθύνας μὲν ἐκείνους καθιστᾶν ὧν ἐπεπράγεισαν οὐκ ἐβούλετο, περικαλύπτων δὲ τὰς ἀδίκους αὐτῶν πράξεις, ἐλευθερίαν ἔτι μᾶλλον ταῖς γνώμαις αὐτῶν ἐμνηστεύετο, ὡς οὐκ ἂν γνωσθησομένων τῷ αὐτοκράτορι.
4.16 Τὰ μὲν οὖν περὶ τῶν ἀδελφῶν ἐν τοσούτῳ κείσθω, ὁ δὲ λόγος εἰς τὸν βασιλέα ἐπαναγέσθω. Οὗτος γοῦν, ἄχρι τινὸς διάθεσίν τινα χρηστοτάτην τῇ βασιλίδι διαφυλάξας, ταχὺ μεταβάλλεται· ὑποπτεύει γὰρ ταύτην, οἴκοθεν ἔχων τῆς ὑποψίας τὰς ἀφορμὰς, καὶ μετατίθησιν αὐτῇ τῆς ἐλευθερίας τὸ σχῆμα· τῶν τε γὰρ συνήθων προόδων ἀπεῖρξε, καὶ τὴν γυναικωνῖτιν αὐτῇ περιέφραξεν, οὐδενὶ διδοὺς εἰς αὐτὴν πάροδον, εἰ μὴ ὁ τὴν φρουρὰν πεπιστευμένος ἐπιτρέψει, δοκιμάσας πρότερον τίς τε εἴη καὶ ὅθεν, καὶ ὅπως πρὸς τὴν βασιλίδα παρεγένετο. Ὁ μὲν οὖν αὐτοκράτωρ τοιαύτην αὐτῇ περιΐστησι τὴν φρουράν· ἡ δὲ ἐδριμύττετο μὲν ἐπὶ τούτοις (καὶ πῶς γὰρ οὐκ εἰκός;), ἀντιδόσεις πολὺ τὸ δυσμενὲς ἐχούσας τῶν χρηστοτέρων ἀντιλαμβάνουσα, ἐπεῖχε δ' οὖν ὅμως, καὶ παρακινεῖν οὐκ ἠξίου τὰ δόξαντα, ἄλλως τε οὐδὲ βουλομένῃ τι ποιεῖν [ἢ] ἀντιπράττειν δύναμίς τις προσῆν, πάσης μὲν ἐστερημένῃ δορυφορίας βασιλικῆς, πᾶσαν δὲ ἀφῃρημένῃ ἰσχύν· ὃ δ' οὖν εἰς γυναικὸς ἀνήκει φύσιν ὀλίγωρον, τὸ μὴ γλῶτταν ἐπέχειν καὶ ἀλύειν ταῖς γνώμαις, τοῦτο ἐκείνη διέδρα· καὶ οὔτε τὸν αὐτοκράτορα τῆς πρώτης ἀνεμίμνῃσκε φιλίας καὶ πίστεως, οὔτε τοὺς ἀδελφοὺς ἐδυσχέραινεν ἐπικειμένους αὐτῇ καὶ προσονειδίζοντας, οὔτε τὸν φυλάττειν ἐκείνην προστεταγμένον πικρῶς ποτε εἶδεν ἢ ἀπεπέμψατο, ἀλλὰ πρὸς ἅπαντας πρᾴως εἶχεν, καὶ ὥσπερ οἱ δεινότατοι τῶν ρητόρων καὶ τοῖς προσώποις καὶ τοῖς καιροῖς μεθηρμόζετο.
4.17 Κἀκείνη μὲν οὕτως· οἱ δὲ οὐδέν τι μᾶλλον πρὸς τὴν γνώμην τῆς γυναικὸς μετηλλάττοντο, ἀλλ' ἐδεδοίκεσαν αὐτὴν σφόδρα ὥσπερ τινὰ λέαιναν ἐν καιρῷ μεθεικυῖαν τὸ βλοσυρὸν, καὶ παντὶ μὲν ἕρκει, παντὶ δὲ τείχει κατησφαλίζοντο· οἱ μὲν οὖν ἄλλοι πᾶσιν αὐτὴν ἐτήρουν τοῖς ὄμμασιν, ὁ δέ γε αὐτοκράτωρ κατὰ βραχὺ καὶ τοῦ ὁρᾶν αὐτὴν ὑπεξίστατο. Τούτου δὲ πολλὰς ἐπίσταμαι τὰς αἰτίας· οὔτε γὰρ εἶχεν ἔτι ταύτῃ χρᾶσθαι, ἤδη τοῦ ὑπούλου νοσήματος ἐκραγέντος αὐτῷ (τὴν γὰρ ἕξιν διέφθαρτο, καὶ πονήρως εἶχε τοῦ σώματος), ἔπειτα καὶ αἰδοῖ τὴν ὄψιν κεκάλυπτο, καὶ οὐκ ἦν ὅπως ἀντοφθαλμίσει αὐτῇ, εἰδὼς ὅπως τὴν πρὸς αὐτὴν φιλίαν ἠρνήσατο, καὶ ἀπωμόσατο μὲν τὴν πίστιν, τὰς δὲ συνθήκας ἠθέτησε· καὶ τρίτον, θείοις ἀνδράσι προσομιλήσας περὶ ὧν τοῦ κράτους ἐποιήσατο ἕνεκα, καὶ σωτηριώδεις δεξάμενος ἐντολὰς, πάσης μὲν ἀκολασίας, ἤδη δὲ καὶ τῆς ἐννόμου αὐτῆς ἀπέσχετο μίξεως· πρὸς τούτοις δὲ καὶ ἄλλο τι δεδιὼς οὐ προσέκειτο τῇ βασιλίδι· οὐ γὰρ ἐκ μακρῶν τῶν διαλειμμάτων, ὥσπερ δὴ πρότερον, ἡ τοῦ ἐγκεφάλου αὐτῷ περιτροπὴ προσεγίνετο, ἀλλ' εἴτε τις ἔξωθεν αὐτὴν ἠλλοίου δύναμις εἴτε πάθος ἔνδοθεν περιέτρεπεν, πυκνότερον μετεβάλλετο· καὶ τοὺς μὲν ἄλλους ἐπὶ τῇ περιτροπῇ ταύτῃ ἧττον ᾐσχύνετο, τὴν δὲ βασιλίδα καὶ μάλα ἠρυθρία· καὶ ἐπειδὴ ἀορίστως αὐτὸν τὸ πάθος ἐτάραττε, πόρρω που ἑαυτὸν ἐποιεῖτο ἐκείνης, ἵνα μὴ ὁρώμενος καταισχύνοιτο.
4.18 Διὰ ταῦτα οὔτε προόδοις ἐχρᾶτο πολλαῖς, οὔτε θαρρούντως ὡμίλει τισίν· ἀλλ' ἐπειδὰν ἢ χρηματίζειν ἐβούλετο, ἢ ἄλλο τι τῶν συνήθων τῷ κράτει ποιεῖν, φοινικίδας ἑκατέρωθεν παραπεταννύντες οἷς ἐπιτηρεῖν αὐτὸν καὶ φυλάττειν ἐπιτέτραπτο, ὁπηνίκα τοῦτον θεάσαιντο ἢ βραχύ τι παρατραπέντα τὸν ὀφθαλμὸν ἢ τὴν κεφαλὴν κατασείσαντα ἢ ὅσοις ἑτέροις σημείοις τὴν πρόοδον τοῦ πάθους ἐχαρακτήρισαν, αὐτίκα προϊέναι τοὺς εἰσιόντας ἐγκελευσάμενοι, συνέστελλον τὰ παραπετάσματα, καὶ οὕτω περιεῖπον αὐτὸν θαλαμεύσαντα· ὁ δὲ ἔπασχέ τε ἑτοίμως καὶ ἑτοιμότερον αὖθις ἀποκαθίστατο, καὶ οὐδὲν ὅτι μετὰ ταῦτα τοῦ πάθους ἐπεῖχεν αὐτὸν, ἀλλ' ἐλευθέρα τούτῳ ἀπεδίδοτο ἡ διάνοια. Πεζῇ δέ ποτε προϊόντι ἢ ἱππαζομένῳ φυλακή τις προσῆν κυκλόθεν, καὶ περιτραπέντα ἀσφαλῶς κυκλωσάμενοι ἐθεράπευον· ὦπτο δὲ καὶ πολλάκις τοῦ ἵππου ριφείς· ρύακα γάρ τινος ὕδατος διαβαίνων τῷ ἵππῳ, ἐπειδὴ τηνικαῦτα τοῦτον τὸ πάθος κατέλαβεν, οἱ δὲ φρουροὶ τέως ἀπῆσαν βραχύ τι θαρρήσαντες, ὁ δὲ ἀθρόως τῆς ἕδρας ἐκκυλισθεὶς αὐτοῦ που κατὰ γῆς ὦπτο τοῖς πολλοῖς σπαρασσόμενος· ἐπεχείρει δὲ οὐδεὶς ἀνελεῖν, ἀλλὰ κατῳκτίζοντο μᾶλλον καὶ τῆς συμφορᾶς ἠλέουν τὸν αὐτοκράτορα.
4.19 Τὰ μὲν οὖν τούτοις ἑπόμενα ὁ λόγος αὖθις εἰς τοὺς οἰκείους τόπους καταριθμήσει· ἴδωμεν δὲ ὥσπερ νοσοῦντα τὸν βασιλέα, οὕτω δὴ καὶ ὑγιῶς ἔχοντα· ἔν γέ τοι τοῦ πάθους τοῖς διαλείμμασιν, ὁπηνίκα αὐτῷ λογισμὸς ἔρρωτο, παντοδαπὸς ἦν περὶ τὴν τῆς ἀρχῆς πρόνοιαν, οὐ μόνον τὰς ἐντὸς τῶν ἡμετέρων ὁρίων πόλεις εὐνομουμένας ποιῶν, ἀλλὰ καὶ τοῖς πέριξ ἔθνεσι τὰς ἐφ' ἡμᾶς ἀναστέλλων ἐφόδους, τοῦτο μὲν πρεσβείαις, τοῦτο δὲ δώροις, τοῦτο δὲ μαχίμων ἐπετείοις ἀποστολαῖς· καὶ οὔθ' ὁ τῆς Αἰγύπτου τὴν ἐξουσίαν λαχὼν τῶν δεδογμένων ἀντιπαρεκίνει, οὔτε ὁ τὰς Περσικὰς ἔχων δυνάμεις, οὔτε μὴν ὁ Βαβυλώνιος, οὔτ' ἄλλ' ἄλλως τι τῶν βαθυτέρων ἐθνῶν τὴν ἑαυτῶν ἐπεγύμνουν δυσμένειαν· ἀλλ' οἳ μὲν καὶ πάντη πρὸς ἡμᾶς διελύοντο, οἳ δὲ τοῦ βασιλέως τὴν ἐπιμέλειαν δεδιότες φόβῳ τοῦ μὴ παθεῖν εἰς ἑαυτοὺς συνεστέλλοντο. Τὴν μὲν γὰρ τῶν δημοσίων συνεισφορῶν παρατήρησιν καὶ ἀρκίβειαν τῷ ἀδελφῷ παραθέμενος Ἰωάννῃ, καὶ οἷον τὸ πλέον τῆς πολιτικῆς διοικήσεως αὐτῷ ἐγχειρίσας, τἄλλα διεῖπεν αὐτὸς, τοῦτο μὲν καὶ τοῦ πολιτικοῦ κατὰ μέρος ἐπιμελόμενος, τοῦτο δὲ καὶ τὰ νεῦρα Ρωμαίων, τὸν στρατὸν, συγκροτῶν καὶ ἐπισχύων εἰς δύναμιν. Καὶ τὸ μὲν πάθος αὐτῷ ἀρξάμενον προῄει ἀκμάζον καὶ κορυφούμενον, ὁ δὲ, ὡς οὐδενὸς αὐτῷ ἐπικειμένου κακοῦ, τῶν πάντων ἀντείχετο.
4.20 Ἐπεὶ δὲ [ὁ] ἀδελφὸς Ἰωάννης ὑπορρέοντα τοῦτον ἑώρα κατὰ βραχὺ, δείσας περὶ αὑτῷ καὶ ὅλῳ τῷ γένει, μὴ ἐξ ἀνθρώπων γεγονότος τοῦ αὐτοκράτορος λήσηται τοῦτον ἡ βασιλεία διαρρυεῖσα, κἀντεῦθεν πολλοῖς ἐμπεσεῖται πειρατηρίοις, βουλὴν βουλεύεται συνετωτάτην μὲν, ὡς ἐδόκει, ἐπισφαλεστάτην δὲ, ὡς ἡ τῶν πραγμάτων ἔκβασις ἔδειξεν. ἐκεῖθεν γὰρ αὔτανδρον αὐτοῖς τὸ σκάφος κατέδυ, καὶ ἐξώλεις, ἵν' οὕτως εἴπω, καὶ προώλεις ἀπώλοντο· ἀλλὰ ταῦτα μὲν ὕστερον. Ὁ δ' οὖν Ἰωάννης, ὡς ἀπεγνωκὼς πάντη, κρυφίως τῶν ἀδελφῶν λόγοις αὐτὸν μέτεισι πρὸς τὸ δοκοῦν πιθανωτέροις μᾶλλον ἢ ἀληθεστέροις, καὶ μόνον ποτὲ τῶν ἄλλων ἀπολαβὼν καὶ κύκλῳ τὸν λόγον περιβαλὼν, τοιούτων πρὸς αὐτὸν τῶν προοιμίων κατάρχεται, εἰς ἀνάγκην αὐτὸν προάγων τοῦ ἐρωτᾶν· «Ὅτι μὲν οὖν, φησὶν, οὐχ ὡς ἀδελφὸν ἁπλῶς θεραπεύων διατετέλεκά σοι, ἀλλ' ὡς δεσπότην καὶ βασιλέα, οἶδε μὲν οὐρανὸς, οἶδε δὲ καὶ ξύμπασα γῆ, καὶ αὐτὸς δὲ οὐκ ἂν ἄλλως ἔχοις εἰπεῖν· ὅτι δὲ καὶ τοῦ λοιποῦ γένους ἡμῶν βραχύ τι, ἵνα μετρίως εἴπω, προσέχω τοῖς ἐνθυμήμασι καὶ ταῖς περὶ τοῦ κοινοῦ σκέψεσι καὶ λυσιτελείαις, αὐτὸς ἂν πρὸ πάντων εἰδείης· διὰ ταῦτα γοῦν οὐ τὸ ἐνεστώς σοι θεραπεύω τοῦ θρόνου, ἀλλὰ καὶ τὸ μέλλον ἀνεπιβούλευτον ταμιεύομαι, κἂν τὰς τῶν πολλῶν ἐπισχεῖν οὐ δεδύνημαι γλώσσας, καὶ τοὺς τῶν πάντων ὀφθαλμοὺς ἐπὶ σὲ μόνον ἀπευθύνειν προῄρημαι· εἰ μὲν οὖν εὐνοίας τε τῆς πρὸς σὲ καὶ τῆς πρὸς τὰ πράγματα μεταχειρίσεως δεξιὰς ἐγγύας προείληφας παρ' ἐμοῦ, μηδὲ ταυτηνί μου τὴν σκέψιν ἀπώσῃ· εἰ δ' οὖν, ἀλλ' ἐγὼ μὲν σιωπήσομαι, ὅπη δὲ τὰ περὶ ἡμᾶς καταντήσῃ οὐκ ἐρῶ τι νῦν, μὴ καὶ λυπήσας ἀπέλθω».
4.21 Ἐπὶ τούτοις ὁ αὐτοκράτωρ τὰς γνώμας διασεισθεὶς, ἤρετο τί ποτε ταῦτα βούλοιτο, τίς δὲ καὶ τῆς διαλέξεως ὁ σκοπός; «Τὸ δέ σου εὔνουν τὸ πρὸς ἐμὲ ὡς ὡμολογημένον τέως ἀφείσθω». Ὁ δὲ τοῦ λόγου δραξάμενος· «Μὴ οἴου, φησὶν, ὦ βασιλεῦ, ὅτι τὰς τῶν πολλῶν ἔλαθες ἀκοὰς, ἢ τούς γε ὀφθαλμοὺς αὐτοὺς, ὅτι καὶ προδήλῳ καὶ κρυφίῳ κατέχει νοσήματι· καὶ ὅτι μὲν ἐντεῦθεν οὐδὲν πείσῃ δεινὸν οἶδα σαφῶς, ἀλλ' αἱ τῶν ἀνθρώπων γλῶτται οὐκ ἔστιν ὁπότε σοι οὐ λογοποιοῦσι τὸν θάνατον· δέδοικα οὖν, μὴ ὡς περὶ αὐτίκα τεθνηξομένου διανοησάμενοι ἐπὶ σὲ νεωτερίσωσι, καὶ ἕνα τῶν πάντων προστησάμενοι τοῦτον δὴ εἰς τὴν σὴν ἀναγάγωσι βασιλείαν· καὶ τὰ μὲν περὶ ἐμὲ καὶ τὸ σύμπαν τὰ [τοῦ] γένους ἡμῶν ἐπ' ἐλάττονος φροντίδος εἰμί, περὶ δέ σοι δέδια, μὴ χρηστὸς οὕτω καὶ ἐπιεικὴς αὐτοκράτωρ ἀβουλίας εὐθύνας παράσχῃ· καὶ τὸ μὲν δεινὸν διαδράσει, τὸν δὲ τοῦ μὴ προϊδεῖν τὸ μέλλον οὐκ ἐκφεύξεται ἔλεγχον». Πρὸς ταῦτα τοίνυν ὁ βασιλεὺς ἑτοιμότερον ἀποκρίνεται· «Καὶ τίς γὰρ, φησὶν, ἡ τούτου πρόνοια; πῶς δὲ καὶ τὰς τῶν πολλῶν γλώττας ἐπίσχωμεν, εἰπεῖν δὲ καὶ τὰς περὶ τὸ τυραννεῖν προθυμίας»;
4.22τ Περὶ τῆς τοῦ Μιχαὴλ παρὰ τῆς αὐγούστης υἱοθεσίας, καὶ περὶ τῆς τοῦ καίσαρος ἀξιώσεως. «Ρᾴστη, φησὶν ὁ Ἰωάννης, καὶ ἑτοιμοτάτη· εἰ μὲν γὰρ μὴ ὁ ἀδελφὸς ἡμῶν ἐτεθνήκει, ἐκείνῳ ἂν τὴν δευτέραν ἀρχὴν ἐμνηστεύσω τοῦ καίσαρος· ἐπεὶ δὲ τοῦτον ὑπεξεῖλεν ὁ θάνατος, ὁ τῆς ἀδελφῆς ἡμῶν παῖς Μιχαὴλ, ὃς δή σοι τῶν σωματοφυλάκων τὰ πρῶτα πεπίστευται, ἀξιούσθω τοῦ σχήματος, λατρεύων ἔτι μᾶλλον ἢ πρότερον, καὶ μέχρις ὀνόματος τὴν τύχην ἐπιμετρούμενος, τὰ δ' ἄλλα σοι ἐν ἀργυρωνήτου προσιὼν μέρει καὶ τὴν ἐσχάτην τάξιν ταττόμενος». Πείθει τοιγαροῦν οὕτω πιθανῶς ἐπιχειρήσας τὸν ἀδελφὸν, καὶ ἐπειδὴ εἰς ταὐτὸν συνῇσαν τῷ βουλήματι, δευτέραν περὶ τοῦ τρόπου βουλὴν διασκέπτονται· εἰσηγεῖται δὲ καὶ ταύτην ὁ Ἰωάννης, καὶ· «Οἶσθα, φησὶν, ὦ βασιλεῦ, ὅτι κατὰ κλῆρον ἡ βασιλεία τῇ βασιλίδι προῆκται, καὶ τὸ σύμπαν εὐνοϊκώτερον πρὸς αὐτὴν ἔσχηκεν, ἅτε γυναῖκα καὶ κληρονόμον τοῦ κράτους, καὶ τῇ ἀφειδείᾳ τῶν δώρων τὰς τῶν πάντων ὑποποιησαμένην ψυχάς· μητέρα γοῦν αὐτὴν τῷ ἀνεψιῷ ἀναπλάσωμεν, ἐκ χρηστοτέρου τρόπου τὴν πρὸς αὐτὸν σχέσιν λαβοῦσαν, κἀκείνην προάξωμεν ὁμοῦ τε υἱοθε τοῦσαν τὸν Μιχαὴλ καὶ εἰς τὸ καίσαρος ἀνάγουσαν ἀξίωμά τε καὶ ὄνομα· ἀπειθήσει δὲ ἡμῖν οὐδαμῶς, εὔκολός τε οὖσα ταῖς γνώμαις καὶ μηδ' ὁτιοῦν ἀντειπεῖν ἔχουσα».
4.23 Ἐπαινεῖ ταῦτα ὁ αὐτοκράτωρ· καὶ τοὺς περὶ τοῦ σκέμματος λόγους τῇ βασιλίδι προσενεγκόντες ρᾷστά τε πείθουσι καὶ πρὸς τὸ τοῦ σκοποῦ τέλος εὐθὺς τὸν νοῦν ἀπερείδουσι. Δημοτελῆ γοῦν ἑορτὴν προκηρύξαντες καὶ τοὺς ἐν τέλει ξύμπαντας εἰς τὸν ἐν Βλαχέρναις συνηθροικότες ναὸν, ἐπειδὴ πλήρης ὁ θεῖος σηκὸς, ἅμα τῷ πεπλασμένῳ υἱῷ τὴν μητέρα καὶ βασιλίδα ἐξαγαγόντες πληροῦσι τὸ σπουδάζον· ἡ μὲν γὰρ ἀπὸ τῶν τοῦ θείου προθύρων βήματος εἰς υἱοῦ τάξιν ἀναλαμβάνει, ὁ δὲ αὐτοκράτωρ ὡς υἱὸν βασιλίδος τιμῶν τε καὶ σεβαζόμενος εἰς τὴν τοῦ καίσαρος ἀξίαν ἀναβιβάζει· καὶ ἐπευφήμησαν οἱ συνειλεγμένοι. Εἶτα δὴ καὶ τελεῖται ἐπὶ τῷ καίσαρι ὁπόσα δὴ ἐπὶ τούτῳ τῷ σχήματι λέγεσθαί τε καὶ πράττεσθαι εἴωθεν. Καὶ ὁ σύλλογος διαλύεται. Καὶ ὁ Ἰωάννης ὡς τὸ πᾶν ἠνυκὼς καὶ τὸ κράτος εἰς τὸ γένος περιαγαγὼν, οὐκ εἶχεν ὅπως τῷ πλήθει χρήσαιτο τῆς χαρᾶς.
4.24 Ἦν δὲ ἄρα τὸ γεγονὸς ἀρχὴ μεγάλων ἐσομένων κακῶν, καὶ ὁ δόξας θεμέλιος περιτροπὴ ξύμπαντος αὐτοῖς ἐγεγόνει τοῦ γένους, δηλώσει δὲ ὁ λόγος μετὰ ταῦτα. Οἱ μὲν οὖν περὶ τὸν αὐτοκράτορα οὕτω τὸ πρᾶγμα κατασκευάσαντες, καὶ τοῦτον δὴ τὸν νέον καίσαρα ἀγχίθυρον τῇ βασιλείᾳ στήσαντες, ὡς εὐθὺς τὸ κράτος διαδεξόμενον, τοῦ κρατοῦντος τῷ κρατήσαντι πάθει καταναλωθέντος, ὡς τὸ ξύμπαν ἑαυτοῖς προδιοικησάμενοι, οὐκέτι περὶ τῆς διαμονῆς τοῦ κράτους ἐφρόντιζον· ὁ δέ γε αὐτοκράτωρ, οὐκ οἶδ' εἴτε μετάμελος εὐθὺς ἐγεγόνει περὶ τῶν πεπραγμένων, εἴτε ἄλλως πως περὶ τὸν ἀνεψιὸν διετίθετο, οὔτε ὡς καίσαρι προσεῖχεν, οὔτε παρὰ τοὺς πολλοὺς εἶχεν, ἀλλ' οὐδὲ τὴν νενομισμένην ἀπεδίδου τιμὴν, ἀλλὰ μέχρι τῶν παρασήμων ἐτήρει τοῦ ἀξιώματος.
4.25 Ἐγὼ γοῦν αὐτὸν ἐθεασάμην ἐν τοῖς βασιλικοῖς ἀξιώμασι πόρρωθεν μὲν ἑστηκότα, ὅπως ἂν περὶ ἐκείνου χρηστόν τι τῷ βασιλεῖ προσενέγκαιεν· ἀλλ' οὐδὲ τραπέζης οὗτος ἐκοινώνει τῷ αὐτοκράτορι, εἰ μὴ ὅσον ἐν ταῖς κοιναῖς διεστιάσεσι τὸν τοῦ καίσαρος τόπον ἀναπληρῶν· εἰ δέ πού τις καὶ σκηνὴ τούτῳ παραπεπήγει δορυφόρους τε ἔχουσα καὶ εἴδωλόν τι τοῦ καίσαρος ἀποσῴζουσα, λανθάνουσά τε ἦν καὶ παρὰ τὴν [τῶν] τοῦ αὐτοκράτορος ἀδελφῶν τὴν προσποίησιν ἔχουσα. Ἐκεῖνοι γὰρ, ἐπειδὴ περὶ τῇ τοῦ ἀδελφοῦ ζωῇ ἔδεισαν καὶ περὶ τὸν ἀδελφιδοῦν τὰς ἐλπίδας ἀνήρτησαν, καὶ περιέποντες ἢ ὑποτρέχοντες θεραπείαν τε ἐκείνῳ βασιλικὴν κατεσκεύαζον καὶ τἄλλα ἐποίουν ὁπόσα δὴ τὴν τοῦ μέλλοντος ἑαυτοῖς εἶχεν οἰκονομίαν καὶ προ διοίκησιν· ὅθεν καὶ τὰς διατριβὰς τούτῳ οὐκ ἐν τῇ Κωνσταντίνου ἀπένειμαν, ἀλλ' αὐτοῦ που πρὸ τῆς Πόλεως διατάξαντες, τῷ μὲν δοκεῖν ὡς ἐπὶ σχήματι τῆς μεγίστης τιμῆς τοῦτο συννενοήκασι, τῇ δὲ ἀληθείᾳ ὑπερορία τις ἦν τὸ πρᾶγμα ἐπίδοξος· οὐ γὰρ ὁπότε βούλοιτο, ἀλλὰ κατὰ κελεύσματά τε εἰσῄει καὶ αὖθις ἐξῄει, οὐδ' ὅσον ἐν ὀνείρασι τοῦ θείου καταπολαύων.
4.26 Ὁ δὲ ἀνὴρ οὗτος, ἵνα τι καὶ τούτου λόγον ποιήσωμαι, τὸ μὲν πατρῷον γένος ἀδοξότατος πάντη καὶ ἀφανέστατος καθεστήκει· ἦν γάρ οἱ ὁ πατὴρ ἐκ πανερήμου τινὸς ἀγροῦ ἤ τινος ἄλλης ἐσχατιᾶς ὡρμημένος, γῆν μὲν οὔτε σπείρων οὔτε φυτεύων, ἐπεὶ μηδὲ τῆς βραχυτάτης εὐπόρει, ἀλλ' οὐδὲ βουκολίῳ ἑπόμενος ἢ ποιμνίοις ἐπιστατῶν ἢ ἀγελαιοκομῶν, οὐδ' ἄλλον τινὰ βίον ἔχων ἢ ἐπιδεικνύς· ἐπὶ δὲ τὴν θάλατταν τρέψας τὸν νοῦν οὐχ ὥστε ἐμπορεύεσθαι ἢ ναυτίλλεσθαι, ἢ ἐπὶ μισθῷ ἄγειν τοὺς ἀναγομένους ἢ καταπλέοντας, ἀλλ' ἐπειδὴ τῆς γῆς ἀπεγνώκει καὶ πρὸς τὴν θάλασσαν ἐνενεύκει, χρῆμά τι μέγα τῇ ναυπηγίᾳ ὁ ἄνθρωπος ἦν, οὐ δρυοτομῶν οὐδ' ἀποξέων ἐκεῖθεν τὰ ναυπηγήσιμα ξύλα οὐδ' ἁρμόττων ταῦτα καὶ συμπηγνύμενος, ἀλλ' ἐπειδὴ συμπήξαιεν ἕτεροι, αὐτὸς εὖ μάλα τὰ συμπεπηγμένα τῇ πίσσῃ διέχριε, καὶ οὐκ ἂν ἄλλως ἄρτι συμπηγνυμένη ναῦς κατήχθη πρὸς θάλασσαν, εἰ μὴ ἐκεῖνος διὰ τῆς τέχνης ἐχειροτόνησεν αὐτῇ τὸ ἐνδόσιμον.
4.27 Εἶδον τοῦτον κἀγὼ ἤδη μεταπεπλασμένον καὶ τῆς τύχης γινόμενον παίγνιον, καὶ ἦν αὐτῷ οὐδέν τι τῶν ἐπὶ τῆς σκηνῆς προσαρμόζον ἢ σύγκολλον, οὐχ ὁ ἵππος, οὐχ ἡ ἐσθὴς, οὐκ ἄλλο τι τῶν τῆς μεταποιήσεως· ἀλλ' ὥσπερ ἂν εἴ τις πυγμαῖος ὢν Ἡρακλῆς εἶναι βούλοιτο, κἂν πρὸς ἐκεῖνον ἑαυτὸν ἐθελήσειε μετασχηματίσασθαι, ἐλέγχεται μᾶλλον τῷ σχήματι, περιτρεπόμενος μὲν τῇ λεοντῇ, τῷ δὲ ροπάλῳ καταπονούμενος, οὕτω δὴ κἀκείνῳ πάντα εἰς τοὐναντίον περιΐστατο.
4.28 Τὸ μὲν εἰς πατέρα γένος αὐτῷ τοιοῦτον· εἰ δέ τις αὐτὸν καὶ μητρόθεν γενεαλογεῖν βούλοιτο, εἶτα ὑπερβαίη τὸν θεῖον, οὐ πάνυ τι τοῦ πατρικοῦ διαστήσει γένους· ἀλλὰ τοιοῦτοι μὲν ἀφ' ὧν γεγένητο. Αὐτὸς δὲ ὅσα μὲν ἐς φρόνημα φέρει, κατάστασίν τε τὴν ἀρίστην καὶ τάξιν, ἢ τήν γε ἐν σχήματι, πόρρω ποι τῆς πρὸς τοὺς γεννήτορας ἀπῆν ὁμοιότητος· δεινὸς δὲ εἴπερ τις ἀνθρώπων πῦρ μὲν ὑπὸ σποδιᾷ κρύψαι, γνώμην φημὶ πονηρὰν ὑπ' εὐνοίας προσχήματι, ἄτοπά τε ἐνθυμηθῆναί τε καὶ βουλεύσασθαι, ἀγνωμονέστατός τε πρὸς εὐεργέτας καὶ μηδενὶ χάριν εἰδὼς, μήτε φιλίας, μήτε τῆς περὶ ἐκεῖνον ἐπιμελείας καὶ θεραπείας· ἀλλ' ἐδύνατο δὴ ταῦτα πάντα συγκαλύψαι ἡ ἐκείνου προσποίησις. Ἐπειδὴ γὰρ εἰς τὴν τοῦ καίσαρος τύχην ἀνεληλύθει, οὐ βραχὺν ἐνέμεινε χρόνον, καὶ τὸ σχῆμα τῆς βασιλείας ἑαυτῷ καὶ τοῦτο λεληθὼς εἰδωλοποιῶν, καὶ οἷον προχαράττων ὅπερ ὕστερον ἐγνώκει ποιήσασθαι, παντὸς μὲν τοῦ γένους κατέτρεχεν, ἀνελεῖν δὲ ξύμπαντας τοὺς αὐτῷ χαρισαμένους καὶ συναραμένους τοῦ ἀξιώματος ἐβουλεύετο· ἐλύττα κατὰ τῆς βασιλίδος, τῶν θείων τοὺς μὲν ἀνῄρει, τοὺς δὲ ὑπερώριζε, καὶ ταῦτα πλάττων ἐν τῇ ψυχῇ ἔτι μᾶλλον τὸ σχῆμα τῆς πρὸς ἐκείνους εὐνοίας ἐπλάττετο. Πρὸς γὰρ τὸν ἐκτομίαν Ἰωάννην, ᾧ δὴ καὶ μᾶλλον ὑπεκάθητο καὶ ἀπορρήτως ἐπεβουλεύετο, δεινοτέραν μᾶλλον τὴν προσποίησιν κατεσκεύαζεν, ἐκ τοῦ ἐλάττονος προσφερόμενος καὶ δεσπότην ἀνακαλῶν, καὶ ἐπ' ἐκείνῳ τὰς ἐλπίδας τῆς ζωῆς καὶ τῆς σωτηρίας τιθέμενος.
4.29 Ἀλλὰ τοὺς μὲν ἄλλους ἡ τοῦ καίσαρος τέχνη ἐλάνθανε, καὶ τὸ ἐν ψυχῇ κεκρυμμένον ἀπόρρητον ἦν· ὁ δέ γε Ἰωάννης δεινότερος ἦν τὴν ἀναθεώρησιν ἢ ὁ καῖσαρ τὴν προσποίησιν, καὶ τὸ πᾶν ὑποπτεύσας μεταθέσθαι μὲν εὐθὺς τὸ περὶ ἐκεῖνον σκέμμα οὐκ ἐδοκίμαζεν, εἰς καιροὺς δὲ τὸ ἔργον ἐταμιεύετο· ἐλελήθει δὲ τοῦτο οὐδὲ τὸν καίσαρα. Ὅθεν ἀντεκάθηντο μὲν ἀλλήλοις, ἐν ἀπορρήτοις ἕκαστος τὴν ἐπιβουλὴν ἔχοντες, ἀντεσχηματίζοντο δὲ τὰς εὐνοίας· καὶ ἑκάτερος μὲν λανθάνειν τὸν ἕτερον ᾤοντο, οὐδ' ἕτερος δὲ τῶν ἑτέρου σκεμμάτων ἀμαθέστατος ἦν· πλὴν ἑαλώκει μὴ πάνυ τῇ δεινότητι εἰς τέλος ὁ Ἰωάννης χρησάμενος· τὸν γὰρ καιρὸν ὑπερτιθέμενος τῆς περὶ τὸν καίσαρα μεταβολῆς τε καὶ μεταθέσεως, εἰς αὐτὸν δὴ τὸ κεφάλαιον τῶν οἰκείων ἀπέτισε συμφορῶν, ὡς ὕστερον ὁ λόγος δηλώσει.
4.30 Ἐγὼ δὲ εἰωθὼς εἰς τὴν τοῦ θείου πρόνοιαν τὰς περὶ τῶν μειζόνων διοικήσεις ἀναγαγεῖν, ἢ μᾶλλον καὶ τἄλλα ἐκείνης ἐξαρτῶν ὁπόσα, μὴ παρατραπείσης ἡμῖν τῆς κατὰ φύσιν ἕξεως, γίνεται, καὶ κρείττονος καὶ τοῦτο ἡγοῦμαι προνοίας καὶ διοικήσεως, τὸ μὴ εἰς ἄλλον τινὰ τῶν τοῦ γένους τὴν τῆς βασιλείας διαδοχὴν πεσεῖν, ἀλλ' εἰς αὐτὸν τὸν καίσαρα δι' οὗ ᾔδει τὸ θεῖον τὸ ξύμπαν αὐτοῖς γένος ἀφανισθήσεσθαι· καὶ ταῦτα μὲν μετὰ ταῦτα.
4.31 Ὁ δέ γε αὐτοκράτωρ καὶ προδήλως ἤδη τὸν τοῦ σώματος ὄγκον ἐξώγκωτο καὶ ὑδεριῶν παντάπασι κατάδηλος ἦν· ὅθεν ἄλλα τε ἀποτρόπαια τοῦ νοσήματος ἐποιήσατο, ἱλασμοῖς χρησάμενος καὶ καθάρσεσι, καὶ δὴ καὶ ναὸν τοῖς Ἀναργύροις αὐτοῦ που πρὸ τῶν τειχῶν τοῦ Ἄστεως πρὸς ταῖς ἀνατολαῖς τοῦ ἡλίου λαμπρὸν ἐδομήσατο, οὐ πᾶσαν κρηπῖδα καταβαλλόμενος, ἀλλὰ μείζονα θεμελίοις περιβαλλόμενος. Ἦν γάρ τις ἐκεῖσε σηκὸς λαμπρότητα μὲν οὐδεμίαν ἔχων, οὐδ' ἐπίσημος τῇ κατασκευῇ· τοῦτον ἐκεῖνος εἰς κάλλιον μεταθέμενος σχῆμα, καὶ περιβολὰς ἔξωθεν ποιησάμενος, τείχεσί τε περιβαλὼν καὶ οἰκοδομημάτων ἀπολαμπρύνας κατασκευαῖς, ἀσκητήριον θεῖον ἀπέδειξε, πᾶσαν σχεδὸν τὴν τῶν προλαβόντων βασιλέων περὶ τὰς τῶν ἱερῶν ναῶν δομήσεις ἀποκρύψας χεῖρα καὶ δύναμιν· ἀναλογίαν τε γὰρ τοῖς βάθεσι πρὸς τὰ ὕψη συνήρμοσε καὶ κάλλος ἀμήχανον τῇ ἁρμονίᾳ τῶν οἰκοδομημάτων προσέπλασε, λίθων τε τοὺς ἐπισημοτάτους τοίχοις τε προσήρμοσε καὶ ἐδάφεσι, χρυσῇ τε ψηφῖδι τὸν ὅλον νεὼν κατηγλάϊσε καὶ γραφικῇ τέχνῃ, εἰκόσιν ἐμψύχοις εἴποι τις ἂν ὅπη παρείκοι τὸ ἱερὸν κατεκόσμησεν· ἔτι τε λουτρῶν χάριτας καὶ ἀφθονίαν ὑδάτων καὶ λειμώνων εὐπρέπειαν, καὶ ὁπόσα ἄλλα τέρπειν οἶδε τὸν ὀφθαλμὸν καὶ πᾶσαν αἴσθησιν πρὸς τὸ οἰκεῖον κινεῖν αἰσθητὸν τούτῳ δὴ τῷ ναῷ συνῆψε καὶ συνεκέρασεν, ἵν' οὕτως εἴπω.
4.32 Ἐποίει δὲ ταῦτα, τοῦτο μὲν καὶ τιμὴν ἀπονέμων τῷ θείῳ, τοῦτο δὲ καὶ ἐξιλεούμενος τοὺς ἐκείνου θεράποντας, ἵν' εἴ πως ἐξῳδηκὸς αὐτοῦ τὸ σπλάγχνον ἰάσωνται· ἀλλ' εἶχε πλέον οὐδὲν, τοῦ μέτρου τῆς ζωῆς αὐτῷ πληρωθέντος καὶ διαλυομένης αὐτῷ τῆς συνθέσεως· ὅθεν ἐπειδὴ ταύτης τῆς ἐλπίδος ἀπεγνώκει παντάπασιν, τὸ μέλλον ἑαυτῷ προδιῴκει κριτήριον, καὶ καθαρῶς ἐντεῦθεν τῶν προσπλασθέντων τῇ ψυχῇ μολυσμάτων ἀπαλλαγήσεσθαι ἐβουλεύετο.
4.33 Φασὶ γοῦν τινες τῶν μὴ πάνυ πρὸς τὸ ἐκείνου γένος εὐμενῶς ἐχόντων, ἀλλ' ἐκ διαθέσεως ποιουμένων τὰς κρίσεις, ὅτι, πρὶν ἢ τοῦ σκήπτρου τοῦτον ἐπιλαβέσθαι, ἀπόρρητοί τινες τελεταὶ πρὸς τοῦτο ἐνῆγον, καὶ ὄψεις τῶν περὶ τὸν ἀέρα πνευμάτων λανθάνουσαι τὸ κράτος αὐτῷ ἐπηγγέλλοντο, καὶ μισθὸν αὐτὸν ἀπῃτήκασι τοῦ θείου τὴν ἄρνησιν· τοῦτο γοῦν αὐτὸν στροβοῦν τέ φασι καὶ διακυμαίνειν καὶ πρὸς τοὺς τοιούτους κινεῖν ἐξιλασμούς· εἰ μὲν οὖν ἀληθὴς ὁ λόγος, εἴδειεν ἂν οἱ ἐκείνῳ συντετελεκότες καὶ τὰς ὄψεις παρασκευάσαντες, εἰ δὲ ψευδὴς, ὁ ἐμὸς αὖθις νικῴη σκοπός. Ἐγὼ γὰρ εἰδὼς ὅτι τὸ λογοποιεῖν τοῖς ἀνθρώποις σύνηθες, οὐ ταχὺ ταῖς διαβολαῖς συμφέρομαι τῶν πολλῶν, ἀλλὰ βασάνοις διδοὺς τὰ λεγόμενα, ἐκεῖθεν ἐμαυτῷ πιστοῦμαι τὰ πράγματα.
4.34 Οἶδα δὲ καὶ τὸν ἄνδρα εὐσέβειαν πᾶσαν μετὰ τὴν βασιλείαν ἐπιδειξάμενον, καὶ οὐ θείοις ναοῖς μόνον προσκείμενον, ἀλλὰ καὶ φιλοσόφοις ἀνδράσι προσανακείμενον καὶ ὑπερφυῶς θεραπεύοντα· φιλοσόφους δέ φημι οὐ τοὺς τὰς οὐσίας τῶν ὄντων διερευνησαμένους, οὐδὲ τὰς ἀρχὰς μὲν τοῦ κόσμου ζητήσαντας, τῶν δὲ ἀρχῶν τῆς οἰκείας σωτηρίας καταμελήσαντας, ἀλλὰ τοὺς κόσμου καταφρονήσαντας καὶ μετὰ τῶν ὑπερκοσμίων ζήσαντας. Τίς γοῦν ἐκεῖνον τῶν οὕτω βεβιωκότων διέλαθε; ποίαν δὲ οὐ διερευνήσατο γῆν τε καὶ θάλασσαν, πετρῶν τε ρωγάδας καὶ γῆς ἀποκρύφους ὀπὰς, ἵνα τινὰ τῶν ἐν τούτοις συγκεκαλυμμένων ἐκφήνειεν; εὑρηκὼς δὲ καὶ πρὸς τὰ βασίλεια μετε νεγκὼν, ποίαν τούτοις οὐ προσῆγε τιμὴν, ἀπορρύπτων μὲν αὐτῶν τὼ πόδε κεκονιαμένω, ἔπειτα δὲ καὶ περιφὺς καὶ ἡδέως κατασπαζόμενος, ράκεσί τε τοῖς ἐκείνων ἐν ἀπορρήτῳ συγκαλυπτόμενος, κἀκείνους μὲν ἐπὶ τῆς βασιλικῆς ἀνακλίνων στιβάδος, ἑαυτὸν δὲ ἐπί τινος χαμαιζήλου καταρρίπτων στρωμνῆς, ἁδρῷ τινι λίθῳ τὴν κεφαλὴν ἀνεχούσης; ὅς γε καὶ ἄλλο τι τῶν θαυμαζομένων ἐποίει· λέγω δὲ οὐκ ἐγκωμιάσαι βουλόμενος, ἀλλ' ἱστορῆσαι τὰ πεπραγμένα.
4.35 Ἐπειδὴ γὰρ οἱ πολλοὶ διαφεύγειν εἰώθασι τὰς συνδιατριβὰς τῶν διαλελωβημένων τὰ σώματα, οὗτος μεγαλειότερόν τι ἐποίει πρὸς ἐκείνους φοιτῶν, καὶ τοῖς τῶν σωμάτων ἕλκεσι τὸ ἑαυτοῦ ἐπιτιθεὶς πρόσωπον, εἶτα δὴ καὶ ἀγκαλιζόμενος καὶ περιπτυσσόμενος, λουτροῖς τε θεραπεύων καὶ ὡς δεσπόταις ἐν ἀργυρωνήτου τάξει παρεστηκώς. Ἐμπεφράχθω γοῦν τοῖς παμπονήροις τὰ στόματα καὶ ἐξῃρήσθω τῶν διαβολῶν ἐκεῖνος ὁ αὐτοκράτωρ. Καὶ ταῦτα μὲν παρεκβατικώτερον εἴρηται.
4.36 Ὁ δ' οὖν αὐτοκράτωρ ἑαυτῷ τὸ θεῖον ἐξιλεούμενος πᾶσαν ἐκίνει πρὸς τοῦτο καὶ πρᾶξιν θεοφιλῆ καὶ ψυχῶν ἱερῶν συντέλειαν· ἀμέλει οὐκ ἐλάχιστον μέρος τῶν βασιλικῶν θησαυρῶν εἰς πᾶσαν ἱδρύσατο ἤπειρον, τὰ μὲν [ἐς] μοναστῶν, τὰ δὲ καὶ μοναζουσῶν καταγώγια· εἶτα δὲ καὶ πρυτανεῖον νέον ἐπῳκοδόμησε Πτωχοτροφεῖον τοῦτο ἐπονομάσας, καὶ χρυσοῦ ρεῦμα ἐντεῦθεν πολὺ τοῖς ἀσκεῖν προαιρουμένοις ἀφῆκεν. Εἶτα ἄλλο ἐπ' ἄλλῳ ἐπινοῶν καί τι τοιοῦτον πρὸς σωτηρίαν τῶν ἀπολλυμένων ψυχῶν ἐπενόησεν· ἐπειδὴ γὰρ πολύ τι κατὰ τὴν Πόλιν πλῆθος τῶν ἑταιριζουσῶν ἐπικέχυται γυναικῶν, ἀποτρέπειν μὲν λόγῳ οὐκ ἐδοκίμασε (λασιόκωφον γὰρ δὴ τοῦτο [τὸ] γένος πρὸς σωτηριώδη παραίνεσιν), ἀλλ' οὐδ' ἔργῳ ἐπεχείρησεν ἐπισχεῖν, ἵνα μὴ δόξῃ βίαιόν τι ποιεῖν· ἀσκητήριον δὲ ἐν αὐτῇ [τῇ] βασιλίδι δομήσας τῶν πόλεων, μεγέθει τε μέγιστον καὶ κάλλει λαμπρότατον, οἷα δή τις μεγαλοφωνότατος κῆρυξ ταῖς πωλούσαις τὴν ὥραν τῷ δόγματι ἀνεβόησεν, εἴ τις ἐκείνων ἀποθέσθαι τὴν πρᾶξιν αἱροῖτο ἐπ' ἀφθόνοις τε ζῆν, ἐκεῖσέ τε καταφεύγειν καὶ τὸ θεῖον σχῆμα μεταμφιέννυσθαι, καὶ μὴ ἐπὶ τῷ δεδιέναι τοῦ βίου ἐλλείμματι, ἄσπαρτα γὰρ αὐταῖς καὶ ἀνήροτα τὰ πάντα βλαστήσει. Καὶ πολὺς ἐντεῦθεν ἐσμὸς τῶν ἐπὶ τοῦ τέγους ἐκεῖθεν συνέρρευσεν, ὁμοῦ τε τὸ σχῆμα καὶ τὸν τρόπον μεταβαλοῦσαι καὶ στρατευθεῖσαι Θεῷ νεολαία εἰς κατάλογον ἀρετῶν.
4.37 Καὶ οὐδὲ μέχρι τούτων ἔστη, ἑαυτῷ τὴν σωτηρίαν ὁ αὐτοκράτωρ συνεργαζόμενος, ἀλλὰ καὶ τοῖς ἀνακειμένοις Θεῷ καὶ ἐν ἀσκήσει καταγηράσασιν, ὡς Θεοῦ ἀμέσως ὁμιληταῖς καὶ πάντα δυναμένοις, ἑαυτὸν ἐγχειρίζει· καὶ τοῖς μὲν πλάττειν ἐδίδου τὴν ἐκείνου ψυχὴν, ἢ μεταπλάττειν, τοὺς δὲ καὶ λόγους ἐχεγγύους εἰσπράττεται τῆς πρὸς τὸ θεῖον ὑπὲρ τούτου ἐντεύξεως καὶ τῶν ἐκείνῳ ἡμαρτημένων ἀφέσεως· ὃ δὴ καὶ τῶν κακοηθεστέρων τὴν γλῶτταν ἐπ' ἐκεῖνον ἠκόνησεν, μάλιστα δὲ τοῦτο πεποίηκεν ἡ τῶν ἐνίων μοναστῶν περὶ τοῦτο εὐλάβεια· οὐ γὰρ πάντες τὸν λόγον ἐδέξαντο, ἀλλ' οἱ πλείους τούτων ἀπεδυσπέτησαν, δεδοικότες μή τι τῶν ἀπηγορευμένων ὁ βασιλεὺς ἐργασάμενος, ἔπειτα τοῦτο ἐρυθριῶν ἐξειπεῖν, παρὰ τὸν θεῖον λόγον καταβιάζηται. Ἀλλὰ τοῦτο μὲν οὖν μέχρι τοῦ ὑπονοεῖν ἔκειτο, τὸ δὲ φαινόμενον προθυμία τις ἦν καὶ ἔφεσις τοῦ ἐντεῦθεν ἄφεσιν τῶν ἡμαρτημένων λαβεῖν.
4.38 Πολλοὶ μὲν οὖν εὖ οἶδ' ὅτι τὸν ἐκείνου βίον εἰς χρονικὰς ἱστορίας ἀνενεγκόντες ἄλλο τι παρὰ τὴν ἡμετέραν ἴσως γραφὴν ἀφηγήσονται· ἡ γὰρ τοῦ ἐναντίου ὑπόνοια τῆς ἀληθείας μᾶλλον ἐν τοῖς κατ' ἐκεῖνον χρόνοις ἐκράτει· ἀλλ' ἐγὼ ἐν αὐτοῖς παρεντυχὼν τοῖς πράγμασι, τὰ δὲ καὶ παρὰ τῶν πεπλησιακότων ἐκείνῳ μεμαθηκὼς ὁπόσα ἀπορρητοτέραν ἔχει τὴν ἱστορίαν, δίκαιός εἰμι δικαστὴς, εἰ μή μοί τις τῶν λόγων μέμφοιτο ὧν τε τεθέαμαι καὶ ὧν ἠκηκόειν· πλὴν ἀλλὰ τὰ μὲν πλείω ὧν εἰρήκειν θύραν ἴσως ἀνοίξει γλωσσαλγίας τοῖς κακοήθεσι, περὶ δὲ ὧν μέλλω ἐρεῖν οὐκ οἶδα εἴ τις τῆς ἀληθείας ἀμφισβητήσειεν. Ἀλλ' ὅσα μὲν ἐκεῖνος πρός τε τὰς ἐμφυλίους στάσεις καὶ τοὺς ἐθνικοὺς πολέμους ᾠκονόμησε καὶ διῄτησε μακρὸν ἂν εἴη καταλέγειν, ἓν δὲ τῶν πάντων ἐκλεξάμενος, φημὶ δὴ τὸν κατὰ τῶν βαρβάρων ἀγῶνα, κεφαλαιώδει τοῦτο ἐπιδραμοῦμαι ἐπιτομῇ.
4.39 Τὸ γὰρ δὴ γένος [τῶν Βουλγάρων] πολλοῖς πρότερον κινδύνοις καὶ μάχαις μέρος τῆς Ρωμαίων ἐπικρατείας γενόμενον, Βασιλείου ἐκείνου τοῦ ἐν αὐτοκράτορσι λάμψαντος λείαν, ὃ δὴ λέγεται, τὰ ἐκείνων ποιησαμένου, καὶ τὸ μὲν κράτος ἀφελομένου, ὥσπερ δὲ παντάπασιν ἠσθενηκὸς τῇ τῶν Ρωμαίων ἰσχύϊ προσερεῖσαν, βραχύν τινα χρόνον τὴν τοιαύτην ὑπομεμενηκὸς ἧτταν, ἐπὶ τὴν προτέραν ἀλαζονείαν παλινδρομεῖν ἐπεχείρησαν· καὶ τέως μὲν οὐκ ἐν τῷ φανερῷ ἐξέφαινε τὴν ἀποστασίαν· ἐπεὶ δέ τις τῶν ἐξ ἑτοί μου παρακινούντων τὸ ἐκείνων θράσος προσγέγονεν, ἀθρόον εἰς ἀντίπαλον ἑαυτοῖς μοῖραν κατεστήσατο.
4.40 Τὸ δὲ κινῆσαν τούτους πρὸς τὴν τοιαύτην ἀπόνοιαν, τέρας τι, ὡς ἐκείνοις ἐδόκει, τοῦ γένους αὐτῶν ἀποφύεται· ἀνὴρ τὸ μὲν γένος οὐδ' ὅσον ἀξιοῦσθαι μνήμης, ποικίλος δὲ τὴν γνώμην καὶ καταπανουργεύσασθαι τοὺς ὁμοφύλους δεινότατος, Δολιάνος τὸ ὄνομα, οὐκ οἶδα εἴτε πατρόθεν τῆς τοιαύτης προσηγορίας κληρονομήσας εἴθ' ἑαυτῷ τὴν κλῆσιν ἐπιφημίσας· οὗτος, ἐπειδὴ τὸ σύμπαν ἔθνος ἀποστῆναι Ρωμαίων βεβουλευμένον διέγνωκεν, ἐρημίᾳ δὲ τοῦ ἄρξαντος καὶ πρὸς τοῦτο χειραγωγήσαντος μέχρι τῶν βεβουλευμένων ἱστάμενον, πρῶτα μὲν ἀξιολογώτατον ἑαυτὸν ἀποδείκνυσι καὶ πρὸς μὲν βουλὴν συνετώτατον, πρὸς δὲ πολεμικὴν πρᾶξιν ἐπιτηδειότατον. Ἐπεὶ δὲ ἐντεῦθεν τὰς ἐκείνων εἰλήφει γνώμας, καὶ μόνον αὐτῷ γένους ἔδει λαμπροῦ πρὸς τὴν τῆς ἡγεμονίας αἵρεσιν (ἐν ἔθει γὰρ Βουλγάροις τοὺς ἐκ βασιλείου γένους εἰς ἐπιστασίαν τοῦ ἔθνους παραλαμβάνειν), ἐπεὶ τοῦτο ᾔδει πάτριόν τε καὶ νόμιμον, εἰς τὸν Σαμουὴλ ἐκεῖνον καὶ τὸν τούτου ἀδελφὸν Ἀαρὼν, τοὺς πρὸ μικροῦ τοῦ παντὸς γένους ἄρξαντάς τε καὶ βασιλεύσαντας, ἑαυτὸν ἀναφέρει μόνον, οὐχὶ γνησίους γονὰς τῆς βασιλείου ὀσφύος προσμαρτυρήσας ἑαυτῷ, ἀλλ' οἷον παραβλάστημα τῆς ἐκεῖθεν ρίζης ἢ πλάσας ἢ ἀποδείξας, πείθει τε εὐφυῶς, καὶ ἐπὶ τῆς ἀσπίδος ἄραντες τὴν ἀρχὴν αὐτῷ ἐγχειρίζουσι· κἀντεῦθεν τὰς μελετωμένας γνώμας δημοσιεύσαντες περιγράφουσιν ἑαυτοὺς, καὶ τὸν ἐπαυχένιον ζυγὸν τῆς Ρωμαίων ἀρχῆς ἀπορρίψαντες ἐλευθερίαν ἑαυτοῖς αὐθαίρετον ἐπιγράφουσιν, ἐντεῦθεν ἐπιδρομάς τε καὶ λῃστείας κατὰ τῶν Ρωμαϊκῶν χωρίων ποιούμενοι.
4.41 Εἰ μὲν οὖν εὐθὺς εἰς τὴν βασίλειον ἀρχὴν ἀναβάντι τῷ αὐτοκράτορι ἡ τοιαύτη τοῖς βαρβάροις ἐτολμήθη ἀπόνοια, ἔγνωσαν ἂν οὐκ εἰς μακρὰν οἵῳ προσκεκρούκασιν βασιλεῖ· ἤνθει γὰρ τηνικαῦτα τὸ σῶμα ἐκείνῳ καὶ ρωμαλέως εἶχε πρὸς τοὺς κινδύνους, καὶ οὐδὲν ἦν ἐκείνῳ πρᾶγμα εὐθύς τε τὰ ὅπλα λαβεῖν καὶ σὺν τοῖς λογάσι τῶν στρατηγῶν ἐπὶ τὴν ἐκείνων ἐληλυθέναι καὶ διδάξαι μὴ ταχέως Ρωμαίων ἀφίστασθαι· ἐπεὶ δὲ φθίνοντι ἤδη καὶ ἀπεγνωσμένως τοῦ σώματος ἔχοντι ἡ τῆς ἀποστασίας αὕτη ὠδὶς αὐτοῖς ἐξερράγη, ὁπηνίκα καὶ ἡ βραχεῖα τούτῳ ἐδυσχεραίνετο κίνησις, καὶ οὐκ ἦν εὐπετῶς τὴν περιβολὴν ἐνεγκεῖν, ἔδοξάν τοι ὥσπερ ἐπὶ σκηνῆς βραχύν τινα χρόνον σχηματίσασθαι τὰ τῆς τυραννίδος καὶ ἀπολαῦσαι τῆς ὁμοιώσεως, ἕως ἂν ἐκεῖνον ἡ τῆς ψυχῆς ζέσις, ὁ περὶ τὰ καλὰ ζῆλος ἀπροσδοκήτως ἐπέρρωσαν, καὶ μετάρσιον ἄραντες ἐπ' ἐκείνους ἀπήνεγκαν.
4.42 Ὡς γὰρ ἠκηκόει τὸ πρᾶγμα, ἐβουλήθη μὲν εὐθὺς, πρὶν ἢ τὸν λόγον τῆς ἀγγελίας πέρας λαβεῖν, πόλεμόν τε κατ' ἐκείνων ἐξενεγκέσθαι καὶ αὐτὸς τῆς ὅλης προΐστασθαι παρατάξεως· ἀντεῖχε δὲ τὸ σῶμα, καὶ ἡ νόσος εἰς τοὐναντίον ἀπῆγε τὴν γνώμην, οἵ τε τῆς πρώτης βουλῆς καὶ παντάπασιν ἀπηναντιοῦντο τοῖς ἐκείνου βουλεύμασιν, αἱ δὲ τῶν συγγενῶν παρακλήσεις οὐδ' ὅσον ἐξιέναι ἠξίουν τοῦ Ἄστεως· Ὁ δὲ ἀθύμως τε εἶχε καὶ μόνον πρὸς τὸν κατὰ τῶν Βουλγάρων ἐσφάδαζε πόλεμον· δεινὸν γὰρ ἐποιεῖτο, καὶ ὥσπερ ἐκεῖνος εἰώθει λέγειν, εἰ μηδέν τι προσθείη τῇ βασιλείᾳ Ρωμαίων, μέρος τι ταύτης ἀφαιρεθείη, εὐθύνεσθαί τε καὶ παρ' ἀνθρώποις ὑπώπτευε καὶ παρὰ τῷ Θεῷ, εἰ ἐπιρρᾳθυμήσας τῷ γεγονότι ἐθελοντὴς ὥσπερ παραχωρήσοι Βουλγάροις τῆς ἀποστασίας Ρωμαίων.
4.43τ Περὶ τῆς κατὰ τῶν Βουλγάρων ἐκστρατείας τοῦ βασιλέως. Τοῦτο τὸν αὐτοκράτορα ἐπὶ μάλιστα τῶν ἀλγεινῶν ἠνία τοῦ σώματος, καὶ ἦν ἐξ ἀντιθέτου τούτων ἡ κάκωσις· τὸ μὲν γὰρ νόσημα ὤγκου τὸ σῶμα, τὸ δ' ἐπὶ τοῖς συμβεβηκόσιν ἀλγεῖν ἀντέσπα τε καὶ ἐξεκένου, καὶ δυσὶν ἐκεῖνος ἐναντίοις ἐπεμερίζετο πάθεσιν. Νικᾷ γοῦν πρὸ τῶν βαρβάρων τοὺς οἰκειοτάτους, καὶ τρόπαιον καὶ κατὰ συγγενείας καὶ κατὰ φιλίας καὶ καθ' ἑαυτοῦ ἵστησιν· ἐνισχύει γὰρ [τὸ] τοῦ σώματος ἀσθενὲς τῇ τῆς ψυχῆς προθυμίᾳ, καὶ Θεῷ ἀφεὶς ἑαυτὸν τὰ πρὸς τὸν πόλεμον ἐξαρτύεται· βουλῆς τε κατάρχει, καὶ σκοπὸν τίθεται, καὶ πρὸς τοῦτον πάντα ποιεῖ, οὐκ εὐθὺς ἀσύντακτος δραμὼν, ἀλλ', ἵνα μὴ καθ' ἑξῆς λέγω, ἀποχρῶσαν πρότερον τὴν τοῦ στρατοῦ παρασκευὴν ἐργασάμενος· καὶ οὐδὲ πᾶσαν τὴν στρατιὰν συγκινεῖ οὐδὲ θαρρεῖ πλήθεσιν, ἀλλὰ τοὺς λογάδας τῶν στρατευμάτων ἐπιλεξάμενος καὶ τῶν στρατηγῶν τοὺς ἀκριβεστάτους τὴν στρατηγίαν, σὺν τούτοις ἐπὶ τοὺς Σκύθας χωρεῖ, κατὰ τάξιν τε προϊὼν καὶ διατάττων κατὰ στρατηγικοὺς λόγους τὴν φάλαγγα.
4.44 Ἐπεὶ δὲ πρὸς τοῖς τῶν Βουλγάρων ὁρίοις ἐγένετο, ἐν καλῷ τε στρατοπεδεύεται, καὶ πρῶτον μὲν βουλευμάτων κατάρχει, εἶτα δὲ καὶ πολεμεῖν πρὸς ἐκείνους διέγνωκε, πρᾶγμα τῶν πάνυ ἀπιστουμένων, καὶ περὶ οὗ καὶ αὐτοὶ δὴ οἱ προστυχόντες ἀμφιβόλους εἶχον τὰς γνώμας· νυκτὸς γὰρ νοσοκομούμενος καὶ παρ' ἐνίαις ἀναπνοαῖς ζῶν, ἐπειδὴ [ἡ] ἡμέρα ἐπέφαινεν ἀνίστατό τε ἀθρόον ὥσπερ τινὸς ἐπιρρωνύντος, ἀνέβαινέ τε τὸν ἵππον καὶ τῆς ἕδρας εἴχετο καρτερῶς καὶ τῷ χαλινῷ τοῦτον ἐρρύθμιζε δεξιῶς, εἶτα δὲ εἵπετο συνδέων τὰ τμήματα, καὶ θαῦμα τοῖς ὁρῶσι γινόμενος.
4.45τ Περὶ τῆς τοῦ Ἀλουσιάνου πρὸς τοὺς Βουλγάρους ἀποφυγῆς. Ἔτι δὲ τοῦ πολέμου ἀναβολὴν ἔχοντος, γίνεταί τι τῶν θαυμασιωτάτων καὶ τοῖς ἐκείνου μικροῦ δεῖν παραπλήσιον· ὁ γάρ τοι χαριέστερος τῶν τοῦ Ἀαρὼν υἱέων (οὗτος δὲ βασιλεὺς ἐγεγόνει τοῦ ἔθνους), Ἀλουσιάνος τὴν κλῆσιν, τό τε ἦθος ἡδὺς καὶ τὴν γνώμην λαμπρὸς, καὶ τὴν τύχην ἐπίσημος, αἰτιώτατος τῆς νίκης τῷ βασιλεῖ γίνεται, οὐ τοῦτο βουλόμενος, ἀλλὰ πρὸς τοὐναντίον ὁρμήσας· ἀλλ' ὁ κινήσας τοῦτον Θεὸς ἐκ τῶν ἐναντίων περιποιεῖται τὴν νίκην τῷ βασιλεῖ.
4.46 Οὗτος γὰρ ὁ Ἀλουσιάνος, οὐ πάνυ τι τῷ βασιλεῖ κατὰ γνώμην γενόμενος, οὔτε βουλῆς μετεῖχεν, οὔτε τινὸς ἐκοινώνει λαμπρότητος, ἀλλ' ἦν αὐτῷ προστεταγμένον ἐπ' οἴκου τε μένειν, καὶ μὴ ἄλλως εἰσιέναι εἰς τὸ Βυζάντιον, εἰ μὴ βασιλεὺς αὐτὸς ἐπικελεύσει τὴν εἴσοδον· ἀθύμως οὖν καὶ δυσμενῶς εἶχε τῷ πράγματι, ἀλλ' οὐκ ἦν ὅτι καὶ δράσειε τέως. Ἐπεὶ δὲ τὰ περὶ τοῦ ἔθνους ἐγνώκει, καὶ ὅτι ἐρημίᾳ τοῦ βασιλείου γένους τὸν νόθον καὶ πεπλασμένον ἑαυτοῖς βασιλεύειν εἵλοντο, τολμᾷ τι νεανικώτερον· καὶ κατολιγωρεῖ μὲν παίδων, στοργὴν δὲ ἀποτίθεται γυναικὸς, καὶ μηδενὶ τούτων θαρρήσας τὸ βούλευμα, ἀλλ' ὀλίγοις τισὶ τῶν περὶ αὑτὸν ὅσους ᾔδει ρέκτας ἀτόπων ἔργων καὶ τολμητίας, ἐξ ἄκρας σχεδὸν ἑῴας ἐπὶ τὴν ἑσπέραν χωρῆσαι τολμᾷ, καὶ, ἵνα μηδὲν γνωσθείη, μηδὲ τοῖς ἐν τῇ πόλει κατάδηλος γένοιτο, μεταμφιέννυσι παντάπασιν ἑαυτὸν, οὐ τὰ μὲν ἀφελὼν, τὰ δ' ἀφεὶς τῷ σώματι τῆς ἀρχαίας περιβολῆς, ἀλλὰ σχηματισάμενος κατὰ τὸν μισθοφόρων τρόπον τοὺς πάντων διέλαθεν ὀφθαλμούς.
4.47 Τῷ γοῦν τοῦ λόγου πατρὶ, ὡς ὕστερόν μοι εἰρήκει, δίς που καὶ τρὶς ἐπὶ τῆς μεγαλοπόλεως προσεγένετο· ἦν γάρ μοι ἐθὰς ὁ ἀνὴρ, καί με ἠσπάζετο εὐμενῶς, ἀλλ' οὐδ' ὣς ἐγνώκειν, ὥσπερ οὐδ' ἄλλος τις οἷς ἐκεῖνος πεπλησίακε. Διέδρα οὖν καὶ τὴν πολυόμματον τοῦ ὀρφανοτρόφου δύναμιν, καὶ οὐδὲ τούτῳ γέγονεν ἁλωτός· καίτοι γε ἀφανὴς ἀθρόον γενόμενος τὰς τῶν κρατούντων γνώμας διήγειρεν, εἴ πως ἔνεστιν τοῦτον εὑρεῖν τε καὶ κατασχεῖν· καὶ, ἵν' οὕτως εἴποιμι, πάντας λαθὼν ὀφθαλμοὺς ἐπὶ τῆς τῶν Βουλγάρων γίνεται γῆς, καὶ οὐκ εὐθὺς ἑαυτὸν δῆλον τοῖς πολλοῖς καθιστᾷ, ἀλλ' ἐν μέρει τισὶ προσιὼν, καὶ περὶ τοῦ πατρὸς ὡς περὶ ἀλλοτρίου λόγον ποιούμενος, καὶ τὴν ἐκείνου γενεὰν αἴρων, καὶ λαμβάνων διάπειραν ὡς εἴ γέ τις τῶν ἐκείνου παίδων ἐνταυθοῖ ἐγεγόνει, πότερον ἀνθείλοντο οἱ ἀποστατήσαντες τοῦ νόθου τὸν γνήσιον, ἢ ἐπειδὴ οὗτος τῶν ὅλων προέστη, ἐν καρὸς ἐκεῖνος ἐλογίσθη μοίρᾳ;
4.48 Ἐπεὶ δὴ πάντας ἑώρα τοῦ ἀμφιβόλου τὸν ἀποδεδειγμένον προκρίνοντας, τολμᾷ πως ἑνὶ τούτων, ὃν μᾶλλον ἐγνώκει περὶ τὸ γένος θερμότερον, ἑαυτὸν μυστηριωδῶς ἀνειπεῖν· ὁ δὲ τοὺς ὀφθαλμοὺς ἐπερείσας εὐθὺς πρὸς ἐκεῖνον, ἦν γὰρ ἀκριβῶς αὐτὸν ἐπιστάμενος, καὶ τὸ εἶδος ἀναλαβὼν προσπίπτει τοῖς ἐκείνου γόνασι καὶ τοὺς πόδας καταφιλεῖ, ἔπειτά τι καὶ κρύφιον ἀπαιτεῖ γνώρισμα, ἵνα παντάπασιν ἀνενδοίαστος μένῃ· τὸ δὲ ἦν χρῶμά τι μέλαν τοῦ δεξιοῦ κατακεχυμένον ἀγκῶνος τριχὶ δασείᾳ ἐξηνθηκός· ὡς δὲ καὶ τοῦτο εἶδεν, ἔτι μᾶλλον προσφὺς τὸν τράχηλόν τε τούτου καὶ τὸ στῆθος καταφιλεῖ, καὶ δεξιῶς ἄμφω τὸ ἔργον μεταχειρίζονται· ἑκάστοις γοῦν προσιόντες ἐν μέρει τὴν φήμην ἐπηύξησαν, καὶ πρὸς τὸ γνήσιον οἱ πλείους σπέρμα τὰς γνώμας μετέθεσαν. Γέγονεν οὖν ὡσανεὶ πολυαρχία ἡ μοναρχία, τῶν μὲν τοῦτον, τῶν δὲ ἐκεῖνον αἱρουμένων· εἶτα δὴ καὶ πρὸς ἀλλήλους σπεύδονται, καὶ τοὺς ἡγεμόνας ἀλλήλοις καταλλάττουσι, κἀντεῦθεν ὁμο διαίτω μὲν ἤστην, ἀλλήλοιν δὲ διελεγέσθην, πλὴν ἅτερος τὸν ἄλλον ὑπώπτευεν.
4.49 Ἀλλὰ φθάνει τὴν τοῦ Δολιάνου ὁ Ἀλουσιάνος ἐπιβουλὴν, καὶ συλλαβὼν ἀθρόον τῆς τε ρινὸς καὶ τῶν ὀφθαλμῶν ἀφαιρεῖται, μαγειρικῇ σφαγίδι ἄμφω συνεξελὼν, καὶ περιΐσταται τὸ Σκυθικὸν εἰς μίαν αὖθις ἀρχήν. Καὶ ὁ Ἀλουσιάνος οὐκ εὐθὺς τῷ βασιλεῖ προσχωρεῖ, ἀλλὰ τὰς δυνάμεις λαβὼν κατ' ἐκείνου χωρεῖ, καὶ προσβαλὼν ἡττᾶται, καὶ φυγὼν σῴζεται· εἶτα δὴ γνοὺς ὡς οὐκ ἂν ἐκ τοῦ ρᾴστου τῷ βασιλεῖ Ρωμαίων ἀντιπαρατάξαιτο, μνήμην καὶ τῶν φιλτάτων λαβὼν, δι' ἀπορρήτων γνωρίζει τῷ βασιλεῖ, ὡς εἴ γε καὶ εὐμενείας τύχοι καὶ τῆς ἄλλης λαμπρότητος, ἑαυτόν τε ἐκείνῳ καὶ τὰ αὑτοῦ ἐγχειρίσοι πράγματα. Δέχεται τὸν λόγον ὁ βασιλεὺς, καὶ αὖθις ἀπορρητοτέρως αὐτῷ ὡς ἐβούλετο διαλέγεται· καὶ οὕτω δὴ τὸ δεύτερον ὡς παραταξόμενος προσιὼν, ἀθρόον τὴν ἰδίαν μεθίησι φάλαγγα καὶ τῷ βασιλεῖ προσχωρεῖ. Καὶ τοῦτον μὲν τῆς πρώτης τιμῆς ἀξιώσας ὁ αὐτοκράτωρ ἀναπέμπει εἰς τὸ Βυζάντιον, τό γέ τοι ἔθνος, διαφόροις πολέμοις διεσπασμένον ἤδη καὶ οὔπω τετυχηκὸς ἄρχοντος, τρέπεταί τε καὶ καταπολεμεῖ καὶ ὑπήκοον αὖθις τῆς ἀφ' ἧς ἀπεστάτησε τίθησι, καὶ λαμπρὸς εἰς τὰ βασίλεια ἀναζεύγνυσιν, αἰχμαλώτους τε ἄγων πολλοὺς, καὶ δῆτα τοὺς παρ' ἐκείνοις σεμνοτάτους, καὶ αὐτὸν δὴ τὸν νόθον ἐκείνοις ἀρχηγὸν τήν τε ρῖνα διαλελωβημένον καὶ ἀπεστερημένον τῶν ὀφθαλμῶν.
4.50 Εἴσεισι γοῦν τὸ Ἄστυ λαμπρὸς, ἁπάσης προχυθείσης αὐτῷ τῆς Πόλεως· ἐθεασάμην γοῦν τοῦτον ἐγὼ τηνικαῦτα ὥσπερ ἐν ἐκφορᾷ ἐπὶ τοῦ ἵππου σαλεύοντα· οἱ γοῦν τὸν χαλινὸν κατέχοντες τούτῳ δάκτυλοι τοῖς τῶν γιγάντων ἐῴκεισαν, βραχίονος γὰρ ἕκαστος ἀπέσῳζε πάχος καὶ μέγεθος (εἰς τοσοῦτον γὰρ αὐτῷ τὸ σπλάγχνον κεκάκωτο)· τὸ δὲ πρόσωπον οὐδ' ἴχνος τι τῆς ἀρχαίας αὐτῷ ἔσῳζεν ὁμοιότητος. Καὶ οὕτως δὴ ἀποκομισθεὶς εἰς τὰ ἀνάκτορα θρίαμβον κατάγει λαμπρὸν, ἐπὶ μέσου θεάτρου τοὺς αἰχμαλώτους διαβιβάσας καὶ δείξας Ρωμαίοις, ὅτι προθυμία νεκροὺς ἀνίστησι, καὶ ὁ περὶ τὰ καλὰ ζῆλος τὴν τοῦ σώματος ἀτονίαν νικᾷ.
4.51 Ἀλλ' οὐκ ἦν μέχρι παντὸς ἐγκρατὴς εἶναι τῆς φύσεως, οὐδὲ τοῦ νοσήματος κρείττων καὶ ἰσχυρότερος· ὃ δὴ κρυφίως καὶ κατὰ βραχὺ προσέρπον εἰς αὐτὴν τὴν λύσιν ἀπήντησεν τοῦ δεσμοῦ· ἀλλ' οἱ περὶ τὸν αὐτοκράτορα τέως μὲν κρύπτειν ἐπεχείρουν τὰ κατ' αὐτὸν, καὶ βουλὴν ἐποιοῦντο περὶ καταστάσεως, ἵνα μή τι νεωτερισθείη τοῖς πράγμασιν· ἐπεὶ δὲ πανταχῆ τὸ πάθος ἐξήγγελτο καὶ ἡ φήμη τὴν ξύμπασαν Πόλιν κατέλαβεν, οὐδ' αὐτοῖς ἔτι ἐμεμενήκει τὰ δόξαντα, ἀλλὰ τοῦ πῶς ἂν μὴ ἐκφύγοι τούτους τὰ τῆς βασιλείας πράγματα ἐφρόντιζόν τε καὶ ἐβουλεύοντο. Καὶ οὗτοι μὲν ἐν τούτοις.
4.52τ Περὶ τῆς τοῦ βασιλέως ἀποκάρσεως. Ὁ δέ γε αὐτοκράτωρ πρὸ τῆς ἐκ τοῦ σώματος μεταθέσεως ἑτέραν ζητεῖ πνευματικωτέραν μετάθεσιν· καὶ καταφρονεῖ μὲν βασιλείας, ἧς καὶ μετὰ βραχὺ ἀπαλλαγήσεσθαι ἔμελλε, κρείττων δὲ ξυμπάσης γίνεται σχέσεως καὶ πρὸς τὸν Θεὸν μετατίθεται· ἵνα δὲ μὴ ὀχλοῖτο μετατιθέμενος καὶ τὰς ὁμολογίας διδοὺς τῷ Θεῷ, τῶν βασιλείων ἀπάρας ἐφ' ὅπερ αὐτὸς ἱδρύσατο μοναστήριον παραγίνεται, μᾶλλον δὲ τοῖς ἀχθοφοροῦσι μετακομίζεται· καὶ ἐπειδὴ ἐντὸς ἐγεγόνει τοῦ φροντιστηρίου καὶ τοῦ νεὼ ἐρείσας ἐδάφει ἱκετηρίαν τίθεται τῷ Θεῷ, εὐπρόσδεκτον αὐτὸν φανῆναι θῦμα καὶ καθαρὸν δεχθῆναι μετὰ τὴν τελείωσιν, Οὕτω τοίνυν ἐξιλεωσάμενος ἑαυτῷ τὸ θεῖον καὶ ἐξευμενίσας, τοῖς θύταις ἑαυτὸν καὶ σφαγιασταῖς τοῦ ἐθελοθύτου καλλιερήματος δίδωσιν· οἳ δὲ, περιστάντες αὐτὸν ἑκατέρωθεν καὶ τὰς πρωτουργοὺς εὐχὰς τοῦ θύματος τῷ Κρείττονι ἐξυμνήσαντες, περιδύουσι μὲν αὐτὸν τὴν βασίλειον ἐσθῆτα καὶ περιπόρφυρον, καὶ ἐπενδύουσι τὸ ἱερὸν δέρας Χριστοῦ, τήν τε καλύπτραν τῆς κεφαλῆς ἀφελόμενοι τὴν τοῦ σωτηρίου περικεφαλαίαν ἐπιτιθέασιν· εἶτα δὴ καὶ τῷ σταυρῷ καθοπλίσαντες στήθη τε καὶ μετάφρενα καὶ ἀνδρικῶς περιζώσαντες κατὰ τῶν πνευμάτων τῆς πονηρίας ἀφιᾶσι. Τό γ' οὖν ὅσον ἐπὶ τῇ ἐκείνου προθυμίᾳ καὶ τῷ βουλήματι.
4.53 Ὁ μὲν οὖν ὡς ἐς κρείττονα ζωὴν μεταθέμενος ἔχαιρέ τε καὶ ἠγαλλιᾶτο, καὶ οἷον κοῦφος καὶ εὔδρομος πρὸς τὴν πορείαν ἐγεγόνει τοῦ πνεύματος· τὸ [δὲ] περὶ αὐτὸν οἰκίδιον, καὶ μάλιστα ὁ πρεσβύτερος ἀδελφὸς, νέφος πάντας ἀθυμίας κατέσχεν, ὥστε μὴ δύνασθαι κατασχεῖν τοὺς ἐκ συμπαθείας ὀλοφυρμούς. Ἀλλ' οὐδ' ἡ βασιλὶς κρείττων ἐγεγόνει τοῦ πάθους, ἀλλ', ἐπειδή περ τοῦτο παρά του μεμαθήκει, κατατολμᾷ μὲν πάσης ἄρρενος ὄψεως, τὴν δὲ φύσιν παραβιάζεται καὶ πεζῇ πρὸς ἐκεῖνον ἄπεισιν· ὁ δὲ εἴτ' αἰσχυνόμενος οἵων αὐτῇ κακῶν αἴτιος ἐγεγόνει, ἢ λήθην καὶ ταύτης διὰ τὴν πρὸς τὸν Θεὸν μνήμην λαβόμενος, οὐ συγχωρεῖ ταύτῃ τὴν πρὸς αὑτὸν εἴσοδον.
4.54 Καὶ ἡ μὲν αὖθις ἀπῆλθε πρὸς τὰ βασίλεια· ὁ δὲ, ἐπειδὴ καιρὸς εὐχῆς ἐκάλει καὶ πρὸς τοὺς συνήθεις ἦν ἀπαντᾶν ὕμνους, ἠρέμα τῆς κλίνης ὑπεξανίστατο, καὶ μέλλων ἤδη τοὺς πόδας ὑποδεδέσθαι, ἐπειδὴ μὴ παρεσκεύαστο τούτῳ τὰ συνήθη τοῖς μοναχοῖς τῶν ὑποδημάτων σκύτη, ἀλλ' ἀμετάλλακτα ἦν τὰ τῆς προτέρας σκηνῆς, δυσχεραίνει τὸ ἀπαράσκευον, καὶ γυμνοῖς τοῖς ποσὶ βαδίζει πρὸς νεὼν, ἐπερειδόμενος ἑκατέρωθεν, ἀσθμαίνων ἤδη καὶ τὰς ἐσχάτας ἀναπέμπων ἀναπνοάς. Οὕτω τοιγαροῦν αὖθις ἐπὶ τὴν εὐνὴν ὑποστρέψας καὶ κατακλιθεὶς, εἶτα δὴ καὶ βραχύ τι κατασιγάσας, ἅτε τῆς φωνῆς ἐπισχεθείσης αὐτῷ καὶ ἐκλελοιπότος τοῦ πνεύματος, ἀφῆκε τὴν ψυχὴν τῷ Θεῷ, πλεῖστα μὲν ἐπὶ τῆς βασιλείας καὶ πράξας καὶ βουλευσάμενος, οὐ πλειόνων δὲ διαμαρτίαν ἐσχηκώς· ἃ δὴ καὶ αὐτὸς ἀντεξετάζων καὶ παράλληλα κρίνων, πλείω τὰ κατωρθωμένα τῶν διημαρτημένων εὑρίσκω· καὶ οὔ μοι δοκεῖ τὸν ἄνδρα ἐκεῖνον καὶ τῆς κρείττονος διημαρτηκέναι, ἀλλ' ἀμείνονος ἐπιτυχεῖν λήξεως.
4.55 Τελευτᾷ γοῦν ἐπὶ μεγάλῳ κατορθώματι τὸν βίον, ἑπτὰ ἔτη τὴν βασιλείαν κατεσχηκὼς, καὶ ἐν αὐτῇ τῇ ἡμέρᾳ καθ' ἣν τῆς κρείττονος τετύχηκε μεταθέσεως, καὶ τῷ φυσικῷ τῆς ζωῆς τελειωθεὶς πέρατι, ἐκφορᾶς ἢ ταφῆς περιττοτέρας οὐ γενομένης αὐτῷ· τέθαπται δὲ ἐν αὐτῷ τῷ νεῷ εἰσιόντι κατὰ τὴν λαιὰν πλευρὰν ἔξωθεν τοῦ ἱεροῦ βήματος.
https://byzantium.gr/

5.τ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ ΜΙΧΑΗΛ Εʹ–ΘΕΟΔΩΡΑ

5.1 Βασιλεύει δὲ μετ' αὐτὸν ὁ ἐκείνου ἀνεψιὸς, περὶ οὗ πλεῖστα ὁ λόγος φθάσας ἐδήλωσε· ἐπειδὴ γὰρ οἱ τοῦ αὐτοκράτορος ἀδελφοὶ μεταθησόμενον αὐτὸν εὐθὺς ἔγνωσαν κα ἀνέλπιστον αὐτῷ τὴν ζωὴν κατειλήφεσαν, ἵνα μὴ ἀποδράσῃ τούτους τὰ πράγματα, μηδ' ἐφ' ἕτερον γένος ἡ βασιλεία μετατεθείη, πρὶν ἢ τὸν ἀδελφὸν ἀπολιπεῖν τὴν ζωὴν, πρόσταγμά τι δῆθεν βασίλειον τὴν εἰς ἀνάκτορα μετάβασιν ἐπιτρέπον ἐκπέμπουσι· καὶ ὁ μὲν αὐτοκράτωρ ἐξῄει τῶν βασιλείων, ὡς ὁ λόγος εἰρήκει, τελεσθησόμενος, ὁ δὲ πρὸς αὐτὰ ἀντεισῄει.
5.2 Τριῶν δὲ ὄντων τῶν τοῦ αὐτοκράτορος ἀδελφῶν, ὁ μὲν ὀρφανοτρόφος Ἰωάννης, ὃς δὴ καὶ τὸ ξύμπαν κράτος τηνικαῦτα διῴκει καὶ μᾶλλον τῶν ἄλλων ἠγαπήκει τὸν ἀδελφὸν, οὐδὲ θανόντος ἐκείνου εὐθὺς ἀπαλλάττεται, ἀλλ' ὥσπερ ζῶντι τριταῖος συνῴκει τῷ τεθνεῶτι, οἱ δὲ περιλειπόμενοι δύο τῷ καίσαρι ἀνεψιῷ εἰς τὰ βασίλεια συναπαίρουσι, τὸ μὲν ὡς φυλάξοντες ἐκεῖνον καὶ θεραπεύσοντες, τὸ δὲ ὡς πλείονα κτησόμενοι τὴν παρ' ἐκείνου εὐμένειαν· ἀλλ' οὐκ ἦν ἄνευ τοῦ μείζονος καὶ κρείττονος τὴν φρόνησιν ἀδελφοῦ γενναῖόν τι ἐκείνους ἢ περὶ τῆς βασιλείας ἐνθυμηθῆναι ἢ περὶ τῆς τοῦ κοινοῦ καταστάσεως, ὅθεν οὐδέν τι ὅτι μὴ συνῆσαν ἐκείνῳ εὔνοιαν παραδεικνύντες συγγενικήν. Ἐπεὶ δὲ ἀρκούντως εἶχε τῶν θρήνων ὁ Ἰωάννης, μᾶλλον δὲ ἐπειδὴ κἀκεῖνον ὑπέθραττε μὴ πολυήμερος ἡ ἀναβολὴ γενομένη τῆς ἀναρρήσεως τὰς πάσας αὐτοῖς συνεξαφανίσῃ ἐλπίδας, ἐπὶ τὰ βασίλεια μεταβαίνει.
5.3 Ταῦτα δὲ αὐτὸς ἑωράκειν, καὶ τοῖς ὀφθαλμοῖς τὴν ἀλήθειαν εἰληφὼς τῶν πραγμάτων ἀμεταποιήτως τῇ γραφῇ δίδωμι. Ὡς γοῦν ἠκηκόεισαν ὅτι τὴν αὔλειον οὗτος καὶ βασιλικὴν εἰσελήλυθεν εἴσοδον, ὥσπερ Θεῷ ὑπαντήσειν μέλλοντες παρεσκευασμένως τούτῳ προσῄεσαν, καὶ περιστάντες ἄλλος ἄλλο τι κατεφίλουν τῶν ἐκείνου μελῶν· ὁ δέ γε ἀδελφιδοῦς καὶ τὴν δεξιὰν ὑποσχὼν ἐπερείσασθαι ταύτῃ ἐδίδου, ἵνα τινὸς ἁγιάσματος ὥσπερ ἐκ τῆς ἐπαφῆς τύχοι· καὶ ἐπεὶ ἅλις τὰ τῆς κολακείας ἔδοξε, κατάρχει οὗτος συνετω τάτου βουλεύματος εὐθὺς, καὶ μηδὲν τῆς βασιλίδος ἄτερ ποιεῖν προτρέπεται, ἀλλ' ἐπ' αὐτῇ τιθέναι τοὺς θεμελίους καὶ τοῦ κράτους καὶ τῆς ζωῆς, καὶ πάντα ποιεῖν οἶς ἂν ἐκείνην ὁρῶσιν εὐάγωγον.
5.4 Καὶ αὐτίκα κοινῇ συμπαραταξάμενοι ταῖς μηχαναῖς τῶν ἐνθυμημάτων τὴν εὐάλωτον ἐκείνης πολιορκοῦσι ψυχὴν, καὶ ἀναμνήσαντες τῆς υἱοθεσίας ὑπὸ τῇ μητρὶ καὶ δεσπότιδι τὸν παῖδα τιθέασι καὶ ἐπιρρίπτουσιν αὐτῇ τοῖς ποσὶ, πᾶσαν ὀνομάτων λατρείαν πρὸς τὸν καιρὸν συναριθμήσαντες, καὶ πείσαντες ὡς ὁ μὲν ἀδελφιδοῦς τοῦ τῆς βασιλείας καὶ μόνον ὀνόματος τεύξεται, ἡ δὲ πρὸς τούτῳ καὶ τὴν πατρῴαν ἕξει κατάσχεσιν· καὶ εἰ μὲν βούλεται αὐτὴ τῶν ὅλων ἀνθέξεται, εἰ δ' οὖν, ἐγκελεύσει τε τούτῳ καὶ ἐπιτάξει καὶ ὡς ἀργυρωνήτῳ βασιλεῖ χρήσεται, ἀρρήτους τε ταύτῃ ὅρκους ὀμνύουσι καὶ τὴν καθ' ἱερῶν δόντες πίστιν θηρῶσιν ὅλην εὐθύς· καὶ τί γὰρ ἦν πράττειν ἄλλο, ἐν ἐρημίᾳ τε οὖσαν τοῦ βοηθήσοντος καὶ τοῖς γοητεύμασιν ἐκείνων καταθελχθεῖσαν, ἢ μᾶλλον ταῖς μηχαναῖς τούτων καὶ τοῖς κλέμμασι κλαπεῖσαν καὶ συνειληθεῖσαν καὶ πρὸς τὰ ἐκείνων μετατεθεῖσαν θελήματα;
5.5τ Περὶ τῆς τοῦ Μιχαὴλ ἀναγορεύσεως. Ἐπιτρέπει γοῦν αὐτοῖς τὸ κράτος, καὶ τέως μετέωρον οὖσαν τὴν Πόλιν ἐπὶ τῷ ἐκείνης βουλήματι κατευνάζει τῇ προτροπῇ, καὶ τελεῖται ἐπὶ τῷ καίσαρι τὸ τῆς βασιλείας μυστήριον, ἡ προπομπὴ, ἡ ἐπὶ τὸν νεὼν εἴσοδος, ἡ τοῦ ἀρχιερέως εὐχὴ, ἡ στεφανηφορία καὶ ὅσα τούτοις ἐπακολουθεῖν εἴωθε. Καὶ τήν γε πρώτην ἡμέραν οὐκ ἐπιλήσμων ὁ βασιλεὺς οὔτε τῶν οἰκείων λόγων οὔτε τῶν ἔργων ἐγένετο· πολὺ γοῦν παρ' αὐτῷ τὸ· «ἡ βασιλίς», καὶ «ἡ ἐμὴ δεσπότις», καὶ «ὡς ἐώνημαι ταύτῃ», καὶ «ἣν ἂν θεῖτο ψῆφον».
5.6 Οὐδὲν δὲ ἧττον καὶ τὸν Ἰωάννην τοιούτοις κατέθελγε ρήμασι, «ὁ ἐμὸς, γάρ φησι, δεσπότης», καὶ θρόνον ἐδίδου ἐγγὺς καθέζεσθαι, καὶ νεῦμα ἐζήτει παρ' ἐκείνου λαβεῖν εἰ λαλεῖν βούλοιτο, καὶ ὡς ὄργανόν ἐστι τῷ τεχνίτῃ, καὶ ὡς οὐχὶ τῆς κιθάρας τὸ μέλος ἀλλὰ τοῦ τὴν κιθάραν μουσικῶς κρούοντος. Ἐτεθήπεσαν γοῦν ἅπαντες τὸ τοῦ ἀνδρὸς εὔγνωμον, καὶ ὡς οὐ διημαρτήκει τῶν ἐλπίδων ὁ Ἰωάννης ἐθαύμαζον. Τοὺς μὲν οὖν ἄλλους ἐλάνθανε τὸ κλέμμα τῆς ἐκείνου ψυχῆς· ὁ δέ γε θεῖος ᾔδει μὲν ἀκριβῶς ὅτι μέχρι τῆς γλώττης αὐτῷ ἡ λειότης, τὸ δὲ τραχὺ τοῦ φρονήματος ἔνδον ὑποκρύπτεται καὶ ὑποτύφεται, καὶ ὅσῳ μᾶλλον ἐκεῖνος ὑπεδίδου ταῖς μηχαναῖς, τουσοῦτον οὗτος ὑπώπτευε καὶ τῆς γνώμης αὐτῷ τὸ ὕπουλον κατεμάνθανεν, ἀλλ' οὐκ εἶχεν ὅ τι καὶ δράσειεν ἢ ὅπως ἂν αὐτὸν ἐκ τοῦ ρᾴστου ἀφέληται τὴν ἀρχὴν, ἅπαξ ἀποσφαλεὶς τοῦ τοιούτου σκοποῦ, ὁπότε καὶ μάλιστα ὁ καιρὸς ἐδίδου τὴν χείρωσιν· ὁ μὲν οὖν ἡσύχαζε τέως, οὐ πάντη ἀφεὶς τὸ ἐνθύμημα, ἀλλ' ὡς ἐπιχειρήσων εἴ τι ἐκεῖνος παρανομεῖν ἐπ' αὐτὸν ἄρξεται. Ὁ δὲ ἐξ ὑπερβαλλούσης εἰς ἐκεῖνον τὰ πρῶτα αἰδοῦς κατὰ βραχύ τι παρήλλαττε, νῦν μὲν τὴν τούτου γνώμην οὐκ ἀναμένων ἐν ταῖς βασιλικαῖς πράξεσιν, νῦν δ' ἄλλο τι ποιῶν καὶ λέγων οἷς ἐκεῖνον μὴ ὑπενεγκεῖν ἠπίστατο.
5.7 Γέγονε δὲ τούτῳ προσθήκη πρὸς τὴν τοῦ θείου διαβολὴν καὶ ὁ ἀδελφὸς Κωνσταντῖνος, ὃς δὴ πρὸ πολλοῦ ἦν τῷ Ἰωάννῃ βασκαίνων, ὅτι δὴ μόνος παρὰ τοὺς ἀδελφοὺς τῶν πραγμάτων εἶχε διοίκησιν, καὶ οἷον δεσπότης αὐτῶν ἀλλ' οὐχ ὁμογενὴς ἦν, τότε μὲν οὐχ οἷός τε ἦν τὸ μῖσος εἰς προὖπτον ἐξενεγκεῖν· ὁ γάρ τοι ἀδελφὸς ἐκείνων καὶ βασιλεὺς τὸν μὲν Ἰωάννην, ὡς καὶ τῶν ἄλλων πρεσβύτατον καὶ συνετώτατον ἄνδρα καὶ διεξητασμένον ἐν τῇ τῶν κοινῶν πραγμάτων ἐπιμελείᾳ, ὑπερηγάπα καὶ ἔστεργε, τὸ δὲ λοιπὸν γένος ὡς μήτε τὰ μέτρια ἠγαπηκότας μήτε τι ἐκείνῳ λυσι τελοῦντας εἰς τὴν τῆς βασιλείας διοίκησιν ἐμίσει καὶ ἀπεστρέφετο· ὅθεν καὶ χαλεπαίνοντος κατ' ἐκείνων τοῦ αὐτοκράτορος οὗτος αὐτοῖς διέλυε τὴν ὀργὴν καὶ τὸν ἀδελφὸν εἰς εὐμένειαν μετερρύθμιζεν· εἰ τοίνυν καὶ ἐβάσκαινον αὐτῷ τῆς δόξης [οἱ] ἀδελφοὶ, καὶ μάλιστά γε ὁ Κωνσταντῖνος, ἀλλὰ τολμῆσαί τι κατ' ἐκείνου καὶ πρᾶξαι ἀδύνατον αὐτοῖς ἦν.
5.8 Ἐπεὶ δὲ ὁ ἀδελφὸς ἐτεθνήκει, μεταπεπτώκει δὲ εἰς τὸν ἀνεψιὸν ἡ τοῦ κράτους διαδοχὴ, εὔκαιρον κατὰ τοῦ Ἰωάννου ὁ Κωνσταντῖνος ἔσχηκεν ἀφετήριον· ἦν γὰρ καὶ προτεθεραπευκὼς τὸν αὐτοκράτορα ὁπηνίκα τὴν τοῦ καίσαρος εἶχε τιμήν· ἐδίδου γὰρ αὐτῷ τῶν οἰκείων ἀπαντλεῖν θησαυρῶν ὁπόσα καὶ ἐβούλετο, καὶ ἦσαν ἐκείνῳ τὰ τούτου χρήματα ἀντὶ πρυτανείου καὶ ταμιείου· ἐξωνεῖτο γοῦν αὐτὸν ἐντεῦθεν, καὶ ὡς ἐπὶ προδήλῳ τῇ τύχῃ τὴν ἐκείνου γνώμην προκατελάμβανεν, ἐκοινώνουν τε ἀπορρήτων ἄμφω ἀλλήλοις, καὶ διαβεβλημένως ἤστην πρὸς τὸν Ἰωάννην, ὡς ἀντεπιχειροῦντα τοῖς δόξασι καὶ συγγενεῖ ἑτέρῳ τὴν ἀρχὴν μνηστευόμενον. Ὁ τοίνυν καῖσαρ ὁμοῦ τε βασιλεὺς ἀνηγόρευται, καὶ ἐς τὴν τοῦ νωβελλισίμου τιμὴν ἀνάγει τὸν Κωνσταντῖνον, ὁμοδίαιτόν τε ποιεῖ, καὶ λαμπρὰς ἀπεδίδου τῆς προλαβούσης εὐνοίας τὰς ἀμοιβάς.
5.9 Μικρὸν δὲ ἐντεῦθεν τὴν τοῦ λόγου ἐκκόψας διήγησιν περὶ τῆς τοῦ βασιλεύσαντος γνώμης τε καὶ ψυχῆς πρότερον ἀφηγήσομαι, ὅπως ἂν μὴ θαυμάζητε, ὁπηνίκα τι περὶ τῶν ἐκείνου πράξεων λέγοιμι, ὅπως αὐτὰς ἐξ οὐδεμιᾶς ἀρχῆς ἐσχεδίαζεν ὡρισμένης. Ὁ γὰρ ἀνὴρ οὗτος χρῆμά τι ποικίλον ἐγεγόνει τῷ βίῳ, καὶ ἦν αὐτῷ χαρακτὴρ τῆς ψυχῆς τὸ πολύ μορφον καὶ πολύστροφον· εἶχε δὲ καὶ τὴν γλῶτταν πρὸς τὴν καρδίαν ἀντίθετον, καὶ ἄλλο τι βουλευσάμενος ἑτέρας ἠφίει φωνὰς, καὶ δυσόργως ἔχων πολλοῖς εὐνοϊκώτερον προσω μίλει, ἀρρήτους ὅρκους τοῖς λόγοις ἐπιτιθεὶς, ὡς ἐνστερνίζοιτο τούτους καὶ ἥδιστα διαλέγοιτο· πολλοὺς δὲ ὧν ἐβούλετο κατὰ τὸ περίορθρον ἐσχάταις τιμωρίαις ὑποβαλεῖν, ἑσπέρας κοινωνοὺς ἐποιεῖτο τοῦ δείπνου καὶ τοῦ αὐτοῦ τούτοις ἐκοινώνει κρατῆρος· τά γέ τοι τῆς συγγενείας ὀνόματα, μᾶλλον δὲ ἡ κοινωνία τοῦ γενικοῦ αἵματος, παιδιά τις ἐδόκει τούτῳ, καὶ οὐδὲν αὐτῷ πρᾶγμα εἰ πάντας ἓν κῦμα ἐκάλυψε κατασχόν· ἐβάσκαινε δὲ τούτων οὐ βασιλείας μόνον, τοῦτο γὰρ μέτριον, ἀλλὰ καὶ πυρὸς καὶ ἀέρος καὶ τύχης ἁπάσης· κοινωνεῖν δὲ αὐτῷ τοῦ κράτους μικρὸν μὲν ἢ μηδένα τῶν ἁπάντων ἐβούλετο, ὃ δ' οἶμαι καὶ κρείττονι φύσει βασκαίνων ἦν· τοσοῦτον ἦν αὐτῷ τὸ κατὰ πάντων ἐν ἅπασιν ἀπόστροφόν τε καὶ ὕποπτον· δουλοπρεπῶς δὲ εἰ καί τις ἄλλος περὶ τὰς τῶν καιρῶν ἐναντιότητας ὤν τε καὶ λέγων, ἀνελευθέρᾳ τε ψυχῇ χρώμενος, ἐπειδὰν βραχεῖα τούτῳ μεταβολὴ πραγμάτων προσμειδιάσειεν, ὁ δὲ εὐθὺς τὰ τῆς σκηνῆς σκεδαννὺς καὶ τὸ ὑποβολιμαῖον εἶδος ἀποδυόμενος θυμοῦ τε εὐθὺς ἐνεπίμπλατο, καὶ τὰ μὲν τῶν δεινῶν ἐποίει, τὰ δὲ εἰς τὸ μέλλον ἐταμιεύετο· ὀργῆς τε γὰρ ἥττων ἦν καὶ ἄνθρωπος εὐμετάβολος, καὶ τὸ τυχὸν πρᾶγμα εἰς μῖσος αὐτὸν καὶ ὀργὴν ἀνερρίπιζεν. Ἐντεῦθεν μῖσος αὐτῷ κατὰ τοῦ γένους παντὸς ὑπετύφετο· διαλύειν δὲ αὐτοὺς εὐθὺς οὐκ ἐπεχείρησεν, ἔτι δεδιὼς τὸν θεῖον, ὃν ᾔδει πατρὸς λόγον πρὸς τὸ συγγενὲς ἐπέχοντα.
5.10 Ἐπεὶ δέ μοι ἡ προθεωρία τῆς ἀφηγήσεως ἐπιτέτμηται, ἐπ' αὐτὴν εἶμι πάλιν τὴν τῶν γεγονότων διήγησιν. Ὁ τοίνυν Κωνσταντῖνος, ἐπειδὴ καὶ νωβελλίσιμος ἐγεγόνει, καὶ τὸ ἐπικείμενον δέος περὶ τὸν ἀδελφὸν ἀπεσείσατο. ἀπορρίπτει μὲν τὴν πρὸς τοῦτον αἰδῶ, θρασύτερον δὲ διαλέγεται καὶ ἰταμώτερον ἐπεχείρει τοῖς ἐκείνῳ δόξασι, τῷ τε βασιλεῖ πολλάκις τὸ πρὸς ἐκεῖνον ὑποπεπτωκὸς κατωνείδιζε καὶ τὴν γνώμην αὐτῷ διεσάλευεν· ὁ δὲ, καὶ ἄλλως πρὸς τοῦτο διασεσεισμένος, ἔτι γε μᾶλλον ὑπεκινεῖτο, καὶ καταφρονεῖν αὐτοῦ τὰ πολλὰ ἤρχετο. Ὁ δὲ δεινὸν ἄλλως ἡγούμενος, εἰ καταλυθείη αὐτῷ τὸ ἀξίωμα καὶ ἡ πρὸς τὸ γένος ὑπεροχὴ, ἐπεὶ μὴ εἶχεν ἐκ τοῦ ρᾴστον τὸν βασιλεύσαντα καθελεῖν, ἕτερόν τι πρὸς τοῦτο βουλεύεται, ὡς αὐτὸς τηνικαῦτα τοῖς πράγμασιν ἐντυχὼν εἴκασα, τοὺς γὰρ πολλοὺς τὸ ἔργον διέλαθεν· ὡς γὰρ οἶμαι, βουλόμενος πρὸς ἕνα τῶν ἐκείνου ἀνεψιαδῶν, Κωνσταντῖνος οὗτος τὸ ὄνομα καὶ μάγιστρος τὸ ἀξίωμα, τὴν τῶν πραγμάτων μεταθήσειν ἀρχὴν, οὐχ ὡς αὐτὸς τῷ βασιλεῖ ἐπιθησόμενος, ἀλλ' ὡς ἐκείνῳ δώσων τὰς τῆς ἐπιβουλῆς ἀφορμὰς, εἶτα δὴ δεδιὼς μὴ ἁλοὺς ἐκεῖνος τυραννικαῖς αἰτίαις ἔνοχος γένοιτο καὶ οὐκ ἂν φθάσειε αὐτός τε ἀπολλύμενος καὶ τὸ λοιπὸν γένος συναπολλὺς, προϋφαρπάζει τὸ τέλος, ἵνα δὴ αὐτῷ κατὰ λόγον ἡ ἀρχὴ προχωρήσῃ, καὶ ἐξευμενίζεται τὸν κρατοῦντα πρὸς τὴν συγγένειαν, καὶ πείθει τὰ μὲν δοῦναι, τὰ δὲ ὑποσχέσθαι, ἄλλα τε καὶ ἐλευθερίαν ὧν ὁ βίος ἐπιφέρει δεινῶν· ὁ δὲ τέως ἐπινεύει ταῖς ἱκεσίαις καὶ τὰς ὑποσχέσεις ἐν γράμμασιν ἐπαγγέλλεται, ἵν' ἔχοι ἐχέγγυον τὸ πιστὸν τῆς πρὸς τὸ μέλλον ζωῆς. Ἐπεὶ δὲ ἡ γραφὴ εὐθὺς ἐξυφαίνετο, ἐντί θησί τι λεληθότως τῶν ἀπορρήτων αὐτῇ, ὡς, εἰ καί τις τῶν ἐκείνου ἀνεψιαδῶν ἁλῴη τυραννικὸν βουλευόμενος, μήτε τιμωροῖτο μήτε δικάζοιτο, ἀλλ' ἀχθῇ τὸ ἀνεξέταστον παρὰ τοῦ θείου ἐξαίρετον.
5.11 Ἐπεὶ οὖν τοῦτο ἐγεγραφήκει, καιρὸν φυλαξάμενος ἐπιτήδειον, ὁπηνίκα ἐκεῖνον εἶδε γράμμασί τισι πάνυ μὴ προσέχοντα, δίδωσι τὴν γραφήν· ὁ δὲ βραχύ τι ταύτην παραναγνοὺς, τοῖς διὰ τῆς χειρὸς βεβαιοῖ γράμμασι· καὶ ὁ Ἰωάννης, ὡς μέγα τι ἐφόδιον ἐντεῦθεν κατωρθωκὼς πρὸς τὸν οἰκεῖον σκοπὸν, διεχεῖτό τε καὶ ἐγάννυτο, καὶ πρὸς αὐτὸ τοὖργον ἴσως ηὐτρέπιστο. Τόδε ἦν ἄρα ὠδίνων ἀρχὴ, δηλώσει δὲ καθεξῆς περὶ πάντων ὁ λόγος· πρὶν ἢ γὰρ προλαβεῖν τὸν ὀρφανοτρόφον τὸ μελετώμενον, αὐτὸς τὸ μέλλον ὑφορᾶται, τὰ μὲν ἀφ' ἑαυτοῦ προγινώσκων, τὰ δὲ τῶν περὶ αὐτὸν τὴν οἰκείαν γνώμην ἐξαγγελλόντων, ὡς οὐκ ἔτι τὴν ὕφεσιν καρτερήσουσιν, ἀλλὰ πάντα πράξουσιν, ὥστε δυοῖν θάτερον ἢ ἑαυτῷ διαφυλάξασθαι τὸ ἀξίωμα ἢ συναπολεῖσθαι τοῖς πράγμασιν.
5.12 Τοιγαροῦν ἐντεῦθεν οὐ μόνον οὐδὲν τῆς προσηκούσης αὐτῷ τιμῆς ἔνεμεν, ἀλλὰ καὶ περὶ τῶν πρακτέων διημφισβήτει· σύνοδοί τε τούτοις ἐκ μακρῶν τῶν διαστημάτων ἐγίγνοντο, ὁπότε δὲ καὶ συνέλθοιεν ἐπίδηλον τὸ ἀκού σιον ἦν. Συνεστιωμένοις δέ ποτε λόγον ὁ Κωνσταντῖνος ἐμβαλὼν πράξεως καὶ τὰς γνώμας ἑκατέρων μεμαθηκὼς, τὴν μὲν τοῦ κρατοῦντος ὡς χρηστοτάτην καὶ βασιλικωτάτην ἐπῄνεσέ τε καὶ ἀνευφήμησε, τὴν δὲ τοῦ ἀδελφοῦ ἐπίβουλον ἀνεῖπε καὶ δολερὰν, καὶ βραχύ τι προϊὼν ἐς μέγα προὐχώρησε, τῆς τε προτέρας ἀνέμνησεν ὑπεροψίας καὶ τὸ ἐς τὸ παρὸν ὕπουλον αὐτοῦ ἀπήλεγξε καὶ κακόηθες· ὁ δὲ, μὴ καρτερήσας τὰς τοσαύτας τῶν λόγων βολὰς, ἀναστὰς εὐθὺς οὐκ εἰς τὴν εἰωθυῖαν ἀπεληλύθει σκηνὴν, ἀλλὰ πόρρω που τοῦ Ἄστεος ἐξήνεγκεν ἑαυτὸν, οἰόμενος ἐντεῦθεν τὸν κρατοῦντα καταδεηθήσεσθαι τούτου καὶ προσλιπαρήσεσθαι, καὶ μετενεγκεῖν θᾶττον εἰς τὰς βασιλείους αὐλάς. Ἀναχωρήσαντι δὲ οἷ ἥ τε οἰκεία δορυφορία εἵπετο, καὶ πολύ τι πλῆθος συναπεληλύθει τῆς συγκλήτου βουλῆς, οὐ δεσμοῖς εὐνοίας κρατούμενον, ἀλλ' οἱ πλείους, οἰόμενοι ὡς τάχιστα ἐπανήξειν εἰς τὰς προτέρας διατριβὰς, προκατελάμβανον τὴν τούτου εὐμένειαν καὶ τὴν ἔφοδον μνήμης ἐποιοῦντο ἐμπύρευμα.
5.13 Τῷ δὲ κρατοῦντι οὐχ οὕτως ἥδιστον ἐδόκει τὸ ἐκεῖνον τῶν πραγμάτων ὑπεξελθεῖν, ὅσον λυπηρὸν καὶ ὕποπτον κατεφαίνετο τὸ πολὺ τῆς Πόλεως πλῆθος ἐκεῖσε συρρέον, δεδιότι μή τι καὶ νεώτερον ἐπ' αὐτῷ δράσειαν· διὰ ταῦτα ὑπούλως ἄγαν καὶ κακοήθως προσονειδίζει τε τούτῳ διὰ γραμμάτων τὴν τοσαύτην ὑπεροψίαν καὶ μετακαλεῖται ὡς κοινωνήσων τῶν ἀπορρήτων τούτῳ· ὁ δ' εὐθὺς ἀφικνεῖται, δόξαν ἐντεῦθεν εἰληφὼς, ὡς προϋπαντήσοι αὐτῷ καὶ τά τε εἰκότα προσφθέγξοιτο καὶ τὰ εἰωθότα διαπράξοιτο. Ὁ δὲ, ἐπειδὴ περὶ ἡμέραν θεάτρου ὁ καιρὸς ἦν, οὐκ ἀναμείνας τὸν θεῖον ἰδεῖν, πρωϊαίτερον ἀπεληλύθει, οὐδέν τι σύνθημα ἐκείνῳ λιπών· ὁ δὲ, ὡς τοῦτο μεμαθήκει, ἔτι μᾶλλον ὑβρίσθαι δόξας καὶ ἠθετῆσθαι, σὺν πολλῷ τῷ θυμῷ εὐθὺς ἐπαναστρέφει, οὐκ ἔτι ἐπενδοιάζων ἐπὶ τῇ τοῦ βασιλεύοντος γνώμῃ, ἀλλ' ὅτι δυσμενῶς αὐτῷ ἔχει ἀπὸ τῶν πραγμάτων ἠκριβωκώς. Διαλέλυτο γοῦν αὐτοῖς παντάπασιν ὁ τῆς φιλίας θεσμὸς καὶ ἅτερος θατέρῳ ἀντεπιβουλεύει, μᾶλλον δὲ ὁ μὲν, ἅτε ἐν ἰδιώτου τελῶν σχήματι, κρυφίως καὶ λανθανόντως αὐτὸν μετιέναι διενοεῖτο· ὁ δὲ, τῇ βασιλικῇ ἀποχρώμενος ἐξουσίᾳ, καθαρῶς ἤδη πρὸς ἀπέχθειαν ἀναρρήγνυται· προστάττει γοῦν αὐτῷ εἰς ναῦν τε ἐμβῆναι καὶ ἀφικέσθαι ἀπολογησομένῳ, διότι τε ἐκείνου καταφρονεῖ καὶ οὐ πάνυ ἐθέλει πείθεσθαι.
5.14 Ὁ μὲν οὖν τὸν πλοῦν πρὸς αὐτὸν ἐποιεῖτο, ὁ δὲ ἀπὸ μετεώρου τῶν βασιλείων βλέπων εἰς θάλασσαν, ἐπειδὴ τῷ μεγάλῳ λιμένι ἡ φέρουσα τὸν θεῖον προσορμίσειν ἔμελλε ναῦς, σύνθημά τι δοὺς ἄνωθεν τοῖς καταπλέουσιν, ὅπερ δὴ καὶ προείρητο αὐτοῖς, ἐπιστρέφειν τὴν ναῦν, κατόπιν δὲ ἑτέρα τριήρης πρὸς ἀναγωγὴν ἕτοιμος τὴν προτέραν ἐπικαταλαβοῦσα τοῦτον εἰς ὑπερορίαν ἄγει μακράν. Οὐδὲ τοσοῦτον γοῦν αὐτῷ ὁ δι' ἐκείνου τε καῖσαρ πρῶτον καὶ βασιλεὺς γεγονὼς ὕστερον τοῦ προτέρου σεβάσματος διεφύλαξεν, ὥστε μετά τινος μετρίας αἰδοῦς τὴν τιμωρίαν τούτῳ ποιήσασθαι· ἀλλ' εἰς χῶρον ἐλαύνει ὃς δὴ τοῖς λῃστεύσασι μόνοις ἀφώρισται, εἰ καὶ μετὰ ταῦτα, βραχύ τι ἀνεθέντος αὐτοῦ τοῦ θυμοῦ, βραχείας τινὸς παραμυθίας ἠξίωσεν. Ὁ μὲν οὖν ἀπῆλθεν οὐ μόνον ταύτην ἀπαντλήσων τὴν δίκην, ἀλλὰ πολλὰς ἐπὶ πολλαῖς συμφοραῖς θεασόμενος· οὐ γὰρ ἔστη ἡ λαχοῦσα τούτῳ τῆς Προνοίας μερὶς, οὕτω γὰρ εἰπεῖν μετριώτερον, πολλαῖς καὶ συνεχέσι κακώσεσι διαμείβουσα, ἄχρις ἂν αὐτῷ καὶ δημίου χεῖρα τοῖς ὀφθαλμοῖς ἐπαφῆκε καὶ δεινὸν ἐξ ὑπογυίου καὶ βιαιότατον θάνατον.
5.15 Ἐπεὶ δὲ ὁ δεινὸς ἐκεῖνος ἀνὴρ ὡς τοῖς ὤμοις αὐτῷ μοναρχίαν κατεσκευάκει, οὐδὲν τῶν μετρίων περὶ τὴν πολιτείαν διενοεῖτο, ἀλλ' εὐθὺς ἐπεβάλλετο μεταθήσειν πάντα καὶ μεταστήσειν πρὸς ἅπερ αὐτὸς ἐβούλετο, οὐδενὶ γοῦν τῶν ἐν τέλει εὔνουν ἐδίδου τὸ βλέμμα ἢ τὴν ψυχὴν, ἀλλ' ἐξεδειμάτου πάντας τυραννικοῖς ὁμοῦ καὶ λόγοις καὶ νεύμασι· ἐβούλετο δὲ αὐτὸ τοῦτο ὑπήκοον ὡς ἀληθῶς ἐνδεί ξασθαι τὸ ἀρχόμενον, καὶ τοὺς μὲν πολλοὺς τῶν ἐν τέλει παῦσαι τῶν συνήθων ἐξουσιῶν, ἐλευθερίαν δὲ τῷ δήμῳ μνηστεύεσθαι, ἵνα τοῖς πολλοῖς μᾶλλον ἢ τοῖς ὀλίγοις δορυφοροῖτο· τὴν δὲ τοῦ σώματος φρουρὰν ἐς Σκυθικὰ μεταθή σειν ἐπεχείρει μειράκια, ἅπερ αὐτῷ ἐώνητο πρὸ πολλοῦ, ἀποτετμημένα πάντα καὶ τὴν ἐκείνου γνώμην εἰδότα, καὶ πρὸς τὴν ὑπηρεσίαν ὧν ἐβούλετο εὐπρεπῆ· ἐθάρρει γὰρ ταῖς εὐνοίαις αὐτῶν, ἐπειδὴ καὶ ἀξιώμασι τῶν ὑψηλοτέρων τετίμηκε· καὶ τὰ μὲν περὶ τὸ σῶμα εἶχε, τὰ δ' ἄλλο τι τούτῳ τῶν βουλητῶν διηκόνει.
5.16 Ἀλλὰ τὰ μὲν βουλεύματα οὕτω ἐπιτελῆ καθεστήκει, τὸν δ' ἀπόλεκτον δῆμον τῆς Πόλεως καὶ ὅσοι τῆς ἀγοραίου τύρβης ἢ τῶν βαναύσων τεχνῶν ᾠκειοῦτο, ταῖς εὐμενείαις τὰς τῶν πολλῶν προκαταλαμβάνων γνώμας, ἵν' ἔχοι πρὸς τὰ μελετώμενα, εἰ δεήσοι, βοήθειαν· οἱ δὲ ἐξήρτηντό γε ἐκείνου, καί τισι φαινομέναις εὐνοίαις τὰς γνώμας ἐγνώριζον, οὐδὲ προβῆναι ἐῶντες ἐπὶ ψιλοῦ τοῦ ἐδάφους, ἀλλὰ δεινὸν ἄλλως ποιούμενοι, εἰ μὴ δι' ὑφασμάτων προΐοι καὶ ἐπιτρυφῴη αὐτῷ ὁ ἵππος τοῖς σηρικοῖς καταστρώμασι. Τούτοις γοῦν ἐπαρθεὶς ἐκεῖνος τὸ τῆς ψυχῆς ἀνακαλύπτειν ἀπάρχεται βούλευμα. Τῇ γὰρ βασιλίδι καὶ παρὰ τὸν προσήκοντα λόγον ἐκείνου μητρὶ ἐμεμήνει μὲν καὶ πρότερον ἡνίκα ὑπ' ἐκείνης τοῦ κράτους ἔτυχε, καὶ ὅτι δεσπότιν προειρήκει ποτὲ, ἐβούλετο καὶ τὴν γλῶσσαν τεμεῖν τε τοῖς ὀδοῦσι καὶ ἀποπτύσαι τὸ μέλος.
5.17τ Περὶ τοῦ πρὸς τὴν αὐγούσταν μίσους καὶ φθόνου τοῦ βασιλέως. Ἐπεὶ δὲ ἐν ταῖς κοιναῖς εὐφημίαις προλαμβανόμενον τὸ ταύτης ἐνωτίζοιτο ὄνομα οὐδὲ καθεκτὸς ἦν ἔτι· ὅθεν τὰ μὲν πρῶτα παρηγκωνίζετο ταύτην καὶ ἀπεστρέφετο, οὔτε βουλευμάτων αὐτῇ κοινωνῶν οὔτε μήν τι μέρος τῶν βασιλείων διδοὺς θησαυρῶν, ἀλλὰ πάντα κατολιγωρῶν, εἰπεῖν δὲ καὶ καταγελῶν, τειχήρη τε οἷα δὴ πολεμίαν τηρῶν, καὶ φρουρᾷ καταλαμβάνων ἀτιμοτάτῃ, τάς τε θεραπαινίδας αὐτῆς οἰκειούμενος καὶ τὴν γυναικωνῖτιν διερευνώμενος καὶ μηδενὸς τῶν συντεθειμένων πρὸς ταύτην ἐπιστρεφόμενος. Ἐπεὶ δὲ οὔπω τούτων κεκόρεστο, τὴν ὑστάτην αὐτῇ ἐφίστησι συμφορὰν, καὶ βούλεται ἀπελάσαι τῶν βασιλείων, οὐδὲ μετ' εὐσεβοῦς σχήματος, ἀλλὰ μετά τινος αἰσχίστου καὶ ψευδοῦς πλάσματος, ἵν' ἔχοι μόνος ὁ θὴρ ἐν τοῖς βασιλείοις αὐλίζεσθαι· τοῦτο γοῦν ἅπαξ ἐν τῇ ψυχῇ θέμενος, πάσης μὲν ἄλλης καταπεφρονήκει βασιλικῆς πράξεως, ὅπως δὲ ἐπιτελὲς ποιήσει τὸ τόλμημα πᾶσαν ἐκίνει καὶ γνώμην καὶ μηχανήν.
5.18 Πρῶτα μὲν οὖν κοινοῦται τὸ βούλευμα τῶν οἰκειοτέρων τοῖς θρασυτέροις, ἔπειτα δὲ προϊὼν κατ' ὀλίγον καὶ τῶν ἄλλων ἀπεπειρᾶτο ὁπόσους ᾔδει καὶ φρονήματος ἀκριβοῦς καὶ τῆς ἄλλης μετεσχηκότας συνέσεως· ὧν οἱ μὲν ὑπεκίνουν καὶ ποιήσειν τὰ δόξαντα συνεβούλευον, οἱ δὲ παντάπασιν ἀπειρήκεσαν, οἱ δὲ εἰς ἀκριβεστέραν μελέτην θεῖναι τὸ πρακτέον παρῄνουν, τοῖς δὲ ἐδόκει εἰς μαθηματικὴν πρόγνωσιν ἀναθεῖναι τὸ βούλευμα καὶ γνῶναι εἰ εὔθετος πρὸς τὴν κατάπραξιν ὁ καιρὸς, καὶ μή τι σχῆμα τῶν οὐρανίων ἐμποδίζοι τῷ ἐγχειρήματι· ὁ δὲ τούτων ἁπάντων σεμνὸς ἀκροατὴς προκαθήμενος, πράξειν μὲν οὐδ' ὁτιοῦν ἔμελλε τῶν φερόντων εἰς ὄνησιν (ἐκ παντὸς γὰρ τρόπου πρὸς τὸ βεβουλευμένον ἠπείγετο), ὅμως δ' οὖν τοῖς τῶν ἄλλων λόγοις χαίρειν εἰπὼν τὸ ἐσόμενον διὰ τῶν ἀστρονομούντων ἐμάνθανεν.
5.19 Ὑπῆρχε δὲ τηνικαῦτα μοῖρα οὐκ ἀγενὴς τῆς περὶ ταῦτα μαθήσεως, ἄνδρες οἷς κἀγὼ συνωμίλησα, τῶν μὲν περὶ τὴν σφαῖραν τάξεων καὶ κινήσεων ἔλαττον πεφροντικότες τὸν νοῦν (οὔτε γὰρ γεωμετρικαῖς ἀνάγκαις τὴν περὶ ταῦτα ἀπόδειξιν προειλήφεισαν οὔτε μὴν προέγνωσαν), ἀλλ' ἁπλῶς οὕτως τὰ κέντρα ἱστῶντες, εἶτα δὴ τὰς ἀναφοράς τε καὶ ἀποκλίσεις τοῦ ζωηφόρου κύκλου καταμανθάνοντες καὶ τὰ ἄλλα ὅσα τούτοις ἕπεται, οἰκοδεσπότας φημὶ καὶ σχημάτων τόπους καὶ ὅρια, καὶ ὁπόσα μὲν τούτων κρείττω, ὁπόσα δὲ χείρω, προὔλεγόν τι τοῖς πυθομένοις περὶ ὧν ἐπη ρωτήκεσαν· καί γέ τινες αὐτῶν κατευστόχουν τῶν ἀποκρίσεων. Λέγω δὲ ταῦτα, τὴν μὲν ἐπιστήμην καὶ αὐτὸς εἰδὼς, ἐκ πολλοῦ μελετήσας καὶ πολλοῖς ἐκείνων λυσιτελήσας εἰς τὰς τῶν σχημάτων κατανοήσεις, οὐ μέντοιγε πειθόμενος ὡς ἄγοιτο ταῖς τῶν ἄστρων κινήσεσι τὰ ἡμέτερα· ἀλλὰ τοῦτο μὲν ὡς πλείους τὰς ἀντιρρήσεις ἔχον ἐξ ἑκατέρου, ἀνακινείσθω εἰς ἕτερον ἔλεγχον.
5.20 Ὁ γοῦν τηνικαῦτα βασιλεύων, τὸ τῆς πράξεως ἀποκρύψας εἶδος, ἀόριστον πρὸς αὐτῶν τὴν πεῦσιν ποιεῖται, τοῦτο μόνον προσθεὶς, εἰ τῷ μεγάλα τολμήσαντι οὐκ ἐμπόδιον τὰ οὐράνια καθεστήκοι σχήματα· οἱ δ' ἐποπτεύσαντες καὶ πᾶσαν πρὸς τὸν καιρὸν κρίσιν ἀκριβωσάμενοι, ὡς ἑωράκεσαν ἅπαντα αἵματος πλήρη καὶ κατηφείας, ἀπαγορεύουσι τὴν πρᾶξιν τῷ βασιλεῖ, καὶ οἵ γε δεινότεροι τούτων εἰς ἕτερον καιρὸν τὸ ἔργον ἀνατιθέασιν· ὁ δὲ πλατὺν αὐτῶν καταχέας τὸν γέλωτα καὶ τῆς ἐπιστήμης καταμωκώμενος ὡς ψευδοῦς· «Ἀλλ' ὑμεῖς μὲν, φησὶ, ἔρρετε, ἐγὼ δὲ κρείττονι τόλμῃ τῆς ὑμετέρας ἐπιστήμης τὸ ἀκριβὲς ὑπερβήσομαι».
5.21 Αὐτίκα γοῦν ἐν ἔργοις ἦν, καὶ εὐθὺς ἀναρρήγνυται, καὶ λόγους τινὰς συμπλάσας ὁ ἀθλιώτατος παῖς κατὰ τῆς μηδὲν ἐπιβουλευσάσης μητρὸς, ὡς φαρμακίδα τὴν βασιλίδα καταδικάζει, καὶ μηδὲν τέως τῶν τολμωμένων εἰδυῖαν ἐξάγει τοῦ κοιτωνίσκου τὴν ἐγγενῆ ὁ ἀλλότριος καὶ τὴν εὐγενεστάτην ὁ δυσγενέστατος, καί τινας ἐπ' αὐτὴν λογοποιοὺς καθιεὶς ἀνακρίνει τε περὶ ὧν οὐκ ᾔδει, καὶ ὑπ' εὐθύνην ἄγει, καὶ τιμωρεῖται ὡς καταπραξαμένην τὰ ἀτοπώτατα. Εἰς ναῦν οὖν εὐθὺς ἐμβιβάζει καί τινας συμβιβάσας αὐτῇ οἷς προὐτέτραπτο τὰ ἐπ' ἐκείνῃ τολμηθησόμενα ἀπελαύνει τῶν βασιλείων καὶ εἰς μίαν τούτων δὴ τῶν πρὸ τῆς Πόλεως νήσων καθίζει, ᾗ δὴ Πρίγκιπος ὄνομα.
5.22 Ὡς δ' ἐγώ τισιν ὕστερον τῶν ἀπαγαγόντων αὐτὴν συνωμίλησα, φασὶν, ὡς ἤδη πρὸς τὸν ἀπόπλουν τῆς νεὼς ἀναχθείσης, ἡ βασιλὶς πρὸς τὰς βασιλείους αὐλὰς ἀναβλέψασα ὥσπερ τινὰ προσλαλιὰν θρηνώδη πρὸς τὰ ἀνάκτορα ἐποιήσατο, καὶ τοῦ γε πατρὸς μνησθεῖσα καὶ τῶν ἄνω τοῦ γένους, ἐκ γὰρ πενταγονίας ὁ βασίλειος αὐτῇ κλῆρος κατήγετο, ἐπειδὴ τοῦ θείου ἐπεμνήσθη καὶ βασιλέως, λέγω δὲ Βασίλειον ἐκεῖνον τὸν ὑπὲρ πάντας αὐτοκράτορας λάμψαντα, τὸ πολυτελὲς ἀγαθὸν χρῆμα τῇ Ρωμαίων ἀρχῇ, ἀθρόον δάκρυσι τοὺς ὀφθαλμοὺς ἐπιτέγξασα· «Σὺ μὲν, ἔφη, ὦ θεῖε καὶ βασιλεῦ, βασιλικοῖς γεννηθεῖσαν εὐθὺς σπαργάνοις ἐκόσμησας, καὶ τῶν ἀδελφῶν μᾶλλον ἔστερξας καὶ ἐτίμησας, ὅτι σοι καὶ τὴν θέαν εἶχον παρόμοιον, ὡς τῶν ἑωρακότων ἠκηκόειν πολλάκις· ἀλλὰ καὶ σύ με ὡς ἤδη γε καταφιλῶν καὶ ἀγκαλιζόμενος, σῴζοιο, ἔλεγες, παιδίον, καὶ ἐπὶ μήκιστον ζήσαις τοῦ τε ἡμετέρου γένους ζώπυρον καὶ τῇ βασιλείᾳ θεοπρεπέστατον ἄγαλμα. Ἀλλὰ σὺ μὲν οὕτως ἔτρεφες καὶ ἀνέτρεφες, καὶ μεγάλας ἐπ' ἐμοὶ τὰς τῶν πραγμάτων ἐκβάσεις ἐκέκτησο, ἐψεύσθης δὲ τῶν ἐλπίδων· αὐτή τε γὰρ ἠτίμωμαι καὶ τὸ σύμπαν μου γένος ἠτίμωκα, ἐπὶ τοῖς αἰσχίστοις κατακριθεῖσα καὶ τῶν βασιλείων ἀπελαθεῖσα, καὶ οὐκ οἶδ' εἰς ἥντινα γῆν ἀπαγομένη κατάκριτος· δέδοικα γὰρ μὴ καὶ θηρσὶ βρῶμα προθήσουσιν, ἢ κύματι θαλασσίῳ καλύψουσιν· ἀλλ' ἐφορῴης ἄνωθεν, καὶ παντὶ σθένει τὴν σὴν σῴζοις ἀνεψιάν». Ἀλλ', ἐπειδή περ τὸ περιγράψον αὐτὴν ὅριον τὴν νῆσον κατέλαβεν, βραχύ τι τῶν πονηρῶν ἀνεπεπνεύκει προσδοκιῶν, καὶ ὅτι ζῴη ἀνθωμολογεῖτο Θεῷ, καὶ θυσίας εὐθὺς καὶ εὐχὰς ἀπεδίδου τῷ σώσαντι.
5.23 Ἡ μὲν οὖν οὐδέν τι πολυπραγμονήσειν ἔμελλε, καὶ πῶς γὰρ ἐνῆν σὺν μιᾷ θεραπαινίδι εἰς ὑπερορίαν διάγουσα; ὁ δὲ δεινὸς ἐκεῖνος ἀνὴρ ἔτι μᾶλλον ἐπιβουλεύει τῇ βασιλίδι, καὶ ἄλλας ἐπ' ἄλλαις προστίθησι συμφοράς· τέλος δὲ πέμπει τοὺς ἀποκεροῦντας ἐκείνην, ἢ ἀποκτενοῦντας εἰπεῖν οἰκειότερον, καὶ ὁλοκάρπωμα, οὐκ οἶδα μὲν εἰ τῷ Κυρίῳ, τῷ δὲ θυμῷ τοῦ ἐπιτάττοντος βασιλέως ποιήσοντας. Ἐπεὶ δὲ αὐτῷ καὶ τοῦτο ἐτετέλεστο τὸ ἐνθύμημα, ἐκείνην μὲν ὡς ἤδη κατεργασθεῖσαν ἀφίησι, προσωποποιεῖται δὲ τὴν πρᾶξιν καὶ εἰσάγει σκηνὴν, καὶ τῇ συγκλήτῳ βουλῇ ἀνακαλύπτει δῆθεν τὰ παρ' ἐκείνης κατ' αὐτοῦ μελετώμενα, καὶ ὡς ὑπώπτευε μὲν καὶ πόρρωθεν, μᾶλλον δ' ἐπεφωράκει πολλάκις, ἐπεκάλυπτε δὲ τὸ δεινὸν αἰδοῦς τῆς πρὸς αὐτοὺς ἕνεκα· καὶ τοιαῦτά τινα συμπλάσας καὶ φλυαρήσας, καὶ τὰς ἐκείνων γλώσσας κερδήσας πρὸς τὸν καιρὸν παραφθεγξαμένας, ἐπειδὴ τούτοις ἀπολελόγητο ἱκανῶς, καὶ τοῦ δημοτικοῦ πλήθους ἀποπειρᾶται, καί τινας ἐκ τούτων εὐηχέστατα πρὸς ἃ ἐβούλετο κατεσκευακὼς ὄργανα, τὰ μὲν εἰρήκει, τὰ δὲ παρ' αὐτῶν ἠκηκόει· καὶ εὐνοϊκῶς καὶ τού τους πρὸς τὴν πρᾶξιν ὑπειληφὼς ἔχοντας διέλυσέ τε καὶ τοῦτον τὸν σύλλογον καὶ, ὥς τινα ἆθλον τῶν ὑπερφυεστάτων τετελεκὼς, τοῦ τε πολλοῦ καμάτου ἀναπεπνεύκει καὶ πρὸς ἱλαρὰς παιδιὰς ἑαυτὸν ἐπαφῆκε, μόνον οὐκ ἐπορχούμενος, οὐδὲ τοῦ ἐδάφους ὑπεραλλόμενος. Ἔμελλε δὲ ἄρα οὐκ εἰς μακρόν τινα χρόνον, ἀλλ' εὐθὺς καὶ ἐξ ὑπογυίου δίκας τοῦ τυραννικοῦ δώσειν φρονήματος.
5.24 Τὰ δὲ ἐντεῦθεν καὶ ὁ λόγος ἐλάττων πρὸς τὴν τῶν πεπραγμένων διήγησιν, ὅ τε νοῦς οὐ χωρεῖ τῆς Προνοίας τὸ μέτρον· λέγω δὲ τοῖς ἐμοῖς καὶ τὰ τῶν ἄλλων κρίνων· οὔτε γὰρ ἂν ποιητὴς θεόπνουν τὴν ψυχὴν ἔχων καὶ τὴν γλῶτταν αὐτὴν θεοφόρητον, οὔτε τις ρήτωρ ἄκραν εὐτυχήσας ψυχῆς τε εὐφυΐαν καὶ εὐγλωττίαν, πρὸς δὲ καὶ τέχνῃ κατακοσμήσας τὴν ἔμφυτον δύναμιν, οὔτε μὴν φιλόσοφος Προνοίας καὶ λόγους ἠκριβωκὼς, ἢ εἴ τι ἄλλο τῶν ὑπὲρ ἡμῶν μεμαθηκὼς διὰ πλῆθος συνέσεως, εἰπεῖν τι μετρίως τῶν τηνικαῦτα πραχθέντων ἰσχύσειαν, ὁ μὲν οἷον σκηνοβατῶν τὴν ἀφήγησιν καὶ ποικίλως μεταμορφούμενος, ὁ δὲ μεγαλοφυέστερον τοὺς λόγους πράττων καὶ ἁρμονικῶς συντιθεὶς, καὶ παρισάζων τῷ μεγέθει τῆς πράξεως, ὁ δ' οὐκ αὐτοματίζων τὸ γεγονὸς, ἀλλ' αἰτίας τινὰς προθεὶς ἔμφρονας, ἀφ' ὧν τὸ μέγα ἐκεῖνο καὶ δημοσιώτατον ἀπετελέσθη μυστήριον (οὕτω γὰρ εἰπεῖν οἰκειότερον)· ὅθεν κἂν ἀπεσιώπησα τὴν μεγάλην ἐκείνην φορὰν καὶ συγκίνησιν, εἰ μή γε ᾔδειν τὸ καιριώτατον τῆς χρονογραφίας κατασιγάσας· ὅθεν ἐπὶ μικρᾶς σχεδίας μέγα περαιώσασθαι τετόλμηκα πέλαγος. Λέξω γοῦν, ὡς ἂν οἷός τε ὦ, ὁπόσα μετὰ τὴν τῆς βασιλίδος ὑπερορίαν ἡ θεία δίκη τῷ τε καιρῷ καὶ τοῖς πράγμασιν ἐκαινοτόμησεν.
5.25 Ὁ μὲν γὰρ βασιλεὺς τέως ἐτρύφα καὶ πλήρης καθειστήκει φρονήματος, ἡ δέ γε ξύμπασα Πόλις, λέγω δὲ πᾶν γένος καὶ τύχην καὶ ἡλικίαν, ὥσπερ λυθείσης αὐτῇ τῆς συμφυοῦς ἁρμονίας, κατὰ μέρη τινὰ συγκινεῖσθαι καὶ διαταράττεσθαι ἤρχετο, καὶ οὐκ ἦν τῶν πάντων οὐδεὶς ὃς οὐχὶ τὰ πρῶτα μὲν ὑπετονθόρυζε τῇ γλώττῃ καὶ δεινότερον τῇ καρδίᾳ περὶ τοῦ πράγματος ἐβυσσοδόμευεν, καὶ τῇ γλώττῃ τοῦ λέγειν ἐδίδου ἐλευθερίαν. Ὡς γὰρ ἡ φήμη ἁπανταχοῦ [ἦν] τῆς περὶ τὴν βασιλίδα καινοτομίας, πενθοῦσαν ἦν ὁρᾶν τὴν Πόλιν ξύμπασαν· καὶ ὥσπερ ἐπὶ ταῖς μεγάλαις κινήσεσι τοῦ παντὸς σκυθρωπάζουσιν ἅπαντες τὰς ψυχὰς καὶ οὐκ ἔχουσιν ὅπως ἂν ἑαυτοὺς ἀνακτήσαιντο, τὰ μὲν τῶν δεινῶν ὑπομεμενηκότες, τὰ δὲ ἐλπίζοντες, οὕτω δὴ καὶ τότε πᾶσαν ψυχὴν κατήφειά τις κατειλήφει δεινὴ, καὶ ἀπαραμύθητος συμφορὰ, καὶ εἰς δευτέραν ἡμέραν οὐδεὶς τέως ἐπεῖχε τὴν γλῶτταν, οὐ τῶν ἐν τέλει, οὐ τῶν τοῦ βήματος, ἀλλ' οὐδ' ὅσον ἐκείνου συγγενικὸν καὶ οἰκίδιον· οἱ δ' οὖν ἐπὶ τῶν ἐργαστηρίων καὶ πρὸς μεγάλας τόλμας παρεσκευάζοντο· ἀλλ' οὐδ' ὅσον ξενικόν τε καὶ συμμαχικὸν εἰώθασι παρατρέφειν οἱ βασιλεῖς, λέγω δὲ τοὺς περὶ τὸν Ταῦρον Σκύθας, ἢ ἕτεροί τινες, κατέχειν ἠδύναντο τὰς ὀργὰς, ἀλλὰ πάντες καταθύειν ὑπὲρ τῆς βασιλίδος ἐβούλοντο τὰς ψυχάς.
5.26 Τὸ δ' ἀγοραῖον γένος καὶ ἄφετον ἤδη που καὶ παρεκεκίνητο ὡς ἀντιτυραννῆσον τῷ τυραννεύσαντι· τὸ δὲ θῆλυ γένος, ἀλλὰ πῶς ἂν τοῦτο τοῖς οὐκ εἰδόσιν ἀφηγησαί μην; ἐγὼ γοῦν πολλὰς ἑωράκειν, ἃς οὐδεὶς ἄχρι τότε τῆς γυναικωνίτιδος ἔξω τεθέαται, δημοσίᾳ τε προϊούσας καὶ βοώσας τε καὶ κοπτομένας καὶ δεινὸν ἀπολοφυρομένας ἐπὶ τῷ πάθει τῆς βασιλίδος, αἱ δὲ λοιπαὶ Μαινάδων δίκην ἐφέροντο καὶ τάγμα οὔ τι μικρὸν ἐπὶ τὸν ἀλιτήριον συνεστήκεσαν· «Ποῦ ποτε, βοῶσαι, ἡ μόνη καὶ τὴν ψυχὴν εὐγενὴς, καὶ τὴν μορφὴν εὐειδής; ποῦ ποτε ἡ μόνη τῶν πασῶν ἐλευθέρα, ἡ τοῦ ξύμπαντος γένους δεσπότις, ἡ τὸν κλῆρον τῆς βασιλείας ἐννομώτατα ἔχουσα, ἧς καὶ ὁ πατὴρ βασιλεὺς καὶ ὁ ἐκεῖνον φὺς καὶ ὁ τοῦτον αὖθις ἀποτεκών; πῶς δ' ἄρα καὶ ὁ δυσγενὴς τῆς εὐγενοῦς κατετόλμησε καὶ τοσοῦτον ἐπ' ἐκείνην ἐνθύμημα ὁπόσον οὐδεμία ψυχὴ τῶν πάντων ἐχώρησε;» Ταῦτ' ἔλεγον καὶ συνέθεον ὡς ἐμπρήσουσαι τὰ βασίλεια· ὡς δ' οὐκ ἦν ἔτι τὸ κωλῦσον οὐδὲν, πάντων ἤδη ἐπὶ τὴν τυραννικὴν ἀναρραγέντων ψυχὴν, τὰ μὲν πρῶτα κατὰ μέρος καὶ ὥσπερ κατὰ σύστημα ἐπὶ τὸν πόλεμον κατεστρατοπεδεύοντο, ἔπειτα ὅλῃ τῆς Πόλεως κατ' αὐτοῦ συνεστρατήγουν τῇ φάλαγγι.
5.27 Ἕκαστος γοῦν τῶν πάντων καθώπλιστο, ὁ μὲν πέλεκυν διηγκαλισμένος, ὁ δὲ ρομφαίαν τινὰ κραδαίνων τῇ χειρὶ βαρυσίδηρον, ἕτερος δὲ τόξον μετακεχείριστο καὶ ἄλλος δόρυ, ὁ δὲ πολὺς ὄχλος, τῶν ἁδροτέρων λίθων τοὺς μὲν κολπωσάμενοι, τοὺς δ' ἐν χεροῖν ἔχοντες, ἀτακτότερον ἔθεον. Ἐγὼ γοῦν τηνικαῦτα πρὸ τῶν βασιλείων εἱστήκειν εἰσόδων, πόρρωθεν ὑπογραμματεύων τῷ βασιλεῖ καὶ ἄρτι μεμυημένος τὰ προεισόδια· καί με εἶχεν ἡ ἔξω στοὰ γραφάς τινας τῶν μυστικωτέρων ὑπαγορεύοντα· ἀθρόον δὲ βοή τις ἡμῖν προσβάλλει ὥσπερ ἱππόκροτος καὶ διέσεισε τὰς τῶν πολλῶν ὁ ἦχος ψυχάς· ἔπειτά τις ἧκεν ἀγγέλλων, ὡς ὁ δῆμος ἅπας ἐπὶ τὸν βασιλέα κεκίνηται καὶ ὥσπερ ὑφ' ἑνὶ συνθήματι πρὸς τὴν αὐτὴν γνώμην συνείλεκται. Τοῖς μὲν οὖν πολλοῖς καινοτομία τις ἄλογος τὸ πραττόμενον ἔδοξεν, ἐγὼ δὲ συνεὶς ἐξ ὧν πρότερον τὰ μὲν ἑωράκειν, τὰ δὲ ἠκηκόειν, ὡς εἰς πυρκαϊὰν ὁ σπινθὴρ ἀνεφλέχθη καὶ δεῖ πολλῶν ποταμῶν καὶ ἐπιφόρου τοῦ ρεύματος ὥστε ἀποσβεσθῆναι, αὐτίκα τὸν ἵππον ἀναβὰς διὰ μέσης ᾔειν τῆς Πόλεως καί γε τοῖς ὀφθαλμοῖς αὐτοῖς ἑωράκειν περὶ ὧν νῦν ἔπεισί μοι ἀμφισβητεῖν.
5.28 Ὥσπερ γάρ τινος ξύμπαντες κρείττονος μετεσχηκότες πνεύματος, οὐκ ἔτι ἐπὶ τῶν προτέρων ἑωρῶντο τῆς ψυχῆς καταστάσεων, ἀλλ' οἵ τε δρόμοι αὐτῶν μανικώτεροι καὶ αἱ χεῖρες ἐρρωμενέστεραι, καὶ τῶν ὀφθαλμῶν αἱ βολαὶ πυρώδεις τε καὶ ἐνθουσιῶσαι, οἵ τε τοῦ σώματος τόνοι ρωμαλεώτεροι, μεταρρυθμίζεσθαι δὲ πρὸς τὸ εὐσχημονέστερον ἢ μετατίθεσθαι τῶν βουλευμάτων οὐδεὶς τῶν πάντων ἐβούλετό γε, ἢ τοῦ συμβουλεύοντος ἦν.
5.29 Δόξαν δὲ αὐτοῖς τὰ πρῶτα ἐπὶ τὸ γένος ἐκείνου χωρεῖν καὶ τοὺς σεμνοὺς ἐκείνων οἴκους καταστρέφειν καὶ ὑπερόγκους, ἔργου τε εἴχοντο, καὶ ὁμοῦ προσέβαλλον, καὶ τὸ ξύμπαν εἰς ἔδαφος κατερρήγνυτο, καὶ τῶν οἰκοδομημάτων τὰ μὲν ἐπικεκάλυπτο, τὰ δ' ἀνακεκάλυπτο· ἐ[πε]κα λύπτοντο μὲν ὀροφαὶ εἰς γῆν πίπτουσαι, ἀνεκαλύπτοντο δὲ κρηπῖδες γῆθεν ἀναρρηγνύμεναι, ὥσπερ αὐτῶν τῆς γῆς τὸ ἄχθος ἀποφορτιζομένης καὶ ἀπορριπτούσης τοὺς θεμελίους· κατέστρεφον δὲ τὰ πλείω οὐ χεῖρες ἡβώντων ἢ ἀκμαζόντων ἀνδρῶν, ἀλλὰ καὶ μείρακες καὶ εἴ τις ἑτέρα ἀτελὴς ἡλικία ἐξ ἑκατέρου γένους, ἁπάσης κατασκευῆς ἀποδιδούσης ταῖς πρώταις εὐθὺς ἐπαφαῖς· τὸ δὲ διαρραγὲν ἢ καταστραφὲν ὁμαλῶς ὁ καταστρέψας ἀπεφορτίζετο, καὶ εἰς ἀγορὰν προὐ τίθη, μὴ διαμφιβάλλων περὶ τοῦ πλείονος.
5.30 Ἡ μὲν οὖν Πόλις ἐν τούτοις ἦν, καὶ οὕτω ταχὺ τὸ σύνηθες αὐτῇ σχῆμα μετήλλακτο· ὁ δὲ καθῆστο ἐν τοῖς βασιλείοις, τὰ μὲν πρῶτα οὐ πάντως τι πρὸς τὸ συμβὰν ταραττόμενος, ὅθεν ἐβούλετο ἀναιμωτὶ τὸν πολιτικὸν καταλῦσαι πόλεμον· ἐπεὶ δὲ ἤδη λαμπρὰ ἡ ἀποστασία ἐγένετο, καὶ ὁ δῆμος κατὰ λόχους συνῄεσαν, καὶ ἀξιόλογος ἡ παρεμβολὴ ἐγεγόνει, τότε δὴ δεινῶς τε ἐστρέφετο τὴν ψυχὴν καὶ ἅτε πολιορκούμενος οὐκ εἶχεν ὅ τι καὶ δράσειεν· ἐδεδίει τε γὰρ προϊέναι, καὶ τὴν προσεδρείαν οὐδὲν ἧττον ὑπώπτευε, συμμαχία τε αὐτῷ οὔτε ἐν τοῖς βασιλείοις ἦν, οὔτε ἐξῆν μεταπέμψασθαι· καὶ αὐτὸ γὰρ τὸ παρατρεφόμενον ἐν ταῖς αὐλαῖς ξενικὸν, οἱ μὲν ἀμφίβολοί πως ἦσαν ταῖς γνώμαις καὶ τοῖς κελεύσμασιν οὐ πάντως πειθόμενοι, οἱ δὲ ἀντεκά θηντό γε προδήλως καὶ ἀπερρωγότες τοῖς πλήθεσι συνερρώγεσαν.
5.31 Παντάπασι γοῦν ἀπορουμένῳ σύμμαχος αὐτῷ ἐφεστήκει ὁ νωβελλίσιμος· ἔτυχε μὲν γὰρ τηνικαῦτα τῶν βασιλείων ἀφεστηκὼς, ἐπεὶ δὲ τὸ δεινὸν ἐμεμαθήκει, δείσας περὶ τὸ γενόμενον, τὰ μὲν πρῶτα ἀπρόϊτος οἴκοι διέτριβεν, τὸν ἐφεστηκότα πρὸ θυρῶν ὄχλον οὐχ ἥκιστα δεδιὼς, ὡς αὐτίκα τεθνηξόμενος εἰ προΐοι· εἶτα δὴ ξύμπαν καθοπλίσας αὐτὸ τὸ οἰκίδιον καὶ αὐτὸς οὐδὲν φραξάμενος, ἀθρόον ὠσάμενοι καὶ λαθόντες τὴν ἔξοδον, πυρὸς δίκην διὰ τῆς Πόλεως ᾔεσαν, ἐγχειρίδια κατέχοντες ταῖς χερσὶν, ὡς εἴ τις αὐτοῖς ἀπαντιάσοι εὐθὺς ἀναιρήσοντες· καὶ οὕτω διαδραμόντες, τάς τε βασιλείους προσαράξαντες πύλας εἰσιᾶσι τῷ κινδυνεύοντι βασιλεῖ βοηθήσοντες· ὁ δὲ ἀσμένως τε τούτους εἰσδέχεται, καὶ μικροῦ δεῖν τὸν θεῖον καταφιλεῖ ὅτι συναπολωλέναι ἐκείνῳ προείλετο. Βουλεύονται γοῦν τὴν μὲν βασιλίδα εὐθὺς τῆς ὑπερορίας ἀνακαλέσασθαι, δι' ἣν ἀνερρώγει τὸ πλῆθος καὶ συνεστήκει ὁ πόλεμος, αὐτοὺς δὲ πρὸς τὸ κατεπεῖγον τὸν ἐν τοῖς βασιλείοις ὄχλον, ἀκοντιστὰς καὶ λιθοβόλους, ἐπιστῆσαι πρὸς τοὺς ἀναιδῶς αὐτοῖς παρεμβάλλοντας· οἳ δὴ καὶ κρύβδην ἀπὸ τῶν μετεώρων σφενδονῶντές τε καὶ τοξεύοντες οὐκ ὀλίγους τε ἀνῃρήκασι καὶ τὴν πεπηγυῖαν διέρρηξαν φάλαγγα· ἀλλὰ γνόντες ἀνεκάλεσαν τότε ἑαυτοὺς αὖθις καὶ ἀρραγέστερον συνειστήκεσαν.
5.32 Ἐν τοσούτῳ δὲ καὶ ἡ βασιλὶς ἐν τοῖς ἀνακτόροις κομίζεται, οὐ μᾶλλον χαίρουσα τοῖς ἐπ' αὐτῇ τελουμένοις παρὰ τοῦ Κρείττονος, ἢ περιδεῶς ἔχουσα μὴ πάθοι παρὰ τοῦ πονηροῦ βασιλέως δεινότερον. Ὅθεν οὐδὲ τοῦ καιροῦ γίνεται, οὐδὲ ὀνειδίζει τῷ τυράννῳ τὴν συμφορὰν, οὐδὲ μεταλλάττει τὸ σχῆμα, ἀλλὰ καὶ συναλγεῖ καὶ ἀφίησι δάκρυον ἐπ' αὐτῷ· ὁ δὲ, δέον αὐτῇ τὸ σχῆμα μεταβαλεῖν καὶ τὴν περιπόρφυρον ἐσθῆτα περιβαλεῖν, καὶ ἐγγύας αὐτὴν εἰσπράττεται, μὴ ἂν ἄλλως βιῶναι τῆς τρικυμίας κατευνασθείσης ἢ ὡς ἔχει σχήματος, καὶ ἀγαπῆσαι τοῖς ἐπ' αὐτῇ δόξασιν· ἡ δὲ πᾶν ὁτιοῦν ἐπαγγέλλεται, καὶ τὴν συμμαχίαν ἐπὶ τοῖς δεινοῖς τιθέασι. Καὶ οὕτως αὐτὴν ἐπὶ μετεώρου τοῦ μεγάλου θεάτρου ἀναγαγόντες τῷ στασιάσαντι δήμῳ δεικνύουσιν, ἀξιοῦντες λῆξαι τούτοις τὰ τοῦ θυμοῦ πνεύματα, ἀνακομισθείσης αὐτοῖς τῆς δεσπότιδος· οἳ δὲ οὐκ ἔφθασάν γε εἰδέναι τὴν δεικνυμένην, ὅσοι δὲ καὶ ἐγνώκεισαν ἔτι μᾶλλον τὴν τοῦ τυράννου γνώμην ἐμίσησαν μηδ' ἐν τοῖς δεινοῖς ἀποθεμένην τὸ ἄγριον καὶ κακόηθες.
5.33 Ἐξήφθη γοῦν αὐτῷ μᾶλλον ἐπὶ πλέον ὁ πόλεμος; εἶτα δὴ δείσαντες μὴ μετὰ τῆς βασιλίδος ὁ τυραννεύων τούτους κατατροπώσηται, καὶ ἐνδοῖεν οἱ πλεῖστοι τοῖς ἐκείνης λόγοις πειθόμενοι, ἐφ' ἑτέραν βουλὴν τρέπονται, ἥτις δὴ καὶ μόνη πρὸς τὰς τυραννικὰς ἀντήρκεσε μηχανάς.
5.34 Βραχὺ δὲ τούτου προαφηγήσασθαι βούλομαι, ἵνα καθ' ὁδὸν ἡμῖν ὁ λόγος προΐοι· καί μοι τῶν προτέρων ἀναμνηστέον καὶ συναπτέον ἐκείνοις τὸν λόγον. Οὐ μία τοῦ Κωνσταντίνου θυγάτηρ, ὥς μοι προλέλεκται, ἀλλὰ τρεῖς ἐγεγόνεισαν· τούτων οὖν ἐτεθνήκει μὲν ἡ πρεσβυτέρα, ἡ δέ γε νεωτέρα βραχύν τινα μὲν χρόνον συνῆν βασιλευσάσῃ τῇ ἀδελφῇ καὶ τρόπον τινὰ συμβεβασιλεύκει· τῆς μὲν γὰρ εὐφημίας ἐκείνῃ οὐκ ἐκοινώνει, διαφερόντως δ' ἐτετίμητο, καὶ τῆς ἐν τοῖς βασιλείοις μετά γε τὴν ἀδελφὴν μετεῖχε λαμπρότητος· ἐπεὶ δὲ οὐκ αὔταρκες ἡ συγγένεια οὐδὲ τὸ ἐκ τῶν αὐτῶν προελθεῖν ὠδίνων εἰς βασκανίας ἀποτροπὴν, βασκαίνει καὶ τῆς ἐλάττονος τιμῆς τῇ Θεοδώρᾳ ἡ βασιλεύουσα (τοῦτο γὰρ ἦν τῇ ἀδελφῇ ὄνομα), ἅμα δὲ καί τινων λογοποιῶν ἐπ' αὐτὴν διασχόντων τὸ στόμα, πείθει τὸν αὐτοκράτορα μεταστῆσαι τῶν βασιλείων τὴν Θεοδώραν, τάς τε τρίχας κεῖραι, καὶ φυλακὴν ταύτῃ ὥσπερ εὐπρεπεστάτην [τινὰ] τῶν σεμνοτέρων καὶ βασιλείων οἴκων ποιήσασθαι· γίνεται γοῦν εὐθὺς ταῦτα, καὶ φθόνος τὰς ἀδελφὰς διελὼν, τὴν μὲν ἐν μείζονι, τὴν δ' ἐν ἐλάττονι μὲν, σεμνοτέρῳ δ' ὅμως κατέσχε προσχήματι.
5.35 Ἔστεργεν οὖν ἡ Θεοδώρα τὰ δόξαντα καὶ οὔτε τὴν μεταμφίασιν ἐδυσχέραινεν οὔτε τὸ πρὸς τὴν ἀδελφὴν ἀκοινώνητον. Ὁ μέντοι γε αὐτοκράτωρ οὐ παντάπασι ταύτην τῆς προτέρας ἀπῆγεν αἰδοῦς, ἀλλὰ καί τινος αὐτὴν βασιλικῆς μέτοχον ἐποιεῖτο χάριτος. Ἐπεὶ δὲ οὗτος μὲν ἐτεθνήκει, ὁ δὲ Μιχαὴλ τῶν σκήπτρων ἐπείληπτο, τῆς τε βασιλίδος, ὡς ὁ λόγος ἐγνώρισε, βραχύν τινα χρόνον ἀναμείνας ἐπιλέληστο, καὶ τῆς ἀδελφῆς παντάπασι κατολιγωρεῖ· ἐπεὶ δὲ καὶ οὗτος τὸν εἱμαρμένον αἰῶνα πληρώσας ἀπῆλθεν, ὁ δὲ ἀνεψιὸς ἐλελόγχει τὸ κράτος, οὐδ' ἥτις ἐστὶν ἡ Θεοδώρα ἐγνώκει, οὐδ' εἰ βασιλείου ρίζης ἐβλάστησεν, ἀλλὰ τό γε καθ' ἑαυτὸν οὐδ' εἰ ἐγεγόνει αὕτη, οὐδ' εἰ ἐνταῦθα παρεληλύθει. Ἡ δὲ καὶ οὕτως ἔχουσα, μᾶλλον δὲ οὕτως ἐχόντων αὐτῇ τῶν αὐτοκρατόρων, οὐδέν τι πρὸς τὰς ἐκείνων ἀντεκίνει γνώμας, οὐ τυραννουμένη μᾶλλον ἢ ἑκοῦσα. Ἡ μὲν οὖν προαφήγησις τῆς ὑποθέσεως αὕτη.
5.36Περὶ τῆς τοῦ ὄχλου ἀπαγωγῆς πρὸς τὴν αὐγούσταν Θεοδώραν. Ὁ τοίνυν δῆμος, ὥς μοι λέλεκται, κατὰ τοῦ τυραννεύσαντος στασιάσας καὶ δεδιὼς μή τε ἄλλως τὰ πράγματα ἕξουσι, καὶ ἡ τυραννικὴ αὐτοῦ κατισχύσει χεὶρ, καὶ οὐδέν τι πλέον τοῦ θορύβου γενήσεται, ἐπειδὴ τὴν πρώτην βασιλίδα ἑλεῖν οὐχ οἷός τε ἦν, τοῦ τυράννου ταύτην προκατασχόντος καὶ οἷον ἐλλιμενίσαντος, ἐπὶ τὴν ἀδελφὴν τρέπεται, ὡς δεύτερον αἷμα βασίλειον, οὐ ταραχωδῶς οὐδὲ συγκεχυμένως, ἀλλ' ἕνα τῶν πατρῴων αὐτῇ θεραπόντων ὥσπερ τινὰ στρατηγὸν τῆς ἑαυτοῦ προστήσας τάξεως, ἄνδρα τὸ μὲν γένος οὐχ Ἕλληνα, τὸ δὲ ἦθος τοῦ καλλίστου γένους, ἡρωϊκὸν δὲ τὸ εἶδος, καὶ τὸ σεβάσμιον ἐξ ἀρχαίας εὐτυχίας κεκτημένον, φάλαγξιν ὅλαις σὺν φαλαγγάρχῃ γενναίῳ ἐπὶ τὴν Θεοδώραν ἀπῄει.
5.37 Ἡ δὲ τῷ ἀπροσδοκήτῳ καταπλαγεῖσα, τήν τε πρώτην πεῖραν ἀνένδοτος διαμεμενήκει, καὶ ἐν τοῖς ἀδύτοις ἑαυτὴν κατασχοῦσα ἀνήκοος πρὸς πᾶσαν διαμεμενήκει φωνήν· ἀλλὰ τὸ πολιτικὸν στράτευμα, ἀπογνόντες πρὸς τὴν πειθὼ, τὴν βίαν ἐπῆξεν αὐτῇ, καί τινες σπασάμενοι ἐγχειρίδια ὡς ἀναιρήσοντες ταύτην ὥρμησαν, εἶτα δὴ καὶ τολμήσαντες ἀποσπῶσι μὲν τοῦ ἀδύτου, ἐξάγουσι δὲ εἰς τὸ ὕπαι θρον, καί τινα τῶν λαμπροτέρων στολῶν ἐπενδύσαντες ἐφ' ἵππου τε καθίζουσι καὶ πρὸς τὸν μέγαν ναὸν τῆς τοῦ Θεοῦ Σοφίας κύκλωσε συγκινούμενοι ἄγουσιν. Ἐντεῦθεν οὐχ ἡ τοῦ δήμου μόνη μερὶς, ἀλλὰ καὶ ἡ ἔκκριτος ξύμπασα συν επινενεύκει τῇ Θεοδώρᾳ, καὶ πάντες τοῦ τυράννου πάντη κατολιγωρήσαντες βασιλίδα τὴν Θεοδώραν εὐφήμῳ στόματι κατωνόμασαν.
5.38 Περὶ τῆς τοῦ βασιλέως καὶ τοῦ θείου αὐτοῦ ἀποφυγῆς, καὶ περὶ τῆς αὐτῶν ἐκτυφλώσεως. Ὡς δὲ τοῦτο ἐγνώκει ὁ τύραννος, δείσας μὴ ἀθρόον ἐπεληλυθότες αὐτοῦ που ἐν τοῖς ἀνακτόροις διαχειρίσονται, εἰς ναῦν τινα τῶν βασιλικῶν ἑαυτὸν ἐμβιβάσας καὶ τὸν θεῖον παραλαβὼν πρὸς τὴν ἱερὰν τῶν Δίου καταίρει μονὴν, τό τε σχῆμα μεταβαλὼν, ἱκέτου σχῆμα μεταλαμβάνει καὶ πρόσφυγος. Ὡς δὲ δῆλον ἐγεγόνει τοῦτο τῇ Πόλει, εὐθὺς αἴρεται πᾶσα ψυχὴ μέχρι τούτου πεφοβημένη καὶ φρίττουσα· καὶ οἱ μὲν σῶστρα Θεῷ ἀνετίθουν, οἱ δὲ ἀνευφήμουν τὴν βασιλίδα, τὸ δ' ὅσον δημῶδες καὶ ἀγοραῖον χορούς τε συνίστασαν καὶ ἐπετραγῴδουν τοῖς γεγονόσιν, αὐτόθεν τὰ μέλη ποιούμενοι· οἱ δέ γε πλείους ἐπ' αὐτὸν δὴ τὸν τύραννον ἀκαθέκτῳ δρόμῳ συνέθεον, ὡς κατακόψοντες, ὡς σφά ξοντες.
5.39 Καὶ οἳ μὲν οὕτως· οἱ δὲ περὶ τὴν βασιλίδα Θεοδώραν φρουράν τινα ἐπ' αὐτὸν ἀφιᾶσι καὶ φρούραρχόν τινα τῶν γενναίων, ᾧ κἀγὼ συνειπόμην ἐγγύθεν, φίλος τε ὢν ἐκείνῳ, καὶ εἰς βουλὴν ἅμα καὶ πρᾶξιν τῶν ἐγνωσμένων παραληφθείς· ἐπεὶ δὲ πρὸς ταῖς πύλαις τοῦ νεὼ ἐγεγόνειμεν, ἑτέραν αὐτοκέλευστον ὁρῶμεν φρουρὰν, δημώδη φάλαγγα κύκλωσε τὸν ἱερὸν περιειληφότας οἶκον καὶ μονονοὺ διορύξαι τοῦτον ἐθέλοντας· ὅθεν οὐδ' ἀπράγμων ἡμῖν ἡ πρὸς τὸν ναὸν ἐγένετο εἴσοδος· ὁμοῦ δὲ καὶ πολύ τι πλῆθος συνερρύησαν, τοῦ ἀλιτηρίου καταβοῶντες καὶ πᾶσαν κατ' αὐτοῦ φωνὴν ἀφιέντες ἀσχήμονα.
5.40 Τέως δὲ καὶ αὐτὸς οὐ πάνυ τι συνεληλύθειν ἐπιεικῶς, οὐ γὰρ ἦν ἐπὶ τῇ βασιλίδι ἀνάλγητος, ἀλλὰ κἀμὲ βραχύς τις ἐπ' ἐκεῖνον ὑπεκίνει θυμός· ἐπεὶ δὲ πρὸς τῷ ἱερῷ βήματι γεγονὼς, οὗ ἐκεῖνος ἐτύγχανεν ὢν, ἐθεασάμην ἄμφω τὼ πρόσφυγε, τὸν μὲν βασιλεύσαντα αὐτῆς ἐπειλημμένον τῆς ἱερᾶς τοῦ Λόγου τραπέζης, τὸν δέ γε νωβελλίσιμον ἐπὶ τοῦ δεξιοῦ ἑστηκότα μέρους, μεταβεβλημένω καὶ τὸ σχῆμα καὶ τὴν ψυχὴν καὶ κατῃσχυμμένω παντάπασι, θυμοῦ δὲ οὐδ' ὁτιοῦν ἴχνος ἐφύλαξα τῇ ψυχῇ, ὥσπερ δὲ τυφῶνι βληθεὶς αὖος εἱστήκειν καὶ ἀχανὴς, πρὸς τὴν καινοτομίαν μεταβεβλημένος τοῦ πράγματος· εἶτα δὴ συλλεξάμενος τὴν ψυχὴν, ἐπηρασάμην τῆς ἡμετέρας ζωῆς, δι' ἣν εἴωθε συμβαίνειν τὰ καινὰ ταῦτα καὶ ἄτοπα· εἶτα δὴ ὥσπερ τινὸς ἔνδοθεν ἀναρρυείσης πηγῆς, δακρύων ροῦς ἀκατάσχετος προεχεῖτο τῶν ὀφθαλμῶν, τελευτῶντι δέ μοι καὶ εἰς στεναγμοὺς τὸ πάθος ἀπετελεύτησε.
5.41 Τὸ μὲν οὖν εἰσεληλυθὸς πλῆθος κύκλωσε περιστάντες τὼ ἄνδρε ὥσπερ δή τινες θῆρες καταδαίσασθαι τούτους ἐβούλοντο· ἐγὼ δὲ πρὸς τῇ δεξιᾷ τοῦ βήματος κιγκλίδι ἑστὼς ἐποιούμην τὸν θρῆνον. Ὡς δέ με εἶδον ἄμφω περιπαθῶς ἔχοντα καὶ οὐ πάντη ἐκπεπολεμωμένον ἐκείνοις, ἀλλὰ δεικνύντα τι τοῦ ἐπιεικοῦς σχήματος, πρός με ἄμφω συνεληλυθέτην· κἀγὼ, βραχύ τι μεταβαλὼν, πρῶτα μὲν κατῃτιώμην ἠρέμα τὸν νωβελλίσιμον ἐπ' ἄλλοις τε δὴ καὶ ὅτι συγκοινωνεῖν τῷ βασιλεῖ εἵλετο ἐπὶ τῇ τῆς βασιλίδος κακώσει, ἔπειτα καὶ αὐτὸν δὴ τὸν εἰληφότα τὸ κράτος ἠρώτησα ὅ τι δήποτε πεπονθὼς παρὰ τῆς μητρὸς καὶ δεσπότιδος τοιοῦτον ἐκείνῃ πάθος ἐπετραγῴδησε. Καὶ ἄμφω δή μοι ἀπεκρινάσθην· ὁ μὲν νωβελλίσιμος, ὡς οὔτε τῆς ἐπὶ ταύτῃ βουλῆς τῷ ἀνεψιῷ ἐκοινώνησεν οὔτ' ἄλλως προὐτρέψατο· «Ἐπισχεῖν δὲ, φησὶν, εἴ γε βουληθείην, κακοῦ τινος παραπολελαύκειν· οὕτω γὰρ ἦν ἀκατάχετος οὗτος (πρὸς ἐκεῖνον ἐπιστραφεὶς) πρὸς ὃ βουληθείη καὶ ἐφ' ὅπερ ὁρμήσειεν· εἰ γὰρ οἷός τε ἦν ὁρμὴν αὐτοῦ ἀνακόψαι, οὐκ ἂν δή μοι τὸ γένος ξύμπαν ἐκέκοπτο καὶ πυρὸς καὶ σιδήρου ἔργον ἐγένετο».
5.42 Τοῦτο δὲ τί ποτέ ἐστι, βραχὺ διακόψας τὸν λόγον ἐρεῖν βούλομαι. Ἐπειδὴ τὸν ὀρφανοτρόφον ὁ βασιλεύων ἀπήλασεν, ὥσπερ δὴ τὸν τοῦ γένους στῦλον κατενεγκὼν, τὸ ξύμπαν ἐκθεμελιοῦν ἠπείγετο, καὶ τὸ συγγενὲς ἅπαν, τοὺς [τὰ] πλείω εἰς ἡλικίας ἐληλυθότας ἀκμὴν καὶ ἀκριβῶς γενειάσαντας, πατέρας τε γεγονότας καὶ τάξεις ἐμπιστευθέντας τῶν σεμνοτέρων ἀρχῶν, τῶν παιδογόνων μορίων ἀποτεμὼν ἡμιθανεῖς ἀφῆκε τῷ βίῳ· τὸν γὰρ προὖπτον ἐπ' αὐτοὺς αἰδούμενος θάνατον, ἐπιεικεστέρᾳ τομῇ ἐβούλετο ἀνελεῖν.
5.43 Ὁ μὲν οὖν νωβελλίσιμος τοιούτῳ με λόγῳ ἠμείψατο· ὁ δὲ τυραννεύσας ἠρέμα τὴν κεφαλὴν ἐπισείσας καὶ μόγις που καὶ δάκρυον τῶν ὀφθαλμῶν ἐπαφεὶς· «Ἀλλ' οὐκ ἄδικος ὁ Θεὸς, οὕτως εἰπὼν, καί με ἡ δίκη τῶν πεπραγμένων ποινὰς εἰσπράττεται». Καὶ εἰπὼν αὖθις τῆς θείας τραπέζης ἐδράξατο· ἔπειτα δὴ καὶ τὴν τοῦ σχήματος ἐννόμως μεταμφίασιν ἐπ' αὐτῷ γενέσθαι καταξιοῖ. Καὶ τελοῦνται ἄμφω τῆς μεταμφιάσεως τὸ μυστήριον· καὶ ἤστην ὁμοῦ συντετριμμένω καὶ δειλιῶντε καὶ τὴν τοῦ δήμου πεφοβημένω φοράν. Ἐγὼ μὲν οὖν ᾤμην ἄχρι τούτου τὰ ταραχώδη προβήσεσθαι, καὶ τήν γε σκηνὴν ἀπεθαύμαζον, καὶ τὴν τῶν παθημάτων χορείαν ἐξεπληττόμην· τὸ δὲ ἦν ἄρα βραχύ τι προοίμιον χειρόνων τραγῳδιῶν· εἰρήσεται δὲ κατὰ μέρος ταῦτα.
5.44 Ἤδη γὰρ κλινούσης ἡμέρας ἐφίσταταί τις ἀθρόον τῶν ἄρτι τὰς ἀρχὰς κληρουμένων, ὡς ἀπὸ τῆς Θεοδώρας προστεταγμένον αὐτῷ ἐφ' ἕτερόν τινα τόπον μεταστῆσαι τοὺς πρόσφυγας, εἵπετο δὲ αὐτῷ καὶ πληθὺς πολιτική τε καὶ στρατιωτική· καὶ προσπελάσας τῷ βήματι οὗ ἐκεῖνοι καταπεφεύγασιν, ἰταμωτέρᾳ φωνῇ τὴν ἔξοδον αὐτοῖς προὔτρεπεν· οἱ δὲ, ὡς τό τε πλῆθος ἑωράκεισαν δημίων λόγους ἐπέχοντας καὶ τὸν ἄγοντα τεθέανται παραδεικνύντα τι τοῦ καιροῦ καὶ παρὰ τὸ ἦθος μεταβαλόντα πρὸς τὸ θρασύτερον, οὐκ ἔφασαν ἐξελεύσεσθαι, καὶ τῶν ἀνεχόντων τὴν ἱερὰν τράπεζαν κιόνων ἐδράξαντο εὐσθενέστερον· ὁ δὲ τοῦ θράσους ἀφέμενος ἐπιεικέστερον αὐτοῖς προσωμίλει, καθ' ἱερῶν τε ὀμνὺς, καὶ πάντα λόγον κινῶν, ὡς οὔτε κακοῦ τινος πειραθήσονται οὔτε βαρύτερος αὐτοῖς ὁ πεμφθεὶς γενήσεται τοῦ καιροῦ· οἱ δ' ἅπαξ ἀποδειλιάσαντες καὶ πᾶσαν ἐκ τῶν παρόντων συμφορὰν ὑποπτεύσαντες, ἐξεκεκώφεισαν, ἐν τοῖς ἀδύτοις τυθήσεσθαι μᾶλλον ἑλόμενοι, ἢ ὕπαιθροι γεγονότες πάσης αἰκίας τυχεῖν.
5.45 Ἐντεῦθεν ἐκεῖνος τῆς διὰ τῶν λόγων πειθοῦς ἀπογνοὺς ἐπὶ τὴν βίαν ἐλήλυθεν· ὡς δὲ προστάξαντος χεῖρας ἐπ' αὐτοὺς τὸ πλῆθος ἀνέτειναν, καὶ ἤδη καὶ παρανομεῖν ἐπεχείρησαν, ὡς θῆρες αὐτοὺς τῶν ἱερῶν ἀπελαύνοντες, ἐντεῦθεν ἐκεῖνοι πᾶσαν γοηρὰν ἀφιέντες φωνὴν πρὸς τὴν ἱερὰν ποίμνην ἀπέβλεψαν, προσλιπαροῦντες μὴ ἐκπεσεῖν τῶν ἐλπίδων, μηδὲ προσπεφευγότας Θεῷ ἐκεῖθεν ἀπελαθῆναι πικρῶς· καὶ οἵ γε πλείους πρὸς τὸ ἐκείνων πάθος ἐδυσωπήθησαν, καὶ ἐναντιωθήσεσθαι μὲν τῇ τοῦ καιροῦ φορᾷ παντάπασιν οὐκ ἐτόλμησαν, ὁμολογίας δὲ παρὰ τοῦ πλήθους προσειληφότες καὶ τοῖς τοῦ ἄγοντος ὅρκοις πιστεύσαντες, ὡσπερεὶ συνθήκας ποιούμενοι, ἐκείνους τε τούτῳ παρέθεσαν καὶ αὐτοὶ συνείποντο τούτοις, ἵν' οὕτως εἴπω, ἀπεληλαμένοις ἐπικουρήσοντες· ἀλλ' ἦν ἄρα οὐδὲν τὸ βοηθῆσον ἐκείνοις, οὕτω τῶν πραγμάτων ἀντιπεριστάντων καὶ πᾶσαν ψυχὴν ἐπ' ἐκείνους ἐρεθισάντων.
5.46 Οἱ γὰρ περὶ τὴν Θεοδώραν τὸ τῆς ἀδελφῆς εἰδότες ζηλότυπον, καὶ ὡς βούλοιτ' ἂν ἀσμένως τῶν περὶ τὸν ἱππῶνά τινα ἐπὶ τοῦ βασιλείου θρόνου θεάσασθαι ἢ τὴν ἀδελφὴν κοινωνήσουσαν αὐτῇ τῆς ἀρχῆς, καὶ λογισμὸν εἰκότα λαβόντες μὴ διὰ ταῦτα τῆς μὲν κατολιγωρήσοι, ἐκεῖνον δὲ λαθραίως εἰς τὴν βασιλείαν αὖθις ἀναβιβάσοι, μίαν ἅπαντες ψῆφον τιθέασιν, ἐκ μέσου τὸν πεφευγότα ποιήσασθαι. Τὸ μὲν οὖν θάνατον τούτου καταψηφίσασθαι οὐ πάνυ τοῖς ἐπιεικεστέροις ἤρεσκε, τὸ δ' ἄλλως πως ἀποσβέσειν αὐτοῖς τὰς ἐλπίδας μελετῶσί τε καὶ συντίθενται· καὶ ἀποστέλλουσιν ὅτι τάχιστα ἄνδρας ἰταμοὺς καὶ θρασεῖς, ἐγκεκελευσμένους, ἐπειδὰν τούτους θεάσονται ἔξω τοῦ θείου γεγονότας σηκοῦ, σιδήρῳ τοὺς ὀφθαλμοὺς ἐξελεῖν.
5.47 Οἱ μὲν οὖν ἤδη ἐξῄεσαν τοῦ νεὼ, πομπὴ δὲ αὐτοὺς ὑποδέχεται ἄτιμος· ἡ γὰρ πληθὺς προσπαίξαντες τούτοις ὁπόσα εἰκὸς τῷ καιρῷ, καὶ τὰ μὲν σὺν γέλωτι τού τοις ἐπισκιρτῶντες, τὰ δὲ ὑποκινοῦντος αὐτοὺς τοῦ θυμοῦ, ὡς διὰ μέσης τῆς Πόλεως ἐξάγουσιν ἄξοντες· οὔπω δὲ πολλὴν προϊοῦσιν ὁδὸν ὑπαντιάζουσιν αὐτοῖς οἷς ἐντέταλτο ἐναποσβέσαι τούτοις τὰ ὄμματα. Καὶ δήλην τὴν ψῆφον πεποιηκότες, οἳ μὲν ἐπὶ τούτῳ παρεσκευάζοντο καὶ τὸ σιδήριον ἔθηγον· τοῖς δὲ, ἐπειδὴ τὸ κακὸν εἰς ὦτα ἐλήλυθε καὶ οὐδεμία τις καταφυγὴ ἤλπιστο, τῶν μὲν ἀνευφημησάντων ἐπὶ τοῖς δόξασι, τῶν δὲ μὴ ἀντεπιχειρούντων τοῖς ψηφισθεῖσιν, ἐπεσχέθη τε εὐθὺς ἡ φωνὴ καὶ μικροῦ δεῖν ἐτεθνήκεσαν, εἰ μή τις ἀνὴρ αὐτοῖς ἐκ τῆς γερουσίας ἐγγύθεν συμπαραστὰς παρεμυθεῖτο τὴν συμφορὰν καὶ ἀνεκαλεῖτο κατὰ βραχὺ ἀπαγορεύσασαν τὴν ψυχήν.
5.48 Ἀλλ' ὁ μὲν βασιλεὺς, ἥττων καὶ τοῦ καιροῦ καὶ τῶν συμφορῶν γεγονὼς, τὴν αὐτὴν διὰ παντὸς τοῦ κακοῦ ἐδείκνυ διάθεσιν τῆς ψυχῆς, τὰ μὲν οἰμώζων, τὰ δ' ἐπικοπτόμενος τὴν φωνὴν, καὶ προσλιπαρῶν εἴ πού τις αὐτῷ προσέλθοι, ἐπιεικῶς θεοκλυτῶν, χεῖρας ἱκέτιδας αἴρων πρὸς οὐρανὸν, πρὸς νεὼν, πρὸς ὁντιναοῦν. Ὁ δέ γε θεῖος τοῖς αὐτοῖς μὲν καὶ οὗτος ἐχρῆτο πρότερον, ἐπεὶ δὲ παντάπασιν ἀπέγνω τὴν σωτηρίαν, ἦν δὲ καὶ τὸ ἦθος ἐμβριθέστερός τε καὶ εὐσταθέστερος καὶ πρὸς τὸ ρεῦμα τῆς ψυχῆς ἀντιφερόμενος, ἐπιρρωσάμενος ἑαυτὸν καὶ οἷον πρὸς τὴν τῆς συμφορᾶς ἀνθοπλίσας φορὰν γενναιότερον ἐφεστήκει τοῖς πάθεσι· καὶ ἐπειδὴ τοὺς δημίους τεθέαται ἱκανῶς ἐπὶ τοὖργον παρασκευασθέντας, πρῶτον ἑαυτὸν τῇ τιμωρίᾳ ἐπιρρίπτει καὶ ταῖς φονώσαις πρόσεισι χερσὶν ὁμαλῶς· ἐπεὶ δὲ οὐκ ἦν ὅλως μεταίχμιον τῆς πολιτικῆς ἐκείνης φάλαγγος, ἀλλ' ἕκαστος τῶν παραγενομένων πρῶτος ἐβούλετο θεωρὸς τῶν τιμωρουμένων γενέσθαι, ὁ νωβελλίσιμος ἀτρέμα τοὺς ὀφθαλμοὺς ἐπιστρέψας εἴ που ἴδοι τὸν ἐπιτετραμμένον τὴν τραγῳδίαν· «Ἀλλὰ σύ γε, φησὶ, τὴν φάλαγγά μοι διάστησον, ὅπως ἄν σοι γενναιότερον φανείην τὴν συμφορὰν ὑφιστάμενος».
5.49 Ἐπεὶ δὲ καὶ ὁ δήμιος καταδεσμήσειν αὐτὸν ἐπεχείρει, ὅπως ἂν μὴ κινοῖτο τυφλούμενος· «Σὺ δὲ, φησὶν, ἀλλ' ἢν ἴδῃς οὕτω ποιοῦντα, καὶ προσπαττάλευσον». Καὶ εἰπὼν ὑπτιάζει τῇ γῇ, μήτε τι τοῦ χρώματος ἀλλοιώσας μήτε φωνὴν ἀφιεὶς μήτε στεναγμὸν ἀποπέμψας, ἀλλὰ μήδ' ὅτι ζῇ πιστευόμενος. Τῷ μὲν οὖν κατὰ μέρος οἱ ὀφθαλμοὶ διεκόπτοντο· ὁ δὲ βασιλεὺς, ἐφ' ἑτέρῳ πάσχοντι τὴν οἰκείαν προτυπούμενος συμφορὰν, τὸ ἐκείνου πάθος ἐπλήρου ἐν ἑαυτῷ, τὼ χεῖρε κροτῶν, μᾶλλον δὲ ταῖς χερσὶ τύπτων τὸ πρόσωπον καὶ μυκώμενος γοερῶς.
5.50 Ὁ μὲν οὖν τοὺς ὀφθαλμοὺς ἐκκοπεὶς ἀνέστη τε τοῦ ἐδάφους καί τινι τῶν οἰκειοτάτων ἐπερεισθεὶς, τοῖς τε προσιοῦσιν ὡμίλει θαρραλεώτερον, καὶ ὡς οὐδὲν ἦν αὐτῷ εἰ καὶ τεθνήξοιτο, τοῦ καιροῦ γίνεται δυνατώτερος. Τὸν δὲ βασιλεύσαντα, ἐπεὶ ἀποδειλιάσαντα ὁ τιμωρὸς ἐθεάσατο καὶ πρὸς λιπαρήσεις ἀποκλιθέντα, δεσμεῖ ἀσφαλέστερον καὶ κατέχει ρωμαλεώτερον, ὅπως ἂν μὴ σπαράττοιτο τιμωρούμενος· ἐπεὶ δὲ τούτῳ οἱ ὀφθαλμοὶ ἐξερρυήκεσαν, λήγει τοῖς πολλοῖς τὸ πολὺ θράσος ἐκεῖνο καὶ ἡ ἐπ' ἐκείνους ὁρμή. Καὶ τοὺς μὲν αὐτοῦ που προσαναπαύουσιν, αὐτοὶ δὲ πρὸς τὴν Θεοδώραν καὶ αὖθις συνώρμησαν· καὶ δυοῖν βασιλίδαιν τὴν μὲν ἡ βασίλειος εἶχεν αὐλὴ, τὴν δὲ ὁ μέγας τῆς θείας Σοφίας περίβολος.
5.51 Οἱ δὲ τῆς πρώτης βουλῆς οὐκ εἶχον ὅπη μᾶλλον προσνεύσειαν· τὴν μὲν γὰρ ἐπὶ τῶν βασιλείων διὰ τὴν πρεσβυγένειαν κατεσέβοντο, τὴν δ' ἐπὶ τοῦ νεὼ, ὅτι δι' αὐτῆς ἡ τυραννὶς καταλέλυτο καὶ αὐτοὶ τὰς τῆς σωτηρίας ἐλπίδας οὐκ ἀπεγνώκεισαν. Ἀμφήριστον οὖν αὐταῖς ἐγεγόνει τὸ κράτος· ἀλλ' ἡ τὴν ἡλικίαν πρεσβεύουσα ἀδελφὴ λύει τούτοις τὸ τῆς γνώμης ἀμφίβολον, καὶ τὴν ἀδελφὴν τότε πρῶτον ἀσπάζεται καὶ ἀγκαλίζεται εὐμενῶς, καὶ τὸν τῆς βασιλείας κλῆρον ἑαυτῇ τε κἀκείνῃ συνδιαιρεῖ· καὶ οὕτως αὐτῇ συνομολογήσασα τὰ πρὸς τὴν ἀρχὴν, σὺν λαμπροτάτῃ πομπῇ ἐφ' ἑαυτὴν προσκαλεῖται καὶ κοινωνὸν τοῦ κράτους ποιεῖται. Καὶ ἡ μὲν οὕτως· ἡ δέ γε Θεοδώρα οὐ πάντη τὴν πρὸς τὴν ἀδελφὴν αἰδῶ ἀποτίθησιν, οὐδὲ τὸ πρεσβεῖον ἀφαιρεῖται τοῦ ἀξιώματος, ἀλλὰ τοῦ σεμνοτέρου ταύτῃ παραχωρεῖ σχήματος, ἵν' ὁμοῦ καὶ συμβασιλεύει καὶ ὑπόκειται τῇ ἀδελφῇ.
https://byzantium.gr/

6.τ ΤΟΜΟΣ ΕΚΤΟΣ ΖΩΗ ΚΑΙ ΘΕΟΔΩΡΑ– ΚΩΝΣΤΑΝΤΙΝΟΣ Θʹ

6.1 Περιΐσταται οὖν ἡ βασιλεία ταῖς δυσὶν ἀδελφαῖς, καὶ τότε πρῶτον ὁ καθ' ἡμᾶς χρόνος τεθέαται γυναικωνῖτιν μετασχηματισθεῖσαν εἰς βασιλικὸν βουλευτήριον, καὶ τό τε πολιτικὸν πλῆθος τό τε στρατιωτικὸν συμφωνοῦντας ὑπὸ δεσπότισι καὶ μᾶλλον αὐταῖς πειθομένους, ἢ εἴ τις βλοσυρὸς αὐτοῖς προεκάθητο καὶ ἐπέταττε σοβαρώτερον. Οὐ γὰρ οἶδα εἴ τι ἕτερον γένος ὡς τὸ περὶ ἐκείνας ἠγάπηται τῷ Θεῷ, καὶ θαυμάζω κατανοῶν, ὅτι, μὴ ἐννόμως αὐταῖς τῆς ρίζης παγείσης καὶ φυτευθείσης, ἀλλὰ φόνοις καὶ αἵμασιν, οὕτω τὸ φυτευθὲν ἐξηνθήκει καὶ τοσαύτας προὐβάλλετο βλάστας, καὶ ἑκάστην μετὰ τοῦ βασιλείου καρποῦ, ὡς μὴ ἔχειν ἑτέρας ἀντισυγκρῖναι ταύταις, οὔτε πρὸς κάλλος οὔτε πρὸς μέγεθος· ἀλλὰ τοῦτο μὲν ὡς λόγος ἕτερος παρεμβέβληται τῷ συγγράμματι.
6.2 Αἱ γοῦν ἀδελφαὶ μόναι τέως βασιλεύειν ἑλόμεναι, οὔτε διὰ νέων προστατῶν καθίστασαν τὰ βασίλεια οὔτε καινοτομεῖν ἀθρόον τὰ ὑπάρξαντα ἐπεχείρησαν, ἀλλὰ μόνους τοὺς ἀπὸ τοῦ τυραννικοῦ γένους μεταστησάμεναι, τοῖς ἄλλοις, ὡς πιστοτάτοις καὶ πατρῴαν αὐταῖς τηροῦσιν εὔνοιαν, ἐχρῶντο πρὸς τὰς ἀρχάς· οἳ δεδιότες μή τινα ἑαυτοῖς ἐς τὸν μέλλοντα χρόνον προενεχθείη ἐγκλήματα, ἢ τῆς τῶν καθηκόντων καινοτομίας, ἢ βουλευμάτων ἀλογίστων, ἢ πράξεων ἀθεμίτων, περὶ πάντων ἠκρίβουν στρατιωτικῶν τε ὁμοῦ καὶ πολιτικῶν πραγμάτων, καὶ ὡς ἐνὸν ἀμφοτέραις τὸ καθῆκον ἀπένεμον.
6.3 Σχῆμα δὲ βασιλείας ταῖς ἀδελφαῖς ἐποιοῦντο ὁποῖον καὶ τοῖς φθάσασιν εἴθιστο αὐτοκράτορσι· προὐκάθηντο γὰρ ἄμφω τοῦ βασιλικοῦ βήματος ἐπὶ μιᾶς ὥσπερ γραμμῆς βραχύ τι πρὸς τὴν Θεοδώραν παρεγκλινούσης, καὶ ἀγχοῦ μὲν οἱ ραβδοῦχοι καὶ ξιφηφόροι καὶ τὸ γένος ὅσοι τὸν πέλεκυν ἀπὸ τοῦ δεξιοῦ ὤμου κραδαίνουσι· τούτων δὲ ἐνδοτέρω μὲν τὸ ἄγαν εὐνούστατον καὶ οἱ διαχειριζόμενοι τὰ καθήκοντα· περιεστεφάνου δὲ αὐτὰς ἔξωθεν ἑτέρα τις δορυφορία δευτέραν ἔχουσα τάξιν τῆς πιστοτέρας, σὺν αἰδοῖ ξύμπαντες καὶ βλέμματι ἀπερειδομένῳ πρὸς γῆν· μεθ' οὓς ἡ πρώτη βουλὴ καὶ ἡ τάξις ἡ ἔκκριτος, καὶ ἐφεξῆς οἱ τὰ δευτερεῖα λαχόντες καὶ αἱ τριττύες, στιχηδὸν πάντες καὶ συνηρμοσμένοι ἐκ διαστήματος. Καὶ ἐπὶ τούτοις τἄλλα ἐγίνετο, δικῶν διαλύσεις, δημοσίων ἀμφισβητήσεις, ἢ συνεισφοραὶ, χρηματισμοὶ πρέσβεων, ἀντιλογίαι, ἢ συνομολογίαι, καὶ τἄλλα ὁπόσα τὴν βασιλείαν οἶδε πληροῦν. Καὶ ὁ μὲν πλείων λόγος παρὰ τῶν τὴν ἀρχὴν διατιθεμένων ἐγίνετο, δεῆσαν δέ ποτε καὶ αἱ βασιλίδες ἠρεμαίᾳ φωνῇ προσέταττον, ἢ ἀπεκρίνοντο, τὸ μέν τοι καὶ διδασκόμεναι καὶ παρὰ ξυνιέντων λαμβάνουσαι, τὸ δέ τοι καὶ τοῖς οἰκείοις λογισμοῖς ἀποχρώμεναι.
6.4 Ἵνα δέ τι καὶ περὶ τῶν ἠθῶν ταῖν βασιλίδαιν ἀναδιδάξω τοὺς οὐκ εἰδότας, ἡ μὲν πρεσβυτέρα τὴν ἡλικίαν Ζωὴ ἑτοιμοτέρα ἦν τὴν ψυχὴν πρὸς ἐνθύμημα, βραδυτέρα δὲ τὴν γλῶτταν πρὸς ὁμιλίαν· τῇ δέ γε Θεοδώρᾳ ἄμφω ἀντίστροφα, οὔτε γὰρ ταχὺ ἐπεδείκνυ τὸ βούλευμα τῆς ψυχῆς, καὶ ἅπαξ εἰς ὁμιλίαν ἑαυτὴν ἀφιεῖσα ἐστωμύλλετο δοκίμῳ καὶ διεγηγερμένῃ φωνῇ· καὶ ἡ μὲν Ζωὴ ἐπιρρεπὴς ἦν πρὸς ὅ τι καὶ βουληθείη, καὶ τὴν χεῖρα πρὸς ἄμφω ἡτοίμαστο κατὰ τὸ ἴσον ὀξύτατα, θάνατον φημὶ καὶ ζωὴν, καὶ ἐῴκει κατὰ τοῦτο τὸ μέρος κύμασι θαλαττίοις καὶ ἀπαιωροῦσι τὴν ναῦν καὶ αὖθις βαπτίζουσιν· οὐ μέντοι γε ἐκ τοιούτων ἡ Θεοδώρα κεχαρακτήριστο, ἀλλ' ὁμαλὸν εἶχε τὸ φρόνημα καὶ καθ' ἕτερον μέρος, ἵν' οὕτως εἴπω, ἀμβλύ· καὶ ἡ μὲν ἀφειδὴς ἦν τὴν χεῖρα καὶ οἵα θάλατταν αὐθημερὸν ἐξαντλῆσαι ψηγμάτων χρυσῶν περιπλήθουσαν, ἡ δὲ ἠρίθμει τοὺς στατῆρας διδοῦσα, τὸ μέν τοι οὐδ' ἔχουσα τῶν πηγῶν ἀπαντλεῖν ἀφθόνως, τὸ δὲ καὶ ἐγκρατεστέραν πως περὶ τούτῳ κληρωσαμένη ψυχήν.
6.5 Καὶ ἵνα γε μηδὲν περικαλυψάμενος εἴπω, οὐ γὰρ ἐγκωμιάζειν νῦν ἐπιβέβλημαι, ἀλλ' ἱστορίαν ἀκριβῆ ξυντιθέναι, οὐδεμιᾷ τὸ φρόνημα πρὸς ἀρχὴν αὔταρκες· οὔτε γὰρ οἰκονομεῖν ᾔδεσαν οὔτε στερροτέροις λογισμοῖς χρῆσθαι περὶ τὰ πράγματα, τὰ πλεῖστα δὲ τὰ τῆς γυναικωνίτιδος παίγνια τοῖς βασιλικοῖς κατεκίρνων σπουδάσμασι· καὶ αὐτὸ δὲ τὸ τῆς πρεσβυτέρας τῶν ἀδελφῶν παρὰ πολλοῖς τήμερον εὐφη μούμενον, ὅτι δὴ πολλοῖς καὶ ἐπὶ πολλοῖς χρόνοις ἀφθόνως διδοῦσα ἐξήρκεσε, τοῖς μὲν εἰληφόσιν ἤδη ἐξ ὧν εὖ πεπόνθεσαν εἰς ἔπαινον καθέστηκεν ἀφορμὴ, τὸ δὲ τὰ πάντα διαλυμηνάμενον καὶ τὴν Ρωμαίων τύχην εἰς τὸ ὕστατον καθελὸν, οὐδὲν ἄλλο ἢ τοῦτο πρωταίτιον γέγονεν· χαρακτηριστικωτάτη μὲν γὰρ τὸ εὐεργετεῖν τοῖς βασιλεύουσιν ἀρετὴ, ἀλλ' εἰ μὲν συγκρίσει τὸ πρᾶγμα γίνοιτο καὶ παραλαμβάνοιτο καιρός τε καὶ τύχη καὶ ἡ τῶν προσώπων διαφορὰ, ἡ πρᾶξις ἀξιοζήλωτος, τούτων δὲ μὴ διακρινομένων, ἡ δαπάνη κενόσπουδον.
6.6 Τοῖς τε ἤθεσιν οὕτως αἱ ἀδελφαὶ διῃροῦντο, καὶ τὴν μορφὴν ἐπὶ πλέον παρήλλαττον· ἡ μὲν γὰρ τῷ χρόνῳ πρεσβεύουσα περιπληθεστέρα τὴν φύσιν ἐτύγχανεν οὖσα, καὶ τὴν ἡλικίαν οὐ πάνυ ἀναδεδράμηκεν, ὀφθαλμός τε αὐτῇ μέγας ὑπὸ βλοσυρᾷ τῇ ὀφρύϊ διέσχιστο, καὶ ἡ ρὶς ἀπεκρέματο βραχύ τι καμπτομένη καὶ ὅσον μὴ κάμπτεσθαι, τήν τε κόμην εἶχε ξανθὴν καὶ τὸ σῶμα δι' ὅλου λάμπον λευκότητι· αἱ δὲ τῶν χρόνων αὐτῇ περίοδοι ἐν ὀλίγοις τισὶ συμβόλοις ἀπεσημαίνοντο· εἰ δέ τις αὐτῇ τὴν εὐρυθμίαν τῶν μελῶν διαθρήσειε, μήπω εἰδὼς ὅτι ὁρῴη, ἡβῶσαν ἄρτι προσεῖπεν· ἐρρυσσοῦτο γὰρ οὐδὲν αὐτῇ μέρος τοῦ σώματος, ἀλλὰ λεῖον τὸ ξύμπαν καὶ ἀποτεταμένον, καὶ ρυτὶς οὐδαμοῦ χαλαρά. Ἡ δέ γε Θεοδώρα ἐπιμηκεστέρα τε τὴν ἡλικίαν ἐτύγχανεν οὖσα, καὶ περιεπτισμένη τὸ σῶμα, τό τε πρόσωπον ἐνδεῶς ἔχουσα καὶ πρὸς τὸ λοιπὸν σῶμα ἀσύμμετρον, ἑτοιμοτέρα δὲ καὶ τὴν φωνὴν, ὥς μοι εἴρηται, καὶ τὴν κίνησιν· καὶ γοργὸν μὲν οὐχ ὁρῶσα, ἐπιχαρὲς δὲ καὶ σὺν γέλωτι καὶ πρὸς πᾶσαν φωνὴν ἐπιτρέχουσα.
6.7 Τοιαῦτα μὲν ἀμφοῖν καὶ τὰ φρονήματα καὶ τὰ σώματα· τὸ δὲ τῆς ἀρχῆς ἀξίωμα ἐδόκει μὲν τηνικαῦτα σεμνότερον ἀποδεικνύεσθαι καὶ πρὸς ἀξίωσιν αἴρεσθαι, τῶν πλειόνων ἀθρόως ὥσπερ ἐν σκηνικοῖς σχήμασι μεταμορφουμένων πρὸς τὸ λαμπρότερον, τό τε τῶν ἐπιδόσεων μέγεθος οἷον οὐδέποτε, τῆς βασιλίδος μάλιστα Ζωῆς οὐ τὰς πηγὰς μόνον ἀναστομούσης τῶν βασιλικῶν θησαυρῶν, ἀλλὰ καὶ εἴ τις λιβὰς ἐν αὐτοῖς κατεκέκρυπτο καὶ ταύτην προχεούσης ἐκτός· τὰ δὲ οὐδὲ παρείχετο, ἀλλ' ἐσυλᾶτο ἢ διηρπάζετο· ἦν δ' ἄρα τὸ ξύμπαν καὶ ὁ ἐς τὸ ἄγαν μετεωρισμὸς ἀρχὴ τῆς τῶν πραγμάτων ἐς τὸ ἀντίθετον καταγωγῆς τε καὶ ταπεινώσεως· ἀλλὰ τοῦτο μὲν οἷον ἐν μαντείαις καὶ τῶν συνετωτέρων ταῖς ὑπολήψεσι.
6.8 Τὰ μέντοι γε τῶν στρατιωτῶν ἆθλα καὶ οἱ τῆς στρατηγίας πόροι ἐφ' ἑτέρους οὐδὲν δέον μετεκινοῦντο καὶ μετετίθεντο (πλῆθος οὗτοι κολάκων καὶ ἡ τηνικαῦτα τῶν βασιλίδων δορυφορία), ὥσπερ ἐπὶ τούτοις τοῦ αὐτοκράτορος Βασιλείου τοὺς βασιλείους θησαυροὺς χρημάτων ἐμπεπληκότος.
6.9 Τοῖς μὲν οὖν πολλοῖς δοκεῖ νῦν πρῶτον τὰ πέριξ ἡμῶν ἔθνη ἐπὶ τὰ Ρωμαίων κεχύσθαι ὅρια ἀθρόον καὶ παρ' ἐλπίδα ἐπεισκωμάσαντα, ἐμοὶ δὲ τότε τὸ δωμάτιον καταλέλυται, ὁπηνίκα καὶ οἱ περισφίγγοντες τοῦτο δεσμοὶ διαλύονται· εἰ δὲ οἱ πολλοὶ μὴ ᾐσθάνοντο τὴν ἀρχὴν τοῦ κακοῦ, ἀλλ' ἐκεῖνό γε ἐκ τῆς πρώτης ἐκείνης ὑποθέσεως ἐπεφύετο καὶ συνίστατο, καὶ ἡ τηνικαῦτα τῶν νεφῶν συνδρομὴ τὸν μέγαν νῦν προκατεσκεύακεν ὑετόν· ἀλλ' οὔπω περὶ τούτων.
6.10τ Περὶ τῆς βουλῆς τῆς αὐγούστης Ζωῆς τοῦ τίνα ἀναγάγοι εἰς τὰ βασίλεια. Εἰρήσεται δὲ ἐν τοῖς ἑξῆς ἀληθέστερόν τε καὶ συνετώτερον. Ἔδει μὲν γὰρ εὐθὺς τοῖς πράγμασι γενναίας καὶ ἔμφρονος διοικήσεως καὶ ἐπιστασίας ἀνδρὸς, καὶ κατὰ χεῖρα γενναίου καὶ δοκιμωτάτου τοῖς πράγμασιν, μὴ τὸ ἐνεστὼς μόνον ὁρῶντος, ἀλλὰ καὶ εἴ τι ἀλόγιστον παρελήλυθεν καὶ ὅ τι ἐκεῖθεν ἀναφυήσεται, καὶ προσεπιχειρεῖν τοῦ μέλλοντος καὶ πόρρωθεν ἵστασθαι καὶ πρὸς πᾶσαν ἐμβολήν τε καὶ ἔφοδον· ἀλλὰ τὸ φίλαρχον ἢ τὸ ἄναρχον, καὶ ἡ δοκοῦσα ἐλευθερία καὶ τὸ μὴ ὑπὸ λογισμοῖς εἶναι καὶ ἡ τοῦ πλείονος ἔφεσις τὸν βασιλικὸν ἀνδρῶνα γυναικωνῖτιν πεποίηκεν.
6.11 Ἀλλ' οὐδὲ οὕτω τοῖς πολλοῖς ἥδραστο τὰ βουλεύματα· ἀλλ' ἐπειδὴ ἄλλη τις ἐπ' ἄλλῃ φήμη διεθρυλλεῖτο, ἢ συμβαίνουσα ἢ ἐναντίως ἔχουσα (οἳ μὲν γὰρ τῇ Θεοδώρᾳ τὴν ἀρχὴν προσήκειν ἐνόμιζον, ἅτε καὶ αἰτίῳ τῆς τῶν πολλῶν σωτηρίας καὶ οὔπω εἰς πεῖραν ἐλθούσῃ ἀνδρὸς, τοῖς δὲ ἡ ἑτέρα τῶν ἀδελφῶν καταλληλοτέρα ἐδόκει τῷ κράτει, ὡς καὶ τὸ σεμνότερον ἤδη προειληφυῖα καὶ τὸ φιλότιμον ἀνυπέρβλητον ἔχουσα), ἐπεὶ τοιγαροῦν οὕτω τοῖς πολλοῖς αἱ φῆμαι διεμερίζοντο, προλαμβάνει τὰς τῶν πολλῶν δόξας ἡ πρεσβεύουσα ἀδελφὴ καὶ εἰς αὑτὴν αὖθις ὅλην ἀναρτᾷ τὴν ἀρχήν· εἶτα δὴ ἐσκοπεῖτο καὶ ἐκρίνετο ὁ καὶ τῷ γένει λαμπρότερος καὶ τὴν τύχην ἐπισημότερος, εἴτε ἐκ τῶν συγκλητικῶν θρόνων οὗτος εἴη, εἴτε τῶν στρατιωτικῶν καταλόγων.
6.12 Ἦν δέ τις ἀνὴρ τὸ τηνικαῦτα μετὰ τῶν ἄλλων, καὶ τὸ εἶδος οἷος οὐκ ἄλλος, ᾧ πατρὶς μὲν ἡ Δάλασσα, χωρίον ἐπισημότατον, Κωνσταντῖνος δὲ τοὔνομα, ὥσπερ εἰς ἀρχικὸν ὄγκον παρεσκευασμένος παρὰ τῆς φύσεως· οὔπω γὰρ δεκαέτης ἐγεγόνει καὶ ἡ φήμη τοῦτον εἰς τὴν κρείττω ἦρεν ὑπόληψιν· ἐδεδοίκεσαν γοῦν τὸν ἄνδρα οἱ βασιλεύοντες καὶ πάντες αὐτῷ τὴν εἰς τὰ βασίλεια πορείαν ἀπέφραττον, ὁ δέ γε Παφλαγὼν Μιχαὴλ καὶ κατακλείσας εἶχεν, οὐ μᾶλλον ἐκεῖνον δεδιὼς ἢ τοὺς πολλοὺς ἐπ' αὐτῷ· ὀρθὴ γὰρ ἡ Πόλις ἐγεγόνει ἰδοῦσα τὸν ἄνδρα καὶ μετεώριστο ὡς αὐτίκα τι ὑπὲρ αὐτοῦ διαπράξουσα· ἀλλ' ὁ μὲν ἐν φρουρίῳ καθείρξας ἐφύλαττεν· ὁ δέ γε μετ' ἐκεῖνον βασιλεύσας ἀνεψιὸς, ὁμοῦ τε τοῖς βασιλικοῖς θρόνοις ἐγκαθιδρύθη καὶ σβεννύει τούτῳ τὴν τῆς βασιλείας ὑπόληψιν· μετασχηματίζει γὰρ αὐτῷ τὴν περιβολὴν καὶ μετὰ τῶν μελαμφορούντων ἱστᾷ, οὐχ ὡς εὔνους συμβιβάζων Θεῷ, ἀλλ' ὡς δύσνους ἀπάγων τοῦ ὑπονοουμένου σκοποῦ· ἀλλ' ὁ μὲν ἔστεργε τὴν ψυχὴν, ὁ δὲ καιρὸς τοῦτον ἐκάλει πρὸς τὴν ἀρχὴν, καὶ εἶχε τοῦ τὸ σχῆμα μεταβαλεῖν ἐγγὺς τὸ παράδειγμα· ἡ γὰρ βασιλὶς τὸ πρῶτον παθοῦσα ἐπεποιήκει τὸ δεύτερον· καὶ προήχθη ταύτῃ ἐπ' ἄλλο τι μετακεκλημένος· ἀποτομώτερον δὲ τοῖς λόγοις χρησάμενος καὶ γενναιοτέρων ἐνθυμημάτων περὶ τῆς βασιλείας ἁψάμενος, καὶ μηδέν τι τοῦ γενναίου καθυφεὶς λήματος, δυσχερέστερος τοῖς πολλοῖς ἔδοξε καὶ τὸ ἦθος βαρύτερος, καὶ τῶν προσδοκιῶν ἀπώσθη ὑποπτευθείς.
6.13 Αὖθις οὖν αἱ ψῆφοι μετεκυβεύθησαν· ἀνὴρ οὗτος τὴν μὲν τύχην οὐ πάνυ διάσημος, τὸ δὲ εἶδος ἀξιωματικὸς καὶ λαμπρός· ὑπογραμματεύων δὲ τῷ βασιλεῖ Ρωμανῷ, οὐκ ἐκείνῳ μόνῳ προσήκων ὦπτο τοῖς πράγμασιν, ἀλλὰ καὶ τῇ βασιλίδι ἐρασμιώτατος ἔδοξεν, ἔνθεν τοι καὶ αἰτίαν ἔσχεν, ὡς λεληθότως τῷ ἀνδρὶ πλησιάζοι. Ὁ μὲν οὖν Ρωμανὸς, οὐ πάνυ ζηλότυπος ὢν, καὶ πρὸς τὴν τοιαύτην φήμην λασιόκωφος γέγονεν· ὁ δέ γε Μιχαὴλ μεθιστᾷ τοῦτον τῶν βασιλείων, καὶ σχήματι σεμνοτέρας ἀρχῆς ἀπάγει τῆς Πόλεως· ἐνενεύκει γοῦν πρὸς τοῦτον ἡ βασιλὶς, καὶ μετάκλητος γεγονὼς ὡμίλησε τῇ βασιλίδι, πρὸς τὸ ἐκείνῃ ἀρέσκον τὸ ἦθος μεταμορφώσας· καὶ ἤδη που πρὸς αὐτὸν πάντες ἐπιρρεπεῖς ἐγεγόνεισαν, ἀλλ' ἀφαρπάζει νόσος ἀθρόον καὶ τῶν ἐλπίδων ἀπάγει.
6.14 Ἔμελλε δ' ἄρα τῶν σκήπτρων ἐγκρατὴς ἔσεσθαι ὁ τοῦ Θεοδοσίου παῖς Κωνσταντῖνος, ρίζης ἀρχαίων τῶν Μονομάχων τελευταῖος κατὰ τὴν οἰκείαν τάξιν βλαστὸς, περὶ οὗ δὴ πολὺς ἡμῖν ἐπιρρεύσει λόγος, ἐπειδὰν εἰς τὸ τῆς ἡγεμονίας ἐκείνου πέλαγος ἀφῶμεν αὑτούς· χρόνον τε γὰρ πλείω τῶν μετὰ τὸν Βασίλειον ἀρξάντων βεβασιλεύκει, καὶ πλεῖστα τῶν ἄλλων ἐπεπράχει, τὰ μὲν ἐκείνων κρείττονα, τὰ δὲ καὶ χείρω κατὰ πολύ· τί γὰρ δεῖ μὴ τἀληθῆ λέγειν; ἐγώ τε εὐθὺς ἐκείνῳ βεβασιλευκότι ὑπηρετηκὼς διὰ πάντων καὶ εἰς τὴν κρείττω τάξιν ταχθεὶς, πιστευθείς τε τὰ τιμιώτατα, ὥστε μηδὲν ἀγνοεῖν μήθ' ὧν εἰς προὖπτον ἐτετελέκει, μήθ' ὧν ἀφανῶς πεποιήκει, τὸ μέτρον εἰκότως τῶν εἰς τοὺς ἄλλους βασιλέας λόγων ὑπερβήσομαι.
6.15 Περὶ τοῦ πῶς καὶ τίνι τρόπῳ ὁ βασιλεὺς Κωνσταντῖνος ἀνήχθη παρὰ τῆς αὐγούστης εἰς τὰ βασίλεια. Ἀλλ' οὔπω μὲν περὶ τούτων· εἰρήσθω δὲ ὅπως κἀκ τίνων αἰτιῶν, τίσι τε χρησάμενος τύχαις ἐπὶ τὸ βασιλεύειν ἐλήλυθεν. Οὗτος γὰρ γένους ἕνεκεν τὰ πρῶτα τῆς βασιλείας φερόμενος, πολλῷ τε πλούτῳ κομῶν, καὶ κάλλει διαπρεπὴς ὢν, ἀμφήριστος εἰς κηδείαν ταῖς ὑπερτίμοις ἔδοξε γενεαῖς, καὶ κηδευθεὶς τὰ πρῶτα τῷ πρώτῳ τῶν ἐπισήμων ἀνδρῶν, ἐπειδὴ νόσῳ τὴν γυναῖκα ἀπέβαλεν, εἰς δεύτερον κῆδος αὖθις ἁρπάζεται· ὁ γὰρ αὐτοκράτωρ Ρωμανὸς, εἰς τὸν ἰδιωτικὸν βίον ἔτι τελῶν, ἐπισημότατος δὲ παρὰ πᾶσιν ὢν ἀξιώματος ἕνεκα καὶ τῆς κρείττονος ὑπολήψεως, ἠγαπήκει τὸν ἄνδρα τοῦ τε ἄνθους τῆς ἡλικίας καὶ τῆς τοῦ γένους μεγαλοπρεπείας, καὶ ἐγκεντρίζει τοῦτον τῷ γένει νεόφυτον κάλλιστον εἰς πιότατον καλλιέλαιον· τὸ δὲ ἦν ἡ τῆς ἀδελφῆς ἐκείνου Πουλχερίας θυγάτηρ, ἥτις πάλαι Βασιλείῳ τῷ Σκληρῷ συζευχθεῖσα, ὃν ὕστερον ἡ τύχη τῶν ὀφθαλμῶν ἀπεστέρησε, μονογενοῦς θυγατρὸς ἐγεγόνει μήτηρ. Ἐπεὶ δὲ συνήφθη ταύτῃ ὁ Κωνσταντῖνος, τῷ μὲν γένει ὑπὲρ τοὺς ἄλλους διέλαμπεν, οὔπω δὲ τῶν ὑπερηφάνων τετυχήκει ἀρχῶν· οἱ γὰρ περὶ τὸν αὐτοκράτορα Βασίλειον ἐμεμήνεσαν τούτῳ, μίσους ἕνεκα πατρικοῦ· ὁ γάρ τοι πατὴρ, ἐπὶτυραν νικαῖς αἰτίαις ἁλοὺς, μῖσος παρὰ τῶν βασιλέων ὥσπερ κληροδοτεῖ τῷ παιδί· διὰ ταῦτα οὔθ' ὁ αὐτοκράτωρ Βασίλειος οὔθ' ὁ Κωνσταντῖνος ταῖς πολιτικαῖς τοῦτον προῆγον ἀρχαῖς, ἀλλ' ἀφωσιοῦντο, δεινὸν μὲν οὐδὲν τούτῳ ἐπάγοντες, ἀλλ' οὐδὲ τῆς κρείττονος ἀξιοῦντες μοίρας.
6.16 Ἐπεὶ δὲ ὁ Ρωμανὸς βεβασιλεύκει, οὐδ' οὗτος μὲν μεγαλοπρεπές τι ἐπ' αὐτὸν ἐπεπράχει, οἷος ἐκεῖνος διημαρτημένος περὶ τὰς κρίσεις, ἀλλ' οὖν ἔν τε ταῖς βασιλείοις εἶχεν αὐλαῖς, καὶ εἰ δι' ἄλλο μηδὲν διά γε τὴν πρὸς τὸν Ρωμανὸν ἀγχιστείαν ἐπισημότατος ἦν. Ἐπεὶ δὲ ἀνθοῦν εἶχε τὸ πρόσωπον καὶ οἷον ἐαρινή τις ὀπώρα τῷ καθ' ἡμᾶς βίῳ ἐχρημάτιζε, χάριτός τε ἔμπλεω τὴν ὁμιλίαν ἐκέκτητο, ἐστωμύλλετό τε ὑπὲρ τοὺς ἄλλους, ἠγαπήκει τοῦτον ἡ βασιλὶς καὶ πολλάκις ἐβούλετο ὁμιλεῖν· καὶ ὃς, παντοδαπὸς εἰς αὐτὴν γινόμενος καὶ οἷς ἐκείνην χαίρουσαν ἴδοι χρώμενος δεξιῶς, ὅλην εἰσποιεῖται, καὶ διὰ ταῦτα βασιλικῶν χαρίτων τῶν παρ' ἐκείνης ἀπήλαυεν· τοῖς δέ γε πολλοῖς καὶ λοιδορίας κατ' αὐτῶν βέλος ἐπέμπετο, καὶ οὐ πάνυ τι τούτοις ἡ κρύφιος ἔστιν οὗ προσλαλιὰ ἤρεσκεν.
6.17 Ἐντεῦθεν γοῦν καὶ πρὸς τὸ κράτος ἐπίδοξος ἔδοξε, καὶ ὑπώπτευε τοῦτον ὁ Μιχαὴλ, ὃς δὴ μετὰ Ρωμανὸν εἰς τὸ κράτος ἀναβεβήκει· ἔνθεν τοι καὶ βασιλεύσας οὐδ' οὕτω τὸ κατ' ἐκείνου ἀφῆκε ζηλότυπον, ἀλλὰ τὰ μὲν πρῶτα εὐμενῶς εἶδεν, εἶθ' ὕστερον αἰτίας τινὰς ἐπ' ἐκεῖνον πλασάμενος καί τινας σχεδιάσας λογοποιοὺς, ἀπελαύνει τῆς Πόλεως καὶ περιγράπτοις τοῦτον ὁρίοις κολάζει· ἡ νῆσος δὲ Μυτιλήνη τὸ ὅριον, ἔνθα δὴ ἑπταετῆ διήθλησε συμφορὰν, τὸ μέτρον τῆς τοῦ Μιχαὴλ βασιλείας διηνυκώς· κληρονομεῖ δὲ τὸ κατ' αὐτοῦ μῖσος καὶ ὁ δεύτερος Μιχαήλ.
6.18 Ἐπεὶ δὲ εἰς τὴν εὐγενῆ βασιλίδα τὸ κράτος ἀπονενεύκει, πρῶτα μὲν ἥδ', ὥς μοι προείρηται, τὴν τοῦ καιροῦ εὐλαβουμένη ὀξύτητα οὐ πόρρωθεν, ἀλλ' ἐγγύθεν τὴν ἰσχὺν ἑαυτῇ ἐμνηστεύετο· ἐπεὶ δὲ ὁ μὲν διὰ τύχην ἠτίμαστο, ὁ δὲ διὰ γένος καταπεφρόνητο ἀκλεὲς, ὁ δὲ ὡς δεινὸς ὑπωπτεύετο, καὶ ἄλλος ἐπ' ἄλλῳ λόγος ἐπλάττετο, ἀπογνοῦσα πάντων ἡ βασιλὶς ἀνατυποῖ τὸν Κωνσταντῖνον τοῖς λογισμοῖς, ἀνακαλύπτει δὲ καὶ τῇ γλώττῃ πρὸς τὸ περὶ ἑαυτὴν δορυφορικὸν καὶ οἰκίδιον, καὶ ἐπειδὴ πάντας ὥσπερ ἀπὸ συνθήματος εἶδεν εἰς τὸ κράτος τὸν ἄνδρα ψηφιζομένους, καταγγέλλει καὶ τῇ ἐκκρίτῳ τὸ δόξαν βουλῇ· φανέντος δὲ καὶ παρ' αὐτοῖς θεοκινήτου τοῦ δόγματος, μετακαλεῖται τῆς ὑπερορίας ὁ Κωνσταντῖνος, ἐκεῖθεν μὲν οὔπω λαμπρῶς.
6.19 Ἐπεὶ δὲ ἐγγὺς ἐγεγόνει τῆς Πόλεως πολυτελεστέρα τε αὐτῷ καταγωγὴ εὐτρεπίζεται, καὶ βασιλικὴ μὲν σκηνὴ πήγνυται, βασιλικὴ δὲ περιΐσταται δορυφορία, καὶ μεγαλοπρεπὴς λαμπρότης πρὸ τῶν βασιλείων ὑπαντᾷ τῷ ἀνδρὶ, πάσης ἡλικίας καὶ τύχης, ἄλλων ἐπ' ἄλλοις ἐπιρρεόντων αὐτῷ καὶ φωναῖς ἀνακηρυττόντων εὐφήμοις· ἐῴκει δὲ ἡ Πόλις δημοτελῆ ἐπιτελοῦσα πανήγυριν, μᾶλλον δὲ πρὸς τῇ πρώτῃ καὶ βασιλίδι καὶ δευτέρα τις ἐσχεδίσατο· καὶ γὰρ ἐξεκέχυτο τῶν τειχῶν ἄχρι πλῆθός τε ἀστικὸν, καὶ πανηγύρεις καὶ ἀγοραί· ἐπεὶ δὲ πάντα προκαθειστήκει καὶ ἡτοίμαστο ὡς ἔδει τὰ προεισόδια, ἐγκελεύεται τούτῳ τὸ σύνθημα τῆς εἰσόδου, καὶ σὺν λαμπρᾷ τῇ πομπῇ εἰς τὰ βασίλεια εἴσεισιν ἄδυτα.
6.20 Ἐπεὶ δὲ τοῖς κοινοῖς ἔδει περὶ τὴν συνάφειαν ἀποχρήσασθαι νόμοις, εὐλαβεῖται τούτους ὁ πατριάρχης Ἀλέξιος, καὶ συγχωρεῖ μὲν τῷ καιρῷ, εἰπεῖν δὲ καὶ τῷ Θεῷ ὁπόσα βούλοιτο, αὐτὸς δὲ τὴν χεῖρα τοῖς στεφανουμένοις οὐκ ἐπιτίθησι, συζυγέντας δὲ καὶ στεφανωθέντας ἀσπάζεται· τοῦτο δὲ οὐκ οἶδα εἴθ' ἱερατικὸν, εἴτε κολακικὸν καὶ πρὸς τὸν καιρόν.
6.21 Καὶ γίνεται ταῦτα ταῖς μὲν βασιλίσσαις τέλος τοῦ δι' ἑαυτῶν τι ποιεῖν καὶ αὐτοκρατεῖν ἐν τοῖς πράγμασιν, ἀρχὴ δὲ τῷ Μονομάχῳ Κωνσταντίνῳ καὶ πρώτη τῆς βασιλείας κατάστασις. Αἱ μὲν οὖν τρίτον μῆνα συνάρξασαι παύονται τῆς ἀρχῆς, ὁ δέ γε Κωνσταντῖνος, ἀλλὰ μήπω περὶ αὐτοῦ, βραχέα δέ τινα καθίσταμαι πρὸς τὴν φιλήκοον ἀκοήν.
6.22 Πολλοί με πολλάκις πρὸς τήνδε τὴν ξυγγραφὴν κατηνάγκασαν, οὐ τῶν ἐν τέλει μόνον καὶ τῶν πρώτων τῆς γερουσίας, ἀλλὰ καὶ τῶν ἄλλων εἰς τὰ τοῦ Λόγου τελούντων μυστήρια, καὶ τῶν ὅσοι θειότεροι καὶ ὑπερτελεῖς τὴν ψυχήν· ἐπειδὴ γὰρ χρόνῳ ἤδη τὸν λόγον ἡ τῆς ἱστορίας συναγωγὴ ἐπιλέλοιπεν, ὡς κινδυνεύειν τε μακρῷ τῷ χρόνῳ καλυφθῆναι τὰ πράγματα, καὶ ὅσον ἐπὶ τούτῳ τῷ μέρει τοὺς ἄνω χρόνους μὴ ἐσχηκέναι ὑπόστασιν, διὰ ταῦτά με βοηθῆσαι ἠξίουν τῇ φύσει τοῦ πράγματος, καὶ μὴ τὰ μὲν ἄνω που πρὸ ἡμῶν ἀναγραφῆς παρὰ τῶν μεταγενεστέρων ἠξιῶσθαι, τὰ δὲ ἐφ' ἡμῶν πεπραγμένα λήθης καλυφθῆναι βυθοῖς· οἱ μὲν οὖν οὕτως καὶ μετὰ τοιούτων λογισμῶν πρὸς τὸ πρᾶγμα ὑπῆγον, ἐγὼ δὲ οὐ πάνυ τι τὴν τοιαύτην πραγματείαν ὑπεδεχόμην, οὐ καθυφεὶς τὴν ὑπόθεσιν ρᾳθυμίᾳ, ἀλλὰ δυοῖν θατέρῳ δεδιὼς διακινδυνεῦσαι· ἢ γὰρ ὑπερβὰς δι' ἃς αἰτίας ἐρῶ τὰ πεπραγμένα τισὶν, ἢ μεταβάλλων ἑτέρως, οὐχ ἱστορίαν ποιῶν, ἀλλὰ πλάττων ὥσπερ ἐπὶ σκηνῆς πράγματα ᾤμην ἁλώσεσθαι, ἢ τὸ ἀληθὲς ἐκ παντὸς τρόπου θηρώμενος ἀφορμὴ σκώμματος τοῖς φιλαιτίοις γενήσεσθαι, καὶ οὐ φιλίστωρ, ἀλλὰ φιλολοίδορος νομισθήσεσθαι.
6.23 Ἔνθεν τοι οὐ πάνυ τι περὶ τὰς καθ' ἡμᾶς ὑποθέσεις ἐσπούδασα, καὶ μάλισθ' ὅτι περ ἐν πολλοῖς τοῦ αὐτοκράτορος Κωνσταντίνου καθάψεσθαι ᾔδειν, ὑπὲρ οὗ αἰσχυνοίμην ἂν, εἰ μὴ πᾶσαν εὐφημίαν τούτῳ συνεισενέγκαιμι· ἀγνώμων γὰρ ἂν εἴην καὶ πάντη ἀλόγιστος, εἰ μὴ ὧν ἐκεῖθεν τὰ μὲν ἐν αὐτοῖς ἔργοις, τὰ δὲ εἰς ἀφορμὴν κρειττόνων ἔσχηκα, πολλοστὸν ἀντιδοίην μέρος, τὴν διὰ τῶν λόγων εὐγνωμοσύνην· διὰ τοῦτον γοῦν ἐγὼ τὸν ἄνδρα τὴν ἱστορίαν ἀπεπεμπόμην ἀεὶ, ἥκιστα βουλόμενος προστρίψασθαί τινα μῶμον αὐτῷ, καί τινα τῶν οὐ καλῶς αὐτῷ πεπραγμένων καὶ ἃ λανθάνειν καλὸν ἀνακαλύψαι τῷ λόγῳ, καὶ ταῖς τῶν πολλῶν ἀκοαῖς διεφθορυῖαν πιστεῦσαι διήγησιν, καὶ ὃν ὑπόθεσιν εἰς λόγους ἔσχηκα κρείττονας, τοῦτον εἰς χείρονας κτήσασθαι ἀφορμὴν, καὶ ἣν ἐκάθηρα γλῶτταν ἀφ' ὧν ἐκεῖνός με πρὸς τοῦτο παρώρμησε, ταύτην ἐπ' αὐτῷ θήξασθαι.
6.24 Εἰ γὰρ καὶ φιλοσόφῳ ἀνδρὶ καταπεφρόνηται πᾶν τὸ ἐνταῦθα περιττὸν καὶ περίεργον, καὶ ὅρος αὐτῷ τῆς ζωῆς ἡ τῶν ἀναγκαίων τῇ φύσει περίληψις, τὰ δ' ἄλλα προσήρτηται ἔξωθεν τῇ τοιαύτῃ ζωῇ, ἀλλ' ἐμοὶ οὐ διὰ ταῦτα ἀγνωμονητέον τῷ ὑπερβαλλόντως τετιμηκότι καὶ ὑπὲρ τοὺς ἄλλους ὑψώσαντι· τὸ μὲν οὖν βουλόμενόν μοι ἢ ἐν τοῖς κρείττοσι λόγοις ἐκείνου μεμνῆσθαι, ἢ σεσιγῆσθαι τὰ ἐκείνου εἰ μὴ ἀπὸ τῆς κρείττονος ὥρμηνται ὑποθέσεως· ἀλλ' εἰ μὲν προθέμενος τὸν ἐκείνου βίον ἐγκωμιάζειν, εἶτα τὰς τῶν κρειττόνων ἀφεὶς ἀφορμὰς, τὰς τῶν χειρόνων ὑποθέσεις ἐφαινόμην συνειλοχὼς, κακοηθέστατος ἂν εἴην, ὥσπερ δὴ ὁ τοῦ Λύξου τὰ χείριστα τῶν Ἑλλήνων ἐν ταῖς ἱστορίαις παραλαμβάνων.
6.25 Εἰ δὲ τοῦτο μὲν οὐκ ἐργάζομαι νῦν, ἱστορεῖν δὲ τοὺς τῶν αὐτοκρατόρων ἐπιβέβλημαι βίους, πῶς ἃ τῶν ἱστοριῶν ἐστιν ὑπερβαίνων, ἃ τῶν ἐγκωμίων ἐστὶν ἐργάσωμαι, ὥσπερ ἐπιλαθόμενος τῆς ἐπιχειρήσεως, ἢ διαγράφων τὴν τέχνην, μὴ διακρίνων τὰς ὑποθέσεις, ἀλλ' εἰς ταὐτὸ τέλος συνελαύνων, ὧν διάφοροι οἱ σκοποί; ἐπεὶ τοί γε πρὸς τῆσδε τῆς πραγματείας πολλοὺς ἐκείνῳ καὶ καλοὺς λόγους πεποίημαι, καὶ τάς γε ὑπερβολὰς τῶν ἐγκωμίων ἐθαύμασαν οἱ πολλοὶ, καὶ οὐκ ἐψευσάμην τὸν ἔπαινον, ἀλλὰ τοὺς ἄλλους ἔλαθον οὕτω ποιῶν. Οἱ μὲν γὰρ, ἀναμὶξ ἐχόντων τῶν πραγμάτων τοῖς βασιλεῦσι καὶ διαπεπλεγμένων αὐτοῖς χειρόνων τε καὶ κρειττόνων πράξεων, οὔτε ψέγειν καθαρῶς ἴσασιν, οὔτε εἰλικρινῶς ἐπαινεῖν, ἀλλ' ἐξαπατᾷ τούτους ἡ τῶν ἐναντίων γειτνίασις· ἐγὼ δὲ ψέγειν μὲν ἀφωσιωσάμην, εἰ μὴ ὅσον ἐν πλάσμασιν, ἐπαίνους [δὲ] ξυντιθεὶς, οὐκ ἐξ ἁπάντων ἅπαντα συλλαμβάνειν εἴωθα, ἀλλ' ἀφεὶς μὲν τὰ χείρονα, ἀφαιρούμενος δὲ τὰ κρείττονα, ξυναρμόζω ταῦτα κατὰ τὴν οἰκείαν τάξιν καὶ ξυγκολλῶ καὶ διὰ μιᾶς τῆς ἀρίστης ποιότητος ἐξυφαίνω τὴν εὐφημίαν.
6.26 Ἐν μὲν οὖν τοῖς πρὸς ἐκεῖνον ἐγκωμίοις οὕτω τοὺς ὑπὲρ αὐτοῦ λόγους ξυντέθεικα, ἱστορεῖν δὲ ἐπιβεβλη μένος ἐκεῖνον, οὐκ ἂν δυναίμην οὕτω ποιεῖν· οὐ γὰρ ἂν ψευσαίμην τὴν ἱστορίαν, ἧς τὸ κράτιστον ἡ ἀλήθεια, τῆς τῶν πολλῶν ἕνεκα δυσφημίας, εὐλαβούμενος μή με λοίδορος γλῶσσα αἰτιάσαιτο, ὅτι εὐφημεῖν δέον κατηγορῶ· ἀλλ' οὐ κατηγορία τοῦτο, οὐδὲ γραφὴ, ἀλλ' ἀληθῶς ἱστορία. Ἔπειτα εἰ μὲν ἑώρων ὅτι τῶν ἄλλων αὐτοκρατόρων ἀπὸ τῆς κρατί στης ἕξεως πάντα διαπεπραχότων καὶ ἐν πᾶσιν εὐδοκιμηκότων, τούτῳ μόνῳ ἡ βασιλεία ἀπὸ τῶν ἐναντίων κεχαρακτήρισται, ὑπερέβην ἂν τὸν ὑπὲρ ἐκείνου λόγον· ἐπεὶ δὲ οὐδείς ἐστι τῶν πάντων ἀνάλωτος, ἀλλ' ὁ χαρακτὴρ ἑκάστῳ ἀπὸ τοῦ πλείονος, πῶς ἂν ἐξειπεῖν αἰσχυνθείην εἴ τι μὴ καὶ τούτῳ δικαίως καὶ προσηκόντως εἴργασται;
6.27 Οἱ μὲν οὖν πολλοὶ ταῖς τῶν βασιλέων προσεσχηκότες ἀναγραφαῖς, θαυμάζουσιν ὅτι μηδεὶς αὐτῶν διὰ τέλους εὐδόκιμος, ἀλλὰ τῷ μὲν οἱ ἄνω χρόνοι καλλίους, τῷ δὲ ἡ πρὸς τῷ τέλει βελτίων ζωή· καὶ οἳ μὲν τὸν ἀπολαυστικὸν εἵλοντο βίον, οἳ δέ τι καὶ φιλοσοφεῖν ἐπεβάλοντο, ἔπειτα συνέχεον τὰς αἱρέσεις σὺν οὐδενὶ κόσμῳ καὶ τοὺς βίους ἀκαταλλήλως ἀπέδοσαν ἐγὼ δὲ τοῦτο μὲν οὐκ ἂν ἀγασθείην, τὸ δ' ἐναντίον εἴ τῳ συμβέβηκεν· ἰδιώτην μὲν γὰρ βίον ἴσως εὕροι τις ἐκ πρώτης τῆς ἀρχῆς εἰς ἔσχατον τέλος διὰ μιᾶς καὶ τῆς αὐτῆς ἀπευθυνθέντα γραμμῆς, καὶ τοῦτο ἐν ὀλίγοις τοῖς παραδείγμασιν, ἀνὴρ δὲ ἡγεμονικὴν τάξιν παρὰ τοῦ Κρείττονος εἰληχὼς, εἶτα δὴ καὶ πλείους χρόνους ἐπιβιοὺς, οὐκ ἄν ποτε δυνηθείη διὰ τῶν καλλίστων ἁπάντων τὴν ἀρχὴν τελεώσασθαι· τῷ μὲν γὰρ ἰδιώτῃ αὔταρκες ἴσως εἰς ἀρετὴν ἥ τε τῆς ψυχῆς φύσις καὶ ἡ πρώτη τοῦ βίου ἔνστασις, ὅτι μὴ πολλὰ τούτῳ τὰ ἀντιπίπτοντα ἔξωθεν, μηδ' ἀλλοιοῖ τὴν ψυχὴν τὰ συμβαίνοντα, βασιλεῖ δὲ τοῦτο πῶς δώσομεν, ᾧ μηδὲ τὸ βραχύτατον μέρος τῆς οἰκείας ζωῆς τῶν ὀχλούντων ἐστέρηται; ἀλλ' ὥσπερ θάλασσα βραχὺ μὲν κατεστόρεσται καὶ γαληνιᾷ, τὰ δ' ἄλλα τοῦτο μὲν πλημμυρεῖ, τοῦτο δὲ καὶ τινάσσεται κύμασι, νῦν μὲν βορέου διαταράττοντος, νῦν δ' ἀπαρκτίου, νῦν δ' ἄλλου τινὸς τῶν ἐγειρόντων κλυδώνιον, ὅπερ αὐτὸς ἐπὶ πολλοῖς ἑωράκειν· διὰ ταῦτα γοῦν, ἢ γλυκυθυμίας αὐτοῖς δεῆσαν, εὐθὺς ἐπιλήψιμον τουτὶ τὸ μέρος αὐτοῖς, ἢ φιλανθρωπίᾳ τι καθυφεῖσιν ἀνεπιστημοσύνη προστρίβεται, ἢ διεγερθεῖσι πρὸς ἐπιμέλειαν ἡ φιλοπραγμοσύνη προσάπτεται, ἢ κινηθεῖσι πρὸς ἄμυναν καί τι τῶν αὐθεκάστων πεποιηκόσιν, ὀργὴ τὸ σύμπαν καὶ θυμὸς τὸ λοιδόρημα, κἂν εἴ τι τῶν κρυφιωτέρων ἐπιχειρήσωσι διαπράξασθαι, μᾶλλον ἂν λάθοι τοὺς πολλοὺς ὁ Ἄθως ἢ τὸ πεπραγμένον ἐκείνοις. Οὐδὲν οὖν θαυμαστὸν εἰ μηδενὶ τῶν βασιλέων ὁ βίος ἀνέγκλητος.
6.28 Ἐγὼ μὲν γὰρ ἐβουλόμην, εἰ καὶ μηδέ τῳ τῶν πάντων, ἀλλὰ τῷ γε ἐμῷ αὐτοκράτορι τοῦτο προσεῖναι τὸ μέρος, ἀλλ' οὐχὶ κατὰ τὰς ἡμεδαπὰς αἱρέσεις αἱ τῶν πραγμάτων ἀκολουθίαι· διὰ ταῦτα ἵλεά μοι τὰ παρὰ σοῦ εἴη, θειοτάτη ψυχή· κἂν μὴ μετρίως περὶ τῶν χρόνων εἴποιμι, ἀλλ' ἀνεπικαλύπτως καὶ ἀληθῶς, σύγγνωθί μοι καὶ τοῦτο. Ὥσπερ γὰρ οὐδέν σοι τῶν κρειττόνων συνεπικρύψομαι, ἀλλ' εἰς τοὐμφανὲς ἄξω, οὕτως εἴ τί σοι μὴ ἀπὸ τῆς αὐτῆς εἴρηται ἕξεως καὶ τοῦτο δὴ τῷ λόγῳ δῆλον ποιήσομαι. Καὶ τὰ μὲν πρὸς ἐκεῖνον ὦσι ταῦτα.
6.29 Παραλαβὼν δὲ ὁ ἀνὴρ οὗτος τὸ κράτος, οὔτε ἐγκρατῶς οὔτε εὐλαβῶς εἶχε περὶ τὰ πράγματα, ἀλλ', ὡς ἔοικεν, εὐδαιμονίαν καινήν τινα καὶ ἀσυνήθη τῷ βίῳ ἀναπλαττόμενος πρότερον καὶ πραγμάτων ἀθρόαν μετάθεσιν καὶ μεταποίησιν σὺν οὐδενὶ λόγῳ καὶ τάξει, ἐπειδὴ βασιλεύειν ἔλαχεν, ἔργῳ τὰς ἀναπλάσεις ποιεῖν εὐθὺς ἐπεχείρησε. Δύο τοίνυν τούτων τὴν Ρωμαίων συντηρούντων ἡγεμονίαν, ἀξιωμάτων φημὶ καὶ χρημάτων, καί τινος ἔξω τρίτου, ἔμφρονος περὶ ταῦτα ἐπιστασίας καὶ τοῦ λογισμῷ χρῆσθαι περὶ τὰς διανεμήσεις, οὗτος τοὺς μὲν τῶν χρημάτων θησαυροὺς αὐτόθεν ἐκχεῖν ἐπιβέβλητο, ὡς μηδὲ τοῖς πυθμέσι καταλιπεῖν τι· τιμῶν δὲ καὶ πλεῖστοι μὲν ἀλόγως εὐθὺς παραπήλαυον, μάλιστα δὲ οἵ τε φορτικώτερον καταδυσωποῦντες τὸν ἄνδρα, καὶ οἱ πρὸς τὸν καιρόν τι παραφθεγξάμενοι ὥστε ἐκεῖνον κινῆσαι πρὸς γέλωτα· ἀμέλει τοι τάξιν ἐχούσης τῆς τιμῆς ἐν τῷ πολιτικῷ δήμῳ, καὶ ὅρου τινὸς ἐπικειμένου ἀμεταθέτου τῆς ἀναβάσεως, οὗτος ἐκείνην μὲν συγχέας, τοῦτον δὲ ἀφελὼν, μικροῦ δεῖν τὸν ἀγοραῖον καὶ ἀγύρτην δῆμον ξύμπαντα κοινωνοὺς τῆς γερουσίας πεποίηκε, καὶ τοῦτο οὔ τισιν ἢ πλείοσι χαρισάμενος, ἀλλ' εὐθὺς ἀπὸ μιᾶς φωνῆς ἅπαντας εἰς τὰς ὑπερηφάνους μετενεγκὼν ἀρχάς· τοῦτο μὲν οὖν τηνικαῦτα τελετὰς καὶ πανηγύρεις ἀπέτεκε, καὶ ἡ Πόλις ξύμπασα μετεώριστο, ὡς φιλοτιμοτάτου βασιλέως ἐπιστάντος τοῖς πράγμασι, καὶ ἀσύγκριτα τὰ παρόντα ἐδόκει τοῖς πρότερον· τὸ γὰρ αἰσθανόμενον τῆς τῶν ὅλων συνέσεως ἐν Πόλει τρυφῶσι βραχὺ, καὶ οἱ τὴν σύνεσιν δὴ ἔχοντες ἀμελοῦσι τῶν καθηκόντων ἐν οἷς ὧν ἐρῶσιν ἐπιτυγχάνουσι.
6.30 Κατὰ βραχὺ δὲ διηλέγχθη τὸ πρᾶγμα, ὁπηνίκα τῶν πάλαι ζηλωτῶν ἀδιορίστως ὑπερχυθέντων, ἡ σεμνότης ἀφῃρέθη τοῖς κτησαμένοις· ἀλλὰ τοῦτο οὔπω τηνικαῦτα εἰς γνῶσιν ἐγίνετο τοῖς πολλοῖς· διὰ ταῦτα πάντ' ἐσπαθᾶτο καὶ ἀνηλίσκετο εἰς οὐδὲν δέον· καὶ οὐκ ἀγνοῶ, ὅτι τισὶν ὕστερον συγγραφεῦσιν ἀφορμὴ τοῦτο ἐγκωμίου γενήσεται τῷ ἀνδρί· ἀλλ' ἔμοιγε ἐν πᾶσιν εἴθισται οὔτε τι τῶν δόκησιν ἐχόντων καλοῦ οὔτε [τι] τῶν κακῶς οἰομένων πεπρᾶχθαι, ἕκαστον ἐφ' ἑαυτοῦ μόνον σκοπεῖν, ἀλλὰ καὶ τὰς αἰτίας ζητεῖν καὶ πρὸς ὅ τι τὸ γινόμενον ἀποτελευτήσοι, καὶ μάλιστα εἰ καὶ ὁ τὰς ὑποθέσεις χορηγῶν ἐπὶ τοιούτων λογισμῶν ἵσταται· ὅτι δὲ ἐμοὶ κάλλιον τοῦτο ἠκρίβωται, ἢ ἐκείνοις ἴσως λελέξεται, ἡ πεῖρα παρέστησε.
6.31 Τοῦτο μὲν οὖν πρῶτον ἐκείνου, ἵν' οὕτως εἴποιμι νεανίευμα, δεύτερον δὲ, ὃ καὶ αὐτὸς καὶ τότε ἐπαινῶν οἶδα καὶ νῦν δὲ οὐδὲν ἧττον ἐν καλοῖς τίθεμαι, οὔτε ἀλαζὼν ὤφθη τισὶν, οὔτε βαρὺς τὴν ὀφρὺν, ἀλλ' οὐδ' ὑπέρογκόν τι σεμνολογούμενος, οὐδὲ μνησικακήσας ἐκείνοις παρ' ὧν οὔτε τι πρότερον πρᾳότερον ἔσχηκεν, ἀλλὰ καὶ πρὸς τὸ κράτος οὐ τῶν μετρίων τετύχηκεν, ἀλλὰ πᾶσι τὰ πρὸς αὐτὸν ἐγκλήματα παρεικὼς, ἐκείνοις μάλιστα σπένδεται οἷς καὶ μᾶλλον ἐδόκει ἐν ἅπασι μηνιεῖν.
6.32 Εὐφυέστατος δὲ εἴπερ τις ἄλλος εἰς ἑαυτὸν μεταθεῖναι τὸ ὑπήκοον γεγονὼς, οἰκείως ἕκαστον ᾕρει οἷς ᾔδει θηρώμενον, καὶ ρᾷστα μετεποικίλλετο, οὔτε κατασοφιζόμενος, οὔτε μὴν εἰρωνευόμενος πρὸς τὸν ἁλισκόμενον, ἀλλὰ φιλαλήθως σπεύδων ἑλεῖν ἕκαστον ἀφ' ὧν χαριεῖσθαι ἐκείνῳ ἠσπάσατο.
6.33 Εἶχε δὲ καὶ τὴν γλῶτταν χαρίτων μεστὴν, εὐκίνητός τε ἦν πρὸς μειδίαμα, καὶ ἱλαρὸν εἶχε τὸ πρόσωπον, οὐκ ἐν παιδιαῖς μόνον ὁπότε αὐτῷ καὶ τούτου ἐδέησεν, ἀλλὰ καὶ ἐν οἷς σπουδάζων ἐδείκνυτο, καὶ τῶν ἠθῶν δ' ἐκείνοις συνανεκίρνατο ὁπόσοις ἡ ἁπλότης συν έπρεπε καὶ τὸ δεινὸν κατεστοιβασμένον οὐκ ἦν· εἰ δέ τις αὐτῷ προσῄει, σύννουν ἐπιδεικνὺς τὴν ψυχὴν, ὡς δή τι πλέον τῶν ἄλλων ὁρῶν καὶ ὡς ἥκοι φροντίσων ἐκείνῳ καὶ συνδιασκεψόμενος περὶ τῶν συνοισόντων, τοῦτον δὴ κακοηθέστατόν τε ᾤετο καὶ ἐναντιώτατα πρὸς τὸ ἦθος αὐτοῦ διαπεπλασμένον· ἔνθεν τοι εἰς τὴν αὐτὴν τῆς γνώμης ἰδέαν οἱ ὁμιλοῦντες ἐκείνῳ μετεποιήθησαν· κἂν εἴ τις σπούδασμά τι γενναῖον ἐβούλετο παρεισενεγκεῖν, οὐκ εὐθὺς τοῦτο προὐτίθει, ἀλλ' ἤτινας παιδιὰς προλαμβάνων, ἢ ταύταις τοῦτο συναναπλέκων, ὥσπερ τινὶ κακοσίτῳ ἡδύσμασί τισι καταμεμιγμένον τὸ καθάρσιον πόμα ἐπώρεγεν.
6.34 Ἐδόκει γὰρ ἐκ κυμάτων πολλῶν καὶ κλύδωνος, φημὶ δὴ τῶν ἐν τῇ ὑπερορίᾳ δεινῶν, εἰς τοὺς λιμένας τῶν βασιλείων κατᾶραι, καὶ διὰ τοῦτο πάσης μὲν ἀναπαύλης, πάσης δὲ ἐδεῖτο ἀναψυχῆς, καὶ κεχαρισμένος αὐτῷ ὁ τὰς ὀφρῦς διαλελυμένος καὶ εἰπεῖν μέν τι τῶν καθηδυνόντων ψυχὴν πρόχειρος, περὶ δὲ τῶν μελλόντων πραγμάτων τὰ χαριέστερα προμαντεύσασθαι.
6.35 Λόγοις δὲ οὐ πάνυ καθωμιληκὼς, οὐδέ τινα ἕξιν κτησάμενος λογιότητος, ἀλλ' ὅμως ἐζήλου τοῦτο τὸ μέρος, καὶ τοὺς ἐλλογιμωτέρους πανταχόθεν συνήνεγκεν εἰς τὰς βασιλείους αὐλὰς, ὧν οἱ πλείους ἐν ἐσχάτῃ εἴδοντο πολιᾷ.
6.36 Ἐγὼ δὲ τηνικαῦτα εἰκοστὸν πέμπτον ἔτος ἄγων τῆς ἡλικίας τοῖς σπουδαιοτέροις προσανεῖχον μαθήμασι· περὶ δύο γὰρ ταῦτα ἐσπουδακὼς, ρητορικοῖς μὲν λόγοις τὴν γλῶτταν πλάσασθαι πρὸς εὐπρέπειαν, καὶ φιλοσοφίᾳ καθᾶραι τὸν νοῦν, τοὺς μὲν ρητορικοὺς λόγους οὐ πάλαι ἠκριβωκὼς, ὥστε καὶ διελεῖν δύνασθαι τὸ ἄρθρον τῆς ὑποθέσεως καὶ τοὺς πρώτους καὶ δευτέρους λόγους εἰς τοῦτο συνενεγκεῖν, καὶ μὴ πάντα τὴν τέχνην δεδιέναι, μηδ' ἕπεσθαι ταύτῃ ὥσπερ τι θρέμμα ἐν ἅπασιν, ἀλλὰ καὶ πλέον τι συνεισενεγκεῖν ἐν τοῖς μέρεσι, φιλοσοφίας εἰχόμην, καὶ τοῦ συλλογίζεσθαι ἱκανῶς ἔχων, ἢ ἄνωθεν καὶ ἀμέσως, ἢ ἐκ τῶν μετέπειτα καὶ παντοδαπῶς, τῶν τε φυσικῶν λόγων ἡψάμην καὶ πρὸς τὴν πρώτην φιλοσοφίαν διὰ τῆς μέσης ἀνεπτερούμην γνώσεως.
6.37 Καὶ εἰ μή μέ τις φορτικὸν ἐντεῦθεν νομίζοι, ἀλλὰ συγχωρεῖ δὴ τῷ λόγῳ, καὶ τοῦτο δὴ τῶν ἐμῶν προσθήσω, ὃ δὴ καὶ μόνον μάλιστα εἰς εὐφημίαν τοὺς σπουδαιο τέρους κινήσει· καί μοι συμμαρτυρήσετε οἱ τήμερον τὸν λόγον ἀναγινώσκοντες, ὅτι ἐκπνεύσασαν τὴν σοφίαν καταλαβὼν ὅσον ἐπὶ τοῖς μετέχουσιν, αὐτὸς ἀνεζωπύρησα οἴκοθεν, οὔτε διδασκάλοις ἀξιολόγοις περιτυχὼν, οὔτε σπέρμα σοφίας ἐν τῇ Ἑλλάδι ἢ τῇ βαρβάρῳ τὸ ξύμπαν διερευνησάμενος εὑρηκώς· ἀλλ' ἐπειδὴ μέγα τι περὶ φιλοσοφίας ἐν τῇ Ἑλλάδι ἀκούων, ἐν φωναῖς τισὶν ἁπλαῖς καὶ προτάσεσι κατεμάνθανον, καὶ ἦν ταῦτα ὡσανεὶ στῆλαι καὶ ὅρια, καταγνοὺς τῶν περὶ ταῦτα σμικρολογουμένων ἐζήτησά τι πλέον εὑρεῖν· ὡς δέ τισι τῶν ἐξηγησαμένων τὴν ἐπιστήμην ἐν έτυχον, τὴν ὁδὸν παρ' αὐτῶν ἐδιδασκόμην τῆς γνώσεως, καί με ἄλλος εἰς ἄλλον παρέπεμπον, ὁ χείρων πρὸς τὸν κρείττονα, κἀκεῖνος αὖθις εἰς ἕτερον, καὶ οὗτος εἰς Ἀριστοτέλην καὶ Πλάτωνα, ὧν δὴ καὶ οἱ πρὸ ἐκείνων ἠγάπησαν εἰ εὐθὺς τὰ δευτερεῖα μετ' ἐκείνους εἰλήχασιν.
6.38 Ἐντεῦθεν οὖν ὁρμηθεὶς αὖθις ὥσπερ περί οδον ἐκπληρῶν ἐς Πλωτίνους καὶ Πορφυρίους καὶ Ἰαμβλίχους κατῄειν, μεθ' οὓς ὁδῷ προβαίνων εἰς τὸν θαυμασιώτατον Πρόκλον ὡς ἐπὶ λιμένα μέγιστον κατασχὼν, πᾶσαν ἐκεῖθεν ἐπιστήμην τε καὶ νοήσεων ἀκρίβειαν ἔσπασα· μέλλων δὲ μετὰ ταῦτα ἐπὶ τὴν πρώτην ἀναβαίνειν φιλοσοφίαν καὶ τὴν καθαρὰν ἐπιστήμην μυεῖσθαι, τὴν περὶ τῶν ἀσωμάτων θεωρίαν προὔλαβον ἐν τοῖς λεγομένοις μαθήμασιν, ἃ δὴ μέσην τινὰ τάξιν τετάχαται, τῆς τε περὶ τὰ σώματα φύσεως καὶ τῆς ἀσχέτου πρὸς ταῦτα νοήσεως, καὶ αὐτῶν δὴ τῶν οὐσιῶν, αἷς ἡ καθαρὰ συμβαίνει νόησις, ἵν' ἐντεῦθεν εἴ τι καὶ ὑπὲρ ταῦτα ὑπέρνουν ἢ ὑπερούσιον καταλήψομαι.
6.39 Διὰ ταῦτα ἀριθμῶν τε μεθόδοις ἑαυτὸν ἐντείνας καὶ γεωμετρικὰς ἀποδείξεις ἀναλαμβάνων, ἃς ἀνάγκας τινὲς ὀνομάζουσιν, ἔτι τε μουσικοῖς καὶ ἀστρονομικοῖς ἐνδιδοὺς λόγοις καὶ εἴ τινες ἄλλαι μαθήσεις ταύταις ὑπόκεινται, οὐδὲ τούτων οὐδεμίαν ἀπολείπων, καὶ πρῶτα μὲν κατὰ μίαν ἑκάστην διεξιὼν, εἶθ' ἁπάσας συνάψας, ὡς δι' ἀλλήλων ἡκούσας εἰς ἓν, ὡς ἡ Ἐπινομὶς βούλεται, οὕτω διὰ τούτων τοῖς ὑψηλοτέροις ἐπέβαλλον.
6.40 Ἐπεὶ δὲ τῶν τελεωτέρων ἠκηκόειν φιλοσόφων, ὅτι ἔστι τις καὶ ὑπὲρ τὴν ἀπόδειξιν σοφία, ἣν μόνος εἶδεν ὁ σωφρόνως ἐνθουσιάζων νοῦς, οὐδὲ ταύτην παρέδραμον, ἀλλά τισι βιβλίοις ἀρρήτοις ἐντετυχηκὼς, ὁπόσον εἰκὸς καὶ ἡ φύσις μοι ἔρρωτο, καὶ ταῦτ' εἰσεδεξάμην. Τὸ γὰρ δι' ἀκριβείας ταῦτα εἰδέναι, οὔτ' ἂν αὐτὸ περὶ ἑαυτοῦ σεμνολογήσαιμι, οὔτ' ἄλλῳ πιστεύσαιμι λέγοντι, τὸ δὲ μίαν τῶν πασῶν ἐπιστήμην ὥσπερ ἑστίαν φίλην ἑαυτῷ πεποιηκότα τινὰ, ἐντεῦθεν οἱονεὶ καθ' ἱστορίαν ἐξιόντα καὶ τῶν ἄλλων ἐν περινοίᾳ γίγνεσθαι, καὶ αὖθις ἐπαναστρέφειν ἀφ' ἧς κε κίνηται, τοῦτο δὴ οὐ πάνυ τι τὴν φύσιν ἡμῶν ὑπεράλλεται.
6.41 Ἑωρακὼς δὲ ὅτι δύο μερίδες τῶν λόγων εἰσὶ, καὶ τὴν μὲν ἡ ρητορικὴ συμπληροῖ, τὴν δὲ φιλοσοφία ἀπέτεμε, καὶ ἡ μὲν οὐδέν τι τῶν σεμνοτέρων εἰδυῖα καχλάζει μόνον τῷ μεγάλῳ τῶν λέξεων ρεύματι, καὶ περὶ τὴν συνθήκην τῶν τοῦ λόγου μορίων στρέφεται, καί τινας λόγους ἀναπτύξεων τῶν πολιτικῶν ὑποθέσεων καὶ διαιρέσεων προβέβληται, καὶ κοσμεῖ τὴν γλῶτταν, καὶ ὅλως διαπρεπής ἐστιν ἐν τοῖς πολιτικοῖς λόγοις, ἡ δὲ φιλοσοφία τοῦ περιπτυσσομένου τὸν λόγον κάλλους ἧττον φροντίζουσα, τάς τε φύσεις ἀνιχνεύει τῶν ὄντων καὶ τὰς ἀρρήτους θεωρίας παρίστησι, καὶ οὐδὲ μέχρις οὐρανοῦ ὑψηλολογουμένη προβαίνει, ἀλλὰ καὶ εἴ τις ἐκεῖθεν κόσμος, καὶ τοῦτον ἐξυμνεῖ ποικιλώτερον, οὐκ ᾠήθην δεῖν, ὥσπερ δὴ οἱ πλεῖστοι πεποιήκασιν ἢ πεπόνθασιν, ἢ τὴν τέχνην ξυνειλοχότα τῆς ἐπιστήμης καταμελεῖν, ἢ ταύτην διαμελετῶντα καὶ ἐν θαυμασίοις πλουτοῦντα νοήμασι τῆς τῶν λέξεων κατολιγωρεῖν ἄνθης καὶ τῆς κατὰ τέχνην διαιρέσεώς τε καὶ τάξεως· διὰ ταῦτα, καὶ ὅπερ ἤδη μοι πολλοὶ προσωνείδισαν, καὶ ρητορικὴν ὑπόθεσιν μελετῶν, ἔστιν οὗ καὶ ἀπόδειξίν τινα ἐπιστήμονα οὐκ ἀκόμψως εἰσάγω, καὶ αὖθις φιλόσοφόν τι ἀποδεικνύων θέμα, καθωραΐζω τοῦτο ταῖς τεχνικαῖς χάρισιν, ἵνα μὴ πρὸς τὸ μέγεθος τοῦ νοήματος ἡ τοῦ ἀναγινώσκοντος ψυχὴ δυσπαραδεκτήσασα τοῦ φιλοσοφουμένου λόγου στερίσκοιτο.
6.42 Ἐπειδὴ δὲ ἐστί τις καὶ ὑπὲρ ταύτην ἑτέρα φιλοσοφία, ἣν τὸ τοῦ καθ' ἡμᾶς λόγου μυστήριον συμπληροῖ, (καὶ τοῦτο δὲ διπλοῦν καὶ φύσει καὶ χρόνῳ μεμερισμένον, ἵνα μὴ τὴν ἑτέραν λέγω διπλόην τήν τε ἐν ἀποδείξεσιν καὶ ὅση ἐξ ἐπινοίας καὶ τεθειασμένης ἐγγίνεταί τισι γνώσεως), περὶ ταύτην μᾶλλον ἢ περὶ τὴν ἑτέραν ἐσπούδασα, τὰ μὲν τὰ ἐκπεφασμένα περὶ ταύτης τοῖς μεγάλοις Πατράσιν ἑπόμενος, τὰ δὲ καὶ αὐτός τι τῷ θείῳ συνεισφέρων πληρώματι· καὶ εἴ μέ τις, λέγω δὲ ἁπλῶς καὶ οὐ κομψευόμενος, ἐπαινεῖν ἐπὶ τοῖς λόγοις βούλοιτο, μή με ἐντεῦθεν, μηδ' ὅτι πολλοῖς βιβλίοις ὡμίλησα, οὐ γὰρ ἐκ φιλαυτίας ἠπάτημαι, οὐδὲ τὸ ἐμὸν μέτρον ἠγνόηκα, ὅτι πολλοστόν ἐστι τῶν ὑπὲρ ἐμὲ σοφιστευσάντων ἢ φιλοσοφησάντων, ἀλλ' ὅτι μὴ ἐκ ρεούσης πηγῆς εἴ τί μοι σοφίας μέρος συνείλεκται ἠρανισάμην, ἀλλ' ἐμπεφραγμένας εὑρηκὼς ἀνεστόμωσά τε καὶ ἀνεκάθηρα, καὶ ἐν βάθει που τὸ νᾶμα κείμενον σὺν πολλῷ ἀνείλκυσα πνεύματι.
6.43 Νῦν γὰρ οὔτε Ἀθῆναι, οὔτε ἡ Νικομήδεια, οὔτε ἡ πρὸς Αἰγύπτῳ Ἀλεξάνδρεια, οὔτε Φοινίκη, οὔτε μὴν ἑκατέρα Ρώμη, ἥ τε πρώτη καὶ ἥττων καὶ ἡ μετ' ἐκείνην καὶ κρείττων, οὔτ' ἄλλη τις πόλεων ἐπί τινι τῶν λόγων σεμνύνεται τανῦν, ἀλλὰ καὶ αἱ χρυσίτιδες φλέβες καὶ αἱ μετ' ἐκείνας καὶ ἀργυρίτιδες, καὶ εἴ τινες ἄλλαι τῆς ἀτιμο τέρας τούτων ὕλης, ἐμπεφραγμέναι ξύμπασαι πᾶσι τεθέανται· ὅθεν μὴ αὐτοῖς δὴ τοῖς ζῶσι νάμασιν ἐντυχεῖν ἔχων, ταῖς εἰκόσιν ἐκείνων προσεσχηκὼς, εἴδωλα ἄττα καὶ αὐτὰ δεύτερα τῇ ἐμῇ συνεσπασάμην ψυχῇ, καὶ συλλαβὼν οὐδενὶ τούτων ἐβάσκηνα, ἀλλ' ἃ δὴ πόνῳ συνειλόχειν πολλῷ, τούτων πᾶσι μετέδωκα, οὐ μισθοῦ τοὺς λόγους πωλῶν, ἀλλὰ καὶ προσεπιδιδοὺς εἴ τις λαμβάνειν ἐβούλετο· ἀλλὰ ταῦτα μὲν ὕστερον.
6.44 Ἐμοὶ δὲ καὶ πρὸ τοῦ τελείου καρποῦ ἡ ἄνθη τὸ μέλλον προεμαντεύετο· καὶ ὁ μὲν βασιλεὺς οὔπω ἐγνώκει, ἡ δὲ περὶ ἐκεῖνον δορυφορία ξύμπασά με ᾔδει, καὶ ἄλλος ἄλλο τι τῶν ἐμῶν διηρίθμει τῷ βασιλεῖ, προστιθέντες ὅτι μοι καὶ χάρις διαπρέπει τοῖς χείλεσιν. Ἐρῶ δὲ καὶ περὶ τούτου τοῦ μέρους· φυσικαί τινες ἀρεταὶ, ἢ τοὐναντίον, τῇ γενέσει ἡμῶν συνεκδίδονται· λέγω δὲ ἀρετὴν ἐνταῦθα, οὔτε τὴν ἠθικὴν, οὔτε τὴν πολιτικὴν, οὔθ' ἥ τις ὑπὲρ ταύτας καὶ ἄχρι τοῦ παραδείγματος, ἢ τῆς δημιουργικῆς τελειότητος· ἀλλ' ὥσπερ τὰ τῶν γενομένων σώματα, ἃ μὲν μεθ' ὥρας εὐθὺς ἀποτίκτεται, τοῖς δὲ ἡ φύσις σπίλους τινὰς ἐξ ἀρχῆς καὶ ρυτίδας ἐντέθεικεν, οὕτω δὴ καὶ τῶν ψυχῶν ἡ μέν τις εὐθὺς χαριεστάτη καὶ ἱλαρωτάτη διέγνωσται, ἡ δὲ συννεφὴς καὶ πολλήν τινα τὴν ἀχλὺν ἐπισύρουσα· καὶ τοῦ χρόνου δὲ προϊόντος ταῖς μὲν χάριτες συνεκφαίνονται, ταῖς δὲ τά τε ἄλλα ἐξήμβλωται καὶ οὐδὲ τὰ περὶ τὸν λόγον αὐταῖς εὖ διωργάνωται.
6.45 Ἐπιμαρτύρεται γοῦν ἐμοὶ ὅτι μοι ἡ γλῶττα κἀν ταῖς ἁπλαῖς διήνθισται προφοραῖς, καὶ οὐδὲν ἐπιτηδευομένῳ φυσικαί τινες ἐκεῖθεν ἡδύτητες ἀποστάζουσιν· ἐγὼ γοῦν οὐκ ἂν τοῦτο εἰδείην, εἰ μή με πολλοὶ προσεῖπον διαλεγόμενον, καὶ διακέχυντο εἴ τινες τῶν ἐμῶν λόγων ἀκούσειαν. Τοῦτό με τοίνυν πρῶτον εἰς βασιλέα συνίστησι, καὶ ἡ πρόδρομος χάρις τῆς γλώττης προτέλεια ἐκείνῳ καὶ περιρραντία τῶν ἐμῶν ἀδύτων ἐγένετο.
6.46 Καὶ εἰρήκειν μὲν εἰσιὼν τὴν πρώτην οὔτε στωμύλον οὔτε κομψὸν, ἀλλ' ἐγὼ μὲν τὸ γένος κατέλεγον καὶ οἵαις ἐχρησάμην περὶ τοὺς λόγους παρασκευαῖς, ὁ δὲ, ὥσπερ οἱ θεοφορούμενοι ἀδήλως τοῖς ἄλλοις ἐνθουσιῶσιν, οὕτω δὴ κἀκείνῳ αἰτίαν οὐκ εἶχεν ἡ ἡδονὴ, καὶ μικροῦ με δεῖν κατεφίλησεν, οὕτω μου τῆς γλώττης εὐθὺς ἀπῃώρητο. Τοῖς μὲν οὖν ἄλλοις καιρὸν εἶχε καὶ μέτρον ἡ πρὸς αὐτὸν εἴσοδος, ἐμοὶ δὲ καὶ αἱ τῆς καρδίας αὐτῷ πύλαι ἀνεπετάννυντο, καὶ κατὰ βραχὺ προϊόντι ξύμπαντα ἐπεδείκνυτο. Καὶ μή μέ τις αἰτιάσαιτο, εἴ τι βραχὺ τὸν τοῦ λόγου σκοπὸν παρεκβέβηκα, μηδὲ περιαυτολογίαν οἰηθείη τὴν παρέκβασιν· εἰ γάρ τι καὶ τοιοῦτον εἴρηται, ἀλλὰ πρὸς τὸν εἱρμὸν τοῦ λόγου πάντα ξυμβέβληται· τοῦτο δὲ οὐκ ἦν ἄλλως ἐνδείξασθαι μὴ τὴν αἰτίαν προειρηκότι, ταύτην δὲ βουλόμενος προειπεῖν; ἀναγκαῖον καὶ τῶν κατ' ἐμὲ μνημονεῦσαί τινα· διὰ ταῦτά μοι τὰ πολλὰ ἐκεῖνα προείρηται, ἵνα μοι προχωροίη κατὰ τέχνην ὁ λόγος εἰς ἀρχήν τε ἀναβαίνοντι καὶ προκαθιστῶντι καὶ τὰ ἑξῆς συμπεραίνοντι. Ἐπειδὴ οὖν ἐμαυτὸν τούτῳ δὴ τῷ μέρει τῆς ἱστορίας ἀκριβῶς ἀνεβίβασα, ἐρῶ οὐδέν τι διαψευδόμενος· ἀλλ' εἴ τι μὲν οὐ λεχθήσεται, ἀποκέκρυπται, τῶν δὲ ρηθησομένων οὐδέν τι εἴη ἀμφισβητήσιμον πρὸς ἀλή θειαν.
6.47 Οὐ πάνυ τι τὴν φύσιν τῆς βασιλείας ὁ αὐτοκράτωρ οὗτος κατείληφεν, οὔθ' ὅτι λειτουργία τίς ἐστι λυσιτελὴς εἰς τὸ ὑπήκοον, οὔθ' ὅτι ἐγρηγορυίας δεῖται ἀεὶ ψυχῆς πρὸς τὴν βελτίονα τῶν πραγμάτων διοίκησιν, ἀλλὰ κόπων ἀνάπαυσιν καὶ ἐφετοῦ ἀποπλήρωσιν καὶ συντονίας ἀνάπαυσιν τὴν ἀρχὴν ἡγησάμενος, καὶ ὥσπερ ἐπὶ τούτῳ καταπλεύσας ἵνα μηκέτι τὰ τῆς κυβερνήσεως ἐνεργοίη, ἀλλ' ἀπολαύοι τῶν ἡσυχίας καλῶν, τὸ μὲν ὅσον ἐπὶ τὴν τοῦ δημοσίου ὁρᾷ ἐπιμέλειαν, τό τε τοῦ δικάζειν ἀξίωμα καὶ τὸ τῶν καταλόγων ἐπιμελεῖσθαι, ἑτέροις φέρων ἀνέθετο, βραχεῖάν τινα τούτων μερίδα ἀποτεμόμενος ἑαυτῷ· τὸν δὲ φιλήδονον καὶ ἀπολαυστικὸν βίον ὥσπερ τινὰ οἰκειότατον κλῆρον ἀπεμερίσατο ἑαυτῷ· ἔτυχε μὲν γὰρ καὶ τοιοῦτον ἔθος κεκληρωμένος παρὰ τῆς φύσεως, μᾶλλόν γε μὴν τοῦτο ἐπέτεινεν, ἀποχρῶσαν ὕλην πρὸς τοῦτο τὴν ἡγεμονίαν λαχών.
6.48 Ὥσπερ δὲ ἐρρωμένον ζῷον καὶ τοῖς πᾶσιν ἰσχυρῶς ἔχον οὐκ ἀθρόον ἀλλοιοῦσιν αἱ τῶν μελλόντων παθημάτων ἀρχαὶ, οὕτω δὴ καὶ τούτῳ, οὐ πάνυ τι δυσθανα τούσης τῆς βασιλείας, ἀλλ' ἔτι πνεῦμα καὶ τόνον ἐχούσης, βραχύ τι τὸ κατολιγωρεῖν διεφαίνετο, ἕως ἂν κατὰ βραχὺ τὸ κακὸν αὐξηθὲν καὶ κορυφωθὲν τὸ πᾶν ἀνέτρεψε καὶ συνέχεεν· ἀλλ' οὔπω τοῦτο· καὶ ὁ βασιλεὺς φροντίδων μὲν ὀλίγων μεταλαγχάνων, πλειόνων δ' ἐρασμίων τε καὶ ἀπολαύ σεων, πολλὰ δὴ νοσοποιὰ αἴτια τῷ τότε ὑγιεῖ τῆς βασιλείας προκατεβάλλετο σώματι.
6.49 Γεγόνασι δὲ τούτῳ μερὶς οὐ μετρία πρὸς τὴν τοιαύτην ἀμετρίαν τὰ ρᾴθυμα τῶν βασιλίδων ἤθη, καὶ τὸ κατ' ἐκείνας ἐθέλειν εἰς τρυφὰς ἀνεῖσθαι καὶ γέλωτας· τὴν γοῦν κοινωνίαν τῶν ἀπολαύσεων θεραπείαν ἐκεῖνος ὠνόμαζε, καὶ ἐβούλετο μὲν οὐδὲν ἐκείναις ἐναντιώσασθαι, ἀλλὰ πᾶσαν ταύταις εἰσάγειν γλυκυθυμίαν, ἀφορμῆς δέ τινος προηγησαμένης, προσκεκρούκει ταύταις εὐθὺς, εἰ μὴ καὶ οὕτω τῇ ὁμευνέτιδι ἔδοξεν, εἴτε ἀποκρυψαμένῃ τὸ ζηλότυπον, εἴτε διὰ τὴν ἡλικίαν τοῦτο ἀφαιρεθείσῃ.
6.50τ Πῶς καὶ τίνι τρόπῳ ἡ σεβαστὴ Σκλήραινα εἰσήχθη εἰς τὴν βασιλεύουσαν. Ἐγεγόνει γὰρ τοιοῦτον· τῆς δευτέρας τετελευτη κυίας τῷ βασιλεῖ γαμετῆς ἣν ἐκ τοῦ τῶν Σκληρῶν ἐπιφανεστάτου γένους ἠγάγετο, εἰς τρίτους μὲν ἀποκλῖναι γάμους οὕτως ἰδιωτεύων ἔτι ᾐσχύνετο, ἅτε μηδὲ τοῖς Ρωμαίων νόμοις δοκοῦν, χείρονι δὲ πράγματι, τῷ συγκεχωρημένῳ εἰ λαθεῖν τις αἱροῖτο, ἠλλάξατο· τὴν γάρ τοι τῆς μετηλλαχυίας ἀνεψιὰν, ὡραίαν τε οὖσαν καὶ τἄλλα σώφρονα, εἰς παρανομωτάτην ἑαυτῷ μετῆξε συμβίωσιν, ἢ δώροις πείσας, ἢ λόγοις θέλξας ἐρωτικοῖς, ἤ τισιν ἑτέραις δυνάμεσι πρὸς τοῦτο χρησάμενος.
6.51 Εἰς τοσοῦτον δὲ ἔρωτος ἀλλήλοις ἀνεκεράσθησαν, ὡς μηδένα θατέρου μέρους ἐστερῆσθαι βούλεσθαι, μηδὲ ἐν οἷς κακοδαιμονεῖν ἐδόκουν καιροῖς· καὶ ὑπερορίῳ γὰρ γεγονότι τῷδε τῷ βασιλεῖ, ὡς ὁ λόγος φθάσας ἱστόρησε, συμπαρῆν ἡ γυνὴ, τά τε ἄλλα ὑπερθεραπεύουσα καὶ τὰ ἑαυτῆς προτιθεῖσα ἐκείνῳ, καὶ πάντα τρόπον παραμυθουμένη τοῦτον καὶ τῆς συμφορᾶς τὸ πλεῖστον ἀποφορτίζουσα· ὑπέθαλπον γὰρ κἀκείνην ἐλπίδες ἡγεμονίας, καὶ τοῦ συμβασιλεύειν ὕστερον τῷ ἀνδρὶ τἄλλα ἐτίθετο δεύτερα· τηνικαῦτα γὰρ ᾤετο καὶ τὸν γάμον αὐτοῖς ἐπιτελῆ ἔσεσθαι καὶ τἄλλα γενήσεσθαι ὁπόσα βούλοιντο, τυραννήσαντος τοὺς νόμους τοῦ βασιλείου σκοποῦ. Ἐπεὶ δὲ θάτερον μὲν ἐγεγόνει τῶν ἠλπισμένων, φημὶ δὲ τὸ βασιλεῦσαι τὸν Κωνσταντῖνον, θάτερον δὲ οὐκ ἔδωκεν ὁ καιρὸς, ἀλλ' ἡ βασιλὶς Ζωὴ τὴν ἐξουσίαν πᾶσαν συνείληφεν, ἡ μὲν παντάπασιν ἀπεγνώκει οὐ τὰς χρηστοτέρας μόνον ἐλπίδας, ἀλλὰ δὴ καὶ τὴν σωτηρίαν, ἐδείμαινε γὰρ τὴν βασιλίδα καὶ βαρυμηνιεῖν ἐπ' αὐτῇ ᾤετο.
6.52 Ἀλλ' ὅ γε αὐτοκράτωρ οὐδ' ἐν αὐτῇ τῇ πρὸς τὴν βασιλείαν εἰσόδῳ τῆς γυναικὸς ἐπιλέληστο, ἀλλὰ τοῖς μὲν αἰσθητοῖς ὄμμασι τὴν βασιλίδα τεθέαται, τὴν δὲ ἐκείνης μορφὴν τοῖς ἀπὸ τῆς ψυχῆς συνήθρει καὶ συνελάμβανε, καὶ τὴν μὲν ἠγκάλιστο, τὴν δὲ ἐγκόλπιον εἶχεν ἐν τῇ ψυχῇ. Καὶ οὔτε τὸν καιρὸν δείσας, οὔτε τὸ τῆς βασιλίδος ζηλότυπον, οὔτε τινὸς παραινέσεως ἐντρεπόμενος, ἀλλὰ πᾶσαν συμβουλὴν ἐν δευτέροις τιθέμενος τοῦ βουλεύματος, τῆς ἀδελφῆς μάλιστα Εὐπρεπίας, συνετωτάτης τῶν καθ' ἡμᾶς γυναικῶν, ἀντιπραττούσης αὐτῷ καὶ τὰ συνοίσοντα βουλευομένης, πάντων οὖν κατολιγωρήσας, εὐθὺς ἐκ πρώτης συνοδίας τῇ βασιλίδι περὶ τῆς γυναικὸς διαλέγεται, οὐχ ὡς περὶ γαμετῆς, οὐδ' ἄλλως παλλακευθησομένης αὐτῷ, ἀλλ' ὡς χρησαμένης πολλαῖς μὲν ταῖς ἐκ τοῦ γένους συμφοραῖς, πολλαῖς δὲ ταῖς ἐφ' ἑαυτοῦ, καὶ ἠξίου ἀνακλήσεώς τε ταύτην ἀξιοῦσθαι καὶ τῶν μετρίων τυχεῖν.
6.53 Πείθεται γοῦν αὐτίκα ἡ βασιλίς· οὐκ ἔτι γὰρ αὐτῇ ἐτρέφετο τὸ ζηλότυπον, πολλοῖς ἤδη καταπονηθείσῃ κακοῖς, καὶ δὴ καὶ τὴν ἀπὸ τοῦ χρόνου ἡλικίαν ἐχούσῃ οὐκ ἔτι τὰ τοιαῦτα πάθη προσδεχομένην. Ἡ μὲν οὖν προσεδόκα τὰ δεινότατα πείσεσθαι· ἀθρόον δὲ οἱ μετακαλέσοντες ταύτην εἰς τὸ Βυζάντιον μετὰ βασιλικῆς δορυφορίας ἐφίστανται, γράμματα ταύτῃ διδόντες τὰ μὲν ἐκ τοῦ αὐτοκράτορος, τὰ δ' ἐξ αὐτῆς τῆς βασιλίδος, εὐμενῆ τε αὐτῇ ψυχὴν ὑπισχνούμενα καὶ παραθαρρύνοντα πρὸς τὴν εἴσοδον. Καὶ οὕτως ἥδε πρὸς τὴν βασιλίδα τῶν πόλεων ἀφικνεῖται.
6.54 Τὰ μὲν οὖν πρῶτα εὐτελεστέρας ἀξιοῦται καταγωγῆς, καὶ δορυφορίας οὐ πάνυ λαμπρᾶς. Ἵνα δὲ πρόφασις εἴη τῷ βασιλεῖ ἐκεῖσε φοιτᾶν, οἶκον ἑαυτοῦ πεποίηται τὴν σκηνὴν, καὶ ἵνα δὴ μεγαλοπρεπὴς γένοιτο καὶ πρὸς βασιλικὴν ὑποδοχὴν ἐπιτήδειος, θεμελίους τε ἔξωθεν μείζονας καταβάλλεται καὶ πρὸς λαμπροτέρας ἑτοιμάζει τοῦτον οἰκοδομίας.
6.55 Προσεποιεῖτο γοῦν ἑκάστοτε ὅ τι δήποτε τῶν οἰκοδομουμένων, καὶ τοῦ μηνὸς πολλάκις ἀπῄει, πρόφασιν μὲν ὀψόμενός τι τῶν γιγνομένων, τὸ δ' ἀληθὲς τῇ γυναικὶ συνεσόμενος. Ἐπεὶ δὲ καί [τινες] τῶν ἐκ τῆς ἑτέρας μερίδος τούτῳ παρείποντο, αὐτοῖς, ἵνα μὴ περιεργότεροι εἶεν, τράπεζάν τε ἐτίθει πολυτελῆ ἔξωθεν καὶ συμποσιάζειν ἠξίου, καὶ ὅ τι δήποτε πρότερον ἀξιούμενον τούτοις ἦν, τηνικαῦτα τέλος ἐλάμβανεν· καὶ οὗτοι τὸν σκοπὸν τῶν τελουμένων ἐπιστάμενοι, οὐ μᾶλλόν τι περὶ τῇ δεσπότιδι ἐδυσχέραινον ἢ περὶ ἑαυτοῖς ἠγαλλίων ἐπιτυγχάνουσιν ὧν ἐσπούδαζον· καὶ ὁπηνίκα γνοῖεν σφαδάζοντα μὲν ἐκεῖσε ἀπιέναι τὸν αὐτοκράτορα, ἀποκνοῦντα δὲ τὴν πρόοδον καὶ δὴ αἰσχυνόμενον τὰ πολλὰ, ἄλλος ἄλλο τι πλαττόμενοι ἐξωμάλιζον τούτῳ τὴν πρὸς τὴν ἐρωμένην ὁδὸν, καὶ τούτῳ τῷ τρόπῳ μάλιστα ἑαυτοῖς ᾠκειοῦντο τὸν βασιλέα.
6.56 Τὰ μὲν οὖν πρῶτα οὕτως τὰ πρὸς τὴν γυναῖκα ἐπλάττετο, καὶ ἦν τέως οὐκ ἀνερυθρίαστος ὁ ἔρως αὐτῷ· κατὰ βραχὺ δὲ προϊὼν ἀφαιρεῖται τὴν αἰδῶ καὶ τὸ διεσχηματισμένον ἀνακαλύπτει, καὶ τὴν σκηνὴν καταστρέψας, εἰς ὕπαιθρον αὐτῇ, ὁσάκις βούλοιτο, παρεγίγνετό τε καὶ συνεγίγνετο· καὶ ἵνα δὴ πάντα τὸν περὶ ταύτης προλάβω λόγον, τῶν ἀπίστων ἐδόκει τὸ πρᾶγμα ὁρώμενόν τε καὶ ἀκουόμενον· οὐκ ἔτι γὰρ αὐτῇ ὡς παλλακῇ προσεφοίτα, ἀλλ' ὡς καθαρῶς ὁμευνέτιδι.
6.57 Ἐξήντλει δὲ αὐτῇ τῶν βασιλικῶν θησαυρῶν ὁπόσα καὶ βούλοιτο· πίθον οὖν χαλκὸν ἐν τοῖς βασιλείοις ἐφευρηκὼς, ἔξωθεν καταπεποικιλμένον τύποις δή τισι καὶ γλύμμασι, τοῦτον χρημάτων πεπληρωκὼς δῶρον ἀποστέλλει τῇ γυναικί· ἐποίει δὲ ταῦτα οὐκ ἐκ διαστημάτων μακρῶν, ἀλλὰ συνεχῶς ἄλλα ἐπ' ἄλλοις τῇ ἐρωμένῃ ἀπεκομίζοντο.
6.58τ Περὶ τοῦ πῶς ἀνήχθη ἡ σεβαστὴ ἐπὶ τὰ βασίλεια. Τέως μὲν οὖν ἡμιφανῶς ἡ ἐρωτικὴ αὕτη ὁμιλία ἐπράττετο· ἐπεὶ δὲ προϊὼν ὁ χρόνος τὸ κεκρυμμένον κατὰ βραχὺ ἀνεκάλυπτε, δημοσιεύει εἰς προὖπτον τὸν ἔρωτα, καὶ ποικιλώτερον ὁμιλήσας τῇ βασιλίδι, τὴν μετ' αὐτῆς αἱρεῖσθαι πείθει συμβίωσιν· καὶ ἐπεὶ κατανεύσασαν ἔσχεν, οὐ μέχρι τούτου τὸ τῆς ψυχῆς ἱστᾷ βούλημα, ἀλλὰ καὶ συγγραφὰς φιλίας ποιεῖται, καὶ σκηνὴν ἐπὶ τούτῳ βασιλικὴν διατίθεται· καὶ οἱ μὲν προὐκάθηντο, ἡ δὲ σύγκλητος ἐπὶ τῷ καινῷ εἰσῄεσαν γράμματι, ἐρυθριῶντες μὲν καὶ τὰ πολλὰ ὑποτονθορύζοντες, ἐπαινοῦντες δὲ ὅμως τὴν συγγραφὴν ὡς ἐξ οὐρανίων καταχθεῖσαν δέλτον, κρατῆρά τε φιλίας ταύτην κατονομάζοντες καὶ τἄλλα τῶν ἡδίστων ὀνομάτων ὁπόσα δὴ κολακεύειν ἢ ἐξαπατᾶν εἴωθεν ἐλαφρὰν καὶ κούφην ψυχήν.
6.59 Ἐπεὶ δὲ ἡ σπονδὴ ἐγεγόνει καὶ ἀπετελέσθη τὰ ὅρκια, ἐντὸς τῶν βασιλικῶν ἀδύτων ἡ τέως ἐρωμένη εἰσάγεται, οὐ τοῦτο μετὰ ταῦτα καλουμένη τὸ ὄνομα, ἀλλὰ δεσπότις καὶ βασιλὶς ἄντικρυς, καὶ τό γε θαυμασιώτατον, ὅτι οἱ μὲν πλείους πεπληγότες ἐτύγχανον τὰς ψυχὰς ἐφ' οἷς ἡ βασιλὶς ἐξαπατηθεῖσα παρῶπτό τε καὶ καταπεφρόνητο, ἡ δὲ οὐδέν τι μᾶλλον ἠλλοίωτο, ἢ μειδιῶσα πᾶσι καθωρᾶτο καὶ ἐπαγαλλομένη τῷ πράγματι· κατεφίλησε γοῦν πολλάκις προσφῦσα τὴν συμμερῖτιν τοῦ κράτους, καὶ ἄμφω δὴ παρεγενέσθην τῷ βασιλεῖ καὶ περὶ τῶν αὐτῶν διελεγέσθην πραγμάτων. Ὁ δὲ νῦν μὲν ἐπίσης ἀμφοῖν ἐζυγοστάτει τοὺς λόγους, ἔστι δ' οὗ τὸ πλέον τῇ δευτέρᾳ βασιλίδι ἀπένεμε.
6.60 Τὸ μὲν οὖν εἶδος αὐτῇ οὐ πάνυ θαυμάσιον, ἀλλ' οὐδὲ πρόχειρον εἰς κακήγορον γλῶτταν καὶ λοίδορον, τὸ δέ γε ἦθος καὶ τὸ τῆς ψυχῆς φρόνημα, τὸ μὲν καὶ θέλξαι λίθους δυνάμενον, τὸ δὲ πρὸς πᾶσαν ἐπιβολὴν πραγμάτων ἀξιολογώτατον, τὸ δὲ φθέγμα οἷον οὐκ ἄλλο· λεπτὸν γὰρ αὐτῇ τοῦτο καὶ διηνθισμένον καὶ σοφιστικὴν ἀρετὴν ἔχον ἐν τοῖς ρυθμοῖς· ἐπέτρεχε δέ τις τῇ γλώττῃ καὶ γλυκεῖα λέξις αὐτόματος, διηγουμένην δὲ ἀδιήγητοι χάριτες περιέθεον. Ἐμὲ γοῦν ᾕρει ἐπανερωτῶσα πολλάκις μύθους ἑλληνικοὺς, καὶ αὐτὴ προστιθεῖσα εἴ τινος τῶν ἀκριβούντων περὶ ταῦτα ἀκήκοεν· εὐήκοος δὲ εἰ καί τις ἄλλη γυναικῶν ἐγεγόνει (τοῦτο δὲ, οἶμαι, αὐτῇ οὐ παρὰ τῆς φύσεως προσεκτήθη, ἀλλ' ἐπειδὴ πάσας ᾔδει γλώσσας ἐπ' αὐτὴν φερομένας), καὶ τὸ ὑπ' ὀδόντα τινὰ γρῦξαι λαλιὰν ἐκείνη ἐποίει, καὶ εἴκαζε τὸ τονθορυζόμενον εἰς τὸ ἔργον τῆς ὑπολήψεως.
6.61 Ἀμέλει τοι συνειλεγμένων ποτὲ τῶν ὑπογραμματευομένων ἡμῶν, πομπὴν αἱ περὶ τὴν βασιλίδα ἐποιοῦντο· προῄεσαν δὲ αὐτή τε καὶ ἡ ἀδελφὴ Θεοδώρα, καὶ μετ' ἐκείνην ἡ σεβαστή (τούτῳ γὰρ αὐτὴν τῷ καινῷ ἀξιώματι αἱ βασιλίδες, δόξαν οὕτω τῷ αὐτοκράτορι, τετιμήκεσαν)· ὡς δ' οὖν προῄεσαν, ἦγε δὲ αὐτὰς ἡ πομπὴ ἐπὶ θέατρον, καὶ τότε ταύτην οἱ πολλοὶ πρώτως ἐθεάσαντο συμπαριοῦσαν ταῖς βασιλίσι, τῶν τις περὶ τὴν κολακείαν πολὺς τοῦτο δὴ τὸ ποιητικὸν ἠρέμα πως ἀπεφθέγξατο, τὸ· «Οὐ νέμεσις», περαιτέρω μὴ συντείνας τὸ ἔπος· ἡ δὲ τότε μὲν οὐδὲν πρὸς τὸν λόγον ἐπεσημήνατο, ἐπεὶ δὲ ἡ πομπὴ ἐτελέσθη, διέκρινέ τε τὸν εἰρηκότα, καὶ τὸν λόγον ἀνέκρινε, μηδὲν ὑποσολοικίσασα τὴν φωνὴν, ἀλλ' ὀρθοεπήσασα τὸ ὄνομα ἀκριβῶς· ὡς δ' ὁ εἰρηκὼς τὴν ἱστορίαν τῷ ἀκριβοῦντι κατέλεξε, καὶ οἱ πολλοὶ ἅμα τῷ λόγῳ πρὸς τὴν ἑρμηνείαν κατένευσαν, φρονήματος αὐτίκα ἐκείνη πλησθεῖσα, ἀμείβεται τοῦ ἐγκωμίου τὸν ἐπαινέτην οὐκ ὀλίγοις τισὶν, οὐδὲ φαύλοις, ἀλλ' οἷς ἐκείνη κεχρῆσθαι καὶ ἀμείβεσθαι εἴωθεν. Καὶ ἵνα γε αὐτῇ οἵ τε ἄλλοι καὶ αἱ βασιλίδες συμπνέωσι μάλιστα, τὸ ἑκάστῳ ἢ ἑκάστῃ οἰκεῖον ἐδίδου παρέχειν ὁ αὐτοκράτωρ.
6.62 Ἐπεὶ δὲ τῶν δυοῖν ἀδελφῶν, ἡ μὲν χρυσίου πολλοῦ ἥττητο, οὐχ ἵνα ἔχοι ἢ θησαυρίζοι, ἀλλ' ἵνα εἰς ἄλλους μετοχετεύοι τὸ ρεῦμα, καὶ τούτων δὴ τῶν ἰνδικωτάτων ἀρωμάτων τῶν τε ἄλλων καὶ μάλιστα τῶν ἔτι τὴν φυσικὴν λιβάδα μὴ ἀπολιπόντων ξύλων, ἐλαῶν τέ τινων σμικροτάτων καὶ δαφνείων καρπῶν λευκοτάτων, ἡ δ' ἑτέρα καὶ νεωτέρα δαρεικῶν ὁσημέραι μυρίων, ὧν δὴ καὶ θήκας χαλκὰς ἐπεποίητο, ἑκάστῃ τούτων κατάλληλος ἔδοξε τὰ ἐρασμιώτερα διανέμουσα. Ἡ μὲν γὰρ πρώτη βασιλὶς τὸ ζηλότυπον ἤδη διὰ τὴν τῆς ἡλικίας παρακμὴν καταλύσασα, οὐκ ἔτι πρὸς αὐτὴν ἐμηνία, οὐδὲ δυσόργως εἶχε τὸ πάθος τῆς βασκανίας, ὑποσυληθεῖσα τῷ χρόνῳ· καὶ ἡ ἀδελφὴ δὲ, ἀπολαύουσα ὧν ἐβούλετο, τῆς ἀδελφῆς ἐφρόντιζεν ἔλαττον.
6.63 Ἔνθεν τοι ἃ πολλοῖς ἱδρῶσι καὶ πόνοις ὁ βασιλεὺς Βασίλειος ἐν τοῖς βασιλείοις ἀπεθησαύρισε, ταῦτα εἰς ἱλαρὰν ἐκείναις προέκειτο παιδιάν· ἄλλα γὰρ ἐπ' ἄλλοις ἠμείβετό τε καὶ ἀντεδίδοτο, τὰ δὲ καὶ εἰς ἑτέρους μετωχετεύετο, καὶ ὀλίγου χρόνου ἀνηλώθη πάντα καὶ διεφθάρη· ἀλλ' οὔπω νῦν ὁ λόγος εἰς τοῦτο κατέληξε, συμπληρούτω δὲ τὴν ὑπόθεσιν. Διανειμάμενοι δὲ τὰς οἰκήσεις, ὁ μὲν βασιλεὺς τὸ μέσον ἔλαχε τῶν τριῶν, αἱ δὲ πέριξ ἐσκήνουν, τὸ δὲ ἄδυτον εἶχεν ἡ σεβαστή· καὶ ἡ βασιλὶς οὐκ ἄλλως προσεφοίτα τῷ αὐτοκράτορι, εἰ μὴ μεμαθήκοι πρότερον ὡς ἐφ' ἑαυτοῦ σκηνοῖτο καὶ πόρρω που καθῆστο τῆς ἐρωμένης, εἰ δ' οὒ, τὸ ἑαυτῆς ἔπραττε· τί ποτε τοῦτο;
6.64 Ἐκείνη γυναικείων μὲν παντάπασιν ἔργων ἀπείχετο, οὔτε γὰρ ἀτράκτῳ ποτὲ τὰς χεῖρας ἠσχόλησεν, οὔτε ἱστουργεῖν ἐπεβάλλετο, οὔτε ἄλλου τινὸς ἐπεβάλλετο· κατωλιγώρει δὲ καὶ βασιλείων καλλωπισμῶν, εἰ μὲν καὶ ἐν ὥρᾳ τῆς ἀκμῆς οὐκ οἶδα, παρηκμακυῖα δ' οὖν τὸ φιλότιμον ἅπαν κατέλυσεν· περὶ τοῦτο δὲ μόνον ἐπόνει καὶ τὴν πᾶσαν πραγματείαν συνέτεινεν, τὰς τῶν ἀρωμάτων φύσεις μεταβάλλειν, καὶ μυρεψεῖν, τὰ δὲ πλάττειν τε καὶ τυποῦν, τὰ δ' ἄλλως ἐργάζεσθαι, καὶ ὁ ἀποτετμημένος αὐτῇ οἶκος εἰς εὐνὴν οὐδέν τι σεμνότερος ἦν τῶν ἐπὶ τῆς ἀγορᾶς ἐργαστηρίων, ἐφ' ὧν αἱ βάναυσοι τῶν τεχνῶν καὶ ἐμπύριοι τὴν ξυντέλειαν ἔχουσι· πυρὰ γοῦν πολλὰ πέριξ τοῦ δωματίου αὐτῆς ὑπανήπτετο, καὶ τῶν ἀμφιπόλων ἑκάστη ἡ μὲν τὰ μεγέθη τῶν ἀρωμάτων διῄρει, ἡ δὲ ταῦτα συνέπλαττεν, ἡ δ' ἄλλο τι τοιοῦτον εἰργάζετο· τοῦ μὲν οὖν χειμῶνος ἐδόκει τι πρὸς ἐκείνης εἶναι τὰ ὑπουργούμενα, καὶ τὸ πολὺ πῦρ τὸν ψυχρὸν ἐκείνῃ ἀέρα διήμειβε, θερείας δὲ οὔσης τῆς ὥρας, τοῖς μὲν ἄλλοις βαρύ τι καὶ ἀγχοῦ παριέναι ἐκεῖσε ἐδόκει, ἡ δὲ ὥσπερ ἀναισθήτως τοῦ καύματος ἔχουσα ὑπὸ πολλοῖς ἐδορυφορεῖτο πυρσοῖς· ἀλλόκοτος γὰρ αὐτῇ τε καὶ τῇ ἀδελφῇ ἡ φύσις ἐδόκει· ὀλιγώρως εἶχον καὶ εὐπνουστέρου ἀέρος, καὶ οἰκήματος λαμπροτέρου, καὶ λειμώνων, καὶ παραδείσων, καὶ οὐδὲν αὐτὰς τῶν τοιούτων ἔθελγεν, εἰ δὲ ἔνδον εἶεν τῶν ἀποτετμημένων αὐταῖς οἰκημάτων, καὶ ἡ μὲν τὸ χρυσοῦν ρεῦμα ἐπισφραγίζοι, ἡ δὲ τὴν ὁδὸν διακαθαίροι τῷ ρεύματι, τοῦτο αὐταῖς ἀντὶ πάσης ἀπολαύσεως ἦν.
6.65 Τὰ μὲν οὖν ἄλλα τῆς πρώτης βασιλίδος (λεγέσθω γάρ τι πλέον περὶ αὐτῆς, ἕως ἂν τῇ σεβαστῇ αὐτοκράτωρ συναναπαύηται), οὐ λίαν ἐπαινεῖν ἔχων, ἓν τοῦτο θαυμάζων διατελῶ, ὅτι δὴ φιλοθεΐᾳ πάσας μὲν γυναῖκας, πᾶσαν δὲ φύσιν ὑπερεβάλλετο ἄρρενα· ὥσπερ γὰρ οἱ ἀνακραθέντες διὰ θεωρίας Θεῷ, μᾶλλον δὲ οἱ καὶ ὑπὲρ τοῦτο γεγονότες καὶ ἀκριβῶς ἐνθεάσαντες, τοῦ τελείου μόνον ἐφετοῦ ἔχονται, κἀκεῖθεν ᾐώρηνται, οὕτω δὴ καὶ ταύτην τὸ περὶ τὸ θεῖον θερμότατον σέβας τῷ πρώτῳ καὶ ἀκραιφνεστάτῳ φωτὶ ἀκριβῶς, ἵν' οὕτως εἴπω, συνεκέρασεν· οὐδὲν γὰρ ὅτι μὴ τὸ τοῦ Θεοῦ ὄνομα διὰ παντὸς ἐπὶ γλώττης ἐκείνῃ.
6.66τ Περὶ τοῦ Ἀντιφωνητοῦ. Ἀμέλει τοι καὶ τὸν ἐκείνης, ἵν' οὕτως εἴποιμι, Ἰησοῦν διαμορφώσασα ἀκριβέστερον, καὶ λαμπροτέρᾳ ὕλῃ ποικίλασα, μικροῦ δεῖν ἔμπνουν εἰργάσατο τὸ εἰκόνισμα· ἐπεσημαίνετο γὰρ τοῖς χρώμασι τὰ αἰτούμενα, καὶ ἐδήλου τὰ μέλλοντα ἡ χροιά· πολλὰ γοῦν ἐκείνη ἐντεῦθεν τῶν ἐσομένων κατεμαντεύετο· εἴ τε γοῦν τι θυμῆρες προσεγεγόνει αὐτῇ, εἴ τε δυσχερές τι προσεπεπτώκει, εὐθὺς ἀφικνεῖτο πρὸς τὴν εἰκόνα, τὰ μὲν ἀνθομολογουμένη, τὰ δὲ ἐξιλεουμένη. Ἐγὼ γοῦν ἐθεασάμην αὐτὴν πολλάκις ἐπὶ δυσχερεστέρων καιρῶν, νῦν μὲν τὴν θείαν ἀγκαλιζομένην εἰκόνα καὶ καταθεωροῦσαν ταύτην, καὶ ὡς ἐμψύχῳ διαλεγομένην καὶ [τὰ] κάλλιστα τῶν ὀνομάτων συνείρουσαν, νῦν δὲ ἐπ' ἐδάφους κειμένην καὶ δάκρυσι μὲν τὴν γῆν πιαίνουσαν, τυπετοῖς δὲ τὰ στέρνα διασπαράττουσαν· καὶ ἢν μὲν ὠχρια κότα ἴδοι, ἀπῄει στυγνάζουσα, εἰ δὲ πυρράζοντα καὶ φανοτάτῃ αἴγλῃ καταλαμπόμενον, διήγγελλέ τε αὐτίκα τῷ βασιλεῖ τὸ πρᾶγμα καὶ προκατήγγειλε τὸ ἐσόμενον.
6.67 Οἶδα μὲν ἀναγνοὺς λόγους ἑλληνικοὺς, ὡς ὁ ἀναπεμπόμενος εἰς ἀέρα τῶν ἀρωμάτων ἀτμὸς ἀπελαύνει μὲν τὰ πονηρὰ πνεύματα, ἐπεισκρίνει δὲ ταῖς ὑποκειμέναις ὕλαις τὰς τῶν κρειττόνων παρουσίας, ὅπερ δὴ ἐπ' ἄλλοις καὶ λίθοι καὶ πόαι καὶ τελεταὶ τὰς θεοφανίας ἐνδείκνυνται· οὔτε δὲ πρῶτον ἀναγνοὺς προσηκάμην τὸν λόγον, καὶ μετὰ ταῦτα οὐκ ἔργοις πιστεύσας, ἀλλὰ βαλὼν λίθοις ἀπήλασα· ἐκείνη δὲ οὔτε ἑλληνικώτερον, οὔτ' ἄλλως περιεργότερον τὴν περὶ τὸ θεῖον ἐποίει τιμὴν, ἀλλὰ τὸν τῆς ψυχῆς πόθον ἐπιδεικνυμένη, καὶ καθοσιοῦσα Θεῷ τῶν παρ' ἡμῖν δοκούντων ἀγαθῶν τὰ τιμιώτερα καὶ σεμνότερα.
6.68 Ἐς τοσοῦτον γοῦν τῇ βασιλίδι ἀγαγόντες τὸν λόγον, ἐπανακαλέσωμεν αὖθις εἰς τὴν σεβαστὴν καὶ τὸν αὐτοκράτορα, καὶ, εἰ δοκεῖ, διεγείρωμέν τε καὶ διέλωμεν, καὶ τὸν μὲν ἐς τὸν μέλλοντα λόγον ταμιευσώμεθα, τῇ δὲ διὰ τοῦ παρόντος συνέλωμεν τὴν ζωήν.
6.69τ Περὶ τῆς τελευτῆς τῆς σεβαστῆς. Ὁ μὲν γὰρ αὐτοκράτωρ ἴσως, καὶ λόγος περὶ τούτου διέρρει πολὺς, μέλλουσαν αὐτῇ βασιλείαν προεμνηστεύετο, οὐκ οἶδ' ὅπως γενησομένην, ἀλλ' ὅμως ἐτρύφα τοῖς λογισμοῖς· τὸ δὲ ἐκείνῳ τε τὰς ἐνθυμήσεις κἀκείνῃ τὰς ἐλπίδας διέτεμε, καὶ νόσος ἀθρόον αἱρεῖ πρὸς πᾶσαν παρασκευὴν καὶ τέχνην ἀντίθετος· πρὸς γὰρ πᾶσαν παραγωγὴν θεραπείας ἀνένδοτος ἦν, ἀλγεινῶς τε εἶχε τοῦ θώρακος, καὶ τὸ ἆσθμα ἐνόσει δεινῶς, καὶ προαναρπάζεται τῶν ἐλπίδων ἡ τέως φαντασθεῖσα τὰ μείζονα.
6.70 Ὁπόσα μὲν οὖν ἐπὶ τῷ ἐκείνης θανάτῳ ἐπεποιήκει ὁ αὐτοκράτωρ, τούς τε θρήνους οὓς ἀπωδύρατο καὶ τὰς πράξεις ἃς κατεπράξατο, ὅσα τε τῷ πάθει νικώμενος μειρακιωδῶς ἀνωλοφύρατο, παρέλκον ἂν εἴη εἰς τὴν τῆς ἱστορίας καταλέγειν ὑφήν· τὸ γὰρ ἐφ' ἑκάστῳ τῶν πραττομένων ἢ λεγομένων σμικρολογεῖσθαι καὶ οἷον λεπτολογεῖν, οὐχ ἱστορούντων ἐστὶν ἀλλ' ἢ καταιτιωμένων εἰ φαῦλα τὰ σμικρολογούμενα εἴη, ἢ ἐγκωμιαζόντων εἰ τόπους ἐγκωμίων ἐπέχοιεν· εἰ δ' αὐτὸς ἐνιαχοῦ τοιούτοις ἐχρησάμην οἷς ἀποτρέπομαι μὴ κεχρῆσθαι τοὺς ἱστοροῦντας, θαυμάζειν οὐ χρή· ὁ γὰρ τῆς ἱστορίας λόγος οὐχ οὕτως ὥρισται, ὡς ἀπεξέσθαι πέριξ παντάπασιν, ἀλλ' ὅπη παρείκοι καὶ διεκδρομάς τινας ἔχειν καὶ παρεκβάσεις· δεῖ δὲ τὸν ἱστοροῦντα ταχὺ αὖθις ἐπανακαλεῖν [τὸ] διαδραμὸν μέρος, καὶ τοῖς μὲν ἄλλοις ἐν παρέργοις χρᾶσθαι, πάντα δὲ πρὸς τὴν ὑπόθεσιν συμπεραίνειν.
6.71 Τὰ μὲν οὖν ἄλλα ἐάσειν μοι δοκῶ, τὸ δέ γε κεφάλαιον τῶν ἐκείνου παθῶν, ἣν δὴ πραγματείαν ἐπὶ τῷ ἐκείνης τάφῳ πεποίηται, νῦν μὲν ἀναβάλλομαι, ποιήσομαι δὲ ἐν καιρῷ, προϊστορήσας ὁπόσα τῆς ὑποθέσεως ταύτης προ γέγονεν· ὁ γάρ τοι λόγος τοῦ περὶ τὴν σεβαστὴν ἁψάμενος πράγματος, καὶ φιλοτιμηθεὶς δι' ὅλου τὴν περὶ ταύτης ἱστορίαν ἐμφανηθῆναι, πολλὰ τῶν ἄνω ταύτης ἀξιολογουμένων παρῆκεν, ἵνα μὴ καθ' ἕκαστον τῶν πεπραγμένων μνημονεύειν ἐκείνης ἐπαναγκάζωμαι καὶ τὸ συνεχὲς διακόπτειν τῶν ὑποθέσεων· ὁ μὲν οὖν περὶ ἐκείνης λόγος εἰς αὐτὸ δὴ τὸ μέρος τῆς ἐκείνης κατέληξε λήξεως· ἐπανιῶμεν οὖν αὖθις ἐπὶ τὸν αὐτοκράτορα, ὃν δὴ καὶ ὑπόθεσιν τοῦ παρόντος μέρους τῆς ἱστορίας ποιούμεθα.
6.72 Ἐβούλετο μὲν οὖν οὗτος, ὥσπερ δὴ πολλάκις μοι εἴρηται, ἐκ πολλοῦ κλύδωνος εἰς ἀλύπους ἀκτὰς καὶ λιμένας ἀκλύστους τῆς βασιλείας καθορμισάμενος, μὴ πάλιν ἀφεῖναι πρὸς πέλαγος· τοῦτο δέ ἐστιν εἰρηνικῶς, ἀλλ' οὐ πολεμικῶς τὴν ἀρχὴν διεξάγειν, ὅπερ δὴ καὶ τῶν ἄνωθεν αὐτοκρατόρων οἱ πλεῖστοι διενοήθησαν· ἀλλ' ἐπειδὴ μὴ κατὰ τὰς ἡμεδαπὰς αἱρέσεις τὰ πράγματα ἀπαντᾶν εἴωθεν, ἀλλ' ἐφειστήκει τις ἔξωθεν κραταιοτέρα ἀρχὴ κινοῦσα τὸν βίον ὅπως ἂν ἐθέλοι, τὰ μὲν ὁμαλῶς, τὰ δὲ καὶ πρὸς ἀνω μάλους ἀνακυκλήσεις, οὐδ' ἐκείνῳ κατὰ σκοπὸν συμβεβήκει τὰ πεπραγμένα, ἀλλ' ἐπ' ἄλλοις ἄλλα διεκυμάνθησαν· νῦν μὲν γὰρ ἐμφύλιοι πόλεμοι τὴν ἀρχὴν διετάραξαν, αὖθις δὲ βαρβαρικαί τινες ἐπιδρομαὶ τὰ πλεῖστα τῶν ἡμετέρων ληϊσάμεναι, παντοδαπὰς ὠφελείας καὶ λείαν ὅσην ἐβούλοντο περιβαλλόμεναι ἀπήλασαν εἰς τὰ σφέτερα.
6.73 Τὰ μὲν οὖν ἐφεξῆς πάντα διεξιέναι, ἕκαστόν τε ἐξακριβοῦσθαι ἀφ' οἵων ἀρχῶν εἰς οἷα τέλη κατήντησε, συντάξεις τε καταλέγειν καὶ στρατοπεδείας, ἀκροβολισμούς τε καὶ ἁψιμαχίας καὶ τἄλλα ὁπόσα εἴθισται λέγειν τοῖς ἀκριβέσι τῶν συγγραφέων, ὡς μακροῦ καιροῦ καὶ λόγου δεόμενα εἰς τὸ παρὸν ἀναβάλλομαι· οὐ γάρ με τὴν συγγραφὴν, φίλτατε πάντων ἀνδρῶν, φιλοτιμοτέραν, ἀλλὰ κεφαλαιωδεστέραν ἀπῄτησας· διὰ τοῦτό σοι κἀγὼ πολλὰ τῶν ἀξίων εἰρῆσθαι παρῆκα τῇ ἱστορίᾳ, μήτε πρὸς ὀλυμπιάδα ἐτῶν ταύτην ἀναμετρήσας, μήθ' ὡς ὁ συγγραφεὺς πεποίηκεν εἰς τὰς τοῦ ἔτους ὥρας αὐτὴν διελόμενος, ἀλλ' ἁπλῶς οὑτωσὶ τὰ ἐπικαιρότατα ταύτης ὑπαγορεύσας καὶ ὁπόσα μοι ἱστοροῦντι κατὰ μνήμην συνήθροισται· ἀλλ' ὅπερ εἴρηκα, τὸ μὲν πᾶσαν πρᾶξιν λεπτολογεῖν ἀφίημι νῦν, μέσην δὲ ὁδὸν βαδίζειν προῄρημαι τῶν τε ἀρχαιολογησάντων τὰς τῆς πρεσβυτέρας Ρώμης ἡγεμονίας τε καὶ πράξεις καὶ τῶν εἰωθότων ἐν τοῖς καθ' ἡμᾶς χρόνοις χρονογραφίας συντίθεσθαι, οὔτε τὸ περιρρέον ἐκείνων ἐν τοῖς λόγοις ζηλώσας οὔτε τὸ συντετμημένον τῶν λοιπῶν μιμησάμενος, ἵνα μήτε κόρον ἔχοι τὸ σύγγραμμα μήτε παραλίποι τὰ καίρια.
6.74 Καὶ τοῦτο μὲν ἐς τοσοῦτον εἰρήσθω· ὁ δὲ λόγος τῆς ἀκολουθίας τῶν πεπραγμένων ἐχόμενος τὸν πρώτως συστάντα τῷ αὐτοκράτορι πόλεμον πρῶτον τῆς ἱστορίας τῶν ἄλλων ποιήσεται· μικρὸν δὲ καὶ τούτοι ἄνωθεν ἀναδραμοῦμαι, κεφαλὴν ὥσπερ τῷ ὑφαινομένῳ παρεχόμενος σώματι. Χαλεπὰ τὰ καλὰ, φασὶν οἱ παροιμιαζόμενοι, ἀλλὰ καὶ οὕτως ἐχόντων ἕρπει καὶ κατὰ τῶν ὀλίγων ὁ φθόνος, καὶ εἴ πού τις ἄνθη, λέγω δὴ ἐν πᾶσι τὸ πλεῖστον καιροῖς, ἢ γονίμου ἀναβλαστήσειε φύσεως, ἢ φρονήσεως ἀκριβοῦς, ἢ μεγαλοφυΐας, ἢ ψυχῆς καρτερᾶς καὶ ἀνδρείας, ἢ ἀγαθοῦ τινος ἄλλου, εὐθὺς ἐφέστηκεν ὁ τομεὺς, καὶ τοῦτο μὲν τὸ μέρος τῆς βλάστης ἐκκέκοπται, παραβλαστάνουσι δὲ τὰ ὑλώδη καὶ ἄκαρπα, καὶ ὑλομανεῖ ἐπὶ πλέον ἡ ἄκανθα· καὶ οὐ τοῦτο δεινὸν, εἴ τις ἔλαττον ἔχων τῶν θαυμασίων φύσεων, ἔπειτα τούτοις βασκαίνειν εἴωθεν. Ἀλλ' ὁρῶ τὸ πάθος καὶ βασιλέων ἁπτόμενον· οὐ γὰρ ἀρκεῖ τούτοις ἡ ταινία καὶ ἁλουργὶς, ἀλλ' ἢν μὴ τῶν σοφῶν σοφώτεροι εἶεν καὶ τῶν ἀκριβούντων δεινότεροι, καὶ ἁπλῶς εἰπεῖν ὑπερτελεῖς κορυφαὶ τῶν ἁπασῶν ἀρετῶν, ἐν δεινῷ ποιοῦνται τὸ πρᾶγμα· καὶ εἰ μὴ ὡς θεοὶ ἡμῖν ἐφεστήκοιεν, οὐκ ἂν ἄλλως ἄρχειν ἐθέλωσιν· ἐνίους δὲ αὐτὸς καθεώρακα ὡς ἐθέλουσιν ἥδιστ' ἂν ἀποθανεῖν, μὴ συμμαχούντων ἐνίων αὐτοῖς, ἢ δι' ἐκείνους κρατύνεσθαι· καὶ δέον σεμνύνεσθαι ὅτι χεὶρ αὐτοῖς βοηθὸς παρὰ Θεοῦ πέπλασται, οἱ δ' ἀπο τέμνειν ταύτην αἱροῦνται, ὅτι παρ' αὐτῆς βεβοήθηται.
6.75 Πεπροοιμίασται δέ μοι ταυτὶ τὰ πολλὰ ἀφορῶντι πρὸς τὸν ἐν τοῖς καθ' ἡμᾶς χρόνοις ἀνθήσαντα καὶ δείξαντα ὁπόσα μὲν ἡ στρατηγία δεδύνηται, οὐδὲν δὲ ἧττον καὶ στρατιωτικαῖς τόλμαις καὶ ἐμπειρίαις τὰς μὲν τῶν βαρβάρων ὁρμὰς πεδήσαντα, τοῖς δέ γε Ρωμαίοις ἐλευθερίαν ἀκίνδυνον μνηστευσάμενον.
6.76τ Περὶ τῆς τοῦ Μανιάκη ἀποστασίας. Ὁ Μανιάκης οὗτος Γεώργιος οὐκ ἀθρόον ἀπὸ τῶν σκευοφόρων εἰς τὸ στρατηγεῖν παρεληλυθὼς, οὐδὲ χθὲς μὲν τῇ σάλπιγγι χρώμενος καὶ τὴν τοῦ κήρυκος τάξιν ἀναπληρῶν, σήμερον δὲ τὴν φάλαγγα πιστευθεὶς, ἀλλ' ὥσπερ ἀπὸ σημείου ἀρξάμενος καὶ κατὰ βραχὺ προϊὼν καὶ τοὺς βαθμοὺς βραβευόμενος, ἕως δὴ πρὸς τὸ κεφάλαιον τῆς στρατηγικῆς ἀπήντησε τάξεως· ἀλλ' ὁμοῦ τι κατώρθου, καὶ στεφανηφορῶν αὖθις δεσμὰ περιέκειτο, ἐπανῄει νικηφόρος τοῖς βασιλεῦσι καὶ ᾤκει τὸ δεσμωτήριον, προεπέμπετο στρατηγήσων καὶ τῆς ὅλης ἀρξόμενος δυνάμεως καὶ ἐκ θατέρου πλευροῦ παρειστήκεισαν οἱ τῶν κορυφαίων τοῦ στρατεύματος ὑπογενειάζοντες καὶ κινοῦντες οὐχ ὅπη δέον χωρεῖν, ἀλλ' ἔνθα πρὸς τοὐναντίον ἡμῖν τε κἀκείνῳ χωρήσει τὰ πράγματα. Ἔδεσσα ἥλω, καὶ ἐν γραφαῖς ἦν, Σικελίαν αἱρήσων ἐπέμπετο, καὶ ἵνα μὴ παρ' ἐκείνου ἁλοίη, ἀτίμως αὖθις ἀνεκαλεῖτο.
6.77 Τοῦτον ἐγὼ τὸν ἄνδρα καὶ τεθέαμαι καὶ τε θαύμακα· συνενήνοχε γὰρ αὐτῷ ἡ φύσις ὁπόσα συμπρέπει τῷ στρατηγήσοντι· ἦν γὰρ τὴν ἡλικίαν εἰς δέκατον ἀνεστηκὼς πόδα, καὶ οἱ πρὸς αὐτὸν ὁρῶντες ὥσπερ εἰς κολωνὸν ἢ κορυφὴν ὄρους ἀνέβλεπον· τὸ δὲ εἶδος αὐτῷ οὐ τρυφερὸν καὶ ἐπιτερπὲς, ἀλλ' οἷον ἐοικὸς πρηστῆρι· ἐβρόντα δὲ καὶ τῷ φθέγματι, αἵ τε χεῖρες οἷαι διασεῖσαι τείχη καὶ πύλας συντρῖψαι χαλκᾶς, τὸ δὲ ὅρμημα τούτῳ ὁποῖον λέοντος, καὶ τὸ ἐπισκύνιον βλοσυρόν· καὶ τἄλλα δὲ τῷ ἀνδρὶ συνῳδὰ τούτοις καὶ σύνδρομα, καὶ ἡ φήμη πλείων τῶν ὁρωμένων, καὶ πᾶς ἐδεδίει τὸν ἄνδρα βάρβαρος, ὁ μὲν καὶ ἰδὼν καὶ θαυμάσας, ὁ δὲ τῶν ἱστορούντων ἐκεῖνον ἀκούσας καὶ ἐκπλαγείς.
6.78 Ἐπεὶ δὲ τὴν Ἰταλίαν ἀποσεσυλήμεθα καὶ τὸ σεμνότατον τῆς ἀρχῆς ἀφῃρήμεθα μέρος, πέμπει τοῦτον ὁ δεύτερος Μιχαὴλ πολεμήσοντα μὲν τοῖς ἡρπακόσιν αὐτὴν, τῷ δὲ κράτει τὸ μέρος ἐπανασώσοντα· λέγω δὲ νῦν Ἰταλίαν, οὐ τὴν ἀκτὴν ξύμπασαν, ἀλλὰ μόνον δὴ τὸ πρὸς ἡμᾶς τμῆμα τὸ κοινὸν ἰδιωσάμενον ὄνομα. Ὁ μὲν οὖν τοῖς ἐκεῖσε μέρεσι μετὰ παντὸς ἐπιστὰς τοῦ στρατεύματος, πᾶσιν ἐχρᾶτο τοῖς στρατηγήμασι, καὶ δῆλος ἦν τοὺς μὲν κατασχόντας ἀπελάσων, τὴν δὲ αὐτοῦ χεῖρα ἀντ' ἄλλου τινὸς ἐρύματος ἀντιστήσων ταῖς ἐκείνων ἐπιδρομαῖς.
6.79 Ἐπεὶ δὲ ὁ μὲν Μιχαὴλ ἐξώσθη τοῦ κράτους, εἰς δὲ τὸν αὐτοκράτορα Κωνσταντῖνον, περὶ οὗ γράφειν προῄρημαι, τὰ τῆς ἀρχῆς ἀπεῖδε πράγματα, δέον εὐθὺς πάσαις ἀποστολιμαίαις ἐκεῖνον καταγεραίρειν γραφαῖς καὶ στεφάνοις ἀναδεῖσθαι μυρίοις καὶ τἄλλα ποιεῖν ὁπόσα δὴ ἐκεῖνον θεραπεύσειν ἔμελλεν, ἀλλ' ὅ γε αὐτοκράτωρ παντάπασι τούτου κατολιγωρήσας τοῦ μέρους, ἐκείνῳ τε ὑποψίας κατέσπειρεν ἀφορμὰς, καὶ τῇ βασιλείᾳ πόρρωθεν κατεβάλλετο πράγματα· ἐπεὶ δέ ποτε καὶ εἰς μνήμην αὐτοῦ ἐλήλυ θεν ὁ ἀνὴρ, καὶ ἐν κακοῖς ἐγνωρίζετο, τυραννικά τε φρονῶν ἐγινώσκετο, οὐδ' οὕτω δεξιῶς τὰ πρὸς ἐκεῖνον μετεχειρίσατο· οὐ γὰρ προσποιεῖται τὸ τέως μελετώμενον ἀγνοεῖν, ἀλλ' ὡς πρὸς ἤδη τυραννήσαντα ἀναρρήγνυται.
6.80 Πέμπει γοῦν πρὸς αὐτὸν οὔτε τοὺς θεραπεύσοντας, οὔτε τοὺς ἄλλως ἐξομαλίσοντας καὶ πρὸς τὸ δέον μεταρρυθμίσοντας, ἀλλ', ἵν' οὕτως εἴποιμι, τοὺς ἀποκτενοῦντας, ἢ, τό γε μετριώτερον, ἐξονειδίσοντας αὐτῷ τὴν δυσμένειαν καὶ μονονοὺ μαστιγώσοντας καὶ δεσμήσοντας καὶ τῆς Πόλεως ἐξελάσοντας· καὶ ὁ κορυφαῖος τῶν πρέσβεων οὐ τῶν ἐν τοιούτοις ἐξητασμένων, οὐδὲ τῶν προλαβόντων τῷ χρόνῳ πολιτικῶν ἢ στρατιωτικῶν πραγμάτων ἐπιμέλειαν, ἀλλὰ τῶν ἐκ τριόδων ἀθρόον ἐπεισπεσόντων εἰς τὰ βασίλεια.
6.81 Καταπλεύσας γοῦν πρὸς τὸν τέως τυραννεῖν ἐπειλημμένον, στρατευμάτων ἤδη κατάρχοντα, καὶ τὴν ἐκείνου ὑποπτεύσαντα ἄφιξιν, οὔτε προδιασαφεῖ τούτῳ ὡς εἰρηνικὰ ἀπαγγέλλων ἐλήλυθεν, οὔθ' ὅλως προδιαγγέλλει ὅτι ἐλήλυθεν, ἀλλ' ὥσπερ λαθὼν τὴν ἔφοδον ἱππότης αὐτῷ ἀθρόον προσήλασε, καὶ τῶν ἐξομαλιζόντων οὐδὲν εἰρηκὼς, οὐδὲ τοιοῦτόν τι προοιμιασάμενος δι' οὗ καταστήσειν ἑαυτῷ τὴν πρὸς τὸν ἄνδρα ἐντυχίαν ἔμελλε, παίει αὐτίκα λαμπρῶς τοῖς ὀνείδεσι καὶ ἐπαπειλεῖται τὰ χαλεπώτατα. Ὁ δὲ τοῦτο αὐτὸ ἤδη κατειληφὼς ὅπερ ὑπώπτευεν, εἶτα δὴ καὶ δείσας περὶ τῶν λανθανόντων, διαπυροῦται τῷ θυμῷ καὶ ἐπανατείνει τὴν χεῖρα τούτῳ, οὐχ ὡς πλήξων, ἀλλ' ὡς φοβήσων· ὁ δὲ ὥσπερ ἐπ' αὐτοφώρῳ τοῦτον ἐντεῦθεν ἑλὼν τύραννον, διεμαρτύρατο τὴν θρασύτητα, καὶ προστίθησιν ὡς οὐκ ἀποφεύξεται ἐπὶ τηλικούτοις ἁλούς· ἀπογνωστέα γοῦν τούτῳ τε καὶ τῷ μετ' αὐτοῦ στρατῷ τὰ πράγματα ἔδοξε, καὶ συγκινηθέντες, τὸν μὲν πρεσβευτὴν ἀναιροῦσιν, ὡς δ' οὐκ ἂν ἄλλως αὐτοῖς χρησομένου τοῦ αὐτοκράτορος, τυραννεῖν ἤδη κατάρχονται.
6.82 Οἷα δὴ ἀνδρὶ γενναίῳ καὶ κορυφαίῳ τὴν στρατηγικὴν τέχνην πολλοὶ συνερρυήκεσαν, οὐχ ὅσοι στρατεύσιμον εἶχον τὴν ἡλικίαν, ἀλλ' ἤδη καὶ οἱ ἐφ' ἑκάτερα τῆς ἀκμῆς· ὁ δὲ, ἐπειδὴ μὴ τοῖς πλήθεσιν, ἀλλὰ ταῖς τέχναις καὶ ταῖς ἐμπειρίαις ᾔδει τὰ τρόπαια κατορθούμενα, τοὺς ἐμπειροτάτους πρὸς πόλεμον συλλεξάμενος καὶ μεθ' ὧν ἐκεῖνος πολλὰς μὲν διεπόρθησε πόλεις, πλειόνων δὲ χρημάτων τε καὶ σωμάτων γέγονεν ἐγκρατὴς, ἅμα τούτοις συντεταγμένος, ἐπὶ τὴν ἀντιπέρας γίνεται ἤπειρον, πάντας μὲν διαλαθὼν τῆς ὄχθης φύλακας, οὐδενὸς τῶν ἀντιστρατευομένων ἐκείνῳ ἐξιέναι τολμήσαντος, ἀλλὰ πάντων ὑποπτηξάντων ἐκεῖνον καὶ ἐκποδὼν γεγονότων.
6.83 Τὰ μὲν οὖν περὶ ἐκεῖνον τοιαῦτα· ὁ δέ γε αὐτοκράτωρ, ἐπειδὴ καὶ τὴν τοῦ πρέσβεως ἐμεμαθήκει ἀναίρεσιν, καὶ τὴν τοῦ τυραννοῦντος ἀπόνοιαν, στράτευμα κατ' ἐκείνου μυρίανδρον συγκροτεῖ· εἶτα δὴ δείσας περὶ τοῦ τῶν δυνάμεων ἄρξοντος, μὴ ἐκεῖνον τροπωσάμενος ἐπ' αὐτὸν χρήσηται τὸν πεπομφότα τῷ κατορθώματι καὶ τύραννος αὐτῷ ἐπιστῇ τοῦ προτέρου βαρύτερος, ἀπείρου συλλεγέντος στρατεύματος καὶ πρὸς ὅπερ ἂν ἐφορμήσειεν εὐθὺς κατορ θώσαντος, τῶν μὲν γενναιοτέρων οὐδένα ταῖς τάξεσι δίδωσιν, ἐφίστησι δὲ ταύταις ἄνδρα, πιστὸν μὲν τὰ πρὸς ἐκεῖνον καὶ ἐκτομίαν, οὐδενὶ δὲ τῶν πάντων σεμνολογούμενον. Οὗτος ἄρας ἐντεῦθεν ἐπὶ τὸν τυραννοῦντα σὺν πολλῷ χωρεῖ τῷ στρατεύματι. Ὁ δὲ, ἐπειδὴ ἐμεμαθήκει ὡς εἴη συγκε κινημένον ἐπ' αὐτὸν τὸ Ρωμαϊκὸν ξύμπαν στρατόπεδον, οὔτε ἀποδειλιᾷ τὸ πλῆθος οὔτε τὴν συγκίνησιν ὑποπτήσσει, ἀλλὰ πάντα κατόπιν τῶν τυραννικῶν πεποιηκὼς λογισμῶν, πειρᾶται ἀσυντάκτους καταλαβεῖν, καὶ σὺν εὐζώνῳ τῇ στρατιᾷ οὔπω προσδοκηθεὶς τούτοις ἐφίσταται.
6.84 Ἐπεὶ δὲ κἀκεῖνοι κατὰ βραχὺ συνταχθέντες ἀντέστησαν, θεαταὶ μᾶλλον τοῦ ἀνδρὸς ἢ ἀγωνισταὶ ἐγεγόνεισαν, τοῖς δὲ πολλοῖς καὶ τὴν θέαν ὑπετέμνετο· οὕτως ἀστραπαῖος αὐτοῖς ἔδοξε, βροντῶν μὲν τοῖς στρατηγικοῖς ἐμβοήμασι, καθιππεύων δὲ τὰς φάλαγγας, καὶ οἷς ἂν ὀφθείη ἐκταράσσων τούτους εὐθύς. Τὸ μὲν οὖν πλῆθος ἐκ προοιμίων τροποῦται τῇ γενναιότητι, ἡττᾶται δὲ τῶν ἄνωθεν διοικήσεων καὶ ὧν ἡμεῖς τοὺς λόγους οὐκ ἴσμεν· ὡς γὰρ ἐπειδὴ περιϊὼν τὰς ἡμετέρας διετάραττε φάλαγγας, καὶ ὅπη δ' ἂν ἐκεῖνος ὁρμήσειε διελύετο ὁ συνασπισμὸς καὶ εἰς τοὐπίσω τὸ συντετειχισμένον ἐχώρει τοῦ στρατοπέδου, καὶ τὸ ξύμπαν ἤδη κατὰ μέρη διετέμνετό τε καὶ κατεφθείρετο, πληγὴν ἀθρόως κατὰ τῆς δεξιᾶς λαγόνος εἰσδέχεται, οὐκ ἐξ ἐπιπολῆς, ἀλλ' εἰς βάθος, ὅθεν ἀθρόον πλεῖστον ἐκεῖθεν αἷμα κατέρρει· καὶ ὃς, ὥσπερ οὐκ αἰσθανθεὶς τῆς πληγῆς, ἀλλὰ τὸ αἷμα καταρρέον ἰδὼν, εἶτα δὴ τὴν χεῖρα ἐπιθεὶς ὅθεν κεκένωτο, καὶ καιρίαν γνοὺς τὴν βολὴν, τοῖς ὅλοις ἀπειρηκὼς, ἐπειρᾶτο μὲν ἐπὶ τὸν οἰκεῖον ἐπανιέναι χάρακα, καὶ βραχὺ δή τι τῶν στρατευμάτων ἀπῆγεν ἑαυτόν· ὡς δ' οὐκ εἶχεν ἤδη ὅπως μετενέγκοι τὸν ἵππον, τοῦ σώματος αὐτῷ πάντη ἐξασθενήσαντος, καὶ ἀχλύος πληρωθείσης τῆς κεφαλῆς, ἠρέμα ἐπιστενάξας καὶ ὅσον παρεῖχεν ἡ δύναμις, ἀκρατής τε εὐθὺς τοῦ χαλινοῦ γίνεται, καὶ τῆς ἕδρας ἀπολισθήσας, θέαμα ἐλεεινὸν τῇ γῇ κατέρριπτο.
6.85 Τὸ δέ γε ἡμεδαπὸν στράτευμα οὐδ' οὕτως ἐθάρρει τὸν κείμενον, ἀλλὰ καὶ αὖθις ἐπεῖχον τοὺς χαλινοὺς, δεδοικότες μή ποτε κλέμμα εἴη τὸ θέαμα· ὡς δ' ὅ τε ἱπποκόμος ἀπῆν, καὶ ὁ ἵππος ἐλευθέρῳ ποδὶ ἀτάκτως ἀνὰ τὸ μεταίχμιον ἔθει, παμπληθεὶ πάντες ὁρμήσαντες ἐπὶ τὸν νεκρὸν, εἶτα δὴ ἰδόντες καὶ θαυμάσαντες ὁπόσον μέρος τῆς γῆς ἐπεῖχεν ἐκτεταμένος, τὴν κεφαλὴν ἀποτεμόντες τῷ τῆς φάλαγγος ἡγεμόνι προσάγουσιν. Εἶτα δὴ ἐπὶ τούτῳ πολλοὶ οἱ τὸν ἄνδρα ἀπεκτονότες ἐσχεδιάσθησαν, καὶ λόγοι ἐπὶ τούτῳ συνετίθεντό τε καὶ συνεπλάττοντο· ὡς δ' οὐκ ἦν ἀποδείκνυσθαι τὰ λεγόμενα, ἀγνώστους τινὰς ἱππέας ἐπ' ἄντην ὡρμηκότας ἐλογοποίουν ἐκκεφαλίσαι· καὶ πολλῶν οὕτω πλαττομένων λόγων, ἀπόδειξις οὐδεμία τοῖς λεγομένοις ἐπῆν· ἀλλ' ὅτι μὲν τὴν λαγόνα διῄρητο, τομὴν ἐντεῦθεν κατηγόρουν αἰχμῆς, ὁ δὲ τρώσας ἀφανὴς τέως ἐστὶν ἄχρι τῆσδε τῆς συγγραφῆς.
6.86 Ἐκεῖνος μὲν οὖν οὕτω δὴ τὰ μὲν παθὼν, τὰ δὲ καὶ ποιήσας τῶν κατηγορίαν ἐχόντων, τοιούτῳ δὴ τέλει τὸν βίον κατέλυσε· τὸ δὲ περὶ ἐκεῖνον στρατόπεδον, μέρη μέν τινα ἐπὶ τὰς οἰκείας πατρίδας ἀπεληλύθεσαν ἀφανῶς, τὸ δὲ πλεῖστον μέρος τοῖς ἡμετέροις προσέθετο· καὶ πρὶν ἢ πρὸς τὸν αὐτοκράτορα ἐπανελθεῖν τὰ στρατεύματα, ἡ τοῦ τυραννήσαντος ἐκπέμπεται κεφαλή· καὶ ὃς καθαπερεί τινος καλύπτοντος ἀπαλλαγεὶς κύματος καὶ βραχύ τι ἐξαναπνεύσας, τῷ μὲν Θεῷ εὐχαριστηρίους ἀναπέμπει φωνὰς, τὴν δέ γε κεφαλὴν ἐν μετεώρῳ τοῦ μεγάλου θεάτρου πήγνυσιν, ὡς ἂν ἔχοιεν ξύμπαντες καὶ πόρρωθεν ταύτην διὰ πολλοῦ μέσον τοῦ ἀέρος ὁρᾶν.
6.87 Ὡς δὲ καὶ ἡ φάλαγξ ἐπανεληλύθει, ἀριστείοις στεφάνοις τῶν πλειόνων κεκοσμημένων, καὶ πρὸ τοῦ Ἄστεος ἤδη ηὐλίσαντο ἀγχοῦ τῶν τειχῶν, ὁ αὐτοκράτωρ θρίαμβον δεῖν ἔγνω ἐπὶ τοῖς τροπαίοις καταγαγεῖν· καὶ οἷα ἐκεῖνος σκηνὰς πλάττειν εἰδὼς καὶ μεγαληγορεῖν ἐν τοῖς πράγμασιν, οὑτωσὶ διατίθεται τὴν πομπήν· διατάττεται γὰρ τὸ μὲν ψιλὸν τῆς φάλαγγος μεθ' ὅπλων προϊέναι συμμίγδην καὶ ἀσυντάκτως, ἀσπίδας καὶ τόξα καὶ δόρατα φέροντας, καὶ ἐπὶ τούτοις τοὺς ἐπιλέκτους ἱππέας ὅπλοις καταφράκτους ἕπεσθαι, φοβεροὺς ἰδεῖν ἀπό τε τοῦ σχήματος ἀπό τε τῆς στρατιωτικῆς τάξεως· εἶτα δὴ τὸ μετὰ τοῦ τυράννου στρατόπεδον, οὐκ ἐν τάξει, οὐδ' ἐν καλῷ σχήματι, ἀλλ' ἐπ' ὄνων πρὸς οὐρὰν ἀντεστραμμένους καὶ ἐξυρημένους τὰς κεφαλὰς, καὶ πολύν τινα συρφετὸν αἰσχύνης περὶ τὸν τράχηλον φέροντας, ἐφ' οἷς ἡ τοῦ τυράννου δὶς ἐθριαμβεύετο κεφαλὴ, καὶ μετ' ἐκείνην ἄλλο τι τοῦ τυραννικοῦ σχήματος, μεθ' ἃ ξιφηφόροι τινὲς καὶ ραβδοῦχοι καὶ οἱ τοὺς πελέκεις ἀπὸ τοῦ δεξιοῦ σείοντες ὤμου, πολύ τι πλῆθος προϊόντες τοῦ τῶν στρατευμάτων ἡγεμονεύσαντος, καὶ ἐπὶ πᾶσιν ἐκεῖνος ἐπίσημος καὶ ἵππῳ καὶ τῇ στολῇ, καὶ ἐπὶ τούτῳ τὸ δορυφορικὸν ξύμπαν.
6.88 Οὗτοι μὲν οὖν οὕτω προῄεσαν, ὁ δὲ αὐτοκράτωρ λαμπρὸς πάνυ καὶ ὑψηλὸς προὐκάθητο τῆς οὕτως λεγομένης Χαλκῆς Φυλακῆς ἐπ' αὐτοῦ δὴ τοῦ θείου τεμένους, ὃ ὁ μέγας ἐν βασιλεῦσιν Ἰωάννης ἐκεῖνος ὁ μετὰ Φωκᾶν Νικηφόρον ἐδείματο· αἵ τε βασιλίδες ἑκατέρωθεν αὐτῷ συγκαθίσασαι θεωροὶ τοῦ θριάμβου ἐγίγνοντο. Καὶ οὕτω δὴ τὴν τοιαύτην ξυντελέσας πομπὴν, σὺν ἐγκωμίοις λαμπροῖς στεφανηφορῶν ἐχώρει πρὸς τὰ βασίλεια· ὥσπερ δὴ ἐκείνῳ τὸ ἦθος, μέχρι τούτου τῇ λαμπρότητι τῆς νίκης καταχρησάμενος, εἰς τὴν οἰκείαν αὖθις μετριοφροσύνην ἐπανελήλυθεν.
6.89 Λαμπρὸν γὰρ δή τι τοῦτο τὸ μέρος καὶ πλῆρες ἐγκωμίων τῷ βασιλεῖ· οὔτε γὰρ ἐπὶ τοῖς κατωρθω μένοις αὑτῷ ἐσεμνολόγει, οὔτε ἀλαζόνας ἠφίει φωνὰς, ἀλλ' ἀπολαύων τῶν πεπραγμένων ὅσον ἐξῆν, τῶν οἰκείων αὖθις ἠθῶν ἦν· καὶ τοῦτο μὲν οὕτως ἦν αὐτῷ. Ἐγρηγόρει δὲ οὐ μάλα, ἀλλ' ὥσπερ ἐπὶ πολλοῖς ἀγῶσιν ἀναπαύλης δεόμενος ἐπερραθύμει τῷ λείποντι μέρει, διὰ τοῦτο ἄλλο τι αὐτῷ ἐπ' ἄλλῳ τῶν δεινῶν ἐπεκύμαινεν.
6.90τ Περὶ τῆς τῶν Ρώσων ἐπαναστάσεως [καὶ τῆς τοῦ Τορνικίου ἀνταρσίας]. Ἔνθεν τοι καὶ τὴν τῆς τυραννίδος κατάλυσιν βαρβαρικὸς διαδέχεται πόλεμος, καὶ σκάφη Ρωσικὰ καὶ ἀριθμοῦ, ἵν' οὕτως εἴποιμι, πλείονα, τοὺς πόρρωθεν ἀνείργοντας ἢ λαθόντα ἢ βιασάμενα τὴν Προποντίδα καταλαμβάνουσι, καὶ νέφος ἀθρόον ἀπὸ θαλάσσης ἀρθὲν ἀχλύος τὴν βασιλίδα πληροῖ. Ἐνταῦθα δὲ καὶ τοῦ λόγου γενόμενος, βούλομαι τὰς αἰτίας ἐρεῖν ἀφ' ὧν ἐκεῖνοι μηδὲν ἐναντιωθέντι τῷ αὐτοκράτορι τὴν ἐπιθαλάττιον ξυγκίνησιν καὶ στρατοπεδίαν πεποίηνται.
6.91 Τὸ βάρβαρον τοιγαροῦν τοῦτο φῦλον ἐπὶ τὴν Ρωμαίων ἡγεμονίαν τὸν πάντα χρόνον λυττᾷ τε καὶ μέμηνε, καὶ ἐφ' ἑκάστῳ τῶν καιρῶν τοῦτο ἢ ἐκεῖνο εἰς αἰτίαν πλαττόμενοι, πρόφασιν καθ' ἡμῶν πολέμου πεποίηνται· καὶ ἐπειδὴ ἐτεθνήκει μὲν ὁ καταδειματῶν τούτους αὐτοκράτωρ Βασίλειος, καὶ ἐπ' ἐκείνῳ ὁ ἀδελφὸς Κωνσταντῖνος τὸ λαχὸν αὐτῷ τοῦ αἰῶνος μέρος πεπλήρωκε, [δι'] ὃ τὸ εὐγενὲς κράτος ἀπεληλύθει, ἀνανεοῦνται αὖθις καθ' ἡμῶν τὸ παλαιὸν μῖσος καὶ κατὰ βραχὺ πρὸς μέλλοντας πολέμους γυμνάζονται. Ἐπεὶ δὲ καὶ ἡ τοῦ Ρωμανοῦ βασιλεία λαμπρά τις αὐτοῖς νενόμιστο καὶ περιφανὴς, ἀσύντακτοί τε ἔτι ταῖς παρασκευ αῖς ἦσαν, ἐπειδὴ κἀκεῖνος βραχύν τινα χρόνον ἐπιβιώσας τῇ βασιλείᾳ μετήλλακτο, καὶ εἰς ἄσημόν τινα τὸν Μιχαὴλ τὸ κράτος μετέπεσεν, ἐπ' αὐτὸν καὶ δὴ τὰς οἰκείας δυνάμεις ἐξώπλιζον, καὶ δεῖν ἐγνωκότες διὰ θαλάττης πρὸς ἡμᾶς ἐμβαλεῖν, ὑλοτομήσαντες ἄνωθεν καὶ σκάφη μικρά τε καὶ μείζω διαγεγλυφότες, καὶ λανθανόντως κατὰ βραχὺ ἱκανῶς παρασκευασάμενοι, μεγάλῳ δὴ στόλῳ ἐπὶ τὸν Μιχαὴλ καταπλεῖν ἔμελλον· ἐν ὅσῳ δὲ ταῦτα ἐκείνοις ηὐτρέπιστο καὶ ὁ πόλεμος ἔμελλε, προλαμβάνει τὸν ἐκείνων κατάπλουν καὶ οὗτος ὁ βασιλεὺς τῶν ἐντεῦθεν ἀπαναστάς· ὡς δὲ καὶ ὁ μετ' ἐκεῖνον οὐ πάνυ τι τὸ ἴχνος ἐρείσας τοῖς βασιλείοις ἀπεληλύθει, ἥδραστο δὲ τὸ κράτος ἐπὶ τὸν Κωνσταντῖνον, εἰ καὶ μηδὲν οἱ βάρβαροι τοῦτον εἶχον ἐπὶ τῷ πολέμῳ καταιτιᾶσθαι, ἀλλ' ἵνα μὴ ἄπρακτος αὐτοῖς ἡ παρασκευὴ νομισθείη, ἀπροφάσιστον πρὸς ἐκεῖνον ἀναρρήγνυνται πόλεμον· ἡ μὲν οὖν ἀναίτιος αἰτία τῆς ἐπὶ τὸν αὐτοκράτορα ἐκείνων ὁρμῆς αὕτη.
6.92 Ὡς δὲ ἤδη λαθόντες τῆς Προποντίδος ἐντὸς ἐγεγόνεισαν, τὰ μὲν πρῶτα ἐφ' ἡμῖν ἐτίθουν τὸ σπένδεσθαι, εἴ γε βουλοίμεθα μεγάλους αὐτοῖ τῶν σπονδῶν ἀποδιδόναι μισθοὺς, καὶ τὸν ἀριθμὸν περιετίθεσαν, ἐφ' ἑκάστῳ σκάφει στατῆρας χιλίους, ὡς συμβαίνειν μὴ ἄλλως αὐτοῖς τούτους ἀπαριθμεῖσθαι, ἢ ἑνί τῳ δὴ σκάφει τῶν παρ' αὐτοῖς· ἐβούλετο δὲ αὐτοῖς ταῦτα, ἢ τῷ οἴεσθαι πηγάς τινας παρ' ἡμῖν εἶναι χρυσίτιδας, ἢ ἐκ παντὸς τρόπου ἑλόμενοι μάχεσθαι, ἀνηνύτους ὑποθέσεις παρείχοντο, ἵν' εὐπροφάσιστος αὐτοῖς ὁ πόλεμος γίγνοιτο. Ὅθεν, ἐπεὶ μηδ' ἀποκρίσεως οἱ πρέσβεις αὐτῶν ἠξιώθησαν, οὕτω δή τοι πρὸς ἀλλήλους συνεσκευάσθησαν, καὶ τοσοῦτον ἐπὶ τῷ σφετέρῳ πλήθει ἐθάρρουν, ὡς αὔτανδρον οἴεσθαι τὴν Πόλιν ἑλεῖν.
6.93 Ἦν δὲ τηνικαῦτα ἡμῖν καὶ τὸ διὰ θαλάσσης μάχιμον πάντη ἐνδεῶς ἔχον, αἵ τε πυρφόροι νῆες ἐπὶ τοῖς παραλίοις διεσκίδναντο τόποις, ἄλλο τι ἄλλαι τοῦ καθ' ἡμᾶς μέρους φυλάττουσαι. Ὅθεν ὁ αὐτοκράτωρ λείψανά τινα τοῦ παλαιοῦ στόλου συνηθροικὼς, καὶ ταῦτα δὴ ζεύξας, ὁλκάδας τε τῶν βασιλικῶν συναγηοχὼς, καί τινας δὴ τριήρεις συμπαρασκευασάμενος, καὶ μαχίμους τινὰς ἄνδρας ἐπ' αὐτῶν δὴ παρατάξας, χορηγήσας τε ταῖς ναυσὶ πολὺ τὸ δίυγρον πῦρ, καὶ ταύτας δὴ κατέναντι τῶν βαρβαρικῶν σκαφῶν ἐπὶ τοῦ κατ' ἀντιπέραν λιμένος συντάξας, καὶ αὐτὸς δὴ μοῖράν τινα τῆς συγκλήτου βουλῆς τὴν ἔκκριτον μεθ' ἑαυτοῦ ἔχων, ἐπ' αὐτοῦ δὴ τοῦ λιμένος βραχύ τι ἄνωθεν τῆς νυκτὸς ναυλοχεῖ, καὶ λαμπρῶς τοῖς βαρβάροις κηρύξας τὸν ἐπιθαλάττιον πόλεμον, ἅμα πρωῒ τὰς ναῦς ἱστᾷ κατὰ φάλαγγα. Καὶ οἱ βάρβαροι δὲ ἀπάραντες ὥσπερ ἀπὸ στρατοπεδείας καὶ χάρακος τῶν κατέναντι λιμένων ἡμῖν, καὶ πολύ τι μετεωρισθέντες τῆς γῆς, τάς τε ναῦς αὐτῶν ξυμπάσας κατὰ μίαν ἐφεξῆς στήσαντες, καὶ τὸ πέλαγος ξύμπαν ἀφ' ἑκατέρων λιμένων ξυνδήσαντες, ὡς αὐτοί τε ἐπελευσόμενοι καὶ ἡμᾶς ἐπιόντας δεξόμενοι παρετάχθησαν. Οὐκ ἦν οὖν ὅστις ὁρῶν τὰ τότε γινόμενα οὐ πάνυ διατεθορύβητο τὴν ψυχήν· ἔγωγ' οὖν ἀγχοῦ τοῦ αὐτοκράτορος ἑστηκὼς [ἦν], καθῆστο δὲ οὗτος ἐπί τινος λόφου πρὸς θάλατταν ἠρέμα ἐπικλινοῦς, καὶ θεωρὸς ἐξ ἀπόπτου τῶν γιγνομένων ἐτύγχανεν.
6.94 Ἡ μὲν οὖν παράταξις οὕτως ἑκατέρωθεν διεσκεύαστο, προῄει δὲ οὐδεὶς ὡς μαχούμενος, ἀλλ' ἑκατέρωθεν τὰ μέρη συνησπικότα ἀκίνητα ἔστησαν· ὡς δὲ πολύ τι τῆς ἡμέρας διεληλύθει, ὁ βασιλεὺς δυσὶ τῶν μεγάλων νεῶν σύνθημα δοὺς, ἐπὶ τὰ βαρβαρικὰ κατὰ βραχὺ προϊέναι σκάφη παρακελεύεται· καὶ ἐπειδὴ προῄεσαν ὁμαλῶς τε καὶ εὐκινήτως, ἠλάλαζόν τε ἄνωθεν οἱ λογχοφόροι καὶ πετροβόλοι, οἵ τε ἀκοντισταὶ τοῦ πυρὸς εὐσυντάκτως πρὸς τὴν βολὴν διετάξαντο, πλείω δὴ τῶν ἀπεσταλμένων ἀπὸ τῶν βαρβαρικῶν σκαφῶν ταχυναυτοῦντα ἐπὶ τὰς ἡμετέρας νῆας ἐξώρμησαν· εἶτα δὴ διαιρεθέντα, καὶ ἑκάστην τῶν τριηρῶν κυκλωσάμενά τε καὶ περιζώσαντα, κοντοῖς κάτωθεν διατιτρᾶν ἐπεχείρουν· οἱ δ' ἄνωθεν ἔβαλλον λίθοις τε καὶ κοπίσιν· ὡς δὲ καὶ τὸ πῦρ ἠκόντιστο ἐπ' αὐτοὺς, καὶ ἤδη τοὺς ὀφθαλμοὺς συνεχύθησαν, οἱ μὲν ἐπὶ τὸ πέλαγος ἐρριπτοῦντο, ὡς πρὸς τοὺς σφετέρους διανηξόμενοι, οἱ δ' οὐκ εἶχον ὅ τι καὶ δράσειαν, ἀλλὰ πρὸς πᾶσαν ἀπεγνώκεισαν μηχανήν.
6.95 Ἐπὶ τούτοις ἕτερον σύνθημα, καὶ πλείους τριήρεις ἀνήχθησαν καὶ νῆες ἕτεραι, ἢ ἐφεπόμεναι, ἢ ξυνελαύνουσαι· καὶ τὸ μὲν ἡμέτερον ἤδη μέρος ἐθάρρει, τὸ δ' ἐναντίον καταπεπληγότες εἱστήκεσαν· ἐπεὶ δὲ ἤδη τὸ πέλαγος διαβάλλουσαι αἱ τριήρεις πρὸς αὐτοῖς ἦσαν τοῖς βαρβαρικοῖς σκάφεσιν, ὅ τε σύνδεσμος αὐτοῖς διερράγη καὶ ὁ συνασπισμὸς διαλέλυτο, καὶ τὰ μὲν κατὰ χώραν ἐτόλμησαν μένειν, τὰ δὲ πλείω πρύμνας ἐκρούσαντο. Καὶ ὁ ἥλιος ἀθρόον νεφέλην ἐφελκυσάμενος κάτωθεν, ἐπειδὴ πολύ τι τοῦ ὁρίζοντος μετεώριστο, μετατίθησι τὸν ἀέρα, καὶ ὃς πνεῦμά τι τῶν ἰσχυρῶν ἐξ ἀνατολῆς ἐπὶ δύσιν κινεῖ, καὶ λαίλαπι χαράξας τὴν θάλασσαν ἐπὶ τὸ βάρβαρον ἐπαιγίζει τὰ κύματα· καὶ τὰ μὲν αὐτοῦ που καλύπτει, ἐπεγερθέντος αὐτοῖς τοῦ πελάγους εἰς τὸ μετέωρον, τὰ δὲ ἐπὶ πολύ τι τῆς θαλάσσης ἐλάσας εἰς σκοπέλους ἀπορριπτεῖ καὶ κρημνώδεις αἰγιαλοὺς, ὧν ἔνια αἱ τριήρεις καταδραμοῦσαι, τὰ μὲν τῷ βυθῷ παρέδωσαν αὔτανδρα, τὰ δὲ διατεμόντες οἱ ἐπ' αὐταῖς μάχιμοι ἡμίπρῳρα ἐπὶ τοὺς πλησίον αἰγιαλοὺς ἀφειλκύσαντο. Γέγονέ τε τῶν βαρβάρων φόνος πολὺς, καὶ ὥσπερ ἐκ ποταμῶν ἄνωθεν ρευμάτιον ὡς ἀληθῶς φόνιον τὴν θάλασσαν κατεφοίνισσεν.
6.96 Οὕτω τοιγαροῦν ὁ βασιλεὺς καταπολεμήσας τὸ βάρβαρον, τροπαιοφόρος εἰς τὰ βασίλεια ἀπὸ τῆς θαλάσσης ἐπανελήλυθεν. Ἐλέγετο γοῦν παρὰ πολλοῖς, ὧν ἐγὼ τοὺς λόγους διακριβούμενος οὐδεμίαν ἐπιστήμην ἢ ἀρχὴν εὕρισκον τῆς προρρήσεως, ἐλέγετο γοῦν ὡς πολλὰ μὲν μέλλει ἐπαναστήσεσθαι τῷ βασιλεῖ τούτῳ δεινὰ, τὰ μὲν ἔξωθεν καὶ παρὰ τῆς βαρβαρικῆς μερίδος, τὰ δ' ἀπὸ τῆς ὑπηκόου τέως χειρὸς, φροῦδα δὲ πάντα γενήσεσθαι, τύχης τινὸς δεξιᾶς συναντιλαμβανομένης τῷ αὐτοκράτορι καὶ πᾶσαν ἐπανάστασιν ρᾷστα διαλυούσης· καὶ αὐτὸς δὲ ὁ αὐτοκράτωρ, ὁπότε προφητείαις τισὶ καὶ οἰωνίσμασι τὴν ἑαυτοῦ ἡγεμονίαν ἐσεμνολόγει, ὀπτασιῶν τέ τινων καὶ ὀνειράτων παραδόξων ἐμέμνητο, τὰ μὲν ὡς αὐτὸς ἰδὼν, τὰ δ' ὡς ἄλλων μαντευομένων ἀκροασάμενος, καὶ τὸ περὶ τούτου μέρος παραδοξολογῶν ἦν. Ὅθεν ἤδη τοῦ δεινοῦ καθισταμένου, οἱ μὲν ἄλλοι ἐδεδίεσάν τε καὶ περὶ τοῦ μέλλοντος ἐπεφρίκεσαν τὰς ψυχὰς, ἐκεῖνος δὲ ὡς ἐπὶ δεξιῷ τῷ τέλει ἐθάρρει, καὶ τάς τε γνώμας τῶν δεδιότων ἐκούφιζε, καὶ ὡς οὐδενὸς κατειληφότος αὐτὸν χαλεποῦ, ἀφροντίστως εἶχε τῶν ἐπισυμβεβηκότων.
6.97 Ἐγὼ δὲ οὐδεμίαν μαντείας ἀφορμὴν παρὰ τῷ ἀνδρὶ ἐπιστάμενος, ψυχῆς τοῦτο ρᾳθύμου καὶ ἀφρόντιδος τίθεμαι· ὅσοι μὲν γὰρ περὶ τὰ πράγματα ἐγρηγόρασι καὶ οἴδασί γε ὡς φαῦλαι πολλάκις ἀρχαὶ μεγίστας ἀπέτεκον συμφορὰς, οὗτοι πρὸς πᾶσαν ἄτοπον ὑπόθεσιν πεφροντίκασιν, ἐπακμασάντων δ' αὐτοῖς τῶν κακῶν, πεφόβηνταί τε περὶ τοῦ τέλους καὶ πρὸς πᾶσαν ἀκοὴν δύσκολον κατεπτήχασι, καὶ τῶν πραγμάτων μεταβαλλομένων, οὐκ ἔτι θαρροῦσιν· οἱ δὲ χρηστότεροι, οὔτε τὰς ἀρχὰς τῶν μελλόντων κακῶν ὑποπτεύουσιν, οὔτε πρὸς τὴν ἀρχὴν τῶν συμφορῶν διανεστήκασιν, ἀλλ' εἰς ἡδονὰς ἀποκεκλικότες ταύταις τε ἀσμενίζειν ἐθέλουσιν ἐς ἀεὶ, καὶ τοὺς ἔξωθεν συλλαμβάνειν εἰς τὴν ὁμοίαν κατάστασιν, καὶ, ἵνα καὶ ρᾳθύμως ἔχοιεν πρὸς τὰ ρᾴθυμα, καταμαντεύονται τούτοις ἀπαλλαγὰς ταχείας τῶν ἐπισυμβάντων ἀνιαρῶν· ἔστι δὲ καὶ τρίτη μερὶς ψυχῆς βελτίονος, ἣν ἐπειδὰν λάθῃ παρεισρυὲν τὸ κακὸν, ἀγνώμονα μὲν τοῦ γενομένου οὐκ ἀποδείκνυσιν, οὐ μέντοιγε δὴ καὶ περιψοφεῖ τοῖς ἔξωθεν πατάγοις, οὐδὲ καταπτοεῖ καὶ δουλαγωγεῖ, ἀλλὰ, πάντων ἀπαγορευσάντων, πρὸς τὰ δεινὰ ἕστηκεν ἐκείνη ἀκλόνητος, οὐ φυσικοῖς ἐστη ριγμένη τοῖς ἕρμασιν, ἀλλὰ στερρότητι λογισμοῦ καὶ κρίσει βελτίονι. Ἀλλὰ τοῦτο δὴ τὸ μέρος οὔπω δὴ ἐν τῇ κατ' ἐμὲ κατανενόηκα γενεᾷ, ἀλλὰ τὸ παρ' ἡμῖν κρεῖττόν ἐστιν εἴ τις τέως ὑποπτεύει τὸ μέλλον καὶ πρός τε τὴν ἀρχὴν τοῦ κακοῦ ἵσταται καὶ γεγονότος πρὸς ἄμυναν διανίσταται. Ἀλλ' ὅ γε αὐτοκράτωρ τὸ [μὴ] κατεστυγηκέναι αὐτὸν πολλάκις τὰ πράγματα τοὺς πολλοὺς ἔπειθεν, ὡς μεμαθήκει παρά του τῶν κρειττόνων τοῦ ἐπισυμβάντος τὴν τελευτὴν, καὶ διὰ τοῦτα καταφρονοίη καὶ ὀλιγώρως ἔχοι παντάπασι.
6.98 Τοσοῦτον δὲ προανεβαλλόμην τῶν διηγήσεων, ἵν', ὁπότε λέγοιμι ἀφηγούμενος ὡς προειρήκει ἢ ἀπεγνώκει ταῦτα ἢ ἐκεῖνα, μὴ μαντικὸν τὸν ἄνδρα ἡγήσωνται οἱ πολλοὶ, ἀλλὰ τοὺς μὲν λόγους συμφώνους τῷ ἐκείνου ἤθει νομίσωσι, τὰ δὲ πράγματα ὡς τετελευτήκασιν, ἐς τὸ δόξαν τῷ Κρείττονι ἀναφέρωσι. Βουλόμενος δὲ ἑτέραν δεινοτέραν καὶ τῆς προλαβούσης ἐπαναστάσεως κατὰ τοῦ αὐτοκράτορος διηγήσασθαι, εἰς ἀρχὴν αὖθις καθιστῶ τὸν λόγον, ὁπόθεν τε γέγονε προλαμβάνων καὶ τίνας ἀρχὰς ἔσχηκε, καὶ ἡ ἀποστασία τίς προὔλαβε καὶ ἥτις αὕτη καὶ ὅθεν, τίς τε ὁ τολμήσας ἀμφότερα καὶ τίσι τεθαρρηκὼς τὴν τυραννίδα διαμεμελέτηκε.
6.99 Λέγω δὲ ἐκ τῶν ὑστάτων τοῦ λόγου ἀρχόμενος, ὅτι τῷ αὐτοκράτορι τούτῳ ἐξανέψιός τις ἐκ μητρικῆς ἐγεγόνει ρίζης, τὸ μὲν ὄνομα Λέων, τὸ δὲ γένος Τορνίκιος, τὴν Ἁδριανούπολιν οἰκῶν, καὶ Μακεδονικὴν ἐρυγγάνων μεγαλαυχίαν, ἀνὴρ τὸ μὲν εἶδος οὐ φαῦλος, τὸ δὲ ἦθος ὑποκαθήμενος, καὶ πρὸς ἐνθυμήσεις ἀεὶ καινοτέρας ἀνελίττων τὰς γνώμας· τούτῳ γοῦν τῷ ἀνδρὶ οὔπω ἀκμάσαντι τύχην τινὰ λαμπρότητος, οἷα δὴ πολλὰ εἴωθεν ἀλόγως περί τινων λέγεσθαι, οἱ πλεῖστοι κατεμαντεύοντο· καὶ ἐπειδὴ ἀνὴρ ἐγεγόνει καί τινας ἐδείκνυ τοῦ ἤθους στερρότητας, ἡ Μακεδονικὴ μερὶς καθάπαξ αὐτῷ προσετέθη· καὶ τολμῆσαι μέν τι πολλάκις παραβολώτερον ἐπεχείρησαν, διαμαρτάνοντες δὲ τῶν καιρῶν, καὶ νῦν μὲν τοῦτον ἐμφιλοχωροῦντα τούτοις μὴ ἔχοντες, νῦν δὲ μὴ εὐποροῦντες εἰς ἀποστασίαν ἀρκούσης προφάσεως, ὑποβρύχιον ἐν ταῖς ψυχαῖς τὴν γνώμην τῆς τυραννίδος ἐφύλαττον· εἶτα δή τι ἐπισυμβεβήκει τοιοῦτον, ὃ δὴ αὐτοὺς ὁμοῦ εἰς ἀποστασίαν καὶ ἐπανάστασιν διηρέθισε.
6.100 Τῷ αὐτοκράτορι Κωνσταντίνῳ δύο ἐγεγόνεισαν ἀδελφαὶ, Ἑλένη μὲν ἡ πρεσβυτέρα τὸ ὄνομα, Εὐπρεπία δὲ ἡ μετ' ἐκείνην· τῆς μὲν οὖν Ἑλένης οὐδένα ἐπεποίητο λόγον, [τὴν δ'] οὔτε τι λαμπρὸν ἐξ ἀρχῆς κομῶσαν καὶ εἰς περιφάνειαν τύχης ἐληλυθυῖαν, φρονήματός τε πλήρη τυγχάνουσαν, καὶ γυναικῶν ἁπασῶν ὧν ἐγὼ τεθέαμαι σταθηροτάτην τε οὖσαν καὶ δυσπαράγωγον, ταύτην τοιγαροῦν εὐλαβεῖτο μὲν ὁ ἀδελφὸς, ὥς μοι εἴρηται, οὐκ ἔστεργε δὲ παραγωγὸν, ἀλλ' ἐδεδίει μᾶλλον ἢ περιεῖπεν. Αὕτη τοιγαροῦν τῶν ἐπὶ τῷ ἀδελφῷ διημαρτηκυῖα ὑπερηφάνων ἐλπίδων, βουλεύσασθαι μέν τι κατὰ τοῦ αὐτοκράτορος τῶν ἀτοπωτάτων ἀπεῖχε παντάπασιν, οὐ πολλάκις δὲ τούτῳ προσῄει, οὐδ' ἐθάρρει ἀδελφικῶς, ἀλλὰ καὶ εἰς ὁμιλίαν ἐκείνῳ ἑαυτὴν καταστήσασα, ὑπερηφάνως τε διελέγετο καὶ μετὰ τῆς ἀρχαίας ὀφρύος ἀπήλεγχέ τε τὰ πολλὰ τοῦτον καὶ προσωνείδιζε, καὶ ὁπότε θυμούμενον ἴδοι, ὑπανεχώρει καταφρονοῦσα, τὴν ἐπ' αὐτὸν ὕβριν τοῖς χείλεσιν ὑποτονθορύζουσα· καὶ ἐπειδὴ ᾔδει τὸν ἀδελφὸν πρὸς τὸν ἤδη ρηθέντα Τορνίκιον ἀστόργως πάντη ἢ ἀπεχθῶς ἔχοντα, τοῦτον ἐκείνη ἐδεξιοῦτο καὶ φίλτατον εἶχε, καὶ θαμὰ προσωμίλει, οὐχ οὕτως ἀσπαζομένη τὸ πρότερον. Ὁ δέ γε βασιλεὺς ἐμεμήνει μὲν, βαθεῖς δὲ εἶχε περὶ τούτου τοὺς λογισμούς· οὔπω γὰρ οὐδὲ προφάσεις ἔσχεν ἀρκούσας εἰς κάκωσιν· ὅθεν ἵνα πόρρωθεν ἀπ' ἀλλήλων γένοιντο, ἐκείνῃ μὲν τέως ἔκρυψε τὸ ἀπόρρητον, αὐτὸν δὲ τῆς Πόλεως μεθιστᾷ, μετ' εὐπρεποῦς σχήματος· τὴν γὰρ Ἰβηρικὴν ἐπιτρέψας ἀρχὴν, ἐπίδοξον ὑπερορίαν τούτῳ κατεσκευάκει.
6.101 Ἀλλὰ καὶ ἀποδεδημηκότι τῷ ἀνδρὶ ἡ φήμη αὖθις συνείπετο· μᾶλλον δὲ ταύτην οἱ πλείους ἀφορμὴν κατηγορίας προσειληφότες, λόγους ἐπὶ τὸν ἄνδρα ὡς τυραννεῖν μέλλοι συνέπλαττον, καὶ προλαβεῖν τὸ δεινὸν τὸν αὐτοκράτορα συνηνάγκαζον· ὁ δὲ τούτων ἀκούων, οὐ πάνυ μὲν διατετάρακτο τὴν ψυχὴν, ὡς δὲ τὴν ἀδελφὴν συνηγοροῦσαν τεθέαται, καί πού τι καὶ τοιοῦτον εἰπούσης ἠκηκόει, ὡς· «Οὐδὲν ἄρα δεινὸν ὁ ἀνεψιὸς αὐτῇ πείσεται, τοῦ Κρείττονος αὐτὸν ἄνωθεν περισκέποντος», ἐκπλαγὴς ἐπὶ τῷ λόγῳ γενόμενος, καὶ τὴν ὁρμὴν οὐκέτι δυνάμενος κατασχεῖν, οὐδ' οὕτως μὲν ἐπεχείρησεν ἀνελεῖν, ὑφελεῖν δὲ αὐτῷ τοὺς θεμελίους τῆς τυραννίδος σκεψάμενος, στέλλει κατὰ τάχος τοὺς ἀποκεροῦντας καὶ τὸ μέλαν τριβώνιον ἐπενδύσοντας. Καὶ οὕτως ἐκεῖνος ἐκκοπεὶς τῶν ἐλπίδων, ὁ πάλαι λαμπροφορῶν ἀθρόον ρακοδυτῶν ἐπὶ τὸν βασιλέα ἐπάνεισιν· ὁ δὲ οὐδ' οὕτως εὐμενῶς εἶδεν, οὐδὲ τῆς τύχης ᾠκτείρησεν, ἥτις αὐτὸν ταῖς ἐλπίσιν ὑψώσασα ἀθρόον κατήνεγκεν, ἀλλὰ καὶ προσιόντα οἷ πολλάκις δυσμενῶς ἀπεπέμψατο καὶ κατεγέλασεν ἐλεεινῶς ἔχοντα. Μόνη δὲ ἡ Εὐπρεπία, εἴτε συγγενικοῖς ἤθεσιν, εἴτε καὶ καθ' ἕτερον τρόπον ἐξένιζέ τε τοῦτον καὶ φιλοφρόνως ἠσπάζετο, πρόφασιν ἀδιάβλητον τῆς φιλοφροσύνης τὴν συγγένειαν ἔχουσα.
6.102 Ἔτυχε δὲ τὸ τηνικαῦτα καὶ Μακεδονική τις περὶ τὴν Πόλιν φιλοχωροῦσα πληθὺς καὶ μάλιστα ὅσοι τὴν Ἁδριανούπολιν ᾤκησαν ἐξ ἀρχῆς, ἄνδρες δεινοὶ τὰς γνώμας καὶ τὴν γλῶτταν ἀντίστροφον ταῖς ἐνθυμήσεσιν ἔχοντες, βουλεύσασθαί τι τῶν ἀτόπων ἑτοιμότατοι καὶ καταπράξασθαι δραστικώτατοι, κρύψαι τε λογισμοὺς ἀκριβέστατοι, καὶ τὰς πρὸς ἀλλήλους ὁμολογίας πιστότατοι. Ὁ μὲν οὖν αὐτοκράτωρ ὡς ἤδη κατατεθυμένου τοῦ λέοντος καὶ τάς τε τῶν ὀνύχων ἀφῃρημένου ἀκμὰς κατωλιγώρει παντάπασιν, οἱ δὲ Μακεδόνες τοῦτον ἐκεῖνον εἶναι νομίσαντες τὸν καιρὸν ὃν εἰς ἀποστασίαν πολλάκις ἐζήτησαν, βραχέα διαλεχθέντες ἀλλήλοις, ὡς τοῦ σκοποῦ πάλαι καθομολογηθέντος αὐτοῖς, καὶ τόν τε Τορνίκιον εἰς παράλογον τόλμαν διερεθίσαντες, ἑαυτούς τε πρὸς τὴν ὁμολογίαν τοῦ τολμήματος ρώσαντες, νυκτὸς αὐτὸν ὑπεξαγαγόντες, ὀλίγων δή τινων καὶ τούτων παντάπασιν ἀφανῶν κοινωνησάντων αὐτοῖς τοῦ δράματος, τὴν εὐθὺ Μακεδονίας ἐλαύνουσι· καὶ ἵνα μή τινες αὐτοῖς κατόπιν ἐξιππασάμενοι προλάβωσί τε τὰς εἰσβολὰς τούτων, ἢ θηράσωσιν ἰχνηλατήσαντες, τὴν δημοσίαν ἵππον ἐπειδὴ καταλύσαιεν ἀπεκτόνασι, καὶ οὕτως ἀπνευστὶ τὸν δρόμον συντείναντες Μακεδονίας τε ἐντὸς γίνονται, καὶ τὴν Ἁδριανοῦ κατειληφότες ὥσπερ ἀκρόπολιν, ἔργου εὐθὺς ἔχονται.
6.103 Ἐπεὶ δὲ συλλογῆς αὐτοῖς στρατευμάτων ἔδει, χρημάτων δὲ αὐτοῖς οὐχ ὑπῆρχε παρασκευὴ, οὐδ' ἄλλο τι τὸ πεῖθον τοὺς ἡγεμόνας τῶν στρατοπέδων εἰς ταὐτὸσυν αγαγεῖν τὰ στρατεύματα καὶ πρὸς τὰ ἐκείνων ὑπείκειν βουλεύματα, πρῶτα μὲν λογοποιοὺς εὐθὺς ἁπανταχῆ καθιᾶσιν, οἳ δή που παρ' ἑκάστους τῶν στρατιωτῶν παραγενόμενοι, ἐξεπίτηδες τὸν μὲν βασιλέα τεθνάναι διεβεβαίουν, τὴν δέ γε Θεοδώραν ἐγκρατῆ γενομένην τοῦ κράτους, τὸν ἐκ Μακεδονίας πρὸ πάντων αἱρεῖσθαι Λέοντα συνετώτατόν τε ὁμοῦ καὶ δραστήριον καὶ λαμπρὰς ἔχοντα τοῦ ἄνω γένους τὰς ἀφορμάς· εἶτα δὲ καὶ αὐτοὶ οἱ καθηγεμόνες τοῦ πλάσματος διὰ τῆς τοιαύτης μηχανῆς τὰ πανταχόθεν τῆς ἑσπέρας ἐν ὀλίγαις δή τισιν ἡμέραις στρατόπεδα συναθροίζουσιν· ἦν δὲ οὐ τὸ πλάσμα μόνον τὸ συλλέξαν ἐκείνους, ἀλλὰ δή τι καὶ μῖσος αὐτοῖς παρατρεφόμενον πρὸς τὸν αὐτοκράτορα ἦν, ὅτι τε αὐτῶν βραχὺν λόγον ἐτίθετο, καὶ ὑποπτεύσας αὐτοὺς ἀπό τινος γενομένης καινοτομίας, ἔμελλε κατὰ βραχὺ τιμωρήσασθαι· διὰ ταῦτα πρὶν ἢ κατειλῆφθαι τούτους, προκαταλαβεῖν ἐκεῖνον ἔργον ἐτίθεντο.
6.104 Συλλεγέντες οὖν ἀθρόον καὶ παρ' ἐλπίδα, καὶ εἰς ταὐτὸ τὰς γνώμας συνεληλυθότες, βασιλεύειν ἐπ' αὐτοῖς αἱροῦνται τὸν Λέοντα, καὶ ὁπόσα δὴ αὐτοῖς ὁ καιρὸς ἐδίδου ἐπὶ τῇ ἀναρρήσει πλασάμενοι, διαπρεπεῖ ἐσθῆτι κοσμήσαντες αἴρουσιν ἐπ' ἀσπίδος· ὁ δὲ ἅπαξ ἐν τῷ σχήματι καταστὰς, ὡς ἤδη τοῦ πράγματος αὐτοῦ τετυχηκὼς, καὶ οὐχ ὡς ἐπὶ σκηνῆς οἷον δραματουργῶν ἢ πλαττόμενος, ἀρχικῶς καὶ τῷ ὄντι βασιλικῶς τῶν βασιλευσάντων κατάρχει, βουλομένων κἀκείνων ἀκριβέστερον αὐτῷ τὴν ἀρχὴν διευθύνεσθαι. Τὸ μὲν οὖν πολὺ πλῆθος, ἐπεὶ μήτε διανεῖμαι εἶχε μηδὲ χρήμασι καθυπάγειν, διά τε φόρων ἀνέσεως ὑπήκοον ἀπεργάζεται, καὶ τοῦ καθάπαξ αὐτοὺς ἀφιέναι εἰς προνομὰς ἐξιέναι, καὶ κέρδος ἅπαν οἰκεῖον τὸ ἀναλισκόμενον τίθεσθαι· τῶν δέ γε ἐν τέλει καὶ τῆς πρώτης βουλῆς ἅπαξ ἀρχαιρεσιάσας, τοὺς μὲν ἡγεμόνας τῶν στρατευμάτων ποιεῖ, τοὺς δὲ ἐγγὺς ἱστᾷ τοῦ βασιλικοῦ βήματος, καὶ ἄλλοις τὰς πρώτας βουλὰς ἀνατίθεται, καὶ ξύμπαντας, ὡς αὐτῷ τε κἀκείνοις αἱρετὸν ἦν, καταλλήλως ἑκάστῳ τοῖς πράγμασι διελόμενος, τῆς πρὸς τὴν Πόλιν εὐθὺς πορείας εἴχετο. Οὕτω γὰρ αὐτοῖς ἐβούλετο ἀθρόον προκαταλαβεῖν τὰς γνώμας τοῦ αὐτοκράτορος, καὶ πρὶν ἢ τὸ τῆς ἑῴας ἐπ' αὐτοὺς μετακινῆσαι στρατόπεδον, ἐπ' ἐκεῖνον τούτους μετακινήσασθαι· ᾤοντο δὲ μηδὲ τοὺς ἐν τῇ Πόλει τῷ βασιλεῖ προσθήσεσθαι, τούτοις δὲ ἀντιστή σεσθαι, δι' ὀργῆς τε τὸν αὐτοκράτορα ἔχοντας, ἐπειδὴ καὶ καινοτομεῖν τι κατ' αὐτῶν ἤρξατο, καὶ τὴν προεδρίαν αὐτοῦ δυσχεραίνοντας, καὶ βουλομένους στρατιώτην ἰδεῖν αὐτοκράτορα, σφῶν τε προκινδυνεύοντα καὶ τὰς ἐπιδρομὰς τῶν βαρβάρων ἀνείργοντα.
6.105 Ἀμέλει καὶ πρὶν ἢ προσπελάσαι τοῖς τείχεσι, πολλή τις αὐτοῖς μερὶς κατὰ τὴν πορείαν ἐθελουσίοις ὁρμαῖς προσετίθετο, πληθύς τε στρατιωτικὴ ἀπὸ τῶν ὑψηλοτέρων μερῶν προσεγίνετο, καὶ τὰ μέχρι τῆς Πόλεως κατάντη πάντα πρὸς τὸν σκοπὸν καὶ ἐπίφορα. Καὶ τὰ μὲν ἐκείνων τοιαῦτα, τῷ δὲ αὐτοκράτορι εἰς τοὐναντίον περιειστήκει τὰ πράγματα· οὔτε γὰρ οἰκεῖον στράτευμα, οὔτε συμμαχικὸν αὐτοῦ που συνείλεκτο, εἰ μή τις ὀλίγη μερὶς ξενικὴ, ὁπόση τις εἴωθεν ἐφέπεσθαι ταῖς βασιλείοις πομπαῖς· ὅ γέ τοι τῆς ἑῴας στρατὸς οὐδὲ κατεσκήνουν ἐφ' ἑαυτῶν ἕκαστοι, ἵνα δή τι καὶ κατὰ σύνθημα ταχὺ συλλεγέντες βοηθήσαιεν τῷ αὐτοκράτορι κινδυνεύοντι, ἀλλ' ἐς τὰ βαθύτερα τῆς Ἰβηρίας ἐστρατοπεδεύκεισαν, ἐπιδρομήν τινος βαρβάρου ἀνακρουόμενοι· διὰ ταῦτα ἀπολώλεισαν τῷ βασιλεῖ αἱ ἐλπίδες, καὶ τοσοῦτον μόνον ἀνέπνει, ὁπόσον αὐτὸν ἡ τοῦ τείχους περιβολὴ διεζώννυεν· ὅθεν περὶ τοῦτο ἐπόνει, τά τε κατερρᾳθυμημένα τῶν μερῶν ἀνακτώμενος καὶ λιθοβόλοις καταπυκνῶν μηχανήμασιν.
6.106 Ἔτυχε δέ πως αὐτῷ τηνικαῦτα καὶ τὰ ἄρθρα ἐς τοσοῦτον νοσήσαντα, ὡς τάς τε χεῖρας αὐτῷ πάντη διαλελύσθαι, τούς τε πόδας μετὰ τοῦ μὴ βαδίζειν δύνασθαι, ἔτι τε καὶ ἀλγηδόσι σφοδραῖς διατείνεσθαι· ξυμπεπονήκει δὲ αὐτῷ καὶ ἡ γαστὴρ διαρρυεῖσα καὶ πάντη διαφθαρεῖσα, καὶ τὸ σύμπαν δὲ αὐτῷ σῶμα τηκεδών τις ὑπεσμύχετο καὶ διεβόσκετο, ὥστε μήτε προϊέναι δύνασθαι, μήτε δὴ τοῖς πολλοῖς εἰς ὁμιλίαν καθίστασθαι. Ἔνθεν τοι καὶ ἡ τῆς Πόλεως πληθὺς τεθνηκέναι οἰηθέντες ἐκεῖνον, κατὰ πλῆθος ἐπὶ μέρους ξυνιόντες περὶ τοῦ δεῖν ἐντεῦθεν ἀποδράσασθαι καὶ πρὸς τὸν τύραννον ἀπιέναι βουλὴν ἐποιοῦντο· ὅθεν καὶ παρὰ φύσιν ὁ αὐτοκράτωρ κατεβιάζετο ὁμιλεῖν τε τοῖς πολλοῖς ἐκ διαστήματος, ἢ καὶ πόρρωθεν ὁρᾶσθαι, καὶ ὅτι μὴ ἐτεθνήκει διαβεβαιοῦσθαι τοῖς σχήμασι.
6.107 Τοῦτο μὲν οὕτως εἶχε, καὶ ὁ τύραννος πνεύματος δίκην διαδραμὼν μετὰ παντὸς τοῦ στρατεύματος αὐτοῦ που πρὸ τῆς Πόλεως ἐναυλίζεται, καὶ ἦν τὸ γιγνόμενον οὐ πόλεμος, οὐδ' ἀντίστασις, ἀλλὰ πολιορκία καθαρὰ καὶ τειχομαχία. Ἐγὼ γοῦν καὶ στρατιωτῶν αὐτῶν καὶ πρεσβυτέρων ἀνδρῶν ἐνίων ἀκήκοα, ὡς οὐδεὶς ποτὲ τῶν τυραννευσάντων εἰς τοῦτο τόλμης ἐλήλυθεν, ὥστε καὶ μηχανήματα πρὸ τῆς Πόλεως στῆσαι παρασκευάζεσθαι καὶ τόξα τείνειν ἐπὶ τὰς ἐπάλξεις, τὴν πᾶσαν περιβολὴν τῶν τειχῶν ἔξωθεν στρατῷ περιζωννύων· ἔκπληξις οὖν κατεῖχε καὶ θόρυβος ξύμπαντας, καὶ ἁλώσιμα πάντα ἐδόκει γενήσεσθαι. Ὁ δέ γε τύραννος τέως μὲν βραχύ τι πρὸ τῶν τειχῶν γεγονὼς, χάρακά τε βάλλεται καὶ στρατοπεδεύει λαμπρῶς, καὶ βραχύ τι μέρος ἐπ' αὐτοῦ τῆς νυκτὸς αὐλιζόμενος, τὸ λοιπὸν αὐτός τε ἐξιππασάμενος καὶ ταῖς δυνάμεσι τοῦτο παρακελευσάμενος, τό τε ψιλὸν διατάξας, βάδην τε προϊὼν, κατ' αὐτὸ τὸ περίορθρον πρὸ τῶν τειχῶν ἀθρόοι καθίστανται, οὐ συμμίγδην, οὐδὲ κατὰ πλῆθος συνειλεγμένοι, ἀλλὰ στρατιωτικῶς διεσκευασμένοι καὶ πολέμου σχῆμα διατυπώσαντες· καὶ ἵνα δὴ ὡς ἀπειροπολέμους ἡμᾶς καταπλήξαιεν, ἐσιδηροφόρησαν ξύμπαντες, οἱ μὲν ἐντελέστεροι καὶ περικνημῖσι καὶ θώραξιν ἑαυτοὺς καθοπλίσαντες καὶ τὴν ἵππον κατάφρακτον στήσαντες, οἱ δ' ἄλλοι ὡς εἶχον ἕκαστοι καθωπλίσθησαν.
6.108 Αὐτὸς μὲν οὖν ὁ τύραννος λευκοῦ ἐπιβεβηκὼς ἵππου, τὸ μεσαίτατον εἶχε τῆς φάλαγγος ἅμα τοῖς τῶν ἱππέων ἐπιλέκτοις καὶ τῇ κρείττονι στρατιᾷ· περιΐστατο δὲ αὐτὸν καὶ ψιλὸν, ἑκηβόλοι ξύμπαντες καὶ κοῦφοι καὶ εὔδρομοι, ἡ δὲ λοιπὴ φάλαγξ ἑκατέρωθεν διειστήκεισαν ὑφ' ἡγεμόσι παραταττόμενοι, οἱ δὲ λόχοι τὸ σχῆμα φυλάττοντες οὐ σὺν ἑκκαίδεκα ἀλλὰ σὺν ἐλάττοσι διῄρηντο, ἵν' ἐς μῆκος αὐτοῖς ἐκτείνοιτο ἡ πληθὺς, ὅθεν οὐδ' ἐπυκνοῦντο, οὐδὲ συνήσπιζον· τὸ δὲ κατόπιν πλῆθος πολύ τι καὶ δυσαρίθμητον τοῖς ἐκ τῶν τειχῶν ἔδοξε· διῄρηντο γὰρ κἀκεῖνοι, ἅμα δὲ καταθέοντές τε καὶ διϊππεύοντες οὐ μᾶλλόν τι ἰσχὺν παρατάξεως ἢ φαντασίαν πλήθους παρεῖχον.
6.109 Ἐκεῖνοι μὲν οὕτως· ὁ δέ γε αὐτοκράτωρ πολιορκούμενος ἔσωθεν, ἵνα τέως ὀφθείη τῷ ἐναντίῳ στρατεύματι ζῶν, ἐσθῆτι βασιλικῇ κοσμηθεὶς ἐπί τινος προβεβλημένου τῶν ἀνακτόρων οἰκήματος ἅμα ταῖς βασιλίσι καθῆστο, ὀλίγον μὲν ἐμπνέων, βραχὺ δ' ἀναστένων, καὶ τοσοῦτον ὁρῶν τοῦ στρατεύματος ὁπόσον εἱστήκει ἐγγύς τε καὶ κατὰ μέτωπον. Οἳ δ', ἐπειδὴ ἀγχοῦ που τῶν τειχῶν γενόμενοι διετάξαντο, τὰ μὲν πρῶτα τοὺς ἐπὶ τοῖς τείχεσιν ἑστηκότας ὧν τε παρὰ τοῦ βασιλέως δεινῶν ἐπεπόνθεισαν καὶ ὧν, εἰ μὲν ἁλοίη ἀπαλλαγήσονται, εἰ δ' ἀφεθείη πείσονται, ἀνεμίμνῃσκον κατὰ μέρος, καὶ ἠξίουν τὰς πύλας τε αὐτοῖς ὑπανοῖξαι καὶ εἰσδέξασθαι ἐπιεικῆ καὶ χρηστὸν αὐτοκράτορα, φιλανθρώπως τε αὐτοῖς χρησόμενον καὶ τὸ Ρωμαίων κράτος τοῖς κατὰ τῶν βαρβάρων πολέμοις τε καὶ τροπαίοις αὐξήσοντα.
6.110 Ἐπεὶ δὲ οὐδὲν αὐτοῖς εὔφημον πρὸς οὓς ὁ λόγος ἀνταπεκρίναντο, ἀλλὰ πάσαις μὲν ὕβρεσι, πάσαις δὲ ἀτιμίαις αὐτούς τε καὶ τὸν ἐπ' αὐτοῖς τυραννοῦντα κατέπλυναν, τὰς ἐκ τοῦ πλήθους ἐλπίδας καθάπαξ ἀπογνόντες, ἀπαισίους ἀπερρίπτουν ἐπὶ τὸν βασιλέα φωνὰς, νῦν μὲν τὴν τοῦ σώματος αὐτῷ προσονειδίζοντες πάρεσιν, νῦν δ' ἐναγῆ ἀποκαλοῦντες καὶ πρὸς οὐχ ὁσίας ἀποκλίναντα ἡδονὰς, νῦν δὲ Πόλεως ὄλεθρον καὶ δήμου φθορέα, νῦν δ' ἄλλο τι τῶν ἀτοπωτάτων ἐπισυνείροντες τούτῳ καὶ καθυβρίζοντες· οἱ δὲ πλείους τῶν Μακεδόνων, δῆμος ὄντες αὐθαδείᾳ χαίροντες καὶ θρασύτητι, καὶ οὐ στρατηγικῆς ἀφελείας ἀλλὰ πολιτικῆς βωμολοχίας ὄντες ἐθάδες, τῶν ἵππων τε οἱ πλείους ἀπέβαινον, καὶ χορείας εἰς τοὐμφανὲς συνιστῶντες, αὐτοσχεδίους ἐποιοῦντο κωμῳδίας τῷ αὐτοκράτορι, τὴν γῆν τῷ ποδὶ σὺν ρυθμῷ καὶ μέλει ἐπικροτοῦντες καὶ κατορχούμενοι. Ὁ δ' ἐπειδὴ τούτων τὰ μὲν ἑώρα, τὰ δὲ ἤκουεν, εἱστήκειν δ' ἐγὼ πλησίον αὐτῷ, τὰ μὲν ἐν δεινῷ τῶν λεγομένων ποιούμενος, τὰ δὲ λόγοις παραμυθούμενος, οὐκ εἶχεν ὅ τι καὶ δράσειεν, τὴν ἐπὶ τῶν ἔργων αἰσχύνην ἐπὶ τῶν παρ' ἐκείνων ὑφιστάμενος λόγων.
6.111 Τῶν δέ γε πολιτῶν ἔνιοι ἐκτὸς τοῦ τείχους γενόμενοι τὴν ἵππον ἀνεῖργον αὐτοῖς, οἱ μὲν λίθους ἀπὸ σφενδόνης ἀπορριπτοῦντες, οἱ δ' ἐπιτοξάζοντες· οἱ δὲ καὶ φυγὴν ἐπιτετηδευμένην πλασάμενοι, ἐπειδὴ κατόπιν θέειν αὐτοὺς ἐξηπάτησαν, ἀθρόον ἐπιστραφέντες, ξίφεσι, δόρασιν ἀνῃρήκασι. Καί τις τῶν παρ' ἐκείνοις ἀφ' ἵππου τοξεύειν εἰδὼς, τοὺς ἡμετέρους λαθὼν ὀφθαλμοὺς πρὸς τοῖς τείχεσί τε γίνεται, καὶ καταντικρὺ τοῦ βασιλέως ἐπὶ μέτωπον τὴν τοῦ τόξου ἑλκύσας νευρὰν, ἐπ' αὐτὸν τὸ βέλος ἀφίησι· τὸ δὲ τὸν μεταξὺ ἀέρα εὐπετῶς περιπτυξάμενον, βραχύ τι παρεκνεύσαντος τοῦ αὐτοκράτορος, μειράκιον οὐκ ἀνώνυμον τῶν ἐκείνου κατευναστήρων βραχύ τι παραξέει τὴν πλευρὰν παρελάσαν, καὶ ἡμεῖς τῷ φόβῳ ἐπάγημεν, ὅ τε αὐτοκράτωρ τὴν καθέδραν διήμειψε καὶ πορρωτέρω τοῦ πολεμικοῦ ἐγεγόνει συστήματος. Οἱ δ' ἐπορθρευσάμενοι, ὥς μοι εἴρηται, μέχρις αὐτῆς μεσημβρίας, τὰ μὲν εἰπόντες, τὰ δ' ἀκούσαντες, καὶ νῦν μὲν θωπεύσαντες ἡμᾶς, νῦν δ' ἀπειλήσαντες, τοὺς ἵππους παραγαγόντες ἐπὶ τὸν χάρακα ᾔεσαν, μηχανάς τε παρασκευάσαντες καὶ τὴν Πόλιν πάλιν πολιορκήσαντες ἄντικρυς.
6.112 Ὁ δέ γε βασιλεὺς, ἐπειδὴ καθ' ἑαυτὸν ἐγεγόνει, δεινὸν ποιεῖται εἰ μή τινας αὐτοῖς στρατιώτας σχεδιάσοι, ἀποταφρεύσοι τε τούτοις τὰς εἰσβολὰς καὶ ἀποτειχίσοι τὴν εἴσοδον, πόρρω τε στήσοι ὥστε μὴ τῶν λεγομένων ἀκούειν, μηδ' ἐμφορεῖσθαι τῶν ὕβρεων· καὶ τοῦτο δὴ πρῶτον κακῶς λογισάμενος, εἶτα δὲ καὶ πρός τινας τῶν ἀπειροπολέμων ἐξενεγκὼν, ἐπειδὴ τοῖς πολλοῖς τὸ δόξαν ἤρεσεν, πρῶτα μὲν διερευνᾶται τὰ δεσμωτήρια καὶ εἴ πού τι φῦλον παρὰ τούτοις στρατιωτικὸν κατακέκλειστο, τούτους ἐξενεγκών τε καὶ καθοπλίσας, τόξα τε δοὺς καὶ δοράτια, ἑτοιμάζει πρὸς πόλεμον· ἔπειτα πλῆθος πολιτικῶν οὐκ ὀλίγων (ἐθελονταὶ δὲ οὗτοι τοῖς λόχοις ἑαυτοὺς ἐνεδίδοσαν, ὥσπερ τι τῶν ἄλλων καὶ τὸν πόλεμον παίζοντες), τῷ λοιπῷ στίφει συναριθμεῖ· καὶ διὰ πάσης τῆς νυκτὸς [τὸν] περὶ τῆς Πόλεως τόπον περιταφρεύσας, χάρακα ἐκεῖσε ἱδρύεται· καὶ ἅμα πρωῒ, πρὶν ἢ τοὺς πολεμίους ἐπιστῆναι τῷ Ἄστει, τὴν λογάδα τῶν παρ' ἡμῖν διατάξας καὶ κατ' ἀντικρὺ στήσας ἐκείνοις, τὸ μὲν ἱππέων μερίδας, τὸ δὲ συντάξεις ψιλῶν, ὅπλοις τε σκεπαστηρίοις πάντας περιφραξάμενος κατὰ λόχους ξύμπαντας ἵστησι, καὶ αὐτὸς αὖθις ἐν μετεώρῳ καθίσας ἐξ ἀπόπτου ἐγνώκει τὸ μέλλον ἰδεῖν.
6.113 Τούτων δὲ οὐδὲν ᾔδεσαν οἱ πολέμιοι, ἀλλ' ἐπειδὴ πλησιάσαντες ἀθρόοις τοῖς καθ' ἡμᾶς λόχοις ἐντετυχήκεσαν, πρῶτα μὲν τοὺς χαλινοὺς ἐπισχόντες ἠξίουν μαθεῖν ὁπόθεν ἡμῖν ἀθρόον οὕτω συνελέγη τὸ στρατόπεδον· ἐδεδοίκεσαν γὰρ μή τις ἀπὸ τῆς ἑῴας μερὶς ἐπιβοηθήσασα παραγέγονεν· ἐπεὶ δὲ ἐγνώκεισαν ὅτι ἀγυρτικὸς ὄχλος αἱ παρ' ἡμῖν δυνάμεις τυγχάνουσιν ὄντες, τήν τε ταφρίαν οὐδὲν ἔχουσαν βαθὺ καὶ δύσβατον ἐθεάσαντο, τῆς τοῦ κρατοῦντος ἀβελτερίας καταγελάσαντες, καὶ τοῦτον εἶναι αὐτοῖς τὸν ἐπιζητούμενον καιρὸν ἐγνωκότες, συνησπικότες ἀλλήλοις καὶ τὸ ἐνυάλιον ἀλαλάξαντες, ἀθρόοι κατ' ἴσον εἰσβαλόντες τοῖς ἵπποις καὶ ρᾷστα τὴν ταφρίαν ὑπερπηδήσαντες, τρέπουσί τε εὐθὺς τοὺς τέως συντεταγμένους, καὶ κατὰ νώτου τούτοις γινόμενοι ἄρδην ἀνῄρουν τὰ μὲν ξίφεσι, τὰ δὲ δόρασιν· οἱ δὲ πλείους ὑφ' ἑαυτῶν συνωθούμενοι καὶ τῶν ἵππων ἐξολισθαίνοντες αὐτοῦ που συνεπατοῦντο καὶ διεφθείροντο· ἔφευγον δὲ οὐ μόνον ὅσοι τοῦ Ἄστεως ἐκτὸς ἐγεγόνεισαν, ἀλλὰ δὴ καὶ ὅσοι πρὸς τῷ βασιλεῖ ἑστῶτες ἐτύγχανον· ᾤοντο γὰρ αὐτίκα τὸν τύραννον εἰσιέναι καὶ πάντας διαφθαρήσεσθαι.
6.114 Καὶ εἴ τις τοὺς τῆς προνοίας λόγους ἐάσειε, οὐδὲν ἦν ἐμποδὼν ἐκείνοις ἐντός τε τῶν τειχῶν γενέσθαι καὶ τοῦ ἐφετοῦ τυχεῖν ἐλευθέρως· οἵ τε γὰρ ταῖς τῶν τειχῶν εἰσόδοις ἐφεστηκότες τὴν φρουρὰν ἀφέντες, ἐζή τουν ὅπη τις ἐκείνους φρουρήσειε· ἥ τε Πόλις ξύμπασα, οἱ μὲν εἰς αὐτοὺς ἀνακεχωρήκεσαν, οἱ δ' ὑπαντῆσαι τῷ τυράννῳ προεθυμήθησαν· ἀλλ' οὗτος τὴν εἴσοδον ἅπαξ ἀποδειλιάσας, ἢ μᾶλλον τεθαρρηκὼς ὡς παρ' ἡμῶν εἰς τὴν βασιλείαν παρακληθείη καὶ ὑπὸ προηγουμένῳ φωτὶ καὶ βασιλείῳ πομπῇ ἀναχθείη εἰς τὰ βασίλεια, τὴν μὲν εἴσοδον ἐς αὔριον ἀναβάλλεται, παρελαύνων δὲ τὸν ἵππον ἐφ' ἕκαστα τὰ μέρη τῶν οἰκείων δυνάμεων, μηδένα παίειν ἐβόα, μηδὲ πληροῦσθαι φόνου συγγενικοῦ, κἂν εἴ τινα ἴδοι τὸ ἀκόντιον ἐπισείοντα ἢ τῷ δόρατι βαλεῖν ἐθέλοντα τὸν ἀγχοῦ, ἐπεῖχε τὴν χεῖρα καὶ ἠλευθέρου τὸν φεύγοντα.
6.115 Ὁ τοίνυν βασιλεὺς, μόνος δὲ ἄρα καταλέλειπτο ὡς αὐτίκα τεθνηξόμενος, ἐπειδὴ τούτων ἤκουσε τῶν φωνῶν, καὶ τὸν τύραννον εἶδε τοὺς φόνους ἀποτρεπόμενον· «Τοῦτό με μόνον τῶν ἄλλων θράττει δεινῶς (πρὸς ἐμὲ στραφεὶς), ἔφησε, ὅτι τυραννεῖν ὁ δεινὸς ἀνὴρ ἐπιβαλλόμενος, φιλανθρώπους ἀφίησι καὶ ἡμέρους φωνάς· δέδοικα γὰρ μὴ ἐντεῦθεν τὴν θείαν ἑαυτῷ συνεπισπάσηται δύναμιν.»
6.116 Τῆς δ' ἀδελφῆς ἀποδυρομένης, φημὶ δὴ τῆς πρεσβυτέρας (ἡ γὰρ Εὐπρεπία ὑπερορίαν καταδεδίκαστο), καὶ φυγεῖν αὐτὸν προτρεπούσης, εἴς τινά τε τῶν θείων ναῶν καταφυγεῖν, ταυρηδὸν πρὸς αὐτὴν ἀποβλέψας· «Ἀπα γέτω τις αὐτὴν, ἔφησεν, εἴ τις ἡμῖν καταλέλειπται, ἵνα καθ' ἑαυτὴν τὸν θρῆνον ποιοῖτο, καὶ μὴ τὴν ἐμὴν καταμαλθακίζοι ψυχήν· τὸ γὰρ εὐτύχημα, φησὶ, τῷ τυράννῳ (πρὸς ἐμὲ αὖθις ὑποστραφεὶς) τὴν τήμερον περιώριστο· τὸ δέ γε λοιπὸν, ὥσπερ ψάμμου ὑποπασθείσης αὐτῷ, πρὸς τοὐναν τίον χωρήσει τὰ πράγματα.»
6.117 Ὁ μὲν οὖν τύραννος ταῦτα διαπραξάμενος, αἰχμαλώτους τε οὐκ ὀλίγους ζωγρήσας, συντεταγμένος ἐπὶ τὸν χάρακα ἄπεισιν· ὁ δέ γε αὐτοκράτωρ οὐδὲν αὖθις καινοτομήσειν ἐπ' ἐκεῖνον ἐσκέψατο, ἀλλὰ τὰς τῶν τειχῶν εἰσόδους καθαρμοσάμενος, τό τε πλῆθος δημαγωγήσας τῆς Πόλεως καὶ τῆς προλαβούσης αὐτοὺς εὐνοίας ἀποδεξάμενος, τῆς δέ γε μελλούσης ἔπαθλα ὥσπερ ἐπ' ἀγωνίαις προθεὶς, εὐπετῶς τὴν πολιορκίαν διήνεγκεν· ὁ δέ γε τύραννος τὴν νύκτα μόνην ἐκείνην ἐπὶ τοῦ χάρακος αὐλισάμενος, ἐπειδὴ ὄρθρος ἐγεγόνει, τὰς δυνάμεις ἀναλαβὼν ὡς ἐπὶ προκειμένην τὴν βασιλείαν συνήλαυνε, τούς τε αἰχμαλώτους δεσμίους ἀπαγαγὼν πρὸ τῶν τειχῶν ἵστησι, διδάξας ὅ τι δὴ πρὸς τὸν καιρὸν φθέγξαιντο· οἱ δὲ διαστάντες, ἐλεεινοὶ καὶ ταῖς φωναῖς καὶ τοῖς σχήμασι, πρὸς μὲν τὸν βασιλέα οὐδένα ἐποιοῦντο λόγον, τὸ δέ γε πλῆθος ἠξίουν μὴ καταφρονῆσαι ὁμοφύλου καὶ συγγενικοῦ αἵματος, μηδὲ θέλειν τοῖς ὀφθαλμοῖς αὐτοὺς ἐπιδεῖν ἐλεεινὸν θέαμα, ὥσπερ ἱερεῖα μελιζομένους, μηδ' εἰς τοσοῦτον ἡμᾶς ἀτυχίας ἐλάσαι ὥστε τοιούτου καταφρονῆσαι αὐτοκράτορος, ὁποῖος οὐδεὶς ἐγεγόνει τῶν πάντων, οὗ δὴ αὐτοὶ πεπείρανται ἀκριβῶς· ἐξὸν γὰρ ἄχρι τοῦ νῦν ἀναιρήσειν αὐτοὺς καὶ διαχρήσασθαι ὡς πολεμίους, ὁ δὲ ἄχρι τοσούτου ἀναβάλλεται τὴν σφαγὴν, ἡμῖν τὰς ἐκείνων ψυχὰς χαριζόμενος· πρὸς τούτοις καὶ τὰ περὶ τοῦ παρ' ἡμῖν βασιλέως ἐπετραγῴδουν δεινὰ, καὶ ὡς κατ' ἀρχὰς τὰς ἐλπίδας τῆς Πόλεως ἐπάρας εἰς τοὔσχατον, ἐκ τῶν νεφῶν ἀφῆκεν ἐπὶ κρημνόν. Τὰ μὲν τῶν αἰχμαλώτων ὡς ἐπὶ κεφαλαίῳ τοιαῦτα, αἱ δὲ παρὰ τοῦ δήμου φωναὶ ὁποῖαι καὶ πρότερον.
6.118 Εἶτα δὲ καί τι τοιοῦτον ἐπισυμβεβήκει· λίθων ἀξιόλογα βάρη ἀπὸ τῶν ἐντὸς τειχῶν ἐπὶ τοὺς πολεμίους ἐπετοξεύοντο, κατευστόχουν δὲ οὐδενὸς, ἀλλὰ τοῦ σκοποῦ ἀπερριπτοῦντο ἐντός· τηνικαῦτα δὲ εὐτονώτερον οἱ ἀνθέλκοντες τὸ μηχάνημα, τὴν σφενδόνην ἀντανακλάσαντες, λίθον τινὰ τῶν ἁδροτέρων κατ' αὐτοῦ τοῦ τυράννου ἐπιρρίπτουσι, καὶ τούτου μὲν ἀποτυγχάνουσι, φυγὴν δὲ καὶ πτοίαν ἐκείνῳ τε καὶ τοῖς περὶ αὐτὸν ἐμβάλλουσιν· ὅθεν ἅπαξ κατασεισθέντες τῷ δέει καὶ πρὸς ἑαυτοὺς συγχυθέντες, τόν τε συνασπισμὸν ἔλυσαν καὶ πρὸς τὸν χάρακα ὑποστρέφουσιν.
6.119 Ἐντεῦθεν αὐτοῖς εἰς τοὐναντίον κεχωρήκει τὰ πράγματα, καὶ βραχύ τι ταῖς ἐλπίσι μετεωρισθέντες, εἰπεῖν δὲ καὶ τῷ πάσχοντι τοῦ καιροῦ, ταχὺ κατωλίσθησάν τε καὶ διερρύησαν· οὐκ ἔτι γοῦν αὖθις τῷ τείχει τῆς Πόλεως προσεπέλασαν, ἀλλ' ὀλίγας τινὰς ἐν ᾧ κατεσκήνωσαν ἡμέρας διαυλισάμενοι, παλινδρομοῦσιν ὅθεν προσήλασαν, οἱ πλείους ἀσύντακτοι καὶ ὡς φυγάδες· τηνικαῦτα γοῦν εἴ τινες αὐτοῖς ἑκκαίδεκα ἢ πλείους ὀλίγῳ ἱππόται ἐφάνησαν κατὰ νώτου γενόμενοι, οὐδὲ πυρφόρος ἂν ὑπελείφθη τῷ διεσπαρμένῳ ἐκείνῳ στρατοπέδῳ καὶ ἀσυντάκτῳ. Ἀλλ' ὁ αὐτοκράτωρ, καίτοι γε τὴν τούτων φυγὴν προειδὼς, οὐκ ἐπεχείρησε τῇ διώξει, ἀλλ' ἐπέσχεν αὐτὸν τὸ πρότερον δέος, καὶ διὰ ταῦτα κρίσιν οὐκ ἔλαβεν τοῦ καιροῦ.
6.120 Ἡμῖν μὲν οὖν καὶ ἡ ἐκ τοῦ χάρακος ἀναχώρησις τρόπαιον περιφανέστατον ἔδοξε, καὶ τὸ τῆς Πόλεως πλῆθος ἐκεῖσε χυθέντες πλείστοις ἐφοδίοις τῶν αὐτόθι κατασκηνωσάντων ἐπιτυγχάνουσιν· οὐ γὰρ εἶχον αὐτὰ τοῖς ὑποζυγίοις ἀναθέσθαι τε καὶ ἐπιφορτίσασθαι, πλείονα ποιούμενοι λόγον ὅπως ἂν λάθοιεν ἐκεῖθεν ὑποχωρήσαντες, ἢ τοῦ πλουσίως καὶ ἐμπαρασκεύως ποιήσασθαι τὴν φυγήν· ἐπεὶ δὲ ἀνακεχωρήκεσαν, δι' ὀργῆς εὐθὺς εἶχον τὸν ἄγοντα, καὶ ἕκαστος τῷ καθ' ἑαυτὸν δέει φεύγειν ἐκεῖνον ὡρμημένος, τῷ πρὸς ἀλλήλους φόβῳ καὶ τῷ δυσεπιτεύκτῳ τοῦ πράγματος αὖθις συνείχετο. Τέως γοῦν ὅσους ὁ καιρὸς ἐδίδου λαθεῖν, ἀπνευστὶ πρὸς τὸν αὐτοκράτορα καὶ τὴν Πόλιν κατέθεον, οὐ τῶν ἐν πλήθει μόνον στρατιωτῶν, ἀλλὰ καὶ τῶν ἐν τέλει καὶ τῶν στρατηγούντων. Τῷ δὲ τυράννῳ καὶ δεύτερόν τι, καὶ τρίτον, καὶ ἄλλο ἐπ' ἄλλῳ προκεχωρήκει κακόν· τοῖς γὰρ πρὸς ἑσπέραν προσβαλὼν φρουρίοις, εὐαλώτοις ἄλλως τῇ τε τοῦ τόπου ἐπιτηδειότητι καὶ τῇ τῶν τειχῶν διαιρέσει, τῷ μὴ προσδοκᾶν πολλοῦ χρόνου πολέμιον, οὐδὲν τούτων ὤφθη ἐκ πολιορκίας παραστησάμενος, τῶν προστεταγμένων τειχομαχεῖν οὐ τοῦ πολιορκεῖν λόγον ἐχόντων, ἢ τοῦ παλινδρομεῖν, καὶ τοῦτο αὐτὸ δεικνύειν τοῖς πολιορκουμένοις, ὅτι μὴ βούλοιντο ἐκείνοις ἐναντιοῦσθαι, εἰ μὴ ὅσον ταῖς προσελάσεσι καὶ τοῖς σχήμασιν.
6.121 Ὁ μὲν οὖν τυραννήσας οὕτως αἰσχρῶς τῆς μεγάλης Πόλεως ἀπαλλάττεται, καὶ ἔτι αἴσχιον τοῖς ἐφεξῆς φρουρίοις προσβαλὼν ἀνεκρούετο· ὁ δέ γε αὐτοκράτωρ καὶ τὰς δυνάμεις ἐκ τῆς ἑῴας ἀνακαλεῖται, καὶ, ἐπειδὴ τάχιστα ἐπανεληλύθεσαν, κατὰ τῶν ἑσπερίων ὁμοφύλων ὁμοῦ καὶ βαρβάρων ἀφίησιν· οἱ δ' ἐπειδὴ ἐγνώκεσαν τὴν τῶν ἑῴων στρατευμάτων ἐπέλευσιν, οὐκ ἔτι βουλὴν περὶ τοῦ μάχεσθαι ἢ μὴ ἐποιήσαντο πρὸς αὐτοὺς, ἀλλὰ διασπαρέντες εὐθὺς καὶ κακῶς εἰπόντες τὸν τύραννον, οἱ μὲν ἐπ' οἴκου παλινοστοῦσιν, οἱ δέ γε πλείους τῷ αὐτοκράτορι προσερρύησαν, πολλὰ πρότερον ὀμωμοκότες καὶ καθ' ἱερῶν τὰ πιστὰ δόντες, ὥστε σὺν ἀλλήλοις καὶ μετ' ἀλλήλων ἐπὶ τοῖς τοῦ τυραννεύσαντος ἀποθανεῖν ὀφθαλμοῖς, ἀλλὰ τηνικαῦτα τῷ δέει παγέντες ἐλάχιστα τῆς συνωμοσίας ἐμέμνηντο.
6.122 Εἷς δὲ τῶν πάντων, συστρατιώτης ἄνωθεν τῷ τυράννῳ, Ἰωάννης τὸ ὄνομα, τὴν προσηγορίαν Βατάτζης, ἀνὴρ κατά τε σώματος φύσιν καὶ χειρῶν ἀκμὴν τοῖς θρυλλουμένοις ἐκείνοις ἐφάμιλλος ἥρωσι, μέχρι παντὸς παραμεμενήκει τῷ τυραννεύσαντι· ἀμέλει καὶ φυγόντι καὶ εἰς θεῖον καταπεφευγότι ναὸν συμπέφευγέ τε καὶ συγκατέφυγεν, ἐξὸν ἐκεῖνον λιπεῖν καὶ τὰς πρώτας ἔχειν τιμὰς, ὁ δὲ ἀλλ' ἐν δευτέρῳ τἄλλα θέμενος τὴν ἐπὶ τοῖς ὅρκοις πίστιν οὐ διεψεύσατο. Οἱ μὲν οὖν ἔς τι τῶν ἱερῶν ἀδύτων καταπεφεύγασι, καὶ τὰ ξίφη σπασάμενοι ἠπείλουν ἀποκτενεῖν ἑαυτοὺς, εἴ τις ἐκεῖθεν σὺν βίᾳ ἀπάγειν αἱροῖτο· δι' ὅρκων γοῦν τὸ πιστὸν εἰληφότες ἐκεῖθέν τε ἐξῄεσαν καὶ σφᾶς ἑαυτοὺς τῷ ἐγγυησαμένῳ παραδεδώκασιν· ἀλλ' ὁ μὲν τυραννεύσας εὐθὺς καταπεπτώκει πρὸς τὸν καιρὸν, καὶ τοῦτο μὲν ἐλεεινὰς ἀφίει φωνὰς, τοῦτο δὲ πρὸς λιπαρήσεις ἐτράπετο, καὶ τοῦτο δ' ἄλλο τι ποιῶν τῶν μὴ γενναίων ἐδείκνυτο· ὁ δέ γε Βατάτζης οὐδὲ ἐν τοῖς δεινοῖς γεγονὼς ἐπιλέληστο τοῦ φρονήματος, ἀλλὰ σοβαράν τε αὖθις εἷλκεν ὀφρὺν καὶ γενναῖος ὦπτο πᾶσι καὶ ἀκατάπληκτος.
6.123 Ἐπὶ τούτοις ὁ αὐτοκράτωρ ἐβούλετο μὲν μηδενὶ τῶν ὅλων μνησικακῆσαι, μηδέ τι δρᾶσαι τοὺς τετολμηκότας δεινὸν, Θεῷ τε τοῦτο ἐπαγγειλάμενος καὶ τὰ φρικωδέστατα ἐπαρασάμενος ἑαυτῷ, εἰ μὴ πᾶσι τοῖς ἀντάρασιν αὐτῷ χεῖρα φανείη πρᾷος καὶ ἵλεος· ἀλλ' ἐπειδὴ πρὸς τοῖς τείχεσιν οὗτοι ἐγένοντο, εὐθὺς ἐν μνήμῃ τῶν παρ' αὐτοῖς τολμηθέντων γενόμενος, οὐκ ἔτι γνωσιμαχήσας, οὐδὲ τοὺς λογισμοὺς κατασχὼν, ἀφαίρεσιν εὐθὺς αὐτοῖς τῶν ὀμμάτων καταψηφίζεται· κἀνταῦθα τοίνυν ὁ μὲν τύραννος γοερὰν ἀφῆκε φωνὴν καὶ ἀγενῶς ἑαυτὸν ἀποδύρεται, ἅτερος δὲ τοσοῦτον εἰρηκὼς, ὅτι στρατιώτην γενναῖον τὸ Ρωμαίων κράτος ἀπόλλυσιν, ἐξυπτιάζει εὐθὺς τῷ ἐδάφει καὶ γενναίως τὴν τιμωρίαν ὑφίσταται. Ἐπὶ τούτοις θρίαμβον ὁ βασιλεὺς μέγιστον τῶν πώποτε θρυλλουμένων κατάγει, καὶ μέχρι τούτου στήσας τὴν ὁρμὴν τῆς ὀργῆς, εὐμενέστατα πρὸς τοὺς ἐπιβουλεύσαντας διαλύεται.
6.124 Ὃ δέ με πρὸ τῶν ἄλλων διέλαθεν, ὅπως ἐκεῖνος ἔσχεν εὐθὺς βασιλεύσας τοῦ σώματος, ἐξ οἵας τε ἀκμῆς καὶ εὐτονωτάτης ἰσχύος εἰς ἐναντίαν ἕξιν μετήμειπτο, ὅπως τε ὥρας ἔχων ἀκριβῶς αὐτὴν μέχρι παντὸς οὐ διεσώσατο, ἀλλ' οἷα δή τις ἥλιος νέφεσι καλυφθεὶς ἀμυδρὰν ἐδίδου τοῖς ὁρῶσι τὴν λαμπηδόνα τῆς φύσεως, ἐνταυθοῖ θήσω ἀπὸ τῶν ἐναντίων ἀρξάμενος.
6.125τ Περὶ τοῦ εἴδους τοῦ βασιλέως. Ἄγαλμα κάλλους ἐκεῖνον ἡ φύσις τῷ βίῳ παρέδωκεν, οὕτω μὲν ἐμμελῶς συναρμόσασα, οὕτω δὲ εὐρύθμως ἀποτυπώσασα, ὡς μηδένα ἔχειν ἐν τῷ καθ' ἡμᾶς χρόνῳ τὸν παρισούμενον, τῇ δὲ εὐαρμοστίᾳ καὶ εὐτονίαν ἰσχύος ἐπέθηκεν, ὥσπερ οἴκῳ καλῷ θεμελίους ὑποθεῖσα στερρούς· ταύτην δὲ τὴν ἰσχὺν οὐκ ἐν μήκεσι χειρῶν, οὐδὲ ἐν μεγέθεσι τῶν ἄλλων μερῶν ἢ μελῶν φέρουσα ἔκλεισεν, ἀλλ' ἐν καρδίας, οἶμαι, βάθεσι κρύψασα, ἀφῆκε τοῦ σώματος τὰ φαινόμενα, κάλλεσι μᾶλλον καὶ ρυθμοῖς διαπρέποντα, ἢ ἀλλοκότοις μεγέθεσιν· αἱ γάρ τοι χεῖρες αὐτῷ καὶ μάλισθ' οἱ δάκτυλοι συμμέτρως ἔχοντες, παρὰ τὴν συμμετρίαν τὴν ρώμην ἐσχήκασι, καὶ οὐδὲν ἦν τι σῶμα τῶν ἁδροτέρων καὶ στεγανῶν, ὃ μὴ ρᾷστα ταῖς ἐκείνου χερσὶ συσφιγγόμενον διεθρύπτετο· εἰ δ' ἀποθλῖψαι πῆχύν τινος αἱροῖτο, πολλῶν ἐκεῖνος ἡμερῶν ἐδεῖτο πρὸς ἴασιν· φασὶ γοῦν αὐτὸν καὶ ἱππάσασθαι κάλλιστα, καὶ δρομικώτατον ἀνθρώπων γενέσθαι, εὔστροφόν τε καὶ κοῦφον καὶ ὅλως πρὸς τὸ πένταθλον ἀπαράμιλλον· ἰσχύος μὲν δὴ οὕτως εἶχε καὶ σώματος εὐκινησίας καὶ ποδῶν ὠκύτητος.
6.126 Τὸ δὲ κάλλος αὐτῷ ὁποῖον τοῦ Ἀχιλλέως ἢ τοῦ Νιρέως ἀκούομεν· ἀλλ' ἐκείνους μὲν ἡ ποιητικὴ γλῶσσα ἐκ πάσης ὥρας τὸ σῶμα ἐπ' ἐξουσίας συμπλάσασα μόλις ἐξήρκεσε, τοῦτον δὲ ἡ φύσις ὡς ἀληθῶς πλάσασά τε καὶ ἀποξέσασα, καὶ ὥσπερ εὐτέχνως τορεύσασα καὶ καλλύνασα τῇ καθ' ἑαυτὴν εὐτεχνίᾳ τὴν μαγικὴν ἀγωνίαν ὑπερεβάλλετο· ἐπεὶ δὲ ἕκαστα τῶν ἐκείνου μελῶν ἀνάλογα πρὸς τὸ ὅλον σῶμα πεποίηκε, κεφαλὴν καὶ ὅσα μετ' ἐκείνην εὐθὺς, χεῖράς τε καὶ ὅσα δὴ μετὰ ταύτας, μηρούς τε καὶ πόδας, ἑκάστοις ἢ ἑκάστῳ τὰ προσήκοντα καταχεαμένη χρώματα, τὴν μὲν κεφαλὴν ἡλιῶσαν ἀπέδειξε καὶ πυρσὴν, τὸ δ' ὅσον ἐν στήθεσι καὶ γαστρὶ ἄχρι ποδῶν καὶ τοῖς ἀντιθέτοις μέρεσιν, τῆς ἀκραιφνεστάτης λευκότητος ὁπόσα δὴ μέτρα λαβοῦσα ἀπέδειξεν ἔμπλεων· καὶ εἴ τις δὴ ἐκεῖνον ἀκριβῶς ᾑρεῖτο ὁρᾶν, ὁπότε δὴ ἀκμαίως εἶχε καὶ οὔπω αὐτῷ τὰ μέρη παρείθησαν, κάλλεσι μὲν ἂν ἡλίου τὴν κεφαλὴν εἴκασεν, οἷα δή τισιν ἀκτῖσι ταῖς θριξὶ διαλάμπουσαν, κρυστάλλῳ δὲ τὸ λοιπὸν σῶμα τῷ καθαρωτάτῳ καὶ διαυγεῖ· ἐρρύθμιστο δὲ καὶ πρὸς ἐμμελὲς ἦθος, ἥ τε γὰρ γλῶσσα τούτῳ ἀστεῖον εἶχε τὸ φθέγμα καὶ ὁμιλοῦντι θέλγη προσείπετο, εἰ δέ γε προσμειδιάσειε, χαρίτων εὐθὺς εἶδες ἀκήρατα θήρατρα.
6.127τ Περὶ τῆς ἀρρωστίας τοῦ βασιλέως. Τοῦτο μὲν οὖν τὸ κάλλος καὶ βασιλεύσας ὁ αὐτοκράτωρ ἐκέκτητο· οὔπω δὲ χρόνος ἐνιαύσιος προβεβήκει, καὶ ἡ κοσμοῦσα τοῦτον φύσις πρὸς τοσοῦτον θαῦμα καὶ ἡδονὴν οἷον μὴ ἐξαρκέσασα, ἀλλ' ἐνδοῦσα καὶ ἀτονήσασα, τήν τε ἰσχὺν ἐκείνῳ καθεῖλε καὶ τὴν ὥραν διεσείσατο· αὐτίκα γοῦν αἱ τοῦ σώματος ἀρχαὶ, λέγω δὲ τὰς στοιχειώ δεις συστάσεις, διαλυθεῖσαι καὶ συγχυθεῖσαι, καὶ νῦν περὶ τοὺς πόδας καὶ τὰ κοῖλα τῶν ἄρθρων, νῦν δὲ ἐπὶ τὰς χεῖρας συναπορρέουσαι, αὖθις δὲ αὐτούς τε τοὺς τένοντας καὶ τὰ περὶ τὸν νῶτον ὀστᾶ κατακλύζουσαι, ὥσπερ τινὰ φορτίδα ἰσχυρῶς ἐξ ἀρχῆς ἔχουσαν ρεύματα ξυνερρυηκότα διέσεισαν.
6.128 Ἤρξατο μὲν οὖν τὸ κακὸν οὐκ ἀθρόον εὐθὺς, ἀλλ' οἱ πόδες πρότερον τὴν τῶν ρευμάτων ρύμην ὑπήνεγκαν· καὶ αὐτίκα κλινήρης τε ἐγεγόνει, καὶ εἴ πού τις ἀνάγκη βαδίζειν, οἷον ἑτεροκίνητος. Καὶ ἦν τοῦτο κύκλος τις καὶ περίοδος, καὶ ἐδόκει τὸ ρεῦμα ἐν τοῖς αὐτοῖς ἀριθμοῖς ἡμερῶν καταβαίνειν, καὶ ἠρίθμητο ἡ ἀκινησία, εἶτα δὴ καὶ ὑπεδίδου τὰ διαστήματα, καὶ οὐ μακρὰ ἐγεγόνει τὰ διαλείμματα· καὶ τούτων οὕτω γιγνομένων ἐκ τοῦ σχεδὸν ἐπὶ τὰς χεῖρας τὸ ρεῦμα ἠλαύνετο, καὶ αὖθις ἐπ' ὤμους ὥσπερ ἀνάρρουν ποιούμενον, καὶ τέλος ἅπαν τὸ σῶμα συγκατειλήφει· ἔνθεν τοι ἅπαν αὐτῷ μέλος τῷ δεινῷ ἐκείνῳ κατακλυζόμενον ρεύματι ἀφῄρητο τὴν ἐνέργειαν, τῶν τε ἰνῶν αὐτῷ καὶ τῶν συνδέσμων διασπασθέντων, τὰ μέλη τῆς ἁρμονίας μετέστησαν, οἷς ἀρρυθμίαι καὶ ἀτονίαι συνείποντο. Καὶ εἶδον ἐγὼ τοὺς εὐφυεῖς ἐκείνῳ δακτύλους ἀπαρνησαμένους μὲν τὸ οἰκεῖον σχῆμα, ἀντικαμφθέντας δὲ [εἰς] εἰσοχάς τε καὶ ἐξοχὰς, ὡς μηδὲ τοῦ τυχόντος περιδράττεσθαι δύνασθαι· τῶν δὲ ποδῶν αὐτῷ συγκαμφθέντων, ὥσπερ τι ὠλέκρανον τὸ γόνυ ἐξώγκωτο· ἔνθεν τοι οὐδὲ στάσιμον εἶχε τὴν βάσιν, οὔθ' ὅλως ἐξώρθωτο, ἀλλὰ κλινοπετὴς τὰ πολλὰ ἦν, ὁπότε δὲ χρηματίζειν αἱροῖτο, ξυναρμοζόμενός τε καὶ ξυμπλαττόμενος.
6.129 Ἀποδιδόναι δὲ τὰς βασιλείους πομπὰς ὡς ἀπαραίτητά τινα χρέα τοῖς πολίταις βουλόμενος, ἐνταυθοῖ καὶ μάλιστα ἐσχετλίαζεν· ἀλλ' οὖν τέχνη τις ἡ ἱππικὴ ἐκεῖ ἐκεῖνον τῇ ἕδρᾳ συνήρμοζε καὶ συνέπλαττεν· εἶτα ἐπειδὴ ἐπιβαίη τοῦ ἵππου, μόλις δὲ οὗτος ἀνέπνει, καὶ ὁ χαλινὸς περιττός· ὀχηθέντα γοῦν ἱπποκόμοι τινὲς εὐμήκεις τε καὶ στερροὶ ἀντήρειδον ἑκατέρωθεν, καὶ οὕτω διαβαστάζοντες τοῦτον καὶ ἀντιβαστάζοντες ὥσπερ τινὰ φόρτον, οὗ κατασκηνοῦν ἔμελλεν ἀπεκόμιζον. Ὁ δὲ ἄρα καὶ ἐν τούτοις ὢν τοῖς δεινοῖς, οὐ πάνυ τι τοῦ συνήθους ἐπιλέληστο ἤθους, ἀλλὰ τήν τε ὄψιν χαριέστατα διετίθει, καὶ τότε δὴ μόνος μετεκινεῖτο καὶ μετετίθετο, ὡς τοὺς ὁρῶντας μὴ πάνυ πείθεσθαι ὡς ἐκεῖνος ἀλγοίη ἢ παρειμένως ἔχοι τοῦ σώματος. Τὰ μὲν ταῖς πομπαῖς αὐτῷ τοιαῦτα, καὶ οἱ λίθοι τῶν ἐδαφῶν ὑπεστρώννυντο ἵνα δὴ μὴ ὀλισθαίνοι περὶ ταῖς πλαξὶν ὁ ἵππος αὐτῷ· ἐν δέ γε τοῖς ἀδύτοις, ἀχθοφορούμενος τούς τε βασιλείους διήμειβε καὶ μετεκεκόμιστο ὅπη βούλοιτο· εἰ δὲ ἐπιβάλοι τὸ ρεῦμα, παπαὶ τῶν ἀλγηδόνων ἐκείνων.
6.130 Ἐγὼ δὲ καὶ ξυγγράφων τοῦτον ἔτι τὸν ἄνδρα ὑπερεκπέπληγμαι, ὅπως τηνικαῦτα ἐξήρκει τοσαύταις περιωδυνίαις βαλλόμενος· πάρεσις γὰρ ἐπὶ παρέσει τοῦτον εὐθὺς κατελάμβανε, καὶ κατεδαπάνα μὲν τὸ λειπόμενον τῶν σαρκῶν, ἐξήρθρου δὲ παντάπασι τὸ ἔτι ἐχόμενον. Οὐκ εἶχε δὲ ἐφ' ὅτῳ σχηματισθεὶς ἀποχρώντως ἐπαναπαυθείη τῇ κλίνῃ, ἀλλὰ πᾶσα θέσις τούτῳ ἀντίθετος· ὅθεν οἱ κατευναστῆρες, συνερείδοντες καὶ ἀντερείδοντες αὐτῷ τὸ σωμά τιον, μόλις που τῆς ἀναπαυούσης ροπῆς ἐπετύγχανον, εἶτα δὴ συνήρμοζον καὶ ἐπεῖχον ἀντοικοδομοῦντες καὶ ἀντιτεχνώμενοι τοῦτον, ὅπως ἂν ἐπὶ τοῦ σχήματος ἐκείνου στηρίζοιτο· τῷ δὲ ἦν ἀλγεινὸν οὐ τὸ μετατίθεσθαι μόνον, ἀλλὰ καὶ ἡ γλῶττα ἄχθος ἐκείνῳ ὁμιλοῦσα ἐδίδου, καὶ ἡ τῶν ὀφθαλμῶν νεῦσις μετεκίνει τὸ ρεῦμα, ὅθεν παντάπασιν ἑαυτὸν ἀκίνητον ἐδίδου καὶ ἀρρεπῆ.
6.131 Λέγω δὲ ἐν τούτοις διατεινόμενος καὶ Θεὸν τοῦ λόγου ποιούμενος μάρτυρα, ὅτι τοσούτοις κακοῖς διαντλούμενός τε καὶ κυμαινόμενος καὶ οὕτως ἀθλίως ἔχων παντάπασιν, οὐδέποτε βλάσφημον πρὸς Θεὸν ἀφῆκε φωνὴν, ἀλλὰ καὶ εἴ τινα αἴσθοιτο ἐπὶ τοῖς ἐκείνου δεινοῖς δυσχεραίνοντα αὐστηροτέροις τοῦτον ἀπεπέμπετο ρήμασιν, ἑαυτῷ δὲ καταδίκην ἐπιβεβλῆσθαι τὴν συμφορὰν ἀπεφαίνετο, μᾶλλον δὲ χαλινὸν ταύτην τῆς ἰδίας κατωνόμαζε φύσεως· ἐδεδίει γὰρ τὰς οἰκείας ὁρμὰς, καὶ· «Ἐπειδὴ, φησὶ, μὴ λογισμῷ εἴκουσιν, ὑποχωροῦσι τοῖς τοῦ σώματος ἀλγεινοῖς, καὶ ταλαιπωρεῖται μέν μου τὸ σῶμα, αἱ δὲ ἄτακτοι τῆς ψυχῆς πεπήγασιν ἔννοιαι.» Οὕτως ἐκεῖνος ἐφιλοσόφει περὶ τὸ πάθος· καὶ εἴ τις ἐκεῖνον τῶν ἄλλων ἀφεὶς ἐπὶ τούτου καταθεωρήσει τοῦ μέρους, θεῖον ὡς ἀληθῶς ἄνδρα κατονομάσειε.
6.132 Τῷ δέ τι καὶ ἄλλο προσῆν ἀγαθὸν, ἐμοὶ μὲν οὐκ ἐν ἅπασιν ἐπαινούμενον, ἐκείνῳ δὲ διαφερόντως τιμώμενον, διαιτήσοι δὲ ὁ βουλόμενος· ἀφυλάκτως ἑαυτοῦ παντάπασιν εἶχε· κοιμωμένῳ μὲν οὔτε θύραι ἐπεζυγοῦντο, οὔτε τις ἐκτὸς ἐπηγρύπνει φρουρά· πολλάκις γοῦν καὶ οἱ κατευνάζοντες ἀπῄεσαν ξύμπαντες, καὶ παρώδευέ τις αὐτὸν ρᾷστα καὶ αὖθις ἀντιπαρῄει, μηδενὸς τὴν πάροδον ἐκείνῳ κωλύοντος· εἴ τις γοῦν τὸ ἀνειμένον αὐτῷ ἐνταυθοῖ προσωνείδισεν, οὔτε ἠνιᾶτο, καὶ ὡς νοσῶν περὶ τὸ θεῖον τοὺς λογισμοὺς ἀπεπέμπετο· ἐβούλετο δὲ ὁ λόγος, ὡς παρὰ τοῦ Θεοῦ βασιλεύοι καὶ παρ' ἐκείνου μόνου φυλάττοιτο, καὶ ὅτι, τῆς τελεωτέρας φρουρᾶς τετυχηκὼς, τῆς ἀνθρωπικῆς καὶ ἀτελεστέρας καταφρονοίη.
6.133 Ἐγὼ γοῦν πολλάκις τοὺς κυβερνήτας καὶ οἰκοδόμους ἀντιπαραθεὶς, καὶ τελευτῶν τοὺς λοχαγοὺς καὶ στρατηγοὺς· «Οὐδεὶς μὲν οὖν τούτων, ἔφασκον, τῶν πρὸς Θεὸν ἐλπίδων ἔρημος τὸ οἰκεῖον ἔργον μεταχειρίζεται, ἀλλ' ὅμως ὁ μὲν πρὸς κανόνα ἰσάζει τὸ οἰκοδόμημα, ὁ δὲ τοῖς πηδαλίοις ἰθύνει τὴν ναῦν, καὶ τῶν ἐν τοῖς πολέμοις ἕκαστος ἀσπίδα τε φέρει καὶ ξιφηφορεῖ, καὶ τῇ μὲν κεφαλῇ κράνος ἀρκεῖ, τὸ δὲ λοιπὸν σῶμα ὁ θῶραξ ἀμπέχει»· εἶτα δὴ ἀπὸ τοῦδε μᾶλλον ἐπιχειρῶν, ὅτι τάδε μᾶλλον πρέπει τῷ βασιλεῖ οὐκ ἔπειθον παντοίως ἐπιχειρῶν· τοῦτο δὲ χρηστὸν μὲν τρόπον κατηγορεῖ, ἐνδόσιμον δὲ τοῖς ἐπιχειρεῖν ἐθέλουσι γίγνεται.
6.134τ Περὶ τῆς εἰς τὸν βασιλέα ἐπιβουλῆς. Ἀμέλει καὶ πλείστων τοῦτο κακῶν ἐγεγόνει ἀρχὴ, ὧν ἓν ἢ δύο θέμενος, ἐντεῦθεν καὶ περὶ τῶν ἄλλων εἰκάζειν τοῖς ἀναγινώσκουσι δίδωμι· ἐρῶ δὲ βραχύ τι τῆς ὑποθέσεως παρεκβατικώτερον, ὅτι ταῖς μὲν εὖ πραττούσαις πόλεσιν ἐκ τῶν ἀρίστων καὶ τῶν εὐγενῶν τε ἅμα καὶ ἀγενῶν οἱ κατάλογοι, κἂν ταῖς πολιτικαῖς τάξεσι, κἂν τοῖς στρατεύμασιν· οὕτω γοῦν Ἀθηναῖοι ἐπολιτεύσαντο καὶ ὁπόσαι πόλεις τὴν ἐκείνων δημοκρατίαν ἐζήλωσαν· παρ' ἡμῖν δὲ τουτὶ τὸ καλὸν ἔρριπται καὶ ἠτίμασται, καὶ λόγος οὐδεὶς εὐγενείας, ἀλλ' ἄνωθεν ἐκ κλήρου διαδοχῆς, Ρωμύλου πρώτου ἀρξαμένου τῆς τοιαύτης συγχύσεως, ἥ τε σύγκλητος διέφθαρτο, καὶ ὁ βουλόμενός ἐστι δημοποίητος. Ἀμέλει πλείους ἂν εὕροι τις παρ' ἡμῖν σισυροφόρους τὴν στολὴν μεταλλάξαντας· ἄρχουσι γοῦν πολλάκις ἡμῶν οὓς ἐκ τῶν βαρβάρων ἐωνησάμεθα, καὶ τὰς μεγάλας πιστεύονται δυνάμεις οὐ Περικλεῖς, οὐδὲ Θεμιστοκλεῖς, ἀλλ' οἱ ἀτιμότατοι Σπάρτακοι.
6.135 Καὶ γέγονέ τις ἐν τῇ κατ' ἐμὲ ἡλικίᾳ, κάθαρμά τι βαρβαρικὸν, πᾶσαν ὑπεραναβεβηκὼς ἀγερωχίαν Ρωμαϊκὴν, εἰς ὕψος δὲ τοσοῦτον ἐλάσας ὥς τινας καὶ τῶν γενομένων αὐτοκρατόρων αἰκίσασθαι πρότερον δι' ὑπεροψίαν δυνάμεως, εἶτα ἐπειδή περ εἰς τὸ κράτος ἀνήχθησαν, μεγαλαυχεῖν τοῦτον πρὸς ἐνίους, ὅτι· «Τοὺς βασιλέας Ρωμαίων ταύτῃ τῇ χειρὶ πολλάκις τετύπτηκα (τὴν δεξιὰν ἐπιδεικνύς)»· πρὸς ταύτην οὖν ἐγὼ τὴν φωνὴν ἅπαξ δεινοπαθήσας, μικροῦ δεῖν τὸν μεγάλαυχον ἐκεῖνον βάρβαρον ταῖν χεροῖν ἀπηγχόνισα, οὐκ ἐνεγκὼν τὴν τοῦ λόγου πληγήν.
6.136 Τούτου δή τι οὐκ ἔλαττον μίασμα οὐ πολλῷ πρότερον τὸ τῆς παρ' ἡμῖν συγκλήτου κατέχρανεν εὐγενὲς, πρῶτον μὲν τῷ αὐτοκράτορι ὑπηρετηκὸς, ἔπειτα δὴ τοῖς ἐν τέλει παρεισφθαρὲν καὶ εἰς τὴν κρείττονα τάξιν ἀριθμηθὲν, ἀνὴρ καὶ τὸ γένος, ὥς μοι δεδήλωται, ἄσημος, καὶ εἴ τι ἄλλο τις εἰπεῖν βούλοιτο, ἀγενέστατος καὶ φαυλότατος· ἀλλ' ἐπειδὴ τῶν παρὰ Ρωμαίοις ποτίμων ναμάτων ἐγεύσατο, δεινὸν ἄλλως πεποίηται, εἰ μὴ καὶ τῆς πηγῆς ἐγκρατὴς γένοιτο, καὶ βασιλεύσοι τῶν εὐγενεστάτων Ρωμαίων ὁ ἀργυρώνητος. Τοῦτο τοιγαροῦν εἰς νοῦν ὁ ἀγενὴς ἐκεῖνος βαλλόμενος, ἕρμαιον πρὸς τὸν σκοπὸν τὸ τοῦ αὐτοκράτορος ποιεῖται ἀτείχιστον, καὶ μηδενὶ τῶν γενναιοτέρων φράσας τὸ μελετώμενον, ἀπραγμάτευτον τὴν ἐπιτυχίαν ποιεῖται τοῦ ἐφετοῦ· καὶ ἀπὸ τοῦ θεάτρου εἰς τὰ ἀνάκτορα τὴν πομπὴν ποιουμένῳ τῷ αὐτοκράτορι, τοῖς ὀπισθοφυλακοῦσιν ἑαυτὸν συντάξας συνείπετο, καὶ τῶν βασιλικῶν ἀδύτων ἐντὸς γεγονὼς, αὐτοῦ που παρὰ τοῖς ὀπτανείοις ἐνήδρευε, παντὸς οἰομένου τοῦ προστυγχάνοντος ὅτι τοι ὁ βασιλεὺς αὐτῷ τὴν προσεδρείαν εἰρήκει, καὶ διὰ ταῦτα οὐδεὶς τῶν πάντων τῶν βασιλείων τοῦτον ἔξωσεν αὐλῶν. Ἔμελλε δ' οὖν, ὡς ὕστερον τὸ ἀπόρρητον τῆς ψυχῆς ἐξεταζόμενος ἀνεκάλυψεν, ὑπνώττοντι τῷ βασιλεῖ ἐπιθήσεσθαι καὶ σιδήρῳ ἀποκτενεῖν, ὃ δὴ καὶ ὑπὸ κόλπον εἶχε, [καὶ] τὸ κράτος εἰς ἑαυτὸν μεταθέσθαι.
6.137 Τοῦτο γοῦν βουλευσάμενος, ἐπειδή περ ὁ βασιλεὺς ἀνεπαύσατο, ἐκκείμενος πᾶσιν, ὥς μοι προείρηται, ὁ τολμητίας ἐπὶ τὸ ἔργον χωρεῖ· βραχὺ δέ τι προεληλυθὼς πλανᾶται τὰς γνώμας, καὶ σκοτοδίνης καὶ ἰλίγγου πεπλήρωται, καὶ τῇδε κἀκεῖσε περιθέων ἁλίσκεται. Καὶ ὁ βασιλεὺς τὸν ὕπνον εὐθὺς ἀποσυληθεὶς, τῶν φυλάκων ἤδη συνειλεγμένων καὶ πικρῶς ἐξεταζόντων τὸν βάρβαρον, ἐν δεινῷ μὲν ποιεῖται τὴν τόλμαν καὶ βαρυθυμεῖ ὡς εἰκὸς, εἰ τοιοῦτος ἀνὴρ βασιλέως καταπεφρόνηκε. Καὶ τοῦτον μὲν εὐθὺς δεσμώτην ποιεῖται, εἰς τὴν αὔριον δὲ ἐξεταστὴς αὐτῷ πικρότατος περὶ τοῦ τολμήματος κάθηται, καὶ ἀνακρίνει, εἰ συνωμότας πρὸς τὴν ἐπιβουλὴν ἔσχηκεν, εἰ προηγήσατό τις τούτου τοῦ σκέμματος, εἰ προβεβούλευκέ τις τὴν τόλμαν αὐτῷ· ὡς δ' οὐδὲν ὑγιὲς πρὸς τὰς ἐν λόγοις ἀνακρίσεις ἀπήγγειλεν, βασάνοις αὐτὸν πικροτάταις αἰκίζεται, καὶ γυμνὸν ἐπὶ ξύλου μετεωρίσας ἀπὸ θατέρου ποδῶν ἡμιθανῆ ποιεῖται ταῖς μάστιξιν, ὑφ' ὧν ἐκεῖνος, ὡς οἶμαι, συμπιεζόμενος καταγγέλλει τῶν ἐν τέλει τινὰς ὡς κοινωνοὺς τοῦ τολμήματος, καὶ γεγόνασι πάρεργον βαρβαρικῆς ἀλογίας ἄνδρες ἐννομώτατοι καὶ ἀσφαλέστατοι· ἀλλ' ὅ γε μετὰ ταῦτα χρόνος ἐκεῖνον μὲν τοῖς ἀτιμοτάτοις ἔτι συν αριθμεῖ, τούτους δὲ ἐς τὴν ἀρχαίαν τάξιν ἐπανεσώσατο.
6.138 Ὁ δέ γε αὐτοκράτωρ βραχύν τινα χρόνον τῆς τοῦ σώματος ἐπιμεληθεὶς φυλακῆς, αὖθις ἠμέλησε τῆς φρουρᾶς, ὅθεν μικροῦ δεῖν αὐτός τε ἀνήρπαστο καὶ ἡ Πόλις ἐν κλύδωνι ἐγεγόνει καὶ δεινῷ μείζονι· δηλώσει δὲ ὁ λόγος ὅθεν τε ἤρξατο τὸ κακὸν καὶ ἐφ' ὅσον κεχώρηκε, καὶ ὅπως ἀτυχήσας ὁ βασιλεὺς παρ' ἐλπίδας αὖθις εὐτύχηκεν. Ἱλαρὰν εἶχεν ὁ αὐτοκράτωρ πρὸς πᾶσαν παιδιὰν τὴν ψυχὴν καὶ ἐβούλετο ψυχαγωγεῖσθαι ἀεὶ, παρεμυθεῖτο δὲ τοῦτον οὔτε ὀργάνου φωνὴ, οὔτε ἦχος αὐλῶν, οὐ φωνὴ ἐμμελὴς, οὐκ ὀρχήματα, οὐχ ὑπορχήματα, οὐδέ τι ἄλλο τῶν οὕτως ἐχόντων· εἰ δέ τῳ ἡ γλῶττα ἐδέδετο φυσικῶς καὶ ὀρθοεπεῖν οὐκ ἠδύνατο, ἢ εἴ τις ἕτερος ἁπλῶς ἐφλυάρει τὸ ἐπιὸν ἅπαν φθεγγόμενος, ταῦτα ἐκεῖνον ὑπερφυῶς ηὔφρανεν, καὶ ὅλως τὸ διημαρτημένον, τῆς παιδιᾶς τοῦτο ἐκεῖνος ἐτίθετο σπούδασμα.
6.139 Ἀμέλει καὶ ἐπεχωρίαζε τηνικαῦτα ἐντὸς τῆς βασιλείου αὐλῆς τοιοῦτόν τι ἡμίφωνον κάθαρμα, οἷ γὰρ ἐπείχετο παντάπασιν ὁμιλοῦντι ἡ γλῶσσα ἢ διωλίσθαινε κατατείνοντι· ὁ δὲ ἀνὴρ οὗτος καὶ προστιθεὶς τῷ τῆς φύσεως ἁμαρτήματι, εἰς ταὐτὸν τὸν λόγον τῇ ἀφωνίᾳ συνήλαυνεν· ἀνεπαίσθητος γὰρ ἐν ἀμφοῖν ὧν εἰπεῖν βούλοιτο ὁ ἀκροατὴς ἦν.
6.140 Τοῦτον πρῶτα μὲν ἀφελῶς εἶδεν ὁ αὐτοκράτωρ, καὶ παρεγίγνετο ἐκ διαστημάτων μακρῶν μετὰ τὸ κατὰ χειρὸς ὕδωρ, εἶτα, οἷος ἐκεῖνος, θερμότερος ἐγεγόνει περὶ τὴν ἡδονὴν τῆς φλυαρίας, καὶ προστιθεὶς ἀκόρεστος ἦν τῆς τοῦ ἀνδρὸς ἐντυχίας· ὅθεν οὐδ' εἶχεν αὐτῷ καιρὸν ἡ παιδιὰ, ἀλλὰ καὶ χρηματίζοντι καὶ ἀρχαιρεσιάζοντι καὶ ἄλλο τι τῶν κοινῶν πράττοντι συνῆν ἐκεῖνος, τὴν φυσικὴν ἁμαρτίαν ἐπιδεικνύμενος καὶ τὴν τέχνην ὑποκρινόμενος. Ἀμέλει τοι καὶ πλάττει τὸν ἄνθρωπον, ἢ ἀναπλάττει ἀπὸ τοῦ κρείττονος σχήματος, καὶ ἀπὸ τῶν τριόδων εἰς τὸν Ρωμαϊκὸν μεθιστᾷ ἄξονα, καὶ τοὺς ἐντίμους αὐτῷ σχεδιάσας βαθμοὺς μετὰ τῶν κορυφαίων ἱστᾷ, καὶ ἁπανταχοῦ τὸν ἄνδρα ποιεῖ, καὶ τὰ πρῶτα τῶν σωματοφυλάκων χειροτονεῖ. Ὃς δὴ τὸ ἀπραγμάτευτον αὐτῷ τῆς γνώμης ἐπιδεικνύμενος, οὐδ' ἐν καιρῷ προῄει τῷ αὐτοκράτορι, ἀλλ' ὁπότε ἡ γνώμη τούτῳ παρεκελεύσατο· ἐφίλησε γοῦν προσελθὼν καὶ στῆθος καὶ πρόσωπον, καὶ προσεφθέγξατο μὴ φθεγξάμενον, καὶ διαχέας εἰς γέλωτα ἐπὶ τῆς αὐτῆς καθῆστο κλίνης, καὶ τὰς πεπονηκυίας τοῦ κρατοῦντος χεῖρας συσφίγξας ἤλγυνεν ὁμοῦ τε καὶ ἔθελξεν.
6.141 Ἐγὼ γοῦν οὐκ εἶχον τίνα θαυμάσαιμι πρότερον, τὸν ἄνδρα τοῦτον μεταποιηθέντα πρὸς τὴν τοῦ βασιλέως γνώμην τε καὶ προαίρεσιν, ἢ τὸν αὐτοκράτορα πρὸς τοῦτον μεθαρμοσάμενον τὴν ψυχήν· ἅτερος γὰρ θατέρῳ ἐνδόσιμος ἐγεγόνει καὶ ἁλωτός· καὶ ὃ μὲν [ὁ] αὐτοκράτωρ ἐβούλετο, ὁ ὑποκριτὴς ἔπραττεν, ὃ δὲ οὗτος ἔπραττεν, ἐκεῖνος ἐβούλετο. Τὰ γοῦν πολλὰ καὶ συνιεὶς ὁ αὐτοκράτωρ τῆς ὑποκρίσεως, ὅμως ἠγάπα παρ' ἐκείνου παιζόμενος· ἔνθεν τοι καὶ κατετρύφα τῆς τοῦ κρατοῦντος ἀβελτερίας ὁ σκηνουργὸς, καὶ ἄλλο τι ἐπ' ἄλλῳ ἐπλάττετο πρὸς τὸ εὔηθες ἐκείνῳ οἰκείως συναρμοζόμενον.
6.142 Ἀμέλει ὁ μὲν βασιλεὺς οὐδὲ τὸ ἀκαριαῖον τῆς ἐκείνου συνουσίας ἀπολελεῖφθαι ἐβούλετο, ὁ δὲ δυσχεραίνων τὴν προσεδρείαν, ἠγάπα τὰς ἐλευθέρους διατριβάς· ἅπαξ γοῦν ἵππον ἀπολωλεκὼς τῶν πρὸς τὴν σφαῖραν ἐπιτηδείων, ἐπειδή περ ἀγχοῦ τῷ βασιλεῖ συνεκάθευδεν, ἀθρόον ἐξανα στὰς μέσης νυκτὸς ἐκεῖνόν τε ὑπνώττοντα ἤγειρε, καὶ ἑαυτὸν κατασχεῖν οὐχ οἷός τε ἦν ἐνθουσιῶντα ὑφ' ἡδονῆς· ὁ δὲ βασιλεὺς, μηδέν τι πρὸς τὴν ἀνάστασιν δυσχεράνας, ἠρωτήκει ὅ τι πεπόνθοι καὶ ὁπόθεν αὐτῷ προσεγεγόνει τὸ σκίρτημα· ὁ δὲ περιπτυχήσας αὐτοῦ τὸν αὐχένα καὶ πολλὰ καταφιλήσας τὸ πρόσωπον· «Εὕρηταί μοι, φησὶν, ὦ βασιλεῦ, ὁ ἀπολωλὼς ἵππος, ἐκτομίας δέ τις αὐτὸν ἐποχεῖται, ἔξωρος ἤδη καὶ ρυτίδων ἀνάπλεως, καὶ εἴ γε βούλει, νῦν ἐντεῦθεν ἀφιππευσάμενος αὐτόν σοι μετὰ τοῦ ὀχήματος κομιοῦμαι.» Ἐπὶ τούτοις ἡδέως πάνυ γελάσας ὁ βασιλεὺς· «Ἀλλ' ἀφίημί σε, φησὶ, σὺ δὲ ὡς τάχιστά μοι ἐπάνελθε ἀπαγγελλόμενος τῷ εὑρήματι.» Ἀπῄει γοῦν αὐτίκα ταῖς συγκειμέναις χρησόμενος ἡδοναῖς· καὶ ἐπειδὴ τέλος εἶχεν αὐτῷ τὰ συσσίτια, ἧκεν ἑσπέρας ἀσθμαίνων καὶ πνευστιῶν, καί τινα ἐκτομίαν ἐπισυρόμενος· «Οὗτος γοῦν, ἔφησεν, ὦ βασιλεῦ, ὁ τὸν ἐμὸν ἀπελαύνων ἵππον· ὁ δὲ ἔχων οὐ δίδωσιν, ἀλλὰ μηδὲ τὴν ἀρχὴν αὐτὸν κεκλοφέναι ἐπόμνυται.» Ἐπὶ τούτοις ὁ μὲν γέρων ἐκεῖνος ἐῴκει δακρύοντι καὶ ἀπορουμένῳ πρὸς τὴν ἐπήρειαν, ὁ δὲ βασιλεὺς οὐκ εἶχεν ὅπως ἐπισχήσει τὸν γέλωτα.
6.143 Τὸν μὲν οὖν παρεμυθήσατο ἑτέρῳ ἵππῳ καλλίονι, τῷ δέ γε ἐκτομίᾳ τὸ πεπλασμένον ἀπέσβεσε δάκρυον, τοσαῦτα δοὺς ὁπόσα οὐδ' ὄναρ αὐτὸς προσεδόκησεν· ἦν δ' ἄρα οὗτος τῶν μάλιστα θεραπευόντων τὸν ἄνδρα τῆς ὑποκρίσεως, καὶ ὃν ὁ τεθεραπευμένος ἐβούλετο βασιλικῆς πρὸ πολλοῦ φιλοτιμίας τυχεῖν, ἐπεὶ δ' οὐκ εἶχεν ὅπως ὑπὲρ ἀγνῶτος ἀνδρὸς ἀξιώσει τὸν αὐτοκράτορα, τήν τε σκηνὴν τοῦ ὀνείρατος πλάττεται, κἀκεῖνον πάρεργον ποιεῖται τοῦ ἀνδρὸς ψευδοῦς τε ἐνυπνίου καὶ παχυτέρας ψυχῆς. Τὸ δέ γε δεινότερον, ὅτι πάντες μὲν ᾔδειμεν τὴν ὑπόκρισιν, ἐλέγχειν δὲ τὴν ὑπόκρισιν, πολλοῦ γε καὶ δεῖ, βασιλικῆς τε ἀλογίας καὶ ὑποκρίσεως ἐκκειμένης ἐτυγχάνομεν ὄντες θηράματα, καὶ γελᾶν ἠναγκάσμεθα ἐφ' οἷς ὁ καιρὸς ἐδίδου θρηνεῖν· καὶ εἴ γε μὴ σπουδαίων ἐπηγγειλάμην ἀναγραφὴν, ἀλλὰ φλυάρων καὶ ἀσπουδάστων, πολλὰ ἂν τῷ λόγῳ συνηγήοχα διηγήματα· ἀλλὰ τοῦτο μὲν ὡς ἐκ πολλῶν ἓν ἐκκείσθω, ὁ δέ γε λόγος τὰ ἑξῆς διηγήσεται.
6.144 Οὐ τοίνυν τὸν ἀνδρῶνα μόνον ὁ ἀνὴρ οὗτος κατέλαβεν, ἀλλὰ καὶ εἰς τὴν βασίλειον γυναικωνῖτιν παρεισφθαρεὶς ἄμφω τὰς βασιλίδας ὑποποιεῖται, καὶ τὸν λῆρον πάντη πλασάμενος, παρὰ μὲν τῆς μείζονος τετέχθαι διϊσχυρίζετο, τὴν δὲ νεωτέραν τεκεῖν ἀρρήτους ὅρκους ἀπώμνυτο, ὡς συμπεσούσης οὕτω τῆς γενέσεως, καὶ ὥσπερ ἀναμιμνῃσκόμενος ὅπως ἀποτεχθείη, τάς τε ὠδῖνας συνεῖρε καὶ τῆς μητρῴας θηλῆς ἀναισχύντως ἐμέμνητο· μάλιστα δὲ τὸν τῆς Θεοδώρας τόκον κατέλεγεν ἀστειότατα. ὅτι τε εἴποι ἐγκυμονουμένη αὐτῷ καὶ ὅπως ἀποτεχθείη· ἐφ' οἷς τὸ τῶν γυναικῶν ἐκείνων ἀβέλτερον τῷ ὑποκριτῇ θηραθὲν πᾶσαν αὐτῷ θύραν ἀπορρήτων εἰσόδων ἀνέῳξε, καὶ οὐκ εἶχέ τις ρᾳδίως αὐτῷ ἀπαριθμήσασθαι ὁπόσα τούτῳ φοιτῴη ἀπό τε τοῦ ἀνδρῶνος ἀπό τε τῆς γυναικωνίτιδος.
6.145 Χρόνον μὲν οὖν τινα ἐπὶ τούτων μόνων εἱστήκει τὰ παίγνια· ἐπεὶ δὲ ἀπεληλύθει τῶν τῇδε ἡ βασιλὶς, περὶ οὗ δὴ αὐτίκα λέξομεν, ἀρχαὶ δὴ μεγάλων κακῶν τῷ ἁπλοϊκωτάτῳ τούτῳ ἐπονηρεύθησαν, ἐρῶ δὲ μέρος τι προαφαρπάσας ἧς ὁ μετὰ ταῦτα λόγος ἅψεται ὑποθέσεως. Ἐπαλλακεύετό τις μεῖραξ τῷ αὐτοκράτορι, ἐξ ἔθνους [οὐ] μεγίστου ὁμηρεύουσα παρ' ἡμῖν, γενναῖον μὲν οὐδὲν ἔχουσα, ἀλλ' ὡς ἐκ βασιλικοῦ αἵματος παρ' αὐτῷ σεβομένη καὶ τὰ πρῶτα τῆς τιμῆς ἔχουσα· ταύτης τῆς μείρακος ἔρωτα δεινὸν ὁ ὑποκριτὴς ἐκεῖνος ἐγκυμονεῖ· εἰ μὲν οὖν κἀκείνη ἑαυτὴν ἀπεδεδώκει τῷ ἐραστῇ οὐκ ἔχω διϊσχυρίσασθαι, ἀλλ' ὅμως ἐῴκει ἀντερασθῆναι· ἀλλ' ἡ μὲν ἴσως ἐσωφρόνει τὸν ἔρωτα, ὁ δὲ οὐκ εἶχεν ὅπως τοῦτο μόνον ὑποκριθείη· ἑώρα γοῦν ἀναιδῶς καὶ θαμὰ προσῄει, καὶ ἀτεχνῶς ἐπυρπολεῖτο τὰ στέρνα· ὡς δὲ οὐκ εἶχεν ὅπως ἂν ἐγκρατὴς τοῦ ἔρωτος γένοιτο καὶ ὅλην τὴν ἐρωμένην ἑαυτῷ εἰσποιήσαιτο βασιλίδα, ὃ δὴ καὶ ἀκουσθῆναι παράλογον πάντη καὶ ἄπιστον, ἀλλ' ὅμως ἐκεῖνος εἴτε συντυχίᾳ κακοήθων ἀνθρώπων χρησάμενος, εἴτε ἀφ' ἑαυτοῦ τὰς ὁρμὰς εἰληφὼς, εἰς νοῦν βάλλεται τῆς τῶν Ρωμαίων ἡγεμονίας τυχεῖν. Ρᾷστον γοῦν αὐτῷ τὸ βούλευμα καταφαίνεται, οὐ γὰρ τὸ ἀποκτεῖναι μόνον τὸν αὐτοκράτορα ἀπραγμάτευτον τούτῳ λελόγιστο· ὁ δὲ καὶ τὰς κλεῖς εἶχε τῶν ἀπορρήτων εἰσόδων καὶ πάντα αὐτῷ κατὰ τὸ βουλητὸν ἐπεζύγωτο καὶ ἀνέῳκτο· ἠπάτητο δὲ, ὅτι καὶ πολλοῖς τοῦτο βουλομένοις ἐστί· κολάκων γὰρ οὐκ ὀλίγη μερὶς αὐτῷ παρετρέφετο, καί τις [τῶν] παρ' αὐτῷ κορυφαίων ὅλον ἐκεῖνον εἰσποιησάμενος, τὰ πρῶτα τῶν μισθοφόρων ἐτύγχανεν ὤν.
6.146 Τοῦτο τοιγαροῦν τὸ βούλευμα πρῶτον μὲν ἀπόρρητον εἶχε, καὶ οὐδενὶ τῶν πάντων καταφανὴς ἦν περὶ τοῦ τοιούτου σκεπτόμενος· ἐπεὶ δὲ ὁ ἔρως αὐτὸν ἐξεκύμαινε, καὶ ὑπὲρ πάντα ἐγεγόνει, τολμᾷ δὴ τὸ πρᾶγμα καὶ ἀνακαλύπτει πολλοῖς τὴν γνώμην, ὑφ' οὗ δὴ καὶ τάχος ἁλίσκεται· ἥλω δὲ οὐ πρὸ μιᾶς ὥρας, ἀλλ' ἔλαττον τοῦ δεινοῦ ἐκείνου ἀποτελέσματος· ἐπειδὴ γὰρ ἑσπέρα κατέλαβε, καὶ ὁ βασιλεὺς ὡς εἰώθει ὑπνίαζεν, ὁ μὲν ἴσως τὸ φονουργὸν σιδήριον ἔθηγεν, ἐφοίτησε δέ τις αὐτίκα τῶν οἷς ἐκεῖνος τὸ σκέμμα διωμολόγησεν, ὡς ἔχων τι τῷ βασιλεῖ προσαγγεῖλαι, καὶ ἐπείπερ εἰσέδυ τὸ καταπέτασμα, πνευστιῶν ὅλως καὶ οὔπω τὸ ἆσθμα ἐπέχων· «Ἀποκτενεῖ σε, βασιλεῦ, αὐτίκα ὁ φίλτατος (τὸν ἄνδρα ὀνομαστὶ εἰρηκώς)· σκέψαι γοῦν ὅπως ἐκφεύξῃ ὑπόγυον θάνατον». Ταῦτα ὁ μὲν εἰρήκει, ὁ δὲ διηπόρει καὶ πιστεύειν οὐκ εἶχεν· ὁ δὲ γνοὺς, ρίπτει μὲν τὸ σιδήριον, εἴσεισι δὲ τὸν ἐκεῖσε ναὸν καὶ τῇ ἱερᾷ προσφεύγει τραπέζῃ, καὶ ἀπαγγέλλει τὸ βούλευμα καὶ πᾶσαν τὴν ἐπὶ τούτῳ σκηνὴν, καὶ ὁπόσα προβεβουλεύκει καὶ [ὡς] ἔμελλεν αὐτίκα ἀναιρήσειν τὸν αὐτοκράτορα.
6.147 Ὁ δὲ οὐδ' ὅτι σέσωστο χάριν εἶχε Θεῷ, ἀλλ' ὅτι ἑαλώκει ὁ φίλτατος ἐβαρυμηνία τῷ προσαγγείλαντι καὶ προὐλάμβανε τῇ ἀπολογίᾳ τὴν κατηγορίαν. Ἐπεὶ δὲ οὐκ ἦν κρύψαι τὴν ἐπιβουλὴν εἰς τοὐμφανὲς ἀναρραγεῖσαν, καθιστᾷ μὲν ἐς τὴν ἐπιοῦσαν δικαστηρίου σκηνὴν, εἰσάγει δὲ πεδή την [τὸν] ἁλόντα ὡς κριθησόμενον· καὶ ἐπειδὴ εἶδε δεδεμένον τὼ χεῖρε, μικροῦ δεῖν ἀνωλόλυξεν, ὡς ἐπὶ καινῷ καὶ ἀτόπῳ θεάματι, καὶ δακρύων τοὺς ὀφθαλμοὺς ὑποπλησθείς· «Ἀλλὰ λύσατέ μοι, φησὶ, τουτονί· μαλθακίζεται γάρ μοι ἐπ' αὐτῷ ἡ ψυχή.» Καὶ ἐπειδὴ λελύκασι τῶν δεσμῶν οἷς τοῦτο προστέτακτο, ἠρέμα πρὸς τὴν ἀπολογίαν προσβιβάζων καὶ αἰτίας εὐθὺς ἀφιείς· «Σοὶ μὲν ἐλευθέρα, φησὶν, ἡ γνώμη παντάπασιν· οἶδα γάρ σου τὸ ἁπλοϊκὸν καὶ ἐλεύθερον· ἀλλά μοι λέγε, τίνες οἱ πρὸς τὴν ἄτοπον γνώμην σε συνελάσαντες; τίς ἔκλεψέ σου τὸ ἄπλαστον φρόνημα; τίς ἐσύλησέ σου τὸν ἀπερίεργον νοῦν; ἐπὶ τούτοις εἰπὲ καὶ τίνος ἐρᾷς τῶν ἐμῶν; τί δέ σε τῶν πάντων θέλγει; οὐ γὰρ ἀτυχήσεις οὐδενὸς ὧν λίαν ἐπιτεθύμηκας.»
6.148 Ταῦτα μὲν ὁ αὐτοκράτωρ, διῳδηκὼς ἐπὶ πᾶσι τοῖς ὀφθαλμοῖς καὶ δακρύων τέγγων ροῇ. Ὁ δὲ πρὸς μὲν τὰς πρώτας ἐρωτήσεις, ὥσπερ μηδὲν ἠρωτημένος, οὐδ' ὁτιοῦν ἀπεκρίνατο, πρὸς δὲ τὰς δευτέρας ἔνθα τὰ περὶ τῆς ἐπιθυμίας καὶ τοῦ ἔρωτος ἔκειτο, θαυμασίως τὸ δρᾶμα ὑποκρινόμενος τοῦ σοφίσματος, τάς τε χεῖρας τοῦ αὐτοκράτορος κατεφίλησε καὶ τοῖς γόνασι τὴν κεφαλὴν ἐπιθείς· «Ἐπὶ τοῦ θρόνου με, φησὶ, κάθισον τοῦ βασιλικοῦ, καὶ μαργαρώδει στέμματι κατακόσμησον, χάρισαι δέ μοι καὶ τουτονὶ τὸν στρεπτὸν (τὸν περὶ τὸν τράχηλον ἐπιδείξας κόσμον), καὶ τῆς σῆς μοι κοινώνησον εὐφημίας. Τούτου γὰρ καὶ πρότερον ἤρων, καὶ νῦν διαφερόντως ἐρῶ.»
6.149 Ἐσκίρτησεν ἐπὶ τούτοις ὁ αὐτοκράτωρ καὶ λαμπρόν τι ἠγαλλιάσατο· ἐβούλετο δὲ αὐτῷ ταῦτα, τὸ μνηστεῦσαι ἐκείνῳ ἐλευθερίαν τοῦ ἀτόπου τολμήματος, ὡς ὑπονοίας καὶ κατακρίσεως διὰ τὸ ἁπλοῦν τοῦ φρονήματος ἐλευθέρῳ παντάπασι· «Καὶ ταινιώσω σοι, φησὶ, καὶ τὴν κεφαλὴν, καὶ ἁλουργεῖ ἐσθῆτι περιβαλῶ, μόνον μοι κατάστηθι τὴν ψυχὴν καὶ κατεύνασόν μοι τὸν κλύδωνα καὶ, τὴν νύκτα τῆς ὄψεως ἀπελάσας, ἀπόδος μοι τὸ σύνηθες βλέμμα καὶ τὴν γλυκεῖαν ἡμέραν τῆς ὄψεως.» Ἐπὶ τούτοις καὶ οἱ σπουδάζοντες παίξαντες, καὶ οἱ δικάσαντες οὐδ' ὁτιοῦν ἐξετάσαντες, ἀλλὰ γελάσαντες ἅπαντες μεσοῦντος ἀπῆλθον τοῦ δράματος. Ὁ δέ γε βασιλεὺς, ὥσπερ αὐτὸς ἑαλωκὼς καὶ τῆς νίκης κεκρατηκὼς, σῶστρά τε ἔθυε τῷ Θεῷ καὶ τὰς εὐχαριστηρίους ἀπεδίδου φωνὰς, συμπόσιον ἐπὶ τούτοις τοῦ συνήθους λαμπρότερον, καὶ ἑστιάτωρ μὲν ὁ αὐτοκράτωρ καὶ συμποσίαρχος, τὰ δὲ πρῶτα τῶν δαιτυμόνων αὐτὸς οὗτος ὁ δραματουργὸς καὶ ἐπίβουλος.
6.150 Ἐπεὶ δὲ ἡ βασιλὶς Θεοδώρα καὶ ἡ ἀδελφὴ Εὐπρεπία κατὰ τὰς ποιητικὰς θεὰς τοῖς τελουμένοις δεινῶς ἐπεμύξαντο, οὐδὲν ἐπιδεικνύμεναι χαρίεν, ἀλλὰ μεμφόμεναι τὰ πλείονα τὴν τοῦ βασιλέως ἁπλότητα, αἰσχύνεται ταύτας ὁ βασιλεὺς καὶ ὑπερορίαν τοῦ ἑαλωκότος καταψηφίζεται, οὐ μακρὰν ἀποικίσας, ἀλλ' αὐτοῦ που ἐπὶ μιᾶς τῶν πρὸ τῆς Πόλεως νήσων ἐπιχωριάζειν προστεταχὼς, λούεσθαί τε ἐκεῖσε παρακελευσάμενος καὶ πάσης ἐμπίπλασθαι ἡδονῆς· οὔπω δὲ ἡμέραι δέκα παρεληλύθεσαν, καὶ ἀνακαλεῖται τοῦτον λαμπρῶς, καὶ μείζονος ἀξιοῖ παρρησίας καὶ χάριτος. Ἡ δὲ τοιαύτη διήγησις οὐκ ὀλίγα τῶν ἀτοπωτέρων παρεσιώπησεν, ὁπόσα αἰσχύνην τε τῷ γράφοντι φέρει καὶ ὄχλον τοῖς ἐντυγχάνουσιν. Ἐπεὶ δὲ οὐκ εἰς ἅπαν τέλος ὁ λόγος κατέληξε, δεῖται δὲ πλείονος ἐπιπλοκῆς πρὸς ἀπαρτισμὸν, ἑτέραν παρενείρας ὑπόθεσιν, ἧς ὁ λόγος δεῖται τοῦ διηγήματος, οὕτω δὴ αὖθις ἐπαναστρέψας τοῖς ὑφηγησομένοις τὸ λειπόμενον ἀποδώσω.
6.151 Ἔξωρος ἤδη πρὸς συνουσίαν ἀνδρὸς ἡ βασιλὶς καθειστήκει Ζωὴ, τῷ δέ γε βασιλεῖ τὰ τῆς ἐπιθυμίας ἐφλέγμαινεν· ἤδη γὰρ καὶ ἡ Σεβαστὴ τούτῳ τετελευτήκει, καὶ ὀαρισταίνων περὶ τὸν ἔρωτα ἐπὶ πολλὰς πεπλάνητο φαντασίας καὶ ἀνατυπώσεις ἀτόπους· φύσει δὲ ὢν περίεργος τὰ ἐρωτικὰ καὶ μὴ εἰδὼς τὸ πάθος εἰς εὐκολίαν διαλύσασθαι μίξεως, ἀλλ' ἀεί τινα ἐπεγείρων κύματα ἐπὶ ταῖς πρώταις εὐναῖς, ἐρᾷ τινος μείρακος, ὥς μοι καὶ ἄνω που τοῦ λόγου λέλεκται, ἐξ Ἀλανίας ὁμηρευούσης ἡμῖν· βασιλεία δὲ αὐτὴ οὐ πάνυ σεμνὴ, οὐδὲ ἀξίωμα ἔχουσα, τῷ δὲ Ρωμαίων κράτει τὸ ἐχέγγυον ἀεὶ διδοῦσα τῆς πίστεως· ἡ τοίνυν μεῖραξ θυγάτριον τοῦ ἐκεῖσε βασιλεύοντος ἦν, οὔτε τὸ εἶδος ἀξιοθέατον, οὔτε τὴν θεραπείαν εὔδαιμον, δυσὶ δὲ μόναις κεκόσκητο χάρισι, λευκὸν ἦν τὴν χροιὰν καὶ καλλίστοις ἐπήστραπτεν ὄμμασιν· ἀλλ' ὅ γε βασιλεὺς ἅπαξ ἑαλωκὼς ταύτης, τοὺς μὲν ἄλλους κατέλυσεν ἔρωτας, σκηνοῖ δὲ παρ' αὐτῇ μόνῃ καὶ σφοδρὸν ἐπ' αὐτῇ πόθον ἐγκυμονεῖ.
6.152 Ἀλλ' ἕως μὲν ἡ βασιλὶς βιώσιμος ἦν, οὐ πάνυ τι ἀνερρήγνυτο, ἀλλ' ἠγάπα λανθάνειν καὶ συγκαλύπτεσθαι· ἐπεὶ δὲ ἐτεθνήκει, αἴρει τὴν φλόγα τοῦ ἔρωτος καὶ ἀναρριπίζει τὸν πόθον, καὶ μονονοὺ παστάδα πηξάμενος ἑαυτῷ τὴν ἐρωμένην νυμφαγωγεῖ, καὶ ὁ μετασχηματισμὸς ἀθρόος τε καὶ καινός· τήν τε γὰρ κεφαλὴν ἀσυνήθης κόσμος ἐκύκλου, καὶ ἡ δέρη χρυσῷ κατηγλάϊστο, ἐπικάρπιοί τε ὄφεις χρυσοῖ τοὺς βραχίονας αὐτῇ διενέμοντο, καὶ τῶν ὤτων μαργαρῖται βαρεῖς ἀπεκρέμαντο, ἡ δὲ ζώνη, χρυσὸς δὲ αὐτὴν καὶ μαργάρων ὁρμαθὸς ἐσχημάτιζέ τε καὶ διεποίκιλλε· καὶ ἦν ἡ γυνὴ Πρωτεὺς ἀτεχνῶς ἐξαλλάττων καὶ ποικιλλόμενος.
6.153 Ἐβούλετο μὲν οὖν ταύτην καὶ βασιλικῇ ἀναδῆσαι ταινίᾳ, ἀλλ' ἐδεδίει δύο ταῦτα, τόν τε νόμον τὸν ἀριθμὸν αὐτῷ τῆς συζυγίας ἐπιμετρήσαντα, καὶ τὴν βασιλίδα Θεοδώραν ὡς οὐκ ἀνεξομένην τὸ ἄχθος, οὐδὲ βασιλεύειν τε αἱρησομένην καὶ βασιλεύεσθαι· διὰ ταῦτα τοίνυν τοῦ μὲν σχήματος αὐτῇ τῆς βασιλείας οὐκ ἐκοινώνησε, μεταδίδωσι δὲ τοῦ ὀνόματος, σεβαστὴν ἀνειπὼν, δορυφορίαν τε αὐτῇ βασιλικὴν διατίθεται, καὶ πάσας ἐπ' αὐτῇ θύρας αἰτήσεων ὑπανοίγνυσιν, ἐπιρρεῖ τε αὐτῇ χρυσῷ ποταμοὺς ρέοντας καὶ ὀχετοὺς ὀλβίους καὶ εὐδαιμονίας ἄπειρα ρεύματα. Αὖθις οὖν ἐσπαθᾶτο πάντα καὶ διεφθείρετο, καὶ τὰ μὲν ἐντὸς τῶν τειχῶν διεσκίδναντο, τὰ δὲ ἐξαγώγιμα εἰς τὴν βάρβαρον ἦν· καὶ τότε πρώτως ἡ τῶν Ἀλανῶν γῆ τῶν ἀπὸ τῆς ἡμετέρας Ρώμης ἐμπέπληστο ἀγαθῶν· κατήγοντο οὖν νῆες καὶ αὖθις ἀνήγοντο φορτίδες ὅλαι τῶν παρ' ἡμῖν τιμίων καὶ οἷς πάλαι τὸ τῶν Ρωμαίων ἐζηλοῦτο βασίλειον.
6.154 Ἐγὼ δὲ καὶ τότε μὲν ἐθρήνουν ὁρῶν τὰ πάντα οὕτω διατυφόμενα, καὶ νῦν οὐδὲν ἔλαττον ἀλγυνόμενος (εἰμὶ γὰρ εἴπερ τις ἄλλος φιλορώμαιος καὶ φιλόπατρις), ἔτι ἐπὶ τῷ ἐμῷ δεσπότῃ καὶ βασιλεῖ ἐπαισχύνομαι. Τοῦ γὰρ ἔτους δίς που καὶ τρὶς ἐξ Ἀλανίας πρὸς τὴν σεβαστὴν ταυτηνὶ μείρακα πατρῷοι ἐφοίτων θεράποντες, οἷς ὁ αὐτοκράτωρ ταύτην ἐπὶ θεάτρου δεικνὺς ὁμευνέτιν τε καὶ βασιλίδα ἐκήρυττε καὶ ὠνόμαζε· καὶ τὰ μὲν αὐτὸς ἐκείνοις ἐδίδου, τὰ δὲ τῇ καλῇ γαμετῇ διδόναι παρεκελεύετο.
6.155 Ταύτης τοιγαροῦν ὁ ὑποκριτὴς ἐκεῖνος ἀνὴρ, περὶ οὗ δὴ λέγων βραχύ τι ἐπεπαύμην, καὶ πρότερον ἤρα, καὶ τυχὼν, καὶ διὰ ταῦτα ἐπιβεβουλευκὼς, καὶ μὴ τυχὼν, ἐπειδὴ τῆς ὑπερορίας ἐπανεληλύθει, αὖθις ἤρα σφοδρότερον. Ἐγὼ δὲ τοῦτο δὴ ἀκριβῶς συνιεὶς ᾤμην ἠγνοηκέναι τὸν αὐτοκράτορα, μᾶλλον δὲ ἀμφίβολος ἦν, ἔστησε δέ μοι τὸν λογισμὸν ἐκεῖνος πλανώμενον· συνειπόμην δὴ ἅπαξ κομιζομένῳ ἐπ' ἐκείνην τῷ αὐτοκράτορι, μέρος δὲ τῶν ἀκολουθούντων καὶ ὁ ἐραστὴς ἐγεγόνει· ἡ δὲ τηνικαῦτα ἐτύγχανεν ἐν τοῖς ἀδύτοις παρά τισιν ἑστῶσα κιγκλίσιν. Οὔπω δὲ τὸν βασιλέα κατασπασάμενον, ἔστησέ τις φροντὶς, καὶ ὁ μὲν ἐπὶ ταύτης ἦν, ὁ δέ γε ἐραστὴς ἐπὶ τὴν ἐρωμένην ἐρρίπτει τὰ ὄμματα καὶ ἰδὼν ἠρέμα προσεμειδίασε, καὶ αὖθις ἄλλο τι ἐπεποιήκει ἐρωτικόν· ἐπεὶ δὲ πολλὴν πλάνην αὐτῷ ἐπεπορεύθη τὸ πρόσωπον, ὁ αὐτοκράτωρ ἠρέμα μοι τῇ χειρὶ νύξας τὴν πλευράν· «Ὁρᾷς, ἔφη, παμπόνηρον ἄνθρωπον, ἐρᾷ γὰρ ἔτι, καὶ οὐδὲν αὐτὸν τῶν προλαβόντων ἀνέστειλεν.» Ἐγὼ μὲν οὖν ἀκούσας ἐρυθήματος εὐθὺς ἐπληρώθην, τῶν δὲ ὁ μὲν προῄει, ὁ δὲ ἠναισχύντει μᾶλλον καὶ ἑώρα θαρραλεώτερον. Ἀλλ' ἀτελέστατα ἐγεγόνει πάντα· ὅ τε γὰρ αὐτοκράτωρ ἐτεθνήκει, ὡς ὕστερον ὁ λόγος ἐρεῖ, ἐκείνων δὲ ἡ μὲν σεβαστὴ εἰς ὁμηρείας αὖθις μερίδα λελόγισται, τὸν δὲ μέχρι φαντασμάτων ὁ τοῦ ἔρωτος ἀνάπτει πυρσός.
6.156 Ὥσπερ δέ που ἐν ταύτῃ τῇ γραφῇ εἴωθα πολλὰ τῶν ἐν μέσῳ τῆς ὑποθέσεως τῆσδε παραλελοιπὼς, αὖθις εἰς ἐκεῖνον ἄνειμι· καὶ πρῶτόν γε τὸν περὶ τῆς βασιλίδος Ζωῆς ἀποδοὺς λόγον καὶ τῷ ἐκείνης θανάτῳ τοῦτον συμπερατώσας, αὖθις ἑτέρας ἕξομαι ὑποθέσεως. Ἐκείνη γὰρ ὅπως εἶχεν ἐφ' ἥβης οὔπω σαφῶς οἶδα, εἰ μὴ ὅσον ἀκοῇ μεμαθηκὼς, ἄνω που τοῦ λόγου ταύτην ἐπίστευσα.
6.157τ Περὶ τῶν φυσικῶν ἰδιωμάτων τῆς βασιλίδος Ζωῆς. Ὡς δ' οὖν γηράσασα ἦν οὐ πάνυ τι εἶχε τοῦ φρονήματος ἐρρωμένως· λέγω δὲ οὐχ ὡς περὶ παραφόρου ταύτης ἢ ἐξεστηκυίας, ἀλλ' ὡς καὶ πραγμάτων μὲν παντάπασιν ἀδαοῦς, ὑπὸ βασιλικῆς δὲ ἀπειροκαλίας διεφθαρμένης παντάπασιν· εἰ δέ που καὶ ψυχικῷ προτερήματι ἐκεκόσμητο, ἀλλ' οὐδὲ τοῦτο διέσωσεν αὐτῇ καθαρὸν ἡ γνώμη, ἀλλὰ πλέον ἢ δεῖ ἔχειν ἐπιδεικνυμένη, οὐ φιλότιμον ἀλλ' ἀπειρόκαλον τοῦτο ὑπέφαινεν· ὑπεξῃρήσθω δὲ ταύτης τὸ περὶ τὸ θεῖον σέβας, οὐδὲ γὰρ ἔχω ἐνταῦθα τὸ πλέον ἐπαιτιᾶσθαι, ἀνυπέρβλητον δὲ αὐτῇ τὸ ἀγαθὸν τοῦτο ἐτύγχανεν ὂν, ἐξεκρέματο γὰρ ὅλη τοῦ θείου καὶ πάντα ἐκεῖθεν εἷλκέ τε καὶ ἐνόμιζεν· οὕτω μὲν οὖν καὶ ἄνωθί που τοῦ λόγου τῆς προσηκούσης ἔτυχεν εὐφημίας· ὁ δέ γε λοιπὸς αὐτῇ βίος πῆ μὲν ἁπαλός τε καὶ ἔκλυτος, πῆ δὲ σκληρὸς ἄγαν καὶ σύντονος, ἄμφω σὺν οὐδενὶ λόγῳ καὶ παρὰ βραχύ τι τοῦ χρόνου ἐπὶ ταὐτοῦ τὰ ἰδιώματα διηλλάττετο· εἰ γοῦν τις αὐτὴν ἀθρόον ἰδὼν ὑπεκρίθη τὸ πεσεῖν ἐξ ἀστραπῆς ὥσπερ πληγεὶς (τοῦτο γὰρ πολλοῖς ἐπαίζετο κατ' αὐτῆς), χρυσοῖς εὐθὺς ἐδεδώρητο ἀποδέσμοις· εἰ δὲ πλείοσι λόγοις εὐχαριστίας ἐχρήσατο, σιδηροῖς αὖθις κατεδεῖτο δεσμοῖς· καὶ ἐπειδὴ τὸν πατέρα αὐτῆς ἐγνώκει ἀφειδέστερον περὶ τὴν τῶν ὀμμάτων ἀφαίρεσιν, οὐκ ἔφθη τις τὸ βραχύτατον πλημμελήσας καὶ ἐπὶ τὴν τοιαύτην ἀπήγετο βάσανον, καὶ εἰ μὴ ὁ αὐτοκράτωρ οὐ ξυνεχώρει τὸ ἔργον, πολλοῖς ἂν ἐπ' οὐδενὶ λόγῳ ἐξεχύθη τὰ ὄμματα.
6.158 Φιλοτιμοτάτη δὲ γενομένη πασῶν γυναικῶν, καὶ διὰ τοῦτο πάντα συνδιαφθείρουσα, ὅτι μὴ μέτρον εἶχε ταύτῃ τὸ καλὸν, ὁμοῦ τε τὰ χρήματα ἀπηρίθμει καὶ θατέρᾳ χειρὶ ἐδεξιοῦτο τῷ Κρείττονι κατὰ τοῦ λαμβάνοντος· εἰ δέ τις αὐτῇ κατὰ σπουδὴν τὰ τοῦ γένους διεξῄει καλὰ, καὶ μάλιστα ὁπόσα ὁ θεῖος Βασίλειος, ἠγάλλετό τε καὶ αὐτίκα μετέωρος ἦν τὴν ψυχήν. Ἑβδομηκοστὸν δὲ ἤδη ὑπερβᾶσα ἔτος τῆς ἡλικίας ρυτίδα μὲν οὐκ εἶχεν ἐπὶ τοῦ προσώπου, ἀλλ' ἤνθει ὡς ἐπὶ νέῳ τῷ κάλλει· τῶν δέ γε χειρῶν οὐκ ἀτρόμως εἶχεν, ἀλλ' ἐκεκλόνητο, συνεκεκύφει δὲ καὶ τὰ νῶτα· τῶν δέ γε περὶ τὸ σῶμα καλλωπισμῶν ἠμέλει παντάπασι, καὶ οὔτε χρυσοπάστῳ ἐχρῆτο στολῇ, οὔτε ταινίαις, ἢ κόσμοις περιδεραίοις, ἀλλ' οὐδὲ φορτικῶς ἠμφίεστο, ἀλλ' ἐλαφρᾷ τῇ στολῇ τὸ σῶμα περιεκάλυπτε.
6.159 Τῶν μέντοιγε βασιλικῶν φροντίδων οὐδ' ἐκοινώνει τῷ αὐτοκράτορι, ἀλλ' ἐβούλετο πάντη ἄσχολος εἶναι τῶν περὶ ταῦτα πόνων· οὐδὲ τῶν ὅσα γυναῖκας περὶ αὑτὰ ἀσχολεῖ, ἱστόν φημι καὶ ἠλακάτην καὶ ἔριον καὶ τὸ ὑφαίνειν, οὐδὲ τούτων ἐφρόντιζεν· ἑνὸς δὲ μάλιστα εἴχετο καὶ περὶ τοῦτο σπουδὴν ἐτίθετο πᾶσαν, θυσίαν προσάγειν Θεῷ, οὔ φημι τοσοῦτον τὴν δι' αἰνέσεως λογικῆς τε προσαγωγῆς καὶ ἐξομολογήσεως, ἀλλὰ τὴν δι' ἀρωμάτων καὶ ὅσα τῆς Ἰνδῶν καὶ Αἰγυπτίων γῆς εἰς τὰ ἡμέτερα φοιτᾷ ὅρια.
6.160 Ἐπεὶ δὲ ὁ λαχὼν αὐτὴν αἰὼν ἀπήρτιστο καὶ θνῄσκειν ἔμελλε, βραχύ τι κατ' αὐτῆς ἡ τῆς φύσεως ἕξις προοιμιάζεται· μαραίνεται γὰρ αὐτῇ ἡ περὶ τὰς τροφὰς ἐπιθυμία, καὶ τὸ ἐνδεὲς προσθήκην λαμβάνον πυρετὸν αὐτῇ ἀνάπτει ἐπιθανάτιον, καὶ συντηκόμενον αὐτῇ τὸ σῶμα καὶ οἷον εἰπεῖν μαραινόμενον ἀγχοῦ τὸν θάνατον προεσήμαινεν· καὶ ἡ μὲν αὐτίκα τὰ δεσμωτήρια [ἐνθυμεῖται], ποιεῖται δὲ χρεῶν ἀποκοπὰς, ἀπολύει δὲ συμφορῶν τοὺς ἐνόχους αὐταῖς, ταμιεῖά τε βασιλικὰ ὑπανοίγνυσι καὶ ποταμηδὸν χεῖσθαι ἐᾷ τὸν ἐν ἐκείνοις χρυσόν· ἀλλ' ὁ μὲν ἐν τούτοις οὕτως ἀφειδῶς, οὕτως ἀκρατῶς, ἡ δὲ βραχύ τι δυσθανατήσασα καὶ τὴν ὄψιν ἀλλοιωθεῖσα μετατίθησι τὴν ἐνταῦθα ζωὴν, δύο πρὸς τοῖς ἑβδομήκοντα ἔτη βιώσασα.
6.161 Ἐγὼ δὲ τὸν περὶ τῆς βασιλίδος συντελέσας λόγον, ἐπὶ τὸν βασιλέα αὖθις ἐπάνειμι, τοσοῦτον ἐπειπών· ἐβουλόμην μὴ ἱστορεῖν, μηδὲ φιλαλήθης ἐνταῦθα κατονομάζεσθαι, ἀλλ' ἐγκώμια τῷ αὐτοκράτορι τούτῳ ποιεῖν, πολλῶν γὰρ ἂν εὐπόρησα καὶ καλῶν λόγων εἰς εὐφημίας ἔρανον, ὧν ἐκεῖνος δαψιλεῖς ἐδίδου τὰς ἀφορμάς· ὁ μὲν γὰρ ἐγκωμιάζων, ὅσα πρόσεστι φαῦλα τῷ ἐγκωμιαζομένῳ παραιτούμενος, ἐκ τῶν σπουδαιοτέρων ἐκείνῳ πλέκει τὸν ἔπαινον· κἂν πλεῖστα τἀναντία ᾖ, ἀρκεῖ τῷ ρήτορι καὶ μία ὑπόθεσις σπουδαίαν τὴν πρᾶξιν ἔχουσα εἰς εὐφημίαν ἀρκοῦσαν, ὁπότε καὶ τὰ φαῦλα σοφιστικῶς μεταχειρισάμενος εἰς εὐφημίας καταβιάσαιτο ἀφορμήν· ὁ δέ γε συντιθεὶς ἱστορίας, ὥσπερ ἀπροσωπόληπτος καὶ ἀδέκαστος δικαστὴς οὐχ ἑτεροκλινής ἐστι τοῖς τῶν πράξεων μέρεσιν, ἀλλ' ἴσῳ σταθμῷ τοῖς λόγοις ἑαυτὸν διδοὺς, οὐδεμίαν σοφίαν ἐπάγει οὔτε τοῖς σπουδαίοις οὔτε τοῖς φαύλοις, ἀλλ' ἁπλῶς τε καὶ καθαρῶς τὰ πεπραγμένα διέξεισι, κἂν τῶν ὑποβεβλημένων τῷ λόγῳ προσώπων, ὁ μέν τις αὐτὸν σπουδαῖος ὢν διεφαύλισεν, ὁ δὲ τῆς ἑτέρας μερίδος τυγχάνων χάριτάς τινας κατεβάλετο, οὐδέτερον τῶν εἰς αὐτὸν πεπραγμένων ἐν τῇ ἱστορίᾳ λογίσεται, ἀλλ' ἕκαστον ἀναθήσει τῷ λόγῳ μετὰ τῆς οἰκείας πράξεως· ἐπεὶ εἴ γε δι' εὔνοιαν ἢ ψυχῆς εὐγένειαν δοθείη τῷ ἱστοροῦντι τῷ εὐνοϊκῶς πρὸς αὐτὸν σχόντι ἀντιχαρίζεσθαι καὶ τοῦδ' εἵνεκα δεκάζειν τοὺς λόγους, τίς ἂν πρὸ ἐμοῦ ἕτερος ταῖς ἐκ τῶν λόγων εὐφημίαις τουτονὶ τὸν αὐτοκράτορα κατεκόσμησεν, ὅς γε οὔπω με πρὸ τοῦ κράτους ἑωρακὼς, ἐπειδὴ ἅπαξ εἶδεν, οὕτω μου ἑαλώκει τῶν λόγων ὡς δοκεῖν ἐκ τῶν ὤτων τῆς ἐμῆς γλώττης ἐκκρέμασθαι;
6.162 Ἀλλ' οὐκ οἶδ' ὅπως καὶ τὴν τῆς ἱστορίας διαφυλάξω ἀλήθειαν, κἀκείνῳ τὸ εἰκὸς σέβας ἀπομερίσομαι· ἡ δέ γε τῆς ἐμῆς ἀκριβείας περὶ τὴν ἀληθῆ ἱστορίαν ὑπερβολὴ καὶ μοῖράν τινα ἐκείνῳ σῴζει τῆς κρείττονος ὑπολήψεως· εἰ γὰρ, ἀπερικαλύπτως ἐμοῦ καὶ τὰ δοκοῦντα φαῦλα ἐκείνου διακριβοῦντος, σῴζεται ἐκ τῆς ἑτέρας μερίδος ἡ ἀρετὴ διαλάμπουσα, καὶ ὥσπερ ἐπὶ ζυγοῦ ἡ κρείττων πλάστιγξ κάτωθεν βρίθει ἀξιόλογόν τι βάρος τῶν πράξεων φέρουσα, πῶς οὐχὶ πάντας ἐκεῖνος ὑπερβαλεῖται τοὺς αὐτοκράτορας, ὧν ἐγκωμιαζομένων ὕποπτος ὦπται ἡ εὐφημία καὶ τοῦ πιθανοῦ μᾶλλον ἢ τοῦ ἀληθοῦς ἐχομένη; τίς δὲ τῶν πάντων ἀνθρώπων, ἵν' ὑπὲρ τῶν ἐκείνου ἐλαττωμάτων ἀπολογίσωμαι, καὶ μάλιστα τῶν βασιλεύειν λαχόντων, ἐκ πασῶν ὤφθη τῶν πράξεων ἀναδεδεμένος τὴν κεφαλὴν ἐγκωμιαστικῷ διαδήματι;
6.163 Ὁπότε γὰρ ὁρῶμεν τοὺς ὑμνουμένους ἐκείνους ἐν γνώμαις καὶ λόγοις καὶ πράξεσιν αὐτοκράτορας, Ἀλέξανδρον φημὶ τὸν Μακεδόνα καὶ τὼ διττὼ Καίσαρε, Πύρρον τε τὸν Ἠπειρώτην, καὶ Ἐπαμινώνδαν τὸν Θηβαῖον, καὶ Ἀγησίλαον τὸν Λακεδαιμόνιον, ἵνα μὴ λέγω τοὺς ἄλλους, οἷς βραχὺς ὁ ἔπαινος παρὰ τῶν ἐπαινούντων ἀνείλεκται, οὐκ ἴσῳ τῷ μέρει ἐς ἀρετὴν καὶ κακίαν διαμεριζομένους, ὡς ἔκ τε τῶν ἀναγραψάντων τοὺς ἐκείνων βίους ἐγνώκαμεν, ἀλλὰ παρὰ πολὺ ἐπικλινεστέρους πρὸς τὸ φαυλότερον μέρος, τί δ' ἄν τις ἐρῇ περὶ τῶν ἐκείνους μιμησαμένων, εἴ γε βραχεῖ τῷ μέρει κατόπιν ἐκείνων ὤφθησαν, λέγω δὲ οὐκ ἐν πᾶσι τοῖς τῆς ἀρετῆς μέρεσιν, ἀλλ' ἐν οἷς ἐκεῖνοι τῶν ἄλλων μάλιστα κατωρθώκασιν;
6.164 Ἔγωγ' οὖν πρὸς ἐκείνους συγκρίνων τουτονὶ τὸν μέγιστον αὐτοκράτορα, ἐλάττονα μὲν πρὸς ἀνδρίαν οἶδα, μείζονα δὲ τοῖς ἄλλοις καλοῖς ἢ ὅσῳ τοῦ λοιποῦ μέρους τῶν καλλιστείων ἐκείνοις παρακεχώρηκεν· ὀξὺς γὰρ τὴν φύσιν ὢν, ἀγχίνους τε εἴ τις ἄλλος καὶ μνήμων διαφερόντως, τοσοῦτον τῆς θυμοειδοῦς ἐκράτει κινήσεως, ὡς δοκεῖν ἐξαίρετον τῶν ἄλλων λαχεῖν τὴν πρᾳότητα· ἐμὲ γοῦν οὐκ ἐλάνθανεν ὥσπερ τις ἡνίοχος τὸν θυμικὸν ἵππον ἀνακρουόμενος· ἐξανθῆσαν γοῦν αὐτῷ τὸ αἷμα ἐπὶ τῆς ὄψεως, τό τε σῶμα ἀθρόως αὐτῷ κινηθὲν καθίστατο ἀθροώτερον καὶ τῷ λογισμῷ εὐθὺς μετεβάλλετο· εἰ δέ πού τι καὶ δι' οἰκονομίαν βασιλικὴν ἢ θρασυτέρᾳ ἐχρήσατο τῇ φωνῇ ἤ τισι πληγὰς ἐπηπείλησεν, αὐτίκα πως ἠρυθραίνετο ὥσπερ αἰδούμενος ὅτι παρὰ τὸ σύνηθες φθέγξαιτο.
6.165 Δικάζοντι δὲ οὔτε τὸ κρατοῦν μέρος οὔτε τὸ καταψηφισθὲν διεδείκνυτο, μᾶλλον δὲ τὸ μὲν τὴν λευκὴν ψῆφον ἀπειληφὸς, αὐτὸ δὴ τοῦτο ἀπῄει καταλαμπόμενον, θάτερον δὲ τοῖν μεροῖν πρὶν ἄρα καὶ γνοίη τὴν ἧτταν οὐχὶ κρατήσειν ἤλπιζεν, ἀλλὰ μετὰ προσθήκης λαμβάνον, ἐξῄει παρ' ἐλπίδα νενικηκός.
6.166 Πλείστων δὲ αὐτῷ ἐπιβεβουλευκότων, καὶ τῶν γε πλειόνων καὶ ξίφος ἐπὶ τὴν ἐκείνου κεφαλὴν σπασαμένων, τὸ μὲν βουλόμενον ἐκείνῳ ἦν συγκαλύψειν ἐκείνοις τὴν τόλμαν καὶ κατὰ τὸ σύνηθες διαλέγεσθαι, ὡς μηδὲν ἐγνωκότι τῶν τετολμημένων, ἢ ὡς εὐθὺς τῆς ἀναιδείας ἐκείνων ἐπιλελησμένῳ· ἐπεὶ δὲ οἱ περὶ τὸ βῆμα καὶ ὅσοι τῆς πρὸς ἐκεῖνον οὐκ ἐστέρηντο παρρησίας πρὸς ὀργὴν αὐτὸν ἀνηρέθιζον, ὡς αὐτίκα διαφθαρησόμενον, εἰ μὴ πρὸς ἄμυναν τῶν τολμησάντων διανασταίη, τοῦ θριάμβου πλέον ἐκεῖνος ἢ τῆς ἀκριβοῦς βασάνου ἐγίγνετο· δικαστὰς γὰρ αὐτοῖς περιστήσας καὶ τὴν τόλμαν μεγαληγορήσας, οἷος ἐκεῖνος τὴν γλῶτταν εὔστροφος καὶ πολλῷ ρέων τῷ ρεύματι, ἐπειδὴ πεφρικότας ἴδοι, εἴς τινα βραχεῖαν καταλή γων ἄμυναν, καὶ ταύτην σὺν παιδιᾷ διατάξας, εὐθὺς ἠφίει τῆς τιμωρίας.
6.167 Τῶν μὲν οὖν δημοσίᾳ πεπραγμένων ἐκείνῳ πολλοῖς τῶν ἐκεῖνα λογογραφεῖν ἐθελόντων παραχωρήσω, τῶν δ' ἀπορρήτων βραχύ τι μέρος ποιήσομαι ἐκφανὲς, ὅπερ ἐν μέσῳ τοῖς λόγοις κείμενον καὶ ἀμφίβολον ὂν τοῖς τε ἐπαινοῦσι καὶ ψέγουσιν, ἐγὼ τῶν ἄλλων ἐξαίρω ὁπόσα αὐτῷ τὴν κρείττονα ὑπόληψιν ἔσχηκε. Τί ποτέ ἐστι τοῦτο; Ἤδει τὴν αὑτοῦ ψυχὴν ἐπιεικεστάτην καὶ φιλανθρωποτάτην τυγχάνουσαν καὶ οὐδενὶ τῶν πάντων ὁπόσοι κατ' ἐκείνου λυττᾶν ἠβουλήθησαν εἰδυῖαν μνησικακεῖν· τοῖς μὲν οὖν μέτρια ἡμαρτηκόσι, λέγω δὴ μέτρια ὁπόσα ἄλλοις κακίας οὐκ ἔχει ὑπερβολὴν, ἀπραγμόνως ἐχρῆτο τῇ τοιαύτῃ τῆς ψυχῆς ἕξει, οὓς δὲ ἐγνώκει ἄχρις αὐτοῦ τοῦ Κρείττονος ἀδικίαν λαλήσαντας, τούτους δὴ ἢ ὑπερορίᾳ καταδικάζων ἢ ὅροις εἵργων περιγράπτοις, ἢ δεσμὰ περιβάλλων ἄφυκτα, ὅρκοις ἑαυτὸν ἐδέσμει ἐν ἀπορρήτῳ μὴ ἄν ποτε δοῦναι ἐκείνοις τὴν ἄφεσιν.
6.168 Ἐμὲ γοῦν τοῦτον ἅπαξ ἐπέχοντα ὡς οὐκ ἂν ρᾳδίως τοὺς ὅρκους φυλάξαιτο, πείθειν ἐδόκει μὴ ἄλλως δύνασθαι τῶν κακουργοτάτων τὰς ὁρμὰς ἐπισχεῖν· ἡμέρας μὲν οὖν τινας τῷ οἰκείῳ ἐτίθετο δόγματι, ἔτι γὰρ ἐπήνθει αὐτῷ ἡ δικαιοτάτη ὀργὴ, ἐπεὶ δὲ τοῦ συντόνου χαλασθείη ποτὲ, ἔπασχε δὲ τοῦτο ἐπειδάν τινος ἠκηκόει ἐπαινοῦντος τὴν ἐπιείκειαν καί τινας τῶν φθασάντων αὐτοκρατόρων ἐντεῦθεν μεγαληγοροῦντος, αὐτίκα ἐκείνων τε μεμνημένος καὶ τοῦ δεσμοῦ, τὰ μὲν δακρύων ἦν, τὰ δέ γε διαπορούμενος, ὅπως ἂν ἄριστα τῷ πράγματι χρήσαιτο· συμβούλῳ γοῦν ἐμοὶ χρώμενος περὶ τὴν τοιαύτην στάσιν τοῦ λογισμοῦ, ἐδίδου μᾶλλον τῷ φιλανθρώπῳ, ἑτέρῳ τρόπῳ τὸ θεῖον ἐξιλεούμενος.
6.169 Συμπαθεστέραν γοῦν ἔγωγε ψυχὴν οὔτε πρὶν ἑωράκειν, οὔτε νῦν ἐν οὐδενὶ τῶν πάντων κατανοῶ, ἀλλ' οὐδὲ φιλοτιμοτέραν ἢ βασιλεῖ πρέπουσαν [μᾶλλον]· ἐκεῖνος γὰρ ὥσπερ ἐπὶ τούτοις τὸ βασιλεύειν λαχὼν οὐδ' εἶναι τὴν ἡμέραν ἐκείνην βασιλεὺς ἐδόκει ἐν ᾗ μήτε τι φιλάνθρωπον ἐνεδείξατο μήτε τι τῆς φιλοτίμου παρεγύμνωσε γνώμης, οὐδὲ εἰς ψυχὴν, ἵν' οὕτως εἴποιμι, εὔγεω τὰ τῆς εὐεργεσίας κατεβάλλετο σπέρματα, ὡς εὐθὺς τὸν τῆς εὐγνωμοσύνης στάχυν ἀναδιδόναι, οὐδὲ μᾶλλον ἐκείνη τὸν τῆς εὐχαριστίας ἀπεγέννα καρπὸν, ἢ ὁ οὗτος σπείρειν πεφιλοτίμητο τὴν ἐρίβωλον γῆν καὶ πίειραν.
6.170 Ἀμέλει καὶ βραχεῖαν τῆς τοιαύτης αὐτῷ ἀρετῆς τοῖς φιληκόοις ὑπόθεσιν διηγήσομαι· ἐπὶ κλέμμασί τις ἁλοὺς στρατηγικῶν διοικήσεων, χρήμασιν ἐζημιοῦτο πολλοῖς, πολλαπλασίοις ὧν ἐκεῖνος ἐκέκτητο· ἦν δ' ἄρα καὶ οὗτος [τῶν] εὐδαιμόνων καὶ πολυχρύσων, καὶ ὁ εἰσπράττων τῶν ἀπαραιτήτων, τὸ βασιλικὸν γὰρ ἦν ταμεῖον καὶ ὁ δημόσιος· ὁ δ' ἄρα ἐδεῖτο καὶ βασιλικῆς ἀκοῆς, ἵν' ἐκεῖθεν ἔχοι τὴν ψῆφον καὶ μὴ ἐπὶ πᾶσιν αὐτῷ ἰσχύῃ τὸ δημόσιον δικαστήριον· ἐπεὶ δὲ ἀμφοῖν τοῖν μεροῖν ἡ πρὸς βασιλέα ἐδόθη εἴσοδος, παρῆσαν δὲ πολλοὶ τῷ ἀγῶνι, καὶ αὐτὸς πρὸ τῶν ἄλλων ὑπογραμματεύων καὶ τὰς τῆς Θέμιδος φωνὰς σημειούμενος, ἐπεὶ γοῦν εἰσῄεσαν ἄμφω, ὁ κεκλοφὼς ἐκεῖνος ἢ κεκλοφέναι δοκῶν εὐθεῖάν τινα καὶ συμπαθεστάτην ἀφῆκε φωνὴν, μόνον ἐκστῆναι τῶν οἰκείων τῷ δημοσίῳ, μὴ μέντοι γε καὶ τοῖς παισὶ χρεῶν ὑποσχέσεις κληροδοτῆσαι, αὐτίκα δὲ καὶ ἀπεδύετο τὴν ἐσθῆτα, ὡς ἂν ἐπὶ μόνῳ ἀπαλλαγείη τῷ σώματι.
6.171 Ἐπὶ τούτοις ὁ βασιλεὺς δακρύοις ἐπιτέγξας τὰ ὄμματα· «Ἀλλ' ὦ βέλτιστε, ἔφη, εἶτα δὴ οὐκ αἰσχύναιο τὴν εὐδαιμονίαν ἀτιμάζων τοῦ γένους, οὕτω σαυτὸν εἰς ἐσχάτην ἀθρόον καταγαγὼν πενίαν, ὡς καὶ δεῖσθαι τοῦ θρέψοντος καὶ τὸ σῶμα σκεπάσοντος;» Ἐπὶ τούτοις ἐκεῖνος· «Ἀλλ' οὐδ' ἂν, ὦ βασιλεῦ, ἔφησεν, οὐδ' εἰ πάνυ βουλοίμην, τοῦτο δυναίμην ἂν ἐπ' αὐτῷ προσπορίσασθαι.» Τί δὲ πρὸς τὸν λόγον ὁ βασιλεύς; «Ἢν δέ τίς σοι τὸ εἰσπραττόμενον χρέος ἐπιμερίσαιτο, ἀγαπήσεις ἂν τὴν ἰσότητα; –Ἐκ μηχανῆς, ἔφησεν οὗτος, ἔσται θεός· ἀλλ' οὐχ ὁρῶ εἴ τις ἐξ οὐρανοῦ κατέπτη, ἄγγελός τις ἢ θειοτέρα ψυχὴ, ἀνθρώπων εὐνομίας ἐφορῶσα καὶ ἐπιστρεφομένη τῶν πόλεων. –Ἀλλ' ἐγώ σοι ἐκεῖνος, ὁ αὐτοκράτωρ αὖθις εἰρήκει, καί σοι τὸ μέρος ἐπικουφίζω τῆς ὀφειλῆς.»
6.172 Καὶ ὁ μὲν οὕτως, ὁ δὲ οὐχ οἷός τε ἑαυτὸν κατασχεῖν, προσουδίζει τε τὸ γόνυ τῇ γῇ καὶ μικροῦ δεῖν τῷ τῆς χαρᾶς πλήθει ἐξεπεπνεύκει· ὁ δέ γε αὐτοκράτωρ τὸ σχῆμα τοῦ ἀνδρὸς αἰδεσθείς· «Ἀλλά σοι, ἔφη, δύο μερίδας ἀφίημι τοῦ ὀφλήματος.» Καὶ πρὶν ἢ εἰς ὦτα ἐνηχηθῆναι αὐτῷ τὴν φωνήν· «Καὶ τὴν πρώτην», προσέθηκεν ἔπειτα. Ἐπεὶ δὲ ἐκεῖνος μηδὲ τοσοῦτον ἐσχηματίζετο τὸν αὐτοκράτορα δύνασθαι, τὸ πᾶν ἄχθος αὐτῷ τῆς ψυχῆς ἀπεσείσατο, καὶ ὡς τοῖς ὅλοις νενικηκὼς λαμπρόν τε ἀμπίσχεται καὶ τὴν κεφαλὴν ἀναδησάμενος χαριστήρια ἔθυε τῷ Θεῷ.
6.173 Ταῦτα μὲν καὶ τοιαῦτα ἐρεῖ περὶ τούτου δὴ τοῦ αὐτοκράτορος, εἰ γέ τις βούλοιτο· εἰ δὲ καὶ ἐγκωμιάζειν αἱροῖτο τὸν ἄνδρα, οὐδ' ἅπερ ὁ τῆς ἱστορίας λόγος ἴσως διαβαλεῖ ἔξω τῆς προσηκούσης εὐφημίας, ὅ γε πιθανώτατος τῶν ρητόρων ποιήσαιτο. Αὐτίκα, ἵνα τινῶν καὶ τῶν τῆς ἑτέρας μερίδος ἐπιμνησθήσωμαι, ἐδίδου καὶ τῇ παιδιᾷ μερίδα τοῦ βίου τινὰ, καὶ τοῖς μὲν ἄλλοις οὔτε τοὔνομα οὔτε τὸ πρᾶγμα ταύτης ἠλλάττετο, ἐκείνῳ δὲ σπούδασμά τε ἐδόκει καὶ σεμνότητι κατεχρώννυτο· εἰ γοῦν ἄλσος ποιῆσαι βουληθείη ποτὲ, ἢ περιτειχίσαι παράδεισον, ἢ ἐμπλατῦναι ἱππήλατον, οὐ τοῦτο μόνον ἐποίει ὅπερ πρώτως ἐβούλετο, ἀλλὰ θάτερά τε εὐθὺς ἐγεγόνεισαν, καὶ λειμῶνες οἱ μὲν κατεχώννυντο, οἱ δὲ πρώτως περιεκλείοντο, ἀμπέλων τε καὶ δένδρων τὰ μὲν ἀπερριζοῦντο, τὰ δὲ μετὰ τῶν καρπῶν ἀπηυτοματίζοντο.
6.174 Τί ποτε δέ ἐστι τοῦτο; Ἐβούλετο τῷ βασιλεῖ ψιλήν τινα πεδιάδα εἰς λειμῶνος ὥραν μεταποιῆσαι· αὐτίκα γοῦν ἐγίνετο τὸ βουλόμενον· τὰ γὰρ ἑτέρωθι φῦντα ἐκεῖσε μετὰ τῶν καρπῶν ἀπεκομίζοντό τε καὶ κατεριζοῦντο τῇ γῇ, βῶλοί τε χλοηφόροι ἐξ ἀλσῶν καὶ ὀρέων ἀναχωννύμενοι τὸ ὑποκείμενον κατεπλήρουν πεδίον· ὁ δὲ, εἰ μὴ καὶ τέττιγες αὐτίκα ἐπὶ τοῖς αὐτοματισθεῖσι τερετιοῦσι δένδροις, ἢ ἀηδόνες τὸ ἄλσος περιλαλήσουσι, δεινὸν ἐποιεῖτο, καὶ ἐν σπουδῇ τὸ πρᾶγμα τιθέμενος, αὐτίκα τῆς παντοδαπῆς ἠχοῦς καταπήλαυε.
6.175 Ταῦτα τοιγαροῦν καὶ ὅσα τούτοις ἕπεται ἐμοὶ μὲν ἴσως οὐ «βουληφόρῳ ἀνδρὶ» προσήκοντα φαίνεται, «ᾧ λαοί τ' ἐπιτετράφαται καὶ τόσσα μέμηλε», κατὰ τὴν ποιητικὴν Καλλιόπην· ἕτερος δὲ καὶ τὸ φαινόμενον κάλλος θαυμάζων θαυμάσει τῆς μεγαλουργίας τὸν αὐτοκράτορα καὶ ἐρεῖ ὁπόσα τὸν ἀκροατὴν πείθειν οἰηθείη, ὅτι τοσοῦτον ἦν αὐτῷ τὸ περιὸν τῆς συνέσεως, ὡς καταμερίζειν τὸν βίον σπουδῇ τε καὶ παιδιᾷ, καὶ μὴ θατέρῳ μέρει πρὸς θάτερον ἐμποδίζεσθαι· ἀλλὰ τῇ μὲν σπουδῇ οὐδὲν ᾤετο προστιθέναι, οἰκείῳ γὰρ κάλλει κατακεκόσμηται, τὴν δέ γε παιδιὰν κατεχρώννυεν ἀνθηρῷ βάμματι, μᾶλλον δὲ σεμνῷ κατεποίκιλλε σχήματι, καὶ ἐξήρκει τοῦτο εἰς σύνεσιν, ἄλλ' ἐπ' ἄλλοις ἐπιτιθέναι, καὶ τῇ φρονήσει τὴν φιλεργίαν νικᾶν, ἀκάματά τε καὶ ἀνήροτα ποιεῖν τὰ γεώργια, καὶ ὥσπερ ἐξ οὐκ ὄντων κατὰ τὸν πρῶτον δημιουργὸν μετὰ τῶν ποιοτήτων οὐσιοῦν τὰ ποιήματα, τάς τε ὥρας νικᾶν τῷ ἑτοίμῳ τῆς μεταθέσεως, καὶ γεωργικῶν μὴ δεῖσθαι χειρῶν τῇ ἀγχινοίᾳ τῆς πλάσεως, καὶ θαυματοποιεῖν ἄντικρυς ὁπόσα ἐκείνῳ ἐδόκει, ὡς ἀπιστεῖν τοὺς πολλοὺς, ὅτι τὸ χθιζὸν ὁρῶσι πεδίον καὶ τὸ πρότριτα γήλοφον τριταῖον γήπεδον καταφαίνεται.
6.176 Λέγω δὲ ταῦτα νῦν ἄκροις ὡσανεὶ καταχρώμενος ὅροις τῆς ρητορικῆς τέχνης τε καὶ πειθοῦς, ἐπεὶ εἴ γέ τις βούλοιτο τελεωτέραν ἐργασίαν ἀποδοῦναι τῷ λόγῳ, πᾶσαν ἀκοὴν καὶ ψυχὴν μεταχειρίσαιτο πρὸς τὸ βούλημα· ἀλλ' ἐμοὶ οὔτε τὰ τοιαῦτα τῶν ἔργων ἐν ἐπαίνοις τίθεται, μεμίσηνται δὲ καὶ αἱ περὶ τοὺς λόγους τέχναι, κλέπτουσαι τὴν ἀλήθειαν.
6.177 Ἔχομαι γοῦν τῆς ἀληθοῦς ἱστορίας καὶ πόρρω τοῦ κύκλου τῶν ἐκείνου ταῦτα ποιοῦμαι καλῶν, ὥσπερ δὴ καὶ ἅπερ ἐπεπράχει μειρακιωδῶς περί τι μειράκιον ἀφελέστατον καὶ ἀνοητότατον, πέρυσιν οὔπω καλαμίδος ἡμμένον καὶ μέλανος, ἐκ τῶν βαράθρων καὶ τῶν τριόδων εἰς τὸν Ρωμαϊκὸν ἀναβεβηκὸς ἄξονα· ὁ δὲ οὕτω τοῦ καθάρματος ἑαλώκει, ὡς μικροῦ δεῖν ἐπ' αὐτῷ τὴν βασίλειον ἡγεμονίαν ποιήσεσθαι· γλυκύτατον γοῦν παιδίον αὐτὸ κατωνόμαζε καὶ τὰ πρῶτα τῆς γερουσίας ἐτίθετο· τὸ δὲ ἄρα ἦν πρὸς πᾶσαν πρᾶξιν πεπηρωμένον παντάπασιν· ὁ δὲ ὅ τι δ' ἂν ἐκεῖνο φθέγξαιτο ἢ ποιήσειε, θείαν καὶ φωνὴν ἡγεῖτο καὶ πρᾶξιν· ἡ δὲ πρόφασις τῆς ἀθρόας πρὸς ἐκεῖνο ἀγαπήσεώς τε καὶ μεταθέσεως τοιαύτη τις ἐγεγόνει, ἀναβήσομαι δὲ βραχύ τι τῷ λόγῳ ἐπὶ τὰ πρότερον τῆς ἐκείνου ἀρχῆς.
6.178 Τῶν Ρωμαϊκῶν σκήπτρων οὗτος ἐπειλημμένος ὁ αὐτοκράτωρ, ὡς ἐκ μακροῦ τοῦ πελάγους εἰς τοὺς βασιλείους λιμένας κατάρας, ἀναπνευστέα τε αὐτῷ ἐδόκει, καὶ ἐφ' ἑτέρῳ προσώπῳ τὴν τοῦ κράτους ποιεῖται διοίκησιν· γενναῖος ἦν οὗτος ὁ ἀνὴρ καὶ τὰ πρῶτα τῆς λογιότητος, τήν τε γλῶτταν εἶχε πρὸς πᾶσαν λόγων ἰσχὺν ἐμπαράσκευόν τε καὶ ἕτοιμον, καὶ τὰς πολιτικὰς πράξεις ἠκρίβωτο· τῇ γὰρ ρητορικῇ τέχνῃ ἣν ἐκεῖνος ἐπὶ μᾶλλον ἐξώγκωσε, πιθανωτέραν ἀπεργασάμενος, τοὺς πολιτικοὺς νόμους καταμιγνὺς, τὸ ἄρθρον ἀκριβέσι συνδέσμοις κατέσφιγγεν, ὅπερ ἐστὶ τὸν προκείμενον νόμον ἐργασίαις τεχνικωτέραις ἐποίκιλλεν, εἶτα δὴ καὶ πρακτικώτατον ἄνωθεν εἰληχὼς νοῦν, τὰς δημοσίας πράξεις ἠκρίβωσε λογικωτάτως τε καὶ εὐφυεστάτως· πᾶσαν δὲ ἀγαπήσας καλλιέπειαν λόγου μεθηρμόσθη πρὸς τὸ πραγματικὸν εἶδος τῶν ὑποθέσεων, καὶ ἦν αὐτῷ ἡ γραφὴ πρὸς μὲν τοὺς ρητορικοὺς τῶν λόγων καλλιεπὴς καὶ τὴν ἀτθίδα φωνὴν ἀκριβοῦσα, πρὸς δὲ τὰς πολιτικὰς πράξεις ἁπλῆ τις καὶ συνήθης καὶ καθαρά. Ἔπρεπε δὲ τῷ ἀνδρὶ τό τε εἶδος καὶ ἡ τοῦ σώματος ἀναδρομὴ, καὶ ἡ τῆς γλώττης περιβολὴ, εὔηχον γάρ [τι] εἶχε καὶ τορὸν, καὶ μάλιστα ὁπότε ἐκ μετεώρου τὰς βασιλείους φωνὰς ὑπεκρίνετο.
6.179 Τούτῳ δὴ τῷ καλλίστῳ ἀνδρὶ τὴν ἀρχὴν πιστεύσας ὁ αὐτοκράτωρ, αὐτός τε ἠρέμα πως ἀπέπνει, ἄρτι τοῦ πελάγους ὑπεκδὺς καὶ ἀποπτύων τὴν ἅλμην τῶν συμφορῶν, τά τε πράγματα ἐν καλῷ ἔκειτο, ἢ μετετίθετο, καὶ ὁ ἀνὴρ περίοπτος ἠρέμα γιγνόμενος εἰς τὴν πρώτην ἀνήχθη τῆς ἀρχῆς περιωπήν· εἶτά τι γίγνεται; ζηλοῖ τοῦτον ὁ αὐτοκράτωρ, καὶ ὡς ἐπ' ἐκείνῳ τῆς βασιλείας μετατεθείσης οὐκ εἶχεν ὑπενεγκεῖν τὴν πληγήν· ἐβούλετο γοῦν καὶ τῶν πραγμάτων αὐτοκράτωρ γενέσθαι, οὐχ ἵνα κρείττονα ἐκεῖνα ποιήσειεν, ἀλλ' ἵνα αὐτῷ τὰ βουλεύματα ἐπιτελῆ γένοιτο· ἐῴκει γὰρ παραδιοικεῖν, τὴν ἀρχὴν ἀνειργόμενος παρὰ τοῦ κρατίστου ἀνδρὸς, ὁπηνίκα τὴν βασιλικὴν ἐξιχνιάζοι πορείαν.
6.180 Ἔγωγ' οὖν τοῦτο ἔκ τινων κατανενοηκὼς συμβόλων, αὐτάγγελος ἐκείνῳ γίγνομαι τῆς βαθείας γνώμης τοῦ αὐτοκράτορος· ὁ δὲ γενναῖός τις ἄρα ὢν, οὔτε ὑφῆκέ τι τοῦ τόνου, οὔτε ὑπέδωκεν ἐκείνῳ τὸν χαλινὸν, φιλόσοφον φωνὴν ἐπαφεὶς, ὡς οὐκ ἂν ἑκὼν εἶναι διαφθείροι τὸν βασιλέα, ὁπηνίκα δὲ τοῦ ἅρματος ἀποβαίη καὶ ἐπ' ἐκείνῳ ἡ διοίκησις γένοιτο, οὐκ ἂν αὐτῷ φθονήσοι τῆς ὅλης μεταποιήσεως.
6.181 Ἅπαξ γοῦν αὐτῷ μηνίσας ὁ αὐτοκράτωρ τῶν βασιλείων αὐτὸν μετατίθησι πράξεων, καὶ ἵνα μή τις αὐτῷ ἐμποδὼν εἴη, ὦτα κωφὰ τοῦ νοῦ προϊστᾷ. Καὶ τοῦτο δ' ἄν τις εἰς ἔπαινον ρητορεύσειεν, ὅτι φρονήσεως γέμων ὁ βασιλεὺς καὶ πρὸς πᾶσαν πρᾶξιν ἑαυτῷ ἐπαρκῶν ἑτέρας οὐκ ἐδεῖτο χειρός. Ὁ μὲν οὖν τὸν ἄνδρα μετατίθησι τῆς ἀρχῆς, ὁ δέ γε Θεὸς ἐπὶ τῆς κρείττονος τοῦτον μερίδος ἱστᾷ, καὶ τῆς ἑαυτοῦ θείας Σοφίας μυσταγωγὸν καὶ μύστην καθίστησιν, ὅπερ προϊὼν ὁ λόγος ἐρεῖ ἐντελέστερον.
6.182 Ταῦτα μὲν οὖν ἀμφίλογα τῷ αὐτοκράτορι καὶ ταῖς διαφόροις ὑπολήψεσι τῶν ἀνθρώπων μεταρριπτούμενα καὶ ὅσα περ ἄλλα ἐρεῖν προῄρημαι, οὐδέν τι μέτριον τῶν πάντων ἐποίει, ἀλλὰ πᾶσιν οἷς ἐβεβούλητο τόνους ἐδίδου καὶ ἀκμὰς καὶ ὀξύτητας· εἴ τε γοῦν ἐρῴη τινὸς, οὐκ εἶχεν αὐτῷ μέτρον ὁ ἔρως, εἴ τε μηνιῴη τινὶ, τὰ μὲν αὐτῷ τῶν προσόντων κακῶν ἐπετραγῴδει βαρυθυμότερον, τὰ δ' ἀνέπλαττεν, εἰ δὲ καὶ ἀγαπῴη, οὐκ εἶχέ τις τῆς τοιαύτης ὑποθέσεως νοῆσαι ὑπερβολήν.
6.183 Τῆς γοῦν βασιλίδος Ζωῆς ἀπεληλυθυίας τῶν τῇδε ἐν γήραϊ μακρῷ, ὁ περὶ ἐκείνην πόθος αὐτῷ εἰς μέσην καρδίαν παραμεμένηκεν, οὐχ ὥστε θρηνῆσαι μόνον, οὐδὲ δακρύοις κατασπεῖσαι τὸν ἐκείνῃ τύμβον, οὐδὲ τὸ θεῖον αὐτῇ εὐμενίσασθαι, ἀλλ' ἐβούλετο ἰσοθέου αὐτὴν ἀξιῶσαι τιμῆς· αὐτίκα στυλίσκου τινὸς τῶν περὶ τὸν ἐκείνης τάφον ἀργύρῳ περιηλειμμένου ὑγρότητά τινα προσειληφότος κατά τι μέρος ἔνθα ἡ κρείττων ὕλη διέσχιστο, καὶ βραχύν τινα μύκητα κατὰ τοὺς φυσικοὺς ἀναδόντος λόγους, ὁ δὲ ἐνθουσιασμοῦ τε πλήρης ἐγένετο καὶ βοῆς ἐνεπίμπλα τὰ βασίλεια, ὡς τοῦ Κρείττονος παραδοξοποιήσαντος ἐπὶ τῷ τύμβῳ τῆς βασιλίδος, ἵν' ἅπαντες γνοῖεν ὅτι ἀγγέλοις ἡ ἐκείνης ψυχὴ συνηρίθμηται· οὐδεὶς μὲν ἠγνόει τὸ πεπραγμένον, σύμπαντες δὲ τὸν ἐκείνου ζῆλον ὑπέτρεφον, οἱ μὲν δεδιότες, οἱ δ' ἀφορμὴν τὸ πλάσμα εὐπορίας βίου ποιούμενοι.
6.184 Καὶ περὶ μὲν τὴν βασιλίδα τοιοῦτος ἐγνώριστο· τὴν δέ γε ἀδελφὴν Ἑλένην οὐδὲ τῶν τῇδε μεταστᾶσαν μικροῦ δεῖν ἐγνώκει, οὐδ' εἴ τις εἰρήκει τὴν ἐκείνης μετάθεσιν ἐς τὸ συμπαθέστερον τοῦτον ἐκίνησεν· εἰ δὲ καὶ ἡ ἑτέρα ἐκείνου προαπεληλύθει, ἣν ἄνωθί που ὁ λόγος ἐγνώρισε, κἂν ἐπὶ ταύτης ἐμεμενήκει τῆς διαθέσεως.
6.185 Ὁ δέ γε λόγος τὰς ὑπερβολὰς ἐκείνου καταιτιώμενος ἐπ' αὐτὸ δὴ χωρεῖ τὸ κεφάλαιον, φημὶ δὴ ὃν ἐκεῖνος ναὸν τῷ μάρτυρι Γεωργίῳ καθίδρυσεν, ὃν δὴ πάντα συνέτριψε καὶ ἠφάνικε, καὶ τέλος καὶ αὐτὸν ἐκεῖνον τοῖς συντριβεῖσι προσέθετο· ἤρξατο μὲν οὖν αὐτῷ ἡ ὑπόθεσις οὐκ ἀπὸ κρείττονος ἀφορμῆς, περὶ ἧς οὐδὲν δέομαι λέγειν· ἐῴκει δὲ τὴν πρώτην οὐκ εἰς μέγα προχωρήσειν, θεμέλιοι γὰρ μέτριοι κατεβέβληντο, καὶ ἐπὶ τούτοις ἀνάλογα πάντα, τό τε ὕψος οὐ πάνυ αἰθέριον· εἶτα δὴ χρόνου διελθόντος τινὸς, ἔρωτές τινες αὐτὸν ὑπεξέκαιον ὥστε πρὸς πάσας τὰς πώποτε γεγονυίας ἁμιλληθῆναι οἰκοδομὰς καὶ ταύτας ὑπερβαλέσθαι μακρῷ· περίβολος γοῦν μείζων ἐκύκλου τὸ τέμενος, καὶ τῶν κρηπίδων αἱ μὲν ἀνερριπτοῦντο καὶ ἀνεχώννυντο, αἱ δὲ αὖθις βαθύτερον κατεχώννυντο, καὶ ἐπὶ τούτοις κίονές τε μείζους καὶ ποικιλώτεροι, καὶ τεχνικώτερα πάντα, καὶ χρυσὸς ὑπαλείφων τὸν ὄροφον, τῶν δὲ λίθων ὁπόσαι χλοάζουσιν αἱ μὲν κατεστρώννυντο, αἱ δὲ τοῖς τοίχοις ἡρμόζοντο, καὶ ἄλλη τις ἐφ' ἑτέρᾳ ἐπήνθει, ἢ ἐφ' ὁμοίῳ τῷ χρώματι ἢ ἐναλλὰξ παραλλάττουσαι· ὁ δὲ χρυσὸς ἀπὸ τῶν δημοσίων ταμιείων ὥσπερ ἐξ ἀφθόνων πηγῶν καχλάζοντι ἐπέρρει τῷ ρεύματι.
6.186 Ἀλλ' οὔπω τέλος ὁ ναὸς ἐσχήκει, καὶ αὖθις πάντα ἠλλοιοῦτο καὶ μετετίθετο, καὶ διελέλυντο μὲν αἱ ἀκριβεῖς ἁρμονίαι τῶν λίθων, τοῖχοί τε διερρήγνυντο, καὶ ἀπεστρώννυντο σύμπαντα· ἡ δέ γε αἰτία, ὅτι ὁ πρὸς τοὺς ἑτέρους ναοὺς ἐκείνῳ ἀγὼν οὐ πάντη κατώρθωτο, ἀλλὰ πρὸς ἕνα τῶν πάντων ἁμιλληθεὶς, τὰ δευτερεῖα ἠνέγκατο· τεῖχος οὖν αὖθις ἕτερον κατεπήγνυτο, καὶ κύκλος ἀκριβὴς ὡς περὶ κέντρον τὸν τρίτον νεὼν τεχνικώτερον, ἵν' οὕτως εἴποιμι κατεγέγραπτο, καὶ πάντα λαμπρὰ καὶ αἰθέρια· ὁ μὲν γὰρ ναὸς ὥσπερ τις οὐρανὸς χρυσοῖς ἀστράσι πάντοθεν ἐπεποίκιλτο, μᾶλλον μὲν τὸ μὲν αἰθέριον σῶμα ἐκ διαστημάτων κατακεχρύσωται, ἐκείνῳ δὲ ὁ χρυσὸς, ὥσπερ ἐκ κέντρου ρυεὶς ἀφθόνῳ τῷ ρεύματι, πᾶσαν ἀδιαστάτως ἐπέδραμεν ἐπιφάνειαν· οἶκοί τε πέριξ περίδρομοι καὶ ἀμφίδρομοι, ἱππήλατα πάντα καὶ τοὺς ὀφθαλμοὺς οὐχ ὁρίζοντα, ἀλλ' ἦσαν αἱ ἀκρότητες ἄγνωστοι, καὶ τὰ μὲν δεύτερα τῶν πρώτων μείζονα, τὰ δ' ἐπὶ τούτοις λειμῶνες ἀνθέων πλήρεις, οἱ μὲν πέριξ, οἱ δὲ κατὰ μέσον διήκοντες, ὑδάτων δὲ ἀγωγὴ καὶ φιάλαι ἐκεῖθεν πληρούμεναι, καὶ τῶν ἀλσῶν τὸ μὲν μετέωρον, τὸ δ' εἰς πεδιάδας καθειμένον, καὶ λουτροῦ χάρις ἀμύθητος· οὗ δὴ εἴ τις τὸ μέγεθος ἐπιμέμψασθαι βούλοιτο, εὐθὺς ἀνείργεται τῷ κάλλει καταλαμπόμενος· ἐξήρκεσε γὰρ τοῦτο τοῖς τοῦ μεγέθους ξύμπασι μέρεσιν, ὡς ἐθέλειν καὶ εἰς μείζονα ὄγκον οἰκοδομεῖσθαι, ὅπως ἡ χάρις ἐπιχυθείη τῷ λείποντι· οὐκ ἂν δέ τις εὐκόλως τοὺς ἔνδοθεν λειμῶνας πάντας συμπεριλάβοι, οὔτε ταῖς ὄψεσιν, οὔτε μὴν ταῖς νοήσεσιν.
6.187 Οὐ γὰρ καὶ τὸ ξύμπαν ὑπερβαλλόντως καλὸν ὡς ἐκ μερῶν συμπεπλεγμένον καλλίστων, ἀλλ' οὐδὲν ἧττον καὶ τὰ ἐπὶ μέρους εἰς αὑτὸ ἕκαστον τὸν θεατὴν ἐπισπᾶται, καὶ κατ' ἐξουσίαν τῆς τῶν χαρίτων προκειμένης ἀπολαύσεως οὐκ ἔστιν οὐδεμιᾶς εἰς κόρον τυχεῖν· ὑφαρπάζεται γὰρ παρ' ἑκάστου ἡ ὄψις, καὶ τό γε θαυμασιώτερον, κἂν τὸ κάλλιστον τῶν πάντων ὁρῴης, τοὔλαττον ὡς νεοφανὲς ἐπισπάσει σε, καὶ οὐδὲ διακρῖναι δυνήσει τί ποτε μὲν τὸ ἐξαίρετον, τί δὲ τὸ μετ' ἐκεῖνο, καὶ αὖθις τὸ μετὰ τοῦτο· εἰ γὰρ καὶ οὕτως ἔχοι τὰ μέρη, ἀλλ' ἀρκεῖ καὶ τὸ τελευταῖον καλὸν εἰς τελεωτάτην ἀπόλαυσιν. Καὶ τοῖς μὲν ἄλλοις μεθ' ὑπερβολῆς ἕκαστον ἐθαυμάζετο, τὸ μέγεθος τοῦ νεὼ, τὸ ἰσόμετρον κάλλος, ἡ τῶν μερῶν ἀναλογία, ἡ τῶν χαρίτων μῖξις καὶ κρᾶσις, αἱ τῶν ὑδάτων ἐπίρροιαι, ὁ περικλείων περίβολος, ἡ λειμωνία ἄνθη, ἡ δροσώδης βοτάνη καὶ κατάρρυτος ἀεὶ τοῖς ὕδασιν, αἱ τῶν δένδρων σκιαὶ, ἡ τοῦ λουτροῦ χάρις, καὶ ὥσπερ ἐπὶ πεπερασμένης κινήσεως μηδὲν εἶναι τὸ ἐπέκεινα τῶν ὁρωμένων ἕκαστος ᾤετο.
6.188 Τῷ δέ γε αὐτοκράτορι ἀρχαὶ σύμπαντα τῶν μελλόντων κατελογίζετο· ἔμελλε γὰρ τεράστιά τινα τοῖς γενομένοις ἐπινοήσεσθαι· οὕτως αὐτῷ ἡ γνώμη ᾐώρητο· καὶ τὸ μὲν γεγονὸς, ὅπως ἂν ἐγεγόνει καὶ ὁποῖον ἂν τὴν ὥραν διεγινώσκετο, καταπεφρόνητό οἱ παραυτίκα καὶ κατημέλητο, ὃ δ' ἐνθυμηθείη εἰς προσθήκην ἐργάσασθαι, τοῦτο δὴ αὐτὸν ὑπεξέκαιεν καὶ εἰς ἔρωτα τοῦ ἀφανοῦς ἔθελγεν.
6.189 Ἑτερογνώμων δὲ τὴν ψυχὴν ὢν καὶ μὴ πάντη ἑαυτῷ ὅμοιος, τὸ μὲν κράτος αὑτῷ ὀνομαστότατον προεθυμεῖτο ποιήσασθαι, καὶ μέντοι γε καὶ τοῦ σκοποῦ οὐ πάντη διήμαρτε· τὰ γὰρ πρὸς ἕω τῆς ἡγεμονίας ὅρια πολὺ πορρωτέρω ἐπεποιήκει, οὐ βραχύ τι μέρος τῆς Ἀρμενίων οἰκειωσάμενος γῆς, καί τινας ἐκεῖθεν ἡγεμόνας ἐξώσας καὶ τῷ τῶν ὑπηκόων κύκλῳ συντάξας· αὖθις δὲ πρὸς ἑτέρους διαπρεσβευόμενος, δέον ἐξ ὑπερυψήλου φρονήματος πρὸς αὐτοὺς φθέγγεσθαι, ὁ δὲ τὴν παρ' ἐκείνων δῆθεν φιλίαν ἑαυτῷ μνηστευόμενος ταπεινοτέροις ἢ προσῆκεν ἐπέστελλε γράμμασι.
6.190 Τῷ γοῦν ἐν Αἰγύπτῳ δυνάστῃ ὥσπερ ἐξεπίτηδες παρεχώρει τοῦ μείζονος, ὁ δὲ ἄρα κατετρύφα τῆς ἐκείνου ὑφέσεως, καὶ, ὥσπερ παλαιστὴς ἐκπίπτων τοῦ κύκλου, οὐκ ἐπὶ τὰς αὐτὰς λαβὰς, ἀλλ' ἐπεξουσίαζε ταῖς ἀντιλήψεσι σοβαρώτερον· πολλάκις γοῦν ἐμοὶ τὰ πρὸς ἐκεῖνον πιστεύων ἀπόρρητα καὶ ἐπιστέλλειν προστάττων, ἐπεί με ᾔδει φιλό πολίν τε ὄντα καὶ φιλορώμαιον, ὑπετίθει πῶς ἂν ἑκὼν εἶναι τοῦτον μὲν ταῖς ὑφέσεσιν ἀτιμάσω, ἐκείνῳ δὲ τὸ μεῖζον περιποιήσομαι μέγεθος· ἀλλ' ἐγὼ ἐλάνθανον ταῖς περιτροπαῖς τοὐναντίον ποιῶν, καὶ ἄλλο μὲν τὸ φαινόμενον τῷ κρατοῦντι διδοὺς, ἐλλοχῶν δὲ πρὸς ἐκεῖνον καὶ λεληθότως διαφαυλίζων τοῖς ἐνθυμήμασιν· ὅθεν ἐπειδὴ τὸ σχῆμα τὸ ἀσαφὲς εἶχεν, αὐτὸς τὰς πρὸς τὸν Αἰγύπτιον ἐπιστολὰς ὑπηγόρευεν. Ὅπερ δὲ ὁ Κῷός φησιν Ἱπποκράτης περὶ τῶν σωματικῶν ἕξεων, ὡς ἐπειδὰν πρὸς ἄκρον αὐξήσωσιν, ἐπειδὴ μὴ ἀτρε μεῖν δύνανται, τῷ συνεχεῖ τῶν κινήσεων ἐπὶ τὸ κάταντες ὀλισθαίνουσι, τοῦτο δὴ αὐτὸς οὐκ ἔπασχε μὲν, ἔπραττε δὲ τοῖς φίλοις, ἠρέμα μὲν μετεωρίζων, ἀθρόον δὲ κατάγων καὶ τἀναντία τῶν προτέρων ποιῶν, εἰ καὶ αὖθις, ὥσπερ ἐν παιδιαῖς κύβων, ἐνίους τούτων ἐπὶ τὰς προτέρας μετετίθει ἀρχάς.
6.191τ Περὶ τῆς τοῦ Ψελλοῦ ἀποκάρσεως. Τοῦτο δὲ τοῦ λόγου τὸ πρόβλημα ἀρχή τις γενή σεται καὶ ὑπόθεσις τῆς ἐμῆς ἐπὶ τὸν κρείττονα βίον μεταποιήσεως· ἐθαύμασαν γοῦν οἱ πολλοὶ, ὅπως ποτὲ τὴν κατὰ βραχύ μοι συναυξηθεῖσαν λαμπρότητα, ὁπότε δὴ καὶ τὰς τῶν πολλῶν ὑπερβέβηκα βασκανίας, ἀθρόον ἀφεὶς, ἐπὶ τὸν θειότερον μετελήλυθα βίον· τοῦτο δέ μοι πεποίηκε καὶ ἔμφυτός τις ἔρως ἐκ πρώτης ἡλικίας τῇ ἐμῇ ψυχῇ ἐντακεὶς καὶ ἡ ἀθρόα τῶν γινομένων μεταβολή· ἔδεισα γοῦν τὸ τοῦ ἀνδρὸς εὐμετάβολον ὁρῶν, ὥσπερ ἐν πολέμῳ ἄλλον ἐπ' ἄλλῳ ἀγόμενον καὶ φερόμενον· ἵνα δὲ τὴν περὶ ἐμὲ ξύμπασαν ὑμῖν ἐξιχνιάσω ὑπόθεσιν ἐκ κεφαλῆς τοῦ λόγου ποιήσομαι τὴν διήγησιν.
6.192 Ἐμοὶ φιλίας μὲν ἀφορμαὶ καὶ πρὸς πολλοὺς ἑτέρους γεγόνασι, μάλιστα δὲ δύο τινὲ ἄνδρε ἐξ ἑτέρων πατρίδων τὴν σεβαστὴν Ρώμην οἰκήσαντε ἐν μέσαις αὐτῶν ἡρπάκασί [με] ταῖς ψυχαῖς· λόγος δὲ τῆς συμφυΐας ὁ τῶν μαθημάτων ἐγένετο λόγος· ἀλλ' ἐκείνω μὲν ἤστην πρεσβυτέρω, ἐγὼ δὲ παρὰ πολὺ ἐκείνων νεώτερος· καὶ, εἰ μή μέ τις αἰτιάσαιτο μηδὲν τῆς ἀληθείας ἐφιέμενον, ἐκείνω μὲν ἐραστὰ τῆς φιλοσοφίας ἐτύγχανον ὄντε, ἐγὼ δὲ ἐφιλοσό φουν τὰ τελεώτερα· ἐπεὶ δέ μοι ξυνεγεγόνεισαν, ἐγνώρισάν πως ἐπ' ἐμοὶ ἑκάτερος τὴν οἰκείαν ψυχὴν, οὐδὲν δὲ ἧττον καὶ αὐτὸς παρὰ ταῖς ἐκείνων ἐγεγόνειν, καὶ ἀλλήλων ἐτυγχάνομεν ἐκκρεμεῖς· ἐμοὶ δὲ ἄρα ὥσπερ ὁ λόγος ἐγεγόνει πρεσβύτερος, καὶ τὰ τῆς ψυχῆς, ἵν' οὕτως εἴποιμι, κατὰ τὸ ὅμοιον προὔλαβε, καὶ πρώτως ἐκείνων ἐφεστήκειν τοῖς ἀνακτόροις· οὐκ ἀνεκτὸν δὲ ἡγούμενος ἐν οὐδενὶ ἐκείνων ἀποτετμῆσθαι, τὸν μὲν αὐτίκα τῷ βασιλεῖ προσῳκείωσα, τὸν δὲ μετὰ ταῦτα, οὐ γὰρ ἦν ἐκείνῳ βουλομένῳ εὐθὺς προσιέναι τῷ αὐτοκράτορι.
6.193 Ἐπεὶ δ' ἐντὸς τοῦ βασιλείου βήματος γεγόνειμεν ξύμπαντες καὶ τῆς λεγομένης εὐδαιμονίας εἰς κόρον κατετρυφήσαμεν, ὥσπερ ἔδει τῶν πραγμάτων κατέγνωμεν, καὶ οὐ πάνυ τι οἰκείως πρὸς τὴν αἰσθητὴν ταύτην λαμπρότητα εἴχομεν, ἀλλ' ὅπερ ἐβούλετο ἕκαστος εἰπεῖν μὲν ὤκνει, ἐπὶ δὲ τοῦ στήθους ἔχων εἰς καιρὸν τὴν ἔκφρασιν ἐταμίευε· γίνεται δ' οὖν ἡμῖν ὁ αὐτοκράτωρ ταύτης πρωταίτιος, τὸν ἀρχικὸν ἐκεῖνος ἐπὶ πᾶσι τοῖς ἐπιβεβηκόσι τροχὸν κινῶν καὶ τούς γε πλείονας ἀποκρημνίζων καὶ κατασπῶν· ἐπεὶ δὲ καὶ αὐτοὶ τῷ κύκλῳ ἐνεβεβήκειμεν, ἱκανῶς διεπτόησε μή πως ἐπὶ μάλιστα διασείσας τὴν ἴτυν καὶ ἡμᾶς ἀπορράξει ἐκεῖθεν, οὐ πάνυ ἀπρὶξ ἐχομένους τῆς ἄντυγος.
6.194 Αὕτη τῆς κοινῆς μεταθέσεως ἡμῖν ἡ ὑπόθεσις, τοῦτο τὸ πᾶθος ἐπὶ τὴν κρείττονα ζωὴν ἡμᾶς μετεσκήνωσεν· ἅπαξ γοῦν ποτε εἰς ταὐτὸ συνεληλυθότες, ὥσπερ ἀπὸ συνθήματος ἕκαστος πρὸς ἀλλήλους τὸ κεκρυμμένον ἐνθύμημα ἐκκαλύπτομεν, καὶ ὥσπερ σπεισάμενοι ἐπὶ τού τοις καὶ ἀειπαγεῖς συνθήκας πεποιηκότες, τὸ μὲν αὐτίκα καὶ ἀθρόον καὶ ξύμπαντας ποιήσασθαι τὴν μετάθεσιν δεόντως ἀνεβαλόμεθα, ἕψεσθαι [δὲ] τῷ προηγησαμένῳ ἡμᾶς καθένα ἀρρήτοις ὅρκοις κατεδεσμήσαμεν.
6.195 Καὶ πρῶτός γε ἡμῶν ὁ μάλιστα ἐπὶ μέγα τῆς τύχης ἀρθεὶς τῆς πρὸς Θεὸν πορείας ἀπάρχεται, καὶ οἷος ἐκεῖνος, στήσας ἐν ἀκριβεῖ βάσει τὴν γνώμην καὶ τῷ Θεῷ ἑδράσας τὸ θέλημα, πλάττεται τὴν τῆς μεταποιήσεως πρόφασιν ἀρρώστημα σώματος· εἶτα δὴ καὶ ἀσθμαίνων κατὰ βραχὺ γνωρίζει τὸ πάθος τῷ βασιλεῖ καὶ δεῖται μεταποιηθήσεσθαι· ὁ δὲ βαρυθυμήσας ἐπὶ τῷ πράγματι τὸ μὲν σύνθημα ἐδεδώκει τῆς μεταθέσεως, ἐπέπληκτο δὲ τὴν ψυχὴν ὅτι αὐτίκα μέλλει στερηθήσεσθαι τοιοῦδε ἀνδρός.
6.196 Ἐμὲ γοῦν αὐτίκα τὸ γεγονὸς οὔτε καθεύδειν εἴα οὔτε ἀναπνεῖν, ἀλλ' οὐδὲ τὸν προσήκοντα καιρὸν ἀναμένειν· ἐκείνῳ δὲ συγγενόμενος καὶ πολλοὺς κατασπείσας δακρύων κρουνοὺς, κατήλπισα ὡς αὐτίκα ἑψόμενος· καὶ ὁ μὲν ἑτέραν αὖθις πλάσιν σκηψάμενος, ὡς ὁμοῦ τε τὸ σχῆμα ἐπενδυθείη καὶ τετυχήκοι θειοτέρας ἰάσεως, οὐδὲν ἀναμείνας εὐθὺς ἀπαίρει πρὸς τὸ θεῖον ὄρος τὸν Ὄλυμπον.
6.197 Ἐγὼ δὲ παράδειγμα ἐκεῖνον θέμενος τῆς ὁμοίας μεταποιήσεως, ἥπατός τε πόνον εὐθὺς σκήπτομαι καὶ καρδιαλγίαν δεινὴν, τό τε φρονοῦν μεταπλάττω, καὶ ὡς ἐφεστηκόσι τοῖς πράγμασι τῇ ψυχῇ διαλεγόμενος ἦν, καὶ τὴν φωνὴν ἐπέχων τοῖς δακτύλοις τὴν τῶν τριχῶν τομὴν ἐσχημάτιζον· ἀγγελίαι γοῦν εὐθὺς τῆς ἐμῆς ἐντεῦθεν ἐκδημίας πρὸς τὸν κρατοῦντα ἐφοίτησαν, καὶ ὡς δυσθανατῶ μὲν καὶ βεβάπτισταί μοι τῷ βάθει τῆς συμφορᾶς ἡ ψυχὴ, ἐπειδὰν δὲ τὸ φρονοῦν ἀνενέγκω, τῆς κρείττονος ἐρῶ καὶ ὑψηλοτάτης ζωῆς. Ὁ δὲ πρὸς μὲν τὴν τοῦ πάθους ἀγγελίαν πλέον ἢ τὸ ἐμὸν ἠδύνατο σχῆμα, κατενεχθεὶς ἔκειτο, τό τε πρῶτον ἀπολοφυράμενος καὶ βύθιόν τι στενάξας, ὅτι μοι ἐν ἀμφιβόλῳ τὰ τῆς ζωῆς ἔκειτο· ἡ γὰρ τοῦ στερήσεσθαί μου προσδοκία μάλιστα τοῦτον ἐκύμαινεν, ἤρα γάρ μου τῆς γλώττης δεινῶς. Τί γὰρ δεῖ μὴ τἀληθὲς λέγειν; Καὶ εἰ δεῖ τι μικρὸν τῇ τῆς φύσεως ἐπιτηδειότητι ἐγκαυχήσασθαι, παντοδαπὸς ἐγεγόνειν ἐκείνῳ, φιλοσόφως μὲν ὡς οἷόν τε βιοὺς, τεχνικῶς δὲ πρὸς ἐκεῖνον μεθαρμοζόμενος· προσκορὴς γὰρ ὢν πρὸς ἅπερ ὥρμητο, ἐζήτει μεταβολὰς, ἀπὸ τῆς ὑπάτης, ὃ δή φασι, καταπίπτων ἐπὶ τὴν νήτην, ἢ καὶ τὴν σύγκρασιν ἀμφοῖν βουλόμενος· διὰ ταῦτα νῦν μὲν ἐφιλοσόφουν αὐτῷ περί τε τοῦ πρώτου αἰτίου διαλεγόμενος καὶ τοῦ παντοδαποῦ καλοῦ, ἀρετῆς τε πέρι καὶ ψυχῆς, δεικνὺς τί μὲν τὸ ὁρώμενον ταύτης τῷ σώματι, τί δὲ τὸ δίκην φελλοῦ ἀκρόπλουν ἐπιθιγγάνον τῇ πέδῃ, οἷον ἄρτημα κορυφαῖον τῷ κούφῳ πτερῷ μένον ἐφ' ἑαυτοῦ μόνον καὶ μὴ συμπιεζόμενον τῷ δεσμῷ. Ἐπεὶ δὲ τοῦτον ἴδοιμι τοῖς τοιούτοις ἀποκναίοντα λόγοις καὶ πρὸς τὸ θυμηρέστερον ρέποντα, τὴν ρητορικὴν μεταχειριζόμενος λύραν, ἁρμονίᾳ τε λέξεων ἐκεῖνον κατέθελγον καὶ τοῖς ἐκεί νης ρυθμοῖς ἐπὶ διάφορον ἰδέαν ἀρετῆς [διὰ τῆς] συνθήκης καὶ τῶν σχημάτων [οἷς] ἡ ἐκείνης ἀφώρισται δύναμις, οὐδὲ τῷ πιθανῷ μόνον ψεύδει καὶ τῷ πρὸς τὰς ὑποθέσεις ἀμφιρρεπεῖ ἐγκαλλωπίζεται, ἀλλὰ καὶ τῆς ἀκριβοῦς ἅπτεται μούσης, καὶ ταῖς μὲν ἐννοίαις φιλοσοφεῖ, ἀνθεῖ δὲ τῇ καλλιεπείᾳ τῶν λέξεων καὶ τὸν ἀκροατὴν διχόθεν ἑαυτῆς ἐξαρτᾷ, διαρθροῖ τε τὰ νοήματα, μὴ συγχέουσα ταῖς ἐπιπλοκαῖς, ἀλλὰ μερίζουσά τε καὶ διαιροῦσα καὶ ἠρέμα πως ἐπανάγουσα, τό τε δεινὸν αὐτῆς, οὐ συγκεχυμένον, οὐδ' ἀσαφὲς, ἀλλ' ἁρμόζον τοῖς καιροῖς καὶ τοῖς πράγμασι, κἂν ἀφελῶς εἴποι τις, καὶ μήτε περιόδοις μήτε πνεύμασι χρήσαιτο· ταῦτα δὴ πάντα δεικνὺς εἰς ἔρωτα τῆς τέχνης ἐκίνουν· εἰ δέ γε βασκαίνοντα τούτοις ἴδοιμι, μεταβαλὼν αὖθις ἀπολωλέναι τέ μοι τὴν μνήμην ὧν ἐγίνωσκον ἐσκηπτόμην, καὶ μικροῦ δεῖν τὸ τοῦ Ἑρμογένους παθεῖν, σβεσθείσης μοι τῆς θερμότητος τῷ ὑπερβάλλοντι τῆς ποιότητος.
6.198 Τούτων οὖν ἐκεῖνος ἀκριβῶς μεμνημένος, οὐδ' ὁπωστιοῦν μοι ἐδίδου φιλοσοφεῖν, οὐδὲ τὴν ζωὴν μεταθεῖναι, ἀλλὰ πρῶτα μὲν ἐπιστολαῖς πρός με ἐχρήσατο καὶ ἀνδρῶν γενναίων ἀποστολαῖς, ἀνεῖρξαί με προθυμούμενος τοῦ βουλήματος, ἀνενεκεῖν τέ μοι αὐτίκα τῆς νόσου κατεπηγγέλλετο καὶ μείζονος ἀξιῶσαι λαμπρότητος· τὰς δέ γε ἐπιστολὰς οὐδὲ νῦν ἀδακρυτὶ ἀναγνῶναι δεδύνημαι, ὀφθαλμόν τε γὰρ ἀπεκάλει καὶ ἴαμα τῆς ἐκείνου ψυχῆς, σπλάγχνον τε καὶ φῶς καὶ ζωὴν, καὶ παρεκάλει μὴ τετυφλῶσθαι· ἀλλ' ἐγὼ ἐξεκεκώφειν πρὸς ἅπαντα· ᾕρει γάρ με μᾶλλον ὁ προλαβὼν καὶ τὴν κρείττω προαρπάσας ζωήν. Ἐπεὶ δὲ τῆς ἡμέρου πειθοῦς ἀπεγνώκει, τὴν κερδαλῆν ἀφεὶς τὴν λεοντῆν ἐπενδύεται καί μοι ἐπανατείνει τὸ ρόπαλον, ἐμπρῆσαί τε ὄμνυσιν αὐτίκα μετὰ τῶν συμβούλων τῆς μεταθέσεως, καὶ πᾶσαν ἐπενεγκεῖν συμφορὰν οὐκ ἐμοὶ μόνῳ, ἀλλὰ ξύμπαντι [τῷ] γένει.
6.199 Ἐγὼ δὲ ὥσπερ ἐπαγγελίαν χρηστοτέρων τὰ ἠπειλημένα δεξάμενος, ἐπὶ τοὺς τῆς ἐκκλησίας κατῆρα λιμένας, καὶ τὸ τῆς κεφαλῆς ἀφελόμενος κάλυμμα τῆς ἐν αἰσθήσει ζωῆς ἀποτέμνομαι· ἐπεὶ δ' ἐκεῖνος τὴν τομὴν ἠκηκόει, οὐ μνησικακεῖ μοι τῷ πράγματι, ἀλλ' εὐθὺς πρὸς ἑτέρας ἐπιστολὰς μεθαρμόζεται, καὶ κατασπάζεταί με μᾶλλον τὴν πνευματικὴν ζωὴν ἀσπασάμενον, καὶ πρὸς τὴν μετάθεσιν ρώννυσι· καὶ διαβάλλει μὲν τὴν λαμπρὰν καὶ ποικίλην ἐσθῆτα, ἐπαινεῖ δὲ τὸ τριβώνιον καὶ στεφανοῖ νικητικῷ διαδήματι, ὅτι κρείττων πάσης ἐγεγόνειν πειθοῦς.
6.200 Ἀλλὰ τῶν περὶ ἐμὲ λόγων ἅλις, οὐ γὰρ ἐμαυτὸν ἐβουλόμην ἐγκαταστῆσαι τῇ ἱστορίᾳ, ἀλλ' αἱ τῶν λόγων ὑπεκδρομαὶ πρὸς τοῦτό με παρήνεγκαν βίας· ἦν δέ γε τὸ ὠθῆσάν με πρὸς τὴν παροῦσαν ὑπόθεσιν ἡ τοῦ κρατοῦντος ταχεῖα τῆς γνώμης μετάθεσις, ἣν ἡμεῖς δεδοικότες τὴν κρείττονα ζωὴν τῆς χείρονος ἠλλαξάμεθα, τὴν ἀκύμαντον τῆς συγχυτικῆς τε καὶ ταραχώδους.
6.201 Ἐπεὶ δὲ τῆς ἀφ' ἡμῶν παραμυθίας ὁ αὐτοκράτωρ ἐστέρητο καὶ λογικὴν οὐκ εἶχεν ἔτι κιθάραν τὴν θέλγουσαν, ἐπὶ τὰς ἐν αἰσθήσει πάλιν κατέφυγε χάριτας· μέσου γοῦν λειμῶνος καρποῖς παντοδαποῖς βρίθοντος κολυμβήθραν διορύττει βαθεῖαν, καὶ τὴν περὶ τὸ χεῖλος περίμετρον ἀπισώσας τῇ γῇ, ὑδάτων ἐπ' αὐτὴν ἐποχετεύει ροάς· εἰ γοῦν τις μὴ προεγνώκει ὡς κατὰ μέσον ὁ λειμὼν διώρυκτο, εἶτα δὴ προῄει ἀπροόπτως ὡς μήλου ἢ ὄχνης δρεψόμενος, ἀπερριπτεῖτο κατὰ τοῦ ὕδατος καὶ δὺς κατὰ τοῦ βάθους ἐπηλαφρίζετό τε αὖθις καὶ ἐπενήχετο, καὶ τὸ γιγνόμενον ἄθυρμα τῷ αὐτοκράτορι ἦν. Ἵνα δὲ μὴ μέχρι παιδιᾶς τὰ περὶ τὴν κολυμβήθραν αὐτῷ σταίη, καὶ χαρίτων οἶκον ποιεῖ καὶ περικυκλοῖ εὖ μάλα τὸ ὑποκείμενον· εἶτα δὴ πολλάκις τῆς ἡμέρας τῷ θερμῷ ἐπινηχόμενος ὕδατι, ἐξιών τε καὶ εἰσιὼν λανθάνει πληγὴν ἐξ ἀέρος ἐπὶ τὴν πλευρὰν εἰσδεξάμενος· καὶ τὴν μὲν πρώτην οὐ πάνυ τι αὐτὸν τὸ βέλος ἐπέπληττε, μετὰ δὲ ταῦτα τὸν ἰὸν ἐπεκχέον τοῖς σπλάγχνοις νέμεται τὸν ὑπεζωκότα.
6.202 Καὶ τοῦ βιώσεσθαι ἀπογνοὺς, ἔκειτο γὰρ ὥσπερ ἱερεῖον ἄρτι τεθυμένον καὶ δυσθανατῶν, οὐ πρὸς τὴν βασιλίδα Θεοδώραν τὴν περὶ τοῦ κράτους σκέψιν ποιεῖται, ἀλλὰ κρύψας ἐκείνῃ τὸ βούλευμα ἐν ἀπορρήτοις ἐζήτει τὸν βασιλεύσοντα· ἐπεὶ δὲ οὐκ ἦν τὸ σκέμμα λαθεῖν, ἀγγέλλεται τῇ Θεοδώρᾳ τὸ βούλευμα· ἡ δὲ αὐτίκα σὺν τοῖς περὶ αὐτὴν κρείττοσιν εἰς ὁλκάδα ἐμβᾶσα βασίλειον, ὥσπερ ἐκ κυμάτων εἰς τὰς τῶν ἀνακτόρων αὐλὰς ἀνανήχεται, ἐκεῖσέ τε γενομένη πᾶσαν ἐφ' ἑαυτῇ δορυφορίαν ἐφέλκεται· ἥ τε γὰρ πορφυρὶς, ὑφ' ἧς ἐσπαργάνωτο, τό τε ἥμερον τῆς ψυχῆς καὶ ἡ πάθη τῆς προτέρας ζωῆς πάντα τοῖς πᾶσιν ἠδύνατο. Δεινοπαθεῖ τούτων ἀκούσας ὁ βασιλεὺς καὶ προστίθησι τὸ ἀλγεῖν· ὡς δ' οὐκ ἦν οὔτε τῆς νόσου ἀνενεγκεῖν οὔτε βουλὴν συνετωτάτην βουλεύσασθαι, βαπτίζεται παραυτίκα τὸν λογισμὸν, καὶ τοὺς ὀφθαλμοὺς μύσας καὶ τὴν γνώμην καὶ τὴν γλῶτταν ἐπεπλάνητο, εἶτα δὴ βραχύ τι ἀνενεγκὼν καὶ γνοὺς ὅπη κακοῦ ἐτύγχανεν ὢν, ἀφῆκε βαρυθυμῶν τὴν ψυχήν.
6.203 Βασιλεὺς μὲν οὖν Κωνσταντῖνος ὁ Μονομάχος δύο πρὸς τοῖς δέκα τῇ βασιλείᾳ ἐπιβιοὺς ἔτη, οὕτω δὴ τελευτᾷ τὸν βίον, πλεῖστα μὲν εὐδοκιμηκὼς ταῖς πολιτικαῖς πράξεσιν, οὐκ ἐλάττω δὲ κἂν τοῖς ἤθεσιν ἀφεὶς παραδείγματα τοῖς ἄριστα βιοῦν ἐθέλουσιν· εἰ γάρ τις αὐτὸν ἀφέλοι τῆς ὀξείας ροπῆς, τό γε λειπόμενον ἁπάντων ἀνθρώπων ἐγεγόνει φιλανθρωπότερος· ὅθεν δὴ καὶ ὁ περὶ αὐτὸν λόγος δοκεῖ πως ἑαυτῷ ἐναντιοῦσθαι, μεταβαλλόμενος ἐκείνῳ καὶ συμπεριτρεπόμενος, σύγκειται δὲ ἀληθῶς, οὐ ρητορικῶς, πρὸς ἐκεῖνον ἀφομοιούμενος καὶ συμπαθαινόμενος οἷον τῷ βασιλεῖ.
https://byzantium.gr/

6 τηεοδ.τ ΘΕΟΔΩΡΑ

6 τηεοδ. 1τ Περὶ τῆς αὐτοκρατορίας τῆς βασιλίδος Θεοδώρας.
Ἐπεὶ δὲ τὸν βίον οὗτος ἀπέλιπεν, ἐς τὴν τοῦ Κωνσταντίνου παῖδα Θεοδώραν τὸ κράτος ἐπένευσεν· ἐπίδοξος δὲ πᾶσιν οὖσα ὡς ἐγκαταστήσῃ τὸ κράτος ἡγεμονικῷ ἀνδρὶ καὶ γενναίῳ, αὕτη παρὰ τὰς πάντων γνώμας τε καὶ προσδοκίας τὴν αὐτοκράτορα Ρωμαίων ἀρχὴν ἑαυτῇ ἀνατίθησιν· εἰδυῖα γὰρ, ὡς οὐδὲν οὕτως ἐπιλησμονέστατον χρῆμα ὡς ἄνθρωπος ὑφ' ἑτέρου βασιλεύειν λαχὼν, μᾶλλον δὲ περὶ τὸν εὐεργετικώτατον ἀγνωμονέστατος, καὶ τοῦτο ἐξ ἑαυτῆς τε καὶ τοῦ προτέρου καὶ τῶν περὶ τὴν ἀδελφὴν παραδειγμάτων εἰς βεβαίωσιν δόξης ἔχουσα, οὐδένα τῶν πάντων ἐβούλετο τοῖς βασιλείοις ἐγκαθίσαι θρόνοις, ἀλλ' αὐτὴ τῶν πάντων κατάρχουσα τὴν τοῦ κράτους ἀμέριστον ἰσχὺν ἐκληρώσατο· ἐπερρώννυον δὲ ταύτην πρὸς τὸ τοιοῦτον βούλευμα καὶ τὸ περὶ ἐκείνην θεραπευτικὸν καὶ οἰκίδιον, ἄνδρες ἐκ πολλοῦ τὰς βασιλείους πράξεις εἰδότες καὶ τὴν τῶν ὅλων διοίκησιν ἐπιστάμενοι.
6 τηεοδ.2 Ἔνθεν τοι καὶ ἀπερικαλύπτως ἡ βασιλὶς αὕτη τοῖς ὅλοις ἐνεξουσίαζεν, ἑαυτὴν παρρησιαστικώτερον ἀρρενώσασα καὶ μὴ δεηθεῖσα παραπετάσματος· ἑωρᾶτο γοῦν ἀρχαιρεσιάζουσα καὶ ἀπὸ τῶν σκήπτρων σοβαρᾷ τῇ φωνῇ θεμιστεύουσα, ψηφηφοροῦσά τε καὶ διαιτῶσα, καὶ τὰ μὲν ἐν ἐπιστολαῖς, τὰ δὲ ἐξ ἐπιπέδου θεσπίζουσα, καὶ τὰ μὲν ὑφιεῖσα, τὰ δὲ ἀποτομώτερον προαγγέλλουσα.
6 τηεοδ.3 Ἔθους δὲ ὄντος Ρωμαίοις ἐν ταῖς τῶν κρατούντων διαδοχαῖς διανεμήσεις ἀξιωμάτων γίνεσθαι τῷ τε πολιτικῷ γένει καὶ ταῖς τῶν στρατιωτῶν τάξεσι, αὕτη τουτονὶ τὸν νόμον ὑπερβᾶσα ἐπεπείκει τὸ πλῆθος μὴ ὑπερβῆναι· διείλεκτο γὰρ ξύμπασι μὴ νῦν πρώτως ἧφθαι τῆς τῶν Ρωμαίων ἀρχῆς, μηδὲ διάδοχος γενέσθαι τοῦ κράτους, ἀλλ' ἐκ πατρὸς εἰληφυῖα τὸ πρότερον ἐπεισάκτοις διεσπάσθαι ἀρχαῖς, εἶτ' αὖθις τοῦ συμφυοῦς ἅψασθαι· ἔδοξε γοῦν πιθανῶς πρὸς τὸ πλῆθος ἀπολογήσασθαι, καὶ τέως τεθηγμένοι τὴν γλῶτταν ἡσύχασαν ξύμπαντες.
6 τηεοδ.4 Ὅτι μὲν οὖν ἀπρεπὲς ἔδοξε ξύμπασιν ἐξ ἀρρενωποτέρου φρονήματος ἐκθηλυνθῆναι τὴν Ρωμαίων ἀρχὴν, κἂν μὴ οὕτως ᾤοντο, ἀλλὰ τοιοῦτον τό γε φαινόμενον ἦν· ἢν δέ τις τοῦτο μόνον ἐξέλοι τοῦ πράγματος, τό γε καταλελειμμένον εὐθύ τε καὶ μεγαλοπρεπὲς ἐγεγόνει τὸ κράτος, καὶ οὔτε τις τῶν πάντων ἐπεβούλευσε τῇ ἀρχῇ οὔτε τῶν ἐκεῖθεν καταπεφρονήκει λόγων τε καὶ δογμάτων, τά τε παρὰ τῶν ὡρῶν τοῖς πᾶσιν ἀπήντησεν εὖ, καὶ ἡ τῶν καρπῶν φορὰ εὐθηνοῦσα, ἔθνος τε οὐδὲν τῶν πάντων οὔτε λαθὸν τὰ Ρωμαίων ἐληΐσατο καὶ ἐλῄστευσεν οὔτε προειρήκει τὸν πόλεμον· διηρέθιστο δὲ οὐδὲν μέρος τῆς πολιτείας, ἰσότητος ἐν πᾶσι φυλαττομένης.
6 τηεοδ.5 Ὁ μὲν οὖν χρόνος αὐτῇ τῆς ζωῆς μακρός τις τοῖς πολλοῖς ἐψηφίζετο, καὶ πλέον τῆς συνήθους ζωῆς· ἡ δὲ ἄρα οὔτε τὸ σῶμα πάνυ ἐκάμπτετο, καίτοι προμήκης τὴν ἡλικίαν τυγχάνουσα, οὔτε δέον πονῆσαι ἢ μακρότερον διαλέξασθαι ἐνδεὴς τὴν γνώμην ἐτύγχανεν οὖσα· ἀλλὰ τὰ μὲν προλαμβάνουσα, τὰ δ' αὐτομάτως ἐνθυμουμένη, ἀρκοῦσαν εἶχε πρὸς τὴν διάρθρωσιν τούτων καὶ τὴν τῆς γλώττης περιβολήν.
6 τηεοδ.6 Τῶν δέ γε πραγμάτων δεομένων ἀνδρὸς γενναίου καὶ τάς τε πολιτικὰς πράξεις εἰδότος, τάς τε βασιλείους ἐπιστολὰς ἀκριβοῦντος, τῶν μὲν περὶ αὑτὴν οὐδενὶ ταύτην τὴν τάξιν ἐπίστευεν, εἰδυῖα ὡς τάχιστα οὗτος περιτραπήσεται, βασκανίας ἀφορμὴ τοῖς ὁμεστίοις προκείμενος· ζητοῦσα δὲ τῶν ἀπὸ τῆς βουλῆς τὸν ἄριστον, τούτου μὲν διημαρτήκει, ἐφιστᾶσα δὲ ταῖς διοικήσεσιν οὐχ ὃν ὁ λόγος οὐδ' ἡ εὐγλωττία πάλαι ἀνέδειξεν, ἀλλὰ τὸ εἰδέναι σιγᾶν καὶ ὁρᾶν πρὸς τοὔδαφος, καὶ μήτε πρὸς ἐντεύξεις ἐπιτήδειον εἶναι μήτε πρὸς ἄλλο τι τῶν οἷς πολιτικὸς ἀνὴρ χαρακτηρίζεσθαι εἴωθεν, ἐπὶ τῆς σεμνοτέρας μετέστησεν ὑπολήψεως· οἱ γάρ τοι βασιλεῖς τῷ καλλίονι μέρει προσνέμουσι τοὺς ἧττον ἀγχιστρόφους, εἰ σεμνοὶ εἶεν, ἢ τοὺς εὐστρόφους τὴν γλῶτταν καὶ τελεωτάτους τὴν παίδευσιν, εἰ πολιτικώτερον τὸ ἦθος κατεκληρώσαντο· ἀλλ' ἐκείνῳ γε τῷ ἀνδρὶ καὶ μοῖρά τις ἀπενεμήθη τῆς περὶ τοὺς λόγους ἕξεως, καὶ μᾶλλόν γε ἡ χεὶρ ἢ ἡ γλῶττα πρὸς τοῦτο ἠδύνατο· εὐστρόφως μὲν γὰρ οὐδεμιᾶς εἶχε, τῇ δέ γε χειρὶ μᾶλλον ἀπετέλει, καὶ ἦν ἐντεῦθεν μόνον σοφός· εἰ γὰρ ἐπιχειρήσειε καὶ τῇ γλώττῃ τὴν ἐπιστήμην ἐνδείξασθαι, τοὐναντίον ἐδίδου νοεῖν τοῖς ἀκούουσιν· οὕτω πάνυ ἀσάφως καὶ ἀγλευκῶς εἶχε τῆς διαλέξεως.
6 τηεοδ.7 Οὗτος γοῦν ὁ ἀνὴρ τὸ ἄχθος τῶν βασιλικῶν διοικήσεων κατωμαδὸν ἀράμενος, φορτικὸς ἔδοξε τοῖς πολλοῖς· τοῦ γὰρ πολιτικοῦ ἤθους, ὡς ἔφην, ἐστέρητο· ὅθεν οὔτε χαριέστατος ὢν, οὔτε τοῖς προσιοῦσι δεξιῶς ὁμιλῶν, ἀλλ' ἀεὶ καὶ πᾶσι τὸ τραχὺ τοῦ ἤθους ἐπιδεικνύμενος, καὶ πᾶσαν ἀποστρεφόμενος ἔντευξιν, καὶ εἰ μή τις εἴποι τὸ ἄρθρον τῆς ὑποθέσεως, ἀλλά τι καὶ προοιμιάσαιτο, βαρυθυμῶν καὶ δεινοπαθῶν ἀπεχθὴς σύμπασιν ὦπτο, καὶ οὐδεὶς προσιέναι ἐβούλετο, ὅτι μὴ πᾶσα ἀνάγκη. Ἔγωγ' οὖν τὴν στάθμην τῆς τοιαύτης γνώμης θαυμάζω μὲν, αἰῶσι μὲν ἀλλ' οὐ χρόνοις πρόσφορον ἥγημαι, καὶ βίῳ τῷ μέλλοντι ἀλλ' οὐ τῷ ἐφεστηκότι· τὸ γὰρ ἀπαθὲς πάντη καὶ ἄθελκτον ὑπὲρ πάσας τὰς σφαίρας τίθεμαι καὶ ἔξω τῆς περιοχῆς τοῦ παντός· ὁ δέ γε μετὰ σώματος βίος, ἅτε πολιτικώτερος, ἁρμοδιώτερος τοῖς παροῦσι καιροῖς, μᾶλλον δὲ τῷ σωματικῷ βίῳ τὸ πάσχον κατάλληλον τῆς ψυχῆς.
6 τηεοδ.8 Τρεῖς γὰρ μερίδας ταῖς τῶν ψυχῶν προσαρμόζω κατανοῶν καταστάσεσι, τὴν μὲν, ὅταν αὐτὴ βιῴη καθ' ἑαυτὴν, ἀπολυθεῖσα τοῦ σώματος, ἀτενῆ τε καὶ οὐ πάνυ τὸ ἐνδόσιμον ἔχουσαν, τὰς δέ γε λοιπὰς μερίδας τῷ μετὰ σώματος αὐτῆς βίῳ κατείληφα· εἰ μὲν γὰρ τὴν μέσην στᾶσα ζωὴν μεγαλοπαθής τε καὶ πολυπαθὴς, ὥσπερ ἐν κύκλῳ τὸ ἀκριβὲς κέντρον αἱροῖτο, τὸν πολιτικὸν ἀπεργάζεται ἄνθρωπον, οὔτε θεία τις ἀκριβῶς γενομένη ἢ νοερὰ, οὔτε φιλοσώματος καὶ πολυπαθής· εἰ δὲ ταύτης παρατραπείη τῆς μεσότητος, καὶ μάλιστα προχωροῦσα τὴν πρὸς τὰ πάθη κατάντη βιῴη ζωὴν, τὸ ἀπολαυστικὸν ἀποτελεῖ καὶ φιλήδονον· εἰ δέ τις τῶν πάντων ὑπερκῦψαι δυνηθείη τοῦ σώματος καὶ τῆς νοερᾶς ἐπ' ἄκρον σταίη ζωῆς, τί κοινὸν αὐτῷ καὶ τοῖς πράγμασιν; «ἐξεδυσάμην γὰρ, φησὶν ἡ Γραφὴ, τὸν χιτῶνά μου, πῶς ἐνδύσωμαι αὐτόν;» ἀναβήτω γὰρ ἐπ' ὄρος ὑψηλὸν καὶ μετέωρον καὶ μετὰ τῶν ἀγγέλων στήτω, ἵνα φωτὶ καταλάμποιτο μείζονι, ἀπόστροφον ἑαυτὸν καὶ ἀπότροπον τοῖς ἀνθρώποις καταστήσας· εἰ δ' οὐδεὶς τῶν πάντων τῆς φύσεως τοσοῦτον κατεκαυχήσατο, εἰ πολιτικὰς ὑποθέσεις τυχὸν οὗτος πιστευθείη, πολιτικῶς μεταχειριζέσθω τὰ πράγματα, μηδὲ ὑποκρινέσθω τὴν τοῦ κανόνος εὐθύτητα· οὐ γὰρ πάντες πρὸς τὴν ἰσότητα τῆς στάθμης ἀπηκριβώθησαν· ὅθεν εἰ τὴν λόξωσιν παραιτή σαιτο, ἀπώσατο καὶ τὸ ἑπόμενον ταύτῃ εὐθύς.
6 τηεοδ.9 Διὰ ταῦτα γοῦν κἀκεῖνος ἐν ἀφιλοσόφοις φιλοσοφῶν πράγμασιν, οὐ φιλόσοφος, ἀλλὰ μιμούμενος φιλόσοφον ἔδοξεν. Ἵνα δὲ ἐν πᾶσι μέρεσιν τοῦτον παραθεωρήσωμεν, ἀλλοιότερός πως ἐν τοῖς καθ' ἑαυτὸν ἐδόκει πράγμασι· πολυτελής τε γὰρ τὴν δίαιταν καὶ μεγαλοπρεπὴς ἐτύγχανεν ὢν, ἐλευθέριός τε τὴν γνώμην καὶ χρημάτων ἀδώρητος· εἰ δέ τις τούτῳ συνεστιώμενος ἱλαρὸν ἐδείκνυ τὸ πρόσωπον καὶ «ἐπ' ὀνείαθ' ἕτοιμα χεῖρας ἴαλλε», τοῦτο δὴ τὸ τῆς ποιήσεως, τῶν τε παρακειμένων ἀπληστότερον ἅψαιτο, στωμύλλοιτό τε καὶ πᾶσαν ἐπιδεικνύοιτο χάριν, πρὸς τρόπου ἐκείνῳ ἐτύγχανεν ὢν, ἀλλ' αὖθις μεταβαλὼν, οὐδὲν ἧττον ἐπὶ τὸ σύνηθες μετετάττετο. Ἐβούλετο δὲ μηδένα οἷ ἄλλον συμμετέχειν τῶν διοικήσεων, ὁ δὲ λόγος οὗτος αὖθις ἐμὲ παρεισκυκλήσει τῇ ἱστορίᾳ.
6 τηεοδ.10 Ἐτύγχανον μὲν γὰρ οὐ πρὸ πολλοῦ τοῦ τῆς Θεοδώρας κράτους μεταταξάμενος πρὸς τὴν κρείττω ζωήν· ἐντεῦθεν γὰρ, ἐπεὶ πρὸ βραχέος τινὸς καιροῦ τῆς τοῦ Μονομάχου ἀποβιώσεως τὸ θεῖον ἐνεδύθην σχῆμα, κατεμαντεύοντό μου τῆς γνώμης πολλοὶ, ὡς εἰδείην τε τὸν καιρὸν καὶ διὰ ταῦτα μεταλλαξαίμην· οἱ γάρ τοι πολλοὶ τῶν ἀνθρώπων κρείττονός με ἢ πέφυκα τιμῆς ἀξιοῦσι· καὶ ἐπειδὴ γεωμετρίας ἡψάμην, οἴονταί με τὸν οὐρανὸν καταμετρεῖν δύνασθαι· ἐπεὶ δέ τι καὶ τῶν περὶ τὴν σφαῖραν κατανενόηκα, οὔτε φάσεων ἀποστεροῦσιν, οὔτε τῆς ζωη φόρου λοξώσεως, οὐκ ἐκλείψεων, οὐ πανσελήνων, οὐ τῶν κύκλων, οὐ τῶν ἐπικύκλων, ἀλλὰ καὶ ἐκ χειρὸς ἀπωσάμενον τὰ βιβλία αὖθίς με ἀξιοῦσι προλέγειν.
6 τηεοδ.11 Ἐπεὶ δὲ καὶ πρὸς τὸ γενεθλιαλογικὸν μέρος προσνένευκα, ὥς τι τῶν ἐκεῖθεν λήρων ἐπίστασθαι (τὸ γάρ τοι τῆς διδασκαλίας σχῆμα καὶ τὸ τῶν ἐρωτώντων διάφορον ἐπὶ πᾶσαν ἐπιστήμην προήγαγεν), οὐδένα πω δύναμαι ἀπώσασθαι τῶν περὶ τούτου πεύσεων καὶ ὀχλήσεων· ἐγὼ γὰρ προσαρμόσασθαι μὲν πᾶσι τοῖς τοῦ λόγου μέρεσιν ἀνωμολόγημαι, οὐδεμιᾷ δὲ τῶν ἀπειρημένων τοῖς θεοσόφοις κατεχρησάμην ἐπιστημῶν, ἀλλ' οἶδα μὲν τὸν κλῆρον τῆς τύχης καὶ τὸ κακοδαιμόνημα, οὐ πιστεύω δὲ τοῖς ἐντεῦθεν τόποις καὶ σχήμασι τὰ ὑπὸ τὴν σελήνην περιάγεσθαι πράγματα· ἀλλ' ἐρρώσθων ὅσοι τὴν πνευματικὴν ζωὴν ὑφιστάνουσι καὶ νέοις τισὶ θεοῖς τὴν ἐπιτροπὴν ταύτην διδόασι· καταμερίζουσι γὰρ τὴν περὶ ἡμᾶς ζωὴν, καὶ ἀπόλυτον ἄνωθεν ἀπὸ τοῦ δημιουργοῦ γεννῶσί τε καὶ κατάγουσι, τὰς δέ γε ἀλόγους ζωὰς τῶν ἄστρων ἀποκυΐσκοντες καὶ τῶν τοῦ παντὸς μερίδων τοῦ σώματος προεγκατοικίζουσιν, εἶτα δὴ ταύταις τὴν λογικὴν ἐγκεντρίζουσι ζωήν.
6 τηεοδ.12 Τὸ μὲν οὖν εἰδέναι ταῦτα, μὴ πείθεσθαι δὲ ταῖς δόξαις οὐδεὶς ἂν εὖ φρονῶν αἰτιάσαιτο· εἰ δέ τις τὴν ἡμετέραν παιδείαν ἀφεὶς ἐπ' ἐκεῖνα μεταθήσει τὴν γνώμην, οἰκτίσαιτ' ἄν τις τοῦτον τῆς περιττοτέρας παιδεύσεως· ἐμοὶ δὲ, ἵνα τἀληθὲς εἴποιμι, οὐδ' ὁ ἐπιστημονικὸς λόγος τὴν ἀποστροφὴν τούτων δεδώρηται, ἀλλὰ μέ τις θειοτέρα κατέσχηκε δύναμις, καὶ οὔτε συλλογισμῶν ἐπαΐω οὔτε μὴν ἀποδείξεων ἄλλων, ἀλλὰ τὸ καταβιβάσαν μείζους καὶ γνωμονικωτέρας ψυχὰς πρὸς τὴν τοῦ ἑλληνικοῦ λόγου παραδοχὴν, ἐμὲ πιέζον ἀνάγει πρὸς τὴν τοῦ ἡμετέρου λόγου πίστιν τε καὶ βεβαίωσιν· ὅθεν [ἱλήκοι] μοι ἡ μήτηρ τοῦ Λόγου καὶ ὁ ἀπάτωρ ἐκεῖνος υἱὸς, τά τε περὶ ἐκεῖνον πάθη, καὶ ἡ περὶ τὴν κεφαλὴν ἄκανθα, ὅ τε κάλαμος καὶ τὸ ὕσωπον, καὶ ὁ ἐφ' οὗ τὰς χεῖρας ἡπλώκει σταυρὸς, τὸ ἐμὸν σεμνολόγημά τε καὶ καύχημα, εἰ καὶ παρήλλαξα ταῖς πράξεσι τὸ πρὸς τὸν λόγον ἀνάλογον.
6 τηεοδ.13 Ἀλλ' ἐπανιτέον αὖθις ἐπὶ τὴν πρώτην τοῦ λόγου τάξιν καὶ μεταχείρισιν· ἐτύγχανον μὲν οὖν οὐ πρὸ πολλοῦ τῆς [τοῦ] βασιλεύοντος τελευτῆς ἀποταξάμενος τῇ φαύλῃ ζωῇ· ἐπεὶ δὲ ἡ Θεοδώρα τοῦ κράτους ἐπείληπτο, εὐθύς με μετακαλεσαμένη ἐκτραγῳδεῖ μὲν καὶ ἃ παρὰ τοῦ γαμβροῦ πεπόνθει, κοινωνεῖ δέ μοι καὶ βουλευμάτων τινῶν ἀπορρήτων, καὶ ἐγκελεύεταί μοι συνεχῶς τε πρὸς αὐτὴν ἀφικνεῖ σθαι, καὶ εἴ τί γε τῶν πάντων εἰδείην μηδὲν ἐπικαλύπτειν αὐτῇ· οὐ πρώτως δὲ τότε τῆς πρὸς αὐτὴν κεκοινώνηκα μεταθέσεως, ἀλλὰ καὶ ἐπιζῶντι τῷ βασιλεῖ, εἴ τι γράψειν ἀπόρρητον βούλοιτο ἢ ἄλλο τι ποιήσειν τῶν κεκρυμμένων, ἐμοὶ ἐκοινώνει τοῦ λόγου καὶ τοῦ βουλεύματος.
6 τηεοδ.14 Ἐπεὶ δ' οὖν ἀφικνούμην, ὥς μοι προστέτακτο, βασκαίνομαι τῆς ἀφίξεως, καὶ ἐπειδὴ μηδέν τι λογοποιῆσαι οἱ φθάσαντες δεδύνηντο κατ' ἐμοῦ, τὸ σχῆμα ἐπαιτιῶνται καὶ τὸ ἄμικτον τῆς ζωῆς· ἡ δὲ πείθεται μὲν τοῖς λέγουσιν, εὐλαβεῖτο δὲ ἄλλως ἐκείνους τῆς αὐτῆς κοινωνεῖν ὁμιλίας καὶ οἰκειώσεως· ἐπεὶ δὲ αὐτὸς τὸ πρᾶγμα αἰσθόμενος, οὐ πολλάκις ἀφικνούμην ἐκεῖσε, ἡ βασιλὶς αὖθις μεταβαλλομένη κατωνείδιζέ τε τῆς βραδυτῆτος καὶ κατῃτιᾶτο ὡς τῶν ἐκείνης κατολιγωροῦντα προστάξεων.
6 τηεοδ.15 Οὕτω γοῦν αὐτῆς καὶ τὸ βουλόμενον δυσκίνητον ἦν καὶ τὸ ἀπροαίρετον βουλητόν· οὐ γὰρ πάνυ τι θαρροῦσα ταῖς οἰκείαις γνώμαις, εἶτα δὴ δεδοικυῖα μὴ παρὰ ταῦτα τὰ τῆς βασιλείας ἕξει κακῶς, ἑτέροις ἢ ἑαυτῇ μᾶλλον ἐπίστευεν· ἀμέλει τοι καὶ τὸν πρὸ αὐτῆς αὐτοκράτορα ἐσέβετο μὲν καὶ τετελευτηκότα, καὶ τῶν τε καλῶν ἐκείνου ἐμέμνητο, καὶ ἐβούλετο μὲν μηδὲν ὧν ἐκεῖνος ἐγνώκει κατολιγωρῆσαι, διημάρτανε δὲ τοῦ σκοποῦ· διὰ ταῦτα πλεῖστα ὧν ἐκεῖνος ἐπεπράχει διέφθαρτο· ὁ γὰρ τὴν τῶν ὅλων πεπιστευμένος διοίκησιν, περὶ οὗ λέγων νῦν ἐπαυσάμην, ἐπειδὴ μὴ τῶν πρωτείων ἠξίωτο παρ' ἐκείνου, μηδὲ παρὰ τῇ ἐκείνου εἱστή κει πλευρᾷ, ὅπερ δὴ αὐτῷ ἔθος ἐν τοῖς πρὸ τοῦ βασιλεῦσιν ἐγίγνετο, καὶ ζῶντι ἐμέμφετο καὶ ἀπεληλυθότι τῆς ἀτιμίας ἐμνησικάκησεν. Ἀλλ' ὑπὲρ μὲν τούτου ὑπεραπολογήσαιτ' ἄν τις καὶ τῆς βασιλίδος, καὶ εἴ τις ἄλλος πρὸς ἐκεῖνον ἔσχε κακῶς· τὸ δὲ μήτε ἐκείνην περὶ ἑαυτῆς ὡς ἐκδήμου διανε νοῆσθαι καὶ ἐν καλῷ θεῖναι τὰ πράγματα, μήτε τοὺς περὶ ἐκείνην εἰς τὸν τοιοῦτον ἐνάγειν λογισμὸν, ἀλλ' οἴεσθαι ἐκείνην μὲν ἐπὶ τῆς αὐτῆς ἡλικίας ἀεὶ βιώσεσθαι, ἢ καὶ ἀναλῦσαι τοῖς χρόνοις καὶ αὖθις ἀνθῆσαι ὥσπερ νεόφυτον, ἑαυτοῖς τε πεπηγέναι τὴν εὐδαιμονίαν καὶ μηδένα βούλεσθαι ἐπιστῆσαι τῷ κράτει, μηδὲ τὴν ἀρίστην μεταβολὴν πρυτανεῦσαι τοῖς πράγμασι, τίς ἂν αὐτοὺς τῆς ἐσχάτης καὶ αἰσχίστης ἐξαιρήσεται εὐηθείας;
6 τηεοδ.16 Ἔγωγ' οὖν καὶ ἐν ἱεροῖς θρόνοις ἐγκαθιδρύουσαν ἐνίους ἐκείνην ὁρῶν καὶ τὰς τοιαύτας προχειρίσεις, ἵνα οὕτως εἴπω, γλωσσαλγοῦσαν, οὐκ εἶχον ἑαυτὸν κατασχεῖν, ἀλλὰ λάθρα τε ὑπετονθόρυζον, καὶ οἷς εἶχον θαρρεῖν καθηπτόμην τοῦ πράγματος· ἐθαύμαζον δὲ εἰδὼς ἐκείνην εὐλαβεστάτην περὶ τὰ θεῖα τυγχάνουσαν, ἀλλ' ὁ τῆς αὐτοκράτορος ἀρχῆς ἔρως ἀνέπειθε καὶ παρανομεῖν· τοῦτο γοῦν καὶ τῆς περὶ τὰ κρείττω εὐλαβείας ἠλλοίωσε, καὶ ἔτι οὐ πάνυ τὸ συμπαθὲς τῆς ψυχῆς διεφύλαξεν, οὐκ οἶδα εἴτε πρὸς τὴν ἔμφυτον ἕξιν ἐπανελθοῦσα, ἵνα τὸ φθάσαν τοῦ βίου δείξῃ συνιὸν, εἴτ' ἐπιτηδεύουσα τοῦτο, ἵνα μὴ ἁλωτὸς τοῖς πολλοῖς εἴη, μηδέ τις αὐτὴν κατενέγκοι δακρύων εὐθύς.
6 τηεοδ.17 Τῷ δέ γε πατριάρχῃ ξυμπάσης τῆς οἰκουμένης, οὕτω γὰρ νόμος τὸν τῆς Κωνσταντίνου καλεῖν, Μιχαὴλ δὲ οὗτος ἦν ὁ μετὰ τὸν θεῖον Ἀλέξιον τοῦ ἱεροῦ θρόνου προστὰς, καίτοι τὸν πρὸ τῆς αὐτοκρατορίας χρόνον οἰκειότατα προσκειμένη καὶ σεβομένη, ἐπειδὴ καθαρώτερον βεβα σιλεύκει ἀπηχθάνετό τε καὶ ἀπεστρέφετο· αἴτιον δὲ τῆς τοιαύτης μεταβολῆς τὸ δυσανασχετεῖν κἀκεῖνον ὑπὸ γυναικὶ τὰ Ρωμαίων ἄγεσθαι πράγματα, οἷος ἐκεῖνος θυμοῦ ἐν τοῖς τοιούτοις πιμπλάμενος καὶ παρρησιαζόμενος τὴν ἀλήθειαν· ἴσως μὲν οὖν καὶ μετέθετ' ἂν τὴν ἀρχὴν, εἰ μή τινες αὐτῇ μικροὶ αἰῶνες τῆς ἐπικήρου ταύτης ζωῆς ἐχαρίζοντο.
6 τηεοδ.18 Οἱ δὲ οὕτω φιλοτιμότατοι καὶ ταῖς μεγαλοδωρεαῖς πᾶσαν γνώμην ἐλευθέριον ὑπερβάλλοντες, οὐκ ἄγγελοί τινες τὰ παρὰ τοῦ Κρείττονος ἐκείνῃ διαπορθμεύοντες, ἀλλ' οἱ ἐκείνους τῷ μὲν σχήματι μιμούμενοι, ταῖς δὲ γνώμαις ὑποκρινόμενοι· λέγω δὲ τοὺς καθ' ἡμᾶς Ναζιραίους, οἳ πρὸς τὸ θεῖον μεταπλαττόμενοι, μᾶλλον δὲ νομοθετούμενοι καταπλάττεσθαι, πρὶν ἢ τὴν ἀνθρωπίνην φύσιν ὑπεξελθεῖν ὡς ἡμίθεοί τινες παρ' ἡμῖν ἀναστρέφονται, καὶ τῶν μὲν ἄλλων κατολιγωροῦσι τοῦ θείου, οὔτε γὰρ ψυχὰς πρὸς τὰ κρείττω ρυθμίζουσιν, οὐ τὰ ἐν ἡμῖν πάθη κοιμίζουσιν, οὐ τοῖς μὲν ἐντιθέασι χαλινὸν, τοῖς δὲ οἷα κέντρα τοὺς λόγους ἐπάγουσιν, ἀλλὰ ταῦτα ὡς μικρὰ παραβλέποντες, οἱ μὲν χρησμολογοῦσι τὴν πρόρρησιν καὶ τὸ θεῖον ἐξαγγέλλουσι βούλημα, οἱ δὲ καὶ τοὺς πεπηγότας ὅρους μετατιθέασι, καὶ τοὺς μὲν ἀναλύουσι, τοῖς δὲ προστιθέασιν, ἀπαθανατίζουσί τε τὴν μερικὴν φύσιν καὶ ἱστῶσιν ἡμῖν τὴν φυσικὴν κίνησιν, βεβαιοῦσι δὲ τοὺς αὐτῶν λόγους, ὅτι σιδηροφοροῦσιν ἀεὶ κατὰ τοὺς παλαιοὺς Ἀκαρνᾶνας, καὶ αἰθεροβατοῦσιν ἐπὶ χρόνον μακρὸν, ἀφ' ὧν κατολισθαίνουσι τάχιστα, ἐπειδὰν ἐπιγείου αἴσθωνται κνίσσης· ὁποίους ἐγὼ πολλάκις ἑωράκειν καὶ κατεγνώκειν· οὗτοι δὴ καὶ τὴν βασιλίδα ἐξηπατήκασιν ὡς ἐσομένην ἀείζωον, καὶ διὰ τοῦτο ἐκείνη μικροῦ δεῖν αὐτή τε διέφθαρτ' ἂν καὶ τὰ πράγματα πάντη διέφθειρεν.
6 τηεοδ.19 Ἀλλ' ἐκεῖνοι μὲν αἰῶνας ἀπείρους καὶ ζωὰς ἐκείνῃ ἔπλαττον, ἡ δ' ἐγγὺς ἐγεγόνει τοῦ εἱμαρτοῦ, λέγω δὲ τῇ φωνῇ καταχρώμενος· τὸν γάρ τοι τῆς ζωῆς ὅρον πληροῦσα αὐτῷ δὴ τῷ τέλει προσήγγισε· νόσος γε μὴν αὐτὴν αἱρεῖ δεινοτάτη· ἡ γὰρ ἀποκριτικὴ αὐτῇ ὑποκλάσασα δύναμις τήν τε ὀρεκτικὴν κατήνεγκε καὶ τοῖς τοῦ στόματος ἀπεπεφόρτιστο μέρεσιν, ἔπειτ' ἀθρόον διαρρυεῖσα καὶ τὸ ἐντὸς μικροῦ δεῖν ξύμπαν ἀποβαλοῦσα, ἐν ὀλίγαις ἐκείνην καταλελοίπει ταῖς ἐκπνοαῖς· ἐπεὶ γοῦν αὐτὴν ξύμπαντες ἀπεγνώκεισαν, λέγω δὲ τούτους ὁπόσοι περὶ ἐκείνην ἐστρέφοντο, αὐτίκα καὶ περὶ τοῦ παντὸς, ἀλλὰ καὶ περὶ ἑαυτῶν σκοπὸν τίθενται, καὶ βουλευμάτων κατάρχουσι· λέγω δὲ ταῦτα οὐ παρά του ἀκηκοὼς, ἀλλ' αὐτὸς τοῖς γε γνωσθεῖσι καὶ βουλευθεῖσι παραγενόμενος, ὀφθαλμοῖς τε ὁρῶν καὶ ὠσὶν ἀκούων, ὅπως αὐτοῖς ὥσπερ ἐν κύβων παιδιαῖς τὰ τῆς βασιλείας ἐστρέφετο πράγματα.
6 τηεοδ.20 Οὔπω μὲν γὰρ ὁ ἥλιος τὸ μεσημβρινὸν κατὰ κορυφὴν εἱστήκει, καὶ ἡ μὲν βασιλὶς ὀλίγον ἀνέπνει καὶ αὐτίκα τεθνήξεσθαι ἐπίδοξος ἦν, οἱ δὲ περὶ τὸ βῆμα εἰς ταὐτὸ συνειλεγμένοι καὶ ἐν μέσῳ τὸν κορυφαῖον ἔχοντες, ἐν σκέμμασιν ἦσαν τίνα δὴ πρὸ τῶν ἄλλων τοῖς πράγμασιν ἐπιστήσουσιν, ἀνθεξόμενόν τε αὐτῶν καὶ ἀειπαγῆ καὶ τὴν εὐδαιμονίαν φυλάξοντα. Ὃν μὲν οὖν τῶν ἄλλων προκεκρίκασιν οὐ νῦν χαρακτηρίζειν βεβούλημαι, οὐ πάντη δὲ τούτους ἀποφανοῦμαι διημαρτηκέναι τοῦ ἀρίστου σκοποῦ, εἰ μὴ ὅσον τοιοῦτος ἐκεῖνος ἦν οὐχ οἷος ἄρχειν, ἀλλ' ἄρχεσθαι μᾶλλον καὶ ἄγεσθαι· ἦν δὲ καὶ τοῦ θέρους ἐγγὺς καὶ τοῦ τετραμήνου ἐντός· αἱ γὰρ τῆς κεφαλῆς αὐτοῦ τρίχες ὑπαργυρίζουσι ξύμπασαι.
6 τηεοδ.21 Τοῦτον γοῦν ἐκείνην πεπείκασιν ἀξιῶσαι τοῦ στέμματος· ἡ δὲ πείθεταί τε αὐτίκα, καὶ τὴν κεφαλὴνται νιοῖ καὶ ἀναδείκνυσιν αὐτοκράτορα· εἶτα δή τινα βραχὺν ἐπιμείνασα χρόνον τῷ κράτει, ἐνιαυσίου ὥρας δεούσης μιᾶς [τετελεύτηκε], καὶ ὁ Μιχαὴλ τῶν ὅλων ἐγκρατὴς ἐγεγόνει, αὐτίκα στερήσεσθαι [μέλλων], περὶ οὗ ἐρεῖν βουλόμενος βραχύ τι προσκαταστήσω τὸν λόγον.
https://byzantium.gr/

7.τ ΤΟΜΟΣ ΕΒΔΟΜΟΣ ΜΙΧΑΗΛ ϟʹ– ΙΣΑΑΚΙΟΣ ΚΟΜΝΗΝΟΣ

7.1τ Ἀρχὴ δὲ τῆς βασιλείας Μιχαὴλ τοῦ Γέροντος· ὁ τοιοῦτος ἐκράτησεν ἔτος αʹ. Δοκεῖ πως τοῖς ἄρτι βασιλεύειν λαχοῦσιν ἀρκεῖν εἰς ἕδραν τοῦ κράτους, ἢν τὸ πολιτικὸν γένος τούτους κατευφημήσωσιν· ἀγχίθυροι γὰρ αὐτοῖς ὄντες, οἴονται, εἰ τὰ παρὰ τούτων αὐτοῖς εὖ ἕξει, ἀρραγῶς κατησφαλίσθαι τῷ κράτει· ἔνθεν τοι ἅμα τε τῶν σκήπτρων ἐπιλαμβάνονται, καὶ τούτοις πρῶτον καὶ τὴν φωνὴν καὶ τὴν ὄψιν διδόασιν· ὧν εὐθὺς ἐπισκιρτησάντων καὶ βωμολόχους ἀφέντων φωνὰς, καί τινας δημηγορίας φλυάρους πεποιηκότων, ὥσπερ θείαν ἐσχηκότες ἐπικουρίαν, οὐδεμιᾶς ἑτέρας δυνάμεως ἐπιδέονται. Ἐν τρισὶ δὲ τούτοις τῆς φυλακῆς αὐτοῖς ἱσταμένης, δημοτικῷ πλήθει, καὶ συγκλητικῇ τάξει, καὶ συντάγματι στρατιωτικῷ, τῆς μὲν τρίτης ἧττον φροντίζουσι, τοῖς δ' ἄλλοις εὐθὺς τὰς ἐκ τοῦ κράτους προσνέμουσι χάριτας.
7.2 Ὁ δέ γε πρεσβύτης Μιχαὴλ ἐπιδεικτικώτερον ἢ προσῆκε τὰς τῶν ἀξιωμάτων διανεμήσεις πεποίητο· οὐ γὰρ τῷ προσεχεῖ ἕκαστον συνίστα βαθμῷ, ἀλλὰ καὶ πρὸς τὸν ἐφεξῆς καὶ τὸν ἐπέκεινα ἀνεβίβαζεν· εἰ δέ τις αὐτῷ ἐκ πλαγίου στὰς καὶ τὸν τέταρτον ἐπεζήτησεν, εὐηκόου ἐτύγχανεν ἐκείνου· ἐντεῦθεν ἄλλος ἀντιπαραστὰς καὶ τὴν ἑτέραν διασείσας πλευρὰν, οὐδὲ τοῦ πέμπτου ἡμάρτανε· καὶ ἦν ἀτεχνῶς σύγχυσις τὸ φιλότιμον.

7.3τ Περὶ τῆς τῶν ἀρχόντων εἰς τὸν βασιλέα Μιχαὴλ εἰσελεύσεως.
Τούτων τοιγαροῦν οἱ στρατιῶται ἀκηκοότες καὶ τῶν στρατιωτῶν ὁπόσον στρατηγικόν τε καὶ ἔκκριτον, καταλαμβάνουσι τὸ Βυζάντιον, τῶν ἴσων ἢ καὶ κρειττόνων τευξόμενοι· ὥριστο γοῦν αὐτοῖς ἡμέρα τῆς εἰς τὸν βασιλέα εἰσόδου, κἀγὼ τηνικαῦτα παρεγενόμην τῷ αὐτοκράτορι· καὶ εἰσῄεσαν ἄνδρες γενναῖοι καὶ ἀτεχνῶς ἥρωες, εἶτα δὴ τὰς κεφαλὰς ὑποκλίναντες καὶ ἐπευφημήσαντες ὅσον εἰκὸς, ἐπὶ μέρος, τοῦ βασιλέως κελεύσαντος, ἔστησαν· εἶτα δέον καθένα τούτους διαιρεῖν καὶ λόγων πρὸς ἐκείνους βασιλικῶν καὶ φιλοτίμων ἀπάρξεσθαι, ὁ δὲ πρῶτα μέν τοι ἀγενῶς ὠνείδισε ξύμπασιν, εἶτα δὴ ἐς μέσους τὸν κορυφαῖον τούτων στήσας καὶ τὸν εὐθὺς μετ' ἐκεῖνον (ἐπρέσβευε γὰρ τούτοις ξύμπασιν ὁ Κομνηνὸς Ἰσαάκιος, ἦν δ' ὁ Κεκαυμένος οὗτος ὁ Κολωνείαθεν), ὕβρεσι μυρίαις κατέπλυνεν ὡς ἀπολωλεκότα μικροῦ δεῖν τὴν Ἀντιόχου καὶ τὰς δυνάμεις καταλελυκότα, καὶ γενναῖον μὲν ἢ στρατηγικὸν οὐδὲν ἐπιδείξαντα, τὰ δὲ τῶν πολλῶν συλλέξαντα χρήματα, καὶ τὴν ἀρχὴν ἐσχηκότα οὐκ εὐκλείας, ἀλλ' ἀπληστίας ὑπόθεσιν· ἐφ' οἷς ἐκείνου παγέντος τῷ ἀθρόῳ τῆς ἐπιπλήξεως, καὶ τὰ κρείττω μὲν προσδοκήσαντος, τοῖς δ' ἐναντίοις καθυβρισθέντος, τῶν τε συστρατήγων ὑπεραπολογήσασθαι ἐκείνου ἐπικεχειρηκότων, ὁ βασιλεὺς καὶ τούτοις τὴν γλῶτταν ἐπέσχε· καὶ εἰ τῶν ἄλλων κατωλιγωρήκει, δέον τόν γε Ἰσαάκιον πάσης ἀξιῶσαι εὐφημίας τε καὶ τιμῆς, ὁ δὲ κἀκείνῳ ἀπείπατο τὴν εὐμένειαν.

7.4τ Περὶ τῆς τοῦ Κομνηνοῦ ἀποστασίας.
Αὕτη πρώτη πληγὴ τοῖς στρατιώταις ἐγένετο καὶ ἀφορμὴ τῆς κατ' ἐκείνου ἐπιβουλῆς, τοῦτο τὸ δρᾶμα τὰς ἐκείνων γνώμας διέσεισε, καὶ καινοτέρων αὐτοῖς βουλευμάτων ἀρχὰς εἰσεποίησεν. Οὐκ ἔτι μὲν οὖν εὐθὺς ἐν τῷ περὶ τῆς βασιλείας γεγόνασι σκέμματι, ἀλλὰ καὶ δευτέραν πεῖραν πεποίηνται, εἴ πως εὐνοϊκωτέρου τοῦ αὐτοκράτορος τύχοιεν· ὁ δὲ ἄμας ἐκείνων ἐπιζητούντων, σκάφας ἐδίδου, εἰ δ' ἀντιπίπτοιεν, οὐδ' ἐκείνας παρεῖχεν, ἀλλ' ἀπωθεῖτο καὶ ἀπεκρούετο. Ὥρμησαν μὲν οὖν εὐθὺς ξύμπαντες μικροῦ δεῖν ἐπιβαλεῖν ἐκείνῳ τὼ χεῖρε καὶ καθελεῖν τῆς ἀρχῆς, ἐπέσχε δὲ τούτους ὁ Ἰσαάκιος, βουλῆς δεῖσθαι τὸ πρᾶγμα συνετωτέρας εἰπών· εἶτα δὴ στήσαντες τὴν ἐπιβουλὴν, ἐζήτουν τὸν ἄρξοντα τῶν δυνάμεων καὶ τοῖς ὅλοις ἀρκέσοντα.
7.5 Ὁ μὲν οὖν Ἰσαάκιος πᾶσι παρεχώρει τοῦ σχήματος, ἕκαστον λέγων ἀρκεῖν πρὸς τὸ κράτος, οὗτοι δὲ ξύμπαντες ἐκείνῳ ἐδίδοσαν τὴν τιμήν· προεῖχε γὰρ ὡς ἀληθῶς οὐ τῷ γένει μόνον, ἀλλὰ καὶ τῷ τυραννικῷ εἴδει καὶ τῷ γενναίῳ τῆς γνώμης καὶ τῷ σταθηρῷ τῆς ψυχῆς, αἰδέσιμος γάρ τις ἐδόκει καὶ μόνον ὁρώμενος· ἀλλ' ὁ μὲν χαρακτὴρ ἐκείνου μικρόν τι τὸν λόγον ἀναμεινάτω. Ἐπεὶ δὲ ξυνέθεσαν πρὸς ἀλλήλους ὃ καὶ βεβούληντο, βραχέα δὴ ἄττα τῷ βασιλεῖ καθωμιληκότες, ἐπ' οἴκου ξύμπαντες ἀνεχώρησαν· ἑῷοι δὲ ὄντες καὶ ὡς ἀληθῶς πρόσαυγοι, ἐκ βραχέων τῶν διαστημάτων ἀπ' ἀλλήλων διεστήκεισαν· διὰ ταῦτα ὀλίγας ἡμέρας ἐπιλιπόντες, εἶτα δὴ ἐς ταὐτὸ συνδεδραμηκότες, τῆς ἐπιβουλῆς ἄρχουσιν. Οὐκ ἔφθασαν δὲ ταύτην ἑδράσαντες, καὶ στρατόπεδον αὐτοῖς γενναῖον ξυνέστη, πλήθους αὐτοῖς γενναίων συρρεύσαντος καὶ τὴν γνώμην κρατύναντος· ἐπειδὴ γὰρ ἠκηκόεισαν ξύμπαντες ὅτι στρατηγὸς γενναῖος αὐτοῖς βεβασίλευκε καὶ ὅτι τὰ κράτιστα γένη εἰς αὑτὸν ἀνηρτήσατο, ὀνομαστί τε τούτους ἠπίσταντο, οὐδὲ βραχύν τινα χρόνον διαλιπόντες εὐθὺς αὐτοῖς προσεχώρησαν, ὥσπερ ἀγαθὸς δρομεὺς τὸν ἕτερον, προλαβεῖν ἐπειγόμενοι.
7.6 Ἐβούλοντο μὲν καὶ πρότερον τὸ στρατιωτικὸν ξύμπαν τὸ κράτος Ρωμαίων ὑποποιήσασθαι, καὶ ὑπήκοοι γενέσθαι στρατηγῷ αὐτοκράτορι, καὶ τὴν πολιτικὴν καταλῦσαι τῆς βασιλείας διαδοχὴν, ἐπεῖχον δὲ τὰ βουλεύματα, καὶ μόνον ἐνεκυμόνουν τὸν ἔρωτα, ὅτι μηδεὶς αὐτοῖς εἰς ἀρχὴν ἀξιολογώτατος κατεφαίνετο· ἐπεὶ δὲ τὸν Ἰσαάκιον τεθέανται, ὃν οὐδ' ὄναρ εἰς τὸ σχῆμα τοῦ κράτους ἰδεῖν προσεδόκησαν, διὰ τὸ περὶ τὰς τοιαύτας ἐπιχειρήσεις ἀκριβὲς, κορυφαῖον γεγενημένον τοῦ τυραννικοῦ σκέμματος, καὶ τὰ μετὰ ταῦτα χειροτονοῦντα βουλεύματα, αὐτίκα οὐδέν τι γνωσιμαχήσαντες τῷ ἀνδρὶ προσερρύησαν, ἀνδρικώτερον ἐπισκευάσαντες ἑαυτοὺς καὶ τὰ πρὸς τὸν πόλεμον ἐξαρτύσαντες.
7.7 Ὁ δὲ, εἰ καὶ τότε πρῶτον ἦρξε τοῦ τοιοῦδε σκέμματος, συνετώτερον ἢ τολμηρότερον τὸ πρᾶγμα μεταχειρίζεται· καὶ ἐπειδὴ τοῦτο πρὸ πάντων ᾔδει, ὅτι χρημάτων πολλῶν δεῖ τῷ συντάγματι, πρῶτον μὲν πάσας τὰς εἰς τὴν Πόλιν ἀποφράττει ὁδούς, φρουρὰν ἀποχρῶσαν καταλιμπάνων ἑκάστῃ, καὶ μηδενὶ διδοὺς ἐξιέναι τε καὶ εἰσιέναι, εἰ μὴ ἐκεῖνος γνοίη καὶ τὴν ἐφ' ἑκάτερα συγχωρήσῃ πορείαν· ἔπειτα τοῦτο πεποιηκὼς, τὰς δημοσίους εἰσπράττει συνεισφορὰς οὐ φύρδην, οὐ συγκεχυμένως, ἀλλ' ἀρχεῖα τάξας καὶ ἀκριβεῖς ἐγκαταστήσας εἰσπράκτορας, καὶ ἀπογραφόμενος ἕκαστα, ἵν' ἔχοι καὶ τελεώτερον βασιλεύσας ἀκριβεῖς τοὺς τῶν εἰσπράξεων λογισμούς· οὕτω τοῦ συνετωτέρου μᾶλλον ἢ τοῦ τολμηροτέρου ἐγίγνετο. Καὶ ἄλλο δέ τις ἐκείνου θαυμάσειεν, ὅτι πλήθους αὐτῷ πολλοῦ προσκεχωρηκότος φυλοκρινεῖ τὰς τάξεις, καὶ τοὺς γενναιοτέρους ἀποκρίνας τῶν ἄλλων καὶ οἷς ᾔδει καὶ τόλμαν λελογισμένην καὶ στάσιμον τὸ γενναῖον, ἐκείνους εἰς λόχους καὶ φάλαγγας καθιστᾷ καὶ τούτοις πιστεύει τὸν πόλεμον· ἦν δ' ἄρα καὶ τὸ ἀποκριθὲν ἀριθμοῦ κρεῖττον καὶ τὸ κριθὲν οὐδὲν ἐκείνων καταδεέστερον.
7.8 Πρῶτα μὲν οὖν αὐτοῖς ἐγκελεύεται συνειλέχθαι καθ' ἑαυτοὺς καὶ μὴ συγκεχύσθαι, μηδὲ συντεταράχθαι, ἀλλ' ὥσπερ εἰς τάξιν καὶ φάλαγγας καταστάντας σιγῇ τε προϊέναι καὶ οὕτως κατασκηνοῦν· ἔπειτα τὸ στρατηγικὸν ἑκάστῳ σιτηρέσιον τάξας καὶ τὴν εἰς πολεμικὴν ἔφοδον ἀποχρῶσαν παρασκευὴν, καὶ μειζόνων ἀξιοῖ βαθμῶν, τοὺς μὲν μείζους ἀπονέμων τοῖς μείζοσι, τοὺς ἐλάττους δὲ τοῖς ἐλάττοσι. Ἐπὶ τούτοις συγγενικῷ αἵματι τὸ σῶμα πιστεύσας καὶ κύκλον τινὰ περιελίξας αὐτῷ, ἀδεῶς τε προῄει καὶ αὖθις ηὐλίζετο· τὰς μὲν οὖν νύκτας ἀγρύπνους εἰς τὰς τυραννικὰς φροντίδας ἀνήλισκεν, ἡμέρας δὲ λαμπρότερός τε τοῖς πράγμασιν εἴδετο, καὶ ὡς ἐπὶ προκειμένῳ προῄει τῷ πράγματι· ἐπεὶ δὲ πολλὰ εἴωθε προσπίπτειν τοῖς στρατοπέδοις, καὶ οἵ γε πλεῖστοι τολμηρότεροι μᾶλλον πεφύκασιν ἢ συνετώτεροι, οὐδενὶ μὲν τὸ ξίφος ἐπανετείνατο, οὐδ' εὐθὺς ἐπὶ τοὺς ἡμαρτηκότας κεχωρήκει, κατέπληττε δὲ ἅπαξ ἰδὼν, καὶ ἡ ὀφρὺς αὐτῷ συναχθεῖσα ἀντὶ πάσης ἤρκει πληγῆς.
7.9 Ὁ μὲν οὖν οὕτως καὶ συνταξάμενος ἀκριβῶς ἐγγὺς ἤδη τῆς Πόλεως ἐγεγόνει· ὁ δὲ τοῦ Βυζαντίου τὴν ἀρχὴν ἤδη μόνην ἔχων καὶ οἱ προκατεσχηκότες ἐκεῖνον, ὥσπερ μηδενὸς καινοῦ γεγονότος, οὔτε τοῖς τολμηθεῖσιν ἀντεβουλεύσαντο, οὔτε τὰς λειπομένας τάξεις ἐπὶ τὰς ἐκείνων συντάξεις ἐκίνουν, οὔτ' ἄλλο τῶν πάντων ἐποίουν δι' ὅτου ἂν τὸ τυραννικὸν σύνταγμα διαλύσαιεν· ὡς δ' ἔνιοι τῶν προσκειμένων ἐκείνῳ νύττοντες διώρυξαν τὴν πλευρὰν, ὡς δεῖ καὶ συμβούλων αὐτῷ καὶ χρημάτων πολλῶν, καὶ στρατιωτικῆς τάξεως, ἄλλους τε πλείστους μετακαλεῖται τῶν γενναίων μὲν τὰς γνώμας, τηνικαῦτα δὲ κατολιγωρηθέντων· καὶ δῆτα κἀμὲ εἰσποιεῖται καὶ ὅτι με ἔχοι πάλαι ἐγκόλπιον, ὡς ἄτοπόν τι πεποιηκὼς, σχηματίζεται.
7.10τ Περὶ τῶν εἰς τὸν βασιλέα συμβουλιῶν διὰ τὴν ἀποστασίαν. Ἀλλ' ἐγὼ μηδὲν ἐκείνῳ μνησικακήσας, τρία ταῦτα ποιῆσαι εὐθὺς ἐβουλευσάμην αὐτῷ· ἐπεὶ γὰρ ἐγνώκειν ὅτι ἐκ διαφόρου γνώμης τῷ μεγάλῳ ἀντικαθεστήκοι ἀρχιερεῖ καὶ δυσόργως εἶχεν ἐκεῖνος αὐτῷ, γνώμην αὐτῷ πρώτην ταύτην εἰσήνεγκα, πᾶσαν αὐτῷ διαφορὰν διαλύσασθαι, καὶ εἰς ταὐτὸ ἐκείνῳ συνελθεῖν καὶ σκέμμα καὶ φρόνημα, ἐν τοῖς τοιούτοις μάλιστα δυναμένῳ καιροῖς καὶ συνεπιθησομένῳ τοῖς τυραννεύσασιν, εἰ μὴ προλάβοι τοῦτον εἰς ἀκριβεστάτην οἰκείωσιν· ἔπειτα πρεσβείαν πρὸς τὸν τετυραννευκότα στέλλειν διαλῦσαι τὸ σύνταγμα, ἐπαγγείλασθαί τε αὐτῷ ὁπόσα μὴ ἐπισφαλὲς δοῦναι, τὰ δὲ καὶ προτείνασθαι, μηχανήσασθαί τε ἐπὶ τὸ ἐκείνου στρατόπεδον καὶ ἐπιχειρῆσαι διαλῦσαι τὴν φάλαγγα· τρίτην ἐπὶ τούτοις γνώμην προστέθεικα τὴν κορυφαιοτάτην καὶ κρείττονα, τὰς ἐν ἑσπέρᾳ τάξεις συναγαγεῖν, καὶ τὰς καταλειπομένας συγκροτεῖν δυνάμεις, συμμαχίας τε παρὰ τῶν γειτονούντων βαρβάρων ἐπικαλέσασθαι, καὶ τὰς παρ' ἡμῖν ξενικὰς δυνάμεις κρατῦναι, γενναῖόν τε τούτοις στρατηγὸν ἐπιστῆσαι καὶ λόχους ἀρκοῦντας ποιήσασθαι, καὶ πανταχόθεν τῷ συγκινηθέντι καθ' ἡμῶν πλήθει ἀντικαθίστασθαι. Δέχεται μὲν οὖν τὰς γνώμας ὁ βασιλεύς.

7.11τ Περὶ τῆς τοῦ στρατοῦ ἀποστολῆς πρὸς τὸν Ἰσαάκιον.
Εἶτα δὴ πρὸς μὲν τὴν πρώτην ἀνείργεται, ἥτις δὴ αὐτῷ καὶ κατολιγωρηθεῖσα εἰς καταστροφὴν ἤρκεσε, πρὸς δέ γε τὴν δευτέραν καὶ τρίτην παρασκευάζεται· ἀλλὰ παρὰ μὲν τὴν δευτέραν τὸ διηνυσμένον οὐδέν· αἱ δ' ἐκ τῆς ἑσπέρας αὐτῷ δυνάμεις ἐξαρτυθεῖσαι πολεμικώτατα καὶ συμμαχίδας ἑτέρας κτησάμεναι, εἴς τε λόχους διαιρεθεῖσαι καὶ συναιρεθεῖσαι εἰς φάλαγγας, ἐμπαρασκεύως ὁμοῦ καὶ γενναίως τοῖς ἑῴοις ἀντικατέστησαν τάγμασιν. Οὐκ ἐκ διαστήματος δὲ πολλοῦ ἑκάτεροι τοὺς χάρακας ἱδρυσάμενοι καὶ βραχύ τι τὸ μεταξὺ πεδίον πεποιημένοι, οὐδέτεροι ἐπ' ἀλλήλους ἐξῄεσαν, ἀλλ' ἦν αὐτοῖς κενὸν τὸ μεταίχμιον· ἀλλὰ πλήθει μὲν οἱ βασιλικοὶ τὸ πλέον ἐδείκνυσαν ἔχοντες, δυνάμει δὲ καὶ τάξει οἱ τῆς ἑτέρας προεῖχον μερίδος, καὶ τό γε μεῖζον καὶ θαυμασιώτερον, ἐκείνοις μὲν ἡ σύνταξις ἀρραγὴς καὶ ἡ πρὸς τὸν κρατοῦντα πίστις βεβαία καὶ ἀσφαλὴς, τὸ δ' ἡμέτερον στρατόπεδον ἐκενοῦτο καὶ διερρήγνυτο, αὐτομολούντων ὁσημέραι πολλῶν ἐπὶ τὴν τυραννικὴν σύνταξιν, ὅ τε τῶν δυνάμεων προηγούμενος, τοὔνομα δὲ οὐδὲν δέομαι λέγειν, ἀμφιρρεπὴς ἦν, ὡς δ' ἐγῷμαι μονομερής.
7.12 Ὅθεν ἐξ ἀμφοτέρων κατηγωνίσμεθα, καὶ πρὶν ἢ πολεμητέα ἐδόκει, ταῖς τῶν στρατηγούντων γνώμαις ἡττώμεθα· ἀλλ' οἵ γε λόχοι καὶ τὸ ἡμεδαπὸν πλῆθος ὁπόσον ἐλέλειπτο, οὔπω τὴν στρατηγικὴν γνόντες ἀμφιβολίαν, ἐπειδή περ ἀντικατέστησαν ἄνδρες ἀρήϊοι καὶ θυμοῦ, κατὰ τὴν ποίησιν, πνείοντες, ὅπλοις τε τοῖς καλλίστοις διεσκευασμένοι, καὶ πᾶν εἴ τι ὅπλον γενναῖον τὸ μὲν διεζωσμένοι, τὸ δὲ ἐν χεροῖν ἔχοντες, τὸ ἐνυάλιον ἀλαλάξαντες ἐπὶ τοὺς ἐναντίους τοὺς χαλινοὺς τοῖς ἵπποις ἐνδόντες ἀσχέτῳ ρύμῃ προσκεχωρήκασι, καὶ τό γε ἀριστερὸν ἐκείνοις κέρας οἱ τὸ καθ' ἡμᾶς δεξιὸν ἔχοντες ἀναστρέψαντες ἐπὶ πολὺ κατεδίωξαν.
7.13 Ἐπεὶ δὲ τὸ δεξιὸν αὐτὸ ἐμεμαθήκεσαν, μὴ ὑπομεῖναν τὴν τῶν πολεμίων βοήν τε καὶ ἔφοδον, ἀλλ' εὐθὺς ὑποκεχωρηκὸς καὶ διασπαρὲν, δείσαντες μὴ οἱ νενικηκότες ἐπ' ἐκείνους γένοιντο, καὶ τούς γε φυγάδας ρώσαντες ὅλαις αὐτοῖς ἐπισταῖεν δυνάμεσιν, οὐδὲν ἧττον κἀκεῖνοι ἐτράπησαν εἰς φυγὴν, καὶ γίνεται καθαρῶς μετὰ τῶν πολεμίων ἡ νίκη, καὶ ὁ τυραννεύσας πεπηγὼς ἐν μέσοις εἱστήκει κρείττων καὶ τῶν διωκόντων καὶ τῶν φευγόντων· τοῦτον γοῦν ἔνιοι τοῦ καθ' ἡμᾶς στρατοπέδου ἑωρακότες, ἦσαν δὲ τῶν περὶ τὸν Ταῦρον Σκυθῶν τῶν τεττάρων οὐ πλείους, τὰ δόρατα κατευθύναντες ἐπ' αὐτὸν ἐξ ἑκατέρας πλευρᾶς ὤσαντο, καὶ τόν γε σίδηρον τοῖς ἐκείνου ὅπλοις ἐφηρμοκότες διαμαρτάνουσι μὲν αὐτῷ τοῦ σώματος, ἀλλ' οὔτε δὲ ἐπὶ θάτερον παρατρέπουσι μέρος, ἀλλ' ἀντωθήσαντές τε τὸν ἄνδρα ἐς ἶσον αὖθις ἀντικατέστησαν, ἰσοβαρῆ πεποιηκότες καὶ ἐπὶ τοῦ κέντρου τηρήσαντες· τοῦτο δὴ ἐκεῖνος οἰωνὸν λαβὼν αἴσιον, ὡς εἴη ἀκίνητος βαλλόμενος ἑκατέρωθεν, ταῖς δυνάμεσιν εὐθὺς ἐγκελεύει ἐρρωμενέστερον τοῖς τῶν ἐναντίων ἐμπίπτειν σώμασι, καὶ θαρρεῖν τὸν ἀγῶνα, καὶ τὰ μὲν τρέπειν τοὺς ἐναντίους, τὰ δὲ διώκειν ἄχρι πολλοῦ.
7.14 Τούτων γοῦν οὕτω διαπεπολεμημένων, ἀγγελίαι δεινότεραί τε καὶ φοβερώτεραι τὰς ἡμετέρας διέσεισαν ἀκοὰς, καὶ τὸν βασιλέα διαταράξασαι ἀπεγνωκέναι πάσας ἐλπίδας πεπείκασιν· οὐ γὰρ ἦν ἐξ ὑπογύου οὕτω νενικημένον τὸ ἑσπέριον ἀνακαλέσασθαι στράτευμα, ἑτέρους δὲ οὐκ εἶχεν ἀκμῆτας καὶ νεολέκτους παρασκευάσασθαι, ὅ τε τῶν δυνάμεων ἄρχων ὁ ἐκτομίας Θεόδωρος, ὃν ἡ βασιλὶς Θεοδώρα πρόεδρον μὲν πρότερον ἐπεποιήκει, εἶτα δὴ τὰ τῆς ἑῴας ἐγκεχειρίκει στρατόπεδα, παντάπασιν αὐτῷ ἀπειρήκει τὴν στρατηγίαν, οὐ τῷ μὴ θαρρεῖν μᾶλλον τοὺς δευτέρους ἀγῶνας ἢ τῷ διεστράφθαι τὴν γνώμην καὶ κρυφίως πρὸς τὸν Κομνηνὸν σπείσασθαι.

7.15τ Περὶ τῆς τῶν πρέσβεων ἀποστολῆς πρὸς τὸν Κομνηνόν.
Διαλιπὼν γοῦν ὁ βασιλεὺς ἡμέρας τινὰς, εἶτα δή με πρὸς τὸν Κομνηνὸν σπείσασθαι ἀξιοῖ, διαπρεσβεύσασθαί οἱ ἀπορρήτους γνώμας πρὸς τὸν πολέμιον, καὶ δι' εὐγλωττίας καὶ σοφιστικῆς δυνάμεως καταμαλθάξαι τὴν ἐκείνου ψυχὴν πρὸς αὐτὸν μεταθήσεσθαι· ἐμοὶ δὲ τήν γε πρώτην ἀκούσαντι, ὥσπερ ἀτεχνῶς καταβροντηθέντι τὴν ἀκοὴν, ἀπηγόρευτο ἡ ἀξίωσις, καὶ· «Οὐκ ἂν ἑκὼν εἶναι, ἔφην, ὑπηρετήσωμαί σοι τοιούτῳ προστάγματι, πολύν τε τὸν κίνδυνον ἔχοντι καὶ τὸ τέλος οὐκ ἀμφίβολον, ἀλλὰ πάντη μονομερές· δῆλον γὰρ ὡς οὐ πείσεται, ἄρτι νενικηκὼς καὶ ἐπηρμένος τῷ κατορθώματι, τὸ κράτος ἀφεῖναι καὶ ἄλλο τι τῶν ἐλαττόνων μεταβουλεύσασθαι.»
7.16 Ὁ δ' εὐθὺς ἐπισείσας τὴν κεφαλὴν καὶ πάσης καταγνοὺς φιλίας καὶ οἰκειώσεως· «Σὺ δὲ ἄρα, ἔφησεν, ὅπως μὲν πιθανῶς ἐρεῖς διεσπούδακας, ὅπως δὲ ἂν ἀμύναιο ἀτυχοῦσι φίλοις, καὶ σὺν Θεῷ φάναι δεσπόταις, οὐ συννενόηκας; ἐγὼ δέ σοι οὐδὲ πρὸς βραχύ τι μετὰ τὸ κράτος παραπεποίημαι, ἀλλὰ μετὰ τοῦ συνήθους ὁμιλῶ σχήματος, κατασπάζομαί τε καὶ συναγκαλίζομαι, ὥσπερ εἴωθα, καί σου τοῦ τῶν χειλέων, ὥσπερ δέον ἐστὶν, ὁσημέραι ἀπογεύομαι μέλιτος, ᾤμην δὲ τῶν ἴσων ἀνταξιοῦσθαι· σὺ δέ μοι οὐδὲ τοσοῦτον δίδως ὁπόσον ἐπιεικὴς ἄνθρωπος ἐχθρῷ παρέσχετο κινδυνεύοντι· κἀγὼ μὲν τὸν πεπρωμένον οἶμον πορεύσομαι, σοὶ δὲ ἄρα τις ἔσται ἐπεγκαλῶν καὶ προσονειδίζων ὅτι τὴν πρὸς δεσπότην καὶ φίλον φιλίαν διέψευσαι.»
7.17 Τούτων ἀκούσας τῶν λόγων μικροῦ δεῖν αὖος καὶ ἀπόπληκτος γέγονα, καὶ οὐκ εἶχον ὅπως τὴν πρώτην διαφυλάξωμαι ἔνστασιν· ἀθρόον οὖν μεταπλασθείς· «Ἀλλ' ὦ βασιλεῦ, ἔφησα, οὐ τὴν ὑπηρεσίαν διαδιδράσκων, ἀναβάλλομαι τὸ ἐπίταγμα, ἀλλὰ τὸ πρᾶγμα διευλαβούμενος καὶ τοὺς τῶν πολλῶν ὑποπτεύων φθόνους τὴν πρόσταξιν ὑπερτίθεμαι. –Καὶ τί ποτε, φησὶ, τοῦτο, ὃ δι' εὐλαβείας αὐτὸς ἔχων οὐ πάνυ τῇ πρεσβείᾳ θαρρεῖς; –Κεκρατηκὼς, ἔφησα, ὁ ἀνὴρ πρὸς ὅν με κελεύεις διαπορθμεύσασθαι, καὶ τεθαρρηκὼς πρὸς τὰς μελλούσας ἐλπίδας· οὐκ οἴομαι οὖν τοῦτον εὐμενῶς με προσήσεσθαι, οὐδὲ πρὸς τοὺς ἐμοὺς λόγους μετακληθήσεσθαι· σοβαρώτερον οὖν ἴσως ὁμιλήσει, καὶ ἀτιμάσει μου τὴν πρεσβείαν καὶ ἄπρακτον ἀποπέμψεται· οἱ δέ γε πολλοὶ διαβαλοῦσί με, ὡς αὐτὸς τὴν πρὸς σὲ πίστιν προδοὺς, ἐκεῖνον ἐπῆρα ταῖς κρείττοσι τῶν προσδοκιῶν, μήτε τινὰ λόγον ἐκ βασιλέως ἥκοντα, μήτε πρεσβείαν προσίεσθαι, ὡς αὐτίκα τοῦ κράτους ἐπιληψόμενον. Ἀλλ' ἤν με βούλῃ, ἔφησα, ὑπηρετηκέναι σου τῷ προστάγματι, καὶ ἕτερόν μοί τινα τῶν ἐκ τῆς πρώτης βουλῆς συμπρόπεμψον, ὅπως ἂν καὶ παρ' ἀμφοτέρων καὶ πρὸς ἀμφοτέρους ὅ τε ἡμέτερος λόγος καὶ ὁ ἐκείνου ἀμοιβαδὸν ἐπὶ δημοσίας γένηται ἀκοῆς.»
7.18 Ἐπῄνεσε τὸν λόγον ὁ βασιλεὺς, καὶ· «Ἑλοῦ, φησὶν, ὃν ἂν βούλῃ τῶν τῆς ἄνω βουλῆς.» Κἀγὼ αἱροῦμαι τὸν κάλλιστόν τε καὶ συνετώτατον, καὶ ὃν μάλιστα ᾔδειν τὴν σὺν ἐμοὶ θαρρήσοντα ἔξοδον· ὡς γοῦν κἀκεῖνος εὐθὺς ἀκούσας προσήκατο καὶ τὴν πρεσβείαν καὶ τὴν κοινωνίαν, κοινῇ συνεληλυθότες καὶ ἀλλήλοις ἀντιδόντες τὰς γνώμας, ἕτερον αὖθις αἱρούμεθα τῆς πρεσβείας ἡμῖν συμμεθέξοντα, τὰ πρῶτα Ρωμαίων, κορυφαῖον τῆς συγκλήτου βουλῆς, ᾧ ἀνθάμιλλα ὅ τε νοῦς τῇ γλώττῃ καὶ ἡ γλῶττα τῷ νῷ, ὃς δὴ τὰ πρῶτα τὸν αὐτοκράτορα Μονομάχον λεοντοκομήσας, ὕστερον καὶ τὴν πατριαρχικὴν λειτουργίαν ἐκόσμησε, καὶ θῦμα τῷ Λόγῳ γεγονὼς, αὖθις ἐκεῖνον τῷ Πατρὶ ἱερούργησεν.
7.19 Ὡς γοῦν καὶ οὗτος φιλορώμαιός τις ὡς ἀληθῶς ὢν τὸν λόγον οὐχ ὑπερέθετο, ἀλλὰ μέρος τὸ κάλλιστον ἡμῶν γίνεται, ἐπιστολὰς πρὸς ἐκεῖνον ἐκ βασιλέως δεξάμενοι, μᾶλλον δὲ ἡμεῖς ταύτας διασκεψάμενοι καὶ ὅσον εἰκὸς οἰκονομήσαντες, ἵν' ὁμοῦ καὶ στεφανηφοροίη τῷ τοῦ καίσαρος σχήματι καὶ τῷ βασιλεῖ ὑποτάττοιτο, τὴν πρὸς ἐκεῖνον τεθαρρήκαμεν ἔξοδον, καὶ τὸν πρῶτον ἐκ Πόλεως διεληλυθότες σταθμὸν, γνωρίζομεν ἐκείνῳ τὴν ἡμετέραν ἄφιξιν, καὶ διαβεβαιούμεθα ὡς οὐκ ἂν ἄλλως εἰς ὁμιλίαν ἐκείνῳ γενοίμεθα, εἰ μὴ πρότερον ὅρκους ἡμῖν ἀπορρήτους δοίη, ὡς οὔτε κατάσχοι τὴν πρεσβείαν τελέσαντας, οὔτ' ἄλλο τι δεινὸν ἐπενέγκοι, ἀλλὰ τὰ εἰκότα τιμήσας συγχωρήσειε τὴν ἐπάνοδον.
7.20 Ὡς δὲ ἐκεῖνος πάντα ἐδεδώκει καὶ πλείονα τῶν ἐζητημένων προσέθετο, ταῖς τριήρεσιν εὐθὺς ἀναπλεύσαντες ἀγχίθυροι ἐγενόμεθα οὗ δὴ ἐκεῖνος ἐναυλισάμενος ἔτυχεν· ἀσπασμοὶ γοῦν εὐθὺς, πρὶν ἐκείνῳ εἰς ὁμιλίαν ἐλθεῖν, καὶ φιλοφροσύναι ἡμᾶς ὑποδέχονται, ἄλλων ἐπ' ἄλλοις ἀφικνουμένων τῶν πρώτων τῆς στρατιᾶς καὶ τοῖς ἡδίστοις ἀνακαλούντων ὀνόμασι, κατασπαζομένων τε κεφαλὴν καὶ χεῖρας ἡμῶν καὶ δάκρυα σπενδόντων, ὅτι ἐμφυλίου αἵματος καὶ συγγενικοῦ ἅγους κατακορεῖς γεγονότες ἀναδεσμοῦνται ταινίαις τὰς κεφαλάς· εἶτα δὴ ἐν μέσοις λαβόντες ἡμᾶς πρὸς τὴν αὔλειον τοῦ κρατοῦντος ἀπήγαγον, οὕτω γὰρ ἔτυχεν ἐσκηνωμένος εἰς ὕπαιθρον· ἔνθα δὴ τῶν ἵππων αὐτοὶ καταβάντες καὶ ἡμᾶς ἀποβιβάσαντες αὐτοῦ περιμένειν παρεκελεύσαντο, εἶτα δὴ μόνοις ἡμῖν ἐδόθη ἡ εἴσοδος· ἔδυ γὰρ ἤδη ὁ ἥλιος καὶ οὐκ ἦν ἐκείνῳ βουλομένῳ πολλοὺς ἐπὶ τῆς βασιλείου συλλεγῆναι σκηνῆς.
7.21 Ἀσπάζεται γοῦν εἰσιόντας ἡμᾶς, ἐκάθητο δὲ ἐπὶ θώκου τινὸς ὑψηλοῦ, βραχείας τινὸς περὶ αὐτὸν οὔσης δορυφορίας· ἐσκεύαστο δὲ οὐ τοσοῦτον βασιλικώτερον, ὅσον στρατηγικώτερον· ὑπεξανέστη γοῦν ἡμῖν βραχύ τι, εἶτα δὴ καθίσαι προτρέψας, ἠρώτησε μὲν οὐδὲν περὶ ὧν ἀφικόμεθα, βραχεὶς δέ τινας κινήσας λόγους ὁπόσοι αὐτῷ τὴν στρατιὰν ἀναγκαίαν ἐδείκνυσαν, εἶτα δὴ καὶ κρατῆρος κοινωνήσας ἡμῖν, ἀφῆκεν ἐπὶ τὰς σκηνὰς, αἳ δ' ἔγγιστα τῆς ἐκείνου ἐφεξῆς ἐπεπήγεσαν. Ἐθαυμάζομεν οὖν ἀπιόντες τὸν ἄνδρα, ὅτι μὴ εὐθὺς μακροὺς προὔτεινε λόγους, μηδέ τι πλέον παρ' ἡμῶν μαθεῖν ἠβουλήθη ἢ ὅσον τὰ περὶ τὴν πορείαν καὶ εἰ εὐκυμάντῳ τῷ πλῷ ἐχρησάμεθα· ἔπειτα διαιρεθέντες ἀπ' ἀλλήλων ἐντὸς τῶν σκηνῶν ἐγεγόνειμεν· βραχύ τε ἀφυπνώσαντες κατὰ τὸ περίορθρον αὖθις συνῄειμεν, καὶ ὅπως ἂν ἐκείνῳ διαλεξώμεθα λόγους ἀλλήλοις ἐδίδομεν· ᾠόμεθα γὰρ μὴ ἑνὶ δοῦναι τὴν πρὸς αὐτὸν διάλεξιν, ἀλλ' ὁμοῦ πάντων πυνθάνεσθαι καὶ οὕτω λαμβάνειν τὰς ἀποκρίσεις.
7.22 Οὕτω δὲ ἡμῖν ὁμιλοῦσιν ἡμέρα τε παρανέτειλεν καὶ ὁ ἥλιος προκεκυφὼς τοῦ ὁρίζοντος λαμπρῷ τῷ κύκλῳ μετεώριστο· οὔπω δὲ πλεῖστον μέρος ὑπεραναβεβήκει, καὶ οἱ τῆς βουλῆς πρῶτοι παρῆσαν εἰσκαλοῦντες ἡμᾶς καὶ οἱονεὶ δορυφοροῦντες καὶ πρὸς τὸν κρατοῦντα ἀπάγοντες· μείζονι οὖν σκηνῇ ἐντυγχάνομεν ὁπόση καὶ στρατοπέδῳ καὶ ξενικαῖς ἀρκέσειεν ἂν δυνάμεσιν· περιεστήκεσαν δὲ ταύτην ἔξω πολύ τι πλῆθος, οὐκ ἀργοὶ καὶ συγκεχυμένως ἑστηκότες, ἀλλ' οἱ μὲν ξίφη περιεζώννυντο, οἱ δ' ἀπὸ τῶν ὤμων ρομφαίας βαρυσιδήρους ἐπέσειον, καὶ ἄλλοι δὲ δόρατα ἠγκαλίζοντο, ἐφεξῆς ἑστηκότες καὶ κατὰ κύκλους, καὶ βραχύ τι ἀπ' ἀλλήλων διεστηκότες, φωνὴ δέ τις παρ' οὐδενὶ ἐξηκούετο, ἀλλ' ἐν φόβῳ ἑστήκεσαν ἅπαντες τὼ πόδε συμβεβηκότες καὶ ἀτενὲς πρὸς τὸν ἐφεστηκότα τῇ πύλῃ τῆς σκηνῆς ἀπονεύοντες· ὁ δ' ἄρα ἐτύγχανεν τῶν σωματοφυλάκων τὰ πρῶτα, ἀνὴρ σὺν τῷ γενναίῳ ἀγχίστροφος καὶ δραστήριος, εἰπεῖν τε κρείττων καὶ σιωπῆσαι ἀμείνων καὶ ἐνθυμηθῆναι βελτίων, ὁ δοὺξ Ἰωάννης, ὃς δὴ πόρρωθεν καὶ ἐκ προγόνων τὸ γενναῖον καὶ σταθηρὸν ἐκεκλήρωτο.
7.23 Οὗτος τῇ εἰσόδῳ καὶ ἡμῖν προσεγγίσασι στῆναι κελεύσας, ἐντός τε τῆς τοῦ βασιλέως σκηνῆς ἐγεγόνει, καὶ μικρὸν ἀναμείνας χρόνον, ἔξεισί τε, καὶ μηδὲν πρὸς ἡμᾶς εἰρηκὼς, ἀθρόον τὴν πύλην ἀναπετάννυσιν ἵν' εὐθὺς καταπλήξῃ τῷ ἀπροσδοκήτῳ τῆς θέας. Ἦν γὰρ δὴ πάντα τυραννικὰ τῷ ὄντι καὶ φρίκης μεστά· τὰ μὲν οὖν πρῶτα κατάκροτοι τὰ ὦτα τοῖς τοῦ πλήθους ἀλαλαγμοῖς ἐγεγόνειμεν, αἱ δὲ φωναὶ οὐχ ὁμοῦ ξύμπασαι, ἀλλ' ἡ πρώτη τάξις πληροῦσα τὴν εὐφημίαν τῇ ἐφεξῆς ἐδίδου τὸ σύνθημα, κἀκείνη τῇ μετ' ἐκείνην, καὶ ἦν τοῦτο καινὸν ἀσύμφωνον· εἶτα δὴ ἐπειδὴ ὁ τελευταῖος κύκλος ἠλάλαξεν, αὖθις ὁμοῦ ξύμπαντες συμπεφωνηκότες μικροῦ δεῖν ἡμᾶς κατεβρόντησαν.
7.24 Ὡς γοῦν ἐπαύσαντό ποτε, σχολὴν ἡμῖν ἔδοσαν τὰ ἐντὸς τῆς σκηνῆς θεάσασθαι, οὐδὲ γὰρ εὐθὺς ἀναπετασθείσης τῆς πύλης εἰσεληλύθειμεν, ἀλλ' εἱστήκειμεν πόρρωθεν τὸ τῆς εἰσόδου σύνθημα ἀναμένοντες. Ἦν δ' οὖν τὰ ἐν αὐτῇ τοιάδε· αὐτὸς μὲν ὁ βασιλεὺς ἐπ' ἀμφικεφάλου καθῆστο θρόνου, μετέωρος δὲ ἦν, καὶ χρυσὸς τοῦτον ὑπήλειφε, σκίμπους τε ὑπέκειτο τοῖς ποσὶ, καὶ τὸ σῶμα ἐσθὴς λαμπρὰ καθωράϊζεν· ὑπερανεστήκει τε τὴν κεφαλὴν καὶ τὸ στέρνον προβέβλητο, τήν τε παρειὰν ὁ ἀγὼν κατεφοίνισσε, καὶ τὰ ὄμματα πεπηγότα ἐπὶ συννοίας καὶ πλήρη ἐνθυμημάτων τὴν καρδίαν δεικνύοντα, αὖθις ἀνέφερον, ὥσπερ ἐκ βυθοῦ εἰς γαλήνην προσορμιζόμενα· κύκλοι δὲ περὶ αὐτὸν πλεῖστοι περιειστήκεσαν, ἀλλ' ὁ μὲν ἀγχοῦ καὶ βραχύτερος τοῖς πρώτοις περιειλίττετο· ἄνδρες οὗτοι τῶν τε καλλίστων γενῶν τὰ πρῶτα καὶ τῆς ἡρωϊκῆς οὐδὲν ἀπεοικότες μεγαλειότητος, εἱστήκεσαν δὲ ὑποδείγματα τοῖς μετ' ἐκείνους, τῆς κρείττονος γενόμενοι τάξεως· τούτους δὲ χορὸς περιεκύκλου ἕτερος, ὑπασπισταὶ τούτων καὶ πρωταγωνισταὶ, ἔνιοι δὲ καὶ τοὺς ἐφεξῆς ἀνεπλήρουν λόχους, οἱ δὲ καὶ ἡμιλοχῖταί τινες ἦσαν τῶν πρώτων, καὶ πρὸς τῷ εὐωνύμῳ κέρατι ἕστασαν· τούτους δὲ περιεστεφάνουν οἱ ἄζωνοι καὶ ἐλεύθεροι, μεθ' οὓς αἱ συμμαχικαὶ δυνάμεις ὁπόσαι παρὰ τῶν ἐθνῶν αὐτοῖς παρεγένοντο, Ἰταλοί τε καὶ Ταυροσκύθαι, φοβεροὶ καὶ τοῖς εἴδεσι καὶ τοῖς σχήμασιν, ἄμφω μὲν γλαυκιῶντες, ἀλλ' οἱ μὲν τὸ χρῶμα ὑπονοθεύοντες, καὶ κατακενοῦντες τοὺς τῶν βλεφάρων ταρσοὺς, οἱ δὲ φυλάττοντες γνήσιον, οἱ μὲν ἔμπληκτοι ταῖς ὁρμαῖς, εὐκίνητοί τε καὶ ὁρμητίαι, οἱ δὲ μανικοὶ καὶ ἐπίχολοι, κἀκεῖνοι μὲν ἀν υπόστατοι τὴν πρώτην ἔφοδον ὁρμῆς, ταχὺ δὲ τοῦ ὀξέος πιμπλάμενοι, οἱ δὲ ἧττον μὲν ἐφορμῶντες, ἀφειδεῖς δὲ τῶν αἱμάτων, καὶ τῶν κρεϋλλίων καταφρονοῦντες. Οὗτοι γὰρ οὖν τὸν κύκλον τῆς ἀσπίδος ἐπλήρουν, ἐπιμήκη τε δόρατα φέροντες καὶ ἀξίνας ἑτεροστόμους· ἀλλ' ἐκείνας μὲν τοῖς ὤμοις ὑπήρειδον, τοὺς δὲ τῶν δοράτων ἑκατέρωθεν ἐπεκτείνοντες στύρακας, τὸ μεταίχμιον, ἵν' οὕτως εἴπω, περιωρόφουν.
7.25 Καὶ οὗτοι μὲν οὕτως· ἡμῖν δὲ τῆς εἰσόδου τὸ σύνθημα ὁ βασιλεὺς ἐδεδώκει, τῇ χειρὶ καλέσας καὶ βραχύ τι τὴν κεφαλὴν ἐπινεύσας ὅσον ἡμᾶς παρεγκλῖναι εἰς τὰ εὐώνυμα· τὸ τοίνυν μέσον τοῦ τε πρώτου καὶ δευτέρου κύκλου διαβαδίσαντες, ἐπειδὴ πλησιέστατα τοῦ βασιλεύοντος ἐγεγόνειμεν, περὶ ὧν φθάσας ἠρωτήκει αὖθις ἐπύθετο· καὶ ἐπειδὴ ἱκανῶς εἶχε τῶν ἀποκρίσεων· «Ἀλλ' εἷς ἐξ ὑμῶν, γεγωνοτέρᾳ ἔφησε τῇ φωνῇ, ἐπαναστρέψας καὶ ἐπὶ μέσον τουτωνὶ στὰς (δείξας τοὺς ἑκατέρωθεν ἑστηκότας), τό τε γράμμα τοῦ ἀπεσταλκότος ὑμᾶς ἐγχειρισάτω μοι καὶ τοὺς λόγους εἰπάτω οὓς παρ' ἐκείνου λαβόντες ἀφίκεσθε ὡς ἡμᾶς.»
7.26 Ἕκαστος οὖν ἡμῶν ὑπεχώρει θατέρῳ τῆς διαλέξεως καὶ πρὸς ἀλλήλους περὶ τούτου διεκρινόμεθα. Ἐπεὶ δέ με κατεβιάσαντο ἄμφω, ἐμοὶ τὴν παρρησίαν τῶν λόγων εἰρηκότες ἁρμόζειν, ὅτι κατ' ἄμφω φιλοσοφοίην, ἐπαγγειλάμενοί τε ἐπικουρήσειν εἴ πή μοι ὁ λόγος περιτραπείη, πηδήσασαν εὐθὺς τὴν καρδίαν καταστήσας ἠρέμα, εἰς μέσους τε γίγνομαι, καὶ ἐμαυτὸν συστείλας, εἶτα δὴ τὸ γράμμα ἐπιδοὺς καὶ τὸ σύνθημα τοῦ λέγειν λαβὼν, τῆς διαλέξεως ἄρχομαι. Εἰ μὲν οὖν μὴ ὁ τηνικαῦτα θόρυβος ἐξ έπληξέ με διαλεγόμενον καὶ πολλάκις ἀπέκοψε τὴν φωνὴν, κἀντεῦθεν ἐπιλήσμονα τῆς μακρᾶς ἐκείνης δημηγορίας ἐποιήσατο, τάχα ἂν αὐτὰς ἀπεμνημόνευσα τὰς φωνὰς, συλλέγων τε καὶ συνείρων εἴ τι κατὰ περιόδους εἰρήκειν, ἢ πνεύμασιν ἀπεμήκυνα τὰ νοήματα· ἔλαθον γὰρ αὐτοὺς ἰδιω τικῶς φθεγγόμενος ὁμοῦ καὶ σοφῶς· ζηλώσας γὰρ ἐκεῖσε τὴν Λυσιακὴν τῶν ὀνομάτων κοινότητα, τὴν συνήθη λέξιν καὶ ἀφελῆ τεχνικωτάτοις νοήμασιν κατεκόσμησα· ἐπιμνησθήσομαι γοῦν τῶν κεφαλαίων τοῦ διαλόγου ὁπόσον μὴ ἐπιλέλησμαι.
7.27 Ἐδείνωσα γοῦν εὐθὺς τὸ προοίμιον, οὐκ ἀσοφῶς εἰρηκὼς, ἀλλὰ τεχνικῶς· οὐδὲν γὰρ αὐτοὺς τὴν πρώτην αἰτιασάμενος, ἀπὸ τοῦ καίσαρος ἠρξάμην, καὶ τῆς κοινῆς εὐφημίας, καὶ χάριτας αὐτοῖς ἄλλας κατέλεξα καὶ τιμὰς μείζονας παρὰ τοῦ κρατοῦντος κεχαρισμένας· οἱ μὲν οὖν περιεστηκότες ἡμᾶς ἡσύχασαν, καὶ τό τε προοίμιον εὐμενῶς ὑπεδέξαντο, τὸ δὲ κατόπιν πλῆθος ἐπεβόησαν ἅπαντες ὡς οὐ βούλοιντ' ἂν ἄλλως τὸν προεστηκότα ἰδεῖν ἢ ἐν βασιλείῳ τῷ σχήματι· οὐ τοῦτο ἴσως οἱ πλείους βουλόμενοι, ἀλλ' ἦσαν θῶπες αὐτῶν οἱ λόγοι καὶ μεθαρμοσθέντες πρὸς τὸν καιρόν· κατῄδησαν γοῦν καὶ τὰς ἠρεμούσας μερίδας, καὶ συμφωνεῖν ἐκείνοις ἠνάγκασαν, ὁ [δὲ] βασιλεὺς δεδιὼς ἴσως μὴ ἄλλο τι φανείη παρὰ τὸ πλῆθος βουλόμενος, τὰς αὐτὰς ἠφίει φωνάς.
7.28 Ἐγὼ δὲ μηδέν τι παρατραπεὶς, ἤδη γὰρ ἐμαυτὸν τοῖς σταθηροτέροις λογισμοῖς ἥδρασα, καὶ ὁποῖος τὸ ἦθος μὴ ἀποδειλιῶν ἅπαξ τοῖς ἀγῶσιν ἐγκαταστὰς, τὴν φωνὴν ἐγκόψας ἡσυχάζων εἱστήκειν, ἀναμένων ὁπότε τὸ πλῆθος ἐφησυχάσειεν. Ἐπεὶ δὲ πλεῖστα κεκραγότες ἠρέμησαν, αὖθις τὰς αὐτὰς φωνὰς ἐπαναλαβὼν τοὺς ἀγωνιστικωτέρους τῶν λόγων ἠρέμα ἠρξάμην παραγυμνοῦν, οὔπω ἐκείνων καταμεμφόμενος· κλίμακος γοῦν ἐμεμνήμην καὶ ἀναβάσεως, καὶ τὸν ὑπερβάθμιον πόδα κατῃτιώμην, ἐπῄνουν τε τὸ κατὰ λόγον ἐπὶ τὴν βασίλειον ἀρχὴν προχωρεῖν, καὶ ὡς τοιοῦτον ἡ τάξις· πρᾶξις, εἶτα δὴ θεωρία, καὶ ὁ πρακτικὸς πρότερον, εἶθ' ὁ θεωρητικὸς, καὶ τῶν βασιλευσάντων οἱ πλείους τε καὶ καλλίους ἐκ τῆς τοῦ καίσαρος τάξεως εἰς τὴν βασιλείαν ἀνήχθησαν.
7.29 Ὡς δέ μοι ἔνιοι πρὸς τὸν λόγον ἀπήντησαν, ὡς ἰδιωτικὴ ἡ ἀνάβασις αὕτη, οὗτος δὲ ἤδη βασιλεύειν εἰλήχει· «Ἀλλ' οὔπω βεβασίλευκε, ἀπεκρινάμην εὐθὺς, εἰ δὲ μὴ πάνυ φορτικοὶ τὰς ἀντιθέσεις ἐστὲ, οὐδ' ἐπαινούμενον ὄνομα τῷ καθ' ὑμᾶς προσήρμοσται σχήματι·» ἐδεδίειν γὰρ ὀνομαστὶ εἰρηκέναι τὴν τυραννίδα· εἶτα δὴ ὑπολαβών· Ἀποβαλεῖς δὲ, εἰρήκειν, καὶ τὴν προσηγορίαν, καὶ βασιλεύσεις ἐπὶ κρείττονι σχήματι.» Ἐπεὶ δὲ καὶ τὴν ἐπαγγελθεῖσαν υἱοθεσίαν παρὰ τοῦ κρατοῦντος ἐπήνεγκα· «Ἀλλὰ πῶς, ἔφασαν, βασιλέως υἱὸς τοῦ κράτους ἀποστερήσεται; – Ναὶ, φημὶ, οὕτω γάρ τε οἱ κρείττους τῶν βασιλέων καὶ περὶ τοὺς γνησίους τῶν παίδων πεπράχασι.» Καὶ αὐτίκα ἐμε μνήμην Κωνσταντίνου τοῦ θείου καί τινων ἑτέρων αὐτοκρατόρων καίσαρας τὴν πρώτην τοὺς υἱοὺς τετιμηκότων, εἶτα δὴ εἰς τὴν βασίλειον ἀναγαγόντων περιωπὴν, καὶ τὸν λόγον οὕτω συναγαγὼν ἐνθυμηματικώτερον ἐποιούμην τὴν σύγκρισιν· «Κἀκεῖνοι μὲν τοὺς ἐκ τῶν σπλάγχνων οὕτως διέθεσαν, οὗτος δὲ εἰσποίητος·» καὶ τὸ ἐπώνυμον τῷ λόγῳ ἀφεὶς ἀπεκρέμασα τὴν περίοδον.
7.30 Οἱ δ' ἐγνώκεισαν, καὶ πολλὰς αἰτίας τῆς συγκινήσεως, οὕτω γὰρ εὐφήμως εἰρήκασι, διηρίθμησαν· κἀγὼ μὴ εὐθὺς πρὸς τοὺς λόγους ἐνστὰς, ἀλλ' οἷον συντιθέμενος ἐκείνοις καὶ ἐπαυξάνων τούτοις τὰς συμφοράς· «Οἶδα γὰρ ταῦτα, εἰρήκειν, καὶ πολλάκις ἐπὶ τούτοις διεσπάραγμαι τὴν καρδίαν, καὶ δικαία, ἔφησα, ὑμῖν ἡ ὀργὴ καὶ τὸ ἀθυμεῖν ἐφ' οἷς ἐπεπόνθειτε.» Οὕτω γοῦν αὐτοῖς διομαλίσας τὰς γνώμας, εὐθὺς πλαγίως ἐπέσεισα, δεινὰ μὲν ἐκεῖνα φήσας, οὐ μὴν ἀποχρῶντα πρὸς τυραννίδα, ἀλλ' οὐδ' ἄλλο τι τῶν πάντων ἀπολογίαν ἔχει πρὸς τοῦτο· «Εἰ δὲ βασιλεύων αὐτὸς, προσεθέμην πρὸς τὸν κρατοῦντα μεταβιβάσας τὸν λόγον, ἐπιχολώτατος γένοιο, κἂν ἢν βουληθῶμεν τὸν πρῶτον εἶναι τοῦτον τῆς συγκλητικῆς ἢ στρατιωτικῆς τάξεως, εἶτα δὴ ἐκεῖνος συνωμότας προσειληφὼς καὶ τῆς κακονοίας συλλήπτορας, ἐπιβουλήν τινα κατὰ τοῦ σοῦ κράτους δραματουργήσειεν, ἀντιτιθεὶς ὁπόσα πεπόνθει καὶ ὅπως ἠτίμαστο, ἆρα ἂν αὐτάρκης πρὸς τὴν ἐπιβουλὴν ἡ ἀντίθεσις δόξῃ σοι;» Ὡς δὲ ἀπέφησεν· «Σὺ δὲ, ἔφην, οὐδὲ ἠτίμασο, εἰ μὴ ὅσον ἀποτετυχήκοις ὧν προβεβούλησαι· ἃ δὲ φὴς δεινὰ πεπονθέναι ἑτέρους ἔχει τοὺς αἰτίους, ἀλλ' οὐ τὸν νῦν βασιλεύοντα.» Ἐπεὶ δὲ ἐπεστόμιστο, ἐδίδου γὰρ οὐ το σοῦτον τῷ πιθανῶς λέγειν, ἀλλὰ τῶν ἀληθεστέρων λόγων ἀκούειν· «Μετάλλαξαι οὖν, προσεθέμην, τὸ σχῆμα, καὶ γενοῦ τῆς κρείττονος γνώμης, καὶ γηροκόμησον τὸν πατέρα, ἵνα ἐννόμως τοῦ σκήπτρου κληρονομήσῃς.»
7.31 Ἐπεὶ δὲ ἐπεπείκειν λέγων, πολλὰ δὲ προσειρήκειν ἕτερα, αἴρεται κατόπιν φωνὴ, ἣν οὐδέπω τῶν ὤτων ἀπεσεισάμην· ἡ δὲ φωνὴ συμμιγὴς, ἄλλων ἄλλο τι προστριβόντων ἐμοὶ, οἱ μὲν ρητορείαν ἀνίκητον, οἱ δὲ λόγου δύναμιν, οἱ δὲ ἐνθυμημάτων ἰσχύν· κἀγὼ μὲν πρὸς οὐδένα τούτων τοῖς λόγοις ἀπήντησα· ὁ δέ γε βασιλεὺς τῇ χειρὶ τούτους κατασιγάσας· «Ἀλλ' οὐδέν τι ὁ ἀνὴρ, ἔφησεν, εἰρήκει, οὔτε οἷον γοητείαν ἐμφαῖνον, οὔτε κατεπᾷδον ἡμῶν· ἑπόμενος δὲ τοῖς πράγμασιν, ἀφελεῖ ταῦτα φωνῇ διηγήσατο· οὐ χρὴ οὖν τὸν σύλλογον θορυβεῖν, οὐδὲ συγχεῖν τὸν διάλογον.» Ὁ μὲν οὕτως, τῶν δὲ περὶ αὐτὸν ἔνιοι διασεῖσαί μοι βουλόμενοι τὴν ψυχήν· «Ἀλλ' ὦ βασιλεῦ, ἔφα σαν, σὺ δὲ ἀπολούμενον αὐτίκα σῶσον τὸν ρήτορα, ἐσπάσαντο γὰρ οἱ πλείους ἐπ' αὐτὸν τὸ ξίφος καὶ ἐξιόντα διασπαράξουσιν.» Ἐμειδίασα τοῦτον ἀκούσας τὸν λόγον, καὶ· «Εἰ βασιλείαν, ἔφην, διακομίσας ὑμῖν, δυναστείαν τε ὁπόσην παραλαβόντες ἐσχήκατε, ἀντὶ τουτωνὶ τῶν εὐαγγε λίων ταῖς ὑμετέραις χερσὶ σπαραχθήσομαι, ἆρ' οὐ βεβαιοῦτε τὴν τυραννίδα καὶ κατήγοροι ἑαυτῶν γίνεσθε; ἀλλὰ σὺ μὲν εἴρηκας ὡς ἐπισχήσων μου τὴν φωνὴν, ἢ καταναγκάσων μεταθεῖναι τὰς γνώμας, ἐγὼ δὲ οὐδὲν ἀλλοιότερον ἢ ἐνθυ μηθήσομαι ἢ φθέγξομαι.»
7.32 Ἐπὶ τούτοις ὁ βασιλεὺς τοῦ θρόνου ἐξαναστὰς καὶ πολλοῖς με τετιμηκὼς ἐγκωμίοις, διαλύει τὸν σύλλογον, καὶ τοῖς καταλόγοις ἐντειλάμενος προϊέναι, οὕτω δὴ μόνους παραλαβών· «Τί δὲ, ἔφη, ἀλλὰ ὑμεῖς οἴεσθε ὅτι δὴ μοὶ βουλομένῳ τοῦτο δὴ τὸ σχῆμα προστέθειται, ἢ ἀποδρᾶ ναι ἐξὸν, ἀνεβαλόμην ἂν τὴν φυγήν; ἀλλά με καὶ τὴν πρώτην πρὸς τοῦτο πεπείκασι, καὶ νῦν περικυκλώσαντες ἔχουσιν· εἰ δέ τινας ἀπορρήτους μοι γνώμας πρὸς τὸν βασιλέα διακο μίσαι διόμνυσθε, ἐξαγγελῶ ὑμῖν αὐτίκα τὰ τῆς ἐμῆς ψυχῆς κρύφια.» Ἡμῶν δὲ ἐπομοσάντων ἐν ἀπορρήτοις τὰς ἀπορρήτους γνώμας φυλάξαι, ἐπήνεγκεν· «Οὐ ζητῶ νῦν τὸ βασίλειον κράτος, ἀρκεῖ μοι τὸ σχῆμα τοῦ καίσαρος· δευτέρας οὖν μοι ὁ βασιλεύων ἐπιστειλάτω ἐπιστολὰς, ὡς οὔτε ἑτέρῳ παραχωρήσει τοῦ κράτους ἐντεῦθεν ἀπιὼν, οὔτ' ἀφε λεῖταί τινα τῶν συστρατευσαμένων ἐμοὶ ὧν ἑκάστῳ πεφιλο τίμημαι· κοινωνήσει δέ μοι καί τινος ἐξουσίας βασιλικῆς, ἵν' ἔχω, ἂν βούλωμαι, [τοὺς μὲν] τοῖς ἐλάττοσι τῶν πολιτικῶν ἀξιωμάτων τιμᾶν, τοὺς δὲ καὶ εἰς ἀρχὰς ἀνάγειν στρατηγίας, ταῦτα δὲ οὐκ ἐμοῦ χάριν, ἀλλὰ τῶν πλειόνων αἰτῶ· ἢν δέ μοι ταῦτα κατεπαγγέλλεται, ἀφίξομαί τε αὐτίκα καὶ τῷ βασιλεῖ καὶ πατρὶ τὴν εἰωθυῖαν ἀποδώσω τιμήν· ἀλλ' ἐπειδὴ τοῖς πλήθεσιν οὐ βουλομένοις ἐστὶ ταῦτα δὴ τὰ ὁμολογήματα, διττὰς ὑμῖν ἐπιδώσω ἐπιστολὰς, καὶ τὴν μὲν ἐκείνοις καταχαριοῦμαι καὶ δώσω ὑπαναγνῶναι, ἡ δὲ ἑτέρα ἀπόρρητος ἐγκατατεθήσεται ταῖς ὑμετέραις ψυχαῖς· δότε δὲ καὶ χάριν ἑτέραν τῷ πλήθει· μεταστήσατε τῶν διοικήσεων τὸν βραχὺν ἐκεῖνον τὴν ἡλικίαν, πρότερόν τε γὰρ δυσμενέστατος ἡμῖν ὦπται καὶ νῦν ὑποπτεύεται· τήμερον οὖν ὁμέστιοι γεγονότες ἐμοὶ, τὴν αὔριον ἐντεῦθεν ἀπάραντες τὰ ἐντεταλμένα μοι ἀπορρήτως διακομίσατε.»
7.33 Οὕτω τοιγαροῦν τῆς αὐτῆς τραπέζης αὐτῷ κοινωνήσαντες, καὶ ἀγάμενοι ἔτι τῶν κρατίστων ἠθῶν, ἤδη γὰρ καὶ ὁ ἀνὴρ τοῦ τυραννικοῦ καταβὰς συνηθέστερος ἡμῖν ἐγεγόνει, καὶ κατὰ τὸ περίορθρον αὐτῷ συνταξάμενοι, καὶ τὴν ἑτέραν ἐπιστολὴν εἰληφότες κρυφίως, ταῖς αὐταῖς αὖθις δορυφορούμενοι τάξεσιν ἐπὶ τὴν θάλασσαν ἀπενεύσαμεν, καὶ λειοκυμονοῦσαν αὐτὴν εὑρηκότες, λύσαντες τὰ ἀπογεία πρὸς τὸ Βυζάντιον κατεπλέομεν· καὶ παρανατει λάσης ἡμέρας ἐπὶ τοῦ τῶν ἀνακτόρων λιμένος γεγόναμεν, καὶ τῷ βασιλεῖ τήν τε σκηνὴν ξύμπασαν καὶ τὰς ἀπορρήτους γνώμας διηγησάμεθα, ἐπιδόντες αὐτῷ καὶ τὰς ἐπιστολὰς ἑκατέρας. Ὁ δὲ καὶ ταύτας πολλάκις ἐπαναγνοὺς καὶ ἡμῖν παλιλλογῆσαι τὰ ἐντεταλμένα προτρέψας· «Ἀλλὰ ποιητέον, φησὶ, ξύμπαντα, καὶ μηδενὸς ἐκεῖνος ἀτυχησάτω ὧν βούλεται, ἀλλὰ καὶ στεφανηφορείτω λαμπρότερον, στέμματι ἀλλ' οὐ στεφάνῃ τὴν κεφαλὴν ἀναδούμενος, εἰ καὶ μὴ τοιοῦτον τὸ σχῆμα τοῦ καίσαρος· παραδυναστευέτω τῷ κράτει καὶ παραδιοικείτω τὰς ἀρχαιρεσίας, ἰδία τε αὐτῷ ἀποτετάχθω σκηνὴ βασίλειος, καὶ δορυφορία παρακεχωρήσθω λαμπρά· τῶν τε συνδιηγωνισμένων ἐκείνῳ τὴν τυραννίδα ἕκαστος ὡς ἐκ βασιλέως εἰληφὼς ἅπερ παρ' ἐκείνου ἔχει λαβὼν ἀδεῶς τούτοις κεχρήσθω, εἴ τε χρήματα εἶεν, εἴ τε κτήματα, εἴ τ' ἀξιωμάτων λαμπρότητες· ἐπισφραγιοῦμαι δὲ τὰ ὑπεσχη μένα καὶ χειρὶ καὶ γλώττῃ καὶ πράγματι, τὰ μὲν ἐν γράμμασι τιθεὶς, τὰ δὲ ταῦτα ἐπιβεβαιούμενος, τῇ δὲ γλώττῃ ἀρρήτους ὅρκους ὀμνὺς, ὡς οὐδὲν ἂν τούτων παραβαίην ποτέ. Ὥσπερ δὴ ἐκεῖνος πρός με ἀπορρήτους ὑμῖν λόγους ἐπίστευσεν, οὕτω δὴ κἀγὼ ἀπορρητότερα πρὸς ἐκεῖνον ὑμῖν ἀντιτίθεμαι· τοιγαροῦν διόμνυσθε πρὸς αὐτὸν, ὅτι οὐ πολλῶν παρεληλυθυιῶν ἡμερῶν τοῦ βασιλείου κράτους κοινωνὸν τοῦτον ποιήσομαι, προφάσεις ἀναγκαίας πεποιημένος τῆς εἰς τοῦτο ἀναγωγῆς· εἰ δὲ νῦν τὸν καιρὸν ὑπερτίθεμαι, συγγνώμην ἐχέτω μοι· δέδοικα γὰρ τό τε δημοτικὸν πλῆθος καὶ τὴν συγκλητικὴν τάξιν, καὶ οὐ πάνυ τι πιστεύω ὅτι κοινωνήσαιεν τοῦ βουλεύματος· ἵν' οὖν μὴ κινήσω πράγματα ἐπ' ἐμὲ, παραιτοῦμαι νῦν τὴν πρᾶξιν ἐν καλῷ ταύτην γενησομένην· καὶ τἄλλα μὲν ἐν τῷ πρὸς ἐκεῖνον διακριβώ σατε γράμματι, τοῦτο δέ μοι μόνον ἐν τῇ καρδίᾳ φυλάξατε, καὶ τὴν ταχίστην πρὸς ἐκεῖνον παλινοστήσατε, μηδεμίαν ἀναβολὴν τῷ χρόνῳ ποιούμενοι.»
7.34 Ἡμέραν γοῦν μίαν διαλιπόντες κοινῇ πρὸς τὸν καίσαρα ἀνεπλεύσαμεν, καὶ ἐγχειρισάντων αὐτῷ τὴν ἐπιστολὴν, οὐκ ἐν τῷ αὐτῷ σχήματι προκαθημένῳ ᾧ πρότε ρον ἑωράκειμεν, ἀλλ' ἐν ὑφειμένῳ τε καὶ ἐλάττονι, ἐπειδὴ λαβὼν εἰς ἐπήκοον πάντων ἀναγνωσθῆναι προστέταχε, κεχαρισμένος ἅπασιν ἔδοξεν, ὅτι μᾶλλον ἑαυτοῦ τῶν συμ φροντισάντων αὐτῷ τοῦ κράτους προὐνοήσατο. Ἀποστατέον γοῦν αὐτῷ καὶ πᾶσιν ἔδοξεν εἶναι τῶν τυραννικῶν πράξεων. Ἐπεὶ δὲ καὶ τὸ ἀπόρρητον ἐκείνῳ μόνῳ συγγεγονότες προσηγγείλαμεν, ὁ δὲ αὐτίκα ἔνθους τε ἐγεγόνει καὶ ταῖς τάξεσιν εὐθὺς ἐπέστειλε, νῦν μὲν ἐπ' οἴκου ἀναχωρεῖν, προσιέναι δὲ οἷ ὁπότ' ἂν αὐτῷ ἐν καλῷ σταίη τὰ πράγματα. Ἐπεὶ δὲ ἀπωσθῆναι ἐμεμαθήκει τῶν διοικήσεων τὸν [τὰς] βασιλείους φροντίδας μετακεχειρισμένον, ἐπὶ μᾶλλόν τε ἡμῖν ἐπίστευε λέγουσι καὶ τῷ κρατοῦντι ἁπλουστάτην καὶ καθαρωτάτην ἐπεμαρτύρει ψυχήν· ἐπιτελῆ δὲ τὴν ταχίστην πάντα γενέσθαι βουλόμενος, ἡμῖν μὲν αὔριον ἀπιέναι προστέταχε καὶ ἀπαγγέλλειν τῷ βασιλεῖ ὡς ἀνυπόπτως αὐτῷ ἀφικνοῖτο, αὐτὸς δὲ ἐς τρίτην παρεσκευάζετο σὺν ὀλίγῃ δορυφορίᾳ ἐκεῖθέν τε ἀπᾶραι καὶ πρὸς τὴν κατ' ἀντικρὺ τῶν βασιλείων θάλατταν ἀπιέναι· τοσοῦτον δὲ αὐτῷ τὸ περιὸν τῆς πρὸς βασιλέα πίστεως, ὅτι μηδὲ βουλομένῳ αὐτῷ ἦν πολυτελεστάτην γενέσθαι τὴν πρὸς τὸ Βυζάντιον εἴσοδον, ἀλλ' ἡμᾶς αὖθις ἐπέστελλε πρὸς αὐτὸν ἐξιέναι καὶ ἐν μέσοις διειληφότας πρὸς τὸν κρατοῦντα δορυφορήσειν. Ἡμῖν μὲν οὖν πεπρεσβευκόσι τὸ δεύτερον ταῦτα κατώρ θωτο, καὶ ἡδονῇ ἀρρήτῳ ἐχρώμεθα ὅτι συνεισφοράν τινα τῇ πατρίδι λόγου τε καὶ φρονήσεως πεποιήκαμεν, καὶ παρ εσκευάσμεθα ἀπιέναι τὴν αὔριον.
7.35 Οὔπω δὲ ὀψίας καταλαβούσης, δρομαῖοί τινες ἀπὸ τοῦ στρατοπέδου τὴν βασίλειον περικυκλοῦσι σκηνὴν, εὐαγγέλια τῷ καίσαρι δῆθεν κομίζοντες ὅτι ἀπωσθείη τοῦ κράτους ὁ βασιλεὺς, ἐπιβουλευσαμένων αὐτῷ τῆς συγκλητι κῆς τάξεως ἐνίων καὶ καταναγκασάντων τό τε σχῆμα μεταβαλεῖν καὶ φυγῇ πρὸς τὸν τῆς θείας Σοφίας νεὼν χρήσασθαι· οὗτος δὲ ὁ λόγος οὔτε τὸν καίσαρα ἐπὶ μέγα ᾖρεν, οὔθ' ἡμᾶς εὐθέως διεθορύβησεν, ἀλλὰ πλάσμα τὸ πᾶν οἰη θέντες ἐφ' ἑαυτῶν αὖθις ἐγεγόνειμεν.
7.36 Οὔπω δὲ τῶν πρώτων πεπαυμένων εὐαγγελίων, δεύτερα προσκεκόμιστο, καὶ αὖθις ἄλλοι ἐπ' ἄλλοις προσεφοίτων τὴν φήμην ἐπαληθεύοντες· διεσείσθημεν οὖν ἐπὶ τούτων τὰς γνώμας, καὶ εἰς ταὐτὸ συνεληλυθότες, ἀλλήλων διεπυνθανόμεθα ὅ γε ἐπαληθεύει ταῦτα· καὶ ὁ τήν γε πρώτην ἔχων σκηνὴν ἀληθῆ τὴν φήμην ἐδίδασκεν· ἥκειν γὰρ ἔφησε νῦν ἐκ τῆς Πόλεως τῶν αὑτοῦ θεραπόντων τινὰ, ἀκριβέστατόν τε καὶ σπουδαιότατον, ὃς δὴ πάντα σαφῶς αὐτῷ ἀπαγγείλαι, ὅτι περ στασιώδεις ἄνδρες καὶ ταραχώδεις, οὓς δὴ καὶ αὐτοὶ ἴσμεν τῇ συγκλητικῇ παρεν τετριμμένους βουλῇ, οὗτοι γοῦν, φησὶ, κυκεῶνα τὴν Πόλιν πεποιηκότες καὶ πάντα συνταράξαντες πράγματα, καὶ τοῖς ἠρεμεῖν ἐθέλουσιν ἐμπρησμοὺς ἐπαπειλησάμενοι καὶ κινδύ νους ἄλλους, ἐντὸς τοῦ θείου περιβόλου τῆς θείας Σοφίας παρεισφθαρέντες καὶ κατὰ τῶν ἀδύτων τολμήσαντες, εἶτα δὴ τὸν πατριάρχην ρᾷστα καταβιβάσαντες κορυφαῖον τοῦ χοροῦ πεποιήκασιν, ὀλολύξαντές τε ἐπὶ μέγα, τῷ μὲν βασιλεῖ ἐπηράσαντο καὶ πᾶσαν δύσφημον ἐπ' ἐκεῖνον ἀφῆκαν φωνὴν, τὸν δὲ Ἰσαάκιον ἐπευφήμησαν ὡς μόνον τῷ κράτει ἐπιδοξότατον. Τοῦτο γοῦν καὶ μόνον ἔφησεν εἰδέναι ὁ νῦν αὐτῷ ἀφιγμένος, εἴ τι δὲ πλέον ἐγεγόνει αὐτίκα δὴ μαθη σόμεθα.
7.37 Ἔδοξε γοῦν ἡμῖν ἐπὶ τούτοις τῇ σκηνῇ προσιέναι τοῦ καίσαρος ἵνα τι καινότερον ἐκεῖθεν διδαχθείημεν· κοινῇ οὖν ἐκείνῳ συμπαραγενόμενοι, ὑπαγορεύοντα τὴν πρὸς βασιλέα ἐπιστολὴν κατελάβομεν· ἐχρῆτο δὲ καὶ πρὸς ἡμᾶς τοῖς ὁμοίοις λόγοις οἷς δὴ καὶ πρότερον· μετήνεγκε γὰρ αὐτὸν τῶν λεγομένων οὐδέν. Ὡς δὲ ὑπαίθριος σὺν ἡμῖν ἐγεγόνει, οὔπω δύντος ἡλίου, ἧκέ τις πνευστιῶν πόρρωθεν, καὶ ἐπειδὴ ἄγχιστα ἡμῖν ἐγεγόνει, ἐξεπίτηδες, οἶμαι, καταπεσὼν τὴν φωνὴν ἐξεκόπη, εἶτα δὴ τὸ φρονοῦν συλλέγειν ὑποκρινάμενος, τόν τε μετασχηματισμὸν τοῦ κρατοῦντος ἀπήγγειλε, καὶ τὴν ἑτοιμασίαν τῆς Πόλεως, καὶ ὡς ἤδη καὶ βασίλειος ὁλκὰς αὐτῷ παρεσκευάσται, καὶ οἱ δᾳδουχήσοντες ἕτοιμοι· ἑωρακέναι γοῦν ἔφησε τὰ ἐπηγγελμένα, καὶ αὐτὸν ἰδεῖν τὸν ἕωθεν βασιλεύοντα μετ' ὀλίγον ἰδιωτεύοντα, τριβώνιόν τε ἀμφιασάμενον καὶ μετακεκοσμημένον τῷ λοιπῷ σχήματι. Οὔπω τοῦ λέγειν ἐκεῖνος ἐπέπαυτο, καὶ αὖθις ἄλλος ἀφίκετο, καὶ ἐπὶ τούτῳ ἕτερος, τὰς αὐτὰς πάντες ἀφιέντες φωνάς· εἶτά τις τῶν συνετωτέρων καὶ λογιωτέρων παραγενόμενος πᾶσαν ἡμῖν ἐκτραγῳδεῖ τὴν σκηνήν· τούτῳ γοῦν καὶ μόνῳ πιστεύσας ὁ αὐτοκράτωρ, ἡμῖν μὲν ἐπὶ τῶν σκηνῶν ἡσυχάζειν παρακελεύεται, αὐτὸς δὲ τῆς βασιλείας ἀπάρχεται.
7.38 Ὅπως μὲν οὖν οἱ συμπρέσβεις ἐκείνην δὴ τὴν νύκτα διεληλύθεισαν οὐκ ἔχω λέγειν, ἐμοὶ δὲ ἀπειρητέον ἡ ζωὴ ἔδοξεν, καὶ αὐτίκα ᾤμην ὥσπερ ἱερεῖον τυθήσεσθαι· ᾔδειν γὰρ ὅτι μοι πάντες ἐπιμεμήνασι, καὶ οὐκ ἂν φθάνοιμι πάσαις σφαγαῖς καὶ τομαῖς διολλύμενος· ἐδεδίειν δὲ μάλιστα καὶ αὐτὸν δὴ τὸν κρατοῦντα, μή πως τῶν παρ' ἐμοῦ πρὸς αὐτὸν λόγων ἐπιμνησθεὶς, καὶ ὡς ἐπεπείκειν τοῦτον ἰδιωτεῦσαι μικροῦ δεῖν, πᾶσάν μοι ἐπενέγκοι τιμωρίαν καὶ βάσανον· πάντων τοιγαροῦν ἀφυπνωσάντων, μόνος ἐγὼ τοὺς σφαγέας ἀνέμενον, καὶ εἴ πού τινος αἰσθοίμην φωνῆς ἢ ψόφου περὶ τὴν σκηνὴν πέριξ, αὖος εὐθὺς καθειστήκειν, τοῦτον αὐτίκα τὸν ἐμὸν σφαγέα οἰόμενος. Ὡς δ' οὕτω με λαθὸν τὸ πολὺ τῆς νυκτὸς παρελήλυθεν, καὶ βαθὺς ἐγεγόνει ὄρθρος, ἀνέπνευσά τι βραχὺ, τὸ ἐν ἡμέρᾳ διολεῖσθαι ἔλαττόν τι κακὸν ἡγούμενος· βραχὺ δὲ τῆς σκηνῆς προκύψας ἀνακαιόμενά τε πυρὰ ἑώρων καὶ περὶ τὴν βασίλειον αὐλὴν λαμπάδας ἡμμένας, καὶ πάντα θορύβου μεστά· ἐνετέταλτο γὰρ πᾶσι παρασκευάσασθαί τε καὶ πρὸς τὴν Πόλιν μετασκευάζεσθαι· οὔπω δὲ τοῦ φωστῆρος ἐπανατείλαντος, ὁ βασιλεὺς ἀθρόον ἱππασάμενος ἔξεισι· καὶ ἡμεῖς μὲν οὐκ εὐθὺς, κατόπιν δὲ τούτου προῄειμεν.
7.39 Ἐγὼ μὲν οὖν ἐδόκουν, ἐπειδὰν ἀρκοῦν προΐῃ διάστημα, μετακληθῆναί τε αὐτῷ καὶ λόγους δοῦναι τῆς τῶν λόγων πειθοῦς· ὁ δέ με μετὰ πάσας μετακαλεσάμενος προσδοκίας, οὐδενὸς τῶν πάντων ἐπιμνησθεὶς, οὐ προτάσεων, οὐκ ἀντιθέσεων, οὐ λύσεων, οὐ τεχνικῶν ἐφόδων τε καὶ μεθόδων, οὐ πειθοῦς, οὐκ ἀπάτης, ἀπορρήτων τέ μοι λόγων ἀπάρχεται καὶ κοινωνὸν τῶν βασιλείων φροντίδων ποιεῖται, καὶ πυνθάνεταί μου πῶς ἂν ἄριστα βασιλεύσειε, καὶ τί ποιῶν τοῖς μεγίστοις αὐτοκράτορσι διερίσειεν· ἐγὼ δ' ἐπὶ τούτοις θαρρήσας, ἔμπνους τε γίνομαι τὴν ψυχὴν καὶ λόγους αὐτῷ διεξιὼν ἐπὶ τούτῳ μακροὺς λαμπρῶς εὐδοκί μησα· ἠγάσθη γάρ με ἐπὶ πᾶσιν ὁ βασιλεὺς, ὅθεν πολλάκις ἐπυνθάνετό μου καὶ τὰς ἀποκρίσεις ἐπανεκύκλει, οὐκ ἀφ ιστάμενος ἕως ἂν σαφῶς αὐτῷ τὸ ἐζητημένον ἐπαγγελθείη. Εἶτα δὴ καὶ τοὺς συμπρέσβεις περὶ αὑτὸν συλλαβὼν, ὥσπερ τισὶ κοινωνοῖς τῶν γε πρώτων αὐτοῦ βουλευμάτων ἐχρῆτο δὴ καὶ συλλήπτορσιν. Οὕτω δὲ πρὸς ἀλλήλους ἔχουσιν, ἐπάνεισιν ὁ φωστὴρ, καὶ εὐθὺς πάντα ἐν φανερῷ καθειστήκει.
7.40 Ἐκκέχυται γοῦν αὐτῷ ὁ τῆς Πόλεως δῆμος ξύμπας, οἱ μὲν λαμπάδας ἡμμένας προσάγοντες ὡς Θεῷ, οἱ δὲ ἀρώμασι κατευωδιάζοντες, καὶ ἄλλος ἄλλο τι ποιῶν κεχαρισμένον ἐκείνῳ, ξύμπαντες δὲ συμπανηγυρίζοντες καὶ πέριξ ἐπισκιρτῶντες, καὶ ὥσπερ τινὰ Κρείττονος ἐπιφάνειαν τὴν ἐκείνου πρὸς τὴν βασιλίδα ἡγούμενοι εἴσοδον. Ἀλλὰ πῶς ἂν ὑμῖν ἐν βραχεῖ τὸ πολὺ διηγησαίμην τοῦ θαύματος; Ἔγωγ' οὖν καὶ βασιλείοις πομπαῖς πολλαῖς ἐντετυχηκὼς, καὶ πανηγύρεσι θειοτέραις παραγενόμενος, οὔπω τοιαύτην ἐθεασάμην λαμπρότητα· οὐ γὰρ δὴ τὸ δημοτικὸν τοῦτο πλῆθος, οὐδέ γε ἡ συγκλητικὴ τάξις, οὐδ' ὅσον ἐν γεωργίαις καὶ ἐμπορείαις τὴν τελετὴν ἐκείνην ἐπλήρουν, ἀλλὰ καὶ οἱ τὴν κρείττω μετιόντες φιλοσοφίαν καὶ ὅσοι τὰ μετέωρα τῶν ὀρῶν κατειλήφεσαν, ἢ γλύμματα πετρῶν ὑποδύντες, τὰς κοινὰς ἀφῆκαν διατριβὰς, ἢ ὅσοις ἐν αἰθέρι μέσον ἐγεγόνει ὁ βίος, ξύμπαντες, οἱ μὲν τῶν πετρῶν ὑπεκδύντες, οἱ δὲ τῆς αἰθερίου καταβιβασθέντες διαγωγῆς, οἱ δὲ τῶν μετεώρων τὰ ἱππηλάσια ἀλλαξάμενοι, θαύματος ἐπλήρουν τὴν βασίλειον εἴσοδον.
7.41 Ἐκεῖνος δὲ, καὶ γὰρ ἦν ἀγχίνους εἰ καί τις ἄλλος καὶ μὴ τοῖς κενοῖς τούτοις κλεπτόμενος ἢ ἐπαιρόμενος, ὑπώπτευσέ τε αὐτίκα τὴν τῆς τύχης ἀκρότητα, καὶ μήπω τοὺς λογισμοὺς καταστὰς ἀθρόον πρός με ἐπιστραφείς· «Δοκεῖ μοι, φησὶ, ὦ φιλόσοφε, σφαλερὸν εἶναι τοῦτο δὴ τὸ ἄκρον εὐτύχημα, καί μοι οὐκ οἶδα εἰ τὸ πέρας ἀπαντήσεται δεξιόν. –Φιλόσοφον, ἔφησα, τὸ ἐνθύμημα, ἀλλ' οὔτε ἐς ἀεὶ ἐπαρίστερα τὰ τέλη ταῖς δεξιαῖς ἀπαντῶσιν ἀρχαῖς, οὔτε, εἰ οὕτω καθείμαρται, οὐκ ἀναλυτέος ὁ ὅρος· καὶ γὰρ, ὡς ἐγὼ σοφωτέροις βιβλίοις ὡμίλησα καὶ ἱλαστηρίοις εὐχαῖς, εἴ τις τὴν χείρω μεταβάλλει ζωὴν, αὐτίκα δὴ ἀναλύει τὸ εἱμαρτόν· λέγω δὲ ταῦτα ἑλληνικοῖς δόγμασιν ἀποχρώμενος· ἐπεὶ τό γε καθ' ἡμᾶς οὐδέν τι ἡμῖν εἵμαρται, οὐδὲ κατηνάγκασται, ἀλλὰ τὰ τέλη ταῖς προλαβούσαις πράξεσιν ἀνάλογα· εἰ μὲν οὖν τὴν φιλόσοφον γνώμην μεταβαλεῖς, τούτοις δὴ τοῖς λαμπροῖς τὴν σὴν ψυχὴν ἐπαρθεὶς, αὐτίκα σοι ἡ δίκη ἰταμώτερον ἀντιβήσεται· εἰ δ' οὖν, ἀλλ' ἔχε θυμὸν ἀγαθὸν, ὡς οὐ βασκαίνει τὸ θεῖον ἐν οἷς δίδωσιν, ἀλλὰ πολλοῖς καὶ πολλάκις κατ' εὐθεῖαν ἤνεγκε τὴν γραμμὴν τῆς λαμπρότητος· πρῶτον γοῦν ἀπ' ἐμοῦ τῆς ἀρετῆς ἄρξαι, καί μοι μὴ μνησικακήσῃς ὧν πρεσβεύων ἰταμώτερον εἰρήκειν πρὸς σὲ, βασιλέως γὰρ ὑπηρετήκειν βουλήματι, καὶ τὴν εἰς αὐτὸν οὐ προδέδωκα πίστιν· οὐ τοίνυν σοὶ βασκαίνων, ἀλλ' ἐκείνῳ προσκείμενος ἐποιούμην τοὺς λόγους.»
7.42 Ἐπὶ τούτοις ἐκεῖνος δακρύων πλήσας τοὺς ὀφθαλμούς· «Ἀλλὰ μᾶλλον, ἔφη, ἐφίλουν τότε τὴν σὴν γλῶτταν ὑβρίζουσαν, ἢ νῦν εὐφημοῦσάν τε καὶ θωπεύουσαν· ἄρξομαι δὲ, ὡς εἴρηκας, ἀπὸ σοῦ· τὰ πρῶτα γάρ σε τῶν φίλων ποιοῦμαι, καὶ πρόεδρον ἤδη τιμῶ τε καὶ κατονομάζω τῆς συγκλήτου βουλῆς.» Οὕτω δὲ ταῦτα λέγουσιν, ὁ μὲν ἥλιος ἐπὶ μεσημβρίαν εἱστήκει, ὁ δὲ ὑποδεξόμενος ἡμᾶς κόλπος ἐδείκνυτο· ὡς δὲ καὶ ἡ βασίλειος ὁλκὰς κατεφαίνετο, αὐτίκα γοῦν ἄνθεσί τε καταπαττόμενος καὶ φωναῖς εὐφήμοις κατακροτούμενος, ἐμβὰς διαπόντιος ἀπὸ τῆς Προποντίδος εἰς τὰ βασίλεια πεποίητο θρίαμβον, ἐπ' αὐτῆς δὴ τῆς ἑτοιμασίας παρακαθίσας ἡμῖν· καὶ οὕτω δὴ καθαρῶς τοῦ κράτους ἐπείληπτο.
7.43 Βασιλεὺς μὲν οὖν Μιχαὴλ ὁ πρεσβύτης ἐνιαύσιον κύκλον ἐν τῇ βασιλείᾳ πεποιηκὼς, ἐκεῖθέν τε καταβεβήκει, καί τινα βραχὺν ἐπιβιώσας ἐν ἰδιώτου σχήματι χρόνον μετήλλαξε τὴν ζωήν.
7.44τ Περὶ τῆς αὐτοκρατορίας τοῦ Κομνηνοῦ. Παραλαβὼν δὲ τὴν βασιλείαν ὁ Κομνηνὸς, ἀνὴρ ἐν πᾶσι δραστήριος, τῶν ὅλων εὐθὺς γίγνεται καὶ τῶν τῆς βασιλείας πραγμάτων ἐξ αὐτῆς γραμμῆς ἄρχεται· ἑσπέρας γὰρ εἰσεληλυθὼς εἰς τὰ βασίλεια, πρὶν ἢ τὸν ἐκ τῆς μάχης κονιορτὸν ἀποσείσασθαι καὶ στολὴν μεταλλάξαι, καὶ ἐς αὔριον παραγγεῖλαι καθάρσια, καὶ ὥσπερ ἐκ πελάγους καὶ χειμῶνος πολλοῦ ἀγαπητῶς ἅμα καὶ αἰσίως εἰς λιμένας ἀπονηξάμενος, πρὸ τοῦ τὴν θαλαττίαν ἀποπτύσαι ἅλμην καὶ τὸ πνεῦμα συλλέξασθαι, εὐθὺς καὶ τοῖς στρατιωτικοῖς καὶ τοῖς πολιτικοῖς διαιτᾷ πράγμασι, τό τε τῆς ἡμέρας ἔτι ἐλλελοιπὸς καὶ πᾶσαν νύκτα ἐς φροντίδας καταναλώσας.
7.45 Τοῦ [οὖν] στρατιωτικοῦ πλήθους τῇ Πόλει συρρεύσαντος, ὁπόσοι δὴ ἅμα τούτῳ τὸν περὶ ψυχῆς ἀνερρίψαντο κύβον καὶ συγκινδυνεύειν ἐθάρρησαν, δεδιὼς μή τι καὶ παραβολώτερον ἐν τῇ Πόλει τολμήσωσιν, ἢ τῷ δι' ἐκείνου θάρρει τὸ πολιτικὸν θορυβήσωσι πλῆθος, σπουδὴν ἔθετο πρώτην τὰ εἰκότα τε τούτους τιμῆσαι καὶ εἰς τὰς οἰκείας ἀφεῖναι πατρίδας, πρὸς βραχύ τι ἀναπνεύσοντας καὶ αὖθις συλλεγησομένους κατὰ τῶν βαρβάρων τῷ βασιλεῖ συμπολεμήσοντας. Εἴκαστο μὲν οὖν ταῦτα ἐν μηνῶν περιόδοις γενήσεσθαι· ὁ δὲ οὐδ' ὅσον ὑπονοῆσαι διεῖλέ τε αὐτοὺς καὶ ὑπεξεῖλεν, ἑκάστῳ ἀπομνημονεύσας τῶν κατὰ πόλεμον πράξεων, καὶ τοὺς μὲν ἀπὸ τοῦ κατὰ χεῖρα γενναίου, τοὺς δὲ ἀπὸ στρατηγικῆς τιμήσας συντάξεως, τοῖς δ' ἄλλο τι ἐπειπὼν ἀγαθὸν, καὶ πάντας ὁμοῦ τεθεραπευκὼς, καὶ τὰς καταλλήλους ἀντιδόσεις ἐπενεγκών. Εἴκασα τὸ πρᾶγμα ἐγὼ νέφεσι πολλοῖς αἰθερίοις, καὶ ἡλίῳ ἀθροώτερον λάμψαντι καὶ τὴν ἀχλὺν αὐτίκα σκεδάσαντι.
7.46 Ἐπεὶ δὲ ἡ Πόλις τῆς φορτικῆς ἐκείνων διαγωγῆς ἠλευθέρωτο, τεθήπασι τὸν βασιλέα καὶ τὰ κρείττονα ἐμαντεύσαντο· οἷς γὰρ γενήσεσθαι μὴ ἐπίστευον, ὡς γεγενημένοις ἐνέτυχον τούτοις, καὶ ἅπερ οὐκ ἄν τις ἐλπίσειε γενέσθαι ποτὲ προεώρων ὡς συμβησόμενα. Ἤλπιζον δὲ τὰ βελτίω, καὶ τῷ τοῦ ἀνδρὸς ἤθει, ᾧ δὴ ἐκ περιόδου μέν τις ἐντυγχάνων, ὁπηνίκα ἐπὶ βήματος ἐκεῖνος καθῆστο ἢ πράγμασι διαιτήσων, ἢ χρηματιούμενος πρέσβεσιν, ἢ ἐπαπειλήσων βαρβάροις τὰ φρικωδέστατα, ἀποτόμῳ τε καὶ σκληρῷ παρεγίγνετο, καὶ οὐδ' ἂν ᾠήθη ποτὲ πρὸς τὸ μαλακώτερον μεταποιηθήσεσθαι· εἰ δὲ καὶ οἰκουροῦντα τοῦτον ἢ ἀρχαιρεσιάζοντα ἴδοι, δυσὶ παραδόξοις ἐπίστευε πράγμασιν, ὥσπερ ἂν εἴ τις τῆς τοιαύτης ἀκούῃ χορδῆς ἅπαξ ἐνταθείσης, νῦν μὲν ἐναρμόνιον, νῦν δὲ σύντονον ἀναπεμπούσης ἠχώ· ἔμοιγ' οὖν ἀμφοτέρων τῶν καιρῶν συγκεχωρημένων, τῆς τε συντονίας καὶ τῆς ἀνέσεως, διπλοῦς τις ὁ αὐτὸς κατεφαίνετο, καὶ οὔτ' ἂν ᾠήθην χαλασθέντα πλέον ταθήσεσθαι, οὔτε μὴν συντονώτερον ἐνταθέντα ἀνεθήσεσθαι αὖθις καὶ τοῦ ὑψηλοῦ φρονήματος καταβήσεσθαι· τοσοῦτον ἐκεῖ μὲν χαρίεις καὶ ἐνδόσιμος ἦν, ἐνταῦθα δὲ, ἀλλὰ καὶ τὸ πρόσωπον αὐτῷ μεθηρμόζετο καὶ οἱ ὀφθαλμοὶ ἤστραπτον, καὶ ἡ ὀφρὺς, οἷα δή τι νέφος τῷ τῆς ψυχῆς φωστῆρι, ἵν' οὕτως εἴπω, ἐπέκειτο.
7.47 Ἐπεὶ δὲ τὸ βῆμα καθειστήκει καὶ ἡ συγκλητικὴ τάξις διέστησαν ἑκατέρωθεν, οὐδὲν εὐθὺς εἰρηκὼς, ἀλλὰ τὴν Ξενοκράτους ἰδέαν ἀκριβῶς μιμησάμενος καὶ τὴν ψυχὴν οἷον ἀνελίξας εἰς ἐνθυμήσεις, δέος οὔ τι βραχὺ τῷ συγκλητικῷ καταλόγῳ ἐπέσεισεν· οἱ μὲν γὰρ ἐπεπήγεισαν, καὶ ὥσπερ ἀστραπῇ βληθέντες ἐφ' οὗ ἐπλήγησαν εἱστήκεισαν σχήματος, ξηροὶ καὶ ἄνικμοι γεγονότες καὶ τὰς ψυχὰς ὥσπερ ἀποτεθειμένοι, οἱ δὲ, ἄλλος ἄλλο τι ποιῶν ἠρέμα ἐδείκνυτο· ὁ μὲν γὰρ τὼ πόδε ἡσυχῇ συνεβίβαζεν, ὁ δὲ ἐπὶ πλέον ταῖς χερσὶν ἐδέσμει τὸ στῆθος, καὶ ἄλλος πρὸς τοὔ δαφος ἔνευε, καὶ αὖθις ἕτερος, καὶ ἐφεξῆς σύμπαντες φρικώδους ἐμπιπλάμενοι δείματος, τὰ σώματα ταῖς ψυχαῖς ἡσυχῇ καὶ κρύβδην συνέστελλον· ἐπεὶ δέ ποτε ἐκεῖνος τοῖς προκειμένοις ἐπανανεύσειε, βραχύ τι τὸ ἀναπνεῦσαν ἦν, καὶ ἡ ἀλλοίωσις ἀριθμητικοῖς ἐγνωρίζετο λόγοις.
7.48 Καὶ γὰρ ἦν εἴπερ τις ἄλλος βραχυλογώτατος, οὔτε ἀθρόον ἐφιεὶς τῇ γλώττῃ, οὔτε ἐνδεῶς γνωρίζων τὰ τῆς ψυχῆς ἐνθυμήματα, ἀλλ' ὥσπερ οἱ χαρακτηρίζοντες τὸν Λυσίαν, φημὶ δὲ τὸν τοῦ Κεφάλου τὸν ρήτορα, ἄλλην τε αὐτῷ ἀρετὴν λόγου προσμαρτυροῦσιν, εἶτα δὴ καὶ τὴν πρέπουσαν ἡνίαν τῇ ἐκείνου ἐπιβάλλουσιν εὐστομίᾳ, καί φασιν ὡς δυναμένῳ λέγειν, ἤρκει εἰρηκότι τὰ καιριώτατα δι' ὧν ἄν τις συλλογίσαιτο καὶ ὅσα μὴ φθέγξαιτο, οὕτω δὴ κἀκείνῳ ἡ γλῶττα ψεκάζουσα, οὐχ ὑετίζουσα ἐπίαινέ τε τὴν δεκτικὴν φύσιν καὶ ἠρέμα τὸ βάθος εἰσδῦσα πρὸς τὴν τοῦ σιωπηθέντος ἀνεκίνει ἐπίγνωσιν· ἐβούλετο γὰρ μηδενὶ ἁλωτὸς ἐν λόγοις γενήσεσθαι, μηδὲ, βασιλεὺς ὢν καὶ τοῖς ὅλοις κρατῶν, ἄκαιρόν τινα φιλοτιμίαν ἐντεῦθεν ἑαυτῷ πλάσασθαι.
7.49 Ὅθεν τὸ μὲν φιλολογεῖν ἡμῖν ἀφῆκε τοῖς κάτω καὶ ὅσοις ἰδιώτης ὁ βίος, ἐκείνῳ δὲ καὶ νεῦμα, καὶ χειρὸς κίνησις, καὶ κεφαλῆς ἐπὶ θάτερα κλίσις ἀποχρῶντα πάντα πρὸς ὃ βούλοιτο ἐλογίζετο. Νόμους δὲ οὐ πάνυ τι ἐπιστάμενος, τὴν νομοθετικὴν ἑαυτῷ ἐσχεδίαζεν· οὐ γὰρ προλαμβάνων τὴν δίαιταν, ἀλλ' ἐπιτάττων αὐτὴν τοῖς δικάζουσι τῆς κρείττονος μερίδος ἐγίγνετο, εἶτα δὴ ὡς προειδὼς, προΐστατό τε ταύτης καὶ τὰς ψήφους ἐπήνεγκεν· ἵνα δὲ μὴ τὴν φωνὴν σολοικίσῃ τὰς νομικὰς φωνὰς ἐπισημαινόμενος, τοῦτο μὲν ἑτέροις ἐπέτρεπεν, ἀεὶ δέ τι ἢ προσετίθει ὡς λεῖπον τοῖς γράμμασιν, ἢ ἀφῄρει ὡς περιττόν.
7.50 Πρεσβείαις δὲ χρηματίζων οὐ πάσαις μὲν ἶσος ἐγνώριστο, ἀπὸ δὲ τοῦ κρείττονος πάσαις ὡμίλει σχήματος, καὶ μᾶλλον ἦν ἐνταῦθα τοῖς λόγοις πλημμυρῶν ἢ ὁ Νεῖλος ἀναβαίνων τοῖς Αἰγυπτίοις, καὶ τοῖς Ἀσσυρίοις ὁ Εὐφράτης ἐπικαχλάζων· καὶ τὴν μὲν εἰρήνην αἰτουμένοις ἐδίδου, τὸν δὲ πόλεμον ἠπείλει εἴ τί που παρανομῆσαι τολμήσαιεν· καὶ ταῦτα μὲν πρὸς Πάρθους καὶ Αἰγυπτίους ἐφθέγγετο, τοῖς δὲ λοιποῖς ἔθνεσιν πόλεών τε ἐκείνῳ παραχωροῦσι πολλῶν καὶ στρατιωτικῶν τάξεων, αὐτῶν τε πατρίδων καὶ αὐτίκα μετασκηνοῦν αἱρουμένοις, ταῦτά τε [οὐ] ξυνεχώρει καὶ ἡσυχάζειν ἐπέταττεν, οὐ τῇ Ρωμαίων βασκαίνων ἡγεμονίᾳ τῶν ταύτης ὁρίων αὐξανομένων, ἀλλ' εἰδὼς ὡς δεῖ ταῖς τοιαύταις προσθήκαις καὶ χρημάτων πολλῶν καὶ γενναίας χειρὸς, καὶ ἀποχρώσης ὑποδοχῆς, καὶ τοῖς μὴ οὕτως ἔχουσιν ἡ πρόσθεσις ὑφαίρεσις γίνεται. Τοῖς δέ γε πολλοῖς τῶν ἡγεμονίας ἐχόντων βαρβάρων, ὁπόσα αὐτὸς ἐντυγχάνων ἀκήκοα, καὶ ἀνανδρίαν ἐπωνείδιζε καὶ ὡς ἀμελῶς τῶν ἡγεμονιῶν ἔχοιντο κατῃτιᾶτο τούτους, ὤρθου τε αὐτοῖς καταπεπτωκυίας τὰς γνώμας· τοῦτο δὲ ἐποίει ἵν' ἐπιτείχισμα ἔχοι πρὸς τὴν βασιλείαν τῶν κρειττόνων ἐθνῶν.
7.51 Ταῦτα δὲ αὔταρκες μὲν ἐκείνῳ ἐγκώμιον· εἰ δέ τις ἡγοῖτο καὶ πρὸς τὸ μέλλον διδασκαλία, ἀρέσκοι ἂν ὁ πόνος τῷ ξυγγραφεῖ. Εἰ μὲν οὖν ὥσπερ ἐν τοῖς ἄλλοις ἠρέμα βαδίζων καὶ προχωρῶν ἐπὶ τὸ βέλτιον τὸ κράτος ἀπηύθυνεν, οὕτω δὴ κἂν τοῖς πολιτικοῖς πράγμασι πονήρως ἔχουσιν ἐποιεῖτο τὴν κάθαρσιν, λεπτύνων πρότερον τὴν παχυνθεῖσαν κακίαν καὶ οὕτως ἐπάγων τὸ φάρμακον, αὐτός τε ἂν μέχρι παντὸς ἐγκωμίοις κατέστεπτο, καὶ τὸ πολιτικὸν οὐκ ἂν διασέσειστο σῶμα· ἀλλ' ἐκεῖνος μεταποιῆσαι πάντα βουλόμενος, καὶ χρόνοις πολλοῖς τὴν Ρωμαϊκὴν βασιλείαν ὑλομανήσασαν σπεύδων εὐθὺς ἐκτεμεῖν, ἢ καθαπερεὶ σῶμα τερατείας πάσης μεστὸν, κεφαλαῖς μὲν διαμεμερισμένον πολλαῖς, δυστράχηλόν τε καὶ πολυτράχηλον, χερσί τε οὐκ εὐαριθμήτοις διαπεπλασμένον, καὶ ποσὶν ἰσαρίθμοις χρώμενον, εἶτα δὴ καὶ τὰ ἔνδον ὕπουλον καὶ κακόηθες, καὶ τὰ μὲν διεξῳδηκὸς, τὰ δὲ φθίνον, καὶ τοῦτο μὲν ὑδεριοῦν, τοῦτο δὲ φθινάδι νόσῳ διαρρυὲν, ἐπιχειρήσας ἀποτεμεῖν ἀθρόον, καὶ ὑπεξελεῖν μὲν τὰς περιττότητας, ἐπαγαγεῖν δὲ τὰς ἰσότητας, καὶ τὰ μὲν καθελεῖν, τὰ δ' ἐπαυξῆσαι, τά τε σπλάγχνα ἰάσασθαι, ἐμπνεῦσαί τε τούτῳ πνεῦμα φυσίζωον, οὔτε πρὸς τέλος ἐξήρκεσε, καὶ οὐ πάνυ τι ἐντεῦθεν ἶσος ἑαυτῷ ἔδοξεν· ἵνα δὲ μὴ συγκεχυμένος ἡμῖν ὁ λόγος φανείη, ἐρῶμεν πρότερον ὅπως ἡμῖν τὸ τῆς πολιτείας ἐπερίττευσε σῶμα, εἶτα δὴ καὶ ὅπως ἐκεῖνος ἐκτέμνειν ἐπικεχείρηκε, καὶ τρίτον ὡς ἐντεῦθεν ἐκείνῳ οὐ πάντα ἀπήντησε δεξιῶς, ἐφ' οἷς ἐπενεγκὼν ὅπως ἀποβεβήκει τῆς βασιλείας ὅρον τῇ ξυγγραφῇ θήσομαι.
7.52 Μετὰ τὸν θάνατον Βασιλείου τοῦ πάνυ, λέγω δὲ τὸν τοῦ Ρωμανοῦ παῖδα, ὃς δὴ ἐς τριγονίαν τὴν βασιλείαν ἀνέφερεν, ὁ τούτου μὲν νεώτερος παῖς, ἀδελφὸς δὲ ἐκείνου, τὴν βασιλείαν παραλαβὼν πολλῶν χρημάτων ἀνάπλεω, ὁ γάρ τοι ἀδελφὸς Βασίλειος μακροὺς ἐπιβιώσας χρόνους τῷ κράτει καὶ ὅσους οὐκ ἄλλος τῶν αὐτοκρατόρων, ἐθνῶν τε πολλῶν ἐγκρατὴς γεγονὼς καὶ τὸν ἐκεῖθεν πλοῦτον εἰς τὰ βασίλεια εἰσενεγκὼν, πολυπλασίους τε τὰς ἐπιγινομένας εἰσόδους τῶν ἀπογιγνομένων πεποιηκὼς, τῶν ἐντεῦθεν ἀπιὼν θησαυροὺς ἀμυθήτους χρημάτων καταλελοίπει τῷ ἀδελφῷ Κωνσταντίνῳ· οὗτος δὲ εἰς βαθὺ γῆρας τὴν αὐτοκράτορα ἡγεμονίαν ἀναζωσάμενος, ἐκ πολλοῦ τε ταύτης ἐρῶν, οὔτε στρατεύειν ἐπικεχείρηκε καὶ τοῖς εὑρημένοις προστίθεσθαι, οὔτε τὰ ὄντα διαφυλάττειν διανενόητο· ἐπὶ δὲ τὸν ἀπολαυστικὸν ὡρμηκὼς βίον, σπαθᾶν πάντα καὶ ἀναλίσκειν διέγνωκε, καὶ εἰ μὴ ταχὺ τοῦτον ὑπεξεῖλεν ὁ θάνατος, ἤρκεσεν ἂν ἀντὶ πάντων εἰς τὴν τοῦ κράτους διαφθοράν.
7.53 Οὗτος μὲν δὴ πρώτως τὸ σῶμα τῆς πολιτείας κακοῦν τε καὶ ἐξογκοῦν ἤρξατο, τὰ μὲν ἐνίους τῶν ὑπηκόων χρήμασι καταπιάνας πολλοῖς, τὰ δὲ ἀξιώμασι διογκώσας καὶ ὕπουλον αὐτοῖς καὶ διεφθαρμένην τὴν ζωὴν καταστήσας· ἐπεὶ δὲ οὗτος ἐτεθνήκει, καὶ ὁ ἐκείνου κηδεστὴς Ρωμανὸς τὴν ἀρχὴν διεδέξατο, ἄρξαι νομίσας οὗτος, τῆς ἐν πορφύρᾳ γέννας ἤδη ἀποτελευτησάσης, θεμελίους ὥσπερ καλοὺς τῆς τοιαύτης γενέσεως ᾤετο καταβάλλεσθαι, καὶ ἵνα δὴ καὶ τὸ πολιτικὸν γένος καὶ ἡ στρατιωτικὴ πληθὺς τὰς ἐγγενεῖς διαδοχὰς ἑτοίμως τε καὶ ἱλαρῶς ὑποδέξαιντο, προλαμβάνει τὰς εἰς αὐτοὺς μεγαλοδωρεὰς, καὶ προστίθησι τῷ περιττεύσαντι σώματι, καὶ αὐξάνει τὴν νόσον, καὶ τὸ διαφθειρόμενον καταπληροῖ ἐκκεχυμένης πιότητος, καὶ διαμαρτάνει δυοῖν, τῆς τε περὶ τὸ γένος ὑπολήψεως καὶ τοῦ τὴν πολιτείαν τεταγμένην ἀπολιπεῖν.
7.54 Ἐπεὶ δὲ τούτου τὴν ζωὴν τελευτήσαντος εἰς τὸν Μιχαὴλ ἡ τῆς βασιλείας μετῆλθε διαδοχὴ, τὸ μὲν πολὺ τῶν νοσοποιῶν ὁ ἀνὴρ οὗτος ἐπέσχεν, οὐ μέντοι γε τοσοῦτον ἐξίσχυσεν ὥστε τολμῆσαι μηδὲ τὸ βραχύτατον ἐκλιπᾶναι τὸ εἰωθὸς σῶμα χυμοῖς ἐκτρέφεσθαι πονηροῖς καὶ διεφθαρμέναις ἐξογκοῦσθαι τροφαῖς, ἀλλὰ καὶ οὗτος, εἰ καὶ γλίσχρως, προσέθετο γοῦν τῇ πιότητι· ἦ γὰρ ἂν ἐτεθνήκει αὐτίκα, μηδὲ κατὰ βραχὺ τοὺς προηγησαμένους μιμησάμενος αὐτοκράτορας· ἀλλ' εἰ μὲν διεβίω πλείω οὗτος ἔτη τῷ κράτει, ἐμεμαθήκεσαν ἄν ποτε τὸ ὑπήκοον τὴν φιλόσοφον δίαιταν· οὐκ ἦν δὲ ἄρα μὴ διαρραγήσεσθαί ποτε τούτους εἰς ἄκρον εὐεξίας ἐκπιανθέντας.
7.55 Ταχὺ τοιγαροῦν καὶ τούτου δὴ τοῦ βασιλέως ἀποβεβιωκότος, ἵνα δὴ τὸν ἀνεψιὸν παραλίπω, ὡς ἀθλίως μὲν βεβασιλευκότα, ἀθλιώτερον δὲ τοῦ κράτους ἀποβεβηκότα, Κωνσταντῖνος ὁ Εὐεργέτης (οὕτω γὰρ παρὰ τοῖς πλείοσι κατωνόμασται), φημὶ δὲ τὸν Μονομάχον, εἰς τὴν τοῦ κράτους περιωπὴν ἄνεισιν· ὃς δὴ ὥσπερ τινὰ φορτίδα ναῦν τὴν πολιτείαν καταλαβὼν ἄχρι τοῦ τελευταίου ζωστῆρος τὸν φόρτον ἔχουσαν, ὡς βραχύ τι ὑπερκεῖσθαι τῆς τῶν κυμάτων ἐπιρροῆς, περιχειλῆ πεποιηκὼς κατεβάπτισεν, ἢ, ἵνα δὴ ἐναργέστερον εἴπω ὁμοῦ δὲ καὶ πρὸς τὴν προτέραν ἐπανέλθω τροπὴν, πλεῖστα περιθεὶς μέρη καὶ μέλη τῷ πάλαι διαφθαρέντι σώματι, καὶ χυμοὺς πονηροτέρους τοῖς σπλάγχνοις εἰσενεγκὼν, τοῦ μὲν κατὰ φύσιν ἀπήνεγκε, καὶ τῆς ἡμέρου καὶ πολιτικῆς ζωῆς ἀπεστέρησεν, ἐξέμηνε δὲ μικροῦ δεῖν καὶ ἀπεθηρίωσε, πολυκεφάλους καὶ ἑκατόγχειρας τοὺς πλείους τῶν ὑπὸ χεῖρα πεποιηκώς. Μεθ' ὃν ἡ βασιλὶς Θεοδώρα γνησιώτερον αὐταρχήσασα, ἔδοξε μὲν μὴ πάνυ τι ἀποθηριῶσαι τὸ καινὸν τουτὶ ζῷον, ἀλλ' οὖν καὶ αὐτὴ λεληθότως καὶ χεῖράς τινας καὶ πόδας τούτῳ προσέθετο.
7.56 Καταλυθείσης δὲ καὶ τῆς περὶ ταύτην σκηνῆς, ἐπειδὴ τῷ πρεσβύτῃ Μιχαὴλ ἡ τῆς βασιλείας ἐνεχειρίσθη ἡνία, οὐκ ἐνεγκὼν οὗτος τὴν ξυγκίνησιν τοῦ βασιλικοῦ ἅρματος, τῶν ἵππων εὐθὺς τοῦτον ὑφαρπασάντων, τό τε θέατρον διέθηκεν ἀτακτότερον, καὶ αὐτὸς ὑπερεκπλαγεὶς τὸν θόρυβον, τῆς ἱππικῆς ἀποβεβηκὼς τάξεως ἔστη μετὰ τῶν ψιλῶν· δέον γὰρ ἀντέχειν καὶ μὴ πάνυ τι ἀφεῖναι τὸν χαλινὸν, ὁ δ' ὥσπερ ἀποζωννυμένῳ ἐῴκει τὸ κράτος καὶ εἰς τὴν προτέραν παλινδρομοῦντι ζωήν.
7.57 Ὁ μὲν οὖν πρῶτος καιρὸς οὗτος, ὃς δὴ θῆρας τοὺς πλείους ἀντ' ἀνθρώπων πεποιηκὼς καὶ τοσοῦτον ὑπερ πιάνας, ὡς δεῖσθαι φαρμάκων καθαρσίων πολλῶν, τὴν ἑτέραν ἐζήτει διαδοχὴν, φημὶ δὴ τὴν τῆς τομῆς καὶ τοῦ καυτῆρος καὶ τῆς καθάρσεως, ἐπανεληλύθει τοιγαροῦν καὶ οὗτος, καὶ ὁ Κομνηνὸς Ἰσαάκιος ἐπὶ τὸν Ρωμαϊκὸν ἄνεισι μετὰ τοῦ διαδήματος ἄξονα, καὶ ἵνα δὴ καὶ τοῦτον τῇ διὰ τῶν ἀλλη γοριῶν ἐναργείᾳ κατανοήσωμεν, νῦν μὲν εἰς ἡνίοχον θείημεν, νῦν δὲ τοῖς ἀσκληπιάδαις καταριθμήσωμεν.
7.58 Ἦν δὲ οὗτος βίου μὲν ἐραστὴς φιλοσόφου, καὶ τὸ νοσοῦν ἅπαν καὶ διεφθαρμένον ἀποστρεφόμενος τῆς ζωῆς, τοῖς ἐναντίοις δὲ περιτυχὼν, καὶ νοσοῦντα πάντα καὶ ὕπουλα εὑρηκὼς, τούς τε βασιλείους ἵππους τῆς ἀφετηρίας ταχὺ διεκθέοντας καὶ πάντη ἑτερογνάθους καὶ δυσηνίους, δέον ἐκείνως μὲν τὸν καιρὸν ἀναμεῖναι καὶ τῆς τομῆς καὶ τῆς καύσεως καὶ μὴ εὐθὺς πεπυρακτωμένον τὸν σίδηρον ἐπιθεῖναι τοῖς σπλάγχνοις, οὕτως δὲ ἠρέμα χαλινῷ καταρτῦσαι τὸ ὄχημα καὶ μεταθεῖναι τοὺς ἵππους, παραψαῦσαί τε τεχνικῶς καὶ περιποππύσαι, καὶ οὕτως ἐπιβῆναι καὶ τῇ ἡνίᾳ ἐφεῖναι, ὥσπερ δὴ ὁ τοῦ Φιλίππου εὐήνιον τὸν Βουκέφαλον πεποίηκεν, ὁ δὲ βουλόμενος ἀθρόον εὐθυφορούμενον μὲν ἰδεῖν τὸ πρότερον, εἴς τε τὴν φυσικὴν ζωὴν τὸ παρὰ φύσιν γεγενημένον σῶμα μετενεχθῆναι, καὶ τοῦτο μὲν καίων καὶ τέμνων, τοὺς δέ γε ἀτάκτως θέοντας ἵππους πολλοῖς χαλινοῖς ἀνείργων καὶ ἀνασειράζων, ἔλαθέ πως διαφθαρεὶς πρότερον ἢ ἐκεῖνα τάξας καὶ καταστήσας. Τῆς μὲν οὖν ἐγχειρήσεως οὐ διαβάλλω τὸν ἄνδρα, ἐπεγκαλῶ δὲ τούτῳ τὸν καιρὸν τῆς διαμαρτίας· ἀλλ' ὁ μὲν τρίτος ἡμᾶς ἀναμεινάτω καιρὸς, τῷ δὲ δευτέρῳ πλατύτερον ἐμφιλοχωρήσωμεν.
7.59 Τῶν γὰρ ἄνω βασιλέων, ὥς μοι πολλάκις εἴρηται, τοὺς βασιλικοὺς θησαυροὺς εἰς τὰς οἰκείας ἀπαντλούντων ἐπιθυμίας, ταῖς τε δημοσίοις συνεισφοραῖς οὐκ εἰς στρατιωτικὰς συντάξεις ἀποχρωμένων, ἀλλ' εἰς πολιτικὰς χάριτας καὶ λαμπρότητας, τέλος δὲ καὶ ὅπως ἂν αὐτοῖς τὸ σῶμα τελευτήσασι λαμπρότερον ἐκκομισθείη καὶ κατατεθείη πολυτελέστερον, μνήματα κατασκευασάντων Φρυγίου λίθου ἢ Ἰταλοῦ, ἢ Προικοννησίας πλακὸς, οἴκοις ταῦτα περιῳκοδομηκότων καὶ ναοῖς τιμησάντων, ἄλση τε καταφυτευσάντων, παραδείσοις τε καὶ λειμῶσι πέριξ περιεστεφανωκότων τοὺς ὅρους, εἶτα δὴ δεῆσαν αὐτοῖς χρήμασί τε καὶ κτήμασι κατευδαιμονίσαι τὰ ἀσκητήρια (τοῦτο γὰρ δὴ τὸ ὄνομα ταῖς οἰκοδομαῖς ἐσχεδίαζον), τὰ μὲν τὰ τῶν ἀνακτόρων ἀποκενούντων ταμεῖα, τὰ δὲ τὰς δημοσίους ἀκρωτηριαζόντων τῶν κοινῶν συνεισφορῶν ἀφορμὰς, καὶ οὐ τὴν ἀποχρῶσαν μόνον συντέλειαν τοῖς ἀσκητηρίοις (λεγέσθω γὰρ οὕτως) ἀποταξάντων, ἀλλὰ καταδιελόντων τὸν βασίλειον πλοῦτον, τὸν μὲν εἰς ἀπολαυστικὸν βίον, τὸν δὲ εἰς λαμπρότητας καινοτέρων οἰκοδομῶν, τὸν δὲ ὅπως ἂν οἱ μὲν ἀργοὶ τὰς φύσεις καὶ πρὸς τὸν συντελείας κόσμον ἀσυντελεῖς τρυφῷεν καὶ τὸ τῆς ἀρετῆς ἀτιμάζοιεν πρᾶγμα καὶ ὄνομα, ὁ δὲ στρατιωτικὸς σύλλογος ἐκκενοῖτο καὶ διαφθείροιτο, ὁ βασιλεῦς οὗτος, ἅτε δὴ τῶν στρατιωτικῶν καταλόγων τὰ πρῶτα τυγχάνων, ἐκ πολλῶν προειδὼς ὅθεν ἡ τῶν Ρωμαίων ἡγεμονία καταπεφρόνηται, καὶ τὰ μὲν τῶν ἐθνῶν ηὔξηται, τὰ δὲ πάντα [ἡμέτερα] ὑπέρρευσε, καὶ οὐδεὶς τῶν πάντων ἀνείργειν δεδύνηται βαρβάρων ἐπιδρομὰς καὶ λῃστείας, ἐπειδὴ οἷ ἡ παρὰ τῆς βασιλείας προσεγένετο δύναμις, τὰς ἀφορμὰς εὐθὺς ἀπορριζοῖ τῶν κακῶν. Καὶ τοῦτο μὲν ἄξιον βασιλείου φρονήματος, τὸ δ' ἀθρόως πάντα συνελεῖν ἐπικεχειρηκέναι, οὐ πάνυ τι ἐν ταῖς ἐπαινουμέναις τίθεμαι πράξεσιν· ὃ δ' οὖν ἐκεῖνος ἐπεπράχει ὁ λόγος ἱστορησάτω.
7.60 Πρῶτα μὲν γὰρ ἑαυτῷ τὴν βασιλείαν ἁρμόσας, ἀφ' οὗ δὴ περιεστεφάνωτο, καὶ οὕτως τὴν τυραννίδα μετονομάσας, τὴν ἐντεῦθεν τοῦ πρεσβύτου Μιχαὴλ πρᾶξιν ἠθέτηκεν, ἀφείλετό τε ἅπερ ἐκεῖνος δεδώρητο, καὶ καθεῖλεν εἴ τι φιλότιμον κατεπράξατο· ἔπειθ' οὕτω κατὰ βραχὺ ἀνιὼν, ὑπεράλλεται καὶ τουτονὶ τὸν καιρὸν, καὶ πολλὰ μὲν αὐτῷ κἀνταῦθα συντρίβει καὶ καθαιρεῖ, οὐκ ὀλίγα δὲ παντάπασιν ἀναιρεῖ· ἐντεῦθεν τό τε δημοτικὸν πλῆθος ἀπεχθά νεται αὐτῷ, καὶ τῶν στρατιωτῶν οὐκ ὀλίγον τι μέρος, ὅσοις τὰς εὐπορίας ἐξέκοψεν. Ἐπεὶ δὲ ταῦτα ἐπεποιήκει, οὐδὲ βραχύ τι ἀνανεύσας τῶν ἐνθυμημάτων, ὥσπερ οἱ ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλᾶ ἀναλύοντες, ἐπὶ τὰ πορρωτέρω χωρεῖ, ἐπισυνάπτων ἀλλήλοις τῶν βασιλείων τὰ πέρατα, καὶ οὕτω κατὰ τὸ συνεχὲς ἐπιὼν πάντα καὶ λυμαινόμενος. Οὕτω τοιγαροῦν ἀνιὼν καὶ τοὺς πυρφόρους τοῖς ἀνῃρημένοις προστίθησι· περικρούεται γὰρ τὰ πλείω τῶν ἀποτεταγμένων τοῖς ἐκείνων ναοῖς, καὶ ταῦτα εἰς τὴν δημοσίαν θεὶς σύνταξιν, ἐκείνοις τὸ ἀποχρῶν συλλογίζεται, ἐπαληθεύσας αὐτοῖς τοῦ ἀσκητηρίου τὸ ὄνομα· ἐπεποιήκει δὲ τοῦτο, ὥσπερ ἂν εἴ τις ψάμμον τινὰ ὑφέλοι ἐκ θαλαττίας θινὸς, ἐπικεχείρηκε γὰρ, καὶ ἀψοφητὶ τὸ πᾶν ἐγεγόνει, οὐδένα γὰρ τῶν πάντων ἀνθρώπων τεθέαμαι οὔτε τηλικαύταις ἐπιβολαῖς λογισμοῦ χρώμενον, οὔτε ἠρέμα τὰς τοιαύτας ἐνθυμήσεις καταπραττόμενον.
7.61 Τοῦτο μὲν οὖν τηνικαῦτα ἐξέπληξε τοὺς πολλοὺς, εἶτα [δὴ] διωμαλίζετο ταῖς τῶν πλειόνων ψυχαῖς· ἀπολογία γὰρ αὐτάρκης τοῖς διαβάλλειν ἐθέλουσι τὴν πρᾶξιν ὁ δημόσιος καθειστήκει· καὶ ἔδοξεν ἂν τὸ πρᾶγμα θαυμάσιον, εἰ ὥσπερ ἐκ πελάγους ἀνανήξας βραχύ τι ἀνέπνευσεν· ἀλλ' οὗτος οὐκ εἰδὼς προσορμίζεσθαι, οὐδὲ μικρόν τι ἐλλιμενίζειν, ἕτερον αὖθις ἐθάρρησε πέλαγος, καὶ πάλιν ἄλλο, καὶ μετὰ τοῦτο μεῖζον καὶ φρικωδέστατον, ὥσπερ οὐ πολιτικὰς πράξεις διακυμαίνων, ἀλλὰ τὴν Αὐγέου κόπρον ἀνακαθαίρων.
7.62 Ὃ γοῦν πολλάκις εἰρήκειν, εἰ ταῖς πράξεσιν ὁ βασιλεὺς οὗτος καιροὺς ἀφωρίζετο, καὶ τὸ μέν τοι καθῄρει, τὸ δὲ τέως ξυνεχώρει ἵστασθαι, καὶ αὖθις τοῦτο διῄρει, καὶ μετὰ τὴν τομὴν ἀναπνέων ἑτέρῳ πάλιν ἐπεχείρει, καὶ οὕτω λανθάνων τοῦ κακοῦ τὴν ἀναίρεσιν προΐει κατὰ βραχὺ, ὥσπερ δὴ καὶ ὁ παρὰ Πλάτωνι δημιουργὸς, παραλαβὼν καὶ οὗτος τὸν τῆς πολιτείας κόσμον, πλημμελῶς καὶ ἀτάκτως κινούμενον, εἰς τάξιν τε ἂν ἐκ τῆς ἀταξίας μετήγαγεν καὶ κόσμον ὡς ἀληθῶς τοῖς πράγμασιν εἰσεποίησεν· ἀλλ' ὁ μὲν Θεὸς τῷ δημαγωγῷ Μωϋσῇ εἰσῆκται ἐν ἓξ ἡμέραις τὸν κόσμον δημιουργῶν, ἐκεῖνος δὲ εἰ μὴ αὐθημερὸν πάντα ποιήσειεν, οὐκ ἀνεκτὸν ἐλογίζετο· τοσοῦτον αὐτῷ τὸ περιὸν ἦν τῆς ἐφ' ὅ τι προθυμηθείη ὁρμῆς, καὶ οὐδὲν αὐτὸν τῶν πάντων ἐπεῖχεν, οὐ λόγος εἰσηγούμενος τὰ βελτίω, οὐχ ὁ περὶ τοῦ μέλλοντος φόβος, οὐ τὸ παρὰ τῶν πολλῶν μῖσος, οὐκ ἄλλο τι τῶν εἰωθότων καταστέλλειν οἰδοῦσαν ψυχὴν καὶ ἐπηρμένον φρόνημα καθελεῖν· εἰ γάρ τις αὐτὸν κατήρτυε χαλινὸς, πᾶσαν μὲν ἐκ περιόδου τὴν οἰκουμένην διέδραμεν, πάσαις δὲ νίκαις κατέστεπτο, καὶ οὐδεὶς ἂν αὐτῷ τῶν ἀνέκαθεν αὐτοκρατόρων ἀντήρισεν· ἀλλὰ τὸ ἄφετον, ἀλλὰ τὸ τοῦ ἐπιστατοῦντος ἀπαράδεκτον λογισμοῦ, τὸ γενναῖον ἐκείνου διέφθειρε φρόνημα.
7.63 Τὰς μὲν οὖν πολιτικὰς πράξεις οὑτωσί πως διεκύμαινε καὶ ἐτάραττεν· ἐβούλετο δὲ καὶ τοὺς ἑῴους καὶ ἑσπερίους βαρβάρους κατὰ ταὐτὸ συνελθεῖν· οἱ δ' ἄρα καὶ ἐπεφρίκεισαν, καὶ τὴν πρώτην νεωτερίσαντες, ἐπειδὴ τὴν τοῦ ἀνδρὸς γνώμην ἐμεμαθήκεσαν, τάς τε ἐφόδους κατέλυον, καὶ τειχίον ἐζήτουν ὑφ' ὃ κρυβήσονται· ὁ δέ γε Πάρθος σουλτὰν, ὃς δὴ κινῆσαι πάντα τετόλμηκε, μικροῦ δεῖν τοῖς ἀναποδισμοῖς χρώμενος καὶ μηδαμοῦ στηρίζων, μηδέ τινα ἐπέχων σταθμὸν, ὕπαυγός τε τὸ παραδοξότατον ἐγεγόνει καὶ οὐδενὶ τῶν πάντων ἐδείκνυτο· ὅ τε τῆς Αἰγύπτου τὴν ἀρχὴν ἔχων καὶ νῦν ἔτι τὸν ἄνδρα πεφόβηται καὶ προκαταλαμβάνει τοῖς ἐγκωμίοις, καὶ μεταβαλόντα τὴν τύχην ὥσπερ ἀπολοφύρεται· τοσαῦτα γὰρ αὐτῷ καὶ ἡ ὄψις καὶ ὁ λόγος ἐδύνατο, ὁπόσα χεῖρες πόλεις τε πολλὰς κατασκάψασαι καὶ τείχη καθελοῦσαι μυρίανδρα.
7.64 Ἐβούλετο δὲ μηδ' ὁτιοῦν τῶν πάντων ἠγνοηκέναι· ἐπεὶ δὲ τοῦτο τῶν ἀδυνάτων ἐγνώκει, ἑτέρῳ τρόπῳ ἐθήρα τὸ πρᾶγμα, καὶ τὸν εἰδότα μετακαλούμενος, ἐπυνθάνετο μὲν περὶ ὧν ἠγνόει οὐδὲν, τοῖς δὲ λόγοις περιελίττων τὸν ἄνδρα, ἐποίει τὸ ἀγνοούμενον ἐξειπεῖν ὥσπερ τι τῶν κοινῶν διηγούμενον. Κἀμὲ γοῦν οὕτω πολλάκις ἐθήρασεν, ἐπεὶ δὲ τεθάρρηκα ἅπαξ αὐτῷ τὸ ἀπόρρητον ἐξειπεῖν, ὁ δὲ κατηφής τε ἐγεγόνει καὶ ὥσπερ ἐλεγχθεὶς ἠρυθρίασε· τῶν γὰρ ἐλέγχων οὐ μόνον τοὺς δημοσίους, ἀλλὰ καὶ τοὺς τεχνικοὺς, φρονήματος πλήρης ὢν, ἀπεστρέφετο.
7.65 Ἀμέλει τοι καὶ τὸν πατριάρχην Μιχαὴλ ἅπαξ πρὸς αὐτὸν παρρησιασάμενον καὶ θρασυτέρᾳ χρησάμενον τῇ φωνῇ, τότε μὲν ἀφῆκεν ἐπισχὼν αὑτῷ τὸν θυμὸν, εἶτα δὴ ἀπόρρητον τῇ ψυχῇ κατ' αὐτοῦ περιελίξας ἐνθύμημα ἀπροσδοκήτως τε ἀναρρήγνυσι, καὶ ὡς οὐδέν τι καινοτομῶν ἐξάγει τε τῆς Πόλεως καὶ ὅροις κολάζει περιγράπτοις, ἐφ' οἷς δὴ καὶ ἀπέθετο τὴν ζωήν. Ἀλλὰ τοῦτο μὲν ὅπως ἐπέπρακτο μακροῦ λόγου δεόμενον ἀναβάλλομαι νῦν· εἰ γάρ τις βούλοιτο ἀμφοῖν διαιτᾶν, τὸν μὲν τῆς ἀρχῆς καταιτιάσαιτο, τὸν δὲ τῆς τελευτῆς ἐπιμέμψαιτο καὶ ἐπεὶ τοῦτον ὥσπερ ἐπωμάδιον ἄχθος ἀπεφορτίσατο. Ἀλλ' ὅ με μικροῦ διέλαθεν, εὐάγγελός τις αὐτῷ τῆς ἐκείνου ἀποδημίας ἐξ ἀποστολῆς προσήνεγκε πόρρωθεν ἀπαλλάττων ὥσπερ τῶν εἰς τὸ μέλλον φροντίδων αὐτόν· ὁ δὲ, ἐπειδή περ ἠκηκόει, ἀθρόον πληγεὶς τὴν ψυχὴν ἀνωλόλυξεν, οὐκ εἰωθὼς τοῦτο ποιεῖν, καὶ πολλὰ ἐκεῖνον ἀπωλοφύρετο, καὶ μετεγνώκει τῆς περὶ αὐτὸν πράξεως, ἐξιλάσκετό τε πολλάκις τὴν ἐκείνου ψυχὴν, καὶ ὥσπερ ἀπολογούμενος, μᾶλλον δὲ ἐξευμενίζων, παρρησίαν τε εὐθὺς ἐδίδου τῷ ἐκείνου γένει καὶ τοῖς τοῦ βήματος συνηρίθμει· τῇ δὲ διαδοχῇ τῆς λειτουργίας τοῦτον τετίμηκεν, ἄνδρα προσενεγκὼν τῷ Θεῷ καὶ κοσμήσας τῷ σχήματι, ὃν δὴ ὅ τε προλαβὼν βίος ἀνέγκλητον ἔδειξε καὶ ἀπαράμιλλον, καὶ τοῖς πρώτοις σοφοῖς ὁ λόγος ἐγνώρισεν.

7.66τ Περὶ τῆς τοῦ πατριάρχου Κωνσταντίνου προχειρίσεως.
Οὗτος γὰρ δὴ ὁ περιώνυμος Κωνσταντῖνος, τὴν βασιλείαν πρότερον ἐκ κυμάτων καταστήσας πολλῶν, καὶ πολλοῖς τῶν βασιλευόντων περιάρπακτος γεγονὼς, τέλος καὶ τὴν ἀρχιερωσύνην πιστεύεται, πάντων αὐτῷ παρακεχωρηκότων τοῦ πράγματος καὶ συγχωρησάντων τὸ κατὰ πάντων πρωτεῖον, καὶ κοσμεῖ ταύτην εἰς δύναμιν, πολιτικὸν καὶ γενναῖον φρόνημα ἱερατικῷ βίῳ κατακεράσας. Τοῖς μὲν γὰρ ἄλλοις τοιοῦτόν τι ἡ ἀρετὴ λελόγισται, οἷον μήτε καιροῖς ὑπεῖξαι, μήτε οἰκονομῆσαι τὴν παρρησίαν, μήτε τῷ ἤθει ἐπιχειρεῖν τοὺς αὐθαδεστέρους καταδουλοῦν· ὅθεν πάσης μὲν θαλάττης κατατολμῶντες, πᾶσι δὲ ἀντιβαίνοντες πνεύμασιν, οἱ μὲν αὐτῶν ἔδυσαν ἁρπασθέντες τοῖς κύμασιν, οἱ δὲ ἀπέστησαν βιαιότερον· τῷ δὲ ἡ κρᾶσις τοῦ βίου πρὸς πᾶσαν ἀκρίβειάν τε καὶ οἰκονομίαν ἐξήρκεσε, καὶ μετακεχείρισται τὸ πρᾶγμα οὐ ρητορικῶς, ἀλλὰ φιλοσόφως· οὐ γὰρ τὰ μὲν στωμύλλεται, τὰ δὲ ὑποκρίνεται, ἀλλὰ μιᾷ ποιότητι χρώμενος ἑκατέροιν τοῖν βίοιν ἀρκεῖ. Κἂν μέν τις αὐτὸν πολιτικῶς ἐξετάσειεν, ἱερατικῷ εὕροι κοσμούμενον ἀξιώ ματι, εἰ δ' ὡς ἀρχιερεῖ προσίῃ, κἂν τὰ πολλὰ φοβοῖτο καὶ ὑποφρίττοι, ταῖς πολιτικαῖς εὑρήσει ἀποστίλβοντα χάρισι μετὰ τοῦ στιβαροῦ ἤθους καὶ τῆς μειδιώσης σεμνότητος· ἔνθεν τοι ἅπας μὲν αὐτοῦ βίος τεθάρρηκεν, ἐκεῖ μὲν ὁ στρατιωτικὸς, ὁ πολιτικὸς, ἐνταῦθα δὲ τὸ μεγαλοπρεπὲς, τὸ εὐπρόσιτον. Τούτῳ γοῦν ἐγὼ καὶ πρὸ τῆς ἀρχιερωσύνης τὴν ἀρχιερωσύνην πολλάκις προείρηκα, τῷ βίῳ περὶ τοῦ μέλλοντος μαντευσάμενος, καὶ μετὰ τὴν ἱερατείαν μετὰ τοῦ καλλίστου ἐκεῖνον ἤθους ὁρῶ.
7.67 Τοιούτῳ τοιγαροῦν ἀνδρὶ τὸν ἀπεληλυθότα τιμήσας ὁ βασιλεὺς, ἐπειδὴ τοὺς ἑῴους βαρβάρους τῶν ἐπιχειρημάτων ἀνεῖρξε, καὶ τοῦτο δὴ ἀπραγμονέστατον αὐτῷ ἐγεγόνει τὸ τμῆμα, πανστρατιᾷ ἐπὶ τοὺς ἑσπερίους χωρεῖ, οὓς Μυσοὺς μὲν ὁ πάλαι χρόνος ὠνόμαζεν, εἶτα δὲ εἰς ὃ λέγονται μετωνομάσθησαν· νεμόμενοι δὲ ὁπόσα ὁ Ἴστρος πρὸς τὴν τῶν Ρωμαίων διορίζει ἡγεμονίαν, ἀθρόον τε ἀπανέστησαν καὶ πρὸς τὴν ἡμεδαπὴν γῆν μετῳκίσθησαν· αἰτία δὲ αὐτοῖς τῆς ἀπαναστάσεως τὸ τῶν Γετῶν ἔθνος, ὁμοροῦντες μὲν ἐκείνοις, λῃστεύοντες δὲ τούτους καὶ ληϊζόμενοι, καὶ πρὸς τὴν μετοικεσίαν ἐκβιαζόμενοι· διὰ ταῦτα ἀποκρυσταλλωθέντι ποτὲ τῷ Ἴστρῳ ὥσπερ ἠπείρῳ χρησάμενοι, ἐκεῖθεν πρὸς ἡμᾶς μετανίστανται, ὅλον ἔθνος τοῖς ἡμετέροις ἐπιφορτισθέντες ὁρίοις, καὶ οὐκ ἔχοντες οὔθ' ὅπως ἂν ἠρεμήσαιεν, οὔθ' ὅπως τοὺς οἷς προσήγγισαν μὴ ὀχλήσαιεν.
7.68 Εἰσὶ δὲ καὶ μᾶλλον τῶν ἄλλων ἐθνῶν δύσμαχοί τε καὶ δυσπολέμητοι, οὔτε γενναῖοι τοῖς σώμασιν ὄντες, οὔτε τὴν ψυχὴν θαρραλέοι· ἀλλ' οὐδὲ θώρακας ἀμφιέννυνται, οὐδὲ κνημῖδας περίκεινται, οὐδὲ λόφων τισὶ τὰς κεφαλὰς κατασφαλίζονται· ἀσπὶς δὲ αὐτοῖς οὐδ' ἡτισοῦν ἐν χερσὶν, οὔτ' ἐπιμήκης ὁποίας δή φασι τὰς Ἀργολικὰς, οὔτε περιφερὴς, ἀλλ' οὐδὲ ξίφη περιζώννυνται, δόρατα δὲ μόνον ἐναγκαλιζόμενοι, τοῦτο δὴ μόνον τὸ ὅπλον πρόβλημα ἔχουσιν. Οὐ διαιροῦνται δὲ κατὰ λόχους, οὐδέ τις αὐτοὺς ἐπιστήμη στρατηγικὴ προάγει εἰς πόλεμον, οὐδ' ἴσασι μετώπου τάξιν, οὐκ εὐώνυμον κέρας, οὐ δεξιὸν, ἀλλ' οὐδὲ χάρακας ἑαυτοῖς πήγνυνται, οὐδὲ τὴν πέριξ διορυχὴν ἴσασιν, ἀλλ' ὁμοῦ φύρδην συμπλακέντες ἀλλήλοις καὶ τῇ πρὸς τὸ ζῆν ἀπογνώσει ρωσθέντες, μέγα τε ὀλολύζουσι καὶ οὕτω τοῖς ἀντιτεταγμένοις ἐμπίπτουσι· κἂν μὲν ἀπώσωσιν, οἷα πύργοι ἐπιρραγέντες αὐτοὺς ἀφειδῶς ἑπόμενοι κατασφάττουσιν, εἰ δὲ ἡ πολεμία φάλαγξ ἀντίσχῃ τὴν ἔφοδον καὶ οὐ ραγῇ ἐν ταῖς τῶν βαρβάρων ἐμπτώσεσιν ὁ συνασπισμὸς, οἱ δὲ αὐτίκα στραφέντες φυγῇ τὴν σωτηρίαν διώκουσι· φεύγουσι δὲ οὐ τεταγμένως, ἀλλ' ἄλλοις ἄλλος ἄλλοθι διασκεδασθέντες· ὁ μέν τις εἰς ποταμὸν ἑαυτὸν ὤσας ἢ ἀπενήξατο, ἢ κατέδυ ταῖς δίναις περιελιχθεὶς, ὁ δὲ εἰς ὕλην βαθεῖαν ἐμβεβηκὼς τοὺς τῶν διωκόντων ἐκπέφευγεν ὀφθαλμοὺς, καὶ ἄλλος ἄλλως· καὶ σύμπαντες ἅμα διασπαρέντες, εἶτ' αὖθις εἰς ταὐτὸ, ὁ μὲν ἐξ ὄρους, ὁ δὲ ἐκ φάραγγος, ὁ δέ τις ἐκ ποταμῶν, καὶ ἄλλος ἄλλοθεν ἀπροόπτως συνθέουσι. Δεῆσαν δὲ αὐτοῖς πιεῖν, εἰ μὲν ἐντύχοιεν ὕδασιν ἢ πηγαίοις ἢ ποταμίοις, λάπτουσιν αὐτίκα ἐπεισπεσόντες, εἰ δ' οὖν, τοῦ ἵππου ἕκαστος ἀποβὰς ἐξαιματοῦσι τούτους, σιδήρῳ τὰς φλέβας ἀναστομώσαντες, καὶ τὴν δίψαν οὕτως ἰῶνται, ὡς ὕδατι τῷ αἵματι χρώμενοι· εἶτα δὴ καὶ τὸν πιότατον τῶν ἵππων ἀνατεμόντες, καὶ τὴν εὑρημένην ἀνακαύσαντες ὕλην, αὐτοῦ που τὰ ἐντετμημένα τοῦ ἵππου μέλη βραχύ τι διαθερμάναντες μετὰ τοῦ λύθρου λαφύσσουσι, καὶ οὕτως ἑαυτοὺς ἀναλαβόντες ἐπὶ τὰς πρώτας ἵενται καλιάς· καὶ ἐμφωλεύουσιν ὥσπερ ὄφεις φάραγξι βαθείαις καὶ κρημνοῖς ἀποτόμοις, ὁπόσα τείχεσι χρώμενοι.
7.69 Τοῦτο τὸ γένος δεινοὶ ξύμπαντες καὶ τὰς γνώμας ὑποκαθήμενοι· οὔτε δὲ συνθῆκαι τούτους φιλίας ἐπέχουσιν, οὔτε κατὰ τῶν θυμάτων ὀμόσαντες τοῖς ὅρκοις ἐμμένουσιν, ἐπεὶ μηδέ τι θεῖον σεβάζονται, ἵνα μὴ λέγω Θεὸν, ἀλλ' αὐτόματα τούτοις πάντα συνέστηκε, καὶ τὴν τελευτὴν πέρας συμπάσης ὑπάρξεως οἴονται· διὰ ταῦτα ρᾷστά τε σπένδονται, καὶ πολεμεῖν δεῆσαν, εὐθὺς ἠθετήκασι τὰς σπονδάς· κἂν ἕλῃς ἐν τῷ πολέμῳ, οἱ δὲ πάλιν δευτέρας ἐπικαλοῦνται φιλίας, εἰ δὲ μαχόμενοι ἕλωσι, τοὺς μὲν ἀναιροῦσι, τῶν δὲ λαμπρὰν πεποίηνται ἀγορὰν, καὶ τιμῶσι πολλοῦ τοὺς εὐδαίμονας, ἢν δὲ μὴ ταῦτα λάβωσιν, ἀποκτείνουσι.
7.70 Τοῦτο δὴ τὸ γένος ἀπελάσαι τῶν Ρωμαϊκῶν ὅρων ἐπιχειρήσας ὁ βασιλεὺς Ἰσαάκιος, ἐπ' αὐτοὺς σὺν καρτερᾷ τῇ φάλαγγι ἵεται· καὶ διαιρεθεῖσι μὲν καὶ ἑτερο γνώμοσι γεγονόσιν οὐ πάνυ πιστεύει, ἐπὶ δὲ τὸ καρτερώτατον αὐτῶν μέρος καὶ δύσμαχον ὁμοῦ καὶ δυσανάλωτον ἄγει τὴν στρατιὰν, καὶ δὴ πλησιάσας αὐτοῖς ἑαυτῷ τε καὶ τῷ στρατοπέδῳ κατέπληξε· πρὸς μὲν γὰρ τὸν οἷα δὴ κεραυνοφόρον ἀντωπεῖν οὐκ ἐτόλμων, τοῦ δὲ στρατοπέδου τὸν ἀρραγῆ συνασπισμὸν βλέποντες αὐτοὶ διελύοντο· ὅθεν καὶ κατὰ μέρη προσβάλλοντες καὶ ἐπωρυόμενοι ταῖς φωναῖς ἀρραγεστέροις αὐτοῖς ἐνετύγχανον· ὡς δ' οὖν οὐκ εἶχον, οὔτε λοχήσαντες τούτους ἑλεῖν, οὔτε μὴν εἰς τοὐμφανὲς παρατάξασθαι, πόλεμον ἐς τρίτην αὐτοῖς ἀπαγγείλαντες, αὐθημερὸν τὰς σκηνὰς ἀφέντες καὶ ὁπόσοις οὐκ ἐξήρκει φυγεῖν γέρουσί τε καὶ βρέφεσιν, ἀνὰ τοὺς δυσβάτους τόπους διεσκεδάσθησαν. Ὡς δὲ κατὰ τὰ ξυγκείμενα ὁ μὲν βασιλεὺς συντεταγμένην ἔχων ἐξῆλθε τὴν φάλαγγα, τῶν δὲ βαρβάρων οὐδεὶς ἑωρᾶτο, ἕπεσθαι μὲν ἐκείνοις κατόπιν οὐκ ἐδοκίμασε, λόχους τε ἀφανεῖς δεδιὼς καὶ ὅτι πρότριτα προὔλαβον τὴν φυγὴν, τὰς δὲ σκηνὰς αὐτοῖς κατασκάψας καὶ τὴν εὑρημένην λείαν ἀπαγαγὼν, τροπαιοφόρος ἐπάνεισιν. Οὐ δεξιᾷ δὲ τῇ ἐπαναζεύξει χρησάμενος, χειμῶνος ἀθρόον τῷ στρατοπέδῳ ἐξαφθέντος δεινοῦ, πολλοὺς μὲν ἀποβάλλει τῆς στρατιᾶς, ἐπάνεισι δ' οὖν ὅμως τῇ Πόλει, στέμμασιν ἀριστείοις ἀναδεδεμένος τὴν κεφαλήν.
7.71 Ἐντεῦθεν, ὁπόσα ἐγὼ οἶδα ἀκριβέστερον τὴν ἐκείνου καταμανθάνων ψυχὴν, προσέθετο τῷ ἐμφύτῳ ἤθει, καὶ σοβαρώτερος ἐγεγόνει, καταπεφρονήκει γοῦν ἁπάντων· τό τε γὰρ συγγενὲς ἐν ἴσῳ τοῖς ἄλλοις εἱστήκει, καὶ ὁ ἀδελφὸς, ἐπεὶ ταῖς πόρρω εἰσόδοις τῶν βασιλείων πλησιάσειεν, ἀπέβαινε τοῦ ἵππου εὐθὺς, προστεταγμένον αὐτῷ, καὶ οὐδέν τι τῶν ἄλλων σεμνότερον προσῄει τῷ ἀδελφῷ· ὁ δὲ κάλλιστος ὢν τὸ ἦθος ὧν ἐγὼ οἶδα, ὁμαλῶς δέχεται τὴν μεταβολὴν καὶ οὐ δυσχεραίνει τὴν καινοτομίαν, ἀλλὰ καὶ καλοῦντι τῷ βασιλεῖ σὺν αἰδοῖ παρεγίγνετο, καὶ τὰ πολλὰ ὑπεχώρει, καὶ παράδειγμά τι τοῖς ἄλλοις τῆς ὁμοίας ἐγίγνετο μεταθέσεως.
7.72 Οὕτω μὲν οὖν τῷ βασιλεῖ τὸ ἦθος μετεσκεύαστο, καὶ ὁ δεύτερος ἐτελεύτα καιρός· ἄρχεται δὲ ὁ τρίτος ἐντεῦθεν. Ἐπτόητο περὶ τὰ κυνηγέσια ὁ βασιλεὺς, καὶ ἦν εἴπερ τις ἄλλος ἐραστής τε τῶν ἐντεῦθεν δυσεφίκτων καὶ θηρατὴς ἀκριβής· ἱππάζετο γὰρ ἐλαφρῶς ἐπικλάζων τε καὶ ἐπιθωΰζων ἐπτέρου μὲν τὸν κύνα, ἐπεῖχε δὲ τῷ λαγῷ τὸν δρόμον, πολλάκις δὲ καὶ ἐκ χειρὸς ᾕρει θέοντα, καὶ βάλλων οὐκ ἀπετύγχανε· περὶ δὲ τὴν τῶν γεράνων θήραν καὶ μᾶλλον ἐστρέφετο, καὶ τὸ γένος αἰθεροδρομούσας οὐκ ἀπεγίνωσκεν, ἀλλὰ καθῄρει τοῦ ὕψους, καὶ ἦν ὡς ἀληθῶς ἡδονὴ μιγνυμένη θαύματι· τὸ μὲν γὰρ θαῦμα ὅτι παμμέγεθες οὕτω ζῷον τοῖς ποσὶν οἷα δόρασι χρώμενον καὶ τοῖς νέφεσιν ἤδη κρυπτόμενον ὑπὸ βραχυτέρου ἡλίσκετο, τὴν δὲ ἡδονὴν ἡ πτῶσις ἐδίδου, ἔπιπτε γὰρ ἡ γέρανος ἐπορχουμένη τὸν θάνατον, καὶ νῦν μὲν τὰ πρανῆ, νῦν δὲ δεικνῦσα τὰ ὕπτια.
7.73 Ἀμφοτέρᾳ γοῦν τῇ θήρᾳ ὁ αὐτοκράτωρ τερπόμενος, ἵνα μὴ κολάζῃ τὰ συγκεκλεισμένα θηρώμενος, ἐπὶ τὰ ἐλεύθερα καὶ τῷ δρόμῳ καὶ τῷ πτερῷ ἀνέτως χρώμενος, δόξαν αὐτῷ, ἐξελήλυθεν, καὶ βασίλειος τοῦτον καταγωγὴ αὐτοῦ που πρὸ τοῦ Ἄστεως ὑποδέχεται, περίκυκλος τῇ θαλάσσῃ καὶ ἑκατέρου μέρους ἀνδρὶ αὐτάρκης θηρατικῷ, ἀλλ' οὐχὶ καὶ τῷ βασιλεῖ τούτῳ· ἑῷος γὰρ ἐπανατέλλων τῇ θήρᾳ εἰς ἑσπέραν βαθεῖαν κατήγετο. Πολλάκις δὲ τῇ βολῇ τῆς λόγχης ἐπὶ τὰς ἄρκτους καὶ τὰς ὗς χρώμενος καὶ συνεχῶς ἐπανατείνων τὴν δεξιὰν, ψυχρῷ πνεύματι βάλλεται τὴν πλευρὰν, καὶ τότε μὲν οὐ πάνυ κατάδηλος ἡ πληγὴ ἐγεγόνει, τῇ δὲ ἐφεξῆς ριγώσαντα πυρετὸς διαδέχεται.

7.74τ Περὶ τῆς νόσου τοῦ βασιλέως.
Ἐγὼ δὲ τούτων οὐδὲν εἰδὼς, ἔξειμι πρὸς αὐτὸν ὀψόμενός τε καὶ χαριούμενος τούτῳ τὰ εἰωθότα· ὁ δέ με κλινοπετὴς κατασπάζεται· ὀλίγη τε αὐτῷ παρειστήκει δορυφορία, παρῆν δὲ καὶ τῶν ἀσκληπιαδῶν ὁ κάλλιστος. Ἐπεὶ δὲ ἠσπάσατο καὶ ἱλαρῷ ἐθεάσατο βλέμματι· «Ἀλλ' εἰς καιρὸν, φησὶν, ἥκεις·» καὶ εὐθὺς τὴν χεῖρα ἐδίδου, τὰς κινήσεις τοῦ σφυγμοῦ γνωματεύσαντι· ᾔδει γάρ με καὶ τὴν περὶ τοῦτο τέχνην ἀσκήσαντα. Κἀγὼ ξυμμαθὼν ὅ τί ποτε τὸ νόσημα εἴη, οὐκ εὐθὺς ἐφθεγξάμην, ἀλλὰ πρὸς τὸν ἀσκληπιάδην ἐκεῖνον στραφείς· «Σοὶ δὲ, ἔφην, ποδαπὸς οὗτος ὁ πυρετὸς ἔδοξεν;» ὁ δὲ γεγονωτέρᾳ χρησάμενος τῇ φωνῇ, ἵνα καὶ ὁ βασιλεὺς ἀκούοι· «Ἐφήμερος μὲν, φησὶν, εἰ δὲ μὴ αὐθημερὸν λέλυται, θαυμάζειν οὐ χρή· ἔστι γὰρ καὶ τοιοῦτον γένος, καὶ ψεύδεται τοὔνομα. –Ἀλλ' ἐγὼ, ἔφην, οὐ πάνυ σου τῇ γνώμῃ ξυντίθεμαι· ἡ γὰρ τῆς ἀρτηρίας κίνησις τριταϊκὴν περίοδόν μοι μαντεύεται· ἀλλ' ἀληθεύειν μὲν τὸ σὸν Δωδωναῖον χαλκεῖον, ὁ δ' ἐμὸς τρίπους ψευδέσθω, ψεύσεται δὲ ἴσως ὅτι μοι πρὸς τὸ χρᾶν ἡ παρασκευὴ οὐκ αὐτάρκης.»
7.75 Ἧκεν οὖν ἡ τρίτη τῶν ἡμερῶν, καὶ βραχύ τι παραδραμὼν τὴν περίοδον ὁ καιρὸς τὸν μὲν ἀπεδείκνυ τεχνίτην, ἐμὲ δὲ διημαρτηκότα τοῦ ἀκριβοῦς· ἔνθεν τοι καὶ τροφή τις τῶν οὐ πάνυ ἁδρῶν τῷ βασιλεῖ ἐσκευάζετο, ἀλλ' οὐκ ἔφθη προσιέμενος ταύτην, καὶ ἐκ τοῦ βάθους αὐτίκα ἐκκαίεται πυρετός. Τὸν μὲν οὖν Κάτωνά φασι πυρέττοντα ἤ τινι ἄλλῳ κατεσχημένον νοσήματι, ἄστροφόν τε μέχρι παντὸς διαμένειν καὶ ἄτρεπτον ἔστ' ἂν ἡ περίοδος λήξῃ καὶ ὁ καιρὸς αὐτῷ μεταβάλῃ· ὁ δὲ ἐξ ἐναντίας ἐκείνῳ διεποικίλλετο τῷ σώματι καὶ ἐστρέφετο, ἤσθμαινέ τε πυκνότερον καὶ οὐδ' ὁπωσοῦν αὐτῷ ἀνακωχὴν ἡ φύσις ἐδίδου· ἐπεὶ δέ ποτε ἀνεθείη, τῆς ἐς τὰ βασίλεια ἐπανόδου ἐμέμνητο.
7.76 Καὶ αὐτίκα τῆς βασιλείου ἐπιβὰς τριήρους ἐν Βλαχέρναις καταίρει, καὶ τῶν ἀνακτόρων ἐντὸς γεγονὼς ρᾴων τε γίγνεται, καὶ ἐπιτρυφᾷ τῷ καιρῷ, γλωττηματικώτερον ὁμιλήσας καὶ τοῦ συνήθους πλέον χαριεντισάμενος, κατεῖχέ τε ἡμᾶς ἄχρις ἑσπέρας, ἀρχαῖά τε διηγούμενος καὶ ὁπόσα ὁ βασιλεὺς ἐκεῖνος Βασίλειος ὁ τοῦ Ρωμανοῦ παῖς ἐπικαίρως ἐφθέγξατο.
7.77 Ἐπεὶ δὲ ἔδυ ὁ ἥλιος, ἡμᾶς μὲν ἀφίησιν, αὐτὸς δὲ πρὸς ὕπνον ἐτράπετο· κἀγὼ ἀπεληλύθειν τεθαρρηκὼς καὶ γλυκείαις ἐπὶ τῷ βασιλεῖ ἐλπίσι τρεφόμενος· πρωϊαίτερον δὲ αὖθις ἐκεῖσε παραγενόμενον ἐπτόησέ τις αὐτίκα πρὸ θυρῶν, νύττεσθαι μὲν φήσας τῷ βασιλεῖ τὴν πλευρὰν, αὐτὸν δὲ πνευστιᾶν καὶ οὐ πάνυ τι γενναίως ἀναφέρειν τὸ ἆσθμα· ἐπάγην ἀκούσας, καὶ τὸ δωμάτιον οὗ ἔκειτο ἀψοφητὶ εἰσιὼν, ἐπιστυγνάσας αὐτίκα ἠρέμα εἱστήκειν· ὁ δέ μου τοῖς ὀφθαλμοῖς ὥσπερ πυθόμενος, εἰ μὴ παντάπασιν ἔχοι πονήρως καὶ ἀποβιώσκοι, τὴν χεῖρα αὐτίκα ὑπέτεινε· πρὶν ἢ δέ με τοὺς δακτύλους ἐπιβαλεῖν τῷ καρπῷ, ὁ πρῶτος τῶν ἰατρῶν, οὐδὲν δὲ δεῖ λέγειν τοὔνομα· «Ἀλλὰ μηδὲ γνωμάτευε τὴν ἀρτηρίαν, φησί· κατεί ηπται γάρ μοι ἤδη ἡ κίνησις, καὶ κατὰ μῆκος τοῦ συνεχοῦς διακέκοπται, καὶ τὸ μὲν αὐτῆς πλήττει τὸν δάκτυλον, τὸ δὲ ὑπείκει, καὶ ὅπερ ἐστὶν ἡ πρώτη τῇ τρίτῃ κινήσει, τοῦτο ἡ δευτέρα τῇ τετάρτῃ, καὶ ἐφεξῆς οὕτως, ὥσπερ ὅσοι τῶν τεμνόντων σιδήρων ἐς ὀδόντας διῄρηνται.»
7.78 Ἐγὼ γοῦν ὀλίγα τοῦ ἀνδρὸς φροντίσας, κατὰ πᾶσάν τε διάστασιν διηρευνησάμην τὴν κίνησιν, καὶ πρίονα μὲν τὸν σφυγμὸν οὐκ ἐγνώκειν, ἀμυδρότερον δὲ ἀναφέροντα καὶ ἐοικότα οὐ παρέτῳ ποδὶ, ἀλλὰ δεσμώτῃ καὶ βιαζομένῳ τὴν κίνησιν· ἦν δὲ ὁ καιρὸς ἐκεῖνος τὸ ἀκμαιότατον τοῦ διοχλοῦντος ἐκεῖνον νοσήματος· ἠπάτησε γοῦν τοὺς πολλοὺς, καὶ ἠμφισβήτησάν γε μικροῦ δεῖν ξύμπαντες περὶ τῆς ἐκείνου ζωῆς.
7.79 Θόρυβος οὖν ἐντεῦθεν καταλαμβάνει τὰ βασίλεια, καὶ ἥ τε βασιλὶς, θαυμάσιόν τι χρῆμα γυναικῶν αὕτη καὶ εὐγενείας τὰ πρῶτα καὶ οὐδενὶ παραχωροῦσα τῆς μείζονος ἀρετῆς, ἥ τε τοῖν βασιλέοιν θυγάτηρ, ὡραία δὲ καὶ αὕτη κατ' ἄμφω καὶ πρὸ ὥρας ἐκτετμημένη, ἀλλὰ καὶ μετὰ τὴν τομὴν, ἠλεκτρώδης τε ὁμοῦ καὶ πυρσὴ καὶ τῷ σχήματι ἄμφω κατασεμνύνουσα, ἄμφω τε οὖν, καὶ ὁ τοῦ αὐτοκράτορος ἀδελφὸς, πρὸς δὲ καὶ ὁ ἀνεψιὸς, τὴν τοῦ αὐτοκράτορος κλίνην περικυκλώσαντες, ἐξόδια τούτῳ ἐδίδοσαν ρήματα καὶ ἐξιτήρια κατέρρεον δάκρυα, καὶ προέπεμπον αὐτίκα ἐπὶ τὰ μείζω βασίλεια, ἵν' ἐκεῖσε γενόμενος βουλεύσαιτό τι τῶν δεόντων, καὶ μὴ τὸ γένος ἀφήσει συνδυστυχήσαντας ἐκείνῳ τὴν εὐδαίμονα τῆς βασιλείας ζωήν. Ὁ μὲν οὖν συνεσκευάζετο ὡς ἐκεῖσε ἀφιξόμενος· παρεγένετο δὲ τούτῳ οὐ πρὸ καιροῦ καὶ ὁ τῆς Θεοῦ Σοφίας ἀρχιερεὺς, σύμβουλος ἐπὶ τὰ κρείττω γιγνόμενος καὶ πᾶσι λόγοις τοῦτον ἐπιρωννύς.
7.80 Ὡς δ' οὖν κἀκείνῳ ἡ μετάθεσις ἤρεσεν, οὐ κατέβαλε τὸ γενναῖον ἐνταῦθα ὁ βασιλεὺς, οὐδ' ἐξῄει τοῦ δωματίου χειραγωγούμενος, ἀλλ' οἷος ἐκεῖνος ὑψικόμῳ ἐοικὼς κυπαρίττῳ ὥσπερ τισὶ πνεύμασι διατινασσόμενος, κατακεκλόνητο μὲν προϊὼν, προῄει δὲ ἀκρατὴς ταῖν χεροῖν καὶ ἀρκῶν ἑαυτῷ· οὕτω τε οὖν καὶ τοῦ ἵππου ἐπιβεβήκει, τῷ δὲ πλῷ οὐκ οἶδ' ὅπως ἐχρήσατο. Ἐγὼ γὰρ διὰ τῆς ἑτέρας ὁδοῦ προλαβεῖν ἔσπευσα· οὐ τοῦ σκοποῦ δὲ ἔτυχον, ἀλλ' ἐπικαταλαμβάνω τοῦτον ἀτεχνῶς διακυμανθέντα καὶ τοῖς ὅλοις ἐξαπορούμενον· περιεκάθητο δέ γε τοῦτον τὸ γένος ἀνολοφυρόμενοι ξύμπαντες, καὶ συνεκπνεύσαντες ἐκείνῳ εἴ γε δύναιντο· κατῆρχε δὲ τῶν θρήνων ἡ βασιλὶς, καὶ ἡ θυγάτηρ ἀντωλοφύρετο γοερώτερον ἀντεπικλαίουσα τῇ μητρί.
7.81 Καὶ τὸ μὲν περὶ αὐτῶν ἐν τούτοις· ὁ δέ γε βασιλεὺς τῆς πρὸς τὴν κρείττονα ζωὴν ἐμέμνητο μεταθέσεως, καὶ τὸν μετασχηματισμὸν ἐζήτει τοῦ βίου· ἡ δέ γε βασιλὶς ἀγνοοῦσα ὅτι ἔμφυτον αὐτῷ τὸ βούλημα, ἡμᾶς πάντας μᾶλλον ἢ ἐκεῖνον κατῃτιᾶτο τοῦ σκέμματος· ὡς δ' οὖν κἀμὲ τεθέαται· «Ὀναίμεθά σου, φησὶ, ὁπόσα βούλει τῆς συμβουλῆς, ὦ φιλόσοφε· ὡς καλὰς δὲ ἡμῖν ἀποδίδως τὰς ἀμοιβὰς, μεταθεῖναι σκεψάμενος εἰς τὸν μοναδικὸν βίον τὸν αὐτοκράτορα.»
7.82 Ἐγὼ δὲ ἀπωμνύμην αὐτίκα μὴ τοιοῦτον ἐν θυμηθῆναί ποτε, ἀλλὰ καὶ τοῦ κειμένου ἐπυνθανόμην ὁπόθεν αὐτῷ ἐγεγόνει τὸ βούλευμα· ὁ δὲ· «Ἀλλ' αὕτη, φησὶν, (οὕτω γὰρ εἰρήκει) στέργουσα τὸν γυναικεῖον τρόπον, ἡμᾶς ἐπέχει τε βουλευομένους τὰ κρείττονα, καὶ πᾶσι μᾶλλον ἢ ἐμοὶ τὴν γνώμην καταιτιᾶται. –Ναὶ, φησὶ, καὶ ἀναδέχομαι τῷ ἐμῷ τραχήλῳ ὁπόσα σοι διημάρτηται, κἂν μὲν ἀνασταίης, ἔχω δὴ τὸ ζητούμενον καὶ ποθούμενον, εἰ δ' οὖν, ἀλλ' ἐγώ σε ἀπολογήσομαι τῷ δικαστῇ καὶ Θεῷ ὧν διημαρτήκεις αὐτός· καὶ σοὶ μὲν τὰ πεπραγμένα ἀνέγκλητα εἴη, ἐμὲ [δὲ] ὑπὲρ σοῦ ἡδέως ἂν καὶ σκώληκες διασπάσαιντο, καὶ σκότος τε ἐπικαλύψοι βαθὺ, καὶ πῦρ ἐξώτερον διαφλέξειε· εἶτα δὴ οὐκ οἰκτείρεις τῆς ἐρημίας ἡμᾶς; ποδαπὴν δὲ καὶ ψυχὴν ἔχων σαυτὸν μὲν ὑπεξάγεις τῶν βασιλείων, ἐμοὶ δὲ δυσφορωτάτην ἐγκαταλιμπάνεις χηρείαν, ὀρφανίαν τε βαρυτάτην τῇ θυγατρί· καὶ οὐδ' ἀρκέσει ταῦτα ἡμῖν, ἀλλὰ δεινότερα διαδέξεται, καὶ μετακομίσουσιν ἡμᾶς χεῖρες, ἴσως οὐδὲ φιλάνθρωποι, εἰς ὑπερορίας μακρὰς, τυχὸν δὲ καὶ διαιρήσουσι τὸ βαρύτερον, καὶ ὄψεταί σου τὰ φίλτατα αἱμάτων ἀνὴρ καὶ ἐλεεῖν μὴ εἰδώς· καὶ σὺ μὲν ἐπιβιώσεις τῷ μετασχηματισμῷ, ἢ ἀποβιώσεις ἐν καλῷ ἴσως, ἡμῖν δὲ πικροτέρα τοῦ θανάτου διαμενεῖ ἡ ζωή.»
7.83 Ταῦτα μὲν οὖν ἡ βασιλὶς, ἀλλ' οὐκ ἔπειθε λέγουσα· ἐπεὶ δὲ ταύτης ἀπεγνώκει τῆς συμβουλῆς· «Ἀλλ' ἡμῖν γε, φησὶ, διάδοχον τῆς βασιλείας τὸν εὐνοϊκώτατόν σοι καὶ εὐμενέστατον ποίησον, ὅπως ἂν καὶ σοὶ τὸ ἀξίωμα συντηρήσειε ζήσαντι, κἀμοί γε ὁπόσα παῖς χρηματίσειε.» Ἀνερρώσθη γοῦν ἐπὶ τούτοις ὁ βασιλεὺς, καὶ ὁ δοὺξ Κωνσταντῖνος εὐθὺς ἐκείνῳ μετάπεμπτος γίνεται, ἀνὴρ περιφανὴς μὲν καὶ τὰς πρώτας τοῦ γένους ἔχων ἀρχάς· εἰς γὰρ τοὺς Δούκας ἐκείνους τὸ γένος ἀνέφερε, τοὺς Ἀνδρονίκους φημὶ καὶ τοὺς Κωνσταντίνους, ὧν πολὺς λόγος ἐν τοῖς τῶν ἱστορησάντων συγγράμμασι τῆς τε κατὰ γνώμην ἀκριβείας καὶ τῆς κατὰ χεῖρα γενναιότητος, οὐδὲν δὲ ἧττον καὶ ταῖς μετ' ἐκείνους διαδοχαῖς ἐσεμνύνετο.
7.84 Ἀλλὰ ταῦτα μὲν ἐκείνῳ εἰς φιλοτιμίαν ἀρκεῖ· ὁ δὲ περὶ αὐτοῦ λέγειν προθέμενος Ἀχιλλέα τοῦτον οὐκ ἀπεικότως ἐρεῖ· ὥσπερ γὰρ τῷ ἥρωϊ τούτῳ μεγάλη μὲν ἡ ἀρχὴ τοῦ γένους, Αἰακὸς γὰρ ὁ πάππος, ὃν ἐκ Διὸς οἱ μῦθοι γεννῶσι, καὶ Πηλεὺς δὲ ὁ πατὴρ, ὃν οἱ τῶν Ἑλλήνων λόγοι ἐξαίροντες τῇ Θέτιδι, θεὰ δὲ αὕτη θαλαττία, συγκατευνάζουσιν, ἀλλ' ὑπὲρ τὰς τῶν πατέρων δόξας ἀποχρῶντα τὰ οἰκεῖα πεφύκασιν ἔργα, καὶ οὐ μᾶλλον ὁ Ἀχιλλεὺς παρὰ τῶν γεννησαμένων τετίμηται, ἀλλ' ἐκεῖνοι παρὰ τοῦ παιδὸς τὸ σεμνὸν ἀποφέρονται, οὕτω δὴ καὶ τῷ δουκὶ Κωνσταντίνῳ, ὃν ἤδη πρὸς τὴν βασίλειον ἀρχὴν προβιβάζειν ὁ λόγος βούλεται, λαμπρὰ μὲν καὶ τὰ παρὰ τοῦ ἄνω γένους, λαμπρότερα δὲ καὶ τὰ παρὰ τῆς ἰδίας φύσεώς τε καὶ προαιρέσεως.
7.85 Ἀλλ' ὁ μὲν περὶ τῆς βασιλείας λόγος ἀναμεινάτω· τὸν δέ γε ἰδιώτην βίον οὗτος ἔτι τελῶν, τὸ μὲν ὅσον εἰς ἀρχικὴν γνώμην καὶ γένους λαμπρότητα καὶ τοῖς κρείττοσι τῶν βασιλέων ἀντήριζε, τὸ δ' ὅπως ἂν εὐλαβῶς βιῴη καὶ μήτε γείτοσι φορτικὸς ὀφθείη ποτὲ, μήτε τινὸς καθυπερηφανεύσοιτο, τοῖς τε βασιλεύσασι προχειρότατος εἰς ὑπακοὴν φαίνοιτο, ὑπὲρ τ' ἄλλα πάντα ἐπραγματεύετο, καὶ ἵνα μηδὲ κατὰ τὴν οἰκείαν αὐγὴν νομίζοιτο, ὥσπερ τις ἥλιος νέφος ἑαυτοῦ προεβάλλετο.
7.86 Λέγω δὲ ταῦτα οὐχ ἑτέρων ἀκηκοὼς, ἀλλ' αὐτὸς περὶ πάντων αἰσθήσεσιν αὐταῖς καὶ γνώμαις ἀκριβωσάμενος· ὁ μὲν γὰρ σεμνυνέσθω πολλοῖς καὶ καλοῖς κατορθώμασι, ἐμοὶ δὲ ἓν τοῦτο ἀντὶ πάντων ἀρκεῖ, ὅτι τοιοῦτος ὁ θαυμάσιος οὗτος ἀνὴρ καὶ ὢν καὶ δοκῶν, τῶν μὲν ἄλλων ἧττον ἐφρόντιζεν, ἐμοὶ δὲ, εἴτε τι καθεωρακὼς ἐν ταῖς γνώμαις τῶν γε λοιπῶν πλέον, εἰς σύνεσιν, εἴτε τῷ ἤθει μου ἀρεσκόμενος, οὕτω προσέκειτο καὶ οὕτω διαφερόντως τῶν ἄλλων ὑπερηγάπα, ὡς ἐξηρτῆσθαί μου καὶ τῆς γλώττης καὶ τῆς ψυχῆς, καὶ αὐτῷ δή μοι πιστεύειν τὰ τιμιώτατα.
7.87 Ἐβούλετο μὲν οὖν κεκρύφθαι ἐφ' ἑαυτοῦ, καὶ τῶν ὑπερηφάνων δεινῶς κατεφρόνει ἀρχῶν, ἀτημελέστερόν τε ἠμφίεστο καὶ ἀγροικότερον διεσκεύαστο, ἀλλ' ὥσπερ αἱ καλαὶ τὴν ὥραν ὅσῳ μᾶλλον ἐκ τοῦ τυχόντος κόσμου προφαίνονται, τοσοῦτον ἐν τῷ προβεβλημένῳ νέφει τηλεφανέστερον διαυγάζουσι, καὶ ἔστιν αὐταῖς ὁ ἀμελὴς κόσμος καλλωπισμὸς ἀκριβέστατος, οὕτω δὴ κἀκεῖνον οὐκ ἔκρυπτε μᾶλλον τὰ ἀφανῆ περιβλήματα ταῦτα ἢ λαμπρότερον ἀπεδείκνυε. Πᾶσαι γοῦν ἐπ' αὐτὸν ἐπέπτοντο γλῶσσαι καὶ εἰς βασιλείαν παρέπεμπον, αἱ μὲν ὥσπερ χρησμολογοῦσαι τὴν πρόρρησιν, αἱ δὲ τὸ εἰκὸς ἐκείνῳ λέγουσαί τε καὶ σῴζουσαι· ἐδεδίει γοῦν οὗτος οὐ τοὺς ἀπεχθανομένους αὐτῷ, ἀλλὰ τοὺς προστεθειμένους, καὶ πᾶσαν μὲν αὐτοῖς πρὸς αὐτὸν φέρουσαν ὁδὸν ἀπέφραττεν, οἱ δὲ μαχιμώτατοί τε ἦσαν ἢ τολμητίαι καὶ τῶν ἐμποδίων κατατολμῶντες.
7.88 Τοσοῦτον δὲ αὐτῷ τὸ περιὸν τῆς εὐλαβείας τε καὶ συνέσεως, ὥστε ὁπηνίκα κρίσις ἐγεγόνει τοῦ τῶν στρατιωτῶν καταλόγου, καὶ τῶν ἄλλων ὁ Κομνηνὸς προτετίμητο, αὐτὸς δὴ οὗτος ὁ ἐπὶ τῷ κράτει κριθεὶς, ἐκείνῳ τῆς ἡγεμονίας παρεχώρει μετὰ τὴν κρίσιν, ἀλλ' ἀπεωθεῖτο καὶ γνώμῃ καὶ χειρὶ, οὕτω δὴ καὶ τοιαύτην [τὴν] κρίσιν προσγενομένην αὐτῷ, καὶ οὐδ' ἂν ὅλως οἱ τηνικαῦτα συνεληλυθότες ὡμογνωμονήκεσαν εἰς τὸ ἔργον, εἰ μὴ μέσον οὗτος παρεντεθεὶς τῷ καθ' ἑαυτὸν ἀξιώματι ξυνεδέσμει τὴν βουλήν· καὶ τὸ ξύμπαν δὲ στράτευμα ἐπὶ δυεῖν ὥσπερ ἀγκύραιν ὥρμει, μείζονι καὶ ἐλάττονι, ἢ μᾶλλον ἐλάττονί τε καὶ μείζονι· εἰ γὰρ ὁ μὲν Ἰσαάκιος βασιλεὺς προκεχείριστο, τούτῳ δὲ ἡ τοῦ καίσαρος ἐλάττων τιμὴ κατεπήγγελτο, ἀλλὰ τὸ ὑπερέχον αὐτῷ τοῦ γένους καὶ τὸ ἐρασμιώτατον ἰδίωμα τῆς ψυχῆς εἰς εὔνοιαν ἀφείλκετο τοὺς πολλούς· καὶ ἵνα τις ἐπὶ πλέον τὸν ἄνδρα θαυμάσειεν, ἐπειδή περ εἰς βασιλείαν ἡ τυραννὶς ἔληξε, καὶ ὁ Ἰσαάκιος ἐπὶ τοῦ θρόνου καθῆστο, ὁ δὲ ἐξίσταται τούτῳ καὶ τῆς δευτέρας τιμῆς, δέον καὶ τῆς πρώτης ἀμφισβητεῖν· τοσοῦτον τὸ εἰς ἦθος ἀσύγκριτον τοῦ ἀνδρός· ἐγὼ δὲ τοῦτο τοῖς γενομένοις προστίθημι, ὅτι θεῖον ἄρα ἦν καὶ τὸ μὴ τότε γενόμενον καὶ τὸ νῦν γεγονὸς, ἵνα μὴ ἐκ τυραννικῶν προθύρων, ἀλλ' ἐξ ἐννόμων ἀδύτων εἰς τὴν τῆς βασιλείας ἀναχθείη περιωπήν.

7.89τ Περὶ τῆς εἰσελεύσεως τοῦ δουκὸς εἰς τὸν Κομνηνὸν καὶ προχειρίσεως, καὶ περὶ τῆς τῶν συγγενῶν ἀξιώσεως.
Ὡς δ' οὖν τηνικαῦτα μετεκέκλητο τὰς ἐσχάτας, ὡς ἐδόκει, ἀναπνοὰς τῷ Κομνηνῷ ἀναπνέοντι, οὗτος δὲ ἐρυθριάσας καὶ ὑποπλησθεὶς τὰ ὄμματα τῆς συνήθους αἰδοῦς, εἱστήκει κατὰ τὸ εἰωθὸς περιστείλας τὼ χεῖρε· ὁ δὲ ἀκριβέστερον συλλέξας τὸν νοῦν· «Τῶν περιεστηκότων, ἔφησε, τουτωνὶ (δείξας τὸ συγγενὲς χειρὶ), ὁ μὲν ἀδελφὸς, ὁ δὲ ἀνεψιὸς, καὶ τούτων δὴ τῶν φιλτάτων ἡ μὲν ὁμόλεκτρος καὶ βασίλισσα, ἡ δὲ θυγάτηρ μονογενὴς, οὕτως εἰπεῖν, ἀλλά σε ὁ ἐμὸς τρόπος μᾶλλον αὐτῶν οἰκειοῦται, καὶ ἡ σὴ γνώμη τὴν φύσιν νικᾷ, καί σοι τὴν βασιλείαν καὶ αὐτὰ δὴ τὰ φίλτατα πιστεύω, οὐδὲ τούτων ἀκόντων, ἀλλὰ καὶ πάνυ βεβουλευμένων· τὸ δὲ καινὸν τουτὶ πρᾶγμα οὐ τήμερον ἤρξατο, οὐδὲ ἡ περίστασις τοῦ νοσήματος εἰς τοῦτό με συνηνάγκασεν, ἀλλὰ καὶ εἰς βασιλείαν κριθεὶς, αὐτόν σε καλλίονα ὑπελάμβανον καὶ προσήκοντα μᾶλλον τῷ σχήματι, καὶ μετὰ ταῦτα δὲ τοῖς ἄλλοις σε κατὰ μέρος συγκρίνων ἁπάσαις ψήφοις τῶν πάντων ἐτίθουν βασιλικώτερον· τὸ μὲν οὖν ἐμὸν ὅπη κατέληξε καὶ εἰς βραχείας ἀναπνοὰς ἡ ζωὴ περιείληπται, τὸ δ' ἐντεῦθεν σύ τε μεταχειριεῖς τὸ κράτος καὶ τὰ τῆς ἀρχῆς θήσεις καλῶς, ἄνωθεν μὲν κεκριμένος εἰς τοῦτο, νῦν δὲ τὴν ἡγεμονίαν παρειληφώς· τὴν δέ γε γυναῖκα καὶ τὸ θυγάτριον, τόν τε ἀδελφὸν καὶ τὸν ἀνεψιὸν, τὰς μὲν ἀνέπαφόν σοι παρακαταθήκην πιστεύω, τῶν δὲ ἐγκελεύομαι φροντίζειν τε καὶ ἐπιμελεῖσθαι.»
7.90 Ἐπὶ τούτοις αἴρεται κρότος δάκρυσι σύμμικτος, καὶ τὸ περιεστηκὸς ἐπευφήμησε, καὶ ὁ πρὸς τὴν βασιλείαν κριθεὶς, ὥσπερ ἐν ἱεροῖς τελούμενος καὶ μυσταγωγούμενος τὰ θαυμάσια, σὺν αἰδοῖ καὶ κόσμῳ παρειστήκει τῷ αὐτοκράτορι. Τὰ μὲν οὖν τοῦ κράτους τῷ ἀνδρὶ προοίμια τοιαῦτα, τὰ δέ γε μετὰ ταῦτα οὐχ ἁπλῆν ἔχει τοῦ λόγου τὴν πρόοδον, ἀλλὰ τὰ μὲν αὐτῷ εὐθύτατα συμβεβήκει, τὰ δὲ πλάγια ἢ ἀντίρροπα.
7.91 Εἰ δέ τι τούτῳ καὶ παρ' ἡμῶν ἐγεγόνει, ἐγὼ μὲν οὐδὲν ἂν εἴποιμι, μὴ γὰρ τοσοῦτον καυχήσαιμι, αὐτὸς δ' ἂν εἰδείη ὁ βασιλεὺς, ὡς πρὸς μὲν τὸ ἀντίρροπον ἀντίρροπος ἦν, συνεπεκούρουν δὲ φερομένοις τοῖς πράγμασι κατ' ὀρθὸν, καὶ τοσοῦτόν μοι τὸ περιὸν τῆς εἰς τὸν ἄνδρα προθυμίας καὶ διαθέσεως, ὅτι τῶν πραγμάτων ἤδη κυμαινόντων αὐτῷ, αὐτὸς τῶν οἰάκων ἐπιλαβόμενος, καὶ τὰ μὲν ἐνδιδοὺς, τὰ δὲ ἀντιτείνων, ἀκριβῶς τοῦτον εἰς τοὺς βασιλείους λιμένας κατήνεγκα.
7.92 Ὁποῖον δὲ αὐτῷ καὶ τὸ κράτος καὶ ὁ τῶν πράξεων χαρακτὴρ, τίνας τε γνώμας συνεισηνέγκατο τῇ ἀρχῇ, καὶ οἵας ἀρχὰς τεθεικὼς ἐφ' οἷα τέλη διέδραμεν, οἷός τε αὐτῷ ὁ σκοπὸς τῆς ἡγεμονίας, καὶ τίνα μὲν κατώρθωσεν ἀκριβῶς, τίνα δὲ αὐτὸς πρῶτος ἐφεῦρε, καὶ τίνα μὲν αὐτῷ θαύματος ἄξια, τίνα δὲ οὐ τοιαῦτα, καὶ ὅπως μὲν τὰ πολιτικὰ μετεχειρίσατο πράγματα, ὅπως δὲ τῷ στρατῷ προσηνέχθη καὶ τὰ ἄλλα ἔνθεν ἑλὼν διηγήσομαι.
https://byzantium.gr/

7 ξονστ.τ ΚΩΝΣΤΑΝΤΙΝΟΣ Ιʹ

7 ξονστ. 1τ  Βασιλεὺς Ρωμαίων Κωνσταντῖνος ὁ Δούκας κρατήσας τῆς βασιλείας ἔτη ἑπτά. Περὶ τούτου τοῦ αὐτοκράτορος συντεμὼν τὸν λόγον ὅσα εἰκὸς καὶ τὸ σύνηθες τῇ συγγραφῇ μέτρον ἀποδιδοὺς, ἀκριβέστερον ὕστερον ἐρῶ καὶ ἑρμηνεύσω ὁποῖον μὲν αὐτῷ τὸ γένος, ὁποῖον δὲ τοῦ οἴκου τὸ σχῆμα, οἷον δὲ καὶ τὸ ἦθος, καὶ τίνων μὲν ἤρα, τίνων δὲ ἀπείχετο καὶ πρὸ τῆς ἀρχῆς καὶ μετὰ τὴν ἀρχήν· περὶ τίνος γὰρ ἄλλου τῶν βασιλέων μακρότερον διηγήσωμαι, ὃν καὶ ἰδιώτην ὄντα ἐπῄνεσα, καὶ βασιλέα γεγονότα ἐθαύμασα, καὶ οὗ μηδὲ βραχύ τι ἀπολελείμμην, ἀλλὰ περὶ αὐτὸν ὑπὲρ τοὺς ἄλλους εἱστήκειν, ὁπότε βασιλικοῦ προκαθέζοιτο βήματος, καὶ συνῆν ἐπὶ λόγοις καὶ τῆς αὐτῆς ἐκοινώνουν τραπέζης, καὶ ἀδιηγήτων χαρίτων ἀπέλαβον;
7 ξονστ.2 Οὗτος τοιγαροῦν ὁ θειότατος βασιλεὺς ἅμα τῷ τῆς ἀρχῆς ἐπιβῆναι, πρῶτον τίθεται σπούδασμα ἰσότητα καὶ εὐνομίαν κατασκευάσαι τοῖς πράγμασιν, καὶ πλεονεξίαν μὲν ἀνελεῖν, μετριότητα δὲ καὶ δικαιοσύνην εἰσενεγκεῖν· φύσεως δὲ τυχὼν πρὸς πᾶν ὁτιοῦν δεξιᾶς, πᾶσιν ἐπεφύκει βασιλικοῖς πράγμασιν· εἴτε γὰρ διαιτῶν δίκαις, οὐκ ἀσύνετος ἦν τῶν πολιτικῶν ὑποθέσεων, ἀλλὰ καὶ λίαν εὐθυβολώτατος· φιλοσοφίας δὲ καὶ ρητορείας οὐ πάνυ μετέχων, κατ' οὐδὲν τῶν φιλοσόφων καὶ ρητόρων ἀπελιμπάνετο, ὁπηνίκα ἢ λόγους ἀπαγγέλλοι ἢ δημηγοροίη, ἢ αὐτοσχεδιάζοι γραφήν· εἴτε δὲ περὶ στρατιωτικοὺς καταλόγους ἐσπούδαζε, κατὰ δὲ τοῦτο τὸ μέρος πάντων ἐπρώτευε.
7 ξονστ.3 Τὴν δὲ βασιλείαν ἐν στενῷ ἀπειλημμένην ὁρῶν, πάντων αὐτῇ τῶν χρημάτων ἐξαντληθέντων, χρηματιστὴς ταύτῃ μέσος ἐγένετο, οὔτε ἀπειροκάλως τοῖς ἀναλώμασι χρώμενος, οὔτε θερίζων, ἵν' οὕτως ἐρῶ, ὅσα μὴ αὐτὸς ἔσπειρεν, ἢ συνάγων ὅσα μὴ διεσκόρπισεν, ἀλλ' αὐτὸς πρότερον ἀφορμὰς καταβάλλων οὕτως τῶν οἰκείων πόνων ἀπέλαβεν· ὅθεν οὐ πλήρεις μὲν, οὐδ' ἐπιχειλεῖς, ἡμιδεεῖς δὲ τοὺς βασιλείους θησαυροὺς ἐποιήσατο. Εὐσεβέστατος δὲ εἴπερ τις ἄλλος βασιλέων γενόμενος, κἀν τούτῳ τῷ μέρει πάντας ὑπερβαλλόμενος, πολέμους τε πολλάκις ἀπραγματεύτους κατώρθωσε καὶ ἀριστείοις στεφάνοις τὴν κεφαλὴν ἀνεδήσατο.
7 ξονστ.4 Ἑπτὰ δὲ ἔτη καὶ μικρόν τι πρὸς διαχειρισάμενος τὴν ἀρχὴν, νόσῳ δαπανηθεὶς ἐτετελευτήκει, ἀγῶνα μέγαν καταλιπὼν τοῖς ἐπαινεῖν αὐτὸν βουλομένοις. Ὀργῆς τε καὶ κρείττων ἐγένετο, καὶ οὐδὲν ἀπὸ ταὐτομάτου, ἀλλὰ λογισμῷ ξύμπαντα ἔπραττεν, καὶ οὔτε ψυχὴν ἀφείλετό τινος κἂν τὰ ἔσχατα τῶν κακῶν ἐπεπράχει, οὔτε τινὸς τῶν ἀκρωτηρίων ἐστέρησεν, ἀλλὰ τῇ ἀπειλῇ βραχύ τι χρησάμενος, μετ' οὐ πολὺ καὶ ταύτην διέλυε, δάκρυα μᾶλλον ἐπὶ πᾶσιν ἀφιεὶς ἢ ὠμότητι χρώμενος.
7 ξονστ.5 Οὕτω μὲν οὖν προσκιάσας αὐτὸν, αὐτίκα πλατύτερον γράψω καὶ διαρθρώσομαι, ὥσπερ δὴ ἐπηγγειλάμην ποιῆσαι τῷ θαυμασίῳ τούτῳ καὶ ὑπερφυεῖ αὐτοκράτορι.
7 ξονστ.6 Τὸ μὲν ἄνω γένος ὅσον εἰς προπάππους ἁβρόν τε καὶ εὔδαιμον καὶ ὁποῖον αἱ συγγραφαὶ ᾄδουσι· διὰ στόματος γοῦν καὶ μέχρι τοῦ νῦν ἅπασιν ὁ Ἀνδρόνικος ἐκεῖνος, καὶ ὁ Κωνσταντῖνος, καὶ ὁ Πανθήριος, οἱ μὲν ἐξ ἄρρενος γένους, οἱ δὲ ἐκ θήλεος τούτῳ προσήκοντες, οὐδὲν δὲ ἔλαττον αὐτῷ καὶ τὸ προσεχές· ἀλλ' ὥσπερ Αἰακοῦ καὶ Πηλέως ὁ Ἀχιλλεὺς ἐξ ἐκείνων γενόμενος, μᾶλλον ἐκείνων ἐξέλαμψεν, οὕτω δὴ καὶ ὁ αὐτοκράτωρ οὗτος τοιαῦτα ἔχων τοῦ γένους τὰ παραδείγματα, οὐκ ἐμιμήσατο μόνον, ἀλλ' ὥσπερ ἁμιλλησάμενος μακρῷ τοὺς προγόνους ὑπερεβάλετο, διαπρεπὴς ἁπάσαις γενόμενος ἀρεταῖς· ἐπίδοξος δὲ εἰς βασιλείαν κατὰ πρώτην εὐθὺς ἡλικίαν γενόμενος, οὕτω τὸ πρᾶγμα μετεχειρίσατο εὖ, ὡς μηδένα τῶν πάντων μωμήσασθαι· τῆς γὰρ ἀγοραίου προπετείας καὶ κομψότητος μακρὰν ἑαυτὸν ποιησάμενος, ἐν ἀγροῖς διέτριβε τὰ πολλὰ καὶ περὶ τὴν πατρῴαν βῶλον ἐπραγματεύετο· γυναῖκα δὲ γήμας καὶ γένει περιφανῆ (Κωνσταντίνου γὰρ ἦν παῖς ἐκείνου, ὃν τὸ μὲν χωρίον ἡ Δάλασσα ἤνεγκεν, ἡ δὲ ρώμη πανταχοῦ τῆς οἰκουμένης ἐκήρυξε) καὶ κάλλει διαπρεπῆ, σωφροσύνῃ τὸν βίον ἐκόσμησεν· εἶτα δὴ ταύτην θανάτῳ ἀποβαλὼν, ἵνα μὴ καὶ πάλιν συκοφαντοῖτο καὶ τοῖς κακοήθεσιν ἀφορμὴ διαβολῆς γίνοιτο, ἑτέραν αὖθις ἑαυτῷ οἰκειοῖ (εὐγενὴς δὲ καὶ αὕτη καὶ τό τε φρόνημα γενναία, καὶ τὸ εἶδος περικαλλὴς), μεθ' ἧς καὶ παῖδας ἀπογεννᾷ ἄρρενάς τε καὶ θηλείας καὶ μετὰ τὴν ἀρχὴν καὶ πρὸ τῆς ἀρχῆς, ὧν ὁ πρώτως ἀποτε χθεὶς, Μιχαὴλ δὲ ἦν, ὁ τὴν ἐκείνου βασιλείαν ἀναδεξάμενος καὶ κοινωνοὺς ταύτης καὶ τοὺς ἀδελφοὺς ποιησάμενος, τὰ κατὰ πάντων πρωτεῖα ἐκτήσατο, ὃν ὁ λόγος αὐτίκα δὴ μετὰ τὴν τοῦ πατρὸς ἱστορήσει γραφήν.
7 ξονστ.7 Ἀλλ' ἐνταῦθα τοῦ λόγου γενόμενος συνεισενεγκεῖν καὶ ἐμαυτὸν τῷ συγγράμματι βούλομαι καὶ τῶν ἐκείνου παραπολαῦσαι καλῶν. Ἤνθουν μὲν τηνικαῦτα ἐπὶ τοὺς λόγους ἐγὼ, καί με ἡ γλῶττα μᾶλλον ἢ τὸ γένος ἐκήρυττε, λόγων δὲ ἐραστὴς ἐκεῖνος εἴπερ τις ἄλλος θερμότατος, τοῦτο οὖν μοι πρῶτον ἀφορμὴ φιλίας πρὸς ἐκεῖνον ἐγεγόνει καὶ οἰκειότητος· καὶ συνελθόντες ἅπαξ εἰς λόγους καὶ πεῖραν ἀλλήλοις παρεσχηκότες, ἐθαυμάσαμέν τε καὶ ἐθαυμάσθημεν, καὶ τοσοῦτον συμφυεῖς ἐγεγόνειμεν, ὥστε καὶ παρ' ἀλλήλοις φοιτᾶν καὶ φιλικῶν χαρίτων κατατρυφᾶν· συνηνέχθη δέ τι πρὸς φιλίαν καὶ ἕτερον· ἀνάγει με ὁ λόγος εἰς τὰ βασίλεια καὶ ὑπογραμματεύειν ἐδίδου τῷ βασιλεῖ, Κωνσταντῖνος δὲ οὗτος ἦν τοῦ τῶν Μονομάχων γένους ὡς ἀληθῶς τὸ κεφάλαιον, ἔτος δέ μοι τῆς ἡλικίας πέμπτον ἐπὶ τοῖς εἴκοσι ἦν· ἐπεὶ δέ μοι λαμπροτέρου ἐδέησε σχήματος καὶ περιφανεστέρας οἰκίας, οὐδὲ τοῦτό μοι τὸ μέρος ἀσπούδαστον ἀφῆκεν ὁ βασιλεὺς, ἀλλά μοι πολλοῦ τὸν τοῦδε τοῦ ἀνδρὸς ἀνταλλάττεται οἶκον, καὶ εἰς ἀκριβεστέραν φιλίαν ἀλλήλους ἀπὸ ταύτης ἑνοῖ τῆς προφάσεως· ἀδεέστερον δὲ αὐτῷ συνῆν ἐφ' ἅπασι τοῖς καιροῖς, καὶ τῷ βασιλεῖ τὸν ἄνδρα διεζωγράφουν, ἐφιεὶς τῇ γλώττῃ τὰ πρὸς εὐφημίαν, καί τι καὶ πρὸς ἀγαθοῦ ἐγιγνόμην αὐτῷ· εἶτα τί; τελευτᾷ οὗτος ὁ βασιλεὺς, καὶ ἵνα μὴ τῶν ἐν μέσῳ πολλῶν ὄντων καὶ αὖθις ἐπιμνησθῶ, ὁ πρεσβύτης Μιχαὴλ ἐπὶ τῆς βασιλείας καθίσταται, καὶ ὠδίνει τὰ πράγματα, ἐν δεινῷ τῶν στρατιωτῶν ποιουμένων, εἰ αὐτοὶ μὴ τὸν ὑπὲρ τῶν ὅλων ἀγῶνα ὑποδύοιντο καὶ τοῖς σώμασιν ὑπὲρ τῆς ἀρχῆς κινδυνεύοιεν· κατάρχει δὲ τούτων ἐν ταῖς ἀρχαιρεσίαις τοῦ κράτους ἡ σύγκλητος τὰ πολλὰ, μηδὲν τῶν κινδύνων ἐπαισθομένη· ἅμα δέ τοι καὶ ὁ βασιλεὺς πρόφασίν τινα δοὺς αὐτοῖς ἀπονοίας εἰς ὀργὴν ἐξάπτει, καὶ συνθέμενοι ἀλλήλοις ἐντὸς τοῦ Ἄστεος ἀποστασίαν, αὐτίκα δὴ ἐξεληλύθεσαν, ὡς ὁ λόγος τὸ ξύμπαν ἐν τοῖς κατὰ τὸν Κομνηνὸν λόγοις ἠκρίβωσε.
7 ξονστ.8 Τὸ μὲν οὖν πλῆθος ἅπαν τῷ βασιλεῖ τούτῳ συννενεύκεσάν τε καὶ συνεκέκλιντο, καὶ τὴν βασιλείαν λαμβάνειν ἐπέτρεπον, ὁ δὲ ἀπεβιάζετο καὶ ὑπεχώρει λαμπρῶς, καὶ τῷ Κομνηνῷ Ἰσαακίῳ παρεχώρει τοῦ πράγματος, οὕτω τοῦ Θεοῦ πόρρωθεν οἰκονομοῦντος τὰ κατ' αὐτὸν, ὡς ἂν ἐννομώτερον ἐπὶ τὴν ἀρχὴν ἀναβαίη· τὰ δὲ μετὰ ταῦτα, ἵνα μὴ δὶς τὴν αὐτὴν ἀπολεπτύνω διήγησιν, κρατεῖ τῆς βασιλείας ὁ Κομνηνὸς, τὰς πλείους τῶν ὑποσχέσεων Κωνσταν ίνῳ τῷ Δούκᾳ διαψευσάμενος· ὁ δὲ καὶ αὖθις ἐπὶ τοῖς δευτέροις ἐφιλοσόφει καὶ κατ' οὐδὲν προσκεκρούκει τῷ βασιλεύοντι· ἐπεὶ δὲ οὗτος νοσήσας πρὸς τὸ θανεῖν ἐγεγόνει, ἀνάμνησιν ποιεῖται τῶν πρὸς αὐτὸν συνθηκῶν, σύμβουλον δὲ κἀμὲ πρὸς τὸ πρᾶγμα λαβὼν, οὐδεὶς γάρ με τῶν ἐπὶ τῆς ἐμῆς ἡλικίας αὐτοκρατόρων πλέον ἐκείνου ἐπῄνεσεν ἢ ἐθαύμασε, τοῦ μὲν γένους καταπεφρονήκει, ὅλοις δὲ ἱστίοις πρὸς ἐκεῖνον ἀπένευσεν.
7 ξονστ.9 Οἷον δὲ τοῦτο τὸ μέρος [καὶ] ὅθεν, βραχύ τι προσδιατρίψω τῷ διηγήματι· μέση μὲν οὖν ἡμέρα, καὶ τὸν βασιλέα ἡ τῆς νόσου συνέσχε καταβολὴ, καὶ ἡ ἀκμὴ τοῦ κακοῦ δριμυτέρα τῶν ἄλλων· ὡς γοῦν αὐτίκα τεθνηξόμενος μετακαλεῖται τὸν Δούκαν καὶ βασιλέα ποιεῖται τῷ ρήματι, καὶ τὰ φίλτατα τούτῳ λαμπρῶς ἐγχειρίζει, γυναῖκα καὶ θυγατέρα, καὶ ἀδελφὸν καὶ τὸ λοιπὸν γένος· σύμβολα δὲ αὐτῷ οὔπω ἐδεδώκει βασίλεια, ἀλλ' ἦν ἐν ἐπαγγελίαις τὸ πρόβλημα.
7 ξονστ.10 Οἷα δὲ τὰ μετὰ ταῦτα; ρώννυται βραχύ τι ὁ βασιλεὺς καὶ δόξας οἷον τὴν ἕξιν ἀπειληφέναι, ἀμφίβολος ἐφ' οἷς ἔπραξε γίνεται, καὶ ὁ τῇ βασιλείᾳ προβιβασθεὶς ἐν δεινῷ τε καθίσταται καὶ ἀπορίᾳ συνέχεται· ἐδεδίει γὰρ οὐκ ἐπὶ τῇ ἀποτυχίᾳ μόνον, ἀλλὰ καὶ ἐπὶ τῇ μετὰ ταῦτα δυσπραγίᾳ καὶ ὑποψίᾳ· τί ποτ' οὖν ποιεῖ; τῶν ἄλλων ἀφέμενος, ἐπὶ τοῖς ἐμοῖς λογισμοῖς γίνεται καὶ τῆς ἀρχαίας ἀναμιμνήσκει φιλίας, καὶ ποιεῖν ὅ τι βουλοίμην ἢ πρότερον ποιοίμην οὐκ ἀποκνεῖ· ἐγὼ δέ σοι οὐκ ἐψευσάμην τὸν φίλον, ὦ θεία καὶ καθαρωτάτη ψυχή (προάγομαι γὰρ ὡς ἀκούοντι διαλέξασθαι)· αὐτὸς ἂν εἰδείης ὡς τὰ πρῶτα συνεπεφύκειν, ὡς ἐπεθάρρυνον, ὡς ἐπερρώννυον, ὡς ἀθυμοῦντα παρεμυθούμην, ὡς συγκινδυνεύσειν ἐπηγγελλόμην, εἰ καὶ τούτου δεήσειεν, ἔπειτα καὶ τ' ἄλλα, ὡς μετήνεγκά σοι τὸν ἀρχιερέα, καὶ πάντα πεποίηκα ὁπόσα τε ὁ καιρὸς καὶ ὁ λόγος τῆς φιλίας ἀπῄτει.
7 ξονστ.11 Ἵνα γὰρ προβιβάσω τῷ λόγῳ τὸ λεῖπον, σφοδροτέρα περίοδος καταλαμβάνει τὸν βασιλέα, καὶ ἤδη τὴν ζωὴν αὐτῷ πάντες συναπεγνώκεισαν, οὐδεὶς δὲ τῶν πάντων ἐθάρρει τοῖς βασιλικοῖς τοῦτον κοσμῆσαι συμβόλοις, εἰ μὴ αὐτὸς παρρησίᾳ χρησάμενος, τῶν πάντων μοι παραχωρούντων τῆς ἀρίστης βουλῆς, ἐπὶ τοῦ θρόνου τε καθίζω τοῦ βασιλείου καὶ τοῖς φοινικοῖς τέως ὑποδήμασι τοὺς πόδας ἁρμόζω· τὰ δ' ἄλλα τούτῳ συνηκολούθει, τῶν ἐν τέλει συνάθροισις, εἰσαγωγαὶ πρὸς τὸν αὐτοκράτορα, σέβας βασιλεῖ πρέπον, προσκύνησις καὶ ὁπόσα εἴωθεν ἐπὶ ταῖς τῶν αὐτοκρατόρων ἀναρρήσεσι γίνεσθαι.
7 ξονστ.12 Ἐπεὶ δέ με πρῶτον αὐτῶν εἶδεν ἀπαρχόμενον τοῦ σεβάσματος, τοῦ θρόνου τε εὐθὺς ἐξανίσταται καί με λαμπρῶς ἀγκαλίζεται, καὶ τοὺς ὀφθαλμοὺς ἐπιτέγξας δακρύοις οὐκ εἶχεν ὅ τι καὶ δράσειεν, πλὴν τοσαύτας μοι καθωμολόγησε χάριτας καὶ ἐν τοσαύταις ἐποίησεν ὅσαις οὐκ ἂν μὲν ἐξήρκεσεν, τὰς δὲ πλείους εἰς ἔργον ἠγάγετο.
7 ξονστ.13 Ἑσπέρα μὲν οὖν ἦν ὅτε ταῦτα ἐγεγόνει, τοῦ δὲ καιροῦ βραχὺ προϊόντος, ἀπογνοὺς [ὁ Ἰσαάκιος] παντάπασι τὴν βασιλείαν καὶ σωτηρίαν, τὴν κόμην τε ἀποκείρεται καὶ τὸ μοναδικὸν σχῆμα ἐνδύεται, καὶ τῆς περιόδου λωφησάσης αὐτῷ περὶ μέσας νύκτας βραχύ τι διανίσταται, καὶ γνοὺς ἐφ' οἷς [ἐστι], καὶ τὸ πᾶν ἀπογνοὺς, τόν τε βασιλεύοντα ἑωρακὼς καὶ κατὰ γνώμην αὐτῷ τὸ πρᾶγμα βεβαιωσάμενος, εὐθὺς τῶν ἀνακτόρων ἀφίσταται καὶ νεὼς ἐπιβὰς ἐπὶ τὴν μονὴν τοῦ Στουδίου ὑποχωρεῖ.
7 ξονστ.14 Ὁ μὲν οὖν ἐκεῖσε δυσθανατῶν ἦν, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, ὁ δὲ τελέως ἤδη τῆς βασιλείας ἐπειλημμένος, καὶ πρῶτον ἐπὶ τοῦ βασιλείου θρόνου καθιδρυθεὶς, ἔτι προτεταμένου τοῦ παραπετάσματος (εἱστήκειν δὲ μόνος αὐτὸς ἀγχοῦ ἐπὶ δεξιᾶς), τὼ χεῖρε διάρας ὑπὲρ κεφαλὴν καὶ τοὺς ὀφθαλμοὺς δακρύων πληρώσας, χάριτας ἀνθωμολόγησε τῷ Θεῷ, καὶ τοῦτο πρῶτον αὐτῷ καθιέρωσε· ἔπειτα τὸ κάλυμμα διασχὼν καὶ τὴν γερουσίαν εἰσκαλεσάμενος καὶ ὅσοι τοῦ στρατιωτικοῦ γένους τότε ἐτύγχανον ὄντες, τούς τε ἐπὶ τῶν ἀρχείων καὶ τοὺς ἐπὶ τῶν δικαστηρίων τούτοις συναγαγὼν, περὶ δικαιοσύνης καὶ φιλανθρωπίας καὶ πραγμάτων εὐθύτητος σύμμετρον τοῖς εἰσκεκλημένοις δημηγορίαν ἀπεσχεδίασεν, τὰ μὲν τῷ δικαίῳ διδοὺς, τὰ δὲ τῷ φιλανθρώπῳ καὶ βασιλικῷ ἤθει· ἔπειτα κἀμέ τινα τῷ καιρῷ πρόσφορα ἐπιτρέψας εἰπεῖν, λύει τὴν ἐκκλησίαν.
7 ξονστ.15 Εἶτα δὴ τῶν πράξεων τῶν ἐπὶ τοῖς λόγοις ἀπάρχεται, δύο ταῦτα τέως ποιεῖν προθέμενος, εὐεργετεῖν καὶ δικαιοδοτεῖν· οὐδένα γοῦν τῶν πάντων ἀφῆκεν ἀγέραστον, οὐ τῶν ἐν τέλει, οὐ τῶν μετ' ἐκείνους εὐθὺς, οὐ τῶν πόρρωθι, ἀλλ' οὐδὲ τῶν βαναύσων οὐδένα· αἴρει γὰρ καὶ τού τοις τοὺς τῶν ἀξιωμάτων βαθμοὺς, καὶ διῃρημένου τέως τοῦ πολιτικοῦ γένους καὶ τοῦ συγκλητικοῦ, αὐτὸς ἀφαιρεῖ τὸ μεσότοιχον καὶ συνάπτει τὸ διεστὼς, καὶ τὴν διάστασιν μετατίθησιν εἰς συνέχειαν.
7 ξονστ.16 Ὁρῶν δὲ τοὺς πλείστους περὶ τὸ ἀδικεῖν τετραμμένους, καὶ τοὺς μὲν τὸ πλέον τοῦ δικαίου ἔχοντας, ἑτέρους δὲ ὑπ' ἐκείνων τυραννουμένους, ἐπὶ τὸ δικάζειν ἐτράπετο, λεῖα, κατὰ τὸν βασιλέα καὶ προφήτην, ὁρῶν· καὶ τοῖς μὲν ἀδικοῦσι γενόμενος ἐμβριθὴς, τοῖς δὲ ἀδικουμένοις χαριέστατός τε καὶ εὐμενής· ἐφειστήκεισαν γοῦν ἄμφω τὼ μέρει, ὅ τε φεύγων καὶ ὁ διώκων, οὐδὲν πλέον οὔτε ἔλαττον ἐπὶ τῆς κρίσεως ἔχοντες, ἀλλὰ τῆς ἴσης ροπῆς ἀξιούμενοι· ἐντεῦθεν τὰ κεκρυμμένα τέως ἀνεκαλύπτετο, καὶ ὁ ἑκάστου τῶν πάντων τρόπος ἐδοκιμάζετο, μᾶλλον δὲ ἀπηλέγχετο. Νόμοι δὲ τότε πρότερον πάροδον λαβόντες εἰς τὰ ἀνάκτορα σεμνῶς πάνυ ἀνηγορεύοντο, καὶ συγγραφαὶ μὲν ἄδικοι διερρήγνυντο, πᾶν δὲ τὸ τιθέμενον ἢ γραφόμενον παρ' αὐτοῦ ἢ νόμος ἄντικρυς ἦν, ἢ νόμου τι δικαιότερον. Οἱ δ' ἐπὶ τῶν ἀγρῶν, οἳ τὸ πρὶν μηδὲ τὸν βασιλεύοντα ᾔδεισαν, καθαρῶς αὐτῷ ἐνητένιζον, καὶ φιλανθρώπων μὲν λόγων, φιλανθρωποτέρων δὲ πράξεων μετελάμβανον.
7 ξονστ.17 Ταῦτά τε οὖν ἐποίει, καὶ τῶν δημοσίων φόρων ἐφρόντιζεν. Ἐπεὶ δὲ οὐκ ἐγκώμιον τὰ γραφόμενα, ἀλλ' ἀληθὴς ἱστορία, ἑαυτῷ μόνῳ συμβούλῳ περὶ τὰ πρακτέα χρώμενος, ἔστιν οὗ καὶ ἡμάρτανε τοῦ ἀκριβεστέρου σκοποῦ· τὸ γοῦν βουλόμενον αὐτῷ ἦν μὴ πολέμοις τὰ περὶ τῶν ἐθνῶν διατίθεσθαι, ἀλλὰ δώρων ἀποστολαῖς καί τισιν ἑτέραις φιλοφροσύναις, δυεῖν ἕνεκα, ἵνα μήτε τὰ πλείω καταναλίσκοι τοῖς στρατιώταις, καὶ αὐτὸς διαγωγὴν ἔχοι ἀθόρυβον.
7 ξονστ.18 Ἀγνόημα δὲ μέγα ἠγνόησεν, ὅτι τῆς στρατιωτικῆς καταλυομένης μερίδος τὰ τῶν ἐναντίων αὐξάνοιτο καὶ ἐπὶ τὸ μεῖζον καθ' ἡμῶν φέροιτο· ἔδει μὲν οὖν τὸ τοι οῦτον ἀτόπημα, φημὶ δὲ τὸ ἀσύμβουλόν τε καὶ ἀπερίσκεπτον, πάντων ἀπελαθῆναι τῶν βασιλέων, ἀλλὰ τὸ φίλαυτον, καὶ τὸ ἐνίους τῶν αὐτοκρατόρων παρὰ τῶν τυχόντων θωπεύεσθαι ὡς πᾶσιν ἀρκοῦντας πράγμασι, δελεάζει τε τὰ πολλὰ καὶ ἐκτραχηλίζει τοῦ δέοντος, καὶ τὸν μὲν ὑπὲρ τοῦ καλοῦ παρρησιαζόμενον ὕποπτον ἥγηνται, τὸν δὲ ὑποθωπεύοντα ἡδέως ἐναγκαλίζονται καὶ ἀξιοῦσι τῶν ἀπορρήτων· τοῦτο τὴν βασιλείαν Ρωμαίων κατήνεγκε καὶ ἠλλοίωσεν ἐπὶ τὸ χεῖρον τὰ πράγματα, καίτοι πολλάκις αὐτὸς ἐπειράθην ἐξελεῖν ἀπὸ τούτου δὴ τοῦ βασιλέως τὸ νόσημα· ἀλλ' ἦν αὐθέκαστος περὶ τοῦτο καὶ ἀπαραίτητος· καὶ τοῦτο μὲν ἐνταυθοῖ κείσθω, ὁ δὲ τῆς φιλανθρωπίας λόγος ἐξεταζέσθω αὐτῷ, ὡς δὲ καὶ ὁ τῆς φρονήσεως, τὸν γὰρ τῆς δικαιοσύνης ἀποδεδώκαμεν· ὃ δέ με ἄνω διέλαθεν, τοῦτο νῦν ἀναμνησθεὶς διηγήσομαι.
7 ξονστ.19 Ὅτε γοῦν αὐτῷ τὸ στέφος τῇ κεφαλῇ καθηρμόζετο, καθωμολόγησε τῷ Θεῷ μὴ τιμωρῆσαι σῶμά τινος, τοῦτο δὲ μετὰ προσθήκης ἀποδεδώκει· ἀπείχετο γὰρ καὶ αἰκίας καὶ τῆς διὰ λόγων σχεδὸν ὕβρεως, εἰ μὴ ὅσον μεταμορφώσας αὑτὸν ἐπὶ τὸ δοκοῦν φρικωδέστερον, τιμωρίας μὴ γενησομένας διηπειλήσατο. Διεῖλε δὲ τοῖς καιροῖς εὐθυβόλως τὰ πράγματα, ἑκάστῳ τὸ οἰκεῖον μέτρον φυλάττων καὶ τῆς ἐν τῇ ἀνισότητι φροντίζων ἰσότητος.
7 ξονστ.20 Οἷον δὲ αὐτῷ καὶ τοῦ οἴκου τὸ σχῆμα; γλυκύτερον γὰρ τοῖς παισὶ προσεφέρετο, προσέπαιζέ τε τούτοις ἡδέως καὶ προσεμειδία ψελλίζουσι, καὶ ἀνθημιλλᾶτο πολλάκις ἀντιπίπτουσιν, εὐπαιδευσίαν τε ἅμα τούτοις καὶ γυμνασίαν ἐντεῦθεν προμνηστευόμενος. Τρεῖς μὲν οὖν αὐτῷ υἱεῖς πρὸ τῆς ἀρχῆς ἐγεγόνεισαν καὶ δύο θυγάτρια, καὶ τῶν μὲν ἀρρένων ὁ μέσος μετὰ τὴν ἀρχὴν ὀλίγον ἐπιβιοὺς ἀποθνῄσκει, κάλλους χρῆμα ἀμίμητον, καὶ τῶν θυγατέρων ἡ τελευταία ἤδη κατεγγυηθεῖσα ἀνδρὶ, ὡραία τῷ εἴδει σφόδρα καὶ τὴν ψυχὴν ἀγαθὴ, θατέρα δὲ ἡ τῆς Ἀρετῆς φερώνυμος μνηστεύεται τῷ Θεῷ, καὶ νῦν ἔτι ἔστι καὶ εἴη μέχρι πολλοῦ.
7 ξονστ.21 Μετὰ δὲ τὴν βασιλείαν, οὔπω ἡλίου τὸν ἐνιαύσιον κύκλον περιοδεύσαντος ὁμοῦ δὲ τίκτεται παιδίον τῷ βασιλεῖ, καὶ τοῦ βασιλείου εὐθὺς καταξιοῦται ὀνόματος· τὼ δὲ ἄλλω ὡς πρὸ τῆς βασιλείας γεγενημένω, ὅ τε θαυμάσιος Μιχαὴλ καὶ ὁ μετὰ τοῦτον Ἀνδρόνικος ἰδιώτα ἤστην· ἀλλ' οὐ πολὺς χρόνος καὶ τὸν πρῶτον αὐτῷ τῶν υἱέων καὶ κάλλιστον, τοῦτον δή φημι τὸν θειότατον Μιχαὴλ, τῷ βασιλικῷ κοσμεῖ διαδήματι· μέλλοντα δὲ ἤδη ἐπὶ τοῦ θρόνου καθίζειν, δοκιμάζει γενναίως εἰ προσήκων τῇ βασιλείᾳ γένοιτο, καὶ ἐρωτᾷ τοῦτον τομὴν πολιτικῆς ὑποθέσεως, ὁ δὲ καὶ διαγινώσκει τὸ ζήτημα καὶ ἔννομον ποιεῖται ἀπόφασιν· ὁ δὲ οἰωνὸν τοῦτο λαβὼν ψυχῆς διαπρεποῦς ἐν βασιλείᾳ γενησομένης, αὐτίκα τούτῳ τὴν βασίλειον πανήγυριν ἐκτελεῖ.
7 ξονστ.22 Εἶτα τί γίνεται; βουλὴ κατὰ τοῦ βασιλέως παρ' ἐνίων ἀρτύεται· τὸ δὲ βούλευμα, ἐξῶσαι τοῦτον τῆς ἡγεμονίας καὶ ἕτερον ἐγκαταστῆσαι τοῖς πράγμασιν· μέτοχοι δὲ τοῦ σκέμματος οὐ τῶν ἀγενῶν μόνον καὶ ἀνωνύμων, ἀλλὰ καὶ τῶν εὖ γεγονότων καὶ περιφανεστέρων· τῶν δὲ συνωμοτῶν ἐκ συνθήματος οἱ μὲν ἀπὸ θαλάττης ἐπικεχειρήκασι τῷ παρανομήματι, οἱ δὲ ἀπὸ γῆς καθειστήκεισαν ἀπρεπεῖς· ἀλλ' ἐπ' αὐτῆς τῆς ἀκμῆς τοῦ κακοῦ γεγονότος, ἀνακαλύπτει τὸ δρᾶμα Θεὸς, καὶ δήλην ποιεῖται τὴν κακοήθειαν· ἆρ' οὖν τὰς κεφαλὰς αὐτῶν ἀποτέμνει; ἢ διαιρεῖ τὰς χεῖρας; ἢ ἄλλο τι ἀφαιρεῖται τοῦ σώματος; πολλοῦ γε καὶ δεῖ· τὴν κόμην γοῦν ἐνίοις ἐπιτεμὼν, τῶν ἄλλων ὑπερορίαν καταδικάζει· καὶ ὥσπερ ἀναπνεύσας τοῦ παρὰ βραχὺ κινδύνου, ἐφ' ἑστίας με προσκαλεῖται καὶ ἀπὸ τῆς αὐτῆς σιτεῖσθαι παρακελεύεται· εἶτα δὴ τὴν τροφὴν ἐπισχὼν καὶ ἐπιδακρύσας· «Ἆρά γε, εἶπεν, ὦ φιλόσοφε, κατατρυφῷεν οὕτως καὶ οἱ ἀπαγόμενοι ὑπερόριοι· ἀλλὰ μὴ οὕτω τρυφῴην, ἑτέρων κακοπαθούντων.»
7 ξονστ.23 Τῶν δὲ ἀπὸ τῆς ἑσπέρας Μυσῶν τε καὶ Τριβαλλῶν ἀλλήλοις ὁμονοησάντων καὶ εἰς ὁμαιχμίαν συστάντων, καὶ μεγάλου κακοῦ ἐπὶ τῇ Ρωμαίων κυμαίνοντος, τὴν μὲν πρώτην ἐπ' ἐκείνους ἐξώρμησεν, εἶτα δῆτα ἐμοῦ μονονοὺ ταῖς χερσὶν ἐπισπάσαντος, παλινδρομεῖ ἐπὶ τὰ ἀνάκτορα· ὀλίγον δέ τι στράτευμα συλλεξάμενος ἐπ' ἐκείνους ἀφῆκε, καὶ παραδοξοποιεῖ τι Θεὸς, τῶν Μωσαϊκῶν τεραστίων οὐκ ἔλαττον· ὥσπερ γὰρ κρείττονα φάλαγγα οἱ βάρβαροι θεασάμενοι καὶ ἀποδειλιάσαντες τὰς ψυχὰς, εὐθὺς τὰ νῶτα μετέβαλον καὶ ἄλλος ἀλλαχοῦ διεσπάρησαν, οἱ δὲ πλείους ἀπὸ τῶν κατόπιν ἐλαυνόντων ἔργον μαχαίρας γεγόνασιν· καὶ οἱ μὲν τεθνηκότες κατάβρωμα ὄρνισι προετέθησαν, οἱ δὲ διαφυγόντες πανταχοῦ τῆς γῆς διεσπάρησαν. Εἰ μὲν οὖν ἐγκωμιάζειν προειλόμην, ἀλλὰ μὴ συνοπτικὴν ἱστορίαν ποιεῖν, ἀπέχρησεν ἄν μοι τοῦτο τὸ διήγημα εἰς πᾶσαν εὐφημίας ὑπερβολήν· νῦν δὲ ἐφ' ἕτερα τὴν τοῦ λόγου ὁρμὴν μετενέγκοιμι.
7 ξονστ.24 Τὰ μὲν οὖν ἄλλα τῷ βασιλεῖ δέξαιτ' ἂν τὴν πρὸς ἑτέρους ἅμιλλάν τε καὶ σύγκρισιν, τὸ δὲ περὶ τὴν τοῦ θείου δόξαν καὶ μάλιστα τὸ περὶ [τὸ] τῆς ἀρρήτου οἰκονομίας τοῦ Θεοῦ Λόγου μυστήριον, λόγου κρεῖττον καὶ τοῦ ἐνδιαθέτου καὶ τοῦ κατὰ προφορὰν, τοῦ τε ἁπλοῦ καὶ τοῦ τεχνικοῦ. Ὁπότε γοῦν αὐτῷ ἀπόδειξιν ἐποιούμην τοῦ δι' ἡμᾶς μυστηρίου, ἐγεγήθει τε τὴν ψυχὴν καὶ ὑπὸ χαρμονῆς τὸ σῶμα ξύμπαν συνεκεκλόνητο, καὶ δακρύων κρουνοὺς ἠφίει· ἅπαν δὲ τὸ τῆς θείας Γραφῆς βάθος ἀναλεξάμενος, οὐ τὸ ἐκκείμενον μόνον ἠπίστατο, ἀλλὰ καὶ [τὸ] βαθὺ καὶ θειότερον· εἰ δ' ἀποσχοληθείη ποτὲ τῶν δημοσίων φροντίδων, ἐπὶ τοῖς βιβλίοις ἐγίνετο.
7 ξονστ.25 Ἐπανεπαύετο δὲ ἐπ' οὐδενὶ τῶν ἄλλων ὡς ἐπ' ἐμοί· ὅθεν εἰ μὴ τῆς ἡμέρας πολλάκις ὀφθείην αὐτῷ, ἐδει νοπάθει καὶ ἤσχαλλε· ἐσέβετό τε διαφερόντως τῶν ἄλλων, καὶ διέκειτο ἀναπιμπλάμενος ἐμοῦ ὥσπερ νέκταρος· θάνατον δέ μου τῶν πολιτῶν ἑνὸς αὐτῷ ἀπαγγείλαντος, περιχαρὴς ὤφθη γενόμενος, ἐμοῦ δὲ θαυμάσαντος, [καὶ] τὴν αἰτίαν ἐρομένου ἀνθ' ὅτου· «Ὅτι τοι, ἔφη, πολλοί μοι κατηγορήκασι τοῦ ἀνδρός·» ἐγὼ δὲ ἀντήχουν (καὶ [γὰρ] ἐδεδίειν μήπου καὶ βιασθείη, καὶ εἰς ὀργὴν τούτῳ ἐξενεχθείη)· «Ἐπεὶ δὲ ἐτεθνήκει συντεθναίη πάντως τοῖς κατηγόροις καὶ ἡ κατὰ τοῦ ἀνθρώπου κατηγορία, ἐπεὶ καὶ πᾶσα δυσμένεια τῷ βίῳ συγκαταλύεται.»
7 ξονστ.26 Τὸν μέντοι γε ἀδελφὸν Ἰωάννην εἰς τὸ τοῦ καίσαρος ἀνενεγκὼν ἀξίωμα ὑπερηγαπήκει καὶ μετὰ ταῦτα διαφερόντως, καὶ κοινωνὸν ἐποιεῖτο τῶν ἀρχικῶν βουλευμάτων· ἐκεκόσμητο γὰρ καὶ ὁ ἀνὴρ οὗτος συνέσει καὶ μεγαλοφροσύνῃ καὶ τῇ περὶ τὰ πράγματα δεξιότητι· ὅθεν καὶ νοσήματι δεινῷ πρὸ πολλοῦ τῆς τελευτῆς κατάσχετος γεγονὼς, ὥσπερ ὑπὸ πατρὶ τοὺς ἰδίους παῖδας πεποίηται, προστιθεὶς τούτῳ καὶ ὃν αὐτὸς τοῦ πατριαρχικοῦ θρόνου ἠξίωσεν, ἄνδρα καὶ τὴν ἀρετὴν τελεώτατον καὶ τῇ ἀρχιερωσύνῃ μάλα προσήκοντα.
7 ξονστ.27 Ἀλλ' ἐκεῖνος μὲν ἀνερρώσθη τῆς ἀρρωστίας, μετ' οὐ πολὺ δὲ δαπανᾶσθαι τὸ σῶμα ἀρξάμενος, κατὰ βραχὺ τῷ θανάτῳ προσήγγισεν· κἀνταῦθα ἐπὶ τῇ γυναικὶ Εὐδοκίᾳ πάντα πεποίηται, σωφρονεστάτῃ τε τῶν καθ' ἑαυ τὴν νομιζομένῃ τἀνδρὶ καὶ παιδοτροφῆσαι ἀκριβεστάτῃ, περὶ δὲ ταύτης ἑξῆς ἐρῶ ἀκριβέστερον· ταύτῃ γοῦν τοὺς παῖδας ὑποθέμενος, καὶ διελὼν περὶ πάντων ὥσπερ προείρητο, βραχὺν χρόνον ἐπιβιοὺς τελευτᾷ ἑξηκοντούτης καὶ μικρόν τι πρὸς τὸν ὅλον τῆς ζωῆς χρόνον γενόμενος.
7 ξονστ.28 Οὐκ οἶδα γοῦν εἴ τις ἐκείνου τοῦ βασιλέως ἢ εὐκλεέστερον τὸν βίον διήγαγεν, ἢ εὐδαιμονέστερον ἐτεθνήκει· ἅπαξ μὲν ἐπιβουλευθεὶς καὶ τοῦ κλύδωνος ἁρπαγεὶς, τὸν δὲ λοιπὸν τῆς ἀρχῆς χρόνον ἀθορύβως καὶ εὐθύμως διενεγκὼν, καὶ βασιλέας υἱεῖς τῷ βίῳ καταλιπὼν πατρῴζοντας ἀκριβῶς καὶ τὸν ἐκείνου χαρακτῆρα ἔν τε ψυχῇ καὶ σώματι φέροντας.
7 ξονστ.29 Ἐπεὶ δὲ ἀρκούντως αὐτῷ περὶ ὧν ἔπραξε τὸν λόγον ἐποιησάμεθα, φέρε δὴ εἴπωμεν καὶ εἴ τι ἐπὶ τῆς ἀρχῆς παρεφθέγξατο. Εἴθιστο λέγειν περὶ τῶν ἐπιβουλευσάντων αὐτῷ, ὡς τιμῆς μὲν καὶ χρημάτων οὐκ ἀποστερή σοι τούτους, ἀντ' ἐλευθέρων δὲ ὡς ἀργυρωνήτοις αὐτοῖς χρήσαιτο· «Ἀφειλάμην δὲ οὐκ ἐγὼ τὴν ἐλευθερίαν αὐτοὺς, ἀλλ' οἱ νόμοι ἐκπτώτους αὐτοὺς τῆς πολιτείας ποιήσαντες.» Τοῖς δὲ λόγοις ἐξόχως προσκείμενος·» Ὤφελον, ἔλεγεν, ἐκ τούτου ἢ τῆς βασιλείας γνωρίζεσθαι.» Γενναῖος δὲ ὢν τὴν ψυχὴν πρός τινα εἰρηκότα ὡς αὐτὸς ἂν ἡδέως μαχόμενος ἐκείνου τὸ ἴδιον σῶμα προβάλλοιτο· «Εὐφήμει, εἶπεν, καὶ εἰ βούλοιό γε πεσόντι ἐπένεγκε πληγήν τε καὶ αὐτός.» Πρὸς δὲ τὸν τοὺς νόμους ἐξακριβούμενον ἐπὶ τὸ βούλεσθαι ἀδικεῖν· «Οὗτοι, ἔφησεν, οἱ νόμοι ἡμᾶς ἀπολωλέκασιν.» Ἀποχρῶντα ταῦτα τῷ βασιλεῖ.
https://byzantium.gr/

7 ευδ,ρομ.τ ΕΥΔΟΚΙΑ– ΡΩΜΑΝΟΣ Δʹ

7 ευδ,ρομ.1τ Εὐδοκία βασιλὶς σὺν Μιχαὴλ καὶ Κωνσταντίνῳ τοῖς παισί.
Ἡ βασιλὶς Εὐδοκία, κατὰ τὰς τοῦ ἀνδρὸς καὶ βασιλέως διατάξεις τῶν ὅλων ἐγκρατὴς γενομένη, οὐκ ἐφ' ἑτέροις τὴν βασιλείαν πεποίηται, οὐδ' αὕτη μὲν οἰκουρεῖν τὰ πολλὰ ἠξίου, τῶν δὲ ἐν τέλει τισὶ πιστεύειν τὰ πράγματα, ἀλλ' αὐτὴ περιζωσαμένη τὴν δυναστείαν τῆς ὅλης ἡγεμονίας γίνεται, λιτῶς τε τὰ πρῶτα διακειμένη καὶ μηδέν τι περιττὸν ἐπί τε κόσμοις καὶ προόδοις ἐμφαίνουσα· ἐν πᾶσι δὲ ἐξεταζομένη καὶ πᾶσιν ἁρμόζουσα πράγμασιν, ἀρχαιρεσίαις, πολιτικαῖς ὑποθέσεσι, δημοσίων συνεισφοραῖς ἔστιν ὅπη παρείκοι, καὶ τὰς βασιλείους φωνὰς ἀπαγγέλλουσα· τοσοῦτον γὰρ αὐτῇ τὸ περιὸν τοῦ φρονήματος. Ἐμέσευε γοῦν τῶν υἱέων, οἱ δὲ μονονοὺκ ἐπεπήγεσαν ἐκείνην ἀκριβῶς δεδιότες καὶ σεβαζόμενοι.
7 ευδ,ρομ.2 Τὸ μὲν οὖν τὸν Κωνσταντῖνον αἰδεῖσθαι ταύτην, παῖδά τε ὄντα καὶ οὔπω τῶν πραγμάτων ξυνιέναι δυνάμενον, οὔτε θαυμάσομαι, οὔτε ἐπαινέσαι τοῦτον τῆς αἰδοῦς προαχθήσομαι· τὸ δὲ τὸν Μιχαὴλ ὑπείκειν αὐτῇ καὶ τῶν ὅλων πραγμάτων παραχωρεῖν, ἤδη τε πρὸ πολλοῦ τὴν ἥβην ἐκβεβηκότα καὶ τῆς φρονούσης ἡλικίας γενόμενον, τήν τε φρόνησιν τελείαν κτησάμενον καὶ πεῖραν ταύτης δεδωκότα ἐν πολλοῖς πράγμασι, τοῦτο οὔτε συγκρίνεσθαι πρὸς ἕτερον τοιοῦτον ρᾴδιον, οὔτε ἀρκούντως τινὰ τῶν πάντων δυνατὸν εὐφημεῖν· ἀλλ' εἶδον τοῦτον ἐγὼ πολλάκις, λέγειν μὲν δυνάμενον ἐπὶ τῆς μητρὸς, σιωπῶντα δὲ ὥσπερ οὐ δυνάμενον λέγειν, καὶ πράττειν μὲν πᾶν ὁτιοῦν ἐξισχύοντα, πράξεων δὲ βασιλικῶν ἀπεχόμενον.
7 ευδ,ρομ.3 Οὐ μὴν κατωλιγώρει τὰ πρῶτα τούτου ἡ μήτηρ, ἀλλ' ἐφ' ἑαυτῆς προγυμνάζουσα, εἶτα δὴ καὶ ἀρχαιρεσιάζειν ἐδίδου καὶ δικάζειν προέτρεπεν· ἐφίλησε γοῦν πολλά κις προσελθοῦσα, καὶ ἐγκωμίων ἠξίωσε καὶ ὄνασθαι τούτου κατηύξατο, ἐρρύθμιζέ τε τούτῳ τὸ ἦθος, καὶ ἠρέμα ἐπὶ πᾶσαν ἐνέργειαν βασιλεῖ πρέπουσαν προεβίβαζεν. Ἐμοὶ γοῦν πολλάκις αὐτὸν ἐνεχείρισε καὶ τὰ δέοντα νουθετεῖν τε καὶ συμβουλεύειν παρεκελεύσατο. Ἐκάθητο δὲ ἐπὶ τοῦ βασιλείου βήματος ἅμα τῷ ἀδελφῷ Κωνσταντίνῳ· χρηστότατος δὲ ὢν εἴπερ τις ἄλλος, οὐ πάντα ἐφ' ἑαυτοῦ ἔπραττεν, ἀλλὰ καὶ τῷ ἀδελφῷ πολλάκις τῶν βασιλικῶν ἐκοινώνησε πράξεων. Εἶχε μὲν οὖν οὕτω τούτοις τὰ πράγματα, καὶ μέχρι παντὸς ἂν ἡ αὐτὴ τάξις τετήρητο, εἰ μὴ δαίμων τις τοῖς πραττομένοις ἀντέπεσεν.
7 ευδ,ρομ.4 Ἐνταῦθα δὲ τοῦ λόγου γενόμενος, τοσοῦτον ἂν περὶ τῆς βασιλίδος Εὐδοκίας εἴποιμι, ὅτι οὐκ οἶδα εἴ τις ἄλλη γυναικῶν σωφροσύνης ἐγεγόνει παράδειγμα, ὡς ἐκείνη τὸν μέχρι τούτου τῆς ζωῆς βίον ἐβίωσε· λέγω δὲ οὐχ ὅτι καὶ μετὰ ταῦτα τὴν σωφροσύνην ἠλλάξατο, ἀλλ' ὅτι τῆς ἀκριβείας ὑφῆκε καὶ μὴ τὴν αὐτὴν ἰδέαν μέχρι παντὸς τῆς γνώμης ἐτήρησεν· ἀπολογισαίμην δ' ἂν καὶ τοῦτο ὑπὲρ αὐτῆς, ὡς οὐδ' εἴ τι καὶ παρηλλοίωτο, ἡδονῶν ἥττηται καὶ σαρκὸς ἐπιθυμίας ἠλάττωται, ἀλλὰ διέσεισαν αὐτὴν φόβοι πολλοὶ περὶ τοῖς υἱέσι, μὴ τὴν βασιλείαν ἀφαιρεθεῖεν, μὴ ὄντος τοῦ προεστηκότος καὶ περιέποντος. Ἐκείνῃ γὰρ οὐδ' ὁ βασιλικὸς βίος καθ' ἡδονὴν ἦν· ἐρῶ δέ τι τούτου σύμβολον μέγιστον· ἐγὼ γὰρ ταῦτα συγγράφων ἦν δὲ ἀδελφὸς τοῦ ἐκείνης πατρὸς ἐκ πνευματικῆς διαθέσεως, καί με ὑπὲρ πάντας ἐθείαζέ τε καὶ ἐξεθείαζεν· ἐφ' ἑνὸς γοῦν αὐτῇ τῶν καιρῶν ἐπὶ θείῳ νεῲ συγγενόμενος, ἐπειδὴ προσηλωμένην εἶδον Θεῷ καὶ οἷον ἐξηρτημένην τοῦ Κρείττονος, ὄνασθαι τοῦ κράτους μέχρι παντὸς κινηθεὶς ἐκ προ θυμίας ηὐξάμην· ἡ δέ μοι ἐπιστραφεῖσα τὸν λόγον ἐμέμψατο καὶ ἀρὰν τὴν εὐχὴν ἐλογίσατο· «Μὴ οὕτως ὀναίμην τῆς βασιλείας, εἰποῦσα, ὥστε καὶ θανεῖν βασιλεύουσα.» Τοσοῦτον γοῦν με οὗτος ὁ λόγος ἐξεδειμάτωσεν, ὥστε ἐκεῖθεν ὡς κρείττονι ταύτῃ προσέχειν τὸν [νοῦν].
7 ευδ,ρομ.5 Ἀλλ' εὐμετάβλητον ζῷον ὁ ἄνθρωπος, καὶ μάλιστα εἰ καὶ προφάσεις ἰσχυραὶ τῆς μεταβολῆς ἔξωθεν γένοιντο· εἰ γὰρ καὶ τὸ ἦθος στάσιμος ἡ βασιλὶς αὕτη καὶ τὴν ψυχὴν γενναία, ἀλλ' οἱ ἐπιρρέοντες ποταμοὶ κλονοῦσιν αὐτῇ τὸν πύργον τῶν σωφρονικῶν λογισμῶν καὶ πρὸς δευτέραν εὐνὴν ἀνδρὸς κατακλίνουσι· καὶ πολλοῖς μὲν τὸ πρᾶγμα γνώριμον ἐγεγόνει καὶ ἀμφὶ ταῖς γλώσσαις ἐκλώθετο, ἐμοὶ δὲ οὐδ' ὁπωστιοῦν τοῦ ἐνθυμήματος ἡ βασιλὶς ἐκοινώνησεν, αἰδοῖ πάντως τὴν γλῶσσαν ἐπέχουσα, ἵνα μὴ πρὸς τὸν αὐτὸν τοὺς ἐναντίους διαπλέκοιτο λόγους, ἐβούλετο δ' ὅμως κἀμὲ τοῦ σκέμματος μετασχεῖν· ὅθεν μοι προσιών τις τῶν τὰ χείρω μυσταγωγούντων αὐτῇ, προὔτρεπεν εἰπεῖν αὐτῇ καὶ παρρησιάσασθαι, ὥστε βασιλέα γενναῖον ἐπιστῆσαι τοῖς πράγμασιν. Ἐγὼ δὲ τοσοῦτον πρὸς αὐτὸν εἰρήκειν, ὡς οὔτ' ἂν εἴποιμι τοῦτο, οὔτε πείσαιμι εἰρηκὼς, οὔτε εἰς καλὸν τῆς γλώττης ὀναίμην.
7 ευδ,ρομ.6 Τέως δὲ τὸ πρᾶγμα ὑπεψιθύριστο τοῖς πολλοῖς, καὶ τῇ βασιλίδι ὁ βασιλεύσων ἀφώριστο, καὶ κατὰ τὰ ξυγκείμενα τὴν τήμερον μὲν ἐπίδοξος ἐπιδημῆσαι τῆς Πόλεως ὁ προσδοκώμενος ἦν, τὴν δὲ αὔριον ὁ βασιλικὸς αὐτῷ θρόνος ἀφώριστο. Ἑσπέρας δέ με προσκαλεσαμένη ἡ βασιλὶς, καὶ μόνον ἀπολαβοῦσα, εἶτα δὴ καὶ δακρύουσα· «Οὐκ οἶσθα, ἔφησεν, ὡς ἀπανθεῖ τὰ τῆς βασιλείας ἡμῖν πράγματα καὶ εἰς τοὐπίσω χωρεῖ, πολέμων μὲν ἀναρριπιζομένων συχνῶν, βαρβαρικοῦ δὲ πλήθους πᾶσαν τὴν ἕω ληϊζομένων· πῶς οὐ τὰ δεινὰ σταίη τοῖς πράγμασιν;» Ἐγὼ δὲ μηδὲν τῶν γεγονότων εἰδὼς, μηδ' ὅτι ἐπὶ θύραις τῶν ἀνακτόρων ὁ βασιλεύσων εἱστήκει· «Οὐ τῶν προχείρων τὸ πρᾶγμα, ἔφησα, ἀλλὰ τῶν βουλῆς δεομένων καὶ σκέψεως· τήμερον οὖν προβαλοῦ, καὶ αὔριον ἀκροῶ, τοῦτο δὴ τὸ τοῦ ρήματος.» Ἡ δὲ βραχύ τι ἐπιγελάσασα· «Ἀλλ' οὐ δεῖ τινος, ἔφησε, φροντίδος· τὸ δὲ καὶ πεφρόντισται καὶ διώρισται· ὁ γὰρ τοῦ Διογένους υἱὸς Ρωμανὸς τὸ βασιλεύειν ἠξίωται καὶ τῶν ἄλλων προκέκριται.»
7 ευδ,ρομ.7 Ἐπάγην ἀκούσας εὐθὺς καὶ ὅ τι γενοίμην οὐκ ἔχων· «Ἀλλ' αὔριον, ἔφησα, κοινωνὸς τοῦ πράγματος καὶ αὐτὸς ἔσομαι·» ἡ δὲ· «Μή μοι τὴν αὔριον, πρός με εἰρήκει, ἀλλ' αὐτίκα μοι κοινώνει τῆς πράξεως.» Τοσοῦτον δὲ αὖθις αὐτὴν ἠρωτήκειν· «Ὁ δέ γε υἱός σου καὶ βασιλεὺς, ὃς δὴ καὶ ἐπίδοξος ἦν μοναρχεῖν, συνίστωρ τοῦ γενομένου καθέστηκεν;» Ἡ δὲ· «Παντάπασι μὲν οὐκ ἀγνοεῖ, ἔφησε, τὸ δρώμενον, τὸ δὲ ἀκριβὲς οὐκ οἶδε τοῦ πράγματος· ἀλλ' εἰς καλὸν τοῦ υἱέος μοι μέμνησαι· ἀναβησώμεθα κοινῇ πρὸς αὐτὸν καὶ τὸ πρᾶγμα διηγησώμεθα· καθεύδει δὲ ἄνωθί που ἔν τινι τῶν βασιλικῶν κοιτωνίσκων.»
7 ευδ,ρομ.8 Ἀνεληλύθειμεν γοῦν, ἐκείνη μὲν οὐκ οἶδ' ὅπως ἔχουσα τὴν ψυχὴν, ἐγὼ δὲ ἐτεταράγμην καὶ μοί τις κλόνος ἐξαπιναίως διέσεισε τὰ ὀστᾶ· ὡς δὲ ἐπὶ τῆς κλίνης τοῦ παιδὸς ἡ μήτηρ καθῆστο· «Ἀνίστασο, ἔφη, κάλλιστέ μοι τῶν υἱέων καὶ βασιλεῦ, καὶ δέξαι τὸν πατρωὸν, ἀντὶ πατρὸς οὐκ ἄρχοντα, ἀλλ' ὑπείκοντα, τοιοῦτον γάρ σοι τοῦτον ἐν γράμμασιν ἡ μήτηρ ἐδέσμησεν.» Ὁ δὲ αὐτίκα ἐξαναστὰς, ἐμὲ μὲν ὑπεβλέψατο οὐκ οἶδ' ὅ τι ἐνθυμηθεὶς, ἅμα δὲ τῇ μητρὶ τοῦ δωματίου ἐν ᾧ ὕπνωττε κατελθὼν, τόν τε βασιλέα ἤδη τεθέαται, μηδὲν διαλλάξας μήτε τῆς ψυχῆς μήτε τοῦ χρώματος, καὶ ἀσπασάμενος, κοινωνὸς αὐτῷ καὶ τῆς βασιλείας καὶ τῆς εὐθυμίας καθίσταται.
7 ευδ,ρομ.9  Μετάκλητος δὲ καὶ ὁ καῖσαρ ἐπὶ τούτοις γίνεται, καὶ τὴν σύνεσιν τότε μάλιστα ἐπιδείκνυται, καὶ τοῦ ἀνεψιοῦ καὶ βασιλέως φροντίσας ὅσα εἰκὸς, καί τινας φωνὰς ὑπὲρ ἐκείνου ἀφεὶς, συμπανηγυρίζει τοῖς βασιλεύουσι, καὶ μονονοὺ τὸν ὑμέναιον ᾄδει καὶ τῶν ἐπιγαμίων ἐμφορεῖται κρατήρων· καὶ οὕτω ἐπὶ τῷ βασιλεῖ Ρωμανῷ ἡ τῆς βασιλείας ἐγεγόνει κατάστασις.

7 ευδ,ρομ.10τ Ἡ βασιλεία Ρωμανοῦ τοῦ Διογένους.
Τῷ βασιλεῖ τούτῳ, φημὶ δὴ Ρωμανῷ τῷ τοῦ Διογένους, τὸ μὲν γένος ἀρχαῖον καὶ εὔδαιμον, πλὴν τοῦ πατρός· οὗτος γὰρ ἐπὶ τυραννικαῖς αἰτίαις ἁλοὺς ἐπὶ τοῦ αὐτοκράτορος Ρωμανοῦ τοῦ κατὰ τοὺς Ἀργυροὺς, ἑαυτὸν ὤσας κατὰ κρημνοῦ ἐξαπόλωλε· ὁ δὲ τρόπος ἔστι μὲν οὗ κατευθύνων, τὰ πλείω δὲ εἰρωνικός τε καὶ ἀλαζὼν, ἀλλ' οὐδ' αὐτὸς τὰς τυραννίδας ἐκπέφευγεν, ἀλλὰ τὸν μὲν ἄλλον χρόνον ἐλάνθανεν, ἐπὶ δὲ Εὐδοκίας τῆς βασιλίδος, ἣν ὁ λόγος φθάσας ὑπεζωγράφησε, τὸ κρυπτόμενον ἐγύμνωσε βούλευμα· ἀλλ' εὐθὺς ἑαλώκει, καὶ δίκας ἂν ἐδεδώκει ὧν ἐτε τολμήκει, εἰ μὴ τὸ τῆς βασιλίδος φιλάνθρωπον ὑπεξεῖλε τοῦτον τῆς κατακρίσεως, παρ' ᾧ καὶ εἰς τὴν κρίσιν ἠπάτηται· ᾠήθη γὰρ ὡς εἰ βασιλέα ποιήσειεν ὃν δέον ἀνελεῖν σέσωκεν, ἑαυτῇ τὸ πᾶν τοῦ κράτους περιποιήσαιτο, καὶ οὐκ ἂν ἐκεῖνον ἄλλο τι φρονεῖν παρ' ὅπερ αὐτὴ βούλοιτο, δίκαια μὲν ὑπολαμβάνουσα, διημαρτήκει δὲ τοῦ σκοποῦ· οὐ πολλὰς γὰρ ἡμέρας ὑποκριθεὶς αὐτῇ τὴν ὑπακοὴν, εὐθὺς τῶν οἰκείων ἐγεγόνει ἠθῶν, καὶ ὅσον ἐκείνη κατάρχειν τούτου ἐβούλετο καὶ οἷον τὸν δυναστεύοντα λεοντοκομεῖν, τοσοῦτον ἐκεῖνος τὸν χαλινὸν ἐδυσχέραινε καὶ δεινῶς πρὸς τὴν ἐπέχουσαν χεῖρα ὑπέβλεπεν· καὶ τὰ μὲν πρῶτα ἐντὸς ὀδόντων ὑπετονθόρυζεν, εἶτα δὴ καὶ ἐπεδημοσίευε τὴν δυσχέρειαν.
7 ευδ,ρομ.11 Ἐμοὶ δὲ προσεῖχεν ὡς κρείττονι· ὅτε γὰρ μετὰ τῶν ἰδιωτῶν ἐτέτακτο, δουλοπρεπέστατα πρός με διέκειτο, καί τινος καὶ παρ' ἐμοῦ συμμαχίας ἀπολελαύκει, καὶ ὃς οὐκ ἐπελέληστο ταύτης τῆς βασιλείας ἀξιωθεὶς, ἀλλ' ἠγάπα τε καὶ ἐσέβετο τοσοῦτον, ὡς καὶ ὑπανίστασθαί μοι προσιόντι καὶ τὰ πρῶτα χαρίσασθαι τῆς πρὸς αὐτὸν οἰκειώσεως· ἀλλὰ τοῦτο μὲν πάρεργον κείσθω τοῦ λόγου. Ὁ δὲ ἐβούλετο μὲν αὐταρχεῖν καὶ τὸ κράτος τῶν πραγμάτων ἔχειν μονώτατος, οὔπω δέ τι γενναῖον τῇ ἀρχῇ συνεισενεγκὼν ἐταμιεύετο τὸν καιρόν· καὶ τούτου τε ἕνεκα τοῦ σκοποῦ, πρὸς δὲ καὶ τῆς ὑπὲρ τῶν ὅλων σωτηρίας, κηρύττει κατὰ Περσῶν πόλεμον.
7 ευδ,ρομ.12 Κἀγὼ μὲν, ὅπερ δὴ ποιεῖν εἴωθα τὰ συνοίσοντα τοῖς βασιλεύουσι παραινεῖν, ἐπεῖχον τὸν ἄνδρα, καὶ πρότερον ἔφασκον περὶ τῶν στρατιωτικῶν δυνάμεων διαλέγεσθαι καὶ καταλόγους ποιεῖν, καὶ ξενικὴν συμμαχίαν προσαγαγεῖν, εἶθ' οὕτως ἐφ' ἑτοίμοις τοῖς πράγμασιν πολεμεῖν αἱρεῖσθαι· οἱ δέ γε εἰωθότες παρὰ τὴν ἐμὴν γλῶσσαν λαλεῖν, πλὴν ἐνίων, καὶ τότε καὶ νῦν τὰ πράγματα διεφθάρκασιν. Ἐνίκα γοῦν τὰ χείρω· καὶ τὴν πολεμικὴν πανοπλίαν ἀπὸ τῶν ἀνακτόρων ἐνδὺς, ἀσπίδα τε λαβὼν τῇ ἀριστερᾷ καὶ δόρυ τῇ δεξιᾷ, κολλητὸν βλήτροισι, δυωκαιεικοσίπηχυ, ᾤετο τῇ μὲν ἀποφράττειν τοῖς πολεμίοις τὴν ἔφοδον, τὸ δόρυ δὲ ταῖς πλευραῖς ἐπωθεῖν· καὶ ἐπὶ τούτοις οἱ μὲν ἄλλοι ἠλάλαζον καὶ τὼ χεῖρε ἐκρότουν, ἐγὼ δὲ ἐσκυθρώπαζον τῶν μελλόντων ὁπόσον εἰκὸς στοχαζόμενος.
7 ευδ,ρομ.13    Ἐξεληλύθει γοῦν κατὰ τῶν βαρβάρων πανστρατιᾷ, οὔθ' ὅπη πορεύηται ἐπιστάμενος οὔθ' ὃ δράσειεν· ἐπεπλάνητο γοῦν ἑτέραν μὲν προθέμενος, ἑτέραν δὲ πορευόμενος, καὶ Συρίαν μὲν καὶ Περσίδα περινοστούμενος, τοσοῦτον δὲ κατορθῶν ὁπόσον ἀνάγειν τὸ στράτευμα καὶ ἐπὶ μετεώρων λόφων ἱστᾶν, καὶ αὖθις κατάγειν, στεναῖς τε ἀπολαμβάνειν ὁδοῖς καὶ πολλοὺς ἀπολλύειν τῷ στρατηγήματι. Τέως μὲν οὖν τῷ δοκεῖν τροπαιοφόρος ἐπάνεισιν, οὔτε Μηδικὰ σκῦλα κομίσας ἡμῖν οὔτε Περσικὰ, ἀλλὰ τούτῳ μόνῳ τῶν πάντων ἐπαιρόμενος ὅτι κατὰ τῶν ἐναντίων ἐστράτευσεν.
7 ευδ,ρομ.14 Αὕτη πρόφασις αὐτῷ πρώτη τῆς ἀλαζονείας ἐγένετο· ἐντεῦθεν καὶ τῆς βασιλίδος κατωλιγώρει, καὶ τῶν ἐν τέλει καταπεφρονήκει, καὶ τῶν συμβούλων ἀφέμενος, τοῦτο δὴ τὸ τῶν βασιλέων ἀνίατον νόσημα, ἑαυτῷ πρὸς πᾶν ὁτιοῦν ἐχρῆτο καὶ συμβούλῳ καὶ παραινέτῃ. Ἐγὼ δὲ, ὄμνυμι δὲ Θεὸν ὃν ἡ φιλοσοφία πρεσβεύει, ὑπορυττόμενα καταλαμβάνων βουλεύματα, καὶ περὶ τῇ βασιλίδι καὶ τοῖς πράγμασι δείσας μὴ πάντα συγχυθείη καὶ ἀνατραπείη, τοῦ σκοποῦ τε τοῦτον ἀπῆγον, καὶ τῶν συνθηκῶν ὑπεμίμνῃσκον, ἐνσείων καὶ φόβον ὅπη παρείκοι, μήπως ἐναντίον αὐτῷ τὸ τέλος τῶν ἐνθυμημάτων γένοιτο. Ἐπεὶ δὲ καὶ ἡ βασιλεύουσα πολλάκις ὑπ' ἐκείνου πληγεῖσα διῳδήκει τὴν ψυχὴν καὶ ὕπουλον εἶχε τὸ φρόνημα, ἀμφοτέροις ἐμαυτὸν μερίζων ὑπὲρ ἑκατέρου πρὸς ἕκαστον ἐποιούμην τοὺς λόγους.
7 ευδ,ρομ.15 Οὐ πολὺς χρόνος διεληλύθει, καὶ πρώτου εὐθὺς ἔαρος τὰ τῶν ἐναντίων ὤδινε, καὶ τὸ προλαβὸν τρόπαιον τοῦ βασιλέως ἠλέγχετο· δευτέρων οὖν αὖθις πολέμων παρασκευαὶ, καὶ ἵνα τὰ ἐν μέσῳ συντέμω, κἀγὼ τῆς στρατείας πάρεργον γίνομαι· τοσαύτην γάρ μοι ἀνάγκην τοῦ συναπαίρειν τούτῳ ἐπήνεγκεν, ὅσην οὐκ ἐνῆν ἀπώσασθαι· λέγειν μὲν οὖν τὴν αἰτίαν, δι' ἥν με ἑαυτοῦ παντάπασιν ἐποιήσατο, νῦν μὲν οὐκ ἂν εἴποιμι, τῆς ἱστορίας τὰ πολλὰ συντέμνων, ἐρῶ δὲ ὁπότε περὶ τούτων ξυγγράφοιμι· οὔπω δὲ ταύτην διαπέφευγα, ὡς μήτ' ἐμοὶ λαβὴν κακονοίας πρὸς ἐκεῖνον γενέσθαι, μήτ' αὐτῷ τὰ πάντα διαπεσεῖν.
7 ευδ,ρομ.16 Λόγων μὲν οὖν ἡττᾶσθαι τῶν ἐμῶν ἐπὶ πᾶσι διωμολόγει, λέγω δὲ τῶν περὶ τὰς ἐπιστήμας, ἐβούλετο δέ μου τὸ πλέον ἔχειν τῆς στρατηγικῆς συνέσεως· ὡς δέ με εἶδε τὴν τακτικὴν ἐπιστήμην ἠκριβωκότα καὶ ὅσα περὶ λόχους καὶ τάξεις, καὶ ὅσα περὶ μηχανημάτων κατασκευὰς, καὶ ἁλώσεις πόλεων, καὶ τἄλλα ὅσα στρατηγικῶν εἰσι διατάξεων, ἐθαύμασε μὲν, ἐβάσκηνε δὲ, ἀντείχετο δέ μου τοσοῦτον καὶ περιείχετο· εἰδόσι δὲ λέγω πολλοῖς τοῖς τότε ἡμῖν συστρατεύουσιν, ὡς μὴ τῆς διαθέσεως ταύτης εἶναι ὑπερβολήν.
7 ευδ,ρομ.17 Ἐγεγόνει δὲ οὐδ' ὁ δεύτερος αὐτῷ πόλεμος ἔχων τι τοῦ προτέρου πλέον, ἀλλ' ἐν ἴσῃ τῇ στάθμῃ καὶ πάντη ἰσόρροπος· εἰ δὲ κατὰ μυρίους μὲν ἡμεῖς πίπτοιμεν, δύο δὲ ἢ τρεῖς ἁλοῖεν πολέμιοι, οὐ νενικήμεθα, καὶ πολὺς ἐφ' ἡμῖν κατὰ τῶν βαρβάρων ὁ κρότος. Ἐντεῦθεν οὖν αὐτῷ πλείων ὁ κόμπος καὶ μεῖζον τὸ φρύαγμα, ὅτι δὶς ἐστρατήγησε καὶ λόγος αὐτῷ τῶν πάντων οὐδεὶς, ἀλλὰ καὶ παραινέταις χρώμενος κακοήθεσιν τῆς εὐθείας πάντη [ἀπ]ετράπετο.
7 ευδ,ρομ.18 Τὴν μὲν οὖν βασιλίδα ὥσπερ δὴ χειρωσάμενος εἶχε καὶ οὐδὲν αὐτῷ πρᾶγμα εἰ καὶ τῶν βασιλείων ἀπαγαγεῖν θελήσειεν, τὸν δὲ καίσαρα ὑπεβλέπετο, καὶ πολλάκις ὁρμήσας ἑλεῖν τε καὶ καθελεῖν, αὖθις ἐγνωσιμάχει καὶ οὐκ ἐπεχείρει τῷ σκέμματι, τὸ γοῦν παρὸν τὰς δι' ὅρκων αὐτοῦ τε καὶ τῶν υἱέων πίστεις εἰλήφει. Ἐπεὶ δὲ οὐκ εἶχε γενναίαν πρόφασιν ὥστε [τὰ] κατὰ νοῦν αὐτῷ πληρῶσαι βουλεύματα, τρίτον αὖθις καὶ τελευταῖον κατὰ τῶν ἐπικειμένων βαρβάρων ἐπιστρατεύει· οὐ γὰρ ἀνίεσαν οὗτοι ὑποφαινομένου τοῦ ἔαρος ληΐζοντες γῆν τὴν τῶν Ρωμαίων καὶ παμπληθεὶ κατατρέχοντες· ἔξεισιν οὖν αὖθις, πλείονα τῶν προτέρων ἐπαγόμενος συμμαχίαν καὶ δύναμιν.
7 ευδ,ρομ.19 Ὥσπερ δὲ εἰώθει ποιεῖν ἐν πᾶσι πράγμασι πολιτικοῖς τε καὶ στρατιωτικοῖς, μὴ γνώμας παρά του λαμβάνειν τῶν πράξεων, ἄρας εὐθὺς τῷ στρατῷ ἐπὶ τὴν Καισαρέων ἐπείγεται· εἶτα δὴ ὀκνεῖ μὲν προσωτέρω προϊέναι, καὶ ἀφορμὰς ἐπανόδου αὑτῷ τε καὶ τοῖς ἄλλοις ἐδίδου· ὡς δ' οὐκ ἦν τὴν αἰσχύνην ἐπανέχειν, δέον σπονδὰς πρὸς τοὺς πολεμίους ποιήσασθαι καὶ ἐπισχεῖν αὐτοὺς τῆς ἐπετείου ὁρμῆς, ὁ δὲ, εἴτε τὰ πράγματα ἀπογνοὺς, εἴτε θαρρήσας πλέον τοῦ δέοντος, ἀνεπιστρεπτὶ ἐπὶ τοὺς ἐναντίους χωρεῖ. Οἱ δὲ, ὡς τὴν πρόοδον ᾔσθοντο, βουλόμενοι τοῦτον ὑπαγαγεῖν εἰς τὸ ἔμπροσθεν καὶ ἐντὸς ἀρκύων ποιήσασθαι, προέτρεχόν τε τοῖς ἵπποις καὶ αὖθις ἀνθυπενόστουν ὥσπερ δρασμὸν βουλευσάμενοι, καὶ τοῦτο πολλάκις ποιήσαντες ἐνίους τῶν στρατηγῶν συνηρπάκασι καὶ ὑφ' ἑαυτοῖς ἐποιήσαντο.
7 ευδ,ρομ.20 Ὃ δέ με [οὐ] διέλαθεν, ἔλαθε τοῦτον, αὐτὸς δὴ ὁ σουλτὰν, ὁ τῶν Περσῶν ἢ Κούρτων βασιλεὺς, συνὼν τῷ στρατεύματι καὶ τὰ πλείω τῶν κατορθωμάτων ποιῶν· εἰ δέ τις τοῦτον ἐφώρασεν, ὁ δὲ οὐκ ἐπίστευε λέγοντι, ἀλλ' οὐδὲ εἰρήνην ἐβούλετο, ἀλλ' ᾤετο αὐτοβοεὶ αἱρήσειν τὸ τῶν ἐναντίων στρατόπεδον. Τὸ δ' ἀστρατήγητον τούτου διεῖλε τὰς δυνάμεις, καὶ τὰς μὲν αὐτοῦ κατεῖχε, τὰς δὲ ἐπ' ἄλλο τι ἐξαποστέλλει, καὶ δέον ὅλῳ τῷ πλήθει τοῦ στρατεύματος τοῖς ἐναντίοις ἀντικαθίστασθαι, ὁ δὲ τῷ ἐλάττονι μέρει πρὸς αὐτοὺς ἀντετάξατο.
7 ευδ,ρομ.21 Τὸ δὲ μετὰ ταῦτα ἐπαινεῖν μὲν οὐκ ἔχω, ψέγειν δὲ οὐ δύναμαι, αὐτὸς τὸν ὅλον κίνδυνον δέχεται· τοῦτο δὲ μέσον ἐστὶν ἀντιρρήσεως· εἰ μὲν γὰρ ὡς φιλοκίνδυνον λογίσαιτό τις τὸν ἄνδρα καὶ ἀγωνιστὴν προθυμότατον, ἔχοι ἂν ἀφορμὰς πρὸς ἐγκώμιον· εἰ δ' ὅτι, δέον κατὰ τὴν στρατηγικὴν ἀκρίβειαν πόρρω ἵστασθαι, πρωτοστράτηγον τυγχάνοντα τοῦ στρατεύματος, καὶ τοῖς πλήθεσιν ἐπιτάττειν τὰ δέοντα, ὁ δὲ ἀλογίστως παρεκινδύνευε, πολλὰ ἂν ἐς αὐτὸν ἀποσκώψειεν· ἐγὼ δὲ μετὰ τῶν ἐπαινούντων, ἀλλ' οὐ τῶν αἰτιωμένων εἰμί.
7 ευδ,ρομ.22 Ὥπλιστο μὲν οὖν τὴν στρατιωτικὴν πανοπλίαν, καὶ τὸ ξίφος ἐγύμνωσεν ἐπὶ τοὺς ἐχθρούς· ὡς δὲ ἐγὼ πολλῶν ἤκουσα, ὅτι καὶ πολλοὺς ἀνῃρήκει τῶν ἐναντίων, τοὺς δὲ καὶ ἐς φυγὴν κατηνάγκασεν. Εἶτα δὴ ὅστις εἴη γνώριμος τοῖς ἐς αὐτὸν βάλλουσι γεγονὼς, κύκλῳ τε ὑπὸ τούτων περιστοιχίζεται, καὶ ὀλισθαίνει μὲν τοῦ ἵππου βληθεὶς, εἶτα δὴ ἑαλώκει, καὶ δορυάλωτος εἰς τοὺς πολεμίους ὁ βασιλεὺς Ρωμαίων ἀπάγεται, καὶ τὸ στράτευμα διαλύεται· καὶ τὸ μὲν διαφυγὸν μέρος βραχύ τι, τῶν δὲ πλειόνων οἱ μὲν ἑάλωσαν, οἱ δὲ μαχαίρας ἔργον γεγόνασιν.
7 ευδ,ρομ.23 Ὁ μὲν οὖν ἐν τῇ αἰχμαλωσίᾳ τοῦ βασιλέως χρόνος ἀναμεινάτω καὶ ὅ τι τῷ κρατήσαντι περὶ τούτου συνδέδοκται. Οὐ πολλαὶ δὲ ἡμέραι διεληλύθεσαν, καὶ τῶν διαπεφευγότων τὸν πόλεμον ἄγγελός τις προλαβὼν τὸ δεινὸν ἐν τῇ Πόλει ἀπήγγειλεν, καὶ αὖθις ἄλλος, καὶ πάλιν ἐφ' ἑτέρῳ ἕτερος, σαφὲς μὲν οὐδὲν ἀπαγγέλλοντες, αὐτὸ δὲ τὸ δεινὸν ἑρμηνεύοντες· οἱ μὲν γὰρ τεθνηκέναι τὸν βασιλέα, οἱ δὲ ἑαλωκέναι μόνον κατήγγελλον, οἱ δὲ τετρωμένον τοῦτον ἰδεῖν καὶ κατὰ γῆς ἐρριμμένον, οἱ δὲ δέσμιον ἀπαγόμενον εἰς τὸ τῶν ἐναντίων στρατόπεδον. Ἐπὶ συμβούλοις οὖν ἐν τῇ Πόλει τὰ πράγματα γίνεται, καὶ τί πρακτέον ἡ βασιλὶς διηρώτα· ἔδοξε γοῦν σύμπασιν, ἐκεῖνον μὲν τέως ἐᾶν, εἴτε ἑαλώκει εἴτε ἐτεθνήκει, ἑαυτῇ δὲ καὶ τοῖς παισὶ κρατύνεσθαι τὴν ἀρχήν.
7 ευδ,ρομ.24 Ἐνταῦθα οἱ μὲν τῷ υἱῷ καὶ παιδὶ τὴν βασιλείαν ἐδίδοσαν, ὡς ἀπρακτεῖν τὴν μητέρα παντάπασιν, οἱ δὲ τὸ πᾶν τῆς ἀρχῆς καὶ αὖθις ταύτῃ ἀπένεμον. Ἐμοὶ δὲ οὐδ' ἕτερον ἤρεσκεν, οὐ γὰρ διαψεύσομαί γε τὴν ἐμὴν δόξαν, ἀλλὰ συμπράττειν ἀμφοτέρους, [τὸν μὲν] ὡς τεκούσῃ τὴν ὑπακοὴν ἐνδείκνυσθαι, τὴν δὲ κοινῇ μετὰ τοῦ παιδὸς τὴν τῶν ὅλων ποιεῖσθαι οἰκονομίαν· τοῦτο μὲν οὖν καὶ τῷ βασιλεῖ Μικαὴλ ἐδόκει καὶ [συν]ετίθετο τῷ σκοπῷ. Ἀλλ' οἱ τὴν βασιλείαν ἑαυτῶν ποιεῖν βουλόμενοι, καὶ κέρδους τοῦ σφετέρου ἕνεκα τὰ περὶ τὴν ἀρχὴν πραγματεύεσθαι, τὴν μὲν εἰς μοναρχίαν ἠρέθιζον, τὸν δὲ ἀντιπίπτειν τῇ μητρὶ κατηνάγκαζον.
7 ευδ,ρομ.25 Ἐνταῦθα οὐκ οἶδα ὅ τι θαυμάσωμαι τοῦ ἀνδρός· ἐμοὶ γὰρ μόνῳ περὶ τῶν ὅλων κοινολογούμενος ἐβούλετο, εἰ ἀρεστὸν τῇ μητρὶ καὶ τῆς ἀρχῆς μεταστῆναι καὶ μηδὲν πρὸς ἐκείνην ἢ μεγαλοπρεπεύσασθαι ἢ σμικρολογήσασθαι· πολλάκις γοῦν ἐγὼ τούτους συνήγαγον εἰς ταὐτὸ, ὁ δὲ τοσοῦτον ἀπεῖχε τοῦ ἀντειπεῖν τῇ μητρὶ, ὥστε καὶ ἀντωπῆσαι αὐτῇ ἠρυθρία καὶ ὑπεστέλλετο. Ἀλλὰ καὶ ἐπὶ τούτοις ἔτι μετεώρου ὄντος τοῦ σκέμματος, ὁ καῖσαρ τὴν Πόλιν εἴσεισι, τοῦτο παρὰ τῆς βασιλίδος ἐγκελευσθεὶς, καὶ τοῦ ἐμοῦ βουλεύματος γίνεται, καὶ τὴν κοινοπραξίαν τοῦ γένους ἀσπάζεται.
7 ευδ,ρομ.26 Ἀλλ' οὔπω τοῦτο κατευνάσθη τὸ κῦμα, καὶ τῆς αὐτῆς ἡμέρας ἕτερον ἐγείρεταί τε καὶ ἐπωρύεται· ὁ γὰρ τοῦ πολεμίου στρατεύματος ἀρχηγὸς, ἐπειδὴ τὸν βασιλέα Ρωμαίων ἁλώσιμον ἐθεάσατο, τῷ μὲν κατορθώματι οὐκ ἐπαίρεται, συστέλλεται δὲ λίαν τῷ εὐτυχήματι, καὶ μετριάζει τῇ νίκῃ τοσοῦτον ὅσον οὐδεὶς ἂν προσεδόκησε, παραμυθεῖται τὸν ἑαλωκότα, κοινωνεῖ τραπέζης, τιμῆς ἀξιοῖ, δορυφορίαν ἐφίστησι, λύει αὐτῷ τῶν δεσμῶν οὓς ἐβούλετο, ἀπολύει τῶν αἰχμαλώτων ὁπόσους προέτρεψε, τελευταῖον καὶ αὐτὸν δὴ τῆς αἰχμαλωσίας ἐλευθεροῖ, καὶ σύμβολα κήδους πεποιηκὼς καὶ ὑποσχέσεις παρ' ἐκείνου λαβὼν ἐνωμότους, μεθ' ὅσης ἂν εἴποι τις προπομπῆς καὶ δορυφορίας ἐπὶ τὴν ἰδίαν ἀποστέλλει ἀρχὴν, ὅπερ δὴ ἀρχέκακον ἐγεγόνει καὶ πολλῶν συμφορῶν αἰτιώτατον. Τυχὼν οὖν ὁ βασιλεὺς ὧν οὐκ ἤλπιζεν, ἀπραγματεύτως ᾠήθη τὴν βασιλείαν Ρωμαίων αὖθις λήψεσθαι, καὶ ὥσπερ αὐτάγγελος τοῦ μετὰ τὸ ἀτύχημα εὐτυχήματος τῇ βασιλίδι καθίσταται γράμμασι τῆς ἰδίας χειρὸς ἃ συμβεβήκοι τούτῳ σημειωσάμενος.
7 ευδ,ρομ.27 Θόρυβος οὖν εὐθὺς καὶ διαδρομαὶ περὶ τὰ βασίλεια, τῶν μὲν θαυμαζόντων τὸ γεγονὸς, τῶν δὲ ἀπιστούντων τῷ πράγματι· ἀπορίᾳ τε καὶ ἡ βασιλὶς συνείχετο καὶ ἀμφίβολος ἦν ὅ τι καὶ δράσειεν. Ἐν μέσοις τοῖς ἀπορουμένοις καὶ αὐτὸς γεγονὼς, καὶ πάντων προτρεπομένων μοι τὸ συμφέρον εἰπεῖν, μάλιστα δὲ τοῦ καλλίστου μοι βασιλέως προσκειμένου καὶ συναναγκάζοντος, ἐγὼ μὲν ἀπεφαινόμην μὴ δεῖν αὐτὸν ἔτι τῇ βασιλείᾳ προσδέξασθαι, ἀλλ' ἐκ μέσου ποιεῖν, καὶ πανταχοῦ πέμπειν προστάγματα τὴν ἀρχὴν τούτῳ ἀπαγορεύοντα· ὅπερ τοῖς μὲν λυσιτελὲς ἐδόκει τοῖς καθεστηκόσι, τοῖς δ' ἄλλο τι ἐδέδοκτο.
7 ευδ,ρομ.28 Ἐν τούτῳ δὲ τῶν πραγμάτων ὄντων, ὁ βασιλεὺς Μιχαὴλ περὶ ἑαυτῷ δείσας καὶ τὴν τοῦ Διογένους ὑποπτεύσας ὠμότητα, βουλὴν βουλεύεται ἀσφαλεστάτην ἑαυτῷ, εἴποι δ' ἄν τις καὶ συνετωτέραν· ἀποτρέχει τῆς μητρὸς καὶ ἑαυτοῦ γίνεται, τοῖς τε ἐξανεψίοις συμβούλοις χρησάμενος, φημὶ δὲ τοῖς υἱέσι τοῦ καίσαρος, τοὺς περὶ τὴν αὐλὴν φύλακας οἰκειοῦται· τοῦτο δὲ γένος ἀσπιδοφόροι σύμπαντες καὶ ρομφαίαν τινὰ ἀπὸ τοῦ ὤμου ἑτερόστομον καὶ βαρυσίδηρον ἐπισείοντες· κτυπήσαντες γοῦν τὰς ἀσπίδας ἀθρόοι καὶ ἀλαλάξαντες ὅσον ἐχώρουν αἱ κεφαλαὶ, τάς τε ρομφαίας πρὸς ἀλλήλους συντρίψαντές τε καὶ συνηχήσαντες, ἐπὶ τὸν βασιλεύοντα ὡς κινδυνεύοντα συνανιᾶσι, καὶ χορὸν περὶ αὐτὸν ἑλίξαντες ἀθιγῶς ἐπὶ τὰ ὑψηλότερα τῶν ἀνακτόρων ἀνάγουσιν.
7 ευδ,ρομ.29 Ἐκεῖνοι μὲν οὖν οὕτως· οἱ δὲ μετὰ τῆς βασιλίδος, ὧν δὴ καὶ αὐτὸς ἐτύγχανον ὢν, ἀγνῶτες τοῦ πράγματος ὄντες, μονονοὺ πεπηγότες ἐγεγόνειμεν, ἐφ' ἑαυτοὺς τὸ δεινὸν ἥξειν οἰόμενοι. Ἡ μέντοι γε βασιλὶς οὐδὲ καθεκτὴ ἦν, ἀλλὰ τῆς κεφαλῆς περιελομένη τὸ κάλυμμα, κατατείνει δρόμον ἐπί τι σπήλαιον ἄδυτον· καὶ ἡ μὲν ἐδεδύκει τῷ φωλεῷ, ἐγὼ δὲ περιειστήκειν τὸ στόμιον, οὐκ ἔχων ὅ τι γενοίμην, οὐδ' ὅποι τραποίμην. Ἀλλ' ὁ βασιλεὺς ἐν τῷ ἀσφαλεῖ καταστὰς, ἐμοῦ παρὰ τοὺς ἄλλους ἐφρόντισε, καὶ τοὺς διερευνήσοντάς με καὶ ἀναζητήσοντας πανταχοῦ τῶν ἀνακτόρων ἀπέσταλκεν· οἱ δὲ καὶ εὑρηκότες ἀνελάβοντο ταῖς χερσὶν, καὶ ὥσπερ τι ἕρμαιον ἢ ἀνάθημα πολυτίμητον τῷ αὐτοκράτορι εὐθύμως προσηγηόχασιν· ὁ δὲ εὐθὺς ἰδὼν ὥσπερ ἀναπνέει τοῦ κλύδωνος καὶ ἐπ' ἐμοὶ τίθεται βουλεύεσθαι τὰ συμφέροντα.
7 ευδ,ρομ.30 Ἐγὼ μὲν οὖν τῶν πολιτικῶν εἰχόμην πράξεων, καὶ τὰ μὲν ᾠκονόμουν, τὰ δὲ διέταττον, ὅπως ἂν ἡμῖν ἀξύγκλυστα γένοιτο τὰ τῆς Πόλεως πράγματα, οἱ δὲ περὶ τὴν μητέρα τοῦ βασιλέως ἐπραγματεύοντο· καὶ ἵνα τὰ ἐν μέσῳ πολλὰ ὄντα ἐάσω, κυροῦται κατὰ ταύτης βούλευμα, ὑπεξελθεῖν μὲν τῆς Πόλεως, οἰκῆσαι δὲ ὅπερ αὐτῇ πρὸ τῆς θαλάττης τεμένισμα τῇ Θεοτόκῳ ἱδρύσατο· καὶ γίνεται τοῦτο εὐθὺς, τοῦ μὲν βασιλέως καὶ παιδὸς, ὅπερ αὐτὸς οἶδα καὶ τοὺς πολλοὺς βεβαιώσαιμι ὑπὸ Θεῷ μάρτυρι, ἀπαρνουμένου τὴν τῆς μητρὸς ἐκδημίαν, τοῦ καιροῦ δὲ συναναγκάζοντος καὶ ἀντιπίπτοντος τῷ τοῦ βασιλέως θελήματι.
7 ευδ,ρομ.31 Ἐπεὶ δὲ, οἷα φιλεῖ ἐν τοῖς τοιούτοις γίνεσθαί τε καὶ λέγεσθαι, ἄλλος ἄλλο τι περὶ τῆς βασιλίδος ἐδόξαζον, καὶ συνεχεῖς κατ' αὐτῆς λόγοι ἀπετοξεύοντο, δεύτερον γίνεται δόγμα εἰς τὴν μοναδικὴν αὐτὴν μετατεθῆναι ζωήν· αὐτίκα δὴ καὶ τοῦτο τετέλεσται. Καὶ τὰ μὲν περὶ τὴν βασιλίδα εἰς τοῦτο συντέτμηται.
7 ευδ,ρομ.32 Ὁ δέ γε Διογένης οὐκ ἠγάπησεν ἀπολυθεὶς τῆς αἰχμαλωσίας, ἀλλὰ δεινὸν ἐποιεῖτο εἰ καὶ μὴ τῆς βασιλείας ἐγκρατὴς γένοιτο· ἤδη δὲ καὶ πλῆθος αὐτῷ συνερρυήκεσαν τῆς στρατιωτικῆς φάλαγγος. Ὁ δὲ τόπον ἐκ τόπων ἀμείβων, καὶ κατὰ πολλὴν τοῦ κωλύοντος ἄδειαν χρήματα ἑαυτῷ ἀπὸ τῶν δημοσίων φόρων ὑποποιούμενος, τὸ διὰ πάσης γλώττης βοώμενον πτόλισμα μετὰ παντὸς καταλαμβάνει τοῦ στρατοπέδου, φημὶ δὴ τὴν Ἀμάσειαν.
7 ευδ,ρομ.33 Εὐθὺς οὖν τῶν τοῦ καίσαρος υἱέων τῷ νεωτέρῳ ὁ βασιλεὺς τὸ Ρωμαϊκὸν πιστεύει στρατόπεδον· οὗτος δὲ καὶ τὴν χεῖρα δραστήριος καὶ τὴν σύνεσιν ὀξὺς καὶ θαυμάσιος, γνῶναί τε τὰ δέοντα καὶ ἑρμηνεῦσαι ἐπιφανέστατος· γενόμενος οὖν ἀγχοῦ τῆς πόλεως οὗ ὁ Διογένης ἐκάθητο, πρῶτα μὲν συνεῖχε τὸ στράτευμα, εἶτα δὴ ἀκροβολισμοῖς ἐχρῆτο συχνοῖς, καὶ αὖθις ἠπάτα, καὶ πάντα τρόπον ἐμηχανᾶτο ἢ αἱρήσειν τοῦτον, ἢ ἐξελάσειν τῆς πόλεως. Ὁ δὲ στενοχωρούντων αὐτῷ τῶν πραγμάτων, τολμᾷ τὴν ἐκεῖθεν ἔξοδον καὶ παρατάσσεται πρὸς αὐτὸν παντὶ τῷ περὶ αὑτὸν στρατεύματι· μίγνυται οὖν τὰ στρατόπεδα, καὶ γίνεται ἐξ ἑκατέρου μέρους φόνος πολύς· ἔπειτα δὲ ὁ ἡμεδαπὸς στρατηγὸς ὥσπερ τις πτερωτὸς ἱππότης ἐλᾷ τὸν ἵππον ἐπὶ τοὺς ἐναντίους, καὶ οἷά τις πύργος ἐμπεσὼν τῇ πολεμικῇ φάλαγγι ὠθεῖ τε ταύτην καὶ εἰς μέρη πολλὰ διασπᾷ· ἐντεῦθεν οἱ μὲν τῶν ἀντικειμένων ἐν αὐτῷ τῷ πολέμῳ μαχόμενοι πίπτουσιν, οἱ δὲ ἑάλωσαν, ὀλίγοι δέ τινες ἐκπεφεύγασι, μετὰ πάντων καὶ ὁ Διογένης ἀνὰ κράτος τὸν ἵππον ἐλαύνων· τοῦτο πρῶτον θάρσους ἡμῖν αἴτιον γίνεται.
7 ευδ,ρομ.34 Ἐντεῦθεν ὁ Διογένης ἀρχὴν λαμβάνει τῆς καταλύσεως, καὶ σὺν ὀλίγοις τοῖς περὶ αὐτὸν εἴς τι κατακλείεται πολισμάτιον· ἑαλώκει δὲ ἂν αὐτίκα, εἰ μή τι ἄλλο συνεμπεπτώκει· ἀνὴρ γάρ τις ἐξ Ἀρμενίων ἔχων τὸ γένος, τὴν γνώμην βαθὺς, δυσμενὴς ἡμῖν τῆς προαιρέσεως, ἀρχήν τινα παρὰ τούτου τῶν μεγίστων λαβὼν, ὁπηνίκα βασιλεὺς ἦν, χάριτας αὐτῷ ἐπὶ τοῦ δυστυχήματος ἀνθομολογούμενος, στρατιώτας συχνοὺς ἐπαγόμενος πρόσεισι τούτῳ, καὶ θαρρεῖν παρακελευσάμενος καὶ τὰ μέγιστα ὑποσχόμενος, ἀντικαθίστασθαι μὲν τοῖς ἡμετέροις στρατεύμασιν οὐκ ἐᾷ, εἰς δὲ τὴν τῶν Κιλίκων χώραν ἀπαγαγὼν καὶ εἰς τὴν ἐξ ἐφόδου φυλακὴν τὰ τέμπη τῆς Κιλικίας αὐτοῦ προβαλόμενος, στρατόν τε αὐτῷ ἐξαρτύει καὶ χρήματα δίδωσι, καὶ εἰς βασιλέως σχῆμα καθίστησι, καὶ ὁπλίζει πρότερον, εἶτα ἐν καιρῷ μάχεσθαι πρὸς τὸ ἡμέτερον στράτευμα ὁ δεινὸς οὗτος ἀνὴρ ταμιεύεται.
7 ευδ,ρομ.35 Ἐν βουλεύμασιν οὖν αὖθις τὰ καθ' ἡμᾶς καὶ ὅτι πρακτέον εἴη ἐδοκιμάζετο· τοῖς μὲν οὖν εἰρήνην ἐδόκει πρὸς τὸν Διογένην ποιήσασθαι, καὶ μέρους τινὸς παραχωρήσαντας τῆς ἀρχῆς μηδέν τι πλέον ποιεῖν, τοῖς δὲ πολεμητέα ἐδέδοκτο, καὶ μηδεμίαν αὐτῷ ἀφορμὴν τῆς ἔπειτα θρασύτητος παρασχεῖν. Τὰ μὲν οὖν τῆς εἰρήνης πρῶτον ἐπράττετο, καὶ γράμματα παρὰ τοῦ βασιλέως πρὸς ἐκεῖνον ἐξαπεστέλλοντο κοινοπαθῆ καὶ φιλάνθρωπα· ὁ δὲ ὥσπερ ὑβριοπάθει ὅτι συμπάθειά τις αὐτῷ ἀπηγγέλλετο μηδὲν ὅλως τῶν κακῶν πλημμελήσαντι, εἰς αἰτήσεις δὲ καθιστάμενος, οὔτε τῆς βασιλείας ἀπείχετο οὔτε μετριωτέραν ἐζήτει μερίδα τοῦ κράτους, ἀλλ' αὐθαδέστερος ἦν ἐν ταῖς ἀποκρίσεσι μᾶλλον ἢ τοῖς βουλεύμασι.
7 ευδ,ρομ.36 Τούτου μὲν δὴ τοῦ μέρους ἀφέμενος, ἐξ ἀνάγκης ὁ βασιλεὺς τῷ Ἀνδρονίκῳ δοὺς τὰ στρατεύματα, ὁ πρεσβύτερος δὲ οὗτος τῶν υἱῶν τοῦ καίσαρος ἦν, ἀνὴρ καὶ τὴν ἡλικίαν ἀξιοθέατος καὶ τὴν γνώμην ἐλεύθερος, τήν τε ψυχὴν εὐμενὴς καὶ ἐπιεικέστατος, ξυμπάσης τε τῆς ἕω τὴν ἀρχὴν πιστεύσας ἐπὶ τὸν Διογένην ἐκπέμπει· ὁ δὲ πρῶτα μὲν εἰς μίαν καὶ τὴν αὐτὴν γνώμην ἁρμόζεται τὸ στρατόπε δον, ἑκάστῳ ἐπιεικῶς προσφερόμενος καὶ πρὸς πάντας οἰκείως μεθαρμοζόμενος, δεύτερον δὲ σκοπὸν τίθεται λαθεῖν τὸν Διογένην ὁπότε τοῖς τῆς Κιλικίας στενοῖς προσπελάσειεν, καὶ τοὺς ἑλιγμοὺς τῶν ἐκεῖσε ὀρῶν καὶ πᾶσαν τὴν δύσβατον ἀτραπὸν ἠρέμα διεξελθεῖν, καὶ ἀθρόον αὐτοῖς τοῖς πολεμίοις φανήσασθαι. Οἱ μὲν οὖν ἐν τούτοις ἦσαν, καὶ κατὰ τὰ βεβουλευμένα τὴν στενὴν καὶ παράκρημνον διαβεβήκασιν ἀτραπόν· ὁ δὲ βασιλεὺς ἐν δεινῷ ποιεῖται εἰ ἁλοίη τῷ ἡμεδαπῷ στρατεύματι ὁ πολέμιος, καὶ ἢ πέσοι μαχόμενος, ἢ ζωγρηθεὶς μέρος τι ἀκρωτηριασθείη τοῦ σώματος.
7 ευδ,ρομ.37 Ἐγὼ γοῦν αὐτὸν ἐθεασάμην περὶ τούτου πολλάκις δακρύοντα, καὶ κινδύνου ἰδίου ὠνούμενον τὸ μὴ ἐκεῖνον παθεῖν· ἦν γὰρ αὐτῷ φιλία, ὡς ἔλεγεν, πρὸς τὸν ἄνθρωπον καὶ συνθῆκαί τινες αἷς ἐδεδίει μὴ τἀναντία δράσειεν. Ἀνδράσι γοῦν ἱερατικοῖς καὶ εἰρηνικοῖς τὴν ψυχὴν τοὺς περὶ τῆς φιλίας λόγους πιστεύει, καὶ γράμματα πρὸς τὸν πολέμιον ἐγχειρίζει πᾶν μὲν ὁτιοῦν ὑπισχνούμενα, πείθοντα δὲ πρὸς ὑπακοὴν καὶ ἀδαμαντίνην ψυχήν.
7 ευδ,ρομ.38 Ἀλλ' ὁ μὲν, πρὶν ἢ τούτους καταλαβεῖν, ἐπῆρτο πρὸς πόλεμον, ἑαυτὸν μὲν ἔνδον τοῦ φρουρίου συνέχων, ὃ προὔλαβε κατασχὼν σὺν ὀλίγοις τισὶ τῶν περὶ αὐτὸν, τῷ δὲ Χατατούρῃ Ἀρμενίῳ, ὃν φθάσας ὁ λόγος ἐγνώρισε, πάντα σχεδὸν τὸν στρατὸν ὑποτάξας καὶ σὺν ἀγαθῇ, ὡς ἐδόκει, τύχῃ εἰς τὸν πόλεμον ἀποστείλας· τοὺς πεζοὺς οὖν οὗτος καὶ τοὺς ἱππεῖς ἐπαγόμενος, καὶ τοὺς ἐπικαίρους τῶν τόπων προκαταλαβὼν, κατὰ φάλαγγα ἵστησιν, ὧν οἱ πλείους καὶ τὰς ψυχὰς προθυμότατοι καὶ τὰ σώματα ἐρρωμενέστα τοι.
7 ευδ,ρομ.39 Ἀντικαθίσταται δὲ συντεταγμένος πρὸς τοῦτον καὶ ὁ Ἀνδρόνικος· καὶ πρὶν ἢ τὸν συνασπισμὸν γενέσθαι καὶ εἰς χεῖρας ἀλλήλοις ἰέναι, ὁ Φράγγος Κρισπῖνος (γράφω δὲ ταῦτα καθ' ἣν ἐκεῖνος ἐτεθνήκει ἡμέραν), οὗτος οὖν ὁ Κρισπῖνος πολέμιος Ρωμαίοις τὰ πρῶτα φανεὶς, ἔπειτα τοὺς τρόπους μεταβαλὼν, τοσοῦτον εἰς εὔνοιαν ὤφθη τὸ δεύτερον, ὅσον τὸ πρῶτον εἰς δυσμένειαν· εἱστήκει δὲ σύν γε τῷ Ἀνδρονίκῳ, τὰ μὲν θαρρύνων αὐτὸν, τὰ δὲ παρ' αὐτοῦ θαρρυνόμενος. Ὡς γοῦν ἑωράκει τὸ τῶν ἐναντίων στράτευμα διατεταγμένον, θαρρεῖν ἑαυτῷ παρακελευσάμενος καὶ τῷ Ἀνδρονίκῳ τὴν ἐπὶ τοὺς ἱππέας ἔλασιν προειπὼν, ἀπὸ ρυτῆρος ἐλαύνει τὸν ἵππον τοὺς περὶ ἑαυτὸν ἐπαγόμενος, καὶ εἰς μέσους ἐμπίπτει τοὺς πολεμίους, καὶ τὴν φάλαγγα τούτων διατεμὼν, ὡς εἶδε βραχύ τι μὲν ἀντιστάντας καὶ ὑποδεξαμένους τοῦτον, εἶτα μεταβαλόντας τὰ νῶτα, σὺν ὀλίγοις τῶν μεθ' ἑαυτοῦ κατόπιν τῶν φυγόντων ἐξήλασεν· ἔνθα πολλοὺς μὲν ἀνεῖλε, πλείους δὲ ζῶντας ἐζώγρησε.
7 ευδ,ρομ.40 Καὶ ἡ μὲν τοῦ Διογένους φάλαγξ διελύθησάν τε καὶ διεσπάρησαν, τροπαιοφόρος δὲ ὁ Ἀνδρόνικος σύν γε τῷ Κρισπίνῳ ἐπὶ τὴν ἀποτεταγμένην αὐτῷ σκηνὴν ἀναζεύγνυσιν· εἶτα δή τις ἱππεὺς τῶν πολεμίων τινὰ φέρων πρὸς τὸν στρατηγὸν ἐπανέρχεται· ἦν δὲ ὁ Χατατούρης Ἀρμένιος· οὗτος γὰρ ἐν τῷ φεύγειν τοῦ ἵππου διωλισθηκὼς κατά τινα τάφρον, ὡς ἔλεγε, λόχμην ὑπέδυ τινά· ὡς δέ τις τῶν διωκόντων τεθέαται, ἀνελεῖν μὲν ὥρμησεν, ὡς δὲ δακρύοντα εἶδε, τὴν ἐσθῆτα ἀποδυσάμενος καὶ γυμνὸν ὑπὸ τὴν λόχμην ἀφεὶς ἄπεισιν· εἶτα δὴ ἄλλος γυμνὸν αὖθις ἰδὼν ὥρμησεν ἀνελεῖν, ὁ δὲ· «Ἀλλ' εἴ μου φείσειας, ἔφησε, καὶ εἰς τόνδε τὸν στρατηγὸν ἀπαγάγοις (τοὔνομα προσειπὼν), ἐμπλήσει σοι δώρων τὴν δεξιάν». Ὡς δὲ διϊόντα ἐγνώρισεν ὁ Ἀνδρόνικος, δεύτερον τοῦτο ποιεῖται εὐτύχημα, καὶ τὸν ἄνδρα, στρατηγῷ πρέπον γενναίῳ, ἐνδύσας τε καὶ κοσμήσας ἐν ἀδέσμῳ συνεῖχε φυλακῇ.
7 ευδ,ρομ.41 Τὴν μὲν οὖν περὶ αὐτὸν χεῖρα ὁ Διογένης ἀπεγνωκὼς, Περσικὴν συμμαχίαν ἤλπιζε πρὸς αὐτὸν αὐτίκα ἀφίξεσθαι· ἔνθεν τοι καὶ τὸν περὶ αὐτὸν λαὸν ἐπερρώννυε καὶ ἐλπίδας ἑτοίμους ὑπέτεινεν· ἀλλ' οἷς ἐθάρρει καὶ οἷς τὰ τοῦ φρουρίου κλεῖθρα ἐπίστευεν, ἐκείνοις πρῶτον ἁλώσιμος γίνεται· οὗτοι γὰρ τῷ ἡμετέρῳ συνθέμενοι στρατηγῷ καὶ πίστεις τοῦ μὴ παθεῖν εἰληφότες, τὰς εἰσόδους ἀναπετάσαντες, πάροδον τοῖς ἡμετέροις δεδώκασι, καὶ ἐπ' αὐτὸν τὸν οἶκον οὗ ὁ Διογένης ἐσκήνου ἀπάγουσιν· ὁ δὲ εἱστήκει δεινὸν καὶ ἐλεεινὸν θέαμα, τὰς ἐλπίδας ἀπεγνωκὼς, καὶ τὰς χεῖρας δεσμήσας ὥσπερ ἀνδράποδον, καὶ ἐπὶ τοῖς κατασχοῦσιν ὅ τι δρᾶν βούλοιντο θέμενος, ἐς δέον μελανειμονήσας εὐθὺς, καὶ τὸ κάλυμμα τῆς κεφαλῆς ἀφελόμενος ἐδίδου τῷ βουλομένῳ τὰς τρίχας τεμεῖν· σχεδιάσαντες δὲ οἱ παρατυχόντες αὐτῷ τὴν τοῦ βίου μετάθεσιν, ἐξάγουσι τοῦ φρουρίου καὶ πρὸς τὸν Ἀνδρόνικον μεθ' ὅσης ἂν εἴποι τις περιχαρίας ἀπάγουσιν· ὁ δὲ οὐδὲν πρὸς τοῦτον σοβαρευσάμενος, ἀλλὰ καὶ τῆς τύχης οἰκτείρας, καὶ δεξιὰν ἐμβάλλει καὶ εἰς τὴν ἑαυτοῦ ἐπάγει σκηνὴν, καὶ τραπέζης λαμπρᾶς κοινωνεῖ
7 ευδ,ρομ.42 Τὸ μὲν οὖν μέχρι τοῦδε εὔδρομος ἡμῖν ὁ λόγος, καὶ διὰ λείας φέρων καὶ βασιλικῆς τῆς ὁδοῦ, ταῦτα δὴ τὰ θεολογικὰ ρήματα· τὸ δ' ἐντεῦθεν ὀκνεῖ περαιτέρω χωρεῖν καὶ διηγήσασθαι πρᾶξιν, ἣν οὐκ ἔδει μὲν γενέσθαι, ἵνα δὴ παρὰ βραχὺ ταὐτολογήσας ἐρῶ, ἔδει δὴ γενέσθαι παντάπασι, τὸ μὲν διὰ τὴν εὐσέβειαν καὶ τὴν πρὸς τὸ δεινὸν εὐλάβειαν, τὸ δὲ διὰ τὴν τῶν πραγμάτων περίστασιν καὶ τὴν τοῦ καιροῦ περιπέτειαν· οἱ γὰρ περὶ τὸν βασιλέα εὐνοϊκώτεροι δείσαντες περὶ τῷ Διογένει, μὴ διαμηχανήσαιτό τι, καὶ πάλιν ἀφορμὴ πραγμάτων τῷ βασιλεῖ γένοιτο, τὸ σκέμμα τούτῳ συγκαλυψάμενοι, ἐντέλλονταί τι[νι] διὰ γραμμάτων ἐπὶ τοῦ καιροῦ δυναστεύοντι ἐκκόψαι τούτῳ τοὺς ὀφθαλμούς.
7 ευδ,ρομ.43 Ὃ δὴ καὶ γενόμενον ἠγνοεῖτο τῷ βασιλεῖ· καὶ οὐ θωπευτικὴν ποιοῦμαι τὴν ἱστορίαν, ἴστω Θεὸς, ἀλλ' ἀληθεστάτην παντάπασιν, ὅθεν καὶ πλείω ἀφεῖκεν ἐπὶ τῷ πράγματι γνοὺς ὕστερον δάκρυα ἢ ὅσα ἐκεῖνος πρὸ τοῦ παθεῖν κατήνεγκέ τε καὶ ἀπωδύρετο· ἀλλ' οὐδ' ὅτε ἠγγέλθη τῷ βασιλεῖ τοῦ Διογένους ἡ ἅλωσις, ἢ σκίρτημά τι ἐνεφάνισεν, ἢ ἄλλο τι χαρμονῆς εἶδος τοῖς περὶ αὐτὸν ἐπεδείξατο, ἀλλ' εἰ μὴ τὰ παρὰ τῶν πολλῶν εὐλαβεῖτο ὀνείδη, ἐσκυθρώπαζεν ἂν μέχρι πολλοῦ. Ὁ μὲν οὖν καὶ τοὺς ὀφθαλμοὺς ἐκκοπεὶς εἰς ὃ ἱδρύσατο φροντιστήριον ἐν τῇ νήσῳ ᾗ Πρώτη ὄνομα ἐπανάγεται, ἔνθα βραχύ τι ἐπιβιοὺς τελευτᾷ οὔπω ἔτη [τέτταρα] τὴν βασίλειον ἀρχὴν κατασχὼν, κρατεῖ δὲ καθαρῶς τῆς ἀρχῆς [ὁ] Μιχαήλ.

7 μιξη.τ ΜΙΧΑΗΛ Ζʹ Ἡ βασιλεία Μιχαὴλ τοῦ Δούκα.

7 μιξη.1 Ἱστορεῖν τὸν αὐτοκράτορα Μιχαὴλ τοῦ Δούκα βουλόμενος, ἢ μᾶλλον σκιαγραφεῖν ὅσον ἐπὶ τοῦ λόγου ἐπιτομῇ, τοῦτο πρῶτον τὸν ἀκροατὴν παραιτοῦμαι μὴ κρείττονας τοὺς λόγους ἡγήσασθαι τῶν ἠθῶν ἐκείνου καὶ πράξεων, ἀλλ' ὑστεροῦντας παρὰ πολύ· ἐγὼ δὲ ὅπερ πολλάκις πάσχω ἐκεῖνον ὁρῶν καὶ θαυμάζων, παραπλήσιον πάθος κἀν τῷ γράφειν ἐκεῖνον ὑφίσταμαι· οὐ γὰρ ἔχω ὅπως θαύματος ἐπέκεινα τὸν ἄνδρα ποιήσομαι, καὶ μή τις διαπιστοίη τῷ λόγῳ ἢ ἐς ὑποψίαν φέροι τὰ γραφησόμενα, ὅτι ἐπὶ ζῶντι τῷ βασιλεῖ ταῦτα γεγράφαται· τούτου γὰρ ἕνεκα καὶ τὴν ἱστορίαν πεποίημαι, ἵν' ἔχοι τις εἰδέναι ὅτι ἔστι τοι ἦθος ἀνθρώπου θείας ἄντικρυς μοίρας καὶ περαιτέρω τῆς ἐγνωσμένης φύσεως.
7 μιξη.2 Ἀπορῶν δὲ ὅ τι πρῶτον εἴπω τῶν ἐκείνου, τοῦτο τῶν πάντων προτίθημι, ὅτι μηδεὶς αὐτὸν τῶν ὑπὸ χεῖρα διαλανθάνων, εἴτε τῶν φαύλων, εἴτε τῶν περί τι σπουδαίων καὶ ἀγαθῶν, οὐδεὶς κακῶς ἤκουσε παρ' αὐτοῦ, οὐδὲ ὕβρισται δημοσίᾳ, οὐδ' ἐπί τῷ κακῷ ἀπέωσται· ἀλλ' εἰ καί τις αὐτῶν ἀπαναισχυντεῖν πρὸς τοῦτον αἱροῖτο, ὁ δὲ ἡττᾶσθαι μᾶλλον τῆς ἀναιδείας τοῦ ἀνδρὸς ἕλοιτο ἢ ἐς μέσους ἐλέγχειν. Τὸ δὲ ὑπερβάλλον, ὅτι καὶ φωράσας ἐνίους, καὶ μάλιστα τῶν περὶ σῶμα φυλάκων καὶ οἷς ἑαυτὸν πεπίστευκεν, ἐπὶ τῷ κακῷ δραμόντας ἐπ' αὐτὸν, οὔτε ἤλεγξεν, οὔτε φοβήσας διέσεισε· πολλοὺς δὲ καὶ ἐπ' αὐτοφώρῳ ἐξαιροῦντάς τι τῶν βασιλικῶν κιβωτίων ἑλὼν, εἶτ' ἀφῆκε, μὴ θορυβήσας, μηδὲ τὴν γνώμην αὐτοῖς ὀνειδίσας· τελεώτατος δὲ τὴν φρόνησιν ὢν, καὶ τῶν πραγμάτων ἐπιστήμην ἀπὸ τῆς περὶ ταῦτα συνεχοῦς ἐπιμελείας λαβὼν, πᾶσάν τε φόρου συντέλειαν διηκριβωκὼς, συντάξεις τε καὶ πρυτανεῖα, καὶ ἐς ὅσα φέροιτό τις τῶν δημοσίων καὶ ἀφ' ὅσων ἐκχέοιτο αὖθις εἰς τὰ δημόσια, τήν τε τῶν στατήρων ἐξεργασίαν καὶ τὴν τῆς στάθμης ἰσορροπίαν καὶ τὰς ροπὰς καὶ τὰ λείμματα, τήν τε χρυσῖτιν ὅπως ἐργάζοιτο καὶ τῶν χρυσῶν χαρακτήρων ὁπόσα ἕκαστος μέτρα τῆς καθαρᾶς ὕλης ἔχοι· καὶ ἵνα μὴ καθ' ἕκαστον λέγω, πάντα ἐς ἄκρον ξυνειληφὼς, ἔπειτα τοῖς περὶ ἕκαστον ἐπιστήμοσιν ὁμιλῶν, αὐτὸς ἂν τὴν ἡττῶσαν ἐπὶ πᾶσιν ἐνέγκοι, ἢ τοὺς ἐπὶ τούτοις πραγματευομένους τὴν δόξαν ἀφέλοιτο.
7 μιξη.3 Ἄρτι δὲ πρώτως ἀνθοῦντα ἔχων τὸν ἴουλον καὶ ταῖς θριξὶν ἤδη πυκάζων τὴν παρειὰν, οὐδὲν τῶν πρεσβυτέρων διενηνόχει τὴν σύνεσιν· οὔτε γὰρ ἡδοναῖς ἐδεδώκει, οὔτε γαστρὸς ἥττητο, οὔτε κωμάζειν ἀπαρακαλύπτως εἵλετο· ἐρώτων δὲ τοσοῦτον ἀπέσχετο, ὥστε μηδὲ εἰδέναι τοὺς πλείους καὶ ὅσοι πόρρω τοῦ νομίμου τυγχάνουσι· τοσοῦτον δὲ αὐτῷ τὸ περιὸν τῆς αἰδοῦς, ὡς καὶ εἴ τις ἐξενέγκοι ρῆμα φαῦλον τοῦ στόματος ἢ γυμνὸν ἔρωτος ὄνομα, ἐρυθήματος εὐθὺς γέμον δεικνύειν τὸ πρόσωπον.
7 μιξη.4 Ἀλλ' ἔροιτό τις τίνα τῷ βασιλεῖ παιδικὰ καὶ οἷς ἂν ἀγλαΐζοιτο; βιβλία σοφίας παντοδαποῦς, λόγων χαρακτῆρες σοφῶν, ἀποφθέγματα λακωνικὰ, γνωμολογίαι, καλλιρρημοσύνη συνθήκης, ὁ ποικίλος τῶν λόγων σχηματισμὸς, ἡ τῶν ἰδεῶν ἐξαλλαγὴ, ἡ καινολογία, ἡ ποιητικὴ τοῦ λόγου κατασκευὴ, πρὸ δὲ τούτων ἁπάντων ὁ πρὸς φιλοσοφίαν ἔρως, τὸ τῆς ἀναγωγῆς ὕψος, ἡ τῆς ἀλληγορίας μεταβολή· οὐ γὰρ οἶδα εἴ τις βαθυγνωμονέστερος ἐγεγόνει τῶν βασιλέων, ἢ πρὸς ἕκαστον τῶν ζητουμένων εὐθυβολώτερος. Εἰπεῖν δὲ δεῖ διελόντα, ὡς τὰ μὲν βασιλέως ἔργα καὶ λόγοι, τὰ δὲ φιλοσόφῳ προσήκοντα, τὰ δὲ ρήτορι, τὰ δὲ ἐς μουσικοὺς πίπτει, καὶ περὶ [μὲν] τὴν σφαῖραν οἱ ἀστρολογοῦντες, περὶ δὲ τὰς τῶν σχημάτων ἀποδείξεις οἱ γεωμετροῦντες, καὶ συλλογισμὸς μὲν φιλοσόφοις ἀνεῖται, φυσικοῖς δὲ τὰ ἀπόρρητα ἔργα τῆς φύσεως, καὶ ἄλλο τι ἄλλῳ τῷ καὶ περὶ ἄλλῳ ἕτερος, καὶ διῄρηνταί γε τοῖς ἀνδράσι τὰ ὑποκείμενα· τῷ δὲ συνείλεκται ἅπαντα· καὶ γὰρ φιλοσόφοις συνετάξατο, καὶ μετὰ ρητόρων εἶπέν τι περὶ ζεύγματος καὶ ἐμφάσεως, καὶ μετὰ ὀπτικῶν περὶ ἀποστάσεως ἀκτίνων καὶ διαστάσεως, ἀλληγορεῖν δὲ δεῆσαν πολλάκις τὸν συγγραφέα ὑπερεβάλλετο, ὃν δὴ καὶ καθηγητὴν πρὸ πάντων εἵλετο καὶ ἐπὶ πᾶσιν ἐδημοσίευσε τοὔνομα. Ἰάμβων δὲ μὴ προσχὼν μέτροις σχεδιάζει τούτους, εἰ καὶ μὴ ἐπιτυγχάνων τὰ πολλὰ τοῦ ρυθμοῦ, ἀλλ' ὑγιαίνουσαν τὴν ἔννοιαν ἐκδιδούς. Καὶ ἵνα συνελὼν εἴπω, χρῆμά τι γέγονε τῷ καθ' ἡμᾶς βίῳ ποικίλον καὶ πολυέραστον.
7 μιξη.5 Τὸ δὲ εἶδος αὐτῷ πρεσβυτικὸν οἷον καὶ σωφρονιστῇ προσῆκον ἢ παιδαγωγῷ ὅμοιον· πέπηγέ τε γὰρ αὐτῷ τὰ ὄμματα καὶ ἡ ὀφρὺς οὔτε σοβαρὰ οὔτε οἷον ὕποπτος καὶ ἐπικαθημένη τοῖς ὀφθαλμοῖς, ἀλλ' ἐλευθέρα καὶ ἐν τῷ προσήκοντι σχήματι· τὸ δὲ βάδισμα οὔτε σεσοβημένον καὶ οἷον ταραχωδέστατον οὔτε ἀργόν τε καὶ ρᾴθυμον, ἀλλ' οἷον μουσικός τις ἀνὴρ ἐπαινέσειε περὶ ἄρσεις καὶ θέσεις τὴν πραγματείαν ποιούμενος, ὅ τε τῆς φωνῆς τόνος ἐμμελής τε καὶ εὔρυθμος, μήτε καχλάζων τῷ τῆς γλώττης ρεύματι μήτε ἀμαυρὸς καὶ δυσήκοος.
7 μιξη.6 Πολλῶν δὲ ὄντων λόγων τε καὶ πραγμάτων τῶν ἢ συστελλόντων ψυχὴν ἢ πρός τι διερεθιζόντων, οὗτος παρ' οὐδενὸς τούτων οὔτε τὸ ἦθος τραχύνεται οὔτε τὴν γνώμην συστέλλεται· γελᾷ μὲν ὡς ἥδιστα, δακρύει δὲ ὡς οἴκτιστα, καὶ ὀργίζεται μὲν ἥκιστα, καθίσταται δὲ πρὸς τὸ κρεῖττον οὐχ ἥκιστα. Νόμοις μὲν τὰ πολλὰ μὴ ἐμμελετήσας, ἐς δὲ τὴν δίαιταν ἀθρόους τούτους καταριθμούμενος, οὐκ ἀπὸ τῶν δέλτων, ἀλλ' ἀπὸ τῶν στέρνων. Ἐρυθριάσαι μὲν εὔκολος, ἀναιδεύσασθαι δὲ οὐδ' ὁπωστιοῦν· σφαῖραν μὲν ἀναρρῖψαι δεινὸς, περὶ δὲ μίαν σφαῖραν ἐπτοημένος τὴν οὐρανίαν, κυβείαν μὲν εἰδὼς τὴν τῶν πραγμάτων φορὰν καὶ μεταβολὴν, καὶ κύβον ἕνα τὸν γεωμετρικὸν ὃν ὁ Πλάτων τῇ γῇ δίδωσι· κυνηγεσίοις δὲ γέγηθε μὲν, τοσοῦτον δὲ τῆς ἡδονῆς αὐτῷ ὅσον ἰδεῖν τὸ φεύγοντα ὄρνιν ἀνάλωτον, εἰ δ' ὁ διώκων προσπελάζοι τούτῳ, ἀποκναίει τὴν γνώμην καὶ οὐκ ἐνατενίζει τῇ ὄψει.
7 μιξη.7 Οὐκ ἐπτόηται περὶ τὴν βασίλειον ἀγλαΐαν, οὐδὲ στέμμασιν ἐθέλει τὴν κεφαλὴν ταινιοῦν, ἀλλ' ἀρετῶν εἴδεσιν. Οὐχ ὅσα τις περιψιθυρίζει τούτῳ τὴν ἀκοὴν ἐς τὰ στέρνα κάτεισιν, ἀλλὰ τὰ μὲν ἔξω θυραυλεῖ ὅσα τοῦτον λυπεῖν εἴωθε, τὰ δὲ τῇ ψυχῇ ἀπομάττεται ὁπόσα αὐτῷ ἥδιστα· ἐς παράδειγμα τὸν πατέρα βλέπει καὶ πολλὰ τῶν ἐκείνου ὑπερβαλλόμενος, ἡττᾶσθαι πάντων ὁμολογεῖ· τὸ δὲ μέγιστον καὶ ὃ μηδὲ θαυμάζειν δεδύνημαι, ξυγκλυσθέντων αὐτῷ τῶν πραγμάτων κατά τε τὴν ἑῴαν καὶ τὴν ἑσπέραν, ὧν τὰς ἀφορμὰς οἱ πρὸ τούτου δεδώκασιν αὐτοκράτορες, ἄλλος μὲν ἄν τις καὶ τῶν λίαν ἰσχυρογνωμόνων τῆς τῶν κακῶν ἐγεγόνει φορᾶς καὶ ἐνεδεδώκει τοῖς πράγμασιν· εἶτα τι; διερράγη ἂν ὁ τῆς βασιλείας κάλως, καὶ κατερράγη μὲν ἡ ὀροφὴ, ἀνέσπαστο δὲ ὁ θεμέλιος, ἀλλ' ἡ τῆς ψυχῆς αὐτῷ στάσις καὶ τὸ τῆς γνώμης ἀκλόνητον ἔστησε τὴν τῶν πραγμάτων φορὰν, καὶ εἰ μὴ τοῖς λιμέσι προσωκείλαμεν τέως, ἀλλ' ἐπὶ μετεώρου σαλεύομεν καὶ οὔπω ἀπώσθημεν ἐς τὸ πέλαγος.

7 μιξη.8 Ταῦτα μὲν οὖν κοινὰ τούτῳ πρὸς ἅπαντας, τὰ δὲ πρὸς τὸν συγγραφέα οὐκ ἔχει πρὸς τοὺς ἄλλους ἅμιλλαν, οὐδὲ σύγκρισιν· οὔτε γάρ τῳ τῶν ἀδελφῶν οὕτω τεθάρρηκεν, οὔτε τοῖς κρείττοσι τοῦ γένους, οὔτε ἱεροῖς καὶ θείοις ἀνδράσιν, ὡς ἐμοί· ἃ μὲν οὖν εὐηργέτηκέ με, διδοὺς ἀεί τι καὶ προστιθεὶς καὶ ἐπὶ μεῖζον αἴρων, καὶ ἄλλο ἐπ' ἄλλῳ τῳ τῶν ἀγαθῶν προσάγων καὶ ἐπαυξάνων τὸ ὑποκείμενον, δέξαιτ' ἄν τινα καὶ πρὸς ἄλλον παραβολὴν, τὸ δὲ ἐνδιάθετον τῆς γνώμης, τὸ δὲ ἔμφυτον τῆς ψυχῆς, τὸ δὲ διαχεῖσθαί μοι εὐθὺς θεασάμενον καὶ ἀγλαΐας καὶ χαρίτων ἐμπίπλασθαι, καὶ τὸ ὑπεραίρειν οὐχ ὅσων ὁρῴη σοφῶν, ἀλλὰ καὶ ὅσων ἀκούοι, ταῦτα οὐκ ἄν τις παραμετρεῖν πρὸς ἕτερον δύναιτο. Βασκανίας δὲ μὴ βάλλοι βέλος ἡμᾶς μηδὲ νεμέσεως.
7 μιξη.9 Ἀλλ' ἐπιτέμνοντα τὸν λόγον πολλά με διέλαθε, τὸ περὶ τὴν γυναῖκα φίλτρον, οἷον ἐξ ἐκείνης ἀποτέκοι παιδίον, τὸ περὶ τοῖν ἀδελφοῖν, ὧν θαυμασίων ὑποκειμένων θαυμασιώτερος ἐκεῖνος γνωρίζεται. Καὶ ἵνα μὴ παρὰ τὸ γένος ἐπαινοίην τὴν βασιλίδα, εὐδαιμονίᾳ καὶ ἀρχαιότητι πᾶσαν ὑπεραῖρον ἀρχὴν, ἀρκεῖ αὐτῇ ἀντὶ πάντων τὸ ἦθος οἷον οὐχ ἑτέρας ἕξεως, καὶ τὸ εἶδος οἷον οὐχ ἑτέρας ὄψεως· εἰ δὲ γυναιξὶ κόσμον ἡ σιγὴ φέρει, κατὰ τὸν τραγῳ δὸν, κόσμου παντὸς αὕτη τιμιωτέρα καθέστηκεν, ὅτι μηδενί τῳ ἄλλῳ ἢ τῷ ἀνδρὶ τὴν γλῶτταν ἐγνώρισεν, αὐτομάτως καλλίων τυγχάνουσα ἢ ὁπότε ἀναγκαίως ἔχοι κοσμήσασθαι.
7 μιξη.10 Περὶ δὲ τοὺς ἀδελφοὺς ποδαπὸς οὗτος ὁ αὐτοκρά τωρ; οὐκ ᾠήθη χρῆναι ὥσπερ ὑπὸ χεῖρα ἔχειν καὶ οἷον ἐφ' ἑκάστου καιροῦ χαλιναγωγεῖν, ἀλλὰ μερίζει ἑκατέρῳ τὰς βασιλείους διατριβὰς καὶ ἐς αὐτεξούσιον ἡγεμονίαν καθί στησιν. Ἐρῶ δὲ καὶ περὶ τοῦ θείου τοῦ καίσαρος· ἤρτηται τῆς γνώμης αὐτοῦ, καὶ τῆς συμβουλῆς θαυμάζει τὴν σύνεσιν, τὴν περὶ πάντα πράγματα δεξιότητα· τῶν μὲν περὶ τὴν πολιτείαν αὐτὸς ἔχεται πράξεων, ἐπ' αὐτῷ δὲ τίθεται ὁπόσα ἐς γνώμην τείνει στρατηγικήν.
7 μιξη.11 Καὶ τοῦτο δὲ προσθήσω τοῖς εἰρημένοις· διεγνώκει με οὗτος ὁ βασιλεὺς μέλλοντα τοῦτον ἐξιστορεῖν, καὶ ἐπιτάξας μὴ γράφειν μέχρις ἂν αὐτὸς ἐκδοίη τῶν ἑαυτοῦ τρόπων κεφάλαια, εἶτα δή μοι ὁ ὑπογραφεὺς ἀνεγνώκει τὰ γεγραμμένα· κἀγὼ μὲν εἴκαζον πρὶν ἢ τοῦ ἀναγνώσματος ἀκροάσασθαι, ἀπορρητότερα εἶναι καὶ κρείττονα· ὁ δέ γε ἐν τούτοις τοσοῦτον κατήνεγκεν ἑαυτὸν καὶ οὕτως παρὰ φαῦλον ἔθετο, καὶ τοσαῦτα κατεῖπε τῆς ψυχῆς, ὡς καὶ ἀδαμαντίνην φύσιν κινῆσαι πρὸς θαῦμα τοῦ ὕψους τῆς ταπεινώσεως. Καὶ ἀρκεῖ σοι τοῦτο σύμβολον, θειότατε βασιλεῦ, ἀντὶ πάσης ἑτέρας ἀρετῆς τε καὶ ἕξεως.
7 μιξη.12τ Κωνσταντῖνος ὁ τοῦ Δούκα τοῦ Μιχαὴλ τοῦ βασιλέως υἱός.
Τὸν τοῦ Μιχαὴλ τοῦ Δούκα βασιλέως υἱὸν Κωνσταντῖνον βρεφύλλιον ἐγὼ καὶ ἐν ἀγκάλαις γαλακτοτροφούμενον ἑωράκειν καὶ ταινίᾳ βασιλικῇ ἀναδεδεμένον τὴν κεφαλήν· γράφω δὲ αὐτῷ οὔτε λόγους τινὰς, οὔτε πράξεις, οὔτε γὰρ ἔπραξέ τι οὔτε οὔπω ἐφθέγξατο· ἀλλὰ καὶ τὸ εἶδος καὶ τὸ ἐμφαινόμενον ἦθος, ὡς οἷόν τε καὶ ἀπὸ τούτων [ἐμφαίνειν] τὴν ἐγκαθημένην ψυχὴν, οὔπω γὰρ οἶδα τοιοῦτον κάλλος ἐπίγειον· τὸ μὲν γὰρ πρόσωπον αὐτῷ εἰς ἀκριβῆ κύκλον ἀποτετόρνευται, οἱ δὲ ὀφθαλμοὶ γλαυκοὶ καὶ εὐμεγέθεις καὶ γαλήνης μεστοὶ, αἵ τε ὀφρύες εὐθεῖαι γραμμαὶ ἀτεχνῶς, περὶ μὲν τὴν βάσιν τῆς ρινὸς βραχύ τι διεστῶσαι, περὶ δὲ τοὺς κροτάφους ἠρέμα κάμπτουσαι· ἡ δὲ ρὶς ἐλευθέρα μὲν τοὺς μυκτῆρας, ἀλλ' ἀρχομένη μὲν βραχύ τι ἐγείρεται, προϊοῦσα δὲ ἐς ἄκρον ἐμφαίνει τι τοῦ γρυποῦ· τῆς τε κεφαλῆς ἡλιῶσα θρὶξ ἐξανθεῖ· καὶ τὼ χείλη λεπτώ τε τούτῳ, καὶ [τὸ ὄμμα] βλέπον ἡδὺ καὶ ἀγγέλων ἡδύτερον, καὶ τὴν ψυχὴν ἀπὸ τούτου ἐμφαῖνον οὔτε καταβεβλημένην οὔτε ἐπιβεβλημένην, ἀλλὰ πρᾳεῖαν μὲν, θείῳ δὲ διεγηγερμένην κινήματι,
7 μιξη.13 Τὸν μὲν οὖν Τελαμώνιον Αἴαντα τιθηνούμενον ἔτι τὸν Ἡρακλέα φασὶν ἰδεῖν καὶ τῇ λεοντῇ περιβαλεῖν, ἐγὼ δὲ ἠγκαλισάμην πολλάκις καὶ ὄνασθαί μου τῶν λόγων ηὐξάμην· ἐναγκαλίσομαι δὲ καὶ αὖθις, καὶ τοῦτο πλειστάκις, καὶ ὀναίμην αὐτοῦ ὁπότε εἰς ἡλικίαν ἔλθοι καὶ τὸ δύνασθαι λάβοι παρὰ τοῦ πατρός. Ὁ μὲν οὖν Νέστωρ ὁ Πύλιος μετὰ τὴν τῆς Τροίας ἅλωσιν ὑποτίθεται Νεοπτολέμῳ τῷ Ἀχιλλέως υἱῷ ἃ δεῖ πράττοντα ἄνδρα γενέσθαι δεξιὸν, ἐγὼ δὲ τοσοῦτον αὐτῷ ὑποθείμην (ἴσως γὰρ ἐφ' ἥβης γενόμενος ὁ βασιλεὺς οὗτος ἀναγνώσεταί μου τὸ σύγγραμμα), πρὸς παράδειγμα τὸν πατέρα ὁρᾶν, κἀκεῖθεν ἑαυτὸν ἱστορεῖν· καὶ ὁμοιωθείης, παιδίον, τῷ φύσαντι, καὶ γένοιο ἂν οὐ κακός· εἰ μὲν οὖν περαιτέρω τῆς καθεστώσης ἡλικίας προβήσομαι, ἕτερόν σοι λόγον συγγράψομαι, ὁπηνίκα καὶ αὐτὸς ἀφορμὰς τοῦ γράφειν παράσχοις ἐμοί· εἰ δ' οὖν, ἀποχρῶν σοι τοῦτο τὸ γράμμα, ἑτέροις ὑπόθεσις τῶν ἐπὶ σοὶ συγγραμμάτων ἐσόμενον.

7 μιξη.14τ Ὁ Ἀνδρόνικος ὁ ἀδελφὸς Μιχαὴλ βασιλέως τοῦ Δούκα.
Χαριέστατος οὗτος ὁ βασιλεὺς καὶ μετὰ τὴν ἥβην εὐθὺς, πρόθυμος δὲ τὴν ψυχὴν περὶ λόγους καὶ οὐδὲ τῶν βαθυτέρων ἀπεχόμενος ζητημάτων· ἐμοὶ γοῦν πράγματα παρέχει περὶ τῶν ἀντιπόδων διαλεγόμενος, ἀπαρνούμενος τούτους, ἵνα μὴ ἀπὸ τῶν ποδῶν ἐς κεφαλὴν αἰωροῖντο· καὶ ἁδρότερος μὲν τὴν χεῖρα, δεξιὸς δὲ καὶ λεπτὸς, περὶ τὰς σκιὰς εὔκολος, τὸ ἦθος οὐ βαθὺ οὐδὲ εἰρωνικὸν ἔχων, ἀλλ' ἐκκείμενον ἅπασιν, εὐγενὴς τὴν προαίρεσιν, ἱππεύεσθαι ἐπιτήδειος, θερμὸς τὰ περὶ τὴν θήραν, ὥστε μήτε τοῦ λαγὼ ἐθέλειν ἀπολείπεσθαι, ἀλλὰ καὶ τοῖς γεράνοις συμπέτεσθαι, πρόχειρος μὲν βραχύ τι τὴν γλῶτταν, εἶτα δὴ εἰς χάριτας κατακλείων εἴ τί που παραφθέγξαιτο.

7 μιξη.15τ Κωνσταντῖνος ὁ ἀδελφὸς αὐτοῦ.
Οὐ πρόχειρος οὗτος ὁ βασιλεὺς [τὴν] γνώμην, ἀλλ' εἴσῳ συννενευκὼς καὶ σωφρονιστῇ ἀτεχνῶς ἐοικώς· ἐγρήγορε δὲ τὰ πολλὰ, καὶ εἰπεῖν δεῆσαν τὴν γλῶτταν ὀξύτερος· εἴκει δὲ οὐ ταχέως τοῖς ἀντιπίπτουσιν, ἀλλὰ λόγοις ἀντεμβάλλει λόγους καὶ πείθειν ἐπιχειρεῖ, ἀποτελευτᾷ δὲ εἰς μειδίαμα καὶ ἠρέμα ἐπιγάννυται οἷς ἐφθέγξατο· τὴν σύνεσιν πολιὸς, τὴν ψυχὴν βεβηκὼς, οὐ ταχὺ μεταπίπτων πρὸς ἅπερ ὁρμήσειεν, τὴν χεῖρα μέσος, οὔθ' ὕπτιος τὴν παλάμην, οὔτε συγκεκλεικὼς τοὺς δακτύλους, ἐφ' ἵππον ἐπιβῆναι δεξιὸς, θηρᾶσαι δὲ δεινὸς, πάγκαλον χρῆμα καὶ τῇ μητρὶ καὶ τοῖς ἀδελφοῖς.

7 μιξη.16τ Ἰωάννης Καῖσαρ ὁ Δούκας.
Τί ἄν τις εἴποι περὶ τοῦ ἀνδρὸς τούτου, ὥστε ἐξισῶσαι τοὺς λόγους ταῖς τῶν ἠθῶν ἀγλαΐαις καὶ ταῖς τῆς ψυχῆς ἀρεταῖς; παντοδαπὸν γὰρ οὗτος χρῆμα καὶ οἷον κάλλιστον τῷ βίῳ ἀνάθημα, καὶ ἐκ δυεῖν τοῖς ἐναντίοιν ξυγκείμενος, ὀξύτατος γὰρ τὴν σύνεσιν ὢν ξυμπάντων ὧν ἐγὼ καὶ ᾔσθημαι καὶ τεθέαμαι, οὕτω πρᾳοτάτην ἐνδείκνυται τὴν ψυχὴν, ὡς εἰκάζεσθαι ρεύματι ἐλαίου ἀψοφητὶ ρέοντος. Τὰ μὲν οὖν ἐς στρατηγίαν κατὰ τοὺς ἀρχαίους ἐκείνους καὶ πολυϋμνήτους Καίσαρας, καὶ ὁπόσα τετολμήκασί τε καὶ κατωρθώκασιν Ἁδριανοὶ καὶ Τραϊανοὶ καὶ οἱ τῆς αὐτῆς ξυμμορίας, ἐκείνοις [συν]ελήλυθε πρὸς τὴν τοιαύτην ἐπιστήμην, οὐκ ἀπὸ ταὐτομάτου, οὐδὲ τυχαίως, ἀλλ' ἀπὸ τῶν τακτικῶν βιβλίων καὶ στρατηγικῶν καὶ πολιορκητικῶν καὶ περὶ ὅσων οἱ περὶ Αἰλιανὸν καὶ Ἀπολλόδωρον συγγεγράφασιν· ἀλλὰ τὰ μὲν περὶ τὴν στρατηγίαν τοιοῦτος, ἐλάττων δὲ τὰ πολιτικὰ καὶ ὅσα ἐς δίκας φέρει καὶ τὰ δημόσια; πολλοῦ γε καὶ δεῖ· ξυρὸς γὰρ εἰς ἀκόνην πρὸς πάντα τὰ κάλλιστα, τοῦτο δὴ τὸ παροιμιῶδες· ἀλλ' ἐς ὀργὴν πρόχειρος; οὐ μὲν οὖν, εἰ μὴ ὅσον ἐνδείξασθαι· ἀλλὰ μνησικακῆσαι δεινός; ἀλλὰ τοῦτο δὴ τὸ μέρος καὶ μᾶλλον θαυμάσιος καὶ οἷος οὐκ ἄλλος· ἀλλὰ τὴν γλῶτταν πρόχειρος, ἢ πρὸς τὸν ἀδελφὸν πρότερον καὶ τὸν ἀνεψιὸν ὕστερον τόλμαν ἔχων ἢ παρρησίαν; οὐ μὲν οὖν· ὥς γε δὴ καὶ παράδειγμα τοῖς πολλοῖς ἡμῖν εὐλαβείας καθίσταται, ἁπανταχοῦ δὲ μετριάζων καὶ σπουδὴν παιδιᾷ κιρνῶν, ἐν τούτῳ μόνον οὐ καθεκτὸς, οὐδὲ σύμμετρος.
7 μιξη.17 Τὰ παντοδαπὰ κυνηγᾶται· περιεργάζεται οὖν πτερὸν ὄρνιθος καὶ θηρίων ὁρμὰς, ἐπιθωΰζει τε κυσὶ καὶ καταδιώκει βαλιὰν ἔλαφον, μαίνεταί τε περὶ τὰς ἄρκτους, ὃ δὴ πολλάκις αὐτῷ προσωνείδισα, ἀλλ' ἔστιν αὐτῷ ἡ θήρα ἀμετάθετα παιδικά· δυοῖν γὰρ τούτοις μερίζει τὸν βίον, βιβλίοις καὶ κυνηγεσίοις, μᾶλλον δὲ σχολάζοντι μὲν φίλα ταῦτα καὶ μελετώμενα, σπουδάζοντι δὲ οἰκεῖα ὅσα καὶ ὅσα πρὸς τοὺς καιρούς· εἰρηνεύειν [δὲ] τοῖς ἐναντίοις ἢ μάχεσθαι ἐπίσταται, λόχους, πολέμων τάξεις, διαιρέσεις τάξεων εἰπεῖν, ἢ φάλαγγα στῆσαι, πῶς πυκᾶσαι τὸ βάθος, πῶς ἀπολεπτῦναι τὸ πλαίσιον σχῆμα, τὸ κοιλέμβολον εἶδος, τὴν συναγωγὴν, τειχομαχίας, ἱππομαχίας, πεζὴν σύνταξιν πρὸς τοὺς καιροὺς, πρὸς τοὺς τόπους, καὶ τί καθ' ἕκαστον λέγω· ἐπὶ πᾶσι τῶν πάντων κεκράτηκε.

7 μιξη.18τ Γραφὴ τοῦ βασιλέως πρὸς τὸν Φωκᾶν.
Γράφων οὖν ὁ βασιλεὺς πρῶτον μὲν τῆς χαλεπῆς ὑπερορίας καὶ τοῦ ἐν ἐκείνῃ τοῦ Φωκᾶ ἐκρεύσαντος χρόνου, τῆς τε τῶν οἰκείων ἐρημίας, καὶ τῆς ἀπόρου πενίας, καὶ τοῦ ρυπῶντος χιτῶνος καὶ τῶν διερρηγμένων περιβολαίων μιμνῄσκει, εἶτα τὴν οἰκείῳ κελεύσματι γεγενημένην ἀνάκλησιν αὐτοῦ καὶ τὴν ἐν βασιλείοις ἐν μεγίστῃ τιμῇ ὑποδοχὴν, καὶ τὰς σατραπικὰς, ὡς εἰπεῖν, εὐεργεσίας, καὶ πάντα λόγον παρατρεχούσας δεξιώσεις διεσήμαινε, καὶ ὅπως πᾶν εἴ τι μέγα καὶ σεμνότατον ἔχοι πολιτεία Ρωμαϊκὴ φέρων εὐθέως αὐτῷ προσέθηκε, τιμαῖς τε καὶ στρατηγίαις τὰ πρῶτα ἐλάμπρυνεν καὶ ὑψηλότερον ἁπάντων τέθεικε, οὐσίας τε κύριον κατέστησε τοσαύτης ὅση πρέπειν ἐμφανῶς τῷ ἀξιώματι ἔμελλε· «Τίς γάρ, φησιν, ἀμείνω σου τάξιν παρ' ἐμοῦ ἐκαρποῦτο, ἢ τίς ἐκρίνετο φίλος βασιλέως καὶ ὦτα καὶ ὀφθαλμός; τίς δὲ ἦν ὁ πάντα πείθων εἰ βούλοιτο; τίνι δὲ τῶν πραγμάτων ἀνεκοινούμην τὰ μέγιστα; ἃ γὰρ τόν τε ἀδελφὸν καὶ τὴν μητέρα ἔκρυπτον, ταῦτά σοι μόνῳ διέφαινον. Τίς δὲ ὁ παύων νῦν καὶ καθιστῶν τὰς μεγίστας ἀρχάς; ἐξ ὧν σὺ καὶ ἤκουες τοσοῦτον καὶ ἡ δυναστεία ηὔξηται· καὶ σιωπῶ τὰ εἰς πατέρα καὶ ἀδελφὸν καὶ συγγενεῖς διὰ σὲ πεπραγμένα μοι, καὶ τοὺς ὅσους ἐξ ἰδιωτικῆς ταπεινότητος εἰς ὕψος ἀξιωμάτων σὴν χάριν ἀνήνεγκα, καὶ τοὺς ὅσοι οὐ τοὺς τυχόντας πλούτους κατεκτήσαντο, ἐξ ἀπορίας προγονικῆς ἀρχὰς στρατηγικὰς καὶ πολιτικὰς διέποντες, ὧν καὶ ἀδικούντων λάθρα τε καὶ προδήλως οὐκ ἐποιούμην ἐπιστροφήν· εἰδὼς γὰρ ὡς πλῆθος, ἐσιώπων τὰ τοιαῦτα, σοῦ δὴ ἕνεκα πάντων ἀνεχόμενος· μίαν γὰρ τῶν κακῶν σέ μοι γενέσθαι μετὰ τὴν θείαν ροπὴν ἤλπιζον παραψυχήν· διὰ γὰρ τούτων καὶ συνεργὸν σὲ ἐφ' ᾧ τῶν ἐμῶν κύριος καταστῆναι ἄθραυστος εἱλόμην τε καὶ προσείληφα, σὲ μόνον τῶν ἐν ἀνθρώποις σύμμαχον καὶ συμμεριστὴν κατακτήσασθαι οἰηθεὶς, καὶ διά σου τοὺς ἐν μέσῳ κατευνασθῆναί μοι προσδοκήσας ταράχους· νῦν δὲ, ὢ τῶν ματαίων βουλευμάτων, ὢ τῶν ἀστηρίκτων ἐλπίδων· καὶ ἐπὶ τῆς ἐπὶ τοσοῦτον ἀγνωμοσύνης, ἄνθρακες ὁ θησαυρὸς ἀνασκαπτόμενος· οὐ γὰρ αἱ ἐλπίδες τὸ μάταιον ἔχουσι, μόνον εἰ μὴ παρὰ πολλῶν ἀπελπίσεται· ἀλλὰ καθ' ἑαυτῶν κεκινήκαμεν τὸν ἀνάγυρον, ἐλαίῳ πῦρ κατασβέσαι πεισθέντες.
7 μιξη.19 «Ἀντὶ γὰρ παραψυχῆς συμφορὰν, καὶ ἀντὶ συμμάχου πολέμιον, καὶ ἀντὶ συνεργοῦ καθαιρέτην τὰ λογοποιούμενα, εἴ γε ἀληθείας ἔχεται, ἀναφανδόν σε δεικνύει· ὥσπερ γὰρ τὰ ἔσχατα ἠδικημένον καὶ τεταραγμένον ὑπ' ἐμοῦ, οὕτω τὰς κατ' ἐμοῦ τιμωρίας ὁπλίζεσθαί σέ φασι, πάσῃ σπουδῇ τῆς βασιλικῆς καὶ διαφερούσης ἑστίας ἐμὲ μὲν ἐξῶσαι ἀγωνιζόμενον, σαυτῷ δὲ ταύτην μνηστευόμενόν τε καὶ οἰκειούμενον. Ἀλλὰ μὴ τοῦτο, μὴ μὴ, μάγιστρε, μηδὲ εἰς νοῦν ποτὲ βάλοιο· ὡς ἀπόλοιντο οἱ λογοποιοὶ καὶ οἱ τῶν παραλαλουμένων δημιουργοὶ, οἱ τὰ ζιζάνια ἐπισπείροντες πονηροὶ καὶ ὑπὸ μόνου τοῦ βασκαίνειν τὰ μὴ ὄντα τερατευόμενοι, ὧν τοῖς ἀλόγοις ἢ ἀλλοκότοις οὐ προσέχειν δεῖ, ἐς τοῦτο μάλιστα, ὥς γε πείθομαι, ξυγκειμένοις, ὅπως τὴν κοινὴν ἡμῶν διαστήσωσι γνώμην καὶ τὴν τῆς προαιρέσεως καταστασιάσωσιν οὐ προσήκοντες ὁμόνοιαν. Πλὴν ἀλλὰ καὶ αὖθις λέγει, μὴ ἐπιχαρῇ ὁ ἐχθρὸς ἐφ' ἡμῖν, μηδὲ τῆς οὕτω θεομισοῦς καὶ πᾶσαν ἰδέαν κακίας παρελαυνούσης κἂν εἰς μνήμην ἔλθοις πράξεως· μηδὲ ἀγνώμων ἐπὶ τοσοῦτον καὶ ἄδικος ὀφθῆναι βουληθείης, μηδὲν ἔχων τοῖς εὐεργετηκόσιν ἐγκαλεῖν, μηδὲ τῷ βίῳ ἄπευκτον γενέσθαι διήγημα καὶ πονηρὸν ὑπόδειγμα καταδέξαιο.»
7 μιξη.20 Ἐπὶ τούτοις τοῦ εἰς μέσον παραληφθέντος ἐν τοῖς φρικτοῖς αὐτῷ ὀμωμοσμένοις Θεοῦ ἀνεμίμνῃσκε, καὶ ὅπερ τῆς δραστικῆς αὐτοῦ προνοίας τρόπος τῆς περὶ τὴν οἰκουμένην διατρεχούσης ὁσημέραι, ἐδίδασκεν ὡς ἀκοιμήτῳ ὀφθαλμῷ τὰ τῇδ' ἐπισκοπεῖ, καὶ τὰς ἀντιδόσεις τῶν βεβιωμένων τοῖς ἁνθρώποις πρυτανεύει ἀεί· ἀντιμετρεῖται γὰρ παρ' αὐτῆς ἑκάστοις τὰ πράγματα, ἧς καὶ τῷ δικτύῳ οἱ σκολιῶς ἁλίσκονται πορευόμενοι, δι' ἧς καὶ τὰ τῆς τύχης εἰς τὸν ἀντίρροπον μεταφέρεται. «Εἰ μὲν καὶ τὴν τοῦ Θεοῦ κρίσιν πτοεῖ κἀκεῖνον τῶν σῶν ἀναμένεις ἐξεταστὴν, δυσωπήθητι τὴν τῶν ἔργων ἀσφάλειαν· ἡγείσθω [ἡ] εὐβουλία τῆς ἐγχειρίσεως, τὸ συνῆσον τῆς ἐπιβουλῆς τῶν πραγμάτων, πρὸ τῆς ἐπιβουλῆς ἡ βουλή· τὸν γὰρ κακῶς βουλευόμενον πρῶτον ἡ ἐγχείρισις ἔβλαψεν.»

https://byzantium.gr/