▶ Προκοπιος
|
||||||||||
▶ Ιεροκλης
|
||||||||||
▶ Σιμοκαττης
|
||||||||||
▶ Θεοφανης
|
||||||||||
▶ Ιωαννης Σκυλιτζης
|
||||||||||
▶ Κωνσταντινος Ζ’
|
||||||||||
▶ Λεων Διακονος
|
||||||||||
▶ Μιχαηλ Ψελλος
|
||||||||||
▶ Μιχαηλ Ατταλειατης
|
||||||||||
▶ Νικητας Χωνιατης
|
||||||||||
▶ Γ. Ακροπολιτης
|
||||||||||
▶ Γ. Παχυμερης
|
||||||||||
▶ N. Γρηγορας
|
||||||||||
▶ Ι. Καντακουζηνος
|
||||||||||
▶ Γεωργιος Σφραντζης
|
||||||||||
▶ Χαλκοκονδυλης
|
Νικηφόρος Γρηγοράς1295 – 1360 (περ.)
|
τίτλος έργου:
– Ρωμαϊκή Ιστορία –χρόνος έκδοσης: 1337-1358
|
πλήρης τίτλος: ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΙ ΛΖ’ |
περιεχόμενο: Αφήγηση γεγονότων της ιστορίας του Βυζαντίου από το 1204 έως το 1358 σε 37 βιβλία. Στην παρούσα σελίδα περιέχονται τα βιβλία 1 έως 7 που καλύπτουν εν συντομία τα γεγονότα από το 1204 μέχρι το 1320. |
Κείμενο : |
Historia Romana[Μέρος 1: Βιβλία 1 έως 7 που καλύπτουν τα γεγονότα από 1204 έως 1320]ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣΛΟΓΟΣ Α’.αʹ. Τοῖς τῶν πάλαι καὶ μέχρις ἡμῶν γενομένων τοὺς βίους διὰ τῆς ἱστορίας ἀθανατίζουσι πλείστοις πολλάκις αὐτὸς ἐντυγχάνων, καὶ θείαις τισὶ προτροπαῖς ἀκούων ὁμολογούντων ἐς τὴν τοιαύτην κεκινῆσθαι ἐγχείρησιν, μέχρι μέν τινος ἄκαιρόν τινα φιλοτιμίαν τῶν ἀνδρῶν κατεγίγνωσκον, κόμπου μεστὰ τὰ λεγόμενα εἶναι οἰόμενος· ἔπειτα δ' ἔδοξαν εἶναί μοι οἱ ἄνδρες ἐπόπται μὲν αὐτῆς ἀληθείας σαφεῖς, θεοῦ δὲ τῷ ὄντι τὸ ἔργον, καθάπερ ὀργάνῳ χρωμένου τῇ τούτων χειρὶ, μικρὰ ἢ μηδὲν ἀποδέον, ὡς ἔπος εἰπεῖν, οὐρανοῦ τε καὶ γῆς, τῶν μεγίστων καὶ πρώτων αὐτοῦ ποιημάτων, πρός γε τὸ τὴν ἀπόῤῥητον δόξαν ἀναγγέλλειν, ὡς ἐφικτὸν, τοῦ θεοῦ. τὰ μὲν γὰρ καθάπερ σιγῶντες κήρυκες τῆς θείας μεγαλουργίας, τὸν ἅπαντα διαγίγνονται χρόνον, αἴσθησιν προκαλούμενα μάρτυρα μόνην. ἡ δ' ἱστορία, ζῶσά τε καὶ λαλοῦσα φωνὴ, καὶ ὄντως ἔμψυχος καὶ διαπρύσιος κήρυξ αὐτῆς, διαπερᾷ τὸν αἰῶνα καθάπερ ἐν πίνακι παγκοσμίῳ δεικνύουσα τὰ προγεγονότα τοῖς ἐπιγιγνομένοις ἀεὶ, ὅσα ποτὲ ἐν ἀλλήλοις καὶ δι' ἀλλήλων οἱ ἐξ αἰῶνος ἐπεπράχεσαν ἐν τῷ βίῳ, καὶ ὅσα ποτὲ πεφιλοσοφήκασι περὶ τῆς τῶν ὄντων φύσεως οἱ σοφοὶ, καὶ τίνα κατείληπται τούτοις, καὶ τίνα μή· καὶ τίσι ποτὲ δυσχερείαις ἄλλοτε ἄλλοι συνηντηκότες, τίνων ποτὲ τῶν ἐκ θεοῦ καλῶν κἀγαθῶν ἐς κόρον ἀπολελαύκεσαν, καὶ πόσαις ποτὲ ταῖς ἀπροσδοκήτοις ἐκεῖθεν εὐεργεσίαις ἐνέτυχον. δοκεῖ δέ μοι καὶ τὴν οὐρανοῦ καὶ γῆς δόξαν ἐνδοξοτέραν διὰ τῆς ἱστορίας καθίστασθαι, καὶ, ἵν' εἴπω, λαμπροτέραν πολλῷ τὴν λαμπρότητα. ποῦ γὰρ ἂν ᾔδεσαν ἄνθρωποι, τῆς ἱστορίας οὐκ οὔσης, ὡς ὁ μὲν οὐρανὸς τὴν αὐτὴν ταύτην ἀρχῆθεν ἀεὶ καὶ ἀκίνητον κινούμενος κίνησιν, ἥλιον καὶ σελήνην καὶ πάντας ἀστέρας διηνεκῶς ἐξελίττει πρὸς ποικιλίαν ὁμοίως εὔτακτόν τε καὶ εὔρυθμον, καὶ ὁμοίως τὴν τοῦ θεοῦ διηγεῖται δόξαν ἐφ' ἡμέρᾳ τε καὶ νυκτὶ δι' αἰῶνος· ἡ δὲ γῆ τὴν ἄτρεπτον ταύτην ὁμοίως ἀρχῆθεν ἀεὶ τρεπομένη τροπὴν, τὴν αὐτὴν τοῖς ἀεὶ ἐπιγιγνομένοις ἀνθρώποις γένεσιν καὶ φθορὰν δι' αἰῶνος προδείκνυσιν; ὥστ' εἰ μή τι πλέον, ἀλλ' οὖν οὐδ' ἧττον ἂν καὶ ταύτην θαυμάσειε πᾶς τις, ὅτῳ διάνοια πρόσεστιν ὑγιαίνουσα. ἦ γὰρ ἂν ἐλλιπὲς ἐδόκει τὸ δημιούργημα, μή τινος ἰσχυρίζεσθαι δυναμένου καὶ πείθειν, ὡς καὶ ἄλλαι τινὲς γενεαὶ προϋπῆρξαν ὁμοίως ἀνθρώπων, καὶ πόσαι τινὲς ὑπῆρξαν, καὶ μέχρι πόσου, καὶ τί ποτε ἄρα πεπράχεσαν ἐν τῷ βίῳ, καὶ οἷστισιν ἄρα τοῖς ἐκ θεοῦ τε καὶ οὐρανοῦ καὶ γῆς ἀγαθοῖς κατὰ διαφόρους γενεάς τε καὶ χρόνους ἐνέτυχον. ἀλλὰ νῦν γε πρὸς τούτοις καὶ προφήτας ἕτερον τρόπον τοὺς μετιόντας ποιεῖ, ἐκ τῶν φθασάντων στοχαζομένους τὰ μέλλοντα. τό γε μὴν βραχεῖ τινι τόπῳ καὶ ὡρισμένῳ τῆς οἰκουμένης οἰκοῦντά τινα πέρατα γιγνώσκειν γῆς, καὶ ἄκρα οἰκουμένης, μήκη τε καὶ πλάτη θαλαττῶν, καὶ ὅσοι ποταμοὶ καὶ λίμναι εἰσὶ, καὶ ἰδιοτροπίας ἐθνῶν καὶ τόπων, καὶ διαφορὰς ὡρῶν τε δὴ καὶ χρόνων τῶν ἐν διαφόροις γινομένων μέρεσι τῆς γῆς, καὶ ὅσα ἕτερα τῶν ἀγαθῶν μυρία, τίς χαρίζεται τοῖς ἀνθρώποις, ἢ μόνη γε ἡ τῆς ἱστορίας ἐξάπλωσις; διά τοι τοῦτο καὶ οὐ τούτους μᾶλλον ἠγάπησα τῶν σοφῶν, οὐδὲ τούτους ἐζήλωκα, οἳ κωμικοῖς τισι δράμασι καὶ σκηναῖς τραγικαῖς καὶ θωπείαις ἐπιδεικτικαῖς τὴν ἑαυτῶν κατηνάλωσαν γλῶσσαν, ἀλλ' ὅσοι τῶν ὄντων τὴν φύσιν, καθόσον σφίσιν ἐξῆν, ἀκριβώσαντες, καὶ ὅσοι τὰς ἱστορίας ἐκ τῶν καθ' ἕκαστα καὶ ἄλλοτ' ἄλλοις εἰρημένων τε καὶ πεπραγμένων ἔς τε ἀνδρίαν ψυχῆς βλεπόντων καὶ σύνεσιν, κόποις ἰδίοις ξυνειλοχότες, εἰς μεγίστην ὠφέλειαν τοῖς ἑξῆς ἐκδεδώκασι. καὶ μέντοι καὶ οὗτος ὁ πρὸς ἐκείνους πόθος καὶ ζῆλος κἀμὲ τὰ ἀκόλουθα πράττειν παρέπεισε, καὶ οὗτος αἴτιος ἐμοὶ τοῦ τοιοῦδε γέγονεν ἐγχειρήματος. ἐπεὶ δ' ὅπερ ὀφθαλμὸς τοῖς ζώοις, τοῦτο τῇ ἱστορίᾳ ἀλήθεια, προπορευομένην ἔχειν ταύτην ἐνταῦθα χρεὼν καὶ ἡμᾶς πρὸ παντὸς, δυοῖν ἕνεκα· ἑνὸς μὲν, ἵνα μὴ, ὅπερ ὡς κανόνα καὶ στάθμην τοῖς ἐσομένοις προυθέμεθα προτιθέναι, τοῦτον στρεβλὸν καὶ νοσοῦντα ἐς τὰ καίρια δείξωμεν· ἑτέρου δὲ, καὶ ἵνα μὴ πρόφασιν δῶμεν τοῖς διασύρειν ἐξ ὀλίγων τὴν ὅλην πραγματείαν ἡμῶν βουλομένοις, καὶ ἐξελέγχειν ὡς οὐδὲν ὑγιὲς κεκτημένην· ὁποῖον δή τι καὶ τῶν ἐφ' ἡμῶν τινες ἐλλογίμων ἐπεπόνθεσαν. ἀπειρίᾳ γὰρ πραγμάτων πλείστῃ συνεζηκότες οἱ ἄνδρες, ἔπειτα οὑτωσί πως ἐς τὸ συγγράφειν ἐμβεβληκότες, ἔλαθον πολλοῖς τισι καταχρησάμενοι ψεύδεσι, καὶ οὕτως ἐς τὸ ἀχρεῖον τὴν αὐτῶν παρασύραντες ἱστορίαν, ὡς καὶ πρόφασιν εὔλογον δεδωκέναι τῷ πολλῷ τὴν σύνεσιν βασιλεῖ Ἀνδρονίκῳ τῷ Παλαιολόγῳ, σὺν οὐδενὶ κόσμῳ διασύρειν καὶ ἐξελέγχειν ταύτην ἐκ τῶν καθ' ἕκαστα· καὶ ταῦτα ἐπὶ τούτων τῶν ἀνδρῶν ἔτι παρόντων, ὧν δήπου ἐκεῖνοι τὰ πλεῖστα κατεψεύσαντο.(Β.) Καὶ ἵνα μιᾷ τῶν τοῦ βασιλέως δημηγοριῶν, ἣν ἐπ' ἐμοῦ διεξῆλθεν, ἐν καιρῷ χρήσωμαι (φανείη γὰρ ἂν καὶ ἡμῖν εἰς τὴν παροῦσαν ἐγχείρησιν χρήσιμος)· «πολλάκις,» φησὶν, «ἐθαύμασα κατ' ἐμαυτὸν γενόμενος, πῶς τῶν ἀνθρώπων τοῖς πλείστοις ἐξὸν ἀστασίαστον καὶ εἰρήνης μεστὸν διαβόσκειν τὸν βίον, καὶ πλείστους μὲν ἔχειν οἳ θαυμάσονται, μηδένας δ' οἳ τὸν τρόπον τούτων μισήσουσιν· οἱ δὲ πρόθυμοι πρὸς τὸ λοιδορεῖν πάντα τινὰ ἀπαντῶσι καὶ γλῶτταν ἑκόντες ἀσκοῦσι πονηρὰν καὶ ἀταμίευτον καὶ ὑβρίζουσαν· καὶ ταῦτα μηδεμιᾶς πολλάκις προκειμένης προφάσεως, ἣ προβαλλομένη τι τῶν δικαίων ἴσως ὑπέκκαυμα ἔσται πρὸς τοιαύτας ἀναφλέγον ὁρμάς. καὶ τούτων μᾶλλον ἐθαύμασα, τοὺς ὁπόσοι ψευδεῖς κατὰ βασιλέων ὁμοῦ καὶ πατριαρχῶν βλασφημίας συῤῥάπτειν καὶ ἀναισχύντως προφέρειν τολμῶσι· καὶ πάντων ἐθαύμασα μάλιστα, τοὺς ὅσοι γραφῇ παρατίθεσθαι τὰς οὕτω ψευδεῖς βλασφημίας αὐτῶν οὐκ ὀκνοῦσι. τὰς γὰρ ἀπὸ μόνης τῆς γλώττης προϊούσας λοιδορίας αὖραι λαβοῦσαι ἐς αἰθέρος ἀβύσσους διασκεδάζουσιν. αἱ δὲ γραφαῖς καὶ βίβλοις ἐντυπούμεναι μονιμώτερον καὶ τυραννικώτερον κατὰ τῶν ὑβριζομένων τὸ κράτος ἐσχήκασι, τὴν ἡγεμονίαν τῆς γραφῆς λαμβανούσης καὶ διὰ μακροῦ πομπευούσης τοῦ χρόνου. οὐκ οἶδα δ' ὁπότερον οὐδ' ἔχω ῥᾳδίως ἐπιγιγνώσκειν οὗ χάριν ταῦτα ἐπείγονται δρᾷν, καὶ τίνος ἕνεκα κέρδους ἐς τοιούτους κρημνοὺς ἑαυτοὺς συνωθοῦσιν. εἴ τε γὰρ ἰδιότητά τινα κακίας ἀποπίμπλαντες ἑαυτῶν ἐπὶ τὰς οὕτω ψευδεῖς βλασφημίας χωροῦσι, κακῶς τοῦτο δρῶσι καὶ λίαν αἰσχρῶς καὶ κατὰ τῆς ἑαυτῶν, ὡς εἰπεῖν, κεφαλῆς. στήλην τε γὰρ τῆς σφῶν κακίας τῷ χρόνῳ παρέχουσιν, ὅτι ἐξὸν ἐκ τοῦ λέγειν εὔφημα καὶ πρεσβεύειν ἀλήθειαν, γνωρίζεσθαι τοῖς ἀκούουσιν· οἱ δ' ἐκ τοῦ πλύνειν ἁμάξαις ὕβρεων τοὺς μηδὲν ἀδικήσαντας, δημοσιεύειν εἵλοντο ἑαυτοὺς, παραπλησίως ὥσπερ ἂν εἴ τις, ἐξὸν ἠπειρώτης εἶναι, καὶ βίον ἐπικερδέστερον καὶ ἀκίνδυνον ζῇν, ὅδ' ἐς Ἀτλαντικοῦ πελάγους χειμῶνας καὶ κλύδωνας φέρων ἐμβέβληκεν ἑαυτόν. τὸ δὲ καὶ κακῶν ἀρχέτυπα τοῖς ἐφεξῆς εἰς μίμησιν προτιθέναι τὰ γράμματα, καὶ εἰκῇ καθιστᾷν ἑαυτοὺς αἰτίους τῆς ἐκείνων ἀπωλείας, τοῦτο δὲ ποίων κρημνῶν οὐκ ἐπάξιον, δίδυμα καὶ τριπλᾶ προτεῖνον τἀγκλήματα; ἃ γὰρ ὡς ἀήθη ταῖς ταῖς πολιτείαις καὶ νόθα ἐλαύνειν ὡς ποῤῥωτάτω καὶ ἀποτρέπεσθαι ἔμελλον, δεδιότες οἷς τὰ τοιαῦτα πρόχειρον λοιδορεῖν, καὶ τῶν πόλεων ἐξωθεῖν, ὡς πρὶν τῶν δικαστικῶν Ἀθηναῖοι πινάκων τοὺς ὅσοι παρέγγραπτοι καὶ τῆς σφῶν πολιτείας ἀνάξιοι· ταῦτα ἀσμένως ἤδη δέξαιντ' ἂν πράττειν αὐτοὶ, ὡς καὶ ἄλλοις ἤδη πεπραγμένα καὶ δεδογμένα, καὶ τῶν ὅρων ὄντα τῆς συνηθείας ἐντός. φιλοῦσι γὰρ ὡς τὰ πολλὰ τῶν ἀνθρώπων οἱ τοῖς οἱοισδηποτοῦν ἀτοπήμασιν ἁλισκόμενοι, ἐς ἀρχαιοτέρας εἰκόνας ἀνάγειν τὴν μίμησιν, ἵν' ἐκεῖθεν ὡς ἐξ ὁρμητηρίου κατατρέχωσιν, εἴ τινές ποτ' ἄρ' εἶεν οἱ πρὸς ἐλέγχους ἀποδυόμενοι. εἴτ' οὖν διὰ τοῦτο λοιδοροῦσι καὶ ψεύδονται, οὑτωσί πως ἑκατέρωθεν ἁμαρτάνουσιν· εἴτ' αὖ διαμονῆς ἕνεκα τῆς αὐτῶν συγγραφῆς, καὶ οὕτω πόῤῥω θέουσι τοῦ σκοποῦ, τὰς κρηπῖδας τῶν αἰτιῶν οὐ πάνυ τοι σφόδρα ὑποτιθέμενοι ἀσφαλεῖς. αὐτοὶ μὲν γὰρ ἴσως εἰδότες τὰς τῶν πολλῶν ἀκοὰς, ταῖς τῶν ἄλλων ὕβρεσι μᾶλλον χαιρούσας ἢ τοῖς ἐπαίνοις, καὶ ὡς πολλῷ γε ἥδιον οἱ πολλοὶ τὰς ὡντινωνοῦν διεξέλθοιεν ὕβρεις ἢ τἀγαθὰ, κἂν τὰς μὲν ψεύδη μακρὰ καπηλεύωσι, τὰ δὲ φῶς ἀληθείας ἔχῃ προπορευόμενον, οὕτω τὴν ἱστορίαν αὐτῶν διατίθενται, ἵν' ἐς μακροὺς δῆθεν τοὺς χρόνους χαίροντες διεξίοιεν αὐτὴν οἱ τὸν αἰῶνα κατὰ διαδοχὴν ἀμείβοντες ἄνθρωποι· καὶ οὔτε δίκης ἐπόπτην πρὸ ὀμμάτων διανοίας λαμβάνουσιν, οὔτ' αἰδῶ τῶν καλῶς καὶ δικαίως κρίνειν εἰδότων ἀνδρῶν. τοῦτο δ' οὐ τοσοῦτον οὓς λοιδοροῦσι λυμαίνεται, ἢ αὐτούς γε δὴ τοὺς ὑβρίζοντας, εἴπερ ἄνθρωποι μὲν σωφρονοῦντες ἀτόπους ὑπονοίας κατ' ἐκείνων ταῖς ψυχαῖς ἐμφυτεύσαντες, μυρίοις βριθούσας ὀνείδεσιν, ἐν κακοῖς αὐτῶν ἐσαεὶ μεμνήσονται· θεὸς δ' ὁ τῆς δίκης προστάτης δαψιλεστέραν αὐτοῖς ταμιεύσει τῆς γλώττης τὴν κόλασιν. οὐ μὴν ἀλλ' ἔσθ' ὅτε καὶ δι' ἀμαθίαν τοῦ βελτίονος καὶ ἀπειρίαν πραγμάτων ἅπερ ὁτουοῦν ἠκηκόεισαν, πρὶν βασανίσαι, εἰ τὰ μὲν τῶν εἰκότων τάδ' ἥκιστα, καὶ τὰ μὲν ἔοικεν ἀληθείας οἴκοις ἐνδιαιτᾶσθαι, τάδ' ὑπερόριον ἀληθείας τείνουσι γλῶσσαν, οὕτω ταῦτ' ἐφαπλοῦσι ταῖς ἑαυτῶν συγγραφαῖς καὶ τῷ χρόνῳ, αἰτιώμενοί τε τὰ ἀναίτια, καὶ φάσκοντες ἃ μήτ' ἐγένοντο, μήτε γενέσθαι τῶν δυνατῶν ἦν· οἵας τοῦ Πλάτωνος τὰς ἰδέας ἀκούομεν, καὶ ὅσοι τοὺς τραγελάφους ἐκ τῶν τῆς Ἰνδίας τεράτων ἐς τὰς τῆς Ἀσίας διαβιβάζουσιν ἀκοὰς, ἐκ μὴ ὄντων αὖθις μὴ ὄντα καθιστῶντες, ἵνα μᾶλλον ἐκπλήττωσι τοὺς ἀκούοντας. διὰ ταῦτα τοίνυν ἐλέγξων ἔρχομαι τὰ τοιαῦτα, καθόσον οἷόν τε, τῶν ἐφ' ἡμῶν συγγραφέων. ἄνθρωποι γὰρ οὔτε δραστήριοί τινες τὴν φύσιν, οὔτε πολιτικοῖς τισι πράγμασι συμμίξαντες, ἵνα τινὰ καὶ πρακτικὸν ὀφθαλμὸν ἐκεῖθεν ἑαυτοῖς παράσχοιεν, καὶ κρίσιν ἐμπειρίᾳ πεπορισμένην, ὑφ' ἧς ὁρῶμεν πολλοὺς καὶ τῶν πάνυ νωθροτάτην εἰλοχότων τὴν φύσιν ἀφυπνιζομένους, ὡς εἰπεῖν, καὶ ἀνεγειρομένους ὀψέ ποτε, καὶ ἐς ἀστειότητα μετενηνεγμένους, κἀκείνοις ἤδη ἐγκρινομένους, οἷς βουλὴ καὶ κρίσις ἀνῆπται πραγμάτων, καὶ οἳ γλῶσσαν ἐξήσκησαν ἐκ τῆς τῶν ἄλλων συνδιαιτήσεως, τοῖς προτιθεμένοις πολιτικοῖς ζητήμασιν ἐν καιρῷ γινομένην· ἀλλὰ λόγοις, καὶ τούτοις πλημμελῶς, ἐξέτι νέου δεδωκότες καὶ μόνῃ τῇ τούτων σχολῇ καὶ τριβῇ τοὺς μακροὺς παραλλάξαντες ἡλίους, οὕτω κωφοὶ τῶν ἀεὶ γιγνομένων, τὸν ἅπαντα διεμέτρησαν βίον. εἰ δὲ μηδὲ τούτοις οὑτωσί πως ἐδίδουν, οὐδὲν μέγα τὸ ἐκείνων ὑπῆρχεν ἀντάλλαγμα· οὕτω σκότει καὶ γωνίᾳ μάλα προσήκοντες οἱ ἄνθρωποι οὐκ εὐφυῶς οὐδ' εὐρύθμως ἐς τὴν τῶν λόγων ἐβάδισαν ἄσκησιν. πᾶσα γὰρ ἐπιστήμη καὶ τέχνη καθάπερ θεμελίῳ καὶ βάσει τῇ φύσει τὴν ἑαυτῆς συντέλειαν ἐποικοδομεῖ. ἂν γοῦν ἡ φύσις ὑγιαίνουσα ᾖ, μέγα πρὸς κατόρθωσιν γίνεται τῆς ἐπιστήμης ἐφόδιον· καθάπερ καὶ σίδηρος καὶ χαλκὸς ῥᾳδίως ὑπείκων τῷ χαλκοτύπῳ. ἂν δ' ὁ τῆς φύσεως ἀσθενῶς ἔχῃ θεμέλιος, κάκιστος ἐπίκουρος τοῖς τῆς ἐπιστήμης οἰκοδομήμασι γίνεται, καὶ ἵν' εἴπω πλημμελὴς καὶ ἐπίβουλος σύμμαχος. ὡς νῦν γε καὶ οἱ χρηστοὶ οὗτοι νωθρὸν ὡς τὰ πολλὰ καὶ νοσοῦν τὸ συμφυὲς κτησάμενοι φρόνημα, εἰκότως ἄρα καὶ ὃν ἐκ τῆς τέχνης ἐπορίσαντο λόγον σεσαλευμένον ἔφηναν ὁμοῦ καὶ νοσοῦντα τὰ καίρια. ἐγὼ δὲ καὶ τῶν πάλαι σοφῶν ἔστιν οὓς ἐπυθόμην φαμένους, ὡς τοὺς ἀγαθοὺς τῶν ζωγράφων μιμεῖσθαι χρεὼν, ὁπόσοι ἐς τὸ συγγράφειν ὁρμῶσι. καὶ γὰρ κἀκεῖνοι εἴ τι που τοῖς ἀρχετύποις ἐκ φύσεως παρυπέστη πλημμέλημα, εἴτ' ἐς τὸ ἧττον τοῦ δέοντος, εἴτ' αὖ ἐς τὸ πλέον παρασῦρον ἔστιν ἃ τῶν τοῦ σώματος μερῶν, οὐχ ἅπαν ἀκριβῶς ἐναρμόσαι σπουδάζουσι τῇ γραφῇ τῆς εἰκόνος· ἀλλά πη μὲν ἐντιθέασιν, ὅσον ἐνδείξασθαι τὴν ὁμοιότητα, πὴ δ' οὒ, ἵνα μήτε τὸ δύσμορφον καὶ αἰσχρὸν ἡ γραφὴ τῆς εἰκόνος ἔχῃ διηνεκῶς, μήτε φύσεως ὄνειδος ἀεὶ τοῖς ὀφθαλμοῖς τοῦ χρόνου προφαίνηται, καὶ γίνηται τοῖς φιλοσκώμμοσι πρόφασις γέλωτος ἅμα καὶ χλεύης. οἱ δὲ σεμνοὶ οὗτοι, εἴτ' οὐκ εἰδότες, εἴτε μισοῦντες τὴν ἀλήθειαν, οὐ μόνον οὐδὲ μικρὰ τῶν ἀληθευόντων ἁμαρτημάτων ὑφελόμενοι, πυθμέσιν ἀφῆκαν σιγῆς, ἀλλὰ καὶ πολλὰ τῶν μήτε πραχθέντων ἢ λαληθέντων ἐφήρμοσαν τῇ ἑαυτῶν συγγραφῇ· οὕτω πικροὶ καὶ ἀφειδεῖς ἀνεφάνησαν τῆς ἀληθείας ἐχθροί. ἢ ποῦ οὐκ ἂν ἀτοπίας ἐλαύνοιεν τοιαῦτα φιλοτιμούμενοι γράφειν, ὧν μήτ' αὐτόπται αὐτοὶ ἐγεγόνεισαν, μήτ' αὐτήκοοι τῶν πραξάντων ἢ καὶ θεασαμένων γενέσθαι ἐσπούδασαν, ἀλλ' ὅσα μεθυούσῃ γλώσσῃ διεξίασιν οἱ τὰ χαμαιτυπεῖα πληροῦντες, καὶ ὅσαπερ αἱ γρᾶες ληροῦσι καὶ τερατεύονται; ἀλλ' ὅτι μὲν οὐκ ἀντιστρατευομένην ἐμοὶ οὐδὲ τἀμὰ συγκυκῶσαν πράγματα τὴν ἑαυτῶν γλῶσσαν οἱ ἄνθρωποι ἔστησαν, οὐδὲ κατὰ τῆς ἐμῆς ὁλοσχερῶς ἐξώπλισαν ἀληθείας, ἡ βίβλος ἐκείνων δηλώσει, σποράδας καὶ ἡμετέρους ἐπαίνους πολλαχῇ περιφέρουσα· ὃ δὴ λαμπρὰν ἐμοὶ καὶ περιφανῆ τὴν παραίτησιν ὑπισχνεῖται, μὴ ἂν ὑποπτεύσειν τῶν πάντων οὐδένα, πρὸς ἄμυναν λέγειν ἐμὲ, καὶ ἐξορύττειν εἴ τις καρπὸς ἀληθείας, τῆς αἰτίας ἐξαιρουμένης περιφανῶς, ἀφ' ἧς ἀκλινῶς βαδιεῖταί τις πρὸς τὰ τοιαῦτα, ἀλλ' εὐνοίας ἕνεκα τῆς τε ἀληθείας καὶ τῶν ὑβριζομένων· τῆς μὲν, ὅτι ἐξοστρακίζοιτο ζηλοῦντα· τῶν δὲ, ὅτι ἀδικοῖντο, φέρειν οὐκ ἀνεχόμενον. τὸ μὲν οὖν πάντα ἐθέλειν διεξιέναι καὶ ἀνατρέπειν καθ' ἕκαστα σχολάζοντος ἔργον ἂν εἴη, καὶ λόγοις καθάπαξ ἐγκεκυφότος. ἄλλως τε οὐδὲ πάνθ' ὅσα γεγράφασι, τοὺς ἄνδρας ψεύδεσθαι ἔφαμεν. τοῦτο γὰρ οὐδὲ τοῖς τὰς Νείλου πηγὰς ἰδεῖν τερατευομένοις προστρίψαιτο ἄν τις ῥᾳδίως, οὐδ' ὅσοι τοὺς Ἀντίποδας καὶ Ἀντοίκους, οἵ τινές ποτ' ἄρ' εἶεν ἐκεῖνοι, τῷ λόγῳ παρεισκυκλοῦσιν. ἀλλὰ πολλῶν ὄντων καὶ διαφόρων ὁπόσα κατεψεύσαντο οἱ ἄνδρες, μέτρι' ἄττα καὶ ὧν πολλοὶ μάρτυρες ἔτι τῷ βίῳ περίεισιν ἐκλεξάμενοι, ταῦτα τῆς ἀληθείας κρινούσης φαιδρῶς ἡμεῖς ἐξελέγξομεν.» ἀλλ' ὁ μὲν βασιλεὺς τὴν τῆς ἑαυτοῦ δημηγορίας ἐνταῦθά που συνελάσας κατάστασιν, πολὺς ἔπειτα ἐῤῥύη πρὸς τοὺς ἐλέγχους, σύμφωνα φάσκων ἐκείνοις παροῦσιν, οἳ τοῖς ἑαυτῶν διεπράξαντο σώμασιν, ἅττα ὁ συγγραφεὺς διεφθορότα εἰρήκει, καὶ ἥκιστα τῇ ἀληθείᾳ ὁμόλογα. (Γ.) Ἡμῖν δὲ ὁ μὲν περὶ τούτων λόγος ἀναμείνας ἐν τῷ παρόντι, ἔσται δῆλος ἐν τοῖς ἑξῆς, ὅτε καὶ ἡμῖν τὰς αὐτὰς διεξιέναι γένοιτο ὑποθέσεις· ὁ δὲ τῆς μελετηθείσης ἱστορίας ἀρχὴν λαμβανέτω τὰ μετὰ τὴν ἅλωσιν τῆς βασιλευούσης τῶν πόλεων, ἣν ὑπὸ τῶν Λατίνων φεῦ ἐπεπόνθει· καὶ ἅπερ πρὸ τῶν ἡμετέρων μὲν ἐπέπρακτο χρόνων, παρείληπται δ' ἡμῖν ἐκ τῶν, οἳ προβεβηκότες μάλιστα ἦσαν ἐφ' ἡμῶν, ἐπιτροχάδην ῥητέον ἡμῖν· τοῦτο μὲν, ὅτι τὰ πλείω καὶ ἄλλοις εἴρηται· τοῦτο δὲ, καὶ ἵνα μὴ καὶ αὐτοί γε ἁλῶμεν ἔστιν οὗ τῆς ἱστορίας ψευδόμενοι, ἀφηγήσει διεξιέναι πειρώμενοι λεπτῇ τε καὶ ἐξειργασμένῃ, ὧν μὴ αὐτόπται αὐτοὶ γεγενήμεθα. βʹ. Τῆς γάρ τοι Κωνσταντινουπόλεως ὑπὸ τῶν Λατίνων ἁλούσης, συνέβη τὴν τῶν Ῥωμαίων ἡγεμονίαν, καθάπερ ὁλκάδα μεγάλην, ἀνέμοις ἀγρίοις καὶ κύμασι θαλαττίοις συνειλημμένην, κατὰ τεμάχια καὶ μέρη πλεῖστα διαιρεθῆναι, καὶ ἄλλον ἄλλοθι κατὰ μόρια, καὶ ὡς ἕκαστοι τύχοιεν, ταύτην διαλαχόντας κληρώσασθαι, ἕως ὀψὲ καὶ μόλις περὶ τὴν Νικαέων μητρόπολιν ἀναγορευθῆναι συμπέπτωκε βασιλέα Θεόδωρον τὸν Λάσκαριν, τριακοντούτη ἤδη τυγχάνοντα. (Β.) Τηνικαῦτα γὰρ οἱ μὲν ἡττηθέντες, οἱ δ' ὑποπεπτωκότι χρησάμενοι σχήματι, τούτῳ προσεῤῥύησαν μάλα ἐθελονταί· πλὴν τοῦ τῆς Κολχίδος κρατήσαντος γῆς Ἀλεξίου τοῦ Κομνηνοῦ, καὶ ὃς κατὰ τὴν Εὐρώπην Θετταλίας τε ἦρξε καὶ ἣν παλαιὰν ὠνόμασαν Ἤπειρον· ὁ ἐξ Ἀγγέλων οὗτος ἦν Κομνηνὸς Μιχαήλ. οὗτοι γὰρ ὅσον πλεῖστον ἦν τῆς βασιλευούσης ἀπῳκισμένοι, καὶ αὐτά γε, ὡς εἰπεῖν, τῆς Ῥωμαϊκῆς ἡγεμονίας τὰ πέρατα λαχόντες ἐκ διαμέτρου, καὶ ἅμα τοῖς τῶν τόπων ὀχυρώμασι σφόδρα τεθαῤῥηκότες, τυραννικώτερον ἐπεπήδησαν τῇ ἀρχῇ, καὶ ἴσχυσαν ἄχρι καὶ τήμερον παισί τε καὶ ἀπογόνοις αὐτῶν, καθάπερ τινὰ πατρῷον κλῆρον, αὐτὴν παραπέμψαντες. (Γ.) Ἦρος μὲν οὖν ἐνειστήκει καιρὸς, ὅτε Λατῖνοι τὴν βασιλεύουσαν ἐξεπόρθησαν. τριχῆ δ' αὐτὴν διελόμενοι, διενείμαντο κατὰ σφᾶς, ὅ τε κόμης Φλάνδρας Βαλδουῖνος, καὶ ὁ κόμης Πλέης Δολόϊκος· μόνος δὲ Μοντησφεράντας μαρκέσιος ῥὴξ ἀποδέδεικται Θεσσαλονίκης καὶ τῶν ἐπέκεινα· βασιλεὺς δ' ἐξ αὐτῶν ἀνηγόρευτο Βυζαντίδος ὁ Βαλδουῖνος· ὃς εὐθὺς καὶ κατὰ τῶν ἑσπερίων ἐξώρμησε πόλεων, ὅσαι περὶ Θρᾴκην σποράδες εἰσί. καὶ ταύτας μὲν τὴν ταχίστην ἁπάσας αὐτὸς παρεστήσατο. ὁ δὲ Μοντησφεράντης μαρκέσιος μέχρι Θεσσαλονίκης τὴν ἔφοδον ποιησάμενος, καὶ ταύτης γενόμενος ἐγκρατὴς, ῥᾷστα καθάπερ φλὸξ ἐκεῖθεν ἐπενέμετο πάσας τὰς πρόσω κώμας καὶ πόλεις, ἕως καὶ αὐτῆς ἐπέβη τῆς νήσου τοῦ Πέλοπος. τὸν μὲν δὴ ἐνιαυτὸν ἐκεῖνον εὔδρομα τὰ Λατίνων ἐχώρει. ὠνειροπόλουν γε μὴν ἐς τοὐπιὸν ἔτος καὶ αὐτῆς ἐπιβῆναι τῆς ἕω, καὶ ὑποχείρια πάντα ποιήσασθαι τὰ ἐκεῖσε, ὡς μηδὲν ἔτι Ῥωμαίοις ἀρχῆς ὑπέκκαυμα λείπεσθαι. καὶ μὲν δὴ ἦρος ἐπιστάντος, Λατινικὰ στρατεύματα διαπεραιοῦσθαι πρὸς ἕω διὰ μελέτης εἶχον ἅμα αὐτῷ Βαλδουίνῳ. τάχα δ' ἂν καὶ διεπεραιώθησαν, καὶ τὰ ἔσχατα τῆς ἀπωλείας τοῖς ἐπιλοίποις Ῥωμαίοις ἐπήνεγκαν, εἰ μὴ καθάπερ ἦχος μεγάλης βροντῆς ἐξαίφνης ἡ Βουλγαρικὴ φήμη καταῤῥαγεῖσα, τούτους ἐξέπληξέ τε καὶ τὴν τούτων ὁρμὴν ἀνεχαίτισεν. (Δ.) Ὁ γάρ τοι τοῦ πρώτου Ἀσὰν ἀδελφὸς καὶ διάδοχος Ἰωάννης πάντας τοὺς ὑπὸ χεῖρα Βουλγάρους στρατολογήσας, ἐπαγόμενος δὲ καὶ μισθοφορικὸν οὐκ ὀλίγον ἐκ τῶν παρὰ τὰ βόρεια μέρη τοῦ Ἴστρου Σκυθῶν, καιρὸν ἔχειν ἔκρινεν ἐπιθέσθαι ταῖς Θρᾳκικαῖς κώμαις καὶ πόλεσιν, ἐν ζάλῃ καὶ θορύβῳ μακρῷ τῶν Ῥωμαϊκῶν τηνικαῦτα πραγμάτων ὄντων, καὶ τῶν Λατίνων ἐν ἄλλοις σπουδαιοτέροις περισπωμένων. ὅθεν ἀνάγκῃ συνειλημμένοι τοιαύτῃ, τὴν οὖσαν Λατινικὴν ἀναλαβεῖν ἔγνωσαν δύναμιν ἅπασαν Βαλδουῖνός τε καὶ οἱ σύν γε αὐτῷ τὴν ἡγεμονίαν διαλαχόντες, καὶ μέχρι καὶ ἐς τὰ τῆς Ὀρεστιάδος ἱππήλατα κατεσπουδασμένην τινὰ τὴν ἐκστρατείαν ποιήσασθαι. οὗ γενομένου, πρὸς μάχην ἑκατέρωθεν ἐκεῖ περιφανῆ τὰ στρατεύματα συνεῤῥάγη, καὶ πολὺς ἀμφοτέρωθεν ἐγίνετο φόνος, εὐρώστως ἀγωνιζομένων ἁπάντων μέχρι καὶ ἐς πολύν τινα χρόνον· ὀψὲ δ' ἐγκλῖναι τοῖς Βουλγάροις συνεπεπτώκει, οὐκ οἰδ' ὁπότερον, εἴτε τὴν τῶν Λατίνων οὐ μάλα γενναίως ἐνεγκεῖν δυνηθεῖσι βαρεῖαν ὅπλισιν, εἴτ' ἐξεπίτηδες παρεξάγειν σφᾶς βουληθεῖσι περὶ τὰ ἔνεδρα καὶ τοὺς λόχους· ᾧ καὶ μᾶλλον τίθεσθαι ἄξιον. ἤδη γὰρ ὡς ποῤῥωτάτω που τῆς διώξεως γινομένης, ἀνίστανται τῶν λόχων οἱ Σκύθαι· ἐπαναστρέφουσι δ' ὥσπερ ἀπὸ συνθήματος καὶ οἱ Βούλγαροι, καὶ τοὺς πολεμίους παρὰ πᾶσαν ὁμοῦ κυκλωσάμενοι προσδοκίαν, ἐτόξευον, ἠκόντιζον, ἔσφαττον ἀφειδῶς, αἱμάτων καὶ νεκρῶν ἐπλήρουν τὴν γῆν· καὶ πολὺς ἦν τῶν Λατίνων ὁ φόνος, οὐκ ἐχόντων διὰ τὸ βάρος τῆς ὁπλίσεως ἀντέχειν πρὸς τὰς συνεχεῖς ἀντεμβολὰς καὶ ἑλίξεις καὶ κουφοτάτας ἐξελάσεις τῶν Σκυθῶν. ἦσαν δ' οὓς καὶ ζῶντας ἐλάμβανον, μεθ' ὧν ἑάλω ζῶν καὶ ὁ Βαλδουῖνος. ὁ δὲ Πλέης κόμης Δολόϊκος ἐπεπτώκει παρὰ τὴν μάχην. ὁ δὲ τῆς Βενετίας δοὺξ Ἐρίκος Δάνδουλος μετ' ὀλίγων πάνυ φυγὰς ᾤχετο, μετὰ μικρὸν δὲ τετελεύτηκε καὶ αὐτὸς ὑπὸ τῶν ἐκ τοῦ πολέμου τραυμάτων. (Ε.) Τὸ μέντοι Βουλγαρικόν τε καὶ Σκυθικὸν πλῆθος, κέρδους ἤδη καὶ πλούτου Λατινικοῦ γευσάμενοι, ἵππων τε καὶ ἁρμάτων λαμπρῶν, ἤλαυνον εἰς τὰ πρόσω προθύμως, μηδένα ἔχοντες ἤδη τὸν ἀντιπαραταξόμενον· ὡς τὰς μὲν τῶν Θρᾳκικῶν πόλεων ἑκοντὶ προσχωρεῖν Ἰωάννῃ, τὰς δὲ πλείους βίᾳ ἁλίσκεσθαι, αὐτάς τε ἀνδραποδιζομένας, καὶ ἄχρι θεμελίων τὰ αὐτῶν ἀποβεβλημένας τείχη. καὶ οὕτω πάντα ῥᾳδίως ὁ Ἰωάννης κατέδραμεν ἄχρι Θεσσαλονίκης καὶ Μακεδονίας, ὁπόσα ἐν κώμαις καὶ πόλεσι καὶ φρουρίοις, μικροῦ Σκυθῶν ἐρημίαν, τὸ δὴ λεγόμενον, ἀποδείξας. γʹ. Ὁ μέντοι βασιλεὺς Ἀλέξιος, ἐπειδὴ φόβῳ τῶν Λατίνων ἔφθη τῆς Βυζαντίδος λάθρα φυγὼν καὶ περὶ τὴν Θρᾴκην πλανώμενος, ἑάλω καὶ αὐτὸς τῷ Μοντησφεράντας μαρκεσίῳ, καὶ ὃν ἐπεφέρετο πλοῦτον ἀφῄρηται, γυμνὸς τοῦ λοιποῦ πορεύεσθαι ἀφεθεὶς, περί τε Ἀχαΐαν καὶ Πελοπόννησον συχνὸν παρήλλαξε χρόνον πλανώμενος. ὀψὲ δὲ ἀκούσας βασιλεύειν ἤδη τῶν περὶ τὴν ἕω Ῥωμαϊκῶν πραγμάτων τὸν ἐπὶ τῇ θυγατρὶ γαμβρὸν Θεόδωρον τὸν Λάσκαριν, οὐ μόνον Βιθυνίας καὶ ὅσαι παράλιοι τῶν ἐπαρχιῶν ἐπὶ βραχὺ μῆκος ἐκτείνονται, ἀλλ' ἤδη καὶ ἐς πολλήν τε ἀνιέναι μεσόγειον, καὶ ἐπὶ μάλα τοι πλεῖστον μῆκος ἐκτεταμένην κεκτῆσθαι, ἀρχομένην ἀπὸ Καρίας τε καὶ Μαιάνδρου τοῦ ποταμοῦ κατὰ νότον, καὶ διήκουσαν πρὸς βορέαν ἄχρι Γαλατικοῦ πόντου καὶ Καππαδοκίας αὐτῆς· οὐ χεῖρας εὐχαριστηρίους ἐξέτεινε πρὸς τὸν εὐεργέτην θεὸν καὶ φιλάνθρωπον, ὃς τῆς πολυαρχίας τὸν σάλον διεσκέδασε, λιμένα τε σωτήριον παρὰ πᾶσαν ἐδεδώκει προσδοκίαν τοῖς ὅσοι Ῥωμαίων ἐξάντεις τοῦ Λατινικοῦ χειμῶνος ἐκείνου καὶ κλύδωνος ἐγεγένηντο, καὶ αὐτῷ παραμυθίας μεγίστης ἐλπίδα, καὶ τῆς μακρᾶς πλάνης καὶ τῶν πολλῶν πόνων ἀνάπαυσιν· ἀλλ' ἐν δεινῷ τὸ πρᾶγμα ἐτίθετο, καὶ πρὸς φθόνου καὶ ζηλοτυπίας ὁδοὺς ἔτρεπε τὸν θυμόν· καὶ ὅλως εἰπεῖν, ἐς μάχας καὶ φόνους αἱμάτων συγγενικῶν ἐπέῤῥωσεν ἑαυτόν. (Β.) Καὶ δὴ περαιοῦται διὰ τοῦ Αἰγαίου πρὸς τὴν Ἀσίαν, καὶ ἄπεισι λαθὼν ἐς τὸν ἄρχοντα τῶν Τούρκων Ἰαθατίνην περὶ τὴν Ἀττάλου τηνικαῦτα διάγοντα, καὶ ἱκέτην ἑαυτὸν ἐκείνῳ καθίζει οἰκτρὸν, ἐπανασώσασθαί οἱ τὴν βασιλείαν δεόμενος, παλαιάς τε ἀναμιμνήσκει φιλίας, ὁποῖαί ποτε πάλαι σφίσιν ἐγένοντο, καὶ τὰ νέα μετὰ συχνῶν τῶν δακρύων δυστυχήματα ἐκτραγῳδεῖ προδεικνύς· καὶ ἐπὶ τούτοις χρημάτων ὑπισχνεῖται σωρούς. ὁ δὲ βάρβαρος ἐνδοὺς μὲν καὶ πρὸς τὰς τῶν χρημάτων ὑποσχέσεις, ὀνειροπολήσας δὲ τά τε ἄλλα, καὶ ὅσα ἐκ τῆς λείας περιγίνεται κέρδη τοῖς ἐπιστρατεύουσι κατὰ τῶν ἀλλογενῶν, ὁμοῦ τάς τε ἑαυτοῦ συναθροίζει δυνάμεις, καὶ τοὺς τὰς μεγίστας ἀπειλὰς κομίσοντας τῷ βασιλεῖ Θεοδώρῳ πρέσβεις ἐξαποστέλλει, εἰ μὴ αὐτίκα τῷ πενθερῷ Ἀλεξίῳ τῶν βασιλικῶν ὑπεκσταίη θρόνων. ὁ δὲ πρῶτα μὲν πρὸς τὴν ἀκοὴν διαταραχθεὶς, τάχιστα δ' ἑαυτὸν αὖθις ἀνειληφὼς, πρὸς τὸν τὰ πάντα δυνάμενον τὰς ἐλπίδας ἀναρτᾷ· καὶ τοὺς μὲν πρέσβεις ἀπράκτους ἐπανιέναι ἀφίησιν· ὁ δὲ ἔργου εἴχετο, καὶ τὸ ἑαυτοῦ συγκροτεῖ στράτευμα, πολλοστὸν μὲν εἴ τις πρὸς τὰ Περσικὰ στρατεύματα βούλοιτο παρατιθέναι, καὶ οὐκ ἄξιον ἐς ἀντίπαλον ἐκείνοις μοῖραν κεκρίσθαι· προστιθεμένης δὲ καὶ τῆς ἄνωθεν θείας ἐπικουρίας, πολλῷ τῶν Περσικῶν ὂν πολλαπλάσιον. (Γ.) Ὁ μὲν οὖν βάρβαρος ἄρας τὰς πεζικὰς δυνάμεις, καὶ ὅσαι τῶν ἱππέων, ἧκεν εἰς τὴν παρὰ Μαίανδρον Ἀντιόχειαν, καὶ περικαθίσας ταύτην ἐπολιόρκει, λογισάμενος, ὡς εἰ ταύτης ἐγκρατὴς γένοιτο, ῥᾷστα ἂν ἐκεῖθεν καὶ τὰς ἄλλας παραστήσαιτο πόλεις, ὁπόσαι τὴν Ῥωμαίων διαμετροῦσιν ἀρχήν. ἦγε μέντοι μεθ' ἑαυτοῦ καὶ τὸν βασιλέα Ἀλέξιον, ἐφόδιον εἰς ῥᾳδίαν κατόρθωσιν ὧν ἐβούλετο. ὁ δὲ βασιλεὺς οὐκ ἔκρινε δεῖν κατὰ χώραν μένων περιμένειν τὴν τῶν βαρβάρων ἔφοδον, καὶ ἐς τὸν ἐκείνων καιρὸν μετεωρίζειν τὸν ἑαυτοῦ· θρασυνθῆναι γὰρ ἂν μᾶλλον αὐτοὺς, εἰ τὴν Ἀντιόχειαν καταστρεψάμενοι τῶν ἐκεῖθεν λαφύρων ἐμπλήσαιεν ἑαυτοὺς, καὶ ἅμα ἀμηχάνῳ κατὰ τῆς Ῥωμαίων ὁρμητηρίῳ τῇ τοιαύτῃ χρήσασθαι πόλει· ταῦτ' ἄρα καὶ πάσῃ ταχύνας σπουδῇ, κατ' ἐκείνων ἐκεῖσε χωρεῖ, μηδὲν πλέον ἐπαγόμενος στράτευμα ἢ δισχιλίους ἱππέας, ὧν τοὺς ὀκτακοσίους μισθοφόρους εἶναι Λατίνους φασὶν, ἄνδρας λογάδας καὶ μάχην ὡς ἀληθῶς πνέοντας. καὶ τριταῖος μὲν τὰς περὶ τὸν Ὄλυμπον ὀρεινὰς δυσχωρίας ἀμείβει, αἳ πρὸς πολὺ παρατείνουσαι μῆκος, Βιθυνίαν ὁρίζουσι καὶ ἄμφω τὰς Φρυγίας, τὴν μὲν ἀρκτικωτέραν ποιοῦσαι, τὰς δὲ πρὸς μεσημβρίαν καὶ νότον ἄνεμον βλέπειν παρέχουσαι· ἑνδεκαταῖος δ' ἐκεῖθεν ἐλθὼν, διαπεραιοῦται τὸν Κάϋστρον, ὥστε τὸ ἀπροσδόκητον τῆς ἐφόδου καταπλήξεως γέμον τῷ βαρβάρῳ φανῆναι καὶ πάνυ δυσείκαστον, οὐκ ἔχοντι συμβαλεῖν πότερον καθεύδοντι τὰ τοιαῦτα συμβαίνει ἀκούειν ἢ γρηγοροῦντι. ὅμοιον γὰρ ἦν ὥσπερ ἂν εἴ τις λέων ἀφῃρημένος ὀνύχων τε καὶ ὀδόντων, ἔπειτα προθύμως ἐφέρετο κατὰ πλήθους ἄρκτων καὶ λύκων. ᾔδει γὰρ ὁ Πέρσης, ὅτι τῆς Ῥωμαίων ἀρχῆς οὔπω πέρυσιν εἰς μυρία διασχισθείσης μέρη, καὶ τῶν μὲν ἄλλων ἄλλοθι διασπαρέντων, τῶν δὲ ξίφους ἔργον Λατινικοῦ γενομένων, τὸ λειπόμενόν ἐστιν ἢ τὸ παράπαν οὐδὲν, ἢ λίαν βραχὺ, καὶ ὅσον μόλις εἰς ἑνὸς ταξιάρχου σύστημα συμπεραίνεσθαι. κἀντεῦθεν οὑτωσί πως γνωσιμαχεῖν αὐτὸν ἐφ' ἑαυτοῦ συνέβαινε, καὶ νῦν μὲν εἰς ὀνείρατος λόγον ἀπάγειν τὴν τῆς βασιλικῆς ἐπελεύσεως φήμην, νῦν δ' εἰς ἀνοίας καὶ κουφότητος ὑποθήκην τῆς τόλμης ἅμα καὶ τῆς ὁρμῆς τὴν ὀξύτητα. ὅμως οὐκ ἀμελητέον ἔδοξεν εἶναί οἱ τὸ πρᾶγμα. ἔφησε γὰρ, ὡς ἔστιν ὅτε καὶ τὸ βραχὺ δεινὸν παρορώμενον μέγαν ἀπέτεκε κίνδυνον, καὶ βραχεῖαι δυνάμεις πολλάκις ὀξύτητι καὶ σπουδῇ χρησάμεναι μεγάλας ὁμοῦ καὶ πολλαπλασίους ῥᾷστα κατηγωνίσαντο, διὰ ῥᾳστώνην καὶ περιφρόνησιν τοῦ καθήκοντος. δʹ. Καὶ μὲν δὴ ὅσα ἐν σφενδόναις καὶ βέλεσι, καὶ ὅσα ἐν ἀγχεμάχοις δόρασί τε καὶ ξίφεσι στρατεύματα πάντα συνηθροικὼς δυοῖν μυριάδων οὐ μάλα ἐλάττω, καὶ οὕτω παραταξάμενος, ἐδέχετο τὴν τοῦ βασιλέως ὁρμὴν, ἀχθόμενος μὲν τῇ ξυντυχίᾳ, ὅτι στενός τε καὶ δύσιππος ἦν ὁ χῶρος, ἔνθα συῤῥήγνυσθαι τὴν μάχην ξυνέπιπτε, καὶ τοσοῦτον πλήθεσι στρατοῦ πολέμιος, ὅσον ὀλίγοις σύμμαχος· ἐδέχετο δ' οὖν ὅμως. καὶ οἱ μὲν ὀκτακόσιοι τοῦ βασιλέως Λατῖνοι συνασπισμὸν ποιησάμενοι, πρῶτον τὸ μέσον διέῤῥηξαν τῆς τῶν πολεμίων φάλαγγος, λίαν εὐρώστως ἀγωνιζόμενοι καὶ κατακόπτοντες τοὺς ἀνθισταμένους, ἕως διήλασαν καὶ ἐς αὐτὴν τὴν τῶν πολεμίων οὐραγίαν· καὶ συστρέψαντες αὖθις, πάντ' ἔδρων τὰ κράτιστα, ὡς ἀπράκτους ἤδη φαίνεσθαι καὶ τοὺς τῶν Περσῶν σφενδονήτας τε καὶ τοξότας, διὰ τὴν ἀπὸ χειρῶν συμπλοκήν. οἱ δὲ περὶ τὸν βασιλέα ἀλλ' οὐδὲ αὐτοί γε ἠμέλουν, ἀλλὰ καὶ αὐτοί γε κατὰ μέρη ταῖς τῶν πολεμίων συμπλεκόμενοι τάξεσιν, ἔργα γενναῖα καὶ ἀνδρικὰ ἐπεδείκνυντο· ἕως οἱ πολέμιοι συμφρονήσαντες, αὐτοβοεί τε κατὰ τῶν Λατίνων ὁρμήσαντες καὶ κατὰ κύκλον περιελθόντες, οὐκ ἄνευ οἰκείων πολλῶν αἱμάτων μόλις κατέκοψαν, βοηθούμενοι τῇ πολυχειρίᾳ. εἶτα τοῖς ἡμετέροις συμμίξαντες, τοὺς μὲν ἔργον ἀπέφαινον ξίφους, τοὺς δὲ φυγάδας ἐποίουν. (Β.) Ὁ δὲ τῶν Τούρκων ἀρχηγὸς ὁ σουλτὰν Ἰαθατίνης, πάντας ἀφεὶς καὶ παραδραμὼν, αὐτὸν ἐζήτει τὸν βασιλέα· καὶ ὠσάμενος ὁμόσε κατ' ἐκείνου χωρεῖ, μέγα φρονῶν ἐπί τε μεγέθει καὶ ῥώμῃ σώματος· καὶ δὴ φοβερὸς ἐκείνῳ ῥαβδοῦχος ἐπιστὰς, βαρεῖαν κατήνεγκεν ἐπὶ κεφαλῆς τὴν πληγήν. ὁ δὲ βασιλεὺς τὴν πρώτην οὐκ ἐνεγκὼν, ἀλλὰ σκοτοδινίας μεστὸς καταστὰς, πίπτει τοῦ ἵππου. θεῷ δὲ μέλλειν οὐκ ἦν, ἅπαξ ἀναστῆσαι νεκρωθεῖσαν τὴν Ῥωμαίων ἡγεμονίαν βεβουλημένῳ. διὸ δὴ καὶ ἀνήγαγεν αὐτὸν ἐκ λάκκου ταλαιπωρίας καὶ ἀπὸ πηλοῦ ἰλύος, καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας αὐτοῦ· καὶ ὁ νεκροῦ δίκην τοῦ ἵππου πεσὼν, αἰφνιδίως ἀναστὰς, μεστὸς μανικοῦ τινος καὶ ἐνθουσιώδους ὁρμήματος, παραδόξως περιτρέπει τὴν ἀπώλειαν τῷ βαρβάρῳ. τὸ ἑαυτοῦ γὰρ αὐτίκα ξίφος γυμνώσας, ἐκθερίζει ῥᾳδίως τοὺς ἐμπροσθίους πόδας τοῦ βαρβαρικοῦ ἵππου, καὶ ῥίψας τὸν ἐπιβάτην σουλτὰν, ἐκτέμνει τὴν αὐτοῦ κεφαλὴν, καὶ κατάδηλον τῷ δόρατι μετεωρίσας ποιεῖ τοῖς τῶν βαρβάρων στρατεύμασι. τοῦτο τῆς τῶν Ῥωμαίων σωτηρίας τε καὶ συστάσεως ἀρχὴ καὶ κατάστασις γίνεται πρώτη, ξύν γε θεῷ τῷ πάντων ταμίᾳ, ὁπόσα τὴν ἀνθρωπίνην ὑπερπέπαικε δύναμιν. οἱ μὲν γὰρ βάρβαροι τρόμου καὶ δέους πληρώσαντες ἑαυτοὺς, προτροπάδην ἔφευγον, τὴν ταχίστην ὀπίσω ἀπαλλαττόμενοι. ὁ δὲ βασιλεὺς παραδόξως μὲν τῶν μεγάλων τούτων κινδύνων ἀπηλλαγμένος, παραδοξότερον δ' αὖθις νενικηκὼς, τροπαιοῦχος τὴν Ἀντιόχειαν εἴσεισι, πολλὰς ἀπονέμων ἐκ μέσης ψυχῆς τῷ θεῷ τὰς εὐχαριστίας. (Γ.) Οἱ δὲ βάρβαροι πρεσβεύονται πρὸς τὸν βασιλέα εὐθὺς καὶ σπονδὰς αἰτοῦνται καὶ λαμβάνουσιν, οὐχ οἷαι βουλομένοις ἐκείνοις ἦσαν, ἀλλ' οἷαι καὶ μάλα ἀσμένῳ τῷ βασιλεῖ· συνείληφε μέντοι ὁ βασιλεὺς τοῖς πολεμίοις συνόντα καὶ τὸν ἑαυτοῦ πενθερὸν, Ἀλέξιον τὸν βασιλέα· καὶ καταγαγὼν αὐτὸν ἐς Νίκαιαν πόλιν, μοναδικὸν περιέβαλε σχῆμα· κἄπειτα ἐπιμελῶς πάντα ὁπόσα χρειώδη αὐτῷ ἐξεπόριζεν. ἐν τούτοις γε μὴν ὁ βασιλεὺς, τελευτησάσης τῆς συζύγου, ἄγεται εἰς δευτέραν γυναῖκα τὴν ἀδελφὴν τοῦ τηνικαῦτα τῆς Βυζαντίδος βασιλεύοντος Ῥομπέρτου· ᾗ καὶ οὐ μακρὸν συνεβίω χρόνον, οὐδὲ παῖδας ἔτεκεν ἐξ αὐτῆς, εἴτ' ἐκ φύσεως στείρας αὐτῆς οὔσης, εἴτε καὶ τῆς μεταβραχὺ τοῦ βασιλέως τελευτῆς, ὥραν παιδοτοκίας οὐ παρασχούσης αὐτῇ. τρία γὰρ ἔτη συνῴκησε ταύτῃ. ΛΟΓΟΣ Β’.αʹ. Ὀκτωκαίδεκα δὲ βασιλεύοντι τούτῳ παρεῤῥύησαν ἔτη, καὶ τὸν παρόντα βίον ἀμείβει, διάδοχον τῆς βασιλείας καταλελοιπὼς τὸν ἐπὶ θυγατρὶ Εἰρήνῃ γαμβρὸν Ἰωάννην τὸν Δοῦκαν. ἄῤῥην γὰρ ἦν αὐτῷ παῖς οὐδείς. καταλέλειπται δὲ ἡ βασιλὶς, μικρὰ τῆς βασιλείας ὀναμένη, τοῦτο μὲν καὶ διὰ τὴν ἀπαιδίαν, τοῦτο δὲ καὶ ὅτι μικρὸν ἐπιβιοῦσα τετελεύτηκε καὶ αὐτή. ὁ μὲν οὖν βασιλεὺς Θεόδωρος ὁ Λάσκαρις, ὀξὺς μὲν ἦν τὴν ὁρμὴν καὶ ἀνυπόστατος· καὶ πλείστας μὲν προκεκινδύνευκε μάχας, πλείστας δ' ἀνώρθωσε πόλεις καλλίσταις οἰκοδομαῖς καὶ πολλοῖς ἀναλώμασιν, ἀνασοβῶν καὶ ἀναχαιτίζων διὰ τούτων τὴν τῶν Λατίνων ὁρμήν. ἀλλ' ἐκιβδήλευεν αὐτὴν, ἀωρίᾳ πολλάκις ἐς τὰ πράγματα χρώμενος.(Β.) Ὁ δὲ γαμβρὸς καὶ διάδοχος Ἰωάννης ὁ Δούκας, σύνεσιν πλουτῶν φυσικὴν καὶ τρόπων εὐστάθειαν καὶ βεβηκὸς ἦθος, κάλλιστα τὴν ἀρχὴν διίθυνε καὶ ἐκόσμει· καὶ τοῖς τε Ῥωμαίων πράγμασι καὶ στρατεύμασι πλείστην ἐν βραχεῖ τὴν ἐπίδοσιν ἐδεδώκει κατὰ τὸ ἑκατέροις ἀνάλογον, μήτε πρὸ βουλῆς ἐργαζόμενος οὐδὲν, μήτε μετὰ τὴν βουλὴν ἀμελῶν οὐδενός· ἀλλὰ πάντα μέτρῳ καὶ κανόνι διδοὺς καὶ καιρῷ τῷ προσήκοντι. ἀλλὰ φαίη ἄν τις εὐστόχως, ὡς καιρὸς ἐκεῖνος τὴν Θεοδώρου τοῦ βασιλέως ὀξεῖαν ἐζήτει ὁρμήν· τοιγαροῦν καὶ ξυνεῤῥύηκεν· ὁ δ' ἐφεξῆς χρόνος τὴν τοῦ βασιλέως Ἰωάννου εὐστάθειαν· τοιγαροῦν καὶ συνέδραμεν. ὁ γὰρ ἐξ οὐκ ὄντων τὰ ὄντα διαπραττόμενος κύριος, προσήκοντας καὶ τούτους εὗρε τοὺς ἄνδρας, ὁπότε φθαρεῖσαν καὶ τεθνηκυῖαν ἀναστῆσαι βεβούληται τὴν τῶν Ῥωμαίων ἡγεμονίαν. (Γ.) Ἐν τούτοις μέντοι τοῖς χρόνοις ἦρχε τῶν Βυζαντίων Ῥομπέρτος, ὁ τοῦ πρὸ βραχέος τετελευτηκότος Ἐῤῥῆ ἀδελφιδοῦς. τούτῳ προσεῤῥύησαν οἱ τοῦ βασιλέως Θεοδώρου τοῦ Λάσκαρι ἀδελφοὶ (Ἀλέξιος οὗτοι καὶ Ἰσαάκιος) φθόνῳ στρατηγούμενοι καὶ ζηλοτυπίᾳ μακρᾷ, ὅτι μὴ τῆς βασιλείας οὗτοι διάδοχοι γένοιντο, τοῦ βασιλικοῦ τέως τυγχάνοντες αἵματος οἰκειότεροι, ἢ ὁ κατὰ κῆδος προσαρμοσθεὶς Ἰωάννης· οἳ καὶ χρημάτων δωρεαῖς τε καὶ ὑποσχέσεσι στρατὸν Λατινικὸν συναθροίσαντες, ὁπόσος τῷ Ῥομπέρτῳ τηνικαῦτα παρῆν (πλεῖστος δὲ οὗτος ἦν, καὶ οὐκ ἀγεννὴς τὰ ἐς ὅπλισιν καὶ ἀνδρίαν πολεμικὴν), ἐξίασι κατὰ τοῦ βασιλέως Ἰωάννου τοῦ Δούκα, καθαιρήσοντες ἴσως αὐτὸν τῆς ἀρχῆς, καὶ μεταθήσοντες ταύτην ἐς σφᾶς αὐτούς. καὶ διαβάντες ἐς τὴν Ἀσίαν, τὰς μὲν ναῦς ἀφῆκαν περὶ τὴν Λάμψακον, αὐτοὶ δ' ἀναβάντες εἰς μεσόγειον ἡμέρας ὁδὸν, ὁπόσην Λατίνοις ὑπήκοον πρὸ βραχέος πεποίηκεν ὁ Ἐῤῥῆς, ἀπαντῶσι τῷ βασιλεῖ τὰς Ῥωμαϊκὰς δυνάμεις ὁπλίζοντι κατ' αὐτῶν· καὶ λαμπροῦ συῤῥαγέντος πολέμου, νικῶνται κατακράτος Λατῖνοι, καὶ ἅμα ζημιοῦνται καὶ ὁπόσαι πόλεις περὶ τὴν Ἀσίαν αὐτοῖς ὑπῆρχον τέως ὑπήκοοι. αὐτίκα γὰρ τὸν τῆς Λατινικῆς δουλείας ζυγὸν ἀποῤῥίψασαι, ἑκοντὶ τῷ βασιλεῖ προσεῤῥύησαν. βʹ. Ἐν τούτοις ἀνίσταται τῶν Θετταλικῶν βαράθρων νέον κακὸν, ὁ τοῦ Ἀγγέλου Μιχαὴλ ἀδελφὸς Θεόδωρος. διαδεξάμενος γὰρ θανόντος τοῦ ἀδελφοῦ τὴν ἀρχὴν, ἀνὴρ δραστήριος καὶ καινὰ δεινὸς ἐπινοῆσαι πράγματα, καὶ ἀεὶ τοῦ πλείονος ἐφιέμενος, ἐπηύξησε ταύτην ἐς ὅσον πλεῖστον ἦν. ὅσαι γὰρ ἑσπέριαι πόλεις τῇ Λατίνων ἀρχῇ πρὸ μικροῦ δεδουλεύκασι, πάσας, ἐκεῖθεν ἀρξάμενος, ῥᾷστα κατετροποῦτο καὶ μεθίστη πρὸς ἑαυτὸν, ἕως καὶ αὐτὴν ἣ τῆς τῶν Μακεδόνων προκάθηται γῆς ἐχειρώσατο μεγαλόπολιν τὴν Θεσσαλονίκην, ἀποδημοῦντος τηνικαῦτα τοῦ μαρκεσίου περὶ τὴν πατρίδα Λαμπαρδίαν. αὐτίκα δὲ καὶ βασιλείας ἑαυτῷ περιτίθησιν ὄνομα, καὶ χρίεται βασιλικῶς παρὰ τοῦ τηνικαῦτα τὴν τῆς Βουλγαρίας ἀρχιεπισκοπὴν διιθύνοντος. πλείστοις τε γὰρ ἄλλοις αὐτὴν ὁ βασιλεὺς ἐκ παλαιοῦ τετίμηκεν Ἰουστινιανὸς, ἑαυτοῦ γεγονυῖαν πατρίδα, καὶ πρώτην ὠνόμασεν Ἰουστινιανήν. καὶ δὴ καὶ αὐτονομεῖσθαι ταύτην ἐς τὸ διηνεκὲς προσετετάχει, πλὴν οὐχ ὥστε καὶ βασιλέας χρίειν Ῥωμαίων· τοῦτο γὰρ ἄλλοις ἐφεῖται παρὰ τῶν νόμων. ἀλλὰ διὰ φόβον ἤδη τοῦ τυραννοῦντος Ἀγγέλου, καὶ πρός γε ἔτι διὰ κουφότητα καὶ ἀφέλειαν τοῦ τηνικαῦτα διέποντος τὴν ἀρχιεπισκοπὴν, ἐς τοσοῦτον ἀτοπίας τὸ πρᾶγμα ἐκκεκύλισται. ὅθεν δὲ τὸ τῆς Βουλγαρίας ἐπώνυμον ὁ τόπος κεκλήρωται, δηλώσων ἔρχομαι. (Β.) Χῶρός τίς ἐστιν ἐς τὰ ἐπέκεινά τε καὶ βορειότερα τοῦ Ἴστρου κείμενος, καὶ ποταμὸς ῥέων δι' αὐτοῦ οὐ μικρός· Βούλγαν αὐτὸν ὀνομάζουσιν οἱ ἐγχώριοι· ἀφ' οὗ δὴ καὶ αὐτοὶ τὸ τῶν Βουλγάρων μετειλήφεσαν ὄνομα, Σκύθαι τὸ ἐξ ἀρχῆς ὄντες. ὀψὲ δ' ἐκεῖθεν οὗτοι μετανάσται γενόμενοι τέκνοις ἅμα καὶ γυναιξὶν, ὁπότε τὸ τῆς εἰκονομαχίας νόσημα κατὰ τῶν εὐσεβούντων ἐπεχωρίαζε, διαπεραιοῦνται τὸν Ἴστρον, πλῆθος ἀριθμὸν ὑπερβαῖνον· καὶ διαβάντες ἄμφω τὰς μετὰ τὸν Ἴστρον Μυσίας, καὶ πάντα λείαν Μυσῶν, τὸ θρυλλούμενον, ποιοῦντες τὰ ἐν ποσὶ, καθάπερ ἀκρὶς ἤ τις κεραυνὸς αἰθέριος, οἰκειοῦνται Μακεδονίαν μετὰ τῆς ἐπέκεινα Ἰλλυρίδος, ἀρεσθέντες τοῖς ἐκεῖσε καλοῖς. καὶ βασίλειον ἐνδιαίτημα τούτοις εἶναι ἐς τὸ λοιπὸν νενόμισται αὕτη ἡ πόλις, ἣν ἀρχιεπισκοπὴν ὁ βασιλεὺς τετίμηκεν Ἰουστινιανὸς, καὶ πράτην ὠνόμασεν, ὡς εἰρήκειμεν, Ἰουστινιανήν. εἶτα τῆς προσηγορίας τοῦ ἔθνους ἐκεῖσε διαδοθείσης, Βουλγαρία ὁ χῶρος μετωνομάσθη, καὶ μητρόπολις Βουλγαρίας ἡ πρώτη Ἰουστινιανή. χρόνοις μέντοι ὕστερον ὁ βασιλεὺς Βασίλειος ὁ Βουλγαροκτόνος μετὰ πολλὰς τὰς μάχας τέλος ἐξέτριψε καὶ ἐδουλώσατο τούτους· καὶ τῆς μὲν χώρας τοὺς ἐναπολειφθέντας ἐξορίστους πεποίηκεν ἐν τῇ παρὰ τὸν Ἴστρον κάτω Μυσίᾳ· τὸ δ' ὄνομα, καθάπερ ἄλλο τι μνημεῖον ἐκείνων, ἐναπολέλειπται τῇ ἀρχιεπισκοπῇ. ἀλλ' ἐς τὸ πρότερον ἴχνος τοῦ λόγου φέρε ἐπανακάμψωμεν. (Γ.) Ὁ γὰρ Ἄγγελος Θεόδωρος ἤδη καὶ βασιλεὺς, ὡς εἴρηται, καταστὰς, ἐδῄου τὴν γῆν, προϊὼν καὶ παρεξελαύνων καὶ ὑπερβαίνων ὅρους ἄλλους ἐξ ἄλλων ἀεὶ, ἕως ἤλασε μέχρι καὶ αὐτῶν τῶν Βυζαντίων πυλῶν κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν. αἱ γὰρ Μακεδονικαί τε καὶ Θρᾳκικαὶ πόλεις ἐς τέλος ἐξέκαμον, συχνὰς ἐν ὀλίγῳ χρόνῳ καὶ δεινὰς ὑπομείνασαι τὰς αἰχμαλωσίας, νῦν μὲν τῶν Λατίνων, νῦν δὲ τῶν Βουλγάρων, καὶ τῶν Σκυθῶν. τί γὰρ οὐκ ἂν ἔδρασαν ἔθνος αἱμοβόρον οἱ Σκύθαι Χριστιανοῖς ἐπιβρίσαντες ἀπηνῶς; οἱ δὲ Λατῖνοι οὐδὲν ἡμερώτερον τῶν Σκυθῶν διετέθησαν, ὅτι μὴ καὶ πολλῷ τῷ μέτρῳ τὴν Σκυθικὴν ἀπήνειαν ὑπερέβησαν. καὶ οὐχ ἅπαξ τοῖς ταλαιπώροις ἐξ ἑκατέρων τῶν ἐθνῶν τὰ τῆς δεινῆς ταύτης αἰχμαλωσίας ξυνεπεπτώκει παθεῖν, ἀλλὰ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις. τὸ δὲ νῦν τοῦτο τοῦ Ἀγγέλου μικροῦ πᾶν, εἴ τι ἐλλέλειπται, προσανάλωσε. καὶ ἦν ἰδεῖν οἰκίας κατεσκαμμένας, τείχη περιῃρημένα, Λήμνια κακὰ, θρήνους Τρωϊκοὺς, πολλῶν καὶ παντοδαπῶν κακῶν πανήγυριν. γʹ. Ἐν τούτοις γε μὴν τοῖς καιροῖς ἦρχε τῶν Βουλγάρων ὁ τοῦ πρώτου Ἀσὰν υἱὸς ὄνομα Ἰωάννης. οὗτος ὁρῶν τὸν εἰρημένον Θεόδωρον τὸν Ἄγγελον οὐδὲ τῶν Βουλγαρικῶν ἀφίστασθαι πραγμάτων βουλόμενον, ἀλλ' ἤδη κἀκείνοις βαρεῖαν καὶ βλάπτουσαν ἐπάγοντα χεῖρα, συμμάχους ἐκ τῶν Σκυθῶν· εἰληφὼς, συῤῥήγνυσιν αὐτῷ πόλεμον ἰσχυρὸν, καὶ νικᾷ καὶ χειροῦται τοῦτον καὶ τοὺς ὀφθαλμοὺς ἐξορύττει, τῆς δίκης ὀψὲ περιελθούσης αὐτὸν, ὧν τε τὴν νόμιμον περιεφρόνησε τῶν Ῥωμαίων βασιλείαν, βασιλείας ἑαυτῷ περιθεὶς ὄνομα· καὶ ὧν τοὺς ὁμοφύλους κακοπραγοῦντας ὑπὸ τῶν Ἰταλικῶν καὶ Βουλγαρικῶν ἐφόδων καὶ δακρύων ἄξια πάσχοντας, οὐκ ἠλέησεν, ἀλλὰ δυστυχήμασι δυστυχήματα προσετίθει καὶ φόνοις φόνους. (Β.) Ἤδη δὲ καὶ ὁ βασιλεὺς Ἰωάννης ἐπὶ μέγα δυνάμεως ηὔξησε τὰ Ῥωμαίων πράγματα, δεξιὸς οἰκονόμος φανεὶς καὶ κυβερνήτης ἄριστος τῆς ἡγεμονικῆς τῶν Ῥωμαίων ὁλκάδος. ναῦς τε γὰρ μακρὰς κατεσκευακὼς οὐκ ὀλίγας, ναυστολεῖ πρὸς τὰς κατὰ τὸν Αἰγαῖον νήσους, καὶ πάσας ἐν ὀλίγῳ χρόνῳ λαμβάνει, Λέσβον καὶ Χίον, Σάμον τε καὶ Ἰκαρίαν καὶ Κὼ καὶ ὅσαι ταύταις εἰσὶ προσεχεῖς· οὐ μόνον δὲ, ἀλλὰ διαβὰς καὶ ἐς Ῥόδον, ἐγκρατὴς καὶ αὐτῆς ἀναδείκνυται. ἐπεὶ δ' ὁ μὲν βασιλικὸς στόλος οὕτω θαλαττοκρατῶν ἦν, ἐν δ' Ἀσίᾳ τὰ Περσικὰ στρατεύματα ἔμενεν ἀτρεμίζοντα, τὰ δὲ Λατίνων καταβραχύ τε ὑπέῤῥει καὶ ἀσθενῶς εἶχεν, ἔγνω διαβιβάζειν ἤδη τὰ τῆς Ἀσίας ὅπλα καὶ ἐς τὴν Εὐρώπην ὁ βασιλεὺς, ἐλευθερώσων τὰς ἐκεῖ ταλαιπώρους πόλεις τῆς τε Βουλγαρικῆς καὶ Ἰταλικῆς χειρός. καὶ δὴ διαβὰς τὸν Ἑλλήσποντον ἅμα ἦρι, εἰσβάλλει πρῶτον ἐς τὴν Χεῤῥόνησον, κἀκεῖθεν τὴν ὅμορον ἐπόρθει καὶ ἔκαε χώραν, εἰς ἔκπληξιν τῶν ἐν ταῖς τῶν φρουρίων ἀκροπόλεσι Λατίνων. εἷλε δὲ καὶ πλείστας τῶν παραλίων πόλεων, Καλλιούπολίν τε καὶ Σηστὸν καὶ τὴν τῶν Καρδιανῶν καὶ ὁπόσαι τῶν ἀστυγειτόνων ἦσαν, τὰς μὲν βίᾳ καὶ μηχανήμασι, τὰς δὲ προσχωρούσας ἑκοντί. (Γ.) Ἐν τούτοις δ' ὄντος τοῦ βασιλέως, ἥκουσι πρέσβεις ἐκ Βουλγάρων σπονδῶν τε εἵνεκα, καὶ ἅμα ἐπὶ τῇ θυγατρὶ τοῦ Ἀσὰν Ἑλένῃ τὸν τοῦ βασιλέως υἱὸν Θεόδωρον γαμβρὸν ἐξαιτούμενοι. ταῦτα ἀσμένῳ τῷ βασιλεῖ ἠγγέλλοντο καὶ ἅμα ἐθέλοντι· οὐ γὰρ ἤθελεν ἐν ἄλλοις μείζοσι περισπώμενος ἀντίπαλον ἔχειν αὐτὸν, οὕτω τοῖς παριστρίοις ὁμοροῦντα Σκύθαις, καὶ ἅμα αὐτοῖς, ὁπότε βούλοιτο, ἐπελαύνοντα, καὶ ὅσα ἐν ποσὶ, χειμάῤῥου δίκην, παρασύροντα. ταύτῃ τοι καὶ τελεσιουργὰ τὰ τῆς πρεσβείας εὐθὺς ἦσαν καὶ ἅμα τὰ τοῦ κήδους. καὶ συνελθόντες περὶ Χεῤῥόνησον ὅ τε βασιλεὺς καὶ ὁ Ἀσὰν, συζευγνύουσιν Ἑλένῃ τῇ τοῦ Ἀσὰν θυγατρὶ δεκαετεῖ οὔσῃ τὸν τοῦ βασιλέως υἱὸν Θεόδωρον τὸν νέον Λάσκαριν, μήπω ἐς τὸν ἔφηβον παραγγείλαντα. τηνικαῦτα δὲ καὶ ὁ τοῦ Τερνόβου ἐπίσκοπος αὐτονομίαν λαμβάνει διηνεκῆ, τῷ τέως ὑπὸ τὸν ἀρχιεπίσκοπον τῆς πρώτης τελῶν Ἰουστινιανῆς, διὰ τὴν τοῦ ἔθνους ἐκεῖθεν ἀρχαίαν συγγένειαν. (Δ.) Ὁ δὲ βασιλεὺς, θέρους ἐπιγενομένου, τὰς Θρᾳκικάς τε καὶ Μακεδονικὰς περίεισι πόλεις, ἀρξάμενος ἀπ' αὐτῶν, ὡς εἰπεῖν, τῶν Βυζαντίων πυλῶν, καὶ ἐπελάσας ἄχρι Στρυμόνος, καὶ οἰκειοῦται πάσας, ἔτι ἱσταμένου τοῦ φθινοπώρου. καὶ οὕτω πάντα σκοπὸν διαθέμενος, αὐτός τε εἰς Νίκαιαν ἀνεχώρησε, καὶ τὸν στρατὸν ἀφῆκεν ἐς τὰ οἴκοι διαχειμάσοντα. δʹ. Ἐνταυθοῖ δὲ γενομένῳ τῆς ἱστορίας, οὐκ ἀρεστόν μοι ἔδοξεν εἶναι σιγῇ παρελθεῖν τὰ περὶ Σκυθῶν, ἐν τούτοις τοῖς χρόνοις ἐπιδραμόντων Ἀσίαν τε καὶ Εὐρώπην. βιάσεται γὰρ ἡμᾶς ὁ λόγος προϊὼν εἰς τὰ αὐτῶν πολλάκις ἐμπίπτειν διηγήματα, καὶ χρεὼν ἀνακεφαλαιωσαμένους ἡμᾶς, καθόσον οἷόν τε, διαλευκᾶναι τὰ περὶ αὐτῶν, καὶ ἐναργέστερα παραπέμψαι ταῖς ἐφεξῆς ὑποθέσεσιν, ἵνα μὴ αὐτοί γε εἰδότες, εἶτα ἐπὶ τῶν οὐκ εἰδότων ὡς εἰδότων διεξιόντες, ἁμαρτάνειν ποιῶμεν αὐτοὺς ταῖς ἐπιβολαῖς τῶν ἐννοιῶν, καὶ συχνὰ μεταβαίνειν ἐξ ἑτέρων εἰς ἑτέρας ἀναφορὰς, ὥσπερ αἱ κυνηγετικαὶ κύνες, ὁπότε τὰς τῶν λαγωῶν ἰχνηλατοῦσι νομὰς, συχνὰ τὴν ῥῖνα πρὸς ἕτερα ἐξ ἑτέρων ἴχνη μετάγουσαι. (Β.) Ἔθνος ἐστὶ πολυανθρωπότατον, βορειοτέραν πολλῷ τὴν οἴκησιν ἔχον ἢ κατὰ πᾶσαν τὴν καθ' ἡμᾶς οἰκουμένην, οὐδαμῶς μὲν ἐς ἀκρίβειαν ὑπὸ τὸν ἀρκτικὸν πόλον, παρὰ τοὺς ἀρκτικωτάτους δ' οὖν ὅμως ἐνδιαιτώμενον παραλλήλων ἁπάντων, ὁπόσοι τὴν οἰκουμένην ἅπασαν περιγράφουσιν, ὡς οἱ τὰς παλαιάς τε ἱστορίας συνθέντες παρέδοσαν τοῖς ἐπιγενομένοις ἡμῖν, καὶ αὖ ἡμεῖς, καθόσον ἐξῆν, ἐκ τῆς τοῦ χρόνου ξυνήκαμεν πείρας. τούτους γαλακτοφάγους μὲν καὶ ἀβίους καὶ δικαιοτάτους ἀνθρώπων Ὅμηρος ἔφησεν· ἐν τούτοις γὰρ οὐ μαγείρων μαγγανεία, οὐδὲ τραπέζης ἐπινενόηται πολυτέλεια. φυτηκομίαι δὲ καὶ ἀρόσεις γῆς, οὐδ' ἐν ὀνείροις, ὅ τί ποτέ εἰσιν, ἐφαντάσθησαν. ἀλλὰ τροφὴ μὲν αὐτοῖς ἡ τῆς γῆς αὐτοφυὴς πόα, καὶ τὰ τῶν ὑποζυγίων καὶ τῶν ἄλλων βοσκημάτων αἵματά τε καὶ σώματα. καὶ εἴ τι δὲ τῶν ἀγρίων ζώων καὶ πετεινῶν ἁλωτὸν αὐτοῖς γένοιτο, καὶ τοῦτο δ' αὐτοῖς αὐτοσχέδιός ἐστι τροφή. ἔνδυμα δ' ἀποίητον, τὰ τῶν ζώων δέρματα. ἄργυρος δὲ καὶ χρυσὸς καὶ μάργαρος καὶ λίθος λυχνίτης, ἴσα καὶ κόνις ἐκείνοις ἐστίν. οὐ πανηγύρεις ἐκεῖ καὶ φιλοτιμίας θέατρα, οὐδὲ βουλευτήρια περὶ ναυστάθμων καὶ τριηραρχιῶν καὶ ἀγορανομιῶν· ἀλλ' εἰρήνη πᾶσα τὸ ἀπὸ τούτων, καὶ βίος πάμπαν ἀστασίαστος. ὥσπερ γὰρ οἱ τοῖς τῶν ἀνθρώπων σώμασιν ἐπισυμβαίνοντες πυρετοὶ τὰς ἀφορμὰς ἐκ τῆς ὕλης ἔχουσι, καὶ παρὰ τοσοῦτον φλεγμαίνουσι, παρ' ὅσον καὶ ἡ τῆς ὕλης πέφυκε χορηγία· ἐπειδὰν δ' ἀσιτίαι μακραὶ, καὶ ἰατρῶν φαρμακοποσίαι παραλαβοῦσαι τὸ σῶμα, τὴν ὕλην πᾶσαν ἐξαναλώσωσιν, αὐτίκα πέπαυται μὲν ὁ πυρετὸς, ἠσθένησε δ' ἡ τοῦ σώματος ἀσθένεια· οὕτω κἀν τοῖς ἀνθρώποις ἐκείνοις, τῶν πραγμάτων οὐκ ὄντων, ἐξ ὧν φιλονεικίαι καὶ ἔριδες φύονται καὶ κατ' ἀλλήλων ἐπιβουλαὶ καὶ χύσεις αἱμάτων ἐπινοοῦνται, οὐδὲ δικαστήρια συγκροτοῦνται λοιπὸν, οὐδὲ βουλευτήρια καὶ ἀναγνώσεις νομίμων, οὐδὲ πιθαναὶ γλῶσσαι, καὶ λόγων διαστροφαὶ, καὶ ἐννοιῶν λαβύρινθοι· ἀλλὰ δικαιοσύνη τις αὐτοφυὴς ἐπινέμεται τούτους καὶ ἀνεπίφθονος αὐτονομία. διὰ μὲν δὴ ταῦτα δικαιοτάτους ἀνθρώπων καὶ Ὅμηρος τούτους ὠνόμασε. (Γ.) Τήν γε μὴν προσηγορίαν αὐτῶν διαφόρως ἡμῖν οἱ πάλαι σοφοὶ διεπόρθμευσαν. Ὅμηρος μὲν γὰρ Κιμμερίους αὐτοὺς καλεῖ, Ἡρόδοτος δὲ ὁ τὰ Περσικὰ συγγραψάμενος Σκύθας πολυειδεῖς, ὁ δὲ Χαιρωνεὺς Πλούταρχος Κίμβρους καὶ Τεύτονας, οὐκ οἴκοθεν μὲν, ὀνομάζει δ' οὖν, ὥσπερ ἀμφιβάλλων καὶ ἀπιστῶν αὐτὸς ἑαυτῷ. τὴν μὲν γὰρ κυρίαν αὐτῶν προσηγορίαν αὐτοὶ ἂν κατὰ τὴν σφῶν αὐτῶν εἰδεῖεν διάλεκτον. οἱ δ' Ἑλληνικοῖς ὀνόμασιν ἐπ' αὐτῶν χρώμενοι, ἄλλοτε ἄλλως, ὡς ἕκαστοι βούλοιντο, τούτους προσαγορεύουσιν, ὁπόσοι ἐκεῖθεν χειμάῤῥου δίκην ἐς τὴν καθ' ἡμᾶς οἰκουμένην ἐπιῤῥέοντες, ἄλλοτε ἄλλους ἐπιλαμβάνουσι τόπους. ὥσπερ γάρ εἰσιν οὐράνια μὲν δείματα θεόθεν τοῖς ἀνθρώποις ἐπισειόμενα πολλάκις, κεραυνοὶ καὶ πρηστῆρες καὶ ὑετῶν πλῆθος, ἐπίγεια δὲ, σεισμοὶ καὶ ῥήγματα γῆς, ἀέρια δὲ, τυφῶνες καὶ λαίλαπες· οὕτω καὶ οὗτοι ταμιεύονται τῷ θεῷ, ἀρκτικά τινα, ὡς εἰπεῖν, καὶ ὑπερβόρεια δείματα, ὥστ' ἀνθ' ἑτέρας μάστιγος στέλλεσθαι καθ' ὧν ἂν καὶ ὁπότε ἡ πρόνοια βούλοιτο. τούτων τινὲς πολλάκις ἐκεῖθεν ἀποσπασθέντες, πολλοὺς ἐλυμήναντο χώρους, καὶ πλείστοις ἔθνεσι ζυγὸν δουλείας ἐπήνεγκαν· ὥσπερ ἂν εἰ μεγάλου πελάγους ἀποτομὴ χεθεῖσα κατὰ πρανοῦς πάντ' ἐπικλύζοι καὶ παρασύροι ὁπόσοις ἂν ἐπιδράμοι. (Δ.) Ἀλλ' ἐκεῖθεν μὲν γυμνῆταί τε καὶ ἄσκευοι ἐξιόντες, εἶτα ἀμείβουσι τὴν δίαιταν, μεταλαμβάνοντες τὴν τῶν τόπων ἐκείνων, ἐν οἷς ἱδρύουσιν ἑαυτούς. ὥσπερ γε μὴν οἱ ἐξ ὀρῶν τῶν μεγίστων ἀναῤῥηγνύμενοι ποταμοὶ, καὶ τὸ ῥεῖθρον εἰς τὴν θάλασσαν ἀποπτύοντες, οὐκ εὐθὺς παρὰ τὴν αἰγιαλίτιδα ψάμμον ἐς ἅλμην τὸ πότιμον αὐτῶν ἐξαλλάττουσιν, ἀλλὰ μέχρι πολλοῦ τῆς θαλάττης εἰσρέοντες ἀκοινώνητοι, ἔπειτα ἐσπείσαντο, καὶ τοῦ κράτους τοῖς πλουσιωτέροις παρεχώρησαν ὕδασιν, οὕτω καὶ τούτων οἱ τὴν ἔγγιστα τῆς πρώτης οἰκήσαντες Σκυθικῆς, ἀφ' ἧς τὸ πρῶτον ἐῤῥύησαν, τὴν προτέραν προσηγορίαν ἐφύλαξαν ἔτι ἀκήρατον, αὐτοί γε ὀνομαζόμενοι Σκύθαι, καὶ ἡ τούτους τρέφουσα γῆ Σκυθική. οὗτοι δ' εἰσὶν, ὅσοι τε τὴν ὑπὲρ τὰς πηγὰς τοῦ Τανάϊδος ᾤκησαν γῆν, καὶ ὅσοι τὸν Τάναϊν· ἔπειτα διαβάντες ἐκεῖθεν, ἐξεχύθησαν ἐς Εὐρώπην, τὰ ἐς ζέφυρον ἄνεμον βλέποντα πλευρὰ τῆς μεγίστης Μαιώτιδος διανεμηθέντες. (Ε.) Μετὰ δὲ μακρὰν μακρῶν αὖθις ἐνιαυτῶν περίοδον ἕτεροι, καθάπερ ἐκ μεγάλης πηγῆς τῆς πρώτης ἀποῤῥαγέντες Σκυθικῆς, ἐς δύο σχίζονται μοίρας· καὶ ἡ μὲν, τοὺς πρὸς τῇ Ἀσίᾳ Σαυρομάτας καταστρέψασα, ἔδραμε μέχρι καὶ ἐς θάλασσαν τὴν Κασπίαν, οἳ καὶ τὴν πάτριον ἤδη ἐκλαθόμενοι κλῆσιν Σαυρομάται καὶ Μασσαγέται ἐκαλοῦντο καὶ Μελάγχλαινοι καὶ Ἀμαζόνες· καὶ ὅσα αἱ δουλωθεῖσαι φυλαὶ κατὰ διαίρεσιν εἶχον ὀνόματα, πάντων καὶ οὗτοι κεκοινωνήκασι τούτοις, διὰ τὴν ἐς τὰ ἐκείνων ἤθη δευσοποιόν τε καὶ ἀναπόνιπτον μεταδιαίτησιν. οἱ δ' ἐς τὴν Εὐρώπην ἀποκλίναντες, τὴν παρωκεάνειον πᾶσαν καταδραμόντες ἤπειρον, ἔς τε Σαρμάτας καὶ Γερμανοὺς τὰ ὀνόματα ἤμειψαν καὶ αὐτοί. χρόνῳ δὲ ὕστερον καὶ ἐς τὴν Κελτικὴν ἐμβαλόντες καὶ ταύτην οἰκειωσάμενοι, Κελτοί τε ἤδη καὶ Γαλάται ἐκλήθησαν. ἐῶ λέγειν τοὺς ὀψὲ τοῦ χρόνου τὰς Ἄλπεις ὑπερβαλόντας καὶ κατὰ τῆς Ἰταλίας αὖθις μυριάσιν ἐκστρατεύσαντας πολλαῖς, Τεύτονάς τε καὶ Κίμβρους, αὐταῖς γυναιξί τε καὶ τέκνοις, οἳ καὶ μόλις μὲν, κατεκόπησαν δ' οὖν ὑπὸ τῶν Ῥωμαϊκῶν δυνάμεων, ὑπάτων τηνικαῦτα καὶ στρατηγῶν τυγχανόντων τοῦ τε Μαρίου Γαΐου καὶ τοῦ Κάτλου Λουτατίου. (Στ.) Καὶ τί δεῖ λέγοντας διατρίβειν, ὅπου γε καὶ Λιβύης αὐτῆς πολλάκις ἐπέβησαν, τούς τε ἑσπερίους καταστρεψάμενοι Ἴβηρας καὶ τὸν κατὰ τὰς Ἡρακλείους στήλας πορθμὸν διαβάντες; αὐτοὶ μὲν γὰρ, ἐφ' οὓς ἂν ἐπελάσωσι, πάντας ὡς τὰ πολλὰ κατατροποῦνται, καὶ τῶν ἄλλων κυριεύουσι τόπων. τὴν δ' αὐτῶν Σκυθικὴν τῶν πάντων οὐδεὶς ἐξ αἰῶνος φαίνεται δουλωσάμενος. τὸ δ' αἴτιον, ὅτι ἐκεῖνοι τὸν ἁβρὸν καὶ ἐμβριθῆ βίον ἀρχῆθεν ἐξομοσάμενοι, οὔτε σῖτον ἔδουσιν, οὔτ' αἴθοπα οἶνον πίνουσιν, οὗ χάριν οὔτε γῆν ἀροῦσιν, οὔτε ἄμπελον ἐγεώργησαν πώποτε, οὔτε τῶν ἄλλων σπορίμων ἐπιτηδεύουσιν, ὧν οἱ τῆς ἐνδοτέρας οἰκουμένης καθεστήκασι τρόφιμοι. ἃ τοῖς μὲν Σκύθαις ἐθάσιν οὖσιν ἡδέα καὶ ἥκιστα ἐπαχθῆ, τοῖς δὲ πολεμίοις καὶ μάλα πολέμια, οἳ τὰ σκευοφόρα πλείω τῶν μαχίμων ἐπάγονται, καὶ ὅπη στρατοπεδεύσειαν, πολλῆς καὶ παντοδαπῆς δέονται τῆς ἀγορᾶς, ἵν' αὐτοῖς τε καὶ τοῖς ὑποζυγίοις ἀνενδεῶς χορηγοῖεν τὰ χρήσιμα. οἱ δὲ τὸν ἄσκευον καὶ κοῦφον ἀσκοῦντες βίον ἀεὶ, ῥᾳδίως τὰς ἐκστρατείας ποιοῦνται, καὶ τριῶν διὰ μιᾶς ἡμέρας πολλάκις δίκην πτηνῶν αἰθερίων περιτρέχουσι γῆν, ἄλλην ἐξ ἄλλης πρὶν ἀκουσθῆναι καταλαμβάνοντες, μηδὲν μὲν ἐπαγόμενοι, πάντα δ' οὖν ἔχοντες, ὅσα πρὸς τὸ νικᾷν ῥᾳδίως ἐφόδια κράτιστα. εἶναι γὰρ ταυτὶ τότε κατὰ πλῆθος ἐξιέναι μικροῦ καὶ ἀριθμὸν ὑπερβαῖνον, τό τε τῆς κινήσεως εὔστροφον καὶ ὀξύτατον, καὶ ὃ τούτων μεῖζον, τὸ τελέως ἀφειδεῖν ἑαυτῶν καὶ κατὰ πρόσωπον δίκην ἀγρίων θηρῶν ἀπαντᾷν ἐς τὰς μάχας. εʹ. Ἀλλ' ἐπανιτέον, ὅπη τὸ πρότερον ἴχνος τοῦ λόγου καταλελοίπειμεν. ἤδη γὰρ καὶ Ἰωάννου τοῦ Δούκα τὰ Ῥωμαίων σκῆπτρα διέποντος, μοῖρα Σκυθῶν παμπληθὴς καὶ ἐς πολλὰς ἀναφέρουσα τὸν ἀριθμὸν μυριάδας, ἄνωθεν ἐξ Ὑπερβορέων ἀποσπασθεῖσα κάτεισι μὲν ἀθρόα μέχρι καὶ Κασπίας θαλάττης. ἐν τούτοις δὲ τοῦ ἡγουμένου Σιτζισχᾶν τετελευτηκότος, διείλοντο τὴν ἡγεμονίαν τῶν στρατευμάτων ἄμφω αὐτοῦ τὼ υἱέε, ὅ τε Χαλαοῦ καὶ ὁ Τελεπουγᾶς. καὶ ὁ μὲν Χαλαοῦ πρὸς ἄρκτον ἀφεὶς τήν τε Κασπίαν καὶ Ἰαξάρτην ποταμὸν, ὃς ἐκ τῶν Σκυθικῶν ῥηγνύμενος ὀρῶν, πλατύς τε καὶ βαθύῤῥους διὰ τῆς τῶν Σογδιανῶν χώρας κατιὼν, ἐς τὴν Κασπίαν ποιεῖται τὰς ἐκβολὰς, κατῄει διὰ τῆς κάτω Ἀσίας. ἀλλ' ὁ μὲν περὶ τούτων λόγος ἀναμεινάτω· ἀνθέλκει γὰρ ἡμᾶς ἐκεῖθεν ὁ τῆς Εὐρώπης. ὁ γὰρ ἕτερος τῶν υἱέων τοῦ Σιτζισχᾶν, ὁ Τελεπουγᾶς, ὅρους τῆς οἰκείας ἀρχῆς ποιησάμενος πρὸς μεσημβρίαν μὲν τὰς τοῦ Καυκάσου ὑπερβολὰς καὶ ἐφεξῆς τὰ τῆς Κασπίας θαλάσσης πελάγη, ἐπορεύετο διὰ τῆς τῶν Μασσαγετῶν καὶ Σαυροματῶν γῆς, πᾶσαν ὑποποιούμενος αὐτήν τε καὶ ὅσα Μαιώτιδά τε καὶ Τάναϊν τῶν ἐθνῶν παροικοῦσιν. εἶτα ὑπερβαλὼν τὰς πηγὰς τοῦ Τανάϊδος, πολὺς ἐῤῥύη κάτω διὰ τῶν Εὐρωπαίων ἐθνῶν. πλεῖστα δὲ ταῦτα πεφύκασι καὶ παντοδαπά· ὧν τὰ μὲν ἐς μεσόγειον τεμάχιά τε καὶ λείψανα ἦσαν τῶν πάλαι Σκυθῶν, ὅσα ἐς νομάδας καὶ ἀροτῆρας ἐμερίζοντο· τὰ δὲ ὁμοροῦντα τῇ Μαιώτιδι καὶ τὴν τοῦ Πόντου πληροῦντα παράλιον, Ζικχοί τ' Ἀβασγοί τε ἦσαν, Γοτθοί τε καὶ Ἁμαξόβιοι, Ταυροσκύθαι τε καὶ Βορυσθενεῖται, καὶ πρὸς τούτοις ὅσοι τὴν παρὰ τὰς ἐκβολὰς τοῦ Ἴστρου Μυσίαν ἐνέμοντο. (Β.) Οὗννοι δὲ οὗτοι καὶ Κόμανοι ἐκαλοῦντο· ἦσαν δὲ οἳ καὶ Σκύθας αὐτοὺς κατωνόμαζον. οἳ καὶ τὴν βαρεῖαν καὶ ἀνυπόστατον ἔφοδον ἐκπλαγέντες τῶν ἄρτι ἐπιδραμόντων Σκυθῶν, ἔγνωσαν δεῖν ἑαυτοὺς μετανάστας ἐκεῖθεν ποιεῖν. οὐ γὰρ ἐν ἐλπίσιν ὅλως χρησταῖς οὐδενὶ τὸ ἀνθίστασθαι ἦν, ἀλλὰ πάντα ὑπεπτήχει καὶ πόλεις καὶ ἔθνη, καὶ δίκην ἀσταχύων ὡς ἐν ἅλωνι θερινῷ συνετρίβοντό τε καὶ ἐφθείροντο. ὅθεν ἀπογνόντες καὶ οὗτοι τὸν πρὸς τοὺς Σκύθας πόλεμον, διφθέραις ἀντ' ἄλλης σχεδίας κάρφης πεπληρωμέναις τὸν Ἴστρον διέβησαν ἅμα γυναιξί τε καὶ τέκνοις. καὶ οὐ μικρόν τινα χρόνον ἀνὰ τὴν Θρᾴκην πλανώμενοι περιῄεσαν, ἀποικίαν ζητοῦντες ἁρμόττουσαν ἑαυτοῖς, χιλιάδες οὐ μείους τῶν δέκα. ἀλλὰ πρὶν αὐτοὺς καταλῦσαι τὴν πλάνην, ὁ βασιλεὺς Ἰωάννης δωρεαῖς μεγαλοπρεπέσι καὶ δεξιώσεσιν ἄλλαις ἐφέλκεται καὶ τοῖς Ῥωμαϊκοῖς καὶ αὐτοὺς ἐγκαταλέγει στρατεύμασι, χώρας ἄλλοις ἄλλας διανειμάμενος εἰς κατοίκησιν, τοῖς μὲν κατὰ Θρᾴκην καὶ Μακεδονίαν, τοῖς δ' ἐν Ἀσίᾳ κατὰ Μαίανδρον καὶ Φρυγίαν. (Γ.) Ἀλλ' ἐπὶ τὴν ἕω πάλιν ἡμᾶς ὁ λόγος διαβιβάζειν ἐπείγεται, καὶ τοὺς Ὑπερβορείους ἐκείνους Σκύθας, οἳ κατὰ τῆς Ἀσίας δίκην ἀκρίδος βαρείας χεθέντες μάλα σφοδρῶς μικροῦ πᾶσαν συνεκύκησάν τε καὶ ἐδουλώσαντο. οὗτοι γὰρ ἐπειδὴ τὰ περὶ τὴν Κασπίαν στενὰ διέβησαν, κατὰ νῶτον ἀφέντες Σογδιανούς τε καὶ Βακτριανοὺς καὶ Ὦξον τὸν Σόγδον ποταμὸν, ὃν μεγάλαι τε καὶ πλεῖσται τρέφουσι πηγαὶ, παρὰ τοὺς πρόποδας τῶν πρόσω μεγάλων ὀρῶν διεχείμασαν, τῶν ἐκεῖσε τῆς χώρας ἐκείνης ἀγαθῶν ἀπολαύοντες, ὅσα τῆς ἄνωθεν λείας ὤναντο. ὄρη δὲ ταῦτά εἰσι πλεῖστα καὶ μέγιστα, ἃ πάντα κατὰ συνέχειαν ἀλλήλων ἐχόμενα ὥσπερ ἓν ἅπαντα γίνονται ὄρος, Ταῦρος ὀνόματι καλούμενον γενικῷ, ᾧ κατὰ μέσον ἀκριβῶς διέζωσται πᾶσα Ἀσία. ἀρχὴ μὲν γὰρ αὐτῶν πρὸς ζέφυρον ἄνεμον τὰ ἔγγιστα τοῦ Αἰγαίου πελάγους· σχίζουσι δὲ ἐκεῖθεν ἐξιόντα ἐς τμήματα δύο τὴν ὅλην Ἀσίαν, ἄχρις ἂν ἐς ἀπηλιώτην ἄνεμον παρ' αὐτὸν τελευτήσωσι τὸν Ὠκεανόν. (Δ.) Ἀλλὰ γὰρ ἦρος ἐπιγενομένου, ὅτε πᾶν τὸ πρόσωπον τῆς γῆς τὴν χλόην τῆς πόας ἐνδύεται, τὰ παρὰ τοὺς πρόποδας τῶν ὀρῶν χειμάδια καταλιπόντες οἱ Σκύθαι, καθάπερ αἰπόλια καὶ βουκόλια, κατὰ πλῆθος τὰς κορυφὰς τῶν ὀρῶν ὑπερβάλλουσι, ῥέουσί τε κατὰ τῶν ὑποκειμένων ἐθνῶν καὶ πάντας ἐν λόγῳ λείας ποιούμενοι, καταντῶσιν ἐς Ἰνδικὴν, ὁπόση ἐφ' ἑκάτερα κεῖται τοῦ μεγίστου τῶν ποταμῶν Ἰνδοῦ. καὶ ταύτῃ ζυγὸν ἐπιθέντες δουλείας, οὐκέτι πρὸς ἕω ταύτης ἐπέκεινα ὥδευον διὰ τὸ τραχύ τε καὶ καυματῶδες τοῦ τόπου· ἀλλ' ἐπ' Ἀραχωσίαν τε καὶ Καρμανίαν τὴν ὁρμὴν ἐποιήσαντο· καὶ πάντων ῥᾳδίως ὑποκυπτόντων, ἐπὶ Χαλδαίους ἀφίκοντό τε καὶ Ἄραβας. ἔπειτα ἐς Βαβυλωνίους καὶ Ἀσσυρίους διαβάντες, καὶ Μεσοποταμίαν κατειληφότες, καὶ ταῖς τοῦ τόπου χάρισιν ἀρεσθέντες, ἐκεῖ τὴν μακρὰν καταλύουσι πλάνην, ἔτος που ἤδη τρίτον ἀνύοντες, ἀφ' οὗ τόν τε Ἰαξάρτην διεπεραιώθησαν ποταμὸν καὶ τῶν ἄλλων διέστησαν ὁμοφύλων, τῆς κάτω Ἀσίας κληρούχους τάξαντες ἑαυτούς. (Ε.) Ὥσπερ δὲ πῦρ ἐς ὕλην βαθεῖαν ἐνσκῆψαν, οὐ μόνον ἧς τὸ πρῶτον ἐδράξατο, ταύτην λυμαίνεται μόνην, ἀλλ' εἰ ὁμοίᾳ καὶ πάσῃ τῇ πέριξ ἐντύχοι, ἤδη καὶ πᾶσαν ἐκείνην ῥᾷστα ἐπιβόσκεται· οὕτω καὶ ὁ τῶν Σκυθῶν ἀρχηγὸς τουτωνὶ τὴν τῆς ὅλης Ἀσίας ἐξαίρετον πρὸς ἅπασαν ἀνθρωπίνην ἀπόλαυσιν ἐς οἴκησιν ἀπολέξας ἑαυτῷ, οὐκ ἠρέμησε τοῦ λοιποῦ, οὐδὲ τῶν πέριξ ἀπέσχετο· ἀλλὰ τοὺς ὑπ' αὐτῷ σατράπας καὶ χιλιάρχους διαπεμπόμενος, Πέρσας μὲν πρῶτον καὶ Πάρθους καὶ Μήδους παρεστήσατο· ἔπειτα διὰ τῆς μεγάλης ἀνιὼν Ἀρμενίας, ἤλασε πρὸς μὲν ἄρκτον ἄχρι Κολχίδος καὶ τῆς ἐκεῖσε Ἰβηρίας· ἔμελλε δὲ ἤδη ἐς τοὺς ἐπιόντας ἐνιαυτοὺς καὶ διὰ τῆς ἐνδοτέρας ἐλάσαι Ἀσίας καὶ ὅρους τῆς οἰκείας ἀρχῆς ποιήσασθαι τὰς παραλίους ψάμμους, ὅπου θάλασσά τε καὶ ἤπειρος σπένδονται. μηδὲ γὰρ εἶναι τῶν ἀνεκτῶν, ἔξω τι τῆς αὐτῶν ἐλλελεῖφθαι χειρὸς, ὁπόσα τὴν τῆς Ἀσίας ἤπειρον ἅπασαν ἄχρι θαλασσῶν οἰκοῦσιν αὐτῶν. τέως δ' αὐτόθι καταμένειν ἠρεμοῦντες ἐγνώκεισαν, κλήρους ἑαυτοῖς διανείμαντες χωρῶν καὶ πόλεων, διαφόρων τε οἰκιῶν καὶ κτημάτων κτήσεις καὶ καταγωγὰς, πολλὴν ἐμπαρεχομένας τῷ σώματι θυμηδίαν καὶ τρυφήν. (Στ.) Χρυσὸς δὲ καὶ ἄργυρος καὶ χρημάτων ποικιλία καὶ πολυτέλεια (πολλὰ δὲ ταῦτα ἐπιχωριάζει κατ' ἐκείνους τοὺς χώρους) οὔπω ἐγινώσκετο τούτοις εἰς ὅ τι χρήσιμα εἴη τοῖς ἔχουσι· διὸ καὶ παρέτρεχον αὐτὰ ἴσα καὶ κόνιν, καὶ ὅσα ἐς ὕλην ἀνόνητον ἔῤῥιπται. ἡ γὰρ φύσις τῶν ἀναγκαίων γίνεται πρῶτον διδάσκαλος· ἂν γοῦν ταῦτα μὴ σπάνις στενοχωρῇ τις, ἀλλ' ἐς πλῆθος ἡ τύχη παρέχῃ προκεῖσθαι, τηνικαῦτα ὡς ἐκ συγκρίσεως προμηθὴς αὖθις ἡ φύσις καθίσταται, κατ' ἐξουσίαν τὸ προσηνέστερον ἐκλεγομένη σαφῶς ταῖς αἰσθήσεσιν. ἂν δὲ κόρος ἐπὶ τούτοις γένηται, συνήγορος οὗτος αὐτίκα καθίζει τοῖς περιττοῖς, καθάπερ τινὰ πλάνην καὶ δέλεαρ μηχανώμενος πρῶτον τὴν αὐτῶν ἐς διάφορα εἴδη ποικιλίαν καὶ σύνθεσιν· κἄπειτα ἐγγοητεύων οὑτωσί πως ἀπόῤῥητον ἡδονὴν, ἵνα μὴ τὸ τῆς περιττότητος ἐμβριθὲς ἐπαχθὲς φαίνηται ἅμα καὶ λυπηρόν. ὡς νῦν γε καὶ οὗτοι μόνοις τοῖς ἀναγκαίοις ὄντες ἐθάδες, καὶ τούτοις ἐστενωμένοις, ἔπειτα τοσαύταις τῶν τόπων ἐκείνων χάρισιν ἐντυχόντες, ὁπόσας ἡ Βαβυλωνίων καὶ Ἀσσυρίων φέρει περίχωρος, οὐκέτι τούτων ἀπαλλάττεσθαι ἔκριναν δεῖν, ἀλλὰ χαίρειν εἰπόντες τοὺς μακροὺς ἐκείνους πόνους καὶ περιδρόμους, ἐκεῖσε τοῦ λοιποῦ ποιεῖσθαι καθημένους τὴν δίαιταν. ἐκεῖθεν δ' ὁπόσοις ἐπῆλθον ἔθνεσι, φόρους συντάξαντες ἅπασιν, ἀνὰ πᾶν οὐ διαλείπουσιν ἔτος δασμολογοῦντες καὶ ἐπιτάττοντες ὅσα καὶ δούλοις, καὶ χρηματίζοντες ὡς ἐκ μεγάλου τρίποδος, καὶ θεμιστεύοντες ὁπόσα σφίσι δοκοίη ἐς ἐκείνους καθήκειν. (Ζ.) Τῷ δὲ χρόνῳ τοῖς τῶν Ἀσσυρίων καὶ Περσῶν καὶ Χαλδαίων ὁμιλήσαντες πεπαιδευμένοις ἤθεσιν, ἔς τε τὸ αὐτῶν ἔκλιναν σέβας, τὴν πάτριον ἀθεΐαν ἀφέντες, καὶ τοῖς αὐτῶν κεκοινωνήκασι νόμοις καὶ ἔθεσιν, ὁπόσα τε ἐς ἐσθῆτα καὶ τράπεζαν ἄγει πολυτελῆ, καὶ ὁπόσα τὴν τῆς ἄλλης διαίτης ὑπαγορεύει τρυφήν. ἐς τοσαύτην γὰρ τὴν μεταδιαίτησιν ἤδη παρήλλαξαν, ὥστε πρότερον τὴν μὲν κεφαλὴν παχεῖ τινι πίλῳ καὶ ἀνειμένῳ σκέποντες, τῆς δ' ἄλλης πάσης ἐσθῆτος τὸ εὔδαιμον εἰς δέρματα ζώων ἀγρίων ἐγκλείοντες, καὶ διφθέρας ἀνεπιτηδεύτους, ὅπλοις δ' ὁμοίως χρώμενοι ῥοπάλοις τισὶ, καὶ σφενδόναις, δόρασί τε καὶ βέλεσι καὶ τόξοις αὐτοσχεδίοις ἅπασιν ἔκ τε δρυῶν καὶ τῶν ὁμοίων δένδρων, ὅσα ὄρη καὶ λόχμαι ταῖς ὥραις δουλεύοντα φέρουσιν αὐτοφυῆ βλαστήματα, σηρικοῖς καὶ χρυσοϋφέσιν ὕστερον ἐχρήσαντο τοῖς ὅλοις ἐνδύμασιν· ἐς τοσοῦτον ἀμετρίας ἐξήνεγκαν τὴν ἁβρότητα τῆς τρυφῆς, ἐκ διαμέτρου καθάπαξ στήσαντες ἑαυτοὺς τῆς προτέρας διαίτης. στʹ. Ἐπὶ τούτων οἱ τὴν ἐντὸς τοῦ Εὐφράτου Ἀσίαν ἔχοντες Τοῦρκοι καὶ οἱ τὴν Κοίλην Συρίαν καὶ Φοινίκην Ἄραβες θόρυβον εἶχον ἐφ' ἑαυτοὺς οὐ μικρὸν, πονηρὸν τοὺς Σκύθας ὁρῶντες γειτόνημα. πρέσβεις οὖν αὐτοκράτορας ὁ τῶν Τούρκων ἡγεμὼν πρὸς τὸν βασιλέα ἐκπέμπει Ἰωάννην περὶ βεβαίων σπονδῶν. ἐδεδίει γὰρ, μὴ περισπώμενος ἐς τὰς τῶν Σκυθῶν μάχας αὐτὸς ὄπισθεν ἔχῃ μεγάλους ἐχθροὺς τὰς Ῥωμαίων δυνάμεις· εἶναι γὰρ αὐτῷ τῶν πάνυ τοι ἀδυνάτων καὶ σαφῆ τῆς οἰκείας ἡγεμονίας ἀπώλειαν, εἰ μόλις ἔχων τὸ θαῤῥεῖν ἀντιπαρατάττεσθαι πρὸς μόνας τὰς Σκυθικὰς ἐφόδους, ἔπειτα πρὸς δύο μερίζειν τὰς ἑαυτοῦ δυνάμεις ἀναγκάζοιτο διὰ τὰς ἑκατέρωθεν μάχας. τοῦτο καὶ τῷ βασιλεῖ πρὸς βουλήσεως ἦν καὶ πάνυ τοι προδεδογμένον, πολλῶν εἵνεκα· ἑνὸς μὲν, ὅτι μηδὲ τούτῳ ἐδόκει συνοῖσον, οὐδ' αὖ κοῦφον καὶ ῥᾴδιον, ὅτι μὴ τῶν μάλα βιαίων καὶ ἐπαχθῶν, μερίζεσθαι πρός τε τὰς τῆς Ἀσίας μάχας, πρός τε τὰς τῆς Εὐρώπης· ἑτέρου δ', ὅτι καὶ μέγα νῦν ἐπιτείχισμα καὶ σφόδρα τοι καίριον γίνεσθαι, μέσους κειμένους τοὺς Τούρκους κατὰ τῶν Σκυθικῶν πολέμων, καὶ τὸν κοινὸν δεχομένους κίνδυνον ἐν τοῖς ἑαυτῶν σώμασι, δίκην προμάχων στεῤῥῶν ἢ προβόλων πετρῶν, ἃς ἐνιαχοῦ τῶν παραλίων μερῶν κατὰ τῶν τῆς θαλάσσης ἀγρίων κυμάτων ἡ φύσις ἐξώπλισε. (Β.) Ταῦτ' ἄρα καὶ πρόθυμός τε καὶ μάλα ἐθελοντὴς τὰς μετὰ τῶν Τούρκων ἐτέλει σπονδάς· καὶ τοῦτο μέγα ὄφελος τοῖς Ῥωμαίων τότε κατέστη πράγμασιν. ἄδειαν γὰρ καὶ ἀνακωχὴν τῶν μακρῶν εἰληφότες πολέμων, ἐς τὴν τῶν οἰκείων κτημάτων καὶ πραγμάτων ἐπέδωκαν ἐπιμέλειαν. αὐτός τε γὰρ ὁ βασιλεὺς τοσοῦτο μέρος ἀποτεμόμενος γῆς, ὅση τε ἀρόσιμος καὶ ὅση πρὸς ἀμπελουργίαν εὔθετος, ὅσην ἐξαρκεῖν ἔκρινεν ἔς τε βασιλικὴν τράπεζαν, καὶ ἐς ὅσα ἡ εὐεργετοῦσα καὶ διαρκῶς χορηγοῦσα γνώμη τοῦ βασιλέως παρεκελεύετο (γηροτροφεῖα δὲ ἦσαν ταῦτα καὶ πτωχοτροφεῖα, καὶ ὅσα τοὺς ἐκ παντοίων νοσημάτων ἐθεράπευον τραυματίας), ἐπιμελητάς τε τούτοις ἐπιστήσας, ὁπόσοι καλῶς γεωργεῖν τε καὶ ἀμπελουργεῖν ἴσασι, πολλήν τε καὶ ἄφθονον τὴν τῶν καρπῶν ἐτήσιον ἤθροιζε χορηγίαν. οὐ μόνον δὲ, ἀλλὰ καὶ ἵππων καὶ βοῶν καὶ ποιμνίων, ὁμοῦ τε καὶ συῶν ἀγέλας προσεκτήσατο ἐπὶ τούτοις, καὶ παντοίων ὀρνίθων ἡμέρων εἴδη, ἐξ ὧν πολύχους ὁ τῶν γεννωμένων πορισμὸς ἐφαίνετο καθ' ἕκαστον ἐνιαυτόν. τοῦτο δὲ καὶ τοῖς ἄλλοις παρῄνει ποιεῖν, ὅσοι τε τῶν γένει προσηκόντων, καὶ ὅσοι τῶν ἄλλως εὐγενῶν ἦσαν, ἵν' ἕκαστος οἴκοθεν ἔχων τῆς χρείας τὸ διαρκὲς, μήτε χεῖρα τοῖς ἰδιώταις καὶ ἀσθενεστέροις ἐπάγῃ πλεονεκτοῦσαν, καὶ ἅμα καθαρεύουσα ἡ Ῥωμαίων τελέως ἐντεῦθεν ἀδικημάτων ᾖ πολιτεία. καὶ μέντοι καὶ χρόνων ὀλίγων αἱ πάντων ἀποθῆκαι βρίθουσαι τοῖς καρποῖς ἑωρῶντο, αἵ τε ὁδοὶ καὶ ἀγυιαὶ καὶ πᾶσα μάνδρα καὶ σηκὸς ἐστενοχωροῦντο τοῖς κτήνεσι, καὶ ὁπόσαι τῶν ὀρνίθων ἦσαν ἀγέλαι. (Γ.) Συνέβη δὲ τηνικαῦτα τοῖς Τούρκοις ἐπ' εὐτυχίᾳ καὶ τοῦτο Ῥωμαίων, λιμὸς ἰσχυρὸς καὶ σπάνις μεγίστη τῶν χρειωδῶν. καὶ ἦσαν δὲ διὰ τοῦτο μεσταὶ τοῦ τοιούτου γε ἔθνους αἱ ὁδοὶ πᾶσαι, γυναικῶν τε καὶ ἀνδρῶν καὶ ὅσοι ἥβης ἐλλιπεῖς, ἀνιόντων καὶ κατιόντων ἐς τὴν Ῥωμαίων χώραν. καὶ ἐκενοῦτο σὺν ἀφθονίᾳ μακρᾷ πᾶς ὁ τῶν Τούρκων πλοῦτος ἐς τὰς Ῥωμαίων δεξιὰς, ὅσος ἐν ἀργύρῳ καὶ χρυσῷ, ὅσος ἐν ὑφάσμασι, καὶ πᾶν ποικίλον εἶδος καὶ τερπνὸν καὶ τρυφῆς μεστὸν πολυτελοῦς. καὶ ἦν ἰδεῖν τὰ πολλῶν ἄξια χρήματα σίτου βραχέος ὤνια προτιθέμενα. τότε καὶ ὄρνις οἱαδηποτοῦν, καὶ πρός γε ἔτι βοῦς τε καὶ ἔριφος, πολλοῦ τινος ἐτιμῶντο. καὶ τούτῳ τῷ τρόπῳ τάχιστα οἱ Ῥωμαίων οἶκοι πλούτου βαρβαρικοῦ πλήρεις κατέστησαν, πολλῷ δὲ πλέον τὰ βασιλικὰ ταμεῖα ἤδη τῇ τῶν χρημάτων ἔβριθον δαψιλείᾳ. καὶ ἵν' ἐν βραχεῖ παραστήσω τὸ πᾶν, οἱ ταῖς τῶν ὀρνίθων ἀγέλαις ἐπιστατοῦντες ὁπόσα τίκτοιεν αὗται ὠὰ, ἀνὰ πᾶν συναθροίζοντες ἔτος ἐπίπρασκον· ὡς ὀλίγου χρόνου πρὸς τῶν συναχθέντων ἐντεῦθεν χρημάτων στέφανον κατασκευασθῆναι τῇ βασιλίδι, λίθοις καὶ μαργάροις λίαν πολυτελέσι διηνθισμένον, ὃν καὶ ὠάτον ὁ βασιλεὺς ἐπωνόμασε, διὰ τὸ ἐκ τῆς τῶν ὠῶν πράσεως κατεσκευάσθαι αὐτόν. (Δ.) Ἓν μὲν δὴ τοῦτο τῆς ἐκείνου βασιλικῆς καὶ πολιτικῆς προμηθείας δεῖγμα· ἕτερον δὲ, ἐπειδὴ ἑώρα τὸν Ῥωμαϊκὸν πλοῦτον μάτην κενούμενον ἐς τὰ ἐξ ἀλλοδαπῶν ἐθνῶν ἐνδύματα, ὅσα τε ἐκ Σηρῶν Βαβυλώνιαι καὶ Ἀσσύριαι ταλασιουργίαι ποικίλως δημιουργοῦσι, καὶ ὅσα χεῖρες Ἰταλῶν εὐφυῶς ἐξυφαίνουσιν, ἐξήνεγκε δόγμα, μηδένα τῶν ὑπηκόων χρῆσθαι αὐτοῖς, εἰ μὴ βούλοιτο, ὅστις ποτ' ἄρ' εἴη, αὐτός τε καὶ γένος ἄτιμος εἶναι· ἀλλ' ἢ μόνοις τοῖς ὅσα ἡ Ῥωμαίων γῆ γεωργεῖ καὶ αἱ Ῥωμαίων ἀσκοῦσι χεῖρες. τῶν γὰρ ἀναγκαίων ἡ χρῆσίς ἐστιν ἀμετάβλητος, τὰ δὲ ἐνδεχόμενα ταῖς τῶν ἀρχόντων ἀκολουθοῦσιν ὀρέξεσι· καὶ τοῦτο νόμος αὐτοῖς καὶ τιμὴ, ὃ τοῖς ἄρχουσι δεδογμένον ἐστίν· ὥστε κἀνταῦθα ἦν ἰδεῖν, ἐκεῖνα μὲν ἐν Καρὸς καταστάντα μοίρᾳ τοῦ λοιποῦ, τὸν δὲ τῆς εὐγενείας ὅρον ἐν τοῖς τῶν Ῥωμαίων ἐνδύμασι περικλεισθέντα, τὸν δὲ πλοῦτον οἴκοθεν οἴκαδε, τὸ θρυλλούμενον, φερόμενον. ζʹ. Ἀλλὰ γὰρ ἐφ' ἕτερα ἡμῖν ἀγέσθω ὁ λόγος. τῇ μὲν βασιλίδι Εἰρήνῃ μετὰ τὸ τεκεῖν τὸν παῖδα Θεόδωρον συνέβη, ῥιφεῖσαν τοῦ ἵππου ἐπὶ πολὺ τοῦ πεδίου συρῆναι· ἔτυχε γὰρ ἐπὶ θέαν κυνηγεσίου τινὸς ἄρτι ἐληλυθυῖα μετὰ τοῦ συζύγου καὶ βασιλέως· ὡς ἐντεῦθεν βλαβῆναί τε τὴν μήτραν καὶ μηκέτι τεκεῖν τοῦ λοιποῦ. ἦσάν γε μὴν ἄμφω τὴν βασιλείαν ἰθύνοντες πάνυ σεμνῶς καὶ κοσμίως καὶ πλείστην ποιούμενοι πρόνοιαν τοῦ δικαιοσύνην τε καὶ εὐνομίαν ἀνθεῖν ἐν ταῖς πόλεσι, πλεονεξίαν τε ἀπεῖναι καὶ ἁρπαγήν. (Β.) Ἐδείμαντο δὲ καὶ ναοὺς ἀμφότεροι λίαν περικαλλεῖς, πλείστοις ἀναλώμασι μεγίστας καὶ ποικίλας τὰς τούτων οἰκοδομὰς κατεσκευακότες· ὁ μὲν βασιλεὺς τόν τε περὶ τὴν Μαγνησίαν, εἰς ὄνομα τῆς θεομήτορος Σώσανδρα καλούμενον, καὶ τὸν ἐντὸς τῆς Νικαίας εἰς ὄνομα Ἀντωνίου τοῦ μεγάλου· ἡ δὲ βασιλὶς τὸν ἔνδον τῆς παρὰ τὸ ὄρος τὸν Ὄλυμπον κειμένης τῶν Προυσαίων μητροπόλεως, ἐπ' ὀνόματι τοῦ τιμίου προφήτου προδρόμου καὶ Βαπτιστοῦ· κτήματά τε πλεῖστα αὐτοῖς καὶ προσόδους ἐτησίως ἀνενδεεῖς ἐπιχορηγήσαντες, μοναζόντων καὶ ἀσκητῶν ἐνδιαιτήματα ἔδειξαν, πλήρη χάριτος καὶ θυμηδίας πνευματικῆς. οὐ μόνον δὲ, ἀλλὰ καὶ νοσοκομεῖα καὶ πτωχοτροφεῖα τοῖς τότε καιροῖς ἐπεδαψιλεύσαντο, καὶ ὅσα τὸν ἐκείνων κατὰ θεὸν ἔρωτα ἔδειξαν ἐναργῶς. (Γ.) Ἀλλ' ἐν τούτοις ἡ μὲν βασιλὶς Εἰρήνη τὸ ζῇν ἐξεμέτρησεν. ὁ δὲ βασιλεὺς καὶ σύζυγος πάνυ βαρέως ἐπὶ μακρὸν τὴν ἐκείνης ἤνυσε στέρησιν· ὀψὲ δὲ μὴ φέρων τὴν μόνωσιν, καὶ δευτέραν ἄγεται σύζυγον. αὕτη δὲ ἦν Ἄννα ἡ ἐξ Ἀλαμανῶν, ἔτι νέα πάνυ τῇ ἡλικίᾳ, ἀδελφὴ τοῦ ῥηγὸς Σικελίας Μαφρέ. εἵπετο δ' ἐκεῖθεν αὐτῇ καθάπερ τροφὸς καὶ παιδαγωγὸς ξὺν πολλαῖς ἄλλαις καὶ γυνή τις ὥραν ἐπαγομένη προσώπου καὶ ὀφθαλμῶν ὡς εἰπεῖν ἄφυκτόν τινα σαγήνην, ὄνομα Μαρκεσίνα· ἣ φίλτροις καὶ καταδέσμοις ἐρωτικοῖς, καὶ ἠθῶν ἀστειότητι κατὰ μικρὸν ὑπηγάγετο καὶ τοὺς βασιλικοὺς ὀφθαλμοὺς καὶ πρὸς τοὺς ἑαυτῆς ἐξέκαυσεν ἔρωτας, ὡς παραθεωρεῖσθαι λαμπρῶς ἤδη τὴν βασιλίδα Ἄνναν. ἐς τοσοῦτον γὰρ ὕστερον ἀτοπίας αὐτὸν οἱ τῆς Μαρκεσίνης ἐξεκύλισαν ἔρωτες, ὥστε καὶ συμβόλοις κοσμεῖσθαι βασιλικοῖς συγκεχώρηκε ταύτην· ὡς τούτων μὲν εἵνεκα μηδὲν ἐνδεῖν τῆς βασιλίδος Ἄννης, τῆς δὲ βασιλικῆς στοργῆς καὶ ῥοπῆς καὶ τῆς τῶν ὑπηκόων αἰδοῦς καὶ ὑποστολῆς, εἰ μὴ πάσης ἀπήλαυεν, ὡς εἰπεῖν, αὐτή γε καὶ μόνη, ἀλλ' οὖν πλείονος ἢ κατὰ τὴν νόμιμον σύζυγον, τὴν βασιλίδα Ἄνναν φημί. (Δ.) Ὅμως συνετός γε τυγχάνων ὁ βασιλεὺς, οὐκ ἄλυπος τὸ παράπαν τὸν βίον διέβοσκεν, οὐδὲ κατηφείας καὶ συντριβῆς τῆς προσηκούσης ἐκτός· ἀλλὰ νύττουσαν εἶχε καθάπερ τι κέντρον ὀξὺ τὴν συνείδησιν, καὶ καιρὸν ἀνέμενε μετανοίας, καὶ λύσιν ἐζήτει θεόθεν τῆς τοιαύτης παρατροπῆς. δῆλον δ' ἐντεῦθεν τουτί. ἀπιέναι γάρ ποτε τὴν Μαρκεσίναν φασὶ προσκυνήσεως ἅμα καὶ θέας εἵνεκα ἐς τὸν θεῖον νεὼν, ὃν ὁ Βλεμμύδης οἴκοθεν ἐδείματό τε καὶ ἐς ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν ἀσκητήριον κατεστήσατο, πολλὴν ἐπαγομένην τὴν τρυφὴν καὶ σφόδρα τοῖς βασιλικοῖς σεσοβημένην συμβόλοις καὶ τῷ τῶν ἀκολούθων πλήθει. ἀλλὰ πρὶν τῶν προθύρων αὐτὴν ἐπιβῆναι, τὰς τοῦ νεὼ θύρας ἔνδοθεν κλείουσιν ὁ τῶν θείων ἐκείνων ἀνδρῶν σύλλογος καὶ ταύτῃ τὴν εἴσοδον ἀποκλείουσι, κελεύσει τοῦ καθηγητοῦ Βλεμμύδου. ἀνὴρ δὲ οὗτος πολλαῖς περιηνθισμένος ταῖς ἀρεταῖς, καὶ πολλῇ τῇ σοφίᾳ ἐξησκημένος, ὁπόσην τε Ἑλλήνων ὑμνοῦσι παῖδες, καὶ ὁπόσην οἱ τῆς καθ' ἡμᾶς ἐκκλησίας προστάται καὶ ῥήτορες ἐς ἡμετέραν ὠφέλειαν προὔθηκαν. οὐ γὰρ ἔκρινε δίκαιον ὁ θεῖος ἐκεῖνος ἀνὴρ, βεβήλοις καὶ ἀθεμίτοις ποσὶν ἱερὸν πατεῖν ἔδαφος τὸ ἀνόσιον ἐκεῖνο καὶ ἀναιδὲς γύναιον. πῶς γάρ; ὃς οὐδὲ πρότερον ἔληγε σκώμμασι βάλλων αὐτὴν καὶ γλώττῃ καὶ γράμμασι διασύρων ἀεί. (Ε.) Ἡ δὲ τὰ δεινότατα πάσχειν οἰομένη καὶ τῆς βασιλικῆς ἀνάξια σφόδρα τιμῆς, ἐς θυμὸν ἀνῆπτεν ἑαυτὴν καὶ βαρεῖαν καὶ ζέουσαν ὀργὴν, καὶ μάλιστα ὅτι καὶ πρὸς τῶν κολάκων παροξυνομένη μάλα ἐτύγχανεν. ὅθεν καὶ ἐπανῄει πρὸς τὸν βασιλέα λίαν ὑβριοπαθοῦσα, καὶ πρὸς ἄμυναν ὅλαις ὁρμαῖς αὐτὸν διεγείρουσα, καὶ ἐς τὴν τοῦ βασιλέως ὑπόστασιν ἀποφαίνουσα ἀνατρέχειν τὰ τῆς ἀτιμίας ταυτησί. οὐ μόνον δὲ, ἀλλὰ καὶ οἱ περὶ αὐτὴν κόλακες, οἱονεὶ πῦρ πυρὶ καὶ ξύλοις ξύλα προσεπιφέροντες, ἐς ὀργὴν ἀνάπτειν ἠπείγοντο μείζονα ἔτι τὸν βασιλέα, χαριζόμενοι τῷ καιρῷ. ὁ δὲ βασιλεὺς ἔνδακρυς γενόμενος καὶ βύθιόν τι στενάξας καὶ πάσης μεστὸς κατηφείας καὶ κατανύξεως ἐν βραχεῖ καταστὰς, «ἵνα τί με κολάζειν ἄνδρα δίκαιον συνωθεῖτε;» ἔφασκεν· «εἰ γάρ μοι πρὸς βουλήσεως ἦν ἀτιμίας ὁμοῦ καὶ αἰσχύνης καθῆσθαι ἐκτὸς, ἀκίβδηλον ἂν τὸ τῆς βασιλείας ἐτήρουν σεμνὸν καὶ αὐτός· νῦν δὲ τὰς αἰτίας τῶν ἐμῶν ὕβρεων καὶ τῆς βασιλείας αὐτῆς αὐτὸς παρεχόμενος, προσηκούσας ἀπολαμβάνω λοιπὸν ἐντεῦθεν τὰς ἀμοιβὰς καὶ τῶν πονηρῶν σπερμάτων ἄξια τὰ γεώργια.» ηʹ. Ἐπὶ τούτων μέντοι τῶν χρόνων ἦρχε Θετταλίας καὶ Αἰτωλίας καὶ τῶν πέριξ Μιχαὴλ ὁ νόθος υἱὸς τοῦ πρώτου ἀποστάτου Μιχαὴλ τοῦ Ἀγγέλου. τελευτησάσης γὰρ τῆς ἄλλης συγγενείας ἐκείνου πάσης, περιῆλθεν ἤδη πᾶσα ἡ τῶν χώρων ἐκείνων ἀρχὴ εἰς. ἕνα τουτονὶ τὸν νόθον Μιχαήλ. τούτῳ παῖδες ἐγένοντο Νικηφόρος καὶ Ἰωάννης καὶ Μιχαὴλ καὶ τέταρτος, νόθος ὄνομα Ἰωάννης καὶ οὗτος· οἷς ἐπιμερίζειν ἔμελλε μετὰ βραχὺ καὶ τὴν ἑαυτοῦ ἀρχήν. τέως μὲν οὖν πρέσβεις ἀποστείλας πρὸς βασιλέα Ἰωάννην, ἐζήτει νύμφην ἀγαγέσθαι τῷ ἑαυτοῦ υἱῷ Νικηφόρῳ τὴν τοῦ υἱοῦ τοῦ βασιλέως Θεοδώρου τοῦ Λάσκαρι θυγατέρα Μαρίαν· καὶ ἤνυσε τὸ ζητούμενον. ἐγένοντο γὰρ τηνικαῦτα μνηστεῖαι καὶ συμφωνίαι, οἷαι δὴ καὶ γεγόνασι, συμπαραγενομένης τῷ υἱῷ Νικηφόρῳ καὶ τῆς μητρὸς Θεοδώρας κατὰ τὴν ἕω, ἅμα μὲν καὶ πρὸς ἐπίσκεψιν τῆς μνηστευομένης νύμφης, ἅμα δὲ καὶ πρὸς βεβαίωσιν τῶν ἐν τούτοις συμφωνιῶν. ὧν δὴ γενομένων, τὴν νύμφην αὐτόθι παρὰ τὰ οἴκοι καταλιποῦσα, ἐπανέστρεφεν οἴκαδε σὺν τῷ υἱῷ Νικηφόρῳ Θεοδώρα ἡ τοῦ Μιχαὴλ σύζυγος, ἐγγύας λαβοῦσα παρὰ τῶν κηδεστῶν βασιλέων, ἐς τοὐπιὸν ἔτος τοὺς γάμους τελεῖσθαι. (Β.) Βραχὺ τὸ μεταξὺ, καὶ πρὸς κατάλυσιν ἔβλεψε τῶν σπονδῶν αὖθις ὁ Μιχαήλ· καὶ ἄρας τοὺς οἰκείους ὑπερέβαινε χώρους ἐπὶ πονήρῳ τῶν δυτικῶν πόλεων, αἳ τοῖς Ῥωμαίων βασιλεῦσιν ὑπῆρχον ὑπήκοοι· ὡς ἀνάγκην εἶναι ἢ τὸν βασιλέα Ἰωάννην στρατεύειν ἐπ' ἐκεῖνον, ἢ κίνδυνον εἶναι πάσας ὑπὸ τῷ Μιχαὴλ τὰς δυτικὰς γενέσθαι πόλεις. ἦρος οὖν ἐπιγενομένου, πλείστην ὁ βασιλεὺς ἠθροικὼς στρατιὰν, ἔξεισι κατὰ τοῦ ἀποστάτου Μιχαήλ. τῆς δὲ φήμης ῥεούσης καὶ προπορευομένης, αἱ μὲν δυτικαὶ τῶν Ῥωμαίων πόλεις ἀνεῤῥώννυντο πρὸς τὸ εὐθαρσές τε καὶ ἀνδρικώτερον· τὰ δὲ τοῦ Μιχαὴλ ὑπέῤῥει καὶ ὑπεπτήχει. ἐπεὶ δὲ καὶ ὁ βασιλεὺς περὶ Θεσσαλονίκην καὶ Μακεδονίαν ἐγένετο, πάλιν ὑπ' αὐτῷ ῥᾳδίως αἱ πλείους τῶν δυτικῶν ἐγίνοντο πόλεων, ὁπόσας ἡ τοῦ Ἀγγέλου Μιχαὴλ ἔφοδος ἐκλόνησέ τε καὶ πρὸς βραχύν τινα χρόνον παρατραπῆναι πεποίηκε, Καστορία τε καὶ Πρέσπα, καὶ ἐπὶ τούτοις ἕτεραι οὐκ ὀλίγαι. ὅθεν εἰς τὸν ἔσχατον συνελαθεὶς φόβον ὁ Μιχαὴλ πρεσβεύεται πρὸς τὸν βασιλέα καὶ τὰς προτέρας ἀνακαλεῖται σπονδὰς, ἀποδιδοὺς αὐτῷ καὶ φρούρια, τά τε ἄλλα καὶ τὸν Πρίλλαπον, ἔτι τε τὸν Βελεσὸν καὶ τὸ [εν τω εν Αλβάνω φρούριον της Κρέας]. ἐτετιμήκει μέντοι ὁ βασιλεὺς ἑκατέρους τῷ δεσποτικῷ ἀξιώματι διὰ τὰς τοῦ κήδους μνηστείας, τόν τε Μιχαὴλ καὶ τὸν αὐτοῦ γε υἱὸν Νικηφόρον, ἵνα μηδὲν μεταξὺ ἀνακύπτῃ ἀμφίδοξον, ὁπόσα ψυχάς τε ταράττει καὶ κυκεῶνας ἐγείρει πραγμάτων. ἀλλὰ γὰρ οὕτω τὰ ἐκεῖσε καταστησάμενος ὁ βασιλεὺς ἐπανόδου ἥπτετο, μὴ βουλόμενος ἐκεῖσε τὴν χειμέριον ὥραν διαβιβάζειν. ἦν γὰρ κατὰ τὰς Ἀρκτούρου ἐπιτολὰς ὁ καιρός. (Γ.) Ἐπεὶ δὲ περὶ τὴν Φιλίππων γενόμενος ἡμέρας ἐκεῖσε συχνὰς διατέτριφε, διαβολαί τινες ἀνεφύησαν κατὰ τοῦ Κομνηνοῦ Μιχαὴλ τοῦ Παλαιολόγου, ὅτι βασιλείας ἐφίεται. καὶ ἤγοντο οἵ τε πρώτως τὰ τοιαῦτα διαψιθυρίσαντες φίλοι αὐτοῦ, καὶ οἳ τοὺς κατ' αὐτοῦ ἐλέγχους ἑτέρωθεν προὔτεινον. ἀλλ' ἀνίσχυρα τὰ τῶν ἐλέγχων ἐδόκει καὶ ψευδεῖς αἱ διαβολαὶ, εἴτε καὶ τῇ ἀληθείᾳ ψευδῶν οὐσῶν, εἴτε καὶ τοῦ καιροῦ σχεδιάσαντος οὑτωσί. ὅμως ἔδοξεν ὅρκοις αὐτὸν βεβαιώσαντα ὅτι τε ψευδεῖς αἱ διαβολαὶ, καὶ ὅτι οὐ μήποτε βουληθείη βασιλείᾳ ἐπιχειρῆσαι, ἐλεύθερόν τε εἶναι τοῦ λοιποῦ τῆς ἐντεῦθεν καταδίκης καὶ ὑποψίας ἁπάσης μένειν ὡς ποῤῥωτάτω, καὶ πρός γε ἔτι τῆς προτέρας ἐφ' ὁμοίου τοῦ σχήματος ἀπολαύειν τιμῆς. καὶ γέγονε τοῦτο. ἐκεῖθεν μέντοι ἀπάρας ὁ βασιλεὺς, αὐτὸς μὲν ἀπῄει διαπεραιωσόμενος τὸν Ἑλλήσποντον· τὸν δὲ στρατὸν διαφῆκεν ἀπιέναι περὶ τὰ οἴκοι διαχειμάσοντας. (Δ.) Πρὸς δὲ τὴν ἕω διαβάντι τῷ βασιλεῖ καὶ περὶ τὴν Νίκαιαν διατρίβοντι νόσος ἐνσκήπτει δεινή· οὐκ οἶδ' εἴτε φρενῖτιν χρὴ προσειπεῖν, εἴτ' ἐπιληψίαν. ἐς γὰρ καρηβαρίαν τινὰ καὶ νάρκωσιν ἐπεπτώκει τοῦ ἡγεμονικοῦ, ὁποῖον καὶ οἱ τὰ περὶ τὸν ἐγκέφαλον οὐχ ὑγιῶς διακείμενοι πάσχουσιν ἐν ταῖς τῶν οὐρανίων φωστήρων συνόδοις, τοῦ περιέχοντος ὑγροτέρου τε ἅμα καὶ ψυχροτέρου τηνικαῦτα καθισταμένου καὶ ἴλιγγον σφίσιν ἐπάγοντος ἐγκεφάλου, ἀδυνάτως ἔχουσι δέχεσθαι τὰς τοιαύτας τροπὰς καὶ μεταβολάς. ἄφωνος δὲ καὶ πλὴν τοῦ ἀναπνεῖν νεκρὸς ἐπὶ τρεῖς ὅλας διατελέσας ἡμέρας, ἀναφέρειν ἔδοξεν αὖθις καὶ τοῦ νοσήματος ἀπαλλάττεσθαι. πλὴν οὐκ ἐς τέλος ἐξοστρακίζειν ἰατρῶν ἐπίνοιαι τὸ πάθος δεδύνηνται· ἀλλ' ὥσπερ ἐμπεφώλευκεν ἐξ ἐκείνου καὶ ἕδραν τινὰ δυσαπόσπαστον ἔσχε· καὶ ἦν τοῦ λοιποῦ νῦν μὲν πάσχων, νῦν δ' ὑγιαίνειν δοκῶν. κατὰ γὰρ ἡμερῶν διαστήματα, νῦν μὲν πλείω, νῦν δ' ἥττω, νῦν μὲν ὑπεχώρει, νῦν δ' αὖθις ἐπεχωρίαζε τὸ δεινόν· καὶ νῦν μὲν ἐν οἴκοις διατρίβοντι, νῦν δ' ἐν ὁδοῖς, προσδοκίας οὐ προηγησαμένης οὐδεμιᾶς, ἐξαίφνης ἐπῄει· καὶ πολλάκις τοῦ ἵππου πεσεῖν διακινδυνεύσαντα δεξάμενοι φοράδην ἐς τὸ ἀρχεῖον ἐκόμισαν. καὶ ἦν τῇ κεφαλῇ τὸ πάθος πολέμιον ὅλον ἐνιαυτὸν, λάθρα καὶ κατὰ μικρὸν ἐς αὔξησιν προβαῖνον ἀεί· ἕως πολλῷ κραταιότερον πάσης ἰατρικῆς ἐπιστήμης γενόμενον ἐξ ἀνθρώπων ἐπεποιήκει γενέσθαι αὐτόν. ἐγένετο μὲν οὖν ἐξ ἀνθρώπων ὁ βασιλεὺς, ταυτησὶ περιγενομένης τῆς νόσου, περὶ τὸ Νύμφαιον τότε ποιούμενος τὰς διατριβάς. ἐτάφη δὲ ἐν τῇ μονῇ τῶν Σωσάνδρων, ἣν αὐτὸς ἐδείματο. ἤνυε δὲ ἔτος, ὁπότε ἐτελεύτα, ἑξηκοστόν· ὁπότε δ' αὐτὸς τὰ τῆς αὐτοκρατορίας ἐνεκεχείριστο σκῆπτρα, ἕβδομον ἤδη καὶ εἰκοστόν· ὡς μόνα τὰ τῆς αὐτοκρατορίας αὐτοῦ γίνεσθαι ἔτη τρία καὶ τριάκοντα· ὁπόσα δὴ καὶ ὁ υἱὸς αὐτοῦ καὶ τῆς βασιλείας διάδοχος ἤνυε Θεόδωρος. ὁμοῦ τε γὰρ αὐτὸς ἐξ ὠδίνων εἰς φῶς προήγετο μητρικῶν καὶ ὁμοῦ τὰ τῆς αὐτοκρατορίας σκῆπτρα ὁ πατὴρ ἄρτι ἐδέδεκτο. https://byzantium.gr/ ΛΟΓΟΣ Γ’.αʹ. Ἐπεὶ δὲ κατὰ κλῆρον πατρικὸν τῆς βασιλείας διάδοχος ὁ υἱὸς αὐτοῦ Θεόδωρος ἔμελλεν εἶναι ὁ Λάσκαρις, παρὰ δὲ τοῦ πατρὸς ἔτι ζῶντος οὐκ ἀνηγόρευτο βασιλεὺς, ἀνηγορεύετο ἤδη θανόντος ἐκείνου κοινῇ συνδρομῇ τοῦ τε στρατοῦ παντὸς καὶ ὁπόσοι τῶν ἐνδόξων ἦσαν καὶ εὐγενῶν. τὸ μὲν γὰρ ὅτι τὴν βασιλείαν οὐδενὶ τῶν πάντων ἑτέρῳ πλὴν ἢ τῷ υἱῷ καταλιμπάνειν ὁ Ἰωάννης ἐβούλετο, παντί που δῆλον, ὅτι τε πατὴρ ἦν πάνυ φιλόπαις καὶ ὅτι οὐδ' ἄλλῳ οὐδενὶ καταλέλοιπε ταύτην. τὸ δὲ ζῶν ἔτι βασιλέα ἀναγορεύειν αὐτὸν, ἐν ἀδήλῳ κειμένης ἔτι τῆς τῶν ὑπηκόων ἑκουσίου γνώμης καὶ προαιρέσεως, τοῦτο δ' οὐ πάνυ ἐβούλετο. πολλὰ γάρ φησι νεωτερίζειν οἶδεν ὁ χρόνος, ὁπότε μὴ κατὰ λόγον εὕροι τὸν ἑκάστῳ προσήκοντα τὴν τῶν πραγμάτων γινομένην κατάστασιν. ἡ γὰρ νεότης ὀξύῤῥοπόν τι καὶ αὔθαδες οἴκοθεν οὖσα ἀλόγως ἄττει πρὸς πάνθ' ὅσα τὸ βουλόμενον εἰσηγεῖται. ἂν δὲ καὶ βασιλικὴν ἐλπίδα καὶ φήμην προσλάβηται, δι' ἣν καὶ δῆμος ἕπεται μειρακίων τρυφώντων καὶ πάσης ἀτόπου γλώσσης τὰς ἀκοὰς ἐμπιπλώντων, ὅμοιον γίνεται τηνικαῦτα, ὥσπερ ἂν εἴ τις μεθύων ἄνθρωπος καὶ πάντα παράφορα φέρων τε καὶ δεικνὺς, ὁπόσα περὶ λογισμὸν καὶ διάνοιαν καὶ ὁπόσα τἀκ κεφαλῆς ἄχρι ποδῶν, ἔπειτα μεγάλης οἴακας ὁλκάδος ἄγειν ἔμελλε χειροτονεῖσθαι, οὔτε τῶν χειροτονούντων ὀρθῶς κρινόντων, οὔτε τοῦ τὴν χειροτονίαν ἀνειλημμένου οὔτ' ἐς ὅ, τι φέροιτο, οὔθ' ὅ,τι πράττειν χρεὼν εἰδότος. διὰ μὲν οὖν ἕν γέ τι τοῦτο βασιλέα χειροτονεῖν τὸν υἱὸν ζῶν αὐτὸς ἔτι οὐκ ἔκρινε δεῖν, τῇ τε τῆς ἐλπίδος ἀναιρέσει κολάζων τὸ τῆς νεότητος ἄστατον, καὶ ὅτι πολλοὶ διὰ μικροψυχίαν ἐπιθυμίᾳ τῇ τοῦ κλήρου τῇ τῶν πατέρων ἠχθέσθησαν μακροβιότητι· κἄπειτα μὴ περιμείναντες τὸ χρεὼν ἐξέτεμόν τε τῆς πατρικῆς ζωῆς μεταξὺ τὸν δρόμον καὶ τοῦ παρόντος· φθάσαντες ἀπήλλαξαν βίου. καὶ τῶν δήμων δ' οἱ πλείους πολλάκις μὴ καθ' ἑκούσιον γνώμην τὸν εἰς τὸ ἄρχειν ἐληλυθότα προκρίναντες τύραννόν τε αὐτὸν ὠνόμασαν· καὶ μέντοι καὶ ἐς φθόνους καὶ ὕβρεις ὑπ' ὀδόντα καὶ λαθραίας τὰ πρῶτα ἐχώρησαν· εἶτα καὶ εἰς ἐπιβουλὰς καὶ φόνους τὸ τελευταῖον ἐξώκειλαν.(Β.) Διὰ μὲν δὴ ταῦτα καὶ τὰ τοιαῦτα οὐκ ἀνηγορεύετο βασιλεὺς ὁ Θεόδωρος, περιόντος ἔτι τοῦ πατρός· ἀνηγορεύετο δ' ὕστερον παρ' ἑκόντων τῶν ὑπηκόων ἁπάντων καθεσθεὶς ἐπ' ἀσπίδος, κατὰ τὸ ἐν τούτοις ἐπικρατοῦν ἔθος. ἔδει δ' αὐτὸν καὶ διὰ πατριαρχικῆς χειρὸς τὸ βασιλικὸν ἀναδήσασθαι στέφος. ἀλλ' ἦν τηνικαῦτα ὁ πατριαρχικὸς θρόνος ὠρφανισμένος τοῦ διϊθύνοντος, ἐπεὶ πρὸ βραχέος ἔφθη γενόμενος ἐξ ἀνθρώπων ὁ πατριάρχης Γερμανὸς, ἀνὴρ συνετὸς καὶ ἀρετῇ καὶ λόγῳ τὸν βίον κοσμήσας. σκέμματα τοίνυν καὶ λόγοι προὐτίθεντο περὶ τοῦ τῆς πατριαρχείας ἀναδεξομένου τοὺς οἴακας. καὶ ἦσαν ἐπὶ γλώττης πολλοί τε τῶν ἐπιδόξων καὶ ἄλλοι ἄλλοις. ἐν τοῖς πάντων δ' ἔκειτο στόμασι μᾶλλον ἁπάντων ὁ σοφίᾳ καὶ ἀρετῇ περιώνυμος Νικηφόρος ὁ Βλεμμύδης, ὃς ἐτύγχανε παρὰ τὴν ἑαυτοῦ μονὴν ἀθόρυβον ποιούμενος τότε τὴν δίαιταν καὶ ἀσκήσει τραχείᾳ συντήκων τὸν βίον· οὗ γε μὴ δεξαμένου προὐκρίθη τῶν ἄλλων ὁ μοναχὸς Ἀρσένιος, ὃς τηνικαῦτα τὸν ἀσκητικὸν ἤνυε δίαυλον περὶ ἕν τι τῶν ἀσκητηρίων, ὃ κατὰ τοὺς τῆς Ἀπολλωνιάδος ἵδρυται χώρους, ἀνὴρ περιφανὴς μὲν τὴν καθ' ἑαυτὸν ἀρετὴν, τὸν δὲ τρόπον ἁπλοῦς καὶ μὴ πολλὰς ἐξελίττειν εἰδὼς τὰς λαβυρίνθους περὶ τὸν λογισμόν. ἱερᾶται τοίνυν οὗτος καὶ πατριάρχης χειροτονεῖται κοινῇ τῶν τε ἀρχιερέων γνώμῃ καὶ τοῦ βασιλέως τὰ μέγιστα συναινοῦντος καὶ ἐπικυροῦντος, ὡς ἔθος, τὴν ἀρχιερατικὴν ψῆφον ἐκείνην. ἐπὶ τούτοις ὁ βασιλεὺς παρὰ τοῦ πατριάρχου χρισθεὶς καὶ τὸ στέφος ἀναδησάμενος πρὸς ἐκστρατείαν παρεσκευάζετο. (Γ.) Ἀκούσας γὰρ ὁ τῶν Βουλγάρων ἄρχων, ὅτι ὁ βασιλεὺς ἐτεθνήκει, πρὸς ἀθέτησιν ἔβλεψεν αὐτίκα τῶν μετ' ἐκείνου σπονδῶν, καὶ συνεχεῖς λοιπὸν ἐποιεῖτο τὰς ἐκδρομὰς κατὰ τῶν ἐν Θρᾴκῃ Ῥωμαϊκῶν πολιχνίων, ὡς καὶ οὐκ ὀλίγα τῶν περί γε Ῥοδόπην τὸ ὄρος ποιήσασθαι ὑποχείρια. τὸ δ' αὐτὸ καὶ ὁ ἀποστάτης περὶ Θετταλίαν ἐπεποιήκει Μιχαὴλ κατὰ τῶν ὁμορούντων αὐτῷ χώρων καὶ πόλεων, ὁπόσαι Ῥωμαίοις τηνικαῦτα ἦσαν ὑπήκοοι. ἀλλὰ γὰρ πρῶτον ὁ βασιλεὺς ἃς μετὰ τῶν Τούρκων ὁ πατὴρ ἐπεποιήκει σπονδὰς, ταύτας ἤδη καὶ αὐτὸς ἀνανεούμενος ἐπεκύρωσεν, ἵν' εἴη φροντίδος ἁπάσης ἐκτὸς τῶν ἑῴων χάριν πραγμάτων. εἶτα διέβαινε τὸν Ἑλλήσποντον ἐν τούτῳ τοῦ χρόνου, ἐν ᾧ καὶ πλειάδες ἄρχονται ἐπιτέλλειν. ἐπήγετο δὲ καὶ στρατιὰν πολλῷ τῷ μέτρῳ τὴν τοῦ πατρὸς ὑπερβαίνουσαν. οὐ γὰρ μόνον ἐξ ὧν ἔδει συνεκρότει στρατὸν, ἀλλὰ καὶ ὅσοι περὶ τὴν τῶν κυνηγεσίων ὑπηρεσίαν ἐσχόλαζον, πάντας κυνῶν καὶ ὀρνέων ἀπαλλάξας στρατείᾳ συνέλεξεν. (Δ.) Ἐπεὶ δ' ὁ τῶν Βουλγάρων ἄρχων τὴν τοῦ βασιλέως ἠκηκόει βαρεῖαν ἔφοδον, φόβοις ἤδη μεγάλοις τὴν καρδίαν σπαράττεσθαι ἤρχετο συχνούς τε καὶ ἄλλοτε ἄλλους ἀνεκύκλει τοὺς λογισμούς. ἐπεὶ δὲ καὶ πολέμῳ τὴν τῶν πραγμάτων διδόναι κρίσιν ἄπορον ἦν αὐτῷ καὶ σφόδρα τῶν ἀδυνάτων, τοῦτο μὲν, ὅτι στρατὸς ἀντίῤῥοπος οὐκ ἦν αὐτῷ, οὐδ' ἱκανὸς ἀντιπαρατάξασθαι πολεμίων τοσούτῳ πλήθει καὶ ἅμα βαρείᾳ καὶ λαμπρᾷ καταπεφραγμένῳ τῇ ὁπλίσει, τοῦτο δ' ὅτι καὶ βασιλέα ἑώρα νέον καὶ λαμπραῖς ταῖς φιλοτιμίαις ἀνθοῦντα καὶ τελεσιουργοῖς ταῖς ὁρμαῖς χρώμενον ἐς τὰ πράγματα, ἔγνω τὸ συνοῖσον ὀψὲ καὶ τὰς προτέρας ἀνεκαλεῖτο σπονδάς. ἦν γὰρ ἐν ἐλπίσιν αὐτῷ ῥᾷστα τυχεῖν τῆς βασιλικῆς εὐμενείας, ὅτι γαμβρὸς ἦν ἐπ' ἀδελφῇ τούτῳ ὁ βασιλεύς· καὶ ἅμα ᾔδει ὡς καὶ ἡ ἐκ Θετταλίας φήμη τοῦ ἀποστάτου Μιχαὴλ βιαίως αὐτὸν ἀνθέλκουσα ἵστατο, τὰ ἐκεῖσε τὴν ταχίστην ἀπελθόντα καταστήσασθαι, πρὶν ὑπὸ χεῖρα γενέσθαι πάντα τῷ Μιχαήλ. ἦν γὰρ οὐ μικρὸν οὐδὲ τοῦτο, δυνηθῆναι πεῖσαι σπείσασθαι αὐτῷ. καὶ μέντοι καὶ πρέσβεις ἀποστείλας ἐς βασιλέα ῥᾷον ἢ κατὰ τὰς ἐλπίδας ἔτυχε τῶν σπονδῶν, ἀποδοὺς πάνθ' ὅσα μετὰ τὴν παρασπόνδησιν εἷλε Ῥωμαίων ὑποτελῆ φρούρια. (Ε.) Καὶ ἵνα μὴ διατρίβωμεν, ἄρτι τοῦ ἡλίου περὶ τροπὰς τυγχάνοντος φθινοπωρινὰς, ἀναλαβὼν τὰ Ῥωμαϊκὰ στρατεύματα εὐθὺ Θετταλίας ὁ βασιλεὺς ἐπορεύετο. ἀλλὰ γὰρ οὔπω Μακεδονία τὰ βασιλικὰ στρατόπεδα ὑπεδέχετο καὶ Θεοδώρα ἡ τοῦ ἀποστάτου Μιχαὴλ γυνὴ ἐφοίτα πρὸς αὐτὸν ἐκτελέσουσά τε τοὺς γάμους τοῦ τε υἱοῦ Νικηφόρου καὶ Μαρίας τῆς τοῦ βασιλέως θυγατρὸς, καὶ ἀποδώσουσα ὅσα παρεξιὼν ὁ ἀνὴρ αὐτῆς ἐν λείας τρόπῳ ὑπηγάγετο μέρη τῆς τῶν Ῥωμαίων ἐπικρατείας. καὶ ἦν ταῦτα μετὰ μικρὸν ῥᾳδίως τῷ βασιλεῖ τελεσθέντα καὶ ἡ Θεοδώρα ἀπῄει πρὸς τὸν ἄνδρα Μιχαὴλ καὶ Μαρίαν ἤδη μεθ' ἑαυτῆς ἐπαγομένη τὴν ἐπὶ τῷ υἱῷ νύμφην. βʹ. Ἐν τούτοις δ' ἀσχολουμένῳ τῷ βασιλεῖ γράμματα ἐφοίτα παρὰ τῶν Νικαέων. τὴν τοῦ Παλαιολόγου Μιχαὴλ ἐς τοὺς Τούρκους φυγὴν ἀπαγγέλλοντα. αὐτῷ γὰρ ἐξιὼν τὴν τῶν Νικαέων ἡγεμονίαν ἐπέτρεψεν, ἕως ἂν ἐκ τῶν ἑσπερίων αὖθις ἐπανέλθῃ πρὸς ἕω. ὃ δὴ καὶ οὐ μετρίως τὸν βασιλέα λελύπηκε καὶ εἰς ταραχὴν ἐνέβαλε λογισμῶν. ἡ δὲ πρόφασις τῆς φυγῆς τοιάδε τις ἐλέγετο. ὁρῶν, φησὶ, κορυφούμενον πολὺν πολλαχόθεν τὸν φθόνον καὶ λόγους φθόνου μεστοὺς λάθρα τὴν ἀκοὴν αὐτοῦ περικλύζοντας καὶ κολάσεις κατ' αὐτοῦ πρὸς τοῦ βασιλέως μελετωμένας καὶ ψιθυριζομένας, οἵας ἄν τις ἐχθροῖς ἀλλοφύλοις ἐπαράσαιτο, μένειν ὅλως ἐφ' ἡσυχίας οὐκ εἶχεν· ἀλλ' ἄναντα καὶ κάταντα φερόμενος μεστὸς ἦν λογισμῶν πολεμίων, τὴν ψυχὴν ὥσπερ αἰχμάλωτον ἀγόντων τε καὶ φερόντων καὶ ἀγεννῶς σπαραττόντων. ἐδεδίει γὰρ τὸ τοῦ βασιλέως πρὸς τὰς τιμωρίας ἀπότομόν τε καὶ ἀπηνὲς καὶ ὀξύῤῥοπον, καὶ ἥμερον οὐδὲν οὐδὲ συμπαθὲς ἐνενόει πρὸς τοῦ βασιλέως αὐτῷ γενησόμενον· ἐπεὶ καὶ μεγάλας διαβολὰς καὶ ἐς ὕψος κορυφωθείσας μακρὸν, ἃς οἱ φθονοῦντες κατ' αὐτοῦ συνεκύκησαν καὶ τὰς τοῦ βασιλέως ἀκοὰς ἐμπεπλήκασιν, οὐ ῥᾴδιον ἔβλεπεν αὐτῷ ἀπολύεσθαι ἐν βραχεῖ. ταύτῃ τοι καὶ ἀπογνοὺς, φυγῇ τὴν σωτηρίαν πορίζεσθαι βέλτιον πάσης ἐτίθει βουλῆς. (Β.) Ἐπεὶ δὲ καὶ ἀπιὼν παρὰ τὸ Ἰκόνιον εὗρε τηνικαῦτα τὸν Σουλτὰν πάσῃ σπουδῇ τὰς ἑαυτοῦ συγκροτοῦντα δυνάμεις, ἵν' ἐπελαύνοντα κατὰ πλῆθος τὰ Σκυθικὰ στρατεύματα δέξαιτο, ὥσπερ τι μέγιστον ἕρμαιον ἔδοξεν ἐκείνῳ καὶ μάλα τοι καίριον. ἐπεὶ γὰρ ἦσαν ὑπ' αὐτῷ πάλαι δεδουλωμένοι Ῥωμαίων συχνοὶ, τούτους εἰς μοῖραν καταλέξας στρατοῦ ὑπὸ στρατηγῷ τῷ Παλαιολόγῳ τάττεσθαι προσετετάχει, Ῥωμαϊκὴν καὶ ξένην ἢ κατὰ τὴν ἐκείνων ἐγχώριον περικειμένους στολήν τε καὶ ὅπλισιν, ἵνα τοῖς Σκύθαις κατάπληξις τὸ πρᾶγμα γένηται, λογισαμένοις χεῖρα συμμαχικὴν ἐκ Ῥωμαίων ἄρτι ἐληλυθέναι. ὁ δὴ καὶ ξυνέβη. φασὶ γὰρ τοὺς Σκύθας, ὁπότε ξυνῄεσαν εἰς χεῖρας τοῖς Τούρκοις, συστολήν τινα καὶ δέος οὐ μέτριον σχεῖν, ἀλλόκοτον ἐξαίφνης ἰδόντας στρατὸν κατ' αὐτῶν ἐπιόντα. καὶ τάχ' ἂν σὺν οὐδενὶ κόσμῳ φεύγοντες ᾤχοντο κατὰ νώτου λαβόντες διώκοντας, οὓς ἀπονητὶ χειρώσασθαι ἤλπισαν, εἰ μή τις τῶν τῷ Σουλτὰν κατὰ γένος προσηκόντων διά τινα προειληφυῖαν ἀπέχθειαν πολλὴν ἐπαγόμενος στρατιὰν ἑκὼν προσεῤῥύη τοῖς Σκύθαις, ῥηγνυμένης ἤδη τῆς μάχης. τοῦτο γὰρ τὰ τῶν Τούρκων ῥᾷστα ἀνέτρεψε πράγματα, καὶ τὴν πλείονα χώραν αὐτῶν τῇ τῶν Σκυθῶν ὑπέθηκεν αἰχμῇ. (Γ.) Ἀλλ' οὔπω πολὺς παρεῤῥύη χρόνος καὶ γράμματα πολλῆς τῆς βασιλικῆς εὐμενείας μεστὰ καὶ πολλὴν ὑπισχνούμενα τὴν στοργὴν ᾔεσαν παρὰ βασιλέως, ἀνακαλούμενα τὸν Παλαιολόγον, ἔνορκον ἔχοντα τὴν ἀσφάλειαν ὧν ὑπισχνοῦντο. καὶ οὕτως ἡ Ῥωμαίων γῆ τὸν Παλαιολόγον αὖθις ἐλάμβανεν, οὐ πρότερον μέντοι πρὶν ἢ καὶ αὐτὸν δοῦναι τὴν ἀσφάλειαν τῆς αὐτοῦ πρὸς τὸν βασιλέα πίστεως βεβαίαν δι' ὅρκων φρικωδεστάτων, ὥστε ἐμμένειν τοῖς ὅροις ἀεὶ τῆς ὑποταγῆς καὶ μὴ ζητεῖν ἐθέλειν ἑαυτῷ βασιλείαν ποτὲ καὶ ἐπανιέναι πρὸς τὰ πρότερον κατ' αὐτοῦ λαληθέντα καὶ βεβαιοῦν αὖθις διὰ τῶν ἔμπροσθεν ἔργων τὴν ἤδη τεθνηκυῖαν ὑποψίαν, ἀλλὰ τηρεῖν καὶ διαβιβάζειν ὁμοίως ἀεὶ τὴν αὐτὴν εὔνοιαν καὶ στοργὴν πρός τε αὐτὸν δὴ τὸν βασιλέα Θεόδωρον καὶ πρὸς τὸν αὐτοῦ γε υἱὸν Ἰωάννην καὶ τοὺς ἐφεξῆς διαδόχους τοῦ τε γένους αὐτῶν καὶ τῆς βασιλείας. καὶ μὲν δὴ ἐπὶ τούτοις αὖθις τῷ τοῦ μεγάλου τετίμηται ἀξιώματι κονοσταύλου, καθὰ καὶ τὸ πρότερον· καὶ ἦν τοῦ λοιποῦ λαμπρᾶς τῆς βασιλικῆς κηδεμονίας ἀπολαύων καὶ εὐμενείας. (Δ.) Ἐν τούτοις νοσοῦντα καὶ τὰ τῶν Βουλγάρων ἀγγέλλεται πράγματα. ὁ γὰρ τῶν Βουλγάρων ἄρχων Ἀσὰν, ὁ τοῦ βασιλέως Θεοδώρου γυναικάδελφος, τὸ ζῇν ἐξεμέτρησεν· αὐτῷ δὲ παῖς οὐκ ἦν ὁ διαδεξόμενος, ὡς εἰκὸς, τὴν ἀρχήν· ὡς ἀνάγκην εἶναι λοιπὸν κατὰ δεύτερον, τὸ λεγόμενον, πλοῦν, ἐς τὸν ἐπ' ἀδελφῇ γαμβρὸν τὸν Μυτζῆν αὐτὴν διαβαίνειν. τοιγαροῦν καὶ ξυνεῤῥύηκεν. ἦν δὲ ὁ ἀνὴρ νωθρός τις καὶ ἄνανδρος καὶ δι' αὐτό γέ τοι τοῦτο πρὸς τὸ καταφρονούμενον ὑποῤῥέων κατὰ μικρὸν, ἐς τὸ παντελῶς ἀκυροῦσθαι ἐκκεκύλισται τὰ δόξαντά οἱ παρὰ τοῦ πλήθους. ἦν δέ τις ἐν Βουλγάροις ἐπίσημος τηνικαῦτα, Κωνσταντῖνος ὄνομα, Τοῖχος ἐπώνυμον, φρονήσεως ἐμβριθείᾳ καὶ ῥώμῃ σώματος πολλῷ τῶν ἄλλων προέχων· ὃς πλημμελοῦσαν ἰδὼν τὴν ἀρχὴν τῶν Βουλγάρων ἐπανίσταται κατ' αὐτῆς· καὶ προσεταιρισάμενος τό, τε δημοτικὸν, καὶ ὅσον ἐν ἐπισήμοις τοῦ ἔθνους καὶ ἔκκριτον, καὶ παρ' ἑκόντων ἁπάντων αὐτῶν τὴν τοῦ κράτους δεξάμενος ἀναγόρευσιν ἐπολιόρκει τὴν Τέρνοβον, ἐν ᾗ τὰ βασίλεια ἦν τῶν Βουλγάρων· ὡς ἀναγκασθῆναι καὶ ἄκοντα τὸν Μυτζῆν φεύγειν ἅμα γυναικί τε καὶ τέκνοις ἐς ὀχυρόν τι καὶ παράλιον φρούριον Μεσημβρίαν καλούμενον. ἐκεῖθεν ἐς βασιλέα μεταχωρεῖ κατὰ τὴν ἐν Ἀσίᾳ διατρίβοντα Νίκαιαν, Ῥωμαίοις ὑπήκοον ποιησάμενος καὶ τὸ τῆς Μεσημβρίας ἐπὶ τούτοις φρούριον· καὶ χωρία τινὰ περὶ Τροίαν καὶ Σκάμανδρον εἰληφὼς παρὰ βασιλέως εἰς ἐπέτειον πρόσοδον ἐκεῖσε τοῦ λοιποῦ διανέπαυεν ἑαυτὸν ἅμα γυναικί τε καὶ τέκνοις. (Ε.) Ὅ γε μὴν Κωνσταντῖνος ὁ Τοῖχος τῆς Βουλγαρικῆς ἀρχῆς ἐγκρατῆ καταστήσας ἑαυτὸν διαπρεσβεύεται πρὸς τὸν βασιλέα, φίλος εἶναι καὶ σύμμαχος ὁμολογῶν, εἰ λάβοι πρὸς κοινωνίαν γάμου μίαν τῶν αὐτοῦ θυγατέρων. ἐζήτει δὲ ταύτην, οὐχ ὅτι γυναικὸς ἐδεῖτο· ἦν γὰρ αὐτῷ καὶ γυνὴ καὶ παῖδες· ἀλλ' ἐπειδήπερ ἀπὸ γένους δίκαιον οὐκ ἦν οὐδὲν αὐτῷ πρὸς τὴν Βουλγαρικὴν ἀρχὴν, ἤχθετο νόθος κατ' αὐτὴν δοκεῖν ὁμοῦ τε καὶ λέγεσθαι. ταῦτ' ἄρα καὶ ἀδελφιδῆν οὖσαν τοῦ πρὸ μικροῦ τετελευτηκότος ἄρχοντος τῶν Βουλγάρων Ἀσὰν τὴν τοῦ βασιλέως εἰδὼς θυγατέρα ἐζήτει τιμῆς τε ἕνεκα τῆς ἑαυτοῦ καὶ βεβαιώσεως ἅμα τῆς ἀρχῆς, ἀπολύσειν ὑπισχνούμενος αὐτίκα τὴν προτέραν ὁμόζυγον. τοῦτ' ἀρεστὸν ἔδοξε καὶ αὐτῷ βασιλεῖ· καὶ Θεοδώραν τὴν αὐτοῦ θυγατέρα κοινωνὸν εἰληφὼς τοῦ τε λέχους καὶ τῆς ἀρχῆς Κωνσταντῖνος ὁ Τοῖχος πέμπει πρὸς Νίκαιαν τὴν προτέραν σύζυγον, ἐχέγγυον πίστεως παρεχόμενος τοῖς Ῥωμαίοις τῆς ἐς τὴν δευτέραν στοργῆς. (ΣΤ.) Τί ἔτι; ἕκτον καὶ τριακοστὸν ἀπὸ γενέσεως χρόνον ἀμείβοντι νόσος ἐνσκήπτει τῷ βασιλεῖ χαλεπὴ καὶ ὅπλα φάναι θανάτου φοροῦσα· ἣ δὴ καὶ ποικίλας τὰς ἑλεπόλεις κατὰ τοῦ βασιλικοῦ σώματος ἀντιστήσασα οὐκ ἀνῆκε παίουσα καὶ συντρίβουσα, μέχρι καὶ αὐτὴν ἐπήνεγκε τούτῳ τὴν τελευτὴν, ἀλλαξαμένῳ προθύμως τὸ σχῆμα μικρὸν πρὸ τῆς τελευτῆς ἐς τὸ μοναδικὸν τριβώνιον καὶ πολλοὺς ταῖς ἰδίαις χερσὶ διανείμαντι χρημάτων σωροὺς καὶ πολλὰς δακρύων ἐκ μάλα ζεούσης καρδίας ἀφέντι πηγάς· δι' ὧν τὰς πληγὰς ἀπέπλυνέ τε καὶ ἐθεράπευεν ἐν ἀνάγκης τοιαύτης καιρῷ τῆς ψυχῆς. γʹ. Ἐμὲ δὲ μικροῦ τὸ τῆς ἱστορίας παρέδραμε καιριώτατον. ἀνὴρ γάρ τις Μουζάλων ἐπίκλην, Γεώργιος ὄνομα, γένους ὢν οὐ λαμπροῦ, διὰ δὲ μόνην ἐπιτηδειότητα γνώσεως καὶ ἠθῶν ἀστειότητα ἐς τὴν αὐτοκρατορικὴν παρεισδὺς οἰκίαν ἐξέτι παιδὸς, ἵν' εἴη δήπουθεν τῷ βασιλεῖ Θεοδώρῳ καὶ αὐτὸς σὺν ἄλλοις πολλοῖς συμπαίστωρ ἡλικιώτης, ὁπότε κἀκεῖνος τὴν τοῦ παιδὸς παρήλλαττεν ἡλικίαν, τοσοῦτον ἁρμόττοντα διέθηκε τάχιστα πρὸς τὰ τοῦ νέου βασιλέως τὰ ἑαυτοῦ ἤθη, ὥστ' αὐτὸς ἦν ἐκείνῳ μόνος τὰ πάντα, προσφυῶς καὶ κατὰ γνώμην καὶ λέγων καὶ πράττων· καὶ τῷ χρόνῳ προβαίνοντες συνηύξανον ἀεὶ καὶ τὴν τοιαύτην διάθεσιν καὶ στοργὴν, ὥστε καὶ τὴν τῶν αὐτοκρατόρων περιζωσαμένῳ ἀρχὴν πάντ' ἦν αὖθις ἐκεῖνος αὐτῷ, ἄριστος γνώμων τῶν ὅσα βουλομένῃ τῇ βασιλικῇ διανοίᾳ ὑπῆρχε, διοικητὴς δεξιὸς τῶν ἐκτὸς, μυστηρίων πιστὸς κοινωνὸς τῶν ἐντός. δι' ἃ δὴ καὶ ἐς τὸ τῶν πρωτοβεστιαρίου τάχιστα ἀνήχθη ἀξίωμα καὶ γυναικὶ συνέζευκται ἣ τῶν καθ' αἷμα προσηκουσῶν ὑπῆρχε τῷ βασιλεῖ. (Β.) Τοῦτον ἐπίτροπον θνήσκων ὁ βασιλεὺς τῶν βασιλικῶν ἀφῆκε πραγμάτων ἅμα τῷ πατριάρχῃ Ἀρσενίῳ, μέχρις ἂν ἐς τὴν ἀνήκουσαν ἡλικίαν ὁ τοῦ βασιλέως φθάσῃ παῖς Ἰωάννης. ἦν γὰρ ἕκτον τηνικαῦτα διανύων ἀπὸ γενέσεως ἔτος ἐκεῖνος, τιθηνούμενος ἔτι, καὶ γονέων, εἴπερ ποτὲ, νῦν μάλιστα χρῄζων, ὁ καὶ ἀμφοτέρων στερούμενος. θυγατέρες μὲν γὰρ ἐγένοντο τῷ βασιλεῖ τελεωτέραν ἄγουσαι ἡλικίαν τέτταρες· ἄῤῥην δ' ἄλλος οὐκ ἦν, πλὴν τούτου δὴ τοῦ βρεφικὴν ἄγοντος ἄρτι τὴν ἡλικίαν Ἰωάννου. ὧν δὴ θυγατέρων τὴν πρώτην φημὶ τὴν Μαρίαν, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, εἶχεν ἤδη λαβὼν εἰς γυναῖκα νόμιμον ὁ Αἰτωλὸς Νικηφόρος, ὁ καὶ δεσπότης διὰ τὸ κῆδος παρὰ τοῦ πενθεροῦ καὶ βασιλέως τετιμημένος. τὴν δέ γε δευτέραν τὴν Θεοδώραν εἶχεν ὁμοίως ὁ τῶν Βουλγάρων ἄρχων Κωνσταντῖνος ὁ Τοῖχος, ὡς ἄρα δὴ καὶ τοῦτ' ἔφθημεν εἰρηκότες. ἐλείποντο δὲ ἤδη τὸν αὐτὸν τῆς ὀρφανίας ἕλκουσαι ζυγὸν ἕτεραι θυγατέρες δύω, καὶ ὁ νεώτατος οὗτος παῖς Ἰωάννης· δι' ὃν αἵ τε τοῦ βασιλέως ἔγγραφοι ἐξετίθεντο διαθῆκαι ἐπίτροπον τὸν Μουζάλωνα καθιστῶσαι καὶ πρός γε δὴ φρικώδεις ὁρκωμοσίαι παρὰ πάντων ὁμοῦ μεγάλων τε καὶ μικρῶν ἐτελέσθησαν. ἐτελέσθησαν δὲ οὐχ ἅπαξ, ἀλλὰ πρῶτον μὲν τελευτῶντος τοῦ βασιλέως· ἔπειτ' εὐθὺς μετὰ τὴν αὐτοῦ τελευτήν. (Γ.) Τῶν γὰρ ἐν ἀξιώμασί τινες κἀπὶ γένους σεμνυνομένων λαμπρότητι νεωτερίσασαν οὕτω ταχέως ἰδόντες τὴν τοῦ Μουζάλωνος τύχην διεψιθύριζον πρὸς ἀλλήλους, ἀχθόμενοι τῇ πέρα τούτου τιμῇ, πολλῶν ὄντων ἑτέρων οἱ μᾶλλον ἐκείνου προσήκουσι τήν τε ἐπιτροπὴν τοῦ βασιλικοῦ παιδὸς ἀναδέχεσθαι καὶ ἅμα τὴν τῶν κοινῶν πραγμάτων διοίκησιν ἔκ τε τοῦ προσεχῶς ἐς βασιλέα τὸ γένος ἀναφέρειν καὶ αὖ ἔκ γε τοῦ δεξιωτέρους πολλῷ πεφυκέναι ἐς τὰ τοιαῦτα ἢ κατὰ τὸν Μουζάλωνα, ἄνδρα πολλὰς κεκτημένον τὰς ἀφορμὰς ἐς τὸ περιφρονεῖσθαί τε καὶ μισεῖσθαι παρὰ πάντων, ὡς αὐτοὶ διετείνοντο. τό, τε γὰρ μὴ γένους φησὶν εὔκλειαν ἕλκειν ἀπὸ τῶν φύντων, τό, τε συνεργὸν γενέσθαι τῷ βασιλεῖ πολλάκις ἐς τὰς τῶν πολλῶν τιμωρίας, ἱκανὰ ταῦτα μῖσος δεινὸν ἐντεκεῖν ταῖς ψυχαῖς τῶν πολλῶν κατ' αὐτοῦ. εἰ δὲ καὶ βασιλείας ἤρα καὶ ταύτην ὠνειροπόλει, καθώς τινες διαβάλλοντες προὔφερον, τοῦτο δὲ ποίους οὐκ ἂν ἀνῆπτε κακίας πυρσοὺς κατὰ τῆς αὐτοῦ κεφαλῆς; ταῦτα δ' οὐκ ἐλελήθει Μουζάλωνα. δεινὸς μὲν γὰρ ὁ ἀνὴρ καὶ πρότερον ἦν ἐς τὸ συνιέναι τοιαῦτα· τότε δὲ καὶ τῶν πραγμάτων ζεόντων καὶ ἀγωνίαν μεγίστην τῇ τούτου ψυχῇ προξενούντων, συνετώτερος αὐτὸς ἐδόκει πολλῷ ἑαυτοῦ. καὶ δὴ τὴν ταχίστην ἐς βουλευτήριον ἅπαντας μεγιστᾶνας συνηθροικὼς δεξιάν τε ἐδίδου τοῖς ὅλοις καὶ ἀπὸ τοῦ ἥττονος προὔφερε τὴν ὁμιλίαν· καὶ δῆλος ἦν παραχωρήσων ἀσμένως τῷ βουλομένῳ τὴν ἐπιτροπὴν τῶν τε κοινῶν πραγμάτων καὶ αὐτοῦ δὴ τοῦ παιδὸς τοῦ βασιλέως. (Δ.) Ἐπεὶ δὲ πάντες μὲν ὥσπερ ἀπὸ συνθήματος ὁμοῦ παρῃτοῦντο, αὐτὸν προτιμᾶσθαι τῶν ἄλλων ὁμολογοῦντες, ὃν καὶ βασιλεὺς αὐτὸς ὁ τῶν πραγμάτων καὶ τοῦ παιδὸς ἐδικαίωσε κύριός τε καὶ αὐτοκράτωρ, ὁ δὲ Μουζάλων οὐδ' ὁπωσοῦν ἐνεδίδου, ἀλλὰ γενναίως ἀνθίστατο, τήν τε ἡσυχίαν αἱρούμενος καὶ τὸ πρᾶγμα ἀποσειόμενος ὅλαις ὁρμαῖς καὶ κινήσεσι τῆς ψυχῆς διά τε τὸν ὑφέρποντα φθόνον τῷ πράγματι καὶ μάλιστα διὰ τὸν ἐντεῦθεν ὑποφαινόμενόν τε καὶ πλαστουργούμενον κίνδυνον· φρικωδέστεροι τῶν προτέρων ὅρκοι πάλιν ἐγίγνοντο· καὶ ὤμνυον ἅπαντες ὅσοι τῶν ἐν ἀξιώματι καὶ ὅσοι τοῦ δήμου τοῦ στρατιωτικοῦ· καὶ σφίσι τε αὑτοῖς ἦσαν ἐπαρώμενοι πανωλεθρίαν καὶ ἅπαντι τῷ γένει σφῶν ἕκαστος, εἰ μὴ τοῖς ὅρκοις ἐμμένοιεν ἀσφαλῶς καὶ διατηροῖεν τῷ μὲν Μουζάλωνι τὴν ἐπιτροπὴν, τῷ δὲ τοῦ βασιλέως υἱῷ τὴν βασιλείαν ἀνεπιβούλευτόν τε καὶ ἀπαράτρεπτον μέχρι διαπαντὸς, αὐτῷ τε καὶ τοῖς ἐξ αὐτοῦ γεννηθησομένοις. καὶ οὕτως οἱ μὲν ἀπηλλάττοντο, τὰ δὲ πράγματα ἦσαν αὖθις ὑπὸ τῷ Μουζάλωνι διοικούμενα. (Ε.) Ἀλλὰ τέλειαι μὲν οὔπω παρήλλαττον ἡμέραι ἐννέα, καί τινες τῶν γένει καὶ πλούτῳ προὐχόντων φθόνῳ δεινῷ στρατηγούμενοι τὸν στρατὸν συνεκύκησαν καὶ τὰς αὐτῶν ὥπλισαν δεξιὰς κατὰ τῆς σφαγῆς τοῦ Μουζάλωνος. τοὺς δὲ χθὲς καὶ πρότριτα τελεσθέντας φρικώδεις ὅρκους ἐκείνους καὶ τὰς παλαμναιοτάτας ἀρὰς, φεῦ τῆς ἀρχῆς τῶν κακῶν, λήθης ἀπολαβόντες βυθοὶ καὶ πλημμύραι διέφθειραν. ἐννάτη μὲν γὰρ ἡμέρα παρῆν μετὰ τὴν τελευτὴν τοῦ βασιλέως καὶ ἅπασαι τῶν ἐνδόξων συνῄεσαν γυναικῶν ἐπὶ τῇ μονῇ τῶν Σωσάνδρων, ἔνθα καὶ τὸ τοῦ βασιλέως τέθαπται σῶμα, τὸ νενομισμένον τελέσουσαι πένθος καὶ τὰ μνημόσυνα. παρῆσαν δ' ὁμοῦ καὶ πάντες ἄρχοντες καὶ ἀρχόμενοι, ἐν οἷς καὶ οἱ τὴν ἐπιβουλὴν ἐξαρτύσαντες ἦσαν· καὶ συνέῤῥει πᾶς ὁ στρατὸς, οἱ μὲν πένθους ἕνεκα, οἱ δὲ φονικὴν ὠδίνοντες ὁρμήν. καὶ τί δεῖ διατρίβειν; ἔτι τῆς ἱερᾶς τελουμένης ὑμνῳδίας, τὰ ξίφη γυμνώσαντες πάντες οἱ στρατιῶται ἔνδον ἐξαίφνης τοῦ νεὼ εἰσεπήδησαν καὶ παρὰ τῇ θείᾳ καὶ ἱερᾷ τραπέζῃ καταφυγόντα τὸν Μουζάλωνα κατέσφαξαν ἀπηνῶς, κἀπὶ τούτῳ τοὺς δύο ἅμα ἀδελφοὺς, Ἀνδρόνικόν τέ φημι τὸν μέγαν δομέστικον καὶ Θεόδωρον τὸν πρωτοκυνηγόν· καὶ πρὸς τούτοις τὸν σφῶν ὑπογραμματέα δι' ὁμοιότητα προσώπου τινὰ, συμβὰν οὑτωσί πως, σφαλέντες. καὶ οὕτως αἵ τε γυναῖκες καὶ ὁ λοιπὸς ὄχλος ἀτέλεστον ἀφέντες τὸ πένθος ἄλλος ἐπ' ἄλλῳ συντριβόμενοι διὰ τὸν φόβον ἔφυγον ὅλοις ποσὶν ὅποι τύχοιεν ἕκαστοι. τὸ δὲ ἱερατικὸν ἅπαν καὶ ὁ τῶν μοναχῶν σύλλογος ἔνδον τοῦ ἱεροῦ τεμένους ἑκόντες ἄκοντες συνελαθέντες ὠλίσθαινόν τε καὶ ἔπιπτον ἄλλος ἐπ' ἄλλῳ, τοῦτο μὲν καὶ διὰ τὸ βίᾳ καὶ ῥύμῃ σφοδρᾷ παρ' ἀλλήλων συνωθεῖσθαι, τοῦτο δὲ καὶ ὅτι ἀνέδραστον εἶχον τὴν τῶν ποδῶν βάσιν ἐκ τῶν χεθέντων αἱμάτων. (ΣΤ.) Ὀλίγαι παρῆλθον ἡμέραι καὶ ὁ πατριάρχης Ἀρσένιος ἐπίτροπος ὢν καὶ αὐτὸς καὶ γινώσκων ὡς εἰ μὴ διανασταίη νῦν, διὰ τοσούτου θορύβου τῶν Ῥωμαϊκῶν φερομένων πραγμάτων καὶ μέγιστον ἐν ποσὶν εἶναι ὑπισχνουμένων τὸν κίνδυνον τοῦ τε παιδὸς καὶ τῶν ὅλων πραγμάτων, οὐδὲν ἔσται τὸ κωλύον ἐς κακίας ἔσχατα χωρήσειν αὐτίκα τὰ πράγματα· δι' ἃ δὴ τὴν ψυχὴν μεριζόμενος ἐς διαφόρους ὁδοὺς λογισμῶν ἀμφιβόλων οὐκ εἶχεν ὅ, τι πράξειε καίριον. ἦν μὲν γὰρ τὴν πρὸς ἀρετὴν φέρουσαν καὶ κατὰ θεὸν ἀγωγὴν ὁ ἀνὴρ οὐ πολὺ τῶν ἄκρων ἀπολειπόμενος· ἐς δὲ πραγμάτων πεῖραν καὶ πολιτικὴν διοίκησιν καὶ αὐτῶν ὡς εἰπεῖν τῶν ἀπὸ σκαπάνης ὀψὲ τῆς ὥρας ἀπαλλαττόντων ἀπολειπόμενος. οὐ γὰρ θεωρία πνευματικὴ καὶ πρᾶξις πολιτικὴ ὡς τὰ πολλὰ συνεῖναι πεφύκασιν· εὐκτὸν δ' ἂν, εἰ μὴ μαχόμενα τὸ πλέον πρὸς ἄλληλα φαίνοιντο, καθάπερ σῶμα καὶ πνεῦμα καὶ αὖ ὅσα τῶν αἰσθητῶν πρός γε τὰ ὑπὲρ αἴσθησιν. ἐμοὶ δ' ἀρέσκει κρᾶσιν ἐξ ἀμφοτέρων ἔχειν, ὅστις ποτέ ἐστιν ὁ βουλόμενος ἄρχειν, καθάπερ κἀν τοῖς μουσικοῖς ὁρῶμεν ὀργάνοις τοὺς αὐτῶν ἐπιστήμονας πράττοντας. οὐ γὰρ ἰσοτόνους τὰς νευρὰς καθιστῶσιν ἁπάσας· ἄμουσον γὰρ τὸ τοιοῦτον καὶ ἐκμελές· ἀλλὰ τὰς μὲν πρὸς τὸ βαρύτερον τείναντες, τὰς δὲ πρὸς τὸ ὀξύτερον, καὶ τὰς μὲν μᾶλλον, τὰς δ' ἧττον, οὕτω ποικίλην τινὰ καὶ ἔμμουσον καθιστῶσι τὴν ἁρμονίαν. τῷ γὰρ μόνῃ προσέχοντι τὸν νοῦν τῇ κατὰ θεὸν θεωρίᾳ ὄρεσι καὶ σπηλαίοις ἐνδιατρίβειν προσήκει, ἀκοινώνητον ὡς τὰ πολλὰ τὸ ἦθος ἀσκήσαντι καὶ πάνυ τοι ἄμικτον καὶ τοῖς πολλοῖς ἠλλοτριωμένον. ὅστις δὲ μετὰ τῆς ἀρετῆς καὶ πολιτικὸν ἤσκησεν ἦθος καὶ χάριεν καὶ κοινωνικὸν καὶ πεῖραν ἔσχε πραγμάτων παντοίων, οὗτος λαὸν ὁδηγεῖν ἐς τὰ βέλτιστα καὶ σωτήρια κράτιστος. ἐπεὶ καὶ ὁ σωτὴρ ἡμῶν καὶ θεὸς, εἰ μὴ τοῖς ἀνθρωπίνοις ὑπέκυπτε πάθεσι καὶ τελώναις συνήσθιε καὶ κοινωνικὸν ἐδείκνυτο ἦθος καὶ τοῖς πᾶσι τὰ πάντα μετὰ τοῦ καθήκοντος ἐγίγνετο λόγου, οὐκ ἂν οἶμαι πρὸς τὰ λυσιτελοῦντά τε καὶ σωτήρια ῥᾳδίως ὅλους ἦγε δήμους καὶ πόλεις. (Ζ.) Ἀλλ' ἐκεῖσε ἐπάνειμι. διηπορεῖτο μὲν οὖν ὁ πατριάρχης Ἀρσένιος, μέσος ἐναποληφθεὶς τοσούτου θορύβου πραγμάτων, καὶ ἐπεσκοπεῖτο καθ' ἑαυτὸν μὲν ἥκιστα· πῶς γὰρ, πεῖραν πραγμάτων τοιούτων καὶ λογισμῶν λαβυρίνθους οὐκ ἔχων, ὡς εἴρηται· ἐσκοπεῖτο δ' οὖν μετὰ τῶν ἐν τέλει τὸ ποιητέον, πρὶν ἐπίβουλον ὁπλισθῆναι σίδηρον κατὰ τῆς κεφαλῆς Ἰωάννου τοῦ βασιλέως υἱέως. ἐλάνθανε δὲ ἄρα πάντως αὐτὸν, ὡς ἡ πεῖραν βαθεῖαν καὶ φρένας ποικίλας οὐκ ἔχουσα σκέψις αὕτη μᾶλλον ἂν εἴη ταχύτερος ὄλεθρος ὑπὲρ οὗ γίνεται, ἢ πάντα ξίφη πολέμια. δηλώσει δὲ προϊὼν ὁ λόγος. δʹ. Ὁ Κομνηνὸς Μιχαὴλ ὁ Παλαιολόγος, περὶ οὗ πολὺν ἀνωτέρω λόγον ἐποιησάμεθα, ἦν μεταξὺ τῶν ἐν τέλει τῶν ἄλλων ἐπέκεινα, πολλὴν ἐπὶ τοῦ προσώπου φέρων τὴν ἱλαρότητα τήν τε ὁμιλίαν χρηστὸς καὶ τὸ ἦθος ἀστεῖος καὶ πρὸς τούτοις τὴν χεῖρα φιλότιμος. ἃ δὴ πάντα πολλὴν αὐτοῦ τὴν στοργὴν ἀνεῤῥίπιζον ἐν ταῖς ἁπάντων ψυχαῖς· καὶ πάντας ῥᾳδίως ἐφείλκετο, ταξιάρχους, λοχαγοὺς, στρατὸν, στρατηγοὺς, τοὺς ὅσοι τοῦ δήμου, καὶ ὅσοι τῆς συγκλήτου. ἐνῆγε δὴ τούτους καὶ πρόληψις λογισμῶν βασιλείας προσέχειν αὐτῷ καὶ περιφανῶς αὐτοῦ γε ἐκκάεσθαι. ἐνῆγε δ' αὐτοὺς οὐκ οἶδ' ὁποτέρωθεν, εἴτ' ἐκ τῶν προλαληθέντων κατ' αὐτοῦ, εἴτ' ἐξ ὀνείρων καὶ κλῃδόνων τινῶν. φιλεῖ γὰρ καὶ ταῦτα περιπολοῦντα τὸν βίον πείθειν τοὺς πλείστους, οὐ πάνυ τοι σφόδρα ἀλόγως οὐδ' ἀμαθῶς, οὐδ' ὡσάν τινες φαῖεν ἀπειρίαν νοσοῦντες. πλεῖστα γὰρ καὶ τούτων μαρτύρια καλινδοῦνται παρὰ τοῖς ὅσοι σφίσι προσέσχον τὸν νοῦν. (Β.) Ἦσαν μέντοι καὶ ἀφορμαί τινες ἕτεραι μείζους τῶν ἄλλων, τὴν βασίλειον ταύτην ἀρχὴν ἄνωθεν αὐτῷ μνηστευόμεναι, καθάπερ μεγάλης πηγῆς ἀποῤῥοαί τινες εὐγενεῖς ἐς αὐτὸν κατιοῦσαι. ὧν αὐτός τε καὶ ὅσοι τῶν φίλων δρασσόμενοι τοῖς ὑπὲρ αὐτοῦ τοιούτοις λογισμοῖς μέγα παρεῖχον τὸ δίκαιον. ἡ γὰρ τῆς μητρὸς αὐτοῦ μήτηρ Εἰρήνη ἡ πρώτη τῶν θυγατέρων ἦν Ἀλεξίου τοῦ βασιλέως· ὃς ἐπειδὴ γονῆς ἄῤῥενος αὐτὸς οὐκ ηὐμοίρει, ταύτην ἐρυθραῖς ὑποδεδέσθαι κρηπῖσι προσετετάχει, ἵν' εἴη αὐτή τε καὶ ὁ ταύτῃ συζευχθησόμενος τῆς βασιλείας διάδοχος. ὅθεν συζεύξας αὐτὴν Ἀλεξίῳ τῷ Παλαιολόγῳ καὶ δεσπότην αὐτὸν αὐτίκα τετίμηκε καὶ εἰ μὴ φθάσας αὐτὸν ὁ θάνατος ἐξῄρει τοῦ τῇδε βίου, αὐτὸς ἂν ἦν ὁ μετὰ τὸν πενθερὸν Ἀλέξιον βασιλεύς. ἐπεὶ δὲ θανὼν θυγατέρα μόνην καταλελοίπει, ταύτην μετὰ βραχύν τινα χρόνον ἡ μήτηρ ἀνδρὶ συζεύγνυσιν Ἀνδρονίκῳ τῷ Παλαιολόγῳ, ὃν καὶ μέγαν δομέστικον ὁ βασιλεὺς Θεόδωρος τετίμηκεν ὕστερον. ἐκ τούτων ὁ Κομνηνὸς γεγένηται Μιχαὴλ ὁ Παλαιολόγος, διπλοῦς ὡς εἰπεῖν Παλαιολόγος ὢν, πατρόθεν ἅμα καὶ μητρόθεν. εἶχε μὲν οὖν κἀντεῦθεν ἀφορμὰς, ὡς εἴρηται, οὐ μικρὰς ἐς τὴν νῦν προκειμένην ὑπόθεσιν. καὶ ἁπλῶς εἰπεῖν, τοῖς πᾶσι πολλαχόθεν ἐπίσημος ἦν ὁ ἀνὴρ καὶ περίβλεπτος, καὶ ἡ περὶ τούτου φήμη ἠρέμα περιῄει τὰς ἁπάντων κλέπτουσα καὶ γοητεύουσα ἀκοάς. (Γ.) Ὅ γε μὴν πατριάρχης ἀλλ' οὐδ' αὐτὸς πόῤῥω τῶν ἐκεῖνον φιλούντων ἔκειτο· ἀλλ' εἰ μὴ πλέον τῶν ἄλλων, οὐδενὸς μέντοι ἧττον ἐκεῖνον καὶ αὐτός γε ἐφίλει καὶ μυστηρίων αὐτῷ ἐκοινώνει καὶ, τό γε μεῖζον, τὰς κλεῖς τοῦ βασιλικοῦ πρυτανείου μόνῳ ἐπίστευεν, ὁπότε χρημάτων ἐδεῖτο τὰ στρατιωτικὰ πράγματα καὶ ἡ κοινὴ τῶν ἀναγκαίων χρεία ἀπῄτει· ὃ δὴ ἀνυσιμώτατον ἐς τὰ λάθρα μελετώμενα καὶ πέρας ὀξύτατον τοῖς ἐκ πολλοῦ θρυλλουμένοις παρέσχεν. ἀδείας γὰρ ἐκεῖνος λαβόμενος τοσαῦτα μεταχειρίζεσθαι χρήματα, ὃ εὔξασθαι μὲν ἐνῆν αὐτῷ, ἐλπίσαι δ' οὐκ ἄν ποτ' ἐνῆν, ὅλαις λοιπὸν ἐξήντλει χοίνιξιν ἐς τὰς δεξιὰς τῶν τε προὐχόντων ἐν γένει καὶ τῶν στρατείαις κατειλεγμένων καὶ ὅσοι καὶ γλώττης πειθοῖ καταδημαγωγεῖν τὸν ὄχλον ἐδύναντο. ἐν οἷς ἦσαν καὶ τοῦ ἱερατικοῦ βήματος οὐκ ὀλίγοι. (Δ.) Ἐντεῦθεν βουλευτήρια συνεχῆ παρὰ τούτων ἁπάντων συνεκροτοῦντο, τὸν πατριάρχην συνωθοῦντα μὴ ἀμελεῖν, ἀλλὰ διανίστασθαι καὶ τὴν ἀνήκουσαν τοῖς ἐνεστῶσι πράγμασι διδόναι προμήθειαν. οὐδὲ γὰρ οὐδὲ μικρᾶς δεῖσθαι ταύτης αὐτὰ, καὶ οἵας ἂν, εἰ παρόψεταί τις, μένειν αὖθις ἐς τὸ καθεστὼς αὐτὰ, ἀλλ' αὐτίκα μάλα διακινδυνεύειν ἀπολωλέναι, καθάπερ μυριοφόρος ὁλκὰς ἐν μέσῳ πελάγει τῶν οἰάκων ἀφῃρημένη, ἢ ὥσπερ οἰκία μεγάλη κατασεισθέντων τῶν θεμελίων. καὶ ἦν ἐπὶ γλώττης αὐτίκα τοῖς πλείοσιν ὁ Κομνηνὸς Μιχαὴλ ὁ Παλαιολόγος, ἱκανὸς ἐμβριθείᾳ συνέσεως καὶ ἐμπειρίᾳ πραγμάτων τοσοῦτον ὄχλον βασιλικῆς ἀναδέξασθαι διοικήσεως, μέχρις ἂν ἐς τὴν προσήκουσαν ἡλικίαν ὁ τοῦ βασιλέως φθάσῃ υἱός. τούτοις σύμψηφον ὁ πατριάρχης ἤδη καὶ ἑαυτὸν ἐποιεῖτο, καὶ ἐκυροῦτο τὰ δεδογμένα λοιπόν. καὶ ἦν ἐπὶ τῶν κοινῶν πραγμάτων ὁ Κομνηνὸς Μιχαὴλ, πλὴν τῶν βασιλικῶν συμβόλων, πᾶσαν τὴν ἐξουσίαν ἀνειλημμένος. αὕτη γίνεται τῷ Μιχαὴλ τῆς εἰς βασιλείαν ἀναγωγῆς ἀρχὴ καὶ κατάστασις πρώτη· ἐντεῦθεν γὰρ ἐξ οὐρίας ᾔει τούτῳ τὰ πράγματα καὶ πλήρεσιν, ὡς εἰπεῖν, τοῖς ἱστίοις ἐς τοὺς τῆς βασιλείας ἔπλει λιμένας. (Ε.) Ὀλίγαι παρῆλθον ἡμέραι καὶ δεύτερον συγκροτοῦσι βουλευτήριον οἱ αὐτοῦ σπουδασταὶ, οὐ δέον εἶναι φάσκοντες τὸν τὰ βασιλικὰ καὶ κοινὰ διοικοῦντα πράγματα καὶ πρεσβείας πολλῶν ἀναδεδεγμένον ἐθνῶν μὴ καὶ τῆς βασιλείας ἔγγιστα ἔχειν καὶ τὸ ἀξίωμα τιμῆς ἕνεκα τοῦ τῶν Ῥωμαίων γένους καὶ ἅμα βεβαιώσεως τῶν μεταξὺ γινομένων καταστάσεων. ταῦτ' ἄρα καὶ τὸ τοῦ δεσπότου ἀξίωμα δέχεται παρά τε τοῦ πατριάρχου καὶ τοῦ υἱοῦ τοῦ βασιλέως. εʹ. Ἐν τούτοις μέντοι τοῖς χρόνοις ἀκούσας ὁ τῆς Αἰτωλίας τε καὶ Ἠπείρου κρατῶν Μιχαὴλ ὁ δεσπότης, ὡς ὁ συμπένθερος καὶ βασιλεὺς Θεόδωρος ἐτεθνήκει ἐπ' οὐδενὶ διαδόχῳ τελείῳ τῆς βασιλείας, καὶ ὡς πολὺς ἐντεῦθεν θόρυβος ἐπιχωριάζει τοῖς ἐν τέλει Ῥωμαίων, πάσας τὰς ἔξω φροντίδας ἐκκρούων ἤλπισε μικρὰ πονήσας μεγάλης ἀρχῆς γενήσεσθαι κύριος. μηδὲ γὰρ ἔχειν Ῥωμαίους ὅπως αὐτὸν ἀποσοβήσωσι κατατρέχειν Μακεδονίαν καὶ Θρᾴκην αὐτίκα μάλα βουλόμενον, τῆς οἴκοθεν τέως ἀσχολίας μετὰ πολλοῦ τοῦ κράτους σφίσιν ἐπιτιθεμένης καὶ πᾶσαν φροντίδα πρὸς μόνην ἑαυτὴν ἔξωθεν μεθελκούσης. ὅθεν πολλὴν ἐκ τῆς χώρας αὐτοῦ συνήθροιζε στρατιὰν, πολλαπλασίονα δ' ἔξωθεν αὖ κατὰ συμμαχίαν προσελάμβανε. τὴν γὰρ αὐτοῦ πρεσβείαν ἀσμένως δεξάμενοι τάχιστα ἥκουσιν ὅ, τε Πελοποννήσου καὶ Ἀχαΐας πρίγκιψ γαμβρὸς ἐπὶ Ἄννῃ τῇ θυγατρὶ τυγχάνων αὐτοῦ καὶ ὁ τῆς Σικελίας τότε κρατῶν Μαφρὲ, γαμβρὸς καὶ αὐτὸς ἐπὶ Ἑλένῃ τῇ θυγατρὶ τυγχάνων αὐτοῦ, πλῆθος ἐπαγόμενοι στρατιᾶς οὐ πάνυ τοι ῥᾷστα ἀριθμῷ ὑποπίπτειν ἐπαγγελλόμενον. οὐ γὰρ τοσοῦτον συμμαχήσοντες ἧκον τῷ Μιχαὴλ, ὅσον σφίσιν αὐτοῖς περιποιησόμενοι πλάτος ἀρχῆς καὶ πόλεις ἀλλοτρίας. καὶ γὰρ τὴν μετὰ τὸν Ἰόνιον κόλπον εὐθὺς ἄχρι Βυζαντίου πᾶσαν Ῥωμαίων ἀρχὴν ἤλπισαν ἕξειν ἀπονητί· καὶ ὡς ἤδη βεβαίως ἔχοντες κλήρῳ ταύτην κατὰ σφᾶς αὐτοὺς διελάγχανον, πρὶν ἅψασθαι ἔργου. (Β.) Τῆς δὲ λαμπρᾶς ταύτης καὶ θαυμασίας παρασκευῆς ἐν ἀκοῇ καταστὰς ὁ Κομνηνὸς Μιχαὴλ ὁ Παλαιολόγος, ἄρτι τὸ δεσποτικὸν περιεζωσμένος ἀξίωμα καὶ βεβαιοτέραν ἐν τοῖς πράγμασι τὴν τῆς, ἐξουσίας περιπεποιημένος ἀρχὴν, πέμπει μηδὲν μελλήσας τὸν αὐτοῦ ἀδελφὸν Ἰωάννην, σεβαστοκράτορα ὄντα, χεῖρα συχνὴν ἐπαγόμενον. πέμπει δὲ σὺν αὐτῷ καὶ τῶν τῆς συγκλήτου λαμπρῶν οὐκ ὀλίγους συνεργοὺς καὶ συλλήπτορας, ὁπόσοι στρατηγικῆς ἐμπειρίας οὐ πάνυ τοι ἀδαεῖς ὄντες ἐτύγχανον· ἐν οἷς ἦν καὶ Καῖσαρ ὁ ἀμφιμήτριος ἀδελφὸς αὐτοῦ Κωνσταντῖνος καὶ Ἀλέξιος ὁ Στρατηγόπουλος μέγας δομέστικος ὤν· καὶ πρός γε ἔτι Κωνσταντῖνος ὁ Τορνίκιος, ὁ τοῦ σεβαστοκράτορος πενθερὸς, μέγας ὢν πριμμικήριος. ἦν δὲ τηνικαῦτα ὁ χρόνος μικρὸν μετὰ τροπὰς θερινὰς κατ' αὐτὰς δὴ τὰς ὠρίωνος καὶ κυνὸς πλατείας ἐπιτολάς. καὶ δὴ τὴν ταχίστην διαπεραιωσάμενοι τὸν Ἑλλήσποντον ᾔεσαν διὰ Θρᾴκης καὶ Μακεδονίας ὁμοῦ καὶ τὰ ἐκεῖθεν συνεφελκόμενοι πάντα Ῥωμαϊκὰ στρατεύματα, ὁπόσα σποράδην κατὰ πόλεις καὶ κώμας καὶ ἀγροὺς ἐσχολακότα τέως διῆγον. μέλλοντος δ' ὅσον οὐδέπω τοῦ ἡλίου τὰς φθινοπωρινὰς ἰσημερίας ἐπιτελεῖν, φθάνουσι περὶ Ἀχρίδαν τε καὶ Δεάβολιν. φρούρια ταῦτα Μακεδονίας, πολλὴν παρασχόμενα τὴν ἀσφάλειαν τοῖς χρωμένοις αὐτοῖς. τούτων μεταξὺ τὸ ἑαυτῶν πηξάμενοι στρατόπεδον ἀκούουσι καὶ τοὺς πολεμίους στρατοπεδεύοντας ἐς τὰ τοῦ Αὐλῶνος ἱππήλατα, ὡς διαιρεῖσθαι τὰ ἀμφοτέρων στρατόπεδα διὰ τοῦ μεταξὺ παρατείνοντος ὄρους καὶ γίνεσθαι τοὺς μὲν Ῥωμαίους ἀρκτικωτέρους, τοὺς δὲ πολεμίους νοτιωτέρους. (Γ.) Οἱ μέντοι πολέμιοι περικαθίσαντες ἐπολιόρκουν τὸ τῶν Βελλεγράδων ὑψηλόν τε καὶ, ὡς εἰπεῖν, ὑπερνέφελον φρούριον, μελέτην ἔχοντες μετὰ τὴν ἐκείνου καταστροφὴν, ὡς ἐξ ὁρμητηρίου λαμπροῦ τινος κεχύσθαι καὶ κατὰ τῆς ἄλλης ἁπάσης δυτικῆς τῶν Ῥωμαίων ἐπικρατείας, καθάπερ τις πλούσιος ποταμὸς ἐξ ὄρους ὑψηλοῦ τινος ἐς τὸ κάταντες ῥαγδαίως καταῤῥαγείς· μάταιοι τῆς ἀπονοίας, ταῦτα ἐλπίζοντες ἃ δὴ οὐ τελέεσθαι ἤμελλεν. οὐ γὰρ ἴσασιν, ὡς πᾶσα ῥώμη σώματος καὶ πλῆθος ἵππου καὶ ὅπλων ἐπισκευὴ μυρμήκων ἀγέλης οὐδὲν οὐδαμῇ διενήνοχε, μὴ συναιρομένου θεοῦ. διὸ καὶ ἀλαζονείᾳ τὸ πᾶν ἐπιτρέψαντες καὶ οἰήσει οὕτως ἐχώρουν κατὰ Ῥωμαίων. ταῦτ' ἄρα καὶ τοῖς ματαίοις λογισμοῖς ἀνάλογον ἐπηκολούθει τὸ τέλος. οἱ δὲ Ῥωμαῖοι οὐδὲν ἑαυτοὺς λογιζόμενοι πλὴν τῆς θεόθεν ἐπικουρίας θεῷ καὶ τῇ ἐκεῖθεν ἀρωγῇ πᾶσαν τὴν σφῶν αὐτῶν ἐπιτρέψαντες κίνησιν διαγωνίζεσθαι πρὸς πολλαπλασίους ἐθάῤῥησαν· καὶ μέντοι καὶ λαμπρὰν συναιρομένου θεοῦ τὴν νίκην εἰργάσαντο, ὡς αὐτίκα εἰρήσεται. (Δ.) Ἐπεὶ γὰρ ἐγγὺς ἤδη τῶν πολεμίων οἱ Ῥωμαῖοι ἐπήξαντο τὰ στρατόπεδα, πέμπουσι δή τινα τῶν μάλα ἐπιτηδείων ἐκπολεμῶσαι καὶ συνταράξαι κατ' ἀλλήλων τὰ τῶν πολεμίων στρατεύματα. οὐ γὰρ ἕν τι τῶν ἀδυνάτων τοῦτό γε ἦν, τοῦ τε τῆς Ἀχαΐας πρίγκιπος καὶ τοῦ ῥηγὸς Σικελίας ἑτεροφύλων ὄντων καὶ οὐχ ὁμογενῶν τῷ Ἀγγέλῳ Μιχαήλ. διαναστὰς οὖν ἐκεῖνος αὐτόθεν αὐτόμολος δῆθεν ἀπῄει νύκτωρ ἐς τοὺς πολεμίους καὶ προσελθὼν λάθρα τῷ τῆς Αἰτωλίας ἄρχοντι Μιχαὴλ τῷ Ἀγγέλῳ, «ἴσθι,» φησὶν, «ὡς σοί τε καὶ πᾶσι τοῖς ὑπό σε μέγας ἐπήρτηται κίνδυνος σήμερον· ἄμφω γὰρ οἱ σοὶ γαμβροί τε καὶ σύμμαχοι, ὅ, τε πρίγκιψ Πελοποννήσου καὶ Ἀχαΐας καὶ ὁ τῆς Σικελίας ῥὴξ λάθρα διαπρεσβεύονται πρὸς Ῥωμαίους περὶ σπονδῶν ἐπὶ δώροις τακτοῖς. εἴ σοι τοίνυν ζωῆς μέλει, προνοήθητι τὴν ταχίστην σαυτοῦ, πρὶν εἰς πέρας ἐλθεῖν τὰς ἐκείνων σπονδάς τε καὶ συμφωνίας.» πείθεται ὁ Μιχαὴλ καὶ διαμηνυσάμενος ἡσυχῇ τῶν οἰκείων ὁπόσους αὐτός τε ἐδύνατο καὶ ὁ καιρὸς ἐχορήγει, φεύγων ᾤχετο πρὶν ἢ ἀνατεῖλαι τὸν ἥλιον. καὶ τούτου κατόπιν ἄλλος ἐξ ἄλλου τὴν φυγὴν ψιθυριζομένην ἀκούοντες τοῦ Μιχαὴλ σποράδες ἔθεον ἅπαντες οἱ στρατιῶται, τῇ φυγῇ προλαμβάνειν ἕτερος ἕτερον σπεύδοντες. (Ε.) Ἅμα δ' ἕω διεγερθέντες οἱ σύμμαχοι καὶ τὴν μὲν φυγὴν μαθόντες τοῦ Μιχαὴλ, τὴν δὲ τῆς φυγῆς αἰτίαν οὐκ ἔχοντες συμβαλεῖν, ἀχανεῖς ἦσαν. καὶ τὸ μὲν ὅπλα κατὰ Ῥωμαίων κινεῖν ἀπηγόρευον, τοῦτο μὲν καὶ ὡς ἀγνοοῦντες τὰ δρώμενα, τοῦτο δὲ καὶ ὡς βραχύτεροι τὸν ἀριθμὸν ἐκ πάνυ πολλῶν καταστάντες. ὅθεν καὶ πρὸς φυγὴν ἤδη ἐτρέποντο προδεδομένους ἑαυτοὺς ὑπὸ Μιχαὴλ λογισάμενοι. τούτοις οὕτω τεταραγμένοις αἰφνιδίως οἱ Ῥωμαῖοι ἐπεισπεσόντες τοὺς μὲν πλείστους ἔργον ἀπέφηναν ξίφους, τοὺς δ' ἄλλους πλὴν ὀλίγων ἐζώγρησαν, μεθ' ὧν ἦν καὶ ὁ πρίγκιψ Πελοποννήσου καὶ Ἀχαΐας. ὁ δὲ τῆς Σικελίας ῥὴξ διέδρα λαθὼν σὺν ὀλίγοις πάνυ τῶν ἑαυτοῦ. https://byzantium.gr/ ΛΟΓΟΣ Δ’.αʹ. Ἀλλὰ τούτων οὕτως ἐκεῖ τελουμένων, ἐπὶ τῆς ἀσπίδος ἐνταῦθα περὶ τὴν Μαγνησίαν καθίσαντες Μιχαὴλ τὸν Παλαιολόγον ἀναγορεύουσι βασιλέα οἱ δόξῃ καὶ γένει προὔχοντες. ὅπερ ἀκηκοὼς ὁ πατριάρχης Ἀρσένιος, κατὰ Νίκαιαν τότε διάγων, ξίφους παντὸς χαλεπωτέραν κατὰ καρδίας τὴν λύπην ἐδέξατο· καὶ ἠρεμεῖν ὅλως οὐκ εἶχε δεδιὼς περὶ τοῦ παιδός. ὅθεν ἀφορισμῷ καθυποβαλεῖν ἐπεχείρησε πρῶτον τόν τε ἀνηγορευμένον καὶ τοὺς ἀναγορεύσαντας. ἔπειτα ἐπέσχε μετριώτερόν τε καὶ βέλτιον ἡγησάμενος ὅρκοις φρικώδεσιν αὐτοὺς ἀσφαλίσασθαι, μήτε τῇ ζωῇ τοῦ παιδὸς ἐπίβουλον χεῖρα ἐπιβαλεῖν, μήτε στέρησίν τινα καὶ παρευδοκίμησιν τῆς αὐτοῦ βασιλείας ἐνθυμηθῆναι. καὶ δὴ γίνεται τοῦτο, Καλανδῶν Δεκεμβρίων ἄρτι ἐπιλαμπουσῶν· οὔπω δ' ὅλος ἀπηρτίζετο μὴν καὶ αὐτὸς ὁ ταῦτα μὲν δεδιὼς, ἐκεῖνα δ' ἐμπεδῶν καὶ ἀσφαλιζόμενος ὑπὲρ τοῦ παιδὸς, οἰκείαις χερσὶν ἐπὶ τοῦ ἱεροῦ καταστέφει βήματος Μιχαὴλ τὸν Παλαιολόγον· καὶ τῷ βασιλικῷ κοσμεῖ διαδήματι, ταῖς γνώμαις τῶν ἄλλων ὅσοι τῆς συγκλήτου καὶ ὅσοι τοῦ ἱερατικοῦ καταλόγου συγκαθελκυσθεὶς καὶ αὐτός. πλὴν οὐκ αὐτῷ γε διηνεκῆ τὴν αὐτοκρατορικὴν ἀρχὴν χαρίζεται, ἀλλ' ὡς τῶν πραγμάτων τέως ἀναγκαζόντων διοικεῖν αὐτὸν αὐτὴν, μέχρις ἂν ἐς ἥβην ὁ γνήσιος τῆς βασιλείας κληρονόμος ὁμοῦ καὶ διάδοχος φθάσῃ. τότε δ' αὐτὸν ἑκόντα παραχωρεῖν ἐκείνῳ μόνῳ τῶν τε αὐτοκρατορικῶν θρόνων καὶ πάντων ἅμα τῶν βασιλικῶν συμβόλων. καὶ ἐπὶ τούτοις αὖθις ὅρκοι ἐτελοῦντο φρικωδέστεροι τῶν προτέρων.(Β.) Τηνικαῦτά γε μὴν καθάπερ τις ἄριστος οἰωνὸς τῆς αὐτοῦ βασιλείας ἀγγέλλονται τούτῳ τὰ δυτικὰ τῶν Ῥωμαίων τρόπαια, καὶ μετ' ὀλίγον ἥκουσι καὶ οἱ τὰ τρόπαια πεπραχότες αἰχμάλωτον ἄγοντες τόν τε Πελοποννήσου καὶ Ἀχαΐας πρίγκιπα καὶ πλείστους ἄλλους τῶν πολεμίων. κἀκεῖνοι μὲν ἄξια κομίζονται τὰ γέρα καὶ τῶν πόνων τὰ ἔπαθλα. ὁ μὲν γὰρ Σεβαστοκράτωρ ἐς τὸ Δεσποτικὸν ἀνάγεται παρὰ τοῦ βασιλέως ἀξίωμα· ὁ δὲ μέγας Δομέστικος ἐς τὸ τοῦ Καίσαρος· ὁ δὲ Καῖσαρ ἅμα τῷ πενθερῷ τοῦ Δεσπότου ἐς τὸ τοῦ Σεβαστοκράτορος. ἐποίει δ' ἐπίσημον τὴν ἐκ τοῦ πενθεροῦ διαφορὰν, ὅτι ἐν τοῖς κυανοῖς πεδίλοις καὶ χρυσοϋφεῖς αὐτῷ ἐνηρμόζοντο ἀετοί. ὅ γε μὴν πρίγκιψ Πελοποννήσου καὶ Ἀχαΐας ὠνούμενος τὴν ἐλευθερίαν μετὰ τῆς ἑαυτοῦ ζωῆς δίδωσι τῷ βασιλεῖ τῶν ἐν Πελοποννήσῳ πόλεων τρεῖς τὰς βελτίους, τήν τε Μονεμβασίαν καὶ τὴν περὶ τὰ Λεῦκτρα Μαίνην, ἣ Ταιναρία πάλαι παρ' Ἕλλησιν ἄκρα ἐκαλεῖτο, καὶ τρίτην τὴν προκαθεζομένην τῆς Λακωνικῆς Σπάρτην. καὶ οὕτως ὥσπερ ἐξ ᾅδου κευθμώνων ἀπροσδόκητος ἐχαρίζετο τοῖς ἰδίοις. ἐγκρατὴς δὲ τῶν εἰρημένων στέλλεται πόλεων ἐν Πελοποννήσῳ Κωνσταντῖνος ὁ ἀμφιμήτριος ἀδελφὸς τοῦ βασιλέως, ὃν, ὡς μικρῷ πρόσθεν εἰρήκειμεν, ἐκ Καισάρων Σεβαστοκράτορα πεποίηκε. καὶ ἀπελθὼν ἐκεῖσε πολλὰς εἰργάσατο νίκας κατὰ τῶν Πελοποννησίων Λατίνων· καὶ πολλὰς ἑτέρας προσεκτήσατο πόλεις ὡς ἐξ ὁρμητηρίων μεγάλων τριῶν ἐκείνων ὁπλιζόμενος πόλεων. (Γ.) Ἐπὶ τούτοις καταλιπὼν τὸν πατριαρχικὸν ὁ Ἀρσένιος θρόνον ᾤχετο ἡσυχάσων ἐς τὸ παράλιον τοῦ Πασχασίου μονύδριον. πρόφασις δ' ἦν τῆς ὑποχωρήσεως ἡ περιφρόνησις Ἰωάννου τοῦ Λάσκαρι τοῦ βασιλέως παιδός. ἔπεμψε γὰρ αὐτὸν πρὸ βραχέος ὁ βασιλεὺς Μιχαὴλ ὁ Παλαιολόγος ἐν Μαγνησίᾳ φυλάττεσθαι, μήποτε νεωτερισμόν τινα δῆθεν πράξῃ παρά τισιν ἔχουσιν εἰς τοῦτο ἐπιῤῥεπῶς ἡ αὐτοῦ γε ἐμφάνεια. καὶ δὴ Νικηφόρος ἀντ' ἐκείνου ἐς τὸν πατριαρχικὸν ἀνάγεται θρόνον, ὁ τῆς Ἐφέσου μητροπολίτης, ὃς ἕνα ἐπιβιοὺς ἐνιαυτὸν ἐτελεύτησεν. (Δ.) Ὁ μέντοι βασιλεὺς σὺν πολλοῖς τοῖς στρατεύμασι διεπεραιοῦτο εἰς Θρᾴκην ἐπίδοξος ὢν ἐσβαλεῖν καὶ ἐς τὰ τῆς Κωνσταντινουπόλεως προαύλια πείρας εἵνεκα πολεμικῆς. καὶ δὴ μετὰ τὴν ἔξω διατριβὴν παρελάσας ἐπολιόρκει πρῶτον τὸ κατὰ τὴν περαίαν τοῦ Γαλάτου ἐπικεκλημένον φρούριον, ὡς ῥᾳδίως ἐντεῦθεν ἁλωσομένης αὐτῷ καὶ τῆς Κωνσταντίνου, εἰ αὐτὸ παραστήσαιτο πρότερον. ἀλλ' ἦσαν ἄρα τὰ τῶν τοιούτων ἐλπίδων αὐτῷ γρηγορούντων ἐνύπνια. πλεῖστα γὰρ τῶν λιθοβόλων μηχανημάτων ἀντιπεριστήσας αὐτῷ καὶ πολλὰς ἐπενεγκὼν, βίας ἑλεῖν οὐ δεδύνηται. ὅθεν ὀχυρώσας τὰ πρὸ τῆς Βυζαντίδος φρούρια καὶ ὁπλίτας ἀφεὶς ἐν αὐτοῖς προσετετάχει συνεχεῖς ἐπιδρομὰς καὶ ἐνέδρας ποιεῖσθαι κατὰ τῶν Βυζαντίων Λατίνων, ὡς μηδὲ προκύπτειν ἐᾷν εἰ δυνατὸν αὐτοὺς τῶν τειχῶν. ὃ δὴ πρὸς τοσαύτην ἤλασε τοὺς Λατίνους πενίαν, ὡς τῇ τῶν ξύλων σπάνει καὶ τὰς τοῦ Βυζαντίου πλείστας καὶ περιφανεῖς οἰκίας καθελεῖν εἰς δαπάνην χρειώδη τοῦ πυρός. ἐντεῦθεν ἐς Νίκαιαν αὖθις ὑποστρέφει· αὕτη γὰρ ἐγεγόνει Ῥωμαίων βασίλειον μετὰ τὴν τῆς Βυζαντίδος πόρθησιν, καὶ ἦν ἐκεῖ διατρίβων ἐφ' ἱκανόν. ( Ε.) Ἐν τούτοις μέντοι τοῖς χρόνοις διαβάντες καὶ τὸν Εὐφράτην οἱ Σκύθαι τὴν ἄχρι Παλαιστίνης οἰκειοῦνται Συρίαν καὶ Ἀραβίαν. μηδὲ γὰρ εἶναι τῶν πάνυ ῥᾳδίων πέρας λαμβάνειν τὴν ἀνθρώπων πλεονεξίαν, μέχρις ἂν ἐπιμένῃ τῇ δεξιᾷ καὶ τῇ αἰχμῇ τὸ δύνασθαι. καὶ πολλοῖς ἐκεῖ τοῖς λαφύροις περιτυχόντες βριθούσαις ἐπανήκουσι δεξιαῖς, φόρους ἐτησίους, ὅσα καὶ δούλοις ἀθλίοις, τάξαντες τοῖς ἐναπολειφθεῖσιν Ἄραψί τε καὶ Σύροις καὶ Φοίνιξι. κατὰ μέντοι τὸ ἐπιὸν ἔτος εἰσβάλλουσι καὶ ἐς τὴν ἔνδον Εὐφράτου Ἀσίαν καὶ πᾶσαν ῥᾳδίως καταστρέφουσι καὶ ληΐζονται, ὅρους ποιησάμενοι τοῦ τοιούτου δρόμου καὶ κλόνου πρὸς μὲν ἄρκτους Καππαδοκίαν καὶ ποταμὸν τὸν Θερμώδοντα, πρὸς δὲ μεσημβρίαν τήν τε Κιλικίαν καὶ τὰ μικρὸν μετὰ τὰς ἀρχὰς πολλαχῇ διαιρούμενα μέρη τοῦ Ταύρου, ὃς μέγιστος ἐπεφύκει τῶν κατὰ τὴν Ἀσίαν ὀρῶν. (Στ.) Χειροῦνται δ' ἐπὶ τούτοις καὶ τὰ τῶν Τούρκων βασίλεια. καὶ φυγὰς ὁ σουλτὰν Ἀζατίνης ἅμα τῷ ἀδελφῷ Μελὴκ φοιτᾷ πρὸς τὸν βασιλέα Ῥωμαίων Μιχαὴλ τὸν Παλαιολόγον, ἐνέχυρα φέρων πιστὰ μεγάλων ἐλπίδων οὐ πάνυ παλαιᾶς φιλοξενίας καὶ μεγάλης κηδεμονίας ὑπομνήματα· ὁπότε δηλαδὴ καὶ αὐτὸς παρ' αὐτὸν ἧκε, φεύγων τε τοὺς βασιλικοὺς ἐκείνους κινδύνους καὶ πλεῖστα φέρων ἐπὶ τῆς καρδίας τὰ τῶν μεγάλων φόβων ἐκείνων ἴχνη. τούτων ἀνάμνησιν ἐπ' αὐτοῦ ποιησάμενος αἰτεῖ δυοῖν θάτερον· ἢ συμμαχίαν κατὰ τῶν Σκυθῶν, ἢ γῆς Ῥωμαϊκῆς ἀποτομήν τινα καὶ οἱονεὶ κληρουχίαν εἰς κατοικίαν μονιμωτέραν αὐτοῦ τε καὶ τῶν ἅμα αὐτῷ. ἦν γὰρ ἐπαγόμενος γυναῖκα καὶ τέκνα καὶ θεραπείαν συχνὴν, καὶ πρὸς τούτοις πλοῦτον μάλα μακρὸν καὶ πολυτελῆ. τῷ μὲν οὖν βασιλεῖ τὰ Ῥωμαίων κατακερματίζειν στρατεύματα, πολλῶν πολλαχόθεν περικυκλούντων πολέμων, οὐ πάνυ τοι ἀσφαλὲς ἐδόκει. τό, τε γῆς κληροδοσίαν ἀπονέμειν ἀνδρὶ τοσούτῳ, πολλῶν σατραπειῶν ἀρχηγῷ καταστάντι καὶ ἡγεμονικοῦ τινος ἤθους τροφίμῳ, καὶ τοῦτο δὲ οὐκ ἀνύποπτον ἦν αὐτῷ, οὐδ' ἄνευ φόβων μελλόντων. ἀνάγκη γὰρ τοὺς ὑπὸ χεῖρα σατράπας ζητῆσαι τὸν ἀρχηγόν· καὶ τοὺς ἔνθεν κἀκεῖθεν διασπαρέντας καὶ φερομένους οἷα πλανήτας ἐν νυκτὶ ἐπὶ τὸν λαμπαδοῦχον καὶ ὁδηγὸν συνδραμεῖν καὶ χρόνῳ γενέσθαι Ῥωμαίοις κακὸν ἀμήχανον· ὅθεν ὡς ἐπὶ τρυτάνης μετεωρίσας αὐτοῦ τὴν ψυχὴν ἦγε καὶ ἔφερεν ἐλπίδων ὥσπερ παράσιτον. βʹ. Δύο ἑξῆς ἠνύετο ἔτη, ἀφ' οὗ τῶν τε βασιλικῶν θρόνων ἐγκρατὴς ὁ Μιχαὴλ ἐγεγόνει καὶ τὸ δυτικὸν καὶ Θετταλικὸν ἔπαυσε δόρυ, τὴν μάχην φημὶ τῶν τε Ἀκαρνάνων καὶ Αἰτωλῶν, καὶ τῆς πονηρᾶς ἐκείνης ῥίζης πάλιν ὑπεφύοντο πονηρὰ καὶ ἀκανθώδη βλαστήματα, καὶ πάλιν ὅρκων ἀνατροπαὶ καὶ μάχαι πολεμικαὶ τοῦ ἀποστάτου Μιχαήλ. πέμπει τοιγαροῦν κατὰ τάχος ἐπ' ἐκεῖνον ὁ βασιλεὺς Καίσαρα τὸν Στρατηγόπουλον, δοὺς αὐτῷ καὶ Βιθυνοὺς μὲν ὁπλίτας μικρὸν ὑπὲρ τοὺς ὀκτακοσίους, τοὺς δ' ἄλλους ὁπόσους ἡ χρεία ζητοίη, στρατολογήσειν αὐτὸν ἔκ τε Θρᾴκης καὶ Μακεδονίας. προστάττει δ' αὐτῷ καὶ πάρεργον ὁδοῦ ποιήσασθαι μεθ' ὧν ἐπιφέρεται Βιθυνῶν ὁπλιτῶν τὴν διὰ τῶν τοῦ Βυζαντίου προαστείων διάβασιν, θορύβου τινὸς ἕνεκα τῶν ἐν Βυζαντίῳ Λατίνων καὶ τοῦ μὴ πάνυ σχολάζειν αὐτοὺς καὶ ἀναπεπτωκέναι συγκεχωρῆσθαι κἀπὶ πλεῖστον τῶν τειχῶν παρεξιέναι ὁπότε βούλοιντο, ἀλλ' εἶναι περιδεεῖς ἀεὶ καὶ οἷον ἐν εἱρκτῇ φρουρουμένους. (Β.) Καὶ μὲν δὴ διαπεραιωσάμενος τὴν Προποντίδα ὁ Καῖσαρ στρατοπεδεύει περὶ τὸ Ῥήγιον· ἔνθα περιτυγχάνει τισὶν ἀγοραίοις ἀνδράσι, λόγοις μεγάλοις καὶ ἀποῤῥήτοις τῆς πάντα διοικούσης προνοίας, ἣ πλήθει μὲν ἵππου καὶ στρατιᾶς οὐχ ὑπηρετεῖ πολλάκις, βραχείᾳ δέ τινι δυνάμει καὶ πολλὴν ταῖς ἐλπίσι τρυφὴν χορηγεῖν οὐκ ἐχούσῃ συναίρεται μᾶλλον καὶ νίκας μεγίστας παρέχεται. τῶν μὲν γὰρ τὴν ἐλπίδα κιβδηλεύει τὰ ὅπλα πολλάκις καὶ ἡ τῆς ἄλλης ἴσως παρασκευῆς ἀφθονία, καὶ οὐκ ἐᾷ ῥᾳδίως ἄνω φέρεσθαι πρὸς τὸν ζωῆς καὶ θανάτου κύριον, ἀλλὰ κατασπᾷ καὶ βαρύνει καὶ περὶ τὴν γῆν ὡς τὰ πολλὰ καλινδεῖσθαι βιάζεται· τῶν δὲ τοὐναντίον ἡ σπάνις τῶν ἀναγκαίων κουφοτέρους ποιεῖ καὶ οἷον αἰθεροδρομεῖν τε ἀναγκάζει καὶ θερμότερον τὴν ἄνωθεν ἐκκαλεῖσθαι δεξιάν. δι' αὐτό γε μὴν τοῦτο καὶ πολλοὶ μεγάλα ἐλπίσαντες τοὐναντίον ἢ κατὰ τὰς ἐλπίδας ἀπήλλαξαν. ἕτεροι δὲ δι' ἀπορίαν καὶ ἑαυτῶν ἀπογνόντες τροπαίων μεγίστων ἐπέτυχον. ἰδοὺ γὰρ κἀν τῷ παρόντι βασιλεῖς τῶν τριῶν οὐκ ἐλάττους πολλαῖς πολλάκις χιλιάσι στρατοῦ προσβαλόντες τῇ Κωνσταντίνου ἄπρακτοι ἐπανῆκον, οὐδὲ τοῖς τείχεσι καθαρῶς δυνηθέντες ἐγγίσαι. ἀλλὰ ταύτην ὁ Καῖσαρ εἷλεν αἰχμάλωτον, μηδ' ἄχρι χιλιάδος μιᾶς ἐπαγόμενος στράτευμα, μηδὲ τειχῶν ἀμυντήριον ὄργανον οὐδὲν, μηδὲ μηχανημάτων ὄχλον ὁντινοῦν, ἀλλὰ μόνῃ τῇ θείᾳ ἐπικουρίᾳ τὸ πᾶν ἀναρτήσας. εἷλε δὲ οὕτως. (Γ.) Ἐπεὶ γὰρ τοῖς ἀνδράσιν ἐκείνοις ὁ Καῖσαρ ἐνέτυχε, Ῥωμαίοις μὲν οὖσι τὸ γένος, αὐτόχθοσι δὲ Κωνσταντινουπόλεως, κατὰ δὲ χρείαν ἅλωνος καὶ καρπῶν συλλογῆς ἔξω διαιτωμένοις τῆς πόλεως, ἤρετο περί τε τῆς τῶν Λατίνων δυνάμεως ὅση καὶ οἵα, καὶ περὶ ὅσων ἄλλων εἰκὸς ἦν περιεργάζεσθαι στρατηγὸν ἄνδρα καὶ πολλῶν ὀλυμπιάδων τοιούτων μεστόν. οἱ δὲ καὶ τῷ τῶν Λατίνων πάλαι ἀχθόμενοι ζυγῷ καὶ ἄλλως τοῖς ὁμοφύλοις μᾶλλον ἢ τοῖς ἀλλοφύλοις συνδιαιτᾶσθαι ποθοῦντες ἕρμαιον κάλλιστον τὴν τοῦ Καίσαρος ἡγήσαντο ξυντυχίαν καὶ πάντα σαφῶς τε ἀπήγγειλαν καὶ ἐπὶ τούτοις συμφωνίας τῷ Καίσαρι συνετίθεσαν περὶ προδοσίας καὶ δωρεῶν ὑποσχέσεις μεγάλων ῥᾷστα ἐλάμβανον, ὡς ἐφ' ὁμολογουμένῃ τῇ πράξει. οὐ γὰρ μόνον ἀσθενῆ τὴν τῶν Λατίνων δύναμιν ἔφασαν ἤδη τυγχάνειν, ἀλλὰ καὶ ταύτης τὸ πλεῖστον ἀπεῖναι ἐς τὴν τῆς Δαφνουσίας πολιορκίαν. πόλις δὲ αὕτη περὶ τὸν Εὔξεινον πόντον, πολλοῖς κυκλουμένη τοῖς ὕδασι, χιλίους σταδίους διϊσταμένη τῆς Κωνσταντίνου· σφίσι δ' αὖ ῥᾴδιον εἶναι τὴν εἴσοδον νύκτωρ τῷ στρατῷ συσκευάσαι καὶ ἅμα συνάρασθαι μετὰ τῶν φίλων αὐτοῖς καὶ χερσὶ καὶ ὅπλοις καὶ πάσῃ δυνάμει τὴν τῶν ἀντιπάλων ἄμυναν. τήν τε γὰρ οἴκησιν ἔγγιστά που τῆς πύλης κεκτῆσθαι τῆς κατ' εὐθεῖαν βλεπούσης πρὸς τὸν ναὸν τῆς θεομήτορος τῆς πηγῆς, εἴσοδόν τε εἰδέναι λαθραίαν, ἣν παλαιός τις ὑπόνομος ἔλαθεν ὥσπερ ἐξ αὐτομάτου νῦν παρεχόμενος, δι' οὗ πεντήκοντα εἰσιόντας ὁπλίτας νυκτὸς τούς τε φύλακας ἀποκτεῖναι καὶ τὴν πύλην συντρίψαντας ῥᾳδίαν ἤδη καὶ ἅπαντι τῷ στρατῷ πεποιηκέναι τὴν εἴσοδον. (Δ.) Ταῦτ' ἔφασαν οἱ ἄνδρες· καὶ οἴκαδε ἀπιόντες οὐ μάλα συχνῶν ἡμερῶν εἰς πέρας ἦγον τὰ ὑπεσχημένα. καὶ ὁ Καῖσαρ εἴσεισι τὴν Κωνσταντινούπολιν νύκτωρ πρὸς ὄρθρον, καὶ αὐτοῦ που διημερεύσας συντεταγμένος πρὸς πόλεμον τῇ ὑστεραίᾳ πῦρ τε ὑφεῖναι κατὰ τῶν οἰκιῶν κελεύει καὶ τετραχῇ τὴν πόλιν ὑφάψαι, ἵνα διπλοῖς πολεμίοις ὁ τῶν Λατίνων ὄλεθρος εἴη μεμηχανημένος. τὰ μὲν οὖν τῶν Λατίνων βασίλεια ἡ τοῦ παντοκράτορος ὑπῆρχε μονή. ὁ δὲ τηνικαῦτα Κωνσταντινουπόλεως βασιλεύων Βαλδουῖνος, ὁ τοῦ πρώτου Βαλδουίνου ἀδελφιδοῦς· Ἑῤῥῆς μὲν γὰρ ἐκεῖνον ὁ ἀδελφὸς διαδέχεται, τὸν δὲ ὁ τῆς ἀδελφῆς Ἰολέντης πρῶτος υἱὸς ὁ Ῥομπέρτος· καὶ τοῦτον αὖ ὁ Ῥομπέρτου δεύτερος ἀδελφὸς Βαλδουῖνος, τέταρτος καὶ τελευταῖος ὢν ἀπὸ τοῦ πρώτου Βαλδουίνου τῆς Κωνσταντινουπόλεως βασιλεύς. οὗτος ἕωθεν ἀναστὰς καὶ ἀκηκοὼς ἔνδον ὄντας τοὺς πολεμίους καὶ ἅμα ἰδὼν ὡς τὸ πῦρ τήν τε πόλιν διέζωσεν ἅπασαν καὶ ὅσον οὐδέπω καὶ αὐτοῦ τῶν βασιλείων γένεσθαι ἔμελλεν ὑπὸ τοῦ πνεύματος ἐλαυνόμενον, πρῶτα μὲν εἰς ὅπλα καὶ πόλεμον ἔβλεψε, συνηθροικὼς εἴ τί που τῶν Λατίνων ὑπῆρχεν ὁπλιτικόν. τάχιστα δ' αὖθις ἐγνωκὼς ἀνηνύτοις ἐπιχειρῶν χαίρειν ἀπεῖπε καὶ σύμβολα βασιλείας καὶ βασιλείαν αὐτήν. ὁ δ' ἁλιάδι τινὶ γυμνὸν ἑαυτὸν ἐμβαλὼν φυγῇ τὴν σωτηρίαν πορίζεται. (Ε.) Ῥέουσα δ' ἡ φήμη φθάνει αὐθήμερον καὶ ἐς τοὺς τὴν Δαφνουσίαν πολιορκοῦντας. οἳ δὴ καὶ ἄραντες ἐκεῖθεν ταχυναυτοῦσιν εἴπερ ποτὲ, καὶ ὁρῶνται τῇ ὑστεραίᾳ τὰ τείχη τῆς πόλεως παραπλέοντές τε καὶ περιπλέοντες καὶ τοὺς ἐκπίπτοντας τῶν Λατίνων σωρεύοντες ὅσον ἐφικτόν. καὶ τοῦτ' ἐξ ἑσπέρας εἰς ὄρθρον ποιοῦντες διετετελέκεισαν, ἅμα δ' ἕω τὰ ἱστία διαπετάσαντες εὐθὺ τῆς Ἰταλίας τὸν ἀπόπλουν ἐποίουν, μακρὰ καὶ αὐτοὶ χαίρειν εἰπόντες τὴν νόθον πατρίδα. τὴν δὴ ταχίστην φθάνει τῶν πεπραγμένων τὰ εὐαγγέλια καὶ ἐς βασιλέα περὶ τὴν Νίκαιαν. ὁ δὲ πιστεύειν οὐκ εἶχε τὰ πρῶτα ῥᾳδίως, ἐννοῶν ὡς πρὸ βραχέος αὐτὸς μὲν ἧκε μυρίαν ἐπαγόμενος αἰχμὴν καὶ μυρίαν ἐπιδειξάμενος μηχανὴν ἑλεῖν οὐδὲ τὸ σμικρότατον ἠδυνήθη τοῦ Γαλάτου πολίχνιον· κἄπειτα παραδόξως ἀκούοι τὴν Κωνσταντίνου, τὸ μέγα θαῦμα τῆς οἰκουμένης, ἁλοῦσαν ῥᾳδίως ὑπ' ὀκτακοσίων ἀνδρῶν. εἶτα καθ' ἑαυτὸν γενόμενος καὶ συνιεὶς ὡς τοῦ θείου ἡ πρόνοια δύναται καὶ τοῖς ξηροῖς διδόναι βλάστην καὶ τοῖς πένησι πλοῦτον καὶ ῥώμην τοῖς ἀσθενέσι καὶ μέγεθος τοῖς μικροῖς, ὥσπερ καὶ τοὐναντίον, ὁπότε ὁ πλούσιος ἐν τῷ πλούτῳ καυχῷτο τῷ ἑαυτοῦ καὶ ὁ δυνατὸς ἐν τῇ δυνάμει αὐτοῦ, εὐχαριστηρίους ἀνεπέτασε χεῖρας πρὸς κύριον καὶ ὕμνους πολλοὺς διεξεληλύθει τῇ γλώττῃ, μάλα τῇ ὑποθέσει προσήκοντας. ὁ μὲν δὴ βασιλεὺς οὕτω περὶ τὴν ἀκοὴν διέθηκεν ἑαυτόν. τῷ δὲ ἦν ἔργον ἐπιμελὲς λοιπὸν, πάντων ἀφεμένῳ τῶν ἄλλων πραγμάτων ἰέναι πρὸς τὴν βασιλίδα τῶν πόλεων ἅμα τῇ συζύγῳ δεσποίνῃ καὶ τῷ υἱῷ Ἀνδρονίκῳ τῷ νέῳ βασιλεῖ, δεύτερον ἔτος ἄγοντι τῆς ἡλικίας. (Στ.) Συχναὶ παρῆλθον ἡμέραι καὶ εἶχε τὸν βασιλέα ἡ τῶν πόλεων βασιλεύουσα· πλὴν οὐ πρότερον εἰσελθόντα αὐτὴν, πρὶν ἢ τὴν θείαν εἰκόνα τῆς ὑπεράγνου θεομήτορος τῆς Ὁδηγητρίας ἐς τὴν οὕτω πως ὀνομαζομένην χρυσῆν πύλην εἰσεληλυθέναι· ἔνθα αὐτῇ τοὺς εὐχαριστηρίους ἀποδόντας ὕμνους οὕτως ἔπειτα εἰσιέναι πεζῇ καὶ βάδην, προηγουμένης τῆς θείας εἰκόνος τῆς θεομήτορος. ἐλθόντα δὲ τὸ πρῶτον οἰκῆσαι παρὰ τὸ ἔγγιστα τοῦ Ἱπποδρόμου παλατίον. τὸ γὰρ ἐν Βλαχέρναις ἠμέλητο ἐκ πολλοῦ, καὶ ἦν τὸ πλεῖστόν γε καπνοῦ καὶ κόνεως ἐμπεπλησμένον. ἦν μὲν οὖν ἰδεῖν τὴν βασιλεύουσαν τῶν πόλεων πεδίον ἀφανισμοῦ, μεστὴν ἐρειπίων καὶ κολωνῶν, οἰκίας τὰς μὲν κατεσκαμμένας, τὰς δὲ πυρκαϊᾶς μεγάλης μικρὰ λείψανα. ἀπημαύρωσε μὲν γὰρ καὶ πολλάκις πρότερον τὸ κάλλος αὐτῆς καὶ τὸν κράτιστον κόσμον θυμὸς πυρὸς, ὁπότε Λατίνοις τὸ πρῶτον δουλεύσειν ἔμελλεν. ἔπειτα δ' αὖ δουλωθεῖσα οὐδεμίαν ἐδέξατο παρ' ἐκείνων ἐπιμέλειαν πώποτε, ὅτι μὴ κατάλυσιν παντοίαν ἐφ' ἡμέρᾳ καὶ νυκτὶ, ὥσπερ ἀπιστούντων τῶν Λατίνων τῇ ταύτης ἐς τέλος οἰκήσει, οἶμαι τοῦ θείου τὸ μέλλον φωναῖς ἀλαλήτοις σφίσιν ὑποσημαίνοντος. ἀπημαύρωσε δ' αὐτὴν οὐ μετρίως καὶ τὸ τελευταῖον τοῦτο τὸ πῦρ, ὃ Ῥωμαῖοι δι' ἔκπληξιν τῶν Λατίνων ταῖς οἰκίαις ἐνέβαλον πρότριτα. (Ζ.) Ἔργον μὲν οὖν αὐτίκα τὸ πρῶτον καὶ σπουδαιότατον ἦν βασιλεῖ ταύτην ἀνακαθαίρειν καὶ τὴν πολλὴν ἀκοσμίαν ἐκείνην εἰς εὐκοσμίαν μετάγειν, ὡς ἐφικτὸν ἦν, νεώς τε περιφράττειν, οἳ μήπω τελέως καταπεπτώκεσαν, καὶ τὰς κεκενωμένας οἰκίας ἀνθρώπων πληροῦν. δεύτερον, ἀνακαλεῖσθαι τὸν πατριάρχην Ἀρσένιον, ἐπεὶ καὶ ὁ πατριαρχικὸς τηνικαῦτα θρόνος οὐκ εἶχε τὸν διέποντα. εἶχεν οὖν καὶ ὁ πατριαρχικὸς τῆς Κωνσταντινουπόλεως θρόνος Ἀρσένιον πατριάρχην πῶς μὲν ἄκοντα, πῶς δ' αὖ ἑκόντα· ἄκοντα μὲν διὰ τὰ φθάσαντα σκάνδαλα, ἑκόντα δ' αὖ, ὅτι τε τὴν βασιλεύουσαν ἐπεθύμει καὶ αὐτὸς θεάσασθαι τῶν πόλεων καὶ ὅτι οὐδ' αὐτὸς δόξης ἐρώτων ἀήττητος ὑπῆρχε τελέως. ἄνθρωπος γὰρ ἦν καὶ αὐτός· καὶ καινὸν οὐδὲν, εἰ τῶν μὲν μᾶλλον καὶ μάλα μᾶλλον ἡττωμένων εἰς ἀρχικὴν δόξαν, αὐτὸς ἧττον ἡττᾶτο· ἢ μᾶλλον οὐ τοσοῦτον ἤρα τῶν θρόνων, ὅσον ἄδικον ἡγεῖτο περιφρονεῖν τὸν λαχόντα δίκαιον κλῆρον. τρίτον, ἀντάξιον ἀποδοῦναι γέρας Ἀλεξίῳ τῷ Καίσαρι, ὅτι δι' αὐτοῦ Ῥωμαίοις τὴν τῶν πόλεων βασιλεύουσαν ὁ θεὸς ἐχαρίσατο. τὸ δὲ ἦν θρίαμβον συγκροτηθῆναι πολυανθρωπότατον καὶ περιφανέστατον κελεύσει τοῦ αὐτοκράτορος καὶ ἐπὶ τούτῳ τὸν Καίσαρα πομπεῦσαι διὰ πάσης τῆς πόλεως, οὐ μόνον τοῖς τοῦ Καίσαρος παρασήμοις κοσμούμενον, ἀλλὰ πρὸς τούτοις καὶ στεφάνῳ πολυτελεῖ καὶ μικροῦ δέω λέγειν βασιλικῷ· ὃ δὴ καὶ γέγονε. προσετετάχει δ' ἐπὶ τούτοις ὁ βασιλεὺς διὰ μνήμης καὶ τὸ τοῦ Καίσαρος ὄνομα ἄγεσθαι ὁμοῦ τοῖς τῶν βασιλέων ἐν τοῖς ὑμνητηρίοις καὶ εὐφήμοις ᾄσμασι πανταχῇ τῆς τῶν Ῥωμαίων ἐπικρατείας ἄχρις ἐνιαυτοῦ. γʹ. Καὶ τὰ μὲν τοῦ Καίσαρος εὐτυχήματα τοιαῦτα. ἔθος δὲ τῷ βασκανίας ἀρχηγέτῃ κῆράς τινας ἐπωδύνους καὶ ἀντιπάλους τοῖς ἀγαθοῖς εὐτυχήμασιν ἐπισπείρειν, καθάπερ ἐν σίτου χωρίῳ ζιζάνια, καὶ οὐκ ἄκρατον ἐς τέλος τὸ τῆς εὐφροσύνης καλὸν ἐν τῷ βίῳ συγχωρεῖν τοῖς ἔχουσιν ὡς τὰ πολλὰ περιγίγνεσθαι. διὰ τοῦτο καὶ Φίλιππος ὁ Μακεδονίας τύραννος, τριῶν αὐτῷ ποτε περιγενομένων εὐτυχημάτων ἡμέρας μιᾶς, ὑπερήσθη μὲν τῇ τῆς ψυχῆς διαθέσει, γλῶσσαν δὲ μεγαλοῤῥήμονα τοῖς παρεστῶσι δοῦναι οὐκ ἐξετράπη, οὐδ' ἐπὶ μέγα ἦρε τὴν ὀφρῦν· ἀλλ' εἰδὼς ὡς ταῖς ὑπερβολαῖς τῶν εὐτυχημάτων ὑπερβολικώτερα ἐπιφύονται τὰ λυποῦντα, μετριώτερον μὲν διετέθη πρὸς τὰ γεγενημένα, φόβον δ' ἔσχε περὶ τοῦ μέλλοντος μείζονα ἢ κατὰ τὸ μέτρον τῆς εὐφροσύνης· καὶ ἀναστὰς, «ὦ θεὲ,» εἶπε, «μίξον τι τοῖς ἀγαθοῖς καὶ δυστύχημα μέτριον, μήπου ταῖς ἡδοναῖς συνεπαρθεὶς τῶν μεγάλων καλῶν εἰς μεγάλους ἀπροσδοκήτως ἐμπέσω κρημνοὺς τῶν κακῶν.» διὰ δὴ ταῦτα καὶ τοῖς τοῦ Καίσαρος εὐτυχήμασι βάσκανον ἐπιῤῥίψαντες ὀφθαλμὸν οἱ πρὸς ταῦτα ἐνησκημένοι Τελχῖνες ἄλυπον οὐδ' αὐτὸν ἀφῆκαν εἰς πέρας ἀφῖχθαι τοῦ βίου· δηλώσει δὲ προϊὼν ὁ λόγος. (Β.) Μετὰ γὰρ τὰ μεγάλα τρόπαια ταυτὶ καὶ τοὺς ἐπινικίους θριάμβους πέμπεται πάλιν ὁ Καῖσαρ παρὰ τοῦ βασιλέως ἐπὶ τὴν προκειμένην ὁδὸν, πολεμήσων τῷ τῆς Ἠπείρου καὶ Αἰτωλίας ἄρχοντι Μιχαὴλ τῷ δεσπότῃ, τοὺς οἰκείους ὅρους παρεξιόντι καὶ κακῶς τὰ Ῥωμαίων διατιθεμένῳ πράγματα, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν. ὁ δὲ συνηθροικὼς τά τε Θρᾳκικὰ καὶ Μακεδονικὰ στρατεύματα καὶ χεῖρα πεποιηκὼς ἱκανὴν ἐπὶ τὸν ἀντίπαλον ἔρχεται. καὶ μετὰ πολλὰς τὰς τοῦ πολέμου στροφὰς καὶ τοὺς τῆς τύχης κύβους τὰ Ῥωμαίων νικᾶται στρατεύματα· καὶ ὁ Καῖσαρ ἁλίσκεται ζῶν, ὁ τῇ φήμῃ τῶν χθὲς τροπαίων καὶ θριάμβων ἐκείνων βορέαν καὶ νότον ἐγείρας εἰς ἔκπληξιν. οὕτως οὐδὲν ἐν ἀνθρώποις ἀληθὲς, οὐδὲ βέβαιον· ἀλλ' ἐν ἀδήλοις ὥσπερ πελάγεσι συγκυκᾶται καὶ ναυαγεῖ τὰ ἀνθρώπινα, καὶ βαθύς τις πλάνος καταχορεύει τῆς ἀνθρωπίνης ἐμπειρίας καὶ γνώσεως, ἄνω καὶ κάτω σοβῶν καὶ ταράττων πᾶσαν βουλευτηρίων σπουδὴν καὶ δίκην κύβων ἀνατρέπων τὰ δόγμασιν ἰσχυροῖς κυρούμενα σκέμματα. Κῦρος ὁ Περσῶν καὶ Μήδων καὶ Χαλδαίων ἄρξας ποτὲ μετὰ τὸ τῆς Ἀσίας τὸ πλεῖστον καταδραμεῖν καὶ Βαβυλῶνα τὸ τῆς Ἀσίας κλέος ῥᾷστα καταστρέψασθαι γυναικὶ Μασσαγέτιδι πολέμῳ ξυμβεβληκὼς αἴσχιστα καταστρέφει τὴν τύχην. Ἀννίβας ὁ Καρχηδόνιος, ὁ Λιβύην καὶ Ἀφρικὴν δουλωσάμενος ἅπασαν, μετὰ τὰ Ἰβηρικὰ καὶ Κελτικὰ ἐκεῖνα τρόπαια καὶ τὰς καταδρομὰς τῶν τραχυτάτων Ἄλπεων καὶ τὰς θαυμαστὰς κατὰ Ῥωμαίων νίκας ἑνὸς τῆς Ῥώμης στρατηγοῦ μετὰ βραχὺ καὶ ταῦτα τῆς πατρίδος ἐντὸς τὸ ξίφος ἐνεγκεῖν οὐκ ἠδυνήθη, ἀλλ' ἄρδην ᾤχετο γυμνὸς, γῆν πρὸ γῆς ἐλαύνων ἢ μᾶλλον ἀπηνῶς ὑπὸ τῆς τύχης ἐλαυνόμενος. Μάγνος Πομπήϊος, Ῥωμαίων ὕπατος καὶ στρατηγὸς αὐτοκράτωρ, Ἀσίας ἄχρι Καυκασίων ὀρῶν καὶ Κασπίας θαλάσσης δραμὼν καὶ μυρία καταστρεψάμενος ἔθνη καὶ χρημάτων ἀπείρους τῇ Ῥώμῃ σωροὺς χαρισάμενος ὑπὸ βραχυτάτου τὸ τελευταῖον στρατεύματος ἐν τοῖς ἰδίοις τὸ μέγα κατέλυσε κλέος. κατὰ ταὐτὰ δὲ καὶ ὁ νῦν τῷ λόγῳ προκείμενος Καῖσαρ ὁ χθὲς τὰ μέγιστα κατωρθωκὼς τρόπαια ἀδοξοτέρων ἀγώνων γίνεται παρανάλωμα σήμερον· τοῦ θεοῦ πάντως μυστικώτερον διὰ τῶν τοιούτων λόγον ἀποπληροῦντος, ἵνα τὴν ἑαυτῶν ἐν ταῖς τῶν φαυλοτέρων ἥτταις καταγινώσκοντες δύναμιν τὰς τῶν μεγάλων καὶ ἐξαισίων τροπαίων αἰτίας ἐκ θεοῦ καθαρῶς εἶναι νομίζωμεν. (Γ.) Ἀλλὰ γὰρ οὕτως ἁλόντα τὸν Καίσαρα ὁ Μιχαὴλ αὐτίκα τῷ γαμβρῷ ζητήσαντι πέμπει τῷ τῆς Σικελίας ῥηγὶ Μαφρὲ, ἀντάλλαγμα καὶ λύτρον ἐσόμενον τῆς αὐτοῦ ἀδελφῆς. ταύτην γὰρ εἰς γυναῖκα δευτέραν ἠγάγετο μετὰ τὴν τῆς Εἰρήνης τελευτὴν ὁ βασιλεὺς Ἰωάννης ὁ Δούκας, παρὰ Θευδερίχου τοῦ ταύτης πατρὸς καὶ ῥηγὸς Σικελίας λαβών· ἣ δὴ καὶ μετὰ τὴν τοῦ συζύγου τελευτὴν οἴκαδε ἀπιέναι οὐκ ἔχουσα παρὰ Ῥωμαίοις εἶχε τὴν δίαιταν, σωφροσύνης ὥρᾳ τὸν βίον κοσμοῦσα καὶ τρόποις σεμνότητος τὴν τῆς ὄψεως αἴγλην λαμπροτέραν δεικνῦσα. καὶ τοῦτον τὸν τρόπον πάλιν τὸν φίλον ἡ μεγαλόπολις ἐλάμβανε Καίσαρα. καὶ ἐπὶ τούτοις ζητήσας ὁ Αἰτωλὸς Μιχαὴλ ὁ δεσπότης νύμφην ἐπὶ τῷ υἱῷ Νικηφόρῳ τῷ δεσπότῃ χηρεύοντι λαμβάνει τὴν βασιλέως ἀδελφιδῆν Ἄνναν. καὶ ἦν ἡ τοιαύτη συζυγία βεβαίωσις τῶν ἐκεῖθεν σπονδῶν. δʹ. Ὁ μέντοι βασιλεὺς καὶ τῆς Κωνσταντινουπόλεως ἐγκρατὴς ἤδη γενόμενος καὶ ὁρῶν ὡς ἐξ οὐρίας αὐτῷ τὰ πράγματα φέρεται καὶ αἱ τῆς τύχης αὖραι εὐμενῶς ἐπιπνέουσι τῇ αὐτοῦ δεξιᾷ, ἀπρὶξ τῆς βασιλείας ἔχεσθαι ἔγνωκεν ἤδη, καὶ τοῦ λοιποῦ ἔμελεν αὐτῷ ῥιζόθεν πάντα φόβον ἔφεδρον ἐκτεμεῖν, δεδιότι μήπως ὀψὲ τοῦ χρόνου πρόφασιν σχόντες οὐ μικρὰν τὰς βασιλικὰς διαδοχὰς καὶ τοὺς πατρῴους κλήρους οἱ νῦν ὑπ' ὀδόντα καταρώμενοι καὶ ἐν ὠδῖσι κρύπτοντες τὴν ὀργὴν εἰς ὕψος ἀναῤῥιπίσωσι περιφανὲς τὴν ἐπιβουλὴν καὶ κολοφῶνα κινδύνων αὐτῷ ἐπεγείρωσιν. ὅθεν κατά τινα χρείαν ἐπιδεδημηκότι ἐκ τοῦ παρήκοντος εἰς τὴν βασιλεύουσαν ἐκ Πελοποννήσου Λατίνῳ τινὶ, εὐγενεῖ μὲν, οὐ πάνυ δ' ἐνδόξῳ, ὄνομα δὲ Βελικούρτῳ, Θεοδώραν τούτῳ συζεύγνυσι, τὴν μίαν τῶν τοῦ βασιλέως Θεοδώρου τοῦ Λάσκαρι θυγατέρων· καὶ οἴκαδε ἀπιέναι ἅμα αὐτῇ προτρέπεται τοῦτον· τὴν δὲ ἑτέραν ὄνομα Εἰρήνην συζεύγνυσι κόντῳ τινὶ τὴν ἀξίαν, ὄνομα Βιντιμιλίᾳ, ἐκ Γενούας, ἐκ τοῦ παρήκοντος καὶ αὐτῷ τῇ Κωνσταντινουπόλει ἐπιδεδημηκότι καὶ εὐθὺς οἴκαδε ἀπιέναι καὶ αὐτὸν μετ' αὐτῆς ἀφίησι· τὸν δὲ ἀδελφὸν αὐτῶν Ἰωάννην πέμψας στερεῖ τῶν ὀμμάτων, δεκαετῆ ἤδη τυγχάνοντα. καὶ οὕτως ἀνύποπτον καὶ φόβου παντὸς ἐλευθέραν ἑαυτῷ κατεστήσατο τὴν ὅλην τῆς βασιλείας διαδοχήν. (Β.) Ὅ γε μὴν πατριάρχης Ἀρσένιος ἀκηκοὼς τὴν τοῦ Ἰωάννου τύφλωσιν ἐταράχθη καὶ ἀπεπήδησε καὶ ἄνω καὶ κάτω τοῦ οἴκου περιϊὼν ἐβόα θρηνῶν, ἔτυπτεν ἀπηνῶς χερσὶ μὲν τὰ στέρνα, λογισμοῖς δὲ ξιφηφόροις εἰπεῖν τὴν καρδίαν· γῇ καὶ ἡλίῳ τὴν ἀδικίαν προσήγγειλε· τὰ στοιχεῖα πρὸς ἐπικουρίαν ἐπεβοᾶτο τῆς ἀτοπίας· λύσιν τοῦ πάθους ὥρμα ζητεῖν· οὐκ ἔχων δὲ καπνοὺς στεναγμῶν ἐκ τοῦ στόματος σφοδροτάτους ἀνέπεμπεν, οὓς τὰ ξύλα τῆς λύπης ἐκ τῆς καρδίας ἀνέφλεγον. ἐπεὶ δ' ἄπορα καὶ ὅλως ἀπεγνωσμένα τὰ τῆς ἐκδικήσεως ἦν, ἄλλην ἐβάδισε· καὶ πέμψας ἀφορισμῷ μὲν τὸν βασιλέα καθυποβάλλει ἐκκλησιαστικῷ, τὴν δὲ τούτου μνήμην ἐν ταῖς ὑμνῳδίαις οὐκ ἐκώλυσεν ἀναφέρεσθαι, δείσας μή τι περὶ τὴν ἐκκλησίαν νεωτερίσῃ στρατηγούμενος τῷ θυμῷ, καὶ ὅ φησιν ἡ παροιμία καπνὸν φεύγειν ἐθέλων εἰς πῦρ ἐμπεσεῖν ὁ πατριάρχης ἀναγκασθῇ. ὁ δὲ μετρίως τὴν ἐπιτίμησιν ἐνεγκὼν ἐφ' ἱκαναῖς ταῖς ἡμέραις ὑποπεπτωκότι τε διέμεινε χρώμενος σχήματι καὶ λύσιν τῆς ἐπιτιμήσεως ἀναμένων. (Γ.) Ἐπεὶ δ' οὐ προὐχώρει τὰ τῆς ἐλπίδος, εἰς ἄμυναν ἔβλεψεν, οὐχ οἵαν καθάπαξ ἡ χεὶρ ὑφηγεῖται τῆς ἐξουσίας· οὐ γὰρ ἀνακεκαλυμμένῃ χρῆται τῇ ἐξουσίᾳ· ἀλλ' ἐκκλησίαν ἀρχιερέων ἀθροίσας εἰς κανονικὴν ἐξέτασιν ἐνεγκεῖν κελεύει τὰ σποράδην παρά τινων ψιθυριζόμενα κατὰ τοῦ πατριάρχου ἐγκλήματα· οἳ τὸ κελευσθὲν ἡδέως, πῶς ἂν εἴποιμι; δεξάμενοι, οἱ τοῖς ἄλλοις φιλαδελφίας ὑπόδειγμα γίνεσθαι παρὰ κυρίου προτεταγμένοι, σύνοδόν τε κατὰ τοῦ πρώτου ἀδελφοῦ συνεκρότουν ἐν τῷ παλατίῳ καὶ εἰς μέσον παράγεσθαι τοὺς κατηγόρους ἐκήρυττον· οἱ δὲ εἰσεπήδων ἄλλος ἄλλον τῇ προθυμίᾳ φθάνοντες· καὶ ἦν ἡ λαληθεῖσα κατηγορία, ὅτι ὁ σουλτὰν Ἀζατίνης τῆς ἱερᾶς τελουμένης δοξολογίας πολλάκις συμπαρῆν καὶ ὡμίλει τῷ πατριάρχῃ ἔνδον τοῦ ναοῦ. καί τοι τῷ τε βασιλεῖ καὶ τοῖς ἀρχιερεῦσιν ἐγνωσμένον ἦν, ὅτι Χριστιανῶν τε ὑπῆρχε γονέων υἱὸς καὶ τῷ θείῳ καὶ αὐτὸς τετελεσμένος βαπτίσματι ἦν· τύχης δὲ φορᾷ χρησάμενος καὶ αὐτὸς, οἷα πολλὰ παρ' ἐλπίδα συμβαίνει, σουλτὰν καὶ ἀρχηγὸς ἐγεγόνει τῶν Τούρκων, τότε μὲν ἐν κρυπτῷ διατηρῶν τὰ τῆς εὐσεβείας καιριώτερα, νῦν δ' ἐν Κωνσταντινουπόλει καὶ τὰς θείας ἀσπαζόμενος εἰκόνας καὶ πάντα ἐς προὖπτον τὰ Χριστιανῶν ἐργαζόμενος ἔθιμα. ἀλλὰ ταῦτα καθάπερ ὅπλα τῷ πατριάρχῃ τυγχάνοντα ὀχυρὰ κατέλυον οἱ μαχόμενοι, πολέμια τυγχάνοντα τῷ σκοπῷ τῆς καθαιρέσεως, καὶ ἀπῆγον ἔς τε τὸ ἀμφίβολον καὶ τὸ ἀφανὲς, κἀκεῖθεν ἐξεκύλιον εἰς τὸ μὴ ὄν. (Δ.) Εἰσκαλεῖται τοίνυν ὁ πατριάρχης ἀπολογησόμενος· οὐκ ἀπαντᾷ δὲ, ἀλλὰ παραγράφεται τὴν σύνοδον κελεύσει βασιλικῇ γινομένην καὶ τοῦ ἀντιδίκου προκαθημένου κριτοῦ. ὅθεν ὡς φυγοδικοῦντος αὐτοῦ καθαίρεσιν καταψηφισάμενοι πέμπουσι πρὸς αὐτὸν καὶ ἀποχωρεῖν τοῦ θρόνου κελεύουσι· καὶ ἅμα παρῆσαν οἱ πρὸς ἐξορίαν ἀπάξοντες. ὁ δὲ καὶ τὴν ἡσυχίαν ποθῶν ἐκ πολλοῦ καὶ τοῖς ἐνεστῶσι λίαν ἀχθόμενος πράγμασιν ἄσμενος τοῖς ἀπάγουσιν ἑαυτὸν ἐδεδώκει· καὶ δὴ τριταῖος ἀπήχθη ἐς τὴν Προικόνησον. καὶ ἀνάγεται λοιπὸν εἰς τὸν πατριαρχικὸν θρόνον ὁ Ἀδριανουπόλεως Γερμανὸς, φίλος ὢν ἐκ πολλοῦ τῷ βασιλεῖ· καὶ ταύτην δὴ τὴν τιμὴν ὥσπερ τι κεχρεωστημένον γέρας ἤδη ἀπολαμβάνων. φυγάδι γὰρ ἐν τοῖς ἔμπροσθεν χρόνοις αὐτῷ γενομένῳ πρὸς τὸν σουλτᾶν διὰ τὸν φόβον, ὡς εἴρηται, τοῦ βασιλέως Θεοδώρου τοῦ Λάσκαρι, ἐν τοῖς ἄκροις αὐτὸς ὁρίοις τῶν Ῥωμαίων τότε τὸν μοναδικὸν βίον ἀσκῶν, χαίρων ὑπήντησε καὶ μεγαλοπρεπέσιν ἐχρήσατο δεξιώσεσι πρὸς αὐτὸν καὶ φιλοτίμοις προὔπεμψε τοῖς ἐφοδίοις. ὕστερον δὲ τὴν βασίλειον ἐξουσίαν λαβόντι πρόσεισι καὶ μετὰ πολλὰς τὰς τιμὰς καὶ τὸν τῆς Ἀδριανουπόλεως λαμβάνει θρόνον. ἐκεῖθεν δ' ἀρτίως καὶ εἰς τὸν πατριαρχικὸν ἀναφέρεται. εʹ. Κατὰ τοῦτον τὸν χρόνον ἀποστάς τις, Ἰκάριος ὄνομα, τοῦ τῆς Εὐβοίας κρατοῦντος, (ἔστι δ' αὕτη Βενετικῶν ἐπαρχία) ἀποστὰς τοίνυν οὗτος μετὰ τὴν τῆς Κωνσταντινουπόλεως ἅλωσιν καὶ προσεταιρισάμενος οὐκ ὀλίγους καὶ ἄλλους τῶν Εὐβοέων ἄκρας ἐκράτησεν ὀχυρᾶς· ἀφ' ἧς συχνὰ παρακατιὼν ἐληΐζετο τοὺς ὁμοροῦντας ἀγροὺς καὶ τὰς κώμας· ὡς ἐν βραχεῖ τοὺς ἀγροίκους πάντας ἐς τοσοῦτον συνελαθῆναι δέους, ὡς μήτ' ἔξω τείχους οἰκεῖν, μήτ' ἄνευ ἡμεροσκόπων ταῖς κώμαις ἐνδιατρίβειν καὶ τοῖς ἀγροῖς. χρόνος οὐ μάλα συχνὸς παρεῤῥύη καὶ ὀχυροῦ τινος πολιχνίου γίνεται ἐγκρατὴς, ὡς ἐντεῦθεν καὶ πρὸς μάχας ἐμφανεῖς παρατάττεσθαι τοῦ τῆς Εὐβοίας κρατοῦντος. δείσας δ' ὅμως μὴ πολὺς ἐπελθὼν ἐκεῖνος χειρώσηται τοῦτον, διαπρεσβεύεται περὶ συμμαχίας πρὸς βασιλέα· καὶ λαβὼν τέως μὲν φρουρὰν τῷ πολιχνίῳ καθίστησιν ἱκανήν· αὐτὸς δ' αὐτόμολος ἥκει πρὸς βασιλέα, ἄλλα τε ὑπισχνούμενος καὶ ἢν στρατιὰν ἱκανὴν ἐκ Ῥωμαίων κομίσηται, μηδὲν εἶναι τὸ κωλύον ὑποχείριον τῷ βασιλεῖ καταστῆσαι τὴν ἅπασαν Εὔβοιαν. (Β.) Ἄπεισι τοίνυν σπουδῇ μετὰ συχνοῦ τοῦ Ῥωμαίων στρατοῦ, πρὶν αἰσθέσθαι τοὺς Εὐβοέας τὴν ἔφοδον. εἰδὼς δὲ τὴν Λατινικὴν ὀφρῦν καὶ ὡς οὐκ ἀνέξεται ὁ τῆς Εὐβοίας ἀρχηγὸς μὴ αἰφνιδίως προάλασθαι τῆς πόλεως στρατὸν ἐπιτρέχοντα βλέπων ἀλλότριον, προλοχίζει νυκτὸς περὶ τὴν πόλιν συχνοὺς ὁπλίτας. ἔπειτα ἐπιφαίνεται πρωΐας αὐτὸς κατατρέχων τὰ κύκλῳ, ὡς ἐν ὅπλοις εὐθὺς ἀναγκασθῆναι γενέσθαι τοὺς ἔνδον τειχῶν εὑρεθέντας Λατίνους ἅμα τῷ σφῶν ἀρχηγῷ, καὶ μάλα τοι λίαν ὀξέως ἀπαντᾷν ἐς τοὺς πολεμίους. ὅθεν αὐτοῖς ἐξαπίνης ὄπισθεν μὲν ἐπιπεσόντες καὶ κυκλώσαντες μετὰ τῶν λόχων οἱ λοχαγοὶ, ἔμπροσθεν δ' αὖ μεθ' ὧν ἐπεφέρετο στρατοπέδων ὁ Ἰκάριος, τὸν μὲν ἀρχηγὸν τῆς Εὐβοίας ζῶντα χειροῦνται καὶ πλείστους ἄλλους ἅμα αὐτῷ· ὅσοι δ' ἐπίλοιποι, τούτους δ' ἔργον ἀπέφηναν ξίφους. (Γ.) Ἄγεται μέντοι παρ' Ἰκαρίου πρὸς βασιλέα δέσμιος ὁ τῆς Εὐβοίας ἀρχηγὸς καὶ βραχύ τι ἐπιβιοὺς ἐτελεύτησεν. ἐτελεύτησε δὲ οὕτως. εἰσελθὼν ἐν τοῖς βασιλείοις καὶ στὰς πρὸ τῆς πύλης ὡς δεσμίῳ χρεὼν καὶ ἰδὼν αὐτὸν μὲν βασιλέα καθήμενον ἐπὶ τοῦ βασιλείου θρόνου, περὶ δ' αὐτὸν πᾶσαν τὴν σύγκλητον μετὰ λαμπροῦ καὶ κοσμίου τοῦ σχήματος ἱσταμένην, τὸν δ' Ἰκάριον, τὸν χθὲς καὶ πρότριτα δοῦλον, νῦν μετὰ λαμπρᾶς μὲν τῆς ἐσθῆτος, σοβαροῦ δὲ τοῦ ἤθους εἰσιόντα καὶ ἐξιόντα καὶ πρὸς οὖς τῷ βασιλεῖ κοινολογούμενον, ἀποῤῥήγνυσιν εὐθὺς τὴν ψυχὴν καὶ πίπτει πρηνὴς ἐπ' ἐδάφους ἐξαίφνης, μὴ δυνηθεὶς ἐνεγκεῖν τὸ τῆς βιαίας τύχης παράλογον. (Δ.) Μετὰ μέντοι τὸ ἐξωσθῆναι τῆς πόλεως τοὺς Λατίνους ἐναπελείφθη χειρωνακτικὸν καὶ ἀγοραῖς ἀσχολούμενον πλῆθος, σύμμικτον ἔκ τε Βενετικῶν καὶ Πισσαίων. ὅθεν οὐκ ἀσφαλὲς οὐδὲ πρὸς εἰρήνην βλέψειν ἐδόκει τὸ καὶ τοὺς ἐκ Γεννούας ἔνδον εἰσοικίζειν τῆς πόλεως. διὰ τοῦτο καί σφισιν ἀντιπέραν περὶ τὸν τοῦ Γαλάτου τόπον ἀπονέμει χωρίον εἰς οἴκησιν, χαρισάμενος αὐτοῖς καὶ τὴν τῆς ἐμπορίας ὑπεσχημένην ἀτέλειαν. πρὶν γὰρ ἁλῶναι τὴν βασιλεύουσαν συνεφώνησε τὴν τοιαύτην αὐτοῖς παρέχειν ἀτέλειαν ὁ βασιλεὺς, εἰ βοηθοῖεν αὐτῷ κατὰ τῶν κρατούντων τῆς πόλεως Λατίνων. ὃ δὴ καὶ πεπλήρωκε νῦν, καὶ ταῦτα δίχα τῆς σφῶν βοηθείας γενόμενος αὐτῆς ἐγκρατής. οἵ γε μὴν κατὰ χρόνους τακτοὺς ἄρχειν ἀποστελλόμενοι τούτων ὁ μὲν ἐκ Βενετίας καλεῖται μπαΐουλος, ὁ δ' ἐκ Πίσσης κούνσουλος, ὁ δ' ἐκ Γεννούας ποτεστάτος· ἅπερ εἰς τὴν Ἑλλάδα φωνὴν μεταγόμενα τὸ μὲν τῶν ὀνομάτων καλεῖται ἐπίτροπος, τὸ δὲ ἔφορος, τὸ δὲ ἐξουσιαστής. (Ε.) Ὁ δὲ Βαλδουῖνος διαδρὰς τὸν τῆς Κωνσταντινουπόλεως κίνδυνον καὶ ἀποπλεύσας εἰς Ἰταλίαν ἐκήδευσε τῷ ῥηγὶ τῆς Ἰταλίας Καρούλῳ, νύμφην ἀγόμενος τῷ υἱῷ τὴν θυγατέρα ἐκείνου· ἐλπίζων ἐκείνῳ συμμάχῳ χρησάμενος τὴν Κωνσταντινούπολιν ἀναλήψεσθαι, μάταιος τῆς τε ἐφέσεως καὶ τῶν ἐλπίδων. ὁ γὰρ βασιλεὺς πλεῖστον ἐξήρτυσε ναυτικὸν, ἐμπλήσας τριήρεις ὑπὲρ τὰς ἑξήκοντα ἔκ τε ἄλλων καὶ γένους τοῦ Γασμουλικοῦ. ἦσαν δὲ οὗτοι συντεθραμμένοι τοῖς τε Ῥωμαϊκοῖς καὶ Λατινικοῖς ἔθεσιν, ὡς ἔχειν ἐκ μὲν Ῥωμαίων τὸ ἐσκεμμένως ἐς τὰς μάχας ἰέναι, ἐκ δὲ Λατίνων τὸ εὔτολμον. συνῆν δὲ τούτοις καὶ στρατὸς ἐν τοῖς ὅπλοις θαλάττιος, Λάκωνες ἄρτι προσελθόντες ἐκ Πελοποννήσου τῷ βασιλεῖ, οὓς ἡ κοινὴ παραφθείρασα γλῶσσα Τζάκωνας μετωνόμασεν. ὁ γοῦν βασιλικὸς στόλος οὕτω λαμπρῶς συγκεκροτημένος ἔπλει κελεύσει τοῦ βασιλέως καὶ πλεῖστον ἐνεποίει φόβον καὶ θόρυβον τοῖς Λατίνοις. προσειλήφει δὲ καὶ τὰς ἐν Αἰγαίῳ νήσους μικροῦ πάσας, Λῆμνον καὶ Χίον καὶ Ῥόδον καὶ ὅσαι Λατίνοις ἐδούλευον. (Στ.) Τούτων οὕτως ἀσχολουμένων περὶ τὴν θάλασσαν, ἤρξατο πάλιν παρασπονδεῖν καὶ τὴν ὅμορον χώραν Ῥωμαίων· δῃοῦν ὁ Αἰτωλὸς Μιχαήλ· ὅπερ ἀκουσθὲν εἰς λύπην καὶ ὀργὴν τὸν βασιλέα κεκίνηκεν· ὥστε καὶ τὴν ταχίστην αὐτὸν ἀπελθεῖν ἐκεῖσε δι' ἑαυτοῦ καταστήσοντα τὰ τῶν ἐκεῖσε πραγμάτων νοσήματα. οὗ γενομένου καὶ τοῦ βασιλέως ἐν Θετταλίᾳ τὰς διατριβὰς ποιουμένου ἐφάνη σημεῖον ἐξ οὐρανοῦ, μάντις κακῶν καὶ προάγγελος· τὸ δὲ ἦν κομήτης περιφανὴς περὶ τὸ τοῦ ταύρου δωδεκατημόριον, περὶ τὰ ἑωθινά τε καὶ ὄρθρια τῆς νυκτὸς φαινόμενος μικρὸν ὑπὲρ τὸν ὁρίζοντα· καὶ ὅσον ὁ ἥλιος παρήλαυνεν εἰς τὰ ἑπόμενα, τοσοῦτον καθημέραν καὶ αὐτὸς ἐς πλέον ἠρέμα διΐστατο τοῦ ὁρίζοντος, ἕως καὶ αὐτὸ δὴ τὸ μεσουράνημα ἤδη παρήλλαξεν. ὁπότε γὰρ ὁ κομήτης τὰ πρῶτα φαίνεσθαι ἤρξατο, τὴν θερινὴν ὁ ἥλιος ὥραν ἐποίει διϊὼν τὸν καρκίνον. ὁπότε δ' αὐτὸς ἐμαράνθη καὶ ἀφανὴς ἦν, τὰς φθινοπωρινὰς ὁ ἥλιος ἐποίει τροπάς· ὡς γίνεσθαι τὸ ἀπὸ θερινῆς τροπῆς μέχρι τῆς φθινοπωρινῆς τριῶν δωδεκατημορίων διάστημα, ὅπερ ὁ ἥλιος ἤλασε, τοῦ κομήτου περὶ τὸν ταῦρον ἑδραζομένου καὶ ἠρέμα ἑαυτὸν ἀναλίσκοντος. τοῦτο μάντις κακῶν καὶ προάγγελος ἔδοξεν εἶναι τῷ βασιλεῖ· καὶ αὐτίκα χαίρειν εἰπὼν τὰ Θετταλικὰ ὅλῳ ῥυτῆρι τὴν ἐς Βυζάντιον ἤλαυνεν. ἐτάραττε γὰρ αὐτὸν οὐ μετρίως καὶ φήμη τις Σκυθικὴ, μελλόντων αὐτῶν ὅσον οὐδέπω ἐς τὴν Ῥωμαίων ἐσβαλεῖν γῆν. ἀλλὰ πρὶν εἰς Βυζάντιον ἰέναι τὸν βασιλέα, φθάνουσιν ἐς πᾶσαν μικροῦ περιχυθέντες τὴν Θρᾴκην οἱ παρὰ τὸν Ἴστρον οἰκοῦντες Σκύθαι, καθάπερ θάλασσα πλημμυρήσασα καὶ λίαν ἐπὶ πολὺ τοὺς ὅρους ὑπερπηδήσασα. ταχύδρομον γὰρ τὸ τῶν Σκυθῶν ἔθνος καὶ μιᾶς ὁδὸν ἡμέρας πολλάκις ποιεῖται τὴν τῶν τριῶν. ἡ δ' αἰτία τῆς αὐτῶν ἐξελεύσεως τοιάδε τις ἦν. στʹ. Κωνσταντίνῳ τῷ τῶν Βουλγάρων ἄρχοντι συνοικεῖν ἔφημεν τὴν θυγατέρα Λάσκαρι τοῦ βασιλέως. αὕτη τὴν τοῦ ἀδελφοῦ Ἰωάννου ἀκούσασα τύφλωσιν οὐκ ἠρέμησεν ἐνοχλοῦσα τὸν ἄνδρα καὶ παρωθοῦσα πρὸς τὴν τοῦ πεπραγμένου ἐκδίκησιν· ὅθεν ἐκεῖνος ἐζήτει καιρὸν ἐς τὴν τοῦ ἀδικήματος ἄμυναν. μετεώρου τοίνυν τοῦ σκέμματος ὄντος, ὕλην δίδωσι τῇ φλογὶ τῆς ὁρμῆς καὶ ὁ σουλτὰν Ἀζατίνης. τοῦ γὰρ βασιλέως ἀποδημοῦντος, τὴν δίαιταν κατὰ τὸ τῆς Αἴνου παράλιον ποιεῖσθαι πολίχνιον αὐτὸς ἐκελεύσθη, ὡς ἂν καὶ φρουρά τις ἅμα αὐτῷ εἴη λαθραίως, κωλύουσα τὴν ὕποπτον τούτου ἀπόδρασιν. ὃ δὴ τούτῳ δεινὸν ἀφόρητον ὂν διαμηνύσασθαι Κωνσταντίνῳ καὶ αὐτὸν ἀναγκάζει, ἐπιδόξῳ κατὰ Ῥωμαίων ἄρτι ἐξιέναι τυγχάνοντι, καὶ τῆς ἐλευθερίας ἀντιμετρήσειν αὐτῷ ὑπισχνεῖται χρήματα οὐκ ὀλίγα. (Β.) Ταύτας τὰς ἀφορμὰς ἐνέχυρον οὐ μικρὸν ὁ Κωνσταντῖνος λαβὼν, ἤδη δὲ καὶ τὸν βασιλέα πρὸς Βυζάντιον ἐκ Θετταλίας ἐπανιόντα μαθὼν, πλείους ἢ δισμυρίους τῶν Παριστρίων Σκυθῶν μεταπέμπεται· μεθ' ὧν τὴν ταχίστην ἐς τὴν Ῥωμαίων εἰσβάλλει γῆν ἐλπίζων βεβαίως καὶ αὐτὸν βασιλέα χειρώσεσθαι ἐντυχὼν ἐπανιόντι. οἱ μὲν οὖν Σκύθαι καθάπερ σαγήνην καθ' ὅλης τῆς Θρᾴκης ἁπλώσαντες ἑαυτοὺς ἤλασαν ἄχρι τῶν παραλίων ψάμμων, ἵνα μήτε κτηνῶν οὐδὲν μήτ' ἀνθρώπων οὐδεὶς μήτε βασιλεὺς αὐτοὺς διαδράσῃ. τἄλλα μὲν οὖν κατὰ γνώμην αὐτοῖς ἀπηντήκει πάντα· βασιλεὺς δὲ μόνος ἀνάλωτος διαμείνας ἔψευσε τῶν ἐλπίδων αὐτούς. τὴν γὰρ αὐτῶν φθάσας ἔφοδον ἔλαθε διὰ τῶν περὶ τὸ Γάνος ὀρῶν ἐς θάλασσαν κατιών· ἔνθα συμβὰν οὑτωσὶ θειοτέρᾳ προνοίᾳ τριήρεσιν ἐνέτυχε δύο Λατινικαῖς ἐς Βυζάντιον μὲν ἀνιούσαις, κατὰ δὲ χρείαν ὕδατος ἐκεῖ που παραπλεούσαις· αἷς ἐμβαλὼν ἑαυτὸν δευτεραῖος ἐς τὴν βασιλεύουσαν ἔρχεται. (Γ.) Τοῖς δὲ Σκύθαις, τοῦ βασιλέως σφαλεῖσι, τοῦ γε σουλτὰν Ἀζατίνη μὴ σφαλῆναι ὑπόλοιπον ἔργον ἦν. ὅθεν σφίσι δρόμος ἀκλινὴς ἐγένετο καὶ πόνος ἅπας ἐς τὸ τῆς Αἴνου πολίχνιον ἐλθόντας αὐτὸν ἀφελέσθαι, ἢ παρ' ἑκόντων τῶν πολιτῶν μόνον αὐτὸν, ἢ μὴ βουλομένων αὐτῶν, αὐτῇ πόλει καὶ αὐτοῖς αὐτόχθοσιν. ἀλλ' αὐτὸν οἱ κατέχοντες δέει τοῦ μὴ πανωλεθρίᾳ φθαρῆναι ἔκδοτον ποιησάμενοι καθ' ἡσυχίαν ἀπαλλάξαι τοὺς πολεμίους ἐπεπράχεσαν. ἦν οὖν ἰδεῖν αὐτοὺς ἐν τῇ ἐπανόδῳ τῶν ὅσοι τὴν Θρᾴκην ᾤκουν πλῆθος μικροῦ πάντα νικῶν ἀριθμὸν συνελαύνοντας δίκην θρεμμάτων· ὡς μόγις που διὰ χρόνου σποράδας ὁρᾶσθαι βοῦς καὶ ἀροτῆρας περὶ Θρᾴκην· οὕτως αὐτὴν ἐς βάθος τῶν οἰκητόρων ἐψίλωσαν ἅμα τοῖς κτήνεσιν. ἀλλ' ὁ μὲν περὶ τοῦ σουλτὰν λόγος ὑπερτιθέσθω τὰ νῦν. εἰρήσεται γὰρ ἡμῖν τὰ ἐκείνου πλατύτερον ἐν τοῖς ἔμπροσθεν. ἡ μέντοι ἐκείνου γυνὴ σὺν τοῖς τέκνοις ἐν φρουραῖς εὐθὺς ἦν· τὰ δ' ἐκείνου χρήματα ἐς τὸ βασιλικὸν ἐκομίζοντο πρυτανεῖον. ὁ δὲ περὶ ἐκεῖνον ὄχλος, ἄνδρες δ' οὗτοι μάλα τοι πλεῖστοι καὶ κράτιστοι τὰ πολέμια, τῷ Χριστιανῶν ἀναγεννηθέντες βαπτίσματι, τῇ Ῥωμαίων συγκατελέγοντο στρατιᾷ. ζʹ. Ἐν τούτοις τοῖς χρόνοις διαπρεσβεύεται πρὸς τὸν βασιλέα ὁ τῆς Αἰγύπτου καὶ Ἀραβίας σουλτὰν φίλος εἶναι Ῥωμαίοις ἐθέλων καὶ ἄδειαν ἔχειν τὸν ἡμέτερον πορθμὸν διαπλεῖν ἐσάπαξ ἀνὰ πᾶν ἔτος τῶν ἐκεῖθεν Αἰγυπτίων οὓς ἂν αὐτῷ γε εἴη βουλομένῳ, κατ' ἐμπορίας τρόπον. τοῦτο λόγου μικροῦ τινος ἄξιον δόξαν ἐν ταῖς ἀρχαῖς ἀνεῖται ῥᾳδίως. τοῦ δὲ χρόνου προϊόντος, ὅσον καὶ οἷόν ἐστιν ἀνακαλυφθὲν, κωλυθῆναι οὐκ εἶχε πῆξιν ἤδη συνηθείας καὶ κράτος δυσανταγώνιστον εἰληφός. ἀνάγοντες μὲν γὰρ διὰ μιᾶς τινος ἢ καὶ δευτέρας ἔσθ' ὅτε ὁλκάδος κατ' ἐνιαυτὸν ἐς τοὺς περὶ Μαιῶτιν καὶ Τάναϊν Εὐρωπαίους Σκύθας καὶ λαμβάνοντες ἐξ αὐτῶν τοὺς μὲν αὐτομόλους, τοὺς δὲ πιπρασκόντων τῶν δεσποτῶν ἢ τῶν γονέων ἐξωνούμενοι εἰς τὴν κατ' Αἴγυπτον Βαβυλῶνα καὶ Ἀλεξάνδρειαν ἐπανέρχονται, στρατὸν Σκυθικὸν οὑτωσὶ χαριζόμενοι τῇ Αἰγύπτῳ. μηδὲ γὰρ εἶναι τοὺς Αἰγυπτίους ἀγαθοὺς τὰ πολέμια, ὅτι μὴ δειλοὺς ὡς τὰ πολλὰ καὶ ἀνάνδρους· κἀντεῦθεν στρατολογεῖν ἐξ ἀλλοδαπῆς ἀναγκάζεσθαι καὶ κυρίους ὡς εἰπεῖν ἑαυτῶν τοὺς ἀργυρωνήτους ποιεῖσθαι, πάσης ἀπηλλαγμένους φροντίδος, ὧν ἐν χρείᾳ καθίστανται ἄνθρωποι. χρόνου τοίνυν ἐκεῖθεν οὐ πάνυ συχνοῦ, τηλικοῦτον ἐκ τῆς προφάσεως στρατὸν συνεστήσαντο οἱ κατ' Αἴγυπτον Ἄραβες, ὡς μὴ μόνον τοῖς ἑσπερίοις, ἀλλὰ καὶ τοῖς ἀνατολικωτέροις ἔθνεσι λίαν καθίστασθαι φοβεροί. ἐδουλώσαντο μὲν γὰρ Ἀφρικὴν καὶ Λιβύην ἅπασαν ἄχρι Γαδείρων· ἔπειτα Φοινίκην καὶ Συρίαν καὶ τὴν ἄχρι Κιλικίας παράλιον πᾶσαν, στόματι μαχαίρας τοὺς κατέχοντας παραδόντες, τούς τε ἄλλους καὶ μάλιστα Γαλάτας καὶ Κελτοὺς τοὺς πάλαι πολὺν ἤδη χρόνον κατέχοντας τῶν ἐκεῖσε χωρῶν καὶ πόλεων τὰς βελτίους, οἳ ἐξ ἑσπέρας ἐκεῖσε διέβησαν οὑτωσί πως. (Β.) Ἔστι παρὰ τὴν Εὐρώπην ὄρη πρὸς ὕψος κορυφούμενα μέγιστον, Ἄλπεις καλούμενα, ἐξ ὧν ποταμὸς καταῤῥεῖ μέγιστος ἐς Ὠκεανὸν τὸν Βρεττανικὸν, Ῥῆνος καλούμενος. οὗτος μεσημβρινωτέρας ποιεῖ τὰς ἄμφω Γαλλίας καὶ τοὺς ἐν ταύταις οἰκοῦντας ἀνδρικωτάτους Γαλάτας καὶ Κελτούς. τούτοις διάπυρόν τινα ζῆλον ἐν καρδίᾳ βαστάσασιν ὑπὲρ τοῦ σωτηρίου τάφου ἔδοξεν ἀξιόλογον στρατὸν συναθροίσαντες ἀπελθεῖν εἰς τὴν ἐκείνου προσκύνησιν καὶ ἅμα ἐκδίκησιν κἀκεῖθεν ἐξέλασιν, εἰ δυνατὸν, τῶν ἐκεῖ τυραννούντων Ἀράβων. καὶ δὴ κατὰ πλῆθος μυριάριθμον ἀθροισθέντες αὐτοῖς ἵπποις καὶ αὐτοῖς ὅπλοις τὴν καλὴν ἐκείνην ἐξῄεσαν ἔξοδον. καὶ διαβάντες τὸν Ῥῆνον Ἴστρῳ κατ' ἴχνος εἵποντο ποταμῷ τῷ μεγίστῳ· ὃς καὶ αὐτὸς ἐκ τῶν Ἄλπεων ῥηγνύμενος πέντε στόμασιν ἐς τὸν Εὔξεινον ἐκδίδοται πόντον. τούτου τὰς βορείας ἀεὶ παραλλάττοντες ὄχθας προΐασιν ἄχρι καὶ αὐτῶν μικροῦ τῶν παρὰ τὸν Εὔξεινον ἐκβολῶν αὐτοῦ, φοβερὸν μὲν τοῖς μεταξὺ κειμένοις ἔθνεσι καθιστάμενοι θέαμα, καθάπερ τι σιδηροῦν τεῖχος κινούμενον· λυμαινόμενοι δὲ τὸ παράπαν οὐδέσιν αὐτῶν διὰ τρόπων χρηστότητα. οὕτω τοίνυν καὶ τὸν Ἴστρον ἐνταῦθα διαπεραιωθέντες καὶ προελθόντες παρὰ τὴν Θρᾴκην στρατοπεδεύονται. (Γ.) Ἐβασίλευε δὲ τηνικαῦτα Ῥωμαίων ὁ Κομνηνὸς Ἀλέξιος, πρὸς ὃν διαπρεσβεύονται ἀγοράν τε ζητοῦντες εἰς τὴν τῶν ἀναγκαίων ἐξώνησιν καὶ ἅμα τοὺς διαπεραιώσοντας πρὸς ἕω δι' Ἑλλησπόντου. τοῦτο κράτιστον ἕρμαιον ἔδοξε βασιλεῖ, καὶ ἀπρὶξ ἔχεται μάλα κατὰ σκοπὸν ἐκφανέντος. νεωστὶ γὰρ αὐτὸς τὰ σκῆπτρα τῆς βασιλείας λαβὼν καὶ ἰδὼν πολλαχόθεν πολεμούμενα καὶ ἀπηνῶς τὰ Ῥωμαίων διακοπτόμενα πράγματα πλημμελείαις μεγάλαις τῶν προβεβασιλευκότων· (πάντα τε γὰρ τὰ πρὸς ἕω κατεῖχον οἱ Τοῦρκοι χρόνοις συχνοῖς τά τε ἄλλα καὶ Νίκαιαν αὐτὴν τὸ περιβόητον ἄστυ, ἥ τε βαθεῖα τῶν χρημάτων σπάνις ἀκοσμίαν ἔπραττε τοῖς βασιλείοις μακράν· ἐλπὶς δὲ πᾶσα τῶν ἁρμοζουσῶν προσόδων ἀπεκέκλειστο· καὶ τὸ προσδοκώμενον ἦν ἀπωλείας ἄβυσσοι καὶ ᾅδου κίνδυνοι) ἰδὼν οὖν οὕτως ἔχοντα τὰ πράγματα καὶ διαπορούμενος ἕρμαιον κράτιστον καὶ μάλα τοι καίριον ἡγεῖται τὴν τοῦ Κελτικοῦ τοῦδε στρατοῦ παρουσίαν. μεθ' ὧν κοινολογησάμενος ποιεῖται συνθήκας, εἰ οὕτω συμμαχήσαντες ἐξελάσωσι τῶν Ῥωμαϊκῶν χωρῶν καὶ πόλεων τοὺς κατέχοντας Τούρκους, σφίσι μὲν ἐξεῖναι τὰ ἐκείνων λαμβάνειν πράγματα, τούτῳ δὲ τὰς πόλεις χρημάτων κενάς. ἃς δὴ συνθήκας ἄσμενοι λίαν ἐκεῖνοι δεξάμενοι διαπεραιοῦνται ξύν γε αὐτῷ βασιλεῖ τὸν Ἑλλησποντίαν πορθμόν. (Δ.) Ὥσπερ γε μὴν ὕλῃ βαθείᾳ πλεῖστον ἐνσκῆψαν πῦρ τὰ μὲν ὡς καλάμην ἐπινέμεται ῥᾷστα, τὰ δὲ διὰ χλωρότητα βραδέως μὲν, ἐπινέμεται δ' οὖν· οὕτω καὶ ὁ διπλοῦς οὗτος στρατὸς ἔκ τε Κελτῶν καὶ Ῥωμαίων συγκροτηθεὶς φοβερὸς τοῖς πολεμίοις καὶ δυσκαρτέρητος ἔδοξε διὰ βάρος ὁπλίσεως καὶ σώματος ῥώμην καὶ ψυχῆς εὐτονίαν ἀπρόσμαχον. καὶ οἱ μὲν τῶν πολεμίων, ὡς ἂν εἴποι τις, κατεπατοῦντο καθάπερ χόρτος καὶ πηλός· οἱ δὲ ἀπεμάχοντο βοηθούμενοι ποτὲ μὲν ταῖς δυσχωρίαις τῶν τόπων, ποτὲ δὲ τοῖς τῶν Ῥωμαίων τείχεσιν. ἀλλ' οὐκ ἦν ἐς τέλος οὐδ' αὐτοῖς τὰ τῆς τύχης ἀήττητα· ἀλλ' οἱ μὲν ἑκόντες ὑπέκυπτον, οἱ δὲ βίᾳ ἡλίσκοντο, οἱ δὲ φυγάδες καὶ δραπέται ἐγίνοντο. καὶ τούτῳ τῷ τρόπῳ πᾶσαν τήν τε ἐντὸς Ἄλυος ἐξεκάθηραν Ἀσίαν καὶ ὅση Μαιάνδρῳ καὶ Παμφυλίᾳ ὁρίζεται· καὶ ἐπὶ τούτοις τὰ συμπεφωνημένα τῶν ἐλευθερωθεισῶν πόλεων εἰληφότες χρήματα τὴν αὐτοῖς προκειμένην ὥδευον αὖθις ὁδόν· καὶ ἦν ἤδη σφίσι φροντὶς οὐ μικροῦ τινος ἀγῶνος μεστὴ διαβᾶσι τὰ μεταξὺ Παμφυλίας καὶ Κιλικίας ὄρη πρὸς Κίλικάς τε καὶ Σύρους καὶ Φοίνικας, εἰ μὴ συγχωροῖεν τὴν πάροδον, αἴρεσθαι πόλεμον. ἀλλὰ πρῶτοι μὲν Κίλικες αὐτίκα τὴν πρώτην ὀῤῥωδήσαντες ὄψιν τὰ βέλτιστα περὶ σφῶν αὐτῶν ἐβουλεύσαντο καὶ ὡς διὰ φιλίας τῆς ἑαυτῶν ἔδοσαν διαβαίνειν ἀγοράν τε παρεῖχον καὶ τοὺς προπέμψοντας ὁδηγοὺς καὶ πᾶν ὅ, τι φίλον ἐχρῆν ἐς τὴν αὐτῶν ἐχρήσαντο ξενίαν. Κίλικες μὲν οὖν οὕτω ῥᾳδίως ἐς ξυμβάσεις ξυνῄεσαν τοῖς ἑσπερίοις τούτοις Γαλάταις καὶ Κελτοῖς, οὐ μόνον τὸ πλῆθος αὐτῶν καὶ τὴν ῥώμην δείσαντες, ἀλλὰ καὶ τὸ τοῦ σεβάσματος ἔγγιστα ταὐτὸν καὶ οὐ πάνυ τοι ἠλλοτριωμένον αἰδεσθέντες. (Ε.) Ἐπεὶ δὲ καὶ ἐς Συρίαν καὶ Φοινίκην εἰσβάλλειν ἤδη καιρὸς ἦν αὐτοῖς, οὐχ ὅμοια τὰ ἐκεῖ τοῖς ὄπισθεν ἀπηντήκει. Ἄραβες γὰρ ὄντες οἱ ταύτην κατέχοντες, γένος ἀλλόφυλον καὶ ὑπερηφανίας μεστὸν, πράγματα παρέσχον αὐτοῖς· μᾶλλον δὲ οὐκ αὐτοῖς, ἀλλ' ἑαυτοῖς. ὅπλα γὰρ ἀράμενοι τὴν πάροδον διεκώλυον ὕφεσιν τῆς σφῶν αὐτῶν ἀξίας λογισάμενοι, εἰ τὴν αὐτῶν αἵματος καὶ νεκρῶν χωρὶς διέλθοι γένος ἔκφυλον καὶ πάνυ τοι ὑπερόριον τῆς αὐτῶν γῆς. ὅθεν σιτίων οἱ Κελτοὶ ἀποκεκλεισμένοι καὶ σπάνει πιεζόμενοι τῶν ἄλλων ὅσα ἐς ἀπαραίτητον χρῆσιν ἐτύγχανον τοῖς τε ὑποζυγίοις καὶ αὐτοῖς, ὅπλοις καὶ διαμάχαις ἔδοξε τὴν τῶν ὅλων ἐπιτρέψειν κρίσιν. ἐντεῦθεν πόλεμοι συνεχεῖς ἀνεῤῥήγνυντο καὶ χύσεις αἱμάτων Ἀραβικῶν κατὰ τῆς θρεψαμένης ἔῤῥεον νύκτωρ καὶ μεθ' ἡμέραν καὶ πόλεων ἐγίνοντο ἀνδραποδισμοὶ, ἐπικρατεστέρας ὁσημέραι τῆς τῶν Κελτῶν γινομένης ἰσχύος. καὶ ἵνα τἀν μέσῳ συντέμω, πᾶν ὅ, τι κράτιστον ἦν τοῦ τῶν Ἀράβων ὁπλιτικοῦ, τὸ μὲν αἵματι καὶ κόνει δόντες, τὸ δ' ὡς ποῤῥωτάτω διώξαντες, δούλοις ἀόπλοις ἅπασιν ἐχρήσαντο, τοῦ λοιποῦ τὴν οἴκησιν αὐτόθι πεποιηκότες. τοὺς γὰρ ἄνδρας νενικηκότες ἔρωτι τῶν τοῦ τόπου χαρίτων ἡττήθησαν· κἀκεῖ τὸν ἑξῆς αἰῶνα διαμένειν ἐγνώκεσαν, ἔλεγχος πάσης κατηγορίας αὐτοὶ ἑαυτοῖς καταστάντες. ἔργον γὰρ αὐτοῖς καὶ σκοπὸς τῆς οἴκοθεν ἐκδημίας ὑπῆρχεν, ἐς Παλαιστίνην εἰ δυνηθεῖεν ἐλθεῖν καὶ τοὺς τὸν σωτήριον κατέχοντας τάφον ἀσεβεῖς ἢ τελέως ἐκεῖθεν ἐξελάσαι, ἢ τὸ ἑαυτῶν ἐκεῖσε κενώσαντας αἷμα σωτηρίαν ψυχῆς ἀνταλλάξασθαι. καὶ τοιοῦτος ἦν ὁ τῆς πατρίδος ὑπερορίους αὐτοὺς ποιησάμενος ἔρως, θεῖος ὡς ἀληθῶς καὶ ὑμνούμενος τοῖς ἀκούουσιν· ἀλλ' ὁ τῆς Φοινίκης καὶ Συρίας ἔρως τὸν θεῖον ἐκεῖνον ἀκλεῶς ἐξέκρουσεν ἔρωτα ὑπὸ πλούτου βαρυνθεῖσι καὶ οἷον εἰπεῖν μεθυσθεῖσι κριταῖς ἐντυχὼν παρ' ἐλπίδα. (Στ.) Ἀλλ' ἐπανιτέον ὅθεν εἰς τὸν περὶ Κελτογαλατῶν τουτωνὶ παρετράπημεν λόγον. οἱ γὰρ κατ' Αἴγυπτον Ἄραβες πλείστην προσειληφότες δύναμιν διὰ τοῦ Σκυθικοῦ στρατεύματος ἐκείνου, καθάπερ ἔφθημεν εἰρηκότες, πλεῖστον ὅσον μάλα ἐξῆν τοὺς οἰκείους παρέδραμον ὅρους· πρὸς μὲν ἑσπέραν Λιβύας καὶ ὅσα Μαυρουσίων ἔθνη δουλωσάμενοι· πρὸς δ' ἀνατέλλοντα ἥλιον ἔνθεν μὲν Ἀραβίαν εὐδαίμονα πᾶσαν ὅσην τά τε ἄκρα τῶν Ἰνδικῶν ὁρίζει θαλασσῶν καὶ ἑκατέρωθεν ὅ, τε Περσικὸς καὶ ὁ Ἀραβικὸς τειχίζουσι κόλποι· ἔνθεν δὲ τήν τε Κοίλην Συρίαν καὶ τὴν Φοινίκην πᾶσαν, ὅσην ὁ ποταμὸς Ὀρόντης ἔνδον ποιεῖται, τοὺς τῶν Κελτογαλατῶν ἐκείνων ἐκγόνους τοὺς μὲν ἐκεῖθεν ἀποβήσαντες, τοὺς δ' ἐς ὄλεθρον, οἷον πολέμιος ὑποτίθεται νόμος, ὀλίγου παραπέμψαντες χρόνου. ηʹ. Εἶεν. ὁ μέντοι Κωνσταντινουπόλεως πατριάρχης Γερμανὸς ἀκούων ἑαυτὸν ὑπὸ τοῦ πλήθους ὑβριζόμενον σὺν πλείστῃ τῇ ἀκοσμίᾳ, ἅτε Ἀρσενίου ζῶντος ἔτι τοῦ γνησίου πατριάρχου αὐτὸς τὸν ἐκείνου κατέχων θρόνον, παραχωρεῖ τοῖς βουλομένοις αὐτόν· αὐτὸς δ' ἡσυχάσων ἀπῄει. καὶ μετὰ τοῦτον Ἰωσὴφ τὸν πατριαρχικὸν διαδέχεται θρόνον, πολιὸς μὲν ἀνὴρ καὶ ἀσκήσει μακρᾷ καὶ ἀπράγμονι βίῳ κατὰ τὸ Γαλλήσιον ὄρος συνεζηκώς· σοφίας δ' Ἑλληνικῆς παντάπασιν ἀμέτοχος ὢν καὶ λίαν τὸν τρόπον ἁπλοῦς. τοιαῦτα γὰρ τὰ τῶν πολιτικῶν πραγμάτων καὶ ἐμπειριῶν ἄμικτα ἤθη. τούτῳ πνευματικῶς ὡμίλει καὶ τοὺς λογισμοὺς ἐξηγόρευεν ὁ βασιλεὺς Μιχαήλ. διὸ καὶ πρώτως τὴν ἱερὰν ἐκτετελεκότι μυσταγωγίαν ξύν γε τοῖς ἄλλοις ἀρχιερεῦσι προσελθὼν πίπτει πρηνὴς ἐπὶ τῶν προθύρων τοῦ ἱεροῦ βήματος, διαῤῥήδην ἐπὶ δυσὶν ἁμαρτήμασιν ἐγκαλῶν ἑαυτῷ, τῷ τε τῆς ἐπιορκίας φημὶ καὶ τῷ τῆς τοῦ υἱοῦ τοῦ βασιλέως τυφλώσεως. καὶ ἐπὶ τούτοις αἰτεῖται συγχώρησιν. πρῶτος μὲν οὖν ὁ πατριάρχης ἐπιστὰς αὐτῷ κειμένῳ συγχωρήσεως ἔγγραφόν τινα διεξῄει λόγον· καὶ μετ' αὐτὸν ἕκαστος τῶν ἀρχιερέων κατὰ τὴν ἑκάστῳ προσήκουσαν τάξιν διαδεχόμενος ἀνέγνωσαν ἅπαντες ἐφεξῆς ἐπ' αὐτοῦ τὸν εἰρημένον τῆς συγχωρήσεως λόγον. καὶ οὕτως ἀπῄει χαίρων ὁ βασιλεὺς ὁμοῦ τῇ τοιαύτῃ συγχωρήσει καὶ θεὸν αὐτὸν εὐμενῆ καὶ ἵλεων αὐτῷ καταστῆναι οἰόμενος. (Β.) Κατὰ τοῦτον τὸν χρόνον ἐπεσκότησεν ἡ σελήνη. τὸν ἥλιον, ἄρτι τὴν τῶν διδύμων τετάρτην παραλλάττοντα μοῖραν, περὶ ὥραν πρὸ μεσημβρίας τρίτην τῆς εἰκοστῆς πέμπτης ἡμέρας τοῦ μαΐου, τοῦ ΣΤψοεʹ ἔτους. ἦν μὲν οὖν ἡ πᾶσα ἔκλειψις δακτύλων ἔγγιστα δυωκαίδεκα. τοσοῦτον δὲ κατὰ τὸν μέσον τῆς ἐκλείψεως χρόνον ἐγεγόνει τὸ σκότος περὶ τὴν γῆν, ὡς καὶ πολλοὺς τῶν ἀστέρων φανῆναι. ἐδήλου μέντοι τὰς μεγίστας καὶ παλαμναιοτάτας συμφορὰς τῶν Ῥωμαίων, ἃς ὑπὸ τῶν Τούρκων ὑφίστασθαι ἔμελλον. οὐ γὰρ ἔληξεν ἡ τοῦ γένους κάκωσις ἐκεῖθεν ἀρξαμένη καὶ συχνῶς ἐπὶ μεῖζον ἀεὶ καταβραχὺ κορυφουμένη. ὅτι δὲ δήλωσιν ἐπιγείων παθῶν τὰ τῶν οὐρανίων φωστήρων τοιαῦτα συμπτώματα προαναφωνοῦσιν, ἀμφιβάλλειν οἶμαι τῶν πάντων οὐδένα, πλὴν εἰ μὴ ὅστις περιττὸς ἐπεφύκει μάτην ἐρίζειν. εἰ δὲ τοῦτον λόγοις πείθειν πειρῷτό τις, ὃν πείθειν οὐ δύναται τὰ ἐν τῷ θεάτρῳ τῆς οἰκουμένης κατ' ἄλλους ἄλλοτε χρόνους γινόμενα πράγματα, μάταιος ἂν εἴη καὶ πάνυ τοι φορτικὸς σύνεσιν ἐντιθέναι τοῖς πάνυ σκληροῖς ἐγχειρῶν. ὃ γὰρ ἐν ἑνὸς ἀνθρώπου σώματι, τοῦτο κἀν τῷ τοῦ κόσμου σώματι παντὶ γίγνοιτ' ἄν. ἓν γὰρ ὁ κόσμος σῶμα συμφυὲς, ἐκ μερῶν καὶ μελῶν ὡς ὁ ἄνθρωπος φάναι συγκείμενος· καὶ ὥσπερ ἐνταῦθα τῆς κεφαλῆς ἢ τοῦ τραχήλου τὸ πάθος ἐνεργεστέραν πρὸς τὴν κνήμην καὶ τὸν ἀστράγαλον τὴν κάκωσιν ἐξετόξευσεν, οὕτω κἀν τῷ τοῦ κόσμου σώματι τὰ τῶν οὐρανίων φωστήρων παθήματα κινούμενα πρὸς τὴν γῆν ἀπερείδονται κἀνταῦθα δημοσιεύουσι τὴν ἐνέργειαν. (Γ.) Συχνὸς ἐπὶ τούτοις ἐῤῥύη χρόνος καὶ ἄγεται ὁ βασιλεὺς τῷ υἱῷ Ἀνδρονίκῳ γυναῖκα Ἄνναν τὴν ἐκ Παιόνων καὶ ἅμα τῷ βασιλικῷ καταστέφει συμβόλῳ. εἶτα αὐτὸς μὲν Ἀνδρόνικος ὄμνυσι τῷ πατρὶ, πρῶτον μὲν σέβειν τὴν τοῦ θεοῦ ἐκκλησίαν ὀρθῶς καὶ τὰ ταύτης προνόμια περιέπειν καθ' ἅπαντα τρόπον καὶ ἀλώβητα συντηρεῖν· δεύτερον δὲ, τὴν αὐτοῦ δὴ τοῦ πατρὸς ζωὴν καὶ βασιλείαν διαφυλάττειν ὅση δύναμις ἀνεπιβούλευτον μέχρι τελευτῆς αὐτῆς. καὶ ἐπὶ τούτοις ἅπαν τὸ Ῥωμαίων ὤμνυε γένος τῷ νέῳ βασιλεῖ Ἀνδρονίκῳ τὰ εἰθισμένα τοῖς βασιλεῦσιν. ὅ γε μὴν πατριάρχης καὶ πᾶν τὸ τῆς ἐκκλησίας ἄθροισμα γράμμασι τοὺς ἑαυτῶν ἐγχαράξαντες ὅρκους τοῖς ἱεροῖς ἐντεθείκασι κώδιξιν, ἀνεπιβούλευτον αὐτῷ διατηρήσειν τὴν βασιλείαν ὁμολογοῦντες, αὐτοί τε καὶ οἱ ἐφεξῆς τὰ τῆς ἐκκλησίας διαδεχόμενοι. ἐπέτρεψε δ' αὐτῷ ὁ πατὴρ καὶ δι' ἐρυθρῶν ὑπογράφειν γραμμάτων προστάγματα, οὐ μέντοι μῆνα καὶ ἴνδικτον, ἀλλὰ, Ἀνδρόνικος Χριστοῦ χάριτι βασιλεὺς Ῥωμαίων. θʹ. Τούτων οὕτως ἐχόντων, ἐξ ἀνθρώπων ἐγεγόνει καὶ Μιχαὴλ ὁ δεσπότης, ὁ τῆς Ἠπείρου καὶ Θετταλίας ἀρχηγὸς, καὶ παῖδας καταλιπὼν ἕνα μὲν νόθον, Ἰωάννην ὄνομα, γνησίους δὲ τρεῖς, ὧν καθ' ἡλικίαν πρωτεύων ὑπῆρχεν ὁ ἐπ' ἀδελφιδῇ γαμβρὸς τοῦ βασιλέως Νικηφόρος ὁ δεσπότης· ὑφ' ᾧ κηδεμόνι καὶ ἐπιτρόπῳ κατέλιπεν ὁ πατὴρ ὡς ἀτελεστέρους τὴν ἡλικίαν καὶ ἄζυγας ἔτι τοὺς δύο ἑτέρους υἱέας Μιχαὴλ καὶ Ἰωάννην. σχίζει μέντοι καὶ τὴν ὅλην αὐτοῦ ἐπικράτειαν εἰς δύο μερίδας, ὧν τὴν μὲν μίαν, ἣ δὴ καὶ παλαιὰ ὀνομάζεται Ἤπειρος, ἀφίησι Νικηφόρῳ τῷ δεσπότῃ. περιέχει δὲ αὕτη Θεσπρωτοὺς καὶ Ἀκαρνᾶνας καὶ Δόλοπας, καὶ πρὸς τούτοις Κερκυραίους καὶ Κεφαλλῆνας καὶ Ἰθακησίους· ὁρίζεται δὲ πρὸς μὲν δύσεως Ἀδριατικῷ τε καὶ Ἰονίῳ πελάγει, πρὸς δ' ἄρκτων ὄρεσιν ὑψηλοῖς τῷ τε Πύδνῳ καὶ τοῖς Ἀκροκεραυνίοις ὀνομαζομένοις, ἐκ δ' ἀνατολῶν Ἀχελῴῳ τῷ ποταμῷ, ἐκ δὲ μεσημβρίας τῇ Κερκυραίων νήσῳ καὶ τῇ Κεφαλληνίᾳ· τὴν δὲ ἑτέραν μερίδα ἀφίησιν ὁ πατὴρ Ἰωάννῃ τῷ νόθῳ παιδί· ἣ καὶ αὐτὴ περιέχει Πελασγοὺς καὶ Φθιώτας, ἔτι τε Θεσσαλοὺς καὶ Λοκροὺς τοὺς Ὀζόλας· καὶ πρὸς μὲν ἄρκτους Ὄλυμπον ἔχει τὸ ὄρος, πρὸς δὲ μεσημβρίαν τὸν Παρνασὸν, ἀμφότερα ὑψηλὰ καὶ ἐς βαθὺν τὸν ἀέρα τὰς κορυφὰς ἀνατείνοντα. οἱ μέντοι δύο αὐτίκα, Μιχαὴλ καὶ Ἰωάννης, δυσαρεστήσαντες τῇ τοῦ ἀδελφοῦ Νικηφόρου ἐπιτροπῇ καὶ ἐφορείᾳ καὶ ἄλλως οὐκ εἰς ἀγαθὸν αὐτοῖς πέρας αὐτὴν προχωρήσειν ἐννοοῦντες φυγάδες ἐς βασιλέα χωροῦσιν. (Β.) Ὁ δὲ νόθος Ἰωάννης, ἀκάθεκτος ὢν τὴν ὁρμὴν καὶ ποικίλος τὴν σύνεσιν, οὐκ ἠρέμει τοῖς οἰκείοις ἀρκούμενος, καὶ ταῦτα τὸ σεβαστοκράτορος ἀξίωμα παρὰ τοῦ βασιλέως πρότριτα εἰληφώς· ἀλλὰ συχνὰ παρασπονδῶν τὴν Ῥωμαίων ἐδῄου γῆν· ὡς ἀγανακτήσαντα ἤδη τὸν βασιλέα πέμψαι τὸν ἑαυτοῦ ἀδελφὸν Ἰωάννην τὸν δεσπότην κατ' ἐκείνου, πολλὰς πολλαχόθεν ἀθροιζομένας τὰς Ῥωμαίων δυνάμεις ἕπεσθαι τούτῳ κελεύσαντα. ὃς καὶ συναγαγὼν, ὅση δὴ παροῦσα ἐτύγχανε δύναμις, ἔκ τε Παφλαγόνων ἱππέων ἠθροισμένη καὶ Βιθυνῶν, συγκαταλέξας δὲ καὶ τὰ Κομάνων καὶ Τουρκοπούλων τάγματα, ἀπῄει τὰς πεζικὰς αὐτὸς στρατολογῶν δυνάμεις ἔκ τε Θρᾴκης καὶ Μακεδονίας. ὁ μέντοι σεβαστοκράτωρ ἀκούων τὴν τῶν Ῥωμαϊκῶν δυνάμεων ἔφοδον βέλεσι λογισμῶν ἐδαπάνα τὴν ψυχὴν, ἄπορα πανταχόθεν ὁρῶν τὰ ἑαυτοῦ καὶ οὐκ ἀξιόμαχα πρὸς τοσαύτην παρασκευὴν ἀντιπάλων δυνάμεων. ὅθεν ἐπεὶ τό γε ὑποπεπτωκότι χρήσασθαι σχήματι καὶ συγγνώμην τῶν ἡμαρτημένων ζητεῖν οὔτ' εὔοδον ἑώρα οὔτε μὴν ἀνύσιμον διὰ τὸ πολλάκις σπείσασθαι μὲν, οὐκ ἐμμεῖναι δ' ἐπὶ μακρὸν ταῖς ὁμολογίαις τῶν σπονδῶν, ὁ δὲ ἄλλην ἐβάδισε γνώμην. ὀχυρώσας γὰρ καθ' ὅσον ἐξῆν καὶ ἀσφαλισάμενος τὰ ἑαυτοῦ φρούρια περιῄει σύν γε τοῖς ἑαυτοῦ στρατεύμασι πόῤῥωθεν περισκοπῶν τὰ ὑπὸ τῶν πολεμίων γινόμενα, ἴσως ἐλπίζων λόχοις τισὶ καὶ αἰφνιδίοις ἐπιδρομαῖς ταράττειν καὶ ἀκρωτηριάζειν τὸ Ῥωμαίων στρατόπεδον. ἀλλ' ἄριστα τούτους ὁρῶν πεφραγμένους καὶ οὐκ ἔξω τῆς νομιζομένης ἐμπειρίας τὰς ἐκδρομὰς ποιουμένους προαπεγνώκει τὴν πεῖραν καὶ διϊὼν ἄνω καὶ κάτω ἐδεδίει περὶ τῶν ὅλων. (Γ.) Ὁ μὲν οὖν σεβαστοκράτωρ Ἰωάννης ἐν τοσούτοις ὑπῆρχε θορύβοις καὶ φόβοις. τάχα δ' ἂν καὶ πέρας ἐλάμβανεν αὐτῷ τὸ ζῇν ἐν τούτῳ τῷ χρόνῳ, καὶ ἡ ὑπ' αὐτὸν ἐπαρχία τότ' ἂν ὑπὸ βασιλεῖ ἐγίγνετο, εἰ μὴ μεγάλη τις ἀταξία τε καὶ πλημμέλεια τῶν συστρατευομένων τοῖς ἡμετέροις ἀλλογενῶν ἔσφηλε παρ' ἐλπίδα καὶ λίαν αἰσχρῶς τὰ Ῥωμαίων ἀνέτρεψε πράγματα. εἰσβαλόντων γὰρ τῶν Ῥωμαίων ἐς τὴν ἐκείνου καὶ μηδενὸς ἀνθισταμένου ῥᾳδίως ὑποποιουμένων ἅπαντα, οὐδὲν ὑγιὲς οἱ συστρατευόμενοι Κόμανοι ἔπραττον, ἀλλὰ πάντας νεὼς καὶ ἀσκητήρια πάντα ἐσύλων καὶ ἀδεῶς ἐνεπίμπρασαν καὶ σεμνὰς παρθένους ἠνδραποδίζοντο καὶ ὡς ἀνιέροις ἐχρῶντο τοῖς ἱεροῖς, τοῖς τε ἄλλοις καὶ πρός γε ἔτι ἀντὶ τραπεζῶν ταῖς ἱεραῖς εἰκόσι. καὶ τί δεῖ τὰ πολλὰ λέγειν; πάντ' ἔδρων ἀδεῶς, ὅσα χρεὼν ἀσεβέσιν ἀνδράσι. διά τοι τοῦτο καὶ οὐ καλῶς οὐδ' ὁμολόγως ταῖς ἀρχαῖς τὸ τέλος ἀπήλλαξε τοῦ πολέμου. δηλώσει δὲ προϊὼν ὁ λόγος. (Δ.) Ἐπεὶ γὰρ ἧκεν ἄγων τὴν στρατιὰν ὁ Δεσπότης Ἰωάννης, τὰ μὲν τῶν πολιχνίων αὐτίκα ὑπέκυπτον· τὰ δὲ ταῖς τῶν τόπων ὀχυρότησι θαῤῥοῦντα ἀνθίσταντο μέχρι τινός· ἔπειτα καὶ ταῦτα ὑπέκυπτον, ἀντέχειν εἰς τέλος ἥκιστα δυνάμενα πρὸς τὰς βιαίας τῶν πολεμικῶν μηχανημάτων ἐπιφοράς. ὅ γε μὴν Σεβαστοκράτωρ ἀπογνοὺς πανταχόθεν εἰς ὀχυρώτατον καταφεύγει φρούριον τὸ τῶν Νέων Πατρῶν ἐπικεκλημένον. ἔνθα δὴ καὶ κυκλοῦσιν αὐτὸν οἱ πολέμιοι καὶ συχνόν τινα χρόνον πολιορκοῦσι περικαθήμενοι. τὸ μέντοι φρούριον ἐκεῖνο τῶν Νέων Πατρῶν ἐφ' ὑψηλοῦ τοῦ ὄρους ἱδρυμένον ῥᾷστα μὲν τῶν πολεμικῶν κατεφρόνει μηχανημάτων· διὰ δὲ τὸν ἔνδον ἀποκλεισθέντα πολυάνθρωπον ὄχλον ἀπορίαν ἐδεδίει τῶν ἀναγκαίων. διὸ καὶ ἀμηχανίᾳ παντοδαπῇ τὴν ψυχὴν ὁ Σεβαστοκράτωρ ἐμερίζετο καὶ ἄνω καὶ κάτω τὸν λογισμὸν περιέστρεφε, τῶν περιϊσταμένων δεινῶν λύσιν ζητῶν. ὀψὲ δὲ μετὰ πολλὰς στροφὰς λογισμῶν εἰς ἔννοιαν ἐληλύθει ξένην καὶ δαιμονίαν ὡς ἀληθῶς· ἣν ὥσπερ ἱεράν τινα καὶ ἀπόῤῥητον ἐταμίευσεν ἐν ἑαυτῷ, οὐδενὶ κοινωσάμενος τῶν ἁπάντων, πλὴν ἢ μόνῳ τῷ τοῦ ἄστεος φύλακι. τὸ γὰρ εἰς πλείους μιᾶς ἀκοῆς διασπαρὲν μυστήριον πολύχουν ἀνίσχει γεώργιον καὶ τὴν ἐπωνυμίαν οὐκ ἔτι μυστήριόν ἐστιν, ἀλλὰ διαπρύσιος φήμη, ὅλα στρατόπεδα παραμείβουσα γνήσιά τε καὶ πολέμια. ὅθεν καὶ αὐτὸς συνετὸς ὢν καὶ τῶν τοιούτων οὐκ ἀδαὴς συνετῶς τὸ σοφὸν ᾠκονόμησε βούλευμα ἑαυτοῦ. ἦν δὲ τοῦτο τοιοῦτον. (Ε.) Νύκτα παραφυλάξας, ἐν ᾗ τῆς σελήνης τῷ ἡλίῳ συνοδευούσης σκότος βαθὺ περιτρέχει τὴν γῆν, σχοίνῳ τοῦ τείχους καθίησιν ἔξω ἑαυτόν· κἄπειτα οὐχ ἑτέρας οὔσης αὐτῷ παρόδου, λάθρα κατῄει ἐς τὸ τῶν Ῥωμαίων στρατόπεδον ἐν διεῤῥυηκόσι τοῖς ἐνδύμασι· καὶ τοῦ λαθεῖν ἕνεκα μεγάλῃ τῇ φωνῇ καὶ βαρβαριζούσῃ μικρόν πως τῇ διαλέκτῳ, ὡς ἀπολωλεκὼς τὸν οἰκεῖον δῆθεν ἵππον ἐζήτει, διϊὼν καὶ παραμείβων οὑτωσὶ τὸ στρατόπεδον ἅπαν. οἱ δὲ πολλοὶ τοῦ στρατοῦ κατεγέλων ἀκούοντες αὐτοῦ καὶ ὑπεσύριζον καὶ ἡδυτάταις εἰρωνείαις ἐχλεύαζον. ἀλλ' ἐκεῖνος δόλοις τοιούτοις παρελθὼν τὸ Ῥωμαίων στρατόπεδον καὶ πάνυ τοι πόῤῥω γενόμενος περί τι μονύδριον γίνεται τῶν ὑπερορίων, καὶ γνώριμον ἑαυτὸν καταστήσας μόνῳ τῷ τῆς μονῆς ἐπιστάτῃ ὑποζύγια πέντε καὶ θεραπόντων τοσούτους λαμβάνει παρ' αὐτοῦ· καὶ ἅμα ἕω διαβὰς τὸ τῶν Θερμοπυλῶν ὄρος δευτεραῖος ἐς Βοιωτίαν ἀφίκετο· τριταῖος δ' αὖθις ἐκεῖθεν εἰς Ἀττικήν· ἔνθα δὴ καὶ τῷ τῶν Ἀθηνῶν ἐντυγχάνει δουκί· καὶ χρήματα ὑπισχνεῖται καὶ κήδη λαμπρὰ τῶν τέκνων πολὺν ἐπαγόμενα πλοῦτον· καὶ ἐπὶ τούτοις αἰτεῖ καὶ λαμβάνει συμμαχίαν ἐπὶ συμφωνίᾳ μεγάλων μισθῶν, πεντακοσίους τοὺς πάντας κατ' ἐκλογὴν Ἀθηναίους. (Στ.) Ὁ δὲ Ῥωμαίων στρατὸς ἐντὸς εἶναι νομίζωντὸν Σεβαστοκράτορα Ἰωάννην περιεκάθητο διηνεκῶς, ἀκροβολισμοῖς τισι κατὰ τῶν τειχῶν χρώμενος, (οὐ γὰρ εἶχεν ὅθεν ἂν ἐπαγάγοι τὰς μηχανὰς) καὶ αὖ τὰς διεξόδους κύκλῳ παραφυλάττων, ὡς μὴ λάθῃ διαδρὰς ὁ Ἰωάννης, ἀλλ' εἰς ἀνάγκην ἐλαθῇ, ἢ προδότης ἐθελοντὴς ἑαυτοῦ γενέσθαι, ἢ προδοθῆναι μὴ θέλων αὐτὸς παρ' ἑκόντων τῶν πολιτῶν, δυσὶ πιεζομένων κακοῖς, τῇ τε πολιορκίᾳ καὶ τῇ τῶν ἀναγκαίων ἔνδοθεν στενοχωρίᾳ. οἱ μὲν οὖν οὕτως ἐκάθηντο ἀπεριμερίμνως. τινὲς δὲ καὶ τοῦ στρατοπέδου παρεξήλαυνον, οἱ μὲν λείας ἕνεκα ἐπὶ τοὺς ὁμόρους τῶν Ἀχαιῶν, οἱ δ' ἐπὶ κυνηγέσια· οἷς ἐπεισπίπτει πρώτοις ὁ σεβαστοκράτωρ Ἰωάννης μετὰ τῶν πεντακοσίων Ἀθηναίων ἐκείνων, οὑτωσὶ διεσκεδασμένοις· καὶ τοὺς μὲν αὐτῶν εὐθὺς αἱρεῖ, τοὺς δὲ διώκει μέχρι τοῦ στρατοπέδου· ὡς τῷ ἀπροσδοκήτῳ καὶ αἰφνιδίῳ τοῦ πράγματος θόρυβον ἐγγενέσθαι τῷ Ῥωμαίων στρατῷ καὶ ταραχὴν λογισμῶν τοῖς τε ἄλλοις στρατηγοῖς καὶ αὐτῷ δὴ Ἰωάννῃ τῷ δεσπότῃ, νομίσασιν ἢ τὸν Πελοποννήσου καὶ Ἀχαΐας ἥκειν πρίγκιπα μετὰ πλήθους ἀξιολόγου, ἢ Θηβαίων καὶ Εὐβοέων καὶ Ἀθηναίων στρατὸν παμπληθῆ μετὰ δουκὸς τοῦ αὐτῶν ἀρχηγοῦ πρὸς βοήθειαν ἐξιέναι τοῦ Σεβαστοκράτορος Ἰωάννου. ὅθεν πρὶν ἐκείνους ἐπιστῆναι, λάθρα καὶ κατὰ μικρὸν οἴκοθεν ὁ Ῥωμαίων στρατὸς διελύετο, καὶ ἄλλος ἄλλον συχνὰ προλαμβάνοντες ἔφευγον ἀμεταστρεπτί· καὶ πολλὰ τῶν στρατηγῶν ἐπιβοωμένων καὶ καρτερεῖν κελευόντων, οἱ δὲ οὐχ ὑπήκουον, ἀλλ' ἅμα πάντες ἔθεον τὴν αὐτὴν ἀμεταστρεπτί· ὡς καὶ αὐτοὺς ἤδη τοὺς στρατηγοὺς ξύν γε τῷ δεσπότῃ Ἰωάννῃ συνιδόντας ὡς κατὰ χώραν μένουσιν ὄλεθρος ἕπεταί σφισι προφανὴς, μετὰ τοῦ μηδέν τι γενναῖον ἔργον καὶ ἀξιόλογον πεπραχέναι, ἕτερον πέρας οὐ μάλα τῆς ὥρας ἐθελούσης χαρίζεσθαι, ἐπὶ πόδα λοιπὸν ἀναγκασθῆναι κατὰ τὸ λεληθὸς ἀναχωρεῖν ἅμα τῷ περιλειφθέντι ἐκ Παφλαγόνων στρατεύματι μετὰ τάξεως μέντοι τινὸς καὶ ἐμπειρίας στρατηγικῆς. (Ζ.) Τοῦ δὲ τοιούτου πταίσματος οὕτω παρ' ἐλπίδα Ῥωμαίοις συμβάντος δι' ἔκτισιν ὧν ἐπεπράχεσαν ἐκεῖσε ἀσεβημάτων οἱ συστρατευόμενοι Κόμανοι, τὰς πύλας εὐθὺς οἱ ἐκ τοῦ φρουρίου ἀναπετάσαντες καταθέουσι πανδημεὶ καὶ εἰς ταὐτὸν ἔρχονται τῷ τε Σεβαστοκράτορι Ἰωάννῃ καὶ τοῖς συμμάχοις· καὶ κοινολογησάμενοι ἅττα ἐχρῆν, οἱ μὲν αὐτόθι κατὰ χώραν μένειν προὐτράπησαν εἰς συλλογὴν τῶν Ῥωμαϊκῶν σκηνῶν καὶ ἵππου καὶ τῆς πάσης ἀποσκευῆς καὶ τοῦ παντοδαποῦ πλούτου, ὅν τε οἴκοθεν ἧκον αὐτοὶ ἐπαγόμενοι καὶ ὃν ἐκ τῆς λείας προσεκτήσαντο· οἱ δὲ κατὰ νώτου Ῥωμαίοις ἕπονται σποράδην ἄλλοις ἄλλοσε διεσκεδασμένοις· καὶ τοὺς μὲν ξίφος ἀνταιρομένους ἔκτεινον· ὅσοι δὲ συλλαμβανόμενοι οὐκ ἀντεῖχον, οὗτοι δὲ καὶ αὐτοῦ γε δὴ τοῦ χιτωνίσκου γυμνούμενοι μετὰ μόνης ἀπελύοντο τῆς ἀναξυρίδος. νόμος γάρ ἐστιν οὗτος ἄνωθεν ἐκ διαδοχῆς ἀεὶ κατιὼν ἐς τοὺς ἀπογόνους ἀκήρατος, οὐ μόνον Ῥωμαίοις καὶ Θετταλοῖς, ἀλλὰ καὶ Ἰλλυριοῖς καὶ Τριβαλλοῖς καὶ Βουλγάροις, διὰ τὴν τῆς πίστεως ταὐτότητα τὰ μὲν πράγματα μόνα σκυλεύειν, τὰ δὲ σώματα μὴ ἀνδραποδίζεσθαι, μηδὲ φονεύειν ἔξω τῆς πολεμικῆς παρατάξεως μηδένα. καὶ εἰ μὴ φθάσαν τὸ τῆς ἑσπέρας σκότος τὸν τῶν διωκόντων πολεμίων ἀνεχαίτισε δρόμον, τάχ' ἂν ἐς μείζω τῶν εἰρημένων τὰ δεινὰ τοῖς φεύγουσιν ἀπήντα τὸ πέρας· ἀλλὰ τῆς ἑσπέρας καταλαβούσης, οἱ μὲν πολέμιοι μετὰ τοῦ Σεβαστοκράτορος ἀνεχώρησαν εἰς τοὐπίσω τῇ παραλόγῳ νίκῃ γαυρούμενοι· οἱ δὲ τὸν κίνδυνον διαφυγόντες Ῥωμαῖοι σύνδυο καὶ σύντρεις καὶ πλείους ἐπὶ πλείοσι περὶ τὸν δεσπότην Ἰωάννην ἠθροίζοντο, τῇ λύπῃ συγκεχυμένον ἐπὶ τῇ παραδόξῳ ταύτῃ διαμαρτίᾳ. οὕτω δ' ἔχοντες δυστυχῶς καταντῶσιν ἐς τὰ πλησίον τῆς Δημητριάδος χωρία. πόλις δὲ αὕτη Σικυὼν μὲν πρότερον ἐπικεκλημένη, ὕστερον δὲ τὴν ἐπωνυμίαν πρὸς τὸν κτησάμενον μετενεγκοῦσα, Δημήτριον δηλαδὴ τὸν Πολιορκητὴν, ὃς ἐτύγχανε παῖς τῶν Ἀλεξάνδρου διαδόχων ἑνὸς Ἀντιγόνου, τοῦ τῆς Ἀσίας κατάρξαντος, ὁπόσην ὁ ποταμὸς Εὐφράτης ἔνδον ὁρίζει. ιʹ. Ἀλλὰ γὰρ οὔπω τελέως τῆς ἀθυμίας ἀναλαβεῖν ἑαυτοὺς ἠδυνήθησαν ταυτησὶ, καὶ δεύτερον ἀγγέλλεται τούτοις δεινὸν καὶ τοῦ προλαβόντος οὐκ ἔλαττον, ὃ δὴ καὶ λέξων ἔρχομαι. κόλπος ἐστὶ Πελασγικὸς οὑτωσί πως καλούμενος, ἐπὶ πλεῖστον τῆς μεσογείου παρεξιὼν καὶ πρὸς ἄρκτους ἀφιεὶς τὴν Ὄσσαν τε καὶ τὸ Πήλιον. ὄρη δὲ ταῦτα πρὸς ὕψος τὰς κορυφὰς ἀναπέμποντα μέγιστον. τοῦ δὴ τοιούτου κόλπου κατὰ τὸ ἀκρότατον καὶ ἡ προειρημένη παραψαύει πόλις τοῦ Δημητρίου. ὁ δὲ βασιλικὸς στόλος τὰς ὑπὸ τῶν Λατίνων κατεχομένας νήσους παραπλέων καὶ περιπλέων κακῶς διετίθει· καὶ ἦν τοῦτο δεινὸν τοῖς Λατίνοις ἀφόρητον· πάντων δὲ μάλιστα τοῖς ὅσοι τὴν Κρήτην οἰκοῦσι καὶ πρός γε δὴ τοῖς ὅσοι τὴν Εὔβοιαν· οἳ δὴ καὶ συνθέμενοι ναυτικὸν ἐξαρτύουσιν, οὐχ ἵνα φανερὸν ἐγείρωσι πόλεμον κατὰ τοῦ βασιλικοῦ στόλου· (τοῦτο γὰρ ὅμοιον τούτοις ἐδόκει, ὥσπερ ἂν εἰ εἰς οὐρανὸν ἐπεχείρουν τοξεύειν) ἀλλ' ἵν' ἐπιούσης τῆς ναυτικῆς τοῦ βασιλέως δυνάμεως, τὰς ἑαυτῶν παραφυλάττωσιν ἄκρας καὶ ἀντέχωσιν ἀπὸ γῆς ὁμοῦ καὶ θαλάττης μαχόμενοι. (Β.) Συνέβη γοῦν κατὰ τοῦτον τὸν χρόνον καὶ τὰς βασιλικὰς τριήρεις ὑπὲρ τὰς πεντήκοντα οὔσας ἐν τῷδε τῷ κόλπῳ τὸν εἴσπλουν ποιησαμένας ὡς ἐπ' ἀσφαλοῦς ἐνορμίσασθαι. οἱ δὲ Κρῆτες καὶ Εὐβοεῖς πάλαι καιροφυλακοῦντες καὶ ναυλοχοῦντες αὐτὰς οὐχ ἕτερον τούτου βελτίονα ἐς τὸ ἐπιθέσθαι αὐταῖς ἐνόμισαν ἔχειν καιρόν. καὶ δὴ τὴν ταχίστην συσκευασάμενοι τὰς τριήρεις καὶ τετρήρεις αὐτῶν μικρὸν ὑπὲρ τὰς τριάκοντα οὔσας καὶ πύργους ξυλίνους ταῖς πρώραις τῶν πλειόνων ἐπιστήσαντες ταχυναυτοῦσιν· ὡς ἂν πρὶν αἰσθέσθαι τοὺς βασιλικοὺς τὸν τούτων ἐπίπλουν, αὐτοὶ προκαταλαβόντες ἐκ τοῦ ναυστάθμου κενὰς τῶν ἐπιβατῶν τὰς ναῦς ἐφελκύσωνται, ἔξω περὶ τὴν γῆν ἀπεριμερίμνως τηνικαῦτα διατριβόντων αὐτῶν. ὃ δὴ καὶ, εἰ μὴ κύριος ἀπροσδόκητον χεῖρα παρεῖχε Ῥωμαίοις, κατὰ τὴν τῶν ἐχθρῶν ἂν ἐς τέλος συνεπεπτώκει βούλησιν. ᾔσθοντο μὲν γὰρ καὶ Ῥωμαῖοι τὸν τῶν Κρητῶν καὶ Εὐβοέων ἐπίπλουν· ἀλλὰ στενὸς τυγχάνων ὁ καιρὸς χώραν ὁπλίσασθαι, ὡς ἐχρῆν, οὐκ ἐδίδου. ἄραντες δ' ὅμως ἐκ τῆς γῆς κατὰ σπουδὴν ὡς εἶχον ἀνήχθησαν· καὶ γίνεται προθυμία πολλὴ παρ' ἀμφοτέρων τῶν μερῶν, πεντεκαίδεκα σταδίων οὐκ ἔλαττον ἀπεχόντων τῆς γῆς. (Γ.) Αἱ μέντοι πολέμιαι νῆες ὄγκον εἶχον καὶ βάρος ὑπὸ μεγέθους καὶ ὁπλίσεως καινοτέρας καὶ ὥσπερ πόλεις ἐπὶ θαλάττης κινούμεναι σχολαιότερον παρετάσσοντο. αἱ δὲ Ῥωμαϊκαὶ τοσοῦτον ἠλαττοῦντο μεγέθει τῶν πολεμίων, ὅσον πλήθει τὰς τῶν πολεμίων ὑπερεῖχον· εὔστροφοι δ' ἦσαν ἄλλως καὶ ταχεῖαι πρὸς κύκλωσιν, ἀλλ' οὐκ ἀντίῤῥοπον ἔχουσαι τὴν παρασκευὴν τῆς ὁπλίσεως. ὅμως ἀντιπαρετάσσοντο καὶ αὗται, οὐ τοσοῦτον πρὸς ναυμαχίαν, εἰπεῖν, ὅσον πρὸς τειχομαχίαν. τείχεσι γὰρ ἐῴκεσαν αἱ τῶν πολεμίων πρῶραι σοβαρῶς ἐστεφανωμένοις ὁπλίταις ἀκμαιοτάτοις. ὁ μὲν οὖν ἀρχηγὸς τοῦ ναυτικοῦ Ῥωμαίων, ὁ Φιλανθρωπηνὸς, ἐπὶ τῆς ναυαρχίδος ὢν περιῄει παραθαῤῥύνων πρὸς πόλεμον τοὺς ὁπλίτας, ποτὲ μὲν ἐπὶ τοῦ δεξιοῦ κέρως γινόμενος, ποτὲ δ' ἐπὶ τοῦ εὐωνύμου· κατὰ στόμα μὲν δὴ ταῖς τῶν πολεμίων πρώραις ἐμβάλλειν αἱ Ῥωμαϊκαὶ νῆες οὐκ εἶχον, τῶν πολεμίων ὥσπερ ἐκ γῆς στερεᾶς ἀφ' ὑψηλοῦ λίθους μεγάλους καὶ συνεχεῖς βαλλόντων ἐπ' αὐτοὺς καὶ ὅσα ἄλλα πρὸς ἄφεσιν ἄνωθεν ἐπιτήδεια, καὶ μάλα κακῶς διατιθεμένων αὐτούς. ὅθεν παρὰ πλευρὰν ἐπιοῦσαι τὰς ἐμβολὰς καθόσον ἐξῆν ἐποιοῦντο. τὸ μὲν οὖν εὐώνυμον κέρας τῶν πολεμίων ἐπόνει πληττόμενον, ἕωθεν τοῦ ἡλίου τὰς ὄψεις συγχέοντος σφῶν· τὸ δὲ δεξιὸν κραταιότερον ταῖς Ῥωμαϊκαῖς ναυσὶν ἐγκείμενον ἐνίκα λαμπρῶς καὶ δεινῶς ἐτραυμάτιζε τοὺς Ῥωμαίων ὁπλίτας τε καὶ ἐρέτας· ὡς ἀπογινώσκοντας ἤδη τούτους διεκπίπτειν καὶ παρὰ τὴν γῆν τρεπομένους ἐξιέναι, κενὰς ἐπὶ τῆς ψάμμου τὰς ναῦς ἀφιέντας. καὶ εἰ μὴ ὁ τοῖς ἀπόροις εὐπορίαν διδοὺς καὶ τοῖς ἀνελπίστοις ἐλπίδα θεὸς ἀπροσδόκητον τότε καὶ Ῥωμαίοις ἐχαρίζετο χεῖρα, τάχ' ἂν ἐς ᾅδην εἰπεῖν τὰ Ῥωμαίων τότε ξυνωθεῖτο πράγματα δυσὶ μεγάλοις ἅμα περιπεπτωκότα πταίσμασιν. (Δ.) Ἀλλὰ θαυμάσειεν ἄν τις τὴν ἀνεξερεύνητον πρόνοιαν τοῦ θεοῦ, πῶς τὸ παράδοξον τῆς ἠπείρου σφάλμα παραδοξοτέραν τῇ θαλάττῃ τὴν ἀσφάλειαν ἐπορίσατο. ὁ γὰρ τοῦ βασιλέως αὐτάδελφος Ἰωάννης ὁ δεσπότης μετὰ τῶν ἐκ τοῦ ἠπειρωτικοῦ ἐκείνου πολέμου διασωθέντων ἔγγιστά που ποιούμενος τὰς διατριβὰς ᾔσθετο γινομένης τῆς ναυμαχίας ἐκείνης καὶ διακωδωνιζομένης ἤδη τῆς φήμης ἄχρι τῆς μεσογείου, καὶ παρελθὼν ἐς τὴν παραλίαν τοῦ κόλπου ὁρᾷ θέαμα ἐλεεινὸν, κινδυνεύουσαν ἤδη καὶ τὴν ναυτικὴν τῶν Ῥωμαίων δύναμιν· καὶ αὐτίκα τοῦ ἵππου ἀποπηδήσας μετὰ πολλῶν τῶν δακρύων ῥίπτει τὰ τῆς δεσποτικῆς ἀξίας σύμβολα, «γυμνὸς,» λέγων, «ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι σήμερον.» εἶτα κατὰ κεφαλῆς ἐπάσατο κόνιν καὶ βύθιόν τι στενάξας ἐβόα πρὸς κύριον, ὀξεῖαν ἐκεῖθεν ἐπικαλούμενος τὴν βοήθειαν· μὴ καὶ ταύτης ἐπὶ νεαρᾷ τῇ προτέρᾳ τῆς ἥττης ἐπενεχθείσης Ῥωμαίοις, ἐς τέλος ἀνατετράφθαι καὶ ἀπολωλέναι τὰ Ῥωμαίων γένοιτο πράγματα. καὶ μὲν δὴ σύμμαχον ἑαυτῷ θαῤῥήσας ἔσεσθαι τὸν θεὸν ἔργου εἴχετο· καὶ τοὺς δοκιμωτέρους τῶν ὁπλιτῶν τῆς πεζικῆς αὐτοῦ δυνάμεως ἀπολεξάμενος ὅλαις σπουδαῖς ἐνεβίβαζεν εἰς τὰς ναῦς, καὶ ἅμα ἄλλους ἐπ' ἄλλοις συχνοὺς τοξότας καὶ σφενδονήτας καὶ ὅσοι ἀκοντισταί· καὶ ἀεὶ τοὺς τραυματίας ἀναλαμβάνων ἄλλους ἀμοιβαδὸν εἰσῆγε νεαροὺς καὶ ἀκμάζοντας, χερμαδίοις καὶ τούτων τοὺς πλείστους κατὰ τῶν ἐναντίων χρωμένους. καὶ οὕτω μέχρι δείλης ὀψίας ποιῶν τρόπαιον ἵστησι κατὰ τῶν πολεμίων· καὶ πλὴν δυοῖν φυγῇ χρησαμένων πᾶσαι τῶν πολεμίων αἱ νῆες Ῥωμαίοις ἑάλωσαν. ὕμνοι τοιγαροῦν εὐχαριστήριοι παρὰ παντὸς ἀνήγοντο τοῦ στρατοῦ πρὸς θεὸν, παραδόξως αὐτοῖς χαρισάμενον τήν τε σωτηρίαν ὁμοῦ καὶ τὴν νίκην. ὁ δὲ τοῦ βασιλέως αὐτάδελφος Ἰωάννης τὰ τῆς δεσποτικῆς ἀξίας ἅπαντα ἀποθέμενος, ὡς εἰρήκειμεν σύμβολα, οὕτως ἐς τὸ Βυζάντιον ἧκεν ἀξύμβολος, ἐπὶ τοῦδε τοῦ σχήματος τὸ λεῖπον παραλλάξας τοῦ βίου. https://byzantium.gr/ ΛΟΓΟΣ Ε’.αʹ. Ἀλλ' ἐπανιτέον τὸν λόγον μικρὸν, ἵνα καθ' εἱρμὸν ὁ λόγος ὁδεύῃ καὶ μὴ τὸ συνεχὲς τῆς ἱστορίας διακόπτηται δι' ἄγνοιαν ὧν προεγνῶσθαι χρεών. ἔφθημεν εἰρηκότες τὸν Βαλδουῖνον τοὺς τῆς Κωνσταντινουπόλεως διαδράντα κινδύνους ἐς Ἰταλίαν ἀφικέσθαι κἀκεῖσε τῷ ῥηγὶ τῆς Ἰταλίας Καρούλῳ συστάντα τῷ ἑαυτοῦ παιδὶ τὴν ἐκείνου ἀγαγέσθαι θυγατέρα ὑποσχέσθαι τε δοῦναι ἀντὶ προικὸς ἣν ἀπώλεσε Κωνσταντινούπολιν, εἰ συμμαχήσειε κἀκεῖνος αὐτῷ.(Β.) Ἐκεῖνος τοίνυν τὸν τῆς ὑποσχέσεως λόγον ἐν καρδίᾳ σπέρματος δίκην δεξάμενος οὐδὲν ἔτι μικρὸν ὑπενόει περὶ τῶν ὅλων· ἀλλὰ τὴν ὅλην, ὡς εἰπεῖν, Ἰουλίου Καίσαρος καὶ Αὐγούστου μοναρχίαν ὠνειροπόλει, Κωνσταντινουπόλεως εἰ γένοιτο ἐγκρατής. δεινὸς γὰρ ἦν ὁ ἀνὴρ οὐ μόνον σκέψασθαι τὰ δέοντα, ἀλλὰ καὶ ῥᾷστα τελεσιουργὸν τὴν σκέψιν ἐν τοῖς ἔργοις ἐνδείξασθαι· καὶ ἁπλῶς εἰπεῖν, δυνάμει φύσεως καὶ κράτει συνέσεως μακρῷ τῷ μέτρῳ πάντας ἐνίκα τοὺς πρὸ αὐτοῦ. διὸ καὶ τὴν τῶν εἰρημένων μελέτην ἐγκυμονήσας εἰς πέρας ἄξειν ἐθάῤῥησε χρόνου βραχέος ἐπὶ τῶν ἔργων αὐτήν. ἐνῆγε δ' αὐτὸν εἰς τὴν τοιαύτην ἐγχείρησιν τό, τε τῆς Κωνσταντινουπόλεως ἀσθενὲς πολλαχόθεν διεσπασμένης καὶ διεῤῥηγμένης καὶ πολλοῦ δεομένης χρόνου πρὸς ἀνοικισμὸν καὶ στηριγμὸν τῶν διεῤῥωγότων, ἥ τε τοῦ βασιλέως περὶ τὰς τῶν καινοτέρων εὑρέσεων ἐπινοίας δεινότης καὶ ἡ σφοδροτάτη περὶ τὰς πράξεις ὀξύτης· ἃ δὴ καὶ σφόδρα ἐκεῖνον ἐλύπει καὶ τοὺς ἐκείνου λογισμοὺς περιέθραυε καὶ πρὸς μεγάλους ἐνέβαλλε φόβους. δι' αὐτό γέ τοι τοῦτο καὶ ἔσπευδε καθελεῖν αὐτὸν, πρὶν ἂν μείζω τῆς οὔσης κτησάμενος αὐτὸς δύναμιν κατὰ γῆν τε καὶ θάλατταν εἰς τὰς ἐσχάτας ἐκεῖνον περιστάσεις ἐλάσῃ. (Γ.) Καὶ πρῶτον μὲν ἔγνω στρατὸν ἱκανὸν ἀθροίσας κελεῦσαι διαβάντα τὸν Ἰόνιον ἐμβαλεῖν ἐς τὴν Ῥωμαίων καὶ μὴ πρότερον στῆναι δουλουμένους τὰ ἐν ποσὶν ἅπαντα, πρὶν καὶ αὐτὴν παραστήσασθαι τὴν βασιλεύουσαν· ἔπειτα μεγάλην διὰ θαλάττης ἐξαρτύσας δύναμιν διχόθεν τῷ βασιλεῖ περιστῆσαι τὸν κίνδυνον. ἀλλ' ἐψεύσθη τῶν βουλευμάτων δεινοτέρῳ περιτυχὼν στρατηγῷ τῷ βασιλεῖ. αὐτίκα γὰρ ὁ βασιλεὺς πᾶσαν ἔθετο σπουδὴν προκαταλαβὼν ἀπράκτους τὰς ἐκείνου βουλὰς ἀποφῆναι. διὸ καὶ ἠσφαλίζετο καὶ περιέφραττε πανταχόθεν τὴν βασιλεύουσαν πόλιν καὶ τεῖχος ὀχυρὸν τῶν παραλίων τειχῶν ἐξήπλωσεν ἔνδοθεν. οὐ μόνον δὲ, ἀλλὰ καὶ πάμπολλα καὶ διάφορα χρήματα πέμπων ἐξεπολέμου κατ' ἐκείνου τοὺς πέριξ ἐκείνου ῥῆγας, τόν τε τῆς Σικελίας κρατοῦντα καὶ αὐτὸν τῆς Βενετίας, τὸν παλαιὸν μιμησάμενος Ἀρταξέρξην ἐκεῖνον, ὃς τὴν Ἀγησιλάου τοῦ Σπαρτιάτου. δείσας ὁρμὴν, χρήματα πέμψας συχνὰ, τόν τε Θηβαῖον Ἐπαμεινώνδαν καὶ Πελοπίδαν καὶ ὅσοι τῆς Ἑλλάδος προὔχοντες ἦσαν, ἐξεπολέμωσε κατ' αὐτοῦ· καὶ πρὶν ἀνήκεστόν τι παθεῖν παρ' ἐκείνου, ἀνήκεστα παθεῖν ἐκεῖνον φθάσας ἐπεπράχει σοφαῖς ἐπινοίαις. (Δ.) Ὁ μὲν οὖν Κάρουλος οὕτω καταστρατηγούμενος ὑπὸ τοῦ βασιλέως καὶ τοιούτοις αὐτοῦ τοῖς ἀκροβολισμοῖς ἀποκρουόμενος δῆλος ὅμως ἦν οὐκ ἠρεμήσων ἔτι, τῇ τε τοῦ οἰκείου στρατοῦ δυνάμει θαῤῥῶν καὶ τῶν χρημάτων τῷ πλήθει. ὅθεν ἀνάγκαις τοσαύταις συνεζευγμένος ὁ βασιλεὺς, πρὸς ἀπόγνωσιν ἐλαυνούσαις, διαπρεσβεύεται ἤδη καὶ πρὸς τὸν Πάππαν περὶ τῆς τῶν ἐκκλησιῶν ὁμονοίας τε καὶ ἑνώσεως, τῆς τε παλαιᾶς Ῥώμης δηλαδὴ καὶ τῆς νέας, εἰ μόνον ἐμποδὼν τῇ ἐκστρατείᾳ γένοιτο τοῦ Καρούλου. βʹ. Δέχεται τὴν πρεσβείαν ἀσμένως ὁ Πάππας καὶ ὑπισχνεῖται ῥᾳδίως ἐκτελέσειν ὁπόσα κατὰ βούλησίν ἐστι τῷ βασιλεῖ· καὶ πέμπει μετὰ τῶν βασιλικῶν πρέσβεων εὐθὺς τοὺς δεξομένους καὶ συμβιβάσοντας τὴν κοινωνίαν. ἧκον οὖν, καὶ γέγονεν ἡ κοινωνία ἐφ' ὅρῳ τριῶν κεφαλαίων· ἑνὸς μὲν, ἐν ταῖς ἱεραῖς ὑμνῳδίαις τὸν Πάππαν εἰς τὰ δίπτυχα μνημονεύεσθαι ὁμοῦ τοῖς ἑτέροις τέτρασι πατριάρχαις· δευτέρου δὲ, τῆς ἐκκλήτου· τοῦτο δέ ἐστιν ἐξεῖναι τῷ βουλομένῳ καθάπερ εἰς μεῖζον καὶ ἐντελέστερον ἀνατρέχειν δικαστήριον τὸ τῆς παλαιᾶς Ῥώμης· καὶ τρίτου, τοῦ πρωτεύειν ἐν ἅπασι. περὶ δὲ τῆς προσθήκης, ἣν ἐκεῖνοι περὶ τὸ ἱερὸν καινοτομοῦσι σύμβολον, ἢ περὶ ἄλλης οἱασοῦν ὑποθέσεως ἀναγκαστική τις ἔρις τέως οὐ συνηνέχθη· ἀλλὰ μακρά τις ἠρεμία καὶ ἄνεσις τὰ μεταξὺ περιέτρεχε πράγματα τούτων γε εἵνεκα. (Β.) Ὅ γε μὴν πατριάρχης. Ἰωσὴφ τὴν τοιαύτην οὐ δεξάμενος κοινωνίαν παραχωρεῖ τοῖς βουλομένοις τῶν θρόνων· αὐτὸς δὲ μικρὸν τῆς βασιλευούσης ἐκκεχωρηκὼς φέρων ἑαυτὸν τῇ περὶ τὸν Βόσπορον τοῦ Ἀρχιστρατήγου μονῇ ἐδεδώκει, ἐκεῖ τὸ λειπόμενον τῆς ζωῆς μεθ' ἡσυχίας καὶ σχολῆς βιώσων πνευματικῆς. ἐπὶ τούτοις ὁ ἱερὸς τῆς ἐκκλησίας σύλλογος αὐτός τε δῆλος ἦν οὐκ ἠρεμήσων καὶ τὸν ὄχλον ἀνέσειεν ἀπάγων τῆς κοινωνίας τοῦ βασιλέως, μαρτυρίου λέγων εἶναι καιρὸν καὶ στεφάνων ἀθλητικῶν· ὡς μέγαν ἐντεῦθεν ἐγείρεσθαι θόρυβον καὶ ἐπὶ μέγιστον κορυφοῦσθαι τὰ πράγματα κλύδωνα· καὶ ἀνάγκην εἶναι τῶν ἔξω πραγμάτων ἀποσπασθέντα τὸν βασιλέα πᾶσαν ἔνδον τὴν σπουδὴν μεταθεῖναι, μείζους τοὺς ἔνδοθεν ἡγούμενον κινδύνους τῶν ἔξωθεν πολεμίων. ἦσαν γὰρ οὐκ ὀλίγοι καὶ τῶν ἐν τέλει τῆς γνώμης τὰ δόγματα κατὰ τῶν βασιλικῶν προσταγμάτων ὁπλίζοντες μάλα ἐθελονταί· ἐν στενῷ μέντοι κομιδῇ καταστὰς ὁ βασιλεὺς οὑτωσὶ ἔγνω δυοῖν θάτερον εἶναι ἰτέον, τῆς τῶν πραγμάτων βιαίας ἀνάγκης ἕτερον οὐκ ἐπιδεχομένης πέρας ἐν τῷ παρόντι· ἢ γὰρ πάντας αὐτῷ συμφρονεῖν, ἢ πολεμίοις ἴσα τούτοις κεχρῆσθαι. (Γ.) Ταῦτ' ἄρα καὶ μειλιχίοις τὰ πρῶτα λόγοις καὶ ἤθεσιν ἱλαροῖς καταδημαγωγεῖν καὶ ὑποποιεῖσθαι τὰς τῶν στασιαζόντων ἐπειρᾶτο γνώμας, οἰκονομίαν εἶναι λέγων τὸ πρᾶγμα καὶ οὐ καινοτομίαν· φρονίμων δ' εἶναι, πρὶν γενέσθαι τὰ δυσχερῆ, προνοεῖσθαι ὅπως μὴ γένηται· κἄν τι δέῃ καινοτομεῖν ὑπὲρ τοῦ μὴ μείζοσι κινδύνοις περιπεσεῖν, μηδὲ τούτου φείδεσθαι. ἐὰν γὰρ ἐπίωσιν οἱ πολέμιοι, πολλαχῇ τῆς Κωνσταντινουπόλεως ἔτι διεῤῥηγμένης καὶ ἄρτι ἀνοικιζομένης καὶ οἷον εἰπεῖν ἀναβιωσκούσης ἐκ τῶν πρὸ βραχέος θανάτων, χείρονα τῶν προτέρων ἔσται τὰ παρόντα δεινὰ, καὶ κύριοι καθεστήξουσιν οἱ πολέμιοι οὐ μόνον τῶν ἱερῶν, ἀλλὰ καὶ πάντων ἅμα, παίδων καὶ γυναικῶν καὶ πραγμάτων· οἱ δὲ τούτων δεσπόται ἀνάρπαστοι καὶ δοῦλοι ἀντ' ἐλευθέρων οὐ μόνον τὰ σώματα, ὅτι μὴ καὶ τὰς γνώμας αὐτὰς, ἀνάγκῃ βιαίᾳ πρὸς ἅπερ ἂν οἱ πολέμιοι βούλοιντο, ἑπόμενοι. καὶ τότε λελείψεται, μηδένα τὸν προστησόμενον εἶναι τῶν πατρίων ἐθῶν καὶ νομίμων· καὶ πρός γε ἔτι τῶν ἱερῶν θεσμῶν καὶ δογμάτων· ἀλλὰ πάντων ἔσται ῥᾳδία παρατροπὴ καὶ κατάλυσις. ἃ νῦν ἐγὼ προορώμενος διάκονον πρόθυμον ἐμαυτὸν ταυτησὶ τῆς οἰκονομίας κατεστησάμην. οἰκονομίας δ' ἐστὶν ἔμφρονος, ἀνάγκης κατεπειγούσης ζημιωθῆναι μικρὸν κέρδους εἵνεκα μείζονος· καὶ συγχωρῆσαι τὰ ἥττω τοῖς ἕλκουσιν ὑπὲρ τοῦ τὰ μείζω ῥᾳδίως καρποῦσθαι. (Δ.) Ταῦτα λέγων ὁ βασιλεὺς τοὺς μὲν ἔπειθε, τοὺς δ' οὐδαμῶς. ὅθεν τὸ πείθειν ἀφεὶς τὴν ἑτέραν ἐβάδισε· ταύτην δ' εἶναι τὴν τοῦ βιάζεσθαι· ἧς πρὸς πολλὰ καὶ διάφορα μεριζομένης εἴδη, πάντα ἦσαν ἐνεργὰ τῷ βασιλεῖ, δημεύσεις, ἐξορίαι, φυλακαὶ, ὀφθαλμῶν ἀφαιρέσεις, μάστιγες, χειρῶν ἐκτομαὶ, πάντα οἷς αἱ γνῶμαι τῶν ἀνδρικῶν καὶ μὴ δοκιμάζονται. ὅσοις μὲν οὖν κατ' ἐπίγνωσιν ὁ ζῆλος ἦν (σπάνιοι δ' οὗτοι ἐτύγχανον), οὗτοι στεῤῥάν τε καὶ ἀνδρικὴν τὴν ἔνστασιν ἐνδειξάμενοι πάντα ἀσμένως ὑπήνεγκαν καὶ πεπόνθασιν, ὁπόσα ἡ τοῦ βασιλέως ἐπήνεγκε χείρ. οἱ δὲ πλεῖστοι μηδὲν ὑγιὲς εἰδότες, ἀλλὰ δῆμος ὄντες καὶ ἀγοραῖος ὄχλος καὶ χαίροντες ἀεὶ ταῖς τοιαύταις καινοτομίαις, τρίχινα καθάπερ ἄλλην σκηνὴν ὑποδεδυκότες τριβώνια, πανταχῇ τῆς οἰκουμένης ἐξήπλωσαν ἑαυτοὺς, ὅπη φῦλα Χριστιανῶν εἶναι ἐπύθοντο· ἔν τε Πελοποννήσῳ φημὶ καὶ Ἀχαΐᾳ καὶ Θεσσαλίᾳ ἔν τε τῇ Κολχίδι καὶ ὅπη μὴ ἐνῆν ἐπικράτεια τοῦ βασιλέως. καὶ περιῄεσαν ἔνθεν κἀκεῖθεν σποράδες καὶ πλάνητες, μήτε πρὸς τὸ καθόλου τὴν εἰρήνην ἐθέλοντες διασώζειν, μήτε πρὸς ἀλλήλους· ἀλλ' ὀνόματα περιθέντες ἑαυτοῖς ἄλλοι ἄλλα, οἱ μὲν Ἀρσενίου λέγοντες εἶναι τοῦ πατριάρχου καὶ τὰ ἐκείνου πρεσβεύειν, οἱ δὲ Ἰωσὴφ, οἱ δὲ ἄλλα λέγοντες, οὕτω τὸν χρόνον παρεκρούοντο πλανῶντες οἱ πλείους καὶ πλανώμενοι. ἦσαν γὰρ οἳ καὶ προφοιβασμοὺς ἀνά τε πόλεις καὶ κώμας ἐκήρυσσον, ὥσπερ ἀπὸ θεοπτίας ἄρτι κατιόντες. ταῦτα δ' ἐποίουν λημμάτων ἕνεκα καὶ βαλαντίων πληρώσεως· οἳ δὴ καὶ δι' αὐτό γέ τοι τουτὶ παρέμειναν οὕτως ἔχοντες ἐσαεὶ, μηδὲ μετὰ τῆς ἐκκλησίας διόρθωσιν τὴν δίαιταν ἀλλαξάμενοι. (Ε.) Ἐν τούτοις μέντοι τοῖς καιροῖς τῆς μεγάλης ἦν ἐκκλησίας χαρτοφύλαξ, ὄνομα Βέκκος, συνετὸς ἀνὴρ ἐν τοῖς μάλιστα καὶ λόγου καὶ παιδείας τρόφιμος· τοσούτοις δὲ καὶ παρὰ τῆς φύσεως συγκεκροτημένος χαρίσμασιν, ὅσοις τῶν τότε ἀνθρώπων οὐδείς. σώματος γὰρ εὐμήκει μεγέθει καὶ ὄψει μετὰ τοῦ χαρίεντος ἐμβριθεῖ καὶ μεγαλοπρεπεστάτῃ καὶ γλώττης εὐκολίᾳ καὶ δρόμῳ συντόνῳ ἄλλοις τε πλείστοις καὶ ἔτι διανοίας εὐπορίᾳ τε καὶ ὀξύτητι πρὸς ἅπαν τὸ προτιθέμενον, τούτοις ἅπασιν ἄριστα τοῦτον ἡ φύσις ἐξώπλισεν, ὡς εἶναι βασιλεῦσι καὶ ἄρχουσι καὶ πᾶσι σοφοῖς αἰδέσιμον καὶ λαμπρὸν περιλάλημα. τοῦτον γενναίως ἀνθιστάμενον τῷ βασιλικῷ δόγματι παντοῖος ὁ βασιλεὺς ἐγεγόνει δι' ἑαυτοῦ τε καὶ τῶν τότε λογίων ἀποδείξεσι λογικαῖς καὶ νομίμοις πεῖσαι συνθέσθαι τῷ δόγματι. ἀλλ' ἐκεῖνος τῇ εὐθηνίᾳ τοῦ νοῦ καὶ τῆς γλώττης ἅπασαν συγκυκῶν ὡς εἰπεῖν ἀκοὴν ἀνέλυε τὰ τούτων προβλήματα, καθάπερ τινὰ Πηνελόπης ἱστόν. Ἑλληνικῆς μὲν γὰρ παιδείας εἵνεκα ἦσαν οἳ τότε προεῖχον αὐτοῦ· φύσεως δ' ὀξύτητι καὶ γλώττης δρόμῳ καὶ ἀσκήσει δογμάτων ἐκκλησιαστικῶν παῖδες ἀνδρὶ παραβαλλόμενοι πάντες ἐδόκουν ἐς αὐτόν. (Στ.) Ἐπεὶ δ' ὁ βασιλεὺς τῶν ἐντεῦθεν ἐλπίδων ἐσφάλη, τὴν ἑτέραν ἐβάδισε· καὶ συλλαβὼν αὐτὸν καὶ γένος μικροῦ πᾶν δεσμωτηρίοις καθείργνυσι δεινοτάτοις. καὶ ἦν οὕτω ταῦτα. ὀψὲ δ' ἐπὶ νοῦν ἀναβιβασάμενος ὁ βασιλεὺς, ὡς καὶ πρὸ πέντε καὶ εἴκοσιν ἐτῶν ἐπὶ τῆς Ἰωάννου τοῦ Δούκα βασιλείας ἡ τοιαύτη παρὰ Λατίνων ἐκινήθη ὑπόθεσις, καὶ ἦν τηνικαῦτα σοφὸς ἀνὴρ Νικηφόρος ὁ Βλεμμύδης, θείων γραφῶν ἐμπειρότατος, ὃς σχολῇ δεδωκὼς ἑαυτὸν ἤρξατο συλλέγειν πολλὰς παρὰ τῶν θείων γραφῶν μαρτυρίας, συγκροτεῖν δοκούσας τῷ τῶν Λατίνων δόγματι, καὶ λογογραφεῖν ἐπὶ τούτοις, λάθρα μὲν διὰ τὴν τῶν πολλῶν ὑπόληψιν, ἐλογογράφει δ' οὖν ἔστιν ἅ· ταῦτα δὴ νῦν ὁ βασιλεὺς ἀνευρὼν πέμπει τῷ Βέκκῳ. ἅπερ αὐτὸς ἀναγνοὺς μετὰ πολλῆς ἀγχινοίας τὰς τῶν ἁγίων ἐζητήκει βίβλους, ἐξ ὧν ὁ Βλεμμύδης τὰς μαρτυρίας ἦν ἐκείνας ξυνειλοχώς· καὶ μάλα ἀσμένως παρὰ τοῦ βασιλέως τὸ ἐνδόσιμον εἰληφότι ἔργον ἦν αὐτῷ τοῦ λοιποῦ, ἐπιμελῶς αὐτὰς ἐπιέναι καὶ ἀνιχνεύειν καὶ κατὰ λέξιν ἐπιστατεῖν· ὡς ἐν ὀλίγῳ τοσοῦτον αὐτὸν συνηθροικέναι μαρτυριῶν ὁρμαθὸν, ὥσθ' ἱκανὰς εἶναι βίβλους ὅλας πληροῦν· καὶ ὁ πρὶν μάχαιρα δίστομος κατὰ Λατίνων ἱστάμενος, πρύμναν ἤδη κρουσάμενος, ἑτεραλκέα τὴν νίκην ποιεῖται. (Ζ.) Δι' ἃ δὴ καὶ ἐπὶ τὸν πατριαρχικὸν ἀναβεβηκὼς θρόνον πάντα ἦν αὐτὸς τῷ βασιλεῖ, καὶ γλῶττα καὶ χεὶρ καὶ κάλαμος γραμματέως ὀξυγράφου καὶ λέγων καὶ γράφων καὶ δογματίζων· ἔχων συνεργοὺς καὶ συλλήπτορας τοῦ ἀγῶνος τόν τε Μελιτηνιώτην καὶ τὸν Μετοχίτην, ἀρχιδιακόνους ὄντας τοῦ βασιλικοῦ κλήρου· καὶ ἔτι Γεώργιον τὸν ἐκ Κύπρου. συνελειτουργήκει μὲν οὖν τῶν πάντων οὐδεὶς τοῖς τοῦ Πάππα, οὔθ' ὁ πατριάρχης αὐτὸς, οὔτε τῶν ἄλλων οὐδεὶς, ὅτι μὴ τὸ ἐνδόσιμον εἰληφότες τῶν Φρερίων τινὲς ἐλειτούργησαν ἅπαξ ἐν τῷ ναῷ τῶν Βλαχερνῶν διὰ χειροτονίαν τινὸς τῶν οἰκείων. ἀλλ' ἐπανακτέον τὸν λόγον. γʹ. Ἦν ἀδελφὴ τῷ βασιλεῖ ὄνομα Εὐλογία. ταύτῃ πολλῶν οὐσῶν θυγατέρων, τὴν μὲν μίαν τὴν Ἄνναν συνέζευξεν ἀνδρὶ Νικηφόρῳ, τῷ τῆς Αἰτωλίας ἄρχοντι· τὴν δὲ ἑτέραν τὴν Μαρίαν Κωνσταντίνῳ, τῷ τῆς Ζαγορᾶς ἄρχοντι· ἄρτι τῶν προτέρων αὐτῶν γυναικῶν τὸν βίον ἀπολιπουσῶν. ἀδελφὰς δὲ κἀκείνας ὁ λόγος φθάσας ἐδήλωσε καὶ θυγατέρας τοῦ βασιλέως Θεοδώρου τοῦ Λάσκαρι. (Β.) Ἐν τούτοις μέντοι τοῖς χρόνοις ἀνίσταταί τις ἐκ τῶν Βουλγάρων, βοσκηματώδης μὲν τὸ γένος ἀνὴρ, ποικίλος δὲ τὴν φρόνησιν καὶ δεινὸς καινοτέροις ἐπιθέσθαι πράγμασιν, ὄνομα Λαχανᾶς· ὃς πολλοὺς προσεταιρισάμενος τῶν χυδαίων καὶ ἀτασθάλων λῃστρικὸν ἐπετήδευσε βίον· ἐξ οὗ πολὺν ἐν βραχεῖ συνέλεξε πλοῦτον καὶ ἅμα στρατὸν ἱκανόν. τούτου τὰς συνεχεῖς καταδρομὰς καὶ ζημίας οὐκ ἀνεχομένῳ τῷ Κωνσταντίνῳ ἔδοξε συνηθροικότι τὰς ἑαυτοῦ δυνάμεις εἰς ἀντιπαράταξιν ἐξιέναι ἐκείνου καὶ διακυβεῦσαι τὸν περὶ τῶν ὅλων πραγμάτων κίνδυνον. αἰσχρὸν γὰρ εἶναι ἡγεῖτο, ἄνθρωπον τοῦ μηδενὸς ἄξιον ἐν βραχεῖ χρόνῳ μεγάλην ξυνειλοχότα δύναμιν οὐ μόνον μεγάλας ἐπάγειν συχνὰ τοῖς Βουλγάροις κακώσεις, ἀλλὰ καὶ μέγαν ὅλῃ τῇ ἀρχῇ τὸν κίνδυνον ἐπισείειν ἤδη. παρασκευασάμενος οὖν ἔξεισι· καὶ συμβαλὼν ἐκείνῳ νικᾶται καὶ στερεῖται μὴ μόνον τῆς ἀρχῆς, ἀλλὰ καὶ ζωῆς αὐτῆς· καὶ γίνεται παρ' ἐλπίδα μὴ μόνον τῆς ἀρχῆς ἐγκρατὴς ὁ Λαχανᾶς, ἀλλὰ καὶ σύζυγος δεύτερος τῆς γυναικὸς Κωνσταντίνου. ὃς καὶ διενοεῖτο λοιπὸν τελευτῶντος τοῦ χειμῶνος ἅμα ἦρι πέμπειν ἐνέδρας καὶ κατὰ τῶν ὁμορούντων Ῥωμαϊκῶν χωρίων καὶ πολιχνίων, ἵν' ἀσθενεστέρων αὐτῶν γινομένων ἰσχυρότατος ἐκεῖνος δοκῇ. (Γ.) Ταῦτα τῷ βασιλεῖ ἀκουσθέντα οὐκ ὀϊστὰ ἔδοξαν, οὐδὲ λήθης ἄξια καὶ περιφρονήσεως· ἀλλ' ἐν παντὶ φροντίδος ἐχώρει καὶ πλήρης ἦν ἀθυμίας· οὐχ ὅτι τέως ἐνόμιζε φοβερὸν ἐκεῖνον, ἀλλὰ σπουδῇ χρώμενον θερμοτάτῃ πρὸς ὅπερ ἂν τὸ βουλόμενον ὑποτίθησι βλέπων ἔλεγεν ὁδῷ προβαίνοντα κατὰ μικρὸν ἐς μέγα δυνάμεως ἐπαρθῆναι, ὡς δυσκαταγώνιστον καὶ Ῥωμαίοις ὀψὲ γενέσθαι. χρῆναι δὲ τοὺς ἀκινδύνως βιοῦν ἐθέλοντας φθάνειν καὶ προαναστέλλειν τὴν ὁρμὴν τῶν δεινῶν· καὶ παρὸν ἐκ τοῦ ῥᾴστου τὰς ῥίζας ἐκτέμνειν ἐν τῷ παρόντι τῆς μελλούσης βλάστης, μὴ μέλλειν μηδὲ περιμένειν τῶν πονηρῶν ἔργων ἀμύνεσθαι μετὰ κινδύνων τὸν δράσαντα, παρὸν ἀκινδύνως τῆς διανοίας καὶ τῆς ὁρμῆς αὐτῆς. ὅθεν ἐπειδήπερ ὁ λόγος φθάσας ἐδήλωσε τὸν τοῦ Ἀσὰν ἀπόγονον τὸν Μυτζῆν περὶ τὴν Τροίαν ποιεῖσθαι τὴν δίαιταν δι' ἅς ποτ' εἰρήκειμεν τὰς αἰτίας, εἶτα αὐτὸς μὲν ἔφθη τὸν βίον ἀπολιπών· καταλελοίπει δὲ παῖδα Ἰωάννην τὸν Ἀσάν· τοῦτον ὁ βασιλεὺς νῦν μεταπέμπεται, ἄνωθεν ἐκ πατέρων τὰ δίκαια τῆς Βουλγαρικῆς ἀρχῆς κεκτημένον· καὶ τῇ ἑαυτοῦ θυγατρὶ συζεύξας Εἰρήνῃ πέμπει μετὰ βαρείας δυνάμεως ἐλευθερώσοντά τε τὴν Βουλγαρικὴν ἀρχὴν τῆς τοῦ Λαχανᾶ τυραννίδος καὶ ἅμα διαδεξόμενον αὐτὸν αὐτὴν, δίκαιον κλῆρον ἤδη πρὸς αὐτὸν καταβεβηκυῖαν. (Δ.) Ὁ μέντοι Λαχανᾶς, ἐπειδήπερ ἔτυχε τηνικαῦτα τὴν ἐπὶ Σκύθας ἰὼν βεβαιώσεως ἕνεκα τῆς τυραννίδος, λαθραίαις τοῦ βασιλέως ἐπιβουλαῖς ἐκεῖ τὴν δι' αἵματος δίδωσι δίκην. ἀπονητὶ δ' ὁ Ἀσὰν τὴν ἀρχὴν διαδέχεται, τῶν Βουλγάρων ὑποδεξαμένων ἀσμένων. τούτων οὕτω τελεσθέντων ἐξωθεῖται καὶ Μαρία ἐκεῖθεν ἡ τοῦ βασιλέως ἀδελφιδῆ σὺν υἱῷ Μιχαὴλ, ὃν ἐκ τοῦ Κωνσταντίνου γεγέννηκε, καὶ ἥκει πρὸς Κωνσταντινούπολιν. ἐπεὶ δ' ὡς τὰ πολλὰ ταῖς μεγάλαις εὐφροσύναις ἐπιφύονται λῦπαι, καθάπερ τινὰ ξίφη πολέμια τὴν τῆς εὐθυμίας ἐκείνης κατάστασιν ἐπιταράττοντα καὶ συγχέοντα, οὐδ' ἐνταῦθα τὸ ἔθος ἐπιλελοίπει· ἀλλ' ἦν τηνικαῦτα ἀνὴρ εὐγενὴς κἀν τοῖς μάλιστα συνετὸς καὶ τῷ δραστηρίῳ τῆς φύσεως ἐν Βουλγάροις ἐπίσημος, ὄνομα Τερτερῆς. τοῦτον οἰκειώσασθαι θέλων ὁ Ἀσὰν καὶ ἅμα περιποιούμενος ἑαυτῷ ἀφοβίαν γαμβρὸν ἐπ' ἀδελφῇ ποιεῖται, ἀφελόμενος καὶ ἀποστείλας ἐς Νίκαιαν τὴν προτέραν ὁμόζυγον σὺν τοῖς τέκνοις αὐτοῦ. τετίμηκε δ' ἐπὶ τούτοις αὐτὸν καὶ τῷ τοῦ δεσπότου ἀξιώματι· ἀλλ' οὐκ ἐνέμεινεν οὗτος ἐπὶ πολὺ τῇ πρὸς τὸν τετιμηκότα στοργῇ· ἀλλ' ἀφέλειαν καὶ κουφότητα πλείστην καταγινώσκων αὐτοῦ ἔλαθεν ἐν οὐ μακρῷ τῷ χρόνῳ τὰς γνώμας ἐφελκυσάμενος τοῦ τε στρατιωτικοῦ παντὸς καὶ πρός γε οὐκ ὀλίγων ὅσοι τῶν ἐν τέλει. ἔμελλε δὲ ἤδη καὶ τὸν Ἀσὰν διαχειρισάμενος ἐγκρατὴς ἔσεσθαι καὶ τῆς ἀρχῆς. ὅπερ αὐτὸς ἐγνωκὼς προσποιεῖται μετὰ τῆς γυναικὸς ἐκδημίαν ἐς τὸν πενθερὸν καὶ βασιλέα· καὶ λάθρα ξυναγαγὼν πᾶν ὅ, τι τῶν κειμηλίων καὶ χρημάτων ἦν τῶν Βουλγαρικῶν τὸ ἐξαίρετον, ἧκεν εἰς τὸ Βυζάντιον παρὰ τὸν βασιλέα καὶ πενθερόν· καὶ αὐτὸς μὲν ἐνταῦθα διήγαγε τοῦ λοιποῦ ὁ δὲ Τερτερῆς κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν τὴν τῶν Βουλγάρων ἀρχὴν ἐκεῖ σφετερίζεται. εἶεν. δʹ. Ἐγὼ δὲ τοῦτο ἐκεῖνο τῶν πάλαι πολλῶν διακηκοὼς, ὡς πολιτικῶς καὶ μετρίως ἐνεγκεῖν εὐτυχίαν χαλεπώτερον. ἢ δυστυχίαν, νῦν μᾶλλον ἐπὶ τῆς χρείας ἐτεθαυμάκειν συννενοηκώς. ἰδοὺ γὰρ καὶ οἱ ἐκ Γεννούας ἀντιπέραν οἰκοῦντες τοῦ Βυζαντίου τῷ τῆς ἀτελείας κέρδει μεθυσθέντες καὶ πέρα φρονήσαντες τοῦ μετρίου κατεπαίρεσθαι ἤρξαντο Ῥωμαίων καὶ περιφρονεῖν ὡς ἀσθενεστέρους. ᾔδη δέ τις καὶ φιλονεικίαν τινὰ καθ' ἑνός τινος ἀράμενος ὑπὲρ βραχείας ὀπώρας προχειρότερον ἔσχε τὸ ξίφος τῆς γλώττης καὶ παραχρῆμα τὸν ἄνθρωπον τοῦ βίου ἀπήλλαξε. τοῦτο ἀκηκοὼς ὁ βασιλεὺς οὐχ ὡς ἑνὸς φονευθέντος τὸ πρᾶγμα παρέδραμεν, ἀλλ' ὡς ὅλης πόλεως καταστραφείσης καὶ τοῦ βασιλικοῦ περιφρονηθέντος κράτους, οὕτως ἐζήλωκέ τε καὶ διανέστη· καὶ τὴν ταχίστην περιήγαγε τὸ στρατόπεδον περὶ πάσας αὐτῶν τὰς οἰκίας. οὔπω γάρ σφισι τειχῶν ὀχυρώματα ἦν καὶ πόλις εἰς ἀντίπαλον ὁπότε βούλοιτο καθισταμένη τῇ βασιλευούσῃ· καὶ τάχ' ἂν ἐμέλλησαν τότε πανωλεθρίᾳ φθαρήσεσθαι, εἰ μὴ σχῆμα περιθέντες ἐλεεινὸν καὶ ζημίαν ἑκούσιον αὐτοὶ ἑαυτοῖς ἐπιθέντες προσέπεσον δραμόντες αὐτίκα μάλα τῷ βασιλεῖ καὶ οὕτως ἀπήλλαξαν ἑαυτούς. (Β.) Τοῦτο τῆς βασιλέως σπουδῆς καὶ ὀξύτητος γέγονε γνώρισμα πρῶτον αὐτοῖς. δεύτερον δὲ καὶ μεῖζον· συνεστήσαντό τινες ἐκ τοῦ γένους αὐτῶν δύο τριήρεις ἐπὶ δίαιταν καὶ τρόπον πειρατικὸν, καὶ λάθρα διαβάντες τὰ περὶ Βυζάντιον τῆς θαλάττης στενὰ ἐπὶ τὸν Εὔξεινον πόντον ἐπεποιήκεσαν τὸν ἀπόπλουν, μὴ παρασχόντες τὴν συνήθη τῷ βασιλεῖ εὐφημίαν· οὐδὲ τοῦτο τοίνυν ἀτιμώρητον ἔδοξε παρεληλυθέναι τῷ βασιλεῖ. ὅθεν τριήρεις συνηθροικὼς οὐκ ὀλίγας καὶ μίαν μεγάλην ὁλκάδα περὶ τὴν ἄκραν ἵστησι τοῦ ἱεροῦ, (ὃ δὴ στόμα καλεῖται τοῦ Πόντου, ἔνθα τὰς Κυανέας καὶ Πλαγκτὰς ἔφασκον Ἕλληνες εἶναι) τὸν εἴσπλουν ἐκδεχομένας τῶν πειρατῶν, μὴ λαθόντες ἀπαθεῖς οἱ θρασεῖς ἐκεῖνοι καὶ ἀλιτήριοι διαδράσωσιν. ἐπεὶ δὲ τοῦτο ἐκείνους οὐκ ἐλελήθει, μηχανῶνταί τινά σφισι σωτήριον τρόπον. πάντα γὰρ πλοῦτον ὃν ἐκ λῃστείας συνήγαγον πραγματείαν ἐμπορικὴν ποιησάμενοι μεθ' ἑαυτῶν εἰς μεγίστην ἐμβιβάζουσιν ὁλκάδα καὶ πᾶσαν ἐπὶ τούτοις προκατατίθενται καὶ παρασκευάζουσι πανοπλίαν, ἵνα καιρὸν ἐπιτηρήσαντες, ὁπότε σφοδρότερον ῥέοιεν τῶν ἀρκτικῶν πνευμάτων αἱ πηγαὶ, λύσαντες ἀποπλεύσωσι καὶ βίᾳ ῥηξάμενοι τοὺς ἐπὶ τοῦ στόματος ναυλοχοῦντας ἀκίνδυνον τὸν εἴσπλουν ποιήσωνται. ἐπεὶ δὲ μετὰ μικρὸν σφοδρότερος ἄνωθεν κατεῤῥάγη βορέας, ἐπιφαίνεται κατιοῦσα καὶ ἡ πειρατικὴ ἐκείνη ὁλκὰς ἀπὸ πολλοῦ τοῦ πελάγους, μυρίοις ἐστεφανωμένη τοῖς ὁπλίταις, καθάπερ πόλις ὅλη κατὰ κυμάτων πεζεύουσα ἢ μᾶλλον πτηνοῦ δίκην ἐφιπταμένη τοῖς κύμασιν. (Γ.) Ἤδη δὲ καὶ αἱ βασιλικαὶ τριήρεις παρεσκευασμέναι παρῆσαν. ὁμοίως δὲ καὶ ἡ βασιλικὴ ὁλκὰς ἄρασα τὰς κεραίας οὔπω διεπέτασε τὰς ὀθόνας, ἀλλ' ἔμενεν ἠρεμοῦσα. ἐγγισάσης δὲ ἤδη καὶ τῆς πολεμίας ὁλκάδος, τότε καὶ αὕτη διαπετάσασα τὰς ὀθόνας λαμβάνει τὴν πολεμίαν, πῆ μὲν ἐκ πλευρᾶς, πῆ δ' ἐκ πρύμνας, ἑπομένη κατ' ἴχνος βάλλουσά τε καὶ βαλλομένη καὶ τὸν αἰθέριον εἰπεῖν ἐκεῖνον καὶ ἱπτάμενον πράττουσα πόλεμον. ἦν γὰρ ἰδεῖν διάφορα καὶ ποικίλα τάγματα στρατοπέδων ἐν ταὐτῷ κατ' ἀλλήλων συστάδην μαχόμενα. οἱ μὲν γὰρ ἀπὸ τῶν καταστρωμάτων τοὺς ἀπὸ τῶν καταστρωμάτων ἔβαλλον· οἱ δ' ἀπὸ τῶν ξυλίνων πύργων τοὺς ἀπὸ τῶν ξυλίνων πύργων· οἱ δ' ἀπὸ μετεώρου τῶν ἄκρων ἱστίων τοὺς ἀπὸ μετεώρου τῶν ἄκρων ἱστίων. ἐχρῶντο δὲ καθ' ἑκατέρων ἑκάτεροι χειροπληθέσι χερμαδίοις καὶ βέλεσι τοξικοῖς· ἔστι δ' ὅτε καὶ πελέκεσι καὶ ξίφεσιν ἄλλοις, ὁπότε μάλα δὴ πελάσαιεν ἀλλήλοις. αἱ δὲ τριήρεις οὐ μάλα τοι ἐγγύθεν παραπλέουσαι μόνοις ἐχρῶντο τοῖς τηλεβόλοις βέλεσι. καὶ οὕτω δὴ μέχρι πολλοῦ τῆς ἡμέρας τὸν ἀπὸ τοῦ στόματος ἀμείβοντες αὐχένα εὐρώστως ἑκατέρωθεν ἅπαντες ἠγωνίζοντο, καὶ πρὸς μὲν ἀρχαῖς ἐπικρατέστερα τὰ Λατίνων ἐδόκει· ἔπειτα κωλυόμενον ὑπὸ τῶν τῆς βασιλικῆς ὁλκάδος ἱστίων τὸ πνεῦμα, ἀναπόσπαστα παραπλεούσης διηνεκῶς καὶ συμμέτρως ἔκ τε πρύμνης καὶ πλευρᾶς δεξιᾶς, ὅθεν ἐκεῖνο προσέῤῥει, μαλακώτερον τοῖς τῶν πολεμίων ἱστίοις προσέβαλλε καὶ οὐ στεῤῥὰν οὐδὲ μάλα τοι εὔτονον παρεῖχε τῇ ὁλκάδι τὴν κίνησιν. (Δ.) Ὃ δὲ μεῖζον Λατίνοις ἀτύχημα ἐγεγόνει, θρασύτερόν τις ἐξ αὐτῶν τῇ Ῥωμαίων ἐπιπηδήσας ὁλκάδι ὀξεῖ πελέκει τὰ καιριώτερα τῶν καλωδίων ἐξέτεμε· διὸ κατενεχθεῖσα ἡ κεραία κατὰ μέσην τὴν τῶν Λατίνων ὁλκάδα ἀπόλεμον ἐκείνης τὸ πλεῖστον ὁπλιτικὸν ἐξαίφνης πεποίηκε· κἀντεῦθεν ἀδεῶς κατὰ κύκλον καὶ αἱ τριήρεις πελάσασαι στεῤῥότερον ἐκ τοῦ σύνεγγυς ἔβαλλον. ἤδη δέ τις καὶ εἰσεπήδησεν ἔνδον τῆς πολεμίας ὁλκάδος, καὶ ἄλλος ἐπ' ἄλλῳ, καὶ τρεῖς ἐπὶ δύο, καὶ τέσσαρες ἐπὶ πλείστοις, ἕως τελέως κρατήσαντες, τῶν πολεμίων ὅσοι μὴ ἐτεθνήκεσαν, τοὺς μὲν τραυματίας, τοὺς δὲ δεσμώτας ἐκεῖθεν ἐξεῖλον. τοῦτο δεύτερον τῆς βασιλέως ὀξύτητος καὶ σπουδῆς ἐναργέστερον γνώρισμα· τοῦτο τοὺς Λατίνους εἰς ἐσχάτην ἤλασε δειλίαν καὶ φόβον· καὶ τὸ πολὺ τοῦ θράσους μεταθεμένους καὶ τὸν συνήθη τῦφον ὡς ἄκαιρον ἀποῤῥίψαντας μετριωτέρους γενέσθαι ἠνάγκασεν. εʹ. Ἐγὼ δὲ ἐκεῖνο ἐπαναλήψομαι. τῷ σουλτὰν Ἀζατίνῃ φυγάδι ὡς εἴρηται γενομένῳ ἐκ τῆς πόλεως Αἴνου ἅμα τῷ υἱῷ αὐτοῦ Μελὴκ καὶ διαβάντι τὸν Ἴστρον, αὐτῷ μὲν τὸ βουλόμενον ἐκπληρῶσαι οὐκ ἐξεγένετο. φθάσαν γὰρ τὸ χρεὼν τῶν βουλευμάτων ἐξέτεμε τὰς ὁδούς. ὁ δὲ Μελὴκ βραχὺ διατρίψας αὐτόθι βίον ἔπηλυν καὶ οὐ μάλα οἱ ἀρέσκοντα εἶτα διὰ τοῦ Πόντου διέβη πρὸς τοὺς ἐν Ἀσίᾳ Σκύθας· ἀφ' ὧν τὸ ἐνδόσιμον εἰληφὼς ἧκε ζητῶν τὴν τῶν Τούρκων ἀρχὴν ὡς πατρικόν τινα κλῆρον. τῶν μὲν οὖν ἄλλων σατραπῶν οἱ μὲν συνῄεσαν καὶ προσῄεσαν ὅσα καὶ δεσπότῃ σφῶν αὐτῶν· οἱ δ' ἤμελλον. εἷς δέ τις Ἀμούριος ὄνομα δῆμον συνηθροικὼς λῃστρικὸν οὐ βραχὺν, ἀλλὰ μάλα συχνὸν, πόλεμον ἤρατο κατ' αὐτοῦ καὶ τέλος τρεψάμενος ἐδίωξεν ἄχρι θαλάττης· τότε μὲν οὖν ὁ Μελὴκ ἐς τὴν κατὰ Πόντον Ἡράκλειαν διεσώθη καταφυγών. ἦρος δ' ἐπιστάντος ἔδοξεν αὐτῷ ἀπιέναι πρὸς βασιλέα περὶ τὸ Νύμφαιον διατρίβοντα. καὶ μέντοι καὶ ἀπιὼν ἐκεῖ μὲν οὐκ ἀφίκετο· ὁ δὲ ἀλλ' ἑτέραν ἐτράπετο μεταξὺ καὶ παρὰ τοὺς Τούρκους αὖθις ἐλθὼν τὴν πατρικὴν ἐζήτει ἀρχήν. ὅθεν ἐν οὐ μακρῷ καὶ οὗτος τὸν βίον ἀπολιμπάνει, λάθρα τινῶν φονευτῶν συστάντων ἐπ' αὐτόν. (Β.) Τῆς δὴ τῶν Τούρκων ἀρχῆς οὕτω φθαρείσης καὶ τῶν πραγμάτων ἐκείνων ἐξ εὐταξίας καὶ τύχης λαμπρᾶς εἰς ἀταξίαν μεγίστην κεχωρηκότων, οὐ μόνον σατράπαι καὶ ὅσοι τῶν γένει καὶ δόξῃ διαφερόντων, εἰς πλεῖστα τεμόντες τὴν ὅλην διέλαχον ἐπικράτειαν, ἀλλὰ καὶ πολλοὶ τῶν ἀδόξων καὶ ἀνωνύμων ὄχλους τινὰς συρφετώδεις προσεταιρισάμενοι πρὸς λῃστρικὸν ἀπέκλιναν βίον, μηδὲν τόξου καὶ φαρέτρας ἐπιφερόμενοι πλέον· οἳ καὶ τὰς τῶν ὀρῶν δυσχωρίας ὑποδυόμενοι συχναῖς καὶ λαθραίαις ἐχρῶντο ταῖς ἐκδρομαῖς καὶ τὰς ὁμόρους χώρας καὶ πόλεις Ῥωμαίων κακῶς διετίθεσαν. συνέβη γὰρ καὶ πρὸ βραχέος τοὺς τὰς ἄκρας οἰκοῦντας φύλακας μετανάστας ἐκεῖθεν γενέσθαι δι' ἔνδειαν τῶν ἐτησίων λημμάτων, ἃ παρὰ τοῦ βασιλικοῦ πρυτανείου ἐλάμβανον. ὅπερ ὡς οὐδενὸς ἄξιον παροραθὲν ἐν ἀρχαῖς μέγιστον ὕστερον ἔδοξε Ῥωμαίοις ἀτύχημα καὶ τῶν μάλα μεγίστων αἴτιον συμφορῶν. οἱ δὲ τὰς σατραπείας ἐκεῖνοι πολλαχῇ διελόμενοι Τοῦρκοι παρὰ Σκυθῶν ἐλαυνόμενοι Ῥωμαίους ἤλαυνον· καὶ ὅσον πρὸς Σκύθας ἐθηλύνοντο, τοσοῦτον κατὰ Ῥωμαίων ἠνδρίζοντο· ὡς εἶναί σφισι τὴν τῶν Σκυθῶν ἔφοδον οὐ συμφορῶν αἰτίαν, ἀλλὰ σφόδρα μεγίστης χορηγὸν εὐτυχίας. εἰσεχέοντο μὲν οὖν κατὰ πλήθη ἔκ τε Παφλαγονίας ἔκ τε Παμφυλίας καὶ τὴν Ῥωμαίων ἐδῄουν γῆν· ἤδη δὲ καὶ πόλεμοι συνεῤῥήγνυντο συνεχεῖς· εἷς δὲ καὶ μέγιστος, ὃς καὶ Ῥωμαίοις ἀρχηγέτης γέγονε τῶν ὅλων κακῶν. (Γ.) Στρατοπέδων πολλῶν Τουρκικῶν ἀθροισθέντων περὶ Παφλαγονίαν ἔδοξε τῷ βασιλεῖ μεγάλην καὶ ἀξιόμαχον στείλαντι δύναμιν τὴν ἐκείνων ὀξεῖαν ἀναχαιτίσαι ἔφοδον, καθόσον ἐφικτόν· μὴ καθάπερ πύλας ῥήξαντες ἐκεῖνο τὸ μέρος μετὰ πολλῆς ἔπειτα τῆς ἀδείας καὶ κατὰ τῆς ἄλλης χεθῶσι χώρας. ἔπεμψεν οὖν στρατόν τε ἱκανὸν καὶ τοὺς ἄξοντας στρατηγοὺς, οἳ διὰ κακοβουλίαν αὐτοί τε ἐσφάλησαν καὶ τὸ πᾶν ἀπώλεσαν στράτευμα. οἱ γὰρ Τοῦρκοι τῇ ὑστεραίᾳ μελλούσης τῆς μάχης συῤῥήγνυσθαι διαγρηγορήσαντες πρὶν ἡμέραν γενέσθαι προλοχίζουσιν οὐκ ὀλίγας ἐνέδρας παρὰ τὰς πρὸς ἕω τοῦ πλησίον ποταμοῦ ὄχθας· κἄπειτα διαβάντες τὸν ποταμὸν ἐνταῦθα πηγνύουσι τὸ στρατόπεδον. τῆς δὴ προσηκούσης ὥρας ἐληλυθυίας συνῄεσαν τὰ στρατόπεδα. καὶ τὰ μὲν πρῶτα οὐ μάλα ἀνυπόστατος ἔδοξε Τούρκοις ἡ Ῥωμαίων ὁρμή· ἀλλ' ἐκαρτέρουν ὅμως καὶ ἀντεῖχον μαχόμενοι, οὐ συστάδην τὴν μάχην ποιούμενοι, ἀλλὰ συχνῶς ἐναλλασσομένην, ὡς ἔθος αὐτοῖς. νῶτα γὰρ δεικνύουσι φεύγειν δοκοῦντες· εἶτα ἐπαναστρέφουσι τάχιστα καὶ συχνὰ τοῦτο ποιοῦντες διατελοῦσιν, ὡς ἂν τὴν τῶν ἀντιπάλων στρατοπέδων τάξιν ταράττωσι καὶ τῆς προσηκούσης στάσεως ἐξιστῶσι· κἄπειτα οὕτω τεταραγμένοις ἐπεισπίπτοντες ῥᾷστα κατατροποῦνται. (Δ.) Τότε μὲν οὖν κατὰ Ῥωμαίων ἀνύσαι τὸ σφῶν αὐτῶν ἐπιτήδευμα οὐ δεδύνηνται κράτιστα πεφραγμένων καὶ ὡπλισμένων· ἀλλὰ μάλα τοι τῶν οἰκείων πλείστους ἀποβαλόντες ἔφευγον παρὰ τὸν ποταμὸν ἀμεταστρεπτί· ἐδίωκε δ' ὁ στρατὸς (ὡς μὴ ὤφελον) ἀναπόσπαστα· καὶ ταῦτα τῶν συνετωτέρων στρατηγῶν συχνὰ βοώντων καὶ κωλυόντων τὴν δίωξιν, οὐ μάλα τοι πεφυκυῖαν ἀνύποπτον, οὐδὲ πόῤῥω που δέους. ἀλλ' ἐχρῆν ἄρ', ὡς ἔοικεν, ἀρχὴν ἐκεῖνον εἶναι τὸν πόλεμον τῆς Ῥωμαίων καταστροφῆς, κολαζούσης μετρίως ἄνωθεν τῆς προνοίας μυρίων χάριν ἁμαρτημάτων. ταύτῃ τοι καὶ διαβάντας τὸν ποταμὸν διαβάντες ἐδίωκον καὶ αὐτοὶ, κόπτοντες ἀεὶ τοὺς νωθρότερον φεύγοντας, ἕως ἐνέτυχον αἰφνιδίως καὶ ἀπροόπτως τοῖς λόχοις τῶν Τούρκων, ἀνδράσιν ἀναπεπαυμένοις καὶ ἀκμάζουσιν ἄνδρες ἀσθμαίνοντες ὑπὸ δρόμου καὶ καύματος· καὶ οὕτω δὴ κυκλωθέντες ἐκεῖθεν μὲν μυριάσι στρατοῦ, ἐντεῦθεν δὲ τῷ ποταμῷ, πλὴν ὀλίγων ἅπαντες κατεκόπησαν, ὀλίγον δυνηθέντες ἐνδείξασθαί τι λόγου καὶ μνήμης ἄξιον. (Ε.) Ἐκεῖθεν μέντοι ἀρξάμενοι καθάπερ πύλης ἀνοιχθείσης κατὰ πολλὴν ἤδη τοῦ κωλύσοντος ἐρημίαν οἱ πολέμιοι πᾶσαν ἐπόρθουν καὶ ἔκαον τὴν Ῥωμαίων χώραν, κατιόντες ἄχρι Σαγγαρίου τοῦ ποταμοῦ. ὅθεν ἀπηγορευκὼς ὁ βασιλεὺς πολιχνίοις συχνοῖς ὠχύρωσε τὸν ποταμὸν Σαγγάριον, μὴ καὶ αὐτοῦ ἐπιβάντες κυριεύσωσι Βιθυνίας. οὐ γὰρ ἔκρινε δεῖν ἀποσπάσαι τὰς ἄλλας Ῥωμαίων δυνάμεις, ὅθεν ἀπησχόληντο. αἱ μὲν γὰρ Θρᾳκικαὶ ταῖς Βουλγαρικαῖς ἀπησχόληντο μάχαις· αἱ δὲ Μακεδονικαὶ ταῖς τε Θετταλικαῖς καὶ ταῖς τῶν Ἰλλυριῶν· αἱ δ' αὖ τῆς κάτω Ἀσίας, ὅσην Φρυγία τε καὶ Λυκία ὁρίζουσι καὶ οἱ περὶ Μαίανδρον ἀρδεύουσι ποταμοὶ, πρὸς τὰς λῃστρικὰς ἐφόδους τῶν ἄλλοτε ἄλλοσε ἐρχομένων Τούρκων ἔμελλον ἀπαντῆσαι· τό, τε ναυτικὸν καταλύειν καὶ ἀνθέλκειν πρὸς ἤπειρον τῶν ἀτοπωτάτων ἐδόκει. τάχιστα γὰρ ἂν οὕτω γε ἀνατραπήσεσθαι καὶ τὴν τῆς θαλάττης γαλήνην πρὸς χειμῶνας καὶ κλύδωνας μείζους τῶν τῆς Ἀσίας. ὅθεν κατὰ χώραν μενούσας αὐτὰς αὐτόθεν ἀπαντᾷν πρὸς τοὺς πολεμίους ὁ βασιλεὺς προσετετάχει, ἀγαπητὸν εἶναι μᾶλλον κρίνας τὴν ἐσκεμμένην τῶν ὄντων ἀσφάλειαν, ἢ τὴν μετὰ κινδύνων ἄδηλον ἔκβασιν. (Στ.) Ἐπεὶ δὲ ταῖς κατὰ τὴν Ἀσίαν ἄκραις τῶν ἡμετέρων ὁρίων ἐς οἴκησιν σφῶν αὐτῶν ἀδεῶς οἱ βάρβαροι κατεχρήσαντο καὶ κατὰ σατραπείας ὅσην αἰχμάλωτον ἔσχον γῆν αὐτοὶ διελόμενοι διέζωσαν πᾶσαν ἀπὸ θαλάσσης τῆς περὶ Πόντον καὶ Γαλατίαν ἕως θαλάσσης τῆς περὶ Λυκίαν καὶ Καρίαν καὶ ποταμὸν τὸν Εὐρυμέδοντα· τίς ἂν ἱκανὸς εἴη μακρότερον Ἰλιάδος ἀποτεῖναι λόγον πρὸς ἀξίαν ἀφήγησιν τῶν δεινῶν, ὧν ἐπῆγον Ῥωμαίοις διηνεκῶς ἐφ' ἡμέρᾳ καὶ νυκτὶ, ὡς τοσοῦτον ἐσαεὶ τὰ Ῥωμαίων ἐς φθορὰν καταῤῥεῖν, ὅσον οἱ βάρβαροι προὐχώρουν ἐπὶ τὸ μεῖζον; πάντα μὲν γὰρ ὡς ἐν κεφαλαίῳ ξυνειλοχότας παραδραμεῖν νωθρᾶς ἂν εἴη καὶ γνώμης καὶ γλώττης· καὶ μία μὲν οὐδεμία γένοιτ' ἂν αἴσθησις, ὅσων ἄξια θρήνων τὰ πεπραγμένα. πάντα δ' αὖ καθ' ἕκαστον ἀφηγεῖσθαι πειρᾶσθαι μήτε τῶν ἡμῖν δυνατῶν εἶναι, καὶ πρός γε ἔτι δεήσει πηγὰς δακρύων ἀφιέναι συχνὰ τῶν ὀφθαλμῶν, ὅσοι φίλοικτον καὶ μάλα εὐαίσθητον ἔσχον καρδίαν· καὶ δόξομεν αὐτοί γε ἡμεῖς μονῳδεῖν, οὐχ ἱστορίαν διεξιέναι. ὅθεν οὔτε πάντα λεκτέον οὔτε πάντ' ἀφετέον· ἀλλὰ μέτριά τινα λεκτέον ἀπολεξαμένοις ἀπὸ πολλῶν καὶ ἄλλοτ' ἄλλα, κατὰ καιρὸν ἕκαστα τὸν προσήκοντα. (Ζ.) Ἐν μὲν οὖν τῇ πρώτῃ ἐκείνῃ ἐφόδῳ πλείστην καὶ ἀναρίθμητον ξυναγαγόντες οἱ βάρβαροι λείαν ἀνδρῶν τε καὶ γυναικῶν καὶ ὅσα τῶν πραγμάτων εὐζώνοις ἀνδράσιν ἐτύγχανον φορητὰ, διεμερίζοντο κατὰ σφᾶς. μετὰ μέντοι τῶν ἄλλων ἦσαν ἐν ἐκείνῃ τῇ λείᾳ καὶ ἀδελφαὶ δύο κόραι νεάζουσαι· αἳ δὴ, ἐπειδὴ χωρίζεσθαι ἤμελλον ἀπ' ἀλλήλων διὰ τὸ μὴ ὑφ' ἑνὶ δεσπότῃ λαχεῖν, στᾶσαι κατὰ πρόσωπον ἀλλήλαις ἥττους τοῖς θρήνοις ἀπέδειξαν τήν τε Ἑκάβην ἐκείνην τὴν ἀπὸ Τροίας καὶ Νιόβην ἐκείνην τὴν δι' αἰῶνος δακρύουσαν καὶ πάσας ὁπόσας βίβλοι φέρουσι τραγικαί· ἐστερνοτυποῦντο πικρῶς, ῥύακας αἱμάτων ἐτρύγων τοῖς ὄνυξιν, ἐπυρπολοῦντο τὰ σπλάγχνα, στεναγμοὺς ἀνέπεμπον οἷα καπνὸν ἐκ μεγάλης καμίνου· τέλος περιπλακεῖσαι ἀλλήλαις ὑπὸ λειποθυμίας εὐθὺς τοῦ ζῇν ἀπεῤῥάγησαν, ὥσπερ οὐκ ἀνεχομένης ἐνδοῦναι τῆς φύσεως διαζευχθῆναι τὰ σώματα πρότερον ἢ τὰς ψυχάς. (Η.) Συνέβη δ' ἐπὶ τούτοις ἀπελθόντα τὸν τοῦ βασιλέως υἱὸν Ἀνδρόνικον ἐντολαῖς πατρικαῖς ἀνοικοδομῆσαι πάλαι πεπτωκυῖαν τὴν πέραν Μαιάνδρου τοῦ ποταμοῦ πόλιν οὕτω πως ἐπικεκλημένην Τράλλεις, ἔρυμα δῆθεν γενησομένην τῶν ἔγγιστα χωρίων, ὁπότε κατατρέχοιεν οἱ πολέμιοι· ἀλλ' οὔπω μετὰ τὴν κτίσιν τέτταρες ὅλοι παρῆλθον ἐνιαυτοὶ, καὶ κυκλωσάντων τῶν Τούρκων καὶ περιστρατοπεδευσάντων ἐφ' ἱκανὸν, ἠναγκάσθησαν ἔνδοθεν ὅσοι μὴ τῇ δίψῃ καὶ τῷ λιμῷ ἐτεθνήκεσαν ἑαυτοὺς τοῖς πολεμίοις προδοῦναι, εἴκοσι χιλιάδων τὸ πλῆθος οὐ μείους ὑπάρχοντες· οἳ δὴ καὶ ἀπαγόμενοι δέσμιοι τοὺς τελευτήσαντας ἐμακάριζον, ἅπαξ δουλείας καὶ πόνων ἀπαλλαγέντας μακρῶν. (Θ.) Ἀλλ' ἐκεῖνο μικροῦ με παρέδραμεν. ἀνοικοδομουμένης, ὡς εἰρήκειμεν, τῆς πόλεως ταυτησὶ εὕρηται λίθος πάλαι πολὺν κατορωρυγμένος ἐκεῖ που τὸν χρόνον, ἐν ᾧ ἐνεγέγραπτο χρησμὸς οὑτοσί· τῆς δὲ πόλεως Τράλλεως τὸ κάλλος χρόνοις ἐσεῖται σβεννύμενον. τὸ δὲ πολλοστὸν ταύτης καταλειφθὲν ἐν ὑστάτοις ἐκφοβηθήσεται ἔθνει ἀνάρχῳ. ἁλώσεται δὲ οὐδαμῶς. ἀνακαινισθήσεται δὲ παρὰ δυνατοῦ νικωνύμου, ὃς ὀκταπλῆν ἀγλαῶς ἐννάδα βιώσει δίσκων καὶ τρὶς ἑπτὰ κυκλῶν πόλιν Ἀττάλου λαμπρυνεῖ. ᾧ καὶ πόλεις ἑσπέριαι ὑποκύψουσι, καὶ ἀγέρωχοι ὑποκλιθήσονται παιδικῶς. οὗτος ὁ χρησμὸς τοῖς πολλοῖς οὐ παλαιὸς ἐδόκει χρησμὸς, ἀλλὰ νεωτέρων πλάσμα τινῶν. ἦσαν δ' οἳ καὶ πιστὸν ἡγοῦντο καὶ ἀληθῆ· καὶ πολλοὺς ἐντεῦθεν ὑπέτεινον χρόνους τῷ βασιλεῖ τῆς ζωῆς. οὐ γὰρ ἐπὶ μόνην ἵσταντο τὴν ὀκταπλῆν ἐννάδα, ἣ πρὸς δύο καὶ ἑβδομήκοντα ἀναλύεται ἔτη· ἀλλὰ καὶ τοὺς τρὶς ἑπτὰ προσετίθεσαν κύκλους, ὡς ἔτη γίνεσθαι ἅμα τὰ πάντα τρία καὶ ἐνενήκοντα. ἀλλ' ὥσπερ καὶ τἄλλα τῶν χρησμοδοτουμένων δυσείκαστά εἰσι καὶ δυσξύμβολα καὶ πλείστας δεχόμενα τὰς ἀνελίξεις καὶ ἀναπτύξεις μέχρις αὐτῆς ἐκβάσεως, οὕτω καὶ οὗτος ὁ χρησμὸς ἐπλάνα τοὺς πλείστους καὶ αὐτὸν δὴ τὸν βασιλέα Ἀνδρόνικον μέχρις αὐτῆς τελευτῆς, ὡς εἰρήσεται. ἐξ ἀνθρώπων δ' αὐτοῦ γενομένου αὐτὸς ἑαυτὸν ὁ χρησμὸς διεσάφησεν. ἐγένοντο μὲν γὰρ ἔτη τὰ μὲν μετὰ τῶν βασιλικῶν παρασήμων τῆς τοῦ βασιλέως Ἀνδρονίκου ζωῆς δύο καὶ ἑβδομήκοντα· τὰ δὲ μετὰ τοῦ μοναχικοῦ σχήματος ἕτερα δύο ἔγγιστα. τὸ δὲ, τρὶς ἑπτὰ κυκλῶν, οὐδὲν ἦν ἕτερον, ὥς φασιν, ἢ ὅτι πρῶτον καὶ εἰκοστὸν τηνικαῦτα παρήμειβεν ἔτος, ὁπότε τήνδε τὴν πόλιν ἀνέστησε καὶ ἐλάμπρυνεν. ἦν δὲ τῆς πόλεως πρῶτος οἰκιστὴς ταυτησὶ Ἄτταλός τις εὐγενὴς, ἄποικος Τροίας, εἰς ὑπόμνημα ταύτην ἐγείρας τῆς παλαιᾶς ἐκείνης Τροίας ἁλούσης· ὅθεν καὶ ἀναλυομένου τοῦ ὀνόματος τούτου Τροία ἄλλη καλοῖτ' ἂν ἡ τοιαύτη πόλις. ἀλλὰ τὰ μὲν περὶ τῆς τοῦ βασιλέως Ἀνδρονίκου βιοτῆς καὶ τελευτῆς εἰρήσεται καθ' ἕκαστον κατὰ τὸν προσήκοντα τόπον ἔμπροσθεν· νῦν δ' ἐπὶ τὸ πρότερον ἴχνος τοῦ λόγου φέρε ἐπανακάμψωμεν. στ.ʹ Ἔφθημεν ἀποδεδειχότες τὸν ῥῆγα τῆς Ἰταλίας Κάρουλον ἄνδρα μεγαλουργὸν καὶ βελτίστῃ δυνάμει συνέσεως χρώμενον ἔς τε τὰς ἐπινοίας καὶ τὰ βουλεύματα ὧν ἔμελλε δρᾷν ἔς τε αὐτὰ δὴ τὰ δρώμενα. ἀλλ' ἀντέπραττεν αὐτῷ καθάπαξ εἰπεῖν ἡ τοῦ βασιλέως δραστικωτέρα ὀξύτης καὶ ἀντεκάθητο ὑπερδέξιος· καὶ πέρας οὐ συνεχώρει χρηστὸν οὔθ' οὗτος ταῖς ἐκείνου κατὰ Ῥωμαίων ἐπακολουθῆσαι πράξεσιν, οὔτ' ἐκεῖνος ταῖς τοῦ βασιλέως κατὰ Λατίνων· ἀλλ' ἦν οὕτως ἐπὶ μακρὸν τὰ ἐξ ἀμφοτέρων ἀντίπαλα καὶ ἰσόῤῥοπα, ὡς καὶ φήμην ἐξενεχθῆναι τοιαύτην πρὸς τῶν συνετωτέρων ἀνδρῶν εὐστόχως ἐπ' ἀμφοῖν εἰρημένην, ὡς εἰ μὴ τηνικαῦτα τοιοῦτος βασιλεὺς τοῖς Ῥωμαίων ἐπεστάτει πράγμασι, ῥᾳδίως ἂν ὑπὸ τῷ ῥηγὶ τῆς Ἰταλίας Καρούλῳ ἡ Ῥωμαίων ἡγεμονία ἐγεγόνει· καὶ αὖ τὸ ἀντίστροφον, εἰ μὴ τηνικαῦτα τοιοῦτος ῥὴξ τοῖς Ἰταλῶν ἐπεστάτει πράγμασι, ῥᾳδίως ἂν ὑπὸ τῷ βασιλεῖ ἡ Ἰταλῶν κατέστη ἡγεμονία. ὥστε καὶ θαυμάζειν ἔπεισί μοι τὴν ἀνεξιχνίαστον τοῦ θεοῦ πρόνοιαν, πῶς κἀκ τῶν ἄκρων ἐναντίων ἓν ποιεῖ συνάγεσθαι τέλος. ὁπόταν γὰρ ἐναντιουμένας ἀλλήλαις δύο τινὰς ἐπαρχίας συνίστασθαι καὶ ἄμφω βούληται καὶ μηδετέραν παρὰ τῆς ἑτέρας κυριευθῆναι, δυοῖν οἰκονομεῖ θάτερον· ἢ γὰρ μεγαλογνώμονας καὶ σπουδαίους ἑκατέραις τοὺς ἀρχηγοὺς ἐφευρίσκει καὶ ἐφιστᾷ, ὡς ἂν κατὰ ἀντιπερίστασιν παρ' ἑκατέρων τὰ ἑκατέρων ὁρμήματα θραύηται καὶ ἀνενέργητα διαμένῃ, καί τ' ἀσφαλὲς οὑτωσὶ τοῖς τόποις διασώζηται· ἢ καὶ ἄμφω τοὺς ἀρχηγοὺς ὀλιγογνώμονάς τε καὶ ἀσθενεῖς, ὡς μηδέτερον καθ' ἑτέρου κινεῖσθαι δύνασθαι, μηδ' ὑπὲρ τὰ ἐσκαμμένα πηδᾷν καὶ συγχεῖν τοὺς ἀρχαιοτέρους τῶν ἐπαρχιῶν ὅρους· καὶ οὕτως ἐξ ἀμφοτέρων τῶν ἄκρων ἐναντιωμάτων μίαν ποιεῖται ἀσφάλειαν. (Β.) Ἰδοὺ γὰρ κἀνταῦθα παρὰ πάντα τὸν χρόνον τῆς αὐτοῦ βιοτῆς οὐκ ἔληξεν ἐπίβουλα δρῶν καὶ πολέμια κατὰ τῶν Ῥωμαίων ὁ Κάρουλος· ἀλλ' ἔμενεν ἄπρακτος παρευδοκιμούμενος ταῖς τοῦ βασιλέως ὀξείαις ἀντεμβολαῖς καὶ ἀντεπιχειρήσεσι. καὶ τὰ μὲν ἄλλα κατὰ τὴν οἰκείαν ἕκαστα διεξεληλύθειμεν χώραν· ἤδη δὲ τὸ τελευταῖον ἐρῶν ἔρχομαι. ὤδινε μὲν γὰρ ὁ Κάρουλος ἀεὶ κατὰ βασιλέως ἐπιβουλὴν καὶ καιρὸν ἐζήτει τὴν ὠδῖνα ἐκρῆξαι. ἄρτι δ' ἐκπολεμωθέντας ἰδὼν κατὰ βασιλέως ἔνθεν μὲν Ἰωάννην τὸν σεβαστοκράτορα τὸν τῆς Θετταλίας ἄρχοντα, ἐκεῖθεν δὲ τοὺς Ἰλλυριοὺς, ἔγνω καιρὸν καὶ αὐτὸς ἔχειν οὕτω τεταραγμένοις τοῖς Ῥωμαίων ἐπιθέσθαι πράγμασιν ἔκ τε γῆς καὶ θαλάττης καὶ ἀνύσαι τὸ πάλαι σκοπούμενον. καὶ δὴ πολλὰς τὰς ναυτικὰς ἐξαρτύσας δυνάμεις πλείονα συγκροτεῖ τὰ ἐκ τῆς χέρσου στρατόπεδα, ὧν ἡγεμόνα καθίστησιν ἄνδρα γεννάδαν ὄνομα Ῥωσονσουλῆν. οὗτος τὰς ἠπειρωτικὰς παρειληφὼς δυνάμεις διαπερᾷ τὸν Ἰόνιον, καὶ ἦν αὐτῷ σκοπιμώτατον ἐκπολιορκήσαντι τὸ τῶν Βελλεγράδων φρούριον καὶ ὅσα τῶν Μακεδονίας καιριωτέρων, ἔπειτα ἀδεῶς ἄχρι Βυζαντίου πορεύεσθαι. μηδὲ γὰρ ἔσεσθαι μηδένα, ὃς πρὸς τοσαῦτα στρατόπεδα καὶ οὕτω στεῤῥῶς ὡπλισμένα πολέμιον ὀφθαλμὸν ἀντιστήσας ἔπειτα καλῶς ἀπαλλάξει. (Γ.) Τῷ γε μὴν βασιλεῖ τοσαύτην ἀκοὴν δεδεγμένῳ οὐκ ἐνῆν ἠρεμεῖν, ἀλλ' ἀνθίστασθαι καὶ ὅπλοις καὶ χρήμασι καὶ τοῖς ἀπὸ συνέσεως μηχανήμασί τε καὶ ἀκροβολισμοῖς. ἐντεῦθεν ἔστιν ἰδεῖν, ὅσον ὑπερέχει σύνεσις ὅπλων καὶ φρονήσεως ἐπιτηδεύματα μυριάδων στρατοῦ. πρῶτον μὲν οὖν χρήματα πέμψας παντοδαπὰ τὸν Σικελίας ἐξεπολέμωσε ῥῆγα Φερδέριχον κατὰ τοῦ Καρούλου, ἵν' εἰ μή τι ἄλλο, τῶν γοῦν ναυτικῶν δυνάμεων ἐκείνου κωλύῃ τὸν ἔκπλουν καὶ ἀντιπερισπᾷ τὰς καιριωτέρας φροντίδας πρὸς τοὺς ἐκ πλευρᾶς ὡς εἰπεῖν πόνους μᾶλλον ἢ τοὺς ὑπερορίους· ὃ δὴ καὶ μέγιστον ἔδοξεν ἔργον καὶ τελεσιουργὸν, εἴπερ τι τῶν πάντων ἕτερον. τὰς μὲν οὖν ναυτικὰς τοῦ Καρούλου δυνάμεις οὕτως ἀπράκτους ἀπέδειξεν ἡ τοῦ βασιλέως σύνεσις, πρὸς τοὺς ἐγγύθεν πολέμους ἀντιπερισπάσας αὐτάς. (Δ.) Μετὰ δὲ ταῦτα δεήσεις πρὸς θεὸν παραγγείλας ἁπάσαις ταῖς ἐκκλησίαις τὸν ὄντα Ῥωμαίοις τηνικαῦτα στρατὸν ἐκπέμπει κατὰ τοῦ Ῥωσονσουλῆ· οἷς δὴ καὶ ἀπελθοῦσιν οὐκ εὖ ἔχειν ἔδοξεν οὐδὲ πάνυ τοι ἀσφαλὲς πόλεμον ἐμφανῆ κατὰ τῶν ἐναντίων ἐγείρειν, πλείστων τε ὄντων καὶ λίαν ἀσφαλῶς ὡπλισμένων καὶ ἄριστα πεφραγμένων· ἀλλ' ἐνέδραις καὶ λόχοις καὶ ἀκροβολισμοῖς ἐκ λόφων ὑπερδεξίων παρακειμένων τὴν ἐκείνων παροξύνειν ὀφρὺν καὶ τὸν τῦφον ἐς ἀσύντακτόν τινα κίνησιν καὶ ὁρμήν. τὸ γάρ τοι γένος τῶν Ἰταλῶν τοιούτοις ἀρχῆθεν συντέθραπται τοῖς ἤθεσι. ἂν μὲν γὰρ εὐτάκτως ἀπαντᾷ πρὸς τὸν πόλεμον, τεῖχός ἐστιν ὀχυρὸν καὶ ἀμήχανον· ἂν δὲ βραχύ τι τῆς νενομισμένης παραλύσῃ τάξεως, οὐδὲν ἂν εἴη τὸ κωλύον αἰχμαλώτους σφᾶς ὑπὸ τῶν πολεμίων αὐτίκα μάλα ἀχθήσεσθαι. ἐνίοτε δὲ καὶ τὸ τῆς ἐμφύτου κορύζης τε καὶ ὀφρύος μεγάλως παρέβλαψε τῷ μὴ ἐν καιρῷ τοῦ θυμοῦ στρατηγουμένους ῥᾳδίως. ταῦτ' οὖν ἐκ πολλοῦ συνειδότες ὁ Ῥωμαίων στρατὸς τοιούτοις αὐτοὺς περιήρχοντο δόλοις καὶ μηχανήμασι· καὶ τοῖς μὲν λόχοις τὰς σιταγωγοὺς ἡμιόνους κατέκοπτον καὶ τὰς ἑπομένας κατέλυον ἀγοράς· τοῖς δ' ἐκ τῶν λόφων ἀκροβολισμοῖς τοὺς ὑδρεύοντας ἔκτεινον. (Ε.) Τὸ μὲν οὖν αὐτίκα μεταστῆσαι τὸ ἑαυτοῦ στρατόπεδον ἐκ τῆς τῶν Βελλεγράδων πολιορκίας ὁ Ῥωσονσουλῆς εἰς ἀσφαλέστερον τόπον σφόδρα ἀνάξιον ἔκρινε τῆς οἰκείας ὀφρύος καὶ ἅμα οὐ πόῤῥω μεγάλης αἰσχύνης, Δηρόν τε μένειν κενεόν τε νέεσθαι. ὁ δὲ ἀλλὰ τῷ θυμῷ κινηθεὶς ἔπεισι μετὰ πάνυ βραχέων κατὰ τῶν βαλλόντων τοὺς ὑδρεύοντας· οὓς οἱ ἡμέτεροι θεασάμενοι σπουδῇ παρακατιόντες ἐκύκλωσαν, καὶ αὐτίκα τοὺς μὲν ἵππους νεκροὺς τοῖς τοξεύμασιν ἔφηναν, πάντας δ' αὐτοὺς εἰς τὸ τῶν Ῥωμαίων στρατόπεδον ζῶντας ἐκόμισαν. τοῦτο μὲν Λατίνους τὰ ἔσχατα συνεκύκησέ τε καὶ συνετάραξε· τοὺς δὲ Ῥωμαίους τὴν ταχίστην παρέπεισέ σφισιν ἐπιθέσθαι τεταραγμένοις. ἀλλ' οἱ μὲν Ῥωμαῖοι οὕτω ῥᾳδίως καὶ πόνων μεγάλων χωρὶς κατὰ Λατίνων ἐστήσαντο τρόπαιον μέγιστόν τε καὶ πάσας ἐλπίδας εὐχερῶς ὑπερβαῖνον. (Στ.) Ὁ δὲ Κάρουλος οὕτω καταστρατηγηθεὶς ὑπὸ τοῦ βασιλέως καὶ ἀντὶ μιᾶς μάχης εὐχεροῦς τε καὶ εὐμηχάνου διχόθεν συγκροτουμένης ἔκ τε γῆς ὁμοῦ καὶ θαλάττης ἐς δύο παρ' ἐλπίδα μερισθεὶς καὶ τῇδε μὲν ὅλα συλλήβδην ζημιωθεὶς τὰ τὸν Ἰόνιον διαβάντα στρατόπεδα, κατὰ δὲ τὴν Σικελικὴν μάχην οὐχ ὅλα μὲν, τὸν υἱὸν δ' οὖν ἀπολωλεκὼς ἐκάθητο πικροῖς βέλεσι τῆς λύπης κεντούμενος πυκνὰ τὴν ψυχὴν καὶ τὸ ζῇν ὑπὸ βαρυθυμίας ἀπολεγόμενος. βραχὺ τὸ μεταξὺ καὶ τὸ ζῇν ἐξεμέτρησεν, οὐ δυνηθεὶς ἐς τέλος καταπέψαι τὴν λύπην, πολλαπλῆν τινα καὶ δυσίατον οὖσαν. ζʹ. Ἀλλ' ἐκεῖνο μικροῦ με παρέδραμεν. Ἰωάννης γὰρ ὁ τοῦ ῥηθέντος Ἀλεξίου ἀπόγονος, τοῦ μετὰ τὴν τῆς Κωνσταντινουπόλεως ἅλωσιν τῆς τῶν Κόλχων καὶ Λαζῶν τυραννήσαντος γῆς, ὅρκους ἐγγράφους παρὰ τοῦ βασιλέως ἐκεῖθεν δεξάμενος ἐπιδημεῖ τῇ βασιλευούσῃ καὶ τῇ τοῦ βασιλέως συζεύγνυται θυγατρὶ Εὐδοκίᾳ· καὶ βραχύν τινα τῷ βασιλεῖ παρὰ τῇ βασιλευούσῃ συνδιατρίψας χρόνον ἔπειτα ἐπανῆκεν ἅμα τῇ γυναικὶ Εὐδοκίᾳ πρὸς τὴν ἰδίαν ἀρχὴν, ἧς τὰ βασίλεια Τραπεζοῦς. ἔνθα δὴ καὶ μήπω τελέως ἐνιαυτοῦ πληρωθέντος παῖδα μετὰ τῆς Εὐδοκίας οὗτος γεγέννηκεν, Ἀλέξιον τὸν νέον Κομνηνόν· ὃς δὴ καὶ διάδοχος ὕστερον γεγένηται τῆς ἐκείνου ἀρχῆς, ὡς εἰρήσεται. (Β.) Τούτων δ' οὕτως ἐχόντων ἄρχεται πάλιν παρασπονδεῖν ὁ τῆς Θετταλίας ἀρχηγὸς Ἰωάννης ὁ Σεβαστοκράτωρ· ὃ δὴ καὶ εἰς λύπην καὶ ἀκατάσχετον θυμὸν ἀνῆψε τὸν βασιλέα. πᾶσα γὰρ ἤδη σπονδῶν καὶ φιλίας ἐλπὶς ἔσβη καὶ ὡς εἰπεῖν ἐτεθνήκει. τὸ γὰρ συχνὰ μὲν αὐτὴν διαῤῥήγνυσθαι, συχνὰ δ' αὖθις συνδεῖσθαι καὶ βίᾳ μὲν καὶ μόλις λαμβάνειν τὴν ἐπανόρθωσίν τε καὶ σύμπηξιν, ῥᾷστα δὲ καὶ τὴν ταχίστην πρὸς σύγχυσιν καὶ διάλυσιν καταῤῥεῖν καὶ συμφύρεσθαι, πρὸς ἀπόγνωσιν ἤδη τὸν βασιλέα συνήλασε παντελῆ· καὶ οὐκέτι σπονδῶν ἄλλων ἐμνημόνευσε τοῦ λοιποῦ, ἀλλὰ διαπρεσβεύεται πρὸς τὸν Σκύθην Νογᾶν, ὃς τὰς διατριβὰς καὶ τὴν δίαιταν εἶχε πέραν τοῦ Ἴστρου. ἦν γὰρ τούτῳ φιλία βεβαία πρὸς βασιλέα διὰ τὸ κῆδος· ἠγάγετο γὰρ πρὸ βραχέος ἑαυτῷ σύζυγον Εἰρήνην τὴν ἐκ νοθείας γεννηθεῖσαν τῷ βασιλεῖ θυγατέρα, καὶ ἦν διὰ τοῦτο φίλος τῷ βασιλεῖ. ἐκεῖθεν οὖν εἰληφὼς τετρακισχιλίους Σκυθῶν ἐπιλέκτους στρατιώτας ἔμελλε καὶ Ῥωμαίων ὁπλιτικήν τινα δύναμιν προσμίξας πέμψειν κατὰ τοῦ Θετταλοῦ Ἰωάννου τοῦ Σεβαστοκράτορος ἐπί τε αὐτοῦ τούτου ἀφανισμῷ καὶ ἅμα ἐπὶ σφαγῇ τῆς ὅλης ἡλικίας ἁπλῶς, ὁπόσοι τὸν ἔφηβον παραλλάξαντες πολέμιά τε ἐπετήδευον ἔργα καὶ ὄψις τῇ Θετταλίᾳ φάναι ἐτύγχανον. (Γ.) Ἀλλὰ πρὶν εἰς πέρας αὐτὸν ἀγαγεῖν τὴν μελέτην φθάσας ὁ θάνατος τοῦ δρόμου τὴν ῥᾳστώνην ἐξαίφνης ἀφείλετο. ἄρτι γὰρ αὐτῷ Λυσιμαχίας ἐγγὺς περὶ τὴν κώμην τὴν μεταξὺ τῶν Παχωμίου καὶ Ἀλλαγῆς, οὑτωσί πως αὐτῶν ὀνομαζομένων τῶν χώρων, διατρίβοντι κἀκεῖσε τὸ Σκυθικὸν ἐξετάζοντι στράτευμα καὶ τοὺς ἄξοντας ἐκ Ῥωμαίων συγκαταλέγοντι στρατηγοὺς καὶ ἃ χρὴ δρᾷν σφισιν παρακελευομένῳ νόσος ἐνσκήπτει δεινὴ περὶ τὴν καρδίαν, θάνατον σύντομον ἀπαγγέλλουσα καὶ πάσας ἰατρῶν τάς τε κρίσεις συνθολοῦσα καὶ συνταράττουσα καὶ ἀπράκτους ἀποδεικνῦσα τὰς συμμαχίας τῆς τέχνης. φασὶ δὲ καὶ αὐτὸν τηνικαῦτα δείσαντα περὶ τοῦ θανάτου τοὺς παρατυχόντας ἐρέσθαι, ὅτῳ ποτὲ καλοῖτο ὁ χῶρος ὀνόματι· ἀκούσαντα δὲ Παχωμίου καὶ Ἀλλαγῆς ἐπικλήσεις βύθιόν τι στενάξαντα ἐνταῦθα φάναι «λοιπὸν τὸ πέρας ἡμῖν, ὦ παρόντες, καὶ τὴν ἀλλαγὴν κεκλῶσθαι τοῦ βίου·» μέμψασθαί τε πολλὰ ἑαυτὸν, ὅτι Παχώμιόν τινα ἄνδρα σεμνὸν ἐζημίωσε φθάσας τοὺς ὀφθαλμούς· ἦν γάρ τις θρυλλούμενος χρησμὸς περὶ τοῦ βασιλέως, ὡς περὶ τὴν ἀλλαγὴν τοῦ βίου τὰ Παχωμίου σε διαδέξεται. ἀφ' οὗ πλανηθεὶς ἅτε περὶ τὸν τῆς βασιλείας πόθον λίαν ἐπτοημένος ἄχρηστον περὶ τὴν βασιλείαν ἔσπευσεν ἀποφῆναι Παχώμιον. (Δ.) Ἀπορήσειε δ' ἄν τις τὴν τῶν χρησμῶν, ὁπόσοι κατ' ἀνθρώπους ἄλλοτε ἄλλοι πλανῶνται, γένεσίν τε καὶ εὕρεσιν· καὶ ὅπως μελλόντων φέροντες δήλωσιν ἀναγκαίαν εἶτα βυθοῖς αὐτὴν αἰνιγμάτων ἐπηλυγάζουσι. πατέρα μὲν γὰρ τούτων ὅστις ποτὲ ἦν ὁ τούτους πεποιηκώς τε καὶ τῷ χρόνῳ φέρειν παρασχὼν, οὐδένα ποτὲ τῶν πάντων ἀναγράφοντα εὕρομεν, οὔθ' ὅστις ἱστοριογράφων ἢ συγγραφέων ἐγένοντο. ἀλλὰ τοῦτο μόνον εὕροι τις ἂν ἐπισημαινομένους ἅπαντας, ὡς κατὰ τόνδε ἢ τόνδε τὸν χρόνον συνέβη τόνδε ἢ τόνδε διαθρυλλούμενον τὸν χρησμὸν τήνδε ἢ τήνδε τὴν ἔκβασιν καὶ τὸ πέρας ὕστερον σχεῖν. τίς δ' ὁ πρῶτος λαλήσας ἕκαστον τούτων, τοῦτο δὲ πρᾶγμα τοῖς πᾶσι καθάπαξ ἀνεκλάλητόν τε καὶ ἄγνωστον, πλὴν εἰ μὴ ψεύδεσθαι βούλοιτό τις. τισὶ δὲ δοκεῖ, δυνάμεις τινὰς ὑπηρετικὰς καὶ λειτουργικὰς, τὰς μὲν ἀγαθὰς, τὰς δὲ τοὐναντίον τιμωρητικὰ ὄργανα, ἐπισκόπους οὔσας τῶν τῇδε περιπολεῖν ἀέρα καὶ γῆν τήν τε γνῶσιν τῶν ἐσομένων ἄνωθεν εἰληφυίας καὶ πρός γε ἔτι τὴν ἐπιτροπὴν τοῦ μεταδιδόναι αὐτὴν τοῖς ἀνθρώποις, πῆ μὲν δι' ἐνυπνίων, πῆ δὲ δι' ἀστέρων, πῆ δὲ διὰ Δελφικοῦ τινος τρίποδος, πῆ δὲ διὰ σπλάγχνων ἔστιν ὧν ἐνίοτε θυομένων ζώων, πῆ δὲ, ἵνα τὰ πολλὰ παραδράμω, διὰ φήμης ἐξ ἀέρος τὰ πρῶτά ποθεν γεννηθείσης, εἶτα περιθεούσης ἀμοιβαδὸν τὰς τῶν πολλῶν ἀκοὰς, ἣν δὴ καὶ θείαν ἐκάλεσαν ὄσσαν οἱ πάλαι σοφοί. ἔστι δ' ἃ ἐν πέτραις ἢ τοίχοις εὕρηνται γεγραμμένα πολλάκις, μηδενὸς ὅστις ποτὲ ἦν ὁ γεγραφὼς δηλουμένου. (Ε.) Δίδονται μέντοι δι' αἰνιγμάτων τὰ πάντα καὶ οὐ πάντη σαφῆ, καθάπερ τὰ τῶν βασιλέων κειμήλια, διὰ τὸ ἔνθεα εἶναι καὶ οἷα χρεὼν ὑπὲρ τοὺς πολλούς. τὰ γὰρ τοῖς πᾶσι πρόχειρα κόρον τε ἔσχε καὶ ἀχρηστία σφίσιν ὡς τὰ πολλὰ περικέχυται· γίνεσθαί γε μὴν τὴν χρείαν αὐτῶν οὐ πάνυ τοι μάταιον οὐδ' ἀργὴν, εἴ τις μὴ πάρεργον ταῦτα, ἀλλὰ μετὰ συνέσεως τῆς προσηκούσης σκοποῖτο. οἷς μὲν γὰρ τιμωρίας, οἷς δ' εὐεργεσίας εἵνεκα προδείκνυνται. οἱ μὲν γὰρ ἢ κουφοτέραν τὴν ἔφοδον τῶν δεινῶν εἰργάσαντο προανασταλέντες καὶ προοικονομήσαντες ἑαυτούς· ἢ τελέως σφᾶς αὐτοὺς ἀπήλλαξαν τῶν δεινῶν διὰ σπουδαιοτέρας ἀγωγῆς ἐξευμενισάμενοι τὸ θεῖον. τοῖς δὲ διὰ μικροψυχίαν ὁ μεταξὺ χρόνος κόλασις τῇ τῶν δεινῶν προσδοκίᾳ γίνεται πρὸ τοῦ παθεῖν ἃ χρὴ παθεῖν, τῆς προνοίας οὕτως οἰκονομούσης δι' ἔκτισιν ἀκμαιοτέραν ὧν ἐπλημμέλησαν. εἰ δὲ καὶ ψεύδονταί τινα καὶ διαπίπτουσιν οἱ ταῖς ἐλπίσι τρεφόμενοι τούτων· (πάντα γὰρ τὰ δηλούμενα τοῖς μέν εἰσιν ἀνιαρὰ, τοῖς δὲ τερπνά· ὥσπερ ἡ τῆς τοῦ Κροίσου ἀρχῆς κατάλυσις Λυδοὺς μὲν καὶ Κροῖσον ἠνίασε, Κύρῳ δὲ καὶ Πέρσαις εὔδαιμον ἔδοξεν) εἰ οὖν οὑτωσί πως δοκοῦσί τινα διαψεύδεσθαι, οὐ παρὰ τὴν τῶν χρησμῶν φύσιν συμβαίνει τουτὶ, ὅτι μὴ παρὰ τὴν φλεγμαίνουσαν ἔφεσιν τῶν λιχνοτέρων ἀνθρώπων τοὺς χρόνους προαρπαζόντων καὶ τὸν νοῦν τῶν λογίων πρὸς τὴν οἰκείαν διαστρεφόντων ὄρεξιν. σκεπτέον δ' οὖν ὅμως μή τινες διαπαίζοντες δῆθεν τοὺς τοῖς τοιούτοις χρωμένους καὶ νέα στιχίδια πλάττοντες εἰς μίμησιν τῶν χρησμῶν ἔπειτα κατὰ τὸ λεληθὼς παρασπείρωσιν εἰς τὸν δῆμον αὐτὰ, ὥστε τοῖς τούτων ψεύδεσι καὶ τὴν ἐκείνων συγχεῖν ἀλήθειαν· τοῦτο γὰρ οὐκ ὀλίγοι καὶ τῶν ἐφ' ἡμῶν πεπραχότες ἑάλωσαν. ἀλλ' ἐκεῖσε ἐπάνειμι. (Στ.) Ὁ μὲν δὴ βασιλεὺς περὶ οὓς εἰρήκειμεν τόπους παρ' ἐλπίδα τῆς οἰκείας ἔτυχε τελευτῆς κατὰ τὸ ἑξακισχιλιοστὸν ἑπτακοσιοστὸν ἐνενηκοστὸν πρῶτον ἔτος, ὀκτὼ καὶ πεντήκοντα ἐτῶν τυγχάνων. ὁ δ' υἱὸς καὶ βασιλεὺς Ἀνδρόνικος τηνικαῦτα παρὼν μὴ ὅτι γε τῆς τοῖς βασιλεῦσιν νενομισμένης οὐκ ἠξίωσε τὸν πατέρα ταφῆς, ἀλλ' οὐδ' ὁποία βαναύσοις ἢ σκαπανεῦσιν ἐφεῖται· πλὴν ἢ ὅτι παρεκελεύσατο νύκτωρ βραχεῖς τινας ἄνδρας πόῤῥω που τοῦ στρατοπέδου ἀπαγαγόντας πλείστην ἐπισωρεῦσαι γῆν, τοῦτο μόνον αὐτοῦ προμηθευσάμενος, μὴ θηρίων στόμασιν ἴσως σῶμα βασιλικὸν διαμερισθῇ. τὸ δ' αἴτιον ἡ τοῦ ὀρθοῦ τῆς ἐκκλησίας δόγματος ὑπῆρχε παρατροπὴ, ᾗ ζῶν μὲν ἐκεῖνος, ὡς πρόσθεν εἰρήκειμεν, κατεχρήσατο· οὗτος δὲ λάθρα προθέσεσιν ὅλαις ἀπέστεργε τῆς ψυχῆς, ὡς προϊόντες ἐροῦμεν πλατύτερον. οὐ γὰρ ἐκεῖνον, τὴν δ' ἐκείνου τοιαύτην μάλα σφοδρῶς ἀπεσείετο πρᾶξιν. πατρικῆς γὰρ εἵνεκα στοργῆς καὶ τιμῆς καὶ ὅση ἀνήκει αἰδὼς πάντας υἱοὺς ὑπερβέβληκεν, ὁπόσοι πατράσιν ἀρέσκοντες ἔδοξαν. (Ζ.) Ἀλλὰ τὰ μὲν περὶ τὸν βασιλέα Μιχαὴλ τὸν Παλαιολόγον ἐς τοιοῦτον κατήντησε πέρας. ἦν δὲ ὁ ἀνὴρ τήν τε ὄψιν εὐπρεπῆ κεκτημένος ἐκ φύσεως μετά τινος ἐμβριθείας καὶ ἡγεμονικοῦ παραστήματος ῥώμην τε ἔχων σώματος καὶ πεῖραν ἔργων πολεμικῶν διὰ πολλῶν τῶν χρόνων συγγυμνασθεῖσαν καὶ ἀσκηθεῖσαν αὐτῷ· καὶ δεινὸς ὢν γνῶναι καὶ εἰπεῖν τὰ δέοντα ὀξύτερος ἦν ἐν ταῖς πράξεσι. μεγαλοδωρότατος δ' ἐς τὰ μάλιστα ἔδοξεν ἐν τοῖς προοιμίοις τῆς βασιλείας, ἵνα ταῖς εὐνοίαις οἶμαι οἰκειώσηται τὸ ὑπήκοον· ἔπειτα πρὸς τὸ μετριώτερον ὑπεχάλασε, τῶν πανταχόθεν ὑποφυομένων πολέμων μακρὰς καὶ πολυτελεῖς τὰς τῶν χρημάτων δαπάνας ἀπαιτούντων μετά τινος ἀνάγκης ἀπαραιτήτου. εἶχε δὲ καὶ, ὥς τινες ἔφασαν, συντριβήν τινα λογισμῶν κεντοῦσαν ἀεὶ τὸ συνειδὸς τῆς ψυχῆς διὰ τὴν καινοτομίαν τοῦ δόγματος, εἰς ἣν ὑπὲρ τῆς ἐς τοὺς παῖδας διαδοχῆς τῆς βασιλείας ἑαυτὸν κατήνεγκεν· ἀφ' ὧν, ὡς τὸ εἰκὸς, αὐτὸς ἀπώνατο μηδὲ ταφῆς τελευταῖον ἀξιωθῆναι βασιλικῆς, τοὺς τῆς ἐκκλησίας θεσμοὺς τῆς πατρικῆς στοργῆς πολλῷ προτιμώντων. (Η.) Ἔμοιγ' οὖν ἐκεῖνος ἂν εἴη σοφὸς καὶ φρόνιμος οἰκονόμος, ὅστις ἑαυτοῦ γε εἵνεκα πρῶτον αἱροῖτο τὰ βέλτιστα, ἔπειτα τῶν υἱέων καὶ ὅστις καθ' αἷμα προσήκει. ὅστις δ' ὁλοσχερῶς ἐς τὴν τοῦ βίου φλεγμαίνουσαν κέχηνε δόξαν καὶ τὰς τὴν ψυχὴν ἐπικλυζούσας εὐτυχεῖς τῶν παρόντων καὶ λυομένων περιπετείας καὶ προτιμῴη τὰ ἥδιστα τῶν βελτίστων, εἴθ' ἑαυτοῦ χάριν, εἴθ' ὅστις αἵματος γείτων αὐτῷ, ἄθλιος οὗτος ἐμοὶ τῆς ἀπονοίας καὶ μάταιος τῆς ἀνονήτου σπουδῆς· ὅτι πρὸς τῷ καὶ θεὸν ἀντιστρατευόμενον ἔχειν τῇ γνώμῃ καὶ τοῖς βουλεύμασιν ἤδη καὶ τἀναντία προφανῶς τῶν ἐλπίδων εὑρίσκει πρὸ τῶν ποδῶν καὶ τοῖς τῆς κακοδαιμονίας ἐσχάτοις κρημνοῖς περιπίπτει. ἰδοὺ γὰρ καὶ ὁ τῷ λόγῳ προκείμενος βασιλεὺς Μιχαὴλ ὁ Παλαιολόγος τἄλλα συνετὸς ὢν ὅλην ὡς εἰπεῖν τὴν τῆς τύχης εὐμένειαν ἐπακολουθοῦσαν ταῖς πράξεσιν ἔχων αὐτοῦ πρός γε τὸ φίλτρον τῶν παίδων ἐξεθηλύνθη καὶ ἀληθεύοντα ἔδειξε Πλάτωνα «πᾶν τὸ φιλοῦν περὶ τὸ φιλούμενον ἐκτετύφλωται» φάσκοντα. δέον γὰρ εἰς τὴν ἄνωθεν εὖ τὰ πάντα κινοῦσαν καὶ διοικοῦσαν πρόνοιαν ἀναρτῆσαι τὴν ὅλην ἑαυτοῦ τε καὶ τῶν παίδων φροντίδα· ὁ δὲ τυφλῷ ποδὶ πρὸς τὰ φίλτρα τῶν παίδων φάναι βαδίζων ἔλαθεν ἑαυτὸν ἀρχῆς ἀπ' ἄκρας εἰς τὸ βάραθρον τῶν τε ἄλλων δεινῶν συνωθήσας καὶ πρός γε ὅσα δημοτικὴν κατάραν ἐφέλκεται. ἐπεὶ γὰρ ἐκ βρέφους αὐτῷ τὴν βασιλείαν ὁ κύριος ἄνωθεν ἐμνηστεύσατο, ὡς πολυτρόπως καὶ πολλαχόθεν δεδήλωται, εἰ τὴν μικροψυχίαν καὶ αὐτὸς ἐπὶ βραχὺ παρεκρούετο καὶ τήν τε γλῶσσαν ἐπιορκίας παντοίας τάς τε χεῖρας αἱμάτων ἀθώους ἐφύλαττε καὶ πρός γε ἔτι εἰ τὴν γνώμην ὑπερόριον τῆς τοῦ ἐκκλησιαστικοῦ ἔθους εἶχε καινοτομίας μακρῷ ἂν τῷ μέτρῳ τοὺς πρὸ αὐτοῦ βασιλέας παρήλαυνεν ἅπαντας ἅπασιν ὅσα πληθὺν ἐγκωμίων ἐφέλκεται. ἀλλ' ἐχρῆν, ὡς ἔοικεν, ἐῤῥάφθαι μὲν ὑπὸ Ἰστιαίου τὸ πέδιλον, ὑποδεδέσθαι δὲ τὸν Ἀρισταγόραν, ἵν' ἡμεῖς ἐς τὰς τῶν δεινῶν ἐσχατιὰς καταντήσωμεν, εἴτε δι' ἔκτισιν κακῶν παλαιῶν τε καὶ νέων, εἴτ' οὐκ οἶδ' ὅπως. εἶεν. https://byzantium.gr/ ΛΟΓΟΣ ΣΤ’.αʹ. Ἐπεὶ δὲ πρὸς τὸν υἱὸν Ἀνδρόνικον ἡ τοῦ κράτους καὶ τῶν βασιλικῶν σκήπτρων μετέβη διαδοχὴ, καὶ πολὺς πολλαχόθεν τὰ πράγματα θόρυβος συνεκύκα. ἔνθεν μὲν γὰρ ὁ τῆς ἐκκλησίας ἀναῤῥιπίζεσθαι ἤρξατο πόλεμος παρὰ τῶν ἀποῤῥαγέντων μερῶν ἀφορμὴν εἰληφότων ἤδη τὴν τελευτὴν τοῦ βασιλέως· ἔνθεν δ' ὁ τῶν κεκλημένων Σκυθῶν ὄχλος τεσσάρων ὄντων ἐπέκεινα χιλιάδων πολὺν ἐπέσειε τοῖς πράγμασι κίνδυνον, μὴ τὸν καλέσαντα βασιλέα θανάτῳ ζημιωθέντες νεωτερίσωσί τι περὶ τὴν τῶν πραγμάτων ἀλλοίωσιν. ῥᾷστον δ' ἦν αὐτοῖς βουληθεῖσιν, ἐπεὶ τὰ Ῥωμαϊκὰ μὴ παρῆσαν στρατεύματα, φόνον τε οὐκ ὀλίγον τῶν παρατυχόντων Ῥωμαίων ἐργάσασθαι καὶ λείαν τά τε βασιλικὰ χρήματα καὶ πρός γε αὐτὸν βασιλέα ὁμοῦ τῇ συγκλήτῳ λαβόντας ἀπαλλάττεσθαι. διὰ ταῦτα γοῦν ὑπερθέμενος καὶ παραδραμὼν τὰ πολλὰ πρὸς τὸ κατεπεῖγον ὁ βασιλεὺς ἁπάσας ἔτρεψε τὰς φροντίδας. αὐτοὺς μὲν οὖν μὴ βριθούσαις δεξιαῖς ἐς τὰ οἴκοι παραπέμπειν οὔτε τῶν Σκύθαις νομιζομένων ἑώρα τυγχάνον οὔτ' ἄλλως θορύβου καὶ μάχης ἐκτὸς ἀπαλλάξειν ἤλπιζε τούτους. ἐκ Ῥωμαϊκῶν δ' αὖ χρημάτων αὐτοὺς ἐμπιπλάναι ζητεῖν οὔτ' εὔπορον ἦν οὔθ' ὅσιον ἐνομίζετο. ταῦτ' ἄρα καὶ σφᾶς ὁδηγῷ παραδοὺς τῷ μεγάλῳ κονοσταύλῳ Μιχαὴλ τῷ Γλαβᾷ ἐς στρατηγικὴν ἐμπειρίαν ἐξησκημένῳ τοσοῦτον, ὡς παῖδας νομίζεσθαι τοὺς τότε στρατηγοὺς παραβαλλομένους αὐτῷ, τὴν ταχίστην ἐπὶ Τριβαλλοὺς ἀπαλλάττεσθαι παρεκελεύσατο, πολεμίους ἐς τὰ μάλιστα καὶ αὐτοὺς ὄντας ἀεὶ καὶ συχνὰ τὴν Ῥωμαίων κακῶς διατιθεμένους γῆν, ἵν' ἐν ταὐτῷ τούς τε Τριβαλλοὺς ἀσθενεστέρους ἐργάσαιντο καὶ ἅμα αὐτοὶ πλείστην περιβαλλόμενοι λείαν ἐκεῖθεν ἐς τὰ οἴκοι τὸν Ἴστρον διαβάντες ἀποχωροῖεν· ἀλλὰ ταῦτα μὲν δὴ οὕτω γε πέπρακται ὡς ἄρα γε καὶ βεβούλευται.(Β.) Τῷ δὲ βασιλεῖ ἀναγκαῖον ἦν τῇ βασιλευούσῃ ἐπιδημήσαντι τὸν τοῦ πατρὸς καὶ βασιλέως ἀπαγγεῖλαι θάνατον τῇ μητρὶ καὶ δεσποίνῃ Θεοδώρᾳ καὶ τὸ τοῖς βασιλεῦσι προσῆκον δημοσίᾳ στήσασθαι πένθος. ὅθεν τὸν τοῦ βασιλέως νεκρὸν ἐντὸς τοῦ ἄστεος Σηλυβρίας ἀπαχθῆναι κελεύσας δέει τοῦ μὴ κλαπῆναι παρὰ Λατίνων αὐτὸς ἐς Βυζάντιον ἐπανῆκε· καὶ τελεσθέντος τοῦ πένθους ἔργον πεποίηται μέγιστόν τε καὶ πρῶτον τὴν τῆς ἐκκλησίας κατάστασιν. ζῶντος μὲν γὰρ τοῦ πατρὸς ἔκρυπτε τὴν μελέτην αὐτῆς ἐν τοῖς λογισμοῖς, καθάπερ ἐν πίονι γῇ χειμῶνος εὐγενῆ τινα σπέρματα. νῦν δ' ἦρος, ὡς εἰπεῖν, ἐπιγενομένου τοῖς πράγμασιν ἔδειξεν ὅστις ὢν ἐλάνθανε. καὶ μὲν δὴ κήρυκες πανταχῇ καὶ βασιλικὰ διατάγματα διεπέμποντο τήν τε τῆς ἐκκλησίας διόρθωσιν εὐαγγελιζόμενα καὶ ἅμα τοὺς διὰ τὸν τῆς ἐκκλησίας ζῆλον ὑπερορίους κατάγοντα καὶ ὅσοι τῶν ἀνηκέστων τι ἐπεπόνθεσαν. ἐπὶ τούτοις ὁ Βέκκος λάθρα τὸν θρόνον καταλιπὼν ὑπεχώρησε καὶ συνέκλεισεν ἑαυτὸν εἰς τὴν τῆς Παναχράντου μονὴν, δείσας μὴ πρόφασιν τὴν ἀθρόαν μεταβολὴν τῶν πραγμάτων λαβόντες τινὲς διασπαράξωσι τοῦτον δραμόντες ἐξαίφνης. ἀνήχθη δ' εὐθὺς ὁ τῷ Βέκκῳ πρότερον παραχωρήσας τοῦ θρόνου πατριάρχης Ἰωσὴφ, νόσῳ καὶ γήρᾳ τὸ σῶμα καταπεπονημένος ἤδη καὶ λαμπροῖς τοῦ θανάτου τοῖς προοιμίοις εἰς τὸν τάφον ὅλος συνελαυνόμενος. (Γ.) Ἀλλ' ἐπειδὴ κοσμοκράτωρ ὁ διάβολος τοῦ αἰῶνος τούτου καλεῖται παρὰ τῇ θείᾳ γραφῇ καὶ ἄρχων τοῦ περιγείου τοῦδε κόσμου καθέστηκε, τρόποις ἀποῤῥήτοις συγχωροῦντος τοῦ τὰ πάντα δημιουργοῦντος θεοῦ, εἰκὸς αὐτὸν κατ' ἴχνος ἕπεσθαι καὶ τοῖς γιγνομένοις ἐν τῷδε τῷ κόσμῳ καὶ τὰ μὲν κλῆρον ἑαυτοῦ καθάπαξ ποιεῖσθαι, ὁπόσα κακίας μεστὰ, τοῖς δὲ μοῖραν ἔχειν ἡντιναοῦν καὶ αὐτὸς ὁπόσα τῶν βελτίστων ἐπεφύκει· καθάπερ τῶν ἀνθρώπων οἱ χῶρόν τινα κληρωσάμενοι ἔπειτα τοὺς ἐνοικοῦντας δασμολογοῦντες καὶ μοῖραν ἐκεῖθεν ἐτήσιον ἀπολαμβάνοντες ἀεί. εἶναι γὰρ αὐτῷ φησι τῶν ἀδικωτάτων, εἰ κόσμου καλούμενος ἄρχων ἔπειτα μὴ πάντων ὅσα παρὰ τὴν γῆν νέμεται τῶν μὲν ἀρχηγὸς εἴη καὶ αὐτοκράτωρ, τῶν δὲ μέτοχος καθόσον ἔξεστι. διὰ τοῦτο καὶ ἵνα μὴ μακρολογῶμεν παραδράμωμεν τά τε ἄλλα καὶ τοὺς κατὰ τοῦ Χριστοῦ καὶ σωτῆρος λυττήσαντας Ἰουδαίους· οὗτοι γὰρ καθάπαξ ἐγένοντο κλῆρος αὐτῷ, ἀλλὰ καὶ αὐτοῖς τοῦ σωτῆρος τοῖς μαθηταῖς καὶ ἀποστόλοις προσβαλὼν τὸν ἕνα ἀφείλετο καθάπερ τινὰ φόρον δεσποτικόν· ἔπειτα ἐπῄει τὰς τάξεις ἁπάσας, τοὺς ἐν ὄρεσι καὶ σπηλαίοις ἀσκοῦντας, τοὺς τῶν ἐκκλησιῶν ἐπισκόπους, τοὺς τῶν δογμάτων σοφοὺς προστάτας, τὰ τῶν μαρτύρων παλαίσματα· καὶ πανταχόθεν ἀποκρουόμενος καθόσον ἄνωθεν ἡ θεία ἐπέταττε δύναμις, ὅμως οὐκ ἄμοιρος τελέως ἀπήλλαξεν, ἀλλὰ πανταχόθεν ἠρανίσατο δῆμον πολυειδῆ καὶ καινότερόν τι στρατόπεδον, ἵν' εἶεν αὐτῷ συμμερισταὶ τῆς μελλούσης φλογός. (Δ.) Καὶ νῦν δ' ἐπειδὴ τῆς ἀγαθῆς ὁρμῆς ἀνακόπτειν οὐκ εἶχε τὸν βασιλέα, σύγχυσιν ἕτερον τρόπον εἰσάγει καὶ κλύδωνα ἐγείρει κατὰ τῆς καλῆς ὁμονοίας ἐκείνης καὶ ἀνέορτον τίθησι τὴν καινὴν ἐκείνην ἑορτὴν καὶ πανήγυριν καὶ μιμεῖται τὴν Ἔριν ἐκείνην, ἣ τὸ μῆλον κατὰ τοὺς Θέτιδος καὶ Πηλέως ἔῤῥιψε γάμους· ὃ πολλὴν ἀνήγειρε μάχην καὶ φλόγα πολέμιον ὕστερον, ὡς οἱ τῶν μύθων πάτρες ἔφασαν ποιηταί· ἢ μᾶλλον μιμεῖται τοὺς λύκους, οἳ τὸ ποίμνιον θορυβήσαντες ἔπειτα ῥᾳδίως ἔστιν ἃ τῶν προβάτων ἁρπάζουσι. παρασκευάζει γὰρ αὐτοὺς διχῇ καὶ τριχῇ διελέσθαι σφᾶς αὐτούς· καὶ τοὺς μὲν Ἰωσὴφ εἶναι μερίδα φάσκειν τοῦ πατριάρχου, τοὺς δὲ Ἀρσενίου τοῦ πάλαι θανόντος· καὶ τοὺς μὲν εἶναι λέγειν ὑπ' Ἀρσενίου ἀφωρισμένον τὸν Ἰωσὴφ, ὅτι ζῶντος ἐκείνου τὸν ἐκείνου θρόνον εἰλήφει· τοὺς δὲ καθῃρημένον εἶναι κανονικῶς Ἀρσένιον ὑπὸ πάσης τῆς τῶν τότε παρόντων ἀρχιερέων συνόδου· τοὺς δὲ ἄλλα κατ' ἀμφοτέρων προτείνειν κεφάλαια, ὡς ἐντεῦθεν ἀναγκασθῆναι μὲν τὸν Ἰωσὴφ τοῦ θρόνου τοῖς βουλομένοις παραχωρεῖν, δυοῖν ἕνεκα, τῆς τε εἰρήνης τῶν δι' αὐτὸν ὀχλουμένων καὶ τοῦ μὴ δύνασθαι τὰ τῷ θρόνῳ προσήκοντα πράττειν ὅλην ἀφῃρημένον ὑπὸ γήρως καὶ νόσου τὴν τοῦ σώματος δύναμιν· τοὺς δὲ τοῦ ζήλου προστάτας καταλειφθῆναι στασιάζοντας καὶ κατ' ἀλλήλων τὰς γλώσσας ὁπλίζοντας οὐ ζήλῳ θείῳ δημαγωγουμένας, ἀλλ' ἀωρίᾳ στρατηγουμένας θυμοῦ. ὁ γὰρ κατὰ θεὸν ζῆλος τῆς ἄνωθεν ἐξῆπται δυνάμεως καὶ ἄγεται θείαν καὶ ἔμμουσον ἀγωγήν· οἱ δὲ ταῖς τῆς κενοδοξίας πύλαις τὸν νοῦν παρακαθῆσθαι ἐξασκήσαντες ἔλαθον τὸν ζῆλον μεθαρμόσαντες πρὸς ζηλοτυπίαν καὶ ἀντὶ σίτου φάναι καὶ σταφυλῆς καὶ ὅσοι τῶν καρπῶν ἀγαθοὶ, ἀκάνθας γεωργήσαντες καὶ τριβόλους· ταῦτα δ' εἰσὶν ἔριδες ἀπὸ γνώμης οὐ μάλα πεπαιδευμένης καὶ λόγων ἀντιπάλων δίαυλοι. (Ε.) Ὁ μέντοι βασιλεὺς φύσει πρᾷος ὢν καὶ μήτε τούτους ἐθέλων λυπεῖν μήτ' ἐκείνους, ἀλλὰ τὰ ἑκατέρωθεν φυλαττόμενος σκάνδαλα, τὴν μέσην ἔγνω βαδίζειν. ἔστι δὲ παρὰ τὰ ἑῷα πλευρὰ τοῦ Ἑλλησποντίου πορθμοῦ χῶρός τις Ἀτραμύτιον κεκλημένος. πρὸς δὴ τοῦτον ἐκάλει τὰ βασιλέως προστάγματα τοὺς ἄνδρας ἐκείνους, ἐκεῖ τηνικαῦτα καὶ αὐτοῦ γε παρόντος. καὶ δὴ συνέῤῥεον οὐ μόνον οἱ λόγῳ τὸν ζῆλον λαχόντες ἡνιοχεῖν, ἀλλ' ὄχλος τὸ πλεῖστον ἀλογίᾳ καὶ ἀναιδείᾳ συντεθραμμένος, οἱ μὲν θρόνων ἐρῶντες, πρᾶγμα πολλῷ τὴν τάξιν αὐτῶν ὑπερβαῖνον, οἱ δὲ χρημάτων, οἱ δὲ δόξης κενῆς καὶ τιμῶν, οἷαι παρὰ τὸν βίον πλανῶνται πολυειδεῖς. ἀλλ' ἐκεῖνο μικροῦ με παρέδραμεν, ὃ προδιαληφθῆναι χρεὼν, ἵνα καθ' εἱρμὸν λόγος βαδίζῃ καὶ μὴ διακόπτηται τὴν συνέχειαν ἐφεξῆς προϊών. ἐπεὶ γὰρ Ἰωσὴφ, ὡς εἰρήκειμεν, ἐν βραχεῖ τὸν πατριαρχικὸν θρόνον ἀπολιπὼν μικρὸν ὕστερον καὶ τοῦ βίου μετέστη, οὐ δίκαιον ἔδοξεν οὐδὲ πόῤῥω διαίτης ἡμαρτημένης, ἄνευ ποιμένος ἐν οὕτω συγχύσεως γέμοντι χρόνῳ τὴν ἐκκλησίαν τυγχάνειν. καὶ ἦν τηνικαῦτα ἀνὴρ ἐν λόγοις ἐπίσημος τῷ βασιλικῷ συγκατειλεγμένος κλήρῳ Γεώργιος ὁ ἐκ Κύπρου, ὃς τὸν ἐν ταῖς γραφαῖς εὐγενῆ τῆς Ἑλλάδος ῥυθμὸν καὶ τὴν Ἀττικίζουσαν γλῶσσαν ἐκείνην, πάλαι πολὺν ἤδη χρόνον λήθης κρυβέντα βυθοῖς, φύσεως δεξιότητι καὶ φιλοπονίᾳ τελεωτέρᾳ πρὸς φῶς ἤγαγε καὶ οἱονεί τινα ἐχαρίσατο ἀναβίωσιν. τοῦτον ἐμελέτησέ τε καὶ προὐτεθύμητο ἐς τὸν πατριαρχικὸν ἀναγαγεῖν θρόνον ὁ βασιλεὺς, ἄρτι καὶ τὸ μοναχικὸν ἀλλαξάμενον σχῆμα πλὴν οὐχ ὑπ' οὐδενὸς τῶν ἁπάντων ἐβούλετο τὴν χειροθεσίαν αὐτὸν εἰληχέναι, ὁπόσοι τῇ τοῦ δόγματος καινοτομίᾳ κεκοινωνήκεσαν, ἀλλ' ὃς ἀκοινώνητον ἑαυτὸν συνετήρησεν· ὡς κινδυνεύειν ἐντεῦθεν βραδύνειν τὰ τῆς σπουδῆς. προεβλήθη μέντοι παρὰ τοῦ βασιλέως μετὰ τὰς ψήφους καὶ μαρτυρίας τὰς ὀφειλούσας καὶ τὴν ποιμαντικὴν ῥάβδον ἐπὶ τοῦ βασιλικοῦ βήματος παρὰ τῆς τοῦ βασιλέως εἰλήφει χειρὸς κατὰ τὸ πάλαι κρατῆσαν ἔθος. καὶ ἦν διενεργῶν καὶ διοικῶν ἔστιν ἃ τῶν πατριαρχικῶν δικαίων, ὅσα οὐχ ἱερωσύνης ἐδεῖτο. (Στ.) Βραχὺ τὸ μεταξὺ, καὶ οὑτωσί πως εἰπεῖν κατὰ τὸ αὐτόματον ἢ μᾶλλον προνοίᾳ θεοῦ πρέσβυς ἐξ Αἰτωλίας σταλεὶς παρὰ τοῦ ἐκεῖσε κρατοῦντος Νικηφόρου τοῦ δεσπότου ἐς τὴν Κωνσταντινούπολιν ἀφικνεῖται ὁ Κοζύλης ἐπίσκοπος· καὶ ἐπ' αὐτῷ ἐκ Μακεδονίας ὁ Δεβρῶν ἐπίσκοπος, οὐ πρέσβυς αὐτὸς ἀφικόμενος ὁθενοῦν, ἀλλ' ἑτέρας εἵνεκα χρείας. τούτων ἀμφοτέρων ἀκοινώνητον διατηρησάντων τὴν γνώμην τῆς τῶν ἄλλων ἐπιμιξίας, ὁπόσοι τῇ καινοτομίᾳ τοῦ δόγματος ἑκόντες ὑπήχθησαν, προὐκρίθη ὁ Κοζύλης ἐπίσκοπος τοῦ Δεβρῶν. ὁ μὲν γὰρ ὁ Κοζύλης ὑπὸ τὴν τῆς Ναυπάκτου ἐτέλει μητρόπολιν, ἡ δὲ Ναύπακτος ὑπὸ τὸν τῆς Κωνσταντινουπόλεως θρόνον, ὁ δέ γε Δεβρῶν ὑπὸ τὸν θρόνον ἐτέλει τῆς πρώτης Ἰουστινιανῆς· καὶ ἦν διὰ τοῦτό γε οἰκειότερος τῇ παρούσῃ χρείᾳ διακονῆσαι μᾶλλον ὁ Κοζύλης ἢ ὁ Δεβρῶν. ταῦτ' ἄρα καὶ παρὰ τοῦ ἤδη ὡς εἴρηται προβληθέντος τῷ βασιλεῖ πατριάρχου Γρηγορίου τοῦ ἐκ Κύπρου προτραπεὶς ὁ τοιοῦτος Κοζύλης χειροτονεῖ Γερμανόν τινα μοναχὸν εἰς τὴν τῆς Θρᾳκικῆς Ἡρακλείας μητρόπολιν. τούτῳ γὰρ κατὰ τὰ πάλαι ἐφεῖται προνόμια χειροτονεῖν τὸν Κωνσταντινουπόλεως, εἴτε καὶ τοῦ μεγάλου Κωνσταντίνου, τοῦ τὸ Βυζάντιον ἐς νέαν καὶ μεγίστην καταστήσαντος Ῥώμην, μὴ καταλύειν ἐθελήσαντος τὰ τῶν πάλαι βασιλέων προνόμια, ἀλλ' ἐπικυρώσαντος μᾶλλον αἰδοῖ τοῦ μακροῦ χρόνου καὶ τοῦ τὸν νόμον θέντος Σεβήρου τοῦ αὐτοκράτορος, ὁπότε σὺν μάλα τοι πλείστοις ἱδρῶσι καὶ πόνοις ἐκεῖνος αὐτὴν παρεστήσατο, Βυζάντιον οὖσαν ἔτι, καὶ τά τε ἄλλα πρὸς ἄμυναν καταισχύνας αὐτὴν καὶ τὰ τείχη καθῃρηκὼς τὸ τελευταῖον τούτοις δὴ τοῖς ἐπὶ Θρᾴκης Ἡρακλεώταις ὅσα καὶ κώμῃ χρῆσθαι αὐτῇ ἐχαρίσατο· εἴτε οὖν διὰ ταύτην τὴν αἰτίαν τηρεῖται διηνεκῶς τὸ τοιοῦτον προνόμιον, εἴτ' οὐκ οἶδ' ὅπως, πέπρακται δ' οὖν ὅμως ἐπὶ τοῦδε τοῦ χρόνου τουτί γε, ὡς εἴρηται· καὶ ἐς διάκονόν τε καὶ ἱερέα ἐξ ἀναγνώστου προβιβάσας ὁ ῥηθεὶς Ἡρακλείας Γρηγόριον τὸν ἐκ Κύπρου, εἶτα καὶ πατριάρχην κεχειροτόνηκε τοῦτον, συλλειτουργοῖς χρησάμενος ἀμφοτέροις ἐκείνοις τοῖς ἐπισκόποις, τῷ τε Κοζύλης καὶ τῷ Δεβρῶν. ἀλλ' ἐπανιτέον ὅθεν εἰς ταῦτα ἐξέβημεν. (Ζ.) Ἐσχίζοντο μὲν οὖν, ὡς ἔφθημεν εἰρηκότες, τὰ τῶν Ζηλωτῶν ἐκεῖνα συστήματα δι' ἅς γε εἰρήκειμεν τὰς αἰτίας. ἐσχίζοντο δ' ἔτι καὶ δι' αὐτόν γε τὸν πατριάρχην· πρόφασιν μὲν, ὅτι περ εἰκοσαετὴς Κυπρόθεν τοῖς Ῥωμαίων ἐπιδημήσας ἤθεσι καὶ τῶν Λατινικῶν ἠθῶν ἔστιν ἃ ἐπαγόμενος ὑποψίαν ταῖς τῶν πολλῶν διεσκέδασε γνώμαις, ὡς ἀναγνώστου χειροθεσίαν παρὰ Λατίνων ἐδέξατο, εἴτε του τῶν ἐπιχαιρεκάκων γρύξαντος τοῦτο πρότερον, εἴτε τοῦ καιροῦ σχεδιάσαντος τηνικαῦτα τῇ κακοηθείᾳ τῶν Ζηλωτῶν, ἢ μᾶλλον τοῦ ἐρεθίζοντος ἐκείνους δαίμονος καὶ τῆς ἐκείνων καταχορεύοντος ἔριδος τοῦτο ὑπαγορεύσαντος, ἵνα πολλαπλοῦν τε καὶ πολλαχόθεν ᾖ συγκεκροτημένον τὸ τῆς ταραχῆς καὶ συγχύσεως ἐκείνης θέατρον. πρόφασιν μὲν οὖν διὰ τοῦτο τούτοις ὁ πατριάρχης ἀπρόσδεκτος ἦν· τῇ δ' ἀληθείᾳ ταῖς ἐξορίαις καὶ τοῖς ἄλλοις τοῦ ζήλου παθήμασι πέρα τοῦ δέοντος ἐγκαλλωπιζόμενοι καὶ ἐπαιρόμενοι ἤθελον αὐτοὶ τὰς αἰτίας ἔχειν τῶν τε ἄλλων, ὅσα ἐφεῖται τοῖς τῆς ἐκκλησίας τελεῖσθαι πράγμασι, καθάπερ ἀπὸ σκήπτρου τοῖς ἅπασι θεμιστεύοντες, καὶ πρός γε ἔτι ἕνα σφῶν αὐτῶν τῷ πατριαρχικῷ θρόνῳ ἐγκαθιδρύσαι, ὃν ἂν αὐτοὶ βούλοιντο, ἵν' ὡς ἀπὸ στεῤῥᾶς τινος ἀκροπόλεως τῆς λαμπρᾶς καὶ μεγάλης ταύτης ἀξίας ὁρμώμενοι ῥᾷστα πάσας ἐπισκοπάς τε καὶ μητροπόλεις κληρώσαιντο καὶ πάντων αὐτοί γε ἐξηγοῖντο ἀσκητηρίων καὶ πάσας αὐτοὶ διαλαγχάνωσι τάξεις ἐκκλησιαστικὰς καὶ πάσας διέπωσιν ἱερατικὰς ἐπαρχίας εἰσφορᾶς τε πάσης καὶ ἐκφορᾶς καὶ διανομῆς αὐτοί γε τυγχάνοιεν κύριοι, ὡς ἂν οὑτωσί πως ἀποχρῶντά σφισιν ἀποδοθεῖεν ταῦτα τῆς ἀρετῆς καὶ τοῦ ζήλου τὰ ἔπαθλα. (Η.) Ἐπεὶ μέντοι συνῄεσαν, ὡς εἴρηται, περὶ τὸ Ἀτραμύτιον, ὡμολόγηται πᾶσι καὶ συμπεφώνηται μετὰ πλείστους τῶν λόγων διαύλους, βίβλοις δυσὶν ἐγγραφείσας ἑκατέρων τὰς δόξας, ἀφ' ὧν οἱ τῆς μεγάλης ἐκείνης ἐβλάστησαν ἔριδος λόγοι, τῷ θεῷ διὰ πυρὸς καὶ σημείων ἐπιτρέψαι τὴν κρίσιν. παννύχους τοίνυν τετελεκότες στάσεις καὶ δεήσεις παμπόλλας πρὸς τὸν θεὸν κατ' αὐτὸ δὴ τὸ μέγα καὶ ἱερὸν σάββατον τὰς βίβλους καθῆκαν εἰς πῦρ κατὰ μέσον τὸ θεῖον ἀνάκτορον. ἐλπὶς μέντοι ἦν ἀνὰ μέρος ἑκατέροις ἰδιαζόντως τοῖς μέρεσι, θατέραν ἀλώβητον φυλαχθήσεσθαι. ἀλλ' ἦσαν ἄρα ἐλπίδες ταῦτα κεναὶ καὶ γρηγορούντων ὡς ἀληθῶς ἐνύπνια. ἀθρόον γὰρ τὸ πῦρ ἀμφοτέρων δραξάμενον σποδιὰν τὴν ταχίστην πεποίηκε· καὶ ἦν τοῦτο ψῆφος θεοῦ καὶ χλεύη κατὰ πάντων ὁμοῦ, σπουδὴν ποιουμένων τὴν παιδιὰν καὶ ἀκαίρους τῇ ἐκκλησίᾳ ἐπιφερόντων κλύδωνας. τοῦτο θεασαμένοις ἔδοξε καὶ αὐτοῖς καταγνοῦσι τῆς ἔριδος ἀσμένως τε βλέψαι πρὸς τοὺς κοινοὺς τῆς εἰρήνης ἅλας καὶ ἐς τὴν τῆς ὁμοφροσύνης ἐληλυθέναι τράπεζαν καὶ εὐλογίαν ἅμα εὐχῇ παρὰ Γρηγορίου δέξασθαι τοῦ πατριάρχου καθάπαξ τοὺς ἅπαντας. (Θ.) Τούτων οὕτω γεγενημένων, προσίασιν οἱ Ἀρσενιάται τῷ βασιλεῖ, μετακομισθῆναι ζητοῦντες τὸν Ἀρσενίου τοῦ πατριάρχου νεκρὸν ἐς τὴν βασιλεύουσαν. καὶ ἦν ἡ ζήτησις οὐ μάλα ἁπλῆ, ὅτι μὴ βαθυγνώμονος περινοίας ἔκγονον, ἵνα τιμὴ μὲν ἴσως τοῖς Ἀρσενιάταις τουτὶ κατασταίη λαμπρὰ, λανθάνουσα δὲ τοῖς Ἰωσηφίταις αἰσχύνη. γίνεται δ' οὖν ὅμως ῥᾷστα τῆς ἐνδόσεως γενομένης. καὶ δὴ μέχρι τῆς Εὐγενίου πύλης μετακομισθέντος ἐκείνου κατίασιν ὅ,τε πατριάρχης μετὰ τοῦ κλήρου παντὸς καὶ ὁ βασιλεὺς ἅμα πάσῃ τῇ συγκλήτῳ· καὶ οὕτω μεθ' ὕμνων περιφανῶν καὶ λαμπάδων ἀνήγαγον ἅπαντες τοῦτον ἐς τὸν μέγιστον τῆς τοῦ θεοῦ Σοφίας νεών. ὃν μετὰ χρόνον ζητήσασα ἤγαγεν εἰς ἣν ἀνεκαίνισε τοῦ ἁγίου Ἀνδρέου μονὴν Θεοδώρα, ἣ θυγάτηρ μὲν ἦν τῆς τοῦ βασιλέως Μιχαὴλ ἀδελφῆς Εὐλογίας, γυνὴ δὲ πρότερον τοῦ Μουζάλωνος τοῦ πρωτοβεστιαρίου, ὕστερον δὲ τοῦ Ῥαοὺλ, πρωτοβεστιαρίου καὶ αὐτοῦ γενομένου. βʹ. Ἐπεὶ δὲ καὶ τῷ βασιλεῖ σύζυγος οὐκ ἦν τηνικαῦτα (προετεθνήκει γὰρ ἡ ἐξ Οὐγγρίας ἐλθοῦσα προτέρα τούτου γυνὴ ἐπὶ δυσὶ, τῷ τε βασιλεῖ Μιχαὴλ καὶ Κωνσταντίνῳ τῷ δεσπότῃ), διαπρεσβεύεται πρὸς τὸν ῥῆγα τῆς Ἰσπανίας· ὁ δ' ἄσμενος ἐκπέμπει οὐ θυγατέρα οἰκείαν, ἀλλὰ ἄλλην κατὰ γένος αὐτῷ προσήκουσαν, Εἰρήνην φημὶ τὴν τοῦ μαρκεσίου ἐκείνου ἀπόγονον, τοῦ μετὰ τὴν τῆς Κωνσταντινουπόλεως ἅλωσιν κληρωσαμένου Θεσσαλονίκην μετὰ τῶν πέριξ. ἐκπέμπει δ' αὐτὴν, ὡς εἰρήκειμεν, ὁ τῆς Ἰσπανίας ῥὴξ οὐ κατὰ τὸ πάλαι παρὰ Λατίνοις κρατῆσαν ἔθος τοῦ Πάππα προτρέψαντος πρότερον. ἔθος γὰρ τοῖς τῶν Λατίνων ἐντιμοτέροις, μὴ κηδεύειν Ῥωμαίοις, πρὶν τὸ ἐνδόσιμον εἰληφέναι παρὰ τοῦ Πάππα. ἀλλ' ἐπειδήπερ διά τινα σκανδάλου πρόφασιν ἀφορισμοῦ καθυποβεβλημένος ἐπιτιμίῳ παρὰ τοῦ Πάππα ἐτύγχανε, σκῆψιν τὸ σκάνδαλον ποιησάμενος λάθρα ταύτην ἐξέπεμψε, βασιλίδα Ῥωμαίων ἐσομένην. ἦν δὲ ὁ μὲν βασιλεὺς τηνικαῦτα τῆς ἡλικίας τρίτον καὶ εἰκοστὸν ἔτος ἀμείβων· ἑνδέκατον δ' ἡ νέα σύζυγος ἡ Εἰρήνη, ᾗ δὴ καὶ κάλλος καὶ ἁρμονία τῷ ἤθει καὶ τῷ προσώπῳ ἐπέπρεπεν οὐ μικρά. (Β.) Ἐπεὶ δ' ὥσπερ τοῖς ὑγροτέροις τῶν ξύλων ἐμφύονται σκώληκες, οὕτω καὶ ταῖς φιλοτίμοις ψυχαῖς ὡς ἐπίπαν ζηλοτυπίαι καὶ φθόνοι δεινοί τινες ὑφεδρεύουσι κατὰ τῶν ὁμοτέχνων καὶ πρὸς ἃ μάλιστα τῶν ἐπιτηδευμάτων ἐκεῖνοι σπουδάζουσιν, ἠνία καὶ τὸν πατριάρχην Γρηγόριον ἡ τῆς τοῦ Βέκκου γλώττης καὶ διανοίας ὀξύτης, καὶ δεινὸν αὐτῷ ἦν, εἰ διαβόητος μὲν ἐν τοῖς τότε γενόμενος Ἕλλησι μόνος αὐτὸς, διαβόητος δὲ κἀν τοῖς τῶν πατριαρχῶν ἐλλογίμοις ἐλπίζων ἀκούσεσθαι, ἔπειτα ζημιοῖτο διὰ τῆς ἐν ταῖς διαλέξεσιν εὐστομίας ἐκείνου τὴν τοσαύτην φιλοτιμίαν· διά τοι τοῦτο καὶ αὐτὸς οὐ μέτρια συνεβάλετο πρὸς τὴν ἐξορίαν ἐκείνου. ὅθεν ἐξόριστος ἐκεῖνος περί που τοὺς πρόποδας τοῦ Ὀλύμπου πεμφθεὶς οὐκ ἔληγεν οὐρανῷ τε καὶ γῇ προσαγγέλλων τὴν, ὡς ἐκεῖνος ἔφασκεν, ἀδικίαν ὁμοῦ καὶ ἀπήνειαν, ἣν ἀσυμπαθῶς κατ' αὐτοῦ γε ἐπήνεγκαν, ἐξὸν φιλανθρωπότερον τῇ ἐκείνου κολάσει χρήσασθαι καὶ τὴν ἱερωσύνην ἀφελομένους αὐτὸν ἀποχρῶν ἡγεῖσθαι, τὸ προμηθὲς περὶ τἄλλα παρεχομένους αὔταρκες ἀνθρώπους γε ὄντας ἀνθρώπῳ γε ὄντι καὶ μεγάλης δόξης ἐκπεπτωκότι καὶ δι' αὐτὸ δὴ μάλιστα πολλῆς εἴπερ ποτὲ τῆς περὶ τἄλλα δεομένῳ ψυχαγωγίας, ὁπόσα τὰς ἀναγκαίας ἐπικουφίζουσι χρείας. πανταχόθεν οὖν ἐς ἀμηχανίαν κατενεχθεὶς ἐζήτει διαλύσασθαι κρίσει δημοτελεῖ τὰ ἐγκλήματα, ἵνα δυοῖν ἴσως ἐπιτύχοι θατέρου· ἢ γὰρ φιλανθρωποτέρους τῇ παρουσίᾳ καὶ τῇ αὐτοπροσώπῳ θέᾳ καὶ ὁμιλίᾳ τοὺς δικαστὰς ἐργάσασθαι· ἢ τό γε δεύτερον, κατάδηλον θεῖναι τοῖς ἅπασι τὸ ἀσυμπαθὲς αὐτῶν καὶ ἀμείλικτον. (Γ.) Ταῦτα ἀκούοντι τῷ βασιλεῖ εὖ ἔχειν οὐκ ἔδοξε περιφρονητέα κείσεσθαι τοῦ λοιποῦ. διασκεδασθήσεσθαι γὰρ ἂν ὑπόνοιαν ἐς τοὺς τῶν πολλῶν λογισμοὺς, ἀδικεῖσθαι τὸν ἄνδρα· καὶ ἔσται κατὰ τῶν δοκούντων ἀδικεῖν ἐκ τοῦ δήμου λοιδορία μακρὰ, νῦν μὲν ὑπ' ὀδόντα ψιθυριζομένη, μετὰ δὲ κύκλους ἔστιν οὓς ἐνιαυτῶν ἀνακεκαλυμμένη καὶ ὕπαιθρος. πολλαὶ γὰρ λοιδορίαι, πολλὰ δὲ καὶ ἐγκώμια περιτρέχουσι τὸν αἰῶνα μὴ πάνυ σὺν δίκῃ· ἐκεῖναι μὲν καθ' ὧν οὐκ ἠδίκησαν, ταῦτα δὲ καθ' ὧν οὐδὲν ἄξιον ἐπεπράχεσαν. δεῖν οὖν ἐνομίσθη πάντας συνηθροικότι περὶ τὰ βασίλεια, ὅσοι τε τῶν ἀρχιερέων καὶ ὅσοι τοῦ κλήρου, ὅσοι τε τῆς συγκλήτου καὶ ὅσοι τῶν ἐλλογίμων, ἐν τοσῷδε θεάτρῳ περιφανῆ τὴν ἐκείνου ποιήσασθαι κρίσιν. οὗ γενομένου καὶ τοῦ Βέκκου παριόντος εἰς μέσους καὶ πάντα τῇ γενναίᾳ παλάμῃ τῆς γλώττης σφοδρῶς συγκυκῶντος καὶ ἀναξαίνοντος, ὁπόσα οἱ τἀσφαλὲς περιέποντες δόγμα ἐπέφερον, εἰ μὴ Γρηγόριος ὁ πατριάρχης καὶ Μουζάλων ὁ μέγας λογοθέτης σοφίας περιουσίᾳ καὶ γραφῶν ἱερῶν ἐκλογαῖς ἀντεῖχον καὶ τὸν σφοδρὸν ἐκεῖνον χειμῶνα τῆς παλαμναίας ἐκείνης ἀνέστελλον γλώττης, τάχ' ἂν τὸ ψεῦδος κατὰ τῆς ἀληθείας ἐλάμβανε κράτος καὶ τῆς ἀρετῆς ἡ περιεργία τὸ πλέον ἐκτᾶτο. (Δ.) Ἦν δ' ὁ Μουζάλων οὗτος τῷ βασιλεῖ παραδυναστεύων τότε καὶ τοῖς βασιλικοῖς καὶ δημοσίοις μεσιτεύων πράγμασι καὶ παρὰ τοῦ βασιλέως μεγίστην καρπούμενος τὴν αἰδῶ διά τε σοφίαν καὶ γῆρας μακρὰν καὶ ποικίλην ἐμπειρίαν πραγμάτων μετὰ φρονήσεως ἔχων. δι' ἃ δὴ καὶ τιμήν τινα ταύτην ἔσχεν ἐξαίρετον μόνος τῶν πάλαι τὸ ὅμοιον αὐτῷ προειληφότων ἀξίωμα, καλύπτραν φορεῖν ἐπὶ κεφαλῆς χρυσοκοκκίνῳ κεκαλυμμένην ἐνδύματι, ὅσον τὸ ἄνω καὶ πρὸς τῇ πυραμίδι τῆς ἐπιφανείας χῦμα, ἐν τούτῳ παραλλάττουσαν μόνῳ τοῦ παραπλησίαν εἶναι καθάπαξ τῇ τῶν τοῦ βασιλέως ἐγγόνων, ὅτι μὴ καὶ τὴν κάτω καὶ κοίλην ἐπιφάνειαν εἶχε κυκλίσκοις πεποικιλμένην χρυσοειδέσιν, ἀλλὰ λείαν τελέως. καὶ ἵνα τἀν μέσῳ παρέλθωμεν, ἐπειδήπερ πολλῶν μεταξὺ τῶν ἀπὸ γλώττης καὶ γνώμης γενομένων διαύλων καὶ κρότων οὐδεμίαν ἑώρα περὶ αὐτὸν γινομένην φιλάνθρωπον γνώμην καὶ προμηθείας δεξίωσιν ὁ Βέκκος, ἀπεῖπεν ἀνακεκαλυμμένῃ τῇ γλώττῃ τὴν ἕνωσιν. ταῦτ' ἄρα καὶ ὑπερορίας αὖθις ἔς τι πολίχνιον τῶν περὶ Βιθυνίαν παραλίων πέμπεται ἅμα τοῖς ἀμφ' αὐτῷ· Μελιτηνιώτης δ' ἦσαν οὗτοι καὶ Μετοχίτης. (Ε.) Ἐγὼ δ' ἐκεῖνο οὐκ οἶδ' ὅπως παραῤῥυέν μου τῆς μνήμης ἐπαναλήψομαι. μετὰ γὰρ τὴν περὶ τὸ Ἀτραμύτιον πυρκαϊὰν ἐκείνην τῶν βίβλων τῆς Ἔριδος ἐς τὸ Βυζάντιον ἅπαντες συνδραμόντες οἱ τὸν ζῆλον ὑποκρινόμενοι καὶ τὰς μητροπόλεις καὶ τἄλλα τῶν ἀξιωμάτων τὰ μὲν ἤδη διανειμάμενοι, τὰ δὲ μέλλοντες, καθαίρεσιν παντελῆ τῶν ἀρχιερέων καὶ τοῦ κλήρου παντὸς, ὅσοι τῷ βασιλεῖ Μιχαὴλ τοῦ δόγματος ἐκοινώνησαν, πρὸς ἀπήνειαν κατεψηφίσαντο οὔτε μετρίως οὔτ' ἀνθρωπίνως τῇ τύχῃ χρησάμενοι. δῆμος γὰρ ὄντες τὸ πλεῖστον ἀγοραῖος καὶ ἀνώμαλος καὶ αὐθάδης χθὲς καὶ πρώην οὔπω βασιλέως ἠξιωμένοι θεάσασθαι πρόσωπον κἄπειτ' ἐξαίφνης καὶ παρ' ἀξίαν πλουσίας ἀπολελαυκότες αὐτοῦ τῆς εὐμενείας μείζω τε ἐφρόνησαν τῆς ἑαυτῶν τύχης καὶ τῶν μεθυόντων οὐδὲν ἄμεινον διετέθησαν. παρὰ γὰρ τοῦ βασιλέως τὸ ἐνδόσιμον εἰληφότες, ἅτε μικροῦ πρὸς ἅπαντα τούτοις ὑπείκοντος διὰ τὴν φλέγουσαν ἔφεσιν, ἣν ἐν καρδίᾳ πρὸς τὴν τῆς ἐκκλησίας ἔτρεφεν ἕνωσιν, κατὰ πολλήν τινα ἤδη τὴν ἄδειαν καθ' ὧν ἔμελλον τὴν ἄτιμον ἐκείνην ψῆφον ἐπενεγκεῖν, πάντας ὡς πρόβατα πρὸς τὸν ἐν Βλαχέρναις συνήθροισαν μέγαν νεών. ὧν πολλὰ πρὸς οἶκτον εἰσαγόντων καὶ σχήματα καὶ ῥήματα καὶ φιλανθρωπίας ὅμοια τῶν παλαιῶν ὑποδείγματα, τά τε ἄλλα, καὶ ὅσα ἐπὶ τῶν χρόνων ὁπωσδηποτοῦν τῆς διπλῆς εἰκονομαχίας ἐγένοντο, ὅπως χείρονα τῶν νῦν πεπραχότες ἐκεῖνοι φιλανθρώπων τε ἀπέλαυσαν τῶν ὕστερον τῆς ὀρθοδοξίας προστάντων κἀπὶ τῆς τάξεως ἧς ἕκαστος ἔλαχεν ἔμειναν ἔνιοι, ἀπαλλαγὴν τῆς θηριώδους γνώμης οὐκ ἔγνωσαν οὐδ' ὁπωσοῦν εἰληφέναι· ἀλλὰ πάντα φειδώ τε καὶ οἶκτον οἱ τῆς κακίας ἀπειληφότες κλύδωνες ἐς Ἀτλαντικοῦ πελάγους πυθμένας ὡς ἔοικε κατεβάπτισαν. οὕτω πολύς τις ἐχόρευε φθόνος ἐν μέσῳ τοῦ ἱεροῦ συλλόγου ἐκείνου καὶ μάλα πικρὸς κατωρχεῖτο κλύδων εὐθὺς ἐξαρχῆς τῆς καλῆς ὁμονοίας ἐκείνης. (Στ.) Ἀλλὰ τίς οὕτω σκληρὸς καὶ ἀδαμαντίνην ἔχων ψυχὴν διηγήσαιτο τὴν ὕβριν ἐκείνην καὶ μεγίστην ἀπανθρωπίαν, ᾗ κατὰ τῶν ἀθλίων ἐχρήσαντο ἐπισκόπων καὶ ὅσοι τοῦ ἱερατικοῦ καταλόγου; μετὰ γὰρ τὰς ἀπὸ γλώττης λοιδορίας εἶτα προσέταττον οἱ τῆς προεδρίας τοὺς ὑφεδρεύοντας λαβομένους τῶν ἐπὶ κεφαλῆς καλυμμάτων ἐκείνων ῥίπτειν αὐτὰ κατὰ γῆς ἐπιβοῶντας τὸ, ἀνάξιος, τρίς· ἄλλους δὲ ἄλλων τὰ ἱμάτια περιδύειν ἀπὸ τῶν κρασπέδων ἐπὶ κεφαλῆς ἀντιστρόφως αἴροντας καὶ τὸ, ἀνάξιος, αὖθις ἐπιβοῶντας τρὶς, ἔπειτα ὠθισμῷ καὶ βίᾳ καὶ τοῖς ἐπὶ κόῤῥης ῥαπίσμασιν, ὥς τινας τῶν ἀνδροφόνων, ἐξελαύνειν τοῦ ἱεροῦ. ταῦτα οἱ δίκαιοι κριταὶ καὶ τοῦ εὐαγγελίου μύσται. ὁ δὲ φιλάνθρωπος Ἰησοῦς καὶ σωτὴρ καὶ τὸν λῃστὴν προσεδέξατο καὶ τοῦ προδότου τὴν μετάνοιαν, εἴπερ κἀκείνῳ πρὸς βουλήσεως ἦν, ἄσμενος ἐπόθει καὶ ἐκαρτέρει. ταύτῃ τοι καὶ βραδέως μὲν, ἀλλ' εὗρον καὶ οὗτοι τὴν δίκην ὀψὲ, τὴν ἀξίαν ἐπάγουσαν ἀντιμέτρησιν. οὐδὲ γὰρ οὐδεὶς τῶν νέων τούτων νομοθετῶν καὶ κριτῶν ἐν τῇ οἰκείᾳ τετελευτήκει τιμῇ· ἀλλ' αἴσχιστα τῶν οἰκείων ἐξελαθέντες θρόνων, ὡς προϊόντες ἐροῦμεν, βέλεσι. λύπης τοῦ ζῇν ἀπεῤῥάγησαν. (Ζ.) Μετὰ ταῦτα τοίνυν ὁ βασιλεὺς ἐς μνήμην ἐληλυθὼς ὧν ὁ πατὴρ ἐπεπράχει κατὰ τοῦ νέου Ἰωάννου τοῦ Λάσκαρι, ᾧπερ ἡ τῆς βασιλείας μᾶλλον προσῆκε διαδοχὴ, καὶ δείσας μὴ τῆς δίκης ὀψέ ποτε διαναστάσης τὰ ὅμοια ἔσται καὶ αὐτὸς πεπονθὼς, ἀφαίρεσιν δηλαδὴ βασιλείας καὶ ὀφθαλμῶν, ἐζήτει καθόσον ἐξῆν τὸ προσῆκον ἐπενεγκεῖν τῷ τραύματι φάρμακον. συνετὸς γὰρ ὢν οἶδεν ὡς πολλάκις κἀν τῷδε τῷ βίῳ τὸ θεῖον φιλεῖ κατὰ στάθμην δικαίαν τῶν πεπραγμένων τὰ τέλη βραβεύειν ὁποῖά ποτ' ἂν ᾖ, ἵνα δραστική τις τοῦτο παραίνεσις τῷ βίῳ ἐμπολιτεύηται, ἰταμῶς ἀπειλοῦσα, οἵ τινές ποτ' ἄρα εἶεν οἱ τὴν ἄνωθεν ἐποπτεύουσαν δίκην κατόπιν τῶν οἰκείων τιθέμενοι βουλευμάτων. εἰ γὰρ μὴ καὶ αὐτὸς αἵρεσιν οὐδηντινοῦν συνεργὸν ἐδεδώκει τῇ γνώμῃ καὶ χειρὶ τοῦ πατρὸς, τῆς τότε βρεφικῆς ἡλικίας καιρὸν οὐκ ἐχούσης, διὰ τὸ τῶν σωματικῶν ὀργάνων οὐκ ἐντελὲς ἐμφανίζειν τὴν ἐν τοῖς κόλποις τῆς ψυχῆς κεκρυμμένην αἵρεσίν τε καὶ βούλησιν· ἀλλ' οὖν δι' αὐτὸν ὅμως τὸν τοσοῦτον τῆς ἀδικίας ἀνῆψε πυρσὸν ἐκεῖνος, ὡς μὴ τοῦ γνησίου παρόντος καὶ ὑγιαίνοντος διαδόχου στεροῖτο τῆς βασιλείας αὐτός. ταῦτ' ἄρα καὶ σφοδροῖς τοῖς τῆς συνειδήσεως κέντροις πληττόμενος ἧκε παρὰ τὸν τυφλωθέντα δι' αὐτὸν παρὰ τοῦ πατρὸς Ἰωάννην τὸν Λάσκαριν, ἔν τινι πολιχνίῳ τῆς Βιθυνίας φρουρούμενον, ὀψόμενός τε ἅμα αὐτὸν καὶ τὰ εἰκότα παραμυθησόμενος καὶ πρός γε ἔτι τὰ πρὸς τὴν χρείαν ἄφθονα πάντα παρέξων αὐτῷ διὰ βίου· ὃ δὴ καὶ πεπραχὼς καὶ πράττεσθαι προστεταχὼς ἄσμενος ἐκεῖθεν ἀπῄει πρὸς ἕω τὰς διατριβὰς ἐπὶ ῥητοῖς ποιησόμενος στρατηγικῆς θ' εἵνεκα ἐμπειρίας καὶ δεξιᾶς τινος ἀπειλῆς τῶν βαρβάρων, πρὸς συστολὴν οἱονεί πως συνωθούσης αὐτοὺς, ὡς μὴ ἀδεῶς ὁπότε καὶ ὅποι βούλοιντο ἐπελαύνοιεν ἐς τὰς Ῥωμαίων νομάς. γʹ. Ἐν τούτοις γε μὴν τῶν πραγμάτων ὄντων βουλὴν τῷ βασιλεῖ παρεισάγουσί τινες τῶν πάντα τοῖς ἡγεμόσιν ἐπειγομένων χαρίζεσθαι· ἐπεὶ καὶ τὰ πλεῖστα φιλεῖ τὸ ὑπήκοον πρὸς τὴν τῶν ἀρχόντων συνδιατίθεσθαι βούλησιν καὶ πρὸς ἐκείνην ὡς εἴς τινα σκοπὸν καθάπαξ ῥυθμίζειν καὶ διευθύνειν καὶ γνώμην καὶ γλῶτταν καὶ πᾶσαν χειρὸς πρακτικῆς κίνησιν. τοῖς γὰρ τοιούτοις οἶδεν ἐξωνεῖσθαι ῥᾳδίως τὴν τῶν ἀρχόντων εὐμένειαν· ἡ δὲ βουλὴ, ἐπειδή φησιν πάντα ἐξεκεχωρήκει τὰ δεινὰ, δι' ἃ τὰς τριήρεις Ῥωμαῖοι πρὸς τοσοῦτον ἐπηύξησαν πλῆθος· τά τε γὰρ ἄλλα καὶ Κάρουλος ὁ τῆς Ἰταλίας ῥὴξ, τὸ κεφάλαιον τῶν δεινῶν, ἐξ ἀνθρώπων ἐγένετο· μάταιος ἄρα τῶν νεῶν ἡ δαπάνη, μικροῦ τῶν ἄλλων ἁπάντων ἐπέκεινα τὸ βασιλικὸν ἐπιτρίβουσα ταμιεῖον. ὃ δὴ καὶ Ῥωμαίοις ὄλεθρος ὢν προφανὴς καίριον ὅμως ἔδοξε καὶ μάλα ἀνυσιμώτατον γνώμαις διψώσαις χρημάτων καὶ τούτων ἕνεκα πάσας ἑτοίμως ἐχούσαις προΐεσθαι τὰς τὴν ἀρχὴν συνιστώσας αἰτίας, καθάπερ τοὺς οἴκους τὰ ἐρείσματα καὶ οἱ πρόβολοι καὶ οἱ χάρακες. (Β.) Αὕτη δὴ γίνεται Ῥωμαίοις δυστυχημάτων ἀρχὴ καὶ θεμέλιος ἄσειστος. τοῦτο τοὺς πρὶν τὴν Ῥωμαίων δύναμιν ὡς ἄμαχον ὀῤῥωδοῦντας Λατίνους ἀνέῤῥωσε καὶ πρὸς λογισμοὺς ἀθλητικήν τινα γέμοντας ὁρμὴν μάλα ἐξώπλισεν. ἐντεῦθεν γὰρ τὰ πρὸς θάλατταν ἐκείνοις μὲν ηὖξε καὶ ἐλαμπρύνετο καὶ κέρδη προσετίθει καὶ μείζους καὶ πλατυτέρας ἀρχάς· τοῖς Ῥωμαίοις δ' ὑπέῤῥει καὶ ὑπεχάλα καταμικρὸν ἀεὶ καὶ τῆς πρώτης ἡμέρας ἡ δευτέρα κατόπιν ἐβάδιζεν ἐπὶ δυστυχήματι προστιθεῖσα δυστύχημα· πειρατικαὶ γὰρ τριήρεις ἄλλοτε ἄλλαι νῦν μὲν ἐντεῦθεν, νῦν δ' ἐκεῖθεν, νῦν δ' ἄλλοθεν, σύνδυο καὶ σύντρεις καὶ κατὰ πλείους ἤδη πρὸς αὐτὴν ἀδεῶς εἰσεκώμασαν τὴν πόλιν. ὅθεν αἱ νῆσοι καὶ τὰ παράλια ἤρχοντο ἤδη νοσεῖν, οὐκ ἔχουσαι μηδαμόθεν ὅπως ἂν ὁπωσοῦν ἀποτρίψωνται τοὺς παράπλους καὶ περίπλους ἐκείνων καὶ τὰ νύκτωρ καὶ μεθ' ἡμέραν ἐκεῖθεν δεινὰ, ὅσα δέος ἐσχάτων κινδύνων καὶ θανάτου τότε μὲν ἠπείλουν καὶ ἔμελλον, ὕστερον δ' ἐναργῶς ἐπήνεγκαν. (Γ.) Ἐντεῦθεν τὸ Γασμουλικὸν ἅπαν διεσκεδάσθη ἄλλο κατ' ἄλλα μέρη τῆς οἰκουμένης διασπαρὲν δι' ἔνδειαν τοῦ ζῇν. τὸ μὲν γὰρ ταῖς τῶν Λατίνων ηὐτομόλησε χρείαις, ὅσαι περί τε ὁλκάδας καὶ τριήρεις ἐκείνων μερίζονται· τὸ δ' ὑπόμισθον ἐγεγόνει τοῖς ἐνδόξοις καὶ πλούτῳ προέχουσι τῶν Ῥωμαίων· τὸ δὲ τὰ ὅπλα ἀποδόμενον πρὸς γεωργίαν ἐτράπετο, αἱρετώτερον ἡγησάμενον οὕτω τε μοχθεῖν διὰ βίου καὶ τοῖς ἐτησίοις κατατρίβεσθαι τελώναις καὶ φορολόγοις, ἢ λιμῷ συνωθοῦντι πρὸς θάνατον πρόδηλον ἑκόν γε εἶναι ἑαυτὸ καταπροέσθαι. αἱ τριήρεις δ' ἄλλαι κατ' ἄλλα μέρη τοῦ Κέρως καταλειφθεῖσαι κεναὶ τῷ χρόνῳ διεφθάρησαν· αἱ μὲν γὰρ κατέδυσαν ἐς πυθμένας θαλάσσης, αἱ δὲ διεῤῥάγησαν. ἦσαν δ' αἳ καὶ ἐπιμελείας ἀξιωθεῖσαί τινος, ὀλίγαι δ' αὗται παρέμειναν εἰς χρείας ἴσως ἐλπίδος μελλούσης. ἐς οἷόν γε μὴν πέρας κατήντησε τὸ βούλευμα τοῦτο καὶ οἷα τοῖς Ῥωμαίοις προὐξένησε τὰ δεινὰ, τοῦ λόγου προϊόντος ἔσται δῆλον. δʹ. Ἐπεὶ δὲ ἔδει καὶ Γρηγορίῳ ἐπενεχθῆναι τὰ λυπηρὰ καὶ γενέσθαι τινὰ τίσιν αὐτῷ τῆς ἀσπλαγχνίας, ὅτι μήτε χεῖρα βοηθείας ὤρεξεν ἐπιβοωμένῳ τῷ Βέκκῳ, καὶ πάντα ὑπείξειν ὁμολογοῦντι, εἰ παραδοχῆς τινος ἀξιωθείη, μήτε τὰ δεινὰ τῷ ταλαιπώρῳ προσεπαύξειν ὤκνησεν, ἀλλὰ πολλοῖς πανταχόθεν χειμαζομένῳ τοῖς κύμασιν, αὐτὸς κατὰ νώτου μείζους ἀνεῤῥήγνυ τοὺς κλύδωνας, ἄλλους ἐπ' ἄλλοις συχνοὺς ἐπαντλῶν, σφόδρα τῆς ἑαυτοῦ σοφίας ἀνάξια πράττων, ὁ πάντα πλὴν τοῦ παρόντος ἐπαίνων ἄξιος· ἐπεί γε μὴν ἔδει καὶ τοῦτον παθεῖν κακῶς, τί παρὰ τῆς τὰ πάντα πρὸς τὸ συμφέρον ἀγούσης προνοίας οἰκονομεῖται; ἐγκαταλιμπάνεται καὶ οὗτος παρὰ θεοῦ προνοητικήν τινα καὶ παιδευτικὴν ἐγκατάλειψιν, ἵνα τὴν προστριβεῖσαν ἐντεῦθεν αὐτῷ κηλῖδα καλῶς ἀποτρίψηται καὶ καθαρὸς τῷ μέλλοντι παραπεμφθείη αἰῶνι. ἔδοξε γὰρ αὐτῷ μὴ ἀρκοῦσαν εἶναι τιμωρίαν κατὰ τοῦ Βέκκου τὴν ὑπερόριον δίαιταν καὶ ἀπαγωγὴν τῶν φίλων καὶ συγγενῶν, ἀλλὰ καὶ λόγοις καὶ γραφαῖς ἔβαλλε πόῤῥωθεν, ταῖς ἐκείνου γραφαῖς καὶ τοῖς δόγμασι καὶ ἀντιπάλοις προβλήμασί τε καὶ δόγμασιν ἀντισυλλογιζόμενος· ἐν ὅσῳ γε μὴν ἐκείνῳ καὶ τοῖς ἐκείνου μαχόμενος οὗτος ἦν, ἐλάνθανε τιτρωσκόμενος ὑπ' ἄλλων αὐτὸς κἀν τούτοις καὶ αὐτὸς ἁλισκόμενος, οἷς ἄλλων ἐπελαμβάνετο· καθάπερ εἴ τις τοξεύων ἐχθρὸν καὶ πολέμιον ἐλάνθανε καιριώτερον αὐτὸς τοξευόμενος παρὰ πλευρὰν ἐκ τῶν ὁμοφύλων. (Β.) Ἐπελάβοντο γὰρ αὐτοῦ ὡς βλασφημοῦντός τινες τῶν ἀρχιερέων καὶ τῶν τοῦ κλήρου καὶ παρῄνουν ἔστιν ἃς μεταθέντα τῶν λέξεων ἀκίνδυνον εἶναι καὶ λοιδορίας ἐκτός. οὐ μὴν ἔδοξε τὰ τῆς παραινέσεως τούτῳ τυγχάνειν ὑγιᾶ καὶ ἀνύποπτα, ἀλλ' ὑποκαθήμενον ἔχειν καὶ ὑφέρποντα φθόνον. ταύτῃ τοι καὶ ἐνίστατο καὶ παρωξύνετο πρὸς ἀντιλογίας καὶ ἀποδείξεις καὶ λόγοις λόγους συνείρων ἐπὶ πολὺ διετέλει ἀποφράττοντάς τε τὰ τῶν ἐγκαλούντων ὡς ἐδόκει στόματα καὶ ὑπερείδοντας ὡς ἐνῆν αὐτὸν καὶ τὸ στεῤῥὸν τοῖς αὐτοῦ περιποιουμένους λόγοις. ἀλλ' οὐκ ἦν ὡς ἔοικεν ἐθέλοντι καὶ θεῷ, τῷ πάντα πρὸς τὸ συμφέρον οἰκονομοῦντι, καὶ εἰς τὸ ἑξῆς εὐδρομῆσαι τὸν ἄνδρα. διὰ τοῦτο δίδοται τοῖς μαχομένοις ἰσχὺς καὶ ἀνάπτει τὰ τῆς φιλονεικίας, ὥσπερ ἀπὸ σπινθῆρος εἰς πυρσόν. ἀποῤῥήγνυνται γὰρ αὐτοῦ πρῶτον μὲν τῶν ἀρχιερέων οὐκ ἐλαχίστη μοῖρα καὶ τῶν τοῦ κλήρου· συναποῤῥήγνυνται δὲ καὶ οἱ τούτῳ μᾶλλον τῶν ἄλλων ἀρχιερέων φιλούμενοι, τοὺς περὶ Χειλᾶν τὸν Ἐφέσου φημὶ καὶ Δανιὴλ τὸν Κυζίκου, οἷς καὶ μείζονα τοῦ προσήκοντος διὰ τὸν λόγον ἐχαρίζετο τὴν τιμὴν καὶ πρώτους τῶν ἄλλων ἱερέας τε καὶ ἀρχιερέας ἀνέδειξεν· ὃ καὶ μᾶλλον ἐλύπει τὸν πατριάρχην, ὅτι περ οὓς ἤλπιζεν ἄλλων λοιδορούντων καὶ μαχομένων αὐτοὺς ὑπερμαχεῖν καὶ ἀντ' ἀκροπόλεως καὶ τάφρων αὐτῷ καθίστασθαι, τούτους εὕρισκε παρ' ἐλπίδα πολεμίους καὶ τὸ δὴ λεγόμενον ἄνθρακας ἀντὶ θησαυρῶν. ὥστε καὶ τοῦτο ἐκεῖνο λέγεται καὶ αὐτὸν πεπονθέναι, ὁποῖον καὶ ὁ Καῖσαρ πάλαι Ἰούλιος ἐπεπόνθει κτεινόμενος ὑπὸ τῶν περὶ Βροῦτον καὶ Κάσιον. πρὸς μὲν γὰρ τὰ τῶν ἄλλων ξίφη μέχρι τινὸς ἀντεῖχε καὶ ἀπεμάχετο καθόσον ἐξῆν· ὁπότε δ' ἀπίδοι καὶ Βροῦτον ἐσπασμένον τὸ ξίφος, ὃν ἴσα καὶ γνήσιον παῖδα διετέλει φιλῶν, τότε πληγέντα φασὶ τὴν καρδίαν τῷ ἀδοκήτῳ τοῦ πράγματος ἄψυχον αὐτίκα πεσεῖν κατὰ γῆς. (Γ.) Τὸν αὐτὸν καὶ οὗτος τρόπον ἀντέλεγε τοῖς ἄλλοις μέχρι τινός· ἐπεὶ δὲ καὶ αὐτοὺς δὴ τοὺς πιστοτάτους καὶ φιλουμένους ὁπλιζομένους ἔβλεπε κατ' αὐτοῦ καὶ μηδένα τὸν βοηθοῦντα, μήτε τὸν βασιλέα, μήτ' ἄλλον οὐδένα δυνάμενον, συνῆκεν ὀψὲ κρίσιν εἶναι τοῦτο τοῦ θεοῦ καὶ δίκην ἄνωθεν κυρωθεῖσαν καὶ καταψηφισθεῖσαν αὐτοῦ. ταύτῃ τοι καὶ χαίρειν εἰπὼν φιλονεικίας καὶ θρόνους ἀπῆλθε σχολάσων ἐν τῇ μονῇ τῆς ὑπεράγνου δεσποίνης καὶ θεομήτορος τῆς τῶν Ὁδηγῶν. ἀλλ' ἐκεῖθεν διὰ βραχέος ἐκλήθη παρὰ τῆς κτητορίσσης τῆς τοῦ ἁγίου Ἀνδρέου μονῆς. φιλολόγος γὰρ ἦν ἡ γυνὴ καὶ τὰ πολλὰ τῆς γλώττης τοῦ πατριάρχου ἐξεχομένη· διὸ καὶ κατοικίαν ἔγγιστα τῆς μονῆς δειμαμένη προσηγάγετο τοῦ τον ἐκεῖσε· ὅπου καὶ χρόνου βραχέος παραῤῥυέντος τὸν βίον ἀπήλλαξεν. (Δ.) Ἐπεὶ δ' εἴωθεν ὡς τὰ πολλὰ τὸ θεῖον ἀνάλογα τοῖς πεπραγμένοις τὰ τέλη ταῖς πράξεσιν ἀντιμετρεῖν, ἵνα δὴ τοῖς περιοῦσι παίδευμά τι καὶ σωφρονισμὸς τῶν παρελθόντων γίνοιντο τὰ πάθη, οὐκ εἰς μακρὰν ἡ ἀξία μετῆλθε δίκη καὶ τοὺς περὶ Χειλᾶν τὸν Ἐφέσου καὶ Δανιὴλ τὸν Κυζίκου, διότι πικρὰν ὀφρὺν αὐτοὶ τῷ εὐεργέτῃ ἐπέῤῥιψαν τῇ παρούσῃ τύχῃ πεπιστευκότες καὶ μὴ θέντες ὅλως εἰς νοῦν, ὅτι πλεῖστος περιχορεύει τἀνθρώπεια πλάνος τοῖς τε προσδοκωμένοις διδοὺς ἀπροσδόκητον πέρας καὶ τοῖς ἀπεγνωσμένοις εὐτυχῆ τινα φέρων παλάμην· καὶ φιλεῖ γε ὡς τὰ πολλὰ τὰς ἀνιδρύτους ψυχὰς ὑποκλέπτειν ῥᾳδίως καὶ παραφέρειν ἐς ἔκφυλα θράση καὶ πράξεις ἀτόπους, καθάπερ ὁπότε Καικίας ὁλκάδα λαμπρὸς ἀπολαβὼν ἀγκυρῶν ὀρφανὴν οὐ καλῶς ἐφ' ὑγροῖς ταλαντεύει τοῖς κύμασι· καὶ ὡς χρὴ τοῖς τοιούτοις προσέχειν τὸν νοῦν ἀσφαλῶς, μὴ πάθωμεν ἐς τὴν ὑστεραίαν ὧν δρῶμεν αὐτοὶ μείζω τε καὶ πικρότερα. ἐγείρονται γὰρ καὶ κατ' αὐτῶν οἱ τοῦ κλήρου τῶν μητροπόλεων αὐτῶν ἔκκριτοι καὶ πιστότατοι καὶ ἐς τὰ μάλιστα ἀγαπώμενοι καὶ διδόασι τῷ τε βασιλεῖ καὶ τοῖς ἄλλοις ἀρχιερεῦσι γράμματα, πολλὰ τῶν ἀθεμίτων αὐτοῖς μαρτυροῦντα καὶ ὅσα καθαίρεσιν ἦσαν αὐτοῖς ἐγγυώμενα· ἃ δὴ καὶ σὺν πολλῇ τῇ προθυμίᾳ ὅ,τε βασιλεὺς καὶ ἡ τῶν ἀρχιερέων πανήγυρις προσδεξάμενοι γράμμασι μὲν καὶ ψηφίσμασιν ἠγάγοντο τούτους εἰς τὴν βασιλεύουσαν· τὸν δὲ τῆς ἐξετάσεως καιρὸν ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενοι παρεκρούοντο. (Ε.) Εἶτα ἐπειδὴ ἔδει πιεῖν καὶ αὐτοὺς δριμύτερον ὃν κατὰ τοῦ πατριάρχου καὶ εὐεργέτου κρατῆρα συνεσκευάσαντο, τοῦ θεοῦ τὰ τοιαῦτα δικαίως ἀντιμετροῦντος ἄνωθεν, εὑρίσκουσι μὲν σεσιωπημένην παρὰ τοῦ βασιλέως ἀποστροφὴν, ἣ δὴ καὶ πολλῷ πλέον τῆς φανερᾶς ἐπιφέρει τὴν λύπην, ὁμαλῶς πως καὶ λεληθότως εἰπεῖν ἄχρι μυελῶν καὶ ὀστῶν διαβαίνουσα κἀκεῖ τὴν ὥραν τῆς ψυχῆς ἀπηνῶς ἐπιβοσκομένη καὶ τὸ φιλότιμον ἅπαν μαραίνουσα· εὑρίσκουσι δὲ παρὰ τῶν ἀδελφῶν καὶ συλλειτουργῶν περιφρόνησιν δυσμενῆ καὶ πάσης παραμυθίας ἐξενωμένην· τὸ δὲ μεῖζον, ἀποκλείονται καὶ τῶν ἐτησίων προσόδων, ἃς αἱ μητροπόλεις αὐτοῖς ἐγεώργουν. καὶ ἵνα μὴ διατρίβωμεν, οὕτω καθήμενοι παρὰ τὴν βασιλεύουσαν τὸ λοιπὸν τοῦ βίου παρήμειψαν, σφόδρα φλεγμαίνουσαν θρέψαντες ἐν τοῖς σπλάγχνοις τὴν λύπην, ἕως ἀπηγορεύκει μὴ φέρον τὸ σῶμα τὴν ἔκτασιν τῆς ὑπερβολῆς. εʹ. Ἀλλ' ἐκεῖσε ἐπάνειμι. διαδέχεται μέντοι τὸν πατριαρχικὸν θρόνον μοναχός τις Ἀθανάσιος ὄνομα, ἐκ παιδὸς τοῖς ἀσκητικοῖς ἐγγυμνασάμενος πόνοις καὶ τὸν ἡσύχιον βίον ἤδη διάγων ἐν ὄρεσι τοῖς τοῦ Γάνου. ἦν δὲ ὁ ἀνὴρ ἀδαὴς μὲν τῆς τῶν γραμμάτων παιδείας καὶ τῶν πολιτικῶν ἠθῶν, τἄλλα δὲ ἀγαθὸς καὶ θαυμάσιος, ὅσα τὸν μοναδικὸν ἀπεργάζεται βίον, ἐγκράτειάν φημι καὶ στάσεις παννύχους· χαμαιεύνης καὶ ἀνιπτόπους καὶ πεζοπορῶν ἀεὶ καὶ τρόπον ἔχων μάλα προσήκοντα τοῖς διαιτωμένοις καθ' αὑτοὺς ἐν ὄρεσι καὶ σπηλαίοις. καὶ ἦν ἂν διὰ βίου μακαριστὸς ὁ ἀνὴρ, εἰ καθ' αὑτὸν ἀεὶ διῆγεν· ἀλλ' ἐχρῆν ὡς ἔοικε παθεῖν κακῶς τούς τε ἄλλους τῶν ἀρχιερέων καὶ ὅσοι τοῦ κλήρου ἐλλόγιμοι, καὶ ἀντίσταθμα τὰ δεινὰ τῆς σφῶν εὑρηκέναι κακίας, τῆς τε προτέρας ἐκείνης καὶ ἣν κατὰ τοῦ πατριάρχου ἐνεδείξαντο Γρηγορίου. πρὸς γὰρ τὸν πατριαρχικὸν ἀναβεβηκὼς θρόνον αὐτοῖς πρώτοις εὐθὺς βλοσυρόν τε ἐπέῤῥιψεν ὄμμα καὶ ζήλου θείου καὶ πικρίας μεστόν· ὡς μὲν ἐντεῦθεν τοὺς μὲν συνετωτέρους ἀπὸ πρώτης ὅ φασι γραμμῆς στοχασαμένους τοῦ μέλλοντος τὴν κατ' οἶκον ἑκόντας ἑλέσθαι κεκρυμμένην διαγωγὴν, πρὶν ἄκοντας παθεῖν τι τῶν ἃ μὴ πρὸς βουλήσεως ἦν· τοὺς δ' ἀναγκασθέντας μετὰ βραχὺ τῆς βασιλευούσης ὥσπερ φυγάδας γενέσθαι. (Β.) Τὰ δ' ὅμοια καὶ ἡ τῶν ἀρχιερέων πληθὺς ἐπεπόνθεσαν. πλεῖστοι γὰρ ἦσαν καὶ πάντες ἐλλόγιμοι καὶ νομίμων ἐκκλησιαστικῶν ἐμπειρότατοι, εἰς τοῦτο τὰ πολλὰ φιλοτιμησαμένου τοῦ πατριάρχου Γρηγορίου, οὐκ οἶδ' ὁπότερον, εἴτε παρειληφότος ἄνωθεν, εἴτ' οἴκοθεν αὐτοῦ φιλοτιμησαμένου διὰ τὸν τοῦ βελτίονος πόθον, ἵνα τε σοφοὶ παιδευταὶ καὶ διδάσκαλοι τοῖς ὑπὸ χεῖρα γίνοιντο καὶ ἵνα στεῤῥοὶ προστάται τῆς εὐσεβείας εἶεν καὶ ἵν' εἴπω προβλῆτες ἀτίνακτοι πρὸς τὰ τῶν ἐναντίων γλωσσῶν ὁπότε δεήσειε κύματα. τοὺς μὲν γὰρ ἐντὸς εὑρεθέντας τῆς Κωνσταντινουπόλεως, οἵας δή τινος ἕνεκα χρείας, εἰς τὰς οἰκείας ἕκαστον μητροπόλεις ἀπέπεμψεν, ἐκεῖ τὸ λεῖπον τοῦ βίου διατελέσοντας· ὡς μὴ ἐνταῦθά φησι καθήμενοι συῤῥάπτοιέν τι κατ' ἀλλήλων τε καὶ αὐτοῦ τῆς εἰρήνης ὀφείλοντες εἴναι διδάσκαλοι· τοῖς δ' ἔξωθεν ἰοῦσι προφάσει δῆθεν κατὰ τοὺς κανόνας τῶν ἁγίων καὶ θείων συνόδων τοὺς δὶς ἢ ἅπαξ τοῦ ἔτους σύνοδον τῶν μητροπολιτῶν παρὰ τῷ πατριάρχῃ κελεύοντας γίνεσθαι, ὡς ἂν παρ' ἀλλήλων τά τε τῆς εὐσεβείας ἀνακρίνωνται δόγματα καὶ τὰ μεταξὺ παρεμπίπτοντα ἐκκλησιαστικὰ ζητήματα διαλύωνται, τὴν εἴσοδον ἀπέκλειε τῆς Κωνσταντίνου, εὖ ποιῶν· δίκαιον εἶναι λέγων τὴν λαχοῦσαν ποιμαίνειν ἕκαστον, ὥσπερ τὸν πατριάρχην τὴν βασιλεύουσαν, καὶ τῶν ἰδίων προνοεῖσθαι προβάτων παρόντας αὐτοὺς καὶ μὴ μόνα τὰ ἐκεῖθεν κέρδη δασμολογοῦντας χρονίζειν παρὰ τὴν βασιλεύουσαν. παρὰ τοσοῦτον οὖν ἑκατέροις εἰκότως μέμψαιτό τις, παρόσον τοῦ δέοντος ἔξω καὶ ἄμφω πεπτώκασι διὰ τὴν τοῦ ὑπερβάλλοντος ἐκδρομήν. (Γ.) Πολλὰ δὲ καὶ ἕτερα περιῆν τἀνδρὶ τὰ χρηστὰ καὶ τοῖς τότ' ἀνθρώποις ὠφέλιμα· ζῆλος κατὰ τῶν ἀδικούντων οὕτω πάνυ τοι μέγιστος καὶ περιφανὴς, ὡς μὴ μόνον αὐτούς γε τοὺς ὅσοι τῷ βασιλεῖ κατὰ γένος προσήκοντες ἦσαν, ἀλλὰ καὶ αὐτούς γε τοὺς αὐτοῦ γε υἱέας δεδιέναι τὴν αὐτοῦ μετ' ἐκπλήξεως παῤῥησίαν καὶ τοὺς ἐλέγχους μᾶλλον ἢ τοῦ βασιλέως προστάττοντος. τὸ γὰρ ἄληπτον τοῦ ἀνδρὸς καὶ ἡ πρὸς αὐτὸν τοῦ βασιλέως αἰδὼς πολλὴν ἐδίδου τούτοις τὴν συστολὴν καὶ τὸ δέος. πρός γε μὴν τοὺς ὅσοι μοναδικὸν ᾑροῦντο διάγειν βίον, μηδὲν μήτε τῶν ὅσα γαστρὶ παρέχει τρυφᾷν παρῄνει, μήθ' ὅσα βαλαντίων ἀπαιτεῖ χρείαν καὶ περιδεᾶ φυλακὴν, μήθ' ὅσα γέμουσαν ἀσχολίας τράπεζαν ἔχει. εἰ δέ τις ἔχων ἡλίσκετο, ἄκων καὶ σὺν αἰσχύνῃ τούτων ἐξίστατο. ἀλλὰ καὶ τοῖς ὅσοι μοναδικὸν μὲν αἱρούμενοι βίον καὶ ἀπέριττον σχῆμα καὶ ἄτυφον τρόπον ἔπειτα πεζῇ βαδίζειν οὐ μάλα ἠνείχοντο, σφοδρῶς ἐπετίμα καὶ τοῖς οἰκείοις κεχρῆσθαι ποσὶν ἐνουθέτει πρὸς τὰς ἐν τῇ πόλει διατριβὰς καὶ ταύτας οὐκ αὐτονομίᾳ τούτους χρωμένους οὐδὲ βλακείας ἕνεκεν τρυφῶσιν καὶ διαῤῥέουσιν ἤθεσιν ἀγοραῖς ἀκαίρως ἐνδείκνυσθαι, ἵν' ἐκεῖθεν ἐπανιόντες θεάτρου μεστὸν ἐπάγωνται νοῦν, ἀναγκαίας δ' ὠθούσης χρείας καὶ τοῦ τῆς μονῆς ἐπιστάτου προτρέποντος. καὶ τετήρηται τοῦτο πᾶσιν ἐκεῖθεν παρ' ὅλον τὸν τῆς πατριαρχείας χρόνον αὐτοῦ. εἶναι γὰρ τῶν ἀτοπωτάτων ἔφασκε, τὸν μὲν πατριάρχην ὑποζυγίῳ μηδενὶ μηδόλως, ἀλλὰ τοῖς οἰκείοις ἐν ταῖς ὁδοιπορίαις ποσὶ χρώμενον, αὐτοὺς ἐπὶ γάβρων ἵππων ὀχουμένους ἀσέμνων σκιρτημάτων καὶ κρότων τὰς ἀγυιὰς ἐμπιπλᾷν καὶ τὰς ἀγορὰς καὶ τὰ θέατρα. (Δ.) Τούς γε μὴν ἐν οἰκίσκοις δῆθεν βραχέσι, πρὶν τὸν μοναδικὸν παιδαγωγηθῆναι τρόπον, νῦν μὲν περικλειομένους ἐν ἀσκήσεως ὑποκρίσει, νῦν δὲ τὰς ἐνδόξων περινοστοῦντας οἰκίας καὶ γυναικαρίων ἀφέλειαν ῥᾷστα ἐξαπατῶντας καὶ χειρουμένους διὰ τοῦ σχήματος καὶ δέρματα μὲν προβάτων ἔχοντας, ἔσωθεν δ' ὄντας πλέον ἢ κατὰ λύκους ἅρπαγας, ὧν ἔνιοι καὶ ὑποκαθημένων αἱρέσεων ἔχοντες σπέρμα ῥᾷστα πρὸς βάραθρον ἀπωλείας ἁπλουστέρας ὠθοῦσι ψυχὰς, τούτους τοίνυν ἀθροίζων καὶ ἅμα ὅσοι μαινομένων Βακχικά τινα ἤθη ἐπιτηδεύουσι κενῆς τινος δόξης καὶ λημμάτων ἕνεκα, καὶ κανόσιν ὑποτιθεὶς ἀσκήσεως, οὓς μὲν ἰάσιμον ἔχοντας συνενόει τὸν τρόπον, φροντιστηρίοις πολυανθρώποις ὑπείκειν ἐδίδου θελήματος ἄρνησιν παραγγέλλων φυλάττειν ὁπόση δύναμις· οὓς δ' ἀνίατον ψυχῆς ἑώρα νόσημα κεκτημένους, δυοῖν ἔδρα θάτερον. ἢ γὰρ εἱρκτῇ παρεδίδου σώζων καὶ ἄκοντας σφᾶς· ἢ τῆς πόλεως ὑπερορίους καθίστα· καὶ οὕτως ἄμικτον παρεσκεύαζεν ἔχειν τὸν βίον ἀγοραῖς καὶ πλατείαις, ὅσοι τε καὶ ὅσαι τὸ μοναδικὸν ὑπῄεσαν σχῆμα. πολλοῦ δ' ἄρα ἦν ἄξιον, εἰ τὸν τοιοῦτον ἐκείνου κανόνα καὶ τύπον ξυνέβαινε παραμένειν ὁμοίως κἀν τοῖς ἑξῆς διαδόχοις τοῦ θρόνου, καθάπερ δὴ καὶ παρὰ πάντα τὸν χρόνον αὐτοῦ τῆς πατριαρχείας. ἀλλὰ γὰρ εἰ πλείω ἐτέλει τὸν χρόνον ἐν τῇ πατριαρχίᾳ, πλείω λοιπὸν καὶ τὴν εἰς τὸ βέλτιον πῆξιν τὰ τῆς μοναδικῆς πολιτείας ἔθη λαβόντα παρέμενον ἄν. ἀλλ' ἐκ μέσου τὴν ταχίστην αὐτοῦ γενομένου, πάντα καθάπερ ὀστράκου μεταπεσόντος κατὰ τῶν ἱερῶν φροντιστηρίων ἀνέῤῥωγε τὰ τῆς διαβολικῆς κακίας νοσήματα. (Ε.) Ἀλλ' ἐκεῖνο μικροῦ με παρέδραμε. πρότερον γὰρ ἐξ ἀρχαιοτέρων τῶν χρόνων παρειληφυῖα μετὰ τῶν ἄλλων ηὐτύχει καὶ διδασκάλων ἡ ἐκκλησία· οἳ κατὰ διαφόρους ἡμέρας καὶ τόπους τῆς Κωνσταντινουπόλεως ἐδίδασκον, ὁ μὲν τὰ τοῦ προφήτου Δαβὶδ ᾄσματα, ὁ δὲ τὰς τοῦ μεγάλου Παύλου ἐπιστολὰς, ὁ δὲ τοὺς εὐαγγελικοὺς τοῦ σωτῆρος νόμους. καὶ καθ' ἕκαστα πάλιν ὅσοι περὶ ἱερατικὸν ἦσαν ἀξίωμα περικείμενοι κατὰ διαδοχὴν ἐκεῖθεν κατ' οἴκους καὶ πατριὰς εἰπεῖν καὶ συναυλίας τῶν παροικούντων τὸν θεῖον ἐκήρυττον λόγον· καὶ ἦν τοῦτο θεῖόν τι χρῆμα τῷ βίῳ καὶ τῆς εὐσεβείας ἐπίγνωσις ἀληθὴς καὶ πρὸς τὸ καλὸν ὁδηγός· ἢ μᾶλλον ὥσπερ ἀρδεία τις ἀπὸ μεγάλης καὶ θείας πηγῆς τὰς ψυχὰς τῶν ἀκουόντων ἀρδεύουσα καὶ ταύτας πρὸς ἀμείνω πλάσιν καὶ σύνθεσιν μεταπλάττουσα. (Στ.) Τοῦ δὲ χρόνου ῥέοντος φροῦδα τὰ τοιαῦτα πάντα κατέστη, πάσης καλῆς συνηθείας ἀνατραπείσης ἐν τούτοις τοῖς χρόνοις καὶ ὥσπερ ἐς θαλάσσης καταδύσης πυθμένας. καὶ τῆς λύμης ἐντεῦθεν καὶ πρὸς τὰς ἄλλας διαδοθείσης ἐκκλησίας, ὥσπερ ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ, παντὸς αἱ ψυχαὶ τοῦ τῶν Χριστιανῶν πορεύονται πληρώματος ἄχρι καὶ ἐς τὴν τήμερον. ὥστε καὶ ἐς τοσούτους ἀνεῤῥιπίσθη τὸ πρᾶγμα κολοφῶνας ἀτοπημάτων, ὡς καὶ ὑπὲρ ἑνὸς ὀβόλου ἑκατέρωθεν ὅρκους φρικωδεστάτους γίνεσθαι, οἵους οὐδ' ἂν κάλαμος γραμματέως γραφῇ παραδοῦναι τολμήσειε· τῆς γὰρ ζωτικῆς τοῦ λόγου καὶ τῆς διδασκαλίας ἀκτῖνος σβεσθείσης, ὁμοῦ πάντα γέγονε χρήματα, τῶν πλείστων εἰς ἀλογίαν ἐκπεπτωκότων καὶ οὐκ ὄντος τοῦ οἴκοθεν ἐπιγινώσκειν δυναμένου τὰ χρήσιμα καὶ τίσι γνωρίσμασι διέστηκεν ἀσεβείας εὐσέβεια. καὶ τίς ἂν δυνηθείη καθ' ἕκαστα τὴν κατὰ μικρὸν τῆς ἐκκλησίας ἐπὶ τὸ χεῖρον διεξιέναι μεταβολὴν, ἣν διορθοῦν ὁ πατριάρχης θέλων οὐ δεδύνηται; (Ζ.) Ἐμοὶ δὲ θαυμάζειν περίεστι, πῶς δέον γενέσθαι τοιαῦτα, ἔπειτ' ἐς τόνδε τὸν τῆς ἡσυχίας τρόφιμον ἄνδρα συνήλασε τὸν καιρὸν ἡ τῆς τύχης ἀστάθμητος περιπέτεια. τὸ μὲν γὰρ χρῆναι τὴν ἐκκλησίαν οὕτως ἐρημωθῆναι καὶ τὴν δίκην περιελθεῖν τοὺς ταύτης ἐνδόξους καὶ ξύν γε τούτοις ἅπαντα τοῦ κλήρου τὸν ὁρμαθὸν, εἴδεσαν οἱ τὰ πράγματα κρίνειν εἰδότες ὀρθῶς, ἀφ' οὗ τὴν μετάνοιαν τῶν ἔκ γε τῆς τῶν Λατίνων κοινωνίας ἐπανελθόντων οὔτε προσεδέξαντο καὶ τὰ μέγιστα προσηδικήκεσαν, κονδύλους τε ἐντείναντες καὶ τἄλλα τῶν ἀθεμίτων ἐπ' αὐτοὺς πεπραχότες· ὧν καὶ ἡμεῖς ἀνωτέρω μετρίως ἐμνήσθημεν· τὸ δ' ἐν τοῖς τοῦδε πατριαρχεύοντος χρόνοις, ἐν οἷς ἡ τῶν ἐλπίδων βελτίστη τὰς πάντων περιέθει ψυχὰς, ὡς ἀλήθεια ἐκ τῆς γῆς ἀνατελεῖ καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ, πάντα συμπεπτωκέναι τἀναντιώτατα καὶ περιυβρισθῆναι μὲν ὡς ἀνόνητον τὸν ἡσύχιον βίον, περιυβρισθῆναι δὲ τὸν τῆς ἀρετῆς καρπὸν, ὡς ῥᾷστα πρὸς τὸ τῆς κακίας ἀκρότατον ἀπαλλάττοντα, τοῦτο δὲ ποῦ οὐκ ἂν ἀπορίας ἐλαύνοι; τίνας δ' οὐκ ἂν κατασείσειε ψυχὰς, καὶ εἰ σιδήρῳ τὴν φύσιν ἐοίκασιν; στʹ. Ἐν τούτοις μέντοι τοῖς χρόνοις διαβολαί τινες ἀνεφύοντο κατὰ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, τοῦ αὐταδέλφου τοῦ βασιλέως, ὡς ἐρῴη μὲν βασιλείας· καὶ ὅσοι δὴ τῶν ἐν τέλει καὶ ὅσοι τῶν ἄλλως προὐχόντων ἐν τῷ στρατῷ, δεξιώσεσί τε καὶ ἀσπασμοῖς καὶ χρήμασι περιέρχεται πάντας, ἵν' εἶεν αὐτῷ συνεργοὶ τοῦ σκοποῦ. ταῦτα δ', ὡς ὁ πολὺς ἔχει λόγος, ὑπῆρχον συκοφαντίαι ψευδεῖς, συντεθεῖσαι παρ' ὧν ἔργον βάσκανον τοῖς ἀγαθοῖς ὀφθαλμὸν ἐπιβάλλειν· οἳ δὴ καὶ συμμάχῳ χρησάμενοι τῷ καιρῷ καὶ τῇ γνώμῃ τοῦ βασιλέως ἀγενῆ τινα τρέφοντος ὑποψίαν πρὸς τὸν αὐτάδελφον εἰς τοὺς ἐσχάτους κινδύνους ξυνώθησαν. τὰ δὲ τῆς ὑποψίας αἴτια τοιαῦτά τινα ἦν. ἠγαπᾶτο παρὰ τοῦ πατρὸς καὶ βασιλέως ἐξ ἔτι βρέφους ὁ Πορφυρογέννητος μᾶλλον ἢ ὁ Ἀνδρόνικος. πολλὰς γὰρ ἐκ φύσεως τὰς αἰτίας τῶν φίλτρων παρείχετο τῷ πατρὶ πολλαχόθεν, ἔκ τε τῶν τῆς ψυχῆς ἀγαθῶν, ὁπόσα τοῖς ἄρχειν ὀφείλουσιν ἐπιπρέπει, ἔκ τε τῆς τοῦ ἤθους εὐτραπελίας, ἔκ τε τῆς τῶν ὀφθαλμῶν ἀστειότητος· ὥστε καὶ εἰ μὴ τὸ ὑστερογενὲς μέγα πρὸ ποδῶν ἔκειτο κώλυμα, αὐτὸν ἂν μάλα ἀσμένως τῶν βασιλικῶν σκήπτρων ἐδείκνυ διάδοχον ὁ πατήρ. ἓν μὲν οὖν τοῦτο καὶ πρῶτον αἴτιον, ὃ συνέχεε τοὺς τῆς ἀδελφικῆς ὁμονοίας δεσμοὺς ἅπαξ μεταξὺ συμπεσὸν καὶ ὑποσπεῖραν τῇ τοῦ Ἀνδρονίκου ψυχῇ γνώμην οὐ μάλα ἀνύποπτον κατὰ τοῦ ἀδελφοῦ. (Β.) Δεύτερον δὲ πρὸς βουλήσεως ἐγεγόνει τῷ βασιλεῖ καὶ πατρὶ μίαν ἀγαγέσθαι τῷ Πορφυρογεννήτῳ γυναῖκα, τὸν ἔφηβον παραλλάξαντι, ὁπόσαι τῶν Λατινίδων εὐγενείᾳ προέχουσι, τὴν βελτίστην πασῶν, ἵνα τῇ ἐφεξῆς περὶ τούτου μελέτῃ πάνυ τοι σύνδρομον εἴη καὶ τοῦτο. ἐβούλετο γὰρ καὶ μελέτην εἶχε τοῖς σπλάγχνοις ἐμφωλεύουσαν ἐκ πολλοῦ τὸ περὶ Θεσσαλονίκην τε καὶ Μακεδονίαν μέρος τῆς ὅλης ἡγεμονίας Ῥωμαίων ἀποτεμὼν ἰδίαν ἀρχήν τινα περιποιήσασθαι τούτῳ καὶ βασίλειον αὐτοκρατορίαν. καὶ εἰ μὴ φθάσας ὁ θάνατος αὐτὸν ἐξ ἀνθρώπων πεποίηκε, τάχ' ἂν καὶ ἥλιος εἰς ἔργον προβάντα τὰ τῆς μελέτης ἐγνώριζεν· ἀλλ' οὐκ ὂν καὶ θεῷ πρὸς βουλήσεως, ὡς ἔοικεν, ἐς πέρας ἐκεχωρήκει τὸ πρᾶγμα δυστυχίας μεστόν. τοῦτο δριμυτέραν τὴν τοῦ Ἀνδρονίκου βασιλέως πεποίηκε γνώμην κατὰ τοῦ ἀδελφοῦ καὶ ὥσπερ ἐκ σπινθῆρος ἀνέφλεξεν εἰς πυρσὸν τὸ τῆς ψυχῆς ὀργιζόμενον. ἐπεὶ δὲ συνέσεως βαθείας ἐμβρίθεια τὴν τοῦ βασιλέως Ἀνδρονίκου ψυχὴν περιέθει καὶ δεινὸς ἦν οἰκουροῦσαν ἐπὶ πολὺ συγκρύψαι δυσμένειαν καὶ πεπλασμένον ἦθος ὡς ἄπλαστον ἐπὶ πλεῖστον προφῆναι, ἐλάνθανεν ὡς εὐμενῆ περὶ τὸν ἀδελφὸν παραμείβων τὸν χρόνον. (Γ.) Τρίτον, ὃ καὶ μετὰ θάνατον τοῦ βασιλέως καὶ πατρὸς συνηνέχθη, πλοῦτον ἀθροίζων πολὺν καὶ ποικίλον, ὁποῖον κατ' ἐνιαυτὸν ἐγεώργει τοῖς τούτου ταμείοις ὁπόσα παρὰ τοῦ πατρὸς καὶ βασιλέως εἰλήφει πλέθρα κτημάτων, ἅμα ποιμνίοις παμπόλλοις καὶ βουκολίοις μεγαλοπρεπῶς ἀνήλισκε τοῦτον καὶ πᾶσιν ἀφειδῶς ἐχορήγει τοῖς προσιοῦσι, μεγάλοις τὸ γένος ὁμοῦ καὶ μικροῖς· καὶ πρός γε κοινωνικὸν τὸ ἦθος καὶ χάριεν προτιθέμενος ἅπασι μάλα ῥᾳδίως ἑαυτῷ καθάπερ ἀδαμαντίνοις εἶχεν ἐξαρτωμένους δεσμοῖς. φιλεῖ γὰρ ὡς τὰ πολλὰ τὸ τοῦ ἤθους ὑγρόν τε καὶ μείλιχον, ἐπειδὰν ἀφ' ὑψηλοτέρων προφαίνηται τῶν προσώπων ῥᾷστα, χειροῦσθαι τὰς γνώμας ἁπάντων· καθάπερ δὴ καὶ τὰ λαμπρὰ τῶν ἀνθέων ἐν ἔαρος ὥρᾳ, ὁπόσα χλοάζουσαν καὶ οἷον εἰπεῖν μειδιῶσαν τὴν βαφὴν τῆς χροιᾶς ὑπογράφει, ῥᾳδίως τῶν παριόντων τὰς ὄψεις ἐφέλκεται. τοιοῦτον μέντοι καὶ τῶν ἐν Ἰνδοῖς σοφιστῶν ἡ παραίνεσις ὑφηγεῖται τὸν ἄρχειν βουλόμενον· οὕτω γὰρ ἂν τὰ μάλιστά φησι φιληθείη τοῖς ὑπ' αὐτὸν, ἂν φύσει τούτων ὑπέρτερος ὢν, ὁ δ' ἔπειτ' ἐπιεικὴς ἑκών γε εἶναί σφισιν ὁρᾶται καὶ μέτριος. (Δ.) Ἐπ' ἀμφοτέροις μὲν οὖν ἐκείνοις τοῖς πρώτοις αἰτίοις ἀδικοίη ἂν ἐναργῶς, εἴ τις ὁτιοῦν τῷ Πορφυρογεννήτῳ προσάψειεν ἔγκλημα· εἰ μή που τὸν πατέρα λέγοι τις ἂν ἀρχηγὸν τῶν τοιούτων, ὃς πλείονα τούτῳ τοῦ δέοντος ἔνεμε τὴν στοργήν. ἐπὶ δέ γε τῷ τρίτῳ οὐκ ἀμιγὴς καθάπαξ εἰπεῖν ἀπαλλάττειν κηλῖδος ὁ ἄνθρωπος δύναιτ' ἄν. εἴτε γὰρ ἀπειρίᾳ κατακολουθήσας τοιαύταις ἐδεδώκει φιλοτιμίαις, αἳ βασιλεῦσι τὰ πλεῖστα προσήκουσιν ἄκων μὲν ἴσως, προσετρίψατο δ' οὖν οὐ μικρὰν ἐντεῦθεν ἑαυτῷ τὴν κηλῖδα τοῦ πταίσματος· εἴτε ᾔδει μὲν καὶ αὐτὸς ὡς οὐκ ἀνύποπτος εἴη τῷ ἀδελφῷ τοσαῦτα φιλοτιμούμενος, ἔπειτ' ἠμέλει τὸν χρόνον ἀφροντίστως διακυβεύων, ἐνταῦθα τῆς αἰτίας τὰ πλεῖστα φέροιτ' ἂν εἰκότως αὐτός. ἐχρῆν γὰρ αὐτὸν εἰ μή τι ἄλλο, ἀλλ' οὖν τοὺς πάλαι τὰ ὅμοια δεδρακότας ἐνθυμηθῆναι πρὸς οἷον ὤλισθον τέλος. καὶ Κῦρος γάρ ποτ' ἐκεῖνος, ὁ Δαρείου καὶ Παρυσάτιδος, μείζω τῆς ἑαυτοῦ σατραπείας τὸν ὄγκον ἐπιδεικνύμενος εἰς ὑποψίαν καὶ μῖσος ἀνήγειρε τὸν αὐτάδελφον καὶ βασιλέα τὸν Ἀρταξέρξην, ἀφ' ὧν πλέον οὐδὲν ἢ δυστυχὲς ἐτρύγησε τέλος. Ἀντώνιος αὖθις, ὁ τὴν τῆς πλείονος οἰκουμένης ἡγεμονίαν Αὐγούστῳ συμμερισάμενος Καίσαρι, τὰς τοῦ Καίσαρος ἀποστέρξας ὁμολογίας καὶ μείζω τῆς ἑαυτοῦ φιλοτιμησάμενος δόξης, ἀφῄρηται μετὰ τῆς οὔσης ἀρχῆς καὶ τὸ ζῇν· καὶ οὗτός γε μὴν ὁ Πορφυρογέννητος, εἰ καὶ μηδὲν ἐπίβουλον ἐβουλεύσατο, μήθ' ὅπλα καθ' αἵματος συγγενοῦς ἐνεδύσατο, ἀλλ' οὖν καὶ ἄλλαις προειληφυίαις οὐ μικραῖς ὑποψίαις πολλὴν προσέθεσαν τὴν ῥοπὴν ἐπελθόντα καὶ ταῦτα· καὶ τὰς τοῦ βασιλέως σφόδρα ἀνέῳξαν ἀκοὰς ἐς ὑποδοχὴν τῶν διαβολῶν, ὁπόσαι παραπεπήγασι ταῖς ἀταμιεύτοις φιλοτιμίαις. (Ε.) Ἀλλ' ἐπανιτέον τὸν λόγον. ἦν μὲν γὰρ τηνικαῦτα τὰς διατριβὰς ποιούμενος ὁ Πορφυρογέννητος περὶ Λυδίαν τοῖς τε νέοις ἀγαλλόμενος γάμοις καὶ μακραῖς ἀνθῶν ταῖς ἐλπίσι τοῦ βίου. ἠγάγετο γὰρ πρὸ βραχέος ἑαυτῷ γυναῖκα τῶν Ῥαοὺλ θυγατέρων τὴν ψυχῆς καὶ σώματος κάλλος ἀρίστην ἐς τριακοστὸν ἤδη τῆς ἡλικίας χρόνον ἐγγίζων αὐτός· ὅτε καὶ τῷ νεῷ τοῦ Στουδίου λαμπρὸν ἐπιθεὶς τὸν ὄροφον (ἠρήμωται γὰρ ὁ χῶρος ἐκεῖνος παρὰ Λατίνων καὶ μηλόβοτος ἦν ἐκ πολλοῦ) ἔπειτα στεῤῥὸν περιήγαγε φραγμὸν καὶ περίβολον καὶ πολλοῖς τοῖς ἀναλώμασιν εἰς μοναζόντων κατέστησεν ἀσκητήριον, οὐδὲν ἢ μικρὰ τοῦ παλαιοῦ χαρακτῆρος ἀποδέον ἐκείνου. ἐπεὶ δὲ τέως περὶ τὸ Νύμφαιον τῆς Λυδίας ἐτύγχανε τὰς διατριβὰς μετὰ τῆς συζύγου ποιούμενος καὶ διαβολαὶ κατ' αὐτοῦ πρὸς τὸν βασιλέα καὶ ἀδελφὸν λάθρα ἀνηνέχθησαν, ἔδοξε τῷ βασιλεῖ διαβῆναι πρὸς ἕω· τῷ μὲν φαινομένῳ πραγμάτων ἄλλων ἐκεῖθεν καλούντων αὐτόν· τῇ δ' ἀληθείᾳ πρὶν αἰσθέσθαι τὸν ἀδελφὸν ἀψοφητὶ συμπεσεῖν καὶ χειρώσασθαι· ὃ δὴ καὶ γεγένηται. καὶ κρατεῖται μὲν οὑτωσὶ τὴν ταχίστην ὁ Πορφυρογέννητος· κρατοῦνται δὲ καὶ ὅσοι γνησίως ὡμίλουν αὐτῷ, ὧν προὔχων ὑπῆρχε τὰ μάλιστα καὶ πλούτῳ καὶ γένει καὶ στρατηγίαις περιβόητος Μιχαὴλ ὁ Στρατηγόπουλος. αὐτοὶ μὲν οὖν ἐν δεσμωτηρίοις καθείργνυνται, ὁ δὲ πᾶς πλοῦτος αὐτῶν ἐς τὸ βασιλικὸν συγκομίζεται ταμιεῖον. ζʹ. Μετ' οὐ πολὺ δ' ἐκεῖθεν ἐπανιόντι τῷ βασιλεῖ παραίτησιν ἔγγραφον δίδωσιν ὁ πατριάρχης Ἀθανάσιος, τέταρτον ἤδη διανύων ἐνιαυτὸν ἐπὶ τοῦ πατριαρχικοῦ θρόνου. ἡ δ' αἰτία πάντων ὁ θόρυβος ἦν ἀρχιερέων καὶ μοναζόντων καὶ λαϊκῶν φέρειν ἐπιπλέον μὴ δυναμένων τὴν ἐκείνου πνευματικὴν σκυθρωπότητα· καὶ διαλοιδορουμένων αὐτῷ ὑπ' ὀδόντα μὲν καὶ λάθρα πρῶτον, ἐκκεκαλυμμένως δ' ἔπειτα καὶ πλὴν σκηνῆς καὶ προσωπείου καὶ ὅσον οὐδέπω διαῤῥήξειν μελλόντων αὐτὸν, εἰ τῶν θρόνων ἐπιπλέον ἀντέχοιτο. ἤλπιζε μὲν οὖν ὁ πατριάρχης βοήθειαν ἕξειν παρὰ τοῦ βασιλέως, ὥστε τοὺς λοιδοροῦντας ἀμύνασθαι· ἐπεὶ δ' ἄπιστα τὰ τῶν ἐλπίδων οὐκ οἶδ' ὅπως εὕρισκε, ζητεῖ καὶ λαμβάνει τοὺς ἀπαθῆ διαφυλάξοντας ἔκ γε τῆς τοῦ πλήθους ὁρμῆς καὶ διασώσοντας εἰς τὸ περὶ τὸν Ξηρόλοφον ἀσκητήριον αὐτοῦ. (Β.) Συνέβη μέντοι, πρὶν αὐτὸν ἀπελθεῖν ἐκεῖσε, πρᾶγμά τι διὰ τὴν τοῦ θρόνου στέρησιν πεπραχέναι σφόδρα τῆς αὐτῷ προσηκούσης ἀνάξιον καταστάσεως· χάρτην γὰρ εἰληφὼς γράμμασιν ἰδίοις ἐκτίθησιν ἐπιτίμιον ἀφορισμοῦ κατὰ πάντων ὁμοῦ βασιλέων τε καὶ ἀρχιερέων καὶ ὅσοι τοῦ ἱερατικοῦ καταλόγου καὶ ὅσοι τῶν ἐν τέλει καὶ ὅσοι τοῦ δήμου, ὅτι μὴ συνεχώρησαν συναποθεῖναι τοῖς θρόνοις τὸν βίον· ὃν δὴ καὶ ὀστράκοις τισὶν ἐνειλήσας ὀπῇ τινι τοίχου τῶν τοῦ μεγίστου νεῶ φέρων ἐμβέβληκε. διετέλεσε μέντοι κρυπτόμενος οὗτος ὁ χάρτης ἐκεῖ ὅλον ἐνιαυτόν. ἔπειτα μειρακίοις τισὶ νεοττιὰς ἐν ταῖς ὀπαῖς ἐρευνῶσιν ὀρνίθων τινῶν ἀπροσδοκήτως εὑρίσκεται δεδεμένος ὀστράκοις· εἶτα ἐμφανίζεται τῷ κλήρῳ τῆς τοῦ θεοῦ Σοφίας· ἐμφανίζεται τῷ βασιλεῖ. ἐκεῖθεν οἱ τῆς φήμης ἀπολαβόντες κώδωνες πάντων περιηχοῦσι τὰς ἀκοάς· πρὸς ὀργὴν ἐκκάονται πάντες· καὶ τάχ' ἂν διεσπάραξαν ἐπιδραμόντες τὸν ἄνθρωπον, εἰ μὴ φθάσας ὁ βασιλεὺς ἀνεχαίτισε τὴν ὁρμήν. (Γ.) Τοῦτο πολὺν προσῆψε τὸν μῶμον Ἀθανασίῳ· καὶ ἅμα τῶν ὑπὲρ αὐτοῦ λαλούντων τὰς γλώσσας συνέστειλε. τὰ γὰρ ἐπιτίμια ταῦτα ἀπειλῆς χάριν ὡς τὰ πολλὰ τοῖς ἱερωμένοις ἐπινενόηται, ὥσπερ τις ῥάβδος παιδευτικὴ κατὰ τῶν μὴ σεμνῶς τοῖς θείοις χρωμένων. διὰ γὰρ τοῦτο καὶ φανερῶς μὲν ἐπιτιμῶσι τοῖς ἁμαρτάνουσιν οἱ κρίνειν εἰδότες ὀρθῶς, ἵν' ἐκφοβήσαντες ἀποστήσωσι τῆς κακίας· κατόπιν δ' ὑπὲρ αὐτῶν θερμὰς ἀναφέρουσι τῷ θεῷ τὰς εὐχὰς, μή πως ἐξαίφνης ὁ θάνατος κεχωρισμένους λαβὼν τοῦ θεοῦ παραπέμψῃ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. τὸ δὲ νῦν πεπραγμένον Ἀθανασίῳ ἅπαν ἦν τοὐναντίον. διὸ καὶ τοῦ τῶν εὐλαβῶν δόγματος δόξαν ἀλλότριον μέμψιν μεγίστην προσῆψε τἀνδρί. ὁ μὲν δὴ βασιλεὺς ἀποστείλας Ἀθανασίῳ τὸν χάρτην τὴν αἰτίαν ἠρώτα τοῦ δράματος, ἡμέρως καὶ φιλανθρώπως τῆς προπετείας αὐτοῦ καθαπτόμενος καὶ ἅμα προσονειδίζων τὸ τῆς γνώμης μικροφυὲς καὶ ἀφιλάνθρωπον. ὁ δὲ μεταμέλῳ συντήξας τὸ ἦθος μικροψυχίαν ᾐτιᾶτο καὶ λύπην. τὰ δ' οὕτω γινόμενά φησι καὶ λεγόμενα ἄκυρα κεῖσθαι τῇ κρίσει τῆς ἀληθείας. διὸ δὴ καὶ συγχώρησιν ἐδίδου τε καὶ ἐζήτει· καὶ οὕτω καθάπερ σκηνὴ καὶ δρᾶμα τὸ παρὰ δόξαν πραχθὲν διελύετο. (Δ.) Ἦν δέ τις μοναδικὸν περικείμενος σχῆμα, ὄνομα Ἰωάννης, πάλαι μὲν γυναικὶ συζυγεὶς καὶ παίδων πατὴρ καταστὰς, ἔπειτα θανάτῳ ταύτην ἀποβαλὼν τὸ μοναδικὸν καὶ αὐτὸς ὑποδὺς τριβώνιον, τῷ χρόνῳ τέως προβεβηκὼς, ἀρεταῖς φυσικῶς προσῳκειωμένος διὰ τῆς τῶν τρόπων ἁπλότητος, Ἑλληνικῆς παιδείας πάμπαν ἀμέτοχος, ἐκ Σωζοπόλεως εἰς τὴν βασιλεύουσαν ἄρτι ἐπιδεδημηκώς. οὗτος γνώμῃ βασιλικῇ καὶ ψήφῳ τῆς ἱερατικῆς συνόδου τὸν πατριαρχικὸν διαδέχεται θρόνον· ἐφ' οὗ καὶ τὰ πράγματα ἔδοξε τοῖς τῶν μοναχῶν κακοτρόποις ἐκ ζάλης καὶ κλύδωνος εἰς εὐδίαν ἐληλυθέναι καὶ ἀπὸ χειμῶνος εἰς ἔαρ. οὗτος καὶ τῷ τοῦ βασιλέως υἱῷ Μιχαὴλ τὸ βασιλικὸν περιτίθησι στέφος. ηʹ. Ἐν τούτῳ τῷ χρόνῳ διαπρεσβεύεται πρὸς βασιλέα πρῶτον μὲν ὁ τῆς Ἰταλίας ῥὴξ θυγατέρα ἔχων ἐκ γυναικὸς, ἣν θυγατέρα φθάσας ὁ λόγος ἐδήλωσε Βαλδουίνου τοῦ ἐξωσθέντος ἐκ Κωνσταντινουπόλεως· διαπρεσβεύεται δὲ περὶ κήδους αὐτῆς τε καὶ τοῦ νέου βασιλέως Μιχαήλ. κατὰ τὰ αὐτὰ δὲ κατόπιν διαπρεσβεύεται καὶ ὁ τῆς περὶ τὴν Κιλικίαν Ἀρμενίας ῥὴξ ἀδελφὴν ὑπὲρ τὰ τρισκαίδεκα ἔχων ἔτη τὴν ἡλικίαν ἀνύουσαν. ἐπεὶ δ' ἡ τοῦ τῆς Ἰταλίας ῥηγὸς παραθεωρεῖται πρεσβεία διὰ τὰ ὑπὲρ τὸ προσῆκον ζητήματα, ἐκλέγονται λοιπὸν εἰς πρεσβείαν οἱ κρείττους τῶν τηνικαῦτα σοφῶν, ὅ,τε Μετοχίτης Θεόδωρος καὶ ὁ Γλυκὺς Ἰωάννης· ὁ μὲν λογοθέτης ὢν τηνικαῦτα τῶν οἰκειακῶν· ὁ δὲ λογοθέτης τοῦ δρόμου· ἐκλέγονται δ' οὗτοι μὴ μόνον δι' ἣν τῶν πραγμάτων ἐτύγχανον ἔχοντες πεῖραν, ἀλλὰ καὶ διὰ τὸ πολλῷ τῶν ἄλλων προέχειν συνέσεως ἐμβριθείᾳ καὶ σοφίας περιουσίᾳ, ὅση τε περὶ τὰ θεῖά τε καὶ ἡμέτερα δόγματα καὶ ὅση περὶ τὸν Ἕλληνα λόγον ἠσχόληται. τοιούτους γὰρ εἶναι ἀνάγκη τοὺς πρὸς ὑπερόρια πρεσβεύοντας ἔθνη, ἵνα πανταχόθεν οὑτωσὶ τὴν γλῶτταν ἔχοντες ὡπλισμένην κἀν ταῖς διαλέξεσιν ἀριστεύωσιν, ὁποῖαί ποτ' ἂν εἶεν. οἳ δὴ καὶ νεῶν ταχυναυτουσῶν ἐπιβάντες ναυστολοῦσιν εἰς Κύπρον τὰ πρῶτα. ἦν γὰρ κἀκεῖθεν ἰὼν λόγος μικρῷ πρότερον περὶ τοιούτου κήδους εἰς βασιλέα. ἐπεὶ δὲ συχνὸν διατρίψασι χρόνον ἐνταῦθα μὴ κατὰ γνώμην αὐτοῖς ἀπηντήκει τὰ ἐκ Κύπρου σκέμματα, ἀποβάντες ἐκεῖθεν κατέπλευσαν ἐς Αἰγάς· πόλις δὲ αὕτη παράλιος ὑπὲρ τὸν Κιλίκιον αὐλῶνα κειμένη περὶ κόλπον τὸν Ἰσσικόν. (Β.) Ὁπόσα μέντοι τούτοις εἴτε χαλεπὰ εἴτε ῥᾳστώνης γέμοντα καὶ τρυφῆς συνηντήκει κατά τε τὸν ἔκπλουν κατά τε τὸν πλοῦν κατά τε τοὺς περίπλους καὶ κατάπλους τῶν νήσων καὶ τῶν λιμένων καὶ ὅπως ἅπασαν ἐξετέλεσαν τὴν πρεσβείαν, ἡ πάντα διεξιοῦσα καθέκαστα βίβλος δηλώσει τοῖς βουλομένοις κάλλιστα καὶ σαφέστατα, ἣν ἡ μεγίστη γλῶσσα θατέρου τῶν πρεσβέων, Ἰωάννου φημὶ τοῦ Γλυκέος, διέξεισι γενναιότατα καὶ ὡς ἂν πᾶς τις θαυμάσειεν ἐλλόγιμος ἄνθρωπος. ἐμοὶ δ' οὐ πρὸς ἀνάγκης ὂν τοῖς καθέκαστα ἐνδιατρίβειν, πραγμάτων πολλῶν καὶ ποικίλων ἱστορίαν προθεμένῳ διεξιέναι, πρὸς τὰ ἑξῆς τρεπτέον τῆς ὑποθέσεως. ἄραντες οὖν ἐξ Αἰγῶν ὁδοιπορίαις καὶ σταθμοῖς ἡμερησίοις ὁσοισδηποτοῦν ἥκουσιν ὅπῃ τὴν δίαιταν ὁ ῥὴξ ἐποιεῖτο. ἔνθα δὴ πολλὰς διατετριφόσιν ἡμέρας πάντα διηνυκέναι σφίσι καλῶς ἐξεγένετο, ὅσα τε πρὸς βασιλέως ἦν ἐντεταλμένα αὐτοῖς καὶ ὅσα διανοίαις ἰδίαις οἴκοθεν ξυνῆκαν αὐτοί. καὶ ἵνα τὰ πολλὰ παραδράμωμεν, Μαρίαν ἐκεῖθεν ἀνειληφότες τὴν τοῦ ῥηγὸς ἀδελφὴν ἐπανήκουσι νύμφην τῷ βασιλεῖ κομίζοντες. (Γ.) Ἐπεὶ δὲ τοῦ Πορφυρογενννήτου καὶ τοῦ Στρατηγοπούλου κρατηθέντων, ὡς εἴρηται, ἀνδρῶν τὰ πολέμια μάλα κρατίστων καὶ μάχαις μεγάλαις καὶ στρατηγικαῖς ἐμπειρίαις ῥᾷστα τοὺς Τούρκους ἀνασοβούντων καὶ ἀποτρεπομένων ἐκ τῶν Ῥωμαϊκῶν ὁρίων (ταῦτα δ' ἦν τὰ πρὸς ἕω τότε τοῦ Μαιάνδρου χωρία), κατὰ πολλὴν ἤδη τοῦ κωλύσοντος ἐρημίαν τά τε ἐπέκεινα τοῦ Μαιάνδρου ληΐζονται πάντα, διαβαίνουσι δ' ἔτι καὶ αὐτὸν ἤδη τὸν Μαίανδρον εἰς πλῆθος ἀριθμὸν ὑπερβαῖνον οἱ πολέμιοι· ὃ δὴ καὶ πρὸς ἀνάγκας ἄγει τὸν βασιλέα τοὺς λειπομένους ἀρίστους Ῥωμαίων ἐπισκεψάμενον ἐκλέξασθαί τε καὶ πέμψαι τὸν βοηθήσοντα ταῖς παρὰ τὴν Ἀσίαν κινδυνευούσαις Ῥωμαίων χώραις καὶ πόλεσιν. ἦν δὲ τότε στρατηγικὸς ἀνὴρ καὶ δεινὸς τὰ πολέμια Ἀλέξιος ὁ Φιλανθρωπηνὸς, πιγκέρνης ἀξίωμα ὢν, ἐν ταῖς ἀκμαῖς ἤδη τῆς νεότητος ἀνθῶν καὶ καιρὸν περιμένων ἐπιδείξασθαι τὴν περὶ αὐτὸν φιλοτιμίαν τῆς φύσεως. τούτῳ ὁπόσα ἐχρῆν ὁ βασιλεὺς στρατεύματα δοὺς ἐκπέμπει πρὸς ἕω. συνεκπέμπει δ' ἐπὶ τούτῳ καὶ Λιβαδάριον τὸν πρωτοβεστιαρίτην, ἄνδρα γηραιὸν καὶ στρατηγικὸν καὶ βαθεῖαν αὔλακα, φάναι, διὰ φρενὸς καρπούμενον, ἵν' οὗτος μὲν διέπῃ τὰς περὶ τὴν Ἰωνίαν πόλεις, ὁ δὲ πιγκέρνης τὰς ἐπέκεινα πάσας. ἔδοξε τοίνυν ἐν ὀλίγῳ τῷ χρόνῳ μέγας γενέσθαι κατὰ τὰς μάχας τῶν Τούρκων ὁ Φιλανθρωπηνὸς, καθάπερ ὕλης ἐπιτυχοῦσα φλὸξ ἰσχυρά. ἦν γὰρ καὶ φιλοδωρότατος ὁ ἀνὴρ καὶ ἄλλως κοινωνικὸν τὸ ἦθος τοῖς ὑπ' αὐτὸν παρεχόμενος· ὃ δὴ κράτιστον ἐφόδιον τοῖς στρατηγοῦσιν εἰς νίκας καὶ τρόπαια. ὅθεν καὶ ἔῤῥει εὐθὺ τοῦ σκοποῦ τὰ πάντα τῆς τύχης αὐτῷ· καὶ ἦν οὐδὲν ὃ μὴ κατὰ βούλησιν ἀπαντῶν ἦν· ὥστε καὶ διωκόμενοι μὲν ἐκεῖθεν παρὰ τῶν Σκυθῶν οἱ Τοῦρκοι, ἀνατρεπόμενοι δ' ἐντεῦθεν παρὰ τοῦ πιγκέρνη, τὴν κουφοτέραν ἐξ ἀνάγκης οἱ πλείους τῶν ὁμορούντων ἐβάδιζον καὶ ἅμα γυναιξί τε καὶ τέκνοις ηὐτομόλουν πρὸς τὸν πιγκέρνην, οὐ τοσοῦτον δεδιότες τοὺς κατὰ νώτων κειμένους ἐχθροὺς, ὅσον οἷά τισιν ἴϋγξιν ἑλκόμενοι ταῖς τοῦ πιγκέρνη δεξιώσεσι καὶ φιλοδωρίαις· ὡς ἐν βραχεῖ μεγάλην κἀκ τούτων γενέσθαι μοῖραν τῷ τούτου στρατῷ. (Δ.) Ἀλλ' ἐπειδὴ ἔδει ἀνακεκρᾶσθαι τοῖς λυπηροῖς τὰ ἡδέα καὶ τρίτον πίθον ἥκιστά φασιν Ἑλλήνων παῖδες ἐν Διὸς εἶναι κακῶν ἀμιγῆ, ἱλαρὰ μὲν καὶ τούτῳ δείκνυσιν ἡ τύχη τὰ πρόθυρα καὶ πλήρη χαρᾶς· μεστὸν δ' ὅλον τὸν οἶκον κακῶν ἀναῤῥήγνυσι κατ' αὐτοῦ. ὁρῶντι γὰρ τῷ Λιβαδαρίῳ τὴν τύχην ἐξ οὐρίας ἑπομένην τοῖς τοῦ πιγκέρνη πράγμασι δειλίας καὶ ὑποψίας ὑποτρέχουσι λογισμοί. ἐδεδίει γὰρ, μὴ φρονήσας ὑπὲρ τὸ μέτριον ὁ πιγκέρνης κἄπειτα τῷ καιρῷ καὶ τῇ τύχῃ συμμάχῳ χρησάμενος ἐς ἀποστασίαν καὶ τυραννίδα χωρήσῃ, καὶ κινδυνεύσῃ πρῶτος αὐτὸς ἀντιστράτηγος ὤν. τὸ δ' αὐτὸ καὶ πολλοὶ τῶν ἐν τέλει ὑπεψιθύριζον· καὶ ἦν τοῦτο βασκανία τις, ὡς εἰπεῖν, ἐν σπαργάνοις ἔτι κειμένη καὶ γάλαξιν, ἢ ὥσπερ ἄνθραξ ἐν σποδιᾷ τὸ ζώπυρον κρύπτων. ἀλλ' οὐκ ἐλελήθει τοῦτο τοὺς Κρῆτας, οἳ πάντα ἦσαν αὐτοὶ τῷ πιγκέρνῃ, ἀφ' οὗ σὺν γυναιξὶ καὶ τέκνοις ἄραντες ἐκ τῆς Κρήτης ηὐτομόλησαν πρὸς αὐτόν. τιμῆς τε γὰρ ἀπέλαυον πάνυ πολλῆς παρ' αὐτοῦ καὶ τῶν πάνυ πλησιαζόντων ἦσαν οἱ πρῶτοι, οὐ μόνον αὐτῷ παρασπίζοντες, ἀλλ' ὥσπερ καὶ παραδυναστεύοντες. ἃ δὴ πάντα πρὸς ἀλάστορα γνώμην αὐτοὺς ἐξοκεῖλαι παρέπεισαν· καὶ οὐκ ἤθελον ἔτι μένειν ἐν τῷ καθεστῶτι, ἀλλ' ὑπέρτερα πολλῷ τῆς ἑαυτῶν ἀξίας καὶ τύχης ἐφρόνησαν. στάδιον γὰρ, ὡς εἰπεῖν, καθορᾶται καὶ βάσανος ἀκριβὴς ταῖς ἀνθρωπίναις ψυχαῖς, ὁπόσα κατὰ χρόνον εὐτυχήματα φύεται παρὰ τοσοῦτον ἐς ὕβρεως ὄγκον ὑψοῦντα τοὺς ἄφρονας, παρόσον τοῖς εὖ φρονοῦσι βεβηκυίας γνώμης βεβηκότα φέρει τρυγῶντα πολλαχόθεν τὸν ἔπαινον. ἐπεί γε μὴν ἠκηκόεισαν καὶ αὐτοὶ τὰ περὶ τοῦ πιγκέρνη ψιθυριζόμενα, φόρτον εἰσάγουσι λογισμῶν χαλεπῶν ἐς τὴν καρδίαν τἀνδρὸς, οὐχ ὡς ἦν τὰ τοῦ πράγματος ἀπαγγέλλοντες, ἀλλ' οἷον ἐκ μυίας δημιουργοῦντες ἐλέφαντα, καὶ ἐπὶ τούτοις πείθειν ἐπιχειροῦσι τάχιστα πρὸς ἀποστασίαν χωρῆσαι, πρὶν παθεῖν ἃ πρὸ βραχέος οἱ δυστυχεῖς πεπόνθασιν ἄνδρες ἐκεῖνοι, τοὺς περὶ τὸν Στρατηγόπουλον λέγω καὶ τὸν Πορφυρογέννητον. (Ε.) Ταῦτα πρὸς ταραχὴν ἐξιστῶσι τὸν ἄνδρα καὶ ὥσπερ εἰς μεταίχμιον φέρουσι λογισμῶν ἀμφιβόλων, ἑκατέρωθεν ἄλλα ἐπ' ἄλλοις συχνὰ ἐπαντλούντων τὰ τοῦ τοιοῦδε κλύδωνος κύματα. καὶ πρὶν διὰ θατέρου βουλεύματος ἰέναι αὐτὸν, θάτερον ἀντεπῄει καὶ σύγχυσίς τις ἅμα κατὰ τὸ συνεχὲς καὶ κυκεὼν ἠγείρετο λογισμῶν ἀνομοίων. οἷς γάρ ἐστι συνειδέναι σφαλεῖσί σφισιν αὐτοῖς ἐφ' ὅτῳ δήποτε πράγματι, ἢν ἐπίωσιν ὅσα εἰκὸς τῶν δεινῶν, προειδόσιν ἔπεισι καὶ πάλαι καραδοκήσασιν, ἐξότου δὴ καὶ σφαλῆναι ξυνεπεπτώκει· οἷς εἰ μήτι ἄλλο, τὸ γοῦν προμαθεῖν λάθρα πως ὑφαιρεῖται τοῦ πάθους τὴν ἀκμήν. ὅσοις δὲ τοὐναντίον ἀπροσδοκήτως ἔπεισι τὰ χείρω, μὴ συνειδόσιν ἑαυτοῖς μηδὲν τῶν ὅσα πρόξενα σφῶν καθεστᾶσιν, ἐπιεικῶς ἐκπλήσσειν εἴωθε καὶ σφῶν αὐτῶν ἐξίστασθαι. ἀλλὰ μετὰ πολλὰς τῶν λογισμῶν τὰς παλαίστρας νικῶσιν οἱ τὰ τῆς ἀποστασίας ὑποτιθέμενοι. καὶ σιωπὴν ἐπὶ τοῦ στρατοῦ τῆς τῶν βασιλικῶν ὀνομάτων εὐφημίας ὁ πιγκέρνης προστάττει τὰ πρῶτα. διὸ καὶ ῥοπῆς οὐ μικρᾶς οἱ Κρῆτες δραξάμενοι καὶ βίαν ἐπάγουσιν, ἤδη διεγείροντες τὴν ταχίστην καὶ τοῖς τῆς βασιλείας συμβόλοις χρήσασθαι καὶ στηρίξαι τῶν ἑπομένων τὰς γνώμας. «τὰ γὰρ τοιαῦτα τῶν βουλευμάτων κατ' ἴχνος,» φασὶν, «ἑπομένην ἔχειν χρεὼν καὶ τὴν πρᾶξιν· καὶ οὐδὲν οὕτω τῶν πάντων ἕτερον ὀξύτητα γνώμης ὁμοῦ καὶ χειρὸς ἀπαιτεῖ καὶ φλέγουσαν ὥσπερ σπουδήν. εἰ δ' ὑπερτίθεσθαι βούλει τὸν χρόνον, τάς τε ψυχὰς τῶν στρατιωτῶν μετεώρους ποιεῖς καὶ ἀμφιβόλους καὶ ὥσπερ ἐπὶ ξυροῦ ταλαντεύεις τὰς γνώμας αὐτῶν, τὴν τοῦ μέλλοντος ἀδηλίαν πολλὰ δεδιότων, καὶ αὐτὸς, ἀλλ' οὐδ' αὐτὸς ἂν φθάνοις προδεδομένος ὢν ὑπὸ τῶν τοιούτων.» ὁ δ' ἀκούων ἠμέλει, οὐκ οἶδ' ὁπότερον, εἴτε τὸν ὄγκον τοῦ πράγματος δειλιῶν, εἴτ' ἄλλο διανοούμενος τέως ἀπόῤῥητον, οἶμαι περιμένων χειρώσασθαι τὸν Λιβαδάριον πρότερον. (Στ.) Τούτων οὕτως ἐχόντων ἀπαγγελίαι φοιτῶσιν ὀξεῖαι παρά τε τὸν Λιβαδάριον παρά τε τὸν βασιλέα, σύγχυσιν καὶ μερισμὸν διακηρύττουσαι τῶν τε πραγμάτων καὶ τῆς βασιλείας αὐτῆς. τὸν μὲν οὖν βασιλέα τὸ τῆς ἀκοῆς αἰφνίδιον σφοδρῶς ἐθορύβησε, καὶ οἷον εἰπεῖν λύπης πυθμένες ὅλους ἐξεῤῥόφησαν τούτου τοὺς λογισμούς. ὅμως τῇ πρὸς θεὸν εὐσεβείᾳ τοῦ συνειδότος θαῤῥῶν καὶ τῷ μηδεμίαν αἰτίαν τῇ τοιᾷδε παρασχηκέναι ὑποθέσει ἔμεινε κατὰ χώραν, μήτε πρὸς ὅπλα βλέψας καὶ βέλη, μήτε πρὸς στρατευμάτων συμμαχούσας φάλαγγας· ἀλλ' ὅλας εἰς τὴν ὑπέραγνον θεομήτορα τὰς ἐλπίδας ἀναρτήσας καὶ τὸν σωτῆρα Χριστὸν, εἰδὼς ὡς οὐκ ἔστιν οὐδὲν ὃ μὴ τῆς ἐκείνου χειρὸς ἐξῆπται, ἀλλὰ πάντα προνοίας ἐκεῖθεν ἀπόῤῥητοι βόσκουσι λόγοι, ὅπερ ἂν βούλοιτο τέλος ἐκεῖνος ἑκάστοις τῶν πραγμάτων ἐπάγειν. τὴν δὴ τοιαύτην αὐτοῦ συντριβὴν τῆς ψυχῆς ἐπιβλέψας ὁ κύριος ἔσφηλε τὰ τοῦ πιγκέρνη σκέμματα, καθάπερ φορτίδος νεὼς τοὺς ἰθύνοντας ἀφελόμενος οἴακας· καὶ ἀντὶ τοῦ Λιβαδαρίῳ ἐπιθέσθαι κατὰ τὴν πρώτην ἔφοδον ἀπαρασκεύῳ ἔτι τυγχάνοντι, ὁ δὲ Θεοδώρῳ τῷ τοῦ βασιλέως ἐπέθετο ἀδελφῷ ἐκεῖ που περὶ τὴν Λυδίαν καὶ αὐτῷ διατρίβοντι τότε. ἀνύποπτος γὰρ ἦν οὗτος τῷ βασιλεῖ καὶ πολλῆς ἐκείνου τῆς εὐμενείας ἀπέλαυε καὶ διὰ τοῦτο διέτριβεν ὅπῃ καὶ ὅπως ἐβούλετο. ἀφ' οὗ γὰρ εἶδε κατασχεθέντα τὸν ἀδελφὸν, συνῆκεν ὡς καλὸν τὸ μετριώτερον φέρειν τὴν τύχην· καὶ ῥίψας τὰ ὀφειλόμενα τῆς ἀξίας σύμβολα ἰδιωτικοῖς καὶ αὐτὸς ἐχρῆτο ἐνδύμασι. διὸ καὶ πολλὴν ἐκαρποῦτο καὶ καθαρὰν τὴν τοῦ βασιλέως εὐμένειαν. τοῦτον οὖν ἐπελθὼν κατέσχεν ὁ πιγκέρνης, ὡς μὴ βασιλείας ὄνομα τούτῳ περικειμένῳ προστρέχωσί τινες κἀντεῦθεν σύστημα γένηται στρατοπέδου καὶ γένηταί οἱ τουτὶ τῆς προθέσεως οὐκ ἐλάχιστον κώλυμα. (Ζ.) Ἀλλ' ἐλελήθει σκιὰν ἀντ' ἀληθείας κρατῶν. ὁ γὰρ πρωτοβεστιαρίτης Λιβαδάριος τὴν περὶ τὰ πάρεργα ταῦτα τοῦ πιγκέρνη ἀσχολίαν καιρὸν ἴδιον ἡγησάμενος πεμφθέντα παρὰ τῆς ἄνωθεν δεξιᾶς ἐν οὕτω βιαίᾳ καὶ ὀξέως ἀνταγωνιζομένῃ πραγμάτων ῥοπῇ πάντα κινεῖ χρήματα καὶ πάντα τὴν ταχίστην συναγείρει στρατὸν ἔκ τε τῆς παραλίου τῆς Ἰωνίας ἔκ τε τῆς μεσογαίου καὶ, συνελόντι φάναι, πανταχόθεν. τὸν ἴδιον γὰρ ἐξαργυρισάμενος πλοῦτον, καὶ ὅσοι περὶ αὐτὸν πλουτοῦντες ἐτύγχανον, καὶ πρός γε ἔτι ἐκ τῆς Φιλαδελφείας πλεῖστα βασιλικὰ μεταστειλάμενος χρήματα ἄφθονα πάντα προὐτίθει χορηγῶν τῷ στρατῷ, μείζους ἔτι προστιθεὶς καὶ τὰς ἐπαγγελίας καὶ ἡδίους ποιῶν ταῖς ἐλπίσιν αὐτούς· ὡς πρὶν ἢ δέκα ἐξήκειν ἡμέρας, μετὰ βαρείας ἐλθόντα δυνάμεως κατὰ μέσην τὴν Λυδῶν χώραν πήξασθαι τὸ στρατόπεδον κἀκεῖ βρίθουσιν ὅπλοις τὴν ἔφοδον ἐκδέχεσθαι τοῦ πιγκέρνη. ὅδ' ἀνυσιμώτατον ἔδοξε τῇ τοῦ Λιβαδαρίου σπουδῇ καὶ τὸ πᾶν ἐν βραχεῖ κατεπράξατο· εἰδὼς γὰρ ὡς μάλιστα πάντων οἱ Κρῆτες παρασπίζουσι τῷ πιγκέρνῃ καὶ τῶν ἐγγυτάτω τούτῳ κυκλούντων εἰσὶ, λάθρα πέμψας χρήματά τε δώσειν αὐτὸς ὑπισχνεῖται πάμπολλα καὶ λαμπρὰς τὰς τιμὰς προξενῆσαι παρὰ τοῦ βασιλέως αὐτοῖς, ἢν τὸν πιγκέρνην ἀπολαβόντες δέσμιον παραδῶσιν αὐτῷ συῤῥηγνυμένων ἤδη τῶν στρατοπέδων. οἳ δὴ καὶ πάλαι δυσχεραίνοντες πρὸς τὴν ἐς τὰ παρόντα σκέμματα βραδυτῆτα καὶ μέλλησιν τοῦ πιγκέρνη καὶ ἄλλως τὴν τῶν πραγμάτων τύχην ἀντιστρατευομένην ὁρῶντες αὐτῷ κλίνουσι πρὸς τὰς ὑποσχέσεις καὶ τὸ πᾶν αὐτοὶ κατασκευάζουσιν ἔπειτα δρᾶμα μεταξὺ τοῦ πολέμου. καὶ οὕτως αὐτός τε παραδίδοται δέσμιος καὶ τὸ πᾶν ἐν βραχεῖ καταλύεται τούτου στρατόπεδον. (Η.) Ἐπεὶ δὲ τῷ πρωτοβεστιαρίτῃ Λιβαδαρίῳ κατὰ γνώμην ἀπηντήκει τὰ πράγματα καὶ πέρας εἶχε τούτῳ χρηστὸν, ὁ δὲ οὐ μετριάζουσαν ἔῤῥιψε τὴν ὀφρὺν πρὸς τὸν ἡττηθέντα, οὐδ' ᾐδέσθη τὴν τύχην τἀνδρὸς, οὐδ' ἀνθρωπίνως προσηνέχθη τοῖς πράγμασιν· ἀλλ' ἐν νῷ λαβὼν τὸ τοῦ βασιλέως πρὸς τὰς κολάσεις ἀκίνητον καὶ δείσας μὴ φιλανθρωπίας ὁ δέσμιος τύχῃ ἀπελθὼν μετὰ τρίτην ἀπὸ τῆς κατασχέσεως ἡμέραν ἀφαιρεῖται τῶν ὀφθαλμῶν αὐτοῦ τὰς αὐγάς. οὕτω πικρὸς καὶ λιθίνην αὐχῶν τὴν καρδίαν ἐφάνη περὶ τὸν δυστυχήσαντα ἄνθρωπον. φιλεῖ γὰρ ἐς ἀπόνοιαν ῥᾷστα χωρεῖν τὸ ἀνθρώπινον, ὁπότε μὴ λόγον ἡνίοχον ἔχοι ἐμμελῶς ἀναστέλλοντα τὴν τῆς τύχης ἀστάθμητον περιπέτειαν. τὰ γὰρ ἐν πολέμῳ καὶ μάχῃ γινόμενα, ὁποῖά ποτ' ἂν ᾖ, συγγνώμην ἔχει τῷ πεπραχότι, περιστατουμένου τότε τοῦ λογισμοῦ καὶ τῆς χειρὸς οἱονεὶ μεθυούσης καὶ λόγον οὐκ ἐχούσης χειραγωγὸν καὶ πρύτανιν τῶν πραττομένων. τῆς δ' ἀκμῆς τῶν δεινῶν παυσαμένης καὶ καιρὸν ἤδη τῆς προαιρέσεως εἰληφυίας μετὰ στάθμης τινὸς καὶ κρίσεως τὰς τῶν πράξεων ἀρχὰς παρέχεσθαι τῇ χειρὶ, μοχθηρίαν γνώμης κατηγορεῖ τοῦ πράξαντος, εἴ τι μὴ κατὰ τὸ προσῆκον γίγνοιτο. θʹ. Κατὰ τοῦτον μέντοι τὸν χρόνον συνέβη γενέσθαι σεισμὸν τῶν πάνυ μεγίστων, ὑφ' οὗ πολλαὶ μὲν τῶν μεγάλων οἰκιῶν, πολλοὶ δὲ τῶν μεγάλων νεῶν οἱ μὲν ἐπεπτώκεισαν, οἱ δὲ διεῤῥάγησαν. ἐπεπτώκει δὲ καὶ ὃν πρὸ τοῦ νεὼ τῶν ἁγίων ἀποστόλων ἐπὶ κίονος ἔστησε τοῦ ἀρχιστρατήγου Μιχαὴλ ἀνδριάντα Μιχαὴλ βασιλεὺς ὁ Παλαιολόγος, ὁπότε τῆς Κωνσταντινουπόλεως ἐγκρατὴς ἐγεγόνει· ὃν αὖθις Ἀνδρόνικος βασιλεὺς, ὁ ἐκείνου παῖς, ὡς εἶχε σχήματος, ἐπεσκεύασέ τε καὶ ἀνεστήλωσε. (Β.) Κατὰ δὲ τὸ ἐπιὸν θέρος ἧκεν ἐκ Τραπεζοῦντος εἰς Κωνσταντινούπολιν Εὐδοκία ἡ τοῦ βασιλέως ἀδελφὴ, θανόντος ἐκεῖ τοῦ ἀνδρὸς αὐτῆς Ἰωάννου τοῦ Λαζοῦ· ἧκε δὲ μετὰ τοῦ δευτέρου ταύτης παιδός. τὸν γὰρ πρῶτον Ἀλέξιον ἐκεῖ καταλείπει, τὴν πατρικὴν περιέπειν ἀρχήν. ταύτην δὴ τὴν Εὐδοκίαν πέμψας ὁ Κράλης Σερβίας ἐζήτει γυναῖκα λαβεῖν, ἵν' αἰωνιζούσας ποιήσῃ πρὸς Ῥωμαίους σπονδάς. ἰσχυρὸς γὰρ ἦν καὶ οὐ διέλιπε τὰ Ῥωμαίων ἀεὶ συγχέων πράγματα καὶ πόλεις καὶ χώρας τὰς μὲν αἱρῶν, τὰς δὲ ληϊζόμενος. τοῦτο πολλαπλῇ μεριζομένην τῷ βασιλεῖ τὴν ἀπορίαν ἤνεγκε· πρῶτον μὲν, ὅτι περὶ πλείονος τὴν τοῦ Κράλη φιλίαν ἐτίθετο· δεύτερον, ὅτι καὶ τὴν ἐκείνου συνάφειαν ἀποτρόπαιον ἡγεῖτο ἡ τοῦ βασιλέως ἀδελφὴ Εὐδοκία καὶ οὐδ' ἄκροις ὠσὶν ἀκούειν ἠνείχετο τῶν λεγόντων· τρίτον, ὅτι καὶ τέταρτον ἦν ὅπερ ᾔτει συνοικέσιον. τῇ γὰρ πρώτῃ, θυγατρὶ τοῦ τῆς Βλαχίας ἄρχοντος οὔσῃ, χρόνους τινὰς συνοικήσας εἶτα αὐτὴν μὲν ἀπέπεμψεν εἰς τὴν θρεψαμένην· ἠγάγετο δὲ τὴν γυναικαδέλφην τοῦ αὐταδέλφου τὸ μοναχικὸν αὐτὴν περιδύσας πρότερον σχῆμα. εἶτα τῆς τῶν Τριβαλλῶν ἐκκλησίας ἀνθισταμένης ἐπιπολὺ πρὸς τὸ παράνομον, ἐκπέμπει καὶ ταύτην μετὰ πολὺν τὸν χρόνον. ἄγεται δὲ τὴν ἀδελφὴν τοῦ τῆς Βουλγαρίας ἄρχοντος Σφενδοσθλάβου, σύζυγον τρίτην αὐτήν. ἐπαιδοποίησε δὲ μετ' οὐδεμιᾶς τῶν τριῶν. ἤδη δὲ καὶ ταύτην ἀποστέρξας εὐγενεστέραν ἐζήτει συγγένειαν. (Γ.) Ἐπεὶ δ' ἡ μὲν Εὐδοκία τὴν ἐκείνου συνοίκησιν ὅλαις προθέσεσι τῆς ψυχῆς ἀπηρνεῖτο, ὁ δ' ἐκεῖθεν ἐμβριθῶς ἐπέκειτο ζητῶν οὐ μικρὰς προστιθεὶς καὶ τὰς ἀπειλὰς, ἀναγκασθεὶς ὁ βασιλεὺς μηνύει τῷ Κράλῃ περὶ τῆς ἑαυτοῦ θυγατρὸς Σιμωνίδος, πέμπτον τῆς ἡλικίας ἀγούσης ἔτος, ἵν' ὑπ' ἐκείνῳ λαβόντι τρέφοιτο, μέχρις ἂν ἐς τὸν νομιζόμενον ἔλθῃ τοῦ γάμου χρόνον κἄπειτα εἴη σύζυγος αὐτῷ τοῦ λοιποῦ. ἔαρος οὖν ἐπιστάντος ἄπεισιν ὁ βασιλεὺς μετὰ τῆς δεσποίνης ὁμοῦ καὶ τῆς θυγατρὸς ἐς Θεσσαλονίκην ἐπαγόμενος καὶ τὸν Πορφυρογέννητον δέσμιον, δέει τοῦ μὴ διαδρᾶναι συνεργίαις μητρικαῖς. οὐ γὰρ διέλιπεν ἡ μήτηρ Θεοδώρα ἡ δέσποινα διηνεκῶς ὑπὲρ τοῦ παιδὸς ἀσχάλλουσα καὶ ζητοῦσα τὴν λύσιν αὐτοῦ. (Δ.) Ἥκει δ' ἐκεῖθεν καὶ ὁ Κράλης φέρων ὁμήρους τοὺς κατὰ γένος προὔχοντας υἱέας τῶν Τριβαλλῶν, φέρων δ' ὁμοῦ καὶ τὴν ἀδελφὴν τοῦ Σφενδοσθλάβου πρὸς πίστωσιν τῶν σπονδῶν. ᾗ δὴ καὶ μικρὸν ὕστερον πρὸς τὴν Κωνσταντινούπολιν κομιζομένῃ μίγνυται σαρκικῶς Μιχαὴλ ὁ Κουτρούλης, ὃς τοῦ βασιλέως γενόμενος ἐπ' ἀδελφῇ γαμβρὸς νῦν διετέλει χηρείαν ἄγων θανούσης ἐκείνης. μίγνυται μὲν οὖν τῇ ῥηθείσῃ λάθρα τὸ πρῶτον, ἔπειτα καὶ σύζυγον ἄγεται νόμιμον ἐς τοὐμφανές. καὶ ἵνα τἀν μέσῳ συντέμω, στεῤῥὰς καὶ μάλα βεβαίας ὁ Κράλης τὰς σπονδὰς ποιησάμενος καὶ οἷαι κατὰ γνώμην ἦσαν τοῦ βασιλέως, ἐπάνεισι τὴν Σιμωνίδα λαβὼν βρέφος οὖσαν τεσσαρακοντούτης τυγχάνων αὐτὸς καὶ τοῦ βασιλέως καὶ πενθεροῦ καθ' ἡλικίαν προήκων πέντε ἔτεσιν ἔγγιστα. ιʹ. Κατὰ δὲ τὸ ἐπιὸν ἔτος ἐς τὴν βασιλεύουσαν ἐπανήκοντι τῷ βασιλεῖ πέμπουσί τινες τῶν ὑπὲρ τὸν Ἴστρον Μασσαγετῶν λαθραίαν πρεσβείαν· Ἀλανοὺς ἡ κοινὴ τούτους καλεῖ διάλεκτος· οἳ δὴ καὶ Χριστιανοὶ τυγχάνοντες ἄνωθεν ἔπειτα τῇ βιαίᾳ χειρὶ τῶν Σκυθῶν ὑπαχθέντες σώμασι μὲν ἐδούλευσαν ἄκοντες, τὴν δὲ γνώμην αὐτονομίας ἀεὶ κατεβίβρωσκεν ἔφεσις καὶ τῶν ἀσεβῶν ἀλλοτρίωσις. πέμπουσιν οὖν χῶρον ἀρκοῦντα ζητοῦντες εἰς οἴκησιν ὑπὲρ τὰς δέκα χιλιάδας αὐτῶν βουλομένων ἐλθεῖν πανοικὶ, εἴ γε βουλομένῳ εἴη καὶ βασιλεῖ, καὶ ἅμα συμμαχήσειν ὑπισχνούμενοι κατὰ τῶν Τούρκων ὅλαις χερσὶ, κραταιωθέντων ἤδη καὶ κατατρεχόντων ἀδεῶς καὶ πορθούντων ὅλην τὴν τῶν Ῥωμαίων Ἀσίαν. τῷ μὲν οὖν βασιλεῖ παρὰ τοσοῦτον ἐφάνη τὰ τῆς πρεσβείας καθ' ἡδονὴν, παρόσον ἂν εἰ θεόθεν ἐτύγχανε κατιοῦσα καὶ τὰ κατὰ πάσης Ἀσίας μνηστευομένη τρόπαια. μετὰ γὰρ τὴν τοῦ Φιλανθρωπηνοῦ συμβᾶσαν ἐκείνην σύγχυσιν πάντας ἔλεγεν ὑποπτεύειν Ῥωμαίους καὶ μηδένα νομίζειν ὀρθὴν πρὸς αὐτὸν διασώζειν ὑπόληψιν· διὸ καὶ συμμαχίας ὑπερορίους ὠνειροπόλει νυκτὸς καὶ ἡμέρας, ὡς μὴ ὤφελεν. ἀποδοκιμαζομένων γὰρ ἁπάντων Ῥωμαίων, τὰ Ῥωμαίων ἐνόσησε πράγματα καὶ πρὸς ἐσχατιὰς κατηνέχθη κινδύνων, ὡς ἔμπροσθεν δηλωθήσεται. (Β.) Τῆς μέντοι πρεσβείας οὕτως ἀσμένως δεχθείσης ἥκουσιν οἱ Μασσαγέται τέκνοις ἅμα καὶ γυναιξὶ χιλιάδες ὑπὲρ τὰς δέκα. ἐπεὶ δὲ ἔδει χρήματα καὶ ἵππους καὶ ὅπλα τούτοις διδόναι, τὰ μὲν ἐκ τοῦ βασιλικοῦ πρυτανείου ἐδίδοντο, τὰ δ' ἐκ τῶν στρατιωτικῶν, τὰ δ' ἐκ τῶν κοινῶν καὶ ἰδιωτικῶν. ἐντεῦθεν συχνοὶ καὶ ἄλλος ἐπ' ἄλλῳ ἐξῄεσαν οἱ τὰς χώρας ἀργυρολογοῦντες· ηὖξον οἱ φορολόγοι τὰ τέλη· πᾶν ὅπλον καὶ πᾶς ἵππος ἠθροίζετο· ἠρευνῶντο κῶμαι, πόλεις, οἰκίαι τῶν μεγιστάνων, οἰκίαι τῶν ἐν στρατείαις κατειλεγμένων, ἀσκητήρια, δῆμοι, θέατρα, ἀγοραὶ, καὶ πάντες ἐδίδουν ἵππους καὶ χρήματα, ἄκοντές τε καὶ ὀλοφυρόμενοι, οὐκ εὐχὰς καὶ λόγους εὐφήμους, ἀλλὰ δάκρυα καὶ ἀρὰς παραπομποὺς ἐφοδίους τῷ νέῳ στρατῷ συνεκπέμποντες. ἐπεὶ δὲ καὶ ἐς Ἀσίαν διαβαίνουσιν ἐξ Εὐρώπης ἅμα τῷ βασιλεῖ Μιχαὴλ, αὐτοὶ μὲν στρατοπεδεύουσι περὶ Μαγνησίαν· οἱ δὲ Τοῦρκοι τὰ πρῶτα περὶ τὰ ὄρη καὶ τὰς λόχμας ἀναχωροῦσι, τοῦτο δὴ τὸ σύνηθές σφισι ποιοῦντες, ἵν' ἐκεῖθεν αὐτοὶ ταῖς δυσχωρίαις φρουρούμενοι τὰ τούτων ὁρῶσι στρατεύματα ὁπόσα τε καὶ οἷα τυγχάνοιεν καὶ εἰ κατὰ στρατηγικὴν ἐμπειρίαν στρατοπεδεύοιεν. ἴσασι γὰρ ὡς πολλὰ τῶν οὐκ ὄντων ἡ φήμη κομίζει ταῖς ἀκοαῖς ὑπὲρ τὸ προσῆκον τὰ πράγματα αὔξουσα· ὅθεν περιϊόντες ἐσκόπουν, εἴτε κατὰ τὴν φήμην ἀνεπιχείρητα εἴη τὰ πρὸς αὐτοὺς, εἴτε χρὴ δόλοις καὶ λόχοις αὐτοὺς Περσικοῖς περιελθεῖν καὶ κατατροπώσασθαι. (Γ.) Ἐπεὶ δὲ ἴδοιεν τούτους ἀτάκτως ἐπὶ λείαν παρεξιόντας συχνὰ, καὶ γὰρ ἐληΐζοντο τὰ Ῥωμαίων αὐτοὶ μεῖζον ἢ κατ' ἐχθρὸν προφανῆ, παρακατίασι τῶν ὀρῶν οἱ μαχιμώτατοι μετὰ τῆς συνήθους σφῶν ἐς τὰ πολέμια τάξεως μικρὸν μὲν πρῶτον ἔπειτα πλεῖον· καὶ ἀεὶ μείζονι καὶ θαῤῥαλεωτέρᾳ χρώμενοι τῇ ὁρμῇ τῆς ἐφόδου δῆλοι ἦσαν τὰ τοῦ βασιλέως κυκλώσοντες στρατόπεδα. ἀλλ' οὐκ ἐνέμειναν οὐδὲ τὴν πρώτην ἔφοδον τῶν βαρβάρων οἱ ἡμέτεροι, ἀλλ' ἄραντες ἐκεῖθεν ἐπὶ πόδα ἀνεχώρουν καταμικρὸν, κατόπιν τῶν βαρβάρων ἰόντων κἀκ τῶν ἔγγιστα παραστρατοπεδευόντων. οὐ γὰρ ὡς εἶχον πλήθους ἑώρων τοὺς βαρβάρους οἱ ἡμέτεροι· ἀλλὰ ταὐτὸν ἐπεπόνθεσαν ὑπὸ δειλίας, οἷον οἱ μεθύοντες ὑπὸ οἴνου, οἱ οὐ τὰ ὄντα κατὰ φύσιν ὁρῶσιν, ἀλλ' ἀνθ' ἑτέρων ἕτερα οἴονται βλέπειν ὑπὸ τῆς περὶ τὸν ἐγκέφαλον πλείστης ὑγρότητος κυματουμένης τῆς ὄψεως καὶ οἱονεὶ κολυμβώσης ἐς τὰ φαινόμενα πλημμελῶς. τὰ γὰρ ἀδικίαν ἔχοντα προπορευομένην καὶ θράσος στρατόπεδα συγγενῆ φθορὰν αὐτόθεν καὶ κατάλυσιν ἐπιφέρονται· καὶ πρὶν τοὺς πολεμίους ἐπεισπεσεῖν, αὐτοὶ πρότερον ὑπὸ δειλίας ἀνατρέπονται σφῶν αὐτῶν αὐτοὶ γινόμενοι πολέμιοι, τῆς δίκης ἄνωθεν κατὰ τὸ προσῆκον διδούσης τῶν πραττομένων τὰ τέλη. οὐ γὰρ ἦν εἰκὸς κατορθῶσαί τι τοὺς ἀρὰς καὶ δάκρυα λαβόντας ἐφόδια πρὸς τὴν ἔξοδον. ὁ μὲν δὴ βασιλεὺς τοὺς Μασσαγέτας φυγῇ χρησαμένους ἰδὼν καὶ μὴ δυνάμενος μετ' ὀλίγων ἀντιστρατεύεσθαι τοῖς βαρβάροις φέρων ἐμβέβληκεν ἑαυτὸν ἐς ἀσφαλέστατον φρούριον τὴν Μαγνησίαν τῆς συμφορᾶς τὸ τέλος ἀποσκοπῶν. οἱ δὲ Μασσαγέται κατῄεσαν ἄχρι τοῦ Ἑλλησπόντου πάντα ληϊζόμενοι τὰ Χριστιανῶν κἀκεῖθεν ἐς Εὐρώπην διαπεραιοῦνται· ὥσπερ ἂν εἰ διὰ μόνον τουτὶ προσεκλήθησαν ἐκ Σκυθῶν, ἵνα τοῦ δέοντος πρωϊαίτερον τοὺς Τούρκους ἄχρι θαλάττης ὁδηγήσαιεν. οὐ γὰρ πολλαὶ μεταξὺ παρεληλύθεσαν ἡμέραι καὶ ὁ μὲν βασιλεὺς ἐς Βυζάντιον ἐπανῆκεν, οἱ δὲ βάρβαροι κατῄεσαν μικροῦ πάντα διαλαχόντες τὰ μέχρι καὶ ἐς τὴν Λεσβίαν παράλιον. κʹ. Συνέβη δ' ἐν τούτῳ τῷ χρόνῳ κινηθῆναι καὶ μάχην μεταξὺ Γεννουιτῶν καὶ Βενετικῶν καὶ πλείστας μὲν ἀπολέσαι ναῦς καὶ χρήματα τοὺς Βενετικοὺς νικωμένους ἄλλοτε ἄλλοθι παρ' ἐκείνων· ὀψὲ δ' ἑβδομήκοντα παρασκευάσαντας ναῦς ἐλθεῖν κατὰ τουτωνὶ τῶν Γεννουιτῶν, οἳ τὴν οἴκησιν ἀντιπέραν ποιοῦνται τῆς Κωνσταντινουπόλεως, καὶ αὐτῶν μὲν μηδένα καταλαβεῖν· προμαθόντας γὰρ ἐκείνους γυναῖκας μὲν καὶ παῖδας καὶ χρήματα τῆς βασιλευούσης ἐντὸς ἀσφαλίσασθαι· αὐτοὺς δ' ἐς τὰς αὐτῶν τριήρεις ἐμβάντας φυγεῖν τοὺς διώκοντας, ἀποπλεύσαντας ἐς τὸν Εὔξεινον· ὡς ἐντεῦθεν μὴ καταλαβοῦσί σφισιν ἐκείνους ἐνταῦθα ἀναγκασθῆναι κάειν τάς τε οἰκίας ἐκείνων καὶ τὰς παρατυχούσας κενὰς ὁλκάδας· οὐ μόνον δὲ, ἀλλὰ σύν γε αὐταῖς καὶ τὰς Ῥωμαίων ἐκτὸς τείχους οἰκίας ἁπάσας, ἀμυνόμενοι δεξαμένους γυναῖκας καὶ παῖδας καὶ χρήματα τῶν ἐχθρῶν ἐν τῷ ἀσφαλεῖ· ἀφ' ὧν ὁρμηθέντας Ῥωμαίους τῶν τῆς βασιλευούσης ἐντὸς κατοικούντων Βενετικῶν ἔστιν οὓς διασπαράξαι καὶ τὰ αὐτῶν ληΐσασθαι πάντα χρήματα. (Β.) Δι' ἃ δὴ καὶ ἐς τοὐπιὸν θέρος ὀκτωκαίδεκα τριήρεις αὖθις ὁπλίσαντες οἱ Βενετικοὶ ἧκον τὴν γενομένην ζημίαν ἀπαιτοῦντες παρὰ τοῦ βασιλέως. μηδὲ γὰρ εἶναί φησι πρὸς τῆς νενομισμένης φιλίας τῷ προπεπονθέναι μεγάλα ἀμυνομένους μέτρια τέλος καὶ τὴν ἐσχάτην ὑποστῆναι ζημίαν· προκατάρξαι γὰρ τῆς παρασπονδήσεως Ῥωμαίους, ταῖς τῶν ἀντιπάλων γυναιξὶ καὶ παισὶ μετὰ τῶν χρημάτων ἐν τῇ τῆς μάχης ἀκμῇ πᾶσαν καὶ παντοίαν περιποιησαμένους ἀσφάλειαν. τοῦ δὲ βασιλέως μήτε λόγον εὔλογον ἔχειν τὴν ἀπαίτησιν ἀποκρινομένου, μήτε ἁρμόττουσαν τύχῃ βασιλικῇ τὴν ἐπιτίμησιν κατὰ τῆς αὐτῶν ἀναιδοῦς ἐπενεγκεῖν ἔχοντος τόλμης τῷ μὴ κεκτῆσθαι τριήρεις ἀντιστρατευομένας (προαπολώλεσαν γὰρ, ὡς εἰρήκειμεν), ἐς τοσοῦτον ἐξηνέχθησαν θράσους τῷ μάλα περιφρονεῖν τῶν Ῥωμαίων τὸ ἄνανδρον καὶ τοσαύτην προὐξένησαν τῇ Ῥωμαίων ἡγεμονίᾳ τὴν αἰσχύνην, ἐς ὅσον αἰσχυνοίμην ἂν αὐτὸς ἀφηγούμενος. ὅπου γὰρ κατηναγκασμένα τῶν ἀτυχημάτων ἔπεισι τὰ αἴτια, λύπαις μὲν καὶ οὕτως ἔξεστι τὴν ψυχὴν κατατρύχειν· μετρίαις δ' οὖν ὅμως, ἐκεῖ τοῦ συνειδότος οὐδένα μαστιγοφόρον μετάμελον ἔχοντος, ἀλλὰ θείαν τινὰ κρίσιν ἀποῤῥήτους τοὺς λόγους κρύπτουσαν ἡγουμένου τὸ πρᾶγμα. ἐνταῦθα δ' ἐξεπίτηδες καὶ οἷον εἰπεῖν μετὰ τέχνης εἰς ἀνδραπόδων μοῖραν ἑκόντες ἔῤῥιψαν Ῥωμαῖοι τὸ τῆς Ῥωμαίων ἡγεμονίας ἀξίωμα, τὰς οἰκείας τριήρεις τῆς θαλάττης γυμνώσαντες ἐλπίδος ἕνεκα κέρδους, ὃ μάλα βραχύτατον ὂν μάλα μακράν τε καὶ πολυτάλαντον ἐγεώργησε τὴν ζημίαν καὶ ταύτην πολλῷ μακρότερον ἔχουσαν τὸ τῆς αἰσχύνης ἔγκλημα. οὐδὲ γὰρ ἦν ἂν οὔτε Λατίνους οὕτω κατὰ Ῥωμαίων θρασύνεσθαι, οὔτε ψάμμον θαλάσσης θεάσασθαι Τούρκους ποτὲ, τῆς ναυτικῆς τῶν Ῥωμαίων δυνάμεως θαλαττοκρατούσης ὡς πρότερον· οὐδ' ἐς τοῦτ' ἀνάγκης συνελαθῆναι Ῥωμαίους, ὥστε μὴ μόνον ὁπόσα τῶν ἐθνῶν ὁμοροῦντα πεφύκασιν, ἀλλὰ καὶ ὅσα ὡς ποῤῥωτάτω τὴν δίαιταν ἐκληρώσαντο, οἷά τινα λίθον φοβεῖσθαι Ταντάλειον ἀπὸ λεπτοῦ τινος μίτου μετεωριζόμενον ἐπὶ κεφαλῆς, καὶ πᾶσιν ἀναγκάζεσθαι φόρον εἰσφέρειν ἐτήσιον, καθάπερ Λυσάνδρῳ καὶ Δερκυλλίδᾳ καὶ τοῖς ἐκ Λακεδαίμονος ἁρμοσταῖς δασμὸν τὸν ἐτήσιον Ἀθηναῖοι πάλαι καὶ Βοιωτοὶ δυστυχήσαντες. (Γ.) Ἀλλ' ἐκεῖσε ἐπάνειμι. παρελθόντες μέντοι ἐς τὸ Κέρας ἐπὶ τῶν τριήρων ὁπλοφοροῦντες οἱ Βενετικοὶ τῇ πρὸς ἄρκτον προσέσχον παραλίᾳ ἀντικρὺ τῶν βασιλικῶν οἴκων· κἀκεῖθεν πέμψαντες ἀπῄτουν τὰ χρήματα, ὁπόσοις τοὺς ἔνδον τῆς βασιλευούσης οἰκοῦντας Βενετικοὺς οὐδένα ἀδικήσαντας ἐζημίωσαν· πλείω λαβεῖν παρ' ἀκόντων Ῥωμαίων ἀπειλοῦντες, εἰ μὴ αὐτοί γε ἑκόντες ἀποδοῖεν ὁπόσα χρεών. ἐπεὶ δ' ἀποφάσκοντα τὴν ἀπόδοσιν τὸν βασιλέα ἐγνώκεσαν, αὐτόθεν κατειρωνεύεσθαι τὴν Ῥωμαίων ἤρξαντο δύναμιν· καὶ ὑφῆψαν εὐθὺς τάς τε ἀντιπέρας οἰκίας ἁπάσας κενὰς οὔσας τῶν ἐνοικούντων· φθάσαντες γὰρ ἐξῴκισαν ἐκεῖνοι σφᾶς αὐτοὺς ἐκεῖθεν· καὶ ἔτι ὁπόσα περὶ τὰς ἅλως ἀσταχύων δράγματα ἦσαν· τὸ δὲ ὥσπερ παιδιὰ καὶ χλεύη τις ἦν ἐκείνων κατὰ τοῦ βασιλέως. ξυμπέπτωκε γὰρ καὶ λεπτάς τινας αὔρας ἀπ' ἄρκτου πνεούσας τῇ τε φλογὶ διδόναι ῥοπὴν καὶ πλείστου καπνοῦ τὰ βασίλεια ἐμπιπλᾷν. τῇ δ' ὑστεραίᾳ ἐκεῖθεν ἄραντας ἔργον ἦν τὰς ὁθενδήποτε πρὸς τὴν βασιλεύουσαν εἰσπλεούσας ὁλκάδας χειροῦσθαι καὶ τὰς ἐν τῇ Προποντίδι νήσους ληΐζεσθαι παραπλέοντας καὶ οὐχ ὅπως ὅσα ἐν χρήμασιν ἦν συναθροίζειν, ἀλλὰ καὶ τοὺς ἄνδρας ἐπὶ κεφαλῆς μετεωρίζοντας ἀπὸ τῆς κεραίας μαστίζειν πρὸ τῶν τῆς βασιλευούσης τειχῶν· ἵν' ὁρῶντες οἱ κατὰ γένος ἑκάστῳ προσήκοντες πολλὰ καταβάλλωσι χρήματα πρὸς ἐξώνησιν· καὶ οὕτω πλείω τῶν ζητουμένων οἱ Βενετικοὶ συλλεξάμενοι χρήματα ἀνεχώρησαν οἴκαδε. (Δ.) Ὁ δὲ πατριάρχης Ἰωάννης ὁρῶν περιφρονούμενον ἑαυτὸν ἀμαθίας τε καὶ ἁπλότητος ἕνεκα καὶ ἀνακεκαλυμμένως παρὰ ἀρχιερέων ἔστιν ὧν λοιδορούμενον τῇ λύπῃ καὶ τῇ μικροψυχίᾳ νικᾶται καὶ δίδωσι φέρων τῷ βασιλεῖ τοῦ θρόνου παραίτησιν ἔγγραφον, ἐπεὶ μὴ βούλοιτο ἐκδικεῖν. ὁ δὲ ἀπελθὼν ἡσύχασε μέχρι τινὸς παρὰ τὴν μονὴν τῆς ὑπεράγνου θεομήτορος, τῆς Παμμακαρίστου. ἔπειτ' ἀπῄει παρὰ τὴν θρεψαμένην, τὸ τῆς Σωζοπόλεως λέγω πολίχνιον· ἔνθα καὶ τὸ λεῖπον ἐν ἡσυχίᾳ τοῦ βίου παρήμειψεν. https://byzantium.gr/ ΛΟΓΟΣ Ζ’.αʹ. Κατὰ τοῦτον τὸν χρόνον ἐκ τῆς ἕω τὰ μέγιστα τῶν κακῶν ἀνεῤῥάγη πελάγη, καθάπερ μυρίων πνευμάτων ἐξαίφνης ὁμοῦ συῤῥαγέντων καὶ πάντ' ἄνω καὶ κάτω ἐλαυνόντων καὶ συγκυκώντων. ἐπεὶ γὰρ ἔρημα στρατευμάτων τὰ πρὸς ἕω τῆς Ῥωμαίων ἡγεμονίας ἐλείπετο, συνασπισμὸν οἱ τῶν Τούρκων σατράπαι ποιήσαντες πάντα κατέδραμον ἄχρι θαλάττης ἁπάσης καὶ πρὸς αὐταῖς ἤδη ταῖς ἀκταῖς μετοικήσαντες· καὶ οἱ μὲν πλεῖστοι τῶν τε ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν καὶ νηπίων, καὶ ὅσα ἐν κτήνεσι καὶ ὅσα ἐν χρήμασιν ἦσαν, ὑπὸ τὴν τῶν πολεμίων ἄρτι αἰχμὴν ἐγεγόνεισαν. ὅσοι δ' ἔλαθον διαδράντες, οἱ μὲν ἐς τὰς ἔγγιστα πόλεις κατέφυγον, οἱ δὲ καὶ ἐς Θρᾴκην ἄσκευοι καὶ γυμνοὶ τῶν προσόντων διέβησαν. ἐς δὲ ξυμφωνίαν ἤδη ἐληλυθότες οἱ Τοῦρκοι κλήρῳ διέλαχον πᾶσαν, ὁπόση τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἐτύγχανε γῆ κατὰ τὴν Ἀσίαν. κατέσχον οὖν, ὁ μὲν Καρμανὸς Ἀλισούριος τὰ πλείω τῆς μεσογείου Φρυγίας καὶ ἔτι τὰ μέχρι Φιλαδελφείας καὶ τῶν ἔγγιστα πάντων ἀπὸ τῆς περὶ Μαίανδρον τὸν ποταμὸν Ἀντιοχείας· τὰ δ' ἐκεῖθεν μέχρι Σμύρνης καὶ τῶν ἐντὸς παραλίων τῆς Ἰωνίας ἕτερος, ὄνομα Σαρχάνης. τὰ γὰρ περὶ Μαγνησίαν καὶ Πριήνην καὶ Ἔφεσον φθάσας ὑφείλετο σατράπης ἕτερος, ὄνομα Σασάν· τὰ δ' ἀπὸ Λυδίας καὶ Αἰολίδος ἄχρι Μυσίας τῆς πρὸς τῷ Ἑλλησπόντῳ ὅ,τε Καλάμης λεγόμενος καὶ ὁ παῖς αὐτοῦ Καρασῆς· τὰ δὲ περὶ τὸν Ὄλυμπον καὶ ὅσα τῆς Βιθυνίας ἑξῆς ἕτερος, ὄνομα Ἀτμᾶν· τὰ δ' ἀπὸ τοῦ ποταμοῦ Σαγγαρίου μέχρι Παφλαγονίας μεμερισμένως ἐς τοὺς Ἀμουρίου διέβησαν παῖδας.(Β.) Τὸ μέντοι ἑξῆς ἔτος φασὶ διαμηνύσασθαι λάθρα τῷ βασιλεῖ τὸν πρὸ τοῦ Ἰωάννου πατριαρχεύσαντα καὶ παραιτησάμενον Ἀθανάσιον θείαν προβλέπειν ὀργὴν κατὰ τῶν Ῥωμαίων παρακελεύσασθαί τε αὐτὸν ὁλονύκτοις δεήσεσι χρήσασθαι πρὸς θεὸν ἄχρι καὶ ἐς τρίτην ἡμέραν· τῇ δ' ὑστεραίᾳ γενομένου σεισμοῦ τοῦτον εἶναι, φάναι τὸν βασιλέα, τὴν προειρημένην Ἀθανασίῳ θεομηνίαν· ἰσχυρίζεσθαί τε λοιπὸν, ὡς οὐχ ἕτερος ἄξιος μᾶλλον αὐτοῦ πρὸς τὸν πατριαρχικὸν ἀνεληλυθέναι θρόνον· μηδὲ γὰρ ἂν βλέπειν τὰ ἔμπροσθεν ἄνευ θειοτέρας ἐλλάμψεως· πεπεῖσθαί τε τοὺς πολεμίους ὡς ποῤῥωτάτω γενέσθαι τῶν ὅρων τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἅμα τῷ τοῦτον ἐς τὸν πατριαρχικὸν ἀναβῆναι θρόνον καὶ γενέσθαι, οἷον εἰπεῖν, ἔαρ μετὰ χειμῶνα καὶ γαλήνην μετὰ κλύδωνα καὶ ῥᾷστα πλατυνθῆναι τῆς τῶν Ῥωμαίων ἡγεμονίας τὰ σχοινίσματα. (Γ.) Τοῦτο μικροῦ πάντας ἀρχιερέας καὶ ἱερέας, καὶ ὅσοι ἀσκητηρίων ἔτυχον προεδρεύοντες, καὶ ὅσοι τοῦ κλήρου, καὶ οὐ πολλοῦ δέω λέγειν, ὅσοι τῶν ἀγορανομούντων καὶ δημόσια δή τινα ἐγκεχειρισμένων ἦσαν πράγματα, ἀναμνησθέντας τῆς πάλαι πνευματικῆς βαρύτητος τοῦ ἀνδρὸς οὐ μικρῶς διετάραξεν· ὥστε καὶ δημηγοροῦντι τῷ βασιλεῖ περὶ τοῦ σεισμοῦ καὶ τῆς Ἀθανασίου προῤῥήσεως πιστεύειν οὐκ εἶχον, ἀλλ' ὑπεψιθύριζον, ὡς ποθῶν ἐκεῖνον ἐνδοξότερον καθιστᾷν πλάττει καὶ χαρίζεται ψευδῆ ταυτηνὶ τὴν δόξαν αὐτῷ, ἵν' εὐπαράδεκτος καὶ ὁ τούτου πρὸς ἐκεῖνον δοκοίη πόθος. δεξιώσεσι δ' οὖν ὅμως καὶ λόγοις πειθοῦς ὁ βασιλεὺς ἔστιν οὓς τῶν τε ἀρχιερέων καὶ μοναζόντων περιελθὼν ἰδίους τῷ ἑαυτοῦ ἐπεποιήκει βουλήματι· μεθ' ὧν πεζῇ καὶ βάδην ἄπεισι παρὰ τὴν τοῦ Ἀθανασίου καταγωγὴν τὴν περὶ τὸν Ξηρόλοφον· καὶ ὁμιλήσας αὐτῷ τὰ εἰκότα περὶ τοῦ θρόνου ἔπεισε καὶ τὰ πατριαρχικὰ περιθέσθαι σύμβολα. μηδὲ γὰρ δεῖσθαι φάναι χειροθεσίας ἑτέρας, καὶ ὅσοι περὶ αὐτὴν κρότοι καὶ θρίαμβοι, πάλαι ταύτην εἰληφότα βεβαίως, εἰ καὶ λύπης ἕνεκα μεταξὺ ταύτην ἔδοξεν ἀποθέσθαι. τούτων οὕτω γενομένων ἄνεισιν ἑβδομαῖος ἐς τὸν πατριαρχικὸν Ἀθανάσιος θρόνον. (Δ.) Ἔτυχε δὲ τηνικαῦτα ἐπιδημῶν τῇ βασιλευούσῃ καὶ τῆς κατ' Αἴγυπτον Ἀλεξανδρείας ὁ πατριάρχης, σεμνὸς ἀνὴρ καὶ συνέσει λογισμῶν τὰ ἤθη κοσμῶν· ὡς ἐντεῦθεν πολλὴν τὴν αἰδῶ καὶ εὐμένειαν πρὸς τοῦ βασιλέως πορίζεσθαι. οὗτος ὁρῶν τὴν τοῦ βασιλέως περὶ τὸν πατριάρχην Ἀθανάσιον φλεγμαίνουσαν σχέσιν καὶ ἀκούων ἀεὶ διὰ θαύματος μεγάλων ἐπαίνων τὸ ἐκείνου τιθέμενον ὄνομα καὶ ἴσον τῷ θειοτάτῳ τὴν ἀρετὴν Χρυσοστόμῳ προθέσεσιν ὅλαις τῆς γνώμης τοῦτον ἀποφαινόμενον, μάλα τοι χαριέντως τῆς τοῦ βασιλέως καθήψατο γλώττης καὶ, οἷον εἰπεῖν, τῆς ἐν οὐ καιρῷ φιλοτιμίας οὑτωσί πως εἰπών· «ἦν τις ἀνὴρ τὴν τέχνην σκυτεὺς γαλῆν ἔχων τὸ χρῶμα λευκὴν, ἣ τῶν κατ' οἶκον μυῶν καθ' ἡμέραν ἐθήρευεν ἕνα. αὕτη λαθοῦσά ποτε κατὰ μέσην κρημνίζεται τὴν λεκάνην, ἐν ᾗ τὸ τὰ σκύτη μελαῖνον ὁ σκυτεὺς ἐκεῖνος εἶχεν ὑγρὸν, καὶ μόλις ἐκεῖθεν ἄνεισι μέλαν ἔχουσα χρῶμα. ἔδοξεν οὖν τοῖς μυσὶν, ἐκείνην ἴσως μηκέτι κρεωφαγεῖν ἐθελήσειν εἰς μοναδικὸν ἑαυτὴν μεταμείψασαν σχῆμα. ὅθεν καὶ ἀδεῶς ἑαυτοὺς ἐς τὸ ἕδος ἐφήπλωσαν ῥινηλατοῦντες ἄνω καὶ κάτω οἷς τραφήσονται· ἀλλ' ἐκείνη πρὸς τοσοῦτον ἄγρας παρελθοῦσα θέατρον πάντας μὲν ὁμοῦ σαγηνεύειν οὐκ εἶχε καὶ μάλα ἐθέλουσα· δύο δ' οὖν ὅμως συλλαβοῦσα κατεθοινήσατο. οἱ δ' ἕτεροι πάντες ᾤχοντο φεύγοντές τε καὶ ἅμα θαυμάζοντες, ὅπως ἀπηνεστέρα γέγονεν, ἀφ' οὗ τὸ μοναδικὸν περιέθετο σχῆμα. δέδοικα τοίνυν,» φησὶ, «μὴ καὶ Ἀθανάσιος οὗτος ἤδη τῶν προῤῥήσεων γέρας πατριαρχικὸν εἰληφὼς θρόνον ἀποκρύψῃ τὴν προτέραν ἐκείνην σκληρότητα τῇ τῆς ὑστέρας ὑπερβολῇ διὰ τὴν ἐντεῦθεν οἴησιν.» βʹ. Κατὰ μέντοι γε τούτους τοὺς χρόνους συνέπεσε πολεμεῖν ἀλλήλοις ἄμφω τοὺς ῥῆγας, Κάρουλόν τε τὸν τῆς Ἰταλίας καὶ Θευδέριχον τὸν τῆς Σικελίας. νῆσος δ' ἡ Σικελία μεγάλη καὶ πολυάνθρωπος, μιλίοις οὐ πλέον ἀπέχουσα τῆς ἠπείρου τριάκοντα, εἴ τις ἐθέλοι μετρεῖν τὸ ἀπὸ Σκυλλαίου τοῦ παραλίου τῆς Ἰταλίας ἄκρου μέχρι Μεσήνης τῆς πόλεως, παραλίου καὶ ταύτης οὔσης Σικελίας τῆς νήσου. ὁ μὲν οὖν Κάρουλος ποθῶν ἐκ πολλοῦ τὴν Σικελίαν ὑποχείριον θέσθαι καὶ διὰ μελέτης ποιούμενος τοῦτο μακρὰς λάθρα ἐναυπήγησε ναῦς καὶ τἄλλα παρεσκεύαζεν, ὡς ἐνῆν, ὅσα πρός τε ναυμαχίαν καὶ πεζομαχίαν αὐτάρκη. ὀψὲ δὲ τῆς ἔχθρας ἐς προὖπτον ἀναῤῥαγείσης φοβερὸς ὁ Κάρουλος τὰ πρῶτα ἐδόκει τῷ Θευδερίχῳ ἀπαρασκεύῳ τυγχάνοντι καὶ πολὺς αὐτῷ ἐνέκειτο συχνὰ διαπεραιούμενος ἐς τὴν νῆσον ἐκ τῆς ἠπείρου, ὅσον τε πεζὸν καὶ ὅσον εἰς ἱππέας ἐξεταζόμενον ἦν, καὶ κακῶς τὰ ἐκείνου ποιῶν ἐπὶ δυσὶ τοῖς ἐνιαυτοῖς, χειμῶνος μὲν οἴκαδε ἐπανήκων, ἔαρος δ' ἀεὶ λαμπροτέρας τὰς ἐκστρατείας ποιούμενος. (Β.) Ξυνέπεσε δὲ τηνικαῦτα Λατῖνόν τινα, Ῥοντζέριον ὄνομα, στρατόπεδον ἀθροίσαντα ἔκ τε Ἰβηρίας τῆς κάτω καὶ Γαλατίας τῆς ἐπέκεινα καὶ δυτικωτέρας τῶν Ἄλπεων βάναυσόν τε καὶ μάχαις ἀεὶ διαποντίοις καὶ ἠπειρωτικαῖς χαῖρον τριήρεις οὐ μείους τεττάρων ἀπὸ τούτων πληρῶσαι· δι' ὧν δὴ καὶ τὸν πειρατικὸν ἀδεῶς μετῄει βίον, δεινότατος ἐν τούτῳ τῶν πώποτε γενόμενος. οὐ μόνον γὰρ ταῖς ἀπ' ἄρκτου καὶ νότου κατιούσαις καὶ ἀνιούσαις φορτίσι ναυσὶν ἐπετίθετο· ἀλλὰ παραπλέων καὶ περιπλέων κακῶς καὶ αὐτὰς ἤδη μεγάλας τῶν νήσων ἐτίθει καὶ φοβερὸς ἐδόκει τῇ κάτω θαλάττῃ. ἐπεὶ τοίνυν ἀπεκέκλειστο ἤδη πανταχόθεν ἡ Σικελία τῷ τε ναυτικῷ καὶ πεζῷ τοῦ Καρούλου στρατῷ καὶ εἰς τοῦθ' ἧκεν ἀνάγκης Θευδέριχος, ὡς ὑπερορίων δεῖσθαι συμμαχιῶν, μετακαλεῖται τὸν εἰρημένον Ῥοντζέριον, παραγγείλας αὐτῷ καὶ ἑτέρους ὅθεν δήποτε μεταπέμψασθαι κρατίστους, ὡς ἐς χιλίους ἱππέας, ἵν' ἐξ ἀντιπάλου γενναίως τε καὶ εὐρώστως διαμάχοιντο πρὸς τὸν ἀντικαθήμενον τοῦ Καρούλου στρατόν. ἐπεὶ δὲ ἧκεν ἐκεῖνος ἄγων χιλίους μὲν, ὅσον τὸ ἀπὸ τοῦ ναυτικοῦ πεζοὺς, χιλίους δ' ὅσους ἐς ἱππέας κατέταξεν, εὐθὺς ὁπόσας Σικελικὰς πόλεις ὁ Κάρουλος εἷλέ τε καὶ δεδούλωτο, πᾶσαι καθάπερ ὀστράκου μεταπεσόντος ἐς Θευδέριχον ἐπανῆκον, οὐκ εἰωθυῖαι ἀλλοτρίῳ ζυγῷ προσταλαιπωρεῖσθαι. (Γ.) Ταῦτα ἀκούσας ὁ Κάρουλος λίαν ἠχθέσθη καὶ μαινομένῳ ἦν, ὡς εἰπεῖν, παραπλήσιος, ὅτι χρονίους ἐλπίδας ἐς πέρας ἐληλυθυίας ἤδη καὶ μονονουχὶ τῶν κόλπων ἐντὸς ὅλους ἀποφορτιζομένας καρποὺς ἐξαίφνης, ὡς εἰπεῖν, ἐν αὐτοῖς τοῖς λιμέσιν ἀνατραπείσας τεθέαται. ὅθεν ἔαρος τελευτῶντος ἧκε μετὰ βαρείας δυνάμεως. ἀλλὰ κραταιοτέρῳ ἤδη συμμίξας τῷ Θευδερίχῳ κατά τε πλῆθος καὶ ἀντίπαλον δύναμιν οὐχ ὡς ἤθελεν ἀπήλλαξε. τούτου μὲν οὖν ἐς τοῦτο τελευτήσαντος τοῦ ἐνιαυτοῦ ἅμα ἦρι πᾶσαν, ὡς εἰπεῖν, τὴν Ἰταλίαν διαβιβάζει ἐς Σικελίαν ὁ Κάρουλος, ἵνα τελευταία δὴ κρίσις αὕτη καὶ πέρας τῶν μακρῶν κατασταίη πολέμων. ἀλλὰ πολλῷ πλείους αὖθις ἀποβαλὼν ἡττημένος ἐπ' οἴκου ἀναχωρεῖ, πανήγυριν, ὡς εἰπεῖν, ἐπαγόμενος θλίψεων. ταῦτ' ἄρα καὶ ἐς τὸ ἄπορον πανταχόθεν τῇ γνώμῃ συνελαθεὶς περὶ σπονδῶν πρὸς Θευδέριχον ἤδη διαπρεσβεύεται καὶ τέκνων γαμικὰ συναλλάγματα. γʹ. Ἐπεὶ δ' οὕτω ταῦτα ἀλλήλοις ξυνέβησαν καὶ τὰ ὅπλα θέμενοι ἀστασίαστον ἦγον εἰρήνην οἱ ῥῆγες, σκοπεῖσθαι τοῖς τοῦ Θευδερίχου συμμάχοις ἐπῄει, ὅποι ποτὲ ἄρα τραπόμενοι τὴν κερδαίνουσαν εὕρωσιν. οὐ γὰρ ἦσαν αὐτοῖς οἰκίαι καὶ κτήσεις ἑστῶσαι, ἵνα τὴν ἐπάνοδον αὐτῶν ἐπισπεύδωσιν· ἀλλ' ἄλλοθεν ἄλλος καὶ πολλοὶ πολλαχόθεν ἄσκευοι καὶ γυμνῆτες κέρδους ἕνεκα λῃστρικοῦ συνδραμόντες πλανῆτα καὶ διαπόντιον ἔβοσκον βίον. ἔδοξεν οὖν τῷ τούτων ἄρχοντι Ῥοντζερίῳ διαπρεσβευσαμένῳ πρὸς βασιλέα Ἀνδρόνικον συμμαχήσειν ἐλθόντα οἱ κατὰ τῶν Τούρκων, εἴ γε βουλομένῳ αὐτῷ εἴη. καὶ μέντοι καὶ σφόδρα ἀσμένου τὴν πρεσβείαν προσδεξαμένου τοῦ βασιλέως, ἄρας ἐκεῖνος ἧκεν ἐκ Σικελίας ἐς δισχιλίους ἐπαγόμενος ἄνδρας· ὧν τοὺς μὲν χιλίους ὠνόμαζε Κατελάνους ὡς ἐκ τοιούτων τὰ πλεῖστα τὸ γένος κατάγοντας· τοὺς δ' ἑτέρους χιλίους Ἀμογαβάρους. οὕτω γὰρ ἡ Λατίνων φωνὴ τοὺς πεζοὺς ἐν πολέμοις καλεῖ, καὶ διὰ τοῦτο καὶ τούτους ἐν μοίρᾳ ταττομένους τοιαύτῃ τούτῳ καὶ οὗτος κέκληκε τῷ ὀνόματι. (Β.) Τοῦτον μὲν δὴ ἐλθόντα γαμβρὸν εὐθὺς ὁ βασιλεὺς ἐπὶ τῇ ἀδελφιδῇ ποιεῖται Μαρίᾳ, τῇ τοῦ Ἀσὰν θυγατρὶ, καὶ ἐς τὸ τοῦ μεγάλου δουκὸς ἀνάγει ἀξίωμα. ἐπεὶ δὲ μετὰ μικρὸν ἧκε καὶ ἕτερος Κατελάνος, ὄνομα Πιριγκέριος Τέντζας, προσκαλεσαμένου τοῦ Ῥοντζερίου, αὐτῷ μὲν δὴ Ῥοντζερίῳ τὸ τοῦ Καίσαρος ὁ βασιλεὺς περιτίθησιν ἀξίωμα· τῷ δὲ Πιριγκερίῳ Τέντζᾳ τὸ τοῦ μεγάλου δουκός. ἡ μέντοι τῶν χρημάτων δαπάνη, ὁπόση περὶ τὰ ἐκείνων ἐνδύματα καὶ τὰς δωρεὰς καὶ τὰ ἐπέτεια δεδαπάνηται σιτηρέσια, ἐς τοσοῦτον ἀνῆλθεν πλεονεξίας, ὥστ' ἐν βραχεῖ τὸ βασιλικὸν ἐξεκένωσε ταμιεῖον. ἐπεὶ δ' οὕτω ταῦτα, καὶ ἔδει διαβάντας ἐς τὴν Ἀσίαν πολεμεῖν τοῖς ἐχθροῖς, τί χρὴ καὶ λέγειν ὁπόσα εἰργάσαντο παριόντες δεινὰ κατὰ τῶν ἐν τοῖς περὶ τὴν Ἀσίαν καταφυγόντων πολιχνίοις Ῥωμαίων; ἀνδράσι μὲν γὰρ καὶ γυναιξὶν οὐδὲν ἄμεινον, ἢ ὡς ἀνδραπόδοις ἐχρήσαντο· τοῖς δ' ὑπάρχουσιν ἅπασιν ὡς οἰκείοις ἀδεῶς κατεχρήσαντο καὶ ἀπέλαυον ὥσπερ εἰκὸς πολλῶν τῶν ἐνοδίων ἀρῶν ἐκ μέσης ψυχῆς καὶ μετὰ πάνυ πολλῶν τῶν δακρύων ταύτας καταχεόντων τῶν ταλαιπώρων ἐκείνων, οὓς ἠδίκουν. καὶ ταῦτα μὲν δὴ τὸν πρῶτον ἐπράχθη ἐνιαυτόν. (Γ.) Τοῦ δ' ἐπιόντος ἔαρος ἀπῄεσαν ἐξελάσοντες τοὺς πολιορκοῦντας τὴν Φιλαδέλφειαν πολεμίους. διπλοῖς γὰρ ἐπολεμοῦντο δεινοῖς οἱ τὴν Φιλαδέλφειαν κατοικοῦντες· ἔξωθεν μὲν τοῖς χρονίως ἤδη περικαθημένοις ἐχθροῖς· ἔσωθεν δὲ πολλῷ χείρονι πολεμίῳ, τῇ τῶν ἀναγκαίων ἐνδείᾳ καὶ τῷ λιμῷ. καὶ τοῦτο μὲν τοὖργον κάλλιστά τε καὶ ἀνδρικώτατα κατεπράξαντο τῆς ἄνωθεν δεξιᾶς συνεργούσης διὰ τὸ τῆς ἀρετῆς μέγεθος τοῦ τῆς πόλεως ἱερῶς προεδρεύοντος θείου ἀνδρὸς Θεολήπτου. ἰδόντες γὰρ οἱ πολέμιοι τὴν τῶν Λατίνων εὔτακτον κίνησιν καὶ τὴν τῶν ὅπλων λαμπρότητα καὶ τὸ ἄτρεπτον τῆς ὁρμῆς συσχεθέντες τοῖς φόβοις ᾤχοντο φεύγοντες· οὐ μόνον τῆς πόλεως ὡς ποῤῥωτάτω σφᾶς αὐτοὺς ἀπάγοντες, ἀλλὰ μικροῦ καὶ τῶν πάλαι Ῥωμαϊκῶν ὁρίων αὐτῶν. τοσοῦτος γὰρ καὶ τοιοῦτος ἐκεῖνος ἐτύγχανεν ὁ στρατὸς, καὶ οὕτως ἄριστα συγκεκροτημένος ἔκ τε τῶν ὅπλων ἔκ τε τῆς κατὰ πόλεμον ἐμπειρίας ἔκ τε τοῦ πλήθους (συνεστράτευον γὰρ ἐκεῖ τοῖς Λατίνοις οὐ μόνον οἱ τῶν Ῥωμαίων ἐπίλεκτοι, ἀλλὰ καὶ τὸ ἐκ τῶν Ἀλανῶν ὁπόσον ἐτύγχανε στράτευμα) τοσαύτην γοῦν ἐποίει διὰ ταῦτα τοῖς πολεμίοις τὴν ἔκπληξιν, ὥστε πολλοί τινες ἔφασαν τότε, ὡς, εἰ μὴ τούτους διὰ δειλίαν τινὰ πρόσω ἰέναι κεκώλυκε τὰ τοῦ βασιλέως προστάγματα, οὐδὲν ἂν ἦν τὸ κωλύον ὅλας ἐν βραχεῖ τῶν Ῥωμαίων ὁπόσαι πόλεις καὶ χῶραι ὑπῆρχον καθαρὰς πολεμίων παραδοῦναι τῷ βασιλεῖ. ἀλλὰ ταῦτα μὲν ἦσαν φθεγγόμενοι πρὸς μόνα τὰ παρόντα βλέποντες ἄνθρωποι καὶ μηδὲν τῶν παρόντων ὑπέρτερον ξυνιέναι δυνάμενοι. κρίσις γὰρ ὡς ἀληθῶς ἦν ταῦτα θεοῦ πάλαι κυρωθεῖσα, πρὸς ἐσχατιὰς καταβῆναι δυστυχημάτων τὰ Ῥωμαίων πράγματα. καὶ διὰ τοῦτο λόγοις ἀποῤῥήτοις τῆς προνοίας τῶν μὲν ὠφελούντων πλεῖστα ἐδόκουν τὰ ἐμποδὼν, τῶν δὲ βλαπτόντων πολύχους ἡ συνδρομή. ἀλλὰ τοῦτο μὲν τοὖργον ἅμα ἦρι τελευτῶντι ῥᾳδίως κατεπράξαντο. (Δ.) Ἐπεὶ δὲ πρόσω ἰέναι ἄπορόν σφισιν ἦν παραπομποὺς οὐκ ἔχουσιν, οἳ τὸ σκοτεινὸν καὶ ἀτριβὲς τῆς ὁδοῦ διαλευκανοῦσι καὶ εὔοδον θήσονται τούτοις (οὐ γὰρ ἄνευ πλείστων νεκρῶν ἑώρων γενησομένην τὴν ὑπερόριον ἐκστρατείαν βουληθεῖσιν ἐκείνοις ἄνευ παραπομπῶν ἀπιέναι), τόδ' ἀμαθῶς οὑτωσὶ μεγάλους ἀναῤῥίπτειν κινδύνους πρὸς τοῦ Ῥοντζερίου οὐκ ἦν, πολλοὺς ἀνατλάντος πολέμους καὶ πολλὴν ἐντεῦθεν ξυνειλοχότος τὴν πεῖραν· ἀναστρέψαντες διελύθησαν κατὰ γένος, Ῥωμαῖοι μὲν οἴκαδε ἀπιόντες Ἀλανοί τε ὁμοίως· Λατῖνοι δὲ τῷ Ῥοντζερίῳ ἑπόμενοι Καίσαρι περιῄεσαν τὰς ἐναπολελειμμένας τοῖς ἀθλίοις Ῥωμαίοις πόλεις καὶ κάκιστα διετίθεσαν τὴν πολεμίαν ὁρμὴν ἐπὶ τοὺς καλέσαντας τρέψαντες· πρόφασιν λέγοντες, ὅτι τὴν παρὰ τοῦ βασιλικοῦ πρυτανείου ταχθεῖσαν ἐπέτειον δαπάνην οὐκ ἐκομίζοντο, καὶ εἶναι ἀνάγκην, πρὶν ἐπινεμηθῆναι σφᾶς τὸν λιμὸν, ἐπινεμηθῆναι σφᾶς τοὺς καλέσαντας μὲν, μὴ πληροῦντας δὲ τὰ ὑπεσχημένα. ἦν οὖν ἰδεῖν οὐ μόνον τὰς οὐσίας ἄρδην τῶν ταλαιπώρων ἁρπαζομένας Ῥωμαίων, κόρας τε καὶ γυναῖκας ὑβριζομένας, πρεσβύτας τε καὶ ἱερέας ἀγομένους δεσμίους καὶ τάς τε ἄλλας ὑπομένοντας τιμωρίας, ὁπόσας ἡ τῶν Λατίνων δυσμενεστάτη χεὶρ ἀεὶ καινοτέρας ἐφεύρισκε κατὰ τῶν ἀθλίων· ἀλλὰ καὶ συχνὰ γυμνὸν ὁρῶντας τὸν πέλεκυν κατὰ τοῦ τραχήλου, ὡς αὐτίκα τεθνηξομένους, εἰ μὴ θησαυροὺς ὁμολογοῖεν χρημάτων. καὶ οἱ μὲν ἐκτιθέμενοι πάντα ὑπέρου γυμνότεροι ἀπηλλάττοντο· οἱ δὲ μὴ ἔχοντες, ὅτου ἐξωνήσονται ἑαυτοὺς, τῶν ἀκρωτηρίων τοῦ σώματος ἄλλοι ἄλλα ἀφαιρούμενοι θέαμα ἐλεεινὸν παρὰ τὰς ὁδοὺς ἐξετίθεντο, εἴ τις ἄρτου τεμάχιον ἢ ὀβολὸν παράσχοι ζητοῦντες· ὡς ἐπ' οὐδενί τινι τῶν πάντων ἑτέρῳ τῶν ἀφορμῶν τοῦ ζῇν καταλειπομένων, ἢ ἐπὶ τῇ γλώττῃ καὶ ταῖς τῶν δακρύων πηγαῖς. (Ε.) Ταῦτα πυνθανομένῳ τῷ βασιλεῖ οὔθ' ὅλως ἀνεκτὰ εἶναι ἐδόκει τήν τε Ῥωμαίων γῆν πολλῷ πλέον ἢ κατὰ πολεμίους λυμαινόμενα καὶ ἅμα θεὸν παροξύνοντα κατὰ τῶν ἐξ ἀλλοδαπῆς προσκαλεσαμένων αὐτούς· οὔτ' ἄλλως εὔπορον ἦν τῆς ἀδικίας τίσασθαι αὐτοὺς, ἐνδείας μακρᾶς τὰ βασιλικὰ καταγελώσης στρατόπεδα. ἐν στενῷ τοίνυν ὄντος αὐτοῦ καὶ μηχανῆς δεομένου τινὸς βοηθούσης διαβαίνει πρὸς Θρᾴκην ὁ Καῖσαρ Ῥοντζέριος τὸν Λατινικὸν ἐπαγόμενος πάντα στρατόν. οὐ γὰρ ἐλέλειπτο ἔτι τοῖς ἐν Ἀσίᾳ Ῥωμαίοις οὔτε χρήματα, οὔθ' ὅσα τρέφει δημίων γαστέρας. ἔδοξε μέντοι τοὺς μὲν ἄλλους ἐς τὸ τῆς Καλλιουπόλεως καταλιπόντα φρούριον αὐτὸν ἀπολεξάμενον διακοσίους παρὰ τὸν βασιλέα ἐληλυθέναι Μιχαὴλ ἐν Ὀρεστιάδι διάγοντα τότε τῇ Θρᾳκικῇ μετὰ τοῦ στρατοῦ, ἀπαιτήσοντά τε τὴν ἀποτεταγμένην αὐτοῖς ἐτησίαν πρόσοδον καὶ ἀπειλὰς εἰ δέοι προσθήσοντα. οὗ γενομένου καὶ ἐς πυρσὸν ἀναφθέντος, ὃν καὶ πρότερον ὤδινε θυμὸν ὁ βασιλεὺς κατ' αὐτοῦ, ξιφήρεις αὐτὸν περιστάντες συχνοὶ τῶν στρατιωτῶν αὐτοῦ παρὰ τὰ βασίλεια κατακόπτουσι καὶ ἅμα αὐτῷ τινας τῶν περὶ αὐτόν. οἱ γὰρ πλείους ἔλαθον διαδράντες τὸν κίνδυνον· οἳ δὴ καὶ δρόμῳ συντονωτέρῳ χρησάμενοι ἔφθασαν ἀπαγγέλλοντες τὰ πραχθέντα καὶ τοῖς ἐν Καλλιουπόλει Λατίνοις. δʹ. Τοῖς μὲν οὖν στρατιώταις ἔδοξε τοῦτο πεποιηκόσι θραῦσαί τε τῶν Λατίνων τὸ φρόνημα καὶ τὸν τῆς τόλμης ὄγκον ἐς τὸ μετριώτερον ἀπαλλάξαντας σφᾶς ὅσα καὶ δούλους ὑπείκειν Ῥωμαίοις αὐταῖς χερσὶ καὶ αὐταῖς γνώμαις παρασκευάσαι καὶ δυοῖν θάτερον ὁμονοήσαντας ἑλέσθαι, ἢ δουλεύειν Ῥωμαίοις ἑκόντας, ἢ τὴν ἀγαγοῦσαν ἄκοντας ἐπανιέναι. (Β.) Ἀλλὰ τὸ ταῦτα λογίζεσθαι διανοίας ἐστὶ χαμερποῦς καὶ ἣν αἱ χεῖρες τῆς φύσεως ἐς ὕλης ἀχλυώδους ἀπολαβοῦσαι πυθμένας κατήνεγκαν, ὡς μηδ' ἐννοεῖν ἔχειν, ὅτι λόγοι προνοίας τὰ πραττόμενα περιτρέχουσιν ἑκάστου τέλους ἔχοντες ἐνέχυρα προκαταβληθείσας αἰτίας, ἃς ἡμεῖς μὲν ἑκόντες ἐπιλανθανόμεθα, τὸ ἐκεῖθεν ἀηδὲς ὑπὸ φιλαυτίας ἐκκλίνοντες· ἡ δὲ δίκη τῷ γραμματείῳ ἑαυτῆς ἐγχαράξασα θέρους καὶ ἅλωνος εἰπεῖν περιμένει καιρὸν, ἵν' ἐπάξια τῶν σπερμάτων ἀποδῷ τοῖς πράξασι τὰ γεώργια. ἦ γὰρ ἂν ἐξ αὐτῶν ἐδιδάσκετο τῶν πραγμάτων ἄνθρωπος, ὡς ὅσα μὴ συναιρομένην ἔχει τὴν ἄνωθεν δεξιὰν, τούτοις καὶ γῆ καὶ θάλασσα μάχεται καὶ ἀὴρ, ὥσπερ τινὶ δραπέτῃ θεοῦ καὶ τῆς δίκης ἀλάστορι δραστηρίως ἐπιτιθέμενα· καὶ διδασκόμενος ὅστις ποτὲ εἴη, ἑαυτῷ ἂν παρῄνει μὴ ἀντιπαλαμᾶσθαι πρὸς τὴν ἄνωθεν κυρωθεῖσαν ψῆφον, ὁποία ποτ' ἂν ᾖ, μηδὲ βίαιον πράττειν μηδὲν, ἀλλὰ μένοντα κατὰ χώραν ἡσυχῇ διαπεττεύειν τὸν χρόνον καὶ στέργειν μᾶλλον τὴν σύνδρομον τοῦ φέροντος ἀγωγὴν, καὶ εἰ μὴ κατὰ γνώμην φέροιτο, ἢ τὴν ἀντίδρομον. πολλῷ γὰρ δήπου βέλτιον ἀπρακτοῦντα τῷ φέροντι συμφέρεσθαι, ἢ πράττοντά τι καθάπερ ὕλην χορηγεῖν τῇ καθ' ἑαυτοῦ φορᾷ τοῦ καιροῦ. ὅμοιον γὰρ ἂν εἴη τουτὶ, ὥσπερ ἂν εἴ τις πυρὸς ὁρμὴν δεδιὼς ἔτι τὰ κύκλῳ περιθέουσαν τῆς οἰκίας, ὅδ' ἀντὶ τοῦ πάσῃ χρῆσθαι μηχανῇ ἢ τῆς πρόσω συστέλλειν ὁρμῆς ἢ παύειν τελέως, φρυγάνων ἐπετίθει φακέλλους καὶ ἔλαιον ἐνέχει πολύ· ἢ ὥσπερ ἂν εἴ τις ἀπαρκτίου σφοδροῦ καταῤῥέοντος ἄνωθεν καὶ δεινὰ πρὸς τὸ κάταντες ἐπαντλοῦντος ἄλλα ἐπ' ἄλλοις τὰ κύματα, ὅδ' ἀκατίῳ τινὶ πρὸς ἀνάῤῥουν ἐθελοντὴς ἐπεχείρει ποιεῖσθαι τὸν πλοῦν. εἶναι γὰρ τουτὶ τῶν οὐ πάνυ τοι μειδιῶσαν ὁμοῦ καὶ φιλάνθρωπον τὴν ὄψιν παρεχομένων τοῖς βουλομένοις, ἀλλὰ τούτων ἓν ὁπόσα πολέμιον ἀνατείνει χεῖρα κἀκ τοῦ σύνεγγυς μακρὸν ἐπιφέρει τὸν ὄλεθρον. (Γ.) Μαρτύρια δέ μοι τῶν λεγομένων, εἰ μή τι πλέον ἔχοιμεν ἐν τῷ νῦν εἶναι μεμνῆσθαι, ἀλλ' οὖν τά γε ἐν τούτοις τοῖς χρόνοις συμβάντα. οὐδενὸς γὰρ ἐλλείψασι Ῥωμαίοις ὧν ἔδει δρᾷν πρὸς κατόρθωσιν πάντα ἐπῄει τἀναντιώτατα. οἱ μὲν γὰρ Ῥωμαίων στρατηγοὶ δι' ἃ μὴ θέμις ἐν ὑποψίᾳ γινόμενοι, οἱ μὲν ἐν δεσμοῖς ἐγίγνοντο, οἱ δὲ πόῤῥω τῆς βασιλικῆς ἵσταντο εὐμενείας. ὅθεν ἀλλοφύλου συμμαχίας ἐλθούσης πρῶτα μὲν τῆς τῶν Μασσαγετῶν, ἔπειτα τῆς τῶν Λατίνων, πολλαπλασίονα συνεπεπτώκει Ῥωμαίοις γενέσθαι τὸν ὄλεθρον ἐξ αὐτῶν, ἢ τῶν ἐκ τοῦ προφανοῦς ἐχθρῶν. ὧν ὡς ἐκ πολλῶν μέτρια καὶ ἡμεῖς ἔφθημεν εἰρηκότες, ἃ δὴ σαφοῦς ἂν εἴη θεομηνίας δείγματα, εἴ τις ὀρθῶς καὶ πάθους ἐκτὸς ἐθέλοι σκοπεῖν, καὶ παιδεία μετρία οὐ μετρίων πλημμελημάτων. τούτων ἐναργέστερον δεῖγμα καὶ ὁ τοῦ Ῥοντζερίου Καίσαρος ἐγεγόνει θάνατος. τὸν γὰρ ἐκ τῆς προσκλήσεως μετάμελον θεραπεύειν Ῥωμαῖοι βουλόμενοι τὸν τούτου κατεπράξαντο θάνατον, ἀπαλλαγὴν εἶναι τοῦτον πονηρῶν πραγμάτων νομίσαντες. ὁ δ' ἀρχηγὸς παρὰ πᾶσαν ἐλπίδα μειζόνων ἐγεγόνει καὶ μάλα χειρόνων πραγμάτων, ὡς προϊόντες ἐροῦμεν· οὕτω τῆς θείας οὐ συμμαχούσης προνοίας τοῖς τῶν ἀνθρώπων βουλεύμασί τε καὶ πράγμασι πονηρὸν αὐτοῖς ἀπαντᾷ τὸ τέλος καὶ σφόδρα τοι ἐναντιώτατον. οὔτε γὰρ βουληφόρος ὁ βουληφόρος, οὔτ' ἀνδρεῖος ὁ ἀνδρεῖος· ἀλλὰ τά τε σοφὰ βουλεύματα πρὸς ἄσοφον τελευτῶσι πέρας καὶ τὰ γενναῖα καὶ ἀνδρικώτατα πράγματα ἄνανδρόν τε καὶ μάλα αἰσχρὰν τὴν ἧτταν καρποῦνται. ἀλλ' ἐπανιτέον ὅθεν εἰς ταῦτα ἐξέβημεν. (Δ.) Πυθόμενοι γὰρ οἱ κατὰ τὴν Καλλιούπολιν Λατῖνοι τὸν τοῦ Καίσαρος φόνον πρῶτον μὲν πάντας τε ὁπόσοι Ῥωμαίων ἐς Καλλιούπολιν ᾤκουν κατέσφαξαν ἡβηδόν· καὶ τὰ τείχη λαμπρῶς ὀχυρώσαντες κράτιστον εἶχον ὁρμητήριόν τε καὶ φρούριον. εἰς διττὰς δὲ μοίρας ἔπειτα διαμερισάμενοι τὰ οἰκεῖα στρατεύματα τῶν μὲν τὰς ἑαυτῶν ἐπλήρωσαν τριήρεις, ὀκτὼ τὰς πάσας οὔσας, καὶ ναύαρχον ταύταις ἐπέστησαν τὸν Πιριγκέριον Τέντζαν, ἵνα κατὰ τὸν Ἑλλησποντίαν ναυλοχοῦσι πορθμὸν αἱ τῶν Ῥωμαίων ὁλκάδες ἀνιοῦσαι καὶ κατιοῦσαι ἁλίσκωνται. οἱ δ' ἕτεροι τὴν ἑαυτῶν πανοπλίαν ἀναλαβόντες ἐπὶ λείαν καὶ ὄλεθρον τῆς ἄλλης ἐξῄεσαν Θρᾴκης καὶ κακῶς αὐτὴν διετίθουν νύκτωρ καὶ μεθ' ἡμέραν ἐπιπορευόμενοι. ἀλλὰ τῷ μὲν Πιριγκερίῳ Τέντζᾳ μετὰ τοῦ ναυτικοῦ παντὸς οὐ μακρῶν ἐδέησε τῶν καιρῶν τῇ προνοίᾳ εὐκαιρίαν ἐπιτηδεῦσαι θανάτου. ἀναγομέναις γὰρ ἐκ Γεννούας μετὰ βραχὺ τριήρεσι δέκα ἓξ λαμπρῶς ὡπλισμέναις διὰ τὰς τῶν πειρατῶν ἀκοὰς ἀγνοίᾳ συνεισπεσόντες αὐτοὶ, οἱ μὲν αὐτῶν ἔργον ἐγένοντο θαλάττης, οἱ δὲ ξίφους· ὁ δὲ ναύαρχος Πιριγκέριος ζωγρεῖται σὺν ἅμα συχνοῖς τῶν ἀμφ' αὑτῷ καὶ τοῖς ὁμοφύλοις πιπράσκεται. (Ε.) Ἀλλὰ γὰρ οὕτω γυμνωθέντες ἐξαίφνης οἱ Κατελάνοι θαλάττης τε ἅμα καὶ μεγάλης μοίρας στρατοῦ ἐπὶ συχνὰς τὰς ἡμέρας ἔμειναν κατὰ χώραν ὑπεπτηχότες τὸ τοῦ μέλλοντος ἄδηλον· ἀτολμότεροί τε ἐγένοντο καὶ μάλα ταῖς γνώμαις περιδεεῖς. ὑπέτρεχε γὰρ αὐτῶν τὰς διανοίας καὶ οὐ μετρίως ἐσπάραττε τό,τε τῶν Μασσαγετῶν δέος, ὅτι κατὰ τὴν Ἀσίαν αὐτοῖς συστρατεύοντες ἐξεπολεμώθησάν τε κατ' αὐτῶν ἐπὶ μικραῖς τισι ταῖς αἰτίαις καὶ συχνοὺς αὐτῶν πεφονεύκασι· τούς τε αὖ τῶν Θρᾳκῶν στρατιώτας ἀλλὰ καὶ αὐτοὺς οὐ μικρῶς ἐδεδίεσαν. τάς τε γὰρ χώρας αὐτῶν χθὲς καὶ πρώην συχνὰ παρεξιόντες ἐδῄουν καὶ τὰς οἰκίας ἀδεῶς ἐνεπίμπρασαν· καὶ οὐδεμίαν οὐδέσι φιλανθρωπίας κατέλιπον πρόφασιν, ὥστε βουληθεῖσι σπείσασθαι τῷ βασιλεῖ κείσεσθαί σφισι τὸ πρᾶγμα κινδύνων ἐκτός. καὶ τό γε τῶν φόβων ἔσχατόν σφισιν ὑπῆρχεν, ὅτι καὶ τὸν βασιλέα Μιχαὴλ ὄντα ἐπίδοξον ἤκουον ἥκειν ἐπ' αὐτοὺς σὺν πολλῷ τῷ στρατῷ. ὅθεν βαθεῖαν περὶ τὸ φρούριον τάφρον ἐλάσαντες καὶ χάρακα κύκλῳ βαλλόμενοι πρὸς πολιορκίαν παρεσκευάζοντο, πολλὰ πρότερον ἐκ τῆς λείας ἐνθέμενοι τὰ χορτάσματα. ἐπεὶ δ' ὅ,τε χρόνος ἐτρίβετο καὶ ἡ προσδοκωμένη τοῦ βασιλέως ἔφοδος οὐ παρῆν, ἐπ' ἄλλας ἐτρέποντο σκεμμάτων ὁδούς. ἀλλὰ γὰρ οὕτω τοῖς Κατελάνοις τῶν πραγμάτων συνελαθέντων οὐκ ἦν ἐπ' ἀλλοδαπῆς διάγειν φόβων ἐκτός· ἀλλ' ὑποψίαι κινδύνων πολύτροποι πανταχόθεν ἔθραυον σφᾶς. ὅθεν εἰς ἀνάγκας τοιαύτας ἐληλυθότες ἐπινοοῦσι πρᾶγμα κακομήχανον καὶ πολὺν κατὰ τῶν Ῥωμαίων ὠδῖνον τὸν ὄλεθρον. καὶ δὴ διαπρεσβεύονται περὶ συμμαχίας πρὸς τοὺς ἀντιπέρας οἰκοῦντας τῶν Τούρκων καὶ λαμβάνουσι τότε μὲν πεντακοσίους ὁπλίτας τρισχίλιοι ὄντες αὐτοί· μετ' οὐ πολὺ δὲ καὶ ἑτέρους οὐκ ὀλίγους αὐτομόλους ἰόντας· σὺν οἷς ἐξιόντες συχνὰ τὴν ὅμορον χώραν ἐδῄουν καὶ πάσας ἀγέλας συνήθροιζον ἵππων τε καὶ βοῶν καὶ ποιμνίων ἅμα τοῖς ἔχουσιν. ἐπεὶ δ' ἐπιπλέον φέρειν οὐκ ἦν οὔτε Ῥωμαίοις, οὔτε τοῖς βασιλεῦσι Ῥωμαίων, πολέμου συγκρότησις οἰκονομεῖται παρ' ἀμφοτέρων. (Στ.) Τῶν οὖν Κατελάνων ἅμα τοῖς Τούρκοις δυοῖν μεταξὺ πολιχνίων τὰς διατριβὰς τηνικαῦτα ποιουμένων, Κυψέλλων καὶ Ἄπρων φημὶ, ἀναλαβὼν ὁ βασιλεὺς Μιχαὴλ τὰς Θρᾳκικάς τε καὶ Μακεδονικὰς δυνάμεις καὶ ξύν γε αὐταῖς τάς τε Μασσαγετῶν καὶ ὅσαι τῶν Τουρκοπούλων φάλαγγες ἦσαν, κατεστρατοπέδευσε πρὸς τὸ περὶ τοὺς Ἄπρους πεδίον. χίλιοι δ' ἦσαν οἱ Τουρκόπουλοι οὗτοι, οἱ τῷ Σουλτὰν Ἀζατίνῃ πρὸς Ῥωμαίους, ὡς εἰρήκειμεν, ἠκολούθησαν μὲν αὐτομολήσαντι, ἀπαχθέντι δ' ἐκεῖθεν μετὰ τῶν Εὐρωπαίων Σκυθῶν, ὡς δεδήλωται, οὔτε συναπήχθησαν καὶ τὴν Ῥωμαίων ἀσπασάμενοι συνδιαίτησιν καὶ τὸ ἱερὸν μετὰ τῆς εὐσεβείας εἵλοντο βάπτισμα· καὶ ἦσαν τοῦ λοιποῦ τῇ Ῥωμαίων ἐξεταζόμενοι καὶ αὐτοὶ στρατιᾷ. ἐπεί γε μὴν οὐ πάνυ πολλῶν παρελθουσῶν ἡμερῶν ἧκόν τινες τῶν σκοπῶν ἀπαγγέλλοντες ἥκειν τοὺς πολεμίους, ἀναστὰς ὁ βασιλεὺς τόν τε στρατὸν ὁπλίζεσθαι καὶ τοὺς στρατηγοὺς καὶ ἡγεμόνας παρατάττεσθαι καὶ παρατάττειν ἐκέλευε πρὸς τὸν πόλεμον τούς τε λοχαγοὺς καὶ τὰς φάλαγγας. τοὺς μέντοι πολεμίους τριπλῆν πεποιηκότας ἰδόντες τὴν τάξιν τριπλῆν καὶ αὐτοὶ πρὸς ὁμοίαν ἀντιπαράταξιν τὴν ἑαυτῶν πεποιήκεσαν. καὶ τὸ μὲν εὐώνυμον κέρας οἱ Τουρκόπουλοι μετὰ τῶν Μασσαγετῶν ἐκληρώσαντο· τὸ δεξιὸν δ' οἱ τῶν Μακεδονικῶν τε καὶ Θρᾳκικῶν ἱππέων ἐπίλεκτοι· τὸ δὲ μέσον οἱ πλεῖστοι καὶ λοιποὶ μετὰ τοῦ πεζοῦ. ὁ δὲ βασιλεὺς περιϊὼν τὰς τάξεις ἐπεθάῤῥυνε πρὸς ὁρμὴν ἀνδρικήν. (Ζ.) Ἅμα δ' ἡλίῳ καὶ οἱ πολέμιοι προσελάσαντες μετωπηδὸν ἔστησαν ἑαυτοὺς, ἔχοντες μὲν ἐφ' ἑκάτερα τῶν κεράτων τοὺς Τούρκους· τὰς δὲ τῶν Κατελάνων ὁπλιτικὰς φάλαγγας μέσας διὰ τὸ βάρος. οἱ μὲν δὴ Μασσαγέται καὶ πάλαι ἀποστασίαν ὠδίνοντες διὰ τὸ μὴ πάνυ τοῖς Ῥωμαίων ἀρέσκεσθαι ἤθεσιν, ἤδη δὲ καὶ λαθραίας προσκλήσεις δεξάμενοι παρὰ τῶν Εὐρωπαίων Σκυθῶν, ἐξαίφνης ἐπὶ τοῦ πολέμου τὸν δόλον ἐξέφηναν. ἄρτι γὰρ τῆς συμβολῆς τῶν στρατευμάτων ἑκατέρωθεν σημανθείσης εὐθὺς ἐνέκλιναν οὗτοι καὶ παρὰ μέρος ἔστησαν, μήτε Ῥωμαίοις βοηθοῦντες, μήτε τοῖς πολεμίοις μαχόμενοι. τὸ δ' αὐτὸ καὶ οἱ Τουρκόπουλοι πεποιήκεσαν, εἴτε συγκείμενον ὂν ἀμφοτέροις τὸ πονηρὸν τουτὶ δρᾶμα, εἴτε τοῦ καιροῦ σχεδιάσαντος οὑτωσί πως. ὃ δὴ καὶ τὰ ἔσχατα ἔσφηλε τοὺς Ῥωμαίους ἐν ἀκμῇ τοῦ πολέμου καὶ ὅλον τῆς τύχης τὸν κλῆρον ἐνεχείρισε φέρον ἀπόνως τοῖς πολεμίοις. ἀπροσδόκητον γὰρ οὑτωσὶ τὸ τοσοῦτον δεινὸν ἐπελθὸν τῷ στρατῷ τοσαύτην ταῖς τούτων ψυχαῖς ἐνέσπειρε τὴν δειλίαν καὶ τοσοῦτον ἐπήνεγκε θόρυβον καὶ τῶν τάξεων σύγχυσιν, ὅσην ἂν ἐπενέγκῃ καὶ βαρὺς ἐπιβρίσας ἀπαρκτίας κατὰ φορτίδος ἐπὶ μεγάλου πλεούσης πελάγους καὶ τούς τε κάλως καὶ τὰ ἱστία συντρίψας τελευταῖον καταδῦναι καὶ αὐτὴν ἐς βυθοὺς καὶ πυθμένας βιάσηται. (Η.) Ὁ μέντοι βασιλεὺς οὑτωσὶ ταραττομένας τὰς τάξεις ἐξαίφνης ἰδὼν καὶ πρὸς φυγὴν τὸ πλεῖστον ὁρώσας σπουδῇ περιθέων ἡγεμόνας καὶ στρατηγοὺς καὶ λοχαγοὺς ἐπεβοᾶτο σὺν δάκρυσιν ἐξ ὀνόματος, στῆναι παρακαλῶν καὶ μὴ προῖκα τοῖς πολεμίοις οὑτωσὶ προδιδόναι Ῥωμαίων τὴν τύχην. οἱ δὲ μικρὰ τῶν λεγομένων φροντίζοντες ᾤχοντο φεύγοντες ἀμεταστρεπτί. ἀλλὰ γὰρ ἐς τοσαύτην κεχωρηκότα τὴν ἀπόγνωσιν τὰ πράγματα βλέπων ὁ βασιλεὺς καὶ τοῦ πεζοῦ τὸ πλεῖστον ἀφειδῶς ὑπὸ τῶν πολεμίων κατακοπτόμενόν τε καὶ συμπατούμενον, ἔγνω καιρὸν ἔχειν ὑπὲρ τῶν ὑπηκόων ἀφειδεῖν ἑαυτοῦ καὶ κίνδυνον ἀναδέχεσθαι προφανῆ, κατήγορον ἐσόμενον τῆς τῶν στρατευμάτων ἀγνωμοσύνης. καὶ μὲν δὴ καὶ εἰς τοὺς ἀμφ' αὑτὸν συστραφεὶς (λίαν δ' ἦσαν οὗτοι βραχεῖς) «νῦν ἄνδρες,» ἔφη, «καιρὸς, ὅτε βελτίων ὁ θάνατος γίνεται τῆς ζωῆς, τὸ δὲ ζῇν τοῦ θανεῖν πικρότερον.» ταῦτα εἰπὼν καὶ τὴν θείαν ἐπικαλεσάμενος συμμαχίαν ἅμα αὐτοῖς ἐμβάλλει κατὰ τῶν πολεμίων καὶ φονεύει μὲν ἔστιν οὓς τῶν προβόλων, διαῤῥήγνυσι δὲ τὴν φάλαγγα, θόρυβον δ' οὐ μικρὸν ἐμποιεῖ τῷ στρατοπέδῳ τῶν πολεμίων. πολλοῖς γε μὴν καὶ αὐτὸς περιπαρεὶς ἅμα τῷ ἵππῳ τοῖς βέλεσιν, αὐτὸς μὲν ἄτρωτος ἔμεινε· τοῦ δ' ἵππου πεσόντος αὐτὸς ἐκινδύνευσε κυκλωθῆναι παρὰ τῶν πολεμίων. καὶ τάχ' ἂν ἐς τοσοῦτο κακοῦ τὸ πρᾶγμα προὐχώρει, εἰ μή τις τῶν ἅμα αὐτῷ τὴν βασιλέως ζωὴν τῆς ἑαυτοῦ ἀλλαττόμενος ὑπ' εὐνοίας αὐτῷ μὲν βασιλεῖ τὸν ἑαυτοῦ δίδωσιν ἵππον, δι' οὗ καὶ σέσωσται διαδρὰς τὸν ἐπικρεμασθέντα κίνδυνον· ὁ δ' ἀποβὰς συμπατεῖται παρὰ τῶν πολεμίων καὶ ἀπαλλάττει τοῦ βίου. (Θ.) Ὁ μὲν οὖν βασιλεὺς ἄπεισιν ἐκεῖθεν ἐς Διδυμότειχον· μακρὰν δὲ παρὰ τοῦ πατρὸς καὶ βασιλέως ἀκούει τὴν μέμψιν, ὅτι βασιλεὺς ὢν οὐκ ἄξια πράττει τῆς βασιλείας ἀφειδῶν τῆς οἰκείας ζωῆς οὑτωσὶ καὶ τὸν τῶν Ῥωμαίων κίνδυνον διακυβεύων ἐπὶ τοῦ σώματος οἷον ἐξ αὐτομάτου. οἱ δὲ πολέμιοι τοὐντεῦθεν ἐς δίωξιν τῶν φευγόντων τραπόμενοι οὓς μὲν ἔκτεινον, οὓς δὲ ζωγροῦντες εἶχον· ἕως γενομένης ἑσπέρας ἀπεῖπον τὴν δίωξιν. ἅμα δ' ἡμέρᾳ σκυλεύσαντες τοὺς νεκροὺς καὶ τὰ λάφυρα διελόμενοι ἀδεῶς τὰς ἐπὶ Θρᾴκῃ κώμας ἐπόρθουν καὶ ἔκαον ἐπιτρέχοντες. οὐ πολλαὶ μεταξὺ διῆλθον ἡμέραι καὶ πρὸς Κατελάνους αὐτομολοῦσιν οἱ ῥηθέντες Τουρκόπουλοι καὶ ἀσμένως δεχθέντες τοῖς τοῦ Χαλὴλ ὡς ὁμοφύλοις συγκατελέγησαν Τούρκοις. Χαλὴλ δ' ὁ τῶν Τούρκων ἀρχηγὸς ὠνομάζετο. (Ι.) Μετ' οὐ πολὺ δ' ἐκπολεμωθῆναι συνέβη τόν τε Φαρέντζαν Τζυμῆν καὶ τὸν Πιριγκέριον Τέντζαν κατὰ Ῥεκαφόρτου τοῦ ἑαυτῶν ἡγεμόνος, ἀνάξιον εἶναι λέγοντας, τῶν εὖ γεγονότων ὄντας αὐτοὺς ἄρχεσθαι παρ' ἀνδρὸς δυσγενοῦς καὶ βαναύσου τὴν τύχην. καὶ ἵνα τἀν μέσῳ συντέμω, ὅπλοις ἐπιτρέπουσι τὴν τῆς ἔριδος τύχην. ἀλλ' ὁ μὲν Πιριγκέριος Τέντζας πίπτει παρὰ τὴν μάχην εὐθύς· ὁ δὲ Φαρέντζας Τζυμῆς καταφεύγει πρὸς βασιλέα Ἀνδρόνικον· καὶ οὕτω παρ' ἐλπίδα λαμπρᾶς τυγχάνει τῆς ὑποδοχῆς, ὥστε καὶ ἐς τὸ τοῦ μεγάλου δουκὸς ἀνάγεται ἀξίωμα καὶ Θεοδώρᾳ τῇ τοῦ βασιλέως ἀδελφιδῇ χηρευούσῃ συζεύγνυται. (ΙΑ.) Ἐπεί γε μὴν οἱ Μασσαγέται λαθραίας ἔφθησαν πέμψαντες ἐς τοὺς Σκύθας συνθήκας πανοικὶ πρὸς αὐτοὺς αὐτομολήσειν ἐπαγγελλόμενοι, ἀναλαβοῦσιν ἤδη γυναῖκας ἅμα καὶ παῖδας καὶ μέλλουσι διαβαίνειν τὸν Αἷμον τὸ ὄρος, ὃ δὴ μεθόριον νῦν ἐστι Ῥωμαίοις τε καὶ Βουλγάροις, ἀθρόοι σφίσιν οἱ Τουρκόπουλοι σὺν Κατελάνων συχνοῖς ἐπεισπίπτουσιν αὐτοῦ που παρὰ τὰς ὑπωρείας καὶ πλὴν ὀλίγων ἅπαντας ἡβηδὸν συναπέσφαξαν. τοῖς γὰρ Μασσαγέταις αὐτοὶ συστρατεύοντες ἐκ πολλοῦ καὶ πολλῶν πολλάκις κεκοινωνηκότες ἀλλήλοις κερδῶν καὶ λαφύρων καὶ φιλονεικιῶν ἐν τοῖς μερισμοῖς οὐκ ὀλίγων καὶ ἀεὶ τὴν ἥττονα μοῖραν λαγχάνοντες, ἅτε μὴ δυνάμενοι πρὸς ἰσχυροτέρους ἀσθενέστεροι μάχεσθαι, διεπέττευον οὕτω τὸν χρόνον ὑπ' ὀδόντα θαλαμευομένην τρέφοντες τὴν ὀργήν. ἣν δὴ καὶ ἐπὶ καιροῦ νῦν εὐτυχῶς ἐς προὖπτον ἐξέῤῥηξαν. καὶ ταῦτα μὲν οὕτως. εʹ. Ἡ δὲ τοῦ βασιλέως σύζυγος Ἀνδρονίκου Εἰρήνη φύσει φιλότιμος οὖσα ἠβούλετο κατὰ διαδοχὴν παῖδας καὶ ἀπογόνους αὐτῆς ἐς ἀπείρους ἡλίους κληροῦσθαι τὴν τῶν Ῥωμαίων ἀρχὴν καὶ τὸ βασίλειον τουτὶ κράτος καὶ ἀθάνατον διασώζεσθαι τὴν μνήμην αὐτῆς ἐν τοῖς τῶν ἀπογόνων ὀνόμασι. τὸ δὲ καινότερον, ὅτι οὐ μοναρχίας τρόπῳ κατὰ τὴν ἐπικρατήσασαν Ῥωμαίοις ἀρχῆθεν συνήθειαν, ἀλλὰ τρόπον Λατινικὸν διανειμαμένους τὰς Ῥωμαίων πόλεις καὶ χώρας ἄρχειν κατὰ μέρη τῶν υἱέων ἕκαστον, ὡς οἰκείου κλήρου καὶ κτήματος τοῦ λαχόντος, ἐκ πατρῶν μὲν ἐς αὐτοὺς κατὰ τὸν ἐπικρατήσαντα νόμον ταῖς περιουσίαις καὶ κτήσεσι τῶν βαναύσων ἀνθρώπων κατιόντος· παραπεμπομένου δ' ἔπειθ' ὁμοίως ἐς τοὺς ἐφεξῆς παῖδας καὶ διαδόχους. Λατίνων γὰρ οὖσα γέννημα καὶ παρ' ἐκείνων εἰληφυῖα τουτὶ τὸ νεώτερον ἔθος Ῥωμαίοις ἐπάγειν ἐβούλετο. ἐνῆγε δ' ἐς τοῦτο τὰ μάλιστα γνώμη ζηλότυπος, ἣν ὡς μητρυιὰ περὶ τὸν προγονὸν ἔτρεφε, τὸν βασιλέα φημὶ Μιχαὴλ, ὃν ἐκ τῆς προτέρας συζύγου τῆς ἐξ Οὔγγρων ὁ βασιλεὺς γεγέννηκεν. ἔφθημεν γὰρ εἰρηκότες, ὡς ἐξ ἐκείνης μὲν γεγέννηκε παῖδας δύο, τόν τε βασιλέα Μιχαὴλ καὶ Κωνσταντῖνον τὸν δεσπότην· ἐκ δὲ τῆς Εἰρήνης ταυτησὶ τῆς ἐκ Λογγιβάρδων θυγατέρα μὲν μίαν τὴν Σιμωνίδα, περὶ ἧς ἔμπροσθεν εἰρήκειμεν, ὅπως ἐπέμφθη σύζυγος τῷ Κράλῃ Σερβίας· υἱοὺς δὲ τρεῖς, Ἰωάννην, Θεόδωρον καὶ Δημήτριον· οὓς δὴ πάντας βασιλέας ἐβούλετο καθιστᾷν· δευτέρους μὲν μετὰ τὸν προγονὸν Μιχαὴλ κατὰ τὸ τῆς τιμῆς ἀξίωμα· δευτέρους δὲ καὶ κατὰ τὴν διανομὴν τῆς Ῥωμαϊκῆς ἡγεμονίας· αὐτονόμους δὲ καὶ αὐτοκράτορας ἑκάστους καὶ μηδένα μηδενὶ ὑπακούοντας. (Β.) Ὁρῶσα τοίνυν τὸν βασιλέα καὶ σύζυγον στοργὴν αὐτῇ χαριζόμενον πλείονα ἢ κατὰ σύζυγον ἐνόμισεν ἕξειν καταπειθῆ καὶ πρὸς τὰ περὶ τῶν παίδων βουλεύματα. ὅθεν οὐ διέλιπε λάθρα νύκτωρ καὶ μεθ' ἡμέραν αὐτὸν ἐνοχλοῦσα δυοῖν θάτερον καταπράξασθαι· ἢ τὸν βασιλέα Μιχαὴλ ἀποχειροτονῆσαι τῆς βασιλικῆς ἀρχῆς καὶ ταύτην διαμερίσασθαι τοῖς υἱέσιν αὐτῆς· ἢ τό γε δεύτερον, κοινωνοὺς καὶ συμμεριστὰς αὐτῷ καὶ αὐτοὺς καταστῆσαι τοῦ κράτους. τοῦ δὲ βασιλέως ἀδύνατον εἶναι λέγοντος παραλύειν τὰ διὰ πολλῶν ἤδη τῶν χρόνων κυρωθέντα τε καὶ βεβαιωθέντα βασιλικὰ νόμιμα, ἡ δὲ πρὸς ὀργὴν ἐξήπτετο καὶ διάφορα καὶ ποικίλα ἐδείκνυ πρὸς τὸν σύζυγον καὶ βασιλέα τὰ σχήματα· νῦν μὲν λυπουμένη καὶ ἀπολεγομένη τὸ ζῇν, εἰ μὴ τοὺς υἱέας ὄψεται ζῶσα βασιλικοῖς κοσμηθέντας συμβόλοις· νῦν δὲ ἀκκιζομένη καὶ θρυπτομένη καὶ οἷον ἀπεμπολῶσα τῷ συζύγῳ τὴν ὥραν καὶ ὤνιον συγκαταθέσεως τοῦ περὶ τῶν υἱέων βουλεύματος ποιουμένη. ταῦτα πολλάκις γινόμενα καὶ μηδενὸς ἑτέρου τῶν πάντων γινώσκοντος φέρειν οὐκ ἦν εἰς τέλος τῷ βασιλεῖ. διὸ καὶ τὰ τῆς φλεγμαινούσης ἐκείνης στοργῆς ἤδη κατὰ μικρὸν ἐμαραίνετο, καὶ ἀντεισήγετο μάχη διάπυρος μὲν, λανθάνουσα δ' ἔτι τοὺς πλείστους. τέλος δὲ καὶ αὐτὴν ἀπέστερξε τὴν τοῦ λέχους αὐτῆς κοινωνίαν. (Γ.) Ἡ μέντοι σύζυγος Εἰρήνη παραδόξως οὕτω τὴν ταχίστην ἔρημος τῶν ἐλπίδων καταστᾶσα πολέμιον ἔθρεψεν ἐν τοῖς στήθεσι λογισμὸν κατ' αὐτοῦ. καὶ ἀμύνεσθαι θέλουσα μὲν, οὐκ ἔχουσα δ' ὅπως ἄλλως, ᾤχετο ἀπιοῦσα πρὸς Θεσσαλονίκην οὐ μάλα τοῦ βασιλέως ἐθέλοντος. ἐδεδίει γὰρ αὐτὸς, μὴ κατάφωρα τοῖς πλείστοις τὰ κατ' οἶκον γένωνται πταίσματα. ἡ δὲ διὰ τοῦτο μᾶλλον αἰσχύνειν ἐθέλουσα τὸν βασιλέα καὶ σύζυγον ἀπῄει θριαμβεύουσα κοινὰ καὶ λαθραῖα τοῦ συζύγου ἐγκλήματα, τοῦτο μόνον φυλαξαμένη, τὸ πρὸς δήμους καὶ πλήθη προφέρειν αὐτά. πρὸς δέ γε τὸ πρὸς οὖς ἑκάστῃ τε καὶ ἑκάστῳ οἷς ἐθάῤῥει τὰ μάλιστα περιᾴδειν, πρὸς τοῦτο δὲ καὶ μάλα ἀφειδῶς εἶχεν ἡ πολλὴν σχηματιζομένη σεμνότητα. ὑβριοπαθοῦσα γὰρ καὶ μαινομένη καὶ κατεπαιρομένη τῆς ἐκείνου πραότητος καὶ μήτε θεὸν φοβουμένη, μήτ' ἀνθρώπους αἰδουμένη, πολλὰ τῆς φύσεως ἐξεφαύλισεν ἀπόῤῥητα τοῦ συζύγου τε καὶ ἑαυτῆς ἡ πάντολμός τε καὶ ἀναιδὴς, ἃ κἂν ἠρυθρίασε λέγουσα καὶ ἡ τῶν ἑταιρίδων ἀσελγεστάτη. καὶ νῦν μὲν ἄλλον κατ' ἄλλο μέρος τῶν μοναζόντων ἀπολαμβάνουσα κατηγόρει τοῦ ἀνδρὸς, ὁπόσα ἐβούλετο· νῦν δὲ πρὸς τὰς εἰσιούσας τῶν εὐγενῶν ταῦτά τε καὶ πλείω τούτων ἐξήγγελλε· νῦν δὲ πρὸς τὸν Κράλην Σερβίας τὸν ἐπὶ θυγατρὶ γαμβρὸν ἔγραφεν, ὅσα οὐδὲ λέγειν χρεὼν, πανταχόθεν ἑαυτῇ μὲν περιποιουμένη τιμὴν καὶ σωφροσύνην, τῷ δὲ συζύγῳ πᾶσαν ὕβριν μηχανωμένη. οὐδὲν γὰρ οὕτως εὐρίπιστον ὡς γνώμη γυναικὸς, οὐδέ γε προχειρότερον εἰς τὸ πιθανὰς συνθεῖναι διαβολὰς καὶ συκοφαντίας καὶ τὰ οἰκεῖα κακὰ περιτρέψαι τοῖς ἀνεγκλήτοις. ἂν μισῆται, μισεῖν ὑποκρίνεται· ἂν ἐρᾷ, ἐρᾶσθαί φησιν· ἂν κλέπτῃ, κλέπτεσθαι λέγει. καὶ ζητεῖσθαι μὲν φάσκει, βδελύττεσθαι δὲ διὰ σωφροσύνην· καὶ ἐπὶ τούτοις ἐγκαλλωπίζεσθαί τε καὶ θρύπτεσθαι οὐκ αἰδεῖται, οὐδὲ δυσωπεῖται τὸν ἔλεγχον, ἀλλ' εὐδιάβολα τὰ τοιαῦτα εἰδυῖα καὶ ἥδιστα ἀκοαῖς ἀκολάστοις κώδωνος ὀξυτέραν προτείνει γλῶτταν· καὶ ἐπιορκοῦσα παῤῥησιάζεται καὶ μίγνυσι γῆν οὐρανῷ. ἂν δὲ καὶ γένει καὶ ἐξουσίᾳ προέχῃ, ἃ τοὺς ἐλέγχους τῶν ἐγκλημάτων πόῤῥωθεν ὅπως ποτὲ ἀποκρούονται, τότ' εὐμενοῦς δεῖ θεοῦ καὶ θαλάσσης μεγάλης, ἀποπλῦναι τὰς ὕβρεις τε καὶ συκοφαντίας τὸν ἄθλιον, καθ' οὗ τὴν γλῶσσαν ἡ πονηρὰ κεκίνηκεν. (Δ.) Ὁ δὲ βασιλεὺς πρᾶός τε ὢν καὶ ἄλλως δειλιῶν τήν τε γλῶσσαν αὐτῆς καὶ τό γε μεῖζον, μὴ τὸν ἑαυτῆς ἐκπολεμώσῃ γαμβρὸν κατὰ τῶν Ῥωμαίων, λέγω δὴ τὸν Κράλην Σερβίας, παντοῖος ἦν θεραπεύων αὐτὴν καὶ πληρῶν τὰ περὶ τῶν κοινῶν καὶ ἰδίων πραγμάτων ἐκείνης ζητήματα καὶ πλέον ἢ δεσποίνῃ χαριζόμενος αὐτῇ τὰ τῆς ἐξουσίας δίκαια, ἵνα λανθάνῃ τοὺς πλείστους τὰ μεταξὺ σκάνδαλα. ἡ δ' ἀπογνοῦσα τὴν ἀπὸ τοῦ βασιλέως εἰς τοὺς υἱέας βοήθειαν, ὁποίαν ὡς εἰρήκειμεν αὕτη παρὰ τὸ δέον ἐζήτει, μόνη λοιπὸν ἐπεχείρει μηδενὸς ἀμελοῦσα τῶν ὅσα πρὸς δύναμιν ἦσαν αὐτῇ. ἀκούσασα τοίνυν, ὡς ὁ τῶν Ἀθηνῶν δοὺξ θυγατέρα τρέφει παρθένον, διαπρεσβεύεται πρὸς αὐτὸν ἐγγυωμένη ἐκείνῳ γαμβρὸν ἐπὶ τῇ θυγατρὶ Θεόδωρον τὸν υἱὸν αὐτῆς τὸν δεύτερον ἐπὶ συμφωνίαις, ἵν' ἡ μὲν ἔνθεν, ὁ δ' ἐκεῖθεν τῷ ἄρχοντι Πελασγῶν τε καὶ Θετταλῶν ἐγείρωσι πόλεμον καὶ μὴ πρότερον παύσασθαι, πρὶν αὐτὸν μὲν ἐκ μέσου ποιήσωνται, τὴν δ' ἀρχὴν τὴν αὐτοῦ Θεοδώρῳ τῷ ταύτης υἱῷ περιποιήσωνται, ἵν' εἴη κλῆρος ἀρχῆς ἴδιος αὐτῷ καὶ διηνεκής. ἀλλὰ τῶν ἐλπίδων ψευσθεῖσα πλείστοις ἅμα χρήμασι πρὸς τὴν ἑαυτῆς ἐκπέμπει πατρίδα Λογγιβαρδίαν συζευχθησόμενον θυγατρί τινος ὄνομα Σπινούλα τῶν οὐ πάνυ μεγάλων ἐπὶ γένους περιφανείᾳ καὶ δόξῃ τυγχάνοντος. οὐ γὰρ ὡς τὰ πολλὰ περισπούδαστόν ἐστι Λατίνων τοῖς εὖ γεγονόσι κηδεύειν, μὴ ὅτι Ῥωμαίοις ἁπλῶς, ἀλλ' οὐδ' αὐτοῖς βασιλεῦσιν· ἄλλως τε οὐδ' αὐτὴ τῶν ἐπὶ δόξῃ λαμπρῶν ἦν. οὐ γὰρ ἂν ἐς τὰ Ῥωμαίων οὕτω ῥᾳδίως ἐστέλλετο κήδη. μαρκεσίου γὰρ ἀπόγονος ἦν αὕτη· ἡ δὲ τοῦ μαρκεσίου τάξις οὐ τῶν ἐπισήμων ἐστὶ παρὰ Λατίνοις· ἀλλ' ὅπερ ἐν τοῖς Ῥωμαίων στρατεύμασιν ὁ τὴν βασιλικὴν κατέχων σημαίαν, τοῦτο παρὰ Λατίνοις μαρκέσιος. (Ε.) Ἵνα δὲ πλατύτερον τῷ λόγῳ χρησώμεθα διὰ τὴν τῶν λεγομένων ἐνάργειαν· ὅτε ὑπὸ Ῥωμαίοις ξυνέῤῥει τὰ πράγματα καὶ τὸ τῆς Ῥώμης κράτος καὶ αὐτῶν, ὡς εἰπεῖν, ἔψαυεν οὐρανῶν, ἐπειδὴ καὶ ὕπατοι τούτων καὶ αὐτοκράτορες, οἱ μὲν Ἀφρικὴν καὶ Λιβύην, οἱ δὲ Γαλατίαν καὶ Ἰβηρίαν καὶ Κελτικὴν ὑπηγάγοντο, οἱ δὲ τὰ πλείω τῆς τε Ἀσίας καὶ Εὐρώπης, τά τε μέχρι Τανάϊδος δηλαδὴ καὶ ὅσα μέχρι Γαδείρων· τότε τοίνυν δουλείας φερόμενοι νόμῳ συνέῤῥεον ἄλλοθεν ἄλλοι συχνὰ πρὸς τὴν ἄρξασαν Ῥώμην, ὅσοι στρατηγοὶ κατὰ τόπους καὶ ὅσοι σατράπαι καὶ βασιλεῖς ἐθνῶν καὶ ἡγεμόνες τόπων καὶ πόλεων· οἱ μὲν, ἵνα γνωστοὶ τοῖς τε Καίσαρσι καὶ Αὐγούστοις καθίσταιντο· οἱ δὲ, ἵνα στάσιν τινὰ καὶ κλῆρον ἐν τῇ περὶ τοὺς Καίσαρας συγκλήτῳ καὶ τάξει λαγχάνωσιν. οὐ μόνον δὲ, ἀλλὰ καὶ τῶν ἄλλως ἐνδόξων καὶ ἐλλογίμων προσίασιν, ἵνα τῷ τῆς Ῥώμης δήμῳ αἰδοῦς ἕνεκα καὶ τιμῆς καὶ αὐτοὶ πολιτογραφῶνται καὶ ὀνόματος ἀξιῶνται τῶν ἐπισήμων τῆς Ῥώμης· ὥσπερ καὶ ὁ ἐκ τῆς Παλαιστίνης Ἑβραῖος Ἰώσηπος καὶ Πτολεμαῖος ὁ κράτιστα πάντων τὰς ἀστρονομικὰς συγγραψάμενος ὑποθέσεις. ὁ μὲν γὰρ Φλαούϊος ἐκεῖθεν ἐπωνόμασται, ὁ Ἰώσηπος· ὁ δὲ Κλαύδιος, ὁ Πτολεμαῖος. τότε δὴ οὖν καὶ τῶν πανταχόθεν συῤῥεόντων ἡγεμόνων Παρθικῶν τε καὶ Περσικῶν καὶ τῶν ἄλλων ἄλλοι ἄλλας κεκλήρωνται πρότερον κλήσεις. ὁ δὲ Ῥωσικὸς τήν τε στάσιν καὶ τὸ ἀξίωμα τοῦ ἐπὶ τῆς τραπέζης παρὰ τοῦ μεγάλου κεκλήρωται Κωνσταντίνου· ὁ δὲ Πελοποννησιακὸς τὸ τοῦ πρίγκιπος· ὁ δὲ τῆς Ἀττικῆς τε καὶ τῶν Ἀθηνῶν ἀρχηγὸς τὸ τοῦ μεγάλου δουκός· ὁ δὲ τῆς Βοιωτίας καὶ τῶν Θηβῶν τὸ τοῦ μεγάλου πριμμικηρίου· ὁ δὲ τῆς μεγάλης νήσου Σικελίας τὸ τοῦ ῥηγός· καὶ ἄλλοι ἄλλα. τί γὰρ δεῖ καθ' ἕκαστα διεξιέναι, ὧν τὴν μνήμην ὁ χρόνος συνέχωσε, καὶ τὰ μὲν τελέως ἐκάλυψε καὶ λήθης ποταμοῖς ἀφῆκε συμφέρεσθαι, τὰ δ' ἀτέκμαρτα συγκεχώρηκε περὶ τὸν βίον πλανᾶσθαι; οὐ γὰρ ὥσπερ νῦν παρ' ἡμῖν, οὕτω καὶ τότε ἐγένοντο ταῦτα, παρ' οἷς ἐγένοντο· ἀλλ' ὥσπερ ἐς διαδοχὰς συνεχωρήθησαν παραπέμπεσθαι τοῖς τῶν ἐπαρχιῶν ἑκάστων ἄρχουσι τὰ τῶν πρώτως εἰληφότων ἕκαστα ἀξιώματα. καὶ μὲν δὴ ἔστιν ἃ τῶν τοιούτων παραφθοράν τινα τῷ μακρῷ χρόνῳ παθόντα ἀμυδρῶς πως ὑπεμφαίνουσι τὴν ἀλήθειαν. τὸν γάρ τοι τῆς Βοιωτίας καὶ τῶν Θηβῶν ἀρχηγὸν ἀντὶ μεγάλου πριμμικηρίου μέγαν κύριον ὀνομάζουσι νῦν εἰς τοῦτο παρενεχθέντες ἐκ τοῦ παραφθεῖραι τὴν πρώτην συλλαβήν. ὁμοίως δὲ καὶ τὸν τῆς Ἀττικῆς καὶ τῶν Ἀθηνῶν ἀρχηγὸν ἀντὶ μεγάλου δουκὸς δοῦκα καλοῦσι τῶν Ἀθηνῶν. (ΣΤʹ) Καὶ ἵν' ἐπανέλθωμεν, ὅθεν εἰς τοῦτο ἐξέβημεν· ἐν ἐκείνοις τοῖς χρόνοις καὶ ὁ τῆς ἐπαρχίας ταύτης ἀρχηγὸς τὸν τοῦ μαρκεσίου εἰλήφει κλῆρον, μικρόν τινα καὶ τῇ ἐπαρχίᾳ ἐκείνῃ ἀνάλογον. κεῖται δ' ἡ χώρα αὕτη μεταξύ που τῶν Ἄλπεων καὶ τῆς κάτω Ἰβηρίας· ἣν ὁ μαρκέσιος ἐκληρώσατο, χρέος ἀΐδιον ἔχων, εἴ τις ἐκ τοῦ ἔθνους ἀνίσταιτο βασιλεὺς, τὴν τοῦ σημαιοφόρου τάξιν ἀποπληροῦν πρὸς ἐκεῖνον αὐτός· ἀλλ' ἐκεῖσε ἐπάνειμι. Θεόδωρον μὲν γὰρ τὸν ἑαυτῆς δεύτερον υἱὸν ἡ βασιλὶς Εἰρήνη οὕτως ἐκεῖσε παρέπεμψεν, ἵνα μὴ παρὰ Ῥωμαίοις ὢν δοῦλος αὐτός τε καὶ ἡ τοῦ σπέρματος αὐτοῦ διαδοχὴ γένηται τοῦ προγονοῦ βασιλέως. εἵλετο γὰρ κοινωνὸν τῆς Λατίνων τοῦτον μᾶλλον καταστῆσαι θρησκείας καὶ ἀτιμότερον εἶναι πόῤῥω διάγοντα, ἢ παρὰ Ῥωμαίοις ἔνδοξον ὄντα δουλεύειν τῷ μισουμένῳ αὐτῇ προγονῷ καὶ ἅμα παῖδας παισὶ καὶ ἀπογόνους ἀπογόνοις. συνεξέπεμψε δ' ἐκείνῳ καὶ σωροὺς χρημάτων Ῥωμαϊκῶν. καὶ οὕτω δὴ τὴν φλεγμαίνουσαν ἔφεσιν ἑαυτῆς ἐναντιουμένη τῷ συζύγῳ καὶ βασιλεῖ ἐπὶ τοῦ ἑνός γε τῶν υἱέων ἐπέραινε Θεοδώρου τοῦ μαρκεσίου. (Ζ.) Τὸν μέντοι πρῶτον υἱὸν αὐτῆς Ἰωάννην πάνυ τοι πλεῖστα ἐσπούδασε πρότερον εἰς ὑπερόριον κῆδος ἐκπέμψαι καὶ αὐτὸν, καὶ πλεῖστα ἀνηλώκει χρήματα θέλουσα τοῦτον ἄρχοντα καταστῆσαι τῶν Αἰτωλῶν τε καὶ Ἀκαρνάνων, καὶ ὅση τῆς Ἠπείρου περίχωρος· ἀλλ' οὐδαμῇ ἔσχεν εὔοδον θεῖναι τὸ βούλευμα. ἕτερα δ' αὖθις βουλευομένης αὐτῆς περὶ τοῦ υἱοῦ φθάσας ὁ βασιλεὺς ἐμποδὼν ἐγένετο τῆς ὁρμῆς, πατὴρ εἶναι λέγων καὶ αὐτὸς καὶ οὐχ ἧττον τῆς μητρὸς κηδόμενος τοῦ υἱέως· προστιθεμένου δὲ καὶ τοῦ μείζονα δύνασθαι τῆς μητρὸς τὸν πατέρα, τὸ κωλύον οὐδὲν τὴν τοῦ πατρὸς τελεσθῆναι βούλησιν ἐπὶ τῷ παιδὶ μᾶλλον ἢ τῆς μητρός. ἦν δὲ τηνικαῦτα μεσάζων τοῖς πράγμασι σοφὸς ἀνὴρ καὶ πολλὴν τὴν ἐμπειρίαν καὶ σύνεσιν πλουτῶν ἐς τὰ κοινὰ καὶ διὰ τοῦτο μάλα τοι πλείστης ἀπολαύων τῆς τοῦ κρατοῦντος εὐμενείας τε καὶ ῥοπῆς καὶ πολλοῖς τισι βρίθων τοῖς χρήμασι διὰ ταῦτα, Νικηφόρος ὁ ἐπὶ τοῦ Κανικλείου. οὗτος θωπευτικοῖς τισι λόγοις καὶ πράγμασιν ὑπελθὼν τὴν τοῦ βασιλέως πραότητα αἰτεῖ καὶ λαμβάνει γαμβρὸν ἐπὶ τῇ θυγατρὶ τὸν ῥηθέντα τοῦ βασιλέως υἱὸν Ἰωάννην, δεινοπαθούσης μὲν καὶ οὐδαμῆ ἐθελούσης τῆς μητρὸς καὶ δεσποίνης· ἔλαβε δ' οὖν. ἀλλ' οὐκ ἐπὶ πολὺ τοῦ κήδους ἀπώνατο οὔθ' ὁ λαβὼν, οὔθ' ὁ ληφθείς. πρὶν γὰρ ὅλα ἐξήκειν τέσσαρα ἔτη, ἄπαις τὸν βίον ὁ Ἰωάννης ἀπήλλαξεν ἐν Θεσσαλονίκῃ ἐπὶ μητρὶ καὶ πενθερῷ καὶ συζύγῳ. (Η.) Ἐπεὶ δὲ καὶ τὰς ἐπὶ τούτῳ τῆς μητρὸς ἐλπίδας ὁ χρόνος οἷά τις Χάρυβδις ἀφελόμενος κατεβάπτισεν, αἱ Κραλαίνης τῆς θυγατρὸς καὶ Δημητρίου τοῦ παιδὸς κατελείφθησαν μόναι. τοσαῦτα τοίνυν ἐξεκένωσε Ῥωμαϊκὰ χρήματα πρὸς τὸν Κράλην ἡ πενθερά τε καὶ δέσποινα, τὰ μὲν ἐκεῖσε πέμπουσα, τὰ δ' αὐτὸν ἐν Θεσσαλονίκῃ μεταπεμπομένη καὶ ἐπιφορτίζουσα, ὅσα καὶ τριήρεις ἑκατὸν ἐξήρτυσαν ἂν καὶ διηνεκὲς τοῖς Ῥωμαίοις ἐγίγνοντ' ἂν ὄφελος. καὶ τί δεῖ καταλέγειν τὰς καινὰς ἐπινοίας αὐτῆς, ὁπόσας μήπω πρὶν γεγονυίας ἡ πόῤῥω τοῦ καιροῦ φιλοτιμουμένη γνώμη τῆς σεμνοτάτης ταύτης δεσποίνης ἐνεωτέρισε; θέλουσα γὰρ τὴν θυγατέρα βασιλικοῖς παρασήμοις κοσμῆσαι, ἵνα μηδ' ἐκείνη μηδενὸς ἐλαττοῖτο, ὁπόσα Ῥωμαίων θεσμοὶ τὰς βασιλίδας ᾕρηνται πάλαι κοσμεῖν, μὴ δυναμένη δ' ἄλλως τὸ καταθύμιον ἐκπερᾶναι, φέρουσα καλύπτραν ἐπέθηκε πρότερον τῇ κεφαλῇ τοῦ γαμβροῦ λίθοις καὶ μαργάροις πολυτελέσι κεκοσμημένην, ὁπόσοις καὶ οἵοις μικροῦ καὶ ἡ τοῦ ἀνδρὸς αὐτῆς Ἀνδρονίκου τοῦ βασιλέως ἐκεκόσμητο. ἔπειτ' ἐκεῖθεν ἀρξαμένη κατ' ἔτος ἑτέραν προσετίθει κρείττω τῆς προτέρας ἀεί. τάς τε πολυτελείας τῶν ἐνδυμάτων καὶ τὰς λαμπρότητας, ὧν ἐχαρίζετο συχνοτέρων αὐτῷ τε καὶ τῇ θυγατρὶ αὐτῆς τῇ Κραλαίνῃ, τίς ἂν ἀριθμοίη; τίς δ' ἂν ἐξετάζοι τῶν βασιλικῶν κειμηλίων τὸν ἀριθμὸν, ὁπόσα αὐτὴ τοὺς Ῥωμαίους ἀποστεροῦσα τῷ Κράλῃ Σερβίας ἐδίδου, κατατρυφῶσα μὲν τῆς τοῦ βασιλέως καὶ συζύγου πραότητος, τὴν δ' ἑαυτῆς ἀδεῶς ἀποπιμπλῶσα ἔφεσιν; ἔφεσις γὰρ ἦν αὐτῇ τῶν βασιλικῶν ταμιείων τοὺς θησαυροὺς ἐς τοὺς κόλπους τῶν ἑαυτῆς ἐκκενῶσαι τέκνων καὶ μάλιστα τῆς Κραλαίνης καὶ θυγατρός. ἤλπιζε γὰρ καὶ παῖδας ὄψεσθαι γεννηθέντας τῷ Κράλῃ παρὰ τῆς θυγατρός. καὶ διὰ τοῦτο προαρπάζουσα τὸν καιρόν σφισι τὸν Ῥωμαϊκὸν ἐθησαύριζε πλοῦτον, ἵνα καιροῦ καλοῦντος ὀψὲ τοῦ χρόνου τῆς τῶν Ῥωμαίων ἀσθενείας ἐκεῖθεν αὐτοὶ καταδράμωσι καὶ ἣν ἑκόντων Ῥωμαίων οὐκ ἐκληρώσαντο βασιλείαν, ταύτην ἀκόντων ἀφέλωνται. (Θ.) Ἀλλὰ γὰρ ἔλαθεν ἀνθρωπίνας μὲν ἐπινοίας καθ' ἑαυτὴν ἀεὶ στρέψασα, θεὸν δ' ἐπὶ λογισμοὺς οὐκ ἀναβιβασαμένη τὸ σύνολον, ὅτι τῆς ἐκείνου τὰ πάντα χειρὸς ἐξήρτηται· καὶ πολέμιον τοῦτον πᾶς τις εὑρίσκει, ὅστις ἄνθρωπος ὢν πέρα τῶν ἀνθρωπίνων μέτρων φρονεῖ καὶ οὐκ εἰς θεὸν ἀναφέρει τῶν ἐνεργουμένων τε καὶ βουλευομένων τὴν διεξαγωγὴν καὶ τελείωσιν. ἰδοὺ γὰρ καὶ ἡ βασιλὶς αὕτη Εἰρήνη μεγάλαις ἑαυτὴν ἀναρτήσασα ταῖς περὶ τοὺς παῖδας ἐλπίσιν αὐτὴ μὲν ἀνθρωπίνως ἐχρῆτο τοῖς πράγμασιν ἄνευ θεοῦ καὶ τὰ τῶν Ῥωμαίων, ὡς εἰρήκειμεν, ἀμφοτέραις ἐξήντλει χρήματα πρὸς τοὺς τῶν Ῥωμαίων ἐχθρούς· τὰ δὲ πράγματα οὐ προὐχώρει κατὰ τὰς ἐλπίδας αὐτῆς, ἀλλὰ ματαίαν τὴν ἐκείνης διάνοιαν ἤλεγχον, σφάλλοντος ὡς ἔοικεν ἄνωθεν τοῦ τῆς δίκης κρίματος. τῇ μὲν γὰρ θυγατρὶ ὀκταετεῖ πλέον ἢ τετταρακοντούτης ὁ Κράλης μιγεὶς βλαβῆναι τὴν ταύτης πέπραχε μήτραν, ὡς μηδὲ γονὴν ἐξ ἐκείνης ἔτι δύνασθαι γίγνεσθαι. (Ι.) Κἀντεῦθεν καὶ τῶν τοιούτων ἐλπίδων ἐκπεπτωκυῖα ἡ βασιλὶς ἑτέραις αὖθις ἐπιχειρεῖ καὶ οὐκ ἠρεμεῖ· καὶ πείθει τὸν Κράλην πολλοῖς καὶ ἀναριθμήτοις ὑπερεχομένη τοῖς δώροις, ἀπαγορευθέντος ἤδη τοῦ παῖδα γενέσθαι οἱ ἐκ τῆς Κραλαίνης, ἐλθεῖν κατὰ δεύτερον πλοῦν τὴν διαδοχὴν τῆς τῶν Τριβαλλῶν ἀρχῆς εἰς ἕνα τινὰ τῶν ἀδελφῶν τῆς Κραλαίνης. Δημήτριος δ' ἦσαν οὗτοι καὶ Θεόδωρος ὁ μαρκέσιος· ὁ μὲν οὔπω τότε τὸν ἔφηβον παραλλάττων· ὁ δὲ καὶ παίδων ἤδη τυγχάνων πατὴρ περὶ χώραν τῆς Λαμπαρδίας, ἔνθα παρὰ τῆς μητρὸς, ὡς εἰρήκειμεν, ἐξεπέμφθη τοῦ γένους λείψανον. καὶ πρῶτον μὲν τὸν Δημήτριον πολλαῖς ταῖς τῶν χρημάτων τρυφαῖς καὶ βλακείαις πρὸς τὸν Κράλην συνεκπέμπει, διάδοχον χειροτονηθησόμενον, ὡς εἰρήκειμεν, τῆς ἀρχῆς· ὃς δὴ καὶ ἄσμενος μὲν ὑπεδέχθη παρὰ τοῦ Κράλη· τὸ δὲ τοῦ τόπου σκληρὸν καὶ ἀπαραμύθητον ὅλαις ὁρμαῖς ἀνεσόβει καὶ ἀπετρέπετο τὴν ἐκεῖ διαμονὴν καὶ μακροτέραν αὐτοῦ ἐνδιαίτησιν. ὅθεν μετ' οὐ πολὺ τὸν Δημήτριον οὕτως ἐκεῖθεν ἡ μήτηρ ἐπανήκοντα δεξαμένη καὶ τῶν ἐντεῦθεν ἤδη ψευσθεῖσα ἐλπίδων τὸν ἕτερον ἐκ τῆς Λαμπαρδίας υἱὸν μεταπέμπεται Θεόδωρον τὸν μαρκέσιον κεκαρμένον ἐπιφερόμενον πώγωνα· καὶ τὸν ὅμοιον τρόπον ἐκπέμπει καὶ τοῦτον διάδοχον ἐσόμενον τῆς τοῦ Κράλη Σερβίας ἀρχῆς. ἄσμενος οὖν καὶ τοῦτον ὁ Κράλης ὑποδέχεται. τὸ δὲ τοῦ τόπου σκληρόν τε καὶ ἄηθες οὐδὲ τοῦτον ἀφῆκε μονιμωτέραν ἐκεῖ ποιήσασθαι τὴν διατριβήν. ἀλλ' ἐπανελθὼν καὶ οὗτος καὶ ἀσπασάμενος τὴν μητέρα, πάσας παρ' ἐλπίδα ὁπόσας ἐπὶ τούτοις ἔτρεφεν ἐλπίδας ἀποβεβληκυῖαν, ᾤχετο ἀπιὼν ἐς Λαμπαρδίαν αὖθις παρὰ τὴν σύζυγον. στʹ. Καὶ ταῦτα μὲν ἐν τοῖσδε τοῖς χρόνοις τοῦτον ἔσχε τὸν τρόπον. τὰ δ' ἐφεξῆς εἰρήσονται ἐν τοῖς ἐφεξῆς. ἐπὶ δὲ τοὺς Κατελάνους αὖθις τρεπτέον τὸν λόγον. οὗτοι γὰρ μετὰ τὸν γενόμενον περὶ τοὺς Ἄπρους πόλεμον ἐπαρθέντες τῇ τε νίκῃ καὶ τῇ τῶν Τουρκοπούλων συμμαχίᾳ, οἳ ὡς εἰρήκειμεν Ῥωμαίους ἀφέντες ηὐτομόλησαν πρὸς αὐτοὺς, συχναῖς χρησάμενοι ταῖς ἐκδρομαῖς καὶ ἐφόδοις ἐφ' ὅλοις ἔτεσι δυσὶ πᾶσαν ἔρημον καὶ ἀτριβῆ πεποιήκεσαν τήν τε παράλιον καὶ μεσόγειον χώραν, ὁπόση τε ἄχρι Μαρωνείας τε καὶ Ῥοδόπης καὶ ἄχρι Βιζύης διήκει. ἔπειτα ἀπογνόντες ἐντεῦθεν τῶν χρειωδῶν ἔγνωσαν ἐπὶ τὰ πρόσω πορεύεσθαι τὰ ἐν ποσὶ ληϊζόμενοι, μέχρις ἂν ἀποχρῶσαν καὶ μόνιμον εὕρωσιν οἴκησιν. καὶ δὴ διαβάντες τὴν πρὸς θάλασσαν ὀρεινὴν τῆς Ῥοδόπης ᾔεσαν ἀδεῶς λαφύρων συχνῶν ἑαυτοὺς ἐμπιπλῶντες. ἦσαν δ' ὁμοῦ χιλιάδες, τὸ μὲν τῶν Τούρκων πλῆθος ὑπὲρ τὰς δύο τό,τε πεζὸν καὶ τὸ τῶν ἱππέων· τὸ δὲ τῶν Κατελάνων ὑπὲρ τὰς πέντε, ὅσον τε ἐν ἱππεῦσι καὶ ὅσον πεζόν. (Β.) Τοῦ τε μετοπώρου μεσοῦντος, ὅτε δὴ μάλιστα καὶ ἀρκτοῦρος ἄρχεται ἐπιτέλλειν, τὰ ἐπιτήδεια τῆς τοῦ χειμῶνος τροφῆς παρασκευάζειν βουλόμενοι εἰσβάλλουσιν εἰς τὰς τῆς Μακεδονίας κώμας· κἀκεῖ τὰ πλεῖστα καταστρεψάμενοι καὶ πολλῆς ἑαυτοὺς τῆς ἐκ τῶν λαφύρων ἐμπλήσαντες ὠφελείας στρατοπεδεύουσι περὶ τὴν Κασανδρείαν. πόλις δὲ αὕτη πάλαι μὲν οὖσα περιφανὴς, νῦν δὲ καὶ τῶν οἰκητόρων ἔρημος. ὅ γε μὴν περὶ αὐτὴν χῶρος ἐπιτήδειος ὢν ἐς στρατοπεδείαν καὶ χειμερίαν καταγωγὴν ὑποδέχεται, ὡς εἰρήκειμεν, καὶ τὸν τῶν Κατελάνων πλανήτην στρατόν. ἄκρα γάρ ἐστι προμήκης εἰς θάλασσαν, κόλποις οὐ μικροῖς ἑκατέρωθεν περιειλημμένη, δι' ὧν ἐν ταῖς χειμεριναῖς ὥραις τὸ τῆς χιόνος ἀποσείεται ὑπερβάλλον. ἔαρος δ' ἀρχομένου ἄραντες ἐκεῖθεν ἐπεχείρουν ταῖς ἐν Μακεδονίᾳ πόλεσιν, ἐν αἷς τὸ τῶν ἐλπίδων κεφάλαιον ἡ Θεσσαλονίκη ἐτύγχανεν. ᾤοντο γὰρ, ὡς εἰ ταύτης γένοιντο πρότερον ἐγκρατεῖς μεγάλης τε καὶ πολλῷ τῷ πλούτῳ βριθούσης καὶ μάλιστα νῦν ὅτε καὶ τὰς βασιλίδας ἤκουον εἶναι ἐντὸς, Εἰρήνην φημὶ καὶ Μαρίαν, μηδὲν εἶναι ἑξῆς τὸ κωλύον πάσης ἐκεῖθεν ὡς ὁρμητηρίου τῆς ἄλλης Μακεδονίας δεσπότας γενέσθαι. (Γ.) Ἀλλ' ἔφθη τὴν τούτων προεκτεμὼν ὁ βασιλεὺς ἐπίνοιαν. πέμψας γὰρ πρῶτον μὲν τὸ περὶ τὴν Χριστούπολιν μακρὸν ἔκτισε τεῖχος ἀπὸ θαλάσσης μέχρι τῆς τοῦ παρακειμένου ὄρους ἀκρωνυχίας· ὡς ἄβατον εἶναι τὸ χωρίον καθάπαξ μὴ βουλομένῳ τῷ βασιλεῖ τοῖς τ' ἐκ Μακεδονίας ἐς Θρᾴκην ἐθέλουσι διαβαίνειν, τοῖς τ' ἀπὸ Θρᾴκης ἐς Μακεδονίαν. ἔπειτα ἐπεὶ ἔγνω τὴν τῶν Κατελάνων αἰχμὴν ἐπίδοξον οὖσαν ὁρμήσειν ἔαρος ἀρχομένου κατά τε Μακεδονίας καὶ τῶν ἐν Μακεδονίᾳ πόλεων, στρατηγοὺς ἀπολέξας ὁπόσοι τὰ πολέμια ἦσαν οὐκ ἀδαεῖς πέμπει στρατολογήσοντας ἐκ Μακεδονίας, οἳ ἔσονται ἱκανοὶ φύλακες τῶν ἐν Μακεδονίᾳ πόλεων, εἰ βούλοιντο οἱ πολέμιοι περικαθίσαντες ταύτας πολιορκεῖν, ἄφθονά τε τὰ πρὸς τροφὴν ἐπιτήδεια ἐκ τῶν προαστείων ἐν ταύταις ξυναθροίσοντας καὶ πάντα τἄλλα εὖ διαθήσοντας, ἵνα μὴ τῷ τῆς πολιορκίας καιρῷ μείζονα τῆς ἔξωθεν εὕρωσιν οἱ φύλακες τὴν ἔνδοθεν πολιορκίαν ἐκ τοῦ λιμοῦ. (Δ.) Ἀλλὰ γὰρ ἦρος ἤδη ἐνστάντος ἄραντες οἱ πολέμιοι ἐκ τῆς Κασανδρείας, οἱ μὲν ἄγχιστά που τῶν τῆς Θεσσαλονίκης προαστείων ηὐλίσαντο· οἱ δ' ἐπὶ λείαν ἐξίασιν. ἐπεὶ δὲ τήν τε χώραν εὗρον ἅπασαν τῶν τε οἰκητόρων ἔρημον, καὶ ὅσα ἐνῆν αὐτοῖς ποίμνια καὶ βουκόλια, καὶ αὖ τὰς πόλεις πολλοῖς τοῖς ὅπλοις ὠχυρωμένας, ἔγνωσαν αὖθις ἐπὶ Θρᾴκην ἐπανιέναι· μηδὲ γὰρ εἶναί σφισι τῶν ἐνδεχομένων ἐκεῖ καθημένους τρίβειν τὸν χρόνον καὶ σφᾶς αὐτοὺς φθειρομένους εἰκῆ συγχωρεῖν. μηδὲ γὰρ ὄντων αὐτοῖς τῶν ἐπιτηδείων τοσαύτην τε ἵππον ἄγουσι, τοσούτους δὲ αἰχμαλώτους, οὐχ ἥττοσιν ἢ ὀκτακισχιλίοις οὖσι δὴ καὶ αὐτοῖς, κίνδυνον εἶναι προφανῆ φθαρέντας οἴχεσθαι τῷ λιμῷ. ἀλλ' οὔπω τὰ δόξαντα γέγονεν ἔκπυστα τῷ πλήθει τοῦ στρατοπέδου, καὶ πυνθάνονται παρά του τῶν αἰχμαλώτων, ὡς ἀπόρευτος ἔσται αὐτοῖς ἡ πρὸς Θρᾴκην ὁδὸς, τοῦ πρὸ βραχέος ἀνεγερθέντος περὶ τὴν Χριστούπολιν μακροῦ τείχους ἀποκλείοντος τὸ παράπαν αὐτούς. (Ε.) Τοῦτο παρὰ πᾶσαν ἀκουσθὲν προσδοκίαν ἐξέπληξε καὶ πρὸς ἀμηχανίαν ἤλασε λογισμῶν· καὶ οὐκ εἶχον ὅ,τι καὶ γένοιντο τῷ τε λιμῷ πιεζόμενοι καὶ ἅμα δεδιότες μὴ τὰ τοῖς ἐν Μακεδονίᾳ Ῥωμαίοις ὁμοροῦντα ἔθνη τὴν αὐτῶν ἕκαστα ἔφοδον ὑποπτεύοντα παροξύνωσιν ἀλλήλους, Ἰλλυριοί τε δηλαδὴ καὶ Τριβαλλοὶ καὶ Ἀκαρνᾶνες καὶ Θετταλοὶ, καὶ συνασπισμὸν ποιησάμενοι κυκλώσονται τούτους καὶ πάντας ἄρδην οὐκ ἔχοντας ὅποι φυγόντες τὴν σώζουσαν εὕρωσι διαφθείρωσιν. ὅθεν ἔδοξε τούτοις ὡς ἐν ἀνάγκης καιρῷ μανικώτερον ἢ τολμηρότερον ἅψασθαι τῶν πραγμάτων. ἔδοξε γὰρ μηδὲν μελλήσασιν ὁμόσε τοῖς πρόσω χωρεῖν τὴν ταχίστην καὶ ἢ τὴν τῶν Θετταλῶν χώραν ἄφθονα φέρουσαν τὰ πρὸς τὸ ζῇν ἐπιτήδεια ἕξειν αἰχμάλωτον, ἢ τῶν ἐπέκεινα μίαν, ὁπόσαι ἐφεξῆς εἰσιν ἄχρι Πελοποννήσου, καὶ οὕτως ἐπὶ μιᾶς τινος χώρας τὴν οἴκησιν ἱδρυσάμενοι τῆς μακρᾶς ἀπαλλάξειν γε πλάνης· ἢ τό γε δεύτερον, σπεισαμένους τινὶ τῶν παραθαλαττίων ἐθνῶν ἀκώλυτον εἰληφέναι τὸν ἐπὶ τὰ οἰκεῖα ἀπόπλουν. ἄραντες οὖν ἐκεῖθεν τριταῖοι ἀφίκοντο ἐς τὰ πρὸ τῆς Θετταλίας ὄρη· Ὄλυμπος ταῦτα καὶ Ὄσσα καὶ Πήλειον· ὧν ἄγχιστά που στρατοπεδεύσαντες ἐπόρθουν τὴν χώραν καὶ σφᾶς αὐτοὺς ἐνεπίμπλων ἀφθόνων τῶν ὅσα πρὸς τὸ ζῇν ἐπιτήδεια ἦν. ἀλλ' ἐκεῖνο μικροῦ με παρέδραμεν. ἀναληπτέον οὖν, ἵνα καθ' εἱρμὸν ὁ λόγος ὁδεύῃ. (Στ.) Συνεστράτευον τοῖς Λατίνοις, ὡς ἔφαμεν, καὶ Τοῦρκοι τρισχίλιοι· ὧν τοὺς μὲν ἑκατὸν καὶ χιλίους ἔφαμεν εἶναι τοὺς ἐναπολειφθέντας ἅμα τῷ Μελὴκ μετὰ τὴν τοῦ Σουλτὰν Ἀζατίνη πρὸς τοὺς Σκύθας φυγὴν τῷ τε θείῳ βαπτίσματι τελεσθέντας καὶ συγκαταλεγέντας μὲν τοῖς Ῥωμαίων στρατεύμασι καὶ ταῖς τῶν παίδων διαδοχαῖς αὐξηθέντας, ὕστερον δ' ἀποστατήσαντας μὲν Ῥωμαίων, προσρυέντας δὲ τῷ τῶν Κατελάνων στρατῷ, ὁπότε συῤῥήγνυσθαι κατ' ἀλλήλων ἔμελλον τὰ στρατεύματα κατὰ τὰς περὶ τὴν πόλιν Ἄπρω πεδιάδας· τοὺς δὲ πλείους εἶναι τοὺς ἅμα τῷ Χαλὴλ ἐξ Ἀσίας διαπεραιωθέντας ἐς μισθοφορικὴν συμμαχίαν τῶν Κατελάνων. τῶν οὖν Κατελάνων τὴν ἐπὶ Θετταλίαν, ὡς ἔφαμεν, ὁδευόντων, ἤρξαντο κατ' αὐτῶν στασιάζειν οἱ Τοῦρκοι τὴν σφῶν συνδιαίτησιν ὑποπτεύοντες καὶ οὐ μάλα τοι σφόδρα ἀκίνδυνον ἐσομένην οἰόμενοι. συστάντες οὖν οἱ τῶν Τουρκικῶν στρατευμάτων ἡγεμονεύοντες, ὅ,τε Μελὴκ καὶ ὁ Χαλὴλ, τῷ τῶν Κατελάνων ἀρχηγῷ λόγους περὶ τῆς ἅμα εἰρήνῃ διαλύσεως κεκινήκασιν. οὗ δὴ προθύμως τὴν αἴτησιν δεξαμένου (οὐδὲ γὰρ αὐτοῖς ἤδη Ῥωμαίων ἀπαλλαγεῖσι χρειώδης ἐτύγχανεν ἡ τῶν Τούρκων ἔκδημος συστρατεία) ἄσμενοι διελέλυντο τούς τε αἰχμαλώτους καὶ ὅσα ἐπεφέροντο λάφυρα διανειμάμενοι κατὰ τὸ ἀνάλογον ἑκατέροις τοῖς μέρεσιν. ἀλλὰ τὰ περὶ τῶν Τούρκων πλειόνων δεόμενα λόγων ἐροῦμεν ἐν τοῖς ἑξῆς. ζʹ. Οἱ δὲ Κατελάνοι τῶν Τούρκων ἤδη ἀπαλλαγέντες καθ' ἑαυτοὺς ἦσαν παραχειμάζοντες πρὸ τῶν ὀρῶν τοῦ τε Ὀλύμπου καὶ τῆς Ὄσσης, ὡς ἔφαμεν. ἔαρος δ' ἐπιστάντος ἄραντες ἐκεῖθεν διαβαίνουσι τάς τε τῶν ὀρῶν κορυφὰς καὶ τὰ ἐν τούτοις Τέμπη· καὶ πρὶν ἐπιστῆναι τὸ θέρος, ἐσβάλλουσιν ἐς τὰ Θετταλικὰ πεδία. ἔνθα δὴ χώραν εὑρόντες ἀγαθήν τε καὶ πίονα ὅλον ἐκεῖ διατετρίφασι τὸν ἐνιαυτὸν τήν τε χώραν δῃοῦντες καὶ διαφθείροντες ὅσα μὴ ἐντὸς ἦσαν τειχῶν μηδενὸς ἀντιταττομένου. εἶχε γὰρ ἀσθενῶς τηνικαῦτα τὰ περὶ Θετταλίαν πράγματα, τοῦ διέποντος ἐκεῖ τὴν ἀρχὴν νέου τε ὄντος τὴν ἡλικίαν καὶ ἀπείρως ἔχοντος ἐς πραγμάτων μεγάλων διοίκησιν καὶ ἄλλως νόσῳ δαπανωμένου μακρᾷ καὶ ὅσον οὐδέπω τεθνήξεσθαι μέλλοντος καὶ ἅμα αὐτῷ καταλύσειν τὴν μέχρις αὐτοῦ διαδοχὴν τῆς τῶν προγόνων καὶ σεβαστοκρατόρων ἀρχῆς. γυναῖκα μὲν γὰρ οὗτος ἠγάγετο ἑαυτῷ πρὸ βραχέος Εἰρήνην, τὴν νόθην τοῦ βασιλέως Ἀνδρονίκου θυγατέρα· παῖδα δὲ μετ' αὐτῆς οὐ γεγέννηκεν, ὃς ἂν αὐτῷ τῆς ἀρχῆς καταστῇ διάδοχος. καὶ διὰ ταῦτα πλημμελῶς τὸ ἐπὶ τοῦ παρόντος τὰ ἐκεῖσε ἐφέροντο πράγματα. πλείονα δὲ καὶ τὴν εἰς τὸ ἔπειτα ὤδινον ταραχήν τε καὶ στάσιν ἕνεκα τῆς ἀρχῆς, ἀδηλίας ἔτι κεκαλυμμένου βυθοῖς τοῦ ταύτην διαδεξομένου. καὶ μὲν δὴ τοῦ τε ἡγεμόνος τῆς χώρας ἐσχάτῃ νόσῳ πιεζομένου καὶ τῶν πολεμίων δίκην φλογὸς ἐπιόντων καὶ νεμομένων τὴν χώραν ἔδοξε τῇ τῶν προεχόντων ἐκεῖ κατὰ γένος βουλῇ, χρήμασι περιελθεῖν τοὺς πολεμίους καὶ δωρεῶν ἁβροτέρων ὤνιον ἐσχηκέναι τὴν γνώμην τῶν ἡγεμόνων, πρὶν ταῦτα αὐτοὺς ἀφελεῖν πολεμίᾳ χειρὶ, δώσειν τε ὑποσχέσθαι πομποὺς τοὺς ἀπάξοντας ἐπί τε Ἀχαΐαν καὶ Βοιωτίαν, χώραν ἁβράν τε καὶ εὔκαρπον καὶ πολλὰς κεκτημένην τὰς χάριτας καὶ ἅμα πρὸς οἴκησιν ἐπιτηδειοτάτην πασῶν· εἰ δὲ καὶ συμμαχίας δέοιντο, καὶ τοῦτο δὲ μάλα προθύμως τελεῖν καὶ φίλους εἶναί σφισι διὰ βίου. (Β.) Τοῦτο καὶ τοῖς Λατίνοις ἀρεστόν τε ἔδοξε καὶ μάλα δήπου κατὰ γνώμην. ἔφασαν γὰρ, ὡς εἰ πολέμῳ καὶ μάχῃ τὰ τῆς ἐκβάσεως ἐπιτρέψαιμεν, ἥ τε χώρα φθαρήσεται τά τε πράγματα συντριβήσονται κἀκ πολλῶν ἐς στενὸν κομιδῇ συνελαθήσονται, ὑπὲρ ὧν ἡμῖν ἡ πᾶσα σπουδή. ἔπειτα καὶ τὰ τῆς νίκης οἷ προχωρήσει, τῶν πάντων ἐστὶν οὐδεὶς ὃς ἐξεπίσταται πλὴν ἢ θεός. ἡμῖν δ' ἔστιν ὡς ἐπίπαν ἀμφισβητήσιμα ταῦτα καὶ οὐδαμῆ πω σαφῆ. εἰ γὰρ αἱ πλείους ξυντυχίαι τοῖς ἀνθρώποις ἐπίσης εἰσὶν ἐλπιζόμεναι, οὐδὲν ἧττον καὶ σφίσι τὸ περιγενέσθαι συμβάλλεται ἤπερ ἡμῖν. οὔτε γὰρ ἡμῖν ἐστι πιστόν τι ἐχέγγυον ἐς τὸ μέλλον περὶ τῆς νίκης, οὔτ' αὐτοῖς ἀπλανὴς εἴ τις περὶ ταύτης δόξα πρόσεστιν. αἵ τε γὰρ δυσχωρίαι τῶν ὀρῶν, οἷς ἡ φύσις πολλαχόθεν τὴν χώραν ὠχύρωσεν, ἀσφάλειάν τε καὶ θάρσος τοῖς ἔχουσι δίδωσι· τά τε φρούρια ἐφ' ὑψηλῶν ἱδρυμένα τῶν τόπων ἀμήχανον ἡμῖν παρέξει τὴν πολιορκίαν. ὥστε ὁποτέρως ἕξει τὸ πρᾶγμα, οὐκ εὔοδα τὰ τῆς ἀποβάσεως ἡμῖν ἀπαντᾷ οὕτως ἐπὶ ξένης πλανωμένοις καὶ ἀλλοτρίας καὶ τοσοῦτον τῆς οἰκείας ἀπῳκισμένοις. τῶν οὖν ἀτοπωτάτων ἂν εἴη, παρὸν ἐμπλῆσαι τοσούτων χρημάτων τὰς δεξιὰς ἄνευ πόνων καὶ ἅμα συμμάχων καὶ φίλων εὐπορῆσαι τοιούτων, ἔπειτα παραδραμόντας ὑπὲρ ἀδήλων ἐλπίδων μεγάλους ἀναδέχεσθαι κινδύνους. (Γ.) Οὕτω μὲν οὖν ἐκεῖνοι συνιδόντες καὶ οὕτω διασκεψάμενοι σπονδὰς καὶ ξυμβάσεις ἐπὶ τοῖς εἰρημένοις τίθενται πρὸς τοὺς Θετταλούς· καὶ ἅμα ἦρι τά τε χρήματα καὶ τοὺς πομποὺς παρ' αὐτῶν εἰληφότες ὑπερβάλλουσι τὰ μετὰ Θετταλίαν ὄρη· καὶ διαβάντες τὰς Θερμοπύλας στρατοπεδεύουσι περί τε Λοκρίδα καὶ ποταμὸν τὸν Κηφισσόν· ὃς μέγιστος ὢν ῥήγνυται μὲν ἐξ ὄρους τοῦ Παρνασσοῦ, κάτεισι δὲ πρὸς ἕω τὸ ῥεῦμα κινῶν, καὶ πρὸς μὲν ἄρκτους ποιούμενος τούς τε Ὀπουντίους καὶ Ἐπικνήμιδας Λοκροὺς, πρὸς δὲ μεσημβρίαν καὶ νότον ἄνεμον τὴν μεσόγειον ἅπασαν τῆς τε Ἀχαΐας καὶ Βοιωτίας· μέγιστος μὲν καὶ ἀδιαίρετος ἄχρι τῶν περὶ Λεμβαδίαν τε καὶ Ἀλίαρτον πεδιάδων τηρούμενος, ἔπειτα πρὸς δύο σχιζόμενος ῥεύματα καὶ ἐς Ἀσωπόν τε καὶ Ἰσμηνὸν μετατιθέμενος τὰ ὀνόματα· καὶ διὰ μὲν Ἀσωποῦ τέμνων τὴν Ἀττικὴν ἄχρι θαλάττης· διὰ δ' Ἰσμηνοῦ τῇ τῆς Εὐβοίας θαλάττῃ σπενδόμενος περὶ τὰ τῆς Αὐλίδος προαύλια· ἔνθα πάλαι τοὺς ἐπὶ Τροίαν ναυστολοῦντας Ἕλληνάς τε καὶ ἥρωας τὰ πρῶτα προσεσχηκέναι τε καὶ αὐλίσασθαι λέγουσιν. (Δ.) Ἐπεὶ δὲ τὴν τῶν πολεμίων ἐπύθετο ἔφοδον ὁ τήν τε τῶν Ἀθηνῶν καὶ Θηβῶν διέπων ἀρχὴν καὶ τὴν χώραν ἐκείνην ἔχων ἅπασαν, ὃς δὴ καὶ μέγας μὲν, ὡς ἀνωτέρω εἰρήκειμεν, ἐπωνόμαστο πριμμικήριος, τῆς δὲ λέξεως ὑπὸ τοῦ δήμου διαφθαρείσης μέγας ἐλέγετο κύριος· οὗτος τοίνυν δίοδον μὲν αἰτήσασι τοῖς Κατελάνοις οὐ βεβούληται δοῦναι, ὥσθ' ὅποι βούλοιντο ἀπιέναι διὰ τῆς χώρας αὐτοῦ· ὁ δὲ ἀλλὰ μακρὰν τὴν ὀφρὺν διὰ τῆς γλώττης ἐπιδειξάμενος καὶ πολὺν τὸν μυκτῆρα κατ' αὐτῶν ὡς οὐ φροντίδος μεγάλης μάλα ἀξίων καταχεάμενος ἤθροιζε τὰς δυνάμεις διά τε φθινοπώρου καὶ χειμῶνος ἐς ἔαρ. παρεσκευάζοντο δὲ καὶ οἱ Κατελάνοι ὡς ἢ τεθνηξόμενοι τῷ πολέμῳ ἢ ζήσοντες εὐκλεῶς. (Ε.) Ἔαρος μὲν οὖν ἐπιγενομένου διαβάντες οἱ Κατελάνοι τὸν Κηφισσὸν κατεστρατοπέδευσαν περὶ τὴν Βοιωτίαν οὐ πόῤῥω τοῦ ποταμοῦ, αὐτοῦ που συστῆναι τὸν πόλεμον περιμένοντες. ἦσαν μὲν οὖν τῶν Κατελάνων οἱ μὲν ἱππεῖς πεντακόσιοι καὶ τρισχίλιοι, τὸ δὲ πεζὸν τετρακισχίλιοι· οἷς καὶ πολλοὶ τῶν αἰχμαλώτων διὰ τὴν τῆς τοξικῆς εὐφυΐαν συγκατελέγησαν. ἀκηκοότες δ' ὅσον οὐδέπω τοὺς πολεμίους ἐφεστήξοντας ἀροῦσι μὲν τὴν γῆν ἐκείνην ἅπασαν, ἔνθα συστῆναι τὸν πόλεμον ἔγνωσαν. ἔπειτα περιταφρεύσαντες καὶ διώρυχας ἀνοίξαντες ἐκ τοῦ ποταμοῦ ὅλον ἀρδεύουσι τὸ πεδίον οὕτω πλουσίως, ὥστε ἐλλιμνάζειν καὶ ἀνίσχυρον τὴν βάσιν τῶν ἵππων ποιεῖν, συγχωννυμένων τῷ πηλῷ τῶν ποδῶν καὶ οὐκ εὐχερῶς ἐχόντων κινεῖσθαι. (Στ.) Καὶ μὴν δὴ μεσοῦντος ἔαρος ἐφίσταται καὶ ὁ τῆς χώρας ἀρχηγὸς πολὺν ἐπαγόμενος στρατὸν συγκεκροτημένον ἔκ τε Θηβαίων καὶ Ἀθηναίων καὶ Πλαταιέων, καὶ ὅσοι Λοκρῶν καὶ Φωκέων καὶ Μεγαρέων ὑπῆρχον ἐπίλεκτοι. ἱππεῖς μὲν οὖν ἦσαν ἑξακισχίλιοι τούτῳ καὶ τετρακόσιοι. πεζοὶ δ' ὑπὲρ τοὺς ὀκτακισχιλίους· οἴησις δὲ καὶ φρόνημα πολὺ τὸ παράλογον κεκτημένη. ἤλπιζε γὰρ οὐ μόνον τοὺς Κατελάνους αὐτίκα συγκατασφάξειν, ἀλλὰ καὶ πάσας ἐφεξῆς χώρας καὶ πόλεις ἄχρι τῆς Βυζαντίδος ἕξειν ὑποχειρίους. τὸ δὲ ἦν πᾶν τοὐναντίον. ἐπεὶ γὰρ ἐν ἑαυτῷ καὶ οὐκ ἐν τῇ χειρὶ τοῦ θεοῦ τὴν τῶν πραγμάτων ἔπεμπεν ἔκβασιν, παίγνιον ἐν βραχεῖ τῶν πολεμίων καθίσταται. θεασάμενος γὰρ τὸ πεδίον πολλῇ τῇ χλόῃ τῆς πόας κατάκομον καὶ μηδὲν τῶν γεγονότων ὑπονοήσας βοῇ καὶ παρακελεύσμασιν ἅμα τοῖς ἀμφ' αὐτῷ πᾶσιν ἱππεῦσιν ὁρμᾷ κατὰ τῶν πολεμίων, ἀκινήτων ἔξω τοῦ πεδίου κατὰ χώραν ἑστώτων καὶ τὴν αὐτοῦ προσδοκώντων ἔφοδον. ἀλλὰ πρὶν εἰς μέσον ἐλθεῖν τὸ πεδίον, ὥσπερ στεῤῥῷ τινι πεδηθέντες οἱ ἵπποι δεσμῷ τῷ τῆς ὑγρανθείσης γῆς πρὸς τὴν τῶν ποδῶν θρασυτέραν βάσιν μάλα ὑπείκοντι, οἱ μὲν ἅμα τοῖς ἱππεῦσιν ἐκυλίοντο κατὰ τοῦ πηλοῦ· οἱ δὲ τοὺς ἱππέας ἀποβαλόντες πλημμελῶς ἐφέροντο κατὰ τοῦ πεδίου· οἱ δὲ τοὺς πόδας συγκαταχώσαντες ἐφ' ἑνὸς ἵσταντο, καθάπερ ἀνδριάντας τοὺς ἐπιβάτας ἀνέχοντες. οἱ μέντοι Κατελάνοι ἀναθαρσήσαντες πρὸς τὰ δρώμενα παντοδαποῖς κυκλωσάμενοι βέλεσιν τούτους μὲν ἅπαντας ἄρδην κατέσφαξαν· κἄπειτα εὐθὺς ἐκεῖθεν ἐξιππασάμενοι τοὺς φεύγοντας κατόπιν ἐδίωκον ἄχρι Θηβῶν τε καὶ Ἀθηνῶν· ἃς δὴ καὶ ἀπροσδοκήτως ἐπεισπεσόντες ῥᾷστα χειροῦνται αὐτοῖς χρήμασι καὶ αὐταῖς γυναιξί τε καὶ τέκνοις. οὕτω τοίνυν ὥσπερ ἐν κύβοις ἐξαίφνης μεταπεσούσης τῆς ἀρχῆς ἐγκρατεῖς οἱ Κατελάνοι γενόμενοι τῆς τε μακρᾶς πλάνης ἀπήλλαξαν ἑαυτοὺς καὶ ἀεὶ πρὸς τὸ πλέον ἠρέμα τοὺς ὅρους οὐ λήγουσιν ἄχρι καὶ τήμερον αὔξοντες ἧς ἔσχον αὐθεντίας. ἀλλὰ τὰ μὲν περὶ τῶν Κατελάνων οὕτως ἔσχεν. ηʹ. Οἱ δὲ Τοῦρκοι μετὰ τὸ διαστῆναι τῶν Κατελάνων εἰς δύο σχίζονται μοίρας· καὶ οἱ μὲν τῷ Χαλὴλ, οἱ δὲ τῷ Μελὴκ ἕπονται. ὁ μὲν γὰρ Μελὴκ ἐπειδὴ τῷ θείῳ βαπτίσματι πρότερον τελεσθεὶς μετὰ τῶν περὶ αὐτὸν καὶ πρός γε ἱκανοὺς τοὺς μισθοὺς ἀπολαμβάνων παρὰ τοῦ βασιλέως, ἔπειτα τούς τε πρὸς αὐτὸν ἠθετηκὼς ὅρκους καὶ ἀποστέρξας τοὺς τῆς εὐσεβείας θεσμούς τε καὶ νόμους πρὸς τοὺς τῶν Ῥωμαίων ἐχθροὺς ηὐτομόλησεν, ἀνέλπιστον τὸ παράπαν ἐνόμιζε τὴν πρὸς Ῥωμαίους ἤδη φιλίαν. ἐντεῦθεν εἵλετο μᾶλλον προσιέναι καλοῦντι τῷ Κράλῃ Σερβίας, ἢ Ῥωμαίοις εἰς ὄψιν ἐλθεῖν· καὶ ἀπελθὼν ἅμα χιλίοις ἱππεῦσι καὶ πεντακοσίοις πεζοῖς τά τε ὅπλα ἔθεντο καὶ τὴν ἵππον πᾶσαν παρέδοσαν τῷ Κράλῃ Σερβίας κελεύσαντι, καὶ ἰδιωτικόν τινα ζῇν προσετάχθησαν βίον, πλὴν ἐν μόνῳ πολέμου καὶ χρείας τοιαύτης καιρῷ τὰ ὅπλα λαμβάνοντας, ὅσους ἂν ἐπιτάξειεν αὐτὸς, ἕπεσθαι τῷ τῶν Τριβαλλῶν στρατεύματι. (Β.) Ὁ δὲ Χαλὴλ περιμείνας ἐν Μακεδονίᾳ μετὰ τριακοσίων καὶ χιλίων ἱππέων καὶ πεζῶν ὀκτακοσίων ἐζήτει σπείσασθαι Ῥωμαίοις ἐπὶ δυοῖν, ἵνα τε τὰ περὶ τὴν Χριστούπολιν ἀφεθεῖεν στενὰ διελθεῖν, καὶ ἵνα Ῥωμαϊκαῖς ναυσὶ διαπεραιωσάμενοι τὸν Ἑλλησπόντιον πορθμὸν ἀπέλθωσιν ἐς τὰ οἴκοι μετὰ τῆς λείας ἧς ἐπεφέροντο πάσης. ταύτης δὴ τῆς πρεσβείας ἀκηκοὼς ὁ βασιλεὺς καὶ ἀναμνησθεὶς ὅσην καὶ οἵαν ἐπήγαγον τὴν φθορὰν τῇ τῶν Ῥωμαίων ἐπικρατείᾳ, ὥσπερ τι βαρύτατον ἄχθος ὅσον τάχος ἀποφορτίσασθαι τούτους ἐβούλετο. καὶ μέντοι καὶ ἀποστείλας εὐθὺς τῶν τότε στρατηγῶν τὸν προὔχοντα τὸν Σεναχηρεὶμ, μέγαν στρατοπεδάρχην τηνικαῦτα τυγχάνοντα μετὰ τρισχιλίων ἱππέων, διεβίβαζεν αὐτοὺς ἐκ Μακεδονίας εἰς Θρᾴκην ἄχρι τοῦ Ἑλλησπόντου. ἐνταυθοῖ δὲ τοῖς στρατιώταις καὶ στρατηγοῖς τῶν Ῥωμαίων θεασαμένοις τὸ πλῆθος τῆς τε ἵππου καὶ τῶν χρημάτων καὶ τῆς ἄλλης πάσης καὶ παντοίας λείας, ὅπερ ἔχοντες ἐκ Ῥωμαίων ἔμελλον οἱ ἐχθροὶ διαβαίνειν ἐς τὴν Ἀσίαν, ἄτοπον ἔδοξεν ἑκουσίοις τοῦτο γενέσθαι αὐτοῖς. εἴτε γοῦν οἶκτον τῶν Ῥωμαϊκῶν σχόντες πραγμάτων, εἴτε κέρδους καὶ λημμάτων παραχθέντες ἐλπίδι πρὸς ἀλλοτρίους τῶν συνθηκῶν τε καὶ σπονδῶν ἐβάδισαν λογισμοὺς, οὔτε ναῦς ἐδίδουν, αἳ πρὸς Ἀσίαν αὐτοὺς διαβιβάζειν ἔμελλον, καὶ νυκτὸς ἐπιθέσθαι σφίσιν ἐσκέψαντο. (Γ.) Τοῦτο τοὺς Τούρκους οὐκ ἐλελήθει. διὸ καὶ τὸν τόπον ἀμείψαντες παρεσκευάζοντο δέξασθαι τὴν Ῥωμαίων μάχην· μᾶλλον δὲ δραμόντες αἱροῦσιν ἓν τῶν παρακειμένων φρουρίων, κἀκεῖθεν ὡς ἐξ ὁρμητηρίου πρὸς μάχας καὶ πολέμους ὡπλίζοντο. τοῦτο τὴν Ῥωμαίων μελέτην διέκοψε καὶ ὡς ποῤῥωτάτω τούτων αὐτοὺς στρατοπεδεύειν ἠνάγκασεν, ἕως ἂν καὶ βασιλεῖ ποιήσωνται δῆλον τὸ ξυμβεβηκός. καὶ μέντοι καὶ οὐκ ὀλίγος ἐν τούτοις ἐτρίβετο χρόνος, εἰωθὸς οὐκ οἶδ' ὅπως τοῖς Ῥωμαίων ἄρχουσι ῥᾳθύμως χρῆσθαι τοῖς τῶν σπουδαίων πραγμάτων σκέμμασιν. ἐπὶ τούτοις ἀμελεῖν οὐκ ἐνῆν τοῖς βαρβάροις, ἀλλὰ πέμψαντες ἐς Ἀσίαν πλείστην ἐκ τῶν ὁμοφύλων βαρβάρων ἐν βραχεῖ διεπεραιώσαντο συμμαχίαν. ὅθεν ἀεὶ παρεξιόντες καὶ αἰφνιδίους ἅμα καὶ ἀπροσδοκήτους ἄλλοτε ἄλλοθεν ποιούμενοι τὰς ἐφόδους ἐδῄουν τὴν χώραν. (Δ.) Τοῖς γε μὴν τῶν Ῥωμαϊκῶν στρατευμάτων ἡγεμόσι τῶν ἀτοπωτάτων ἐδόκει, καθημένους ὁρᾷν δῃουμένην τὴν χώραν. διὸ πρὶν ἐπὶ μεῖζον ἀρθῆναι θράσους τοὺς πολεμίους καὶ πρὶν πλείονα τὴν ἀσθένειαν τοῖς Ῥωμαίων ἐπενεγκεῖν πράγμασι, δεῖν ἐνομίσθη τὸν βασιλέα Μιχαὴλ ἀναγκάσαντας ἅμα αὐτῷ πάντα στρατὸν συναθροῖσαί τε καὶ τὸ φρούριον ἐκπολιορκήσαντας διαφθεῖραι τοὺς πολεμίους. οὗ δὴ γενομένου πάντες στρατηγοὶ καὶ πάντα στρατεύματα περὶ τὸν βασιλέα ἠθροίζοντο. οὐ μόνον δὲ, ἀλλὰ καὶ ὅσοι δῆτα ἀγροῦ καὶ δικέλλης ἀπόζουσι, καὶ οὗτοι πάντες ἐκεῖ συνηλαύνοντο, δίκελλαν ἔχοντες ἕκαστος καὶ σκαπάνην ἐν ταῖν χεροῖν. οὐ γὰρ τοσοῦτον ὡς πολεμήσοντες ἀπῄεσαν, ὅσον ὡς ἐφ' ἑτοίμῃ τῇ θήρᾳ, συγκαταχώσοντες αὐτοῖς πολεμίοις αὐτὸ τὸ φρούριον. ὅθεν ἄραντες ἐπορεύοντο πρὸς τοὺς πολεμίους οἵ τε στρατηγοὶ καὶ ὁ στρατὸς σύν γε τῷ βασιλεῖ, πολὺν καὶ τὸν ἀγοραῖον ἐπισυρόμενοι καὶ ἀγρότην ὄχλον, καὶ ὅσοι σκαπάνης καὶ δικέλλης ἀπόζουσιν, οὐ μάλα ἄκοντας ἅπαντας. ὑπὸ γὰρ ἀπειρίας οἱ πλεῖστοι ξυνελαυνόμενοι πρὸς ἐλπίδα μόνην τοῦ κέρδους ἑώρων· τοὺς δ' ἐπὶ τούτοις κινδύνους λήθῃ μακρᾷ παραπέμποντες διετέλουν. (Ε.) Ὅσῳ μέντοι τοῖς πολεμίοις ἐνῆν ἐῤῥῶσθαι πρὸς αὐθαιρέτους κινδύνους διά τε δὴ τὸ ἐν πολεμίᾳ περικεκλεῖσθαι γῇ καὶ διὰ τὸ πλήθει στρατοῦ πολλῷ τῶν ἀντιπαραταττομένων ἡττᾶσθαι, τοσούτῳ Ῥωμαίοις ξυνέβαινε περιφρονοῦντας ἰέναι ἐπ' αὐτοὺς καὶ ἀμελοῦντας τῶν τακτικῶν διὰ τὸ πολὺ τῶν πολεμίων ὅπλοις καὶ πλήθεσιν ὑπερέχειν· μὴ ξυνιεῖσιν, ὡς ἔοικεν, ὡς οὐκ ἔστιν οὐδὲν τῶν ἐν κόσμῳ πραγμάτων βέβαιόν τε καὶ ἀσφαλὲς, ἀλλὰ παίγνιον θεοῦ τὰ ἀνθρώπινα κατὰ Πλάτωνα καὶ ἀδήλως πάντ' ἄνω καὶ κάτω περιχωρεῖ καὶ ἐναλλὰξ ἀτέκμαρτον πορεύεται δρόμον. ταῦτ' ἄρα καὶ οἱ πολέμιοι πρότερον ἀπὸ μόνης τῆς φήμης τὰ τῶν Ῥωμαίων δεδιότες στρατεύματα καὶ τοῖς τεθνηκόσι μᾶλλον ἢ τοῖς ζῶσι συγκαταλέγοντες ἑαυτοὺς νῦν τὴν οὐκ ἐν τάξει τούτων θεασάμενοι κίνησιν, θαρσαλεώτεροι σφόδρα γίνονται πρὸς τὴν μάχην· καὶ συναγαγόντες ἅπαντα χρήματα καὶ γυναῖκας, καὶ ὅσα μὴ πρὸς τὸν προκείμενον ἦσαν χρήσιμα πόλεμον, ἐντὸς ἠσφαλίσαντο τῶν τε χαρακωμάτων καὶ τάφρων, ἃ φθάσαντες καλῶς προπαρεσκευάσαντο πρὸς οἰκείαν ἀσφάλειαν. αὐτοὶ δὲ τοὺς ἐπιλέκτους ἱππέας ἀναλαβόμενοι καὶ ὁπλισθέντες λαμπρῶς οὐ πλείους τῶν ἑπτακοσίων τυγχάνοντες ἐξαίφνης πρὸς τὴν τοῦ βασιλέως διεκθέουσι σημαίαν οὔτ' ἐν ἀσφαλεῖ τοῦ τόπου σταθεῖσαν, οὔτε τῆς προσηκούσης δυνάμεώς τε καὶ εὐταξίας ἠξιωμένην. (Στ.) Πρὸς δὴ τὸν οὕτως αἰφνίδιον δρόμον τῶν πολεμίων θορυβηθέντες πρῶτον ὁ συρφετώδης ἐκεῖνος καὶ ἀγρότης ὄχλος πρὸς ἄσχετον ἔβλεψαν παρευθὺς τὴν φυγήν· ἔπειτα κατ' ὀλίγους ἕτεροι διελύοντο· καὶ τέλος τραπόμενοι πάντες δίχα πολεμικοῦ κρότου ἔφευγον ἀμεταστρεπτί. βουλόμενος δ' ὁ βασιλεὺς πρὸς τάξιν ἀθροίζειν τὸ στράτευμα εὕρισκε τῶν πάντων οὐδένα τὸν ἀκροώμενον· καὶ ἀπαγορεύσας ᾔει τὴν αὐτὴν καὶ αὐτὸς λύπης καὶ δακρύων μεστὸς, ἔκτισιν εἶναι ταῦτα σαφῆ διαλογιζόμενος ἐκ θεοῦ παλαιῶν τε καὶ νέων ἁμαρτημάτων. οἱ δὲ πλείους τῶν στρατηγῶν αἰσχυνθέντες τὴν οὐκ ἐν τάξει φυγὴν ἐκαρτέρουν μέχρι τινὸς ἀντεχόμενοι καὶ περισπῶντες εἰς τὸν ἑαυτῶν πόλεμον τοὺς βαρβάρους καὶ οἷον ἀναστέλλοντες αὐτοὺς, μὴ διώκειν τοὺς φεύγοντας τῶν Ῥωμαίων, μηδ' αὐτὸν δὴ τὸν βασιλέα. τέλος δὲ κυκλωθέντες ὑπὸ τῶν πολεμίων πάντων ἀθροισθέντων ὁμοῦ παρέδοσαν ἑαυτούς. οἱ δὲ πολέμιοι τούτους τε ἐν δεσμοῖς ἠσφαλίσαντο καὶ τὰ βασιλικὰ διενείμαντο χρήματα, καὶ ὅσα τῶν βασιλικῶν παρασήμων ἐν τῇ τοῦ βασιλέως ἦσαν σκηνῇ· μεθ' ὧν ἦν καὶ ἡ βασιλικὴ καλύπτρα, κεκοσμημένη συνήθως τῷ τε λίθῳ καὶ ταῖς τῶν μαργάρων σειραῖς· ἣν δὴ καὶ τῇ ἑαυτοῦ κεφαλῇ τὸν Χαλὴλ ἐπιθέντα φασὶ σκωπτικούς τε καὶ εἴρωνας λόγους ἀφιέναι κατὰ τοῦ βασιλέως. θʹ. Κατὰ τοῦτον τὸν χρόνον καὶ ὁ πατριάρχης Ἀθανάσιος τὸν πατριαρχικὸν παραιτησάμενος θρόνον ἡσύχασεν ἐν τοῖς περὶ τὸν Ξηρόλοφον κελλίοις αὐτοῦ. τὸ δ' αἴτιον, ὅτι τινὲς τῶν πολὺ κατ' αὐτοῦ βάρος τρεφόντων οὐκ ἀνεχόμενοι βλέπειν αὐτὸν ἐπὶ τοσοῦτον χρόνον τῆς πατριαρχικῆς περιωπῆς ἀπολαύοντα (ὄγδοον γὰρ ἔτος ἠνύετο τούτῳ τηνικαῦτα, ἀφ' οὗ τὸ δεύτερον ἐς τὸν πατριαρχικὸν ἀνεβιβάσθη θρόνον) ἐπιβουλὴν ἐξαρτύουσι κατ' αὐτοῦ μάλα φρικώδη καὶ ἀσεβείας μεστήν. ἐπεὶ γὰρ ἐκεῖνος ἔτι καὶ τὴν πατριαρχικὴν ἐξουσίαν ἔχων ἐν τοῖς περὶ τὸν Ξηρόλοφον αὐτοῦ κελλίοις ὡς τὰ πολλὰ διέτριβε, κλέπτουσιν ἐκ τοῦ πατριαρχικοῦ θρόνου τὸ ὑποπόδιον αὐτοῦ· ὑφ' ὃ τὴν θείαν εἰκόνα στηλογραφοῦσι τοῦ σωτῆρος Χριστοῦ καὶ ἐφ' ἑκάτερα ταύτης τόν τε βασιλέα Ἀνδρόνικον χαλινὸν ἐν τῷ στόματι φέροντα καὶ τὸν πατριάρχην Ἀθανάσιον ἕλκοντα τοῦτον ὥσπερ τις ἡνίοχος ἵππον. ἔπειτα οὕτως ἔχον τὸ ὑποπόδιον ἀπιόντες τιθέασιν ἔνθα καὶ πρότερον ἔκειτο, παρὰ τὸν πατριαρχικὸν δηλαδὴ θρόνον. ἔπειτα θεατρίζουσι τὸ δρᾶμά τινες θεασάμενοι παρ' ἐλπίδα καὶ ὡς ἀσεβῆ τὸν πατριάρχην διαβάλλουσι πρὸς τὸν βασιλέα. ὁ μὲν δὴ βασιλεὺς τοὺς διαβάλλοντας μεταπεμψάμενος καὶ αὐτοὺς ἀναμφιβόλως εἶναι συλλογισάμενος τοὺς τὸ ἀσεβὲς ἐκεῖνο καὶ ἄθεσμον δρᾶμα συσκευασαμένους εἱρκτῇ παραδίδωσι χαλεπωτάτῃ τε καὶ διηνεκεῖ. ὁ δὲ πατριάρχης δυσχεράνας, ὅτι μὴ πολλῷ μείζονι τούτους παρέδωκε τιμωρίᾳ, τὸν πατριαρχικὸν εὐθὺς παρῃτήσατο θρόνον. (Β.) Δύο δὲ μεταξὺ παρεῤῥυηκότων ἐνιαυτῶν εἶτα τὸν πατριαρχικὸν διαδέχεται θρόνον Νίφων, ὁ τῆς Κυζίκου μητροπολίτης, τῷ βασιλικῷ θελήματι τῶν ἀρχιερέων εἰξάντων καὶ μεταστησάντων αὐτὸν ἐκ Κυζίκου πρὸς τὴν τῆς πατριαρχείας περιωπήν. ἦν δὲ ὁ ἀνὴρ πάντη μὲν ἀδαὴς τῆς ἔξω παιδείας, οὐχ ὡς τὰ πολλὰ δὲ, καὶ τῆς θειοτέρας, ὡς μηδ' οἰκείᾳ χειρὶ τὰ τῶν γραμμάτων στοιχεῖα γράφειν εἰδώς. ὅσον γὰρ ἄκρῳ δακτύλῳ ταύτης γευσάμενος ἠρκέσθη τῇ φύσει χρώμενος. σύνεσιν γὰρ πλουτῶν καὶ περίνοιαν φυσικὴν, εἰ καὶ πρὸς γραμμάτων ἀσχολίαν ταύτην ἐκίνει, τοῖς μάλιστα τῶν σοφῶν ἐξητάζετ' ἄν. ἀλλὰ φθάσας τῶν χρημάτων ὁ πόθος καὶ τῆς κοσμικῆς περιφανείας καὶ δόξης τὸ ἀπειρόκαλον ὅλην ἐς ταῦτα τὴν φυσικὴν ἐκείνην ἀπησχόλησε σύνεσιν καὶ περίνοιαν, καὶ ὅλην ὥσπερ ἄμπωτις ἐξεῤῥόφησε τὴν νύκτωρ καὶ μεθ' ἡμέραν μελέτην αὐτοῦ. καὶ ἦν ἐμπειρότατος διὰ ταῦτα πρὸς πᾶσαν βιωτικῶν πραγμάτων ἐπιστασίαν, ἔς τε φυτηκομίας δηλαδὴ καὶ ἀμπελώνων ἐργασίας εὐκαίρους καὶ οἴκων παντοίων οἰκοδομὰς καὶ, ἁπλῶς εἰπεῖν, ὅσα τοὺς σιτῶνας καὶ τῶν οἴνων τὰς ἀποθήκας καὶ τὰ βαλάντια ῥήγνυσι, μείζω τῶν ὄντων ἀπαιτοῦντα καθ' ἕκαστον τῶν ἐνιαυτῶν. ἐῶ λέγειν ἐνδυμάτων βλακείαν καὶ ἵππων ἀγερώχων καὶ ὑψαυχένων κτήσεις καὶ τραπέζης ὅσα θωπεύει τὸ σῶμα, καὶ μήτε ὕλης πάχος ἐντίθησι, μήτε τὸ εὔχρουν ἀπαγορεύει. ἐδίδου γὰρ καὶ τῇ γυναικωνίτιδι καιρὸν ἀσχολίας οὐ ῥᾴθυμόν τινα καὶ κατὰ τὸ ἐπίσης ἐνδεχόμενον, ἀλλ' ἀναγκαῖον καὶ, ὡς εἰπεῖν, ἀπαραίτητον. ὁ δὲ τοιοῦτος τρόπος παρέπεισε τοῦτον καὶ τὴν ἐπιτροπὴν καὶ διοίκησιν ὕστερον τῶν γυναικείων πραγμάτων καὶ κτημάτων ὑπελθεῖν, λέγω δὴ τῶν δύο παρθενώνων, τοῦ τε Περτζὲ καλουμένου καὶ Κραταιοῦ, ἵνα ἅμα μὲν ἐκ τῶν προσόδων ἔστιν ἃ σφετερίζηται προφάσει τῶν οἰκοδομημάτων, ἅμα δὲ καὶ συχνοτέραν ἔχῃ ποιεῖσθαι τὴν ἐκεῖσε διατριβὴν μετά τινος γαύρου καὶ χλιδῶντος ἤθους. οὗτος ὁπόσους εὐδοκιμήσει χρωμένους ἑώρα φύσεως ἢ τέχνης ἡστινοσοῦν, ὁπόσαι πρὸς ἀρέσκειαν καὶ κοινῇ τοῖς πᾶσι καὶ ἰδίᾳ τοῖς βασιλεῦσι πεφύκασι, φίλος εἶναι σφῶν ὑπεκρίνετο μὲν ἔς γε τὸ φαινόμενον· κρύφα δ' ἤχθετο πᾶσι καὶ βάσκανον ἔτρεφεν ὀφθαλμόν τε καὶ γνώμην κατ' αὐτῶν· καὶ λάθρα προσιὼν ἀεὶ τοῦ βασιλέως ὑπορύττειν οὐκ ὤκνει τὰς ἀκοὰς, ἄλλοτε ἄλλοις λοιδορούμενος παραπλήσιον ποιῶν τῷ ὄφει τῷ Λιβυκῷ. γίνεσθαι γάρ φασι παρὰ τοῖς Λίβυσιν ὄφιν ἐχίδνῃ παρόμοιον, ὃς πολὺν ἐπιχεάμενος ψάμμον, ὡς μὴ θεῷτο τοῖς παριοῦσι, μόνον ἀνεῳγμένον ἔξω που τῆς ψάμμου τὸ στόμα μετὰ τῆς γλώττης ἀφίησι τοῖς παριοῦσιν ἀπροσδόκητον ὄλεθρον. (Γ.) Ἕν τι μόνον ἔδοξε τῷ βασιλεῖ συμβουλεύσειν χρηστὸν καὶ τοῦτο δ' οὐ τὸν οἰκεῖον ἐνδεικνύμενος τρόπον· ἀλλὰ τὴν τοῦ βασιλέως ἐς τοῦτο διάπυρον ξυννενοηκὼς ὁρμὴν συνεργὸς ἔδοξεν ἐς τὸ βούλευμα καὶ αὐτός. συνήργησε γὰρ τῷ τοῦ βασιλέως δόγματι ἐς τὸ δέξασθαι τοὺς Ἀρσενιάτας ἅπαξ τῆς καθολικῆς τοῦ θεοῦ ἐκκλησίας ἀποῤῥαγέντας διὰ κενοδοξίαν, ἵνα μὴ αὐτοί τε τὸν ψυχικὸν κατὰ διαδοχὴν κινδυνεύσωσι θάνατον καὶ ἅμα ἄλλους ἐξαπατῶντες ἐς τὸν αὐτὸν συνελαύνωσιν ὄλεθρον. τοῦ δὴ βασιλέως εἴξαντος ταῖς πατριαρχικαῖς συμβουλαῖς οὑτωσὶ, ἅτ' ἐκ πολλοῦ καὶ αὐτοῦ τουτὶ βουλομένου, συναθροίζονται πολλοὶ πολλαχόθεν ὥσπερ ἐκ πετρῶν καὶ βάτων αὐθήμεροι βλαστάνοντες Γίγαντες, ῥάκη μὲν περικείμενοι διεῤῥωγότα, πλεῖστον δ' ἐν τοῖς τῆς καρδίας μυχοῖς τὸν τῆς κενοδοξίας καλύπτοντες ὄγκον. καὶ δὴ βαρέα τινὰ καὶ τὴν ἀκοὴν οὐ μετρίως κνίζοντα προβάλλονται τὰ ζητήματα, ἵν' ἐς τοὺς πολλοὺς ἐμφανίσωσι δῆθεν οὐκ ἀναιτίως ἑαυτοὺς σχιζομένους. πρῶτον μὲν, ἵνα δηλαδὴ τὸ τοῦ πατριαρχεύσαντος Ἀρσενίου λείψανον ἐκ τῆς τοῦ ἁγίου Ἀνδρέου μονῆς ἐντίμως ἀνειληφότες ἐν τῷ μεγίστῳ τῆς τοῦ θεοῦ Σοφίας νεῷ μεταθῶσι. δεύτερον, ἵνα καθαρτικῷ τινι καθυποβληθῶσιν ἐπιτιμίῳ τὰ γένη τῶν ἱερέων, ἀργίαν δηλονότι τῆς ἱερουργίας ἐφ' ἡμέραις τεσσαράκοντα. τρίτον, ἵνα νηστείαις καὶ γονυκλισίαις ἐπὶ ῥητοῖς καὶ ὁ κοινὸς ἅπας λαὸς καθαρθῶσι· καὶ ἐπὶ τούτοις ἕτερα τῆς ὁμοίας ἀπονοίας ἐχόμενα, ἃ πάντα διὰ τὸ τῆς εἰρήνης καὶ ὁμονοίας καλὸν σπεύσας ὁ βασιλεὺς ἐκπεραίνει. (Δ.) Εἶθ' ἑξῆς ὅσοι μὴ ἀξιώμασιν ἀναλόγοις τετίμηνται τῶν ἀπὸ τοῦ σχίσματος ἀθροισθέντων, προστασίαις δηλαδὴ μητροπόλεων, προστασίαις μοναστηρίων, παῤῥησίαις ἐν βασιλείοις, πορισμοῖς προσόδων ἐτησίων, οὗτοι δὴ πάντες μετὰ βραχὺ τῆς τοιαύτης ἀπεῤῥάγησαν ὁμονοίας καί εἰσι ταῖς προτέραις αὖθις ἐμμένοντες ἰδιοτροπίαις καὶ σχίσμασιν. ὁ δὲ πατριάρχης προτραπεὶς παρ' αὐτῶν δὴ τῶν συνελθόντων Ἀρσενιατῶν ἀνῆλθεν ἐπὶ τοῦ ἄμβωνος, ἐνδεδυμένος τὴν ἱερατικὴν στολὴν, καὶ στὰς πρὸ τοῦ λειψάνου τοῦ Ἀρσενίου ἐξεφώνησεν ὡς ἐκ τοῦ Ἀρσενίου δῆθεν συγχώρησιν ἅπαντι τῷ λαῷ. ιʹ. Ἐν τούτοις τοῖς χρόνοις μετὰ τὴν νίκην ἐκείνην θρασυνθέντες ὅσον πλεῖστον ἐξῆν οἱ βάρβαροι μικροῦ πᾶσαν ἐδῄωσάν τε καὶ κάκιστα διέθηκαν τὴν περὶ τὴν Θρᾴκην τῶν Ῥωμαίων χώραν, ὡς μήτε ἀροτριᾷν, μήτε σπείρειν τῶν πόλεων ἐξιόντας δύνασθαι Ῥωμαίους ἐφ' ὅλοις ἔτεσι παρὰ βραχὺ δυσί. καὶ ἦσαν διὰ ταῦτα λύπῃ βαθείᾳ καὶ παλαμναιοτάταις φροντίσι τὴν ἑαυτῶν οἱ βασιλεῖς ψυχὴν κατατέμνοντες. τὴν μὲν γὰρ ἀπὸ τῶν Ῥωμαϊκῶν στρατευμάτων βοήθειαν ἀπεγνώκεσαν ἤδη τελέως, ξυνιέντες μὲν ὀψὲ θεομηνίαν τινὰ περὶ τούτοις ἐπιπολάζειν, τὰς δὲ τῆς θεομηνίας αἰτίας οὐκ οἶδ' ὅπως οὐ ξυνιέντες. καὶ ἦν αὐτοῖς ἡ πᾶσα μελέτη μισθοφορικήν τινα προσκαλέσασθαι συμμαχίαν ὁθενδήποτε. καὶ μέντοι καὶ ἐπὶ τούτοις ἐτρίβετο χρόνος οὐ μέτριος, ἀναλογιζομένων τὴν τῶν χρημάτων δαπάνην ἐσομένην μεγάλην καὶ οὐ μάλα τοι φορητὴν τῷ βασιλικῷ ταμιείῳ, χρημάτων εἴπερ ποτὲ νῦν μάλιστα σπανίζοντι διὰ τὴν τῆς χώρας κάκωσιν. ὅμως μέντοι τῆς ἀνάγκης ἠρεμεῖν ἥκιστα συγχωρούσης πέμπει πρὸς τὸν ἐπὶ θυγατρὶ γαμβρὸν, τὸν Κράλην λέγω Σερβίας, ὁ βασιλεὺς Ἀνδρόνικος συμμαχίαν μεταπεμπόμενος. (Β.) Ἀλλὰ πρὶν ἐκείνην ἐκεῖθεν ἀφικέσθαι τὴν συμμαχίαν, ὁ πάντα ποιῶν καὶ μετασκευάζων πρὸς τὸ βέλτιον κύριος διανίστησι πρὸς ἀνδρικόν τινα ζῆλόν τινα τῶν εὐγενῶν τῆς συγκλήτου καὶ κατὰ γένος τῷ βασιλεῖ προσηκόντων, Φιλῆν τὸν Παλαιολόγον, ὃς καὶ τὴν πρωτοστρατορικὴν παρὰ βασιλέως ὕστερον παρειληφὼς ἦν βακτηρίαν. οὗτος οὖν περὶ τὰ βασίλεια διατρίβων ἀεὶ καὶ μάλα τοι πλείστην καρπούμενος τὴν τοῦ βασιλέως εὐμένειαν διὰ τὸ τῆς γνώμης ἀκίβδηλον καὶ διάπυρον πρὸς τὴν βασιλικὴν εὔνοιαν καὶ ἔτι τὸ τοῦ βίου σεμνὸν, ἀδαής τις ἐδόκει καὶ ἄπειρος τὰ πολέμια, ἅτε καὶ τὸ σῶμα κατὰ φύσιν ἔχων ἰσχνὸν καὶ τὰ πλεῖστα νοσηλευόμενον· καὶ μάλισθ' ὅτι καὶ μόναις ταῖς θειοτέραις μελέταις ἦν ἐνδιατρίβων καὶ ναοῖς προσεδρεύων ὡς τὰ πολλὰ καὶ πλείστην αἰδῶ τοῖς ἱεροῖς τῶν πραγμάτων παρέχειν ἔργον ποιούμενος. οὗτος γὰρ βαρείαις φροντίσι κάτοχον θεασάμενος τὸν βασιλέα Ἀνδρόνικον ἔπαθε τὴν ψυχήν· καὶ προσελθὼν, «δός μοι,» φησὶν, «εἰς τὰ τῶν Ῥωμαίων στρατόπεδα παρελθόντι βραχύν τινα στρατὸν ἀπολέξασθαι καὶ λοχαγοὺς καὶ ταξιάρχους, οὓς ἂν αὐτὸς ἐθέλοιμι, καὶ πρὸς τούτοις δαπάνην ἀνενδεῆ τῶν χρειωδῶν τῶν τε ὑποζυγίων καὶ αὐτῶν. αἱ γὰρ πρὸς θεὸν στεῤῥαί μου καὶ ἀῤῥαγεῖς ἐλπίδες τὴν ἐμὴν ὑποτρέχουσαι περιθάλπουσι καρδίαν καί με πείθουσι διϊσχυρίζεσθαι, ὡς ὄψει με τὴν ταχίστην τρόπαια φέροντα κατὰ τουτωνὶ τῶν βαρβάρων.» (Γ.) Πείθεται τοῖς λεγομένοις ὁ βασιλεὺς ἐπειπὼν, ὡς δίκαια ποιῶν ὁ θεὸς οὐκ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ, οὐδ' ἐν πλήθει ἰσχύος, ὡς αὐτὸς διὰ Δαβὶδ τοῦ προφήτου φησὶν, ἀλλ' ἐν συντετριμμένῃ καρδίᾳ καὶ πνεύματι ταπεινώσεως. τῷ μὲν οὖν υἱῷ τῷ ἐμῷ καὶ βασιλεῖ Μιχαὴλ οἶμαι ἀπεχθανόμενος διὰ τὰ τῶν φυσάντων πλημμελήματα τὴν παρ' ἑαυτοῦ συμμαχίαν οὐ δίδωσι· δώσει δ' ἴσως τουτωῒ τῷ σεμνῷ τόν τε βίον καὶ τρόπον. τιμιωτέρα γὰρ παρὰ κυρίῳ σεμνότης καὶ βίος ἄληπτος ὑπὲρ δύναμιν ὅπλων. ἀπέστρεψα γὰρ, φησὶ, καὶ εἶδον ὑπὸ τὸν ἥλιον, ὅτι οὐ τοῖς κούφοις ὁ δρόμος, καὶ οὐ τοῖς δυνατοῖς ὁ πόλεμος, καί γε οὐ τῷ σοφῷ ὁ ἄρτος, καί γε οὐ τοῖς συνετοῖς ὁ πλοῦτος, καί γε οὐ τοῖς γινώσκουσιν ἡ χάρις· ὅτι καιρὸς καὶ ἀπάντημα συναντήσεται πᾶσιν αὐτοῖς. καὶ μὲν δὴ πᾶσαν τούτου τὴν αἴτησιν ὁ βασιλεὺς ἀσμένως ἀποπιμπλᾷ, χρήματά τε καὶ ὅπλα καὶ ἵππον ὅσην καὶ οἵαν ἐβούλετο δούς. (Δ.) Ἃ δὴ πάντα κατὰ γνώμην αὐτῷ γεγονότα παρειληφὼς ὁ Φιλῆς πρῶτα μὲν φιλοφροσύναις καὶ δεξιώσεσι παντοδαπαῖς ἀναῤῥιπίζει τοὺς στρατιώτας ἐς φλόγα πολεμικῆς ὁρμῆς, χρήματά τε χαριζόμενος καὶ ἵππους καὶ ὅπλα καὶ ἐκπώματα· ἔστι δ' ὅτε καὶ τὴν ἑαυτοῦ ζώνην λυσάμενος στρατιώτῃ χαρίζεται, ἄλλῳ δὲ τὸ ἑαυτοῦ παραξιφίδιον· ὁμοδίαιτός τε αὐτοῖς γίνεται καὶ ὁμόπνους, τιμάς τε αὐτοῖς ὑπισχνεῖται καὶ δωρεὰς οὐ μικρὰς μετὰ τὸν πόλεμον ἀναλόγους τοῖς ἀγῶσιν ἑκάστου· ἔπειτα πάσης ἀδικίας ἀφέξεσθαι παραινεῖ, ἱερεῦσί τε πλεῖστα διανέμει χρήματα δεήσεων ἕνεκα τῶν ὑπὲρ τοῦ στρατοῦ καὶ αὐτοῦ πρὸς θεόν. καὶ ἐπὶ τούτοις δεῖν ἔκρινε, πρὶν ἐξελθεῖν τῆς βασιλευούσης, λάθρα τοὺς κατασκεψομένους τὰ τῶν πολεμίων στρατόπεδα πέμψαι, ὡς μὴ ἀτέκμαρτον ἔχοι τὴν κίνησιν. καὶ δὴ μαθὼν ὡς χιλίους πεζοὺς καὶ διακοσίους ἱππέας ὁ Χαλὴλ ἀπολεξάμενος πρότριτα πέπομφε, πάσας τὰς περὶ τὴν Βιζύην καταστρεψομένους χώρας καὶ πλείστην ἐκεῖθεν αὐτῷ τὴν λείαν κομίσοντας, ἔξεισι τὴν ταχίστην βουλόμενος πρὶν ἐπανήκειν τοὺς πολεμίους συμμῖξαί σφισι περὶ τὴν ὁδὸν ἅμα τοῖς λαφύροις ἐπανιοῦσι. (Ε.) Τριταῖος μὲν οὖν ἐκ τῶν τῆς βασιλευούσης ἄρας προαστείων ἀφικνεῖται περὶ ποταμὸν Ξηρόγυψον οὑτωσί πως ἐγχωρίως καλούμενον. ἔνθα καὶ ὁμαλὸς ὁ χῶρος ἦν καὶ πεδιὰς ἀρίστη πρός τε στρατοπεδείας καὶ συῤῥήξεις πολέμων. ἐνταῦθα δὴ οὖν στρατοπεδευσάμενος διέταττε τὰς τάξεις, τοὺς ταξιάρχους, τοὺς λόχους, τοὺς λοχαγοὺς, τοὺς οὐραγοὺς, τὰς φάλαγγας, λόγοις τε μειλιχίοις συχνὰ παραθαῤῥύνων καὶ προπόσεσι δεξιούμενος καὶ πάντα ποιῶν ὅσα τόνον δίδωσι τῇ τῶν ἀνδρῶν προθυμίᾳ. δύο παρῆλθον ἡμέραι καὶ ἥκουσιν οἱ σκοποὶ περὶ μέσας νύκτας, ἐγγὺς εἶναι τοὺς πολεμίους ἀγγέλλοντες μετὰ πολλῶν τῶν λαφύρων ἐπανιόντας ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν καὶ νηπίων καὶ κτηνῶν. ἅμα δ' ἡλίῳ καὶ οἱ πολέμιοι ἀναφαίνονται· καὶ πόῤῥωθεν καὶ αὐτοὶ τὰ τῶν πολεμίων ὁρῶσι στρατόπεδα τῇ λαμπρότητι τῶν ὅπλων ἀστράπτοντα. καὶ δὴ κατὰ χώραν στάντες παρεσκευάζοντο πρὸς τὸν πόλεμον. καὶ πρῶτα μὲν τὰς ἁμάξας κατὰ κύκλον στήσαντες δεσμίους ἔνδον τοὺς αἰχμαλώτους εἰσάγουσιν ἅμα τοῖς ἄλλοις λαφύροις. ἔπειτα κόνιν χεάμενοι κατὰ κεφαλῆς καὶ χεῖρας πρὸς οὐρανὸν ἀνατείναντες ἀνελάβοντο τὰ ὅπλα. ἤδη δὲ καὶ τὸν Ῥωμαϊκὸν ὁρῶσι στρατὸν συντεταμένον ἰόντα κατ' αὐτῶν καὶ κατόπιν τάς τε τῶν πεζῶν καὶ τῶν ἱππέων δυνάμεις ἰθύνοντα τὸν Φιλῆν καὶ λόγοις παντοίοις πρὸς πόλεμον παροξύνοντα. (Στ.) Πρῶτος οὖν εἰσεπήδησεν. ἐς τὴν φάλαγγα τῶν βαρβάρων ὁ ταξίαρχος τοῦ δεξιοῦ κέρως μετὰ τῆς ἑπομένης αὐτῷ φάλαγγος· καὶ τρώσας καιρίαν τὸν ἀντιστάντα πολέμιον καταβάλλει τοῦ ἵππου καὶ ἐπ' αὐτῷ ἕτερον· κἄπειτα τοῦ ἵππου βληθέντος αὐτῷ παρεκκλίνει τοῦ μεταιχμίου. τοῦτο διέσεισε πρὸς βραχὺ τὴν Ῥωμαίων φάλαγγα· καὶ ἀνεῤῥώσθησαν οἱ πολέμιοι καὶ ἀσήμῳ χρησάμενοι τῇ κλαγγῇ καὶ βοῇ πρὸς δίωξιν ὥρμησαν. ἀλλὰ φθάσας ὁ Φιλῆς περιῄει λόγοις καὶ παρακελεύσεσι θαῤῥύνων τό,τε πεζὸν καὶ ὅσοι τῶν ἱππέων καὶ πολλοῖς ἔνθεν μὲν αὐτὸς ἐπιβοώμενος δάκρυσι τὴν θείαν ἐπικουρίαν, μὴ περιϊδεῖν κινδυνεύουσαν ἐν βραχεῖ τὴν ὅλην Ῥωμαίων ἡγεμονίαν, ἐκεῖθεν δ' οἰμώζοντές τε καὶ ὀλολύζοντες τῶν αἰχμαλώτων τὰ πλήθη καὶ θερμοῖς στεναγμοῖς τε καὶ δάκρυσι τὴν ἄνωθεν δεξιὰν ἐπικαλούμενοι σύμμαχον. τότε τοίνυν αἱ μὲν πεζικαὶ τῶν Ῥωμαίων δυνάμεις εἰς χεῖρας ἰόντες τοῖς τῶν βαρβάρων πεζοῖς ἐκ τοῦ σύνεγγυς ἔβαλλόν τε καὶ ἐβάλλοντο, ἔκοπτόν τε καὶ ἐκόπτοντο· καὶ ἦν καρτερά τις καὶ βιαία τῶν πεζῶν ἡ μάχη, λίαν εὐρώστως ἀμφοτέρων τῶν δυνάμεων ἀγωνιζομένων. τῶν δ' ἱππέων τοὺς μὲν πλείστους κύκλῳ περιήγαγε τοῦ βαρβαρικοῦ στρατεύματος ὁ Φιλῆς· ὁ δὲ τοὺς ἄριστα πεφραγμένους τοῖς ὅπλοις ἀναλαβὼν ῥήγνυσιν ἐκ πλευρᾶς τὴν ὅλην φάλαγγα τῶν βαρβάρων καὶ μέσος ἐλάσας ἐκλόνησέ τε καὶ συνεκύκησε κράτιστα ταύτην, ὡς μηκέτι δύνασθαι τοὺς βαρβάρους συστῆναί τε καὶ γνῶναι τὸ ποιητέον, οὕτω πανταχόθεν περιστοιχισθέντας καὶ ἀφειδῶς κοπτομένους. καὶ μὲν δὴ πλὴν ὀλίγων ἱππέων ἅπαντας ἐκεῖ κατασφάξαντες ἔπειτα ἐπισπεύδουσι τὴν πορείαν, ἐξιππασάμενοι μέχρι τῶν εἰσόδων τῆς Χεῤῥονήσου, ἵνα ἐντὸς ὡς ἐν δικτύῳ συγκλείσαντες τοὺς λοιποὺς τῶν βαρβάρων εὐεπιχείρητον τὴν τούτων ἀπώλειαν τοῦ λοιποῦ διαπράξωνται. (Ζ.) Φθάσαντες οὖν ἐνταῦθα στρατοπεδεύουσι τοῖς τε ἐπινικίοις τρυφῶντες καὶ ταῖς ἐκ βασιλέως τιμαῖς τε καὶ δωρεαῖς. πέμπει δὲ καὶ πέντε τριήρεις ὁ βασιλεὺς εὐθὺς, ἵνα παραπλέουσαι τὸν Ἑλλήσποντον παραφυλάττωσι, μὴ λάθῃ παρὰ τῶν ἀντιπέρας βαρβάρων ἐληλυθυῖα δύναμις τῷ Χαλήλ. τούτων οὕτως ἐχόντων ἥκει καὶ ἡ πάλαι κληθεῖσα τῶν Τριβαλλῶν συμμαχία, λογάδες ἱππεῖς δισχίλιοι. ἥκει δ' ἐπὶ τούτοις καὶ ὁ τῶν ἐν τοῖς Γαλάτου Λατίνων ποτεστάτος παρὰ τὸν Ἑλλήσποντον, αὐτόκλητος Ῥωμαίοις σύμμαχος, τριήρεις ἔχων ὀκτὼ καὶ τειχομαχικὰ μηχανήματα. καὶ δὴ προσελάσαντες ἔνθεν μὲν τὰ Ῥωμαίων καὶ Τριβαλλῶν στρατεύματα, ἐκεῖθεν δὲ τὰ ἐκ τῶν τριήρων, μεμερισμένως κατὰ γένη καὶ φυλὰς πηγνύουσι τὰ στρατόπεδα κύκλῳ τοῦ ἄστεως καὶ τῶν τάφρων, ἐν οἷς τὴν δίαιταν εἶχον οἱ βάρβαροι. οἱ μέντοι Ῥωμαῖοί τε καὶ οἱ Λατῖνοι δεξιῶς ἔχοντες πρὸς τειχομαχίαν καὶ πολιορκίαν περιϊστῶσι παντοῖα καὶ ἰσχυρὰ μηχανήματα, δι' ὧν πλήθη λίθων ἐῤῥίπτουν, καὶ πολὺν ἐπῆγον τὸν ὄλεθρον τοῖς τε ὑποζυγίοις τῶν βαρβάρων καὶ αὐτοῖς· καὶ τοῦτο νύκτωρ καὶ μεθ' ἡμέραν ποιοῦντες οὐκ ἔληγον. (Η.) Τοῖς δὲ βαρβάροις πρὸ ὀφθαλμῶν ἤδη τὸν ὄλεθρον βλέπουσιν ἑαυτῶν, καὶ μὴ ἔχουσιν ὅθεν διαφύγοιεν διὰ τὸ πανταχόθεν πολλοῖς κεκυκλῶσθαι στρατεύμασιν, ἔδοξε διακυβεῦσαι τὸ ζῇν οὑτωσί. ἔδοξε γὰρ λάθρα καὶ νύκτωρ ἐπιθέσθαι τῷ Ῥωμαϊκῷ στρατῷ μᾶλλον ἢ τοῖς ἄλλοις, ἅτε ἐθάδες ὄντες νικᾷν αὐτοὺς καὶ ἅμα πεφοβημένους καὶ αὐτοὺς ὄντας ἐκ τῶν φθασάντων δυστυχημάτων· ἵνα διὰ τούτων ἴσως καὶ τὰ τῶν ἄλλων στρατόπεδα θορυβήσαντες ἀνακωχὴν τῆς πολιορκίας ἐργάσωνται. ἀλλὰ τότε πρῶτον ᾔσθοντο σφαλερὰς ὑπολήψεις κατὰ Ῥωμαίων θρέψαντες. οὐ γὰρ ἔλαθεν αὐτοὺς οὐδ' ἡ πρώτη τῶν βαρβάρων ὁρμὴ ὡπλισμένους καὶ ἐγρηγορότας καὶ συχναῖς φυλακαῖς ἀμοιβαδὸν τὴν νύκτα παραμετροῦντας. διὰ δὴ τοῦτο καὶ ὡς πύργῳ στεῤῥῷ προσβαλόντες ἀπεκρούσθησαν καὶ ὑπέστρεψαν αἴσχιστα. οὐ μὴν μέχρι τούτου γε στῆναι ἐγνώκεσαν· ἀλλὰ σφόδρα τῇ πολιορκίᾳ πιεζομένοις ἔδοξεν αὖθις πεῖραν λαβεῖν καὶ τῶν Τριβαλλῶν. ἀλλὰ τὰ ὅμοια καὶ παρὰ σφῶν πεπονθότες πρὸς τὰς ἐσχατιὰς ἤδη τῆς ἀπογνώσεως ἦσαν σκηνοβατοῦντες. (Θ.) Καὶ δὴ τῇ ὑστεραίᾳ περὶ μέσας νύκτας τὰ ὅπλα ῥίψαντες αὐτομολοῦσι πρὸς τὰς τριήρεις βρίθουσι κόλποις καὶ βαλαντίοις. τοῖς γὰρ Λατίνοις μόνοις τὴν ἑαυτῶν ἐθάῤῥησαν φυλακὴν, μηδὲν ἐλπίσαντες πείσεσθαι δεινὸν ὑπ' αὐτῶν, ἅτε μηδὲν μηδ' αὐτοὶ δεινὸν κατ' αὐτῶν ἐργασάμενοι πρότερον. ἀλλὰ τῆς νυκτὸς ἐκείνης ἀσελήνου καὶ ζοφερᾶς τυγχανούσης ἔλαθον ὑπ' ἀγνοίας οἱ πλείους αὐτῶν παρὰ τὰς τῶν Ῥωμαίων τριήρεις καταφυγόντες, καὶ καπνὸν φεύγοντες εἰς πῦρ ἐμπεπτώκασι, τὰς τῶν Ῥωμαίων δηλαδὴ χεῖρας, ὑφ' ὧν τά τε χρήματα ἀφῃρέθησαν τὴν ταχίστην καὶ αὐτοὶ κατεκόπησαν ἀφειδῶς. οἱ δὲ Λατῖνοι τοὺς καταφεύγοντας εἰς αὐτοὺς πάντας μὲν οὐκ ἀνεῖλον, ἀλλὰ μόνους τοὺς πλεῖστα κομίσαντας χρήματα διὰ τὸ ἀνέκφορα μεῖναι καὶ μὴ γνωσθέντα ζητεῖσθαι παρὰ Ῥωμαίων. τοὺς δὲ λοιποὺς τότε μὲν ζῶντας ἐτήρησαν ἐν δεσμοῖς· ἔπειτα τοὺς μὲν ἐξ αὐτῶν ἐκόμισαν τῷ βασιλεῖ, τοὺς δὲ πρὸς δουλείαν ἑαυτῶν διενείμαντο. ἀλλὰ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. ι ιαʹ. Ἐς δὲ τοὐπιὸν ἔτος ἐκβάλλεται καὶ Νίφων τοῦ πατριαρχικοῦ θρόνου, αἰτίαν εἰληφὼς πολλαπλῆς καὶ πολυειδοῦς ἱεροσυλίας καὶ χρημάτων ἔρωτος ἄδικόν τε καὶ μὴ πάνυ τῷ πατριαρχικῷ προσήκοντα θρόνῳ τὸν πορισμὸν ἐφευρίσκοντος. καὶ ἀπελθὼν οἰκητήριον ἐποιήσατο τὸ πρὸς θάλασσαν τετραμμένον μέρος τῆς Περιβλέπτου μονῆς. ἑνὸς δὲ μεταξὺ παραδραμόντος ἔτους ἐπὶ τὸν πατριαρχικὸν ἀνάγεται θρόνον Ἰωάννης ὁ Γλυκὺς, λογοθέτης ὢν τηνικαῦτα τοῦ δρόμου καὶ γυναῖκα ἔχων καὶ υἱοὺς καὶ θυγατέρας. ἦν δὲ ὁ ἀνὴρ σοφὸς ἐν τοῖς μάλιστα καὶ σφόδρα τῆς εὐγενοῦς ἐκείνης τῶν Ἀθηναίων ἠχοῦς εἴπερ τις ἐχόμενος καὶ τύπον ἐκεῖνον καὶ τρόπον καθάπερ τι θεῖον τηρῶν ἀρχέτυπον· συνέσεως δ' ἐμβριθείᾳ καὶ γνώμῃ βουλευομένῃ τὰ δέοντα καὶ τρόπων σεμνότητι μακρῷ τῷ μέτρῳ πάντας νικῶν. διὰ ταῦτα δὴ καὶ τὸν πατριαρχικὸν θρόνον ἔπαθλον κατὰ τὸ προσῆκον λαμβάνει, τῆς γυναικὸς αὐτοῦ τὸ μοναχικὸν εὐθὺς ὑπελθούσης σχῆμα. καὶ αὐτὸν μέντοι τὸ μοναχικὸν ὑπελθεῖν ὁρμήσαντα σχῆμα αἰδοῖ τοῦ θρόνου τῆς ὁρμῆς ἐπέσχεν ὁ βασιλεύς. χυμοῦ γάρ τινος διεφθορότος οὐ πάνυ πρὸ πολλοῦ τὰ τούτου διαδραμόντος ἄρθρα, τακταῖς περιόδοις τοῦ ἔτους ἔπασχε τὰ δεινότατα, καὶ ἦν ἀνάγκη κατὰ τὰς τῶν ἰατρῶν κρίσεις κρέατι τοῦτον χρῆσθαι· καὶ διὰ τοῦτο δὴ τὸ μοναχικὸν ὑπελθεῖν οὐ συγκεχώρηται σχῆμα. τούτου τοῦ ἀνδρὸς ἀπολελαύκειν κἀγὼ, καθόσον πλεῖστον ἐξῆν, ἐν ταῖς νύκτωρ καὶ μεθ' ἡμέραν σχολαῖς λογικαῖς αὐτῷ συγγινόμενος καὶ πολλὴν τῆς ἐκείνου γλώττης τρυγῶν τὴν ὠφέλειαν· ὁπότε δὴ καὶ παρ' ἐμοὶ οἵ τε τῶν λόγων μάλα τοι ἤκμαζον ἔρωτες καὶ ἡ ἡλικία τὸν εἰκοστὸν παρήλλαττε χρόνον. (Β.) Ἦν γε μὴν τηνικαῦτα τῷ βασιλεῖ παραδυναστεύων καὶ πᾶσαν κατάστασιν ὅλοις μεσιτεύων τοῖς πράγμασιν ὁ Μετοχίτης Θεόδωρος, λογοθέτης ὢν τηνικαῦτα τοῦ γενικοῦ. τοσοῦτον δ' αὐτῷ προσετετήκει καὶ οὕτως ὁ βασιλεὺς αὐτοῦ γε ἐξήρτητο, ὥστ' οὐδὲν ἦν αὐτῷ μικρὸν ἢ μέγα τῶν πάντων ἀπόῤῥητον πρὸς αὐτόν· ἀλλὰ πάντ' ἐποίει βουλομένου καὶ τούτου, καὶ αὖθις οὐδὲν, ὃ μὴ τούτῳ πρὸς βουλήσεως ἦν. ἤδη δὲ καὶ γαμβρὸν ἐπὶ θυγατρὶ τὸν ἀδελφιδοῦν τούτῳ παρέσχετο, Ἰωάννην φημὶ τὸν μονογενῆ τοῦ Πορφυρογεννήτου υἱόν· ὃν δὴ ζῶντος μὲν αὐτῷ τοῦ πατρὸς ἀπεστρέφετο δι' ἔχθος τὸ πρὸς ἐκεῖνον· ἐκείνου δ' ἀπαλλάξαντος ἐδέξατό τε καὶ ἐν τοῖς μάλιστα ἔστεργεν ἄρτι τὸν ἔφηβον παραλλάττοντα. ἐτετιμήκει δ' αὐτὸν εὐθὺς καὶ τῷ τοῦ πανυπερσεβάστου ἀξιώματι, ὃ νῦν καὶ αὐτὸ διὰ τὴν πρὸς αὐτὸν στοργὴν ἐνδοξότερον ἢ πρότερον εἶχε πολλῷ κατεστήσατο. ἐνδύμασι γὰρ καὶ πεδίλοις αὐτοῦ καὶ ὅσα τὸν ἵππον τούτου κοσμεῖ κιῤῥοῖς τοῖς ἅπασι χρῆσθαι κεχάρισται, ἵν' ᾖ διασημότατος ἐν τοῖς περὶ τὸν βασιλέα εὐγενέσι. τοῦτον τοίνυν οὕτω πολλῆς ἀπολαύοντα τῆς βασιλικῆς εὐμενείας Θεοδώρῳ τῷ λογοθέτῃ γαμβρὸν ὁ βασιλεὺς ἐπὶ θυγατρὶ παρέσχετο, χαριζόμενος δι' ἅπερ ἐπλούτει καλὰ κἀγαθά. σώματος γὰρ μεγέθει καὶ μελῶν καὶ μερῶν συμμετρίᾳ καὶ ὀφθαλμῶν ἱλαρότητι πάντας εἷλκε πρὸς ἑαυτὸν ὀφθαλμούς. φύσεως δ' εὐμοιρίᾳ πρὸς λόγους καὶ καρτερίᾳ πρὸς πόνους καὶ μνήμης ὑγιείᾳ καὶ καθαρότητι σοφίας ἁπάσης ἐς τὸ ἀκρότατον ἤλασεν. οὕτω δ' εὔπορος ἦν ἅπαντα τοῖς ζητοῦσι παλαιά τε καὶ νέα προφέρειν ὡς ἐκ βιβλίου τῆς γλώττης, ὥστε μικρὰ ἢ οὐδὲν ἔδει βιβλίων τοῖς ὁμιλοῦσι. βιβλιοθήκη γὰρ ἦν ἔμψυχος οὗτος καὶ τῶν ζητουμένων πρόχειρος εὐπορία· οὕτω πάντας μακρῷ τῷ μέτρῳ παρέδραμεν, ὅσοι ποτὲ λόγων ἥψαντο. (Γ.) Ἕν τι μόνον ἴσως αὐτοῦ καταμέμψαιτό τις, ὅτι πρὸς οὐδένα τῶν πάλαι ῥητόρων ἀναφέρειν βεβούληται τοῦ τῆς αὐτοῦ γραφῆς χαρακτῆρος τὴν μίμησιν, οὐδ' ἱλαρᾷ τινι καὶ μειδιώσῃ γλώσσῃ τὸ τῆς διανοίας παραμυθεῖσθαι ἐμβριθὲς, οὐδὲ τὸ τῆς φύσεως πάνυ τοι γόνιμον χαλινῷ τινι κατέχειν προτεθύμηται· ἀλλ' ἰδιοτροπίᾳ τινὶ καὶ αὐτονομίᾳ φύσεως κατακολουθήσας χειμῶνά τινα καὶ θάλατταν γλώττης προΐσχεται· κἀντεῦθεν ἀμύσσει καὶ κνίζει τῶν ἐπιόντων τὴν ἀκοὴν, καθάπερ τὴν τῶν τρυγώντων παλάμην ἡ περὶ τὸ ῥόδον ἄκανθα. ἔξεστι δὲ καὶ πᾶσι τοῖς βουλομένοις τεκμηριοῦσθαι τὴν τοῦ ἀνδρὸς ἐν τοῖς λόγοις δύναμιν, ἐξ ὧν συνετετάχει πολλῶν τε καὶ πολλῆς καὶ ποικίλης γεμόντων τῆς ὠφελείας βιβλίων. ὃ δὲ πάντων μᾶλλον θαυμάζειν ἔχοι τις ἂν τοῦ ἀνδρὸς, ὅτι τοσούτου πρὸς τῶν κοινῶν πραγμάτων θορύβου καὶ κλύδωνος ἐπικειμένου καὶ φροντίδων ἄλλοτε ἄλλων ἐπικλυζόντων αὐτοῦ τὴν διάνοιαν, οὐδὲν ἦν ὃ τοῦ ἀναγινώσκειν καὶ γράφειν ἀπησχόλησε πώποτε· ἀλλ' οὕτως εἶχε πρὸς ἄμφω δεξιῶς, ὥστ' ἐκ πρωΐας μὲν ἐς ἑσπέραν ἐν βασιλείοις τὰ κοινὰ διοικῶν ἦν οὕτως ὁλοσχερῶς καὶ ξύν γε πολλῇ καὶ ζεούσῃ τῇ προθυμίᾳ, ὥσπερ ἂν εἰ τῶν λόγων ἔξω παντάπασιν ἐτύγχανεν· ὀψὲ δ' αὖθις ἐκεῖθεν ἀπαλλαττόμενος οὕτως ὅλως τῶν λόγων ἐγίγνετο, ὥσπερ ἂν εἰ σχολαστικός τις ἦν καὶ τῶν πραγμάτων παντάπασιν ἐκτός. καὶ πλεῖστα δ' ἕτερα περὶ τοῦδε λέγειν ἔχοντες τοῦ ἀνδρὸς ταμιεύσομεν ἐν τοῖς ἔμπροσθεν. ιβʹ. Τῇ γε μὴν Εἰρήνῃ τῇ βασιλίσσῃ πλεῖστον ἐν Θεσσαλονίκῃ διατριψάσῃ χρόνον, δι' ἃς ἔφαμεν αἰτίας, ἔδοξεν αὐτῇ κατὰ τούτους τοὺς χρόνους καὶ περὶ τὸ πολίχνιον ἀφικέσθαι τὴν Δράμαν, εἰωθὸς ὂν αὐτῇ καὶ πρότερον τοῦτο ποιεῖν θυμηδίας χάριν διὰ τὸ κόρου τῆς ἐν Θεσσαλονίκῃ προσεδρείας ὑποπίμπλασθαι. ἔνθα δὴ γενομένην χαλεπὸς αὐτὴν πυρετὸς περιέσχε μετ' οὐ πολὺ, ὃς δὴ καὶ ταχέως αὐτὴν ἐξ ἀνθρώπων πεποίηκεν. εἶτα ἐληλυθυίας καὶ τῆς Κραλαίνης ἐκ Τριβαλλῶν ἐπὶ τὸ τῆς μητρὸς πένθος διεκομίσθη τὸ λείψανον ἐν Κωνσταντινουπόλει καὶ ἐν τῇ τοῦ Παντοκράτορος ἐτέθη μονῇ. τὰ δὲ χρήματα αὐτῆς πάνυ τοι πλεῖστα τυγχάνοντα, ἃ μὲν δέδωκε τοῖς παισὶν αὐτῆς, ἃ δὲ πρὸς βοήθειαν ἠναλώκει τοῦ μεγίστου νεὼ τῆς τοῦ θεοῦ Σοφίας ὁ βασιλεύς. ἤκουσε γὰρ παρὰ τῶν δοκίμων οἰκοδόμων, ὡς τῷ μακρῷ χρόνῳ καμόντα συνίζησιν τὰ δύο αὐτοῦ ἐπεπόνθεσαν μέρη, τό,τε πρὸς ἄρκτους ὁρῶν καὶ ἔτι τὸ πρὸς ἀνατολὰς τετραμμένον, ἃ δὴ πτῶσιν ἀπειλοῦσι ταχεῖαν, εἰ μὴ συνεπιλάβοιτό τις. ὅθεν χιλιάδας νομισμάτων οὐκ ὀλίγας τοῖς οἰκοδόμοις ὁ βασιλεὺς δεδωκὼς ἐκ τῶν τῆς δεσποίνης χρημάτων, ὡς ἔφημεν, τὰς ὁρωμένας ταύτας ἐκ βαθέων τῶν θεμελίων ἀνήγειρε πυραμίδας, δι' ὧν κράτιστα τὸν ἀπειλούμενον ἔστησε κίνδυνον. (Β.) Ἄξιον δ' ἐνταῦθα γενομένοις δηλῶσαι τὴν γνώμην, ὁποία τοῦ βασιλέως ἐν τοῖς τοιούτοις. τῶν μὲν γὰρ ἄλλων βασιλέων ὁπόσοι θείους καὶ ἱεροὺς ἀνεγηγέρκασιν οἴκους φιλοτιμίᾳ τινὶ πρὸς τοῦτον ἠγέρθησαν τὸν σκοπὸν, καὶ ἦν οὐ πόῤῥω κενοδοξίας καὶ τύφου τινὸς ἡ τοιαύτη φιλοτιμία. ἔνθα δὲ τὰ τοιαῦτα ἐπιπολάζει, τὸ σεμνὸν ὑφαιρεῖταί πως τῆς πράξεως, καθάπερ μήλου ὥραν ὑφαιρεῖται σκώληξ ἐφεδρεύων. ὁ δὲ βασιλεὺς Ἀνδρόνικος οὗτος πολλῷ βέλτιον κρίνας τοὺς προϋπάρξαντας βελτιοῦν τε καὶ συνιστᾷν κατὰ τὸ εἰκὸς καὶ τοὺς ἐπιόντας ἐκ τοῦ χρόνου κινδύνους μετὰ τῆς προσηκούσης βοηθείας τε καὶ σπουδῆς ἀποκρούεσθαι, ἢ τοὺς μὲν ἀφιέναι πίπτειν, φιλοτιμεῖσθαι δ' ἐκ βάθρων ἐγείρειν ἑτέρους, ἐν τούτῳ τὴν πᾶσαν ἐκένου σπουδὴν καὶ φιλοτιμίαν. ἐκεῖ μὲν γὰρ καὶ βασκανία τις ὑφέρπειν δοκεῖ, πείθουσα τῶν παλαιῶν τὰς οἰκοδομὰς καταπίπτειν ἐᾷν, ἵνα καὶ τῆς τῶν οἰκοδομησάντων μνήμης ὁμοῦ τοῖς οἰκοδομήμασι συναποῤῥεούσης καὶ συναποθνησκούσης μένῃ τὰ νέα συστήματα ἐν βαθείᾳ τῶν ἄλλων σιγῇ διατρανοῦντα τὴν μνήμην τοῦ ταῦτα συστήσαντος, καθάπερ οἱ νέοι βλαστοὶ τὴν τοῦ πρός γε τὸ παρὸν ἐπιστάντος ἔαρος χάριν καὶ δύναμιν. ἐνταῦθα δὲ λογισμὸς ἐμβριθὴς καὶ ἀῤῥεπὴς τὰ σκῆπτρα τῆς κρίσεως καὶ τοῦ βήματος εἰληφὼς κάθηται, μήτε τι κίβδηλον ἐπαγόμενος φρόνημα, καὶ ἅμα ὑπὸ θεῷ μάρτυρι τοῦ συνειδότος μετεωρίζων τὰς πλάστιγγας. (Γ.) Διὰ ταῦτα τοίνυν τῶν πάλαι ναῶν ὁ βασιλεὺς ἐπεμέλετο συνιστάς τε καὶ ὑπερείδων, καὶ ταῦτα πολλῷ μείζονος τῆς τῶν χρημάτων δαπάνης αὐτῶν δεομένων, ἢ εἰ νέους ἐγείρειν ἐβούλετο. καὶ ἵνα τὰ ἐν Ἀσίᾳ καὶ Εὐρώπῃ πολίχνια παραδραμὼν ὅσα τε ἐκαινούργησε καὶ ὅσα ἐκ βάθρων ἀνήγειρε μόνων τῶν ἐν Κωνσταντινουπόλει μνησθῶμεν ἔργων, ὁπόσα μέχρι καὶ ἐς τὴν τήμερον διὰ τῆς τοῦ τοιούτου βασιλέως συνίστανται προμηθείας· ἔστιν ὁ περὶ τὰς πύλας τοῦ Εὐγενίου μέγιστος νεὼς τοῦ μεγάλου Παύλου· καὶ ἕτερος ὁ τῶν δώδεκα τοῦ Χριστοῦ μαθητῶν καὶ ἀποστόλων ὁμοῦ· καὶ τὰ τῆς Κωνσταντινουπόλεως τείχη ὅσα ἐκαινούργησε καὶ ὅσα ἐκ βάθρων ἀνήγειρε· καὶ τελευταῖον ὁ μέγιστος οὗτος καὶ περιβόητος τῆς τοῦ θεοῦ Σοφίας νεώς· ὃν δὴ καὶ ἔτι πλέον περιποιήσασθαι ἤθελε μὲν, ἀνέκοψε δ' αὐτοῦ τὰ τοιαῦτα σκέμματα ὁ καθάπερ λαῖλαψ αἰφνίδιος ἐπελθὼν τῆς βασιλείας μερισμός τε καὶ σύγχυσις· περὶ ὧν λέξομεν ἐν τοῖς ἔμπροσθεν. (Δ.) Ἀλλ' ἐκεῖνο μικροῦ με παρέδραμε. τοῦ πατριάρχου Ἰωάννου τοῦ Γλυκέος δεύτερον ἔτος ἄγοντος ἐπὶ τοῦ πατριαρχικοῦ θρόνου, κατὰ τὸ ἑξακισχιλιοστὸν ὀκτακοσιοστὸν εἰκοστὸν πέμπτον δηλαδὴ τῆς τοῦ κόσμου συστάσεως ἔτος, ἀπαρκτίου βιαίου πνεύσαντος συνέβη πεσεῖν τὸν ἐπὶ τῆς χειρὸς τοῦ ἐπὶ τοῦ κίονος ἀνδριάντος χαλκοῦν σταυρόν· τοῦτον δὴ λέγω τὸν ἐν τοῖς προαυλίοις τοῦ μεγίστου νεὼ τῆς τοῦ θεοῦ Σοφίας ἱστάμενον. διὰ σπουδῆς τοίνυν ὅτι μεγίστης ἔθετο καὶ τοῦτον ἐπὶ τῆς προτέρας ἀναγαγεῖν στάσεως ὁ βασιλεύς. συχναῖς οὖν βαθμίσι ξυλίναις ἐκ τῆς βάσεως τὸν κίονα πάντα περιλαβὼν ἀναπέμπει μέχρι τοῦ ἀνδριάντος· δι' ὧν ἀνιόντες οἱ τῶν τοιούτων αὐτουργοὶ εὑρίσκουσι πάντα τὸν σίδηρον, ὁπόσος ἔνθεν κἀκεῖθεν ὑπήρειδε τὸν τοῦ ἀνδριάντος ἵππον ἐς βάθος δαπανηθέντα τῷ ἰῷ· ὡς κινδυνεύειν ἐντεῦθεν ὅσον οὐδέπω πεσόντων τῶν ἐρεισμάτων συγκαταπεσεῖν καὶ τὸν ἀνδριάντα καὶ τὸ κάλλιστον ἀπολέσθαι τοῦτο θέαμα τῆς βασιλευούσης, ὃ μόνον ἐξ ὁμοίων καὶ ἰσοῤῥόπων μυρίων ἐλλέλειπται, διαφυγὸν τῶν τε πυρκαϊῶν τὰς ἐπιβουλὰς καὶ τὴν τῶν Λατίνων πλεονεξίαν· ἀνθ' ὧν ἕτερα βελτίω τε καὶ στεῤῥότερα ὑποστήσαντες ἐρείσματα τῷ τοῦ ἀνδριάντος ἵππῳ τὸ ἀσφαλές τε καὶ ἄσειστον ἐχαρίσαντο. ἔπειτα καταγαγόντες καὶ τὸ ἐπὶ τῆς κεφαλῆς βασιλικὸν σύμβολον καὶ ἔτι τὴν ἐν τῇ χειρὶ σφαῖραν βαθύτερον περιήλασαν τὸν χρυσὸν καὶ τηλαυγέστερα κατεσκεύασαν. εἶτα τὸν κίονα πάντα ἄνωθεν μέχρι τῆς βάσεως τεθραυσμένην τὴν ἐπιφάνειαν ἔχοντα ὑπὸ τῆς τῶν ἥλων ἐκβολῆς, οὓς ἅμα τῷ τὸν κίονα πάλαι καλύπτοντι χαλκῷ περιέσπασαν οἱ Λατῖνοι, λειοκονίᾳ στεῤῥᾷ περιειλήφασι καὶ τὰ χάσματα πάντα συνέσφιγξάν τε καὶ συνεκάλυψαν. (Ε.) Ἐγὼ δὲ οὐκ ἄξιον εἶναι κρίνας τὴν διὰ πολλῶν ἤδη τῶν χρόνων ἐπὶ τὸν ἀνδριάντα συμβᾶσαν ἐφ' ἡμῶν ταύτην ἄνοδον περιϊδεῖν, καὶ μὴ συναναβὰς τοῖς ἄλλοις οὕτω θαυμαστῆς ἀπολελαυκέναι τῆς θέας περιεργότερον, συνανῆλθον καὶ περιειργασάμην καὶ κατηριθμησάμην πάντα καθ' ἕν. καὶ τὸ μὲν τοῦ κίονος μῆκος ῥᾴδιον ἀεὶ τυγχάνον τοῖς βουλομένοις ἐκ τῆς σκιᾶς καταμετρεῖν ἄκαιρον ἐνομίσαμεν λέγειν ἐν τῷ παρόντι· ἃ δ' οὐκ ἔξεστιν οὐδέσι τῶν πάντων εἰπεῖν, ταῦθ' ἡμεῖς αὐτόπται γενόμενοι λέξομεν ἀκριβῶς. ἔστι τοίνυν ἡ μὲν περιφέρεια τῆς τοῦ ἀνδριάντος κεφαλῆς ὀργυιὰ μία εὐμήκους ἀνδρός. τοσοῦτον δ' ὁμοίως καὶ τὸ ἀπὸ τῶν ὤμων αὐτοῦ μέχρις ἄκρου τοῦ ἐπὶ τῆς κεφαλῆς βασιλικοῦ συμβόλου. τὸ δὲ μῆκος ἑκάστου δακτύλου τῶν τούτου χειρῶν σπιθαμιαῖον. τὸ δὲ μῆκος τῆς τοῦ ποδὸς αὐτοῦ βάσεως σπιθαμαὶ τρεῖς καὶ δίτριτον, εἴτουν τέσσαρες παρὰ τρίτον μιᾶς σπιθαμῆς. τὸ δὲ μῆκος τοῦ ἐπὶ τῆς σφαίρας σταυροῦ σπιθαμαὶ τέτταρες· τὸ δὲ πλάτος σπιθαμαὶ τρεῖς. τῆς δὲ σφαίρας τὸ χώρημα μέτρα πολιτικὰ τρία. τὸ δ' ἐκ τοῦ στήθους τοῦ ἵππου μέχρι τοῦ οὐραίου ὀργυιαὶ τρεῖς. ὁμοίως καὶ τὸ πάχος τοῦ τραχήλου αὐτοῦ ὀργυιαὶ τρεῖς ἔγγιστα. τὸ δ' ἐκ τοῦ ἄκρου τῆς ῥινὸς αὐτοῦ μέχρι τῶν ὤτων αὐτοῦ ὀργυιὰ μία. τὸ δὲ τῆς κνήμης τοῦ ποδὸς αὐτοῦ πάχος κατὰ περιφέρειαν σπιθαμαὶ πέντε. τὸ δὲ ἱμάτιον αὐτοῦ ἐστιν ἀστράσι σεσημασμένον καὶ ἔτι φύλλοις καὶ κλάδοις πεποικιλμένον καὶ ἀκριβῶς ἐξεικασμένον ἔστιν οἷς τῶν ἄνωθεν ἐκ Σηρικῆς κομιζομένων. ιγʹ. Ἐς δὲ τοὐπιὸν ἔτος ἄγεται τῷ ἐγγόνῳ ὁ βασιλεὺς Ἀνδρονίκῳ τῷ βασιλεῖ γυναῖκα Εἰρήνην τὴν ἐξ Ἀλαμανῶν, οὓς Γαλάτας ἑσπερίους οἶδεν ἡ πάλαι καλεῖν συνήθεια. καὶ μετὰ ταῦτα ἄπεισιν ὁ βασιλεὺς Μιχαὴλ ἐς Θεσσαλονίκην μετὰ τῆς βασιλίδος Μαρίας τῆς συζύγου αὐτοῦ· ἔνθα δὴ καὶ τὸ πέρας μεθ' ὅλον ἐνιαυτὸν τοῦ παρόντος ἐδέξατο βίου. καίτοι προμεμαντευμένον ἦν ἀπιόντι αὐτῷ ἐκεῖσε θανεῖν καὶ ἐδειλία δι' αὐτό γε τοῦτ' ἀπελθεῖν. ὅμως ἀπῆλθεν διὰ τὰ Θετταλῶν καὶ Πελασγῶν πράγματα, ὁπόσα ἀνεῤῥώγει τῷ τηνικαῦτα, περὶ ὧν ἐροῦμεν αὐτίκα. ὁ δὲ τῆς μαντείας τρόπος τοιοῦτος ἦν. (Β.) Ἐν τῷ κατὰ τὴν Ἀδριανούπολιν παλατίῳ εὑρέθη πρὸ τῶν πυλῶν ἀνωτέρω μικρὸν τῆς φλιᾶς τῆς ἄνω γεγραμμένος κύκλος· καὶ περὶ τὸν κύκλον τέτταρα ζῶα γεγραμμένα, λέων, πάρδαλις, ἀλώπηξ καὶ λαγωός· καὶ ἐπ' αὐτοῖς χρησμός τις ἔμμετρος, αἰνιγματωδῶς πως ἐμφαίνων τελευτὴν βασιλέως ἑνὸς τῶν Παλαιολόγων ἐν Θεσσαλονίκῃ τῇ πόλει ἐπιδεδημηκότος. ἦν δὲ ὁ τοιοῦτος κύκλος τῆς γῆς ἀπέχων ἐς ὕψος δυοῖν ἀνδρῶν μῆκος· ὡς ἀμφίβολον ἐντεῦθεν γίνεσθαι καὶ οἷον ἄπιστον ἐν ὑποψίᾳ λαβεῖν ἄνθρωπον εἶναι τὸν γράψαντα, καιρὸν οὐκ ἔχοντα θεῖναί τε κλίμακα καὶ ἅμα ἀνιόντα γράψαι μετὰ τῆς προσηκούσης σχολῆς, βασιλέως τε παρόντος καὶ ἅμα συχνῶν καὶ ἀναριθμήτων ὄντων τῶν εἰσιόντων καὶ ἐξιόντων· ὥστε μηδενὸς τῶν ἀνθρώπων ὄντος τοῦ γράψαντος χρεὼν ἀναμνησθῆναι τῶν ἀνωτέρω πλατύτερον περὶ τῶν τοιούτων προειρημένων ἐμοί. (Γ.) Ἀλλ' ἐπὶ Θετταλίαν καὶ τὰ ἐκεῖ πράγματα ὁ λόγος ἀγέσθω, ἵνα καὶ τῶν ἐκεῖθεν ἀπαλλαγέντες τᾶν μειζόνων καὶ βαρυτέρων ἁψώμεθα ὑποθέσεων. ἔφαμεν, ὡς ἡ Θετταλῶν καὶ Πελασγῶν ἀρχὴ ἐς Ἰωάννην ἔσχατον περιῆλθε τὸν Δοῦκαν· ὃς νέος τε ὢν τὴν ἡλικίαν καὶ ἄλλως νοσώδης τὴν ἕξιν τοῦ σώματος καὶ ὁρῶν διὰ τοῦτο πλημμελῶς τὰ ἐκεῖ φερόμενα πράγματα ἐδεδίει περὶ τῆς ἀρχῆς, μή τις τῶν ὑπ' αὐτῷ γε ἐνδόξων νεωτερίσας τυραννικῶς αὐτῆς ἐπιλάβηται. ὅθεν διαπρεσβευσάμενος ἄγεται ἑαυτῷ γυναῖκα Εἰρήνην, τὴν νόθην Ἀνδρονίκου τοῦ βασιλέως θυγατέρα. ἀλλὰ τρεῖς μόνους αὐτῇ συνοικήσας ἐνιαυτοὺς ἄπαις ἀπολείπει τὸν βίον· ὡς ἐντεῦθεν ἀδιαδόχου τῆς ἀρχῆς καταλειπομένης ἐκείνης διεῤῥῆχθαι τὰς ἐκεῖ χώρας καὶ πόλεις· καὶ τὰς μὲν προσρυῆναι τῷ βασιλεῖ μετὰ τῆς εἰρημένης αὐτοῦ θυγατρός· τὰς δ' ὑποκύψαι τισὶ τῶν ἐνδόξων τῆς χώρας· τὰς δὲ τοῖς ἐκ Βοιωτίας τηνικαῦτα ἐπιδραμοῦσι Κατελάνοις δουλεῦσαι. τότε τοίνυν καὶ συχναὶ παρὰ τῆς θείας καὶ ἱερᾶς συνόδου γραφαὶ πρὸς Θετταλοὺς καὶ Φθιώτας καὶ Πελασγοὺς ἀπεστάλησαν παραινέσεις τε ἔχουσαι καὶ ἅμα φρικώδη τὰ ἐπιτίμια κατὰ τῶν μὴ βουλομένων ὑπείκειν τῷ βασιλεῖ καὶ εἶναι μία τις Ῥωμαίων ἀρχὴ σὺν τοῖς ἄλλοις, ὡς ἐν τοῖς πρότερον χρόνοις. ἀλλ' ἤνυσαν τῶν φθασάντων πλέον οὐδέν. ἀλλὰ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. |
|