thyreos

Βυζαντινα κειμενα

 

  Προκοπιος
  Ιεροκλης
  Σιμοκαττης
  Θεοφανης
  Ιωαννης Σκυλιτζης
  Κωνσταντινος Ζ’
  Λεων Διακονος
  Μιχαηλ Ψελλος
  Μιχαηλ Ατταλειατης
  Νικητας Χωνιατης
  Γ. Ακροπολιτης
  Γ. Παχυμερης
  N. Γρηγορας
  Ι. Καντακουζηνος
  Γεωργιος Σφραντζης
  Χαλκοκονδυλης


Aspis

Νικηφόρος Γρηγοράς

1295 – 1360 (περ.)
τίτλος έργου:

– Ρωμαϊκή Ιστορία –

χρόνος έκδοσης: 1337-1358
πλήρης τίτλος:

ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΙ ΛΖ’

περιεχόμενο:

Αφήγηση γεγονότων της ιστορίας του Βυζαντίου από το 1204 έως το 1358 σε 37 βιβλία.  Στην παρούσα σελίδα περιέχονται τα βιβλία 12 έως 17 που καλύπτουν τα γεγονότα από το 1342 μέχρι το 1347.

Κείμενο :
< 1 2 3 4 5 6 7 8 >

Historia Romana

[Μέρος 3: Βιβλία 12 έως 17 που καλύπτουν τα γεγονότα του εμφυλίου μεταξύ Ιωάννη Στ΄ Καντακουζηνού και αντιβασιλείας την περίοδο 1342 έως 1347]

ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ


ΛΟΓΟΣ ΙΒ’.

αʹ. Τὰ μὲν δὴ μέχρι τούτου πεπραγμένα πρὸ ἐτῶν ἐγγύς που ἑκατὸν καὶ πεντήκοντα ἐν λόγοις ἕνδεκα τῇ προτέρᾳ καθόσον ἐφικτὸν ἐπιτεμόντες ἡμεῖς ἀποδεδώκαμεν βίβλῳ. τὰ δ' ἑξῆς πλατύτερον ἤδη διέξιμεν, ἅτε ἐπιστατικώτερον τούτοις μάλιστα παρηκολουθηκότες. τῶν μὲν γὰρ πλείστων αὐτοὶ παρόντες αὐτήκοοί τε καὶ αὐτόπται γεγόναμεν. ἃ δὲ μὴ αὐτοὶ παρόντες τεθεάμεθα, καὶ ταῦτα δ' ἐξ αὐτῶν ἀκριβῶς ἡμῖν παρειληφέναι συμπέπτωκε τῶν πεπραχότων· ὡς μικρὸν ἢ μηδὲν ἥττω τῆς προτέρας εἶναι τὴν δευτέραν ἀντίληψιν. καὶ οἶμαί γε μάλιστα πάντων, ὁπόσα τοῖς ἐφεξῆς πέπρακται χρόνοις, ἐξεῖναι μανθάνειν τοῖς βουλομένοις ἐκ τῶν εἰρησομένων, μακρῷ τινι βέλτιον ἢ κατὰ πᾶσαν Στοὰν καὶ Ἀκαδημίαν Πλατωνικὴν, ὁπόσον ἀρετῆς πρὸς κακίαν ἐστὶ τὸ διάφορον, καὶ ὅσον αὕτη μὲν τοῖς μετιοῦσι παρέχει τὸ χρήσιμον· ὅσον δ' ἐξ ἀντιπάλου τὸ σφαλερὸν ἐκείνη. κατὰ γὰρ ἀνάλυσιν ἐκ τοῦ τέλους εἰς ἀρχὴν ἀνιόντας, ἐκεῖθεν ἐξεῖναι, καθάπερ ἐν ἀσφαλεῖ τινι πίνακι τῷ χρόνῳ, τὸν ἑκατέρας σκοπουμένους καὶ ἀνιχνεύοντας δρόμον, ὡς διὰ στοιχείων οἱονεί τινων, τῶν ἄλλοτ' ἄλλως Εὐρίπου δίκην ἀχθέντων, τῆς προνοίας ἐντεῦθεν εὐφυῶς ἀναγνῶναι τοὺς λόγους.
(Β.) Ὡς γὰρ ἐν ἀπείρῳ τῷ ζόφῳ, ὁποῖον ἄν ποτε καὶ νὺξ ἀφεγγὴς τῷ οἰκείῳ βάψασα μέλανι τὸν ἀέρα δρῴη ἂν, ἀτέχνως τῶν ἀνθρωπίνων φέρεσθαι δοκούντων πραγμάτων, οὐδεὶς οὐδὲν τῶν ἁπάντων, οὐδ' εἰ καὶ κορυφῆς εἴη τριχὸς ἀμυδρότερον, τοὺς ὀφθαλμοὺς διαφεῦγον εὕροι τῆς δίκης. μακρὰν γάρ τινα τὴν αὐτονομίαν καὶ τὸ ἀφετὸν ἐκ προοιμίων αὕτη χορηγοῦσα ταῖς τῶν δρᾷν ἐθελόντων ἄλλοτ' ἄλλαις αἱρέσεσί τε καὶ γνώμαις, καὶ ἅμα κατὰ τὸν τῆς ὑπερφυοῦς ἀγνοίας βυθὸν τὰ ἡμέτερα διακυβερνῶσα, σταθμοῖς ἔπειτα καὶ πλάστιγξιν ἀκριβέσι τὰ τῶν δρωμένων δίδωσι τέλη· ἵνα τοῖς ὀψιγόνοις οἷον αὐτοφυεῖς νομοθέται τὰ τῶν παρεληλυθότων ἔπαθλα γίγνοιτο. οὔτε γὰρ οἷς μοχθηρίᾳ γνώμης καὶ τρόπων ἡλικιώταις διαγέγονεν εἶναι, τὸ χαίρειν ἄκλαυστον ἀπολαύειν εἰς τέλος ἀφιέναι δοκεῖ· οὔτε οἷς κακοπραγεῖν ἐξεγένετο, ἀγέλαστον ἐᾷ παραμένειν καθάπαξ τὸ δάκνον. ἀλλὰ τοιούτους δίδωσι γεωργῆσαι καρποὺς ἐν ἀμήτου καὶ ἅλωνος ὥρᾳ, οἵας ἑκατέρῳ συνέβη σπεῖραι τὰς αὔλακας. βουλοίμην δ' ἂν ἐκ τῶν καθ' ἕκαστα θεωρεῖν ἀλήθειαν πρὸς ψεῦδος, καὶ δικαιοσύνην πρὸς ἀδικίαν, καὶ πραότητα πρὸς ὑπερηφανίαν καὶ τῦφον, καὶ πενίαν πρὸς πλοῦτον, καὶ σιωπὴν εὐσχήμονα πρὸς χείλη δόλια καὶ γλῶτταν μεγαλοῤῥήμονά τε καὶ μακράν τινα ῥέουσαν τὴν ἀσχήμονα φλυαρίαν· καὶ δεῖξαι παρεξετάσας, οἵαν ἐπιφέρει τὴν στάθμην τῆς δίκης ὁ ἀκοίμητος ὀφθαλμός. ῥᾷστα γὰρ ἂν ἐν τοιούτῳ τῆς ἀρετῆς γυμνασίῳ ἅμα τε τῆς ἀληθείας ἡ φύσις ἐναργεστέραν λαμβάνοι τὴν πῆξιν, καὶ ἅμα περιφανῶς ἡ κακία φαυλίζοιτο, διὰ τὸ μὴ δ' ἡντιναοῦν ἀρετὴν ὡς ποῤῥωτάτω κακίας ἀνανταγώνιστον τὸ παράπαν εἶναι διαβιῶναι.
(Γ.) Ἔχειν γὰρ ἀεὶ καὶ γῆν ἀντιφιλοτιμεῖσθαι πρὸς τὰ αἰθέρια, καὶ δεικνύειν, μὴ μόνοις κλῆρον ἐξαίρετον εἶναι τοῖς οὐρανοῖς φωναῖς ἀφθόγγοις θεοῦ διηγεῖσθαι δόξαν ἀεὶ, ἀλλ' ἐξ ἀντιῤῥόπου καὶ γῆν ἡλίῳ καὶ ἀστράσιν ἀεὶ νέαν ἐξεῖναι διηγεῖσθαι δόξαν θεοῦ, καὶ τοῦ τοσούτου χρήματος ὑπηρέτις ἡ ἱστορία καθίσταται χορηγὸς τοῖς ἀνθρώποις. ἧς ὁπόσον ἐστὶν ἐν βίῳ τὸ χρήσιμον, ἀνδρῶν τε τῶν πάλαι τοῖς πλείστοις ἐστὶν εἰρημένον, καὶ ἡμῖν γε πολλάκις αὐτοῖς ἐξ αὐτοσχεδίου τῆς γλώττης ὑμνῆσαι καθόσον ἐξῆν, καὶ γράμμασι πολλαχῆ τοῖς ἡμετέροις ἐγκατασπεῖραι, κώλυμα ἥκιστα πάντων ὄκνος οὐδεὶς ἐγεγόνει. αὕτη γὰρ ἀναγινώσκειν διδάσκει καθάπερ βιβλίον τῶν αἰωνίων ἔργων τοὺς κύκλους· καὶ διὰ ταύτης οἱ πάλαι θανόντες ὁμιλοῦσι τοῖς ζῶσί τε καὶ ἀεὶ γιγνομένοις, ὡς ἀεὶ παρόντες, καὶ τὰς οἰκείας ἕκαστοι διηγοῦνται πράξεις, καὶ εἴ τι παρὰ τὸν βίον τῶν χρηστῶν καὶ μὴ πεπονθέναι γέγονέ σφισιν, ἀναβίωσιν καινοτέραν δαιμονίως πως τῆς ἱστορίας δημιουργούσης. αὕτη κακίαν ἀεὶ φαυλίζει δι' αἰῶνος ἐλέγχουσα, καὶ ἀρετὴν ἀθανατίζουσα σκωλήκων οὐ δίδωσι στόμασι διαφθείρειν ὁμοίως τοῖς σώμασιν. αὕτη μαινομένων δίκην ὑπὸ τύχης καὶ τύφου ματαίου γαυρουμένους παρειληφυῖα τῶν ἀνθρώπων ἐνίους μετριωτέρους ἐργάζεται. τῶν γὰρ φθασάντων τὰ πάθη οἷόν τινα πέλεκυν ἐπισείουσα λανθάνει καθάπερ διδάσκαλος παραδυομένη πρὸς τὴν ψυχὴν, καὶ ἠρέμα τάς τε φύσεις ἀμείβουσα διὰ τῆς τοιαύτης παιδείας καὶ τὰ ἤθη ῥυθμίζουσα, καὶ ἐξ ἀσυνέτων μὲν συνετοὺς, ἐξ ἀφρόνων δ' ἐργαζομένη φρονίμους· καὶ οὑτωσί πως ἐκ τοῦ θηριώδους πρὸς τὸ ἡμερώτερον ὅλας μεθαρμόζουσα πολιτείας. τοὺς μὲν γὰρ ἀγαθοὺς ἐξαίρουσα τοῖς ἐπαίνοις, τοὺς δὲ φαύλους ἐν κακότητος μοίρᾳ τιθεῖσα, ἐναργέστατον τοῖς ὀψιγόνοις γίνεται κάτοπτρον. ὡς γὰρ δι' ἐκείνου σαφεστέρας λαμβάνοντες τὰς ἐμφάσεις τῶν τοῦ προσώπου χρωμάτων τε καὶ σχημάτων οἱ πρὸς αὐτὸ βλέποντες ἐπανορθοῦσιν ὅσον ἐφικτὸν, οὕτω δήπου καὶ διὰ τῆς ἱστορίας τοῖς μετιοῦσιν ἐντίθεται σύνεσις, καὶ ἦθος ῥυθμίζεται ψυχῆς, καὶ ἀκόλαστον σχῆμα θυμοῦ καὶ φωνῆς καὶ διαίτης ἀμείβεταί τε καὶ ἀναπλάττεται πρὸς τὸ βέλτιον, καὶ λανθάνοντα φύσεως ἐλαττώματα καὶ συμπτώματα θεραπεύεται πάμπολλα. μᾶλλον δὲ καὶ κατόπτρου πολλῷ κραταιότερον τὸ τῆς ἱστορίας δείκνυται χρήσιμον. ἡ μὲν γὰρ μυρίας τε καὶ παντοδαπὰς τῶν ἄλλοτ' ἄλλως γινομένων καὶ ἀπογινομένων ἀνδρῶν ὑποδεικνῦσα πράξεις καὶ λόγους σαφεστέραν τὴν τοῦ βελτίονος ἐκ παραθέσεως ἔχει δεικνύειν ἐκλογήν τε καὶ μάθησιν. τὸ δὲ κάτοπτρον, μονομέρη μὲν τὴν ἔμφασιν, συμφυᾶ δὲ τὴν τοῦ ἐνορῶντος φίλαυτον ἔχον ἕξιν, ῥᾳδίως τε ἐξαπατᾷ καὶ τῆς ἀληθοῦς ἐξίστησι διδασκαλίας. βασιλεῦσιν οὖν καὶ ἄρχουσι πολλοῦ τινος ἄξιον ἂν ἡ ἱστορία γίγνοιτο χρῆμα, παραινοῦσα μὴ μέγα φρονεῖν, μήδ' ἐπὶ τῇ παρούσῃ τύχῃ θαῤῥοῦντας πρὸς τὸ βιαιότερόν τε καὶ τυραννικώτερον ἐξάγειν τὸν τρόπον, ἀλλ' ἀεὶ τὸν βασιλεῖ φυλάττειν μόνον προσήκοντα. ὁ μὲν γὰρ γνώμης αὐθαδείαις δημαγωγούμενος καὶ ὀχλοκρατούμενος ἄγεται μᾶλλον ἢ ἄγει, καὶ δοκῶν ἄρχειν ἔλαθε πρῶτος αὐτὸς ὑπὸ τῶν τῆς κακίας εἰδῶν τυραννούμενος. ὁ δὲ τὰς τῆς ἡγεμονίας ἡνίας δικαίως τοῖς ἄρχουσι νόμοις ἑκουσίῳ γνώμῃ διδοὺς, καὶ ὥσπερ μεθόριον ὑπηκόων καὶ νόμων ἑστὼς, ἐπίσης ἄρχειν καὶ ἄρχεσθαι κατὰ τὸν ἥμερον καὶ ἀνθρώπῳ πρέποντα βούλεται τρόπον, πρὸς ἀκριβῆ τινα ζῆλον καὶ μίμησιν ἑαυτὸν προβαλλόμενος τοῖς ὁρῶσιν, ἔμψυχον τῷ ὄντι νόμον καὶ ἄγαλμα ζῶν ἀρετῆς καὶ τὸ τῆς ἀρχῆς σύμβολον ἐκ τοῦ μᾶλλον ἑαυτοῦ πρῶτον, ἢ τοῦ τῶν ἄλλων ἄρχειν, σαφῶς παρεχόμενος. μηδὲν γὰρ τῶν ἐν βίῳ μόνιμον εἶναι καὶ βέβαιον, μηδὲ τὰς κρηπῖδας ἐπ' ἀσφαλοῦς ἑστάναι τῆς τύχης παιδευόμενος ἐκ τῆς ἱστορίας, δέδιε καὶ βραχεῖαν καιροῦ ῥοπὴν, ῥᾷστα δυναμένην ἀνατρέπειν ἅπαντα, καθάπερ οἱ τοὺς κύβους ἐν τῷ παίζειν ἀναῤῥίπτοντες. οὕτω καὶ φύσεως αὐτῆς ὑπέρτερον ἡ ἱστορία περιφανῶς ἐπεφύκει. ἡ μὲν γὰρ τοῦ εἶναι μόνον κυρία γίνεται· ἡ δὲ καὶ τὸ εὖ εἶναι προστίθησιν· ὃ τοσοῦτον ἐκείνου βέλτιον, ὅσον τό γε βλέπειν τοῦ μὴ βλέπειν.
(Δ.) Τὰ δὴ τοιαῦτα τῶν τῆς ἱστορίας χρησίμων κἀμὲ πρὸς τὸ γράφειν ὅσα ἐπὶ τῶν ἡμετέρων γέγονε χρόνων παρέπεισε, καὶ διηγήματα προστιθέναι τοῖς φιλοκάλοις ἀνδράσι μεγάλα τε καὶ σπουδαίας ἀκοῆς ἄξια, καὶ μεγάλην δυνάμενα σύνεσιν ἐντιθέναι τοῖς ὅσοι πραγμάτων ἀεὶ καινοτέρων ἐμπειρίαν συνάγειν ποθοῦσι. φέρει γάρ πως οὐχ ἧττον κἀμοὶ τὸ πρᾶγμα χάριν τινὰ πρὸς ἤθους ῥυθμὸν καὶ ἡδονὴν οὐ μικρὰν, μετιόντι συχνότερον ἀφ' ἑτέρων εἰς ἕτερα τῶν διηγημάτων πολυειδῆ καὶ ποικίλα· καθάπερ τοῖς πλέουσι νῦν μὲν πελάγεσιν ἔστιν ἐντυγχάνειν, νῦν δ' ἐκ πελαγῶν ἐς νήσους καὶ ἐπίνεια μετιέναι, καὶ πολυειδέσιν ἐμφιλοχωρεῖν ἐμπορίαις, καὶ πανταχόθεν καρποῦσθαι μακρὰν τὴν ὠφέλειαν.
(Ε.) Ἐπεὶ δ' ἱκανῶς ἡμῖν τὰ μέχρι καὶ ἐς τὴν τελευτὴν Ἀνδρονίκου τοῦ νέου λέλεκται βασιλέως, καίριον ἂν εἴη, τούτοις συνάψαντας διεξοδικώτερον ἀφηγεῖσθαι τὰ ἐφεξῆς. ἐπανακτέον τοίνυν τὸν λόγον εἰς ἁρμονίαν, μάλα γέ τοι τῷ τῆς ἱστορίας ὅλῳ προσήκουσαν σώματι.

βʹ. Τοῦ γάρ τοι βασιλέως τὰ λοίσθια πνέοντος ἔτι παρὰ τὴν τῶν Ὁδηγῶν μονὴν τῆς πανάγνου θεομήτορος, τὸν ἐκείνου παρειληφὼς υἱὸν Ἰωάννην ὁ μέγας δομέστικος ὁ Καντακουζηνὸς, ἔννατον τῆς ἡλικίας ἔτος ἀμείβοντα, καὶ σύν γε αὐτῷ τὸν μετ' αὐτὸν ἀδελφὸν Μιχαὴλ τὸν δεσπότην, ἔτους ὄντα τετάρτου, πρὸς τὰ βασίλεια τὴν ταχίστην εἰσήνεγκέ τε καὶ τὴν προσήκουσαν περὶ αὐτὸν δορυφορίαν συνέστησε, πᾶσαν τοῖς βασιλείοις ἀσφάλειαν πορισάμενος πανταχόθεν, δείσας μή τι πάθῃ τῶν ἀδοκήτων ἐξ ἀφανοῦς, οἷα πολλάκις ἐν τοῖς τοιούτοις συμβαίνει.
(Β.) Ἀλεξίῳ δὲ τῷ Ἀποκαύκῳ, ὃ πολλάκις ἐπιχειρήσαντι πέρας οὐκ ἦν τῆς μελέτης λαβεῖν, καὶ νῦν ἀμελεῖν οὐκ ἐνῆν αὐτοῦ. πολλάκις γὰρ εἰς ἐπίνοιαν ἐληλύθει, φονεύσας τὸν βασιλέα καὶ ἅμα αὐτῷ Καντακουζηνὸν, ἑτέρῳ παρασχεῖν τὸ βασίλειον περιζώσασθαι κράτος, ἢ τῷ θείῳ τοῦ βασιλέως Κωνσταντίνῳ τῷ δεσπότῃ, ἢ Συργιάννῃ τῷ πολυτροπωτάτῳ καὶ παραπλησίῳ τὴν σύνεσιν καὶ τὴν τῆς γνώμης ἐμβρίθειάν τε καὶ ὀξύτητα. δεινὸς γὰρ ὁμοίως ἐκείνῳ καὶ αὐτὸς ἐν τοῖς κατεπείγουσιν ἦν ἐπινοῆσαι τὰ τῇ χρείᾳ κατάλληλα καὶ πόρον ὀξὺς τοῖς ἀπόροις εὑρεῖν, ὀλίγα μὲν καθεύδων, τὰ πλεῖστα δ' ἐγρηγορὼς, καὶ σκεπτομένῳ τὰ μέγιστα ἐοικὼς καὶ περὶ μεγίστων, καὶ πλείονα καιρὸν ταῖς πράξεσιν ἢ τοῖς λόγοις ἀεὶ παρεχόμενος. εἰ δὲ καὶ πρὸς ἀλήθειαν ὁμοῦ καὶ δικαιοσύνην ἐχρῆτο τοῖς προτερήμασι, μέγα ἂν κλέος αὐτὸς τοῖς Ῥωμαίων ἐτύγχανε πράγμασιν ὤν. νῦν δὲ κατ' ἐκεῖνον τὸν Ἐπιδαύριον Στρατοκλέα αὐλητὴς μὲν ἦν ἀγαθὸς, ἄνθρωπος δ' οὐκ ἀγαθός. γένους γὰρ τῶν ἀδόξων ὑπάρχων ἐκ νέου καὶ πενίᾳ συντεθραμμένος νῦν μὲν τούτῳ, νῦν δ' ἐκείνῳ μισθοῦ διακονούμενος διετέλει τὸν χρόνον· κἀκ τῶν ἐλαχίστων μείζοσιν ἠρέμα τοῖς δεσπόταις ἀμοιβαδὸν χρώμενος, καὶ πᾶσιν ἀντιδοὺς τὰ χείριστα, προδότης σαφὴς καθιστάμενος, ἔλαθεν οὐκ οἶδα πῶς καὶ ἐς τὴν αὐτοκρατορικὴν οἰκίαν παρεισφθαρεὶς, ἐπ' ὀλέθρῳ τῆς τῶν Ῥωμαίων, ὡς ἔοικε, τύχης καὶ εὐδοξίας.
(Γ.) Τούτῳ τοίνυν ἤδη καιρὸν ἔχειν ἑαυτῷ περιθεῖναι τὸ βασίλειον κράτος νομίσαντι παντοίῳ τοῖς ἐπιχειρήμασι κατὰ τὸν Πρωτέα τὸν Φάριον ἐπῄει γίνεσθαι. καὶ νῦν μὲν περιϊὼν καὶ θωπεύων οὐ μάλα ἠμέλει Καντακουζηνὸν, συνωθῶν τὰ ἐρυθρὰ ὑποδήσασθαι ὑποδήματα· μηδὲ γὰρ εἶναι λέγων τὸ χρῆμα καινὸν, ἀνάγκην πολλάκις ἐπενεγκόντος τοῦ βασιλέως, τὴν πορφύραν λαμπρῶς ὑποδύντα συμβασιλεύειν, αὐτῷ μὲν περιόντι τῷ βίῳ, ἐκείνου δ' εὐθὺς ἀπαλλάξαντος, Ἰωάννῃ τῷ υἱῷ καὶ νέῳ βασιλεῖ. εἶναι γὰρ διπλοῦν καὶ σφόδρα ἀναγκαῖον τῷ τοῦ βασιλέως ἐκ πολλοῦ σκοπῷ τὸ καλόν· ἵν' ἅμα μὲν αὐτοῖς συνδιοικῶν τὰ τῆς βασιλείας εἴης πράγματα, ἅμα δ' ἐπίκουρος γίνοιο κράτιστος τῆς τούτων ζωῆς. μηδὲ γὰρ ἔτι λείπεσθαι τὸν λάθρα τῇ βασιλείᾳ ἐφεδρεύοντα, τοῦ διαδεξομένου παρομαρτοῦντος ἐς προὖπτον αὐτίκα.
(Δ.) Καὶ ἦν νῦν μὲν ταῦτα λέγων, νῦν δ' ἐκεῖνα· νῦν δ' ἀναστρέφων καὶ ἀφ' ἑτέρου γινόμενος ἕτερος· καὶ ἅμα τῇ βασιλίδι τοὺς γένει καὶ δόξῃ προὔχοντας κατ' αὐτοῦ διεγείρων, καὶ ἰσχυριζόμενος εἶναι τῷ Καντακουζηνῷ διὰ μελέτης σφόδρα κατεσπουδασμένης, ἔργον ποιησαμένῳ ξίφους ἐς τὴν ὑστεραίαν πάντας ἡμᾶς, ἑαυτὸν αὐτοκράτορα καταστήσασθαι βασιλέα. ταῦτα λέγων καὶ κατασκευαζόμενος ἀνέσεισε καὶ αὐτοὺς δὴ τοὺς καθ' αἷμα τούτῳ προσήκοντας κατ' αὐτοῦ· ὡς καὶ αὐτὴν Ἄνναν πεισθεῖσαν τὴν βασιλίδα μηδὲ τὰς ἐννέα πενθίμους ἡμέρας παρὰ τὸν τοῦ συζύγου τάφον ἀνύσαι δακρύουσαν, ἀλλὰ μετὰ τρίτην εὐθὺς ἀνιέναι πρὸς τὰ βασίλεια.
(Ε.) Ἔνθα ὁ πατριάρχης Ἰωάννης, Ἀποκαύκῳ πειθόμενος,ἀνέγνω βιβλίον ἐκ τοῦ κόλπου λαβὼν, συνθήκας περιέχον, ἃς ὁ βασιλεὺς αὐτῷ τε πατριάρχῃ καὶ τοῖς περὶ αὐτὸν ἐκ πολλοῦ παρέθετο ἐπισκόποις, περί τε συζύγου καὶ παίδων αὐτοῦ, ὁπηνίκα μαχησόμενος ἀπῄει τῷ Συργιάννῃ πρὸς Θετταλίαν, ἁρπάζειν ἤδη μετὰ τῆς τοῦ Κράλη συμμαχίας ἐπιχειροῦντι τὴν Ῥωμαίων ἡγεμονίαν. ταῦτα τοίνυν διεξελθὼν εἰς τὴν τῶν κοινῶν πραγμάτων ἐπιτροπικὴν διοίκησιν εἰσάγειν ἑαυτὸν ἐπειρᾶτο. δίκαιον γὰρ ἔφασκεν εἶναι καὶ σφόδρα τῶν ἀναγκαίων ἄλλως, καθάπερ σώματι ψυχὴν, οὕτω τῇ βασιλείᾳ τὴν ἐκκλησίαν συνῆφθαι. μίαν γὰρ εἶναι σύστασιν καὶ ζωὴν ἀμφοτέρων τουτί. «ἐπεὶ δὲ καὶ ταυτὶ τὰ τοῦ βασιλέως γράμματα τὴν σωτηρίαν ἐμοὶ τῆς τε συζύγου καὶ τῶν υἱέων σαφῶς ἀνατίθησι, ποῦ δίκαιον (φησὶν) ἐκείνων ἡμᾶς καταῤῥᾳθυμήσαντας ἀμελῆσαι τῶν συνθηκῶν, καὶ οὑτωσί πως ἑκόντας συγχωρῆσαι, κλύδωνας ἀτεκμάρτους ἐπιχεθῆναι τοῖς τῶν Ῥωμαίων πράγμασιν, ὁποῖοι κἀν τοῖς ἀνωτέρω γεγένηνται χρόνοις δι' ἀφέλειαν καὶ ῥᾳθυμίαν τοῦ τηνικαῦτα πατριαρχεύοντος Ἀρσενίου; ἐγὼ τοίνυν ἀντιλήψομαι τῶν κοινῶν ὁμοῦ τῇ βασιλίδι πραγμάτων· ἐγὼ καὶ τῆς τοῦ νέου βασιλέως προστήσομαι σωτηρίας.»

γʹ. Ταῦτα παρὰ πᾶσαν ἀκηκοὼς προσδοκίαν ὁ Καντακουζηνὸς ἔλεξε τοιάδε. «Ἐμοὶ δ' οὐ τοιούτων ἐδόκει τὰ πράγματα δεῖσθαι λόγων ἐν τῷ παρόντι, ζῶντος ἐμοῦ καὶ συμπαρόντος ὑμῖν, ὃς καὶ τοῦ βασιλέως περιόντος τῶν κοινῶν πραγμάτων ἤμην διοικητὴς σχεδὸν ἁπάντων καὶ ῥητῶν καὶ ἀποῤῥήτων κοινωνὸς ἐκείνῳ. ἴσασι δ' οὖν καὶ Ῥωμαίων οἱ πλείους, καὶ πρό γε πάντων ἡ βασιλὶς αὕτη, ὡς τἄλλα μὲν πνέων ἤμην ἐκείνῳ ταὐτὰ, καὶ τῆς ἐκείνου γνώμης ἅπαντ' ἐξήρτητο τὰ ἡμέτερα, καὶ πάντ' ἔδρων ἐγὼ προθύμως ὁπόσα ἐκείνῳ δεδογμένα ἦν, καὶ μηδὲν αὖθις ὃ μὴ δεδογμένον ἦν ἐκείνῳ· τό γε μὴν τοῖς βασιλικοῖς ἐνδύμασι κοσμηθέντα με συμβασιλεύειν αὐτῷ κατὰ τὴν ἐκείνου σπουδὴν καὶ βούλησιν, τοῦτο δ' οὐδαμῆ πρὸς βουλήσεως ἔμοιγε ἦν. τὴν δ' αἰτίαν ἐν τοῖς τῆς ἐμῆς καρδίας θαλάμοις καθεύδειν ἀπόῤῥητον ἐν τῷ παρόντι δίκαιον εἶναι νομίζω. ὅτι δὲ καὶ τὴν μετὰ θάνατον αὐτοῦ διοίκησιν καὶ ἐπιτροπὴν τῶν βασιλικῶν καὶ δημοσίων πραγμάτων ἐμοὶ παρέθετο πολλάκις, καὶ τὸ τοῦ υἱοῦ καὶ βασιλέως Ἰωάννου τῇ ἐμῇ θυγατρὶ προεμνηστεύσατο κῆδος, τά τε ἄλλα, καὶ διὰ τὸ μὴ κίνδυνόν τινα παρακύψαι, καὶ τοῖς κοινοῖς καὶ καθόλου παρεισφθαρῆναι πράγμασι, μάρτυς ἀπαρέγγραπτος Ἄννα ἡ βασιλὶς αὕτη.
(Β.) Φαίην μὲν οὖν, ὡς ἰδιοτροπίαν τινὰ τῆς ἑαυτοῦ καλῆς ποιούμενος ἐκεῖνος γνώμης, τοιοῦτος ἦν ἐμοί. φαίην δ' ἂν μᾶλλον, εἰ χρὴ τἀληθῆ λέγειν, ὡς οὐδ' αὐτὸς οὐδαμῆ ποτε ἐνέλιπον πάντα δρῶν καὶ λέγων ὑπὲρ τῆς αὐτοῦ ζωῆς, καὶ προτιμῶν ἀεὶ τῆς ἐμῆς καὶ προτιθεὶς τὴν ἐκείνου. καὶ ἵνα τἄλλα πάντα παρέντες ἑνός που καὶ δυοῖν μνησθῶμεν· ἄρτι τοῦ βασιλέως καὶ πατρὸς Μιχαὴλ τελευτήσαντος, πρὸς ὁπόσην ἐμπέπτωκε θάλασσαν λογισμῶν, ἀκηκοὼς τῶν περὶ βασιλείας προτιθεμένων Ῥωμαίοις ὅρκων πρὸς τοῦ βασιλέως καὶ πάππου, καὶ ὁπόσα τὴν ἐκείνου ψυχὴν κατέκλυσαν ῥόθια λύπης, καὶ ὅπως πλὴν ἐμοῦ τῶν πάντων ἦν οὐδεὶς αὐτῷ παρήγορος τότε δεξιὸς καὶ ψυχῆς πιπτούσης βακτηρία καὶ κινδυνεύοντος φρονήματος ἀπόῤῥητον φάρμακον, καὶ οἷον ἀναψύξεως ζέφυρος, οὐκ οἶμαι δεῖν παρ' εἰδόσιν εἰς μῆκος ἐκτείνειν τὸν λόγον. ὅμως ἐπειδὴ, πρὶν Βυζάντιον ἁλῶναι, διαδρὰς τὸν ἐπηρτημένον κίνδυνον, ᾤχετο φυγὰς ἐς τὴν Θρᾴκην καὶ τὰ ἐν ταύτῃ φρούρια, καὶ ἔδει μὴ φίλου μόνον ἐκείνῳ πιστοῦ, ἀλλὰ καὶ χρημάτων καὶ δαπάνης παντοδαπῆς (πάντων γὰρ καθάπαξ ἦν ἐστερημένος πρό γε τῆς φυγῆς ὁμοῦ καὶ κατὰ τὴν φυγὴν ἐκεῖνος), οὐ μόνον πρὸς τὴν ἐνεστῶσαν ἐκείνῳ κεκένωκα χρείαν ἀφθόνως ἐγὼ, ὁπόσα μοι περιῆν ἐκ πατέρων καὶ προγόνων πάμπολλα χρήματα· ἀλλὰ καὶ πάσης ἔγωγε τῆς στρατιᾶς ὑπάρχων αὐτὸς ἡγεμὼν οἴκοθεν ἀεὶ χορηγῶν καὶ αὐτῇ διετέλουν τῶν μισθωμάτων ἀνενδεᾶ τὴν δαπάνην. ὁ γὰρ αὐτὴν προϊέμενος τὴν ψυχὴν ὑπὲρ τῆς ἐκείνου ψυχῆς, ἧς ὁ πᾶς οὐκ ἔστιν ἀντάξιος κόσμος καὶ τὰ τοῦ κόσμου χρήματα, σχολῇ γ' ἂν αὐτῶν ἐφεισάμην χρημάτων καὶ κτημάτων καὶ κτηνῶν ἁπάντων.
(Γ.) Καὶ ἵνα τὰ τῶν ἐν μέσῳ κινδύνων συμπτώματα καὶ τοὺς τῶν μακρῶν ἐκείνων δρόμων καὶ περιδρόμων ἱδρῶτας κατὰ τὴν ἑπταετῆ περίοδον ἐκείνην παρέλθωμεν· ἐπειδὴ (δόξαν οὕτω θεῷ) τὴν βασιλίδα πόλιν ἑλὼν μόνος ἦν αὐτοκράτωρ αὐτὸς, τῶν ἐμῶν οὐκ ἐπελάθετο πρὸς ἐκεῖνον ἐρώτων καὶ πόθων· ἀλλὰ πάντας ἔστρεφε καθ' ἑαυτὸν λογισμοὺς, ἀνερευνῶν ὅτι ἂν ἀποδοίη βραβεῖον ἄξιον ἐμοί. καὶ ἐπεὶ μεῖζον ἄλλο τῆς βασιλείας οὐχ εὕρισκε, ταύτης, τὸν δεύτερον φάναι πλοῦν, κοινωνὸν ἑαυτῷ καὶ βασιλέα ποιεῖσθαι διὰ μάλα μακρᾶς ἐποιεῖτο σπουδῆς. ᾐδεῖτο γὰρ, πρῶτον μὲν, Δαρεῖον ἐκεῖνον τὸν τῶν Περσῶν βασιλέα, εἰ βάρβαρος μὲν ἐκεῖνος ὢν, ὅμως διὰ τὴν τοῦ Ζωπύρου φιλίαν ὅλαις ὁρμαῖς τῆς ψυχῆς τὴν περιβόητον παραιτεῖσθαι διετείνετο Βαβυλῶνα καὶ ἅμα αὐτῇ τὴν Χαλδαίων καὶ Μήδων ἀρχὴν, εἰ Ζώπυρον ὑγιᾶ πάντη θεάσαιτο· αὐτὸς δὲ παιδείας ἀνθρώπῳ πρεπούσης καὶ πατρίου βασιλείας τρόφιμος ὢν ἐκείνου πρὸς ἀμοιβὴν τῶν καλῶν ὀφθείη δεύτερος. ἔπειτα οὐ τοσοῦτον ἐμοῦ γε εἵνεκα τοιαῦτ' ἔφασκεν ἐμοὶ διδόναι βραβεῖα, ὅσον τῆς αὐτοῦ συστάσεως, καὶ ἅμα παίδων καὶ συζύγου, ζῶντός τε καὶ τελευτήσαντος αὐτοῦ.
(Δ.) Ἐγὼ δ' ἀκήρατον ἐθέλων φυλάττειν τὸ τῆς ἐμῆς πρὸς ἐκεῖνον φιλίας τερπνὸν, καὶ μὴ δοκεῖν δι' ἔρωτα δόξης ὅσα ἡμῖν ἐσπούδασται δρᾷν, οὐχ εἱλόμην οὐδὲν τῶν ἁπάντων, οὔτε μέτριον οὐδὲν, οὔθ' ὅσα τὴν τοῦ μείζονος ἔχει δόξαν λαβεῖν· ἀλλ' ἔμεινα τούτων ἁπάντων ἀθῶος ἄχρι καὶ εἰς δεῦρο.
(Ε.) Ἃ δὲ νῦν ὁ πατριάρχης ἐπιτροπίας προτείνει γράμματα, τῆς τότε χρείας ἕνεκα τούτῳ γεγένηνται, καὶ οὐδαμῆ περαιτέρω. ἐδεδίει γὰρ ὁ βασιλεὺς, οἷα πολλὰ τὸ αὐτόματον παρὰ πᾶσαν ἐπάγει τὴν προσδοκίαν, μὴ αὐτός τε κινδυνεύσῃ καὶ σύν γε αὐτῷ καὶ αὐτὸς ἐγὼ συμπαρὼν, ᾧ τὴν διαδοχὴν ἀεὶ παρετίθει τῆς βασιλείας καὶ τῶν οἰκείων ἁπάντων. μηδὲ γὰρ εἶναι τῶν δυνατῶν, ἐν ἐκείνῳ τῷ ἀγῶνι τοῦ βασιλέως κινδυνεύοντος, ἐμὲ ζῶντα λείπεσθαι. οὕτω γὰρ ἀλλήλαις ἡμῶν αἱ ψυχαὶ συνεκέκραντο, ὡς καὶ πάντας Ὀρέστας ὁμοῦ καὶ Πυλάδας περιφανῶς τῆς ἡμῶν ἡττᾶσθαι συμπνοίας. εἰ γὰρ ἦν ἐφικτὸν, ἀπιόντος εἰς Θετταλίαν τοῦ βασιλέως, ἐν Βυζαντίῳ μένειν ἐμὲ, οὐκ ἂν ἐπισκόπων ἔδει καὶ πατριάρχου καὶ συνθηκῶν περί τε γυναικὸς καὶ παίδων καὶ βασιλικῶν πραγμάτων. ἀλλὰ τοῦ τηνικαῦτα καιροῦ πρὸς τὴν τοιαύτην τὰ πράγματα περίστασιν συνελάσαντος, οὕτως ἐφ' ὡρισμένῳ τὰ τῆς τοιαύτης ἐπιτροπῆς ἐκείνῳ συνεκλείετο τῷ χρόνῳ. ὁ δὲ τὸν τοῦ βασιλέως θάνατον ὥσπερ ἕρμαιον εἰς φιλαρχίαν, ὡς ἔοικεν, εἰληφὼς εἰς μέσον ἄγει δημοσιεύων τὰ πάλαι τοῦ βασιλέως γράμματα, μηδαμῆ τῇ παρούσῃ προσήκοντα χρείᾳ· ὡς μηδὲ πολλῶν ἐμοὶ πρὸς ταῦτα δεῖσθαι τῶν λόγων, πρὸς ἕτερα τῆς παρούσης χρείας τὰ πράγματα συνωθούσης.
(Στ.) Ἐμοὶ γὰρ, ἵνα τὸ προσῆκον πέρας τοῖς ἐμοῖς ἐπενέγκω λόγοις, τὰ αὐτὰ τῷ θείῳ διεξιέναι λείπεται Παύλῳ· ὅτι τὸν δρόμον τετέλεκα, καὶ τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος. ὃς ὑπὸ δυοῖν ὁριζόμενος τουτωνὶ, τῆς τε ἐπιτροπῆς καὶ διοικήσεώς φημι τῶν βασιλικῶν πραγμάτων καὶ τῆς τοῦ νέου βασιλέως ἐπὶ τῇ ἐμῇ θυγατρὶ μνηστείας, ἡ μὲν ἐπιτροπὴ καὶ διοίκησις τῶν βασιλικῶν πραγμάτων, κατὰ συνέχειαν ἐκεῖθεν ἀεὶ διαβαίνουσα, πρόσεστιν ἔτι μοι. λοιπὸν δ' ἂν εἴη καὶ τὰ τῆς τῶν παίδων μνηστείας ἤδη τελεῖσθαι.» Καὶ ἐπὶ τούτοις ὁ σύλλογος ἔληγέ τε καὶ διελύετο.

δʹ. Ὁ δ' Ἀπόκαυκος, ἅμα τῷ πατριάρχῃ προσιὼν ἰδίᾳ τῇ βασιλίδι, μήτε μηδενὸς ἀκούειν ἀνέπειθε τῶν ἀπὸ τοῦ Καντακουζηνοῦ λεγομένων, καὶ ἅμα τῆς τῶν πραγμάτων ἐπιτροπῆς ἀπέχεσθαι τελέως παρακελεύεσθαι. μηδὲ γὰρ εἶναι χρείαν ἔτι τούτου, τῆς βασιλίδος ὁμοῦ τῷ υἱῷ δυναμένης πᾶσιν ἐπιστατεῖν πράγμασι, παραδυναστεύοντός τε καὶ παρασπίζοντος τοῦ πατριάρχου, κατὰ τὴν πάλαι δοθεῖσαν πρὸς βασιλέως ἐπιτροπείαν αὐτῷ. ταῦτα λέγων καὶ πείθων ἐλάνθανεν οἵους καὶ ὅσους τοὺς ἀγρίους τρέφει θῆρας τῶν λογισμῶν ὡς ἐν λόχμῃ τῇ ψυχῇ. διεζωγράφει δ' οὖν καὶ ὑπεσήμαινεν ἀμυδρῶς τοῖς συνετωτέροις τῶν λόγων αὐτοῦ καὶ σχημάτων τὸ ἀλλοπρόσαλλον, οἷον ἐκρήξει χειμῶνα κατὰ Ῥωμαίων ὁ ἄνθρωπος, προσειληφὼς τὸ δύνασθαι.
(Β.) Ὅσον μὲν γὰρ προσῆν Καντακουζηνῷ πανταχόθεν τὸ δύνασθαι, τοσοῦτον Ἀποκαύκῳ περιῆν ἀσθενείας· ὅσον δ' Ἀποκαύκῳ τὸ βούλεσθαι χείριστα δρᾷν, τοσοῦτον τῷ Καντακουζηνῷ τὸ μὴ βίαιον πράττειν μηδὲν ὁπωσοῦν κατὰ τῶν ὅσοι ξιφήρη χεῖρα τῇ τούτου ζωῇ καθοπλίζουσι. Καντακουζηνὸς γὰρ, παρὸν ἐκ τοῦ ῥᾴστου κακοὺς φωραθέντας αὐτοὺς καθελὼν, ἀπονητὶ τὸ τῆς αὐτοκρατορίας περιζώσασθαι σκῆπτρον, τοῦτο μὲν οὐ βεβούληται, ἀλλὰ τὴν αὐτῶν ἐκπλαγεὶς ἀγνωμοσύνην οἴκοι κατέμεινε σιωπῶν ἐπὶ δύο καὶ τρεῖς που τὰς ἡμέρας. ὁ δ' Ἀπόκαυκος, πειρώμενος μὲν, οὐ δυνάμενος δὲ καθελεῖν Καντακουζηνὸν, ὃν μόνον ἀντίπαλον κράτιστον εὕρισκε τοῖς αὐτοῦ δολεροῖς λογισμοῖς, ὅμως οὐκ ἔληγε τὰ ἑαυτοῦ διηνεκῶς ἐνεργῶν. ἐκστατικὸν γάρ τι χρῆμα διανοίας ὁμοίως πέφυκε πλοῦτος καὶ δόξα, παρ' ἀξίαν τινὶ προσγενόμενα, καθάπερ ἡ μέθη. εἰς γὰρ δόξαν καὶ περιφάνειαν ἐξ ἀσήμου γένους ἐληλυθὼς, συνεργοῦντος καὶ περιθάλποντος Καντακουζηνοῦ, καὶ πλοῦτον μάλα πολὺν καὶ ὑπὲρ τὴν τύχην τὴν ἑαυτοῦ συναθροίσας, τοῦ καθήκοντος εὐθὺς ἐξέστη φρονήματος, καὶ τυραννίδος ἐν τοῖς τῆς ψυχῆς θαλάμοις ἔκρυψεν ἔρωτας, καὶ πάντ' ἐκεῖθεν ἔπραττε, καὶ πάντα συνεισῆγεν ὅσα γεωργεῖ τῆς τοιαύτης κακίας τὴν βλάστην.
(Γ.) Βοᾷ δὲ καὶ αὐτὰ μονονουχὶ φωνὴν ἐκπέμποντα λαμπρὰν τὰ τῶν αὐτοῦ γε οἰκιῶν οἰκοδομήματα, μέχρι νῦν τὴν ἐκείνου κακίαν ἐκτραγῳδοῦντα· λέγω δὴ τὸ τῶν Ἐπιβατῶν φρούριον· ἔπειθ' ὅσα περὶ τὸ τεῖχος τῆς βασιλευούσης τῶν πόλεων ἤγειρεν, οἷον ἀμφίβιον καὶ γῇ καὶ θαλάσσῃ μεριζομένην ἔχοντα δίαιταν. πύλας γὰρ ἑκατέρωθέν σφισιν ἐτίθετο πρός τε γῆν καὶ πρὸς θάλασσαν· ἵνα διωκόμενον ἐκ θαλάττης ἤπειρος ὑποδέχοιτο, καὶ τοὐναντίον αὖθις φεύγοντα τὴν ἤπειρον ἡ συνοῦσα καὶ, οἷον εἰπεῖν, ναυλοχοῦσα τριήρης παρὰ τὴν οἰκίαν γίνοιτο παραπομπὸς ἐπ' ἀπίστου στοιχείου θαλάττης ἄχρι τῆς νήσου Πριγκίπου, ἢ ὅποι τῆς τύχης ἄγοι τὸ πέρας αὐτόν. ἔστησε γὰρ κἀκεῖ, καὶ ὁπηδήποτε καταφυγεῖν ἐβούλετο, φρούρια καὶ πύργους οὐρανομήκεις. οὕτω μοχθηρὸς ἦν ὁ ἀνὴρ ἐξ ἀρχῆς, καὶ μελέτας ἔκρυπτεν ἐν τῇ ψυχῇ κακίας καὶ δόλου μεστὰς, εἰ καὶ μηδὲν αὐτῶν ἀπόνασθαί οἱ ἐξεγένετο, τοῦ θεοῦ ματαίαν πᾶσαν αὐτοῦ σπουδὴν καὶ μελέτην δεικνύντος, ὡς εἰρήσεται προϊοῦσιν ἡμῖν πλατύτερον.

εʹ. Τῆς δὲ φήμης ῥυείσης εἰς ἅπαν τὸ στρατιωτικὸν, καὶ ὅσοι τῶν συνετωτέρων ἐκ πασῶν παρῆσαν τῶν πόλεων, ὡς οἴκοι καθίσας ὁ Καντακουζηνὸς πάντων πραγμάτων ἀπέσχετο, πολὺς ἀνήπτετο θόρυβος κατά τε πατριάρχου καὶ Ἀποκαύκου, καὶ εἴ τινές που τῶν ἐν τέλει σφίσιν εἶεν ὁμόφρονες. εἶναι γὰρ τῶν ἀμηχάνων ἔφασκον, ἀφέντας τὸν πλουτοδότην καὶ κοινὸν τροφέα Καντακουζηνὸν, καὶ συστρατιώτην μᾶλλον ἢ στρατηγὸν, καὶ συνταλαιπωρεῖν εἰδότα κατά τε τὰς ὑπαίθρους καὶ χειμερίας στρατοπεδείας αὐτοῖς, ἕπεσθαι μεμηνόσιν ἀνδράσι, καὶ ὑπὸ φθόνου καὶ βασκανίας διεφθορόσιν, ἢ μᾶλλον ἀμαθέσι παντὸς ἀγαθοῦ, ὁπόσα πόλεις οἶδεν ὠφελεῖν, καὶ φοβεῖν ἐχθροὺς, καὶ βασιλικοῖς ἐπίδοσιν διδόναι πράγμασιν. ὥστε καὶ τοῦ θείου προτεθέντος εὐαγγελίου κατὰ τὸ πάλαι κρατῆσαν ἔθος, ὑπὲρ ἀσφαλείας καὶ πίστεως ὀμνύειν τῶν βασιλέων, αὐτοὶ καὶ τοῦ τῆς βασιλείας ἐπιτρόπου Καντακουζηνοῦ προσετίθεσαν τοὔνομα. ὅτε δὴ καὶ ἀντιλέγειν ἐπιχειροῦντι τῷ Ἀποκαύκῳ ἐπεπήδησέ τις ἐξαπίνης ξιφήρης, ἐκεῖνο τὸ Ὁμηρικὸν ἐπειπὼν, αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ τὸ ξίφος. ᾧ δὴ καὶ πολλοὶ τῶν στρατιωτῶν συμφρονήσαντες θορύβου πολλοῦ καὶ βοῆς ἐνέπλησαν τὰ βασίλεια· ὡς περιδεεῖς γενομένους ἐκείνους ὁμοῦ τῇ βασιλίδι οἰκτροὺς ἱκέτας γενέσθαι Καντακουζηνοῦ. ὅς γε καὶ μηδὲν τῆς σφῶν ὑπολογισάμενος κακογνωμοσύνης εἰς μέσον ἧκεν εὐθὺς, καὶ ὁμοῦ τῷ ὀφθῆναι πρὸς γαλήνην ἐχώρει τὰ τοῦ θορύβου καὶ κλύδωνος ἐκείνου κύματα, καὶ εἰς εὐδίαν ὁ τοῦ χειμῶνος ἐκείνου γνόφος μετωχετεύετο· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ τοιάδε ἐπὶ τῆς βασιλίδος, καὶ ὅσοι παρῆσαν, ἐφθέγξατο.
(Β.) «Τὸ μὲν ἀνθρωπίνοις ἀπροσδοκήτως ἀνθρώπους ὄντας συμφοραῖς ἐντυγχάνειν, καὶ πρὶν ἢ βουλεύσασθαι καὶ πρᾶξαι, πάσχειν τι τῶν δεινῶν, οὐ τοσούτῳ φαίην ἂν ἐγὼ τῶν πασχόντων ὅσῳ τῶν δρώντων ὑπάρχειν τοὔγκλημα. τὸ δ' ἄλλοις ὀρύσσοντας βόθρον αὐτοὺς εἰς ἐκεῖνον προτέρους ἐμπίπτειν, ἀναμφισβήτητόν ἐστι τῶν πιπτόντων ἁμάρτημα. ὡς γίνεσθαι τοῖς μὲν προτέροις τὸ πάθος οὐ μάλα συγγνώμης μακρᾶς ὑπερόριον· τοῖς δέ γε δευτέροις συγγνώμης τε πάσης ὡς ποῤῥωτάτω λίαν ἐῤῥίφθαι συμβαίνειν, καὶ ἅμα τὴν ἐκ τῶν νόμων περιφανῶς ἐφέλκεσθαι ἐπιτίμησιν. ὅμως θεοῦ δικαίως ἐπιστατοῦντος τοῖς πράγμασι, καὶ κατάλληλα τοῖς νοσήμασι τῶν πραγμάτων τὰ τῆς ἰατρείας ἐπάγοντος φάρμακα, χρεὼν καὶ ἡμᾶς ἐκεῖσε τὴν μίμησιν παραπέμποντας οὐκ ἀθάνατον κατὰ τῶν ἁμαρτανόντων τὸ τῆς γνώμης διατηρεῖν ὀργιζόμενον· ἀλλ' ἀναλογιζομένους τὸ τῆς ἀνθρωπίνης φύσεως θνητὸν θνητὴν ποιεῖσθαι καὶ τὴν πρὸς αὐτοὺς ἐπιτίμησιν. ἄλλως τε καὶ ὁ τὸν ὑποπίπτοντα κολάζειν ἐθέλων οὐκ ἐκεῖνον, ἀλλ' ἑαυτὸν ἀδικεῖ, τῆς ἀνθρωπίνης περιφανῶς ἀσθενείας κατεπαιρόμενος. ὀξεῖαι δ' εἰσὶν καὶ αἱ τῆς τύχης μεταβολαὶ, καὶ ῥᾷστα τὸ εὔδαιμον ἐξ ἄλλων εἰς ἄλλους ἀμείβουσι· καὶ χρὴ δεδιέναι πάντας τὴν ἀτέκμαρτον τοῦ χρόνου φοράν. ἔγωγ' οὖν οὕτως ἔχων ἀεὶ διατελῶ, ὥστ' ἐοικέναι δοκῶ μοι πτόρθῳ τινὶ πρὸς τὸ ὄρθιον εὐφυῶς ἀπευθυνομένῳ· ὃς ἐκεῖνο κέκτηται πλέον ὁμοῦ, ὅπερ εἰ καὶ αὐτὸς ἐκεκτήμην, ἡμάρτανον ἄν. τὸν μὲν γὰρ εἴ τις βίᾳ χειρὸς ἐπὶ τὰ ἔμπροσθεν μετακλίνας, ἔπειτα τὴν αὐτονομίαν τῆς φύσεως αὖθις ἐκείνῳ παράσχοι, οὐ πρὸς τὸ ὄρθιον εὐθὺς ἐκεῖνος φερόμενος ἀτρεμεῖ· ἀλλ' ἀθρόον ἐπὶ τὰ ὄπισθεν φέρεται καὶ δονεῖται, καὶ θορυβεῖ τὸν ἀέρα μακρόν τινα χρόνον, ἕως ὀψὲ καὶ μόλις ἐπὶ τὴν προτέραν ἠρέμα τῆς εὐθύτητος ἐκείνης ἀνέλθοι στάσιν. ἐγὼ δ' ὑπὸ πολλῶν πολλαχόθεν πολλάκις ἄλλοτ' ἄλλως τὴν εἰρήνην μισούντων ὠθούμενος ἐφ' ἑνὸς ἐρείδομαι τόπου, τῆς πρὸς θεὸν ἐλπίδος, καὶ τῆς συνήθους οὐκ ἐξίστασθαι θέλω πραότητος οὐδ' ἐπὶ βραχύ. ἀλλὰ πέτρα γίνομαι παράλιος καὶ οἷόν τις προβλὴς ἀτίνακτος, τῶν μαινομένων ἀεὶ κατ' ἐμοῦ τῆς οἱασοῦν θαλάττης ῥοθίων καταφρονῶν. κρίκους δέ τινας οἷον ἐμπεφυκότας ἔχω γε κύκλῳ μάλα τοι πλείστους καὶ παντοδαποὺς, ἐρείσματα δήπου τῶν βουλομένων ἐκ πελάγους καὶ κλύδωνος ὁλκάδων ἐξάπτειν καὶ δεσμεῖν τοὺς κάλως ἑαυτῶν. ἂν δέ τινες ἐντεῦθεν ἀποσπασθεῖσαι, συμβὰν οὑτωσί πως, εἴτε τῶν καλωδίων ῥαγέντων, εἴτε τοῦ δεσμοῦ λυθέντος, ἐξωκείλωσι πρὸς τοὺς πελαγίους καταῤῥάκτας καὶ κλύδωνας, οὐ τῆς πέτρας οὐδὲ τῆς ἐμῆς ἐστι γνώμης τοὔγκλημα, ἀλλὰ τῆς τῶν ἐπιβατῶν προφανῶς ἀβουλίας.» Τότε μὲν οὖν οὕτως εἰπόντος ἐκείνου, κατεστορέσθη τὰ πράγματα.
(Γ.) Καὶ ἡ μὲν Δημοσθένους ἐκείνου σοφία, πρὸς τὸ τελευταῖον ἐκβὰν τῶν πρὶν ὑπαρξάντων ἕκαστον κρίνεσθαι, λέγει καὶ ἀποφαίνεται. ἐγὼ δὲ τὴν τῶν ἀγαθῶν ἀνδρῶν εὐδοκίμησιν, καὶ αὖ τὴν τῶν ἐναντίως ἐχόντων κακίαν, οὐκ ἐκ τοῦ τέλους οἶμαι δεῖν ἐξετάζειν, ἀλλ' ἐκ τῆς ἀρχῆς καὶ τῆς πρώτης ἐπιβολῆς τῶν πραγμάτων. ἐκεῖθεν γὰρ, ὡς ἐκ πηγῆς καὶ ῥίζης, ἀναλάμπειν ἄρχεται τῶν δρωμένων ἡ ἀρετὴ καὶ ἡ κακία· κἀκεῖθεν ἔξεστι συνορᾷν ἀκριβῶς τοῖς ἀσφαλῶς ἐθέλουσι κρίνειν τὴν τῶν δρώντων προαίρεσιν, ὅτι καὶ μόνης τῆς ἀρχῆς τῶν πραγμάτων εἶναι κυρίοις δέδοται τοῖς ἀνθρώποις· τὰ δὲ τέλη πρὸς ὅπερ οὐκ ἴσμεν ἀπόῤῥητοι φέρουσι λόγοι· νῦν μὲν εἰς ὃ σκοπιμώτατον ἦν· νῦν δ' εἰς ὃ μή· καὶ νῦν μὲν ἀκραιφνὲς τὸ τῆς γνώμης βουλόμενον εἰς τέλος ἐκεχωρήκει· νῦν δ' οὐκ ἀμιγές· ἀλλὰ μέμικταί τι καὶ τῶν ἀβουλήτων· ὥσπερ ἂν εἴ τις ἄρας ἐκ Σικελίας οὐκ ἐς Σαρδοῦς καὶ Κύρνου τοὺς λιμένας, οὗπερ ἐβούλετ', ἀφίκετο· ἀλλά τις ἐκ τῶν ἑσπερίων βαράθρων ἀναῤῥαγεὶς καὶ ὑπερεκχυθεὶς ὑβριστὴς καὶ ἀγέρωχος ἄνεμος, ὥσπερ ἐξ ἐνέδρας καὶ λόχου, βίαιον ἐς Κρήτην αὐτῷ πεποίηται τὸν κατάπλουν. οὕτως ἐμοὶ δοκεῖν οὐκ ἐκ τοῦ τέλους τῶν πραττομένων εἶναι βέλτιον ἐξετάζειν ἀνδρῶν ἀρετὴν καὶ κακίαν, ἀλλ' ἐκ τῆς βουλῆς καὶ προαιρέσεως. ἐξέσται δ' ὅμως κἀκ τῶν εἰρησομένων ἐναργεστέραν τὴν τῶν λεχθέντων καρποῦσθαι δύναμιν. ἐντεῦθεν γὰρ ἄν τις θεῷτο μᾶλλον τὴν ἀκολούθησιν ἑκατέρωθεν συνδεδραμηκυῖαν κατὰ τὸ ἀνάλογον καὶ ἁρμόττον. ταῖς μὲν γὰρ ἀρχαῖς τὰ τέλη, τοῖς δὲ τέλεσιν αἱ ἀρχαὶ τὴν συμφωνίαν ἀκήρατον πάμπαν εἰλήφεσαν.
(Δ.) Ἔγνωσται γὰρ ἅπασι, μὴ μόνον Ῥωμαίοις καὶ Ἕλλησιν, ἀλλὰ καὶ ὅσοις ἔθνεσι πολυειδέσι καὶ βαρβάροις εἶναι συμβέβηκε, μετὰ ποίας πραότητος καὶ δικαιοσύνης ταῖς ἀρχαῖς ἐχρήσατο τῶν πραγμάτων ὁ Καντακουζηνός· μετὰ ποίας δ' αὖ τῆς μοχθηρίας καὶ ἀδικίας ὁ Ἀπόκαυκος. ἔγνωσται δ' αὖ ὁμοίως, καὶ ὅσους τοὺς διαύλους καὶ τὰ παλαίσματα μεταξὺ τῶν τῆς κακίας Τελχίνων ὀρχησαμένων, εἰς οἷον τὰ πράγματα κατηντήκει τὸ πέρας, τοῦ θεοῦ δικάζοντος καὶ ἀθλοθετοῦντος ἐξ ἀφανοῦς, καὶ ἀφθόγγοις καὶ σιωπώσαις φωναῖς ἀναδιδάσκοντος ἅπαντας, ἀγαθῆς προαιρέσεως ἀρχὰς καὶ πηγὰς προτιθέναι τῶν οἰκείων ἔργων, οἷς πρὸς βουλήσεώς ἐστι κατὰ νοῦν προχωρεῖν ἀγαθὸν τὸ γεώργιον. εἰ μὴ γὰρ ταῖς τῶν ἐμῶν διωκτῶν καινοφωνίαις ὁ Καντακουζηνὸς ὅπωσποτε παρενεχθεὶς χώραν ἐκείνοις τῇ τοῦ θεοῦ ἐκκλησίᾳ ζάλην προσενεγκεῖν κατὰ τὴν βασιλίδα Ἄνναν καὶ αὐτὸς ἐδεδώκει, κράτιστος ἂν βασιλέων ἐγίνετο, καὶ ἅμα τὰ Ῥωμαίων πράγματα μεγίστην ἂν δι' αὐτοῦ τὴν ἐπίδοσιν ἀνελάμβανε. νῦν δὲ διὰ κακίαν ἄλλων αἴτιος ὁ πραότατος τῆς τῶν ὅλων ἔδοξεν εἶναι φθορᾶς.

στʹ. Ἔργοις γε μὴν αὐτοῖς ὁρῶν ὁ Ἀπόκαυκος εἰς τοὐναντίον αὐτῷ τὰ τῆς κακίας ἔνεδρα προχωροῦντα, καὶ κακὸς ἐκ τοῦ προφανοῦς ἐλεγχόμενος εἶναι, οὐκ ἠρυθρία τοῖς ὁμοίοις ἐπιβάλλων ἀεί· καὶ ταῦτα τῶν πάλαι σοφῶν θαυμάζοντος ἀκούων τινὸς, οὐχ ὅτι πέπλευκέ τις, ἀλλ' ὅτι πέπλευκε δίς. οὐκ ἐπαινετὴν γὰρ τὴν τοιαύτην ἐνόμιζε τόλμαν ὁ σοφὸς, μετά γε δήπουθεν τὸ πολλοὺς ἀπαντλῆσαι θανάτους ἐν τοῖς θαλαττίοις ἀγῶσιν, ἐς τοὺς ὁμοίους αὖθις ἐμβάλλειν κινδύνους.
(Β.) Δέον γὰρ, εἰ μή τι πλέον, ἐκείνῳ τἀνδρὶ τῶν τοῦ Καντακουζηνοῦ μεμνημένῳ δωρεῶν, μὴ μόνον τῆς πρὸς τοῦτον ἀπεχθείας ἀπέχεσθαι, ἀλλὰ χάριτας ὁμολογεῖν τὰς μεγίστας, καὶ γλώττῃ καὶ χειρὶ καὶ πᾶσι τρόποις προθυμίας τὸν εὐεργέτην ἀμείβεσθαι, ὅτι πρὸς τοσοῦτον ἐξ εὐτελοῦς ἀνήγαγεν ὕψος αὐτὸν, ὁ δὲ πάντα δίκαια παραδραμὼν μυρίους αὐτῷ συνετίθει καὶ συνεσκεύαζε τοὺς θανάτους, οὐδὲ τοὺς τῶν βαρβάρων Περσῶν αἰδούμενος νόμους, οἳ τοῖς ἀχαρίστοις νόμιμον ἐπάγουσι κόλασιν, μήτε τὰ πρὸς θεὸν εἶναι λέγοντες τὸν τοιοῦτον εὐχάριστον, μήτε πρὸς τοὺς γονέας, μήτε μὴν πρὸς τοὺς φίλους. ἀλλ' ἐχρῆν, ὡς ἔοικεν, ἐκτριβῆναι Ῥωμαίων ἅπασαν πόλιν καὶ χώραν, καὶ αὐτὰ τῆς τοῦ θεοῦ ἐκκλησίας συγχεθῆναι τὰ πράγματα, δι' ἔκτισιν οἶμαι παλαιοτέρων ἅμα καὶ νεωτέρων τοῦ γένους ἁμαρτημάτων. καὶ διὰ τοῦτο συνεχωρήθη τοιαῦτα παρεισφθαρῆναι κακίας ὄργανα καὶ προφάσεις, πλὴν φιλαρχίας καὶ δόξης ματαίας οὐδὲν ἐχούσας τὸ εὔλογον. ἀλλ' ἐς τὸ πρότερον ἴχνος τοῦ λόγου φέρε ἀνακάμψωμεν.
(Γ.) Συνορῶν γὰρ, ὡς ἔφημεν, ὁ Καντακουζηνὸς, ὅτι συσκευάζων αὖθις Ἀπόκαυκος οὐ παύεται δόλους καὶ ἔνεδρα κατ' αὐτοῦ, καὶ οὐκ εἰς μακρὰν ἠρεμήσας ἐπιβουλὴν ἐκραγεῖσαν ὄψεται φόνου μεστὴν κατὰ τῆς ἑαυτοῦ κεφαλῆς, ἰδίᾳ παραλαβὼν ἅμα βασιλίδι τὸν πατριάρχην τοιάδε φησί.
(Δ.) «Τῶν ἔξω σοφῶν οἱ χαριέστεροι τἀναντία κατὰ τὸν αὐτὸν χρόνον ἐν τῷ αὐτῷ γενέσθαι ὑποκειμένῳ τῶν ἀμηχάνων εἶναί φασι. τούτου δ' οὕτως ἔχοντος, οὐχ ὁρῶ τίς ἂν ἐμοὶ γένοιτο μηχανὴ, ἣ μεριζομένη πρὸς δύο τἀναντιώτατα παρέχοιτο δρᾷν ἀσφαλῶς ἃ προκεχείρισμαι. τὸ μὲν γὰρ τῶν κοινῶν προνοεῖσθαι πραγμάτων ἁπάντων ἕνα με ὄντα αὐτὸν, καὶ πάντων ἐπιμελεῖσθαι τῶν ὑπεικόντων τῇ βασιλείᾳ ἀνθρώπων μὴ ῥᾳδίως ὑπὸ τῶν πολεμίων βλάπτεσθαι, πᾶσαν ἕλκει πρὸς ἑαυτὸ διάνοιαν, καὶ πᾶσαν λογισμῶν ὑποτάττει φροντίδα· τὸ δ' αὐτοῖς ἐκείνοις, ὧν προνενόημαι, ἐπιβούλοις κεχρῆσθαι κατὰ τῆς ἐμαυτοῦ ζωῆς, τοῦτο δὲ παγχάλεπον ὂν ἀναγκάζει πάντων ἀποστάντα με τῶν ἄλλων φροντίδων μόνης τῆς ἐμαυτοῦ ζωῆς προνοεῖσθαι, καὶ τὴν οἰκείαν ἀσφάλειαν ἐκ παντὸς πραγματεύεσθαι τρόπου. τούτου δὲ τὴν διόρθωσιν ἀμφοῖν ὑμῖν ἀνηρτῆσθαι ἐχρῆν, εἰ τὰ δίκαια πράττειν ἐβούλεσθε, οἷς χρέος ἅπαν ἀνῆπται πᾶσι τρόποις ἐπείγεσθαι ἀποτρέπειν καὶ ἀποκόπτειν, εἴ τι που κατά τε τῶν τῆς βασιλείας ὁμοῦ καὶ τῆς ἐκκλησίας ὑποφύοιτο κακίας βλάστημα, ὃ λυμανεῖται προβαῖνον εἰς αὔξησιν καὶ ἅπαν ἄρδην ἀφανιεῖ τὸ κράτος ἀμφοῖν. ὑμεῖς δὲ μοχθηροῖς ἀνδράσι λάθρα καὶ συχνὰ κοινολογούμενοι, καὶ τοῖς αὐτῶν παραλόγοις ἑπόμενοι λόγοις, τῇ ἀριστερᾷ χειρὶ τὴν δεξιὰν ἀποκόπτειν ἐπειγομένοις ἑκόντες ἐοίκατε. ἔπειτα εἰ μὲν ἐμοῦ τὴν ψυχὴν ἐξάγειν τοῦ σώματος τοῖς ἐπιβούλοις ἦν πρὸς βουλήσεως μόνου, καὶ μὴ κατὰ παντὸς ἐχώρει, τῶν τε φίλων καὶ τῶν ἐκγόνων, τὸ τῆς σφῶν ἀναιδείας ξίφος, ἴσως μὲν ἐσίγων ἂν, ἴσως δ' οὔ. οὐ γὰρ πάνυ μοι φαίνεται θεμιτὸν οὐδὲ τοῦτο, προδιδόναι τὴν ἑαυτοῦ τις ἑκών γε εἶναι ψυχὴν, ἄλλου κτῆμα καὶ παρακαταθήκην οὖσαν, πρὶν πρὸς τοῦ δεσπότου γενέσθαι τὴν λύσιν. εἰ δ' οὖν, φρασάτω τις ἐμοὶ παρελθὼν, ὅτου χάριν ἀτάφους τῶν πάλαι δικαστῶν οἱ σοφώτεροι ῥιπτεῖσθαι κατεψηφίσαντο, ὧν αἱ χεῖρες καθ' ἑαυτῶν ἐστρατεύσαντο. ὅμοιον γὰρ εἶναί πως δοκεῖ τὸ τοιοῦτον, ὥσπερ ἂν εἴ τις ἐξ ἀλλοδαπῆς ἰὼν ἄλλου δεσμώτην δραπέτην ἐργάσαιτο. εἰ δὲ πρὸς ἅπαντας ἄρδην ὁμοίως διαβαίνοι τά τε τῆς ἐπιβουλῆς τῶν μοχθηρῶν καὶ τοῦ γε κινδύνου τοὐμοῦ, μανίας οὐκ ἂν ἐλεύθερον ἐς τέλος εἴη τὸ σιγᾷν. εἰ δ' ἀκίβδηλος μὲν ὑμῶν ἡ πρόθεσις ἐμοὶ τετήρηται μέχρι νῦν, ὑπισχνεῖσθε δ' ἔτι καὶ τὴν ἐφεξῆς συντήρησιν αὐτῆς τὸ παράπαν διαφυλάξειν κακίας πάσης ἀμέθεκτον, καὶ ὅσα κατὰ τῆς ἐμῆς ὁμοίως μαίνεται ψυχῆς, ἕτοιμος αὖθις ἐγὼ τήν τε ὑμετέραν ἄρτι περαίνειν δέησιν, καὶ ὁμοῦ τὰς τοῦ μακαρίτου βασιλέως περὶ τῆς τῶν κοινῶν πραγμάτων ἐπιτροπῆς τε καὶ διοικήσεως ἐντολάς. τοῦτο δ' οὐκ ἄλλως ἀναμφισβήτητον ἂν γένοιτο πᾶσιν ἡμῖν, πρὶν ἔνορκον ἡμῖν τὴν ὑπόσχεσιν καταστῆσαι, καθὰ πολλαχῆ καὶ πολλάκις ἐν ταῖς τῶν ἀνθρωπίνων πραγμάτων ἀμφισβητήσεσιν εἴωθε γίνεσθαι. τοῦτο γὰρ ἐμοὶ καταφύγιον ἀσφαλὲς ἐν τῷ παρόντι δοκεῖ, καταστορέσαι δυνάμενον πᾶσαν ἐμῆς ψυχῆς ὑποψίαν καὶ λογισμῶν τρικυμίαν. εἶναι γὰρ καὶ βοτάνην Ἀσκληπιάδαι φασὶ τοῖς λύκοις θανάσιμον, ὑφ' ἣν ταῖς ἀλώπεξι προσιούσαις ἀφόβως καθεύδειν περίεστιν. εἰ οὖν καὶ τοῖς ἀλόγοις εὐμήχανόν πως ἡ ἀνάγκη πρὸς σωτηρίαν γίνεται, ἄμεινον δήπου τοῖς λόγῳ καὶ νῷ συμφυεῖ κεχρημένοις ἡμῖν ἐν τοῖς ἐπικινδύνοις πράγμασιν ἐγγύας ἀπαιτεῖν, ὁπόσαι πρὸς τὴν δι' ὅρκων καταφεύγουσι πίστωσιν. ἀμειψαίμην δ' ἂν καὶ αὐτὸς ὑμᾶς τοῖς παραπλησίοις, εἰ μὴ ἱκανὰ πρὸς ἀσφάλειαν πίστεως τὰ προϋπηργμένα δοκοίη. ἐν γὰρ ἐξουσίᾳ γενόμενος τοῦ τῆς αὐτοκρατορίας περιβαλέσθαι τὸ σχῆμα, πρὸς ἐσχάτας ἤδη τοῦ βασιλέως ὄντος πνοὰς, ὅτε καὶ σὺν τοῖς δυσὶν υἱέσιν ἐκείνου τῶν βασιλείων ἔνδον αὐτὸς γενόμενος φρουραῖς στρατιωτικαῖς ἠσφαλισάμην αὐτὰ, μηδενὸς ἀντιπράττοντος, ἀλλὰ πάντων ὑπεπτηχότων τῷ δέει, οὐ ταὐτὸν πέπονθα τοῖς παρ' ἀξίαν ἐντυχοῦσί τινι θησαυρῷ, καὶ ἀμφοτέραις τὸ τῆς ψυχῆς ἀναπιμπλάναι τοῦ ἔρωτος φίλτρον ἐπειγομένοις· ἀλλ' ἔμεινα τῶν τῆς ἐξαρχῆς προθέσεως ὅρων ἐντός. πολλῷ δὲ δήπου σαφέστερον ἐξουσία καὶ πλοῦτος καὶ αὐτόνομος δύναμις γνώμην ἀνθρώπου δηλοῦσιν, ἢ πενία καὶ ὑπεξούσιος δίαιτα. τῷ γὰρ ἀκουσίῳ βιαίως ἐνίων τὰ ἤθη τυραννούμενα λανθάνει διὰ μακροῦ τὰς τῶν ἔξωθεν κρίσεις τῆς ἀληθείας καταψευδόμενα. ἓν μὲν οὖν ἐκεῖνο μετὰ τὴν τοῦ βασιλέως τελευτὴν τῆς ἐμῆς καθαρότητος παραστατικὸν, καὶ ἅμα τῆς ὑμῶν δειλίας ἀναιρετικὸν, ὅτι παρὸν ἐκ τοῦ ῥᾴστου τὸ βασίλειον περιζώσασθαι κράτος, οὔτε πέπραχα τοιοῦτον οὐδὲν, οὔτε βεβούλευμαι, ἀλλ' ἔμεινα πάμπαν τῶν ὅρων τῆς εἰθισμένης τάξεως ἔνδον, ἀκήρατον συντηρῶν τὸ φρονοῦν τῆς ψυχῆς. οὐ γὰρ τοσοῦτον ἀνθρώποις ἀρέσκειν ἔκρινα δεῖν, ὅσον τῷ τῶν ἀδήλων ἐπόπτῃ θεῷ. οἱ μὲν γὰρ τῶν δρωμένων ἐς τοὐμφανὲς καθίστανται μάρτυρες μόνων, οὓς καὶ παραλογίσασθαι ἔξεστιν ἐνίοτε, εἴ τις τοὺς τῆς κακίας καρποὺς τοῖς τῆς ἀρετῆς ὑποτίθησι σχήμασί τε καὶ χρώμασι. θεὸς δ' ἐν αὐτοῖς πρὸ τῶν ἔργων τοῖς τῆς καρδίας κινήμασιν ἐρείδει τὰ τῆς ἐξετάσεως ἴχνη, καὶ τὸ βῆμα τῆς δίκης ἐν αὐταῖς συγκροτεῖ τῶν λογισμῶν ταῖς ἀρχαῖς, ἔνθα χώραν οὐκ ἔχει σχῆμα καὶ χρῶμα καλύπτειν, εἴ τι κακίας ἐκεῖ παραφαίνεσθαι βούλοιτο βλάστημα. δεύτερον δὲ, τὸ παρὸν, ὃ καὶ πάσης κέκτηται κακίας ὑπεροχήν. δέον γὰρ τὴν ἐμὴν ἐκείνην αἰδουμένους πραότητα καὶ δικαιοσύνην ὅλῃ γνώμῃ καὶ χειρὶ καὶ γλώττῃ συναίρεσθαι πράξεσι ταῖς ἐμαῖς καθημένους ἀφρόντιδας, ὑμεῖς δὲ ... ἀλλὰ σιωπᾷν ἄμεινον θεῷ τὸ πᾶν ἐπιτρέψαντας.»
(Ε.) Ὁ μὲν οὖν Καντακουζηνὸς ἐνταυθοῖ κατακλείσας τοῦ λόγου τὸν δρόμον, καὶ ὅρκους δοὺς καὶ λαβὼν πρός τε τῆς βασιλίδος πρός τε τοῦ πατριάρχου, μηδὲν τὸ παράπαν ἐπίβουλον μήτε δρᾶσαι μήτε βουλεύσασθαι, ἀναστὰς ἐξῄει τοῦ βήματος.
(Στ.) Καὶ ἦν ὅλος εὐθὺς ἐν ἑτοιμασίᾳ τῆς ἐκστρατείας καὶ τοῦ πρὸς πέρας ἄγειν τὰ πάλαι καλῶς βουλευθέντα. τὰ δ' ἦν, πρῶτον μὲν διανομαὶ κτημάτων πρὸς ἅπαν τὸ στρατιωτικόν· ἔτι τε δωρεαὶ καὶ χάριτες καὶ τῶν πρὶν ὀφλημάτων ἐκτίσεις ἐκ τῶν οἰκείων χρημάτων αὐτοτελῆ τὴν διάρκειαν ἔχουσαι· χρημάτων γὰρ τηνικαῦτα καὶ τοιαύτης δαπάνης ἐσπάνιζε τὰ βασιλικὰ πρυτανεῖα· ἔπειτα ἐκστρατεῖαι κατὰ τῶν πέριξ ἐχθρῶν· ὧν οἱ μὲν ἐπετίθεντο πάλαι καὶ τὰς Ῥωμαίων ἐδῄουν ἀνέδην ὁπόσαι πρὸ ὀφθαλμῶν ἐκείνοις ἔκειντο πόλεις ἅμα καὶ χῶραι· οἱ δ' ἐν παρασκευῇ τοῦ λῃστεύειν ἦσαν ἤδη διὰ τὴν τοῦ βασιλέως αἰφνίδιον τελευτήν.
(Ζ.) Ἧκον δ' αὐτῷ καὶ γράμματα λάθρα πολλὰ πολλαχόθεν, ἔκ τε Ἀκαρνάνων καὶ Τριβαλλῶν ἔκ τε Θετταλῶν καὶ Πελοποννησίων Λατίνων, τὴν σφῶν ὑποταγὴν ὑπισχνούμενα. ἀρεσκόμενοι γὰρ ἀεὶ τῇ αὐτοῦ μεγαλοπρεπεῖ τε καὶ εὐγενεῖ διαθέσει τῆς γνώμης, ἑκόντες αὐτῷ προῃροῦντο σφᾶς τε αὐτοὺς προδιδόναι καὶ πόλεις τὰς ἑαυτῶν ἐκεῖνοι. καὶ ἦν ἐν μελέτῃ λοιπὸν περιϊὼν, ἅπαντα Ῥωμαίοις ὑπήκοα πεπραχέναι· οἷς μὲν ἐνῆν ἑκοντὶ προσχωρεῖν, νόμοις δεξιοῦσθαι φιλίας· οἷς δὲ πρὸς βουλήσεως ἀνθίστασθαι, τούτους δ' ὅπλων καὶ μάχης τῇ κρίσει παραχωρεῖν.

ζʹ. Μετὰ μέντοι τὰς τοῦ Ἀρκτούρου ἐπιτολὰς ἄρας ἐς Θρᾴκην ἐκ Βυζαντίου περὶ τὰ μεθόρια τῶν τε Μυσῶν καὶ Ῥωμαίων περιφανῶς κατεστρατοπέδευσε, δυοῖν ἕνεκα· ἢ γὰρ, δείσαντος Ἀλεξάνδρου, τοῦ τῶν Μυσῶν βασιλέως, τὰς πρὶν ἀνανεώσασθαι καὶ κυρῶσαι σπονδάς· ἢ πολέμῳ τὴν τῶν πραγμάτων ἐπιτρέψαι κρίσιν. οὐ γὰρ ἦν εἰκὸς εἰς Θετταλούς τε καὶ Τριβαλλοὺς ἀπιόντας κατόπιν ἀφεῖναι τὴν τούτου μάχην, ὥσπερ τινὰ κεραυνὸν ἐγγύθεν κατὰ τῆς Θρᾴκης ἐπαιωρούμενον. ὅθεν καὶ κατὰ τὸ τῆς γνώμης βουλόμενον τὰς διαλύσεις ῥᾷστα καταπραξάμενος περιῄει τὰς Θρᾳκικὰς πόλεις καὶ χώρας περισκοπῶν, καὶ ἀναλόγους ποιούμενος αὐταῖς τὰς φρουρὰς ἐκεῖθεν ἄχρι Καλλιουπόλεως· ἔνθα δὴ καὶ ναυτικὴν ἠκηκόει δύναμιν παμπληθῆ τῶν Περσῶν ἐξ Ἀσίας εἰς Εὐρώπην μέλλουσαν διαβαίνειν ἐπὶ πονήρῳ τῆς Θρᾴκης καὶ τῶν ἐν ταύτῃ Ῥωμαϊκῶν χωρῶν καὶ πόλεων, ναυαρχοῦντος καὶ τὸν τοιοῦτον ἄγοντος στόλον ἑνός τινος, ὄνομα Ἀμούρ.
(Β.) Εἰς γὰρ σατραπίας διαιρεθείσης τῆς τῶν Περσῶν ἀρχῆς, ὡς ἀνωτέρω που περὶ τούτων εἰρήκειμεν πλατύτερον, ἄλλοι ἄλλα τῶν παραλίων διέλαχον τῆς Ἀσίας· οὓς οἱ ἀπόγονοι τοῦ χρόνου ῥέοντος διαδεξάμενοι, οἱ μὲν διὰ σύνεσιν καὶ ἐμπειρίαν πολεμικὴν εἰς μεῖζον προκεκοφέναι τὴν τοῦ κλήρου διαδοχὴν ἐπεπράχεσαν· οἱ δὲ νωθρότητι διανοίας τοῖς οὖσι μόλις ἐνέμειναν. εἰσὶ δ' οἳ καὶ τῶν ὄντων τελέως ἐξεπεπτώκεσαν. τούτων τοίνυν ἁπάντων ἰσχυρότερος ὁ Ἀμοὺρ ἐγεγόνει, σπουδῇ καὶ τόλμῃ χρησάμενος ὑπὲρ τοὺς ἄλλους. Λυδίας γὰρ καὶ Ἰωνίας οὗτος ὢν ἡγεμὼν ναυτικοῦ τε στόλου τὴν θάλασσαν ἐμπέπληκε καὶ φοβερὸς ἐν βραχεῖ μὴ ὅτι ταῖς ἐν Αἰγαίῳ νήσοις ἐγένετο θαλαττοκρατῶν, ἀλλὰ καὶ Εὐβοεῦσι, καὶ Πελοποννησίοις, Κρησί τε καὶ Ῥοδίοις, καὶ πάσῃ τῇ ἐκ Θετταλίας ἄχρι Βυζαντίου παραλίῳ. τούτους γὰρ ἅπαντας ὁπότε βούλοιτο ναυστολῶν τε ἐδῄου καὶ φόρους ἐτησίους συνῆγε μάλα τοι βρίθοντας ἐξ αὐτῶν.
(Γ.) Οὗτος οὖν ἐκ πολλοῦ, τῆς τοῦ Καντακουζηνοῦ φήμης μετὰ κρότων καὶ ὕμνων μακρῶν διὰ πάσης πορευομένης γῆς καὶ θαλάττης, ἐραστὴς ἐγεγόνει πάνυ τοι σφόδρα διάπυρος, καὶ φιλίαν τηρήσειν αὐθαίρετον ἐπηγγείλατο διὰ βίου παντὸς αὐτῷ τε καὶ παισὶ διαδόχοις αὐτοῦ. καὶ μέντοι καὶ τοιαύτην αὐτὴν εἰς τέλος τετήρηκεν, οἵαν οἶμαι οὐδ' ὁ πᾶς ἀλλαχοῦ παρέδειξεν αἰών. καὶ τοῦτο προϊόντων ἡμῶν αἱ κατὰ τὴν ἁρμόττουσαν χώραν ἀφηγήσεις, τῆς ἀληθείας οὐκ ἐκχωροῦσαι, σαφηνιοῦσι τοῖς πᾶσιν ἐς τἀκριβές. νῦν δὲ μόνον τὸ τῇ παρούσῃ χρείᾳ περὶ αὐτοῦ προσῆκον εἰπόντες ἀπαλλαξόμεθα.
(Δ.) Τοῦ γὰρ βασιλέως τελευτήσαντος ἤδη, καὶ φήμης διαδοθείσης, ὡς βασκανίᾳ τυραννηθέντες τῶν τῆς βασιλικῆς γερουσίας ἔνιοι τὴν τοῦ Καντακουζηνοῦ καθελεῖν ἐπεχείρησαν δόξαν, σατραπικοῦ τινος οὗτος ἐγεγόνει πλήρης θυμοῦ καὶ βιαίας ὀργῆς· καὶ ἅμα παμπόλλων ἐμπλήσας νεῶν τὸ τῶν Σμυρναίων ἐπίνειον ἔμελλε τὴν ταχίστην, ὡς ἔφαμεν, διαβαίνειν ἐπὶ κακῷ τῶν ἄχρι Βυζαντίου Θρᾳκικῶν χωρῶν καὶ πόλεων. ταῦτα ἐπειδὴ περὶ Χεῤῥόνησον ἀκηκοέναι συνεπεπτώκει Καντακουζηνῷ, διὰ σπουδῆς ἐγεγόνει μακρᾶς πέμψαντι, τὸν τοιοῦτον τὴν ταχίστην ἀναχαιτίσαι στόλον. ὃ δὴ καὶ θᾶττον ἢ λόγος εἰπεῖν ἐγεγόνει, ῥᾷον ἢ κατὰ δοῦλον δεσπότου κελεύοντος, τοῖς τοῦ Καντακουζηνοῦ γράμμασιν ὑπείξαντος καὶ ὑπενδόντος τοῦ βαρβαρικοῦ φρονήματος ἐκείνου. τοῦτο μέγα μὲν, καὶ μακράν τινα ἥκει κομίζον τὴν ἔκπληξιν ταῖς τῶν ἀκουόντων ψυχαῖς. εἴ τις δ' αὐτὸ τοῖς ἐφεξῆς τοῦ ἀνδρὸς ὑπὲρ τοῦ Καντακουζηνοῦ πεπραγμένοις πρὸς φιλίαν δείγμασι παρεξετάζειν ἐθέλει, πολλοστημόριον ἂν τὸ βραχύτατον εἶναι λογίσαιτο.
(Ε.) Ἐγὼ δὲ καὶ πρὸς τὸ πάλαι τῆς Ῥώμης κράτος ἐκεῖνο τὸν νοῦν ἀνήνεγκα, καὶ ἀνεμνήσθην, ὅπως πρόσταγμα ἓν τότε Ῥωμαϊκὸν, πᾶσαν ἐπιπορευόμενον γῆν τε καὶ θάλατταν, κατέπληττεν ἅπαντας, καὶ τῷ δέει μικροῦ καὶ ἀποθνήσκειν ἐποίει· καὶ οὔτ' Ἀσία κατ' Εὐρώπης μάχιμον ἐκίνει ξίφος, οὔτε τοὐναντίον αὖθις· ἀλλ' ἅπαν τὸ ἀντιπράττον εἰς ἔνσπονδον ἐκίρνατο σύμπνοιαν· καὶ Κίλιξ μὲν διὰ Βιθυνίας ἄοπλος ἐπορεύετο, καὶ Θρᾲξ διὰ τῆς Ἰταλίας ὁμοίως· καὶ ὡς διὰ φιλίας Σαυρομάται τῆς Ἑλλάδος ἰόντες τῶν τε Παναθηναίων ἦσαν θεαταὶ καὶ ταῖς ἐν Ὀλυμπίᾳ καθίσταντο τετραετηρικαῖς ἁρματηλασίαις ἀνθάμιλλοι· καὶ ἐλογισάμην κατ' ἐμαυτὸν, ὡς καὶ νῦν ἐφ' ἡμῶν τοιοῦτόν τι συνέβαινεν ἂν, εἰ πάμπαν ἐκ μέσου τὰ τῆς συγχύσεως ἀπήλλακτο σπέρματα, ὅσα κατὰ τοῦ Καντακουζηνοῦ συνεσκεύασεν Ἀπόκαυκος. εἶεν.

ηʹ. Αὐτόθι δ' ἀκηκοὼς, ὅτι τε νόσημά τι ἐνέσκηψεν Ἄννῃ τῇ βασιλίδι, καὶ ὅτι τὴν συνήθη κακοτροπίαν Ἀπόκαυκος ἀναξαίνων πεφώραταί τε καὶ φοβηθεὶς ἀπέδρα πρὸς τὸ τῶν Ἐπιβατῶν φρούριον, καὶ τρίτον, ὡς ὁ πατριάρχης ὑπὲρ ἐκείνου τὰς τῆς βασιλίδος Ἄννης ἀκοὰς διαταράττων οὐ παύεται καὶ δεόμενος, τὴν μὲν πρόσω πορείαν ἐπέσχεν· αὐτὸς δ' ἐς Βυζάντιον τάχιστα ἐπανῄει· καὶ τὴν μὲν βασιλίδα ῥᾴω τε καὶ ἤδη τοῦ ἐνσκήψαντος ἀπηλλαγμένην εὗρε νοσήματος· τὸν δὲ πατριάρχην ἰδίᾳ λαβὼν μαλακοῖς τισι λόγοις τῆς αὐτοῦ σμικροπρεπείας καθήψατο, καὶ διεξῄει τοσαῦτα, ὁπόσα δεξιῶς πως ἐπιῤῥαπίζοντα ἦν τήν τε εὐκολίαν τῶν τρόπων καὶ τὸ τῆς γνώμης ἀβέβαιον· καὶ ὅπως πρὸς ἑαυτὸν στασιάζων, καὶ πολέμια τῇ γλώττῃ διαπραττόμενος ἔργα, ἢ μᾶλλον ὁ τοῖς ἰδίοις μαχόμενος λόγοις ἐς τοὐμφανὲς, σχολῇ γ' ἂν ἄλλους στασιάζοντας καὶ μαχομένους ἀλλήλοις πείσειεν εἰς ὁμοφροσύνην ἐλθεῖν ἀστασίαστον.
(Β.) Ἔπειτα καὶ δευτέρους ἐπὶ τοῖς προτέροις ἐκείνοις ἀπῄτησεν ὅρκους. καὶ ὃς, ἐκ μέσου πάμπαν ποιεῖσθαι βουλόμενος ὕποπτον ἅπαν, ἵνα μή τι πάθῃ δεινὸν ἅπαξ ἐπιορκῶν φωραθεὶς, οὐ μόνον ἱερεῦσι προσήκοντα ὀμώμοκεν ὅρκον, ἀλλὰ καὶ ὃς δημοσίοις ἀνδράσιν εἴθισται· καὶ ἀρὰς ἐπὶ τούτοις προὔτεινε καθ' ἑαυτοῦ τὰς μεγίστας ὁμοῦ καὶ φρικώδεις, εἰ ψευδόμενος ὅλως ἐπὶ τοῖς λεγομένοις ἁλοίη.
(Γ.) Τῶν δὴ τοιούτων ἐπὶ τοιαύτῃ καταστάσει συνενεχθέντων, τὴν ταχίστην αὖθις ἐξῄει τοῦ ἄστεος ὁ Καντακουζηνὸς, σὺν πολλῇ τῶν οἴκοθεν χρημάτων παρασκευῇ καὶ ὅσα πρὸς δωρεὰς φιλοτίμους τῶν προσιέναι μελλόντων αὐτῷ παντοδαπῶν ἐθνῶν ὁμοῦ καὶ πρεσβευτῶν καὶ πόλεων παρεσκεύαστο· ἔπιπλά φημι καὶ χλαίνας Ἰταλικὰς ἐξ ἐρίου, καὶ ὅσα ἕτερα μακρὸν τὸ φιλότιμον ἔχουσι τῶν χαρίτων.
(Δ.) Ὅ γε μὴν Ἀπόκαυκος ἐς τὸ φρούριον αὐτοῦ συγκλεισθεὶς, ἀντὶ τοῦ μᾶλλον αἰσχύνεσθαι καὶ ἐρυθριᾷν ἐπὶ τῇ αὐτοῦ ἀνάνδρῳ καὶ γυναικώδει διαίτῃ, ὁ δὲ τοὐναντίον ἐτετύφωτό τε καὶ ὀφρύος ἁπάσης μεστὰ διεξῄει ῥήματα, καὶ αὐτοῦ Καντακουζηνοῦ κατεμέμφετο ἀβουλίαν, ὅτι μὴ καὶ αὐτὸς τὴν ὁμοίαν ἡτοιμάσατο πρόνοιαν ἑαυτῷ, ἵν' ἐν καιροῖς ἀνάγκης καὶ φόβου τοιοῦτον ἔχοι πρὸς ἀσφάλειαν φρούριον καταφεύγειν.
(Ε.) Ὁ δ' ἀκούων, καὶ τῆς ἐκείνου καταγελῶν εὐηθείας, τοιαύτας ἀντεπῆγε τὰς ἀποκρίσεις. «Οὐ λίθοις», φησὶ, «καὶ πλίνθοις ἐγὼ τὴν ἐμὴν τειχίζειν ἀσφάλειαν ἔγνωκα δεῖν, οὐδ' ἐφ' οὕτω μικροῖς καὶ ψευδέσιν ἐμοὶ τερατεύεσθαι καὶ τοιαύτην ῥημάτων προφέρειν κομψότητα εἴθιστο· ἀλλὰ τῷ ἡδρασμένῳ τοῦ ἤθους ἐγκαρτεροῦντι διηνεκῶς φρούριον ἔχειν ἀθάνατον καὶ ἄγκυραν ἀσφαλῆ πρῶτον μὲν τὰς πρὸς θεὸν ἀναμφισβητήτους ἐλπίδας, καὶ τὴν ἐκεῖθεν ἀκήρατον δύναμιν· ἔνθα μόνῳ γεωργουμένης τῆς γνώμης τῷ τῶν ἀδήλων ἐπόπτῃ θεῷ, τὸ τῆς ἀσφαλείας ἀμάραντον ἀεὶ διαμένει βλαστάνον, μήθ' ἥλιον περιμένον τὴν τοῦ κρείττονος ἑρμηνεύσοντα κρίσιν, μήτε Πλάτωνος καὶ Δημοσθένους γλῶτταν ἁβρὰν καὶ μάλα λαμπρῶς Ἀττικίζουσαν· ἀλλ' αὐτομάτως διὰ τῆς τῶν πραγμάτων ἀκολουθίας ἐπὶ μέσης τὸ θαῦμα μονονουχὶ κηρύττον τῆς οἰκουμένης. ἐν μὲν γὰρ ταῖς τῶν προσκαίρων φρουρῶν καὶ πυργωμάτων τρυφαῖς καὶ βλακείαις ταχὺ τὸ τερπνὸν ἀποθνήσκει τῆς ὥρας ἐφήμερον ἔχον τὴν ῥίζαν. ἐγὼ δὲ τὰς τῶν ἀνθρώπων ψυχὰς ἐμαυτῷ κατεσκεύασα φρούρια καὶ πύργους παμπληθεῖς τε καὶ ἀσφαλεῖς, εἰς οὓς ἐμβέβληκα φέρων αὐτὸς τὴν ἐμαυτοῦ ψυχήν. καὶ ὁ μὲν Πλάτων ἐν ἀλλοτρίῳ σώματι ζῇν τὴν τοῦ ἐρῶντος ἔφη ψυχήν· τὴν δ' ἐμὴν ψυχὴν οὐκ ἐν ἀλλοτρίοις σώμασιν, ἀλλ' ἐν ἀλλοτρίαις συνηνέχθη ζῇν ταῖς ψυχαῖς. μηδὲ γὰρ σωμάτων, ἀλλὰ ψυχῶν ὑπάρχων αὐτὸς ἐραστὴς, καὶ ψυχὰς τοὺς ἐραστὰς εὐτύχησα· καὶ τρόπον ἕτερον ἐμψύχους τὰς τῶν πλείστων πέπραχα ψυχάς. τοιούτους ἐμαυτῷ κατεσκεύακα πύργους ἐγὼ, καὶ οὕτω μετὰ πάσης γαλήνης καὶ ἡδονῆς, καὶ δίχα τινῶν ἑλεπόλεων, τὰς ἁπάντων χειροῦμαι σύν γε θεῷ διαθέσεις καὶ γνώμας· καὶ οὕτως ἀναίμακτα κατορθοῦν μεμελέτηκα τρόπαια. ὁ δ' ἐφεξῆς αἰὼν τῶν λεγομένων ἅμα καὶ δρωμένων σοφῶς διαζωγραφήσει τὴν μαρτυρίαν.» Ἀλλ' ὁ μὲν Καντακουζηνὸς τοιοῦτος τέως τοὺς τρόπους ἐτύγχανεν ὢν, καὶ τοιαῦτα λέγων καὶ πράττων διετέλει.

θʹ. Ἐγὼ δ' ἐκεῖσε ἐπάνειμι, λεπτομερέστερον ἀφηγησόμενος ἕκαστα. Ἀπόκαυκος γὰρ ἐκεῖνος ὁ πάντα δεινὸς εἰς ἐπίνοιαν καὶ πολυτροπώτατος, ἐπειδὴ συγκυκήσας ἅπαντα, ἵνα τὸν ἄρχοντα παρακρουσάμενος αὐτὸς ἐπιβῇ τῆς ἀρχῆς, (ὅπερ δὴ καὶ τοιχώρυχοι νύκτωρ καὶ λῃσταὶ ποιοῦσιν, οὐ πρότερον τὰ ἐν οἰκίᾳ διαρπάζειν ἔχοντες εὐχερῶς, πρὶν ἂν τὸ ἐν αὐτῇ κατασβέσωσι φῶς,) ἠλέγχθη, κατεγνώσθη μὲν, οὐδὲν δ' ἄξιον εἰς ἀμοιβὴν τῆς αὐτοῦ κακίας ἀπήλαυσε πρὸς ἐκείνου. ὅμως αὐτὸς ὑφ' αὑτοῦ τε αἰσχυνθεὶς καὶ δείσας, μὴ τὸ μακρόθυμον ὀψέ ποτε ἀποῤῥίψας τῷ νόμῳ τῆς δίκης χρήσηται κατ' αὐτοῦ, ᾤχετο λάθρα φυγὰς, ὡς εἰρήκειμεν, εἰς τὸ φρούριον τῶν Ἐπιβατῶν οὑτωσί πως λεγόμενον· ὅπερ αὐτὸς ἐκ πολλοῦ πολλοῖς ἀνήγειρεν ἀναλώμασιν ἐν τοῖς παραλίοις τῶν προαστείων τοῦ Βυζαντίου, μικρὸν μὲν, ποικίλον δὲ, καὶ δαιμονίως ὀχυρόν τε καὶ δύσμαχον. εἰς γὰρ ὕψος τύχης ἐξ ἀσήμου γένους ἀρθεὶς φρόνημα ἔσχεν, ὁποῖον ἂν καὶ οἱ μεθύοντες. ὠνειροπόλησε γὰρ ἀποθανόντος τοῦ βασιλέως ἐπιχειρῆσαι κατὰ τῆς βασιλείας αὐτός· εἰ δὲ μὴ δυνηθείη, καταφυγεῖν γοῦν εἰς τὸ φρούριον τοῦτο, καὶ εἶναι πολέμιος τῷ κρατήσαντι.
(Β.) Συνήγαγε δ' ἐν τούτοις μὴ μόνον χρημάτων παντοδαπῶν καὶ παντοίων σωροὺς, ἀλλὰ καὶ σίτου καὶ οἴνου πλῆθος, καὶ ὄψων παντοίων ταρίχη, καὶ πᾶσαν ἄλλην ἀφθονίαν, ὧν ἐν χρείᾳ καθίστανται ἄνθρωποι· ὕδατά τε εἰσήγαγεν ἔξωθεν δι' ὑπονόμων ἀένναα. περὶ οὗ δὴ καὶ πρὶν ἀποθανεῖν παριόντα φάναι τὸν βασιλέα· «ἰδοὺ, φωνὴν ἀφιὲν μονονουχὶ περιβομβεῖ μου τὰς ἀκοὰς τὸ φρούριον τουτὶ, προκηρῦττον ἡμῖν τὴν ἐνδόμυχον ἀπιστίαν τε καὶ κακοτροπίαν τοῦ δειμαμένου»· διακελεύσασθαί τε τῷ Καντακουζηνῷ, αὐτὸ μὲν καθελεῖν, καὶ πρὸς τὸ βασιλικὸν ἐπανασώσασθαι πρυτανεῖον τοὺς ἐν αὐτῷ συνηθροισμένους ἀδίκως σωροὺς τῶν χρημάτων· αὐτὸν δὲ φρουραῖς καὶ δεσμοῖς καθυποβαλεῖν, μὴ πολὺν ἐκρήξει χειμῶνα κατὰ τῶν τῆς βασιλείας πραγμάτων καιροῦ λαβόμενος ὀψέ. ἀλλὰ τῷ πράῳ τε καὶ ἡμέρῳ κἀνταῦθα χρησάμενος ὁ Καντακουζηνὸς ἔλαθεν ἑαυτῷ τε καὶ ταῖς πόλεσι μεγάλην ταμιευσάμενος βλάβην. ὥστε καὶ ἀνόνητα μεταμελόμενος ὕστερον ἐπὶ τῇ κακοβουλίᾳ ἑαυτοῦ τὸν βασιλέα λαμπρῶς ἐπὶ δυσὶν ἐμακάριζε τούτοις. ἀλλὰ γὰρ ἔλαθε τὸ ποικίλον τῶν ὑποθέσεων ἐς τοσοῦτον ἡμᾶς παρενεγκών. ἐπανιτέον τοίνυν.
(Γ.) Φυγόντι γὰρ εἰς τὸ φρούριον τῷ Ἀποκαύκῳ, οὐκ ἠμέλει κρύφα μηνύων καὶ γράφων ὁ πατριάρχης αὐτῷ, καὶ ἀνακαλούμενος, καὶ τὰς κατὰ τοῦ Καντακουζηνοῦ συμβουλεύων τε ἐπιβουλὰς καὶ συμβουλευόμενος ὑπ' αὐτοῦ, καὶ ἅμα τὰς τῆς βασιλίδος συχνὰ ὑπορύττων ἀκοὰς, καὶ τὸν μὲν Καντακουζηνὸν διαβάλλων ἀεὶ, τὸν δ' Ἀπόκαυκον μακροῖς τοῖς ἐπαίνοις ἐξαίρων. ῥᾷστα τοίνυν γυναικείαν ἐξαπατήσας ἁπλότητα, καὶ πρὸς τὴν ἑαυτοῦ μεθαρμόσας βούλησιν, πάντ' ἔδρα τὰ μελετώμενα. καὶ ἅμα τὸν μὲν Καντακουζηνὸν ἐντίμως προπέμπει τοῦ Βυζαντίου, φρικωδεστάτοις τοῖς ὅρκοις ἐμπεδώσας τὰς πρὸς αὐτὸν πίστεις, καὶ ἐπαρασάμενος ἑαυτῷ τὰς παλαμναιοτάτας ἀρὰς, εἰ μὴ στέργοι διαφερόντως ὁπόσα αὐτῷ πρὸς βουλήσεως εἴη λέγεσθαι καὶ πράττεσθαι τῶν βασιλείων εἵνεκα πραγμάτων, καὶ εἰ μὴ μάχοιτο τοῖς αὐτῷ μαχομένοις· τὸν δ' Ἀπόκαυκον εἰσκαλεῖται βασιλικῶς ἐνσεσημασμέναις ἐπιστολαῖς, μάλα πολλὴν ὑπισχνουμέναις αὐτῷ τὴν τιμὴν καὶ παντὸς ἀμνηστίαν ἐγκλήματος.
(Δ.) Ἀπαίροντος τοίνυν ἐκ Βυζαντίου εἰς τὰς Θρᾳκώας πόλεις τῷ Καντακουζηνῷ, ὑπήντησεν ἐξιὼν ὁ Ἀπόκαυκος τοῦ φρουρίου, καὶ ἀποβὰς τοῦ ἵππου προσεκύνησε, βασιλικὴν ἀπονείμας αὐτῷ τὴν τιμήν. τοῦτο γὰρ καὶ πρό γε αὐτοῦ πεποιήκασιν ἄκοντι τούτῳ πάντες, ὅσοι γένους εἵνεκα προσῆκον αὐτῷ, ὅσοι τε τῆς συγκλήτου λογάδες καὶ ὅσοι τῶν μετ' ἐκείνους, εἴτε ὡς ἐπιτρόπῳ τῆς βασιλείας, εἴτε ὡς ἐπὶ τῆς αὐτοῦ βουλήσεως ὁρῶντες ἐξηρτημένον τὸ βασίλειον σκῆπτρον, καὶ ὑποπτεύοντες ἐς τὴν ὑστεραίαν βασιλικοῖς ἐσταλμένον ὀφθήσεσθαι παρασήμοις, εἰ βουλομένῳ γε εἴη αὐτῷ· πάντας γὰρ ὑπεπτηχέναι τῷ δέει, καὶ ὑπείκειν ἴσα τούτῳ καὶ βασιλεῖ.
(Ε.) Συνηκολούθησε μέντοι ὁ Ἀπόκαυκος ἄχρι καὶ Σηλυβρίας αὐτῷ, μάλα περιδεής τε καὶ μονονοὺ πρὸ ποδῶν ἱστάμενον βλέπων τὸν κίνδυνον ἑαυτοῦ. συχνοὶ γὰρ οἱ τὸν Καντακουζηνὸν ἐποτρύνοντες ἦσαν, συνειληφέναι τοῦτον, καὶ δέσμιον προπέμψαι ἐς Διδυμότειχον. οὐ γὰρ ἐλάνθανεν, ὅσον ἐγερεῖ τὸν τῶν πραγμάτων καπνὸν, ἐληλυθὼς ἐς Βυζάντιον. ταῦτ' ἄρα καὶ ὡς ἐκ συμφώνου πάντες ἠνάγκασαν, ἕως ἐν χεροῖν ἔχοι τὸ θήραμα, τὴν οὖσαν γαλήνην τοῖς δημοσίοις διατηρῆσαι πράγμασιν. ὁ δὲ τὸ φιλάνθρωπόν τε καὶ ἱλαρὸν ἥκιστα μεταθεῖναι βουλόμενος παρεκρούετο τὴν ἐκείνων παραίνεσιν. πάντα γὰρ τῆς τοῦ θεοῦ χειρὸς ἐξῆφθαι, καὶ πάντ' ἐκεῖθεν ἔλεγε διοικεῖσθαι, καὶ μὴ δύνασθαι τελεσθῆναι μηδὲν, ὃ μὴ ἐκεῖθεν εἴη συνεγνωσμένον· μὴ δ' αὖ εἶναι τῶν ἀδυνάτων μηδὲν, ὃ μὴ ἐκεῖθεν εἴη ἀπεγνωσμένον.

ιʹ. Οὕτω τοίνυν ἐκεῖθεν ἀπολυθεὶς ὁ Ἀπόκαυκος ὁμοῦ τε αὐτὸς ἧκεν ἐς τὸ Βυζάντιον, καὶ ὁ πατριάρχης ἰδὼν εὐθὺς μετεσκεύασεν ἑαυτοῦ καὶ δίαιταν, καὶ γλῶτταν, καὶ γνώμην, καὶ ἦθος ἐξ ἱεροῦ πρὸς τὸ δημοτικώτερον· καὶ ἄρας ἐξ ἱεροῦ τὴν σκηνὴν ἐν τοῖς βασιλείοις καθάπαξ ἐπήξατο. ἔνθα παννύχιός τε καὶ πανημέριος ξύν γε τῷ Ἀποκαύκῳ καθήμενος ἐπὶ τῆς βασιλίδος τοῖς δόλοις οἷς ἔῤῥαπτον ἐπὶ φθορᾷ συνηγόρει καὶ αὐτὸς Καντακουζηνοῦ, καὶ ὅλων δημοσίων συγχύσεων ἀνώρυττε λαμπρὰς καὶ αὐτὸς τὰς πηγάς. καὶ ἦν τὸ μὲν σχῆμα τῆς βακτηρίας καὶ τοῦ ἐνδύματος ἱερὸς ὁ ἀνήρ· τῇ δὲ γνώμῃ καὶ τοῖς ἔργοις οὐδὲν νόμιμον.
(Β.) Καὶ πρῶτα μὲν ἑαυτὸν ἀντὶ βασιλέως κεχειροτόνηκεν αὐτοκράτορα· τὸν δ' Ἀπόκαυκον διοικητὴν καὶ ἀγορανόμον καὶ ἐπίτροπον Βυζαντίου τε καὶ τῶν ὑπὸ τὸ Βυζάντιον πόλεων ἅμα καὶ νήσων πασῶν, καὶ ῥητῶν καὶ ἀποῤῥήτων διανομέα. καὶ ἐπὶ τούτοις δόγμα ἦν καὶ ψήφισμα κοινὸν ἐξ ἀμφοῖν, ὅρκοις ἐρηρεισμένον φρικώδεσι, μηδαμῆ ποτε Καντακουζηνὸν εἰσδέξασθαι, κἂν πᾶσαν ᾖ μετάνοιαν ἐνδεδειχὼς, κἂν ἀγγέλων μεσιτεύῃ τις ἐξ οὐρανοῦ.
(Γ.) Ταῦτα ἀμφοτέρων ἐδόκει τἀπιτηδεύματα. ἦσαν δ' ὡς ἀληθῶς τῆς τοῦ Ἀποκαύκου δεινότητος. ὠνειροπόλησε γὰρ εὐθὺς (ὡς εἴρηται) βασιλείαν, ἧς ἐκ πολλοῦ σπερματικῶς ἐνεφύτευσεν ἴχνη τινὰ λογισμῶν τῇ ψυχῇ· κἀπειδὴ ταῖς τῶν πάλαι βίβλων ἱστορίαις ἐνδιατρίβων ἦν τὰ μάλιστα, ἐς μνήμην ἧκεν Ὀκταβίου Καίσαρος τοῦ Αὐγούστου, καὶ πρὸς ἐκεῖνον λεληθότως ἀνῆγε τὴν μίμησιν. καὶ γὰρ κἀκεῖνος, μετὰ τὸ καθελεῖν τὸν τῆς ἡγεμονίας ἔφεδρον Ἀντώνιον ἅμα Κλεοπάτρᾳ τῇ Αἰγυπτίᾳ, οὐκ ἄλλως ἐνόμισεν ἀνυπεύθυνος αὐτοκράτωρ τῆς ὅλης ἀρχῆς καταστῆναι, ἢ τὸ τῆς βουλῆς συγκλητικὸν ἀξίωμα συγκαθελών. ὅθεν συγχωρῶν ἐκείνοις τοὔλαττον ἐκαρποῦτο τὸ μεῖζον ἀεί. τὸ δὲ ἦν, αὐτοὺς μὲν ἐν τῇ Ῥώμῃ καθημένους τὰς δίκας ταῖς πόλεσι διανέμειν, καὶ τάς γε τῶν ἐπιτρόπων ἀρχαιρεσίας, ὥσπερ ἀπὸ δίφρου καὶ δυνάμεως αὐθεντικῆς· αὐτὸν δὲ τῶν τε ἠπειρωτικῶν καὶ ναυτικῶν δυνάμεων ἔχοντα τὴν ἡγεμονίαν τοῖς ἔξω πολέμοις ἐνασχολεῖσθαι, καὶ διὰ τῆς ἑαυτοῦ ταλαιπωρίας τὸ ἀταλαίπωρον πανταχόθεν οἷον ὑπηρετικῶς περιποιεῖν τῇ συγκλήτῳ καὶ τοῖς πολιτικοῖς πράγμασιν· οὐκ εἰδέναι δυναμένων ἐκείνων, ὡς ὁ τῶν στρατιωτικῶν δυνάμεων ἐγκρατὴς ῥᾷστα τῶν ὅλων χειροῦται τὸ κράτος.
(Δ.) Ταύτην οὖν ἐπιβούλως καὶ συνετῶς καὶ ὁ Ἀπόκαυκος ἐληλυθὼς τὴν ὁδὸν, καὶ τοὺς μὲν εὐγενεῖς ἅπαντας κατασκευασάμενος τὸ τῆς βουλῆς δῆθεν διοικεῖν ἀξίωμα, αὐτὸν δ' ἐν ὑπηρέτου σχήματι, μετὰ τῶν στρατιωτικῶν δυνάμεων ταῖς ἔξω μαχαῖς προσταλαιπωρούμενον κατά τε γῆν καὶ θάλασσαν, ἅπαν περιποιεῖν αὐτοῖς τὸ ἀθόρυβον, ἔλαθεν ὑποχειρίους ἅπαντας οὑτωσὶ ποιησάμενος· αὐτοὺς μὲν τοὺς γένει καὶ δόξῃ προὔχοντας εἱρκταῖς τισι ζοφεραῖς ἐγκλείσας, καθάπερ ταῖς μάνδραις οἱ βουκόλοι τὰ θρέμματα· τοὺς δ' ὑπερορίους τῆς πατρίου ποιούμενος πόλεως. τούς γε μὴν περὶ τὴν βασιλίδα πάντας καὶ πάσας χρήμασιν ἁδροτέροις περιελθὼν ἦγεν ἤδη καὶ ἔφερεν οὐ μόνον τὴν βασιλίδα καθάπερ ἀνδράποδον, ἀλλὰ καὶ αὐτὸν πατριάρχην, οὐ τοσοῦτον ταῖς θωπείαις ἐξαπατώμενον, ὅσον ὑποπτήσσοντα τὸ ἐκείνου δραστήριον. ὅθεν οὐδὲν ἦν τῶν δρωμένων, ὃ μὴ τῆς αὐτοῦ βουλήσεως καὶ γλώττης ἤρτητο.
(Ε.) Εἰς τοῦτο τοίνυν τύχης τῶν βασιλικῶν ξυνεῤῥυηκότων πραγμάτων, πάντ' ἐδρῶντο τὰ χαλεπώτατα. ὥσπερ γὰρ εἰ τὰς κλεῖς τῆς ἄνω βασιλείας ὁ πατριάρχης ἐκέκτητο ἐν χεροῖν, οὕτω βεβαίας ὑπισχνεῖτο τὰς αἰωνίους ἀντιδόσεις καὶ ἀΐδια τὰ τῶν πόνων ἔπαθλα, εἰ Καντακουζηνὸν ἀνέλοι τις φαρμάκοις δηλητηρίοις, ἢ δολεραῖς τισιν ἐπιορκίαις καὶ γοητείαις δαιμονικαῖς, ἢ ὅτῳ ἂν δυνηθείη τρόπῳ. ὁ δὲ τῶν τε ἐν Βυζαντίῳ καὶ πάσῃ πόλει τοῦ Καντακουζηνοῦ φίλων καὶ συγγενῶν τοὺς ἰσχύοντας ἐν Καρὸς ἐτίθετο μοίρᾳ, καὶ βασιλικῶς ἐνσεσημασμένας ἐπιστολὰς διέπεμπε, τὸν μὲν Καντακουζηνὸν τῆς ἐπιτροπῆς τῶν βασιλικῶν καθαιρούσας πραγμάτων καὶ ἀργὸν ἐν Διδυμοτείχῳ καθῆσθαι καθάπερ δεσμώτην διακελευομένας· τὸν δ' αὐτῷ προσανέχοντα στρατὸν τὴν ταχίστην ἐπανακάμψαι πρὸς τὸ Βυζάντιον.

ιαʹ. Οἱ μὲν οὖν ἐν Βυζαντίῳ λογάδες τῶν τοῦ Καντακουζηνοῦ φίλων καὶ συγγενῶν, καὶ σὺν αὐτοῖς ἔνιοι τῶν ἄλλως προσηκόντων, δείσαντες μὴ κατ' ἄνδρα συλλαμβανόμενοι τῆς ἑαυτῶν ἀνδρίας ἀνάξια πάθωσι, συναθροίζονταί τε πρὸς ἑνός τινος οἶκον καὶ κοινολογησάμενοι πρεσβεύονται πρός τε τὸν πατριάρχην καὶ τὸν Ἀπόκαυκον περὶ τοῦ μὴ παθεῖν τι τῶν φημιζομένων δεινῶν· μηδὲ γὰρ ἂν ἀνέξεσθαι παραλόγως οὑτωσί πως ἀγεννές τι πρὶν δρᾶσαι παθεῖν· τοὺς δ' ἀποκρίνασθαι μὲν οὐδὲν πρὸς αὐτούς· πέμψαντας δ' ἀνὰ πᾶν τὸ Βυζάντιον ἀνασεῖσαι τὸν ὄχλον διὰ τῶν δημάρχων, καὶ ἀναφλέξαι τὴν ἄλογον καὶ ἀταμίευτον τοῦ δήμου φορὰν κατ' αὐτῶν τόξοις, καὶ ξίφεσι, καὶ χειροπληθέσι χερμαδίοις τοῖς προστυχοῦσι.
(Β.) Τοῦτο δὴ παρὰ πᾶσαν ἐλπίδα βλέποντες ἐκεῖνοι, τοῦ πλήθους ἤδη συῤῥέοντος ἐπ' αὐτοὺς κατὰ ποταμοὺς καὶ σμήνη μελισσῶν καὶ χειμέρια πελάγους κύματα, δραμόντες ἀνεμόχλευσαν μίαν εὐθὺς τῶν ἐκ πολλοῦ κεκλεισμένων τοῦ τείχους πυλῶν· κἀκεῖθεν ἐξιόντες ᾤχοντο ἅπαντες ἀβλαβεῖς, καὶ ὑπὲρ ἑξήκοντά που τὸν ἀριθμὸν ὑπάρχοντες. τὴν μὲν οὖν ἑσπέραν ἐκείνην, καὶ ἅμα τὴν ἐφεξῆς ἡμέραν ἄχρι δείλης ὀψίας, ἐν ἑνί τινι χώρῳ τῶν τοῦ Βυζαντίου ηὐλίσαντο προαστείων, περιμένοντες ἴσως ἐκ Βυζαντίου πρᾶόν τινα καὶ πρὸς εἰρήνην βλέποντα λόγον. ἐπεὶ δὲ τήν τε τῶν οἰκιῶν αἰφνίδιον καθαίρεσιν σφῶν ἠκηκόεισαν, καὶ ἀπαγωγὴν καὶ δήμευσιν τῶν οἰκείων, καὶ πάντα δήπου τὰ τῶν ἐλπίδων ἐναντιώτατα, ἄραντες ἐκεῖθεν πλήρεσι ταῖς ἡνίαις ἀφικνοῦνται ἐς Διδυμότειχον, πλεῖστα τὸ παράλογον τῆς σφῶν αὐτῶν θαυμάζοντές τε καὶ ὀδυρόμενοι συμφορᾶς. ὡς δὲ ταῦτα ἰδεῖν καὶ ἀκοῦσαι τὸν Καντακουζηνὸν, περιαλγῆσαί τε τὴν ψυχὴν καὶ δακρύων γενέσθαι ἐγγὺς, καὶ τρικυμίαν ἐξ ἀπορίας μακρὰν ἀναλαβεῖν λογισμῶν, ἐκπληττόμενον τὴν ἀτοπίαν τοῦ πράγματος.
(Γ.) Οὔπω τὸ πρῶτον ἠρέμησε κῦμα, καὶ δεύτερον ἀνεῤῥάγη τοῦ προτέρου πολλῷ χαλεπώτερον. ἧκε γάρ τις ἐς τὴν ὑστεραίαν ἀγγέλλων τήν τε τῆς μητρὸς ἄτιμον κάθειρξιν καὶ τὴν τῶν οἴκων αὐτῆς καθαίρεσιν, καὶ τὴν τῆς περιουσίας ἁπάσης δήμευσιν· καὶ ὡς πολλοὶ τῶν γνησίων, ἀνακρινόμενοι καθ' ἡμέραν καὶ ἀπαιτούμενοι τὰ ἐκείνης χρήματα, πᾶσαν ἰδέαν ὑπομένουσι πόνων. οὐδὲν οὖν θαυμαστὸν, εἰ πρὸς τὴν τοιαύτην συμφορὰν οὐκ ἀπέῤῥηξε τὴν ψυχὴν, οὐδ' ἐξέστη τοὺς λογισμοὺς ἐκεῖνος, ἀλλὰ πάνυ θαυμασιώτερον, πῶς παιδείαν εἶναι κυρίου ταῦτα ξυννενοηκὼς ἐπαπεδύσατο πρὸς τοὺς τῆς καρτερίας δούλους, καὶ διετέλεσε τοῖς ὅλοις δεινοῖς ὡς ἀδάμας ἐγκαρτερῶν. ὁ γὰρ καιρὸς ἄλλα ἐπ' ἄλλοις ἡμέρᾳ ἐφ' ἡμέρᾳ ἐπήντλει τὰ τῶν δεινῶν κύματα.
(Δ.) Οὔπω συχναὶ παρῆλθον ἡμέραι, καὶ ἧκέ τις ἐκ Βυζαντίου φέρων αὐτῷ βασιλικῶς ἐνσεσημασμένα γράμματα, αὐτὸν μὲν οἴκοι καθήμενον ἠρεμεῖν ἐπιτάττοντα, καὶ μήδ' ὁτιοῦν ἐνεργεῖν τοῦ λοιποῦ τῶν βασιλικῶν· τοὺς δὲ στρατιώτας ἐς Βυζάντιον τὴν ταχίστην ἐπανιέναι. κἄπειτα ἐφοίτων ἕτεραι ἀγγελίαι, φάσκουσαι τὴν ἀφαίρεσιν καὶ διανομὴν τῶν αὐτοῦ χωρίων πρὸς βαναύσους ἀνθρώπους καὶ ἀγοραίους, καὶ ὅσοι τῶν συγκλύδων τὴν γλῶσσαν θρασεῖαν ἐξώπλισαν μάλιστα κατ' ἐκείνου. ἆθλα γὰρ καὶ βραβεῖα προὐτίθεντο μὴ τὰ ἐκείνου χωρία μόνα τοῖς ὅσοι πλείους καὶ μείζους ἐξήντλουν κατ' ἐκείνου τὰς λοιδορίας, ἀλλὰ καὶ τιμαὶ καὶ δόξαι καὶ προβιβασμοὶ γερῶν, κἂν ἁλιεύς τις ἦν, κἂν ἀγροῦ καὶ σκαπάνης ἀπόζων ὁ πρὸς τοιαύτας ἐξασκῶν λοιδορίας τὴν γλῶτταν.
(Ε.) Ταῦθ' ὁρῶν καὶ ἀκούων ἐκεῖνος νῦν μὲν ἐνεκαρτέρει τῇ συνήθει πραότητι, καὶ ταύτης τροφίμου καὶ ἡλικιώτιδος οὔσης προδότης ἐκ τοῦ ῥᾴστου γενέσθαι οὐκ εἶχε· νῦν δ' ἐσχίζετο τὴν διάνοιαν, καὶ τοὺς λογισμοὺς περί γε τὸ ποιητέον ἐταλαντεύετο. οὐ γὰρ ἑώρα τὴν ἡσυχίαν ἀκίνδυνον, οὔθ' ἑαυτῷ, οὔτε τῷ τοῦ βασιλέως υἱῷ Ἰωάννῃ τῷ Παλαιολόγῳ, οὔτε τοῖς εἰς αὐτὸν συνδραμοῦσιν εὐγενέσιν ἀνδράσιν ἐκ Βυζαντίου. ἤδη γὰρ κἀκεῖνοι πολὺν μὲν ἐν τῇ καρδίᾳ τρέφοντες ἐξ ὧν ἐπεπόνθεισαν τὸν θυμὸν, δεδιότες δ' ἔτι μᾶλλον καὶ ἐς τὸ μέλλον περὶ τὸ ζῇν, προφανῆ τὴν σφαγὴν ἐπέσειον αὐτῷ, εἰ μὴ βασιλικῶς ὑπὸ σφῶν ἀναγορευθείη. αὐτοῦ γὰρ μὴ τοῦτο θελήσαντος, ἕτερον ἐξ αὐτῶν παρεσκευάσθαι πρὸς τοῦτο. μηδὲ γὰρ εἶναι τούτου χωρὶς εἰς τὴν τῶν Ῥωμαίων σωτηρίαν ἀνυσιμώτερον ἕτερον τῶν ἁπάντων πρᾶγμα καὶ διανόημα.
(Στ.) Εἰς δὴ τοιούτους χειμῶνας θορύβων καὶ περιστάσεων ἐμπεπτωκότι τῷ Καντακουζηνῷ ὅμως οὐδ' οὕτως ἐνδοῦναι νενόμισται πρότερον δεῖν, πρὶν ἐς Βυζάντιον ἁπάσῃ πεπομφότι σπουδῇ πρὸς ἀνάμνησιν αὖθις Ἄνναν κομίσαι τὴν βασιλίδα τῶν τε τοῦ βασιλέως συνθηκῶν ἐκείνων, καὶ ὅσα θανόντος ἐκείνου πέπραχεν αὕτη ξύν γε τῶν ἀμφ' αὐτὴν εὐγενῶν ὁρκωμοτήρια, φόβου καὶ φρίκης μεστὰ, τῶν ὁμοίων ἐχόμενα καταστάσεων. ἀλλὰ καὶ οὕτω τοῦ πράγματος γεγονότος ἤνυσται πλέον αὐτῷ γε οὐδὲν, ἢ βλασφημίας καὶ ὅλας ἁμάξας ὕβρεων ἐκεῖνον ἀλλάξασθαι τῆς πραότητος.

ιβʹ. Ταῦτ' ἄρα καὶ βιασθεὶς τὰ τῆς βασιλείας περιζώννυται σύμβολα, οὐ τοῦτο βουλόμενος, ὡς ἔλεγεν, οὐδὲ προθεσμίαν τινὰ πάλαι μελετηθεῖσαν ψυχῆς τελῶν. ἀλλ' ὥσπερ οἱ τὸν ἐκ μεγάλου πελάγους ῥέοντα φεύγοντες κλύδωνα τοῖς λιμέσιν ὁρμίζειν τὰς ὁλκάδας ἐπείγονται, οὕτω καὶ αὐτὸς, διαφυγεῖν οὐ δυνάμενος τὸν περιστάντα βίαιον κίνδυνον ἄλλως, ὡς εἰς λιμένα τινὰ τὴν βασιλικὴν κατέφυγε πορφύραν· οἶμαι τοῦ θεοῦ περαίνοντος ἔργον πάλαι προωρισμένον, κἀκ βρέφους αὐτῷ συμβόλοις οὐ πάνυ τυφλοῖς καὶ ἀσαφέσι προαναφωνούμενον, κἂν αὐτὸς ἐδειλία πρὸς τὴν ἐγχείρησιν, μυστήρια θεοῦ γινώσκειν οὐ μάλα δυνάμενος. ἵνα δ' ἐκ πολλῶν ἐνίων μνησθῶμεν, πρῶτον μὲν ἦν.
(Β.) Ἡμέρα δ' ἦν, καθ' ἣν τὰ τῆς βασιλείας περιεζώσατο σύμβολα, ἐν ᾗ τὰ τῆς μνήμης ἤγετο Δημητρίου τοῦ θείου μάρτυρος. προστάττει δ' ἀναγορεύεσθαι τελευταῖον τοῦτον ὁμοῦ τῇ συζύγῳ βασιλικῶς, μετά γε τὴν τῆς βασιλίδος Ἄννης εὐφημίαν καὶ τοῦ ταύτης υἱοῦ βασιλέως Ἰωάννου. ἐμέμνητο γὰρ ἀεὶ τῆς τοῦ θανόντος βασιλέως φιλίας, καὶ τῶν ἐκείνου περὶ τῆς βασιλείας συνθηκῶν ἐκλαθέσθαι οὐ μάλα ἐβούλετο· ἀλλ' ὡς ἐκεῖνον τοὺς ἐκείνου προὐτίθει. πύργον γὰρ ἔλεγεν ἑαυτὸν πρὸς ἐκείνου τοῦ βασιλέως ᾠκοδομῆσθαι πρὸς ἀσφάλειαν τῆς τοῦ παιδὸς βασιλείας· παρὰ τοσοῦτον οὖν εἶναι τῷ παιδὶ τὰ τῆς ἀσφαλείας ἀκίνδυνά τε καὶ βεβαιότερα, παρόσον αὐτὸν ἰσχυρότερον.
(Γ.) Ὅθεν καὶ μετὰ τρίτην αὖθις ἡμέραν ἤμειψε τὴν ἐσθῆτα, διὰ τὴν τοῦ θανόντος βασιλέως ἐντάφιον λύπην, ἐκ τῆς πορφύρας ἐς τὸ λευκὸν, ὡς εἴθιστο τοὺς βασιλέας περὶ τὰς λύπας ἀεὶ ποιεῖν· καὶ διήρκεσεν ἐκεῖθεν λευκοῖς ἐνδύμασι χρώμενος, ἕως καὶ τὴν βασιλίδα πόλιν ἑλὼν αὐτοκράτωρ ἀναμφισβήτητος ἐγεγόνει τῆς ὅλης Ῥωμαίων ἀρχῆς. κἀμοὶ τὴν αἰτίαν διαποροῦντι τριῶν ἕνεκα ποιεῖν ἀπεκρίνατο τοῦτο· πρῶτον μὲν τῷ φίλῳ βασιλεῖ τελευτήσαντι δίκαιον ἐκτιννὺς ὄφλημα· δεύτερον διὰ τὴν κατόπιν ἐπιδραμοῦσαν τῆς μητρὸς τελευτήν· καὶ τρίτον, ἐπειδὴ τοὺς σὺν αὐτῷ μακρὸν ὑπομένοντας ἑώρα τὸν κίνδυνον μετὰ τῆς τῶν ἀναγκαίων ἐνδείας, δεῖν ἔκρινε τὴν πολυτελῆ τῶν βασιλικῶν ἐνδυμάτων δαπάνην ἐκείνοις μᾶλλον ἢ ἑαυτῷ ἀναλοῦν. ἀλλὰ γὰρ αὐτὸς μὲν ἐξαπίνης ἐντυχὼν βιαίῳ καὶ ἀνταγωνιστῇ τῷ καιρῷ καὶ τοῖς πράγμασιν οὕτω τὰ κατ' αὐτόν τε διῳκήσατο καὶ ταῖς τοῦ θανόντος βασιλέως συνθήκαις καθόσον ἐφικτὸν διετήρησε τὴν αἰδῶ.
(Δ.) Ἡ δ' ὁμόψυχος ξυνωρὶς ἐκείνη, ἀκούσασα τὴν τῶν βασιλικῶν παρασήμων ἐκείνου περιβολὴν, ἀνεπήδησέ τε ὑφ' ἡδονῆς καὶ, μεμηνότων ὥσπερ μιμησαμένη διάθεσιν, πρὸς τερατώδη βακχείαν ἐκίνει τὰ ἤθη. ἀφορμὴν γὰρ εἰληφυῖα τὸ πρᾶγμα, καὶ δικαίωμα μέγιστον εἰς τὸ φανερῶς ἀμύνεσθαι, καὶ τὰ πάλαι τῆς ψυχῆς ἀπόῤῥητα ἀῤῥωστήματα παῤῥησιαζομένῃ καὶ ἀκρατῶς ἐχούσῃ τῇ γλώττῃ ἐς τὰς τῶν ὅλων ἐπαντλεῖν ἀκοὰς, καὶ δικαιοῦν μὲν ἑαυτοὺς ὀρθῶς σκοπουμένους ἐκ πολλοῦ τὴν ἐκείνων δηλαδὴ κακίαν, ἐν σπαργάνοις ἔτι καὶ γάλαξι κυοφορουμένην (μάρτυρα γὰρ εἶναι καὶ κήρυκα διαπρύσιον τῶν προτέρων στοχασμῶν τὸ νῦν πεπραγμένον, πρὸς ἐντελῆ τινα προενεχθὲν τὸν τόκον ὀψέ) ἀνενδοιάστως ἤδη καὶ ἀπαρακαλύπτως πρὸς ἄσπονδον καὶ ἀκήρυκτον ἐκίνησε τὰ πράγματα μάχην.
(Ε.) Καὶ ἦν ἰδεῖν εἰς δύο μοίρας σχισθὲν τὸ τῶν Ῥωμαίων γένος ἅπαν κατὰ πᾶσαν πόλιν καὶ χώραν· εἴς τε τὸ συνετὸν καὶ ἀσύνετον· εἴς τε τὸ πλούτῳ καὶ δόξῃ διαφέρον καὶ τὸ ἐνδεές· εἴς τε τὸ παιδείας εὐγενοῦς τρόφιμον καὶ τὸ πάσης παιδείας παντελῶς ὑπερόριον· εἴς τε τὸ ἔμφρον καὶ τεταγμένον καὶ τὸ ἄφρον καὶ στασιῶδες καὶ αἱμοχαρές· καὶ τὰ μὲν βελτίω πάντα πρὸς ἐκεῖνον μετεῤῥυηκότα· τὰ δὲ χείρω πάντα πρὸς τοὺς ἐν Βυζαντίῳ. οἱ γὰρ γένει καὶ πλούτῳ καὶ δόξῃ τῶν πολλῶν ὑπερέχοντες, οἴκους ἀφέντες καὶ γυναῖκας καὶ παῖδας, εἰς ἐκεῖνον ὅλῃ προθέσει ψυχῆς ἐῤῥύησαν, καὶ αὐτῶν δὴ τῶν φιλτάτων τὴν ὑπερόριον προελόμενοι δίαιταν, καὶ βέλτιον ἡγησάμενοι σὺν ἐκείνῳ δυστυχεῖν, ἢ μετὰ τούτων τρυφᾷν· οἶμαι τὸ τοῦ Ἀναχάρσιδος λέγοντες, ὡς κρεῖσσον ἕνα φίλον κεκτῆσθαι πολλῶν ἄξιον, ἢ πολλοὺς ἀξίους μηδενός.

(Στ.) Ὕλην τοίνυν εὑρόντες, ἣν πάλαι ποθοῦντες ἐτύγχανον, φακέλλους γραμμάτων διέπεμπον οἱ Βυζάντιοι πρόεδροι κατὰ πᾶσαν ἐπαρχίαν καὶ πόλιν, ἀνάθεμα καὶ ἀφορισμοὺς περιέχοντα πάντων, ὅσοι φίλοι θέλουσιν εἶναι τοῦ Καντακουζηνοῦ· καὶ ἅμα πᾶν τό,τε δημοτικὸν ἐρεθίζοντα κατὰ τῶν πλουσίων καὶ τὸν βάναυσον ὄχλον κατὰ τῶν δόξῃ καὶ γένει προὐχόντων· ἵνα τῶν οὕτως ἐχόντων ἐκ μέσου γενομένων, εὐχερῶς αὐτοὶ τῆς ἀρχῆς ἐγκρατεῖς καταστῶσι, μηδὲν ὁθενοῦν ἀντίπαλον ὑφορώμενοι. καὶ μέντοι καὶ γέγονεν ἐντεῦθεν μεγίστη καὶ πολυειδὴς φθορὰ πανταχῆ τῶν Ῥωμαϊκῶν ἐν βραχεῖ πραγμάτων, οἵαν οὐδεὶς ἐν βραχεῖ παραστῆσαι δύναται λόγος.
(Ζ.) Ὁ μὲν οὖν Καντακουζηνὸς οὐδὲν ἐπιδείξασθαι θάρσος ἐβούλετο, οὐδ' ἐπεχείρει πρὸς οὐδὲν τῶν ἁπάντων σπουδῆς ἄξιον, οἷα φιλοῦσι ποιεῖν οἱ τοιούτοις ἐγχειροῦντες καὶ πρὸς τοιαῦτα πελάγη συνελαθέντες· ἀλλ' ἔμενεν ἥσυχος μετὰ τῆς ἑπομένης αὐτῷ στρατιᾶς. εἶχε γὰρ ὁπλίτας, τῶν μὲν λίαν ἀρίστων καὶ ῥώμῃ σώματος καὶ ψυχῆς ἀνδρίᾳ καὶ πείρᾳ διαφερόντων, ἄχρι καὶ ἐς δισχιλίους ἱππέας· οἳ καὶ τὸ σὺν αὐτῷ θανεῖν πολλῷ τιμιώτερον ἦσαν ἡγούμενοι, ἢ πλὴν αὐτοῦ ζῇν ἄχρι μιᾶς τινος τῆς ἡμέρας. οἱ μὲν οὖν λογάδες τοιοῦτοι καὶ τοσοῦτοι τὸν ἀριθμὸν ἦσαν αὐτῷ· οἱ δὲ μετ' αὐτοὺς ταττόμενοι δὶς τοσοῦτοι.
(Η.) Ἐκεῖνος μὲν οὖν διεπρεσβεύετο πρὸς τοὺς Βυζαντίους τὰ πρὸς εἰρήνην συχνὰ, καὶ τῶν βασιλικῶν τοῦ συζύγου τὴν βασιλίδα ἀνεμίμνησκε διαθηκῶν καὶ ἐντολῶν, ἃς ἐκεῖνος ἔτι ζῶν αὐτῇ διετίθετο, περί τε κήδους τοῦ νέου βασιλέως καὶ ἐπιτροπῆς τοῦ Καντακουζηνοῦ ἄχρι τῆς πρεπούσης ἡλικίας τοῦ νέου. μηδὲ γὰρ χρῆναι πιστεύειν ἀλλοτρίοις συμβούλοις, καὶ πάντα πρὸς τὴν οἰκείαν σπουδάζουσιν ἔφεσιν, καὶ ὅσα τὴν ταχίστην ἀνατρέψαι δύνανται τὴν πάλαι κατάστασιν, καὶ ὅλα συλλήβδην εἰπεῖν τὰ τῆς βασιλείας πράγματα.
(Θ.) Ἡ δὲ τοιαύτη τοῦ ἀνδρὸς ἡμερότης οὐκ ἐμάλαξε τοὺς Βυζαντίους· ἀλλὰ τοὐναντίον ἐξέμηνε πρὸς ἀνυπέρβλητον θράσος τε καὶ ἀπόνοιαν. οὐδὲ γὰρ διὰ φειδῶ τῶν ὁμοφύλων αἱμάτων ταῦτ' ἔφασκον φάσκειν ἐκεῖνον, ἀλλ' ὡς ἐν ἀπογνώσει τῆς ἑαυτοῦ ζωῆς συνωσθέντα. καὶ φανερῶς μὲν ὅπλα πολέμια κατ' ἐκείνου διηνεκῶς συγκροτοῦσιν, ἔκ τε θαλάττης ὁμοῦ καὶ ἠπείρου, ἥκιστά σφισιν ἐνῆν οὔτ' ἠρεμεῖν, οὔτ' οὐδεμιᾶς λαθραίας φείδεσθαι μηχανῆς, ὅσαι τε διὰ φαρμάκων καὶ γοητειῶν καὶ ὅσαι δι' αἵματος.
(Ι.) Ἐκεῖνος δ' εἰς θεὸν ὁλοσχερῶς ἀναθεὶς τὰς ἐλπίδας ἔμενεν ἡσυχῆ κατέχων ἔτι τὰ ἑαυτοῦ κατὰ χώραν στρατόπεδα, καὶ ταῦτα πάνυ διψῶντα μάχης καὶ σκύλων πολεμικῶν, καὶ πλείους ἔχοντα τοὺς καλοῦντας τῶν οἰκητόρων τοῦ Βυζαντίου· ὥστε τοὺς πλείους καταγνόντας αὐτοῦ ῥᾳθυμίαν καὶ γνώμης νωθρότητα, καὶ ἅμα ὡς τὸ εἰκὸς ὑποπτεύσαντας κίνδυνον σφῶν τε αὐτῶν καὶ αὐτοῦ, οἴχεσθαι ἀποδράντας ἐκεῖθεν ἐς Βυζαντίους. ἐπέλιπε γὰρ ἤδη καὶ τὰ σιτία σφᾶς κατὰ πλῆθος, ἐς μόνον τὸ Διδυμοτείχου πολίχνιον συγκλεισθέντας μετὰ πολλῶν τῶν ὑποζυγίων. ἠναντιοῦτο γὰρ αὐτοῖς τὰ τῆς τύχης ὁμοῦ καὶ τῆς ὥρας. ὅ,τε γὰρ χειμὼν, εἴπερ ποτὲ, ἐγεγόνει βαρὺς καὶ πάνυ τοι σφόδρα συνεχὲς ἐπιφέρων τὸ βάρος· καὶ πρός γε τῶν γραμμάτων ὁπόσα πρός τε τὸν Κράλην Σερβίας καὶ Ἀλέξανδρον, τὸν τῶν Μυσῶν ἀρχηγὸν, καὶ πρὸς οἱουσδήποτε συμμαχίας ἕνεκα ἔπεμπε, πάντα ἡλίσκοντο πρὸς τῶν Βυζαντίων, φρουροῖς καὶ ἡμεροσκόποις διαλαβόντων τὰ κύκλῳ πρός τε γῆς καὶ θαλάττης.

ιγʹ. Ὅ γε μὴν πατριάρχης μείζονα τὴν δικαίωσιν τῆς βασιλικῆς ἐπιτροπῆς μηχανώμενος ἑαυτῷ ἔστεψε διὰ πάσης σπουδῆς Ἰωάννην τὸν παῖδα τοῦ βασιλέως, οὐ περιμείνας, διὰ τὸ λίχνον τῆς ἐφέσεως, οὔθ' ἡλικίαν αὐτοῦ, οὔτ' ἐπίσημον ἡμέραν τινὰ τοῦ ἐνιαυτοῦ. ἐνάτη γὰρ ἐπὶ δέκα ἔτυχεν οὖσα τοῦ νοεμβρίου, ἐν ᾗ τὸ βασιλικὸν αὐτῷ περιτέθεικε στέφος, ἀξύμβολός τις φάναι καὶ μάλα ἀνέορτος, τό γε ἧκον εἰς αὐτήν. καίτοι τοῦτο ἐβούλετο μὲν περιφανέστερον ὁ Καντακουζηνὸς καταστῆσαι μετὰ τὸν τοῦ βασιλέως θάνατον εὐθύς· ἐκώλυε δ' αὐτὸς ἐπιβούλως καὶ μάλα σὺν δόλῳ.
(Β.) Κατὰ μέντοι τὴν τοῦ δεκεμβρίου τετάρτην καὶ εἰκοστὴν, περὶ δειλὴν ὀψίαν, ὁπότε τὴν γενέθλιον πανήγυριν ἑορτάζομεν τοῦ σωτῆρος Χριστοῦ, ἀνεβίβασε τοῦτον κἀν τῷ τοῦ παλατίου Αἰθερίῳ οἰκίσκῳ· ὅθεν καὶ οἱ πρὸ αὐτοῦ βασιλεῖς εἰώθεισαν τὴν τοιαύτην ἡμέραν προκύπτειν, ἀθροιζομένου τοῦ πλήθους τῶν Βυζαντίων, καὶ παντὸς τοῦ στρατοῦ, καὶ ἀνυμνούντων αὐτοὺς εὐχαῖς τε καὶ εὐφημίαις παντοίαις κάτωθεν, κατ' εἰκόνα τοῦ πάλαι θριάμβου Ῥωμαίων. ἦν δὲ νῦν ὁ τοῦ δήμου κάτωθεν ἐξηχούμενος κρότος καὶ θόρυβος οὐκ εὐφημίαν ἔχων τοῦ βασιλέως ἀκήρατόν τε καὶ ἀμιγῆ· ἀλλὰ συνεκέκρατο καὶ ταῖς κατὰ τοῦ Καντακουζηνοῦ καὶ ἅμα ταῖς τῆς μητρὸς αὐτοῦ λοιδορίαις, λίαν οὔσαις αἰσχραῖς καὶ οὐ πάνυ τοι σώφρονος ἀκοῆς ἀξίαις, ὑποκάοντος τοῦ Ἀποκαύκου καὶ ἀναφλέγοντος δωρεαῖς ἁδροτέραις καὶ ὑποσχέσεσι τὴν τοιαύτην τοῦ πλήθους ὁρμήν.
(Γ.) Καὶ ἦν αὐτήκοος τούτων ἁπάντων ἡ τοῦ Καντακουζηνοῦ μήτηρ, δεσμωτήριον οἰκοῦσα μεταξὺ τῆς βασιλείου αὐλῆς, ἔνθα τὸ ἄθροισμα τοῦ δήμου κατὰ ποταμοὺς συνέῤῥει καὶ συνεκροτεῖτο. καὶ μέντοι καὶ τὴν καρδίαν σφόδρα ἐπλήττετο, καὶ στεναγμοὺς ἐκ βάθους ἀνέπεμπεν, ὥσπερ καπνοὺς θολερούς τε καὶ ὁμιχλώδεις, καὶ πολλὴν τὴν ἔνδον τῆς ψυχῆς πικρίαν τοῖς παρακαθημένοις ἀγγέλλοντας. μεριζομένη γὰρ τὴν ψυχὴν πρός τε τὴν ἀφόρητον ἐκείνην τῶν λοιδοριῶν ἀκοὴν καὶ ἀναλογιζομένη πρὸς τίνων ταῦτα δραματουργεῖται, χθὲς καὶ πρότριτα δούλου μοῖραν ἐχόντων πρὸς αὐτὴν, καὶ ἅμα τὴν μνήμην ἀναφέρουσα ἐς τὰς ἐκ βρέφους τύχας καὶ τὸ τῆς ἡλικιώτιδος εὐδαιμονίας ἄνθος ἄχρι γήρως παραμεῖναν ἀκήρατον καὶ ἀκμάζον, καὶ παρατιθεῖσα ἐκεῖνα πάντως ταῖς νῦν ἀντιπάλοις καὶ ἀδοκήτοις τοῦ χρόνου φοραῖς, φέρειν οὐκ εἶχεν· ἀλλὰ πληγείσης σφοδρῶς τὴν καρδίαν, εἰς νόσον ἐτράπη τὸ σῶμα βαρεῖαν καὶ ὑπισχνουμένην ἔσεσθαί οἱ τοῦ βίου τὸ πέρας οὐκ εἰς μακράν.
(Δ.) Ἐπιστάσης τοιγαροῦν καὶ τῆς τῶν φώτων πανηγύρεως μετὰ δύο καὶ δέκα ἡμέρας, καὶ τοῦ μὲν βασιλέως ὁμοίως αὖθις προκύπτοντος ἄνωθεν, τοῦ δὲ δήμου κάτωθεν τὰς ὁμοίας εὐφημίας καὶ λοιδορίας αὖθις ἐπικροτούντων, ἔκειτο ἡ Καντακουζηνὴ νεκρὰ πρὸς τὸ δεσμωτήριον ἐῤῥιμμένη καὶ ἐπιλελησμένη, καὶ πάνυ τοι σφοδρῶς ἀπῳκισμένη τῆς πάλαι εὐδαιμονίας καὶ δόξης ἐκείνης. ἔφθη γὰρ μικρὸν πρὸ τῆς τῶν σαλπίγγων ἠχοῦς τὸ ζῇν ἀποῤῥήξασα. δείσασα γὰρ οἶμαι ἡ ψυχὴ, μὴ πρὸς τὴν τῶν ὁμοίων αὖθις ἐμπέσῃ λοιδοριῶν τρικυμίαν, συνεστάλη τε πρὸς ἑαυτὴν καὶ προαπεῤῥάγη τοῦ σώματος. τὸ δ' ὅπως συγκεχώρηκε ταῦτα γενέσθαι θεὸς, προϊόντες ἐροῦμεν πλατύτερον, στοχαζόμενοι καθόσον ἡμῖν ἐφικτόν.
(Ε.) Ἀλλ' ἐκεῖνο μικροῦ με παρέδραμε. μετὰ γὰρ τὴν τοῦ βασιλέως τελευτὴν, οὐ πολλῶν ἡμερῶν μεταξὺ γενομένων, οὐδὲ τῆς τῶν πραγμάτων οὔπω συγχύσεως εἰς φῶς ἐκραγείσης, ἀλλ' ἐν ὠδῖσιν ἔτι καὶ μελέταις κυοφορουμένης, συνέβη καθ' ὕπνους τῇ τοῦ Καντακουζηνοῦ μητρὶ, τὸ ἱερὸν δοκεῖν ἀνὰ χεῖρας εὐαγγέλιον εἰληφυῖαν ἄλλο τῶν πάντων οὐδὲν γεγραμμένον ὁρᾷν, ἢ «αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου», καὶ τοῦτο χρυσοῖς τε καὶ πρὸς ἅπαν κάλλος ἠσκημένοις γράμμασιν ὁμοίως ἀεὶ πανταχῆ· διαπορεῖσθαί τε καθ' ἑαυτὴν, πῶς ἱερὸν εὐαγγέλιον ὂν μηδὲν μηδαμῆ τῶν εὐαγγελικῶν εἶχε ῥητῶν, ἀλλὰ μικρὰ τῶν τῷ θείῳ Δαβὶδ εἰρημένων. τοῦτο ἀφυπνισθεῖσα διηγεῖτο πρὸς ἐνίους τῶν φίλων· καίτοι θεῖον ἔφασκεν εἶναι χρησμῴδημα, καὶ πέρας προαναφωνεῖν τῶν καθ' αὑτὴν πραγμάτων εὐκλεές τε καὶ πάνυ χρηστόν. τὸ δ' ἦν οὐ τοιοῦτον· ὅμως ἔσχεν οὕτω ταυτί.
(Στ.) Ἓν μὲν δὴ τοῦτο σημεῖον ἦν, ὃ προανεφώνησεν ἐξ ὕπνων καὶ νυκτῶν τὴν τῆς μεγάλης ταυτησὶ καὶ περιφανοῦς οἰκίας καθαίρεσιν. δεύτερον δ' ἐκ νυκτῶν μὲν καὶ αὐτὸ, μὴ ἐξ ὕπνου γε μὲν, ἀλλ' ἐξ ἐγρηγόρσεως φάντασμα θεαθὲν ἐναργῶς. εἰωθὸς γὰρ τοῖς εὐγενείᾳ καὶ δόξῃ μεγάλῃ συζῶσι προσώποις, ἄχρι καὶ ἐς μέσας που νύκτας συνδιανυκτερεύειν τοῖς ὅσοι χρείας οἱασδηποτοῦν προσίασιν ἕνεκα, τῇ Καντακουζηνῇ τοῦτο μάλιστα πάντων προσῆν, ἅτε καὶ μάλιστα πάντων δόξῃ καὶ περιφανείᾳ προεχούσῃ, καὶ βουλῶν καὶ ἀποῤῥήτων προεστηκυίᾳ βασιλικῶν. τῆς δὴ τοιαύτης ἐχομένῃ καὶ νῦν συνηθείας, καὶ πόῤῥω νυκτῶν γενομένης τῆς ὁμιλίας, ἔδοξεν αὐτῇ, στᾶσαν πρὸ τῶν θυρῶν ἀφ' ὑψηλοῦ τοῦ πύργου τῆς οἰκίας θεάσασθαί τε τὴν σελήνην ἀνίσχουσαν ἄρτι τοῦ ὁρίζοντος καὶ τῆς ὥρας ἐκεῖθεν καταστοχάσασθαι. τὸ γὰρ περίγειον ἐκ περιστροφῆς τοῦ οἰκείου ἐπαναλαμβάνουσα κύκλου, καὶ ἐς τετράγωνον αὖθις τῷ ἡλίῳ καθισταμένη τὸ δεύτερον ἤδη σχηματισμὸν, ἀκρονύκτους οὐ μάλα ἐβούλετο παρέχειν τῇ γῇ τὰς αὐγὰς, πρὶν ἐς μέσην ἀφικέσθαι τὴν νύκτα τηνικαῦτα τὸν χρόνον.
(Ζ.) Οὕτω δὲ στάσεώς τε καὶ σκέψεως ἔχουσα, καὶ ἅμα φροντίδων οὖσα τῶν μελλόντων πλήρης, ἔνοπλον ἱππέα τεθέαται, κάτωθέν τε ἑστῶτα τοῦ πύργου καὶ τῷ δόρατι σημειούμενον τὸ τοῦ πύργου μέγεθος· ὡς ἐκπλαγῆναί τε αὐτὴν τῷ αἰφνιδίῳ καὶ ἀπροσδοκήτῳ τοῦ φάσματος καὶ συστραφεῖσαν ἐκπέμψαι τοὺς καθέξοντας τὸν ἐν ἀωρίᾳ τοιαύτῃ τοιαῦτα μηχανώμενον, καὶ ἀκουσομένους, ὅτου χάριν καὶ ὅθεν ἐκείνῳ ταῦτα δρᾷν προστεταγμένον εἴη. ἐπεὶ δὲ τὴν ταχίστην παλινδρομήσαντας φάναι μηδένα τῶν πάντων ἑωρακέναι, μηδ' εἶναι πάροδον οὐδεμίαν, ὁπόθεν εἰσιτητά γε εἴη ξένοις καὶ ἱππόταις ἀνδράσι, τῶν θυρῶν ἁπασῶν κεκλεισμένων, ἤδη καταπλαγῆναί τε αὐτὴν καὶ, πρὸς ἄλλας ἐννοίας ἀνενεγκοῦσαν τὸ μάντευμα, λύπης πλησθῆναι καὶ δακρύων γενέσθαι ἐγγύς.

ιδʹ. Ἐγὼ δ' ἐκεῖσε ἐπάνειμι. τῷ Καντακουζηνῷ γὰρ οὔτε πρὸς τοσαῦτα τὴν ψυχὴν κατενηνέχθαι ῥόθια τῶν δεινῶν συνηνέχθη, οὔτε πρὸς οὓς εὕρισκε συνεχῶς κατ' αὐτοῦ συσκευαζομένους λαθραίας καὶ ἄλλοτ' ἄλλας ἐπιβουλὰς ἀπηγορευκέναι, ἀλλ' ἑστάναι τῶν ἰδίων ὅρων ἐντὸς, ἀκλινεῖς τὰς πρὸς θεὸν ἐλπίδας ὁμοίως ἀεὶ φυλάττοντι· καὶ γράφοντι μὲν ἀεὶ καὶ δεομένῳ λήγειν οὐκ ἦν οὐδαμῆ, κυρωθῆναι ὁπόσα περιὼν ὁ βασιλεὺς ἐνετέλλετο περί γε αὐτοῦ. ἀλλὰ τῶν Βυζαντίων οὐδ' ἄκροις τῶν λεγομένων ἀκούειν θελόντων ὠσὶν, ὅτι μὴ καὶ τοὺς ἀγγέλους σὺν ἀτιμίᾳ καὶ κουρᾷ πομπευόντων ἐπ' ἀγορᾶς καὶ δεσμοῖς καὶ εἱρκταῖς συγκλειόντων, τῷ δὲ οὐ διὰ γλώττης ἐγένετο λοιδορεῖν οὐδενὶ τῶν ἁπάντων. οὐ μὴν οὐδὲ τοὺς ἐν τῷ ὄρει τῷ Ἄθῳ διαπρέποντας ἀρετῇ καὶ ἀσκήσει μεσίτας εἰρήνης ἀπηξίου γίνεσθαι. ἀλλὰ καὶ τούτων ἐλθόντων, ἄπρακτος ἔδοξεν ἡ σπουδή. τὰ μέντοι χρήματα, καὶ εἴ τι κειμήλιον ἦν ἀμφοτέροις ἐκ πολλοῦ τεθησαυρισμένον, πάντα ἀνάλωται πρός τε ἄλλα τῶν κοινῶν καὶ πρὸς τὰς τῶν στρατιωτῶν χρείας.
(Β.) Κρύφα γε μὴν συχνοὶ τῶν τῆς Ὀρεστιάδος προὐχόντων, ἑταιρείαν πεποιηκότες, συνέθεντο περιελθόντι Καντακουζηνῷ τὰς πύλας ἀνοῖξαι, πρὶν αἰσθέσθαι τοὺς τυραννήσαντας δημότας, καὶ γράμματα ἔπεμψαν ἤδη καλοῦντες αὐτὸν, τὴν ταχίστην ἐλθόντα λαβεῖν ἀπονητὶ τὴν πόλιν. καὶ ὃς εὐθὺς διαναστὰς τόν τε στρατὸν ὥπλισε καὶ τὸν Ἄγγελον Ἰωάννην, τὸ Παμφίλου πολίχνιον ὀχυρώσαντα ὡς προσήκει, τάχιστα ἥκειν ἐπ' Ὀρεστιάδα διεμηνύσατο σὺν ἱππεῦσιν ἔγγιστα ὀγδοήκοντα.
(Γ.) Καὶ δὴ συνεληλυθότων σφῶν ἐπὶ τὰς ὄχθας τοῦ παραῤῥέοντος τῇ Ὀρεστιάδι ποταμοῦ, χειμὼν τηνικαῦτα ὥσπερ ἐξ αὐτομάτου γέγονε τῆς νυκτὸς ἐκείνης μάλα πολύς· καὶ ὁ ποταμὸς ἐκεῖνος, ὥσπερ αἴσθησιν εἰληφὼς ἀπειλοῦντος θεοῦ, ἀγριαίνων ἦν καὶ σφόδρα πλημμύροντα συνελαύνων ὑπὲρ τὰς ὄχθας τὰ ῥεύματα· ὥστε ἄπορον πρὸς διάβασιν εἶναι τοῖς τοῦ Καντακουζηνοῦ στρατεύμασιν. ἡμέρας οὖν ἔγγιστα διατετριφόσι περὶ αὐτὸν οὐκ ὀλίγας, οὐκ ἔληγεν ὁ χειμών· ἀλλ' ἦν ἑαυτῷ τὴν ὁμοίαν διηνεκῶς συντηρῶν ἀγριότητα. ἀπειρηκότος δ' ὀψὲ καὶ ἀπαλλαγέντος ἐκεῖθεν, ὅ,τε χειμὼν ἐς τὴν ὑστεραίαν ἐλώφα καὶ ὁ ποταμὸς ἠρέμα ἐκείνης ὑφεῖτο τῆς ὕβρεώς τε καὶ ἀγριότητος. τῆς δὴ τοιαύτης πείρας δὶς ἤδη γενομένης, καὶ τῶν ποταμίων ῥευμάτων αὖθις ἐς τὴν ὁμοίαν ἐκείνην ἀναῤῥηγνυμένων ὑπερηφανίαν, ἔγνωσαν ὀψὲ, μὴ ἔκ τινος τύχης, ἀλλ' ἐκ θειοτέρας προνοίας εἶναι τὸ ἐναντίωμα, ῥᾷστα μὲν τὰ πάντα μετασκευαζούσης ὅπη βούλοιτο, καὶ νῦν δ' ἀντιπραττούσης μάλα τοῖς τοῦ Καντακουζηνοῦ προφανῶς ἐγχειρήμασιν· ὡς ἕπεσθαι καὶ τὴν τῶν στοιχείων εὐθὺς ἀγανάκτησιν πολλῷ τῷ θυμῷ ῥέουσαν, ὥσπερ αἰσθανομένων ὀργιζομένου τοῦ δεσπότου, καὶ συνεπιλαμβανομένων, ὡς δούλοις εἰκὸς, καὶ δεικνύντων ἔμπρακτον τὴν πρὸς τὸν δεσπότην τιμὴν διὰ τῆς βλαπτούσης ὁρμῆς καὶ μάλα τοι σφόδρα βιαίας ἀνταποδόσεως.
(Δ.) Ἐπεκθέοντες δ' οὖν ἑκατέρωθεν ἐνίοτε, νῦν μὲν ἐκ Διδυμοτείχου τινὲς τῶν στρατιωτῶν, νῦν δ' ἐξ Ὀρεστιάδος καὶ τῶν πέριξ πολιχνίων, πολλὴν μὲν ἐκεῖθεν ἐνθάδε λείαν ἤλαυνον, πολλὴν δ' ἐντεῦθεν ἐκεῖσε· νίκην δὲ καὶ τέλος ἐπιθεῖναι τῇ σπουδῇ, οὐκ ἦν οὐδετέρῳ κατ' οὐδετέρου· ἀλλ' ἐδίωκον ἀνήνυτα. αἱ δὲ πόλεις ἐφθείροντο διηνεκῶς ὑφ' ἑαυτῶν ἠρέμα καὶ κατὰ μικρόν· καὶ ἦν, ὡς ἔοικε, βούλημα θεῖον καὶ ψῆφος ἄνωθεν κυρωθεῖσα, ἐκτριβῆναι καὶ γυμνωθῆναι τὰς πόλεις χρημάτων καὶ δόξης καὶ τάξεως ἐκ τῆς ἐμφυλίου ταυτησὶ στάσεως.
(Ε.) Τῆς γε μὴν ἐμφυλίου μάχης καὶ ἀλλοφύλου τὸ ἐξαλλάττον καὶ ὑπερέχον ὁ Καντακουζηνὸς ἐξετάζων τὴν μὲν παροξυσμῷ καὶ πυρετῷ, τὴν δὲ θέρμῃ τε θέρους καὶ ψύξει χειμῶνος ἔλεγεν ἐοικέναι· καὶ εἶναι τὸ ὑπερέχον θατέρου πρὸς θάτερον μάλα πολύ. τὴν μὲν γὰρ ἔξωθεν ψύξιν εἶναι καὶ προσθήκαις ἐνδυμάτων ἰᾶσθαι καὶ πυρὸς εὐπορίᾳ· καὶ αὖ τὴν ἔξωθεν ἐπεισόδιον θέρμην ἐνδυμάτων τε ὑφαιρέσεσι καὶ ἀνέμων πνοαῖς· τοὺς δ' ἔνδοθεν τικτομένους πυρετοὺς ἐξ ἐγκάτων δύσμαχον εἶναι καὶ μάλα ἀνανταγώνιστον χρῆμα.
(Στ .) Οἱ δὲ διὰ τὸν Καντακουζηνὸν ἐξόριστοι καὶ δεσμῶται, καὶ ὅσοι λεληθότως ἐν ταῖς πόλεσι τὰ ἐκείνου διετέλουν φρονοῦντες, μετέωροι ταῖς ἐλπίσιν ἦσαν ἔαρος ἐπισείοντος, εὐμενῆ καταστήσεσθαί σφισι τὴν τύχην. ἀλλ' ἄρα ἦσαν μάταια τὰ τῶν ἐλπίδων. ὡς γὰρ ἐπὶ μανδραβόλου τὰ ἐκείνου διηνεκῶς ἐχώρει.

ιεʹ. Ἐπανακτέον δὲ βραχὺ τὴν διήγησιν, ἵνα σαφέστερα γένοιτο τοῖς ἀκούουσι τὰ ἑξῆς. Θεσσαλονίκης μὲν γὰρ, καὶ τῶν πέριξ ἄχρι Στρυμόνος τοῦ ποταμοῦ πόλεων, ἦν ἐπίτροπος ὁ πρωτοστράτωρ Θεόδωρος ὁ Συναδηνός· τῆς δὲ τῶν Σεῤῥῶν πόλεως, καὶ τῶν ἄχρι Χριστουπόλεως πολιχνίων, ὁ τοῦ θανόντος βασιλέως ἐξάδελφος, Γὴμ ὁ Ἀρμένιος· ὃς πρὸ τεττάρων καὶ εἴκοσιν ἐτῶν μετάπεμπτος γεγονὼς ἐξ Ἀρμενίας εἰς Βυζάντιον ὑπὸ τῆς τοῦ πατρὸς ἀδελφῆς, τῆς βασιλίδος δηλαδὴ καὶ μητρὸς Ἀνδρονίκου τοῦ βασιλέως, συνεζύγη τῇ τοῦ Καντακουζηνοῦ ἐξαδέλφῃ, καὶ πολὺν αὐτῇ συνοικήσας χρόνον ἄπαις διέμεινε· θανούσης δ' ἐκείνης, συνεζύγη τῇ τοῦ Συργιάννου θυγατρὶ, ἐξ ἧς καὶ παίδων ἐγεγόνει πατήρ. ἦν δ' ἀεὶ τῇ πατρίῳ τῶν Ἀρμενίων θρησκείᾳ χρώμενος.
(Β.) Οὗτος οὖν ἕρμαιον τὴν τοῦ καιροῦ καὶ πραγμάτων σύγχυσιν εὑρηκὼς καὶ λημμάτων πρόφασιν κατέσχε τὰ ἐκεῖ τοῦ Καντακουζηνοῦ χωρία τε καὶ τὰς προσόδους, καὶ ζεύγη μυρία βοῶν, καὶ παντοίων ἄλλων ἀγέλας κτηνῶν, καὶ πάντα ἐξαργυρώσας πλεῖστα χρημάτων ἐκαρποῦτο βαλάντια. πάντας δὲ τοὺς ὑπὸ τὴν ἐπιτροπὴν αὐτοῦ πλουσίους αἰτίαις καθυποβάλλων, ὡς εἶεν ὁμόφρονες δήπου τῷ Καντακουζηνῷ, αὐτοὺς μὲν ἐν φρουραῖς εἶχε· τὰς δὲ σφῶν οὐσίας ἤθροιζεν ὅλαις χερσὶν αὐτὸς ἑαυτῷ. πάντα μὲν τοίνυν ὁπόσα ὁ χρόνος ἐκεῖνος ἔτεκε τὰ δεινὰ, ῥᾴδιον οὐκ ἂν εἴη διεξιέναι. ἔνια δ' ἐν τοῖς λέγεσθαι μέλλουσιν ἄλλα ἄλλοθι κατασπειρόντων ἡμῶν, ἐξέσται δήπου καὶ τῶν λειπομένων ἐντεῦθεν τοῖς βουλομένοις καταστοχάζεσθαι.
(Γ.) Προειληφέναι μέντοι καὶ προηγήσασθαι τῶν τοιούτων συνεπεπτώκει σημεῖα κακῶν τά τε ἄλλα καὶ ἐπισκότησιν ἡλίου καὶ ἅμα σελήνης πρό γε αὐτῆς μάλα τοι σφόδρα μεγίστην, περὶ ζώδιον ἓν ἀμφοτέρας φημὶ τὸν τοξότην· καὶ πρὶν ὅλον ἑξαμηνιαῖον ἐξήκειν χρόνον ἐς τἀκριβὲς, ἑτέραν αὖθις συνεπεπτώκει γενέσθαι σελήνης ἔκλειψιν, περὶ τὸν ταῦρον γενομένου σαφῶς τοῦ ἡλίου, ἥττω μὲν ἐκείνης, δακτύλων δ' οὖν ˉιˉδ καὶ αὐτήν. ἔκ τε οὖν τούτου, καὶ αὖ ἐκ τῶν περὶ τὰ τῶν φωστήρων πάθη φανέντων χρωμάτων, μεγάλων προαναφώνησις τοῖς βαθύτερον βλέπουσιν ἐγεγόνει δεινῶν.
(Δ.) Δεύτερον δὲ, τὸ τῆς δενδροτομίας. περὶ γὰρ τὸν ὑδροχόον, εὐθὺς μετὰ τὸν αἰγοκέρων, τοῦ ἡλίου γενομένου, νύκτωρ ἁπάσης ἀνέμων σιωπησάσης πνοῆς, κατεῤῥάγη πλῆθος χιόνος οὐ φορητόν· ὑφ' οὗ καταβαρυνθέντα τὰ τῆς βασιλευούσης τῶν πόλεων ἅπαντα δένδρα, καὶ ὅσα τῶν προαστείων αὐτῆς, τοσαύτην τὴν πτῶσιν ὑπέστησαν, ὥσθ' ἡμέρας γενομένης, καὶ τὸ νυκτερινὸν ἑρμηνευσάσης δεινὸν, ἰδεῖν ξένον θέαμα, κλάδου παντὸς ἀπωρφανισμένα τὰ μέσα τῶν δένδρων καὶ σκόλοψί τισιν ἐοικότα καὶ ξύλοις νεκροῖς.

ιʹ. Ἐπεὶ δὲ καὶ περὶ τῆς βασιλίδος Εἰρήνης τῆς Καντακουζηνῆς, καὶ τῶν δυοῖν αὐτῆς ἀδελφῶν, πολὺς ἡμῖν ἔσται προϊοῦσιν ὁ λόγος, τὰ μέγιστα ταῖς παρούσαις συμβαλλομένων τύχαις τοῦ χρόνου καὶ ὑποθέσεσιν, ἐς τὸ πρότερον ἴχνος τοῦ λόγου φέρε ἐπανακάμψωμεν. εἶχε γὰρ δεσμίους αὐτοὺς τὸ πλησίον ὄρους Ῥοδόπης φρούριον τῆς τῶν Αὐδήρων μονῆς ἐκ πολλοῦ, κελεύσει τοῦ βασιλέως Ἀνδρονίκου τοῦ νέου, ἐπ' ἐγκλήματι καθοσιώσεως. ἄρτι δὲ Καντακουζηνοῦ τοῦ βασιλέως ἐν Διδυμοτείχῳ τὰ ἐρυθρὰ ὑποδησαμένου πέδιλα, καὶ τῆς πολεμίας χειρὸς ἑκατέρωθεν παρασκευαζομένης, ἔρις ἐγένετο περὶ σφῶν, ὁποτέρῳ μέρει προτέρῳ γένοιτ' ἂν τῆς εἱρκτῆς ἐξελόντι συμμάχους ἔχειν κατὰ θατέρου κρατίστους.
(Β.) Πολλῶν τοιγαροῦν μεταξὺ γενομένων δρόμων καὶ λόγων, καὶ δεδιότων ἐκείνων, μὴ δεσμῶν ἀλλάξωνται δεσμὰ, κουφοτέρων ἴσως δεινότερα, καὶ μηδετέρῳ βεβαίως ἐχόντων μέρει θαῤῥεῖν, ἡ βασιλὶς Εἰρήνη, πολλὴν πλουτοῦσα τὴν σύνεσιν καὶ ἀγχίνοιαν καὶ τοσούτῳ νικῶσα τῇ τῶν φρενῶν ἐν ταῖς βουλαῖς ὀξύτητι, ὅσον ἐν γυναιξὶ τῷ κράτει τῆς γνώσεως καὶ τῇ τῶν ἠθῶν ἁρμονίᾳ, πάντα καλῶς τὴν ταχίστην διέθετο. φρόνημα γὰρ αὐτοφυές τε καὶ αὐτοχάλκευτον εἰπεῖν κεκτημένη ἔμπρακτον παρεῖχε τῷ συζύγῳ καὶ βασιλεῖ καὶ μεγίστην ἐν τοιαύταις γενομένῳ ταῖς περιστάσεσι τὴν ἐπικουρίαν· καὶ εἰ μὴ τὸ πᾶν αὐτῷ τῆς βασιλείας αὕτη κεχάρισται κράτος, ἀλλ' οὖν καὶ μάλα δήπου σφόδρα γε τὸ πλεῖστον μέρος· νῦν μὲν λόγοις ἐπαγωγοῖς ἀναζωπυροῦσα πεπτωκότα φρονήματα τῶν ἀμφὶ τὸν βασιλέα συγγενῶν καὶ φίλων ἀληθῶν· νῦν δ' ἀφθόνῳ χειρὶ τὸν ἐν ἐξορίᾳ συνέκδημον αὐτοῖς γεγονότα προϊεμένη πλοῦτον, ἢ μᾶλλον τὰ τῶν μεγάλων ἐκείνων πλούτων περιλειφθέντα λείψανα, καθὰ προϊοῦσιν ἡμῖν ἐναργέστερον πάντα λελέξεται· νῦν δ' οὖν ἁπάσῃ δραμοῦσα σπουδῇ, καὶ δι' ἑαυτῆς αὐτὴ βεβαίας παρασχομένη τοῖς ἀδελφοῖς τὰς ἐγγύας, τάχιστα ἐπανῆκε, μεθ' ἑαυτῆς αὐτοὺς τῷ συζύγῳ βασιλεῖ μάλα καθ' ὥραν προσαγαγοῦσα, γνησίους καὶ ἀσφαλεῖς ἐπικούρους.
(Γ.) Ἐπεὶ δ' ἐκ Συναδηνοῦ, ὃς τηνικαῦτα Θεσσαλονίκης ἐπετρόπευε, γράμματα ἐφοίτα συχνὰ, διεγείροντα τὴν ταχίστην αὐτὸν διαβάντα ἐς Μακεδονίαν ἐγκρατῆ Θεσσαλονίκης ἐκ τοῦ ῥᾴστου γενέσθαι· εἶναι γὰρ παρεσκευασμένον ἐξ ἐκείνου τουτὶ λαθραίαις σπουδαῖς ἐκ πολλοῦ· διὰ δὴ ταῦτα καὶ ἄσμενος, τὴν Διδυμοτείχου ἐπιτροπὴν παραδοὺς Εἰρήνῃ τῇ συζύγῳ καὶ βασιλίδι σὺν τἀδελφῷ Μανουὴλ τῷ Ἀσὰν, ἀφίκετ' εὐθὺς καὶ ὠχύρου τὸ φρούριον, ὃ Πολύστυλον ὀνομαζόμενον πάλαι πρὸς θάλατταν νῦν αὐτὸς ἐξ οἰκείας δαπάνης συνεστήσατο παρὰ τὰς τοῦ Νέστου ἐκβολάς· ὃς ποταμῶν τῶν ἐν Θρᾴκῃ μέγιστος ἐκ τῶν τοῦ Αἵμου ὀρῶν ῥηγνύμενος ἀποπτύει τὸ ῥεῖθρον ἐς τὰ τοῦ Αἰγαίου πελάγους κράσπεδα.
(Δ.) Ἄρτι δ' εἰς πέρας ἥκοντες τῆς οἰκοδομίας, ἀφικνεῖσθαι πλησίον ἤμελλε καὶ Χρέλης ὁ Τριβαλλός· ὃς πρὶν ὑφ' ἡγεμόνι τελῶν τῷ τῶν Τριβαλλῶν ῥηγὶ, δι' αἰτίας οἱασδήτινας τὰ δεσμὰ τῆς ὑποταγῆς ῥήξας, οἰκείαν κατέστησεν ἀρχὴν ἑαυτῷ Στρουμμίτζαν, ὑπερνέφελον φρούριον, καὶ ὁπόσα περὶ Στρυμόνα τὸν ποταμὸν ἄχρι καὶ ἐς Ἀμφίπολίν ἐστι χωρία. διὰ γὰρ τὴν τῶν Ῥωμαίων ἐμφύλιον στάσιν κολακευόμενος ὑπ' ἀμφοῖν τοῖν μεροῖν, φοβερός τις καὶ πάνυ τοι δυσεπιχείρητος τῷ Κράλῃ Σερβίας ἐγίνετο· καὶ ἦν οὑτωσί πως ἀπολαύων τοῦ χρόνου, κἀν τοῖς τῶν ἄλλων δυστυχήμασιν αὐτὸς εὐτυχῶν, κἀκ τῆς τῶν γειτόνων δυσπραγίας ἰδίαν εὐδαιμονίαν καρπούμενος. συννοῶν δ' ὅμως ἔτι καὶ οὐ μάλα ἀνύποπτον τὴν εἰς τοὔμπροσθεν βασιλικὴν εὔκλειαν ποιούμενος τοῦ Καντακουζηνοῦ, φίλος εἶναι καὶ σύμμαχος αὐτῷ διετείνετο. ὅθεν καὶ ἐπειδὴ μιμησάμενοι τοὺς ἐν Θερμοπύλαις τριακοσίους ἐκ τῆς Σπάρτης, τὴν τοῦ Ξέρξου πάλαι παραφυλάττοντας δίοδον, προκατειλήφεσαν οἱ τοῖς Βυζαντίοις προσκείμενοι τὰ περὶ τὴν Χριστούπολιν στενὰ, καὶ σὺν ἐπιμελείᾳ μὴ πάνυ τοι ἐῤῥᾳθυμημένῃ καθήμενοι παρεφύλαττον νύκτωρ ἅμα καὶ μεθ' ἡμέραν, ὡς ἄβατον ἐντεῦθεν τῷ βασιλικῷ τοῦ Καντακουζηνοῦ στρατῷ γίνεσθαι, διαμηνυθεὶς καὶ ὁ Χρέλης ἧκε Χριστουπόλεως ἔγγιστα, χεῖρα στρατιωτικὴν ἐπαγόμενος οὐ μικρὰν, συνεργήσων τε καὶ, τό γε εἰς δύναμιν ἧκον, ῥᾳδίαν ποιήσων ὁπώσποτε τῷ βασιλεῖ τὴν ἐς Θεσσαλονίκην πάροδον.
(Ε.) Τούτων δ' οὕτως ἐχόντων, οἱ μὲν ἐναπολειφθέντες ἦσαν ἐν Διδυμοτείχῳ μετὰ τῆς βασιλίδος Εἰρήνης καὶ τἀδελφοῦ Μανουὴλ τοῦ Ἀσὰν ἔνοπλοι στρατιῶται καὶ ἱππεῖς πλέον ἢ πεντακόσιοι· στρατηγοὶ δὲ δύο μὲν, Μανουήλ τε ὁ Ταρχανειώτης, τῶν συγγενῶν ὑπάρχων τις τῷ βασιλεῖ, καὶ Γεώργιος ὁ Φακρασῆς· καὶ μετ' αὐτοὺς ἕτεροι δύο. ὧν ἁπάντων τὴν καρτερίαν, καὶ τὴν περὶ τὰς ἐνοπλίους μάχας ἀνδρίαν καὶ ἐμπειρίαν, ἡ τῶν καθ' ἕκαστα πράξεων μαρτυρία προϊόντος τοῦ λόγου δείξει σαφέστατα. οὕς γε μὴν ὁ βασιλεὺς ἑπομένους εἶχε, πρὸς ἣν ἀφηγεῖσθαι μέλλομεν ὑπερόριον ἐκστρατείαν, ἦσαν πλὴν τῶν ὅσοι τόξοις ἅμα καὶ σφενδόναις καὶ τοιούτοις ἑκηβόλοις ἐχρῶντο βέλεσι, τῶν μὲν λογάδων ἱππέων οὐχ ἥττους ἢ δισχίλιοι· τῶν δὲ συγγενῶν, καὶ τῶν ἄλλως εὐγενῶν ἀνδρῶν, καὶ ἅμα ὁπόσοι τῆς σφῶν θεραπείας ἦσαν, ἐς τὸ ἔγγιστα τῶν πεντακοσίων ἀνῆγον τὸν ἀριθμόν. ὧν ἔκκριτοι πάντων ὑπῆρχον μάλιστα οἵ τε δύο τοῦ βασιλέως υἱεῖς, Ματθαῖος καὶ Μανουήλ· καὶ μετ' αὐτοὺς ὅ,τε τῆς βασιλίδος Εἰρήνης ἀδελφὸς Ἰωάννης ὁ Ἀσὰν καὶ ὁ τοῦ βασιλέως πρωτεξάδελφος Ἰωάννης ὁἌγγελος. ὧν ἁπάντων τὴν ἐν τοῖς δεινοῖς μεγαλοψυχίαν, καὶ ὁπόσα χειρὸς καὶ γνώμης ἐνεδείξαντο μεγαλοφυοῦς ἔργα καὶ τρόπαια, ἐν τοῖς καθήκουσι τόποις προβαίνων ὁ λόγος δηλώσει καθ' ἕκαστα.
https://byzantium.gr/

ΛΟΓΟΣ ΙΓ’.

αʹ. Λήγοντος δ' ἤδη τοῦ ἔαρος, ἄρας ὁ βασιλεὺς Καντακουζηνὸς ἐκ τῶν τοῦ Νέστου ποταμοῦ ἐκβολῶν, κἀξ εὐωνύμων ἀφεὶς τοὺς τὰ στενὰ τῆς Χριστουπόλεως παραφυλάττοντας, διὰ τῆς ἄκρας τοῦ ὄρους τὰς οἰκείας διεβίβασε δυνάμεις· μακροτέρᾳ μὲν καὶ ἐπιπόνῳ χρησάμενος τῇ πορείᾳ διὰ τὰς δυσχωρίας τῶν τε πετρῶν καὶ φαράγγων καὶ τῶν ἐκ τῆς λόχμης ἐκείνης δένδρων καὶ ἀκανθῶν· διεβίβασε δ' οὖν, καὶ κατεστρατοπέδευσε περίπου τὰ ἱππήλατα τῶν Φιλίππων, ἔνθα πάλαι Βροῦτος καὶ Κάσσιος ἐπολέμησαν Ὀκταβίῳ Καίσαρι.
(Β.) Διαναπαύοντι δ' αὐτόθι τὴν στρατιὰν προσῆλθεν αὐτῷ καὶ ὁ Χρέλης, ἐγγυώμενος πάντα οἱ τὰ κατὰ βούλησιν ἄσμενος ἐκτελεῖν. ὁ δὲ φίλον μὲν ἔχειν αὐτὸν ἔλεγε βούλεσθαι· τῆς μέντοι συμμαχίας αὐτῆς χρείαν ἥκιστα ἔχειν ἐν τῷ παρόντι. ξυνενόει γὰρ αὐτὸν γλώττῃ μὲν ὁμολογεῖν αὐτῷ φιλίαν διὰ τὸν ἐνεστῶτα φόβον τῶν ὅπλων· τὴν δὲ γνώμην εἶναι μετέωρον καὶ καραδοκοῦντα σαφῆ καὶ αὐτοδίδακτα τῆς μάχης ὄψεσθαι τὰ τέλη. ὅθεν λόγοις καὶ αὐτὸς χρησάμενος πρὸς αὐτὸν φιλίαν μακρὰν ἐπαγγελλομένοις, ἐπὶ πολλαῖς τε δεξιωσάμενος ταῖς ἡμέραις, εἶτα ἀπέλυσε χαίροντά τε καὶ γείτονα χρηστὸν τοῦ λοιποῦ καὶ αὐτὸν ἐπαγγελλόμενον εἶναι.
(Γ.) Αὐτὸς δὲ μικρὸν ἐκεῖθεν προβὰς εἷλε καθ' ὁμολογίαν φρούριον Ῥεντίναν καλούμενον. δέον δ' ὀλίγων ἐντὸς ἡμερῶν ἀπιόντα περιστρατοπεδεῦσαι τὰ τῆς Θεσσαλονίκης τείχη, καὶ περικροτῆσαι τῷ πλήθει τῶν ὅπλων καὶ τῇ ῥώμῃ τῶν ἀνδρῶν, καὶ ἐπιῤῥῶσαι μὲν τὸν ταύτης ἐπιτροπεύοντα τέως Συναδηνὸν, καὶ ὅσοι τούτῳ ταὐτὰ σπουδάζοντες ἦσαν ὑπὲρ αὐτοῦ, καταπλῆξαι δ' ἐκ τοῦ αἰφνιδίου τοὺς τἀναντία κατ' αὐτοῦ φρονοῦντας· ὁ δ' ἡμέραν ἐξ ἡμέρας παρακρουόμενος ἔτριβε τὸν χρόνον ἐνταῦθα καθήμενος, οὐ στρατιωτικὸν, ἀλλ' ἴδιον τρόπον αὐτοῦ καὶ συνήθη κἀνταῦθα τελῶν. μηδὲ γὰρ ἐθέλων ὅλως ὁμόφυλον αἷμα χεόμενον τοῖς οἰκείοις θεάσασθαι ὀφθαλμοῖς ἀναίμακτον ἐζήτει στῆσαι τρόπαιον. διὸ καὶ περιμένων ἐκάθητο τὴν τῶν Θεσσαλονικέων ἴσως διὰ φόβον ἑκούσιον καὶ ὑπόσπονδον προδοσίαν. μεταξὺ δ' ὅμως εἷλε καθ' ὁμολογίαν καὶ τὸ Μελενίκου πάνυ τοι ἐχυρὸν καὶ δύσμαχον φρούριον, Βυζαντίοις πάλαι προσκείμενον· καὶ τὸν τῆς βασιλίδος Εἰρήνης ἀδελφὸν Ἰωάννην ἐπίτροπον αὐτοῦ καταλελοιπὼς διὰ μελέτης ἤδη πεποίηται τὰς δυνάμεις ἄγειν ἐπὶ Θεσσαλονίκην.
(Δ.) Ἀλλ' ἡ τοῦ χρόνου ταχίστη φορὰ βραδυτῆτα πραγμάτων οὐκ οἶδε φιλεῖν. ἐμοὶ γὰρ τῶν ζωγράφων ἐκείνους πολλάκις ἐπῄει θαυμάζειν, καὶ τῶν ἀνδριαντοποιῶν ὁπόσοι τῆς χρονικῆς περιόδου τὸ τάχος μιμεῖσθαι διὰ τῆς τέχνης ἐθέλοντες ἄνδρα ποιοῦσιν ὀπισθοφάλακρον μὲν ὡς ἐπίπαν, οὐ πάνυ δ' ἀναφαλαντίαν, ἀλλὰ μέτωπον προϊσχόμενον λάσιον καὶ κόμην ἐκεῖθεν μακρὰν καθειμένον. τἄλλα γὰρ ὄντες σοφοὶ μόνης λείπονται φωνῆς ἐνταῦθα· καὶ ταύτην δὴ ταῖς τῶν χρωμάτων ἥκιστα μιμεῖσθαι δύνανται βαφαῖς· ὅθεν σιγῶσαν οὑτωσί πως ἱστᾶσι νομοθεσίας εἰκόνα, καὶ ἀνεκλάλητον κήρυκα πᾶσιν ἀεὶ διανέμουσιν, οἷς ἐῤῥᾳθυμημένον τὸν βίον ἀνύειν οὐκ ἔστιν αἰδὼς, μονονουχὶ βοῶντες, ὡς κατόπιν ἰοῦσι τριχῶν οὐ παρέξει λαβὴν ὁ Καιρὸς, ἀλλ' ὄλισθον καὶ ἀποτυχίαν τοῦ ποθουμένου μακρὰν, τῆς ἐμπροσθίας ἤδη τοῦ χρόνου λαβῆς παρεῤῥυηκυίας καὶ ὅλως ἀπηγορευκυίας ἅπαν τὸ ἁμιλλώμενον.
(Ε.) Κἀνταῦθα τοίνυν οὑτωσὶ τῆς βραδυτῆτος ἐκείνης ἐκτεινομένης, ὑπωπτεύθη μὲν ὁ Συναδηνὸς τὰ βασιλέως φρονῶν· ὑπωπτεύθησαν δ' οἱ περὶ αὐτὸν ἅπαντες στρατιῶται, καὶ ὅσον τῆς Θεσσαλονίκης τὸ ἔκκριτον, καὶ κινεῖται κατ' αὐτῶν ὁ δῆμος ῥαγδαίως, καὶ γίνεται φόνος συχνὸς ἐξ ὁμοφύλων ξιφῶν ἐν εὐανδρούσῃ καὶ πολυανθρώπῳ πόλει. καὶ τάχ' ἂν αὐτός τε ἐφθείρετο ὁ Συναδηνὸς καὶ σύν γε αὐτῷ πάντες οἱ ταὐτὰ φρονοῦντες αὐτῷ, εἰ μὴ τῶν τῆς πόλεως μίαν καθελόντες πυλῶν εἰς τὸ πρὸ τῆς πόλεως καταπεφεύγεσαν φρούριον, ὃ Γυναικόκαστρον μὲν πρὸς τῶν ἐγχωρίων καλεῖται, ἀπέχει δὲ Θεσσαλονίκης σταδίους διακοσίους.
(Στ.) Καὶ ἦν τὸ τῆς ὥρας τηνικαῦτα περὶ τὰς τοῦ θέρους ἀρχάς. ἧκε δ' εὐθὺς ἐκ Σεῤῥῶν καὶ ὁ Ἀρμένιος Γὴμ ἐς Θεσσαλονίκην, πολλὴν ἐπαγόμενος δύναμιν στρατιωτικὴν, καὶ ἀνεῤῥώννυεν ὅσον εἰκὸς τὸ τῆς πόλεως φρόνημα, κατενηνεγμένον ὑπὸ τῶν αὐτῇ περιστάντων κινδύνων. τούτων δ' οὕτως ἐχόντων, κατέπλευσε καὶ ὁ ναυτικὸς ἐκ Βυζαντίου στόλος παρὰ τὸ τῶν Θεσσαλονικέων ἐπίνειον, ναύαρχον ἔχων Ἀλέξιον τὸν Ἀπόκαυκον καὶ πλέον ἢ πεντήκοντα τριηρῶν ὅπλα καὶ δύναμιν, ὥσπερ ἐξ αὐτομάτου συμπεπτωκότων οὑτωσὶ τῶν πραγμάτων ἐπ' εὐδαιμονίᾳ Θεσσαλονίκης.
(Ζ.) Ἄρας δ' ἐκ τῆς στρατοπεδείας ἐκείνης ἤδη καὶ ὁ βασιλεὺς ἧκε παρὰ τὸ Γυναικόκαστρον, καὶ ἥνωται τῷ τε Συναδηνῷ καὶ τοῖς ἀμφ' αὐτὸν φυγάσι τῶν Θεσσαλονικέων στρατιωτῶν. κοινολογησαμένων δὲ πρὸς ἀλλήλους ὁπόσα εἰκὸς, ἐπειδὴ ἐμεμαθήκει τὸ τελευταῖον ὁ Συναδηνὸς, σκεύη μέν τινα χρυσᾶ τε καὶ ἀργυρᾶ, λίθοις καὶ μαργάροις ὁμοῦ περιηνθισμένα, ἐπιφερόμενον τὸν βασιλέα, χρημάτων δ' οὐδὲν, ὁπόσα στρατιώταις εἰσὶν ἐφόδια πρόχειρα πρὸς διανομὴν καὶ λῆψιν τῶν ἐπιτηδείων, πρύμναν τε ἐκρούσατο καὶ τὴν γνώμην εὐθὺς μετέθετο, ἐς ἀπόγνωσιν τὸν οἰκεῖον πίπτοντα βλέπων στρατὸν ὑπ' ἐνδείας τῶν ἀναγκαίων, καὶ ἅμα γραφαῖς καὶ χρημάτων καὶ τιμῶν ὑποσχέσεσιν ἐνδιδόντας, ὁπόσαι λάθρα καὶ συχνὰ πρὸς τοῦ Ἀποκαύκου σφίσιν ἐπέμποντο. καὶ ἦν καιροφυλακῶν ἐξ ἐκείνου καὶ ὥραν ζητῶν, ἐν ᾗ ἂν ῥᾷστα συνειληφὼς αὐτὸν δέσμιον παραδοίη τῷ Ἀποκαύκῳ. οὕτως ἀμφιῤῥεπὴς καὶ ἄστατος ἦν τὴν γνώμην ἀεί.

βʹ. Θέρους μὲν οὖν ἐνειστήκει καιρὸς, καὶ ὁ Συναδηνὸς Θεόδωρος ἐπιβουλεύων πεφώραται· καὶ ἅμα θόρυβος ἀνὰ πᾶν τὸ τοῦ βασιλέως στρατόπεδον ἦν, καὶ ὑποψίαι καὶ ἁρπαγαὶ κατ' ἀλλήλων καὶ δι' ἀλλήλων, καὶ ἀτέκμαρτος ἀκοσμία. ἤδη γὰρ καὶ ἡ τῆς τοῦ Ἀποκαύκου στρατιᾶς παρεδείκνυτο ἔφοδος. καὶ τάχ' ἂν πρόχειρος τοῦτο ἦν ᾅδης τῷ βασιλεῖ τηνικαῦτα καὶ τελευταῖος ἥλιος, εἰ μὴ τοῦ προφανοῦς αὐτὸν ὑπὲρ ἐλπίδα πᾶσαν ὁ θεὸς ἐξείλετο κινδύνου. τοῦτον γὰρ ἐκ μέσης ψυχῆς ἐπικαλεσάμενος, καὶ ἅμα θαῤῥεῖν ἑαυτῷ παρακαλεσάμενος, τὸ ἀνακλητικὸν τὰς σάλπιγγας ἐκέλευσεν ἀνακρούσασθαι· καὶ συνέῤῥει τὸ στρατιωτικὸν περὶ αὐτὸν εὐθὺς, ὅσοι μὴ δι' ἀσθένειαν λωποδύταις ἄλλοι ἄλλοις ἐν τοσαύτῃ περιπεσόντες συγχύσει γυμνοὶ διεσπάρησαν ἄλλοι ἄλλοσε.
(Β.) Ἐπεί γε μὴν ὁ βασιλεὺς ἐθεᾶτο περὶ αὐτὸν τῆς δυνάμεως τό,τε πλεῖστον καὶ βέλτιστον ἀθροιζόμενον, εἰς τάξεις διῄρει καὶ φάλαγγας, καὶ διέταττεν εἴς τε τὸ δεξιὸν καὶ τὸ εὐώνυμον κέρας· τὰ μέσα τῆς φάλαγγος οὐ τοσοῦτον εἰς βάθος, ὅσον εἰς μῆκος ἐκτείνων λεπτότερον, διὰ τὴν ὀλιγανδρίαν· καὶ τούτοις ἐπιστήσας στρατηγοὺς Ἰωάννην τὸν Ἄγγελον, καὶ ὅσοι αὐτῷ παραπλήσιοι τήν τε πολέμιον πεῖραν καὶ τὴν τοῦ γένους ἦσαν ἐγγύτητα, τὴν τῶν ἐναντίων ἵστατο περιμένων ἔφοδον. ἀντιπαρετάττετο μὲν γὰρ ἐκ θατέρου καὶ ὁ Ἀπόκαυκος. εἰς χεῖρας δ' ὁμόσε ἰέναι σφίσιν οὐ μάλα ἐτόλμα, τοὺς περὶ τὸν βασιλέα βλέπων ὁπλίτας πολὺν τὸν ἐν τῇ μάχῃ θυμὸν πνέοντας καὶ ἅμα τὴν ψυχὴν ἐξ ἀπογνώσεως ἑτοίμως ἔχοντας ἀφιέναι.
(Γ.) Ὅθεν ἠρέμα συστραφεὶς ἀπῄει συντεταγμένος τὴν ἐπὶ Τριβαλλοὺς ὁ βασιλεὺς, τοῦ προδήλου κακοῦ τὸ ἀμφισβητούμενον προελόμενος. τῶν γὰρ ἀλλοφύλων ἐνίοις ἴσμεν πολλάκις τὴν ἐκ περιστάσεως ἑκούσιον καταφυγὴν δυσωπητικωτέραν πως γινομένην πρὸς οἶκτον, νέμεσιν ἴσως δεδιόσι δήπου θειοτέραν καὶ ἀνθρωπίνην αἰδῶ· ἣ φύσιν ἀπόῤῥητον ἔχει τινὰ, πείθειν τοὺς πλείστους ὁπώσποτε δυναμένην, τοὺς προηυτυχηκότας οἰκτείρειν, ὅταν ὁ βίος αὐτοῖς ἐς τἀναντία χωρήσῃ, καὶ μὴ ἐν τῷ φθονουμένῳ τῆς τύχης ἀσαλεύτους ἔχῃ τὰς ἁβρὰς κρηπῖδας. τὸ δ' ὁμόφυλον, ἅπαξ τοῦ εἰκότος ἀποῤῥαγὲν, ἀνήκεστον ὡς τὰ πολλὰ καθίσταται πρὸς ὀργὴν καὶ χύσιν αἵματος συγγενοῦς.
(Δ.) Σπουδῇ τοίνυν τὴν πρόσω διαβὰς πορείαν ἐκεῖ που περὶ τοὺς ὅρους, οὓς ἡ κακοπραγία Ῥωμαίων ἀφελομένη παρέσχετο Τριβαλλοῖς, τὴν νύκτα πᾶσαν ηὐλίσατο, ἐκεῖνο τὸ Λεωνίδου τοῦ Σπαρτιάτου, τοῦ ἐν Θερμοπύλαις, πρὸς τοὺς οἰκείους ἀντιστρόφως φθεγξάμενος· «δεῦτε δειπνήσωμεν, ἵνα ἐν ᾅδου ἀριστήσωμεν». τῇ γε μὴν ὑστεραίᾳ πέμπει τοὺς τὸν Κράλην Σερβίας τὴν ταχίστην διδάξοντας τῆς συμπεσούσης τύχης τὴν τραγῳδίαν καὶ πρὸς οἶκτον κινήσοντας ὅσον εἰκὸς, ἀναμνησθέντα τοῦ τῶν ἀνθρωπίνων πραγμάτων ἀπίστου καὶ ἀβεβαίου· καὶ ὡς ἀδήλους καὶ ἥκιστα ὡρισμένας ἔχει ταυτὶ τὰς ἐφόδους καθ' ὧν πορεύεται· καὶ ὡς χρὴ περὶ τῶν κακοπραγούντων ὁπώσποτε βούλεσθαι τοὺς εὐπραγοῦντας ἀεὶ τὰ προσηνῆ καὶ χρηστὰ, δεδιότας τοὺς ἀφανεῖς τοξότας τῆς τύχης καὶ τὰς τῶν ἄλλοτ' ἄλλως ἐρχομένων συμφορῶν λαβυρίνθους, τῶν πραγμάτων ἀεὶ συμφυὲς τὸ ἀπροσδόκητον πέρας μᾶλλον ἐχόντων, ἢ τὸ προσδοκώμενον, καὶ τὸ ἀτυχὲς μᾶλλον ἢ τὸ ἐπιτυχές. ἀλλά τις τῶν ἄγχιστα Ῥωμαίοις τὴν δίαιταν ποιουμένων ἐκεῖ Τριβαλλῶν, προλοχίσας τινὰς τῶν οἰκείων παρὰ τὴν ὁδὸν, χειροῦται τοὺς πρέσβεις, καὶ σφᾶς τὴν ταχίστην κομίζει τῷ Ἀποκαύκῳ δῶρον ποθούμενον· καὶ στοργὴν ὁμοῦ καὶ φιλοφροσύνην πολλὴν εὑρηκὼς διὰ τοῦτο μετατίθησιν εὐθὺς καὶ σχῆμα καὶ δίαιταν ἐκεῖνος ἐκ Τριβαλλῶν ἐς τὰ τῶν Ῥωμαίων ἤθη.
(Ε.) Τούτου δ' οὕτως συνενεχθέντος, ἦν τις τῶν ἐνδόξων Τριβαλλῶν, τῆς χώρας ἡγεμονεύων καὶ ἄκρας ἐκείνης, Λιβέριος ὄνομα. τούτῳ φιλία τις ἦν ἐκ παλαιοῦ πρὸς βασιλέα· ἧς ὁ βασιλεὺς ἐπὶ καιροῦ νῦν εἰς ἀνάμνησιν ἰὼν ἔπεμψεν εὐθὺς αὐτῷ δεξιὰν καὶ λόγους, ὁποίους καὶ ὅσους ἡ χρεία καὶ ὁ καιρὸς ἀπῄτει· καὶ ἅμα συνταξάμενος ὥδευε τὴν ἐπὶ τὸν Κράλην Σερβίας, ὁπλίτην τε ἐπαγόμενος τὸν οἰκεῖον στρατὸν, θεῷ δὲ καὶ ἀδήλοις ἐλπίσι τὰ κατ' αὐτὸν ἐπιτρέψας. πολὺς γὰρ αὐτῷ πανταχόθεν ἐπήρτητο τοῦ συρφετώδους ὄχλου καὶ ἀγροικικοῦ, λάθρα καὶ λαμπρῶς ἐπιτιθεμένων ἄλλοθεν ἄλλων, κατὰ διαστήματά τε καὶ συστήματα, καὶ τὴν οὐραγίαν ἀκρωτηριάζειν πειρωμένων καὶ τῶν σκευοφόρων ἔνια διαρπάζειν. τὰ πλεῖστα γὰρ τολμῶσι (φάναι) γίνεται δεινὰ, Ὅταν δι' ἐχθρᾶς ποὺς ἀμείβηται χθονός.
(Στ.) Ἀλλὰ πρὶν ἡμέρας ὅλης ὁδὸν ἀνύσαι, σπεύσας ὁ Λιβέριος ὑπήντησεν αὐτῷ παρὰ τὴν ὁδὸν, καὶ χειρὶ καὶ γνώμῃ καὶ πάσῃ προθέσει δεξιωσάμενος τῆς ψυχῆς, καὶ ἐφ' ἡμέραις συχναῖς ξενίσας, ἀνέπαυσέ τε καὶ λόγοις ἀνέῤῥωσε φιλανθρωποτέροις, ἀθυμίας μακρᾶς ἐμβριθέσι ῥοθίοις περιαντλούμενον φρόνημα. ὅ γε μὴν βασιλεὺς τὸν ἐνόντα καὶ αὐτὸς ἀντιφιλοτιμούμενος τρόπον ἠμείβετό τε καὶ δαψιλέστερον ἐξ ὧν ἐπεφέρετο λιθοκολλήτων σκευῶν αὐτῷ καὶ ἀργυρωμάτων ἀντεχαρίζετο, καὶ ἅμα τὸν υἱέα Μανουὴλ ἐπηγγέλλετο δώσειν ἐπὶ θυγατρὶ γαμβρὸν, εἰ πάντα βοηθήσειε τρόπον αὐτῷ καὶ τὰ πρὸς τὸν Κράλην Σερβίας εὔοδα θείη, διαλλακτὴς αὐτὸς καταστάς. ὁ δὲ παρόντα θεώμενος ἤδη καὶ τὸν τοῦ βασιλέως υἱὸν, καὶ τῆς τε ἐπανθούσης τῷ ἤθει χάριτός τε καὶ ἀστειότητος καὶ ἅμα τῆς ἀγχινοίας θαυμάζων, ὅτι πολλῷ τινι μέτρῳ ταύτην ἐπλούτησε πρεσβυτέραν ἢ κατὰ τὴν τῆς ἡλικίας ἀκμὴν, σφόδρα τε ὑπερήσθη τῷ λόγῳ καὶ μάλα τοι ἄσμενος ὑπεδέχετό τε καὶ ἀντεπηγγέλλετο πάντα πάνυ προθύμως πράσσειν τὰ κατὰ γνώμην, καὶ εἰ δέοι κινδύνους μακρούς τε καὶ ὑπερβάλλον τὸ μέγεθος κεκτημένους ὑφίστασθαι.
(Ζ.) Καὶ μὲν δὴ βεβαίοις καὶ ἀσφαλέσι τοῖς πρὸς τὸν Κράλην αὐτοῦ γράμμασιν ἐφοδιασθέντι, καὶ παραπομποὺς τοὺς ἀποχρῶντας παρειληφότι, πεντεκαιδεκαταίῳ συμπέπτωκεν ἐς τὸ τῶν Σκοπίων ἀφικνεῖσθαι πολίχνιον· οὗ τῶν κρασπέδων ἅπτεται παραῤῥέων ὁ ποταμὸς Ἀξιὸς, ἐξ ὀρῶν τῶν αὐτῶν τῷ Στρυμόνι ῥηγνύμενος· ὃς οὐχ οὕτω μέγιστος ὢν ἐκ πηγῶν εὐθὺς, ἀλλ' οὖν ἐς τὸ κάταντες ἰὼν, καὶ πλείστοις ἄλλοις ποταμοῖς καὶ χειμάῤῥοις τὸ ῥεῦμα κοινούμενος, καὶ ἐς Βαρδάριον μετατιθέμενος τοὔνομα, ἐνίοτε καὶ ναυσίπορος ἐνιαχοῦ καθίσταται.
(Η.) Ἐνταῦθα δὴ καταλύσασιν ἱκανός τις ἔδοξεν εἶναι ὁ χῶρος, ἀθυμίᾳ βαθείᾳ καὶ πόνῳ μακρῷ βεβαπτισμένον ξενίσαι στρατὸν, εἰ καὶ ἥκιστα πάνυ τελέως, ἀλλ' οὖν οὐδὲ πάνυ τοι ἧττον ἢ τελέως. εἰ γὰρ καὶ ἡδὺν τῷ πεινῶντι πάντα τινὰ ἄρτον εἶναί φασιν, ἀλλ' οὖν καί σφισι τέως τό γε ἀλλοφύλοις ἄγεσθαι νεύμασι, προσηνέσι δ' ὁπωσδηποτοῦν, ἡδύ τι καὶ φιλάνθρωπον ἐνομίζετο. τὸ γὰρ ἐν ὅροις ὑπερορίοις ἀπηρτημένους τοσοῦτον, καὶ τῶν οἰκείων ὄντας ἐκδήμους οὐ μάλα ἐθέλοντας, εὐσεβέσιν ἀνδράσι περιτυχεῖν, καὶ καταγωγίοις οἱοισδήτισι ξενισθῆναι, ὅμοιον ἦν, ὥσπερ ἂν εἰ ἐκ ναυαγίου μεγάλου καὶ κλύδωνος ἀπροσδοκήτῳ προσεσχηκέναι συνέβη λιμένι τινί. τὸ γὰρ βοσκηματῶδες ἦθος ἐκεῖνο καὶ ὄρειον, καὶ τὸ τῆς γλώττης καὶ γνώμης ἀπαίδευτόν τε καὶ βάρβαρον, ἡ τῆς διαίτης εἰρηναία καὶ ἔνσπονδος ἔκρυπτεν εὔνοια, μάλα τοι ἐν ἀνάγκης παραφανεῖσα καιρῷ, τὸ πάνυ βραχὺ τῆς εὐθυμίας πάνυ τοι πολλαπλάσιον δρῶντι περιφανῶς.
(Θ.) Ἐνταῦθά γε μὴν κατὰ χώραν αὐθημερὸν καταλελυκότα τὸν βασιλέα ἐντυχεῖν ἐς τὰ ἐνδότερα τῶν Τριβαλλῶν μετὰ τὴν ὑστεραίαν τῷ Κράλῃ γεγένηται, καὶ ἀσπασμοὺς τοὺς προσήκοντας ἀλλήλοις ἀντιδοῦναι βασιλικῶς ἑκάτερον ἑκατέρῳ, καὶ χάρισι χάριτας, καὶ ὅσα εἰκὸς ἐν φιλοτιμίαις καὶ φιλοφροσύναις τοιαύταις ἀλλάξασθαι, εἰ καὶ μὴ ὁμοίως ἑκατέρωθεν μεγαλοπρεπέσιν. χαρίζεται μὲν γὰρ ὁ βασιλεὺς τῷ τε Κράλῃ καὶ τῇ συζύγῳ πολυτελῆ τινα κειμήλια τῶν αὐτοῦ θησαυρῶν· ἀντιδίδωσι δ' ὁ Κράλης τῷ τε βασιλεῖ τὰ εἰκότα, καὶ ἅμα νομὰς, καὶ διαίτας, καὶ καταγώγια, καὶ ὅσα πρὸς τὸ ζῇν ἐστιν ἐπιτήδεια τῷ τοῦ βασιλέως στρατῷ, γλισχρῶς μὲν καὶ σμικροπρεπῶς, καὶ κατὰ τὸ σύντροφον ἔθος. ἔσχε δ' οὖν ὅμως οὕτω ταυτί.

γʹ. Καὶ ἦν ὁ καιρὸς τηνικαῦτα περὶ τὰς τοῦ Ὠρίωνος ἐπιτολάς· καὶ δεκαμηνιαῖον ἐνταυθοῖ τοῦ λοιποῦ συνελόντι φάναι τὸν πάντα διέτριψε χρόνον· ἐν ᾧ πολλῆς ὁ τούτου στρατὸς πεπείραται δυσχερείας, κατά τε τὴν δίαιταν, καὶ ὁπόσα δεῖ τοῖς ἐν ἀλλοτρίᾳ τὸν βίον ἀνύουσι γῇ. ἐνδείᾳ γὰρ πιεζόμενοι χρημάτων οἱ πλεῖστοι πάνθ' ὑφίσταντο τὰ χαλεπώτατα. ὅσοις μὲν οὖν ἄηθες τὸ πάσχειν ὑπῆρχε κακῶς, δυσκαρτέρητος ἦν ὁ τόπος· καὶ ὁ χειμὼν ἐκεῖνος τοῦ βίου συχνοὺς ἀπήνεγκεν. οἷς δὲ σύντροφον ἦν ἐκ πολλοῦ τὸ λιτὸν τῆς διαίτης, καὶ τό γε κατὰ τοὺς πάλαι Σπαρτιάτας ἐκείνους ἀρκεῖσθαι μάζῃ καὶ ὕδατι, καὶ προσταλαιπωρεῖσθαι τοῖς ὅπλοις νύκτωρ καὶ μεθ' ἡμέραν, τούτους οὐ μάλα ἐξέπληττεν ὅσα φέρει δεινὰ τὸ τῆς ἀλλοτρίας ἄηθες γῆς· ἀλλ' ὃ τοὺς ἄλλους ἐποίει ταλαιπωρεῖν, σφίσι βίος ἦν ἀταλαίπωρος. οὕτω ῥᾴδιον ἡ συνήθεια καὶ κοῦφον καὶ οὐ σφόδρα ἐπίπονον· ὥστε καὶ εἴ τις, ἐκ προθέσεως ἀγαθῆς ὡρμημένος, τὸν ἄριστον ἕλοιτο βίον, ἀταλαίπωρον ἂν εἶναί οἱ εὐθὺς τοῦ λοιποῦ βίον τε ἀνύειν ἀνώδυνον καὶ ἡδονὴν ἀθάνατον ἐν θνητῷ κτᾶσθαι σώματι.
(Β.) Ἐγὼ δ' ἐνταυθοῖ τῆς ἱστορίας γενόμενος ἐβουλόμην λεπτομερεστέραν τινὰ ποιήσασθαι τὴν ἀφήγησιν, καὶ δημηγορίας ἐκθεῖναι τοῦ βασιλέως, ἅς τε πρὸς τὸν Κράλην πεποίηται καὶ ἃς πρὸς τὸν οἰκεῖον στρατὸν ἐν καιροῖς τοῖς ἀνήκουσι, καὶ ἃς πρὸς αὐτὸν ἐκεῖνοι. δεῖν γὰρ ὡς τὰ πολλὰ καὶ πράξεσι λόγους καὶ λόγοις πράξεις πανταχῆ παρεζεῦχθαι· μὴ μόνον ὅτι ψυχῆς εἰκόνες ἀμφότερα καὶ τῆς ἐν αὐτῇ κατοικούσης γνώμης καὶ γνώσεως αὐτάγγελοι κήρυκες, κἀντεῦθεν χρῆναι σαφεστέραν τὴν τῶν ἱστορουμένων προσώπων καὶ πραγμάτων γίνεσθαι δήλωσιν διὰ τῶν τοιούτων· ἀλλὰ καὶ ὅτι σκιαγραφία τίς ἐστι τῶν πράξεων ὁ λόγος· καὶ τούτων μὲν οὗτος ἡγεῖται· τούτου δ' αὗται κατόπιν ἔρχονται. ἀλλ' ἐπειδήπερ ὁρῶμεν ἐνίους τῷ πλείονι μέρει τῆς συγγραφῆς ἐν ταῖς δημηγορίαις καταχρωμένους, διὰ τὸ μάλιστα πάντων ἐν ταύταις ἔχειν τὴν τῆς ῥητορικῆς ἐνδείκνυσθαι δύναμιν καὶ τὸ τῆς σφῶν σοφίας φιλότιμον, ὡς συμβαίνειν ἐντεῦθεν τὸ πάρεργον μεῖζον τοῦ ἔργου καθίστασθαι, τὴν μέσην ἡμεῖς βαδίζειν ἐκρίναμεν δεῖν. ἐπανιτέον τοιγαροῦν ὁπόθεν εἰς ταῦτα ἐξέβημεν.
(Γ.) Τοῦ γάρ τοι βασιλέως τῷ Κράλῃ συνόντος καὶ συνδιαιτωμένου, οὐκ ἦν ἀμελεῖν οὐδαμῆ Βυζαντίοις τῶν κατ' ἐκείνου ἐπιβουλῶν· ἀλλὰ δόλοις δόλους συνέῤῥαπτον, καὶ μυρίους ἀεὶ θανάτους ἐξήρτυον κατ' αὐτοῦ. πέμπουσι τοίνυν ἐς μὲν τοὐμφανὲς πρέσβεις ἀπαγγελοῦντας περί τε κήδους ὅσα ἐξείη, καὶ δυοῖν αἱρέσεων προτεθεισῶν βασιλέως ἕνεκα, ὁποτέρᾳ προσθεῖναι βούλοιτο δηλοῦν, ἢ δέσμιον τουτονὶ μετὰ τῆς ζωῆς δηλαδὴ, ἢ τὴν αὐτοῦ κεφαλὴν ἀφελόντα τοῦ σώματος ἐν Βυζάντιον μηδὲν μελλήσαντα πέμπειν ὡς τάχιστα· ἥξειν τε γὰρ κατόπιν εὐθὺς αὐτῷ τήν τε θυγατέρα τῆς βασιλίδος, νύμφην ἐπὶ τῷ ἐκείνου παιδὶ, καὶ ἅμα τὴν τῶν μέχρι Χριστουπόλεως ἐκεῖθεν χωρίων καὶ πόλεων ἔγγραφον κυριότητα· ὡς γίνεσθαι μίαν λοιπὸν ἀρχὴν αὐτῷ συνεχῆ τὴν ἐκ Δαλματίας καὶ Ἰλλυρίδος, καὶ ὅσα μεταξὺ τῶν πρὸς ἕω τοῦ Ἰονίου κόλπου ψαύει πλευρῶν, ἄχρι Φιλίππων καὶ Χριστουπόλεως.
(Δ.) Καὶ τὰ μὲν τῆς πρεσβείας καὶ προφανῆ τοιαῦτ' ἦν. ἃ δὲ κρύφα συχνὰ καὶ πολύτροπα προσεπέμπετο φάρμακα, ὁπόσα τὸ θανάσιμον εἶχεν ἐμφωλεῦον, ὀξύ τε καὶ δυσκαρτέρητον, Μιθριδάτου τινὸς ἐδεῖτο σαφέστερον ἀριθμεῖν· ὃς τὴν ἐκ Παφλαγονίας ἔχων ἀρχὴν, ὁπόση διὰ Κολχίδος καὶ Λαζικῆς καὶ τῶν Καυκασίων ὀρῶν ἐρχομένη, καὶ παραλλάττουσα Τάναϊν καὶ Μαιῶτιν, διήκει μέχρι καὶ ἐς Σκύθας τοὺς ἑσπερίους, καὶ πολέμιον κτησάμενος τὴν πάλαι Ῥωμαίων ἀκμὴν, καὶ δεδιὼς μὴ ζῶν ἁλώσιμος τῇ Πομπηΐου γένηται χειρὶ καὶ τύχῃ, πάντων ἐπειρᾶτο φαρμάκων, καὶ πάντων ἐζήτει τὸ κράτιστον καὶ ταχύτατον εἰς τὴν χρειώδη τοῦ βίου ἀπαλλαγήν. ὃ τοίνυν ἐκεῖνος ἐτόλμα καθ' ἑαυτοῦ, τοῦτ' ἔδρων ἐπιεικῶς οἱ Βυζάντιοι κατὰ τοῦ βασιλέως, μήτε μηδενὸς τῶν δηλητηρίων φαρμάκων, μήτε μηδεμιᾶς φειδόμενοι τῶν ἐπιβουλῶν, ὁπόσαι τε τοῖς πάλαι εὕρηνται δεινοῖς τὴν κακίαν καὶ ὁπόσαι τοῖς νῦν διὰ τὴν τοιαύτην ἐπινενόηνται χρείαν.
(Ε.) Θαυμάσαι δ' ἄν τις, ὅπως ἅπαντ' αὐτόθεν ἠλέγχετό τε καὶ ἄπρακτα ἦν, τοῦ θεοῦ τὸν ἄνδρα φυλάττοντος ἀπαθῆ καὶ πάντων ἀνώτερον· οὐκ οἶδ' ὁπότερον, εἴτε τὴν ἄδικον καταδίκην, ἣν οἱ Βυζάντιοι καθάπαξ ἐψηφίσαντο κατ' αὐτοῦ, καὶ ὧν ἐζημίωται πολυειδῶν καὶ ποικίλων χρημάτων, ἃ προσῆν ὑπὲρ ἀριθμὸν τουτωῒ, μακρόθυμον ὑπομονὴν ἀποχρῶσαν ἡγουμένου πρὸς βάσανον γνώμης, περὶ ἣν τὸ κριτήριον ἅπαν τῆς θείας ταλαντεύεται δίκης· εἴθ' ὅτι μάλιστα πάντων αὐτὸς ὑβριζόμενος οὔτε μὴν ἀνθύβριζεν ἐς τὸ παρὸν, οὔτ' εἰς τὸ μέλλον ἠπείλει, κότον ἴσως ἔχων ὄφρα τελέσσῃ· ἀλλ' ἐκήδετο μάλιστα τῆς τῶν ὑβριζόντων καὶ πολεμούντων σωτηρίας ἅπαντα τρόπον, καθόσα φιλία δίδωσιν ἀκραιφνής.
(Στ.) Καὶ ἵν' ἐκ πολλῶν μέτρια παραθῶμεν ἐνταυθοῖ· τοσαύτην εἶχε τὴν τῶν κακῶν ἀμνηστίαν, ὥστ' ἐν τοσούτοις συνειλημμένος κινδύνοις, καὶ οἷον εἰπεῖν ἐν ᾅδου βεβυθισμένος γαστρὶ, μεμνῆσθαι τῷ ἱερεῖ παρεκελεύετο πρῶτον μὲν Ἄννης τῆς βασιλίδος ἐν ταῖς ἱεραῖς ὑμνῳδίαις, δεύτερον δὲ τοῦ ταύτης υἱέως, καὶ τρίτον αὐτοῦ μετὰ τῆς ὁμοζύγου βασιλίδος Εἰρήνης· καὶ ταῦτα ἐν ἀλλοτρίᾳ ὢν δυναστείᾳ καὶ γῇ, καὶ μηδ' ἐλεύθερον ἀέρα δυνάμενος ἀναπνεῖν. οὐ μόνον δ', ἀλλὰ καὶ ὅπουπερ ἂν ἀλλαχῆ πανταχῆ δι' εὐφήμου τῆς μνήμης τὸ οἰκεῖον ἤλπιζεν ὄνομα δύνασθαι φέρεσθαι, κἀκεῖ προηγεῖσθαι τῆς βασιλίδος Ἄννης τοὔνομα καὶ πρός γε τοῦ ταύτης υἱέως μεθ' ἁπάσης ἐκέλευε γνώμης καὶ προαιρέσεως· ὥσπερ ἄρα καὶ πρὸς Αἰτωλούς τε καὶ Θετταλοὺς τὸν Ἄγγελον ἀποστέλλοντι Ἰωάννη, ὥσθ' ἑκόντων ἄρχειν αὐτῶν, ὡς προϊόντες ἐροῦμεν πλατύτερον, προὔργου γέγονε διακελεύεσθαί τε καὶ παραγγέλλειν τούτου γε εἵνεκα μάλιστα πάντων, καὶ μὴ πρότερον μεθιέναι, πρὶν αὐτὸν τελεσιουργὰ τὰ τοιάδε πρὸ παντὸς ἐπαγγείλασθαι δρᾷν παραγγέλματα. εἴσεται δὲ πάντως ἐς τὸ ἀκριβὲς, ὃς ἂν ἐντύχῃ ζητήσας τῷ πρὸς αὐτὸν θεσπίσματι, ταῦτά τε καὶ ὅσα τούτοις προστίθησιν ὅμοια, τῇ βασιλείᾳ Ῥωμαίων πᾶσαν νέμειν αἰδῶ καὶ εὐλάβειαν διὰ βίου κελεύων.
(Ζ.) Τοῦθ' ἱκανὸν ἔγωγε μόνον καὶ ἀποχρῶν ἥγημαι, τῶν ἄλλων ὁπόσα τὴν ὁμοίαν τοῦ ἤθους εὐγένειαν ἔχει σιωπωμένων, ἅπαντας πείθειν, οἷς νοῦ καὶ φρονήσεως μέτεστιν ὁπωσοῦν, θειοτέρᾳ προνοίᾳ διοικεῖσθαι τὰ πάντα, καὶ μηδαμῆ κατὰ τὸ αὐτόματον φέρεσθαι, μηδ' ἀπὸ τύχης τινὸς, μήτε μηδὲν τῶν ἁπάντων ἕτερον, μήτε τὴν τούτου πρὸς τὴν βασιλεύουσαν πόλιν ἀναίμακτον εἴσοδον καὶ τὴν τῶν βασιλικῶν ἀντίληψιν θρόνων, οὕτω μακροὺς καὶ πολυειδεῖς καὶ θανάτου φάναι γείτονας νενικηκότι κινδύνους· ἀλλ' αὐτῷ μὲν ἀμοιβὴν τῆς μακρᾶς καρτερίας, πᾶσι δ' αὖ ἐλπίδων ἔρεισμα χρηστῶν, οἷς ἡ γνώμη τὴν τῶν δεινῶν καρτερίαν πέρας εὐγενὲς ἐκδέξεσθαι ὑπισχνεῖται.
(Η.) Εἰ γὰρ πάντα καθ' ἕκαστα βουληθείημεν ἀφηγεῖσθαι, ὁπόσα πέπρακται μὲν ἐπίβουλα κατ' αὐτοῦ τοῖς ἐχθροῖς, καὶ ὁπόσοι φιλίας ὑποκριταὶ, πάντων δ' ὑπέρτερος πρὸς τῆς ἄνωθεν ἦν τηρούμενος δεξιᾶς, δέδια μή τις φιλίας με γράψηται πρὸς τὸν ἄνδρα μακρᾶς τῶν ὅσοι γυμνάσιον ἕτεροι γλώττης ποιοῦνται τὴν τῶν ἔν γε τῷ παρόντι γινομένων συγγραφικὴν ἀφήγησιν ἡμῖν γε παραπλησίως. εἰ γάρ τις τῶν ἔξωθεν τοῦ τὰ τοιάδε συγγράφειν ἑστὼς γυμνασίου, καθάπερ τις Ἑλλανοδίκης καὶ ἀπαθὴς ἀθλοθέτης, ἐθέλοι σκοπεῖν, ὄψεται μὲν τοὺς ἄλλους ὀργῇ καὶ θυμῷ στρατηγουμένους καὶ γράφοντας παρὰ τοσοῦτον πάθους ἐκείνους οὐ μάλα ἐκτὸς, παρόσον ἀληθείας οὐδ' ὅλως ἔμεγε ἐκτός.
(Θ.) Οὐ γὰρ λελείψεταί μοι τῶν πάντων ὥσπερ οὐδὲν τῶν ἐπαινουμένων, οὕτως οὐδὲ τῶν ψεγομένων οὐδὲν, εἴ τι καὶ τούτῳ σαφῶς ἀνθρώπῳ γε ὄντι ἡμάρτηται, εἴτε κατὰ γνώμην καὶ βούλησιν, εἴτε κατ' ἄγνοιαν, εἴτε καὶ τῆς τοῦ χρόνου τε καὶ τῶν ἀναγκαίων βιαζομένης πραγμάτων φορᾶς. πάντων γὰρ τούτων μόνα τὰ κατὰ γνώμην καὶ βούλησιν ἔχει τὸ κράτος τῶν ψόγων καὶ τῶν ἐπαίνων. ὅσα δὲ ῥεούσης τό γε δοκεῖν αὐτομάτως καὶ λόγων τῶν προσηκόντων τῆς τύχης ἐκτὸς, καὶ νῦν μὲν τὸ εὔδαιμον χορηγούσης τοῖς γινομένοις ὅλῃ δεξιᾷ καὶ δρόμοις ἀσχέτοις, νῦν δὲ τῆς εὐθείας ἀποπλανώσης, καὶ πρὸς κρημνοὺς ὁδηγουμένης ὁμοῦ καὶ σκοπέλους ἀτοπημάτων, καὶ πράγματα θρήνων μεστὰ καὶ δακρύων μακρῶν προξενούσης, οἷς κακοπραγεῖν πρὸς τῆς ἀγούσης τὰ πάντα προνοίας νενομοθέτηται, ταῦτα δ' οὔτ' ἂν αὐτὸς ἐπαινοίην ἑκών γε εἶναι, οὔθ' ὁλοσχερῶς ταῖς τῶν ψεγομένων ἔγωγε θείην μερίσιν. οὐ γὰρ πράξεις μᾶλλον αὐτὸς ὁμολογήσαιμ' ἂν ταῦτ' εἶναι τοῦ δρῶντος, ἢ φοράν τινα ἄλογον (ὥς γε εἴρηται) τύχης, ἢ εὐγνωμονούσης, ἢ χοίνικας συμφορῶν οὐ μάλα εὐμενῶς ἀπεμπολεῖν αἱρουμένης καθ' ὧν ἐπείγεται δυσμενῶς. ὡς γοῦν ἀστεφάνωτον, ὃ μὴ κατὰ πρόθεσιν γνώμης εὐδοκιμεῖ, οὕτως ἀκατηγόρητον οἴομαι δεῖν, ὃ μὴ κατὰ προαίρεσιν ἀτυχεῖ.
(Ι.) Δειχθέντος τοιγαροῦν, ὡς διὰ τὴν ἑκούσιόν τε καὶ ἀπὸ γνώμης ἐκείνην καρτερίαν, καὶ τὸ μὴ ἐθέλειν ἀμύνεσθαι τοὺς τότε λυποῦντας, οὐδὲ μέχρι χειλέων ἄκρων, νηνεμίαν αὐτῷ τῶν κινδύνων κατέστησεν ὁ δίκαιος ἄνωθεν ἀθλοθέτης ἐν τοσούτῳ χειμῶνι καὶ κλύδωνι τῶν κακῶν, δειχθήσεται πάντως πλατύτερον κατὰ χώραν ἡμῖν γενομένοις, τοῦ λόγου προβαίνοντος, καὶ ὅπως ἐν ὑστέροις συμπέπτωκε τούτῳ πάντα τἀναντιώτατα, τηρεῖν βουλομένοις τὸ τῆς ἱστορίας ἀληθὲς ταυτησὶ, καὶ πεῖσαι τοὺς ταύτῃ συνεσομένους τῷ χρόνῳ, καὶ κατ' ἐμπάθειαν ἡντιναοῦν μήτε τὰ ἐπαίνων καὶ θαύματος τοῦ ἀνδρὸς, μήθ' ὅσα τῆς ἐναντίας ἐβλάστησε ῥίζης, ἐξαίρειν τῷ λόγῳ νομίζειν ἡμᾶς τοῦ χρεὼν ὑψηλότερον· ἀλλ' αὐτὴν ὡς ἔτυχεν ἔχουσα τὴν ἀλήθειαν ἀφηγουμένοις πιστεύειν, καὶ μίαν τινὰ τὴν ὠφέλειαν ἑκατέρωθεν πάντας καρποῦσθαι, συνορῶντας εἰκός τε καὶ μάλα τοῖς σπέρμασιν ἁρμόττον κατόπιν ἰὸν τὸ γεώργιον· οἷς μὲν ἐξ ἀγαθῆς προαιρέσεως ὁρμᾶσθαι ἐνῆν, ἀγαθόν· οἷς δ' ἐξ ἧς ἀντιβαίνει μοίρας τὰ χείρω καὶ μοχθηρῶς τὸ ἀδικοῦν ἀνθοπλίζεται πρὸς τὴν τῆς ἀληθείας εὐθύτητα, τούτοις δ' αὖ τοὐναντίον ἅπαν. ὅθεν δὴ καὶ ἐπανακτέον τὸν λόγον.
(ΙΑ. ) Ὁ γάρ τοι βασιλεὺς, τριάκοντά που μόνας ἡμέρας ὡμιληκὼς τῷ Κράλῃ μετά γε τὴν εἰς αὐτὸν κάθοδον, τελευτῶντος ἤδη τοῦ θέρους ἐκείνου, καὶ ἀρχομένου τοῦ φθινοπώρου, καὶ τῶν ἀμπέλων ἀκμαζουσῶν καὶ μονονουχὶ τοὺς τρυγητῆρας τρανῇ τῇ γλώττῃ προκαλουμένων, ἧκε μετά τε τῶν οἰκείων δυνάμεων, καὶ πρός γε μακρῷ πλειόνων τῶν ἐκ Σερβίας ὅπλων, ἐπὶ τὴν πόλιν Σεῤῥῶν, αἱρήσειν ἐλπίζων αὐτὴν ἀμαχητὶ, συλλαμβανόντων ἴσως ἔνδοθεν συχνῶν προδοτῶν, ὁπόσοι θερμότερον τούτῳ προσέκειντο, καὶ μάλα ῥᾳδίαν τὴν εἴσοδον κρύφα γράφοντες ἐπηγγέλλοντο. ἀλλὰ τοῦ θεοῦ κἀνταῦθα σαφῶς τοῖς τούτου βουλήμασιν ἀντιπράττοντος, ἄπρακτός τε ἦν ἡ σπουδὴ καὶ μάταιος ὄχλος ἡ πᾶσα παρασκευή. πρὶν γὰρ αὐτὸν περιστρατοπεδεύσαντα τῇ πόλει πολεμίους χεῖρας ἐπενεγκεῖν, νόσημά τι θανάσιμον ἐνσκήπτει τῷ στρατοπέδῳ τῶν Τριβαλλῶν· εἴτε τῆς τῶν σταφυλῶν ἀταμιεύτου καὶ ἀφειδοῦς βρώσεως, εἴτ' ἄλλης ἡγησαμένης αἰτίας, οὐκ οἶδ' ὁπότερον. πάσης οὖν ἀμηχανούσης καὶ χειρὸς καὶ γνώμης ἰατρικῆς πρὸς τὸ πάθος, συχνοὶ καθ' ἡμέραν ἑκάστην νεκροὶ κατωρύττοντο· καὶ ἐπειδὴ βραχυτάτων ἐντὸς ἡμερῶν ὑπὲρ τοὺς χιλίους ὁ θάνατος ἐξήνεγκε τοῦ βίου, καὶ πλείους ἐπὶ τούτοις ἐξάγειν ἠπείγετό τε καὶ ἐπηγγέλλετο, ἄραντες τὴν ταχίστην ἐπανῆκον ἐκεῖθεν ἅπαντες, ἀπαγγέλλοντες τῷ Κράλῃ τὸ χωρὶς ἀνθρωπίνου πολέμου συμπεπτωκὸς δυστύχημα τῷ στρατῷ.

δʹ. Τούτων δ' οὕτως ἐχόντων, ἐπειδὴ καὶ ὁ τοῦ φθινοπώρου καιρὸς ἑξῆς ἐτελεύτα, καὶ ῥᾴδιον οὔπω μανθάνειν τοῖς φίλοις ἦν, ὅπως ἔχει τὰ βασιλέως, ἐν ἀλλοτρίᾳ γῇ συνδιαιτωμένου βαρβάροις καὶ ξένοις ἤθεσι, δέδειχε μὲν δὴ πρῶτος Ἀμοὺρ ὁ Πέρσης, ὁ Λυδῶν ἀρχηγὸς, ὅσον ἐν τοῖς καρδίας θαλάμοις ἔθαλπε τὸν τοῦ βασιλέως ἔρωτα. χειμῶνος γὰρ ἤδη μεσοῦντος, καὶ θαλάσσης ὁμοῦ καὶ ἀέρος πολλὴν ἐχόντων τὴν ἀταξίαν καὶ σύγχυσιν, σὺν πολλῷ τῷ στρατῷ διαβὰς τὸν Ἑλλησποντίαν πορθμὸν ἐζήτει μάλα τὸν φίλον θερμῶς. καὶ ἐπειδὴ ῥᾴδιον οὐκ ἦν αὐτῷ μήτ' ὀφθαλμοῖς οἰκείοις ἐκεῖνον θεάσασθαι, μήτε μαθεῖν ἐν οἵαις τύχαις ἐκεῖνος τηνικαῦτ' ἦν· ἐκώλυε γὰρ τὸ πολὺ τοῦ ψύχους, καὶ ἅμα χιὼν τηνικαῦτα κατενεχθεῖσα κατὰ δαψιλὲς ἀπόρευτον ἐποίει καὶ ἄβατον τὴν ἐς ἐκεῖνον ὁδόν· ἐλθὼν ἡσυχῆ παρεστρατοπέδευσε περὶ τὰ τοῦ Διδυμοτείχου προάστεια, καὶ δουλικήν τινα πεπομφὼς ἐκεῖθεν Εἰρήνῃ τῇ βασιλίδι προσκύνησιν, αἴθριος διενυκτέρευέ τε καὶ διημέρευεν ἐγκαρτερῶν τῇ τῆς χειμερινῆς ὥρας ἐκείνης σκληρότητι, καὶ τὸν φίλον ἀπόντα ζητῶν, κἀκ μέσης ἀποκλαιόμενος τῆς ψυχῆς· καὶ πολλὰ πρὸς τῆς βασιλίδος καλούμενος εἰς ὄψιν ἐκείνῃ τὸ παράπαν ἐλθεῖν οὐκ ἠνείχετο.
(Β.) «Ποίοις γὰρ» ἔφασκεν «ὄμμασι βλέψω δακρύων δακρύουσαν ἐπὶ τῷ βασιλεῖ, τοσοῦτον ἀποδημοῦντι χρόνον ἐν ἀλλοφύλων χερσὶ, καὶ ἥκιστα σαφῶς ἐγνωσμένῃ γῇ. αὐτός τε γὰρ διαῤῥαγείην ἂν πρὸς τὰς παρούσας τύχας ἐκείνης ἰδὼν, καὶ τὰς περισχούσας τὴν βασιλικὴν οἰκίαν τραγῳδίας τε καὶ ἀδοκήτους φεῦ συμφοράς· καὶ ἅμα αὐτὴν, ἀντὶ τοῦ παραμυθήσασθαι, πρὸς μείζους ἀναφλέξω τοὺς θρήνους. οὐ θεωρίας οὖν ὁ παρὼν καιρὸς οὐδὲ λόγων, ἀλλὰ δακρύων μακρῶν. ἐμβριθὲς γὰρ τὸ πάθος, καὶ δριμείας μὲν κομίζειν δοκεῖ μοι τὰς φλεγμονὰς, δριμυτέρους δ' ἐπάγειν μου τῇ ψυχῇ τοὺς πρηστῆρας· ἐπεὶ τὸν ἐντυπωθέντα μου τῇ καρδίᾳ κάλλιστον φίλον βλέπειν οὐκ ἔχω, τοῖς βασιλικοῖς στρατοπέδοις περικυκλούμενόν τε καὶ ἐγκαλλωπιζόμενον.»
(Γ.) Καὶ οὐκ ἔλεγε μὲν ταῦτα τῇ γλώττῃ, οὐκ ἔπασχε δὲ τὴν ψυχήν. ἀλλὰ μακρῷ τινι μεῖζον τὸ πάθος ἔνδον αὐτοῦ τὴν ψυχὴν ἐπυρπόλει καὶ ἔκαιεν, ὡς ἐμφανέστερον πολλαχῆ προϊοῦσαν δείξειν τὴν ἱστορίαν αὐτὸς ἰσχυρίζομαι. οὕτως οὐ βάρβαρον ὁ βάρβαρος εἶχε τὸν τρόπον, ἀλλ' ἥμερον καὶ παιδείας Ἑλληνικῆς τὸ παράπαν ἐχόμενον. ἡ γὰρ ὁμοιότης τῶν τρόπων, εἰ μή τι πλέον, ἀλλ' οὖν Ὀρέσταις ὁμοῦ καὶ Πυλάδαις σαφῶς εἰσποιεῖ· οἱ μὲν γὰρ ὁμόφυλοι, κἀξ αἱμάτων συγγενικῶν, καὶ νόμων καὶ μαθημάτων μετεσχηκότες ὁμοῦ τῶν αὐτῶν· ὁ δὲ βάρβαρον ἔχων τὴν γένεσιν, καὶ βαρβάροις ἤθεσί τε καὶ νόμοις συντεθραμμένος, καὶ ἀλλοφύλῳ χρώμενος φωνῇ καὶ γλώττῃ καὶ διαίτῃ, καὶ πολλαῖς μὲν θαλάσσαις, πολλοῖς δ' ὄρεσί τε καὶ φάραγξι Καντακουζηνοῦ διϊστάμενος, ἄμικτον εἶχε πάντη τὸν βίον αὐτῷ καὶ ἀγνῶτα καὶ ἀλλόφυλον· φαίην δ' ἂν καὶ ἐν ἐχθρῶν τεταγμένον μοίρᾳ· ὡς μακροῖς τισι διὰ ταῦτα τοῖς μέτροις τουτονὶ παρελαύνειν ἐκείνους εἰς λόγον φιλίας, καὶ πολὺ τὸ ὑπερβάλλον τῆς θέρμης τὴν τούτου μᾶλλον κεκτῆσθαι σχέσιν, ἢ τὴν ἐκείνων.
(Δ.) Εἰ δέ τις Καντακουζηνῷ χαριζόμενος τὸ πᾶν τῆς βελτίονος αἰτίας τουτωῒ φέρων ἀνατιθείη, ἀδικήσειεν ἂν ἐς τὸ προφανὲς τὴν ἀλήθειαν. ἀμφοτέροις γὰρ εἴ τις τουτὶ παρέχοιτο τἀγαθὸν, οὐδένα ἂν σχοίη, ὅστις καὶ μέμφεσθαι βούλοιτο. εἴ τις δ' ἐκείνου καθάπαξ τοῦτ' ἀφαιροίη τἀγαθὸν, ὅτι βάρβαρον ἔσχε τὸ γένος καὶ ἥκιστα συγγενὲς, οὐδένα ἂν οἶμαι σχοίη τῶν πάντων, ὅστις οὐκ ἐπιεικῶς μέμψαιτο. τὴν γὰρ τῆς ψυχῆς ὁμόνοιάν τε καὶ συγγένειαν οὐχὶ τὸ γένος, ἀλλ' ἡ τῆς γνώμης δείκνυσι ταυτότης. ὡς γὰρ ἐν τοῖς μουσικοῖς ὀργάνοις, ὅσα ἐν αὐλοῖς καὶ λύραις καὶ κιθάραις καὶ τυμπάνοις, οὐχ ἡ τῶν τόπων ἐγγύτης τὴν τῆς ἁρμονίας δημιουργεῖ συμφωνίαν, ἀλλ' ἡ τῆς φωνῆς ἐμμελὴς ὁμοιότης, κἂν ἀλλήλων πόῤῥω που τὴν τοπικὴν τύχωσιν ἔχοντα θέσιν τὰ τῆς φωνῆς τελεσιουργὰ, οὕτω δὴ τὸ παραπλήσιον δείκνυται κἀν ταῖς τῶν ἀνθρώπων ψυχαῖς, κἂν ἀλλοφύλους ἔχοντες τύχωσι τὰς τοῦ γένους κρηπῖδας, κἂν μυρίοις ὅροις γῆς καὶ θαλάττης ἀλλήλων ἀπέχωνται.
(Ε.) Βεβαιότερα δ' ἔσται τοῖς εἰρημένοις ἐχέγγυα, ὁπόσα προϊόντι τῷ λόγῳ λελέξεται περὶ τοῦ βαρβάρου τοῦδε τὸ γένος καὶ οὐ τὸν τρόπον ἀνδρός· οἷον δὴ κἀκεῖνο. πλεῖστα γὰρ τῆς βασιλίδος Εἰρήνης ἐκ Διδυμοτείχου πεμπούσης, ὁπόσα εἰς τροφὴν ἐπιτήδεια, καὶ ὅσα ἐν ἐνδύμασι, καὶ ὅσα νυκτερινῆς σκέπης ἀποπληροῦντα χρείαν τὴν τοῦ χειμερίου ψύχους ἀποσοβεῖν ἐδύναντο τηνικαῦτα δριμύτητα, οὐδὲν οὐδαμῆ προσεδέξατο· ἀλλ' ἔφησεν εἶναι σαφῶς τῶν ἀτοπωτάτων, ἐν ἀλλοτρίᾳ καὶ ὑπερορίῳ γῇ σκληρότητι πλείστῃ προστετηκότος τοῦ φίλου, διάγειν ἐν εὐπαθείαις αὐτόν. καὶ εἰ μὲν ἐνῆν αἵμασι ψυχῆς βάψαντα σκηνὴν ἐν ταύτῃ με σκηνοβατεῖν, ἦν ἄν μοι τοῦτο παραμύθιον εὐγενὲς πρὸς ἔνδειξιν τῆς ἐν καρδίᾳ φλογὸς καὶ τοῦ πρὸς τὸν φίλον ζῶντος πόθου. ἐπεὶ δ' ἀσώματος ἡ ψυχὴ γενομένη κηλῖσιν αἱμάτων οὐκ ἀναπέφυρται, οὐχ ὁρῶ τίς μηχανὴ βελτίων γένοιτ' ἂν ἐμοὶ τῶν περισχουσῶν με νῦν ὀδυνῶν ἀπαλλάττουσα.
(Στ.) Ἐλύπει γὰρ καὶ κομιδῇ συνετάραττε μὴ μόνον τὸ τοῦ βασιλέως πάθος αὐτὸν, ἀλλ' οὐχ ἧττον καὶ τὰ τῆς βασιλίδος δάκρυα, κατὰ τὰς πολυπενθεῖς τρυγόνας θρηνούσης τε καὶ ἀνιωμένης μάλα πικρῶς περὶ τοῦ συζύγου καὶ βασιλέως, καὶ σφόδρα ἀδημονούσης, καὶ ἅμα πανταχόθεν ἐς βύθους ὠθουμένης μακροὺς, τοῦ καθάπαξ καὶ αὐτό γε τὸ ζῇν ἀπογνῶναι. οἵ τε γὰρ ἐκ Βυζαντίου πολέμιοι, μέχρι προαυλίων Διδυμοτείχου συχνὰς τὰς ἐφόδους ποιούμενοι, μικροῦ καὶ τειχήρεις ἐβιάζοντο τούτους καθῆσθαι· ὅ,τε λιμὸς μετὰ τῶν συνεχῶν καὶ πολυπλόκων ἐπιβουλῶν χαλεπώτερος πολλῷ τῶν ἔξωθεν πολέμιος ἦν, ἅτε συνέστιος καὶ ὁμόστεγος ὑπάρχων αὐτός· οἵ τε φρουροὶ καὶ ἡμεροσκόποι τῶν Βυζαντίων, τὰ ἔνεδρά τε πάντα καὶ τὰς παρόδους διαλαχόντες, ἐμποδὼν ἐγίγνοντο μάλα γε ἐθελούσῃ δι' ὁτωνδήποτε λάθρα μανθάνειν περὶ τοῦ βασιλέως.
(Ζ.) Παρεμυθεῖτο τοίνυν τοιαύτης τύχης τραγῳδίαις συνοῦσαν αὐτὴν, καὶ ὑπισχνεῖτο πάσῃ ψυχῆς προθυμίᾳ τὰ κατὰ γνώμην ἅπανθ' ὑπηρετεῖσθαι, κἂν δέῃ καὶ θάνατον ὑπομένειν αὐτόν. ἐπεὶ δ' ἡ φορὰ τοῦ χειμῶνος ἐκείνου νύκτωρ καὶ μεθ' ἡμέραν ἀεὶ πρὸς τὸ ἀκμαιότερον προὔκοπτε, καὶ ἀνέλπιστον τέως ἐτίθει τὸ τοῦ ἀέρος μειδίαμα, καὶ ἅμα πολλὴ καὶ συνεχής τις ἐπενέμετο φθορὰ τὸν Περσικὸν στρατὸν, ἣν ἡ τοῦ χειμῶνος ἔτικτεν ἀκμὴ καὶ πρός γε τῶν ἀναγκαίων ἡ ἀπορία, καὶ μήθ' ἑαυτῷ μήτε τοῖς φίλοις ἔν γε τῷ παρόντι βοηθεῖν αὐτῷ ῥᾴδιον ἦν, ἐμποδὼν ἱσταμένου τρόποις ἀποῤῥήτοις τοῦ θείου βουλήματος, οἴκαδε τὸν Ἑλλήσποντον διαβὰς ἐπανῄει.
(Η.) Τῆς δὴ τοιαύτης τοῦ Πέρσου σπουδῆς εἰς τοῦτο τέλους ἐληλυθυίας, δεύτερος ὁ τὰ πολέμια κράτιστος, καὶ τῶν ἐν Διδυμοτείχῳ καταλειφθέντων στρατηγῶν (ὡς εἰρήκειμεν) εἷς, Μανουὴλ ὁ Ταρχανειώτης, ὃς δὴ καθ' αἷμα προσήκων τῷ βασιλεῖ καὶ ἡρωϊκός τις ἦν ὁ ἀνὴρ, καὶ τὰ πάντα γενναῖος, καὶ χεῖρα καὶ γνώμην καὶ σώματος ἀναδρομὴν, καὶ πολλαῖς μὲν ἐναθλήσας μάχαις πολεμικαῖς, πολλαῖς δ' ἐγκαρτερήσας πληγαῖς, κράτιστος γέγονε τὰ ἐς πεῖραν πολεμικήν· δι' ἃ δὴ καὶ στρατηγὸς τῶν ἐν Διδυμοτείχῳ δυνάμεων πρὸς τοῦ βασιλέως καταλειφθεὶς ψυχή τις ἦν τοῖς ἐκεῖ τηνικαῦτα καὶ χρηστῶν ἐλπίδων θησαυρός· οὗτος οὖν μόνος θαῤῥήσας τέως ἐπὶ ζήτησιν ἐξῄει τοῦ βασιλέως, πεμφθεὶς ἐκ Διδυμοτείχου πρὸς τῆς βασιλίδος Εἰρήνης· οὐ γὰρ ἦν ἠρεμεῖν ἀγνοοῦσιν ὅποι τὸ τῆς βασιλείου τύχης τε καὶ συμφορᾶς εἰπεῖν τραγῳδικῆς ἐκεχωρήκει πρᾶγμα· δι' ὃν πολλούς τε ἀνηντλήκασι μόχθους καὶ βίας καὶ ἔτ' ἀντλεῖν ἔμελλον. διὰ δὴ δέος οὗτος τὴν εὐθεῖαν καταλιπὼν ἐπὶ τὰ εὐώνυμα ἀνοδίαις τε διετέλεσε χρώμενος καὶ πρὸς χωρία παραβαλλόμενος ὑψηλὰ καὶ δυσπόρευτα, ἕως ὑπερβαλὼν τὸ ὄρος τὸν Αἷμον ἔλαθεν εἰς τὴν Τριβαλλῶν ἐκπεπτωκὼς γῆν ἀθῶος κακῶν. ἔνθα τὸν βασιλέα ζητήσας τε καὶ εὑρὼν, καὶ ὅσα εἰκὸς ὡμιληκὼς, τάχιστα ἐπανῆκεν εἰς Διδυμότειχον, ἀγγελίας κομίζων τοῖς τε ἄλλοις καὶ μάλιστα πάντων Εἰρήνῃ τῇ βασιλίδι σφόδρα ἀληθεῖς καὶ ἀκαπηλεύτους, καὶ δόξας ὥσπερ ὑφ' ἡλίῳ μάλα καομένοις ζέφυρός τις ἀναψύξεως. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον.

εʹ. Ἦρος δ' ἀρχομένου τὰς δυνάμεις αὖθις ἀναλαβὼν ὁ βασιλεὺς ἦγεν ἐπὶ τὴν πόλιν Σεῤῥῶν, καὶ ὅσα πέριξ εἰσὶ φρούρια καὶ πυργώματα μέχρι Φιλίππων. κἀπειδὴ πεῖραν προσάγων ἐν τοῖς ὁμοίοις ἦν ἀτυχήμασιν, ἐμποδὼν ὡς ἔοικεν ἱσταμένου τοῦ θείου βουλήματος, ἔδοξεν αὐτῷ διαβαίνειν εἰ δύναιτο μέχρι καὶ ἐς Διδυμότειχον, τοὺς μάλα ποθοῦντας ὀψόμενός τε καὶ ὀφθησόμενος. ἐπεὶ δὲ τοῖς περὶ αὐτὸν ἐπικούροις τε καὶ συμμάχοις Τριβαλλοῖς, ἀκηκοόσι πολλὴν εἶναι τὴν ἐφεδρεύουσαν τῶν ἐναντίων δύναμιν περὶ τὰ πρόσω στενὰ τῆς Χριστουπόλεως, ἀνθίστασθαι συνέβαινε πρὸς τὸ δόγμα διὰ δειλίαν καὶ δέος, καὶ ἄλλως βλακικωτέροις οὖσι καὶ τὰς ὑπερορίους οὐ σφόδρα ἀγαπῶσιν ἐκστρατείας, ὀπίσω ἀπήλλαττεν αὖθις ἐς τὰς τῶν Τριβαλλῶν νομὰς καὶ αὐτὸς, ἄκων τε καὶ μάλα πλείστους ἐπαγόμενος κατὰ καρδίας τοὺς τῆς λύπης ἄνθρακας, διὰ τὸ μὴ κατὰ γνώμην δήπουθεν αὐτῷ τὰ πράγματα ἀπαντᾷν. πεποίηται μέντοι τὴν ἀναχώρησιν μέχρι καὶ ἐς πόλιν τὴν Στρουμμίτζαν, καὶ ὅσα ἐπέκεινα χωρία ἦν ἀναπεπταμένα τε καὶ ἱππήλατα· ἔνθα δὴ καὶ τὸν Κράλην Σερβίας τὰς ἐπαύλεις ποιεῖσθαι τέως συνέβαινεν.
(Β.) Εἷς δ' ἦν ἤδη τῶν αὐτῷ ἑπομένων καὶ ὁ Ἀσὰν Ἰωάννης. ὃ γὰρ πρὸ βραχέος ἐπιτροπεύων ἦν Μελενίκου φρούριον, ἐντολαῖς νῦν βασιλικαῖς τῷ Χρέλῃ παραδεδωκὼς πρὸς βασιλέα ἀφίκετο, καὶ διετέλει συνὼν αὐτῷ, συσκηνοῦντι τέως τῷ τῶν Τριβαλλῶν ἡγεμόνι.
(Γ.) Ἔτυχε δ' ἀφιγμένη τηνικαῦτα κἀκ πόλεως Βεῤῥοίας πρεσβεία τῷ Κράλῃ, λόγους περὶ ὧν ἀπῄτει κομίζουσα καὶ ζητοῦσα μαθεῖν ἀκριβῶς, ἃ κατὰ γνώμην ἐστίν. ἀπῄτει δ' ὑπήκοον τὴν πόλιν τούτῳ γενέσθαι καὶ ὑποχείριον, τῇ ἀκροπόλει φρουρὰν Τριβαλλῶν ἐμβαλόντι, πρὶν ἂν ἀκουσίων αὐτῶν πολέμου νόμοις ἐξανδραποδίσηταί τε καὶ διαρπάσῃ καὶ πόλιν καὶ οἰκίας ἅμα καὶ γυναιξὶ καὶ τέκνοις. τοῖς μέντοι πρεσβεύουσι καταπλαγεῖσι πρὸς τὴν τῶν λεγομένων ἐμβρίθειαν καὶ ἀποτομίαν ἔδοξε βέλτιον λάθρα κοινολογήσασθαι τῷ βασιλεῖ Καντακουζηνῷ, καὶ δοῦναι λαμπρὰς τὰς ἐγγύας, εἰ βούλοιτο τὴν ταχίστην λαθὼν παρεισελθεῖν καὶ λαβεῖν ἀπονητὶ τὴν πόλιν αὐτός. εἶναι γὰρ μανιώδους ψυχῆς καὶ γνώμης, αἱρεῖσθαι πρὸ τοῦ ἡμέρου τὸ βάρβαρον, καὶ προτιμᾷν τῆς ὁμοφύλου τὴν ἀλλόφυλόν τε καὶ νόθον ἡγεμονίαν. τούτων οὕτω συσκευασθέντων καὶ κυρωθέντων πρὶν αἰσθέσθαι τοὺς Τριβαλλοὺς, λόγοις ἀπατηλοῖς τισι μετεωρίσαντες τὴν τοῦ Κράλη διάνοιαν οἱ ἐκ Βεῤῥοίας πρέσβεις ἐπ' οἴκου ἀνεχώρησαν, ἀπαγγέλλοντες τοῖς ἐν Βεῤῥοίᾳ τήν τε τῶν τοῦ Κράλη λόγων βαρύτητα καὶ ἃς ἀναγκασθέντες αὐτοὶ συνθήκας αὐτοκρατορικὰς πεποίηνται πρὸς βασιλέα, τοῦ καιροῦ σχεδιάσαντος τὴν τοιαύτην παραχρῆμα ἐπίνοιαν.
(Δ.) Βραχεῖαι μετὰ τοῦτο παρῳχήκεσαν ἡμέραι, καὶ τὰς οἰκείας ὁ βασιλεὺς δυνάμεις ἀναλαβὼν ἐπὶ κυνηγέσια δῆθεν ἐξῄει, καὶ περιπάτους ἀνέσεώς τινος καὶ ῥᾳστώνης βασιλικῆς. καὶ μὲν δὴ οὔπω τρεῖς ἐκεῖθεν ἡμέραι παρῆλθον, καὶ τὴν πορείαν ἐπιταχύνας σφόδρα ἀταλαίπωρον εὗρε τὴν εἰς Βέῤῥοιαν εἴσοδον, σὺν πάνυ πολλῇ τῇ προθυμίᾳ καὶ ἡδονῇ καὶ ὑπτίαις τὸ δὴ λεγόμενον ὑποδεξαμένων τῶν Βεῤῥοιέων χερσί. τοῦτο γὰρ ἓν πρᾶγμα ὂν ἀμφοτέροις ὠφελείας μακρᾶς καὶ γαλήνης ἅμα γέγονεν αἴτιον, ἀπαλλαγεῖσι τῶν τοῦ Κράλη χειρῶν ἐν ταὐτῷ. θεοῦ δ' ἦν πάντως τὸ χρῆμα, τοῦ τὰ δυσχερῆ ποιοῦντος ῥᾴδια, καὶ τοὐναντίον αὖ ὁπότε βούλοιτο, καὶ οἷστισιν ἐθέλοι τρόποις.
(Ε.) Ἐπεὶ γὰρ τεθέαταί τε καὶ ἔγνω σαφῶς τὸν βασιλέα περιφρονούμενόν τε καὶ ὑβριζόμενον ὑφ' ὧν ἐν ἐλπίσιν ἔκειτο δοχῆς καὶ στοργῆς ἀξιοῦσθαι, μετέθετό τε τὴν γνώμην εὐθὺς καὶ αὐτὸς καὶ δρασμὸν ἐκ τῆς μνήμης γίνεσθαι ἑκών γε εἶναι ἐδίδου τῶν τε μελετηθέντων καὶ κυρωθέντων ἐν τῷ ἀφανεῖ τῆς οἰκείας καρδίας βουλευτηρίῳ τοῦ ἐπιόντος χρόνου πρὸς ἀμοιβὴν δι' αὐτὸν ἀγαθῶν· καὶ πρὸς ἐπιβουλὰς τέως ἀπησχόλει τὸν νοῦν, καὶ ὅλος πρὸς Βυζαντίους ἦν ὑποῤῥέων, καὶ πρὸς τὰς ἐκεῖθεν ἠρέμα καθελκόμενος ὑποσχέσεις.
(Στ.) Ἀλλ' ὥσπερ πανταχοῦ τὰ τῆς ἀνθρωπίνης μελέτης ἡττώμενα κεῖται τοῦ θείου βουλήματος, οὕτως ἐπικρατέστερα κἀνταῦθα νῦν ἐγεγόνει, ἃ μηδ' ὅλως οὐδαμῆ προσεδοκᾶτο τοῖς κινδυνεύουσι, μηδ' ἐπὶ καρδίαν ἀνέβη θνητήν. τῷ μὲν γὰρ βασιλεῖ ἥδιστόν τι καὶ ἐλευθέριον ἀναπεπνευκέναι ἐπῆλθεν ὀψὲ, καὶ τῶν κατ' αὐτὸν πραγμάτων ἀρχὴν νομίσαι τουτὶ καὶ κατάστασιν πρώτην· τῷ δὲ τῶν Τριβαλλῶν ἀρχηγῷ δι' ὀργῆς ποιεῖσθαι τὸ συμβὰν, καὶ μεταμέλῳ μακρῷ τὴν ψυχὴν κατατήκειν, ὅτ' ἐν χεροῖν ἔχων μεθῆκεν ὑπ' ἀβουλίας τὸν μακρῶν θησαυρῶν γενησόμενον αἴτιον, κατά τε πλοῦτον ἀρχῆς ὁμοῦ καὶ χρημάτων καὶ ἀφοβίας τῶν ἐφεξῆς δαψίλειαν.
(Ζ.) Ἐβούλετο μὲν οὖν πόλεμον ἄρασθαι κατ' αὐτοῦ, καὶ μάχης ἄρξαι περιφανοῦς. δεδιὼς δ' αὖ, μὴ πρὸς ἀθέτησιν πρῶτος χωρήσας αὐτὸς τῶν ὀμωμοσμένων ἀντιπράττοντι προφανῶς ἐντύχῃ τῷ θείῳ, κἀντεῦθεν ἥττης ἀγώνισμα γένηται μέγα καὶ ἅμα τῆς ἐξ ἀνθρώπων χλεύης κληροῦχος εὐθὺς, ἐπέσχεν ἔς γε τὸ παρὸν, σιγῶσι λογισμοῖς δαπανῶν τὴν ψυχήν. ἔφθη γὰρ ἑκατέρων μεταξὺ δι' ὅρκων βεβαιωθεῖσα συμφωνία, μηδέτερον μηδετέρῳ ποτὲ γίνεσθαι κώλυμα πρὸς εὐτυχίαν ἡντιναοῦν ἀπαλλαγεῖσιν ἀλλήλων, ἀλλ' ἐμμένειν τοῖς ἀσύλοις ὅροις ἀεὶ τῆς φιλίας, καὶ συγχωρεῖν ταῖς τῶν Βυζαντίων ὑπηκόοις πόλεσιν, ὅτῳ βούλοιντο προσχωρεῖν ὁπώσποτε, νῦν μὲν καθ' ὁμολογίαν, νῦν δ' ἐκ πολιορκίας ἑκατέρων ἄλλη ἄλλῳ, ἐμποδὼν οὐδενὸς οὐδενὶ καθεστῶτι. ταύτῃ τοι καὶ διὰ μυχῶν ἔκρυψε σιωπῆς τὸ συμβὰν οὐ μάλα ἐθέλων.

στʹ. Ἐν δὴ τούτοις ἧκεν ἐκ Θετταλίας καὶ ὁ τοῦ βασιλέως πρωτεξάδελφος, ἱππέας ἐπαγόμενος Θετταλῶν τοὺς ἀρίστους, Ἰωάννης ὁ Ἄγγελος, συνησθησόμενός τε τῷ γεγονότι τοῦ εὐτυχήματος καὶ εἴ τις εἴη χρείας ἔφεσις ἐπικουρήσων τὰ κράτιστα. ἀξιόμαχον γὰρ ἤδη καὶ αὐτὸς ἐκτήσατο δύναμιν, ἀφ' οὗ τῷ τοῦ βασιλέως ἐπέμφθη δόγματι πρὸς τὴν τοιαύτην ἀρχὴν, ἔτι τῷ Κράλῃ συνόντος ἐν ὅροις τῶν Τριβαλλῶν, ὡς ἀνωτέρω που διελάβομεν.
(Β.) Τάχιστα γὰρ ἀπιὼν ἐκεῖσε πρὸς αὔξην ἤγαγε τὰ Θετταλῶν πράγματα, διεῤῥωγότα καὶ κάμνοντα δι' ἀλλήλων ταῖς ἀναρχίαις οὐχ ἧττον, ἢ τοῖς ἐκ πολλοῦ κατασχοῦσιν αὐτὰ Κατελάνοις. εἰς γὰρ τρυφὴν καὶ πότον ἤδη τῶν ἀπογόνων ἐκκυλισθέντων, μάλα ἀσθενῶς ἔσχε τὰ κατ' αὐτοὺς, ὡς μηδ' ἀντιπάλους ἔτ' εἶναι δύνασθαι, μὴ ὅτι μεγάλαις δυνάμεσιν, ἀλλ' οὐδὲ τοῖς παρασπωμένοις ἠρέμα καὶ διεῤῥηγνυμένοις οἴκοθεν μέρεσι.
(Γ.) Τοιούτοις τοίνυν ὁ Ἄγγελος συμβεβηκὼς πράγμασιν, ἀνὴρ δεινὸς τὰ πολέμια, τά τε πλεῖστα τῆς Θετταλίας οἰκείαν ἔσχεν ἀρχὴν καὶ ἅμα παρεξιὼν Αἰτωλούς τε ὑπηγάγετο καὶ Λοκροὺς τοὺς Ὀζόλας. εἷλε δ' ὁμοῦ καὶ Ἀκαρνανίαν ἅπασαν τοῦχρόνου χωροῦντος, ὑποχείριον πρότερον σχὼν καὶ τὴν ταύτης ἡγεμονίδα Ἄνναν, τὴν τοῦ πρὸ ἐτῶν ἤδη συχνῶν τεθνηκότος κόντου Κεφαλληνίας σύζυγον, ὡς ἀνωτέρω καὶ περὶ τούτου διαλαβόντες εἰρήκειμεν. ἣν ἀνελεῖν εὐθὺς παρώξυνον ἔνιοι· μηδὲ γὰρ ἠρεμήσειν αὐτῆς τὸ φίλαρχον, διὰ μακρῶν ἤδη τῶν χρόνων ἐν τῇ ψυχῇ στηριχθέν· ἀλλ' ὥσπερ ἄνθρακες ἀχύροις τισὶν ἐμφωλεύοντες ἀγνοοῦνται λάθρα τὴν ὕλην ἐσθίοντες, μέχρις ἂν εἰς ὕψος ἀναῤῥιπίσωσι τὸ μεμηνὸς τῆς φλογός· οὕτω δὴ καὶ αὐτὴν ἐφεδρεύσειν ἐς ἀεὶ ταῖς τῆς ἐξουσίας ἐλπίσι, μέχρις ἂν συνεξεταζομένη τοῖς ζῶσιν ἕτερον ὁρᾷ περιεζωσμένον τὰ σκῆπτρα τῆς ἀρχῆς. αὐτὸς δὲ τούτων ἁπάντων τὸ τῆς συγγενείας προτιμήσας ἀνομοθέτητον δίκαιον τοῦ μὲν ἀναιροῦντος ἐφείσατο ξίφους· ἐν ἀδέσμῳ δ' οὖν προσέταξε τηρεῖσθαι ταύτην φρουρᾷ· ἵνα μὴ παραπλήσιον αὖθίς τι δράσῃ, καθάπερ ὅτε πρὸς Ἀνδρονίκου τοῦ βασιλέως ἐν Θεσσαλονίκῃ μετενεχθεῖσα χρόνῳ ὕστερον ᾤχετο λάθρα φυγοῦσα εἰς τὴν τῶν Ἀκαρνάνων αὖθις ἀρχήν. ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἑξῆς διαρκέστερον ἀφηγησόμεθα. νῦν δ' ἐκεῖσε ἐπάνειμι.

ζʹ. Ἀναλαβὼν γὰρ ὁ βασιλεὺς τὰς ἑαυτοῦ δυνάμεις, καὶ ἅμα τοὺς ἐκ Βεῤῥοίας ἐστρατολογημένους, ᾔει πρὸς τὰς τῶν Θεσσαλονικέων ἐπαγγελίας. κρύφα γὰρ ἐκεῖθεν ἔνιοι τούτῳ διεμηνύσαντο, εἰ θᾶττον ἢ τῶν οὕτω βεβουλευμένων αἰσθέσθαι τὸν δῆμον ἴοι ἐπὶ τὰ τείχη, ῥᾳδίαν εὑρεῖν δι' αὐτῶν τὴν ἐς τὴν πόλιν πάροδον. ἰών γε μὴν ἔγνω τὴν ἐπιβουλὴν ῥυεῖσαν ἐς τὰς τοῦ δήμου φατρίας καὶ πρὸς θυμοὺς ὁπλομάχους ἀναφλέξασαν ἅπαντας κατά τε τῶν ἐπιβούλων καὶ αὐτοῦ. διὸ δὴ καὶ ἀπρακτούσας ἀνειληφὼς τὰς ἐντεῦθεν ἐλπίδας ἐπὶ Βέῤῥοιαν εὐθὺς ἀναχωρεῖν ἐποιεῖτο διὰ σπουδῆς.
(Β.) Ἐπὶ τούτοις γὰρ καὶ ὁ Βυζάντιος κατέπλευσε στόλος ἐς τὸ τῶν Θεσσαλονικέων ἐπίνειον, ναύαρχον ἔχων Ἀλέξιον τὸν Ἀπόκαυκον καὶ ναυτικὴν δύναμιν μάλα πολλήν. ἦσαν γὰρ Ῥωμαϊκαὶ μὲν νῆες πλείους ἢ πεντήκοντα· Περσικαὶ δὲ, κατὰ συμμαχίαν ἑπόμεναι, δύο καὶ εἴκοσι. τὰ γοῦν κατὰ Θεσσαλονίκην πράγματα διαθέμενος αὐθήμερον ὁ Ἀπόκαυκος ὡς ἐβούλετο, καὶ ἅμα καθοπλίσας καὶ παρασκευασάμενος ἐς τὴν ὑστεραίαν ἥν τε εὗρεν ἐν Θεσσαλονίκῃ δύναμιν στρατιωτικὴν καὶ ἣν ἐπαγόμενος ἧκεν αὐτὸς ὁμόφυλόν τε καὶ ἀλλόφυλον ναυτικὴν, τὴν διὰ γῆς ἐπὶ Βέῤῥοιαν ἐπιταχύνειν ἐνεθυμήθη πορείαν, εἴ πως δυνηθείη καταλαβεῖν περὶ τὴν τοῦ μεταξὺ Βεῤῥοίας καὶ Θεσσαλονίκης ῥέοντος ποταμοῦ διάβασιν τὸν τοῦ βασιλέως στρατόν. ἐνταῦθα γὰρ ἀνύσειν ᾤετο μάλιστα τόλμης ἀγώνισμα καὶ τρόπαιον ἔνοπλον, κατακερματισθέντων ἴσως τῶν πολεμίων, καὶ τῶν μὲν διαβάντων ἤδη, τῶν δ' ἔτι διαβαινόντων, τῶν δὲ παρὰ τὸ χεῖλος τῆς διαβάσεως ἑστηκότων.
(Γ.) Τῷ γε μὴν βασιλεῖ κατεσπουδασμένην ποιουμένῳ τὴν ἀναχώρησιν οὐδὲ τὴν πρόσω πορείαν ἄμοχθόν τε καὶ ἀταλαίπωρον εὑρεῖν ἐξεγένετο. τοῦ γάρ τοι ποταμοῦ ἥκισθ' ὅποι βουλομένοις εἴη τοῖς ἀεὶ διαβαίνειν ἐθέλουσι προσηνὲς πανταχῆ καὶ βάσιμον παρεχομένου τὸ ῥεῖθρον, ἀλλ' ἐν βραχέσι τόποις, καὶ τούτοις οὐκ ἐς προὖπτον κειμένοις ὅτῳ ἂν εἴη βουλομένῳ παντὶ διαβαίνειν, ἀλλ' ἀγνώστοις ὡς τὰ πολλὰ καὶ πολλὴν ἐπίκρυψιν ἔχουσιν, οὐ μόνον ἐν χειμῶνός τε καὶ ἦρος ὥραις, ὁπηνίκα δαψιλέστερον ἔχει τὸ κράτος ἡ τῶν ὑδάτων φύσις, βαπτίζουσά τε καὶ κατακλύζουσα τὰ εἰθισμένα μέρη τῆς γῆς, ἀλλὰ καὶ θέρει τε καὶ φθινοπώρῳ, ἐνέδραν ἐποιήσαντο παρὰ τὰς ἐπὶ θάτερα τοῦ ποταμοῦ δισχίλιοί που τὸν ἀριθμὸν ὁπλῖται τῶν Τριβαλλῶν, ἔνθα μάλιστα διαβαίνειν ἐπίδοξος ἦν ὁ βασιλεὺς κατὰ τὴν ἐπάνοδον ὁμοῦ τῷ στρατῷ, ὡς ἂν ἐξαίφνης ἀγνοοῦσι περὶ τὴν διάβασιν ἐπεισπεσόντες περιβόητον στήσωσι τρόπαιον ἐν βραχεῖ. τούτους γε μὴν οἱ πρόδρομοι τῶν στρατιωτῶν τοῦ βασιλέως πόῤῥωθεν θεασάμενοι αὐτοί τε ἀπεγνώκεσαν καὶ μακρὰν τὴν δειλίαν ταῖς βασιλικαῖς δυνάμεσιν ἐμβεβλήκεσαν.
(Δ.) Καὶ τάχ' ἂν ἐν ἐκείνῳ τῆς ὥρας ἐφθείροντο, μεταξὺ δυοῖν στρατῶν πολεμίων ὡς ἐν δικτύῳ συνειλημμένοι, καὶ ἅμα τοῦ ποταμοῦ τὴν στρατοπεδείαν καὶ τὴν ὀφειλομένην παράταξιν κωλύοντος, εἰ μὴ θεὸς ἐκ τοῦ σχεδὸν ἀπροσδόκητον ἐχαρίσατο τὴν ἐπίκουρον χεῖρα· ὃς τὰ μὲν προσδοκώμενα πολλάκις ἄπρακτα τίθησι, τοῖς δὲ μηδαμῆ προσδοκηθεῖσι δεξιὰν χαρίζεται τὴν λῆξιν. Ἀπόκαυκος μὲν γὰρ δειλίᾳ μακρᾷ τὴν ὁρμὴν ἀνεχαίτισεν ἑαυτοῦ· ἀνὴρ δέ τις τῶν ἐγχωρίων, ἄρτι τὴν Τριβαλλῶν διαδρὰς προνομὴν, ἧκεν αὐτόμολος τηνικαῦτα τῷ βασιλεῖ, δείξειν ἐπαγγελλόμενος ἑτέραν τῆς ἐγνωσμένης διάβασιν, εἰ δαψιλεστέρους τοὺς μισθοὺς ἀπολάβοι. ἐπὶ δὴ τοιούτοις τῷ βασιλεῖ τῆς διαβάσεως γενομένης, ἐκπλαγέντες ἐκεῖθεν οἱ Τριβαλλοὶ τὸ τοῦ πράγματος παράδοξον ᾤχοντο τὴν ταχίστην ἀνὰ τὴν χώραν ἄλλος ἄλλοθι διασκεδασθέντες.

ηʹ. Οὕτω δὲ κακῶν ἀπαθῆ πρὸς Βέῤῥοιαν διασεσῶσθαι τὸν βασιλέα Ἀπόκαυκος ἀκηκοὼς ὁμοῦ τῷ στρατῷ οὐκ ἐνέβαλεν (ὡς ἔφημεν) εὐθὺς εἰς τὴν πολεμίαν, ἀλλ' ὑφῆκε τῆς ὁρμῆς. ἐκ γὰρ τοῦ φανεροῦ πολεμεῖν καὶ συστάδην ποιεῖσθαι τὰς μάχας πρὸς μάχιμον στρατὸν οὐ μάλα ἐθάῤῥει, πλῆθος μὲν ἔχων μυρίον αὐτὸς, ἀπὸ κώπης δ' ἐς γῆν ὀψὲ μετενηνεγμένον τὸ πλεῖστον. ὅθεν ἀπεσταλκὼς πρὸς τὸν Κράλην πρεσβείαν, ἠρεθισμένον ἤδη καὶ αὐτὸν (ὡς δεδήλωται) κατὰ βασιλέως, ἐκάθητο μὲν περιμένων συμμαχικὸν ἐκεῖθεν στρατόν· ἀπέφραττε δὲ καὶ τὸ τοῦ ποταμοῦ στόμα, τριήρεις ἐφιστὰς κατὰ θάλατταν, ὅποι κατιὼν ἀποπτύει τὸ ῥεῖθρον ἐκεῖνος, μή που λαθὼν ὁ βασιλεὺς ἀκάτιον ἐκπέμψῃ πρὸς τὸν σατράπην Ἀμοὺρ, συμμαχίαν αἰτῶν. ἔπειτα πέμψας ἠρώτα τὸν βασιλέα, ὅ,τι βούλοιτο δρᾷν περὶ ἑαυτοῦ, συγκεκλεισμένος τε οὑτωσὶ πανταχόθεν καὶ μέλλων ἐς τὴν ὑστεραίαν πολιορκεῖσθαι.
(Β.) Ὁ δ' ἀπεκρίνατο, σύνηθες οὐκ εἶναι πρὸς πολεμίους πολεμίοις ἐξαγγέλλειν στρατηγικὰ μυστήρια. ὅμως ἐπειδήπερ σοι ἐξ ἁλῶν εἰς τὸ στρατήγιον ἀναξίως πάνυ σαυτοῦ παρεληλυθότι στρατιωτικῆς ἐμπειρίας ὡς ποῤῥωτάτω βαδίζειν ἕπεται, μῦθον ἐρῶ σοι οὐκ ἄμουσον ἔγωγε πρῶτον· ἔπειτα καὶ περὶ ὧν ἤρου με τἀληθῆ σοι οὐκ ἀποκρύψομαι, ἵνα σαφέστερον εἰδείης αὐτὸς, ὅσῳ περιφρονητικῶς ἔσχον ἐγὼ περὶ τὸν ὄγκον τῆς σῆς ὑπερηφανίας, καὶ ὅπως σοὶ μὲν τὸ σὸν καταλείπειν ἴδιον ἐθέλω κἀνταῦθα, ἐμοὶ δὲ τοὐμόν. ἴδιον δὲ σοὶ μὲν ἀεὶ τὸ χαίρειν τοῖς ψεύδεσιν· ἐμοὶ δὲ τῇ φύσει τῆς ἀληθείας. Ἀνήρ τις τῶν αἰθερίων ὀρνίθων ἑνός ποτε γενόμενος ἐγκρατὴς ἤρετο αὐτὸν, ἐνὶ οἷς ἐστι λογισμοῖς. ὁ δ' ἀπεκρίνατο· οὐ τὰ ἐμά σε χρεὼν, ὦ ἄνθρωπε, διερευνᾷν ὅπως ἔχει, ἀλλ' ὅπως ἕξει τὰ σά. εἴ τι γὰρ ἐγὼ μαντικὸς, ἐρῶ σοι περὶ ἐμαυτοῦ μὲν ἥκιστα, περὶ σοῦ δὲ μάλιστα. τοῖς μὲν γὰρ τῶν ἀνθρώπων οἰωνοσκόποις τέχνην ἀθροίζειν ἐξ ὀρνίθων ἐπὶ τὸ ἐσόμενον συμβαίνει πολλάκις διά τε καθέδρας αὐτῶν καὶ πτήσεως καὶ κλαγγῆς, οὐκ ἐπίπαν εἰπεῖν ἐς τἀσφαλὲς πανταχοῦ τῆς τούτων διανοίας ἀπὸ στοχασμοῦ διασώζειν ἐξικνουμένης τὴν κρίνουσαν ψῆφον. ἐγὼ δ' ὄρνις ὢν οὐκ ἀπὸ καθέδρας καὶ πτήσεως καὶ κλαγγῆς ἀνάρθρου τὸ μέλλον ἀναγινώσκειν σοι δώσω, πρὸς ἀνάγκας ἀδήλους τε καὶ μὴ πάνυ σαφεῖς συνωθῶν σε, ἀλλὰ φωνήεντα χείλη καὶ λόγων ἔναρθρον δύναμιν. ἄκουε γοῦν. εἰ μὲν ἀπολῦσαί με προθυμηθείης, ὁ παῖς σοι τεθνήξεται· εἰ δὲ κρατεῖν ἐθέλοις, οὐκ ἂν φθάνοις τεθνηκυῖαν θρηνῶν τὴν γυναῖκα. ἐπλήγη τὴν ἀκοὴν ὁ ἀνήρ· καὶ διηπόρει καθ' ἑαυτὸν, μεγίστην ἑκατέρωθεν ὁρῶν τὴν ἐμβρίθειαν τοῦ παρ' ἐλπίδα δεινοῦ. ὅμως ἐν ἐκλογῇ δυοῖν γενόμενος ἀφύκτων κακῶν τὸ κουφότερον ὁ ταλαίπωρος εἵλετο, καὶ λύσιν τῷ ὄρνιθι παρασχὼν εὐθὺς ἐθρήνει τὸν παῖδα κείμενον. τοῦ μύθου τοίνυν οὕτως ἔχοντος, ἄκουε καὶ δι' ὃν ὁ μῦθος εἴρηται λόγον. Ἐπεὶ τῶν στρατιωτικῶν ἐν πείρᾳ γεγένημαι πάλαι πραγμάτων, ὥς γε καὶ αὐτὸς οἶσθα, οἶδα καὶ ὅσην τὴν ἡμερήσιον αὐτὸς ἀεὶ δαπάνην ποιῇ τῶν χρημάτων περί τε τὴν ἑπομένην σοι ναυτικὴν δύναμιν περί τε τὰς πεζικὰς φάλαγγας, καὶ ἐπὶ τούτοις ὅσα τε ἀναλίσκεις καὶ ὅσα ἐς ἀεὶ ἀναλώσεις, συχνὰ περὶ συμμαχίας πρεσβευόμενος πρὸς τὸν ἡγεμόνα τῶν Τριβαλλῶν· καὶ μὴ πρός γε μόνον ἐκεῖνον ἔχων τοῦ χρέους τὸ βίαιον δαψιλεστέραν πέμπειν τὴν δεξιὰν, μὴ δὲ πρός γε δήπου μετ' ἐκεῖνον τὴν ἡγεμονίδα σύζυγον, ἀλλ' ἐπὶ τούτοις θωπεύειν ζητεῖν καὶ χρήμασι περιέρχεσθαι τοῖς ἑκάστῳ προσήκουσι τῶν τοῖς ἡγεμόσι παραδυναστευόντων Τριβαλλῶν· ἃ πάντα σε τὴν ταχίστην ἀπειρηκέναι βιάσονται καὶ μάλα τοι προθυμούμενον. Τὰ δ' ἐμὰ στρατόπεδα, ἥ τε περὶ ἐμὲ διηνεκὴς δύναμις καὶ Θετταλία μικροῦ πᾶσα. ἀκούειν δ' οἶμαί σε τὴν Θετταλικὴν ἵππον ἡλίκη, καὶ ὅσην ἔχει τὴν ἐμπειρίαν ὁ στρατὸς ἐκεῖνος πρὸς τὰ πολέμια, καὶ ὅπως μακρῶν καὶ ποικίλων πολέμων εἰσὶν ἀθληταί. ταῦτα δ' οἴκοι καθῆσθαι προσετετάχειν ἐγὼ μέχρι καὶ ἐς τὸν τῆς χρείας καιρὸν, ἵνα δυοῖν οὐδέτερον τῶν οὐ συμφερόντων ὁρῷτο γινόμενον· μήτε γὰρ ἐν ἀλλοτρίᾳ τὴν δίαιταν ἄπρακτον τρίβοντας ἐνεῖναι δαπανᾷν ἑαυτοὺς ἐν οὐ καιρῷ, μήτε τοὺς ἡμετέρους δῃοῦν ἀγροὺς καὶ τὰς ἀμπέλους ἐν ἀκμῇ τοῦ καρποῦ καθεστηκυίας ἁρπάζοντας διαφθείρειν· οἷα φιλεῖ τοῖς στρατοπέδοις συμβαίνειν ὡς τὰ πολλὰ διὰ τὴν δημοτικὴν ἀναρχίαν. ἡ γὰρ τῶν τοιούτων φθορὰ τοῖς μὲν ἔχουσι ζημίαν παρέχει καὶ βλάπτει τὰ μέγιστα· τοῖς δ' ἁρπάζουσι μικρὰ πολλάκις ἢ οὐδὲν ὤνησεν, ἀλλ' ὡς ἔπος εἰπεῖν, Χείλεα μέν τ' ἐδίην', ὑπερῴην δ' οὐκ ἐδίηνε. ταῦτ' οὖν ἐμοὶ μὲν, στρατιωτικαῖς ἐμπειρίαις συντεθραμμένῳ, προειδέναι ἔπεισι· σοὶ δ' οὔ. Διὸ σοὶ μὲν ἐν τοῖς παρέργοις τὴν ὅλην ἰσχὺν περιγίνεται δαπανῶντι τελευτᾷν εἰς ἀμηχανίαν, καὶ τὴν τῶν χρημάτων ἀπειρίαν κενοῦν εἰς πράξεις κακοπραγούσας, δι' ἀπειρίαν τοῦ στρατηγεῖν· ἐμοὶ δ' ἐμπειρίαις συντεθραμμένῳ στρατηγικαῖς τὴν τῶν χρημάτων ἔνδειαν πράξεων εὐπορίαν ποιεῖσθαι χρηστῶν καὶ πλοῦτον κατορθωμάτων τὸ τέλος ἐνδείκνυσθαι. τούτων δ' οὕτως ἐχόντων, ἕψεται δή σοι λοιπὸν τὸ τοῦ μύθου. εἰ μὲν γὰρ ἀπιδὼν πρὸς τὸ τῆς δαπάνης πολύχουν μὲν, ἀνόνητον δὲ, καὶ ἅμα πρὸς τοὺς ἐπιόντας ἐκ τῶν πολέμων κινδύνους, παλινδρομεῖν τὴν ταχίστην ἐθελήσειας ἐς Βυζάντιον οἴκαδε, συμψήφῳ δι' ἀπόγνωσιν τῇ ἀνάγκῃ χρησάμενος, μακρὸν μὲν ὀφλήσεις τὸν γέλωτα· αἰσχρὸν γάρ φασιν Ὁμηρίδαι, δηρόν τε μένειν κενεόν τε νέεσθαι. καὶ πρός γε ζημιώσῃ τὰς πόλεις, ἃς ἐπιὼν αὐτὸς ἀπονητὶ καθέξειν ἐλπίζω. εἰ δὲ τὸ μὴ τοιούτοις περιπεπτωκέναι κινδύνοις ὁμοῦ καὶ ὀνείδεσι φυλαττόμενος παραμένειν ἔτι φιλονεικοίης, οὐκ ἂν φθάνοις μετὰ τοῦ γέλωτα ὄφλειν μακρὸν καὶ τὴν κεφαλὴν ἀφαιρούμενος, καὶ βιαίως οὕτως ἀποῤῥηγνὺς τὴν ψυχὴν, ἐπειδὰν κυκλωθεῖσα ἡ πόλις, τὸ σὸν νῦν ὁρμητήριον, ἔκ τε γῆς καὶ θαλάττης μετὰ πολλῶν ἐπιόντος ἐμοῦ τῶν δυνάμεων, ἐπὶ τὸν αἴτιον τρέψηταί σε τὴν ὀργήν. Μεταπέμψομαι γὰρ οὐ Θετταλικὴν μόνον ἵππον, καὶ ὅσα ἐκεῖθεν στρατόπεδα, ἀλλὰ σοῦ γε εἵνεκα καὶ Περσικὰς ἐξ Ἀσίας δυνάμεις. σὺ γὰρ ἤδη τοῦτ' ἐπεπράχεις πρῶτος, καθ' ὁμοφύλων δι' ἐμὲ Περσικὴν ἐλάσας δύναμιν. τὸ δ' ἐκ τῶν ὁμοίων τὸν ἀδικήσαντ' ἀμύνεσθαι, εἰ μὲν ἀνενέγκλητον εἶναι κρίνοις αὐτὸς, ἀθῶος ἐγὼ, καὶ πρὸς αὐτῶν τὴν μαρτυρίαν τοῦ συγκεχωρηκότος λαμβάνω τῶν βασκαινόντων. εἰ δ' εἰς ἐγκλήματος λόγον ἀνάγεις τοὐμὸν πρᾶγμα, ὥρα σοι λογίζεσθαι, πηλίκων καὶ ὅσων τῶν ἐγκλημάτων ὑπεύθυνον σὺ σαυτὸν ἐπεπράχεις ἐθελοντὴς, κατά τε μηδὲν ἀδικοῦντος ὅπλα τοσαῦτα κινῶν ἀσεβῶν ἀναμὶξ καὶ ὁμοφύλων, καὶ πάντων ἀφειδῶν χρημάτων, καὶ πᾶσαν Ῥωμαίων γῆν διαφθείρων, καὶ νεὼς καθαιρῶν, καὶ μιασμάτων ἐμπιπλὰς ἱερὰ, καὶ πολυτρόπως τοῖς θείοις ἐμπαροινῶν, καὶ πάσης πολιὰν εὐγενείας ἐκ μέσου ποιῶν, καὶ πάντα φύρδην ἄνω καὶ κάτω κυκῶν καὶ διαστρέφων· ἵνα τί γένηται; ἵνα σὺ μόναρχος καταστῇς, μείζοσιν ἢ κατὰ σὲ καὶ τὴν τύχην τὴν σὴν ἐπιβάλλων πράγμασι. τῆς ἀπονοίας· ὥσπερ ἂν εἰ μηδεὶς τῶν γινομένων ἐπόπτης δίκαιος ἦν, καὶ πάντα διοικῶν πρὸς τὸ βέλτιον, ἀλλ' ἀκυβέρνητον εἶχε τὸ πᾶν καὶ πλημμελῆ τὴν φοράν. Καὶ ταῦτ' οὐδὲ πρὸς τὰς ἐμὰς φυγὰς καὶ τύχας ἀπιδὼν συνέσεως ὁτιοῦν εἰς δυσώπησιν ἐδυνήθης λαβεῖν, ὅπως τοὺς μὲν φίλους, καὶ πολλὰς ὀφείλοντας ἔμοιγε χάριτας, ὡς πολεμίους ἐξώπλισε κατ' ἐμοῦ τὸ μανιῶδες τῆς γνώμης· τοὺς δ' ἐχθροὺς καὶ δυσμενεῖς, ὑφ' ὧν μοι προσῆκε πάσχειν μᾶλλον κακῶς, φίλους αἱ τῆς δίκης πλάστιγγες ἔδειξαν ἀκριβεῖς· καὶ ὃν ὁ ὑμέτερος κλύδων εἰς πυθμένας κατήνεγκε συμφορῶν, ὑπέρτερον παραδόξως ὑμῶν ἐπεπράχει θεός. καὶ νῦν, ὡς ὁρᾷς, ἐμοὶ μὲν ἐξουρίας ἅπαντά γε χωρεῖ, καὶ χωρήσει ξύν γε θεῷ. σὺ δ' ὅλους ἀνηλωκὼς χρημάτων σωροὺς, τῶν τ' ἐμῶν δηλαδὴ μεθ' ὅσα τοῖς βασιλικοῖς ἐνῆν πρυτανείοις καὶ ὅσα πᾶσιν εὐγενέσι ταμιευόμενα πέπραχας ἅρπαγμα λῃστρικὸν, οὐδὲν πλέον κατορθοῖς, ἢ τὸν Πηνελόπης ὑφαίνεις ἱστόν· ὃν πανημέριον ὑφαινόμενον τὸ σκότος ἀνέλυε τῆς κατόπιν νυκτός. δῆλον οὖν ἂν ἐντεῦθεν εἴη καὶ τοῖς μικρὰ φρονοῦσιν, ὡς ὑμῖν μὲν ἀδικοῦσιν ἥκιστα συλλαμβάνειν ἐθέλει τὸ θεῖον· ἀδικουμένῳ δ' ἔμοιγε καὶ μάλα μάλιστα. καὶ δέον ὑμᾶς, ἀφοσιουμένους τὴν ἐκ θεοῦ νέμεσιν, τὸ τῆς ὀργῆς ἐπίσχειν ἀταμίευτον, ὑμῖν δ' ἠρεμεῖν οὐκ εἰς μνήμην οὐδ' ὀψὲ τῶν χρόνων ἔρχεται. Ὅμως εἰ μὴ ἐν τῷ αὐτίκα φεύγων αὐτὸς οἰχήσῃ, κακοδαιμονία δέ τις συνέστιος κατὰ χώραν ἄχρι καὶ ἐς ἑβδόμην ἡμέραν διακαρτερεῖν ἀναγκάσει, ἔργα λόγων ὄψει πολλῷ κραταιότερα.
(Γ.) Ταῦτ' εἰπὼν τοὺς μὲν πρέσβεις ἀφῆκε πορεύεσθαι· αὐτὸς δ' ἀκάτιον κατεσκευακὼς λάθρα δι' ἀμάξης κατήνεγκεν ἀλλαχόθεν εἰς θάλατταν, σταδίους Βεῤῥοίας διέχουσαν ἑξήκοντα καὶ ἑκατὸν, δι' οὗ τὴν καλέσουσαν ἀπεστάλκει πρεσβείαν τὸν τῆς Λυδίας σατράπην Ἀμούρ. καὶ ἦν ὁ καιρὸς τηνικαῦτα παρὰ τὰς τοῦ κυνὸς ἐπιτολάς.

θʹ. Ἐπανιόντων δὲ τῶν πρέσβεων ἐκ Βεῤῥοίας, Ἀπόκαυκος διακηκοὼς, «Ἐγὼ δ' οὐκ ἄν ποθ' ὁμολογήσαιμι νόθον εἶναι καὶ μὴ πάνυ προσῆκον τοῖς στρατηγεῖν αἱρουμένοις (ἔφη) τὸ ψεύδεσθαι, ὅτι μὴ καὶ μάλιστά σφισιν ἁπάντων εἶναι τῶν ἀναγκαιοτάτων. δυοῖν γὰρ ὄντοιν πραγμάτοιν, ἀληθείας καὶ ψεύδους, ἓν ἐξ ἀμφοτέρων πορίζεται κέρδος ὁ στρατηγὸς, καθ' ὁπότερον ἴδῃ συνωθοῦσαν τὸ συμφέρον τὴν τῆς χρείας ἀνάγκην. φιλοσόφοις γὰρ καὶ ὅσοις τὸ μὴ πάντη τοῦ βίου κοινωνικὸν πραγματεύεται ἴδιον ἂν εἴη τὸ ψεύδους παντὸς ἄμικτόν τε καὶ ἀβαφῆ τὴν γλῶτταν τηρεῖν, οἷς οὐδεμία πρόσεστι βίου φροντὶς, παρενηνέχθαι τῆς ἀληθείας πείθουσα. οἷς δ' ἀληθεύσασι μὲν ἐνίοτε διακινδυνεύεται πόλεις αὐτάνδρους καὶ στρατόπεδα πάντ' ἀπολέσθαι, ψευσαμένοις δ' ὅλην ἀκραιφνῆ χαρίσασθαι σωτηρίαν· ποῦ οὐκ ἂν ἀτοπίας ἐλαύνοι, πρὸ τοῦ συμφέροντος ψεύδους αἱρεῖσθαι τὸ τὰ ἔσχατα βλάπτον τῆς ἀληθείας; ἐγὼ γὰρ μυριάκις ἂν ἑλοίμην, ἐξὸν μετὰ τοῦ ψεύδεσθαι, σώζειν καὶ πόλεις ὁμοῦ καὶ στρατόπεδα, τοῦ γε ξὺν τῇ ἀληθείᾳ πρὸς βάραθρον ἀπωλείας ἐλαύνειν ἅπανθ' ἑκών. ἀνυποστάτου γὰρ ὄντος καὶ ἀνουσίου τοῦ ψεύδους, ἀνάγκη τὸν τούτῳ χρώμενον, ὁπότε χρῷτο, μηδὲν ἄλλο γε δρᾷν, ἢ σιωπήν τινα καὶ φειδὼ τῆς ἀληθοῦς οὐσίας πραγματεύεσθαι· καθάπερ δήπου καὶ ὅσα τῶν κειμηλίων πολυτελέστερά τε καὶ τιμιώτερα τοῖς ἔχουσι νῦν μὲν καλύπτεται τοῦ συμφέροντος εἵνεκα, νῦν δ' ὥσπερ ἀνακαλυπτήρια θύειν τοῖς τῶν ἀνθρώπων ὀφθαλμοῖς τὸν ἴσον ἔξεστι τρόπον. ὥστ' οὐ δικαίως ὁ Καντακουζηνὸς τὴν γραφὴν ἐμοὶ τοῦ ψεύδεσθαι, ὥς γε οἶμαι, προστρίβεται, τοῦ λυσιτελοῦς ὡς μάλιστα ποιουμένῳ τὴν πρόνοιαν. ἐγὼ γὰρ ἐλάττωμα ἂν ἡγησάμην, εἰ μὴ τοιοῦτος εἴην· κἀκείνῳ δ' αὖ, εἰ στρατηγοῦ ποιεῖν ἐβούλετο πρᾶγμα, τότ' ἄν με λοιδορεῖν ἐχρῆν, ὅτε μὴ οὕτω τοῖς ἀνὰ χεῖρας ἑώρα με πράγμασι προσιόντα. Ἐμὲ δ' ἐκεῖνο μάλιστα πάντων ἐπαίρει θαυμάζειν ἐκείνου, πῶς ταῦτ' ἐπείγεται δρᾷν, οἷς ὀνειδίζων ἐκτόπως ἐμοὶ λοιδορεῖται, τὴν βαρβαρικήν φημι καὶ ἀλλόφυλον συμμαχίαν. εἰ γὰρ ἐν ἀλλοτρίοις πταίσμασιν ἰδίαν ἀσφάλειαν ἐγκωμίων αὐτὸς ἐπορίσατο καὶ τῷ ὄντι τά μοι πεπραγμένα μεμίσηκε, ποθεῖν οὐκ ἐχρῆν, οὐδὲ μιμεῖσθαι. τὸ γὰρ μιμεῖσθαι φιλοῦντός ἐστιν, οὐ μισοῦντος, καὶ θαυμάζοντος μᾶλλον ἢ ψέγοντος. οὐδεὶς γὰρ ἃ μισεῖ δρᾷν ἐκ ψυχῆς ἐπείγεται, τοῦ βιαζομένου παντὸς ἐκ ποδῶν ἱσταμένου. εἰ δὲ γλώττῃ μὲν λοιδορεῖται τούτοις οἷς ἐμὲ πράττοντα βλέπει, ἔργοις δ' οὐχ ὅπως οὐκ ἀποσπεύδει τὴν μίμησιν, ἀλλὰ καὶ προσεπιδαψιλεύεται, δῆλον ὡς οὐχ ὅτι μισῶν λοιδορεῖται, ἀλλ' ὅτι μὴ πρῶτος αὐτὸς ἐπεπράχει δυσχεραίνει· ὥστε δυοῖν ὁπότερον καθ' ἑτέρου ψηφισθείη, καὶ θατέρῳ τοῦτο δικαίως ἀκολουθήσῃ, καὶ ὁμοίως ἀμφοτέροις ἢ τὰ τῆς ἐπιτιμήσεως ἢ τὰ τῆς συγγνώμης ἐφ' ὁμοίοις τοῖς πράγμασιν ἕψεται.»
(Β.) Ἐκεῖνος μὲν οὖν ταῦτ' ἔλεξε, σφόδρα τῆς ἑαυτοῦ καταψευδόμενος φύσεως, καὶ πιθανότητι γλώττης τὴν τῶν πραγμάτων ὑποκλέπτων ἀλήθειαν. ἔθος γὰρ αὐτῷ διηνεκὲς τουτὶ, καὶ πολλάκις τούτῳ περιφανῶς ἐνεκαλλωπίσατο, ἕτερα μὲν τῇ γλώττῃ προφέρειν, ἕτερα δ' ἐν τῇ διανοίᾳ καλύπτειν, καὶ μαχομένην δεικνύειν τῇ γλώττῃ τῶν λογισμῶν τὴν μελέτην. πολλὰ μὲν οὖν κἀνταῦθα τῇ γλώττῃ θρασυνόμενος τοῖς ἔργοις ἠλέγχετο. αὐτὸς μὲν γὰρ διὰ δέος ἐν Θεσσαλονίκῃ παρέμεινε· τὴν δὲ στρατιὰν τῶν ἐπισήμων ἑνὶ παραδοὺς ἐπὶ Βέῤῥοιαν ἔπεμψε, παραγγείλας ἄχρι τριῶν ἐκεῖ παραδείξαντας ἑαυτοὺς ἡμερῶν τὴν ταχίστην ἐπανιέναι. οὐ γὰρ δράσοντάς τι γενναῖον σφᾶς ἐπεπόμφει· τῶν γὰρ ἀμηχάνων ἓν ἐδόκει τοῦτ' αὐτῷ· ἀλλ' ὅσον μὴ φωραθῆναι τὴν τούτου δειλίαν τοῖς πλείστοις. τοῦ γάρ τοι θράσους ἀνδρίᾳ καὶ τόλμῃ πολεμικῇ συνοικεῖν οὐδαμῆ δυναμένου, πῶς ἂν αὐτὸς, μακρὸν μὲν ἐν τῇ γλώττῃ τὸ θράσος ἔχων, μακροτέραν δ' ἐν τῇ ψυχῇ τὴν δειλίαν, γεγυμνωμένοις ξίφεσιν ἢ αὐτός ποθ' ὁμιλήσειεν, ἢ πείσειεν ἄλλους; θᾶττον μεντἂν τοῦ σώματος ἀποῤῥηγνυμένην θεάσαιτο τὴν ψυχὴν, ἢ συῤῥηγνυμένου πολέμου πάταγον ὅπλων ἀκούσειεν.
(Γ.) Ἐπεὶ τοίνυν πεπαῤῥησιασμένῃ μάχῃ τὸν πολέμιον οὐκ ἐνῆν κατεργάσασθαι, πρὸς τὰς ἐν κρυφῇ συνήθεις αὖθις ἔβλεψε μηχανὰς καὶ τοὺς λαθραίους δόλους. κἀπειδή γε ἠκηκόει τὴν βασιλέως οἰκίαν εἶναι παρὰ τὸ τεῖχος τῆς πόλεως ἔνδον· ἀφ' ἧς ἐξιόντα τὸν βασιλέα περὶ μέσας που νύκτας μεμονωμένον τε καὶ ἀφύλακτον ὡς τὰ πολλὰ περισκοπεῖν ἐκ τῶν ἐπάλξεων, εἰ ἐπίοιεν ἔξωθεν αἱ τῶν ἀντιπάλων δυνάμεις καὶ ὅπως ἂν ἐγρηγόρσεως ἔχοιεν οἱ τὴν πόλιν ἔνδοθεν φρουροῦντες, ὅσοι τε τὰς κατὰ μέσην τὴν πόλιν ἔνοπλοι περιῄεσαν ἀγυιὰς καὶ ὅσοι πάντα πύργον καὶ πᾶν ἡμιπύργιον διαλαγχάνοντες φωναῖς ἀλλεπαλλήλοις τὰ νυκτερινὰ παρεμετροῦντο διαστήματα· πολλοῦ τινος ἐπρίατο μισθοῦ τῶν εὐφυῶς ἐχόντων τῆς τοξικῆς ἀσκήσεως ἕνα τινὰ, καὶ τοῦτον εἰς Βέῤῥοιαν πέμψας κατὰ τὸ λεληθὸς παρήγγειλε νύκτωρ ἐξιόντα τῆς οἰκίας τὸν βασιλέα καιρίαν βαλεῖν ἐκ τοῦ τείχους, καὶ παραχρῆμα σχοίνῳ διὰ τῶν ἐπάλξεων διεκπεσόντα πρὸς τὸ στρατόπεδον ἀπαθῆ τὴν σωτηρίαν πορίσασθαι. τῆς τοίνυν ὥρας ἐληλυθυίας, ἐν ᾗ τὸν βασιλέα τῷ εἰωθότι χρῆσθαι γέγονε περιπάτῳ παρὰ τὸ τεῖχος τῆς πόλεως, τρὶς μὲν εὐθὺς ὁ τοξότης ἐκεῖνος ἐτείνετο τὸ τόξον· τρὶς δ' ἀτυχῶν περὶ τὴν ἀποστολὴν τοῦ βέλους ᾐσθάνετο, νάρκης οἱονεί τινος ἐμπεδούσης παραχρῆμα τὴν χεῖρα καὶ κατὰ γῆς νεκρὸν τὸ βέλος ῥιπτούσης. τῆς μέντοι τοῦ τόξου νευρᾶς ἐν τῇ τρίτῃ ῥαγείσης πείρᾳ, ἐκπλήξει καὶ δέει ληφθέντα τὸν ἄνθρωπον ἅμα ἕῳ προσιέναι τε τῷ βασιλεῖ καὶ τόν τε δόλον ἐξαγγεῖλαι περιπαθῶς καὶ ὃ περὶ τὴν τάσιν τοῦ τόξου συμπέπτωκε τέρας. αὐτὸς μὲν οὖν συγγνώμης τυχὼν ἐπορεύετο.
(Δ.) Ὁ δ' Ἀπόκαυκος, ὁρῶν οὐ ταχεῖαν ἰοῦσαν τὴν ἐκ τῶν Τριβαλλῶν αὐτῷ σύμμαχον δύναμιν, ἠρέμα πρὸς ἀπογνώσεις ἐχώρει τῇ γνώμῃ. ἐδεδίει γὰρ, μὴ αἰφνίδιον ὁ βασιλεὺς τὰ Θετταλικὰ μεταπεμψάμενος ὅπλα πρὸς τοὺς ἐσχάτους ὤσῃ κινδύνους αὐτοῦ τὰ στρατεύματα. οὐ μετὰ πολλὰς οὖν ἐκεῖθεν τὰς ἡμέρας ἀναζευγνύειν ἐκέλευε τά τε ἄλλα καὶ μάλισθ' ὅτι καὶ φήμη πάντας ἄρτι ἐπεπορεύετο, τὴν τοῦ Περσικοῦ στόλου βαρεῖαν διαγγέλλουσα ἔφοδον, ἣν καὶ παντὸς ἐνόμιζε θανάτου φοβερωτέραν. διὸ καὶ κομιδῇ βραχείας τῇ Θεσσαλονίκῃ ἐνδιατετριφὼς καὶ αὐτὸς ἡμέρας ᾤχετο σὺν ὀλίγαις ναυσὶν ἀποπλεύσας, καὶ ταύταις ταχυναυτούσαις ὡς μάλιστα. ὑπωπτευκὼς γὰρ ἦν, καὶ μάλα κατὰ σκοπὸν, ὡς αἰσθήσεως γενομένης ἀνὰ τὴν πόλιν τοῦ φόβου τε καὶ τῆς γε τοῦ δρασμοῦ μελέτης, δυοῖν ἕψεται θάτερον· ἢ γὰρ καθέξειν αὐτὸν τοὺς Θεσσαλονικέας ἐπίκουρόν τε καὶ κοινωνὸν τῆς προσδοκωμένης πολιορκίας, ἢ βιάσασθαι συναποπλεῖν αὐτῷ τάς τε τριήρεις πάσας καὶ ἅμα τὴν σύν γε αὐτῷ ναυστολήσασαν Περσικὴν δύναμιν μεθ' ὁμοίας τῆς γνώμης· ὃ μεῖζον τῶν ἄλλων ἐνόμιζεν εἶναι κακῶν ἑαυτῷ, καὶ κινδύνων μειζόνων μεστόν. τό,τε γὰρ πλῆθος ἐν ταῖς φυγαῖς ἐμπόδιον οὐ μικρόν· καὶ πρός γε τὸ δύναμιν ἀλλόφυλον ἑπομένην ἔχειν, φεύγοντα δύναμιν ἄλλην, ἐχθρὰν μὲν αὐτῷ, φίλην δὲ καὶ ὁμόφυλον ταῖς ἑπομέναις αὐτῷ Περσικαῖς ταύταις ναυσὶν, ὅμοιον ἐλογίζετο, ὥσπερ ἂν εἴ τις τὸν ἔξωθεν ἀνασοβεῖν τῆς οἰκίας ἐπειγόμενος ἐμπρησμὸν ἔνδοθεν ἑκὼν αὐτὴν ὑφῆπτεν αὐτὸς, σπουδαιοτέραν τινὰ τὴν ἐπικουρίαν οὕτω πως τἀλλοτρίῳ πυρὶ μηχανώμενος. ταῦτ' οὖν ἅπαντ' ἐν νῷ συλλαβὼν ᾤχετο λάθρα φυγὼν, ὡς ἡμῖν γε δεδήλωται.
(Ε.) Ὅσαι μὲν οὖν ἁρπαγαί τε καὶ ἀνδραποδισμοὶ τοῖς ἐναπολειφθεῖσιν ἐγίνοντο Πέρσαις ἐκεῖ κατὰ τῶν εὐσεβῶν, καὶ ὅσαι κατὰ τῶν ἱερῶν ἀτοπίαι κατὰ τὸ ἀφειδὲς ἐτολμῶντο, ῥᾴδιον οὐκ ἂν εἴη διεξιέναι, βουλομένοις ἐφ' ἕτερα τρέπειν τοῦ λόγου τὸν δρόμον ἡμῖν. ἴσασι δ' οὖν οἱ παθόντες, καὶ ὅσοι τῶν τοιούτων οὐ μάλα πεφύκασιν ἀδαεῖς ἀποσυλᾷν εἰκασμοὺς κἀξ ὧν γε τεθέανται ξυμβάλλειν καὶ ἃ μὴ τεθέανται.

ιʹ. Βραχεῖαι παρῆλθον ἡμέραι καὶ ἡ ναυτικὴ τῶν Περσῶν κατέπλευσε δύναμις, ἐς ἔγγιστα διακοσίων νεῶν ἀναφερομένη τὸ πλήρωμα καὶ ναύαρχον ἔχουσα τὸν τῆς Λυδίας σατράπην Ἀμούρ· ὃς οὐκ εἰς τὸ τῶν Θεσσαλονικέων ἐπίνειον κατᾶραι τὸν στόλον ἀφῆκεν, ἀλλ' ἴδιον αὐτὸς ἐποιήσατο ναύσταθμον, σταδίους Θεσσαλονίκης ἀπέχον οὐχ ἧττον ἑξήκοντα. οὐ μὴν τοσαύτας ἔχων τῆς Ἀσίας ἐξέπλευσεν· ἀλλὰ τριακοσίαις μὲν ταῖς πάσαις ἀνήχθη· ναυαγίᾳ δὲ χρησάμενος κατὰ τὸν ἀνάπλουν, ἀγριωτέρων τῶν ἀπαρκτίων τηνικαῦτα ῥευσάντων πνευμάτων, αὐτὸς μὲν σὺν ταῖς εἰρημέναις ἐκτοπισθεὶς ἄκων εἰς Εὔβοιαν ἐξώκειλε, καὶ ταύταις ἀπ' ἀλλήλων ὡς τὰ πολλὰ διεσκεδασμέναις· αἱ δ' ἄλλαι κατ' ἄλλα μέρη διεσώθησαν τῆς Εὐρώπης, ὅσαι μήτ' ἐν ταῖς ἀκταῖς συνετρίβησαν, μήτε κύμασι διαναυμαχήσασαι κατηνέχθησαν αὔτανδροι. βουλευομένου δ' ἐκεῖθεν ἐπὶ συχναῖς ἡμέραις ἐξ Εὐβοίας πεζῇ διὰ Θετταλίας ἰέναι ἐς Βέῤῥοιαν, αὐτόθι τὰς ναῦς καταφλέξαντα πρότερον, ἐῤῥάϊσε μὲν ἡ τῶν κυμάτων ὕβρις ὀψέ· μαλακώτερον δ' ἐξ ἀπογείων προσβαλεῖν ἤρξατο τοῖς ἱστίοις τὸ πνεῦμα. ὅθεν καὶ ἄραντες ἐκεῖθεν ἠθροίσθησαν ἐς ὃν δεδηλώκαμεν ναύσταθμον, τῆς Θεσσαλονικέων πόλεως ἄγχιστα.
(Β.) Οἱ μὲν οὖν πλείους, τὴν ἱκανὴν ἀπολιπόντες φρουρὰν ταῖς ναυσὶν, ἐπὶ λείαν εὐθὺς ὥρμησαν, καὶ τὰ πλείω τῶν Τριβαλλοῖς ὑπεικόντων χωρίων ἐκάκωσαν μάλιστα, ἀνθρώπους καὶ βοσκήματα συναρπάζοντες ἐξ ἀγρῶν, καὶ οἰκίας πυρπολοῦντες, καὶ πολλοῖς τὸν πολέμιον σίδηρον καταφέροντες ἀνανταγώνιστον. τῷ γε μὴν ναυάρχῳ τοῦ στόλου κατὰ χώραν μείναντι ἧκε μετὰ βραχὺ καὶ ὁ βασιλεὺς ἐκ Βεῤῥοίας, τῶν ἐκεῖ πραγμάτων ἐπίτροπον τὸν υἱὸν καταλελοιπὼς Μανουήλ· ὃς ἄρτι καθ' ἡλικίαν τὸν ἔφηβον παραλλάττων, καὶ μήπω μηδὲ τὸν πρῶτον ἀνθήσας ἴουλον ἐν ταῖς παρειαῖς, πρεσβυτικὴν ἐν τῇ ψυχῇ τὴν σύνεσιν ἔβοσκε καὶ ἅμα τῷ πατρὶ πρὸς ταῖς ὑπερορίοις καὶ ὑπαίθροις στρατοπεδείαις μακρὰ συγκακοπαθήσας πρὸς λαμπρὰν τῆς στρατηγικῆς ἐμπειρίας γεγύμνασται ἄσκησιν· καὶ δι' αὐτό γέ τοι τουτὶ τὴν τῆς τοιαύτης πόλεως ὁ βασιλεὺς καὶ πατὴρ ἐπεπιστεύκει ἐπιτροπὴν, ἣ κρηπὶς καὶ ῥίζα τέως αὐτῷ τῆς ἐκ τῶν χειρόνων ἐς τὰς βελτίους τύχας κατέστη μεταβολῆς. οὕτω τοίνυν ἐλθὼν ἐκ Βεῤῥοίας ὁ βασιλεὺς, καὶ ἀμφὶ τοὺς τῆς Θεσσαλονίκης ἀγροὺς τῷ τῆς Περσικῆς δυνάμεως ἐντετυχηκὼς ἡγεμόνι, καὶ ἀσπασάμενος τὰ εἰκότα, περὶ τῶν πρακτέων ἄμφω κατὰ σφᾶς ἐβουλεύοντο.
(Γ.) Τοῖς γε μὴν Θεσσαλονικεῦσι, τειχῶν ἐντὸς συγκλεισθεῖσι μετὰ τῶν ποιμνίων καὶ βουκολίων, αὐτοῖς τε ἐστενοχωρεῖτο τὰ ἐπιτήδεια καὶ τοῖς ἀλόγοις ζώοις χιλὸς οὐκ ἦν· ἃ δὴ καὶ καθ' ἡμέραν ἄλλα ἐπ' ἄλλοις ἔπιπτον, καὶ τὸ ἐντεῦθεν δυσῶδες νοσεῖν παρεσκεύαζε τὸν ἀέρα· ὑφ' ὧν ἀχθομένοις συνέβαινε στασιάζειν λαμπρῶς τοῖς πολίταις. οἷς μὲν γὰρ κτήσεις ἦσαν ἀγρῶν, ἄχθεσθαι ἐνῆν, τῶν ἀγρῶν δῃουμένων· οἷς δ' ἀγέλαι ποιμνίων, καὶ ζεύγη βοῶν, καὶ ὁπόσα τῶν ἀχθοφόρων ζώων, ἀνιᾶσθαι συνέβαινε καὶ αὐτοῖς, αὐτά τε θεωμένοις εἰκῆ φθειρόμενα καὶ ἀθρόας τὰς ἐπ' αὐτοῖς ἐλπίδας θνησκούσας αὐτῶν. οἷς δ' ἡλικιῶτις ἦν ἡ πενία καὶ τὸ κοῦφον τοῦ βίου τὸ μὴ βουλόμενον ἰσχυρῶς ἐμάστιξε τῆς ψυχῆς, τούτοις δ' ἔφεσις νεωτέρων συνήκμαζε ταραχῶν καὶ θορύβων, καὶ κατὰ τῶν πλουσίων ἡ βασκανία τῶν ὀφθαλμῶν ἐτείνετο, καὶ τὸ μανικὸν ἠσκεῖτο σφόδρα τῆς γνώμης.
(Δ.) Τούτων δ' οὕτως διῃρημένων διπλῇ, καὶ τρίτη μοῖρά τις αὐτοῖς ἐπεφύετο συρφετώδης, δικαιοσύνης πέρι καὶ ἀδικίας οὐδὲν ἐπαΐουσα, ἀλλ' ἀγομένη ῥᾳδίως καθάπερ ὅπλον τοῖς ἄγειν ἐθέλουσιν, ὅποι τὸ αὔθαδες ὑφηγεῖται τῆς γνώμης, ἐπὶ πονήρῳ τῶν φθονουμένων. οὔτε γὰρ αὐτονομίᾳ δουλεύειν οἶδεν ὁ δῆμος οὗτος, οὔτε νόμοις ἀνδρῶν παλαιῶν, τὸ ζῇν ἐν ταῖς βίβλοις ἐχόντων, κἀκεῖθεν τὰ πολιτικὰ ῥυθμιζόντων πράγματα, καὶ τοῖς τῶν ἀτόπων κινήμασιν ἕξεων πρὸς τὸ εὔδαιμον νομοθετούντων ἀεί· ἀλλ', ὥσπερ θαλάττης κύματα πᾶσιν ἀγριαίνουσι πνεύμασιν εὐχερῶς ὑπείκοντα τὰς δυστυχεῖς καταδύουσι τῶν ὁλκάδων αὐτάνδρους, οὕτως οὗτοι τὰς τῶν εὐδαιμόνων οἰκίας ἐκ βάθρων ἀνατρέποντες τὸ πολέμιον ἀκρατῶς κατὰ τῆς τῶν ἀθλίων κεφαλῆς ἐπιφέρουσι ξίφος ἀφειδῶς καὶ ξύν γε λόγῳ οὐδενί.
(Ε.) Πεπλασμένης οὖν ἀρτίως εἰς τὸν δῆμον ῥυείσης φήμης, ὡς τοῖς πλούτῳ καὶ ἀγροῖς καὶ βοσκήμασι βρίθουσιν ἀναπετάσαι τὰς τῆς πόλεως πύλας κρύφα μελετηθείη τῷ βασιλεῖ Καντακουζηνῷ τὴν ζημίαν οὐ φέρουσιν, εἰς ἀντίπαλον ἔστησαν μοῖραν οἱ πλούτου καὶ δόξης ἐφιέμενοι πένητες, καὶ τὴν ἀνάῤῥησιν τοῦ ὀνόματος τοῦ βασιλέως Ἰωάννου τοῦ Παλαιολόγου μετὰ τῆς μητρὸς ἐπὶ μέσης τε διαῤῥήδην ὕμνουν τῆς πόλεως καὶ ἅμα Ζηλωτὰς σφᾶς αὐτοὺς ἐπωνόμαζον, ὀνόμασι χρηστοῖς τὴν τῆς κακίας ὑπόθεσιν περιπέττοντες, καὶ τὸν δῆμον εἰς συμμαχίαν ἐκάλουν, κερδῶν ἑτοίμων ἐλπίσι τοὺς σφῶν θυμοὺς παραθήγοντες.
(Στ.) Οὕτω δὴ οὖν ὥσπερ βιαίου κατασκήψαντος πνεύματος εἰς τὴν πόλιν, θόρυβος ἀνὰ πάντας δημότας ἐπεχωρίαζεν ἄτακτος, καὶ πάντες ἀθρόοι τῶν οἰκιῶν εὐθὺς ἐξεχέοντο, καὶ τῶν ἔξωθεν πολεμίων αὐτοὶ πικρότεροι τοῖς πλουσίοις ἐγίνοντο, τόν τε ἐν ταῖς οἰκίαις πλοῦτον ἅρπαγμα λῃστρικὸν καθιστάμενοι καὶ αὐτῶν ὅσοις ἐνετύγχανον ἀφειδῶς ἀποσφάττοντες, καὶ πολιτικῶν αἱμάτων κρατῆρας κενοῦντες ἐν ταῖς πλατείαις τῆς πόλεως. τό γε μὴν ἔκκριτον, καὶ ὅσον τῆς πόλεως ὄψις ὑπῆρχεν, εἰς τοῦτο κακοδαιμονίας ἠλάθη διά γε δὴ τὸ τῆς οὐσίας εὔδαιμον. τούτων δ' οἱ μὲν θανάτου δίκην ἔδοσαν αὐθημερὸν ταῖς τῆς δημοτικῆς παρανοίας ὁρμαῖς· ὧν δ' ἐν ὑποψίαις ἔτι τὸ τῆς τύχης ἔκειτο μέλλον (πλείους δ' εἶναι τῶν ἑαλωκότων συνέπιπτεν σφᾶς), τούτοις δ' ἐσκυθρωπακόσιν ἐνῆν οἰκουρεῖν, φυλαττομένοις ὡς τὰ πολλὰ τό γ' ἐν ἀγοραῖς καὶ θεάτροις παῤῥησιάζεσθαι.
(Ζ.) Καὶ τάχ' ἂν ἐτεθνήκεσαν ὑπὸ δέους, εἰ μή τινες ἐκ βασιλέως ἔξωθεν ἐλπίδες εἰσπορευόμεναί πως ἀνεῤῥώννυόν τε πρὸς τὸ εὔψυχον καὶ τὸ λογιζόμενον τῆς ψυχῆς πρὸς τὸ νῆφον ἀνεκαλοῦντο. μόναι γὰρ αὗται μοχθούντων ἑωρῶντο τέρπουσα τηνικαῦτα κρηπὶς λογισμῶν, καὶ πρός γε, φροντίδων εἰς ἀπόγνωσιν ὀλισθαίνειν κινδυνευουσῶν, πρᾶος φάναι καί τινος ἀπόζων εὐθυμίας ζέφυρος. εἰ γὰρ καὶ τὸ ψεῦδος ὁμόστεγον ἐνίοτε φαίνονται κεκτημέναι, ἀλλ' οὖν τοιαῦτά πως εἰδωλοποιεῖν ἐπεφύκεσαν ἀεὶ καὶ προτυποῦσθαι, καθάπερ ἐκ γειτόνων παριοῦσαι παρήγοροι πιπτούσαις ἐξ ἀθυμίας ψυχαῖς, τὰς τῆς ὀρέξεως φαντασίας συλλήπτορας ἔχουσαι. ἀλλὰ τὸ μὲν πάσχειν ἐκ διαδοχῆς συνεχῶς τοῖς ταλαιπώροις ἐλέλειπτο καὶ παρῆν· τὸ δὲ τῶν ἐλπίδων προμηθὲς σκιά τις ἦν ἡδονῆς καὶ δικτύοις συναγομένη πνοή· οἷς τὸ μὲν διαῤῥεῖν ἀθρόον ἔνεστι πάντως, τὸ δὲ μένειν ὅλως οὐκ ἔνεστι.
(Η.) Τῷ μὲν γὰρ τῶν Περσῶν ἡγεμόνι περιστρατοπεδεύειν ἐδόκει τὴν πόλιν ἔκ τε γῆς καὶ θαλάττης, καὶ ὅλον τὸ τῆς πολιορκίας ἐπάγειν ἐκ τοῦ παραχρῆμα βίαιον, καὶ μὴ τρίβειν ἡσυχῆ καθημένους τὸν χρόνον, ἔργοις ἐνὸν τὰ τῆς μάχης ἐν βραχεῖ κρίνεσθαι τά τε ἄλλα καὶ μάλισθ' ὅτι καὶ σύμμαχον συνέβαινε τῇ ἔξωθεν ἤδη γίνεσθαι πολιορκίᾳ καὶ τὴν ἔνδοθεν ἀναφλεγομένην τῶν οἰκητόρων στάσιν. τῷ δὲ βασιλεῖ τοῦτ' οὐδαμῆ συνεδόκει, τὸν μάρτυρα τιμῶντι Δημήτριον· καὶ ἄλλως δ' οὐκ ᾤετο χρῆναι τῆς ἰσχύος αὐτοῦ τὴν περιουσίαν ἐκ τῆς τῶν πολιορκουμένων φαίνεσθαι συμφορᾶς· ἀλλ' ἀπειρηκότας ὀψὲ τοὺς στασιαστὰς τῷ τε λιμῷ καὶ τῇ τῆς πολιορκίας ἀνάγκῃ καθ' ὁμολογίαν παραδώσειν σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν.
(Θ.) Ἐπεὶ δὲ τριακονθημέρου παρῳχηκότος ἐνταῦθα χρόνου τὰ κατὰ γνώμην οὐκ εὔοδα ἑωρᾶτο, τὴν μὲν ἄλλην δύναμιν ἀφίησι διαπόντιον ὁ βάρβαρος οἴκαδε ἀπιέναι, τὸν ἀνάπλουν διὰ τῆς Θρᾳκώας κελεύσας παραλίου ποιεῖσθαι· δεδιὼς ἴσως μή πού τις ἔτι χρείας προϊοῦσιν ἀνάγκη τούτῳ προσγένηται σφῶν· ἑξακισχιλίους δ' ἀπολεξάμενος μόνους κατέσχε παρ' ἑαυτῷ. οὓς ἐπαγόμενος ἐπ' ἀτελέστοις ἀπαίροντι συναπῄει ταῖς ἐλπίσι τῷ βασιλεῖ, πολλὰ μὲν κατειρωνευόμενος τῆς αὐτοῦ περὶ τὰ θεῖα δεισιδαιμονίας, πολλὰ δὲ μεμφόμενος, ὅτι μηδείς ποτ' οἶκτος αὐτὸν εἰσῄει τῶν τὰ δεινότατα πασχόντων δι' αὐτὸν ἐν τῇ πόλει· ἀλλ' οἶκτος οἶκτον ἀντέκρουσε μικροῦ τινος ἄξιος τὸν ξύν γε τῷ ὠφελίμῳ πολλήν τινα τὴν ἀνάγκην ἐπιφερόμενον· ὡς εἰναί φησι τελευτᾷν εἰς τὸ προφανὲς ἀφειδὲς τὴν τοῦ οἴκτου τοῦδε ἐπωνυμίαν, καὶ βραχεῖαν μέν τινα τὴν τοῦ λυσιτελοῦς παρεχομένην δόκησιν, μείζονα δὲ τὴν ζημίαν εἰς τοὐμφανὲς προξενοῦσαν.
(Ι.) Ἑβδομαῖοι μὲν οὖν ἰόντες ἐκεῖθεν τὰ περὶ Χριστούπολιν ἀπονητὶ διέβησαν στενά· κἀκεῖθεν αὖθις ὡς διὰ φιλίας πορευόμενοι τῶν ἐνταῦθα διϊσταμένων ἀπεπειρῶντο πόλεων. καὶ τὸ μὲν φθινόπωρον ἐν τούτοις ἐτελεύτα. ὁ δὲ χειμὼν τοῦ συμφυοῦς λοιπὸν τὰς ἀκμὰς ἀνεχάλκευε ψύχους.

ιαʹ. Ἡμεῖς δ' ἐπειδὴ μὴ μονοειδῆ τὴν ἱστορίαν ἐκθεῖναι προὐθέμεθα, μηδὲ μόνοις πᾶσαν ἀσχολίαν τοῖς Ῥωμαϊκοῖς παρέχεσθαι πράγμασιν, ἀλλ' ἐνιαχοῦ καὶ παρεξιέναι, τῆς χρείας ὁπώσποτε συνελαυνούσης εἰς τὴν ἀνάγκην, εἰκὸς εἶναι κἀνταῦθα λοιπὸν ἡγούμεθα, τὸν τῆς προκειμένης εἱρμὸν ὑποθέσεως ἐς τὴν ὑστεραίαν ὑπερθεμένους, καθὰ καὶ πολλαχῆ πεποιήκαμεν πρότερον, ἐφ' ἕτερα καὶ τήμερον τρέψαι τὸν λόγον, κἀκείνων μετρίως μνησθῆναι, ὁπόσα κατὰ τὸν αὐτὸν ἐν ἄλλοις ἔθνεσι πέπρακται χρόνον· ἃ δοκεῖ μέν πως ἀλλότρια διὰ τὸ τῶν τόπων ὑπερόριον· ἔστι δ' ὅμως καθ' ἕτερον τρόπον οἰκεῖα καὶ πάνυ ταῖς Ῥωμαϊκαῖς ἀφηγήσεσι κοινωνοῦντα. ἡ γάρ τοι βασιλεύουσα πόλις αὕτη κοινὴ τῆς ὅλης εἰπεῖν οἰκουμένης ἐστὶν ἑστία καὶ κοινὸν πρυτανεῖον· καὶ χορηγεῖ μὲν δαψιλῶς πᾶσαν τοῖς ἅπασι χρείαν· γεωργοῦσι δ' αὐτῇ καθάπερ δεσποίνῃ πᾶσα γῆ τε καὶ θάλασσα καὶ πάντες ἄνεμοι· καὶ ὁρῶμεν πανταχόθεν τὴν σιτοπομπίαν ἰοῦσαν ἀφθόνως ἐνταῦθα χειμῶνος καὶ θέρους, ἦρός τε καὶ φθινοπώρου· καὶ ναυστολοῦσιν εἰς ταύτην ὁλκάδες τε καὶ τριήρεις ἀεὶ, καρπῶν μὲν ἁπάντων ἄγουσαι γονὰς, τεχνῶν δὲ παντοδαπῶν ποικίλματα. πάντα γὰρ ὅσα πᾶσιν ἑκασταχοῦ γίνεται ἀτερπῆ τοῖς κεκτημένοις εἶναι δοκεῖ πως, καὶ φρονεῖν οὐδὲν οὐδαμῆ γενναῖον δύνανται, πρὶν ἂν ἐς τὸ μέγα τοῦτο καὶ οἰκουμενικὸν τῆς πόλεως θέατρον περίβλεπτόν τινα ποιήσωνται τὴν ἐπίδειξιν. δι' ἃ δὴ καὶ ἡμεῖς τὰς τοιαύτας ἀναγκαζόμεθα ποιεῖσθαι παρεκδρομὰς, ἵνα μὴ τὰ τῶν ἐνίοτε καὶ ἐνιαχόθεν συμβαινόντων συμπτωμάτων αἴτια τῇ τε βασιλευούσῃ τῶν πόλεων καὶ τοῖς ἐνταῦθα πράγμασι, μὴ προγινωσκόμενα τοῖς ἐντυγχάνειν τῇ ἱστορίᾳ μέλλουσι, δύσβατά πως καὶ φαραγγώδη φάναι τὰ μεταξὺ χωρία τοῦ λόγου δοκῇ καὶ μακρᾶς τινος εὐκρινείας δεόμενα.
(Β.) Καὶ μὲν δὴ λεκτέον ἡμῖν πρότερον, ὁπόσα Τραπεζουντίοις κατὰ τοῦτον συνεπεπτώκει τὸν χρόνον. μετὰ γὰρ τὸν Κομνηνὸν Ἀλέξιον, τὸν ἀδελφιδοῦν Ἀνδρονίκου τοῦ γηραιοῦ βασιλέως Ῥωμαίων τοῦ Παλαιολόγου, Βασίλειος ὁ υἱὸς τὴν τῶν Τραπεζουντίων ἡγεμονίαν διαδεξάμενος ἔγημε νόθον τοῦ νέου βασιλέως Ἀνδρονίκου τοῦ Παλαιολόγου θυγατέρα Εἰρήνην· ᾗ καὶ βραχύν τινα συμβεβιωκὼς χρόνον ἐτελεύτησεν ἄπαις. σχοῦσα δὲ τὴν ἡγεμονίαν αὐτὴ ὑπερόριον μὲν ἐς Βυζάντιον ἀπεστάλκει τὴν ἄνθρωπον, ᾗ πρὸς λαθραίαν ἐμίγνυτο κοίτην Βασίλειος, ὁμοῦ τοῖς δυσὶ νηπίοις υἱέσιν· ἅμα τε ἐπρεσβεύετο καὶ δεύτερον ἄνδρα οἱ πεμφθῆναι τῶν παρὰ Βυζαντίοις γένει καὶ δόξῃ προὐχόντων, ὃς ἂν πρὸς βουλήσεώς τε ᾖ τῷ βασιλεῖ καὶ πατρὶ καὶ κατὰ τὴν αὐτοῦ διατελέσῃ βούλησιν τὴν ἀρχὴν διοικῶν τῶν Τραπεζουντίων. οὔπω τοίνυν ἐξ Ἀκαρνάνων ἐπανεληλυθότα τὸν βασιλέα εὑροῦσι τοῖς πρέσβεσιν ἔδοξε μείναντας κατὰ χώραν πέμψαι τοὺς ἐροῦντας ἐκείνῳ τήν τε ἄφιξιν σφῶν καὶ τὸν τῆς ἀφίξεως τρόπον.
(Γ.) Ἐπεὶ δὲ τοῦ χρόνου χωροῦντος τῷ Βυζαντίῳ καὶ ὁ βασιλεὺς ἐπιδεδημηκὼς οὐκ εἰς μακρὰν μὲν αὐτὸς ἐτεθνήκει, τὴν δὲ τῶν δημοσίων φροντίδα πραγμάτων γνώμῃ τῆς βασιλίδος Ἄννης Ἰωάννης ὁ Καντακουζηνὸς ἐτύγχανε διοικῶν, μέγας ὢν ἔτι δομέστικος, πρὸς μὲν τῆς τῶν Τραπεζουντίων ἡγεμονίδος Εἰρήνης τὴν ζήτησιν ἐπινεύειν οὐκ εἶχεν εὐθὺς, ἀλλ' ἐφ' ἑτέρας ἐτρέπετο σκέψεις. ὁρῶν γὰρ τὸ διεῤῥωγὸς ἐπὶ πολλὰ τῆς τῶν Τραπεζουντίων γνώμης συνῆκε, μὴ πρὸς ἁπάντων εἶναι τὴν γνώμην αὐτῆς στεργομένην. νόμος γὰρ ἐκείνοις οἷον ἄφυκτα δυνάμενος, μηδ' ὑπ' οὐδενὸς ἑκουσίοις τῶν ἁπάντων γενῶν ἄρχεσθαι βούλεσθαι, πλὴν τῶν ὅσοι τὸ γένος ἐκ Κομνηνῶν κατίασιν ἔχοντες. διὰ δὴ ταῦτα καὶ τὴν ταύτης παρ' οὐδὲν θέμενος αἴτησιν ἐπὶ τὴν ἐκείνων ἡγεμονίαν τὸν τοῦ προτετελευτηκότος Ἀλεξίου πέπομφεν ἀδελφὸν Μιχαὴλ τὸν Κομνηνὸν, περί που τὰ ἓξ καὶ πεντήκοντα ἔτη γενομένην ἔχοντα ἤδη τὴν ἡλικίαν.
(Δ.) Τῶν γε μὴν ἐκεῖ συγκλητικῶν οἱ μάλιστα πάντων ἰσχύοντες διά τε δόξης ὄγκον καὶ πλούτου δύναμιν ἐφ' ἕτερον ἐτρέποντο βούλευμα. ἵνα γὰρ αὐτοῖς ἐπ' ἀδείας εἴη τῆς ἀρχῆς κατορχεῖσθαι καὶ ἄγειν καὶ φέρειν τἀκεῖ πράγματα ὅπη τὸ βουλόμενον ὑποτίθησιν, ἓν ἐκ τῶν νόθων Βασιλείου βρεφῶν προσεποιοῦντο ζητεῖν εἰς τὸ τῆς ἡγεμονίας πρόσχημα. ὅθεν εἰς τὸ τῆς Τραπεζοῦντος ἐπίνειον καταπεπλευκότα τὸν Κομνηνὸν θεασαμένοις τὰ μὲν βεβουλευμένα δρᾷν ἐς προὖπτον εὐθὺς οὐ μάλα ἐδόκει, ἵνα μὴ φωραθεῖσιν ἐμποδὼν ὁ δῆμος γένηται, σύμμαχον ἔχων καὶ τὴν ἄρτι συγκαταπεπλευκυῖαν τῷ Κομνηνῷ δυοῖν Λατινικῶν νεῶν δύναμιν· ἀλλ' ἐν τῷ αὐτίκα ξύν γε ταῖς ἀνηκούσαις τιμαῖς δεξάμενοι πρὸς τὸ ἐκεῖ ἀρχεῖον ἀνήγαγον. γενομένης δ' ἑσπέρας, αὐτὸν μὲν ὡς ἐν εἱρκτῇ τῷ παλατίῳ κατέκλεισαν· τῶν δ' αὐτῷ προσκειμένων ὄχλων, ὅσοι μὴ δρασμῷ διεσώθησαν ἐς τὰς τριήρεις, οἷς μὲν κατακεκόφθαι, οἷς δ' ἐς δεσμωτήριον παραπεπέμφθαι γεγένηται. αὐτὸν δ' αὖ ἐς τὴν ὑστεραίαν διαπόντιον τῷ ἐκτομίᾳ φρουρεῖν ἐπεπόμφεισαν, τῆς τῶν συγκλητικῶν μὲν ἐκείνων φατρίας ὑπάρχοντα καὶ αὐτὸν, ἔχοντα δὲ τὴν τῶν οὑτωσί πως ὠνομασμένων Λιμνίων τηνικαῦτα ἐπιτροπήν· ὧν διακοσίους ἐγγὺς διέχει σταδίους ἡ Τραπεζουντίων μητρόπολις. τούτων δ' οὕτω διαπεπραγμένων, ὑπὸ δυοῖν ἢ τριῶν διῳκεῖτο συγκλητικῶν τὰ ἐκεῖ πράγματα, πλημμελῶς μὲν καὶ λάθρα, τοῦ δήμου σφίσι λοιδορουμένου καὶ στάσιν ἐγείρειν διὰ μελέτης ἔχοντος· διῳκεῖτο δ' οὖν.
(Ε.) Ἐπεὶ δὲ τοῖς τὸν κίνδυνον διαδρᾶσιν ἐκεῖνον (γένους δ' ἦσαν τῶν Σχολαρίων) ἐς Βυζάντιον ἐπανιέναι συνέβη, καθάπερ ἐκ πελάγους καὶ κλύδωνος ἐς λιμένα τινὰ καὶ γαλήνην, ἔργον ἦν ὅτῳ ἂν δυνηθεῖεν τοῖς διώκταις ἐκείνοις ἀμύνασθαι τρόπῳ. διὸ τὴν βασιλίδα Ἄνναν λόγοις καὶ ὑποσχέσεσιν ὑπελθόντες παντοίοις ἔπεισαν δοῦναί σφισιν εἰς τὴν τῶν Τραπεζουντίων ἡγεμονίαν τὸν τοῦ Κομνηνοῦ Μιχαὴλ υἱὸν, εἰκοστὸν τηνικαῦτα τῆς ἡλικίας ἄγοντα χρόνον. μισθοῦ τοίνυν τρεῖς Λατινικὰς εἰληφότας τριήρεις, καὶ τοῦτον ἐμβεβληκότας, δεκαταίους ἐς τὸν τῶν Τραπεζουντίων κατᾶραι λιμένα συμπέπτωκεν. ἐπεὶ δὲ πρὸς ὅπλα ἐκεχωρήκεσαν ἔνδοθεν οἱ νεωτερίσαντες πρότερον, στάσις ἐγεγόνει τοῦ δήμου κατ' αὐτῶν· καὶ ἅμα καὶ ἡ Λατίνων ἔξωθεν ὁπλισαμένη δύναμις τάς τε πύλας τῆς πόλεως ἀνεμόχλευσάν τε καὶ ξὺν οὐδενὶ πόνῳ τῶν τε ἀντιπάλων τάχιστα ἐγκρατεῖς ἐγεγόνεισαν καὶ τῶν σφῶν οὐσιῶν ἔστιν ἃς διηρπάκεισαν.
(Στ.) Τῆς οὖν ἡγεμονίας οὕτως ἐς τὸν τοῦ Κομνηνοῦ παῖδα περιεληλυθυίας, καὶ τῶν ἐς τοῦτο ἐσπουδακότων Σχολαρίων τὰ μέγιστα ἤδη δυναμένων, τίσις τῶν τολμηθέντων πρὶν κατὰ σφῶν ἐγένετο αὕτη. τῶν μὲν γὰρ αἰτίων οἱ πρῶτοι καὶ δόξῃ καὶ ἀξιώματι δύο κεφαλικήν τε ἔδοσαν τιμωρίαν καὶ τὰς οὐσίας ἀφῄρηνται. ὅσοι δ' ἐκείνων δευτέραν καὶ τρίτην εἶχον τὴν τάξιν, τούτοις δ' ὑπερόριον σχεῖν κατεψήφιστο δίαιταν διὰ βίου.
(Ζ.) Ἀλλὰ πρὶν ὅλους τρεῖς ἐξήκειν ἐνιαυτοὺς, τῆς ἀρχῆς καὶ ὁ νέος ἐκβέβληται ἡγεμών. ἐν γὰρ οὐδενὶ ποιησάμενος τὴν τῶν πρεσβυτέρων ἐκείνων Σχολαρίων παραίνεσιν ἧλιξ ἥλικα ἔτερπε, καὶ νεωτερίζων οὑτωσὶ νύκτωρ καὶ μεθ' ἡμέραν τρυφαῖς καὶ πότοις ἀδεέστερον ἐσχόλαζε, καὶ αὐλητρίσι καὶ ὀρχηστρίσι διετέλει συνασελγαίνων καὶ τοὺς ἡγεμονικοὺς θησαυροὺς τῶν Τραπεζουντίων ἀναλίσκων ἐν τοῖς τοιούτοις· ὡς ἀγανακτήσαντας τοὺς Σχολαρίους μεταπέμψασθαί τε τὸν πατέρα τοῦ νέου ἡγεμόνος ἐκ τῶν Λιμνίων Μιχαὴλ τὸν Κομνηνὸν (ἔτυχε γὰρ καὶ ὁ κατέχων αὐτὸν ἐκτομίας ἐκεῖ προτετελευτηκὼς) καὶ αὐτὸν μὲν τοῖς ἡγεμονικοῖς ἐγκαθιδρύσασθαι θρόνοις, τὸν δὲ νεωτεριστὴν δέσμιον ἐς τὴν τῶν Βυζαντίων ἐκπέμψαι φρουράν.
(Η.) Τήν γε μὴν ἡγεμονίαν οὕτω διαζωσάμενος ὁ Κομνηνὸς Μιχαὴλ, ἣν πάλαι μὲν ὁ πατὴρ ἐκ διαδοχῆς εἶχε προγονικῆς, ἐκείνου δ' ἀπαλλάξαντος, Ἀλέξιος ὁ τούτου διεδέξατο ἀδελφὸς, καὶ μετ' ἐκεῖνον, ὥς γε εἰρήκειμεν, διὰ τῶν μεταξὺ δυοῖν μειρακίων εἰς τοῦτον κατεληλυθέναι ξυνέδραμεν, ἐπέραινεν ἐφ' οἷς ὀμωμόκει. τὰ δὲ ἦν αἱ συμφωνίαι καὶ τὰ ὁρκωμοτήρια, ὅσα γε τοῖς Σχολαρίοις, αἰτίοις ὑπάρξασι τῆς ἡγεμονίας αὐτῷ καὶ δύναμιν τῶν ἄλλων συγκλητικῶν κεκτημένοις μείζω καὶ ἡγεμονικὴν, συνέθετο· σχῆμα μὲν αὐτὸς διασώζειν ἡγεμονίας· τῶν δ' ὅσα πράσσεσθαι μέλλοι πάντων εἶναι προβουλευτὰς καὶ διανομέας σφᾶς, καὶ ῥητῶν καὶ ἀποῤῥήτων ἐπιγνώμονας καὶ βεβαιωτάς.
(Θ.) Τοῦ δὲ χρόνου ῥέοντος, ἐπειδὴ τὴν σφῶν αὐθάδειαν ὅ,τε δῆμος ἐμίσει καὶ τό σφισιν ἀντικείμενον τῶν ἀπολωλότων μέρος εἰς τὸ δύνασθαι ἤδη προὐχώρει, τὴν τοῦ δήμου πρὸς ἐκείνους ἀπέχθειαν ἔχον ἐπίκουρον, ἔριδές τε καὶ στάσεις ἀναφυόμεναι μεταξὺ πρὸς ἀνάγκας ἦγον ἑκατέρους δεῖσθαι τῆς τοῦ Κομνηνοῦ Μιχαὴλ αὐτοκρατορικῆς ἐξουσίας· κἀντεῦθεν ξυνέβαινεν αὐτὸν ἐν βεβαίῳ κατέχειν τὰ τῆς ἡγεμονίας σκῆπτρα, μηδενὸς ἐμποδὼν τῇ ἐξουσίᾳ τῶν κατὰ γνώμην καθισταμένου. καὶ ταῦτα μὲν τῇδέ πη ἔσχεν.

ιβʹ. Ἐν δὲ τούτῳ τῷ χρόνῳ σπάνις ἐπίεζε σίτου Βυζαντίους τε καὶ πλείστας τῶν ἐν τῇ Θρᾴκῃ Ῥωμαϊκῶν πόλεων. τῶν γάρ τοι Ῥωμαίων τοῖς ἐμφυλίοις περισπωμένων πολέμοις, συχνὰς ποιούμενοι τὰς ἐφόδους οἱ ἐξ Ἀσίας ἀδεῶς μονήρεσι καὶ τριήρεσιν ἐς τὴν Θρᾴκην περαιούμενοι Τοῦρκοι, καὶ μάλιστα ἐν ἀκμῇ τοῦ σίτου, τάς τε χώρας ἐνεπίμπρασαν καὶ τὰ κτήνη ἤλαυνον, ἄνδρας τε καὶ γυναῖκας ἠνδραποδίζοντο, καὶ πάντ' ἐποίουν τὰ χαλεπώτατα· ὡς ἀοίκητόν τε καὶ ἀγεώργητον ἐντεῦθεν καταλειφθῆναι τὴν γῆν. μία μὲν οὖν αὕτη πρόφασις Ῥωμαίοις γίνεται τοῦ λιμοῦ. δευτέρα δὲ καὶ μείζων, ὅτι καὶ ἡ ἐκ τοῦ Εὐξείνου πόντου κατὰ τὸ εἰωθὸς ἐνιαύσιος κατιοῦσα σιτοπομπία ἐξ αἰτίας ἐπαύσατο τῆσδε καὶ αὕτη.
(Β.) Ἔστι Λατίνων τῶν ἐκ Γεννούας ἄποικος πόλις, ἣ πρὸς τῶν ἐγχωρίων καλεῖται Καφᾶς, καὶ τοῦ πρὸς τῇ Μαιώτιδι Βοσπόρου τριακοσίους καὶ χιλίους σταδίους διέχουσα, παρὰ τὰ εὐώνυμα τοῦ Εὐξείνου πόντου κειμένη πλευρὰ, εἴ τις πρὸς ἄρκτους ποιεῖσθαι τὸν ἀνάπλουν ἐθέλοι, καὶ τόν τε βόρειον πόλον καὶ τὴν Ἑλίκην ἔχειν πρὸ ὀφθαλμῶν. εἰωθὸς γὰρ τοῖς Λατίνοις, καὶ μάλιστα τοῖς ἐκ Γεννούας, ἐμπορικῷ τὰ πλεῖστα καὶ θαλαττίῳ βίῳ προσταλαιπωρεῖσθαι, καὶ τὰς τῶν χρημάτων προσόδους τῶν τε κοινῶν καὶ ἰδίων ἐντεῦθεν πορίζεσθαι, δόγμα τουτὶ κοινὸν ἐκ πολλοῦ κατέστη καὶ ψήφισμα τῇ σφῶν πολιτείᾳ τὰ μέγιστα ὠφελοῦν, σπονδὰς καὶ φιλίας συντίθεσθαι πρὸς τοὺς τῶν παραθαλασσίων πόλεων ἡγεμόνας, ὁπόσας λιμένες ἀγαθοὶ περικλύζουσί τε καὶ προσκλύζουσι, καὶ ἀνέμων οὐ δεδίασι κλύδωνας. ἀναγκαζομένοις γὰρ ἐς τοὺς αὐτόθι τόπους καταίρειν, καὶ τὰς ἐμπορικὰς χρείας διδόναι τε καὶ λαμβάνειν, οὐ πρότερον ἔδοξε ῥᾴδιόν σφισιν εἶναι, πρὶν φίλους γίνεσθαι, οἷς τῶν ὁρμητηρίων ἡγεμόσιν εἶναι συμπέπτωκε. φόρους τοίνυν παρέχεσθαι ὑπισχνούμενοι, καθ' ὁπόσην καὶ οἵαν τὸ σύνθημα γένοιτο ἑκατέρωθεν τάξιν, καὶ χρειωδῶν ἁπανταχόθεν ἁπάντων εἰσκομίζοντας προτιθέναι κατ' ἐξουσίαν ὠνεῖσθαι τοὺς βουλομένους, καὶ οὕτως ἐπὶ ῥητοῖς τὸ συγκεχωρηκὸς δεχόμενοι καταγώγια καὶ νομὰς ἐπαύλεων πρός τε ἑαυτῶν ἀνεγείρουσι καθέδρας τε καὶ οἰκήσεις, καὶ ὅσα πρὸς ὑποδοχὴν ἀποχρῶντ' ἂν εἴη τῶν ἀγωγίμων.
(Γ.) Κατὰ δὴ τοῦτον τὸν τρόπον οὐ πολλοῖς τισιν ἔτεσι πρότερον καὶ ἡ ῥηθεῖσα πόλις ᾠκίσθη τοῖς ἐκ Γεννούας Λατίνοις, προσεληλυθόσι πρότερον τῷ τῶν Σκυθῶν ἡγεμόνι καὶ τὸ ἐνδόσιμον εἰληφόσιν ἐκεῖθεν. ἥκιστά γε μὴν ὡς ἔχει τήμερον τείχους ὁμοῦ καὶ μεγέθους εὐθὺς ἔκτισται ἐξ ἀρχῆς, ἀλλὰ τάφρῳ καὶ σκόλοψι βραχύν τινα χῶρον ὁρίσαντες ἀτείχιστον ᾤκουν αὐτόν· ἠρέμα δ' ἔπειτα καὶ κατὰ βραχὺ προϊόντος τοῦ χρόνου λίθους ἔκ τε γῆς καὶ θαλάττης κομίζοντες οἰκίας ἔς τε πλάτος καὶ μῆκος ᾠκοδόμουν, πρὸς πολὺν τὸν ἀέρα τὸν ὄροφον ἀναφέροντες· ὡς ἐν βραχεῖ τῷ χρόνῳ πλείονος ἢ κατὰ τὸν δοθέντα κατὰ τὸ λεληθὸς δράξασθαι τόπου. προφάσει δ' οἰκιῶν πλειόνων ἔτι καὶ μειζόνων, τῆς χρείας δῆθεν τῶν εἰσκομιζομένων ἀναγκαζούσης καὶ τῶν πρὸς τὴν πρᾶσιν καὶ ἀγορὰν προτιθεμένων ὠνίων, εὐρυχωροτέρους ἐτίθεντο τοὺς τῶν σκολόπων τε καὶ τάφρων ἕλικας, καὶ τειχῶν ὑπετίθουν κρηπῖδας, μειζόνων ἐλπίδων ἐπαγγελίαν ἐχούσας· καὶ οὕτω σμικρὸν ἐπὶ σμικρῷ τιθέντες πόλιν ἐχυρῶς τοῦ τειχίσματος ἔχουσαν κατεστήσαντο· ὡς ἐν βεβαίῳ τὴν τῶν ἐνοικούντων ἀσφάλειαν ἤδη κεῖσθαι, καὶ μὴ εὐχερῶς ὑφ' ὁτωνδήποτε ἔχειν πολιορκεῖσθαι.
(Δ.) Τῷ δὴ τοιούτῳ προτερήματι τοὺς Λατίνους ἐπαρθέντας πρὸς τὸ ὑπεροπτικώτερον αὔξειν συνέβαινε τὴν σφῶν αὐτῶν συγγενῆ τῆς αὐθαδείας κηλῖδα· ὡς ἐκ τοῦ μείζονος ἤδη καὶ τοῖς κατὰ συνήθειαν προσιοῦσι Σκύθαις τὰς ἀποκρίσεις διδόναι. ἄρτι τοίνυν θρασύτερον λόγον ἀποδοὺς ἑνί τινι τῶν ἐν τῇ ἀγορᾷ Σκυθῶν τις τῶν τὰ ὤνια κεκτημένων Λατίνων μύωπι πέπληκται πρὸς τοῦ Σκύθου. ὁ δ' εὐθὺς ἀνεῖλε ξίφει τὸν παίσαντα· καὶ θόρυβος ἐντεῦθεν ἀνὰ τὴν ἀγορὰν διεσκέδασται πάνυ τοι πλεῖστος.
(Ε.) Τοῦτο πρὸς ὦτα γενόμενον τῷ τῶν Σκυθῶν ἀρχηγῷ ὀργῆς ἐπεπράχει πλήρη καὶ θυμοῦ βαρβαρικοῦ μεστόν· περιφρόνησιν γὰρ ἑαυτοῦ τὴν μεγίστην εἶναι τὸ πρᾶγμα ᾠήθη, πρὸς μέσην αὐτοῦ τὴν ἡγεμονίαν καὶ ἐπικράτειαν γεγονός· καὶ πέμψας ἀπαλλάττεσθαι τοῦ οἰκείου τόπου τὴν ταχίστην ἐκέλευε τοὺς Λατίνους. οἱ δὲ πρὸς ὅπλα χωρήσαντες, καὶ τὴν πόλιν ἀσφαλισάμενοι, τραχέσι λόγοις καὶ ὑπερηφάνοις τοὺς πρέσβεις ἀπέπεμψαν. τοῦτο πρὸς ἐσχάτην ἐξέμηνε τὸν Σκύθην ὀργὴν ἔτι· καὶ μοῖραν ἀπολεξάμενος Σκυθικὴν, καὶ μάλα ἄλλην, οὐκ ἀνίει πέμπων ἄλλην ἐπ' ἄλλῃ συχνὰ πρὸς πολιορκίαν αὐτῶν.
(Στ.) Ἀλλ' ἐκεῖνοι τὰς ἐπάλξεις ἔνδοθεν καταφράξαντες ἀνδράσι καὶ ὅπλοις καὶ πᾶσι μηχανήμασιν ἑκηβόλοις πολλὰ τῶν Σκυθικῶν κατεγέλων βελῶν. ἄλλως τε καὶ θαλαττοκρατοῦντες αὐτοὶ, καὶ τὴν τῶν ἐπιτηδείων ἀφθονίαν ἐκ θαλάσσης ἐσκομιζόμενοι, περὶ ἐλαχίστου τὰς τῶν Σκυθῶν ἐφόδους τε καὶ περιστρατοπεδεύσεις ἐτίθεντο· καὶ τό γε μεῖζον, ὅτι τριήρεσι πλείσταις περιπλέοντές τε καὶ παραπλέοντες πᾶσαν τὴν τῶν Σκυθῶν παραλίαν δύο τὰ χαλεπώτατά σφισι προὐξένουν· ἓν μὲν, ὅτι μηδαμῆ καταίρειν τῶν φορτηγῶν ὁλκάδων οὐδ' ἡντινοῦν συνεχώρουν ἀγορᾶς καὶ πράσεως ἕνεκα· ὃ σφόδρα ἐκείνους ἐλύπει, τό,τε περιττεῦον ἀνόνητον ἔχοντας καὶ τὸ ἐνδέον ἀνεπινόητον· δεύτερον δ', ὅτι καὶ τῶν νεῶν ἐκπηδῶντες ἐνίοτε καὶ ἐνιαχοῦ πολλὴν ἐκ τῆς Σκυθικῆς κατῆγον τὴν λείαν ἐς τὰς τριήρεις· ὡς ἀντεστράφθαι τὰ τῆς πολιορκίας καὶ πολιορκεῖσθαι μᾶλλον τοὺς Σκύθας δοκεῖν, ἢ πολιορκεῖν.
(Ζ.) Ἐν δὴ τοῖς τοιούτοις μακροῦ μεταξὺ τριβομένου τοῦ χρόνου, σίτου τε σπάνει τὰς Ῥωμαίων πιέζεσθαι πόλεις καὶ ὅσα τῶν ταριχευτῶν ἐδωδίμων ἐκ τῆς Μαιώτιδος καὶ τῶν ἔγγιστα ποταμῶν συνηνέχθη. ἔξεστι μέντοι θαυμάζειν, ὁπόσοις μὴ διασέσεισταί πως τὸ λογιζόμενον τῆς ψυχῆς, ὅπως ἀποκλεισθείσης οὑτωσὶ τῆς ἄνωθεν σιτοπομπίας, ἐμέλησεν εὐθὺς τῇ προνοίᾳ σιτοπομπίας ἑτέρας ἀνεῳγέναι θύραν. Ἰωνία γὰρ καὶ Φρυγία καὶ πρός γε Βιθυνία, καὶ ὅσον ἐπέκεινα χῶρον χεῖρες Περσικαὶ γεωργοῦσι, πολὺν ἐχορήγουν τηνικαῦτα τὸν σῖτον ταῖς πόλεσι, καὶ ψυχοῤῥαγούσας ἡ θεία πάλιν οὕτως ἀνέῤῥωσε χείρ.
(Η.) Τήν γε μὴν Λατινικὴν κατὰ Σκυθῶν ἐκείνην αὐθάδειαν εἰς νοῦν οἱ Τραπεζούντιοι βαλλόμενοι καὶ δείσαντες, μὴ καὶ κατ' αὐτῶν τι νεωτερίσωσιν ὅμοιον καὶ οἱ παρὰ σφᾶς προσοικοῦντες ὁμοίως Λατῖνοι, περιστάντες αἰφνίδιον τοὺς μὲν πλείους ἔργον ἀπέφηναν ξίφους· οἷς δὲ περιλειφθῆναι συμπέπτωκε, τούτοις δὲ ταπεινότερον κεχρῆσθαι Τραπεζουντίους διαγέγονε τοῦ λοιποῦ. καὶ ταῦτα μὲν τῇδέ πη ἔσχεν.

ιγʹ. Ὥσπερ δὲ ψηφίσματος κατὰ τοῦτον τὸν χρόνον καὶ κοινοῦ τινος δόγματος ἐκ θεοῦ κατὰ πάσης ὁμοῦ κυρωθέντος τῆς οἰκουμένης, ἀρχάς τε καὶ ἐξουσίας, καὶ ὅσαι δημοκρατίαι καὶ ἀριστοκρατίαι, συγκεχύσθαι στασιασθείσας ἐφ' ἑαυτὰς καὶ πρὸς ἐμφυλίους ἀναῤῥιπισθείσας μάχας, οὐδὲν οὐδαμῆ σχεδὸν ἐλλέλειπται μέρος, ὃ μὴ τοῦ τοιούτου παραπολελαύκει δεινοῦ, εἰ καὶ μὴ κατὰ τὸν ἴσον δήπουθεν τρόπον, ἔς γε τὸ μεῖζον καὶ ἧττον. κρίματα γὰρ εἶναι ταῦτα θεοῦ πάντας θνητοὺς λογισμοὺς ὑπερβαίνοντα, εἰ μή πού τις ἐξ εἰκασίας τινὸς στοχαζόμενος φάσκει παλαιωθεῖσαν κακίᾳ τὴν γῆν, καὶ δευσοποιοῖς τισι καπηλευθεῖσαν κηλῖσι, καθαρόν τε καὶ πάσης χαμερποῦς ἐμβριθείας ὑπέρτερον χαρίσασθαι βουληθέντος ταύτῃ πτερὸν, ἵν' ἐλευθέριον καὶ μετέωρον καὶ εἰρήνης ὀψέ ποτε ἀναπνεύσῃ τερπνότητα, εὐνομίας καὶ δικαιοσύνης ἀγομένη κανόσι καὶ στάθμαις.
(Β.) Καὶ πρῶτον μὲν οἱ ἐν Γεννούᾳ τῇ πόλει Λατῖνοι Τοῦζον ἐκεῖνον, ὃν εἰς δουκὸς ἀνήγαγον ἐκ μακέλλης ἀξίαν πρό γε δυοῖν τοῖν ἐνιαυτοῖν, συστάντες ἀρτίως ἐξήλασαν, ἐκπολεμωθέντων λάθρα κατ' αὐτοῦ πρὸς τῶν περὶ Σπίνουλαν καὶ Σερτώριον εὐγενῶν· οἳ τῆς ἐξουσίας ἐπειλημμένου Τούζου, τῆς πόλεως ἐξώσθησαν ἀγεννῶς, τῶν δημοτῶν ἅτε ἐπὶ μέγα δυνάμεως ἐληλυθυῖαν ἰδόντων τὴν τούτων ἀρχὴν καὶ τυραννικώτερον ἤδη τῶν δημοσίων ἁπτομένην πραγμάτων. συγχωρηθέντες γὰρ αὖθις ἐντὸς γενέσθαι Γεννούας μετριώτερον ἄγοντας βίον, τοῖς δὲ βραχὺ μετριάσασι τάχιστα παλινδρομεῖν ἐδόκει ἐς τὴν πρὶν ὑπερηφανίαν καὶ τὸν τυραννικὸν ἐκεῖνον τῦφον. ὅθεν συστάντων ἐπ' αὐτοὺς αὖθις τοῦ δήμου, τῆς πόλεως ἀγεννέστερον νῦν ἐξωθοῦνται· καὶ γίνεται δοὺξ ἕτερος, τῷ πρὶν παραπλήσιος, ἐξ εὐτελῶν καὶ αὐτὸς τὰς τύχας ἕλκων τοῦ γένους· ὡς ἂν ἐνθύμιον σύντροφον ἔχων ἀεὶ τὴν τοῦ γένους κηλῖδα καὶ τὰς ἐκ γενέσεως τύχας ἐν τῷ μετρίῳ καὶ προσηνεῖ τοῦ φρονήματος ἐρείδῃ τῶν λογισμῶν τὰς κρηπῖδας.
(Γ.) Ἀλλὰ καὶ τοῦ τῶν Αἰγυπτίων μεταλλάξαντος ἡγεμόνος εἰς πολλὰ τὴν ἀρχὴν τοῖς παισὶ διελοῦσι στασιάζειν πολὺν πρὸς ἀλλήλους ἤδη χρόνον γεγένηται· ὡς καὶ τὰ τῶν Αἰγυπτίων ὑποῤῥεῖν καὶ ἐς τὸ ἀσθενέστερον ἐντεῦθεν ἀεὶ ξυνελαύνεσθαι πράγματα.
(Δ.) Ναὶ μὴν καὶ οἱ περὶ τὸν Ἄτλαντα τὸν ἑσπέριον Λίβυές τε καὶ Μαυρουσίων οἱ πλείους, Ἀννίβαν ἐκεῖνον τὸν πάλαι τὸν Καρχηδόνιον μιμησάμενοι τέως, πλήθει μεγάλων δυνάμεων τὸν Γαδειραῖον διαπεραιούμενοι τράχηλον τοῖς μὲν Εὐρώπην οἰκοῦσι γένεσι τῶν Ἱσπανῶν διὰ μάχης γίνονται, καὶ πολέμοις πολέμους συνάπτοντες ἐπὶ μείζους βαδίζουσι μάχας ἀεί.
(Ε.) Καὶ Βρεττανοὶ δ' ὁμοίως, ναυτικαῖς δυνάμεσι διαβαίνοντες ἐς τὴν Κελτῶν ἤπειρον, μεγάλους συγκροτοῦσι πολέμους.
(Στ.) Ἔτι μὴν τὸ Σκυθικὸν ἐκεῖνο γένος, οἳ τὴν Ἀσσυρίων καὶ Μήδων καὶ Περσῶν, καὶ ὅσα ἐπέκεινα τῶν ἐθνῶν, πάλαι πολὺν ἤδη χρόνον κατέσχον γῆν καὶ τὸ τῆς αὐθεντίας ἅπαν ἐκείνων κράτος, νῦν εἰς διαφόρους διαλυθέντες ἀρχὰς συχνὰ κατ' ἀλλήλων ὁπλίζονται, κἀπὶ μέγα καπνοῦ καὶ φλογὸς ἐγερεῖν ἡ τούτων ἔρις ὑπισχνεῖται τὸν ἐκ τῆς μάχης φόνον.
(Ζ.) Ἄρτι δὲ καὶ συνδρομὴν τὰ τῶν διαφόρων Λατίνων ποιησάμενοι γένη κατὰ τῶν Περσικῶν ἐξῄεσαν νεῶν, ὅσαι πειρατικόν τινα βίον καὶ λῃστρικὸν ἀναμετροῦντες ληΐζονται τὰς ἐκείνων ὁλκάδας τε καὶ τριήρεις, ὅσαι κατ' ἐμπορίαν ἀνιοῦσαί τε καὶ κατιοῦσαι τὴν θάλατταν ἅπασαν τὰς ἐμπορικὰς κομίζονται χρείας. τῶν γε μὴν εἰρημένων νεῶν εἰς ἑπτὰ καὶ εἴκοσιν ἦν ὁ ἀριθμὸς ἀνιών. Κύπριοι δ' ἦσαν αὗται καὶ Ῥόδιοι, Σαλαμίνιοί τε καὶ Οὐενετῶν, καὶ ὅσαι πρός τε Πάππα καὶ Γεννούας συνῄεσαν. πᾶσαι δ' ὁμοῦ παρὰ τὸν τῆς Σμύρνης ἐξαίφνης καταπεπλευκυῖαι λιμένα εἷλον ἐξ ἐφόδου καὶ ὃ παρὰ τὸν λιμένα φρούριον ἦν Περσικόν. καί σφισι μὲν ἦν κατὰ γνώμην, ὡς ἐξ ἀσφαλοῦς ὁρμητηρίου συχνὰ ἐπεκθέουσιν ἐκεῖθεν ἐς τὴν μεσόγειον ἀνωθεῖν ἐκ τῶν παραλίων ἠρέμα τὸ βάρβαρον πᾶν. τά γε μὴν πράγματα ἥκιστα κατὰ γνώμην ἦν προχωροῦντα.
https://byzantium.gr/

ΛΟΓΟΣ ΙΔ ’.

αʹ. Ἀλλὰ ταῦτα μὲν ὕστερον ἐν τοῖς προσήκουσι τόποις λελέξεται διαρκέστερον. νῦν δ' ἐπανιέναι ἡμῖν ἀναγκαῖον ἂν εἴη, ὁπόθεν εἰς ταῦτα προήχθημεν καὶ ὅπη τὸν πρὶν ἡμεῖς κατελύσαμεν λόγον. ἦν δ' ἡ περὶ τὰ τῆς Χριστουπόλεως στενὰ τοῦ Καντακουζηνοῦ διάβασις ὁμοῦ τῷ Ἀμοὺρ, τῷ τῶν Περσῶν ἐκείνῳ σατράπῃ. διαβάντι γὰρ ἔδοξε πεῖραν προσάγειν ταῖς πόλεσι, καὶ οἷς μὲν καθ' ὁμολογίαν παραδιδόναι οἱ σφᾶς αὐτοὺς ἐθελοντὰς πρὸς βουλήσεως εἴη τῇ ἐκείνου χειρὶ, τῶν προσηκόντων γερῶν ἀξιοῦν· οἷς δὲ τοὐναντίον, τούτοις δὲ τοὐναντίον.
(Β.) Μεθ' ἡμέρας οὖν ἀναλαβὼν τὰς δυνάμεις ἦγεν ἐπὶ τὴν πόλιν, ᾗ Περιθόριον ὄνομα. ἣν δὴ καὶ περιστρατοπεδεύσαντες, ἐπεὶ κἀκεῖνοι πολεμεῖν ἔγνωσαν, ἐπολιόρκουν. ἐπεὶ δ' ἐπὶ πολλαῖς κάμνοντες ταῖς ἡμέραις ἐπέραινον οὐδὲν, ἄπρακτος λοιπὸν ἀναζεύξας ἐκεῖθεν οὐδὲ μιᾷ τῶν ἄλλων ἔτι προσάγειν βεβούληται· ἀλλ' ὅλαις ἡνίαις ἤλαυνεν ἐπὶ Διδυμότειχον, οὐκ ἀγαθὸν κἀν ταῖς ἄλλαις εἶναι κρίνας οἰωνὸν τὴν ἀποτυχίαν εὐθὺς ἐξ ἀρχῆς ἐκείνης τῆς πόλεως.
(Γ.) Αὐτόθεν τοίνυν λαμπρῶς αὐλιζόμενοι, καὶ τῆς μακρᾶς ἐκείνης καὶ ἐπιπόνου διαίτης τὴν ἀνάλογον ἀλλαττόμενοι θυμηδίαν τε καὶ ῥᾳστώνην, φρουρούς τε ἐκείνους Διδυμοτείχου τῆς πόλεως καὶ ἅμα στρατιώτας καὶ στρατηγοὺς ταῖς προσηκούσαις ἠμείβετο δεξιώσεσι καὶ φιλοφροσύναις· καὶ πρό γε πάντων Εἰρήνῃ τῇ βασιλίδι πολλοὺς ἀπὸ γλώττης τοὺς ἐκ ψυχῆς ἀπεδίδου χαριστηρίους, ὧν τε ἐκαρτέρησε μακρῶν ὁμοῦ καὶ ποικίλων ἀνιαρῶν ἐν τῷ τῶν μεταξὺ μεγάλων ἐκείνων πραγμάτων κλύδωσι καὶ ὧν ἐνεδείξατο γενναίων ἀγώνων, ἔν τε βουλαῖς καὶ δώροις παντοίοις καὶ μειλιχίοις λόγοις, δι' ὧν ὁμοῦ στρατηγούς τε καὶ στρατιώτας ἀνεῤῥώννυέ τε καὶ πρὸς τὸ εὐψυχότερον διανίστασθαι παρεσκεύαζε· πὴ μὲν θωπεύουσα, πὴ δ' ἐλέγχουσα· καὶ πὴ μὲν ταῖς ὀξυῤῥόποις τῶν πραγμάτων ἐκείνων ποικίλαις μεταβολαῖς τὴν τῆς οἰκείας ἀντιτιθεῖσα διανοίας ὀξύτητα, πὴ δ' οἰκονομικῶς ἀντιπράττουσα ταῖς ἐκ Βυζαντίου λάθρα καὶ συχνὰ προσιούσαις ἄλλοτ' ἄλλοις τῶν ἐς Διδυμότειχον στρατιωτῶν ὁμοῦ καὶ στρατηγῶν ὑποσχέσεσί τε καὶ δολεροῖς μηχανήμασι, καὶ λαμπρῶς ἀνιστῶσα κινδυνεύοντα πίπτειν φρονήματα. μάλιστα δὲ τοῦ δραστηρίου καὶ τῆς ἀγχινοίας αὐτὴν ὁ σατράπης Ἀμοὺρ ἐξεπλάγη τεθαυμακὼς, ἐπειδή γε ἐμεμαθήκει ταύτην οὖσαν αἰτιωτάτην, ἀνθρωπίνως εἰπεῖν, τῆς διαμονῆς καὶ συστάσεως τοῦ τε στρατοῦ καὶ Διδυμοτείχου τῆς πόλεως καὶ δι' αὐτῶν τῆς τῶν ὅλων τῷ βασιλεῖ πραγμάτων ἐν ἀσφαλεῖ καταστάσεως. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον· καὶ ὁ χειμὼν ἐν τούτοις ἐτελεύτα.
(Δ.) Ἦρος δ' ἀρχομένου οἱ μὲν Βυζάντιοι τῶν λῃστρικῶν κατὰ Διδυμοτείχου πολέμων καὶ λόχων ἀποστάντες, δέει τῆς ἐκεῖ Περσικῆς δυνάμεως, πρὸς ἕτερα πάλιν ἐχώρουν βουλεύματα. καὶ δὴ βέλτιον ἔδοξεν εἶναί σφισι, χρημάτων ἀφθονίᾳ κρύφα περιεληλυθόσιν Ἀμοὺρ, τὸν σατράπην καὶ ἡγεμόνα τῆς Περσικῆς δυνάμεως, πεῖσαι καταλιπόντα Θρᾴκην καὶ φίλων ἔρωτας οἴκαδε πρὸς Ἀσίαν τάχιστα ἐπανήκειν.
(Ε.) Τὰς δὲ τοιαύτας ὑποσχέσεις ἐκείνου δείξαντος Καντακουζηνῷ, ἔδοξε τὰς τοιαύτας ἐπινοίας ἑτέραις κατασοφίσασθαι βαθυτέραις. «χρήματα γὰρ εἰς δέκα,» φησὶ, «χιλιάδων ἐπέκεινα ἀριθμὸν ἀνιόντα τοῖς Βυζαντίοις ἐκδεδωκόσιν, σφίσι μὲν ζημία μεγίστη γίνεται καὶ ἀσθένεια πρὸς τὰ πολεμικά· ἡμῖν δὲ λαβοῦσιν ἰσχὺς προστίθεται μάλα κρατίστη πρὸς τὸ τῆς κοινῆς ταυτησὶ μάχης κλυδώνιον.» τούτων τοίνυν εἰς τοῦτο μελέτης ἰόντων καὶ πρός γε μειζόνων ἐπὶ τούτοις ἑτέρων, καὶ ἅμα προστιθεμένης καὶ τῆς τοῦ Περσικοῦ ταλαιπωρίας στρατοῦ, ὁποία καὶ ὅση διάγουσιν ἐν ἀλλοτρίᾳ γῇ, καὶ μηδὲν εἰς αὐτάρκη τοσούτου στρατοῦ κεκτημένῃ δίαιταν, ᾤχετο διαβὰς εἰς Ἀσίαν ὁ σατράπης Ἀμοὺρ μετὰ τῆς δυνάμεως, ἐπαγγειλάμενος ὀλίγῳ ὕστερον ἐπίκουρος ἰσχυρότερος Καντακουζηνῷ ἐπανήξειν.

βʹ. Κατὰ δὲ τοῦτον τὸν χρόνον ἐξαίσιοί τινες ἀνεῤῥώγεσαν κατὰ Βυζαντίου καὶ τῶν αὐτοῦ προαστείων σεισμοὶ καὶ βρασμοὶ θαλάττιοι, καὶ ὡς ἐκ πετροβόλου θυμοῦ πλήρους ἐῤῥίφησαν κατὰ τῶν τῆς γῆς καρπῶν χάλαζαι· ὡς ἐκεῖνα τῆς γραφῆς συμπεσεῖν· ψεύσασθαι ἔργον ἐλαίας, καὶ τὰ πεδία μὴ ποιῆσαι βρῶσιν· συκῆν τε μὴ καρποφορῆσαι καὶ γεννήματα ἐν ταῖς ἀμπέλοις οὐκ εἶναι· ἐκλιπεῖν τε ἀπὸ βρώσεως πρόβατα καὶ μὴ ὑπάρξαι βόας ἐπὶ φάτνας. ἄρξασθαι μέντοι συνέβη τοὺς τοιούτους σεισμοὺς καὶ κλόνους τῆς γῆς ἐν μέσῳ που τῷ φθινοπώρῳ, ἄρτι τοῦ ἡλίου τὰ τοῦ σκορπίου προοίμια παραλλάττοντος. καὶ τὴν μὲν πρώτην ἡμέραν δὶς ἐτίναξε τὴν γῆν ὁ θεός· οὕτω γε μὴν ἐμβριθῶς, ὡς ἀπογνῶναι τοὺς πλείστους τὸ ζῇν ὑπὸ δέους· οἰκίας τε καταπεσεῖν ἐγεγόνει καὶ τὰ πλεῖστα τῶν τοῦ Βυζαντίου τειχῶν. ἀμπέλων δὲ φραγμοὺς καὶ κήπων περιβόλους οὐδὲ μεμνῆσθαι χρή. πάντες γὰρ μικροῦ κατεῤῥίφησαν ἄχρι κρηπίδων· ὡς δυσπρόσοδον γίνεσθαι πᾶσαν ἀγυιὰν τοῖς παριοῦσι, σωρηδὸν ἐῤῥιμμένων τῶν ἐντεῦθεν ἐρειπίων.
(Β.) Ἐκκέχυται δ' ὁμοῦ καὶ τὸ τῆς θαλάττηςῥόθιον ὡς ποῤῥωτάτω τῆς χέρσου· καὶ μάλισθ' ὅπη πεδιὰς καὶ ἱππήλατος ἦν ἡ γῆ, μέχρι καὶ ἐς δέκα σταδίους. συνεξήλασε δ' ἔνια καὶ ἐνιαχοῦ τῶν ἀκατίων, ὅσα πρὸς τοῖς λιμέσι καὶ τοῖς ἄλλοις παραλίοις, καὶ συνέτριψεν ἐν τῇ μεσογείῳ· καὶ πλείστας δὲ κατέκλυσε χώρας, αὐτοῖς ἀνδράσι καὶ ποιμνίοις καὶ ζεύγεσι. παλινδρομοῦντός γε μὴν τοῦ ῥοθίου μεθ' ἱκανὸν πρὸς τὰς συνήθεις καὶ τεταγμένας εὐνὰς, ἦν ἰδεῖν ἰλύος τὰ πάντα μεστὰ καὶ ἰχθύων νεκρῶν.
(Γ.) Αἴσθησιν μέντοι τοῦ τοιούτου γενέσθαι φασὶ τιναγμοῦ καὶ σεισμοῦ μέχρι Λυσιμαχίας, καὶ βραχύ τι Χεῤῥονήσου ἐπέκεινα· ἥκιστα δ' οὖν τὸν ἴσον γε τρόπον· ἀλλ' ὥσπερ ἐξ ὁρμητηρίου καὶ ῥίζης τινὸς ἀρξάμενον τοῦ Βυζαντίου ἠρέμα καὶ κατὰ βραχὺ προϊόντα τε ἐνδιδόναι καὶ ὑφειμένως βαδίζουσαν κατὰ τὸ ἀνάλογον ἀεὶ ταῖς ἐφεξῆς παραπέμπειν χώραις καὶ πόλεσι τὴν τοῦ κλόνου συνάφειαν· παραμεῖναι δ' ἄχρι καὶ αὐτοῦ γε τοῦ θέρους ἐφ' ἡμέρᾳ καὶ νυκτὶ, μείζω τε καὶ ἐλάττω τὴν αἴσθησιν παρεχόμενον.
(Δ.) Κατὰ μέντοι περίοδον χρονικὴν τοῦ κατόπιν βαδίζοντος φθινοπώρου ἐκ τῆς αὐτῆς ὡσαύτως ἡμέρας ὅμοιοι πάλιν ἀρξάμενοι τὴν γῆν συνετάραττόν τε καὶ ἐθορύβουν σεισμοί· ὡς ἐκ τῆς τῶν τοιούτων σεισμῶν συνεχείας τόν τ' ἐπὶ τοῦ πλινθωτοῦ κιόνος ἐν ἀγγελικῷ τῷ σχήματι χαλκοῦν ἀνδριάντα καὶ ἅμα τὸν τοῦ προβεβασιλευκότος Παλαιολόγου τῇ βίᾳ καταγωνισθέντας τῷ μὲν ἐπὶ θατέρου τῶν ὤμων κεκλίσθαι τὴν κεφαλὴν, τῷ δὲ πρὸ ποδῶν ἐῤῥίφθαι τὸν ἐν χεροῖν τῆς πόλεως σχηματισμόν· ὡς εἰκασμοῖς τισιν ἐντεῦθεν ἐννοίας τινὰς ἀναλεξαμένοις ἐνίοις ἀποπεφάνθαι, μὴ εἰς μακρὰν τῆς τῶν Παλαιολόγων αὐτοκρατορίας ἔσεσθαι τὴν καταστροφήν.
(Ε.) Κἀπὶ τούτοις τὸ προπεπονθὸς τῆς ἑῴας ἀψίδος τοῦ τῆς τοῦ θεοῦ Σοφίας νεὼ καταπονούμενον ἡσυχῆ παρεῤῥήγνυτο μᾶλλον ἀεὶ, καὶ πολλὰς ἐκεῖθεν ψηφίδων καὶ πλίνθων κατέῤῥιπτε, μέχρι τῆς παντελοῦς πτώσεως· περὶ ἧς ἡμῖν κατὰ χώραν ἰοῦσιν ἀποχρώντως λελέξεται. νῦν δ' ἐπανακτέον τὸν λόγον καὶ διηγητέον, ὅσα ἐν τῷδε τοῦ χρόνου ἰδίᾳ συνεπεπτώκει γενέσθαι τοῖς Βυζαντίοις.

γʹ. Ἐπεὶ γὰρ Ἀποκαύκῳ τὰ κατὰ γνώμην οὐκ εὔοδα κατὰ τοῦ βασιλέως ἐβάδιζεν· ἀλλ' ἐκείνῳ μὲν ἐκ τοῦ τῆς ἀπογνώσεως βυθοῦ δεξιῶς ἀνέβαινεν ἠρέμα τὰ πράγματα καὶ ἀνεῤῥώννυτο πρὸς τὸ εὐθαρσέστερον· τούτῳ δ' οὔτε τὰ κατὰ θάλατταν ἐλπίδας παρεῖχε θαῤῥούσας, οὔτε τοῖς κατ' ἤπειρον δεξιόν τι καθίστατο σύμβολον· ἐφ' ἑτέρας ἐτρέπετο μηχανάς. ἔγνω γὰρ προβιβασμοῖς γερῶν καὶ προσόδων πόροις ὑπελθεῖν τόν τε πατριάρχην καὶ ἅμα τὸν Γαβαλᾶν Ἰωάννην· ὃς γλωττοδαίδαλόν τινα πρὸς τῆς φύσεως κτησάμενος εὐστομίαν μάλα τοι πιθανὸς ἐδόκει τοῖς ἀκούουσι, τοῖς τε ἄλλοις καὶ ὅσοι τὴν βασίλειον συνεκρότουν σύγκλητον καὶ βουλήν.
(Β.) Πολλοῖς τοίνυν τὸν πατριάρχην κυκλούμενον υἱέσι καὶ κηδεσταῖς καὶ ἀπογόνοις, καὶ πλήθει συγγενείας παντοδαπῆς, τιμαῖς ἄλλαις ἄλλους μετεωρίσας, καὶ χωρίων ἐπιδόσεσιν εὔπορον καταστήσας τὸν βίον αὐτοῖς, ξένας ἔπειτα ἐπενόει τιμῶν παρενθήκας τῇ πατριαρχικῇ δι' αὐτὸν περιωπῇ. αἱ δὲ ἦσαν, μήτ' ἐν ὑπογραφαῖς, μήτ' ἐν καλύπτρᾳ κεφαλῆς ἕπεσθαι τοῖς παλαιοῖς ἐθισμοῖς, μήθ' ὑποδήμασι τοῖς ὁμοίοις ἔτι κεχρῆσθαι, ἀλλ' ἐρυθροῖς μὲν αὐτοῖς· Σηρικοῖς δὲ καὶ χρυσοῖς τὴν καλύπτραν ὑφάσμασι κεκοσμῆσθαι· χρώματι δ' αὖ ὑακινθίνῳ τὰς τῶν ἐπιστολῶν καὶ ψηφισμάτων ἐγχαράττειν ἐπισημασίας.
(Γ.) Καὶ τὸ εὔλογον τῆς αἰτίας προσεπιφέρων τῇ καινοτομίᾳ καὶ προθεραπεύων ἔφασκεν ὡς «πάλαι ἐχρῆν κεκυρῶσθαι τουτὶ τὸ δικαίωμα τῇ τῆς βασιλευούσης τῶν πόλεων ἐκκλησίᾳ, ἅτε πασῶν ὁπόσαι ὑφ' ἥλιον πόλεις εἰσὶν ὑπερεχούσης κατά τε μέγεθος καὶ πολιτείας εὐγένειαν. καὶ πρός γε ἔτι Κωνσταντίνῳ τῷ μεγάλῳ βασιλεῖ τειχίσαντι ταύτην, καὶ τὸ τῆς Ῥώμης ἀξίωμα μετὰ τῆς βασιλείας ἐνταυθοῖ μετενηνοχότι, καὶ ἃ τῇ ἐκκλησίᾳ παρέσχεν ἐκεῖ προνόμια, συνηκολούθησε καὶ ταῦτα καὶ μετηνέχθη πρὸς ταύτην ὡς τὸ εἰκός. εἰ δὲ τοῖς ἐκεῖθεν ἠμέληται ἐπισκόποις καὶ διαδόχοις ἐνθάδε τῶν θρόνων, τί πρὸς ἔπος ἡμῖν τήμερον; οὐ γὰρ νόμον τοῖς ὀψιγόνοις εἶναι χρεὼν, ἃ τοῖς γονεῦσιν ἐκ περιπετείας τινὸς πεπλημμέληται, ἀλλὰ διόρθωσιν μᾶλλον τοῖς ἄνω γίνεσθαι κάτωθεν, ὥσπερ ῥεύματος ἀνατρέχοντος ἐπ' ἀγαθῷ τοῦ βίου· ἐξεῖναί γε μὴν καὶ οἷς πρὸς βουλήσεως ἂν συνορᾷν γένηται, καὶ τὸν χρόνον, ὥσπερ ἐκ ταὐτομάτου σαφῶς εἰς τοῦτο συνελάσαντα τύχης τὰ πράγματα, μονονουχὶ συλλαμβάνοντά πως ἡμῖν καὶ μάλα εὔοδα προκαθιστῶντα τῆς μελέτης ἡμῶν ταυτησὶ τὰ προοίμια. ἢ φρασάτω τις ἐμοὶ παρελθὼν, ποῖος χρόνος εἶδεν εἰς ταὐτὸ ἀμφότερα συνενεχθέντα, βασιλείαν ἅμα καὶ ἐκκλησίαν· καὶ πατριάρχην ἅμα καὶ τοῦ τῶν δημοσίων κηδομένου πραγμάτων βασιλέως χηρεύουσαν βασιλίδα πρὸς ἓν καὶ ταὐτὸ ξυνιέναι καλῶς ἐνδιαίτημα, καὶ οἶκον δυσὶ τὸν αὐτὸν ἐν ταὐτῷ καθίστασθαι, τὸ βασιλικὸν παλάτιον· καὶ τὸν μὲν ἀποσώζειν εἰκόνα ψυχῆς, τὴν δὲ σώματος· καὶ τὸν μὲν ἀντὶ μὲν βασιλέως τοῖς πράγμασι γίνεσθαι τοῖς πολιτικοῖς, ἀντὶ δὲ πατρὸς τῷ ταύτης ὀρφανῷ παιδὶ τῷ νέῳ βασιλεῖ· τὴν δ' ὑπείκειν ὅσα καὶ ἡγεμόνι χρηστῷ καὶ μόνῳ δυναμένῳ σώζειν τὴν ἀρχὴν ἀσφαλῶς, ὅσα καὶ κυβερνήτης, καθάπερ ὁλκάδα πλημμελῶς ἐφ' ὑγραῖς ταλαντευομένην θαλάττης ἀγκάλαις. εἰ δὲ ταῦτα τῇδε ἔχει καὶ οὐδὲν ὑποτρέχει ψεῦδος τὰ εἰρημένα, τί κωλύει καὶ παρασήμοις καί τισι τεκμηρίοις βασιλικοῖς σκιωδῶς πως κεχρῆσθαι πρὸς τὴν τῶν οὕτως ἀληθῶν βεβαίωσιν;»
(Δ.) Οὕτω μὲν οὖν εἰρωνικοῖς μᾶλλον ἢ γοητεύουσιν ἄλλως ὑπερχόμενος λόγοις καὶ τὸ παθητικὸν τῆς τοῦ πατριάρχου θωπεύων ψυχῆς ὁ Ἀπόκαυκος τἄλλα μὲν ἀσμένως προσήκασθαι ἐπεπείκει· τὸ δὲ τῶν ἐρυθρῶν πεδίλων νῦν μὲν ἥκιστα διὰ τὸ τῆς καινότητος θράσος· χωροῦντος δ' ὀψὲ τοῦ χρόνου, διὰ τὸν τῶν δυοῖν ἐθισμὸν, ἐπαγγείλασθαι εὐπαράδεκτόν πως ἔσεσθαι καὶ τὸ τρίτον. τὰ γὰρ ἐκπληκτικὰ τῆς ὑπερηφανίας οὐ τὸ τῆς ὥρας αἰφνίδιον κατασβέσαι δύναται, ῥᾷστα μεντἂν ἐκπυρσεῦσαι μᾶλλον καὶ φθόνον ἐγεῖραι σκληρόν τινα καὶ δυσκαρτέρητον· τοῦ δὲ χρόνου ῥέοντος, ὁμαλῶς πως ἤδη καὶ τὸ τῆς ἐκπλήξεως ἐκείνης δαπανᾶσθαι καὶ μαραίνεσθαι θράσος, ἠρέμα καὶ κατὰ μικρὸν ἐμμελετηθείσης ταῖς τῶν ἐντυγχανόντων ὄψεσι διὰ τὸ συνεχὲς τοῦ συνδιαιτᾶσθαι. τούτου μὲν οὖν ἕνεκα τοῖν δυοῖν ἀρκεσθῆναι καινοτομήμασι μόνοις ἐν τῷ παρόντι, τοῦ τρίτου μετεωρισθέντος ἐς τοὐπιόν· μὴ ἐπιστῆσαι πρότερον ἐθελήσαντα, καὶ γνόντα τὴν τῶν προτέρων ἐνταῦθα διάνοιαν, ἐν τῷ μετρίῳ τοῦ ἤθους ἵστασθαι, καὶ μὴ κινεῖν πατέρων ὅρια· ἀλλ' ἥττω γενόμενον δόξης, πολλὴν ἐπιφερομένης τὴν ἀωρίαν, ἀγώγιμον εἶναι τοῦ λοιποῦ τοῖς ἐμπαίζειν ἐθέλουσι, μέχρι τοῦ, συμφέροντος ἐξ αὐτῶν ἐναργῶς τῶν πραγμάτων σαφῆ τὸν χρόνον σύμβουλον ἐσχηκότα, συνιέναι μὲν ὡς φείδεσθαι χρόνου καὶ τύχης ἐχρῆν, μὴ δυνηθῆναι δ' οὖν οὐδὲ μικράν τινα τὴν ἐν δεινοῖς ἀσφάλειαν ἑαυτῷ πορίσασθαι, ἀλλ' ἐς ἀτεκμάρτους καὶ μάλα παντοδαποὺς κακῶν συνωσθῆναι βυθούς.
(Ε.) Τὸ γὰρ τῆς ἐπισκοπῆς ἀξίωμα καὶ τὸ ψυχῶν ἄρχειν, τοῦ κρατίστου μέρους τῶν ἐν τῷ κόσμῳ συλλήβδην ἁπάντων εἰπεῖν, σφόδρα τοι μέγιστον καὶ περιφανὲς εἰδόσι τοῖς τὰς ἀρίστας πάλαι συντάττουσι τῶν πολιτειῶν νομοθέταις καλῶς ἔχειν ἔδοξε, τὸ τῆς ἀνθρωπίνης γνώμης φυλαττομένοις εὐόλισθον καὶ ἐπισφαλὲς, ὥσπερ δεσμῷ τινι τῷ ταπεινοτέρῳ τοῦ σχήματος κολάζειν τῆς τύχης τὸ μέγεθος, ἵνα μὴ τὸ τοῦ θράσους ἀκόλαστον ὥσπερ μέθη τις ἐγγένηταί τῳ, καὶ πρὸς τυραννίδος ὑπόθεσιν ἐξοκεῖλαν μεγάλων ἄρξῃ τοῖς πολιτικοῖς πράγμασι τῶν κακῶν. τὸν δὲ τῆς βασιλείας ὄγκον σωμάτων μὲν καὶ δημοσίων ἄρχειν πραγμάτων, ἥττονος μέρους ἢ κατ' ἐκεῖνο· ὅπλων δὲ καὶ στρατιωτικῶν θορύβων περιβεβλῆσθαι δύναμιν, καὶ τούτοις τὸ τοῦ μεγέθους ἐκείνου κατὰ τὸ εἰκὸς λειπόμενον ἀντανισοῦν. αἱ γὰρ ἁπλαῖ καὶ μονοειδεῖς πολιτεῖαι ῥᾷστα πρὸς ἀτοπίαν ἐκτρέχουσιν, ἐρημίᾳ τοῦ βοηθήσοντος· μιγνύμεναι δέ πως καὶ ἀνακεραννύμεναι μετριώτερον τὸ ἐπικίνδυνον ἔχουσι, θατέρου θάτερον ἐπιῤῥωννύντος καὶ ἀνεγείροντος, ὅταν εἰς κακίας ἐκτοπίζηται βάραθρον, καὶ τυραννίδος ἐνοχλοῦντες διασαλεύωσί τινες τὸ λογιζόμενον θόρυβοι. ὅθεν ἐκεῖνο μὲν λύσιν καὶ ἀταξίαν εἰσάγει τὸ μέρος καὶ ἀνατρέπειν δίδωσι χώραν ἠρέμα τοὺς θεμελίους τῆς εὐταξίας εἰς ἔδαφος, ἢν μή τις ἐπίσχῃ· τὸ δ' αὐτοφυᾶ καὶ αὐτογεώργητον ἔχει τὴν χάριν τοῦ κρείττονος καὶ κόσμος τις ἀτεχνῶς ἐναρμόνιος ὅλῳ τῷ βίῳ καθίσταται.
(Στ.) Δέον τοιγαροῦν καὶ πατριάρχην τουτονὶ τοῖς εἰθισμένοις νομίμοις ἐμμένειν, καὶ μὴ σαλεύειν ὅρους σὺν λόγῳ πάλαι κειμένους· ὁ δὲ κακοβουλίᾳ χρώμενος λέληθεν ἅμα ἑαυτῷ καὶ τὰ Ῥωμαίων ἀπολωλεκὼς πράγματα, σφίσιν ἐν βραχεῖ παντοδαπῶν ἐπινεύσας κλύδωνας συμφορῶν. καίτοι εἰ φοβερὸς καὶ περίβλεπτός τις βασιλεῦσιν εἶναι καὶ ἄρχουσιν αὐτῷ πρὸς βουλήσεως ἦν, ἐς τὸν σωτῆρα βλέπειν ἔδει τούτῳ Χριστὸν, καὶ τὴν ἔνδοξον ἀδοξίαν ἐκείνου μιμεῖσθαι, οὗ μάλιστα καὶ τὴν εἰκόνα φέρειν τὸ τῆς ἱερατείας νενόμισται σχῆμα. εἰ γὰρ Ἀλέξανδρος ἐκεῖνος ὁ μέγας, ὁ καθ' ὅλης μικροῦ τῆς Ἀσίας ἐλάσας, τὸ Διογένους αἰδούμενος ἐμακάριζεν εὐτελὲς καὶ ἀπέριττον, μᾶλλον ἢ τὸν τῆς ἑαυτοῦ βασιλείας ὄγκον καὶ πλοῦτον· πολλῷ ἂν δήπου ῥᾷον τουτονὶ βασιλεῖς τε καὶ ἄρχοντες ἐμακάριζον, εἰ οὗ τὴν εἰκόνα τέτακται φέρειν, τούτου τὸ ἄτυφον καὶ λιτὸν τῆς διαίτης ἀεὶ διετέλει μιμούμενος. ἀλλὰ μὴν πρὸς ἐναντίους ὁπώσποτε περιτρέψας κανόνας τὴν εὐσχήμονα καὶ βελτίστην κατάστασιν τῆς αὐτονομίας ἐκείνης, οὗ μὲν τυχεῖν ἐπεθύμει, περιφανῶς ἐκπέπτωκεν· οὗ δ' εἶχε, περιφανέστερον ὁμοῦ καὶ αὐτοῦ συνεκπέπτωκεν, ἀντὶ μὲν δεσπότου καὶ πατρὸς ἑαυτὸν προφανῶς καταστήσας ἀνδράποδον· ἀντὶ δὲ περιβλέπτου δόξης, ἀδοξίας κληροῦχον λαμπρᾶς. οὕτω μακρὰν ἐπισύρεται πανταχοῦ τὴν ἀωρίαν τὸ ἄγαν φιλοτιμεῖσθαι, καὶ πρὸς ὕπαιθρον παρεξάγει μανίαν ἡ τῆς ἐξουσίας αὐθάδεια.
(Ζ.) Τούτου μὲν δὴ οὖν οὕτω ῥᾷστα τὴν γνώμην ἐξανδραποδισάμενος ὁ Ἀπόκαυκος ἐπὶ τὸν Γαβαλᾶν Ἰωάννην λοιπὸν προσῆγε τὰς μηχανὰς καὶ τὰς ἑλεπόλεις τῶν δόλων· καὶ εἰς γυναῖκα τὴν θυγατέρα κατεγγυᾶσθαι μετεωρίσας ὅρκοις ἠνάγκασε τὰ βεβουλευμένα κυροῦν καὶ πιστοῦσθαι τοῦτον, εἰ τοῖς αὐτοῦ καθάπαξ βουλήμασιν ἕπεσθαι βούλοιτο. τὰ δὲ ἦν, ὁπόσοι τῶν εὐγενῶν καὶ περιβλέπτων τὴν δόξαν τὸ τῆς συγκλήτου πληροῦσι βῆμα, πάντας ἕνα παρ' ἕνα δεσμοῖς καὶ φρουραῖς ἐγκλείειν, ἄλλους ἄλλαις αἰτίαις καθυποβάλλοντα ἐξ αὐτοσχεδίου τὸν πιθανώτερον τρόπον.
(Η.) Τούτων δ' οὕτω ῥυέντων, καὶ τὴν τῶν δημοσίων αὐτῷ μὲν διοίκησιν εὐθὺς ἐγχειρίζει πραγμάτων· αὐτὸς δ' ἄρας ἐκ Βυζαντίου σύν γε πατριάρχῃ καὶ τῷ βασιλεῖ Παλαιολόγῳ τάχιστα ἐχώρει πρὸς Πείρινθον, πρόφασιν μὲν ὡς ἐπὶ Καντακουζηνὸν ἐκστρατεύων τὸν βασιλέα· τῇ δ' ἀληθείᾳ δυοῖν πραγματευόμενος θάτερον, ἢ τῷ τῶν Ἐπιβατῶν, εἰ δυνηθείη, συγκλείσας φρουρίῳ βίᾳ τῷ βασιλεῖ τὴν θυγατέρα δοῦναι γάμου ξυναλλαγαῖς, ἢ τόν γε δεύτερον ἐλαύνοντι πλοῦν τῷ βασιλεῖ Καντακουζηνῷ δι' αὐτῶν ποτε σπείσασθαι, Λέσβον καὶ Χίον ἀλλαξαμένων σφῶν ἐς διηνεκῆ τινα κλῆρον.
(Θ.) Ταῦθ' ὁρῶσι μακρὰν τοῖς συνετωτέροις ἔκπληξιν ἐνεποίει, καὶ ἀσυλλόγιστον ἐδόκει τὸ πρᾶγμα, πῶς τῷ μανιώδει τῆς γνώμης ἡ Ἄννα προδεδωκυῖα τὴν τῶν πραγμάτων ἡγεμονίαν πάντων ἀπείπατο, τυφλωθεῖσα καθάπαξ ὑπὸ ζηλοτυπίας καὶ μηδενὸς τῶν πραττομένων αἰσθάνεσθαι θέλουσα· ἀλλὰ καθάπερ ἔξω στηλῶν Ἡρακλείων τῆς τοσαύτης ἀπωλείας καθισταμένης, οὕτω διακειμένη. ἦν γὰρ ἐν ἐλπίσι τοῦ ἔρωτος πείθοντος σα βίον τοὐντεῦθεν ἄλυπον ἕξειν, καὶ φροντίδος ἁπάσης τὸ παράπαν ἀπηλλαγμένον. ψυχὴ γὰρ ἀπαιδαγώγητον ἄγουσα βίον, καὶ ὄψιν οὐ μάλα κολάζειν προμελετήσασα, ἔλαθε πολλάκις αἰχμάλωτος ἀπαχθεῖσα, καθάπερ λάφυρον ἀπροόπτως ἑαυτὴν εἰς ἄχαλκον ἐμβαλοῦσα πόλεμον λογισμῶν ἀφανείᾳ κεκαλυμμένων, καὶ πρὶν καλῶς τῆς πολεμίας ἐφόδου τὸ βίαιον αἰσθέσθαι, ᾤχετο θελγούσης λαβοῦσα πυρκαΐας ὑπομνήματα.

δʹ. Ἐγὼ δ' ἐνταυθοῖ κἀκείνου μεμνήσομαι, χρόνον μὲν τὸν αὐτὸν συνενεχθέντος, σαφηνείας δ' εἵνεκα μείζονος ἄνωθέν ποθεν ἦρχθαι ὀφείλοντος. ἔαρος γὰρ ἐπιστάντος ἤδη, τὰς οἰκείας ὁ βασιλεὺς δυνάμεις συναγαγὼν ἀπῄει πρὸς τοὺς ἐπέκεινα Ῥοδόπης τοῦ ὄρους αὐλῶνας καὶ τὰ ἐκεῖσε πρὸς ἀποχρῶσαν νομὴν ἀναπεπταμένα πεδία. προσάγων δὲ καὶ πεῖράν τινα ταῖς ἐκεῖ πόλεσιν εἷλε καθ' ὁμολογίαν πόλεις δύο, τήν τε Κομοτηνὴν καὶ τὴν Γρατιανοῦ καλουμένας.
(Β.) Ἔνθα δὴ καὶ τὸ πρὸς Μομιτίλου γέγονεν ἐκεῖνο σύμπτωμα· ὃς διφυής τις γενόμενος ἐξ ἀφανῶν γονέων ἐν μεθορίοις Πατριβαλῶν καὶ Μυσῶν λῃστρικὸν ἐκ μειρακίου καθ' ἑταιρείαν ἡλικιώτιδα βίον ἄγειν προσῄρηται, ἔνεδρά τε δὴ καὶ λόχους κατασκευαζόμενος αἰφνίδιον ἐπέφερε τοῖς παριοῦσι τὸν ὄλεθρον. τριακοντούτης δ' ἄρτι γενόμενος ἐς τὸ ἀνθρωπικώτερον ἐκ τοῦ θηριώδους ἐκείνου τὸν βίον ἀλλάξασθαι ἔγνωκε. καὶ δὴ προσεληλυθὼς ἑνί τινι τῶν ἐνδόξων Ῥωμαίων μισθοῦ διακονεῖσθαι τέταχεν ἑαυτόν. ἔπειτ' ὀλίγου ῥέοντος χρόνου, τὴν δουλείαν τε ἀπείπατο ταύτην καὶ ἐς τὰ πρότερα τῆς λῃστείας ἐπαλινδρόμησεν ἤθη, καὶ πολλὴν ἠρέμα καὶ κατὰ μικρὸν προσεταιρισάμενος χεῖρα ἔμπρακτον ἐδείκνυ τὸ τῆς ψυχῆς δραστήριον, νῦν μὲν ταῖς ἄκραις τῶν Μυσῶν ἐμπίπτων ὥσπερ κεραυνὸς ἐκ τοῦ αἰφνιδίου, νῦν δὲ ταῖς τοῦ Καντακουζηνοῦ προσβάλλων κρύφα δυνάμεσι, νῦν δὲ τὰς τῶν Βυζαντίων ληϊζόμενος ἐξ ἐφόδου χώρας.
(Γ.) Δείσας δ' ὅμως, μὴ συνελθόντες οἱ πρὸς αὐτοῦ κακούμενοι κακῶς κακὸν γειτόνημα διαφθείρωσι, προσελάσας, σύμμαχος ὑπόσπονδος καὶ δοῦλος ἐθελοντὴς εἵλετο λέγεσθαί τε καὶ εἶναι Καντακουζηνοῦ τοῦ βασιλέως· πλὴν οὐχ ὥστε καὶ συνεῖναι, καὶ ὅπη πορεύεσθαι βούλοιτο ἕπεσθαι· ἀλλ' αὐτονομίᾳ χρώμενον κρύφα κατὰ τὴν συμφυᾶ συνήθειαν τοῖς ἐκείνου προσβάλλειν ἐχθροῖς, ἐπὶ κέρδεσιν ἑαυτοῦ τε καὶ ὅσοι ξύν γε αὐτῷ μισθοῦ λῃστρικοῦ στρατεύεσθαι εἵλοντο.
(Δ.) Ἐπεί γε μὴν τοῦ χρόνου χωροῦντος ὅσοι τῶν πενήτων αἱμοχαρεῖς καὶ αὐθάδεις ὄντες ἐτύγχανον, ὀλίγοι κατὰ πολλοὺς καὶ πολλοὶ κατ' ὀλίγους ἀθροιζόμενοι, κατὰ συμφωνίαν αὐτῷ προσεῤῥύησαν ἔκ τε Τριβαλλῶν καὶ Μυσῶν, καὶ ὅσοι μιξοβάρβαρον ἐπὶ τούτοις ἤνυον δίαιταν, ὡς ἐπέκεινά που τῶν δισχιλίων ἐπιλέκτων ἱππέων εἶναι, οἳ θυμοῦ πνέοντες πάντες ἀρεϊκοῦ τὴν σφῶν αὐτῶν μᾶλλον ψυχὴν ἢ τοῦτον καταπροέσθαι διϊσχυρίζοντο· ὡς ἀποχρῆναι λοιπὸν καὶ πρὸς ἀντίπαλον ἤδη καθίστασθαι μοῖραν, ᾧ ἂν βούλοιτο μέρει τῆς ἐμφυλίου Ῥωμαίων μάχης· σύμβολα τῆς δεσποτικῆς ἀξίας οἱ Βυζάντιοι πέμπουσιν αὐτῷ, καὶ λάθρα κατὰ τοῦ βασιλέως ὁπλίζουσι Καντακουζηνοῦ. ἐκεῖθεν οὖν καιροφυλακῶν ὁ Μομιτίλας ἀεὶ διετέλει, καὶ τὴν ἐπίθεσιν ἐν μυχοῖς τῆς καρδίας ἐκυοφόρει, καὶ ἀνεκύκλει τοῖς λογισμοῖς.
(Ε.) Ἄρτι δ' ἐν ἀκμῇ τῆς ἠρινῆς καθισταμένης ὥρας, ὅτε τὸ ποικίλον τῆς χλόης τὰς πεδιάδας κοσμεῖ, καὶ τῶν τέως ἀναβιούντων δένδρων οἱ πλόκαμοι μετὰ τῶν ἀνθέων τὰς τῶν ἀνθρώπων ὄψεις ἐφέλκονται, νέαν χαριζόμενοι τέρψιν καὶ ἡδονὴν τῇ ψυχῇ, καὶ ἅμα χιλὸν ἡ γῆ προσηνῆ καὶ νομὴν αὐτοφυᾶ τοῖς ἀλόγοις ζώοις, ἔδοξε καὶ τῷ βασιλεῖ Καντακουζηνῷ περὶ Μοσινούπολιν, ἐξιόντι Κομοτηνῶν τῆς πολίχνης, πήξασθαι τὸ στρατόπεδον, κἀνταῦθα περὶ τῶν πρακτέων βουλεύσασθαι, τά τε ἄλλα καὶ ὅπως ἀπαντῆσαι χρεὼν τοῖς Ἀποκαύκου καινοτέροις βουλεύμασι καὶ ταῖς ἐκστρατείαις.
(Στ.) Δένδρῳ γε μὴν ἐντυχεῖν ἐνταυθοῖ που συνέβη, κλάδους ἔχοντι μάλα εὐμήκεις, καὶ δίκην φάναι ὀρόφου βαθεῖαν μὲν τῇ γῇ τὴν σκιὰν ἐμπαρεχομένους, ἐμποδὼν δέ πως καὶ ταῖς ὑπερβολαῖς τοῦ ἡλίου καθισταμένους, καὶ ἀφαιρουμένους τὸ κάειν αὐτόν. ὑπὸ δὲ τῷ δένδρῳ πηγή τις ἀνέβλυζε, χορόν τινα ποιουμένη τῷ ὕδατι, οὕτω μέντοι διαυγὴς, ὡς καὶ τὸ τοῦ δένδρου κάλλος πως ἀποματτομένην αὐτὴν καθ' αὑτὴν τὴν ὑπογραφὴν, καὶ δύο μιᾶς τινος ῥίζης δοκεῖν εἶναι φύεσθαι δένδρα· τὸ μὲν ἄνω, τὸ πρὸς ἡμᾶς ἀνίσχον· τὸ δ' ὑπὸ γῆν αἰωρούμενον. ὑπὸ δὴ τούτῳ βραχὺ κατακλίνας ὁ βασιλεὺς ἑαυτὸν εἰς ὕπνον ἐτράπη, καὶ ἅμα ἐδόκει φωνῆς ἀοράτως ἀκούειν, «ἔγειραι,» λεγούσης, «ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός»· εὐθύς τε διαγρηγορήσαντα, ζάλην ἔχοντα λογισμῶν ἀναστῆναι· καί τις ἐκεῖ παρὼν ᾀσμάτων δημιουργὸς λύραν τε ἡρμόσατο ἐξεπίτηδες καὶ, οἷον πείθειν ἅπαντας ἀνέχειν ἐπ' αὐτοῦ, ᾆσμα ἀνεκρούσατο. καὶ ἦν τὸ τοῦ ᾄσματος· «ἄνδρες (φησὶν) οἱ τῷδε τῷ δένδρῳ καὶ τῇδε τῇ σκιᾷ προσεοικότες ἀτεχνῶς, παρόσον νῦν μὲν ὥρας μετέχοντες φαίνεσθε, ὅσον δ' οὔπω ἀωρίας ἐπιδραμούσης οἰχήσεσθε πρὸς μαρασμόν τε καὶ φθορὰν, δεῦρο δὴ χαίρωμεν, καὶ ἐντρυφῶμεν τῇ νεότητι, πρὶν τὸν θάνατον αὐτῆς κατορχήσασθαι.»
(Ζ.) Τὴν δὴ τοιαύτην μαθὼν ὁ Μομιτίλας ἐκ τῶν ἡμεροσκόπων διατριβὴν, ἔγγιστά που ποιούμενος ἐξεπίτηδες τὰς διατριβὰς καὶ φιλίαν ὑποκρινόμενος, ἔγνω πρὶν ἀθροισθῆναι τὸ στράτευμα, καὶ πρὶν τὸ δρᾶμα τὸν βασιλέα μαθεῖν, ἐπιθέσθαι οἱ τελέως ἀφροντιστοῦντι. ἐν τούτοις ὄντων τοιγαροῦν τῶν πραγμάτων ἐκείνοις, καὶ τοῦ ἡλίου τῆς ἡμέρας ἤδη τοὺς μεταξὺ παραλλάττοντος δρόμους, ἀγγέλλεται Μομιτίλας ὁπλίτην στρατὸν ἐπαγόμενος καὶ ὅλαις ἡνίαις ἐλαύνων ἐς τὸ τοῦ βασιλέως στρατόπεδον. τοῦτο πάντας ἐκ τοῦ παραχρῆμα λογισμοὺς ἔθραυσέ τε καὶ συνεκύκησε τοῦ τε βασιλέως καὶ ὅσοις ξύν γε αὐτῷ παρεῖναι τετύχηκεν, ἀπαρασκεύοις καὶ τούτοις, καὶ πάνυ βραχέσιν, καὶ τῆς τύχης οὕτω λαμπρῶς ἐλαυνούσης καὶ συνωθούσης ἐν στενῷ κομιδῇ τῆς ὥρας τὸ πρᾶγμα, καὶ μηδεμίαν οὐδ' ὁθενοῦν ἐχούσης διαφυγὴν καὶ ἀπόδρασιν. τοῖς τε γὰρ ἵπποις ἀνὰ τὴν πόαν διεσκεδασμένοις νέμεσθαι τέως συνέβαινε· καὶ ἅμα τῆς στρατιᾶς τὸ μὲν ἔτι περὶ τὴν Κομοτηνῶν πόλιν ἀπεριμερίμνως τὰς ἀγορὰς περιῄει, τὰ πρὸς χρείαν ὠνούμενοι· τὸ δ' ἐξιὸν οὐκ ἐν σπουδῇ πρὸς βασιλέα πρόνοιαν ἐποιεῖτο ποιεῖσθαι τὴν ἄφιξιν, ἅτε μὴ προμαθόντες τὸ συμβάν· ἀλλ' ἠρέμα καὶ κατὰ σχολὴν ἐπορεύοντο.
(Η.) Ὅμως εἰς θεὸν ὁ βασιλεὺς ἀνατείνας τὰς χεῖρας ἅμα τοῖς ἀμφ' αὐτῷ κἀκ τῶν ἐνόντων ὡς ἐνῆν ὁπλισάμενοι ἐμάχοντο, τοῦ προστυχόντος ἕκαστος ἐπιβαίνοντες ἵππου, δίχα σαλπίγγων καὶ παρατάξεως, καὶ τὸν ᾅδην κατ' ὀφθαλμοὺς ἱστάμενον ἄντικρυς βλέποντες. καὶ ἦν ἰδεῖν μάλα ἀγχιστρόφους καὶ οὐκ ἐν προνοίᾳ τινὶ τὰς διεξόδους καὶ διεξελάσεις τῆς μάχης καθισταμένας· ἀλλὰ φύρδην ἄλλους ἄλλοις ξυῤῥηγνυμένους. ὅθεν καὶ ὀλίγοι μάλα, πρὸς μάλα πολλῶν ἔνθεν κἀκεῖθεν κυκλούμενοι, κατηκοντίζοντό τε καὶ ξυνέπιπτον.
(Θ.) Ὁ δὲ βασιλεὺς, τοῦ ἵππου πεσόντος ἐκ τῶν πληγῶν, ἐκ γῆς ὁπόσον ἐνῆν τοῖς ἐπιοῦσιν ἐμάχετο, ἕως τῶν ὑπασπιστῶν εἷς παρελάσας ἀπέβη τοῦ ἵππου, καὶ τῷ μὲν βασιλεῖ φυγῇ πορίζεσθαι τὴν σωτηρίαν ἐδίδου· αὐτὸς δὲ πολλὰς πολλαχῆ δεξάμενος τὰς πληγὰς κατηνέχθη, βραχύ τι καὶ ἀδρανὲς ἐμπνέων· ὡς περιφρονηθέντα τοῖς πολεμίοις ἐσαῦθις οἷον ἀναβιῶναι. ἡ δὲ φήμη τὴν ταχίστην ἀνὰ πᾶσαν ἐληλυθυῖα τὴν περίχωρον ἠνάγκασεν ἄλλους ἐπ' ἄλλοις βοῇ τε καὶ δρόμῳ σποράδας καὶ ἀσυντάκτους ἐς ἐπικουρίαν τε ἰέναι τὸν τοῦ βασιλέως στρατὸν καὶ ἅμα τοὺς πολεμίους ὀπίσω ἀπαλλάττεσθαι. τοῦ δὴ τοιούτου διασεσωσμένος ὁ βασιλεὺς ὑπὲρ ἅπασαν προσδοκίαν κινδύνου τε καὶ συμπτώματος ἄρας μετ' οὐ πολὺ πρὸς Διδυμότειχον ἄπεισι. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον· καὶ τὸ ἔαρ ἐν τούτοις ἐτελεύτα.

εʹ. Θέρους δ' ἀρχομένου πολλὴ καὶ βαρεῖά τις ἀπησχόλει παρασκευὴ τὸν Ἀπόκαυκον, ἐπὶ Διδυμότειχον ἀπιέναι μετὰ πολλῶν τῶν δυνάμεων. ἐπεὶ γὰρ ἐς μόνον τὸ Διδυμότειχον ὁ Καντακουζηνὸς μετὰ τῆς δυνάμεως κατηντήκει, πᾶσα δ' ἀπῆν συμμαχίας ἐλπὶς πανταχόθεν (ὅ,τε γὰρ Μυσῶν ἀρχηγὸς Ἀλέξανδρος Βυζαντίοις ἐκ πολλοῦ συνεμάχει· τόν τε σατράπην Ἀμοὺρ ἀνθεῖλκεν ὁ τῶν Λατίνων κατὰ Σμύρνης ἐπίπλους· καὶ ἅμα Τριβαλλοὶ τοῦ ἐκείνου διψῶντες ὑπῆρχον αἵματος), ταῦτα δὴ πάντα συνιδὼν ὁ Ἀπόκαυκος, ἄρας ἐκ Πειρίνθου πάσαις δυνάμεσι Βυζαντίοις καὶ Θρᾳκικαῖς, παρεστρατοπέδευσεν ἐπὶ Διδυμότειχον.
(Β.) Καὶ πρῶτα μὲν ἐπεχείρει δόλοις καὶ μηχαναῖς ἑλεῖν τὸ τοῦ Πυθίου φρούριον, οὑτωσί πως ὀνομαζόμενον καὶ παρὰ τὰς ὄχθας ἱδρυμένον Ἕβρου τοῦ ποταμοῦ. τοῦτο σταδίους ἐγγὺς ὀγδοήκοντα διέχον Διδυμοτείχου, καὶ γεγονὸς ἐρείπιον, ἐκ πολλοῦ Καντακουζηνὸς ἀνειληφὼς ὁ βασιλεὺς πολλαῖς χρημάτων δαπάναις ὠχύρωσέ τε κἀπὶ πλεῖστον ἀνιέναι πέπραχε τοῦ ἀέρος, καὶ ὥσπερ ἑαυτοῦ ταμιεῖον εἶχεν ἐκεῖθεν αὐτὸ, καὶ λαμπραῖς ἠσφαλίζετο ταῖς φρουραῖς. τοῦτο τοίνυν περιστρατοπεδεύσας Ἀπόκαυκος ὅλαις ἐπολιόρκει χερσί.
(Γ.) Τοῦ δ' ἐν Διδυμοτείχῳ στρατοῦ τὸ πλεῖστον, τήν τε τῶν πολεμίων βαρεῖαν ὁρῶντες ἔφοδον καὶ ἅμα τὸν ἔνδον λιμὸν πολέμιον ἡγούμενοι χείρονα, καὶ πρός γε τοὺς ἑαυτῶν ἱπποκόμους ἀκηκοότες ὁμοῦ τοῖς ἵπποις ἀθρόον ἐς Ἀπόκαυκον ηὐτομοληκότας, δρασμῷ τε ἐχρήσαντο καὶ αὐτοὶ καὶ τῷ τῶν πολεμίων προσεῤῥύησαν στρατοπέδῳ, τοῦ θέρους ἐν ἀκμαῖς ὄντος ἤδη τοῦ σίτου. καὶ ἦν ἐν οὐ μάλα φορηταῖς τὰ βασιλέως περιστάσεσι πράγματα, καὶ πᾶσαν εἰπεῖν ἀνθρωπίνως ἀποσειόμενα σώζουσαν προσδοκίαν.
(Δ.) Ἐν τοιούτοις δ' ὄντι τῷ βασιλεῖ τοῖς δεινοῖς προσετίθετο καὶ ἡ τῶν ἅμα αὐτῷ στρατιωτῶν ὁμοῦ καὶ στρατηγῶν καὶ συγγενῶν ἐπίθεσις. ἰδίᾳ γὰρ προσιόντες ἕκαστοι διὰ τὸν καιρὸν καὶ τοὺς ἐφεστῶτας κινδύνους ἀπῄτουν οἱ μὲν Λέσβον, οἱ δὲ Λῆμνον, οἱ δὲ Χίον· ἄλλοι δ' ἄλλα τε χωρία καὶ προσόδων εὐπορίας, τέως μὲν ἐν ἐγγύαις ἐγγράφοις· ὅτε δ' ἐγκρατὴς καθάπαξ τῆς ὅλης γένοιτο βασιλείας, ἐπιτελῆ καὶ τὰ ἐν ἐγγύαις ἐπηγγελμένα καθίστασθαι. μηδὲ γὰρ ἐπ' ἀδήλοις ἐλπίσιν οὕτω διακυβεύειν τὸ ζῇν, ἐν ὀφθαλμοῖς ἤδη τῶν κινδύνων ἑστώτων, οἴεσθαι τὴν τοῦ βελτίστου σφίσι μοῖραν ἱδρύσθαι, ἀλλ' ἐνέχυρον εἶναί τι βέβαιον, οὗ πριάμενος ἄν τις τὸν θάνατον ἀνεπίφθονον γοῦν τὴν τῶν περιλειφθέντων ψῆφον ἔχοι καρποῦσθαι.
(Ε.) Τοιαῦτά γε μὴν ἀπαιτοῦσιν ἐκείνοις πρὸς οὐδὲν οὐδαμῆ γε ἐνδιδόναι ἐπῄει τῷ βασιλεῖ, φάσκοντι, μὴ δύνασθαι τἀλλότρια μήτε νῦν ὑπισχνεῖσθαι, μήτε μὴν μετά γε τὴν τῆς αὐτοκρατορίας ἀντίληψιν, εἰ γένοιτο, προΐεσθαι τοῖς οὐκ ἐν λόγῳ ζητοῦσιν. νῦν μὲν γὰρ τὸ παράπαν ὑπάρχειν ἀλλότρια, πολιορκουμένων τε καὶ ζῇν ἀσφαλῶς μηδαμῆ πω συγχωρουμένων· καὶ τότε δ' αὖ ἕτερον ἀλλότρια τρόπον· πάντων γὰρ πάντ' εἶναι τῶν ὑπεικόντων τῇ βασιλείᾳ τὰ τῆς βασιλείας πράγματα· τῶν βασιλευόντων δ' οὔ. οἷς οὖν πρὸς βουλήσεως εἴη ἂν τοὺς παρόντας συνδιενεγκεῖν ἡμῖν τῶν κινδύνων διαύλους, οὐκ ἂν ἀμελήσαιμεν οὐδ' αὐτοὶ, εἰ περιγενέσθαι γένοιτο, μὴ οὐκ ἀμείψασθαι τοῖς ἀνήκουσι τρόποις, ὁπόσα τῶν ἐφ' ἡμῖν· οἷς δ' οὔ, τούτοις δ' οὐκ ἄν ποτ' ἐνοχλήσαιμεν, ὁπότερον ἕλοιντ' ἂν δρᾷν, εἴτε πρὸς τὰς τῶν πολεμίων ἐπαγγελίας αὐτομολεῖν, εἴτε καθημένους οἴκοι πόῤῥω γίνεσθαι βελῶν. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον.
(Στ.) Χρόνου δὲ περὶ τὴν πολιορκίαν συχνοῦ τριβομένου, καὶ περὶ ἀνέσεις ἀσχολουμένων τῶν νέων ἐν τῷ τῶν πολεμίων στρατοπέδῳ, ἔδοξε τῷ ἐπὶ θυγατρὶ τοῦ Ἀποκαύκου γαμβρῷ Ἀνδρονίκῳ τῷ Παλαιολόγῳ, ἀναψύξεώς τε εἵνεκα καὶ φιλοτιμίας ἅμα νεωτεριζούσης, ἀποδυσαμένῳ διανήξασθαι πᾶν τὸ τοῦ ποταμοῦ πλάτος ἐκείνου. ἀλλὰ πρὶν μέσον διαβῆναι τοῦ ποταμοῦ τὸ ῥόθιον, νάρκῃ τινὶ πεδηθεὶς ὑπὸ ψύχους, ὡς ἔοικεν, ὥσπερ τις ἄψυχος φόρτος, ἐς τοὺς τῶν ὑδάτων πυθμένας νεκρὸς κατενήνεκται. πρώτη μὲν οὖν αὕτη γέγονε θραῦσις Ἀποκαύκῳ τῆς δόξης καὶ ἅμα προαναφώνησις τῆς ἐπὶ τὰ χείρω μεταβολῆς καὶ καταστροφῆς.
(Ζ.) Δεύτερον δ' ἐπὶ τούτῳ συνεπεπτώκει τῷ Ἀποκαύκῳ δυστύχημα τόδε. ὁ Γαβαλᾶς Ἰωάννης, ἐκ πολλῶν ἤδη σημείων αἰσθόμενος Ἀπόκαυκον παραλογιζόμενον, κἀν τῷ παρακρούεσθαί πως δεικνύντα τὸ ἥκιστα βούλεσθαι τὴν πρὸς αὐτὸν τοῦ κήδους ἐγγύην, λάθρα προσιὼν Ἄννῃ μηνύει τῇ βασιλίδι, ὡς Ἀπόκαυκος μελετῴη, μετενεγκὼν εἰς τὸ ἑαυτοῦ φρούριον βασιλέα τὸν σὸν υἱὸν, διὰ τοῦ πατριάρχου συζεῦξαι τῇ ἑαυτοῦ θυγατρί. χρεὼν οὖν ἐκ Πειρίνθου σε τάχιστα μεταπέμψασθαι τοῦτον, πρινὴ τὸ θήραμα γενέσθαι δικτύων ἐντός.
(Η.) Οὗ τελεσθέντος εὐθὺς, φωραθεῖσαν αἰσθόμενος τὴν ἐπιβουλὴν ὁ Ἀπόκαυκος ἔγνω παραχρῆμα καταλελυκὼς τὴν πολιορκίαν ἐκείνην φθῆναι τὸν ἐφεστῶτα κίνδυνον, διαβὰς εἰς Βυζάντιον τὴν ταχίστην. ἔδοξεν οὖν ἐπανιόντι, πρὶν αἰσχυνομένοις ὄμμασι τὴν βασιλίδα θεάσασθαι, χρήμασι παμπληθέσι περιελθεῖν τὴν γυναικωνῖτιν, ἐν ᾗ τὸ μάλιστα δυνάμενον ἦν τηνικαῦτα, καὶ ἅμα τὴν θεραπείαν ἅπασαν, ὅση τὴν αὐτοκρατορικὴν οἰκίαν ἐπλήρου. ὃ δὴ τάχιστα πεπραχὼς, καὶ δι' αὐτῶν καὶ βασιλίδι τὰ κάλλιστά τε καὶ τιμιώτατα τῶν κειμηλίων προσοίσειν ἐπαγγειλάμενος, τῆς προτέρας αὖθις ἔτυχεν εὐδοξίας. καὶ σπεύσας ὠχύρωσεν αὖθις καὶ ἀνεπλήρωσεν, εἴ τί που τοῦ μεγάλου τείχους τῆς πόλεως τεθραυσμένον ὑπὸ τῶν σεισμῶν ἐλλέλειπται, καὶ εἴ τί που τῶν ἔξωθεν ἐληλαμένων δύο προτειχισμάτων, τοῦ τε πάλαι τῷ τῆς πόλεως οἰκιστῇ συγκατοικοδομηθέντος ὁμοῦ τοῖς μεγάλοις τείχεσι καὶ οὗπερ ἀρτίως, διὰ τὸν τοῦ Καντακουζηνοῦ καὶ τῆς ἐκεῖθεν πολιορκίας φόβον, πρὸς ἀνδρόμηκες ὕψος αὐτὸς ἀνήγειρεν ἐξωτέρω, περὶ τὰ χείλη τῶν μεγίστων καὶ θαυμασίων τάφρων, ἀρξάμενος ἀπὸ τῶν πρὸ τοῦ παλατίου πυλῶν, καὶ περιελάσας ἄχρι τῶν χρυσέων ἔγγιστα διὰ τῆς χέρσου πρὸς ἕω.

στʹ. Γεγονέναι δ' ἐν τούτοις τοῖς χρόνοις συμπέπτωκε καὶ χαλάζης φορὰν συνεχῆ καὶ ῥαγδαίαν, τῆς ἐπιπολαζούσης ἤδη περὶ τὰ Ῥωμαίων πράγματα θεομηνίας σύμβολον οὖσαν καὶ ταύτην, καὶ οἷόν τι πῦρ ἐπὶ πυρὶ προσεπενηνεγμένην. πολύχουν γὰρ κατά τε τῶν ἀσταχύων καὶ τῶν γε ἄλλων ἐγγενέσθαι τὸ βλάβος καρπῶν· τῶν γε μὴν ἀμπέλων, τούτων δὲ καὶ πάντων μάλιστα, ὡς μηδὲ τοὺς ἔπειτα χρόνους ἀναβιῶναι δύνασθαι.
(Β.) Εἰδέναι γὰρ οἶμαι πάντας, ὡς οὐχ ὅτε καὶ καθ' ὧν ἐνσκήπτει τὸ τῆς χαλάζης σῶμα καρπῶν, τότε μόνον καὶ τούτους μόνους ἐκτυφλοῖ καὶ μαραίνει, ἀλλὰ καὶ τὰ πέριξ ἅμα, καὶ ἐς πολὺν τὸν χρόνον ὁ μαρασμὸς ἐπιβόσκεται πάντα, ὥσπερ αἰσθήσει τινὶ διοικουμένων καὶ τῶν φυτῶν, καὶ τὸν τοῦ κοινοῦ δεσπότου θυμὸν καθάπαξ ἐκπληττομένων, καὶ ὑπὸ δέους συστελλομένων, καὶ αὐτῆς ἀποῤῥηγνυμένων τῆς ζωογόνου ψυχῆς. λίθῳ μὲν γὰρ ὑπ' ἀνθρωπίνης πληγέντος χειρὸς ἀπίου καὶ μήλου καὶ βότρυος καὶ τῶν τοιούτων, τὸ μὲν πληγὲν τραῦμα μὲν ἔχει, νεκροῦται δ' ἥκιστα· τὸ γειτονοῦν δ' ὅμως οὔτε πληγῆς τινος ᾔσθετο, οὔτ' ἐπεπόνθει φθορὰν, καὶ ταῦτα τοῦ μὲν πλήττοντος λίθου τραχέος τε ὄντος καὶ ὀξύτητας περὶ αὐτὸν διαφόρους τε καὶ πλείστας ἴσως ἔχοντος, τῆς δὲ χαλάζης ἥκιστα τούτων οὐδέν· γίνεσθαι γὰρ τὴν χάλαζαν, ὅταν τῆς ἀναγούσης καπνώδους κάτωθεν ἀναθυμιάσεως ἐπὶ τὰ μετεωρότερα διακρίνηται διὰ θέρμης ἔνδειαν ἡ ἀτμώδης αὐτῆς ἀνάχυσις. ἐκείνης γὰρ διὰ κουφότητα φερομένης μετεωρότερον, ὑπολείπεται διὰ βάρος αὕτη περὶ τὸν μεταξὺ τόπον, ἔνθα πολυτελέστερον τὸ ψύχος οἱ τοῦ ἀέρος ταμιεύουσι κόλποι. τῶν μὲν γὰρ ἑκατέρωθεν τόπων ὁ μὲν ἄνω τῇ κύκλῳ φορᾷ καὶ περιστροφῇ τοῦ οὐρανίου συμπεριδινούμενος σώματος νεφῶν ἥκιστα ποιεῖσθαι δύναται σύστασιν· ὁ δ' αὖ περιγειότερος, καὶ αὐτὸς διὰ τὸ τῶν ἡλιακῶν ἀνακλάσεων ἔντονον διαῤῥέων, ἥκιστά πως οὐδ' αὐτὸς ἂν δυνηθείη νέφους σύστασιν ποιεῖσθαι· ὡς τῆς ἑκατέρωθεν μάχης ἐς τὸ ἀπρακτοῦν οὑτωσὶ τελευτώσης, ἰσχύος λαμπρᾶς τινος ἀντίληψιν λείπεσθαι ἔχειν ἐνταυθοῖ τὸ ψυχρὸν, καὶ νεφῶν τῇ τῶν ὑγρῶν ἀνάλογον πηλικότητι σύστασιν ἤδη ποιεῖσθαι. ὧν μεταβαλλομένων, ὄμβρον γίνεσθαι πρότερον, οἱονεὶ συνθλιβομένου τοῦ ἀέρος, καὶ μηκέτι μηδαμῆ δυναμένου φέρειν τὴν ἐμβρίθειαν τοῦ ὑγροῦ. ἀλλ' ἐπειδὰν εἰς ὄμβρον οὕτω διαλυθῇ τὸ ἐκ τοῦ νέφους ὑγρὸν, βιαιοτέραν ἔχοντος ἤδη τὴν θέρμην τοῦ περιέχοντος, καὶ πανταχόθεν ἀντιπεριϊσταμένου, καὶ βίᾳ περὶ τὰ μέσα ξυνελαύνοντος, χάλαζα γίνεται, πλίνθου τινὸς συμπίλησιν μιμουμένης, ὡς εἰπεῖν, καὶ δημιουργούσης τῆς φύσεως, ἐξ ἀγεωργήτων καὶ μετεώρων πηγῶν καὶ ῥευμάτων. τὰ δὲ τοιαῦτα συμπτώματα σπάνια μεντἂν ἐν θέρει που γίγνεσθαι διὰ τὴν βραχύτητα τοῦ τῷ ἀέρι ἐγκαρτεροῦντος ὑγροῦ· δαψιλέστερα δ' ἐν ἔαρος ὥρᾳ τε καὶ φθινοπώρου, ἅτε παραπλησίως πως τὴν μέσην θέρους καὶ χειμῶνος χώραν εἰληφότων, καὶ θέρμης εὐπορίαν ὁμοῦ καὶ ὑγρότητος ἐντεῦθεν ἐχόντων, ἃ τὴν χάλαζαν, ὡς εἰρήκειμεν, ἰσχύει κατασκευάζειν.
(Γ.) Ἐκ γοῦν ὕδατος οὕτω τῆς χαλάζης τὴν γένεσιν ἐχούσης, χαύνου στοιχείου καὶ διαῤῥέοντος, κἄπειτα πετρῶν καὶ ξύλων καὶ φλογῶν ἁπασῶν τὴν βλάβην πολλῷ τῷ μέτρῳ κραταιοτέραν ποιούσης, πῶς οὐ θεομηνίας ἂν εἴη σαφοῦς τὰ ἐκ τῶν τοιούτων;

ζʹ. Ἀλλὰ γὰρ ὅσα γε ἐκ πολλῶν τῶν πρὸς ἡμᾶς τῆς τοῦ θεοῦ φιλανθρώπου καὶ δικαίας ὀργῆς σημείων ἐρανισάμενοι τῇδε τῇ ἱστορίᾳ συνυφάναμέν τε καὶ συνυφανοῦμεν, εἰ ζῇν ἡμῖν ἐξείη, μεγάλα μέν πως δόξειεν ἂν τοῖς τε νῦν ὁρῶσιν ἅπανθ' ὁμοῦ καὶ τοῖς ἔπειτ' ἐντευξομένοις, καὶ οἷα μήπω πρίν. ὅμως ἦν ἄν πως φορητὰ, εἰ μὴ πᾶσιν, ἀλλ' οὖν οἷς ἡ τῶν πραγμάτων ἐντέθεικε πεῖρα σύνεσιν, καὶ οὓς ἡ τῆς ψυχῆς εὐλάβεια πέπεικε, ταῖς γραφαῖς ἑπομένους, κυρίου παιδείαν εἶναι νομίζειν καὶ τῶν συντρόφων καὶ ὁμηλίκων κηλίδων ἰατρείαν τινὰ, εἰ μὴ καὶ τὰ τῆς ἐκκλησίας ναυάγια προσετίθετο, καὶ τῶν πάλαι κοιμηθέντων σκανδάλων ἀρτιγενεῖς ὁμοίως ἐπεφύοντο κῆρες, μακροὺς ὀλέθρους ψυχῆς ἐπιφέρουσαι καὶ ῥᾷστα πρὸς ἀπωλείας πυθμένας καταβαπτίζουσαι.
(Β.) Ἀλλὰ τούτων ἔνια καὶ ἡμῖν κατ' ἐπιτομὴν ἐνταῦθα λελέξεται. πάντα γὰρ ὁμοῦ διεξιέναι, πρὸς ἄλλην ἀσχολουμένοις πραγματείαν, ῥᾴδιον οὐκ ἂν εἴη, μέγιστόν τε ὂν ἔργον καὶ μεγίστης δεόμενον πραγματείας. καὶ πρῶτον μὲν ἐνταῦθα κείσθω διήγημα τῶν περὶ τὸν Ἄθω τὸ ὄρος ἐν τούτοις ἑαλωκότων τοῖς χρόνοις Μασσαλιανῶν καὶ Βογομίλων.
(Γ.) Τά τε γὰρ ἄλλα τὸ ὄρος ὁ Ἄθως θαυμάζεσθαι ἄξιον εἶναι δοκεῖ μοι, ὅτι τε πρὸς ἀέρα κέκραται πάνυ τοι εὐφυῶς καὶ ὅτι πολλῇ τινι καὶ παντοδαπῇ τῇ χλόῃ κοσμεῖται, καὶ σφόδρα φιλοτίμως εἰπεῖν ἐκ τοῦ ῥᾴστου τῶν ἐντυγχανόντων τὴν αἴσθησιν δεξιοῦται, καὶ πολλὴν εὐθὺς προβάλλεται τὴν τῆς τέρψεως ἡδονήν· καὶ ῥεῖ πανταχόθεν ὥσπερ ἐκ θησαυρῶν τό,τε εὔπνουν τῆς ὀδμῆς καὶ τὸ τοῦ ἄνθους εὔχρουν· καὶ καθαραῖς τὸ πλεῖστον ὁμιλεῖ ταῖς ἡλίου ἀκτῖσι· δένδρεσί τε πολυειδέσι κομᾷ καὶ ἄλση καὶ λειμῶνας ποικίλους, ἔργα χειρῶν ἀνθρωπίνων, πλουτεῖ· καὶ γένει παντοίων ὀρνίθων περιηχεῖται· καὶ σμήνη μελιττῶν ἐκεῖ περιτρέχει τὰ ἄνθη, καὶ ἠρέμα τὸν ἀέρα περιβομβεῖ. καὶ τέρψεώς τις πέπλος ἐντεῦθεν ὑφαίνεται ξένος ἐκεῖ συμμιγὴς, οὐκ ἦρος ὥρᾳ μόνῃ, ἀλλ' ἐν ἅπαντι καιρῷ καὶ χρόνῳ, ὁμοζυγοῦντος ἀεὶ τοῦ τῶν τεσσάρων ὡρῶν κύκλου πρὸς ὁμοίαν τὴν χάριν καὶ ἡδονὴν τῶν ἀνθρωπίνων αἰσθητηρίων· καὶ μάλισθ' ὅτ' ἐκ μέσου τοῦ ἄλσους καὶ τῶν φυτῶν ἐκείνων ὄρθριος ἡ τῆς ἀηδόνος ἠχήσασα μουσικὴ συνᾴδοι τοῖς ἐκεῖ μονάζουσιν εἰπεῖν καὶ συνυμνοῖ τὸν κύριον. ἔχει γὰρ κἀκείνη καὶ κιθάραν ἐπὶ στήθους ἔνθεόν τινα, καὶ ψαλτήριον ἔμφυτον, καὶ μουσικὴν ἐναρμόνιον, ἐξ αὐτοσχεδίου περισαλπίζουσαν τοὺς ἀκούοντας πάνυ τοι ἐμμελῶς. καὶ ἅμα πηγαῖς αὐτοφυῶν ὑδάτων ὁ χῶρος ἄρδεταί τε καὶ περιαντλεῖται πολλαῖς. ῥύακες ἀποβλύζοντες ἄλλοθεν ἄλλοι μυρίων γίνονται παῖδες πηγῶν, καὶ ἀλλήλοις ἠρέμα καὶ λάθρα, κλέπτοντες ὥσπερ τὸν δρόμον, κοινοῦνται τὸ ῥεῦμα, οἷον ἐπίτηδες καὶ αὐτοὶ σιωπῶντες, καί τινος παιδείας αἰσθανομένοις ὁμοίως ἀντιποιούμενοι, καὶ διδόντες ἐξουσίαν μακρὰν τοῖς ἐκεῖ μονασταῖς, ἀθόρυβον βίον ἀνύοντας, τὰ πτερὰ τῆς εὐχῆς ἡσυχῆ πρὸς θεὸν ἀναπέμπειν, ὅτι καὶ πολλὴν πρὸς ἡσυχίαν παρέχει τὴν εὐφυΐαν τοῖς τὴν οὐράνιον ἐν γῇ μετιέναι ἐθέλουσι πολιτείαν, καὶ πρός γε τὴν χορηγίαν τῶν εἰς τροφὴν παντοίαν ἐπιτηδείως ἐχόντων ἄφθονον οἴκοθεν οἴκαδε τὸν ἅπαντα χρόνον πορίζεται· καὶ ἅμα θαλάσσῃ μακρᾷ στεφανοῦται, πολλὴν ὡς ἐκ κύκλου κομιζούσῃ τὴν χάριν αὐτῷ, παρὰ τοσοῦτον μὴ νῆσον εἶναι καθάπαξ αὐτὸ συγχωρούσῃ, παρόσον ἰσθμῷ τινι μὴ σὺν πόνῳ καρποῦσθαι καὶ τὴν ἔξω χεομένην εἰς μῆκος ἅμα καὶ πλάτος ἤπειρον δίδωσι. καὶ ἁπλῶς πανταχόθεν ἐκεῖ τὰ τῆς ἀρετῆς συγκροτεῖται γνωρίσματα πρός τε τῆς φύσεως πρός τε τῆς τῶν οἰκούντων ἀσκήσεως. οὐ γυναίων ὅλως ἐκεῖ ξυναυλία, καὶ ἀκόλαστον ὄμμα, καὶ χλιδῶσα κομμωτικὴ, καὶ ὅσα τὴν ἀρχαίαν τοῦ ὄφεως ὁμιλίαν ἐκείνην εἰς ἐγκαινίων τινὰ συνάγει πανήγυριν καὶ μακροῦ κυκεῶνος καὶ κλύδωνος τὸν βίον ἐμπίπλησιν· οὐδ' ἐμπορίαι δημόσιοι, καὶ ἀγοραὶ, καὶ ἀγορανόμοι, καὶ δικαστικὰ βήματα, καὶ γλώττης ἐπίδειξις, καὶ τῦφος ἀπὸ δίφρου θεσπίζων τὰ τῆς ὀρέξεως νόμιμα. οὐδὲ δουλεία καὶ αὐθεντία μερίζει τὸν βίον ἐκεῖ· ἀλλ' ἰσηγορία, καὶ μετριότης φρονήματος, καὶ ἤθους σεμνότης, καὶ δικαιοσύνης εὐγένεια σκηνοβατεῖ καὶ περιχορεύει τὸν χῶρον ἐκεῖνον, καὶ ὅσα τὴν ἔνθεον ἐν γῇ δημιουργεῖ πολιτείαν, καὶ τὴν ὄντως ἐν ψυχῇ φιλοσοφίαν ἐργάζεται. οὐ πλοῦτος ἐκεῖ καὶ δαπάνη χρημάτων καὶ βλακεύουσα θρύψις ἐμπολιτεύεται· ἀλλ' ἅπαν ἐστὶν ἀληθῶς σεμνόν τε καὶ ἐλευθέριον ἦθος, καὶ ἐς τὰ τῆς ἀρετῆς ἀνάκτορα σπεῦδον, καὶ τὸν Δώριον τρόπον ὡς ἀληθῶς ἡρμοσμένον πρὸς τὰ καλά.
(Δ.) Πᾶσαν μὲν γὰρ αὐτομάτως εἰπεῖν καὶ ὁ χῶρος ἐκεῖνος ἀποσπεύδει καὶ ἀπωθεῖται κακίαν, πᾶσαν δ' εἰσποιεῖ καὶ εἰσοικίζεται ἀρετήν· παρὰ τοσοῦτόν τε φιλόκαλος, παρόσον ἐστὶ μισοπόνηρος. καὶ τοῦτο πάλαι προανεφώνησέ τε καὶ προεθέσπισεν, οὐ χείλεσι καὶ φωνητικοῖς ὀργάνοις τισὶν, ἀλλ' ἔργοις οἷον ἐμψύχοις καὶ διὰ πάσης γῆς καὶ θαλάσσης τὸ κήρυγμα τοῦ καλοῦ παραπέμπειν καὶ ἐξηχεῖν δυναμένοις. Ξέρξου γὰρ ἐκείνου τοῦ πάλαι τὸ βάρβαρον καὶ ἀγέρωχον φρόνημα, ἀσελγαῖνον ἅμα καὶ τρυφῶν κατὰ τῆς τῶν ὅλων φύσεως, καὶ τὰ στοιχεῖα πάντα καινοτομεῖν ἐπαιρόμενον, ἐπεὶ καὶ τοῦ ὄρους τουτουῒ τὸν ἰσθμικὸν αὐχένα διορύξας μετεστοιχείου καὶ μετεσκεύαζε τὸν χῶρον πρὸς νῆσον, καὶ τὰς ἠπειρωτικὰς ἐφ' ὑγραῖς διεβίβαζε τέως θαλάττης ἀγκάλαις, καὶ νηΐτην τὸν ἠπειρώτην ἐδείκνυ στρατὸν, ἐπὶ τοῦ πανδήμου θεάτρου τῆς οἰκουμένης περιφανῶς ἐξήλεγξε, καὶ πρὸς τὸ ἀνθρωπικώτερον τοῦ τύφου τὸ πλεῖστον ἀπήλλαξε, καὶ δι' ἐκείνου πάντας ἐδίδαξε βασιλέας, καὶ στρατηγοὺς, καὶ σατράπας, τὸ τῆς ὀφρύος ἄκαιρον ἀποῤῥίπτοντας μετριώτερα δήπου φρονεῖν. οὕτως ἐξ ἀρχῆς ἡ φύσις ἐργαστήριον αὐτὸ κατεσκεύακεν ἀρετῆς, καὶ πάντας ἕλκει πρὸς ἔρωτας ἄνωθεν ἑαυτοῦ, μὴ μόνον ὅσοις τοῦ τῆς ἀρετῆς καὶ τῆς ἡσυχίας ἐκείνης ὁπώσποτε γεύσασθαι μέλιτος ἐξεγένετο, ἀλλὰ καὶ ὅσοις δι' ἀκοῆς τὰ ἐκεῖ μαθεῖν συνέβη χρηστά· ὥστε καὶ τῶν ἀεὶ καὶ μέχρι νῦν διηνεκῶς οἰκησάντων αὐτὸ περιβοήτους μὲν καθίστησιν, ὅσοι καθαρόν τε καὶ ἀκαπήλευτον, καὶ ζιζανίου παντὸς ἀμιγὲς καὶ ἐλεύθερον, εἰς τέλος τὸ τῆς ἀρετῆς διετέλεσαν συντηροῦντες γεώργιον· ἐξοστρακίζει δ' αὖ ἐκεῖθεν καὶ ὅλαις χερσὶν ἐξελαύνει καὶ ἀπωθεῖται τὴν τῶν ὑποκριτῶν καὶ βεβήλων συνοίκησιν.
(Ε.) Καὶ τὰ μὲν ἀρχαιότερα διηγουμένων ἐστὶν ἑτέρων ἀκούειν αὐταρκῶς. ἐγὼ δὲ τὰ νεωστὶ διηγήσομαι, τὰ περὶ τὸν Κρῆτά φημι Ἰωσὴφ καὶ τὸν Λαρισσέα Γεώργιον, καὶ ὅσοι περὶ τὴν σφῶν μιαρὰν ἐβάκχευσαν τράπεζαν, ὅσα δὴ καὶ φοιτηταὶ πρὸς διδασκάλων τὰ μυσαρὰ μυσταγωγούμενοι δόγματα· ἔτι τε τὰ περὶ Μωσέα τὸν ζωγράφον καὶ Ἰσαὰκ καὶ Δαβὶδ καὶ Ἰὼβ, καὶ ὅσοι βεβήλους ἔχοντες πάμπαν καὶ γλώττας καὶ γνώμας καὶ χεῖρας ὀνόμασι βελτίστων ἀνδρῶν, καὶ περιβοήτων τὴν ἀρετὴν, περιστέλλειν ἐπονηρεύσαντο τὴν ἐνδόμυχον ἀπόνοιαν καὶ ἀσέβειαν τῆς ψυχῆς, παραπλησίως τοῖς τάφοις, οἳ τὰ ἔνδον μακρᾶς ἀπόζοντες δυσωδίας τιτάνῳ καὶ χρυσῷ τὰ ἔξω κοσμοῦνται. ὑποδύονται γὰρ καὶ αὐτοὶ καὶ σχῆμα καὶ ὄνομα βελτίστων ἀνδρῶν, καὶ τὴν ἀρετὴν ἐπισήμων, καθάπερ οἱ ἐν τοῖς δράμασιν Ὀρέσται καὶ Πυλάδαι καὶ Θησεῖς καὶ Πέλοπες, ἵνα τὸν ἰὸν κατὰ τῶν ἀκεραιοτέρων τῆς σφῶν αὐτῶν ἐξεμοῦντες κακίας λανθάνωσιν.
(Στ.) Εἶναί γε μὴν τὰ ἐκείνων μυσαρὰ καὶ ἀκάθαρτα δόγματα, φησὶν ὁ εἰς τὸ τῶν Βυζαντίων ἱερὸν κομισθεὶς συνέδριον ἔγγραφος τῆς αὐτῶν ἀσεβείας τόμος πρὸς τῶν θεοφόρων τοῦ ὄρους ἀνδρῶν, τά τε ἄλλα, ὅσα μηδ' ἀκοῇ σωφρονεῖν αἱρουμένων φέρειν εἶναι ῥᾴδια, καὶ ὅτι τὰς θείας λάθρα συντρίβοντες κατακαίουσιν εἰκόνας· καὶ ὅτι τὸ τοῦ διδασκάλου σεμνύνοντες οὖρον τοῖς ἐδέσμασιν αὐτῶν ἐπιῤῥαίνουσι· καὶ ὅτι τὴν ἔνσαρκον καὶ θείαν οἰκονομίαν οὐδαμῆ προσίενται· καὶ ὅσ' ἄῤῥητ' ἀμείνω. τί γὰρ πλείω καταλέγειν δεῖ καὶ καταμιαίνειν τὰς τῶν εὐσεβῶν ἀκοὰς, ἐξὸν ἐκ τοῦ τόμου τοῖς βουλομένοις μανθάνειν σαφέστερον· ὃς πάντα διεξιὼν διαῤῥήδην τὴν σφῶν στηλιτεύει κακίαν, τοῖς πατριαρχικοῖς ἐγγεγραμμένος κώδιξι.
(Ζ.) Τοὺς γὰρ καθαροὺς καὶ ἀψευδεῖς οὐκ εἰς τέλος λαθεῖν ἐδυνήθησαν ὀφθαλμοὺς τῶν ἐκεῖ φιλοθέων ἀνδρῶν, καὶ μόνῳ ζώντων θεῷ· ὥσπερ οὐδὲ τοὺς καθαρὰν τὴν γευστικὴν κεκτημένους λαθεῖν ἂν δυνηθείη ποτὲ συνανακραθὲν ἀψίνθιον μέλιτι, οὐδὲ τὴν ὄσφρησιν πολλῷ μᾶλλον ῥόδοις μιγνύμενόν τι δύσοδμον. ὅθεν, οἷα βιαίῳ πυρὶ, τῷ θείῳ ζήλῳ τὴν ἑαυτῶν ψυχὴν ἐκπυρσεύσαντες ἐπὶ ζήτησιν ἀκριβεστέραν ἐτράποντο τοῦ κακοῦ, ἠρέμα καὶ κατὰ βραχὺ κυνηγέτου δίκην ἀνιχνεύοντες ἐκ τῶν τῆς κακίας παραφυάδων τὴν ῥίζαν εὑρεῖν· καὶ εὑρόντες ἔστιν οὓς μὲν αἷς προσῆκε προήκαντο τιμωρίαις, ἔστι δ' οὓς ὡς ποῤῥωτάτω παλάμαις ἁπάσαις ἐκεῖθεν ἀπήλασαν. ἦσαν δ' οἳ καὶ λαθόντες ἐκεῖθεν ἀπέδρασαν, πρὶν ἢ τελέως ἔκπυστον τὴν κακίαν γενέσθαι· οἳ δὴ καὶ πρὸς πόλεις μετεῤῥυήκεσαν Θεσσαλονίκην καὶ Βέῤῥοιαν, καὶ ἣ κατὰ πασῶν ἅπαν ἔσχε τὸ κράτος. ἔνθα δὴ γενομένοις σφίσιν οἶμαι νενόμισται, κοινῆς ἑστίας τῶν πανταχόθεν τῆς οἰκουμένης μάλιστα πασῶν ὑπαρχούσης αὐτῆς, καὶ ἅμα πολυγλώσσου καὶ πολυμιγοῦς φωνῆς καὶ γνώμης ἐπιπολαζούσης, συσκιάσαι μὲν τὴν ἑαυτῶν κακίαν, μιμήσασθαι δὲ τῶν ὀρνίθων τοὺς δρυοκολάπτας, οἳ τοῖς δένδρεσι περιπετόμενοι, καὶ ὅλον τοῖς ῥάμφεσι τὸν φλοιὸν περικρούοντες, καὶ τὸ ὑγιαῖνον παρατρέχοντες ἅπαν, μόνῳ τῷ σαθρῷ καὶ σεσηπότι χρονίζουσι περικαθήμενοι μέρει, κἀκεῖνο σιτοῦνται πρὸς βάθος κοιλαίνοντες.

ηʹ. Ἐπεί γε μὴν μετὰ τὸν βασιλέως θάνατον πρὸς ἐμφύλιον στάσιν τὰ Ῥωμαίων ἠγέρθη πράγματα, καὶ ὥσπερ ἐν χειμῶνι καὶ νυκτὶ τὰ πάντα ζόφος ἦν, ὡς μηδ' ἄστροις, τὸ θρυλλούμενον, ὅποι φέροιτό τις δύνασθαι τεκμαίρεσθαι, καὶ πάντ' ἄνω τε καὶ κάτω μεταπίπτοντα, παρὰ τοσοῦτον ἐκ τοῦ σύνεγγυς ἐτίθει τε καὶ μάλα τῶν ἐλπιζομένων ἑκάστοις ἐποίει τὸ ἐπικίνδυνον, παρόσον πόῤῥω καὶ δυσέλπιστον τἀσφαλές· (ἐν γὰρ διχοστασίῃ φασὶ τὸν μὲν πάγκακον τυγχάνειν τιμῆς, τὸν δὲ καὶ ὁπωσοῦν μετέχοντα τοῦ βελτίονος θρήνων πάσχειν ἄξια καὶ τραγικῶν ἀπολαύειν τῶν συμφορῶν·) τῶν κρατίστων εἶναι κἀμοὶ τὸν ἡσύχιον ἔδοξε βίον ἑλέσθαι, τῶν βασιλικῶν ἀφεμένῳ θεάτρων. τοῦ γὰρ ἐρεθίζοντος καὶ μάχην ἀντίπαλον ἀνιστῶντος οὐκ ὄντος, παύσασθαι τὸ νεμόμενον τῆς κακίας ᾠήθην. ὅθεν ἐπειδὴ τοῖς ἄλλοις παραινοῦντί μοι τοὺς πειθομένους ἥκιστ' ἔχειν ἐνῆν, τὸ κατ' ἐμαυτὸν ἐποίουν αὐτός. θόρυβον μὲν γὰρ ἐξ εἰρήνης ῥᾴδιον καὶ τοῖς φαυλοτάτοις καὶ βάναυσον ἄγουσι βίον ποιεῖν· ἐκ δὲ θορύβων εἰρήνην, οὐδὲ τοῖς σφόδρα συνετοῖς μάλα τοι εὔοδον. τὸ μὲν γὰρ αὐτονομίᾳ φύσεως ἄγεται· ἡ δὲ φύσις ἄτακτον καὶ ἀνώμαλον ὡμολόγηται εἶναι· τὸ δὲ παιδείᾳ καὶ συνέσει βεβουλευμένῃ καὶ σώφροσι λογισμοῖς οἰακίζεται. ὅθεν τὸ μὲν καὶ τὰς οὐκ οὔσας ἀναπλάττει προφάσεις, ἐφόδια πορίζον ταῖς μάχαις· τὸ δὲ καὶ τὰς οὔσας ἐκτέμνειν πειρᾶται, καθάπερ ἰατρὸς πρὸ τῆς βλάστης ἐν τῇ ῥίζῃ τὴν θεραπείαν τεχνώμενος.
(Β.) Ἐμοὶ μὲν οὖν διά τε ταῦτα βέλτιον τὸν ἡσύχιον ἔδοξε βίον ἑλέσθαι, καὶ ἅμα μεμνημένῳ κἀκεῖνο τὸ Ζήνωνος τοῦ σοφοῦ, ὅπως ἐν συμποσίῳ μακρῷ, τῶν ἄλλων σοφῶν ἐπιδεικτικῶς τοῖς ἐκ Βαβυλῶνος ὁμιλούντων πρέσβεσιν, μόνος αὐτὸς ἐσιώπα, καὶ τὴν αἰτίαν τῶν πρέσβεων ἐρομένων τῆς σιωπῆς, ἵν' ἔχοιεν ἀπαγγέλλειν τῷ βασιλεῖ σαφές τι περὶ αὐτοῦ· «πορευθέντες ἀπαγγείλατε,» φησὶν, «ἰδεῖν ἐν Ἀθήναις ἄνθρωπον, σιωπᾷν ἐν συμποσίῳ δυνάμενον.»
(Γ.) Οὕτω δὴ πεπραχὼς καὶ αὐτὸς ἑώρων ὥσπερ ἐκ σκοπιᾶς σφόδρα ἀντιφιλονεικοῦντας τοὺς ἑκατέρωθεν ἀναβράσαντας κλύδωνας ἔκ τε τῶν δημοσίων ἔκ τε τῶν ἱερῶν τῆς ἐκκλησίας πραγμάτων, ὅστις λάβῃ τὸ μεῖζον, καὶ δίκην ὁλκάδων δυοῖν ἐν μέσῳ πλημμελῶς καὶ ἀτάκτως ἀγομένων, καὶ φερομένων φοράν τινα καὶ κίνησιν ἀκυβέρνητόν τε καὶ ἄλογον καὶ ἀνώμαλον, καὶ οἵαν ποιεῖ τὸ αὐτόματον· ὡς μετὰ τοῦ μὴ δύνασθαι μηδὲ βούλεσθαι βοηθεῖν περιστατουμένοις ἀλλήλοις· ἀλλ' ὁμοίως ἑαυτοῖς τε καὶ ἀλλήλοις ἐς τοὐμφανὲς ἑκών γε εἶναι τὸν ἔσχατον ὄλεθρον ἀμφοῖν πραγματεύεσθαι· ὡς τὴν τῶν ἐντεῦθεν ἄντικρυς κυμάτων μίμησιν κορυφουμένην εἶναι ὁρᾷν πανταχόθεν εἰς Ὀλύμπους καὶ Καυκάσους, καὶ εἴ τι τῶν ὀρῶν ὑπερνέφελόν τέ ἐστι καὶ μέχρι καὶ ἐς αἰθέρος φοιτᾷ γειτονήματα.
(Δ.) Καίτοι καὶ Ἀθηναίων τοῖς πάλαι σοφοῖς οὐκ ἄλλοτέ ποτε στασιάζειν, καὶ γλωττοδαίδαλον μάχην ἐγείρειν, καὶ πὺξ ἀπὸ στόματος ἀκοὰς ἐνοχλεῖν ἀπαντώσας ἐπῄει, ἢ ὅτε τῶν ἔξω θορύβων τε καὶ πολέμων ἐκδήμων πάμπαν ἦσαν ἀπηλλαγμένοι. τότε γὰρ καὶ πρὸς διαφόρους αἱρέσεων φάλαγγας ὥραν εἶχε τὰ Ἑλλήνων σχίζεσθαι δόγματα, νῦν μὲν Ἐπικουρείων, νῦν δὲ Πυθαγορείων, καὶ ὅσοι τῷ χρόνῳ τὴν μνήμην παρέδοσαν ἄφθονον τῶν τὴν τῆς ἔριδος χορηγίαν παρεχομένων. ἐνταῦθα δὲ μυρίων ἔνδοθέν τε καὶ ἔξωθεν δημοσίων ἐπιῤῥεόντων θορύβων καὶ τραγικῶν συμφορῶν, μείζονα τὸν ἄλλως ἀναῤῥιπιζόμενον τῶν δογμάτων ἔβλεπον πόλεμον, καὶ τὸ τῆς θεολογίας σεμνὸν ἐν ταῖς ἀγυιαῖς καλινδούμενον καὶ ἐνοχλούμενον ὑπὸ τῆς τῶν παλαμναίων καὶ Φαρισαίων φάλαγγος. καὶ εἴ τινες ἀντίπαλοι Μακκαβαῖοι, καὶ ὅσοι διὰ τὸν χρόνον ἦσαν ἐφεκτικοὶ, τότε δὴ κλῃδόσι τε καὶ φήμαις, καὶ εἴ πού τις ὑπῆρχεν ἐγγαστρίμυθος καὶ Βάκχη καὶ Φοιβόληπτος, ὥρα πᾶσι λαμπρά τις ἀναίδην ὑπῆρχε ληρεῖν, ὡς τὰ καὶ τὰ προβήσεται, καὶ τὰ καὶ τὰ γενήσεται.
(Ε.) Τούτοις δὴ θαῤῥήσας ἧκε κἀκ τῶν Κελτικῶν τε καὶ Γαλατικῶν βαράθρων τις σοφὸς καὶ οὐ σοφὸς ἀνὴρ Γαλάτης, πολλὰ τῶν μήπω γενομένων διατεινόμενος προειδέναι πρὸς τῶν μετεώρων, καὶ ὅσα ὁ τῆς καθ' Ἕλληνας πεπρωμένης μίτος ὑφαίνει, τά τε ἄλλα καὶ περὶ τῶν Ῥωμαϊκῶν πραγμάτων, ὅποι σαφῶς προβήσεται· καὶ ὡς τεθνήξεται μὲν ἐς τὴν ὑστεραίαν ὁ Καντακουζηνός· οἰχήσεται δ' ἅπαν ἀντίπαλον καὶ πολέμιον γένος, πρὶν ὅλον ἐξήκειν ἐνιαυτόν. τοῦτον ὡς ἐξ οὐρανίων ἀντύγων προσαγόμενον ὑπὸ τῶν ὁμοφύλων Λατίνων ἡ βασιλὶς θεασαμένη τε καὶ ἀκούσασα, ἔπειτ' ἀνερευνᾷν ἐθέλουσα τὰς τῶν λεγομένων αἰτίας μετάπεμπτον ποιεῖται κἀμὲ, καὶ οὐ μάλα ἐθέλοντα, ἵνα συνιεὶς τῶν λεγομένων ἀδέκαστος εἴην κριτής. ὁπόσα μὲν οὖν ἐκεῖνος διῄει, βέβαια τὰ παρὰ τῶν ἀστέρων ἐνδεικνύμενος πεπρωμένα, ἄκαιρον εἶναι καθ' ἕκαστα διηγεῖσθαι νομίζω. λέξω δ' ἐξ ὧν πρὸς ἀναίρεσιν αὐτὸς ἐκείνου περιφανῶς ἀντεισήνεγκα μέτρια.
(Στ.) «Καὶ πρῶτον ὁ Πτολεμαῖος ὁ πάνυ φησὶν, ὡς οὐχ ἅπαντα τοῖς ἀνθρώποις ὑπό τινος ἄνωθεν ἀνάγκης συμβαίνειν οἴεσθαι χρὴ, καὶ ἄτρεπτα γίνεσθαι καθ' εἱμαρμένην τινὰ τὰ γιγνόμενα· ἀλλ' αὐτὴν μὲν τὴν τῶν οὐρανίων κίνησιν ἐξ αἰῶνος ἄτρεπτον κατὰ γένεσιν θείαν καὶ τάξιν ἀποτελεῖσθαι· τήν γε μὴν τῶν ἐπιγείων ὑπὸ φύσεως μὲν διοικεῖσθαι, συμφυὲς τὸ τρεπόμενόν τε καὶ ῥέον ἐχούσης ἀεί· ἕπεσθαί γε μὴν ὁπώσποτε καὶ τὴν ἄνωθεν αἰτίαν, κατὰ συμβεβηκὸς, οὐ μὴν ὡς ἐπίπαν ἀνθρώποις καταληπτήν· πολύχουν μὲν γὰρ ἔχειν τὴν δύναμιν διὰ τοῦ ἀέρος ἥλιον καὶ σελήνην πρὸς τὰ ἐπίγεια κατά τινας λόγους καθολικωτέρους, πᾶσιν οἷς νοῦ καὶ φρονήσεως μέτεστι σύμφωνον ἂν εἴη. τάς γε μὴν γενεθλιαλογικὰς ἐπισκέψεις καὶ ὅσα παρ' ἐνίων γνωμολογεῖται περὶ τῆς ἑκάστων ἰδιοτρόπου συγκράσεως, τοῦτο δ' ὄχλον εἶναι μάλα τοι σφόδρα μάταιον καὶ μόχθον ἀνήνυτον καὶ ἀκατάληπτον κεκτημένον τὸ πέρας οὐ Πτολεμαίῳ μόνον τῷ πάνυ δοκοῦν ἐστιν, ἀλλὰ καὶ τῷ τὰ θεῖα πολλῷ Βασιλείῳ. τούτοις δὴ καὶ τὰ Χαλδαίων ἄντικρυς συνᾴδει, Μὴ τὰ πελώρια μέτρα γαίης (φασκόντων) ὑπὸ σὴν φρένα βάλλου· οὐ γὰρ ἀληθείης ἐν χθονί ἐστι φυτόν. μηδὲ μέτρει μέτρον ἠελίου, κανόνας συναθροίσας· ἀϊδίῳ βουλῇ φέρεται πατρὸς οὐχ ἕνεκέν σου. μήνης ῥοῖζον ἔασον· ἀεὶ τρέχει ἔργῳ ἀνάγκης. ἀστέριον προπόρευμα σέθεν χάριν οὐκ ἐλοχεύθη. αἴθριος ὀρνίθων ταρσὸς πλατὺς οὔποτ' ἀληθής· οὐ θυσιῶν σπλάγχνων τ' ὄθομαι· τάδ' ἀθύρματα πάντα, ἐμπορικῆς ἀπάτης στηρίγματα· φεῦγε σὺ ταῦτα, μέλλων εὐσεβίης ἱερὸν παράδεισον ἀνοίγειν, ἔνθ' ἀρετὴ σοφίη τε καὶ εὐνομίη συνάγονται. εἴη δ' ἂν καὶ ἄλλως ῥᾴδιον, εἴ τις ἀναιρεῖν ἐθέλοι τὴν πεπρωμένην. εἰ γὰρ ἐξ ἀνάγκης οἱ λῃσταὶ λῃστεύουσιν, ἐξ ἀνάγκης δ' αὖ καὶ ὁ νομοθέτης τὸν λῃστὴν τιμωρεῖται, μάχεται λοιπὸν ἡ πεπρωμένη τῇ πεπρωμένῃ, καὶ ἡ ἀνάγκη τῇ ἀνάγκῃ· μάχης δὲ καρπὸς φθορὰ καὶ λύσις γενέσεως. ἔφθαρται ἄρα τὸ τῆς πεπρωμένης ἄτρεπτον, καὶ διοικεῖται πάντα κατὰ θείαν πρόνοιαν, ὅπως ἂν ἑκάστοις ἐστὶν ἐνδεχόμενον.»
(Ζ.) Ταῦτα δὴ καὶ ὅσα παραπλήσια πρὸς ἡμῶν εἰρημένα ἐπεστόμισέ τε τὸν Γαλάτην καὶ ἄφθογγον ἔχων τὴν γλῶτταν ἐκεῖνος ἀπῄει τοῦ συνεδρίου. Ἀλλ' οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ.ὡς γὰρ σπινθῆρες καλάμην διέδραμον τὴν τῆς βασιλίδος ψυχὴν, καὶ κότον ἔσχεν, ὄφρα τελέσσῃ καιροῦ προϊόντος, εἰ καὶ τέως ἐχεμυθοῦσα χαροπὸν διὰ τοὺς παρόντας ἐδείκνυ τὸ πρόσωπον. ὅ,τε γὰρ ἀνὴρ ἐκεῖνος πατριώτης ἦν αὐτῇ καὶ ὁμόγλωττος· τά τ' ἐκείνῳ πεφρασμένα κατὰ νοῦν ὑπῆρχεν ἐκείνῃ καὶ σφόδρα καθ' ἡδονὴν, καὶ ἀκοῆς ἀντιφθεγγομένης ἥκιστα πάντων ἐδεῖτο πρὸς ταῦτα. ὅμως ἔσχεν οὕτω ταῦτα· καὶ πρώτη τις ἦν αὕτη πρόφασις, τὸ τῆς ἐμῆς ἐκείνης ἡσυχίας συνεχὲς διακόψασα καὶ μήνιδος ἐγκατορύξασα σπέρματα ταῖς τῆς καρδίας αὔλαξι τῆς βασιλίδος κατ' ἐμοῦ· δευτέρα δὲ καὶ τελευταία, ἣν προϊόντες ἐν τοῖς καθήκουσι τόποις ἐροῦμεν, τὰ μεταξὺ διηγησάμενοι πρότερον.
(Η.) Ἀλλὰ ταῦτα μὲν ἐς τόδε λεχθέντα ἀρκεῖν οἴομαι δυοῖν ἕνεκα· ἑνὸς μὲν, ὅτι πρὸς ἀναγκαιοτέρας τήμερον ἡμᾶς ὑποθέσεις ὁ λόγος ἀνθέλκει, πρὸς ἃς καὶ ὁ τοῦ λόγου μάλιστα καὶ τῆς ἐξ ἀρχῆς προθέσεως τείνει σκοπός· δευτέρου δ', ὅτι πολλὰ πολλῶν εἰρηκότων καὶ ἀγωνισαμένων ὑπὲρ τῆς ὑποθέσεως, ὡς ἐνῆν, οὐ μακρῶν οἶμαι ἂν ἔτι τῶν ἡμετέρων δεήσεσθαι λόγων· ἀλλ' ὡς ἐν προσθήκης μέρει, καὶ κριτικῆς τινος ψήφου, καὶ τουτωνὶ ξυνεῤῥυηκότων, εἰ καὶ βραχέα δοκεῖ πως, ἀλλ' οὖν τόν γε ἴσον δυνήσεσθαι τρόπον εἰς τὴν ἀληθείας ἐνάργειαν. διόπερ ἐκεῖσε ἐπανιτέον.

θʹ. Ἐπεὶ γὰρ ὁ Ἀπόκαυκος ἐς βυθοὺς πρὸς τοῦ Γαβαλᾶ κατενεχθῆναι δυστυχημάτων παρεκινδύνευσε μὲν, ἀνένηξε δ' οὖν καὶ ἐς τὴν πρὶν ἀφίκετο εὐδοξίαν, ὥς γε εἴρηται, δι' ὧν λοιπὸν αὐτὸν ἀμυνεῖται πάσας κεκίνηκε μηχανάς· ἕως, μὴ τὰ μείζω τῶν δεινῶν ὑποστῇ, δείσας αὐτὸς ἐς τὸν μέγιστον τῆς τοῦ θεοῦ Σοφίας κατεπεφεύγει νεών. ἔνθα μετὰ συχνόν τινα χρόνον, πολλὰς καὶ ποικίλας ἀκούων τὰς καθ' ἑαυτοῦ ἀπειλὰς, καὶ δείσας αὖθις, μὴ κἀκεῖθεν ἀνάρπαστος ἐξαπίνης γενόμενος ἐς ταρτάρους καὶ ζόφους δεσμωτηρίων ῥιφῇ, κἀκεῖνο πιεῖν ἐγγένηται τουτωῒ τὸ ποτήριον, ὅπερ ἄλλοις αὐτὸς κεκέρακε πλείοσι, τὸ μοναδικὸν ἐξ ἀνάγκης ὑπέδυ σχῆμα. φθάσας γὰρ αὐτὸς καταλέλυκε τὴν τοιαύτην ἄσυλον ἐκ πολλοῦ, τῶν προσφύγων ἀρχαίαν ἀσφάλειαν, ἐνδιδόντος καὶ αὐτοῦ τοῦ τὸν πατριαρχικὸν διέποντος θρόνον. διὸ καὶ αὐτοὶ πρὸς ἐσχάτας ἐνεπεπτώκεισαν ἀτιμίας καὶ περιαγωγὰς κακοδαίμονας, ὡς εἰρήσεται. τοῖς γὰρ τὰ θεῖα προφανῶς οὑτωσὶ περιφρονηταῖς εἰκὸς ἐν ἐσχάτοις τοιαύτας ἐπιέναι τίσεις, εἰς παιδαγωγίαν τοῦ βίου, δραστικώτερόν πως καταστέλλειν τὸ θηριῶδες τῆς τύχης ἰσχύουσαν.
(Β.) Ἀλλὰ γὰρ ἔαρος ἐπιστάντος ἐν τούτοις, τὸν Ἑλλήσποντον μετὰ πολλῆς ὁ σατράπης Ἀμοὺρ τῆς Ἀσιανῆς δυνάμεως περαιωσάμενος ἧκεν ἐς Διδυμότειχον· κἀκεῖθεν αὖθις ἧκε μετὰ βασιλέως ἄχρι καὶ ἐς Βυζάντιον, θέας τε ἕνεκα καὶ πείρας εἰ δέοι. ἐπεί γε μὴν ἐληλύθει κἀκ συμμέτρου τοῦ διαστήματος νῦν μὲν ἱστάμενος, νῦν δὲ περιϊὼν ἐσκόπει καὶ συνεώρα, πολλή τις αὐτὸν συνέσχε κατάπληξις τοῦ τε μεγέθους τῆς πόλεως καὶ τοῦ τῶν τειχῶν ὕψους καὶ κάλλους, ἔτι τε καὶ τῆς τῶν πέριξ τάφρων θαυμασίας οἰκοδομῆς, καὶ τῆς τῶν προτειχισμάτων στάσεώς τε καὶ τάξεως ἐθαύμαζε δ' ἕτερον τρόπον, καὶ ὅπως οὐκ ἦν ἐπὶ τῶν ἐπάλξεων, ὡς εἴωθε ταῖς μεγάλαις τε καὶ πολυανθρώποις πόλεσι, πλῆθος ἀνδρῶν· ἀλλὰ πλὴν ὀλίγων ἔρημον ἐδόκει τὸ τεῖχος πολεμικῆς ἁπάσης παρασκευῆς καὶ δυνάμεως. ὁ γὰρ Ἀπόκαυκος, μᾶλλον τὴν ἔνδοθεν ὁρμὴν δεδιὼς τοῦ δημοτικοῦ πλήθους, ἢ τὴν τῶν ἔξωθεν πολεμίων ἔφοδον, ἄδειαν οὐκ ἐδίδου τοῖς βουλομένοις ἐπὶ τὸ τεῖχος ἅπασιν ἀνιέναι, ἀλλ' οἷς μάλιστ' ἐθάῤῥει τῶν ὁπλιτῶν καὶ ἱππέων. τούτων γὰρ τοὺς μὲν ἔνδον ἀΰπνους ἔστησε φύλακας τῶν πυλῶν· τοὺς δὲ περιϊέναι διανυκτερεύοντας τά τε τείχη καὶ πᾶσαν ἔνδον προσετετάχει τὴν πόλιν.
(Γ.) Οὔπω τέτταρες ἡμέραι παρεληλύθεσαν, καὶ ἄρας ὁ βασιλεὺς ἀπῄει μετὰ τοῦ Ἀμοὺρ, καταπολεμήσων τῷ Μομιτίλᾳ, πρὸς μέγα δυνάμεως κατὰ βραχὺ προϊόντι καὶ χειρουμένῳ πόλεις καὶ χώρας Ῥωμαϊκὰς ἀεί. καὶ τὸ ἔαρ ἐν τούτοις ἐτελεύτα. διαβάσης δὲ τὴν Ῥοδόπην τὸ ὄρος τῆς τε Ῥωμαϊκῆς ὁμοῦ καὶ Περσικῆς δυνάμεως, ἐν παρασκευαῖς ὁ Μομιτίλας ἦν τοῦ πολέμου. εἶχε γὰρ τέως πόλεις ὑφ' ἑαυτῷ Ξάνθειάν τε καὶ Περιθόριον, καὶ ὅσα ἐφ' ἑκάτερα καὶ μεταξὺ πολίχνιά τε καὶ χωρία, καὶ στρατεύματα ἱππικὰ τεττάρων ἐπέκεινα χιλιάδων.
(Δ.) Θέρους δ' ἤδη μεσοῦντος, καὶ τῆς γῆς ἐν ἀκμαῖς ὑπαρχούσης τοῦ σίτου, τὰς δυνάμεις ἀνειληφὼς ἁπάσας ὁ βασιλεὺς ἐγγύς που τοῦ Περιθορίου παρεστρατοπέδευσε, καὶ εἰς τάξιν πολεμικὴν διεκόσμει τε καὶ συνέταττε σφᾶς. ἤδη δὲ καὶ ὁ Μομιτίλας, ὁρμητήριον ὀχυρὸν ἑαυτοῦ τὸ Περιθόριον καταστησάμενος, ἐξῄει πολλαῖς τε πεφραγμένος ταῖς δυνάμεσι καὶ πλείονι ἐκτετυφωμένος τῷ θράσει. οὐδὲ γὰρ οὐδὲν οὔτε μικρὸν οὔτ' ἀγεννὲς ὑπολογίζεσθαι ἦν αὐτῷ περὶ ἑαυτοῦ· ἀλλ' ὥσπερ ἐν χερσὶ τὴν νίκην ἤδη καὶ πρὸ τῆς πείρας ἔχων τῶν πολεμίων, οὕτω μακρῷ τῷ θράσει ῥέων ἐς μέσους ἤλαυνε τοὺς πολεμίους.
(Ε.) Ὁ δὲ βασιλεὺς κατὰ μέτωπον τῶν πολεμίων ἑαυτὸν κατὰ τῶν Ῥωμαϊκῶν δυνάμεων συνταξάμενος τὴν ἔφοδον καὶ τὸν δρόμον ἐκαρτέρει τοῦ Μομιτίλου. τὰς δὲ Περσικὰς δυνάμεις, πολλάς τινας οὔσας, εἰς ἀκριβῆ περιήλασε κύκλον, ὡς ἐν μέσῳ, καθάπερ ἐν εἱρκτῇ καὶ δικτύῳ, συγκλεισθῆναι Μομιτίλαν μετὰ πάσης αὐτοῦ τῆς δυνάμεως. ἐπεὶ δὲ καὶ τοῖς τῶν σαλπίγγων τε καὶ τῶν τυμπάνων κρότοις συνανεκίρνατο καὶ ἡ τοῖς βαρβάροις ἤθεσι τῶν Περσῶν περὶ τοὺς πολέμους ἡλικιῶτις κλαγγὴ, πολύς τε ἀνὰ πάντα τὸν χῶρον ἐκεῖνον ὁ θόρυβος ἦν καὶ πολλὴν ἐξ ἀπροσδοκήτου τῷ Μομιτίλᾳ τὴν κατάπληξιν ἐνεποίει καὶ πρὸ τῆς πείρας, καὶ τὸ γαῦρον ἐκεῖνο σφόδρα καὶ μετέωρον ἔθραυε φρόνημα.
(Στ.) Καὶ ἵνα τὰς ἐν μέσῳ τύχας καὶ ἀγχιστρόφους ἕλικας τοῦ πολέμου παρέλθωμεν, τῶν ἵππων εὐθὺς ἀποβάντες οἱ πλείους τῆς Περσικῆς δυνάμεως ἐν τόξοις ἅπαντες ἦσαν κατὰ κύκλον περιστάντες. οἱ δ' ἐν μέσῳ στρεφόμενοι, καθάπερ μονιοί τινες ἄγριοι, διακόψαι καὶ διαφυγεῖν τὴν τῶν Περσῶν οὐκ ἐδύναντο φάλαγγα. ἐνέκειντο γὰρ εὐθὺς οἱ τοῦ βασιλέως ἱππεῖς, νῦν μὲν κατὰ μέτωπον ἀπαντῶντες, νῦν δὲ κατὰ νώτου συχνοῖς τοῖς δόρασι παίοντες. καὶ ἐπειδὴ τὴν τοῦ Μομιτίλου πᾶσαν ἵππον ἐν βραχεῖ παμπληθέσιν οἱ Πέρσαι περιπείραντες βέλεσι νεκρὰν ἐποιήσαντο, πεζοὶ λοιπὸν πρὸς πεζοὺς ἐμάχοντο καὶ ἐν χερσὶν ὁ πόλεμος ἦν. καὶ συνελόντι φάναι, μηδένα τῆς Μομιτίλου φασὶ δυνάμεως ἐν τοῖς ὅπλοις λελεῖφθαι, μηδὲ φυγάδα λαθόντα γενέσθαι τινά· ἀλλ' αὐτόν τε ξίφους ἔργον Μομιτίλαν καὶ ἅμα πᾶσαν ἄρδην αὐτοῦ γενέσθαι τὴν στρατιὰν, πλὴν ὀλίγων, ὅσοι ζῶντες ἑάλωσαν.

ιʹ. Τέτταρες μεταξὺ παρῆλθον ἡμέραι καὶ ὁ Ἀπόκαυκος ἐν Βυζαντίῳ πρὸς τῶν δεσμίων, ἐντὸς τοῦ πρὸς ἀνίσχοντα ἥλιον παλαιοῦ παλατίου, μετὰ μεσημβρίαν ἤδη τῆς ἡλιακῆς γενομένης ἀκτῖνος, ἔσφακταί τε καὶ αὐτὸς καὶ σκότους καὶ λήθης ὁ πολὺς ἐκεῖνος ὑπῆλθε μυχοὺς ἐν βραχεῖ, μηδενὸς τῶν μακρῶν ὀχυρωμάτων ἐκείνων συναραμένου, περὶ ἃ μακράς τε ἀνηλώκει δαπάνας καὶ περὶ ἃ τὸ πλεῖστον ἀπησχόλει τοῦ βίου. τὸ δ' ὅπως, ἐρῶν ἔρχομαι τρανώτερον.
(Β.) Ἐπεὶ γὰρ εἰς μεγάλων πραγμάτων θορύβους καὶ διοικήσεις ἐνέβαλεν ἑαυτὸν, καὶ πολλοὺς ἐκτήσατο, ὅσοι τε τὸ τῆς τύχης ἐβάσκαινον ὕψος καὶ ὅσοι παθόντες κακῶς ὑπ' αὐτοῦ καιρὸν ἐζήτουν ἀμύνασθαι, δέους περιῄει νύκτωρ καὶ μεθ' ἡμέραν μεστός· ὡς πολλὴν μὲν διὰ ταῦτα περὶ αὐτὸν δορυφορίαν ἔχειν ὁπλιτῶν καὶ ἱππέων, ὁπότε τὰς τῆς πόλεως περιοδεύοι πλατείας, πολλαῖς δὲ καὶ τὴν οἰκίαν κατάφρακτον ἔχειν δυνάμεσιν, ὁπότ' οἴκοι καθῆσθαι χρεία τις εἴη τἀνδρί· καὶ τυραννίδος μελέτας ἐν καρδίᾳ τρέφειν μὲν ἐκ πολλοῦ, νῦν δὲ καὶ μάλα μάλιστα, ὅτε πάντας τοὺς δόξῃ καὶ γένει προὔχοντας εἶχε δεσμώτας, καὶ ἦν οὐδεὶς, ὃς ἀντᾶραι βλέφαρον ἦν αὐτῷ, ἀλλὰ πάντες ἐδεδίεσαν, ὥσπερ πάλαι Συρακούσιοι Διονύσιον τὸν Σικελίας τύραννον.
(Γ.) Ὅθεν ὀχυρόν τινα πύργον τῶν ἔνδον τοῦ παλαιοῦ παλατίου ἀπολεξάμενος κατασκευάζειν ἐγνώκει πρὸς μάλα πολὺ τοῦ ἀέρος τὸ ὕψος ἀνάγοντα, καὶ οἰκίσκους ἐν αὐτῷ πολλοὺς μὲν, χώρημα δ' ἕκαστον ἔχοντα μήκους ἅμα καὶ πλάτους οὐδὲν ὀργυιᾶς μᾶλλον· τόν γε μὴν ἐπὶ τῶν ἐπάλξεων περίδρομον οὐκ ἔσωθεν ἀλλ' ἔξωθεν εἶναι ἐληλαμένον· αἴτιον δ' ἵνα πάντας ὁπόσους ἐκεῖνος εἶχε δεσμώτας, καὶ ὅσους ἕξειν διὰ μελέτης εἶχε, συναγαγὼν καὶ συγκλείσας ἐντὸς μηδεμίαν ἀνεῳγμένην αὐτοῖς ἐάσῃ πύλην, δι' ἧς ἄν τις εἰσέλθοι τε καὶ ἐξέλθοι· ἀλλὰ λίθοις καὶ τιτάνῳ περιφράξας ἁπάσας ὥσπερ ἐν τάφῳ ζῶντας κατέχῃ.
(Δ.) Ἐπεὶ δὲ τέλος εἶχε τὰ τῆς ξένης ἐκείνης οἰκοδομίας καὶ ἔδει τριῶν ἡμερῶν μεταξὺ τοὺς δεσμώτας ὁμοῦ συγκλεισθῆναι πάντας ἐντὸς, καθάπερ εἰς λήθης φρούριον ἢ κοινὸν πολυάνδριον, εἰς ἀπόγνωσιν ἧκον οἱ δέσμιοι προφανῆ τῆς παρούσης ζωῆς καὶ τοῦ κοινοῦ τοῖς πᾶσιν ἡλίου· καὶ σφῶν αὐτῶν ἀφειδήσασιν ἐπὶ τὸ παραβολώτερον τοὺς τῆς τύχης κύβους ἀναῤῥίπτειν ἐπῄει, καὶ πρὶν ζῶντας εἰς τὸν προκείμενον ἐμβληθῆναι τάφον, δυοῖν ἐργάσασθαι θάτερον· ἢ ξίφει τὸν τύραννον διαχρησαμένους τὴν τοῦ βίου σφίσιν αὐτοῖς ἐλευθερίαν πορίσασθαι· ἢ τὸν ἀνδράσι πρέποντα θάνατον ἅπαξ ἐκτίσασι μακρῶν τοῦ λοιποῦ δεινῶν ἀπηλλάχθαι. εἰς τέτταρας μὲν δὴ τῶν εὐγενεστέρων τὸ τοιοῦτον διαβεβηκὸς βούλευμα περαιτέρω προβαίνειν οὐκ ἐκρίθη δεῖν, ὡς μὴ ἔκπυστον φωραθείη γενόμενον. τὸ γάρ τοι προφανὲς τῶν ἐλπίδων ἀναμφισβητήτους τινὰς ὑπετίθει τὰς ὑποσχέσεις, ἐπιχειρήσασιν ἥξειν ἅμα πάντας συλλήπτορας τοὺς δεσμώτας, καὶ μὴ προμελητήσαντας, ἐς τὸ κοινὸν τῆς ἐλευθερίας στάδιον.
(Ε.) Εἰωθὸς οὖν Ἀποκαύκῳ συχνότερον ἐνδημεῖν ἐκεῖ, καὶ μάλιστα νῦν ἐπιταχύνοντι πρὸς τοὖργον τοὺς τέκτονας· ἐπειδὴ καὶ ἡ τελευταία παρῆν ἡμέρα, καθ' ἣν εἰς πέρας ἔδει προενεχθῆναι τὸ βούλευμα, ἧκε μεθ' ὕπνον καὶ τράπεζαν ὀψόμενος, τὴν τῆς ξένης εἱρκτῆς τελευταίαν οἰκοδομίαν καὶ τὸν ἀνενδεᾶ τῆς ὅλης ἀπαρτισμὸν ὑποθέσεως. καὶ ἐπειδὴ κατὰ τοὺς τῆς ἡμέρας ἐκείνης ὕπνους (ἑνδεκάτη δ' ἦν ἰουνίου) θόρυβοί τινες ἐξ ὀνείρων ἀγρίων αὐτὸν ἐξεφόβησαν, οἷα φιλεῖ πολλάκις ἐν τοῖς τοιούτοις προαναφωνεῖν τὸ δαιμόνιον, ὃ μὲν αὐτῷ σωτηρίας εἶχεν ἐλπίδας, οὐ μεμελέτηκεν· ὃ δ' εἶχεν εἰς τοὺς ἐπηρτημένους αὐτῷ κινδύνους ὀξύτερα τὰ ἐφόδια, τοῦτο δὴ καὶ βέλτιον εἰς σωτηρίαν εἶναι κέκρικέ τε καὶ εἵλετο. τὸ δ' ἦν, ἔξω παρὰ τὰς τοῦ παλατίου ἐκείνου πύλας ἀφέντα τοὺς δορυφόρους αὐτοῦ καὶ ὑπασπιστὰς ὁμοῦ πάντας μεθ' ἑνός τινος εἰς τὸ τοῦ φιλοτεχνήματος θέατρον εἰσιέναι. οὕτω γὰρ ἐνόμισε, μήτ' ἐξ αὐτῶν ἐντὸς ἐγγενέσθαι οἱ ἐπιβουλήν τινα, μήτ' ἔξωθεν ἐξ ἀλλοτρίων ἴσως καὶ δημοτῶν ξυμμελετηθεῖσαν· εἶναι γὰρ μεγίστην ταῖς πύλαις ἀσφάλειαν τοὺς οἰκείους ἐκείνους ὑπασπιστάς. οὕτως ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν τὴν τούτου διάνοιαν ἔσφηλεν, ἵνα ῥᾷον μᾶλλον τῶν ἀλλοτρίων αὐτὸς ἑαυτῷ καταστήσῃ τὸν κίνδυνον.
(Στ.) Εἰσιόντος οὖν καὶ ἀρξαμένου τοῖς οἰκοδόμοις διαλέγεσθαι περὶ τῶν πρακτέων, τὸ προστυχὸν ὁ Ῥαοὺλ πρῶτος ἁρπάσας ῥόπαλον (μηδὲ γὰρ παρεῖναι ξίφος οὐδὲν ἐκεῖ τοῖς δεσμίοις) καὶ πρὸς τὸ μανικώτερόν τε καὶ ἐνθουσιῶδες τοῦ ἤθους ἐλθὼν ὑπὸ δέους καὶ ἀπογνώσεως ἐξέδραμε κατ' αὐτοῦ, τοιάδε φθεγγόμενος. «ἕως πότε σου τὴν ἀπήνειαν ἡ τἀπίγεια βόσκουσα τοῦ ἡλίου λαμπὰς διακαρτερήσει βλέπουσα; ἕως πότε θεῖοι κεραυνοὶ καὶ πρηστῆρες ἐν αἰθέρι τὴν σὴν καθευδήσουσι ταμιεύοντες κόλασιν; ἀλλ' ὥρα σοι νῦν, ἀλιτήριε, δυοῖν θάτερον· ἢ σὺν ἐμοὶ τῷ ἡλίῳ τῷδε συγκαταδῦναι πρὸς ᾅδην τήμερον· ἢ σοῦγε θανόντος ἐλευθέροις βλέπειν, εἰ βουλομένῳ γε εἴη θεῷ, βλεφάροις λευκὰς τοὐντεῦθεν ἡμέρας ἐμὲ ξυνορᾷν.» Tαῦτ' ἔλεγε καὶ ἅμα ἐμβριθεστέρῳ βραχίονι κατενεγκὼν τὸ ῥόπαλον τὴν ἐκείνου γενναίως ἐπάταξε κεφαλήν. καιρία μὲν οὖν οὐκ ἐγένετό τις ἐκείνῳ τότε πληγή· ῥιφείσης δ' οὖν τῆς καλύπτρας, γυμνῇ λοιπὸν περιϊὼν ἐπεβοᾶτο τῇ κεφαλῇ τοὺς ἐξαιρησομένους τῆς ἀθρόας ἐκείνης καὶ αἰφνιδίου περιστάσεως. ἀλλ' ἦν τὸ παράπαν οὐδεὶς, πλὴν ἑνὸς, ὃς εὐθὺς συμπλακεὶς τῷ Ῥαοὺλ ἔπαιέ τε καὶ ἐπαίετο· καὶ ἦν ὠθισμὸς ἐν ἀμφοτέροις μακρὸς, ὁπότερος ἂν ἀνέλοι τὸν ἕτερον πρότερος. ἀλλ' οὐδέτερος οὐδετέρῳ κίνδυνον ἐνεγκεῖν ἐδυνήθη. τούτων δ' οὕτως ἐχόντων, ἕτερος τῆς τῶν Παλαιολόγων σειρᾶς ἀθρόον τῷ Ἀποκαύκῳ ἐπιπηδᾷ, τὰ παραπλήσια λέγων καὶ δρῶν τῷ προτέρῳ, καὶ ἅμα ἄλλος, καὶ ἐπὶ τούτοις ἕτερος· καὶ οὕτω, συνελόντι φάναι, βιαίως ἐκεῖνος ἀπέῤῥηξε τὴν ψυχὴν, ἁπάσης ἔρημος βοηθείας, ὁ πάντα χρήματα παρὰ πάντα δαπανῶν τὸν βίον ὑπὲρ τοῦ μὴ βιαίᾳ χρήσασθαι τελευτῇ.
(Ζ.) Ἔλαθε γὰρ ὡς ἔοικεν ἑαυτὸν, θεοῦ μὲν ἀφαιρῶν τὴν πρόνοιαν, ἀνθρωπίναις δὲ προσαρτῶν ἐπινοίαις τε καὶ σπουδάσμασι τῆς παρούσης τοῦ βίου διαγωγῆς τὰ ἐνέχυρα. καὶ διὰ τοῦτο τοὺς ἄλλους διαβάλλων καὶ καθειργνὺς καὶ τοὺς ἐκείνων ἀφαιρούμενος βίους ἐπὶ σαθροῖς θεμελίοις ἐπετίθει τὰ τῆς ἰδίας ἀσφαλείας ὀχυρώματα· παραπλήσιον ποιῶν, ὥσπερ ἂν εἰ πρηστῆρας ἐκ γειτόνων ἁρπάζων μηδὲν αὐτῷ προσήκοντας αὐτοχειρίᾳ τὴν ἑαυτοῦ προφανῶς ὑφῆπτεν οἰκίαν. διὸ καὶ παραμύθιον μὲν ἡ ἐκείνου γέγονε τελευτὴ τοῖς τε διὰ πενίαν οὐκ ἔχουσιν ὅτῳ χρήσονται φαρμάκῳ πρὸς τὰς ἐπιούσας ὁμοίως τοῦ χρόνου τύχας καὶ κῆρας καὶ οἷς ἔφεσις τῶν κακῶς ὑπ' αὐτοῦ πραττομένων ἐκδίκησιν θεάσασθαι ἦν, πρὶν ἀπογνώσει σφᾶς δεδωκότας ἕν τι πεπονθέναι τῶν ἀθεμίτων· καὶ ἅμα παιδευτήριον, ἐς τὸ σῶφρον τοὺς θρασυτέρους ἀνθέλκον, καὶ οἷς τὰ ἀτόλμητα ξὺν οὐδενὶ δέει τολμᾶται. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον.
(Η.) Πρίν γε μὴν αἴσθησιν τοῦ δράματος ἐγγενέσθαι τοῖς ἔξω, δεσμὰ πάντα καὶ κλοιοὺς οἱ δεσμῶται ῥήξαντες εἰς τὴν τοῦ πτώματος θέαν μετὰ πάσης ἐπεξέθεον ἡδονῆς, οὐ μεῖον διακοσίων ὑπάρχοντες· ὧν εἷς τις σκεπάρνῳ τεκτονικῷ (ξίφος γὰρ ἥκιστα παρῆν) τοῦ λοιποῦ τὴν κεφαλὴν ἀφελόμενος σώματος ἐπὶ τῆς ἐπάλξεως ἔστησεν, ὥστε καταφανὲς γενέσθαι τὸ δρᾶμα καὶ πᾶσι τοῖς ἔξωθεν ἤδη παρὰ τὰ τείχη ποταμηδὸν εἰσρέουσι δήμοις· ὥσθ' ὅσοι μὲν αὐτῷ κατὰ γένος ἢ καθ' ἑταιρείαν εἶεν προσήκοντες μηκέτι πονεῖν ἀνήνυτα, πάσης τελέως σβεσθείσης τοῦ ζῇν ἐκεῖνον ἐλπίδος· ὅσοι δ' ἀπεχθῶς εἶχον αὖ πρὸς ἐκεῖνον, τούτους δ' ἐῤῥῶσθαι τὰς διανοίας, καὶ συμμαχεῖν ἔξωθεν ἀδεῶς τοῖς ἔνδοθεν ὑπὲρ τῆς κοινῆς ἐλευθερίας ἠγωνισμένοις. ἔπειτα διελόντες ἑαυτοὺς εἰς τάξεις καὶ μοίρας τὴν τῶν πυλῶν ὁμοῦ καὶ ἐπάλξεων διέλαχον φυλακήν.
(Θ.) Μέγιστον δ' ὅμως ὑπῆρχέ σφισιν ἐμπόδιον εἰς τὴν τῆς παραδόξου ταυτησὶ σωτηρίας συντηρητικὴν ἑαυτῶν δύναμιν ἥ τε τῶν πρὸς τὸ ζῇν ἀναγκαίων σπάνις καὶ ἡ τῶν ὅπλων τε καὶ τῶν ἀμυντηρίων βελῶν ἔνδεια. οὐ γὰρ εἶχον ὅθεν ἐκ τοῦ παραχρῆμα ῥᾷστα κομίσονται τὰ τῆς χρείας, ἀπροσδόκητον σχεδιασάσης τῆς περιστάσεως τὸ πραχθέν. ὅμως τῆς νυκτὸς ἐπιούσης ἐκείνης, καὶ πάντων ἐκείνων ἐν ζάλῃ καὶ τρικυμίᾳ λογισμῶν ὑπαρχόντων μεγίστῃ, ἧκε τριήρης ἐκ τῶν Γαλάτου περὶ μέσας που νύκτας, ἐκ τοῦ παραλίου τείχους κομίζουσα τούτοις ἄρτον καὶ οἶνον, καὶ ὅσα τὸ τῆς ὥρας συνεχώρει στενὸν ἐδώδιμα, καὶ ἅμα ἐπαγγελίας καὶ φιλανθρώπους λόγους, καθ' ὁπότερον βούλοιντο δρᾷν· εἴτε μένειν αἱρουμένοις κομίζειν ἐς τὴν ὑστεραίαν ὅπλα καὶ βέλη πολέμια· εἴτ' ἐκεῖθεν ἀπαλλάττεσθαι διὰ δέος, δέξασθαι προθύμως ἐς τὸ ἐν τοῖς Γαλάτου σφῶν αὐτῶν φρούριον, καὶ πᾶσαν περιποιήσασθαί σφισιν ἀσφάλειαν. ταῦτ' εἰπόντες ἐπανῄεσαν οἴκαδε, χρηστὰς ἐλπίδας μὲν τοῖς ἐντὸς τείχους καταλιπόντες, οὐκ εἰς χρηστὸν δ' οὖν πέρας ἐληλυθυίας. πέμψασα γὰρ ἡ βασιλὶς Ἄννα (οὐ γὰρ ἐλελήθει τὸ γεγονὸς) ἀπέφραξέ τε καὶ ἀνεχαίτισε τὴν ἔφοδόν τε καὶ τὸν εἴσπλουν τῆς κρύφα μελλούσης ἐπιέναι Λατινικῆς ἐς τὴν ὑστεραίαν δυνάμεως.
(Ι.) Τοῦτο πρὸς ἀπόγνωσιν ἤγαγε τοὺς τειχήρεις ἐκείνους. οὔτε γὰρ ὅπλον ἦν σφισιν οὐδὲν φυλακτήριον, οὔτ' ἀσπὶς, οὔτε τόξον, οὔτε βέλος οὐδὲν ἀμυντήριον· καὶ πρός γε τὸ τεῖχος ἀμεληθὲν ἐκ πολλοῦ διεῤῥωγὸς ἦν τὰ πλεῖστα μέρη τοῦ τε περιπάτου καὶ τῶν ἐπάλξεων. τὴν μὲν οὖν νύκτα πᾶσαν ἐκείνην οὕτως ἐπ' ἐλπίσιν ἀμφισβητησίμοις ἐντὸς τείχους ηὐλίσαντο, τάς τε πύλας φυλάττοντες καὶ τὰ τείχη περιϊόντες. ἕωθεν δ' ὡς εἶδον σύρφακα καὶ χυδαῖον ὄχλον, παρὰ τὸν γείτονα συνιόντας ἱππόδρομον θέας εἵνεκα, καὶ ἥκιστα συμμαχίας ἡστινοσοῦν, ἐξ ὧν γε ἠλπίκασιν· (ᾤοντο γὰρ, ἐπεὶ μισητὸς ὑπῆρχε τοῖς ὅλοις σχεδὸν Βυζαντίοις Ἀπόκαυκος, ἅπαντας ἥξειν εὐθὺς, στασιάσαντας κατὰ τῶν ἀρχόντων καὶ βασιλέων, ἀπαλλάξαντος ὃν ὡς τύραννον ἐδεδίεσαν·) ὡς οὖν ἕτερα ἀνθ' ἑτέρων ἑώρων καὶ οὐ κατὰ γνώμην ἐχώρει τὰ δρώμενα, περὶ διαλλαγῶν ὡμίλουν τοῖς ἔξωθεν πρὸς τῆς βασιλίδος ἰοῦσιν Ἄννης. καὶ τάχ' ἂν ἐγίγνετό τι χρηστὸν ἐκείνοις, εἰ μή τινος δαιμονίου κεκώλυκε βασκανία. ἀλλ' ἐχρῆν, ὡς ἔοικεν, ἐν θεομηνίας καιροῖς μηδὲν ἀτόλμητον παροφθῆναι τῶν ἀθεμίτων. ἔσχε δὲ οὕτως.
(ΙΑ.) Ἡ τοῦ Ἀποκαύκου γυνὴ, τὸ ἐνδόσιμον πρὸς τῆς βασιλίδος Ἄννης λαβοῦσα, προσκαλεῖται πᾶν τὸ Γασμουλικὸν, καὶ χρημάτων χορηγίᾳ δαψιλεστέρᾳ πείθει, τὰς τριήρεις αὐθημερὸν ἀφεμένους ἅπαντας, ὅπλα δ' ἐκεῖθεν ἀνειληφότας καὶ βέλη πάντα, περιεληλυθέναι πολιορκοῦντας τὸ τοῦ παλατίου ἐκείνου φρούριον, ἕως εἰσπηδήσαντας ἡβηδὸν τοὺς ἐντὸς ἀνελεῖν, τοὺς μὲν ὡς ἀνδροφόνους, τοὺς δ' ὡς ἀνδροφόνοις δήπουθεν ὁμόφρονας καὶ ὁμοστέγους. πρὸς δὴ τοιούτους φόνους ἀγοραίων καὶ ἀσυνέτων ἀνδρῶν ὁπλίσασα δεξιὰς ἐκείνη χρημάτων ἁβραῖς (ὡς εἰρήκειμεν) δεξιώσεσι καὶ οἴνου κρατήρων πολλῶν ἐμφορεῖσθαι δίδωσιν ἀφθόνως, ἵν' οὑτωσὶ τοῦ καθήκοντος ἐκστάντες λογισμοῦ μαινομένων δίκην χωρῶσι πρὸς τὰς τῶν ἀνθρώπων σφαγάς. ἐπεὶ δ' οὕτω ταῦτ' εἶχε καὶ ὁ τοῦ ἡλίου δρόμος ἤδη τὰ μεσημβρινὰ παρήλλαττε ὑψώματα, δραμόντες ἐκεῖνοι κύκλῳ τὸ φρούριον περιέστησαν ἅπαν, ἀσπίσι καὶ ὅπλοις ἅπασι πεφραγμένοι, καὶ ἅπαν βέλος ἑκηβόλον ἐν χεροῖν περιφέροντες, καὶ ὅσα θύρας ἀναμοχλεύουσιν ὄργανα καὶ κατασείουσι τείχη καὶ ἀποσπῶσι λίθους ἐκ θεμελίων· ὧν οἱ μὲν τὰ βέλη πέμποντες ἔξωθεν κατὰ πλῆθος καὶ δίκην βαθέων νεφῶν πάντας τοὺς ἔνδον τῶν ἐπάλξεων ἀπήλασαν ἐκ τοῦ παραχρῆμα, μηδὲν ὁθενοῦν ἔχοντας ὅπλον, ἢ φυλακτήριον, ἢ δι' ὧν ἀμυνεῖταί τις τὸν ἐπιόντα πολέμιον. οἱ δὲ τὰ ἐκμοχλευτήρια φέροντες ὄργανα, προσιόντες ἔξωθεν τά τε τείχη πολλαχόθεν διώρυττον καὶ τὰς πύλας ἀνεμόχλευον· ὡς ἐν πάνυ βραχείᾳ καιροῦ ῥοπῇ, πολλῶν πολλαχόθεν τῶν εἰσόδων ἀνοιχθεισῶν, πάντας ἄρδην εἰσρυῆναι τοὺς πολεμίους.
(ΙΒ.) Ἦν τότε ἰδεῖν τοὺς μὲν ἀθλίους ἐκείνους ἀφειδῶς ἀναιρουμένους καὶ πρὸς ᾅδην ἐκ τῶν χθὲς πεμπομένους δεσμῶν· τοὺς δὲ φόνου πνέοντας ἄνδρας ἐκείνους εἰς πολυειδεῖς καὶ ποικίλας σφαγὰς χρωμένους τοῖς ξίφεσι ξὺν πολλῇ καὶ μανιώδει τινὶ τῇ ὠμότητι καὶ βαρβαρικῇ τῇ θρασύτητι. γυμνοὶ μὲν οὖν ἀσπίδων οἱ τάλανες ὄντες ἐκεῖνοι καὶ ἄοπλοι, καὶ ἥκιστα διαφυγεῖν τὸν παρόντα δυνάμενοι κίνδυνον, οἱ μὲν ἤδη ἐκόπτοντο, οἱ δ' ἐξεχέοντο φεύγοντες σύνδυο καὶ σύντρεις καὶ κατὰ πλῆθος, καὶ διὰ τῶν μεσοτοίχων καταῤῥέοντες ἐς τὴν ἐχομένην τῆς Νέας μονὴν διεμερίζοντό τε τὰς θείας εἰκόνας ἀντ' ἄλλου φυλακτηρίου παντὸς ἱεροῦ· οἱ δ' ἐνεχειρίζοντο τὰ ἐπὶ τῆς θείας τραπέζης τῶν μυστηρίων ἱερὰ σκεύη, δυσωπήσειν οἰόμενοι τοὺς ἀναιδεῖς ἐκείνους καὶ μανιώδεις λῃστὰς διὰ τῶν τοιούτων· οἱ δ' ἠγκαλίζοντο τήν τε θείαν τράπεζαν καὶ τὸν ὑπὸ ταύτῃ στυλίσκον· οἱ δὲ γυμνούμενοι τέλεον ἐθελονταὶ τὰ ἱμάτια πρὸ ποδῶν ἐῤῥίπτουν, οἰόμενοι διὰ τῆς γυμνώσεως πρὸς οἶκτόν τε μαλάξειν τὸν φονικὸν ἐκείνων τρόπον, αἰδεσθέντων ἴσως τὴν κοινὴν τῆς φύσεως γύμνωσιν· καὶ ἅμα μηδεμίαν τοῦ λοιποῦ πρόφασιν ὑποψίας λιπεῖν, τοῦ κρύπτεσθαι εἵνεκα Καίσαρος ἐν σφίσι νόμισμα, μηδ' ἄλλο τῶν πάντων εἶδος κέρδους ἄξιον ἔχειν οὐδέν. δειναὶ γὰρ αἱ μὴ προμελετηθεῖσαι περιστάσεις ἐπινοίας πρὸς τὸ ἀκίνδυνον ἄλλοις ἄλλας αὐτοσχεδιάζειν, αὐτοφυᾶ διδάσκαλον τὴν περιϊσταμένην ἀνάγκην λαμβάνουσιν, ὅταν αἰφνίδιος θάνατος εἰς ἀπόγνωσιν σφᾶς ἀπελαύνῃ βίου.
(ΙΓ.) Ἀλλὰ τὴν ἀναιδῆ καὶ θηριώδη τῶν ἀνδροφόνων ἐκείνων ὁρμὴν μαλάττειν ὅλως ὥραν οὐκ εἶχεν οὔτε δάκρυα τῶν πασχόντων, οὔτ' ἦθος ἐλεεινὸν, οὔθ' ὁ ἱερὸς ἐκεῖνος τόπος, ἐν ᾧ σωτηρίας εἵνεκα κατεπεφεύγεσαν οἱ ταλαίπωροι· ἀλλὰ δίκην ἱερείων ἐπὶ βωμοῦ τηνικαῦτα καὶ οὗτοι ξὺν οὐδενὶ κόσμῳ πάντες ἐθύοντο, καὶ ῥύακες αἱμάτων ἐντεῦθεν τὸ θεῖον ἔβαπτον ἔδαφος· εἰκόναι τε θεῖαι καὶ ἔπιπλα, καὶ ὅσα τῆς θείας μυσταγωγίας σκεύη παρῆν, ἀσμένως ἅπαντα καὶ ἀδεῶς ἐῤῥιπτοῦντό τε καὶ διηρπάζοντο· τά θ' ἱμάτια τῶν ἀνῃρημένων οἱ πάντολμοί τε καὶ ἀναιδεῖς ἐκεῖνοι, πλουσίων αἱμάτων πλήρη, τῇ θείᾳ λαμβάνοντες ἐπετίθουν τραπέζῃ. πῶς ἂν δυναίμην ἀδακρυτὶ καταλέγειν τὰ θρήνων μακρῶν καὶ δακρύων ἄξια, ὅσα ἐπὶ τοῦ θείου τεμένους τότε τὴν ἐλεεινὴν τραγῳδίαν ἐκείνην βαρβαρικῶς καὶ ἀσμένως χορηγεῖν ἐξεγένετο; εἴθε ἦν ἀντὶ μέλανος εἰς δάκρυα τὸν κάλαμον βάπτοντι γράφειν καὶ διηγεῖσθαι τῆς τόθ' ἡμέρας τὴν συμφορὰν ἐναργέστερον, ὡς ἕκαστα πέπρακται. οὕτω γὰρ ἂν οἶμαι δακρύσειν ἅπαντας ἐκ τοῦ ῥᾴστου θερμῶς, οἴκτου καὶ σπλάγχνων φυσικῶν ἐμπλησθέντας. ὅμως εἶχεν οὕτω ταυτί. καὶ τὸ μὲν ἄλλο πλῆθος, ὅσον ἐκ τοῦ σύρφακος ὄχλου κατὰ ποταμοὺς συνέῤῥει, τὰς καλύβας τῶν ἐκεῖ μοναζόντων ἠνδραποδίζοντό τε καὶ διήρπαζον ἀδεῶς· καὶ αὐτὰς δ' οὖν μετὰ τῶν παστάδων τὰς θύρας ἀναμοχλεύοντές τε καὶ διαμεριζόμενοι τοῖς χαμαιτυπείοις προσῆγον, ἀσελγείας μίσθωμα. οἱ δ' ἀναιδεῖς ἐκεῖνοι καὶ φόνου πνέοντες ἄνδρες, τῶν ἀνῃρημένων τὰς κεφαλὰς ἔστι δ' ὧν καὶ τὰς χεῖρας ἐκτέμνοντες, περιῄεσαν ἐπιδεικνύμενοί τε τὸ τῆς κακίας ἄγος, εἰς ἔκπληξιν τῶν ὁρώντων καὶ δέος, καὶ πᾶσαν ἀγυιὰν ἐμπιπλῶντες ἀνθρωπίνων αἱμάτων τε καὶ σαρκῶν.
(ΙΔ.) Καὶ ἦν μὲν θρήνων καὶ δακρύων ἄξια τὰ δρώμενα καὶ θέατρον ἀνόσιον τῇ βασιλευούσῃ ταύτῃ τῶν πόλεων· οὐδεὶς δ' ἐτόλμα τοῖς ὁρωμένοις ἢ τοῖς νεκροῖς ἐκείνοις ἐπιδακρῦσαι καὶ στεναγμὸν ἀποδοῦναι, οὔτε τις τῶν φίλων, οὔτε τις τῶν συγγενῶν, οὔτε μὲν οὐδεὶς τῶν ἄλλως φίλοικτον ἐχόντων καρδίαν. ἔφεδροι γὰρ ὀφθαλμοὶ παραπορευόμενοι συνήρπαζόν τε καὶ τὰ ἱμάτια περιδύοντες ἔπαιον ὡς ἐπιβούλους καὶ ἀντιθέτους Ἄννῃ τῇ βασιλίδι. πάντα γὰρ ἦν εὐφροσύνη λαμπρά τις καὶ τέρψις ἄῤῥητος ἐκείνῃ τὰ δρώμενα, καὶ πάνυ τοι σφόδρα κατὰ γνώμης ἐντρύφημα· ὡς ἐντεῦθεν καὶ δέει μακρῷ συσχεθέντας τοὺς περιστέλλειν κατὰ τὸν ἀνθρώπινον καὶ φύσει πρέποντα νόμον ἐθέλοντας, ὁπόσοι κατὰ γένος καὶ φιλίαν τοῖς κειμένοις προσῆκον, ἀπέχεσθαι τούτων ἁπάσῃ σπουδῇ, μὴ μετὰ τοῦ ἀποτυχεῖν τῆς βουλήσεως καὶ τοῖς ὁμοίοις δεινοῖς περιπέσωσι. τοιαῦτα γὰρ ἔφασκον εἶναι τὰ τῇ βασιλίδι ἐντεταλμένα, καὶ ἅμα ἀτάφους κατὰ θαλάττης ῥιφέντας τροφὴν ὀρνέοις καὶ ἰχθύσι γενέσθαι. ἀλλὰ τοῦτο μὲν οὐκ ἐτελέσθη, ἐνίων τὴν τοῦ λαοῦ κραυγὴν καὶ τὴν ἐντεῦθεν λοιδορίαν εἰς τὰς ἐκείνης ἀνενεγκόντων ἀκοὰς, καὶ τὸν ἀναφυόμενον οὐκ ἀκίνδυνον θόρυβον. διὸ καὶ φιλοθέων ἔνιοι, δειλίαν ἀποκρουσάμενοι πᾶσαν, ἄλλος ἄλλον ἄλλοθι τῆς μονῆς ἀνελόμενοι κατώρυξαν. τὰ δ' ἐπὶ τούτοις ἔστιν ἀκούειν διαρκέστερον ἄλλων διεξιόντων.
(ΙΕ.) Ἐπεὶ δ' ὁ ἐκ τῆς προτέρας συζύγου πρῶτος Ἀποκαύκου υἱὸς ἐπίτροπος ἦν τηνικαῦτα Θεσσαλονίκης καὶ τὸν τοῦ πατρὸς φόνον ἀκήκοε, τὴν γνώμην εὐθὺς ἐς Καντακουζηνὸν μεταθεῖναι κέκρικε δεῖν, καὶ ἅμα συμφέρειν εἰς ἔργον αὐτῷ τὰ τῆς γνώμης προενεγκεῖν. ὅθεν καὶ τρόπον λοιπὸν ἐζήτει, δι' οὗ Θεσσαλονίκην ἂν αὐτῷ παραδοίη. προσεταιρισάμενος οὖν ὁπόσον ἔκκριτον ἦν τῆς Θεσσαλονίκης τὸν Ἀθηναῖον μιμεῖται Πεισίστρατον καὶ τὴν Θεσσαλονικέων χειροῦται ἀκρόπολιν, ἵν' ἐκεῖθεν ὡς ἐξ ὁρμητηρίου τῆς κεφαλῆς κατατρέχων καὶ τὸ πᾶν τῆς πόλεως ἐκ τοῦ ῥᾴστου σῶμα κατάσχῃ. ἀλλ' οὐδὲν τῆς τοιαύτης ἀπώνατο ἐπινοίας. αἱ γὰρ τραγικαὶ κῆρες τοῦ πατρὸς, μᾶλλον ἢ αὐτοῦ, τὰς παρούσας περιφανῶς ἀντέκρουον τύχας. διὸ καὶ δυοῖν ἡμερῶν μεταξὺ κηρύγματος γενομένου δημοτικοῦ, πάντες ἐπεξέθεον κατὰ ποταμοὺς ἐπὶ τὴν ἀκρόπολιν, καὶ οὐ πρότερον ἐκεῖθεν ἀπέστησαν, πρὶν τὴν ἀκρόπολιν ἐκπολιορκῆσαι, καὶ τοὺς ἔνδον πολέμου νόμοις ἀνδραποδίσασθαι, καὶ τὸν τοῦ Ἀποκαύκου υἱέα σὺν τοῖς ἀμφ' αὐτὸν ξίφει διαχρησαμένους ἀνὰ πάσας τὰς τῆς πόλεως πλατείας περιενεγκεῖν ἀπηνῶς τὰς δυστυχεῖς αὐτῶν κεφαλὰς, εἰς ἔκπληξιν τῶν ὅμοια βουλευομένων.

ια.ʹ Ἀλλ' ἐκεῖνο μικροῦ με παρέδραμε, τὸ τοῦ Βατάτζη δηλαδὴ Ἰωάννου· ὃς καὶ αὐτὸς ἀσήμου γένους ὑπάρχων πλούσιος ἐξ ἀπογραφικῶν ἐγεγόνει ἐμποριῶν, ἄλλας ἐξ ἄλλων ταχὺ μετιὼν, καὶ παραλλάττων ἀεὶ τῶν εὐτελεστέρων τὰς μείζους. ἄρτι δὲ καὶ τὴν τῆς Θεσσαλονίκης ἐπιτροπείαν χρήμασι μακροῖς ὠνησάμενος πρὸς τῆς βασιλίδος ἐκεῖσε πέμπεται Ἄννης. οὐ μάλα δὲ συχνοῦ ῥυέντος χρόνου, πρὶν τὴν κερδαίνουσαν πήραν ἐμβριθεστέραν ὡς ἐβούλετο διαπράξασθαι, ἐκεῖθεν ἐκβάλλεται, τοῦ Ἀποκαύκου διάδοχον τὸν υἱὸν ἀποστείλαντος· ὃν τὴν τοῦ δήμου φορὰν παρανάλωμα ξίφους ἐργασαμένην μικρῷ δεδηλώκαμεν πρότερον.
(Β.) Οὗτος οὖν ὁ Βατάτζης, εἰς αἰσχύνης λόγον τὸ πρᾶγμα θέμενος, καὶ λύπης μεστὸς γεγονὼς, προσεῤῥύη τῷ Καντακουζηνῷ· καὶ ὁρμητήριον τὸ τῆς Θρᾳκικῆς περιστάσεως ἔχων φρούριον συνεχεῖς ἐκεῖθεν ἐποιεῖτο τὰς ἐκδρομάς· καὶ ἦν ἐς τὰ μάλιστα φοβερός τε καὶ ὄλεθρος προφανὴς οἷς ἐπῄει καὶ καθ' ὧν ὡπλίζετο, ἅτε δύναμιν ἔχων συχνὴν ἐξ Ἀσίας, ἣν ἐκ Τροίας ἐζητηκότι πέπομφεν ὁ σατράπης Σουλυμὰν, γαμβρὸς ἐπὶ θυγατρὶ πρὸ βραχέος αὐτῷ καταστάς.
(Γ.) Ἕως μὲν οὖν Ἀπόκαυκος ἔζη, θερμὸς ἦν καὶ μάλα τοι σφόδρα Βυζαντίοις λυπηρὸς ὁ Βατάτζης, διὰ τὸν τοῦ Ἀποκαύκου παῖδα δηλαδὴ καὶ τὴν ἀφαίρεσιν τῆς ἐπιτροπῆς ἀπεχθῶς διακείμενος πρὸς αὐτόν. ἐπεὶ δ' Ἀπόκαυκος μὲν ἐξ ἀνθρώπων ἦν, ἀγώνισμα ξίφους γενόμενος, καὶ ἔδει Βυζαντίοις ἀνδρὸς θερμοτέρου καὶ δραστήριον ἐπιεικῶς ἔχοντος φρόνημα, γράμματα ἐφοίτα συχνὰ πρὸς τῆς βασιλίδος Ἄννης αὐτῷ, μακρῶν δωρεῶν καὶ ἀξιωμάτων ἐπαγγελίας κομίζοντα, εἰ βούλοιτο διάδοχος ἐλθὼν καταστῆναι καὶ βουλῆς καὶ τρόπων καὶ δόλων Καντακουζηνοῦ. ταῦτα τὴν ἐκείνου διάνοιαν ἔθραυσε, καὶ τὴν γνώμην μετήνεγκεν· καὶ τοῦ καιροῦ καθάπερ ὀστράκου μεταπεσόντος, πλείω τὴν συμμαχίδα δύναμιν ἐκ Περσῶν μετεπέμπετο· καὶ συχνὰ κατατρέχων ἐδῄου καὶ ἔκαε τὰς τῷ Καντακουζηνῷ προσεῤῥυηκυίας χώρας καὶ πόλεις, καὶ τὰ τῶν Βυζαντίων ἔπειθε ῥᾷστα φρονεῖν, τὴν ἐνεστῶσαν ἀνάγκην διαδιδράσκειν ἐθέλοντας.
(Δ.) Ἀλλ' οὐδ' αὐτὸς τῆς τοιαύτης ὤνατο σπουδῆς. ἐπεὶ γὰρ ὁ Καντακουζηνὸς τὴν διαστροφὴν καὶ μετάθεσιν τῆς τοῦ Βατάτζη διακήκοε γνώμης, τάχιστα συνέστειλεν εἰς τὰ φρούρια πάντας καρποὺς ὁμοῦ τοῖς ἀνθρώποις καὶ τοῖς βοσκήμασιν, ἐπειπὼν, ὡς εὑρήσει τὰς τῆς ἐπιορκίας ἐκτίσεις πρὸς τοῦ ἐπιορκουμένου θεοῦ· ὡς ἐντεῦθεν ἐλθόντα μετὰ τῆς Περσικῆς δυνάμεως Βατάτζην ἐρήμοις τε ἐντυγχάνειν οἰκητόρων ταῖς χώραις καὶ ταῖς πόαις ἄνευ βοσκημάτων, καὶ λιμῷ διὰ ταῦτα πιεζομένους ἐπάγεσθαι Πέρσας. ταῦτα παρὰ τὰς ἐπαγγελίας καὶ τὰς ἐμβριθεῖς ἐκείνας ἐλπίδας θεασαμένοις τοῖς βαρβάροις ἀχθεσθῆναί τε ἐξεγένετο καὶ ἀποκτείνασι τοῦτον ἐς Καντακουζηνὸν τὴν ταχίστην μεταθεῖναι τὴν γνώμην ὁμοῦ τῇ χειρί. τοῦτο δὴ βουληθεῖσι καὶ πέπρακται παραχρῆμα· κἀκ τοῦ δεινοῦ καὶ προσάντους ἐς τὸ δεξιόν τε καὶ εὐμενέστερον τὰ τῆς τύχης ἔῤῥει τῷ Καντακουζηνῷ, τοσούτων ἐχθρῶν ἀπονητὶ οἷον ἐξ αὐτομάτου φάναι καταστρεφομένων.
https://byzantium.gr/

ΛΟΓΟΣ ΙΕ’.

αʹ. Κράλῃ δὲ τῷ Τριβαλλῶν ἡγεμόνι κόρος οὐκ ἦν, ἐντρυφῶντι ταῖς Ῥωμαϊκαῖς κατ' ἀλλήλων καὶ δι' ἀλλήλων στάσεσι, καὶ καιρὸν εἶναι λογιζομένῳ προσήκοντα μάλιστα τοῦτον αὐτοῦ τῇ πλεονεξίᾳ καὶ δώρων τῆς τύχης τὸ κράτιστον. διὸ καὶ καθάπερ φλὸξ ἐπῄει καὶ ἐπενέμετο διηνεκῶς τὰς πρόσω πόλεις καὶ χώρας Ῥωμαίων δουλούμενος, μηδενὸς ὄντος, ὅτῳ ἂν ἀνθίστασθαι ᾖ ταῖς τοιαύταις αὐτοῦ γε ὁρμαῖς. Βυζαντίοις μὲν γὰρ πολλῷ δι' ἐφέσεως μᾶλλον ἦν, καὶ σιωπῶσι καὶ ἐκλαλοῦσι, προδεδόσθαι οἱ μέχρι Χριστουπόλεως ἅπαντα, ἢ Καντακουζηνῷ προσγενέσθαι κτήσασθαι. Καντακουζηνῷ δὲ τοῦτο μὲν ἀβούλητον ὅλως ἦν· περισπωμένῳ δ' ὅμως ἐς τὰς ἐκ τῶν ὁμοφύλων μάχας καιρὸς ὑπερμαχεῖν οὐκ ἐνῆν. διὰ δὴ ταῦτα καὶ πλὴν Θεσσαλονίκης ἅπαντα μέχρι στενῶν Χριστουπόλεως ἐκείνῳ δεδούλωνται· μεθ' ὧν καὶ Σεῤῥῶν ὑπάρχει τὸ μέγα τε καὶ θαυμάσιον ἄστυ, λιμῷ καὶ πολιορκίᾳ μακρᾷ προδοθὲν καθ' ὁμολογίαν, δυοῖν ἀμηχάνοις ἐχθροῖς.
(Β.) Ἐντεῦθεν ὁ Κράλης μείζων ἑαυτοῦ καταστὰς καὶ δαψιλεστέραν ἑαυτῷ ποριζόμενος τὴν ὀφρὺν (ᾤετο γὰρ οὐδὲ τῶν μέχρι Βυζαντίου λειπομένων Ῥωμαίοις ἀνθέξειν οὐδὲν πρὸς τὴν ἐκείνου ῥώμην τε καὶ ἡγεμονικὴν ἀρχὴν) βασιλέα Ῥωμαίων ἑαυτὸν ἀνηγόρευσε, τήν τε βάρβαρον δίαιταν ἐς τὰ Ῥωμαίων ἤμειψεν ἤθη καὶ καλύπτρᾳ καὶ πάσαις στολαῖς διασήμοις, ὁπόσαι τῇ μεγάλῃ ταύτῃ γε προσήκουσιν ἀρχῇ, περιφανῶς ἐχρήσατό τε καὶ χρῆταί γε μέχρι καὶ ἐς ἐμέ. ἤδη δὲ καὶ πρὸς τὸν υἱὸν τὴν ὅλην ἡγεμονίαν ἐνείματο· καὶ τῷ μὲν ἄρχειν παρέσχε, κατὰ τὰ εἰθισμένα τοῖς Τριβαλλοῖς, τῆς ἔκ τε κόλπου τοῦ Ἰονίου καὶ αὖ Ἴστρου τοῦ ποταμοῦ μέχρι τῆς τῶν Σκοπίων πόλεως, ἧς καὶ ποταμὸς Ἀξιὸς ἄνωθέν ποθεν μέγιστος κάτεισι παραψαύων ἡγεμονίας· ἑαυτῷ δ' αὖ τῶν ἐκεῖθεν Ῥωμαϊκῶν χωρῶν καὶ πόλεων, κατὰ τὴν εἰθισμένην Ῥωμαίοις δίαιταν, ἄχρι καὶ ἐς τὰ περὶ Χριστούπολιν τῶν παρόδων στενά. τά γε μὴν ἐκ τῶν τοιούτων στενῶν ἄχρι Σηλυβρίας καὶ Δέρκου πάντ' εἶχεν ἤδη Καντακουζηνὸς ὑποχείρια, πλὴν Χεῤῥονήσου.
(Γ.) Περσικαὶ δὲ δυνάμεις, ἐξ Ἀσίας δι' Ἑλλησπόντου πᾶσαν ὥραν διαπεραιούμεναι, καθάπερ ἐξ οἰκείων ἐς οἰκείας νομὰς καὶ ἐπαύλεις, συχνὰς ἐποιοῦντο νύκτωρ καὶ μεθ' ἡμέραν τὰς θηριώδεις ἐφόδους κατὰ τῶν Θρᾳκικῶν πόλεων, νῦν μὲν αὐτονομίᾳ χρώμενοι λῃστρικῇ, νῦν δὲ συμμαχεῖν προσποιούμενοι Καντακουζηνῷ. ὅπως δ' ἄρα ἦν, ἐνόσουν αἱ πόλεις καὶ μάλα πονήρως εἶχον Ῥωμαίοις πᾶσι τὰ πράγματα. οὔτε γὰρ ὑποζυγίων, οὔτε ποιμνίων οὐδὲν τοῖς ταλαιπώροις Θρᾳξὶν ἐλέλειπτο, οὔτε βοῶν ἀροτήρων οὐδεὶς, δι' ὧν οἱ γεωργοὶ τὰς τῆς γῆς ἀναμοχλεύοντες αὔλακας τὸν ἡμερήσιον καὶ ἀναγκαῖον ἐκπορίζονται δασμὸν τῇ γαστρί. κἀντεῦθεν ἀσπόρου τε καταλελειμμένης τῆς γῆς καὶ ἀνθρώπων ἐρήμου παντάπασι, καὶ τὸ ὅλον εἰπεῖν θηριώδους, ἀπορία χρημάτων ἐμάστιζε μὲν ἱκανῶς τὸν βασιλέα Καντακουζηνὸν, περιϊόντα Θρᾴκην· ἐμάστιζε δ' οὐχ ἧττον καὶ Βυζαντίους, τῆς βασιλίδος Ἄννης καίριον οὐδὲν περὶ τὴν τῶν πραγμάτων μελετᾷν οὔτ' εἰδυίας οὔτ' ἐθελούσης διοίκησιν· ἀλλ' ἀφαιρουμένης μὲν τὸν τῶν ἱερῶν εἰκόνων κόσμον ἀνέδην, καὶ ὃν μὲν ἐκποιουμένης, ὃν δὲ χωνείᾳ παραπεμπούσης· προφάσει μὲν διὰ τὴν ἐς τὰ κοινὰ χρείαν, τὸ δὲ πλεῖστον εἰς ἑαυτῆς ἴδιον κέρδος.
(Δ.) Ταῦτα δ' ἐργαζομένη οὐδὲ τοῦ κακουργεῖν ἀπέσχετο τοὺς ἐνδόξους, καὶ ὅσοι χρημάτων οἰκείων περιουσίᾳ προὔχειν ἐδόκουν. δι' ἃ δὴ καὶ ἐς τὸ μέγα καὶ περιβόητον ἱερὸν τῆς τοῦ θεοῦ Σοφίας, ἀσύλου πάλαι καταφυγῆς κεκτημένον προνόμια, καταφεύγοντας ἀπέσπων φεῦ ἀπηνῶς, καὶ πάσαις ἀπεώθουν χερσὶν εἰς εἱρκτὴν καὶ λήθης ἅπαν φάναι φρούριον· ὡς ἀναγκασθέντας ἤδη λοιπὸν τοὺς ταλαιπώρους (ἐφευρετικὸν γὰρ εἶναί φασι τὴν ἀνάγκην) ἐς τὸ τοῦ Γαλάτου καταφεύγειν φρούριον, τῆς περιστάσεως τοῦτο μηχανησαμένης ἐξ αὐτομάτου φρούριον ὀχυρὸν καὶ ἱεράν τινα ἄγκυραν καὶ ἄσυλον ὄντως καταφυγήν. καίτοι καὶ βαρβάροις καὶ Ἕλλησι, καὶ πάσῃ γῇ καὶ θαλάσσῃ, καὶ πάσαις ἡγεμονικαῖς ἐξουσίαις, εἰθισμένον ἀεὶ δι' αἰῶνος οἴκτου καὶ σπλάγχνων τοιαῦτα κεκτῆσθαι δείγματα. Χριστιανοῖς δ' οὖσιν ἡμῖν, καὶ νῦν μάλιστα χρῄζουσι τῆς ὁμοίας πρὸς θεοῦ τυγχάνειν συμμαχίας, ἀπείρηταί τε καὶ παραλέλυται.
(Ε.) Οὐ μόνον δὲ, ἀλλ' ὥσπερ κάλω ῥαγέντος καὶ δόγματα τῆς ἐκκλησίας ἀνατέτραπται, καὶ θεῖοι πατέρων κανόνες συγκέχυνται καὶ πεπάτηνται. δι' ἃ δὴ καὶ αὐτὸ τοῦ ναοῦ τὸ κάλλος ἠκρωτηρίασται, καὶ ἐς τὸ ἔδαφος ἔῤῥιπται· δεικνύντος οὑτωσὶ προφανῶς τοῦ θεοῦ καὶ διὰ τῶν φαινομένων τὴν τῶν οὕτω παρανομουμένων ὑπερβολὴν, καὶ οἷον τὴν μέλλουσαν προαναφωνοῦντος καὶ ἀπειλοῦντος ἐκδίκησιν. καί μοι δοκεῖ διὰ τοῦτ' ἄνευ σεισμοῦ καὶ περικλονήσεως γῆς γεγενῆσθαι τὸ πάθος τουτί.

βʹ. Ἑσπέρα μὲν γὰρ ἦν ἤδη καὶ οὐρανὸς αἴθριος, περί που τὰ μέσα τῆς νυκτὸς, ὅτε πᾶσι μὲν ἀνθρώπων ὀφθαλμοῖς βαθεῖς ληνοβατοῦσα κίρνησι τοὺς ὕπνους ἡ τῆς νυκτὸς σιωπὴ, πρὸς δ' ᾠδὰς νυκτερινὰς ἀλεκτρυόνες τάς τε πτέρυγας κινεῖν καὶ τὰς ἐμφύτους σάλπιγγας ἀνοίγειν ἐμμελῶς μελετῶσι, καὶ τηνικαῦτα πέπτωκεν ἡ μία τῶν αἰθερίων φάναι τεττάρων ἁψίδων, ἡ πρὸς ἥλιον ἀνίσχοντα βλέπουσα, συνεφελκύσασά τε καὶ συγκαθελοῦσα ἑαυτῇ καὶ ὅσον ὑπήρειδεν ὃ ἐπεκάθητο ἡμισφαίριον· καὶ συντέτριπται μὲν τὰ κρυπτόμενα κάλλη τοῦ βήματος· συντέτριπται δ' ὁ τῶν θείων ἐκείνων κόσμος εἰκόνων· ἡ δὲ διὰ πάντων ἥκουσα χάρις ἔσβεσται ταχὺ, καθάπερ ἄνθος ἐν ἀγρῷ καὶ ῥόδον ἐν λειμῶνι, ὁπότ' ἀκρὶς καὶ κάμπη τις ἀδόκητος ἀθρόον ἐπιδράμοι. ἡ δὲ τοὺς ἱεροὺς ἐκείνους κιόνας περιελίττουσά τε καὶ ποικίλλουσα καὶ νικῶσα τὸ ἁμιλλώμενον ἅπαν Φειδίου λαξευτικὴ παντάπασιν ἐῤῥύη τε καὶ ἔσβεσται, λεπτότητα μιμησαμένη ψηφίδων. πανηγύρεις δὲ καὶ ξυναυλίαι καὶ ἅμιλλαι συνήθεις ἐκεῖ, λογικαί τε καὶ ἱεραὶ, παννύχιοί τε καὶ πανημέριοι, πρὸς ἀφωνίαν μετήνεγκαν τὴν σπουδὴν ὑπ' ἐκπλήξεως. καὶ νῦν τὸ παγκόσμιον θέατρον, τὸ πάσης γλώττης τερπνὸν ἀφήγημα, ὁ πάσης ἀκοῆς γλυκὺς θόρυβος, ἀόρατον ἕστηκε θέαμα, καὶ στήλη τις οἷον ἔμψυχος δι' αἰθέρος ποιουμένη τὴν τραγῳδίαν, καὶ πάσης γῆς προκαλουμένη δάκρυα, καὶ ὥσπερ στόμα διὰ τῆς ὀροφῆς ἄνω διάρασα περιφανῶς ἡλίῳ καὶ ἀστράσι τὴν ἀδικίαν προσαγγέλλει, καὶ τοὺς οὐρανοὺς μονονουχὶ προσκαλουμένη μάρτυρας ἐκεῖνα δὴ τὰ τῶν προφητῶν περιᾴδει πρὸς κύριον· «υἱοὶ μητρός μου ἐμαχέσαντό με· ἐπάταξάν με, ἐτραυμάτισάν με· καὶ ἡ ὑπερηφανία τῶν μισούντων με ἀνέβη διὰ παντός.»
(Β.) Τούτων δ' οὕτω συμβεβηκότων, τῆς φήμης ἕωθεν ῥυείσης καὶ ἀνὰ πᾶσαν διαδοθείσης τὴν πόλιν, βοὴ καὶ θρῆνος ἠγείρετο μείζων, ἢ κατ' ἐκεῖνον τὸν πάλαι, ὁπότε Ναβουχοδονόσορ ὁ Ἀσσύριος, ἄρδην ἐξανδραποδισάμενος Ἱερουσαλὴμ, ὁμοῦ καὶ τὸ τοῦ Σολομωντείου νεὼ καθεῖλέ τε καὶ ἀφῄρηται κλέος. ἐκενοῦντο τοίνυν οἰκίαι πᾶσαι καὶ ἀγοραὶ καὶ θέατρα, καὶ πάντες ἐπὶ τὴν θέαν τοῦ πάθους ἀθρόον ἐξέθεον· καὶ οὐδεὶς ἦν, ὅτῳ προὐργιαίτερον ἕτερον ἦν τῶν ἁπάντων, ὃ τῆς σπουδῆς ἀπασχολῆσαι ταύτης ἂν δυνηθείη. περιστάντες οὖν καὶ ἀπολοφυράμενοι πάντες, ὁπόσον εἰκὸς, ἔπειτα κύψαντες ἐξεφόρουν τὴν ὕλην τῶν ἐρειπίων· καὶ ἦν οὐδεὶς τῶν ἁπάντων τέως ἀξυντελής· οὐδ' ἦν ἐκεῖ διακρίνειν πλούσιον ἐκ πενήτων, οὐδ' ἐξ ἀδόξων ἔνδοξον, οὐδ' ἐκ δεσπότου δοῦλον, οὐ μεντἂν οὐδ' ἐκ βαναύσων εὐγενῆ. ἀλλὰ πρὸς μίαν ἐπίσης ἀνεκίρνατο πάντων ἡ πρόθεσις ζήλου φοράν. πολύ γε μὴν τῶν ἀνδρῶν ἡ τῶν γυναικῶν ὑπερεῖχεν εἰς τοὖργον σπουδή. ἅτε γὰρ εὐπαθέστερον πρὸς δακρύων τὸ γένος φορὰν, πλουσίοις λοιπὸν τοῖς δάκρυσι ῥαίνουσαι τάς τε πλίνθους καὶ πέτρας ἐκείνας ἔπειτα ἐπετίθουν τοῖς ὤμοις, οὐδαμῆ περιλάμπρων ἐνδυμάτων ἐνταῦθα φροντίζουσαι, ῥηγνυμένων καὶ κόνεως πληρουμένων ὑπό τε τῆς πολυμιγοῦς ἐκείνης ὕλης ὑπό τε τῆς ἐξ ἀλλήλων καὶ δι' ἀλλήλων συνεχοῦς τε καὶ ἀγχιστρόφου περιφορᾶς. εἶπεν ἄν τις πηγὰς ἀφιέναι δακρύων τὴν ὕλην ἐκφορουμένην ἐκείνην· οὕτω κατὰ ποταμοὺς ἐχώρει τότε δάκρυα πασῶν ἐκεῖ γυναικῶν, ἐνδόξων ὁμοῦ καὶ ἀδόξων, καὶ οὕτω μακροῖς ἀνεμίγνυτο θρήνοις ὁ ζῆλος ἐκείνων καὶ ἡ σπουδὴ, ῥᾳστώνης οὐδεμιᾶς δυνηθείσης διακόψαι τὸν δρόμον καὶ τὴν συνέχειαν, ἐφ' ὅλοις ἐγγύς που νυχθημέροις τριάκοντα.
(Γ.) Ἐλέγετο μέντοι πρὸς τῶν πολλῶν, ὡς εἰ μὴ προϋπάρχειν συνέβαινε τὰς πρὸς ἕω κρηπῖδας καὶ τὰ ἐρείσματα, ὁπόσα πρὸς Ἀνδρονίκου τοῦ βασιλέως πάλαι ἀνῳκοδόμηνται πάνυ τοι φιλοτίμως, κἂν πολλαπλάσιον ἐγεγόνει τὸ πτῶμα καὶ τῶν γε ἀνιάτων ἓν ἦν. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον· καὶ τὸ θέρος ἐν τούτοις ἐτελεύτα.
(Δ.) Κακῶν δ' ἀνακωχή τις οὔτ' ἦν, οὔτ' ἠλπίζετο· ἀλλ' ἐφ' ἑτέροις ἕτερα διηνεκῶς ἐπέῤῥει, καὶ ἐπὶ τὸ χεῖρον ηὖξε καὶ προὔβαινε. ἥ τε γὰρ γῆ παντάπασιν εἰπεῖν ἄσπορός τε καὶ ἀγεώργητος ἐλείπετο· τῶν τ' ἐπιτηδείων μακρά τις ἐπεπόλαζε σπάνις διὰ τὰς τῶν ἄλλοτ' ἄλλων πολεμίων ἐφόδους· καὶ ἅμα χρημάτων πόρος ἦν οὐδεὶς οὐδαμόθεν, οὔτε τοῖς πένησιν ἐννοῆσαι δι' ἐργασίας ἡστινοσοῦν, οὔτε τοῖς ἄρχουσιν, ὅθεν ἔρανόν τινα δασμολογοῦντες ἀργυρολογήσουσι. καὶ ἦν ἰδεῖν κενουμένας τὰς πόλεις, καὶ τοὺς μὲν ἐς ἀλλοδαπὴν μετοικοῦντας, τοὺς δ' ἐν ἀπογνώσει μένοντας.
(Ε.) Καὶ Λακεδαιμόνιοι μὲν πάλαι χρυσοφορεῖν τὰς γυναῖκας ἔπαυσαν, καὶ ἅμα οἱ τὸ τῆς πάλαι Ῥώμης διοικοῦντες ἀξίωμα, ψηφίσμασί τε καὶ δόγμασι δημοσίοις καὶ ἀσαλεύτοις ἑκάτεροι· οἱ μὲν διὰ τὸ ἐν Λεύκτροις ὑπὸ Θηβαίων σφίσι γενόμενον πάθος, ὁπότε δὴ μικροῦ τὴν πᾶσαν ἔκειρεν ὁπλιτικὴν ἀκμὴν τῆς Σπάρτης Ἐπαμεινώνδας ἐκεῖνος, Βοιωταρχῶν τηνικαῦτα· οἱ δὲ δι' Ἀννίβαν τὸν Καρχηδόνιον, ὁπότε περί τε Κανύσιον πεδίον καὶ Ἀφείδιον ποταμὸν τοῖς κατὰ Ῥωμαίων μακροῖς ἐκείνοις τροπαίοις τελευταῖον τοῦτ' ἐπιθεὶς καὶ συγκλείσας τὴν μυριάριθμον ἐκείνην Ῥωμαίων κατηγωνίσατο στρατιάν· ὡς τοῖς πλουσίοις ἐκείνοις αἵμασι βαφῆναί τε ποταμοῦ τὸ ῥόθιον καὶ, ἄνευ ὕδατος, αἱμάτων ἔχειν ἄνωθεν εἶναι δοκεῖν τὰς πηγάς.
(Στ.) Νῦν δ' ὥσπερ ἐξ ἑνός τινος αὐτομάτου κηρύγματος, διαδραμόντος ἁπάσας πόλεις Ῥωμαίων, μήτε μηδένα ἀνδρῶν μήτε γυναικῶν μηδεμίαν λαμπροφορεῖν, ἀλλ' ὁμόσε πάντας ἑλέσθαι μελαίναις ἐσθῆσι ξυνεπεπτώκει κεχρῆσθαι, οὓς μὲν λύπης ἕνεκα προϋπαρξάσης ἅπαξ, οὓς δὲ διὰ τὰς κοινὰς καὶ δημοσίους κῆράς τε καὶ συμφορὰς τῶν ὁμοφύλων· ὡς μὴ πόλει καὶ πολιτείᾳ τὰ Ῥωμαίων ἐοικέναι πράγματα, ἀλλ' ἀμαυρά τινα καμνόντων εἴδωλα εἶναι, καὶ πόῤῥωθεν μονονοὺ προαναφωνοῦντα ἀλλήλοις τὴν ἔνδον τῆς ψυχῆς φλεγμονὴν, ὅσην ἑκάστῳ δαψιλῶς χορηγεῖν οὐ λήγει τὸ κακόδαιμον νῦν τῆς Ῥωμαίων τύχης· παραπλησίως τῶν ἰατρῶν ἐκείνοις, ἐπάγοντος τοῦ θεοῦ τοῖς κοινοῖς τε καὶ ἰδιάζουσι Ῥωμαίων πράγμασι τὴν ἰατρεύουσαν δίκην, οἳ μὴ τῇ ὀξυτάτῃ καὶ ἀνυσιμωτάτῃ κέχρηνται καυτηρίᾳ, ὅτι μὴ τῇ μαλακωτέρᾳ τε καὶ διὰ μακροῦ ποιουμένῃ τοῦ χρόνου τὴν ἴασιν· ὃ πολλῷ δὴ τοῦ προτέρου δοκεῖ πως ἀνιαρότερον, οὐ συνιεῖσι τοῖς πλείστοις τοὺς θείους καὶ οἰκονομικοὺς τῆς προνοίας τρόπους, ὁπότε καιρὸν ἐθέλοι διδόναι μετανοίας τοῖς τὰ μέγιστα ἁμαρτάνουσιν. ἀνθρώποις μὲν γὰρ πολλῷ ῥᾷον τὰς οἰκείας ἐστὶν οἰκοδομίας καθαιρεῖν, ἢ κτίζειν· θεῷ δὲ, φιλανθρώπῳ γε ὄντι, ταχίστην μὲν τὴν οἰκοδομὴν καὶ σύστασιν, καὶ θᾶττον ἢ λόγος, τῶν γινομένων ποιεῖσθαι· τὴν δέ γε καθαίρεσιν διὰ μακροῦ τε τοῦ χρόνου καὶ βραδυτέραν ὡς τὰ πολλὰ, καὶ μάλα μόλις· μονονουχὶ δεικνύντι περιφανῶς, ἑκάτερον εἶναι, τὸ μὲν αὐτῷ κατὰ βούλησιν, τὸ δὲ κατ' ἀμφότερα· τό,τ' ἀβούλητον καὶ ὃ πρὸς διόρθωσιν ἔχει κράτιστον σύμβουλον ἅμα καὶ σύμμαχον τὸν τοῦ χρόνου δίαυλον.

γʹ. Ταῦτ' ἐννοῶν καὶ αὐτὸς οὔτε νωθρότητα περὶ τὰ πολέμια καὶ ἀφέλειαν περὶ τὴν ἐνεστῶσαν περίστασιν ἔχω καταγινώσκειν τοῦ βασιλέως Καντακουζηνοῦ, οὔτε ζηλοτυπίαν καὶ κότον ἀπέραντον Ἄννης αἰτιᾶσθαι, καὶ ἀκατάλλακτον ἔχθραν· ἀλλὰ μυστικωτέρους τινὰς τῆς προνοίας τρόπους· ἣ τὰ πάντα καλῶς διοικοῦσα τὰς ἐν ἄλλοις ἡμαρτημένας αἰτίας καιροῖς ἐν ἑτέροις λαμπρῶς ἀποδίδωσι, γεωργίας μιμουμένη λόγους· ἣ καὶ αὐτὴ τὴν τῶν σπερμάτων καταβολὴν ἐν ἄλλοις τῇ γῇ ποιουμένη καιροῖς ἐν ἑτέροις τρυγᾷ τοὺς καρπούς.
(Β.) Διὰ δὴ ταῦτα καὶ μνησθῆναι μιᾶς τινος ἀνεπιφθόνως τῶν ἐπιστολῶν Καντακουζηνοῦ, γενομένοις ἡμῖν ἐνταυθοῖ τῆς διηγήσεως, πρὸς βουλήσεως γίνεται· αἳ διὰ τοῦτο σεσίγηνταί μοι μέχρι νῦν, καὶ ταῦτα πολλαί τινες οὖσαι καὶ συνεχεῖς αἱ πεμπόμεναι πρὸς αὐτοῦ Βυζαντίοις, ὅτι πολλήν τινα τὴν ὑπόπτωσιν εἶχον καὶ σμικροπρεπῆ τινα τὴν παράκλησιν· ἐξὸν διαγρηγορήσαντι στρατηγικώτερον τρόπον κραταιοτέραν ποιήσασθαι καὶ σπουδαιοτέραν τὴν τοῦ ἀγῶνος κρίσιν, καὶ μὴ μάτην οὕτω τρίβειν τὸν χρόνον, καὶ φθείρειν μὲν ἑαυτὸν, φθείρειν δὲ τὰ Ῥωμαίων οὐ δέον πράγματα, ὡς καὶ ἐς γόνυ πεσόντα ἤδη μηκέτ' ἐλπίζειν ῥᾳδίως ἐπὶ τῶν εἰθισμένων κρηπίδων ἑστήξειν· ἔχειν γὰρ αὐτὸν, εἴπερ ἐβούλετο, πρὸς ἀρχαιότερα τὴν μίμησιν ἀναφέρειν τῶν ἔργων, Ἀλεξίου τοῦ Κομνηνοῦ δηλαδὴ καὶ τῶν πρὸ αὐτοῦ (ὧν ἡ ὀξύτης εὐχερῶς Βυζαντίοις ἀφείλετο, προσηκόντως φυλάττεσθαι τὴν τῶν πολεμίων ἐπίνοιαν καὶ τὸ τῆς ἐφόδου τάχος) καὶ μυρία ἐν ἄλλοις ἄλλα τῶν τε ὁμοφύλων καὶ ἀλλοφύλων, παραπλησίαις καὶ μείζοσιν ἐντετυχηκότων ἄλλοτ' ἄλλως ἄλλων περιστάσεσι βιαίων καὶ δυσανταγωνιστικωτέρων μάλα πραγμάτων.
(Γ.) Ὅμως ἐπεὶ τοῖς τῆς προνοίας ἀποῤῥήτοις πελάγεσι τὸ τῶν τοιούτων λόγων ἐπαφήκαμεν σκάφος, φέρε τὴν ὑπόσχεσιν ἀποδῶμεν, μιᾶς τινος τῶν Καντακουζηνοῦ μακρῶν ἐς Βυζαντίους ἐπιστολῶν ποιησάμενοι μνήμην, τοῦ τε μήκους ὑφαιρούμενοι τὰ πλεῖστα, τοῦ ἐπαχθοῦς εἵνεκα, καὶ ἅμα τὸ ἀκαλλὲς τῶν λέξεων πὴ μὲν μικρὸν ὑπερείδοντές τε καὶ ἀνεγείροντες, τοῦ εὐπρεποῦς εἵνεκα τῶν ἀκούσειν μελλόντων, πὴ δ' ἐῶντες, διὰ τὴν τῆς ἀληθείας ἐναργεστέραν τῶν λεγομένων δήλωσιν.
(Δ.) «Οἶσθα», φησὶν, «ἁγιώτατε δέσποτα πατριάρχα, τὴν φιλίαν, ὁπόσην ἐνεδειξάμην πρὸς σὲ καὶ τὴν σὴν τιμὴν, καὶ ὁπόσοι σοι κατὰ γένος προσῆκον· ὅσην τε σπουδὴν εἰσήνεγκα, πρὸς τὴν πατριαρχικὴν ἀναχθῆναί σε περιωπὴν, μήτε μηδεμιᾶς γενομένης μνήμης οὐδενὶ τῶν ἐπισκόπων καὶ πρεσβυτέρων ἐν ταῖς πατριαρχικαῖς ψηφηφορίαις περὶ σοῦ, μήτ' αὖ ἡμῶν εἰσαγαγόντων τὴν μνήμην ὀψὲ τὴν σὴν, ἀναμφίλεκτον εὑρηκότων τὴν εἰσαγωγὴν, ἀφανείᾳ τετιμημένην τέως μακρᾷ καὶ βαθείᾳ. ὅμως οἶσθα, ὁπόσους τηνικαῦτα διηντλήκαμεν ὑπὲρ τῆς σῆς τοὺς πόνους τιμῆς, πάντων ἀνθισταμένων μικροῦ, καὶ τυραννικὴν καλούντων ἐκείνην ἡμῶν τὴν σπουδήν. οἶσθα δ' αὖ καὶ μετὰ τὸ γενέσθαι, πόσαις ἐνέτυχες περιστάσεσι πρὸς τοῦ Ἀποκαύκου, τὰς βασιλικὰς ὑπορύττοντος ἀκοὰς, καὶ συχνὰ τῶν θρόνων σε πείθοντος καθελεῖν. ὧν ἁπάντων καθαιρέτης ὑπῆρχον αὐτὸς, μηχανήμασιν ἀνθιστὰς μηχανήματα καὶ ἑλεπόλεσιν ἑλεπόλεις, καὶ πύργος σοι γινόμενος κράτιστος καὶ θεμέλιος ἄσειστος. Δέον οὖν καὶ σὲ τοῖς ὁμοίοις ἡμᾶς ἀμείβεσθαι, σὺ δὲ καὶ προσεπιδαψιλεύσω τὰ χείριστα καθ' ἡμῶν. δεηθῆναί σε χρεὼν τοίνυν τοῦ θεοῦ, μὴ παραπλησίου τυχεῖν ἐκείνου κριτοῦ. καὶ εἰ μὲν εἰς πεῖραν ἰὼν πρότερον συνεβούλευες μὲν ἐμοὶ τὰ δοκοῦντα χρηστὰ, εὕρισκες δ' οὖν δυσανασχετοῦντα καὶ μὴ πειθόμενον, ἄν τινα πρόφασιν ἡ σὴ καθ' ἡμῶν τῆς κακίας ταύτης συσκευή. νῦν δ' οὐδένα σοι λόγον εὐπροφάσιστον οἶμαι λελεῖφθαι, πρὸς ἀπολογίαν τῶν οὕτω δρωμένων ἰόντι. ἅπαξ γὰρ ἀπειρηκότι παντάπασι τὴν πρὸς ἐμὲ τοῦ λοιποῦ συμφωνίαν, ἐξ οὐδεμιᾶς προφάσεως, οὐδένα περὶ τῶν ἀποβαινόντων ἐντεῦθεν τοῖς Ῥωμαίων πράγμασι δυσχερῶν ποιεῖσθαι λόγον πεφρόντικας. Εἰ οὖν ὀψὲ γοῦν, μετὰ τὴν πεῖραν τῆς ἀποβάσεως καὶ τῶν ἐν ὄψει διηνεκεῖ κακῶν, εἰς τὸ τῆς εἰρήνης ἀποβλέψαις καλὸν, σώζεις μὲν τὸ κατάλειμμα τῶν Ῥωμαίων, σώζεις δὲ σαυτὸν, καὶ βασιλέα τὸν νέον, μετὰ τῆς μητρὸς καὶ βασιλίδος Ἄννης. εἰ δὲ τοῖς ὁμοίοις ἔτι θέλεις ἐμμένειν, ἡμεῖς μὲν οὐκ ἐθελονταὶ βουληθείημεν ἄν ποτε γενέσθαι τῆς οἰκείας τύχης καὶ ζωῆς προδόται· σοὶ δ' ἔσται μετάμελος ἀνόνητος, αἰσχυνομένῳ καὶ κινδυνεύοντι περὶ τὰ μέγιστα, σύν γε δὴ τοῖς ταὐτά σοι συμβουλευομένοις. Ὄμνυμι δέ σοι τὴν ἁγίαν καὶ ζωαρχικὴν τριάδα, τὸν ἕνα θεὸν, ὡς οὔτε ζῶντος τοῦ μακαρίτου βασιλέως, οὔτε θανόντος, μεμελέτηκα οὔτε βεβούλευμαι δρᾷν τῶν ἁπάντων οὐδὲν, ὃ μὴ κατὰ γνώμην ἦν ἐκείνῳ, τῶν βασιλείων ἕνεκα πραγμάτων δηλαδὴ, οὔτε μὴν κατὰ τῆς ἐκείνου συζύγου, οὔτ' αὖ κατὰ τοῦ νέου βασιλέως κἀκείνων υἱέως· οὔθ' ἣν ἀπεδίδουν μετὰ τὸν τοῦ βασιλέως θάνατον βασιλικὴν ἔμοιγε τιμὴν, ἐν ταῖς ὑπαντήσεσι τῶν οἰκείων ἀποβάντες ἵππων, τῆς ἐμῆς ἐτύγχανε γνώμης, ἀλλά τις ἰδιότροπος ἐκείνων ὁρμή. ἐγὼ δὲ πάντ' ἔδρων ἀεὶ μετὰ τῆς οἴκοθεν δαπάνης, ὅσα συντήρησιν εἶχε τῆς τούτων ζωῆς, καὶ ἀσφαλείας σφίσιν ὑπῆρχεν ἀκρόπολις. Οὐ τοίνυν σιωπήσειν εἰς τέλος τὴν θείαν οἴομαι δίκην, τοσαύτης μὲν ῥαγείσης κατ' ἐμοῦ καὶ τῶν σὺν ἐμοὶ τῆς ἀδικίας ἐξ ὑμῶν, τοσούτων δὲ χεθέντων αἱμάτων, τοσούτων δὲ γενομένων καὶ γινομένων διὰ τὴν ὑμετέραν κακίαν ἐφόδων βαρβαρικῶν, τοσούτων δ' αἰχμαλώτων νύκτωρ καὶ μεθ' ἡμέραν ἀπαγομένων· ἀλλὰ ταχεῖαν καὶ ἀποχρῶσαν καὶ καθ' ὑμῶν ἐποίσειν τὴν ἐκδίκησιν, ὥσπερ δῆτα καὶ κατὰ τῶν ἄλλων, οὓς ἔργον ξίφους, ἐμοῦ σιωπῶντος, ἐπεπράχει τὸ θεῖον πρὸ ὀφθαλμῶν ὑμῶν, ἵν' ὑμεῖς τοῖς τῶν ἄλλων κακοῖς παιδευθείητε. εἰ μέντοι τοσαύτην ἐθρέψατε δι' ἐμὲ τὴν θηριωδίαν ἐν τῇ ψυχῇ κατὰ πάντων ἁπλῶς Χριστιανῶν, καὶ σιδήρου μὲν παντὸς σκληροτέραν ἐκτήσασθε τὴν καρδίαν, φειδὼ δὲ πᾶσα καὶ οἶκτος ἅπας καθάπαξ ἐῤῥύη τῶν σπλάγχνων, μάρτυς ἔστω πρῶτον μὲν ὁ τὰ πάντα βλέπων ἀκοίμητος ὀφθαλμὸς τοῦ θεοῦ· δεύτερον δ', ἡ τὰ πάντα βόσκουσα τἀν γῇ λαμπὰς ἡλίου, ὡς τό γ' ἐμὸν παντάπασι μέρος ἀπολελόγημαι, καὶ πλειόνων οὐ δέομαι λόγων. Ἅπτομαι δ' οὖν καὶ τῶν σῶν γονάτων ἁπάσῃ προθέσει ψυχῆς, καὶ πρὸς τὸν ἁπάντων ὁρκίζω σε ποιητὴν, μὴ κατοκνήσαντι γένοιτό σοι τὴν ἡμετέραν ταύτην γραφὴν λήθης ἐκδοῦναι ῥοθίοις καὶ ἀφανείας πυθμέσι καλύψαι. ἀλλὰ κοινῶσαι φίλοις καὶ συγγενέσι, κοινῶσαι συνετοῖς ἀνδράσιν· ἵνα δυοῖν θάτερον, ἢ τὰ συνοίσοντα συμβουλεύσασι πείθεσθαι ἔχῃς, ἢ μάρτυρες γοῦν τῶν γινομένων τε καὶ ἀποβαινόντων εἶεν αὐτοί.»
(Ε.) Ἐκεῖνος μὲν οὖν ἐρυθροῖς τε καὶ οἰκειοχείροις εἰς μῆκος ἐκτείνας γράμμασι τὴν ἐπιστολὴν, καὶ πολλῇ τῇ περὶ τὴν δέησιν σμικροπρεπείᾳ τοῦ ἤθους χρησάμενος, ἵνα τῷ ἄκρῳ τοῦ μέσου τύχῃ, τὸν λόγον ἐνταῦθά που κατέπαυσεν. ἡμεῖς δὲ, τἀναγκαιότερα τῆς προθέσεως ἐκεῖθεν ἐρανισάμενοι, τὴν προσήκουσαν ἐξεθέμεθα δήλωσιν ἐνταυθοῖ.

δʹ. Τῷ γε μὴν πατριάρχῃ ταῦτα ἀκηκοότι, οὐχ οἵαν κατὰ τῶν πρὶν πεμπομένων, τοιαύτην κἀνταῦθα τὴν ὀφρὺν ἐπεδείξατο· ἀλλ' ἐς τὸ σωφρονέστερον τὴν διάθεσιν τῆς ψυχῆς ὑπὸ τῶν τοῦ χρόνου κυμάτων πεπεισμένος τρέπειν τοιάδε τινὰ ἀπεφθέγξατο.
(Β.) «Ἀμφοτέροις (φησὶν) εἰκότως ἄν τις ἐπιτιμήσειε, Καντακουζηνῷ τε κἀμοὶ, ἀνθρωπίνως διατεθεῖσι πρὸς τὴν παροῦσαν σπουδὴν, καὶ μηδὲν ὑψηλότερον ἐννοεῖν βουληθεῖσιν, ὡς εἰ μὴ κἂν τὰ τῆς ἄνωθεν συνεπιλαμβάνοι προνοίας, μάταιος πᾶσα καθάπαξ εἰπεῖν τῶν ἀνθρώπων σπουδή. ὅθεν ὀψὲ, μετὰ μακρὰν καὶ δριμυτέραν τὴν πεῖραν, τὸ δέον μανθάνειν ἀρχόμεθα, ὅτε δυσχερὴς ἡ τῶν σφαλμάτων ἐστὶ διόρθωσις. ὁ μὲν γὰρ εἰς τὸν βασιλέα Μιχαὴλ τὸν Παλαιολόγον τὴν μνήμην ἀνενεγκὼν ἐμέμψατο τὴν εἰς τὸν τοῦ τελευτήσαντος βασιλέως υἱὸν ἀδικίαν καὶ τὴν τοῦ βασιλείου κράτους τυραννικὴν ἀντίληψιν· καὶ βέλτιον ἢ κατ' ἐκεῖνον εἰς τὴν τοιαύτην καὶ αὐτὸς ἐληλυθέναι βεβουλημένος ἐγχείρησιν, αὐτὸς μὲν ὑπούλως καὶ μετά τινων ἀπατηλῶν καὶ σεσοφισμένων προφάσεων, τὸ βασίλειον περιζώσασθαι κράτος βεβούλευται· τὸν δὲ τοῦ τετελευτηκότος υἱὸν βασιλέως εἰληφέναι γαμβρὸν ἐπὶ θυγατρὶ πρὸς διαδοχὴν τῆς βασιλείας· πρᾶγμα δικαιότερον ἴσως καὶ ἥμερον, καὶ πάσης μέμψεως ὑπερόριον ἔχον τὸν πόδα. οὗ κατὰ βούλησιν θείαν οὐκ ὄντος, ὡς ἔοικε, συνεπεπτώκει κἀμὲ πρὸς ἐπισφαλεῖς διανοίας τὸν νοῦν ἀγαγεῖν, καὶ πολέμιον ἰσχυρὸν τοῖς ἐκείνου τοιούτοις βουλεύμασι καταστῆναι, ἀναμνησθέντα τῆς τοῦ τηνικαῦτα πατριαρχεύοντος Ἀρσενίου νωθρότητος· δι' ἣν, ὡς ἡμῖν γε νενόμισται, ἐπιορκίαι ποικίλαι τε καὶ φρικώδεις προὔβησαν, καὶ τὰ τῆς τότ' ἀδικίας ἐπὶ τὸ μέγιστον προκεχωρήκει· ὡς ἐκεῖθεν τῆς τοῦ θεοῦ σφοδρῶς ἐκκαυθείσης ὀργῆς, τὰ μέγιστα κατὰ Ῥωμαίων βλαστῆσαι κακὰ, καὶ μακροὺς κακοδαιμονίας ἐγερθῆναι κατὰ τῶν κοινῶν πραγμάτων καὶ βιαίους κλύδωνας ἄχρι καὶ ἐς τὴν τήμερον. ᾤμην γὰρ, ὡς εἰ ζῶσαν ἔχων ἐκεῖνος τότε ψυχὴν ἀνθίστατο τοῖς ἐκείνου περὶ τῆς βασιλείας βουλεύμασί τε καὶ πράγμασιν, ἥκιστ' ἂν δήπου τοσαῦτα κατὰ Ῥωμαίων ἐκέχυτο τὰ δεινά. ὅθεν τὴν τότε προσήκουσαν μὲν θεραπείαν, ἥκιστα δὲ γενομένην, ἐν τοῖς νῦν καιροῖς καὶ πράγμασιν ἐπιδείκνυσθαι θέλων αὐτὸς, καὶ πολύν τινα τὸν τῦφον καὶ τὴν ὀφρὺν ἐπισυρομένους θρέψας λογισμοὺς, ἁπάσῃ προθέσει ψυχῆς εἰς τὸν κατὰ τοῦ Καντακουζηνοῦ διανέστην πόλεμον, λαμπρᾶς τινος δῆθεν προφάσεως ἔχων ἐφόδια πρὸς διέγερσιν, τά τε ἄλλα καὶ ὅπως ἐκ τοῦ παραχρῆμα πρὸς ὑπεροψίαν ἤθους ἑαυτὸν μετεσκεύασε, καὶ ἅμα κἀν ταῖς τῶν οἰκείων ἐπιστολῶν ἐπισημασίαις τὸ σύνηθες δοῦλον ἀπείπατο, ἀφαιρούμενος ἄντικρυς Ἄννης τῆς βασιλίδος καὶ τοῦ ταύτης υἱοῦ τὴν ἡγεμονικὴν ἐξουσίαν. διὸ καὶ πεπράχαμεν ἄμφω πλέον οὐδὲν, ἢ πᾶσαν ἐκτρῖψαι Ῥωμαίων ἄρδην ἰσχὺν, καὶ μέχρι θεμελίων αὐτῶν καθελεῖν, εἴ τί που χρηστῶν ἐλπίδων τοῖς πράγμασι λέλειπται ζώπυρον. τοῖς γὰρ ἀνθρωπίναις ἀναρτῶσι τὸ πᾶν ἐπινοίαις ἐξ ἀβουλίας ἐς τοιαύτας κατενηνέχθαι κῆρας οὐδὲν ἀπεικὸς ὅτι μὴ καὶ τῷ θείῳ μάλα προσῆκον σκοπῷ, χαλινὸν μὲν ἐπιτιθέντι σαφῆ τῇ τῶν ἀνθρωπίνων λογισμῶν αὐθαδείᾳ, διδασκαλίαν δ' ἐναργῆ διὰ τῆς τῶν πραγμάτων πείρας περιφανῶς τοῖς ἐφεξῆς αἰῶσι παραπέμποντι· ὡς ἡμῖν τὰ τῆς παροιμίας ἄντικρυς συμβαίνειν ἐκείνης, ἡ κάμηλος (λεγούσης) ἐπιθυμιάσασα κεράτων καὶ τὰ ὦτα προσαπώλεσεν. ἐπιθυμιάσαντες γὰρ καὶ αὐτοὶ δόξης καὶ τύχης μείζονος, καὶ καιρὸν ἔχειν ἑκάτεροι δόξαντες ἐκτεῖναι τοὺς τῶν Ῥωμαίων ὅρους, καὶ τῶν ὄντων ἐξέστημεν· κἀκ πλουσίων πένητες, κἀξ ἐνδόξων ἄδοξοι γεγενήμεθα. ἃ τοίνυν ἐχρῆν ἡμῖν καὶ διανοεῖσθαι καὶ δρᾷν ὑπὲρ τοῦ κοινῇ συμφέροντος, πρὶν ἢ παθεῖν, ὀψὲ γοῦν, μετὰ τὸ παθεῖν, ἄξιον καὶ διανοεῖσθαι καὶ δρᾷν· ἵνα μὴ καὶ τῶν ἁλιέων ἐκείνων ὦμεν χείρους, οἷς μετὰ τὸ πληγῆναι τὴν τῶν καθηκόντων προσγίνεσθαι ἔπεισιν αἴσθησιν.»
(Γ.) Ταῦτα διανοηθεὶς καὶ φθεγξάμενος ὁ πατριάρχης λόγοις πιθανωτέροις ὑπῄει καὶ ἐπεχείρει πείθειν συνθέσθαι καὶ τὴν βασιλίδα Ἄνναν. εἶναι γὰρ ἔφασκε βέλτιον, ἑκόντας Καντακουζηνῷ σπεισαμένους, τὴν κρείττω μοῖραν καρποῦσθαι, πρὶν ἀφαιρεθέντας ἅπαντα οὐχ ἑκόντας μηδὲ τῆς ἐλαχίστης ἀδακρυτὶ κληρούχους εἶναι δύνασθαι. πρὸς ταῦτα δυσχεράνασα λίαν ἡ βασιλὶς ἐπίβουλον ἐκάλει τὸν σύμβουλον, καὶ ὅλαις παλάμαις πόῤῥω που τῶν ὀφθαλμῶν ἐώθει τὸν ἄνθρωπον. αὕτη σκανδάλων ἀρχὴ καὶ κατάστασις πρώτη κατὰ τοῦ πατριάρχου τῇ βασιλίδι καθίσταται.
(Δ.) Ἀφ' οὗ γὰρ τὸ τῆς ζηλοτυπίας αὐτὴν κατέσχε πάθος, ὃ κατὰ τοῦ βασιλέως Καντακουζηνοῦ καὶ τῆς βασιλίδος Εἰρήνης εἰς τὸ δαψιλέστερον ἔθρεψεν, οὐδ' ἄκροις ὠσὶν οὐδαμῆ ποτ' ἠνείχετο λόγον ἀκούειν ὑπὲρ ἐκείνων συμβατικόν. ἀλλ' ἦν αὐτῇ διάπυρος ἔρως καὶ ξένον ἐντρύφημα, λοιδορίας ἁπάσας καὶ βλασφημίας ἀσέμνους κατ' ἐκείνων καὶ λέγειν ἀεὶ, καὶ λεγόντων ἄλλων ἀκούειν. τοῦτο περιφανῆ καὶ κατάδηλον πέπραχε πᾶσιν ἐν βραχεῖ τῆς ὅλης κακίας τὴν ῥίζαν, ὅθεν καὶ ἡ τῆς ἐμφυλίου μάχης ἐβλάστησε πρόφασις, καὶ ὅπως εἰς τέλος παρέμεινε δαπανῶσα καὶ φθείρουσα τὰ Ῥωμαίων πράγματα. ἦν δ' ἡ τῆς βασιλίδος Ἄννης ζηλότυπος καὶ χαιρέκακος γνώμη, καθάπερ ἡμῖν ἐν τοῖς ἀνωτέρω πολλάκις εἴρηται λόγοις· ἧς τὴν Ῥωμαίων ἠλλάξατο προδήλως εὐδαιμονίαν αὕτη, καὶ δι' ἣν τῶν ὅλων προδότις πραγμάτων ἐγένετο.
(Ε.) Οὐ τοσοῦτον δ' οἶμαι νεμεσῴη ἄν τις αὐτῇ, μὴ δυνηθείσῃ διαβλέψαι καὶ διακρῖναι τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος, γυναικί τε οὔσῃ καὶ ἀλλοφύλου τροφῆς καὶ διαίτης ἡλικιώτιδι, καὶ ἅμα μὴ δυναμένῃ παντάπασιν ἀνανῆψαι τοῦ τῆς ζηλοτυπίας πάθους, ὅσον αὐτῷ τε πατριάρχῃ καὶ συγκλήτῳ πάσῃ καὶ γερουσίᾳ τοσαύτῃ, τῇ παραλόγῳ ταύτῃ καθάπερ ἀνδράποδα πειθομένοις ἐξουσίᾳ, κύβον τ' ἀναῤῥῖψαι τοσοῦτον καὶ πρὸς ἕνα λαθόντας ἐθελοντὰς ῥιφῆναι κίνδυνον, καὶ κοινὸν ἀλλήλοις γενέσθαι δυστύχημα καὶ ναυάγιον. ἀλλὰ ταῦτα μὲν ἐν τούτοις ἦν· καὶ ἡ τῶν τῆς βασιλίδος Ἄννης κατὰ τοῦ πατριάρχου σκανδάλων πρόφασις ἐκ τοιούτων σπινθήρων ἀναῤῥιπίζεσθαι πρὸς αἰθερίας φλόγας ἔσχε τὴν ἀρχήν.

εʹ. Ὁ δὲ Καντακουζηνὸς, ἀπογνοὺς τὴν ἐντεῦθεν εἰρήνην, ἑτέρας ἐπεχείρησε τέμνειν αὔλακας ἐννοιῶν τε καὶ πράξεων. καὶ πρῶτον μὲν σπεύσας εἷλε Σηλυβρίαν καθ' ὁμολογίαν, ἐν ᾗ καὶ πύργον εἰς ἀκροπόλεως ἀσφάλειαν ᾠκοδομήσατο πάνυ τοι ὀχυρόν. ἔπειτ' ἀπιὼν εἰς Ὀρεστιάδα καὶ συνηθροικὼς τούς τε κατὰ Θρᾴκην ἐπισκόπους, καὶ ὅσοι φυγάδες ἐκ Βυζαντίου γενόμενοι συμπαρῆσαν αὐτῷ, βασιλικὴν περιτίθησι τῇ κεφαλῇ ταινίαν, κατὰ τὸ πάλαι κεκρατηκὸς τοῖς βασιλεῦσιν ἔθος, τῇ τοιαύτῃ πανηγύρει διακονησαμένου τοῦ τῶν Ἱεροσολύμων πατριάρχου. ἔτυχε γὰρ καὶ αὐτὸς μετὰ τῶν ἐκ Βυζαντίου φυγάδων ἐκεῖ τηνικαῦτα παρών. ἔπειτα κραταιότερον ἐπέθετο Βυζάντιον ἑλεῖν ταῖς κρύφα συσκευαῖς καὶ ἐπιβουλαῖς.
(Β.) Διὸ καὶ τὸν τῆς Βιθυνίας σατράπην Ὑρκανὸν, μεγίσταις δωρεαῖς τε καὶ ὑποσχέσεσι τῆς βασιλίδος Ἄννης ὁρῶν ὑποκλίνειν σκεπτόμενον, καὶ ἅμα συννοῶν, ὡς τὰ μέγιστα σφῆλαι δύναται πᾶσαν ἣν ἂν οὗτος ἐπιβάληται δρᾷν κατὰ Βυζαντίων ἐγχείρησιν, γείτων τε ὢν ἐγγύτατος καὶ τῇ δυνάμει τοὺς κατ' αὐτὸν ἤδη Περσικοὺς ὑπεραίρων σατράπας, τῶν ἀναγκαίων ἐνόμισεν, ἀγαγέσθαι γαμβρὸν ἐπὶ τῇ θυγατρὶ Μαρίᾳ, πάλαι τοῦτο ζητοῦντα σὺν σφοδρῷ καὶ φλέγοντι τῷ πόθῳ, καὶ πρὸς τοὺς ἐσχάτους ἐλάσαι κινδύνους, εἰ μὴ τῆς ἐρωμένης ἐπιτυχὴς γένοιτο, σφοδρῶς ἀπειλοῦντα. οὐ γὰρ ἦν που τῶν εἰκότων, ὡς ποῤῥωτάτω που διαιτώμενον, πάνυ τοι νέας οὔσης καὶ εὐπροσώπου τῆς κόρης καὶ γένους εὐδαίμονος, ἐραστὴν ἐκ μόνης γενέσθαι τῆς ἀκοῆς, ἄνδρα παρηβηκότα καὶ βάρβαρον. κἀπειδὴ τοὺς περὶ ψυχῆς ἑώρα τὸν Καντακουζηνὸν ἀγῶνας τέως σταδιοδρομοῦντα, καιρὸν ἔχειν ᾠήθη, κραταιότερον ἐπιθέσθαι τῇ ζητήσει. διὸ καὶ νῦν μὲν ταῖς τῆς συμμαχίας ὑποσαίνων ἐλπίσι, νῦν δὲ ταῖς ἀπειλαῖς περιδεᾶ καθιστῶν (ἦν γὰρ εἰς πλοῦτον ἐληλακὼς βαθὺν καὶ σφόδρα πολυτελῆ, καὶ μεγάλην ἔχων ἀρχὴν ἐν Ἀσίᾳ, καὶ πολλὴν περιβεβλημένος δύναμιν ὅπλων καὶ στρατῶν Περσικῶν) οὐκ εἰς μακράν γε ἐτετυχήκει τοῦ ποθουμένου, καὶ τὰς τῆς βασιλίδος Ἄννης σπονδὰς εὐθὺς ἀπείπατο. καὶ ἦν ἐντεῦθεν φοβερός τις καὶ ἄμαχος Καντακουζηνός.
(Γ.) Ἀχθεσθεῖσά γε μὴν ἡ βασιλὶς Ἄννα τῷ γεγονότι καὶ ἀπογνοῦσα τῶν ἐκεῖθεν ἐλπίδων ἐφ' ἑτέρας ἐτρέπετο· καὶ δῶρα τὴν ταχίστην δαψιλέστερα πέμψασα τοῖς περὶ Φιλαδελφίαν σατράπαις Κᾶρας καὶ Λυδοὺς συνήθροισε, καὶ Ἴωνας, καὶ ὅσοι τῶν ἱππέων ἦσαν ἐκεῖθεν ἐπίλεκτοι Περσῶν. καὶ τὸ ἔαρ ἐν τούτοις ἐτελεύτα.
(Δ.) Ἄρτι δὲ τοῦ ἡλίου τὰς θερινὰς ποιουμένου τροπὰς, τὸν Ἑλλήσποντον ἡ Περσικὴ διαπεραιωσαμένη δύναμις αὕτη, εἰς ἓξ χιλιάδας ἔγγιστά που τὸν ἀριθμὸν ἀναφέρουσα, λείαν Μυσῶν τὰ ἐκεῖθεν ἄχρι καὶ ἐς Βυζάντιον ἐπιπορευομένη πάντα πεποίηται, μηδὲν διακρίνουσα, ὁποτέρας εἴη τὰ ἐν ποσὶν αὐθεντίας· ἀλλ' ὁμοῦ πάντα κέρδους ἕνεκα λογιζομένη χρήματα. ἐπεὶ δὲ ξύν γε τῷ πάντ' ἀριθμὸν ὑπερβαίνοντι πλήθει τῶν αἰχμαλώτων καὶ τῶν λαφύρων ἐκείνων πρὸ τῶν τοῦ Βυζαντίου τειχῶν ἰόντες ηὐλίσαντο, πολλῆς τῆς δεξιώσεως καὶ φιλοφροσύνης ἠξίωνται πρὸς τῆς βασιλίδος Ἄννης, μηδαμῆ τῶν πρασσομένων αἰσθάνεσθαι βουλομένης, μηδ' οἶκτον γοῦν τινα βραχὺν λαμβανούσης ὁπωσοῦν τοῦ μεγάλου πάθους ἐκείνου καὶ τῆς κοινῆς τῶν αἰχμαλώτων κραυγῆς, ἣ μέχρι τῶν αἰθερίων ἁψίδων ἀναφερομένη μικροῦ πᾶσαν ἐξέπληττεν ἀκοὴν Βυζαντίων καὶ πάντας ἠνάγκαζεν ὀφθαλμοὺς ἀφιέναι δακρύων πηγάς· καὶ μάλισθ' ὅτε δίκην ὁρμαθῶν ἁλύσεσι δεδεμένους ἐκ τῶν τραχήλων κομίζοντες τοὺς ἀθλίους οἱ βάρβαροι παρὰ τὰς τῆς πόλεως πύλας συχναῖς ταῖς μάστιξιν ἔπαιον, ἔπληττον, ἐτίτρωσκον, πολυταλάντου πράσεως ἕνεκα. ἐφ' οἷς ἀμείλικτος ἔμενε τὸ παράπαν αὐτὴ, καὶ ὥσπερ ἐπεντρυφῶσα τοῖς γινομένοις. ἅτε γὰρ οἶμαι ἀλλόφυλος οὖσα, καὶ ἅμα τὴν τῆς γνώμης ἕξιν σκληροτέραν ἐκ φύσεως ἐσχηκυῖα, πᾶσιν ὁμοίως ἤχθετο Ῥωμαίοις καὶ κατὰ πάσης ἄρδην ἐχώρει τύχης.
(Ε.) Ἐπεὶ δ' ἐκείνων ζητούντων τοὺς ἐπὶ τοὺς πολεμίους ἄξοντας, καὶ ἡγεμόνας ἐσομένους τῆς ὁδοῦ καὶ τῆς μάχης, στρατιώτας Ῥωμαίων πολλή τις ἦν ἀπορία καὶ σπάνις, καὶ οὐδ' εἰς τὴν τοῦ Βυζαντίου φρουρὰν ἀρκέσειν ᾤοντο τοὺς ἐν ὅπλοις τηνικαῦτα παρόντας, ἀναστρέψαντες πάντα τε ἐδῄωσαν τὰ τοῦ Βυζαντίου προάστεια μέχρι Σηλυβρίας, κἀκεῖ σπεισάμενοι τῷ Καντακουζηνῷ καὶ δῶρα πρὸς ἐκείνου λαβόντες, ὁπόσα εἰκὸς, διεπεραιώθησαν οἴκαδε, μήτε μηδὲν ὧν χάριν ἐκλήθησαν καὶ πᾶν τοὐναντίον δράσαντες. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον.
(Στ.) Πρό γε μὴν τοῦ ἐνιαυτοῦ τούτου, κατ' αὐτὰς τοῦ Ὠρίωνος τὰς ἐπιτολὰς, ἤρξατο φαίνεσθαι Ξιφίας ἐν οὐρανῷ, περὶ τὴν κεφαλὴν τῆς Ἑλίκης τὰ πρῶτα· ἐκεῖθεν ἐπὶ τὸν ζωδιακὸν ὁσημέραι ποιούμενος τὴν πορείαν ἧκε περὶ τὰ τέλη τοῦ λέοντος, ὅπη καὶ τὰς ἡλίου πορείας ἔτυχε τηνικαῦτα γίγνεσθαι, κἀκεῖ διελύθη. καὶ εἶναι Ῥωμαίων καὶ τοῦτο τοῖς πράγμασιν ἔδοξεν ἥκιστα πάνυ χρηστὸς οἰωνός.

στʹ. Τοῖς δ' ἐκ Γεννούας ὑπὸ Τούζου τοῦ νέου δουκὸς ἐξωσθεῖσιν ἐκείνοις Λατίνοις διὰ τὸ τοῦ τρόπου τυραννικώτερον, ὡς εἰρήκειμεν, ἐπειδὴ πλούτῳ καὶ δόξῃ τῶν πολλῶν διαφέρειν ἐνῆν, ἄδοξόν τι καὶ ἀγεννὲς ἐδόκει, πλανήτην ἐπὶ μακρὸν οὑτωσὶ βίον τρίβειν ἀπόλιδάς τε καὶ ἀνεστίους. ὅθεν τριήρεις κατασκευάσαντες ἐγγύς που τριάκοντα ἐς Χίον τὴν νῆσον ἐξαίφνης κατέπλευσαν, μηδαμῆ τῶν Χίων τὸν τοιοῦτον προεγνωκότων ἐπίπλουν. ἦ γὰρ ἂν ἐς τὸ δαψιλέστερον ἐσκομισάμενοι τἀπιτήδεια δυσάλωτοί πως ἢ μᾶλλον ἀνάλωτοι τὸ παράπαν ὄντες ἐτύγχανον. δῆλον δέ· καὶ γὰρ ἕως τὰ προστυχόντα σφίσιν ἐνῆν εἰς ἀποτροπὴν τοῦ λιμοῦ, θαῤῥαλεώτερον τοῖς πολεμίοις ἀνθίσταντο, καὶ συχνὰ τῶν πυλῶν ἐπεκθέοντες συχνοὺς τῶν Λατίνων ἐτίτρωσκόν τε καὶ ἔκτεινον.
(Β.) Τῆς δὲ πολιορκίας ἐκτεινομένης διὰ γῆς καὶ θαλάττης, καὶ πάσης ἐντεῦθεν ἀποκλεισθείσης ἔξωθεν σιτοπομπίας καὶ πάσης ὅπλων ἐπικουρίας, τά τε χρειώδη πάντα ἐπέλιπε καὶ ὁ λιμὸς ὑφέρπων ἐντὸς ἠνδραποδίζετό τε καὶ ψυχὰς ὁμοῦ τοῖς σώμασιν ἐδαπάνα, μαστίζων τε καὶ περιελαύνων ἐς τὸ ἀμήχανον. ὅθεν ἀπογνόντες οἱ Χῖοι παρέδοσαν ἑαυτοὺς ὑποσπόνδους τοῖς πολεμίοις. τοῦ δὴ τοιούτου δυστυχήματος ἔργον καὶ Φωκαεῖς, οἱ πρὸς τῇ παραλίᾳ τῆς Ἰωνίας οἰκοῦντες, γεγένηνται, καταπλευσάντων σφίσι τῶν πολεμίων εὐθὺς μετὰ τὴν τῶν Χίων ἅλωσιν. καὶ τὸ θέρος ἐν τούτοις ἐτελεύτα.
(Γ.) Φθινοπώρου δ' ἐπιγενομένου βασιλικὰς τριήρεις κατασκευασάμενος ὁ Φακεωλάτος εἰς ἐκδίκησιν δῆθεν τῶν Χίων ἐξέπλευσε, τῶν πάνυ μὲν πλουσίων ὑπάρχων, τύχης δ' οὖν οὐκ ἐνδόξου, ἀλλ' ὁποίας καὶ πρὶν ὁ Ἀπόκαυκος· δραστήριος δ' ὅμως, καὶ δεινὸς ὁμιλῆσαι ποικίλοις πράγμασιν. ἐπεὶ τοίνυν παραπλέων τὸν τοῦ Αἰγαίου αὐχένα τριήρους μιᾶς ἀναγομένης πολεμίας ἐπιτυχὼν, καὶ ἅμα μεγίστης ὁλκάδος ὁμοεθνοῦς, πρὸ τοῦ Τενεδίου λιμένος ἐπ' ἀγκυρῶν σαλευούσης, ὁπλισάμενος διεναυμάχησέ τε καὶ εἷλεν ἄμφω, πολλοὺς μὲν τῶν πολεμίων ἐν τῇ ναυμαχίᾳ κτείνας, ἔστι δ' οὓς καὶ αὐτὸς τῶν οἰκείων ἀποβαλών· τοῦτ' αἰσχύνην τε καὶ ζημίαν σφῶν αὐτῶν οἱ ἐν τοῖς Γαλάτου νομίσαντες ἐπέσχον τὴν ἐκεῖθεν ἐς Βυζάντιον σιτοπομπίαν εὐθὺς, οὐκ ἄλλοθέν ποθεν οὖσαν τὴν τοιάνδε τοῖς Βυζαντίοις ἐμπορίαν εἰδότες, ἢ παρὰ σφίσι κεῖσθαι, εὖ τε ἔχειν τοῦ ζῇν καὶ λιμῷ διακινδυνεύειν τεθνάναι. οὐ μὴν ἀλλ' ἐπὶ τούτοις καὶ ἕτερα προσενεγκεῖν ἠπείλουν δεινά. ὧν οὐ φέρειν τὸ βίαιον οἱ Βυζάντιοι δυνάμενοι τάς τε ναῦς ἐπηγγείλαντο ἀποδοῦναι καὶ πᾶσαν συνεκτῖσαι ζημίαν, ὁπόσα τῶν πραγμάτων ἔν τε τῇ ναυμαχίᾳ καὶ μετὰ τὴν ναυμαχίαν ἐστέρηνται. καὶ ἐπὶ τούτοις αἱ τοιαῦται προὔβησαν σπονδαί.
(Δ.) Ἦν δ' ὅμως περιδεὴς ὁ Φακεωλάτος, καὶ φόβοις μάλα συνισχημένος μακροῖς, ἀπειλὰς κατ' αὐτοῦ διακηρυττόντων συχνὰ τῶν Λατίνων τὰς παλαμναιοτάτας· ὡς ἀναγκασθέντα φρουρὰν περὶ αὐτὸν ἔχειν ὁπλιτικὴν, ὁπότε τῆς οἰκίας ἐξιέναι βούλοιτο, καὶ ὁπόσους καὶ ὅποι τοὺς περιπάτους ποιοῖτο. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον· καὶ τὸ φθινόπωρον ἐν τούτοις ἐτελεύτα.

ζʹ. Ἠρεμεῖν δ' οὐκ ἐνῆν οὐδαμῆ τῆς ὀργῆς ἐκείνης τὴν βασιλίδα, οὐδ' ὀψὲ τοῦ χρόνου μαλάττειν ὁπωστιοῦν καὶ σβεννύειν τὴν φλόγα, ἣν ἡ τοῦ πατριάρχου βουλὴ πρὸς τὴν ἐκείνης ἀνῆψε ψυχὴν, παραινοῦντος καὶ πείθειν (ὡς εἴρηται πρὸ βραχέος) ἐπιχειροῦντος, σπείσασθαι Καντακουζηνῷ, καὶ βεβαίαν εἰρήνην συνθέσθαι, πρὶν ἐς ἐσχατιὰς ὀλέθρου τὰ Ῥωμαίων ἐληλυθέναι πράγματα, ἐκείνου μὲν ἐπιεικῶς αὐξομένου, ἡμῶν δ' ὑποῤῥεόντων ἡσυχῆ καὶ μαραινομένων ἀεὶ, καὶ ἐς τὸ μὴ εἶναι κινδυνευόντων ἄρδην χωρεῖν. ταύτῃ τοι καὶ μελέτας ἤθροιζεν ἐν τῇ ψυχῇ συχνὰς ἐπὶ συχνὰς, καὶ ἄλλας δήπουθεν ἐπ' ἄλλας, περὶ τοῦ πῶς καὶ τίνι τρόπῳ ῥᾷστα καθελεῖ τοῦ θρόνου τὸν πατριάρχην· καὶ ἦν οὐδεμίαν τῶν ἄλλων εὑρεῖν ἀνυσιμωτέραν, ἢ τοὺς περὶ τὸν Παλαμᾶν οἰκειώσασθαί τε καὶ σφᾶς κατ' ἐκείνου λαμπρῶς ἐς τὸ κραταιότερον ἀνθοπλίσαι, πολλὴν ἐκ πολλοῦ κατ' ἐκείνου τρέφοντας ἐν τῇ ψυχῇ τὴν βλάπτουσαν ὁρμὴν διὰ τὴν τοῦ τόμου κατάλυσιν.
(Β.) Ἐπεὶ δ' ἔτυχεν ἐν μιᾷ τῶν ἐντὸς βασιλείων εἱρκτῇ δέσμιον ἐκ πολλοῦ κατέχουσα Παλαμᾶν, ὡς μὲν ἔμοιγε οἴεσθαι ἦν, διὰ τὴν ἐς Καντακουζηνὸν ἐκείνου φιλίαν· ὡς δὲ τὰ πρὸς ἐκείνης ἅμα καὶ τοῦ υἱέως ἐδήλου πεμφθέντα βασιλικῶς ἐνσεσημασμένα γράμματα πρὸς τοὺς ἐν τῷ Ἄθῳ τῷ ὄρει μονάζοντας ἄνδρας, διὰ τὴν τῶν δογμάτων καινοτομίαν, ἣν ἐς τὴν τοῦ θεοῦ παρεισενεγκὼν αὐτὸς ἐκκλησίαν κυκεῶνος καὶ ζάλης ἐπλήρωσε ταύτην μακροῦ· πρὸς ἅπαν ἤδη τὴν γνώμην περιφανῶς μετήνεγκε τὸ ἀντίπαλον, καὶ συνεργῷ κατὰ τοῦ πατριάρχου κέχρηται τούτῳ, καὶ πᾶσαν εὐμένειαν τούτῳ χαρίζεται, τήν τε περὶ τὰ δόγματα γνώμην ἐκείνου κυροῦσα καὶ ταῖς ἐκείνου λαμπρῶς ἀγομένη βουλαῖς, καθάπερ ὁλκάδος ἱστίον, ὁπότε βίαιός τις καὶ ῥαγδαῖος ἀνέμου καταῤῥεύσειε δρόμος, ἄνωθέν ποθεν ἐξ ἀρκτικῶν ἀκροτήτων καταῤῥαγείς.
(Γ.) Διόπερ, ὥσπερ πύλης πόλεως ἀνεῳγυίας ἤδη τοῖς πολεμίοις περιφανῶς, δογμάτων καὶ νόμων ἀνέδην εἰσεχέοντο κλύδωνες, καὶ παῤῥησίαν αὖθις εἶχον εἰσαγωγαὶ καινοφωνιῶν, καὶ θόρυβος ἀνὰ πᾶσαν ἐφοίτα τὴν πόλιν, ἀντιφθεγγομένων ἐπισκόπων καὶ πρεσβυτέρων, καὶ ὅσοι βαθείας διὰ φρενὸς ἐκαρποῦντο τὰς τῆς σοφίας αὔλακας. καὶ μάχαι διὰ ταῦτα καὶ ἔριδες ἀνεφύοντο συνεχεῖς κατ' ἀλλήλων καὶ δι' ἀλλήλων· καὶ ἡ ὑπερηφανία τῆς κακίας ἐπὶ μέγιστον ὕψους ἀνῆγε τὴν κεφαλήν.
(Δ.) Τούτων δ' οὕτως ἐχόντων, πολλὰ περὶ τῆς ἐμῆς σιωπῆς ἡ βασιλὶς ὑπῆρχεν ἀμφισβητοῦσα, καὶ τῆς ἐμῆς διὰ μελέτης ἐποιεῖτο πειρᾶσθαι γνώμης. καί με καὶ μὴ βουλόμενον αὖθις κριτὴν προσκαλεῖται, καὶ οἷόν τινα γνώμονα τῶν αὐτῆς τε καὶ τοῦ πατριάρχου περὶ τοῦ Παλαμᾶ φιλονεικιῶν· δυοῖν ἐν νῷ ἔχουσα θάτερον πεπραχέναι· εἰ μὲν γὰρ ὁμόφρων ἐκείνῃ κατὰ τοῦ πατριάρχου γενοίμην, ἵλεώ τε ταύτης τυχεῖν καὶ βασιλικῶν ἀπολελαυκέναι χαρίτων, μακρὸν τὸ φιλότιμον κεκτημένων· εἰ δ' οὖν, ἀνανεώσασθαι νῦν καὶ τὴν τῷ χρόνῳ παρεῤῥυηκυῖαν ἤδη διὰ τὸν Γαλάτην ἐκεῖνον μῆνιν· ἣν πάλαι καθάπερ βωμὸν ἐγκαθιδρύσασα τοῖς τῆς ψυχῆς συνετήρει θαλάμοις, καὶ πάνθ' ὁμοῦ τὰ χαλεπώτατα καθ' ἡμῶν δεδρακέναι.
(E.) Προσεληλυθότας οὖν καὶ καθίσαντας προσειποῦσα καὶ ἁπαλωτέροις τὰ πρῶτα πρὸς ἡμᾶς χρησαμένη τοῖς λόγοις τὰς τοῦ Παλαμᾶ προεκόμιζε καινοφωνίας. καὶ ἐπειδὴ πειθομένους οὐχ εὕρισκεν, ἀλλ' ἰσχυρῶς τῶν πατρίων ἀντεχομένους ὅρων καὶ νόμων, καὶ ὅσα τῶν συνοδικῶν εἰσι παραδόσεων ἔγγραφα παραγγέλματα, καὶ ἅμα κἀκεῖνα τοῦ θείου προφέροντας Παύλου· εἴ τις εὐαγγελίζοιτο (λέγοντος) ὑπερόρια τῆς ἐκείνου διδασκαλίας, εἶναι ἀνάθεμα, κἂν ᾖ τῶν οὐρανίων τις ἀγγέλων· μηδὲ γὰρ εἶναι πρὸς ἡμῶν, ἄλλο τι θεοῦ προτιμᾷν· (παραπλήσιον γὰρ ἂν εἴη τουτὶ, ὥσπερ ἂν εἴ τις τῇ ἀριστερᾷ χειρὶ τὴν δεξιὰν ἀποκόπτειν ἐβούλετο·) ἀλλὰ πάντα κάτω ῥιπτοῦντας πρὸς αὐτὸν μόνον βλέπειν· ἀγριαίνουσα ἤδη καθ' ἡμῶν ἑωρᾶτο, καὶ πολὺν ὠδίνουσα τὸν θυμὸν, καὶ μάλισθ' ὅτι καὶ τοὺς παρακαθημένους ὑπηχοῦντας εἶχε καὶ σφόδρα ἐπικροτοῦντας κολακικώτερον τρόπον. διὸ καὶ κακῶς μὲν ἀφίει, κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλεν, ἔγγραφον τὴν ἐμὴν ἀπαιτοῦσα γνώμην ἐν τῷ αὐτίκα, ὡς ἂν βεβαιότερον ἀντιλέγειν ἔχοιεν οἱ ταύτης ὁμόφρονες.
(Στ.) Καὶ τοῦτ' ἔστιν, ὃ καὶ τὴν ἐμὴν πρὸς ἀνάγκας ἴσως ἀντιῤῥήσεων ἤνεγκε γλῶτταν, ἐνίοτε καὶ ἐνιαχοῦ μάλα τοι σφόδρα γενναίως ἐπὶ τῷ θεμελίῳ τῆς δεδομένης εὐσεβείας ἵστασθαι παραινοῦντος τοὺς προσιόντας, καὶ μηδ' ἄχρι στιγμῆς ταῖς τηνικαῦτ' ἐπιπολαζούσαις καινοφωνίαις ἐγκλίνειν, μεμνημένους τῶν εὐαγγελικῶν τε καὶ ἀποστολικῶν παραινέσεων· καὶ ὅσα ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος, ἐς τὰς ὁμοίας ἐμπεπτωκὼς περιστάσεις τῆς ἐκκλησίας, διέξεισιν· «ἡμεῖς (λέγων) οἱ καὶ μέχρι τῆς τυχούσης κεραίας καὶ γραμμῆς τοῦ πνεύματος τὴν ἀκρίβειαν ἕλκοντες οὔποτε δεξόμεθα (οὐ γὰρ ὅσιον) οὐδὲ τὰς ἐλαχίστας πράξεις εἰκῆ σπουδασθῆναι τοῖς ἀναγράψασι, καὶ μέχρι τοῦ παρόντος μνήμῃ διασωθῆναι· ἀλλ' ἵν' ἡμεῖς ἔχωμεν ὑπομνήματα καὶ παιδεύματα τῆς τῶν ὁμοίων, εἴ ποτε συμπέσοι καιρὸς, διασκέψεως· ὥστε τὰ μὲν φεύγειν, τὰ δ' αἱρεῖσθαι, οἷον κανόσι τισὶ καὶ τύποις, τοῖς προλαβοῦσιν ἑπόμενοι παραδείγμασι·» καὶ ὅσα ὁμοίως ὁ μέγας Βασίλειος ἐν τῷ περὶ πίστεως ἔφασκε λόγῳ, φείδεσθαι παραινῶν καὶ τῶν ὀνομάτων ἢ ῥημάτων ἐκείνων, ἃ λέξεσι μὲν οὐκ ἐμφέρεται τῇ θείᾳ γραφῇ, διάνοιάν γε μὴν αὐτὴν ἐκείνην τὴν ἐγκειμένην τῇ γραφῇ διασώζει.
(Ζ.) Ὥσπερ δ' οὐ πάνυ τοι ῥᾴδιον εἶναι δοκεῖ δύνασθαι συνορᾷν ἀσφαλῶς τὸ δίκαιον, εἴ τις ἐν λιμένι καὶ γαλήνῃ καθήμενος ἡσυχῆ τῶν ἐν πελάγει κύμασι καὶ πνεύμασι προσταλαιπωρούντων ἀγρίοις τοὺς πόνους ἐξετάζειν ἐθέλοι, οὐδ' αὖ τὸ βίαιον τοῦ χειμερίου ψύχους, εἴ τις ὥρᾳ θέρους βούλοιτο κρίνειν ὁποῖον καὶ ὅσον· οὕτω καὶ εἴ τις ἀγώνων τοιούτων ἄπειρος ὢν, ἔπειτ' ἐξ ἡσυχίας ὁρμώμενος κρίνει τοὺς ἀγῶσι μακροῖς ἐναθλοῦντας ὑπὲρ τῆς ἀληθείας. πρόχειρον γὰρ ἔχει πρὸς λοιδορίας τὴν γλῶτταν, ὅτι μὴ πέπεικέ τις δρῶν καὶ λέγων, μηδὲ τὸ πᾶν τῆς νίκης ἐξείργασται· πρὸς τὴν παροῦσαν ἡσυχίαν καὶ οὐ πρὸς τὴν τότε βίαν παραμετρῶν τῶν πραγμάτων καὶ λόγων τὰ τέλη, ὡς ἔοικεν· οὐκ εἰδέναι δυνάμενος, ὡς οὐ τὴν αὐτὴν ἔχει τάξιν καὶ δύναμιν ἀγῶνος καὶ ἡσυχίας καιρὸς, καὶ χειμῶνος καὶ θέρους, καὶ πρός γε ἔτι λιμένος καὶ διαποντίου κλύδωνος. εὔδηλον γὰρ δήπου τοῖς ὅλοις, ὡς ἀμειβομένης τῆς τῶν ἀγώνων ὥρας συναναιρεῖται καὶ ἡ τῆς ἀποβάσεως ἀκριβὴς μαρτυρία καὶ τὸ προσῆκον τοῖς πράγμασι δίκαιον. ὁ δ' αὐτός μοι δοκεῖ καὶ τὸ στεφανοῦσθαι τοὺς πάλαι τῆς ἀληθείας μάρτυρας ἀναιρεῖν, ὅτι πάντα τὸν τῆς ἀθλήσεως ἀνύσαντες δίαυλον οὔτε πεπείκασι τοὺς τυράννους, οὔτε μὴ πείσαντες οὐκ ἀνεῖλον τὰς σφῶν κεφαλὰς, οὐδὲ τοῦ παρόντος βιαίως ἐξήνεγκαν βίου. τούτων δ' οὕτως ἐχόντων, οὔκουν οὐδ' ἐμὲ λοιδορίας ὑπεύθυνον ἡγεῖσθαι δίκαιον, ὅτι καλῶς εἰπὼν ἥκιστα πέπεικα τὸ τῆς γνώμης ἐκείνης ἀντίθετον· ἀλλ' ἐκείνῃ μέμφεσθαι δίκαιον μᾶλλον, ὅτι μοι καλῶς εἰπόντι ἥκιστα πέπεισται. τῶν μὲν γὰρ λόγων ἐγὼ κύριος· τῶν δὲ πράξεων ἡ δυναστεύουσα χείρ. πάσης δ' ὑπέρτερον λοιδορίας τίθησι τὸ μὴ κατὰ γνώμην ἅμα καὶ πρὸς τὸ βέλτιστον φερομένην ὁρμὴν ἀπαντῶν. οὐ γὰρ πὺξ ἐνάλλεσθαι κατὰ τῶν τῆς ἀληθείας ἐχθρῶν ὁ τῆς εἰρήνης παραινεῖ λόγος· ἀλλ' ἡμέρῳ τε ἤθει καὶ πραείαις γλώττης ἀγκάλαις αὐτοῖς προσιέναι.
(Η.) Οὐ μέμφεσθαι τοίνυν, ὅτι μὴ θαυμάζειν ἄξιον μᾶλλον, ὅτι παρὸν ἡμῖν ἐκ τοῦ ῥᾴστου σιγώσης γλώττης βασιλικὴν εὐμένειαν πρίασθαι, μακρὸν τὸ φιλότιμον τῶν χαρίτων ὑπισχνουμένην, οὔτε κλονουμένην διάνοιαν ἐκτησάμεθα, καὶ ἅμα τῶν ὅρων τῆς εἰθισμένης ἐς τὰ χρήσιμα τάξεως ἔνδον ἐμείναμεν, ἀκήρατον συντηροῦντες τὸ φρόνημα τῆς ψυχῆς. οὐ γὰρ τοσοῦτον ἀνθρώποις ἀρέσκειν ἐκρίναμεν δεῖν, ὅσον τῷ τῶν ἀδήλων ἐπόπτῃ θεῷ. οἱ μὲν γὰρ τῶν δρωμένων ἐς τοὐμφανὲς καθίστανται μάρτυρες μόνων, οὓς καὶ παραλογίσασθαι ἔξεστιν ἐνίοτε, εἴ τις τοὺς τῆς κακίας καρποὺς τοῖς τῆς ἀρετῆς ὑποτίθησι σχήμασί τε καὶ χρώμασι. θεὸς δ' ἐν αὐτοῖς πρὸ τῶν ἔργων τοῖς τῆς καρδίας κινήμασιν ἐρείδει τὰ τῆς ἐξετάσεως ἴχνη, καὶ τὸ βῆμα τῆς δίκης ἐν αὐταῖς συγκροτεῖ τῶν λογισμῶν ταῖς ἀρχαῖς· ἔνθα χώραν οὐκ ἔχει σχῆμα καὶ χρῶμα καλύπτειν, εἴ τι κακίας ἐκεῖ παραφύεσθαι βούλοιτο βλάστημα.
(Θ.) Τούτων δ' οὕτω συμβεβηκότων, οἴκοι λοιπὸν καθημένοις τὴν καταψηφισθεῖσαν ἡμῶν ἐξορίαν νύκτωρ καὶ μεθ' ἡμέραν ἐπῄει καραδοκεῖν. καὶ τάχ' ἂν εἰς ἔργον τὰ καθ' ἡμῶν μελετώμενα προὔβαινεν, εἰ μὴ Καντακουζηνῷ μεταξὺ Βυζάντιον ἑλεῖν ἐγίγνετο· ὃ δὴ καὶ λέξων εἰμὶ σαφέστερον.

ηʹ. Ἐπεὶ γὰρ, ὡς ἔφθημεν εἰρηκότες, ἔνοπλον ἔχειν φρουρὰν συγκεχώρηται τῷ Φακεωλάτῳ, τὴν τῶν Λατίνων διὰ τὴν προγεγονυῖαν σκανδάλου πρόφασιν δεδιότι αὐθάδειαν, προσεληλυθέναι συνέβη τινὰς τουτωὶ, οἷς λάθρα ἐσεφοίτα γράμματα ἐκ Καντακουζηνοῦ, μηχανήσασθαί τινα τρόπον, ὃς ἂν ῥᾳδίαν ποιήσηταί οἱ τὴν ἐς Βυζάντιον εἴσοδον· οἷς ἐπαγγελίαι μακραὶ συνεπλέκοντο χρημάτων ἅμα καὶ τιμῶν· τούτοις οὖν προσεληλυθόσι καὶ προσεταιρισαμένοις αὐτὸν, καὶ ἀνακαλύψασι τὴν τῶν μελετωμένων δύναμιν, συνάρασθαί σφισι καὶ αὐτὸς ἐπηγγέλλετο πάσῃ χειρὶ καὶ σπουδῇ.
(Β.) Καὶ δὴ λοιπὸν ἑτέραν πλείω τῇ προτέρᾳ δυνάμει προσειληφὼς (ἐν ἐξουσίᾳ γὰρ ἦν αὐτῷ, πρὸς τῆς βασιλίδος πρότερον τὸ συγκεχωρηκὸς εἰληφότι, διὰ τὴν προειλημμένην τῶν Λατίνων πρόφασιν, ὁπόσην ἂν εὐποροίη φρουρὰν ἑαυτῷ πορίζεσθαι) ὅλος τῶν ἔργων ἐγίγνετο. παρὰ γὰρ ἑκόντων τῶν συνειδότων ταξιάρχου καὶ στρατηγοῦ φροντίδα λαβὼν ἠξίου μὴ περὶ ὅσα διατριβὴν ἔχει χρόνιον τρίβειν τὴν σπουδὴν, ἀλλ' εἰς τὸ τοῦ ἔργου κεφάλαιον ἐμβαλεῖν, καὶ ἐν βραχεῖ μετὰ τῆς ἐνούσης ἰσχύος τὸν ὅλον ἀναῤῥῖψαι κίνδυνον· καὶ μάλιστα νῦν, ἐρημίας ἀντιπάλων ὅπλων μακρᾶς ἐπιπολαζούσης ἤδη τῇ πόλει. μηνύει τοίνυν τῷ βασιλεῖ Καντακουζηνῷ τὴν ὅλην τῆς ἐγχειρήσεως πρόθεσιν, οὐ πάνυ τοι πόῤῥω τοῦ Βυζαντίου τὰς διατριβὰς ποιουμένῳ· καὶ ἅμα κελεύει, σπουδῇ παρελάσαντα σὺν ἐπιλέκτοις ὀλίγοις ἱππεῦσιν, ὡς μὴ κατάφωρον τοῖς ἀντιθέτοις τὸ δρᾶμα γένοιτο, περὶ τὰ τείχη τῆς πόλεως ἐς ῥητήν τινα ἑσπέραν ἡσύχοις ποσὶν ἐφεδρεύειν, καραδοκοῦντα τὴν ἔνδοθεν ἀναμόχλευσιν τῶν πυλῶν.
(Γ.) Ἄρτι δὲ περὶ πρώτην φυλακὴν τῆς νυκτὸς γενομένης, ἐν ᾧ τῆς ὥρας μάλιστα τῶν τε ἀνθρώπων οἱ πλεῖστοι, τὰς ἑσπερίους σβεννύοντες δᾷδας, τῇ τῶν ὕπνων ἡγεμονίᾳ τὸ τῶν βλεφάρων ἐκδιδόασι στάδιον, καὶ πᾶσαι τῆς πόλεως αἱ ὁδοὶ παντὸς ἐρημίαν ἔχουσιν ὄχλου, μεταπέμπεται τούς τε συνειδότας τῶν Βυζαντίων ἱππέων καὶ ἅμα τῶν συγγενῶν τοὺς οἰκειοτάτους, καὶ ἐπὶ τούτοις τὴν πεζικὴν ἐκείνην φάλαγγα, ἣν εἰς φυλάκων καὶ φρουρῶν εἰρήκειμεν εἶναι τάξιν αὐτῷ· ξὺν οἷς ἅπασι, πλείους τῶν ἑκατὸν γενομένοις, ἐς πύλην ἀπιὼν, ἣ χρυσεία καλεῖται, ταύτην τε ἀνεμόχλευσε καὶ ἅμα ἐκεῖθεν ἀρξάμενος πάσας ὁμοίως ἀνεπέτασε, διϊὼν ἄχρι τῶν βασιλείων ἐγγύς.
(Δ.) Τοῦ μέντοι τείχους ἐντὸς γενόμενος καὶ ὁ βασιλεὺς μετὰ τῶν οἰκείων ὅπλων, αἵματος ἐμφυλίου παντάπασι καθαράν τε καὶ ἀμιγῆ τῆς προνοίας τὴν εἴσοδον διατηρησάσης, ἠρέμα τε καὶ ξύν γε ἀνηκούσῃ τάξει παρῄει μέχρι καὶ ἐς τὰς βασιλείους πύλας, αὐγαζούσης ἤδη τῆς ἕω. κἀπειδὴ κεκλεισμένας τε εὗρεν αὐτὰς καὶ ἅμα ἐπὶ τῶν ἐπάλξεων φρουρὰν ἐθεᾶτο καὶ ὅπλα πολέμια, ἐπὶ πόδα τε ἀνεχώρει καὶ ἀνεζεύγνυε, καὶ ἀντὶ χάρακος ἄλλου καὶ στρατοπέδου ἐς τοὺς ἄντικρυ τῶν βασιλείων ὑψορόφους οἴκους σκηνῶσαί τε ἐξ αὐτοσχεδίου κέκρικε δεῖν τηνικαῦτα καὶ ὅ,τι χρὴ ποιεῖν διασκέψασθαι. ἦγε δ' ὁ φεβρουάριος τηνικαῦτα τρίτην ἡμέραν τοῦ ˉ ˉωˉνˉε ἔτους. καὶ ὁ μὲν βασιλεὺς Καντακουζηνὸς ἐν τούτοις ἦν.
(Ε.) Ἡ δὲ βασιλὶς Ἄννα, τῆς ἀκροπόλεως ταύτης ἐντὸς συγκλεισθεῖσα, καὶ πρὸ ὀφθαλμῶν ὁρῶσα τὴν ἑαυτῆς σπουδὴν τελευτῶσαν εἰς ἀπραξίαν, οὐδ' οὕτω μεταμανθάνειν ἔγνω τὸ δέον ὀψὲ γοῦν, καὶ ταῦτα μήθ' ὅπλων εὐπορίαν ἐντὸς κεκτημένη, μήτε στρατιωτῶν πλῆθος εἰς φρουρὰν ἀποχρῶν· ἀλλὰ πέμπουσα κρύφα τόν τε δῆμον ἠρέθιζε τῶν Βυζαντίων κατὰ τοῦ βασιλέως, μεγάλων ἐλπίδων τὰς σφῶν ἐμπιπλῶν ἀκοάς· καὶ ἅμα Λατινικὰς στρατιωτῶν ἐκ Γαλάτου μετεπέμπετο φάλαγγας, καὶ ὅσα ἐς βελῶν καὶ μηχανημάτων ἀντιπάλων ἀρκέσουσι χρείαν. ζητοῦντί γε μὴν τῷ βασιλεῖ Καντακουζηνῷ, διδόναι τὴν ἀκρόπολιν μετ' εἰρήνης ἑκοῦσαν, εἰ βούλοιτο κοινωνεῖν τε τῆς βασιλείας αὐτῷ καὶ μετὰ τὴν ἧτταν, καὶ ἡγεῖσθαι μετὰ τοῦ υἱέως ἐν ἅπασιν, ὁπόσα τιμὴν σὺν αἰδοῖ τε καὶ κόσμῳ φέρει σφίσι βασιλικῶς, ἔν τε εὐφημίαις καὶ ἀναστάσεσι καὶ καθέδραις καὶ ὅσα μετὰ τοῦ πρέποντος ἕποιτο λόγου (τοιαύτην καὶ γὰρ εἶναι τούτῳ τὴν τῆς γνώμης ἐξ ἀρχῆς πρόθεσιν) καὶ μὴ μάτην οὕτω τρίβειν τὸν χρόνον, καὶ τὸν ἐκ τῆς ἁλώσεως περιμένειν πρόδηλον κίνδυνον· ἡ δὲ τὴν ἀπὸ Σκυθῶν εἰπεῖν ἀντεδίδου ῥῆσιν, ὕβρεσί τε πλύνειν τοὺς ἀγγελιαφόρους ἐκέλευεν ἐκ τοῦ τείχους καὶ μηδ' ἄκροις ὠσὶ προσίεσθαι τὰ λεγόμενα.
(Στ.) Ἄρτι δὲ τῆς ἑσπέρας ἐληλυθυίας, καὶ περὶ λύχνων ἁφὰς τῶν ἀνθρώπων ἀσχολουμένων, κατέπλευσαν ἐς αἰγιαλὸν δύο ταχυναυτοῦσαι τριήρεις ἐκ τῶν Γαλάτου, πλήρεις στρατιωτῶν τε καὶ ὅπλων Λατινικῶν, δυοῖν θάτερον ἐν νῷ διαπράξασθαι ἔχουσαι, ἢ τῇ βασιλίδι συμμάχους ἔσεσθαι, τοῦ πληρώματος ὅλου παρεισελθόντος ἐντὸς, ἢ παισί τε καὶ χρήμασιν ὁμοῦ συναρπάσαντας ἀπάγειν αὐτήν. ἀλλὰ τὸν ἐπίπλουν αἰσθόμενοι σφῶν οἱ περὶ τὸν Καντακουζηνὸν σφᾶς τε ἀπήλασαν τὴν ταχίστην, τόξα πολλὰ περιστήσαντες, καὶ τὴν ἀκρόπολιν ἔξωθεν τέως ἐν φυλακῇ ἐποιοῦντο, τὴν ἱκανὴν ἐπενεγκόντες στρατιάν.
(Ζ.) Οἱ μὲν οὖν ἄλλοι πάντες, πολιορκεῖν ἐς τὴν ὑστεραίαν αἱρούμενοι, καὶ τὴν τῆς νίκης κρίσιν τοῖς ὅπλοις ἐπιτρέπειν, οὐ μάλα γέ τοι ἀρεστὰ τῷ βασιλεῖ Καντακουζηνῷ προθυμεῖσθαι ἐδόκουν. ἀλλὰ τὸν αὐτῷ συνήθη τρόπον κἀνταῦθα τηροῦντι, καὶ χωρὶς αἵματος ἐμφυλίου τὰ κατὰ γνώμην τελεῖν οἰομένῳ βέλτιον εἶναι, καὶ δευτέραν καὶ τρίτην ἐπῄει πέμπειν πρεσβείαν, καὶ ἀναμιμνήσκειν τὰ πρότερα, ὅθεν τε ἤρξατο καὶ ὅποι πεπόρευται, καὶ ὅπως ἐς τοιοῦτον ταυτὶ κατηνέχθη τὸ πέρας, ἐς ὁποῖον αὐτὸς ἀεὶ προὔλεγέ τε καὶ διεμαρτύρετο, κρύφα τε καὶ ἐς προὖπτον, καὶ γράφων καὶ πρεσβευόμενος. προσκαλεσάμενος οὖν τὸν τῶν Φιλίππων ἀρχιθύτην, καὶ ὅσοι ξύν γε αὐτῷ πρὸ δυοῖν που τοῖν ἐνιαυτοῖν πρέσβεις πρὸς τῆς βασιλίδος Ἄννης ἐπέμφθησαν ἐς Διδυμότειχον ὄντι αὐτῷ, διεξῄει τοιάδε.
(Η.) «Πάλαι μὲν ὁ κύριος, ἀγανακτῶν ἐπὶ τῷ ἠγαπημένῳ τῶν Ἰουδαίων λαῷ, οὓς πρότερον διὰ Μωσέως τὸν νόμον διδοὺς διεμαρτύρετο, λέγων· πρόσεχε οὐρανὲ καὶ λαλήσω· καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου· τοὺς αὐτοὺς κἀπὶ τοῖς ἐλέγχοις τῶν ὕστερον παραβάσεων διεμαρτύρατο, διὰ Ἡσαΐου λέγων· ἄκουε οὐρανὲ, καὶ ἐνωτίζου ἡ γῆ· υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν· καὶ τὰ ἑξῆς. τὸν αὐτὸν δὴ τρόπον καὶ αὐτὸς ἐγὼ τήμερον, ὑμᾶς προσκαλεσάμενος μάρτυρας τῶν πάλαι μοι πρὸς ὑμᾶς λεχθέντων καὶ δι' ὑμῶν πρὸς Ἄνναν τὴν βασιλίδα, ἀναμνῆσαι τῶν εἰρημένων ἀρτίως ἔκρινα δεῖν, καὶ πρέσβεις ὑμᾶς ἐμοὶ πρὸς ἐκείνης τότε πεμφθέντας πρέσβεις τοὺς αὐτοὺς ἐκείνῃ πρὸς ἐμοῦ νῦν ἤδη πεμφθῆναι. ἴστε πάντως, ὅτε πρεσβεύσοντες ἥκετε, ὅσα ὑμῖν εἶπον ἀπαγγεῖλαι τῇ βασιλίδι· ὡς ὁ θεὸς, δίκαιος ὢν, καὶ δίκαια κρίνειν οἶδε, καὶ σὺν δίκῃ τὰς τῶν πραγμάτων ἀποβάσεις ποιεῖσθαι· ὃ τοίνυν σύνηθες τῷ θεῷ ποιεῖν τοῖς τε ἀδικοῦσιν ὁμοῦ καὶ ἀδικουμένοις, τοῦτο καὶ νῦν ἐλπίζω κἀπὶ τοῖς νῦν ὄψεσθαι πράγμασι. καὶ τί δεῖ πρὸς εἰδότας πάντα διεξιέναι καθ' ἕκαστα; ἴστε γὰρ ὡς, οὐ μάντις ὢν, προὔλεγον τὴν τῶν ἐμῶν ἐπιβούλων φθορὰν καὶ τὴν ἐμὴν ἐς Βυζάντιον ταύτην εἴσοδον· ἀλλὰ πρὸς τὸν τῆς δίκης ἔφορον καὶ ἀκοίμητον ὀφθαλμὸν ἀφορῶν, κἀκείνῳ προσαναρτῶν τὰς ἐμοὶ πρὸς ὑμῶν ἐπενηνεγμένας ἀδίκως ἐπιεικῶς συμφορὰς, ἤλπιζόν τε καὶ προὔλεγον τὰς ἐκβάσεις ἐν ὑμῖν ἀκροαταῖς. διὰ δὴ ταῦτά μοι καὶ ἀξιοχρεώτερον ἔδοξεν, ὑμᾶς καὶ οὐχ ἑτέρους διαμαρτύρασθαι καὶ πρέσβεις εἰσπέμψαι τῇ βασιλίδι, ἵνα συνείραντες τὰ πρότερα τοῖς παροῦσι καὶ τά γε προειρημένα μετὰ τῶν ἐκβάσεων παραινέσητε τοὺς τῆς δίκης αἰδεῖσθαι θρόνους, καὶ μὴ περαιτέρω θεομαχεῖν, καὶ θεοῦ κρίσιν δικαίαν πειρᾶσθαι συγχεῖν, καὶ τοῖς ἀδυνάτοις οὑτωσὶ προδήλως ἐπιχειρεῖν, ἐπ' ὀλέθρῳ τῶν τε παίδων καὶ ἑαυτῆς. ἐγὼ γὰρ τῆς αὐτῆς ἔχομαι γνώμης ἀεί· καὶ δυνάμενος ὅπλοις καὶ δυνάμεσιν ὁμοῦ τῇ ἀκροπόλει χειρώσασθαι τοὺς ἔνδον ἅπαντας ἐν βραχεῖ τὴν θέλησιν οὐκ ἔχω συνᾴδουσαν.»
(Θ.) Ταῦτ' εἰπὼν προὔπεμπεν αὐτούς. οἱ δὲ ἀπελθόντες καὶ πάντα συνείραντές τε καὶ ἀπαγγείλαντες ἄνωθεν καὶ ἐξ ἀρχῆς Ἄννῃ τῇ βασιλίδι ἤνυσαν οὐδὲν πλέον, ἢ ὅτι πρὸς πλείονα κακίαν ἀναφλεχθεῖσαν ἰδόντες κατεπλάγησάν τε καὶ ἀνεχώρησαν. ἐπεὶ δὲ ταῦθ' ὁ βασιλεὺς ἠκηκόει, καὶ ὡς τῆς αὐτῆς ἀεὶ σκληρότητος ἡ βασιλὶς ἔχεται ἔγνω, καὶ τὴν αὐτὴν οἱ ταύτης λόγοι μετὰ τῆς γνώμης τηροῦσι βαρύτητα, καὶ οὐδὲν τῶν προτέρων ἀτυχημάτων παρέσχεν αὐτῇ τὸ λυσιτελοῦν ἀπλανῶς ἰδεῖν, ὥρμησε μὲν τὰ πρῶτα πολέμου νόμῳ καὶ πολιορκίᾳ δοῦναι τὴν τοῦ πράγματος ἔκβασιν· ἔπειτα ἐπέσχεν αὖθις, καὶ πρὸς τὴν ἀμείνονα τῆς πραότητος τύχην τὸ τῶν πρακτέων ἀνετίθετο βούλευμα.
(Ι.) Ἀλλ' οὐκ ἤρεσκε τοῦτο τοῖς ἀμφ' αὐτὸν στρατιώταις καὶ στρατηγοῖς. ὅθεν τῆς ὑστεραίας ἐπιούσης ἐν παραβύστῳ κατὰ σφᾶς αὐτοὺς αὐτοὶ ποιοῦνται συνθήκας, αἰφνίδιον ἐπιθέσθαι τῇ ἀκροπόλει, πρὶν αἰσθέσθαι τὸν βασιλέα. καὶ δὴ μικρὸν ὕστερον ἢ κατὰ μεσημβρίας εἶναι τὸν ἥλιον, τῶν σημείων ἀρθέντων, κύκλῳ περιστάντες οἱ μὲν τοῖς ἑκηβόλοις ἐχρῶντο βέλεσιν· οἱ δ' ἐν χεροῖν ἀνειλημμένοι πῦρ καὶ φρυγάνων φακέλλους ὑφῆψαν τὴν πρὸς τῷ τεμένει τῶν Βλαχερνῶν τῆς ἀκροπόλεως πύλην· καὶ ἅμα εἰσέῤῥει τὸ πλῆθος τῶν ὁπλιτῶν. κἀπειδὴ τὸ παράλιον οὕτω τῆς ἀκροπόλεως μέρος ἑάλω, καὶ οἱ στρατιῶται τὰς τῶν οἰκητόρων οὐσίας διήρπασαν, οὐ λήγειν ἔτι τῆς βλαπτούσης ἐκείνης ὁρμῆς ἐνενόουν· ἀλλ' ἔμελλον ἤδη πειρᾶσθαι καὶ τῶν ἀνωτέρω τῆς ἀκροπόλεως μερῶν καὶ ὅλον ἐκεῖσε λαμπρῶς τὸ πολέμιον πῦρ ἐνεγκεῖν. καὶ τάχ' ἂν ἁλώσεως ἔργον ὁμοῦ καὶ πυρὸς κἀκεῖνα ἐγίγνετο παραχρῆμα, εἰ μὴ κεκώλυκε πέμψας ὁ βασιλεὺς τὸ τῆς ὁρμῆς ὑπερβάλλον. καὶ ταῦτα μὲν τῇδέ πη ἔσχεν.
(ΙΑ.) Ἡ δὲ βασιλὶς Ἄννα ἐν τοῖς μεγίστοις τῶν φόβων τὴν νύκτα πᾶσαν ἐκείνην διήνεγκεν. ἅμα δ' ἕω προσκαλεσαμένη τοὺς ἀμφ' αὐτὴν περὶ τῶν πρακτέων συνδιεσκέπτετο· καὶ κοινῷ συνεδόκει ψηφίσματι, πέμψασθαι δεξιὰν, οὐκ ἐπὶ τοῖς ἡμαρτημένοις συγγνώμην ζητεῖν (σμικροπρεπὲς γὰρ ἐκείνῃ νενόμισται τοῦτο καὶ ἥκιστα εὔδαιμον, σκληρότητι καὶ ὀφρύϊ συντετηκυίας γνώμης) ἀλλ' ἐπαγγελίας ἐνόρκους περὶ μεγάλων καὶ ξένων πραγμάτων, ὑπερηφανίᾳ κεκομψευμένας μακρᾷ, ὁπόσαι ξύν γε τοῖς ἀωρίαν μακρὰν ἐπισυρομένοις ζητήμασιν ἄλλοις καὶ τὸ μὲν μοναρχεῖν ἀπῄτουν, τὸ δὲ συνάρχειν ἀπελέγοντο. καὶ ἵνα μὴ ἐν μικροῖς μακρὸν ἀναλίσκωμεν λόγον, ἀστοχήσασα τῶν ἀκαίρων ἐκείνων ἐλπίδων, καὶ δείσασα μὴ, ἐπὶ ξυροῦ τῶν πραγμάτων αἰωρουμένων αὐτῇ, καὶ ἄκοντος τοῦ Καντακουζηνοῦ παραπόληται πρὸς τῶν ἄλλων, ὅσοι πρὸς αὐτῆς ἐπεπόνθεισαν τὰ ἀνήκεστα, πρὸς τὰς φιλανθρώπους νένευκε τοῦ βασιλέως συμβάσεις, συνάρχειν ἅμα καὶ προεδρεύειν.

θʹ. Καὶ ἀνοιχθέντων ἤδη τῶν βασιλείων, ἐξεχέοντο κατὰ πλῆθος οἱ δέσμιοι, ὅσοι τε τῶν εὖ γεγονότων καὶ ὅσοι τῶν ἄλλως ἐχόντων. μόνῳ δ' Ἰωάννῃ τῷ πατριάρχῃ, τῆς ἀξίας τέως ἐξωσθέντι, ἐξιέναι οὐκ ἐνῆν· περὶ οὗ καὶ διαλαβεῖν ὀφείλοντας ἔνια, πρὶν ἐνταυθοῖ κατεληλυθέναι τοῦ λόγου, καὶ ἄκοντας ἡμᾶς ὁ τῶν ἄλλων σφόδρα παρέσυρεν εἱρμός.
(Β.) Ἐξότου γὰρ Ἄννα ἡ βασιλὶς τὴν ἑαυτῆς πρὸς Καντακουζηνὸν ἐξεπολέμωσε γνώμην, συνεργῷ τε ἅμα καὶ πιστοτάτῳ ἐκέχρητο τῷ πατριάρχῃ τούτῳ συμβούλῳ πρὸς ἃ πάντα κρύφα τε καὶ ἐς τοὐμφανὲς δρώμενα ἦν· καὶ νῦν μὲν αὕτη τῆς ἐκείνου γνώμης ὁλοσχερῶς ἐξήρτητο, νῦν δὲ τῆς ἑαυτῆς ἐξαρτώμενον εἶχεν ἐκεῖνον· καὶ συνελόντι φάναι, φρόνημα ἓν ἀμφοτέροις ἦν ἐν ἅπασι, τοῖς τε ἄλλοις δηλαδὴ καὶ οἷς ὁ Παλαμᾶς ἐδογμάτιζε καινοτέροις καὶ ἀήθεσι πάνυ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ. καὶ δεῖγμα τοῦ λόγου σαφὲς, ἃ τοῖς τὸν ἡσύχιον ἐν Ἄθῳ τῷ ὄρει βίον ἀσκοῦσιν ἔπεμπεν αὕτη γράμματα ξύν γε τῷ πατριάρχῃ κατὰ τοῦ Παλαμᾶ· τά τε οἰκεῖα ταύτης φημὶ καὶ ὅσα ὁ ταύτης υἱὸς Ἰωάννης ὁ βασιλεὺς ὑπ' αὐτῆς προσταττόμενος ἔγραφεν· οἷς τά τε ἄλλα ἐνεγέγραπτο καὶ δὴ καὶ ὡς ἥκιστα χρῆναι νομίζειν, εἱρκταῖς καὶ φρουραῖς ἐνέχεσθαι Παλαμᾶν διά γε δὴ τὸ Καντακουζηνῷ τὴν γνώμην τίθεσθαι, ὅτι μὴ διὰ τὸ ξὺν οὐδενὶ κόσμῳ περιϊόντα θεοτήτων ἀκτίστων διδάσκειν ἀπειράκις ἀπείρων ἑσμὸν, κατ' ἀλλήλων διϊσταμένων (εἶναι γάρ φησι τὰς μὲν ὑπερκειμένας καὶ νοητάς· τὰς δ' ὑφειμένας καὶ ὁρατὰς) καὶ τοιοῦτα ἄττα βλασφημοῦντα συγχεῖν καὶ ταράττειν τὴν τοῦ θεοῦ ἐκκλησίαν.
(Γ.) Διετέλει γε μὴν ἡ τοιαύτη παρ' ἀμφοτέροις ἀκμάζουσα σύμπνοια καὶ ὁμοφροσύνη, τῷ τε πατριάρχῃ δηλαδὴ καὶ τῇ βασιλίδι, πρὶν δι' ἀκριβοῦς γε τῆς πείρας ἀπογνόντα τὸν πατριάρχην τῆς τῶν κοινῶν σωτηρίας πραγμάτων ἄρξασθαι παραινεῖν αὐτῇ τὰ συνοίσοντα, καὶ βουλευτὴν καθίστασθαι περὶ ξυναλλαγῶν καὶ σπονδῶν πρὸς τὸν Καντακουζηνόν. ἀφ' οὗ δὲ τοιαύτην ἔγνω συμφέρον βαδίζειν ὁδὸν, παραχρῆμα καθ' ἑαυτοῦ καὶ τὴν βασιλίδα ἐξέμηνε. καὶ τοῦτ' ἦν ἀρχὴ καὶ κατάλυσις πρώτη συμπνοίας τε καὶ ὁμοφροσύνης ἐκείνης, καὶ νόσημα, μήτε μάλαγμα μηδὲν μήτε καταδέσμους οὐδένας παραδεχόμενον. πᾶσαν μὲν οὖν ἐκεῖθεν ἡ βασιλὶς ἐπίνοιαν στρέφουσα κατὰ τῆς τοῦ πατριάρχου καθαιρέσεως, καὶ πάντας ἐφ' ἑαυτῆς κυλίουσά τε καὶ ἀνακυκλοῦσα λογισμοὺς, οὐδὲν ἀνυσιμώτερον εὕρισκεν ἐς τὴν τοιαύτην πρόθεσιν, πλὴν τοῦ δογμάτων ἐκείνων, ὧν ἐξ ὅλης ἀπεωθεῖτο πρότερον τῆς ψυχῆς, καὶ ἀθέσμων φωνῶν τοῖς περὶ τὸν Παλαμᾶν κοινωνήσασα φίλους ἑαυτῇ καταστήσασθαι, καὶ συμμάχοις σφίσι χρήσασθαι θερμοτέροις κατ' αὐτοῦ.
(Δ.) Πρῶτον μὲν οὖν ἀπρόϊτον ὡς ἐν εἱρκτῇ τῷ οἴκῳ συγκεκλεῖσθαι τοῦτον ἐπέταττεν· ἔπειτα συνόδους ἐπισκόπων νύκτωρ καὶ μεθ' ἡμέραν ἤθροιζέ τε καὶ ὥπλιζε κατ' αὐτοῦ. τὴν γοῦν ὑστεραίαν ὁρισαμένη ποτὲ πρὸς τὴν ἐκείνου καθαίρεσιν ἀθροισθῆναι τοὺς ἐπισκόπους ἐπέσχεν ἡ νὺξ ἐκείνη, φλεγμονὴν τῷ λαιμῷ δεινὴν ἐπενεγκοῦσα, θάνατον ἀπειλοῦσαν πάνυ τοι σφόδρα αἰφνίδιον. καὶ ἦσαν ἐντεῦθεν ἄχρι τριῶν ἡμερῶν οἱ τοῦ θανάτου φόβοι κυκλοῦντες καὶ τὸ τῆς ψυχῆς ταράττοντες λογιζόμενον. τὸ γὰρ τοῦ θεοῦ μακρόθυμον ἐπεῖχεν ἔτι τὰ τῆς τελευταίας ὀργῆς βέλη καὶ τὸν τῆς γυναικὸς ἀνεβάλλετο ὄλεθρον, πλὴν ὅσον τὴν ἀπειλὴν ἐν τοιούτοις ἀῤῥωστήμασί τε καὶ πράγμασιν ἀμυδρῶς ἐζωγράφει, μεταμελείας καιρὸν μαινομένῃ ψυχῇ παρεχόμενον. ἐπεὶ δὲ ἡ τετάρτη ῥᾴονά τε ἐπεπράχει καὶ ὑπερσχεῖν παρεσκεύασε, τοὺς προτέρους αὖθις ἀνεκαλεῖτο κατὰ τοῦ πατριάρχου τρόπους, καὶ ἐς τὰ πρότερα ἐπαλινδρόμει βουλεύματα. ἓξ μεταξὺ παρεῤῥύησαν ἡμέραι, καὶ τὴν ὑστεραίαν αὖθις ὁρισαμένη τοὺς ἐπισκόπους ἐπὶ τοῖς ὁμοίοις ἐπέταττεν αὖθις ἀθροίζεσθαι.
(Ε.) Ἄρτι δὲ τοῦ ἡλίου τῆς γῆς ὑπερκύψαντος, σπουδῇ ταχύνας ἧκεν αὐτῇ μοναδικὸν καὶ ἡσύχιον ἄγων βίον ἀνὴρ, ᾧ σύνηθες φοιτῶντι συχνότερον ἀκούειν τὰς μυστικὰς τῶν λογισμῶν ἐξαγορεύσεις αὐτῆς. καὶ δέλτον ἐγχειρίζων ἔλεγεν αὐτῇ, πρὸ τῶν θυρῶν εὑρεῖν αὐτομάτως ἐξιόντα αὐτὸν ὀρθριαίτερον, ἀγνοῶν ὅστις ὁ ῥίψας εἴη, καὶ ὅτου χάριν. τά γε μὴν ἐγγεγραμμένα εἶχε πρῶτον μὲν ὅρκους φρικώδεις κατὰ τοῦ πνευματικοῦ ἐκείνου ἀνδρὸς καὶ κολάσεων δεινῶν ἀπειλὰς, ὅσαι ψυχῇ καὶ σώματι μακρὰν ἐπιφέρουσι καὶ ἀφόρητον τὴν δριμύτητα, εἰ βουληθείη διὰ δειλίαν, ἢ δι' οἱονδήτινα τρόπον, συστεῖλαι καὶ ἥκιστα ἐθελῆσαι δοῦναι τῇ βασιλίδι τὴν δέλτον. ἔπειτα ἔστρεφε τὸ τοῦ λόγου πρόσωπον ἐς τὴν βασιλίδα· καὶ ἦν ἡ τῶν λεγομένων δύναμις τοιαύτη. «εἰ μὴ παύσῃ μαχομένη καὶ πόλεμον ἐγείρουσα κατὰ τῶν ἱερῶν τῆς ἐκκλησίας δογμάτων, οὐκ ἂν φθάνοις φθείρουσα τὴν σὴν αὐθεντίαν καὶ τὸν τῆς οἰκείας δόξης ὄλεθρον αὐτὴ ἑαυτῇ δημιουργοῦσα καὶ ἐξυφαίνουσα.» τούτων αὐτήκοος ἡ βασιλὶς γεγονυῖα ἐχαλέπηνέ τε καὶ ὀξύτερον ἀνεβόησε, λοιδορουμένη σφόδρα τἀνδρὶ, καὶ ἀπειλοῦσα τὰ μέγιστα τῶν δεινῶν, εἰ τῶν βασιλείων ἔνδον ὀφθείη τοῦ λοιποῦ. κἄπειτα διαῤῥήξασα τὴν δέλτον ξὺν πολλῷ τῷ θυμῷ τὸν προκείμενον ᾔει κατὰ τοῦ πατριάρχου σκοπόν· καὶ συνεκάλει τοὺς ἐπισκόπους, καὶ ὅσοι τῆς τοῦ Παλαμᾶ φατρίας ὑπῆρχον, λῆρον ἡγησαμένη τὰ ἠκουσμένα.
(Στ.) Ὅθεν ἀπεκλείοντο μὲν αἱ πύλαι τῶν βασιλείων ἅπασιν, ὅσοι τῷ πατριάρχῃ συνηγοροῦντες εἶεν· ἀπεκλείετο δ' ὁ πατριάρχης αὐτὸς παῤῥησίας ἁπάσης καὶ τῆς ἐς τὴν σύνοδον ἐκείνην τῶν ἐπισκόπων ἀπαντήσεως. καὶ οὕτως ἐρήμῃ χρησάμενοι δίκῃ καθαίρεσιν ἔγγραφον ἐποιήσαντο κατ' αὐτοῦ, δι' οὐδὲν ἕτερον αἴτιον, ἢ ὅτι τὸν Παλαμᾶν ὁμοῦ ταῖς αὐτοῦ καινοφωνίαις ἀναθέματι καθυπέβαλλε, καὶ τὸν ὑπὲρ ἐκείνου κατέλυε τόμον ὑστερογενέσιν ἑτέροις τόμοις. ἐκείνην μὲν οὖν τὴν ἡμέραν ἐν τούτοις ἡ βασιλὶς ἀνηλωκυῖα περὶ δύσιν ἡλίου τρυφῶσαν παρετίθει τράπεζαν καὶ χλιδῶντα συμπόσια τοῖς ἐς τὴν τοῦ πατριάρχου καθαίρεσιν ἀγωνισαμένοις· καὶ γέλωτές τινες οὐ μάλα εὐσχήμονες καὶ χαρμόσυνα διηγήματα πανταχόθεν τὴν εὐωχίαν ἐκείνην συνεκρότουν τε καὶ ἐθώπευον. ἄρτι δὲ περὶ τὰς τῶν ὀρνίθων ᾠδὰς τῆς νυκτὸς γενομένης ἐκείνης, πάντα ἐς τοὐναντίον τὰ τῆς χαρᾶς ἐκείνης ἀντέστραπται. ἑσπέρας γὰρ ηὐλίσατο ἀγαλλίασις, καὶ εἰς τὸ πρωῒ κλαυθμός. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον.
(Ζ.) Τῷ δὲ βασιλεῖ Καντακουζηνῷ, τῶν βασιλείων ἐντὸς γενομένῳ, προσήκων τόπος ἥκιστα ἦν εἰς καταμονήν· καὶ ταῦτα μήπω μηδὲ τῆς συζύγου παρούσης, ἀλλ' ἐν Διδυμοτείχῳ διατριβούσης ἔτι. οἷς μὲν γὰρ ἁρμόττουσαν ἔχειν ἐνῆν οἰκήμασι δίαιταν βασιλεῖ, ταῦτα προκατέχουσαν οὐκ ἐξέστησεν Ἄνναν τὴν βασιλίδα ξύν γε τῷ παιδὶ καὶ βασιλεῖ Ἰωάννῃ, οὐδ' ἐμποδὼν ἐγεγόνει τὴν προτέραν σφᾶς ἐν τούτοις ἔχειν ἀνάπαυσιν· ἀλλ' ὥσπερ σφίσι τῶν βασιλικῶν πρωτείων ἐξεκεχωρήκει λαμπρῶς ἔν τε καθέδραις καὶ εὐφημίαις, οὕτω κἀν ταῖς οἰκήσεσιν ἐπεπράχει. αὐτὸς δ' ἐν τοῖς περὶ τὸν Ἀλεξίου τοῦ πάλαι μέγιστον τρίκλινον ἐρειπίοις μᾶλλον ἢ οἰκήμασιν εἰπεῖν δέδωκε φέρων οἰκεῖν ἑαυτόν.
(Η.) Ἰωάννην γε μὴν τὸν πατριάρχην, δέσμιον τηνικαῦτα παρόντα τοῖς βασιλείοις εὑρὼν, οὐδὲ μιᾶς ἠξίωσε προσαγορεύσεως. διώκτην γὰρ αὐτοῦ καταστάντα, καὶ θερμὸν ἐξ ἀρχῆς πολέμιον, οὔτ' εὖ τι δρᾷν εἶχε, τῆς καρδίας ἥκιστα προθυμουμένης ὁμαλὸν πρυτανεύειν οὐδέν· οὔτ' αὖ τοῖς αὐτοῦ κακοῖς κακὰ προστιθέναι κέκρικεν ἕτερα δεῖν· πλὴν ὅτι ταῖς τοῦ Παλαμᾶ πειθόμενος εἰσηγήσεσι τῇ τε τῆς ἐπισκοπῆς καθαιρέσει προσεπῆγε καθαίρεσιν καὶ ἅμα ἐν τῇ τοῦ θείου Βασιλείου μονῇ προστεταχὼς ἀπενεχθῆναι τέως ἐς Διδυμότειχον ἐκεῖθεν ἐξόριστον μετ' ὀλίγον αὐτὸν ἐπεπόμφει.
(Θ.) Καὶ ταυτὶ μὲν, ἰδίας καὶ πολυτελεστέρας δεόμενα πραγματείας, κεφαλαιώδως πως ἡμεῖς καὶ σφόδρα τοι πεφεισμένως οὑτωσὶ διεξεληλύθειμεν, πλείσταις ἄλλαις διεξιέναι λόγοις ἀφθονωτέροις τὰς ὑποθέσεις γλώτταις παραχωροῦντες, καὶ ἄλλοτ' ἄλλαις ἀεὶ πανταχόθεν εἰς ἕνα τινὰ συγκεκροτημένον ἐχούσαις δρόμον τὸ πέρας· οἷς ἐντυγχάνειν τέ ἐστι ῥᾷστα τοῖς βουλομένοις καὶ ἅμα τὸ πολύχουν τε καὶ ποικίλον τῶν ὑποθέσεων ἀκριβέστερον ἐκμανθάνειν. τούτων δ' οὕτως ἐχόντων, ἐξέσται λοιπὸν ἐπανιοῦσι τῶν τῆς ἱστορίας ἡμῖν ἐκείνων ἔχεσθαι πάλιν ὁμοίως εἱρμῶν, κἀκεῖθεν τῆς τῶν ἑξῆς ἀφηγήσεως ἄρχεσθαι, τὰ πλείω συντομίας εἵνεκα τῶν μεταξὺ, καὶ ὅσα πλείστοις ἄλλοις ἰδίᾳ τε καὶ δημοσίᾳ ἐστὶν εἰρημένα, παραλιμπάνοντας.

ιʹ. Ἐπεὶ γὰρ τοῖς περὶ τὸν Παλαμᾶν τὸ σπουδαζόμενον ἅπαν ἦν, ἀεὶ συνιστᾷν καὶ ἐποικοδομεῖν τὰς σφῶν αὐτῶν καινοφωνίας, πόῤῥωθέν τε καὶ ἐγγύθεν, ἔπειθ' ὑποῤῥέοντα μὲν πρὸς τὸ ἀδοξότερον τὰ τῶν Βυζαντίων ἑώρων πράγματα, τὰ δὲ τοῦ Καντακουζηνοῦ πρὸς τὸ ἐπικρατέστερον ἀνιόντα, Ἄνναν μὲν ἐς προὖπτον αὐτοὶ καὶ λαμπρῶς ἐθώπευον τὴν βασιλίδα, διά τε τῶν αὐτῇ προσῳκειωμένων ἀρχόντων καὶ ὅσον τὴν βασίλειον ἐπλήρου γυναικωνῖτιν πλῆθος, ἵνα δὴ συναγωνιζομένην ἔχοιέν σφισιν αὐτὴν ἅμα τοῖς ἀμφ' αὐτὴν ἅπασιν· εἶχον γὰρ εὐφυῶς ὑποδραμεῖν καὶ ἀναμοχλεῦσαι ῥᾷστα γνώμας ἀνθρώπων, τοῦ πονηροῦ παραθήγοντος πνεύματος· λάθρα δὲ γραφαῖς καὶ πολυτρόποις μηχαναῖς τῷ Καντακουζηνῷ συνεκρότουν, πόῤῥωθεν καὶ αὐτὸν ἐς τὰς οἰκείας καινοφωνίας μεθέλκοντές τε καὶ ἁρμοζόμενοι. διὸ καὶ τοῖς προδιδοῦσιν αὐτοὶ συνήργουν τὰ κράτιστα ἐς τὴν τοῦ Καντακουζηνοῦ πρὸς Βυζάντιον εἴσοδον. καὶ οὑτωσὶ λοιπὸν ἐξανδραποδισαμένοις ἐκείνου τὴν γνώμην ἅπασαν μικρόν τι τὸ κωλύον ἅπαν ἐνομίζετο, καὶ μόγις μέγα, φέρειν καὶ ἄγειν Καντακουζηνὸν εἰς ἅπαν τὸ σφίσι βουλόμενον, ἀφ' οὗ τὸ βασίλειον ἐς τὸ ἐντελὲς περιεζῶσθαι ξυνεῤῥύη κράτος.
(Β.) Δόξαν οὖν ἐς τοὺς ἰδίους τῷ Παλαμᾷ τρόπους ἀνυσιμώτατον δυοῖν πεπραχέ ναι θάτερον· ἢ ἑαυτὸν, εἰ δυνηθείη, τοῖς πατριαρχικοῖς ἐγκαθιδρῦσαι θρόνοις, ἢ γοῦν τῆς φατρίας τό γε δεύτερον ἕνα ὁντινοῦν· ἐπειδήπερ αὐτῷ μὲν ἥκιστα κατὰ σκοπὸν ἐχώρει τὸ πρᾶγμα, ἀντεισενεγκεῖν Ἰσίδωρον ἐξεγένετο, ὃς Μονεμβασίας μὲν ἐψήφιστο πρότερον· ἔπειτα διὰ τὸ ταῖς τοῦ Παλαμᾶ καὶ αὐτὸν ἁλίσκεσθαι καινοφωνίαις καθῄρηταί τε καὶ τῆς ἱερᾶς ἀφώρισται κοινωνίας· δι' ὃν δὴ καὶ πατριαρχεύσαντα νῦν τὸ τῆς ἐκκλησίας εὐθὺς ἐῤῥάγη σύστημα.
(Γ.) Καὶ πρῶτον μὲν τῶν ἐπισκόπων οἱ πλείους ἐς τὸ τῶν θείων ἀποστόλων ἀθροισθέντες τέμενος, δεύτερον δ' ἐς τὴν Στεφάνου τοῦ θείου πρωτομάρτυρος μονὴν, αὐτόν τε Ἰσίδωρον καὶ ὅσοι ὁμόφρονες εἶεν ἀναθέματι κανονικῷ καθυπέβαλλον, καὶ ἅμα τὴν ψῆφον ὑπογραφαῖς ἰδίαις κυρώσαντες παῤῥησίᾳ σφίσιν ἐπεπόμφεισαν. ἐφ' οἷς ἀχθεσθέντες σφόδρα τὸν βασιλέως θυμὸν ὀξύνουσι κατ' αὐτῶν. κἀντεῦθεν τοῖς μὲν παραθεωρεῖσθαι ξυνέβαινε, κἀξ ἐνδόξων ἀδόξοις καθίστασθαι, κἀξ εὐπόρων αὖ αἰφνίδιον ἀπόροις· τοῖς δ' ὑπερορίοις γίνεσθαι τῆς μεγάλης πόλεως, οἷς μὲν ἑκοῦσιν, οἷς δ' οὔ.
(Δ.) Καὶ τὰ ἐπὶ τούτοις ἔστι διηγουμένων ἑτέρων ἀκούειν πλατύτερον· ὅπως μὲν ἄλλος ἄλλοθι διεσπάρησαν ἅπαντες, καὶ ἀπεῤῥίφησαν μετὰ τῆς παῤῥησίας καὶ τῶν ἐλέγχων· ὅπως δ' αὖ τῶν πανταχῆ θαλάσσης τε καὶ γῆς ὀρθοδόξων ἐς Βυζάντιον συχνὰ ἐσεφοίτα γράμματα, ζήλου θείου μεστὰ, περιφανεῖ παραπεμπόντων ἀναθέματι Παλαμᾶν ὁμοῦ καὶ Ἰσίδωρον, καὶ ὅσοι ὁμόφρονες ἔκ τε Ἀντιοχέων φημὶ καὶ Ἀλεξανδρέων καὶ ἅμα Τραπεζουντίων ἐπισκόπων καὶ πρεσβυτέρων· ἔκ τε Κυπρίων ὁμοῦ καὶ Ῥοδίων καὶ ὀρθοδόξων προσοίκων· ἔκ τε Μυσῶν καὶ Τριβαλλῶν, καὶ ὅσοι τοῖς τῶν θείων πατέρων ὅροις ἐμμένειν μακρῷ παρειλήφεσαν ἐθισμῷ, καὶ μηδέν τι νεώτερον δέχεσθαι παρ' οὐδενὸς τῶν ἁπάντων, κἂν ἀγγέλων τις ἐξ οὐρανοῦ κομίζῃ.

ιαʹ. Ἡμεῖς δ' ἐς τοσοῦτον ἥκομεν τοῦ παρενεχθῆναι λαθεῖν τῷ πολυειδεῖ καὶ ποικίλῳ τῶν ὑποθέσεων, ὥσθ' ἃ παρεῖται δοκεῖν εἶναι τὰ καιριώτερα. τὰ δέ ἐστιν, ὅπως τε ἑκάτερος ἑκατέρῳ χορηγῷ καὶ ταμίᾳ τοῦ ἀξιώματος ἐχρήσατο· Καντακουζηνῷ μὲν Ἰσίδωρος τῆς πατριαρχίας, Καντακουζηνὸς δ' Ἰσιδώρῳ τῆς βασιλείας τὸ δεύτερον. ἡ γὰρ ἐν Διδυμοτείχῳ πρὶν ἀναγόρευσις τὸ τέλειον ἔχειν ἥκιστα ἐδόκει τοῖς Παλαμίταις.
(Β.) Γεγονέναι δὲ τὰ τοιαῦτα συμπέπτωκε κατὰ τὸν ἐν Βλαχέρναις θεῖον νεών. τὸ γὰρ θαῦμα τῆς οἰκουμένης ἐκεῖνο, τὸ μέγα λέγω καὶ περιβόητον τῆς τοῦ θεοῦ Σοφίας τέμενος, ἀφ' οὗ τὸ μέρος ἐκεῖνο καθῄρηται, πρὸς τὸ ἀχρεῖον φεῦ ἀπενεχθὲν, μακράν τινα τὴν ἀωρίαν εἶχε τοιαύταις ἑορταῖς διακονεῖσθαι καὶ πανηγύρεσιν. μὴ οὖν πρὸς τοσοῦτον οὗτος ἀποχρῶν πλῆθος πνιγηρόν τι χωρίον ἐδόκει καὶ ἀτερπές. τοῦ γὰρ δημοσίου βήματος ἐκείνου μῆκος ἀνάλογον ἔχειν ἀπαιτουμένου τῷ τε ὕψει καὶ πλάτει, ἐφ' οὗ τοὺς βασιλικοὺς ἔδει τεθῆναι θρόνους, ἐχρῆν ἑκατέρωθεν τὴν προσήκουσαν ἔχειν εὐρυχωρίαν καὶ τοὺς τοῦ θεραπευτικοῦ τάγματος, ὁπότε δεήσειεν· ὡς εἶναι βραχὺ λοιπὸν τὸ λειπόμενον τοῦ νεὼ πρὸς ὑποδοχὴν διαφόρων ὄχλων. ὅμως ἐφαμίλλου τῷ μεγίστῳ θείῳ ἐκείνῳ τεμένει τῶν πάντων ὄντος οὐδενὸς, ὁ δεύτερος ἐξ ἀνάγκης ἔδοξε πλοῦς εἰς τὴν χρείαν αὐτός.
(Γ.) Καὶ ἦσαν οἱ τοὺς βασιλικοὺς τηνικαῦτα θρόνους πληροῦντες ἐκείνους δυοῖν τε βασιλέων ὁμωνύμων ὁμοφροσύνη καὶ ἅμα βασιλίδες τρεῖς, Ἄννα τε καὶ Εἰρήνη ἡ Καντακουζηνὴ μετὰ τῆς θυγατρὸς Ἑλένης. τούτων δ' οὕτω τετελεσμένων, περὶ δεκάτην ὥραν που τῆς πρώτης καὶ εἰκοστῆς τοῦ μαΐου ἵππων εὐθὺς ἐπιβάντες, ὡς εἶχον, μετὰ τῶν βασιλικῶν ἐνδυμάτων ἐκείνων ἧκον ἐς τὸ παλάτιον. κἀκεῖ τὴν συνήθη πεποιηκότες ἐμφάνειαν ἀφ' ὑψηλοῦ τοῦ βήματος εἶτα κατῄεσαν, καὶ τράπεζαν παρετίθεσαν, ἐπὶ πέντε θρόνων αὖθις καθίσαντες.
(Δ.) Τοσαύτῃ δὲ πενίᾳ κατείχετο τὰ βασίλεια τηνικαῦτα, ὥστ' οὐδὲν ἦν τῶν τρυβλίων καὶ ἐκπωμάτων ἐκεῖ χρυσοῦν ἢ ἀργυροῦν· ἀλλ' ἔνια μὲν καττιτέρινα, τὰ δ' ἄλλα πάντα κεραμεᾶ καὶ ὀστράκινα. ἐξ ὧν ἔξεστι συνιέναι τοῖς ὅσοι μὴ ἀδαεῖς τῶν τοιούτων καὶ περὶ τῶν ἄλλως ὀφειλομένων, ὁπόσα μὴ κατὰ τὸ εἰκὸς τελεῖσθαι ξυνέβαινε, τῷ τῆς ἐνδείας βιαίῳ τῶν τότε τυραννουμένων πραγμάτων καὶ λόγων καὶ ἐγχειρημάτων. ἐῶ γὰρ λέγειν, ὅτι καὶ τὰ βασιλικὰ τῆς ἑορτῆς ἐκείνης διαδήματά τε καὶ περιβλήματα, ὡς ἐπὶ τὸ πλεῖστον, χρυσοῦ μὲν εἶχον τὴν φαντασίαν καὶ λίθων δῆθεν πολυτιμήτων· τὰ δ' ἦν ἐκεῖνα μὲν ἀπὸ σκύτους, ὁπόσα χρυσὸς ἐπιχρώζει πρὸς τὴν τῶν σκυτέων ἐνίοτε χρείαν· ταῦτα δ' ἐξ ὑέλων, παντοδαπὴν ἐχόντων χροιὰν πρὸς τὸ διαυγές. ἦσαν δ' οὗ καὶ σποράδην εἰπεῖν εὐκοσμίαν ἔχοντες ἀληθεύουσαν λίθοι πολυτελεῖς καὶ μαργάρων στιλπνότης, οὐκ ἀπατῶσα τὰς ὄψεις· οὕτως ἔῤῥει καὶ σφόδρα ἔσβη καὶ κατηνέχθη τὰ τῆς ἀρχαίας ἐκείνης εὐδαιμονίας τε καὶ λαμπρότητος τῶν Ῥωμαϊκῶν πραγμάτων· ὡς νῦν γε μηδ' ἄνευ αἰσχύνης ἔχειν ἡμᾶς ἐκτιθέναι τὴν τῶν τοιούτων ἀφήγησιν.
(Ε.) Αἰτίαι δ' ἦσαν τῆς τοιαύτης καταφορᾶς τε καὶ κακοδαιμονίας· πρώτη μὲν, ἡ τῶν ἐμφυλίων στάσεων φορά τε καὶ σύγχυσις· ᾗ ῥᾴστη μὲν ἡ τῶν ὄντων ἦν χρηματικῶν εἰσόδων ἀνατροπή· ῥᾴστη δ' ἡ τῆς οὐκ οὔσης δαπάνης εὕρεσις καὶ ἐπίνοια· δευτέρα δὲ καὶ τελευταία, τὸ φιλάργυρόν τε καὶ χρυσομανὲς τῆς γνώμης τῆς τε βασιλίδος Ἄννης καὶ Ἀλεξίου τοῦ Ἀποκαύκου· οἷς ἡ τοῦ στρατεύεσθαιχρεία κατὰ τοῦ Καντακουζηνοῦ, πρόφασιν παρασχοῦσα πλουτεῖν κακοτρόπως, ὅλαις ἐξαντλεῖν ἐπινενόηται χερσὶ τὰ ἐκ πολλοῦ τοῖς βασιλικοῖς ταμιείοις ἐντεθησαυρισμένα πολυτελῆ κειμήλια. προσποιούμενοι γὰρ ἑτέροις πιπράσκειν τὰ μὲν αὐτῶν αὐτοὶ κατ' ἐκλογὴν ἐσφετερίζοντο λάθρα· τὰ δ' αὐτοὶ ἑαυτοῖς ἐπίπρασκον, πάνυ τοι εὔωνον, καὶ ὁποία βουλομένοις σφίσιν ἦν, τὴν πρᾶσιν ποιούμενοι. ἦν δ' ὅμως καὶ ἐξεπίτηδες τὸ γινόμενον, ὡς αὐτοῖς ἐνίοτε ἐκλαλούμενον ἦν· ἵν' εἰ τύχοι παρειληφὼς τὴν βασίλειον ἀρχὴν ἐς Βυζάντιον εἰσεληλυθὼς ὁ Καντακουζηνὸς, μὴ εἶναί οἱ χρημάτων εὐπορίαν, δι' ὧν τοῖς ἡγεμόσιν ἰσχὺς κατ' ἐχθρῶν περιγίνεται καὶ κόσμος τῇ ἀρχῇ δημιουργεῖται· ἀναλογίαν γὰρ ἔχειν βίῳ παντὶ τὰ χρήματα, καὶ μάλιστα πάντων ταῖς ἡγεμονικαῖς ἀρχαῖς, ὁποίαν δήπου τοῖς πᾶσι ζώοις ἡ τῶν νευρῶν σύμπηξίς τε καὶ ἁρμονία.
(Στ.) Ὅθεν ἐλθόντι τῷ Καντακουζηνῷ πάντ' ἦν παντάπασι κεκενωμένα τὰ βασιλέων ταμιεῖα· καὶ πλὴν ἀέρος καὶ κόνεως καὶ τῶν Ἐπικουρείων εἰπεῖν ἀτόμων, εὕρηται πλέον οὐδὲν ἐν αὐτοῖς. δέον οὖν ζητῆσαι καὶ λαβεῖν ἃ μὲν ἐκ τῆς βασιλίδος Ἄννης εἰς τὰς τῶν βασιλικῶν ἐνεργειῶν ἀναγκαίας δαπάνας· ἃ δ' ἐκ τῶν τὰ δημόσια κατεδηδοκότων, κἀκεῖθεν πορισαμένων τὴν τοῦ πλουτεῖν εὐπορίαν, κἀκ πενήτων πάνυ τοι γεγονότων ἐξαίφνης πλουσίων· ὁ δὲ σιωπῇ παρέδραμεν ἅπαντα· εἴθ', ὡς ἐμοὶ δοκεῖ, τῇ συμφυεῖ καὶ συντρόφῳ πραότητι κἀνταῦθα χρώμενος· εἴθ', ὡς ὁ τῶν πλείστων ἐκράτει λόγος, δειλίας τε συνισχημένος τρόποις ἐξ ὁμοφυοῦς τινος ἀφελείας καὶ ἅμα δεδιὼς ἀδόκητόν τινα στάσιν, ἔτι τεταραγμένων αὐτῷ τῶν πραγμάτων καὶ ἀνωμάλων ὄντων.
(Ζ.) Τοσοῦτον γὰρ ἀπέσχετο τοῦ μηδενὶ δι' ὄχλου γενέσθαι τῶν ὅσοις, τῷ καιρῷ πρὸς ἁρπαγὴν χρησαμένοις συμμάχῳ, διανείμασθαι ξυνεπεπτώκει τά τε αὐτοῦ καὶ τὰ τῶν ἀκολουθησάντων αὐτῷ πράγματα, οἰκίας τε καὶ ἀγροὺς δηλαδὴ, καὶ ὅσα χρυσὸς καὶ μάργαρος καὶ λίθοι πολυτελεῖς συνοικοδομοῦσι καὶ συνυφαίνουσιν· ὥστε καὶ ὀφείλων ἀποδοῦναι πρὸς τῶν ἡρπακότων ἀνειληφότα μὲν τὸ οἰκεῖον ἅπαν πρότερον τοῖς μυρίους ὑπομεμενηκόσι δι' αὐτὸν κινδύνους, προσαποδοῦναι δ' αὖ καὶ τὰ τοῖς πόνοις ἀνάλογα ἔπαθλά σφισιν, ὁ δὲ οὐδ', ὅποι καταλύσειεν ἐκείνων ἕκαστος ἑσπέρας, ἦν πεφροντικώς· ἀλλὰ καὶ ἀπαιτοῦσιν ἐπετίμα, καὶ καταβοῶσιν ἤχθετο, καὶ διανυκτερεύοντας ἐν τοῖς ὑπαίθροις καὶ πλανωμένους ἐς ἀλλοτρίας θύρας ὑπερεώρα, ὑπόδειγμα τιθεὶς, ὡς ἔφασκε, σφίσιν αὐτὸς ἑαυτὸν διὰ τῆς τῶν παθημάτων ταὐτότητος, ὥσπερ τις βραβευτὴς καὶ ζυγοστάτης μέσος ἱστάμενος καὶ νέμων ἐπίσης ἑαυτῷ τε καὶ τοῖς ἄλλοις τὴν τοῦ βίου ῥοπὴν καὶ τὴν τῶν ὕβρεων πρόφασιν· ῥίζοθεν οὕτως ἐκτέμνων καὶ ἀποφράττων κακῶς τὰς τὸ δίκαιον σοφιζομένας τῆς κρίσεως γλώττας. ἀλλὰ περὶ μὲν τοῦ εὖ τε καὶ ὡς ἑτέρως τὰ τοιαῦτα τῷ Καντακουζηνῷ ἐψηφίσθαι τε καὶ πεπράχθαι κρίνειν παρίημι τοῖς τῇδε τῇ ἱστορίᾳ κατὰ τὸ εἰκὸς ἐντυγχάνουσι, καὶ συνάπτειν εὐφυῶς δυναμένοις ταῖς ἀρχαῖς τῶν πραγμάτων τὰ τέλη, καὶ παρεξετάζειν, ὥσπερ ἐφ' ἑνός τινος σώματος, τὴν ἀλληλουχίαν καὶ συστοιχίαν τῶν κατὰ μέρος καὶ καθ' ἕκαστα πεπραγμένων τε καὶ λελεγμένων. ἐγὼ δ' ἐκεῖσε ἐπάνειμι.
(Η.) Ἑβδόμη γὰρ μετὰ τὴν ἀναγόρευσιν καὶ στεφηφορίαν ἐκείνην ἡμέρα παρῆν· καὶ ὁ αὐτὸς ἐν Βλαχέρναις εἶχε θεῖος ναὸς μετὰ τοῦ βήματος καὶ τῶν δίφρων ἐκείνων τούς τε βασιλέας ὁμοῦ καὶ τὰς βασιλίδας· καὶ τὰ νόμιμα τῆς τῶν νέων βασιλέων προετελεῖτο συζυγίας, Ἰωάννου φημὶ καὶ Ἑλένης, τοῦ μὲν ἑξκαιδεκαέτους ὄντος, τῆς δὲ δυοῖν ὑποβεβηκυίας ἐτῶν ἐκείνου.

ιβʹ. Ἐπεὶ δὲ στρατὸς καὶ δῆμος ἅπας ἤσχαλλέ τε καὶ τὰ μέλλοντα μᾶλλον ἢ τὰ παρόντα ἐδεδίει δικαιωτήρια, διὰ τὸ ἐκκεκόφθαι καὶ ἀφωρίσθαι τῆς τῶν Χριστιανῶν κοινωνίας πρὸς τοῦ πατριαρχεύσαντος Ἰωάννου, τῆς ἐμφυλίου στάσεως ἄρτι καθισταμένης, εἴ τίς τε Καντακουζηνὸν ὡς βασιλέα καὶ εἴ τις Παλαμᾶν μετὰ τῆς φατρίας εἰς κοινωνίαν προσίεσθαι βούλοιτο, ἔγγραφον ὁ πατριαρχεύων τέως Ἰσίδωρος, ἐπ' ἄμβωνος ἀναβεβηκὼς, διεξῆλθε συγχώρησιν, ἣ καὶ ἦν τῶν ἁπάντων οὐδεὶς ᾧ ἤρεσκέ τε καὶ προσεδέδεκτο· ἀλλ' ὑπηνέμια παντάπασιν ἐδόκει, καὶ ἀμυδρότερα πάσης σκιᾶς, καὶ χλεύης καὶ μυκτῆρος ἄξια μακροῦ, καὶ μικροῦ δέω λέγειν, ἦν οὐδεὶς ᾧ μὴ γέλως τὰ λεγόμενα ἦν, καὶ ὅμοια ὥσπερ ἂν εἴ τις ἄμφω τὰς ὄψεις τελέως ἀφῃρημένος τοὺς τῶν ὀφθαλμῶν τὸν ἕτερον πεπηρωμένους ἰατρεύειν ὑπισχνεῖτο. τοῖς γε μὴν σεμνοτέροις ταῦτα δὴ τὰ τοῦ εὐαγγελίου διὰ γλώττης ἦν, «ἔξελε (φάσκουσι) πρῶτον, ὑποκριτὰ, τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου»· καὶ αὖ ἐπὶ τούτοις ὁπόσα γε τούτοις ὁμόστοιχα. «δέον γὰρ αὐτὸν (ἔφασκον) συγγνώμην ἑαυτῷ τὴν μείζω ζητεῖν ἐπὶ διπλοῖς καὶ πολλαπλοῖς τοῖς ἐγκλήμασιν, ὁ δὲ τοὺς οὐδὲν αὐτοῦ δεομένους ἀναιδῶς οὑτωσὶ θεραπεύειν ἠξίου, τοὺς μὴ πάνυ λεπροὺς, εἰπεῖν, ὁ πάνυ λεπρὸς, καὶ τοὺς μικρᾶς δεομένους καθάρσεως ὁ ῥύπου καὶ πηλοῦ μεστὸς, κατὰ τοὺς χοίρους, οἳ τῷ βορβόρῳ ἐγκαλινδοῦνται.» τοιούτοις μὲν δὴ καὶ μείζοσι τούτων αἱ πολλαὶ καὶ διάφοροι γλῶσσαι τῶν τηνικαῦτα παρόντων ἐκεῖ πρὸς αὐτὸν ἐπετόξευον σκώμμασι· καὶ σύνδυο καὶ σύντρεις ἐκ διαστήματος ἀθροιζόμενοι διηπόρουν ἀλλήλοις τά γε τοιαῦτα κοινούμενοι καὶ τὴν ἀναίδειαν λοιδοροῦντες ἐκείνου λάθρα καὶ ὑπ' ὀδόντα.
(Β.) Ἦσαν δ' οἳ καὶ ἐκκεκαλυμμένως ἐς προὖπτον ἐλοιδοροῦντο τἀνδρὶ, μηδὲν ὑγιὲς μήτε δρῶντι, μήτε λαλοῦντι, μήτ' ἐν τῷ τότε παρόντι τῆς ὥρας, μήτ' ἐς τοὐπιὸν τοῦ χρόνου. μετὰ γὰρ βραχύν τινα χρόνον, διὰ τὸ τῆς αὐτοῦ ῥαγῆναι κοινωνίας τοὺς πλείους τῶν ἐπισκόπων καὶ πρεσβυτέρων, πλῆθος ἀγοραῖον ἑαυτῷ θιασώτας ἀθροίσας τοιούτων τὴν ἐκκλησίαν ἀντὶ τῶν ῥαγέντων ἐνέπλησεν, ἐπισκόπους σχεδιάσας καὶ πρεσβυτέρους ἑτέρους, ὥσπερ οἱ μῦθοι πάλαι τοὺς σπαρτοὺς καὶ αὐθημερινοὺς γίγαντας, καὶ οὕτω κατὰ τῆς εὐσεβείας ἀμαθῶν λογίων ὁπλίσας πλεῖστα συνέδρια.
(Γ.) Ἔπειτα θεραπεύειν ἠξίου λυπούμενον τῆς τῶν πατριαρχικῶν ἀποτυχίας θρόνων τὸν Παλαμᾶν, διδάσκαλόν τε ὄντα τοῦ θιάσου καὶ τῆς φατρίας καί οἱ τῶν ἀξιωμάτων αἴτιον· καὶ τοῦτον ἐπίσκοπον χειροτονεῖ Θεσσαλονικέων· οἷ καὶ ἀπιόντα μήτε τινὸς τετυχηκέναι ξενίας πρὸς τῶν ἐκεῖ ξυμπέπτωκε πολιτῶν, καὶ ἅμα τὴν ἀπὸ Σκυθῶν πόῤῥωθεν εἰληφότα ῥῆσιν, εἰπεῖν, καθάπερ τι Κυλώνειον ἄγος ἐξ αὐτῶν εὐθὺς ἐπανιέναι ἐληλαμένον τῶν τῆς πόλεως ἀγρῶν καὶ προαστείων, πρὶν ἐντὸς γενέσθαι πυλῶν καὶ πρὶν ἐγγὺς ἐληλυθέναι τείχους.
(Δ.) Ἀλλὰ ταυτὶ μὲν ἑτέροις καταλελοιπότας ἡμᾶς, οἳ πραγματείαν εἰς μῆκος ἰδίαν πεποίηνται πάνθ' ὁπόσα τοῖς ἐκκλησιαστικοῖς συμβέβηκε τότε δόγμασιν, χρεὼν, ἃ τῇ ἱστορίᾳ κεφαλαιώδως πως εἰρῆσθαι προσῆκον, ἤδη διεξιέναι κατὰ τὸν ἄνω που παραλελειμμένον εἱρμόν.
https://byzantium.gr/

ΛΟΓΟΣ ΙΣτ’.

αʹ. Τῶν μὲν οὖν Θρᾳκικῶν πόλεων οὐδεμία, πλὴν τῆς παραλίου Μηδείας, ἐλέλειπτο, τοῦ μὴ ἐς ὑποταγὴν καταστῆναι τῷ Καντακουζηνῷ μετὰ τὴν ἐς Βυζάντιον εἴσοδόν τε καὶ τὸ τῆς αὐτοκρατορικῆς ἀναγορεύσεως ἐντελές. ἐν δὲ Μακεδονίᾳ, τῶν ἄλλων ὑπηκουσῶν τῷ τῶν Τριβαλλῶν ἡγεμόνι, Βέῤῥοια μὲν καὶ αὐτὴ μετ' ὀλίγον τῶν ὑπηκόων αὐτοῦ ἐγεγόνει, συμμαχίας ἄνευ ἐπὶ μακρὸν ἀντέχειν οὐ δυναμένη πρὸς βαρβαρικὴν καὶ ἐπίμονον μάχην, φυγάδος ἐκεῖθεν μεταξὺ γενομένου τοῦ τηνικαῦτα ἐπιτροπεύοντος Μανουὴλ, τοῦ τοῦ βασιλέως υἱοῦ. Θεσσαλονίκῃ δ' οὐκ ἤρεσκεν οὐδενὶ προσρυῆναι, μήτε τῷ Καντακουζηνῷ, μήτε μὴν τῷ τῶν Τριβαλλῶν ἡγεμόνι.
(Β.) Στάσις γὰρ ἐκ πολλοῦ κατεῖχεν αὐτήν· καὶ Ζηλωτῶν οὑτωσί πως ὠνομασμένων ἄθροισμα τῶν ἄλλων ἐπρώτευε· καὶ ἦν πρὸς οὐδεμίαν τῶν πολιτειῶν τὴν μίμησιν ἀναφέρουσα. οὔτε γὰρ ἀριστοκρατική τις ἦν, ὁποίαν τοῖς πάλαι Λυκοῦργος Λακεδαιμονίοις ἀνύειν προσετετάχει· οὔτε τις δημοκρατικὴ, καθάπερ τῶν Ἀθηναίων ἡ πρώτη τε καὶ ἣν ἐκ τετραφύλων εἰς δεκαφύλους ἐπεπράχει Κλεισθένης· οὔθ' ἥν τε Ζάλευκος τοῖς Ἐπιζεφυρίοις Λοκροῖς ἐβράβευσε καὶ ἣν τοῖς ἐν Σικελίᾳ Χαρώνδας ὁ Καταναῖος· οὔτε τις ὑπὸ δυοῖν ἢ πλειόνων εἰς ἕν τι κραθεῖσα καινότερον εἶδος, ὁποῖαί τινες ἦσαν ἥ τε Κυπρίων καὶ ἣν ἐν τῇ πάλαι Ῥώμῃ τὸν δῆμον, κατὰ τῶν ὑπατικῶν ἀνδρῶν στασιάσαντας, καταστήσασθαι λέγεται· ἀλλ' ὀχλοκρατία ξένη τις καὶ οἵαν φέροι ἂν καὶ ἄγοι τὸ αὐτόματον. θρασύτεροι γάρ τινες, εἰς αὐτοχειροτόνητον αὐθεντίας ἄθροισμα συλλεγέντες, πᾶσαν ἐκεῖ κατατρέχουσιν ἡλικίαν, τῆς τε πόλεως ἐκδημαγωγοῦντες τὸν ὄχλον πρὸς τὸ βουλόμενον καὶ τῶν πλουτούντων ἀφαιρούμενοι τὰς οὐσίας, τρυφῶντές τε αὐτοὶ καὶ μηδενὶ τῶν ἔξωθεν ὑπεῖξαι κελεύοντες ἡγεμόνων, ἀλλὰ τοῦτ' εἶναι κανόνα καὶ νόμον τοῖς ἄλλοις, ὅπερ ἂν ἐκείνοις δόξειεν.
(Γ.) Ἥ γε μὴν Θρᾳκικὴ Μήδεια, ἣ δυτικωτέραν τε ἔχει Βυζαντίου τὴν θέσιν καὶ πρὸς τῷ ἄκρῳ τοῦ Εὐξείνου κειμένη πόντου σταδίους ἐντεῦθεν ἀπέχει μικρόν τι τετρακοσίων ἐπέκεινα, πρὸς ὀλίγον ἀποστατήσασα, καὶ καθ' ἑαυτὴν γενομένη, πολλὰ μὲν ἔδρασε κατὰ Βυζαντίων δεινὰ, πλεῖστα δ' ἐπεπόνθει· τέλος δὲ πολιορκηθεῖσα προὔδωκεν ἑαυτὴν Καντακουζηνῷ καθ' ὁμολογίαν. καὶ ταῦτα μὲν τῇδέ πη ἔσχε.
(Δ.) Σεβαστοκράτορες δ' ἐπὶ τούτοις ὑπὸ τοῦ βασιλέως οἱ δύο τῆς βασιλίδος Εἰρήνης κεχειροτόνηνται ἀδελφοὶ, Ἰωάννης καὶ Μανουὴλ, καὶ τοῖς τῷ τοιούτῳ προσήκουσιν ἀξιώματι παρασήμοις, ἔν τε καλύπτραις καὶ ὑποδήμασιν ἅμα, κεκόσμηνται. ὧν ἅτερος, ὁ Ἰωάννης, ὀλίγῳ ὕστερον ἐς τὸ τῶν Ἐπιβατῶν ἀπιὼν φρούριον τῇ Ἀλεξίου τοῦ Ἀποκαύκου θυγατρὶσυνεζύγη· ᾗ συνῳκήκει πρότερον ὁ Παλαιολόγος Ἀνδρόνικος, ὃν πνιγῆναι κατὰ τὸν περὶ Διδυμότειχον καὶ Ἀδριανούπολιν ποταμὸν ἀνωτέρω που δεδηλώκαμεν. βραχὺν δ' ἐκεῖ διατετριφότα χρόνον ἔπειθ' ἑκόντα προὔπεμπε τὸν Ἰωάννην σύν γε τῇ νέᾳ συζύγῳ λαμπρῶς ἡ πενθερὰ ἐς τὸ τῆς Τραϊανουπόλεως ἔγγιστα φρούριον, τὴν τῶν Ἀδήλων λέγω μονήν. ἔνθα τὰς τῶν οἰκήσεων ἐπαύλεις καὶ τοὺς ἀγροὺς ἐκ πολλοῦ πρὸς Καντακουζηνοῦ κεκλήρωται τοῦ βασιλέως. ἐδεδίει γὰρ ἐκείνη, μὴ χειρωσάμενος ἐκεῖνος τὸ τῶν Ἐπιβατῶν φρούριον μετὰ τῶν χρημάτων ἐκεῖθεν ἐξόριστον ταύτην ποιήσηται.
(Ε.) Κατὰ τοῦτον μέντοι τὸν χρόνον νόσημα τοῖς ἀνθρώποις ἐνέσκηψε βαρὺ καὶ λοιμῶδες, ἀρξάμενον ἀπὸ Σκυθῶν καὶ Μαιώτιδος καὶ τῶν τοῦ Τανάϊδος ἐκβολῶν ἦρος ἄρτι καθισταμένου, καὶ διήρκεσεν ἅπαντα τὸν ἐνιαυτὸν ἐκεῖνον, μεταβαῖνον καὶ διαφθεῖρον ὡσαύτως μόνην ἐς τἀκριβὲς τὴν παράλιον οἰκουμένην, πόλεις ὁμοῦ καὶ χώρας, τάς τε ἡμετέρας καὶ ὅσαι κατὰ τὸ συνεχὲς διήκουσιν ἄχρι Γαδείρων τε καὶ στηλῶν Ἡρακλείων. δευτέρου δ' ἐπιόντος ἔτους μετέβη καὶ ἐς τὰς τοῦ Αἰγαίου νήσους. ἔπειτα καὶ Ῥοδίων ἥψατο, καὶ Κυπρίων ὁμοίως, καὶ ὅσοι τὰς ἄλλας νέμονται νήσους. ἐπενέμετο δὲ τὸ πάθος ἐπίσης ἄνδρας καὶ γυναῖκας, πλουσίους καὶ πένητας, γηραιοὺς καὶ νέους, καὶ ἁπλῶς εἰπεῖν, οὐδεμιᾶς οὔθ' ἡλικίας οὔτε τύχης ἐφείδετο. ἐκενοῦντο δ' οἰκίαι πλεῖσται καθάπαξ τῶν οἰκητόρων ἁπάντων μιᾶς ἡμέρας, ἢ καὶ δυοῖν ἐνίοτε, μηδενὸς μηδενὶ βοηθεῖν δυναμένου, μήτε δὴ τῶν γειτονούντων, μήτε μὴν τῶν κατὰ γένος καὶ καθ' αἷμα προσηκόντων οὐδενός. οὐ μόνους γε μὴν ἀνθρώπους τὸ πάθος οὑτωσὶ διετέλει μαστίζον· ἀλλὰ καὶ εἴ τι κατ' οἶκον ὡς τὰ πολλὰ τοῖς ἀνθρώποις ἐκείνοις συνέζη τε καὶ συνῴκει τῶν ἄλλων ζώων· κύνας φημὶ καὶ ἵππους καὶ ὀρνίθων παντοῖα γένη, καὶ εἴ τινες ἐν τοῖς τῶν οἴκων τοίχοις οἰκοῦντες ἔτυχον μύες. σημεῖα δὲ τοῦ τοιοῦδε νοσήματος ἦν ἐξανθοῦντα, καὶ τοῦ ἀθρόου πρόδρομα θανάτου ἐκείνου, ὀγκώδης τε ἔκφυσίς τις περὶ τὰς ἀρχὰς τῶν μηρῶν καὶ τῶν βραχιόνων καὶ ἅμα αἱματώδης φθόη· ἃ τοὺς συσχεθέντας αὐθημερὸν ἐνίοτε, καθημένους ἢ βαδίζοντας, τοῦ παρόντος ἀπῆγε τάχιστα βίου. ὅτε δὴ καὶ Ἀνδρόνικος, ὁ τῶν υἱέων τοῦ βασιλέως νεώτερος, ἐτεθνήκει.

βʹ. Τῶν μέντοι πραγμάτων ἐν τούτοις ὄντων, ἔδοξε τῷ Ἀσὰν Ἰωάννῃ, τοῖς περὶ τὴν Ἀδριανούπολιν χωρίοις ἄρτι τὰςδιατριβὰς ποιουμένῳ, τὸν ἀδελφιδοῦν ἰδίᾳ παρειληφότι Ματθαῖον (ὃς καθ' ἡλικίαν προὔχων τῶν βασιλέως παίδων τῶν τε ἐν Θρᾴκῃ πόλεων τὴν ἐπιτροπὴν πρὸς τοῦ πατρὸς καὶ βασιλέως ἐκληρώσατο τηνικαῦτα, καί οἱ συμβέβηκεν ἐν ταὐτῷ ξυνιέναι τῷ θείῳ, καὶ κυνηγεσίοις χρήσασθαι τοῖς αὐτοῖς) ὧν αἱ καρδίας αὔλακες θαλαμεύουσι λογισμῶν ἐκείνῳ κοινώσασθαι· καὶ ἀρξάμενος ἔλεξε τοιάδε.
(Β.) «Εἰ μὲν τύχην», φησὶν, «τινὰ καὶ τυραννοῦσαν πεπρωμένην τοῖς ἀνθρώποις τὰ πράγματα πρυτανεύειν οἴεσθαι ἔπεισί σοι, ἢ τῷ αὐτομάτῳ δεδωκυῖαν τὴν τῶν πραγμάτων ὀθόνην ἀτέκμαρτόν τινα καὶ ἀκυβέρνητον φέρεσθαι πλοῦν, σιωπᾷν τε ἄμεινον καὶ τὸν τῆς πεπρωμένης ἄδηλον περιμένειν μίτον. εἰ δὲ προαιρέσει καὶ βουλῇ τὰ ἐφ' ἡμῖν ὡς ἐπὶ τὸ πλεῖστον διοικεῖσθαι δέδοται, τοῦ χάριν, παρὸν ἡμᾶς ἐκ τοῦ ῥᾴστου καρποῦσθαι τὸ ζῇν ἀκινδύνως, ἐθελοντὰς ἡμῖν αὐτοῖς παντοδαπῶν περιπλέκειν δίκτυα φόβων; οἶσθα γὰρ, ὡς μυρίους ἐν τῇ ὑπερορίᾳ διηντλήκαμεν μόχθους μετὰ μακρῶν καὶ παντοδαπῶν τῶν κινδύνων, ὁπόσοι θανάτου γείτονες ἐπεφύκεσαν, τῷ σῷ πατρὶ περιποιούμενοι τὸ ἀκίνδυνον· ὡς δεύτερα εἶναι τὰ Διοσκούρων ἐγκώμια, καὶ εἴ τινες Ὀρέσται καὶ Πυλάδαι τὸν μακρὸν ἐμπεπληκότες αἰῶνα φιλαδελφίας ὑποδειγμάτων, εἴ τις τὰ ἡμέτερα τοῖς ἐκείνων ἀντεξετάζειν ἐθέλει. καὶ ἦν ἡ τοὺς τοιούτους ἀεὶ κατὰ τοῦ σοῦ μηχανωμένη πατρὸς διωγμοὺς καὶ θανάτους Ἄννα ἡ βασιλὶς, πρόσωπον ἀληθείας ἔχουσαν οὐδ' ἡντινοῦν προβάλλεσθαι δυναμένη πρόφασιν κατ' αὐτοῦ. παρ' ἧς ἐγώ τε καὶ οὑμὸς ἀδελφὸς Μανουὴλ πολλὰς ἐδεξάμεθα λάθρα μεθ' ὅρκων παντοίων γραφὰς, ἡμῖν τε κτημάτων ὁμοῦ καὶ χρημάτων προσόδους ἐπαγγελλομένης καὶ ἅμα τοῖς καθειργμένοις γονεῦσιν ἐλεύθερον ἥλιον. ἀλλ' ἡμεῖς γε, τοὺς τῆς δίκης σέβειν ἐθέλοντες θρόνους, ἐν ἀσαλεύτοις ἔχειν ὅροις ἐρηρεισμένους τοὺς πόδας ἐκρίναμεν δεῖν, καὶ μὴ διὰ φαυλότερον ἀγαθὸν διηνεκεῖς τινας τῷ συνειδότι μάστιγας προξενεῖν. τὸ γὰρ διὰ τὴν ἐμαυτοῦ σωτηρίαν σε μετὰ τοῦ σοῦ προδιδόναι πατρὸς (ἐῶ γὰρ τὴν ἄλλην ἐνταῦθα λέγειν συγγένειαν, ᾗ τῶν κινδύνων ξυμμετέχειν τε καὶ παραπολαύειν ξυνέβαινεν) ὅμοιον ἦν, ὥσπερ ἂν εἰ ἐμαυτὸν ἀντ' ἐμαυτοῦ προεδίδουν, καὶ τοὐμὸν ἑκὼν παρεῖχον αἷμα κατὰ γῆς κενοῦσθαι διὰ τοὐμὸν εἰπεῖν αἷμα. οὕτως εἰς αἰνίγματος λόγον τὴν ἐντεῦθεν ἀνέφερον ἔννοιαν, καὶ λύσιν οὐχ εὕρισκον οὐδεμίαν, ὥστε καθ' ἕν γέ τι παραλογίσασθαι τὰς τῶν τότε λογισμῶν κρηπῖδας. ἃ γοῦν οὑτωσί πως ἐφυλαξάμην αὐτὸς ἐν τῷ τότε παρόντι μὴ δρᾷν, νῦν τὸν πατέρα τὸν σὸν κατὰ σοῦ καὶ τῆς σῆς ὁμοῦ συγγενείας ἁπάσης ὁρῶ δεδρακότα· ναὶ μὴν καὶ κατὰ πάντων, ἁπλῶς εἰπεῖν, ὁπόσοις τοὺς μακροὺς ἐκείνους τετύχηκεν ἄθλους δραμεῖν, στρατιώταις καὶ στρατηγοῖς, οἷς μὲν τοὺς ὑπερορίους ἐκείνους, οἷς δὲ τοὺς κατ' οἶκον, καὶ οἷς τὰς ἐν δεσμωτηρίοις κακώσεις. οὐ γὰρ ἁπλοῦν ὑπῆρχεν ὃ τοῖς ταλαιπώροις τότε ξυνηνέχθη πάθος, οὐ δ' ἐπὶ βραχύν τινα τὸν χρόνον, ὅτι μὴ παντοδαπὸν καὶ ποικίλον, κἀπὶ μακροῖς ἐντεταμένον τοῦ χρόνου τοῖς ὅροις. οὕτω χαλεπὰ μὲν, οἷς ἐθελοντὰς ἡμεῖς ἑαυτοὺς καθήκαμεν πάθεσι τότε· χαλεπώτερα δ' οἷς ἄκοντες νῦν πρὸς τοῦ σοῦ πατρὸς ὑπεβλήθημεν ἀναξίως ἡμῶν. ὑπὲρ γὰρ ἐλευθερίας εὐδαίμονος τρέχοντες δουλείαν ἐλάθομεν ἀλλαξάμενοι κακοδαίμονα τῶν μακρῶν ἐκείνων πόνων καὶ δρόμων. οὓς γὰρ ὡς ἐπιβούλους σφοδροὺς τῆς ἡμετέρας ἐφεύγομεν ζωῆς, τούτους δεσπότας μάλα τοι ἄσμενος ἡμῖν ὁ σὸς ἐκεχειροτονήκει πατήρ· ὥσπερ ἂν εἰ ἐπίτηδες οὕτω τοὺς πολλοὺς ἡμεῖς ὑπεμένομεν πόνους, ἵνα τὰ τῶν διωκόντων ξίφη θᾶττον ἢ κατὰ τὴν ἐκείνων βούλησιν τοῖς ἡμετέροις λαιμοῖς προσαράξωμεν, καὶ ἵνα παρὰ τοσοῦτον πικρότερα τῶν διωγμῶν τὰ τῶν ἀμοιβῶν καρπωσώμεθα τέλη, παρόσον τότε μὲν ἐλπίδες εὐδαίμονες ἡμῶν τὸ ἡδόμενον ἔβοσκον· νῦν δὲ καὶ τὰς τῶν ἐλπίδων γλυκείας αὔρας ὁ σὸς ἡμῶν ἐκ τοῦ προφανοῦς ἀφῄρηται πατήρ. εἶναι γὰρ τῶν ἁπάντων οἶμαι μηδένα, ὃς ἂν ἐνέχυρα παρέχεσθαι δύναιτο, μὴ θάνατον εἶναι ταχύπουν εὐθὺς τὰ πάντων ἡμῶν ἐπιτίμια πρὸς τῆς βασιλίδος Ἄννης, οἷς δήπουθεν ἐξέσται ζῇν μετά γε τὴν τοῦ σοῦ πατρὸς ἀπαλλαγήν. φέρε τοίνυν, ἕως ἡμῶν αὐτῶν ἡμεῖς ἐσμεν κύριοι, γενναῖόν τι δρᾶσαι προθυμήθητι, ταῖς ἐμαῖς ὑπὲρ σοῦ καὶ ἡμῶν πειθόμενος συμβουλαῖς, ἵν' οὑτωσί πως τὸν αἰσχρὸν καὶ ἀκλεᾶ κίνδυνον ἀποκρούσασθαι δυνηθῶμεν. μέρος γὰρ τῆς ὅλης ἀρχῆς ὑφελόμενος οἰκείαν σαυτῷ περιποιήσασθαι προθυμήθητι βασιλείαν, ζῶντι μὲν ὑπήκουσαν τῷ σῷ πατρὶ, τελευτῶντι δὲ, ἰδιότροπον ἐσομένην σοι τοῦ ζῇν καταφύγιον ἀσφαλές. δυοῖν γὰρ ἐντεῦθεν ἡμῖν ἔσται θάτερον, ἢ τὴν σώζουσαν ἐκ τἀσφαλοῦς κατακτήσασθαι τύχην, ἢ τῶν τοῦ παρόντος ἀπηλλάχθαι τὴν ταχίστην βίου δυσχερῶν· οἷς συνεζηκέναι, μόνοις εἶναι φορητὸν ἐκείνοις οἶμαι, οἷς οὐκ ἄχαρι φαίνεται οὐδὲ σφόδρα κακόδαιμον, μάρτυρας τῆς αἰσχύνης διὰ βίου τὰς τοῦ ἡλίου κεκτῆσθαι αὐγάς.» ἀλλ' ὁ μὲν Ἀσὰν Ἰωάννης τοιάνδε τινὰ διεξῄει τὴν συμβουλὴν πρὸς τὸν ἀδελφιδοῦν Ματθαῖον, ἑαυτῷ τε κἀκείνῳ καὶ συγγενέσι καὶ φίλοις προμνώμενος τὸ ἀκίνδυνον.
(Γ.) Πρὸς ὃν ὁ ἀδελφιδοῦς Ματθαῖος ἠμείβετο τάδε. «κἀγὼ τοῖς αὐτοῖς ἀεὶ περιστοιχίζομαι φόβοις νύκτωρ καὶ μεθ' ἡμέραν, ὦ βέλτιστε· καὶ ὥσπερ τῶν Περσῶν ἐκείνων αἱ ναυτικαὶ δυνάμεις Ἐρέτριαν πάλαι καὶ Ἀρτεμίσιον περιεληλυθυῖαι συνεῖχον, οὕτω τὴν ἐμὴν καρδίαν παντοδαποὶ κυκλοῦσιν ἀεὶ χοροὶ λογισμῶν, ὥσπερ νῆσον φορτίδες τινὲς καὶ τριήρεις, φόβων γέμουσαι καὶ φροντίδων μακρῶν, αἳ τῆς μελλούσης ἡμῖν, ὥσπερ ἐξ ἐφόδου λῃστρικῆς, κατάγουσαι φέρουσι μνήμας προφανοῦς κακοδαιμονίας. ἐξ ὧν ὠδῖνας μὲν ἔχειν ἔνεστι, καὶ τὰς ἐντεῦθεν ὑπομένειν ἀλγηδόνας· τίκτειν δ' ἥκιστα ἔνεστι, καὶ ἀποσκευάζεσθαί πως τὸ λυποῦν, ὑφορωμένῳ τοὺς πατρίους τῆς γενέσεως νόμους, οἳ μηδ' ἐς τὰ προφανῆ συγχωροῦσι δίκαια πατράσιν υἱέας ἀντινομοθετεῖν. καί σοι πολλάκις ἐγὼ τὸ ἀπόῤῥητον βουληθεὶς ἐξειπεῖν τὴν μαιευσομένην ὅμως οὐκ εἶχον γλῶτταν. ἀρχομένη γὰρ πρὸς φῶς ἐξάγειν τὸ τῆς καρδίας ἔμβρυον τοὺς τόνους εὐθὺς παρελύετο τῆς ὁρμῆς, καθάπερ ὑπὸ νάρκης τινὸς ἐνδυναστευούσης σφοδρῶς πεδουμένη, τῆς τοῦ πατρὸς αἰδοῦς δηλαδή· καί μοι τὰ τῆς γνώμης ἐς τὸ μηδὲν αὖθις ἐχώρει, καὶ κατεστρέφετο ῥᾷστα. εἰ οὖν περὶ ἄλλων ὁτωνδήποτε πραγμάτων ὁ λόγος ἦν, καὶ ἥκιστα περὶ τὸ ζῇν ὁ πᾶς ἡμῖν ἐκινδυνεύετο φόβος, παρὰ τοσοῦτον ἠμέλησα ἂν, παρόσον μὴ ὅτι τῶν πολλῶν οὐδὲν αὐτὸς διαφέρειν οἴομαι, ἀλλ' εἰ καὶ σύνεσιν εἶχον ἐκ φύσεως οὑτωσὶ κεχορηγημένην, ὡς διὰ μέγεθος αἰθερίων ψαύειν δοκεῖν ἀντύγων, καὶ οὐρανίαις τισὶ ξενοδοχεῖσθαι σκηναῖς, ῥᾷστα ἂν ἔγωγε φέρων ὑπέζευξα ταύτην τοῖς τῶν τοῦ πατρὸς βουλημάτων ποσί. νῦν δ' οὖν, ἵνα καὶ αὐτὸς πλατυτέρῳ χρήσωμαι λόγῳ, σοῦ καθάπερ τινὰ θύραν ἡμῖν ἀνοίξαντος, ὃς καὶ δευτέραν μοι σώζεις τάξιν πατρὸς, ἐπειδὴ πᾶσι φίλον ἀνθρώποις τὸ ζῇν, καὶ πολλοὶ πολλάκις, ὑπὸ τῶν ἀθρόων περιστάντων κινδύνων, τὴν βασίλειον, ὥσπερ τινὰ φρουρὰν, περιεζώσαντο δύναμιν, ἄκοντες μὲν, ἀναγκαίως δὲ, οὔκουν αἰτιώμενος ἔμοιγέ τις ξὺν δίκῃ πάντως αἰτιῷτο ἂν, εἰ καὶ αὐτὸς, ὑπὸ τῶν ὁμοίων ἐλαυνόμενος φόβων, ἐς τὴν τῶν ἐρυθρῶν ὑποδημάτων ἀντίληψιν καταφεύγοιμι. ὅμοιον γὰρ ἂν ποιοίη τις ἐνταυθοῖ, τὰ τοιαῦτ' εὐλαβούμενος, ὥσπερ ἂν εἰ χειμῶνι μεγίστῳ περιπεσὼν ἐν πελάγει μέσῳ καὶ κύμασιν, ἐν οἷς τῆς ὁλκάδος συμβὰν οὑτωσί πως ῥαγείσης ἐξὸν αὐτῷ σανίδος ἐπειλημμένον τινὸς διαποντίους μὲν ἔχειν κινδύνους, ἔχειν δ' ὅμως ὁμοῦ καὶ τὰς ἐλπίδας τοῦ ζῇν αἰωρουμένας, ὥσπερ ἀπὸ λεπτοῦ τινος καὶ ἀραχνώδους ὑφάσματος, ὁ δ' ἀφειδῶν παντάπασιν ἑαυτοῦ πυθμέσιν ὑποβρυχίοις ὑδάτων ἐθελοντὴς ἑαυτὸν παραπέμπῃ. τοῦτο δὲ παραπληξίας ἔγγιστ' ἂν εἶναι δόξειε τοῖς ὅσοι καλῶς τὰ τοιαῦτα βούλονται κρίνειν. τὰ γὰρ ἐξ ἀφανοῦς τινος ἀνάγκης ἐπιόντα δεινὰ συγγνώμην σαφῆ τοῖς πάσχουσι νέμει. οἷς δ' ἀπὸ γνώμης ἰδίας εἰς τὰς τῶν δεινῶν ἐμπίπτειν ἕπεται λαβυρίνθους, μεγάλη τις χορηγεῖται νέμεσις, παρ' οἷς σχολὴ τὰ τοιαῦτα φιλοτιμότερον σκέπτεσθαι. ἐγὼ δ' ἵνα τι καὶ βαθύτερον φθέγξωμαι, οὐδὲ τῆς πατρικῆς ὑπερόριον γνώμης ὂν εὑρίσκω τουτί. αὐτὸς γάρ μοι τοὺς τοιούτους προεζωγράφησε τρόπους ἐν ἑαυτῷ, ὁπότε συνελαθεὶς καὶ αὐτὸς ὑπὸ τῶν περιστάντων κινδύνων εἰς τοῦτο προήχθη τὸ σχῆμα τῆς βασιλείας, ὥσπερ εἰς ἀσφαλείας ἀκρόπολιν· ὡς νῦν γε δυοῖν θάτερον ἐλπίζειν ἔσεσθαί μοι πρὸς τοῦ πατρὸς ἕψεται· ἢ γὰρ, ὡς μιμησάμενον τὴν ἐν ἀπόροις εὐπορίαν αὐτοῦ, τὸν υἱὸν ἐπαινέσειεν ἄν πως ἐμέ· ἢ εἰ λοιδορεῖσθαί μοι ἐπιχειροίη, λάθοι ἂν αὐτὸς ἑαυτῷ περιφανῶς λοιδορούμενος ἢ ἐμοί· ὡς μηδ' ἔχειν παρ' οὐδέσιν Ἑλλανοδίκαις τὸ συγκεχωρηκὸς ἐμοὶ τῆς ἐγχειρήσεως ἐπεξιέναι.»
(Δ.) Ταῦτ' εἰπὼν καὶ αὐτὸς τὸν μὲν θεῖον ξυνδιαφέρειν παρήγγειλε τὴν ἐγχείρησιν, καὶ τοῖς ἑκασταχοῦ στρατιώταις ὁμιλεῖν τὰ εἰκότα· αὐτὸς δὲ τὴν τῆς Ὀρεστιάδος κατειληφὼς ἀκρόπολιν ὅλην ἐκεῖθεν ὠχύρου τὴν πόλιν, καὶ πρὸς ἔργα παρεσκευάζετο, ἐκδημαγωγῶν τε καὶ μαλακοῖς τισι λόγοις ἐξιδιούμενος τὰ στρατόπεδα.

γʹ. Ταῦτ' οὐκ ἦν ἀκούοντι ἠρεμεῖν τῷ πατρὶ, ἀλλ' ἀθυμίαις ἐνασχολεῖν, καὶ συντήκειν συχνὰ τὸ θυμούμενον τῆς ψυχῆς, πάλαι διανειμαμένῳ τοῖς μὲν υἱέσι τὰς ἀνελευθέρους τοῦ βίου τύχας, τῷ δὲ γαμβρῷ Παλαιολόγῳ τὰς τοῦ βασιλείου κράτους διαδοχάς. διὸ καὶ αὐθημερὸν ἐξιέναι πάνυ τοι προθυμούμενος, ὅμως ἐπεῖχεν ἔτι, καὶ ἐνεκαρτέρει τῷ τῆς γνώμης βουλευτηρίῳ. καὶ μέντοι καὶ ἥκιστα μάλα τοι ἀρεστὸν ἐδόκει, δυοῖν ἕν γέ τοι δρᾷν ἐκ τοῦ παραχρῆμα. οὔτε γὰρ ἄνευ ὅπλων ἐκ Βυζαντίου πρὸς γνώμην ἰέναι ἐθάῤῥει, ταῖς τῆς φιλοτιμίας ἄρτι διανηχομένην ἀκμαῖς· οὔτε μεθ' ὅπλων αὖ ἐκεῖ διαβαίνειν καὶ στρατοπέδων. ἐκμῆναι γὰρ ἂν οὑτωσὶ μᾶλλον πρὸς αἰθερίους φλόγας ὡς ἐν σποδιᾷ καθευδούσας ἔτι τὰς ἐν τῇ ψυχῇ τοῦ νεανίσκου κινήσεις, ὑπὸ δυοῖν ὀχληθείσας παθῶν, φιλοτιμίας ὁμοῦ καὶ δειλίας.
(Β.) Καὶ μὲν δὴ λοιπὸν ἐκπέμπειν ἐδόκει βέλτιον Εἰρήνην τὴν βασιλίδα, βαθείαις τε χρωμένην ταῖς τῆς συνέσεως αὔλαξι καὶ ἅμα οἰκονομικὴν ἐς τὰ μάλιστα οὖσαν ἔκ τε πείρας καὶ φύσεως, καὶ μαλακωτέρους τινὰς ξὺν τῷ πιθανῷ, καὶ ὅλως εἰπεῖν μητρικοὺς τῷ παιδὶ κομίζειν εἰδυῖαν λόγους. ἐξιούσης τοίνυν αὐτῆς, ἐπειδὴ περὶ Πάμφιλον ἐγεγόνει τὴν πόλιν, πρὸς ἀπάντησιν αὐτὸς ἐπορεύετο μάλα τεθαῤῥηκὼς τῆς μητρὸς, καὶ ἅμα ἐπειγόμενος κατὰ τὴν πορείαν, πρὶν ἐς Ὀρεστιάδα ἀφικέσθαι τὴν μητέρα, ἔξω που προκατειληφέναι, καὶ τὸν τῆς ἀφίξεως πόῤῥωθεν πυθέσθαι σκοπόν. ἡ δὲ τοὺς ἐκείνου σοφῶς παρακρουσαμένη δρόμους ἔλαθεν ἐντὸς Ὀρεστιάδος παρεισπεσοῦσα, πρὶν αἰσθέσθαι τὸν υἱόν.
(Γ.) Ἐπεὶ δὲ παρὰ τὴν ὁδὸν ὁ Ματθαῖος ἠκηκόει τὸ δρᾶμα, καὶ βαθυτέραις ἔγνω σαφῶς τῆς μητρὸς κατασοφισθεὶς ἐπινοίαις, ἐς τὴν ὑστεραίαν καὶ αὐτὸς τῇ Ὀρεστιάδι ἐπιδεδήμηκε, καὶ τῇ τε μητρὶ τὴν προσήκουσαν ἀπεδίδου προσκύνησιν καὶ ἅμα πρὸς ἅπαν τὸ κελευόμενον ὑπισχνεῖτο παρέχειν ὑπείκοντα ἑαυτὸν, εἰ δέος ἅπαν ἐξέλοιτο τῆς ἐκείνου ψυχῆς, μήτηρ τε οὖσα καὶ ψυχὴν καλῶς εἰδυῖα θεραπεύειν ἀμφιῤῥεπῶς ταλαντευομένην ὑπὸ δειλίας, καὶ φόβῳ τινασσομένην τοῦ μέλλοντος γνώμην υἱοῦ φιλομήτορος συνιστᾷν. ἡ δὲ μάλα βασιλικῶς προσειποῦσα καὶ μετά τινος ἐπιεικοῦς μεγαλοπρεπείας δεξιωσαμένη τὸν υἱὸν τάδε διέξεισιν.
(Δ.) «Ἐγὼ (φησὶν) ὦ παῖ, τὴν παροιμίαν, τὴν ἀεί τι Λιβύη, φάσκουσαν, φέρει καινὸν, ἐπαινῶ μὲν, οὐ τελέως δέ· διότι μὴ τέλειον ἔχει τὸ τῆς ἀποφάνσεως δόγμα καὶ ψήφισμα. περὶ γὰρ ὅλης γῆς καὶ θαλάττης ἀποπεφάνθαι προσῆκον, ἡ δὲ περὶ μόνης Λιβύης τὸ δόγμα ἐξήνεγκε, μικροῦ τινος μέρους οὔσης αὐτῆς, καὶ βιαίαν ἐχούσης τὴν μίμησιν πρὸς τὴν τῆς ὅλης γῆς ἀριστοκρατίαν. Λιβύης μὲν γὰρ ἡ καινότης ζώων τε μόναις τερατομόρφοις ἰδέαις ὁρίζεται καὶ πρός γε ἔτι τῶν ἐκεῖθεν διὰ μῆκος ὁδοῦ σπανίως παρακομιζομένων ἐς τὰ ἡμέτερα ἤθη πραγμάτων ἄλλων, ἰδιοτροπίαν τινὰ κεκτημένων, ὁπόσα ξενίζοντα φύεται παρὰ τῇ σκληρᾷ καὶ ἀνημέρῳ ἐκείνῃ γῇ. τῆς δὲ πάσης γῆς ἡ καινότης μαρασμῷ καὶ χλόῃ καὶ χαρᾷ καὶ λύπῃ μερίζει τὸν βίον διηνεκῶς, καὶ δόξῃ καὶ ἀδοξίᾳ, καὶ νόσῳ καὶ ὑγιείᾳ, καὶ θανάτῳ καὶ ζωῇ, καὶ ἁπλῶς εἰπεῖν, ἀρετῇ καὶ κακίᾳ, καὶ τροπαῖς καὶ ἀλλοιώσεσι παντοίαις τε καὶ μέτρον ἅπαν ἐλαυνούσαις. καὶ θαῦμα μὲν, πῶς ταῖς καινοποιΐαις ταύταις ἄμφω κεκτῆσθαι δοκεῖ, καὶ παίζει τὰς τῶν ἀνθρώπων γνώμας, καὶ τοῖς μὲν ἀνθεῖν ἀεὶ δοκεῖ, καὶ τοὺς τῆς τύχης πόδας ἕκαστον ἐπ' ἀσφαλοῦς ἐρείδειν· τοῖς δὲ μηδὲν κεκτῆσθαι βέβαιον μηδ' ἀσφαλές. βραχεῖα γάρ τις ὥρα πολλάκις καὶ μία ῥοπὴ διαστήματος χρονικοῦ μεταβάλλει πρὸς τοὐναντίον ἅπαν, καὶ ῥίπτει πολλὰ τῶν ἑστάναι δοκούντων εἰς ἔδαφος· καὶ αὖ πρὸς ὑπερήφανον ἐνίοτε τύχην ἀνάγει τὰ ἀφανῆ. Θαῦμα δὲ, πῶς ἀμιγὲς οὐδὲν οὐδ' αὐτοτελὲς τῶν ἁπάντων εὑρίσκεται παντάπασιν οὐδαμῆ, οὔθ' ἃ τῶν ἀγαθῶν, οὔθ' ἃ τῶν φαύλων εἶναι νομίζουσιν ἄνθρωποι· ἀλλὰ τὰ ἀλλήλων διηνεκῶς πολέμια καὶ μαχόμενα σύντροφόν πως ἔχει τὴν βλάστην, καὶ μίαν δήπου τινὰ τὴν εἰς φῶς προενεγκοῦσαν μητέρα προΐσχεται· καὶ τὰ τὴν ἄσπονδον ἔχθραν πρὸς ἄλληλα κεκτημένα ξένας τινὰς ἐν ἀνθρώπου θύει ψυχῇ τὰς σπονδάς· καὶ οὔτε βίον ἄλυπον ὄντα παρ' οὐδενὶ τῶν ἁπάντων ὁρῶμεν, οὔτε λύπην παντάπασιν ἀτερπῆ· ἀλλ' εἶναι συμβαίνει καὶ λύπην αἰτίαν χαρᾶς, καὶ αὖ μητέρα λύπης χαράν. ταῦτα μὲν εἶναι συμφυᾶ πως, καὶ ἐγκατῳκοδομημένα τοῖς πράγμασιν, ἡ πεῖρα ξυγχωρεῖ συνιέναι ταῖς συνετωτέραις ψυχαῖς· τὸ δὲ μεγέθη καὶ σμικρότητας τούτοις διδόναι, τοῦτο δ' οἶμαι δήπουθεν ὡς τὰ πολλὰ τῶν ἐφ' ἡμῖν ὑπάρχειν ἕν. Ὃς γὰρ μεγάλοις ἐφίεται πραγμάτων ὕδασιν ἐγκυβιστᾷν, ἀνάγκη τούτῳ καὶ μεγάλους ὑφίστασθαι τῶν κινδύνων τοὺς κλύδωνας· ᾧ δὲ βραχυτέροις ἐνδιαιτᾶσθαι νομίζεται ἀποχρῶν, τούτῳ δὲ καὶ μετριωτέραις κεχρῆσθαι ταῖς λύπαις τοῦ βίου χρεών. βασιλεία τοίνυν ἐν τοῖς τοῦ βίου πράγμασι μέγιστον εἶναι χρῆμα νομίζεται τύχης καὶ, ἵν' εἴπω, τὸ κράτιστον τῆς εὐδαιμονίας ὕψος. τὸ δὲ μικροῖς τισιν ὀβολοῖς ὁρίζεσθαί τῳ τοῦ βίου τὴν εὐπορίαν, καὶ τριβωνοφορεῖν, καὶ ἱκανὸν εἶναι ὃ τῇ φύσει τὸ ἀναγκαῖον μόνον χαρίζεται, τοῦτο δὲ κακόδαιμον φαίνεται, καὶ τούτων ἑνὸς, οἷς ὁ πλεῖστος ὄχλος καταρᾶται. ᾧ δ' ἑκατέροις τοῖς βίοις ἐν πείρᾳ γενέσθαι τετύχηκεν, ἄρχεσθαι μᾶλλον οὗτος ἢ βασιλεύειν ἕλοιτ' ἂν οἶμαι μάλα προθύμως, καὶ πένητα μᾶλλον τρίβειν βίον, ἢ ὃς μυρίαις περιστοιχίζεται δόξαις καὶ χρήμασιν· εἰ δ' οὖν, λεγέτω τις παρελθὼν, πῶς Ἀλέξανδρος ἐκεῖνος ὁ μέγας, ὁ μέχρις Ἰνδῶν τὰ τῆς Εὐρώπης διαβιβάσας ὅπλα, τὸν εὐτελῆ τοῦ Διογένους πίθον καὶ τὴν διεῤῥωγυῖαν ἀμπέχεσθαι μᾶλλον ἐσθῆτα ποθεῖν ὡμολόγει, ἢ τὴν τῆς ὅλης Ἀσίας τε καὶ Εὐρώπης ἔχειν ἀρχὴν, καὶ τὸν Βαβυλώνιον ἐκεῖνον περιβεβλῆσθαι πλοῦτον· ὅθεν καὶ τὸ πολὺ τῆς ῥᾳστώνης χεθὲν Δαρείῳ καὶ Πέρσαις ὄνειρον ἔδειξεν εἶναι σαφῶς τὰς δοκούσας εὐδαίμονας τύχας τοῦ βίου. οὐδὲν γὰρ οὕτω μεστὸν ὑποψίας καὶ ἀπιστίας, ὡς βασιλεία καὶ δυναστεύουσα χείρ. ᾧ μὲν γὰρ βασιλεύεσθαί πως τετύχηκεν, ἕνα μόνον οὗτος δέδιε, τὸν βασιλέα· φαίην δ' ἂν, οὐδ' αὐτὸν, εἰ τὰ δίκαια φυλάττειν, ὅστις ποτ' ἂν ᾖ, ἐθέλει, καὶ τὴν λαχοῦσαν μοῖραν στέργειν τοῦ βίου. ᾧ δὲ βασιλεύειν ἔξεστιν, οὗτος μετὰ τῶν ἐμφανῶν ἐχθρῶν πλείους ἔχει καὶ τοὺς κρύφα τὰς πλείους συσκευάζοντας τῶν ἐπιβουλῶν. οὐκ ὀκνήσω δ' εἰπεῖν, ὡς καὶ αὐτοὺς ἀεὶ δέδιεν, ὁπόσοι φυλάκων ἔχουσι τάξιν αὐτῷ, καὶ περίεστι τρέμειν ἀεὶ, καὶ Ταντάλειον, τὸ δὴ λεγόμενον, βόσκειν βίον. Ταῦτ' ἐννοῶν, φίλτατε, πείθου μητρὸς εὐνοούσης βουλαῖς, καὶ μὴ γνώμαις ἑτέρων συμφέρεσθαι δίδου, οἳ πρὸς ἓν δὴ μόνον τὸ οἰκεῖον σκοποῦντες συνοῖσον προσωπείῳ τινὶ κέχρηνταί σοι, μέχρις ἂν τὸ βουλόμενόν σφισι κατωρθωκότες αὐτοῖς, ἔπειτα καὶ σοὶ τὴν τοῦ βίου σχεδιάσωσιν ἐπιβούλως ἀπαλλαγήν· μηδὲ παραπλήσια τίθει τοῖς διώκταις ἡμῶν τὰ ἡμέτερα. παρόσον γὰρ ἐκείνων καὶ ἡμῶν τὸ συνάγον εἰς ὁμόνοιαν ἦν τῶν ἁπάντων μετὰ τὴν ζάλην οὐδὲν μεταξὺ, παρὰ τοσοῦτον ἡμῶν τε καὶ σοῦ τὸ τὴν τοῦ αἵματος ἕνωσιν διϊστῶν τῶν ἁπάντων ἔστιν οὐδὲν μεταξύ. τί γὰρ ἂν εἴη τὸ πεῖσαι δυνάμενον σπλάγχνα φύσεως ὑπ' ἀλλήλων τε καὶ δι' ἀλλήλων ῥήγνυσθαι· ὧν τὴν ἀπόῤῥητον σύμπηξιν μόνος οἶδεν ὁ ξυνδήσας ἀλύτοις τισὶ καὶ ἀδαμαντίνοις δεσμοῖς; ἢ τί τῶν ὑφ' ἡλίῳ καὶ ἀέρι πάντων ἡδὺ γένοιτ' ἂν τοῖς γονεῦσιν ἡμῖν, σοῦ μὴ παρόντος; ὡς νῦν γε τοῦτ' ἔστιν ὅ με μάλιστα ζῶσαν μετὰ τοῦ σοῦ κατάγει πατρὸς εἰς πυθμένας ᾅδου, ὅτι σύ γε ἡμῶν ἕνεκα τοιούτους ἔθρεψας ἐν σεαυτῷ λογισμούς. τί δ' ἄλλο τῶν πάντων εἴη θανάτου παντὸς γονεῦσι πικρότερον, ἢ τέκνων καταστροφὴ, καὶ τέκνων ἀγαθῶν· ὧν ἡ μνήμη καὶ μόνη τούτοις δημιουργεῖ πνοὴν καὶ τὸ θάλλειν ἐκ περιουσίας χαρίζεται τῇ ψυχῇ; ἀνάμεινον δ' εἰ βούλει μικρὸν, μέχρις ἂν καὶ αὐτὸς τέκνων γένῃ πατήρ· καὶ τότε διὰ τῆς πείρας εἴσῃ καλῶς, ὁπόσην οἱ τεκόντες τοῦ φίλτρου τὴν φλόγα βόσκουσιν ἐν μέσοις τοῖς σπλάγχνοις ὑπὲρ τῶν τέκνων. νῦν γὰρ οὐκ ἔχω, τίσι χρησαμένη λόγοις πείθειν ἄν σε δυναίμην τελέως, πρὶν εἰς τὴν τῶν λεγομένων σε πεῖραν ἀφῖχθαι. Μὴ δὴ παρίδῃς δάκρυα μητρὸς, μηδὲ μόχθον ἐν λήθῃ ποιήσῃς τοσαύτης ὁδοιπορίας, ὁπόσην ἐγὼ διανύσαι καὶ συντεμεῖν τάχιον ἢ κατὰ πάντα εὔζωνον ἄνδρα προτεθύμημαι διὰ σὲ, ἵνα δήπου μὴ σεαυτὸν ἀτεκμάρτοις περιβάλῃς κινδύνοις, καὶ καπνὸν φεύγων εἰς πῦρ ἐμπέσῃς, καὶ σκιὰν φυλαττόμενος ὑποψίας, ἐν ἀδήλῳ μέλλοντος φόβου καλινδουμένην, εἰς κρημνοὺς ἀποτόμους περιφανῶς συνωθήσῃς σαυτὸν ἑκοντὶ (ὃ τοῦ ἀκουσίου πάθους ἐστὶ μακρῷ χαλεπώτερον, ὁποῖον καὶ ἡμῖν τὸν ἑξαέτη χρόνον ἐξεγένετο πάσχειν ἐκεῖνον ἐλαυνομένοις, ὥς γε οἶσθα) καὶ ὃν διέφυγον τότε θάνατον, τούτου σὺν σοὶ διὰ σέ πως παραπολαῦσαί μοι γένηται. οἷς μὲν γὰρ ἀκουσίοις ἔπεισι τὰ δεινὰ, συγγνώμη τις εἴωθεν οἴκτῳ συγκεκραμένη συνεξακολουθεῖν. οἷς δ' ἐξ ἰδίας ἀβουλίας συμβαίνει πηγὰς ἀνορύττειν κακῶν ἑαυτοῖς, τοσοῦτον νεμεσᾶσθαί σφισιν εἰκὸς, ὅσον οὐδὲ τοὺς ἐλεήσοντας καταλιμπάνουσιν ἑαυτοῖς ξύν γε λόγῳ τῷ πρέποντι. Εἰ δέ μοι πολλὰ τῶν πάλαι πρὸς μέσον ἄγεις ὑποδειγμάτων, ὁπόσα πρὸς τοὺς ὁμοίους σε φόβους ἐνάγουσι, καὶ ξύν γε τοῖς ἄλλοις, ὅτι καὶ Μάρκιον ἐκεῖνον, τὸν τῇ πάλαι στρατηγήσαντα Ῥώμῃ ποτὲ, ἐς τοσόνδε τὰ μητρὸς ἔσφηλε δάκρυα, ὡς μυρίαις ὑφ' ὧν στεφανοῦσθαι ἐχρῆν καλυφθέντα λίθων βολαῖς θανεῖν δυστυχῶς, ἀλλὰ τἀληθῆ περί γε τἀνδρὸς ἐκείνου μαθὼν τὴν ἀμείνω κρίσιν ἕλοιο ἄν. πάσης γὰρ ἐκεῖνος ἀποκλείσας ἑαυτὸν ἀπολογίας, καὶ θύραν οὐδεμίαν συγγνώμης ταῖς ἐπιούσαις καταλελοιπὼς ἐλπίσιν, αὐτὸν ἑαυτῷ κατήγορον ἐκ τοῦ σύνεγγυς εἶχε, καὶ πολλὰ ταῖς τοῦ συνειδότος σκηναῖς αὐλιζόμενά οἱ παραπέπηγε κέντρα. τὰς γὰρ πλείστας Ῥωμαίων χώρας καὶ πόλεις θᾶττον ἢ λόγος ἀφελόμενος τὰς μὲν τοῖς ἐναντίοις ἐχαρίσατο, τὰς δ' ἐξηνδραποδίσατο καὶ κατέσκαψε χεῖρον ἢ τὰς Θήβας Ἀλέξανδρος. καὶ διὰ τοῦτο Μάρκιος εὔελπις ἥκιστα ἦν, οὐδὲ πάροδον ὅλως εἰς πίστιν εἶχον ταῖς Ῥωμαίων ψυχαῖς αἱ Μαρκίου συνθέσεις· οἵ τε Ῥωμαίων αὖ πολέμιοι φρικώδεσιν ὅρκοις αὐτὸν προκατειληφότες, ἔπειτα μέγαν ἐξ ἀσθενοῦς ταῖς οἰκείαις ξυμμεμαχηκότες δυνάμεσιν ἐπεπράχεσαν· ἃς βραχύ τι παρακρούσασθαι διὰ τὰ μητρὸς δόξας δάκρυα ἔλαθεν εἰς τοὺς ἐσχάτους ὀλέθρους ὠλισθηκώς. σὺ δ' οὔτε βλάβην τοῖς Ῥωμαίων οὐδεμίαν παρέσχες πράγμασιν, οὔθ' ὅρκοις οὐδέσι δέσμιον σεαυτὸν προκατέστησας. ταῦτα γὰρ ἅπαντα προκατειληφυῖα λαμπρῶς ἡ τῆς ἐμῆς ἀφίξεως ἀνεχαίτισεν αὕτη σπουδή· ὡς εἶναί σοι μηδὲν ἐμποδὼν τῶν ἁπάντων ταῖς μητρικαῖς παραινέσεσι πείθεσθαι. Ἔπειθ' ὁρᾷς καὶ εἰς ὅσον μὲν βραχύτητος ἡ Ῥωμαίων ἀρχὴ συνεστάλη, εἰς ὅσον δὲ πενίας τὰ Ῥωμαίων ἐῤῥύη πράγματα· ὡς μηδὲ λέγειν θαῤῥεῖν φειδοῖ τῆς τῶν ἀκουσομένων αἰδοῦς. ὅμως ἐξ ἑνός γέ του δηλώσω σοι τρόπου. ἴσασι μὲν γὰρ τῶν Ῥωμαίων καὶ βαρβάρων οἱ πλεῖστοι τὸν πλοῦτον πρὸ τῆς συγχύσεως καὶ τῶν διωγμῶν ἐκείνων, ὁπόσος τοῖς σοῖς γονεῦσιν ὑπῆρχεν ἡμῖν, ἔν τε χρυσῷ καὶ ἀργύρῳ καὶ λίθων καὶ μαργάρων πολυτελείᾳ, ἔν τε ποίμναις καὶ βουκολίοις καὶ μυριάσι παντοίων θρεμμάτων καὶ βοσκημάτων. ἴσασι δὲ καὶ τῶν παρεστώτων οἱ πλείους τὸ τῶν ἡμετέρων πλῆθος ἀποθηκῶν, αἳ τοῖς ἐκ γῆς παντοδαποῖς γεννήμασιν ὑπερεξεχέοντο, καὶ τὰ ταμιεῖα ἐκεῖνα, ὁπόσα βρίθοντα κομιδῇ τοῖς ἐτησίοις καρποῖς τε καὶ θησαυροῖς ἐστενοχωροῦντο. τῆς δὲ καθ' ἡμέραν ἑκάστην τραπέζης τὴν ἀφθονίαν καὶ πολυτέλειαν, ἀλλὰ καὶ ταύτην, ὅσοι μετεῖχον ἐκείνης καὶ παραπέλαυον, ἴσασιν ἅπαντες, τά τε ἄλλα καὶ ὡς οὐδ' ἄχρι καὶ ἐς τὸ τοῦ δεκάτου μέρος ἐκείνης ἀνήκειν τὰ τῆς βασιλικῆς ἡμῖν τραπέζης δύναται τήμερον. οὕτως ἀσθενῶς ἔσχε, καὶ ἐς τοσοῦτον ἔῤῥει καὶ κατενήνεκται δυστυχίας τὰ Ῥωμαίων πράγματα προφανῶς· ὡς ἐξεῖναι σκοπεῖν σε, γλυκύτατε, τί καταλελοιπὼς τῷ πατρὶ καὶ τοῖς γε ἀμφ' αὐτὸν ὁμοῦ καὶ σὺν αὐτῷ, τί ποτ' ἂν λάβοις αὐτὸς ἰδίᾳ πρὸς εὐπορίαν σοί τε καὶ τοῖς γε ἀμφὶ σὲ στρατιώταις. Οὔτε γὰρ ἄνευ ὅπλων καὶ στρατιωτικῶν δυνάμεων δυνατὸν βασιλείαν συνίστασθαι, καὶ μάλιστα τὴν ἐκ νεωτερισμοῦ· οὔτε χρημάτων ἄνευ, τό γε μεῖζον εἰπεῖν, ὅπλα καὶ στρατιωτικὰς εἰκὸς ἀθροίζεσθαι δυνάμεις. στρατιωτῶν γὰρ ἄνευ ἐνίοτε μεγάλα καὶ καθ' αὑτὸν ἰσχύοντα πάντες ἴσασι τὸν χρυσὸν, καὶ πάσης ἑλεπόλεως μείζω. πρὶν γὰρ αἰσθέσθαι τοὺς πλείους, εὑρίσκεται πολλάκις ῥᾳδίως προδεδομένη τοῖς πολεμίοις ἡ πόλις διὰ χρυσόν. οἶσθα δ' αὖ καὶ ὅσος ἐκ τῶν στρατοπέδων τοῖς ἄγουσιν ὄχλος μετὰ κινδύνων ἕπεται, μήτε πολέμων παρόντων, μήτε μισθῶν διδομένων αὐτοῖς. οἷς γὰρ ὁρίζεσθαι τὸν βίον ἐν τῷ μισθοῦ στρατεύεσθαι ἔπεισι, τούτοις ἀνάγκη καὶ τὸν μὲν πόλεμον πολλῷ τῆς εἰρήνης ἡγεῖσθαι βελτίω, τὴν δ' εἰρήνην πολλῷ χαλεπώτερον τοῦ πολέμου χρῆμα. ὁ μὲν γὰρ πόλεμος σὺν τῷ μισθῷ καὶ βιαίας ἁρπαγῆς καθίσταταί σφισιν αἴτιος, ἀφ' ὧν ἀφθονία τραπέζης ἀμόχθου προτίθεται· εἰρήνη δὲ τοὐναντίον ἄφθονος καὶ τῶν ὄντων δαπάνη καθίσταται. σὺ δ' ἀμφοτέρων ἐστερημένος ἐν τῷ αὐτίκα οὐκ ἂν φθάνοις φθείρων σεαυτὸν, ἢ βασίλειον σεαυτῷ περιποιούμενος κράτος. Ἢν γοῦν ἐμοὶ πείθεσθαι θέλῃς, τῇ μᾶλλον ἢ σὺ σαυτὸν ποθούσῃ μητρὶ, ἐμοὶ τὰ σὰ προσανάθου, βραχὺ περιμείνας, ἕως ἂν τὴν ταχίστην ἐς τὸν σὸν ἐπανιοῦσα πατέρα, ξὺν τῷ ἄφοβον εἶναί σε, καὶ τὰ τῆς εὐπορίας ἐκεῖθεν ἐν μεγάλῃ σοι ποιήσωμαι προμηθείᾳ.»
(Ε.) Ταῦτ' εἰποῦσα καὶ τὴν τοῦ υἱοῦ μαλάξασα γνώμην ἡ βασιλὶς Εἰρήνη, καὶ σφόδρα τοῖς οἰκείοις πειθόμενον δείξασα λόγοις, καὶ τἄλλα πάνθ', ὁπόσα ἐπὶ τούτοις χρεὼν, οὐ μάλα συχναῖς ταῖς ἡμέραις καλῶς διαπραξαμένη, τάχιστα ἐς Βυζάντιον ἐπανῄει· κἀνταῦθα τὴν τοῦ υἱέως μεμαθηκυῖα τελευτὴν Ἀνδρονίκου λίαν ἐφ' ἱκαναῖς ἐπένθησεν ἡμέραις. καὶ ταῦτα μὲν τῇδέ πη ἐφέρετο.

δʹ. Μετὰ δὲ τὰς τοῦ Ἀρκτούρου ἐπιτολὰς ἄρας ἐκ Βυζαντίου ὁ βασιλεὺς ἧκεν ἐς Διδυμότειχον, συμβιβάσων καὶ ἀποκαταστήσων οὓς ἡ βασιλὶς, ὡς εἴρηται, Εἰρήνη θορύβους ἔφθη κατευνάσασα. καὶ πρῶτον μὲν ἐκεῖθεν τὸν πατριάρχην ἐκβεβληκὼς Ἰωάννην ἐν τοῖς Βυζαντίου ἀρχείοις δέσμιον ἐπεπόμφει φρουρεῖσθαι, ἵνα μὴ τοῖς ἐκεῖ νεωτερισμοῖς συναράμενος καὶ αὐτὸς μεγίστης καὶ δυσεφίκτου τοῖς δημοσίοις γένηται πράγμασι βλάβης αἴτιος. ὃς καὶ μικρὸν ἐπιβιοὺς ἐνταῦθα ἐτελεύτησε, πέντε καὶ ἑξήκοντα γεγονὼς ἐγγὺς ἔτη· πατριαρχεύσας μὲν περί που τὰ τεσσαρεσκαίδεκα· ζήσας δὲ μετὰ τὴν καθαίρεσιν μῆνας δέκα. ἦν δὲ ὁ ἀνὴρ τὴν μὲν ἡλικίαν οὐ πάνυ εὐμήκης· τὴν δὲ τοῦ προσώπου ἰδέαν πάνυ εὐσχήμων· τήν τε γλῶτταν ἀκώλυτον ἔχων ἐν τῷ λέγειν· καὶ κανόνων ἐκκλησιαστικῶν καὶ νόμων, ὅσοι κατὰ τὰς δίκας ἰχνηλατοῦσι τὰς ἀναφυομένας ἐν τοῖς πολιτικοῖς πράγμασιν ὑποθέσεων, πάνυ τοι ἠσκημένος ἐκ νέου. τῆς γε μὴν Ἑλληνικῆς παιδείας οὐ πάνυ τοι σφόδρα μετέσχε, πλὴν ἢ ὅσον ἄκρῳ δακτύλῳ γεύσασθαι. ἀνεπλήρου δ' ὅμως τὸ ἐκεῖθεν ἐλλιπὲς ἡ τῆς φύσεως ὀξύτης. οὕτω γὰρ εὐφυής τε καὶ μνήμων ἦν, ὡς δύνασθαι λέγειν ἀπὸ στόματος, ὅσα ποτὲ προανεγνώκει, μέχρι καὶ ἐς διάστημα δυοῖν καὶ τριῶν ἀσφαλῶς ὡρῶν. διὰ δὴ τοῦτο κἀκ τῶν θείων γραφῶν ἐρανιζόμενος τὰ ταῖς ἑκάσταις τῶν ἑορτῶν ἐς διδασκαλίαν τοῖς ἠθροισμένοις ὄχλοις κατάλληλα δημοσίᾳ διῄει πάντ' ἀπὸ στόματος ἀποτάδην, ὥσπερ ἀπὸ βιβλίου, μηδαμῆ ποτε μήτε γλώττης ἐνιαχοῦ διὰ λήθην ἀκροσφαλοῦς γινομένης, μήτε τῆς διανοίας ὑστεριζούσης κατὰ τὴν τῶν λεγομένων πρόοδον· ἀλλ', ὥσπερ ἐν ἁρμονίᾳ καὶ λύρᾳ, συνηχούντων ἐς τὸ πάνυ τοι εὐφυὲς καὶ ἀπεξεσμένον ἀμφοῖν.
(Β.) Τούτων δ' οὕτως ἐχόντων, ἰδίᾳ παρειληφὼς ὁ βασιλεὺς ἐκεῖ τὸν υἱὸν, λόγων τε πειθοῖ καὶ πατρικῶν ἀβύσσοις παραινέσεων, λογισμῶν τε ἐκείνων ὑπέρτερον, ὁπόσοι πλήρεις τῶν μελλόντων ἦσαν φόβων, ἔπραττε καὶ ἅμα τῆς Ῥωμαίων ἡγεμονίας ἀποτεμόμενος μέρος ἡγεῖσθαι διὰ βίου παρεῖχεν, οἱονεί τινα σατραπικὴν καὶ αὐτόνομον ἡγεμονίαν, πρός τε τὸ ἀσφαλῶς καὶ βεβαίως καὶ ἅμα τῶν ὑποπτευομένων φόβων ὡς ποῤῥωτάτω ζῶντα διατελεῖν. τὸ δὲ ἦν, μῆκος μὲν, ὅσον τὸ ἐκ Διδυμοτείχου πρὸς ἄνεμον ζέφυρον ἀποκλῖνον, ἄχρι που τῶν τῆς Χριστουπόλεως ἔγγιστα προαστείων· εὖρος δ', ὅσον τὸ ἐκ θαλάττης εἰς Ξάνθειαν ἀνιὸν τὸ πολίχνιον, καὶ ὅσα μικρὸν ἐπέκεινα κεῖται χωρία. παρασήμοις γε μὴν τοῦ μεγέθους συμβόλοις κεχρῆσθαι ἐπέτρεπεν, ὅσα βασιλείας μέν εἰσιν ἥττω, ἀξιωμάτων δ' ἁπάντων ἄλλων ἐπέκεινα· παρήγγελλέ τε, καθάπερ εἰκόνα καὶ ἀφορμήν τινα μείζονος εἶναι νομίζειν τοῦτ' ἐξουσίας.
(Γ.) «Σοὶ μὲν γὰρ εὐφυῶς,» φησὶν, «ἄρχοντι, καὶ ξύν γε τῇ προσηκούσῃ προνοίᾳ ταυτὶ τὰ μέτρια τῶν ὑπηκόων διοικοῦντι πράγματα, ἐξέσται δήπου καὶ μείζονός ποθ' ἡγεμονίας ἐπειλημμένῳ πρὸς τὸ ἄμεινον ἄγειν· καὶ ἅμα οἷς ἀφορᾷν περιγίνεται πρὸς σὲ, καὶ τοῖς γε σοῖς ὁπώσποτε φιλοῦσιν ἐγκαλλωπίζεσθαι προτερήμασι, καὶ τούτοις δ' αὖ βεβαίας λελείψεται κτᾶσθαι προσδοκίας ἐπὶ σοὶ, ὅσαι τῆς ἀγαθῆς φλεβὸς ἀποῤῥέουσαι βίον προμνῶνταί σφισιν εὐδαίμονα. οὐδεμία γὰρ ἐῤῥᾳθυμημένη καὶ ἀνανταγώνιστος ἀρετὴ λαμπρῶν ἀξιοῦται γερῶν, ὁπόσα περιφανεῖς βραβεύει στεφάνους. ἐπεὶ καὶ σύνεσιν ἀνδρὸς καὶ γνώμην ἡγεμονικὴν οὔτ' ὄψις, οὔτε μαντικοί τινες τρίποδες, εἴ τινες εἶεν χρηστηριαζόμενοι, τοῖς πολλοῖς οὑτωσὶ προσημαίνειν δύνανται, ὡς ἡ ἐπὶ τῆς χρείας καὶ τῶν καιρῶν ἀναλάμπουσα πεῖρα τῶν τε λόγων καὶ πράξεων. πολλοῖς γὰρ ἐξ ἀπειρίας ὁ φανταστικὸς νοῦς μεγάλας ὑποτίθησι πλάττων εὐτυχίας τε καὶ μακαριότητας, καθάπερ αἱ ζωγράφων χεῖρες τοὺς τύπους τοῖς χρώμασι, παίζουσαι κατὰ τὸ βουλόμενον τῆς ψυχῆς. ἡ δ' ἐκ τῶν πραγμάτων πεῖρα, οἷον ἔμψυχος διδάσκαλος καθισταμένη, μέγαν ἐντίθησι νοῦν, καὶ σωφρονέστερον εἰς ἁρμονίαν προδείκνυσι βίου τὸν ἄνθρωπον. Ἐγὼ δέ σε καὶ φραγμὸν οἱονεί τινα τίθημι τῆς ἡμετέρας ἀρχῆς καὶ ἐπικρατείας, ὡς ἐξεῖναί σοι, δίκην προβλῆτος ἀναδεδειγμένῳ, τὰς οἷον ἐξ ἀχανοῦς πελάγους τῶν Τριβαλλῶν τρικυμίας σεαυτῷ μὲν ἀφορμὰς λαμπρῶν διδόναι τροπαίων, τοῖς δ' ἡμετέροις ἀσφάλειαν πράγμασιν. ἐξ ὧν περιέσται σοι μάλιστα καὶ ὁ πολὺς τῶν ἐπαίνων ἑσμὸς ἐκ τοῦ κοινοῦ τῶν Ῥωμαίων γένους, κοινὸν τοῖς ὅλοις χαριζομένῳ τουτὶ τἀγαθόν. τῷ ὄντι γὰρ ἡ τῶν ἡγεμονικῶν εὐγένεια πράξεων ἐν τῇ ὑπηκόων γνώμῃ τὸ τίμιον ἔχει. εὖ γὰρ πάσχοντες ἰσοθέους διδόασί σφισι τιμάς· κακοπραγοῦντες δὲ δρᾷν οὐκ ὀκνοῦσι πᾶν τοὐναντίον, ταῖς παντοδαπαῖς τοῦ βίου τύχαις ῥᾷστα συναλλοιούμενοι. Οὐκ ἀγνοῶ δ' ἔγωγε, ὡς ἐγκαλεῖν τὸ τῆς χάριτος ἔχεις ἡμῖν ἄχαρι, καὶ ὡς σταλαγμόν σοι παρέχοντες εὐφροσύνης ὅλα σοι πελάγη συμφορῶν ἐπαντλοῦμεν. ἐκεῖνα γάρ σοι παρέχομεν ἔχειν χωρία, ὁπόσα διηνεκῶς τὸ πολέμιον ἐπιβόσκεται πῦρ, καὶ ὅσα οὐχ ἧττον τῶν μεθ' ἡμέραν καὶ νύκτωρ δῃούντων ἐστὶν ἐθνῶν, ἢ ἡ ἡμετέρα. ἃ γὰρ ἀεὶ κατατρέχοντες ἀτριβῆ τινα πράττουσιν ἐρημίαν ἐκ μὲν θαλάττης αἱ λῃστρικαὶ τῶν ἐξ Ἀσίας δυνάμεις Περσῶν, ἐκ δ' ἠπείρου τῶν Τριβαλλῶν αἱ φανεραὶ καὶ λανθάνουσαι κατὰ τὸ συνεχὲς ἐκδρομαὶ καὶ στρατοπεδεῖαι, ταῦτά σοι κλῆρον παρεσχηκέναι γέγονεν ἡγεμονίας ἡμᾶς, ἄπαυστον μάχην μᾶλλον εἰπεῖν καὶ κίνδυνον ὑπὲρ κεφαλῆς αἰωρούμενον, οἱονεί τινα λίθον Ταντάλειον, ἢ διανομὴν προμηθῆ. καὶ δίκαια μὲν πάντως ἔσται σοι τὰ λεγόμενα, ἢν ταῦτα προφέρειν ἐθέλῃς ἡμῖν, οὐ μάλα γε μὴν ἰάσιμα. οὐδὲ γὰρ, καίπερ ἐθέλουσι καὶ πολλὰ σκεπτομένοις, ἡμῖν παρέσται μέρος σοι πλὴν τοῦ δοθέντος ἕτερον ἀντιδιδόναι. Ὁρᾷς γὰρ ὡς εἰς στενὸν κομιδῇ τὰ Ῥωμαίων ἐλήλαται πράγματα, καὶ ἄβατός τις μικροῦ καὶ θηριώδης ἡμῖν ἀντὶ πάντων ἡ τῆς Θρᾴκης ἥπλωται μόνη γῆ· πόλεις δ' ὀλίγαι περὶ αὐτὴν γένους διασώζουσι λείψανα μόλις Ῥωμαϊκοῦ, δίχα προαστείων καὶ αὗται καὶ τῶν ὀφειλομένων προθύρων εἰς εὐκοσμίαν πολιτικὴν, καὶ πρός γε μακροῖς τισιν ὅροις καὶ διαστήμασιν ἀοικήτοις ἀλλήλων διεστηκυῖαι· καθάπερ ἐν μακρῷ πεδίῳ καὶ παμπληθεῖ καλάμῃ μετὰ θέρος καὶ δρέπανον σποράδες ἅμα καὶ εὐαρίθμητοι στάχυες. ἐῶ γὰρ τὴν τῶν ἔνδον ἀριθμεῖν τραγῳδίαν, ἣν ἡ κατ' ἀλλήλων πολύχους ἐπήνεγκε στάσις· ὡς εἰδώλοις γέ τισιν ἐοικέναι μᾶλλον οἰκητόρων, ἢ οἰκήτορσιν. οὕτω δυστυχῶς ἔχει τὰ καθ' ἡμᾶς πράγματα νῦν, καὶ οὕτως ἡ τῶν ἐμῶν διωκτῶν ἐμφύλιος καὶ δυσπαραμύθητος στάσις οὐ μόνον μεγίστας τοῖς φαυλοτέροις παρέσχεν ἀρχὰς εἰς ἐθισμὸν ἀταξίας ὁμοῦ καὶ τραχύτητος, ἀλλὰ πάνυ τοι σφόδρα καὶ τὴν τῶν ἀλλοφύλων ἐχθρῶν καθ' ἡμῶν ἐπέῤῥωσε δύναμιν. Ἢ πόθεν ἄλλοθεν μέγας καθ' ἡμῶν ὁ Τριβαλλὸς ἐγεγόνει· ὃς καθάπερ ποταμὸς πλημμυρήσας, καὶ μακροῖς διαστήμασι τοὺς οἰκείους ὑπερβὰς ὅρους, τὰ μὲν τῆς Ῥωμαίων ἡγεμονίας παμπληθέσιν ἤδη ῥοθίοις κατέκλυσε, τὰ δ' ἀπειλεῖ κατακλύσειν; δυσαριθμήτοις γὰρ διαστήμασι γῆς ἡμῶν ἀφιστάμενος τοσαύτην εἴληφε τόλμαν καὶ δύναμιν, ὡς καὶ τὴν ἡμετέραν ἤδη συνεχῶς κατατρέχειν τὰ τούτου στρατόπεδα, καὶ μηδενὸς κωλύοντος ἐξ ἐφόδου ληΐζεσθαι, καὶ τὸν τῶν ἐπιδορατίδων ψόφον ἐς τὰς ἡμετέρας ἔχειν τέως ἀκοὰς παραπέμπειν· καὶ ταῦτα μηδὲν μηδαμῆ τι πλέον γενναιότητος γνώρισμα πρός γε τὸ νικᾷν παρεχόμενος, ἢ τὰς Ῥωμαίων τύχας οἰκείαν τιθέμενος εὐβουλίαν καὶ δύναμιν. Ἔπειτα τίνα με οἴει ψυχὴν ἔχειν, ὦ φίλτατε, ἢ ποίοις ὀδυνῶν ἄνθραξι πυρπολεῖσθαι τὴν τῶν πατρικῶν σπλάγχνων σύμπηξιν, ὁπότε σε θορυβούμενον οὕτω καὶ τὴν ψυχὴν ὑπὸ τῶν μελλόντων θραυόμενον φόβων ὁρῶν κατὰ βούλησιν ἀναψύχειν ἥκιστα δύναμαι· ἀλλ' ὥσπερ πολλοῖς τισι κεκυκλωμένος ἀντιπάλοις ξίφεσιν, ἀνθέλκουσί τε καὶ ἀντιπερισπῶσιν ἑκάστοις πρὸς ἑαυτὰ, πρὸς οὐδὲν τῶν ἁπάντων ἀποκλίνειν ἔχω μετά τινος εὐφυοῦς λογισμοῦ, οἷος ἂν ἐφόδια εἴη κεκτῆσθαι ἱκανὸς ἐς χωρίον κατάγειν εὐλίμενον, καὶ τοιούτων θορύβους κυμάτων δυνάμενον ἀποκρούεσθαι; πρὸς μὲν γὰρ τὰς τοῦ μακαρίτου βασιλέως ἐκείνου καὶ φίλου κατὰ τὸ εἰκὸς ἐντολὰς ἀποβλέπων τῷ ἐκείνου παιδὶ τὸν βασίλειον ἀναγκάζομαι περιποιεῖσθαι κλῆρον· πρὸς δ' αὖ τὰς ἐνόρκους ἐπαγγελίας, ἃς τοῖς ξύν γε ἐμοὶ διωκομένοις καὶ κινδυνεύουσιν ἔπραττον ὑπ' ἀνάγκης ἐγὼ, τὸν περὶ ψυχῆς ἀγωνιζόμενος πολύμοχθον ἐκεῖνον δίαυλον, καὶ καταφεύγων ὡς εἰς φρουρὰν ἀναγκαίαν τὴν τῶν βασιλικῶν συμβόλων ἀντίληψιν, αὖθις ἀναγκάζομαί σφισι διανέμειν τὰ λειπόμενα τῶν βασιλικῶν χωρίων, οὐ μάλα σὺν ἡδονῇ. Ταῦτ' οὖν ἐννοοῦντί σοι, φίλτατε, φέρειν γενναίως εἰκὸς, εἴ τι μὴ κατὰ βούλησιν εἴη παρακομιζόμενον ὑπὸ τῶν ἀεὶ τοῖς ἀνθρωπίνοις ἐφεδρευόντων πράγμασιν ἐπαχθῶν. μὴ γὰρ νῦν πρῶτον ἄρχεσθαι οἴου διὰ σὲ τὴν τοῦ βίου δυσέφικτον ταύτην δυσχέρειαν. ἀλλ' ἀεὶ περιχορεύει τἀνθρώπινα πάνθ' ὁμοίως, καὶ πάσης ἐπίσης κατορχεῖται τύχης καὶ ἡλικίας. τὸ μὲν οὖν λύπης ἄθικτον διανύσαι τὸν βίον, τοῦτο δ' ἀδύνατον εἶναι νόμιζε, καὶ τῆς ἀνθρωπίνης ὡς ποῤῥωτάτω φύσεως· τὸ δὲ τἀπιόντα διηνεκῶς ἐξ ἀδήλου δεινὰ πειρᾶσθαι φέρειν γενναίως, τὴν τῶν ναυτιλλομένων μιμούμενον κυβερνητικὴν, τοῦτο δ' ἀνδράσι προσῆκον νοῦν ἔχουσι, καὶ μάλιστα τοῖς ἀρχαῖς πολιτικαῖς ἀσχολοῦσι τὸν ἅπαντα βίον. ἀγαπητὸν γὰρ ἂν εἴη τὰ τῆς λύπης ἐπίσης ἀνακεκρᾶσθαι τοῖς εὐφραίνουσι, καὶ μὴ πλεονεκτεῖν τὰ χείρω. ὁρῶ μὲν γὰρ, ὡς πολύχουν μὲν ἀεὶ τὸ δυστυχὲς ἐπιῤῥεῖ τοῖς ἡμετέροις καθάπερ ἐκ λόχου δεινῶς ἐπιτιθέμενον πράγμασι· τὸ δ' εὔδαιμον σφόδρα τοι σπάνιον· καὶ τοῦτο δ' οὐ μόνιμον, ἀλλὰ δίκην ἄνθους τάχιστα μαραινόμενον· οἶμαι, τοῦ θεοῦ παίδευμα τοῦθ' ἡμῖν δραστικώτατον μάλα ἐπάγοντος, ἵνα μὴ μέγα φρονῶμεν, ὑπέρτερα τῆς τοῦ θνητοῦ φύσεως ἀναλογιζόμενοι. διὰ δὴ τοῦτο καὶ Αἰσώπῳ πάλαι τῷ Φρυγὶ τὸν θεὸν οὐχ ὕδατι νομίζειν ἐπῄει τὴν γῆν, ἀλλὰ δάκρυσι, φυράσαντα πλάσαι τὸν ἄνθρωπον.»
(Δ.) Ταῦτ' εἰπὼν ὁ βασιλεὺς τὸν μὲν υἱὸν ἀφῆκεν ἐπὶ τὸν δοθέντα γίνεσθαι κλῆρον· αὐτὸς δὲ ταχὺ τὰ ἐκεῖθεν, ὡς ἐδύνατο, καθιστάμενος πράγματα τὴν ἐς Βυζάντιον ἐπορεύετο.

εʹ. Ἐμοὶ δ' ἐνταυθοῖ γενομένῳ τῆς ἱστορίας ἀνακεφαλαιώσασθαι ἔπεισιν, ὅσα μοι διὰ τὸ τῶν πολλῶν παρεῖται ἐπίφθονον, οἷς προὔργου τοὺς γείτονας γίνεται μέμφεσθαι, περὶ σφῶν αὐτῶν ἀφηγουμένους τὰ βέλτιστα· βασκανίαν εἰδότι πᾶσιν ἀγαθοῖς ἐπιφυομένην, ἣ τὴν φύσιν ἀντιστρατευομένην ἔχει ταῖς ἀληθείαις διηνεκῶς. ἄλλως τε καὶ τῆς κακίας ἐν σπαργάνοις ἔτι καὶ γάλαξι κρυπτομένης, καὶ τὴν ἀγαθὴν τῶν πραγμάτων προσδοκίαν τέως προβαλλομένων, ἄφυκτον ἥκιστα εἶχεν ἑπομένην ἐνταῦθα τῶν λόγων τὴν χρείαν ὁ χρόνος. νῦν δ' ἐπειδὴ τά τε τῶν ὠδίνων ἐῤῥάγη καὶ λαμπρὸν ἐγείρουσι τὸν πυρσὸν οἱ τῶν ἐναντίων σπινθῆρες πραγμάτων κατὰ τῆς ἀληθείας, καὶ δέος μὴ τοῦ μέλλοντος ἀνθρώποις ἅπασιν ἐν ἀδήλῳ κειμένου, τῆς κάτω ζωῆς ἡμῶν τελευτῇ μεταξὺ χρησαμένων, πρὶν καλῶς ξυννενοηκέναι τοὺς λόγους τῆς συμφορᾶς, ἀγνοῆται τοῖς ἐσομένοις τἀμὰ, ὅπως τε προσηνέχθημεν τοῖς τῆς ἐκκλησίας οὕτω ταραττομένης πράγμασι καὶ ὅπως τῷ βασιλεῖ προσιόντες ὅσον τὸν ζῆλον ἐνεδειξάμεθα, ἀναγκαῖον ἡμῖν ἐψήφισται, βραχέα τῶν πολλῶν συνελόντας εἰπεῖν.
(Β.) Ἄρχουσι μὲν γὰρ τὰ ἥδιστα λέγειν ὑπηκόους εἶναι ἀκίνδυνον, πρὸς δὲ τὸ τραχὺ καὶ ἀντίξουν, καὶ ἥκιστα κατὰ γνώμην, θήγειν τὴν γλῶτταν, δυσπρόσοδον μὲν εὑρίσκειν ἀκολουθεῖν τὴν ἀκρόασιν, πρόχειρον δ' εἰς λοιδορίας τὴν δεσπόζουσαν γλῶτταν καθ' ἑαυτοῦ, καὶ πρός γε προχειροτέραν εἰς τιμωρίας τὴν χεῖρα, δοκεῖ μοι παρ' οὐδενὸς ἀγνοεῖσθαι. διό μοι διεξιέναι βουλομένῳ τὴν παῤῥησίαν καὶ τὸ θέατρον ἐκείνου τοῦ ζήλου δεδιέναι περίεστι, μὴ πολλοστημόριον τῆς ὅλης λέγων ἀληθείας μηδὲ πολλοστημόριον ψεύδους δόξω καταλιμπάνειν. ὑφορώμενος οὖν καὶ τοὺς τὴν ἀλήθειαν ἐνίοτε τραχεῖαν δύσηχον ἡγουμένους, ὁπότε τι γενναῖον ἔχοι πρὸς ὄγκον ἡ τῆς ἀρετῆς ἐπίδειξις, καὶ μάλισθ' ὁπότε περὶ ἑαυτοῦ τις ἀφηγεῖσθαι τὰ λῴονα βούλοιτο, καὶ εἰ μυρίων ἔχοι θεασαμένων μάρτυρας ὀφθαλμοὺς, ἑκὼν ἀφωνίᾳ τὰ πλεῖστα παρίημι.
(Γ.) Ἐμοὶ γὰρ λαμπρὰν ἐσχηκότι φιλίαν ἐκ πολλοῦ πρὸς βασιλέα, καὶ πρὶν ἐς τὰς βασιλείους ἀναβεβηκέναι τύχας, διά τε τοὺς τῆς πραότητος τρόπους καὶ ὅσα τἀνδρὶ προσῆν ἐκ φύσεως ἕτερα τὰ χρηστὰ, ἐλπίδων ἔχειν ἐν τῇ ψυχῇ λειμῶνας εἰπεῖν ἀγαθοὺς ξυνέβαινε μάλιστα πάντων, λύσειν αὐτὸν αὐτίκα τῆς βασιλικῆς ἐξουσίας ἐπειλημμένον τὴν τῆς εὐσεβείας οἰομένῳ πολιορκίαν, ἣν οἱ τῆς ἀντικειμένης φατρίας Τελχῖνες πονήρως ἀνέφλεγον· καὶ τοῦτό μοι τῶν μοχθούντων λογισμῶν ἐγίγνετο κατάλυμα τερπνὸν, καὶ φροντίδων ὀλισθαίνειν εἰς ἀπόγνωσιν κινδυνευουσῶν πρᾶός τις καὶ γέμων εὐφροσύνης ζέφυρος· οἰομένῳ, καθάπερ τὸ ἔαρ ἐλευθερίαν τῶν χειμερίων νεφῶν ταῖς ἡλιακαῖς ἀκτῖσι παρέχεται, οὕτως ἐλευθερίαν τῆς κατεχούσης ὑπὲρ τῶν θείων δογμάτων λύπης εὑρήσειν κἀμέ.
(Δ.) Ἐπεὶ δ' ὡς ποῤῥωτάτω τῆς ἐμῆς ἤδη ἀπόδημον γνώμης ἑώρων αὐτὸν, καὶ τὸ τῶν εὐγενῶν ἐκείνων ἐλπίδων ἀνθοῦν ἐνδιαίτημα μαραινόμενόν τε καὶ τῇ τῆς ἐναντίας μοίρας κακίᾳ παραχωροῦν τε καὶ καθάπαξ ἡττώμενον, βέλτιστον ἔδοξεν εἶναί μοι, τὰς τῶν ζητήσεων ἄλλας ἄλλοις παρακεχωρηκότι περιφανῶς, ὁπόσαι τὴν τῶν ἀναγκαίων πορίζειν ἔχουσιν ἔνδειαν, ἐπὶ τὸ προμηθὲς ὁμόσε τῆς τοῦ φίλου κεχωρηκέναι ψυχῆς. στρατόπεδα γὰρ, ὡς εἰπεῖν, λογισμῶν παντοδαπῶν καὶ ποικίλων, ὑφ' ἡγεμόνι τῷ ζήλῳ τοῦ κρείττονος ἐν ἐμοὶ διηνεκῶς συγκροτούμενα, θανάτου γέμουσαν εἶναι τὴν ἐνταυθοῖ σιωπὴν ὑπετίθεντο, σώματος μὲν ἴσως ἥκιστα, ψυχῆς γε μὴν καὶ μάλα μάλιστα. μηδὲ γὰρ ἀφεστάναι δειλίας, αἰσχίστου νοσήματος, τὸ τὸν τοῦ ζήλου θησαυρὸν ἀφωνίᾳ μακρᾷ θαλαμεύειν, μηδ' αὖ ἀγνοεῖν ἡμᾶς, τὸν ἐν τῷ τῆς δειλίας σκότῳ κρυπτόμενον πόθον τῶν ἀγαθῶν ἥκιστα δύνασθαι συνιδεῖν τὴν τῆς θεοῦ παῤῥησίας ἀλήθειαν. ᾧ γὰρ προφάσεις δῆθεν εὐλόγους ὑπὲρ δειλίας πλάττειν εἴη ἐθέλοντι, τὸν ἀκοίμητον οἰομένῳ λανθάνειν ὀφθαλμὸν τοῦ θεοῦ, λέληθε προφανῶς αὐτὸς ἑαυτὸν ἀπολλὺς καὶ καθ' ἑαυτοῦ στρατευόμενος ἄντικρυς. τοσοῦτον γὰρ διαφέρειν ἐς τὴν τοῦ κρείττονος μοῖραν οἴομαι τὴν παῤῥησίαν ἐνταῦθα τῆς σιωπῆς, ὅσῳ τῶν ἐκ γῆς φυομένων ὁπόσα πρὸς τὸ αἰθέριον μετεωρίζει φῶς τοὺς καρποὺς τῶν ἐν τοῖς κόλποις τῆς μητρὸς γῆς ταμιευομένων. ἐκεῖνοι μὲν γὰρ καὶ πρὸ γεύσεως ὄσφρησίν τε καὶ ὀφθαλμὸν ἑστιῶσι λαμπρῶς, καὶ χαρίζονταί γε ἁφῇ, καὶ τέρψεως σχεδὸν ἁπάσης ἁπάσαις αἰσθήσεσι γίνονται ἄγαλμα· τούτων δὲ οὐκ εὐπρόσοδον οἱ πλεῖστοι ταῖς αἰσθήσεσιν, οὐδ' ἱλαράν τε καὶ ἄλυπον παραχρῆμα προσάγουσι τοῖς χρῄζουσι τὴν ἑαυτῶν φορὰν, ἀλλ' ὅλην ὅλης ὡς τὰ πολλὰ δριμύτητός τε καὶ δυσωδίας σφόδρα ἀπόζουσαν. ἄλλως τε καὶ οἷς μὴ εἶναι παῤῥησίαν ὁμοῦ τοῖς καιροῖς ἕπεται, τούτοις δήπου καὶ εὐπροφάσιστόν τινα χώραν ἀπολογίας εἰς ἀπόδρασιν λείπεσθαι, βραχεῖς τινας πάντως ἢ μηδένας εἶναι τοὺς ἀντεροῦντας οἶμαι. μήτε γὰρ παῤῥησίαν, ἧς θεμέλιος ἄσειστος προειληφυῖα γίνεται φιλία, τῶν προσηκόντων πόῤῥω καιρῶν, μήτε καιροὺς παῤῥησίας τοιαύτης ἄνευ ἐντελές τι δύνασθαι δρᾷν. εἶναι γὰρ καὶ παῤῥησίαν φιλίας χωρὶς ἀμαυρόν· καὶ αὖ καιρὸν, ἀμφοῖν ἐκείνοιν λειπόμενον, περαίνειν μὴ δύνασθαι τῶν δεόντων μηδέν. ἡμῖν δ', οἷς τὸ θαῤῥεῖν ἐκ πολυετοῦς ἐκείνῳ συντέθραπται φιλίας καὶ ὁμιλίας, ἄτοπον εἶναι ἐδόκει, σιωπῇ καθυφεῖσθαι τοὺς τῶν ἀναγκαίων ἐς τὴν χρείαν καιρούς.
(Ε.) Ὅθεν ὁμιλίας ἕνεκα καὶ νῦν συχνὰ καλοῦντι τῷ βασιλεῖ συχνὰ καὶ αὐτῷ μοι φοιτᾷν ἐς αὐτὸν περιῆν, δι' οὐδέν τι τῶν πάντων ἕτερον ἐμὲ τῆς προθυμίας εἰς τὴν σπουδὴν ἐγειρούσης, εἰ χρὴ τὸ τῆς καρδίας ἀνακαλύπτειν ἀπόῤῥητον ἐνταυθοῖ καὶ μὴ παρακρούεσθαι τὴν ἀλήθειαν, ἢ τοῦ μὴ καθυφεῖναι, οἷς ἂν δι' ἐφέσεως εἴη, πατέρων ὅρια κινοῦσιν, ἐκτόπους ἀντεισάγειν καινοφωνίας, ἀλλ' ἐμμένειν τοῖς δεδομένοις δόγμασι παραινεῖν ἀσφαλῶς. καὶ ἦν οὐδὲν, ὃ μὴ ποιῶν καὶ λέγων ὑπῆρχον ἐγὼ, παντοδαπὸς γιγνόμενος, καὶ πάντα κάλων κινῶν, νῦν μὲν τὸν κολακικώτερον τρόπον καὶ λόγοις καὶ γράμμασι πρὸς αὐτὸν ἐνδεικνύμενος, ἵν' οὑτωσί πως τὸ ἦθος πρότερον τιθασσεύσας αὐτοῦ πρὸς τὸ βουλόμενον σχοίην πειθόμενον· νῦν δ' ἐλέγχων καὶ ψυχῆς αὐτῷ νωθρότητα ὀνειδίζων, καὶ ὅσα Ῥωμαίους δεινὰ καταλήψεται προλέγων διὰ τὰ τοιαῦτα τῆς ἐκκλησίας ναυάγια. «οἷς μὲν γὰρ τῶν εὖ κειμένων πατρίων (ἔφασκον) νομίμων οὐδεμία τολμᾶται παράβασις, εὔδρομον μὲν τὴν τοῦ βίου φορὰν πρὸς εὐδαιμονίαν, εὐέλπιδα δὲ τὴν τῶν ἐπηγγελμένων τοῖς δικαίοις ἐς τὸ μέλλον ἀποκατάστασιν εἶναι· οἷς δὲ τοῖς εὖ κειμένοις οὐχ ἕπεται δόγμασιν ἕπεσθαι τῶν πατέρων, τούτοις δ' ἀνήκεστα μὲν τὰ τοῦ βίου περιχωρεῖν παλαίσματα, καὶ μάλα ταῖς προαιρέσεσιν ἐναντία τῶν πραττομένων τὰ τέλη· ἀνηκέστους δὲ καὶ δυσέλπιδας μᾶλλον τὰς μετὰ τὸν βίον καταγωγὰς ἀπαντᾷν.»
(Στ.) Ἄρτι δὲ καὶ τὴν ἀντικειμένην φατρίαν ξυνενόουν ἐγκειμένην ἑτέρωθεν, λάθρα τε καὶ προφανῶς αὐτὸν διεγείροντας, ἐξορίας με δρᾷν τὴν ταχίστην ὑπεύθυνον. ἐδεδίεσαν γὰρ, οἶμαι, μὴ τῷ τοῦ ἡμετέρου ζήλου πυρὶ, καθάπερ σίδηρος, ὀψέ ποτε μαλαχθεὶς εὐπαθέστερος γένηται πρὸς πειθὼ, καὶ ὅλην μεταβαλὼν τὴν τῶν δικτύων ἐπίβουλον θήραν ἀνασοβήσῃ. διὸ καὶ ἐς τὸ παραβολώτερον μᾶλλον ἐκεῖθεν τὸν ἐμὸν καὶ αὐτὸς ἀνεχάλκευον τρόπον, καὶ ἀφειδέστερον ἤδη τοῖς πρὸς αὐτὸν ἐλέγχοις ἐχρώμην, δυοῖν ἕνεκα· ἢ γὰρ αἰδεσθέντα παύσειν τὸ τοῦ κατὰ τῆς ἐκκλησίας πολέμου βίαιον, ἢ κἀμὲ τοῦ Βυζαντίου τάχιστα ποιεῖν ἠναγκάσθαι ἐξόριστον. μηδὲ γὰρ ἀνεκτὸν εἶναί μοι, τὴν τῶν δογμάτων καινοτομίαν ὀφθαλμοῖς ὁρᾷν εὐσεβεῖν αἱρουμένοις. ἀλλ' ἦν ἄρα τὰ λεγόμενα μάταιος ὄχλος, καὶ ἐπόνουν ἀνήνυτα. οὔτε γὰρ οὐδὲ βραχὺ τῆς προθέσεως ἐκείνης ἐκεῖνος ἐνδοῦναι προῄρηται· αἰσχύνην γὰρ ἐνόμιζεν εἶναί οἱ τὴν τοῦ τρόπου μετάθεσιν, καὶ τὴν τῆς δόξης μεταβολὴν, ᾗ τὴν ἰσχὺν αὐτὸς ἐξ ἀρχῆς χαρισάμενος τῆς ὅλης μάλιστα πάντων ἔδοξεν ὑποθέσεως αἴτιος· οὔτ' ἐμοί τι δεινὸν ἐπάγειν, πάνυ τοι λοιδοροῦντί τε καὶ χλευάζοντι, οὔτ' οἴκοθεν αὐτὸς βεβούλευται, οὔτε ξυνωθούντων ἄλλων παρενήνεκται. ἀλλ' ἦν ἀπὸ τοῦ ἴσου μοι διαλεγόμενος, μετὰ τῆς συνήθους πραότητος ἀεὶ, ὥσπερ οἱ μὴ δυνάμενοι τοὺς ἐναντίους ἀμύνεσθαι· τὴν μίμησιν, οἶμαι, πρὸς Ἀδριανὸν εὐστόχως ἀνάγων τὸν αὐτοκράτορα, ὃς αὐτῷ φιλονείκως ποτὲ διαφερομένου Φαβωρίνου τοῦ φιλοσόφου, ἐξὸν ἀποκτείνειν, ὁ δὲ οὐδαμῆ παρωξύνετο, ἀλλ' ἐνεκαρτέρει τῷ μειλιχίῳ τοῦ ἤθους, ἀπὸ τοῦ ἴσου διαφερόμενος. διὸ κἀνταῦθα μᾶλλον ὁ βασιλεὺς ἐθαυμάζετο πρὸς τῶν παρόντων διὰ τὸ τοῦ ἤθους ἥμερον, ἤπερ ἐγὼ διὰ τὸ τοῦ ζήλου θυμοειδές.
(Ζ.) Τούτων δ' οὕτως ἐχόντων, καὶ οὕτω χωρούσης τῆς τῶν πραγμάτων τύχης, οὐδ' οὕτως ἦν ἡσυχῆ καθήμενον φέρειν ἐμέ· ἀλλ' ἐδυσφόρουν καὶ ἤσχαλλον, καὶ μέσης ἥπτετό μου τῆς καρδίας τὸ πάθος· καὶ καιρὸν τῆς ἐμῆς ἐζήτουν προθέσεως ἄξιόν τι, πρὶν ὑπὸ λύπης παθεῖν, δεδρακέναι. τοῦ δὲ χρόνου χωροῦντος ἐς τὸ τοῦ φθινοπώρου πέρας, ἐπειδὴ τῷ βασιλεῖ διὰ Ματθαῖον τὸν υἱὸν, ὡς εἴρηται, διὰ σπουδῆς ἀφικνεῖσθαι ἐς Διδυμότειχον ἦν, ἵνα δὴ λυπούμενον ἐκεῖνον παραμυθούμενος τὰς τῆς βασιλίδος Εἰρήνης ἐπαγγελίας εἰς ἔργον ἀγάγῃ, τοῦτον ἐγὼ τὸν καιρὸν ἀγαθὸν ἡγησάμενος ἕρμαιον, καὶ τοῖς σκοπουμένοις ἐπιεικῶς μοι προσήκοντα, πρόσειμι κατ' ἰδίαν Εἰρήνῃ τῇ βασιλίδι, καὶ ἅμα τοῦ τε ζήλου δῆλον τίθημι τὸ φλέγον καὶ τούς γε ὑπὲρ εὐσεβείας ἄνθρακας ἀνακαλύπτω τῆς ἐμῆς καρδίας, κἀπὶ νέῳ καὶ ἀκμάζοντι τῷ τοῦ παιδὸς τὴν καρδίαν τέως ἠσχολημένην πένθει τῆς ἐκείνου τελευτῆς αἰτιώτατον ἔφασκον εἶναι τὴν τῶν δογμάτων κατάλυσιν· ἧς ὁ ἐκείνου πατὴρ ἐνδιαίτημα βέβαιον πεπραχὼς τὴν καρδίαν μεγίστην τοῖς κακοῖς ἐδεδώκει ῥοπὴν εἰς τὴν τῆς κακίας ἐπίδοσιν. ταῦτ' εἰπὼν καὶ πλείω τοῖς εἰρημένοις ἀκόλουθα παρενείρας ἐκ τῆς γραφῆς ῥᾷον ἢ κατὰ τὰς ἐλπίδας αὐτὴν ἐπεπείκειν. ἀγχίνους γὰρ οὖσα γυνὴ, καὶ δεισαμένη μὴ πένθος ἐπὶ πένθει προσλάβῃ παροξυνομένου θεοῦ, ξυνῆκεν εὐθὺς καὶ κράτιστος ἦν τοῦ λοιποῦ τοῖς ἐμοῖς συνήγορος λόγοις, ἥκιστά τε ἐκεῖθεν ἔληγε λοιδοροῦσα καὶ σκληροτέροις τοὺς τῆς ἐκκλησίας λύκους βάλλουσα σκώμμασιν. ἐντεῦθεν τοὐμὸν ἐν πάσαις ἔκειτο γλώσσαις ὄνομα, πρᾶγμα τετελεκότος μικροῦ τοῖς ὅλοις ἀπογνωσθὲν καὶ ἥκιστα, πρὶν εἰς ἔργον ἐλθεῖν, ἐλπιζόμενον. τοῦτο ταῖς ὀδυνωμέναις ὑπὲρ τῆς ἐκκλησίας ψυχαῖς ἡδείας ἀναπνοῆς τινος ἔδοξεν ἔαρ καὶ γλυκὺς θησαυρὸς εὐφροσύνης, καὶ οὐδὲ πόῤῥω χρηστῶν τινων ἦν ἐλπίδων, οὐδ' ἔτι μέγα πεῖσαι καὶ βασιλέα λοιπὸν, συμμαχούσης ἤδη τῇ ἀληθείᾳ καὶ βασιλίδος.
(Η.) Ταῦτ' οὐκ ἦν ἀνεκτὰ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ἀλλὰ θόρυβος σφᾶς ἠγκαλίζετο· καὶ μυρίων θανάτων ἦν φορτικώτερον. διὸ καὶ πρὸς ἓν ἀθροιζόμενοι σύστημα πάντες, ὁπόσοι τῆς πονηρᾶς φατρίας τὰς τῶν ἐν Βυζαντίῳ φροντιστηρίων διέλαχον προεδρίας, καὶ πρό γε τούτων ὁ τὸν πατριαρχικὸν ἔχων Ἰσίδωρος θρόνον, προσῄεσαν Εἰρήνῃ τῇ βασιλίδι, πολλὴν ἐμοῦ δρῶντες τῇ γλώττῃ καταδρομὴν, καὶ πολλὰς καταχέοντες λοιδορίας, καὶ τὴν ἐμὴν ἀποσείεσθαι πείθειν ἐπιχειροῦντες ὁλοσχερῶς ὁμιλίαν. ἐπεὶ δὲ πολλὰ μογήσαντες ἤνυσαν μὲν οὐδὲν, ἠλαύνοντο δ' οὐκ ἄνευ μέμψεων ἐκεῖθεν μακρῶν, γράμματα ἐς βασιλέα τὴν τῶν ἀποβάντων ἔχοντα δήλωσιν πέμπουσιν, ἀξιοῦντες ἀφέμενον ὅσα οἱ ἀνὰ χεῖρας ἔτυχεν ὄντα δημοσίων φροντίδων γέμοντα πράγματα ἐς Βυζάντιον τάχιστα ἀφικνεῖσθαι, σφῶν βοηθήσοντα δόξῃ, κινδυνευούσῃ τὰ καίρια, καὶ ὅσα ἐπὶ τούτοις ἀκόλουθα ἦν τῷ σκοπῷ· τά τε ἄλλα δηλαδὴ καὶ ὅσοις τὰς παλαμναιοτάτας ἐμοὶ προσάπτειν αἰτίας ἀπεῖναι οὐκ ἦν.
(Θ.) Ὧι δὴ καὶ πρὸς τὴν ἀκοὴν εὐθὺς διαταραχθέντι μικρά τε τῶν ὅσα οἱ ἀνὰ χεῖρας ἦν τηνικαῦτα πεφροντικότι τάχιστα ἐς Βυζάντιον ἐδόκει τῶν ἀναγκαίων πορεύεσθαι, οὐ τοσοῦτον συστάσεως ἕνεκα τῶν καινοφωνιῶν, ὅσον τοῦ μὴ θορύβους ἐντεῦθεν ἐπιχωριάζειν τῇ μεγίστῃ πόλει τῶν Βυζαντίων. ἀφιγμένῳ δ' ἔργον ἦν οὐδὲν οὐδενὸς προϊστάμενον, ἢ ξύν γε τῷ πατριάρχῃ διάλεξιν πρός με πεποιημένοις πείθειν πειρᾶσθαι, μακρᾷ τινι θύοντα σιωπῇ, μηδαμῆ ταῖς τῆς ἀτόπου φάλαγγος καινοφωνίαις συχνὰ διαλοιδορούμενον μακρὰν παρέχειν ῥοπὴν, οἷς αὐτοὺς διασύρειν καὶ ὅλαις ταράττειν γλώτταις καὶ χείλεσιν ἐλευθέροις ἔρως μακρός.
(Ι.) Ὡς δὲ πολλῶν ἐκεῖ ῥυέντων ἀντιπάλων λόγων μάταια λέγων καὶ βλασφημῶν ὁ πατριάρχης ὑφ' ἡμῶν ἠλέγχετο προφανῶς, οὐ μόνον ὅτι πλῆθος θεοτήτων ἀπειράκις ἀπείρως ὑφειμένων τῆς θείας οὐσίας, ἀκτίστων μὲν, ὁρατῶν δὲ καὶ ἀνουσίων, δοξάζειν ἐδόκει ξύν γε τῷ Παλαμᾷ, ἀλλὰ κἀξ ὧν ἰδίᾳ τοὺς μὲν εἰωθότας ἐπ' ἐκκλησίας ἄνωθεν τριαδικοὺς τῶν ἁγίων ᾄδεσθαι ὕμνους ἐς τἀφανὲς ἐῤῥίφθαι κατεδίκαζεν, ἐξουσίαν βουλομένοις πυρὶ καὶ θαλάττῃ χαρίζεσθαι παρεχόμενος· αὐτὸς δ' οἰκείους ἄρτι πεποιηκὼς, ἀτόπου φάναι γαστρὸς ἔκγονα βλάσφημα, τούτους ἀντ' ἐκείνων προσέταξεν ᾄδεσθαι· ἐν οἷς τά τε ἄλλα γράφων ἦν καὶ ὡς οὐ τὴν οὐσίαν χρεὼν, ἀλλ' ἀνούσιόν τινα καθ' αὑτὴν λέγειν ἐνέργειαν εἶναι κυρίως θεόν· θέσει δὲ καὶ τὴν οὐσίαν, συγχωροῦντος ἴσως τοῦ ἀνθρωπίνου πόθου κατὰ τὸ ἀνάλογον, ὥσπερ καὶ ἄνθρωποι κατὰ χάριν υἱοὶ καλοῦνται θεοῦ καὶ θεοί· καὶ τὸ τοῦ συμπεράσματος σκοπιμώτατον, μὴ τὴν οὐσίαν, ἀλλὰ τὴν τῆς οὐσίας ἐκείνην ἀπεῤῥωγυῖαν ἐνέργειαν ἐκ τῆς παρθένου καὶ θεοτόκου σεσαρκῶσθαι Μαρίας· ἀμέθεκτον γὰρ εἶναι καὶ ἀνεπίστροφον τελέως τῶν κατὰ γῆν τὴν οὐσίαν ἐκείνην, ἐν τοῖς ἄνω που τόποις ὁριζομένην· πολλῶν οὖν ἐκεῖ ῥυέντων, ὡς εἴρηται, καὶ ποικίλων ἐξ ἀντιπάλου λόγων, καὶ μικροῦ τῆς ὅλης ἐκείνης ἐνταυθοῖ καινοτομηθείσης νυκτὸς, ἐπεὶ μὴ τὰ τῆς ὑποθέσεως ἄλλως ἠρεμήσειν ὁ βασιλεὺς ξυνενόει, Ἰσιδώρου μὲν ἐκείνου τοὺς νέους κανόνας ἀφανείας δοθῆναι προσετετάχει πυρί· παῤῥησιάζεσθαι δ' αὖθις τοὺς εἰωθότας ἐκ παλαιοῦ. τούτων δ' οὕτω συντεταγμένων καὶ συμπεφωνημένων, τράπεζα πολυτελὴς ἡμῖν παρεκομίζετο, σημεῖον ὁμοφροσύνης. καὶ συνεστιασθέντες οὕτω τοῖς βασιλεῦσιν ἀνέστημεν, ἐλπίσαντες ἐς τὴν ὑστεραίαν καὶ βασιλικοῖς κυριωθήσεσθαι γράμμασι τὰ συμφωνηθέντα, ὡς μὴ ἀμφίβολα τὰ γιγνόμενα εἴη ταῖς ἁπανταχῆ θαλάττης καὶ γῆς ὑπὲρ τῶν πατρίων τῆς εὐσεβείας δογμάτων ἀντεχομέναις θεοῦ ἐκκλησίαις.
(ΙΑ.) Ἀλλ' οὐκ εἰς μακρὰν τὰ τῆς συμφωνίας ἐκείνης οὐδὲ πᾶσιν ἤρεσκε τοῖς ἐκ τῆς ἀντικειμένης φατρίας βέβαια παραμένειν· ἀλλ' ἀνάγκην προσῆγον τῷ βασιλεῖ, μετάπεμπτον καὶ Παλαμᾶν ἐς τὴν τῶν δεδογμένων ποιεῖσθαι βουλὴν, μὴ θόρυβον, ὡς περιφρονούμενος, ἐπιὼν ἀναφλέξῃ, τὴν τοῦ μύθου τοῦ Ἀττικοῦ μιμούμενος Ἔριν ἐκείνην, ἣν τῷ τερατώδει τοῦ μήλου μεγίστην πάλαι φασὶν ὑφάψαι στάσεως φλόγα καὶ μάχην τῷ τῶν θεῶν συνεδρίῳ, ὅτι μὴ ἐς τὴν κοινὴν ἐκείνην τῶν τῆς Θέτιδος γάμων τράπεζαν ἐσεκλήθη καὶ αὕτη. διὰ δὴ ταῦτα μετάπεμπτος ἐκ Διδυμοτείχου καὶ Παλαμᾶς ἐς Βυζάντιον τάχιστα γίνεται. καὶ ἵνα τἀν μέσῳ τοῦ φορτικοῦ χάριν παρέλθω, πρὸς τοὺς κατ' ἐμοῦ καὶ αὐτὸς ὁμοίως, μᾶλλον δ' εἰπεῖν οἰκειότερον κατὰ τῶν τῆς ἐκκλησίας δογμάτων, πολέμους ὁπλίζεται. καὶ ἐπειδὴ τὸν ἀγῶνα θυμοῦ καὶ κενοδοξίας πνέων εἰσῄει μακρᾶς, ἐμοῦ μηδένα πάρεδρον ἔχοντος σύμμαχον, πλὴν μόνου θεοῦ, καθάπερ καὶ ἐς τοὺς πρότριτα διαλόγους, αὐτὸς πρός γε τοῖς ἄλλοις καὶ αὐτὸν βασιλέα, τὸ τῆς ἰσχύος κεφάλαιον, κράτιστον εἶχε σύμμαχον. ἃ μὲν οὖν ἐμοί τε κἀκείνοις ἐν προοιμίοις λελάληται, μηδεμιᾶς ἐς τὴν παροῦσαν ἀφήγησιν ἔχοντα χρείας ἀνάγκην, σιωπῇ παρατρέχειν κεκρίκαμεν δεῖν. τὰ δ' ἐφεξῆς εἶχεν οὕτω.
(ΙΒ.) Μὴ χρείαν ἔφασκον ἔγωγε εἶναι δευτέρων ἔτι διαλόγων καὶ κρότων ἀπὸ γλώττης μαχίμων ἐμοὶ, εἰ βέβαιοι μένουσιν αἱ τῆς προτέρας ἐκείνης διαλέξεως καταστάσεις. εἰ δ' ἐκεῖνα παντάπασι λέλυται καὶ ἐς τοὺς λήθης ἔῤῥιπται ῥύακας, οὐδ' οὕτω μοι πάλιν δευτέρων δεῖ συζητήσεών τε καὶ ἀποδείξεων. εἰ γὰρ ἃ πρὸ βραχέος βασιλεῖ τε καὶ πατριάρχῃ δέδοκται, νῦν ἀραχνίων λέλυται τρόπον, πῶς ἂν οἷα καὶ Παλαμᾷ περὶ τῶν αὐτῶν πεπράξεται, πιστά τε καὶ ἀναμφισβητήτως ἡμῖν ἔχοντα φανείη, εἰ ἄρα καὶ αὐτός μοι ξυμφωνεῖν ἐπαγγέλλοιτο, πρὸς ἃ δὴ καὶ πειθομένοις ὑμῖν ἐχρώμην, τῷ μεγέθει τῆς ἀξίας πλεῖστον ὑμῶν λειπόμενος, καὶ ἅμα τῇ τῶν τρόπων αἰδοῖ καὶ σεμνότητι πολὺ τὸ ἐνδεές τε καὶ ὑφειμένον ἐκ πολλῶν πολλάκις ἐνδεδειχώς;
(ΙΓ.) Πρὸς ἅπερ ὁ Παλαμᾶς, «οὐδ' ἐμοὶ», φησὶ, «διαλέξεων δεῖ καὶ κριτηρίων ἄλλων, ἅπαξ εἰληφότι τὰ πρὸς δικαίωσιν καὶ ἀσφάλειαν ἔγγραφα τῶν ἐμοὶ λαληθέντων ὁπώσποτε πρὸς Ἰωάννου τοῦ πατριάρχου καὶ τῶν τότε συνεδρευόντων ἐπισκόπων ἐκείνῳ ψηφίσματα.» πρὸς ἅπερ ἐμοὶ τοιάνδε ποιεῖσθαι τὴν ὑποφορὰν ξυνέπιπτεν. «εἰ μὲν δὴ καὶ μέχρι καὶ ἐς τέλος ὑπὸ τοῦ δεδρακότος ἐκείνου τὸ κῦρος εἶχεν ἐκεῖνα, καὶ μὴ οὐκ εἰς μακρὰν ἑτέροις διασέσεισταί τε κἀκ βάθρων ἀναμεμόχλευται στεῤῥοτέροις γράμμασι καὶ ψηφίσμασι, σοὶ μὲν ἴσως, εἰ καὶ μὴ τῇ ἀληθείᾳ, τὸ παράπαν εἶχε τὸ εὔλογον. εἰ δ' αὐτῷ γε δήπου τῷ δεδρακότι, μετὰ πλειόνων ἢ πρότερον αὖθις τῶν ἐπισκόπων συσκεψαμένῳ, καὶ τὸ ἐν τοῖς ψηφίσμασιν ἐκείνοις πολύχουν τῆς ἀτοπίας σαφῶς ξυνεωρακότι, πάσαις ῥοπαῖς τῆς ψυχῆς γράμματι γράμμα, καὶ ψηφίσματι ψήφισμα, περιεσκεμμένοις τε καὶ νομίμοις τὰ λίαν ἀπερίσκεπτά τε καὶ μηδαμῆ ποτε νόμιμα, τελέως ἀνέτρεπέ τε καὶ ἅμα συγγνώμην τῆς ἀγνοίας ἐξ ἡμῶν τε καὶ ὅσοι τῆς ὀρθῆς οὐκ ἐξέστησαν δόξης ὁμοίως οὐκ ἠμέλει ζητῶν, ποῦ δίκαιον τὸ τῆς ἀληθείας παραδραμόντας φῶς τῷ τῆς κακίας ἑκόντας πλανᾶσθαι σκότῳ;»
(ΙΔ.) «Ἀλλ' ἔμοιγε τὰ πρὶν βεβαιότερα τῶν ὑστέρων δοκεῖ γραμμάτων εἶναι,» φησὶν ὁ βασιλεὺς, τὸν λόγον διαδεξάμενος καὶ σύμμαχος τῷ Παλαμᾷ θερμὸς ἀποροῦντι γινόμενος. «εἰ γὰρ ἃ κατέλυσα, φησὶν ὁ ἀπόστολος, πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι.» πρὸς ὃν ἐμοὶ τοιάδε, πρὶν εἰς ἑτέρας ἐμβεβληκέναι τῶν ἀντιῤῥήσεων, ἀνθιστᾷν τετύχηκε τοῖς λεχθεῖσιν ἐπιχειρήματα· «εἰ παραβάτην αὑτὸν ἐθέλοι τις κρίνειν, ὦ βασιλεῦ, ἅτε θραυόμενον αὐτὸν ὑφ' αὑτοῦ, πολλὴν ἐμοὶ καὶ οὕτω φημὶ τὸ εἰκὸς παρέχει τὴν συμμαχίαν. συγκαταλύονται γὰρ αὐτῷ μετὰ τῶν ὕστερον ἑνί γέ τῳ τρόπῳ καὶ τὰ πρὶν ἐκεῖνα ψηφίσματα, εἰ μὴ τυραννοίη τὴν ἀλήθειαν ἀντιπνέον ἁμηγέπη τὸ ψεῦδος, ἀλλὰ πηγὴ δικαιοσύνης ἐπιχωριάζουσα λαμπρῶς τὸ δέον χορηγοίη ταῖς τὰ τοιαῦτα κρίνειν καὶ ῥυθμίζειν προθυμουμέναις γλώτταις· καὶ μακρῶν διὰ ταῦτ' ἐν βραχεῖ πραγμάτων ἀπηλλαγμένοις νέα τήμερον συγκροτείσθω δικαστήρια περὶ τῶν τοῦ Παλαμᾶ παμπόλλων τε καὶ ποικίλων ἐξ ὑπαρχῆς καινοφωνιῶν. εἰ δὲ πολύτροπον τὸ τῆς λήθης καὶ τῆς ἀγνοίας νόσημα, ταῖς τῶν ἀνθρώπων ἐνδυναστεῦον διανοίαις, παρέλκοι τὸν ἡγεμόνα λογισμὸν ὡς τὰ πολλὰ πρὸς ἀπάτης κρημνοὺς ἐκ προοιμίων· τοῦ δὲ χρόνου μετὰ τῆς πείρας τὰ πεπραγμένα γυμνάζοντος, τὸ ἀληθείας ἀνακαθαίρεται κράτος καὶ τὰ νέφη τοῦ ψεύδους καὶ τῆς ἀπάτης ἐκ μέσου λαμπρῶς ἐλαύνεται, οὐκ ἂν εἴη τῶν ἀπεικότων τουτὶ καὶ ἅμα τῶν εἰθισμένων ὡς ποῤῥωτάτω βαδίζον τρόπων, εἰ καὶ πατριάρχην τἀληθὲς ἠγνοηκότα πρότερον, διὰ τὴν τῆς σαφηνείας τῶν γεγραμμένων ἐπίκρυψιν, ἐπιοῦσα μετὰ τῆς ἁρμοττούσης πείρας ἡ τὰ δρώμενα ξὺν χρόνῳ γυμνάζουσα γνῶσις ἐπηνώρθου τε καὶ οἷς ἐμμένειν χρεὼν ἐδίδασκε δόγμασί τε καὶ γράμμασιν. ἔπειτα εἰ τοῖς προτέροις καθάπαξ τῶν ὅσα πράττεται πᾶσι τὴν τοῦ δικαίου δίδως ῥοπὴν, ὅρα μὴ καθ' ἑαυτοῦ τὴν ψῆφον ἐγείρῃς τῶν νόμων τῶν σῶν, καὶ ταῖς ἰδίαις δίκαις γένῃ περιπετὴς ἐν βραχεῖ. οἱ γὰρ ἐκεῖνα τὰ πρῶτα τοῦ Παλαμᾶ βεβαιώσαντες ἐπίσκοποι γράμματα, οὗτοι καὶ κατὰ πάντων Ῥωμαίων ἐγγράφους ἐξήνεγκαν τόμους καὶ πολύτροπά τινα τὰ ψηφίσματα· δι' ὧν τῷ αἰωνίῳ πυρὶ παρέπεμψαν, εἴ τινες εἶεν, οἷς πρὸς βουλήσεως εἴη τὸν Καντακουζηνόν σε βασιλέα τε δέχεσθαι καὶ Χριστιανὸν ἀποκαλεῖν· ἐν ὑστέροις δ' ἀκόντων αὐτῶν ἐγκρατῆ γεγονότα τῶν βασιλείων σκήπτρων καὶ θρόνων ὅλαις ἀνηγόρευον βασιλέα φωναῖς, μικρὰ τῶν οἰκείων ἐκείνων ἀρῶν φροντίσαντες. εἰ οὖν τὰ πρότερα, κατὰ τὰς σὰς δίκας, τῶν ἐπισκόπων ψηφίσματα κἀνταῦθα κρατοίη καὶ βεβαιότερα τῶν ὑστέρων εἴη, ἐγὼ μὲν οὐκ ἂν εἴποιμι· σὺ δ' αὐτὸς ἀῤῥεπῶς δίδαξον, ὅπη χωρεῖ τὰ τῆς καταδίκης περιφανῶς. δυοῖν γὰρ ἕποιτ' ἂν θάτερον, εἰ πηγὴ δικαιοσύνης πρυτανεύει τοὺς τῆς δίκης ῥύακας. ἢ γὰρ κἀνταῦθα προτιμότερ' ἂν θείημεν τὰ πρῶτα, κατὰ τὴν σὴν ἐπ' ἐκείνοις κρίσιν· καὶ βεβαιοῦται λοιπὸν ὁ κατὰ Ῥωμαίων ἐκφωνούμενος ἐκεῖθεν ἀναθεματισμὸς διὰ σὲ, καὶ ἅμα λύεταί σοι τὸ τῆς βασιλείας ἰσχυρὸν ἐν βραχεῖ σὺν τῇ εὐσεβείᾳ· ἢ τῶν προτέρων ἀθετουμένων, διὰ τὸ τῆς συναρπαγῆς καὶ τῆς ἀπάτης ἔγκλημα, σοὶ μὲν κυροῦται τὸ τῆς βασιλείας κράτος ἐς τὸ ἀθῶον μετὰ τῆς εὐσεβείας· λύονται δ' αἱ τοῦ Παλαμᾶ καινοφωνίαι, καθάπερ ὁ τῆς Χαλάνης πύργος· συνάπτεται δὲ τὰ διεστῶτα τῆς ἐκκλησίας μέρη πρὸς ὁμόνοιαν καὶ εἰρήνην. εἰ δ' αὐθεντικῶς οὑτωσὶν ἐκεῖ μὲν τὴν νίκην τοῖς προτέροις δίδως, ἐνταυθοῖ δὲ τοῖς ὑστέροις, τυραννὶς τὸ πρᾶγμα καὶ κανόνας πάντας ὑπερβαῖνον θείους καὶ ἀνθρωπίνους. καὶ εἰ φοβερόν σοι τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος νομίζεται, ὥρα σοι λοιπὸν ἐκλογίζεσθαι τοὺς ἐντεῦθεν φόβους, ὁποῖοι καὶ ὅσοι, παῖδάς τε ἔχοντι καὶ πλείστην συγγένειαν, καὶ πρό γε πάντων ψυχὴν καὶ σῶμα· ὧν τῇ μὲν τὰ ἐκεῖ δεδίττεται κολαστήρια, τῷ δὲ μυρίοις ὑποκεῖσθαι καὶ ποικίλοις συμπίπτει νοσήμασι.»
(ΙΕ.) Τῶν δὲ παρακαθημένων κολάκων ἑνός τινος τὴν ἐμὴν τῷ ἀγκῶνι πλευρὰν συμπιλήσαντός τε καὶ ἀντειπόντος, ὡς τὰ ἥδιστα λέγειν χρεὼν βασιλεῦσι, μακρῷ κινηθεὶς καὶ ὑπερζέσας τῷ ζήλῳ κολακείαν τε ἐνεκάλουν ἐκείνῳ καὶ σμικρολογίαν ψυχῆς, καὶ ὅσα τούτοις ἕποιτ' ἄν. σιγῆς τοίνυν γενομένης ἐν τούτοις, καὶ μηδὲν ἔχων ὁ Παλαμᾶς ἀντιφθέγγεσθαι, μαρτυρίας ἠξίου συγχωρηθῆναι παράγειν γραφικὰς εἰς ἐκδίκησιν τῶν αὐτοῦ καινοφωνιῶν. ἐμοῦ δ' ἀποτρεπομένου καὶ τὴν τῆς τοιαύτης ὁμοιότητα πρὸς Ἄρειον καὶ Σαβέλλιον καὶ Νεστόριον, καὶ ὅσοι τὰς οἰκείας αἱρέσεις ἐκ τῶν θείων γραφῶν κακοτρόπως συνιστᾷν ἐπεχείρουν, ἀνάγοντος, ὁ σύλλογος ἡμῶν διελύετο. ἐπεὶ δ' ἐκεῖθεν μακρὸν ἐπιπολάζοντα βλέπειν ἐπῄει μοι τὸν τῆς κακοδοξίας θόρυβον, ὥραν δ' ἀνύειν τὸ * μὴ τὴν ἔμπρακτόν σφισι παρέχειν ἐδύνατο συμμαχίαν. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον· καὶ ὁ χειμὼν ἐν τούτοις ἐτελεύτα.

στʹ. Ἄρτι δὲ τοῦ ἡλίου περὶ τροπὰς γενομένου τὰς ἰσημερινὰς, καὶ τοῦ κριοῦ τοῖς μακροῖς κέρασι τὰς τοῦ ἐνιαυτοῦ θύρας ἐς τὸ τῆς ἡμέρας εὖρος λαμπρῶς διανοίγοντος, πρέσβεις πρὸς τὸν Τριβαλλὸν ὁ βασιλεὺς ἀπεστάλκει, τοὺς ὅρκους καὶ τὰς συνθήκας ἀναμνήσοντας καὶ τὴν ἐκεῖθεν ἐλέγξοντας παρέκβασιν. ἐπεὶ δ' ἐκεῖνος φρόνημα μέγιστον ἐκ τῶν συνεχῶν τροπαίων ἀνειληφὼς ἄπρακτον ἀπιέναι εὐθὺς ἐκέλευε τὴν πρεσβείαν, ἄρας ὁ βασιλεὺς ἐξῄει τοῦ Βυζαντίου, μεσοῦντος ἤδη τοῦ ἦρος, στρατολογήσων τε ἐκ τῆς Θρᾴκης τὴν ἐνυπάρχουσαν δύναμιν κατ' ἐκείνου καὶ τὸν φίλον Ἀμοὺρ ἐξ Ἀσίας μεταπεμψόμενος μετὰ δυνάμεων Περσικῶν. ὁ μὲν οὖν βασιλεὺς ἑβδομαῖος ἐς Διδυμότειχον ἀφικνεῖται.
(Β.) Τῷ δ' Ἀμοὺρ ἠθροικότι πλεῖστον ὅμιλον πεζικῶν τε καὶ ἱππικῶν δυνάμεων ἔδοξε, πρὶν ἐς Θρᾴκην καὶ Μακεδονίαν διαβαίνειν, ἄκοντι διαπράξασθαι καὶ πρόῤῥιζον ἐξελεῖν, εἰ δύναιτο, τὸ ἐν Σμύρνῃ φρούριον τῶν Λατίνων, ὡς μὴ ὀρφανὴν ἀπιόντος αὐτοῦ καταλελειμμένην τὴν πάτριον γῆν συχνὰ κατατρέχοντες οὗτοι ληΐζωνταί τε καὶ τὰ ἔσχατα δρῶντες φαίνωνται τῶν δεινῶν. τὴν γὰρ Λατινικὴν ὀφρὺν οὐδέποτ' ἠρεμήσειν ἤλπισεν ἐν ὅροις μεῖναι, καιρὸν ἐξιέναι καὶ κατατρέχειν ἔχουσαν. ὅθεν προσελάσας προὐκαλεῖτο πρὸς πόλεμον. οἱ δὲ παραχρῆμα τὰς πανοπλίας ἀναλαβόντες εἰς μάχην ἐξῄεσαν, οὐχ ἧττον τῇ δυνάμει θαῤῥοῦντες, ἢ τῇ τῶν ὅπλων λαμπρότητι. ἐπεὶ δὲ πολύς τε καὶ πανταχόθεν ὁ τῶν Περσικῶν δυνάμεων ἔῤῥει πόλεμος, καὶ ἀντιβλέπειν οὐ μάλα ἐδύναντο, ἐπὶ πόδα τε ἀνεχώρουν αἰσχρῶς καὶ τὰς πύλας ἀσφαλισάμενοι τοῦ φρουρίου τοῖς ἑκηβόλοις ἐκ τῶν τειχῶν ἐμάχοντο βέλεσι· δι' ὧν καιρίαν πληγέντος Ἀμοὺρ, ἐκ τοῦ παραχρῆμα νεκρῷ γενέσθαι ξυμπέπτωκεν. ὃν οἱ προσήκοντες ἀνειληφότες τῆς τε μάχης ἀπέχεσθαι τοῖς στρατιώταις παρεκελεύοντο καὶ αὐτὸν ἐς τὰ οἴκοι φοράδην ἀπῆγον.
(Γ.) Τούτου δ' οὕτω κεχωρηκότος, ἐν λύπαις εἶναι τῷ βασιλεῖ ξυνέβαινε, τῆς τε προσδοκωμένης ἐκεῖθεν Περσικῆς λελειμμένῳ συμμαχίας καὶ ἅμα φίλου μεγίστην αὐτῷ διὰ βίου τηρήσαντος εὔνοιαν ἐστερημένῳ. ἓν μὲν δὴ τοῦτο τῆς κατὰ Τριβαλλῶν ἐκστρατείας ἐμποδὼν ἐγεγόνει τῷ βασιλεῖ. δεύτερον δὲ, τὸ κατὰ τῶν νεφρῶν ἐνσκῆψαν αὐτῷ περὶ τὰς θερινὰς τοῦ ἡλίου τροπὰς νόσημα, τάς τε ἀλγηδόνας δριμείας ἐπάγον αὐτῷ καὶ τὴν τοῦ βαδίζειν ὑποκλέπτον ἐλευθερίαν τε καὶ ῥᾳστώνην, καὶ ἅμα τὰς τῶν ἰατρῶν ἐπαγγελίας οὐ μάλα τοι πρὸς τὸ εὔελπι καθαρῶς ἀθροίζεσθαι συγχωροῦν ἐκ τοῦ σύνεγγυς. καὶ τρίτον ἐπὶ τούτοις, ἡ τῶν ἐν τοῖς Γαλάτου Λατίνων κατὰ Βυζαντίων ἐξ οὐδεμιᾶς προφάσεως ἐπανάστασις, ἣ μετὰ τὰς Ὠρίωνος ἐπιτολὰς εὐθὺς πεποίηται τὰς ἀρχάς· περὶ ἧς μικρὸν ὕστερον προϊόντες ἐροῦμεν πλατυτέρᾳ τῇ γλώττῃ. νῦν δ' ἐκεῖνο ἐπαναλήψομαι.

ζʹ. Ἄρτι τοῦ ἡλίου τὰς θερινὰς τροπὰς παραλλάττοντος, Περσική τις δύναμις, ἐξ αὐτονόμου καὶ λῃστρικῆς ἄλλη ἄλλοθεν ἠθροισμένη τροφῆς καὶ διαίτης, ἐς Θρᾴκην ἐξ Ἀσίας πεποίηται τὴν διάβασιν. καὶ ἐπειδήπερ ὁπόσα θαλάττης ἐγγὺς ὑπῆρχε χωρία πᾶσι καθάπαξ ἀοίκητον εἶναι συνέβαινεν ἐρημίαν διά γε τὰς συνεχεῖς τῶν ἐχθρῶν ἐφόδους, εἰς δύο σχίζεται μοίρας· καὶ τῶν μὲν ἱππέων ἡ φάλαγξ, εἰς διακοσίους καὶ χιλίους τὸν ἀριθμὸν ἀναφέρουσα, ἐπὶ τὰ ὅσα περὶ Βιζύνην εἰσὶ χωρία τοὺς δρόμους ὅλαις ἤλαυνε ταῖς ἡνίαις· ἡ δὲ πεζικὴ δύναμις, ἐκ δὶς ἑπτακοσίων εὐζώνων ἀνδρῶν συγκειμένη καὶ αὕτη, δυτικωτέραν πεποίηται τὴν ὁρμήν. συνέβαινε γὰρ αὐτῇ τήν τε Ῥοδόπην τὸ ὄρος, καὶ ὅσαι περὶ Διδυμότειχον οὖσαι τυγχάνουσι πόλεις, ἐξ ὑπερδεξίων ἀφεμένῃ τὴν ἔφοδον ἐφ' ὅσα ἐπέκεινα κεῖται χωρία ποιεῖσθαι· ὧν Ματθαίῳ τῷ τοῦ βασιλέως υἱῷ τὴν ἐπιτροπὴν, ὡς ἀνωτέρω διείληπται, κεκτημένῳ οὐ μάλα τοι ἀνεκτὸν ἐνομίσθη κατ' ἐξουσίαν ἀπονητὶ ποιήσασθαι τὴν τῆς λείας ἐκεῖθεν ἐᾶσαι τοὺς Πέρσας ἀπαγωγήν. ῥᾴδιον δ' ἥκιστα ὂν ἐκ μόνης τῆς Γρατιανουπόλεως, ἐν ᾗ τουτονὶ τηνικαῦτα παρεῖναι ξυνέβαινε, στρατὸν τοῖς βαρβάροις ἀντίπαλον παραχρῆμα συναγαγεῖν, ἐκ τῶν ἐνόντων τριακοσίους ἱππέας ἀνειληφὼς, καὶ πεζικήν τινα φάλαγγα, μεγάλην ἐβράβευσε δι' ἀβάτων χωρίων τῷ δρόμῳ τὴν ταχύτητα, μὴ λάθῃ φυγοῦσα μετὰ τῆς λείας ἡ λῃστρικὴ δύναμις. τόπου τοιγαροῦν ἐντυχὼν ἐπιτηδειότητι, δι' οὗ τὴν ἀναστροφὴν οἱ βάρβαροι δρᾷν ἐνομίζοντο, τήν τε ἐφεδρείαν ἐνταῦθα πεποίηται καὶ τῶν εὐζώνων ἐνίους προὔπεμπεν εἰς κατασκοπήν· ἀφ' ὧν περὶ τὴν λείαν ἀσχολεῖσθαι πόῤῥω που τῆς στρατοπεδείας ἔτι τοὺς βαρβάρους ἀκούων ἀριστοποιεῖσθαι μετρίως ἐπέτρεπε τοὺς στρατιώτας. ἐπεὶ δέ σφισιν οὐκ ἦν εὐμαρὲς ὕδατος εὐπορεῖν, ὅθεν ὑδρευσαμένους τὴν ἀνάγκην ἔσται παραμυθεῖσθαι τῆς φύσεως, ὅσην ἥ τε τοῦ δρόμου ταλαιπωρία καὶ τὸ φλέγον τῆς ὥρας ἤνεγκεν, αὐτοὶ μὲν περὶ τὴν τῶν ὅπλων ἐγίνοντο χρείαν, τὸ πολὺ τῆς ἡμέρας ἄσιτοι διακαρτερήσαντες· Ματθαῖος δὲ στρατηγῶν εἰς τάξεις διῄρει τὴν δύναμιν· καὶ τοὺς μὲν ἱππέας ἔς τε τὸ δεξιὸν καὶ λαιὸν διαμερισάμενος κέρας ὑφ' ἡγεμόσι τοῖς ἀρίστοις ἐς τὰ τῶν ἄκρων τὸ πεζὸν παρενέβαλε μέσα, ταξιάρχοις καὶ αὐτὸ παραδοὺς οἷς τὰ πολέμια κρατίστοις εἶναι τετύχηκεν· αὐτὸς δὲ τῶν ἱππέων ἐνίους ἔχων περιῄει, πρὸς εὐψυχίαν καὶ ῥώμης ἐπίδειξιν διεγείρων τὰς φάλαγγας.
(Β.) Τῆς δ' ἡμέρας ἐς τὸ πλέον ἢ κατὰ μεσημβρίαν εἶναι τὸν ἥλιον γενομένης, οἱ βάρβαροι πολλὴν ἐπαγόμενοι πόῤῥωθεν παρεδείκνυντο λείαν. ἐγγύτερον δ' ἤδη γενόμενοι κατεπλάγησαν μὲν τὴν τῶν Ῥωμαίων θεασάμενοι στρατιὰν, τῇ τῶν ὅπλων λαμπρότητι διαλάμπουσαν· κατεφρόνησαν δ' αὖ, οὐ πάνυ πολλὴν ξυννενοηκότες οὖσαν αὐτήν. ἔδοξεν οὖν ἄμεινον, τὴν λείαν ὀπίσω διαλιπόντας μικρὸν, ἀθρόους ὑφ' ἑνὸς ἱσταμένους αὐτοὺς τὴν τῶν Ῥωμαίων εὐρώστως ἔφοδον διακαρτερεῖν. διὸ τοὺς ἐλαφροτάτους τοξότας πρότερον σφῶν αὐτῶν ἐς τὴν οὐραγίαν θέντες παραγγέλλουσι νῦν μὲν ἐπικεῖσθαι, νῦν δ' ἀποχωρεῖν ἐκ μεταβολῆς καὶ φυγομαχεῖν, κατὰ τό σφισιν ὡς τὰ πολλὰ εἰωθὸς, καὶ συχνὰ τοῦτο δρῶντας ἐξαπατᾷν καὶ ἐπιταράττειν τὴν τῶν Ῥωμαίων τάξιν.
(Γ.) Τῶν μέντοι Ῥωμαίων σοβαρῶς ἐπιόντων, καὶ τῶν σαλπιγκτῶν ἀνακρουομένων τὸ ἐνυάλιον, ἐπηλάλαξάν τε εὐθὺς οἱ Πέρσαι καὶ μετὰ μακροῦ τινος θράσους αὐτοῖς συνεῤῥήγνυντο, συνασπισμός τις τὰ πρῶτα δόξαντες βαρὺς καὶ παράταξις μάλα δυσπρόσοδος· ὡς εὐθὺς ἐξ ἀρχῆς τὸ μὲν συνεχὲς τῆς πεζικῆς τῶν Ῥωμαίων διακόπτεσθαι φάλαγγος· καὶ ἅμα τὸ εὐώνυμον τῶν ἱππέων, πιεζόμενον ἔξωθεν ὑπὸ τῶν ἐλαφρῶν ἐκείνων τουρτῶν, τὰς ψυχὰς θορυβεῖσθαι. Ματθαῖος δ' ὁ στρατηγὸς περιϊὼν λόγοις τε ἀνεῤῥώννυε πρὸς τὸ εὐθαρσέστερον τοὺς οἰκείους καὶ τοῖς θλιβομένοις ἀεὶ προσιὼν παρεβοήθει μέρεσιν. ἔπειτα μείζονος δεομένην τῆς βοηθείας τὴν στρατιὰν ξυννενοηκὼς ἐς τὸ τῆς τόλμης παραβολώτερον ἑαυτὸν μετεσκεύασε, καὶ πρὸς μέσους ἐμβάλλει τοὺς πολεμίους ξύν γε τοῖς ἀμφ' αὐτὸν, νεανικώτερον τρόπον μᾶλλον ἢ προμηθέστερον· καὶ ὅλην εὐθὺς ἐκλόνησέ τε καὶ διέσεισε τὴν ἐκείνων φάλαγγα, τοὺς μὲν κατὰ μέτωπον ἀπαντῶντας γενναίως καταβάλλων τε καὶ συμπατῶν· τοὺς δ' ἄλλους πρὸς ἄνανδρον κατακλείων ἀμηχανίαν· ὡς ἐντεῦθεν ἀναῤῥωσθέντας Ῥωμαίους εὐτολμότερον ἐς τοὺς κινδύνους τέως παραβάλλεσθαι, καὶ τοὺς κατὰ πρόσωπον ἅπαντας διωθεῖσθαί τε καὶ φονεύειν εὐρώστως. ἀλλὰ πολλούς τινας καὶ συνεχεῖς διεξελαύνων ἐν τῇ μάχῃ τοὺς δρόμους ὁ στρατηγὸς Ματθαῖος, καὶ πλεῖστα τῶν πιπτόντων πολεμίων σώματα συμπατῶν, ἔλαθε τοῦ ἵππου πεσόντος ἐς γῆν ἐκριφεὶς καὶ ἀπὸ γῆς μαχόμενος τοῖς ἐπιοῦσιν. ἔνθα δὴ πολὺς ὁ ἀγὼν ἑκατέρωθεν συνέστη, τῶν μὲν πολεμίων ἀποκτείνειν ἐπειγομένων, τῶν δὲ Ῥωμαίων ἀντεχομένων μάλα γενναίως καὶ τὰς ἑαυτῶν ὑπὲρ τοῦ στρατηγοῦ προδιδόντων ψυχάς· ἕως ἵππου παρενεχθέντος ἐπιβὰς κατὰ κράτος ἤλαυνε κόπτων τοὺς πολεμίους· ὡς μηδὲ λελεῖφθαι, ὃς γοῦν ἀπαγγελεῖ τῇ Ἀσίᾳ τὸ πάθος.
(Δ.) Τοῦτο Ῥωμαίοις ἔδοξεν ἀγαθὸς οἰωνὸς καὶ μακρῶν ἐλπίδων προοίμιον. τὸ μὲν γὰρ ἐπιοῦσαν δέξασθαι, πρὶν ἢ προσδοκῆσαι, καὶ ἀποκρούσασθαι τὴν τῶν πολεμίων ἔφοδον, μακρῷ τινι κραταιότερον, ἢ πολεμίων χώραν αὐτόν τινα καταδραμόντα στήσασθαι τρόπαιον. οἷς γὰρ ἐς ὑπερορίους ἐκστρατείας παρασκευάζεσθαι μεμελέτηται, τούτοις δὴ καὶ περιττῶς τε μάλα καὶ σοβαρῶς ὁπλίζεσθαι ἀναγκαῖον, καὶ πάντα πρὸς τὸ ἀνενδεὲς καὶ φιλοτιμότερον ἐκ πολλοῦ τοῦ χρόνου τελεῖν, ἅτ' ἐν ἀλλοτρίᾳ γῇ ποιεῖσθαι μέλλουσι τὰς ὑπαίθρους στρατοπεδείας· οἷς καὶ εἰ νικῷεν, μέτριος μέν τις ἕπεται ἔπαινος, θαῦμα δ' οὔ, τῶν παραδόξων οὐδενὸς πεπραγμένου, ἀλλ' ἑνὸς τῶν ὅσα τῶν προσδοκωμένων ἦν. οἷς δ' οἴκοι καθημένοις ἀπροσδοκήτοις τὸ πολέμιον ἔπεισι πῦρ, θαυμαστὸν, εἰ μὴ ζημιωθεῖεν τὸ ζῇν. εἰ δὲ γενναίως καὶ εὐθαρσῶς ἀνταγωνισαμένοις μετὰ πάνυ μικρᾶς καὶ τῆς προστυχούσης δυνάμεως γένοιτο ἀποκρούσασθαι, τοῦτο δ' ἤδη καὶ θαυμάζεσθαι ἄξιον. εἰ δὲ καὶ οὕτω κατατροπώσασθαι γένοιτο, ὡς μηδὲ πυρφόρον λελεῖφθαι, τὸ δὴ λεγόμενον, τοῦτο δ' ἐκείνων μακρῷ τινι βέλτιον.
(Ε.) Καὶ ἡ μὲν πεζικὴ τῶν Περσῶν ἐκείνη δύναμις ἐς τοῦτο τύχης ἐλήλαται καὶ ἠφάνισται. τῆς δ' ἱππικῆς κατόπιν ὁ βασιλεὺς ἐξ Ὀρεστιάδος τὴν δίωξιν κατεσπουδασμένην μετὰ χιλίων ἱππέων πεποιηκὼς, ἐπειδήπερ ἀσυντάκτοις ἐκ τῆς λείας ἀναζευγνύουσιν ἐντετύχηκε, τοὺς μὲν τριακοσίους ἀπηντηκότας εὐτόλμως ἔργον ἀπέφηνε ξίφους· οἷς δὲ πόῤῥωθεν αἰσθέσθαι ξυνηνέχθη τῆς μάχης, τούτοις δὲ φυγῇ τὴν σωτηρίαν δίχα τῆς λείας πορίζεσθαι ἐξεγένετο σποράσι καὶ ἀσυντάκτοις.
https://byzantium.gr/

ΛΟΓΟΣ ΙΖ’.

αʹ. Τοῦ μέντοι βασιλέως ἐν τοῖς τοιούτοις ἀσχολουμένου, μάχην κατὰ Βυζαντίου τοῖς ἐν Γαλάτου Λατίνοις πεποιηκέναι συμπέπτωκεν, αἰτίαν μὲν ἐμφανῆ τινα καὶ εὐπρόσωπον ἥκιστα ἔχουσιν ἐγκαλεῖν οὐδεμίαν· δεδιόσι δ' αὔξησιν ἴσως τοῦ τῶν Βυζαντίων ναυτικοῦ κἀντεῦθεν καὶ τῶν κατὰ σφᾶς ἀθροιζομένων ἐξ ἐμπορίας φόρων ὕφεσιν.
(Β.) Αὐτοὶ γὰρ ἐξ ἀρχῆς ὀλίγα τινὰ καὶ φαῦλα περὶ τὸν τόπον οἰκήματα συγχωρηθέντες συστήσασθαι, ἔπειτα ἔλαθον τοῦ χρόνου χωροῦντος ἐπὶ μέγα δόξης τε καὶ δυνάμεως ἀναβάντες. τῶν γὰρ βασιλέων, συμβὰν οὑτωσί πως, στασιαζόντων κατ' ἀλλήλων ὑπὲρ τῆς ἀρχῆς, καὶ τῶν Ῥωμαϊκῶν ἐντεῦθεν πραγμάτων ταραττομένων καὶ σφόδρα πονήρως διατιθεμένων, οὗτοι λάθρα καὶ δολίως ὑπερχόμενοι νῦν μὲν τούσδε, νῦν δὲ τούσδε, καὶ ὑπισχνούμενοι συμμαχίαν παρέχειν καὶ ὅπλων καὶ ὁπλιτῶν εὐπορίαν ἔκ τε γῆς καὶ θαλάττης, ἔλαθον μὴ μόνον τὴν τῶν Βυζαντίων εὐπορίαν καὶ μικροῦ πᾶσαν τὴν ἐκ θαλάττης πρόσοδον παρελόμενοι, ἀλλὰ καὶ ὅσα τῶν δημοσίων πολυειδῶς ἔχοντα πραγμάτων ποικίλον πορίζει τοῖς ἀρχικοῖς πρυτανείοις τὸν πλοῦτον· ὡς ἐντεῦθεν τὴν μὲν ἐκείνων ἐκ τῶν φόρων ἐπέτειον γίνεσθαι πρόσοδον διακοσίων ἔγγιστα χιλιάδων, τὴν δὲ Βυζαντίων βίᾳ καὶ μόλις τριάκοντα. διὰ δὴ ταῦτα μεγαλαυχούμενοί τε καὶ τῆς τῶν Βυζαντίων ἀσθενείας ἡμέραν ἐξ ἡμέρας κατορχούμενοι οἰκίας τε διωρόφους καὶ τριωρόφους ἀνίστασαν, καὶ πλείονος αὖ ἐπειλημμένοι πρὸς τὸ ἄναντες τόπου πύργους τε ᾠκοδόμουν δυσανταγώνιστον κεκτημένους τὸ ὕψος καὶ ἅμα τείχη καὶ περιβόλους μακρὰν τὴν εὐρυχωρίαν ἔχοντας ἄλλους ἐπ' ἄλλοις συχνοὺς περιήλαυνον· καὶ πρός γε ἔτι τάφρους καὶ ὀχυρώματα ἐπ' αὐτοῖς καὶ ὅσα πολεμίοις δυσεπιχείρητον ἀπειλοῦσι τὴν πάροδον ὤρυττον.
(Γ.) Ἄρτι δὲ καὶ ναυτικὸν συνίστασθαι βουληθέντος τοῦ βασιλέως Καντακουζηνοῦ διὰ τὰς συχνὰς τῶν Περσικῶν δυνάμεων ἐφόδους κἀκ τῆς Ἀσίας ἐς Θρᾴκην νύκτωρ καὶ μεθ' ἡμέραν διαβάσεις, καὶ ἅμα τοὺς ἐκ θαλάττης οἰκονομικώτερον τρόπον κουφίσαντος φόρους βουλομένοις καταίρειν εἰς τὸν τῶν Βυζαντίων λιμένα, ὃ μάλιστα τοῖς Λατίνοις ἦν ἀεὶ βοηθοῦν καὶ κραταιότερον αὐτοῖς τὸ δύνασθαι διηνεκῶς ἐργαζόμενον, ὑπόνοιαν ἔσχον μάλα θρασεῖαν, καὶ ἔδεισαν μὴ θαλαττοκρατησάντων Ῥωμαίων ὑποῤῥυεῖσα ἡ αὐτῶν δύναμις μετὰ τῆς τοῦ κέρδους εὐπορίας αὐξήσῃ τάχιστα Ῥωμαίους. ὃ δὲ μάλιστα ἐκ τοῦ παραχρῆμα καὶ σύνεγγυς ἔθραυε τὴν ἐκείνων ψυχὴν, ἡ τῆς Χίου πρόφασις ἦν. ἐδεδίεσαν γὰρ, μὴ πρὸ βραχέος ἔτι τῶν ὁμοφύλων ἐπιβούλως ἀφελομένων καταπλεύσας ὁ τῶν Ῥωμαίων στόλος αὖθις αὐτὴν ἀφέληται, πρὶν εἰληφέναι τὸν εἰς συντήρησιν κραταιοτέραν ἀρκέσαντα χρόνον αὐτῇ. ὅθεν αἰτίας καθ' ἡμέραν μάχης ῥάπτοντες ἦσαν ἄλλας ἐπ' ἄλλαις, οὐδὲν κεκτημένας ἰσχυρὸν καὶ εὐπρόσωπον, φόνους τε Βυζαντίων ἐργαζόμενοι, κρύφα μὲν τὸ πρῶτον, ἐκκεκαλυμμένως δ' ἔπειτα καὶ πλὴν σκηνῆς καὶ προσωπείου.
(Δ.) Τούτων δ' οὕτω δρωμένων, ἐθελοκωφεῖν ἐδόκουν Βυζάντιοι· τοῦτο μὲν καὶ εἰρηνεύειν ἐθέλοντες· τοῦτο δὲ καὶ τὴν σφῶν αὐτῶν ξυννοοῦντες ἀσθένειαν, πολυειδῆ τινα καὶ ποικίλην τοῦ χρόνου τούτοις ἐπενεγκόντος, ἐκ τοῦ περιφρονητικῶς διατίθεσθαι τοὺς κατὰ διαδοχὴν τῶν ἀρχικῶν ἐπειλημμένους ἐκ παλαιοῦ ἐς ὅσα πολιτικήν τε καὶ οἰκονομικὴν ἔχει πρόνοιαν τῶν ὑπηκόων ὁμοῦ καὶ τῶν δημοσίων πραγμάτων· οὐκ οἶδ' ὅντινα τρόπον ἐκείνοις ἥκιστα βουλομένοις εἰδέναι, ὡς τοὺς βεβαίως καὶ ἀσφαλῶς βιοῦν ἐθέλοντας, καὶ φοβεροὺς μὲν εἶναι τοῖς ἐχθροῖς, ποθεινοὺς δὲ τοῖς φίλοις ἀεὶ, οὐχ ὅταν ἐν ὀφθαλμοῖς ἔρχηται τὰ δεινὰ παρασκευάζεσθαι χρεὼν, ὅτ' ὄνησιν οὐδεμίαν ἔχει τὸ σπούδασμα, ἀλλὰ πόῤῥωθεν ἀεὶ μελετᾷν, τίνα τε χρὴ προορᾶσθαι καὶ τίνα φυλάττεσθαι, καὶ αὖ τίνα προσίεσθαι καὶ οἰκειοῦσθαι πρὸς παρασκευὴν, ὧν μήπω μὲν πάρεστιν ἡ χρεία, μέλλει δὲ τοῦ χρόνου ῥέοντος καὶ παντοδαπὰς καὶ παντοίας πλέκοντος τοῖς ἀνθρώποις τὰς τύχας· οὐδὲ συνιέναι παντάπασι, τίνι καὶ ὅσῳ δικαιοσύνη πρὸς ἀδικίαν συγκρινομένη διαφέρει, χρηματικῶν τε αὖ προσόδων προμήθεια καὶ ὅπλων κτῆσις πρὸς ἀμέλειαν τούτων· ἔτι τε πολιτειῶν εὐνομίαι καὶ κανόνες ἀῤῥεπεῖς δικαστηρίων ὁμοῦ καὶ βουλευτηρίων πρὸς ἀστάθμητον καὶ συγκεχυμένον βίον. ὅμοιον γὰρ ἂν εἴη, ὥσπερ ἂν εἴ τις παραβάλλειν βούλοιτο καὶ θεωρεῖν, ὅσον ἐν πελάγει διαφέρει καλῶς οἰακιζομένη ναῦς τῆς ἄνευ οἰάκων καὶ πόῤῥω παντὸς προμηθοῦς τοῖς πολλοῖς ἐκείνοις καὶ ἀνημέροις κύμασιν ἐπιπηδώσης· οἷς πολλῷ δήπου βέλτιον ἂν ἦν οἴκοι καθημένους ἀδοξεῖν καὶ μισεῖν παῤῥησίαν ὁμοῦ καὶ πολιτικὴν εὐγένειαν, ἢ τοσούτοις κινδύνοις παραβάλλεσθαι καὶ τοσαύτῃ διακυβεύειν ἀφροσύνῃ τὸ ζῇν.
(Ε.) Ὃ μὲν οὖν Ῥωμαίους ἔχειν, ἄρχοντας ὀφείλοντας εἶναι, ἐχρῆν, τοῦτο Λατίνοις προσγέγονε παρελομένοις καὶ μεταθεῖσιν ἐντεῦθεν ἐκεῖσε διὰ πρόνοιαν οἰκονομικὴν καὶ σεσοφισμένην σπουδήν. ἅπαντα γὰρ παρεσκεύασταί σφισι λαμπρῶς, σῖτος καὶ ὅπλα καὶ χρήματα καὶ ναυτικὴ δύναμις τῆς τῶν Βυζαντίων διηνεκῶς ὑπερέχουσα.
(Στ.) Ὅθεν ἐπεὶ καὶ νῦν οὐδὲν αὐτοῖς ἐμποδὼν ἐνομίζετο θαλαττοκρατεῖν βουληθεῖσι, καὶ δεκατευτήριον ἴδιον ἑαυτοῖς καταστήσασθαι τὸν αὐχένα τοῦ Πόντου, πρὸς φανερωτέραν ἤδη παρασπόνδησιν καὶ ἀθέτησιν τῶν πάλαι γενομένων σφίσιν ἐς τοὺς Ῥωμαίων βασιλεῖς ὅρκων καὶ νόμων ἐξεῤῥάγησαν· καί τι μονῆρες ἀκάτιον λῃστρικῶν ὁπλιτῶν ἐμπλήσαντές τε νυκτὸς καὶ πρὸς Ἱερὸν καὶ αὐχένα τὸν διαπόντιον ἀναπλεύσαντες μίαν τινὰ Ῥωμαϊκὴν ἁλιάδα κατέσχον, πολλῶν ἐκεῖ τηνικαῦτα δικτύοις χρωμένων ἐς ἰχθύων ἄγραν, καὶ ξίφους ἔργον τοὺς πλείστους ἐπεποιήκεσαν.
(Ζ.) Ἄρτι δ' ἡλίου ἐς ἀνατολὰς ἐληλυθότος, καὶ τὸ τῆς νυκτὸς ἐκείνης ἀνόσιον ἀδίκημα τοῖς Βυζαντίοις ἑρμηνεύσαντος, λύπης μὲν ἄξιον ἐνομίσθη, μάχης δὲ καὶ πολέμων ἥκιστα. αἰσθόμενοι δ' ὅμως, ὡς οἱ Λατῖνοι τειχήρεις γενόμενοι, καὶ τὴν ἐς Βυζάντιον ἐκείνην συνήθη τε καὶ διηνεκῆ διάβασιν κοιμίσαντες, ἐφ' ὅλας ἡμέρας τρεῖς που καὶ τέτταρας πρὸς ὅπλα λεληθότως παρεσκευάζοντο καὶ τριήρεσι καὶ μεγίσταις ναυσὶ τὸ οἰκεῖον τέως περιέφραττον ἐπίνειον, τὰς τοῦ Βυζαντίου πύλας καὶ οὗτοι συγκλείσαντες ἐκάθηντο μετέωροι, πρὸς τὴν ἀδηλίαν τοῦ μέλλοντος ἀποβλέποντες.
(Η.) Ἀμφιβολίας δὲ μεταξὺ καὶ διχοστασίας ἐν τῇ τῶν Λατίνων βουλῇ γενομένης, ἅτε οὐκ ἐθελόντων, οἷς ἐξ ἐμπορίας καὶ ναυτικοῦ βίου τὸ πλουτεῖν περιῆν, ἀφεμένους ἐν τῇ τῆς εἰρήνης ἀνέσει πωλεῖν τε καὶ ἀγοράζειν, καὶ τῆς οὕτω τρυφώσης ἀσχολίας ἐς τὴν κερδαίνουσαν πήραν ὁλοσχερῶς ἐκκενοῦν τὸ φιλότιμον, ὅπλοις καὶ μάχαις ἐνδιατρίβειν, ἐξ ὧν τἀναντιώτατα τοῖς προειρημένοις ἅπαντα περιέσεσθαι δέος, πενίαν δηλαδὴ καὶ ἀδοξίαν καὶ τὸν περὶ τὸ ζῇν κίνδυνον καὶ, εἰ χρὴ τἀληθέστερον φάναι, τοῦ θεοῦ μηνίσαντος ἴσως διὰ τὴν οὕτω προφανῆ παρασπόνδησιν καὶ πρὸς τοὺς εὐεργέτας ἀχαριστίαν, τὸν τοῦ γένους ὄλεθρον παντελῆ, ἧκον μετὰ συχνάς τινας ἡμέρας ἐς Εἰρήνην τὴν βασιλίδα πρέσβεις ἐκεῖθεν, πὴ μὲν ἑαυτοὺς μεμφόμενοι, πὴ δὲ πλανωμένας καὶ ἀνιδρύτους αἰτίας προβαλλόμενοι καὶ ζητοῦντες ὅπως ποθ' ἑαυτοὺς ἀθωοῦν. τοῦ γὰρ βασιλέως ἀποδημοῦντος, ὡς ἔφημεν, καὶ περὶ Διδυμότειχον διατρίβοντος, ἐς Εἰρήνην τὴν βασιλίδα τὴν τῶν ἐν Βυζαντίῳ δημοσίων πραγμάτων διοίκησιν καὶ φροντίδα προενηνέχθαι ξυμπέπτωκεν.
(Θ.) Ἐπεὶ οὖν ἐς αὐτὴν ἧκον οἱ πρέσβεις, τάχ' ἂν λαβόντες ἀπῄεσαν τὴν συγχώρησιν καὶ ἀνάληψιν καὶ ἀνανέωσιν τοῦ πρὶν φιλικοῦ καθήκοντος, εἰ μὴ καὶ τὰ τῶν νεωτεριζόντων ὄχλων ἐκεῖ προσετίθεσαν ζητήματα. τὰ δὲ ἦσαν, λῦσαι τὴν τοῦ ναυτικοῦ παρασκευὴν Βυζαντίους, καὶ ὅσα τῆς ὁμοίας ἐξήρτηται ἀπονοίας. ὧν αὐτήκοος ἡ βασιλὶς Εἰρήνη γεγονυῖα περιμεῖναι ἐκέλευσε, μέχρις ἂν διὰ γραμμάτων δηλώσασα τῷ βασιλεῖ τὰ τῆς ὑποθέσεως, ἐκεῖθεν τὸ κῦρος δέξηται τῶν πραχθησομένων.
(Ι.) Ὅθεν δὴ καὶ ἐκκλησίαν συνέλεξεν ἐς τὴν ὑστεραίαν. καὶ ἐπειδὴ παρῆσαν ἅπαντες, ὅσοι τε τῶν συγκλητικῶν καὶ ὅσοι τοῦ Βυζαντίων δήμου συνετώτεροι εἶναι ἐδόκουν, ἐβουλεύετο καὶ τὴν ἑκάστου γνώμην ἐζήτει μαθεῖν, ὁπότερον βούλοιντο, μάχῃ τὴν τῶν πραγμάτων ἐπιτρέπειν κρίσιν, ἢ θεμένους τὰ ὅπλα τὴν προτέραν ἄγειν εἰρήνην. καὶ ἦν οὐδεὶς, ὃς μὴ σφοδρότερον κατεσπουδασμένην ἔφαινε γνώμης ὁρμὴν ἐς τὸ μάχεσθαι. ἐκ πολλοῦ γὰρ πολλῶν ἕνεκα τοῖς Λατίνοις ἀχθόμενοι, καὶ ζητοῦντες καιρὸν ἀμύνασθαι, καὶ ἅμα οἰόμενοι ῥᾳδίως ἀφανιεῖν αὐτοὺς καὶ συντρίψειν ὀστράκου δίκην, ἐβόων ἅπαντες ἀπολεγόμενοι τὰς σπονδὰς, καὶ δύσηχός τις καὶ πολύμορφος ἀκοσμία ῥημάτων ἦν.

βʹ. Ταῦτα μαθόντες οἱ Λατῖνοι, ἐπεὶ διὰ μελέτης εἶχον ἐκ πλείστου τὸ πρᾶγμα καὶ πρὸς δημόσιον εἶδον ἤδη ῥυεῖσαν τὴν κακίαν φῶς, παραχρῆμα συνεσκευασμένους ἔδειξαν καὶ προητοιμασμένους σφᾶς αὐτοὺς εἰς ἔργα πολέμου. τριήρεις γὰρ ἐς μάχην εὐθὺς ὀκτὼ καὶ μονήρεις παμπόλλους προὔφαινον, ὅπλα τε καὶ βέλη παντοῖα. καὶ μέντοι καὶ τεσσάρων ἐντὸς ἡμερῶν καταπλεύσαντες ὅλῃ δυνάμει κατὰ Βυζαντίων, ὄντων ἀπαρασκεύων ἔτι, πᾶσαν ἐμπιπρῶσι τὴν παραλίαν, πάνυ τοι σφόδρα μεστὴν οὖσαν ξύλων παντοίων καὶ οἰκιῶν, ὅσαι τὰς ἐμπορικὰς ὑποδέχονται χρείας. ἐμπιπρῶσι δὲ καὶ τῶν Βυζαντίων νεῶν ὅσαι κατιοῦσαι νεωστὶ μετὰ τὰς ἐμπορίας ἔτυχον ἔτι ἐπ' ἀγκυρῶν σαλεύουσαι καὶ ὅσαι ἐς γῆν εἱλκυσμέναι ἦσαν· καὶ πρό γε τούτων ὅσαι τῶν τριήρων κελεύσει τοῦ βασιλέως ἄρτι ἐναυπηγοῦντο. κατεσκευάζοντο μὲν γάρ· οὔπω δ' εἰς θάλασσαν ἔφθησαν καθελκυσθεῖσαι.
(Β.) Πέντε δὲ τῶν μεγίστων οὐσῶν, ὅσαι καιναὶ συγκατασκευάζονται, αἱ μὲν τρεῖς σὺν ἑτέραις μονήρεσιν οὐκ ὀλίγαις, ἐπεὶ ἀπηρτισμέναι ἐς τὸ ἀνενδεὲς ἔτυχον οὖσαι, νύκτωρ καθελκυσθεῖσαι πρὸς τῶν ναυάρχων διὰ τὴν τοῦ πολεμίου πυρὸς ἔννοιαν ἀνήχθησαν περὶ τὰς τοῦ ποταμοῦ ἐκβολὰς, ἔνθα καὶ τοῦ πορθμοῦ τὸ πέρας ἐστίν. ἐκεῖ γὰρ ἐξ ἀντιπεριστάσεως τῶν δύο περάτων τοῦ τε ποταμοῦ καὶ τοῦ θαλαττίου κόλπου πολλὴ συσσωρευομένη ψάμμος τε καὶ ἰλὺς ἑκατέρωθεν καὶ ἀποθινοῦσα τὸ στόμα, καὶ μόλις στενήν τινα καὶ δυσέμβολον ἀφιεῖσα διέχειαν βάθους, ὅσην δὴ καταῤῥέων ὁ ποταμὸς ἐξ ἀνάγκης ῥήγνυσιν, ἑκατέρωθεν τὸ πᾶν εὖρος ἄβατον οὐ μόνον μεγάλαις καταλείπει τριήρεσιν, ἀλλὰ καὶ ὅσα δίκροτ' ἂν εἴη καὶ κενὰ τῶν πλοίων, διὰ τὴν τοῦ ἐπιπολάζοντος ὕδατος βραχύτητα, καὶ ταῦτα δυσπόρευτον οἶμαι ἂν τὴν δίοδον ἔχοι ὡς τὰ πολλά. αἱ δ' ἕτεραι δύο μετὰ καὶ τῶν ἐγκαινιζομένων ἐκ παλαιότητος ἐπὶ τὸ βέλτιον πολεμίου πυρὸς ἔργον ὁμοῦ τοῖς φλεγομένοις ἅπασιν ἐκείνῃ γεγένηνται τῇ ἡμέρᾳ.
(Γ.) Μηδὲν δ' οὖν οἱ πολέμιοι μελλήσαντες, ἐπεί γε ἀδείας ἁπάσης, ὁπόσης ἐβούλοντο, σφόδρα ἀπέλαυον, ἀπονητὶ διαβάντες ἐμπιπρῶσι καὶ τὴν πέραν ἅπασαν ὁμοίως παράλιον. πνεῦμα δὲ κατὰ τύχην ἀπ' ἄρκτου ῥεῦσαν σφοδρότερον πολλοῦ μὲν καὶ ταχέος ἐνέπλησε τὴν τῶν Βυζαντίων πόλιν καπνοῦ, πλείονος δὲ τὴν καρδίαν τῆς λύπης, ὅσην αἰσχύνης θ' ὁμοῦ καὶ ζημίας προΐσχουσιν αὔλακες. καὶ ἦν ἰδεῖν αὐθημερὸν τὸν ἔξω πάντα κόσμον τῆς πόλεως ἐν βραχεῖ μαραινόμενόν τε καὶ δάκρυα προκαλούμενον συνετῶν ὀφθαλμῶν.
(Δ.) Οὐ μόνον δὲ, ἀλλὰ καὶ χαρακώματα πλεῖστα καὶ σανίδας παντοίας προετοιμασάμενοι πόῤῥωθεν, ἐν τούτῳ τοῦ χρόνου τὰ τείχη τῶν προτέρων παρεκβαλόντες ὅρων, πολλοῦ τινος ἐδράξαντο τόπου πρὸς τῶν μετεωροτέρων· ὃν δὴ στύλοις πυκνοῖς καὶ πολυπλόκοις διασταυρώσαντές τε καὶ παρεκτείναντες ἐς τρίγωνον σχῆμα, καὶ ἐπ' αὐτοῖς σανίδας ἐλάσαντές τε καὶ προσηλώσαντες δίκην ἐπάλξεων καὶ αἰθερίων περιπάτων, εἶτα σπουδῇ καὶ πολυχειρίᾳ πᾶσαν τὴν κύκλῳ περιταφρεύουσι χώραν, ἄνδρες ὁμοῦ καὶ γυναῖκες, ὅλας νύκτας ἀΰπνους διατελοῦντες καὶ μηδὲν τῶν ἡμερῶν διαφερούσας δεικνύντες ἐς τὴν κατεσπουδασμένην ἐργασίαν ἐκείνην.
(Ε.) Ἐν τούτῳ συχναὶ προσβολαὶ κατὰ τῶν πυλῶν τῆς πόλεως ἐγίνοντο, καὶ μάλιστα κατὰ τῶν εἰρημένων νεῶν, ἃς, ὡς εἰρήκειμεν, οἱ ναύαρχοι καθελκύσαντες εἰς ἀσφάλειαν ἤγαγόν τε καὶ φρουρὰν περὶ αὐτὰς ἔστησαν. ἀμυνομένων δ' εὐρώστως τῶν Βυζαντίων, ἐξεκρούοντο πανταχόθεν καὶ ἀπῄεσαν τραύματα πλεῖστα λαβόντες· πλὴν ὅτι θαλαττοκρατήσαντες, ὡς ἐβούλοντό τε καὶ πάλαι ἐμηχανῶντο, οὐ μόνον πάσας ἐχειροῦντο τὰς ἐξ Ἑλλησπόντου καταίρειν ἐς Βυζάντιον ἐπειγομένας φορτηγοὺς νῆας, ἀλλὰ καὶ ὅσαι τὴν σιτοπομπίαν ἐκόμιζον ἐκ τοῦ Εὐξείνου, πάσας ἐπίσης εἶργον τοῦ εἴσπλου καὶ ἐξηνδραποδίζοντο· ὡς ἐντεῦθεν σπάνιν ἐγγενέσθαι τῇ πόλει σίτου καὶ τῶν ἄλλως ἐχόντων ἐπιτηδείων.
(Στ.) Ἡ δὲ βασιλὶς Εἰρήνη, τοῦ πράγματος αἰφνιδίου συμπεπτωκότος αὐτῇ καὶ τῶν προσόδων ἀποκεκλεισμένων πανταχόθεν, στρατιώτας μὲν ὀλίγους ἐκ τῶν παρατυχόντων δοῦσα τῷ υἱῷ Μανουὴλ, ἐπιτρόπῳ τηνικαῦτά γε ὄντι τῶν Βυζαντίων, περιϊέναι τὴν πόλιν ἐκέλευε καὶ παραθαῤῥύνειν ὡς ἔξεστι τὸν ὄχλον εἰς ἄμυναν· πειρᾶσθαι δὲ διαπεραιούμενον καὶ κατὰ τῆς τῶν πολεμίων πόλεως, ἀπροσδοκήτους καὶ αἰφνιδίους ποιούμενον τὰς ἐφόδους. ὃ δὴ νύκτωρ καὶ μεθ' ἡμέραν ποιῶν ἐκεῖνος ἔκαεν ὅσα τείχους ἐκτὸς ἦσαν αὐτοῖς προαύλια καὶ οἰκήματα πρὸς καταγωγὴν τῶν ἐξ ἐμπορίας. αὕτη δὲ συχνὰ τῶν Βυζαντίων τοὺς προέχοντας μεταπεμπομένη λόγοις ὁμοῦ καὶ χρησταῖς ἐλπίσιν εὐθυμοτέρους καθίστα, καὶ ἐβεβαίου τὸ πρόθυμον σφῶν, καὶ ῥᾴους τὴν ψυχὴν εἰργάζετο πρὸς τὸν πόλεμον.
(Ζ.) Ἤδη δὲ κἀκ βασιλέως ἔξωθεν ᾔεσαν στρατιῶται σποράδες ἄλλοι ἄλλοθεν ἐς Βυζάντιον καὶ λόγοι παραμυθούμενοι Βυζαντίους καὶ παρακελευόμενοι, μὴ πεπτωκὸς ὅλως κτήσασθαι φρόνημα πρὸς τὴν ἀπροσδοκήτως ἐπενεχθεῖσαν ταυτηνὶ συμφοράν· μηδὲ γὰρ ἀνέξεσθαι τὸν τῆς δίκης ἔφορον ὀφθαλμὸν ἐς τέλος καθευδῆσαι, καὶ τοσαύτην σιγῇ παρελθεῖν ἀδικίαν. καὶ ταῦτα μὲν τῇδέ πη ἔσχε· καὶ τὸ θέρος ἐν τούτοις ἐτελεύτα.

γʹ. Φθινοπώρου δ' ἀρχομένου, ἐπεὶ μὴ κατὰ τὰς ἐλπίδας ἐχώρει Λατίνοις τὸ πρᾶγμα· ἐνόμιζον γὰρ, μηδ' εἰς ὅλην πεντεκαίδεκα ἡμερῶν ἀρκέσειν τοὺς Βυζαντίους περίοδον, γενομένους τειχήρεις καὶ τῶν ἔξωθεν εἰωθότων ἐπιτηδείων παρακομίζεσθαι ἀποκεκλεισμένους, ἀλλὰ ἀπογνώσειν αὐτίκα μάλα, καὶ πρώτους δεήσεσθαι σπονδῶν, καὶ ἀνακαλέσασθαι σφᾶς ἐς τὴν πρὶν φιλίαν· ἐπεὶ οὖν αὐτούς τε ἑώρων οὐκ ἐπιστρεφομένους καὶ αὖ τὴν βασιλίδα Εἰρήνην τοῖς Βυζαντίοις ὁμόφρονα γινομένην κατ' ἐκείνων τελέως, καὶ ὁπλίτας συνιστῶσαν, καὶ ἀμυντήρια περὶ τοὺς πύργους ἱστῶσαν, ἔς τε τὰς πετροβόλους μηχανὰς ὅλῃ σπουδῇ διανισταμένην, ὅσαι βάρη πέμπουσι λίθων ἐγγύς τε καὶ πόῤῥω, δι' ὧν οἵ τε σφῶν πολέμιοι συνετρίβοντο οἴκοι καὶ ὅσαι τῶν μεγίστων ὁλκάδων προτειχίσματος δίκην σφίσι προὐβέβληντο, ἐς τἀναντία τῶν λογισμῶν τὰς αὔλακας ἔτεμνον ἤδη, χρόνιον ἔσεσθαι τὸν πόλεμον οἰηθέντες. διὸ καὶ πρεσβείας πέμπουσι πανταχῆ, συμμαχίαν αἰτοῦντες, ὅθεν φιλία σφίσι προσεδοκᾶτο καὶ ὁμοφροσύνη πρὸς τοὖργον.
(Β.) Ὅ γε μὴν τῶν Βυζαντίων κύκλος καὶ ὁ τοῦ τείχους περίβολος, μέγιστος ὢν καὶ μεγίστης δεόμενος φυλακῆς, ἀνάλογον οὐκ εἶχε στρατόν. ὅμως πολλῆς γενομένης ἐξ ἁπάντων προθυμίας, ὅπλα πάντα πρὸς ἀγορὰν ἐξεφέροντο καὶ ἵπποι πάντες. τέκτονές τε αὖ καὶ σκυτοτόμοι καὶ χαλκεῖς καὶ χαλκοτύποι πάντες ἐν ὅπλοις ἦσαν. ἐῶ λέγειν χυτρέας καὶ σκαπανέας, ὅσοι μισθοῦ στρατεύεσθαι τέως ἀρξάμενοι κώπης ἥπτοντο ἤδη καὶ θαλάττης ἐπειρῶντο. ἀλλὰ καὶ δοῦλοι πρὸς τῶν δεσποτῶν ὡπλίζοντό τε καὶ τὴν δεξιὰν εἰς τόξων καὶ βελῶν ἐῤῥυθμίζοντο χρείαν, τῆς ἀπροσδοκήτου περιστάσεως πάντας εἰς μίαν συνελαυνούσης προθυμίαν.
(Γ.) Οἱ δὲ Λατῖνοι μετεπέμψαντο μὲν ἐκ Χίου τριήρη μίαν καὶ ὁπλίτας συχνούς. ἧκον δ' αὐτοῖς καὶ ὅσαι κατ' ἐμπορίαν ἔκδημοι τούτοις τῶν μεγίστων ἦσαν ὁλκάδες. καὶ ἦν εὐοπλότατος ὄχλος σφίσι πολὺς ἤδη καὶ ἄφθονα τὰ ἐπιτήδεια, καὶ πολέμου φάναι λαμπρὸν ἐργαστήριον ἡ τούτων ἐδόκει πόλις· ὥστε θαῤῥήσαντες ἤδη μὴ μόνον τοὺς ἔξωθεν ἐκ μετεώρου βάλλειν ἐπιχειροῦντας σφᾶς ἀποκρούεσθαι εὐχερῶς, ἀλλὰ καὶ κατὰ θάλατταν, δύο μὲν τῶν μεγίστων ὁλκάδων ἀπολεξάμενοι, πετροβόλα καὶ αὐτοί σφισιν ἐπέστησαν μηχανήματα, δι' ὧν ἔβαλλον τὰς ἡμετέρας πετροβόλους μηχανάς· ἐς δὲ τὴν τούτων μείζω καὶ τρίτην, κεραίας καὶ δοκοὺς μεγάλους, τοὺς μὲν ὀρθίους, τοὺς δ' ἐγκαρσίους καὶ ἀγχωμάλους, ἀπὸ μέσης τῆς νεὼς ἐς τὴν πρώραν καταθέμενοι, πρὸς τὸ ὑψηλότερον προϊούσας ὁμαλῶς ἀεὶ καὶ τὸ πλέον ἐχούσας μετέωρον μέχρι πολλοῦ τοῦ ἀέρος, ὥστε καὶ ὑπὲρ τὰ τείχη τῶν Βυζαντίων ἐπαίρεσθαι, σανίσι τε πυκναῖς περισφίγξαντες καὶ κύκλῳ πολὺν τὸν τῶν μεγίστων ἀσπίδων φραγμὸν περιθέμενοι, καὶ πολλοὺς ὁπόσοι τῶν μάλιστα ἐπιλεκτῶν ὁπλιτῶν ἦσαν ἐμβαλόντες, ταύτην ὁμοῦ ταῖς παρασπιζούσαις ἐννέα τριήρεσιν τῷ τείχει προσήγαγον, πῦρ καὶ ξίφη πάντα, ὅσα τε ἀγχέμαχα καὶ ὅσα τῶν ἑκηβόλων, καὶ πάντα φάναι σκεύη θανάτου μεθ' ἑαυτῶν ἄγοντες.
(Δ.) Τῆς οὖν προσβολῆς γενομένης μάλα βαρείας καὶ δόξαν ἐχούσης ἀνανταγώνιστον, εὐρώστως ὅμως ἠμύνοντο οἱ Βυζάντιοι ἔκ τε τῶν ἔνδον τειχῶν κἀκ τῶν ὑψηλοτέρων οἰκιῶν· καὶ ἁπλῶς εἰπεῖν, ἔσωθέν τε καὶ ἔξωθεν, καὶ ἐκ τῶν ἐπάλξεων αὐτῶν, ἐφ' ὧν οἵ τε ἱστοὶ καὶ αἱ κλίμακες τῶν Λατίνων ἀπῃώρηντο· ὡς γίνεσθαι τὴν μάχην ἡρωϊκήν τινα, κατὰ στόμα καὶ ἐκ χειρῶν ἁπάσης ἀφειδοῦσαν ζωῆς. καὶ ἦν ἰδεῖν νιφάδεσσι μὲν χειμερίῃσιν ἐοικὸς τῶν τε χερμαδίων λίθων τὸ πλῆθος καὶ τῶν βελῶν φερομένων κατὰ τῆς Λατινικῆς ἐκείνης φάλαγγος, συχνοὺς δ' ἐπὶ συχνοῖς πίπτοντας, καὶ ἄλλους ἐπ' ἄλλοις ἀμοιβαδὸν ἀγομένους καὶ φερομένους συχνὰ, ἀντὶ μὲν ζώντων νεκροὺς, ἀντὶ δὲ νεκρῶν ζῶντας· τὰς δ' ἀσπίδας ἐκείνας καὶ τοὺς θυρεοὺς ἀρασσομένους τε καὶ συντριβομένους ὑπὸ Βυζαντίων συχνὰ, καθάπερ σκεύη κεραμέως. καὶ ὁ μὲν τῶν ἱσταμένων ἔτι Λατίνων, ὅθεν δήποθεν τὸν πεσόντα δραξάμενος καὶ μικρὸν ἀφελκύσας, εὐθὺς καὶ αὐτὸς πεσὼν ἐδεῖτο τοῦ ἀφελκύσοντος· ὁ δ' ἤδη μέλλων ἑλκύειν ἐπὶ τοῦ καταστρώματος κατεῤῥήγνυτο, καὶ πρηνὴς ἐφ' ὃν εἷλκεν ἔπιπτεν· ὁ δ' ἀνθιστάμενος βραχύν τινα χρόνον ἐπετύγχανε μὲν οὐδενὸς ὧν ἐφίετο καὶ ἐφ' ἅπερ ἔσπευδεν· ἐλείπετο δ' οὐδενὸς τῶν, ὅσα ῥᾷστον ἐπάγουσιν ᾅδην. καὶ ἦν ὁ ἀγὼν πολυειδὴς καὶ πολύμορφος, καὶ πολλή τις ἑκατέρωθεν ἡ φιλοτιμία καὶ τὸ εὔτολμον, οὐχ ὅστις περισωθείη, ἀλλ' ὅστις ὑπὲρ τοῦ καλοῦ θανεῖται, πλείστους καταβαλὼν πολεμίους.
(Ε.) Ἐπεὶ δὲ τῆς ἡμέρας κλινούσης ἤδη, καὶ τῶν πολεμίων ἀπεγνωκότων, διὰ τὸ ἐπιλελοιπέναι τούς τε κατ' ἐκλογὴν ἐκείνους ὁπλίτας σχεδὸν ἅπαντας αὐτοῖς βέλεσι καὶ αὐταῖς ἀσπίσι καὶ ὅσα προτειχίσματα ἦσαν αὐτοῖς καὶ φραγμοὶ, καὶ δεισάντων, μὴ καὶ εἰσπηδήσαντες οἱ Βυζάντιοι καὶ αὐτὴν μὲν αὔτανδρον ἕλωσι τὴν ὁλκάδα, τῶν δ' ἐν ταῖς τριήρεσι τραυματίας τοὺς πλείστους ἐργάσωνται, τά τε πρυμνήσια εἵλκυσαν καὶ τὰς τριήρεις εἰς συμμαχίαν τῆς ἀπαγωγῆς συγκαλέσαντες, σφόδρα ἡττημένοι καὶ δεδακρυμένοι ἀπῄεσαν μὲν, ἥκιστά γε μὴν τῷ οἰκείῳ προσέσχον ἐκ τοῦ εὐθέος λιμένι· ἀλλὰ μέχρις ἡλίου δύντος πελάγιοι, τὰς οἰκείας ἀνακωχεύσαντες ναῦς, τοὺς οἰκείους συνέστελλον νεκροὺς καὶ τραυματίας ἀνελάμβανόν τε καὶ ἐθεράπευον. ἑσπέρας δ', ὅτ' οὐκέτι ῥᾴδιον ἦν τοῖς ἐντὸς φρουρίου παραχρῆμα τὴν τῶν οἰκείων αἰσθέσθαι φθορὰν, καὶ θόρυβόν σφισι γενέσθαι τινὰ, καὶ κραυγὴν μανιώδη παρεισπεσοῦσαν εἰς τὸ φρούριον ταρᾶξαι καὶ δειλίαν ταῖς ψυχαῖς τῶν λειπομένων ἀνδρῶν ἐμποιῆσαι, ἔξω τῶν οἰκείων ὅρων κατήχθησαν· καὶ θάψαντες ἐκεῖ τοὺς νεκροὺς ἡσυχῆ τῷ οἰκείῳ προσέσχον ἤδη λιμένι, δειλίᾳ τε πολλῇ τὰς ψυχὰς τοῦ λοιποῦ γινόμενοι δέσμιοι καὶ πάνυ τοι σφόδρα δι' ἐφέσεως μάλα μακρᾶς τὴν τῆς μάχης ἀπαλλαγὴν τιθέμενοί τε ἅμα καὶ προσδοκῶντες.
(Στ.) Ἀλλ' ὀψὲ τὰς ἐλπίδας ἀπάτην οὔσας μεμαθηκότες ἔπεμπον μὲν πρεσβείαν ὑπὲρ εἰρήνης ἐς βασιλέα, συνῆγον δ' οὖν καὶ συμμάχους ὁπλίτας ἔκ τε τῶν οἰκείων καὶ τῶν ὅθεν δήποτε φίλων καὶ συγγενῶν· καὶ ἀποτυγχάνοντες τῆς εἰρήνης εἰς χρονιώτερον ἤδη παρεσκευάζοντο πόλεμον, χρήματά τε ἀπαριθμούμενοι καὶ συνεισφέροντες· οὐδὲ λόγους ὅμως συνήθους ὀφρύος ἀφιέναι ἠμέλουν μεστούς.

δʹ. Ἄρτι δὲ τοῦ φθινοπώρου μεσοῦντος ἀφικνεῖται καὶ βασιλεὺς ἐς Βυζάντιον, στρατόν τε ἐπαγόμενος ἠπειρώτην καὶ ἅμα ναυπηγήσιμα ξύλα παραγγέλλων, τὰ μὲν ἐξ ὄρους ἤδη τμηθέντα, τὰ δ' ἔτι τεμνόμενα, φέρειν· καὶ ἠθροίζετο ναυπηγῶν καὶ τεκτόνων πλῆθος ἅπαν ἐς τὸ περὶ τὸν τοῦ Βυζαντίου ἱππόδρομον νεώριον. ὀψὲ γὰρ ἔγνωσαν κακῶς βουλευσάμενοι Βυζάντιοι περὶ τὴν ἔξω τειχῶν συσκευὴν τῶν νεῶν· καὶ ἡ τοῦ φθάσαντος πάθους ἀπειλὴ συνετωτέρους ἐπεποιήκει πρὸς τὴν τῶν δρωμένων ἑξῆς ἐπανόρθωσιν.
(Β.) Τῇ δ' ὑστεραίᾳ τοὺς Βυζαντίους ἐς ἐκκλησίαν καλέσας ἀνεμίμνησκεν, ὅτι «τῶν ἐνεστώτων δεινῶν τούτων ὑμεῖς πάντως ὑμῖν αὐτοῖς αἴτιοι, καὶ οὐκ ἄλλος τῶν πάντων οὐδείς. μέμνησθε γὰρ, ὅπως τὸν πέρυσι χρόνον ἐνταυθοῖ συνεληλυθότες ἐπηγγείλασθε πάντες, χρήματά τε καὶ ὅπλα συνεισενεγκεῖν οἴκοθεν, διὰ τὴν τῶν βασιλικῶν πρυτανείων σπάνιν, πρὸς κατασκευὴν καὶ σύστασιν ναυτικῆς δυνάμεως· ἵνα τε τοῖς μὲν φίλοις ὦμεν ποθεινοὶ, τοῖς δ' ἐχθροῖς φοβεροί· ἔπειτ' οἴκαδε πᾶσιν ἀναχωρήσασιν οὐκ ἐμέλησεν οὐδενὶ περὶ οὐδενὸς ὧν ἐπηγγείλασθε δρᾷν ἐπὶ τῷ σφῶν αὐτῶν ὠφελίμῳ· ἀλλ' αὖραί τινες τοὺς ὑμετέρους λόγους ἀέρος κόλποις ἀδήλοις ἐξαπίνης διεμερίσαντο. νῦν οὖν πρὸ ὀφθαλμῶν κείμενα βλέποντες ἃ προὐξένησεν ἡμῖν ἡ τότ' ἀμέλεια σκέψασθε, τί δεῖ δρᾷν, ἐπὶ ξυροῦ λοιπὸν τῶν κακῶν ἱσταμένων καὶ ὑπὲρ κεφαλῆς ἡμῖν αἰωρουμένων ἐς τὸ βίαιόν τε καὶ ἄφυκτον. ὁρᾶτε γὰρ, ὡς ἐν ταῖς ἐπιθαλαττίοις πόλεσι, καὶ μάλιστα πασῶν τῇ βασιλίδι ταύτῃ τῶν πόλεων, ἂν τὸ θαλαττοκρατεῖν ἀφέληταί τις τῶν πολεμίων, τὸν περὶ τοῦ ζῇν εὐθὺς ἐπεκρέμασε κίνδυνον, ἢν μή τις ἐθέλῃ προφανῶς ἐλευθέρου βίου βαρυδαίμονα καὶ Ταντάλειον οἷον ἀλλάξασθαι, καὶ ζημιωθῆναι μὲν χρημάτων καὶ οἰκιῶν, ζημιωθῆναι δὲ γυναικῶν καὶ παίδων αὐτῶν. δυοῖν γὰρ ἕψεται θάτερον, ἢ τῆς κεφαλῆς ἢ τῶν τοιούτων στέρεσθαι ζῶντα καὶ πολλαπλοῦν τὸν τῆς πικρίας κρατῆρα κιρνᾷν νύκτωρ ἅμα καὶ μεθ' ἡμέραν αὐτὸς ἑαυτῷ. φέρε οὖν τὸν ὑμέτερον ἐμοὶ δηλοῦν μὴ κατοκνήσητε τρόπον, ἵνα γνῶ καὶ αὐτὸς, εἰ τῆς προτέρας κατέγνωτε ἀμελείας. ἀνάλογον γάρ ἐστιν, ὡς καθάπερ ποιμένι παντὶ, εἰ μὴ τὰ πρόβατα ἕπεσθαι βούλοιτο, ἀλλ' ἀντιβαίνοι καὶ τὴν ἐναντίαν ὁδεύειν ἐθέλοι, οὐκ ἄδηλον ἂν εἴη, ὡς ὅσον οὐκ ἤδη τεθνήξεται, κρημνοῖς καὶ φάραγξι καὶ λύκοις περιπεσόντα, οὕτω καὶ βασιλεῦσι καὶ ἡγεμόσιν ἀνδρῶν, ἢν μὴ σύνδρομα ᾖ τὰ τῶν ὑπηκόων, ἀλλ' ἀντιβαίνῃ καὶ ἀντιπράττῃ, οὐ πόῤῥω γ' ἂν εἶεν ὀλέθρου καὶ δεινῶν τῶν ἐσχάτων.»
(Γ.) Τούτων αὐτήκοοι γεγονότες Βυζάντιοι οὐκέτι πλείω συνείρειν εἴων τὸν βασιλέα· ἀλλ' ἀναστάντες μιᾷ φωνῇ πάντες ἀπείπαντο μὲν τὴν τῶν Λατίνων εἰρήνην, κατέγνωσαν δ' ἑαυτοὺς τῆς πρὶν ἀμελείας, ἐπαγγελίας τε ἔδοσαν, ἐθελοντὰς συνεισφέρειν εἰς ἐράνου φορὰν τὰ προσόντα, καὶ παῖδας αὐτοὺς εἰ δέοι χρημάτων ἀλλάττεσθαι κοινῆς ὠφελείας ἕνεκα. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον, καὶ ἀπηλλάττοντο εἰς τὰ ἴδια ἕκαστοι. πολλὴ δέ τις ἐντεῦθεν ἐφαίνετο περὶ τὴν ὅπλισιν ἡ φιλοτιμία, καὶ ὀξεῖά τις ἦν ἡ σπουδὴ περί τε κατασκευὴν νεῶν καὶ πετροβόλων μηχανημάτων μεγάλων τε καὶ μικρῶν καὶ μισθοφορικοῦ στρατοῦ, ὅσοι τε ἐς τὰς ναυτικὰς δυνάμεις καὶ ὅσοι ἐς τὰς πεζικὰς ἀρκέσουσι φάλαγγας. ὅθεν χρημάτων οὐκ ὄντων εἰς τὴν δαπάνην, ἐπράττετο πρὸς Βυζαντίων, ἔνια μὲν παρ' ἑκόντων, τὰ δὲ πλεῖστα παρὰ σφόδρα ἀκόντων. ἐξεπέμποντο δὲ καὶ οἱ τὰς Θρᾳκικὰς ἀργυρολογήσοντες πόλεις καὶ χώρας τῆς κοινῆς καὶ ἀναγκαίας ταυτησὶ χρείας εἵνεκα.
(Δ.) Ἐνίας γε μὴν οἱ Λατῖνοι τῶν ὅσαι προτειχίσματος δίκην ὁλκάδες τὸν οἰκεῖον ἐπλήρουν λιμένα καταγνυμένας τε καὶ δυομένας ὁρῶντες ὑπὸ τῶν Βυζαντίων πετροβόλων μηχανημάτων τάχιστα πάσας ἐκεῖθεν ὡς ποῤῥωτάτω μετήνεγκαν· καὶ ἦν λοιπὸν τὰ ἐν τῷ λιμένι τείχη σφῶν βοηθείας καὶ σκέπης παντάπασιν ἔρημα. ὅθεν ἔπεμπον μὲν ἐν Γεννούᾳ, ἔπεμπον δ' ἐν Ῥόδῳ τοὺς ἢ βοήθειαν ἐκεῖθεν ἄξοντας ἢ τοὺς τὴν εἰρήνην πρεσβεύσοντας. Γέννουα μὲν οὖν ἰδίους ἔχουσα θορύβους καὶ γείτονας μάχας ἀπείπατο πέμπειν βοήθειαν. Ῥόδιοι δ' ἐκπέμπουσιν εὐθὺς μίαν τριήρη μετὰ τῶν τὴν εἰρήνην πρεσβευσόντων· οἳ πολλὰ μὲν εἰπόντες, ἐπεὶ ἐληλύθασι, πολλὰ δ' ἀκηκοότες, τῶν σπουδαζομένων ἤνυσαν οὐδὲν, ἅτε οὐκ ἐπαγγειλάμενοι μήτε τοῦ ληφθέντος ἐν τῇ μάχῃ τόπου τῶν προτέρων ὁρίων ἐπέκεινα μήτε τῆς γενομένης ἄλλης ὑπὸ σφῶν ζημίας ἀπόδοσιν. ὅθεν καὶ ἀπῄεσαν αὖθις ἐς Ῥόδον ἄπρακτοι· πλὴν ὅτι πολλὰ τῶν πολυτελῶν κειμηλίων καὶ χρημάτων οἱ ἐν τοῖς Γαλάτου ἐνθέμενοι τῇ Ῥοδίᾳ τριήρει ἐς Ῥόδον δι' αὐτῶν ἔπεμπον, δεδιότες περὶ τοῦ μέλλοντος. ἦσαν δ' οἳ καὶ γυναῖκας καὶ παῖδας ἐξέθεντο διὰ τὸ τοῦ μέλλοντος ἄδηλον.
(Ε.) Ἐπεί γε μὴν αἵ τε ἐν Βυζαντίῳ καὶ ἀλλαχῆ ναυπηγούμεναι τριήρεις συνεσκευάσθησαν ἤδη τῷ βασιλεῖ, μεγάλαι μὲν ἐννέα, μονήρεις δὲ καὶ διήρεις πλείους, πολλοὶ δὲ καὶ τῶν ἐν Βυζαντίῳ πλουσίων φιλοτιμότερον εἰς τοὖργον διατεθέντες λέμβους στρατιώτιδας καὶ ἀκάτια συνεσκευάσαντό τε καὶ ἐξώπλισαν ἐξ οἰκείας δαπάνης, μετάπεμπτοι γίνονται καὶ ὅσαι κατ' ἄλλας τῶν ὑπηκόων ἦσαν πόλεων· ὧν αἱ μὲν καιροῦ λαμβανόμεναι νύκτωρ ἀπῄεσαν ἐς τὸν τῶν Βυζαντίων λιμένα, μόλις λανθάνουσαι τὰς Λατινικὰς τριήρεις, αἳ διηνεκῶς ἐπιτηροῦσαι καὶ παραφυλάττουσαι πόῤῥωθεν ἐκώλυον τὸν εἴσπλουν ἐκείνων, αἴθριοι διανυκτερεύουσαι τὸν χειμέριον χρόνον ἐκεῖνον. ἐνταῦθα γὰρ τὸ ναυτικὸν ἐκεῖνο πελάγιον ἀεὶ δειπνοποιεῖσθαί τε καὶ ἀριστοποιεῖσθαι καὶ καθεύδειν οἱ τριηράρχαι ἠνάγκαζον· ὡς συμβαίνειν ἐντεῦθεν, πολιορκεῖσθαι μὲν Βυζαντίους ἐκ θαλάττης ὑπὸ Λατίνων, πολιορκεῖσθαι δ' αὖ ἐξ ἠπείρου Λατίνους ὑπὸ Ῥωμαίων, καὶ εἶναι δεσμίους ἐξ ἑκατέρων ἑκατέρους καὶ ὑπ' ἀλλήλων ἀλλήλους.

εʹ. Ἄρτι δὲ τοῦ ἔαρος ἐπιλάμποντος, καὶ τῶν τε ἀγρίων πνευμάτων τὴν χειμερίαν ἐκείνην αὐλητικὴν τρεψαμένων ἐς τὸ καθεύδειν, καὶ μακρᾶς ὁμοῦ τῆς γαλήνης ἐπιχωριαζούσης τοῖς κύμασιν, ἐπεὶ πάντα ἦν ἔκ τε γῆς καὶ θαλάττης ἀπηρτισμένα καὶ οὐδὲν τῶν ἐς μάχην ἀνηκόντων ἐπιτηδείων τοῖς Βυζαντίοις ἐλείπετο, παρεσκευάζοντο πρὸς ἀναγωγὴν ἑκατέρωθεν αἱ τριήρεις, ἔκ τε τῶν ἐντὸς Βυζαντίου φημὶ νεωρίων καὶ ἔτι οὗπερ ἔφθημεν εἰρηκότες ναυστάθμου, πρὸς ὃν ἐξ αὐτοσχεδίου βιασθεῖσι τοῖς ναυάρχοις ἐν ἀρχαῖς τῆς μάχης καταπεφευγέναι ξυμπέπτωκε, παρὰ τὰς τοῦ ποταμοῦ δηλαδὴ ἐκβολὰς, ἔνθα καὶ τὸ τοῦ θαλαττίου κέρως ἀναπαύεται ἄκρον. αἱ μὲν οὖν ἐκ Βυζαντίου περὶ δείλην ὀψίαν ἐκπλεύσασαι, δέον καιρόν τινα δοῦναι γυμνασίᾳ μικρᾷ γοῦν, καὶ ἀνθαμιλλήσασθαι πρότερον πρὸς ἀλλήλας, καὶ πεῖραν τῆς εἰρεσίας ποιήσασθαι καθ' ἑαυτάς· μηδὲ γὰρ εἶναι πάντας ἐν συνηθείᾳ θαλάττης καὶ κώπης, ἀλλ' ἀπόζοντας τοὺς πλείους δενδροτομίας τε καὶ σκαπάνης· αἱ δὲ μικρὸν προβᾶσαι σχάζουσι τὰς κώπας, οὐ μάλα σὺν τάξει καὶ κόσμῳ στρατηγικῷ, ἀλλ' ἐν ἀκοσμίᾳ τὸ πλεῖστον, καὶ ἑτεροζυγοῦσαν τὴν εἰρεσίαν ποιούμεναι, καὶ τοῦ εὐθέος παραγομένην.
(Β.) Ἐπεὶ δὲ καὶ νὺξ παρῆν ἤδη καὶ αὗται παρὰ τὸν αἰγιαλὸν ἦσαν ὁρμοῦσαι πρὸ τῶν ἑῴων τοῦ Βυζαντίου τειχῶν, ἐπῄει ἐξ ἀπογείων πνευμάτων θόρυβος ταῖς ναυσὶ καὶ διαταράττειν ἐδόκει μικρόν. περὶ δὲ δευτέραν φυλακὴν τῆς νυκτὸς ἧκεν ὅλῃ σπουδῇ πρὸς αὐτὰς ἡ πρὸς κατασκοπὴν ἐκπεμφθεῖσα πρὸ βραχέος ταχυναυτοῦσα τριήρης, Λατινικὴν ὁλκάδα μεγίστην ἀγγέλλουσα πλήρεσιν ἱστίοις ἐξ Ἑλλησπόντου ἀναγομένην· καὶ ἅμα οἱ ναύαρχοι πολλῷ τῷ θαῤῥοῦντι τοῖς τε ναύταις καὶ ἐπιβάταις, τοῖς μὲν ἐπὶ τὴν εἰρεσίαν, τοῖς δ' ἐπὶ τὰ ὅπλα χωρεῖν ἐσήμαινον τῇ σάλπιγγι. σπουδαιότερον μὲν οὖν τὸν ἔκπλουν ποιησάμενοι τάχιστα τὴν ὁλκάδα περιεκύκλουν, καὶ τὴν ὀθόνην καθέλκειν ἐκέλευον. ἡ δ' οὐχ ὑπήκουε τὰ πρῶτα, ἀλλὰ μάχης ἥπτετο καὶ πολέμου. ἐπεὶ δὲ τά γε βέλη κατὰ πλῆθος πανταχόθεν ἐπῄεσάν σφισι, καὶ περιῆν τοῖς ὁπλίταις εἰσπηδῶσι φονεύειν σφᾶς, ἐνέδοσάν τε ἄκοντες καὶ χεῖρας ὤρεγον εἰς οἶκτον παρακαλοῦντες. ἀλλ' ὤναντο τῆς παρακλήσεως οὐδέν· ἐπεὶ φθάσαντες ἔνιοι τῶν ναυτῶν ἐκ τῆς τριήρους τήν τε ὁλκάδα ὑφάπτουσι καὶ τοὺς ἔνδον ἅπαντας ἐμπιπρῶσι, καὶ ἡ φλὸξ ἤρετο πελάγιος ἐπὶ πολλῇ τῇ νυκτί.
(Γ.) Τούτων δ' ἀσχολουμένων περὶ ταῦτα, κατὰ σφᾶς αὐτοὺς ἐβουλεύοντο οἱ Λατῖνοι, πολλὴν τρικυμίαν ἔχοντες λογισμῶν καὶ τοὺς ἐσχάτους κινδύνους σφῶν αὐτῶν μονονοὺ πρὸ ὀφθαλμῶν ἱσταμένους ὁρῶντες. οἱ μὲν οὖν ἄλλοι πάντες ἀσφαλέστερον εἶναι ἐψηφίζοντο, καταλιπόντας τὴν θάλατταν φυλάττειν τὸ φρούριον· μηδὲ γὰρ δύνασθαι δι' ὀλιγανδρίαν πρὸς δύο μερίζεσθαι μάχας, ὁμοῦ κατὰ σφῶν ἐπιούσας ἔκ τε γῆς καὶ θαλάττης· θᾶττον μεντἂν ἑκατέρων ἀποτυχεῖν, ἢ μιᾶς τινος εὐμενοῦς πειραθῆναι. μόνος δ' ὁ ναύαρχος μετὰ σταθεροῦ καὶ γενναίου τοῦ τῆς ψυχῆς παραστήματος ταῖς πάντων ἀντέλεγε ψήφοις. κατασκέψασθαι γὰρ ἔφασκε καὶ καταγνῶναι τοῦ Ῥωμαϊκοῦ στόλου πολλὴν ἀπειρίαν, ἀναγομένου τε καὶ καταίροντος τῇ προτεραίᾳ μὴ κατὰ νόμους στρατηγικοὺς, καὶ οὐ πόῤῥω διὰ ταῦτα χρηστῶν εἶναι ἐλπίδων. τῆς γοῦν πλείονος μοίρας, μᾶλλον δὲ τοῦ παντὸς κράτους ἐν τῇ θαλάττῃ κειμένου, εἶναι ἔφασκε δεῖν ἐνταῦθα, εἰ μὴ τὴν πᾶσαν, τὴν γοῦν πλείονα θεῖναι σπουδήν.
(Δ.) Ὅθεν μεγάλας μὲν ἐννέα τριήρεις, μονήρεις δὲ πλείστας, ἐπιλέκτων ἐμπλήσας ὁπλομάχων ναυτῶν, καὶ τριηράρχους ἐπιστήσας τοὺς μάλα ἀρίστους, καὶ μικρὸν τοῦ λιμένος προβὰς, ἵστατο περιμένων ἐν τάξει τὸν τῶν Βυζαντίων ἐπίπλουν, δυοῖν ἔχων ἐν νῷ διαπράξασθαι θάτερον· εἰ μὲν κατὰ νόμους ὁρῴη στρατηγικοὺς ἐπιόντας ἐπ' αὐτὸν, πρύμναν τε κρούσασθαι καὶ τῶν νεῶν ἐκπηδήσαντας ἐντὸς γενέσθαι τοῦ φρουρίου πλησίον ἑστῶτος· εἰ δ' οὖν, ὁμόσε χωρεῖν ἐς τοὺς πολεμίους.

στʹ. Ἐπεὶ δ' ἡμέρας γενομένης ὁμιχλῶδές τι καταῤῥέον ἐκ πελάγους πνεῦμα τὸ θαῤῥεῖν ἀφῄρει τοὺς Βυζαντίους, ἐνθαρσέστερος ὁ τῶν Λατίνων ἐγίγνετο ναύαρχος. συνῄεσαν δ' ὅμως ἔξωθεν μὲν αἱ πεζικαὶ τῶν Ῥωμαίων φάλαγγες μετὰ πολλῶν καὶ μεγάλων θυρεῶν καὶ παντοδαπῶν φρυγάνων, ὅσα τροφὴ τῷ πυρὶ καθίσταται πρόχειρος· προὐφαίνετο δὲ καὶ ὁ στόλος ἤδη κάμπτων τὴν τοῦ Βυζαντίου βορείαν ἄκραν, ἔνθα πύργοι τε δύο ἀνῳκοδόμηνται λίθων λευκῶν καὶ ἀπεξεσμένων ἐς τὸ τῆς ἁρμονίας εὐφυὲς, καὶ ἅμα Δημητρίου τοῦ μάρτυρος ἵδρυται ἱερόν. ἔδοξε δ' αὐτοῖς ἐπίμοχθος ἡ καμπὴ διὰ τὰς ἐκεῖ γινομένας ἀεὶ θαλαττίους ἕλικάς τε καὶ οἷόν τινας λαβυρίνθους, κατὰ τὴν παρ' Ἕλλησιν ᾀδομένην Σκύλλαν καὶ Χάρυβδιν, ἣν ἐκεῖνοι κατὰ τὸν πορθμὸν εἶναί φασιν, ὃς μεταξὺ τοῦ τε Ἰταλικοῦ Ῥηγίου καὶ τῆς Σικελικῆς κεῖται Μεσήνης. ἔσφηλε δ' αὐτοὺς ἐς τὰ μάλιστα τότε καὶ τὸ μὴ ἀνάλογον ἔχειν ἐν τοῖς τῶν νεῶν κοιλώμασι κάτω τὴν ψάμμον· ὅπερ εἴωθε τοῖς ἐπὶ θάλατταν ἀεὶ ναυστολοῦσιν ἔρεισμα γίνεσθαί τε καὶ εἶναι τοῦ πλοῦ καὶ θεμέλιος κράτιστος.
(Β.) Δέον οὖν κατὰ μέτωπον στήσαντας τοὺς τριηράρχους τὰς ναῦς ἀντιπρώρους ταῖς τῶν πολεμίων ναυσὶ καὶ ἀπὸ μόνης τῆς πρώτης ἐκπλῆξαι θέας αὐτοὺς, οἱ δὲ τῆς προσηκούσης ἐκπεπτωκότες γνώσεως, μίαν παρὰ μίαν κάμπτοντες τὴν ἄκραν ἐκείνην ὑπέφαινον. πρώτη μὲν οὖν ἡ ναυαρχὶς ἐδείκνυτο, σχολῇ κατιοῦσα καὶ βιαζομένη μάλα πλησίον τὸν πλοῦν ποιεῖσθαι τῆς γῆς· καὶ μετ' ἐκείνην ἀπ' οὐρᾶς ἑτέραν δίκην ὁρμαθοῦ καὶ σειρᾶς ἐχομένας ἀλλήλων ἐς μῆκος· πρύμναν τε πρώρας ἄλλης ἐχομένην καὶ οὕτως ἀμοιβαδὸν ἁπάσας καὶ παραλλὰξ ἑτέραν ἑτέρας ἐξηρτημένας καὶ στοιχηδόν πως πλεούσας, ἕως προσέσχον τῷ αἰγιαλῷ τῷ ἐκ διαμέτρου καὶ κατ' εὐθεῖαν τοῦ Λατινικοῦ κειμένῳ φρουρίου, ἀπέχουσαι τῆς γῆς ἡμιπλέθρου μεῖον. εἰ μὲν οὖν κἀνταῦθα γενόμεναι τὰς πρώρας ἐπὶ μετώπου τοῖς Λατίνοις ἵστασαν, περιμένουσαι τὴν ὥραν τῆς προσβολῆς, εὖ ἂν οἶμαι εἶχεν· ἢ τό γε βέλτιον, εἰ μὴ διακόψασαι τὸν παράλιον ἐκεῖνον πλοῦν προὐχώρουν ὁμοίως ἄχρι τῆς ἐσχατιᾶς τοῦ πορθμοῦ, ὅπη δηλαδὴ καὶ τὰς ἄλλας εἰρήκειμεν ἵστασθαι, κἀκεῖθεν ὁμοῦ ταῖς ἄλλαις ἐπαναστρέψασαι τὸν ἐπίπλουν ἐν τάξει κατὰ τῶν πολεμίων ἐποιοῦντο, καὶ οὕτως εὖ ἂν οἶμαι εἶχεν. νῦν δὲ ἀλλ' ἑτέραν ὁ δαίμων ἔδωκεν ἔννοιαν καὶ δειλίαν· καὶ μετήνεγκεν ἀθρόον καὶ περιέστησεν ἐς τοὐναντίον τὰς τῶν καυχημάτων καὶ ἀπειλῶν ἀποβάσεις ἡ τύχη.
(Γ.) Δέον γὰρ ἡρωϊκῶς κατὰ τὰς ἐπαγγελίας ἀγωνίσασθαι, οἱ δ' ὑπότρομοι γενόμενοι, μηδενὸς ἀντιπράττοντος, μήτε ξίφους γυμνωθέντος, μήτε βέλους ἐπ' αὐτοὺς ἀκροβολισθέντος, ἔφευγον ἅπαντες, τῶν καταστρωμάτων ἐξαίφνης σύνδυό τε καὶ σύντρεις ἐκπηδῶντες ξὺν οὐδενὶ κόσμῳ κατὰ τῆς ὑποκειμένης θαλάττης· ὧν οἱ μὲν διανήχεσθαι εἰδότες, ῥίπτοντες τὰ ὅπλα, μόλις ἐς γῆν ἐξέπιπτον· οἱ δὲ πλείους τῷ βάρει τῶν ὅπλων κατεδύοντο. καὶ ἦν ἰδεῖν θέαμα ἐλεεινὸν, ἀσπαίροντας ἐν τῷ βυθῷ τοὺς φοβεροὺς καὶ μετεώρους ἐκείνους ὁπλίτας, δίκην ἰχθύων καὶ καρκίνων, καὶ ἀλλήλων ἐχομένους ἀπρὶξ καὶ ἀναδῦναι μὴ δυναμένους, ἀλλὰ ταμιευομένους ἐς τὴν ὑστεραίαν ὑπὸ τῆς τύχης ἑστιάτορας αὐτοὺς τοῖς ἑαυτῶν δαιτυμόσιν ἔσεσθαι ἰχθύσιν. οὕτως ἀνάνδρους τὸ ἀδικεῖν ποιεῖ τοὺς ἀνδρείους, καὶ παίγνιον δυστυχὲς τὰ ἡρωϊκὰ δεικνύει φρονήματα τὸ θεοῦ κατεπαίρεσθαι.
(Δ.) Ἐπεὶ γὰρ πρὸ τῆς μάχης, νύκτωρ καὶ μεθ' ἡμέραν ἀεὶ στρατευόμενοι πολλῷ τῷ τῆς γλώττης ὑβρίζοντι κατὰ τῶν Βυζαντίων χηρῶν καὶ ὀρφανῶν, πάντων πολεμίων ἔδρων οὗτοι τὰ χείριστα, καὶ προφάσει διὰ τὰς ναῦς σανίδων καὶ στυπτίων ὅλας ἀνέτρεπον οἰκίας, καὶ ὅλας οὐσίας ἠνδραποδίζοντο, κἀν τοῖς τοιούτοις προανηλώκεσαν τῆς ἀρεϊκῆς ἀνδρείας τὸν ὄγκον ἐκεῖνον, ἔλαθον κύμασι καὶ βυθοῖς θαλαττίοις νῦν ἐνταυθοῖ τὰς γενναίας θάψαντες ἐλπίδας ἀθρόον καὶ τοῦ ἠπειρωτικοῦ τὸν ὑγρὸν καὶ ὑποβρύχιον ἀλλαξάμενοι βίον. τῷ γὰρ ἡμαρτηκότι τοῦ συνειδότος βρίθοντας ἔχοντες λογισμοὺς, καὶ ἀναμιμνησκόμενοι δεήσεων ἐκείνων ὀρφανικῶν, ὡς ἔοικε, καὶ δακρύων ἐλεεινῶν, ὥσπερ μεθυούσας εἶχον τὰς χεῖρας πρὸς ὅπλα καὶ ἀκροσφαλεῖς πρὸς κινήσεις τοὺς πόδας, καὶ ἅμα τεθραυσμένην τὴν διάνοιαν ἐς τὰς πρὸς τὸ κρεῖττον ἐλπίδας, ἔργοις τοῖς τηνικαῦτα μανθάνοντες, ὅτε μηδέν σφισιν ὄφελος ἦν, μὴ εἶναι χρεὼν ἐν τοῖς ὅπλοις τὰς χρηστὰς ἀνέχειν ἐλπίδας, ἢν μὴ παρῇ τὸ δίκαιον μετὰ τῆς τοῦ εὐσεβεῖν εὐθύτητος. μόνοις γὰρ τοῖς σὺν δίκῃ δρωμένοις τὸ δυνάμενον τῆς ψυχῆς ἀσφαλῶς ἐρείδεταί τε καὶ τὸ θάῤῥος ἐν περιστάσεσιν ἀκλόνητον ἔχει. καὶ γὰρ εἰ κατὰ τῶν ἀλλοτρίων τὰ τοιαῦτα γινόμενα τῶν ἀδικημάτων εὐθύνεται πρὸς τοῦ κοινοῦ δεσπότου θεοῦ, πολλῷ μᾶλλον εἰ ὁμόφυλον εἴη τὸ ἀδικούμενον.
(Ε.) Τὸ δὲ ξένον ἐκεῖνο θέαμα βλέπων ὁ τῶν Λατίνων ναύαρχος πόῤῥωθεν τὸ μὲν πρῶτον διηπορεῖτο καθ' ἑαυτὸν, καί τινα ἐνόμιζεν εἶναι ὑπόκρισιν καὶ δραματουργίαν· ἔπειτα ἔγνω θεομηνίαν εἶναι τὸ πρᾶγμα σαφῆ· καὶ ἡσυχῆ παρακελευσάμενος ἐρέττειν τὸ τῆς ἡγεμονίδος πλήρωμα προῄει παραγγείλας ἕπεσθαι καὶ τὰς ἄλλας τριήρεις κατόπιν. ἐπεὶ δ' ἐλθὼν κενὰς τὰς Ῥωμαϊκὰς τὸ παράπαν εὗρε τριήρεις, ἀναδησάμενος εἷλκέ τε πάσας ἠρέμα καὶ ὑπέστρεφεν ἄγων ἐς τὸ τῶν Λατίνων ἐπίνειον· πλὴν ὅσαι διήρεις τε καὶ μονήρεις καὶ λέμβοι πλήθους ἕνεκα διαδρᾶσαι τὴν ἅλωσιν ὑπερόριοι τῶν κινδύνων ἐγένοντο.
(Στ.) Τούτων δ' ἐς τοῦτο τύχης κατενεχθεισῶν, ἐφαίνοντο ἐπιπλέουσαι ἤδη καὶ ὅσαι παρὰ τὰς ἐκβολὰς, ὡς εἰρήκειμεν, ἵσταντο πάλαι τοῦ ποταμοῦ τριήρεις μέγισται μὲν τρεῖς, μείους δὲ παμπληθεῖς. ἐπεὶ δὲ κατὰ μέσην γενόμεναι τὴν πορείαν ἐρήμους ἀνδρῶν ἑλκομένας εἶδον ὑπὸ τῶν πολεμίων τὰς ὁμοφύλους νῆας, ἔστησαν ὥσπερ τινὶ νάρκῃ πεδηθεῖσαι καὶ μὴ δυνάμεναι μήτε πρόσω μήτ' ὀπίσω ποιεῖσθαι τὸν πλοῦν, ἕως τοῖς ὁμοίοις ταῖς ἄλλαις περιέπιπτον καὶ αὗται κακοῖς. ἦν γὰρ ἰδεῖν εὐθὺς καὶ τούτων ἅπαν τὸ πλήρωμα, τριηράρχους ὁμοῦ καὶ ναύτας, κατὰ κεφαλῆς ἐς θάλατταν πίπτοντας τὸν ὅμοιον τοῖς προπεπονθόσι τρόπον, πρὶν ἢ γεγυμνωμένον θεάσασθαι ξίφος καὶ πρὶν πολεμίας αἰσθέσθαι τινὸς ἀπειλούσης βοῆς.
(Ζ.) Διενείματο δ' ὁμοίως τὸ τῆς δειλίας ἐκείνης δεινὸν καὶ ὅσοι παρὰ τὸν αἰγιαλὸν καὶ τοὺς πύργους ἦσαν ἑστῶτες. μεστὰ γὰρ ἦν ἅπαντα ὄχλων παντοδαπῶν, οὐ μόνον τά τ' ἔνδον πυλῶν καὶ ὅσα τῶν ἐκτὸς, ἀλλὰ καὶ τὸ κατὰ τὰς ἐπάλξεις πλῆθος ἀνδρῶν ἀριθμὸν πάντα νικῶν ἦν· ὧν οὔτε σαλπιγκτὴς ἦν τις, οὔτε τι κύμβαλον, οὔτ' οὐδὲν ὁπόσα εἴωθεν ἐν πολέμοις εὐθαρσοῦς παραστήματος γίνεσθαι παρακλητικὰ, λήθης μακρᾶς τινος τῶν ἐν τούτοις χρησίμων, οὐκ οἶδ' ὁπόθεν καὶ ὅπως, ἐπιπλανηθείσης τέως καὶ διανεμηθείσης τὰς Ῥωμαίων ψυχάς. ἀλλὰ πλὴν τοῦ ἀναπνεῖν ἄντικρυς εἶναι πάντες ἐδόκουν νεκροί· συνωθούμενοί γε μὴν ὑπ' ἀλλήλων ἐν τῇ πρὸς τὰ ἔνδον φυγῇ συνέπιπτόν τε καὶ συνεπάτουν ἀλλήλους, καὶ ταῦτα καὶ αὐτῶν τῶν πολεμίων ἑστηκότων, καὶ θεωμένων ἀτενῶς, καὶ σφόδρα πρὸς τὸ τοῦ δράματος ἐκπεπληγμένων παράδοξον· ὥστε καὶ δέον σκιρτᾷν ἐκείνους ὑπὸ τῆς μεγάλης εὐτυχίας ἐκείνης, τῶν δὲ καὶ ἠλέουν ἔνιοι τοὺς πάσχοντας, καὶ στῆναι παρεκελεύοντο, καὶ σφᾶς αὐτοὺς οἰκτείρειν τῆς δαιμονιώδους ἐβόων ταυτησὶ συμφορᾶς, καὶ μὴ μάτην οὕτω προδιδόναι θανάτῳ, διώκοντος μηδενός. οὕτως ἀνυπέρβλητον τὸ τῆς συμφορᾶς ἐκείνης πάθος, καὶ μηδὲν καταλελοιπὸς τῶν ἐφ' ὁμοίοις πάλαι παραδειγμάτων, ἁμιλλᾶσθαι ῥᾳδίως τούτῳ παρατιθέμενον.

ζʹ. Ἀλλὰ γὰρ εἰς τοῦτο τύχης τὸν στόλον συνελαθέντα βλέποντες οἱ πόῤῥωθεν πολιορκεῖν ἀφ' ὑψηλοῦ τὸ τῶν Λατίνων φρούριον ἐκπεμφθέντες στρατιῶται Βυζαντίων τε καὶ ὅσοι κατὰ συμμαχίαν ἐκλήθησαν Θρᾷκες ἅμα καὶ Πέρσαι, χιλιάδες οὐ μείους τῶν τριῶν, τοῖς ὁμοίοις καὶ οὗτοι δεινοῖς περιέπιπτον, καὶ θυρεοὺς ἐκείνους καὶ ὅπλα καὶ μηχανήματα καταλιμπάνοντες ἔφευγον σποράδες τε καὶ ἀσύντακτοι, μηδενὸς ὄντος τοῦ πολέμιόν τι καὶ ἄγριον γρύζοντος· καὶ οὐ πρότερον ἔστησαν, πρὶν σπουδῇ τὸν ποταμὸν διαβάντες ἐλευθέριόν τι ἀνεπεπνεύκεσαν ἤδη.
(Β.) Τῆς μέντοι θεομηνίας ταυτησὶ τὰς αἰτίας ἄλλοι ἄλλας ἐτίθεντό τε καὶ ἐψηφίζοντο. ἐγὼ δ' ἑτέροις ταύτας ἀπαριθμεῖν ἀφεὶς τὸν λόγον ἐφ' ἕτερα τρέψομαι· τοῦτο μόνον προσθεὶς, ὡς εἰ θρασύτερον ἴσως οἱ Λατῖνοι τότε διετίθεντο, καὶ τῷ παρὰ προσδοκίαν πᾶσαν μεγίστῳ ἐπαρθέντες εὐτυχήματι τουτωὶ Βυζαντίους φεύγοντας καὶ ὑπ' ἀλλήλων ἀκλεῶς καταπατουμένους ἄχρι πυλῶν ἐδίωκον, ὀλίγου ἂν ἐδέησε πλῆθος ἐκεῖ διαφθαρῆναι παντοίων καὶ παντοδαπῶν ἀνθρώπων. ἀλλ' ἐπέσχε κύριος τὸν θυμὸν αὐτοῦ, καὶ μέτρια σφᾶς εὐθὺς ἐπεπείκει φρονεῖν, καὶ μὴ τὰς ἀλλοτρίας τύχας ἴδια νομίζειν ἑαυτῶν εὐτυχήματα, μηδὲν ἐς τὸ παράλογον τοῦτο τρόπαιον ὅλως ἔνοπλον εἰσενεγκόντων ἔργον ἢ συνετὸν μηχάνημα, ἀλλ' ἄθυρμα σαθρὸν θεοῦ τὴν ἀνθρωπίνην δεικνύντος σπουδὴν καὶ γέλωτα σαφῆ τὴν τῶν μεγαλοφρονεῖν ἐφ' ἑαυτοῖς οὐκ ὀκνούντων ὀφρύν. διὸ καὶ πέμψαντες εὐθὺς ἐς βασιλέα τὴν προτέραν αὖθις ὁμοίως ἐζήτουν εἰρήνην, εἰ καὶ μὴ ἐφ' ὁμοίαις ταῖς συμφωνίαις.
(Γ.) Ἀλλ' οὔπω τέτταρες ὅλαι παρῆλθον ἐκεῖθεν ἡμέραι, καὶ κατέπλευσεν ἐς τὸ τοῦ Γαλάτου φρούριον ἐκ Γεννούας ταχυναυτοῦσα μία τριήρης, πρέσβεις ἄγουσα τοὺς πάντα τελέσοντας ἀσμένως, ἃ πρὸς βουλήσεως εἴη Βυζαντίοις. καταλῦσαι μὲν, ὅσον δηλαδὴ τοὺς οἰκείους παρεκβαλόντες ὅρους οἱ Λατῖνοι παρακατέσχον τοῦ τῶν Ῥωμαίων τόπου· ἀποδοῦναι δὲ καὶ ἣν ἐπήγαγον Βυζαντίοις ζημίαν ἐς τὸ ἀνενδεές· καὶ ἅμα προσθέντας χρήματα τυχεῖν τῆς προτέρας εἰρήνης ὑπὲρ τὰς ˉρ χιλιάδας· καὶ ὅρκους ἔπειτα δοῦναι φρικωδεστάτους ὑπὲρ τοῦ μηκέτι πρὸς τοὺς ὁμοίους ἀπενεχθῆναι νεωτερισμούς· ἀλλὰ μεμνημένους τῶν παρ' ἐλπίδα συμπεπτωκότων σφίσι μετριωτέρους εἶναι τοῦ λοιποῦ. ἐπεὶ δ' ἐλθοῦσι κἀκείνοις τὸ μέγα τοῦτο καὶ παρὰ πᾶσαν ἔγνωσται προσδοκίαν τῶν ὁμοφύλων εὐτύχημα, μέσοις τε γεγονέναι δυοῖν ξυνεπεπτώκει καὶ τὴν αἰσχρὰν ἐκείνην εἰρήνην παρασκευάσαι ποιήσασθαι, ὁποίαν καὶ Πελοποννησίους ἐπὶ Ἀνταλκίδου πάλαι πρὸς Πέρσας συνθέσθαι ἀκούομεν, δέει τῆς ναυτικῆς τῶν Ἀθηναίων δυνάμεως ἐν τοῖς τότε χρόνοις περιφανῶς θαλαττοκρατούντων.
(Δ.) Τούτων δ' οὕτω ξυνηνεγμένων, οὐκ ἔκρινε δεῖν ὁ βασιλεὺς, ἀναπεπτωκὼς διὰ τύχης ἀγνωμοσύνην, ἀπογνώσει δοῦναι τῶν λογισμῶν τὰς ἡνίας καὶ τὸ τῆς γνώμης κράτος, ἅτ' εἰς ἀποριῶν ἐσχατιὰς τῶν πραγμάτων ἐληλαμένων. ὅ,τε γὰρ ναυτικὸς στόλος, χρήματα πάντα μικροῦ συνελὼν, ὑπ' ἐχθροῖς ἐγεγόνει· ἥ τ' ἐλπὶς τῶν ἐτησίων προσόδων, εἰ μὴ τὸ πᾶν, ἀλλ' οὖν τὸ πλεῖστον ἐκκέκοπται μέρος.
< 1 2 3 4 5 6 7 8 >