thyreos

Βυζαντινα κειμενα

 

  Προκοπιος
  Ιεροκλης
  Σιμοκαττης
  Θεοφανης
  Ιωαννης Σκυλιτζης
  Κωνσταντινος Ζ’
  Λεων Διακονος
  Μιχαηλ Ψελλος
  Μιχαηλ Ατταλειατης
  Νικητας Χωνιατης
  Γ. Ακροπολιτης
  Γ. Παχυμερης
  N. Γρηγορας
  Ι. Καντακουζηνος
  Γεωργιος Σφραντζης
  Χαλκοκονδυλης


Aspis

Νικηφόρος Γρηγοράς

1295 – 1360 (περ.)
τίτλος έργου:

– Ρωμαϊκή Ιστορία –

χρόνος έκδοσης: 1337-1358
πλήρης τίτλος:

ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΙ ΛΖ’

περιεχόμενο:

Αφήγηση γεγονότων της ιστορίας του Βυζαντίου από το 1204 έως το 1358 σε 37 βιβλία.  Στην παρούσα σελίδα περιέχονται τα βιβλία 28 έως 29 που καλύπτουν τα γεγονότα από το 1352 μέχρι το 1354.

Κείμενο :
< 1 2 3 4 5 6 7 8 >

Historia Romana

[Μέρος 6: Βιβλία 28 και 29 που καλύπτουν τα γεγονότα από το 1352 έως το 1354, όταν ο Γρηγοράς ήταν φυλακισμένος στη Μονή της Χώρας]

ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ


ΛΟΓΟΣ ΚΗ’.

Ἄρτι δὲ τοῦ χρόνου τὰς λευκανθείσας αὐτῷ τοῦ γήρως ἀποξέσαντος χειμερίας καὶ οἷον εἰπεῖν χιονώδεις τρίχας καὶ ἀνθηρὸν ἀνειληφότος ἐξ ὑπαρχῆς τὸ τῆς ἡλικίας πρόσωπον, καὶ τὰς ἡλιακὰς λαμπάδας ἀκμαιοτέρας ἐν μέσαις ἤδη ταῖς ἠριναῖς ἁπλώσαντος χάρισιν, ἧκεν αὖθις ἡμῖν ὁ καλὸς Ἀγαθάγγελος περὶ μέσας που νύκτας ἡσύχῳ ποδί. καὶ προσειπὼν καὶ καθίσας καὶ ἀπαγγείλας μὲν αὐτὸς περὶ ἑκάστου τῶν φίλων ἡμῖν καὶ συνάθλων ὅσα εἰκός, μαθὼν δ' αὖ ἐξ ἐμοῦ τά τε ἄλλα καὶ ὅτι τὰ καὶ μέχρι νῦν συμπαραμείναντά μοι τῆς θείας γραφῆς ἀφῄρηται βιβλία πάντα πρὸς τῶν διωκτῶν ἐξαίφνης ἐπεισπεσόντων, καὶ ὅτι διὰ τὴν τοῦ τηνικαῦτα χειμῶνος ἀκμὴν ταλαιπώρως ἐπῄει μοι καὶ πάνυ χαλεπῶς ἀνύσαι μεταξὺ τά τ' ἄλλα, καὶ ὅτι κρυσταλλούμενον τὸ ὕδωρ οὐκ ἦν ὡς τὰ πολλά μοι ῥᾴδιον ὅθεν παραμυθήσομαι πρὸς τὸ τοῦ πόματος χλιαρώτερον, πλὴν ἢ ὅτε συμβὰν οὑτωσί πως ἡλίου τὴν τῶν νεφῶν διασχόντος συνέχειαν, καί τινας διὰ τῆς θυρίδος ἀφέντος ἀκτῖνας εἰς τὸν ἐμὸν τοῦτον οἰκίσκον, ἀμυδράν τινα τὴν ἀλέαν τέως τῷ ὕδατι παρειχόμην εἰς πόσιν ἐκείνῳ, ἀνῴμωξέ τε βύθιον ὁ ἀνήρ, καὶ ποταμοὺς δακρύων ἀφῆκε τῶν ὀφθαλμῶν. ἐγὼ δ' ἐπέχειν βουλόμενος τό τε ἦθος ἀπήλλαττον εἰς τὸ χαριέστερον καὶ ἅμα τὴν ἐκείνου διάνοιαν ἀπησχόλουν ἐκεῖθεν εἰς ἕτερα, καὶ τὴν τῶν ἔξω πραγμάτων ἀπῄτουν ἀφήγησιν. ὅθεν ἐκεῖνος ἀρξάμενος ἄνωθεν οὑτωσὶ διηγεῖτο. Ὅπλα, φησίν, ἀράμενος ὁ βασιλεὺς Καντακουζηνὸς λήγοντος ἤδη τοῦ πέρυσι θέρους Ματθαίῳ μὲν ἀπῄει τῷ παιδὶ συμμαχήσων, Παλαιολόγῳ δὲ μαχούμενος τῷ γαμβρῷ, Ῥωμαίων μὲν οὐδ' ἄχρι καὶ εἰς ἑξήκοντα ἐπαγόμενος στρατιώτας, Κατελάνων δ' οὖν καὶ βαρβάρων ὑπὲρ χιλίους. σύνοικον γάρ τινα κατὰ Ῥωμαίων ἔχων ὑποψίαν ἐκ πολλοῦ πρὸς ἀπέχθειαν ἀνεκλάλητον τοσοῦτον ἐμίσει καὶ ἀπεσείετο σφᾶς ὅσον ἐφίλει τε καὶ προσίετο βαρβάρους. τοσοῦτον δ' αὖ ἐμισεῖτο σφίσιν ὅσον ἐφιλεῖτο βαρβάροις, ὅτι σχῆμα ποιμένος ἀνειληφώς, βαρβάροις λύκοις εἰς προνομὴν ἐτίθει ῥᾳδίαν τὸ ποίμνιον ἑκοντὶ μεθ' ἡμέραν καὶ νύκτωρ ἀεί, ὡς μὴ μόνον ἐν χρῷ τὸ ἔριον κείρεσθαι, ἀλλὰ καὶ αὐτοῦ γε ἤδη γυμνοῦσθαι τοῦ δέρματος, μὴ μόνον αὐτῷ τὰς ἀεὶ καινοτέρας τῶν ἐτησίων φόρων ἐκτιννύντας εἰσπράξεις, ἀλλὰ καὶ βαρβάροις αὐτοῖς διὰ τὰ μέχρι πυλῶν ἀμπελόφυτά τε καὶ σιτοσπόρα χωρία. καὶ οὓς μὲν κατ' ἐξουσίαν ἀνδραποδιζομένους εἰς πλῆθος ἀπάγεσθαι πρὸς Ἀσίαν· οἷς δὲ διαδρᾶναι τὰ βαρβάρων γένηταί τε δεσμὰ καὶ πρὸς ἱερὰ καταφυγεῖν τεμένη Βυζαντίων, τούτοις δὲ τὴν μείζω κόλασιν ἠρτῆσθαι ἐκδιδομένοις τε καὶ πληγὰς προσόφλουσι μακράς, ὥσπερ ἐν δράμασι, τὸ παράδοξον τῆς σωτηρίας ἐκείνης ἀγόντων εἰς ἐγκλήματος λόγον τῶν ἡγεμόνων. κἀπειδή, πρὶν αὐτὸν ἐς Ὀρεστιάδα ἀφικέσθαι, ἔφθησαν οἱ ταύτης οἰκήτορες ἐκπολεμωθέντες κατὰ Ματθαίου περιεκάθηντό τε καταδιώξαντες ἐς ἀκρόπολιν καὶ ἐπολιόρκουν, τήν τε πορείαν ἐπετάχυνε, καὶ διὰ τῆς ἀκροπόλεως, τοῦ υἱέως ἀνεῳγότος, τὴν βαρβαρικὴν ἐκείνην εἰσενεγκὼν δύναμιν, καὶ ἅμα τῶν οἰκιῶν ἐνίας ἐμπρήσας καὶ ἐκφοβήσας, ῥᾷστα χειροῦται τὴν πόλιν, καταπλαγέντων παραχρῆμα τῶν πολιτῶν, καὶ μήθ' ὁπόσοι μήθ' ὁπόθεν ἀκριβῶς προσβάλλουσιν οἱ πολέμιοι ξυνιέναι δυναμένων, ἀλλὰ καὶ πολλὰ τῶν ἥκιστα δρωμένων τηνικαῦτα ὑποπτεύειν ἀναγκαζομένων καθ' ὁπόσα ὁ τῆς ψυχῆς αἰφνίδιος ὑπηγόρευε θόρυβος. τὰς μὲν οὖν ἐκεῖ συμφορὰς δακρύσαις ἂν ἀκούσας, ὁπόσαι τηνικαῦτα τοῖς ἁλοῦσι γεγένηνται· ἀλλοφύλων γὰρ καὶ ἀσεβῶν οἷς ἡ ταλαίπωρος ἐκείνη πόλις ἡλώκει καθάπαξ ὄντων, ὥρα σοι τὸν τῶν κακῶν ἐν σεαυτῷ συνορᾶν κολοφῶνα. Ταῦτα τοίνυν ὁρῶντι Παλαιολόγῳ τῷ βασιλεῖ, καὶ ἅμα συχνὰς ἀκούοντί τε καὶ ὑφορωμένῳ κατὰ τῆς οἰκείας ζωῆς τὰς ἐπιβουλὰς συσκευαζομένας, τῶν ἀναγκαιοτάτων ἔδοξεν εἶναι πρὸς τὸν τῶν Τριβαλλῶν ἡγεμόνα Κράλην περὶ συμμαχίας διαπρεσβεύεσθαι. ἐς γὰρ τοσοῦτ' ἀσθενείας ῥυῆναι τὰ Ῥωμαίων συνερρυήκει πράγματα διὰ τὰς ἐμφυλίους μάχας, ὡς μηδ' ἔχειν τοὺς ἄρχειν ἐθέλοντας μήτε σφίσιν αὐτοῖς μήθ' οἳ σφίσιν ὑπείκουσιν ἐν τῷ ἀσφαλεῖ καθίστασθαι τοῦ ζῆν ἀδεῶς, ἐξωτερικῆς βοηθείας ἀπῳκισμένους. ὅθεν καὶ Καντακουζηνὸς ἐξ ἀντιπάλου τῆς ὁρμῆς πολλαπλασίω μὲν τῆς πρὶν ἐξ Ὑρκανοῦ βαρβαρικὴν μεταπέμπεται δύναμιν, πολλαπλασίω δ' αὖ καὶ αὐτῆς ἐκ τοῦ σύνεγγυς καὶ κατόπιν ἑτέραν παρασκευάζεσθαι παραγγέλλει, δυοῖν θάτερον, ἢ τῇ ἐκ Τριβαλλῶν συμμαχίᾳ κατὰ τὴν ὁδὸν ἐξαίφνης ἐπιτεθησομένους, τὰ ἔνεδρα προκατειληφότας καὶ τὰς παρόδους πρὶν ἐκείνους αἰσθέσθαι, ἢ εἰ μὴ τοῦτο δυνηθεῖεν, ἀλλ' ἅμα αὐτῷ φθῆναι προκαταλαβόντας Βυζάντιον ἐπ' ὀλέθρῳ καὶ ἀνδραποδισμῷ παντελεῖ τε καὶ πάσης ἀμύνης ἀμείνονι. κἀπειδὴ χρημάτων ἐν τούτοις ἔδει, μηνύει τὰ ἱερὰ τῶν ἐν Βυζαντίῳ φροντιστηρίων ἁπάντων κειμήλια, ὅσα τε χρυσῷ καὶ ἀργύρῳ καὶ ὅσα λίθοις πολυτελέσι κεκόσμηται, πάνθ' ἑξῆς ἀθροισθέντα συλλήβδην χρημάτων ἀλλάξασθαι. εὐπορίας οὖν ἐντεῦθεν αὐτῷ γενομένης καὶ διανομῆς ἐς βαρβάρους, ἐπιστέλλων αὖθις ἠπείλει περιφανῶς τὰ παγχάλεπα Βυζαντίοις τὰ δ' αὖ, μὴ σφόδρα Παλαιολόγον εἰσδέχεσθαι βούλεσθαι. «ἦ γὰρ οὐκ ἂν φθάνοιτε» φησὶ «τοῖς βαρβάροις προδεδομένοι σύν τε αὐτάνδρῳ πάντες ἁπάσῃ τῇ πόλει, μείζους καὶ ἥττους, ἐπισημοί τε καὶ ἄσημοι, ἄνδρες ὁμοῦ καὶ γυναῖκες καὶ ἡλικία πᾶσα. ἴστε γὰρ τοὺς παρὰ τὰς χρυσᾶς καλουμένας τῆς μεγάλης ταυτησὶ πόλεως πύλας διπλοῦς καὶ μεγίστους ἐκείνους πύργους ἐμὴν ἐκ πολλοῦ ξυμμιγῆ κεκτημένους ἐξ ἀλλοφύλων φρουρὰν καὶ κεφαλὴν εἰς ἀκρόπολιν ὄντας Βυζαντίων καιριωτάτην, ὡς εἶναί μοι πάνυ τι ῥᾴδιον θᾶττον ἢ λόγος βουληθέντι δι' αὐτῶν ἐμπλῆσαι δισμυρίων οὐχ ἥττους Βυζάντιον ὁπλομάχων βαρβάρων καὶ πάντας ἄρδην ὑμᾶς ἡβηδὸν διαφθεῖραι, χεῖρον ἢ κατὰ τὴν Ὀρεστιάδα ταυτηνί, ἣν τελέως μὲν οὐκ ἀνέτρεψα, μάτην δ' οὖν ἱσταμένην ἀφῆκα, φιλανθρωπότερόν τι ποιῶν καὶ συνετώτερον ἢ φιλανθρωπότερον εἰπεῖν ἢ κατ' ἐκεῖνον Ἀλέξανδρον τὸν Μακεδόνα. ἐκεῖνος μὲν γὰρ ἐκ θεμελίων ἀνέτρεψε Θήβας, μηλόβοτον τῆς Ἑλλάδος καταστήσας τὸν ὀφθαλμόν· ἐγὼ δὲ μνημεῖον καταλέλοιπα συμφορῶν τὰ τῆς πόλεως τείχη κενωθείσης δι' εὐήθειαν οἰκητόρων, πόλεσιν ἄλλαις μόνον οὐχὶ δι' ἐρήμων τῶν οἰκοπέδων βοῶντα μὴ δρᾶν τὰ αὐτά, ἵνα μὴ τοῖς αὐτοῖς περιπαρῶσι κακοῖς. θυμὸς γὰρ βασιλέως ὀξύτητι φιλαρχίας ἐρεθιζόμενος πηδάλιον ἔχειν ἥκιστα δύναται.» ταῦτ' ἔλεγε, καὶ τοῖς λόγοις ἡ τῶν ἔργων εἵπετο παρασκευή. πέμψας γὰρ βαρβάρῳ κρύφα μηνύει τῷ Ὑρκανῷ δισμυρίους τὴν ταχίστην ὁπλίτας παρασκευάσαι. ἐπίδοξον γὰρ ὑπάρχειν ἐσβάλλειν εἰς Θρᾴκην στρατὸν Τριβαλλῶν Παλαιολόγῳ τῷ βασιλεῖ συμμαχήσοντα. εἶναι δ' οὖν ἀναγκαῖον κἀμέ φησι κατόπιν ξύν γε τῷ βαρβαρικῷ ἐπιόντα στρατῷ διὰ τῶν χρυσέων τε εἰσιέναι πυλῶν εἰς Βυζάντιον εὐθὺς καὶ πᾶσαν αὔτανδρον ἄρδην ἐκτρῖψαι τὴν πόλιν, ὡς εἰ μή γε ἐμέ, ἀλλ' οὖν μήτ' αὐτὸν βασιλεύειν ἔτι, μήτ' οἷς βασιλεύεσθαι τοῦ λοιποῦ χρεὼν εἶναι· καὶ οἷς δ' αὖ διαδρᾶναι τὸν κίνδυνον δήπουθεν γένοιτο, καὶ τούτοις δ' εἶναι σοῖς ὑποχειρίοις.» Τούτων δ' οὕτω παρεσκευασμένων, οὐ πολλαῖς ὕστερον ἡμέραις ὀλίγους ὄντας ὁ Καντακουζηνὸς διὰ τῶν ἡμεροσκόπων μεμαθηκὼς καὶ μόλις ἐς τετρακισχιλίους τὸν ἀριθμὸν τούς γε εἰς ξυμμαχίαν ἰόντας Τριβαλλῶν στρατιώτας Παλαιολόγῳ, μεταπέμπεται λάθρᾳ ξύν γε σπουδῇ τὴν βαρβαρικὴν τοῦ Ὑρκανοῦ δύναμιν ἐμπαράσκευόν τε καὶ μάλα τι εὔοπλον περὶ Λάμψακον ἐφεδρεύουσαν, ἄχρι καὶ ἐς δυοκαίδεκα χιλιάδας. οἳ δὴ καὶ τὸν Ἑλλήσποντον διαβάντες πρὶν αἰθέσθαι Τριβαλλούς, ἅμα τῷ πλησίον ἐς Διδυμότειχον ἥκειν ἐπεισπίπτουσιν ἐξαίφνης ἀόπλοις, πρὶν τὸν ἐκ τῆς ὁδοῦ μόχθον γοῦν ἀποτινάξασθαι. καὶ τοὺς μὲν ἀπέκτειναν τοὺς δ' ἐζώγρησαν, καὶ ἅμα πᾶσαν ἐκεῖθεν ἤλασαν λείαν ἵππων τε καὶ ἁρμάτων πολυτελῶν εἰς Ἀσίαν ἀπονητί. τῶν γὰρ Θρᾳκικῶν τόπων παντάπασιν οὖσιν ἀήθεσι τοῖς Τριβαλλοῖς, καὶ ἅμα ἀπείρως ἔχουσι τῶν βαρβαρικῶν ἐξαίφνης ἐφόδων, τοιαῦτα παρὰ πᾶσαν ἐλπίδα ξυνεπεπτώκει παθεῖν, Διδυμοτείχου σταδίους οὐ μεῖον ἀπέχουσιν ἢ τριάκοντα. Ταῦτα πᾶσαν Παλαιολόγῳ συνέτριψε κίνησιν λογισμῶν ἀκουσθέντα, καὶ πᾶσαν ἀφῄρηται σώζουσαν προσδοκίαν. ἔτυχε γὰρ ταῖς ἀστυγείτοσι τηνικαῦτα πόλεσι χρείας ἡστινοσοῦν ἐνδιατρίβων ἄλλης ἕνεκα· τῇ δ' ὑστεραίᾳ εἰς Διδυμότειχον ἐπανήκων νόσῳ τινὶ περιπίπτει διὰ τὴν λύπην. ἧς καὶ βραχὺ μετὰ μῆνα ῥαΐσας, ᾤχετο ἀπιὼν ἐς παράλιον πόλιν Αἶνον αὐτὴν καλουμένην. ᾗ καὶ αὐτῇ μικρὸν ἐνδιατετριφώς τινα χρόνον, ἄπεισι κἀκεῖθεν διαπόντιος ἐς Λῆμνον τὴν νῆσον, ἐν νῷ ἔχων ξυμμῖξαι παραπλεύσας καὶ πατριάρχῃ τῷ τῆς Ἀλεξανδρείας, πρὸ βραχέος καὶ αὐτῷ καταπεπλευκότι ἐς Ἄθω τὸ ὄρος. Γρηγόριον δὲ καὶ τοῦτον ὁμωνύμως ἐκείνῳ φασὶ κεκλῆσθαι τῷ πάνυ κοσμίως τοὺς πατριαρχικοὺς τῆς Ἀλεξανδρείας οἴακας ἰθύναντι πρότερον, οὗ τῆς σοφῆς ὁμιλίας ἀπολελαυκέναι κἀμοὶ τετύχηκεν ἱκανῶς, ὁπότε τῆς πατρίδος ἔκδημος γεγονὼς ἐγὼ περιῄειν Αἴγυπτόν τε καὶ Ἀραβίαν, ὥς γέ μοι καὶ πρότερον εἴρηται. ἐκείνου μέντοι μετά τινα τελευτήσαντος χρόνον τοῦτον ἐτετυχήκει τοῦ θρόνου γενέσθαι διάδοχον, νῦν δ' ἀπεστάλθαι πρεσβείαν Ῥωμαίων κομίζοντα βασιλεῖ πρὸς τοῦ τῆς Αἰγύπτου καὶ Ἀραβίας ἡγεμόνος ἁπάσης. μετὰ μέντοι τὴν ἐκεῖθεν ἀκηκοὼς ἔξοδον τὰ Ῥωμαίων συγκεχύσθαι πράγματα καὶ στασιάζειν ἐφ' ἑαυτὰ περὶ τῆς ἀρχῆς, διατριβήν τινα κέκρικε διδόναι δεῖν τῷ πλῷ μεταξύ, μέχρις ἂν ἐναργέστερον γνῷ ὁποτέρῳ δυοῖν μαχομένοιν τοῖν βασιλέοιν ἐς τἀσφαλὲς περιήκει τὰ τῆς ἀρχῆς, ὡς μὴ ἀβέβαιόν τε καὶ ἀνεμιαῖον τὸ τῆς πρεσβείας εἴη γιγνόμενον πέρας αὐτῷ. πρόσεσχε μὲν οὖν Κύπρῳ πρῶτον ἐξ Αἰγύπτου, ἔπειτ' ἐς Κρήτην ἐκεῖθεν κατέπλευσε, πλεῖστον ἑκατέραις ταῖς νήσοις χρόνον ἐνδιατετριφὼς διὰ τὸ μήπω Ῥωμαίοις πεπαῦσθαι τὰς περὶ τῆς ἀρχῆς ἔριδας. Κόρου δ' ἤδη ὑποπιμπλαμένῳ τῆς ἐν θαλάττῃ διαίτης, δέδοκταί οἱ Ῥωμαίων ὅροις ἔγγιστά που γενομένῳ δυοῖν ἕνεκα βέλτιον εἶναι, ἑνὸς μὲν ἵν' ἐγγύθεν τὸ τῶν ὑποθέσεων ἔχοι μᾶλλον μανθάνειν ἀκίβδηλον, ἑτέρου δ' ἵν' ὅπως ποτὲ παυσαμένης τῆς ἔριδος, καὶ δυοῖν ἑνός τινος βασιλέοιν ἀθόρυβον ἑαυτῷ τὴν ἀρχὴν καταστήσαντος, αὐτίκα μάλα καὶ αὐτὸς ἐκ τοῦ σχεδὸν τὴν πρεσβείαν περαίνοι. ἄρτι τοίνυν τοῦ πέρυσι τελευτῶντος θέρους ἄρας ἐκ Κρήτης πλήρεσιν ἧκεν ἱστίοις ἐς Ἄθω τὸ ὄρος, ἐν μεθορίῳ φάναι δυοῖν ἀρχαῖν, Τριβαλῶν δηλαδὴ καὶ Ῥωμαίων. ὅθεν ἀκούοντι πάλαι Παλαιολόγῳ τῷ βασιλεῖ ὡς πανταχῇ καὶ νήσων καὶ ἠπείρων, καὶ ὅπῃ περ ἂν τύχοιεν ἄποικοι Ῥωμαίων διεσπαρμένως τε καὶ κατὰ κώμας καὶ πόλεις ὑπ' ἀλλοφύλοις ἔθνεσι διαιτώμενοι, τὸ τούτου μόνου καὶ ἥκιστα Καντακουζηνοῦ ταῖς δημοσίᾳ σφίσι τελουμέναις ἱεραῖς ὑμνῳδίαις συμπεριάγοιεν ὄνομα δι' εὐφήμου τῆς μνήμης κατὰ τὸ πάλαι κρατῆσαν ἔθος τῇ μητροπόλει τῶν ὀρθοδόξων, δι' ἐφέσεως ἦν ὁμιλῆσαι καὶ τῷδε τἀνδρί, καὶ τοῦτ' αὐτὸ μαθόντι πρῶτον ἔπειτ' ἐρέσθαι καὶ ὅτι βούλοιτο οἱ τὰ τῆς πρεσβείας, καὶ πρός γε ὅσα τοῖς τοιούτοις ἕποιτ' ἄν, διὰ δὴ ταῦτά οἱ καὶ εἶναι συντεθειμένον ἀκήκοα τὸν Ἄθω παραπλεόντι καὶ παρὰ τὸν τοιοῦτον ὁδοῦ πάρεργον ἄνδρα ἀφῖχθαι. Τούτων δ' οὕτω φερομένων ἥκει τις ἐκ Θεσσαλονίκης τά τε ἄλλα ἀγγέλλων, καὶ ὅτι βιαίως ἐκ πολλοῦ καὶ λίαν πικρῶς ἀπορραγῆναι μὲν κινδυνεύει τοῦ ζῆν Παλαμᾶς, οὐκ ἀπορρήγνυται δέ, ἀλλὰ κεῖται παρειμένος καὶ χείρω πάσχων μυρίων θανάτων. ἐξωγκῶσθαι γὰρ αὐτῷ τὴν γαστέρα φασὶ ἐς τὸ πάνυ τι ὑπερβάλλον, καὶ ἅμα παρεῖσθαι χεῖρας καὶ πόδας, ὡς μικρὰ ἢ μηδὲν πλὴν τοῦ ἀναπνεῖν διαφέρειν τῶν λίθων εἰς τὸ ἀκίνητον. ἐκφραγέντων δ' αὐτῷ καὶ τῶν τῆς κοιλίας ἐντέρων, καὶ ἐς τὸ ἄνω ἐστραμμένων, διὰ τοῦ θώρακος αὖθις κατὰ παλίρροιαν Εὐρίπου δίκην ἀναφέρειν ἐς τὸ στόμα καὶ ἀποπέμπειν ἐκεῖθεν ἀναγκαζομένην τὴν φύσιν τὸ τῆς γαστρὸς κοπρῶδες περίττωμα πᾶν, καὶ γίνεσθαι τέως ἀντὶ τῆς ἕδρας τῇ φύσει τὸ στόμα διακονούμενον ἐς τὰς τῆς γαστρὸς δυσώδεις κηλῖδας. Ὁρᾷς, ὦ φίλτατε Ἀγαθάγγελε, πῶς ἄνωθεν ἡ θεία ταλαντεύει δίκη τὸ χρεὼν κἀπὶ τῷδε τἀνδρί, ἵνα τὸ τῆς ἀφανοῦς ψυχῆς δυσῶδες, ὡς ἔοικε, δῆλον κἀκ τῆς αἰσθήσεως ἅπασι γένοιτο, καὶ δίκην τὸ ἀκόλαστον ἐκεῖνο καὶ βλάσφημον στόμα μετὰ τῆς γραφούσης παράσχοι χειρὸς ἐνταυθοῖ, πρὶν ἐς τὴν ἀΐδιον ἐκείνην ἀπενεχθῆναι κόλασιν, καὶ δῆλα κἀκ τῶν ἐνθένδε προοιμίων τὰ τῶν μήπω δήλων ἅπασι κακῶν ἐφόδια πρὸς δημόσιον φῶς καταστῇ τῷ βεβήλῳ τούτῳ μᾶλλον ἢ κατ' ἐκεῖνον τὸν τῆς μανίας ἐπώνυμον Ἄρειον, ὃς τῶν τῆς γαστρὸς ἀπορρήτων τὴν κένωσιν κάτω διὰ τῆς ἕδρας παρέπεμψεν. ἐκεῖνος γὰρ κατὰ φύσιν ἡμαρτηκὼς καὶ διὰ τῶν κατὰ φύσιν μορίων ἐνταῦθα τὴν δίκην ἔτισεν, οὗτος δ' ὑπερόρια πάσης φύσεώς τε καὶ ἐπιστήμης εἰς θεὸν βεβλασφημηκὼς τερατώδη τινὰ καὶ παρὰ φύσιν ὡς τὸ εἰκὸς καὶ μακροτέραν δίδωσι τὴν δίκην. ὑφειμένον μὲν γὰρ κἀκεῖνος τὸν υἱὸν καὶ λόγον εἰπὼν τοῦ θεοῦ καὶ τῶν ἀσωμάτων ἀγγέλων ὑπέρτερόν τε καὶ δημιουργόν, σωματικοῖς ὅμως ὁρατὸν ὀφθαλμοῖς οὐ δεδύνηται φάναι. τὸν γὰρ ὑπὲρ τοὺς ἀγγέλους καὶ τῶν ἀγγέλων προαγωγέα, τῶν ἀγγέλων καὶ τῶν ψυχῶν τὸ ἔλαττον ἔχειν οὐκ εἶχε νοεῖν· φύσιν γὰρ εἶναι τοῖς ἀσωμάτοις ἅπασιν οἶδεν ἥκιστα πάντων σωματικοῖς ὀφθαλμοῖς ὁρατήν, πλὴν εἰ μὴ συγκαταβάσεως οἰκονομίᾳ χρώμενος διαφόρους ἐπιφανείας σχηματίζει θεὸς κατά γε τοὺς τῆς ἀπορρήτου προνοίας τρόπους, ὡς οἵ τε θεῖοι τῆς ἐκκλησίας πατέρες ἄνω καὶ κάτω διαρρήδην βοῶσι, καὶ ἡμεῖς ἀνωτέρω πολλαχῇ τε καὶ πολλάκις ἐκείνοις ἑπόμενοι διεξήλθομεν. οὗτος δὲ μετὰ τοῦ ὑφειμένου καὶ ἀσώματον αὐτὸ καὶ ἀνούσιον λέγων φῶς, σωματικοῖς ὀφθαλμοῖς εἶναί φησιν ὁρατόν, πρᾶγμα μήτε τῇ φύσει μήτε τοῖς τῆς ἐπιστημονικῆς γνώσεως λόγοις χωρεῖσθαι δυνάμενον. κἀκεῖνος μὲν καὶ κτίσμα φήσας ὅμως ὁρατὸν οὐκ ἐτόλμησε φάναι, μήτε τῆς φύσεως μεμνημένος μήτε τῆς ἐπιστήμης μηδαμῇ συγχωρούσης ἀσωμάτου κτίσματος οὐσίαν εἶναί ποτε φαινομένην σωματικοῖς ὀφθαλμοῖς. οὗτος δὲ καὶ ἄκτιστον λέγων, ὃ μᾶλλον ἐκείνου φεύγει τὴν ὅρασιν, ὁρατὸν ὁ πάντα ἄτοπος καὶ ἀμαθὴς ἀπεφήνατο· ὃ γὰρ ἄκτιστον, ἀόρατον, οὐ μὴν ὃ κτιστὸν ... ὁρατόν· κτίσμα γὰρ ὄντες καὶ ἄγγελοι καὶ ψυχαὶ καὶ τά γε τοιαῦτα ἥκισθ' ὁρᾶσθαι τῇ φύσει δύνανται. καὶ τό γε μεῖζον ὅτι καὶ ἀνούσιον ὁ ἀνόσιος ἐκεῖνο καθ' αὑτὸ προσειπὼν τὸ φῶς οὐ ξυνῆκεν ὅτι μάλιστα πάντων καὶ δι' αὐτό γε τουτὶ πρὸς τὸ μὴ εἶναι χωροῦν ἀόρατον ἔτι μάλιστα πάντων ἐστί. διὸ καὶ τὰ παρὰ φύσιν ἐκεῖνα καὶ τερατώδη πεπονθὼς καὶ αὐτὸς ἐνταυθοῖ, βιαίως ἀναπόμπιμον ἀπορρῆξαι βιάζεται μὲν τὴν δυσώδη ψυχὴν εἰς τὴν βίαιον ἐκείνην καὶ ἀπέραντον κόλασιν, οὐκ ἀπορρήγνυσι δὲ τοῦ θεοῦ προμηθουμένου καὶ καιρὸν ἴσως αὐτῷ μετανοίας διδόντος, ὡς ἂν εἰ μὴ μέχρι νῦν, ἀλλὰ νῦν γοῦν ἡμιθανῆ καὶ ἡμίτομον ὁρῶν ἑαυτόν, μᾶλλον δὲ τῷ πλείονι τοῦ σώματος μέρει βιαίως καὶ διὰ μάλα μακρῶν ἤδη τῶν χρόνων ῥηγνύμενον, καὶ ὃ ζῇ πρὸς αἰσχύνην ζῶντα, καὶ τὸν τῆς αὐτοῦ κακίας ἔλεγχον πᾶσι κατάδηλον παρεχόμενον, ὁ ταλαίπωρος αἴσθοιτο πόσου χειμῶνος τὴν ἐκκλησίαν ἐμπέπληκεν. ὡς ἐκ τῶν τελευταίων ἐμφάσεων καὶ συμβόλων ἔχειν ἅπαντά τινα τεκμαίρεσθαι ἤδη τῆς τε ἀσεβείας ἑκατέρου τὸ ὑπερβάλλον ἧς ἀνὰ μέρος ἑκάτερος ἑκατέρῳ κεκοινωνήκεσαν ἐνταυθοῖ, καὶ ἅμα τῆς τεταμιευμένης ἑκατέρῳ φλογὸς ἐς τὸ μέλλον, ἣ κατὰ τὸ ἀνάλογον ἑκατέροις ἐκεῖ τεθησαύρισται. Ἀρείῳ μὲν γὰρ ἡ τῆς ἐνταῦθα κολάσεως ἔνδειξις πλέον εἶχε τοῦ κολάζοντος τὸ φειδόμενον, Παλαμᾷ δὲ πλέον τοῦ φειδομένου μακρῷ τὸ κολάζον. τῷ μὲν γὰρ ἡ τῶν σπλάγχνων κένωσις φθάσασα τὴν τοῦ δράματος αἴσθησιν ἄπρακτα μένειν τὰ τῆς ὀδύνης ἐπεπράχει βέλη, πρὸς τέως ἀναισθητοῦν ἐρειδόμενα σῶμα· τῷ δ' ἡ μετ' αἰσχύνης δριμύτης ἐκείνων τῶν πόνων, εἰς ὁμόνοιαν τοῖς Ἰούδα κιρνῶσα παθήμασιν, ἐπ' ἴσης ἐκείνῳ καὶ τὴν τῶν μελλόντων αἰωνίων δεινῶν προεζωγράφησεν ἕνωσιν. ὡς εἰκάζειν εἶναι ἐντεῦθεν, μᾶλλον δ' οὐκ εἰκάζειν ἀλλ' εἰδέναι, μακρῷ τινὶ μείζω τεταμιεῦσθαι Παλαμᾷ τὴν κολάσουσαν ἔκτισιν ἢ κατὰ τὸν δυσσεβῆ τῆς μανίας ἐκεῖνον ἐπώνυμον Ἄρειον. Εὖ λέγεις. ἄρτι δὲ τὰς ἠρινὰς τοῦ ἡλίου τροπὰς παραλλάττοντος καὶ τοῦ Καντακουζηνοῦ τῇ Ὀρεστιάδι ἐνδιατρίβοντος ἔτι, αἰφνίδιον ὁ Παλαιολόγος ἐπιφαίνεται περιπλέων τὸν περὶ τὸ Βυζάντιον πορθμὸν λέμβοις ὁμοῦ καὶ μονήρεσι καὶ διήρεσιν ὀκτωκαίδεκα καὶ τριήρει μιᾷ· ὃ καὶ μακρὰν τῷ Καντακουζηνοῦ τὴν δειλίαν ἐνεποίησε μέρει. ἧκε γὰρ ἐλπίσας, ὡς φασί, ῥᾳδίαν αὐτῷ τὴν εἰς Βυζάντιον εἴσοδον ἔσεσθαι πρὸς τινῶν κρύφα διαμηνυσαμένων αὐτῷ πρὸ βραχέος τὸ τοῦ συνθήματος δρᾶμα. ἐπεὶ δ' ἡ βασιλὶς Εἰρήνη διανέστη τε παραχρῆμα καὶ δραστικώτερον ἢ κατὰ γυναικείαν φύσιν διανοησαμένη τὰς πανταχόθεν ὑποπτευομένας εἰσόδους τάχιστα ἠσφαλίσατό τε καὶ τῶν ὑποπτευομένων ἔτι προσώπων ἐντὸς Βυζαντίου τὰς ὁρμὰς ἀνέστειλε πάνυ ταχείαις χερσίν, ἄπρακτον αὐτὸν ἐν τρισὶν ἡμέραις ἀπελθεῖν ἐπεπράχει. δέκα μεταξὺ παρῆλθον ἡμέραι, καὶ ἄρας ὁ Καντακουζηνὸς ἐξ Ὀρεστιάδος ἧκεν εἰς Βυζάντιον διὰ ταῦτα. καὶ ὕποπτον ἔχων ἐκ πολλοῦ τὸν πατριάρχην πολλῶν τε ἄλλων ἕνεκα καὶ τῆς πρὸς Παλαιολόγον μάλιστα φιλίας καὶ ὁμοφροσύνης, σοφὸν εἶναί οἱ νενόμισται πεῖραν καὶ νῦν εἰληφέναι τῆς γνώμης αὐτοῦ. πέμψας οὖν ἤρετο εἰ χρὴ ταῖς τῶν στρατιωτῶν καὶ τῶν ἄλλως ἐχόντων συγκλητικῶν εἴξαντα βίαις τήν τε ἀναγόρευσιν τοῦ υἱέως ἐνδοῦναι Ματθαίου γενέσθαι, καὶ ἅμα τῷ τοῦ γαμβροῦ Παλαιολόγου ἀμνημοσύνην. ὃ δ' οὐδ' ἄκροις ἠνέσχετο δέξασθαι τοῖς ὠσίν, ἀλλὰ τραχυτέροις τε ἀπεώσατο λόγοις, καὶ ἅμα ἐς τὴν ὑστεραίαν τοῦ πατριαρχείου ἐξίσταται· καὶ αὐτὸς μὲν ἐν τῇ τοῦ Ἀθανασίου καταλύει μονῇ, τὰ δὲ σκευοφόρα ἐς τὴν τοῦ ἁγίου Μάμαντος ἀπεφορτίζοντο μονήν, ἣν πρὸ τεττάρων ἐνιαυτῶν σφετερίζεται. βραχὺς ἐκεῖθεν ἐρρύη χρόνος, καὶ Ματθαῖος ὁ τοῦ Καντακουζηνοῦ υἱὸς ἐπ' ἀσπίδος βασιλεὺς ἐν παλατίῳ Ῥωμαίων ἀναγορευέται. καὶ τὸ ἔαρ ἐν τούτοις ἐτελεύτα. Τοῦ δὲ θέρους ἤδη μεσοῦντος πολλή τις ἑκατέρωθεν αὖθις συνεκροτήθη σπουδὴ τοῖς Λατίνοις πρὸς διαποντίων πολέμων παρασκευάς. οἱ μὲν γὰρ Κατελάνοι ἐκ τε οἰκείων χρημάτων καὶ ὧν τηνικαῦτα Βενετικοὶ χαρίζονται σφίσι τετταράκοντα τριήρεις ὁπλίζουσιν. εἰώθεσαν γὰρ ἐκ πολλοῦ Βενετικοὶ δι' ὀλιγανδρίαν περὶ χρημάτων ἅπαν ἐνδείκνυσθαι σπούδασμα συλλογήν, ὧν ἕνεκα καὶ πολλὰ τῶν εὐτελεστέρων ἀδικημάτων ἑκοντὶ παρατρέχουσι τε καὶ φέρουσιν ὑπομένοντες ἔκ τε ὁμοφύλων καὶ ἀλλοφύλων γενῶν ὑπέρ γε τοῦ μὴ πρὸς δημοσίας καὶ ὑπαιθρίους ῥυῆναι μάχας, μηδὲ πρόφασιν παρεισδῦναί τινα συγκεχωρηκέναι μεταξὺ διακόπτουσαν τὴν τῶν ἐξ ἐμπορίας παντοδαπῆς ἐτησίων κερδῶν συλλογήν. καὶ οὕτως ἀεὶ τοὔλαττον συγχωροῦντες καρποῦνται τὸ μεῖζον, ὡς γένος εἶναι Λατίνων σχεδὸν οὐδὲν ὃ τοσαύτην ἔχει χρημάτων ἐντεῦθεν δαψίλειαν. ὅταν δ' εἰς ἐμφανῆ βιασθέντες ὁθενοῦν καταστῶσι τὴν μάχην, εὐθὺς ἀφειδούσῃ χειρὶ χρημάτων παμπόλλων ὠνοῦνται τὰς τῶν ἀστυγειτόνων τοῖς ἀντιπάλοις γνώμας καὶ ὅσοι περιόικοι, καὶ ῥᾷσθ' οὑτωσὶ πρὸς συμμαχίαν μεθέλκουσιν ἑαυτῶν ὁπόσους τε καὶ οἵους ἂν ἐθέλοιεν. καὶ οὕτω μεγίσταις ἢ κατὰ πάντας ἄλλους τῶν νῦν δυνάμεσιν ναυστολοῦντες κατατροποῦνται τοὺς ἐναντίους. τὸν δὴ τοιοῦτον καὶ νῦν τρόπον ᾠκειώσαντο μὲν Ῥωμαίους ἔχοντας καὶ αὐτοὺς ἰδίας προφάσεις τῆς μάχης κατὰ Γεννουιτῶν, ὡς ἐν τοῖς ἀνωτέρω βίβλοις ἡμῖν πολλάκις τε καὶ πολυτρόπως εἴρηται, ᾠκειώσαντο δὲ Κατελάνους ἔχοντας καὶ αὐτοὺς ἰδίας ὁμοίως τῆς μάχης προφάσεις κατὰ Γεννουϊτῶν, ὡς εἰρήσεται. Νῆσος γάρ ἐστι μεγάλη καὶ πολυάνθρωπος καλουμένη Σαρδώ, παρὰ τὸ Τυρρηνικὸν ἀνειμένη πέλαγος, ὄρη μὲν πλουτοῦσα μακρὰ καὶ ἅμα ποταμοῖς ἀρδομένη παντοίοις, πόλεσι δὲ καὶ κώμαις εὐθηνουμένη πολλαῖς, ὁπόσαι τε μεσόγειοι καὶ ὁπόσαι παράλιοι· ἀκταί τε αὐτὴν καὶ λιμένες περιχορεύουσι καὶ κόλποι πολυειδεῖς. αὕτη πολύν τινα χρόνον ὑπὸ Κατελάνοις ἐτέλεσέ τε καὶ ἤδη τῷ πλείονι μέρει τελεῖ. νῦν δ' ὀλίγῳ πρότερον δόλοις λαθραίοις φρούρια δύο κατέσχον οἱ Γεννουῖται αὐτόθι, πρὶν αἰσθέσθαι τοὺς ἐγχωρίους. τοῦτο Κατελάνοις γνωσθὲν οὔτε φορητὸν καὶ κομιδῇ νενόμισται βαρύ. διὸ καὶ οὕτω δυσμενῶς πρὸς ἐκείνους διακειμένοις, πρὸς τὴν ἑαυτῶν ἑτοίμοις συμμαχίαν ἐνέτυχον σφίσιν οἱ Βενετικοὶ κατὰ τὸ μάλα τι καίριον. Κἀπειδή περ, ὡς ἔφημεν, τετταράκοντα τριήρεις τοῖς Κατελάνοις δυνάμεως ἁπάσης ὁπλιτικῆς πεπλήρωνται, τῶν βελτίστων ἔδοξε διαβᾶσι πρότερον ἐκεῖνα σφίσιν αὐτοῖς ἐξ ἐφόδου τὰ φρούρια περιποιήσασθαι, ἅπερ ἐν Σαρδοῖ τῇ νήσῳ πρὸς τῶν Γεννουϊτῶν, ὡς εἰρήκειμεν, ἐζημίωνται. τού των δ' οὕτω γινομένων καὶ ὁ Γεννουϊτικὸς στόλος, πέντε καὶ ἑξήκοντα τριήρεσι τὸ οἰκεῖον πληρῶν ἐπίνειον, τὸν ἐπίπλουν ἐκαραδόκει τῶν πολεμίων. ἐπεὶ δ' ἠκηκόει τούτους ἐς τὴν Σαρδὼ καταπεπλευκέναι, πέμπουσιν ἐς κατασκοπὴν ταχυναυτοῦσαν μίαν τριήρη· κἀπειδὴ τάχιστα ἐπανῆκε τεσσαράκοντα μόνας ἀπαγγέλλουσα τὰς τῶν ἐναντίων εἶναι τριήρεις (τὰς γὰρ τῶν Βενετικῶν τριάκοντα οὔπω τεθέαται, πρός τινι κόλπῳ τὴν ἐφεδρείαν ἐγγύς που τελούσας ἑτέρῳ, ὧν ὁ Νικόλαος ἦρχε Πισσαῖος), ἄραντες μετὰ πολλῆς τῆς ὀφρύος καὶ σεσοβημένου τοῦ ἤθους καὶ τοῦ φρονήματος, εὐθὺ τῶν πολεμίων ἐχώρουν πολλοὶ πρὸς ὀλίγους. ἀλλὰ πρὶν ἀφικέσθαι, λαθὼν ἐκεῖνος ὁ τοῦ Βενετικοῦ στόλου ναύαρχος ἔφθη μιᾷ προειληφὼς ἡμέρᾳ τὸν Γεννουϊτικὸν στόλον, καταίρων τε ἐς τὸ Σαρδῷον καὶ αὐτὸς ἐπίνειον ἐκεῖνο, καὶ ξυμμιγνὺς τοῖς Κατελάνοις σὺν αἷς εἰρήκειμεν τριάκοντα τριήρεσι μεγάλαις τε καὶ μάλα γε λαμπροῖς καὶ πολλοῖς τοῖς ὅπλοις βριθούσαις. κἀπειδήπερ εἰς τὴν ὑστεραίαν ἐπιόντες οἱ Γεννουῖται ἑβδομήκοντα παρὰ πᾶσαν ἐθεάσαντο προσδοκίαν τὰς τῶν ἐναντίων τριήρεις, ἐς πολλὴν ἐνέπιπτον ἤδη δειλίαν. καὶ πόρρωθεν ἐν μέσῳ πελάγει βραχύ τι ἀνακωχεύσαντες, ὅπως ἂν διάθοιντο τὴν ναυμαχίαν ἐσκοποῦντο καθ' ἑαυτούς. καὶ ἔδρων τὰ δεδογμένα εὐθύς. δεσμοῦσι μὲν γὰρ σειρᾶς δίκην ἀλλήλαις ἀλλήλας τὰς πλείους ἑαυτῶν τριήρεις ὑπὲρ τοῦ μὴ τῇ διεχείᾳ καὶ τῷ σκεδασμῷ διδόναι πάροδον ταῖς πολεμίαις ναυσί, μηδ' ἔχειν ἐκ τοῦ ῥᾴστου φυγομαχεῖν τοὺς οἰκείους· ἐξαιροῦσι δ' αὖ τῶν ἐρετικῶν ἐκ μέσων ἐνίας καθέδρας, ἵν' ὡς ἐν ἐπιπέδῳ τὴν μάχην ποιῶνται καὶ ἀκωλύτους τάς τε ἐξελάσεις καὶ ἐπελάσεις καὶ τὰς παρόδους ἔχωσιν. Ἐν τούτοις δ' ἀσχολουμένων αὐτῶν θόρυβος ἐξ ἀπογείων πνευμάτων ἐξαίφνης ἐγείρεται, τοῖς μὲν Κατελάνοις ἅμα καὶ Βενετικοῖς ἀπὸ πρύμνης, τοῖς δὲ Γεννουίταις οὖσι πελαγίοις ἀντίπρωρος. καὶ μὲν δὴ λοιπὸν τὰ τῶν ἐκεῖσε τηνικαῦτα καταχθεισῶν ὁθενδήποτε μεγάλων τεττάρων ὁλκάδων ἱστία πετάσαντες οἵ τε Κατελάνοι καὶ Βενετικοὶ τοῖς πολεμίοις ἐχώρουν ὁμόσε, ἐξ οὐρίας ποιοῦντες τὸν πλοῦν· εἵπετο δ' ὁμοῦ καὶ ὁ στόλος ἅπας, τοῖς πολεμικοῖς ὀργάνοις τερπόμενοι καὶ τὰς τῶν ὁπλομάχων ψυχὰς πρὸς τὸ ἀκμαιότερον ἐρεθίζοντες. ὅθεν τὰς μὲν εὐθὺς ἐς βυθὸν κατέδυσαν ὥσπερ καταπατηθείσας ὑπὸ τῶν ὁλκάδων, τὰς δ' ἐζώγρησαν. καὶ οὕτως ἐν βραχεῖ τρόπαιον σχεδὸν ἀναίμακτον ἔσχον, ὑπέρτεροι παντάπασιν τοῦ Γεννουϊτικοῦ γενόμενοι στόλου παντός, πλὴν ὅσαι φυγάδες ἔφθησαν γεγονυῖαι ταχυναυτοῦσαι τριήρεις ὀκτωκαίδεκα. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον, καὶ τὸ θέρος ἐν τούτοις ἐτελεύτᾳ. Καὶ μὲν δὴ ἐς τοῦτο κατενεχθέντων τύχης τῶν κατὰ Γέννουαν πραγμάτων, καὶ μηδὲν ἔτι τῶν ταύτην οἰκούντων ἔνοπλον ἔργον δρᾶν δυναμένων, ἄρδην ἁπάντων σχεδόν, ὡς εἴρηται, ἐφθαρμένων ἤδη καὶ ὅπλων καὶ ἀνδρῶν ὁπλομάχων καὶ ὅσα τῶν ἐδωδίμων, καὶ δείσαντες μὴ τοῖς πολεμίοις ἐκ τοῦ ῥᾴστου καταστάντες ἁλώσιμοι τὸν ἐπάρατόν τε καὶ αἴσχιστον οἱ περιλειφθέντες ὀφλήσωσιν ὄλεθρον αὐταῖς γυναιξὶ καὶ παισὶ καὶ πόλει τῇ πάσῃ, κατ' ἀλλήλων τε ἐστασίασαν, διαφόρων καὶ ποικίλων αὐτοῖς βουλευμάτων ἀναφυέντων καὶ σφόδρα ἀσυμφώνων ἀλλήλοις, καὶ ἅμα πάντα ἀνέτρεψαν ἐν βραχεῖ τὰ πάλαι τῆς πολιτείας ἑαυτῶν νόμιμα, τοῖς ἀστυγείτοσιν ἑαυτοὺς ἑκοντὶ παραδόντες ὑποχειρίους, τοῦ μείζονος κακοῦ τὸ κουφότερον ἀνθελόμενοι. ἀστυγείτονας δέ φημι οἳ τὰς ὑπὲρ κεφαλῆς αὐτῶν κατοικοῦντες ὕψιστα ὄρη τῶν Ἄλπεων καὶ ἠπειρωτικὸν ἀεὶ διάγοντες βίον, πάλαι πολύν τινα χρόνον μαχίμως σφίσι διέκειντο καὶ ἐπολέμουν καὶ ἐληίζοντο καθ' ἃς ἐβούλοντο ὥρας αὐτοὺς αὐτοί. Μεδιόλανα δ' αὐτοῖς ἡ τοῦ ῥηγὸς ἐστὶ κατοικία, πόλις ἀρχαία τε καὶ δυσάλωτος πολεμίοις. ὃ δὲ μάλιστα πάντων φοβερὸν τοῖς πέριξ τὸ ἔθνος τοῦτο ποιεῖ, καὶ τὸν τούτου ῥῆγα μάλα τι δυσαντίβλεπτον καὶ ἀκαταγώνιστον, ὅτι ὁ τόπος ὄρεσι σχεδὸν πανταχόθεν ὑψηλοῖς καὶ δυσβάτοις τετειχισμένος ὑπὸ τῆς φύσεως ἄβατον ὡς τὰ πολλὰ πολεμίοις τὸν πλεῖστον χρόνον τετήρηκεν ἑαυτόν, ὀλίγαις δυνάμεσι χρώμενος. ὃ γὰρ τοῖς ἄλλοις ἵππος τε μυρία καὶ στρατὸς παμπληθὴς μόλις ἀρκεῖ πρὸς ἀντιπάλων ἀνασοβήσεις, τούτοις ῥᾳδίως ὀλίγη δύναμις ἀρκεῖ διὰ τὴν τῶν πέριξ ὀρῶν φυσικὴν συμμαχίαν. Τὸ δὴ τοιοῦτον ἔθνος τὴν τῶν γειτόνων Γεννουιτῶν ὑφορώμενον ὀφρὺν καὶ κακότροπον εἰς ἐπιβουλὰς περίνοιαν καὶ πρὸς παρασπονδήσεις σφόδρα ἐπιρρεπές, ἔργον ἐπιμελὲς ἐποιεῖτο σφᾶς ταπεινοῦν τὸν ἐνόντα τρόπον ἀεί. νῦν δὲ καὶ καιροῦ λαβόμενον ἐνσπόνδους ὑποχειρίους ποιεῖται ῥᾳδίως. καὶ μὲν δὴ καὶ ἐς τὴν πόλιν Γέννουαν εἰσιὼν καὶ ἀναμφισβήτητος ἄρχων αὐτῆς ἀναγορευθείς, τὰ πλείω μέρη καθεῖλε τῶν κύκλῳ τειχῶν καὶ πύργων, μὴ καιροφυλακήσαντες ἴσως ὀψέ, τὸν εἰωθότα τρόπον σφίσιν ἀεί, κἀνταῦθα νεωτερίσωσιν οἱ ταύτης οἰκήτορες. Καὶ ταῦτα μὲν τῇδέ πῃ ἔσχε, καὶ ἐς τοιοῦτον ἔληξε πέρας ὁ τῆς Γεννουϊτικῆς ὀφρύος ἄτοπος ὄγκος, καὶ ἡ θεόθεν ἠκολούθησεν ἀμοιβὴ τῶν ἀδίκων ἔργων ἐκείνων ὧν τε κατὰ Ῥωμαίων ἦρξάν τε καὶ κατεπράξαντο καὶ οἷς ἑτέροις προσεδέχθησαν ὁμοίως ἅπασιν, ὅρκους ἅπαντας θείους κατόπιν ῥίψαντες, καὶ μήτε θείαν νέμεσιν θέμενοι πρὸ ὀφθαλμῶν μήτ' ἀνθρώπων αἰδῶ. ὀνειροπολήσαντες γὰρ ἁπάσης θαλάσσης συλλήβδην ἡγεμονίαν ἄνωθεν ἐκ Τανάιδος καὶ Μαιώτιδος ἄχρι Γαδείρων καὶ Ἡρακλείων στηλῶν, καὶ αὐτῆς ἐξεπεπτώκεσαν ἐν βραχεῖ τῆς πατρίδος· καὶ τὸ κοινὸν ἀδίκως ἰδιοποιούμενοι, ἔλαθον καὶ τὸ ἴδιον ἐνδίκως τὴν ταχίστην ἀπολωλεκότες. τοῦτ' ἐκεῖνο τὸ τῆς παροιμίας ἄντικρυς, ἡ κάμηλος ἐπιθυμήσασα κεράτων καὶ τὰ ὦτα προσαπώλεσε. μακρόθυμος μὲν γὰρ ὁ θεός, ἀλλὰ καὶ δίκαιος. καὶ δίδωσι μὲν καιρὸν μετανοίας τοῖς ἁμαρτάνουσιν ἐς τοὺς τῆς δίκης θρόνους· ἂν δὲ καὶ τὸν τῆς μετανοίας χρόνον καιρὸν κακίας θεάσηται ποιουμένους, χρῆται τῷ στύφοντι, πρὶν ὑπὸ τοῦ ἕλκους ἀναλωθῆναι τοὺς ταλαιπώρους, ἅπαν τὸ πλήρωμα τῆς οὐσίας ὁλοσχερῶς διανεμηθέντος. Ἀλλὰ γὰρ ἐκείνων οὑτωσὶ φερομένων Καντακουζηνὸς ὁ βασιλεὺς πολύν τινα χρόνον ἐν τῇ τοῦ Ἀθανασίου μονῇ θεωρῶν ἀπρακτοῦντα τὸν Κάλλιστον, ὅτι βούλεταί οἱ πέμψας ἠρώτα τῆς πατριαρχικῆς διαίτης ἡ χρονία διάστασις. εἶναι γάρ φησι δῆλον τοῖς ἅπασιν ὡς τά τε πολιτικὰ καὶ δημόσια τῶν πραγμάτων ἀνθρώπινα ὄντα ἀνθρώπους, μετά γε θεόν, καὶ τοὺς ἐπόπτας ἔχουσι καὶ διοικητάς, ἅτε σύνθημα ὄντας ψυχῆς ὁμοίως καὶ σώματος. τῶν μὲν οὖν σωματικῶν τὴν διοίκησιν βασιλεῦσι ῥυθμίζειν καὶ διοικεῖν εἰς τὸ βέλτιον, τοῖς ἄνωθεν κεκρατηκόσι πολιτικοῖς ἑπομένους νόμοις, ὁ μακρὸς παρέσχετο χρόνος, τῶν δ' αὖ ψυχικῶν ἱερωτέροις ἀνδράσι, τοῖς ἄνωθεν κεκρατηκόσι καὶ αὐτοὺς ἑπομένους κανόσι καὶ δόγμασι. καὶ οὕτως ἡ πολιτεία διοικουμένη πᾶσα πρὸς ὁμόνοιαν οἱανδηποτοῦν, καὶ ὥσπερ ἔμψυχον ἓν γινομένη σῶμα, τὸν πάντα διέξεισι χρόνον, ἐφόδια κεκτημένη πρός τε τὸ χεῖρον καὶ βέλτιον, καθ' ὁπότερον ἡ τῶν κρατούντων τε καὶ οἰακοστροφούντων δύναμις ἔχει γνώμης καὶ διαθέσεως. εἰ γὰρ παρεξάγεσθαι θάτερον ἐρεθίζοιτο μέρος ῥοθίοις ὁπωσποτὲ καὶ ὁτεδήποτε βιαίοις ἐντυγχάνον, τὸν ἀβούλητον ὁθενδήποτε τρόπον ἀντιφερομένοις, ὑπὸ θατέρου σωφρονίζοιτ' ἂν ἴσως ὑγιαίνοντός τε καὶ τοῖς βελτίοσι λογισμοῖς τὰς τοῦ καλοῦ κρηπῖδας ἔχοντος ἡδρασμένας. ἀνάγκη τοίνυν δυοῖν θάτερον, ἢ πρὸς τὴν πατριαρχικὴν ἐπανεληλυθότα σε δίαιταν τὰ τῷ θρόνῳ ἀνήκοντα δρᾶν, ἢ παραιτησάμενον τὸ λειτούργημα, χώραν ἕτερον ἀντεισαγαγεῖν παρέχειν. ἢ τό γε τρίτον, τοῦ δράματος λόγον διδόντα, τὸ τῆς ἀπορίας λύειν ἀμφίδοξον. Πρὸς ταῦτα τόνδ' εὐθὺς ὑποτρέχει νέφος θυμοῦ, καὶ ἀναστὰς ἀφορισμὸν μὲν ἐκφωνεῖ πρῶτον θεοῦ κατὰ παντὸς ᾧ πρὸς βουλήσεως ἄνποτε γένοιτο αὖθις τὴν ἐς τὸν πατριαρχικὸν θρόνον ἐπάνοδον τὸ παράπαν αὐτῷ ὑποτίθεσθαι, εἶτα μακράν τινα τοῦ βασιλέως ποιεῖται καταδρομήν, ὅτι τὸ μὲν τῶν ὑπὸ χεῖρα χριστιανῶν γένος μισῶν ὡς ἐχθρούς, τὸ δὲ βάρβαρον οἰκειούμενος ὡς φιλτάτους, Ὑρκανῷ τῷ γαμβρῷ καὶ τοῖς ὑπ' ἐκείνῳ βαρβάροις προδίδωσι προῖκα νύκτωρ καὶ μεθ' ἡμέραν, καθάπερ ἀγελάρχης προβάτων δοράς, τὰς τούτων οὐσίας. καὶ τὰ τῆς ἐκεῖθεν ἀμοιβῆς ὅτι συχνὰ συχνοὺς τῶν ὑπ' ἐκείνῳ βαρβάρων ἀεὶ μεταπέμπεται, πρόφασιν μὲν κατὰ μόνου τοῦ βασιλέως Παλαιολόγου, τὸ δ' ἀληθὲς προστιθέναι καὶ τὰ λειπόμενα τῆς τῶν Ῥωμαίων λείας αὔτανδρον προνομὴν ἐκείνοις, ὡς εἰς θηριώδη κρεωφαγίαν σφάγια αὐτοῖς σώμασι καὶ αὐταῖς ψυχαῖς. καὶ τῶν ἐχθρῶν κορεννυμένων τῆς θοίνης, καὶ ἀποσειομένων ἤδη τὸ τῆς ὠμότητος τοῦ ἀνδρὸς ὑπερβάλλον, καὶ τὴν πρὸς τὸ ὁμόφυλον χλευαζόντων ἀγνωμοσύνην, αὐτὸς οὔτε κορέννυται οὔτ' αἰδεῖται οὔτε ἐχθροὺς οὔτε φίλους οὔτε μὴν τὴν πάντα βόσκουσαν ἡλίου φλόγα. πρὸς τἀνάλγητον δ' ἑαυτὸν τὸ παράπαν χαλκεύων ἀεί, καὶ τὰ μείζω προστίθησι τῶν κακῶν, καὶ αὐτουργοὺς τοὺς ἀθλίους τῶν οἰκείων γίνεσθαι συμφορῶν ἀναγκάζει, βιαίους μαστιγοφόρους σφοδρῶς ἐφιστῶν, ὡς ἂν τοῖς ἑαυτῶν αὐτοὶ καὶ πλοίοις ἅμα καὶ χερσὶν ἐκ τῆς πατρίου γῆς πρὸς τὴν ἀλλόφυλόν τε καὶ βάρβαρον αἰχμαλώτους διαπορθμεύοιεν τοὺς ἀδελφοὺς καὶ φίλους καὶ ὁμοφύλους καὶ συγγενεῖς, θρηνοῦντες αὐτοὶ θρηνοῦντας αὐτούς, γύναιά τε καὶ παιδάρια οἰκτρὰ πάντας ἀριθμοὺς ὑπερβαίνοντα, καὶ περιηγκωνισμένους ἄνδρας, καὶ ᾑμαγμένα λάφυρα, καὶ ἅμα βοὴν συμμιγῆ καὶ ὀλοφυρμὸν ἀμύθητον. φειδὼ δὲ πᾶσα καὶ ἀνθρωπίνων σπλάγχνων οἰκτιρμοὶ τοῦ ποιμαίνειν σφᾶς καὶ διοικεῖν λαχόντος βασιλέως ἐξερρυήκεσαν παντάπασιν, εἰς διαποντίους καταδύντες συλλήβδην πυθμένας εἰπεῖν. οὕτω δὲ μετὰ τῆς ἑαυτοῦ καὶ τὴν ἐμὴν ἁρπάζων καὶ ὑποτάττων διοίκησιν τῶν ψυχῶν, καὶ μίαν ποιῶν ὠμότητος τυραννίδα, ψυχῶν ὁμοῦ καὶ σωμάτων ἀπώλειαν, θαυμάζειν μοι ἔπεισι πῶς εἰρωνευόμενος πρός με ταῦτ' οὐκ ἐρυθριᾷ, ἀλλ' εἰς ἁρμονίαν δῆθεν παρακαλεῖ με Ῥωμαϊκῆς πολιτείας καὶ ἅμα σωματικῆς τε καὶ ψυχικῆς καταστάσεως, καὶ συγχέει τῆς ἀληθείας τὴν φύσιν, καὶ ἃ καταλύει τοῖς ἔργοις ταῦτα γλώττῃ μεγαλορρημονεῖ διορθοῦσθαι, καὶ μαχομένην ἔχων τῇ χειρὶ τὴν γλῶτταν αὐτὸς ἑτέρους ἁρμόττειν καὶ μεθαρμόττειν βρενθύεται πρὸς δικαιοσύνης ὁμόνοιαν. καὶ λέγειν βουλόμενος «ἐλθέ, μεθ' ἡμῶν κοινώνησον αἵματος,» ὃ δ' ἐπὶ θάτερα μετασχηματίζει τοὺς φθόγγους, λεληθέναι προσποιούμενος ὡς τὸ γλώττῃ μὲν τὰ δέοντα φθέγγεσθαι πάνυ τι ῥᾴδιον καὶ τοῦ βουλομένου παντός, τὸ δὲ πάντων ὧν λέγει δρᾶν τἀναντία, τοῦτο δὲ φύσεως ὄλισθος καὶ κακῶν ἁπάντων τὸ μέγιστον. τί δ' ἂν ὑπηκόοις εἴη κακοδαιμονέστερον ἁπάντων ἕτερον ἢ δεσπότην ἔχειν ἐπίβουλον καὶ πολέμιον; ὅταν δὲ καὶ τἀναντία καθάπαξ ὁ βασιλεύων ἐπείγηται δρᾶν τοῦ τὴν πνευματικὴν ἀνειλημμένου συνδιοικεῖν ἐπιτροπὴν εἰς τὸ τῶν ὑπηκόων λυσιτελές, τότε δὲ καὶ μάλα τι σφόδρα περιφανῶς αὐτὸς αὐτόθεν καθίσταται χείρων παντὸς ἐμφυλίου πολέμου τοῖς πράγμασι. Καὶ τὶ δεῖ τὰ πλείω καὶ πᾶσι δῆλα διεξιέναι; ἐπιλείψει γὰρ ὁ χρόνος με διηγούμενον, εἰ πάντα δὴ τὰ παραπλήσια λέγειν ἐθέλοιμι. ὅμως ἕν τι τῶν βραχυτέρων εἰπὼν ἀπαλλάξομαι. τοῦ γὰρ μεγίστου καὶ μάλα περιβοήτου τῆς τοῦ θεοῦ σοφίας νεὼ τὸ πρὸς ἕω ζημιωθέντος μέρος πρὸ δέκα ἐνιαυτῶν, ἀνεγήγερται πάλιν εὐθὺς μετὰ τὴν πτῶσιν, ὡς ἅπαντες ἴστε, πρὸς Ἄννης τῆς βασιλίδος μετὰ τοῦ υἱοῦ τηνικαῦτα βασιλευούσης, ἡ πᾶσαν προϊσχομένη δυσχέρειαν μετὰ τῆς τοῦ βήματος ὀροφῆς, ἡ πεσοῦσα οὐρανία ἐκείνη καὶ μεγίστη ἁψίς. τὸ δ' ἑκατέρωθεν ὑπὲρ τὴν ἁψῖδα λειπόμενον τοῦ ἡμισφαιρίου τῆς ὀροφῆς βραχύτατον λεῖμμα ἔμελλε μὲν καὶ αὐτὸ βραχύτατον ὂν κατὰ σειράν, τῆς ὕλης ἐμπαρασκεύου κειμένης, ἐν βραχεῖ συντελεῖσθαι, κεκώλυκε δ' οὑτοσί, τὸ βασίλειον κράτος ἐκείνης ὅπως ποτ' εἰς ἑαυτὸν μεταστήσας ἐξαίφνης ἅμα καὶ ἀπροσδόκητα· καὶ μεμένηκεν ὁ θεῖος οὗτος οἶκος ἐκεῖθεν ἀμελούμενος τὸ παράπαν, κἀκ τῶν ὁρώντων ἁπάντων συχνὰ προκαλούμενος δάκρυα, μὴ μόνον Ῥωμαίων ἀλλὰ καὶ πάντων σχεδὸν ἐθνικῶν καὶ ἀλλοφύλων ἀνθρώπων. τῆς δὲ φήμης τοῦ παγκοσμίου τοῦδε θεάματος εἰς τὰ τῆς οἰκουμένης διαβαινούσης πέρατα, ζήλου πλησθῆναι συμβαίνει θείου τὸν ἀρχηγὸν τῆς Ῥωσσίας. χώρα δ' αὕτη μεγάλη καὶ πολυάνθρωπος, μεταξὺ τῶν ὑπερβορείων ἐκείνων κειμένη ὀρῶν, ἀφ' ὧν Τάναΐς τε ῥήγνυται ποταμῶν ὁ μέγιστος, καὶ ὅσοι πρὸς τὴν Μαιώτιδά τε καὶ Κασπίαν μείζους τε καὶ ἥττους ποταμοὶ κατιόντες ποιοῦνται τὰς ἐκβολάς, ἐν δεξιᾷ μέν, εἴ τις ἀπ' ἄρκτων εἰς ἡμᾶς ἀφικνοῖτο, ζέφυρον ἄνεμον ἀφιεῖσα καὶ γειτνιῶντα τὸν δυτικὸν Ὠκεανόν, παρὰ δὲ τὰ εὐώνυμα τούς τε ὑπερβορέους Σκύθας καὶ ὁπόσα τῶν ἀφηλιωτικῶν πνευμάτων τὴν γῆν ἐκείνην εἴωθεν ἐπιπνεῖν. δεῖ γὰρ καὶ ταῦτα διεξιέναι χωρογραφοῦντας, ἵνα πρὸς ἔλεγχον ᾖ τὰ πάνυ τι πόρρω τῆς οἰκουμένης ἔθνη τῶν ἐν κόλποις μὲν ἐχόντων ἡμῶν θεαμάτων τὰ κάλλιστα, ἀναισθητούντων δ' ἁπάντων μάλιστα τῶν ἐπὶ γῆς ἐθνῶν. ὁ τοίνυν τῆς χώρας ἀρχηγὸς ἐκείνης χιλιάδας ἡμῖν χρημάτων πέμψας ἐκεῖθεν ὅσας δῆτα καὶ ἐπεπόμφει, δι' αὐτῶν ἠξίου τελεῖσθαι τὸ λεῖπον ἐκεῖνο μέρος τοῦ θείου νεώ, ἐπαγγελλόμενος ἔτι καὶ πλείω πέμπειν ἐκεῖθεν ἑξῆς κατὰ τὸ τῆς χρείας ἀνάλογον. ὁ δὲ βασιλεὺς ὑμῶν οὑτοσὶ καὶ θεοῦ καὶ ἀνθρώπων αἰδῶ καθυβρίσας, καὶ δίκης θείας θρόνους σεμνοὺς παριδών, ἀφῄρηται μὲν ἡμῶν ἐκεῖνα τὰ χρήματα, πέπομφε δ' Ὑρκανῷ τῷ ἀσεβεστάτῳ γαμβρῷ, προφανὴς ἱερόσυλος καθιστάμενος, καὶ δαίμοσι θύων τὰ τίμια. ὅμως τί τοῦτο πρός γε τὰ ἡμῖν ἀνωτέρω λεχθέντα; οὐ γὰρ μεῖζον τοῦτ' ἐκείνου γε τοῦ τοῖς αὐτοῖς βαρβάροις χριστιανοὺς προδιδόναι διηνεκῶς, καὶ καθάπερ ἱερεῖα διὰ τῶν φαινομένων τούτων προσάγειν τοῖς μὴ φαινομένοις δαίμοσι τὰς ἐκείνων ψυχάς. θέατρον τοίνυν ἀγγέλοις καὶ ἀνθρώποις ἐλεούμενον ὁ θεῖος οἶκος, τὸ μέγα τοῦτο θαῦμα τῆς οἰκουμένης ἐγκαταλέλειπται, καὶ μὴ ἔχων ὅποι τῆς οἰκουμένης πρεσβείαν πέμψας τὴν ἀδικίαν ἀπαγγελεῖ, νοσούσης ἁπάσης δι' ἑνὸς ἀνδρὸς μοχθηρίαν, ἵσταται λοιπὸν ἐπὶ μέσου θεάτρου τῆς οἰκουμένης φωναῖς ἀφθόγγοις τῶν αἰτίων θρηνῶν τὴν ἀγνωμοσύνην. εἰς τοιοῦτον τοίνυν καὶ τηλικοῦτον βάθος κακῶν ἐμπεσόντι ποῖος ἀδαμάντινος λογισμὸς ἢ ποία λιθίνη ψυχὴ κοινωνεῖν τῶν αἰσχρῶν αὐτῷ βουληθείη ποτέ; Ταῦτα δὴ καὶ πλείω τούτων προειπών, καὶ ἐπειπὼν ἀνώμαλά τε καὶ ἀφελῆ καὶ ἀταμίευτον μὲν ἔχοντα τὴν τραχύτητα μακροτέρων δὲ γέμοντα τῶν λοιδοριῶν, ἀπιέναι τοὺς πρέσβεις διεκελεύσατο. καὶ μὲν δὴ τὰ πλείω διὰ τὴν ἄγαν τραχύτητα σιγῇ κρύψας ἔγωγε μόνα ταῦτα, καθ' ὅσον ἔμοιγ' ἐξῆν, τοῖς πρός σέ μού γε τούτοις ἐταμιευσάμην ὑπομνήμασι, μετρίως καὶ ὥσπερ ὕλης πρόφασιν ταῖς τῶν σῶν ἱστοριῶν βίβλοις ἀφοσιούμενος. σὺ δ' ἀνειληφὼς τῇ σῇ Καλλιόπῃ κοσμήσαις ἂν ἐς τὸ εὐφραδέστερον εὐθυρρημονήσας. Τούτων δ' ὅμως καὶ τῶν τοιούτων οὑτωσί πως εἰρημένων ἐκείνῳ τἀνδρὶ πυθόμενος ὁ βασιλεὺς χείλεσι μὲν οὐκ ἐξήνεγκεν ὀργίλον οὐδὲν τῶν ἁπάντων, ἀλλ' ἐπὶ τοῦ συνήθους ἔμεινεν ἤθους, ἐς δὲ τοὐπιὸν τοὺς ἐπισκόπους ἀθροίσας τοῦ πατριαρχικοῦ καθεῖλεν αὐτὸν βαθμοῦ. αἰτίας γὰρ εἰσενεγκόντων ἑτέρας καὶ διαφόρους τῶν ἐπισκόπων, τῶν μὲν τὴν προκατηγορηθεῖσαν αὐτῷ αἵρεσιν τῶν Μασσαλιανῶν, τῶν δὲ τὰς τῆς γλώττης ἀσέμνους καὶ διηνεκεῖς αἰσχρορρημοσύνας καὶ τοὺς ἀκαίρους καὶ μαινομένους θυμούς, καὶ ἄλλων ἄλλας, προτιμοτέρα πασῶν ἐδόκει τῷ βασιλεῖ τῶν ἀφορισμῶν ἡ ἐκφώνησις, ἣν κατὰ τοῦ βουλησομένου παντὸς ἐκπεφώνηκεν ἐς τὴν πατριαρχικὴν αὐτὸν ἀνακαλεῖσθαι πάλιν ἀξίαν. Καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον· ὀλίγαι δ' ἐκεῖθεν παρῆλθον ἡμέραι καὶ διάδοχος γίνεται τοῦ βαθμοῦ Φιλόθεος ὁ Κόκκινος, ἐκ τῆς κατὰ Πείρινθον Ἡρακλείας μετατεθείς. τούς γε μὴν ὑπὲρ τοῦ νεὼ τῆς τοῦ θεοῦ σοφίας ἐλέγχους ἐκείνους ὁ Καντακουζηνὸς αἰσχυνθεὶς ἔρανον πρὸς τῶν Βυζαντίων κελεύει συμφορηθῆναι κατ' ἀξίαν ἑκάστων τῶν τε μάλα πλουσίων καὶ μή, καὶ τῶν μᾶλλον ἐνδόξων καὶ μή, καὶ οὕτως ἐν τρισὶ μησὶ καὶ τὸ τῆς ὀροφῆς τοῦ νεὼ λειπόμενον ἐκτετέλεσται. Τίνα δ' ἦν, ὦ καλὲ Ἀγαθάγγελε, ταῦθ' ἃ διὰ κακίας μέγεθος, φειδοῖ τῶν ἀνδρῶν ἐκείνων, τῶν τε λεγόντων φημὶ καὶ τῶν ἀκουόντων, σιωπώσῃ παρέπεμψας γλώττῃ; μηδὲ γὰρ εἶναι δοκεῖ μοι τῶν μήπω γέ σοι λεχθέντων τὰ λεχθέντα μήτε μείζω μήτε μὴν ἀτοπώτερα. ὅμως ἐκλογὴν ποιησάμενος σύ γε κἀκεῖθεν μετρίαν, ἓν ἢ δύο τῶν κουφοτέρων ἀπαγγεῖλαί μοι προθυμήθητι, ὡς μὴ ἀποκναίειν μήτε μακρᾷ σιγῇ τὰς ἡμῶν ὑπονοίας μήτε μακροτέροις λόγοις τὰς ἡμῶν ἀκοάς. Καὶ μὲν δὴ πρῶτον ἔστω σοι, θεία μοι κεφαλή, πρὸς ἀκρόασιν τὸ περὶ τῶν βαρβάρων ἐκείνων, οἳ διηνεκῶς καὶ ὅτε βούλοιντο μετὰ πολλῆς κωμάζουσι τῆς ῥαστώνης εἰς τὰ βασίλεια, μυσταγωγοὶ καὶ πρόεδροι τῆς ἀσεβοῦς θρησκείας ὄντες, καὶ βίον μέν, ὡς φασίν, ἄσκευόν τε καὶ ἄζυγα βόσκοντες, γαστρὶ δὲ πάντων μάλιστα δουλεύοντες καὶ ἀκρατοποσίας ἡττώμενοι, καὶ ὅσα τὸ τῆς ἐπιθυμίας ἀκόλαστον ἀναφλέγει. οὗτοι τοίνυν μελλούσης τῆς ἱερᾶς τελεῖσθαι μυσταγωγίας ἐν τῷ τῶν βασιλείων ἐκτὸς ἱερῷ τεμένει, χοροὺς ἱστῶντες ἐκεῖνοι παρὰ τὰς βασιλείους αὐλὰς ἀντᾴδουσί τε τὴν γυμνικὴν ἐκείνην ὀρχούμενοι ὄρχησιν, καὶ ἀσήμοις κλαγγαῖς τὰς τοῦ Μωάμεδ ἀναβοῶσιν ᾠδὰς καὶ τοὺς ὕμνους, δι' ὧν καὶ ἀνθέλκουσιν πρὸς τὴν ἑαυτῶν μᾶλλον ἀκρόασιν ἢ τὴν τῶν θείων εὐαγγελίων ποτὲ μὲν πάντας ἁπλῶς ποτὲ δ' ἐνίους τῶν ἠθροισμένων ἐκεῖ. τὸ δ' αὐτὸ καὶ περὶ τὴν βασίλειον τράπεζαν δρῶσιν ὡς τὰ πολλὰ μετά γε δὴ κυμβάλων καὶ θυμελικῶν ὀργάνων καὶ ᾀσμάτων, ὁπόσα τοῖς ἀσεβέσιν εἴθισται. Ἓν μὲν δὴ τοῦτο σκιωδῶς εἰρήσθω μοι, δεύτερον δ' ὅτι καὶ διὰ τὸ πολύμοχθόν τε καὶ πολυάσχολον τὰ τῶν βαρβάρων στρατόπεδα διαπεραιοῦσθαι συχνότερον πρὸς Εὐρώπην ἐκ Βιθυνίας ἀπηγορεύκασιν ἤδη, καὶ οὐκέτι καλοῦντι τῷ βασιλεῖ Καντακουζηνῷ προσέχειν ἔφασαν αὖθις τὸν νοῦν· ὅθεν ἀναγκάσθεντα τοῦτον λογάδας ἐκεῖθεν μισθώσασθαί τε καὶ ἅμα γυναιξί τε καὶ τέκνοις εἰς Εὐρώπην μετενεγκεῖν, ὁπόσους ἀποχρήσειν ἔδοξεν εἰς ἐπιτείχισμα καὶ φόβητρον ἀντὶ γοργόνος ἄλλης τοῦ γαμβροῦ Παλαιολόγου, καὶ εἴ τις ἐκείνῳ βούλοιτο συμμαχεῖν ἐκ Τριβαλῶν καὶ Μυσῶν. καὶ αὐτοὺς τῶν ἐν Χερρονήσῳ πόλεων ἐνοικίζει τισίν, ὡς καὶ δούλοις διηνεκέσιν ἤδη κεχρῆσθαι παντάπασι τοῖς ἐκεῖ ταλαιπώροις Ῥωμαίοις, τῆς ἐφέσεως συνειληφότας ἐπίκουρον ἤδη καὶ τὸ τοῦ βασιλέως ἐνδόσιμον, ἀφ' ὧν ὡς ἐξ ὁρμητηρίου λοιπὸν ἀσφαλοῦς ἐξιόντες καὶ τὴν ἑξῆς ἀεὶ ληίζονταί τε καὶ ὑποποιοῦνται Θρᾴκην. ἤδη δὲ καὶ ὁ τοῦ Ὑρκανοῦ παῖς ὡς εἰς ἰδίαν ἀποικίαν καὶ πατρίαν γῆν διαβὰς τὸν Ἑλλήσποντον, συνοικεῖν ἐκεῖ τοῖς ὀλίγῳ πρότερον ἐληλυθόσιν ἔκρινε δεῖν ἐκείνοις βαρβάροις. τὰ δ' ἑξῆς ὡς ἥκιστ' ἄδηλα τῶν συνετῶν οὐδέσιν, εἰ βούλοιο σύ, σιωπήσομαι· ἀποχρῆναι γὰρ οἶμαι καὶ τὴν τῶν σιωπωμένων συμβάλλειν ἐντεῦθεν ποιότητα λογικωτέραις εἰκασίαις τόν γε συνετὸν ἀκροατήν, εἰ καὶ φρικωδέστερα πέφυκεν ἴσως ὁπόσα ὁ Κάλλιστος Καντακουζηνὸν κατατρέχων ἐς τὸ πάνυ τραχύτατον ἐξηρεύξατο. Καὶ ὁ μὲν Ἀγαθάγγελος τοιαῦτα εἰπὼν καὶ ἀκούσας τὴν εἰωθυῖαν ἐπαλινδρόμει, λάθρᾳ καὶ καθ' ἡσυχίαν οἴκαδε ἀπιών. καὶ ὁ χειμὼν ἐν τούτοις οὔπω μὲν τελέως ἔληγε δ' οὖν. Ἄρτι δὲ τῆς ὥρας ἐφεστηκυίας ἐν ᾗ ψυχαὶ ζωτικαὶ πρὸς ἀναβίωσιν πάσης ἀνίσχουσι γῆς, χλόην ἐνδεδυμέναι παντοδαπὴν καὶ παντοδαποῖς περιηνθισμένην τοῖς χρώμασι, Ματθαίῳ διάδημα περιτίθησιν αὐτοκρατορικὸν ὁ πατὴρ ἐν τῷ Βλαχερνῶν θείῳ τεμένει, Φιλοθέου τοῦ μετὰ Κάλλιστον νεωστὶ πατριάρχου κατὰ τὸ πάλαι κεκρατηκὸς ἔθος τῇ χρείᾳ καθυπουργήσαντος. σκοπὸς δ' ἦν τῷ νέῳ τουτῳὶ διαδήματι ὥστε τὸν υἱὸν συνάρχειν μὲν τῷ πατρὶ διὰ βίου, τελευτήσαντος δ' ἴσως αὐτοῦ διὰ γῆρας μόνον ἐκ διαδοχῆς τὸν υἱὸν αὐτοκρατορικῶς τὰ τῆς βασιλείας διέπειν σκῆπτρα. τοῦ γὰρ γαμβροῦ Παλαιολόγου πᾶσα παντάπασιν κατεψηφίστο λήθη, καὶ θύρα φιλικῆς ὁμονοίας τελέως ἐκέκλειστο. Ἡμέραι μεταξὺ παρερρύησαν οὐ μάλα συχναί, καὶ Ματθαῖος ὁ νέος οὑτοσὶ βασιλεὺς εἰς τὴν ἐγκλείουσαν ταύτην ἐμὴν ἀφικνεῖται οἰκίαν, τοῦ πατρὸς βασιλέως κελεύσαντος μέσον γενόμενον πεῖσαι βαδίζειν ἡμᾶς αὖθις εἰς τὰ βασίλεια καὶ διδόναι μὲν τὰς εἰωθυίας τοῖς βασιλεῦσιν ἡμᾶς ὁμιλίας, ἀντιλαμβάνειν δ' ἐκεῖθεν συχνὰς καὶ ποικίλας αὖ τὰς τῶν ἀντιδόσεων ἀμοιβάς. ἀλλ' ἐμοῦ τὴν παράκλησιν ταυτηνὶ μηδαμῇ μηδ' ἐκ πρώτης προσηκαμένου φωνῆς, τὴν γλῶτταν εὐθὺς ἐκεῖνος ἑτέρωσε μετερρύθμιζε. καὶ «εἰ μὲν ἐφ' ἡμῖν» φησὶν «εἶναι λογίζῃ τοῦ βίου τὰ πράγματα, καὶ τῇ γε ἡμετέρᾳ τὰς ἡνίας γνώμῃ παρέχεις τοῦ τοιῶσδε καὶ μὴ καὶ ἄλλως κινεῖσθαι ταυτί, σκοπεῖν σε χρεὼν μὴ καὶ σεαυτόν, μεθ' ὧν ἑτέρων ἀδικεῖς, λανθάνῃς ὁμοίως αὐτὸς ἀδικῶν, καὶ τῆς σῆς πολλοὺς ὁμιλίας μετὰ τῆς συμφυοῦς ἀποστερῶν ὠφελείας, καὶ σαυτὸν αὐτὸς φανῇς ὁμοῦ ζημιῶν, δόξης θείας ἅμα καὶ ἀνθρωπίνης ἔκ γε τοῦ προφανοῦς ἀποστερῶν ἑκοντί. τά τε γὰρ ἄλλα καὶ δὴ καὶ τὸν ἐμὸν ὁρῶ πατέρα καὶ βασιλέα, σύν γε μητρί μου τῇ βασιλίδι, πρὸς τοῦτο ὃ μεταξὺ συμπεπτωκέναι συμπέπτωκε μετάμελον σχόντας οὐ μάλα μικρὸν οὐδὲ πρὸς τὸ περιφρονούμενον ὑπορρέοντα. μέμνηνται γάρ σου σὺν θαύματι, καὶ διὰ στόματος οὐδαμῇ διαλείπουσιν ἰδίᾳ καὶ δημοσίᾳ φέρειν ἑκάτεροι τὰ σὰ καὶ ἀνακαλεῖσθαι συχνά, καὶ μάλιστα νῦν ὅτε συχνοῖς περιαντλεῖσθαι συμβαίνει βιαίοις πραγμάτων κύμασι καὶ σάλῳ τύχης αὐτούς· καὶ οἷος σὺ δεομένους, εἴπερ ποθ', ὁμιλητοῦ πρὸς παραμυθίαν, ζεφύρου φάναι τινὸς ἡδονῆς αὐτουργοῦ, καὶ χορηγεῖν παρεσκευασμένους χαιρούσῃ γνώμῃ χρήματα καὶ δόξαν σὺν ὅσαις προσήκουσι δεξιώσεις τιμαῖς συνοικοῦσαι παντοδαπαῖς, καὶ οἷαι σοὶ πρὸς βουλήσεως εἶεν ἄν. οὐ γὰρ ἀνεμέσητον μὴ ἐς τὸ δέον κεχρῆσθαί σε τῷ δέοντι. ἐξὸν γὰρ εὐδαιμονεῖν τε καὶ χαίρειν, σὺ δ' ἐθελοντὴς ἀφανείᾳ καὶ λύπῃ συντήκεις σαυτόν, καὶ οὐδαμῇ γε ἐρρῶσθαι δίδως πρὸς τὸ νῆφον αὖθις τὸν σὸν λογισμόν. εἰ δὲ τύχη καὶ τὸ αὐτόματον ἄγει τὰ καθ' ἡμᾶς καὶ τὴν ἡμῶν ἐξ ἀφανοῦς ἐπιτίθεται τυραννοῦσα θέλησιν, καὶ ἄκοντες δρῶμεν καὶ πάσχομεν ὑπ' ἀνάγκης ὁπόσα τῶν ἐκείνης ῥοθίων ὁ κλύδων ἐπάγει, σοὶ μὲν οὐκ ἐγκαλεῖν οὐδὲν ἔτι οὐδ' ὅρους κινεῖν ὑπεζευγμένους ἀνάγκαις βουλήσομαι τοῦ λοιποῦ, ἀλλ' ὑπόψομαι καὶ φυλάξομαι τὴν ἀδράστειαν, τοὐντεῦθεν ὡς εἰκὸς ἀφοσιούμενος τόλμημα. πυθέσθαι δ' οὖν ὅμως βούλομαι πρὸς τῆς σῆς σοφίας, ὦ βέλτιστε, τἀκριβές· εἰ γὰρ τοῦτο κρατεῖν με πείσειας, οὐκ ἂν φθάνοις βαθεῖάν μοι χαριζόμενος ἡδονήν, μακρὰς ἐν βραχεῖ τῆς ἐμῆς ἀποσφενδονῶν καὶ ἀπορραπίζων ψυχῆς ἀπορίας, αἳ δὴ διὰ μακροῦ τὴν τῆς ἐμῆς διανοίας ἑστίαν σφοδρῶς κατασχοῦσαι, νῦν μὲν ἐπ' ἄπειρον αὔξουσι τοὺς τῶν ἐμῶν φροντίδων τε καὶ λογισμῶν ἀναριθμήτους ἀριθμούς, καὶ τάς γε δὴ συνθέσεις τε καὶ ἀντιθέσεις σφῶν καὶ διαθέσεις ἄλλοτ' ἄλλως παρεισκυκλοῦσαι, νῦν δ' ἐπ' ἄπειρον τέμνουσί μοι καὶ διαιροῦσι τὸ μέγεθος τῆς αὐθαιρέτου λύπης, ἣν αὐτὸς ἐμαυτῷ κατηγγύησα, λαθὼν οὐκ οἶδ' ὅπως ἐμαυτὸν καὶ τουτὶ τὸ τῆς βασιλείας ὑποδεξάμενος σχῆμα, πῶς μὲν ἑκὼν τοῖς πατρίοις ὑποταττόμενος πόθοις, πῶς δ' οὐ μάλα ἑκὼν διά γε τοὺς περιρρέοντάς τε καὶ περιστοιχίζοντας τέως ἡμᾶς κομιδῇ κυκεῶνας πραγμάτων, ὡς εἴρηται. εἰσὶ γάρ, εἰσὶν ἔνιοι, μᾶλλον δ' οὐκ ἔνιοι, ὅτι μὴ πλὴν ἐνίων ἅπαντες Ῥωμαίων δῆμοι, οἳ καὶ τοὐμῷ τὰς αἰτίας τῶν Ῥωμαϊκῶν συμφορῶν ἀναρτῶσι πατρί, ὅσαι χαλεπῶς ἀνερρώγεσαν νῦν. ἤδη δὲ καὶ εἰς δημόσιον ἐρρύη θεάτρον ἡ κατηγορία, καὶ ἔθνη πάντα βαρβάρων καὶ γένη παντοῖα μεστὰς μὲν ἀγυιὰς μεστὰς δ' ἀγορὰς καὶ πλατείας τῆς φήμης ποιοῦσιν, ἐπιρρωννύντες αὐτὴν ἀεὶ καὶ πᾶσαν ἐπάγοντες λοιδορίαν, δικαίου πέρι καὶ ἀδίκου μηδὲν ἐξετάζειν εἰδότες, μηδ' εἰς νοῦν βαλλόμενοι ὡς ἐξὸν τῷ πατρί μου, δι' ἃς ἅπαντες ἴσασιν αἰτίας, Παλαιολόγον αὐτὸν ἀνελεῖν ὁμοῦ τῇ μητρί, ὃ δὲ καὶ γαμβρὸν ἐπὶ τῇ ἐμῇ προσείληφεν ἀδελφῇ καὶ ἡμῶν προτετίμηκε τῶν υἱέων. νῦν δ' ἐπιβουλεύοντα βλέποντες ἐκεῖνον καὶ πᾶσαν μηχανὴν κινοῦντα καθ' ἡμῶν, καὶ δέον μισεῖν, οἳ δ' ἐκείνῳ μὲν προστίθενται πάσῃ γλώσσῃ τε καὶ γνώμῃ, τὸν δ' ἐμὸν ἀκρίτως μισοῦσι πατέρα, ὅτ' ἀναγκαζόμενος εἰς βοήθειαν προσκαλεῖται βαρβάρους, ἀμυνόμενος διὰ γαμβροῦ γαμβρὸν ἀλλοφύλου μὲν ὁμόφυλον εὐγνώμονος δ' ἀγνώμονα, καὶ ἅμα ἐπεξιὼν κακονοίας καὶ ἀβουλίας τοῖς ὑπηκόοις. καὶ τῷδε τῷ τρόπῳ τὴν θείαν ἀναιροῦντες οὐκ ἴσασι πρόνοιαν, καὶ τὴν ἐπιπορευομένην τοῖς πράγμασιν ἀθετοῦντες ἀνάγκην τῆς τύχης. πάντων γὰρ ὡς εἰκὸς προεγνωσμένων θεῷ, καὶ πᾶσι πεπιστευμένου μήπω μηδενί τῳ τρόπῳ τὴν θείαν ἐξεῖναι διαψευσθῆναι πρόνοιαν, ἐξ ἀνάγκης ἀκολουθεῖ καὶ πᾶν τὰ τῇ θείᾳ προεγνωσμένον προνοίᾳ πεπράξεσθαι καθὰ καὶ προέγνωσται. οἷς δ' οὐχ οὕτω δόξης ἔχειν συμβαίνει, οὐκ ἂν φθάνοιεν οὗτοι πάντες ἐπ' ἀβεβαίου καὶ πλανωμένης τιθέμενοι δόξης, ὡς ἔγωγε οἶμαι, τοὺς τῆς θείας θεμελίους προνοίας, ἐφ' ὅσα τὸν πάντα χρόνον προβαίνει τε καὶ προβήσεται τοῦ βεβαιώσοντος οὐκ ὄντος ἐρείσματος. οἷς γὰρ οὐκ ἔστιν ἐξ ἀνάγκης βεβαίαν κεκτῆσθαι τὴν ἔκβασιν ὁποῖά ποτ' ἂν εἴη, ταῦτ' ἀόριστα ὄντα εἰκότως ἂν οὐδὲ προγινώσκεσθαι δυνηθείη ποτέ. καὶ πάντες εὐθὺς καὶ συλλήβδην εἰπεῖν διαβέβληνται λόγοι προφητῶν ἱερῶν, καὶ εἴ τινες εἶεν ἐκ Δωδώνης ἅμα καὶ Δελφικοῦ τρίποδος τοῖς φιλοπευστοῦσιν ὁπωσποτὲ τῶν ἀποβησομένων πέρι προθεσπίζοντες, οὐδαμῇ τῆς ἀοριστίας ἐχούσης ὅροις ἐπιστήμης ἐγκλείεσθαι. καὶ οὕτως ἐπ' αὐτοφώρῳ τὴν θείαν ἁλίσκονται διαβάλλοντες πρόνοιαν· καὶ τὸ ἄτοπον ὁπόσον καὶ οἷον, πολλοῦ μέν τ' ἂν δεήσειε μὴ καὶ τῶν ἀφελεστέρων πᾶς τις, καὶ εἴ τις εἴη τῶν πάνυ βαναύσων καὶ ἀγοραίων, σαφῶς ἐννοεῖν. τούτου δ' οὑτωσὶ πρὸς ἀτόπους ἐσχατίας τε καὶ φάραγγας ἐωσμένου, πολλὴ ἂν εἴη ῥαθυμία μὴ ἀρρήκτοις νομίζειν ἀνάγκαις δεσμίους τὰς τῶν γινομένων τε καὶ ἀεὶ γενησομένων ἐκβάσεις πορεύεσθαί τε καὶ ἀτεκμάρτοις ἀνθρώπῳ παντὶ δουλεύειν τύχαις. εἰ οὖν οὕτω ταῦτα καὶ τὸ ἐφ' ἡμῖν ἐκ μέσου χωροῦν πρὸς ἀβύσσους κάτεισιν ἀνυπαρξίας πυθμένας, τίς μηχανὴ τὸν ἐμὸν ἐξαιρήσεται πατέρα μὴ δρᾶν τὰ πρὸς τῆς ἀναγκαίας κεκλωσμένα τύχης, καὶ οὕτω μὲν ὡρισμένως προεγνωσμένα θεῷ, οὕτω δ' ὡς προεγνῶσθαι συμπέπτωκε γινόμενα τῇ προνοίᾳ, οὕτω δ' αὖ γινωσκόμενα καθάπερ ὥρισταί τε καὶ γίνεσθαι πέφυκε πρὸς τῆς ἄνω προνοίας, ταὐτὸν δ' εἰπεῖν τῆς ἀναγκαίας ἀγόμενα τύχης. αὐτόματον γὰρ καὶ τύχην τὴν θείαν καλεῖσθαι πρόνοιαν ἀκώλυτον ἠκηκόειν ὑπάρχειν μὴ μόνον τοῖς σοφωτέροις Ἑλλήνων παισίν, ἀλλὰ καὶ τῶν ἡμετέρων ἐνίοις. δέον οὖν ἐπαινεῖν ὅτι τῇ θείᾳ προνοίᾳ καὶ ὁ ἐμὸς ἀγόμενος πατήρ, καὶ ἀφύκτῳ δουλεύων ἀνάγκῃ, βαρβάροις μὲν συγγενέσι δ' οὖν καὶ φίλοις ἐπιτρέπει τὰς τῶν ἅπαξ ὑπὸ θεοῦ κατεψηφισμένων εἰς ὄλεθρον σφαγὰς καὶ τὰ λάφυρα καὶ τὰς παντοίας καὶ πολυτρόπους ἀπαγωγάς, οἳ δὲ καὶ ἄχθονται καὶ προσονειδίζουσι καὶ μισοῦσι, καὶ τὴν μὲν αὐτοῦ δι' εὐχῆς τελοῦσι ποιοῦντες ἀπαλλαγήν, τὴν δὲ τοῦ γαμβροῦ Παλαιολόγου μάλα σφοδρῶς ἐφίενται καὶ ἀνακαλοῦνται ἀρχήν, καὶ τὰς αὐτοῦ καὶ αὐτοὶ συνεργοῦντες οὐκ ἀπολείπουσιν, ὅσον τὸ ἐφικτόν, ἐπιβουλὰς καθ' ἡμῶν, καὶ ταῦτα διηνεκῶς ᾀδομένων ἐκ πάνυ πολλῶν καὶ παλαιοτέρων τῶν χρόνων ἀκούοντες τῶν τε ἄλλων κακῶν, καὶ ὡς πεπρωμένον εἴη τῷ ἔθνει τουτῳὶ χειρωθῆναι Ῥωμαίων ἅπασαν χώραν καὶ πόλιν, καὶ μέχρις αὐτῶν ἀγυιῶν τε καὶ πλατειῶν καὶ στοῶν εἰσδραμεῖν τῆς Βυζαντίων μεγίστης πόλεως.»
https://byzantium.gr/
Ματθαίου μὲν οὖν ἐκείνου τοιαῦτα συνείρειν ἐθέλοντος ἕτερα πλείω καὶ ἄλλα ἐπ' ἄλλοις ὁμόστοιχα, διακόψας τοῦ λόγου τὸν δρόμον ἐγὼ τοιάδε φημὶ πρὸς αὐτόν. «σὺ δὲ βουλόμενος τὴν θείαν συνιστᾶν πρόνοιαν, ὡς δοκεῖ σοι τὸ σχῆμα τοῦ λόγου, λέληθας ἀναιρῶν αὐτὴν καὶ τἀναντία δρῶν προφανῶς τῆς βουλήσεως, καὶ τὸν πατέρα τὸν σὸν ἀπαλλάττειν μακρῶν ἐπειγόμενος ἐγκλημάτων πεφώρασαι καὶ σαυτὸν αὐτόχρημα τοῖς τῶν αὐτοῦ συγκαταδύων ἐγκλημάτων ὕδασί τε καὶ ῥοθίοις. μηδὲ γὰρ τὰς τῶν ὄντων τε καὶ γινομένων αἰτίας εἰδώς, μηδὲ τρόπους αἰτιατῶν διαιρεῖν ἐπιστάμενος, μηδὲ τούτων ἕκαστα τῷ προσήκοντι διανέμειν κανόνι, οὓς ἂν ἐθέλῃς ἐκφεύγειν κρημνούς, τούτοις ἐκ τοῦ ῥᾴστου καὶ μὴ θέλων ἐμπίπτεις. οὐ γὰρ παρὰ τοῦτο τοῖς δρῶσι γίνεται τὰ μοχθηρά τε καὶ ἀποτρόπαια, ὅτι πρὶν γενέσθαι προέγνωσται τῷ θεῷ, οὐδ' αἰτία τῶν γινομένων κακῶν ἡ πρόγνωσις· ἀλλ' ὅτι γενήσεσθαι ἤμελλε, διὰ τοῦτο προέγνωσται τῷ θεῷ. μᾶλλον δ', εἰ τἀσφαλέστερα λέγειν χρεὼν ἐνταυθοῖ, ἔγνωσται θεῷ καὶ οὐδαμῇ προέγνωσται. ἐπ' ἴσης γὰρ τοῖς ἐνεστῶσι θεὸς ὁρᾷ τὰ ἡμῖν μέλλοντα, ἐν τῷ τῆς ἰδίας ἁπλότητος ἱσταμένῳ μένων τὸν πάντα αἰῶνα, κἀν τῷ μηδαμῇ ποτὲ παραλλάττοντι ἐνεστῶτι ἱστάμενος. καὶ ὁρῶν οὐ βίᾳ μεταρρυθμίζει τινὶ ὃ τὴν ἀρχὴν τοῖς ἀνθρωπίνοις θελήμασιν ἔδωκεν αὐτεξούσιον. ὅμοιον γὰρ ἂν εἴη ὥσπερ ἂν εἴ τις βαδίζοντά τινα βλέπων ἐξαγγέλλοι τῇ γλώττῃ. τὸν μὲν λέγοντα ἀληθεύειν ἀνάγκη, οὐ μέντοι γε παρὰ τὸ ἀληθεύειν τὸν λέγοντα ὁ βαδίζων βαδίζει. ἀλλὰ τοὔμπαλιν διότι ὁ βαδίζων βαδίζειν βεβούληται, ἀληθεύειν ἐξ ἀνάγκης συμβαίνει τὸν λέγοντα. καὶ δίδωσι μὲν τὴν αἰτίαν ὁ βαδίζων τοῦ γε τὸν λέγοντα ἀληθεύειν, τὴν δὲ τοῦ αἰτιατοῦ χώραν δεύτερος ἐπιὼν ὁ λόγος λαμβάνει. καὶ δοκεῖ μὲν κατὰ μετουσίαν τινὰ καὶ ὁ λόγος ὡς ἑπόμενον ἴνδαλμα τὴν τοῦ ἀληθεύειν ἔχειν ὅπως ποτ' ἀνάγκην, οὐκ ἔχει δ' οὖν· οὐδὲ γὰρ οὐδεμίαν ἀνάγκην οὔθ' ὁ τοῦ λέγοντος λόγος οὔθ' ὁ τοῦ βλέποντος ὀφθαλμὸς τῇ τοῦ βαδίζοντος ἐπήνεγκεν ἐλευθερίᾳ κατὰ τὴν τοῦ βαδίζειν ἀδέσποτον θέλησιν. καὶ εἰ δοκεῖ γυμναστέον αὖθις τὸν λόγον ἐφ' ἑτέρου τινὸς ὑποδείγματος τελεώτερον, κείσθω γάρ τινα τήμερον τρίπηχυ ξύλον φέρε εἰπεῖν εἰς ῥάβδου χρείαν ἐξ αὐτοσχεδίου θελήσεως οἴκοθεν ἀποξέειν μεταποιοῦντα, μηδενὸς τῶν ἁπάντων μηδὲν ἐπιτάττοντος ἔξωθεν ὅσοι παριόντες ὁρῶσιν. οὐκ ἂν οὖν οὐδ' αὐτός, οἶμαι, ἀμφισβητήσειας μὴ κατ' ἀθρόαν τοὺς παριόντας περίληψιν ὁρᾶν μὲν καὶ γινώσκειν εὐθὺς ὁπόση καὶ οἵα μῆκος ἅμα καὶ πλάτος ἡ ῥάβδος, μηδεμίαν δ' ἐπάγειν ἀνάγκην τῇ πράξει τὴν θέαν. εἰ οὖν καὶ θεὸς ὡς ἐνεστῶτα πάντ' ἐπ' ἴσης ὁρᾷ τά τε δὴ γινόμενα καὶ γενησόμενα, τί τις ἂν ἔχοι λέγειν ὡς ἡ τοῦ θεοῦ θεωρία καὶ γνῶσις ἀνάγκην ἐπάγει τινὰ τοῖς ἐλεύθερον τελεῖσθαι καὶ ἀδέσποτον πεφυκόσι τὸν τρόπον; ὥσπερ γὰρ οὐδὲ τῶν ἀνθρώπων οὐδεμία τις τῶν ἁπάντων, ὡς εἴρηται, ὄψις ἀνάγκην, οἷς ἂν ἐκ τοῦ παρήκοντος γινομένοις ὁρᾷ, μηδαμῇ ἐπάγει βιαίαν οὐδεμίαν, οὕτως οὐδ' ἡ τοῦ θεοῦ εἴτε πρόγνωσιν λέγειν χρεὼν εἴτε γνῶσιν, οἷς ὁρᾷ γιγνομένοις, οὐ βίαιον ἐπάγει οὐδέσιν οὐδέν, οὐδ' ἀνάγκη δουλοῖ τὴν ἅπαξ ὑπ' αὐτοῦ δεδομένην ἐλευθερίαν τοῖς πράγμασιν. ἐπ' ἴσης γὰρ ὁ θεὸς ὁρᾷ τὰ γινόμενά τε καὶ γενησόμενα, καὶ οὐδὲν μᾶλλον αὐτῷ παρὰ θάτερον θάτερον, ἐν τῇ ἁπλότητι μένων ἐπ' ἴσης αὐτὸς τοῦ σφετέρου διηνεκῶς ἐνεστῶτος· καὶ ὁμοίως ἀεὶ τὸ δεδομένον ἑκάστοις ἐνδίδωσιν αὐτεξούσιον. διὸ καὶ οὐδὲν μᾶλλον, ὡς εἴρηται, φαίης ἂν τὸν θεὸν προορᾶν τε καὶ προγινώσκειν ἢ ὁρᾶν καὶ γινώσκειν, τοῦ χρονικοῦ παρῳχηκότος ἅμα καὶ μέλλοντος ἑνί γε τῷ τρόπῳ τελέως ἐντεῦθεν ἐξωθουμένου καὶ χώραν αὐτῷ προσήκουσαν οὐδεμίαν οὐδαμῇ ἐφευρίσκοντος. Τί τοίνυν ἐς τὸ ἀθῶον αὐτὸς παρεξάγεις τὰ τοῦ πατρὸς ἐγκλήματα, σφαλερᾶς διανοίας εὔφημόν τινα τὴν ἀποστροφὴν ἀντιμηχανώμενος, καὶ λόγοις ἀπατηλοῖς πρὸς τὸ βουλόμενον σπεύδεις μετατιθέναι ὧν τὴν κόλασιν ἔργοις ἐκεῖνος ὑφέξει τῷ βλέποντι καὶ κρινοῦντι θεῷ. φυγὰς γὰρ ἐθελοντὴς τοῦ θεοῦ γεγονώς, καὶ πόθῳ προσκαίρου τύχης καὶ δόξης τοῦ θείου φωτὸς ἐκείνου ἀπερρωγώς, παρ' ὅσον ἐπίδοξον ὄνομα διὰ γῆς ἐσπούδακε σπείρειν, παρὰ τοσοῦτον ἄδοξον στάχυν ἀεὶ θερίζει, δι' ἀβουλίαν ἀεὶ τοῦ βελτίονος ἀπορραπιζόμενος· καὶ ἃ διώκειν εἵλετο νομίσας εἶναι χρηστά, πάντων ἐκπέπτωκεν ἄρδην, ὑφ' ἧς ἐλάτρευε διωκόμενος τύχης. καὶ ὅθεν εὐδαιμονέστατος πάντων ᾠήθη γίνεσθαι βασιλέων, ἐκεῖθεν ἡ ἀντίπαλος παραδῦσα ῥύμη τῆς τύχης αὐτοῦ γυμνὸν παντὶ τῷ τοῦ βίου θεάτρῳ καὶ κόσμῳ προδείκνυσι μὴ μόνον τοῦ μόνου θεοῦ, ἀλλὰ καὶ ἧσπερ ἐσπούδακε δόξης προσκαίρου τυχεῖν. ἐπ' οὐδεμιᾶς γὰρ βεβαίως ἑστήξει κρηπῖδος κλῆρος δόξης οὐδεὶς ὅς τε θεοῦ ἀποπεφοίτηκε καὶ ὃν τὸ τῆς τύχης ἐχορήγησεν ἄστατον. δυοῖν γὰρ ἑπομένων τῇ τῆς προσκαίρου τύχης εὐκληρίᾳ κακῶν, ἢ καὶ ἄμφω περιχεῖται τοῖς ἀθλίοις ἐναλλὰξ ὁπόσοι ταύτην ἀμφιέννυνται, ἢ δυοῖν θάτερον. ἢ γὰρ οἶδε τὸ τῆς τύχης ἄστατον, καὶ δεδιέναι τὴν αἰφνίδιον ἀνάγκη μεταβολὴν ἀεί, καὶ τῷ συνεχεῖ τοῦ δέους εὐδαιμονεῖν ἀσφαλῶς μηδαμῇ συγχωρεῖσθαι, καὶ παρούσης μὲν λυπεῖσθαι διὰ τὴν τῆς ἀποβολῆς ἐλπίδα, ῥυείσης δ' αὖ λυπεῖσθαι διὰ τὴν ἐναπομένουσαν μνήμην καὶ τήν γε δὴ τῆς ἀναλήψεως ἀπόγνωσιν· ἢ οὐκ οἶδε, καὶ μὴ εἰδὼς οὐδ' εὐδαίμων. παροῦσα μὲν γὰρ ἡδονὴν οὐκ ἔχει τουτῳῒ κεκτημένῳ· καὶ πῶς ἂν εἴη εὐδαίμων τὴν αἴσθησιν οὐκ ἔχων ὧν κεκτῆσθαι δοκεῖ; ἂν δ' ὀψὲ καὶ τὸ τῆς φύσεως ἴδιον ἐπενέγκῃ, λέγω δὴ τὴν μεταβολὴν ἑαυτῆς, τῷ τῆς αἰφνιδίου ἐκπλήξεως ὑπερβάλλοντι συνανεῖλεν ἐνίοτε καὶ τὸ ζῆν. καὶ προλέλοιπε μὲν αὐτὸν εὐθὺς ὃ προλιπεῖν μὲν οὐκ ἦν αὐτῷ βουλομένῳ, καταλέλειπται δ' αὐτὸς οὔθ' ὡς καταλελεῖφθαι νενόμικεν οὔθ' ὡς βιοῦν προῄρηται. τοιαῦτα γὰρ τὰ τῶν χρονικῶν πραγμάτων ἐγκύκλια παίγνια καὶ οἱ τῆς τύχης γέλωτες, σκιὰ μὴ κρατεῖσθαι πεφυκυῖα, καὶ ἀνούσιον ὄνομα ταῖς τῶν μικρολόγων καὶ μικροψύχων ἐπιπλανώμενον φαντασίαις. διὸ καὶ ῥᾷστα μυρίοις ἀναμοχλεύεται κύβοις μεταβολῶν ἀτεκμάρτων. καὶ ὁ σφόδρα θέλων αὐτῇ παραμένειν τοῦ μένειν ἀσφαλὴς ἀποσφενδονᾶται ῥᾳδίως· ὁ δὲ ταύτης μὲν ἐθελοντὴς ἐκχωρῶν, θεῷ δὲ τῷ τῶν καλῶν ὡς ἀληθῶς χορηγῷ προσέχων τὸν νοῦν, εὐσταλὴς τὴν τοῦ βίου παρατρέχων θάλασσαν ἔφεδρον ἐπίβουλον οὐδὲ λῃστὴν φοβήσεται πάντων οὐδένα ποτέ. Καὶ ἵνα σε ἐς τὸ πρότερον ἴχνος ἐκείνου τοῦ ὑποδείγματος αὖθις ἀναγαγὼν κατακλείσω τὸν λόγον, δεδειχὼς ὡς ἄνθρωποι τῶν ἀνθρωπίνων αἴτιοι γίνονται συμφορῶν καὶ οὐχ ὁ θεὸς οὐδ' ἡ αὐτοῦ πρόγνωσις, οὐδ' ἀνάγκη τις τυραννεῖ τοῦ βίου τοὺς οἴακας, ἀλλ' ἑκούσιον θέλημα τοὺς κακοὺς εἰς κακὰ παραπέμπει, προσέχειν τοῖς λεγομένοις χρεών. καθάπερ γάρ, εἴ τις μοχθηροτέρᾳ μετὰ τοῦ πλείονος χρῷτο διαίτῃ καὶ ἀπᾴδουσαν τῷ γαστρὶ συμφοροίη τροφήν, ἀνάγκη νοσεῖν καὶ διαφόρους καὶ ἄλλας ἐπ' ἄλλαις ἀλγηδόνας διηνεκῶς ὑπομένειν, καὶ τὸ αἴτιον πλὴν τῆς τοῦ πάσχοντος γνώμης καὶ προαιρέσεως οὔτε τῇ τροφῇ προστρίψειεν ἄν τις δικαίως οὔτ' ἀνθρώπων οὐδενί, οὐ μέντ' ἂν οὐδὲ ταῖς τῶν ὁρώντων προρρήσεσι καὶ προγνώσεσιν, εἴ τινες εἶεν ἰατροὶ καλῶς ἐκ τῆς ἀκαίρου τροφῆς ἐκείνης στοχαζόμενοι καὶ προαναφωνοῦντες τῷ μὲν τὴν ἀκόλουθον νόσον τῷ δὲ τὸν ἑπόμενον θάνατον, καὶ ἀνάγκην οὐδεμίαν ἐπήνεγκεν οὔτε τοῖς νοσήμασιν ἐκείνοις οὔτε τῷ θανάτῳ πρόρρησις καὶ πρόγνωσις τοῦ συνετῶς ὁρῶντος ἰατροῦ, οὕτως οὐδ' ἡ τοῦ θεοῦ πρόγνωσις ἀνάγκῃ συνωθεῖ τοὺς ἁμαρτάνοντας εἰς τὸ ἁμαρτάνειν, οὐδ' ἁμαρτάνοντας αὖ παντοίοις ἐκ παντοίων καὶ ποικίλοις ἐκ ποικίλων δεινοῖς περιπίπτειν ἀμοιβαδὸν καὶ οἷον πρὸς πάνυ δυσδιεξόδευτον ἐκπονεῖσθαι λαβύρινθον τῶν τε ἐνταῦθα πραγμάτων καὶ τῶν διὰ τὰς ἐκεῖθεν ἡτοιμασμένας κολάσεις πληττομένων ἀεὶ λογισμῶν. ἀνάγκη μὲν γὰρ τὰ ἐσόμενα προγινώσκεσθαι τῷ τὰ πάνθ' ὡς ἐνεστῶτα βλέποντι θεῷ, οὐκ ἀνάγκη δ' αἰτίαν ἡγεῖσθαι κακῶν τὴν αὐτοῦ πρόγνωσιν. καὶ εἴ τι δ' ἐν τοῖς τῶν ἀλόγων ζώων σπλάγχνοις ἰχνηλατοῦσι παῖδες Χαλδαίων, ἐπεὶ καὶ περὶ τοιούτων εἰρήκεις, καὶ εἴ τις δ' αὖ ἐκ Δελφικοῦ τρίποδος ὁρμώμενος λόγος πρὸς μελλόντων ἔρρωται πρόγνωσιν, στοχαστικαὶ καὶ ταῦτα δαιμόνων εἰσὶ προρρήσεις, ἀθροιζόντων τὸ μέλλον ἔκ γε τῆς τῶν ἐρωτώντων διαίτης καὶ τῆς τοῦ βίου αἱρέσεως. καὶ οὔτ' ἀνάγκην εὐθὺς ἐπάγουσι καὶ τοῖς πράγμασιν αἱ στοχαστικαὶ προρρήσεις αὗται, οὔτε τὸ προσαγωγότερον τῆς τῶν δαιμόνων ἀπάτης μεταρριπίζειν δύναται πρὸς τὰ τῶν ἁμαρτιῶν ἀρρωστήματα στερρῶς ἡδρασμένην ψυχὴν ἐν τῷ θείῳ φόβῳ καὶ τῷ τῆς ὑγιείας ταύτης μάλα ἀκραιφνεῖ. καὶ ὥσπερ οὐκ ἂν ἔδει τοῖς ἀνθρώποις ἰατρικῆς, εἰ μὴ ἐνόσουν, οὕτως οὐδὲ μαντικῆς, εἰ μὴ ταῖς σφαλλομέναις ἐγκυβιστῶντες τύχαις ἡμάρτανον, καὶ δεδιότες ἐντεῦθεν τὸ μέλλον ἐρωτᾶν ἠναγκάζοντο τοὺς τὴν στοχαστικὴν διὰ μακρῶν ἀκριβώσαντας τῶν αἰώνων δαίμονας, ἀνθρώπων μὲν μᾶλλον, ἁπάντων δ' εὐστόχους οὐ μάλα μᾶλλον· ἴδοις γὰρ ἂν κἀκείνους τὸ πλεῖστον ὡς ἐν μεταιχμίῳ ῥιπτοῦντας τὸ μάντευμα. τά τε γὰρ ἄλλα καὶ τὸν Ἅλυν, φησί, διαβὰς μεγάλην ἀρχὴν καταλύσεις, οὔθ' ὁποίαν ἀποσαφῶν ἀμφοῖν, οὔθ' ὅτι τῷ ἐρωτῶντι βέβαιον ἡ διάβασις, ἀλλ' εἰ διαβὰς τύχοι. καὶ μυρία τοιαῦτα τοῖς γε σχολάζειν οὐ μάλα ὀκνοῦσιν εὑρίσκοιτο ἄν. Καὶ μή μοι λέγε προγόνων ἁμαρτίας δι' ἃς τῶν κακῶν ἐκεῖθεν ἠργμένων ἥκιστα δύνασθαι τὸν εἱρμὼν ἀναλύειν ἐκεῖνον τοὺς ἀπογόνους, καὶ τὴν ἐκείνου τοῦ ῥεύματος ἀναστέλλειν φοράν τε καὶ δυναστεύουσαν αὐτοκρατορίαν. ἄπαγε· σκῆψις ταῦτα σαθρά. οὐ γὰρ ἄδικος ὁ θεός, ἵνα τὴν ἑτέρων ἔκτισιν ἑτέρωσε παραπέμπῃ καὶ ἄλλων ἄλλοις παρέχῃ κολάσεις ἁπλῶς. ἀλλ' ὅμοιον ἂν εἴη ὥσπερ ἂν εἴ τις φλόγα πυρὸς κατασβέσαι πειρώμενος τἀναντία τοῖς ἔργοις ποιοίη, αὐτός τε ἀντ' ἄλλων σβεστηρίων ἁπάντων φακέλλους φρυγάνων ἐπιτιθεὶς καὶ ἀμφορέας ἐλαίου προσεπιφέρων κατὰ τὸ δαψιλέστερον, καὶ σφόδρα ἄλλους κατόπιν ἰόντας κινοίη τὰ ὅμοια δρᾶν, καὶ ἀεὶ τοὺς ἑξῆς· ταχὺ μέντ' ἂν εἰς ἀέρα βαθὺν ἡ τῆς φλογὸς ἀναρριπισθείη κορυφή, ταχύτερον δ' αὖ τὴν κύκλῳ γῆν περιδράμοι αἰθερίου τέως συνεφαπτομένου πνεύματος· οὐ γὰρ ἀνάγκη πῦρ ἐκ μιᾶς τινὸς ἀναστέλλειν οἰκίας, ἀλλ' ἀνάγκη πόλιν ὅλην αὐταῖς οἰκίαις καὶ στοαῖς ἐμπιπρᾶν ἐκ τοῦ ῥᾴστου μετὰ τῶν συνοικούντων. οὕτω δὴ καὶ τοῖς ὀψιγόνοις, εἰ μήτε τὰ πατέρων ἐγκλήματα διορθοῦσθαι πειρῷντο, ἀλλὰ καὶ προσεπαντλεῖν ἀναγκάζοιεν ἄλλοθεν ἄλλους ἄλλα κατόπιν ἁμαρτήμασιν ἁμαρτήματα παλαιοῖς νέα καὶ μακροῖς μέτροις μείζω τε καὶ βαρύτερα, νοσεῖν ἀνάγκη, καὶ κατὰ τὸ ἀνάλογον τοῖς ἐσχάτοις δεινοῖς ἀεὶ περιπίπτειν, καὶ μηδ' ἀναπνεῖν ἐλευθέριον δύνασθαι, ἀλλ' ἐοικέναι πως ἐκείνοις οἳ περιπνευμονίᾳ καὶ ὑδέρῳ συνισχημένοι βαθεῖ βίους ὅλους ἑνὸς θανάτου ῥᾳδίως ἀλλάξαιντ' ἄν. Τί τοίνυν καὶ σὺ μετὰ τοῦ πατρὸς τοὺς τῶν οἰκείων ἁμαρτημάτων Ὀλύμπους καὶ Παρνασοὺς παρατρέχοντες, πᾶσιν ὀφθαλμοῖς ἐς τοὺς προγονικοὺς ὀρόβους ἐμβλέπετε, καὶ οὐκ ἀπάγειν οὐδ' ἐπὶ βραχὺ τὸν νοῦν ἐκεῖθεν βεβούλησθε, οὐδ' ἐπιστρέφειν ὀψὲ καὶ πρὸς ἑαυτούς. ἀρίθμει γάρ, εἰ βούλει, μικρὸν τῶν τῆς οἰήσεως ὑπανιεὶς ὀφρύων, τὰ νέα ταυτὶ καὶ ὑμέτερα, καὶ παρατίθει τοῖς τῶν προγόνων παλαιοτέροις ἅπασι· καὶ ὄψει τοσοῦτο βαρύτερα καὶ πολυειδέστερα τὰ ὑμέτερα ὅσον ἡ στείρα καὶ παράλιος ψάμμος ἅπασα πρὸς ἓν ἀθροισθεῖσα βάρος μικροῦ τινὸς ὑπερέχει δίσκου, ὁποίοις πάλαι καὶ οἱ ἐν Ὀλυμπίοις ἐχρῶντο δισκεύοντες τε καὶ τὸ παγκράτιον ἐξασκούμενοι. Εἰ δ' αἰσχρὸν τὸ τὰ αἰσχρὰ διανοεῖσθαι, αἰσχρότερον πάντως δήπου πολλῷ τὸ τὰ αἴσχιστα καὶ δύνασθαι καὶ δρᾶν καὶ ἅμα πρὸς δημοσίους ἐκλαλεῖν ἀκοάς. εἰ δὲ τοῦθ' οὕτως, ποῦ λοιπὸν οὐκ ἂν ἀναιδείας ἐλαύνοι, ἐφ' οἷς ἐγκαλύπτονται καὶ τῶν βαναύσων οἱ δυστυχέστεροι, τούτοις τὸν σὸν ἐγκαλλωπίζεσθαι πατέρα, καὶ γυμνῇ βοᾶν τῇ κεφαλῇ Βυζαντίοις ὡς διὰ τὴν ὑμῶν ἀπέχθειαν, τῷ γαμβρῷ προστιθεμένων Παλαιολόγῳ καθ' ἅπασαν γνώμην, πάσης μὲν ἀποκέκλεισθε νῦν μὴ μόνον προόδου καὶ τῆς τῶν ὑμετέρων κομιδῆς ἀσταχύων ἀλλὰ καὶ πάσης χρηστῆς προσδοκίας ἑξῆς, ὄψεσθε δ' οὖν ἐν βραχεῖ καὶ τὸ μέγα καὶ περιβόητον ἄστυ Βυζάντιον τουτοῒ προδεδομένον ὁμοίως ὑπ' ἐμοῦ τῷ τῶν βαρβάρων ἀρχηγῷ πρὸς βασίλειον οἴκησιν, Ὑρκανῷ τῷ γαμβρῷ σὺν ἅπασι τοῖς ὑπ' αὐτῷ βαρβάροις. ὅθεν γυναικῶν μὲν καὶ παίδων ἀλλοτριώσεσθε τὴν ταχίστην, καὶ ἅμα χρημάτων καὶ οἰκιῶν, ὑμεῖς δὲ μαστιγίαι καὶ ἐν Καρὸς δουλεύσετε μοίρᾳ. τοῦτ' ἐκεῖνο ὃ καὶ τῷ Λαέρτου πάλαι Ὀδυσσεῖ ναυαγήσαντι ἐκπεπηδηκὼς ἐπηγγέλλετο Κύκλωψ ἐκεῖνος ὁ τοῦ Ὁμήρου, πύματον δηλαδὴ φυλάξειν ἑαυτῷ τράπεζαν αὐτὸν μετά γε δὴ τὴν τῶν ἀνδρῶν ἐκείνων ἐδωδήν, οὓς θηριῶδες καὶ ὠμοβόρον τηνικαῦτα ὁρῶντος αὐτοῦ πεποίηται δεῖπνον. τί τῆς ἐπαγγελίας ταύτης ἀθλιώτερον ἢ θηριωδέστερον; εἰ οὖν αἴσχιστον τὸν ἐν ἐξουσίᾳ τὰ αἴσχιστα δρᾶν, ἦπου μανίας οὐ μάλα ἐλεύθερον λύκοις τὸ ἐμπιστευθὲν προτιθέναι ποίμνιον εἰς βορὰν ἑκοντὶ τὸν ποιμένα. δέον γὰρ ὑπερμαχεῖν καὶ πᾶσι τρόποις τὴν τοῦ ποιμνίου ζητεῖν εὐζωΐαν, ὃ δ' εἰς κακοδαιμονίας ἀνυπερβλήτου μετεσκεύασε πρόφασιν τὴν ποιμαντικὴν δεσποτείαν, καὶ οὐδ' αἰδεῖται τὰς τῆς ἀδίκου ψυχῆς ἐκλαλῶν ἀπορρήτους ὠδῖνας, ἀλλὰ καὶ δόξης ὑπερβολὴν ἑαυτοῦ τὰς Ῥωμαίων ἡγούμενος συμφορὰς δημοσιεύει καὶ ἐγκαυχᾶται. ὅμως καθάπερ οὐδὲν καινὸν οὐδ' ἀνοίκειον ἀνδροφόνῳ μυρίους ἀνόμως ἀνθρώπους πεφονευκότι καὶ πορνείας ἁλῶναι, οὕτως οὐδὲν οὐδὲ τούτῳ καινόν, καθάπαξ τοῦ πεποιηκότος ἀπερρωγότι θεοῦ καὶ τὴν πάτριον ἐξομοσαμένῳ εὐσέβειαν καὶ τοῖς θείοις ἐμπεπαρῳνηκότι κανόσι καὶ νόμοις καὶ πᾶσιν ἱεροῖς ἀδεῶς ἐνυβρίσαντι μυστηρίοις, καὶ ἐν ἀλιτηρίων μοίρᾳ γῆς καὶ θαλάττης ἁπανταχῇ τοὺς εὐσεβείᾳ συντεθραμμένους διασπείραντι, καὶ παντοίοις τοὺς λειπομένους δεσμωτηρίοις ἐμβεβληκότι, καὶ τοῖς τοιούτοις ἐγκαλλωπίζεσθαι ἀδικήμασι, δίκην σειρᾶς ἐξημμένοις ἐκεῖθεν, καὶ τῷ τῆς ὁμοιότητος ῥιπισμῷ πρὸς τὴν τῆς πρώτης κακίας ῥίζαν ἀναπέμπουσι τὸ συγγενές. σὺ δέ μοι λέγε πρὸς ταῦτα τύχην αἰτίαν καὶ πεπρωμένην ἀνάγκῃ τὰ δρώμενα δρῶσαν. πῶς καὶ πόθεν, ἄνθρωπε; ὅμοιον γὰρ ἂν εἴη ὥσπερ ἂν εἴ τις μέσου χειμῶνος γυμνὸς ἐν ὑπαίθροις περινοστῶν αἰτίαν τοῦ ῥίγους ἐτίθει, ἥκιστα μὲν τὴν ἑαυτοῦ γνώμην καὶ θέλησιν, τὴν δ' ἀνάγκην τῆς πεπρωμένης. ἦ γὰρ οὐχ ἡ ἑκάστου παντάπασιν αὐτοδέσποτος θέλησις ἑκάστῳ γίνεται Κλωθὼ καὶ πεπρωμένη, σύστοιχον τῇ ῥίζῃ φύουσα τὸ γεώργιον; ἔπειτά με τῶν οὕτω πλάνης ἐχόντων ὁμιλητὴν ἀξιοῖς νῦν προσεληλυθότα γενέσθαι, ὅτε καὶ μυριοπλάσιον δι' εὐχῆς καθεστήκοι μοι μᾶλλον τῆς νῦν ἐχούσης τὴν ἐμοῦ καὶ ὑμῶν μεταξὺ τοπικὴν διάστασιν γίνεσθαι. ἀλλ' ἄπιθι πρὸς θεοῦ, καὶ μή με πρὸς πλείους ἐρέθιζε λόγους· οὐδὲν γὰρ ἐξ ἐμοῦ σοι τῶν κατὰ γνώμην οὔτε λελέξεται οὔτε πεπράξεται. Ματθαῖος μὲν οὖν ὁ νέος ἐκεῖνος βασιλεύς, εἰπὼν μὲν ἃ μήπω πρὸς ἕτερον, ἀκηκοὼς δ' ἃ μήπω πρὸς ἑτέρου, λύπης καὶ ἀθυμίας μεστὸς ἐγεγόνει μὴ κατὰ γνώμην τῆς ὁμιλίας κεχωρηκυίας αὐτῷ. καὶ ἐβούλετο μὲν ἔτι λέγειν τε καὶ ἀκούειν· ἀλλ' ὁρῶν ἐμὲ μηδαμῇ μηδὲ μέχρι βραχέος ἐνδιδόντα τὴν ἀκοὴν ἀπῄει, τὰς τοῦ πατρὸς ὁμοῦ καὶ τῆς μητρὸς ἀφαιρούμενος ἄρδην ἐλπίδας. διὸ καὶ ἀσφαλέστερά τε καὶ βιαιότερα καθ' ἡμῶν τὰ τῆς εἱρκτῆς αὖθις ἐγίνετο, τοῦ παλαμικοῦ θιάσου βασκανίας εἵνεκα τὴν τῶν βασιλέων ὀργὴν ἐρεθίσαντός τε καὶ ἀναρριπίσαντος ἐς τὸ ἀκμαιότερον· καὶ ἠνύομεν αὖθις οὑτωσί πως τὸ λοιπὸν τοῦ βίου μηδαμῇ μηδὲν μηδ' ὁθενοῦν μήτ' ἀκούειν μήθ' ὁμιλεῖν ἔχοντες. Βραχεῖαι παρῆλθον ἐκεῖθεν ἡμέραι, καὶ μετὰ δύσιν ἡλίου δευτέρας ὥρας ἄρτι νυκτερινῆς ἀγομένης, καὶ τὰς ἑσπερίους ἐμοῦ συνήθως ᾠδὰς ἀποδιδόντος Χριστῷ τῷ θεῷ περὶ τὸ τοῦ οἴκου ἐνδότερον, ἔνθα καὶ τὴν αὐτοῦ θείαν εἰκόνα μετὰ τῆς αὐτοῦ πανάγνου μητρὸς πάλαι προεστησάμεθα, κλόνος ἐξαίφνης ῥαγδαῖος καὶ τῶν πάλαι θαυμαζομένων ἐπὶ μεγέθει ἐνάμιλλος πᾶσαν ἐφ' ἧς ἑστήκαμεν ἐτίναξε γῆν. καὶ τὰ μὲν ἔξω τέως ἠγνόουν πάθη, κεκλεισμένος ὤν, ὅσα τε Βυζάντιον καὶ ὅσα τὰς ἄλλας συμπέπτωκε πόλεις παθεῖν· ὅλον δ' οὖν ἐδόνησε καὶ συνετάραξε μάλα σφοδρῶς τὸν ἡμέτερον οἶκον, ὡς καὶ μέρη πλείω ῥαγέντα χεῖσθαι πρὸς τοὔδαφος ἔνθεν κἀκεῖθεν, καὶ τὰς μὲν ἡμετέρας βίβλους ἐξ ἕδρας ἀναρρηγνυμένας ῥιπτεῖσθαι χαμαί. τό γε μὴν παρατεταμένον τῆς ὥρας καὶ ἡ κατὰ βραχὺ πρὸς τὸ βιαιότερον προκοπὴ τοῦ σεισμοῦ καὶ ἀπαγορεύειν ἤδη με τὸ ζῆν προσηνάγκαζεν, αὐτῷ τε ἐδάφει καὶ αὐτῇ συγκαταδύεσθαι προσδοκήσαντα τῇ οἰκίᾳ. ἐγὼ μὲν οὖν τέως οὐκ ἔχων ὅποι βλέψας τὴν θείαν ἐκείνην διαφυγεῖν ὀργήν, ἥ τε νῦν διὰ τὰς ἡμετέρας ἐπῄει κακίας καὶ ἣ μέλλουσα ταῖς φαινομέναις ταύταις ἀπειλαῖς ἐνεζωγραφεῖτο, ἐς τὸ πεπηγὸς καὶ βεβαίως ἱστάμενον ἐρηρεισμένους τοὺς πόδας ἔχειν ἐφιλονείκουν μέν, ἀντέχειν δ' οὐκ εἶχον πρὸς πάνυ ἀστατοῦσαν γῆν. καὶ ἦν πανταχόθεν ἐμοὶ στενὰ κομιδῇ τὰ τοῦ πράγματος. οὕτω γὰρ ἔχων τῶν ἔνδον κακῶς, οὐδ' ἔξω προβαίνειν ὅλως ἦγον εἰς μνήμην, τοῦτο μὲν ὅτι δέσμιος ἦν καὶ τοὺς πρὸ θυρῶν ἐδεδίειν πανόπτας, τοῦτο δ' ὅτι καὶ τὸ τῆς θείας ἀναπόδραστον ψήφου πάλαι γινώσκων ἦν ὡς οὐδεὶς ἀποδραίη, κἂν ἐν ὑπαίθροις χορεύων τύχῃ τίς, κἂν ἐν εἱρκτῇ συγκλείηται. τῆς γὰρ ἐκείνου βουλήσεως ἐξῆπται τὰ πάντα, ὅσα τε φαίνεται καὶ ὅσα ἐν μυχοῖς θαλαμεύεται ἀπορρήτοις· καὶ σώζοιτο μὲν ἂν πᾶς τις βουλομένου θεοῦ, καὶ εἰ μυρίας ὁρῴη κύκλῳ περιχεομένας ἐχθρῶν παγίδας καὶ περιιπτάμενα βέλη, φθείροιτο δ' αὖθις ἐκ τοῦ ῥᾴστου συγχωροῦντος ἐκείνου. ὅθεν τὰς χεῖρας ταῖς θείαις προσερείσας εἰκόσιν ἐκείναις, ἐνεκαρτέρουν τῷ τῆς γῆς ἐκείνῳ τιναγμῷ συντινασσόμενος καὶ αὐτός, καὶ λογιζόμενος βέλτιον ἐνταυθοῖ μένοντά με τὸ τέλος ὑπομένειν τοῦ βίου, ἔνθα καὶ τοὺς ὑπὲρ εὐσεβείας ἄθλους ἐς τόδε ἠνύσαμεν, ἢ πρὸς ἀνθρωπίνας ἀποβλέπειν ἐπικουρίας. Ἐπεὶ δ' οὖν ὅμως θεοῦ προνοίᾳ σεσώσμεθα, ἐς τὴν ὑστεραίαν ἤδη καὶ τὰ τῶν ἄλλων ἠκούομεν πάθη. περὶ ὧν προϊόντες ἐροῦμεν πλατύτερον, ἐπεὶ καὶ πλατυτέρας ἐκεῖνα δεῖται τῆς ἱστορίας.
https://byzantium.gr/

ΛΟΓΟΣ ΚΘ’.

Ἄρτι δὲ τοῦ ἡλίου περὶ τροπὰς γενομένου τὰς φθινοπωρινὰς ἧκεν αὖθις ἡμῖν ὁ καλὸς Ἀγαθάγγελος, λάθρᾳ κατὰ τὸ εἰωθὸς αὐτῷ μετὰ μέσας που νύκτας, ἐν ᾧ τῆς ὥρας μάλιστά γε ἀλεκτρυόνες τάς τε πτέρυγας τινάσσειν ἄρχονται καὶ τὰς ἐμφύτους ἀνακρούεσθαι σάλπιγγας. καὶ προσειπὼν καὶ καθίσας πρῶτον μὲν ἐπυνθάνετο τὴν αἰτίαν τῆς παρ' ἡμᾶς τοῦ βασιλέως ἀφίξεως, ἔπειτ' ἀρξάμενος καὶ αὐτὸς περὶ τῶν ἔξω διῄει πραγμάτων ἡμῖν ὡς ἦρός τε καὶ θέρους ἔσχε μεταξύ. καὶ πρῶτον περὶ τοῦ γενομένου διῄει σεισμοῦ τά τε ἄλλα καὶ ὡς πολλαχῇ τὰ τῆς πόλεως Βυζαντίων κατενήνεκται τείχη, καὶ πολλαὶ τῶν οἰκιῶν τοὺς οἰκοῦντας κατέχωσαν. τῶν δ' ἐν Χερρονήσῳ πόλεων αἳ μὲν κατέδυσαν αὔτανδροι διαρραγείσης ἐκεῖ καὶ σχισθείσης εὐθὺς τῆς γῆς πολλαχῇ· αἳ δὲ τῶν κύκλῳ διαλυθέντων τειχῶν καὶ τῶν οἰκιῶν ταῖς πλείσταις συμπεπτωκότων τοὺς μὲν τῶν οἰκητόρων θανάτῳ βιαίῳ παραπεμφθῆναι συμπέπτωκε, τοὺς δὲ τοῖς ἀστυγείτοσιν ἐξ αὐτομάτου προδοθῆναι βαρβάροις αὐθημερόν. τοῦ γὰρ βασιλέως Καντακουζηνοῦ πρὸ ἐτῶν που δυοῖν, ὡς εἴρηται, μίαν τῶν ὀχυρωτέρων ἐκεῖ πόλεων παρασχόντος αὐτοῖς οἰκητήριον, ὥστε ἔχειν αὐτοὺς ἐπιτείχισμα καὶ συμμαχίαν πρόχειρον κατὰ Παλαιολόγου τοῦ γαμβροῦ, κατὰ χώραν μένειν αὐτοί γε οὐκ ἤνεγκαν τοῦ λοιποῦ, ἀλλὰ κατὰ βραχὺ παρεξιόντες ἀεί, καὶ ληϊζόμενοι τοὺς τῶν ἔγγιστα πόλεων ἀγροὺς ἐφεξῆς αὐτοῖς ἀνδράσι τε καὶ ἀχθοφόροις ζώοις καὶ ποιμνίοις ἅπασι, πᾶσαν ἐν βραχεῖ τὴν τῆς Χερρονήσου μεσόγειον ἱππήλατον σφίσιν αὐτοῖς ἀδεᾶ κατεστήσαντο καὶ στρατόπεδον ὕπαιθρον, οὐδὲν τῆς Ἀσιάτιδος γῆς καὶ πάλαι συνήθους αὐτοῖς ἀπεοικέναι δοκοῦν. διὸ καὶ τὴν ἀπὸ τοῦ σεισμοῦ συμφορὰν ἐκ τοῦ σύνεγγυς θεασάμενοι, τάχιστα εἰσεπήδησαν καὶ μάλα ἀπονητὶ μετὰ τῶν οἰκιῶν κατειλήφασιν ὅσα μὴ κατεχώσθησαν πράγματα. καὶ τοῦ λοιποῦ κατὰ πλῆθος ἀεὶ παρεξιόντες ἐκεῖθεν καὶ πᾶσαν ἤδη τὴν μέχρι πυλῶν Βυζαντίων ἐληΐσαντο τέλεον γῆν καὶ Ῥωμαίοις ἄβατον τὸ παράπαν εἰργάσαντο. φόρους τε ἐπέθεσαν ἁπάσαις ταῖς μεταξὺ πόλεσι, δεκαδάρχους βαρβάρους καὶ ἐπιτρόπους αὐταῖς ἐνοικίσαντες. ἀλλ' οὐδ' οὕτω τὴν κομιδὴν οἱ τάλανες Θρᾷκες κερδᾶναι τοῦ θέρους δεδύνηνται, ἀλλ' ἔμειναν αὖθις σχεδὸν ἅπαντες στάχυες δρεπάνης ἀπρόσιτοι διά τε τοὺς βαρεῖς ἐπιστάτας καὶ τὰς ἀλλεπαλλήλους ἐναλλὰξ προλοχίσεις καὶ τὰς λῃστρικὰς ἐφόδους τῶν ἄλλοθεν ἄλλων βαρβάρων. διὸ καὶ ὅσοι Ῥωμαίων ἐκεῖθεν λαθεῖν τὰς βαρβαρικὰς ἐδυνήθησαν χεῖρας, μάλα προθύμους φυγάδας ἑαυτοὺς ἐπεπράχεσαν τῆς πατρίδος, καθ' ὁπότερον τῶν τῆς γῆς μερῶν ἐκ τοῦ ῥᾴονος ἑκάστοις συμπέπτωκε φεύγειν, ἁπάσης μὲν ὀρφανοὺς ἀποσκευῆς καὶ αὐτῶν γε τῶν ἀναγκαίων, δακρύων δὲ μακρῶν ἀφορμὴν τοῖς ὁρῶσι καθισταμένους, ὧν τοῖς πλείοσιν ἥκιστα εὔδρομον δι' ἔνδειαν ὂν ἐν ἀλλοτρίᾳ διασπαρῆναι γῇ, τῇ Βυζαντίων βέλτιον ἔδοξε παραμεῖναι. καὶ οἳ μὲν εἰς δουλείαν τῶν ἐνταῦθα δυναμένων ἑαυτοὺς προσκεκυρώκεσαν ἄρτου βραχέος εἵνεκα, οἳ δὲ καὶ πήραν ἐναψάμενοι τὰς ἀγυιὰς περιίασι κατὰ πλῆθος χεῖρας ὀρέγοντες, εἴ τις κέρμα καὶ ὀβολὸν ἐμβάλοιτο πρὸς ἄρτου πορισμόν. εἰς τοσαύτην γε μὴν ἧκε δειλίαν τὰ Βυζαντίων, ὥστε καὶ εἴ τις τῶν ἀγοραίων ἀγριωτέραν δήπουθεν ἀφῇ φωνὴν τῷ παιδὶ ἐπιπλήττων ἴσως, ἢ γυνὴ τοὺς οἰκείους ἀνακαλουμένη σὺν δάκρυσιν αἰχμαλώτους, τεθνάναι μικροῦ τῷ δέει συμβαίνει σφᾶς, ἐν ὑποψίᾳ γινομένους εὐθὺς μὴ οἱ βάρβαροι εἰσεπήδησαν τείχους ἐντός. ὅθεν ὑπερορίους ἔνιοι καὶ αὐτῶν περινοοῦσι πόλεις καὶ νήσους, τὴν ἀλλοδαπὴν τῶν πατρίων ἀνθαιρούμενοι. οὕτω μετέωροι κάθηνται καὶ πεφοβημένοι, καὶ τὸν οἰκεῖον ἔχουσι πρὸ ὀφθαλμῶν ὄλεθρον ἀεί, καὶ μάλιστ' ὅτι καὶ τὰ πρότριτα κατενεχθέντα μέρη τῶν κύκλῳ τειχῶν εἰς ἔδαφος ἁπάσης ἔξω κεῖται φροντίδος. Ἄρτι δὲ τῶν χειμερίων πνευμάτων εἰς γαλήνην ἐξ ἀγριότητος μεταβεβλημένων, καὶ τῶν κυμάτων τέως τοῖς αἰγιαλοῖς προσηνῶς σπενδομένων, καὶ τῆς ἠρινῆς ὥρας παρακαλούσης οἱονεὶ τὰς τῆς ἡμέρας πύλας ἀνοίγειν τὸν ἥλιον καὶ πλεονεκτεῖν ἐς ἅμιλλαν τῆς κατόπιν νυκτός, ὅτε θαρρούντως ἤδη καὶ ὁλκάδες ἐκ λιμένων ἀνάγονται καὶ τριήρεις τοὺς ταρσοὺς ἐφοπλίζουσι καὶ ταῖς κώπαις ἑαυτὰς ἐπιτρέπουσιν, ἄρας ὁ βασιλεὺς Ἰωάννης ὁ Παλαιολόγος ἐκ Θεσσαλονίκης τριήρεσί τε καὶ διήρεσι τέτρασι καὶ μονήρεσι πλείοσιν, Λήμνῳ μὲν πρῶτον προσέσχε τῇ νήσῳ, κἀκεῖθεν εἰς Σαμοθρᾴκην καὶ Ἴμβρον διέβη, κἀκεῖθεν εἰς Λέσβον ὁμοίως· καὶ τῇ ἑαυτοῦ παρουσίᾳ βεβαιώσας καὶ ἐπιρρώσας ἅπαντας εἰς τὴν ἑαυτοῦ πίστιν ἀμφιρρεπεῖς τὸ πρότερον ὄντας, τέλος τοῖς Τενεδίοις λιμέσιν ὁρμίζεται. ἔνθα δὴ καὶ μαθὼν ὡς ἐκ πολλοῦ τριήρεσιν ἕνδεκα παρασκευάζοιτο κατ' αὐτοῦ βασιλεὺς ὁ καὶ πενθερός, ἐνταῦθα καὶ αὐτὸς τοῦ λοιποῦ καθῆσθαι κέκρικε δεῖν, καὶ ἁπάσαις ψήφοις ἅμα λογισμῶν καὶ ψυχῆς προθέσεσι τὸν ἐπίπλουν ἐκδέχεσθαι. Τούτων δ' οὕτω χωρούντων, ἔδοξε καὶ Παλαμᾷ τῷ δυσσεβεῖ Πρόκλον τινά, πλασαμένῳ πρόφασιν, ἐς Βυζάντιον ἀφικέσθαι πλείστων ἕνεκα, ἑνὸς μὲν ἵνα Καντακουζηνὸν ἐρεθίσῃ τὸν βασιλέα τελείοις ὀλέθροις τοὺς τῆς εὐσεβείας προμάχους ἡμᾶς παραπέμψαι, δεύτερον δ' ἵνα καὶ τὰς αὖθις αὐτῶν νεωστὶ γεγενημένας κατὰ τῆς εὐσεβείας ἑτέρας βίβλους τοῖς Βυζαντίοις προθείη διδασκαλίαν, ἀκόλουθον μὲν τῇ πρὶν ἐκείνῃ πολυθεΐᾳ τἀνδρός, καινοφανεστέραν δ' οὖν εἰς κακίας ὑπερβολήν· καὶ τρίτον ἵνα καὶ βασιλεῖ Καντακουζηνῷ τὰς οἰκείας εὐχὰς φυλακτήριον κατὰ Παλαιολόγου χαρίσαιτο τοῦ γαμβροῦ, ἥδιστον καὶ μάλα γέ τοι ποθεινὸν ἐφόδιον αὐτῷ. ἐπεί γε μὴν καὶ ὁλκάδος ἔτυχεν ἐκ τῶν τῆς Θεσσαλονίκης λιμένων μελλούσης ἀνάγεσθαι, φέρων καὶ αὐτὸς ἑαυτὸν ἐς αὐτὴν ἐμβεβλήκει. καὶ μέχρι μὲν τῶν Ἑλλησποντίων πορθμῶν ἐξ οὐρίας ἦγεν αὐτοὺς πελάγιον κατὰ πρύμναν τὸ πνεῦμα φερόμενον· ἐνταῦθα δ' αὐτοῦ λήξαντος καὶ οἷον εἰπεῖν νεκρωθέντος ἐξαίφνης νηνεμία μακρὰ κατέσχε τὸ πέλαγος καὶ ἀκίνητον εἶχε τὴν ὁλκάδα τελέως ἐκείνην, ἐπ' ἀγκύρας μιᾶς ἡμέραιν δυοῖν σαλεύουσαν. τῇ δὲ τρίτῃ προσελάσαντες ἐκ δυοῖν ποταμοῖν, Σκαμάνδρου τε καὶ Σιμόεντος, οἳ πόλεως Ἀσιάτιδος Δαρδάνου καταρρέουσιν ἐφ' ἑκάτερα, πειρατικοῖς τισὶ λέμβοις οἱ βάρβαροι ταύτην αἱροῦσιν ἀναιμωτί. καὶ πρὸς αἰγιαλοὺς καθελκύσαντες ἐκείνους, ἔνθα καὶ τῶν Ὑρκανοῦ τοῦ σατράπου υἱέων τὸν πρεσβύτερον τηνικαῦτα συνηνέχθη παρεῖναι, τὸν τῆς ὁλκάδος ἅπαντα φόρτον ἐκείνου βλέποντος ἐξετίθεσάν τε καὶ ἐξεφόρουν. μεθ' ὧν ἤδη καὶ Παλαμᾶς ἐξήγετο· καὶ γνωσθεὶς ὅστις εἴη τὸν τρόπον καὶ τὴν ἀξίαν, οὐ μόνον ἐκ τῆς δαψιλοῦς ἐκείνης ὑλαίας ἀποσκευῆς, ἀλλὰ κἀξ ὧν ἐν τοῖς κόλποις ἔκρυπτεν ἀργύρου τε καὶ χρυσοῦ νομισμάτων παμπόλλων, πολλοῖς εὐθὺς καὶ πρὸς τῶν βαρβάρων ἐβάλλετο τοῖς σκώμμασι καὶ πολλῆς τὰ ὦτα ἐμπέπλησται χλεύης, λεγόντων ὡς διδάσκειν ὀφείλων ἑτέρους, ἄνθρωπε, κατὰ τὴν τῶν σῶν διδασκάλων νομοθεσίαν τὸν ἄσκευόν τε καὶ ἄχαλκον βίον, ἔργοις αὐτοῖς αὐτὸς τήν τε τῆς σῆς ἀνακαλύπτεις ψυχῆς μοχθηρίαν καὶ ἅμα τἀναντία πείθεις τοὺς ἑπομένους σοι δρᾶν. ἄρτι δὲ καὶ τῶν βίβλων αὐτοῦ προκομιζομένων, ἠρώτα καθ' ἕκαστον ὁ βάρβαρος ὅ τι τε εἴη καὶ ὅτου τὸ ἔργον. καὶ οὕτω μανθάνων τὰ μὲν αὐτῷ Παλαμᾷ συγγραφέντα κατὰ μέσης παραχρῆμα κελεύει ῥιφῆναι θαλάσσης, οἶμαι, τῆς θείας ἀοράτως πρὸς τοῦτο κινούσης προνοίας, ἵνα μὴ σεσωσμένα πολλῆς τε καὶ νεωτέρας τῆς ἀσωτίας ἐμπλήσωσι τάς γε τῶν ἁπλουστέρων ψυχὰς καὶ αὐτά. τό γε μὴν θεῖον τοῦ Χριστοῦ εὐαγγέλιον μετὰ τοῦ Δαυϊτικοῦ ψαλτῆρος αἰδοῖ πολλῇ τοὺς οἰκείους τηρεῖν ἐνετέλλετο· εἰώθεσαν γὰρ καὶ Ἰσμαηλῖται τιμᾶν προφήτας τε ἅπαντας καὶ ἅμα τὸν σωτῆρα Χριστὸν ὡς ἕνα τῶν προφητῶν. τέλος δ' αὐτὸν γυμνωθῆναι μὲν τῶν οἰκείων προστεταχὼς ἱματίων ἕτερα δέ γε διερρωγότα μετενδῦναι, κυνοτρόφοις τισὶν αὐτὸν εἰς πρᾶσιν ἐδεδώκει τηρεῖν, τάς τε ἄλλας ἐγκελευσάμενος μάστιγας ἐπάγειν αὐτῷ τιμήματος ἕνεκα πλείονος πρὸς ὠνήν, καὶ ἅμα τὸ σοδομιτικὸν καὶ παρὰ φύσιν πάθος τῆς ἀρρενομανίας, οὐκ οἶδ' ὁπότερον, εἴτ' εἰωθὸς σφίσι ποιεῖν εἰς ἐμπαιγμὸν τῶν ἁλισκομένων χριστιανῶν, εἴτ' ἐνδεδωκυίας τῆς θείας ἄνωθεν δίκης ἐνταῦθα, μακροθυμεῖν ὡς ἐπίπαν οὐ μάλα ἀνασχομένης, ἣ τὸν ἀλιτήριον ὡς ἀρχηγὸν τῆς νῦν ἐπιπολαζούσης ἀσεβείας χερσὶ βαρβάρων παρέπεμψεν, ἵνα μὴ λάθῃ μηδὲ τοῖς ἀμαθέστερον ἢ ἀμελέστερον περὶ τὰ θεῖα διακειμένοις τὸ τῆς αὐτοῦ γε αἱρέσεως αἴσχιστον, ἀλλ' ὕβρις ὕβριν ἀμύνηται, καὶ τὸ τῇ αὐτοῦ κακίᾳ κεκαλυμμένον αἰσχρὸν τῷ τοῦ σαρκικοῦ καὶ φαινομένου πάθους αἰσχίστῳ θεατρικώτερον τουτονὶ δημοσιευθῇ τρόπον· καὶ ὁ θέλων ἐκ τοῦ τυραννεῖν τὴν εὐσέβειαν δοξασθῆναι ἤδη καὶ κατ' αὐτό γε τὸ τῆς πολυθεΐας ἀτόπημα σαφῶς ἐξελήλεγκταί τε καὶ ἐστηλίτευται. καὶ διόπερ ὁμοφύλοις οὖσι τοῖς θιασώταις ἀρεστός τε ἐνομίσθη καὶ τῶν ὑπὲρ ἀξίαν ἄξιος γερῶν, τοῦτο τοῖς ἀλλοτρίοις τε καὶ βαρβάροις οὐδὲ μέχρι ψιλῆς ἀκοῆς ἀνεκτὸν ἐνομίσθη. εἰ γὰρ πρός γε τοῖς ἄλλοις αὐτῶν ἀτοπήμασι καὶ τὴν ἔνσαρκον ἀθετοῦσιν οἱ βάρβαροι θείαν οἰκονομίαν, ἀλλ' ἕνα τῶν πάντων εἶναι ποιητὴν καὶ θεὸν οὐδ' αὐτοί γε ἀρνοῦνται. ἀλλ' ὁ Παλαμᾶς καὶ ἀμφοτέροις ξενηλασίαν ἀπότομόν τε καὶ μάλα θρασεῖαν κατεψηφίσατο, καὶ οἵαν οὐδεὶς οὐδ' αὐτῶν ὁπόσοις διώκταις κατὰ τῆς εὐσεβείας τοὺς πρὶν αἰῶνας συνεπεπτώκει γενέσθαι· οὔτε γὰρ θεότητι λατρεύειν ἀφίησι τρισυποστάτῳ μιᾷ, οὐδὲ τὸν σαρκωθέντα λόγον υἱὸν εἶναι λέγει θεοῦ, ἀλλ' ἀνούσιον μέν τινα καὶ ἀνύπαρκτον ἐνέργειαν, πρὸς δ' ἀκτίστους μυρίας μεριζομένην θεότητας ἄλλας ἀλλήλων διαφερούσας, ὡς καὶ αὐτὸς ἐν ἄλλοις πλατύτερον γέγραφας στηλιτεύων αὐτόν. ὅθεν καὶ μείζω κἀνταῦθα πρὸ τῆς αἰωνίου καταδίκης ἐκείνης τὴν δίκην δίδωσιν οὑτοσὶν ὁ ταλαίπωρος ὧν ἐπὶ τοὺς ὑπὲρ εὐσεβείας ἠγωνισμένους ἠγώνισται, τοὺς μὲν διώξας καὶ ἄλλον ἄλλοθι διασπείρας, τοὺς δὲ καὶ αὐτῶν γυμνώσας ἀναίδην τῶν ἱερατικῶν συμβόλων. καὶ αὐτός τε γὰρ αἰσχρῶς τῶν ἱερατικῶν γυμνωθεὶς συμβόλων. καὶ πρός γε ἔτι πάσης κοινῶς ἐσθῆτος, ὁμοῦ καὶ τὰ αἴσχιστα ὑπ' αὐτῶν ἐπεπόνθει βαρβάρων, οὓς τοσοῦτον αὐτὸς ἠγάπησεν ὥστε καὶ ἠγώνισται πάμπολλα πεῖσαι Καντακουζηνὸν κατὰ τοῦ γαμβροῦ Παλαιολόγου συλλήπτορας κτήσασθαι καὶ φίλους ἡγεῖσθαι διὰ βίου, καὶ τῆς ζωῆς φύλακας ἀθανάτους. διὸ καὶ τὴν ἀντιμισθίαν ἀξίαν ἐκεῖθεν εἴληφε δεδωκὼς καὶ δέδωκεν εἰληφώς· αἰσχρῶς μὲν γὰρ καὶ ἀναξίως παντάπασιν εἰς τὸν ἱερατικὸν βαθμὸν ἀναβάς, ἀξίαν τοῖς ἱερώσασι τὴν ἀντιμισθίαν ἀπέδωκε τὴν ἀσέβειαν· ἀξίαν δ' αὖ ὑπὸ τῶν βαρβάρων ἐκείνων αἴσχιστα καθαιρεθεὶς τὴν ἀντιμισθίαν κεκόμισται ὧν τοῖς Ῥωμαίοις ὀλέθριον τῷ βασιλεῖ προμεμνήστευται τὴν φιλίαν, ἵνα καὶ καθαιρέσει αἰσχρᾷ μὲν δικαίᾳ δ' οὖν πολλῶν ἱερέων καὶ ἐπισκόπων καὶ πάσης εἰπεῖν εὐσεβοῦς ὁσιότητος καθαίρεσις ἄδικος ἀντιταλαντεύηται, καὶ ἃ τοῖς σοφωτέροις ἔγνωσται συνετῶς πρὸ τῶν ἔργων, ταῦτ' ἐπὶ τῶν ἔργων φαίνηται συμβαίνοντα σαφῶς. Ἐπεί γε μὴν καὶ πρὸς Ὑρκανὸν ἀπηνέχθη, τὸν ἀρχηγὸν δηλαδὴ τῶν βαρβάρων, τὰ μὲν ἄλλα, ὅσα τε πρὸς τῶν ἐκεῖ τηνικαῦτα παρόντων ἠκηκόει τε καὶ λελάληκε καὶ συνυπήχθῃ καὶ ὡμολόγηκε φιλοζωΐας ἕνεκα, σιωπᾶν ἄμεινον. μαθὼν δ' οὖν ὅμως ἐκεῖνος ὡς αὐτός ἐστι δι' ὃν πολυθεΐας τε ἔρως ἐν Ῥωμαίων ἤνθησεν ἄρχουσι καὶ ματαίας θρησκείας ἀγάλματα νέοις ἐμπολιτεύεσθαι γέγονεν ἔθεσι, κατεγίνωσκέ τε καὶ διετώθαζε μάλα ἐπεγγελῶν. προσέταττε δ' οὖν ἀπαχθέντα πόρρω που τῆς σατραπικῆς οἰκίας διαλεχθῆναι περὶ τῆς νεολέκτου ταυτησὶ τερατείας ἑνί τινι τῶν παρὰ βαρβάροις αὐτόθι σοφῶν ἐπ' ἀκροάσει πολλῶν. καὶ ὅσα μὲν ἐκεῖ πρὸς ἡδονὴν τοῖς βαρβάροις ἐφθέγξατο, ἀφαίρεσιν δεδιὼς τῆς ζωῆς ταυτησί, περιττὸν ἀφηγεῖσθαι· ἃ δ' οὖν ἀπολεξάμενοι πρὸς δημοσίας φέρουσιν ἀκοὰς οἱ ἐνταῦθα τῆς ἐκείνου θιασῶται κακίας, ἐγγράφως πρὸς ἐκείνου τούτοις πεμφθέντα, ἔστι τοιάδε. ἀπαιτούμενος γάρ φησι λόγον ἑρμηνέα τῆς καινοφανοῦς ταυτησὶ θρησκείας, ἀπολογεῖσθαι καιρὸν οὐκ ἔχειν εἰρήκει, πρόφασιν λέγων ὡς οἱ προσκείμενοι τῷ μέρει τῶν ἀντιδίκων προκάθηνται καὶ κριταί, καὶ οὐκ ἔχειν ἀναγκαίως δεικνύειν εἰς τὰ παρ' αὐτῶν ἀντιλεγόμενα τὰ δικαιώματα τῆς εὐσεβείας. ἔπειτα καὶ παραδεδομένος εἰς αἰχμαλωσίαν αὐτοῖς οὐκ ἂν ἀποκρίναιτο, ἐπεὶ καὶ ὁ Χριστός, φησί, μετὰ τὸ παραδοθῆναι οὐκ ἀπεκρίνατο. ταῦτ' εἰσὶ τὰ συνήθη ψευδολογήματα τῆς ἀτόπου γλώσσης ἐκείνης· πῶς γὰρ ἂν ἐτόλμησεν, ἢ τίς ἂν ἔχοι χώρα καὶ χρεία βαρβάροις φέρειν ὑπόδειγμα πρὸς πίστωσιν τῶν αὐτῷ λεγομένων τὰ τοῦ Χριστοῦ παθήματα. προσπαραγράφει δ' ἑξῆς καὶ περὶ τῶν ἐκεῖ χριστιανῶν, ὅπως λαθόντες ἐξ ἀπειρίας ἐπαίνοις ἐξαίρουσι τοῦτον, διότι, φασίν, ἀποκηρύττει τοὺς εἰς ὑπερκειμένας καὶ ὑφειμένας ἀπείρους θεότητας τὸν ἕνα θεὸν ἀσεβῶς διαιροῦντας. καὶ μὴ ἀποδέχεσθαι μέν φησι τὴν τῶν ἐπαίνων αἰτίαν ὡς αὐτῷ γε ἀλυσιτελῆ, ὅμως τοῦ καιροῦ τε καὶ τῆς χρείας ἕνεκα, τοῦ σιτίζεσθαι πρὸς αὐτῶν δηλαδή, σιωπᾶν ἐπαινούμενος ἀξίους κατάρας ἐπαίνους· τὸν γὰρ τῶν εὐσεβῶν ἔπαινον ἀπατηθέντες ἀνοικείως ἐδίδουν αὐτῷ, ἐπαρώμενοι μὲν αὐτοῦ τῇ πολυθεΐᾳ ἐκεῖνοι, ἀγνοοῦντες δ' ὡς αὐτός ἐστιν ᾧ ἐπαρῶνται. οὕτω πολύπους τίς ἐστιν ὁ κατάρατος, καὶ τὸ χρῶμα τῆς γνώμης ἄστατος καὶ ἀβέβαιος· καὶ τοῖς ἄλλοτ' ἄλλοις καιροῖς τε καὶ πράγμασι προσφυόμενος πρὸς διάφορα καὶ μαχόμενα χρώματί τε καὶ σχήματι γνώμης καὶ γλώττης ῥᾳδίως μεθαρμόζεταί τε καὶ μετασχηματίζεται· καὶ τῇ τοῦ κυρίου παιδείᾳ νουθετεῖσθαι οὐκ οἶδεν, ἀλλ' ὥσπερ ἂν εἴ τις τῶν ἀνδροφόνων, ἀγόμενος εἰς δεσμωτήριον ὥστε δείσαντα σωφρονεῖν τοῦ λοιποῦ καὶ λῃστείας ἀφίστασθαι πάσης, ὃ δ' αὐτούς τε ἐφόνευε τοὺς ἀπάγοντας καὶ ὅτῳ ἂν ἀπαντῴη τῶν παριόντων, οὕτω καὶ οὗτος οὔτε κολαζόμενος φρίττει οὔθ' ὑπὸ θεοῦ νουθετούμενος νουθετεῖται, ἀλλ' ἀκόλαστος ἐν κολαστηρίῳ μένει τὴν γνώμην, ἀπαίδευτος δ' ἐν παιδευτηρίῳ θεοῦ, τῆς ὁμοίας ἀπονοίας ἐχόμενος ἀεί, καὶ πρόφασιν κακίας ποιούμενος ἃ πρὸς κακίας ἀποχὴν ὁ θεὸς αὐτῷ συγκεχώρηκε παθεῖν. οὐδὲ γὰρ παύεσθαί πω τῆς κομπορρημοσύνης καὶ τῆς ματαίας ἐκείνης ἔγνωκεν οἰήσεως, ἀλλ' αὐτοῦ τε Χριστοῦ καὶ τῶν ὑπὲρ ἡμῶν Χριστοῦ παθημάτων εἰκόνα φέρειν ἑαυτὸν καὶ τὴν ἑαυτοῦ πρὸς βαρβάρους αἰχμαλωσίαν βρενθύεται, ψευδηγορίαις, ὡς εἴωθε, διαστρέφων τὰ πράγματα καὶ ἐγκαλλωπιζόμενος ἐφ' οἷς ἐγκαλύπτεσθαι ἔδει. οὕτως εἰς ἀσυνέτου καρδίαν χώραν οὐκ ἔχει μνήμη θεοῦ καὶ κατὰ θεὸν ἀρετή. διὸ καὶ ὡς ἐπὶ πλεῖστον ὁ θεὸς ἐμπαίζεσθαι τουτονὶ ἐγκεχώρηκε, καὶ ὑπὸ πάντων ὁμοίως μισεῖσθαι τὸ τῆς ἐρημώσεως βδέλυγμα. εἰς τοσοῦτον γάρ, καθάπερ κύβου στραφέντος, μεμίσηται καὶ πρὸς τῶν μάλα ποθούντων ἐντεῦθεν ἀρχόντων καὶ ὁμοφρόνων διὰ τὴν ἄθεσμον ἐκείνην καὶ σοδομιτικὴν τῶν βαρβάρων μῖξιν, ὥστε καὶ ὑπὲρ οὗ πάντα προέσθαι χρήματα ὑπισχνοῦντο καὶ σφᾶς αὐτούς, εἰ δεήσειε, πέμπειν εἰς ᾅδην, νῦν οὐδ' ὀβολοῦ ἀλλάξασθαι βούλονται τὴν ἐλευθερίαν. ὁποτέρωσε γὰρ ἂν νεύσειε τὸ ἀποβησόμενον, οὐκ ἐς τὸ εὔσχημον σφίσιν ἐνόμισαν σχήσειν τὸ πρᾶγμα. ἄν τε γὰρ βουληθῶσιν, ἔφασαν, σιγῇ καλύψαντες τοὔγκλημα τοῦτον ἱερατεύειν ἐνδοῦναι, καὶ λίθοι πάντες ἀναβοήσουσι τὴν τῆς ἀτοπίας ὑπερβολήν· ἄν τ' ἀπρακτεῖν αὐτὸν ἀναπείσωσι καὶ τῆς ἱερουργίας ἀπέχεσθαι, κατήγορος αὐτῶν ἀναιδέστατος ἔσται λοιπὸν αὐτὸς ἐν πολλοῖς, καὶ ξίφους ἀκμαιοτέραν παντὸς ἀντιστήσει γλῶτταν αὐτοῖς, καὶ Ὀλύμπου φανεῖται παντὸς ἐπαχθέστερος. ὅταν δὲ καὶ τὰ θεατρικὰ καὶ ἀγοραῖα σκώμματα πρὸς τὰς ἀγυιὰς παραρριπτούμενα ἐξακούωνται, τῆς γαστροκνημίας φημὶ καὶ τοῦ ἀνδρογύνου θεοῦ καὶ τοῦ μηροῦ τοῦ τὸ ἀτελὲς ὠδίνοντος κύημα, Διονύσου μὲν ἥκιστα οὐδὲ Σεμέλης Θηβαίας ἀμβλώματα, ἀλλὰ βαρβαρικῶν καὶ ἀσεβῶν σπερμάτων ἐκτόκια συγγενῆ καὶ οἷα διηνεκῶς ἐξ ἀσεβοῦς αὐτὸς διανοίας εἴωθε τίκτειν πονηρά τε καὶ ἀσεβῆ γεννήματα, μᾶλλον δ' ἀτελῆ καὶ παρὰ φύσιν ἀμβλώματα, ποίας οὐκ ἂν ἀγχόνης χείρω δόξειεν ἅπασιν, οἷς διδασκάλῳ τούτῳ κεχρῆσθαι συμπέπτωκε. Καὶ περὶ μὲν τούτων αὐτὸς ἂν ἀκριβέστερον διαιτήσειας τῇ σοφῇ σου καὶ ἔμφρονι διανοίᾳ καὶ κρίσει· ἐγὼ δὲ καὶ περὶ τῶν ἑξῆς ὁμοίων τε καὶ ὁμοίας ἐκ θεοῦ τυγχανόντων τῆς ἐκδικήσεως ἀφηγήσομαι. ὁ γὰρ πατριαρχεύσας μὲν ἐκεῖνος Κάλλιστος καθαιρεθεὶς δ' αὖθις ὑφ' ὧν τετίμηται, καὶ μὴ βουλόμενος τὰ τῆς ἀρχιερωσύνης οἴκοθεν ἀποθέσθαι σύμβολα, κεκινδύνευκεν ἄκων τὴν τούτων ἀφαίρεσιν ὑποσχεῖν καὶ ἅμα δεινῷ τινὶ ἐμβεβλῆσθαι δεσμωτηρίῳ, μὴ καὶ στάσιν ἴσως κατὰ τὴν ἐπιπολάσασαν φήμην ἐγείρῃ τῇ πόλει, θρασύτερόν τε καὶ ἀηδέστερον πρὸς τὸν ἐν ἡσυχίᾳ διακείμενος βίον. καὶ τάχα ἂν μὴ μαθὼν ἔφθη παθών, εἰ μὴ μαθὼν ἔφθη φυγών. ἄρτι γὰρ τὸ σκέμμα βασιλεῖ τε καὶ πατριάρχῃ κεκυρωμένον λανθάνουσα φήμη λαβοῦσα διέπιπτεν εἰς τὴν ἀγορὰν ἐξεπιπολῆς. ὅθεν μαθὼν καὶ αὐτός, καὶ δειλίᾳ μακρᾷ συσχεθείς, ᾤχετο λάθρᾳ ἀποδρὰς πρὸς τὸ τῶν Λατίνων ἀντιπέρας φρούριον· καὶ τῇ ἀλλοφύλῳ σκέπῃ καὶ δεσποτείᾳ ἑαυτὸν διὰ φιλοζωΐαν καθυποζεύξας, καὶ ἃ τοῖς ὑπὲρ εὐσεβείας δεδιωγμένοις χθὲς καὶ πρότριτα εὐσεβέσιν ὠνείδιζε, ταῦτα παρὰ πόδας ἁλίσκεται καὶ αὐτὸς πεπονθώς. καταφεύγοντας γὰρ πρὸς τὸ τῆς Σοφίας ἱερὸν καὶ μέγιστον τοῦ θεοῦ τέμενος ἀποσπῶν παρανόμως αὐτὸς τοῖς δεσμωτηρίοις προύπεμπεν· εἰ δέ πού τις καὶ τοὺς διώκτας λαθὼν εἰς τὸ Λατινικὸν ἐκεῖνο κατέφυγε φρούριον, πολὺς αὐτὸς εὐθὺς ἦν κατὰ τῶν τοιούτων ῥέων καὶ ἀμέτρους ἐπαντλῶν λοιδορίας, καὶ λέγων ὡς οἱ τῷ Βαρλαὰμ ὄντι Λατίνῳ φίλοι καὶ νῦν τοῖς ὁμοφύλοις ἐκείνῳ γίνονται φίλοι, τῇ ἀλλοφύλῳ σκέπῃ καὶ δεσποτείᾳ χρώμενοι σωστικῷ λιμένι. οὕτω τὰ τῆς ἀσεβείας ὄργανα μετὰ τῶν οἰκείων δογμάτων πρὸς μὲν βραχύν τινα χρόνον ἀντέσχε, καὶ λέληθεν ἐνίοτε τοὺς πολλοὺς ἐν σκότει κἀκ διαμέτρου τῆς ἀληθείας ἱστάμενα, τῷ χρόνῳ δὲ φωρᾶται τῷ τῆς ἀληθείας θεατριζόμενα φωτὶ καὶ ὑπ' αὐτῶν ἐλεγχόμενα τῶν πραγμάτων, τοῖς οἰκείοις πτεροῖς ἁλίσκεταί τε καὶ ἑαυτοῖς περιπίπτει. μηδὲ γὰρ μηδενὸς διώκοντος ἄλλου, ὑφ' ἑαυτῶν αὐτοὶ διώκονται μόνοι, καὶ πάσχουσιν οἴκοθεν ἅπερ ἔδρων κατὰ τῶν εὐσεβούντων αὐτοί, τῆς θείας κατὰ βραχὺ καὶ λεληθότως δίκης μετερχομένης καὶ ἐλαυνούσης αὐτοὺς καὶ τῶν κορυβαντιώντων χείρους ποιούσης. πρὸς γὰρ αὐτοῖς καὶ πλείους αὐτῶν ἕτεροι τὰ ὅμοια ἐπεπόνθεσαν, καὶ ὡς ἐμβρόντητοί τινες καὶ θεηλάτῳ μανίᾳ τινὶ πληγέντες οὐκ ἴσασιν ὅτι δρῷεν, ἀλλὰ περινοστοῦσιν οἱ δυσσεβεῖς καὶ ἐξάγιστοι μεθυόντων ἢ μαινομένων δίκην καθ' ἑαυτῶν βακχεύοντές τε καὶ οἰστρηλατούμενοι καινόν τινα καὶ τερατώδη τρόπον. Ἐγὼ δέ, μηδαμῇ τοῦ καιροῦ συγχωροῦντός μοι τοῖς ὁμοίοις ἐνδιατρίβειν ἐς τὸ παρὸν ἀφηγήμασιν, ἐφ' ἕτερα τρέψομαι, πλατυτέραν ἐκείνης ταμιευσάμενος τὴν ἀφήγησιν ὡς εἰκὸς προϊών. ἄρτι γὰρ περὶ τροπὰς θερινὰς τοῦ ἡλίου ἐληλυθότος, ἕνδεκα ναυσὶν ἐκ Βυζαντίων λιμένων ὁ βασιλεὺς ἀναχθεὶς Καντακουζηνὸς ἑβδομαῖος ἐς Τένεδον ἀφικνεῖται, πολεμησείων ἐκεῖ τῷ γαμβρῷ Παλαιολόγῳ· ἤλπιζε γὰρ δυοῖν θάτερον, ἢ προδοσίᾳ τῶν ἔνδοθεν ἢ τῇ ἔξωθεν μάχῃ ἀφυλάκτοις ἐκ τοῦ αἰφνιδίου ἐπεισπεσών, αὐτόν τε ἅμα καὶ τὸ τῆς Τενέδου καταλήψεσθαι φρούριον, καὶ ἀντ' αὐτοῦ τὸν υἱὸν αὐτόθι καταλείψειν Ματθαῖον, τῷ πατρὶ τηνικαῦτα συμπλέοντα ὁμοῦ τῇ συζύγῳ. ἐπεὶ δὲ τῷ λιμένι τῶν Τενεδίων τὸν εἴσπλουν προαισθομένων ἐξ ἐφόδου ποιήσασθαι ἥκιστα ἔσχεν, ἐπὶ θάτερα λοιπὸν τῆς νήσου παραπλεύσας πάσαις μὲν τῇ γῇ ταῖς ναυσὶν ἀποβῆναι προσσχόντας ἥκιστα ἔκρινε δέον, δέει τοῦ μὴ τῷ πλείστῳ μέρει κενωθείσας τὰς ναῦς τῷ Παλαιολόγῳ τὴν γνώμην προστεθειμένας, ζημιωθῆναι μὴ μόνον τὸν ἅπαντα στόλον μεθ' ὧν ἀφίκοντο σκεμμάτων τε καὶ βουλευμάτων, ἀλλὰ καὶ σφῶν αὐτῶν αὐτοὺς γενέσθαι προδότας ἀπονητὶ τοῖς ἐχθροῖς. διὸ δὴ καὶ τέτταρσι μόναις ἐπέτρεψαν τὴν ἀπόβασιν, αἷς ἐθάρρουν τὰ μάλιστα. καὶ τοίνυν τῆς ἀποβάσεως γινομένης ἤδη καὶ ἡτοιμασμένων οἷς μὲν ἐπετέτακτο πῦρ τοῖς τῶν ἀσταχύων ἐνεῖναι δράγμασιν, οἷς δ' ἐκριζοῦν τὰς ἀμπέλους, οἷς δ' ἀγώγιμον ἐκ τῆς νήσου τὸ ὕδωρ ἐς τὰς ναῦς κομίζειν, εὐθὺς ἐξεπήδα τῆς Τενεδίας ὁπλίσεως τὸ ἐρρωμενέστερον ἐκ τῶν τοῦ φρουρίου πυλῶν, πεζοί τε καὶ ἱππεῖς, καὶ μάχην στερρὰν παρὰ τὸν αἰγιαλὸν συστησάμενοι οὐδ' ὑδρεύσασθαι τοὺς ναυτικοὺς εἴασαν, ἀλλ' ἠνάγκασαν ἐν βραχεῖ τὰ πρυμνήσια τεμόντας ἀποπλεῖν. ὅθεν δὴ καὶ μικρὸν ἀποστάντες τῆς γῆς οἱ Βυζάντιοι τὰς ναῦς ἀνεκώχευον, τῇ δ' ὑστεραίᾳ τὰς ἀγκύρας ἀναλαβόντες τριταῖοι ἐς Ἴμβρον τὴν νῆσον κατέπλευσαν, πολεμίαν ἡγούμενοι καὶ αὐτήν. κἀνταῦθα τὰ ὅμοια δράσαντές τε καὶ παθόντες πλήρεσι κώπαις κἀκεῖθεν ἀπῄεσαν εἰς Αἶνον τὴν πόλιν, Καντακουζηνῷ προσκειμένην. ἔνθα δὴ Ματθαῖον τὸν νέον βασιλέα καταλιπόντες σὺν τῇ συζύγῳ τάχιστα ἐπανῆκον δέκα ναυσὶν εἰς Βυζάντιον· τῆς γὰρ μιᾶς τὸ πλήρωμά φασιν ἐν δυσὶν ἀποβάσεσιν, αἷς πρὸς Τένεδόν τε καὶ Ἴμβρον πεποίηνται, πρὸς Παλαιολόγον ηὐτομοληκέναι τὸν βασιλέα. Ἐγὼ δ' ὃ μικρῷ πρόσθεν ἐχρῆν ἀφηγήσασθαι βουληθεὶς εἶτα ἐπέσχον, τὴν σὴν λυπῆσαι ψυχὴν φυλαττόμενος, λέξων ἔρχομαι νῦν, τὰς τῶν φίλων καὶ συνάθλων τῶν σῶν δυσωπούμενος ἐντολάς. Εὐλογία γὰρ ἡ τῷ ὄντι βασίλισσα, καὶ τὰς ἐπωνυμίας συμφώνους τῷ βίῳ λόγοις ἅμα κτησαμένη καὶ ἔργοις, πολλοὺς ὑπὲρ τῶν θείων δογμάτων τῆς ἐκκλησίας θορύβους καὶ διωγμοὺς καὶ ποικίλας ἐπαγωγὰς συμφορῶν ὑποστᾶσα, καὶ πρὸς οἷς εἶχεν ὁμοῦ τῷ γήρᾳ νοσήμασιν ἄλλοις πρότερον καὶ πλείοσιν ἔτι περιπεπτωκυῖα, καὶ τελέως οὕτω καὶ κατὰ βραχὺ τὸ σῶμα δαπανηθεῖσα, πρὸς τὴν ἀΐδιον ἐκείνην τέως μετέστη μακαριότητα. νῦν οὖν σε παρακαλοῦσιν οἱ φίλοι λόγοις ἐπιταφίοις ἐκείνην κοσμῆσαι, ἐπεὶ καὶ πολλὰ προφανῶς τῶν τῷ ἐκείνης προσιόντων τάφῳ νοσήματα τὴν ταχίστην ἐλαύνονται, τοῦ θεοῦ κἀντεῦθεν ἐλέγχοντος τὴν τῶν διωκόντων ἀπόνοιαν καὶ ἀσέβειαν. οἶσθα δὲ καὶ ἄλλως ὡς μετὰ χρόνον που ἑξκαιδέκατον τῷ Ἀνδρονίκου τοῦ βασιλέως ἐκείνου υἱῷ συζυγεῖσα μετὰ πολλῆς τῆς εὐκλείας καὶ δόξης, καὶ μόλις που δύο μόνους ἐνιαυτοὺς ἐκείνῳ τοῦ βίου συναπολελαυκυῖα, θανάτῳ τε τοῦτον εὐθὺς ἐζημίωται καὶ ἅμα τριβώνιον ὑποδῦσα τὸν ἅπαντα πλοῦτον διένειμε αἰχμαλώτοις καὶ πένησιν ἄλλοις, πλὴν ἢ ὅσον εἰς τὴν πολυτελῆ τοῦ θείου φροντιστηρίου κατασκευὴν ἐκείνου κεκένωκεν, ὃ περιβόητον μᾶλλον εἰς ἀρετὴν κατεστήσατο ἢ πρὸς κατασκευήν. δαψιλέσι μὲν γὰρ καὶ πολυτελέσι δαπάναις ᾠκοδομήσατο, πλείους δὲ τῶν ἑκατὸν μοναζούσας κατ' ἐκλογὴν ἐνασκεῖσθαι συνήθροισε τούτῳ σεμνῶς. ἀλλ' αὐταῖς καὶ αὐτὴ συνδιηκονεῖτό τε καὶ ἀμφεπονεῖτο, χορηγοῦσα μὲν ἀφθόνῳ γνώμῃ τὰ κατὰ χρείαν διηνεκῶς ὡς κυρία, συναιρομένη δ' ἐξ ἐφημερείας καὶ αὐτὴ τὸν πάσαις ἐκείναις ἀνάλογον τρόπον ὥσπερ ὁμόδουλος, ἄχρι τῶν ὀπτανείων καὶ εἴ τι τῶν χυδαιοτέρων ἐτύγχανεν ὂν καὶ συλλήβδην εἰπεῖν, ἀρχέτυπον ἀρετῆς ἁπάσης ἁπάσαις ἑαυτὴν προτιθεῖσα καὶ βίου σεμνοῦ μέχρι καὶ ἐς δεῦρο διήρκεσεν, ἑβδομηκοστὸν ἐγγύς που τῆς ἡλικίας ἄγουσα χρόνον. καὶ τί χρὴ πλείω διεξιέναι πρὸς σὲ πλέον τῶν ἄλλων τὰ ἐκείνης εἰδότα; μέμνημαι γὰρ καὶ πολλάκις σοῦ γε ἀκηκοὼς ἔστιν ἃ τῶν ἐκείνης ἀφηγουμένου καλῶν, καὶ ἐρεθίζοντος ἴσως εἰς ἕξιν ἀσκήσεως ἀγαθῆς τοὺς ἀκούοντας, ὡς βαθεῖάν τε ἐκέκτητο σύνεσιν ἡ γυνή, καὶ σιωπῶσα καὶ φθεγγομένη παραίνεσις ἦν ἀεὶ τοῖς συνοῦσι, καὶ μέγα καὶ ἀπαράμιλλον τοῦ μοναδικοῦ παράδειγμα βίου, καὶ οἷον αἰθεροδρομούσης σεμνότητος ἦθος αὐτόφυές τε καὶ αὐτοχάλκευτον, ἁπάσης τε πνευματικῆς παιδείας κανὼν ἀκριβὴς καὶ δικαιοσύνης ζυγὸς ἀρρεπής. ἔτι δὲ θυμοῦ κινήσεσιν ὀξυρρόποις καὶ αὐτονόμοις, καὶ εἰ τὰς αἰτίας εὐλόγους ἐκέκτητο, οὔτε χεὶρ αὐτῇ ποτ' ὤφθη τῶν πάντων οὐδέσιν οὔτε γλῶττα διακονήσασα προπετής, ἀλλ' ἐν αὐτοῖς εὐθὺς ἀναιροῦσα τοῖς λογισμοῖς διετέλει τὰς ῥίζας ἐντὸς πρὸ τῆς βλάστης. τόν γε μὴν τῆς ἀργίας καιρὸν βίβλων ἱερῶν παρεῖχεν ἀεὶ ἀναγνώσεσι, καὶ πεῖραν ἐντεῦθεν ὑψηλῆς θεωρίας συνῆγε μακρὰν καὶ ποικίλην, ὁπόση τοῖς θείοις τῆς ἐκκλησίας δόγμασι καιροῦ καλοῦντος ἐγένετό οἱ σύμμαχος κράτιστος. ὥσπερ δ' αὖ ἱερωσύνῃ τῇ ἀληθείᾳ τὴν γλῶτταν τιμήσασα, ἀκάματον τὴν τῶν χειλέων ἀκρόπολιν ἔστησε φύλακα, ὡς μὴ λάθοι προκύψας ὀψέ ποτε λόγος μάλα μέν τις ἐπαγγελτικός, οὐ μάλα δέ τις τελεσιουργὸς καὶ ὠφέλιμος. καὶ τὰ πλείω λέγοις ἂν αὐτὸς καὶ ἀφηγοῖο πλατυτέρᾳ γλώττῃ τε καὶ βίβλοις μάλα γέ τι σφόδρα ἁρμοττούσαις. νῦν δέ σοι καὶ περὶ τῶν ἔξωθεν ἀπαγγελλομένων ἔνια διηγήσομαι, ὧν καὶ ὁ παρὼν τὰς ἡμῶν ἀκοὰς ἐνέπλησε χρόνος τῶν δυσχερῶν. Φήμη γὰρ ἀφίκετο πρότριτα ἐς Βυζάντιον ἐκ τῶν ἕωθεν ἐπιδημησάντων Ἀντιοχέων, ὡς ὁρμῇ δαιμονίᾳ τινὶ συσχεθεὶς ὁ τῆς Αἰγύπτου καὶ Ἀραβίας δεσπότης, ὁπόσοι χριστιανῶν οἰκοῦσι τὴν γῆν ἐκείνην, ἐξήνεγκε δόγμα πάντας ἡβηδὸν ἀνελεῖν, εἰ μὴ ἐς τὴν τῶν Ἀράβων θρησκείαν τὸ σέβας καὶ αὐτοὶ μεταθεῖεν, μηδὲ γὰρ εἶναι λέγων εἰκὸς ὑπὸ τὴν ἐμὴν ἐξουσίαν τελοῦντας τὴν ἐμὴν φαυλίζειν θρησκείαν. ἐνστάντων οὖν ἐκεῖ τηνικαῦτα παμπόλλων ὑπὲρ τῆς εὐσεβείας ἐρρωμένως καὶ σὺν ζεούσῃ τῇ προθυμίᾳ γέγονε φόνος πολύς, ὡς φανῆναι τὸ πλῆθος τῶν ἀναιρεθέντων ὑπὲρ δισμυρίους, ἀρξαμένου μὲν ἐκ Παλαιστίνης πρῶτον τοῦ δεινοῦ, εἶτα διαβάντος Κοίλην Συρίαν καὶ Φοινίκην πᾶσαν, καὶ ὅσαι τὴν Δαμασκὸν ἀστυγείτονες περιχορεύουσι πόλεις καὶ κῶμαι μέχρι Τύρου καὶ Σίδωνος, καὶ ὅση τὸ ὄρος τὸν Κάρμηλον περικλύζει θάλασσα. ἐν μεταμέλῳ δ' αὖ τοῦ προστάξαντος γεγονότος πέπαυται τὸ δεινόν. Ταῦτα καὶ πλείω πρὸς τούτοις ἕτερα ὑπειπὼν ὁ καλὸς Ἀγαθάγγελος ᾤχετο ἀπιὼν περὶ μέσας που νύκτας, αὖθις τοὺς ἡμετέρους δημίους λαθὼν καὶ τοὺς θηριώδεις φύλακας, μόνον ἐμὲ καταλελοιπὼς τῇ στενῇ καὶ δεινῇ συνήθως ἐκείνῃ διαίτῃ χρώμενον. Ἄρτι δὲ τοῦ μὲν ἐφεστηκότος λήξαντος ἔτους, τοῦ δὲ ἑξῆς ἐνδημήσαντος, τὰ Ῥωμαίων ἐνόσει τοῦ εἰωθότος ἐπέκεινα πράγματα διά τε τὴν εἰωθυῖαν Περσῶν ἐπικράτειαν, ἣν ἤδη Καντακουζηνοῦ προδιδόντος ἄχρι πυλῶν ἐσχήκεσαν Βυζαντίων, ὡς οἰκείοις τέως χρώμενοί τε καὶ καταχρώμενοι μὴ πράγμασιν ἅπασι μόνον, ἀλλὰ καὶ γυναῖκας καὶ παῖδας ἀνδράσιν ὁμοῦ πρὸς πᾶν τὸ βουλόμενον ἄγοντές τε καὶ φέροντες, οὐκ ἔξω πόλεων ὡς πρὶν περιθέοντές τε καὶ παραθέοντες, ἀλλ' ἐνδὸν ἤδη ποιούμενοι τοὺς συνοικισμούς, καθ' ὁπόσον καὶ οἷον καὶ ὅπου καὶ ὅτε τὸ τῆς ψυχῆς ὀρεκτικὸν ὑπετίθετο σφίσιν ἐπιτροπεύοντες καὶ δεσποτικῶς ἐπιτάττοντες. Ἤδη δὲ τοῦ φθινοπώρου λήγοντος, περί που τὰ μέσα μιᾶς τῶν νυκτῶν ἀκοή τις αἰφνίδιος τὸ Βυζάντιον περιήχησεν ἅπαν, εἶναι τείχους ἐντὸς βασιλέα Παλαιολόγον τὸν νέον, συμμαχίας πάσης ἀλλοφύλου χωρὶς ἀφιγμένον τριταῖον ἐκ Τενέδου τῆς νήσου, μηδενὸς αἰσθομένου τὸν εἴσπλουν, μεγίσταις μὲν τριήρεσι δυοῖν, μονήρεσι δ' ἑκκαίδεκα διὰ τοῦ πρὸς ἕω λιμένος καὶ νεωρίου εἰσελάσαντα, ὧν αἳ μὲν οἴκοθεν ἦσαν αὐτῷ προνεναυπηγημέναι, αἳ δ' ἐκ Τενέδου τε καὶ Λέσβου καὶ Λήμνου κατὰ μέρος ἠθροισμέναι, καὶ εἴ τινες εἶεν αὐτόνομον διαιτώμενοι βίον. ὅ γε μὴν Καντακουζηνὸς ἐν ἀκοῇ τοῦ γεγενημένου γενόμενος ἔξω μὲν τῶν βασιλείων οὐδαμῇ ἐξεληλυθέναι ἐγνώκει, δείσας τὴν τῶν Βυζαντίων ὁρμήν, ἠρεθισμένων πάλαι σφοδρῶς κατ' αὐτοῦ, τά τε ἄλλα ὁπόσα πολλάκις ἔφθην εἰπών, καὶ ὅτι τούς τε τῆς εὐσεβείας πατρίους καταπεπάτηκε νόμους, καὶ τὴν τῶν ἐναπολειφθέντων ἅμα Ῥωμαίων ἐλευθερίαν ἀφελόμενος δουλεύειν αὐτοὺς ἐδεδώκει βαρβάροις καὶ ἀσεβέσιν ἐχθροῖς. πέμψας δ' οὖν τὴν ταχίστην ἐντὸς βασιλείων οὐ μάλα ἑκόντας ἀθροίζει τοὺς τῆς συγκλήτου προύχοντας, ἵνα τε συμμάχοις χρῷτο καὶ αὐτοῖς μετὰ τῶν ἐκ πολλοῦ συνοικούντων αὐτῷ Κατελάνων, εἰς ἑκατὸν ἀνηγμένων τὸν ἀριθμόν, ὁπότε ἐπίοι σὺν ὅπλοις πολεμησείων κύκλῳ τὰ βασίλεια τείχη Παλαιολόγος ὁ βασιλεύς, καὶ ἵνα μὴ ἐκείνῳ μᾶλλον κατ' αὐτοῦ συμμαχεῖν ἀναγκασθῶσιν ἐλεύθεροι ὄντες. ἀλλὰ τοῦ θεοῦ μὴ συναιρομένου τὰ πάντα ἀντέστραπται. τῇ γὰρ ὑστεραίᾳ περιστρατοπεδεύσαντες ἅμα αὐτῷ πάντες Βυζάντιοι ἐρρωμένως ἐπολιόρκουν. καὶ πρὶν ὅλας δύο παρελθεῖν ἡμέρας, φρυγάνοις πολλοῖς πυρπολήσαντες τὴν πρὸς τὸν ἐν Βλαχέρναις θεῖον νεὼν ἀνοιγομένην πύλην τοῦ κάτω παλατίου, εἰσερρύησαν ἀσχέτῳ ῥύμῃ, καὶ τὸ Καστέλιον οὕτω λεγόμενον ἐξηνδραποδίσαντό τε καὶ διενείμαντο κατὰ σφᾶς ὡς ἐβούλοντο. τούτου δ' οὕτω συνενεχθέντος, ἐπειδὴ βασιλείων ἐντὸς μύλος μὲν ἥκιστα ἦν, ἄλευρα δὲ καὶ ἄρτοι διὰ τὸ τῆς συμφορᾶς ἀδόκητον οὐ προῳκονόμηντο, ἥ τε καθ' ἡμέραν δαπάνη τοῦ πλήθους ἔνδοθεν ἀπαραίτητον τὴν χορηγίαν ἀπῄτει, καὶ ἅμα ὁ γογγυσμὸς καὶ οἱ πρὸς ἀλλήλους ψιθυρισμοὶ τῶν ἐντὸς πολυτρόπων ἐκείνων ἀνδρῶν καὶ αἱ κατὰ τοῦ Καντακουζηνοῦ λοιδορίαι πολλὴν ὤδινον τὴν κατ' αὐτοῦ κίνησιν, εἰς ἀνάγκας ἤλασαν σπείσασθαι τῷ γαμβρῷ καὶ βασιλεῖ Παλαιολόγῳ, πρὶν ἢ παθεῖν τὰ ἀνήκεστα. βραχέων οὖν ἐντὸς ἡμερῶν οὑτωσὶ τῶν πραγμάτων ἐκείνων συνελαθέντων καὶ τῶν σπονδῶν ἐπὶ τῷ βασιλεύειν ἄμφω γεγενημένων, ἀνυπόπτως ἤδη προσῄεσαν καὶ ὡμίλουν ἀλλήλοις τῶν βασιλείων οἴκων ἔνδον ἅμα καὶ ἔξω· διὸ καὶ σύγχυσίς τε καὶ θόρυβος ἠγείρετο σφόδρα ἄσημος κατὰ τὸ συνεχὲς πρὸς Βυζαντίων κατὰ πρόσωπόν τε καὶ ἀναιδῶς λοιδορούντων αὐτὸν Καντακουζηνὸν καὶ ἐπιπηδώντων αὐτῷ, καὶ ἐν ἐπαγγελίαις ὄντων κατὰ τῆς αὐτοῦ σφαγῆς τὰ ἴδια βάπτειν ξίφη, εἰ μὴ τὴν ταχίστην πρὸς τὸ μοναδικὸν τὴν βασίλειον ἀμείψῃ στολήν. ἔνθεν τοι καὶ μετ' οὐ πολλὰς τὰς ἡμέρας ἐξῄει τοῦ παλατίου, τὸ μοναδικὸν ἠμφιεσμένος σχῆμα, ξύν γε τῇ ὁμοζύγῳ νυκτός, αὐτὸς μὲν Ἰωάσαφ μετονομασθείς, ἡ δ' Εὐγενία, καὶ ὃ μὲν εἰς τὴν τῶν Μαγγάνων μονὴν μετοικήσας, ἣ δ' εἰς τὴν τῆς Μάρθας οὑτωσὶ κεκλημένην. εἵπετο δ' αὐτοῖς μὴ μόνον ἅπανθ' ὅσα πρὸς τὸ ζῆν ἀναγκαῖα, ἀλλὰ καὶ ὅσος τοῖς βασιλικοῖς ταμιείοις ἔτυχε τέως ἠθροισμένος πλοῦτος, καθάπαξ ἅπας συλλήβδην εἰπεῖν ἀγώγιμος σφίσιν εἵπετο καὶ αὐτός, Παλαιολόγου τοῦ βασιλέως ἐνδόντος αἰδοῖ τοῦ κήδους. Ἀλλὰ λεκτέον ἡμῖν ἐν βραχεῖ καὶ ὅσα τηνικαῦτα συμπέπτωκε πατριάρχῃ Φιλοθέῳ τῷ ἐπικεκλημένῳ Κοκκίνῳ· χρὴ γὰρ ἐνταῦθα μικρὸν ἀναδραμόντα τῷ λόγῳ δεῖξαι οἷς ἀκούειν ἔφεσις οἵα καὶ τούτῳ θεόθεν ἐκ τοῦ σχεδὸν ἐνέσκηψε παιδεία πρὸς ἔλεγχον τῆς ἀκαίρου καὶ σφαλερᾶς καυχήσεως. ἔσχε γὰρ οὑτωσί. ἐγένετο κατὰ τὴν μονὴν ἣ τοῦ Κραταιοῦ ἐπικέκληται, λείψανον ἱερὸν ἐκ κεφαλῆς ἄχρι ποδῶν ἀνενδεῶς τῶν μελῶν ἁπάντων ἔχον εὑρῆσθαι πρὸς τῶν ἐκεῖ μοναζουσῶν γυναικῶν. περὶ οὗ καὶ πολλή τις ἤκμασε τέως ὑπόληψις τοῖς πολλοῖς, Ἀνδρέου τοῦ Κρήτης εἶναι, ὃς οὐκ ὀλίγοις τὴν ἐκκλησίαν ἐκόσμησεν ἱεροῖς μέλεσι. τοῦτο γὰρ κατορώρυκται μὲν τῷ ἐδάφει τοῦ θείου ἐκείνου νεώ, ἦν δ' ἀφανείᾳ κεκαλυμμένον ἐκ παλαιοῦ καὶ οὐδενί πω γνώριμον ἄχρι τῆς τῶν νῦν χρονικῶν περιόδων ἡλικίας. ἄρτι δ' οὐκ οἶδ' ὁπότερον εἰς τοὐμφανὲς ἐληλύθει, εἴτ' ἐξ ἐπιπνοίας τινὸς θειοτέρας, εἴτε τινὸς χρείας ἐνστάσης ὀρύττειν ἐκεῖσε, εἴτ' οὐκ οἶδ' ὅντινα τρόπον ἕτερον. οὐ γὰρ ὄψεσιν αὐταῖς μοι τετύχηκε γενομένῳ κατὰ τὸν τόπον θεάσασθαι, τοῦ τηνικαῦτα διωγμοῦ καὶ τοῦ τῆς ἐκκλησίας χειμῶνος ἐκείνου τὰς ἐμὰς ἐγκλείσαντος θύρας, ὡς μηδ' ἐπὶ βραχὺ γοῦν εἰς ἐλεύθερον προκύπτειν ἔχειν ἀέρα πνοῆς ἀκραιφνοῦς. ἀκοῇ δ' ὅμως ὀλίγῳ ὕστερον παρειληφότι ἕνα καὶ αὐτὸν εἶναί με τῶν εἰδότων συμπέπτωκε, παμπόλλων ἤδη τὸ πρᾶγμα καὶ δημοσίᾳ θρυλλούντων. διὸ τῶν οὐδὲν οὐδαμῇ γε ἀπεικότων ἔδοξεν, οὐδὲ τοῦ καιροῦ καὶ τῆς χρείας ὡς πορρωτάτω, τῇ ἱστορίᾳ καὶ τοῦτό μοι συνυφανθῆναι, ἔλεγχον μὲν κομιδῇ προφανῆ κομίζον θεόθεν κατὰ τῆς τῶν διωκτῶν ἀπονοίας, παντάπασι δ' ἀκίβδηλον τὸ τῶν διωκομένων ἡμῶν ἀποφαῖνον σύστημα. Φιλοθέῳ γὰρ τῷ Κοκκίνῳ τηνικαῦτα πατριαρχεύοντι ἔδοξεν, ὥσπερ ἕρμαιον τὸν καιρὸν ἡρπακότι, μηχανήσασθαί τι πρὸς σύστασιν τῆς σφετέρας αὐτῶν παλαμικῆς πολυθεΐας. πλήθους οὖν ἠθροισμένου παμπόλλου τῶν ἐν ἀγοραῖς καὶ τριόδοις καλινδουμένων, στὰς ἐφ' ὑψηλοῦ «χρεὼν ὑμᾶς» φησίν, «ὦ ἄνδρες τε καὶ γυναῖκες καὶ τέκνα νήπια, μὴ θείας ἄνευ προνοίας οἴεσθαι τὴν τοῦ θείου τοῦδε λειψάνου τοῖς ἐνεστῶσι γενέσθαι καιροῖς ἐμφάνειαν, ἀλλ' ἵνα τὸ πλείστοις διὰ τὴν τῶν ἀντιθέτων ἔριν ἀμφισβητήσιμον ἐμφανὲς καὶ σαφὲς καταστῇ, καὶ γνώριμον γένηται πᾶσι πῶς μὲν τὸ πολλάς τινας σέβειν ἡμᾶς ἐνεργείας ἀκτίστους καὶ ἀνουσίους, ἃς καὶ θεότητας ἀνουσιοϋφειμένας τῆς θείας καλοῦμεν οὐσίας καὶ διαφόρους αὐτῆς τε καὶ ἀλλήλων, ἀκίβδηλόν τέ ἐστι καὶ εὐσεβές, ἡ δὲ τῶν ἀντιθέτων καθ' ἡμῶν λοιδορία μάταιος καὶ κατεγνωσμένη. ἔστι μὲν οὖν κἀντεῦθεν οὐκ ἄδηλον τὸ τῆς θείας ψήφου καὶ τῆς αὐτῶν καταδίκης· αὐτοὶ μὲν γὰρ ἐν παραβύστῳ καὶ γωνίαις ἐρριμμένοι πάσης ἄξιον ὕβρεως ἀνύουσι βίον καὶ λίαν ἠχρειωμένον, ἡμῖν δὲ παρρησίαν δίδωσιν ὁ θεός, καὶ σεμνύνεσθαι τά τε ἄλλα, καὶ μάλιστα τῇ τοῦ παρόντος διὰ μακρῶν ἤδη τῶν χρονικῶν περιόδων εὑρέσει θείου λειψάνου.» ταῦτα δὴ καὶ πλείω τὰ παραπλήσια διεξεληλυθώς, ἐκέλευσε ταῖς μοναζούσαις ὀλίγων ἐντὸς ἡμερῶν τῇ τῷ ἁγίῳ ἐκείνῳ λειψάνῳ ἁρμοττούσῃ ἐνθεῖναι θήκῃ κατὰ τὸν ἐν τοῖς τῆς μονῆς προπυλαίοις προπαρεσκευασμένον οἰκίσκον, κἄπειτα ἑξῆς ἑτοιμάσαι καὶ ὅσα πρὸς ἀπαρτισμὸν ἐνθρονισμοῦ συντελεῖ, βρώσιμά τε πρὸς τούτοις καὶ πόσιμα ὅσα πρὸς ὑποδοχὴν ἀρκέσει τῷ τε τῆς ἐκκλησίας ἅπαντι κλήρῳ καὶ ὅσοι τῶν ἐπισκόπων καὶ πρεσβυτέρων καὶ λαϊκῶν ἐπείσακτοι ἔσονται, ἅμα αὐτῷ τὴν ἱερουργίαν τελέσοντες. καὶ ταῦτα μὲν τῇδέ πῃ κεχώρηκεν, ἄρτι δὲ τῆς ἡμέρας ἐνστάσης ἐν ᾗ τὴν ὑστεραίαν ἔδει τὰ τῆς ἱερουργίας τελεῖσθαι, πάντα μὲν ἦν ταῖς μοναζούσαις ἐκείναις ἕωθεν ἐς ἑσπέραν πονούσαις ἀνενδεᾶ τὰ τῆς χρείας, τῷ δὲ ἁγίῳ καὶ τῷ τοῦ ἁγίου μόνῳ θεῷ παντάπασιν ἀνένδεκτόν τε καὶ ἥκιστα ἀνεκτὸν ὑπ' ἀνδρῶν πολυθέων καὶ οὕτω δυσσεβείᾳ μακρᾷ αὐτῶν τε κραταιῶς ἐχομένων καὶ ἑτέροις αἰτίων ἀεὶ γινομένων τὴν αὐτουργίαν πεπρᾶχθαι τοῦ προκειμένου. διὸ καὶ τῆς νυκτὸς ἐκείνης περὶ τὰς ἀλεκτρυόνων ἤδη γενομένης ᾠδάς, φήμη τις ἡσυχῇ περιέθει τὴν πόλιν, ἔνδον τειχῶν τὸν βασιλέα Παλαιολόγον εἰσκεχωρηκέναι διὰ τῶν θαλαττίων τοῦ νεωρίου πυλῶν τῶν πρὸς ἕω ταχυναυτούσαις μονήρεσι καὶ διήρεσιν ἐκ Τενέδου καὶ Ἴμβρου καὶ τριήρει μιᾷ, δυοῖν νυχθημέροιν πρότερον ἐκ Τενέδου τὸν ἔκπλουν πεποιηκότα. θόρυβος οὖν διὰ τοῦτο κατέσχε τοὺς Βυζαντίους ἡδονῇ καὶ λύπῃ σύμμικτος, καὶ ὅσα ἐν τοῖς τοιούτοις συμβαίνειν εἴωθε, τῶν μὲν διὰ φόβον ἀσχετῶς φευγόντων, τῶν δὲ διὰ κέρδος λαμπρῶς διωκόντων. πάντων δὲ μάλιστα φόβος κατέσχε τὸν πατριάρχην Φιλόθεον οὐ πάνυ μικρὸς διὰ τὸ πάνυ τοῦ συμπτώματος ἀπρόοπτον καὶ αἰφνίδιον· καὶ γὰρ ὁ χθὲς βρενθυόμενος καθιεροῦν τὸν ναὸν εἰς βεβαίωσιν τῆς παλαμικῆς αἱρέσεως ἀνίερος τήμερον ὤφθη καὶ μάλα τι σφόδρα θεοῦ καὶ ἱερωσύνης ἀνάξιος. ὅθεν ἐπεὶ μὴ λελογισμένα πράττειν μηδὲ συνέσει προσήκοντα παρέχουσιν οἱ τοιοῦτοι καιροί, καὶ μάλισθ' ὅτε καὶ θεήλατός τις ἐλαύνοι πληγή, ἐξέστη καὶ οὗτος τοῦ καθεστῶτος εὐθὺς φρονήματος, καὶ ξυννενοηκὼς ἀνύποπτον μόνον εἶναι τὸν ἐπὶ θάτερα κρυπτῆρα μέρη τῆς τοῦ θεοῦ σοφίας λεγόμενον φοῦρνον, ἔνθα καὶ ᾧ τοὺς τῷ θείῳ προσιόντας βαπτίσματι χρίεσθαι μύρῳ νενόμισται, ἕψουσιν ἐν πενταετηρικαῖς περιόδοις ἢ καὶ πλείοσιν ἴσως καὶ ἥττοσιν ἐνίοτε κατὰ τὴν τῶν ἄλλοτ' ἄλλων βούλησιν καὶ χρείαν πατριαρχῶν, ἐν τούτῳ φυγὼν ὑπότρομος καὶ περιδεὴς ὁ χθὲς διώκτης θρασὺς ἐπὶ πολλαῖς ἐκρύπτετο ταῖς ἡμέραις, ἠχρειωμένος καὶ μάλα ἀπαγορεύων τὸ ζῆν. Ἔξεστιν οὖν συλλογίζεσθαι πῶς τὰ χθὲς καὶ πρώην μετὰ σοβαροῦ τοῦ ἤθους δημοσιευθέντα τῷ Φιλοθέῳ μεγαλαυχήματα κατὰ τῶν ὀρθοδοξούντων καὶ τὰς τῆς βωμολοχούσης γλώττης εὐτραπελίας ἤλεγξεν οὐκ εἰς μακρὰν ὁ θεός, δικαίαν τὴν κρίσιν ἐπενεγκὼν τῷ περιφανῆ τὴν ἀδικίαν εἰς τὸ ὕψος λαλήσαντι, μᾶλλον δὲ λαλήσαντι μὲν καὶ τότε, λαλήσαντι δὲ καὶ πρότερον ἢ τότε καὶ μεθύστερον ἢ τότε, καὶ λαλοῦντι διηνεκῶς αὐτῷ καὶ ὅσοι ἀμφ' αὐτὸν καὶ σὺν αὐτῷ παλαμισταί. τίς δ' οὐκ ἂν ἀπείποι βουλόμενος ἀριθμεῖν τοὺς περιφανεῖς κατ' αὐτῶν ἀεὶ γινομένους θεόθεν ἐλέγχους ὥστε σύνεσιν σχεῖν εἰς ἐπιστροφήν; τίς δ' οὐκ ἂν ἐκπληγείη βλέπων τὸ ἀκαμπὲς αὐτῶν καὶ ἀνεπίστροφον εἰς τὸ τὴν σφετέραν συνεῖναι πλάνην; καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. Τῶν δ' υἱέων Καντακουζηνοῦ Ματθαῖος μὲν ὁ βασιλεὺς διατρίβων ἔτυχε τηνικαῦτα ἐς ὅσα ἐπέκεινα Διδυμοτείχου τε καὶ Ὀρεστιάδος, Μανουὴλ δ' ὁ μετ' ἐκεῖνον, δεσπότης τὸ ἀξίωμα ὤν, ἐς Πελοπόννησον, πέμπτον ἔτος ἤδη τῶν ἐκεῖ Ῥωμαϊκῶν χωρίων καὶ πόλεων τὴν ἐπιτροπὴν διοικῶν. ὁ δ' ἐπὶ θυγατρὶ γαμβρός, Κόντου Κεφαληνίας παῖς, Αἴνου τῆς πόλεως ἦν ἐπίτροπος, καὶ εἴ τι πέριξ ὑπῆρχε χωρίον βαρβαρικῆς ἀθῶον ἔτι καταδρομῆς. τῶν δὲ γυναικαδέλφων σεβαστοκρατόρων Ἰωάννης μὲν ἔτυχε τῷ Παλαιολόγῳ τέως συνδιαιτώμενος τῷ βασιλεῖ, τειχῶν Βυζαντίων ἐντός, ἅτερος δ' ἦρχε Βιζύης ὁ Μανουὴλ ἐκ πολλοῦ τὴν ἐπιτροπὴν εἰληφὼς πρὸς τοῦ Καντακουζηνοῦ· αἱ λοιπαὶ δ' ὑπέκυψαν Παλαιολόγῳ τῷ βασιλεῖ ὁπόσαι μήπω βαρβάροις προδέδονται πόλεις. Μηνῶν δ' ἐγγὺς δυοῖν μεταξὺ παρερρυηκότων ἧκεν ἐκ Τενέδου καὶ ὁ Κάλλιστος οὕτω λεγόμενος, πατριάρχης μὲν εἶναι συγχωρηθεὶς αὖθις πρὸς Παλαιολόγου τοῦ βασιλέως ἅτε ἐζηλωκώς, ὡς ἔδοξεν, ὑπὲρ αὐτοῦ, μὴ στεργόμενος δ' οὖν, εἰ μὴ τὰ κατὰ βούλησιν δρῴη αὐτῷ. ὃ μὲν γὰρ ἐβούλετο πάντας, συλλήβδην εἰπεῖν, ἐπισκόπους καὶ πρεσβυτέρους τῆς ἐπισκοπικῆς καθελεῖν ἀξίας· βασιλεῖ δ' οὐκ ἦν οὐδ' ὁπωσοῦν ἀνεκτὸν εἰ μὴ ἀλλήλοις ἀφῶσι τἀγκλήματα, συνιόντες εἰς ἕν. ὀψέ γε μὴν καὶ σφόδρα μόγις ἡ τοῦ βασιλέως φιλάνθρωπος νενίκηκε βούλησις. οὐ τελέως μὲν νενίκηκε δ' οὖν. τοῖς μὲν γὰρ ἐπισκόποις καὶ ἄκων ὁ Κάλλιστος ἐσπείσατο, τῷ δὲ μετά γε αὐτὸν πατριαρχεύσαντι Κοκκίνῳ τῷ Φιλοθέῳ λεγομένῳ τὸ παράπαν οὐδαμῇ, ἀλλὰ τοὺς αὐτοὺς ἐπισκόπους συνηθροικὼς οἳ τοῦτον μὲν πέρυσι τῆς πατριαρχείας ἐξῶσαν ἐκεῖνον δ' ἀνθείλοντο, δι' αὐτῶν ἐκείνῳ τὴν ἐπεξέλευσιν εἴργασται. καὶ καθαιρεῖ μὲν αὐτὸν τῆς ἱερωσύνης ὁμοῦ τῇ τῆς ἀξίας ἐλπίδι, ἐπιτίθησιν δὲ καὶ ἀφορισθεὶς ὑπ' ἐκείνου πρὶν καὶ αὐτὸς ἀφορισμὸν ἐκ θεοῦ, μοιχόν τε ἀποκαλῶν καὶ λῃστὴν καὶ ἅρπαγα τῆς μηδαμῇ προσηκούσης ἀξίας αὐτῷ. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον. Ἐγὼ δ' ἐπὶ τούτοις τῷ βασιλεῖ προσεληλυθὼς καὶ ἀπειληφὼς ἰδίᾳ, καὶ ὅσα δήπουθεν ἐχρῆν ὡμιληκὼς ὑπὲρ τῶν θείων τῆς ἐκκλησίας δογμάτων, καὶ τὴν πρὸς τοῦ Καντακουζηνοῦ καὶ Παλαμᾶ καινοτομίαν τῆς εὐσεβείας γεγενημένην ἐκτραγῳδήσας, καὶ προσθεὶς ὡς ταῦτ' ἐστὶν ἃ τὴν τοῦ θεοῦ κεκίνηκεν ὀργὴν κατὰ τοῦ Καντακουζηνοῦ ὡς αἰσχρῶς τῆς βασιλείας ῥιφῆναι καὶ πρὸς τῶν φαυλοτάτων ἐξουδενωθῆναι λαμπρῶς, ἔπειτα παρῄνουν ἀνειληφέναι πεσοῦσαν τὴν πάτριον τῆς τοῦ θεοῦ ἐκκλησίας εὐπρέπειαν καὶ πρὸς τὸ ἀρχαῖον ἀναγαγεῖν ἀξίωμα, εἰ μὴ βούλοιτο καὶ αὐτὸς τοῖς ὁμοίοις περιπίπτειν δεινοῖς. θεοῦ γὰρ διδόντος τὴν πατρῴαν αὐτῷ βασιλείαν ἀπονητί, χρῆναι καὶ αὐτὸν ἀποδιδόναι τὴν πάτριον εὐσέβειαν τῷ θεῷ, τοῦ πάνυ τι χαλεποῦ τὸ πάνυ τι ῥᾷστον ἀλλαξάμενον. ἐντεῦθεν γὰρ ἐξεῖναι τοῦ λοιποῦ συλλήπτορι τῇ ἄνωθεν κεχρῆσθαι δεξιᾷ πρὸς ἅπασαν πρᾶξιν ὁμοῦ καὶ βουλήν. πρὸς δὴ ταῦτα καὶ τὰ τοιαῦτα βούλησιν μὲν ἔχοντα πάνυ πολλὴν ἐγνωκὼς ἐγώ, ἔμπρακτόν γε μὴν ὁρμὴν ἥκιστα πάνυ πολλήν, πόνῳ πόνον αὖθις προσεθέμην, καὶ δὶς ἑξῆς καὶ τρὶς καὶ τετράκις αὐτῷ προσιὼν καὶ τὰ τοῖς προρρηθεῖσιν ἀκόλουθα δεξιῶς ὁμιλῶν κατανεῦσαι πεποίηκα δυοῖν ὁπότερον ἕλοιτ' ἂν διαπράξασθαι. εἰ μὲν οὐ διδόντων ἄδειαν τῇ τοιαύτῃ σχολῇ τῶν πραγμάτων ἔς γε τὸ ἱκανὸν ἀποχρῶσαν, προγράμματι γοῦν καὶ προστάξει δραστικωτέρᾳ βεβαιῶσαι μὲν τὴν τῶν γονέων τε καὶ προγόνων αὐτοῦ γε εὐσέβειαν καὶ ἐς τὴν πρὶν ἐκείνην θεοπρεπῆ κατάστασιν ἀνενεγκεῖν, ἀκυρῶσαι δὲ τὰς μετὰ τελευτὴν τοῦ πατρὸς αὐτοῦ παρεισφθαρείσας κηλῖδας καὶ κῆρας νεοφανεῖς καὶ τοῖς θείοις ἀποτροπαίους δόγμασιν. εἰ δ' ἀδείας ἐπειλημμένος τῆς προσηκούσης ἐξετάσει τελεωτέρᾳ βουληθείη διδόναι τὰ τυραννικῶς ὁμοῦ καὶ βιαίως παρεισαχθέντα βλάσφημά τε καὶ νεοφανῆ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ γράμματα πρός τε τοῦ Καντακουζηνοῦ καὶ τοῦ Παλαμᾶ, ἑτοίμως ἔχειν ἐμὲ κατὰ τὸ πάνυ τι ῥᾷστον δεικνύειν καθ' ἕκαστα μηδὲν ὑγιὲς μηδαμῇ ἐπαγόμενα, ἀλλ' ἐκπεφυκέναι καὶ συμπεφύρθαι ποικίλας αὐτοῖς καὶ πολυειδεῖς τὰς τερατομόρφους καινοτομίας τῶν ἐννοιῶν καὶ τῶν συλλαβῶν καὶ τῶν λέξεων καθ' ὁπόσας τῶν ἁγίων ἐρανισάμενοι ῥήσεις παρέφθειράν τε καὶ παρακεκόφασι, τὴν ἑαυτῶν αὐτοῖς ἀνακεραννύντες πανταχόθεν ἅμα καὶ παντάπασι μοχθηρίαν. Ταῦτα δὴ καὶ τοιαῦτ' ἐμοῦ γε εἰρηκότος καὶ πεπεικότος, λάθρᾳ ἐξέπιπτεν εἰς ἀκοὰς ἀλλοτρίας καὶ ἀντιθέτους, καὶ πρὸς φθόνον καὶ φόβον ἠρέθιζεν ἥκιστα δὴ φορητόν. μάλιστα δ' οὖν ἁπάντων ἐξέπληξέ τε καὶ ἐξέμηνε Καντακουζηνὸν τὸν τῆς τοῦ θεοῦ ἐκκλησίας ὄλεθρον καὶ βεβαιωτὴν τῆς ὅλης κακίας διάπυρον. ὃς δήπου καὶ δείσας μὴ νῦν, ὁπότε μήτ' αὐτὸς τυραννοίη μήθ' ὁ αὐτοῦ μυσταγωγὸς παρείη Παλαμᾶς, ὑπέρσχῃ καὶ πέρας σχῇ τὰ βεβουλευμένα, λάθρᾳ σὺν πολλῇ τῇ σπουδῇ πεπομφὼς Ὑρκανῷ τῷ γαμβρῷ καὶ βαρβάρῳ χρήματα πρὸς Βιθυνίαν τὴν ἐκείνου δεξιὰν καὶ γνώμην ἱκανῶς ἔχοντα ἐμπιπλᾶν, πέπεικεν ἐλεύθερον ἐς Βυζάντιον ἀποστεῖλαι Παλαμᾶν τὸν τῆς κακίας προστάτην, ἵνα, τὸν δεύτερον φάναι πλοῦν, συμμαχία τις τῷ πονηρῷ γοῦν αὐτὸς γίγνηται δόγματι. ὃ δὴ καὶ ἡμῖν ἔδοξε μᾶλλον ἢ ἐκείνῳ βέλτιον· πρὸς γὰρ παρόντα τῶν τῆς αἰσχύνης κινουμένων ἐλέγχων, οὐκ οὔσης ἤδη τῆς ἀμάχου συμμαχίας τοῦ Καντακουζηνοῦ, μᾶλλον δὲ τῆς τυραννικῆς καὶ λίαν ἀτόπου, οὐκ ἐλείπετ' ἂν ἔτι πρόφασις ἀποφυγῆς οὐδ' ἡτισοῦν τῷ τὴν γνώμην καὶ πάντα τρόπον διαστρόφῳ καὶ πάντα ἀτόπῳ. Ἀλλ' ἐπὶ τούτοις ἡ βασιλὶς Ἑλένη πρὸς Βυζάντιον ἐκ Τενέδου ἀφιγμένη τὴν εἰς τοῦτο ῥοπὴν ἀνεχαίτισε τοῦ συζύγου καὶ βασιλέως Παλαιολόγου, μήτ' αὐτὴ μηδαμῇ βουλομένη τῆς Καντακουζηνοῦ τοῦ πατρὸς αἰσχύνης σύν γε τῷ πρέποντι ἀναθέματι καταστῆναί πως αὐτήκοος, μήτε μὴν τὰς ἐκείνου παρ' αὐτὴν γινομένας λαθραίας μηνύσεις καὶ παρακλήσεις ἀτελεῖς παρακρούεσθαι δυναμένη. καὶ τοῦτ' ἦν ὃ τὴν τῆς ἐκκλησίας καὶ τῶν θείων τέως δογμάτων ἔσβεσεν ἐπανόρθωσιν μετὰ τῆς ἐμῆς ἐς τοῦτο σπουδῆς, οἶμαι τοῦ θεοῦ τελεωτέραν ἔτι γενέσθαι τὴν τῶν ὑπὲρ εὐσεβείας ἀθλούντων δοκιμασίαν ἐπιψηφιζομένου. οὐ γὰρ τῶν ἀρξαμένων ἀθλεῖν οἱ στέφανοι καὶ τὰ ἔπαθλα, ἀλλὰ τῶν ἄχρι τέλους ἀνύειν προθυμουμένων ἅπαντα τὸν τοῦ δρόμου δίαυλον. διὸ καὶ πολλάκις ἄλλων κοπιώντων ἄλλοι τοὺς ἐκείνων μόχθους ἀπονητὶ λαμβάνουσί τε καὶ ἀπολαύουσι, μήτ' ἐκείνων ζημιουμένων τὰς ἀμοιβὰς πρὸς τοῦ ἀγωνοθετοῦντος θεοῦ διὰ τοῦ μεταξὺ τῶν ἀγώνων θανάτου, καὶ τῶν ὑστέρων κοινωνούντων τοῖς πρώτοις διὰ τὴν τῶν τρόπων ὁμοιότητα τῆς διανομῆς τῶν βραβείων, τὰ βάθη τῶν τοῦ θεοῦ κριμάτων οὐ δυναμένων ἐν τούτοις ἡμῶν ἐρευνᾶν. Εἰκάσειε δ' ἄν τις ἴσως ὡς τοῖς ἀσεβέσι διώκταις ἡμῶν τουτοισὶ μετανοίας ἀνοίγων θύραν ὁ κοινὸς προμηθεὺς δίδωσί τε διαμονῆς καιρὸν ἐνταυθοῖ, καὶ ὑπερτίθησιν ἑκατέροις ἑκάτερα, ἡμῖν τε τὴν θείαν ἐπικουρίαν κἀκείνοις τὴν δικαίαν ἐπεξέλευσιν. παιδεύει δ' οὖν ὅμως συμφορὰς ἐπιφέρων νῦν μὲν ἐξ ἀλλήλων ἀλλήλοις ἀλλεπαλλήλους, ἵνα μᾶλλον τῆς ἑαυτῶν κακίας αἰσθάνοιντο (οὐ γὰρ κατὰ τοῦ ἀγαθοῦ μόνον μέμηνε τὸ κακόν, ἀλλὰ καὶ ἑαυτῷ στασιάζει καὶ μάχεται), νῦν δ' ἐπιταράττων καὶ διασκεδάζων ἐξαίφνης ἄλλοθεν ἄλλοθι καὶ ἀντιπερισπῶν τὸν ἅπαντα νοῦν τοῖς οἰκείοις προσέχειν παθήμασί τε καὶ ἀτοπήμασι, καὶ μὴ μόνοις ὁλοσχερῶς ἀεὶ τοῖς ἡμῶν ἐντρυφᾶν ἀδίκοις ὀνείδεσί τε καὶ διωγμοῖς. Ἐκεῖνο δὲ πῶς οὐκ ἄν τις θαυμάσαι τῆς θείας οἰκονομίας, ὅτι παρὰ τοσοῦτον Καντακουζηνῷ συγκεχώρηκε τὴν τοῦ μεγίστου τῆς τοῦ θεοῦ σοφίας νεὼ βραχεῖαν ἐκείνην οἰκοδομήν, τοῦ περὶ τὸν ὄροφον δηλαδὴ τεθραυσμένου μέρους, παρ' ὅσον τήν γε πρὸς χιόνων καὶ ὄμβρων αἰθερίων ἀποτροπὴν ἀνασώσασθαι σκέπην. ὅσα δ' οὖν τῶν ἐντὸς ὑπερλαμπρῶν ἱερῶν περιβόλων ἐκείνων καὶ θυσιαστηρίων ἁγίων παντάπασιν ἀνάλωται καὶ συντέτριπται, ταῦτα δ' ἀσεβέσιν αὐτοῦ καὶ βεβήλοις ἀνεγηγέρθαι χερσὶν οὐδαμῇ συγκεχώρηται πρὸς θεοῦ, ἀλλ' ἐν μέσῃ φάναι πορείᾳ τῆς ἐξουσίας ἐκπέπτωκεν ἀκλεῶς, χλεύην μακρὰν καταλελοιπὼς τῷ βίῳ καθ' ἑαυτοῦ διὰ τὴν καινοτομίαν τῆς πίστεως. οὐδὲ γὰρ ἦν εἰκὸς τὰ πρὸς ἔλεγχον ἐμφανῆ τῆς αὐτοῦ καὶ τῶν ἀμφ' αὐτὸν δυσσεβείας ἀπολωλότα δι' αὐτοῦ πάλιν ἀνανεοῦσθαι. Εἰ δ' ὁ βρεφοκτόνος Ἡρώδης πάλαι πρὸς θεοῦ τὴν περιφανῆ τε καὶ πολυδάπανον ἐκείνην οἰκοδομὴν τοῦ τῶν Ἱεροσολύμων νεὼ συγκεχώρηται, τοσούτων ἐφεστίων τε καὶ συγγενῶν αἱμάτων χεῖρας ἅμα καὶ γνώμην ὑπάρχων μεστός, ἀλλ' ἔστιν εἰπεῖν ὡς τῆς πατρίου τούτῳ θρησκείας ἐν τῷ καλῷ τηνικαῦτα μενούσης ἔτι οὔτ' αὐτὸς ἑαυτὸν αὐτῆς ἠλλοτρίωσεν, οὔθ' ἑτέρους οὐδένας παρέπεισε τοῦτο παθεῖν. Καντακουζηνὸς δ' οὑτοσὶν αὐτός τε ἐξωμόσατο φανερῶς τὴν πάτριον εὐσέβειαν, καὶ πλὴν ὀλίγων τοὺς ἄλλους ἠνάγκασεν ἅπαντας, τοὺς μὲν δωρεαῖς τε καὶ λήμμασι παραλόγοις, τοὺς δ' ἀπειλαῖς καὶ κολάσεσι κακοτρόποις, εἰς τὸν ἴσον αὐτῷ κατενεχθῆναι κρημνόν. Ἄξιον δ' ἐνταυθοῖ γενομένους καὶ τό γε μῆκος καὶ πλάτος ἡμᾶς ἀφηγήσασθαι τῆς ὑπὸ τὴν κυρτὴν ἐντὸς ἐπιφάνειαν τοῦ ὀρόφου τούτου γραφείσης ἀρτίως ἁγίας εἰκόνος τῆς ἐνυποστάτου σοφίας θεοῦ, τοῦ σωτῆρος λέγω Χριστοῦ. εἶναι γὰρ καὶ τοῦτο τοῖς ὀψιγόνοις ἐράσμιον οἶμαι ἀκρόαμα, καθάπερ δὴ καὶ ἀνωτέρω που τῶν πρώτων τῆς ἱστορίας ταυτησὶν ἡμετέρων ἐκείνων λόγων καὶ βίβλων εὐθὺς ἐν προθύροις τὸν ἐπὶ κίονος ἑστῶτα δεδηλωκότες ἔφιππον ἀνδριάντα χαλκοῦν εὖ ποιεῖν τοῖς συνετωτέροις ἐδόξαμεν, αὐτοί γε ἡμεῖς ἐκείνου γεγονότες αὐτόπται καὶ ταῖς οἰκείαις μετρήσαντες τοῦτον χερσίν, ἐπὶ τὸ ῥᾷστον τέως συνενεχθέντος τοῦ πράγματος, ὡς ἐκεῖ που καθ' ἕκαστα διειλήφαμεν. εἶναι γὰρ ἀξιοζήτητον οἶμαι, εἴ τις κάτωθεν μὲν εἰς ὕψος ὁρῴη, μὴ δύναιτο δὲ τὴν ἀκριβῆ συμμετρίαν δι' ὄψεως παραπέμπειν τῷ νῷ, πεφυκυίας μὲν ὡς τὰ πολλὰ τοῖς μεταξὺ τῶν ὁρώντων καὶ ὁρωμένων τοπικοῖς διαστήμασιν ἀπατᾶσθαι, ἐφιεμένης δ' ἄλλως ὁθενδήποτε καὶ ὁπωσδήποτε συλλέγειν τε τῆς ἀληθείας ἴχνη καὶ εἰκόνας ὁποιασοῦν καὶ τὰ τῆς τοιαύτης ἰατρεύειν ἀπάτης νοσήματα. ἔστι γὰρ τὸ ἐκ κορυφῆς ἄχρι πώγωνος ἄκρου φημὶ τῆς ὑπήνης σπιθαμαὶ μῆκος μὲν ὀκτὼ καὶ εἴκοσι, πλάτος δὲ τεσσαρεσκαίδεκα, δακτύλων δ' ὁ μὲν πρῶτος ὀκτὼ καὶ ἡμισείας τὸ μῆκος, οἱ δ' ἄλλοι κατὰ τὸ ἀνάλογον· τῶν δ' ὀφθαλμῶν ἀνὰ τριῶν ἑκάτερος, ἡ δὲ ῥὶς ἔγγιστα ὀκτώ. τούτων δ' οὕτως καθάπερ στοιχείων δοθέντων ἔξεστιν ἐντεῦθεν, ὁπόσοι χαριέστεροι τῶν ζωγράφων, καὶ τὴν τῶν ἄλλων μελῶν καὶ μερῶν καὶ ἅμα τῆς τοῦ παντὸς σώματος διαπλάσεως τῆς θείας ἐκείνης τοῦ σωτῆρος εἰκόνος κατὰ τὸ τῆς συμμετρίας ἀνάλογον ὅση τίς ἐστιν εὐθὺς συλλογίζεσθαι μῆκος καὶ πλάτος. καὶ ταῦτα διῆλθον ἐμπειρίας ἕνεκα τῶν ἐντυγχανόντων, κράτιστον εἰδὼς ἐφόδιον εἴς γε τὴν τῶν ὄντων ἐπιστήμην καὶ εἴ τινες εἶεν αὐτοῖς ἐνθεωρούμενοι λόγοι σοφοὶ τῆς προνοίας, καθὰ καὶ Ἀριστοτέλει δοκεῖ. φησὶ γὰρ ἐκεῖνος αἴσθησιν μὲν ἐμπειρίας εἶναι ποιητικήν, τὴν δ' ἐμπειρίαν τῶν πρὸς ἐπιστήμην ἀρχῶν παρεκτικὴν ἐκ διαδοχῆς καὶ συλλήπτριαν γίνεσθαι. ἐντεῦθεν γὰρ αἵ τε πολυειδεῖς ἐρρύησαν τῆς σοφίας πηγαί, καὶ οἱ πάλαι τῆς ἐπιστήμης ἐφευρεταὶ τῶν τε αἰθερίων καὶ περιγείων τὴν γνῶσιν ἠρύσαντο, καὶ τῆς γε τῶν ποικίλων καὶ παντοδαπῶν πραγμάτων τε καὶ λόγων διδασκαλίας, ὅσον ἐφικτόν, τὰς ἀφορμὰς ἀνειλήφεσαν. εἶεν. ἐγὼ δ' εἰς τὸν εἱρμὸν ἐπάνειμι τοῦ λόγου. Ὁ γάρ τοι πατριαρχεύσας Κάλλιστος μετὰ τὴν αὑτοῦ καθαίρεσιν καὶ τὸν εἰς τὸ γαλατώνυμον φρούριον τῶν Λατίνων λαθραῖον δρασμὸν ἐκεῖνον, καιροῦ μετὰ χρόνον τινὰ τυχὼν λάθρᾳ κἀκεῖθεν ἐξῄει καὶ ἐς Τένεδον κατεπεπλεύκει, Παλαιολόγῳ τῷ βασιλεῖ χαριζόμενός τε καὶ ἀντὶ δώρου παντὸς τὸ τῆς ἐν καρδίᾳ θαλαμευομένης σχέσεως κομίζων διάπυρον, τὸν ὑπὲρ αὐτοῦ δηλονότι ζῆλον ἔργοις αὐτοῖς, καὶ ἀφηγούμενος ὅπως ἐξὸν ἀπολαύειν τῆς πατριαρχικῆς ἐξουσίας καὶ ἅμα τῆς Καντακουζηνοῦ βασιλεύοντος εὐμενείας καὶ εὐεργέτιδος γνώμης, εἰ ἐβούλετο κοινωνεῖν αὐτῷ τῆς ὑπὲρ Ματθαίου τοῦ υἱοῦ βασιλικῆς ἀναρρήσεως, ὃ δὲ τὰ ἔσχατα πάσχειν εἵλετο, τῶν πατρῴων ἀντιποιούμενος αὐτοῦ δικαίων. καὶ εἰ μὴ λαθραίᾳ φυγῇ τὴν σωτηρίαν ἐπόριζεν ἑαυτῷ, τάχιστα ἂν εἵρκτη ζοφώδης καὶ θανάτου βιαίου γείτων ἐδέχετο τοῦτον εὐθύς. καὶ ἵνα τἀν μέσῳ συντέμω, ὅλον ἐνιαυτὸν ἐκεῖ διηνυκότι τά τ' ἄλλα [τε] αὐτῷ πάντ' ἐδρᾶτο τὰ πατριάρχαις ἔθιμα, καὶ ἅμα γραφὰς οὐκ ἠμέλει πέμπων Βυζαντίοις, ὅσαι τὴν εἰς αὐτὸν ἐξετραγῴδουν ἀδικίαν, καὶ μοιχὸν μὲν προφανῆ καλῶν Φιλόθεον τὸν Κόκκινον, προδότας δὲ τῆς τῶν κανόνων καὶ νόμων ἐξουσίας τοὺς ἐπισκόπους καὶ θεοῦ καταφρονητάς, ὅτι ταῖς βασιλικαῖς ὑπείξαντες καὶ ἡττηθέντες ἀδίκοις δωρεαῖς συνέχεαν τά τε τῆς ἐκκλησίας πράγματα καὶ πρός γε δὴ τὰ τῆς ἐννόμου βασιλείας. καὶ ἐπὶ τούτοις ἀναθέματί τε αὐτοὺς καθυπέβαλε καὶ χωρισμῷ θεοῦ. ἃ δὴ συχνὰ καὶ δίκην βελῶν ἐκ Τενέδου πεμπόμενα βλέπων ὁ τῆς πατριαχικῆς ἐξουσίας ἄρτι ἐπειλημμένος Κόκκινος ἠγανάκτει τε καὶ ἀντιμηχανώμενος οὐκ ἠμέλει τὰ ἴσα. συνάγων γὰρ τοὺς πλησιοχώρους ἐπισκόπους, καὶ ὅσοι Βυζαντίῳ ἐνδιατρίβοντες ἔτυχον ὁπωσδηποτοῦν, ψηφίσματα ἐξετίθει τε καὶ διέπεμπε πανταχῇ ἀναθέματί τε καὶ ἀφορισμῷ παραπέμποντα Κάλλιστον. ἔπεμπε δὲ μάλιστα τοῖς ἐν Ἄθῳ τῷ ὄρει μονάζουσι τὰ τοιαῦτα ψηφίσματα, παραγγέλλων ἐπὶ τούτοις μηδ' εἰ βουληθείη παρ' ἐκείνους φοιτᾶν δέχεσθαι τοῦτον ἅτ' ἐπ' ἐγκλήμασι Μασαλιανικοῖς ἐννόμως καθαιρεθέντα καὶ οὐκ ἐμμένοντα ταῖς δίκαις, ἀλλ' ἀρχιερατικῶς ἐπιτάττειν καὶ ἀναθεματίζειν καὶ ἀφορίζειν ἀναισχυντοῦντα. χρεὼν οὖν διὰ ταῦτά τε, καὶ ὡς ἤδη καὶ συνοδικοῖς ἀναθεματισμοῖς ὑποπεπτωκότα καὶ τῷ ἐκ θεοῦ χωρισμῷ, οἷα λύμην τοῦ ὄρους ἀποσοβεῖν. Ἐπεὶ δὲ τὰ πράγματα καθάπερ ὀστράκου μεταπεσόντος νέαν ἔσχε μεταβολήν, καὶ τῷ μὲν Καλλίστῳ τῶν πατριαρχικῶν αὖθις κρατῆσαι συμβέβηκε θρόνων, τῷ δὲ Κοκκίνῳ Φιλοθέῳ, πρὶν αἰσθέσθαι, λαμπρῶς ἐκεῖθεν ἀπερρῖφθαι πάσης ἱερωσύνης γυμνόν, ὡς εἰρήκειμεν, γράμματα ἐφοίτα αὐτῷ πρὸς τῶν τῷ ὄρει τῷ Ἄθωνι ἐνδιαιτωμένων μοναδικῶν ἀνδρῶν, Νίφωνος κατηγοροῦντά τινος τῶν ἐκεῖ μοναχῶν ἱερέως τοὐπίκλην Σκορπίου, ὃς προκεκατηγόρητο πρὸ βραχέος ἐπὶ τῇ τῶν Μασαλιανῶν καὶ Βογομίλων αἱρέσει, σκιωδῶς πως καὶ ἀμαρτύρως ἔτι. τούτῳ μέντοι φίλος ὢν ἐκ πολλοῦ Κάλλιστος οὐδὲ νῦν πατριάρχης γενόμενος τῆς αὐτοῦ φιλίας ἀπέσχετο, ἀλλὰ μία τις ἦν ἐν ἀμφοῖν ψυχή. διὸ καὶ ὠργίζετο τοῖς κατηγόροις, καὶ ἀραῖς ἐγγράφοις καὶ ἀφορισμοῖς καθυπέβαλε καὶ εἴ τις εἴη πιστεύων. ἐφ' οἷς παροξυνθέντες ἐκεῖνοι, καὶ ἅμα τὸ θάρρος ἔχοντες ἐκ τῆς ἀληθείας, συνεληλύθεσαν ἐκ συνθήματος, ἐφ' οὗπερ ἔθος ἦν κἀκείνοις ἀεὶ συνιόντας ποιεῖσθαι τὰ τοιαδὶ τῶν σκεμμάτων. καὶ τόμος ἐκτίθεται ταῖς ἁπάντων ἐκείνων μαρτυρίαις συνειλημμένος, τά τε ἄλλα δηλῶν καὶ ὅτι οὐ τῶν ἀπὸ τύχης καὶ τῶν ἐξ αὐτομάτου συμπίπτειν δοκούντων ἕν τι καὶ τὸ νῦν πεπραγμένον ὑπῆρχεν, ἵνα καὶ σιγῇ δεδωκώς τις ἀθόρυβον σχῇ συνειδὸς καὶ μηδαμῇ τὴν καρδίαν καθεύδειν καὶ ἠρεμεῖν βουλομένην ἀναμοχλεῦον, ἀλλὰ θεοῦ προφανῶς τοῦ τὰ κρύφια δῆλα δρῶντος, ὁπότε βούλοιτο σύνεσιν ἐντιθέναι οἷς ἀσυνέτως ἔχειν πρὸς τὴν ὑγιᾶ συμπέπτωκε θεογνωσίαν, ἵνα δηλαδὴ καὶ ὁ πρὸ βραχέος ἐκεῖνος πεμφθεὶς ὑπ' αὐτῶν κατὰ τῶν ἐν τῷ ὄρει τούτῳ ἑαλωκότων ἐπ' αὐτοφώρῳ Μασαλιανῶν καὶ Βογομίλων τόμος θεατρικώτερος γένηται, καὶ πᾶσι γνωσθῇ τῆς ἐφ' οὕτω μέγα κακίας ἀναρριπισθείσης αἱρέσεως ἡ ῥίζα. Μοναχὸς γάρ τις τῶν τῷ Σκορπίῳ τούτῳ ὑπηρετουμένων, τοὐπίκλην Βαρδάριος, θανάτου γείτονι κάτοχος ἤδη νόσῳ γενόμενος, ἔκειτο κάμνων καὶ μυρίαις ἀλγηδόσι τὸ σῶμα κεντούμενος ἅπαν. ἔπειτα ἐφ' ὅλαις ἡμέραις εἴκοσι ἄσιτός τε καὶ ἄποτος διαμείνας ἄφωνος ἔκειτο, πνέων ὁσημέραι τὰ λοίσθια. οὐκ ἔθνησκε δέ, ἀλλὰ τό τε σῶμα ἐξώγκωτο καὶ μακρά τις ἐπεχύθη τῷ προσώπῳ μελάνωσις. ὀψὲ δὲ τῷ τοῦ πράγματος παραδόξῳ καταπλαγέντες οἱ τῆς μονῆς ἐκεῖ προεδρεύοντες ἤροντο μή τι τῶν αὐτῷ πλημμεληθέντων ἀνεξαγόρευτον ἐν θαλάμοις κρύπτει καρδίας, κἄπειτ' αὐτοῦ κηδόμενος ὁ θεὸς οὐκ ἐᾷ τῷ αἰωνίῳ θανόντα δοθῆναι πυρί. ὃ δὲ συνεὶς καὶ μικρὸν διάρας τοὺς ὀφθαλμοὺς βύθιον ἀνῴμωξε, καὶ μόλις κινήσας τὴν γλῶτταν τοιάδε φησίν. «ἴστε τὴν πρὸ δυοκαίδεκα ἐτῶν ἐνταυθοῖ γενομένην σύνοδον τῶν ἐν τῷ ὄρει τῷδε ἀνδρῶν. τότε τοίνυν ὑποπτευθέντος καὶ τοῦ Σκορπίου, ἐρωτηθεὶς ἐγὼ εἰ σύνοιδα αὐτῷ κοινωνῷ γενομένῳ τοῖς τηνικαῦτα ἁλοῦσι Μασαλιανοῖς καὶ Βογομίλοις ἐνταῦθα, ἔξαρνος ἐγενόμην καίπερ εἰδὼς ἀκριβῶς. ὅρκον τε ἐπέθηκα τῇ ἀπαγορεύσει, καὶ ἀφωρισμένος ἐδεξάμην εἶναι ἀπὸ Χριστοῦ διὰ τὴν ἐκείνου φιλίαν ὁ τρισάθλιος, μήτε κολαστήρια δείσας θεοῦ, μήτ' ἀνδρῶν πνευματικῶν παραινέσεις αἰδεσθείς.» ἀρξάμενος οὖν διεξῆλθε τὰς ὁμοῦ τῷ θιάσῳ τῶν Μασαλιανῶν πεπραγμένας βεβήλους ἐκείνῳ καὶ μυσαρὰς ἐργασίας, ἃς ὥραν ἔχειν ἥκιστά μοι δοκεῖ καθ' ἕκαστα λέγειν ἀρτίως ἐμέ, τῆς τῶν ἄλλων ἀνθελκούσης με βιαιότερον ἱστορίας. ἔξεστι γὰρ πάντα καθ' ἕκαστον ἀναλέξασθαι, καὶ νοῦν καὶ σκοπὸν καὶ πρᾶξιν καὶ λόγον καὶ κακίας δύναμιν καὶ θεοῦ μακροθυμίαν καὶ εἴ τι τοιοῦτον, εἴ τις ἐπιέναι βούλοιτο τόν τε γενόμενον πρότερον ἐπὶ τῇ τῶν νέων Μασαλιανῶν ἐκείνων καὶ Βογομίλων εὑρέσει προφανῶς ἐλεγχθέντων ἐπὶ τοῦ θείου ὄρους καὶ τῶν μὲν κολασθέντων τῶν δ' ἐξωσθέντων ἐκεῖθεν, καὶ ἅμα τὸν δεύτερον τοῦτον δὴ τὸν ἐπὶ τῷ ἐλεγμῷ τοῦ Σκορπίου παραδόξως ἐπισυμβάντα θαυματουργήσαντος τοῦ θεοῦ πρὸς τὴν τοῦ πρώτου βεβαίωσιν. ἐκτέθεινται γὰρ ἀμφότεροι ἐν τῷ τέλει τῆς παρούσης ἡμετέρας βίβλου, ἣ τὴν Ῥωμαϊκὴν διέξεισιν ἱστορίαν· οὐ γὰρ ἐκρίναμεν δέον εἰς ἑτέραν ἐκείνους μεταποιῆσαι φράσιν, ἀλλ' εἶναι κατὰ τὰς λέξεις καὶ τά γε κῶλα καὶ κόμματα καὶ τὰ ἤθη τῶν ἐννοιῶν ἀμεταποιήτους, ὡς ἔσχον ἐκεῖθεν ἐληλυθότες, τοῦ ἀδιαβλήτου χάριν. πλὴν ἓν μόνον σημειωτέον τουτί, ὡς ὑπὸ μάρτυσιν ἐκείνοις τὴν ἐξαγόρευσιν ποιησάμενος ταυτηνὶ μετ' ὀλίγον ἐξέπνευσεν, ὡς καὶ ψῆφον ἐξενηνέχθαι τέως οἷς ἐκεῖ συνετωτέροις εἶναι τετύχηκε, μὴ δι' ἄλλο τι τὰς βιαίας γοῦν ταύτας καὶ τελευταίας ταμιευθῆναι τἀνθρώπῳ πνοὰς πρὸς θεοῦ ἢ διὰ τὴν τῶν ῥηθέντων ἐξαγόρευσιν. ὅμως ἐπειδὴ καὶ ὁ δεύτερος οὗτος νεωστὶ γενόμενος τόμος ἐληλυθὼς ἐκ τοῦ ὄρους εἰς ἐπήκοον Καλλίστῳ τε ἀνεγνώσθη τῷ πατριάρχῃ καὶ τοῖς ἀμφ' αὐτὸν ἐπισκόποις, εἰς ὀργὴν αὖθις ἤγειρε τὸν πατριάρχην καὶ ἄπρακτος ἀπεπέμφθη, τῶν ἀμφ' αὐτὸν ἐπισκόπων οὐδὲν εἰρηκότων, ἀλλὰ κωφοῖς ἐοικότων ἢ λίθοις ἀναισθήτοις, εἰπεῖν οἰκειότερον· οὕτω βοσκηματώδεις εἰσὶ καὶ παισὶν ἀθύρουσι λίαν ἐπίχαρτοι προσηκόντως οἱ νῦν τῶν ἱερῶν καθήμενοι δογμάτων κριταί. ἀλλὰ τούτων μὲν ἅλις, εἰρήσεται δὲ κατὰ χώραν ἰοῦσιν ὅσα ἐπηκολούθησε σφίσι. νῦν δ' ἐκεῖνο ἐπαναλήψομαι. Ἀφίκετό τις ἐκ Λατίνων ἐπίσκοπος παρὰ βασιλέα, Ἰωάννην φημὶ τὸν Παλαιολόγον, φιλίας ἕνεκα προϋπαρχούσης, σοφίας ἔμπειρος ὁπόση καὶ οἵα τὴν τῶν Λατίνων οἰκειοῦται σχολὴν ἐν δογματικαῖς τῶν θείων γραμμάτων διατριβαῖς. ἔφασκε δ' ἐν ταῖς καθ' ἡμέραν ὁμιλίαις τῷ τε βασιλεῖ καὶ οἷς ἐνετύγχανε σοφωτέροις ἰδίᾳ καὶ δημοσίᾳ, πολύν τινα γίνεσθαι λόγον παρὰ Λατίνοις περὶ τῆς βασιλίδος ταύτης τῶν πόλεων καὶ ὅσοι τῶν οἰκητόρων παιδείας ἀντιποιοῦνται, τά τε ἄλλα καὶ ὅπως ἄνωθεν ἀεὶ ῥᾳδίως ἐξαπατᾶσθαι εἰώθεσαν καὶ ἄλλοτ' ἄλλαις αἱρέσεσι καὶ δογμάτων καινοτομίαις ἐκκλησιαστικῶν ὑπείκουσιν, ὡς φύλλα δένδρων ἀνέμοις μεταρριπιζόμενα πᾶσι. «καὶ νῦν δ' οὐχ ἧττον Παλαμᾶν τινὰ ὄνομα νόθους καινοφωνίας εἰσαγαγεῖν ἠκηκόειμεν κατὰ τῶν θείων δογμάτων. εἶναι δ' οὐ μόνον αἰσχρὰς τὰς τοιαύτας καινοφωνίας ἀλλὰ καὶ πολυειδεῖς καὶ μωρίᾳ συγκεκραμένας πολυειδεῖ. ὡς εἶναι, οἷς τούτῳ συνίστασθαι περιγίνεται, μακροῖς τισὶ μέτροις κατεγνῶσθαι μᾶλλον ἢ Σαβελλίῳ τε καὶ Ἀρείῳ καὶ ὅσοι κατ' Εὐνόμιον καὶ Νεστόριον καὶ Ἀπολινάριον εἶεν συνηγοροῦντες. σύμφωνα μὲν γὰρ κἀκείνοις, ὡς ἔγνωσται, φθέγγεται, διαφόροις δ' οὖν καὶ ἀτοπωτέροις ὑπερβολαῖς παραλλάττοντα. καὶ τό γε παραλογώτατον· ὅπῃ τοῦτον μάλιστα πάντων ἐκείνων ἐχρῆν αἰσχύνεσθαι, ὧν ταῖς ὑπερβολαῖς τῶν βλασφημιῶν ὑπερέσχεν, ὃ δὲ καὶ πρὸς δικαίωσιν ἑαυτοῦ καὶ φρούριον μάλα προβάλλεται ἰσχυρὸν ὅτι μὴ ὁμόφωνα καθάπαξ φθέγγεται σφίσι. καὶ ὅτι μὲν οὐχ ὁμόφωνα ταῦτ' ἐκείνοις, βοᾷ, ὅτι δὲ χείρω κἀκείνων μακροῖς τισὶ μέτροις, σιγᾷ, παίζων, ὡς ἄν τις φαίη, ἐν οὐ παικτοῖς. τοῦτον τοίνυν εἰς ὄψιν ἀφῖχθαί μοι βουλοίμην ἄν. εἰ οὖν σοι καὶ ἡμῶν μέλοι, μὴ ἄχθεσθαι, σὺ δ' ἀλλ' ἐντελῆ μοι τὴν ζήτησιν δρᾶν προθυμήθητι.» Τὴν δὴ τοιαύτην ἔφεσιν τοῦ Λατίνου μηδὲν μελλήσας ὁ βασιλεὺς ἐς τὴν ὑστεραίαν εὐθὺς ἐκπληροῖ, παρεσκευακὼς ὁμιλῆσαι τῷ Παλαμᾷ, καὶ ὧν λέγει αὐτὸν αὐτήκοον γεγονέναι τὸν Λατῖνον. τῆς οὖν ὁμιλίας γενομένης μικρὸν διαστὰς καὶ ἀπολαβὼν ἰδίᾳ τὸν βασιλέα ὁ Λατῖνος πολλὰ μὲν ἀκούειν ἔφη λέγοντος Παλαμᾶ, μάτην δ' οὖν καὶ ἄλλοθεν ἄλλα συμπεφυρμένα τε καὶ παρευρημένα, ὡς ἀπορεῖν ἡμᾶς ἀποφαίνεσθαι πότερον τῇ ποιότητι τούτων ἢ τῇ ποσότητι δοίη τις ἂν τὸ πρὸς κακίαν τρόπαιον. ἐζήτησε δ' οὖν ὅμως τοῦ Παλαμᾶ διαλεγομένου καὶ πρὸς ἐμὲ σιγῶν αὐτὸς γενέσθαι ἀκροατής. διὸ καὶ τῇ ὑστεραίᾳ καλῶν ἐκ βασιλέως ἥκει κἀμὲ τῶν ἐπ' εὐγενείᾳ σεμνυνομένων ὁ μέγας λογοθέτης, ἄρτι τῶν εἰωθότων τῆς κεφαλῆς νοσημάτων οὐ τελέως μὲν ἀπηλλαγμένον δ' οὖν. κἀπειδὴ παρακρούεσθαι οὐκ ἐνῆν, ἀναστὰς ἀπῄειν, ὅτου χάριν ἥκιστα πάντων οὔτ' εἰδὼς οὔτε μὴν πολυπραγμονήσας μαθεῖν. προσετετάχει γὰρ ἡ βασιλὶς Ἑλένη μὴ προεγνῶσθαί μοι τὸ τῆς προσκλήσεως αἴτιον, ἵνα μὴ σὺν μελέτῃ δρῴην τὴν ἄφιξιν καί τις παρευδοκίμησις γένηται τῆς τοῦ Παλαμᾶ ἐπιδείξεως. διὰ γὰρ τὸν ἑαυτῆς πατέρα Καντακουζηνὸν λίαν καὶ αὕτη τῷ Παλαμᾷ προσέκειτο, καὶ ἀντέπραττεν ὡς τὰ πολλὰ τῇ τοῦ συζύγου γνώμῃ πρὸς ὅσα τῇ θρησκείᾳ συντείνει. ἄρτι γε μὴν τὴν βασίλειον αὐλὴν εἰσιόντι μοι καὶ Παλαμᾶν ἐκεῖ πρὸς διαλέξεις ἔφεδρον εἶναι μαθεῖν ἐξεγένετο. οὕτω δ' ἔχοντί μοι τῶν ἐκ κεφαλῆς ἀλγηδόνων ἔτι, καὶ οὕτως ἀπροσδοκήτως ἐμπεπηδηκότος μοι τοῦ ἀγῶνος, πρῶτον μὲν ἔδοξε βέλτιον οἴκαδε τέως ἐπανιέναι με, μικρὰ τῶν μεμηχανημένων προσκλήσεων ἐκείνων φροντίσαντι· ἵνα δ' οὖν μὴ δειλίας ὑπόνοιαν τοῖς φιλοσκώμμοσι δῶμεν, ἐπερρώσαμέν τε αὖθις τὸν λογισμὸν καὶ ἀνελάβομεν ἑαυτούς, θεῷ τὸ πᾶν ἐπιτρέψαντες. Καὶ οὕτως εἰς αὐτὸν εἰσῄειν βασιλέα τῇ τε τῶν εὐγενῶν συνόντα παρουσίᾳ καὶ ἅμα τῆς βασιλίδος Ἑλένης, τῷ τοῦ συμβάντος σχεδίῳ παρηκολουθηκώς. τά γε μὴν ἐκεῖ λαληθέντα, ὁπόσα καὶ οἷα, καὶ ὅπως ὁ καιρὸς ἐσχεδίασε τὰ τοιαῦτα, δηλώσει τὰ ἐφεξῆς. γέγραπται μὲν γάρ μοι ταυτὶ λεπτοτέρᾳ τινὶ διηγήσει, ἐκδέδοται δ' ὡς ἐξ ἑτέρου τῶν ἐκεῖ παρόντων ἑνός, πρὸς ἐρωτήσαντά τινα δῆθεν διεξιόντος. ἔχει δὲ οὑτωσίν.
< 1 2 3 4 5 6 7 8 >