thyreos

Βυζαντινα κειμενα

 

  Προκοπιος
  Ιεροκλης
  Σιμοκαττης
  Θεοφανης
  Ιωαννης Σκυλιτζης
  Κωνσταντινος Ζ’
  Λεων Διακονος
  Μιχαηλ Ψελλος
  Μιχαηλ Ατταλειατης
  Νικητας Χωνιατης
  Γ. Ακροπολιτης
  Γ. Παχυμερης
  N. Γρηγορας
  Ι. Καντακουζηνος
  Γεωργιος Σφραντζης
  Χαλκοκονδυλης


Aspis

Νικηφόρος Γρηγοράς

1295 – 1360 (περ.)
τίτλος έργου:

– Ρωμαϊκή Ιστορία –

χρόνος έκδοσης: 1337-1358
πλήρης τίτλος:

ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΙ ΛΖ’

περιεχόμενο:

Αφήγηση γεγονότων της ιστορίας του Βυζαντίου από το 1204 έως το 1358 σε 37 βιβλία.  Στην παρούσα σελίδα περιέχονται τα βιβλία 30 έως 35 που καλύπτουν δύο διαλόγους με τον Γρηγόριο Παλαμά.

Κείμενο :
< 1 2 3 4 5 6 7 8 >

Historia Romana

[Μέρος 7: Βιβλία 30 έως 35 που καλύπτουν δύο διαλόγους του Ν.Γρηγορά με τον Γρηγόριο Παλαμά]

ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ


ΛΟΓΟΣ Λ’.

ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΜΕΝ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΣ Λ, ΔΟΓΜΑΤΙΚΟΣ ΔΕ Α. ΜΟΝΑΧΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ
ΔΙΗΓΗΣΙΣ ΠΕΡΙ ΤΗΣ ΔΙΑΛΕΞΕΩΣ ΗΝ ΕΠΟΙΗΣΑΤΟ ΠΡΟΣ ΤΟΝ ΠΑΛΑΜΑΝ ΕΝΩΠΙΟΝ ΤΟΥ ΒΛΣΙΛΕΩΣ ΚΥΡ. ΙΩ. ΤΟΥ ΠΑΛΑΙΟΛΟΓΟΥ. ΕΙΣΑΓΕΤΑΙ ΔΕ Η ΔΙΗΓΗΣΙΣ ΩΣ ΕΞ ΕΤΕΡΟΥ ΠΡΟΣΩΠΟΥ.
Ἀλλ' ὦ φίλων ἄριστε Ἀγαθόνικε, σύ μοι πάντως μάλιστα πάντων λέγοις ἂν καὶ ἀφηγοῖο τὴν χθὲς ἐπὶ τοῦ τὰ πάντα ἀρίστου βασιλέως γενομένην διάλεξιν Γρηγορᾷ τε καὶ Παλαμᾷ. Καὶ μάλα γὲ, ὦ φίλε Θεότιμε, εἴ σοι βουλομένῳ καὶ σχολὴ προσείη τὸ ἱκανὸν οὐδαμῇ ἀποσειομένη· ποικίλη γὰρ ὡς ἀληθῶς καὶ ἀκοῆς δεομένη λαμπρᾶς, καὶ ἣ ἔρρωται πρὸς θειοτέρων ἀντίληψιν ἐννοιῶν. πάντα μὲν οὖν σοι καθ' ἓν τὰ ἐκεῖ λεχθέντα διεξιέναι ἴσως μὲν ἂν δυναίμην, ἴσως δ' οὔ, λήθης ἐνίων παρασυρέντων βυθοῖς· τὰ δ' οὖν ἀξιολογώτερα, καὶ ὧν σοι μᾶλλον ἀκοῦσαι χρεών, ταῦτα δ' οὖν ὡς ἐν κεφαλαίῳ μεμνήσομαί σοι. Ἄρτι τῶν εἰωθότων τῆς κεφαλῆς νοσημάτων βραχύ τι ἀνενεγκόντα τὸν Γρηγορᾶν ἧκε καλῶν ἐκ βασιλέως ὁ μέγας λογοθέτης ὁτουδήποτε εἵνεκα· καὶ ἐπειδὴ παρακρούεσθαι οὐκ ἐνῆν, ἀναστὰς ἀπῄει, καὶ ἅμα εἱπόμην αὐτὸς ἀκουσόμενος. ἦν δὲ τὸ τῆς ὥρας ὀψὲ μετὰ δύσιν ἡλίου. καὶ προσεληλυθὼς ὁ Γρηγορᾶς, καὶ τὴν εἰωθυῖαν ἀποδεδωκὼς τῷ βασιλεῖ πρόσρησιν, εἶτα ἐκάθισεν. ἔτυχε δ' εὐθὺς ἐκεῖ καὶ ὁ Παλαμᾶς συνεισιών, οὐκ οἶδ' ὁπότερον, εἴτε ἐκ προθεσμίας πάλαι μελετηθείσης ἔφεδρος ἐκεῖ που παρών, εἴτ' ἀπὸ τύχης, ὡς εἴωθε γίνεσθαι τὰ πολλὰ τῶν ἐν κόσμῳ πραγμάτων. ὃς δὴ καὶ τὰ παλαιγενῆ προπετῶς, καὶ ὅσα λήθης μακρᾶς συναπήχθησαν ῥεύμασι, μηδαμῇ τῇ παρούσῃ προσήκοντα χρείᾳ προδιαλαβὼν καὶ τερατευσάμενος, ὡς εἰώθει, καὶ ὅσα πρὸς ἔπαινον ἐγκαλλωπισάμενος ἑαυτοῦ περί τε τῆς ἐν λαύρᾳ διατριβῆς καὶ τῆς πρὸς Βαρλαὰμ διαλέξεως, καὶ τοιούτων δὴ τινῶν τὰς τῶν παρατυχόντων ἐμπεπληκὼς ἀκοάς, καὶ δείξας οἱονεὶ προβεβουλευμένον εἶναι καὶ ἐπίβουλον τὸν σκοπὸν τῆς τηνικαῦτα αὐτοῦ γε ἐπιδημίας πρὸς ἐπιδεικτικὴν φαντασίαν, εἶτα ἐσίγησε. καὶ ἵνα τἀν μέσῳ παρέλθω, καὶ ὅσα τοῖς ἔμπροσθεν ἀναγκαίοις γίγνοιντ' ἂν ἐμποδών, πρὸς τὸ ἀπροσδόκητον τουτοῒ καὶ αἰφνίδιον προοιμιασάμενος, καὶ προδιαλαβὼν ὅσα εἰκός, καὶ ὁ Γρηγορᾶς ὅτι ἂν καὶ πρὸς αὐτοῦ εἴη βουλομένῳ τῷ θειοτάτῳ βασιλεῖ λέγεσθαι ἐφεξῆς ἤρετο. καὶ ὁ βασιλεὺς «ἐμοὶ δ' εἰ καὶ πρὸς ἄλλας ἄγειν» ἔφη «τὸν νοῦν ὑποθέσεις ἐνῆν, ἀλλ' οὖν ὑμᾶς ὁρῶντι συνεληλυθότας νῦν ἐνταυθοῖ καιριώτερον εἶναι δοκεῖ πολλοστημόριόν τι περὶ ὧν ἔνιοι διαφωνοῦσιν ἐκκλησιαστικῶν δογμάτων μαθεῖν πρὸς ὑμῶν.» καὶ γὰρ ἀκούειν ἔφησεν ἔριδας οὐ μικρὰς φυομένας ἄλλοτ' ἄλλως περὶ τόμων καὶ γραμμάτων, «ἃ προγεγέννηνται μέν» φησιν «οὐκ οἶδ' ὅπως, ἀθετοῦνται δὲ πρὸς πολλῶν ἐλλογίμων, ἐπισφαλῆ τινὰ θεολογίας καινοφανοῦς ἐμπεριέχεσθαι τούτοις δεικνύειν δόγματα μάλα σφοδρῶς διατεινομένων. ἐβουλόμην μὲν οὖν παρρησίᾳ συνοδικῇ τὴν διόρθωσιν διαπράξασθαι· τῶν δὲ πραγμάτων οὐ συγχωρούντων ἔν γε τῷ παρόντι, βούλομαι παρ' ὑμῶν γοῦν ἐνταυθοῖ νῦν ὁπωσδηποτοῦν συνεληλυθότων περὶ ἑνὸς οὑτινοσοῦν αὐτήκοος γεγονέναι. τὸν γὰρ τὰς θρυλλουμένας ἔριδας καὶ διαφωνίας ἀγείροντα τόμον ἐμοῦ διατριβόντος ἐν Θεσσαλονίκῃ συμπέπτωκε γεγενῆσθαι, ὡς μήθ' ἃ λέγει γινώσκειν ἐμέ, μήθ' ὅπως ἀληθείας ἢ ψεύδους ἔχει, εἴ τις ἀκριβῶς ἐξετάζειν βούλοιτο. δέδια δ' οὖν μὴ κἀμοὶ προστριβείη κρίμα θεόθεν, ὅτι καὶ αὐτὸς τῇ βασιλευούσῃ τέως ἐπιδεδημηκὼς ἐν ὑστέροις, ἑτέρου τέως τὴν ἐξουσίαν ἔχοντος, ἄκων ὑπέγραψα, βιασθεὶς ὑπ' αὐτοῦ (τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας), οὐκ ἔχων ὅπως ἂν ἐκφύγοιμι τὸ τῆς ὥρας βίαιον.» ὁ δὲ Γρηγορᾶς ὑπολαβὼν φησίν «ὣς ἐγὼ δ' ἐκ πολλοῦ τὰ τῆς θεολογίας μυστήρια φέρειν διὰ χειλέων οὐ μάλα τολμῶν ἀλλὰ φρίττων καὶ ἀκοὴν καὶ διάνοιαν, ἀπεπήδων εὐθὺς ὡς ἀπὸ πυρός. ὅπου γὰρ τοῖς μεγάλοις καὶ σφόδρα σοφοῖς διδασκάλοις ἐκείνης τῆς ἐκκλησίας ἀποσείεσθαι τὴν ἐγχείρησιν ὁλοσχερῶς συνέβαινεν, ἦ που μανία σαφὴς ἡμᾶς ἐγχειρεῖν τοῖς τοιούτοις, μηδὲ μικρὰ γοῦν τῶν ὅσα ἐκεῖνοι μαθεῖν πω δεδυνημένους. καὶ ἵνα τὸ κατ' ἐμαυτὸν ἀναλαβὼν διηγήσωμαι τελεώτερον, ὅπως δηλαδὴ κἀμοὶ πρὸς τὴν τοιαύτην ἐξ ἀρχῆς ὑπόθεσιν διατεθῆναι συμπέπτωκεν, ἐπεὶ μετὰ τὸν τοῦ θειοτάτου καὶ μακαρίτου πατρός σου θάνατον, τοῦ ἀοιδίμου φημὶ βασιλέως ἐκείνου, πρὸς ἐμφύλιον στάσιν τὰ Ῥωμαίων ἠγέρθη πράγματα καὶ ἅμα κατὰ τῶν θείων τῆς ἐκκλησίας δογμάτων τὰ χείριστα πρὸς κακίαν ἀνέρρωγε κύματα, καὶ ὥσπερ ἐν χειμῶνι καὶ νυκτὶ τὰ πάντα ζόφος ἦν, ὡς μηδὲ ἄστροις, τὸ θρυλλούμενον, ὅποι φέροιτό τις δύνασθαι τεκμαίρεσθαι, καὶ πάντ' ἄνω καὶ κάτω μεταπίπτοντα παρὰ τοσοῦτον ἐκ τοῦ σύνεγγυς ἐτίθει τε καὶ μάλα τῶν ἐλπιζομένων ἑκάστοις ἐποίει τὸ ἐπικίνδυνον παρ' ὅσον πόρρω καὶ δύσελπι τἀσφαλές (ἐν γὰρ διχοστασίῃ φησὶν τὸν μὲν πάγκακον τυγχάνειν τιμῆς, τὸν δὲ καὶ ὁπωσοῦν μετέχοντα τοῦ βελτίονος θρήνων πάσχειν ἄξια καὶ τραγικῶν ἀπολαύειν τῶν συμφορῶν), τῶν κρατίστων εἶναί μοι τὸν ἡσύχιον ἔδοξεν βίον ἑλέσθαι, τῶν βασιλικῶν ἀφεμένῳ θεάτρων. τοῦ γὰρ ἐρεθίζοντος καὶ μάχην ἐκεῖθεν ἀντίπαλον ἀνιστῶντος οὐκ ὄντος ἐν ὀφθαλμοῖς ἡμῶν ἀφανείᾳ κεκαλυμμένων, παύσεσθαι τὸ νεμόμενον τῆς καθ' ἡμῶν κακίας ᾠήθην. ὅθεν ἐπειδὴ τοῖς ἄλλοις παραινοῦντί μοι τοὺς πειθομένους ἥκιστ' ἔχειν ἐνῆν, τὸ κατ' ἐμαυτὸν ἐποίουν αὐτός. θόρυβον μὲν γὰρ ἐξ εἰρήνης ῥᾴδιον καὶ τοῖς φαυλοτάτοις καὶ βάναυσον ἄγουσι βίον ποιεῖν, ἐκ δὲ θορύβων εἰρήνην οὐδὲ τοῖς σφόδρα συνετοῖς μάλα τι εὔοδον. τὸ μὲν γὰρ αὐτονομίᾳ φύσεως ἄγεται, ἡ δὲ φύσις ἄτακτον καὶ ἀνώμαλον ὡμολόγηται εἶναι· τὸ δὲ παιδείᾳ καὶ συνέσει βεβουλευμένῃ καὶ σώφροσι λογισμοῖς οἰακίζεται. ὅθεν τὸ μὲν καὶ τὰς οὐκ οὔσας ἀναπλάττει προφάσεις, ἐφόδια πορίζον ταῖς μάχαις· τὸ δὲ καὶ τὰς οὔσας ἐκτέμνειν πειρᾶται, καθάπερ ἰατρὸς πρὸ τῆς βλάστης ἐν τῇ ῥίζῃ τὴν θεραπείαν τεχνώμενος. ἐπεὶ δὲ καὶ ἀφορισμῷ Παλαμᾶν μετὰ τῆς αὐτοῦ φρατρίας ἁπάσης καὶ χωρισμῷ θεοῦ καθυποβεβλῆσθαι συμβέβηκε δυοῖν πατριαρχῶν καὶ ὅλων ὁπόσοι τηνικαῦτα παρῆσαν τῶν ἐπισκόπων, ἔτι μᾶλλον ἐμαυτῷ τὰ τῆς ἡσυχίας παρῄνουν καὶ ἐπεκύρουν, ταύτης μόνης τὸ ῥᾷστον ἐχούσης καὶ εὔλογον τῆς τῶν βεβήλων φρατρίας καὶ κοινωνίας ἐπιεικῶς ἀφιστᾶν. ἤδη δὲ καὶ διωγμὸν ἀνερρίπισεν ὁ τῆς ἐκκλησίας χειμών, καὶ διωγμῶν τὸν φρικωδέστατον καὶ βαρύτατον, ὡς κἀντεῦθεν μὴ μόνον ἐξόριστον γεγονότα τὸν πατριάρχην βιαίῳ θανάτῳ τοῦ βίου περᾶσαι τὴν τελευτήν, ἀλλὰ καὶ τῶν ἐπισκόπων καὶ πρεσβυτέρων ὁπόσοι τὴν ἔνστασιν ἀκλόνητον ἔσχον ἐν τοῖς δεινοῖς, ἄλλος ἄλλοθι τῆς οἰκουμένης διωκόμενοι διεσπάρησαν. ἐῶ λέγειν οὓς ἐν εἱρκτῇ καὶ ζόφῳ θνήσκειν συνέβαινε, καὶ ὅσοι λιμῷ καὶ δίψει καὶ πάσῃ τῶν ἀναγκαίων στενοχωρίᾳ βιαίοις θανάτοις ἀπήλλαξαν. καὶ τό γε μεῖζον ὅτι μηδὲ ταφῆς, ὦ γῆ καὶ ἥλιε, πρὸς τῶν ἐπιτηδείων τυγχάνειν συνεχωροῦντο, πλὴν ἢ ὅσοι κατὰ τὸ λεληθὸς κατωρύττοντο. ὧν οὐδὲ τούτων ἀπέσχοντο οἱ κυνὸς Λακαίνης δίκην ῥινηλατοῦντες καὶ ἀνιχνεύοντες, ἀλλὰ καὶ τούτων ἐνίους ἀνώρυξαν. οὕτω διωγμῶν ἁπάντων βαρύτατος οὑτοσί. τί γὰρ ἀνύσειν ἔμελλον πλέον, εἰς ἀναίσθητον σῶμα τὴν τῆς ἀτόπου ψυχῆς ἀγνωμοσύνην ἐκχέοντες; θανεῖν γὰρ ἀνάγκη, ζῆν δ' ἢ ταφῇ καλυφθῆναι, τούτων δ' οὐδέτερον τέως ἀνάγκη. διὸ τὸ μὲν καὶ μὴ βουλομένων ἀνθρώπων ἡ φύσις τελεῖ, τὸ δ' ἐν τῇ προαιρέσει κείμενον τῶν περιλειπομένων ἔλεγχος ὁποτέρου γίνεται δυοῖν, εἴτ' ἀπονοίας εἴτε προνοίας. τῆς δὴ τοιαύτης περικλονήσεως ἔργον γινόμεθα καὶ ἡμεῖς, οὐ βουλόμενοι ταῖς ἀτόποις καινοφωνίαις ὑπείκειν Παλαμᾶ τουτουί· ὁπόσων γε μὴν καὶ τῶν δεινῶν πεπειράμεθα διὰ ταῦτα, παραπέμπειν ἀκοαῖς ἀνθρωπίναις οὐ πάνυ τι χρῆναι νομίζω, τοῦ τὰ κρυπτὰ ἐφορῶντος θεοῦ γινώσκοντος ἀκριβῶς. ὅμως ἐπεὶ θειοτέρᾳ βουλῇ τὸν πατρῷόν σοι τῆς μοναρχίας ἀνείληφας κλῆρον, ὦ βασιλεῦ, καὶ ἅμα ἡμᾶς ἀνεπεπνεύκειμεν βραχὺ καὶ ὅσον μὴ τῇ συνεχείᾳ τῶν δεινῶν ἀπηγορευκότας προέσθαι τὸ ζῆν, καὶ αἱ τῶν ψηφισμάτων καὶ τομογραφιῶν ἐκείνων κηλῖδες καὶ κῆρες ἧκον ἡμῖν εἰς ὄψιν καὶ ἀκοήν, ἔγνωμεν ἤδη σαφῶς καὶ τὰς ἐκεῖ βλασφημίας, καὶ ὅσας τῶν θείων γραφῶν τὰς διαβολὰς καταχέουσι καὶ συκοφαντίας. ἀναγκαῖον οὖν ἐκεῖνον ἤδη προενεχθῆναι τὸν τόμον εἰς μέσον, ἵνα μὴ μάτην καὶ εἰς κενὸν ὁ δρόμος ἡμῖν ὑπάρχῃ τοῦ λόγου μηδεμίαν ἔχων κρηπῖδα καὶ βάσιν.» Ὁ δὲ βασιλεὺς «οὐκ ἔργου τινὸς ἐντελοῦς ἐν τῷ ἄρτι ζητοῦμεν» ἔφη «κατάστασιν, ἀλλὰ γνώσεως οἱονεὶ τυπικῆς καὶ σκιώδους ἴχνη καὶ ὑπομνήματα. ἦ γὰρ ἂν ἐπισκόπων καὶ πατριαρχῶν ὁμοῦ καὶ πρεσβυτέρων συνήγομεν θέατρα, καὶ οὐκ ἐν παραβύστῳ καὶ γωνίᾳ τὸ πρᾶγμα ἡμῖν οὑτωσί πως ἐτελεῖτο. ἔσται δ' οὖν ὅμως κἀκεῖνο κατὰ τὸν δέοντα χρόνον.» ὑπολαβὼν οὖν ὁ Παλαμᾶς εἰς Βαρλαὰμ ἀνάγειν ἐπεχείρει τὸν λόγον, καὶ δεικνύειν τὰ ζῶντα ἐκ τῶν νεκρῶν. ἐκκέκρουσται δὲ πρὸς τοῦ Γρηγορᾶ, εἰς τὸ ἀφανὲς καταφεύγων, παρόν, ἃ πρὸ ὀφθαλμῶν, τούτοις κεχρῆσθαι πρὸς τὴν παροῦσαν χρείαν. διὸ καὶ πρὸς ἑτέραν τραπόμενος τά τε ἄλλα ἐπολυλόγησε, καὶ ἅμα κατέδραμεν εἴ τινες εἶεν οἱ τὴν θείαν οὐσίαν καὶ τὴν θείαν ἐνέργειαν κατ' οὐδὲν διαφέρειν λέγοντες. περὶ οὗ μάλιστα καὶ τὸν Γρηγορᾶν ἠξίου τὸν λόγον ποιεῖσθαι. Καὶ ὁ Γρηγορᾶς πρὸς τὸν βασιλέα στραφεὶς «πολλῶν αἱρέσεων» ἔφησεν, «ὦ θειότατε βασιλεῦ, οὐσῶν, ἃς πάλαι τεθνηκυίας ἀναβιῶναι πέπραχεν οὗτος ἀρτίως καὶ ἃς οὔπω φανείσας ἐξεῦρε, σύμμαχον ἔχων τὴν δυναστεύουσαν χεῖρα, ὁ τῆς πολυθεΐας οἶμαι λόγος ἀρκέσει τῇ παρούσῃ σκιαγραφίᾳ. θέλων γὰρ καταλῦσαι τὸ τῆς ἐνανθρωπήσεως τοῦ θεοῦ λόγου δόγμα, καὶ ἅμα πολυθεΐαν εἰσαγαγεῖν, ἐνέργειαν εἶναι κηρύττει θεότητα ὑφειμένην ἄκτιστον καὶ ἀνούσιον καὶ διάφορον παντάπασι τῆς θείας ἐκείνης καὶ μακαρίας οὐσίας, καὶ σωματικοῖς ὀφθαλμοῖς ὁρατὴν καθ' αὑτήν, ἐνεργοῦσαν μὲν τὰ πάντα αὐτήν, ἐνεργουμένην δ' αὐτὴν ὑπὸ τῆς ὑπερκειμένης οὐσίας ἅμα, καὶ κινουμένην καθάπερ ὁποῖα τῶν ὀργάνων κινεῖ κινούμενα. εἶτα τὴν μίαν ἐνέργειαν εἰς πολλάς, μᾶλλον δ' ἀπειράκις ἀπείρους διελών, ὡς γένος εἰς εἴδη διάφορα, γενικῷ μὲν ὀνόματι πάσας ἐνεργείας καλεῖ, ἰδίᾳ δ' αὖ καὶ καθ' ἕκαστα δύναμιν ζωὴν βασιλείαν σοφίαν ἐξουσίαν φῶς ἀλήθειαν. καὶ ἁπλῶς ὁπόσα θεοπρεπῆ τῶν ὀνομάτων καὶ νοημάτων, εἰ καὶ ἐκ διαφόρων ἀρχῶν λαμβάνει τὴν ἐτυμολογίαν ἕκαστον, ἀλλ' οὖν ὁμοτίμως ἔχοντα πρὸς ἄλληλα τῷ μηδέν τι παρὰ τὴν τοῦ ὑποκειμένου διαφωνεῖν σημασίαν, θεότητας πάντα καθάπαξ αὐτὸς καλεῖ διαφόρους καὶ ἀκτίστους. ἐγκαλούμενος οὖν πρὸς τῶν συνετωτέρων πολλάκις, ὡς ἅπερ πάλαι Μάρκελλος ὁ Γαλάτης καὶ Φωτεινὸς καὶ Εὐνόμιος διαφόρως ἀλλήλοις εἰπόντες ἐπ' ἴσης κατὰ τῆς εὐσεβείας ἐρράγησάν τε καὶ ἔπνευσαν, ταῦτα πάντα συλλήβδην κηρύττει νῦν οὑτοσὶ καθάπερ εἰς ἕνα συντήξας κρατῆρα κακίας, σκολιὰς ποιεῖται τὰς ἀποκρίσεις, ἐξ ἑτέρου πρὸς ἕτερον μεταβαίνων, καὶ πάντας δυσσεβεῖς νικῶν ταῖς ἐπὶ τὸ μεῖζον τοῦ κακοῦ προσθήκαις. καὶ δέον τοῦ ὑπερβάλλοντος ἕνεκα ἐγκαλύπτεσθαι, ὃ δὲ τοὐναντίον διαφυγῆς πορίζεται πρόφασιν τὴν πρὸς τὸ χεῖρον ταύτην παράλλαξιν, καὶ οὐδενὶ συμφωνεῖν διατείνεται, ὅμοιον ποιῶν ὥσπερ ἂν εἴ τις κλοπῆς ἐγκαλούμενος, ὃ δὲ τὸ μὲν κλέπτης εἶναι ἀπηγόρευεν, ἱερόσυλος δ' εἶναι καὶ ἀνδροφόνος ἐτίθετο, μὴ εἰδὼς πολλαπλάσιον ἔχειν τὴν τιμωρίαν τὸν ἀνδροφόνον καὶ ἱερόσυλον ἢ τὸν ἰδιωτικὰ χρήματα κεκλοφότα. ὅμως εἰπάτω νῦν ποῦ τῆς ἱερᾶς τῶν ἁγίων γραφῆς εὑρίσκει ῥητῶς πολλὰς ἀκτίστους θεότητας καὶ διαφόρους τῆς θείας ἐκείνης οὐσίας, καθάπερ ἐγὼ νῦν κομίζω μάρτυρας τούτους ἓν μόνον τὸ ἄκτιστον τὴν θείαν καὶ τρισυπόστατον λέγοντας φύσιν, τὰ δ' ἄλλα πάντα καὶ μετ' αὐτὴν κτιστά. ἐξ ὧν αὐτό τε τοῦτο μαθεῖν ἔστιν ὅτι ἓν τὸ ἄκτιστον καὶ οὐ πολλά, καὶ ἅμα ὅτι οὐσίαν καὶ οὐσιῶδες καὶ ἐνούσιον καὶ φύσιν καὶ φυσικὸν καὶ ἔμφυτον ἐπὶ θεοῦ λεγόμενα ἁπλῆν ἔχει τὴν σημασίαν καὶ μοναδικὴν καὶ μηδὲν μηδαμῇ παραλλάττουσαν τῷ τῆς οὐσίας καὶ φύσεως λόγῳ πλὴν τῇ προφορᾷ τῆς λέξεως. λέγεται μὲν γὰρ κἀν τοῖς συνθέτοις ταῦτα καὶ κτιστοῖς, ἀλλ' οὐ κατὰ τὸν ἀναγκαῖον τὸν δ' αὐτοῖς ἐνδεχόμενον τρόπον, ᾧ τὸ εἶναι καὶ μὴ εἶναι ἕπεται ἐνίοτε. καὶ πρῶτος μὲν ὁ μέγας φησὶν Ἀθανάσιος “ἄκτιστος πέφυκε μόνη ἡ ἁγία τριάς, ἀΐδιός τε καὶ ἄτρεπτος καὶ ἀναλλοίωτος.” καὶ αὖθις ὁ αὐτὸς “ἀκτίστῳ προσάγειν αὔξησιν ἀσεβές ἐστι.” καὶ ἔτι “τὸ γὰρ ἄκτιστον τῇ φύσει λέγεται ἄκτιστον, μήτε αὔξησιν μήτε ἐλάττωσιν ἐπιδεχόμενον.” καὶ μετ' ὀλίγον “ἄκτιστος ὕπαρξις μόνη ἡ τῆς θεότητος νοεῖται.” καὶ ἔτι “ἄκτιστος μόνη πέφυκεν ἡ ἁγία τριὰς τῆς θεότητος.” “δεύτερον θεὸν οὔπω καὶ τήμερον ἀκηκόαμεν. ὅσα ἔχει ὁ πατήρ, ταῦτα καὶ ὁ υἱός, τὸ ὕψιστος, τὸ βασιλεύς, τὸ κύριος, τὸ παντοκράτωρ. ὁ γὰρ κατὰ φύσιν ταῦτα καὶ ἄκτιστος.” “ἄκτιστον καὶ ἀσώματον καὶ φύσει ἀόρατον μόνον τὸ θεῖον ἐστί.” “μόνη τῆς κτίσεως ὑπέρκειται ἡ θεία τε καὶ ἄκτιστος φύσις τοῦ θεοῦ.” καὶ τῆς μὲν ἀκτίστου φύσεως τὴν ἁγίαν τριάδα διωρισάμεθα εἶναι, τῆς δὲ κτιστῆς πάντα ὅσα μετ' ἐκείνην λέγεταί τε καὶ ἔστι καὶ ὀνομάζεται. ἀκτίστου πρὸς ἄκτιστον οὐκ ἄν τις ἐννοήσειε διαφοράν. μόνη δὲ ἡ ἄκτιστος φύσις ἡ ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι πιστευομένη κρείττων ἐστὶ πάσης ὀνομαστικῆς σημασίας. ἄκτιστον δὲ πλὴν τῆς θείας φύσεως ἔστιν οὐδέν. ἀλλ' εἰ θεός, πάντως καὶ ἄκτιστος· εἰ δὲ κτιστός, οὐ θεός. ἐν τῇ ἀκτίστῳ φύσει νοεῖται τὰ θαυμαστὰ πράγματα καὶ ὀνόματα, ὁ πατὴρ καὶ ὁ υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον. πᾶν τὸ κτιστὸν ἔξω τῆς θείας φύσεως νοεῖν ἐπαιδεύθημεν, μόνην δὲ τὴν ἄκτιστον φύσιν σεβάζεσθαί τε καὶ λατρεύειν ἧς χαρακτήρ ἐστι καὶ γνώρισμα τὸ μήτε ἄρχεσθαι τοῦ εἶναί ποτε μήτε παύεσθαι. πάντων ποιητὴς καὶ προνοητὴς καὶ συνοχεὺς ὁ θεός ἐστιν, ὁ μόνος ἄκτιστος, ὁ ἐν πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι ὑμνουμενός τε καὶ δοξαζόμενος. πᾶν ὂν ἢ κτιστόν ἐστιν ἢ ἄκτιστον. καὶ εἰ μὲν κτιστόν, ὑφ' ἑτέρου πάντως ἐκτίσθη· εἰ δὲ ἄκτιστον, τοῦτ' ἂν εἴη τὸ τὰ κτιστὰ κτίσαν. τοῦτο δὲ τί ἄλλο ἂν εἴη ἢ θεός; μία τριὰς ἀπαράλλακτος, τὰ δ' ἄλλα ἐξ αὐτῆς παρηλλαγμένα. μόνη δὲ ἀΐδιος καὶ ἄκτιστος ἡ τριὰς καὶ ἀγέννητος. ἕν ἐστι τὸ ποιοῦν ἐν μιᾷ οὐσίᾳ τριάδος τελείας, τὰ δ' ἄλλα γεννητὰ καὶ κτιστά. διὰ τοῦτο γὰρ καὶ αὐτοὶ οὐ προσκυνοῦμεν πᾶν τὸ ὑποβεβηκὸς τὴν οὐσίαν τοῦ θεοῦ. ἐρῶ γάρ σοι καὶ περὶ τοῦ πνεύματος ὅπερ καὶ περὶ τοῦ υἱοῦ ἔλεγον, ὅτι ὁ πλοῦτος τοῦ θεοῦ ἢ μείζων ἐστὶν ἢ ἴσος ἢ ἐλάττων. καὶ μείζων μὲν οὐκ ἔστιν, οὐδὲν γὰρ τοῦ θεοῦ μεῖζον· ἐλάττων δὲ οὐκ ἔστιν, ἐπεὶ θήσεις αὐτὸν μετὰ τῶν κτισμάτων· τὸ γὰρ ἔλαττον τοῦ θεοῦ κτίσμα. τὸ ἄκτιστον καὶ κτίστην νοεῖσθαι ἑνὶ μόνῳ πρόσεστι τῷ θεῷ. τούτοις προσκείσθω καὶ τὸ τοῦ θείου Κοσμᾶ τοῦ σεμνοῦ μελῳδοῦ. ἀκουεσθῶμεν πάντες οἱ πιστοὶ συγκαλουμένης ὑψηλῷ κηρύγματι τῆς ἀκτίστου καὶ ἐμφύτου σοφίας θεοῦ. εἰρήσεται δὲ προϊοῦσιν ἡμῖν καὶ τὰ παραπλήσια. Ὁ δὲ Παλαμᾶς οὐκ ἔχων οὐδεμίαν προάγειν γραφικὴν μαρτυρίαν, οἴκοθεν ἐπεχείρει συλλογίζεσθαι τὰ ἀσυλλόγιστα, θέσεις καινοφανεῖς τιθέμενος ἑαυτοῦ. “καὶ τίς οὐκ οἶδε” φησίν “ὅτι ἓν ἄκτιστόν ἐστιν ὁ θεός. τοῦτο γοῦν ἐστὶν ὅ φησιν ὁ λέγων μηδὲν εἶναι ἄκτιστον πλὴν τῆς θείας φύσεως. εἰ δὲ μὴ οὕτω τοῦτο νοήσωμεν, λοιπὸν τὰς θείας ὑποστάσεις οὐκ ἐροῦμεν ἀκτίστους, ἐπεὶ μὴ ἔστι φύσις ἡ ὑπόστασις· καὶ γὰρ ἀπαιτούμενοι τί ἐστιν οὐσία, τὸν ἄνθρωπον δείκνυμεν τυχὸν ἢ τὸν λίθον, τηνικαῦτα τὴν οὐσίαν μετὰ τῶν φυσικῶν περὶ αὐτὴν πάντων συλλαμβάνοντες. καὶ γὰρ καὶ Ἀθανασίου τοῦ θείου λέγοντος ἀκούομεν, τὸ ἅγιον, τὸ ἀγαθόν, τὸ ἄκτιστον, τὸ ἀνερμήνευτον, τὸ ἀσώματον, τὸ ἄχρονον, τὸ ἀΐδιον, τὸ δημιουργικόν, τὸ δίκαιον, τὸ ἄναρχον, τὸ ἀτελεύτητον, τὸ ἀνεξιχνίαστον, τὸ ἄπειρον, τὸ ἄγνωστον, ἡ θέλησις, ἡ δύναμις, ἡ πρόνοια, ἡ σοφία, ἡ ζωὴ καὶ τὰ τοιαῦτα, οὐχ ἕκαστον οὐσία λέγεται ἀλλὰ περὶ τὴν οὐσίαν, ὡς ἐκ δύο καὶ πλειόνων ἐπὶ ἓν ἔχοντα τὴν ἀναφορὰν ἃ καὶ ἄθροισμα καὶ πλήρωμα θεότητος λέγεται. καὶ ἐπὶ τούτοις ἔφασκε λέγειν καὶ τὸν Δαμασκηνὸν Ἰωάννην φανερῶς τῆς ἀκτίστου φύσεως τὴν ἄκτιστον διαφέρειν ταύτης ἐνέργειαν. καὶ τί δεῖ λέγειν ἅπανθ' ἑξῆς ὁπόσα ἐφ' ἑτέροις ἕτερα συνείρων ἐκεῖνος ἐπ' ἴσης κατεψεύδετο πάντων ἁγίων, βωμολοχῶν ἄντικρυς καὶ διαβάλλων τὰς θείας γραφάς. ἓν μὲν οὖν ἔφησε πρὸς αὐτὸν ὁ Γρηγορᾶς. κείσθω σοι τοῦτο λῆμμα πρὸς κατηγορίαν καὶ πρῶτον. ἑάλω γάρ σου ἡ σεμνότης ἐπ' αὐτοφώρῳ, καλὲ Παλαμᾶ, μηδεμίαν ἔχουσα πρὸς τῆς θείας γραφῆς συμμαχίαν πρὸς τὸ δεῖξαι ὅτι οὐχ ἓν ἀλλὰ πολλὰ τὰ ἄκτιστα. ὃ δὴ κράτιστον ἐφόδιον παντὶ ὅτῳ ἂν πρὸς βουλήσεως ᾖ κατὰ σοῦ τοξεύειν, γραφικῆς ἐρήμου πάσης βοηθείας, ἑλομένου τὴν κατὰ τῆς εὐσεβείας παράταξιν. οὐ γὰρ ἂν εἶεν ἑαυταῖς αἱ γραφαὶ μαχόμεναι, εἴ τις μετ' ἐπιστήμης ἁρμοττούσης αὐτὰς ὁρῴη· ὡς κατ' αὐτό γε τοῦτο σαυτῷ κληροῦχον αἰσχύνης καθίστασθαί σε ἅτε μήτε μηδεμίαν ἀπόδειξιν ἔχοντα γραφικὴν ὑπέρ τε σαυτοῦ καὶ ἃ καινοφωνῶν ἐξ ἰδίας ἔπνευσας γαστρός, μήτε μηδεμιᾷ χρώμενον ἐπιστημονικῇ μεθόδῳ, ἀλλ' αὐτονομίᾳ τινὶ μεθυούσῃ φάναι καὶ ἀστατούσῃ φερόμενόν τε συχνὰ καὶ μεταρριπιζόμενον ἐξ ἀνεδράστου βάσεως εἰς ἀνέδραστον βάσιν. ὅρους γὰρ καὶ κανόνας ἐπιστημονικῶν ἀποδείξεων ἐν τοῖς θεολογικοῖς δόγμασι τοὺς ἀποφαντικοὺς τῶν σοφῶν διδασκάλων τῆς ἐκκλησίας λόγους εἶναι καλῶς ἐδιδάχθημεν. ὁ τοίνυν μὴ τοῖς τοιούτοις ἑπόμενος ὅροις, ὅθεν ἕξει πιστώσασθαι ἔχειν εὐσέβειαν, οὐκ ἂν ἔχοι. Καὶ πρῶτον μὲν τοῦτο τιθέσθω τῆς σῆς ἀσεβείας ἐνδεικτικόν, δεύτερον δ' ὅτι ἓν τὸ ἄκτιστον τὴν θείαν εἶναι φύσιν εἰπόντων ἡμῶν, καὶ πολλῶν πολλὰς ἁγίων γραφὰς ὀνόμασί τε καὶ νοήμασιν ὁμοφώνους προενεγκόντων εἰς ἐναργῆ καὶ ἀναντίρρητον ἀπόδειξιν τῆς προτεθείσης σκέψεως, οὐ μόνον οὐδεμίαν αὐτὸς ἀντίθεσιν εὑρεῖν ἐδυνήθης, οὐδὲ δεῖξαι τῶν πάντων ἁγίων ὁντιναοῦν πλείω τοῦ ἑνὸς εἶναι τὰ ἄκτιστα λέγοντα, ἀλλὰ καὶ τοὺς λέγοντας παραλογίζῃ καὶ ἀθετεῖς, καὶ τὴν ἀπολογίαν ὕπουλον προβάλλεις, ἐπειγόμενος μὲν λαθεῖν, οὐ δυνάμενος δέ. καὶ γὰρ πρῶτον μὲν ἑάλως ἐνταῦθα μὴ μόνον ἐξ ὑποθέσεως ἀνυποστάτου λαμβάνων καὶ τιθεὶς οἴκοθεν αὐτός, ὅπερ ἀσθενείας ἐσχάτης ἐνδεικτικόν, ἀλλὰ καὶ μετὰ ἄρθρου τῆς ζητήσεως οὔσης δεῖξαι τὸ ἄκτιστον ὅτι ἔστιν ἕν, ἄρθρου χωρὶς αὐτὸς ἀνθυπήνεγκας, λέγων τίς οὐκ οἶδεν ὅτι ἓν ἄκτιστόν ἐστιν ὁ θεός. καὶ βεβαιοῖς διὰ τῆς σῆς τοιαύτης ἀποκρίσεως δυοῖν θάτερον, ἢ ὅτι πολλὰς καὶ ἀπείρους καὶ ὑφειμένας καὶ διαφόρους δοξάζων θεότητας ἀκτίστους ὥσπερ ἰδέαν τινὰ τὸ θεὸς εἶναι λέγεις ὄνομα ἄκτιστον καὶ θεότητα πρὸς διαφόρους θεότητας μεριζόμενον ἀπειράκις ἀπείρως ὑπερκειμένας καὶ ὑφειμένας, ὥσπερ τὸ καθόλου ζῶον εἰς διάφορα τὴν φύσιν εἴδη, λογικά τε καὶ ἄλογα, ἔνυδρά τε καὶ ἄνυδρα, χερσαῖά τε καὶ αἰθέρια, οὐκ εἰδὼς ὅτι τὸ θεῖον ἁπλοῦν ὂν καὶ ἀσώματον ἀμερὲς ἐξ ἀνάγκης ἐστί, καὶ οὐδὲ πολλὰ μογήσας τις δεῖξαι δυνηθείη ἂν οὔτ' εἰς τὸ ὑφειμένον οὔτ' εἰς τὸ ὑπερκείμενον μεριζομένην τὴν μόνην ἐκείνην ἄκτιστον καὶ πάντῃ ἀμέριστον οὐσίαν τε καὶ θεότητα· ἢ τό γε δεύτερον, πολλῶν ὑπὸ σοῦ δοξαζομένων ἀκτίστων θεῶν καὶ θεοτήτων, ἕνα τῶν πολλῶν εἶναι λέγεις καὶ τὸν ἡμῖν δοξαζόμενον ποιητὴν τοῦ παντός. καὶ ἔστιν ἀμφοῖν οὐδέτερον ἀσεβείας ὑπερβολὴν παραλεῖπον. Τρίτον δὲ ὅτι καὶ τὰς θείας ὑποστάσεις ἀνουσίους εἶναι δοξάζων ἑάλως, ὥσπερ καὶ πολλάκις ἤδη πρότερον, ὡς γίνεσθαί σοι τὰς ὑποστάσεις ἀνυποστάτους. τὸ γὰρ ἀνούσιον ἀνυπόστατον· καὶ λοιπὸν ὡς ὅταν καὶ τὰς ἀνουσίους ἐκείνας θεότητας εἰς ἄπειρον ἀριθμὸν θεοτήτων παραπέμπῃς ἀκτίστων, ὑποστάσεις εἶναι καὶ ταύτας δοξάζεις· καὶ ὃ πολλάκις ἑάλως γράφων, μὴ τρισυπόστατον εἶναι μόνον τὴν θείαν φύσιν ἀλλὰ καὶ πολυυπόστατον, τοῦτο κἀνταῦθα τε τόλμηκας, ὑποστάσεις μὲν ἀνουσίους θεότητας δ' ἀνυποστάτους σέβων. Τέταρτον δὲ ὅτι καὶ τὸν ἄνθρωπον καὶ τὸν λίθον εἰς ὑπόδειγμα φέρων, καὶ ὁριζόμενος οὐσίαν εἶναι μετὰ τῶν φυσικῶς περὶ αὐτὴν ὁρωμένων συλλαμβανομένην, ἑάλως ἔτι καὶ συμβεβηκότων σύλληψιν εἶναι νομίζων τὴν θείαν ἐκείνην οὐσίαν ὥσπερ ἐπὶ τοῦ προβληθέντος σοι λίθου, βάρος ψυχρότητα χρῶμα μῆκος πλάτος καὶ βάθος, καὶ ὅσα τοιαῦτα νοεῖν ἔχει τις, ἔχοντος. ὃ καὶ τοῦ προτέρου χεῖρον εἰς ἀτοπίαν. Καὶ πέμπτον ἄτοπον, ὅτι καὶ βεβαιοῖς τὴν σὴν ἀμαθίαν καὶ πολυθεΐαν διὰ τῆς πρὸς τὸν μέγαν Ἀθανάσιον συκοφαντίας. ἐπὶ γὰρ ἓν ἐκεῖνος ἔχειν φησὶ τὴν ἀναφορὰν τὰ οὕτω πολλὰ τῶν ὀνομάτων ἐκείνων, εἴτουν τὴν οὐσίαν· σὺ δ' οὐκ ᾔσθου κατὰ σεαυτοῦ κομίζων ὃν ὑπὲρ σεαυτοῦ κεκόμικας· οὕτως ἀμαθὴς εἶ καὶ μάλα ἀγροῖκος. εἶτα καὶ ἄθροισμα λέγει καὶ πλήρωμα θεότητος ταῦτα αὐτός, οὐ μὴν θεοτήτων τῆς οὐσίας διαφόρων κατὰ σὲ καὶ ἀλλήλων. πῶς γὰρ ὃς ἐπὶ ἓν αὐτὰ τὴν ἀναφορὰν ἔχειν φησί, δηλαδὴ τὴν οὐσίαν. Ἔστι κἀπὶ τούτοις ἕκτον ἄτοπον, ὅτι καὶ τὸν θεῖον συκοφαντεῖς Δαμασκηνόν, ὡς προϊοῦσιν ἡμῖν εἰρήσεται καὶ αὐτὸ πλατύτερον. δειχθήσεται γὰρ τὸ χαρακτηρίζειν τῷ διαφέρειν μὴ εἶναι ταὐτόν, κἂν σὺ βοῶν διαρραγῇς, τὰ ἄμικτα μιγνὺς καὶ λέγειν τὸν θεῖον ἐκεῖνον αἰτιώμενος ἄνδρα τῆς ἀκτίστου φύσεως διαφέρειν τὴν ἄκτιστον ταύτης ἐνέργειαν. οὐδὲ γὰρ οὐδεὶς τῶν ἁπάντων ἐν τοῖς ἐκείνου συγγράμμασιν οὐδὲ πολλὰ μογήσας οὔτε μόγις μέγα τι τῶν πάντων οὔτε μάλα μόλις γοῦν τῶν ἐλαχίστων οὐδὲν ὁμότροπον ἄν ποθ' εὕροι τουτοισὶ τοῖς νῦν παρευρημένοις καὶ προτεθειμένοις τῷ καταράτῳ σοὶ Παλαμᾷ καὶ δολερῷ συκοφάντῃ. δυοῖν γοῦν ἔπειτα θάτερον, ἢ γὰρ ἑκὼν βλασφημεῖς ἢ οὐχ ἑκὼν ἀγνοεῖς, ἀναλφάβητος ὤν, ὡς ἔοικεν, ἔτι, καὶ τῶν πρώτων τῆς σοφίας στοιχείων πάνυ τι ἀδαής. ὧν τὸ μὲν ἀνίατον, τὸ δ' ἡμιμόχθηρον καὶ ἰάσιμον· ἢν οὖν καὶ αὐτὸς ἐθέλῃς, ἑλοῦ τὸ δεύτερον. δυοῖν γὰρ ὄψεσθαι θάτερον ἐλπίζω καὶ εὔχομαι, ἢ τὴν σὴν ἐπιστροφήν, εἰ βούλει, ἢ τὴν σὴν καταστροφήν, εἰ μὴ βούλει. τὸ μὲν γὰρ σὲ τῆς πολυετοῦς ἀπωλείας ἐξελεῖται, τὸ δὲ καὶ τοὺς ἄλλους μὴ βλάπτεσθαι. πόθεν οὖν ἐπιχειροίημεν ἂν μεταπείθειν ἄνδρα τοσοῦτον καὶ οὕτως ἡλικίας ἔχοντα; ἢ πάντως ὅθεν οὐκ ἀνέλπιστον ἂν εἴη τὸ σκέμμα πρὸς ὠφέλιμον τέλος, μηδὲ μάταιος γένοιτ' ἂν ἡ σπουδή. βούλομαι δ' οὖν ὅμως ἐντελεστέραν τοῦ λόγου ἀρχόμενος τὴν τῶν ῥηθησομένων ποιήσασθαί σοι προκατάστασιν, καὶ διδάξαι τὸν ἀμαθῆ σὲ ἐξ αὐτῶν ἀρχόμενος τῶν ἁπλῶν στοιχείων καὶ φωνῶν, ὡς οἱ γραμματισταὶ τὰ μειράκια, ἵνα μὴ συνεχῶς πρὸς τῶν πολλῶν καὶ αὐτὸς ἀκούῃς ἐκεῖνο δὴ τὸ τοῦ Πλάτωνος σκῶμμα, ὡς ἀμαθὴς εἶ, ὦ ἑταῖρε, καὶ οὐχ ἕπῃ· ἦ γὰρ ἂν οὐδ' αὐτοῦ γε δὴ Βασιλείου τοῦ θείου παντάπασιν, ὡς ἔοικεν, ἀνήκοος μείνας τῇ ἐπιστήμῃ μετὰ τῆς εὐσεβείας οὕτω προσέκοπτες, ὁμιλητέον εἶναι λέγοντος ποιηταῖς καὶ λογοποιοῖς καὶ ῥήτορσι καὶ πᾶσιν ἀνθρώποις ὅθεν ἂν μέλλοι πρὸς τὴν τῆς ψυχῆς ἐπιμέλειαν ὠφέλειά τις ἔσεσθαι. ὥσπερ γὰρ οἱ δευσοποιοὶ προπαρασκευάσαντες θεραπείαις τισὶν ὅτι ποτ' ἂν ᾖ τὸ δεξόμενον τὴν βαφήν, οὕτω τὸ ἄνθος ἐπάγουσιν, ἄν τε ἁλουργὸν ἄν τέ τι ἕτερον ᾖ, τὸν αὐτὸν δὴ καὶ ἡμεῖς τρόπον, εἰ μέλλοι ἀνέκπλυτος ἡμῖν ἡ τοῦ καλοῦ παραμένειν δόξα, τοῖς ἔξω δὴ τούτοις προτελεσθέντες τηνικαῦτα τῶν ἱερῶν καὶ ἀπορρήτων ἐπακουσόμεθα παιδευμάτων, καὶ οἷον ἐν ὕδατι τὸν ἥλιον ὁρᾶν ἐθισθέντες, οὕτως αὐτῷ προσβαλοῦμεν τῷ φωτὶ τὰς ὄψεις. λέγεται δέ, φησί, καὶ Μωσῆν ἐκεῖνον τὸν πάνυ, οὗ μέγιστόν ἐστιν ἐπὶ σοφίᾳ παρὰ πᾶσιν ἀνθρώποις ὄνομα, τοῖς Αἰγυπτίων μαθήμασιν ἐγγυμνασάμενον τὴν διάνοιαν οὕτω προσελθεῖν τῇ θεωρίᾳ τοῦ ὄντος· παραπλησίως δὲ τούτῳ κἀν τοῖς κάτω χρόνοις τὸν σοφὸν Δανιὴλ ἐπὶ Βαβυλῶνός φασι τὴν Χαλδαίων σοφίαν καταμαθόντα τότε τῶν θείων ἅψασθαι παιδευμάτων. ἐπεὶ γοῦν ἃ πεντεκαιδεκέτη σε μαθεῖν ἐχρῆν οὐκ ἔμαθες, οὐδέ γε φράτορας ἑπτέτης ἔφυσας κατά γε τὸν ἐξ Ἀττικῆς σοφὸν εἰπεῖν, ἀλλὰ τὸ τῆς παροιμίας ἀπὸ κώπης ἐπὶ τὸ βῆμα καὶ τὸ στρατήγιον ἐξαίφνης ἔδραμες, λέγω δὴ τὸ θεολογεῖν ἀνίπτοις τε χερσὶ καὶ σαθρᾷ διανοίᾳ, φέρε κἂν ἐν γήρᾳ διδάχθητι παρ' ἡμῶν τὰς στοιχειώδεις ταύτας καὶ πρώτας φωνὰς τῶν γραμμάτων, ὡς ἂν εὐμαθέστερος ἴσως γενόμενος τῆς θείας τέως αἴσθοιο γραφῆς, καὶ μηκέτι δι' ὄχλου τῇ εὐσεβείᾳ γίγνοιο, δημαγωγῶν ἃ τοῖς κάτω μᾶλλον ἢ τοῖς ἄνω πρέπει νεκροῖς. τὰ γὰρ ἐναντία τοῖς ἐναντίοις ὁρίζεσθαί τε καὶ διορθοῦσθαι νόμιμον, ἐπεὶ καὶ Χαρμίδης ὁ Λαρισσαῖος ἀκούσας διηγουμένου τινὸς ἐν ὕδατι ζέοντι ζώσας ἰδεῖν ἐγχέλυας, οὐκοῦν ἐν ψυχρῷ ταύτας ἑψήσωμεν ἔφησεν. ἧς οὖν καὶ αὐτὸς ἀσύνετος ἔμεινας πεντεκαιδεκέτης παιδείας, ταύτης ὑπὲρ τὰ ἑξήκοντα γεγονὼς ἀκροατὴν σεαυτὸν ἀποδεικνύναι μὴ ἀπαξίου τήμερον, τῶν ἁπλῶν δηλαδὴ καὶ ἀρχοειδῶν φωνῶν καὶ στοιχείων. ταῦτα δ' ἂν πάντως εἴη τά τ' ὀνόματα καὶ ῥήματα. πρῶτον γὰρ δεῖ θέσθαι, φασί, τί ὄνομα καὶ τί ῥῆμα, οἱονεί τινα στερρὸν θεμέλιον, ἔπειτα τί ἐστιν ἀπόφασις καὶ κατάφασις καὶ ἀπόφανσις καὶ λόγος, καὶ ὅσα ἐκ τῆς ἀνθρωπίνης ταύτης ἐπιπλοκῆς καὶ συνθέσεως τῶν τε ὀνομάτων καὶ τῶν ῥημάτων ἀποτελοῦνται. σκιαὶ γὰρ οἱονεί τινές εἰσι τῶν πραγμάτων αἱ φωναί, πρὸς τὰς κινήσεις τῶν ὑφεστώτων σχηματιζόμεναι καὶ ὀνόμασι καὶ ῥήμασι κεραννύμεναι· οὐδὲ γὰρ φύσει τοῖς πράγμασι τὰ ὀνόματα, ναὶ μὴν οὐδὲ φύσις, ἀλλὰ κατὰ συνθήκην καὶ συμφωνίαν ἀνδρῶν συνετῶν ἐπιγίγνονται τοῖς πράγμασιν αἱ σημαντικαὶ τῶν πραγμάτων προσηγορίαι κατὰ τὸν Νυσσαέα Γρηγόριον. Δεῖ γὰρ ἔκ τε τῶν ἡμετέρων καὶ ἅμα τῶν θύραθεν σοφῶν, σύμφωνα φθεγγομένων ἐν ταῖς τῶν λόγων ἐπιστημονικαῖς ἀκριβείαις, τῷ ἀμαθεῖ τὴν προπαίδειάν σοι τῆς τοιαύτης προσάγειν διδασκαλίας, ὡς ἂν οὕτω δυνηθείημεν ὀψὲ γοῦν καθικέσθαι τῆς σαθρᾶς καὶ ἀμαθεστάτης σου διανοίας. τεῖχος γὰρ ὁ μέγας εἶναί φησι Βασίλειος τοῖς δόγμασι τῆς τῶν θύραθεν ἐπιστήμης τὴν δύναμιν, οὐκ ἐῶσαν αὐτὰ τοῖς βουλομένοις εὐάλωτά τε καὶ εὐδιάρπαστα γίνεσθαι. καὶ αὖθις ὁ θεῖος Χρυσόστομος “ὅταν περὶ δόγματα” φησὶ “νοσῇ ἡ ψυχὴ τὰ νόθα, πολλὴ τοῦ λόγου ἐνταῦθα ἡ χρεία, οὐ πρὸς τὴν τῶν οἰκείων ἀσφάλειαν μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἔξωθεν πολέμους.” καὶ αὖθις ὁ θεῖος Μάξιμος “δίχα λογικῆς δυνάμεως ἐπιστημονικὴ” φησὶ “γνῶσις οὐκ ἔστι, καὶ γνώσεως χωρὶς οὐ συνίσταται πίστις.” ὁρᾷς τὸ τῶν σῶν βλασφημιῶν αἴτιον, ἄνθρωπε· οὐδὲν γὰρ ἕτερον ἢ πάντως ἡ τούτων ἄγνοια, λέγω δὴ τὴν τῶν θύραθεν καὶ τῶν ἡμετέρων ἅμα σοφῶν καὶ θεολόγων ἀνδρῶν ἐπιστήμην. ἣν ἀγνοοῦντά σε νῦν γοῦν διδαχθῆναι χρεὼν ἐνταυθοῖ παρ' ἡμῶν. » Τούτων δ' οὕτω λεγομένων τινὲς τῶν τῆς γερουσίας μάλιστα φίλων τῷ Παλαμᾷ καὶ ὁμοδόξων ὁμοῦ καὶ συναγωνιστῶν ὑπεψιθύρισαν πρὸς οὖς τῷ Γρηγορᾷ μὴ σκώπτειν μηδ' ἐς τοσοῦτον εἰρωνεύεσθαι πρὸς ἄνδρα ἐπίσκοπον καὶ πολιὸν τὴν τρίχα. κατὰ μικρὸν οὖν ὁ Γρηγορᾶς ἐπισχὼν καὶ ἀκούσας ἀνελάμβανεν αὖθις τὸν λόγον. καὶ δὴ «ἔστι μὲν οὖν» φησὶν «τὰ ἐν τῇ φωνῇ τῶν ἐν τῇ ψυχῇ παθημάτων σύμβολα, καὶ τὰ γραφόμενα τῶν ἐν τῇ φωνῇ, ἥτις δὴ κατὰ φύσιν ἄναρθρος οὖσα ἔναρθρος γίνεται θέσει, δι' ὀνομάτων τε καὶ ῥημάτων ὀψιγόνοις παρευρημένων ἀνθρώποις. τὰ γὰρ πρῶτα κατὰ φύσιν, ἅτε ὄντα ἁπλᾶ, καὶ πρότερα δήπου τῶν κατ' ἐπιτήδευσιν καὶ συνθέτων ὁ τῆς ἀληθείας δεδικαίωκεν εἶναι λόγος. πρότερα ἄρα τῶν ἐν τῇ φωνῇ σημαντικῶν ὀνομάτων ὁμοῦ καὶ ῥημάτων τὰ ἐν τῇ ψυχῇ παθήματα εἴτουν νοήματα. ἔμφυτα γὰρ νοήματα κἀξ αὐτοχθόνου πηγῆς ἀποῤῥέοντα, ἐκεῖνα δ' ὑστερογενῆ καὶ ἐπίκτητα. ὧν οὐκ ἂν ἀνθρώποις ἐδέησεν, εἰ δύναμις ἐνῆν προφαίνειν ἀλλήλοις τὰ τῆς διανοίας κινήματα. “δέον γὰρ” ὁ μέγας φησὶν Διονύσιος “εἰδέναι κατὰ τὸν ὀρθὸν λόγον ὅτι στοιχείοις καὶ συλλαβαῖς καὶ λέξεσι καὶ γραφαῖς καὶ λόγοις χρώμεθα διὰ τὰς αἰσθήσεις, ὡς ὅταν ἡμῶν ἡ ψυχὴ ταῖς νοεραῖς ἐνεργείαις ἐπὶ τὰ νοητὰ κινῆται, περιτταὶ μετὰ τῶν αἰσθητῶν αἱ αἰσθήσεις.” “διὰ γὰρ τὸ τῇ σαρκίνῃ περιβολῇ τὴν φύσιν ἡμῶν περιείργεσθαι, φανερωθῆναι μὴ δυναμένων, ἀναγκαίως” ἔφη Γρηγόριος καθάπερ σημείοις τοῖς πράγμασι τὰς ποιὰς τῶν ὀνομάτων θέσεις ἐπιβάλλοντες, δι' ἐκείνων τὰς τοῦ νοῦ κινήσεις ἀλλήλοις δημοσιεύομεν. καὶ τούτου χάριν τῷ μέν τινι τῶν ὄντων ὄνομα οὐρανὸν ἐθέμεθα, ἑτέρῳ δὲ γῆν καὶ ἄλλῳ ἄλλο τι. καὶ τὸ πρός τι πῶς ἔχειν ἢ τὸ ἐνεργεῖν ἢ τὸ πάσχειν, ταῦτα πάντα ἰδιαζούσαις ἐπισημαινόμεθα ταῖς φωναῖς, ὡς ἂν μὴ ἀκοινώνητός τε καὶ ἄγνωστος ἡ τοῦ νοῦ κίνησις ἐν ἡμῖν μένοι. εἰς γὰρ γένεσιν ὁ θεὸς παράγων τὸν ἄνθρωπον νοῦν παρέσχε καὶ αἴσθησιν. ὧν ὁ μὲν νοῦς ταυτότητα σώζων πρὸς τὰ ἐν κόσμῳ πράγματα φωνῆς οὐ δεῖται, ἀλλ' ἄμεσον τὴν τούτων κέκτηται γνῶσιν. ὡς γὰρ ἔχουσι φύσεως ταῦτα, νοεῖ τὸν ἐφικτόν γε τρόπον αὐτόθεν· ἡ δὲ χρεία κοινωνεῖν τῶν πραγμάτων ἀλλήλοις τοὺς ἀνθρώπους βιαζομένη, καὶ τὰ τῆς ὀρεκτικῆς ψυχῆς ἐξαγγέλλειν ἀπόρρητα, μεσίτῃ νοήσεως καὶ πραγμάτων διέγνωκε χρήσασθαι τῇ αἰσθήσει· αὕτη γὰρ τοῖς οἰκείοις ὀργάνοις τοὺς τῶν ἔξω πραγμάτων τύπους ἀναλαμβάνουσα καὶ οἷον βιβλίῳ τῷ φανταστικῷ τῆς ψυχῆς καταγράφουσα, εἰκόνας φησὶν ἀντὶ πρωτοτύπων, αὐτόθι ταύτας ἐγκαθιδρύει, σύμφωνα τοῖς νοήμασι τὰ πράγματα σπεύδουσα δρᾶν. διὸ καὶ φωνῆς ἐδεήθη δυναμένης ἐξομοιοῦσθαι μὲν τοῖς νοήμασιν ἐφαρμόζεσθαι δὲ τοῖς πράγμασι. τοῦτο δ' οὐκ ἄλλως ῥᾴδιον ζώῳ γίνεται λογικῷ, πλὴν δι' ἐνάρθρου φωνῆς, ὑπὸ συνθήκης ἀνδρῶν εὐφυῶν εἰδοποιηθείσης πρὸς ἄλλην καὶ ἄλλην θρησκείαν τε καὶ διάλεκτον, ὡς συμβαίνειν ἐντεῦθεν μὴ παρὰ πᾶσιν ὡσαύτως ἔχειν αὐτήν, ἀλλ' ἄλλην εἶναι παρ' ἄλλοις ἀεί, καὶ οὕτω μεσῖτιν, ὡς ἔφην, ἀμφοῖν γινομένην τὴν τῆς ἐνάρθρου χρείαν φωνῆς, τὴν τοῦ ἀκούοντος τῇ τοῦ λέγοντος συνάπτειν εὐστόχως διανοίᾳ κατὰ τὸ ἀνάλογον ἑκάστην ἑκάστῃ· μορφουμένη γὰρ αὕτη καὶ διαπλαττομένη ῥήμασί τε καὶ ὀνόμασι λόγος γίνεται σχήμασι ποικίλοις καὶ ἀρχαῖς καὶ πέρασιν ὁρίζων τὸ τῆς ὕλης ἀόριστόν τε καὶ ἄφετον, καὶ οὕτω τοῖς ἔξω τὴν ἔνδον ἑκάστου βούλησιν ἀπαγγέλλων. πλὴν οὐχ ὡς ἔτυχεν ἀτάκτως φέρεσθαι καὶ κατὰ τὴν ἑκάστων διάφορον θέλησιν ἡ σοφία κατόπιν ἐληλυθυῖα παρὰ θεοῦ τοῖς ἀνθρώποις ἀφῆκεν, ἀλλὰ νόμοις καὶ κανόσιν ὑπέζευξε ταύτην κατὰ τὰς παρ' ἑκάστοις συνθήκας. ὧν ἐνίαις ἐνίοτε καὶ ἐνιαχοῦ μὴ μόνον κατὰ θρησκείαν τὰς σημασίας ἕπεται διαιρεῖν, ἀλλὰ καὶ καθ' ὁμωνυμίας καὶ πολυωνυμίας. δυοῖν γὰρ θάτερον, ἢ διαφόροις ὀνόμασι τὰ αὐτὰ τοῖς τῇ αὐτῇ διαλέκτῳ χρωμένοις γνωρίζονται πράγματα, ἢ μιᾷ προσηγορίᾳ τὰ διάφορα τῶν πραγμάτων, ἢ τούτων μὲν οὐδετέροις ἕτερά γε μὴν ἑτέροις. τούτων δ' οὕτως ἐχόντων καὶ οὑτωσὶ προδιαληφθέντων ἀνακτέον ἂν εἴη τὴν γλῶτταν ἡμῖν εἰς τὸ πρότερον ἴχνος τοῦ λόγου. τὸ δέ ἐστι δεῖξαι τὴν τῶν πολλῶν ἐκείνων ὀνομάτων ὁμόνοιάν τε καὶ συμφωνίαν καὶ πρὸς τὸ κυρίως ἓν ἀναφοράν, δηλαδὴ τὴν θείαν ἐκείνην καὶ μακαρίαν οὐσίαν, καὶ μὴ κατ' Εὐνόμιον ἐκεῖνον τὸν δυσσεβῆ, τὸ τῆς ἀγεννησίας ὄνομα θεότητος ὕπαρξιν λέγοντα, καὶ σέ, θεότητας ταῦθ' ὑφειμένας ἡγεῖσθαι πάντα, διαφόρους τῆς οὐσίας καὶ ἀκτίστους, ἀνθρώπων ὄντα εὑρήματα καὶ ποιήματα. αὐτίκα γὰρ πρὸς ἐκεῖνον ὁ μέγας φάσκει Βασίλειος “τὸ ἀγέννητος εἰ ὄνομα, οὐκ οὐσία· τῶν γὰρ οὐσιῶν σημαντικὰ τὰ ὀνόματα, οὐκ αὐτὰ οὐσίαι. εἰ δ' αὐτὸ οὐσία τὸ ἀγέννητος, λεγέτωσαν τὸ ὄνομα αὐτῆς· οὐ γὰρ ἐκ τῶν οὐσιῶν ἀλλ' ἐκ τῶν ὀνομάτων καὶ ἐκ τῶν ἐνεργειῶν γνωρίζομεν καὶ μάλιστα τὰ ἀσώματα.” ὁρᾷς ἐκ τοῦ παρήκοντος πῶς ἐκ τῶν σωματικῶς θεωρουμένων ἐνεργειῶν φησίν, εἴτουν ἔργων καὶ ποιημάτων, γνωρίζειν ἡμᾶς τὰ ἀσώματα καὶ μὴ φαινόμενα; ἄκουε δ' ἐπὶ τούτοις τί καὶ ὁ Νυσσαέων περὶ ὀνομάτων φάσκει Γρηγόριος. “ἡ θεία φύσις ὅτι ποτὲ κατ' οὐσίαν ἐστί, μία ἐστὶν ἁπλῆ καὶ μονοειδὴς καὶ ἀσύνθετος καὶ ὑπὲρ τὴν αἰσθητικὴν ἡμῶν κατάληψιν. καὶ ἐπειδὴ μόνα τὰ γινωσκόμενα διὰ τῆς ὀνομαστικῆς σημειούμεθα κλήσεως, τὰ δ' ὑπὲρ τὴν γνῶσιν ὄντα σημειωτικαῖς τισὶ προσηγορίαις διαλαβεῖν οὐχ οἷόν τε, πολλοῖς καὶ διαφόροις ὀνόμασιν, ὅπως ἂν ᾖ δυνατόν, ἀνακαλύψαι βιαζόμεθα τὴν ἐγγινομένην ἡμῖν περὶ τοῦ θείου ὑπόνοιαν.” διὸ κύριον αὐτόν, θεόν, δίκαιον, ἰσχυρόν, μακρόθυμον, ἀληθινόν, ἐλεήμονα, καὶ τὰ παραπλήσια, πολυωνύμως ἢ τό γε ἀκριβέστερον εἰπεῖν ἑτερωνύμως, κατονομάζομεν. τὰ δὲ τοιαῦτα ὀνόματα θέσει πάντως εἰσὶ καὶ οὐ φύσει, ὡς ἡμεῖς προδεδείχαμεν. καὶ ὁ μέγας ἀλλαχῇ φησὶν Ἀθανάσιος ὅτι καὶ τὸ θεὸν εἶναι δεύτερόν ἐστι τῆς φύσεως. καὶ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος ὅτι οὐ φύσις θεῷ ἡ ἁπλότης· τὸ μὲν γὰρ τὴν θεατικὴν αὐτοῦ παρίστησι δύναμιν, τὸ δὲ τὸ μὴ εἶναι σύνθετον. καὶ ἁπλῶς εἰπεῖν οὐδὲν τῶν ὀνομάτων ἐστὶν ὃ μὴ δεύτερόν ἐστι τῆς θείας φύσεως. περιγεγραμμένος γάρ τις ὅρος οὐσίας καὶ φύσεως γίνεται τοὔνομα, ἡ δ' ἀπερίγραπτος ἐκείνη φύσις περιγραφαῖς ὀνομάτων δουλεύειν οὐ δύναται. καὶ ἐν ἑτέρῳ δ' ὁ θεῖος Νυσσαέων Γρηγόριος περὶ τῶν αὐτῶν ὀνομάτων οὕτω φησίν. “εἰ προϋφέστηκε τῶν ἐνεργειῶν ἡ οὐσία, νοοῦμεν δὲ τὰς ἐνεργείας δι' ὧν αἰσθανόμεθα, ῥήμασι δὲ ὅπως ἂν ᾖ δυνατὸν ἐξαγγέλλομεν, τίς ἔτι καταλείπεται φόβος νεώτερα τῶν πραγμάτων τὰ ὀνόματα λέγειν; εἰ γὰρ μὴ πρότερον ἑρμηνεύομέν τι τῶν περὶ θεοῦ λεγομένων πρὶν ἂν νοήσωμεν, νοῶμεν δὲ δι' ὧν ἐκ τῶν ἐνεργειῶν διδασκόμεθα, προϋφέστηκε δὲ τῆς ἐνεργείας ἡ δύναμις, ἡ δὲ δύναμις ἐξήρτηται τοῦ θείου θελήματος, τὸ δὲ βούλημα ἐν τῇ ἐξουσίᾳ τῆς θείας ἀπόκειται φύσεως, ἆρ' οὐ σαφῶς διδασκόμεθα ὅτι ἐπιγίνονται τοῖς πράγμασιν αἱ σημαντικαὶ τῶν ὀνομάτων προσηγορίαι, καὶ ὥσπερ σκιαὶ τῶν πραγμάτων εἰσὶν αἱ φωναί, πρὸς τὰς κινήσεις τῶν ὑφεστώτων σχηματιζόμεναι; καὶ ὅτι ταῦτα οὕτως ἔχει, πείθει σαφῶς ἡ θεία γραφὴ διὰ τοῦ μεγάλου Δαβὶδ τοῦ καθάπερ διὰ τινῶν ἰδίων προσφυῶν ὀνομάτων τῶν ἐκ τῆς ἐνεργείας αὐτοῦ νοηθέντων τὴν θείαν φύσιν ἀνακαλοῦντος· “οἰκτίρμων” γάρ φησι “καὶ ἐλεήμων ὁ κύριος, μακρόθυμος καὶ πολυέλεος”. ταῦτα τοίνυν τί λέγουσιν, ἐνεργείας ἔχειν τὴν σημασίαν ἢ φύσεως; οὐκ ἄν τις ἄλλο παρὰ τὴν ἐνέργειαν εἴποι. πότε τοίνυν ἐνεργήσας τοὺς οἰκτιρμοὺς ὁ θεὸς καὶ τὸν ἔλεον, ἔσχεν ἐκ τῆς ἐνεργείας τὸ ὄνομα; ἆρα πρὸ τῆς ἀνθρωπίνης ζωῆς; καὶ τίς ἦν ὁ τοῦ ἐλέους δεόμενος; ἀλλὰ μετὰ τὴν ἁμαρτίαν πάντως. ἡ δ' ἁμαρτία μετὰ τὸν ἄνθρωπον· οὐκοῦν μετὰ τὸν ἄνθρωπον καὶ ἡ τοῦ ἐλεεῖν ἐνέργεια καὶ τὸ τοῦ ἐλέου ὄνομα.” ὁρᾶς; διὰ γὰρ τοῦτο καὶ ὁμώνυμα γίνεται καὶ μεθαρμόζεται κατὰ τοὺς τῆς ἀνθρωπίνης βουλήσεως κανόνας καὶ νόμους. καὶ οὐκ ἐφ' ἑνὸς ἀλλ' ἐπὶ πλείστων τε καὶ διαφόρων ὑποκειμένων ἕκαστον ἓν ὂν λέγεται ὄνομα, τὸ πλεῖστον εἰπεῖν. οἷον ἐπὶ ὑποδείγματος, περὶ βουλήσεως εὕροι τις ἂν τοὔνομα ποτὲ μὲν ἐπὶ τῆς ἀκτίστου φύσεως τοῦ υἱοῦ λαμβανόμενον, ποτὲ δ' ἐπὶ τῶν κτισμάτων παρὰ τῶν ἁγίων, ὡς ὁ μέγας Ἀθανάσιος κατὰ Ἀρειανῶν γράφων φησὶν ὡς οἱ ἀσε βεῖς οὐ θέλουσι λόγον καὶ βουλὴν ζῶσαν εἶναι τὸν υἱόν, περὶ δὲ τὸν θεὸν βούλησιν καὶ φρόνησιν καὶ σοφίαν ὡς ἕξιν συμβαίνουσαν καὶ ἀποσυμβαίνουσαν. καὶ ὁμοίως Ἰωάννης ὁ ἐκ Δαμάσκου βούλησιν καὶ σοφίαν καὶ δύναμιν τὸν υἱὸν εἶναι λέγει τοῦ πατρός· οὐ χρὴ γὰρ λέγειν ἐπὶ θεοῦ ποιότητα, ἵνα μὴ σύνθετον αὐτὸν ποιήσωμεν ἐξ οὐσίας καὶ ποιότητος. καὶ πρός γε ὁ Νυσσαέων Γρηγόριος ὄντως σοφίαν καὶ βουλὴν οὐδὲν ἕτερον εἶναι λέγει πλὴν τῆς τοῦ παντὸς προεπινοουμένης σοφίας, ἐν ᾗ τὰ πάντα ἐγένετο καὶ διεκοσμήθη· Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία. καὶ τοῦτο μὲν περὶ τοῦ ταὐτὸν εἶναι κατὰ τὸ σημαινόμενον οὐσίαν δύναμιν καὶ βούλησιν καὶ σοφίαν. ἐν ἄλλοις δ' εὑρίσκεται λέγων ὁ θεῖος Μάξιμος ὡς ἡ θέλησις καὶ ἡ βούλησις οὐκ ἐστὶ ταὐτὸν τῇ οὐσίᾳ τοῦ θεοῦ. “ἡ μὲν γὰρ θέλησις καὶ ἄρχεται καὶ παύεται, ἡ δὲ οὐσία οὔτε ἄρχεται οὔτε παύεται. τὸ δ' ἀρχόμενον καὶ παυόμενον τῷ μήτε ἀρχομένῳ μήτε παυομένῳ τὸ αὐτὸ εἶναι οὐ δύναται. εἰ γὰρ ταὐτὸν ἦν τῇ οὐσίᾳ τοῦ θεοῦ ἡ βούλησις, ἐχρῆν μιᾶς οὔσης τῆς οὐσίας μίαν εἶναι καὶ τὴν θέλησιν. ἀλλ' ἡ γραφὴ πάντα φησίν, ὅσα ἠθέλησεν, ἐποίησε. πολλὰ οὖν ἠθέλησε καὶ οὐχ ἕν”. καὶ ὁμοίως ὁ θεῖος Κύριλλος “ἡ ἑνός” φησι “τῶν ὠνομασμένων, πατρὸς λέγω καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, δημιουργικὴ θέλησις, ἐφ' ὅτῳ περ ἂν λέγοιτο γενέσθαι τυχόν, ἐνέργημα μὲν αὐτοῦ ἐστί· πλὴν διὰ πάσης ἔρχεται τῆς θεότητος, καὶ τῆς ὑπὲρ τὴν κτίσιν οὐσίας ἐστὶν ἀποτέλεσμα”. ὁρᾷς πῶς ἡ τῶν ὀνομάτων καὶ ῥημάτων γνῶσις ἐπιστημονική, δι' ὧν λόγοι καὶ ἀποφαντικὰ δόγματα πάντα πρὸς γένεσιν ἔρχονται, μεγάλης δεῖται τῆς περινοίας καὶ ἐξετάσεως; ὁμώνυμα γάρ ἐστι τὰ πολλά. καὶ διὰ τοῦτο πάντες οἱ τῶν αἱρετικῶν θίασοι, τούτοις ἐγκαλυπτόμενοι, τοξεύουσι κατ' ἄλλοτ' ἄλλους καιροὺς ἀφανῶς τὴν εὐσέβειαν ὡς ἐκ λόχμης· ᾧ δὴ καὶ λέγων καὶ γράφων καὶ αὐτὸς κέχρησαι τολμήματι παντάπασι κατὰ τῶν θείων δογμάτων μάλιστα πάντων ἐκείνων, καὶ οὔτε τὴν τὰ πάντα βόσκουσαν ἡλίου φλόγα μάρτυρα τῆς πονηρίας ἔχων αἰσχύνῃ, οὔτε μὴν τὸν τοῦ ἡλίου δημιουργὸν οὔτ' ἀνθρώπων οὐδένα. Καὶ ἵνα σε καὶ τὴν τῆς ἐνεργείας διδάξω φωνὴν οὖσαν μᾶλλον τῶν ὁμωνύμων αὐτήν, καὶ λαμβανομένην καὶ ἐπ' ἄλλων μὲν ἀλλὰ κἀπὶ τῆς θείας ἐκείνης καὶ μακαρίας οὐσίας καὶ φύσεως, ὅταν ἀπροσδιορίστως λέγηται, τοῦ θείου πρῶτον ἄκουε Μαξίμου. “ἡ αὐτοϋπεραγαθότης νοῦς οὖσα καὶ ὅλη ἐνέργεια εἰς ἑαυτὴν ἐστραμμένη ἐνέργειά ἐστιν, οὐ δυνάμει πρότερον οὖσα ἀφροσύνη, εἶτα νοῦς ἐνεργείᾳ γενομένη· ὅθεν καὶ νοῦς ἐστὶ μόνος καθαρός, οὐκ ἐπίκτητον ἔχων τὸ φρονεῖν, ἀλλὰ παρ' ἑαυτοῦ πάντως νοεῖ. εἰ γὰρ ἡ μὲν οὐσία αὐτοῦ ἄλλη ἐστίν, ἃ δὲ νοεῖ ἕτερα αὐτοῦ ἐστίν, ἀνόητος ἔσται ἡ οὐσία αὐτοῦ· εἴ τι δὲ ἔχει, παρ' ἑαυτοῦ ἔχει, οὐ παρ' ἄλλου. εἰ δὲ παρ' ἑαυτοῦ καὶ ἐξ ἑαυτοῦ νοεῖ, αὐτός ἐστιν ἃ νοεῖ. οὐκοῦν νοῦς ὢν ὄντως νοεῖ τὰ ὄντα ὡς ὤν”. ὁρᾷς πῶς ἐνέργειαν καὶ νοῦν καὶ νοεῖν καὶ φρονεῖν, εἴτουν νόησιν καὶ φρόνησιν, ταὐτὸν τῇ οὐσίᾳ δείκνυσιν ὁ θεῖος οὗτος διδάσκαλος; ἄκουε δὲ λοιπὸν καὶ ἑτέραν τοῦ αὐτοῦ ῥῆσιν ὁμοίως ἔχουσαν. “οὐδὲν τῶν ὄντων τὸ σύνολον αὐτὸ καθ' αὑτὸ ἁπλῆ τις οὐσία ἢ νόησις ἐστίν, ἵνα καὶ μονὰς ᾖ ἀδιαίρετος. τὸν δὲ θεὸν εἴτε οὐσίαν εἴποιμεν, οὐκ ἔχει φυσικῶς συνεπινοουμένην τὴν τοῦ νοεῖσθαι δύναμιν, ἵνα μὴ ᾖ σύνθετος· εἴτε νόησιν, οὐκ ἔχει φυσικῶς δεκτικὴν τῆς νοήσεως ὑποκειμένην οὐσίαν. ἀλλ' αὐτὸ κατ' οὐσίαν νόησίς ἐστιν ὁ θεός, καὶ ὅλος νόησις καὶ μόνον, καὶ αὐτὸ κατὰ τὴν νόησιν οὐσία, καὶ ὅλος οὐσία καὶ μόνον, καὶ ὑπὲρ οὐσίαν ὅλος, καὶ ὑπὲρ νόησιν ὅλος, διότι μονὰς ἀδιαίρετος καὶ ἀμερὴς καὶ ἁπλῆ.” καὶ ἀλλαχοῦ “μονὰς γάρ” φησιν “ἡ θεότης, καὶ οὐ δυάς, καὶ τριάς, ἀλλ' οὐ πλῆθος, ὡς ἄναρχος ἀσώματός τε καὶ ἀστασίαστος.” καὶ πάλιν “ἐκεῖνο γὰρ φύσει μονώτατον τέλειον, τὸ ἀσύνθετον καὶ ἀσκέδαστον καὶ φεῦγον ἐπ' ἴσης τό τε καθ' ὑπόστασιν μοναδικὸν καὶ τὸ καθ' ὕλην δυϊκὸν καὶ τὸ κατ' οὐσίαν πληθυντικόν.” ὁρᾷς πῶς τὸ πληθυντικὴν νοεῖσθαι τὴν τῆς τριάδος ἐνταῦθα φωνήν, παντάπασιν ὁ θεῖος οὗτος ἀπαγορεύει διδάσκαλος; μονὰς γάρ φησιν ἡ τριὰς καὶ οὐ πλῆθος, καὶ πρός γε μονώτατον καὶ ἑνιαῖον καὶ οὐ πληθυντικόν. καὶ ἐπὶ τούτοις ἁπλοῦν καὶ οὐ μεριστόν. τὸ μὲν γὰρ τέλειον, τὸ δ' ἀτελές. ὃ γὰρ αἴτιον πάντων, ἓν πάντως· καὶ ὃ τῶν πολλῶν καὶ συνθέτων αἴτιον, ἁπλοῦν πάντως καὶ ἀσύνθετον. εἰ γὰρ μὴ ἕν ἐστι, οὐδέν ἐστιν, ὁποτέρωθεν ὁρῴη τις ἄν. καὶ εἰ μὴ ἁπλοῦν, οὐδ' ἐπέκεινα τῶν πολλῶν καὶ συνθέτων. εἰ δ' ἁπλοῦν, πάντως καὶ ἀδιαίρετον ἅμα καὶ ἀμερές· τῶν γὰρ συνθέτων ἐστὶν ἡ διαίρεσις καὶ διάκρισις εἰς τὰ ἐξ ὧν συνῄρηταί τε καὶ συντέθειται τὸ σύνθετον ἐκεῖνο καὶ ἡνωμένον. ὅσα γὰρ τὰ διακρινόμενα, τοσαῦτα τὸ ἡνωμένον ἀφ' οὗ ταυτὶ διακρίνεται· καὶ ὅσα τὰ πολλά, τοσαῦτα τὸ ἓν ἀφ' οὗ διίστανται. τοῦ δ' ἀδιαιρέτου καὶ ἀμεροῦς οὐκ ἔστι λαβεῖν μόριον οὐδέν, οὔτε πρότερον ἄλλων οὔθ' ὕστερον ἄλλων. οὔτε μὴν ἀρχὴν οὔτε πέρας· ἄλλο γὰρ τὸ πέρας καὶ ἄλλο οὗ πέρας, καὶ αὖ ἕτερον ἀρχὴ καὶ ἕτερον οὗ ἀρχή. τοῦτο δὲ συνεχὲς καὶ σύνθετον καὶ ὅλον ἐν σχέσει. ἃ πάντα ἀδύνατα ἐπὶ τῆς ἁπλῆς καὶ ἀσχέτου καὶ ἀμεροῦς ἐκείνης οὐσίας. εἰ δ' ἐκ τῶν ἡμῖν γνωριμωτέρων τὰς ἐν ἡμῖν ἀρρήτους ὠδῖνας εἰς τὴν ἄρρητον, ἵν' εἴπω, συναίσθησιν τῆς ὑπερηφάνου γνώσεως ἐκείνης ἀνάγεσθαι πειρώμεθα, θαυμάζειν ἥκιστα χρή· τοῦτο γὰρ ὡς τὰ πολλὰ καὶ τοῖς θείοις πατράσιν ἀκώλυτον ἔσχε τὸ συγκεχωρηκός. Ἔχων δ' ἐγὼ καὶ ἕτερα πλεῖστα προενεγκεῖν σαφῆ καὶ ἀναμφιλέκτως δεικνύντα τῇ οὐσίᾳ ταὐτὸν εἶναι τὴν θείαν ἐνέργειαν καὶ ὅλην ἐνέργειαν καὶ αὐτοενέργειαν, παρίημι διὰ πλῆθος, ἀρκεῖν ἡγούμενος ταῦτα τῇ παρούσῃ σχεδίῳ σχολῇ· εἰρήσεται δ' οὖν ἴσως κἀν τοῖς ἑξῆς, προϊόντος τοῦ περὶ τῆς τοιαύτης ἐνεργείας λόγου. νῦν δὲ δεικτέον ἐστὶ καὶ ὅπως μετὰ προσδιορισμοῦ φασὶν οἱ θεῖοι πατέρες καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ἐνέργειαν καὶ αὐτοενέργειαν, ἑκάτερον προσηκόντως. καὶ περὶ μὲν τοῦ υἱοῦ ὁ θεῖος οὕτω φησὶν Ἀθανάσιος “οὐκ ἀμφίβολον ὅτι αὐτός ἐστιν ἡ τοῦ πατρὸς ζῶσα βουλὴ καὶ ἐνούσιος ἐνέργεια καὶ λόγος ἀληθινός.” περὶ δὲ τοῦ πνεύματος ὁ αὐτὸς οὕτω φησίν “ἑνὸς ὄντος τοῦ υἱοῦ τοῦ ζῶντος λόγου, μίαν εἶναι δεῖ τελείαν καὶ πλήρη τὴν ἁγιαστικὴν καὶ φωτιστικὴν ζωήν, οὖσαν ἐνέργειαν αὐτοῦ καὶ δωρεάν, ἥτις ἐκ πατρὸς λέγεται ἐκπορεύεσθαι.” Κύριλλος δ' ὁμοίως καὶ αὐτός “καὶ ὁ υἱός ἐστι” φησὶν “ἡ ζῶσα καὶ οὐσιώδης ἐνέργεια καὶ δύναμις καὶ σοφία τοῦ πατρός. ἐνέργεια καὶ τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον”. ἐνέργεια λέγεται καὶ ἡ ἑκάστῳ τῶν ὄντων ἐνοῦσα φυσικὴ δύναμις, ὡς τὸ θερμαντικὸν τῷ πυρὶ καὶ τὸ ψυκτικὸν τῇ χιόνι καὶ τὸ αἰσθητικὸν τῷ ζώῳ, καὶ τῷ ἐνεργοῦντι τὸ ἐνεργητικόν. λέγεται καὶ τὸ τῆς ἐνεργητικῆς δυνάμεως ἀποτέλεσμα ἐνέργεια καὶ ἔργον καὶ ἐνέργημα, ὡς ἔργα καὶ ἐνέργειαι θεοῦ γῆ καὶ οὐρανὸς καὶ τὰ ἐν τούτοις· φησὶ γὰρ ὁ θεῖος ἐκ Δαμασκοῦ Ἰωάννης ὡς ἡ ἐνέργεια καὶ ἐνέργημα λέγεται, καὶ τοὐναντίον ἐνέργεια τὸ ἐνέργημα, ὡς καὶ τὸ κτίσμα κτίσις. καθ' ὃ σημαινόμενον καὶ τὸν οἶκον ἐνέργειάν φαμεν τοῦ οἰκοδόμου, καὶ τοῦ ναυπηγοῦ τὴν ὁλκάδα. ἐνέργεια λέγεται καὶ ἡ πρὸς τὰ ἐνεργούμενα κίνησις, σχέσις τις οὖσα καὶ μεταξὺ θεωρουμένη τοῦ τε δημιουργοῦντος καὶ τῶν δημιουργουμένων, καθάπερ ἡ τοῦ οἰκοδόμου πρὸς τὸ οἰκοδομούμενον καὶ τοῦ ναυπηγοῦ πρὸς τὸ πλοῖον. ἣ καὶ συμβεβηκὸς οὖσα καθ' αὑτὴν συγκαταλήγει τῇ τῶν ἄκρων λήξει καὶ οὐκέτι ἐστὶν οὐδέν. περὶ ἧς καὶ ὁ θεολόγος ἔφη ὁ θεῖος Γρηγόριος ὡς ἐνεργηθήσεται καὶ οὐκ ἐνεργήσει, καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι παύσεται, καθάπερ καὶ ἡ μεταξὺ τοῦ ὁρωμένου καὶ τοῦ ὁρῶντος ὅρασις καὶ ἡ μέσον τοῦ γευομένου καὶ τοῦ γευστοῦ γεῦσις. καὶ ὁ Νυσσαέων δὲ θεῖος Γρηγόριος μὴ δύνασθαί φησιν ἐνέργειαν ἀπεργαστικήν τινα πράγματος αὐτὴν ἐφ' ἑαυτῆς συστῆναι, μή τινος ὑποδεχομένου τῆς ἐνεργείας τὴν κίνησιν. ἀναγκαίαν γὰρ ἔχειν ταῦτα τὴν σχέσιν πρὸς ἄλληλα τήν τε ἐνεργητικὴν καὶ τὴν παθητικὴν δύναμιν. ὧν εἰ χωρισθείη τῷ λόγῳ τὸ ἕτερον, οὐκ ἂν ἐφ' ἑαυτοῦ συσταίη καὶ τὸ λειπόμενον· εἰ μὴ γὰρ καὶ τὸ πάσχον εἴη, τὸ ἐνεργοῦν οὐκ ἔσται. ἐνέργεια λέγεται καὶ ἡ πρὸς φαντασίαν ἀντιδιῃρημένη ἀλήθεια κατὰ τὸν θεῖον Κύριλλον, ὡς ἐνῴκησεν ὁ θεῖος λόγος ἐν τῇ πανάγνῳ θεοτόκῳ οὐ δοκήσει ἀλλ' ἐνεργείᾳ εἴτουν ἀληθείᾳ. ἐνέργεια λέγεται κατὰ τὸν θεῖον ἐκ Δαμάσκου Ἰωάννην καὶ τὸ πρῶτον ἐν ἡμῖν συνιστάμενον νόημα, καὶ ἔτι ἡ διὰ γλώττης τῶν νοουμένων φανέρωσις. σύνηθες δ' ἔτι, φησί, καὶ τῇ θείᾳ γραφῇ καὶ τὴν τοῦ θεοῦ παραχώρησιν λέγειν ἐνέργειαν. λέγεται καὶ πλάνης ἐνέργεια ὥσπερ καὶ δαιμόνων, καθὰ καὶ ὁ θεῖος Χρυσόστομος ἐν ταῖς περὶ ἀκαταλήπτου λόγοις ὑπὲρ τῶν ἐνεργουμένων εὔχεσθαι παραινεῖ, τῶν δαιμονώντων δηλαδὴ καὶ μεμηνότων. καὶ Παῦλος δὲ “ἀνθ' ὧν” φησὶ “τὴν ἀλήθειαν οὐκ ἐδέξαντο, πέμψει αὐτοῖς ἐνέργειαν πλάνης εἰς τὸ πιστεῦσαι αὐτούς.” ἀλλὰ καὶ τὴν τοῦ ζώου πᾶσαν οἰκονομίαν ἐνέργειαν οἱ ἅγιοι φασίν, εἴτουν τὰς ζωτικὰς δυνάμεις τάς τε νοερὰς καὶ αἰσθητικάς. Τοσούτων δή σοι προκειμένων σημαινομένων ἅπερ ἡ τῆς ἐνεργείας ὁμώνυμος οὖσα σημαίνει φωνή, πῶς παρατρέχων ἁπάντων τὴν γνῶσιν καταφεύγεις ἐφ' ἅπερ οὐκ ἔστιν ἐν ταῖς γραφαῖς, καὶ λέγειν συκοφαντεῖς τὰς γραφὰς τὰ τοιάδε; ποῦ γὰρ διαφέρειν ὅλως φησὶν ὁ Δαμασκηνὸς Ἰωάννης τῆς ἀκτίστου φύσεως τὴν ἄκτιστον ταύτης ἐνέργειαν, ὥσπερ σὺ διαβάλλεις ἀναίδην συκοφαντῶν; χαρακτηρίζειν μὲν γὰρ ἀκηκόαμεν, διαφέρειν δ' οὐδαμῇ τὸν θεῖον ἄνδρα ἐκεῖνον εὑρίσκομεν λέγοντα. εἰ δὲ τὸ χαρακτηρίζειν αὐτὸς ἀντὶ τοῦ διαφέρειν λαμβάνεις, ὥρα σοι λοιπὸν καὶ χαρακτῆρα τοῦ πατρὸς τὸν υἱὸν τῆς γραφῆς ἀκούοντι λεγούσης, ἀνόμοιον τὸν υἱὸν τῷ πατρὶ κηρύττειν καὶ ἀνούσιον καὶ σφόδρα διάφορον τὴν φύσιν. ἀλλ' ὡς ἔοικε, τὸ φύσει κακὸν ὡς εἰπεῖν, καὶ τὰ τῆς διανοίας ἅπαξ καίρια νενοσηκὸς καὶ τῶν θείων ἐπισφαλῶς ἀπερρωγὸς διὰ ταῦτα δογμάτων, χρόνῳ τὴν ἕξιν οὐκ ἄν ποτ' ἀποτρίψασθαι δύναιτο, ὅτι μὴ καὶ τὴν ἔσθ' ὅτε τοῦ καλοῦ προσποίησιν τάχιστα ἀποσείεται, πράγμασιν αὐτοῖς ἐλεγχόμενον, παλινδρομούσης τῆς φύσεως καὶ ἀναλαμβανούσης ἐκ τοῦ ῥᾴστου τὸ γνήσιον. καὶ σύ γε μὴν ἐν μὲν τῷ γραφικὰς μαρτυρίας προσποιεῖσθαι κομίζειν, οὐχ ὑγιῶς δ' οὖν, τὴν αὐτὸς σαυτοῦ γε ἀμαθίαν ἑκὼν ἐξελέγχεις, ἐν δὲ τῷ καὶ πρὸς ἐπισφαλῆ καὶ δυσσεβῆ διάνοιαν αὐτὰς διαστρέφειν τὴν οἰκείαν ἔτι θεατρίζεις κακόνοιαν. οὐκέτι γὰρ ἀνέλεγκτον ἐς τά γε τῆς ψυχῆς μυσήτρια καθευδήσειν ἐλπίζεται τὸ τῆς κακίας ἀπόρρητον ἄγος· ἐξερρύηκε γὰρ καὶ διαπεφοίτηκεν ἐς ἡλίου αὐγὰς καὶ ἅμα ἐς μυκτῆρα καὶ χλεύην θεάτρου μεστὴν κωμικοῦ. καὶ ἣν μὲν ἐδίωκες ἀπολώλεκας δόξαν πρὸς ἀδοξίαν μετενεγκών· ἣν δ' ἐκάλυπτες αἰσχύνην αὐτὸς σαυτοῦ, ταύτης ἤδη τὰ ἀνακαλυπτήρια θύων ὥσπερ ἐν Διονυσίων πομπαῖς οὐκ αἰσθάνῃ.» Ὁ δὲ Παλαμᾶς οὐδὲν πρὸς ταῦτα ἀποκρινάμενος ἑτέραν ἐβάδισε, τοῦτο δὴ τὸ εἰωθὸς αὐτῷ. «εἶτα οὐχ ὁ μέγας» φησὶ «Βασίλειος ἐκ τῶν ἐνεργειῶν τοῦ θεοῦ φάσκει γνωρίζειν ἡμᾶς τὸν θεόν; αἱ γὰρ ἐνέργειαι αὐτοῦ, φησίν, πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δ' οὐσία αὐτοῦ μένει ἀπρόσιτος. ταύτας οὖν τὰς ἐνεργείας ἔχει ὁ θεὸς ἄλλος ὢν ἄλλας οὔσας καὶ ἀκτίστους· αὗται γάρ εἰσιν αἱ πρόνοιαι, αἱ πρόοδοι, τὸ ἄπειρον, τὸ ἄτρεπτον, τὸ ἁπλοῦν, τὸ ἄναρχον, τὸ ἀτελεύτητον, ἡ σοφία, ἡ δύναμις καὶ τὰ τοιαῦτα, ἄλλα μὲν ὄντα παρὰ τὴν οὐσίαν, ἄκτιστα δέ· ἄλλο γὰρ τὸ ἔχον καὶ ἄλλο τὸ ἐχόμενον καὶ διάφορον.» Πρὸς ταῦτα ὁ Γρηγορᾶς ἀποκριθεὶς «ἴδιόν σοι τοῦτο» φησιν, «ὦ ἄνθρωπε, γνώρισμα, μηδὲν πρὸς ἔπος ἀποκρίνεσθαι, ἀλλ' ἀνθ' ἑτέρων παρεισάγειν ἕτερα, ἡμιτελῆ τὰ ἀναγκαιότερα καταλιμπάνοντα καὶ ἀσαφῆ καὶ ἀνεπεξέργαστα καὶ ἀμάρτυρα. ὅμως μικρὰ καὶ περὶ τῶν νῦν σοι λεχθέντων φθεγξάμενος ἀπαλλάξομαι. εἰ ἄλλο τὸ ἔχον καὶ ἄλλο τὸ ἐχόμενον καὶ διάφορον, καὶ τὸ μὲν ἔχον οὐσία τὸ δὲ ἐχόμενον οὐκ οὐσία κατὰ σέ, ἀνούσιον ἄρα τὸ ἐχόμενον. καὶ εἰ ἡ οὐσία θεός, τὸ ἀνούσιον ἄρα οὐ θεός, ἡ ἐνέργεια δηλαδή. καὶ σύνεστι λοιπὸν ἐξ ἀιδίου τῇ θείᾳ καὶ ἀκτίστῳ οὐσίᾳ ἡ ἀνούσιος αὕτη καὶ διάφορος ἐνέργεια. καὶ ἅμα δυὰς ἡ πάντων ἀρχή σοι γίνεται, τὸ ἀτοπώτατον, ἑαυτῆς διαφέρουσα καὶ ἀιδίως ἑαυτῇ μαχομένη.» ἀλλ' ὁ θεῖος Μάξιμος “οὐ συνθεωρεῖσθαι ἢ συνεπιθεωρεῖσθαι δύναταί τι” φησὶ “τῷ θεῷ κατ' οὐσίαν διάφορον ἐξ ἀιδίου, οὐκ αἰών, οὐ χρόνος, οὐδέ τι τῶν τούτοις ἐνδιαιτωμένων· οὐ γὰρ συμβαίνουσιν ἀλλήλοις πώποτε τὸ κυρίως εἶναι καὶ οὐ κυρίως”. καὶ πάλιν ἄπειρον εἶναι δυάδα οὐδαμῶς ἐνδέχεται· αἱ γὰρ κατ' αὐτὴν μονάδες ἀλλήλαις κατὰ παράθεσιν συνυπάρχουσαι ἀλλήλας ὁρίζουσιν, εἰ δὲ τοῦτο, οὐδ' ἄναρχον· ἀρχὴ γὰρ πάσης δυάδος μονάς. εἰ δὲ μὴ ἄναρχον, οὐδ' ἀκίνητον· κινεῖται γὰρ τῷ ἀριθμῷ ἐκ μονάδων καθ' ἕνωσιν, τὸ δὲ κινούμενον οὐκ ἀρχὴ ἀλλ' ἐξ ἀρχῆς, δηλαδὴ τοῦ κινοῦντος. μονὰς δὲ μόνη κυρίως ἀκίνητος. πεπερασμέναι σοι ἄρα καὶ ὑπ' ἀρχὴν αἱ θεότητες, ἄνθρωπε· καὶ εἰ τοῦτο, διαστήμασι τοπικοῖς τε καὶ χρονικοῖς δεδουλεύκασιν. κτίσμασιν ἄρα λατρεύων αὐτὸς ἐλελήθεις. ἔτι εἰ κατὰ σὲ ἕτερον οὐσία καὶ ἕτερον θεὸς ὁ τὴν οὐσίαν ἔχων καὶ διάφορος τῆς οἰκείας οὐσίας, ἔστιν ἄρα θεὸς ἀνούσιος καὶ οὐσία θεοῦ ἄθεος. φησὶ γὰρ καὶ ὁ Νυσσαέων Γρηγόριος “εἰ τὸ ἀγαθὸν ὄν, τὸ πονηρὸν οὐκ ὄν· εἰ δὲ τὸ πονηρὸν ὄν, τὸ ἀγαθὸν οὐκ ὄν, κατὰ τὸν τῶν ἀμέσων ἐναντίων λόγον.” ὥστε πολυθεΐαν ἀγωνιζόμενος συνιστᾶν ἑάλως καὶ ἀθεΐαν νοσῶν, τὰ ἐκ διαμέτρου κακά· καὶ πέπτωκε διὰ βραχέων τὰ τῶν σῶν ἀκροπόλεων ὀχυρώματα, ἐφ' οἷς ἐπεποίθεις. ἔτι μὴν ἐπειδή περ ἄλλο φῂς εἶναι τὸ ἔχον, ἄλλο δὲ τὸ ἑκτὸν καὶ διάφορον, φαίης ἂν καὶ ἄλλο μὲν ἐξ ἀνάγκης εἶναι τὸν θεόν, ἄλλο δὲ τὴν ὕπαρξιν αὐτοῦ· λέγεται γὰρ ὁ θεὸς καὶ οὐσίαν ἔχειν καὶ ὕπαρξιν. ἔσται ἄρα κατὰ σὲ θεὸς ἀνύπαρκτος καὶ ὕπαρξις θεοῦ ἄθεος. καὶ περὶ τῆς ἐνεργείας δ' ὁμοίως λεκτέον καὶ ἐρωτητέον, εἰ ἡ ἐνέργεια ἔχει ἐνέργειαν ἄλλην. εἰ γὰρ ἔχει, δύο ἄρα· καὶ εἰ δύο, διάφορα πάντως· ἄλλο γὰρ δεῖν εἶναι ἔφης τοῦ ἐχομένου τὸ ἔχον. καὶ γίνεταί τις τερατόμορφος ἐνεργοενέργεια. εἰ δὲ μὴ τοῦτο, οὐκ ἂν εἴη τὴν ἐνέργειαν ἔχειν ἐνέργειαν. καὶ συμβήσεται τὴν τοιαύτην ἐνέργειαν ἀνενέργητον εἶναι. τὸ δ' ἀνενέργητον καὶ ἀνύπαρκτον καθ' ἣν βωμολοχήσας προύθηκας θέσιν τε καὶ πρότασιν αὐτός. τὸ γὰρ μὴ ἔχον, ἔφης, ἐνέργειαν οὔτ' ἔστιν οὔτε τί ἐστιν. οὔτ' ἔστι παντελῶς αὐτοῦ θέσις, καὶ ἀπόλωλέ σοι τὸ σπούδασμα δι' ὀλίγου καὶ τῆς μοχθηρᾶς γεωργίας ὁ στάχυς, ἢ ἐς ἀνύπαρκτον ἡμᾶς δογματίζοντι πιστεύειν ἢ εἰς σύνθετον θεότητα. ἐναντιοῦται γάρ σοι καὶ ὁ θεῖος Κύριλλος, ἄτοπον εἶναι φάσκων τὸ λέγειν τοιαύτην ἔχειν τὸν θεὸν τὴν γνῶσιν ὁποίαν καὶ ἡμεῖς· εἰ γάρ [ὥσπερ] ἡμεῖς, ἕτερον μέν τι ἐστὶν ἑτέρα δέ τις παρ' αὐτὸν ἡ ἐν αὐτῷ γνῶσις, σύνθετος ἔσται καὶ οὐχ ἁπλοῦς. ἔτι ἐπείπερ ἡ θέλησις τοῦ θεοῦ ἑκτὸν καὶ διάφορον κατὰ σὲ τῆς οὐσίας ἐστίν, ἔσονται ἄρα τρεῖς ἐπὶ Χριστοῦ θελήσεις, μία μὲν αὐτὸς ὁ υἱός, θέλησις ὢν τοῦ πατρὸς κατὰ τοὺς θείους πατέρας, δευτέρα δ' ἣν ὁ υἱὸς ἔχει διάφορον ἑαυτοῦ κατὰ σέ, καὶ τρίτη ἡ τῆς ἀνθρωπότητος. ὃ καὶ τῆς τῶν μονοθελιτῶν δυσσεβείας ἀτοπώτερον. ἐπεὶ δὲ καὶ ὁ μέγας Ἀθανάσιος ἀσεβεῖς διαρρήδην καλεῖ τοὺς μὴ δεχομένους βούλησιν αὐτὸν εἶναι τὸν υἱόν, ἀσεβὴς αὐτόχρημα καὶ κατὰ τοῦτο σὺ τὰ ἐκείνων φρονῶν. περὶ γὰρ τῆς ἀρχομένης καὶ παυομένης θελήσεως εἴρηται ἡμῖν ἀνωτέρω βραχύ, καὶ οὐ χρεία διεξιέναι νῦν τῶν προκειμένων σαφῶς ἀνθελκόντων. ἔτι εἰ ἕτερον θεοῦ καὶ ἀλλήλων θεότης καὶ δύναμις καὶ σοφία καὶ ἁγιότης καὶ ἀγαθότης, καὶ διάφορον ἀεὶ ἕκαστον ἑκάστου, ζητητέον πῶς ἂν εἴη τοῦ θεοῦ ἕκαστον, εἰ διάφορον εἴη αὐτοῦ· καὶ πῶς ἓν ἑνὶ καὶ ἀλλήλοις ἄλληλα συμφωνήσει, διάφορα ὄντα ἀλλήλων· καὶ πότερον πρότερον τούτοιν ἂν εἴη, δυαδικῶς οὕτω προερχομένων, θεὸς ἄκτιστός τε καὶ ὁρατὸς κατὰ σέ· καὶ ποῦ τὸ τῆς πολυθεΐας στήσεται ταυτησί, κατὰ συζυγίαν οὑτωσὶ προχωρούσης ἀεὶ μετὰ τοῦ ἀτελοῦς. εἰ γὰρ ἀλλήλων ἄλληλα διαφέρει, ἐστέρηται πάντως ἀλλήλων ἄλληλα καθ' ὃ διαφέρει, καὶ γίνεται δύναμις μὲν ἄσοφος σοφία δ' ἀδύναμος, καὶ θεὸς ἄσοφος καὶ ἀδύναμος, καὶ ἀεὶ κατὰ τὸν ὅμοιον τρόπον ἐστερημένα πάντων ἅπαντα καὶ δεόμενα ἀλλήλων ἄλληλα. φησὶ γὰρ καὶ ὁ θεολόγος Γρηγόριος “τίς ἀτελοῦς θεότητος ὄνησις; μᾶλλον δὲ τίς θεότης ἡ μὴ τελεία; τελεία δὲ πῶς ᾗ λείπει τι πρὸς τελείωσιν; λείπει δὲ πάντως μὴ ἐχούσῃ τὸ ἅγιον. ἔχοι δ' ἂν πῶς, μὴ τοῦτο ἔχουσα; εἰ γὰρ ἄλλη τις παρὰ τοῦτο ἡ ἁγιότης, καὶ εἴ τις αὕτη νοεῖται, λεγέτω, τίς”. καὶ ὁ μέγας Βασίλειος “εἰ φύσις αὐτῷ” φησὶν “ὁ ἁγιασμὸς ὡς πατρὶ καὶ υἱῷ, πῶς τρίτης ἐστὶ καὶ ἀλλοτρίας φύσεως;” καὶ πάλιν “ἀγαθὸν” φησὶ “τὸ πνεῦμα ὡς ἀγαθὸς ὁ πατὴρ καὶ ἀγαθὸς ὁ ἐκ τοῦ ἀγαθοῦ γεννηθείς, οὐσίαν ἔχων τὴν ἀγαθότητα.” ὁρᾷς πῶς οὐχ ἕτερον τῆς ἁπλῆς καὶ θείας οὐσίας ἁγιότης καὶ ἀγαθότης καὶ ἐνέργεια καὶ τὰ τοιαῦτα, ἀλλὰ ταὐτόν. ἑλοῦ τοίνυν, ὦ καινὲ θεολόγε, τῶν ἀσεβειῶν ὁποτέραν ἐθέλεις. ἀθεΐας γὰρ καὶ πολυθεΐας τὰ τοιαῦτα φέρει σοι κρημνόν, ὑπ' ἀλλήλων ἐλεγχόμενα καὶ κατ' ἀλλήλων στασιάζοντα. τὸ μὲν γὰρ ἄνισον ἐν τοῖς πολλοῖς ἐλέγχει τὸ διάφορον καὶ ἀσύμβατον τῆς πολυθεΐας· ἡ δὲ πολυθεΐα συμφυᾶ τὴν διαφορὰν πρὸς ἑαυτὴν στασιάζουσαν ἔχουσα, πρὸς τὸν ἀντίπαλον τῆς ἀθεΐας ἀπροόπτως μεταβαίνειν κρημνὸν ἀναγκάζει, καὶ καπνὸν φεύγοντας ἐμπίπτειν εἰς πῦρ, τὸ τῆς παροιμίας. ἔπειτα πῶς τὸ ἄκτιστον καὶ πόθεν ἡ ἐνέργεια ἔσχεν; ἔξεστι γὰρ ἡμῖν καὶ τὸ ἄκτιστον αὐτὸ πρὸς ἑαυτὸ κατὰ τὴν σὴν ἐξετάζειν θέσιν· εἰ γὰρ αὐτόθεν εἴη τὸ ἄκτιστον ἄκτιστον, οὐκ ἂν εἴη ἄκτιστον· κτιστὸν ἄρα τὸ ἄκτιστον, καὶ κτιστὴ θεότης ἐξ ἀνάγκης ἡ ἄκτιστος ἐνέργεια· καὶ οὕτω σοι τὸ σοφὸν ἠλίθιον ἀναπέφανται. εἰ δ' ἔξωθεν ἔχει τὸ ἄκτιστον εἶναι τὸ ἄκτιστον, καὶ διάφορον πάντως· εἰ γὰρ οὐκ ἔστι διαφορὰ πρὸς ἄκτιστον ἀκτίστου, οὐκ ἂν εἴη ἔχειν κατὰ σὲ ἄκτιστον. ἢ γοῦν ἀνύπαρκτόν σοι γίνεται τὸ ἄκτιστον τοῦτο, ἢ δυοῖν θάτερον, ἢ ἀκτιστόκτιστον ἢ ἀκτιστοάκτιστον καὶ πρὸς ἑαυτὸ στασιάζον ἀνάγκη λέγεσθαι. γνώριμον γάρ, οἷς καὶ ὁπωσοῦν λογικῆς μέτεστιν ἐπιστήμης, τῶν ὁμωνύμων εἶναι καὶ ἥκιστα ἁπλῆν τὴν τοῦ ἔχειν φωνήν, καὶ μὴ μόνον τῇ τῶν ἔξω σοφῶν ἐπιστήμῃ δοκεῖν, ὅτι μὴ καὶ πᾶσιν ὁμοῦ τοῖς τῶν θείων τῆς ἐκκλησίας δογμάτων σοφοῖς διδασκάλοις. ὧν εἷς ἡμῖν εἰς διδασκαλίαν ἀποχρήσει τήμερον Ἰωάννης ὁ θεῖος ἐκ Δαμασκοῦ, ὃς ὀκταχῇ τὴν τοῦ ἔχειν ἡμῖν διαιρῶν σημασίαν, κατ' οὐδένα γέ τινα τούτων τρόπον τῇ θείᾳ καὶ ἁπλουστάτῃ ἐκείνῃ φύσει τὸ ἔχειν διδοὺς εὑρίσκεται. πῶς γὰρ οἱασοῦν μεσιτευούσης ἀλλοτριώσεως, καὶ τοῦ ἔχοντος τὸ ἐχόμενον διιστώσης μὲν οὑτωσί, συναγούσης δ' ἄλλως τὸν νόθον τε καὶ ἐπίκτητον τρόπον. ἢ γὰρ ὡς οὐσίαν ἀνάγκη, φησί, τὸ ἐχόμενον τῇ ἐχούσῃ συνεῖναι οὐσίᾳ, καθάπερ ἱμάτιον καὶ χεῖρα καὶ ἀγρὸν καὶ τά γε τοιαῦτα, ἢ ὡς συμβεβηκός. καὶ τοῦτο διχῇ πως αὖ ὑποδιαιρούμενον, εἴς τε τὴν τῶν χωριστῶν δηλαδὴ καὶ τῶν γε μηδαμῇ χωριζομένων δύναμιν. τὸ μὲν γὰρ ἐνδεχομένως ἔχειν λέγεται καὶ μή, καθ' ὅ γε σημαινόμενον ἐνδέχεσθαί φαμεν βαδίζειν τὸ βαδιστικὸν καὶ τοὐναντίον αὖ μὴ βαδίζειν· τὸ δὲ καθ' ἕξιν καὶ διάθεσιν ἔχειν λέγεται, ὡς μέλιτι δηλαδὴ συμπεφυκυῖαν γλυκύτητα καὶ χιόνι λευκότητα καὶ γνῶσιν ἀνθρωπίνῃ ψυχῇ. ὧν ἁπάντων ἓν ὁποιονοῦν ἔστω ὁποτέρωθεν εἰληφὼς τῇ θείᾳ κυριωνυμεῖν καὶ ἁπλῇ βούλοιτο φύσει, ἴστω περιφανῶς ἁμαρτάνων· χρῆσιν γὰρ ἀνθρώποις ὑπάρχειν ὁ μέγας τὰ ὀνόματα φάσκει Βασίλειος πρὸς γνῶσιν καὶ διαίρεσιν οὐσιῶν καὶ τῶν περὶ τὰς οὐσίας ἐπινοηθέντων πραγμάτων. ᾧ γε καὶ πάνυ τι δέδοται φορτικὸν καὶ ἀπόβλητον συμβεβηκός τι προσάγειν τῇ θείᾳ φύσει καὶ ἁπλουστάτῃ. τὸ γὰρ συμβεβηκός, φησίν, ἢ συμπέφυκεν, ἢ ἐνδέχεται ὑπάρχειν καὶ μὴ ὑπάρχειν. ἀλλ' εἰ μὲν συμπέφυκεν, ἀνάγκη τῷ θεῷ καὶ οὐσίαν καὶ συμβεβηκὸς εἶναι· ἐξ ἀνάγκης γὰρ τὰ τοιαῦτα συμβαίνει οἷς συμβέβηκεν. εἰ δ' ἐνδεχόμενον, ἔσται καὶ ἀγέννητος ὁ γεννητὸς ποτὲ καὶ πάνθ' ὁμοίως, ὅσα δήπουθεν ἀντίκειται, γνῶσις καὶ μὴ γνῶσις, δύναμίς τε καὶ μὴ δύναμις, καὶ τά γε δήπου παραπλήσια τῶν ἀτόπων τῆς ἀσεβείας ῥημάτων. ὅτι δὲ καταχρηστικῶς τὸ ἔχειν ἐπὶ θεοῦ λέγεται, δείκνυσι νῦν καὶ ὁ θεῖος Χρυσόστομος, λέγων “ὅταν ἀκούσῃς ὅτι ὥσπερ ὁ πατὴρ ἐν ἑαυτῷ ζωὴν ἔχει, οὕτως ἔδωκε καὶ τῷ υἱῷ ζωὴν ἔχειν καὶ ἐξουσίαν ἔχειν, μὴ σύνθεσιν ὑπολάβῃς· μηδ' ὅταν ἀκούσῃς ὅτι ἐν αὐτῷ ζωὴ ἦν, νομίσῃς ὅτι σύνθετος ἦν· προϊὼν γὰρ φησὶν ἐγώ εἰμι ἡ ζωή.” ὥστε σου βοσκηματώδης ἡ σοφία κἀνταῦθα ἀναπέφανται, λέγουσα παραπλησίως καθάπερ ἐπὶ ἀνθρώπου καὶ λίθου, οὕτω καὶ τοῦ θεοῦ τὴν οὐσίαν μετὰ τῶν φυσικῶν περὶ αὐτὴν πάντων συλλαμβάνεσθαι τοῖς ὁρίζεσθαι θέλουσι· τὸ γὰρ ἐκ τοιούτων συγκείμενον ἀμερὲς οὐκ ἂν εἴη, οὐδ' ἁπλοῦν, ἀλλὰ σύνθετον, κἀξ ὧν συντίθεται μεριζόμενον. ὁ δὲ τῇ ἀμερεῖ ἐκείνῃ καὶ θείᾳ φύσει προστιθέναι πειρώμενος, ᾗ φύσει πρόσεστι μήτ' αὔξεσθαι μήτε μειοῦσθαι, λέληθε, τό γε ἧκον εἰς αὐτόν, ἐλαττῶν μὲν τῇ προσθήκῃ τὴν τῆς φύσεως δύναμιν, αὔξειν δ' ἥκιστα πάντων δυνάμενος, ἣ μηδεμιᾶς οὔτ' ἐδεήθη ποτὲ οὔτε δεήσεται προσθήκης ἢ ὑφαιρέσεως, οὐδενὸς ὄντος οὗ δεήσεταί ποτ' αὐτὴ πληροῦσα τὰ πάντα καὶ μηδὲν ἐκτὸς ἐῶσα τὸ παράπαν. Εἰ δ' ἐν ποιότητι ἀόγκῳ τε καὶ ἀμεγέθει μέρος οὐκ ἔξεστι λέγειν κυρίως, οὔτε μέγεθος οὐδὲν προστιθέναι ἢ ἀφαιρεῖν (οὐ γὰρ λέγομεν οὔτε μεγάλην οὔτε μικρὰν λευκότητα), πολλοῦ μέντ' ἂν δεήσειε καὶ τοῦ παντὸς περὶ τῆς θείας οὐσίας τοιαῦτα νοεῖν καὶ λέγειν, ἣ μεγέθη μὲν καὶ μικρότητα πεποίηκέ τε καὶ ἀεὶ ποιεῖ, αὐτὴ δ' ἐστὶ κατὰ φύσιν οὐδαμῇ μηδὲν ὧν πεποίηκέ τε καὶ ἀεὶ ποιεῖ. οὐδὲ πρόεισιν εἰς ὄγκον, οὐδ' οὐ μὴ προχωρήσῃ ποτέ. τὸ γὰρ ὄγκῳ μεῖζον γινόμενον δυνάμει γίνεται ἔλαττον, καὶ τὸ δυνάμεως μεγέθει μέγιστον ὄγκου λείπεται παντός, ἵνα μέγιστον ὁμοίως ἀεὶ διαμένῃ. καὶ γὰρ καὶ εἰ περὶ τῆς ἐν χιόνι βουληθείημεν λέγειν λευκότητος ὑποδείγματος ἕνεκεν, οὐ τὴν ἐν τῷ μέρει τῆς χιόνος λευκότητα μέρος ἂν φαίημεν τῆς ἐν πλείστῃ χιόνι λευκότητος, ἀλλὰ μέρους μὲν χιόνος λευκότητα, μέρος δὲ λευκότητος ἥκιστα· ἄογκον γὰρ καὶ ἄποσον καθ' αὑτὸ καὶ ἀμέγεθες ἡ λευκότης, ὡς δέδεικται. εἰ δὲ μηδὲ συμβεβηκὸς ἡ ἀνούσιος αὕτη συγχωρεῖταί σοι γίνεσθαι ἐνέργεια, ποῦ ταύτην θετέον· λέγε καὶ νομοθέτει σύ. τῆς γὰρ τοῦ ὄντος φωνῆς εἰς οὐσίαν καὶ συμβεβηκὸς διαιρουμένης, εἰ μήτ' οὐσία μήτε συμβεβηκὸς εἴη, τῶν ὄντων οὐκ ἂν λέγοιτο. λείπεται ἄρα μὴ ὂν ἐξ ἀνάγκης λέγεσθαι. αὕτη τῶν καινῶν σου δογμάτων ἡ τερατεία, καλὲ Παλαμᾶ, τὸ πιστεύειν εἰς τὸ μὴ ὂν καὶ ψιλοῖς λατρεύειν ὀνόμασιν, ὁποῖα καὶ τοὺς τῆς Πλατωνικῆς στοᾶς καὶ Ἀκαδημίας φάσκοντας ἴσμεν περί τε γενῶν καὶ εἰδῶν, καὶ εἴ τινες εἶεν ἐκ τῶν ὕστερον ἄλλοτ' ἄλλως αὐτοῖς ἠκολουθηκότων Βογομίλων καὶ Μανιχαίων καὶ Μασαλιανῶν καὶ Εὐνομιανῶν, οὓς καὶ εἰς μέγα παραπληξίας ἐλαύνειν ὁ μέγας φησὶ Βασίλειος ὥσπερ κοινότητά τινα λόγῳ μόνῳ θεωρητήν, ἐν οὐδεμίᾳ ὑποστάσει τὸ εἶναι ἔχουσαν, εἰς τὰ ὑποκείμενα θεωρεῖσθαι φάσκοντας τὸν θεόν. ἀλλ' ἄκουε λοιπὸν τί φησιν αὖθις ὁ αὐτὸς μέγας Βασίλειος περὶ τῆς ἐνεργείας θεοῦ τῆς ἀκτίστου, ὡς ἐπὶ τῆς ἁπλῆς καὶ ἀσωμάτου φύσεως τὸν αὐτὸν λόγον ἐπιδέχεται ἡ ἐνέργεια τῇ οὐσίᾳ. Ἐπεὶ δ' ὁ τῆς οὐσίας ὅρος καὶ λόγος (ταὐτὸν γὰρ ὅρος καὶ λόγος) πρᾶγμά ἐστιν αὐθύπαρκτον, μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν, εἴη ἂν πάντως καὶ ὁ τῆς ἐνεργείας λόγος ὁ αὐτός, κἂν τοῖς ὀνόμασι διαφέρωσι, πρᾶγμα αὐθύπαρκτον δηλαδή, μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν. οὕτω γὰρ καὶ ὁ τῆς ταυτότητος σώζεται λόγος, ὡς καὶ ὁ τῆς ἀληθείας ὁμολογητὴς σοφώτατα μεμαρτύρηκε, Θεόδωρος ὁ Γραπτός, «οὕτως ἂν» φήσας «εὐσεβῶς νοηθείη ἡ μὲν θεία ἐνέργεια ἀίδιος, μᾶλλον δ' αὐτενέργεια, τῷ μὴ διωρίσθαι τῆς οὐσίας τὴν ἐνέργειαν, ἀλλὰ τὸν αὐτὸν λόγον ἐπιδέχεσθαι διὰ τὴν τῆς ἁπλῆς καὶ ἀσωμάτου φύσεως ἰδιότητα.» καὶ πάλιν «ἕτερον οὐσίαν καὶ ἄλλο ἐνέργειαν τῶν πάλαι τινές, ὡς ἐπὶ τῶν σωματικῶς θεωρουμένων, οὕτω δὴ κἀπὶ τοῦ θείου λόγου ἐτίθεντο. ὅπερ τοῖς εὐσεβέσιν ἀπείρηται. ἐπὶ γὰρ τῶν ἁπλῶν καὶ ἀσωμάτων ἐν οὐδενὶ διαφέρειν ἴσασιν· οὐ γὰρ διοριστέον ταῦτα ἀλλήλων, ἵνα μὴ σύνθετον τὸ ὑπὲρ πᾶσαν ἁπλότητα νοῆται. οὔτε γὰρ ἡ θεία οὐσία ἀνενέργητος εἴη ἄν ποτε, οὔτ' ἀνούσιος ἡ ἐνέργεια. ἀκούεις τῶν ἱερῶν διδασκάλων τῆς ἐκκλησίας παρὰ τοσοῦτον τῇ οὐσίᾳ τὴν ἐνέργειαν ἓν καὶ ταὐτὸν ἐπὶ θεοῦ δογματιζόντων, παρ' ὅσον καὶ αὐτενέργειαν καλοῦσι διὰ τὴν ἄκραν ταυτότητα, ὡς μηδ' ἄχρις ἐπινοίας παρακύπτειν ἐκεῖ δυναμένης διαφορᾶς οἱασοῦν. ἀκούεις δ' ἔτι καὶ ὅπερ σοι ἀνωτέρω δεδηλώκαμεν· σὺ γὰρ ἔλεγες ἀνενέργητον τότ' εἶναι τὴν θείαν μᾶλλον οὐσίαν ὅταν ἓν καὶ ταὐτὸν λέγηται ἄμφω, τότε δ' ἐνεργῆ ὅταν ᾖ διῃρημένα, πρᾶγμα τερατωδέστατόν τε καὶ ἀμαθέστατον, καὶ μὴ πᾶσαν μόνον ἐκπλῆττον ἀκοὴν τῇ ἀβελτηρίᾳ, ὅτι μὴ καὶ τοὺς σοφοὺς τουτουσὶ διδασκάλους τῆς ἐκκλησίας συκοφαντοῦν ἀδεῶς· οὐ γὰρ διοριστέον ταῦτα φασὶν ἀλλήλων ἐκεῖνοι, ἵνα τε μήτε σύνθετον τὸ ὑπὲρ πᾶσαν ἁπλότητα νοῆται, καὶ ἵνα μήθ' ἡ οὐσία ἀνενέργητος εἴη ἄν ποτε μήτ' ἀνούσιος ἡ ἐνέργεια. Πρὸς ταῦτα ὁ Παλαμᾶς ἀντιλέγων κοινὸν μὲν ἔφησεν εἶναι δόγμα τῶν τε ἔξωθεν καὶ τῶν καθ' ἡμᾶς φιλοσόφων τουτί, καὶ οὐκ ἀντιλέγω· πλὴν τὰ τὸν αὐτὸν ἐπιδεχόμενα λόγον δύο ἐστὶ καὶ οὐχ ἕν. καὶ εἰ δύο, πῶς χωρὶς ἡστινοσοῦν πρὸς ἄλληλα διαφορᾶς; ἔστιν οὖν ἡ μὲν ταυτότης τοῦ λόγου κατὰ τὸ εἶναι ἄμφω, τήν τε οὐσίαν καὶ τὴν ἐνέργειαν, ἄκτιστα· ἡ δὲ διαφορὰ τὸ μὲν οὐσίαν τὸ δ' ἀνούσιον, τὴν ἐνέργειαν δηλαδή. Ὁ δὲ Γρηγορᾶς ὅτι μέν, φησί, τὸ ἀνούσιον οὐκ ὄν, τὸ δ' οὐκ ὂν οὐ θεός, δῆλον τοῖς ἅπασι πλὴν σοῦ. ὅτι δ' οὐδὲν ἔτι κωλύσει λοιπὸν συμπεραίνειν καὶ ἡμᾶς ἐπὶ τῆς συνθέτου ἄρα φύσεως τὸν ἀντικείμενον δέχεσθαι λόγον τὴν ἐνέργειαν τῇ οὐσίᾳ, καὶ εἶναι δυοῖν ἐξ ἀνάγκης θάτερον, ἢ τὴν μὲν οὐσίαν ἡμῶν ἄκτιστον τὴν δ' ἐνέργειαν κτιστήν, ἢ τῆς οὐσίας οὔσης κτιστῆς εἶναι τὴν ἐνέργειν ἄκτιστον, δῆλον καὶ τοῦτο παντί που τὰ μάλιστα· ὡς γὰρ οἷς τὸ εἶναι ταὐτόν, καὶ ὁ λόγος ὁ αὐτός, οὕτως οἷς τὸ εἶναι διάφορον, καὶ ὁ λόγος διάφορος. ἐπὶ γὰρ τῆς οὐσιώδους ὑπάρξεως τοὺς ἁγίους τούτους ἀκήκοας λέγοντας τὴν τοῦ λόγου ταυτότητα, εἴτουν τοῦ ὅρου, καὶ καθ' ἕτερον πάντως οὐδέν. εἰ γὰρ κατὰ προφορὰν καὶ ἐτυμολογίαν ἑκατέρας ἑκατέρα τὴν διαφορὰν ἐκτήσατο λέξις, ἀλλ' ἐπὶ τῆς ἁπλῆς καὶ ἀσυνθέτου φύσεως τὴν αὐτὴν καὶ μίαν καὶ ἀπαράλλακτον ἔχουσι σημασίαν ἄμφω. ἔπειτα εἰ τὴν ἐνέργειαν ἕτερον εἶναι λέγεις κἀπὶ θεοῦ καθάπερ ἐπὶ τῶν συνθέτων ἡμῶν, καὶ ἰδίως ἄκτιστον θεότητα, καὶ ἔστιν ἑκάτερον τούτων ὅπερ οὐκ ἔστιν ἑκάτερον, καὶ ἀεὶ θάτερον παρὰ θάτερον ἀμοιβαδὸν τὴν διαφορὰν καὶ μάχην λαμβάνον λόγοις καὶ πράγμασιν (ἀνάγκη γὰρ ἂν εἴη πᾶσα τὰ οὕτως ἀλλότρια τῇ φύσει καὶ σημασίᾳ μὴ ταὐτὸν εἶναι θατέρῳ θάτερον), ἔσται ἄρα, εἰ ἡ ἐνέργεια ἄκτιστος καὶ ἀνούσιος, κτιστὴ ἡ οὐσία καὶ ἀνενέργητος, ὡς ἀνωτέρω γε ἠκηκόεις τῶν θείων κατ' ἐπιστήμην τὰ ἐναντία τοῖς ἐναντίοις ὁριζομένων ἀνδρῶν. εἰ δὲ καὶ τὸ τῆς ἐνεργείας ὄνομα γενικῶς κατὰ σὲ πάντων ἐπ' ἴσης κατηγοροῖτο τῶν ὀνομάτων, δυνάμεως λέγω, σοφίας ζωῆς φωτὸς θυμοῦ μακροθυμίας ὀργῆς ἀοργησίας καὶ τῶν τοιούτων, ὅσοις ἡ θεία κέχρηται γραφὴ θεοπρεπῶς καταφατικοῖς τε καὶ ἀποφατικοῖς καὶ ἀντικειμένοις ὀνόμασιν, ἐπιδραμεῖται λοιπὸν καὶ πᾶσι τούτοις ἐπ' ἴσης, καὶ ὁμοίως ἀεὶ κατορχήσεται τῶν ὀνομάτων ἁπάντων τἀτόπημα, καὶ στασιάσει πρὸς ἑαυτὸ τὸ τῆς ἐνεργείας ὄνομα, ταύτης δὴ τῆς ἰδιαζόντως κατὰ σὲ λεγομένης ἀκτίστου θεότητος. καθ' ὃ γὰρ ἕκαστον ἑκάστου τῶν ἄλλων λείπεται πάντων, κατ' ἐκεῖνο τῶν ἄλλων ἁπάντων ἠλάττωταί τε καὶ ἠλλοτρίωται. καὶ ἓν εἶναι πάντως οὐσίαν ὁμολογεῖται καὶ φύσει πᾶν ὃ λέγεται καὶ ὀνομάζεται θεοπρεπῶς ἡμῖν, καὶ ἔστι καὶ ἦν καὶ ἔσται, θεὸς ἰσχυρὸς δίκαιος ἄκτιστος, ἀλήθεια σοφία δύναμις ζωὴ φῶς ἐνέργεια καὶ τὰ τοιαῦτα. Ἐπεί γε μὴν ἐκ τῶν οἰκείων ῥημάτων τε καὶ γραμμάτων ἁλισκόμενον ὁ Παλαμᾶς ἑαυτὸν ἑώρα διηνεκῶς, «οὐκ ἐν ῥήμασι» φησίν, «οὐδ' ἁπλῶς ἐν γράμμασιν, ἀλλ' ἐν πράγμασιν ἡμῶν ἡ εὐσέβεια κατὰ τοὺς θεολόγους.» μικρὸν οὖν ἐπισχὼν ὁ Γρηγορᾶς «ἰοὺ ἰοὺ» φησὶν «τῆς ἀβελτηρίας.» καὶ ἀπιδὼν πρὸς αὐτόν «εἶτα ἐλάνθανες ἡμᾶς» φησὶ «λασιόκωφός τις ὢν καὶ ἀνήκοος καὶ παντάπασι τῆς τῶν θείων γραφῶν διδασκαλικῆς ἑορτῆς τε καὶ πανηγύρεως, καὶ μετεγκεντρίζων ἐξ ἀμαθίας ἄλλοθεν ἄλλοθι τὸν ἅπαντα νοῦν καὶ σκοπὸν τῆς γραφῆς. τοῦτο γὰρ ὁ μέγας ἐν θεολογίᾳ φάσκει Γρηγόριος, τὰ Διονυσίῳ τῷ θείῳ λεχθέντα διαβεβαιούμενος, οἶμαι, καὶ συγχωρῶν καὶ αὐτὸς καὶ οἱονεὶ προτρεπόμενος οἰκονομικῷ τινὶ τρόπῳ καιροῦ καλοῦντος πρὸς τοὺς τῶν ὁμιλητῶν διαφόρους τὰς γνώμας καὶ γνώσεις κεχρῆσθαι, καὶ μικρὸν ἐνδιδόναι τοῖς διαφόροις τῶν προσιόντων ἤθεσι δι' ἀνάγκην ἐνίοτε, ὥστε τὴν ἐν τοῖς καιρίοις τῆς πίστεως ὁμολογίαν, εἰ καὶ μὴ λέξεσιν, ἀλλά γε ταῖς ἐννοίαις φυλάττεσθαι ἀπαράβατον. ἐν οἷς ἐξεῖναί φησι τήνδε ἢ τήνδε τὴν λέξιν καὶ δι' ἑτέρων ὁμοδυνάμων καὶ ἐκφαντικωτέρων λέξεων διασαφεῖν τὸν θεοπρεπῆ τρόπον. οὐ δεῖ δέ, φησὶν Ἀθανάσιος, τὰ κατ' οἰκονομίαν γραφόμενα καὶ γινόμενα δέχεσθαι κακοτρόπως καὶ πρὸς τὴν ἰδίαν ἕλκειν βούλησιν. καὶ γὰρ καὶ ἰατρὸς πολλάκις τὰ δοκοῦντά τισι μὴ εἶναι κατάλληλα, ταῦτα τοῖς ὑποκειμένοις τραύμασιν, ὡς οἶδεν αὐτός, ἐπιτίθησιν, οὐδὲν ἕτερον ἢ πρὸς τὴν ὑγείαν ἔχων τὸν σκοπόν. καὶ διδασκάλου δὲ φρονίμου τρόπος οὗτος, πρὸς τὰ τῶν διδασκομένων ἤθη διατίθεσθαι καὶ λαλεῖν. ὀνόματα γοῦν καὶ ῥήματα, καὶ ὅσαι τῶν λέξεων διὰ φωνῶν ἁπλῶς καὶ γραμμάτων σημαντικαὶ τῶν ὑποκειμένων γίνονται πραγμάτων, ἐνίοτε μὲν καθ' ὁμωνυμίαν ἐν διαφόροις ἀδιαφόρως παραλαμβάνονται πράγμασιν, ἐνίοτε δὲ κατ' ἀντωνυμίαν ἐν μείζοσί τε καὶ ἐλάττοσιν ὁρωμένην, καὶ ὅσα ἄλλως τὸν ὅμοιον ἔχει τρόπον, ἐνίοτε δὲ καθ' ὅσα συνώνυμόν πως τὴν σχετικὴν αἰτίαν κεκλήρωται· καθ' ἣν δήπουθεν καὶ τὸ ἴσον ἴσῳ συμβαίνει λέγεσθαι ἴσον, καὶ τὸν φίλον φίλῳ φίλον, καὶ ὁπόσα δήπου παραπλήσια, ὡς γίνεσθαι πολυσχιδῆ μὲν ἐν τοῖς μεριζομένοις πράγμασι τὴν αὐτῶν ἰδιοτροπίαν, ἐπὶ δὲ θεοῦ μονοειδῆ καὶ ἀμέριστον κατὰ τὴν τοῦ ἑνὸς ὑποκειμένου δήλωσιν, λέγω δὴ τὴν ἀμερῆ καὶ ἀσχημάτιστον καὶ ἀόρατον ἐκείνην, ἥτις ποτ' ἐστίν, οὖσαν οὐσίαν· ἣν ψυχοτρόφον λειμῶνα καὶ ἀληθείας θάλαμον τις καλέσας οὐκ ἄν, οἶμαι, ἁμάρτοι. ἓν γὰρ οὖσα κυρίως, μένει διηνεκῶς ἐν τῷ ἑνί, μᾶλλον δ' εἰπεῖν ἐν ἑαυτῇ· καὶ μεριστὰς πεφυκυίας τὰς ἡμετέρας νοήσεις, καὶ διάφορον τὴν περιολκὴν περὶ ἕκαστα τῶν πραγμάτων λαμβανούσας, εἰς μίαν τινὰ καὶ ἀδιάκριτον καὶ ταύτας νόησιν συναιρεῖ, ὡς γίνεσθαι καὶ τὸν τῶν ὀνομάτων ἐξ ἀνάγκης πολυσχιδῆ καὶ πολύτροπον μερισμόν, ὁποῖον ἡ τῶν διαφόρων πραγμάτων διάφορος παραγωγὴ τελεσιουργεῖ, δυνάμεως λέγω καὶ ζωῆς καὶ ἐνεργείας καὶ φωτὸς καὶ σοφίας καὶ τῶν τοιούτων, μονοειδῆ καὶ αὐτὸν ἤδη καὶ μονότροπον ὡς ἀληθῶς δρόμον ἐν τῷ τῆς ἀληθείας ἐκείνῳ πεδίῳ θεόντα. περιγεγραμμένος γάρ τις ὅρος ἑκάστης οὐσίας ὑπάρχον ἕκαστον ὄνομα, καὶ μιᾶς ἰδιότητος ἐπειλημμένον, καὶ συστέλλον ὁπωσδηποτοῦν τὸ πρὸς ἀοριστίαν τέως αὐτῆς κεχυμένον, ἁπλῶς κατὰ τὸν ἀνθρώπινον νοῦν πειρᾶται μὲν κἀπὶ τῆς ὑπερηπλωμένης ἐκείνης θείας οὐσίας τὴν ἑαυτοῦ φυσικὴν ἀποφαίνεσθαι κίνησιν καὶ τὸ τῆς ἐμφύτου δυνάμεως εἰωθός, λέγω δὴ τὸ διακρίνειν καὶ μερίζειν ἐς διαφόρους τὸ ἓν ἰδιοτροπίας, ἀλλ' ἔφθη πρὶν δεδρακέναι παθόν. μερίζειν γὰρ ἐπειγόμενον ἐπ' ἴσης τοῖς ἄλλοις καὶ τὴν ἀμέριστον ἐκείνην καὶ θείαν οὐσίαν, λέληθε συσταλὲν ὑπ' ἐκείνης καὶ πρὸς νοητὴν ὁμόνοιαν συνελάσαν τὸν κωλυόνυμόν τε καὶ πολυπράγμονα μερισμόν. κἀπειδὴ περιγραφαῖς ὀνομάτων ἡ θεία καὶ ὑπερηπλωμένη φύσις ἐκείνη δουλεύειν οὐκ οἶδεν, ἡ δὲ περιγραφὴ περιληπτική τις γίνεται τοῦ ὑποκειμένου γνῶσις, οὐκ ἄν ποτε γένοιτο γνωστὸν ὃ τῇ οὐσίᾳ πέφυκεν ἀπερίγραπτον· ἓν ἄρα καὶ ἄγνωστον ἡ θεία φύσις ἐκείνη, καὶ ὑπὲρ πάντα λόγον καὶ ἔννοιαν, καὶ πᾶσαν Παλαμικὴν ἀποσειομένη περιεργίαν. ὅ γε μὴν γνωστὸν ἡμῖν δύναται γίνεσθαι τοῦ θεοῦ διὰ τῶν φαινομένων αὐτοῦ καὶ πεποιημένων ἐνεργειῶν καὶ δυνάμεων, τοῦτο τοῖς ἐκ διαφόρων ἐτυμολογιῶν ὀνόμασιν ἀλλήλοις ἐπισημαινόμεθα ταῖς γνωμικαῖς ἐξ ἀνάγκης ἡμῶν κατὰ τὸ ἀνάλογον χρείαις, οὐκ ἀτάκτως δέ, καὶ ὡς ἑκάστῳ τὰ τῆς βουλήσεως ὑποτίθησι, δρῶντες, ἀλλὰ τοῖς τῶν θείων πατέρων ἑπόμενοι δόγμασιν ἄχρι καὶ τῆς τυχούσης γραμμῆς. πρῶτον μὲν γὰρ ὁ σωτὴρ ἐν εὐαγγελίοις μηδεμιᾶς καταφρονεῖν παραινεῖ κεραίας τῶν ἐν γράμμασι θείων αὐτοῦ προσταγμάτων καὶ ἐντολῶν· ὧν οὐκ οἶδ' ὁπότερον· ἢ γὰρ οὐκ ἀκήκοας ἔτι, καὶ ταῦτ' ἐν ἐπισκόποις (φεῦ τῆς ἀτοπίας) τελῶν, ἢ ἀκούσας οὐκ ᾔσθου. ἔπειθ' ὧν αὐτὸς διαβάλλεις τὸν νοῦν θεολόγων τῆς ἐκκλησίας ἀνδρῶν, ὁ μὲν ἐν θεολογίᾳ μέγας Γρηγόριος “ἡμεῖς δέ” φησιν “εἰ καὶ μέχρι τῆς τυχούσης κεραίας ἢ γραμμῆς τοῦ πνεύματος τὴν ἀκρίβειαν ἕλκοντες, οὔποτε δεξόμεθα (οὐ γὰρ ὅσιον) οὐδὲ τὰς ἐλαχίστας πράξεις εἰκῇ σπουδασθῆναι τοῖς ἀναγράψασι καὶ μέχρι τοῦ παρόντος μνήμῃ διασωθῆναι, ἀλλ' ἵν' ἡμεῖς ἔχωμεν ὑπομνήματα καὶ παιδεύματα τῆς τῶν ὁμοίων εἴποτε συμπέσοι καιρὸς διασκέψεως, ὥστε τὰ μὲν φεύγειν τὰ δὲ αἱρεῖσθαι, οἷον κανόσι καὶ τύποις τοῖς προλαβοῦσιν ἑπόμενοι παραδείγμασιν.” ὁ δὲ μέγας Βασίλειος “χρή” φησι “τὸν πρὸ ὀφθαλμῶν ἔχοντα τὸ τοῦ Χριστοῦ δικαστήριον, καὶ εἰδότα ὅσος ὁ κίνδυνος ἀφελεῖν τι ἢ προσθεῖναι τοῖς παραδεδομένοις ὑπὸ τοῦ πνεύματος, μὴ παρ' ἑαυτοῦ φιλοτιμεῖσθαι καινοτομεῖν, ἀλλὰ τοῖς προκατηγγελμένοις παρὰ τῶν ἁγίων ἐφησυχάζειν.” ὁ δὲ τὴν γλῶτταν χρυσοῦς καὶ αὐτὸς ὁμοίως “ἐν ταῖς θείαις” φησὶ “γραφαῖς ἰῶτα ἓν ἢ κεραίαν μίαν παραδραμεῖν οὐκ ἀζήμιον, ὥστε πάντα διερευνᾶσθαι χρή.” ἀκήκοας δ' οἶμαι πρὸ βραχέος ἐνταῦθα καὶ Γρηγορίου τοῦ Νύσσης “διὰ τὸ τῇ σαρκίνῃ” φάσκοντος “περιβολῇ τὴν φύσιν ἡμῶν περιείργεσθαι φανερωθῆναι τῶν ἡμετέρων τοῦ νοῦ κινημάτων μὴ δυναμένων, ἀναγκαίως καθάπερ σημεῖα τοῖς πράγμασι τὰς ποιὰς τῶν ὀνομάτων θέσεις ἐπιβάλλοντες, δι' ἐκείνων τὰς τοῦ νοῦ κινήσεις ἀλλήλοις δημοσιεύομεν· καὶ τούτου χάριν τῷ μέν τινι τῶν ὄντων ὄνομα οὐρανὸν ἐθέμεθα, ἑτέρῳ δὲ γῆν καὶ ἄλλῳ ἄλλο τι. καὶ τὸ πρός τι πῶς ἔχειν ἢ τὸ ἐνεργεῖν ἢ τὸ πάσχειν, ταῦτα πάντα ἰδιαζούσαις ἐπισημαινόμεθα ταῖς φωναῖς, ὡς ἂν μὴ ἀκοινώνητός τε καὶ ἄγνωστος ἡ τοῦ νοῦ κίνησις ἐν ἡμῖν μένοι.” ἄλλως τε καὶ ἐπειδήπερ ἅπας ὁ τῶν ἀνθρώπων βίος φύσει καὶ νόμοις τοῖς διὰ ῥημάτων τε καὶ γραμμάτων οἰκονομεῖται καὶ διοικεῖται, καὶ ἡ μὲν φύσις ἄτακτον καὶ ἀνώμαλον, ὁ δὲ νόμος εὔρυθμόν τε καὶ τεταγμένον καὶ ὁμαλόν, εἰ σοὶ πεισθέντες ἀπρακτεῖν ἐάσαιμεν τὴν τῶν ῥημάτων καὶ γραμμάτων δύναμιν, οὐκ ἂν φθάνοιμεν κωφὸν καὶ μάταιον ἀποδεικνύντες τὴν ἐγκόσμιον ταύτην καὶ θαυμασίαν ποίησιν τοῦ θεοῦ καὶ θηριώδη δρῶντες τὸν βίον. τὸ γὰρ ἐντεῦθεν ῥυήσεται πρὸς μεταβολὴν καὶ ἀλλοίωσιν ἄλογον εὐθὺς καὶ φορὰν ἀκυβέρνητον ἅπαντα, καὶ χρεία βίου παντὸς οἰχήσεται πρὸς τὸ μάλα ἀνόνητον καὶ οὐδὲν ὑγιές. οὕτως ἐμβρόντητος καὶ παραπλὴξ τὴν διάνοιαν εἴη ἂν καὶ οὐδὲν ὑγιὲς ὁμοίως ὅ τε τοιαδὶ παραινῶν καὶ ὁ πεπεῖσθαι δοκῶν. πολλῷ μέντ' ἂν ἦν σοι σοφώτερον τὸ λεχθέν σοι, εἰ τοῖς σοῖς μόνοις ῥήμασι καὶ γράμμασι περιεγέγραπτό σοι. τούτων γὰρ μόνων ἀφίσταται τήμερον ἡ εὐσέβεια· καὶ δέον σοι λέγειν μὴ ἐν ῥήμασι μηδ' ἐν γράμμασι Παλαμικοῖς τὸ παράπαν εἶναι νομίζειν τὴν εὐσέβειαν, σὺ δ' ἀορίστως ἐξήνεγκας, ἵνα δὴ τῶν τῆς εὐσεβείας δηλωτῶν ῥημάτων καὶ γραμμάτων ἀποστήσας τοὺς πειθομένους ῥᾷστα τὸ τῆς σῆς ἀσεβείας ἔχῃς κιρνᾶν δηλητήριον. Ἡδέως δ' ἂν ἀκούσαιμι παρὰ σοῦ καὶ τίνα ποτὲ λέγεις εἶναι τὰ πράγματα, ἐν οἷς τὴν εὐσέβειαν κεῖσθαι μετεωρίσας τῇ ἀντιθέσει, εἶτα σιγῇ παρέδραμες δεδηλωκὼς οὐδέν. τοῦτο δὴ τὸ τῆς ἀμαθίας τῆς σῆς εἰωθὸς προκάλυμμα εἰπὲ πρὸς τῶν σῶν ἀνουσίων καὶ ἀνυπάρκτων θεοτήτων. εἰ μὲν γὰρ τὴν θείαν καὶ τρισυπόστατον φύσιν, πῶς οὐ δεδήλωκας; ἀλλὰ τοῦτ' εὐχῆς μὲν ἄξιον, ἐλπίδος δ' οὐκ ἂν δήπου· πολλοῦ δὲ καὶ δεῖ· οὐ γὰρ δὴ σὸν ὀρθὰ περὶ θεοῦ φρονεῖν καὶ φθέγγεσθαι. ἀλλὰ πράγματα φῂς αὐτὸς τὰς ἀνουσίους σου ταύτας καὶ ἀπείρους θεότητας, αἷς μήτ' ἤδη περίεστιν εἶναι μήτ' ἔπειτά ποτ' ἔσεσθαι· ὃ γὰρ ἀνούσιόν τε καὶ ἄκτιστον, τῶν μηδὲν ὅλως μηδαμῇ μηδαμῶς ὄντων ἐξ ἀνάγκης λέγοιτ' ἄν. τοιαύτη τῶν σῶν δογμάτων ἡ τερατεία καὶ τὸ σὸν ἐνθύμιον, ὦ κακὴ κεφαλή, πείθειν πιστεύειν εἰς τὸ μηδέν. τῶν γάρ τοι θείων ῥημάτων καὶ γραμμάτων ἀνῃρημένων κατὰ τὴν σὴν παραίνεσιν, ἃ τὴν τῶν πραγμάτων δηλοῦσιν ἀλήθειαν, τίς ποθ' ὁμολογία πίστεως καὶ πόθεν ἄν ποτε γένοιτο ἔτι; πόθεν δ' ἂν καὶ τίς ποτε τοῖς εὐσεβεῖν ἐθέλουσι γένοιτο γνῶσις θεοῦ τοῦ πεποιηκότος ἡμᾶς; ἀλλὰ περὶ μὲν τούτων ἔτι πολλὰ λέγειν ἔχοντι, τοῦ καιροῦ μὴ διδόντος, μετιτέον ἐφ' ἕτερα. ἐκεῖνο δὲ πῶς νοεῖς, ὦ καινὲ θεολόγε, λέγων ἐκ τῶν ἐνεργειῶν γνωρίζειν ἡμᾶς τὸν θεόν. ἢ γὰρ οὐ συνῆκας ἀκούων ἐκ τῶν ἔργων τῶν φαινομένων τοῖς αἰσθητοῖς ὀφθαλμοῖς ἡμῶν τὸν ἡμῖν οὐ φαινόμενον γνωρίζειν ἡμᾶς θεόν; ἐνέργειαν γὰρ εἶναι καὶ τὰ ἀποτελέσματα δέδεικται μικρὸν ἡμῖν πρότερον. καὶ ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων αὖθις ἀκούεις καὶ ἀλλαχοῦ τῆς γραφῆς λεγούσης θαυμάζεσθαι τὸν δημιουργόν, καὶ τοῦτ' εἶναι τὸ τοὺς οὐρανοὺς διηγεῖσθαι τὴν δόξαν τοῦ θεοῦ. καὶ ὁ Δαμασκηνὸς ὁμοίως φησὶν Ἰωάννης “ὁ τῇ φύσει ἀόρατος θεὸς ὁρατὸς ταῖς ἐνεργείαις γίνεται, ἐκ τῆς τοῦ κόσμου συστάσεως καὶ κυβερνήσεως γινωσκόμενος.” ὅμως παρακατιὼν εὑρήσεις τὸν μέγαν Βασίλειον καὶ αὐτὸν ἑρμηνεύοντα τὰ ἑαυτοῦ ἐν τῇ αὐτῇ ἐπιστολῇ· “ἐκ γὰρ θαλάσσης” φησὶ “καὶ ἀνέμων ὑπακουσάντων αὐτῷ ἐγνώρισαν αὐτοῦ τὴν θεότητα οἱ ἀπόστολοι. οὐκοῦν ἀπὸ μὲν τῶν ἐνεργειῶν ἡ γνῶσις, ἐκ δὲ τῆς γνώσεως ἡ προσκύνησις.” ὁρᾷς πῶς ἐκ τῶν ἐνεργηθέντων φησὶ θαυμάτων· ταύτας γάρ φησιν αὐτὸς εἶναι τὰς κατιούσας ἤτοι δεικνυμένας ἡμῖν ἐνεργείας. ἀλλὰ δυοῖν, ὡς ἔοικε, θάτερον δίδως νοεῖν. ἢ γὰρ ἐξ ἀκοῆς παροδικῆς εἰλήφεις τὴν ῥῆσιν, ἢ τῇ ἐπιστολῇ ἐντυχὼν οὐ συνῆκας· καὶ πάσχεις παραπλήσιον ὥσπερ ἂν εἴ τις ἐν μεσημβρίᾳ φωτὸς ἀκραιφνοῦς τοὺς ὀφθαλμοὺς ἀνασχὼν πρὸς τὸν ἥλιον, εἶτα δι' ἀτονίαν ἀποστραφεὶς πρὸς τὴν γῆν, χρωμάτων εἴδωλα φαντάζοιτο πολυειδῶν τε καὶ διαφόρων, ἃ πάντα ψευδῆ τε ὄντα καὶ ἀνύπαρκτα ταῖς ἀρρωστούσαις ὄψεσι δοκοῦσιν εἶναι ἀληθῆ. ἢ μᾶλλον ὥσπερ οἱ μεθύοντες οὐ τὰ ὄντα κατὰ φύσιν ὁρῶσιν ἀλλ' ἀνθ' ἑτέρων ἕτερα δοκοῦσι, κυματουμένης τῆς ὄψεως ὑπὸ τῆς περὶ τὸν ἐγκέφαλον ὑγρότητος καὶ οἱονεὶ κολυμβώσης ἐς τὰ φαινόμενα πλημμελῶς, οὕτω δὴ καὶ αὐτὸς ἀμαθίᾳ πολλῇ στρατηγούμενος ἥκιστα ἔχεις νοεῖν ὡς ἔχει φύσεως τὰ τοῖς θείοις δεδογμένα πατράσι. τοῦτ' ἐκεῖνο ὃ καὶ τοῖς ἀπὸ κώπης ἐπὶ βῆμα καὶ ἀπὸ σκαπάνης ἐπὶ τὸ θεολογεῖν αὐτομολοῦσι, πᾶν μὲν ὄνομα περὶ θεοῦ λεγόμενον σωματικὴν παρέχει τὴν ἔννοιαν, πᾶν δὲ πρᾶγμα σωματικὴν ἔχον περιγραφὴν θεότητάς τε ὀνομάζειν καὶ ἄκτιστα προσαγορεύειν τολμᾶν ἀναπείθει. Ἐπὶ τούτοις ὁ μέγας λογοθέτης, σοφὸς ὢν ἀνὴρ καὶ τῶν λεγομένων συνιεὶς ἁπάντων μάλιστα ὅσοι παρῆσαν τέως ἐκεῖ τῶν ἐπὶ δόξῃ σεμνυνομένων, φησὶ πρὸς τὸν Παλαμᾶν ἔτι βοᾶν ὡρμημένον τὴν ἔκτοπον ἐκείνην καὶ ἀωρίᾳ μακρᾷ κεκραμένην παραδοξολογίαν, ὡς οὐδὲν ἕτερον βλέπω σε νῦν ἐπειγόμενον, ἄνθρωπε, ἢ τῇ πολυλογίᾳ θηρᾶσθαι δόξαν ἀνδρῶν ἀμαθῶν μηχανώμενον καὶ μὴ δοκεῖν πρὸς τῶν ἀντιθέτων ἡττᾶσθαι. ἀλλὰ μὴν αὐτοί γε τῆς ἀληθείας οἱ λόγοι σαφεῖς καὶ ἀναμφισβήτητοί εἰσι, καὶ ἐφ' ἑστίας ἔχουσι τὸ πιστόν. οὓς δὴ καὶ ἀκούεις πρὸς τοῦ Γρηγορᾶ φερομένους ὁμοῦ καὶ τῶν σοὶ λεγομένων αὐτόθεν τὸ σφαλερὸν ἔχοντας. οὐδὲ γὰρ οὐδ' ἔχεις ἀνθυποφέρειν οὐδὲν ὑγιές, ἀλλὰ γραφικὰς κομίζειν ἀπαιτούμενος μαρτυρίας, ῥητῶς ἀποφαινομένας αὐτόχρημα πλεῖστα τὰ ἄκτιστα τῆς τρισυποστάτου διάφορα φύσεως, ἔπειτα μὴ δυνάμενος ὅλως εὑρεῖν μαρτυρίαν ἡντιναοῦν οὐδενὸς τῶν ἁγίων, παρὰ σαυτοῦ συνάγεις αὐτός, ὃ τῶν ἀτοπωτάτων ἐστίν. ἐκ γὰρ ἑτέρων ἑτέραις ἀεὶ περιπίπτων καινοφωνίαις σαφῆ τε καὶ ὑπερήφανον αὐτόθεν εὐθὺς τὴν δίκην τοῦ ἀδικεῖν ὀφλισκάνεις. ὁ γὰρ οἴκοθεν ἐπιχειρῶν τὰ κατὰ βούλησιν δογματίζειν, τοῦ κωλύειν ἰσχύοντος τηνικαῦτ' ἐνδιδόντος ὁμοῦ καὶ παροξύνοντος, οὐκ ἂν φθάνοι τὴν εὐσεβῆ πανταχόθεν καὶ πάτριον πίστιν αὐτόθεν ἐλαύνων. ἀλλ' οὐ τοῦτο νῦν ἡμῖν ὁ σκοπός· ἀλλὰ βεβαιοῦντες τὰ τῶν θείων πατέρων καὶ διδασκάλων δόγματα πυθέσθαι ζητοῦμεν ὅθεν σοι τὰ καινοφανῆ κηρύγματα ταῦτα ἐξεύρηται, δι' ὧν πολὺν ἤδη χρόνον ταράττεις τὴν τοῦ θεοῦ ἐκκλησίαν, σύμμαχον ἔχων τὴν τέως δυναστεύουσαν χεῖρα. βρέφος γὰρ ὢν ὁ θειότατος οὑτοσὶ βασιλεὺς ὁπότε κηρύττειν ἤρξω σὺ τὰ τοιαῦτα, καὶ ἅμα συγχύσεως περὶ τὴν βασιλείαν ἑξῆς ἐνεχθείσης ὁθενδηποτοῦν καὶ ὁπωσδήποτε, καιρὸν οὐκ ἔσχεν ἀκηκοέναι καὶ διορθώσασθαι. σὺ δ' ἀμεταβλήτως λήγειν οὐ βούλει κακῶν. ἡ μὲν οὖν παροιμία φησὶ τὸν οἶνον οὐκ ἔχειν πηδάλιον· ἐγὼ δὲ τὴν σὴν ἀμαθίαν μᾶλλον ἢ τὸν οἶνον οὐκ ἔχουσαν ὁρῶ πηδάλιον τὴν τῶν σῶν οἰακίζειν τρικυμίαν δογμάτων δυνάμενον. ὃ τῶν ἐσχάτων ἐστὶ κακῶν. ὅταν γὰρ τὰ τοιαδὶ τῶν ἀδικημάτων ἀντὶ τοῦ κολάζεσθαι καὶ τὸ τιμᾶσθαι προσλάβῃ δι' αὐτά γε ταυτί, ποῦ μὲν οὐκ ἂν ἀτοπίας ἐλάσειε, ποῦ δ' ἂν τῆς ὑπερηφάνου σταίη φορᾶς καὶ κακίας κατὰ πρανοῦς οὑτωσὶ φερομένης; καὶ μή μοι λέγε καὶ τερατεύου νῦν ἐγκαυχώμενος ἐπί τε δυσηνίῳ γλώττης φορᾷ καὶ συμπεφυρμένων λόγων ἀλόγῳ σωρείᾳ, μηδ' ὄγκους μοι χάλκευε ῥημάτων ἀντιστρατευομένων οὑτωσὶ προφανῶς τῇ τε ἀληθείᾳ καὶ τῷ τοῦ παρόντος συλλόγου σκοπῷ· ἀλλ' εἰ καὶ τὸ εὖ μετὰ τοῦ εὐσεβοῦς τοῖς λεγομένοις προσείη σοι, τοῦτο δὲ καὶ πάνυ τι σφόδρα σκοπεῖν σε χρεών· ὡς ἐὰν μὴ τοῦτο σφίσι παρῇ, τοὐναντίον ἐπὶ μανδραβόλου, φάναι κατὰ τὴν παροιμίαν, χωρεῖ σοι τὸ σπούδασμα, καὶ κολοφών σοι γίνεται κακῶν ὁ τῆς ἀκαίρου γλώττης λῆρος, καὶ τοσούτῳ μᾶλλον ὅσῳ μᾶλλον καὶ τῇ πολυλογίᾳ πολύχουν ἐπιπολάζειν τὸ τῆς ἀτοπίας ἐπεφύκει γεώργιον, καὶ πρός γε δήπουθεν αἱ τῶν ἀπράκτων ἤχων τε καὶ ψόφων διατριβαὶ καὶ σχολαί. ἀλλ' ἡ τῶν θείων γραφῶν παραίνεσις μὴ μέταιρε φησὶν ὅρια ἃ ἔθεντο οἱ πατέρες σου, μηδὲ σοφίζου περιττά, ἀλλ' ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· οὐ γὰρ ἔστι σοι τῶν κρυπτῶν χρεία.» Ἐπὶ τούτοις ὁ μὲν Παλαμᾶς ἐσιώπησεν, ἀνέστη δέ τις τῶν μαθητευομένων αὐτῷ, μάλα τι ἀμαθὴς καὶ θρασὺς καὶ ἐμπαροινῶν μᾶλλον ἢ λέγων κατὰ τῆς ἀληθείας, ὥσπερ ἑωλοκρασίας ἕωθεν αὐτῷ καταχεθείσης τινός. καὶ μὲν δὴ «περὶ δυνάμεων ἐγώ» φησι «διαλεχθῆναι τήμερον βούλομαι· καί μοι φρασάτω παρελθὼν ὁ βουλόμενος, διὰ τί παντοδύναμος ὁ θεὸς καλεῖται ἢ διὰ τὸ πάσας ἔχειν ἐν ἑαυτῷ τὰς δυνάμεις. ἃς δὴ καλοῦμεν ἀκτίστους ἡμεῖς, καὶ διαφόρους ἀλλήλων καὶ τῆς οὐσίας αὐτῆς τοῦ θεοῦ.» ταῦτα παρὼν καὶ ἀκηκοώς τις τῶν τοῦ Γρηγορᾶ φοιτητῶν, ὃς ἠκολούθησε μὲν οἴκοθεν αὐτῷ, ἀρξαμένης δὲ τῆς διαλέξεως ἐπέμφθη κομίσων τὴν τῆς δογματικῆς πανοπλίας δέλτον, καὶ κομίσας παρῆν τῷ συλλόγῳ λοιπὸν καὶ αὐτός, οὗτος οὖν παραλόγῳ τέως τῆς ἀκοῆς ἀχθεσθεὶς καὶ διαναστάς, «καὶ μὴν» φησὶν «ἐχρῆν πασοδύναμον οὑτωσὶ κατὰ σὲ καλεῖν τὸν θεόν, καὶ μὴ παντοδύναμον. ἡμῖν γὰρ ἐκ τοῦ τὰ πάνθ' ὅσα βούληται δύνασθαι μέχρι νῦν ἐδόκει καλεῖσθαι παντοδύναμον τὸν θεόν, καὶ οὐχ ὡς σὺ φῄς.» ὑπολαβὼν δὲ ὁ Παλαμᾶς «ἀλλὰ κατὰ τροπὴν τοῦ σ» φησὶν «εἰς τ γίνεται παντοδύναμος, καθάπερ καὶ θάλασσα θάλαττα.» γέλως οὖν ἐπὶ τούτοις ἤρθη πολύς, ὡς μηδ' αὐτὸν Γρηγορᾶν κατέχειν ἑαυτὸν δύνασθαι, καίτοι πολλὰ πρὸς τὸ μὴ φανῆναι γελῶντα βουλόμενον καὶ ἅμα σιγᾶν διὰ τὰς τῆς κεφαλῆς ἀλγηδόνας ἐπιτηδεύοντα. ἀλλ' ὁ Παλαμᾶς διακόπτειν τὸν γέλωτα μηχανώμενος τῶν πρότερον εἴχετο λόγων, ἀναλαμβάνων αὖθις ἐκεῖθεν. «ὅτι δ' ἄλλο τὸ ἔχον» φησὶ «καὶ ἄλλο τὸ ἐχόμενον, δῆλον κἀκ τοῦ ἁγίου Μαξίμου λέγοντος «ὁ μὲν θεὸς γινώσκει ἑαυτὸν ἐκ τῆς μακαρίας οὐσίας αὐτοῦ, τὰ δ' ὑπ' αὐτοῦ γεγονότα ἐκ τῆς σοφίας αὐτοῦ, δι' ἧς καὶ ἐν ᾗ τὰ πάντα ἐποίησεν.» ἄλλος οὖν ὁ θεός, καὶ ἄλλη ἡ σοφία αὐτοῦ δι' ἧς καὶ ἐν ᾗ τὰ πάντα ἐποίησε, τῆς τοῦ θεοῦ οὐσίας πάντῃ διάφορός τε καὶ ἄκτιστος· ἄλλος γὰρ ὁ θεὸς ὁ ἔχων, καὶ ἄλλη ἡ σοφία αὐτοῦ ὡς ἑκτὸν καὶ ἀνούσιον.» πρὸς ταῦτα ὁ Γρηγορᾶς ὥσπερ ἔνθους γενόμενος ἀνεβόησεν «οὐκ ἀκούετε, πάντες οἱ τῆς ὀρθοδοξίας ἀντιποιούμενοι, προφανῶς ἀναιροῦντα τὴν εὐσεβῆ τοῦ Χριστοῦ ἐκκλησίαν ὁμοῦ τοῖς εὐαγγελίοις καὶ πάσαις τῶν θείων πατέρων γραφαῖς, καὶ λέγοντα τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ διάφορον τῆς πατρικῆς οὐσίας καὶ ὑφειμένον θεόν, καθάπερ Εὐνόμιός τε καὶ Ἄρειος ἐκεῖνος, καὶ ὅσοι τὰ τοιαῦτα πάλαι βεβλασφημήκεσαν; ἵνα γὰρ τὰς τῶν θείων διδασκάλων ἡμῶν ἐν τῷ παρόντι σιγήσω ῥήσεις, οὐκ ἀκούετε πάντες ἀεὶ τοῦ θείου λέγοντος εὐαγγελίου “πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν,” καὶ τοῦ Δαβὶδ πολλῷ προθεσπίσαντος πρότερον “πάντα ἐν σοφίᾳ ἐποίησας,” καὶ τοῦ Σολομῶντος αὖθις “ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει.” τίς οὖν ἔτι χρεία λόγων εἰς ἀπόδειξιν τῆς παλαιγενοῦς αὐτοῦ κακοδοξίας, ἣν πάλαι ὠδίνησέ τε καὶ ἔτεκε καὶ ἀεὶ γράφων καὶ λέγων οὐ διαλείπει, κἀν ταῖς πλατείαις καὶ ἀγοραῖς διδάσκων κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν, καὶ τὰς ἀκοὰς διορύττων τῶν ἁπλουστέρων.» Ὁ δὲ Παλαμᾶς τῶν ὀνομάτων καὶ ῥημάτων τὰς ἐννοίας καὶ κλίσεις μεθαρμόζων ἐβλασφήμει τὰ χείριστα. ἐπιτιμηθεὶς δ' ὡς ἀμαθὴς τὴν τῶν συνδέσμων διαστολὴν ἀντεισῆγε τοῦ μέν καὶ τοῦ δέ. «γινώσκει γάρ» φησὶν ἡ τοῦ θείου Μαξίμου ῥῆσις «ἑαυτὸν μὲν ὁ θεὸς ἐκ τῆς μακαρίας οὐσίας αὐτοῦ, τὰ δ' ὑπ' αὐτοῦ γεγονότα ἐκ τῆς σοφίας αὐτοῦ, δι' ἧς καὶ ἐν ᾗ τὰ πάντα ἐποίησεν. ἔδει οὖν εἰπεῖν καθ' ὑμᾶς ὅτι καὶ ὁ υἱὸς ὁμοίως γινώσκει ἑαυτὸν ἐκ τῆς μακαρίας οὐσίας αὐτοῦ, ἵνα τὸ ὁμοφυὲς καὶ ὁμοούσιον δείξῃ· τούτου δ' ἐκείνῳ σιωπηθέντος δείκνυται συμφωνῶν ἐμοί, καὶ οὐδαμῇ γε ὑμῖν.» Πολλῆς οὖν ἐνστάσεως ἐνταυθοῖ γενομένης τῶν ἑκατέρωθεν, ὥσπερ διαιτητὴς μεταξὺ γενόμενος ὁ Γρηγορᾶς, καὶ τὰς τῆς κεφαλῆς ἀλγηδόνας παρὰ φαῦλον τέως ποιησάμενος διὰ τὴν ἀνάγκην τῆς χρείας, «πρῶτον μὲν σκεπτέον» φησὶ «δυοῖν ὁπότερον ταῖς κοιναῖς τῆς ἐκκλησίας ἐννοίαις ἀκολουθεῖ καὶ ταῖς ἄνωθεν κυρωθείσαις τῶν θείων δόξαις πατέρων, κατὰ τὸν μέγαν Βασίλειον χρῆναι φάσκοντα ἡμᾶς ἀπὸ τῶν κοινῶν ἐννοιῶν ὁρμωμένους περὶ θεοῦ τὰ ἐναντιούμενα, ὅσον ἐπὶ τῇ λέξει, ὁμολογεῖν μὴ νοεῖν. οἷον κατὰ τὰς κοινὰς ὑπολήψεις ἔστι τὴν θείαν φύσιν ἀγαθὴν καὶ ἀόργητον καὶ δικαίαν ὁμολογεῖν. ἐὰν οὖν ὀργιζόμενον ἢ λυπούμενον ἢ μεταμελόμενον ἢ μὴ κατ' ἀξίαν τινὶ χρώμενον ἡ γραφὴ λέγῃ, ζητεῖν προσήκει τὸ τῆς λέξεως βούλημα, καὶ μεριμνᾶν τίνα τρόπον ἀποκαταστῆσαι δυνηθῶμεν, οὐχὶ δὲ ἀνατρέπειν τὰς ἀξιολόγους περὶ θεοῦ ὑπολήψεις. καὶ οὕτως ἀπροσκόπτως ἐντευξόμεθα ταῖς γραφαῖς, ἀπὸ μὲν τῶν ἀσαφεστέρων μὴ βλαπτόμενοι, ἀπὸ δὲ τῶν εὐλήπτων ὠφελούμενοι. ἔστι μὲν οὖν συνδεδογμένον ἅπασιν ὀρθοδόξοις τὰ πάντα διὰ τοῦ υἱοῦ καὶ λόγου τοῦ θεοῦ γεγενῆσθαι. “τῷ λόγῳ γάρ” φησι “κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν.” καὶ κατὰ τὸν Νυσσαέα θεῖον Γρηγόριον ὄντως σοφία καὶ βουλὴ οὐδὲν ἕτερόν ἐστι πλὴν τῆς τοῦ παντὸς προεπινοουμένης σοφίας, ἐν ἧ τὰ πάντα ἐγένετο καὶ διεκοσμήθη. Χριστὸς γὰρ θεοῦ δύναμις καὶ θεοῦ σοφία. καὶ πάλιν σοφία τοῦ θεοῦ καὶ πατρὸς κατὰ τὸν θεῖον Μάξιμον καὶ φρόνησις ὁ κύριος ἡμῶν ἐστὶν Ἰησοῦς Χριστός, ὁ καὶ τὰ καθόλου τῶν ὄντων συνέχων τῇ δυνάμει τῆς σοφίας καὶ τὰ συμπληρωτικὰ τούτων μέρη περιέχων τῇ φρονήσει τῆς συνέσεως, ὡς πάντων φύσει δημιουργὸς καὶ προνοητής, καὶ εἰς ἓν ἄγων τὰ διεστῶτα δι' ἑαυτοῦ. καὶ ὁ Δαμασκηνός φησιν Ἰωάννης ὁμοίως, ὅτι οὐκ ἔστι τῷ πατρὶ λόγος σοφία δύναμις θέλησις εἰ μὴ ὁ υἱός, ὅς ἐστιν ἡ μόνη δύναμις τοῦ πατρὸς ἡ προκαταρκτικὴ τῆς πάντων ποιήσεως. καὶ μυρίας ἔχοι τις ἂν μαρτυρίας προάγειν ταυτὶ συνιστάσας. καὶ πρῶτον μὲν δὴ σκεπτέον ἂν εἴη τουτί, δεύτερον δὲ πῶς καὶ ὁ θεῖος Μάξιμος τοῖς κοινοῖς τῆς ἐκκλησίας ἕπεται δόγμασιν, εἰ μή τις ἐνταῦθα παρεξηγεῖσθαι βιάζοιτο. ἡ γὰρ διαστολὴ τῶν συνδέσμων ἐνταῦθα οὐ τὸν πατέρα καὶ τὸν υἱὸν διαστέλλει, ἀλλ' ἐκ τῶν κτισμάτων μάλιστα τὸν θεὸν διαιρῶν, συμπαραλαμβάνει καὶ συνάπτει τούτῳ καὶ τὸν υἱὸν εἰς τὴν τῶν κτισμάτων γνῶσιν, ἵνα μὴ δόξῃ χωρίζειν ὁ πατὴρ τὸν υἱὸν ἑαυτοῦ ἐν τῇ τούτων γνώσει, δι' οὗ καὶ ἐν ᾧ πεποίηκεν ἅπαντα ταῦτα. καὶ γὰρ καὶ ὅτε φησὶ τὸν θεὸν ὁ ἅγιος γινώσκειν ἑαυτὸν ἐκ τῆς μακαρίας οὐσίας αὐτοῦ, οὐκ ἀποστερεῖ τὸν υἱὸν τῆς τοιαύτης γνώσεως. πῶς γάρ, ὁμοούσιον ὄντα τε καὶ τὴν αὐτὴν τῷ πατρὶ γνῶσιν ἔχοντα, ὡς καὶ αὐτὸς περὶ ἑαυτοῦ μαρτυρεῖ λέγων “καθὼς γινώσκει με ὁ πατήρ, κἀγὼ γινώσκω τὸν πατέρα.” καὶ “πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστι· καὶ ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν.” διὰ τοῦτο ἐκεῖ μὲν ἐν τῇ τοῦ θεοῦ γνώσει διὰ τὴν φυσικὴν καὶ οὐσιώδη ταυτότητα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ πολυπραγμοσύνης οὐκ ἐδεήθη τινός· ἐν δὲ τῇ πρὸς τὰ κτίσματα γνώσει συμπαρειλήφει καὶ τὴν σοφίαν ὁ θεῖος οὗτος Μάξιμος, δι' ἧς καὶ ἐν ᾗ ταυτὶ πεποίηκεν ἅπαντα, ἀναγκαίας οὔσης τῆς τοιαύτης ἐνταῦθα μνήμης διὰ τὰς ὑποστάσεις, ὥσπερ ἐκεῖ τῆς σιωπῆς διὰ τὸ πᾶσιν ἐγνωσμένον ὑπάρχειν τὸ τῆς οὐσίας υἱοῦ καὶ πατρὸς ἀδιαίρετον καὶ ταυτόν. ἐναργέστερον δ' ὅμως ἔτι καὶ ὁ θεῖος οὗτος Μάξιμος δείκνυσι προϊών, καὶ τῆς τεχνικῆς ἐνταυθοῖ μεμνημένος σοφίας, μή τις ἐξ ἀμαθίας ὁπωσποτὲ πλανηθεὶς ἐκεῖθεν ἐξολισθήσῃ πρὸς δυσσεβεῖς λογισμούς, καὶ ἀντὶ τῆς ὄντως σοφίας τὴν ἐν τοῖς κτίσμασι τεχνικὴν δοξάσῃ σοφίαν, καθάπερ καὶ οὑτοσὶ Παλαμᾶς βεβλασφήμηκέ τε πρότερον πολλάκις, καὶ νῦν αὖθις ἐφ' ἡμῶν οὐκ αἰδεῖται τολμῶν τὰ ἀτόλμητα. φησὶ γὰρ κατόπιν ὡς ἡ λογικὴ καὶ νοερὰ φύσις γινώσκει τὰ κτίσματα ἀναλήψει τῆς ἐν αὐτοῖς θεωρουμένης τεχνικῆς σοφίας καὶ γνώσει τῶν ἐν αὐτοῖς φυσικῶν λόγων. ἥντινα δὴ τεχνικὴν σοφίαν παρακατιὼν αὖθις αὐτὸς ψιλὴν καὶ ἀνυπόστατον ἐν τῷ νῷ συνισταμένην φησίν, οὑτωσὶ κατὰ λέξιν διαγορεύων, ὅτι τὰ ὑπὸ θεοῦ γεγονότα γινώσκει τὸν θεὸν τῇ ἀναλήψει, ὡς εἴρηται, τῆς ἐν τοῖς γεγονόσι θεωρουμένης τεχνικῆς σοφίας, ἥτις ἐστὶ ψιλὴ καὶ ἀνυπόστατος ἐν τῷ νῷ συνισταμένη. καὶ ἀλλαχοῦ πάλιν αὐτὸς οὐκ ἐκ τῆς οὐσίας φησὶ τὸν θεὸν γινώσκομεν, ἀλλ' ἐκ τῆς μεγαλουργίας καὶ προνοίας τῶν ὄντων· διὰ τούτων γὰρ ὡς δι' ἐσόπτρων τὴν ἄπειρον ἀγαθότητα καὶ σοφίαν καὶ δύναμιν κατανοοῦμεν.» ταῦτα διεξιὼν ὁ Γρηγορᾶς, «ὁρᾷς» ἔφη πρὸς τὸν Παλαμᾶν στραφείς «ὅπως δυοῖν προκειμένων ἐνταῦθα βλασφημιῶν ἐξ ἀνάγκης μιᾷ περιπίπτεις; ἢ γὰρ τὸν υἱὸν τοῦ θεοῦ, τὴν ὄντως σοφίαν δι' ἧς καὶ ἐν ᾗ τὰ πάντα πεποίηκεν, ἀνούσιον λέγεις θεότητα, ἢ τὴν ἐν τοῖς κτίσμασι τεχνικὴν σοφίαν ἄκτιστον καὶ ταύτην καὶ ἅμα ἀνούσιον φάσκεις θεότητα· ἣν ψιλὴν καὶ ἀνυπόστατον ἐν τῷ νῷ συνισταμένην τὸν θεῖον ἀκήκοας λέγοντα Μάξιμον. τοιαῦτα γάρ σου τὰ τῶν ἀτόπων καινοφωνιῶν αἰσχρά, καὶ οὕτω σχέτλια τὰ συμπεράσματα τῆς σῆς δυσσεβείας. ἔπειτα ζῆν τολμᾷς, καὶ ἀναιδέσιν ὀφθαλμοῖς τὴν οὐρανίαν βλέπειν λαμπάδα, τὸ σεμνὸν ἡλίου βλέφαρον, καὶ ἀνθρώποις νοῦν ἔχουσιν ὁμιλεῖν, καὶ τοῦ αὐτοῦ συμμεταλαμβάνειν αὐτοῖς ἀέρος, ὑπόμνημα τοσαύτης κακίας τῇ τοῦ Χριστοῦ γεγονὼς ἐκκλησίᾳ; σὺ δ', εἰ βούλει, καινοφώνησον ἔτι, καθάπερ ἀκτίστων ἐσμὸν θεοτήτων, οὕτω καὶ τέχνην καινήν. ἔξεστι γάρ σοι τῇ συνήθει χρωμένῳ τῆς ἀμαθίας ἀναιδείᾳ πανταχῇ, καὶ τὸ συγκεχωρηκὸς μετὰ ῥαστώνης ἐκ σεαυτοῦ λαμβάνοντι, καὶ μηδαμῇ ταμιευομένῳ τὰς παραλόγους τύχας καὶ τραγικάς, μηδ' ἐπὶ ῥητοῖς τὸ τῆς γνώμης ἐῶντι καθεύδειν μεμηνός τε καὶ αὔθαδες. πᾶσα γὰρ ἐπιστήμη τῶν πάλαι καὶ σοφίας ἔμμουσος ἁρμονία τε καὶ ῥυθμὸς τὸ ἐνεργεῖν ἐξελάθετο τῆς σῆς ἀνουσίου ταύτης ἐνεργείας, δι' ἧς ἀπονητὶ τὰς ἀκτίστους χαλκεύεις θεότητας, ἐξ αὐτομάτου φυείσης, ὥσπερ τὸ τῶν σπαρτῶν ἐκείνων γιγάντων αὐθήμερον γένος ἡμῖν ἀττικίζοντες ὑπογράφουσι μῦθοι, καινοτέρων ἀκουσμάτων φορὰν εἰκονίζοντες. ἐπεὶ δὲ ταῖς τῶν λόγων καινότησι καὶ νόμων δεῖ καινοτέρων, γράψον, εἰ βούλει, καὶ ψήφισμά τι καινόν, μὴ χρῆσθαι κατ' ἐπιστήμην τοῖς λόγοις ἔτι. γενοῦ τοῖς νῦν καὶ αὐτὸς καιροῖς Ἰουλιανὸς αὐτοκράτωρ ἐπὶ κακίᾳ διαβεβοημένος, καὶ βαρβαρικώτερα μᾶλλον ἢ κατ' ἐκεῖνον δεικνὺς τὰ τολμήματα. μᾶλλον δὲ καὶ γέγονας, καιροῦ τυχὼν πονηροῦ καὶ βίον ἑλόμενος κακοδαίμονα καὶ ἐπάρατον, ἀφ' οὗ πολλαὶ μὲν κατὰ τῆς εὐσεβείας ἀνερρώγεσαν φάραγγες, πολλοὶ δὲ κακῶν ἐξερρύησαν ἀθέμιτοι ῥύακες. ἀλλ' οὐκ εἰς τέλος, οἶμαι, χαιρήσεις, ἀλλ' ἀποδώσει ταχὺ βασιλεὺς οὑτοσὶ τὴν πάτριον τῆς ἐκκλησίας εὔκλειαν τῷ δεδωκότι τούτῳ τὴν πατρῴαν βασιλείαν θεῷ.» Τούτοις ὁ Παλαμᾶς ἀχθόμενος καὶ ὑβριοπαθῶν ἀντελοιδόρει τε καὶ παρὰ φαῦλον ἐποιεῖτο καὶ αὐτὸ τῆς καθέδρας τὸ εὔσχημον, ὥσπερ ἔξω γενόμενος ἑαυτοῦ. ὅθεν δὴ καὶ συχνὰ περιέστρεφεν ὅλον ἑαυτὸν τῇδε κἀκεῖσε ἐφ' οὗπερ ἔτυχε τηνικαῦτα δαπέδου καθήμενος, καὶ δυσκάθεκτός τις ἦν ὡς εἰπεῖν καὶ ἀκάθεκτος, καὶ μεμηνότων οὐδὲν διακείμενος ἄμεινον. ἦν γὰρ ἰδεῖν αὐτὸν ὥσπερ ἐκλαθόμενον ἑαυτοῦ τε καὶ τοῦ καιροῦ καὶ τῶν θεατῶν, καὶ συχνὰ μεταφέροντα ταῖς χερσὶν αὐτοῦ τῶν ἱματίων τὰ κράσπεδα καὶ ἀναφέροντα καὶ καταφέροντα, καὶ πρός γε κνήμας τε γυμνοῦντα καὶ μηρούς, καί πως ἃ μὴ θέμις δείκνυσθαι θεατρικῶς οὑτωσὶ παραδεικνύντα, δήπουθεν ὁδοῦ πάρεργον εἰπεῖν, οὐ τὸν νοῦν ἐφιστάνθ', ὡς ἔοικεν, οὐδαμῇ τοῖς δρωμένοις. καὶ δύο κατὰ ταυτὸν ἐτολμᾶτο τἀνδρὶ τηνικαῦτα τὰ ἄτοπα, μήτε δεδιότι μήτ' αἰσχυνομένῳ· στόματι μὲν γὰρ πρὸς θεὸν βλασφημῶν οὐδαμῇ ἐδεδίει, σχήματι δ' ἀσέμνῳ τοῦ μεμηνότος ἐκείνου χρώμενος ἤθους ἐπὶ τοσούτων ὀφθαλμῶν οὐδαμῇ γε ᾐσχύνετο. καὶ ὅπερ ἐπὶ τῆς Τροίας Ὀδυσσεὺς ἐκεῖνος πάλαι τὸν ἀκριτόμυθον τοῦ Ὁμήρου Θερσίτην χλευάζων ἠπείλησε δρᾶν, ἀποδύσειν εἵματα λέγω φίλα, τά τ' αἰδῶ ἀμφικαλύπτει, τοῦτ' ἐκεῖνος καθ' ἑαυτοῦ δρῶν ἀτεχνῶς οὐκ ᾐσθάνετο. ταῦτα καὶ μὴ πάνυ γελασείοντα τὸν Γρηγορᾶν γελάσαι πεποίηκε, καὶ εἰρωνικόν τινα ὀφθαλμὸν αὐτῷ ἐπιρρίψαντα φάναι τοιαδί. «ἐγὼ δέ σε τῆς ἀμαθίας καὶ ἀναιδείας οἰκτείρων, ἄνθρωπε, βούλομαι καὶ νῦν, ὁπόσα τὴν τῆς σοφίας φωνὴν διαιρεῖ σημαινόμενα, προθεὶς κατὰ τοὺς τῆς ἐπιστήμης διδάξαι λόγους, ὡς ἂν μάθῃς ἐντεῦθεν εἰς ὅσον ἐλαύνει κακίας βωμολοχεῖν καὶ διαβάλλειν ἀναίδην τὰς θείας γραφάς. ἀκολουθητέον οὖν ἡμῖν ἐστὶ τῇ τῶν θείων πατέρων κἀνταῦθα διδασκαλίᾳ. νοεῖται μὲν γὰρ ἡ σοφία διχῶς κατὰ τὸ κτιστὸν καὶ τὸ ἄκτιστον. καὶ κτιστὴ μὲν λέγεται σοφία ἥ τε ἐντεθειμένη πρὸς θεοῦ καὶ συναπειργασμένη τοῖς κτίσμασιν, ἵνα σοφά τε κατὰ τὸν μέγαν Ἀθανάσιον φαίνηται πᾶσι καὶ ἅμα τοῦ πεποιηκότος ἄξια. καθ' ὃ σημαινόμενον καὶ Δαβὶδ τούς τε οὐρανοὺς τὴν τοῦ θεοῦ διηγεῖσθαι δόξαν φησὶν ἀλαλήτοις φωναῖς, καὶ ἅμα πᾶσαν προτρέπεται κτίσιν εἰς ὕμνον θεοῦ, ὅση τῶν ἐμψύχων τε καὶ μή, καὶ ὅση τῶν αἰσθητικῶν καὶ μή. καὶ ἔτι ἣ τοῖς διδασκομένοις ἐντέχνως ἐκ προϋπαρχούσης γίνεται γνώσεως. ἐν ᾗ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι ἔχοντας, δεκτικοὺς τῆς δημιουργοῦ τῶν ὅλων σοφίας ἡμᾶς οἱ θεῖοι πατέρες φάσκουσι γίνεσθαι τὸν ἑκάστοις ἐνόντα τρόπον. καὶ τὸ γνωστὸν τοῦ θεοῦ φανερὸν διὰ τῶν κτισμάτων. ἄκτιστος δὲ σοφία ὁ υἱὸς καὶ λόγος τοῦ θεοῦ, δι' ἧς καὶ ἐν ᾗ τὰ πάντα γέγονε. πλὴν οὐχὶ τούτῳ λόγος ἢ υἱὸς ᾧ καὶ σοφία. ἡ μὲν γὰρ υἱός καὶ λόγος φωνὴ μονότροπον ἔχει τὴν σημασίαν καὶ ἀναφορικὴν πρὸς τὸν πατέρα, ἡ δὲ τῆς σοφίας διπλῆν. λέγεται μὲν γὰρ καὶ καθ' αὑτὸ σοφία καθολικωτέραν ἔχον τὴν ἔννοιαν, ὅτε ταὐτὸν εἴη σαφῶς τῇ οὐσίᾳ καὶ τοῦτ' εἴη τὸ εἶναι ταύτῃ ὃ τὸ σοφίαν εἶναι κατὰ τὸν τοῦ εἴδους εἴτουν τὸν τῆς φύσεως καθολικώτερον λόγον, ὅτε σοφία καλεῖται ὁ πατὴρ καὶ ὁ υἱὸς ὁμοίως ὥσπερ καὶ οὐσία ἑκάτερα. λέγεται δὲ σοφία καὶ ἡ ὑπόστασις ἐκ τοῦ καθολικωτέρου λαμβάνουσα τοὔνομα, ὥσπερ καὶ ἄνθρωπόν φαμεν εἰδικῶς καὶ καθόλου τὴν οὐσίαν καὶ φύσιν, εἴτουν καθ' αὑτὸ καὶ κυρίως καὶ οὐδαμῇ πρὸς ἕτερον, ἔστι δ' ὅτε καὶ τήνδε τὴν ὑπόστασιν, τὸν Πέτρον δηλαδή, τὸ εἰδικόν τε καὶ καθολικώτερον ὄνομα εἰς τὸ προσωπικὸν καὶ ἰδιάζον μεταφέροντες. οὐ γάρ ἐστιν ἰδιώτατον περικλειόμενον ἡ σοφία τινί, οὐδ' ἀναφορικὸν ὡς ὁ υἱὸς πρὸς τὸν πατέρα καὶ ὁ λόγος πρὸς τὸν οὗ λόγος ἐστὶ νοῦς· τὰ μὲν γὰρ οὐσιώδη καὶ φυσικὰ περιεκτικώτερά εἰσι καὶ ἄφετον ἔχει τὴν ἔννοιαν, τὰ δ' ἀναφορικὰ πρὸς ἄλληλά τε ἐστί, καὶ τῇ μεταξὺ συνδεόμενα σχέσει ἄφετον ἔχειν οὐδαμῇ συγχωρεῖται τὴν σημασίαν. ὥσπερ οὖν οὐσία ὁ πατήρ, οὐσία ὁ υἱός, οὐσία τὸ πνεῦμα τὸ ἅγιον, οὕτως ἄρα καὶ σοφία ὁ πατήρ, σοφία ὁ υἱός, σοφία τὸ πνεῦμα τὸ ἅγιον· καὶ ὁμοῦ μία σοφία ὡς μία οὐσία, καὶ οὐ τρεῖς σοφίαι ὥσπερ οὐδὲ τρεῖς οὐσίαι. ὅταν οὖν ὁ υἱὸς λέγῃ “ἐγώ εἰμι ἡ σοφία,” καὶ αὖ ὁ ἀπόστολος “Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία,” ὡς ἐκ πατρὸς δυνάμεως ὄντος καὶ σοφίας νοεῖται, ὥσπερ φῶς ἐκ φωτὸς καὶ θεὸς ἐκ θεοῦ. ποῦ τοίνυν οὐκ ἂν ἀσεβείας ἐλαύνοι τὸν θεὸν ὑποκεῖσθαι λέγειν τῇ σοφίᾳ καθάπερ συμβεβηκότι, καὶ μὴ εἶναι μᾶλλον τὴν σοφίαν οὐσίαν, μηδὲ τὸν θεὸν εἶναι, ὥσπερ τὴν οὐσίαν αὐτοῦ, οὕτω καὶ τὴν σοφίαν αὐτοῦ, ἀλλ' ἐν αὐτῷ ὡς ἐν ὑποκειμένῳ, καθάπερ τὴν τεχνικὴν ταυτηνὶ σοφίαν ἐν ἀνθρωπίνῃ ψυχῇ. τοῦτο γὰρ καὶ ὁ μέγας Ἀθανάσιος, κανόσι καὶ νόμοις ἐπιστημονικοῖς ἀληθείας ἑπόμενος, λίαν ἀπαγορεύει καὶ ἀσεβείας ἀποκληροῖ θιασώταις, περὶ τὸν θεὸν εἶναι φάσκουσι τὴν σοφίαν ὡς ἕξιν συμβαίνουσαν καὶ ἀποσυμβαίνουσαν, καὶ οὐδαμῇ γε σοφίαν αὐτόν. διπλῆς ἐνταῦθα τοιγαροῦν τῆς σοφίας οὔσης, τῆς μὲν δημιουργικῆς τε καὶ ἀρχικῆς καὶ ποιητικῆς τῆς δὲ δημιουργουμένης, καὶ τῆς μὲν σοφιζούσης τῆς δὲ σοφιζομένης, καὶ τῆς μὲν γεννωμένης τῆς δὲ ποιουμένης, ἕπεται τῆς μὲν εἶναι γεννήτορα τὸν θεὸν καὶ πατέρα, τῆς δὲ ποιητὴν καὶ δημιουργόν, καὶ εἶναι διὰ ταῦτα καὶ τούτων τὴν μὲν οὐσίαν ἀίδιόν τε καὶ ἄτρεπτον καὶ ἀκίνητον (δεῖν γὰρ εἶναι παντάπασι τὴν τὰ πάντα πρώτως κινοῦσαν οὐσίαν ἀκίνητον καθ' αὑτό τε ἅμα καὶ κατὰ συμβεβηκός), τὴν δ' ἀεὶ τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ ἀεὶ κινουμένην κατὰ τὰς εἰς γένεσιν καὶ οὐσίωσιν καὶ τάξιν ἀναλόγους προόδους τῶν καθ' ἡμᾶς, καὶ νῦν μὲν ἐξ ὡρισμένης μονάδος εἰς πλήθους ἀπειρίαν ἀνιοῦσαν ἀόριστον, νῦν δ' ἐξ ὡρισμένης ὁλότητος κατ' ἀντιπεπόνθησιν πρὸς ἀπειρίαν κατιοῦσαν ἀόριστον. γένους γάρ τινος ἐπέχειν καὶ ἰδέας τόπον καὶ τὴν τεχνικὴν ταύτην σοφίαν ἔφασαν οἱ πάλαι φιλοσοφήσαντες καὶ θεολογήσαντες. καὶ ὡς οὔτε τὸ γένος ἀπεῖναι δυνατὸν ὧν ἐστὶ γένος εἰδῶν καὶ ἀτόμων, οὔτ' αὖ τὴν ἰδέαν οὖσαν οὐσίαν ὧν ἐστὶν ἰδέα πραγμάτων, οὕτως οὐδὲ τὴν τεχνικὴν σοφίαν χωρὶς εἶναι τῶν καθ' ἕκαστα ταύτης εἰδῶν καὶ ἀτόμων, οὐ μᾶλλόν γ' ἂν ἢ τὰ ἐν σώμασι χρώματα, ἃ καὶ αὐτὰ μὴ εἶναί ποτε καθ' αὑτὰ ἴσμεν ἄνευ ὧν ἐστὶν ὑποκειμένων χρώματα. πᾶσαι τοίνυν ἐπιστῆμαι καὶ τέχναι σοφαὶ τῆς τεχνικῆς ταύτης σοφίας ἐξήρτηνται, καθάπερ διάφορα ῥίζης μιᾶς βλαστήματα. καὶ ἔστιν ὥσπερ τούτων ἁπάντων αἴτιος καὶ προαγωγεὺς ὁ θεός, οὕτω καὶ ταύτης ἀφ' ἧς ἐκεῖνα. διόπερ ἐκεῖ μὲν ἡ σχετικὴ συνάφεια καὶ ἀναφορὰ χώραν ἔχει τὸ οἰκεῖον ἀξίωμα παντάπασιν ἀκαπήλευτον διασώζειν, ἅτε ὄντων ὁμογενῶν ἀμφοῖν, τοῦ τε διαιρουμένου καὶ πρὸς ἃ διαιρεῖται· ἐνταῦθα δὲ μέχρι μόνης ἐνάρθρου καὶ σημαντικῆς φωνῆς αἰτιατὰ ὄντα αὐτὰ πρὸς τὸν αὐτῶν αἴτιον καὶ ποιητὴν τὴν ἀναφορὰν ἀπευθύνει. ὥστε διαβάλλειν μὲν ἥκιστα πάντων ἐστί, θαυμάζειν δ' οὖν ἄξιον μάλιστα πάντων Μάξιμον ἐκεῖνον τὸν θεῖον τῆς εὐσεβείας διδάσκαλον, κάλλιστα πάντων ἐνταῦθα περὶ σοφίας φιλοσοφήσαντα, καὶ διελόντα σαφῶς ἑκάτερα, τήν τε σοφίαν τὴν ἄκτιστον, δι' ἧς καὶ ἐν ᾗ τὰ πάντα γέγονε, καὶ αὖ τὴν ὑπ' αὐτῆς καὶ δι' αὐτῆς συνυφανθεῖσαν καὶ συντεθεῖσαν οὐρανῷ καὶ γῇ καὶ πᾶσι τεχνικῶς τε καὶ σοφῶς τοῖς κτίσμασι, ψιλὴν καὶ ἀνυπόστατον φάμενον καθ' αὑτὴν ἐπίνοιαν. Ἐπὶ δὴ τούτοις καὶ τοῖς τοιούτοις πολὺς ἐφεξῆς ὁ Γρηγορᾶς ἐρρύη κατατρέχων Παλαμᾶν τε αὐτὸν καὶ τὰς αὐτοῦ βλασφημίας, ἀλλότριον ἐπιστήμης ἁπάσης δεικνὺς τῆς τε ἡμετέρας καὶ θύραθεν. δι' ἃ καὶ κακίας ὄργανον γεγονέναι ῥᾳδίως αὐτὸν ἐβεβαίου τε καὶ συνεπέραινε, τῆς ἀληθοῦς σοφίας εἰσάπαξ ἀπερρωγότα καὶ ἐκτετοπισμένον. ὅθεν ὁ βαρύστονος ἐκεῖνος καὶ ἀλιτήριος πληγεὶς τὴν καρδίαν καὶ οἷον ἐμβρόντητος γεγονὼς ἐβόα τε ἀσελγῶς, τὰ συνήθη φύρδην καὶ συγκεχυμένως συνείρων, καὶ οἷον εἰπεῖν ἐμεμήνει τὸ κάθαρμα. διὸ καὶ ὁ βασιλεὺς οἱονεί πως αὐτοῦ φειδόμενος, πράως καὶ μετὰ σεμνοῦ μειδιάματος στραφεὶς πρὸς τὸν Γρηγορᾶν, ἡσυχῇ πως καὶ ὅσον μὴ ἐξακούεσθαι πρὸς τὸν Παλαμᾶν, παρῄνει τε καὶ συνεβούλευε πραοτέρως ἀντιδιδόναι τοὺς λόγους αὐτῷ, μή τι καὶ πάθῃ τῶν ἀδοκήτων. ὃ δ' ἔσται τοῦτ' ἀποκρινάμενος ἐσιώπησε τοῦ λοιποῦ. Ὅ γε μὴν Παλαμᾶς τὴν ἑαυτοῦ βουλόμενος ἔτι πολυθεΐαν συνιστᾶν, τοὺς μὲν προενηνεγμένους ἐλέγχους ἐκείνους αὐτῷ καὶ τὴν κατ' αὐτοῦ χεθεῖσαν χλεύην ἐφ' οἷς προύθετο πᾶσι τάχιστα ἐκλαθόμενος διὰ σκληρότητα καὶ ἀναλγησίαν, ὡς ἔοικε, γνώμης, ἑτέρας αὖθις εἰσῆγε λόγων προφάσεις, παραθαρρύνοντας ἔχων ὁποῖος αὐτὸς θιασώτας ἐκεῖ τὰ προστυγχάνοντα λέγειν ἀεί, μὴ σιωπήσας δόξῃ νικᾶσθαι τοῖς πλείστοις, οἳ τὸ νικᾶν μόνῃ δὴ τῇ πολυλογίᾳ παραμετροῦσιν. ἰταμὸν γὰρ ἡ ἀμαθία καὶ σφόδρα τι ἀναιδές, καὶ φιλεῖ γε ὡς τὰ πολλὰ τὸ τῆς μαθήσεως ἐλλιπὲς θράσους ἀνασώζειν πλεονεξίᾳ, καὶ μάλισθ' ὅταν ἀμαθέσιν ἀκροαταῖς ἐντυγχάνῃ. ἂν δὲ καὶ ἰταμοὺς ὁμοίως ἐξεπίτηδες ἐνίους ἔχῃ σπουδαστάς, ἀσήμοις ἐπικροτοῦντας κραυγαῖς καὶ τῇ τῆς ἀκοῆς ἀντιπαταγοῦντας ἐλευθερίᾳ καὶ συγχέοντας τὸ τῆς ἀληθείας κριτήριον, ποῦ οὐκ ἂν τὸ δεινὸν αὐθαδείας προβαίη; διὸ καὶ βιβλίον ἐπὶ τούτοις ἀνεῳγὼς ὁ Παλαμᾶς ἀνεγίνωσκε ῥῆσιν ἄλλο λέγουσαν εἶναι τὸν ἐνεργοῦντα καὶ ἄλλο τὸ ἐνεργητικὸν καὶ ἄλλο τὴν ἐνέργειαν καὶ ἄλλο τὸ ἐνέργημα. εἶτα ἡρμήνευεν ἀπὸ γλώττης αὐτός, ἐνεργοῦντα μὲν εἶναι τὸν θεόν, ἐνεργητικὸν δὲ τὴν φύσιν, ἐνέργειαν δὲ τὴν ἄκτιστον αὐτοῦ θεότητα, ἄλλην οὖσαν τοῦ ἐνεργοῦντός τε καὶ κινοῦντος αὐτήν, ἐνέργημα δὲ τὸ ἀποτέλεσμα· εἶναι δ' ἐνέργειαν καὶ ἐνεργεῖν τὸ αὐτό. καὶ ἐπὶ τούτοις ἠρώτα τί ἂν εἴη τὸ ἐνεργεῖν οἴεσθαι; ἦ οὐ ταὐτὸν τῷ δημιουργεῖν; ἆρ' οὖν κτιστὸν εἴποιμεν ἂν τὸ δημιουργεῖν ἐπὶ τοῦ θεοῦ; ἄπαγε τῆς ἀλογίας. εἶθ' ἑξῆς ἄλλα ἐπ' ἄλλοις προσετίθει, δεικνὺς τὸ δημιουργεῖν ἄλλο τε καὶ διάφορον τῆς οὐσίας καὶ ἄκτιστον καθ' αὑτό. καὶ ἅμα ἐπολυλόγησε, πλεῖστα συνείρων ὁμοφυᾶ καὶ ὁμόστοιχα τοῖς προτέροις ἐκείνοις καὶ μέσοις βλασφήμοις αὐτοῦ, ἵνα μὴ ἀλλοπρόσαλλός τις ᾖ καὶ ἀσύμφωνος ἑαυτῷ ὁ τῆς νέας Χαλάνης πύργος οἰκοδομούμενος, καὶ ὅσα τοῦ Σοδομιτικοῦ πυρὸς ἐδεῖτο πρὸς κάθαρσιν. ἀλλ' ὁ Γρηγορᾶς πρὸς αὐτὸν τὰ πλείω παρεὶς ἐκεῖνα φησίν. εἰ ἄλλο τὸ δημιουργεῖν καὶ ἄκτιστον κατὰ σέ, ἀεὶ ἄρα ἦν. καὶ συμβαίνει λοιπὸν ἐξ ἀνάγκης εἶναι τῷ δημιουργῷ συναΐδια τὰ δημιουργήματα· ἀεὶ γὰρ ὄντος τοῦ δημιουργοῦ καὶ ἀεὶ δημιουργοῦντος κατὰ σέ, ἀεὶ ἄρα ἦν καὶ ὁ κόσμος ὁμοῦ τῷ δημιουργῷ. ὅπερ ἄτοπον καὶ ἀσεβές. προνοεῖσθαι μὲν γὰρ τῶν ἅπαξ δημιουργηθέντων ὁ θεὸς λέγεται, καὶ συντηρεῖν καθ' ὃν γεγόνασι λόγον αὐτά, δημιουργεῖν δ' οὔ, μὴ δεομένων προσθήκης ὧν κατέπαυσεν ἔργων ἁπάντων τῇ ἑβδόμῃ ἡμέρᾳ. ἄλλως τε καὶ ἐπειδὴ ἐνεργεῖν ταὐτὸν καὶ αὐτὸς εἶναι ὁμολογεῖς, ἔστι δ' ἡ ἐνέργεια κίνησις ἐνεργουμένη μᾶλλον ἢ ἐνεργοῦσα (εἰ γὰρ ἐνέργεια ἔστι, φησὶν ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος. ἐνεργηθήσεται δηλονότι καὶ οὐκ ἐνεργήσει, καὶ ὁμοῦ τῷ ἐνεργηθῆναι παύσεται), πέπαυται ἄρα τὸ δημιουργεῖν οὐρανὸν ἄλλον καὶ γῆν ἄλλην καὶ ἥλιον καὶ ἀστέρας καὶ τά γε τοιαῦτα· καὶ εἰ πέπαυται, καὶ ἤρξατο πάντως. τὸ δ' ἀρχόμενον καὶ παυόμενον τῷ μήτε ἀρχομένῳ μήτε παυομένῳ πῶς ἂν εἴη ταὐτόν; οὐκ ἄρα τὸ δημιουργεῖν συναΐδιον τῷ θεῷ. ὥσπερ γὰρ τοῦ πυρὸς φύσις μέν ἐστι τὸ καυστικὸν ὡς τοῦ θεοῦ τὸ δημιουργικόν, ἐνέργεια δὲ τὸ καίειν, ὃ καὶ παρόντος μὲν τοῦ καίεσθαι δυναμένου δοκεῖ ἐνεργεῖν, ἀπόντος δ' ἐκείνου καὶ τὸ καίειν ἄπεστιν, οὕτω κἀπὶ τοῦ δημιουργοῦντος φαίη τις ἄν, παρόντος μὲν τοῦ δημιουργεῖσθαι δεομένου χώραν ἴσως ἔχει καὶ τὸ δημιουργεῖν, ἐκείνου δ' ἀπόντος πέπαυται καὶ τὸ δημιουργεῖν. ἔπειτα τὴν ἐνέργειαν ταύτην ἐν τοῖς συνθέτοις κτίσμασι χρὴ νοεῖν κίνησιν οὖσαν ἐνεργουμένην, ὡς ὁ θεῖος ἐκ Δαμασκοῦ φησὶν Ἰωάννης. ἥτις καὶ σχέσις ἐστὶ συνθετικὴ τῶν ἄκρων, καὶ ἄνευ τῶν σχετῶν νοεῖσθαι μὴ δυναμένη· ἄκρα δέ φημι τό τε ἐνεργοῦν καὶ τὸ ἐνεργούμενον. ἡ δὲ κίνησις ἐν χρόνῳ τέ ἐστι καὶ τῇ τοῦ προτέρου καὶ ὑστέρου παρουσίᾳ διοικεῖται, ὅροις τοπικοῖς ὁμοῦ καὶ χρονικοῖς δουλώσασα τὴν ἐλευθερίαν. ταύτην δ' ἀνατιθέναι θεῷ τῶν πάντων ἐστὶν ἀτοπώτατον. τὸ γὰρ ἐννόημα ἔργον ἦν ἐπὶ θεοῦ, ἀμέσως τοῦ βουλήματος πρὸς τὸ κατὰ πρόθεσιν τέλος μεθισταμένου. καὶ διάστημα χρονικὸν ἢ τοπικὸν ἐκεῖ παρεισάγειν ὁπωσοῦν ἐπινοίᾳ τινὶ τῶν πάντων ἐστὶν ἀτοπώτατον καὶ ἀδύνατον. «ἡ γὰρ ὁρμὴ τῆς θείας προαιρέσεως» φησὶν ὁ Νύσσης Γρηγόριος «ὅταν ἐθέλῃ πρᾶγμα γίνεται, καὶ οὐσιοῦται τὸ βούλημα εὐθὺς φύσις γινόμενον, τῆς παντοδυνάμου ἐξουσίας, ὅπερ ἂν σοφῶς τε καὶ τεχνικῶς ἐθελήσῃ, μὴ ἀνυπόστατον ποιούσης τὸ θέλημα.» τόπος γὰρ καὶ λόγος οὐδεὶς ὁρᾶται κατὰ τὸν θεῖον Κύριλλον μεταξὺ ποιητοῦ καὶ κτίσματος. ἐνέργεια δ' ἐπὶ θεοῦ δέδεικται εἶναι ἡ τῶν μεγάλων καὶ θαυμασίων ἔργων αὐτοῦ πρὸς ἡμᾶς φανέρωσις. ταῦτα δ' ἐστὶ ποιήματα κτιστά, καὶ οὐδαμῇ θεοὶ καὶ θεότητες ἄκτιστοι. ὧν οὐδεμία τις προηγήσατο κίνησις, ἣν ἐνέργειαν σύγε εἶναι ἀναπλάττεις νῦν καὶ θεότητα προσαγορεύεις ἄκτιστον καὶ τῆς θείας οὐσίας διάφορον. ἀνάπλασμα ἄρα σῆς διανοίας ἡ σὴ θεότης ἐστίν, οἷον οὐδ' ἂν οἱ τοὺς τραγελάφους πλάττοντες ἐννοήσαιεν. Πολλῆς γε μὴν ἐνστάσεως τῶν ἑκατέρωθεν γενομένης, καὶ λόγων συχνῶν κενωθέντων οἵους ὁ τῆς ἔριδος μίτος ὑφαίνει, καὶ ἅμα θορύβου μακροῦ τῶν ἀμαθῶς ἐκείνων παρασπιζόντων τῷ Παλαμᾷ περιβομβήσαντος τὰς ἡμῶν ἀκοάς, ὡς μηδ' ἐξακούεσθαι δύνασθαί τι τῶν λεγομένων, ἀνεχαίτισε τὸν δρόμον ὁ Γρηγορᾶς ἐκείνων τῶν ἐλέγχων, ἵνα μὴ καὶ πρόφασίς τις ὑπονοῆται τῶν τοῦ Παλαμᾶ καθίστασθαι βλασφημιῶν. παυσαμένων γὰρ τῶν ἐλέγχων φησίν, καὶ μηκέτι τὸ ἀμαθὲς ἐρεθιζόντων ἐκείνου, παύσεσθαι καὶ τὸ πολέμιον εὐθὺς καὶ ἀντίπαλον τῆς ἐκείνου βλασφήμου γλώττης καὶ ἀπεραντολογίας. «ἔχομεν δὲ καὶ τὴν μίμησιν εἰς τοὺς θείους» ἔφησεν «ἐκείνους φωστῆρας καὶ διδασκάλους τῆς ἐκκλησίας ἀνενεγκεῖν, κατ' Εὐνομίου πάλαι φερομένους. τῆς γὰρ ἐκείνου καταγνόντες ἀναλγησίας, Βασίλειος μὲν ὁ μέγας “ἐοίκαμεν” φησὶ “διὰ τὴν πολλὴν τῆς ἀσεβείας ἐνάργειαν ἀπορεῖν λόγων, καὶ οὐκ ἔχειν πῶς τῆς ἀλογίας αὐτῶν καθαψόμεθα, ὥστε μοι δοκοῦσί τι κερδαίνειν παρὰ τὴν ἄγνοιαν. ὡς γὰρ τὰ μαλακὰ καὶ ὑπείκοντα τῶν σωμάτων τῷ μὴ ἔχειν ἀντέρεισιν οὐκ ἔστι γενναίαν τὴν πληγὴν ἐνεγκεῖν, οὕτως οὐδὲ τῶν προδήλων εἰς ἄνοιαν δυνατὸν ἐλέγχῳ νεανικῷ καθικέσθαι. λείπεται οὖν σιωπῇ τὸ βδελυκτὸν αὐτῶν τῆς ἀσεβείας παραδραμεῖν” Γρηγόριος δ' αὖθις ὁ Νυσσαέων, κατ' Εὐνομίου φερόμενος καὶ αὐτὸς καὶ τὸν αὐτὸν τἀδελφῷ σταδιοδρομῶν δίαυλον, “καλῶς ἂν ἔχοι” φησὶ “σιωπῇ μᾶλλον τὸν λόγον βδελύξασθαι καὶ βύσαντα τὰ ὦτα φυγεῖν ἀπὸ ἀκοῆς πονηρᾶς.”» Ἐπὶ τούτοις ὁ βασιλεύς τε ἀνέστη καὶ ὁ σύλλογος διελέλυτο. εἰ δὲ καὶ ἕτερα πλείω μεταξὺ λαληθέντα παρὰ τοῦ Παλαμᾶ, σιγῆς ὑπάρχοντα καὶ οὐ μνήμης οὐδέποτ' οὐδεμιᾶς ἄξια, σιγῇ παρεπέμφθησαν καὶ ταύτῃ τῇ διηγήσει, μεμφέσθω μηδείς· περιττὰ γὰρ καὶ ἐπιβλαβῆ καὶ συμπεφυρμένα καὶ βλασφημίας παντοδαπῆς καὶ ποικίλης ἀνάμεστα, μᾶλλον δὲ χείρω παντάπασιν ἢ ναυτιᾶν ὄντα, οὐδ' ἀκοῆς γοῦν μικρᾶς ἠξίωνται πρὸς τοῦ Γρηγορᾶ. διὰ τοῦτο καὶ αὐτὸς σιγῇ παραπέμπειν ἔκρινα δεῖν, δυοῖν ἕνεκα, ἵνα δηλαδὴ μήθ' ὅρια πατέρων ὑπερβαίνωμεν, μὴτε βλασφημίαις Παλαμικαῖς ἀκοαὶ καθαραὶ καταβλάπτωνται. Εὖ γε, ὦ φίλων ἄριστε Ἀγαθόνικε. καί σοι τῆς διηγήσεως μακρά τις κείσεται χάρις ἐν τοῖς τῆς ἐμῆς καρδίας θαλάμοις. ἡδέως δ' ἂν πυθοίμην καὶ ἥτις ἡ ψῆφος ἐπὶ τούτοις εἴη τοῦ τε βασιλέως αὐτοῦ καὶ ἅμα τῆς τῶν ἐνδόξων γερουσίας ἐκείνης. Ἀλλ' οὐδὲ ταύτην ὀκνήσω σοι, βέλτιστε Θεότιμε, διηγήσασθαι. κατέγνωκε μὲν τῶν μακρῶν τοῦ Παλαμᾶ καὶ ποικίλων βλασφημιῶν ὁ βασιλεὺς ὁπόσα εἰκός, ἐξέφηνε δ' οὐδὲν οὐδαμῇ, ἀλλ' ἄφθογγον τὸ παράπαν τὴν γλῶτταν εἶχε τετηρηκώς, δυοῖν ἕνεκα, ἑνὸς μὲν ὅτι οὔτ' αὐτὸν Παλαμᾶν θεατρίζειν ἐβούλετο δημοσίᾳ καὶ λυπεῖν ἐκ τοῦ προφανοῦς, οὔτ' αὖ δι' αὐτοῦ Καντακουζηνόν, ὅλον τῆς τοῦ Παλαμᾶ περιφανῶς ἐξηρτημένον ἀγάπης καὶ σχέσεως, δευτέρου δ' ὅτι καὶ τοιοῦτον ἐκ φύσεως ἔσχε τὸν τρόπον· οὔτε γὰρ ἐς τὸ λοιδορεῖν πρόχειρον τὴν γλῶτταν οὔτ' ἐς τὸ κολάζειν ἔσχε τὴν χεῖρα, ἀλλ' ἥμερον παντάπασι τὸ ἦθος φυλάττει διηνεκῶς, αὐτοφυὲς ὡς εἰπεῖν καὶ αὐτοχάλκευτον ἔχων αὐτὸ πρὸς ἐπιείκειαν. διὰ δὴ τοῦτο κἀνταῦθα λοιδορεῖν οὔτ' αὐτὸς ἄντικρυς βεβούληται Παλαμᾶν, οὔτ' ἄλλον οὐδένα τοῦτο δρᾶν συγκεχώρηκεν, ἀλλ' αὐτός τε σιγώσῃ γλώσσῃ τὸ τῆς γνώμης κριτήριον εἰς ἕτερον ἐταμιεύσατο χρόνον, καὶ τοὺς ἄλλους τὰ ὅμοια παρῄνεσε δρᾶν. ἀλλ' ὁ Παλαμᾶς οὐδαμῇ κατὰ τὸ εἰκὸς ἀλλ' ἐκ διαμέτρου πρὸς τὸ ἐπισφαλὲς τῆς τοῦ βασιλέως καταστοχασάμενος καὶ καταψευσάμενος γνώμης, τοῖς φυσικοῖς τῆς ἀναιδείας κινήμασι καὶ ταῖς ἀταμιεύτοις καὶ ὀξυρρόποις ὁλοσχερῶς ὁρμαῖς ἐδεδώκει τὴν ὑστεραίαν, καθάπερ οἰστρηλατούμενος ταῦρος. καὶ ὅλας πλατείας καὶ ἀγυιὰς περιιὼν ἀμετροεπὴς ἐκολῴα, καὶ ὅλους ἐξήντλει ῥημάτων ὄγκους. καὶ ὅσοις ἂν ἐντύχοι, πᾶσαν κατέκλυζεν ἀκοήν, ἐγκαυχώμενος ἀνεμιαῖα καὶ ψευδῆ καὶ ὅσα τῆς ἀτόπου φάλαγγος. καὶ οὐ μόνον οὐδὲν τῶν τῆς πόλεως ἦν αὐτῷ παρειμένον παρθενώνων τε καὶ τῶν ἄλλως ἐχόντων φροντιστηρίων, οἷς ἐγκατέσπειρε διιὼν τὰ συνήθη καὶ βέβηλα τῆς αἱρέσεως δόγματα, ἀλλὰ καὶ κατ' οἴκους μείζους τε καὶ ἥττους μέχρι τῶν χαμαιτυπείων, καὶ εἴ τινες εἶεν κωθωνιζόμεναι γρᾶες, τοῦ τοιούτου θορύβου πάσας ἐμπέπληκεν ἀκοάς, ἕωθεν ἐς ἑσπέραν ἀμοιβαδὸν περιτρέχων ὅλῃ τε ψυχῆς προθυμίᾳ καὶ ποδῶν ὀξύτητι. καὶ ἔρρει λοιπὸν οὑτωσὶ διὰ τῶν ἀγυιῶν ἡ τῆς ἀναιδείας φήμη. καὶ οἷς μὲν ἀγροικίᾳ συνοικεῖν ἐνῆν, τούτοις καὶ τῇ φήμῃ συμφέρεσθαί πως ἐνῆν· οἷς δὲ ἐλλογίμοις οὖσι βασανίζειν ἐπῄει σὺν λόγῳ καὶ στάθμῃ τὴν ἀκοήν, τούτων δ' οὐδαμῇ προσίεσθαι τὰ λεγόμενα οὐδέσιν ἐνῆν, ἥκιστα πείθεσθαι δυναμένων ὡς οὕτω παχύτητος ἔχουσαι βλασφημίαι τὴν βασιλέως διάνοιαν ἐλελήθεσαν. καὶ μὲν δὴ τῆς τοσαύτης ἀτοπίας ἐν ἀκοῇ γενομένῳ τῷ βασιλεῖ, μᾶλλον δὲ τῆς διαβολῆς καὶ συκοφαντίας ἣν κατὰ τῆς βασιλικῆς διεσκέδασε γνώμης ὁ ἀναιδὴς Παλαμᾶς, καὶ ἅμα ὁπόσα καταψεύσασθαι καὶ τῆς εὐγενοῦς γερουσίας οὐκ ὤκνησεν, οὐ μετρίως ἀχθεσθῆναι συμπέπτωκε. δέον γὰρ Παλαμᾶν εὐχαριστεῖν πρός γε τοῖς ἄλλοις καὶ πρό γε τῶν ἄλλων τῷ βασιλεῖ τῆς μακροθυμίας καὶ προμηθείας τοῦ μὴ ἐκκήρυκτον γεγονέναι τῶν μακρῶν ἐκείνων ἕνεκα βλασφημιῶν, ὃ δὲ καὶ δι' ὑποψίας ἐληλυθέναι πέπραχε τὸν εὐεργέτην ὁποτέρῳ δυοῖν, ἢ ὅτι μὴ συνῆκεν οὔθ' ὁ βασιλεὺς οὔτε ἄλλων οὐδεὶς τῶν τῷ ἀνοσίῳ λαληθέντων κατὰ τῆς εὐσεβείας, ἢ συνιέντι περιπεφρόνηταί τε καὶ παρεῖται τὰ πλείστης, μᾶλλον δ' ἁπάσης ἄξια φροντίδος καὶ σπουδῆς. διὸ δὴ καὶ οὐ μόνον τοῦ ἀναιδοῦς τε καὶ ἀγεννοῦς ἤθους κατεγνῶσθαι γέγονε Παλαμᾶν, ἀλλ' ἦσαν οἳ καὶ καταρᾶσθαι ἐξήγοντο μὴ τῇ ὥρᾳ μόνον ἐν ᾗ τετύχηκεν αὐτὸν γεγεννῆσθαι, ἀλλὰ καὶ τοῖς αὐτὸν γεννήσασι καὶ θρεψαμένοις. ἐκ γὰρ ῥίζης, ὡς ἔοικεν, ἔλεγον, τῆς πατρῴου τὸ τοσοῦτον αὐτῷ τῆς δυσσεβείας ἐγκατέσκηψε νόσημα, καθάπερ τις ἄλλη κηλὶς ταῖς γοναῖς καὶ τροφαῖς ἐγκεκαλυμμένη· οὐ γὰρ ἂν ἐς βάθος οὕτω κακῶν ἐνέπιπτε τὸ γέννημα καὶ ἀπορρὼξ ἐρινύων φάναι τὴν γνώμην καθίστατο. διὸ οὔτε ἐκείνους ἀθώους ἔφασκον ἄξιον μένειν τῆς καταδίκης, αἰτίους μὲν αὐτῷ τῆς ἐς τὸν βίον γενομένους παραγωγῆς αἰτίους δὲ τοῦ τῆς ἐκκλησίας δι' αὐτὸν χειμῶνος, οὔτ' αὐτὸν οὐδὲν ἐξαιρεῖσθαι τῆς καταδίκης, μεσιτεύοντος ἴσως τοῦ ἀβουλήτου διὰ τὰς σπερματικὰς ἐκ γενέσεως ἀρχὰς καὶ βιαίας δυνάμεις τῆς πατρικῆς πονηρίας, ζιζανίων δίκην ἐρανισθείσας ἐκεῖθεν καὶ προκαταβληθείσας εὐθὺς ἀφ' ἑστίας ἐν τῇ συστάσει. ἀλλ' ἑκατέροις ἑκάτεροι τῶν ἀρῶν καὶ λοιδοριῶν κοινωνήσουσί τε, καὶ ὀστράκῳ δουλεύσειν ἀμφοτέρους ὁμοῦ τῷ αὐτῷ συμπεσεῖται, τοῖς μὲν ὡς πονηρὸν ἐξενεγκοῦσι καὶ θρέψασι τόκον τῷ βίῳ, καὶ οὐκ εἰς Κιθαιρῶνα καὶ Χάρυβδιν, καὶ εἴ πού τις ἐκ μηχανῆς καινότερος ἐταμιεύετο θάνατος ἐν χαράδραις καὶ κύμασι γῆς καὶ θαλάττης, ῥίψασιν ἔκθετον, εὐθὺς ἐκραγὲν τῆς ἀτόπου γαστρός, τῷ δὲ ὡς μήτ' ἀβούλητον τὴν ἐκείνων ποιησαμένῳ κακίαν, ἅτε λόγου μετασχόντι καὶ παιδείας ὁπωσοῦν, ἧς μετεῖναι τοῖς γονεῦσιν οὐ συμπέπτωκε, μήτε μηδὲν ἐπιεικέστερον οὐδενὸς διατεθέντι, εἴ τις παραπλησίως ἐκείνοις ἐνόσει, μηδὲ κωφῇ γοῦν σιωπῇ τὸ κακὸν περιθάλπειν βεβουλημένῳ, ἀλλὰ πολλῷ τῷ μέτρῳ μοχθηροτέροις δή τισι καὶ σφόδρα ἀναιδέσι λογισμοῖς παραδεδωκότι τὴν τῆς γνώμης ἡγεμονίαν. καὶ κακοῖς κακὰ παραμίξαντι ἤθη καὶ δόγματα μακροῖς τισὶ διαστήμασι τήν τε πατρῴαν παρελάσαι συνεπεπτώκει δυσσέβειαν, καὶ ἅμα ψυχαῖς εὐσεβείας ἁπλότητι συντραφείσαις θανάσιμον ἀπὸ γλώττης κεράσαι τὸ φάρμακον. πατέρας γὰρ μέχρι τούτου τιμᾶν προαιροῖτ' ἄν τις εἰκότως, μέχρι πρὸς τὸ εὐσεβὲς τὰς τῆς τροφῆς καὶ παιδείας πηγάς, καὶ ὅσα τοῖς ἑπομένοις ἐστὶ δι' ἐφέσεως καὶ ῥαστώνης λαμβάνειν, ὁρᾷ προϊούσας· ἐπειδὰν δὲ πρὸς κακοδαιμονίαν τὸ ῥέον ἕρπειν τοῦ χρόνου δόξῃ, τῶν πάνυ τι προσηκόντων ἀλλοτριοῦσθαι νομίζοιτ' ἄν, τῆς τοῦ καιροῦ περιστάσεως βιαζομένης τὸ φιλοῦν τῆς ψυχῆς ἐκ τοῦ συγγενοῦς κακοῦ πρὸς τἀλλότριον μετατιθέναι ἀγαθόν. καὶ μὲν δὴ δεῆσαν αὖθις ἐληλυθότα μέρος καὶ αὐτὸν γενέσθαι τῶν ἄλλων οἷς περὶ τὸν βασιλέα τέως συνέβαινε μείζοσί τε καὶ ἥττοσι τὴν ἀξίαν, ἦν σχεδὸν τῶν ἁπάντων οὐδεὶς ᾧ μὴ λοίδορος ὥπλισται γλῶσσα κατ' αὐτοῦ, τὰς ἔναγχος βλασφημίας ἐκείνας προβαλλομένη πρὸς ἔλεγχον νῦν ὑπ' αὐτῷ μάρτυρι καὶ αὐτηκόῳ τῷ βασιλεῖ. ἦσαν δ' οἳ καὶ μέχρι πρὸ ἐτῶν ἑπτακαίδεκα τὴν μνήμην ἀναπόμπιμον ἐποιοῦντο, ἃ πάλαι δὴ καὶ δρᾶσαι καὶ παθεῖν αὐτὸν ἐξεγένετο, καὶ ἀναθέμασιν ἐγγράφοις καὶ χωρισμῷ θεοῦ καθυποβεβλῆσθαι πρὸς τῶν τότε πατριαρχῶν καὶ ἀρχιερατικῶν συνόδων. καὶ συνελόντι φάναι πολλή τις ἦν ἡ καταδρομὴ τῶν τήμερον ψήφων τῆς εὐδαίμονος γερουσίας ἐκείνης ἐπὶ τοῦ νέου βασιλέως, ἃς δὴ κατὰ τοῦ Παλαμᾶ τηνικαῦτα ἀπεφήναντο, ἄλλων ἄλλα λεγόντων, καὶ ἄλλων ἄλλοις ἁμιλλωμένων, καὶ ἄλλων ἄλλους παριόντων τῷ τῶν λοιδοριῶν ὑπερβάλλοντι. ἦσαν δ' οἳ καὶ προδότην αὐτὸν ἐπεκάλουν αὐτοῦ βασιλέως καὶ ὅσοι τῷ βασιλεῖ προσήκοντες εἶεν γένει καὶ δόξῃ· καὶ ὡς τό γε ἧκον εἰς αὐτὸν οὐκ ἀπέσχετο, τὴν ἡγημονίαν τῆς γνώμης ὑπήκοον ἅπαξ ἔργων καὶ λόγων ὁμοῦ πονηρῶν πεπραχώς, μὴ οὐ πάντας συλλήβδην βιαίῳ θανάτῳ δοῦναι. οὐ γὰρ ὅτι μὴ σιδηραῖς καὶ αὐτὸς κατὰ τοὺς ἀνδροφόνους ἐχρήσατο λόγχαις ἐκ τοῦ προφανοῦς, ὑποβεβηκός τι τὸ βάρος ἔχειν δόξῃ τῶν ἐγκλημάτων, ἀλλ' ὅτι φιλίαν σχηματιζόμενος ὅλον δολερῶς ἐκένωσε τοῖς ἀδόλως φιλοῦσι τὸν τοῦ δηλητηρίου κρατῆρα, πρὶν τῆς ἐπιβουλῆς αἰσθέσθαι τοὺς πάσχοντας. καὶ οἱ μὲν γένει καὶ δόξῃ προύχοντες ἄνδρες ἐκεῖνοι οὕτω προσηνέχθησαν τῷ μιαρῷ Παλαμᾷ, καὶ ταύτας ἐκείνῳ τὰς κρίσεις ἀπέτισαν· ὁ δὲ βασιλεὺς καὶ αὐτὸς σιγῇ τῶν κατὰ τοῦ Παλαμᾶ τοιούτων λοιδοριῶν αὐτήκοος γεγονώς, καὶ βουληθεὶς μέν πως τὴν τῆς ἐκδικήσεως προστεταχέναι κόλασιν κατ' αὐτοῦ, φεισάμενος δ' οὖν διὰ τὴν ἔμφυτον ἐπιείκειαν, τέως μὲν τὴν ἀπὸ γλώττης καὶ τῶν ἔργων ὑπερέθετο ψῆφον, ἐπέμενε δ' οὖν ὅμως ὑβριοπαθοῦντα ὁρῶν καὶ ἀχθόμενον Παλαμᾶν, καὶ οὔτε τοὺς λοιδοροῦντας ἀνέκοπτε τῆς ὁρμῆς, καὶ ἅμα τὸ χαῖρον ὑπέφαινε τῆς ἑαυτοῦ ψυχῆς ἀμυδροῖς τισὶ μειδιάμασι, καὶ διεκαρτέρησε μέχρι πολλοῦ τινὸς χρόνου διακούων ἡδέως τῶν κατὰ τοῦ Παλαμᾶ λοιδοριῶν. καὶ ἦν ταῦτα ψῆφος ἢ ψήφου προαναφώνησίς τις καὶ διατύπωσις τῆς μελλούσης ἔτι κατὰ τοῦ Παλαμᾶ καταδίκης, ἐξενεχθεῖσα πρός τε τοῦ βασιλέως καὶ τῶν ἐνδόξων ἐκείνων ἀνδρῶν τῆς ἔναγχος διαλέξεως ἣν ἐποιήσατο πρὸς τὸν Γρηγορᾶν.
https://byzantium.gr/

ΛΟΓΟΣ ΛΑ’.

ΤΟΥ ΑΥΤΟΥ ΜΟΝΑΧΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΠΕΡΙ ΤΩΝ ΑΥΤΩΝ ΛΟΓΟΣ ΔΕΥΤΕΡΟΣ ΔΟΓΜΑΤΙΚΟΣ.
Τὰ μὲν δὴ μέχρι καὶ ἐς τόδε σοι εἰρημένα, φίλων ἄριστε Ἀγαθόνικε, δαψιλῆ μοι παρέσχον καὶ ὡς ἔγωγε ἐβουλόμην τὴν τέως τῶν ζητουμένων σύνεσιν, καὶ χάρις εἴη σοι πρὸς θεόν· ἐλλέλειπται δ' οὖν σοι τῶν ἐκεῖ πρὸς τοῦ Παλαμᾶ λαληθέντων ἔνια, ὡς ἐνίων ἐκεῖ παρόντων ἀκήκοα φίλων, σαθρὰ μὲν καὶ πλείω τῆς ἀσεβείας τὴν ἀμαθίαν ἔχοντα, ἐλλέλειπται δ' οὖν, ῥηθῆναί σοι δέον καὶ ταῦτα πρὸς τὸ σαφέστερον ἀκούειν ἐφιεμένων ἡμῶν. ἀνατεθολῶσθαι γὰρ ἀεὶ τὰ τῆς αὐτοῦ δυσσεβείας φασί, τῇ συνήθει τῆς γλώττης ἀωρίᾳ πάσης ὡς πορρωτάτω βαδίζοντος ἀληθείας καὶ ἐπιστήμης, μάλιστα δ' οὖν ἐν τούτοις, εἴτε διὰ δέος ἧς πείσεται μακρᾶς αἰσχύνης, εἴτε καὶ συμπῖπτον οὕτω διὰ τὸ τῆς ἐμφύτου μοχθηρίας ἀλόγιστον ἔθος. καὶ ἵνα τὰ πλεῖστα δι' ἀκαιρίαν παρεὶς μετρίων μνησθῶ, ἓν μὲν καὶ πρῶτον ἐκεῖνο τῶν παρειμένων φασί. θέλων γὰρ ἑαυτὸν ἀπολύσασθαι τῆς αὐτῷ πρὸς τοῦ Γρηγορᾶ προενηνεγμένης κατηγορίας, ὡς ἐκ πολλῶν καὶ διαφόρων θεοτήτων εἴτ' οὖν ποιοτήτων συγκεῖσθαι λέγοντι τὸν θεόν, καὶ ἄντικρυς περιπίπτοντι τοῖς τῷ θείῳ Δαμασκηνῷ λεγομένοις, ὅτι τὸ θεῖον ἁπλοῦν ἐστι καὶ ἀσύνθετον, τὸ δὲ ἐκ πολλῶν καὶ διαφόρων συγκείμενον σύνθετόν ἐστι καὶ τὰ ἑξῆς, οὐ κατὰ τὴν θέσιν ἐκείνης τῆς ῥήσεως, ἀλλὰ διαφθείρας, ὡς εἴωθε, τοιάδ' ἀπεκρίνατο. πᾶν τὸ συγκείμενον καὶ οὐσιώδεις διαφορὰς ἔχον σύνθετον ἐστίν· ὁ δὲ θεὸς οὔτε τῶν συγκειμένων ἐστὶν οὔτε τῶν οὐσιώδεις διαφορὰς ἐχόντων. οὐσιώδης γάρ ἐστι διαφορὰ καθ' ἣν διαφέρει οὐσία οὐσίας, ὥστε κατὰ πλειόνων εἰδῶν καὶ οὐσιῶν εἰσὶν αἱ διαφοραί· ἐπεὶ οὖν μία καὶ ἀμερὴς παντάπασιν ἡ τοῦ θεοῦ οὐσία, διὰ τοῦτο διαφορὰς οὐκ ἔχει οὐσιώδεις. μίαν μὲν δὴ τῶν ἐκείνου ταύτην προτίθημί σου τῇ διηγήσει πρόφασιν ἐφεξῆς, δευτέραν δὲ τὴν Ἀθανασίου τοῦ θείου ῥῆσιν, ἣν εὐσεβεστάτην ἀναμφιβόλως οὖσαν εἰς πολυθεΐας αὐτὸς ὑπόθεσιν μετενήνοχεν. ἔφη γὰρ ἐν τῇ πρὸς Ἄρειον διαλέξει ὡς οὐχ ἕνεκεν κτιστῶν πραγμάτων ἔφη ὁ σωτὴρ «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμὰ ἐστίν.» ἀλλ' ὅσα ἀνῆκε τῇ θεότητι τοῦ πατρός, ταῦτα ἴδια ἔφη ὁ κύριος, οἷον τὸ ἄφθαρτον, τὸ ἄτρεπτον, τὸ ἀκατάληπτον, τὸ δυνατόν, τὸ προγνωστικόν. καὶ ὅσα ἐστὶν ὁ πατήρ, ταῦτα ἴδια τοῦ υἱοῦ τυγχάνει. Πρὸς γοῦν φιλίου, βέλτιστε Ἀγαθόνικε, μὴ ζημιοῦν ἀξίου με τὸν φίλον οὕτω βελτίστην ἀκρόασιν, σχήματι εὐλαβεῖ τὸ ῥάθυμον ὁπωσδηποτοῦν ὑποκοριζόμενος, ὡς κἀν πολλοῖς εἰώθεις ἐνίοτε δρᾶν. ὁρῶ γάρ σε πρὸς ἕτερα τρόπον τινὰ τὸν νοῦν περισπώμενον καὶ ὅσον εἰκάσαι λογισμῶν πολυπλόκων μεστὸν τὴν ὀφρύν. Ἐμὸν τουτὶ πάθος, ὦ φίλε Θεότιμε, καὶ πάνυ γε ἄχθομαι τῷ συμβεβηκότι· ἔοικα γάρ πως ἀγνοοῦντι πολλάκις καὶ οἷον οὐκ ἐπαΐοντι ὧν ἐνίοτε ὁμιλεῖν μοι προσγίνεται, λήθης ἐξορχουμένης ὡς τὰ πολλὰ κατὰ τοῦ φανταστικοῦ, ὃ καὶ βιβλίον φασὶν οἱ σοφοὶ τῆς ψυχῆς. διὸ καὶ πρὸς τὰς σὰς ἔτι διεξιόντος παρασκευαζόμενος πεύσεις, ἀνελογιζόμην τε καὶ συνῆγον ὅσα δὴ τὴν μνήμην ἔτι περιέρρει κύκλῳ, καὶ ὁπόσα ταύτης αὖ παρερρυήκει πόρρω τοῦ βήματος, ἴσως μείζοσιν ἄλλοις παραχωροῦντα· καὶ τοῦτ' ἦν ὅ μοι τὴν τοῦ ἤθους τέως ἐποίει παράλλαξιν. ὅθεν καὶ ἄλλης ἐξ ἄλλου φαντασίας ἡμῖν ὁπωσδηποτοῦν ἀθροισθείσης πρὸς ἔδαφος ἄρτι βαλβίδος φάναι μιᾶς, προσέσται σοι λοιπὸν ὁρᾶν τὸν τοῦ λόγου σκοπὸν κατὰ σήν, ὡς οἶμαι, βούλησιν, ῥάθυμον μὲν ἠρεμίαν ἀπειπόντα παντάπασι νῦν ὡς καὶ πρότερον, κίνησιν δ' αὖ τοὐναντίον πρόθυμον περιφανῶς ἀνθελόμενον. ἑκατέρας γὰρ γινομένης ἐν χρείᾳ τοῖς τε λόγοις καὶ πράγμασιν, ἑκατέρων ὡς εἰκὸς τοῖς προσήκουσι χρόνοις μεμνήμεθα, καὶ ἀναλόγως ἀμφοτέρας ἀναλεγόμεθα, κίνησιν μὲν ἅτε ἠρεμίας ἀπόφασίν τε καὶ ἔκστασιν οὖσαν, ἠρεμίαν δ' αὖ κινήσεως εἶδος καὶ ἐντελέχειαν, ὁρίζουσάν τε καὶ περιγράφουσαν τὸ κεχυμένον ἐκείνης καὶ ἄφετον καὶ ἀόριστον. καὶ δεῖν ἑκατέροις κεχρῆσθαι κατὰ τὸν ἑκατέροις προσήκοντα λόγον καὶ τρόπον. γινώσκειν οὖν σε χρεὼν ὡς πολλά γε τοιαῦτα παρεῖται, μήτε λόγου μηδενὸς ἄξια ὄντα μήτε γέλωτα φεύγειν κωμικὸν δυνάμενα. αὐτίκα γὰρ περὶ τοῦ νῦν σοι προτεθέντος πρώτου ζητήματος ὁ Γρηγορᾶς μικρά τινα εἰπὼν ἀπήλλακται, περιττὸν ἡγησάμενος ἀμαθέσι παντάπασι λόγοις ἀποκρίσεις κατ' ἐπιστήμην ἀντιδιδόναι ζητεῖν· μηδὲ γὰρ εἶναί φησι κοινωνίαν μηδεμίαν ὥσπερ οὔτε φωτὶ πρὸς σκότος, οὕτως οὐδ' ἐπιστήμῃ πρὸς ἀμαθίαν. ὅθεν καὶ διὰ τὴν τοιάνδε καὶ οὕτως ἔχουσαν σύγχυσιν οὐδ' ἔμοιγε ἀκριβῶς εἰληφέναι τὴν τῶν εἰρημένων ἐκείνῳ τέως ἐπὶ τούτοις κατάληψιν ἐπιμελὲς ἐγεγόνει. σὴν δ' ὅμως χάριν ἐρῶ τῶν ἐκείνου βραχέα, καὶ ὅσα ἐς τόδε παρέμεινε τῇ διανοίᾳ μου ὁπωσδηποτοῦν ἐπιτρέχοντα, οὐ τοῖς παραλόγοις λόγοις τοῦ Παλαμᾶ τὴν ἀφήγησιν χαριζόμενος, ἀλλὰ τὴν σὴν φιλίαν λυπεῖν οὐ βουλόμενος. Ὁ γάρ τοι Γρηγορᾶς πρὸς τοὺς ἐκεῖ τηνικαῦτα παρόντας στραφείς, καὶ τούτοις ἐνερείσας τοὺς ὀφθαλμούς, «ἆρ' οὐκ ἠλίθιος» φησὶ «καὶ παντάπασι νηπιώδης ἡ οὕτω γ' εὐθὺς εἰρημένη πρότασις πρὸς τοῦ Παλαμᾶ τουτουΐ, ὡς πᾶν τὸ συγκείμενον καὶ οὐσιώδεις διαφορὰς ἔχον σύνθετον ἐστίν; οὐ τοῦτο γάρ, οὐδ' οὕτως ὁ θεῖος ἐς Δαμασκοῦ φησὶν Ἰωάννης, ἀλλὰ τὸ ἐκ πολλῶν καὶ διαφόρων συγκείμενον σύνθετόν ἐστιν. ὁ δὲ Παλαμᾶς ἐξ ἀμαθίας ἅμα καὶ κακουργίας μικρὸν ὑπαλλάξας τὴν ἐπιστημονικὴν καὶ θεοπρεπῆ ῥῆσιν τοῦ ἁγίου, ὅλην ὁμοῦ καὶ τὴν ἔννοιαν συνδιέφθαρκεν. οὐδὲν γὰρ ἕτερον ἔοικεν εἶναι τὸ λεχθὲν ὑπ' αὐτοῦ ἢ ὥσπερ ἂν εἴ τις λέγοι πᾶσαν χιόνα λευκότητα ἔχουσαν οὐσιώδη, χιόνα εἶναι λευκήν. τοῦτο δ' εἶναι καὶ τοῦ ἐν ἀρχῇ αἰτεῖσθαι πολλῷ δήπου χεῖρον. εἶτα ἐπήγαγε τὸ θαυμαστὸν ἐκεῖνο συμπέρασμα, ὡς ὁ θεὸς οὔτε τῶν συγκειμένων ἐστὶν οὔτε τῶν οὐσιώδεις διαφορὰς ἐχόντων. ἐνταῦθα λεγέτω μοί τις πρὸς θεοῦ, ποίου σχήματος ὁ τοιοῦτος ἂν εἴη τερατώδης συλλογισμός, κἀκ ποίας καινοφανοῦς καὶ νεήλυδος ῥίζης ἐξέφυ. εἶτα ἐπήγαγε ξένην αὖθις καὶ ἀκατάσκευον κατασκευὴν ἑτέρου δῆθεν συλλογισμοῦ. ἐπεὶ γάρ, φησί, μία καὶ ἀμερὴς παντάπασιν ἡ τοῦ θεοῦ οὐσία, διὰ τοῦτο διαφορὰς οὐκ ἔχει οὐσιώδεις. οὐσιώδης γάρ ἐστι, φησί, διαφορὰ καθ' ἣν διαφέρει οὐσία οὐσίας. καὶ τὸ συμπέρασμα ὅτι κατὰ πλειόνων ἄρα εἰδῶν καὶ οὐσιῶν εἰσὶν αἱ διαφοραί. καὶ μὴν τὸ προκείμενον ἦν αὐτῷ τοῦ ἐπενηνεγμένου ἑαυτὸν ἀπολύσασθαι ἐγκλήματος, καὶ δεῖξαι μηδαμῇ τοῖς τῷ ἁγίῳ περιπίπτοντα ἀπηγορευμένοις. ἀπαγορεύει γὰρ ὁ Δαμασκηνὸς μὴ λέγειν εἶναι σύνθετον τὸ θεῖον, μηδ' ἐκ πολλῶν καὶ διαφόρων συγκείμενον, ἃ ἦσαν τὸ ἄκτιστον, τὸ ἄναρχον, τὸ δημιουργικόν, τὸ ἀπερίγραπτον, καὶ ὅσα δήπουθεν οἱ ἀμφὶ τὸν Παλαμᾶν πολλά τε καὶ διάφορα τὰ ἄκτιστα ἐπὶ τῇ μόνῃ ἀκτίστῳ καὶ ἁπλῇ συναριθμοῦσιν οὐσίᾳ. ὃ δὲ λέληθεν ἑαυτὸν δυοῖν περιπίπτων ἀτόποις. οὔτε γὰρ οὐδὲν πρὸς ἔπος ἔοικε λέγειν, ἀλλ' ἄλλην τρέχων ἄλλην ἐβάδισεν, οὔτε εἰ ἀντιλέγειν ἐβούλετο, τὰς ὁμόσε προσηκούσας ἀντιθέσεις ἐπήνεγκεν, ἀλλ' ὅμοιον ποιεῖ ὥσπερ ἂν εἰ τὴν πρὸς ἕω τῶν τε Αἰθιόπων καὶ Ἰνδῶν εἰπεῖν ἀπαιτούμενος οἴκησιν, ὃ δ' ἐκ διαμέτρου τοὺς ἑσπερίους ἐπειρᾶτο δεικνύειν Κελτούς, καὶ ὅποι τὰ Βρετανῶν προσοικοῦσιν ἔθνη. ποῦ γὰρ ἢ ἀκόλουθος ἢ ἀντίθετος ἡ λύσις πρὸς τὸ προτεθέν, ὅτι τὸ ἐκ πολλῶν καὶ διαφόρων συγκείμενον σύνθετόν ἐστιν, ἣν αὐτὸς ἐπάγει, λέγω δὴ τὴν ἀναπόδεικτον ἀπόδειξιν καὶ τὴν ἀκατάσκευον κατασκευὴν καὶ τὸν ἀσυλλόγιστον συλλογισμόν, μᾶλλον δ' ἄμεσόν τε καὶ διεσπασμένον συμπέρασμα. ἐπεὶ γάρ φησι μία καὶ ἀμερὴς ἡ τοῦ θεοῦ οὐσία, κατὰ πλειόνων ἄρα εἰδῶν καὶ οὐσιῶν εἰσὶν αἱ διαφοραί. ἆρ' οὐ Δημοκρίτου δεῖ τὰ τοιαῦτα, πάνυ γελῶντος τὴν τοῦ ἀνδρὸς ἀμαθίαν, ἢ μᾶλλον Ἡρακλείτου θρηνοῦντος τὴν αὐτοῦ γε ἀπόνοιαν; τοσαύτης γὰρ ἃ λέγει τῆς ἀλογίας γέμει, ὡς μήτε τῷ λέγοντι ξυνιέντι εἶναι ὧν λέγει, μήτε τοῖς ἀκούουσι ξυνιεῖσιν ὧν ἀκούουσιν. ἵνα γὰρ τἆλλα σιγῇ παραδράμωμεν, τίνα κοινωνίαν ἐνταῦθα ἔχει τὰ νόθα ταυτὶ καὶ διάφορα τῶν αὐτοῦ προτάσεων ἀμαθῆ συμπεράσματα πρὸς τὰς προτεθείσας ῥήσεις τοῦ ἁγίου; ὃ δ' ἐκείνας ζητούμενος ταυτὶ συνεπέρανε, παραπαιδαγωγῶν καὶ μεθαρμόττων ἀσεβῶς εἰς τὸν οἰκεῖον τῆς ἀμαθίας κρημνόν. βαβαὶ τῆς καινῆς ἐπιστήμης καὶ τῆς γε τῶν φρενῶν λεπτότητος. καίτοι εἰ ἀντιλέγειν ἐβούλετο ἄντικρυς, φιλονεικότερον μὲν ἴσως, ἐλλογιμώτερον δ' οὖν, εἰ καὶ μὴ ὀρθῶς, εἶπεν ἂν καὶ αὐτὸς ἃ πολλάκις ἔνιοι τῆς μοχθηρᾶς αὐτοῦ φατρίας προύτειναν εἰς ἀντίθεσιν ῥήματα τοῦ ἁγίου αὐτοῦ κατὰ τῶν αὐτοῦ (δεδόχθω γὰρ ἄν, οἷς ἀσυνέτως μετιέναι ἔπεισι, ταῦτα ἀντίπαλα εἶναι ἀλλήλοις ἄλληλα), ἐκεῖνα δή φημι τὰ περὶ τῶν τοῦ Χριστοῦ δύο φύσεων τῷ ἁγίῳ λεχθέντα. τίνα δὴ ταῦτα; ἄνωθεν γὰρ ἀρξάμενος καὶ ἀποδείξεων ἐπιστημονικῶν καὶ θεοπρεπῶν τὸν λόγον ἐμπεπληκὼς ὁ θεῖος ἐκεῖνος Δαμασκηνὸς Ἰωάννης “εἶθ' ἑνωθεισῶν” φησίν “ἀλλήλαις κατὰ ἀλήθειαν τῶν δύο φύσεων εἰς μίαν ὑπόστασιν τοῦ υἱοῦ τοῦ θεοῦ, σώζεσθαι αὐτῶν τὴν οὐσιώδη διαφορὰν ὁριζόμεθα. τὸ γὰρ κτιστὸν μεμένηκε κτιστὸν καὶ τὸ ἄκτιστον ἄκτιστον, καὶ τὸ θνητὸν ἔμεινε θνητὸν καὶ τὸ ἀθάνατον ἀθάνατον, καὶ τὸ περιγραπτὸν περιγραπτὸν καὶ τὸ ἀπερίγραπτον ἀπερίγραπτον, καὶ τὸ ὁρατὸν ὁρατὸν καὶ τὸ ἀόρατον ἀόρατον.” καὶ μετ' ὀλίγα “ἴσμεν γάρ” φησίν, “ὥσπερ μίαν αὐτοῦ τὴν ὑπόστασιν, οὕτω καὶ τὴν τῶν φύσεων οὐσιώδη διαφορὰν σώζεσθαι.” πῶς δὲ σωθείη διαφορά, μὴ σωζομένων τῶν τὴν διαφορὰν ἐχόντων πρὸς ἄλληλα; ὁρᾷς ὡς οὐκ ἀπαγορεύει Ἰωάννης ὁ θεῖος ἐκ Δαμασκοῦ οὐδ' ἐκεῖ κατ' οὐδὲν τὸ παράπαν ἃ νῦν ἐπὶ τοῦδε συντίθεται; ἦ γὰρ ἂν ἦν αὐτὸς ἑαυτῷ μαχόμενος. ἀλλὰ τοῖς ἐκ τῶν τοιούτων διαφορῶν συγκεῖσθαι τὴν θείαν φάσκουσιν οὐσίαν ἐπιτιμᾷ, καὶ ἀνασοβεῖ μὴ λέγειν οὐσιώδεις διαφορὰς ἐπὶ θεοῦ, αἳ τὴν οὐσίαν συντιθέναι λέγονται ὡς ἐφ' ἡμῖν, ἀλλ' αἳ διαστέλλουσιν ἐκ τῶν κτιστῶν οὐσιῶν· τὸ γὰρ τῆς θείας οὐσίας ἑνιαῖον παντάπασι καὶ ἁπλοῦν πάσης καὶ παντοίας πάντῃ διαφορᾶς ἀνεπίδεκτον. ἡ γὰρ διαφορὰ φυσικῶς ἑπομένην ἔχουσα τὴν ἑτερότητα, πληθυντικὸν εὐθὺς ἀριθμὸν συνεισάγει· ὅπου δ' ἀριθμὸς καὶ πλῆθος, ἁπλότης εἶναι οὐ συγχωρεῖται μοναδική. καθάπερ καὶ ὁ θεῖος Μάξιμος ἀμερές φησι τὸ θεῖον διότι καὶ ἄποσον. καὶ πάλιν πᾶσά φησι διαφορὰ τῆς ἄλλων πρὸς ἄλλα κατὰ τὸν τοῦ πῶς εἶναι λόγον ἀνομοιότητός τε καὶ ἑτερότητος οὖσα δηλωτική, τὸ ποσὸν τῶν διαφερόντων πραγμάτων συνεισάγειν ἑαυτῇ πέφυκεν, εἴτ' οὐσιῶν εἴτε ποιοτήτων εἴτ' ἰδιοτήτων· τὰ μὲν γὰρ μὴ ἀλλήλοις πάντῃ ταὐτὰ ἕνα καὶ τὸν αὐτὸν τοῦ εἶναι οὐδαμῶς ἐπιδέχεται λόγον, τὰ δὲ πάντῃ ἀλλήλοις ταὐτὰ διαφορᾶς ἀνεπίδεκτα. καὶ γὰρ ἁπλοῦν ὡμολογηκὼς πρότερον εἶναι τὸ θεῖον, εἶτα τὸ πάντῃ φησὶν ἁπλοῦν διαφορᾶς εἶναι ἀνεπίδεκτον· διότι καὶ πάντῃ ταὐτὸν ἑαυτῷ καὶ μοναδικὸν καὶ ὅλον ὅλως ἄσχετον, ὡς τὸ ἐν ποσῷ γένος οὐκ ἔχον κατηγορούμενον, καὶ διὰ τοῦτο παντελῶς οὐκ ἀριθμούμενον οὐδὲ διαιρούμενον. Ὁρᾷς πῶς ὅπου διπλόη φύσεων καὶ ἀριθμός, ἐκεῖ καὶ τῆς διαφορᾶς χώραν ἐχούσης ἔστι καὶ διαίρεσις εὐθὺς καὶ μερισμός, ὅπου δ' ἁπλότης μοναδική, ξένη τὸ παράπαν ἐκεῖ καὶ ἀφόρητός ἐστιν ἡ διαφορὰ καὶ ὁ μερισμός; ὥστε συλλογιστέον καὶ τὸν Δαμασκηνὸν Ἰωάννην μηδαμῇ μαχόμενον εἶναι δοκεῖν αὐτὸν ἑαυτῷ, ὅτ' ἐκεῖ μὲν λέγει τὸ ἄκτιστον καὶ ἀθάνατον καὶ τὰ τοιαῦτα μὴ εἶναι διαφορὰς οὐσιώδεις, ἐνταῦθα δὲ τὴν οὐσιώδη σώζεσθαι διαφορὰν ἐπὶ τῆς εἰς μίαν ὑπόστασιν ἑνώσεως τῶν δύο φύσεων τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ μένειν τό τε κτιστὸν κτιστὸν καὶ τὸ ἄκτιστον ἄκτιστον, καὶ ἔτι τὸ θνητὸν θνητὸν καὶ τὸ ἀθάνατον ἀθάνατον, καὶ τὰ τοιαῦτ' ὁμοίως ἅπαντα· ἀλλὰ τὸ προσῆκον ἑκατέρᾳ διδόντα διδασκαλίᾳ, σύμφωνα φθέγγεσθαι καθάπαξ ἑαυτῷ καὶ τῇ ἀληθείᾳ. προσεκτέον δὲ καὶ τῷ θείῳ Μαξίμῳ τὸν Παλαμᾶν διὰ τῶν εἰρημένων ἄντικρυς ἐλέγχοντι, τό τε ἁπλοῦν τῆς μιᾶς ἐξωθοῦντα θεότητος, καὶ πολλὰς τὰς διαφορὰς καὶ συνθέσεις ταῖς αὐτοῦ χαριζόμενον θεότησι, μᾶλλον δ' εἰπεῖν θεαῖς καὶ θεοῖς οἰκειότερον. Ἀλλ' ἐπανακτέον τὸν λόγον. ἐπὶ μὲν γὰρ τῶν συνθέτων ἡμῶν αἱ οὐσιώδεις διαφοραὶ διπλῆν ποιοῦσι καὶ τὴν σημασίαν. τά τε γὰρ ὑπὸ τὸ ζῶον εἴδη συντιθέασιν εἰδοποιοῦσαι, καὶ πρός γε ἔτι τῶν ἑτεροφυῶν διαστέλλουσιν οὐσιῶν. ἐπὶ δὲ τῆς μακαρίας ἐκείνης καὶ ἑνιαίας οὐσίας θάτερον μέν, τὸ τῆς συνθήκης, ἀπηγορευμένον τοῖς θείοις ἐνομίσθη πατράσι, θάτερον δέ, τὸ τῆς ἐκ πασῶν τῶν κτιστῶν διαστολῆς οὐσιῶν, καὶ σφόδρα συνδέδοκται· ἑνωθεισῶν γὰρ ἀλλήλαις φησὶ τῶν δύο φύσεων εἰς μίαν ὑπόστασιν τοῦ υἱοῦ τοῦ θεοῦ, σώζεσθαι αὐτῶν τὴν οὐσιώδη διαφορὰν ὁρίζοντα θεότητος καὶ ἀνθρωπότητος. Τὶ πρὸς ταῦτα φῄς, ὦ φίλε Θεότιμε; ἦ γὰρ οὐ λεληθέναι δοκεῖ σοι σαφῶς ἑαυτὸν ὁ Παλαμᾶς βακχικώτερον κατὰ τοὺς μαινομένους τρόπον ταῖς θείαις γραφαῖς προσιών, καὶ μεθαρμόζων ἀμούσως καὶ πόρρω θέων βαλβίδος εἰπεῖν, πῶς μὲν ἑκὼν πῶς δ' οὐχ ἑκών, καὶ μηδέσι συμφωνῶν, μήτε τοῖς οἰκείοις καὶ ὁμογνώμοσιν αὐτῷ τὴν δυσσέβειαν, μήτε τοῖς ἀντιθέτοις, μήθ' ἑαυτῷ; εἰ δὲ βούλει, μικρὸν ἀναμείνας ἀκούσῃ καὶ ἃ μεταξὺ λέγων ὁ Γρηγορᾶς περὶ τῆς τοῦ Παλαμᾶ κακονοίας συνελογίσατό τε καὶ ἀπεφήνατο. ἐκεῖνα μὲν γάρ φησιν οὐ προσίεται, δεδιὼς τὸν αὐτόθεν κατ' αὐτοῦ φυόμενον ἔλεγχον ἐκ τοῦ εὐθέος, ἅτε σύνθεσιν αὐτὸς κατὰ τῆς θείας ἐπινοῶν καὶ λέγων οὐσίας· ταῦτα δ' αὖ λήθης ἑκὼν παραπέμπει βυθοῖς, ἅτε καὶ αὐτοῖς ἐναντιούμενος ἄντικρυς καὶ λέγων καὶ γράφων. μεμενηκέναι γὰρ ὁ ἅγιος ἔφη τὸ ἀόρατον ἀόρατον καὶ τὸ ἀπερίγραπτον ἀπερίγραπτον, καὶ τὸ ἄκτιστον ὁμοίως καὶ τὸ ἄπειρον, καὶ οὕτω σώζεσθαι σαφῶς τὴν τῶν δύο φύσεων οὐσιώδη διαφοράν· ὃ δὲ μιγνύει τὰ ἄμικτα, φύρδην οὕτως συγχέων καὶ ἀνακεραννὺς κακοτρόπως καὶ ἀμαθῶς. οὔτε γὰρ τὸ ἀόρατον μένειν ἀόρατον δίδωσι κατὰ τὴν τοῦ ἀκτίστου τε καὶ ἀπείρου φύσιν καὶ ἰδιότητα, οὔτε τὸ ἀπερίγραπτον ἀπερίγραπτον· ἀλλ' ἐν τῇ τοῦ περιγραπτοῦ καὶ ὁρατοῦ φύσει ταῦτα παρὰ φύσιν ὁ μάταιος συνελαύνει. καὶ ἅμα τῇ τῶν κτισμάτων. πῶς γὰρ ἂν ἔτι δύναιτο μένειν τὸ ἄκτιστον ἄκτιστον ὁρώμενόν τε καὶ περιγραφόμενον σωματικοῖς ὀφθαλμοῖς, τὸ νοεροῖς, καὶ ταῦτα κεκαθαρμένοις, οὐδ' ὅλως δυνάμενον· ὡς γὰρ ἥ τε ἐπιστήμη καὶ ὁ ταύτῃ ἑπόμενος Νύσσης Γρηγόριος φάσκει, τὸ περιγεγραμμένον ἄπειρον οὐ δύναται εἶναι· ὃ δὲ μὴ ἄπειρον, πεπερασμένον πάντως. πεπερασμένος ἄρα ὁ διάφορος τῆς θείας οὐσίας Παλαμίτης ἄκτιστος θεὸς καὶ ὁμοφυὴς τῷ ἀνάρχῳ καὶ ἀκτίστῳ γίνεται Παλαμᾷ. τὰ γὰρ τούτου τοῦτον ἐλέγχει γράμματα, ὡς δειχθήσεται ἑαυτόν τε καὶ εἴ τις βούλοιτό οἱ προσιέναι, πάντας ἄρδην ἀκτίστους δύνασθαι ποιεῖν ἰσχυριζόμενος· οὕτως εὔωνον παντάπασι τὸ τῆς ἀκτιστότητος γέγονε χρῆμα τῷ καταράτῳ, καὶ οἷον ἂν ἐξ ἀγορᾶς τις πρίαιτο δραχμῆς. Ἐκεῖνο δὲ πῶς ἄν τις κωφὸν παραδράμοι, τό, ἐπεὶ μία καὶ ἀμερὴς ἡ τοῦ θεοῦ οὐσία, διὰ τοῦτο διαφορὰς οὐκ ἔχει οὐσιώδεις. ἐχρῆν γὰρ αὐτῷ μὴ ἀνατρέπειν τοὺς ὅρους καὶ τοὺς ἐπιστημονικοὺς κανόνας τοῦ τε αἰτίου καὶ αἰτιατοῦ, μηδ' ἀντιστρέφειν ἀμαθῶς οὑτωσί· ἐπὶ γὰρ τῶν ἰδίων τε καὶ ἴσων ἀλλήλοις τὰ τῆς ἀντιστροφῆς συγχωρεῖται, ὡς τοῦ γελαστικοῦ τοῦ ἀνθρώπου καὶ τοῦ χρεμετιστικοῦ τοῦ ἵππου, καὶ οὐκ ἔνθα τὸ μεῖζόν τε καὶ ἔλαττον ἢ τὸ πρῶτον καὶ δεύτερον θεωρεῖται. αἴτιον γὰρ κἀνταῦθα καὶ πρῶτον, οὐχ ὡς ἀμαθῶς αὐτός φησι, διότι ἀμερὴς ἡ οὐσία, διὰ τοῦτο διαφορὰς οὐκ ἔχει οὐσιώδεις· ἀλλὰ τοὐναντίον, εἰ καὶ τοῦτο δοίη τις ἐνταῦθα, διότι διαφορὰς οὐκ ἔχει οὐσιώδεις, διὰ τοῦτ' ἴσως ἐστὶ καὶ ἀμερής. καί τοι ἐχρῆν κἀνταῦθα τεχνικῶς διελόντα πρότερον εἰπεῖν, ποτέρας τῶν οὐσιωδῶν διαφορῶν ἐνταῦθα λαμβάνει. τὰς μὲν γάρ φασιν εἶναι καθ' ἃς ἄνωθεν κάτω τὰ γένη διαιρεῖται εἰς εἴδη καὶ ταῦτα εἰς ἄτομα, ἢ μᾶλλον εἰπεῖν τὰ ὅλα εἰς μέρη (ὅλον γὰρ ἑκάτερον, τό τε γένος καὶ τὸ εἶδος, καὶ ὅσα οὑτωσὶ πρὸς ἄλλα διαιρεῖται), τὰς δὲ καθ' ἃς τὰ διαιρεθέντα εἰδοποιεῖται. ὅμως ἐξ ἧς ἐπιφέρει γραφικῆς μαρτυρίας, δῆλον ὅπως ποτὲ καὶ τοῦτο ποιεῖ, ὅτι τὰς διαιρετικὰς καὶ ἄνωθεν ἐκ τῶν φύσει προτέρων εἰς τὸ κάτω μεριζομένας πλῆθος ὁμολογεῖ, ἄκων μὲν καὶ ἀμαθῶς κατὰ τὸ αὐτόματον εἰπεῖν, ποιεῖ δ' οὖν. πληθύνεσθαι γὰρ τὸ τοῦ θείου φάσκει Μαξίμου τὸν θεὸν τὸ καθ' ἕκαστον εἰς παραγωγὴν τῶν ὄντων βουλήματα ταῖς προνοητικαῖς προόδοις πολλαπλασιαζόμενον, μένειν δ' ἀμερίστως ἕνα καθάπερ τὸν ἥλιον ἀκτῖνας πολλὰς προπέμποντα, μένοντα δ' ἐν τῇ ἑνότητι· τὸ γὰρ πληθύνεσθαι τὸν ἕνα θεὸν ταῖς προνοητικαῖς προόδοις, τουτέστι τοῖς τε ἐγκοσμίοις καὶ ὑπερκοσμίοις θαύμασι, διαιρεῖσθαι καὶ μερίζεσθαί ἐστιν ἀναλόγως, συμμαρτυρεῖν κἀνταῦθά οἱ ψευδόμενος καὶ συκοφαντῶν τὸν θειότατον Μάξιμον. εἰς γὰρ ἕτερον τὴν ῥῆσιν μεταφέρει νοῦν, κακοτρόπως συγκυκῶν καὶ ἀναμοχλεύων. περὶ ἧς καὶ πλείω λέγειν καὶ ἐξετάζειν καὶ διδάσκειν κἀνταῦθα τὸν ἀμαθῆ βουλόμενος ἔγωγε προσήκοντα νῦν τὸν καιρὸν οὐχ ὁρῶ· ὅ τε γὰρ τῶν ἄλλων ἄνωθεν ἀνθέλκων εἱρμὸς οὐκ ἐᾷ διατρίβειν με, καὶ ἅμα πρὸς ἄτεχνόν τε καὶ κακότεχνον ψυχὴν οὐκ εἰσιέναι δύναιτ' ἂν ῥᾳδίως οὔτε γοῦν βραχύ τι τῶν εὐλόγων μέρος οὔτε μὴν ἐν βραχυτάτῳ μέρει χρόνου. Ὅμως ἵν' ἐκεῖθεν ἀναλάβωμεν ἐπανιόντες αὖθις τὸν λόγον, καὶ τῶν ἀτόμων οὐσιῶν ἑκάστη μία καὶ πρώτη καὶ ἀδιαίρετός ἐστι, καὶ κατ' αὐτό γε τοῦτο καὶ ἀμερής. οὔτε γὰρ εἴδει οὔτε ἀριθμῷ εἶναι καθ' αὑτὴν μεμαθήκαμεν οὐδεμίαν αὐτῶν· διὰ γὰρ τοῦτο καὶ ἀτόμους οὐσίας φαμὲν τὰ τοιάδε· ἀλλ' οὐσιώδεις ὅμως ἔχουσι διαφορὰς ἐν τῷ οἰκείῳ ὅρῳ. οὐδὲ γὰρ οὐδὲν οὔτε τῶν ὁριζομένων οὔτε τῶν διαιρουμένων ἢ μεριζομένων ὑφ' αὑτὸ τὰς οὐσιώδεις ἔχει διαφοράς, ἀλλ' ἄνωθεν κατιόντα δέχεται τὸν συντιθέντα ὁρισμόν, ἐκ γένους ὄντα καὶ συστατικῶν διαφορῶν· ὁριζόμενοι γὰρ τὸν ἄνθρωπον οὐ τὰς ἀτόμους καὶ φύσει δευτέρας οὐσίας κάτωθεν ἀνιχνεύοντες λέγομεν, φέρε εἰπεῖν ἐκεῖνο δὴ τὸ ῥηθὲν ὑφ' Ὁμήρου «γυρὸς ἐν ὤμοισι, μελανόχροος, οὐλοκάρηνος,» καὶ εἴ τί που τοιονδὶ ταῖς καθ' ἕκαστα καὶ μερικαῖς συμπέπτωκεν οὐσίαις· ἀλλὰ ζῶον εἶναί φαμεν λογικὸν θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἐκ τῶν ἄνωθεν καὶ φύσει πρώτων δηλοῦντες αὐτόν, ἐπεὶ μήδε φαμὲν ἄνθρωπον εἶναι διὰ τὸ ἔχειν ὑφ' αὑτὸν Πλάτωνα καὶ Σωκράτην καὶ τὰς τοιαύτας, ὡς ἔφημεν, ἀτόμους οὐσίας καὶ ἀμερεῖς, ἀλλ' ὅτι διὰ τοῦ γένους τοῦ ζώου καὶ τῶν εἰρημένων συστατικῶν διαφορῶν εἰδοποιεῖται καὶ περιγράφεται καὶ εἰς ὡρισμένην καθίσταται φύσιν. ὁ δὲ Παλαμᾶς ἐξ ἀμαθίας μακρᾶς ἄνω ποταμῶν, τὸ τῆς παροιμίας, χωρεῖν τὰς πηγὰς ἀναγκάζει, λέγων ὡς ἐπεὶ μία καὶ ἀμερὴς ἡ τοῦ θεοῦ οὐσία, διὰ τοῦτο διαφορὰς οὐκ ἔχει οὐσιώδεις. καὶ μὴν τὸ ἐπεί σύνδεσμός ἐστι κατασκευαστικός, καὶ ὕπαρξιν καὶ τάξιν ἀκολουθήσεως αἰτιατικὴν δηλῶν, ἅτε συναπτικὸς τῶν ἑκατέρωθεν ἄκρων ὑπάρχων καὶ τὴν αἰτίαν ἔχων αὐτῶν. τούτῳ δ' οὕτω δι' ἀμαθίαν ἀνατεθόλωται τὰ εἰρημένα ὡς Κάλχαντός τινος δεῖσθαι μάντεως Ὁμηρικοῦ. ἀλλ' οὐδ' ἐκεῖνον οἶμαι δυνηθῆναι ἂν τῷ ἀνακολούθῳ τῆς θέσεως, εἰ παρῆν, τὴν λύσιν παρασχεῖν· πῶς γάρ, ἃ μηδ' αὐτὸν λύειν οἶμαι δύνασθαι τὸν ἐξ ἰδίας γαστρὸς ἐρευγόμενον τὰ τοιάδε. ἃ γὰρ αἰτιώδει λόγῳ τίθενται, ταῦτα δήπουθεν καὶ λόγῳ λύονται τοιῷδε, ἃ δὲ μή, ταῦτα δὲ μή. Σκεπτέον οὖν ἂν εἴη καὶ τὴν ὑστέραν ταύτην ἀμαθίαν ἐπὶ τῇ προτέρᾳ αὐτοῦ· οὐδὲ γὰρ οἶδεν ὡς τῶν πρός τι ὂν τὸ αἴτιον ἅμα ἐστὶ τῷ αἰτιατῷ καὶ ἄνευ αὐτοῦ νοεῖσθαι οὐκ ἔχει, ἅτε σχετικήν τινα καὶ συνδετικὴν δύναμιν ταύτην πρὸς ἄλληλα τῶν ἄκρων ἐχόντων· οἷον ὡς ἐν ὑποδείγματι βραχεῖ, πολλαχῶς λεγομένου τοῦ αἰτίου, ποιητικόν ἐστιν αἴτιον, ὡς ὁ οἰκοδόμος τοῦ οἴκου· τελικόν, ὡς ἡ σκέπη δι' ἣν ὁ οἶκος· ὑλικόν, ὡς λίθοι καὶ ξύλα ἐξ ὧν ὁ οἶκος· εἰδικόν, ὡς ἡ διατυπουμένη καὶ εἰδοποιουμένη μόρφωσις ἐν τῷ φανταστικῷ τοῦ τεχνίτου· παραδειγματικόν, ὡς ἕτερος οἶκος πρὸς ὃν ἀφορῶν ὁ τεχνίτης τὸ ἀνὰ χεῖρας ἔργον τελεῖ· φυσικόν, ὡς ὁ πατὴρ τοῦ υἱοῦ. εἰσὶ καὶ ἀλλήλων αἴτια, ὡς τῆς εὐεξίας τὸ πονεῖν καὶ τοῦ πονεῖν ἡ εὐεξία. λέγουσι δ' ἔνιοι τῶν σοφῶν καὶ τὴν τύχην κατὰ συμβεβηκὸς συναίτιον ἐνίοτε ἐν τοῖς κατὰ προαίρεσιν ἕνεκά του γινομένοις. τοσούτων τοίνυν καὶ πλειόνων ὄντων τοῦ αἰτίου εἰδῶν, καὶ πάντων σαφῆ τὴν πρὸς ἄλληλα κεκτημένων συνάφειαν, λεγέτω μοι παρελθὼν ἐκεῖνος ὑπὸ ποίων τούτων ἀνάγει τὴν τῶν αὐτῷ γε νῦν εἰρημένην σχέσιν. τριῶν γὰρ τοὐλάχιστον ὅρων ἐν τοῖς συλλογισμοῖς ἀεὶ λαμβανομένων, τὴν συνδετικὴν τῶν ἄκρων ἐξ ἀνάγκης ἔχειν ὁ μέσος αἰτίαν ὀφείλει. ἀλλ' οὐχ οὕτω καὶ τῇ τοῦ Παλαμᾶ δοκεῖ ἀμαθίᾳ· ὅμοιον γὰρ τὸ παρ' αὐτοῦ λεγόμενόν ἐστιν ὥσπερ ἂν εἴ τις ἔλεγεν ὅτι, ἐπείπερ ἡ χιὼν λευκή ἐστι, διὰ τοῦτο οὐκ ἔστιν αἰσθητικόν· ὡς γὰρ ἐνταῦθα συνάφειαν μεταξὺ σχετικὴν οὐδεμίαν ἡ λευκότης ἔχει πρὸς τὸ αἰσθητικόν, ἀναγκαίως ἐφελκομένην τὰ ἄκρα πρὸς ἑαυτήν (ἑτερογενὲς γὰρ ἑκάτερον ἑκατέρου), οὕτως οὐδ' ἐκεῖ πρὸς τὸ τῆς οὐσίας ἀμερὲς τὸ ἥκιστ' ἔχειν οὐσιώδεις διαφοράς. ἔπειτα καὶ τὴν θείαν οὐσίαν διαφέρειν φάσκοντες τῶν τε ἐγκοσμίων καὶ ὑπερκοσμίων πασῶν οὐσιῶν, οὐδαμῇ τῷ ταύτης ἀμερεῖ ἐνοχλοῦμεν· ταύτης γὰρ τὸ ἀμερὲς οὐ κατὰ τὰς ἐν κόσμῳ ταύτας ἀτόμους ἐστὶν οὐσίας (ἠλίθιον γὰρ καὶ νοεῖν καὶ λέγειν τουτί), ἀλλ' ὅτι ἀσώματόν τε καὶ ἄογκον καὶ ἄναρχον καὶ ἀπερίγραπτον καὶ ὑπερούσιον καὶ πάντων ἥκιστα ὁρισμοῖς καὶ μερισμοῖς τεχνικοῖς ὑποπῖπτον, πλὴν εἰ μὴ διὰ τὴν τῷ θείῳ Βασιλείῳ συγκαταβατικώτερον μέν τινα τρόπον, ἐμφιλοσόφως δ' οὖν καὶ κατ' ἐπιστήμην ἐξενηνεγμένην ἀποφαντικὴν ῥῆσιν, ὡς ἐπὶ τῆς ἁπλῆς καὶ ἀσωμάτου φύσεως τὸν αὐτὸν ἡ οὐσία τῇ ἐνεργείᾳ δέχεται λόγον, φαίη τις ἂν ὁριζόμενος ὡς πρᾶγμά γε εἴη αὐθύπαρκτον ἡ οὐσία μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν. ἐκείνῃ γὰρ μόνῃ τῇ θείᾳ καὶ ἁπλουστάτῃ φύσει τὸν τοιοῦτον προσήκειν φαμὲν ὁρισμόν, ἑτέρᾳ δ' οὐδεμιᾷ τῶν κτιστῶν ἁπασῶν. σύνθετοι γὰρ ἅπασαι, πᾶν δὲ σύνθετον ἐκ διαφόρων ἔχει τὸ εἶναι· ὧν ἕκαστα δεῖται ἀλλήλων. οὐκ ἂν οὖν ἀνενδεᾶ εἴη οὔτε τὰ μέρη οὔθ' ὅλον ἐξ ἐνδεῶν συμπληρούμενον. σαφῆ γὰρ τὴν ἀπόδειξιν ἔχει τοῦ πρὶν τῆς ἑκάστων ἐκείνων προσθήκης ἐνδεὲς εἶναι. καὶ ἅμα ἀρχόμενον, οὐκ ἄρχον· ἡττᾶσθαι γὰρ ἀνάγκη οὗ δεῖται τὸ ἐνδεές. ᾧ δέ τι ἥττηται, τούτῳ καὶ δεδούλωται. ὃ δὲ δοῦλον, οὐκ ἂν εἴη κύριον οὐδ' αὐθύπαρκτον. οὐκ ἄρα, πλὴν μόνης τῆς θείας οὐσίας, τῶν ἄλλων οὐδεμιᾷ τὸ κυρίως ἁρμόττει αὐθύπαρκτον. οὐσιῶν γὰρ πεποιωμένων εἶναι ποιητὴν τὸν θεὸν ὁ θεῖός τε ἀπεφήνατο Μάξιμος, καὶ ἡ φύσις αὐτὴ διδάσκαλος ταῖς συνέσει διαφερούσαις αἰσθήσεσι γίνεται. μόνη γάρ, φησίν, ἁπλῆ καὶ ἀνενδεὴς καὶ ἄτρεπτος ἡ δημιουργικὴ τῶν ὅλων οὐσία τῆς ἁγίας τριάδος. πᾶσα δὲ κτίσις σύνθετός ἐστιν ἐξ οὐσίας καὶ ποιότητος. πᾶσα δὲ ποιότης ὑποκειμένης πάντως οὐσίας ἐστί, περὶ ἣν καὶ θεωρεῖται καὶ λέγεται, τὸ καθ' αὑτὴν εἶναι οὐδαμῶς ἔχουσα. διὸ καὶ δίχα ποιοτήτων ἀναλόγων ἑκάστοις οὐκ ἔστιν εὑρεῖν οὐδεμίαν οὐσίαν ὑφίστασθαι δυναμένην ἐν κόσμῳ. οἷον ὡς ἐπὶ ὑποδείγματος, εἴ τις ἀφέλοι, ἐνεργείᾳ μὲν οὐκ ἂν φαίην (ἀδύνατον γὰρ τουτί) ἐπινοίᾳ δ' οὖν ὅμως, λίθου τινός, ἢ μᾶλλον εἰπεῖν, τὰς τῆς χιόνος ἐμφύτους ποιότητας, τήν τε λευκότητα δηλαδὴ καὶ ψυχρότητα καὶ ὑγρότητα καὶ εἴ τι τοιοῦτον, εἶναι τὸ λειπόμενον πάντως οὐδέν. ὃ δ' οὐδὲν καθ' αὑτό, πῶς αὐθύπαρκτον; καὶ ἐπὶ τῶν ὄντων εὑρήσεις ἁπάντων ὁμοίως ἀεὶ καὶ πασῶν οὐσιῶν τουτοΐ. Ἔχεις τοίνυν, ὦ φίλε Θεότιμε, διὰ βραχέων ὁρᾶν τοὺς ἀκανονίστους καὶ πόρρω παντὸς κανόνος κανόνας τοῦ Παλαμᾶ, καὶ τὰς ἀκαθέκτους καθέτους, καὶ τὴν ἀστάθμητον, ἵν' οὕτως εἴπω, στάθμην τῆς Λεσβίας οἰκοδομῆς, τοὺς ἀσυλλογίστους λέγω συλλογισμούς, ὁποίους δι' ἀμαθίαν πονηρῶν ἐξεμεῖ θησαυρῶν τῆς ἀτόπου γαστρὸς ἐκεῖνος, καὶ ὅπως κηλίδων μακρῶν καὶ ἀκαίρων ἐμπέπληκεν, οὖσαν ἀνενδεᾶ τε καὶ ὑγιαίνουσαν, τὴν εὐσέβειαν ὁ ταλαίπωρος, μάτην ἐκχέας κατὰ τὸν σοφὸν Σοφοκλέα τὴν ἄτοπον γλῶτταν αὐτοῦ κατ' αὐτῆς. οὔτε γὰρ ἐλεύθερον ἑαυτὸν τῆς ἐπενηνεγμένης αὐτῷ κατηγορίας φυλάξαι δεδύνηται, καὶ ἅμα φανερὸν ἐπεπράχει πολλῇ μὲν συζῶντα τῇ ἀμαθίᾳ, πλείονι δὲ τῇ τῆς αἱρέσεως κακοδοξίᾳ. διόπερ ἀκούει δικαίως ἃ μὴ βεβούληται, φράσας ἀδίκως ὅσα βεβούληται, οὐ μόνον ὅτι βέβηλος καὶ δυσσεβής, ἀλλ' ὅτι γε καὶ προῖκα βέβηλος καὶ δυσσεβής, καὶ πάντας δυσσεβεῖς τοῖς ἄγαν βεβήλοις νικῶν, καὶ πρεσβεῖον κακόδαιμον εἰς μοχθηρῶν πραγμάτων ὑπερβολὴν ἐκτιννὺς ἑαυτῷ. Καὶ περὶ μὲν τοῦ πρώτου σοι προτεθέντος ζητήματος ἀπόχρη τὰ εἰρημένα· περί γε μὴν τοῦ δευτέρου, τῆς Ἀθανασίου λέγω τοῦ θείου ῥήσεως, οὑτωσί πως ἀπήντησεν αὖθις ὁ Γρηγορᾶς, ἐπεξεργαζόμενος μὲν αὐτῷ διὰ μαρτυριῶν γραφικῶν, ἅμα δ' ἀναπληρῶν καὶ τὰ ἐνδέοντα τῷ προτέρῳ ζητήματι. οἶσθα γάρ, ὦ φίλε Θεότιμε, ἐν τῇ πρὸς Ἄρειον διαλέξει φάσκοντα Ἀθανάσιον ὡς οὐχ ἕνεκεν κτιστῶν πραγμάτων ἔφη ὁ σωτὴρ «πάντα ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστιν,» ἀλλ' ὅσα ἀνῆκε τῇ θεότητι τοῦ πατρός, ταῦτα ἴδια ἔφη ὁ κύριος, οἷον τὸ ἄφθαρτον, τὸ ἄτρεπτον, τὸ ἀκατάληπτον, τὸ δυνατόν, τὸ προγνωστικὸν καὶ ὅσα ἐστὶν ὁ πατήρ, ταῦτα ἴδια τοῦ υἱοῦ τυγχάνει. ἐνταῦθα τοίνυν ὁ Γρηγορᾶς τὸν μέγαν ἔφασκεν Ἀθανάσιον διὰ τῆς πληθυντικῆς ἀπαγορεύσεως, τῆς οὐχ ἕνεκεν κτιστῶν πραγμάτων, ἀναιρεῖν μὴ ὅτι οὐ κτιστά, ἀλλ' ὅτι οὐδὲ πράγματα. εἰ δὲ μὴ καὶ τὴν θέσιν τῇ ἀρνήσει ἐπήνεγκεν, ἥκιστα τοῦτο καινόν. φησὶ γὰρ καὶ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος εἶναι πολλὰ τῶν οὕτω λεγομένων, ἀρνητικῶς μὲν οὐ θετικῶς δέ. ὡς τὸ «οὐ γὰρ ἐκ μέτρου δίδωσιν ὁ θεὸς τὸ πνεῦμα.» οὔτε γὰρ δίδωσιν οὔτε μεμετρημένον· οὐ γὰρ μετρεῖται παρὰ θεοῦ θεός. καὶ οὕτως εὐθὺς ἀναιρεῖ προφανῶς ἐκείνους οἳ πολλά τε πράγματα καὶ ἅμα ἄκτιστα οἴονται τὰ θεοπρεπῆ τε καὶ κατὰ τὴν προφορὰν πολλὰ τῶν ὀνομάτων· οὐχ ἕνεκεν γάρ, φησί, πραγμάτων πολλῶν ἔφη ὁ σωτὴρ ἐκεῖνα τὰ πάντα. ἀδύνατον γὰρ μὴ κτιστὰ εἶναι, ἃ πολλά τέ ἐστι καὶ πληθυντικῶς λέγεται. μονὰς γὰρ ἡ θεία φύσις εἴτουν ἡ ἁγία τριάς, καὶ ἓν καὶ οὐ πολλά, ὡς πολλάκις ἡμῖν ἀνωτέρω διὰ γραφικῶν συνεπεράνθη δείξεων. φησὶ γὰρ καὶ ὁ θεῖος ἐκ Δαμασκοῦ Ἰωάννης, ὡς εἰ πολλοὺς ἐροῦμεν θεούς, ἀνάγκη διαφορὰν ἐν τοῖς πολλοῖς θεωρεῖσθαι. εἰ δ' οὐδεμία διαφορὰ ἐν αὐτοῖς, εἷς μᾶλλον καὶ οὐ πολλοί. οὐ γὰρ ἂν διέφερον ἀλλήλων τὰ διαφέροντα κατὰ τὸν θεῖον Μάξιμον, εἰ μὴ τῶν λόγων οἷς γεγόνασιν ἐχόντων διαφοράν· οὔτε γὰρ τὸ τέλειον οὔτε τὸ ἄπειρον οὔτε τὸ ἀπερίγραπτον ἐν τοῖς πολλοῖς φυλάττεσθαι δύναται. Ὁρᾷς πῶς, ὅπου διαφορᾶς ὁ λόγος ἔννοιαν παρεισάγει, ἕπεται μὲν εὐθὺς τὸ πλῆθος, ἐλαύνεται δὲ τὸ ἓν μετὰ τοῦ τελείου καὶ ἀπείρου καὶ ἀπεριγράπτου καὶ ὅσα τῆς θείας οὐσίας ἴδια, μᾶλλον δ' ὅσα πέφυκέ τε καὶ ἔστιν ἡ θεῖα οὐσία; ὥσθ' ὅπου τὸ κυρίως ἕν, ὁ θεὸς δηλαδή, χώρα τοῖς πολλοῖς καὶ διαφόροις οὐκ ἔστιν οὐδ' ἡτισοῦν. οὐ γὰρ θέσιν τινὰ τὸ θεῖον ἐκεῖνο ἓν δηλοῖ, καθάπερ τὸ ἐν τοῖς κτίσμασι καταχρηστικῶς λεγόμενον καὶ ἐν τοῖς πολλοῖς θεωρούμενον ἕν. ὃ καὶ ἀρχὴν εἶναί φασι παντὸς ποσοῦ, καὶ πλὴν οὐσίαν οὐχ ὑφίστασθαι καθ' αὑτό, καὶ ἄνευ τοῦ ἑνὸς τούτου μὴ εἶναι πλῆθος. ἡ γὰρ μετάληψις τοῦ ἑνὸς καὶ τὸ εἶδος αὐτοῦ τὸ τῶν πολλῶν ὑφίστησι ποσόν. ὅθεν καὶ δεκὰς μία λέγεται, καὶ χιλιὰς καὶ μυριὰς καὶ τὰ ἔτι τούτων λεπτότερα, τετράς τε μία καὶ πεντὰς καὶ τὰ τοιαῦτα, καὶ ὅσα τῇ τοῦ εἴδους μετοχῇ ταυτίζονταί τε καὶ πρὸς τὸ ἓν ἀναφέρονται. καὶ γὰρ τὸ πολλὰ τοῖς μέρεσιν ἓν τῷ ὅλῳ, καὶ τὸ πολλὰ τοῖς συμβεβηκόσιν ἓν τῷ ὑποκειμένῳ, καὶ τὸ πολλὰ τοῖς εἴδεσιν ἓν τῷ γένει, καὶ τὸ πολλὰ ταῖς προόδοις ἓν τῇ ἀρχῇ. καὶ οὐ μόνον ἐπὶ τῶν διωρισμένων, ἀλλὰ καὶ τὰ συνεχῆ πάντα μεγέθη, εἰ φεύγει τὸ ἕν, εἰς πλῆθος κατὰ ἀντιπεπόνθησιν θρυπτόμενα, καὶ τὴν οὐσίαν ἣν εἶχεν ἀπόλλυσιν, οὐκέτι ὄντα ὃ ἦν. καθ' ὅσον γὰρ τὸ ἓν ἀπόλλυσιν, ἀλλάσσει καὶ τὸ εἶναι τμηθέντα, διὰ τὸ εἶναι τὸ ἓν ἁπάντων στοιχείων ἑνωτικόν τε καὶ συλληπτικόν, ὁπόσα γένεσίς τε βόσκει καὶ φθορά. ἡ γὰρ ἑτερότης διαφορὰν τοῦ ὄντος εἰσάγουσα, πρὸς ἔννοιαν τοῦ μὴ ὄντος ῥᾳδίως ἐξίστησιν. οὐ μὴν τὸ θεῖον ἓν ἐκεῖνο τοιοῦτον· ποιητικὸν γὰρ τούτων συνθέτων ὄντων, ἁπλοῦν παντάπασιν ὂν ἐκεῖνο καὶ ὑπερκόσμιον. οὐδὲ θέσιν τοιάνδε δηλοῖ, ἀλλ' ἄρσιν ἐκ τῶν πολλῶν, ὅσα τε αἰσθητὰ καὶ ὅσα νοητά. εἰ γὰρ τὸ κυρίως ὂν ἕν, ἔσται ἄρα καὶ τὸ ἓν κυρίως ὂν καὶ νοῦ παντὸς ἐπέκεινα. τοῦ δ' ἑνὸς ἐπέκεινα τῶν πάντων οὐδέν. ὅθεν καὶ εἰκὼν ὁ νοῦς τοῦ ἑνὸς ἐκείνου λέγεται. εἶναι γὰρ καὶ τὸν νοῦν φῶς ἄυπνον καὶ ζωὴν μένουσαν καὶ νόησιν οὐκ ἐνεργοῦσαν εἰς τὸ μέλλον, ἀλλ' εἰς τὰ παρόντα ἀεὶ καὶ ὡσαύτως ἔχοντα, σύμφωνά τε ὄντα ἑαυτοῖς καὶ οὐδαμῇ ποτὲ μαχόμενα. πρὸς δὴ τὸ τοιοῦτον ἕν, τὸν θεὸν δηλαδή, πάντ' ἐκεῖνα τὰ πολλὰ τῶν ὀνομάτων κατὰ τὸν θεῖον φέρονται Ἀθανάσιον, ἅ τε πρότερον ἐν ἄλλοις εἴρηκε λόγοις καὶ ἃ νῦν, τὸ ἄφθαρτον δηλαδή, τὸ ἄτρεπτον, τὸ ἀκατάληπτον, τὸ δυνατόν, τὸ προγνωστικόν, καὶ ὅσα ἐστὶν ὁ πατήρ. ἃ καὶ ἴδια καὶ τοῦ υἱοῦ φησὶν εἶναι, εἴτουν φυσικὰ καὶ οὐσιώδη, μᾶλλον δ' εἰπεῖν αὐτὸν εἶναι τὸν υἱόν. ὅσα γὰρ προσεῖναι λέγεται τῷ πατρὶ φυσικῶς τε καὶ οὐσιωδῶς κατὰ τὸν θεῖον Κύριλλον, ταῦτα πάντα ἐστὶν ὁ υἱός. τὸ ἄρα ἄφθαρτον καὶ ἄτρεπτον καὶ ἀκατάληπτον καὶ δυνατὸν καὶ προγνωστικὸν καὶ ὅσα ἐστὶν ὁ πατήρ, ταῦτα πάντ' ἐστὶν ὁ υἱός. εἰ γὰρ καὶ περιφραστικῶς καὶ κατὰ τήν γε ἡμετέραν λέγοιτο συνήθειαν, ἀλλ' οὐ νόθα καὶ ἐπίκτητα τὰ τοῦ υἱοῦ ἴδια· ἓν γὰρ καὶ ταὐτὸν τῇ θείᾳ καὶ ἁπλουστάτῃ φύσει νοεῖται καὶ ἐστὶ καὶ λέγεται πάντα. ὅσα γὰρ ἀνήκει τῇ θεότητι, φησίν, ἑνικῶς καὶ μονοειδῶς, τῇ μιᾷ δηλαδὴ καὶ ἁπλῇ καὶ μόνῃ, ταῦτα κοινὰ καὶ φυσικὰ πατρὸς καὶ υἱοῦ καὶ ἓν καὶ ταὐτόν, ἐπεὶ καὶ θεότης μία, καθάπερ καὶ φύσις. συνηγορεῖ δὲ καὶ Κύριλλος ἐν θησαυροῖς Ἀθανασίῳ, ἴδιον υἱοῦ τὸ πνεῦμα λέγων. ὅρα δὲ καὶ πῶς ἐν τῇ προτάσει πληθυντικῶς εἰπὼν πάντα ὅσα ἔχει ὁ πατὴρ καὶ ὅσα ἀνῆκε τῇ θεότητι τοῦ πατρός, ἔπειτ' εἰς ἓν ἀγαγὼν συνεπέρανεν, οὐχ ὅσα ἔχει ὁ πατήρ, ἀλλ' ὅσα ἔστιν ὁ πατήρ. καὶ γὰρ ἀφελὼν τήν τε τοῦ ἔχειν περίφρασιν καὶ τὴν τῶν πολλῶν καὶ κτιστῶν πραγμάτων ὑπόνοιαν, οὐχ ὅσα εἰσὶν εἶπεν οὐδ' ὅσα ἔχει ὁ πατήρ, ἀλλ' ὅσα ἐστὶν ὀνομαζόμενος θεοπρεπῆ δηλαδὴ παρ' ἡμῶν ὀνόματα, ἅτε καὶ τῆς θείας οὐ προσιεμένης ἐκείνης ἁπλότητος πληθυντικήν τινα ὅλως ἔννοιαν. ὁρᾷς πῶς ὁ μέγας Ἀθανάσιος κατ' ἐπιστήμην εἰς τὸ ἓν συνεπέρανε τὸ πληθυντικῶς εἰρημένον «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν,» ἀπηγορευκὼς πρότερον μὴ περὶ πραγμάτων πολλῶν καὶ κτιστῶν οἴεσθαι λέγειν ἐκείνην τὴν θείαν φωνήν. περὶ γὰρ ἑκτοῦ καὶ ἔχοντος καὶ ταὐτοῦ καὶ ἑτέρου καὶ τῶν τοιούτων μέμνησαι καὶ αὐτὸς ὡς ἀνωτέρω βραχὺ κατὰ χώραν ἑκάστῳ προσήκουσαν τεχνικὴν ἀποδέδεικται. Ἀλλ' εἰ βούλει, συνήγορος ἡμῖν καὶ ὁ θεῖος κεκλήσθω Βασίλειος, πάντα λέγων τὰ θεοπρεπῆ ὀνόματά τε καὶ νοήματα ὁμοτίμως ἔχει πρὸς ἄλληλα τῷ μηδὲν παρὰ τὴν τοῦ ὑποκειμένου διαφωνεῖν σημασίαν. ὅσα γὰρ ἄν, φησίν, εἴπῃς ἐπὶ θεοῦ ὀνόματα, καταφατικά τε δηλαδὴ καὶ ἀποφατικά, εἴτουν ἀπαγορευτικὰ καὶ ἀρνητικά, ἃ δὴ προσόντα τε καὶ μὴ προσόντα λέγεται πρὸς τῶν ἁγίων ἐνίοτε καὶ ἀλλαχοῦ, ἓν διὰ πάντων ἐστὶ τὸ σημαινόμενον, εἴτ' ἀγαθὸν καὶ δίκαιον καὶ τὰ οὕτω λεγόμενα καταφατικά, εἰτ' ἀθάνατον καὶ ἄφθαρτον καὶ τὰ οὕτω λεγόμενα ἀρνητικά. διὰ γὰρ ἐκείνων, ἃ προσεῖναι λέγονται, καταφάσκομεν, διὰ δὲ τούτων ἀπαγορεύομεν ἃ μὴ πρόσεστιν, ὡς αὐτὸς ἐν τοῖς περὶ θεοῦ λεγομένοις φησὶν ὀνόμασι κατ' Εὐνομίου φερόμενος. ὅθεν ὁ ἀνώνυμος πολυώνυμος ἡμῖν ἀποροῦσιν ὀνόματος τοῦ κυρίως ἁρμόττοντος γίνεται, πλείσταις διαφοραῖς ὀνομάτων ἀνακαλύψαι βιαζομένοις τὴν περὶ τοῦ θείου ἡμῖν ἐγγινομένην ὑπόνοιαν. ὄνομα γὰρ σημαντικόν, ὁ Νυσσαέων φάσκει Γρηγόριος, τῆς θείας φύσεως οὐκ ἐμάθομεν· δήλωσιν δὲ προσηγορίας τοιαύτης δι' ἧς ἐμπεριλαμβάνηται ἡ ἄφραστός τε καὶ ἀόρατος φύσις ἢ οὐκ εἶναι καθόλου φαμέν, ἢ πάντως ἡμῖν ἄγνωστον εἶναι. καὶ ἔοικε τὸ τῶν θεοπρεπῶν ὀνομάτων πλῆθος ταῖς ἐκ τῶν περάτων τοῦ κύκλου πρὸς τὸ κέντρον συναγομέναις εὐθείαις, μερισταῖς μὲν οὔσαις ἔξωθεν, τὸ δὲ κέντρον μερίσαι μὴ δυναμέναις, ἀλλὰ μᾶλλον, ὅσον ἐφικτόν, ἐνιζομέναις. ἐν γὰρ τῇ θεωρίᾳ, φησί, τῆς νοερᾶς φύσεως, διὰ τὸ ὑπερκεῖσθαι τῆς αἰσθητῆς αὐτὴν καταλήψεως, στοχαστικῶς τῆς διανοίας ὀρεγομένης τῶν ἐκφευγόντων τὴν αἴσθησιν, ἄλλοι ἄλλως κινούμεθά τε περὶ τὸ ζητούμενον, καὶ κατὰ τὴν ἐγγινομένην ἑκάστῳ περὶ τὸ ὑποκείμενον διάνοιαν, ὅπως ἂν οἷόν τε ᾖ, τὸ νοηθὲν ἐξαγγέλλομεν. ὁ δ' ἀμαθὴς Παλαμᾶς διὰ γνώμης ἀτόπου μοχθηροτέραν ἕξιν παρὰ φαῦλον τὰς τῶν ἁγίων ῥήσεις ποιησάμενος, τὴν τοῦ θεοῦ συνεκύκησεν ἐκκλησίαν, οὐκ οἶδ' ὁπότερον, εἴτ' ἄκων ἀγνοῶν τὴν ἐκείνων διάνοιαν, εἴθ' ἑκὼν βλασφημῶν καὶ ἐν ὑποκειμένοις καὶ διαφόροις πράγμασι, τὰ διάφορα τῶν πολλῶν ἐκείνων θεοπρεπῶν ὀνομάτων ἀσεβῶς ἐκλαμβάνων, καὶ πολλὰς καὶ διαφόρους ἐντεῦθεν ἀκτίστους κηρύττων θεοὺς καὶ θεότητας. οὐδὲ γὰρ οὐδὲ Γρηγορίου τοῦ Νύσσης, ὡς ἔοικε, βοῶντος ἀκήκοεν, ὡς ὅταν μὴ μίαν εἶναι τὴν προσκυνουμένην φύσιν πιστεύσωσιν οἱ ἄνθρωποι, ἀλλ' εἰς διαφόρους θεότητας ταῖς ἐννοίαις ἀπενεχθῶσιν, οὐκ ἔστιν ὃ στήσει τὴν περὶ τὸ θεῖον ὑπόληψιν προϊοῦσαν διὰ τῆς κτίσεως, ἀλλὰ τὸ νομισθὲν ἐν τῇ κτίσει θεῖον ἀφορμὴ πρὸς τὴν ἴσην ὑπόληψιν τῷ μετ' ἐκεῖνο θεωρουμένῳ γενήσεται, κἀκεῖνο τῷ ἐφεξῆς, καὶ διὰ πάντων ἡ τῆς ἀκολουθίας ταύτης πλάνη διενεχθήσεται, τῆς πρώτης ἀπάτης διὰ τῶν παρακειμένων μέχρι τῶν ἐσχάτων διεξιούσης· εἶτα ὡς ἂν μὴ τοῦτο, φησί, πάθοιμεν καὶ ἡμεῖς οἱ πρὸς τὴν ἀληθινὴν θεότητα βλέπειν παρὰ τῆς γραφῆς διδασκόμενοι, πᾶν τὸ κτιστὸν ἔξω τῆς θείας φύσεως νοεῖν ἐπαιδεύθημεν, μόνην δὲ τὴν ἄκτιστον φύσιν λατρεύειν τε καὶ σεβάζεσθαι, ἧς χαρακτήρ ἐστι καὶ γνώρισμα τὸ μήτε ἄρχεσθαι τοῦ εἶναί ποτε μήτε παύεσθαι. Ὁρᾷς τὸ τῶν πατρίων θεσμῶν καὶ ῥήσεων ἀναμφισβήτητόν τε καὶ δυσαντίβλεπτον μετὰ πάσης εὐκρινείας ἅμα καὶ καθαρότητος προϊόν; μόνην γὰρ τὴν θείαν οὐσίαν καὶ φύσιν λατρεύειν τε καὶ σέβεσθαι παραινεῖ· ἃ δ' ἀνούσιά τε καὶ πολλὰ καὶ τῆς θείας φύσεως ἐκτός, τούτων οὐδὲν οὐδαμῇ μήτε προσκυνεῖν μήτε σέβεσθαι. πολέμια γὰρ ἀλλήλοις καὶ πάνυ μαχόμενα τῷ τε μόνῳ τὰ πολλὰ καὶ τῇ οὐσίᾳ τὰ ἀνούσια. δυοῖν γὰρ ἀνάγκη περιπίπτειν θατέρᾳ, ἢ τῇ τῶν ἀσεβῶν ἀθεΐᾳ ἢ καὶ τῇ τῆς Ἑλλήνων πολυθεΐας ἀσεβεστέρᾳ κακίᾳ, μεταξὺ κειμένην παρατρέχοντας τὴν εὐσέβειαν. ὡς καὶ τοῦτο πολλάκις ἡμῖν ἀνωτέρω καὶ διαρκῶς ἀποδέδεικται, τὴν μὲν τῶν Ἑλλήνων δηλαδὴ πολυθεΐαν βραχύν τε καὶ οὐκ ἄπειρον τὸν ἀριθμὸν κεκληρῶσθαι, τὴν δὲ τοῦ Παλαμᾶ πέρας εὑρεῖν οὐδαμῇ ποτέ, οὐκ οἶδ' ὁπότερον εἴποιμι ἂν προσηκόντως, εἴτ' οὐ βούλεσθαι εἴτ' οὐ δύνασθαι· ἄμφω γὰρ αὐτῇ μεγάλην ἔχει χώραν ἅμα καὶ οὐχ ἅμα. ἃ γὰρ ἀμαθοῦς ὁμοῦ καὶ κακοτρόπου διανοίας ἀπορρεῖ, τούτων εἶναι μηδὲν ὃ μὴ κακίας ἀπόζει μακρᾶς ἰδίᾳ καὶ κοινῇ. Καὶ ταῦτα μὲν τῇδέ πῃ ἔσχε, καὶ τοῦτον εἰρῆσθαι τὸν τρόπον συμπέπτωκε τῷ Γρηγορᾷ περὶ τῶν δυοῖν ζητημάτων.

ΛΟΓΟΣ ΛΒ’.

ΛΟΓΟΣ ΔΟΓΜΑΤΙΚΟΣ Γ.
ΔΙΗΓΗΣΙΣ ΠΕΡΙ ΤΗΣ ΔΙΑΛΕΞΕΩΣ ΗΝ Ο ΓΡΗΓΟΡΑΣ ΜΟΝΑΧΟΣ ΝΙΚΗΦΟΡΟΣ ΕΠΟΙΗΣΑΤΟ, ΑΡΞΑΜΕΝΟΣ ΜΕΝ ΑΠΟ ΤΟΥ ΒΛΣΙΛΕΩΣ ΚΥΡΟΥ ΙΩΑΣΑΦ ΤΟΥ ΚΑΝΤΑΚΟΥΖΗΝΟΥ, ΤΕΛΕΣΑΣ ΔΕ ΑΥΤΗΝ ΠΡΟΣ ΤΟΥΣ ΑΥΤΟΥ ΠΑΛΑΜΙΤΑΣ.
Εἶεν, ὦ φίλων ἄριστε Πρωταγόρα. τὰ μὲν δὴ μέχρι καὶ ἐς τόδε σοι εἰρημένα καὶ ἔγνων ἀκηκοὼς καὶ τῷ φανταστικῷ τῆς ἐμῆς ἀνάγραπτα ψυχῆς ἐπεπράχειν, μνήμης τε ἔαρ δημιουργῶν ὡς εἰπεῖν ἐμαυτῷ, καὶ ἅμα λήθης γῆρας οὑτωσί πως ἐπιτεχνώμενος. καί σοι χρεὼν εἰδέναι με χάριτας οὐ βραχείας, ὅτι μὴ καὶ μάλα πλουσίας ὁμολογοῦντα πρῶτον μὲν τοῖς διαλεκτικοῖς ἀγῶσι τοῦ Γρηγορᾶ, ὅτι πολεμουμένοις τοῖς τῆς εὐσεβείας δόγμασι τό γε εἰς αὐτὸν ἧκον ἀνθοπλίζεται συμμαχῶν ἀεί, ἔπειτα καὶ μεγαλονοίᾳ τῇ σῇ εὐφυῶς τε ἀναλεξαμένῳ τὰ χρειωδέστερα τῶν ἐκείνῳ λεχθέντων καὶ τράπεζαν ἡμῖν ἡδίστην αὐτὰ παραθέντι μεγαλοψύχως καὶ δίχα φορτικοῦ τινὸς ἤθους παντός. σὺ δ' εἰ βούλει, καὶ δευτέραν ἐμοὶ ταύτην ἔφεσιν πρὸς θεοῦ τελεῖν προθυμήθητι. ἀκήκοα γὰρ καὶ Ἰωάσαφ τὸν προβεβασιλευκότα Καντακουζηνόν, ἀνιαθέντα λίαν ἐπὶ τῷ Γρηγορᾷ γραφαῖς καὶ ἱστορίαις μακραῖς δεδωκότι τὰ τῆς διαλέξεως ταυτησὶ καὶ ἀκοαῖς δημοσίαις ἐπ' αἰσχύνῃ τοῖς ἀμφὶ Παλαμᾶν δεδωκότι, ταῦτ' ἄρα μέρη τινὰ τῶν γραφέντων ἀναλαβόντα, λογίων ἀμαθῶν οἴκοι συγκροτῆσαι συνέδρια συνεχῆ, καὶ θεολόγους ἀλόγους χειροτονῆσαι, παιδείαν ἐξαίφνης ἀπαιδαγώγητον ἐμφυσήσαντα σφίσι, καὶ διαλεκτικῶν ἀνάδοσιν αὐθημερὸν οὑτωσὶ μηχανησάμενον αὐτοσχέδιον, καὶ οὕτως εἰπόντα δὴ καὶ ἀκούσαντα λοιδορίας παμπόλλους κατὰ τῶν τοῦ Γρηγορᾶ ῥημάτων καὶ λόγων ἐκείνων, ταὐτὸν δ' εἰπεῖν κατὰ τῆς εὐσεβείας ἄντικρυς αὐτῆς, ἔπειτα πλείοσι βιβλίοις αὐτὰ μετεγγράψαντα διανεῖμαι τοῖς αἱρεσιώταις, καὶ μυρμηκιὰν λοιδοριῶν ἐν γραφαῖς ἀσελγῶν τὴν ταχίστην προστεταχέναι γενέσθαι. ἑνὸς δ' ἐκεῖθεν καὶ ἡμίσεος ἐνιαυτοῦ τριβέντος, κενὸν καὶ ἀνήνυτον τὸ τῶν ἐλπίδων σφίσι θέρος ἐβλάστησε. καὶ τὰ τῆς παροιμίας ἀτεχνῶς ἑωρᾶτο· ὤδινε γάρ, φησίν, ὄρος καὶ ἔτεκε μῦν, καὶ ἄνθρακες ἦσαν αὐτοῖς οἱ προσδοκώμενοι θησαυροί. καὶ ὅσαι τοῦ τοιούτου κόμματος ἦσαν παροιμίαι, χώραν ἔσχον τηνικαῦτ' ἐκλαλεῖσθαι· μετὰ γὰρ τοσοῦτον, ὡς εἴρηται, χρόνον ὀφθέντα τὰ ἐκείνων δυσσεβῆ καὶ πλείω τῆς ἀσεβείας τὴν ἀμαθίαν κεκτημένα λογάρια, μᾶλλον δ' εἰπεῖν ἀμβλωθρίδια, κατάγνωσιν μὲν τοῖς οἰκείοις, γέλωτα δὲ τοῖς ἡμετέροις ἐνεποίει μακρόν. διὸ καὶ βραχὺ φανέντα ὁμοῦ τῷ πληγέντι ἀέρι πρὸς τἀφανὲς ᾤχοντο ἀπιόντα. οὐ μὴν κόρος ἦν οὐδ' οὕτω τῆς κατασχούσης τοὺς δυσσεβεῖς κακίας οὐδείς, ἀλλ' ἑτέραν ἐφ' ἑτέρᾳ τρίβον τοῖς λογισμοῖς ἐβάδιζον. καὶ πασῶν ὀψὲ βελτίστη σφίσιν αὕτη νενόμισται. λόγοις γὰρ φιλικοῖς διὰ μέσων φίλων ἀνδρῶν ἀξιοῖ Γρηγορᾶν Καντακουζηνὸς οἴκαδε παρ' αὐτὸν ἀφικέσθαι πρὸς ἀνάμνησίν τε καὶ ἀνανέωσιν ἴσως τῆς προτέρας φιλίας ἐκείνης. καὶ ὃς νομίσας ἐπαγγελίαν ἐπανορθώσεως ἔχειν τὸ πρᾶγμα, αὐτός τε, ὡς φασίν, ἀφίκετο, καὶ σέ γε συνέκδημον ἦν ἐπαγόμενος. καὶ ἃ μὲν ἠκηκόειν αὐτὸς παρ' ὁτωνδήποτε, ταῦτ' ἐστίν· ἃ δ' ἑξῆς ἐγεγόνει, καὶ ὅπως καὶ ὅθεν τὰ τῆς διαλέξεως αὖθις ἀρξάμενα ὅπῃ συνεπεράνθη, ἡδέως ἂν παρὰ σοῦ πυθοίμην. Συνεληλυθότοιν ἀμφοῖν, ὦ φίλε Κλεόδημε, πρὸ δείλης ἑῴας ἐς τὸ μοναδικὸν τοῦ προβεβασιλευκότος Καντακουζηνοῦ φροντιστήριον, προσηνῆ μὲν καὶ ἠρέμα γλυκεῖαν ἔσχε τὴν ἀρχὴν τὰ τῆς ὁμιλίας, καὶ ὡς ἦν αὐτοῖς εἰωθὸς ἐκ πολλοῦ, ταραχῆς δὲ τὰ ἑξῆς καὶ θορύβου πάντα μεστὰ ἐγεγόνει παλινδρομήσαντα. ἀρξαμένου γὰρ βασιλέως τοῦ Καντακουζηνοῦ μεταξὺ τῆς ὁμιλίας τὸν Παλαμᾶν ἐπαινεῖν, τὸν λόγον εὐθὺς οἱ ἀμφ' αὐτὸν μονάζοντες ἄνδρες καὶ πλήρεις σοφίας ἁπάσης εἶναι οἰόμενοι, αὐτόν τε ἐθαύμαζον Παλαμᾶν καὶ τὰ ἐκείνου δόγματα πλέον ἢ κατὰ βασιλέα Καντακουζηνὸν ἀνύμνουν, ὡς καλῶς μὲν λέγοι περὶ ἐνεργειῶν ὅτι τε ἄπειροι καὶ διάφοροι μὲν τῆς θείας οὐσίας ἄκτιστοι δὲ καὶ ἀνούσιοι, ὡς καλῶς δ' αὖ καὶ περὶ τοῦ ἐν Θαβωρίῳ τῷ ὄρει γενομένου πάλαι φωτὸς ἀποφαίνεται ὅτι τε ἄκτιστον κἀκεῖνο καὶ διάφορος τῆς Ἰησοῦ θεότητος ἄλλη θεότης. ἀπήντησεν εὐθὺς ὁ Γρηγορᾶς ὀνειδίζων πῶς ἂν εἴποιμι σφίσι καὶ καθαπτόμενος τῆς ἀωρίας, ὅτι μηδὲ μετὰ τὴν τοῦ κυρίου παιδείαν συνιέναι ἔχουσιν, οὐδ' αἰδώς τις ἔπεισιν ὅτι μοναδικόν ἐστιν ὃ νῦν περίκεινται σχῆμα, ἀλλὰ περιφανῶς αὐτοῦ καταψεύδονται, ἀπᾴδοντα μὲν αὐτῷ ἀπᾴδοντα δὲ τῷ καιρῷ φθεγγόμενοι καὶ παίζοντες ἐν οὐ παικτοῖς. τό τε γὰρ σχῆμα μὴ μόνον θεολογεῖν οὐ προστάττει, ἀλλ' οὐδὲ φθέγγεσθαι δίδωσιν ἔξω τῆς ὀφειλομένης πρὸς θεὸν ὑμνῳδίας, ἐργάζεσθαι μὲν οὖν ἀεὶ ταῖς χερσὶν ὅση δύναμις. καὶ ἅμα τῶν πάλαι θείων ἐπεισῆγε μαρτυρίας ἀνδρῶν, δυσωπητικωτέρας οὔσας ἐκείνας, οἱονεί τινι πολιᾷ τὸ αἰδέσιμον ἐσχηκυίας διὰ τὴν τῶν εἰπόντων ἀρετήν τε καὶ ἀρχαιότητα. ἀκούομεν γάρ, φησί, καὶ Παύλου λέγοντος «αἱ χεῖρες αὗται διηκόνησαν ἐμοὶ καὶ τοῖς σὺν ἐμοί.» πολυλογίαν δὲ καὶ ὁ τῆς μοναδικῆς πολιτείας διδάσκαλος Ἰωάννης κενοδοξίας καθέδραν εἶναι φησίν, ἀγνωσίας τεκμήριον, εὐτραπελίας χειραγωγόν, ψεύδους ὑπουργόν, κατανύξεως ἀφανισμόν, καταλαλιᾶς θύραν, τῆς κατ' ἀνθρώπων δηλαδὴ λοιδορίας, καὶ οὐδαμῇ τῆς κατὰ θεοῦ· τοῦτο γὰρ οὐδ' ἐπὶ νοῦν τῷ θείῳ ἐκείνῳ ἀφίκετ' ἀνδρί. ὁ γὰρ τὴν κατ' ἀνθρώπων λοιδορίαν οὕτω κολάζων πῶς οὐκ ἂν ἐξεπέπληκτο καὶ πρὸς ἀφωνίαν κατηνέχθη, λοιδορίας ἀκούων κατὰ θεοῦ; λοιδορία γάρ ἐστι κατὰ θεοῦ πάντως ἡ τῶν ἀμαθῶν ἄκαιρος θεολογία. καὶ τοῦτο δῆλον ἡμῖν ὁ Χρυσορρήμων αὐτίκα ποιήσει. ἐτίμησε γάρ σε ὁ θεός, φησίν, οὐχ ἵνα αὐτὸν ὑβρίζῃς· ὑβρίζει γὰρ αὐτὸν ὁ τὴν οὐσίαν αὐτοῦ περιεργαζόμενος. τούτοις ἐκεῖνοι τὸ εἰωθὸς ἀντεισῆγον ἐκεῖνο· εἶτα ἐρρῶσθαι φράσομεν, φησί, τὰς θεολογικὰς τῶν ἁγίων βίβλους ὡς ἂν εἰ ἐπ' οὐδενὶ χρησίμῳ τοῖς πεπονηκόσι γραφείσας; χαίρειν δ' ἐάσομεν τὸ θεῖον εὐαγγέλιον ὃ τὰς γραφὰς ἡμῖν ἐρευνᾶν παραινεῖ; Πρὸς ταῦτα ὁ Γρηγορᾶς οὑτωσί πως ἀπήντησεν. αἱρετικῶν μοι προφέρετε, ἄνθρωποι, ῥήματα. τίνων δὴ τούτων; ὧν τὴν ἄτοπον ἔρευνάν τε καὶ πολυπραγμοσύνην δημοσίᾳ τοῦ Χρυσορρήμονος ἐξελέγχοντος οὔπω γε ἠκηκόειτε, ὡς ἔοικεν. ἀκούσεσθε δὲ νῦν, καὶ εἰ μὴ πάνυ τι σφοδρῶς γε εἴη ὑμῖν πρὸς βουλήσεως, τὰς τῶν αἱρετικῶν ἀντιθέσεις συχνά τε κἀκτοῦ σύνεγγυς ἀνατρέποντος. ἀνάγνωθί σου, φησίν, τὴν ὁμολογίαν, αἱρετικέ. ὅτε προσῆλθες βαπτισθῆναι, τί εἶπες; καὶ ἐπὶ μὲν τῶν φρικτῶν ἐκείνων μυστηρίων τὴν πίστιν προσήγαγες, νῦν δὲ τοῦ θεοῦ πολυπραγμονεῖς τὴν οὐσίαν; ἀλλ' ὅρα τὶ πάλιν ὁ ἐχθρὸς ἀντιλέγει τῆς ἀληθείας· μὴ γὰρ ἀργοὺς ἡμῖν ὁ θεὸς δέδωκε λογισμούς; μὴ γὰρ ἁπλῶς εἰλήφαμεν τοῦ νοῦ τὸ κριτήριον; δεῖ καὶ λογισμοῖς ἐρευνᾶν τὴν πίστιν, καὶ μὴ ἀνεξέταστον εἶναι τὴν εὐσέβειαν. ἀλλὰ χρεών, φησίν, ἐχθρὲ τῆς ἀληθείας, τῆς ἐξετάσεως ὅρον εἶναι τὰ θεῖα λόγια καὶ τοὺς παρ' αὐτοῦ δοθέντας ἡμῖν τῆς εὐσεβείας κανόνας. σὺ δ' ὑπερβαίνων βιάζῃ τὴν ἀλήθειαν. καὶ ὅρα πάλιν τίνας ὁ αἱρετικὸς ὑποφέρει λόγους. οὐχ εὑρίσκομεν, φησίν, τὴν πίστιν ἀσφαλῆ πανταχῇ. εὑρίσκομεν γὰρ τὸν Ἀδὰμ ἀπὸ τῆς πίστεως πεσόντα. ὅρα δὲ καὶ τοῦ Χρυσορρήμονος τὴν ἀνθυποφοράν. βλέπε, φησί, πάλιν τοῦ πονηροῦ δαίμονος τὰ ῥήματα τοῦ πάντα τολμῶντος. ἀλλ' οὐχ ὁ πιστεύων τῷ τυχόντι πιστός, ἀλλ' ὁ θεῷ πιστεύων ἀληθῶς. μὴ γὰρ ἔδειξας ὅτι θεῷ πιστεύσας ἀπώλετο; διαβόλῳ πιστεύσας ἀπώλετο, θεῷ ἀπιστήσας ὠλίσθησε. τούτοις μὲν δὴ οὖν τοῖς ῥήμασι τὸν αἱρετικὸν ἐπεστόμισε τότε· μὴ μόνον δ' οὖν, ἀλλὰ καὶ ὅσοι ἐκεῖθεν ἐς τόδε ταὐτὰ τοῖς αἱρετικοῖς ἐκείνοις προφέρουσιν ἕτεροι, τοῖς αὐτοῖς τοῦ Χρυσορρήμονος ἅπαντες βέλεσι πλήττονται. Τούτων δ' οὕτω λεγομένων ἤρξαντό τινες τῆς ἐφεδρείας ἐπεισιέναι. σύνηθες γὰρ τουτὶ Καντακουζηνῷ προλοχίζειν ἐφεδρείας ἐν τοῖς τοιούτοις καὶ Τελχίνων τοιούτων ἐπιφέρειν ἐξ ἀφανοῦς στρατόπεδα, αὐτῷ μὲν συμμαχίαν, τοῖς δ' ἀντιθέτοις ἔκπληξιν· ὧν ὁ πρῶτος καὶ μάλιστα πάντων ὁμόψυχός τε καὶ ὁμογνώμων καὶ πάντα στεργόμενος ἀνελάμβανεν εὐθὺς τὰ τοῦ ἐν Θαβωρίῳ τῷ ὄρει φωτὸς ἐκεῖνα, καὶ ἐλοιδόρει τὸν ὑπὲρ Χριστοῦ καὶ τῶν θείων τῆς ἐκκλησίας δογμάτων μυρία παθόντα δεινὰ Θεόδωρον, ὃς πρὸς τῶν εἰκονομάχων μετὰ πλείστας πρότερον καὶ διαφόρους κολάσεις καθάπερ ἀμνὸς κατὰ γῆς ἐκταθεὶς ἀκμαῖς σιδήρων ἐστίζετο γραφόμενος ἅπαν τὸ πρόσωπον, ἔμενε δὲ τὴν ψυχὴν ἀκλινής, ἕως εἰς ἐξορίαν ἀπενεχθεὶς τῷ ἀδεκάστῳ δέδωκεν αὐτὴν ἀθλοθέτη θεῷ. ἐλοιδόρει δ' ἐκεῖνον ὅτι βοηθῶν ὀρθοδόξοις βιβλία κατὰ τῶν εἰκονομάχων ἀφῆκε τῷ βίῳ, τὴν ἐκείνων τότε ἐξελέγχοντα δυσσέβειαν, νῦν δὲ τὴν Παλαμικήν, ἐκ μιᾶς ἀρξαμένων ἀμφοῖν προφάσεως, τοῦ ἐν Θαβωρίῳ λέγω τῷ ὄρει φωτός, ὡς δειχθήσεται πλατύτερον προϊόντος τοῦ λόγου. καὶ ποία τοῦτον, ἔφασκεν, οἶδεν ἐκκλησία; καὶ τίς αὐτοῦ ποτὲ μνήμην πεποίηται τῶν ἡμερῶν; καὶ πολλὰ τοιαῦτα συνείρων τὴν τῶν βλασφημιῶν ἐπήνεγκε κορωνίδα, ὅτι πάνθ' ὅσα βιβλία πεποιῆσθαι λέγεται κατὰ τῶν εἰκονομάχων αὐτῷ αἱρέσεων γέμει μακρῶν. καὶ εἰ μὲν ἕτεροί τινες ὑποβολιμαῖα παρεισενέγκαντες τὸ αὐτοῦ γε ἐπέγραψαν ὄνομα, ἀνέγκλητος μὲν ἔσται αὐτός, τὰ δὲ βιβλία οὔ· εἰ δ' αὐτοῦ τῷ ὄντι βεβαίως εἰσίν, ὁμοῦ τοῖς βιβλίοις ἄρα ἀπόβλητος καὶ αὐτὸς καὶ τοῖς ἄλλοις αἱρετικοῖς ἐναρίθμιος. Τοσούτων οὖν καὶ οὕτω μεγέθους ἀσεβείας ἐχόντων λόγων αὐτήκοος ὁ Γρηγορᾶς γεγονὼς σφόδρα τε ἐξεπλάγη καὶ ἄφωνος ἔμεινεν ἄχρι καὶ ἐς ὥρας μακρόν τι διάστημα. ἔπειτα θυμοῦ καὶ ζήλου θείου μεστὸς γεγονὼς τοιάδε, στραφεὶς πρὸς τὸν Καντακουζηνόν, φησί. τί μου τὸ γῆρας οὐκ ἐᾷς ἠρεμεῖν, ἀλλ' ἐπιβουλεύεις ἀεί; τί με ταῖς σαῖς ἀεὶ μερίζων αἱρέσεσιν οὐκ ἐνάρκησας οὐδ' ὀψὲ τῆς ἡλικίας τῆς σῆς καὶ τῆς νῦν βαρυδαίμονος τύχης; τί μ' ἄλλοτ' ἄλλοθεν ὡς ἐκ λόχμης καὶ δρυμοῦ προσβάλλων, οὐ τολμᾷς κατὰ μέτωπον ἄντικρυς τὸν σὸν ἐπιφέρειν πόλεμον, ἀλλ' οὐκ ἔστιν οὔθ' ὅθεν οὔθ' ὅτε μὴ τὴν σήν μοι προσάγεις ἀτέκμαρτον πεῖραν; τί κατὰ τῶν θείων δογμάτων ἄλλοτ' ἄλλους ἐγείρεις Ὀλύμπους καὶ Παρνασοὺς βλασφημίας αὐτομαθοῦς καὶ ὀψιμαθοῦς; τί κατὰ τῶν θείων πατέρων χαράδρας ἀνορύττεις ἀεὶ καινοτέρας καὶ μόνῃ τῇ σῇ παρευρημένας αὐτοθελεῖ ἐπινοίᾳ; τίνα τοῦτον ἐξ αὐτοσχεδίου τῷ θείῳ ἐκείνῳ πατρὶ καὶ σοφῷ διδασκάλῳ τῆς ἐκκλησίας νέον ὁπλίζεις Ἀρχίλοχον ἢ μᾶλλον Ἀρχιλόχου πίθηκον, ὃς πρὶν ἢ μαθεῖν ἄπονον οἴεται εἰληφέναι ταμίαν σοφίας τὴν Ἡσιόδου δάφνην, καὶ μόνῃ θελήσει τὸ δογματίζειν ἁλώσιμον. ἢ οὐκ ἀκούεις, τί ταῦτ' ἐπὶ σοῦ τὸ σχετλιώτατον τοῦτο καὶ μεμηνὸς ἀνδράριον ἐξηρεύξατο; ἆρ' ἀνεκτὰ ταῦτ' ἀκοαῖς λόγῳ καὶ διανοίᾳ διοικουμέναις; φθέγξαι τι πρὸς ταῦτα, ἵνα γνῶμεν εἰ μὴ ὁμότροπον τρέφεις γοῦν ἐν τούτοις καὶ αὐτὸς τὸ τῆς γνώμης βουλόμενον. ἡ γὰρ σὴ σιωπὴ σφαλεροῦ συνειδότος ὑποψίαν ἀνειληφυῖα πολλάς, οἶμαι, ἐγερεῖ κατὰ σοῦ τὰς τῶν λοιδοριῶν τρικυμίας. ἦ γὰρ οὐκ αὐτὸς ἑαυτοῦ τε καὶ τοῦ σφετέρου θιάσου παντὸς ἄντικρυς καταμαρτυρεῖ καὶ τῶν ἀσεβειῶν ἐπιψηφίζεται τὴν μεγίστην; ὃν γὰρ πᾶσαι διαρρήδην τιμῶσιν εὐσεβῶν ἐκκλησίαι, καὶ ὃν ὑμνοῦσι λογογράφων καὶ μουσουργῶν ὁσίων χοροὶ κατὰ πᾶσαν χρόνου περίοδον, καὶ οὗ τοὺς ἄθλους καὶ τὰ σοφὰ παλαίσματα διὰ πάσης ἠχῆσαι γῆς διαγέγονε, τοῦτον οὗτος ἰσχυρίζεται μὴ εἰδέναι, ἀλλ' εἰς τόδ' ἡλικίας παντάπασιν ἀμφότερον διαμεῖναι, καὶ τυφλὸς τῶν γινομένων καὶ κωφὸς τῶν λεγομένων, ὅμοιον ὥσπερ ἂν εἰ καὶ περὶ τοῦ παγκοσμίου τοῦδε φωτός, τῆς ἡλιακῆς ἐκείνης λαμπάδος, ἀγνοεῖν διετείνετο εἴ τις εἴη τῶν ζώντων ἀπολαύων αὐτοῦ. δυοῖν γὰρ ἕπεται θάτερον· ἢ γὰρ εἰωθὸς ὂν τοῖς αἱρεσιώταις αὐτοῦ καὶ νόμιμον συνάξεων ἀπέχεσθαι καὶ πάσης ἱερᾶς ὑμνῳδίας ὡς τὰ πολλά, τῶν ἱερῶν διὰ τοῦτο λογίων ἀμύητος καὶ αὐτὸς τὸ παράπαν διατετέλεκεν, ἢ συνιὼν μὲν ἐνίοτε τύχης ἐλαυνούσης τινός, ἔπειτα τοῖς ἄλλοις ἐκεῖ συμπαρὼν μέν, οὐχ ὁρῶν δὲ θεοτήτων ἀκτίστων σμῆνος ἀπείρων, πρόσχημα τὴν σύστασιν καὶ οὐχ ἑκουσίῳ δρᾷ διανοίᾳ καὶ γνώμῃ, τὸν προφανῆ τῆς κακίας ἔλεγχον δεδιώς· διὸ καὶ ὁρῶν οὐχ ὁρᾷ καὶ ἀκούων οὐκ ἀκούει. οὐδὲ τῶν λεγομένων ὅλως ἐπαΐει, ὡς γίνεσθαι σαφὲς ἐπ' αὐτοῦ τὸ λεγόμενον πρὸς τῆς γραφῆς «ἀκοῇ ἀκούσεται καὶ οὐ συνήσει, καὶ βλέπων οὐ μὴ ἴδῃ· ἐπαχύνθη γὰρ ἡ καρδία αὐτοῦ.» Πολλῶν δ' ὅμως ὄντων οἳ τὰ ἐκείνου λαμπρῶς ἐπ' ἐκκλησίας ὑμνοῦσιν ἁπάσης, ὁπόσαι γῆν τε καὶ θάλασσαν διαλαχοῦσαι τὸ εὐσεβὲς ἐφαπλοῦσι κήρυγμα, καίριον εἶναι δοκεῖ μοι νῦν ἀπολεξαμένῳ πρὸς μέσον ἕνα που καὶ δύο παραγαγεῖν, καὶ δεῖξαι τουτωῒ τἀνδρί, καὶ εἴ τινες εἶεν τὸ ἠλίθιον αὐτῷ παραπλήσιοι, ἐξ ὀνύχων τὸν λέοντα κἀκ τοῦ κρασπέδου τὸ ὕφασμα, τὰς τοῦ προκειμένου λέγω μάρτυρος ἀθλήσεις, ὅσας τε καὶ οἵας ὑπὲρ φύσιν, ἐν ὅροις μένων τῆς φύσεως, ἐκαρτέρησε πάσχων ἐκεῖνος, καὶ πρός γε τὸ μέγεθος τῆς σοφίας μεθ' ἧς ἀντιλέγων τὰς τῶν εἰκονομάχων ἐνστάσεις ἀράχνης δίκην διέλυε. καὶ πρῶτος μὲν ὁ πάσας σχεδὸν τὰς τῶν ἐξόχων ἁγίων μνήμας δι' αἰῶνος ἀκοαῖς εὐσεβῶν παραπέμψας, καὶ πᾶσαν πανήγυριν τοῖς οἰκείοις λόγοις κοσμήσας τε καὶ πνευματικῆς ἐμπεπληκὼς εὐφροσύνης, μεταφραστὴς Συμέων ἐκεῖνα λεγέτω, παρεληλυθὼς ἡμῖν ἐνταυθοῖ. μετὰ γὰρ τὸ τὰς πολλὰς ἐκείνας κολάσεις καὶ τιμωρίας διεξελθεῖν, ὁποίας καὶ ὅσας ἐκαρτέρησε πάσχων ὁ γενναῖος τότε Θεόδωρος, κἀκείνων ἐπιτροχάδην μέμνηται οὓς ἀντεπῆγε λόγους πανσόφους τοῖς τῶν εἰκονομάχων τότε σοφοῖς καὶ τυράννοις τρισὶν ἐφεξῆς τὴν διαδοχὴν κατ' αὐτοῦ κληρουμένοις ἐν ἔτεσι πέντε καὶ εἴκοσι, λαμπρῶς παρρησιαζόμενος καὶ τὴν τῶν θείων διδάσκων εἰκόνων τιμήν, καὶ διασαφῶν τὰ τοῦ δόγματος, καὶ τὰ ἐκείνων προβλήματα καθαιρῶν ἐν δυνάμει λόγου καὶ πνεύματος, ὡς θαυμάζειν μὲν τὸν βασιλέα, φησίν, θωπεύειν δ' ἐπιχειρεῖν, ἄνδρα τοσοῦτον ἐπὶ σοφίᾳ ὑποποιήσασθαι προθυμούμενος, δι' οὗ πολλῶν ἐν βραχεῖ περιέσεσθαι ἤλπισεν· ἔρωτι γὰρ ἁλῶναι βασιλέα φησὶν ὁμόφρονα τοῦτον ἔχειν, ἢ πάντως ἄρχειν οὐδὲν αὐτῷ διαφερομένων. μάρτυρας δ' εἶναί φησι τῆς αὐτοῦ σοφίας καὶ τῆς πρὸς τυράννους ἐνστάσεως ἃς ὑπὲρ εὐσεβείας ἐκεῖνος ἐξέθετο βίβλους, διασωζομένας ἀεὶ προνοίᾳ θεοῦ, πολύτιμον οἷς εὐσεβεῖν ἐστι θέλησις θησαυρόν. οὐ μόνον δὲ ἀλλὰ καὶ τάδε διέξεισι. τοῦ σώματος ἤδη καταξανθέντος, φησί, ταῖς μάστιξιν αἵματί τε τοὔδαφος ἐπιχρώσαντος, ὡς οὐδεμίαν αἴσθησιν αὐτὸς ὑπομείνας τῶν ἀλγεινῶν, εἱστήκει γυμνὸς ἐν μέσῳ τοῦ βήματος, ὥσπερ τινὶ κόσμῳ ταῖς πληγαῖς ἐγκαλλωπιζόμενος, καὶ θέατρον οὕτω καὶ ἀγγέλοις καὶ ἀνθρώποις κατὰ Παῦλον γινόμενος. τίς δ' ἀπαριθμεῖσθαι, φησί, δυνηθείη ἂν τὰς φυλακάς, τὰ ναυάγια, τὸν λιμόν, τὰς ἡλιακὰς ἐκκαύσεις, τὰς νυκτερινὰς ψύξεις, τὰς ἐπιβουλάς, τὰς ἐπαναστάσεις, τοὺς καθ' ἡμέραν θανάτους, τὰς αὖθις ἐπὶ πληγαῖς πληγάς, τοὺς ῥαβδισμοὺς καὶ τὰ ἐπὶ κόρρης ῥαπίσματά τε καὶ στίγματα; τέλος δέ φησιν γήρᾳ καὶ νόσῳ, πρὸς δὲ καὶ κακοπαθείᾳ τῇ ἐκ φρουρᾶς πιεζόμενος ἐν αὐτῇ τῇ φρουρᾷ θεῷ τὴν ἑαυτοῦ ψυχὴν παρατίθησιν, ἄμωμον μὲν τῇ πράξει τὸν βίον ἄπταιστον δὲ τῇ εὐσεβείᾳ τὸν λόγον διατηρήσας, καὶ ἀνεπίληστον τῆς αὐτοῦ μαρτυρίας μνήμην καταλιπών. λέγεται δέ, φησί, καί τινα τῶν γερόντων κατ' ἐκεῖνο καιροῦ πολλῷ τῆς εὐσεβείας ζήλῳ φερόμενον ὑπεριδεῖν μὲν καὶ βασιλικῆς ἀπειλῆς, ἀφειδῆσαι δὲ καὶ αὐτῆς τῆς ζωῆς, ἵνα πίστει τῷ τοῦ μακαρίου προσπεσὼν λειψάνῳ χάριτος ἐκεῖθεν μετάσχοι· καὶ εἷς τῶν ᾀδόντων γενόμενος καὶ αὐτὸς κατὰ τὸν τῆς ἐκδημίας ἐκείνου καιρόν, ἐβεβαιοῦτο μετὰ ταῦτα ὡς εἴη τότε φωνῆς ἄνωθεν ψαλλόντων ἡδίστης καὶ θαυμασίας ἀκούων, εἴτε τις ἀγγελικὴν ἐννοήσειε ταύτην, εἴτε τινὰ ἄλλην νεύματι θεοῦ γενομένην. θεῷ δῆλον ἂν εἴη, καὶ ὅσοις τὰ τοιαῦτα διορᾶν ἄξιον. καὶ κεῖσθαί φησι τὸ ἱερὸν τοῦ ἁγίου σῶμα θαύμασιν ἀφθόνοις διὰ παντὸς σεμνυνόμενον καὶ πᾶσι τοῖς προσιοῦσι παρέχον ῥῶσιν ψυχῆς, ῥῶσιν σώματος, καὶ ἁπλῶς εἰπεῖν παθῶν παντοίων ἀπαλλαγὴν εἰς δόξαν θεοῦ τοῦ σωτῆρος Χριστοῦ. καὶ ταῦτα μὲν περὶ τῆς Θεοδώρου σοφίας καὶ τῶν θαυμάτων ὁ θεῖος διέξεισι μεταφραστὴς ὡς ἐν τύπῳ εἰπεῖν καὶ σκιωδῶς πως τὴν δήλωσιν τοῖς μὴ συνιεῖσιν ἀφοσιώσασθαι. ὅ γε μὴν Θεοφάνης ὁ μέγας τῆς ἐκκλησίας φωστὴρ καὶ αὐτὸς τοὺς καθ' ἑκάστην καὶ πᾶσαν ἡμέραν τοῦ χρόνου παντὸς πάντως σχεδὸν ἁγίους, ὅσοι πρὸς αὐτοῦ θεῷ καθιερωθέντες δρόμοις ἀσκητικοῖς ὁμοῦ καὶ μαρτυρικοῖς ἀπήλλαξαν, μέλεσιν οἰκείοις αὑτοῦ σοφωτάτοις ὑμνήσας λαμπρῶς τε καὶ διαρκῶς, ὁ Θεοδώρῳ τῷ θείῳ ἐκείνῳ μάρτυρι καὶ σοφῷ διδασκάλῳ τῆς τοῦ θεοῦ ἐκκλησίας, ὡς εἴρηται, γενόμενος ἅπαντα ἀδελφὸς καὶ ψυχὴν καὶ σῶμα καὶ γνώμην καὶ ἄθλησιν καὶ συμπαρὼν καὶ συμπάσχων αὐτῷ, ἐπεὶ τοῖς μεγίστοις ἐκείνοις ἐκείνου συναπελθόντος ἄθλοις μόνος τῷ βίῳ περιελείφθη, ἀπελαθείσης ἤδη καὶ τῆς εἰκονομαχίας προνοίᾳ θεοῦ τοῖς τούτων ἀγῶσιν ἐπικαμφθέντος, κοσμεῖ καὶ τοῦτον τοῖς ἑαυτοῦ μέλεσιν, ἐκεῖνα περιᾴδων καὶ ἀριθμούμενος ὧν αὐτόπτης ἦν αὐτὸς καὶ συναθλῶν καὶ μάρτυς γινόμενος ἀξιόπιστος. Ἀλλὰ τῶν καλῶν εἶναί μοι κἀνταῦθα δοκεῖ βραχέα πρὸς ἔνδειξιν παραθεῖναι τῷ λόγῳ, καὶ τῶν τῷ ἁγίῳ ἐπενεχθεισῶν τήμερον ὕβρεων πρὸς τοῦδε τοῦ δυσμενοῦς ὑπέρτερον δεῖξαι παντάπασιν. φησὶ γὰρ πρὸς τὸν γενναῖον καὶ θεῖον ἐκεῖνον καὶ πάνσοφον ἄνδρα ὁ γενναῖος ἐκεῖνος καὶ ὁμότροπος ἀθλητής «τὸν τίτλον τῆς σῆς ὄψεως ἰδόντα παραχωρεῖ τὰ χερουβὶμ τοῦ ξύλου τῆς ζωῆς, ἡ δὲ φλογίνη ῥομφαία εὐλαβῶς τὰ νῶτά σοι δίδωσι, πάνσοφε Θεόδωρε.» καὶ πάλιν «ὁ τίτλος πάλαι μὲν τῇ κορυφῇ ἐπέκειτο τοῦ βασιλέως Χριστοῦ, ἐγγεγραμμένος ξύλῳ τοῦ σταυροῦ· ὁ δὲ σὸς τίτλος, πάνσοφε, τῇ σῇ κεκόλαπται κεχαραγμένος ὄψει εὐκλεέστερον.» καὶ πάλιν «ὑψωθεὶς ἐπὶ σταυροῦ πάλαι Χριστὸς ἐκεντήθη τὴν πλευράν· σὺ δὲ τεθεὶς ἐν ξύλῳ καρτερῶς τὰς κεντήσεις ὑπέμεινας, ὥσπερ κριὸς ἐπίσημος, ἱερομύστα, σφαγιζόμενος.» ἐγὼ δὲ πάμπολλα λέγειν ἔχων τοιαῦτα καὶ μείζω τούτων, οὐ βούλομαι τοῖς ἀκούειν ἥκιστα βουλομένοις δοκεῖν ἐπαχθής· οἷς γὰρ τὸ ἀρκοῦν οὐκ ἀρκεῖ, τούτοις ἀρκέσει τῶν πάντων οὐδέν, οὐδ' ἂν εἴ τις νικήσας τὴν ἀνθρωπίνην φύσιν βροντώδη φθέγγηται. ὅπου γὰρ τοσούτων ὑπὲρ αὐτοῦ βοώντων διὰ πάσης τῆς οἰκουμένης ἀνὰ πᾶν ἔτος καὶ χρόνου παντὸς περίοδον, καὶ ὃν οὑτωσί πως ὑμνοῦσιν ἄνθρωποι μὲν ἀπὸ γῆς καὶ θαλάσσης καὶ πάσης ἑῴας καὶ ἑσπερίου λήξεως, καὶ ᾧ τὰ διὰ Χριστὸν ὑπὲρ εὐσεβείας στίγματα τὸ χερουβὶμ αἰδεσθὲν τοῦ ξύλου παραχωρεῖ τῆς ζωῆς, καὶ ᾧ τὰ νῶτα δίδωσιν ἡ φλογίνη ῥομφαία, τοῦτον οὐκ εἰδέναι φησὶν ὁ ταλαίπωρος οὑτοσί, τίς ἂν γένοιτο μηχανὴ τῆς ἀμηχάνου καὶ λιθίνης αὐτοῦ καθικέσθαι ψυχῆς δυναμένη; ἐμοὶ μὲν οὖν πολλή τις καὶ ἀτέκμαρτος ἐνταυθοῖ περικέχυται ἀπορία, οὐχ ὅπλων ἀντιρρητικῶν ἀπουσίᾳ (μυρία γὰρ ἡμῖν ἀμυντήρια πρόκειται τὴν τοῦ λόγου κατάλυσιν ὑπισχνούμενα)· ἀλλ' ἐπειδὴ τὸ γνῶναι νόμον κυρίου διανοίας ἐστὶν ἀγαθῆς, ᾧ πάντως διάνοια μὲν ἥκιστα πρόσεστιν ἀγαθή, μακρὰ δ' ἀωρία τῶν αὐτοῦ λογισμῶν κατορχεῖται, τούτου νόμος οὐδεὶς οὐδὲ παιδεία κυρίου καθικέσθαι δυνήσεται ποτέ. εἰ γὰρ κατὰ μὲν τὴν νοερὰν ψυχὴν λεγόμεθα ἄνθρωποι, ζῶα δὲ κατὰ τὴν αἰσθητικήν, καὶ πρός γε ζῶντα κατὰ τὴν θρεπτικήν, ᾧ μὴ κατὰ τοὺς τῆς νοερᾶς ψυχῆς κανόνας καὶ νόμους ἐξεγένετο ζῆν, ἐγὼ μὲν οὐκ ἂν εἴποιμι τίνι τοῦτον κλήρῳ προσνεμηθῆναι χρεών, λεγέτω δ' ὅστις οὐ ῥάθυμον ἔχει γλῶτταν ἀποφαντικοὺς περὶ τῶν πάνυ προδήλων ἀποδισκεύειν λόγους. ὥστ' εἰ κἀμοὶ φορτικόν τι δοκεῖ καὶ σφόδρα ἀνάξιον θρασεῖ καὶ νωθρῷ τὴν διάνοιαν ἀντιλέγειν ἀνδρί, οὐδέν, οἶμαι, καινὸν οὐδ' ἐκστατικὸν τοῦ καθήκοντος εἴη ἄν, ἀλλὰ καὶ σφόδρα τῶν προσηκόντων ὅρων ἐντός. Ὁ μὲν οὖν Γρηγορᾶς τοιαῦτα εἰπὼν καὶ οὑτωσὶ προοιμιασάμενος, ἔπειτα μακροὺς ἐπὶ τούτοις διεξῆλθε λόγους, ἐλέγχων μὲν τὰ φρυγανώδη καὶ νέα τῶν ἀντιθέτων δόγματα, καὶ ταῖς ἀναμφιλέκτοις ἀποδείξεσι βάλλων κατὰ σκοπὸν ὡς ἀπὸ εὐκύκλου τόξου καὶ στερροῦ, ὑπερμαχῶν δὲ τῶν θείων τῆς ἐκκλησίας δογμάτων, καὶ ὅσοι ταυτὶ καλῶς συνέθεντο θεῖοι πατέρες, καὶ μάλιστα πάντων τοῦ θείου ἐκείνου ἀνδρός, Θεοδώρου φημὶ τοῦ γράπτου, εἰς ὃν ὁ θρασὺς ἐκεῖνος καὶ πόρρω παιδείας ἁπάσης βαδίζων ἐξύβρισεν ἄνθρωπος. ἐπεὶ δ' ἐπὶ τὸ χεῖρον ἐκραγεῖσαν ἤδη τὴν τῆς βλασφημίας εἶδεν ὑπερβολήν, καὶ ἅμα θυμοῦ καὶ μανιώδους γλώττης οὐ πόρρω τὸ ἦθος ἐκείνων, ἀνέστη τε εὐθὺς καὶ ἀπῄει, χαίρειν φράσας αὐτοῖς πρὶν καὶ παραβολώτερόν τι ἀκοῦσαι καὶ παθεῖν ὑπὸ σφῶν παρὰ προσδοκίαν ὡς ἐν δικτύῳ μόνος περικλεισθείς, τοῖς αἰθερίοις παραπλησίως πτηνοῖς, οἳ τὴν αἰθέριον ἐκείνην καὶ φυσικὴν ἐλευθερίαν ἀφέμενοι πρὸς δίκτυα καὶ βρόχους αὐτομολοῦσιν ἐθελονταί, σχεδίῳ καὶ φαντασιώδει πλάνῃ ἑαυτοὺς ἐπιρρίπτοντες δι' ἁπλότητα, πρὶν αἰσθέσθαι τε καὶ σκέψασθαι καὶ πρὶν μαθεῖν ἃ χρὴ παθεῖν. Ἐξιών γε μὴν ἐκεῖθεν ἐνετύγχανε παρὰ τὴν ὁδὸν σποράδην ἄλλοτ' ἄλλοις τῆς Παλαμικῆς φατρίας, ἐπὶ τὸ τοῦ Καντακουζηνοῦ βαδίζουσι φροντιστήριον, ὑπ' ἐκείνου πρὸ τῶν ἑωθινῶν αὐτῶν δι' ἀποστόλων κρυφίως κληθεῖσι πρὸς διαλεκτικὴν σύνοδον πάλαι μελετηθεῖσαν κατὰ τοῦ Γρηγορᾶ, ἐπαγγελίας προειληφόσιν ἐκεῖθεν παρ' αὐτῷ τὴν ἡμέραν ἐκείνην διατελέσειν ἅπασαν. ἐθαύμαζον οὖν ἐκεῖνοι παρὰ προσδοκίαν αὐτὸν ἀπιόντα ὁρῶντες ἀρτίως τὸν Γρηγορᾶν, τοῦ ἡλίου τὰς πρωινὰς ἀνύοντος ἔτι πορείας. καὶ τοίνυν ἔνιοι τούτων κατόπιν δραμόντες ἠρώτων τῆς οὕτω ταχείας ἐπανόδου τὴν αἰτίαν. ἀρξαμένου δ' ἐκείνου καθ' ἕκαστα διηγεῖσθαι, ἔρως κατέσχεν αὐτοὺς ἕπεσθαί τε καὶ ἀντιλέγειν ὅσα εἰδέναι σφίσιν ἐπῄει τῇ κοινότητι τῆς φατρίας ὁμόλογα καὶ ὁμόστοιχα. ἐπεὶ δὲ καὶ παρὰ τὴν οἰκίαν ἤδη τῷ Γρηγορᾷ συνεληλύθεσαν, τὸ συνεχὲς ἐκείνης τῆς διαλέξεως πλατυτέρᾳ γλώττῃ διήνυον καὶ τὴν νόσον τῆς δυσσεβείας εἰς προῦπτον ἐξῆγον. καὶ ἦν ἰδεῖν τῆς νόσου χαλεπώτερον τὸ νοσεῖν ἐφίεσθαι. ἃ γὰρ ᾔδεσαν, οὐ καλῶς ᾔδεσαν, καὶ ἃ προύφερον, ἀπῆν αὐτῶν ἡ σὺν εὐκοσμίᾳ πρόοδος. τῶν γὰρ βιβλίων ἀνοιγομένων εὐθὺς ἃ πάλαι τοῖς θείοις πατράσιν ἐκτέθειται, ἠναγκασμένης τέχνης δεῖσθαι τὴν ἀλήθειαν οὐκ ἔτι ἐνῆν· αὐτόματος γὰρ ἐκ τοῦ ῥᾴστου πρὸς φῶς ἐβάδιζεν ὁ τοῦ ψεύδους ἔλεγχος. οἷς οὖν ἀνέλεγκτα ψεύδεσθαι ἥδιστον, τούτοις ἀψευδῶς ἐλέγχεσθαι ἔχθιστόν τε καὶ Ὀλύμπων ἁπάντων βαρύτερον. δυσανασχετοῦντες ἐβόων παγγλωσσίᾳ κόρακες ὣς κατὰ Πίνδαρον, ἵνα μὴ λέγω δίκην κολοιῶν ἀσήμοις κραυγαῖς παταγούντων καὶ ὁμιχλώδη τινὰ τὸν ἀέρα τῇ ἀκοῇ καὶ πάνυ τι δύσηχον παρασκευαζόντων. ἃ πάντα κατ' ἐμαυτὸν ἀνακυκλῶν καὶ ἀνελίττων ἐγώ, καὶ διευθύνειν καὶ ἀναφέρειν ἐθέλων εἰς τὸν εἱρμὸν ἐκεῖνον καὶ συνάπτειν εἰς ἓν τὰς ἐκδρομὰς καὶ ἀναστροφὰς ἐκείνας καὶ ἀναλήψεις τῶν καθ' ἕκαστα ἐπιχειρημάτων τε καὶ ἐργασιῶν, καὶ ὅσαι κατ' ἔνστασιν ὑποφοραὶ καὶ ἀνθυποφοραὶ καὶ λύσεις ἐξ ἀνάγκης ἕπονται τουτοισί, λίαν ἐργῶδες ὁρῶ καὶ ἀναχωρῶ πρὸς ἐμαυτόν, τὸ τῆς σιωπῆς ἀσπαζόμενος ἄπραγμόν τε καὶ ἀνεπίφθονον. Μή μοι τοιαῦτα λέγε καὶ πρότεινε, φίλων ἄριστε Πρωταγόρα. μίαν γὰρ οὐδεμίαν οὐδετέρῳ φέρει τὴν ὄνησιν τὰ τῆς σιωπῆς. ἐμοί τε γὰρ ἐπιεικῶς ἀφόρητον τὴν ζημίαν κομίζει, καὶ ὅσοι λίχνον κατ' ἐμὲ περὶ τὰ βελτίω τὴν ἀκοὴν ἐξέθρεψαν. σοὶ δ' ὅσον ἀπειλεῖ τῆς ψυχῆς τὸ πρᾶγμα τὸν κίνδυνον, αὐτός τ' ἂν εἰδείης ἐξετάσει καὶ βασάνῳ τελεωτέρᾳ διδούς, καὶ ἅμα συλλογιζόμενος πῶς μὲν τῶν ἀντιθέτων αἰσχυνεῖς τὰς γλώττας λέξας τὰ καίρια, πῶς δὲ τῶν ἡμετέρων ἐπιρρώσεις τὰς φρένας, ἀμφιρρεπεῖς ἐνίων ἐνιαχοῦ γινομένας δι' ὀλιγομαθίαν ἴσως· οὐ γὰρ ἄν ποτε φαίην κἀγὼ κατ' ἐνίους τὴν νόσον καλοῦντας ἀγκυρῶν ὀρφανήν τινα οἴησιν, εὐχερῶς ἐφ' ἑκάτερα ταλαντευομένην, ὁλκάσι παραπλησίως, ἃς ταραχώδεις ἀγκάλαι θαλάττης ἀπολαβοῦσαι νυκτὸς ἀλιμένοις ἀκταῖς καὶ χωρίοις ἐπέρριψαν. ἔπειτα οὐδὲ φορτικός τις ἐγώ σοι φανοῦμαι, πάντα καθ' ἕκαστα λέγειν ἐκεῖνα καὶ ἀπαράλλακτα τήμερον τὴν ἀνάμνησιν ἐπάγων· ἁπλῆς γάρ τινος ἀφηγήσεως ἀκροατὴς καὶ ἀπεριέργως γενέσθαι ἐφίεμαι, κατὰ τὸ ἐν Πυθοῖ λόγιον τοῦ ἄγαν αὐτός τε ἀεὶ φειδόμενος, καὶ οἷς ἀεὶ ξύνειμι φείδεσθαι παραινῶν. φέρε τοι νῦν τὰ τῆς γλώττης πρυμνήσια λύσας, εὐρυτέραις ὀθόναις δίδου τὸν πλοῦν, ἀκοαῖς χαιρούσαις ἐντυχών, κρηπῖδα στερρὰν ὑποβαλλομέναις τὸν τῶν λεχθησομένων πόθον. ὃ δὴ κράτιστον ὁρμητήριον εἰς ἄγαλμα φιλοτιμίας γλώττῃ σύν γε προθυμίᾳ λέγειν ἐθελούσῃ τε καὶ πρὸς τὰ ἐρρωμένα τῆς διηγήσεως ἀφορώσῃ καθίσταται. Ἐγὼ δέ σε τῆς τῶν λόγων οἰκονομίας καὶ τῆς τῶν τρόπων χρηστότητος πολλάκις θαυμάσας, ὦ φίλε Κλεόδημε, νῦν μᾶλλον ἢ πρότερον τὴν εἰς βραχὺ συνωθουμένην σοι τῶν λόγων ἄγαμαι πειθώ. ταῦτ' ἄρα καὶ μὴ λυπεῖν ἐθέλων ὃν θεραπεύειν εἱλόμην σέ, ἐρῶ μέν, μέτρια δ' ἐκ πολλῶν, καὶ ὅσα ἀναγκαῖα τῇ χρείᾳ καὶ τῷ καιρῷ, σῆς τε ὠφελείας ἕνεκα καὶ ἅμα τῶν σοι παραπλησίως αἱρουμένων ἀκούειν ταυτί. εἰ δὲ κάλλους ἐκείνου γυμνώσας τὴν φράσιν παντὸς διά τε σὲ καὶ ὅσοι κατά σε, ἐστενωμένην καὶ ἁπλουστέραν προθείην σοι τὴν ἀφήγησιν, ἀναξίως μὲν τῆς τῷ Γρηγορᾷ καθηκούσης δόξης παντάπασι δρῶν, ἀναξίως δ' εἴ τις εἴη κἀμοὶ σύντροφος γνώμη τε καὶ παιδεία, ὥρα σοι ἐννοεῖν τίνα ποτὲ καὶ ὅσην τὴν σὴν ἐν τοῖς τῆς ἐμῆς καρδίας τεθησαύρισμαι κόλποις φιλίαν. εἰ δὲ καὶ μὴ οὐ κατὰ τὸν σὸν ἀπαντῴη σκοπὸν ὁ λόγος, σὲ δ' ἀνεμέσητον ἐμοὶ τὴν πρόθεσιν τῆς ψυχῆς σου φυλάττειν χρεών. τὸ μὲν γὰρ ὑπὸ τύχης ὡς τὰ πολλὰ τυραννεῖσθαι συμβαίνει, ἄλλοτ' ἄλλα κεκτημένης καὶ ἀσύμφωνα τὰ ἐφόδια· τὸ δέ, ἀλλὰ καὶ τοῦτο μόνην τὴν προθεσμίαν καὶ πρώτην κίνησιν τῆς ψυχῆς ὡς ἐπὶ πλάστιγγος ἀρρεποῦς τε καὶ θεοπρεποῦς ταλαντεύεσθαι ἀξιοῖ. Περὶ μὲν οὖν τῶν ἄλλων ὅσα σοι ἐχρῆν ἀκοῦσαι, διεξεληλυθότος ἐμοῦ γε ἀκήκοας ἄνωθεν ἄχρι καὶ ἐς δεῦρο τὸν ἐφικτόν γε τρόπον· περί γε μὴν τῶν ἐν Θαβωρίῳ τῷ ὄρει πάλαι θαυματουργηθέντων εἰ λέγειν ἐπιχειροίην, πολλή μοί τις ξενοδοχεῖν ἀπειλεῖ δυσχέρεια, εὐθὺς πρὸ πυλῶν τὰς ἑαυτῆς ἐφαπλοῦσα παγίδας καὶ ὅσα δήπου τὰ τῆς κακίας ἔνεδρα. οὐχ ὅτι κατὰ τοὺς ὀρθοὺς τῆς φύσεως λόγους προσεῖναι τῇ ὑποθέσει συμπίπτει δυσχερές· καὶ πάνυ τι γάρ ἐστι ῥᾴδιον τὰς τῶν ἁγίων ἡμῖν προκομίσασι μαρτυρίας, δυσαντίβλεπτον ἔχουσας τἀληθές, ἀπηλλάχθαι πραγμάτων. ἀλλ' οἱονεί τινες ἑαυτοὺς προλοχίσαντες ἡμῖν εὐθὺς ὁδοστάται δύο τινὲς πρὸ ποδῶν ἑτέρωθέν ποθεν, ἐξ ἀπροσδοκήτου τινὸς καὶ ζοφώδους χαράδρας, ἐξαίφνης ἐπιδραμόντες τό τε ἀνήνυτον ἐπισείουσι καὶ τὸ ἄπραγμον ἰσχυρῶς ἀφαιρεῖν ἐπαγγέλλονται. τό τε γὰρ περὶ θεοῦ λέγειν οὐσίας καὶ φύσεως, καὶ ὅρια κινεῖν διὰ τοῦτο πατέρων σιγῆς μὲν ἔχεσθαι προτρεπομένων ἐνταῦθα θεολογίας δ' ἀπέχεσθαι, καὶ τό γε πρὸς ἰδιώτιδας ἐξάγειν ἀκοὰς τὰ τοιάδε, γέλωτα ἡγουμένας τὰ τίμια καὶ μηδὲν τοῦ κενοδοξεῖν ὑπέρτερον τιθεμένας μηδὲ τοῦ τὰ ἐκ κοιλίας ἀνέδην λαλεῖν, καὶ κριτήριον αὔθαδες ποιεῖσθαι τὸ τῆς ἀμαθοῦς διανοίας καὶ γλώττης πάνυ τι ἀταμίευτον, ταῦτα δ' ἔμοιγε πολὺν ὑπισχνεῖται τὸν κίνδυνον, μὴ ὅτι γε τῆς ψυχῆς, ἧς μηδὲν τὸν πάντα κόσμον ἀντάξιον εἶναι τὰ θεῖά φησι παραγγέλματα, ἀλλὰ καὶ τῆς ἡμῖν συντρόφου παιδείας καὶ εὐλαβείας ἐν τοῖς τοιούτοις· μηδὲ γὰρ εἶναι μηδέτερον ἀνδρῶν ἀσφαλῶς τε καὶ ἀπραγμόνως ζῆν αἱρουμένων. ἥκιστα οὖν σε χρεών, ὦ φίλε Κλεόδημε, λογισμοὺς ἐπὶ σαυτοῦ κινεῖν πολὺ τὸ μεμφόμενον καθ' ἡμῶν ὠδίνοντας, εἰ μὴ κατὰ τοὺς ἐκ φαρέτρας τὰ βέλη πέμποντας καὶ ἡμεῖς ἀπερισκέπτως τὰ προστυχόντα θαρροίημεν φθέγγεσθαί τε καὶ οἷον ἀποδισκεύοντες διδόναι τὰ ἅγια τοῖς κυσὶ καὶ τοὺς μαργαρίτας τοῖς χοίροις. τότε γάρ που τὴν σιγὴν ἀποσειομένους λέγειν ἴσως εἶναι χρεών, ὅτε μὴ μέλλοι τις ἄξια λέγειν σιγῆς, ἐκ τῆς τῶν πραγμάτων βιαίας ἀνθολκῆς καθελκόμενος. ὅτε δὲ μακρὰ τὸν λόγον καὶ ἀτέκμαρτα περικλύζειν ἐπαγγέλλεται κύματα καὶ πολυειδῆ καὶ διάφορον τῶν θορύβων ἐπάγειν τὴν ἅλμην, τότε δὴ πολλῷ τινὶ βέλτιον ἄφθογγον ἢ φθεγγόμενον κεκτῆσθαι τὴν γλῶτταν. τὸ γὰρ αὐτὸ Θαβώριον ὄρος καθάπερ εἰκονομάχοις δέδοται πάλαι τῆς αἱρέσεως πρόφασις, οὕτω δὲ καὶ Παλαμᾷ τουτωὶ καὶ ὁπόση τις εἴη σύννομος αὐτῷ φατρία κοινοπραγοῦσα τὰ δυσσεβῆ καὶ παράνομα καὶ τῶν ἱερῶν τῆς ἐκκλησίας ἐξορχουμένη θεσμῶν, οἱονεί τινος ἀκράτου βαφῆς κατασχούσης εἰς βάθος αὐτοὺς τῆς κακίας. πλὴν εἰ μή τις ἀπαντῴη λέγων πολλοῖς ταυτηνὶ καὶ μοχθηροτέροις νοσήμασιν ὑπερβάλλειν ἢ κατ' ἐκείνην τὴν τῶν εἰκονομάχων αἵρεσιν, καὶ πλείονος διὰ ταῦτα δεῖσθαι τῆς ἐξετάσεως ἐκείνων ταυτὶ καὶ μακροτέρων πολλῷ τῶν ἐλέγχων ἢ κατ' ἐκείνους. ἐκείνοις μὲν γὰρ ἑνὸς τουτουὶ καὶ μονοειδοῦς σκανδάλου τὸ πρᾶγμα γέγονε πρόφασις, δι' ἣν κακῶς τῷ καλῷ προσκεκρουκότες τῆς ἀληθείας ἑκόντες ἐξώσθησαν, πρὸς εἰκονομαχίαν ῥᾳδίως ἐκκυλισθέντες. οὗτοι δ' οὐ μόνον μόνου τοῦ πάθους ἐκείνου μετέσχον τε ἅμα καὶ ὑπερέσχον, ὡς εἴρηται, ἀλλὰ καὶ κακίαν ἄλλην ἐπὶ κακίᾳ προσεπεδαψιλεύσαντο πολυειδῆ καὶ πολύμορφον. τίνα δὴ ταύτην; τὴν τῶν Εὐχιτῶν δηλαδὴ καὶ Μασαλιανῶν, ὧν τὸ τῆς γνώμης σαθρὸν καὶ ἀμφισβητήσιμον καὶ ἅμα τὸ τῆς πίστεως ἄπιστον οἱ θεῖοι τῆς ἐκκλησίας διδάσκαλοι πάλαι κατεγνωκότες ἡμᾶς ἀπέχεσθαι παρηγγυήσαντο. τούτων γὰρ οἳ μὲν ἀσέμνῳ λογισμῷ καὶ γλώττης ἀκρασίᾳ αὐτὴν ὁρᾶν φασὶ τοῦ θεοῦ τὴν οὐσίαν, αὐτοῖς ὁμιλοῦσαν ἀμέσως ἅμα καὶ οὐχ ὃν ἐκείνη τρόπον καὶ ὅτε βούλεται, ἀλλ' ὃν αὐτοί· οἳ δὲ τὸ τῆς θείας οὐσίας ἁπλοῦν τε καὶ μόνον ἄκτιστον ἀθετοῦντες παντάπασιν ἀπείροις τε διαφόροις θεότησιν ἀκτίστοις κατατέμνουσιν. καὶ σιωπῶ τὰς ἀθεμίτους καὶ δαιμονιώδεις πράξεις αὐτῶν διά γε δήπου τὸ μὴ ὅτι γλώττῃ γε προφέρειν, ἀλλὰ καὶ ψιλῇ τινὶ ἐπινοίᾳ μεμνῆσθαι λίαν αἰσχρόν· λεκτέον δ' ὅμως τὰ τοῦ θείου Μαξίμου περὶ αὐτῶν εἰρημένα, ἐξηγουμένου τὸν ἱερὸν Διονύσιον. φησὶ γὰρ ὅτι τριετίαν μόνον ἄκρως ἀσκήσαντες, ἀδιαφοροῦσιν ἐπὶ τοσοῦτον τὸν λοιπὸν τῆς ἑαυτῶν ζωῆς χρόνον ὡς πᾶσαν ἀτοπίαν πράττειν ἀδεῶς, μοιχείαις ἀσελγείαις γαστριμαργίαις ἀλληλογαμίαις καὶ ἁπαξαπλῶς ἐν πάσαις ἀσωτίαις ἐγκυλινδούμενοι, τὰ τοιαῦτα πράττειν ἀπαθῶς τερατεύονται, ἀναισθήτως νοσοῦντες τὴν ἐμπάθειαν, καὶ ἀναλγήτως ὑφ' ἑαυτῶν πάσχοντες καὶ τῶν ἐν αὐτοῖς οἰκούντων δαιμόνων, ὥσπερ οἱ φρενίτιδι κατεχόμενοι νόσῳ. Εὑρήσει δ' ὁ βουλόμενος περὶ τούτων κἀν τῷ ὅρῳ τῶν πρακτικῶν τῆς ἁγίας καὶ οἰκουμενικῆς τρίτης συνόδου, καὶ ὁμοίως τῆς ἑβδόμης, ὅπως τε ἐκπομπεύουσι καὶ ἀναθεματίζουσι τὰς μυσαρὰς αὐτῶν ἐργασίας, καὶ ὅπως τοὺς αὐτοὺς Μασαλιανούς τε καλοῦσι καὶ Μαρκιωνιστάς. ἀρκέσουσι δ' ἔτι καὶ νῦν ἐς δήλωσιν ἄλλα τε πλεῖστα μαρτύρια καὶ σαφῆ, καὶ πρό γε πάντων οἱ ἐκ τοῦ Ἄθω τοῦ ὄρους καὶ δὶς καὶ τρὶς καὶ πολλάκις ἐληλυθότες πεπαρρησιασμένοι καὶ ὕπαιθροι τόμοι, τὰ τούτων αἰσχρὰ καθ' ἕκαστα παριστῶντες. ἀλλ' εἰ μὲν τοῦτ' ἦν ὁ τῆς ἡμῶν εὐσεβείας καὶ πίστεως ὅρος, εἰδέναι πῶς Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματι κυρίου ἠγαλλιάσαντο, καὶ εἰς τοῦτ' ἀνάγκης ἦν τὸ περιιστάμενον τὰς ἐκεῖ θαυματοποιίας εἰδέναι καὶ ταύταις τῆς προσκυνήσεως νέμειν τὸ κράτιστον, πρῶτον μὲν σοφῶν ἀνδρῶν ἐδεῖτο πρὸς ἔρευναν τἀσφαλοῦς ἀκριβῆ, καὶ οὐδὲν ἂν ἦν ἀδικώτερον κατὰ τὸν εἰπόντα τῆς ἡμετέρας πίστεως, εἰ τὸ πλέον εἶχον οἱ σοφοί, καὶ οὐκ ἐπ' ἴσης τοῦ σώζεσθαι πᾶσι μετῆν ὁμοφύλοις καὶ ὁμογνώμοσι τὴν εὐσέβειαν, εἴτε τῶν σκυτέων τις εἴη καὶ σκαπανέων καὶ εἴ τις τῶν σοφιστῶν. δεύτερον δ' εἴποιμι ἂν ὡς εἰ βίαιόν τι καὶ ἀναπόδραστον τὸ τῆς ἀνάγκης ἐνταυθοῖ περιίστατο τρόπαιον, περὶ πολλοῦ μέντ' ἂν καὶ αὐτός, μᾶλλον δὲ τοῦ παντὸς ἐποιούμην τὸ λέγειν ἐνταῦθα, ἐμαυτοῦ τε προμηθούμενος, ὡς μὴ διαβαλλοίμην τοῖς φιλοσκώμμοσι, καὶ ἅμα τῶν ἀφελεστέρων, ὡς μὴ ῥᾳδίως ἐξαπατῷντο πρὸς τῶν ἀνοσίων τῆς ἀσεβείας προέδρων. νῦν δ' ἐπειδὴ ματαίαν ἐπίδειξιν εἶναι τὸ πρᾶγμα κατανοεῖν ἡμῖν παραγίνεται, καὶ πολὺν μὲν ἀνόνητον δὲ καὶ εἰκῇ τὸν τῆς ἔριδος ἐντεῦθεν κονιορτὸν ἐγειρόμενον, σιγᾶν, ὡς εἴρηται, ἐβουλόμην ἂν μᾶλλον ἢ λέγειν, οὐ τὸ λέγειν ὡς ἀνόνητον κατὰ φύσιν ὑπάρχον ἀποσειόμενος, ἀλλ' ὡς ἡμῖν ὑπάρχον ἀνόνητον ἄρτι, τὴν ἀωρίαν τέως τοῦ χρόνου καθάπερ τινὰ κηλῖδα συμπεπτωκυῖαν ὁθενδηποτοῦν παρὰ τὸ εἰκὸς ἀναδεξαμένου· ἃ γὰρ ἐνδεχομένην οὐκ ἀναγκαίαν δὲ προβάλλονται ζήτησιν, ταῦτα πάντως οὐδ' ἀναγκαίαν τινὰ τὴν ἀπόκρισιν ἀπαιτεῖ πανταχοῦ. ἀκούω γὰρ καὶ τοῦ μεγάλου Βασιλείου περιφρονοῦντος, ὁπότε πρὸς τῶν Ἀρειανῶν ἀπαιτοῖτο τὴν τοῦ «κύριος ἔκτισέ με» φωνὴν ἐξηγεῖσθαι, καὶ τῆς σιγῆς τὴν αἰτίαν φάσκοντος, μὴ εἶναι δηλαδὴ μηδεμίαν ἀνάγκην περὶ τοιαύτης λέγειν φωνῆς, καὶ ταῦτα διὰ παραβολῶν καὶ σκοτεινῶν λόγων καὶ αἰνιγμάτων προενηνεγμένης, ὡς μηδὲν ἀναμφισβήτητον εἶναι λαβεῖν ἐξ αὐτῆς τὸν ἀκούοντα. διὰ γοῦν ταῦτα κἀγὼ σιωπᾶν ἐβουλόμην αὐτὸς ἐνταυθοῖ. καὶ μὴ μόνον δι' ἃ προαπηριθμησάμην, ὅτι μὴ καὶ ἄλλων δήπου πλείστων ἕνεκα. καὶ γὰρ ἔνιοι μὲν σαφηνείᾳ γλώττης ἔνιοι δ' ἥκιστα κέχρηνται, καὶ εἰ μὴ ταῖς ἐννοίαις, ἀλλ' οὖν τῇ γε λέξει καὶ τῷ τῆς φράσεως σχήματι διενηνέχθαι δοκοῦσιν ἐνιαχοῦ τοῖς ἀμαθῶς τε καὶ ἐριστικῶς ταῖς γραφαῖς ὁμιλοῦσιν. καὶ ἄλλως μὲν οἷς τὰ περὶ τούτου πῶς μὲν ἐγκωμιάζειν πῶς δ' ἀναγωγικόν τινα λέγειν τρόπον καὶ ἀλληγοροῦντας διεξιέναι ἔπεισιν, ἄλλως δὲ τοῖς ἁπλῶς ἑρμηνεύειν καὶ ἐξηγεῖσθαι προελομένοις μόνας αὐτὰς τοῦ εὐαγγελίου τὰς ῥήσεις φιλοτιμίας ἁπάσης ἐκτός, καὶ ἀνακαλύπτειν, ὅσον ἐφικτόν, τὸν ἐγκείμενον ταῖς λέξεσι νοῦν ἀκριβῶς, καὶ πλέον οὐδὲν περαιτέρω ζητεῖν· ἄλλως δὲ τοῖς νῦν ἐπὶ συγχύσει τῆς εὐσεβείας ἐπιφυεῖσιν ἀσεβέσιν, οἳ τὴν μίαν ἄκτιστον θεότητα πρὸς ἀπείρους καὶ διαφόρους τέμνουσι, καὶ ἅμα ὁρᾶν αἰσθητοῖς ὀφθαλμοῖς ἐγκαυχῶνται καὶ ὁμιλεῖν ἐξ οἴνου καὶ τρυφῆς Παλαμικῆς, ὃν ἀδύνατον ἰδεῖν μεμαθήκαμεν μήτ' ἀνθρώπων μήτ' ἀγγέλων οὐδένα· ἄλλως δ' αὖθις τοῖς ἑπομένοις βαναύσοις καὶ τριωβολιμαίοις γυναικαρίοις καὶ ἀνδραρίοις. ὡς εἶναι πολλαπλοῦς καὶ πολυειδεῖς τοὺς ἐντεῦθεν ἀποβλύζοντας τῆς θρησκείας ῥύακας, καὶ Πρώτεως τήμερον δεῖσθαί τινος, ἀλλοιοῦσθαι δυναμένου συχνὰ πρὸς τὰ διάφορα τῶν ὁμιλούντων ἤθη καὶ ἅμα τάς τε γνώσεις καὶ διχοστατούσας γνώμας. Διὰ δὴ ταῦτα καὶ τὰ τοιαῦτα βαθείας σιγῆς ἀνθεῖλκον ἔρωτες τὸ τῆς ἐμῆς ψυχῆς λογιζόμενον, καὶ τοιούτους δή τινας ἐν ἐμαυτῷ τοὺς λογισμοὺς ἐξήσκουν ἐγώ, δεδιὼς μὴ μάτην ἀορίστῳ τε καὶ ἀστάτῳ στοιχείῳ τῷ ἀέρι δόξω δανείζειν λόγους αὐτίκα μάλα λυθησομένους. ἐπεὶ δὲ πανταχόθεν ἡμᾶς περιθέοντες νῦν οἱ τῆς εὐσεβείας ἀγωνισταὶ καὶ σφόδρα τῆς πίστεως ἀντεχόμενοι πιθανωτέροις χρησάμενοι λόγοις ἐκθύμως τε ἀξιοῦσι καὶ ἀνάγκην τῇ ἀξιώσει ἐπάγουσι παντοδαπήν τινα καὶ πολὺ τὸ διάπυρον κεκτημένην, καὶ ἀρὰς προσεπιδαψιλεύουσι τῇ ἀνάγκῃ μὴ περιιδεῖν ἀναμοχλευομένην τὴν ἀλήθειαν, κινδυνεύοντας δὲ τοὺς πολλούς, τοὺς μὲν εἰς τὰ ἔσχατα τῆς κακίστης τῶν Μασαλιανῶν περιπίπτειν αἱρέσεως, τοὺς δ' εἰς τὰ τῶν ἀκτιστιτῶν τε καὶ ἀνθρωπομορφιτῶν βάραθρα, τοὺς δ' εἰς ἀλλοκότους καὶ τερατώδεις ἄλλους κρημνούς, καὶ ἄκων ἐξάγομαι λέγειν ἃ μὴ προῄρημαι, τὴν τοῦ κρύψαντος τὸ δῶρον καθ' ἕτερον τρόπον δεδιὼς καταδίκην ἐκείνου, ἅτε στενοχωρῶν καὶ ἀδικῶν τὸ τῶν λόγων χρηστὸν οὐ μάλα ἄκων, πλείοσι φαίνεσθαι χρηστὸν ἀφαιρούμενος διὰ τῆς σιγῆς. τρέποιτο δ' εἰς τὰς τῶν αἰτίων κεφαλὰς τὰ τῆς μέμψεως, ἐν οὐ καιρῷ βιασαμένων λέγειν τὰ τῇ φύσει μὲν καίρια, οὔπω δ' οὔτε τοῖς καθεστηκόσι πράγμασιν ὄντα οὔτε τοῖς ἀκούουσι καίρια, ἐν γὰρ τῇ τῶν ἀκουόντων γνώμῃ τὴν νικῶσαν ἔχειν πεπείσμεθα ψῆφον ὡς τὰ πολλὰ κειμένην τὴν τῶν λεγόντων ἀλήθειαν. Βέλτιον μὲν οὖν ἦν ἂν ἐν τοῖς τοιούτοις σιγᾶν, ὡς διείληπται· ἀλλ' ὅτε δὴ καὶ τῆς σιγῆς οἱ καιροὶ τὴν τῶν λεγομένων ξενοδοχοῦντες ἦσαν ἀσμένως φοράν, καὶ οὐ τὴν ἀναγκαίαν τοῦ λέγειν προύβαλλον πρόφασιν. ἔστι μὲν γὰρ καὶ σιγῆς καιρός, ἀλλ' ὅτε δὴ σιγῆς δεομένοις ἀκροαταῖς ἐντυγχάνοι· ὅτε δ' ἀξίοις καὶ πάνυ τι χρῄζουσι τότε δ' οὖν καὶ τὸ ἐνδεχόμενον εἰς τὴν τοῦ ἀναγκαίου μοῖραν σαφῶς ἀποκεκριμένον, λέληθε τὴν τοῦ ἐνδεχομένου δύναμιν ἀπολωλεκός, ὑπὸ τῆς ἀνάγκης καταποθὲν ὡς εἰπεῖν. ἀθανάτου γὰρ τῆς ἡμετέρας οὔσης ψυχῆς καὶ ἀθανάτους ἐκδεχομένης τὰς τῶν πεπραγμένων σαφῶς ἀμοιβὰς ἐξ ἀνάγκης, καὶ ἅμα μιᾶς ψυχῆς μὴ εἶναι τὸν πάντα κόσμον ἀντάξιον τῆς θείας λεγούσης γραφῆς, πῶς οὐκ ἀναγκαῖον ἐνταῦθα γίγνοιτ' ἂν καὶ τὸ ἐνδεχόμενον; εἰ γὰρ ἐφ' ἡμῖν καὶ ἐνδεχόμενον τὸ σώζειν ἐστὶν αὐτὴν καὶ δόξης ἀιδίου προξένους αὐτῇ καθίστασθαι, καὶ αὖ τοὐναντίον φθείρειν καὶ κολάσει παραπέμπειν αἰωνίῳ, ἀλλ' οὖν τῶν ἀναγκαίων καὶ τοῦτ' ἂν εἴη μάλιστα μεταξὺ μὴ παρατρέχειν κείμενον τὸ κατὰ φύσιν εἰπεῖν ἀναγκαῖον. ὅσον γὰρ τὸ φθείρειν τῶν ἀτοπωτάτων ἐστὶ καὶ παραλόγων, τοσοῦτο τῶν ἀναγκαίων τὸ σώζειν. ἃ γοῦν ἀκούσαντες πολλάκις καὶ ὧν πειραθέντες ἐμάθομεν εἶναι τῶν ἀγαθῶν, ταῦτα ποιεῖν τῶν ἀναγκαίων καθάπαξ κρίνομεν εἶναι. ἃ δὲ ποιεῖν τῶν ἀναγκαίων κρίνομεν εἶναι, τούτων ἀφίστασθαι ποίαν οὐκ ἀτοπίας ὑπερβολὴν παρελαύνοι. ὥστε τῶν χειρόνων ἀνθαιρεῖσθαι τὰ βελτίω μαθοῦσιν εἶναι βέλτιον ἐξ ἀνάγκης, βελτίους καὶ ἑαυτῶν ἀναγκαζομένους γίνεσθαι ἕπεται, καὶ τοῦ δέοντος, ὅσον ἐφικτόν, ἐγγύτατα θεῖν ἀεί, τὴν ἀθάνατον ὄντως καὶ ἀναγκαίαν ὁδόν, ὡς ἐμέ γε οἴεσθαι. καὶ οἶμαί γε ὀρθοτέραν πάνυ τι οἴεσθαι. καὶ οὕτως ἐνδεχομένης καὶ ἐφ' ἡμῖν τῆς τῶν ἀγαθῶν προαιρέσεως οὔσης ἀναγκαῖον γίνεται τὸ συμπέρασμα, πρὸς ὃ πέφυκεν ἀνατρέχον μάλα τι προσηκόντως, καὶ τὸ ἐν τοῖς τοιούτοις καίριον εἰς τὸ τῆς ἀληθείας μουσεῖον παιδαγωγούμενον ἀνευρίσκον. ἀλλὰ γὰρ εἰς τοῦτο τύχης ἡμᾶς τῆς τοῦ λέγειν τήμερον ἐλαυνούσης ἀνάγκης, σκεπτέον τίνα δεῖ πρῶτον καὶ τίνα δεύτερον εἰπεῖν, καὶ τίνα τάξιν εἰληφέναι δέον ἕκαστα τῶν ἑξῆς.
https://byzantium.gr/

ΛΟΓΟΣ ΛΓ’.

ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΛΟΓΟΣ ΔΟΓΜΑΤΙΚΟΣ Δ.
Πρῶτον μὲν οὖν ἂν εἴη σκέψασθαι ἄξιον, ἔφησεν ὁ Γρηγορᾶς, πότερον ταῖς κοιναῖς μᾶλλον ἐννοίαις τῆς ἐκκλησίας ἁρμόττει σέβειν ἕνα θεόν, εἴτουν μίαν ἐν τρισὶν ἄκτιστον θεότητα, καὶ ὅ φησιν ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος, φῶς ἓν ἀπρόσιτον καὶ ἀδιάδοχον τὸν θεόν, ἀειλαμπὲς τρίλαμπες, ἢ πλείστας μὲν θεότητας πλείω δὲ φῶτα κατά τινας τῆς ἀντιθέτου τῇ εὐσεβείᾳ φάλαγγος. ἐγὼ μὲν οἶμαι μηδένα τῶν εὐσεβέσι λογισμοῖς συντεθραμμένων πρὸς τοσαύτην ἑκόντα καταπεσεῖν ἀπόνοιαν, ὥστε πλείους μιᾶς ἑλέσθαι νομίζεσθαι δικαιοῦν θεότητας, κοινῇ τῶν τῆς εὐσεβοῦς ἐκκλησίας πατρίων δογμάτων ἀκούοντα διαρρήδην βοώντων, φῶς ἓν ἀδιάδοχον καὶ ἀπρόσιτον εἶναι τὸν θεόν, καὶ μὴ πολλὰ μηδὲ πέρα τῆς τριάδος, δεύτερον δὲ φῶς ἄγγελον μηδενὸς ἑτέρου μεταξὺ μεσιτεύοντος, καὶ πάλιν ἕνα θεὸν εἶναι, διότι μία θεότης, ἀναγκαίαν αἰτίαν τοῦ σέβειν ἕνα θεὸν τὴν τῆς μιᾶς θεότητος πρώτην ὁμολογίαν τιθέντων, εἰ μή τις ἐν ἀθύρματος μοίρᾳ καὶ γέλωτος ἑκὼν ἑαυτοῦ προδότης τοῖς ἐν ἀγοραῖς καλινδουμένοις παιγνίοις καθίσταιτο ἐθελοκωφῶν. Τούτου γε μὴν ὁμολογηθέντος, δεύτερόν ἐστι πυθέσθαι ἄξιον εἰ δέοι παραδραμόντας τὴν κοινὴν αὖθις τῆς τοῦ θεοῦ ἐκκλησίας ἔννοιαν μεταξὺ καθάπερ λύχνον ἐπ' ὄρους κειμένην, ἔπειτα ὁρατὴν εἶναι λέγειν τὴν μίαν ταύτην καὶ μόνην ἄκτιστον θεότητα, εἴτουν τὸ ἓν φῶς ἐκεῖνο τὸ ἀειλαμπὲς καὶ ἀπρόσιτον καὶ ἀδιάδοχον· κοινὸν γὰρ εἶναι δόγμα τῆς ἐκκλησίας καὶ τοῦτ' εἰλήφειμεν πρός τε τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ φοιτητῶν, ἑωρακέναι θεὸν ὑπάρχειν ἀδύνατον ἅπασι, πλὴν διὰ συμβόλων καὶ τύπων σωματικῶν. «οὔτε γὰρ» φησὶν «εἶδε θεὸν οὔτ' ἰδεῖν δύναται τῶν ἁπάντων οὐδείς.» ἅπερ ὁ εἰπὼν αὐτὸς ἐπισφραγίζων αὖθις θεῖος Παῦλος «εἴ τις εὐαγγελίζεται» φησὶ «παρὸ παρελάβετε, ἀνάθεμα ἔστω,» ταῦτα δὴ λέγων τὰ εἰρημένα, τὸ μίαν τε σέβειν ἄκτιστον θεότητα καὶ φῶς ἓν ἐν τρισὶν ὑποστάσεσι, καὶ ἅμα ταύτην ἀόρατον εἶναι ὁμολογεῖν, μὴ ὅτι ἀνθρώποις ἀλλὰ καὶ ἀγγέλοις αὐτοῖς. τίς γὰρ οὕτως ἠλίθιος καὶ μανίᾳ σύνοικος μακρᾷ ὥστε κτισμάτων ἀοράτων ὄντων, ἀγγέλων φημὶ καὶ ψυχῶν καὶ δαιμόνων, λέγειν ἔπειτ' ἀνθρώποις τολμᾶν ὁρατὴν εἶναι τὴν φύσιν τοῦ τῶν ἁπάντων δημιουργοῦ θεοῦ. μὴ οὖν ὅτι θρήνων καὶ δακρύων ἄξιον παμπόλλων πάτριον δόγμα τῆς ἐκκλησίας κινοῦντας τοῖς ἀποστολικοῖς ἐκείνης ἀναθέμασιν ἑαυτοὺς ἑκοντὶ παρέχειν, ἀλλὰ καὶ μανίας ὁμοῦ καὶ ἠλιθιότητος γέμει τοιαῦτα λογίζεσθαι. ἐπὶ γὰρ πᾶσαν διδασκαλίαν καὶ πᾶσαν μάθησιν ἐκ προϋπαρχούσης γίνεσθαι φάσκουσι γνώσεως. δεῖ γὰρ μαρτυρίας ἐν τοῖς τοιούτοις ἐκείνας προβάλλειν εἰς προῦπτον καὶ σαφεστέραν δήλωσιν τῶν ἀτελεστέρων, αἳ τῇ τῶν ἀνθρωπίνων αἰσθήσεων ἐκ πρώτης γενέσεως συνηθείᾳ κανόσιν ἀθανάτοις μαθήσεις ἡλικιώτιδες γίνονται, κἀντεῦθεν ἀμοιβαίοις ἴχνεσιν ἀναγομένους βαθμίδων δίκην ταῖς κατὰ μικρὸν ὑπαλλαγαῖς τῶν ἀναλόγων προσθέσεών τε καὶ ὑφαιρέσεων συμβιβάζειν καὶ τῷ τῆς ἐπιστήμης ἡλίῳ καθαρώτερον ἤδη προσάγειν, χρεὼν διδακτῆς οὔσης τῆς ἐπιστήμης προϋπάρχουσαν εἶναι λογίζεσθαι γνῶσιν τὴν τῶν αἰσθήσεων αὐτοδίδακτον πρώτην κατάληψιν, ἀφ' ἧς ὡς ἐκ πρώτης ἀρχῆς καὶ πηγῆς οἱ πάσης ἐπιστήμης ἀποβλύζουσι ῥύακες τῶν τε τοῖς αἰσθητοῖς καὶ διανοητοῖς καὶ νοητοῖς ἐνυπαρχόντων ὅρων καὶ λόγων. τὸ γὰρ βλέπειν ἡμᾶς καὶ ἀκούειν, καὶ νῦν μὲν γλυκέων καὶ πικρῶν αἰσθάνεσθαι διὰ τῆς γεύσεως νῦν δὲ τραχέων τε καὶ λείων διὰ τῆς ἁφῆς, καὶ ὅτι θερμὸν καὶ καυστικὸν τὸ πῦρ καὶ ψυχρὸν ἡ χιὼν, κοιναί εἰσιν ἔννοιαι πάντα καὶ αὐτοδίδακτα τοῖς αἰσθητηρίοις. οὐ γὰρ διδασκόμεθα παρ' οὐδενὸς βλέπειν ἢ ἀκούειν, ἢ ὅτι καίει τὸ πῦρ καὶ ψυκτὸν ἡ χιὼν καὶ τὸ μέλι γλυκύ. αὐτόθεν γὰρ ἡ αἴσθησις τὰ μὲν προσίεται τὰ δ' ἀποσείεται δίχα τινὸς ἐπεισάκτου γεωμετρικῆς ἀνάγκης καὶ δίχα συλλογιστικῆς ἀποδείξεως οἱασδηποτοῦν, τοῦ δημιουργοῦ θεοῦ πανσόφως προοικονομήσαντός τε καὶ προϋποθέντος τῇ φύσει σπερματικῶς οὑτωσὶ τὰς τοιαύτας ἀρχεγόνους ῥίζας, ἐφόδιον κράτιστον ταῖς ἐπιστημονικαῖς ἑξῆς ἁπάσαις μεθόδοις καὶ ἀποδείξεσιν, ἐξ ὧν οἱ ἀκαταμάχητοι καὶ δυσαντίβλεπτοι μάλιστα τῆς ἀληθείας περατοῦνται συλλογισμοί. δεῖν γὰρ εἶναι τὰς ἀρχὰς τῶν συλλογισμῶν αὐτοδιδάκτους καὶ αὐτόθεν ἐχούσας τὸ πιστὸν καὶ ἀναντίρρητον πανταχοῦ καὶ ὁμόλογον ἐξ ἁπάντων τὸ συγκεχωρηκός, ὡς ἂν ἐξ ὁρμητηρίου βεβαίου καὶ ἀσφαλοῦς ταῖς τῶν σοφῶν ἀποδεικτικαῖς φωναῖς τε καὶ γλώτταις κινουμέναις ἀγώγιμον ὡς ὑφ' ἡλίῳ καὶ φωτὶ μέχρι τοῦ προσήκοντος ἑκάστῳ συμπεράσματος τὸ τῆς ἀληθείας εἴη πορευόμενον εὐγενές. Καὶ ἵν' ὑποδείγμασι τρισὶ καὶ τέτρασι διαλευκανθείη τὰ εἰρημένα, προκείσθω νῦν διδάσκαλος ἡμῖν ὁ μέγας τῆς ἐκκλησίας φωστὴρ Διονύσιος, ἐκ τῶν τῇ αἰσθήσει γνωρίμων καὶ αὐτόθεν τὸ πιστὸν ἐχόντων καὶ ἅπασιν ὡμολογημένων τὸ συγκεχωρηκὸς παριστῶν τὸ ζητούμενον. θέλων γὰρ διδάξαι πανταχοῦ τὸν θεὸν εἶναί τε καὶ πᾶσι μεθεκτόν, ὡς ἐκείνῳ προσήκει, ταῖς κοιναῖς καὶ πᾶσι προδήλοις ἐννοίαις πρὸς τὴν τῶν ὑπὲρ αἴσθησιν κέχρηται δήλωσιν. «ὥσπερ γὰρ ἐν κέντρῳ» φησίν «πᾶσαι αἱ τοῦ κύκλου γραμμαὶ κατὰ μίαν ἕνωσιν συνυφεστήκασι, καὶ πάσας ἔχει τὸ κέντρον ἐν ἑαυτῷ τὰς εὐθείας ἑνοειδῶς ἡνωμένας πρός τε ἀλλήλας καὶ πρὸς τὴν μίαν ἀρχὴν ἀφ' ἧς προῆλθον, οὕτως ἐκ θεοῦ καὶ ἐν θεῷ τὰ ὄντα πάντα συνειλημμένως καὶ ἑνιαίως εἰσί, καὶ τὰ ἀλλήλοις ἐναντία. καὶ πάλιν, ὥσπερ φωνὴ μία καὶ ἡ αὐτὴ πρὸς πολλῶν ἀκοῶν ὡς μία μετέχεται, οὕτω καὶ ὁ θεὸς εἷς ὢν καὶ ἀμερὴς ὑπὸ τῶν μεριστῶν ἀμερίστως μετέχεται. καὶ πάλιν, ὥσπερ σφραγῖδος μιᾶς ἐκτυπώματα πολλὰ μετέχει, τῆς ἀρχετύπου σφραγῖδος ἐν ἑκάστῳ τῶν ἐκτυπωμάτων ὅλης καὶ τῆς αὐτῆς οὔσης καὶ ἐν οὐδενὶ κατ' οὐδὲν μέρος, οὕτω καὶ τοῦ θεοῦ τὰ πάντα μετέχει. καὶ πάλιν, ὥσπερ ἐν τῇ ψυχῇ μονοειδῶς αἱ τῶν κατὰ μέρος πάντων προνοητικαὶ τοῦ ὅλου σώματος δυνάμεις, οὕτω κἀν τῷ θεῷ. οὐδὲν γὰρ ἄτοπον» φησίν «ἐξ ἀμυδρῶν εἰκόνων ἐπὶ τὸ πάντων αἴτιον ἀναβάντας ὑπερκοσμίοις ὀφθαλμοῖς θεωρῆσαι πάντα ἐν τῷ πάντων αἰτίῳ μονοειδῶς καὶ ἡνωμένως.» Ταῦτα εἰπών, ὁρᾶτε, φησὶν ὁ Γρηγορᾶς, πῶς ἐκ τῶν τῇ αἰσθήσει γνωρίμων καὶ φανερῶν ὁ νοῦς ἀφανὴς ὢν ἁρπάζων τὸ βέβαιον, ῥᾳδίως ἐκ τῆς πρὸς τὴν τῶν θείων καὶ ὑπὲρ αἴσθησιν εὕρεσιν ἀνατρέχει, κἀκ τοῦ φύσει ἀμεροῦς ἐς τὸ μεριστὸν κατιὼν ἀμερῶς αὖθις πρὸς τὸ ἀμέριστον ἐκ τῶν μεριστῶν παλινδρομεῖ, μήτε τῶν τῆς ἑαυτοῦ φύσεως ἐξιστάμενος μυστηρίων, καὶ ἅμα τὰς ὑλικὰς ἐνεργείας εἰωθὼς περιτίθεσθαί τε καὶ οἰκονομικῶς ἐκπληροῦν, ἀμοιβαίαις καὶ λεληθυίαις φάναι παραπλοκαῖς τε καὶ συμφυΐαις συνάγων πρὸς ἑαυτόν, καὶ ἀναλόγως τὸ ἑαυτοῦ φῶς πολλοῖς ἐνσπείρων ὑποκειμένοις, καὶ ὥσπερ πολλοῖς ἐφεξῆς κειμένοις κατόπτροις ἓν ἐμφανίζων πρόσωπον, καὶ τὸ κεχυμένον τῆς ὕλης ἄπειρον καὶ ἀόριστον οἰκείοις περασί τε καὶ σχήμασι μορφῶν καὶ συνδέων καὶ συναρμόττων. καὶ ἡ πρὶν περιοδεύουσα τοὺς ἔνδον λογισμοὺς τῶν ἀπορρήτων καὶ θείων πραγμάτων ζήτησις, τῶν αἰσθητῶν ἤδη ἀναχωροῦσα τῇ τῷ νῷ προσηκούσῃ γνώσει ἀκολουθεῖ. ἐντεῦθεν γὰρ καὶ τὰς θείας καὶ νοερὰς προόδους ἐθέλοντες δηλοῦν οἱ θεῖοι πατέρες παραδείγματι φαινομένῳ ταῖς ἡλίου χρῶνται ἀκτῖσιν, αἳ τὴν ἐτυμολογίαν ἀπὸ τοῦ ἐκτείνεσθαι ἔχουσαι χέονται μὲν οὐκ ἐκχέονται δέ, ἀλλ' ἐκτείνονται πέριξ κατὰ τὸ ἀνάλογον τῆς τῶν δεχομένων εὐρυχωρίας. πληθύνεσθαι γὰρ ὁ θεῖος ἔφησε Μάξιμος τὸν θεὸν τῷ καθ' ἕκαστον εἰς παραγωγὴν τῶν ὄντων βουλήματι, ταῖς προνοητικαῖς προόδοις πολλαπλασιαζόμενον, μένειν δ' ἀμερίστως ἕνα καθάπερ τὸν ἥλιον ἀκτῖνας μὲν πολλὰς προπέμποντα μένοντα δ' ἐν τῇ ἑνότητι. ὅταν γὰρ ἐς τὴν προβλητικὴν ἀποσκοπῶμεν δύναμιν τοῦ ἡλίου, μονοειδὲς καὶ ἑνιαῖον τὸ τῶν ἀκτίνων καταλαμβάνομεν πλῆθος· ὅταν δ' εἰς τὴν ἀστάθμητον καὶ μεριστὴν ποικιλίαν τῆς τοῦ κόσμου γενέσεως, τὰς ἀκτῖνας ἐκτεινομένας οἱονεί τινας χεῖρας ἐργατικὰς τό τε τῆς ἀριθμητικῆς ἐπιστήμης ἀναλισκομένης δι' ἀπορίαν, τὸ ἓν εἰς ἀναρίθμητον πλῆθος σχιζόμενόν τε καὶ μεριζόμενον βλέπομεν. οὕτω δὴ κἀπὶ τῆς ψυχῆς καὶ τῶν ταύτης δυνάμεων καὶ ἡμεῖς τοιούτοις χρώμεθα παραδείγμασιν, ἐνίοτε μὲν τὸν ὅμοιον τρόπον, ἐνίοτε δὲ τὸν ἀντίστροφον· δυοῖν γὰρ ὀργάνων ὄντων τῷ τῆς ψυχῆς ὀφθαλμῷ τῷ νῷ πρὸς γνῶσιν τῶν αἰσθητῶν πραγμάτων, τῆς τε αἰσθήσεως ἅμα καὶ διανοίας, ἐκ τούτων αὐτῷ τὴν ἐπιστήμην ἀεὶ συσκευαζομένην ὁρῶμεν κἀξ ἀτελοῦς διχονοίας εἰς ὁμόνοιαν συγγενῆ συνιοῦσαν, τῆς μὲν ἀναλήψεσιν ὁλοσχερεστέραις ἔξωθεν εἰσαγούσης τὰς πρώτας ἀρχάς, ἐκ τῆς τῶν αἰσθητῶν συμπεφορημένης τε καὶ διηνεκῶς μεταβαλλομένης πολυφωνίας, τῆς δὲ παραδεχομένης τε καὶ παραπεμπούσης εἰς ἓν ἀκριβέστερον ἐπισκέψεως ἐργαστήριον τὸν νοῦν, καὶ ἀναχωνευούσης ἐκεῖ πρὸς ἐμπειρίας ὁμόνοιάν τε καὶ ἑνότητα. οἷς γὰρ ἑτερότης πάρεστι, τούτων ἄπεστι σαφῶς ἡ ὁμόνοια· οἷς δὲ μή, τούτοις δὲ καὶ τὰ τῆς ὁμονοίας ῥᾷστα ἐμφύεται. καὶ ὁ τοῦ ἡλιακοῦ παραδείγματος ξυνιεὶς εὐφυῶς τῆς κατ' αἴσθησιν ἐξεκεχωρήκει συνηθείας εὐθύς, καὶ τὴν τῆς ὁράσεως προσεδρείαν εἰς τοὺς νοητοὺς ῥᾳδίως ὀφθαλμοὺς μετενήνοχεν, ἡγεμόνας τῆς τοιαύτης εὑρίσκων ὁδοῦ τοὺς ἁγίους, τοῖς μὲν αἰσθητοῖς ἐνεῖναι λέγοντας ἔκστασιν γίνεσθαι, θεῷ δ' ἥκιστα πάντων παρόντι πανταχοῦ καὶ τὰ πάντα πληροῦντι καὶ μηδενὸς λειπομένου τόπου ὃς τὴν θείαν ἔκτασιν δέξασθαι ἂν ἐπινοηθείη. Ὅμοιον γὰρ ἠχοῦσιν αἱ λέξεις, οὐχ ὅμοιον δ' ἔχουσι τὸ τῆς ἀναγωγῆς καὶ καταγωγῆς ὁρμητήριον, ἀλλ' ἄλλως μὲν ἐπὶ θεοῦ ἄλλως δ' ἐπ' ἀνθρώπων τοῖς ὀρθῶς τε καὶ εὐσεβῶς φρονοῦσι λαμβάνονται, καὶ ἄλλως μὲν ἐπὶ τῶν αἰσθητῶν ἄλλως δ' ἐπὶ τῶν θείων καὶ νοητῶν. ἀνθρώπινα γὰρ ὁ θεῖος ἔφη Χρυσόστομος τὰ ῥήματα, ἀλλὰ θεῖα νοήματα δι' αὐτῶν. φεῦγε τὰ ἀπὸ τῆς λέξεως ὑποπαλλόμενα, καὶ νόει τὰ διὰ τῆς πίστεως θεωρούμενα. μὴ προλαβὼν ἁρπάσῃς τὸ ῥῆμα εἰς διαβολήν, ἀλλ' ἀνάμεινον τὸ τέλος καὶ κρῖνον τὸ λεγόμενον. μὴ γίνου δικαστὴς δυσμενὴς ἀλλὰ συναγωνιστὴς εὐμενής. καὶ ταῦτα μὲν ὁ Χρυσορρήμων· ἡμεῖς δὲ καὶ ἐξ ἑτέρων ἔχομεν παριστᾶν τὸ λεγόμενον. καὶ γὰρ καὶ τὸ καθὼς ἐπὶ θεοῦ καὶ ἀνθρώπων λεγόμενον οὐχ ὁμοίαν ἔχειν διάνοιαν ἡ θεία γραφὴ συγχωρεῖ. «καθὼς» γάρ φησιν «οἰκτείρει πατὴρ υἱούς, ᾠκτείρησε κύριος τοὺς φοβουμένους αὐτόν.» καὶ εἰσὶν οἱ τοῦ κυρίου οἰκτιρμοὶ τῶν τοῦ ἀνθρώπου πατρικῶν οἰκτιρμῶν ἀπειροπλασίως ὑπέρτεροι. καὶ πάλιν «γίνεσθε τέλειοι καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τέλειός ἐστι.» πρὸς οὖν τοιαύτην ἐληλυθέναι τελειότητα πάντως ἀνθρώποις ἀδύνατον. καὶ πάλιν «καθὼς ἀπέσταλκέ με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς.» ἀλλ' οὐχ ὁ αὐτὸς ἐπ' ἀμφοῖν τῆς ἀποστολῆς ὁ τρόπος· ὃ μὲν γὰρ ὁμοούσιος ὢν τῷ πατρὶ ὡς ἐξ ἡλίου φῶς ἀπεστάλη, οὗτοι δ' ὡς δοῦλοι πρὸς δεσπότου. καὶ τὸ τοῦ ἀποστόλου δὲ «γνώσομαι τότε καθὼς καὶ ἐπεγνώσθην·» πᾶσα γὰρ ἀνάγκη τοσοῦτον εἶναι τὸ ὑπερβάλλον μεταξὺ τῆς θείας γνώσεως καὶ τῆς ἀνθρωπίνης ὅσον καὶ τῆς θείας φύσεως πρὸς τὴν ἀνθρωπίνην. Οἷς οὖν πρὸς ὕβριν τρυφᾶν οἱ καιροὶ χαριζόμενοι νοῦν τε ἀλάστορα βρεφουργοῦσιν ἐν τῇ ψυχῇ, κἀκ τοῦ σαθρὰ φρονεῖν μεγάλα φρονεῖν χορηγοῦσι, κἀντεῦθεν πρὸς τὸ βουλόμενον ἔπεισι διαστρέφειν καὶ ἀνελίττειν κακῶς τὴν τῶν ὀνομάτων τε καὶ ῥημάτων διάνοιαν, τούτους οὐ μέγα ἔργον τοῖς θείοις πατράσι τῆς θείας ἐλαύνειν αὐλῆς, καθάπερ Ἀθηναῖοι πάλαι τὸ Κυλώνειον ἄγος. προσθείην δ' ἂν καὶ ξενηλασίαν ἐκείνην ἐγώ, ἣν τῶν Ὁμήρου πάλαι Πλάτων ἐπῶν κατεψήφισται, ὅσα δήπουθεν αἰσχροὶ καθυβρίζουσιν ἔρωτες καὶ λέξεις ἀνθρωποπαθεῖς, ὁποῖαι τὸ τῆς ἐκείνου πόλεως ἦθος κιβδηλεύειν ἔμελλον ἄν, σεμναῖς ἀσέμνως ἀκοαῖς ἐνοχλοῦσαι. μᾶλλον δ' εἰπεῖν οἰκειότερον, ὡς πρὶν τοὺς θεοκαπήλους ἐκείνους ὁ κύριος ἐκ τοῦ ἱεροῦ. ὥσπερ γὰρ ἐπὶ τῶν φαινομένων πραγμάτων ἡ μὲν φύσις ἀνείδεον τρόπον τινα τὴν ὕλην παρέχει τοῖς ἀνθρώποις καὶ ὑπεναντίαν ὡς τὰ πολλὰ πρὸς τὸ χρήσιμον, ἐπειδήπερ ἡ μὲν φύσις τὸν αὐτὸν ἀεὶ συγκεχυμένον καὶ ἀδιάκριτον τρόπον τηρεῖ τῆς γενέσεως, ἃ δ' ἀπαιτοῦσιν αἱ διηνεκεῖς καὶ διάφοροι τῶν ἀνθρώπων χρεῖαι, ταῦτα μεταβάλλει πάντα πολλαχῇ καὶ πολυτρόπως ὑπ' αὐτῶν πρὸς τὸ χρήσιμον, οὕτω καὶ τά τ' ὀνόματα καὶ ῥήματα διαγνοίη ἄν τις ἔχοντα, καὶ μάλισθ' ὅσα ταῖς ὁμωνυμίαις περιδινεῖται, καθάπερ ὕλη τις διάφορος ὑπὸ τῆς τέχνης παιδαγωγούμενά τε καὶ πρὸς τὸ χρήσιμον τοῖς καιροῖς καὶ ταῖς τῶν γραφόντων καὶ διαλεγομένων κατ' οἰκονομίαν ὑποθέσεσι μεθαρμοζόμενά τε καὶ μεταλαμβανόμενα. καὶ τούτων ἡμῖν ἀρχιτέκτονες οἱ θεῖοι τῆς ἐκκλησίας διδάσκαλοι γίνονται, εἰ βουλοίμεθα προγόνων φάναι χρηστῶν ἀπόγονοι χρηστοὶ καλεῖσθαι, μηδαμῇ τὰ ἐκείνων τοιχωρυχοῦντες καὶ παρασπῶντες καὶ σπαράττοντες κατὰ τοὺς ἀγνώμονας καὶ πατραλοίας παῖδας ἐκείνους, οὓς ἐξώλεις καὶ προώλεις ἐπαρῶνται πάντες ἀπόλλυσθαι. ὥσπερ δήπου καὶ Πέτρος ὁ θεῖος ἀπόστολος, διδάσκων μὴ διαστρέφειν τὰς θείας γραφὰς πρὸς κακίαν ἀντίρροπον, καὶ τάδε προστίθησιν. «ὡς ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Παῦλος κατὰ τὴν αὐτῷ δοθεῖσαν σοφίαν ἔγραψεν ὑμῖν, ὡς καὶ ἐν πάσαις ταῖς ἐπιστολαῖς λαλῶν ἐν αὐταῖς περὶ τούτων. ἐν αἷς ἔστι δυσνόητά τινα, ἃ οἱ ἀμαθεῖς καὶ ἀστήρικτοι στρεβλοῦσιν, ὡς καὶ τὰς λοιπὰς γραφάς, πρὸς τὴν ἰδίαν αὐτῶν ἀπώλειαν.» Ὁρᾶτε πῶς δεῖ τοῖς τοιούτοις συνετῶν ὁμοῦ καὶ εὐγνωμόνων καὶ οὐδαμῇ κακοδαιμόνων ἀκροατῶν, ὁποῖοι πρὸς ἀμαθίας ἄμουσον μουσεῖον φοιτᾶν εἰώθεσαν ἐκ παίδων καὶ ἐπαλέα λέσχην, ὅπου μηδαμῇ δικαιοσύνης γεωργεῖσθαι ἴσασι καρποί, μήτε μὴν οὐδ' οἱ μετ' ἀρετῆς εὐδοκιμεῖν ἱδρῶτες, ἀλλὰ κακίας τρόφιμοι φωναὶ καὶ γλῶτται, καὶ πρός γε πονηραί τε καὶ διάστροφοι διάνοιαι πρὸς τὴν ἰδίαν ὑπόληψιν τὰ τῶν θείων πατέρων διαστρέφουσαι ῥήματα· ὃ δὴ καὶ Παλαμᾶς τετόλμηκεν ἐφ' ἡμῶν, μισθοφόρον ὄργανον ἀσεβείας γενόμενος ἑκοντί. Ἐπεὶ δ' ἐς τόδε τέλους εὔζωνον εἰπεῖν καὶ μάλα γέ τι ῥᾴδιον τὸ τῆς διαλέξεως ἐκείνης ἐχώρει προοίμιον, καὶ τὰς τῶν Παλαμιτῶν ἐκείνων ὁμολογίας διὰ τῶν θείων καὶ ἀφύκτων γραφῶν ἀναμφιλέκτους ἐκ πρώτης φάναι γραμμῆς ὁ Γρηγορᾶς ἐχειροῦτο, καὶ μίαν ἔπειθεν ὁμολογεῖν εἶναι θεότητα ἄκτιστον καὶ φῶς ἓν ἀπρόσιτον καὶ ἀδιάδοχον, τὴν μακαρίαν καὶ τρισυπόστατον μόνην οὐσίαν, καὶ ταύτην μὴ μόνον ἀόρατον ἀλλὰ καὶ νοῦ καὶ λόγου παντὸς ὑπερτέραν παντάπασι, «σκεπτέον» ἔφησε «πόθεν κἀκ ποίας αἰτίας ὁρμώμενος Παλαμᾶς δεύτερον ἐδογμάτισεν ἄκτιστον εἶναι φῶς ὑπὲρ τοὺς ἀγγέλους μέν, ὑφειμένον δ' οὖν ἀπειράκις τῆς μακαρίας ἐκείνης καὶ θείας οὐσίας· πόθεν δὲ καὶ ποίαν εἰλήφει τὴν πρόφασιν ἐκ τοῦ τοιοῦδε φωτὸς πλῆθος εἰσενεγκεῖν θεοτήτων ἀκτίστων καὶ ἀνουσίων, τῆς θείας οὐσίας διαφόρων πάντῃ καὶ ἑτερογενῶν. ἐγὼ γὰρ οὐκ οἶδ' ὁπότερον εἴποιμι ἄν· ἢ γὰρ οὐκ ἀκήκοε διαρρήδην τῆς ἁγίας ἕκτης καὶ οἰκουμενικῆς συνόδου βοώσης τὰ ἐναντία, ἢ ἀκούσας οὐκ ᾔσθετο, ἢ αἰσθόμενος ἀπῳδόν τε ἔκρινε καὶ μηδεμιᾶς τινὸς ὅλως ἀξίαν φροντίδος εὐλόγου. φασὶ γὰρ οἱ τὴν θείαν ἐκείνην σύνοδον συγκροτήσαντες θεῖοι πατέρες ὡς ἡμεῖς οὔτε τρεῖς τινὰς θεοὺς ἐπιστάμεθα οὔθ' ὅλως πολλοὺς θεοὺς ἢ φύσεις ἢ οὐσίας ἢ θεότητας ἔγνωμεν ἢ γινώσκοντας οἴδαμεν, ἀλλὰ καὶ τὸν ἔχοντα ἢ φρονοῦντα ἢ γινώσκοντα τοῖς ἀναθέμασι βάλλομεν. τούτοις ἡ Παλαμικὴ φατρία ἐκείνη τοιάνδε τινὰ τὴν ἀντίθεσιν ἐπεισήνεγκε. τὸν μὲν τῆς ἕκτης συνόδου τοῦτον ἀναθεματισμὸν ὑπερθετέον ἐν τῷ παρόντι. δεῖ γὰρ ἀποκρίνασθαι ὡς οὐκ ἄλογός τις ἡμῖν ἐγεγόνει πρόφασις πρὸς δευτέρας θεότητος ἔννοιάν τε καὶ πίστιν, ἀλλὰ καὶ μάλα τι εὔλογος· δείξασι γὰρ ἡμῖν τὴν τῶν θείων γραφῶν δύναμιν ὅθεν ἡμῖν ἡ πρόφασις, αὐτόθεν αὐτομάτως πάντως ἑκάτερα ἕψεται, τῆς τε μέμψεως ἡ ἀπόφασις καὶ ἅμα ἡ τοῦ ἀναθεματισμοῦ ἀναχώρησις. οὐ γὰρ ἄλλοθεν ἀλλ' ἢ ἐκ τοῦ ἐν Θαβωρίῳ πάλαι τῷ ὄρει περὶ τὸ τοῦ κυρίου σῶμα γενομένου τε καὶ φανέντος φωτός, περὶ οὗ καὶ τὸν ἐν θεολογίᾳ μέγαν συνηνέχθη λέγειν Γρηγόριον λάμψαι τῇ μορφῆ καὶ τὴν θεότητα παραδεῖξαι, καὶ γυμνῶσαι τὸν ἐν τῇ σαρκὶ κρυπτόμενον. καὶ πάλιν· φῶς ἡ παραδειχθεῖσα θεότης ἐπὶ τοῦ ὄρους μικροῦ στερροτέρα καὶ ὄψεως· ὃ τότε μὲν ὡράθη τοῖς ἀποστόλοις, νῦν δὲ τοῖς ἀμφὶ τὸν Παλαμᾶν ἀεί, καὶ πρό γε τούτων ἄλλοις οὐκ ὀλίγοις, ὡς ἐξεῖναι λέγειν ἐντεῦθεν τὸ μὲν ἀόρατον τοῦ θεοῦ, τὸ δ' ὁρατὸν μὲν ἄκτιστον δέ, καὶ τὸ μὲν ἀμέθεκτον τὸ δὲ μεθεκτόν, καὶ τὸ μὲν ὑπερκείμενον τὸ δ' ὑφειμένον. ἄτοπον γὰρ τὸν οὐράνιον χῶρον ἀπολιμπάνον ὅλον παρεῖναι τὸ θεῖον τοῖς ἐπιγείοις τούτοις, οὖσι ῥυπαροῖς τὸ πλεῖστον εἰπεῖν καὶ δυσώδεσι καὶ μεμολυσμένοις. ἢ πῶς ἂν ὕψιστος λέγοιτο θεὸς κατιὼν ἐκεῖθεν καὶ τοῖς ἐπιγείοις καὶ ἐφαμάρτοις συνδιατρίβων; ἀλλ' εἶναι τὴν μὲν οὐσίαν αὐτοῦ ὑπερκειμένην θεότητα ἄκτιστον, ἀεὶ τοῖς οὐρανίοις θαλάμοις ἐνδιατρίβουσαν, καὶ διὰ τοῦτο μένουσαν ἀόρατον πάντῃ καὶ ἀμέθεκτον· τὰς δὲ ἐνεργείας αὐτῆς ὑφειμένας θεότητας, διαφόρους τῆς οὐσίας, καὶ διὰ τοῦτ' ἀνουσίους καὶ ἅμα μεθεκτὰς καὶ ὁρατὰς ἡμῖν. Πρὸς ταῦτα ὁ Γρηγορᾶς «καὶ πῶς ἄν τις» φησίν «ἐλεγχθείη μᾶλλον καὶ ἑαυτῷ μαχόμενος καὶ τῇ θεότητι; ἵνα τοῖς αὐτοῦ Γρηγορίου περὶ αὐτοῦ λέγων χρήσωμαι. εἰ γὰρ ἅπερ αὐτὸς θεμελίων ὑπέθηκε τρόπον, ταῖς κοιναῖς καὶ εὐσεβέσι τῆς ἐκκλησίας ἐννοίαις ἑπόμενος, ταῦθ' ὥσπερ ἐν μεταμέλῳ γενόμενος γνώμης διορύττει καὶ ἀναιρεῖ, πῶς οὐ παραβάτην ἑαυτὸν δείκνυσι κατὰ τὸν θεῖον φάναι ἀπόστολον, καὶ ἅμα ἑαυτῷ μαχόμενον καὶ θεότητι; δέδεικται γὰρ αὐτὸς ἐν προοιμίοις διδάσκων ἡμᾶς φῶς ἓν ἀπρόσιτον εἶναι τὴν μόνην ἐκείνην ἄκτιστον τῆς μακαρίας τριάδος οὐσίαν τε καὶ θεότητα. ἀπρόσιτον δ' εἰπὼν καὶ ἀόρατον δεδήλωκεν εἶναι μετὰ πολλοῦ τοῦ κρείττονος· τὰ δὲ μετ' αὐτὸ πάντα φῶτα κτιστά. εἶεν δ' ἂν ἄλλα τε μυρία, καὶ ὅσα μᾶλλον αὐτὸς τὴν ὁμώνυμον φωνὴν τοῦ φωτὸς κατὰ τὴν εἰς πλείω σημαινόμενα ποιησάμενος ἔκτασιν ἐν τῷ περὶ βαπτίσματος ἐξέθετο λόγῳ. οὐ τοίνυν ἑαυτῷ μαχόμενος καὶ θεότητι φαινοιτ' ἂν ὁ μέγας οὗτος διδάσκαλος; ἄπαγε. μαινομένης ταυτὶ διανοίας καὶ γλώττης εἰσὶ παρευρήματα κατὰ τοῦ ἁγίου, ἤθεσι χρηστοτέροις δολερῶς κρυπτόμενα· πολλὰ γὰρ ἐκεῖνος ἀπαριθμησάμενος λέγεσθαι φῶτα, ἓν τῶν πολλῶν εἶναι λέγει κἀκεῖνο τὸ φῶς, ἐν ᾧ μὴ δεδεῖχθαί φησιν ἀλλὰ παραδεδεῖχθαι τηνικαῦτα τὴν θεότητα, τῆς παρά προθέσεως κολαζούσης τὸ αὔθαδες τῶν ἀτόπως τὰ θεῖα βωμολοχεῖν ὡρμημένων, ὡς καὶ ἡμῖν ἐν ἄλλοις εἴρηταί τε καὶ αὖ προϊοῦσι τρανότερον εἰρήσεται κατὰ χώραν. παρίτω δ' ὅμως ἐν βραχεῖ ὁ Χρυσορρήμων ἡμῖν συμμαχῶν Ἰωάννης, εἴρηται λέγων πολλάκις ὡς ἡ θεία φύσις οὐ φαίνεται ὡς ἔστιν, ἀλλ' ὡς ἐπιμετρεῖ τῇ ὄψει ἢ τῇ ἀκοῇ τῆς θνητῆς φύσεως· καὶ ἵνα μὴ εἰς ὕβριν ἐκλάβῃς τὸ τὴν ἁγίαν καὶ προσκυνητὴν φύσιν πυρὸς ὄψει φανῆναι, ὤφθησαν γάρ φησι διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, ἑρμηνεύει τὰ νέα τὰ διὰ Μωϋσέος πάλαι γενόμενα. λέγει γὰρ Μωϋσῆς “καὶ ἦν τὸ εἶδος τοῦ θεοῦ Ἰσραὴλ ἐν τῷ ὄρει Σινᾶ ὡς πῦρ καιόμενον·” ἀλλ' ὅρα, φησί, καὶ τὴν λέξιν ἐκείνην συμφωνοῦσαν ταύτῃ τῇ νέᾳ· οὐ γὰρ εἶπε πῦρ, ἀλλ' ὡς πῦρ. καὶ ἐνταῦθα ὤφθησαν γλῶσσαι ὡσεὶ πυρός. καὶ ταῦτα μὲν ὁ Χρυσορρήμων ἐκ πολλῶν ἀπολεξαμένοις ἡμῖν ὀλίγα διέξεισιν· ὁρᾶτε δὲ πῶς βραχείας λέξεως προσθήκη τὸ αὔθαδες καὶ τολμηρὸν θεραπεύει τῆς ἐννοίας, καὶ ἀναστέλλει τὸ ἀχαλίνωτον, εἴ τινες εἶεν ὑπὲρ τὰ ἐσκαμμένα πηδᾶν ὡρμημένοι δι' ἀμαθίαν ἢ δυστοπίαν κακοδαίμονος γνώμης. κἀνταῦθα τοιγαροῦν τῆς παρά προθέσεως προστεθείσης, μεγίστη γέγονεν καὶ τῶν ἀτόπων ἐννοιῶν συστολή, καὶ διὰ τῆς βραχείας ταυτησὶ προσθήκης μεγίστην ἔσχε ῥοπὴν ἡ τῆς ἀληθοῦς ἐννοίας ἔνδειξις ὁμοῦ καὶ εὐγένεια, περιφανῶς ἀνατρέπουσα τὴν πολύγλωσσον ἀωρίαν οἷς οὐκ αἰδὼς τὰ θεῖα βοσκηματώδεσι βεβηλοῦν ἐννοίαις. εἰ δέ τῳ πρὸς βουλήσεως εἴη ἐνταῦθα καὶ τοῦτ' αὐτῶν ἐπισκώπτειν, ὅθ' ὑπερτιμᾶν δοκοῦντες ἐκεῖνο τὸ φῶς ἀτιμάζουσι μᾶλλον ὑπὲρ τὸ δέον, κεραννύντες καὶ συμμιγνύντες τοῖς ἐκ διαμέτρου πᾶσιν ἐναντιώμασιν, ὁρατὸν ἄκτιστον λέγοντες καὶ μεθεκτὸν ἀπρόσιτον καὶ ἄυλον καθ' αὑτὸ μεριστὸν καὶ ὅσα τοιαῦτα, οὐκ ἔγωγε διοίσομαι, οὐδ' ἑκών γε εἶναι τουτωῒ νεμεσῴην ἄν· ἀλλὰ καὶ τὸ ἀνεγκλήτῳ μένειν παντάπασι τό γ' ἐμὸν μέρος ἀσμένως αὐτῷ κομιδῇ χαρισαίμην· καὶ οὗτοι γὰρ ἃ μηδὲ τοῖς κτίσμασιν οὐκ ἄν τις τολμῴη παρέχεσθαι, δαίμοσι δηλαδὴ καὶ ψυχαῖς καὶ ἀγγέλοις, (ἀόρατος γὰρ καὶ τούτων ἁπάντων ἡ φύσις, εἰ μὴ διὰ συμβόλων καὶ τύπων σωματικῶν ἐνίοτε φαίνοιντο τὸν ἑκάστοις προσήκοντα τρόπον), τούτοις ἀσμένως συναριθμεῖσθαι τὰς οἰκείας θεότητας συνωθοῦσι τὰς ἀκτίστους καὶ ἀπροσίτους, καὶ μάλιστα πασῶν τὸ διειλημμένον ἐκεῖνο φῶς. ὥσπερ γὰρ ἀνανδρίας ἑκατέρωθεν ἔλεγχον ἀμφοῖν ἄμφω κομίζει, τῷ τε μὴ θέλοντι θνήσκειν ὅτε δεῖ, καὶ τῷ θέλοντι πάλιν ὅτε μὴ δεῖ, οὕτω κἀν ταῖς θείαις τιμαῖς τὸ ὑπερβάλλον οὗ μὴ προσήκει, οὐ τιμὴν παρέχει θεῷ, σκοπὸν ὕβρεως τηνικαῦτα τῆς τοῦ εὐλαβοῦς προσποιήσεως συμπορευόμενόν τε καὶ συμπλέοντα κεκτημένης. πολλοῦ μέντ' ἂν δεήσειε μὴ καὶ πρὸς τὴν Ναυάτου μισανθρωπίαν ὠθεῖν τὴν μίμησιν, ὃς τὴν ἀρετὴν ἐς τὸ ὑπερβάλλον τιμᾶν προσποιούμενος, ἔλαθε τὸ τοῦ θεοῦ φιλάνθρωπον ἐξ αὐτῶν κρηπίδων ἄντικρυς ἀναιρῶν, τὴν ἐξ ἁμαρτίας μετάνοιαν οὐδαμῶς προσιέμενος, καὶ προσηγορίαν εὐλαβείας ἐν ἀωρίᾳ προφάσεως ἑαυτῷ προμνώμενος, τὰ χείριστα τῆς κακίας τοῖς ἠκολουθηκόσι προυξένησεν· οὕτω χείριστόν ἐστιν ὑπὲρ τὸ δέον ἄττειν καὶ πατρῶν ὅρια κινεῖν. ἀντιφωνεῖν γὰρ ἀνάγκη τοῖς ἀφανέσι τῶν ὀρέξεων ἐνταῦθα πάθεσι τὰ χειρὸς καὶ γλώττης ἐμφανῆ κινήματα, καὶ σφετέροις σφέτερα μέρεσι μέρη πολέμια καὶ ἀντίφθογγα τρέφειν αὐτόν τινα ἑαυτῷ, ἕως ἂν σαφῆ τὸν ἔλεγχον ὁ χρόνος ἐπικούρους εἰληφὼς τὰς ἀψευδεῖς τῆς δίκης πλάστιγγας εἰς ὕπαιθρον ἐξενέγκῃ θέατρον, καὶ οἰομένους τιμὴν κερδαίνειν ἐν τοῖς ὄφλουσιν αἰσχύνην εὑρισκομένους ἐνδείξηται. ὁποῖον δήπου πεπόνθασι καὶ οἱ τὴν τῶν ἀκτιστιτῶν αἵρεσιν ὑποστήσαντες· οἰόμενοι γὰρ τιμᾶν τὴν τοῦ Χριστοῦ σάρκα ἄκτιστον ταύτην ἐδογμάτισαν εἶναι, κἀντεῦθεν οὐ μικρὸν τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ παρεισήνεγκαν νόσημα καὶ ἀντὶ τιμῆς ἀτιμίαν πεπράχασι· διὸ καὶ ἰδία τις αὕτη αἵρεσις ἀκτιστιτῶν ὠνομάσθη τε καὶ ἀποκεκήρυκται πρὸς τῶν εὐσεβῶν. παραπλήσιον δέ τι καὶ ὁ θεολόγος ἔφη Γρηγόριος πρὸς Εὐνόμιον, τὸ ὑπὲρ πᾶσαν, λέγων, οὐσίαν καὶ φύσιν τῷ μὲν πατρὶ διδούς, ὦ ἄνθρωπε, τὸν δ' υἱὸν ἀποστερῶν καὶ τὰ δεύτερα νέμων αὐτῷ τῆς τιμῆς καὶ τῆς προσκυνήσεως, κἂν ταῖς συλλαβαῖς χαρίζῃ τὸ ὅμοιον, τῷ πράγματι περικόπτεις τὴν θεότητα, καὶ μεταβαίνεις ἀπὸ τῆς τὸ ἴσον ἐχούσης ὁμωνυμίας ἐπὶ τὴν τὰ μὴ ἴσα συνδεούσαν. καὶ ἀλλαχοῦ “οὐ γὰρ θεὸς τὸ κτιζόμενον, οὐδὲ δεσποτικὸν τὸ ὁμόδουλον, κἂν τὰ πρῶτα φέρηται δουλείας καὶ κτίσεως, καὶ τοῦτο μόνον φιλανθρωπεύηται ὑβριζόμενον· ὁ γὰρ τῆς ὀφειλομένης ἀποστερῶν τιμῆς οὐ μᾶλλον τιμᾷ τῷ δεδομένῳ ἢ ἀτιμάζει τῷ ὑφαιρουμένῳ, κἂν προσποίησιν ἔχῃ τιμῆς τὸ γινόμενον.” Ὁρᾷς πῶς τὸ μὴ προσηκόντως τιμᾶν, ἀλλ' ὑπερβαίνειν δοκεῖν τοὺς νενομισμένους ὅρους, ὕβρεως τίκτει καρπούς. ἡ γὰρ τοῦ ὑπερβάλλοντος παρενθήκη ἔλεγχος γίνεται τοῦ πρὶν ἐλλιποῦς καὶ οὐ μᾶλλον δίδωσιν ἢ ζημιοῖ, περιφανεστέραν ποιοῦσα τῆς ἀληθοῦς τιμῆς τὴν ὑφαίρεσιν ἢ τὴν πεπορισμένην ταύτης ἐπίτασιν, ὡς κινδυνεύειν ἐν τῇ τοῦ δοκεῖν ἀφθονίᾳ τὰ τῆς πτωχείας ὑπομένειν αἰσχρά. δυοῖν οὖν κἀνταῦθα θάτερον ἕπεται· ἢ γὰρ κακουργίας ἐγχείρημα φαίνεται εἶναι τουτί, δι' ἀπάτην τῶν ἁπλουστέρων ἐπινενοημένον, ἢ δεισιδαιμονίαν ὀνομαστέον τὸ τοῦ νοσήματος πάθος, ἔκγονον λόγου διεψευσμένως ἔχοντος ὂν πρὸς τὸ ἀγαθόν, δειλίας δ' ἀορίστους καὶ ἀτεκμάρτους ταῖς μητράσι ψυχαῖς ἐντιθὲν καὶ φόβους ἐν οὐ καιρῷ φυομένους, θανάτου γείτονας καὶ οἵους οἱ ἐν ᾅδου μυθεύονται πέμπειν τοῖς ζῶσιν ἐν ὕπνοις, ἐκ διαμέτρου μὲν καὶ ἀντιδιῃρημένην τῇ ἀθεΐᾳ τὴν τάξιν ἐσχηκός, γένος δ' ὅμως ἐκείνῃ ταὐτὸν κεκτημένον, τὴν ἄγνοιαν δηλαδή. ὁμοίως γὰρ τῶν διαβεβλημένων ἐστὶ τό τ' ἀκίνητον εἶναι πρὸς τὴν τοῦ θεοῦ τιμήν, καὶ αὖ τὸ κινεῖσθαι πρὸς αὐτὴν καθάπερ οὐ χρή· τὸ μὲν γὰρ πίστεως ἄμοιρον, τὸ δὲ καὶ δόξαν ἐμπαθῆ προσλαμβάνει, σμικρολογίαν μακρὰν τῷ θεῷ προστρῖβον. καὶ ἔστιν ἐν ἀμφοτέροις ὅμοιον τὸ κακόν, κἂν ἀντίθετον ἐκληρώσατο τύχην ἀλλήλοις ἑκάτερον. Ἵνα δὲ κἀκ τῶν συνηθεστέρων τῇ φύσει καὶ οἷον εἰπεῖν κοινῶν τοῖς ἅπασιν ἐννοιῶν ὑποδείγματά τινα πρὸς σαφήνειαν ὁ λόγος εἰληφὼς τῶν τῷ ἁγίῳ ἠριθμημένων ἐκείνων φώτων ἓν καὶ τὸ φῶς ὂν ἐκεῖνο δείξῃ, καὶ τῆς ὁμοίας ποιότητος, εἰ καὶ τῇ λαμπρότητι παραλλάττειν ἔδοξε, φαίην ἂν ὡς πολλῶν ἐξ αἰῶνος ἀγαθῶν γεγονότων ἀνδρῶν καὶ θεοφιλῶν εἷς ἦν φέρε εἰπεῖν καὶ Μωσῆς ὁ μέγας ἐκεῖνος, δι' οὗ τὰ μέγιστα τῶν θαυμάτων κατὰ τὴν Αἴγυπτον ὁ θεὸς ἐπεπράχει. οὐ μόνον δέ, ἀλλὰ καὶ θείῳ τὸ πρόσωπον αὐτοῦ φωτὶ κατελάμπρυνεν, ὡς μηδὲ τοὺς υἱοὺς Ἰσραήλ, κατὰ τὸν θεῖον φάναι ἀπόστολον, ἀτενίσαι δύνασθαι εἰς τὸ πρόσωπον αὐτοῦ διὰ τὴν δόξαν τοῦ προσώπου τὴν τότ' ἐκείνην ἐκεῖ φανεῖσαν. καὶ κάλυμμα ἔχειν ὁ θεῖος ἔφη Χρυσόστομος ἐπὶ τοῦ προσώπου τότε Μωσέα· καὶ τὸ αἴτιον, ἐπεὶ μὴ ἐδύναντο, φησί, τὴν δόξαν ὑπενεγκεῖν τοῦ προσώπου αὐτοῦ. ὁρᾶτε πῶς καὶ τῆς τῶν ὁρώντων ὄψεως στερρότερον γέγονε καὶ τὸ φῶς ἐκεῖνο τὸ τοῦ Μωσέως πρόσωπον πάλαι λαμπρῦναν. φῶς οὖν καὶ Γρηγόριος ἓν ἐκεῖνο πρὸς τοῖς ἄλλοις καὶ τὸ φῶς ἐκεῖνο πρὸς τοῖς ἄλλοις φησὶν ᾧ τὸ Μωσέως δοξάζεται πρόσωπον. καὶ πολλὰ τοιαῦτα συνείρας διάφορα μὲν τὴν ποιότητα καὶ οὐ τὴν φύσιν, κἀκ τῶν ποιημάτων τὸν ποιητὴν ὑμνήσας, ὃν καὶ ἀδιάδοχον εἶπε φῶς καὶ κυρίως ἕν, ἔπειτα τοῖς ἄλλοις καὶ τὸ φῶς ἐκεῖνο συναριθμεῖ, ᾧ παρεδείχθη τυπικῶς ἡ θεότης, λαμπρότερον μὲν τὴν τῆς αἴγλης ποιότητα, τὴν δὲ φύσιν τηροῦν τοῖς ἄλλοις τὴν αὐτήν. καὶ τὸ τῆς ἀληθοῦς ἐννοίας ἐνταῦθα κράτος ἡ τοῦ ἄρθρου παρίστησι θέσις, τὴν θεότητα περιγράφουσα, καὶ τὸ ἄφετον καὶ ἀόριστον τῶν σημαινομένων πρὸς τὸ μοναδικὸν καὶ ἑνιαῖον συστέλλουσά τε καὶ περισφίγγουσα. οὐ γὰρ θεότητας ἀπαριθμούμενος ὁ διδάσκαλος μίαν εἶπε θεότητα καὶ τὸ φῶς ἐκεῖνο, ἀλλὰ τοὐναντίον φώτων ἀριθμουμένων πολλῶν ἓν ἐκεῖνο τῶν πάντων εἴρηκεν εἶναι, τιμηθὲν μὲν ὑπὸ θεοῦ πλέον, ἵν' οὕτως εἴπω, τῶν ἄλλων, οὐ μὴν δυνάμενον ἄκτιστον γενέσθαι θεότητα, ἀλλ' ἀκτίστου θεότητος παράδειξιν τυπικήν τε καὶ συμβολικήν, ὡς εἰρήσεται προϊοῦσιν ἡμῖν ἐμφανέστερον. ὥσπερ οὖν πολλῶν ὄντων ἀνδρῶν ἀγαθῶν καὶ θεοφιλῶν προφητῶν ἕνα τῶν πάντων εἶναι καὶ Μωσέα εἰρήκειμεν, τιμηθέντα μὲν πρὸς θεοῦ πλέον τῶν ἄλλων σχεδὸν τῇ τε λαμπρότητι τοῦ προσώπου καὶ τοῖς ἐν Αἰγύπτῳ θαύμασι, καὶ θεὸν γενόμενον Φαραώ, ἄκτιστον δ' οὔ, οὕτω καὶ περὶ τοῦ φωτὸς νοητέον ἐκείνου. αἱ γὰρ τιμαὶ καὶ δόξαι καὶ λαμπρότητες ποιότητές τινες ἐπουσιώδεις οὖσαι καὶ συμβεβηκότων εἴδη, αὐταὶ μὲν ἀλλοίωσιν καὶ μεταβολὴν ὑπομένειν πεφύκασιν, ἡ δ' οὐσία τῶν τοιούτων ἀθῷος μένει παθῶν· ὑποβάθρα γάρ τις καὶ θεμέλιος γίνεται τούτοις ἅπασι, καὶ ταύτης ἄνευ ὑπόστασις ἐκείνοις οὐκ ἔστιν οὐδ' ἡτισοῦν, οὐσιωδῶς γε μὴν αὐτοῖς καὶ αὕτη συναλλοιοῦσθαι ἥκιστα οἶδεν. εἰ δὲ δι' ἀμαθίαν ἔνιοι καὶ ἔκστασιν λογικῆς ἐπιστήμης, δι' ἧς οἱ θεῖοι πατέρες τὰς δογματικὰς συνεστήσαντο βίβλους, ἕπεσθαι ἥκιστα δύνανται, τί τοῦτο πρὸς τὴν ἀληθῆ γνῶσιν; οὐ γὰρ ἀτιμαστέον τὴν παίδευσιν δι' αὐτούς, ἀλλὰ σκαιοὺς καὶ ἀπαιδεύτους ὑποληπτέον τοὺς οὕτως ἔχοντας ὁ μέγας φάσκει διδάσκαλος. πολλοῦ μὲν γὰρ ἂν δεήσειε τοὺς ὅρους ἐκείνους τῆς οἰκείας φυλάττειν φύσεως τά τε ἄλλα δήπουθεν, καὶ τό γε τὴν αὐτὴν καὶ μίαν μένουσαν τῷ ἀριθμῷ τὴν οὐσίαν τῶν ἐναντίων εἶναι δεκτικήν, εἰ ὧν ἀνυποστάτων ὄντων καθ' αὑτὰ ὑπόστασις αὕτη γίνεται, τούτοις συμμεταβάλλοιτο τῆς οἰκείας ἐξισταμένη φύσεως. ἀνούσιοι μὲν γὰρ αἱ περὶ τὰ σώματα ποιότητες καὶ ἀσώματοι, αἰσθηταὶ δ' οὖν, καὶ περὶ τὰ τῇ αἰσθήσει ὑποκείμενα σώματα τὴν ὑπόστασίν τε καὶ σύστασιν ἔχουσαι· πᾶν δὲ τὸ τῇ αἰσθήσει ὑποβαλλόμενον ὁ θεῖος φάσκει Χρυσόστομος μηδ' οὐσίαν εἶναι ἀγγέλου δύνασθαι λέγειν, ἀλλὰ σῶμα πάχος ἔχον καὶ τριχῇ διαστατόν. πῶς οὖν ἂν εἴη θεότης ἄκτιστος ἐκεῖνο τὸ φῶς, αἰσθήσει ὑποβαλλόμενον καὶ ὁρώμενον, ὡς ἅπαντες μὲν καὶ πρό γε πάντων ὑμεῖς μαρτυρεῖτε. ἢ πάντως καὶ ὑμῶν σιωπώντων ἐξ ἀπορίας ὁ θεῖος ἑρμηνεύει Δαμασκηνὸς Ἰωάννης, «ἐν τῷ Θαβὼρ» λέγων «τῷ ὄρει ἐλάμπρυνεν μὲν ἡλίου δίκην τὸ πρόσωπον ἑαυτοῦ ὁ Χριστός, ἵν' ὡς θεὸς παραδείξῃ τοῖς μαθηταῖς τὴν τῆς οἰκείας θεότητος δύναμιν· ἀλλ' ἐπειδὴ καὶ Μωσέως ἐλάμπρυνε πάλαι τὸ πρόσωπον ἔξωθεν, ἔλαθε νῦν τὸν διάβολον διὰ τῆς αἰσθητῶς δηλαδὴ κἀνταῦθα φανείσης λαμπρότητος.» ἰδοῦ καὶ οὗτος σῶμα καὶ αἰσθήσει ὑποβληθὲν καὶ ὁραθὲν τὸ λαμπρυνθὲν τοῦ Χριστοῦ φησὶ τηνικαῦτα πρόσωπον. οὐ γὰρ φαντασία τὸ τῆς ἐνσάρκου μυστήριον οἰκονομίας ἦν· εἰ δὲ σῶμα, καὶ οὐσία πάντως κτιστή· τῇ γὰρ τῶν ἀκτιστιτῶν αἱρέσει περιφανῶς ἔρριπται τὴν τοῦ κυρίου σάρκα δοξάζειν ἄκτιστον· πῶς οὖν ἄκτιστος ἡ αἰσθητῶς φανεῖσα τηνικαῦτα λαμπρότης; καὶ τίς ὁ ταῦτα τολμῶν κηρύττειν πλὴν τῶν εἰκονομάχων μὲν ὕστερον, Μανιχαίων δὲ καὶ Μασσαλιανῶν πρότερον, νῦν δὲ τῶν Παλαμιτῶν; ἦ γὰρ οὐκ ἀκούετε σαφέστατα τῶν ἁγίων λεγόντων, τὸ τῇ αἰσθήσει μὲν ὑποβαλλόμενον ὁρατόν, ὃ δ' ἄκτιστον, μὴ ὅτι οὐχ ὁρατόν, ἀλλὰ καὶ νοῦν καὶ λόγον ὑπερβαῖνον; τοῦτο δὲ τί ἂν εἴη τῶν πάντων ἕτερον ἢ ὃ φῶς ἓν ἀπρόσιτον ἔστι καὶ μόνον ἓν κυρίως ὁ θεός. ὅμως, ἐπειδὴ κανόνι τε καὶ σταθμῷ ἄνω τὰς κοινὰς ἐκείνας καὶ ὡμολογημένας τοῖς πᾶσιν ἐννοίας προεβαλόμεθα, ὡς ἂν πρὸς ἐκεῖνα βλέποντες τὰς ἑξῆς τῶν λόγων διευθύνωμεν ἐργασίας καὶ τὰ ἐπιχειρήματα, ἀναληπτέον ἡμῖν ἐστὶ καὶ ζητητέον πῶς ἐναντία ταῖς κοιναῖς καὶ ὡμολογημέναις ἐκείναις ἐννοίαις ἔνεστι περιφανῶς συμπεραίνειν. πάντα γὰρ οὖσα καὶ καλουμένη ἡ θεότης καλεῖται καὶ φῶς· εἰ οὖν φῶς ἓν ἀπρόσιτον καὶ ἀδιάδοχον ὁ θεὸς καὶ κυρίως ἓν καὶ μόνον ἄκτιστον, πῶς καὶ πόθεν εὕρηται νῦν τῇ Παλαμικῇ φατρίᾳ δεύτερον ἄκτιστον φῶς Θαβωρίῳ διάφορον τῆς θείας οὐσίας, τῶν τῷ θεολόγῳ Γρηγορίῳ ἀριθμηθέντων ἐκείνων φώτων πολλῶν ἓν ὄν; ὃ γὰρ τῶν πολλῶν ἓν ὄν, οὐχ ἓν κυρίως· ὃ δὲ κυρίως ἓν καὶ ἀδιάδοχον, τῶν πολλῶν ἓν εἶναι οὐ δύναται. πῶς γὰρ ἂν ἄκτιστον ἔτ' εἶναι δύναιτο, τοῖς ἄλλοις καὶ διαφόροις αὐτοῦ ποιήμασι συναριθμούμενον; ἢ πῶς τὸ ἀνούσιον τῇ οὐσίᾳ ταὐτόν; εἰ γὰρ ταὐτόν, οὐ διάφορον, εἰ δὲ διάφορον, οὐ ταὐτόν· ἄμικτα γὰρ φύσει παντάπασι ταῦτα, καὶ λίαν ἀσύμβατα καὶ οὐδέποτε σύμφωνα. ἐπὶ δὴ τούτοις αὖθις ἑτέραν ἀντεπῆγον ἀντίθεσιν, οὐ δυνηθέντας ἑαυτοὺς ἀπονίψασθαι τὸν σφίσιν ἐπενηνεγμένον ὑπὸ τῆς θείας καὶ οἰκουμενικῆς ἕκτης συνόδου ἀναθεματισμὸν αἰσθόμενοι. καὶ ἦν ἡ ἀντίθεσις ἔχουσα οὕτως. εἶτα οὐδὲ τὸν μέγαν δέχῃ, φασί, Διονύσιον λέγοντα «ὅταν ἄφθαρτοι καὶ ἀθάνατοι γενώμεθα καὶ τῆς χριστοειδοῦς καὶ μακαρίας ἐφικώμεθα λήξεως, πάντοτε σὺν κυρίῳ κατὰ τὸ λόγιον ἐσόμεθα, τῆς μὲν ὁρατῆς αὐτοῦ θεοφανείας ἐν πανάγνοις θεωρίαις ἀποπληρούμενοι, φανοτάταις ἡμᾶς μαρμαρυγαῖς περιαυγαζούσης ὡς τοὺς μαθητὰς ἐν ἐκείνῃ τῇ θειοτάτῃ μεταμορφώσει, τῆς δὲ νοητῆς αὐτοῦ φωτοδοσίας ἐν ἀπαθεῖ καὶ ἀύλῳ τῷ νῷ μετέχοντες.» Πρὸς ταῦτα ὁ Γρηγορᾶς, «καὶ μήν» φησι «πολλαχόθεν ὁρῶ τὴν τοῖς ὑμετέροις σπουδάσμασιν ἑπομένην αὐτόθεν ἀναίρεσιν· οὐ γὰρ σύνεσιν ὧν λέγετε λαβεῖν ἐδυνήθητε, πρὶν τὸν οὐδὸν ὑπερβῆναι τῶν οἰκείων χείλεων μάλα ὀφείλοντες. πρῶτον μὲν γὰρ τὸ τὴν ἐντελῆ σαφήνειαν τῶν προλεχθέντων ἔχον ἄνω λιπόντες, τὸ συνεχὲς ἡμίτομον ἐκεῖθεν ὑφελόμενοι προηνέγκατε. μεμυήμεθα γάρ, ὁ θεῖός φησι Διονύσιος, νῦν μὲν ἀναλόγως ἡμῖν διὰ τῶν ἱερῶν παραπετασμάτων, τῆς τῶν λογίων καὶ τῶν ἱεραρχικῶν παραδόσεων φιλανθρωπίας αἰσθητοῖς τὰ νοητὰ καὶ τοῖς οὖσι τὰ ὑπερούσια περικαλυπτούσης, καὶ μορφὰς καὶ τύπους τοῖς ἀμορφώτοις τε καὶ ἀτυπώτοις περιτιθείσης, καὶ τὴν ὑπερφυᾶ καὶ ἀσχημάτιστον ἁπλότητα τῇ ποικιλίᾳ τῶν μεριστῶν συμβόλων πληθυνούσης τε καὶ διαπλαττούσης. τούτων δ' οὕτως ἐχόντων, μορφὰς καὶ τύπους καὶ μεριστὰ σύμβολα τις ἄν ποτ' ἄκτιστα φαίη σωφρονῶν καὶ μανίας ὑπάρχων ἐλεύθερος; ὅμως καὶ ἡ τοῦ θείου Μαξίμου τὸ παρὸν χωρίον ἑρμηνεύοντος μαρτυρία τὴν ἐξ ἀμαθίας παράνοιαν τῶν ἄλλως λεγόντων ἐλέγξει· εἶναι γάρ φησι ταῦτα ἐπὶ μὲν θεοῦ, ὅταν φαίνηται ὡς πῦρ καὶ ὡς γέρων ἐν Δανιὴλ καὶ ὡς ἀνὴρ παλαίων τῷ Ἰακώβ, καὶ ὅσα τοιαῦτα· ἐπὶ δ' ἀγγέλων, ὅταν τὰ Χερουβὶμ ὡς θηριόμορφα καὶ ἄλλα ἐν τάξει ἀνδρῶν καὶ νεανίσκων φαίνωνται. καὶ πάλιν “σημειωτέον ὅτι τὸ θεῖον σῶμα τοῦ κυρίου ὁρατήν φησι θεοφάνειαν, νοητὴν δὲ ἥτις κατὰ νοῦν ἔσται μεθεκτή.” ὁρᾶτε πῶς ὁλοκλήρου τοῦ τῆς γραφῆς σώματος κειμένου, κτίσματα προδήλως εἶναι δείκνυνται μορφαὶ καὶ τύποι καὶ τὰ μεριστὰ καὶ πλασματώδη ταῦτα σύμβολα. πρῶτον μὲν οὖν τοῦτ' ἄτοπον πεπραχότες ἐστέ, τὰς τῆς θείας γραφῆς ἡμιτόμους προφέροντες ῥήσεις· δεύτερον δ' ὅτι τὰ καιριώτερα τῶν τοῦ Διονυσίου λόγων σιωπῇ κρύψαντες μέλλοντά φατε καὶ οὔπω δῆλα· τὸ γὰρ “ὅταν ἄφθαρτοι γενώμεθα καὶ ἀθάνατοι” καὶ τὰ ἑξῆς οὔπω προσγέγονεν ὑμῖν, εἰ μὴ τὸν Ἐνδυμίωνος ὕπνον καθεύδειν δοκεῖτε καὶ λελήθατε τὴν ὑμετέραν κατάλυσιν ἀφ' ἑστίας καθ' ἑαυτῶν ἐπαγόμενοι. ἦ οὐδὲ τοῦ ἀποστόλου βοῶντος ἠκούσατε, ὡς καὶ ἡμεῖς ἐν ἑαυτοῖς στενάξομεν υἱοθεσίαν ἀπεκδεχόμενοι τὴν ἀπολύτρωσιν τοῦ σώματος ἡμῶν· τῇ γὰρ ἐλπίδι ἐσώθημεν, ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; εἰ δ' ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχόμεθα. εἰ οὖν τοῦτ' εἴη τὸ τοῖς Παλαμίταις ὑμῖν ὁρώμενον φῶς, ὡς αὐτοὶ διατείνεσθε, καὶ τῷ μέλλοντι ταὐτὸν ἐκείνῳ φωτὶ ὃ σωμάτων ἀφθάρτων κατὰ τὸν θεῖον εἰπεῖν Διονύσιον δεῖται πρὸς θεωρίαν, περιττὸν ἄρα τὸ τοῦ θανάτου μυστήριον, περιττὸν δὲ καὶ ὅ φησι Παῦλος ὁ θεῖος, δεῖν τὸ θνητὸν τοῦτο ἀθανασίαν ἐνδύσασθαι καὶ τὸ φθαρτὸν ἀφθαρσίαν, καὶ πρός γε τὸ ἐν ἐλπίσι μὴ βλεπομέναις κεῖσθαι τὴν υἱοθεσίαν ἡμῶν μετὰ τὴν τοῦ σώματος ἀπολύτρωσιν. εἰ γὰρ μετὰ τοῦ σωματικοῦ πάχους καὶ τῆς Παλαμικῆς κραιπάλης καὶ τρυφῆς ἐξείη καὶ τοῦ μέλλοντος ἐκείνου φωτὸς ἀπολαύειν ἐνταῦθα, τί δεῖ θανάτου πρὸς ἀθανασίαν ἐπηγγελμένην μετάγοντος καὶ ζωὴν ἀίδιόν τε καὶ ἄφθαρτον, εἰ οὐκ εἰς τὸ μέλλον, οὐδ' εἰς ἃ τὰς μετὰ θάνατον ταμιεύει ἐλπίδας, ἀλλ' ὅσα γέμει μὲν τρυφῆς καὶ σαρκικῶν ὀρέξεων, ἐρρῶσθαι δέ πως φράζει μετὰ τῶν σεμνῶν ἐλπίδων, καὶ εἴ τί που ταῖς τοιαύταις ἐπαγγελίαις ἐγκέκρυπται. μία μὲν οὖν αὕτη κατάλυσις αὐτόχρημα καθ' ὑμῶν, οὐ πολλῶν δεηθεῖσα λόγων· δεύτερον δ' ὅτι Διονύσιος θεοφάνειαν μέν φησιν ὁρατήν, οὐ θεότητα δ' ἄκτιστον ὁρατήν· πόρρω δ' ἀλλήλων ἄλληλα, καὶ διεστηκότα μᾶλλον ἢ ὅσον ἐκ δυσμῶν ἀπέχουσιν ἀνατολαί· θεοφανείας μὲν γὰρ ἡμῖν ὁρατὰς διαφόρους καὶ πλείστας γεγονυίας παραδιδόασιν αἱ θεῖαι καὶ ἱεραὶ βίβλοι, καθὰ προϊόντες ἐς πλάτος ἐκθήσομεν· θεότητα δ' ἄκτιστον πλὴν τῆς τρισυποστάτου μιᾶς οὐσίας οὐδείς πω τὸ παράπαν ἑτέραν ἄχρι καὶ τήμερον οὔθ' εὗρεν οὔτε λελάληκεν, οὔτε μὴν οὐδ' εἰς νοῦν βαλέσθαι τετόλμηκεν εὐσεβείᾳ συντεθραμμένος πλὴν τῆς Παλαμικῆς φατρίας. Δύο μὲν δὴ ταύτας ἠνέγκαμεν ταῖς ὑμῶν ἀντιθέσεσι λύσεις διὰ βραχέων, εἴη δ' ἂν καὶ τρίτη, ἡ παρὰ τὴν λέξιν, λέγω δὴ τὴν ὥς, μονοσύλλαβον μὲν οὖσαν, ὁμώνυμον δὲ καὶ κατὰ πολλῶν λεγομένην σημαινομένων. ὧν τὰ μὲν πλείω γραμματισταῖς παραπεμπτέον, οἷς προυργιαίτερον τουτοΐ· ἡμῖν δ' ἀπόχρη κατὰ τοὺς τῶν θείων ἐνταῦθα γραφῶν ἐκδέχεσθαι ἑρμηνέας, ποτὲ μὲν ὡς βεβαιωτικὴν δηλαδὴ καὶ τῆς ὑποκειμένης ἐννοίας ἐπίτασιν ἔχουσαν, ποτὲ δ' ὡς ὁμοιωματικὴν ἢ διστακτικὴν καὶ οὐ μάλα ἀναμφισβήτητον. ὧν ὑποδείγματ' ἂν εἴη ταῦτ' ἐκ προχείρου παραστάντα τῇ μνήμῃ, τῆς μὲν βεβαιωτικῆς καὶ τῆς ὑποκειμένης ἐπίτασιν ἐχούσης ἐννοίας τὸ “ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ δόξαν ὡς μονογενοῦς παρὰ πατρός,” ἐν σαρκὶ μὲν κεκρυμμένην δηλονότι, ἀλλ' ὡς τῷ ὄντι μονογενοῦς καὶ κυρίως υἱοῦ καὶ λόγου τοῦ θεοῦ διὰ τῶν παραδόξων ἔργων φαινομένου· τῆς δ' ἑτέρας τὸ “ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος·” ἐνταῦθα γὰρ ὁμοιώσεως ἔσχε τρόπον, καὶ οὐ μάλα ἀναμφισβήτητον ἔμεινεν, οὐδ' ἐκτὸς παραλλάξεως. ὁποῖόν ἐστι καὶ τὸ προβληθὲν ἐν τῷ παρόντι θείου Διονυσίου ῥητόν, ὡς τοὺς μαθητὰς ἐν ἐκείνῃ τῇ θειοτάτῃ λέγοντος μεταμορφώσει· ὁμοιότητα γὰρ ἐνταῦθα καὶ οὐ ταυτότητα σημαίνει τὸ ῥῆμα, καὶ ἀπαραλλαξίαν ἔχειν οὐ δύναται· οὔτε γὰρ ὁμοφυᾶ ταυτὶ οὔθ' ὁμογενῆ οὔθ' ὁμοειδῆ· οὐσίας μὲν γὰρ ἡ ταυτότης, ἡ δ' ὁμοιότης ποιότητος· ποῦ γὰρ ταυτότητος ἂν εἴη τόπος τοῖς ἐκ διαμέτρου συμφυᾶ τἀναντία κληρωσαμένοις; οἷς γὰρ ἔτι φθαρτῷ συνεῖναι βίῳ καὶ σώματι συνδεδράμηκε, καὶ οἷς μή, τούτοις οὐκ ἔστι καθὸ διεστήκασιν οὐδεμία ταυτότης. ὡς εἶναι τὸ ὥς οὐ ταυτότητος ἐνταῦθα λόγον ἔχον, ἀλλ' ὁμοιότητός τινος σκιαγραφίαν εἰπεῖν. καὶ γὰρ καὶ ὁ θεῖος Χρυσόστομος τὸ “ἔλαμψεν ὡς ὁ ἥλιος” ἐξηγούμενος, ἡ τῶν ἀφθάρτων σωμάτων δόξα, φησίν, οὐ τοσοῦτον ἀφίησι τὸ φῶς ὅσον τοῦτο τὸ σῶμα τὸ φθαρτόν, οὐδὲ τοιοῦτον οἷον καὶ θνητοῖς ὄμμασι γενέσθαι χωρητόν, ἀλλ' ἀφθάρτων καὶ ἀθανάτων δεόμενον ὀφθαλμῶν πρὸς τὴν θέαν αὐτοῦ. ἀκούετε τοῦ μεγάλου φωστῆρος τῆς ἐκκλησίας, διδάσκοντος καὶ αὐτοῦ τοῖς ἄλλοις πατράσιν ὁμοίως, ὡς οὐκ ἄφθαρτον ἔλαβε σῶμα ὁ κύριος (τοῦτο γὰρ τῆς Μαρκίωνός ἐστι λέγειν αἱρέσεως), οὐδ' ἄκτιστον αὐτὸ πεποίηκέ τε καὶ ἔκτισε (τοῦτο γὰρ τῆς τῶν εἰκονομάχων καὶ Μανιχαίων ἐστὶ λέγειν μανίας), ἀλλ' ἡ ἀναλλοίωτος φύσις, κατὰ τὸν θεῖον εἰπεῖν μελῳδόν, τῇ βροτείᾳ μιχθεῖσα τῆς ἐμφεροῦς ἀύλου θεότητος φῶς παραγυμνοῦσα τοῖς ἀποστόλοις ἀπορρήτως ἐξέλαμψε, καὶ πάλιν ἀμυδροὺς θεϊκῆς αὐγῆς παρεγύμνου χαρακτῆρας. ὁρᾶτε πῶς οἱ τῆς εὐσεβοῦς ἐκκλησίας πάντες διδάσκαλοι σωματικῶς τε καὶ συμβολικῶς τὴν ἀμυδρὰν καὶ αἰνιγματώδη πανταχοῦ διὰ τῆς παρά προθέσεως ἐμφαίνουσι δήλωσιν. συμμαρτυρεῖ δ' ἡμῖν καὶ ὁ μέγας ἀπόστολος Παῦλος, λέγων “νῦν μὲν δι' ἐσόπτρου ἐν αἰνίγματι βλέπομεν, τότε δὲ πρόσωπον πρὸς πρόσωπον.” ὁρᾶτε δὲ πῶς καὶ οὗτος αἰνιγματώδη φάσκει τὴν ὁρατὴν θεοφάνειαν καὶ οὐκ ἄνευ συμβόλων καὶ τύπων. ἀκουστέον δὲ τί καὶ ὁ εὐαγγελιστὴς ἐνταῦθα Ἰωάννης φησίν· “ἀγαπητοί, νῦν τέκνα θεοῦ ἐσμέν, καὶ οὔπω ἐφανερώθη τί ἐσόμεθα· οἴδαμεν δὲ ὅτι, ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθὼς ἔστιν.” ἀκηκόατε πῶς ὁ συμπαρὼν μεταμορφουμένῳ τῷ κυρίῳ σαφῶς ὁμολογεῖ διαρρήδην μήπω πεφανερῶσθαι, σκιαγραφεῖσθαι δ' ἐν ἐπαγγελίαις αἰνιγματώδεσι τὴν ἐς τὸ μέλλον καθαρωτέραν πρόσωπον πρὸς πρόσωπον μετὰ σαρκὸς ἐκείνου φανέρωσιν, ὅτε δήπουθεν τοῖς ἀξίοις ὀφθήσεσθαι φάσκοι μεθ' ἧς ἀνέστη σαρκὸς κατὰ τὸ γεγραμμένον “οὗτος Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται πάλιν ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.” καὶ ταῦτα τίς καὶ ποῖος ὁ ταῦτα γράφων ἐστίν; ὁ καὶ πρὶν ἀποδύσασθαι τὸ θνητὸν τουτὶ καὶ φθαρτὸν τῆς σαρκός, μεγίστῃ συνοικῶν καθαρότητι. ἀλλ' ὁ Παλαμᾶς ἀπὸ χλιδῆς καὶ πότου καὶ τρυφῆς ὀφθαλμοῖς αἰσθητοῖς ἐνταυθοῖ διατείνεται βλέπειν οὐ τὴν ὁρατὴν αὐτοῦ θεοφάνειαν, ἀλλὰ τὴν ἄκτιστόν τε καὶ ἀγγέλοις ἄγνωστον θεότητα. τί πρὸς ταῦτά φατε οἱ τῶν ἐκείνου προεστηκότες ὑμεῖς; ἢ οὐ δακρύων ἄξιος πολλῶν μὲν ἐκεῖνος, πλειόνων δ' οἳ καθάπερ δεσπότῃ πείθονται; ἆρ' οὐκ ἀργαλέον, κατὰ τὸν φάμενον, πρᾶγμα ἐστίν, ὦ γῆ καὶ ἥλιε, δούλους γενέσθαι παραφρονοῦντος δεσπότου; εἰ δέ τις ἐξ ἀμαθίας κεκινημένος αὐτὸν ἑαυτῷ τὸν ἅγιον νῦν μὲν συμφωνεῖν νῦν δ' ἐναντιοῦσθαι λέγοι, ὅτ' ἄνω μὲν “ὃ ἑωράκαμεν” ἔλεγε “καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν,” καὶ “ὁ λόγος τῆς ζωῆς ἐφανερώθη ἡμῖν,” καὶ “ὃ ἑωράκαμεν καταγγέλλομεν ὑμῖν,” καὶ ὅσα περὶ τῆς ὁρατῆς τοῦ κυρίου θεοφανείας δίεισι τὸν ἀνθρωπικώτερον τρόπον, βραχὺ δ' ἔπειτα παρακατιὼν ἕτερα μὲν διεξιέναι ἔδοξεν, ἐκείνοις δ' οὖν παραπλήσια, οἷς “θεὸν οὐδεὶς ἑώρακε πώποτ” εὐαγγελιζόμενος ἀποφαίνεται, μὴ τοῦ ἁγίου διχόνοιαν καταψηφιζέσθω, ἀλλ' ἑαυτοῦ μᾶλλον ἀσθένειαν, ὅτι μὴ θεοπρεπῶς τὰ θεῖα διαιρεῖν δύναιτο, μήθ' ὅσα μήθ' ὅπως περὶ τῆς ὁρατῆς τοῦ κυρίου θεοφανείας οἱ ἅγιοι διαφόρως ἀπεφήναντο, μήθ' ὅσα περὶ τῆς ἀκτίστου τε καὶ μακαρίας αὐτοῦ φύσεως, καθάπερ ἐν πολυφωνίᾳ μουσικῶν ὀργάνων, μίαν τοῦ τεχνίτου θεοῦ τὴν ἐναρμόνιον τέχνην καὶ δύναμιν ἐμπνέοντός τε καὶ ἐνηχοῦντος. συνήσει δ', οἶμαι, καὶ εἰ λίαν εἴη νωθρὸς καὶ εὐήθης, τὴν γνώμην Διονυσίου καθαρώτερόν τε καὶ ἀποτάδην ἀκούων διεξίοντος ταυτί· καὶ τοῦτο γάρ, οἶμαι, φησί, τὴν θεολογίαν αἰνίττεσθαι, τὴν τῶν προφητῶν δηλαδή, τὸ ἐκ τοῦ κρυφίου τὸν ὑπερούσιον εἰς τὴν καθ' ἡμᾶς ἐμφάνειαν ἀνθρωπικῶς οὐσιωθέντα προεληλυθέναι· κρύφιος δέ ἐστι καὶ μετὰ τὴν ἔκφανσιν, ἢ ἵνα τὸ θειότερον εἴπω, καὶ ἐν τῇ ἐκφάνσει· καὶ τοῦτο γὰρ τοῦ Ἰησοῦ κέκρυπται, καὶ οὐδενὶ λόγῳ οὔτε νῷ τὸ κατ' αὐτὸν ἐξῆκται μυστήριον, ἀλλὰ καὶ λεγόμενον ἄρρητον μένει καὶ νοούμενον ἄγνωστον. καὶ μετ' ὀλίγα “καὶ γάρ, ἵνα συνελόντες εἴπωμεν, οὐδὲ ἄνθρωπος ἦν, οὐχ ὡς μὴ ἄνθρωπος, ἀλλ' ὡς ἐξ ἀνθρώπων ἀνθρώπων ἐπέκεινα καὶ ὑπὲρ ἄνθρωπον ἄνθρωπος ἀληθῶς γεγονώς, καὶ τὸ λοιπὸν οὐ κατὰ θεὸν τὰ θεῖα δράσας, οὐ κατὰ ἄνθρωπον τὰ ἀνθρώπινα, ἀλλ' ἀνδρωθέντος θεοῦ καινήν τινα τὴν θεανδρικὴν ἐνέργειαν ἡμῖν πεπολιτευμένος.” καὶ πάλιν “ἐν τούτῳ γίνεται πᾶς ὁ θεὸν γνῶναι καὶ ἰδεῖν ἀξιούμενος, αὐτῷ τῷ μὴ ὁρᾶν μηδὲ γινώσκειν ἀληθῶς ἐν τῷ ὑπὲρ ὅρασιν καὶ γνῶσιν γινόμενος.” ὁρᾶτε τὴν συμφωνίαν τῶν διδασκάλων τῆς εὐσεβείας; ἣν γὰρ Παῦλος ἔφησεν ὅρασιν ἐν αἰνίγματι νῦν δι' ἐσόπτρου, ἐν δὲ τῷ μέλλοντι πρόσωπον πρὸς πρόσωπον, καὶ ὅπερ αὖθις Ἰωάννης, οὔπω πεφανερῶσθαι τὸν κύριον ἡμῖν, ὀφθήσεσθαι δ' εἰς τὸ μέλλον ἀποθεμένοις τὸ τῆς σαρκὸς φθαρτόν, ταῦθ' οὗτος ἀνθρωπικῶς φησὶν οὐσιωθέντα τὸν κύριον κρύφιον εἶναι καὶ ἐν τῇ ἐκφάνσει καὶ μετὰ τὴν ἔκφανσιν, καὶ τὸ κατ' αὐτὸν μυστήριον μένειν λεγόμενον ἄρρητον καὶ νοούμενον ἄγνωστον. καινὴν γάρ τινα τὴν θεανδρικὴν ἐνέργειαν ἡμῖν αὐτὸν πεπολιτεῦσθαι φησί, καὶ ὑπὲρ ἄνθρωπον ἐνηργηκέναι τὰ ἀνθρώπινα· καὶ δηλοῖ παρθένος, φησίν, ὑπερφυῶς κύουσα, καὶ ὕδωρ ἄστατον ὑλικῶν καὶ γεηρῶν ποδῶν ἀνέχον βάρος καὶ μὴ ὑπεῖκον, ἀλλ' ὑπερφυεῖ δυνάμει πρὸς τὸ ἀδιάχυτον συνιστάμενον. καὶ πάλιν “εἴ τις ἰδὼν θεὸν συνῆκεν ὃ εἶδεν, οὐκ αὐτὸν ἑώρακεν, ἀλλά τι τῶν αὐτοῦ τῶν ὄντων καὶ γινωσκομένων· αὐτὸς δὲ ὑπὲρ νοῦν καὶ οὐσίαν ὑπεριδρυμένος αὐτῷ τῷ καθόλου μὴ γινώσκεσθαι μηδ' εἶναι καὶ ἔστιν ὑπερουσίως καὶ ὑπὲρ νοῦν γινώσκεται· καὶ ἡ κατὰ τὸ κρεῖττον παντελὴς ἀγνωσία γνῶσίς ἐστι τοῦ ὑπὲρ πάντα τὰ γινωσκόμενα.” Ὥστε καὶ οἱ ἀπόστολοι τὸ ἐν τῷ Θαβωρίῳ λάμψαν τότε θεασάμενοι φῶς οὔτε θεότητα εἶδον ἄκτιστον οὔτε θεόν, ἀλλά τι τῶν ὄντων καὶ γινωσκομένων. ὄντα δὲ καὶ γινωσκόμενα πάντως, εἰ μὴ μεθύοι τις, οὐκ ἔξω τῶν κτισμάτων εἶναι λογίσαιτ' ἄν ποτε, τοῦτο μὲν καὶ ὡς πληθυντικῶς λεγόμενα (ἓν γὰρ ὁ θεὸς καὶ ὑπὲρ τὰ ὄντα), τοῦτο δὲ καὶ ὡς γινωσκόμενα· ὃ μᾶλλον εἰς τὸ χαμερπὲς καὶ ταπεινὸν κατάγει τὴν ἔννοιαν· καὶ ἄγγελοι μὲν γὰρ ὄντα μὲν καὶ κτίσματα εἰσίν, οὐ τῶν γινωσκομένων δ' οὖν, ἅτε ὑπερκειμένης οὐσίας ὄντες ἢ καθ' ἡμᾶς. ὥστε καὶ εἰ τὸ φῶς ἐκεῖνο τῶν ὄντων ἦν καὶ γινωσκομένων καὶ ὁρατῶν, οὐκ αὐτὸ θεότης ἄκτιστος ἦν· θεότης γὰρ ἀπείρηται παντάπασιν ὁρᾶσθαι καὶ ἀπηγόρευται· ὃ γὰρ ὑπὲρ νοῦν καὶ οὐσίαν ὑπερίδρυται, πῶς ὀφθαλμοῖς ὑποπεσεῖται σωματικοῖς; ἢ πῶς καὶ ποίᾳ γλώττῃ γένοιτ' ἄν ποτε ῥητόν, ἢ ποίαις ἀκοαῖς ἀκουστόν, οὗ γνῶσίς ἐστιν ἡ κατὰ τὸ κρεῖττον παντελὴς ἀγνωσία καὶ ὃ ὑπὲρ πάντα ἐστὶ τὰ γινωσκόμενα. ἐκ γὰρ τῶν γινωσκομένων δύναταί πως καὶ τὰ ὑπὲρ νοῦν καὶ αἴσθησιν νοεῖσθαι, ἄλλης ἐξ ἄλλου φαντασίας συλλεγομένης εἰς ἕν τι τῆς ἀληθείας ἴνδαλμα. ἄλλως δ' οὐκ ἂν δήπου. ὥσθ' ὁποτέρωθεν ἄν τις ὁρῴη σκεπτόμενος, ὑπὲρ τὴν ἀνθρωπίνην εὑρήσει θεωρίαν τὴν διὰ τοῦ φανέντος ἐκείνου φωτὸς παραδειχθεῖσαν συμβολικῶς τε καὶ τυπικῶς θεότητα. οὐ γὰρ στοχασμῷ καὶ εἰκασίᾳ τινὶ φάσκομεν τὰ τοιάδε, ἵνα πως καὶ ἀπιστώμεθα· ἀλλ' ὁ εὐαγγελιστὴς ὁ τὴν θείαν ἐκείνην διηγούμενος μεταμόρφωσιν, αὐτὸς ἐκεῖνός φησι μὴ εἰδέναι τὸν Πέτρον ἃ λέγει, ἅτε ὑπὲρ τὴν ἐκείνου γνῶσιν ὑπάρχοντα καὶ αὐτὰ τὰ τῆς ἐκφάνσεως τοῦ μεταμορφουμένου τέως Χριστοῦ. κρύφιον γάρ φησι Διονύσιος αὐτὸν καὶ μετὰ τὴν ἔκφανσιν εἶναι, ἢ ἵνα τὸ θειότερον εἴπω, φησί, καὶ ἐν τῇ ἐκφάνσει· καὶ τοῦτο γὰρ τοῦ Ἰησοῦ κέκρυπται καὶ λεγόμενον ἄρρητον μένει καὶ νοούμενον ἄγνωστον· ὃ δὲ καὶ ἀγγέλοις μένει καὶ νοούμενον ἄγνωστον, πῶς ἀνθρώποις γνωσθείη ἄν; ἄλλως τε καὶ ὁ τῶν εὐαγγελίων ἐξηγητὴς Χρυσορρήμων ἀτελεῖς ἔτ' εἶναι τότε φάσκει καὶ τοὺς ἀποστόλους, καὶ οὔπω τῶν τοιούτων ἐφικνεῖσθαι ἰσχύοντας, οὐδ' ἐκ τῶν φαινομένων ἃ μὴ πέφυκε φαίνεσθαι βλέπειν. ὥσπερ οὖν οὐδ' αἱ μετὰ ταῦτα ὀφθεῖσαι ὡσεὶ πυρὸς διαμεριζόμεναι γλῶσσαι οὐκ ἦσαν ἄκτιστα πνεύματα, ἀλλὰ τὸ δι' αὐτῶν παραδεικνύμενον ἓν ἄκτιστον πνεῦμα ἅγιον, οὕτως οὐδ' ἐκεῖνο τὸ φανὲν φῶς ἐν Θαβὼρ ἄκτιστον ἦν, ἄλλ' ἡ δι' ἐκείνου παραδειχθεῖσα θεότης. πόθεν οὖν ὁρατὴν εἶναι θεότητα ἄκτιστον καὶ ἀνούσιον ἡ Παλαμικὴ μαθοῦσα φατρία ἐκεῖνο τὸ φῶς ἰσχυρίζεται, μιγνῦσά τε τὰ ἄμικτα καὶ δικτύῳ θηρεύειν ἐπιχειροῦσα τὸν ἄνεμον. ἄλλως τε καὶ εἰ τὸ ἡλιακὸν φῶς οὐσία ἐστὶ κατά τε τὸν Δαμασκηνὸν Ἰωάννην καὶ ὅσοι κατ' ἐπιστήμην περὶ αὐτοῦ λέγουσιν, ἐκεῖνο δ' ἦν καὶ τοῦ ἡλιακοῦ φωτὸς ὑπέρτερόν τε καὶ τιμιώτερον, πῶς καὶ πόθεν ἀνούσιον; πῶς δὲ καὶ ὁρατὸν ὃ καθ' αὑτὸ ἀνούσιον; εἰ γὰρ ἀνούσιον μὲν ὁρατὸν δέ, χρῶμα ἂν ἴσως εἴη· καὶ εἰ χρῶμα, συμβεβηκὸς πάντως· καὶ εἰ συμβεβηκός, πῶς θεός; τὸ γὰρ συμβεβηκὸς οὐ μόνον οὐ θεὸς ἀλλ' οὐδὲ ὄν. ὥστε ὁ τῷ μὴ ὄντι λατρεύων ἔλαθε καὶ ἄθεος ἐκ πολυθέου γινόμενος. καὶ εἰκότως. παραπέπηγε γὰρ ἡ ἀθεΐα τῇ πολυθεΐᾳ, ὥσπερ ταῖς τῶν ἀρετῶν μεσότησιν αἱ καθ' ὑπερβολήν τε καὶ ἔλλειψιν κακίαι. ἔπειτα καὶ θεὸν μὲν ἀκούομεν λεγουσῶν τῶν γραφῶν Μωυσῇ φανῆναι καὶ Μανωέ, καὶ οἷς ἑτέροις ὀφθῆναι συμβολικῶς τε καὶ τυπικῶς λέγεται, οὐ μὴν θεότητα. δημοσιώτερον γὰρ καὶ κοινὸν τὸ τοῦ θεοῦ ὄνομα· θεοὶ γὰρ καὶ τῶν ἀνθρώπων οἱ δίκαιοι λέγονται, θεότητες δ' οὔ. τετήρηται γὰρ τὸ πλεῖστον εἰπεῖν τῇ θείᾳ τοῦτο γραφῇ μὴ λέγειν πληθυντικῶς θεότητας, ἀλλὰ μίαν ἄκτιστον καὶ τρισυπόστατον, καθάπερ καὶ φύσιν. καὶ οὕτω τουτὶ τετήρηταί τε καὶ ἀεὶ τοῖς εὐσεβέσι τηρεῖται, ὥστε καὶ θεὸν μὲν ἐκ παρθένου φησὶ γεννηθῆναι, θεότητα δ' ἀπροσδιορίστως ἥκιστα πάντων· ἡ μὲν γὰρ θεότης ἐν τρισὶν ὑποστάσεσι λεγομένη νοεῖται, ἡ δὲ παρθένος μίαν τὴν τοῦ λόγου γεγέννηκεν ὑπόστασιν. ὥστε σκεπτέον εἰς πόσην ἀτοπίαν ἐξ ἀμαθίας ὁμοῦ καὶ οἰήσεως τὸν Παλαμᾶν ἐκκεκυλίσθαι συμπέπτωκεν, ὡς πολλοῖς μὲν λατρεύειν θεοῖς, αἰσχύνεσθαι δ' οὖν ἐκλαλεῖν, θεότητας δ' ἀπειράκις ἀπείρους αὐτόν τε σέβειν καὶ ἄλλοις παραινεῖν, καὶ ὅσοις ἂν χρῷτο μὴ πειθομένοις, ἀποκηρύττειν, καὶ τοῦτο δ' ὡς μάλα ἀνέγκλητον ἐν ὑπαίθροις ἀναιδῶς ἐκλαλεῖν καὶ δημοσίᾳ παρρησιάζεσθαι. Εἰ μὲν οὖν πρὸς ἁπάσης γραφῆς ἐλεγχόμενος ἥκιστα συνιέναι δύναιτο, οἰκτείρω τῆς ἀπονοίας τὸν ἄνθρωπον· εἰ δὲ συνίησι μέν, κενοδοξίας δ' εἵνεκα ματαίας αὐτοχειροτόνητον ἑαυτῷ τὴν κακοδαίμονα τοῦ κακοῦ προεδρείαν κατεψήφισται, πάσης ἔνοχον αὖθις ἀρᾶς ἡγοῦμαι τὴν ἐμπληξίαν, ὅτι νοσῶν προφανῶς οὐ δεῖται φαρμάκων ἀλλ' ἄντικρυς ἑκὼν ἀποποιεῖται καὶ ἀποσπεύδει τὴν ἰατρείαν, καὶ ποιεῖ παραπλήσιον τῶν πενήτων ἐκείνοις οἳ διὰ κενοδοξίαν πλουτεῖν προσποιούμενοι πλείω τὴν πενίαν ἑαυτοῖς ἐπιδαψιλεύουσι· τῶν γὰρ τὰ καίρια νοσούντων καὶ οὗτος ὤν, ἔπειτα συγκαλύπτων τὴν νόσον νοσεῖν ἀνθαιρεῖται διηνεκῶς καὶ θανάτου γείτονα βίον ἀνύειν· οὗ τί τῶν πάντων ἀθλιώτερον;
https://byzantium.gr/

ΛΟΓΟΣ ΛΔ’.

ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΔΟΓΜΑΤΙΚΟΣ ΛΟΓΟΣ Ε.
Περὶ μὲν οὖν τῆς ὁρατῆς τοῦ κυρίου θεοφανείας, καὶ ὡς ἄλλο θεότης ἄκτιστος καὶ ἄλλο θεοφάνεια, καὶ ὡς ἣ μὲν ἀόρατος ἣ δ' ὁρατή, καὶ ὡς ἡ θεότης διὰ τοῦ ἐν Θαβωρίῳ τῷ ὄρει φωτὸς παρεδείχθη μὲν οὐκ ἐδείχθη δέ, καὶ ὡς ἀδύνατον μὴ μόνον τὰς θεανδρικὰς ἐνεργείας, ὡς ἐγένοντό τε καὶ γίνονται, ἀλλ' οὐδὲ τὰ διὰ τῶν ἁγίων τελούμενα θαύματα, δι' ὧν καὶ αὐτῶν ὁ θεὸς παραγυμνοῦται καὶ παραδείκνυται καὶ δι' αὐτῶν ἡμῖν τὸν ἐφικτὸν γινώσκεται τρόπον παραγυμνούμενος, ἐῶ γὰρ λέγειν οὐρανὸν καὶ γῆν καὶ ὅσα ἐν μέσῳ, περὶ ὧν καὶ Σολομῶν φησὶν ἐκ μεγέθους καὶ καλλονῆς αὐτὸν θαυμάζεσθαι τὸν θεὸν παραγυμνούμενον, εἰ καὶ τὸ κατ' αὐτὸν μυστήριον καὶ λεγόμενον ἄρρητον μένει καὶ νοούμενον ἄγνωστον, κατὰ τὸν θεῖον εἰπεῖν Διονύσιον, καὶ ὡς οὐ χρὴ μιᾶς δοξάζειν πλείους ἀκτίστους θεότητας, ἵνα μὴ τῷ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου καθυποβληθείη ἀναθέματι, ὡς ἀνωτέρω περὶ τῶν οὕτως ἐχόντων διείληπται, περὶ μὲν οὖν τούτων καὶ τῶν τοιούτων ἱκανῶς ἡμῖν οἶμαι εἰρῆσθαι διὰ βραχέων. εἰ δέ τινες ἐριστικῶς ἐνίστασθαι, γλώττης ἀφειδοῦντες, βούλοιντο, κἄπειτα ῥήσεις ἁγίων ὡς ἐν μεταιχμίῳ τὴν ἔννοιαν ἀμφιρρεπῆ κεκτημένας καὶ οὐ πάνυ σαφῆ κομίζειν οὐκ ὀκνοῦσι, προσαγέτωσαν ταῖς κοιναῖς ἐκείναις ἐννοίαις τῆς θείας γραφῆς, αἳ καὶ ἡμῖν ἐν προοιμίοις προβέβληνται καθάπερ στάθμαι τινὲς καὶ γνώμονες καὶ κανόνες τὸ αὐτόπιστον ἑκατέρωθεν ἔχοντες ὡμολογημένον, διευθύνουσαί τε καὶ ἐπανάγουσαι οἷά τινες οἰακοστρόφοι καὶ εὐθυντῆρες νεῶν, οἳ τὴν ἑλίκην καὶ τὸν πόλον ἀποσκοποῦντες τὰ ναυτικὰ πλημμελήματα διορθοῦνται, πρὸς ἕνα πλοῦν ἐκ δεξιῶν τε καὶ εὐωνύμων σοφῶς οἰακίζοντές τε καὶ περιστρέφοντες· καὶ ἔσται σφίσιν εὑρημένα τὰ τῆς ἰατρείας αὐτίκα. Ἐπὶ τούτοις αὖθις καὶ τρίτην ἐκεῖνοι παρῆγον ἀντίθεσιν, “ἀλλὰ καὶ τῆς θείας γραφῆς λεγούσης ἀκούομεν” λέγοντες, “μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται.” καὶ πάλιν “οἱ ἄγγελοι αὐτῶν καθ' ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ θεοῦ.” καὶ ἀλλαχοῦ “ὤφθη τῷ Ἀβραὰμ ὁ θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ·” ἰδεῖν δὲ καὶ Ἡσαΐας φησὶ τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου. καὶ αὖθις τῆς Μωσαϊκῆς ἀκούομεν ἱστορίας λεγούσης “ἐλάλησε κύριος τῷ Μωΰσῃ ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς φίλον αὐτοῦ.” καὶ αὐτὸς δ' ἄντικρύς φησιν ὁ θεὸς “στόμα κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει καὶ οὐ δι' αἰνιγμάτων.” Πρὸς ταῦτα ὁ Γρηγορᾶς ἀπήντησεν οὑτωσί πως. εἰ ἐμμένειν βούλοισθε ταῖς κοιναῖς ἐκείναις τῆς τοῦ θεοῦ ἐκκλησίας ἐννοίαις, ὡς μία παρὰ πᾶσιν ὁμολογεῖται θεότης ἄκτιστος, ἣ δὴ καὶ οὐσία καὶ φύσις καλεῖται καὶ ἓν φῶς ἀπρόσιτον καὶ ἀδιάδοχον ἀειλαμπὲς καὶ τριλαμπές, εἴη ἂν καὶ λόγος ἡμῖν καὶ διάλεξις· ἐν ἐλπίσι γὰρ κεῖσθαι προϊοῦσι τήν τε τῆς ἀληθείας εὕρεσιν καὶ τὴν τῆς κακίας ἀναίρεσιν· ἄλλως δ' ἄμεινον σιωπᾷν. ἐπεὶ τοίνυν τὴν ἀρχὴν ταῖς κοιναῖς τῆς ἐκκλησίας ἐννοίαις καὶ τῶν δογμάτων ὡμολογήκατε, δέον τὰ ἑπόμενα δέχεσθαι· εἰ δ' οὖν, ἑαυτοὺς ἀφ' ἑστίας αὐτοὶ καταλύετε· καὶ πῶς ἄλλων λεγόντων ἀνέξεσθε; ἢ ἐπὶ τίσιν ἐλπίσιν ἀναμφιβόλοις ὁ προσδιαλεγόμενος τὸν τοῦ λέγειν μόχθον ὑπομενεῖ; ἐπεὶ τοίνυν θεῖον τὸ δόγμα καὶ κοινὴ τῆς ἐκκλησίας ἔννοιά ἐστιν ὡς θεὸν οὐδεὶς ἑώρακε πώποτε οὔτ' ἰδεῖν δύναταί τις οὔτ' ἀγγέλων οὔτ' ἀνθρώπων, εἰ μὲν εὐπορήσαιμεν ἐκ τοῦ εὐθέος μαρτυριῶν γραφικῶν, οὐκέτι χώραν ἔχειν χρεὼν τὸ ἀμφισβητήσιμον· εἰ δὲ μὴ τοῦθ' ἡμῖν ἀρτίως ἐκ τοῦ ῥᾴστου προσγίνοιτο διὰ τὸ γρῖφόν τε καὶ ὁμιχλῶδες τῆς γραφῆς, παραπετάσματι καλυπτομένης ἐνίοτε τῇ ἀσαφείᾳ διά τε τοὺς βεβήλους κατὰ τρόπον οἰκονομίας, ᾗ πολλάκις τὴν θείαν ὁρῶμεν γραφὴν κεχρημένην (χρῆται γὰρ κατὰ τὸν μέγαν Βασίλειον ἡ γραφὴ πολλάκις τῇ ἀσαφείᾳ, δυσθεώρητον κατασκευάζουσα τῶν δογμάτων τὸν νοῦν πρὸς τὸ τῶν ἐντυγχανόντων λυσιτελές), καὶ διὰ τὴν τῶν ἄλλως ἀκουόντων ἀγνωμοσύνην, ἀλλὰ τοῦ γε στερροῦ καὶ ἀναντιρρήτου τῶν κοινῶν ἐννοιῶν οὐδὲ τὸ σμικρότατον γοῦν ἐξίστασθαι χρή, ἀλλ' ὁμολογεῖν μὲν μὴ νοεῖν, καθὰ καὶ ὁ μέγας παραινεῖ Βασίλειος, μὴ ἐξάγειν δὲ πρὸς βεβήλους ἀκοὰς τὸ τῶν θείων δογμάτων ὀστῶδες καὶ δυσθεώρητον τοῖς ἀτελέσιν. ὁ θεὸς γάρ, ὡς ὁ θεῖος ἔφη Διονύσιος, τοῖς μὲν ἀτελέσι τέλειος εἶναι δοκεῖ, τοῖς δὲ τελείοις ἀτελής. οἱ μὲν γὰρ ἀτελεῖς εἰδέναι μὲν οἴονται, οὐκ ἴσασι δέ· τοῖς δὲ τελείοις οἴησις μὲν οὐκ ἔστι, γνῶσις δὲ τοῦ μὴ εἰδέναι πρόσεστιν αὐτόχρημα διδάσκουσα ταπεινοῦσθαι· ἐπίτασις γάρ φησι σοφίας ἐπίτασιν ποιεῖ ταπεινώσεως· οὐ γὰρ ἐκ τῆς θεότητος τὸ μέγεθος τοῦ ἀκαταλήπτου νοεῖν ἐκζητοῦσιν, ἀλλ' ἐκ τῶν ποιημάτων τὸν ποιητὴν ἀνεξερεύνητον εἶναι μανθάνουσι, καθὰ καὶ ὁ μέγας διδάσκει Χρυσόστομος, “τὸ μὴ ἐφικνεῖσθαι” λέγων “μηδὲ δύνασθαι τῶν δημιουργηθέντων τὸν λόγον καταλαβεῖν μὴ γινέσθω ἡμῖν ἀπιστίας ὑπόθεσις, ἀλλὰ δοξολογίας ἀφορμή· ὅταν γὰρ ἀτονήσῃ ὁ λογισμὸς καὶ μὴ χωρήσῃ ἡ διάνοια, ἐννόει τοῦ δεσπότου τοῦ σοῦ τὸ μέγεθος καὶ ἐξ αὐ τοῦ τούτου, ὅτι τοσαύτη αὐτοῦ ἡ δύναμις ὡς μηδὲ τὸν λόγον ἡμᾶς μετὰ ἀκριβείας εἰδέναι τῶν ὑπ' αὐτοῦ γενομένων. τοῦτο γὰρ διανοίας εὐγνώμονος, τοῦτο ψυχῆς νηφούσης.” Καὶ γὰρ ὁ θεὸς διὰ φιλανθρωπίαν οἰκονομικῶς τοῖς ἀνθρώποις ὡς νηπίοις πατὴρ συγκαταβαίνων διὰ τῶν ἐκδηλοτέρων πρῶτον ἐμφανειῶν καὶ τοῖς οἷον βρέφεσι προσφυεστέρων, οὕτως ἀνάγει διὰ λείας ὁδοῦ πρὸς ἕξιν τελεωτέραν. καὶ Μωσεῖ γάρ, ὁ θεῖος φάσκει Χρυσόστομος, διὰ φωτὸς ἡ τοῦ θεοῦ ἐπιφάνεια ἤρξατο ἐν τῇ βάτῳ· εἶτα διὰ νεφέλης αὐτῷ διαλέγεται ὁ θεός. τελειότερος δὲ γενόμενος καὶ ὑψηλότερος ἐν γνόφῳ τὸν θεὸν βλέπει. εἰσῆλθε γάρ φησιν Μωϋσῆς εἰς τὸν γνόφον οὗ ἦν ὁ θεός· τουτέστιν ἔγνω σαφῶς ὅτι σκοτεινὰ καὶ ἄγνωστα τὰ θεῖα καὶ πᾶσαν ὑπερβαίνοντα γνῶσιν ἀνθρωπίνην. καὶ ἀλλαχοῦ· τὸ “ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα” ἀκούσαντες ἐδιδάχθημεν ὡς ἤδη τέλειοι μὴ προσδοκᾶν δι' ὀφθαλμῶν ὄψεσθαι θεόν, ἀλλ' εἰδέναι τὴν τοῦ θεοῦ ὅρασιν γνῶσιν οὖσαν καὶ νοερὰν κατάληψιν, οὐκ αἴσθησιν σωματικήν. οὐδὲν οὖν καινὸν εἰ τοῖς μαθηταῖς ἀτελέσιν οὖσιν ἔτι, καὶ τὰς ἐλπίδας ἀβεβαίους καὶ ἀσθενεῖς ἐπ' αὐτῷ κεκτημένοις διὰ τὸ μὴ ὡς θεὸν ἀλλ' ὡς ἄνθρωπον ὁρᾶν αὐτὸν διὰ φωτὸς φαινόμενον, πρὸς ἃ μὴ φαίνεσθαι δυνατόν, παρεσκεύαζεν ὁδῷ καὶ τάξει νοητῶς κατὰ δύναμιν ἀνιέναι. τὴν γὰρ σεβασμίαν μακαριότητα, κατὰ τὸν θεῖον εἰπεῖν Διονύσιον, αἱ μυστικαὶ τῶν λογίων παραδόσεις καὶ ὡς φῶς ἀναπλάττουσι καὶ ζωὴν ἀποκαλοῦσιν. Ὅτι μὲν οὖν διὰ συμβόλων καὶ τύπων σωματικῶν οὐ μόνον ὁ θεὸς ὁμιλεῖ τοῖς ἀνθρώποις, ἀλλὰ καὶ οἱ ἄγγελοι κτίσμα ὄντες, εἴρηταί τε καὶ νῦν πάλιν διὰ βραχέων ἐροῦμεν. φησὶ γὰρ ὁ μέγας εὐθὺς Διονύσιος ὡς καὶ τὰς θείας ὁράσεις οἱ κλεινοὶ πατέρες ἡμῶν ἐμυοῦντο διὰ μέσων τῶν οὐρανίων δυνάμεων. καὶ τὴν ἱερὰν τοῦ νόμου θεσμοθεσίαν δι' ἀγγέλων εἰς ἡμᾶς προελθεῖν διδάσκει σαφῶς ἡ θεολογία ὡς τῆς θεωνυμικῆς τάξεως ἐκεῖνο νομοθετούσης, τὸ διὰ τῶν πρώτων τὰ δεύτερα πρὸς τὸ θεῖον ἀνάγεσθαι. καὶ τῇ παρθένῳ δὲ τὸ θεῖον μυστήριον ἄγγελος ἦν κομίσας ἀνθρωπίνῳ τύπῳ καὶ σχήματι. καὶ τοῖς ποιμέσιν ἄγγελος κυρίου τότε φησὶν ἐπέστη, καὶ δόξα κυρίου περιέλαμψεν αὐτούς. καὶ τὸν δι' ἀγγέλων λαλούμενον λόγον γίνεσθαι βέβαιον ἀκούομεν· τὰς γὰρ ἀΰλους ἱεραρχίας ὑλαίοις σχήμασι καὶ μορφωτικαῖς συνθέσεσι διαποικίλασα παραδέδωκεν ἡ Διονυσίου τοῦ θείου βίβλος· οὐ γὰρ δυνατόν φησι τῷ καθ' ἡμᾶς νῷ πρὸς τὴν ἄυλον ἐκείνην ἀναταθῆναι τῶν οὐρανίων ἱεραρχιῶν μίμησίν τε καὶ θεωρίαν, εἰ μὴ τῇ κατ' αὐτὸν ὑλαίᾳ χειραγωγίᾳ χρήσαιτο. λειτουργικὰ γὰρ οἱ ἄγγελοι, φησίν, εἰσὶ πνεύματα, πρὸς διακονίαν ἀποστελλόμενα. καὶ τῷ Χριστῷ δὲ ἄγγελοι διηκόνουν, φησὶν ἡ γραφή. καὶ ἀγγέλους αὖθις ἐνισχύειν αὐτῷ λέγεται ὡς ἀνθρώπῳ. καὶ πάλιν «ἠδυνάμην πλείους ἢ δώδεκα λεγεῶνας παραστῆσαι ἀγγέλων» φησίν. καὶ πολλὰ τοιαῦτα σωματοειδῶς εἰρημένα περὶ τῶν ἀσωμάτων δυνάμεων σωματικῶς φαινομένων ταῖς θείαις καὶ ἱεραῖς ἐμφέρεται βίβλοις οἰκονομικόν τινα τρόπον· ἅσπερ καὶ μορφωτικὰς δυνάμεων εἰκόνας καλεῖ Διονύσιος, ἀνθρωπομόρφους ἀναγράφων καὶ θηριομόρφους, λεόντων φημὶ καὶ βοῶν καὶ ἵππων καὶ ἀετῶν μορφὰς αὐτοῖς περιτιθείς. ἐῶ λέγειν τὰς τῶν λίθων πολυχρωμάτους ἰδέας καὶ τἆλλα πάντα, ζώνας καὶ τροχοὺς καὶ ῥάβδους λέγω καὶ πελέκεις, δι' ὧν εὑρίσκειν ἡμᾶς παραινεῖ τὴν τῶν τυπικῶν εἰκόνων ἀνακάθαρσιν, ὁποίαν καὶ ὅσην αὐτὸς ἑρμηνεύων ἐκτίθησι. τῆς οὖν γραφῆς λεγούσης «μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται» τὴν κατὰ διάνοιαν ὄψιν ὁ θεῖος ἐξηγεῖται Χρυσόστομος. καὶ τὸ “οἱ ἄγγελοι δὲ αὐτῶν καθ' ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ θεοῦ” τὴν αὐτήν, φησίν, ἔχει διάνοιαν· τὸν γὰρ αὐτὸν ἀνθρώποις τε ἐστὶν ἰδεῖν ἀδύνατον, καὶ αὖ μηδὲ τῶν ἀγγέλων τολμᾶν ἀτενίσαι τὰ τάγματα. καὶ δῆλον τοῦτο τίθησι Παῦλος λέγων «ἐφανερώθη ἐν σαρκί, ὤφθη ἀγγέλοις·» πρὸ γὰρ τῆς τοῦ κυρίου σαρκώσεως καὶ ἀγγέλοις ἀθέατος ἦν, ὡς καὶ ὁ θεῖος ἔφη Χρυσόστομος ὅτι αὐτὸ ὅπερ ἐστὶν ὁ θεός, οὐ προφῆται οὐδ' ἄγγελοι εἶδον, οὐδ' ἀρχάγγελοι. εἰ γὰρ καὶ ὁμιλοῦσιν ἀνθρώποις ἐκ προσώπου τοῦ θεοῦ καὶ ἄγγελοι, ἀλλ' οὐδὲ προφήταις ἄηθες τουτὶ καὶ ἀνθρώποις οὖσι· ποτὲ μὲν γὰρ προστιθέντες φασὶ καὶ αὐτοὶ «τάδε λέγει κύριος,» ποτὲ δ' ἐξ ἑαυτῶν ἁπλῶς. καὶ καινὸν οὐδὲν οὐδὲ πόρρω γραφικῆς συνηθείας· καὶ γὰρ καὶ τὰ βασιλικὰ προστάγματα τῶν δημοσίων ἐν ταῖς πόλεσι κηρύκων βοώντων, ὡς ἐξ αὐτοῦ δὴ τοῦ βασιλικοῦ λεγόμενα στόματος ἡμεῖς ἐκδεχόμεθα. καὶ ὁ μὲν προφήτης, ἄνθρωπος ὤν, ὡς ἐξ ἑαυτοῦ φησὶν «ἄκουσον λαός μου, καὶ λαλήσω σοι· Ἰσραὴλ καὶ διαμαρτύρομαί σοι· ὁ θεὸς ὁ θεός σου εἰμὶ ἐγώ.» οὐ γὰρ προσέθηκεν ὡς ἐν ἄλλοις «τάδε λέγει κύριος· καὶ εἶπεν ὁ θεὸς τὰ καὶ τά·» ὁ δὲ ἄγγελος ἐκ τῆς βάτου «ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ·» προείρηται γὰρ «ὤφθη αὐτῷ ἄγγελος κυρίου.» εἰ οὖν κατὰ τὸν θεῖον Χρυσόστομον, ὅσον τυφλοῦ καὶ βλέποντος τὸ μέσον, τοσοῦτόν ἐστιν ἀγγέλων καὶ ἀνθρώπων τὸ διάφορον, πῶς τῶν ἀγγέλων μὴ δυναμένων οὔθ' ὁρᾶν τὴν οὐσίαν οὔτε νοεῖν τοῦ θεοῦ, εἴη ἂν δυνατὸν ἀνθρώποις τουτί; οἷς μηδ' ἀγγέλων οὐσίαν μὴ ὅτι μὴ βλέπειν ἀλλ' οὐδὲ νοεῖν δυνατόν· εἰ γὰρ κατὰ τὸν αὐτὸν Χρυσόστομον οὐσία οὐσίαν ὑπερκειμένην νοεῖν οὐ δύναται, πολλοῦ μέντ' ἂν δεήσειεν ἀνθρώπους ἀγγέλων βλέπειν οὐσίαν, ὑπερκειμένην τούτων ὅσον οἱ βλέποντες τῶν τυφλῶν. μὴ ταραττέτω τοίνυν ὑμῶν τὴν διάνοιαν, ὥστε τῶν κοινῶν τῆς τοῦ θεοῦ ἐκκλησίας ἐννοιῶν ἐκλελῆσθαι, ὅσα κατά τινα ἰδιοτροπίαν τῆς ἑβραΐδος ἔστι λεγόμενα διαλέκτου· οἷα τὰ ὑφ' ἡμῶν ἐκεῖνα νῦν προβληθέντα καὶ ὅσα παραπλήσια, λέγω δὴ τὸ «ἐλάλησε κύριος πρὸς Μωσῆν ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς ἑαυτοῦ φίλον, στόμα πρὸς στόμα ἐν εἴδει καὶ οὐ δι' αἰνιγμάτων,» καὶ πάλιν «τὸ δὲ ὄρος τοῦ Σινᾶ ἐκαπνίζετο διὰ τὸ καταβεβηκέναι ἐπ' αὐτὸ τὸν θεὸν ἐν πυρί,» καὶ πάλιν «τὸ δὲ εἶδος τῆς δόξης κυρίου ὡς πῦρ φλέγον ἐπὶ κορυφῆς τοῦ ὄρους ἐναντίον τῶν υἱῶν Ἰσραήλ.» καὶ τοιαῦτα μυρία, ὁπόσα κτιστὰ ὄντα τῇ μὲν ἀκτίστῳ οὐσίᾳ τοῦ θεοῦ πάντων ἥκιστά ἐστιν ἁρμόττειν ὅσιον, πρός γε μὴν παιδευτικὴν τῶν χρωμένων οἰκονομίαν οὐ μάλα ἀχρήστως ἔχει, ναὶ μὴν οὐδ' ὡς πορρωτάτω τοῦ ὠφελίμου κεῖται. καλεῖν δ' οἶμαι τὰ λόγια τῶν προφητῶν ἐν εἴδει μὲν ὁμιλίαν θεοῦ καὶ ἀγγέλων πρὸς ἀνθρώπους τὴν αἰσθητὴν καὶ ἐγρηγορόσιν αὐτοῖς φαινομένην, ὁποίας καὶ Ἀβραὰμ ἠξίωται πρότερον θεὸν οὐχ ὡς θεὸν ἰδών, ἀλλ' ὡς ἄνθρωπον θρέψας· ὃς καὶ ἐπῃνέθη, φησί, σεβασθεὶς ὁπόσον κατέλαβε. καὶ μετὰ πλείστους ἄλλους ὕστερον Μανωέ· ὃς καὶ ἀπολωλέναι ἐβόα διότι θεὸν ἑώρακεν, ὡς οὐ χωρητῆς ἀνθρώποις οὔσης, φησίν, οὐδὲ φαντασίας θείας, μὴ ὅτι φύσεως. δι' αἰνιγμάτων δ' οὖν τὴν δι' ὀνειράτων· ἀλαμπὴς γάρ τις αὕτη, καὶ οὐ πάνυ τι πρόδηλος· καὶ γὰρ δι' ἄλλων ἄλλα συμπλέκουσα καὶ συγκρύπτουσα, νέφει τινὶ καλυπτομένην ἀσαφείας παρέχει τὴν δήλωσιν. ὧν καὶ πλεῖστοι μὲν ἕτεροι κήρυκες ἀψευδεῖς, ἀλλὰ καὶ Δανιὴλ καὶ Ἰωσήφ, οἷς νυκτεριναί τινες ὄψεις καθεύδουσι μήπω γεγονότων ἀληθῆ παρεῖχον τὴν πρόγνωσιν. περὶ ὧν ἀμφοτέρων ὁ σοφώτατος ἀπορῶν θεολόγος Γρηγόριος αὐτὸς μὲν ὁμολογεῖ μὴ εἰδέναι, εἰδέναι δὲ τὸν τῶν προφητῶν θεόν, εἴτε φαντασία τις ἦν ἡμερινή, εἴτε νυκτὸς ἀψευδὴς ὄψις, εἴτε τοῦ ἡγεμονικοῦ τύπωσις συγγινομένη τοῖς μέλλουσιν ὡς παροῦσι· πλὴν οὐδεὶς θεοῦ φύσιν εἶδε, φησίν, ἢ ἐξηγόρευσεν. οἷς τοίνυν τὰ τῶν κοινῶν ἐννοιῶν τῆς τοῦ θεοῦ ἐκκλησίας πέπηγεν ἄσειστα κατὰ γνώμην ἑστῶσαν καὶ ἀναμφίβολον, τούτοις καὶ σφόδρα τι ῥᾴδιον ἀόρατον καὶ μόνην ἄκτιστον δογματίζειν τοῦ θεοῦ τὴν οὐσίαν καὶ γνώμῃ καὶ ψυχῇ καὶ χειρὶ νύκτωρ τε καὶ μεθ' ἡμέραν ἀεί, καὶ πάντα ταῦτα πρὸς κανόνα καὶ στάθμην ἀνάγειν ἐκεῖ. εἰ γὰρ καὶ Μωσῆς τὴν ἀόρατον οὐσίαν ὁρᾶν ἐδύνατο τοῦ θεοῦ, οὐκ ἂν ἁπάσῃ γνώμῃ καὶ ὅλης ψυχῆς προθυμίᾳ οὕτως ᾔτει δεόμενος ὕστερον καὶ λέγων «εἰ εὕρηκα χάριν ἐναντίον σου κύριε, ἐμφάνισόν μοι σεαυτὸν γνωστῶς ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐναντίον σου,» καὶ πάλιν «δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν.» δῆλον γὰρ ὡς σωματικῶς βλέπων ἐπεθύμει καὶ τῆς θείας οὐσίας θεατὴς γενέσθαι. τὸ δὲ ἦν ἀδύνατον· ἀπερίγραπτος καὶ ἀνείδεος ὁ θεός· «τὸ πρόσωπόν μου» γάρ φησιν «οὐκ ὀφθήσεταί σοι· οὐδεὶς γάρ» φησιν «ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται. ἀλλ' ὄψει τὰ ὀπίσθιά μου,» εἴτε τοὺς λόγους τῶν ὄντων λέγων, καὶ ὅσα μὲν ἐκεῖνον ἐκείνου γνωρίσματα κατὰ τὸν θεῖον Γρηγόριον, εἴτε τὴν διὰ σαρκὸς ἐπιφάνειαν, τὴν ἐκ παρθένου δηλονότι γέννησιν· περὶ ἧς καὶ ὁ ἀπόστολός φησιν «ἐπεφάνη ἡ χάρις τοῦ θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις,» ἐπιφάνειαν ἐνταῦθα λέγων οὐ κατὰ τὴν πάλαι τῶν προφητῶν, ἀλλὰ τὴν νῦν τὴν διὰ σώματος ἀληθοῦς· τότε γὰρ διὰ σωματικῶν σχημάτων καὶ τυπικῶν φαντασμάτων ἀναλόγων τῇ τῶν ὁρώντων δυνάμει ἐγίγνοντο. διὰ γὰρ τοῦτο καὶ διάφοροί τε αἱ ὁράσεις καὶ πολυειδεῖς ἐφαίνοντο· καὶ γὰρ «ἐγώ» φησιν «ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην.» εἰ γὰρ αὐτήν, ὁ Χρυσορρήμων φησίν, ἑώρων τὴν τοῦ θεοῦ φύσιν, οὐκ ἂν διαφόρως ἐθεῶντο· ἁπλῆ γάρ τις καὶ ἀσχημάτιστος καὶ ἀσύνθετος. εἶτα οὐκ ὤφθην ἀλλ' ὡμοιώθην φησίν· οὐ γὰρ ἄλλος ὁ λέγων, ἀλλ' αὐτὸς περὶ ἑαυτοῦ ἐστὶν ὁ θεός· ἡ γὰρ ὁμοίωσις ποιότητος ἔνδειξιν ἔχει καὶ οὐχὶ φύσεως, σχήματος λέγω καὶ χρώματος καὶ ὅσα τῇ ὄψει πέφυκεν ὑποκείμενα, καὶ ὅσα τῇ ἀκοῇ, λέγω δὴ τὸ τῆς λαλιᾶς ἦθος καὶ βούλημα. καὶ γὰρ καὶ ὁ τοῦ ἀνθρώπου νοῦς ἀσώματος ὢν αἰσθήσει οὐχ ὑπόκειται· ἀλλ' ἐπειδὰν εἰς λαλιὰν ἔλθῃ καὶ λόγους ἐνάρθρους, τηνικαῦτα καὶ αἰσθήσει μὲν ὑποβάλλεται· καὶ τὸ τῆς οἰκείας βουλήσεως εἶδος καὶ ἦθος ἐνδείκνυται μὲν σκιωδῶς καὶ σωματικῶς εἰπεῖν, τὴν δὲ φύσιν ἐνδείξασθαι ἥκιστα ἔχει· σωματικοῖς γὰρ τοῦτ' ἀδύνατον ὄμμασιν. εἰ δὲ νοῦ φύσιν ἰδεῖν αἰσθητῶς ἀδύνατον, πῶς θεὸν ἰδεῖν δυνατόν; ὅθεν καὶ διπλῆν ὁ θεὸς τὴν τῶν ὄντων εἴργασται φύσιν, διὰ τὸ καὶ τὴν ἀνθρώπου, δι' ὃν τὰ ποιηθέντα πεποίηται, ποίησιν εἶναι διπλῆν, ἔκ τε νοητοῦ καὶ αἰσθητοῦ συγκειμένην· καὶ εἰσὶν οἰκείως ὑποκείμενα τῷ μὲν νῷ τὰ νοητὰ τῇ δ' αἰσθήσει τὰ φαινόμενα πάντα. ὧν οὐδὲν οὐδαμῇ ποτὲ ἄκτιστον· εἴρηται γὰρ ὡς οὐδὲν τῶν τῇ αἰσθήσει ὑποβαλλομένων ἀσώματον· ὃ δὲ μὴ ἀσώματον, πῶς ἄκτιστον; τίς γὰρ οὕτως ἄμοιρος αἰσθήσεώς τε καὶ νοῦ ὡς ἀγγέλων καὶ ψυχῶν καὶ τῶν τοιούτων ἀσωμάτων μὲν ὄντων κτιστῶν δέ, ἔπειθ' ὅσα χρώμασι καὶ σχήμασι καὶ γλυκύτησι καὶ πικρότησι καὶ ὀσμαῖς ὑπόκειται καὶ ἀκοῇ καὶ ὄψει καὶ ἁφῇ κρίνεται, λέγειν ἄκτιστα. τί δ' ἀπεοίκοι ἂν οὗτος τῶν μαινομένων ἢ ἀναισθήτων; καὶ ἵν' ἐκ τῶν καθ' ἕκαστα φαινομένων τὸν λόγον γυμνάσωμεν, τὰ διὰ μέλανος ἢ δι' ἄλλου του χρώματος γράμματα τῶν αἰσθήσεων μὲν ὑπόκεινται πάντως τῇ ὄψει· ἀλλ' ἔχει καὶ νοῦν ἐγκείμενον καὶ κρυπτόμενον ἐν τῷ μέλανι, ἀπηγορευμένου καὶ ἀδυνάτου παντάπασιν ὄντος ὄψει τοῦτον ὑποτεθῆναι. ὅμως ἐπειδήπερ ὁ ἄνθρωπος διπλοῦς ἐκ ψυχῆς συνετέθη καὶ σώματος, καὶ ἀμφοτέρων ἐκείνων οἰκείως ἐπιλαμβάνεται, διὰ μὲν τῆς σωματικῆς καὶ φαινομένης ὄψεως τῶν διὰ σώματος χαρακτήρων, διὰ δὲ τοῦ νοεροῦ καὶ ἀφανοῦς τῆς ψυχῆς ὀφθαλμοῦ τῶν τοῖς γράμμασιν ἐκείνοις ἐγκειμένων νοημάτων. καὶ τὸν ἐξ οὐρανοῦ δὲ καὶ γῆς καὶ τῶν ἐν μέσῳ πάντων συγκείμενον κόσμον ὁμοίως ἐξ αἰῶνος ὁρῶντες καταλαμβάνουσιν ἄνθρωποι πῶς μὲν καθόλου πῶς δὲ κατὰ μέρος, κατὰ τὴν ἐνοῦσαν ἑκάστῳ φύσιν καὶ δύναμιν. κἀκ τῶν δυοῖν τούτων πᾶσι πάντων ἡ γνῶσις συνίσταται, τῆς τε δι' ὄψεως αἰσθητικῆς καταλήψεως καὶ τῆς κατὰ τὸν νοῦν ἐνεργείας, ἀφανῶς μὲν κατὰ φύσιν αὐτῆς κινουμένης, ἐμφανιζομένης δ' οὖν διὰ γραμμάτων αὖθις καὶ λαλιᾶς. ἥτις καὶ αὐτὴ μία οὖσα πρὸς πολλὰς μερίζεται ἀκοάς, διπλῆν τὴν ἐνέργειαν δρῶσα· ταῖς μὲν γὰρ ἀκοαῖς σωματικαῖς τισὶν οὔσαις τὸν σωματικὸν δι' ἀέρος ἐνάρθρου δίδωσιν ἦχον, τῷ δὲ μὴ φαινομένῳ τῆς ψυχῆς νοερῷ τὸν ἐμφαινόμενον αὐτῇ καὶ ἐνσημαινόμενον παραπέμπει νοῦν. καὶ οὕτως ἡ τῶν πολιτικῶν καὶ οἰκονομικῶν πραγμάτων καὶ τῶν ἐν βίῳ πάντων κατάληψις ὅσα γένεσις ἄγει καὶ φθορά, δι' αἰσθήσεώς τε καὶ νοῦ, τῆς μὲν φαινομένης τοῦ δὲ κρυπτομένου, τὸν ἐφικτὸν ἡμῖν περιγίνεται τρόπον. διὰ δὴ ταῦτα καὶ ὁ θεὸς λόγος σὰρξ ἐγένετο, μείνας ὅπερ ἦν, νοητὸς καὶ ὑπὲρ νοῦν, προσλαβὼν δ' ὅπερ οὐκ ἦν καὶ γενόμενος διπλοῦς τὴν φύσιν ἀπόρρητον τρόπον, ἵνα διὰ τῶν τῇ αἰσθήσει φαινομένων θαυμάτων τὴν μὴ φαινομένην παραγυμνοῖ καὶ παραδεικνύῃ θεότητα, καὶ οὕτως ἀπὸ τῶν κατ' αἴσθησιν φαινομένων καὶ προσκαίρων θαυμάτων ἀνιστᾷ τὴν ψυχὴν ἐμμελῶς καὶ εἰς τὴν ὑπὲρ αἴσθησιν ἀπευθύνῃ νοητήν τε καὶ μακαρίαν ἐκείνην ζωήν. ἐκ γὰρ μεγέθους καὶ καλλονῆς τῶν ἐξ ἀρχῆς ἐν τοῖς κτίσμασι φαινομένων ἀεὶ θαυμάτων ἀναλόγως ὁ δημιουργὸς ὁρᾶται· ἀνεννόητον γάρ, ὁ θεῖός φησι Διονύσιος, πάντῃ κατὰ τὴν οὐσίαν καὶ ἀκατάληπτον τὸ θεῖον, ἀλλ' ἐκ τῶν αἰτιατῶν ὑμνητέον, διὸ καὶ τὸ θεῖον ἡμῖν βάπτισμα διπλοῖς οὖσι διπλοῦν ἐχαρίσθη, δι' ὕδατος ὁμοῦ καὶ πνεύματος, ἵνα τῷ ὕδατι, τοὺς σαρκικοὺς ἡμῶν ἀεὶ ῥύπους καθαίρειν εἰωθότι, προσγενομένου καὶ τοῦ θείου πνεύματος ἀοράτως καὶ ἀφανῶς, ἅμα τῷ σώματι συγκαθαίρηται καὶ ἡ ψυχὴ νοερῶς τε καὶ ἀφανῶς. ὅτι δὲ συμπαραγίνεται τῷ ὕδατι ἁγιαζομένῳ καὶ τὸ πνεῦμα τὸ ἅγιον διὰ τῆς τῶν εὐχῶν ἐπικλήσεως, δῆλον ὁ θεῖος ἡμῖν ποιεῖται Χρυσόστομος, «τότε μὲν» λέγων «ἐπὶ Χριστοῦ διὰ τοῦτο ἐφάνη ἡ περιστερά, ἵνα ὥσπερ δακτύλῳ τινὶ δείξῃ τοῖς παροῦσι καὶ τῷ Ἰωάννῃ τὸν υἱὸν τοῦ θεοῦ· οὐ μόνον δέ, ἀλλ' ἵνα καὶ σὺ μάθῃς ὅτι καὶ ἐπὶ σὲ βαπτιζόμενον τὸ πνεῦμα ἔρχεται. νῦν δ' ἡμῖν αἰσθητῆς οὐ χρεία ὄψεως, τῆς πίστεως ἀντὶ πάντων ἀρκούσης· τὰ γὰρ σημεῖα οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις.» ὁρατὴν οὖν θεοφάνειαν οὐ μίαν ἔχομεν καὶ μόνην τὴν μεταμόρφωσιν λέγειν, οὐδ' ἀριθμῷ συγκλειομένας· ἀλλ' ἐν ὅσοις ὁ θεὸς ἐμφανίζεται διὰ συμβόλων θαύμασι μεγίστοις, πάσας θεοφανείας εἰκότως ἄν τις καλέσειεν ὁρατάς. ἀλλὰ καὶ τὸ θεῖον τοῦ Χριστοῦ σῶμα θεοφάνειαν Μάξιμος ὁρατὴν ἐπισημαίνεται λέγειν τὸν μέγαν Διονύσιον. καὶ γὰρ καὶ ἡ κατὰ σάρκα γέννησις ὁρατὴ θεοφάνεια ἦν, ὡς καὶ ὁ μέγας φάσκει Γρηγόριος, οὑτωσὶ λέγων «τὰ δὲ νῦν θεοφάνια ἡ πανήγυρις εἴτουν γενέθλια· λέγεται γὰρ ἀμφότερα· ὄνομα δὲ τῷ φανῆναι μὲν θεοφάνια, τῷ δὲ γεννᾶσθαι γενέθλια.» οὐ μόνον δέ, ἀλλὰ καὶ «ὁ ἀόρατος» φησὶν «ὁρᾶται καὶ ὁ ἄναρχος ἄρχεται,» καὶ ὅσα ἑξῆς φρικωδέστερα μέν εἰσι τοῦ τὴν σάρκωσιν τοῦ κυρίου θεοφάνειαν ὁρατὴν ὀνομάζειν, ὁμόλογα δὲ τοῖς εὐαγγελικοῖς ῥήμασι τοῖς «ὁ λόγος σὰρξ ἐγένετο» ἀποφαινομένοις. οὐ μὴν ἄκτιστον διὰ τοῦτο θεότητα τὴν τοῦ κυρίου σάρκα φαμέν, ἀλλὰ τῇ προσηκούσῃ γνώσει νοῦν καὶ γλῶτταν ῥυθμίζοντες ἐκ τῶν ὁρατῶν θεοφανειῶν πρὸς τὴν τῶν ἀοράτων κατὰ δύναμιν ἀγόμεθα ἔννοιαν, καὶ κατὰ τὸν θεῖον εἰπεῖν Διονύσιον ἐπὶ τὴν ἁπλῆν καὶ ἡνωμένην τῶν νοητῶν θεαμάτων ἀλήθειαν ἀναλόγως ἀνατεινόμεθα.» ἀλλὰ καὶ ὁ μελῳδὸς τὴν σάρκωσιν ὑμνῶν τοῦ κυρίου, «θεοφανείας σου» φάσκει, «Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης Ἡσαΐας φῶς ἰδὼν ἐκραύγαζεν.» καὶ ἁπλῶς τὰ ἐν πᾶσι καιροῖς γενόμενα καὶ γινόμενα θαύματα παλαιά τε καὶ νέα ὁραταὶ θεοφάνειαι λέγοιντ' ἂν καὶ ἱερὰ παραπετάσματα. δηλώσει δὲ περὶ τῶν τοιούτων καὶ ὁ θεῖος ἐκ Δαμάσκου Ἰωάννης· «ἐπεὶ» γάρ φησι «διπλοῦς ὁ ἄνθρωπός ἐστι καὶ σύνθετος ἐκ ψυχῆς καὶ σώματος, διπλοῦς γέγονε καὶ ὁ Χριστὸς ἐκ θεότητος ἧς εἶχε καὶ ἧς ὕστερον προσειλήφει σαρκός, ὡς εἶναι τὴν αὐτὴν καὶ μίαν ὑπόστασιν τοῦ κυρίου κτιστὴν καὶ ἄκτιστον, ὁρατὴν καὶ ἀόρατον. διπλῆν οὖν δίδωσι καὶ τὴν κάθαρσιν τῷ διπλῷ ἀνθρώπῳ δι' ὕδατος καὶ πνεύματος. καὶ σωματικῷ εἴδει ὡσεὶ περιστερὰ κατεφοίτησε τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ τὸν κύριον· τὰ γὰρ ὁρατὰ σύμβολα τῶν νοουμένων εἰσί. καὶ διπλῆν προσκύνησιν ἡμεῖς τῷ θεῷ προσάγομεν, τῷ τε νῷ καὶ τοῖς σωματικοῖς ψάλλοντες χείλεσι. καὶ διπλῶς τῷ κυρίῳ ἑνούμεθα, τῶν τε μυστηρίων μετέχοντες καὶ τῆς τοῦ πνεύματος χάριτος· ἐπεὶ γὰρ ἔθος ἀνθρώποις ἐσθίειν ἄρτον ὕδωρ τε καὶ οἶνον πίνειν, συνέζευξεν αὐτοῖς τὴν αὑτοῦ θεότητα, καὶ πεποίηκεν αὐτὰ σῶμα καὶ αἷμα αὐτοῦ, ἵνα διὰ τῶν συνήθων καὶ κατὰ φύσιν ἐν τοῖς ὑπὲρ φύσιν γινώμεθα.» Ἀλλὰ καὶ ὁ θεῖος Μάξιμος, Διονύσιον ἑρμηνεύων, παραπετάσματα λέγειν φησὶ Διονύσιον τὰ σωματικῶς ἐν τῇ λατρείᾳ τελούμενα τῆς χάριτος ἔθη ἐν τῇ ἐκκλησίᾳ, τουτέστι τὸ τοῦ βαπτίσματος, τῆς ἁγίας κοινωνίας καὶ τῶν λοιπῶν. καὶ τί δεῖ πλειόνων ἐνταῦθα λόγων; αὐτὸς γὰρ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος καὶ αὐτὸ δὴ τὸ πάσχα τοῦ κυρίου τύπον ἔφησεν εἶναι, μὴ ὅτι τῶν πάλαι προφητῶν ἐκεῖνα ὅσα τούτου τύπους εἶναι καὶ σκιὰς αἱ θεῖαι γραφαὶ διειλήφασι. «μεταληψόμεθα» γάρ φησι «τοῦ πάσχα νῦν μὲν τυπικῶς ἔτι, καὶ εἰ τοῦ παλαιοῦ γυμνότερον· τὸ γὰρ νομικὸν πάσχα, τολμῶ καὶ λέγω, τύπου τύπος ἦν ἀμυδρότερος· μικρῷ δ' ὕστερον τελεώτερον καὶ καθαρώτερον, ἡνίκα ἂν αὐτὸ πίνῃ καινὸν μεθ' ἡμῶν ὁ λόγος ἐν τῇ βασιλείᾳ τοῦ πατρός, ἀποκαλύπτων καὶ διδάσκων ἃ νῦν μετρίως παρέδειξε.» τοσοῦτον τοίνυν ἔχοντες περικείμενον νέφος μαρτύρων ἀπαραγράπτων καὶ οὕτω μεγίστων καὶ θεοσόφων ἀνδρῶν καὶ διδασκάλων τῆς τοῦ θεοῦ ἐκκλησίας, καὶ πάντων καθάπαξ λεγόντων ἅπανθ' ὅσα διὰ φώτων ἀεὶ τελεῖται θεῖα τεράστια, θεοφανείας μὲν ὁρατάς, θεότητας δ' ἀκτίστους, οὐδαμῶς που δίκαιον καὶ ἡμᾶς, τῇ δημώδει τῶν ἀμαθῶν καὶ ἀγοραίων συμφερομένους ὑπολήψει, θεότητα ὑφειμένην ἄκτιστον δογματίζειν καὶ διάφορον τῆς θείας οὐσίας τὸ πάλαι φανὲν ἐπὶ τοῦ κυριακοῦ προσώπου φῶς ἐν Θαβὼρ τῷ ὄρει, καὶ ὁμοδοξεῖν Μανιχαίοις καὶ Μασαλιανοῖς διὰ μόνην Παλαμικὴν ἀρέσκειαν μωρὰν καὶ παράνομον, μηδὲν νοητὸν ἡγουμένους ἀλλὰ νοητῶς κομιδῇ τὸν ἄλογον τρόπον τῇ αἰσθήσει μόνῃ πάντα χαριζομένους. καίτοι Ἄρειος ἐκεῖνος ὁ δυσσεβὴς κτίσμα μὲν ἔλεγε βλασφημῶν τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ, καὶ θεὸν ὑφειμένον· οὐ μὴν εἰς τοσαύτην ἧκεν ἀναισχυντίαν καὶ νηπιῶδες ψέλλισμα ὥστε ἀνούσιον ὁρατὴν ὀνομάσαι θεότητα· μηδὲ γὰρ εἶναι κατ' ἐπιστήμην μήτε θείαν μήτ' ἀνθρωπίνην, μήτε λόγον ἔχειν οὐδένα λέγειν τι τῶν ὄντων ἀνούσιον ὁρατόν. καίτοι ἐκεῖνος μὲν κτιστὸν λέγων θεὸν ὅμως ὁρατὸν οὐκ ἐδυνήθη προσειπεῖν· ὑπέρτερον γὰρ τῶν ἀγγελικῶν οὐσιῶν ἀποφηναμένῳ οὐ μέντ' ἂν αὐτῷ δυνατὸν ἔπειτα ἦν, ἀοράτων ἐκείνων οὐσῶν, ὁρατὸν αὐτὸν δογματίσαι· Παλαμᾶς δὲ καὶ συλλογίσασθαι τετόλμηκε τὰ ἀσυλλόγιστα, καὶ ἐξηρεύξατο τὰ ἀσύμβλητά τε καὶ ὡς ἐπίπαν ἀσύμφωνα, οὐ κατὰ ποιητικήν τινα τῶν θύραθεν ἄδειαν, ἀλλὰ κατὰ ἀνεπιστήμονα Παλαμικὴν αὐθάδειαν· οὔτε γὰρ οὐδενὶ τῶν θύραθεν σοφῶν πώποτ' εἰς νοῦν τοιαύτη τις ἠνέχθη τερατεία, οὔτε μὴν βαρβάρων ἔψαυσέ τινος λογισμοῦ τηλικαύτη μωρία μέχρι καὶ τήμερον. λείπεται οὖν ἐνταυθοῖ γενομένοις καὶ ἡμῖν, σιωπῇ τὰ τοιαῦτα βδελυξαμένοις, ἀκοὴν παραδραμεῖν μανιώδη καὶ δυσσεβείας μεστήν. Περὶ μὲν οὖν τοῦ ὅτι φῶς ἓν ἄκτιστόν ἐστιν ἡ μία καὶ μακαρία καὶ ποιητικὴ τῶν μετ' αὐτὴν ἁπάντων θεότης ἡ τρισυπόστατος, ἣν οὐδεὶς οὔτ' εἶδεν οὔτ' ἰδεῖν δύναται, τὰ δὲ μετ' αὐτὴν πάντα κτιστά, καὶ ὅτι ὁρατὴ μὲν θεοφάνεια λέγεται τοῖς ἁγίοις ἥ τε σὰρξ τοῦ κυρίου καὶ τὸ ἐν τῷ Θαβωρίῳ πάλαι τῷ ὄρει περιλάμψαν τὸ τοῦ κυρίου πρόσωπον φῶς, οὐ μὴν ἄκτιστοι θεότητες, καὶ ὅτι δι' αὐτῶν παρεδείχθη μὲν οὐκ ἐδείχθη δ' οὖν ἡ μόνη ἄκτιστος ἐκείνη θεότης, καὶ ὅτι Μανιχαίων καὶ Μασαλιανῶν τὸ δόγμα τουτί, καὶ οὐκ ἄλλου τούτων ὅσοι πρεσβύτεροι γεγόνασιν αἱρέσεων ἀρχηγοί, ὁρατὴν εἶναι λέγειν ὀφθαλμοῖς ἀνθρωπίνοις γυμνὴν τὴν ἄκτιστον θείαν οὐσίαν, ἣν καὶ ἀγγελικαῖς δυνάμεσι βλέπειν ἀδύνατον, εἴρηταί τε καὶ εἰρήσεται προϊοῦσι σαφέστερον. τὸ γὰρ τῆς πολυπλόκου ταύτης αἱρέσεως νόσημα Μάνης μὲν πρότερον ὁ τῶν Μανιχαίων πρόεδρος ὠδίνησέ τε καὶ ἔτεκε, Μασαλιανοὶ δ' ἐμαιεύσαντο, ἡ δὲ τῶν εἰκονομάχων εἰς ἀνήμερον ἡμέραν ἐξήνεγκεν ὕστερον τυραννίς· ἡ δὲ νῦν ἐπιπολάσασα Παλαμικὴ φατρία ἐπὶ μείζονι λύμῃ τῆς εὐσεβείας, συμμάχῳ τῇ δυναστευούσῃ τέως χειρὶ χρησαμένη, μέχρις ἤδη καὶ τῆς αἰθερίας λήξεως αὐξηθῆναι τὴν τῆς κακίας πέπραχε φλόγα. διὸ καὶ ἀναληπτέον τὸν εἱρμὸν ἡμῖν ἐκεῖθεν τοῦ λόγου, ὡς ἂν ἐντελέστερον ἔτι καὶ ἡ τῶν τοιούτων ἀφήγησις δέχηται τὸν χρωματισμόν· ἔλαθον γὰρ ἐγὼ συναπενεχθεὶς τῷ τοῦ ζήλου ῥεύματι, μὴ ἀνασχόμενος σιγῇ παρελθεῖν συκοφαντουμένων τῶν μεγάλων τῆς ἐκκλησίας καὶ θείων φωστήρων, Γρηγορίου τε καὶ Διονυσίου. διὸ τὸν περὶ τούτου λόγον πλατυτέρας δεόμενον ἐξετάσεως, βραχέα μὲν ἀρτίως, καὶ ὅσον τὴν προθυμίαν ἀφοσιώσασθαι, διεξῆλθον· τὰ δὲ πλείω τοῖς ἔμπροσθεν ταμιεύεσθαι κρίνας δίκαιον ἐκεῖσε ἐπάνειμι, τοῖς διδασκάλοις κἀν τούτῳ πειθόμενος τουτοισί, τὰς οὕτω βεβήλους καινοφωνίας τῶν λόγων καὶ τὴν πολλὴν φλυαρίαν, οἷς σχολὴν ἔπεισιν ἄγειν, ἐπιτάττουσι παραχωρεῖν τε καὶ ἀποτίθεσθαι. εἶναι γάρ φησι τὸ κινοῦν ἄσχετόν τινα θερμότητα χωρὶς λόγου καὶ ἐπιστήμης καὶ πίστεως πλοῦν ἀκυβέρνητον· τὸ γὰρ τῆς ἐπιστήμης πηδάλιον ἥκιστα ἔχειν αὐτοῖς προσγεγέννηται. Ἐμοὶ δὲ σκοπός τε καὶ πρόθεσις ἦν τῆς ψυχῆς, δι' ἣν εἰρήκειμεν ἐξ ἀρχῆς αἰτίαν, πρόμαχον παρασχέσθαι γλῶτταν, ὅσον ἐφικτόν, ἐκείνῳ τῷ σοφῷ Θεοδώρῳ καὶ μάρτυρι τῆς ἀληθείας, περιφανῶς συκοφαντουμένῳ νῦν πρὸς τῶν Παλαμιτῶν, καθάπερ πρὸς τῶν εἰκονομάχων τότε, οἷς καὶ μέχρι θανάτου τὴν οἰκείαν ἐκεῖνος ἀντέστησεν ἔνστασιν, τὸ μὲν σῶμα παντοίαις ὑπὲρ Χριστοῦ προδοὺς κολάσεσιν, τὴν δὲ φιλόσοφον ἐκείνην καὶ ἔντεχνον γλῶτταν κατὰ τῶν ἀντιθέτων ὁπλίσας δογμάτων· οἷς κἀγὼ τήμερον, τοῖς τῶν ἐκείνου λόγων ὅπλοις θαρρήσας, ἀνθίσταμαί τε καὶ ἀντιστήσομαι, καὶ τοὺς ὑπὲρ ἀληθείας ἀνακαινίζειν ἄθλους ἐκείνου τό γε εἰς ἐμὲ ἧκον οὐ κατοκνήσω κατὰ τῶν τὴν αἵρεσιν ἐκείνην ἀνακαινίζειν τολμώντων τήμερον, ἀλλὰ κατὰ τοὺς προμηθεστέρους τῶν ἰατρῶν καὶ αὐτὸς κολάζειν καὶ ἀναστέλλειν, τὸν ἐφικτόν γε τρόπον, πειράσομαι τῆς τῶν ἀντιθέτων γνώμης καὶ γλώττης τὸ ἀσελγὲς καὶ ἀστάθμητον, καθάπερ ἐκεῖνοι τῆς τῶν σωμάτων εὐεξίας τοὺς παρανόμους ἀνασοβεῖν ἐγχειροῦσιν ὀλίσθους, ἕως ἥ τε γλῶττα ἔρρωται σύν γε θεῷ καὶ τὴν ὥραν ἀνθοῦσαν δίδωσιν ἐμοὶ δοκεῖν ἔτι κεκτῆσθαι τοὺς λογισμοὺς ὁ χρόνος, μήπως ἡ ζῶσα τῆς εὐσεβείας δύναμις, πολλαχόθεν κατ' αὐτῆς ἀκμάζοντος τοῦ τῆς ἀσεβείας χειμῶνος, πρωϊαίτερον καὶ τῆς ἐνίων ἴσως ὑπολήψεως καὶ δόξης τὸν ἄδικον μαρασμὸν ὑποστῇ, καθάπερ ἄνθος ἐν ἀγρῷ καὶ ῥόδον ἐν λειμῶνι. Πρῶτον οὖν ἐξεταστέον τί ἐστι μεταμόρφωσις, μᾶλλον δὲ τί ἐστι μορφὴ καὶ τί τὸ γένος αὐτῆς· οὕτω γὰρ ἂν καὶ τὰ εἰρημένα σαφέστερα γένοιτ' ἄν. τῶν γὰρ ὁμωνύμων οὖσα ἡ φωνὴ ἐπὶ μὲν θεοῦ λεγομένη ταὐτὸν δύναται τῇ οὐσίᾳ, καθὰ καὶ τοῖς θείοις τῆς ἐκκλησίας φωστῆρσι νενομοθέτηταί τε καὶ παραδέδοται, ἐπί γε μὴν τῶν αἰσθητῶν μορφή ἐστι τὸ περὶ τὴν ἐπιφάνειαν ποιὸν τύπωμα, πρὸς ὃ βλέποντας εὔμορφόν τε λέγειν ἔνεστι καὶ δύσμορφον τὸ ὑποκείμενον ζῶον τυχόν. συμβεβηκὸς γάρ ἐστιν ἐν ὑποκειμένῳ τινὶ θεωρούμενον ἡ μορφή. γένος δ' ἔχουσα τὴν ποιότητα τέταρτον κατὰ διαίρεσιν εἶδος εὑρίσκεται ταύτης. ἐπεὶ δὲ καὶ ἡ κίνησις, συμβεβηκὸς οὖσα καὶ αὐτή, θεωρεῖται μὲν καὶ ἐν οὐσίᾳ καὶ ποσῷ καὶ τόπῳ, θεωρεῖται δὲ μᾶλλον κἀν τῇ ποιότητι τὸ πολυειδὲς ἐργαζομένη τῆς ἀλλοιώσεως, τὴν δ' ἀλλοίωσιν ἐκστατικόν τι εἶναι τοῦ πρότερον ὄντος ὁρίζονται τῆς οὐσίας μενούσης, ἡδέως ἂν ἐροίμην ἔγωγε Παλαμᾶν καὶ τοὺς ἀμφ' αὐτόν, τί ἂν εἶναι νοοίη τὴν μεταμόρφωσιν. οὐδὲν γὰρ ἡ λέξις ἕτερον πάντως δηλοῖ ἢ μορφῆς ἀλλοίωσίν τε καὶ μεταποίησιν. εἰ μὲν οὖν τῆς οὐσίας λέγοι τῆς θείας, Μανιχαίων τὸ νόσημα δείξων ὁ λόγος ἔρχεται· καὶ τί ἂν ἀσεβέστερον εἴη τοῦ μετουσίωσιν λέγοντος τὴν ἐπὶ τοῦ Θαβωρίου ὄρους μεταμόρφωσιν τοῦ Χριστοῦ, καὶ δυοῖν τῶν ἀτοπωτάτων θάτερον πάντως εἰσάγοντος, ἢ τῆς θείας οὐσίας τὸ ἀναλλοίωτον δηλαδὴ καθαιροῦντος εἰς τὸ ὑφειμένον καὶ διάφορον ταύτης, ἢ διαιροῦντος ἐξ ἀμαθοῦς καὶ κακοτρόπου γνώμης εἰς δύο θεοτήτων ἀκτίστων διχοτομήματα τὴν μόνην ἄκτιστόν τε καὶ ἀμερῆ καὶ ἁπλῆν, καὶ τὴν μὲν λέγοντος ὁρατὴν τὴν δ' ἀόρατον, καὶ τὴν μὲν μεθεκτὴν τὴν δ' ἀμέθεκτον, καὶ τὴν μὲν ὑφειμένην τὴν δ' ὑπερκειμένην. ὃ καὶ τὴν τῶν εἰκονομάχων ὑπερβέβληκεν αἵρεσιν, ὡς εἰρήσεται χωροῦντι τῷ λόγῳ πλατύτερον. εἰ δ' ἐξ ὅλων ὅλην μεταβεβλῆσθαι φάσκοι τὴν τοῦ δούλου μορφήν, κατ' αὐτοὺς ἀκριβῶς εἰπεῖν τοὺς εἰκονομάχους, ἐπὶ φῶς ἄρρητόν τε καὶ ἄκτιστον καὶ θεότητα ξένην, καθὰ κἀν τοῖς περὶ φωτὸς διέξεισι λόγοις αὐτοῦ φωναῖς ἀνθρωπίναις κεχρῆσθαι τὸ φῶς ἐκεῖνο, καυχώμενον πρὸς αὐτόν, καὶ «μὴ φοβοῦ» παρακελευόμενον, «μετά σου γάρ εἰμι,» τοῦ μέλλοντος ἀρραβῶνα φωτὸς παρεχόμενον, ζητητέον πῶς τὸ κτιστὸν μετακεχώρηκεν ἑαυτῷ πρὸς τὸ ἄκτιστον καὶ τὸ ἠργμένον πρὸς τὸ ἄναρχον καὶ τὸ χρονικὸν πρὸς τὸ ἄχρονον, καὶ πρὸς τὸ πεπερασμένον τὸ ἄπειρον. ὅτι μὲν γὰρ τὸ φθαρτὸν τοῦτο κατὰ τὸν θεῖον ἀπόστολον ἐνδύσεται ἀφθαρσίαν, ἠκούσαμέν τε καὶ πεπιστεύκαμεν· τὸ δὲ κτιστὸν γενέσθαι ἄκτιστον ἢ τὸ σῶμα ἀσώματον οὔπω ἐς δεῦρο οὔτε τι τῶν λογικῶν ζώων εἴρηκεν οὔτ' ἀκήκοεν οὐδὲν οὐδαμῇ, οὔτε καθάπαξ εἰπεῖν τῶν ἁπάντων κτισμάτων οὐδὲν οὐδαμῇ πω νενόηκεν. οὔτε μὴν οὐδ' αὖ τὸ ἄκτιστόν τε καὶ ἄπειρον οὔτε κατ' οὐδένα λόγον οὔτε κατ' οὐδένα τρόπον ἐπιδέχεται τὴν οἱανδήποτε κίνησιν καὶ τροπὴν εἰς τὸ ὑφειμένον, οὐκ ἔχον οὔθ' ὅπως τραπήσεται οὔθ' ὅπου κινηθήσεται· τροπὴ γὰρ τοῦ κατὰ φύσιν ἀπείρου, κινεῖσθαι μὴ πεφυκότος, [ἤ τ'] ἀλλοίωσις καὶ διαίρεσις εἴη ἄν, ὅπερ ἀδύνατον· πᾶσα γάρ, ὁ θεῖος ἔφησε Μάξιμος, φύσις τῷ οἰκείῳ λόγῳ διὰ παντὸς ἔχει τὸ τέλειον, νοητή τε καὶ αἰσθητή, εἴτ' οὖν ἁπλῆ τε καὶ σύνθετος· ὧν γὰρ οἱ λόγοι παρὰ τῷ θεῷ ἅμα τῷ εἶναι τὸ τέλειον ἔσχον, τούτων ἡ κατὰ τοὺς οἰκείους λόγους παραγωγὴ καὶ οὐσίωσις προσθήκης πάσης καὶ ἐλλείψεως τῆς πρὸς τὸ εἶναι, ᾗπερ ὄντα τυγχάνει, παντελῶς ἐστὶν ἀνεπίδεκτος. εἰ δέ πού τις ἀλλοίωσις γένοιτό πῃ, οὐ μέντοι περὶ τὸν τῆς φύσεως ἀλλὰ περὶ τὸν τοῦ ἀλλοιουμένου γίνεται πράγματος τρόπον. ὁ μὲν γὰρ λόγος μεθαρμοζόμενος φθορὰν αὐτίκα παρέχει τῇ φύσει, ὁ δὲ τρόπος τοῦθ' ὑπομένων θαυματοποιοῦ δυνάμεως ἔνδειξιν ἔχει· τοῦ γὰρ Αἰγυπτίου Νείλου τὸ ὕδωρ ὄψιν μὲν καὶ γεῦσιν πάλαι μεταμεμόρφωται καὶ ἠλλοίωται πρὸς αἵματος χρῶμα καὶ ἀηδίαν, τήν γε μὴν ὑγράν τε καὶ ῥέουσαν ἥκιστα ἤρνηται φύσιν· καὶ ἡ Βαβυλώνιος ἐκείνη κάμινος τοῖς μὲν ὁσίοις παισὶ τὴν ἀναλωτικὴν μεθήρμοσται δύναμιν, οὐκ ἐχούσης τῆς ἀρετῆς φθορὰν ἀναδέχεσθαι ῥᾷστα καὶ ὁπωσοῦν, τὸ μέντοι φωτεινόν τε καὶ πυρῶδες ἦθος καὶ τὸ τῆς φύσεως ἀνωφερὲς οὐ μεθήρμοστο· τοῖς γὰρ Βαβυλωνίοις τὸ κατὰ φύσιν ἔδειξε καυστικόν, φύσει δεκτικοῖς γεγονόσι διὰ τὸ τῆς κακίας ὑλῶδες. Καὶ ἵνα κατὰ ῥῆμα τὰ τῶν εἰκονομάχων εἰς μέσον προενεγκόντες, καὶ τοῖς τοῦ Παλαμᾶ παρεξετάσαντες, δείξωμεν ὡς ἐς τὸ πάνυ τι ἀκριβὲς καὶ αὐτοῖς συμπεφώνηκε μέν, παρήλασε δ' οὖν, τὸ παρ' ἑαυτοῦ συγκεκραγώς, ὡς εἴωθεν, ἐπὶ τὰ αἴσχιστα μάλα φιλότιμον, ἀκούετε δή. μετὰ γὰρ πολλὰς κἀκεῖνοι τὰς ἄλλας αὐτῶν βλασφημίας καὶ τάδε βεβλασφημήκεσαν. ἐν ἀνθρώποις ἔτι, φασί, βιοτεύων ὁ θεὸς λόγος, τοῖς ἐκκρίτοις τῶν ἑαυτοῦ μαθητῶν προαρραβωνιζόμενος τὴν θέαν τῆς αὐτοῦ βασιλείας, μεταβαλὼν τὴν τοῦ δούλου μορφὴν ἐπὶ τοῦ ὄρους, ὑπὲρ τὴν ἀνθρωπείαν φύσιν ἐπιδέδεικται, ὥστε τὸ μὲν πρόσωπον αὐτοῦ ἀπήστραψεν ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ὡς τὸ φῶς. εἰ δὲ τότε ἡ ἐν σαρκὶ αὐτοῦ μορφὴ τοσαύτης ἔλαχε δυνάμεως πρὸς τῆς ἐνοικούσης ἐν αὐτῇ θεότητος μεταβληθεῖσα, τί χρὴ λέγειν μετὰ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον καὶ τὴν ἐκ δεξιῶν τοῦ πατρὸς ἵδρυσιν, ὅτ' ἐξ ὅλων ὅλη μεταβέβληται ἐπὶ φῶς ἄρρητον καὶ ἀνεκδιήγητον· μεταμεμόρφωται γὰρ καὶ ἀπηθανάτισται καὶ ἄκτιστον γέγονε καὶ ἄφθαρτον. Ἀκηκόατε τὴν ἐπὶ κακῷ συμφωνὴν τοῦ Παλαμᾶ περί τε τοῦ ἐν Θαβωρίῳ φωτός, ὅτι μεταμεμόρφωται πρὸς τὸ ἄκτιστον ἐκ τοῦ κτίσματος, καὶ ὅτι ἀρραβὼν τοῦ μέλλοντος οὑτωσὶ φωτὸς ἐγεγόνει. γνοίητε δ' ἂν ἀκριβέστερον καὶ ὅσον τὸ τῆς κακίας ταυτησὶ μέγεθος, ἐπειδὰν καὶ τοὺς κατ' αὐτῆς ἐλέγχους ὑφ' ἡμῶν ἐκτεθέντας ἀκούσητε, ὁποίους καὶ ὅσους οἱ τότε σοφοὶ τῆς τοῦ θεοῦ ἐκκλησίας προστάται, λόγοις ἅμα καὶ ἔργοις ἐρρωμένως ἐνηθληκότες, συνεγράψαντό τε καὶ ἡμῖν τοῖς μετ' ἐκείνους ἰοῦσι συμμαχίας προεμνηστεύσαντο κρατίστης ὑπόμνημα. προῄδεσαν γὰρ ἐκεῖνοι, τῷ θείῳ φωτιζόμενοι πνεύματι, τὴν ἐν τῷ τέλει τῶν αἰώνων τῆς εἰκονομαχίας ἀναβίωσιν ταυτηνί, ἣν Παλαμᾶς μὲν ὠδίνησέ τε καὶ ἔτεκεν, αἱ δὲ τηνικαῦτα ἡγεμονίαι καὶ ἐξουσίαι τοῦ παρόντος αἰῶνος καὶ σκότους ἐπὶ πονήρῳ τῶν πατρίων δογμάτων τῆς τοῦ θεοῦ ἐκκλησίας ἀνειληφυῖαι κακῶς ἐμαιεύσαντό τε καὶ ἐξέθρεψαν. ὧν εἷς προβληθεὶς ἐπὶ τοῦ παρόντος ἀρκέσει κάμνοντας ἡμᾶς ἀναρρῶσαι, καὶ ἅμα ἱκανῶς ἐν βραχεῖ παραστῆσαι τὸ τῆς κακίας νεμόμενον ἅπαν, μέχρι πόσου μὲν ἀτοπίας ἐξώκειλε τότε μέχρι πόσου δὲ νῦν προήνεγκεν ηὐξηκὼς Παλαμᾶς, προσλαβὼν μὲν τὰς ἐκεῖθεν εὑρημένας ῥίζας, καὶ προσεπενεγκὼν τὰς οἴκοθεν ἐφευρημένας μιαρωτέρας προφάσεις. Θεόδωρος γὰρ ὁ πολὺς μὲν τὴν σοφίαν πολὺς δὲ καὶ τὴν ἐμπεφυκυῖαν ἀρετήν τε καὶ σύνεσιν, πολλὴν τὴν σπουδὴν ἐν τοῖς κατὰ τῶν εἰκονομάχων ἀγῶσιν ἐπιδειξάμενος ἐς τὸ πάνυ τι κράτιστον, ὡς ἐν ταῖς ἀρχαῖς τῶν ἡμετέρων τῶνδε λόγων ἡμῖν τὰ περὶ αὐτοῦ πλατύτερον εἴρηται, πάντων μάλιστα πλεῖστον ἀντεισενεγκὼν ὑπὲρ εὐσεβείας τὸν ζῆλον, καὶ ἀντιστήσας τοῖς τότε κατὰ τῶν θείων εἰκόνων μανεῖσι τυράννοις, ὑφ' ὧν καὶ τὸ πρόσωπον γέγραπταί τε καὶ ἔστικται καὶ τὴν ἐπωνυμίαν Γραπτὸς ἐκεῖθεν κληθεὶς ἀπηνέγκατο, πλείσταις μὲν καὶ ἄλλαις ἱεραῖς αὐτοῦ βίβλοις τὴν τοῦ θεοῦ ἐκκλησίαν κεκόσμηκε, μάλιστα δ' αἷς κατὰ τῶν εἰκονομάχων ἐξέθετο, τοῖς συγγράμμασιν ἐντυγχάνων τοῦ τότε τὰ πρῶτα φέροντος ἐν λόγοις ἀσεβοῦς Εὐσεβίου· ἐν αἷς τά τε ἄλλα καὶ τάδε διέξεισι. κατακομψεύεται, φησίν, Εὐσέβιος ἐπὶ φῶς ἄρρητον καὶ ἀνεκδιήγητον καὶ τῷ θεῷ λόγῳ πρέπον τὴν τοῦ δούλου μεταβεβλῆσθαι μορφὴν ἐν τῷ ὄρει, φῶς ὅπερ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. καὶ ὁ μὲν Εὐσεβίου λόγος τοιοῦτος καὶ οὕτως ἔχων, καὶ τὸ πᾶν αὐτῷ ἐνταῦθα τῆς ἀσεβείας ἐξήρτηται· ὅποι δ' αὐτῷ φέρει τὰ τῆς καινῆς ταύτης διδασκαλίας καὶ τοῦ δόγματος, ὡς ἔνι μάλιστα, συντομώτερον σκεψώμεθα, καὶ ὁποῖος δὴ καὶ ὅστις ὁ τῆς μεταβολῆς τρόπος, ἐπισκέψασθαι πειρασώμεθα. πᾶν τὸ μεταβαλλόμενον ἢ κατ' οὐσίαν μεταβάλλεται, ὃ δὴ περὶ γένεσιν καὶ φθορὰν θεωρεῖται, ἢ κατά τι τῶν ἐν αὐτῷ, καὶ τοῦτο διχῶς· ἢ γὰρ κατὰ ποσὸν μεταβάλλεται, καθὸ ἡ αὔξησις καὶ ἡ μείωσις δείκνυται, ἢ κατὰ τὸ ποιόν, ἐξ οὗ ἐμφαίνεται ἡ ἀλλοίωσις. εἰ μὲν οὖν κατὰ τὸ ποιὸν μεταβέβληται, κεκίνηται μὲν πρὸς ἀλλοίωσιν, ἢ δέ ἐστι μετασχηματισμὸς χαρακτῆρός τινος ἢ κατά τι τῶν τοῦ ὑποκειμένου πράγματος ἐξαλλαγή, χωριστῶς ἢ ἀχωρίστως ἐπισυμβαίνουσα. ἅπερ ἀλλοῖον μὲν καὶ διάφορον τοῦ προτέρου δείκνυσιν, οὐ μὴν δέ γε ἄλλο τι τὸ ἀλλοιούμενον ἀπεργάζεται· οὐ γὰρ οὐσιωδῶς μετέβαλεν, ἀλλ' ἐκ τοιοῦδε τὸν αὐτὸν τοιόνδε κατὰ τὸ ποιὸν γενέσθαι πεποίηκε. τοῦτο δ' οὐκ ἔστιν ἐξ ὅλων ὅλον μεταβεβλῆσθαι· τὸ γὰρ ὑποκείμενον ὑπομένει πάντως σωζόμενον. εἰ δὲ κατὰ τὸ ποσόν, αὔξησίν τινα ἢ μείωσιν ἐδέξατο. ἀλλ' οὐδὲ ταῦτα ἄλλο τι παρὰ τὸ ἐξ ἀρχῆς ὑπάρξαν ποιεῖ, ἀλλ' ἐκ τοσοῦδε τὸν αὐτὸν τοσόνδε κατὰ τὸ πηλίκον γενέσθαι πεποίηκεν. οὐκοῦν οὐδὲ κατὰ τοῦτον τὸν τρόπον ἐξ ὅλων ὅλη μεταβέβληται ἡ μορφή. λείπεται οὖν λέγειν καθ' αὑτὴν μεταβεβλῆσθαι, περὶ τὴν οὐσίαν δηλαδή, ὡς ἀνάγκην εἶναι πᾶσαν ἐκ γενέσεως εἰς φθορὰν καὶ τοῦ ὄντος εἰς τὸ μηδαμῶς εἶναι κεχωρηκέναι. ἀλλὰ τὴν θνητότητα, φησίν, ἀπεδύσατο καὶ τὴν φθορὰν ἀπενίψατο. πρόσθες, εἰ βούλει, ὅτι καὶ εἰς τὸ ἀόρατον τὸ ὁρατὸν μέτεισι καὶ εἰς τὸ ἄχρονον τὸ ὑπὸ χρόνου, καὶ τὸ κτιστὸν εἰς τὸ ἄκτιστον, καὶ ὅσα ἄλλα τοιαῦτα ἀντίκειται. ἀλλ' οὐ τὴν θνητότητα τις γράφει οὐδὲ τὴν μεταμόρφωσιν αὐτὴν καθ' αὑτήν· οὐ γὰρ ἄνευ σώματος ἐφ' ἑαυτήν ποτε θεωρηθήσεται, ἐπεὶ μηδὲ λευκότης ἢ μελανότης ὑποκειμένου δίχα ὑποσταῖεν ἄν. ὡς γὰρ οὐ μεταβέβληται ἡ μορφὴ ἐκείνη καὶ τὸ εἶδος εἰς θεότητος φύσιν, ὡς οὗτος νομίζει, (καὶ γὰρ ἀμήχανον τοῦτο γενέσθαι) ἤδη καὶ πρόσθεν εἴρηται, καὶ μαρτυρεῖ ἡ ἀλήθεια αὐτὴ κἀκ τῶν ἀκριβῶς ἐπεσκεμμένων τὴν τῶν πραγμάτων φύσιν καὶ τῶν δογμάτων ἡμῶν τὴν ἀλήθειαν τὸ ἀπλανὲς καὶ ἀνεπίληπτον. ἀλλὰ μεταμεμόρφωται, φησί, καὶ ἀπηθανάτισται καὶ ἄφθαρτον καὶ ἄκτιστον γέγονεν. εἶτα μεταμορφωθὲν καὶ ἀπαθανατισθὲν μεμένηκε σῶμα, ἢ οὔ; εἰ μὲν γὰρ μεμένηκε, μάταιος ὁ Εὐσεβίου ὁρᾶται λόγος καὶ οὐδὲν ἡμῖν πρᾶγμα ἔσται· εἰ δὲ οὐ μεμένηκεν, οὐδὲ μεταμεμόρφωται ἄρα, οὐδ' ἀθανασίαν καὶ ἀφθαρσίαν ἐνδέδυται. οὐδὲ γὰρ εἶχεν εἰς ὃ μεταμορφωθήσεται, οὐδὲ ἦν ὃ τὴν ἀθανασίαν ἐνδύσεται, οὐκ ὄντος ἐν ᾧ ταῦτα θεωρηθήσεται. ἀλλ' ἄτοπον καὶ τὸ ἐννοεῖν τοιαῦτα, μᾶλλον δ' ἀδύνατον. καὶ πάλιν, ἀπὸ τοῦ κατὰ τὴν μεταμόρφωσιν τρόπου ἀποσεμνύνων τὴν δουλικὴν μορφὴν πλέον ἢ καλῶς εἶχε, καὶ ταύτῃ τιμῶν ᾗ μηδὲ Χριστὸς τετίμηκε, καὶ τῆς μεταβολῆς ἐντεῦθεν κατάρξας, προϊὼν καὶ αὐτὴν τὴν μορφὴν καὶ τὸ εἶδος ἀπεσκευάσθαι λέγει καὶ μεταβεβλῆσθαι εἰς θεότητα, ὡς καὶ ἐν τοῖς μετέπειτα δηλώσει τὰ παρ' αὐτοῦ ἐκτιθέμενα τηλαυγέστερον, καὶ ἔτι μᾶλλον κατὰ πρόσβασιν ἀπὸ τοῦ τὴν θνητότητα ἀποδεδύσθαι καὶ τὴν φθορὰν ἀπονίψασθαι καὶ εἰς τὴν τοῦ θεοῦ δόξαν μετεσκευάσθαι. ἀλλὰ τὸ μὲν φθαρτὸν τοῦτο ἐνδύσασθαι δεῖν ἀφθαρσίαν καὶ τὸ θνητὸν ἀθανασίαν ὁ μέγας μυσταγωγεῖ ἀπόστολος· τὸ δὲ σῶμα ἀσωματότητα ἐνδύσασθαι ἢ τὸ κτιστὸν γενέσθαι ἄκτιστον ἢ τὸ περίγραπτον εἰς ἀπεριγραψίαν μετατεθήσεσθαι οὔπω μέχρι καὶ σήμερον ἤκουσται. ἀλλ' ἐπανακτέον τὸν λόγον, καὶ ζητητέον τὶ ἂν εἴη τοῦτο τὸ φῶς· οὐ γάρ πω σαφῶς ὅ τι ἔστιν ὁ γεννάδας ὑπέδειξε νῦν, ὅτι μὴ μόνον τῷ θεῷ λόγῳ πρέπον προσθείς, ἐσύστερον ἐρεῖν ἐκδηλότερον. ὅμως πρὸς τὰ δεδογμένα αὐτῷ ἐν τῷ παρόντι τὸν λόγον ἡμεῖς ἐξετάζομεν. τί οὖν ἐστίν; ἆρα οὐσία τις καὶ ἐνυπόστατον καθ' ἑαυτὸ ὑφεστὼς καὶ μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν, ἢ ποιότης ἀσώματος καὶ ἀνούσιος, ἐν ἄλλῳ τὸ εἶναι ἔχουσα, οὐκ ἐν ἑαυτῇ θεωρούμενον; ἀλλ' εἰ μὲν οὐσία ἐστί, πότερον ἀγγελική, ἐπεὶ καὶ ἄγγελος φῶς, καὶ τοῦ πρώτου καὶ ἀνωτάτω φωτὸς μαρμαρυγὴ καὶ ἀπόλαμψις; ἀλλ' οὐκ ἂν τοῦτο εἴποι· οὐ γὰρ ἂν εἰκονισμοῦ καὶ γραφῆς γραφήν που διέφυγε· μάρτυρες ἀπαράγραπτοι τὰ ἱερὰ λόγια, ἡνίκα θεὸν τῶν ἄλλων διδάσκει προστάττοντα καὶ Μωσέα τὸν προσταττόμενον πράττοντα τῶν χερουβὶμ ἐκείνων τὴν ποίησιν. εἰ καὶ οὗτος τὰς θείας φωνὰς ἀπαναίνεται. εἰ δὲ θεία οὐσία ἐστί, πῶς εἰς τοῦτο μετῴχετο; εἰ μὲν ἐν ἰδίᾳ ὑποστάσει καὶ καθ' ἑαυτὴν μετελθοῦσα θεωρουμένη, καὶ οἷον ἄλλο καὶ εἰδικὸν ἀποτεμομένη πρόσωπον, καὶ πρὸς τὴν τοῦ λόγου διαπρέπον ἐμφέρειαν, μηδεμιᾷ τῶν ἐν τῇ τριάδι νοουμένων συμπαρυποστᾶσα καὶ συμφυεῖσα, τετρὰς αὐτῷ σαφῶς ἡ τριὰς ἀποτετέλεσται, καὶ ὁρᾶται ὡς φιλότιμος περὶ τὴν θείαν οὐσίαν Εὐσέβιος, ἀφθονίᾳ ὑποστάσεων πληθύνων καὶ αὔξων τὰ ἀπλήθυντα καὶ ἀμείωτα καὶ πάσης τῆς ὁπωσοῦν ὑφέσεως ἢ πλεονασμοῦ παντάπασιν ἀνεπίδεκτα. εἰ δὲ εἰς τὴν τοῦ λόγου συγχεθεῖσα καὶ οἷον συνουσιωθεῖσα παρῆλθεν ὑπόστασιν, μετὰ πλείονος τῆς εὐγνωμοσύνης προσθήκην καὶ αὔξησιν τῇ τοῦ λόγου αὐτῇ δίδωσιν ὑποστάσει· ἥτις οὐκ ἄλλη παρὰ τὴν τοῦ πατρὸς οὐσίαν καὶ φύσιν ἐστί, τῷ χαρακτηριστικῷ τῆς ἰδιότητος μόνον κατὰ τὴν γέννησιν διαφέρουσα. τοιαῦτα μὲν τὰ ἐκ τῶν ἐκείνου ἀρχῶν ἀναφανέντα ἔκτοπα καὶ παράλογα, εἰ τὸ φῶς ἐκεῖνο τὸ ἄρρητον οὐσίαν εἶναι λέγοι· ὑπόλοιπον δ' οὖν ἐστὶ ζητεῖν, εἰ ποιότητα τοῦτο ἀσώματον ἢ ἀνούσιον εἶπε, τί συμβαίνει, οἷον ἀπόρροιάν τινος οὐσίας καὶ ἀπαύγασμα, εἰς ἣν ἡ μορφὴ ἐκείνη μεταβέβληται. ἀλλ' οὐδὲν ἧττον ἡ πασῶν ἐσχάτη ὕβρις καὶ ἀτοπία τῷ θείῳ προστετρίψεται σώματι· λωβήσαιτο γὰρ ἂν τὸν τοῦ εἶναι λόγον· καὶ ταύτῃ τὸ ἀνύπαρκτον εἰσαχθήσεται, ἄλλως τε οὐδὲ ἐνὸν ποιότητα ὑποκειμένου δίχα καθ' ἑαυτὴν ὅ τι ποτέ ἐστι διαδειχθῆναι, κἂν τῶν οὐσιωδῶν αὐτὴν εἴποι τις, ἣ καὶ ἐς οὐσίας μέρος ἀνάγεται· ὡς ἐπὶ παραδείγματος εἰπεῖν, οὐκ ἂν τὸ λογικόν που συσταίη ὑποκειμένου ἄνευ, ὅ ἐστι τὸ ζῶον, εἰ μὴ πρότερόν τις ὑποθοῖτο οὐσίαν ἔμψυχον αἰσθητικήν. Ὅτι μὲν οὖν τοῖς εἰκονομάχοις ἡ μεταμόρφωσις τοῦ σωτῆρος ἐπὶ τοῦ ὄρους οὐ μορφῆς ἀλλοίωσις ἐπὶ τὸ λαμπρότερον ἐνομίσθη, ἀλλὰ τὸ μὲν σωτήριον σῶμα πρὸς τὸ ἄκτιστον μεταβεβλῆσθαι καὶ ἄφθαρτον, τὸ δὲ φανὲν τηνικαῦτα φῶς θεότης ἄκτιστος καὶ ἀνούσιος εἶναι, τότε μὲν ἐπὶ τοῦ ὄρους οἷον ἀρχῆς γενομένης τῇ ἀκτιστότητι τοῦ ἀνθρώπου καὶ ἀφθαρσίᾳ ὡς ἐν ἀρραβῶνος τρόπῳ, μετὰ δὲ θάνατον καὶ πρὸς οὐρανοὺς ἀνάβασιν τελέως ἤδη γενέσθαι καὶ φύσει ἄκτιστον, καὶ ὅτι ἀρχὴ τῆς εἰκονομάχου αἱρέσεως ἐκείνοις ἡ τῆς μεταμορφώσεως γέγονε πρόφασις, ἀκηκόατε, οὐκ οἴκοθεν ἐμοῦ διηγουμένου, ἀλλὰ τοῦ μεγάλου πατρὸς καὶ διδασκάλου τῆς τοῦ θεοῦ ἐκκλησίας, οὗ τὸ ἀξιόπιστον μηδ' αὐτὸν οἶμαι παραλογίσασθαι τὸν διάβολον, μὴ οὐκ ἀληθῆ λέγειν, οὐχ ὅτι σοφίᾳ πάσῃ τῇ τε θύραθεν καὶ ὅση τῆς καθ' ἡμᾶς εὐσεβείας ὁ μέγας κεκόσμηται, ἀλλ' ὅτι καὶ ὅση κατὰ θεὸν ἀρετή, τελείως ἐξήσκησε πᾶσαν καὶ πρὸς τὸ ἀκρότατον ταύτης ἀφίκετο, ὡς πάντα προέσθαι ῥᾳδίως, μὴ ὅτι γε ὅσα τοῦ σώματος εἴη ἐκτός, ἀλλὰ καὶ αὐτό γε τὸ σῶμα τῆς θείας ἕνεκεν ἀγάπης εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας κινδύνους προδοῦναι προθύμως, ὡς ἀνωτέρω προέφημεν. ὅτι δὲ καὶ ἀσεβῶς τὰ σφίσι νομισθέντα νενόμισται, δῆλον καὶ τοῦτ' ἐκ τῶν αὐτοῦ σοφῶν καὶ ἀναντιρρήτων γέγονεν ἀποδείξεων. καίτοι διὰ τὰς περιεστηκυίας κἀμὲ πρὸς τῶν διωκτῶν συμφορὰς οὐδ' ἔσχον ὅπως ὑπ' αὐτῶν κλαπείσας τὰς ἐκείνου βίβλους παμπόλλους οὔσας ἀνειληφώς, ἐξ ὧν καὶ ὅθεν πολλάκις ἀναλαμβάνων πρότερον ἐθεώρουν, προθεῖναι νῦν ἡμῖν τὰ πολλῷ τῶν εἰρημένων πλείω τε καὶ ἐναργέστερα, ὡς πᾶσι γνωσθῆναι τελεώτερον τῆς τε ἀσεβείας ἐκείνων τὸ μέγεθος καὶ τοῦ θείου τοῦδε ἀνδρὸς τῆς σοφίας τὸ περιὸν καὶ τοῦ πρὸς εὐσεβείαν ζήλου τὸ σφόδρα διάπυρον. Τούτων ἐκεῖνοι τέως αὐτήκοοι γενόμενοι ἀντιλέγειν μὲν ἐκ τοῦ εὐθέος ἥκιστα εἶχον· οὐδ' ἦν εὐπορία γραφικῶν ἀποδείξεων σφίσι. διὸ καὶ ἐς τὸν δεύτερον καταπεφεύγασι πλοῦν, καὶ κανόνα καὶ νόμον ἑαυτοῖς τὸν παράνομον προύφερον τόμον ἐκεῖνον τὸν λῃστρικόν, καὶ τὰ περὶ τῆς τοῦ κυρίου μεταμορφώσεως ἐκεῖ τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσιν ἀσεβῶς κυρωθέντα διὰ στόματος ἦγον· πρὸς οὓς ὁ Γρηγορᾶς «εἶτα οὐδὲ νοῦς τις ἔπεισι» φησὶν «ὑμῖν, ὀψὲ γοῦν αἰσθέσθαι ὡς μείζω τὰ δίκτυα πλέκετε νῦν κατὰ τῆς νέας εἰκονομαχίας τοῦ Παλαμᾶ δι' ὧν εἰσάγετε νῦν, ὡς δειχθήσεται. ἔξεστι μὲν γὰρ καὶ ὑμῖν δήπου παρεξετάζουσιν ἐκ τῶνδε συνορᾶν ὡς καὶ αὐτὸς τὰ αὐτὰ τοῖς αὐτοῦ βλασφημεῖ, εἴ τι ὁρῴη τὰς τῆς κακίας ῥίζας αὐτὰς καὶ τὴν πρώτην βλάστην· ἔξεστι δ' οὐχ ἧττον συνορᾶν καὶ ὅσην αὐτὸς πεποίηται τὴν προσθήκην, βλάστῃ βλάστην ἐφευρὼν καὶ ἀνομίαν ἐπενεγκὼν ἀνομίᾳ. ἢν δέ τι καὶ πρὸς ἐντελεστέραν ἀντίληψιν ἔτι λείπηται, ἐγὼ λοιπὸν» φησὶν «ἀναλαβὼν καὶ νῦν θρηνήσω τὸν νεκρόν μου· ἐγὼ καὶ κλαύσομαι πικρῶς ἐπὶ τὸ σύντριμμα τοῦ γένους μου, κατεπᾴδων καὶ προσεπάγων τὰ ἐκ τῶν θείων γραφῶν φάρμακα, καὶ ταῦτα προσάντη δυσχέρειαν ἔχων οὐ μάλα τι σφόδρα ἠγνοημένην ὑμῖν. καὶ τοίνυν ἐπὶ τὴν τῆς μεταμορφώσεως πανήγυριν μέτειμι νῦν καὶ αὐτὸς δι' ὑμᾶς, λογικῷ φραγγελίῳ τελεώτερον τὰς θεοκαπήλους ἐξελάσων κἀκεῖθεν βωμολοχίας τοῦ δυσσεβοῦς Παλαμᾶ, ἐπεὶ καὶ αὐτὸς τὴν αὐτὴν ἑορτὴν ἐποιήσατο πρόφασιν τῆς αὐτοῦ κακίας, σκοτεινὸς περὶ τὸ φῶς ἐκεῖνο κατὰ τοὺς εἰκονομάχους, ὡς ἔφθημεν εἰρηκότες, γενόμενος καὶ αὐτός, καὶ ταῖς εἰωθυίαις αὐτῷ βωμολοχίαις τε καὶ συκοφαντίαις ἐμβαλὼν καὶ αὐτό, καὶ ἅμα ὁπόσα περὶ αὐτοῦ τῶν ἁγίων οἱ πλείους εἰρήκεσαν, τὸν ἐνόντα διεφθαρκὼς νοῦν καὶ ἀνατετροφὼς ὁ νοῦν καὶ φρένας διάστροφος καὶ πάντα πάντῃ διεφθορώς, καὶ παραπλήσιον δρῶν καὶ αὐτὸς τοῖς τε νυκτικόραξι καὶ νυκτερίσι καὶ ταῖς γλαυξίν· ὡς γὰρ ταυτὶ τὰ ὄρνεα τὸν μὲν τοῦ παντὸς ὀφθαλμόν, τὸν τοῦ οὐρανίου πέπλου λέγω λυχνίτην ἥλιον, ὄψεων ἀτονίᾳ βλέπειν ὅλως οὐ δυνάμενα τὸ μὲν φῶς ἡγεῖται σκότος τὸ δὲ σκότος φῶς, οὕτω δῆτα καὶ αὐτὸς τοὺς τῆς διανοίας τόνους κεκλασμένους ἔχων καὶ σφόδρα ἀδρανεῖς, καὶ διὰ σκότους ἰὼν ἀμαθίας, συλᾷ καὶ διαστρέφει πρὸς τὸ οἰκεῖον σκότος γραφῆς ἁπάσης αὐγήν, ἐπεὶ μὴ ἀντιβλέπειν ὅλως εἰς τὸ τῆς ἀληθείας φῶς ἡ νυκτερινοὺς ἄντικρυς ὀφθαλμοὺς κεκτημένη κακότροπος δύναται νυκτερίς. ἐγὼ μὲν οὖν τῶν πάλαι βίβλων τῆς αὐτοῦ μεμνημένος κακίας, μικρὰ μικροῖς ἐδεδώκειν ἐλέγχοις ἐνίοτε· ἐκ πολλοῦ γὰρ μιμητῇ γεγονότι τἀνδρὶ τῆς τῶν εἰκονομάχων αἱρέσεως λίθος αὐτῷ προσκόμματος ἐγεγόνει τὸ φῶς ἐκεῖνο· καὶ μάλα μὲν σκοτεινοὺς εὐθὺς καὶ αὐτὸς ἐξηρεύξατο λόγους περὶ φωτὸς ἐπιγράψας, μάλα δ' ἡμῖν πολλὴν παρέσχε τὴν ὕλην ἐξ ἀντιρρόπου γράφουσιν ἐλέγχειν αὐτὸν τηνικαῦτά τε καὶ κατὰ διαστήματα διηνεκῶς ἐκεῖθεν καιρικά, ὡς εἶναι καὶ ταῦτα ἃ νῦν ἐφ' ὑμῶν μοι διεξιέναι συμπέπτωκε, τῆς πάλαι κακίας αὐτοῦ μικρά τινα ὑπομνήματα. Ἀλλὰ φέρε καὶ νῦν τὸν παράνομον ἀνελίξαντες ἐκεῖνον τόμον, τὰς νέας ἡμῖν παρανάγνωτε βλασφημίας αὐτοῦ, ὁπόσας δὴ καὶ οἵας κἀν τῷδε περὶ τῆς τοῦ κυρίου διεξεληλύθει μεταμορφώσεως, ἵνα καὶ ἄμφω σαφέστερον γνῶμεν, τίνα ποτ' αὐτῷ καὶ ὁποίαν εἴργασται τὴν ἀλλοίωσιν ὁ πάντα κινῶν καὶ μεταβάλλων χρόνος, καὶ ὁποτέρῳ μέρει φέρων ἐκεῖθεν προσένειμεν οὗτος αὐτόν, δυοῖν τε ὄντοιν ἀεὶ καὶ τῷ βίῳ δημοσίᾳ ἐμπολιτευομένοιν, τοῦ τε χείρονος, ᾧ πάλαι φέρων αὐτὸς ἑαυτὸν ἐθελοντὴν παρέσχετο λατρευτήν, καὶ αὖ τοῦ βελτίονος, οὗ φυγάδα καὶ δραπέτην ἔδειξεν ἐθελοντὴν ἐκεῖθεν ἑαυτόν. ἀλλὰ λεληθέναι μοι δοκεῖ καὶ ὁ χρόνος αὐτὸς ἑαυτόν, τὴν ἑαυτοῦ μᾶλλον αὐτὸς περιτρέψας ἐνταῦθα φύσιν ἢ τὴν τοῦ Παλαμᾶ κακίαν. τῷ γὰρ καθάπαξ εἰς βάθος ἐμπεπτωκότι κακῶν παγχάλεπον εἶναι ῥᾳδίως παλινδρομεῖν ἐς τὸ πάνυ τι βέλτιον, εὐκτὸν δ' ἂν ἦν εἰ καὶ βραχεῖαν τὴν ἐκ τοῦ χείρονος ἐποιεῖτο ἀνάδυσιν, ὁπόθεν ἐστὶ καὶ ὁτῳοῦν ἀρχομένῳ ἐλπὶς ὀψὲ γοῦν ἐς τὸν μεταξὺ τοῦ χείρονός τε καὶ βελτίονος χῶρον κατὰ μικρὰ καὶ συχνὰ ποιουμένῳ κινήματα τὴν ἐπιστροφὴν ἀφικέσθαι. οὔτε γὰρ τῷ κυρτῷ πρὸς τὸ κοῖλον ὁμόσε, οὔτε μὴν τῷ μέλανι πρὸς τὸ λευκὸν δραμεῖν εὐθὺς εὐχερὲς ἐν οἷς ἐπεφύκει, πρὶν τοῦ μέσου τυχεῖν, ἐκεῖ μὲν τοῦ εὐθέος, ἐνταυθοῖ δὲ τοῦ φαιοῦ. ἐκεῖθεν γὰρ ἔπειτα ῥοπῆς ἐπὶ τὸ βέλτιον ἀμοιβαδὸν ἀεὶ γινομένης ἀφίκοιτ' ἄν τις ἴσως καὶ ἐς αὐτὸ τὸ τῆς ἀρετῆς ὁμαλὸν πεδίον καὶ τοὺς ἀνθεινοὺς αὐτῆς λειμῶνας, ἐρρωμένως συναιρομένου θεοῦ. ἀναγνωστέον οὖν τὰ ἑξῆς, ὡς μὴ ἀτελὲς τὸ ἡμέτερον καταλείποιτο στάδιον.
https://byzantium.gr/

ΛΟΓΟΣ ΛΕ’.

ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΛΟΓΟΣ ΡΩΜΑΙΚΗΣ ΜΕΝ ΙΣΤΟΡΙΑΣ ΛΕʹ ΔΟΓΜΑΤΙΚΟΣ ΔΕ ΣΤʹ.
Ἐπὶ δὴ τούτοις καὶ τοῖς τοιούτοις τὸν παράνομον ἐκεῖνον ἀνελίξαντες τόμον οἱ τῆς ἀντιθέτου φάλαγγος ἐκεῖνοι τάδε παρῆγον ἐς μέσον. Μετὰ ταῦτα, φησίν, ἐζητήθη δειχθῆναι παρὰ τῶν ἁγίων ὅτι τε ἄκτιστόν ἐστι τὸ φῶς τῆς τοῦ κυρίου μεταμορφώσεως καὶ ὅτι οὐκ ἔστιν οὐσία τοῦ θεοῦ· καὶ συνέθεντο πάντες γραμματεῖς καὶ ἀρχιερεῖς. προηνέχθη γὰρ ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος γράφων «οὐδεὶς ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ κυρίου κατὰ τὸ γεγραμμένον· καὶ θεοῦ φύσιν εἶδεν ἢ ἐξηγόρευσε.» καὶ ὁ θεῖος Μάξιμος γράφων ἐν ἑβδόμῳ κεφαλαίῳ τῆς πρώτης τῶν θεολογικῶν ἑκατοντάδος «ὁ τοῖς οὖσι μὴ κατ' οὐσίαν ὑπάρχων μεθεκτός, κατ' ἄλλον δὲ τρόπον μετέχεσθαι τοῖς δυναμένοις βουλόμενος, τοῦ κατ' οὐσίαν κρυφίου παντελῶς οὐκ ἐξίσταται.» καὶ ὁ θεῖος Χρυσορρήμων εἰς τὴν αὐτὴν ἑορτὴν γράφων «ἐν τῷ ὄρει» φησὶ «μεταμορφωθεὶς ὁ σωτὴρ μικρῶς πως ὡς δεσπότης ἔδειξε τοῖς ἑαυτοῦ μαθηταῖς τῆς ἀθεάτου θεϊκῆς αὐτοῦ βασιλείας τὴν δόξαν.» τουτέστι μικρὸν παρήνοιξε τὴν θεότητα, οὐχ ὅση τις ἦν, ἀλλ' ὅσην ἐδύναντο φέρειν οἱ σωματικοὺς ὀφθαλμοὺς περιφέροντες. ἀλλὰ καὶ πάντες οἱ ἅγιοι ἔλλαμψιν λέγουσιν αὐτὸ καὶ λαμπρότητα καὶ χάριν καὶ θέωσιν καὶ θεότητα παραδειχθεῖσαν μικροῦ στερροτέραν καὶ ὄψεως· καὶ φῶς ἀπρόσιτον καὶ φυσικὴν ἀκτῖνα τοῦ υἱοῦ ἔλεγον. Πρὸς ταῦτα ὁ Γρηγορᾶς ἀποκρίνεται οὑτωσί πως εἰπών. ἰδοῦ καὶ νῦν ὁ Παλαμᾶς, ὡς ὁρᾶτε, θέωσιν καὶ θεότητα συμπεραίνει ἐνταῦθα τὸ φῶς τῆς μεταμορφώσεως, καὶ δυοῖν θάτερον, ἢ μετουσίωσιν τῆς τοῦ λόγου θεότητος καὶ μεταβολὴν πρὸς ὑφειμένον καὶ ἀνυπόστατον φῶς, ἢ τῆς τοῦ δούλου μορφῆς ἀλλοίωσιν, ὡς εἰρήκειμεν, εἰς ἄκτιστον φῶς καὶ δευτέραν τῆς πρώτης ἀνούσιον θεότητα. ἀλλ' ὁ μὲν περὶ τούτου λόγος βραχύ τι ἀναβεβλήσθω μοι τέως· ἐκεῖνο δέ μοι θαυμάζειν ἔπεισι, πῶς ἕτερα μὲν ἐν ταῖς τῶν τοῦ τόμου κεφαλαίων ἀρχαῖς ἐπαγγέλλεται, ἕτερα δ' ἀποδεικνύειν ἐπείγεται, καὶ αὖ ἑτέραν ἔχει διάνοιαν ἃ προκομίζει πρὸς ἑαυτοῦ συμμαχίαν ῥητά· ὡς γίνεσθαι τριπλῆν καὶ πολλαπλῆν τὴν ζάλην οἷς πρὸς βουλήσεως εἴη προσέχειν τὸν νοῦν, καὶ ἅμα διπλοῦν καὶ πολλαπλοῦν τῆς ἀμαθίας αὐτοῦ καὶ κακοτροπίας τὸν ἔλεγχον· ἔοικε γὰρ ὥσπερ αἰνίγματα συντιθέντι ὁτῳοῦν. διὸ καὶ σκοπεῖν ἔκρινα δεῖν, μήπου ἀποπειρᾶσθαι βούληται Παλαμᾶς, εἰ ἄρα γνώσομαι χαριεντιζομένου αὐτοῦ καὶ σφόδρα λέγοντος ἑαυτοῦ τἀναντία παντάπασιν, ὥσπερ ἂν εἰ ἀντωμοσίαν διαμειψάμενος ἔλεγεν ἄντικρυς, ὅτι ἃ προτείνω καὶ βούλομαι λέγειν, ταῦτα δῆτα οὐ βούλομαι λέγειν, καὶ οἷς ἀπαγορεύω μὴ συμφωνεῖν κακοδόξοις, τούτοις ἐκ τοῦ προφανοῦς συμφωνῶ, παρὰ τοσοῦτον αὐτῶν διιστάμενος παρ' ὅσον αὐτοὺς ἐν κακοῖς ὑπερβάλλω· τῆς γὰρ κακίας ἐπὶ τὸ φιλότιμον κινουμένης, οὐ μάλα βραχεῖαν τὴν παρενθήκην ἐπὶ τοῖς ἐκείνων βλασφήμοις ἐνεδειξάμην ἐγώ, ἵν' οὑτωσὶ περιβόητον κτήσωμαι τοὔνομα· ποιεῖν γὰρ ἤκουσα περιβοήτους οὐ δεξιὰς πράξεις μόνον, ἀλλὰ καὶ κακίαν νικῶσαν πονηρῶν εὐδοκίμησιν. Οὕτως ἄστατος καὶ ἀβέβαιός ἐστι καὶ ἀνέδραστος ἐξ ἀμαθίας, ὡς μήθ' ἃ νοεῖ δύνασθαι λέγειν, μήθ' ἃ λέγει δύνασθαι ξυννοεῖν, ἀλλὰ καὶ οἷς μὲν κοινωνεῖ βλασφημοῦσι, τούτους δοκεῖν ἀποσείεσθαι, οὓς δ' ἀποσείεται, τούτοις δοκεῖν κοινωνεῖν, καὶ ἄμφω μὲν λοιδορεῖν ἀμφοῖν δὲ συμφωνεῖν. καὶ οὐκ οἶδ' ὁπότερον μὲν τῶν κακῶν ἀποσείεται μάλιστα πάντων, ὁποτέρῳ δ' αὖ σπένδεται μάλιστα πάντων· πάντα μὲν γὰρ ὅσα οἱ λεχθείη, μεστὰ κακῶν, πάντα δ' ὅσα οἱ γνωσθείη, γέμει νυκτός. βεβαίου δὲ καὶ ἀβεβαίου πέρι, οὔτε θάτερον οὔτ' οὐδέτερον οὔτ' ἀμφότερον εὕροι τις ἂν ἐρριμμένον ἢ ἀνειλημμένον ἐς τὸ ὁπωσδηποτοῦν σαφὲς τἀνδρί. οὕτω πρὸς ἄτοπόν τι καὶ τερατῶδες ὁ γεννάδας μεταπέπλασται χρῆμα· ἐκ μὲν γὰρ τοῦ ὁμοδοξεῖν τοῖς εἰκονομάχοις σπένδεται μὲν καὶ χαίρει τοῖς αὐτὸς αὐτοῖς· ἐκ δ' αὖ τοῦ δεδιέναι μὴ καὶ τοῖς αὐτοῖς ἀναθέμασιν ἔνοχος γένηται ζῶν, ἐναλλάσσειν ἔνια ἐνίοτε δοκεῖ, πλὴν οὐκ ἐπὶ τὸ βέλτιον, ἀλλ' ἐπὶ τὸ μάλα γέ τι σφόδρα χείριστον· ὃ μὲν γὰρ ἐκεῖνοι περὶ τοῦ φωτὸς ἐκείνου τὴν εἰς ἄκτιστον μεταβολὴν τοῦ σώματος βεβλασφημήκεσαν, τούτῳ καὶ αὐτὸς συμφωνεῖ, ὃ δ' ἐκεῖνοι φύσιν ἥκιστ' ἔχειν εἶναι ἐνόμισαν, τοῦτο δὲ προσέθηκε τολμήσας οὗτος, τὸ δευτέραν δηλαδὴ καὶ ὑφειμένην καὶ ἀνούσιον καὶ ἅμα ἄκτιστον θεότητα τὸ φῶς ὑπάρχειν ἐκεῖνο. ὥσθ' ἃ μὲν ἐκείνοις συμφωνεῖ, πάντως ἐκείνων οὐκ ἀπολείπεται· ἃ δ' ἐκεῖνοι μήπω φάναι τετολμήκεσαν, τούτοις δὲ νενίκηκεν αὐτοὺς εἰπὼν αὐτός. ἡδέως δ' ἂν καὶ ἐρέσθαι βουλοίμην αὐτὸν εἰ δύναιτό τις τὰ τῶν εἰκονομάχων τιμῶν μὴ εἶναι εἰκονομάχος· ὅμοιον γὰρ ἂν εἴη ὥσπερ ἂν εἰ παρελθὼν διετείνετό τις κιθαρῳδοὺς μὲν εἶναι, κιθάραν δ' οὔ, καὶ οὐρανίους μὲν ἀστέρας, οὐρανὸν δ' οὔ, καὶ γήινα μὲν πράγματα, γῆν δ' οὐδαμῇ. τί φῄς, ἄνθρωπε; δυοῖν γὰρ πάντως νοεῖν δίδως ἡμῖν θάτερον· ἢ γὰρ μαίνῃ, ἢ πάντας μαινομένους εἶναι λογίζῃ. τοῦτο δ' οὐχ ἡμῶν ἀλλὰ σοῦ γε τὸ πάθος, καθάπερ δήπουθεν καὶ εἰ μεθύων τις πάντα τινά, ὅτῳ ἂν συναντῴη, διπλοῦν τινὰ ἀνθ' ἑνὸς ὁρᾶν ἐδόκει, οὐ τῶν ὁρωμένων ἂν τὸ τῆς ἀπάτης πάθος ἦν, ἀλλὰ τοῦ σφαλερῶς ὁρῶντος· πάντες γὰρ ἂν μοναδικῶς ὑπῆρχον ἀριθμούμενοι καθ' ἕκαστον ἐκεῖνοι. προύθετο μὲν γὰρ δεῖξαι ὃ τοῖς ἀρχιερεῦσιν ἐκείνοις καὶ γραμματεῦσιν αὐτὸς ζητηθῆναι φησί· λέγω δὴ τοὺς ἁγίους παραγαγεῖν εἰς μέσον οἳ τὸ φανὲν ἐπὶ τῆς τοῦ κυρίου μεταμορφώσεως φῶς ἄκτιστον μὲν εἶναί φασιν, οὐκ οὐσίαν δὲ θεοῦ, ἀλλ' ἀνούσιόν τε καὶ ἀνυπόστατον. εἶθ' ὥσπερ ἐκλαθόμενος αὐτὸς ἑαυτοῦ, τὸ μὲν ζητούμενον, καὶ ᾧ πολλή τις περικέχυται ἀμφισβήτησις, καὶ περὶ ὃ τῆς ὅλης τῶν δογμάτων συγχύσεως ἡ πρόφασις ἕστηκε, τοῦτο μὲν παρέδραμε σιγῇ· περὶ οὗ δ' οὐκ ἦν ἀμφισβήτησις οὐδεμία, καὶ ᾧ οὐδ' ἂν αὐτὸς ὁ πάσης κακίας γεννήτωρ διάβολος τολμήσειεν ἀντειπεῖν, τούτῳ δὲ κομίζειν δῆθεν ἐπείγεται συστατικὰς μαρτυρίας, ἵνα τι λέγειν δόξῃ τισί. τίς γάρ ποτ' εὐσεβῶς αἱρούμενος ζῆν εἶπέ ποτε ἢ λέγει, ἢ δύναιτ' ἄν ποτ' εἰπεῖν, ὡς ἔστη ἐν ὑποστήματι καὶ οὐσίᾳ θεοῦ, κἀκείνου τὴν φύσιν ἢ εἶδεν ἢ ἐξηγόρευσε, βοώντων ἁπάντων ἀκούων ταυτὶ μὴ ὅτι προφητῶν, ἀλλὰ καὶ οἷς ἐγγυτέρω πολλῷ διδασκάλοις ἡμῶν γεγονέναι συμπέπτωκεν. οἳ τά τ' ἄλλα φάσκουσι, καὶ μὲν δὴ καὶ ὡς εἴ τις ἔγνω θεὸν ἢ ἐγνωκέναι μεμαρτύρηται, τοσοῦτον ἔγνω ὅσον ἄλλου μὴ τὸ ἴσον ἐλλαμφθέντος φανῆναι φωτοειδέστερος· καὶ τὸ ὑπερβάλλον τέλειον ἐνομίσθη οὐ τῇ ἀληθείᾳ, τῇ δὲ τοῦ πλησίον δυνάμει παραμετρούμενον. Ἀλλ' ὁ Παλαμᾶς τῇ μὲν ἀληθείᾳ μαχόμενος, οὐ δυνάμενος δ' ἀντειπεῖν, οὐδ' ἀποφυγὴν οὐκ ἔχων οὐδεμίαν οὐδαμῇ, πρὸς λαβυρινθώδεις εὐθὺς ὁρᾷ καταδύσεις, καὶ οὐδ' αἰσθέσθαι δύναται ὅτι τοῦτ' ἐστὶν ὃ μάλιστα πάντων ἐπ' αὐτοφώρῳ τοῦτον καταδικάζει, μηδὲν τῶν εὐλόγων ἔχοντα τοῖς αὐτῷ παρανομουμένοις χαρίζεσθαι. τὸ γὰρ λέγειν μὲν ἃ μηδεὶς ἐζήτησε πώποτε πρόδηλα ὄντα, σιγᾶν δ' ἃ προύθετό τε καὶ ἐπηγγείλατο λέγειν αὐτὸς οὐδενὸς ἀναγκάζοντος, ὅμοιόν ἐστιν ὥσπερ ἂν εἴ τις μηδενὸς ἀγνοοῦντος παρελθὼν ἐπηγγέλλετο μὲν λέγειν τί ἔστι ἄνθρωπος, ἔπειτα λέγειν ἀρξάμενος, ὃ μὲν ἐστὶν ἄνθρωπος εἰπεῖν οὐκ εἶχεν, ἃ δ' οὔκ ἐστιν ἄνθρωπος, πάντα σωρηδὸν ἀπηρνεῖτο μὴ εἶναι, βοῦν καὶ ἵππον δηλαδὴ καὶ κύκνον καὶ κορώνην, καὶ ὁπόσα τὸν ὑγρὸν ἐν θαλάττῃ διάγει βίον. ἔπειτα καὶ βραχείας κομίζει ῥήσεις Μαξίμου τοῦ θείου, μηδ' αὐτὰς λελοιπὼς ἀπαθεῖς μηδὲ τῆς αὐτῷ συνήθους ἄνευ παραφθορᾶς· πῶς γὰρ ἂν ὁ ἀνὴρ ἀρνηθείη πάθος ἤδη παλαιωθὲν καὶ μήκει χρόνου βεβαιωθὲν καὶ οἷον εἰς φύσιν τούτῳ μεταβληθέν; διελὼν γὰρ διχῇ τὸ συνεχὲς τῆς ἐννοίας, καὶ θάτερον ὑφελόμενος τμῆμα, ἡμίεργόν τινα καὶ ἀτελῆ τὴν τοῦ λόγου καταλέλοιπεν ἑκατέρωθεν ἑκατέρωθι φύσιν, οὐκ οἶδ' ὁπότερον, εἴτ' ἐξ ἀμαθίας ἡλικιώτιδος, εἴτε βλάβην ὑπωπτευκὼς ἑαυτῷ. ὅμως αὐτὰ δήπουθεν ἃ διῄρηται αὐτῷ, παραχθέντα μηνύσει τὸ δρᾶμα, τῆς διαιρέσεως ἐξωσθείσης. ἔχει γὰρ οὑτωσίν. «ὁ τοῖς οὖσι μὴ κατ' οὐσίαν ὑπάρχων μεθεκτός, κατ' ἄλλον δὲ τρόπον μετέχεσθαι τοῖς δυναμένοις βουλόμενος, τοῦ κατ' οὐσίαν κρυφίου παντελῶς οὐκ ἐξίσταται.» ἐνταῦθά οἱ τὸ κατ' οὐσίαν κρύφιον ἀκούσαντι ἀποχρῶν ἐνομίσθη μὴ πλέον ζητεῖν· λυσιτελεῖν γὰρ μᾶλλον ἔδοξε τουτί, μονωθὲν τῶν ἑξῆς, πρός γε τὸ ἀνούσιον ἐλλελεῖφθαι τὸ τηνικαῦτα γενόμενον ἐκεῖνο φῶς ἐξαίφνης ἐν ὄρει τῷ Θαβωρίῳ πρὸς τοῦ σωτῆρος Χριστοῦ καὶ ἐκστὰν τοῦ κατ' οὐσίαν κρυφίου ὄντος καὶ μηδόλως ἐξισταμένου, ἵν' ὡς ἐξ ὁρμητηρίου δῆθεν τῆς τοῦ ἁγίου ταύτης γραφῆς δύο κηρύττῃ θεότητας ἀκτίστους καὶ διαφόρους ἀλλήλων. Ἔγνωτε, ὦ οὗτοι, κἀντεῦθεν, πῶς τῆς ὁμοίας ἔχεται κακοηθείας ὁ Παλαμᾶς πανταχῇ. δυοῖν γὰρ κἀνταῦθά οἱ γίνεται θάτερον· ἢ γὰρ δι' ἀμαθίαν οὐδαμῇ συνίησι τῶν λεγομένων, ἢ συνιεὶς διὰ τρόπων ὅμως φαυλότητος τὴν Μαξίμου τοῦ θείου καπηλεύει διάνοιαν· ὁ μὲν γὰρ ἅγιος τὸν τῆς ἐνταυθοῖ διειλημμένης αὐτῷ μεθέξεως τρόπον, καθ' ὃν θέλων, φησίν, ὁ θεὸς μετέχεται, αὐτῷ μόνῳ δείκνυσιν εἶναι καταληπτὸν τῷ θεῷ, τοῖς δ' ἄλλοις πᾶσιν ἀνέκφαντον· ὁ δὲ Παλαμᾶς φαινομένην τοῦτον καλῶν ἐνέργειαν, τὴν τοῦ ἁγίου διαστρέφει διάνοιαν, κακομηχάνως μετοχετεύων εἰς ἃ μὴ δεῖ. ἐκεῖνο δὲ πῶς οὐκ ἀναιδές, τῷ μὲν Ἕλληνι Πρόκλῳ, καὶ πάνθ' ὁμοδόξῳ Πλάτωνος, ὁμοδοξεῖν μὲν καὶ ἀλλαχῇ πολλαχῇ, καθὰ καὶ πρόσθεν ἡμῖν κατὰ τῶν πρόσθεν αὐτοῦ βλασφημιῶν ἐν ταῖς προτέραις ἡμῶν ἀντιρρήσεσιν ἀποδέδεικται, ἔπειτα μηδὲ νῦν ἐπὶ τῆσδε τῆς ἐκείνου κοινωνίας ἐκλελῆσθαι ἐνταῦθα; λέγει γάρ που ταῖς αὐτοῦ καὶ Πρόκλος θεολογικαῖς ἐμφιλοσοφῶν ἀποδείξεσιν, ὅτι πᾶν τὸ μετέχον τοῦ μετεχομένου καταδεέστερον καὶ τὸ μετεχόμενον τοῦ ἀμεθέκτου· τὸ γὰρ μετέχον πρὸ τῆς μεθέξεως ἀτελὲς ὄν, τέλειον δὲ τῇ μεθέξει γινόμενον, δεύτερόν ἐστι πάντως τοῦ μετεχομένου, καθὸ τέλειόν ἐστι μετασχόν· ὃ γὰρ ἀτελὲς ἦν, κατὰ τοῦτο τοῦ μετασχεθέντος, ὃ ποιεῖ τέλειον αὐτό, καταδεέστερον. τὸ δὲ μετεχόμενον, τινὸς ὂν καὶ οὐ πάντων, τοῦ πάντων ὄντος καὶ οὐ τινὸς πάλιν ὑφειμένην ἔλαχεν ὕπαρξιν· τὸ μὲν γὰρ τῷ πάντων αἰτίῳ συγγενέστερον, τὸ δὲ ἧττον συγγενές. ἡγεῖται ἄρα τὸ μὲν ἀμέθεκτον τῶν μετεχομένων, ταῦτα δὲ τῶν μετεχόντων. Ὁρᾷς πῶς καὶ Πρόκλος ἐκεῖνος ὁ τοῖς εἰδώλοις προσκείμενος τρεῖς παραδίδωσι τάξεις, καὶ τῇ μὲν πρώτῃ τὸ ἀμέθεκτον ἀπονέμει καὶ τέλειον καὶ ἡγούμενον εἴτουν ὑπερκείμενον, τῇ δὲ δευτέρᾳ τὸ μετέχον καὶ μετεχόμενον καὶ τοῦ πρώτου καταδεέστερον, καὶ ἅμα μέσον ἀτελοῦς καὶ τελείου, τῇ δὲ τρίτῃ τό τε ἀτελὲς καὶ μετέχον μέν, οὐ μετεχόμενον δέ. σκεπτέον οὖν καὶ ὅπως συμφώνως ἐκείνῳ καὶ Παλαμᾶς ὄντα διπλοῦν τὸν Χριστὸν κἀκ μόνων δυοῖν φύσεων, θεότητος λέγω καὶ ἀνθρωπότητος, σύνθετον, εἰς τριπλοῦν αὐτὸς αὐτὸν κατὰ τὸ Θαβώριον ἐδογμάτισεν ὄρος μεταπεπλάσθαι· μέσην γὰρ ἄλλην ἄκτιστον παρεμβαλὼν θεότητα, τὸ φῶς ἐκεῖνο, ὑφειμένην ἐκήρυξε καὶ αὐτὸς κατὰ Πρόκλον κεκτῆσθαι τὴν τάξιν μεταξὺ τελείου καὶ ἀτελοῦς, καὶ μετέχον καὶ μετεχόμενον εἶναι. καὶ τό γε εἰθισμένον αὐτῷ πλεονεκτεῖν πανταχῇ τοῖς κακοῖς, προσέθηκε κἀνταῦθα καὶ αὐτὸς οἴκοθεν τῷ ἀκτίστῳ καὶ ἀνουσίῳ τὸ ὁρατόν, ταῦτα δὴ τὰ ἀξύμβλητα. καὶ οὐκ αἰδεῖται συκοφαντῶν καὶ μάρτυρα παράγων τὸν σοφώτατον ἐκεῖνον καὶ θεῖον Μάξιμον τοῖς βρεφικοῖς αὑτοῦ ψελλίσμασι καὶ βλασφήμοις παραληρήμασιν. οὐδὲ γὰρ οὐδ' ἐκεῖνο συνῆκεν ἐκείνου λέγοντος αὖθις, ὡς πάντων τῶν ὄντων καὶ μετεχόντων καὶ μεθεκτῶν ἀπειράκις ἀπείρως ὑπερεξῄρηται ὁ θεός· εἰ γὰρ τὸ μεθεκτὸν ἐκεῖνο φῶς τὴν αὐτὴν τῷ μετέχοντι τάξιν ἔχει, καὶ ἀπειράκις ἀπείρως ὑφεῖται τὸν αὐτὸν τοῖς κτίσμασι τρόπον, ἔσται ἄρα δυοῖν θάτερον· ἢ γὰρ κτίσμα καὶ αὐτὸ κατὰ ταὐτὸν τοῖς μετέχουσι ποιήμασιν, ἢ τὰ μετέχοντα πάντα ποιήματα ἔσονται πάντως ἄκτιστα· ὡς γὰρ τὰ τοῦ αὐτοῦ διπλάσια ἴσα ἀλλήλοις ἀναμφιβόλως ἐστί, καὶ αὖ τὰ τοῦ αὐτοῦ γε ἡμίση ἴσα ὁμοίως ἀλλήλοις, ἔπειτ' ἂν πάντως καὶ τὰ τοῦ αὐτοῦ ἀπειράκις ἀπείρως ὑφειμένα ἴσα ἀλλήλοις εἶναι καὶ ὁμότιμα καὶ ὁμοταγῆ κατά γε τὸ ἐκτίσθαι καὶ ὑφεῖσθαι· ὧν γὰρ ἀπειράκις ἀπείρως ὑπερεξῄρηται ὁ θεός, ταῦτα πάντ' ἀπειράκις ἀπείρως ὑφεῖται τοῦ θεοῦ καὶ χώραν ἐπ' ἴσης ἔχει τοῖς κτίσμασι τὴν αὐτήν· μετὰ γὰρ τῆς αὐτῆς ἐπιστήμης καὶ ὁ μέγας φάσκει Βασίλειος τὰ ἐν τῷ αὐτῷ μέτρῳ παρ' ὁτουοῦν ὑπερεχόμενα ἴσα ἀλλήλοις εἶναι. Ἀλλὰ τούτων μὲν ἅλις· ἔχετε γὰρ μαθόντες τὴν αἰτίαν δι' ἣν τὰ ἑξῆς τῆς τοῦ ἁγίου ῥήσεως σεσιγηκὼς ἡμιτελῆ καὶ τὸν ἐκείνου συγκαταλέλοιπε νοῦν. βουλόμενος γὰρ ἵνα τριπλοῦν κατὰ σύνθεσιν ἐν τῷ Θαβωρίῳ πεποιηκὼς τὸν Χριστὸν συνάναρχόν τε καὶ συναΐδιον ἀποδείξῃ τῇ αὐτοῦ θεότητι καὶ τὸ περὶ αὐτὸν ἐκεῖνο τηνικαῦτα γενόμενον φῶς, ὡς εἶναι τῷ Χριστῷ δύο μὲν ἀκτίστους ἐκεῖθεν θεότητας τοῦ λοιποῦ, δύο δ' ἀκολούθως ἀκτίστους θελήσεις, καὶ τρίτην τὴν ἀνθρωπότητα, ἔπειτ' ἀπαγορεύοντα θεασάμενος τὸν θεῖον Μάξιμον ἐν ταὐτῷ, καὶ «τὸ θελήσει τοῦ πεποιηκότος γενόμενον» λέγοντα «οὐκ ἂν εἴη ποτὲ τῷ θελήσαντι αὐτὸ γενέσθαι συναΐδιον,» τριχῇ καὶ τετραχῇ τεμαχίσας, ὃ μὲν ἐδυνήθη συκοφαντῆσαι καὶ διαστρέψαι μέρος, εἰλήφει, ὃ δ' οὔ, τοῦτο δ' οὔ. Καὶ τάδε μὲν τοιαύτην ἔσχε τὴν λύσιν· νῦν δὲ δεῖξαι πρόκειται, τί τὸ τὴν τῆς ἀθεάτου θεότητος παρανοῖξαι δόξαν ὧδε δηλοῖ· ἐντεῦθεν καὶ γὰρ ὡς ἐκ ῥίζης τινὸς πάλαι μὲν Εὐσεβίῳ τῷ τῶν εἰκονομάχων ἐκείνῳ προέδρῳ, νῦν δὲ Παλαμᾷ συνερρύηκε, τῆς ὁμοίας κακίας ἠργμένῳ, μακρᾶς τῆς πλάνης τὰς τῶν ἁπλουστέρων ἐμπεπληκέναι ἀκοάς, αὐτῷ τε παρανοίᾳ χρησαμένῳ μάλα τι ὀλεθρίῳ, καὶ ἅμα ἑαυτῷ τοὺς ἄλλους ὁμοίως χρῆσθαι βιαζομένῳ· ᾧ γὰρ τὴν γνώμην σκολιά τις παραφροσύνη χειρωσαμένη, καθάπερ τὴν Ἀθηναίων ἀκρόπολιν πάλαι Πεισίστρατος, τῶν λεγομένων αὐτόνομος γίνεται πρύτανις, τούτῳ δὴ μηδὲ μικρὰ φροντίζειν ἔστι μηδαμῇ μηδενός, μήτ' αἰδοῖ τινὶ τὸ τῆς γλώττης συστέλλειν ἀκόλαστον, μήθ' ὧν ἐξαπατᾷ φείδεσθαι μηδενός, ἄχρις ἂν εἰς τὸν αὐτῷ προσήκοντα μάλα τι πλείστους ἅμα αὐτῷ συγκατορύξῃ κρημνόν. ᾧ δ' ὑγιαίνοντι συμβαίνει κεχρῆσθαι τῷ νῷ, οὐκ ἀωρίᾳ δίδωσιν οὑτοσὶ λογισμῶν ἑαυτόν· οὐδὲ δέος ἐξαπατηθέντα ποτὲ δι' ἀκοὴν αὐτὸν οἱασδηποτοῦν λέξεως, δι' οἱονδήτινα τρόπον ἀνθρωποπρεπῶς ἐνίοτε λεχθείσης, ὀλισθαίνειν περὶ τὴν πίστιν, ἄχρις ἂν ὁμολογοῦσαν ἔχῃ τὴν διάνοιαν τῷ τῆς ψυχῆς συνειδότι, μήθ' ὁρᾶσθαι δύνασθαι σωματικοῖς τὴν ἄκτιστον θεότητά ποτ' ὀφθαλμοῖς, μήτ' ἀλλοίωσιν μηδὲ τροπήν ποθ' ὑπομένειν ἡντινοῦν. εἰ γὰρ μὴ τοῦτ' εἴη, κωλύσει τῶν πάντων οὐδὲν πρὸς ἀσέβειαν ἔχειν ἐπιρρεπῶς ἀεὶ καὶ νύκτωρ καὶ μεθ' ἡμέραν κλονεῖσθαι καὶ περιτρέπεσθαι πάντα τινά, καθάπερ ἀνερμάτιστον σκάφος ἐφ' ὑγρῶν ἀστατούσης θαλάσσης κυμάτων ταλαντευόμενον ἐφ' ἑκάτερα καὶ παντοίαις ἀνέμων πνοαῖς ἀγόμενόν τε καὶ φερόμενον πλημμελῶς. κατὰ γὰρ τὸν μέγαν Βασίλειον, εἴ τις ἀβασανίστως προσέχει τοῖς γράμμασι, πρὸς Ἑλληνικούς τε καὶ Ἰουδαϊκοὺς ὁμοῦ καὶ γραώδεις μύθους ἐκτραπήσεται, καὶ πτωχὸς παντελῶς τῶν ἀξίων περὶ θεοῦ νοημάτων καταγηράσει. ἀλλὰ τῷ γε διπλοῦν τε καὶ σύνθετον ἀκριβῶς τὸν Χριστὸν ἐγνωκότι μὲν ἐκ τῶν θεϊκῶν νῦν δ' ἐκ τῶν ἀνθρωπίνων ... δηλούσης τὸ συναμφότερον, οὐ μέγα ἔργον τὰ μὲν ὑψηλὰ τῇ θεότητι νέμειν, τὰ δ' ὑφειμένα τῇ ἀνθρωπότητι· καὶ ὅταν ἀκούῃ «σάρξ τε ὁ λόγος ἐγένετο» καὶ αὖθις «ὀλίγαι ῥανίδες αἵματος θεοῦ κόσμον ὅλον ὑγίασαν,» οὐ μεταβολὴν οὐδὲ τροπὴν ὅλως ὑπολήψεται τῆς θεότητος. οὐδ' ὅτε θεοῦ υἱὸν ἀκούει τὸν ἄνθρωπον, θεῷ φυσικὴν ἐννοήσει τὴν κάτω γέννησιν. ναὶ μὴν οὐδὲ μεταμόρφωσιν ἀκούσας τοῖς τῶν εἰκονομάχων ὑπαχθήσεται λόγοις, ὥστε μεταβολὴν καὶ τροπὴν σαρκὸς εἰς ἄκτιστον ἐννενοηκέναι θεότητα ἢ θεότητος μετουσίωσιν εἰς ὑφειμένην καὶ ἀνυπόστατον ἄλλην καὶ ἀνούσιον θεότητα κατὰ τὸν Παλαμᾶν. εἰ δὲ τοῦθ' οὕτω, πολλῷ μᾶλλον οὐδ' ὅτε δόξαν ἀκούσῃ θεότητος μικρὸν παρανοιχθείσης ἢ παραδειχθείσης, πρὸς ἀτόπους ἐννοίας καὶ μάλα τῇ εὐσεβείᾳ ἀπᾳδούσας ἐξενεχθήσεται, μηδαμῇ μηδὲ τῷ τῆς ἐπιστήμης φωτὶ ἁρμοττούσας. ὥστε καὶ σφόδρα θαυμάζειν ἐμοὶ περίεστι, πῶς καὶ πόθεν ὁ Παλαμᾶς εἰς τοιαύτας εὐθὺς ἐκτετόπισται βλασφημίας. οὐ γὰρ ἔχει λέγειν ὡς παραστατικὸν οὔτε τὸ παραδειχθῆναι οὔτε τὸ μικρῶς πως ἀνοιγῆναι θεότητα τοῦ θεότητος νοεῖν ἐκεῖνο τέως γεγενῆσθαι τὸ φῶς. λειπούσης μὲν γὰρ τῆς παρά προθέσεως καὶ τοῦ «μικρῶς πῶς ἔδειξε» καὶ τοῦ «μικρὸν παρήνοιξε» καὶ τῶν ὁμοίων, εἶχεν ἄν πως αὐτός τε καὶ τὸ τῶν εἰκονομάχων σμῆνος, εἰ καὶ μὴ δικαίως, ἀλλ' οὖν εἶχέ τινα πρόφασιν ἴσως τῆς τοιαύτης αὐτῶν αἱρέσεως· νῦν δ' οὐδεμία οἱ λείπεται πρόφασις. καὶ γὰρ τῇ διδασκαλίᾳ τῆς τῶν λέξεων ἐπιστήμης οἱ θεῖοι τῆς ἐκκλησίας πατέρες ἑπόμενοι, θεραπείας τοιαύτας τοῖς οὕτω τόλμης ἔχουσι διανοήμασιν αὐτοί τε ἐπιφέρουσι καὶ ἡμᾶς παραινοῦσι. φασὶ γὰρ καὶ οἱ τῆς Ἑλλάδος σοφίας καὶ ἐπιστήμης ἐφευρεταὶ τά τε ἄλλα καὶ θεραπείαν εἶναι τῶν τοιούτων βραχεῖαν προσθήκην· τὸ γὰρ οἷον καὶ μονονουχί καὶ ἴσως καὶ τὸ τῶν προθέσεων πολύσημον καὶ διάφορον τοῖς λόγοις προσλαμβανόμενον βραχεῖα μέν ἐστι προσθήκη τοῖς λόγοις, ἀλλὰ πάνυ τι σφόδρα τὸ τῆς ἐννοίας ἀκόλαστον καὶ φλεγμαῖνον λεαίνει, καθάπερ τὰ πρὸς τῶν Ἀσκληπιαδῶν τοῖς νοσοῦσιν ἐπαγόμενα φάρμακα· καὶ μεσταὶ μὲν ἱεραὶ τῶν τοιούτων βίβλοι, μεσταὶ δ' Ἀττικαί, μεστοὶ δ' ὁπόσοι διὰ γλώττης ἐν παντὶ καιρῷ καὶ τόπῳ τοῖς ἀνθρώποις ἀνύονται δίαυλοι. τὸ μὲν γὰρ «ὁ παρὼν καιρός, ὦ Ἀθηναῖοι, μονονουχὶ λέγει φωνὴν ἀφιείς,» Δημοσθένους ὄν, καὶ αὖ τὸ «οἷον ἁλμυρὰν ἀκοὴν ἀποκλύσασθαι» Πλάτωνος, καὶ τὸ «μικροῦ δέω λέγειν,» καὶ ὅσα τοιαῦτα, συστέλλει πως τὸ αὔθαδες τῆς ἐννοίας, ὡς μήτ' ἐκεῖ λαλητικὸν ζῶον οἴεσθαι τὸν καιρόν, μήτ' ἐνταῦθα θαλαττίας ἅλμης ἄντικρυς ἀπόζειν τὸν λόγον. καὶ ἵνα τἀν μέσῳ παρέντες εἰς τὸν προκείμενον ἀνέλθωμεν δρόμον, τῆς αὐτῆς καὶ οἱ θεῖοι πατέρες ἐχόμενοι γνώμης καὶ ἐπιστήμης, κἀπὶ τῆσδε τῆς ἑορτῆς, τοῦ μὲν γυμνῶς τε καὶ ἀπαρακαλύπτως εἰπεῖν ὀφθαλμοῖς ἀνθρωπίνοις τὴν ἄκτιστον ὁρᾶσθαι θεότητα παντάπασιν ἀπέσχοντο· καὶ οὐκ ἄν τις δείξειέ ποτε, κἂν σωφρονοίη κἂν μαίνοιτο, οὔτε γραφὴν οὔτε βίβλον, οὔθ' ἱερὰν οὔθ' ἑλληνίζουσαν, οὔτε σωφρονοῦσαν οὔτε μαινομένην, τοσαύτης ἀσεβείας μετεσχηκυῖαν ἄχρι καὶ ἐς δεῦρο· πῶς γάρ, οἳ καὶ ψυχὴν ἡμῖν ἡμετέραν ἀθέατον ἴσασιν οὖσαν καὶ φύσιν ἀγγελικήν, καὶ ὃ μὴ σῶμα, μηδ' ἐν σώματι πᾶν; εἰ γὰρ οἱ ἅγιοι, φησὶν ὁ θεῖος Χρυσόστομος, καὶ πνεύματος ἁγίου ἠξιωμένοι, ὥσπερ καὶ ὁ ἀνὴρ τῶν ἐπιθυμιῶν θεασάμενος ἀγγέλου παρουσίαν, οὐκ αὐτὴν τὴν οὐσίαν (πῶς γὰρ οἷόν τε ἀσώματον οὐσίαν ἰδεῖν;) ἀλλὰ μετασχηματισθεῖσαν τὴν ἐνέργειαν, μικροῦ δεῖν καὶ αὐτὴν τὴν ψυχὴν ἀφῆκε, καὶ ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ ἄπνους σχεδὸν ἔκειτο, τίς ἄν, κἂν σφόδρα μεμηνὼς ᾖ, καταδέξαιτο τὸ βλάσφημον; τὸ μὲν δὴ οὖν ἀπαρακαλύπτως καὶ γυμνῶς τοιαῦτα λέγειν καὶ νοεῖν οἱ θεῖοι πατέρες καὶ διδάσκαλοι τῆς εὐσεβείας ἥκιστα παντάπασιν ἔσχον· ὃ δὲ κατ' οἰκονομίαν τινὰ παρὰ θεοῦ γεγονὸς λέγειν προήχθησαν, κολάζοντές πως κἀκεῖνο καὶ βραχείᾳ τινὶ θεραπεύοντες προσθήκῃ τὸ ἐπίφθονον ἀπήγγειλαν, ὡς κἀνταῦθα τῆς γε δήπου τελείας ἐμφανείας καὶ δείξεως τὸν ἡμῶν ἀπάγοντες νοῦν βραχείᾳ ταύτῃ, τῇ τῆς παρά προθέσεως δηλαδή, προσθήκῃ τῆς ἐς τὰ ἀδύνατα συνέστειλαν ὁρμῆς οὑτωσί πως τὸ αὔθαδες. ἵνα δὲ καὶ ὑποδείγμασιν ἑτέροις τὸν λόγον διαλευκάνωμεν, ὁ μελῳδὸς ἐκεῖνος αὐτίκα παρίτω μοι, «σύμβολα» φάσκων «τῆς ταφῆς σου παρέδειξας πάλαι τὰς ὁράσεις πληθύνας.» μᾶλλον δ' ἐκεῖνα παρίτω ἃ Γρηγορίῳ τῷ θεολόγῳ περὶ τοῦ πάσχα πεφιλοσόφηται· «ὅταν αὐτό» φησι «πίνῃ καινὸν μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ πατρός, ἀποκαλύπτων καὶ διδάσκων ἃ νῦν μετρίως παρέδειξεν.» ὁρᾷς πῶς ἡ παρά πρόθεσις παρακρούεται μὲν τὴν τελείαν τῆς ἀληθείας ἔνδειξιν, ἀντεισάγει δὲ τὴν σκιώδη καὶ ἀτελῆ. καὶ πάλιν ἐγκαινίζεται δὲ καὶ ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ λίαν πολυτελῶς, ἣν θεὸς παρέδειξε καὶ Μωσῆς ἐπήξατο καὶ Βεσελεὴλ ἐτελείωσε, τυπικῶς δηλαδὴ καὶ ἥκιστά πω κατ' οὐσίαν· «ὅρα» γάρ φησι «ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.» καὶ ἄγγελοι δέ, φησὶν ὁ θεῖος Χρυσόστομος, παρ' ἀνθρώποις φανέντες τὸ τῆς οἰκείας φύσεως ἀπαστράπτον φῶς παρήνοιξαν· ἡ γὰρ παρά πρόθεσις κολαστικόν τινα δείκνυσι τρόπον ἐν τούτοις τε καὶ τοῖς ὁμοίοις τούτοις, οἱονεὶ διὰ παραπετάσματος τὴν ἀλήθειαν κρυπτομένην συμβολικῶς ὑπεμφαίνουσα. διὸ καὶ παραδειχθεῖσαν ἢ παρανοιχθεῖσαν ἀκούοντες θεότητα οὐκ αὐτὴν ἀμέσως νοοῦμεν δειχθεῖσαν τὴν ἄκτιστον οὐσίαν· ἀλλὰ διὰ τῆς παρά μᾶλλον προθέσεως ῥᾷστα παρακρουόμεθα τὴν τοιαύτην ὑπόνοιαν καὶ τὸ ἄτοπον ἐντεῦθεν συστέλλομεν τοῦ τολμήματος, συγκαταβάσεως εἶναι ταῦτα καὶ οὐκ αὐτῆς δηλωτικὰ τῆς οὐσίας· καθὰ καὶ ὁ θεῖος Χρυσόστομος ἑρμηνεύων τὸ «ἐγὼ ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην,» συγκατέβη φησί, καὶ οὐ τοῦτο ὅπερ ἦν ἐφάνη· ἐπειδὴ γάρ, φησίν, ἔμελλεν αὐτοῦ ὁ υἱὸς διὰ σαρκὸς φανήσεσθαι ἡμῖν, ἄνωθεν αὐτοὺς προεγύμναζεν ὁρᾶν τοῦ θεοῦ τὴν οὐσίαν ὡς αὐτοῖς δυνατόν. καὶ πάλιν «σάρκα» φησὶ «περιεβάλετο ὁ θεός, ἵνα μὴ γυμνῇ τῇ θεότητι προσβαλὼν πάντας ἀπολέσῃ, μηδενὸς δυναμένου τὴν ἀπρόσιτον ἐκείνου τοῦ φωτὸς προσβολὴν ἐνεγκεῖν.» Τὰ δ' αὐτὰ καὶ ὁ θεῖος διέξεισι Μάξιμος, «οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ τὸν θεὸν» λέγων «γινώσκομεν, ἀλλ' ἐκ τῆς μεγαλουργίας τῶν ὄντων· διὰ γὰρ τούτων ὡς δι' ἐσόπτρων τὴν ἄπειρον ἀγαθότητα καὶ σοφίαν καὶ δύναμιν αὐτοῦ κατανοοῦμεν.» ὁρᾷς πῶς ἀνάγκῃ πειστέον ἡμῖν ἐστίν, ὡς δι' ἐσόπτρου τοῦ προσλήμματος, συγκαταβάσει χρησάμενον τὸν θεάνθρωπον λόγον κἀπὶ τοῦ ὄρους ἐκείνου παραδειχθῆναι μέν, οὐ δειχθῆναι δέ, καὶ παραγυμνῶσαι μέν, οὐ γυμνῶσαι δὲ τὴν τῆς ἀκτίστου θεότητος οὐσίαν αὐτοῦ, οὐδ' ἑτέραν τῆς οὐσίας αὐτοῦ θεότητα ἀνυπόστατόν τε καὶ ὁρατὴν καὶ ἄκτιστον καὶ ὑφειμένην ἐκεῖ πεπραχέναι κατὰ τὴν τῶν ἀσεβούντων παρανομίαν· ἀνθρωπίνης γὰρ μορφῆς ἀλλοίωσις ἡ μεταμόρφωσις ἦν, καὶ οὐ μετουσίωσις τῆς ἀναλλοιώτου θεότητος. καθὰ καὶ ὁ μελῳδὸς διέξεισι θεῖος Κοσμᾶς, «τὴν ἀνθρωπίνην» λέγων «ἀμαυρωθεῖσαν ἐλάμπρυνας πάλαι φύσιν, καὶ ἀλλοιώσει τῆς μορφῆς σου ἐθεούργησας.» εἰ δ' οὖν προσεκτέον τί περὶ τούτου καὶ ὁ θεῖος διέξεισι Χρυσορρήμων, «πορευθῶμεν» φησὶν «ἐπὶ τὸ ὄρος τῷ λόγῳ, ἔνθα μετεμορφώθη Χριστός. ἴδωμεν αὐτὸν λάμποντα ὥσπερ ἔλαμψε. καί τοι οὐδ' οὕτω πᾶσαν ἡμῖν ἔδειξε τὴν τοῦ μέλλοντος αἰῶνος λαμπρότητα. ὅτι γὰρ συγκατάβασις ἦν τὸ φαινόμενον ἀλλ' οὐκ ἐπίδειξις τοῦ πράγματος ἀκριβής, ἀπ' αὐτῶν δῆλον τῶν τοῦ εὐαγγελίου ῥημάτων. τί γάρ φησιν; ἔλαμψεν ὡς ὁ ἥλιος. ἡ δὲ τῶν ἀφθάρτων σωμάτων δόξα οὐ τοσοῦτον ἀφίησι τὸ φῶς ὅσον τοῦτο τὸ σῶμα τὸ φθαρτόν, οὐδὲ τοιοῦτον οἷον καὶ θνητοῖς ὄμμασι γενέσθαι χωρητόν, ἀλλ' ἀφθάρτων καὶ ἀθανάτων δεόμενον ὀφθαλμῶν πρὸς τὴν θέαν αὐτοῦ.» ἀκούεις; οὐ γὰρ ἄφθαρτον ἔλαβεν ἐκ παρθένου σῶμα (τοῦτο γὰρ τῆς Μαρκίωνός ἐστι λέγειν αἱρέσεως), οὐδ' ἄκτιστον αὐτὸ πεποίηκέ τε καὶ ἔκτισεν ὁ θεῖος λόγος (τοῦτο γὰρ τῆς τῶν εἰκονομάχων ὑπάρχει λέγειν αἱρέσεως)· ἀλλ' ἡ ἀναλλοίωτος φύσις, ὡς ὁ θεῖος αὖθίς φησι μελῳδός, τῇ βροτείᾳ μιχθεῖσα, τῆς ἐμφεροῦς ἀΰλου θεότητος φῶς παραγυμνοῦσα τοῖς ἀποστόλοις ἀπορρήτως ἐξέλαμψε. καὶ πάλιν, ἀμυδροὺς θεϊκῆς αὐγῆς παρεγύμνου χαρακτῆρας. ὁρᾷς πῶς πανταχῇ πάντες οἱ τῆς εὐσεβοῦς ἐκκλησίας διδάσκαλοι τὴν ἀμυδρὰν καὶ οὐ μάλα ἄμεσον διὰ τῆς παρά προθέσεως ἐμφαίνουσι δήλωσιν. εἰ δ' οὖν, παρελθόντες ὁμοῦ πάντες οἱ τῆς Παλαμικῆς θιασῶται φατρίας δεικνύτωσαν ποῦ τῆς γραφῆς εὑρίσκεται λέγων τις τῶν ἁπάντων ἁγίων ἄκτιστον ἄλλην ἀνούσιον καὶ ὑφειμένην φανῆναι τότε θεότητα. ἀλλ' οὐδὲ πολλὰ μογήσαντες δεῖξαί ποτ' ἂν δυνηθεῖεν οὔτ' ἐς τὸ ὑφειμένον οὔτ' εἰς τὸ ὑπερκείμενον μεριζομένην τὴν μόνην ἐκείνην ἄκτιστον καὶ ἀμέριστον οὐσίαν τε καὶ θεότητα. ὅ γε μὴν θεῖος Μάξιμος καὶ σύμβολον καὶ τύπον εἶναι τὸ φῶς ἐκεῖνο καὶ δραματούργημα λέγει· «οἶμαι» γάρ φησι «τοὺς καθόλου δύο τῆς θεολογίας τρόπους μυστικῶς ὑφηγεῖσθαι τὰ ἐπὶ τοῦ ὄρους κατὰ τὴν μεταμόρφωσιν θεοπρεπῆ δραματουργήματα, τόν τε προηγούμενόν φημι καὶ ἁπλοῦν καὶ ἀναίτιον, καὶ τὸν ἑπόμενον τούτῳ καὶ σύνθετον καὶ διὰ καταφάσεως μεγαλοπρεπῶς ἐκ τῶν αἰτιατῶν ὑπογράφοντα.» καὶ πάλιν «σκοπήσωμεν δὲ εἰ μὴ καλῶς ἑκατέρῳ τῶν εἰρημένων τρόπων κατὰ τὴν θείαν ἐκείνην τοῦ κυρίου μεταμόρφωσιν καὶ σοφῶς ἐνυπάρχοι τὸ σύμβολον· ἔδει γὰρ αὐτόν, καθ' ἡμᾶς ἀτρέπτως κτισθῆναι δι' ἄμετρον φιλανθρωπίαν καταδεξάμενον, ἑαυτοῦ γενέσθαι τύπον καὶ σύμβολον, καὶ παραδεῖξαι ἐξ ἑαυτοῦ συμβολικῶς ἑαυτόν, καὶ δι' αὑτοῦ φαινομένου πρὸς ἑαυτὸν ἀφανῶς πάντῃ κρυπτόμενον χειραγωγῆσαι τὴν ἅπασαν κτίσιν.» καὶ πάλιν «ἐπεὶ μηδὲ χωρεῖσθαι τῇ κτίσει τὸ ἄκτιστον πέφυκε, μηδὲ περινοεῖσθαι τοῖς πεπερασμένοις τὸ ἄπειρον.» καὶ πάλιν «τὴν μὲν ἀκτινοφανῶς ἐκλάμπουσαν τοῦ προσώπου πανόλβιον αἴγλην, ὡς πᾶσαν ὀφθαλμῶν νικῶσαν ἐνέργειαν, τῆς ὑπὲρ νοῦν καὶ αἴσθησιν καὶ οὐσίαν καὶ γνῶσιν θεότητος αὐτοῦ σύμβολον εἶναι ἐδιδάσκοντο· τὰ δὲ λευκανθέντα ἱμάτια τῶν ῥημάτων τῆς ἁγίας γραφῆς φέρειν σύμβολον ὡς τηνικαῦτα λαμπρῶν καὶ τρανῶν καὶ σαφῶν αὐτοῖς γενομένων, καὶ παντὸς γριφώδους αἰνίγματος καὶ συμβολικοῦ σκιάσματος χωρὶς νοουμένων, καὶ τὸν ἐν αὐτοῖς ὄντα τε καὶ καλυπτόμενον παραδηλούντων λόγον, ὁπηνίκα τὴν τελείαν καὶ ὀρθὴν περὶ θεοῦ γνῶσιν ἔλαβον.» καὶ πάλιν «εἴρηται τοίνυν ἀνωτέρω ὅτι διὰ μὲν τῆς γενομένης ἐπὶ τοῦ ὄρους τοῦ προσώπου τοῦ κυρίου φωτοειδοῦς λαμπρότητος πρὸς τὴν πᾶσι καθόλου τοῖς οὖσιν ἄληπτον τοῦ θεοῦ μυστικῶς οἱ τρισμακάριοι ἀπόστολοι κατὰ τὸ ἄρρητόν τε καὶ ἄγνωστον ἐχειραγωγοῦντο δύναμίν τε καὶ δόξαν, τῆς ἀφανοῦς κρυφιότητος τὸ φανὲν αὐτοῖς ὑπὲρ τὴν αἴσθησιν φῶς σύμβολον εἶναι μανθάνοντες.» ὁρᾷς πῶς καὶ οὗτος τῆς μὴ φαινομένης ἀκτίστου θείας οὐσίας τοῦ θεανθρώπου λόγου τύπον καὶ σύμβολον, καὶ οὐκ ἄκτιστον ἄλλην ἀνυπόστατον φάσκει θεότητα, τὸ τηνικαῦτα φαινόμενον φῶς ἐν Θαβὼρ ἐπ' αὐτοῦ, καὶ παράδειξιν, οὐ δεῖξιν; μηδὲ γὰρ εἶναι δυνατὸν ὁραθῆναι τοῖς κτίσμασι τὸ ἄκτιστον μηδὲ τοῖς πεπερασμένοις τὸ ἄπειρον λέγει. δηλοῖ δ' ἐναργέστερον ἔτι καὶ ὁ μέγας τῆς ἐκκλησίας τοῦτο φωστὴρ Κύριλλος· «πεπρᾶχθαι γάρ φαμεν τὴν τοῦ κυρίου» λέγει «μεταμόρφωσιν, οὐ δήπου τὸ σχῆμα τὸ ἀνθρώπινον ἀποβαλόντος τοῦ σώματος, ἀλλὰ δόξης τινὸς φωτοειδοῦς περιστελλούσης αὐτό· μείναντος γὰρ τοῦ σώματος ἐπὶ τοῦ σχήματος, ἐπὶ τὸ ἐνδοξότερον οἱ χαρακτῆρες διὰ φωτοειδοῦς χρώματος διεχρώννυντο.» εἰ οὖν κατὰ τὰς τῶν ἁγίων γραφὰς τύπος καὶ σύμβολον ἀκτίστου θεότητος ἦν κἀκεῖνο τὸ φῶς, ἕτερον ἐκείνης ἦν καὶ οὐκ ἐκείνη, οὐδ' ἄκτιστος θεότης εἴτουν οὐσία. ὡς γὰρ τὸ ἕτερον παρὰ τὴν δύναμιν κατὰ τὸν Νυσσαέα Γρηγόριον δύναμις οὐκ ἔστιν, οὕτω καὶ τὸ ἕτερον παρὰ τὴν μόνην ἄκτιστον οὐσίαν θεότης ἄκτιστος οὐκ ἔστιν· εἰ γὰρ ἄλλη, καὶ ἄκτιστος καὶ ἀνούσιος καὶ ἀνυπόστατος. ἀνύπαρκτος ἄρα, καὶ τὸ σέβας ἀθεΐα σαφής. οὕτως ἐκ μὲν πολυθεΐας Παλαμικῆς εἰς ἀθεΐαν Παλαμικὴν ἡ ἀνούσιος αὕτη καὶ ἀνυπόστατος νέα τοῦ Παλαμᾶ θεότης εἰς τὸ τοῦ Παλαμᾶ βάραθρον τοὺς ἁπλουστέρους ἐφέλκεται. καὶ ἵνα τελεωτέραν ἔτι τὴν περὶ τοῦ φωτὸς ἐκείνου διδασκαλίαν ἐπιγνῷς, ἀκούετε τοῦ Χρυσορρήμονος αὖθις Ἰωάννου. ἐν γὰρ τῷ κατὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν λόγῳ τάδε διέξεισι. «θαῦμα» φησὶ «τοῖς ἀποστόλοις καὶ ἔκστασις καὶ θροῦς ἐγένετο. θνητοὶ γὰρ τὴν φύσιν ὄντες, καὶ ἀσυνήθεις τοιούτων θεωριῶν, ἐξέστησαν τῇ διανοίᾳ. ἀλλ' ἐρεῖ τις ὅτι προϊδόντες ἦσαν καὶ τὴν μεταμόρφωσιν ὅ τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης. προεῖδον μὲν ἐκεῖ μεταμορφωθέντα τὸν κύριον καὶ νεφέλην σκιάσασαν αὐτόν· ἀλλ' οὐκ εἶδον τὴν νεφέλην εἰς ἀέρα ἁρπασθεῖσαν καὶ εἰς οὐρανοὺς τὸν δεσπότην ἀναλαμβάνουσαν. θαῦμα ἐκεῖνο, θαῦμα καὶ τοῦτο· ἀλλὰ θαῦμα θαύματος φοβερώτερον, τοῦτο ἐκείνου ὑψηλότερον, κἂν ἑνὸς θεοῦ ἡ δύναμις καὶ τὸ μυστήριον ὑπῆρχε. τότε Μωσῆς καὶ Ἡλίας ὤφθησαν τοῖς περὶ τὸν Πέτρον μετ' αὐτοῦ συλλαλοῦντες· νῦν δὲ θρόνος Χερουβικός, τουτέστιν ἀόρατος δύναμις τῇ νεφέλῃ καλυπτομένη, ἀθρόον ἐπιστᾶσα τὸν δεσπότην τοῖς δούλοις ὁμιλοῦντα ἀφήρπασε. τότε Πέτρος μετὰ παρρησίας ἀπεκρίνατο “κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἡλίᾳ”. νυνὶ δ' οὐδὲ φθέγξασθαί τις ἐδυνήθη τῶν μαθητῶν, οὐδὲ τὸ στόμα διανοῖξαι, ἀλλὰ φόβῳ μεγίστῳ καταπλαγέντες ἐξέστησαν». Ἐνταῦθα καὶ εἰ βασκανίᾳ κάτοχός τις εἴη, καὶ εἰ μακρᾶς εὐηθείας μεστός, πάντας ἄν μοι δοκεῖ τῆς γνώμης ἐμοὶ κοινωνεῖν, μεταθεμένους τὸ ἄγνωμόν τε καὶ δύσερι πρός γε τὸ μήτε πλείονος μήτε μείζονος μήτ' ἐναργεστέρας δεῖσθαι μαρτυρίας, ὅτι τῶν τοῦ Χριστοῦ θαυμάτων ἓν καὶ τὸ ἐν Θαβωρίῳ δειχθῆναι φῶς. ὅμως δυοῖν ἐνταυθοῖ διειλημμένων μεγάλων τοῦ Χριστοῦ θαυμάτων, ἢ καὶ δυοῖν ἐχρῆν Παλαμᾶ τὴν λατρευτικὴν ἀπονέμειν προσκύνησιν ὡς ἀκτίστοις θεότησιν, ἵνα μεῖζον καὶ φανερώτερον ᾖ τὸ νεμόμενον τῆς αὐτοῦ κακίας, ἢ θατέρῳ, τῷ μείζονι δηλαδὴ καὶ ὑψηλοτέρῳ. εἰ δὲ τοῦτο μηδεὶς μηδαμῇ πω τετόλμηκεν οὐδ' εἰς νοῦν εἰληφέναι τρόφιμος εὐσεβείας καὶ ἅμα παιδείας εὐσχήμονος ἔχων ἡλικιῶτιν διάνοιαν, ποῦ δίκαιον τοῖς τε εἰκονομάχοις ἐκείνοις καὶ ἅμα τῇ νέᾳ ταύτῃ τοῦ Παλαμᾶ φάλαγγι προσέχειν τὸν νοῦν ὁπωσοῦν; οἷς πάντα μὲν ἀδεῶς τολμᾶται λέγειν τὰ χείριστα, πάντων δ' οὖν μάλιστα θεϊκὴν ἀπονέμειν λατρείαν τῷ τοῦ ἐν Θαβωρίῳ θαύματος φωτί, καὶ ἀνούσιον αὐτὸ νομίζειν θεότητα ὑφειμένην καὶ ἀνυπόστατον. ἐμὲ μὲν γὰρ ἐνταυθοῖ Παλαμᾶς εὑρήσει πολέμιον, καὶ γλώττῃ πάσῃ καὶ βίβλοις ὅλαις ἀεί, κἂν μὴ βούληται, σιγῶντα δ' οὖν οὐδ' ἐὰν βούληται. ἦ πολλοῦ μέντ' ἂν δεήσειε βαρβαρικῆς ἀπονοίας εἶναι μεστῷ πολλοῦ δ' ἂν πολυθεΐας ἔχειν τὸ ἧττον Ἑλληνικῆς, ὅτῳ ἂν πάνθ' ὅσα διὰ φώτων γίνεται θαύματα λατρεύειν εἴη διὰ φροντίδος. οὐδὲ γὰρ οὐδὲ σῶμά τί ἐστιν ἡ ἄκτιστος ἐκείνη τοῦ σωτῆρος οὐσία, ἵνα μέρος μὲν παραφανῇ μέρος δ' οὔ· πῶς γάρ, ἀμερὴς οὖσα δύναμις καὶ κυρίως ἕν, ἀριθμοῦ παντὸς παντάπασιν ὑπέρτερον· οὔτε γὰρ ἐκείνη μερισμῷ τινὶ δυάδα γεγέννηκεν, οὔτ' ἀριθμὸς οὐδεὶς ἐμέρισεν αὐτήν· ἀλλ' ἓν οὖσα φύσει καὶ μονὰς ἀεί, μεμένηκεν ἀεὶ μοναδική τε καὶ ἄτρεπτος καὶ ἀόρατος. φησὶ γὰρ καὶ ὁ θεῖος Χρυσόστομος ὡς εἰ αὐτὴν ἑώρων οἱ προφῆται τὴν φύσιν τοῦ θεοῦ, οὐκ ἂν διαφόρως ἐθεῶντο· ἁπλῆ γάρ τις ἐκείνη καὶ ἀσχημάτιστος καὶ ἀσύνθετος καὶ ἀπερίγραπτος καὶ ἀεὶ ὡσαύτως ἔχουσα. ἀλλ' ἔδειξε φησὶ τῆς ἀθεάτου θεϊκῆς αὐτοῦ βασιλείας τὴν δόξαν. εἶτα οὐ τὸ ἐκκαλύψαι μείζω τὴν δύναμιν ἔχει τοῦ δεῖξαι· κεκαλυμμένου γάρ τινος δηλοῖ φανέρωσιν πράγματος· τὸ δὲ δεῖξαι λέξις ἐστὶ κἀν τοῖς φαινομένοις χρειώδης ἁπλῶς, ὥσπερ ἂν εἰ ἐν βαλαντίῳ καλυπτομένων μαργάρων μόνον δεικνύοι τις τὸ βαλάντιον· οὗτος γὰρ ἔδειξε μέν, οὐκ ἐξεκάλυψε δὲ τὸ ζητούμενον· ὡς καὶ ὁ μέγας διδάσκει Χρυσόστομος, λέγων ὅτι οὐκ ἐνέβη ὁ Ἰησοῦς εἰς τὸ πλοῖον, τὸ θαῦμα μεῖζον ἐργάσασθαι βουλόμενος καὶ ἅμα τὴν θεότητα αὐτοῖς ἐκκαλύψαι τρανότερον. Ἐπιστῆσαι δ' ἄξιον πῶς δύο θαυμάτων ἐνταῦθα διειλημμένων, καὶ τοῦ μὲν παράδειξιν δηλοῦντος θεότητος τοῦ δ' ἐκκάλυψιν, καὶ τῆς μὲν εἰληχυίας τὸ ἧττον τῆς δ' ἐκκαλύψεως τὸ μεῖζον, ἣ μὲν τὸ ἧττον ἔχειν ἔλαχε, ταύτῃ Παλαμᾶς λατρευτικὴν νέμει προσκύνησιν, ἣ δὲ τὸ μεῖζον ἔλαχε, ταύτῃ δ' οὖν οὐδ' ἡντινοῦν. γελοῖον γὰρ ἂν εἴη τὸ μὲν ἔλαττον κατὰ δύναμιν μεγίστην καρποῦσθαι τιμήν, τὸ δ' ὑπέρτερον μηδὲ τὴν τοῦ ἥττονος· καὶ ὃ μὲν ἑαυτῷ ἥκιστ' ἔχει, τοῦθ' ἑτέροις ἐπαρκεῖν, ὃ δὲ μάλισθ' ἑαυτῷ, τοῦθ' ἑτέροις μηδαμῇ· καὶ ᾧ μὲν μηδ' ἰσορροπεῖν ταῖς τῆς ἰσότητος πλάστιγξι δύναμις εἴη, τούτῳ πάσης ὁλοσχερῶς συγχωρεῖν τῆς ὁλκῆς, ὃ δὲ πλείω τὴν τῆς ῥοπῆς ἐμβρίθειαν ἔχει πολλῷ, τοῦτο δ' ἐκείνου κουφότερον ἡγεῖσθαι πολλῷ. εἰ δ' εὐηθείας ταυτί, ἦ που πᾶσαν ὑπερήλασεν εὐήθειαν, ὃ τῇ ἐκκαλύψει μὴ συγχωρεῖται μηδ' ἐγγὺς ἐλθεῖν, τούτῳ δὲ καὶ τὴν τῆς ἀκτίστου θεότητος προσνέμειν τιμήν. πῶς γὰρ ἄν ποτέ τι τῶν ἐν αἰσθητῷ φαινομένων εἴδει καὶ ὑποβαλλομένων αἰσθήσει θεότης ἄκτιστος εἴη; ὅπου μηδὲ τὴν τῶν ἀσωμάτων ἀγγέλων φύσιν ἀνθρωπίνοις ὑποπεσεῖν δυνατὸν ὀφθαλμοῖς, ὡς ἄνω καὶ κάτω δέδεικταί τε καὶ αὐτοδίδακτόν ἐστιν ἀνθρωπίνῃ συνέσει πάσῃ. δηλώσει δ' οὖν καὶ ὁ μέγας αὖθις διδάσκαλος ἡμῖν Χρυσορρήμων, μὴ μόνον ὅτι μὴ ἦν ἐκεῖνο τὸ φῶς θεότης ἄκτιστός τε καὶ ἀνούσιος, ἀλλ' οὐδ' ἀσώματον· φησὶ γὰρ ὑμνῶν οὑτωσί πως οὗτος αὐτό «εἰ καὶ σωματικώτερον ὁ σωτὴρ τοῦτ' ἐδείκνυ τὸ φῶς, ἀλλ' οὖν πολλὴν ἐπιθυμίαν τὸ πρᾶγμα εἶχε.» καὶ πάλιν «εἰ δ' ἀμυδράν τινα τῶν μελλόντων ὁ Πέτρος ἰδὼν εἰκόνα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι ἔφη, τί ἄν τις εἴπῃ ὅταν αὐτὴ τῶν πραγμάτων ἡ ἀλήθεια παραγένηται;» καὶ πάλιν «ἐθεασάμεθα» φησὶ «τὴν δόξαν αὐτοῦ, οὐκ ἂν θεασάμενοι εἰ μὴ διὰ τοῦ συντρόφου σώματος ἡμῖν ὤφθη.» καὶ πάλιν «ἂν θέλωμεν, καὶ ἡμεῖς ὀψόμεθα τὸν Χριστόν, οὐχ οὕτως ὡς οἱ ἀπόστολοι τότε, ἀλλὰ πολλῷ λαμπρότερον· οὐ γὰρ οὕτως ὕστερον ἥξει.» Εἰ οὖν λαμπρὸν μὲν ὁ Χριστὸς ἐνταῦθα τὸ φῶς ἐκεῖνο δέδειχε, λαμπρότερον δ' οὖν ἐς τὸ μέλλον τοῖς ἁγίοις δείξει ἀνδράσι, πιστευτέον ἀνάγκη τῷ Χρυσορρήμονι σωματικώτερον εἶναι τὸ φῶς ἐκεῖνο σαφῶς παραινοῦντι, καὶ ἀληθείας ἀμυδρὰν εἰκόνα καὶ οὐκ αὐτὴν τὴν ἀλήθειαν. εἰ δ' οὖν, ἀνάγκη λοιπὸν καὶ τὴν νῦν ὑφειμένην καὶ ἀνούσιον ταύτην τοῦ Παλαμᾶ θεότητα πρὸς τὸ λαμπρότερόν τε καὶ ὑπερκείμενον ἀπαλλάξαι, καὶ γενέσθαι τὸ μὲν ἄκτιστον ἀκτιστότερον τὸ δ' ἀνούσιον ἀνουσιώτερον, καὶ ἅμα τὸ ὁρατὸν ὁρατότερον, εἰ χρὴ καὶ τοιαῦθ' ὅλως ἐνθυμεῖσθαι γοῦν ἢ καὶ γλώττῃ προφέρειν. σκεπτέον δὲ ὅμως τί ἂν εἴη τουτὶ ὃ φανταζόμενος μὲν ἀγνοεῖ, ἀγνοῶν δὲ βλασφημεῖ, βλασφημῶν δ' ἀπατᾷ τοὺς πολλούς· πολλῷ γὰρ ἡμῖν πρεπωδέστερον τοιαῦτ' ἐρευνᾶν ἢ Σωκράτην ἐκεῖνον τὸν Σωφρονίσκου, ὅστις εἴη σοφὸς Ἀθήνησι μᾶλλον αὐτοῦ ζητοῦντα, περιιέναι δικαστὰς καὶ ῥήτορας καὶ ποιητὰς τραγῳδιῶν καὶ διθυράμβων καὶ πρὸς τούτοις χειροτέχνας παντοδαπούς, ὡς ἐνταῦθα ἐπ' αὐτοφώρῳ καταληψόμενον τὴν ἀλήθειαν. φασὶ τοίνυν, οἷς λόγῳ καὶ ἔργῳ μεθοδικὴν ἐμπειρίαν ἀσκήσεως ἑαυτοῖς δεδωκέναι συμπέπτωκεν, ὡς ἀρχὴ πλάνης νοῦ κενοδοξία, ἐξ ἧς κινούμενος ὁ νοῦς ἐν σχήμασι καὶ μορφαῖς περιγράφει τὸ θεῖον· καὶ πάλιν «μακάριος ὁ νοῦς ὃς κατὰ τὸν καιρὸν τῆς προσευχῆς τελείαν ἀμορφίαν ἐκτήσατο.» καὶ πάλιν «μὴ ζήτει παντελῶς μορφήν τινα ἢ σχῆμα ἢ χρῶμα δέχεσθαι ἐν τῷ τῆς προσευχῆς καιρῷ.» καὶ πάλιν «μὴ πόθει ἀγγέλους ἰδεῖν ἢ δυνάμεις ἢ Χριστὸν αἰσθητῶς, ἵνα μὴ τέλεον φρενήρης γένῃ, λύκον ἀντὶ ποιμένος δεχόμενος καὶ προσκυνῶν τοῖς αἰσχροῖς δαίμοσιν. ὅτι γὰρ πᾶν τὸ ἐν σχήματι φαινόμενον τῷ νῷ εἴτε ὡς φῶς εἴτε ὡς πῦρ ἐκ τῆς τοῦ ἐχθροῦ κακοτεχνίας γίνεται, ὁ θεσπέσιος Παῦλος σαφῶς διδάσκει, εἰς ἄγγελον φωτὸς αὐτὸν λέγων μετασχηματίζεσθαι. οὐ δεῖ οὖν ἐπὶ ταύτῃ τῇ ἐλπίδι τινὰ τὸν ἀσκητικὸν μετιέναι βίον, ἵνα μὴ ὁ Σατανᾶς ἑτοίμην εὕρῃ τὴν ψυχὴν ἐντεῦθεν εἰς ἁρπαγήν.» καὶ τί δεῖ πλείους ἐνταῦθ' ἀνελίττειν βίβλους ἁγίων ἀνδρῶν, ὁπόσοι σύν γε σοφίᾳ καὶ νόμοις ἀσκήσεως τὸν ἑαυτῶν ἐκεκοσμήκεσαν βίον, οἷς συνέσεως μέτεστιν ἅπασιν, ἐξὸν ἀρκεῖσθαι μόνοις τούτοις οἳ θεραπευταὶ τῆς ἐνεστώσης χρείας ἡμῖν ἐν τῷ παρόντι προβέβληνται. ὅτι μὲν γὰρ αἱ φαινόμεναι τοῖς ἁγίοις ἐνίοτε μορφώσεις καὶ οἱ σχηματισμοὶ δι' ἀγγέλων τελοῦνται θεοῦ, πάνυ γέ τι ἱκανῶς ἀποδεδεῖχθαι οἴομαι· μηδὲ γὰρ εἶναι δυνατὸν ἀμέσως γενέσθαι τῷ ποτὲ θεότητος ἐπιφάνειαν καθ' αὑτήν.
< 1 2 3 4 5 6 7 8 >