thyreos

Βυζαντινα κειμενα

 

  Προκοπιος
  Ιεροκλης
  Σιμοκαττης
  Θεοφανης
  Ιωαννης Σκυλιτζης
  Κωνσταντινος Ζ’
  Λεων Διακονος
  Μιχαηλ Ψελλος
  Μιχαηλ Ατταλειατης
  Νικητας Χωνιατης
  Γ. Ακροπολιτης
  Γ. Παχυμερης
  N. Γρηγορας
  Ι. Καντακουζηνος
  Γεωργιος Σφραντζης
  Χαλκοκονδυλης


Aspis

Νικηφόρος Γρηγοράς

1295 – 1360 (περ.)
τίτλος έργου:

– Ρωμαϊκή Ιστορία –

χρόνος έκδοσης: 1337-1358
πλήρης τίτλος:

ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΙ ΛΖ’

περιεχόμενο:

Αφήγηση γεγονότων της ιστορίας του Βυζαντίου από το 1204 έως το 1358 σε 37 βιβλία.  Στην παρούσα σελίδα περιέχονται τα βιβλία 18 έως 23 που αφορούν την Ησυχαστική Έριδα.

Κείμενο :
< 1 2 3 4 5 6 7 8 >

Historia Romana

[Μέρος 4: Βιβλία 18 έως 23 που αφορούν την Ησυχαστική Έριδα και την επιχειρηματολογία του Γρηγορά]

ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ


ΛΟΓΟΣ ΙΗ’.

αʹ. Ἄλλου μὲν ἴσως ἄν τινος ἦν, τοσούτῳ πελάγει συμφορᾶς ἀδοκήτου συνειλημμένου, τὴν ταχίστην ἀπειρηκέναι· βασιλεύοντι δ' ἀπαγορεύειν ἐν τοῖς τοιούτοις οὐ μάλα ἐνῆν. ἀλλ' ὥσπερ ἐν ταῖς παρατάξεσι τῶν πολέμων ὁ στρατηγὸς τὰ πεπονηκότα καὶ τρεπόμενα μέρη τῆς φάλαγγος τοῖς ἀνακλητικοῖς τῶν σαλπίγγων οὐκ ἐᾷ διαῤῥήγνυσθαί τε καὶ τελέως ἑκόντας τοῖς πολεμίοις παρασχομένους τὰ κράτη τῆς νίκης ἀπαγορεύειν, οὕτω καὶ οὗτος οὐκ εἰς ἀπογνώσεις ἔβλεψε καὶ ῥᾳστώνην αἰσχύνης μεστήν· ἀλλὰ νῦν μὲν ἕτερα ἐφ' ἑτέροις ἐπινοῶν διετέλει τῶν ἐπιχειρημάτων· νῦν δὲ τάς τε νενεουλκημένας ἐκ παλαιοῦ τῶν νεῶν καθελκύσας ἐπεσκεύαζέ τε καὶ μετεσκεύαζε πρὸς τὴν ἐνεστῶσαν χρείαν· ἄλλας τε καινὰς κατεσκεύαζε πλείους καὶ μείζους τῶν πρὶν, ξύλων ναυπηγησίμων συχνῶς ἐξ ὄρους κομιζομένων ὅλῃ σπουδῇ. ἐπεὶ δὲ καὶ χρημάτων ἐν τούτοις ἔδει, οἵ τε συνήθεις φόροι πρὸς αὔξην ἀνήγοντο καὶ ἅμα καινοί τινες ἐφ' ἑτέροις ἕτεροι ἐπενοοῦντο, τῆς ἀνάγκης τὴν εὐπορίαν τῶν εἰς ταῦτα ἐνθυμημάτων ῥᾷστα ἐφευρισκούσης.
(Β.) Ἐν τούτοις δ' ὄντων τῶν πραγμάτων νόσῳ βαρείᾳ καὶ ὁ πατριάρχης Ἰσίδωρος ἁλίσκεται. ἡ δὲ ἦν γαστρὸς κένωσις διηνεκὴς ἅμα καὶ πολυήμερος, πάσης χειρὸς καὶ τέχνης ἰατρικῆς ἀπρακτούσης ἐνταῦθα. καίτοι τήν γε ἀρχὴν οὐ μάλα θρασυτέραν αὕτη τὴν ἔφοδον ἔδειξεν· ἀλλ' ἠρέμα καὶ κατὰ μικρὸν καὶ βάδην εἰπεῖν ἐπιχωριάζειν ἐδόκει, ὥσπερ παίζουσα τὰς τῶν πολλῶν ἐλπίδας. ἦν γὰρ ἀπὸ λύπης ἐσχηκυῖα τὰς ἀφορμὰς (ὁ πολὺς τέως ἐκράτει λόγος), ἥτις ἐκ σιωπωμένης αἰσχύνης εἶχε τὴν πρόφασιν. ἦν γὰρ τοῖς οἰκείοις ὀνείροις προσέχων ὁ ἄνθρωπος· καὶ τοῦτ' ἔργον ἔχων ἁπάντων προϊστάμενον καὶ λόγων καὶ πραγμάτων ἐνθουσιασμὸν ὠνόμαζε· καὶ τούτοις διηνεκῶς ἐγκαλλωπιζόμενος ἐψεύδετο μὲν προφανῶς, οὐκ ᾐσχύνετο δέ· ἀλλ' ἦν ὡσαύτως τῷ τε βασιλεῖ καὶ τοῖς ἄλλοις οἱονεὶ προφητείας τινὰς καὶ θεοπτείας ἄνωθεν ἀπαγγέλλων· μεθ' ὧν ἦν καὶ ἡ τοῦ πέραν Γαλατικοῦ φρουρίου καταστροφὴ, ἣν προδεδεῖχθαι διετείνετο τουτωὶ πρὸς θεοῦ βεβαίως καὶ ἀσφαλῶς· ὡς θαῤῥήσαντα καὶ τὸν βασιλέα ἐπὶ τὴν μάχην ταχῦναι, πρὶν τελέως τὴν τοῦ στόλου παρασκευὴν ἐξαρτύσαι. ἐπεὶ οὖν αἴτιος τῷ γε μείζονι μέρει τῆς μεγίστης ἀπωλείας ἐκείνης ἔδοξεν οὗτος γενέσθαι τέως Ῥωμαίοις καὶ ὠνειδίζετο πρὸς ἁπάντων, οὐκ εἶχεν ἑστῶσιν ὀφθαλμοῖς ὁρᾷν οὔτε μὴν αὐτὸν βασιλέα, οὔτε τῶν ἄλλων ὅσοι ξυνέσεως ἦσαν μέτοχοι· ἀλλὰ κατεδύετο πρὸς πυθμένας ἰδίας αἰσχύνης. καὶ οὕτω λοιπὸν νοσήσας ἐπὶ μακρὸν, καὶ οὕτω δαπανηθείσης τῆς ἔνδον οὐσίας αὐτοῦ, τῆς παρούσης μετέστη ζωῆς.
(Γ.) Ἔπειτα ψῆφον προτιθεμένων ἄλλων, ὃς ἂν μετ' ἐκεῖνον τοῦ θρόνου διάδοχος γένηται, πολλή τις ἦν σπουδὴ καὶ διάπυρος τοῖς τοῦ Παλαμᾶ θιασώταις, μηδένα ποτὲ προβληθῆναι, ὃς μὴ πλήκτης καὶ πάροινος εἴη καὶ πάσης καὶ παντοίας παιδείας ἐς τοσοῦτον ἄμοιρος, ὅσον οἱ ἀπὸ σκαπάνης ὁμοῦ καὶ δικέλλης ὀψὲ τῆς ὥρας ἀπαλλάττοντες ζάκοτόν τι καὶ θηριῶδες ἦθος οἴκαδε φέρουσιν· ἵν' ἐνταῦθα ῥᾷστον εἴη σφίσι διωκτῶν ἁπάντων αὐτὸν καταστῆσαι βαρύτατον κατὰ τῶν εὐσεβεῖν αἱρουμένων καὶ τῆς τοῦ Παλαμᾶ κοινωνίας ἀπέχεσθαι πᾶσαν σπουδὴν ποιουμένων. ἄλλων οὖν ἄλλους προβαλλομένων, μεταπέμψασθαι πείθουσιν οὗτοι τῶν τοῦ Παλαμᾶ φίλων ἐξ Ἄθωνος ἕνα, τοὔνομα Κάλλιστον· ᾧ πρὸς ἀπήνειαν ἐξ ἀνοίας ἅμα καὶ ἀπονοίας ἡρμόσθαι τὴν φύσιν πάντων μάλιστα ξυνεβεβήκει, καὶ εἶναι μηδὲν μηδαμῶς τῷ σκοπῷ καὶ τῇ σπουδῇ τῶν προσκεκληκότων ἀπᾴδοντα.
(Δ.) Πρίν γε μὴν τοῦτον ἰέναι, ἰδίᾳ ἐμὲ καὶ συχνὰ παραλαμβάνουσιν ἐπῄει βασιλεῖ τε καὶ βασιλίδι θωπείαις παντοίαις περιϊέναι· καὶ χρημάτων ἐπαγγελίαις καὶ χορηγίαις ἀφθόνοις τῶν γε ἄλλων καὶ ἃ τῶν ἐν βίῳ καλῶν καὶ τιμίων ψυχαῖς ἂν εἴη φιλοδόξοις κατ' ἔφεσιν πειρᾶσθαί με πείθειν καὶ ἄγειν ἐς τό σφισι βουλόμενον· ὧν τὰ μὲν ἤδη ἐχορηγεῖτο, τὰ δ' ἔμελλεν. ᾤοντο γὰρ δι' ἑνὸς ἐμοῦ γε εὐθὺς, εἴ τινές ποτ' ἄρ' εἶεν, καὶ ὅπη διαιτῷντο, πάντας ἑτέρους, ὁπόσοι ἀνθίστανται πρὸς ὁπόσα τῷ Παλαμᾷ βλασφημεῖται καινὰ καὶ ἔκφυλα δόγματα, προσάξεσθαι. ἀλλ' ἦσαν ἄρα πάντως ἄνθρακες οἱ τῶν ἐλπίδων ἐκείνοις θησαυροί. τὸ γὰρ ἀνενδεὲς ἐμὲ τῶν ἀναγκαίων καὶ ἡ τἀληθοῦς ἐκλογὴ λήρους ἔπειθ' ἡγεῖσθαι τὰ λεγόμενα.
(Ε.) Ὃ δ' ἁπάντων μάλιστα τὴν ἐλπίζουσαν γνώμην ἐστήρικτο καὶ ἀνακεκρᾶσθαί σφισι δι' αὐτό τινα ἡδονὴν ταῖς ἐλπίσιν ἐποίει, τὸ τῆς πατριαρχείας ἀξίωμα ἦν· ὃ δώσειν αὐτίκα μάλα μοι ἐπηγγέλλοντο, τῆς χρείας διωθουμένης σφοδρότερον καὶ τοῦ καιροῦ προκαλουμένου τὸν προστησόμενον ἀπαραίτητα. ἤκουόν γε μὴν ἐξ ἐμοῦ τἀναντιώτατα πάντα. πρῶτον μὲν γὰρ καθηπτόμην ὁμαλῶς πως αὐτῶν περὶ ὧν ἡμῖν ὑπισχνοῦντο, πῶς οὐκ ὀκνοῦσι τοῖς αὐτοῖς ἐγχειροῦντες, ἃ πολλάκις εἰποῦσι καὶ ἀποτυχοῦσιν ἀκριβῶς ἐγνωκέναι ξυμπέπτωκεν, ὡς πηλοῦ καὶ κόνεως οὐδὲν ἐμοὶ διαφέρειν δοκεῖ τὰ τοιαῦτα, καὶ ταῦτα νῦν, ὅτε πίστεως ἄρνησις ἀπαιτεῖται. ὡς γὰρ ἐν κακοῖς εὐτυχεῖν δυστύχημα μέγιστον, οὕτως ἐν κακοῖς ἀδοξεῖν τῶν εὐτυχημάτων τὸ κράτιστον. ἔπειτα ἔλεγον, ὡς βασιλεῦσιν οὖσι χρεὼν μὴ τὰ καθήκοντα νόμιμα ἑκοντὶ παραδιάγειν ὁμοῦ καὶ τῶν ἱερῶν τῆς τοῦ θεοῦ ἐκκλησίας κιγκλίδων ἐλαύνειν ἤθει τοιούτῳ, ἥκιστά τινος φειδοῦς ἢ κολάσεως μεσιτευούσης καὶ ὑφαιρούσης τὴν τοῦ κράτους ἀσέλγειαν· ἀλλ' ἰατροῖς μᾶλλον γίγνεσθαι πάνυ προθύμως καὶ ἅμα κολασταῖς τῶν ἀθέσμων σάλων καὶ ἐκτροπῶν, εἴ γε βουλομένοις εὐσεβεῖν εἴη. τὸ μὲν γὰρ ἄξιον θρήνων μακρῶν καὶ ἐς τὸ μέλλον μνήμης ἐκ τῶν ὀψιγόνων πρὸς ἀπέχθειάν τε καὶ ὕβριν ἀνατρεχούσης ὁλοσχερῶς (ἐῶ γὰρ ὡς ἐγνωσμένης ἤδη μεμνῆσθαι τῆς ἀϊδίου φλογὸς ἐκείνης, ἣ τοῖς οὕτω βιοῦσιν ἠπείληται)· τὸ δ' ὑμνούσας γλώσσας ἀπαιτεῖ τῶν τε νῦν ὄντων τῶν τε γενησομένων ἀνθρώπων εὐσεβῶν καὶ ἅμα ψυχῆς ἀκήρατον εὐφροσύνην, ἣν μὴ τελευτῶσιν αἰῶσιν ἀκούομεν ἀπονενεμῆσθαι.
(Στ.) Οὕτω τοίνυν ἡμῶν ἀπογνοὺς, ἐπεὶ τὸν ἤδη ῥηθέντα ἐξ Ἄθωνος ὄρους ἥκοντα ἤδη τεθέαται, εὐθὺς καὶ μὴ πάνυ τοι σφόδρα προθυμουμένων τῶν ἐπισκόπων τῆς τέως σωζομένης ἐπαρχίας, εἰς πατριάρχην προβάλλεται, δι' οὐδὲν ἕτερον ἐπισπεύσας τὴν αὐτοῦ προβολὴν, ἢ ὅτι πρὸς διωγμὸν ἄριστα ὁ ἀνὴρ ἐπεφύκει καὶ ὄργανον ἦν πρὸς τιμωρίας ἀπανθρώπους καὶ θηριώδεις δημοσίων ἁπάντων ἀπανθρωπότερον. πάσης γὰρ ὢν παιδείας ἀξύνετος μάλα τοι ἐχώρει πρὸς τὸ κολάζειν καὶ ὑβρίζειν ἀσέμνως καὶ πρός γε ἔτι χειρὶ καὶ βακτηρίᾳ πλήττειν, ἀσχέτῳ θυμῷ, καὶ λόγοις αἰσχροῖς καὶ σφόδρα ἀπᾴδουσι ᾧ περιέκειτο σχήματι, καὶ οὗτινος ἥδετο εἶναι τρόφιμος ὄρους, καὶ ἧστινος πνευματικῆς πολιτείας. οὐ μόνον δὲ, ἀλλὰ καὶ οὓς ἐκόλαζε καὶ οὓς ἐδίωκεν εὐσεβεῖς, δέον ἐλεεῖν λιμῷ καὶ δίψῃ θνήσκοντας καὶ πάσῃ ταλαιπωρίᾳ, ὁ δὲ καὶ ἀτάφους ἐῤῥίφθαι ἐκέλευε. καὶ ἦν ἔγκλημα ἕτερον αὖθις τουτὶ πρὸς τιμωρίας ἔτι λοιπὸν τὰς ὁμοίας, οἷς τῇ γῇ κρύπτειν ἔργον ἦν τοὺς τοιούτους, καμπτομένοις τῇ τῆς φύσεως ὁμοιότητι. ἐς τοσοῦτον κατὰ τῆς εὐσεβείας ηὐξήθη τότε τὰ χείρω. ἠλαύνοντο γὰρ ἀφειδῶς, οἱ τοῖς ὅροις ἐμμένειν φιλονεικοῦντες τῆς πατρίου νομοθεσίας, οἰκιῶν, πόλεων, ἱερῶν, ἀγώγιμοι δεσμωτηρίοις ἤγοντο εὐχερῶς· ἀπειλαὶ τοῖς ἄλλοις ἐκηρύττοντο μείζους τῶν ἔργων, ὅσοι δέει τοῦ μὴ τὰ ἀνήκεστα πάσχειν ἤθους χρώμασι πολυειδέσι δῆθεν κοινωνικοῦ τὴν εὐσέβειαν ἔκρυπτον.
(Ζ.) Καὶ ἦν ταῦτα ἐφόδια τῆς τοῦ βασιλέως γνώμης, κρύπτεσθαι βουλομένης, ἀρεστά. δυοῖν γὰρ ὄντοιν, δι' ὧν οὓς ἂν βούλοιντο προσάγεσθαι ἐγχειροῦσι τῶν ἡγεμόνων οἱ πλείους, ὃ μὲν ἐπιεικείας εἶχε σημεῖον, ἑαυτῷ ἔνεμε· λέγω δὴ τὸ πείθειν· ὃ δ' ἀπηνείας, τῷ πατριάρχῃ καὶ τοῖς περὶ τὸν Παλαμᾶν ἐνεδίδου, καθάπερ ἀνέμοις ὁλκάδος ὀθόνην. λανθάνειν γὰρ τοὺς πλείστους πειρώμενος, οὔτ' αὐτὸς ὁλοσχερῶς ἔδρα ταυτὶ, οὔτε δημοσίοις γραφαῖς παρεῖχε τοὐνδόσιμον. ὅτι δὲ δρῶσιν αὐτοῖς οὐκ ἀνθίστατο, ἄντικρυς ἀνομοθέτητόν τινα νόμον ἐς τὸ δρᾷν ἀδεῶς ἐχαρίζετό σφισιν· ὥσπερ καὶ οἱ λαχάνων ἐν χρείᾳ γινόμενοι ῥύακα ἄνωθέν ποθεν ἐπαντλοῦσι ὕδατος ἐξ ἀφανοῦς. ἔλεγε γὰρ, ὡς ὅτε τὰ ἴσα φθέγγωνται ἥ τε τοῦ ἄρχοντος βούλησις καὶ ἡ τῶν ἐκ τύχης δρωμένων χρεία, μετὰ τοῦ εὖ ξυγκειμένου πρὸς τὴν τοῦ ἄρχοντος βούλησιν, τότε συμφέρεσθαι καὶ τὸν ἄρχοντα χρὴ τοῖς οὑτωσὶ φερομένοις· ὅταν δ' ἕτερον μὲν τὰ πράγματα δρόμον βαδίζῃ, ἕτερον δ' ἡ τοῦ ἡγεμόνος βούλησις, τότε χρὴ τἀν μέσῳ κἀκεῖνον παρατρέχοντα τῇ τῆς αὐθεντικῆς βουλήσεως χρείᾳ μᾶλλον ἢ τῷ τῶν κειμένων κανόνων ἔθει συμφέρεσθαι. τὸ μὲν γὰρ ἡγεμονίας, τὸ δὲ δουλείας εἶναι σημεῖον· ἄτοπον οὖν δουλεύειν ἑκόντα, ᾧ τὰ τῆς ἡγεμονίας ἀνεῖται σκῆπτρα. διὰ δὴ ταῦτα, μικρὰ τῶν ἄλλων φροντίσας, ἐπέραινε ὅσα αὐτῷ τε καὶ Παλαμᾷ πρὸς βουλήσεως ἦν. μία γὰρ ἦν αὐτῷ καὶ τοῖς ἀμφὶ τὸν Παλαμᾶν ἡ βούλησις.
(Η.) Δεδιὼς δ' ὅμως καὶ τὰς τῶν πλείστων λοιδορίας, αἳ κἀν ταῖς ἀγοραῖς ἀνέδην ἐκαλινδοῦντο, τὸ τυραννικὸν καὶ βίαιον ἐγκαλοῦσαι τῆς πίστεως, βέλτιον ἐνόμισεν εἶναί οἱ, καὶ σύνοδον συγκροτῆσαι διὰ τῶν ἐπὶ Θρᾴκης ἐπισκόπων προϊόντος τοῦ χρόνου, καὶ δεῖξαι ἐς προὖπτον τὰ καινοφανῆ τοῦ Παλαμᾶ μὴ αἰσχρῶς ἔχειν δόγματα· ὡς ἂν εἰς πολλοὺς χεομένης καὶ διασκιδναμένης τῆς τῶν τοιούτων ἐγκλημάτων λοιδορίας, ἢ ἀπιστῆται παντάπασι ἡ καινοτομία τῆς πίστεως, ἢ τό γε δεύτερον ἧττον λυπῇ, μὴ πρὸς ἕνα αὐτὸν ἀεὶ κινουμένων τῶν ὅλων γλωσσῶν, ἀλλ' ἐς πλείστους ἤδη μεριζομένων. ἀλλὰ τοῦτό γε ἠνία τὸν Παλαμᾶν, ἥκιστα παῤῥησιάζεσθαι τοὺς τῆς αὐτοῦ κακίας ἐλέγχους βουλόμενον, ἀλλ' ἐπιβουλαῖς ἀεὶ καὶ διαβολαῖς ἀφθόγγοις τὰ τῶν διωγμῶν ἐκείνων εἴδη δι' ἄλλων, καὶ μάλιστα τῶν ἐν ἐξουσίαις, κρύφα ἐπιτελεῖν. διὸ καὶ προφασισάμενος ἄλλα ἐπ' ἄλλοις ᾤχετο φεύγων, νῦν μὲν εἰς Λῆμνον, νῦν δ' ἐκεῖθεν εἰς Θεσσαλονίκην· περὶ ὧν πλατύτερον εἰρήσεται προϊοῦσιν. τέως δ' ἐκεῖνο ἐπαναλήψομαι.
(Θ.) Πρὶν γὰρ ὅλους μετὰ τὴν χειροτονίαν τρεῖς παριέναι μῆνας, τῶν ἐπισκόπων συνέβη ῥαγῆναι τοὺς πλείστους τῆς πατριαρχικῆς κοινωνίας, ὅσοι διομνύμενοι εἰσήγγελον εἶναι σαφῆ Μασσαλιανὸν αὐτὸν καὶ τῶν ἐν Ἄθωνι ὄρει πρὸ ἐτῶν οὐ μάλα συχνῶν φανερῶς ἁλόντων ἕνα· περὶ ὧν ἀνωτέρω που τῆς ἱστορίας καὶ ἡμεῖς εἰρηκότες ἐσμέν. ἐπεὶ δὲ καὶ αὐτὸς ἀνθιστάμενος εἰσῆγεν, ἐξ ἀντιπάλου ῥέων, διωμοσίαν καὶ ἀντεγκλήματα κατὰ τούτων ἑκάστου, τὸν μὲν τυμβωρυχίας διώκων, τὸν δὲ πορνείας, τὸν δὲ Βογομίλων αἱρέσεως, τὸν δὲ τοῦ τὴν ἱερωσύνην ὤνιον διδόναι καὶ ἀπεμπολεῖν εἰς ἄνδρας μάλα τοι σφόδρα αἰσχίστους, καὶ ἄλλους ἄλλων, καὶ γέγονε σχίσμα μέχρι καὶ ἐς πολύν τινα χρόνον, μέσος ὁ βασιλεὺς καταστὰς ἔπεισεν ἀλλήλοις ἀφεῖναι τἀγκλήματα, λάθρα καθυφέντας ἃς κατ' ἀλλήλων γραφὰς καὶ λοιδορίας ἐξήνεγκαν φανερῶς, ἵνα μὴ προσθήκη καὶ τοῦτο γένηται τοῖς κατ' αὐτῶν ἐπενηνεγμένοις περὶ πίστεως παρ' ἡμῶν ἐγκλήμασιν. οὕτω τοίνυν ἐν κακοῖς κακῶς καὶ αἰσχρῶς ἀλλήλοις σπεισάμενοι ξυνῄεσαν ἀλλήλοις λοιπὸν, ἡμέραν ἐξ ἡμέρας ἐπιβουλὰς καθ' ἡμῶν ἄλλας ἐπ' ἄλλας συῤῥάπτοντές τε καὶ ξυντιθέμενοι.

βʹ. Ἄρτι δὲ τῶν φθινοπωρίνων τοῦ ἡλίου τροπῶν ἐν προθύροις αὐλιζομένων τοῦ ἔτους, τριήρεσι καὶ μονήρεσιν ἄρας ἐκ Βυζαντίου ὁ βασιλεὺς Καντακουζηνὸς ὁμοῦ τῷ ἐπὶ θυγατρὶ γαμβρῷ Παλαιολόγῳ τῷ βασιλεῖ ἀπῄει ἐς Θεσσαλονίκην, ἄρχειν ἐκεῖ καταστήσων αὐτόν. καὶ τηνικαῦτα κατέπλευσαν ἐς Βυζάντιον Βενετικαὶ τριήρεις τρεῖς καὶ τριάκοντα κατὰ τοῦ Γαλατικοῦ φρουρίου τῶν Γεννουϊτῶν, μάχης τε ἀρξάντων αὐτῶν ἐκ πολλοῦ καὶ ἀπειλούντων σφίσιν ἀπώλειαν. τοῖς γάρ τοι Γεννουΐταις τουτοισὶν, ἐπαρθεῖσι τῷ κατὰ Βυζαντίων ἐκείνῳ σαθρῷ προτερήματι τῆς ἀδόξου ναυμαχίας ἐκείνης, οὐκέτι καθεκτοῖς εἶναι τὴν γνώμην ἐνῆν· ἀλλ' ὀνειροπολεῖν ἐπῄει τὴν τῆς ὅλης θαλάσσης ἡγεμονίαν. καὶ διασφετεριζόμενοι πρῶτον τὸν Εὔξεινον πόντον, διὰ τὰ ἐκεῖθεν κέρδη, οὐ μόνον Βυζαντίοις ἐπέταττον ἡγεμονικῶς ἤδη καὶ πολλῷ τῷ θράσει ῥέοντες, ἀπέχεσθαι τῆς Μαιώτιδος καὶ Τανάϊδος, ἔτι τε Χερσῶνος καὶ ὅσα τῶν Σκυθῶν ὑπὲρ τὸν Ἴστρον παραλίας ἐστὶ χωρία περιπλέοντας ἐμπορεύεσθαι, πλὴν ἢ ὅπη ἂν ἐξ αὐτῶν τὸ ἐνδόσιμον εἴη· ἀλλὰ καὶ Βενετικοὺς αὐτοὺς τῆς ἐκεῖθεν ἀπήλαυνον ἐμπορίας, μελέτην ἔχοντες ὅσον οὐδέπω καὶ τριήρεσι συχναῖς τὸν αὐχένα τοῦ Πόντου συγκλειθέντες κατὰ τὸ τοῦ Σαράπιδος ἱερὸν καταστῆσαι δεκαδευτήριον τυραννικὸν καὶ βίαιον, εἴ τινες εἶεν βουλόμενοι τὸν Εὔξεινον πόντον εἰσπλεῖν τε καὶ ἐκπλεῖν.
(Β.) Τοῦτο καὶ πάντας μὲν ἠρέθισε πρὸς ταραχὴν λογισμῶν, οἷς θαλάττιος ἅπας ἐστὶν ὁ βίος· πάντων δὲ μάλιστα Βενετικοὺς, χρήμασί τε καὶ ναυσὶ μακροῖς τισι μέτροις πλεονεκτοῦντας. ἐλπίσαντες οὖν καὶ βασιλέα σύμμαχον ἕξειν καὶ κοινωνὸν εἰς τοὖργον, ἅτε διὰ τὴν ἧτταν ἐκείνην καὶ τὴν ἐκ τῆς ἥττης αἰσχύνην ἠρεθισμένον καὶ αὐτὸν πρὸς ὀργὴν κατ' αὐτῶν, ἧκον (ὡς ἔφημεν) ὅπλα καὶ τριήρεις ἄγοντες κατὰ σφῶν. ἐπεὶ δ' οὔθ' ὁ βασιλεὺς παρῆν, οὔτε τῷ καιρῷ συμμάχῳ χρῆσθαι ἐνῆν (εἶναι γὰρ περὶ τὰς τοῦ Ἀρκτούρου συνέβαινε τοῦτον ἐπιτολὰς, ὅθ' ὑετοί τε καταῤῥήγνυνται μάλιστα πλεῖστοι καὶ ψύχος ἀταμίευτον ἤδη προτρέχον λυπεῖ τοὺς ἐν τοῖς ὑπαίθροις διανυκτερεύοντας ἐν θαλάττῃ καὶ ὅπλοις), ἡμέραις βραχέσι διέγνωσταί σφισιν ἐγκαρτερήσασι, πεῖραν ἀκροβολισμῶν πολεμικῶν δόντας καὶ λαβόντας, οἴκαδε ἀποπλεῖν· καὶ μάλιστα ὅτι καὶ τριήρεις ἑτέρας ἐπύθοντο ἀναχθείσας ἤδη ἐκ Γεννούας κατά τε Εὐβοίας καὶ Κρήτης καὶ ὅσαι Βενετικοῖς ὑπήκουον τότε. τεσσαρεσκαίδεκα γὰρ οὐσῶν τῶν Γεννουϊτικῶν, ἃς ἀνιοῦσαι τῶν Βενετικῶν αἱ τριήρεις συνέκλεισαν ἐν Αὐλίδι καὶ Ὠρεῷ τοῖς κόλποις τοῖς ἐγγὺς Εὐβοίας, αἱ μὲν δέκα ἑάλωσαν αὔτανδροι· αἱ δὲ τέτταρες λαθοῦσαι τὸν κίνδυνον ἔφυγον. αὗται τοίνυν αἱ τέτταρες, ἀδείας λαβόμεναι διὰ τὴν τῶν Βενετικῶν ἐκστρατείαν, πολλὴν ἐνεποίουν ταῖς Βενετικαῖς νήσοις τὴν βλάβην. διὸ δὴ σπουδῇ πολλῇ καὶ προθυμίᾳ ἀπέπλευσαν πρὸς ἐκδίκησίν τε καὶ ἄμυναν. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον.
(Γ.) Ἄρτι δὲ τοῦ ἡλίου μετὰ τροπὰς ὄντος χειμερινὰς καὶ τῶν ἀνταρκτικῶν ἀπηλλαγμένου γειτονημάτων, ἐπανῆκεν ὁ βασιλεὺς ἐκ Θεσσαλονίκης, ἔνθους ὅλος ὑφ' ἡδονῆς. ἀπηλλάχθαι γὰρ ἤδη νενόμισταί οἱ φόβων ἀποῤῥήτων, καὶ ἀπηρτῆσθαι καθάπαξ ἤδη πάσης ὑποψίας, ἐκ ποδῶν γενομένου τοῦ τὴν διαδοχὴν τῆς βασιλείας τοῖς υἱέσιν ἀδεῶς αὐτὸν παραπέμπειν κωλύοντος. καὶ τοῖς πράγμασιν εἶναι νομίσας εἰρήνην τε καὶ ἀσφάλειαν, τοῦ λοιποῦ πρὸς ἣν ἐπὶ νοῦν εἶχε τῶν ἐπισκόπων συστήσασθαι σύνοδον, ὑπὲρ τῶν τοῦ Παλαμᾶ δογμάτων, ὅλος ἠσχόλητο. ἧκε γὰρ ἤδη καὶ ὁ Παλαμᾶς ἐκ Θεσσαλονίκης ἐς Βυζάντιον, παντοίαις ἀνεπτερωμένος ἐλπίσι, ῥᾷστα καὶ ξὺν οὐδενὶ πόνῳ τὰ κατὰ βούλησιν αὐτῷ ἐπαγγειλαμένου ἐπιτελεῖν, καὶ εἰ μυρία τῶν δημοσίων εἴη πραγμάτων ἀνθέλκοντα κύματα.
(Δ.) Ἤδη δὲ τῆς ἡμέρας ἐνεστηκυίας, ἐν ᾗ ἔδει τῶν τῇ μεγάλῃ τοῦ θεοῦ ἐκκλησίᾳ ὑπηρετουμένων ἕνα, ἐπ' ἄμβωνος ἀναβάντα, τῶν μὲν εὐσεβῶν βασιλέων καὶ πατριαρχῶν ἀνακηρύττειν τὰς μνήμας, τῶν δ' ἀσεβῶν ἀναθέματι παραπέμπειν καὶ ἀραῖς αἰωνίοις, γέγονέ τι τεράστιον ἀπροσδόκητον. σεσίγηται γὰρ κατὰ λήθην παρασυρὲν οὑτωσί πως τοῦ τε νέου βασιλέως Ἀνδρονίκου τοὔνομα καὶ ἅμα τὸ τοῦ πατριάρχου Ἰσιδώρου. ὃ καὶ σαφῶς οἰωνὸς ἔδοξεν εἶναι τοῖς ξυνετῶς στοχαζομένοις τῶν γενομένων καὶ φερομένων ἄλλοτ' ἄλλως πραγμάτων. μηδὲ γὰρ εἶναι θεῷ (φασὶ) δεδογμένον, ὡς ἔοικεν, ἐπ' ἐκκλησίας ὑμνεῖσθαι μήτε τὸν βασιλέα, πρῶτον τὴν τοῦ Παλαμᾶ πολύθεον πλάνην μετεωρίσαντα πρὸς ὑπερθέσεις καὶ ἀνεξέταστον λελοιπότα καὶ ἀδιόρθωτον, μήτε τὸν Ἰσίδωρον, πρῶτον εἰσενεγκόντα τοῖς πατριαρχικοῖς θώκοις αὐτὴν καὶ δημοσίᾳ ἀνακηρύξαντα λόγοις ἅμα καὶ πράγμασιν· ὥς γε καὶ ἡμῖν ἀνωτέρω που τῆς ἱστορίας ἐν τοῖς καθήκουσι διείληπται τόποις. ἐπεὶ δ' ἐς τὴν ὑστεραίαν ἀκουσθὲν Ἄννῃ τῇ βασιλίδι καὶ συζύγῳ ἐκείνου, πρὸς λύπην ἀφόρητόν τε ἔδοξε καὶ οὐ μάλα ἀνύποπτον, δίκαιον εἶναι τῷ βασιλεῖ νενόμισται Καντακουζηνῷ, τὴν ἐφεξῆς κυριακὴν ἡμέραν ἀθροισθῆναί τε τὸν λαὸν αὖθις καὶ μόνην τὴν τοῦ ὀνόματος ἐκείνου γενέσθαι ἀνάῤῥησιν. καὶ ταῦτα μὲν τῇδέ πη ἔσχε· καὶ ὁ χειμὼν ἐν τούτοις ἐτελεύτα.
(Ε.) Ἄρτι δὲ τοῦ ἡλίου τοὺς ἠρινοὺς ἀμείβοντος κύκλους, καὶ τῇ γῇ ἐκ τῆς νέας χλόης εὐανθῆ καὶ ποικίλον τοῖς χρώμασι ἱστουργοῦντος χιτῶνα, καὶ δένδρα πάντα πρὸς ἀναβίωσίν τε καὶ παντοίων γένεσιν καρπῶν ἀφθόγγοις σάλπιγξι προσκαλουμένου, κατέπλευσαν ἐς τοὺς τοῦ Βυζαντίου λιμένας Βενετικαὶ τριήρεις τέσσαρες καὶ δέκα. αἳ δὴ τὸν τοῦ Εὐξείνου πόντου διαζώσαντες αὐχένα τὰς ἐκ Μαιώτιδός τε καὶ Χερσῶνος καὶ τῶν ἐκεῖθεν κατιούσας χωρίων ἐξ ἐμπορίας Γαλατικὰς τριήρεις τῶν Γεννουϊτῶν ξυνελάμβανον. ἄσπονδον γὰρ ἐπ' ἀλλήλους τέως τὴν μάχην θεμένους οὐκ ἦν ἠρεμεῖν, οὐ νύκτωρ, οὐ μεθ' ἡμέραν, οὐδ' ἐπὶ βραχὺ τῆς ὥρας· ἀλλὰ πάντας τόπους καὶ λιμένας διερευνᾷν, καὶ πᾶσι τρόποις ἐπιχειρεῖν, ὅθεν ἂν εἴη τὴν ἀλλήλων δρῶντας φθορὰν ὑπερτέρους τοῦ λοιποῦ καθίστασθαι. εἰληφόσι δὲ καὶ συμμαχίας ἐκ Κατελάνων καὶ Βυζαντίων, ἐγκοτούντων σφίσι καὶ αὐτῶν διὰ τὰ φθάσαντα πταίσματα, εὐπετέστερον τῆς μάχης ἥπτοντο καὶ τοῦ πολέμου, κατὰ πάντων ἅμα χωρίων καὶ λιμένων καὶ πόλεων, καὶ ὅποιπερ ἂν εἶεν Γεννουϊτῶν γένος, ἀσχέτως ὁρμώμενοι.

γʹ. Ἐπεὶ δ' ἡ παρασκευὴ τῶν ὅπλων μέγαν τε ἔσεσθαι τὸν πόλεμον ἐπαγγέλλεται, καὶ ἐς πλείονα διαρκέσοντα χρόνον, τοὺς δ' ἐπαίνους, ἢ τοὐναντίον, οὐκ ἀρχόμενα καρποῦται τὰ πράγματα· τελευτῶσι δ' ἐς τὰ μάλιστα τὸ κράτος ἕπεται τῆς κρίσεως, φέρε μικρὸν ἐπισχόντες ἐνταῦθα τοῦ λόγου τὸν δρόμον ἐφ' ἕτερα τρέψωμεν, οἷς τὰ μάλιστα παρηκολουθηκότες ἐς τέλος, ξύν γε ταῖς προσηκούσαις ἐπιστασίαις, ἀκριβῆ τὴν πεῖραν εἰλήφαμεν, ὥστ' ἔχειν ὀψιγόνοις ἀσφαλῆ καὶ βέβαια τὰ τῆς διηγήσεως παραπέμπειν. εἴπερ γάρ τι τῶν ἁπάντων ἕτερον, καὶ τοῦτο δ' ἐς τὰ μάλιστα πάντων εἰδέναι τετύχηκέ μοι, τῆς χρονικῆς ἀεὶ διδασκούσης με τῶν ἐν βίῳ περιόδου πραγμάτων, πεπεισμένον ἅμα καὶ δεδογμένον εἶναι τοῖς ἅπασιν, ἀληθείας ἔχεσθαι δεῖν πρό γε πάντων τὴν ἱστορίαν, ἡγεμονικόν τι κράτος εἰληφυῖαν ἀρχῆθεν, ἄπονον διδασκαλίαν ἀνοίγειν τοῖς ἀεὶ ἐπιοῦσιν ἀνδράσιν, ὥσπερ ἐξ ἀρχετύπων τῶν φθασάντων, τά τ' ὠφέλιμα καρποῦσθαι περιφανῶς καὶ ὅσα φαυλιζομένας ἐκληρώσατο κῆρας καὶ τύχας ἁπάντων ὁλοσχερῶς ἀπέχεσθαι, οἷς ἂν πρὸς βουλήσεως ᾖ βίων αἱρεῖσθαι τοὺς κρείττους· εἶναι δὲ τοὺς τῆς ἐκκλησίας χειμῶνας καὶ κλύδωνας, οὓς ἡ τῶν ἀρχόντων ἁπλότης καὶ ἡ τοῦ ἄρχειν ἀπειρία τοῖς ἀθλίοις προὐξένησε Ῥωμαίοις, ξυναπαχθέντων ταῖς τοῦ Παλαμᾶ καινοφωνίαις καὶ ἀσεβέσι δόγμασι· καθάπερ τὰ κοῦφα τῶν σκευῶν, ἐπειδὰν ποταμίοις ξυναπαχθέντα ῥοθίοις πρὸς ἀδήλους καὶ ἀτεκμάρτους ἐσχατιὰς καταφέρηται, ῥαχίαις καὶ πέτραις ἄλλοτ' ἄλλαις ῥηγνύμενα. περὶ ὧν πολλοί μοι πολλάκις προσεληλυθότες τῶν ἀρετῇ καὶ συνέσει καὶ καθαρότητι βίου καὶ πίστεως ὀρθοδόξου διαλαμπόντων δεύτερα τίθεσθαι τἄλλα με ξυνώθησαν ἅπαντα κινδυνευούσης τῆς εὐσεβείας· ἐχεμυθεῖν γὰρ ἴσως ἐνίοτε πρὸς τἄλλα, διὰ φιλίαν χαριζομένους ἐνίους τοὺς γράφοντας ἄφθογγον γλώττης πάροδον, ἀνεπίφθονον εἶναι δοθήσεσθαι ἂν ἴσως πρὸς ἐνίων, ὅσοι φιλίαις τοιαύταις ἡττῶνται καὶ ἄλλως ἀστόργως ἔχειν πεφύκασι πρὸς λοιδορίαν· οὗ δὲ θεὸς τὸ κινδυνευόμενον, τἄλλα παρατρέχοντας πρὸς αὐτὸν μόνον βλέπειν, πάτριον εἶναι δόγμα τε καὶ παράγγελμα.
(Β.) Τοῦ γάρ τοι βασιλέως τεττάρων ἤδη ἐτῶν ἐπαγγελίαις μετεωρίζοντος, οἷς ἐνετύγχανε ὁμιλῶν, ὡς βούλοιτο καθολικὴν σύνοδον συγκροτῆσαι, ἐν ᾗ, κατὰ τὸ κρατῆσαν πάτριον ἔθος, παρεῖναι δοκεῖ καὶ τοὺς ἑκάστοθεν τῆς οἰκουμένης πατριάρχας καὶ ἐπισκόπους, μετέωρον ἦν τὸ πλῆθος ἐλπίσι χρησταῖς αἰωρούμενον. ἄρτι δ' ἐπιδημήσας ἐκ Θεσσαλονίκης ὁ Παλαμᾶς, ὡς εἴρηται, ἕτερα ἀνθ' ἑτέρων ξυνετίθει τε καὶ ξυνέῤῥαπτε σκέμματα. ὡς γὰρ ἔριον, καὶ εἴ τι τῶν κουφοτέρων, ἀστατεῖ καὶ ῥᾳδίως ἀνέμῳ παντὶ συμφέρεται, οὕτω καὶ οὗτος καθάπαξ ἁλόντα τῇ δυσσεβείᾳ ἦγέ τε καὶ ἔφερε μάλα ῥᾳδίως τὸν βασιλέα πρὸς τὸ βουλόμενον. εἰδὼς οὖν, ὡς καθάπερ νυκτερίσι καὶ γλαυξὶ βλαβερὰν τὴν τοῦ ἡλίου λαμπάδα συμβαίνει γίγνεσθαι, καὶ τῆς τῶν ὀφθαλμῶν ἀσθενείας αὐτῶν ἀταλαίπωρον ἔλεγχον, οὕτω καὶ τὴν τῶν δογμάτων αὐτοῦ σαθρότητα μᾶλλον ἂν βλάψειεν ἢ ὠφελήσειε κρίσις δημοτελὴς καὶ θεατρικὴ πανήγυρις, συνεβούλευε βέλτιον εἶναι διωγμοῖς καὶ κολάσεσιν ἄλλαις ἐξαναλῶσαι τοὺς ἀντιπαραταττομένους, προφάσεσί τισι χρησάμενον, οἵαις πάλαι καὶ Ἰουλιανὸς καὶ ὅσοι κατ' ἐκεῖνον. πᾶς γὰρ ὁ τὰ φαῦλα πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ φανερωθῇ τὰ τῆς κακίας ἔργα αὐτοῦ.
(Γ.) Τῷ δὲ, τὸ μὲν ἄντικρυς οὑτωσὶ καὶ ἀπαρακαλύπτως τῶν μακρῶν ἐκείνων ἐπαγγελιῶν καταψεύσασθαι, οὐκ ἀνεύθυνον εἶναι ταῖς τῶν πλείστων ἐδόκει γνώμαις, οὐδὲ λοιδορεῖν εἰωθυίαις γλώσσαις ἀνάλωτον· τὸ δὲ σκιάν τινα σχεδιάσαντας συνόδου πρότερον, προφάσεσιν ἔπειτα παντοδαπαῖς, ὁποῖαι τοῖς δυναστεύουσι ῥᾷστα καὶ κατὰ βούλησιν φέρονται, κολάζειν, τοῦτο δὲ τὴν ὕβρεως ἀκόλαστον κίνησιν θραύειν, οἶμαι, καὶ ἀμβλυτέραν ποιεῖν. ἐκ δὴ τοιούτων ἀρχῶν καὶ σπερμάτων πονηρῶν ἀρξαμένοις πονηρὰ ξυνηνέχθη γίγνεσθαι κατὰ τὸ εἰκὸς τὰ γεώργια, καὶ ὠδίνουσιν ὄρος, κατὰ τὴν παροιμίαν, τεκεῖν ἐξεγένετο μῦν. κἀπειδὴ Θρᾴκης ἐπέκεινα πλείων οὐκ ἦν ἐπαρχία Ῥωμαίοις, μόνους τοὺς Θρᾳκικοὺς εὐθὺς μεταπέμπεται ἐπισκόπους, καὶ τούτων οὐχ ἅπαντας, ἀλλ' ὅσους καὶ οἵους συλλήπτορας τῆς βουλήσεως ἤλπισεν ἕξειν, οὐ πλείους ἀριθμῷ τῶν δύο καὶ εἴκοσιν ὄντας· καὶ τούτων δὲ τοὺς πλείους ἀντὶ τῶν ἐξωσθέντων ἀδίκως ὁσίων ἐκείνων ἀνδρῶν ξυνέβαινεν εἶναι, καὶ τὰ χειρόγραφα τῆς ἀσεβείας δόντας τῷ Παλαμᾷ· ὧν οἱ μὲν τῶν ἐξ ἀρότρου καὶ σκαπάνης ὑπῆρχον ἀπαλλαττόντων ὀψὲ τῆς ἡμέρας καὶ μόλις συλλαβίζειν εἰδότων τὰ τῶν γραμμάτων στοιχεῖα· οἱ δὲ τῶν χθὲς καὶ πρώην ἱεροσύλων, κἀν χαμαιτυπείοις καλινδουμένων ὡς τὰ πολλὰ, καὶ μηδὲν πλέον προεισενεγκόντων εἰς τὸν βαθμὸν, πλὴν τοῦ αἱρεσιώτας εἶναι συντίθεσθαι τῷ δυσσεβεῖ Παλαμᾷ.

δʹ. Τούτων δ' οὕτως ἐχόντων, προσεληλυθὼς ἰδίᾳ τῷ βασιλεῖ τήν τε οὖσαν ἡμῖν ἐκ παλαιοῦ φιλίαν ἐκ προοιμίων διῄειν ἐγὼ, καὶ ὅσην τὴν πρόνοιαν ὑπὲρ τῆς αὐτοῦ ποιοῦμαι τιμῆς καὶ ψυχῆς, καὶ εἴ τι πρὸς διαμονὴν καὶ σύστασιν εἴη βίου καὶ παίδων αὐτοῦ. ἔπειτα πρὸς ἐλέγχους ἐχώρησα τοὺς συνήθεις, ὑπέρ τε τῆς κοινῆς τῶν ἐκκλησιῶν εἰρήνης καὶ εὐσεβείας ἀγωνιζόμενος, ἐν ὅροις μένειν τοῖς πατρίοις αὐτὸν, καὶ μὴ πηδᾷν ὑπὲρ τὰ ἐσκαμμένα, μηδ' οὕτως ἀμαθέσι καὶ ἀσέμνοις ἀνδράσι τὰ τῆς θεολογίας προδιδόναι μυστήρια, τὰ ἅγια τοῖς κυσὶ, καὶ τοὺς μαργαρίτας τοῖς χοίροις.
(Β.) Τά τε οὖν ἐκ τῆς θείας γραφῆς καὶ τὰ ἡμέτερα συνείρων, «τί δρᾷς», ἔφασκον, «πῆ φρενῶν εἶ; τί σφηκίας ἐγείρεις κατὰ τῆς πίστεως; τί τοὺς μηδὲ τὰ ἐν ποσὶν εἰδότας θεολογεῖν παρασκευάζεις; τί τὸν Χαλάνης οἰκοδομεῖν ἐπείγῃ, τὰ πρὸς ἀπαρτισμὸν οὐκ ἔχων; τί πρὸς οὐρανὸν ἀνίπτασθαι, πεζὸς ὤν; τί χειροτονεῖς κατὰ τῶν ἁπλουστέρων ψυχῶν θεολόγους αὐθημερὸν, καὶ ποιεῖς λογίων ἀμαθῶν τυραννικὰ συνέδρια; τί τοῖς ἀραχνίοις ἐνδεσμεῖν προθυμεῖς τοὺς ἀσθενεστέρους, ὡς δή τι μέγα καὶ βασιλικὸν ἔργον δρῶν; τί σχεδιάζεις διαλεκτικῶν πιθήκων ἀνάδοσιν, καθάπερ οἱ μῦθοι πάλαι τοὺς γίγαντας; τί τῆς σῆς κολάσεως ἐκπυρσεύεις τὴν φλόγα; τί τοῖς παισὶ γεωργεῖς στεναγμῶν καὶ πένθους ἀστάχυας; τί κλῆρον ἑκὼν αὐτοῖς καταλείπεις τὴν τοῦ προπάτορος ἀράν; τί τριβόλους καὶ κακίας ἄκανθαν βιάζῃ τὴν γῆν αὐτοῖς ἀνατέλλειν, καὶ δακρύων ἅλμην τηλικαύτην; τί δυστυχίας καὶ λύπας, ἐξὸν εὐθυμίαν καὶ δόξαν; μνήσθητι ὅτι θνητὸς εἶ καὶ θνητὴν ἔλαχες φύσιν. φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος. Εἰπὲ πῶς ἄλλαι μὲν αἱ τεττάρων ἤδη ἐτῶν ἐπαγγελίαι, ἕτερα δ' αὖ τὰ τέλη; καθολικὴν μὲν γὰρ πεποιηκέναι σύνοδον τὰ τῆς σῆς ἐπαγγελίας ἦν, πατριαρχῶν ἁπάντων καὶ ἐπισκόπων κληθέντων· νῦν δ' οὐδὲ μερικοῦ τινος ἴχνη διασώζουσαν σχεδιάζεις βουλευτηρίου. καὶ πρὶν μὲν ἐλπίδων ἴχνη διορθώσεως τῶν τοῦ Παλαμᾶ καινοφωνιῶν ἔβοσκον τὰς ἐκείνων ψυχάς· νῦν δὲ τυραννικὸν ὁρῶ σε βῆμα παρασκευάζοντα σὸν ἐν γωνίᾳ, καθάπερ ἐν σπηλαίῳ λῃστῶν. πῶς γὰρ εἴη ἂν σύνοδος, τῶν θείων τῆς ἐκκλησίας κανόνων καὶ θεσμῶν ὑπερόριος οὖσα; κανόνας γὰρ ἐκ μεταφορᾶς καλεῖσθαι ξυμπέπτωκε τοῦ τεκτονικοῦ καὶ κοινοῦ κανόνος. ὥσπερ οὖν τῷ τεκτονικῷ κανόνι πλατυτέραν ἔχειν τὴν χρείαν ἀνάγκη, κατὰ πᾶσαν γῆν τε καὶ θάλασσαν, καὶ ὅπηπερ ἂν εἶεν ἐνοικοῦντες ἄνθρωποι· ταῖς δὲ τῶν ἀνθρώπων ἡγεμονίαις μερικάς τινας καὶ οἷον σπερματικὰς καὶ διαφόρους εἰπεῖν· οὕτω καὶ τοῖς τῆς ἐκκλησίας κανόσι καὶ τοῖς πολιτικοῖς νόμοις καθολικωτέραν ἔχειν ἀνάγκη τὴν χρείαν, καὶ ἄρχειν τῶν ἀρχόντων, καὶ ἡγεῖσθαι τῶν ἡγεμόνων. σὲ δὲ τοὐναντίον δρᾷν ἐθέλοντα βλέπων δέδια μὴ ἐναντιούμενά σοι τὰ δρώμενα γένηται, καὶ τοῦ σκοποῦ παντάπασιν ἀντίπαλα. ἐπεὶ καὶ οἰκοδόμος καὶ τέκτων, ἂν μὴ καθέτῳ καὶ στάθμῃ καὶ τοῖς τοιούτοις χρῶντες κανόσιν, οὐκ εἰς μακρὰν τὴν καθαίρεσιν ἴδοι ἂν τῶν δρωμένων, τοῦ τῆς ἁρμονίας κράτους οὐδαμῆ τὴν ἐπίστασιν τῶν ἔργων ἰθύναντος. ἐπεὶ τοίνυν καὶ σὺ τοῖς τῆς ἐκκλησίας κανόσιν οὐχ ἕπῃ, ἴσθι καταλυθησόμενος ὑπὸ τῆς ἐκκλησίας, ἢ μᾶλλον ὑπὸ τοῦ τῆς ἐκκλησίας ἡγουμένου θεοῦ, καὶ εἰ μὴ αὐτίκα μάλα, ἀλλ' οὖν οὐδ' εἰς μάλα μακράν. Οἶσθα γὰρ ὡς σὺ πρῶτος ἄνωθεν προστάτης γενόμενος τῆς τοῦ Παλαμᾶ δυσσεβείας ὁμοῦ τῇ μητρὶ τοῦ τοσούτου θορύβου τῇ ἐκκλησίᾳ κατέστης αἴτιος. διὸ καὶ μηνίσαντος τοῦ θεοῦ, τῆς εὐδαιμονίας καὶ δόξης ἐκείνης γυμνὸς κατελείφθης αἰφνίδιον, καὶ γέγονας εὐθὺς ὑπερόριος πατρίδος ἅμα καὶ γένους. καὶ ἡ μὲν σὴ μήτηρ αἰσχίστην ἔτισε τοῦ βίου τελευτὴν, λιμῷ καὶ ψύχει δαπανηθεῖσα καί σου τοῦ φιλτάτου τὴν στέρησιν πικρὸν ἐντάφιον ἐνεγκαμένη· σὺ δὲ πολλοὺς καὶ ποικίλους ἀναμετρήσας βίου πλάνους κατά τε Θρᾴκην καὶ Μακεδονίαν καὶ Τριβαλλοὺς, Περσικοῖς ἔπειτα καὶ σατραπικοῖς ὑπ' ἀνάγκης ἔθεσί τε καὶ δόγμασι κεκοινώνηκας, ὡς καὶ τοσοῦτον περὶ τὸ γένος ἀγνώμονα καταστῆναι καὶ οἴκτου παντὸς ἀλλότριον, ἐγκαταλειφθέντα σε πρὸς θεοῦ, ὥστε καὶ τοὺς τῶν αἰχμαλώτων Ῥωμαίων νεκροὺς καὶ τῶν ἔτι κλαυθμυριζόντων βρεφῶν τὰ σώματα συμπατεῖν, καὶ ἀναλγήτως ἐπιβατεύειν, καὶ μηδὲ τὴν τὰ πάντα βόσκουσαν ἡλίου φλόγα αἰδεῖσθαι, μηδὲ τοὺς αἰθερίους τοῦ θεοῦ κεραυνοβόλους πρηστῆρας, ὡς τὸ εἰκὸς, δειλιᾷν. ἐπιλείψει με διηγούμενον τὸ τῆς χρονικῆς περιόδου τάχος πάντα καθ' ἕνα, ὅσα δι' ἀνάγκην σε πεπραχέναι καὶ ὅσα πεπονθέναι ξυνεῤῥυήκει, δεινὰ καὶ κατάρας ὁμότιμα, διὰ τοὺς μυρίους χειμῶνας καὶ κλύδωνας, ὧν πρόξενος αὐτὸς ξύν γε τῇ μητρὶ κατέστης τῇ τοῦ θεοῦ ἐκκλησίᾳ. Ἄννῃ δὲ τῇ βασιλίδι τί τῶν πάντων ἕτερον ἢ τὰ τοιαῦτα τῆς βασιλείας καθέστηκεν αἴτια ἐκπεσεῖν; ἴσασι γὰρ ἅπαντες, ὡς ὁμοῦ τε τὴν τοῦ Παλαμᾶ δυσσέβειαν ἐστήριξε καὶ αὐθημερὸν τὴν αὐθεντίαν ἀπολώλεκε, τῆς δίκης μὴ ἀνασχομένης ἐνταῦθα μακροθυμεῖν καὶ ὑπερτίθεσθαι παντάπασιν. Ἔπειτα τῆς βασιλικῆς ἐξουσίας καὶ πρὸς σὲ μετενεχθείσης ὀψὲ, ἐπειδὴ τῆς τοῦ θεοῦ παιδείας ἐκλαθόμενος καὶ αὐτὸς, καὶ τῶν Παλαμικῶν ἐκείνων αὖθις ἀντεχόμενος δογμάτων, πᾶσαν ἄδειαν ἐδίδους αὐτῷ τοὺς μὲν ἐξωθεῖν τῶν ἐπισκοπικῶν καὶ πάσης ἐξουσίας θρόνων ἀδίκως καὶ ξύν γε οὐδενὶ λόγῳ, τοὺς δ' ἀντεισάγειν, τὰ χειρόγραφα τῆς ἀσεβείας ἀπαιτουμένους ὁμοῦ καὶ διδόντας πρότερον· οἶσθα ὡς φίλος ὢν ἔγωγε προέλεγόν σοι καὶ διεμαρτυρόμην ἀεὶ, ὡς οὐκ ἀτιμώρητος ἀπαλλάξεις θεοῦ ἀχθομένου, ἀλλὰ λυπηθήσῃ περὶ τὰ φίλτατα, ζημιωθεὶς τῶν παίδων ἕνα τῶν σῶν; οὐδὲ γὰρ ἀπεικὸς ἐκ τῶν φθασάντων ἀκριβῆ με τῶν ἔμπροσθεν γίνεσθαι εἰκαστὴν, ἅτε καὶ ἀκριβῶς, ὅσον τῆς ἀσεβείας τὸ μέγεθός ἐστιν, εἰδότα. βραχὺς παρελήλυθε χρόνος καὶ πεῖραν τὰ προειρημένα εἰλήφει· καὶ ὁ νεώτερός σοι τῶν παίδων μικρὰ νοσήσας ἀπῆλθε. Καὶ ἵνα τἀν μέσῳ παρέλθω, τῆς ὁμοίας ἐχόμενα ἀληθείας, οἶσθα πάλιν, ὡς ἰδίᾳ καὶ δημοσίᾳ σοι παραινῶν οὐκ ἠρέμησα, τῆς τοιαύτης ἀπέχεσθαι δυσσεβείας, ἵνα μὴ χείρων ὁ βίος ἀεί σοι γίνηται. οὕτω πρὸς σὲ φιλικῶς διεκείμην, καὶ οὕτω κηδόμενος διετέλουν. σὺ δὲ οὐκ ἠμέλεις τἀναντιώτατα δρῶν καὶ μελέτας ἄλλας ἐπ' ἄλλαις συντιθεὶς κατὰ τῆς εὐσεβείας, ὡς ἔξω Γαδείρων καὶ Ἀτλαντικοῦ πελάγους βεβυθισμένων τῶν ἐκ θεοῦ σοι κατὰ πόδας γινομένων μαστίγων τε καὶ ἀνταποδόσεων. Τρόπος γὰρ καὶ τοῦτο προνοίας ἐστὶ θεοῦ, κωλύειν τοὺς ἁμαρτάνοντας μυρίαις ἐνταῦθα πληγαῖς, πρὶν κυρωθῆναι τὸν τῆς μελλούσης ἀϊδίου κολάσεως κλῆρον ἐκεῖνον. ἱεροσυλία γὰρ καὶ πορνεία καὶ ἀνδροφόνων ἔργα διαβόητον πρὸς ἁπάντων τὴν ὕβριν εἰλήφει, τῶν τε δρώντων ἅμα καὶ πασχόντων, καὶ πᾶσιν ἄλλοις, οἷς ἀκουστὸν ἐξείη ἂν γίνεσθαι· καὶ οὐκ ἀκόλαστον ἔχειν τοῖς δρῶσιν ἕπεται παντάπασι τὸ συνειδός. πλήττει γὰρ ὡς τὰ πολλὰ ξίφους δίκην αὐτὸ τὰ τῶν ἔργων αἰσχρὰ, αἰδοῖ τῶν ἀνθρωπίνων ὄψεων καὶ τῶν ἀκοιμήτων τοῦ θεοῦ ὀφθαλμῶν· καὶ ἴσμεν πολλοὺς ἐκ μεταμελείας βελτίους τῶν ἀεὶ σωφρονούντων φανέντας· τὰ δὲ τῶν δυσσεβῶν αἱρέσεων ἐγκλήματα, μέγιστα πάντων ἁμαρτημάτων ὄντα, κεκαλυμμένον ἔσχε πως τὸ τῆς κακίας χρῶμα, καὶ ἄδηλον ὡς τὰ πολλὰ τοῖς πολλοῖς καὶ δυστέκμαρτον, καὶ δυσθεράπευτον, ἅτε γραφικῶν προφερομένων ῥήσεων κἀκεῖθεν, ἐκ τῆς ἐναντίας δηλαδὴ μερίδος, εἰ καὶ μὴ ὁμοίως οἷς τὸ εὐσεβεῖν ἕδραιον μεμένηκεν ἐπὶ ταῖς τῶν πατρίων θεμελίων κρηπῖσι. Διὸ τῶν ἁλισκομένων ἐνίους ἀφίησιν ὁ θεὸς τῇ κακίᾳ συμφθείρειν, εἴτε διὰ παιδείαν ἄλλων, εἴτε καὶ διὰ τὸ ἀσύνετον ἔχειν καρδίαν καὶ ἥκιστα διορθοῦσθαι δύνασθαι, εἴτε καὶ δι' ἀμφότερα. οὐ γὰρ ἴσμεν τὰ τοῦ θεοῦ κρίνειν ἀνεξερεύνητα κρίματα. οἷς δ' εὐμενῶς ἔχει διὰ παλαιοτέρων χρηστότητα πράξεων, ἢ δι' ἑτεράττα ὁπόσα τῇ ἐκείνου σοφῇ προνοίᾳ ἀνήρτηται, τούτους δ' ἐμποδίοις παντοδαποῖς καὶ ποικίλοις ἀφιστᾷν ἐπείγεται, ὡς εἰρήκειμεν, τῆς σφαλλομένης ἐκείνης ὁρμῆς, μεῖζον ἢ κατὰ πατέρα φιλότεκνον πρᾶγμα ποιῶν. Ὃ δὴ κἀπὶ σοῦ ξυννενόηκα δρῶντα μὲν ἐκεῖνον, σὲ δὲ παιδείας ἐκείνης τὸ παράπαν οὐκ αἰσθανόμενον. ὃ δὴ καὶ μέσην μοι τέμνει τὴν καρδίαν, ἀφόρητον τὴν ὀδύνην ἐπάγον, δεδιότι μὴ κρατῆρες ὀργῆς ἐκεῖθεν ἀκαθέκτου, κατὰ σοῦ καὶ παίδων τῶν σῶν κενωθέντες, ὄλεθρον ἐξαπίνης δράσωσι παντελῆ. Μὴ δὴ τοὺς τῶν κολάκων λόγους, ὅτι τῷ τῆς γλώττης μέλιτι καταγοητεύουσι τὰ τῆς ἀκοῆς πρόθυρα, τῶν ἐμῶν προτιμᾷν βούλου. οἱ μὲν γὰρ ὠδίνουσι πόνον καὶ λύπας μακράς· οἱ δ' ἐμοὶ κύουσιν ἀληθευούσης εὐφροσύνης καρπούς. λόγοι μὲν γὰρ σοφῶν ὡς βούκεντρα, φησί τις τῶν πάλαι σοφῶν· ἀλλ' οὗτοι σαφῶς εἰσὶν, οἳ τὰς εὐδαίμονας γεωργοῦσι τύχας.»
(Γ.) Ἐμοὶ μὲν οὖν ταῦτα εἰπόντι ὑγιὲς οὐδὲν ἐξ ἐκείνου πυθέσθαι γεγένηταί τι ξύνδρομον τοῖς ῥηθεῖσιν, ἀλλὰ σκολιά τινα ῥήματα, διανοίας καθάπερ ἀρνησαμένης θεσμοὺς καὶ νόμους δικαιοσύνης καὶ ἀληθείας. ἐπεὶ οὖν εἰς πῦρ τε ἔδοξα ξαίνειν καὶ δικτύῳ θηρεύειν ἀνέμους, τάχιστα ἐκεῖθεν ἀπήλλαγμαι, μηδὲν πλέον ἀνύσας, ἢ τοὺς ἐκείνου θυμοὺς παροξύνας κατὰ τοῦ τὰ ὑγιαίνοντα τούτῳ φάρμακα προσάγοντος ἐμοῦ. ἰδοὺ γὰρ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκε διδύμους καὶ τριπλᾶς τὰς κατ' ἐμοῦ μελέτας. εἶτα δεδιὼς, μὴ οὐκ ἔχων ὅπως καὶ ὅθεν ἀρξάμενος ἀμύνεσθαί με τὸν αὐτοῦ Προμηθέα δόξῃ τὸν ἑαυτοῦ θεραπεύειν θυμὸν (οὔτε γὰρ χωρίοις καὶ ἀμπελῶσι καὶ ὕλαις πολυειδέσι προσηλῶσθαι βεβούλημαι πώποτε, οὔθ' ὅσας τε καὶ οἵας βασιλεῖς χορηγοῦσι τιμάς τε καὶ δόξας τῆς ἐμῆς ἐλευθερίας ἀλλάξασθαι ἠνεσχόμην, οὐ μὴν οὐδὲ πλούτου δή τινος τὴν ἀρετὴν ἀμείψασθαι τῶν λόγων· ταῦτα γάρ εἰσι δι' ὧν ἀμύνονται βασιλεῖς τῶν ὑπηκόων οἷς ἔχθονται, ζημιοῦντες ἐκ τοῦ ῥᾴστου), ἐς τὴν αὐτῷ μελετωμένην λοιπὸν ἀνήρτησε τὰ ἡμέτερα σύνοδον λῃστρικήν.
(Δ.) Καὶ ἐπειδήπερ εἰς τελείαν ὁ ἀνὴρ ἐξεῤῥάγη τέως κακίαν, καὶ μάταια τὰ τῶν ἀγαθῶν ἡμῖν ἐλπίδων ἤδη ἐδόκει, ἀπράκτῳ μοι λοιπὸν ἐς τὰ οἴκοι περιειστήκει γίγνεσθαι, τῶν λόγων ἀπεγνωκότι. γενομένοις δ' ἐπ' ἐμαυτοῦ συχνοῖς καὶ ἀλλεπαλλήλοις περιαντλεῖσθαί με κύμασι λογισμῶν ξυνεῤῥύηκεν, οἷα κατὰ τῶν θερμοτέρων ψυχῶν τὰ τῆς ἐκκλησίας τίκτει ναυάγια, ἅτε φάρμακον ἐξ ἀνθρώπων, ταχεῖαν τὴν λύσιν ἐπαγγελλόμενον, ἥκιστα δυναμένῳ λαβεῖν ἐπὶ νοῦν. ὅθεν ὁμόσε χωρεῖν ἐς τὸν δι' ἀθλήσεως ἔγνωκα θάνατον, τῆς τοῦ καιροῦ περιστάσεως εἰς τοῦτ' ἀνάγκης ἡμᾶς περιελαυνούσης· ἵνα καὶ πλείους ὑπάρχοντες ἕτεροι, οἷς μακρὸν καὶ διάπυρον ζῆλον ἐν σπλάγχνων κυοφορούμενον ἔτι μυχῷ περιθάλπουσιν, οὔπω καιρὸν πρὸς ἐπίδειξιν ἐξεγένετο σχοῦσι παῤῥησιάσασθαι τὴν ἀλήθειαν, νῦν γοῦν ὥσπερ ἐμφανεῖ καὶ δημοσίῳ ἐμοὶ χρησάμενοι παραδείγματι, πρὸς ἴσον καὶ αὐτοὶ τῆς εὐσεβείας σφᾶς αὐτοὺς ἐπιῤῥώσαντες σταδιοδρομήσωσι δίαυλον. κἀκ δὴ προοιμίων λοιπὸν, τῶν ἱερῶν καὶ μοναδικῶν ἀνδρῶν καὶ συνήθων μεταπεμψάμενος, τὸ σκέμμα τούτῳ κοινοῦμαι· καὶ ἅμα τήν τε στολὴν ὑπ' αὐτοῦ πρὸς τὸ μοναδικὸν καὶ αὐτὸς, ὡς εἴωθε γίνεσθαι, τέως ἤμειψα σχῆμα· καὶ τοῦ λοιποῦ γε ἐπηγγειλάμην, ἢν μὴ ὁ παρὼν ἡμᾶς ἀπαγάγῃ τοῦ βίου καιρὸς, καὶ τὴν δίαιταν ὡς εἰκὸς μεταθεῖναι, τὴν τῶν βασιλείων ματαίαν διατριβήν τε ἅμα καὶ παῤῥησίαν ὁλοσχερῶς ἀποτιναξάμενον. καὶ ταῦτα μὲν ἐς τόδε ἐκεχωρήκει.

εʹ. Ἄρτι δὲ καὶ τῆς ἡμέρας ἐνεστηκυίας, ἐν ᾗ πρὸς τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας ἐχρῆν ἡμᾶς καθαρῶς ἀποδύεσθαι, πρωΐας ἔτι οὔσης, πρὶν τὰς τῶν ἡλιακῶν εἰς γῆν ἐκχυθῆναι λαμπάδων αὐγὰς, μικρὸν τοῦ δωματίου προκύψας ὁρῶ κατὰ πλῆθος ἰόντας ἡμῖν ἄνδρας λογάδας, καὶ τούτων τοὺς πλείους ἀσκήσει μοναδικῇ διαλάμποντας· οἳ τῶν οἰκείων ἐκ πολλοῦ διωχθέντες, καὶ ἄλλος ἄλλοθι διασπαρέντες, στενὸν καὶ ἀπαράκλητον ἔβοσκον βίον, καὶ τοῦτον ἥκιστα φόβων ἀπηλλαγμένον· ἀλλ' οἱ μὲν τὰ ἴχνη ὧν τε ἐπεπόνθεισαν δεινῶν καὶ ὧν ἐν ἐπαγγελίαις ἡ πεῖρα τέως ἐτίθετο περιφέροντες ἦσαν ἐν τῇ ψυχῇ· οἱ δὲ καὶ τὴν ἀκοὴν ἔναυλον ἔχοντες τῶν καθ' ἡμέραν λοιδοριῶν τε καὶ ἀπειλῶν. ἦσαν δ' οἳ καὶ μᾶλλον ἢ τριακοντούτη διηνυκότες ἄσκησιν, ἐν οἰκίσκοις βραχέσιν ἐγκεκλεισμένοι παντάπασι, τεθνήκασι μὲν τῷ πλείονι μέρει τοῦ βίου, ἧκον δ' ὅμως ἤδη καὶ τὸ λεῖπον τεθνηξόμενοι καὶ τέλει μαρτυρικῷ τὸν ὅλον κοσμήσοντες βίον. ὧν ἐνίους φοράδην ἐσκομιζομένους ὑφ' ἑτέρων ἰδὼν διὰ γῆρας βαθὺ ἐδάκρυσά τε καὶ τοῦ ζήλου τεθαύμακα τὸ σφοδρόν.
(Β.) Ἐπὶ τούτοις καὶ ὁ τῶν Ἐφεσίων διέπρεπεν ἀρχιθύτης· ἀνὴρ πρεσβύτης μὲν, ὀγδοηκοστὸν γὰρ ἤδη παρήλλαττεν ἔτος τῆς ἡλικίας, ἐῤῥωμένος δὲ τὰς φρένας καὶ τὰ αἰσθητήρια πάντα, καὶ μάλα μᾶλλον ἢ κατὰ νεανίσκον. ἐπήνθει δ' αὐτῷ καὶ κόσμιον εἶδος καὶ γλώττης εὔστροφος ἠχὼ καὶ φιλοσοφία συναυξηθεῖσα αὐτῷ, ὅση τε καθ' Ἕλληνας καὶ ὅση τῆς θείας αὐλῆς.
(Γ.) Καὶ ἅμα παρῆν, ᾧ τὰ περὶ τὸ ὄρος τὸ Γάνος χωρία ἐπιτέτραπται διέπειν πνευματικῶς καὶ τὸν ἐκεῖ ποιμαίνειν ἀρχιερατικῶς κλῆρον καὶ λαὸν τοῦ θεοῦ, πολιὰν μὲν ἐπαγόμενος τρίχα, πολιὸν δὲ φρόνημα· καὶ ὅσον τὸν ἔξω φαινόμενον ἄνθρωπον εἶχε ξυντετηκότα, τοσοῦτον ἀνθοῦντα τὸν μὴ φαινόμενον. ὑπερόριος γὰρ τῆς ἐπισκοπῆς, διὰ τὸ μισεῖν πονηρῶν ἐκκλησίας καὶ λοιμῶν ξυναυλίας, ἐκ πολλοῦ γεγονὼς, πάσῃ τῶν ἀναγκαίων αὐθαιρέτῳ στενοχωρίᾳ δαπανῶν διετέλει τὴν ἑαυτοῦ ζωήν.
(Δ.) Τῶν γε μὴν ἑτέρων ἐπισκόπων ὅσοι τὸν ἴσον ᾔεσαν ζῆλον καὶ τρόπον οὐδενί γε ἐς τόδε ξυμπέπτωκεν ἐλλελεῖφθαι. ταῖς γὰρ σφῶν ἐκκλησίαις παρεισφθαρέντων, ὁπόσοι ἀγύρται καὶ βαναυσώδεις καὶ ἄνδρες ἄντικρυς αἱμάτων, ἔξω στῆναι πέπρακται σφᾶς προμηθείας ἁπάσης ὡς ποῤῥωτάτω. ὧν δή που τὰ σώματα, μὴ ἐγκαρτερῆσαι τῇ σπάνει τῶν ἀναγκαίων δεδυνημένα, καὶ ὅσαι ταύτῃ δυσπραγίαι καθάπερ ὁμοφυεῖς τινες τύχαι καὶ κῆρες ἕπονται, πάσης σκληρότητος ἐφόδια λαμπρῶς ἐφελκόμεναι, καὶ ἄλλ' ἐπ' ἄλλοις ἀντλοῦσαι κακίας πολυειδῆ καὶ πολύτροπα ῥόθια, πρὸς τὰς αἰωνίους ἐκείνας καὶ μακαρίας σκηνὰς μετῳκίσθησαν. παρῆν δ' οὖν ἀντὶ πολλῶν κἀκ τῆς Ἀντιοχείας ἐπαρχίας ὁ Τύρου ἐπίσκοπος· ἀνὴρ συνετὸς καὶ πολὺν ἐκ φύσεως τρέφων τὸν ἐς τὰ δίκαια ζῆλον, κἀπὶ τῶν τῆς εὐσεβείας κρηπίδων μάλα ἀκλινὴς αὐτός τε ἱστάμενος καὶ ἄλλους ἐπιῤῥωννύειν ὢν ἱκανός. οὗτος ἐν χεροῖν ἔχων τὰ πάλαι τῷ τὴν Ἀντιόχειαν πατριαρχικῶς διέποντι γεγονότα ψηφίσματα καὶ γράμματα κατὰ τῆς τοῦ Παλαμᾶ δυσσεβείας, καὶ ἅμα ἀπὸ στόματος ἤδη τὴν ἐκείνου κηρύττων γνώμην καὶ θέλησιν, αὐθαιρέτῳ καὶ αὐτὸς ἠκολούθει προθέσει ψυχῆς τοῖς θείοις ἀνδράσιν, οὓς ἐξ ἑωθινῆς πρὸς τὴν ἡμετέραν οἰκίαν ἔφθημεν εἰρηκότες ἀθροίζεσθαι.
(Ε.) Συνῄεσαν δὲ καὶ τῶν ἐλλογίμων ἀνδρῶν καὶ σοφῶν οὐκ ὀλίγοι, πεφραγμένοι καλῶς τοῖς ἐκ τῶν θείων ὅπλοις γραφῶν κἀκ τῶν φαινομένων ἠθῶν εὐθὺς οὐδαμῆ τοὺς ὑπὲρ εὐσεβείας καπηλεύσειν ἐοικότες ἀγῶνας· Δεξιός τε, ὃς λόγῳ καὶ ἀρετῇ τὸν βίον ἀεὶ κοσμῶν ἔδειξε καὶ νῦν ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν οὐδαμῆ ψευδομένην ἔχων τὴν κλῆσιν, καὶ ἅμα Ἀθανάσιος, ἀθανασίας πλήρεις ἔχων τοὺς λογισμούς.
(Στ.) Ἐπὶ τούτοις καὶ ὁ τῶν ἐμῶν εἰσῄει χορὸς μαθητῶν, καὶ οἵτινες ἔτι σφίσιν ἐφοίτησαν, τὸν αὐτὸν ἀγωνισόμενοι τῷ διδασκάλῳ δρόμον. ὧν τὸ πρὸς τοὺς ὑπὲρ εὐσεβείας κινδύνους πρόθυμόν τε καὶ εὐγενὲς καὶ τὴν ἔμπρακτον εὐδοκίμησιν ἱκανῶς δεδειχέναι δοκῶ μοι τοὺς ἐν ἐκείνῳ τῷ μαρτυρικῷ σταδίῳ περιφανεῖς ἀγῶνας καὶ τὰ ἐπιπεπαῤῥησιασμένα τῆς γλώττης σεμνὰ παλαίσματα.
(Ζ.) Καὶ ἵνα τοὺς ἄλλους ἐάσω, οὓς οὔπω καὶ τήμερον ἐς ὄψιν ἰέναι περιειστήκει μοι, παμπόλλους τε ὄντας καὶ πάντας ἀλλήλοις ἁμιλλωμένους τὴν ἀρετὴν καὶ τὸν βίον, καὶ τῆς ἔνδον κατὰ θεὸν ἀγαλματοφορουμένης προθέσεως αὐτάγγελον κήρυκα τὴν τοῦ ἤθους εὐσχημοσύνην αὐτομάτως φάναι προβαλλομένους τοῖς ὅσοι ξύν γε συνέσει καὶ περινοίᾳ σοφῇ θεωροῦσιν· ἐπεὶ τὰ τῆς ὥρας ἤδη ἐνειστήκει, ἐν ᾗ καὶ τὴν ἐς τὰ βασίλεια ἐνδημίαν ἡμῶν γίγνεσθαι ἔδει, οἱ μὲν προὔχοντες ἀρετῇ καὶ συνέσει τοῖς ἄλλοις τὰ παρακλητικὰ τοῦ ἀγῶνος περιεσάλπιζον, ὥσπερ ἐν στρατοπέδῳ.
(Η.) Ἐγὼ δὲ περιβλεψάμενος ἅπαντας «ἡ μὲν προθυμία τῶν συνεληλυθότων», ἔφην, «οὐκ ἀγεννής· ἡ δὲ παράταξις ἀσθενὴς, τὴν τοῦ βασιλέως καὶ χεῖρα καὶ γνώμην μάλα ἀντίπαλον ἔχουσα. βαρύτερον δ' οἶμαι τῶν πάντων ἕτερον εἶναι οὐδὲν τοῖς ὑπηκόοις, ἢ πολέμιον κεκτῆσθαι σφίσιν αὐτοῖς τὸν τὴν αὐτοκράτορα περιζωννύμενον δύναμιν βασιλέα. ἴστε γὰρ ὡς μὴ μόνον αὐτὸς ἑαυτὸν, ὅτι μὴ καὶ οἷς τὰς παλαμναιοτάτας ἐγκαλεῖν ὀφείλομεν ἡμεῖς δυσσεβείας, ἡμῖν χειροτονεῖ δικαστάς· καὶ ἅμα ταῖς ἔξωθεν ἀπειλαῖς ἡμῶν κατασείειν πειρᾶται τὸ φρόνημα καὶ τὸ εὐγενὲς προαναστέλλειν παράστημα τῆς ψυχῆς. καὶ στρατηγοῖς γὰρ ἀγαθοῖς καὶ κυβερνήταις εὖ τὰ θαλάττια ἠσκημένοις, ἢν μήτε ξύμμαχος ὁ καιρὸς καὶ τὰ πνεύματα ᾖ καὶ ἅμα τοῖς σφῶν ἐναργῶς ἀντιπράττῃ σοφίσμασι, μάταιος ἀμφοῖν ἡ σπουδή. καί μοι ἐπὶ γλώττης εἴη τὸ Λεωνίδῃ πάλαι τῷ Σπαρτιάτῃ ῥηθὲν πρὸς τοὺς ξύν γε αὐτῷ στρατευσαμένους κατὰ Περσῶν· ὁπότε δηλαδὴ ἐς τὰ περὶ Θετταλίαν Τέμπη γενόμενος, καὶ τὰς ἐκεῖ δυσχωρίας καὶ τὰ ἔνεδρα προειληφὼς, ἐκάθητο ἐνεδρεύων τε ἅμα καὶ περιμένων κωλύειν τὰ Περσῶν ὅπλα καὶ τὴν Ξέρξου πρὸς Ἑλλάδα διάβασιν. ἐπειδὴ γὰρ κατὰ ποταμοὺς τὰ τῶν πολεμίων ἐκεῖνος ἑώρα στρατόπεδα ἐπιῤῥέοντα, ἐς προὖπτον προὐτρέπετό τε καὶ ἀνεῤῥώννυε θάνατον τοὺς οἰκείους· καὶ “δεῦτε ἀριστήσωμεν ἄνδρες”, ἔλεγεν, “ἵνα ἐν ᾅδου δειπνήσωμεν”· ὅτε δὴ καὶ τριακόσιοι ὄντες αὐτοὶ, μυρίους ἀνελόντες, αὐθήμερον εὐκλεῶς καὶ αὐτοὶ κατεκόπησαν. τοῦτ' οὖν ἐκεῖνο καὶ αὐτὸς ὑπαλλάξας μικρὸν, δεῦτε, πρὸς τοὺς παρόντας ἔφασκον, ἀδελφοὶ, τὸν ἔσχατον ἀσπασμὸν ἀποδῶμεν ἀλλήλοις, ἵνα ἐν ᾅδου δειπνήσωμεν· ἢ μᾶλλον ἐν παραδείσου ξύν γε θεῷ τὸν ἀθλητικὸν ἐρείσωμεν πόδα, ὅπη τὸ μέλι τῆς ἡδονῆς ἀκήρατον εἶναι καὶ ἀδιάδοχον δεδιδάγμεθα. οὐδὲ γὰρ οὐδὲ ἀπαθὲς ἡμῖν ἀπαλλάξειν οἶμαι τὸ ζῇν ἄχρι καὶ ἐς τὴν ὑστεραίαν.»
(Θ.) Ἀπιόντας γε μὴν συχνοὶ τῶν οἰκιῶν ἐκπηδῶντες, ἄνδρες ὁμοῦ καὶ γυναῖκες, εὐφήμοις προὔπεμπον ἡμᾶς ταῖς φωναῖς. ἦσαν δ' οἳ καὶ πάντας φόβους ἀποσεισάμενοι, θαῤῥοῦντες εἵποντο, θαμὰ περιτρέχοντες ἔνθεν καὶ ἔνθεν, σύνδυο καὶ σύντρεις· ἔστι δ' οὗ καὶ κατὰ πλῆθος, καὶ πλείους ἀεὶ ποιοῦντες ἡμῶν· παραπλήσιον ὥσπερ ἂν εἴ τις ποταμῶν τῶν μεγίστων, ἐξ ὄρους ὑψίστου ῥηγνύμενος, οὐ τοιοῦτος μὲν ὑπάρχων ἐκ πηγῶν εὐθὺς, ἐς δὲ τὸ κάταντες ἰὼν, καὶ ἄλλοις ἔτι χειμάῤῥοις καὶ ῥύαξι τὸ ῥεῦμα κοινούμενος, ἐπὶ τοσοῦτον αὔξει μεγέθους, ὡς καὶ ναυσίπορον ὡς τὰ πολλὰ καθίστασθαι. οὕτω κατάδηλος ἅπασιν ἀναμὶξ καὶ νέοις καὶ γέρουσι, καὶ ἀνδράσι καὶ γυναιξὶν, ἡ τοῦ παλαμναίου δόγματος ὑπῆρξε κακία.

στʹ. Ἄρτι δὲ περὶ ὥραν τῆς ἡμέρας καθισταμένην δευτέραν ἐντὸς καὶ ἡμεῖς τῶν βασιλείων γιγνόμεθα· καί τινες τῶν πελεκυφόρων ὁμοῦ καὶ ῥαβδούχων, τῆς ἐνδοτέρας τοῦ βασιλέως ἐθάδες ὄντες, ἡμᾶς θεασάμενοι πόῤῥωθεν, σπουδῇ πρὸς ἡμᾶς ἀφίκοντο, τήν τε πρόοδον ἀναστέλλοντες καὶ αὐτοῦ περὶ τὴν αὔλειον περιμένοντας ἡσυχάζειν κελεύοντες· ἀσχολεῖσθαι γὰρ ἤδη τὸν βασιλέα περὶ θεραπείαν τινὰ κατεσπουδασμένην τῶν Ναζιραίων ἐκείνων καὶ νέων δογματιστῶν, ὅσοι τε περὶ σφᾶς ἐπίσκοποι καὶ ὅσοι πρεσβύτεροι, καὶ πᾶσαν ἁπλῶς εἰπεῖν ἐκείνην ἡλικίαν· εἶναι δὲ τὰ τῆς θεραπείας ἐκείνης οὐκ ἀμβροσίαν καὶ νέκταρ οὐράνιον· ἦ γὰρ ἄν τινες ἦσαν ἀναίμονες καὶ αὐτοὶ, καὶ ἀθάνατοι ἐκαλοῦντο· ἀλλ' εὐωχίαι, καὶ τράπεζαι πολυτελεῖς, καὶ ἀνθοσμίαι, καὶ ἀκρατοποσίας φάναι ἀγῶνες· πρὶν ὑπὲρ τὸν ὁρίζοντα γενέσθαι τὰς τοῦ ἡλίου αὐγὰς, παρασκευασθεῖσαί τε καὶ καρυκευθεῖσαι λίαν ἐπιμελῶς καὶ ἀνενδεῶς, καὶ ὡς τοῖς οὕτω γαστριζομένοις ἁγίοις ἐκ βασιλέως ἥρμοττε πρὸς ἡδονήν· ἵνα τὴν σφίσιν εἰωθυῖαν ἐντεῦθεν, ὡς ἔοικεν, εἴη ἀνειληφόσι τοῦ ἡγεμονικοῦ κάθαρσιν, εὐπλαστότερον οὕτω περ ἐπὶ θεοπτείας ἀνατυπουμένου, θαῤῥαλεώτερόν τε καὶ ἀδεέστερον, ὡς ἀπὸ σκήπτρου, θεμιστεύειν καὶ ἀποδισκεύειν τοὺς λόγους τοῖς ἐφημέροις ἡμῖν, ἥκιστα δυναμένοις ἀπὸ κοιλίας φωνεῖν, ἀλλὰ μόναις ἐγκεκυφόσι καὶ οἱονεὶ προσπεπατταλευμένοις ταῖς πατρίοις βίβλοις, καὶ ταῖς ἐκεῖθεν ἐξηρτημένοις εἶναι, καθάπερ ἀδαμαντίναις ἀεὶ σειραῖς, νομοθεσίαις δογματικαῖς.
(Β.) Καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον· καὶ ἡμεῖς ἄλλος ἄλλοθι τῆς βασιλείου ἐκείνης αὐλῆς, κατὰ συζυγίας τινὰς καὶ δεκάδας, ἐκ διαστήματος ἠρέμα καὶ βάδην σκιδνάμενοι περιπάτῳ ἐχρώμεθα, καθάπερ οἱ ἐν Ἀκαδημίᾳ πάλαι Σωκρατικοί· πλὴν ἢ ὅτι τὰ θεῖα τῆς ἐκκλησίας ἡμῖν ἐπὶ στόματος ἦσαν δόγματα. ἦσαν δ' οἳ καὶ ὡς ἔτυχεν ἐπ' αὐτοσχεδίου ἐκάθηντο, οὐκ ἐπὶ ποταμοὺς Βαβυλῶνος, πρὸς Ἀσσυρίαν πόῤῥω πατρίδος αἰχμάλωτοι ἀπαγόμενοι· ἀλλ' ἐπὶ γῆς ἀλλοτρίας, εἰπεῖν, ἀλλοτρίοις δόγμασι χρῆσθαι καὶ προσκυνεῖν ἀναγκασθησόμενοι. διὸ καὶ αὐτοῦ περιμένοντες τὸ πολὺ διετετελέκειμεν τῆς ἡμέρας ὕπαιθροι, ἅμα τῷ ἡλίῳ καὶ ταῖς θεριναῖς ἐκείναις ἀκμαῖς τῆς αἰθερίας καμίνου φλεγόμενοι, ἔνδον τῶν θεωρητικῶν ἐκείνων εὐωχουμένων ἀνδρῶν μυστικώτερον.
(Γ.) Ἄρτι δὲ τοῦ ἡλίου περὶ σταθερὰν ἀκριβῶς γενομένου τὴν μεσημβρίαν, ἐπὶ τὸν Ἀλεξίῳ πάλαι τῷ βασιλεῖ δομηθέντα μετῄεσαν τρίκλινον· ἔνθα δὴ προκειμένων τῶν βάθρων, οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι συνῄεσαν ἅμα τῷ βασιλεῖ, συνδιασκεψόμενοι, πρὶν ἡμᾶς εἰσιέναι, τὰ πάλαι πολλάκις μελετηθέντα τε καὶ συσκευασθέντα βουλεύματα καθ' ἡμῶν, πῶς ἂν ἐπὶ καιροῦ νῦν εἰς πέρας ἄγειν εἴη αὐτοῖς εὐπετῶς τε καὶ ὡς ἂν τοῖς παροῦσιν ἀκροαταῖς ἀγνοηθείη, λαθόντα ὅτι ξὺν δόλῳ πέπρακταί τε καὶ δεδραματούργηται πολυετεῖ. εἰσῄειμεν δ' οὖν ὀψὲ καὶ ἡμεῖς, τῶν θυρωρῶν καλεσάντων. καὶ ὁ βασιλεὺς εὐθὺς τῷ εὐαγγελίῳ παρακειμένῳ προσκύνησιν ἀπονείμας βραχεῖαν, ἡμῶν γε εἵνεκα, πολλὰ πολλάκις τὰς τῆς θείας καὶ οἰκουμενικῆς ἕκτης συνόδου προτεθῆναι πράξεις ἀπαιτούντων, κατὰ τὴν ἐκεῖ τοῦ τότε βασιλέως κατάστασιν, καὶ τοὺς ὅρκους γενέσθαι καὶ νῦν ἐφ' ἡμῶν· ἔπειτα αὐτός τε ἐκάθισε καὶ ἅμα ὁμοῦ τοῖς ἄλλοις καθεσθῆναι προὐτρέψατο καὶ ἡμᾶς.
(Δ.) Λέγειν δ' ἀρξάμενος παρεμίγνυ τοῖς λεγομένοις καὶ ὅρκους διεσπασμένους τινὰς καὶ αἰνιγματώδεις, ἐπαρώμενός πως ἑαυτῷ καὶ τέκνοις ὄλεθρον, εἰ τῷ ἑνὶ μέρει πρόσθοιτο τὴν γνώμην ὁποσονοῦν. καὶ ἦν, ὡς ἔδειξεν ἐπὶ τῶν ἔργων, διλήμματα τὰ φθεγγόμενα· καὶ πῶς μὲν οὔ· τῷ Παλαμᾷ τὰ ἴσα πνέων ἐξ ἀρχῆς, καὶ νύκτωρ καὶ μεθ' ἡμέραν προὐργιαιτέραν τῶν ἀνὰ χεῖρας ποιούμενος δημοσίων τὴν αὐτοῦ ὁμιλίαν, καὶ ταῦτα συῤῥάπτων καθ' ἡμῶν καὶ συσκευάζων δίκτυα, κἀμοὶ λογικῶς μαχόμενος ἰδίᾳ καὶ δημοσίᾳ βιαιότερον ἢ κατ' αὐτὸν εἰπεῖν Παλαμᾶν; εἰ οὖν τὸ ἡμέτερον ἔβλεψε μέρος ἐκεῖνος, ᾧ τὴν γνώμην ἥκισθ' ὑπισχνοῖτο προστίθεσθαι, εὐώρκησε μέν· ἀπολωλέναι δ' ὅμως πέπραχε τὴν ἑαυτοῦ ψυχὴν, εἰς Ἡρώδην τὸν πάλαι τὴν μίμησιν ἄντικρυς ἀνενεγκὼν, ὃς προφητοκτόνου πρόβλημα κακίας τὸν ὅρκον πεποίηται. εἰ δὲ πρὸς οὐδέτερον βλέπειν ἐνῆν τοῖν μεροῖν τὴν τοῦ ὅρκου διάνοιαν, ἀλλ' ἰσόῤῥοπα ἐπ' ἀμφοῖν τὰ τῆς γνώμης ἐκρέματο τάλαντα, τοῖς δ' ὀμωμοσμένοις ἥκισθ' ὕστερον ἐνέμεινεν, ὡς ἔργοις ἔδειξεν αὐτοῖς, καπηλεύσας ἐπὶ θεάτρου τοσούτου τὴν δίκην, τὰς τῆς ἐπιορκίας οὐκ ἄν ποτε λοιδορίας ἐκφύγοι, ἑαυτὸν ἐπίορκον αὐθαίρετον πεπραχώς.
(Ε.) Ἑαυτοῦ γὰρ τὴν τοῦ Παλαμᾶ λογιζόμενος ἧτταν, ἔπειτ' ἰδὼν, ὡς οὐκ ᾤετο, κατὰ κράτος τοῖς ἡμετέροις ἡττώμενον λόγοις, πρύμναν τε ἐν μέσῃ πορείᾳ ἐκρούσατο καὶ ῥίψας τὴν ἀλωπεκῆν εὐθὺς τὴν ἀρκτικὴν μετενέδυ, καὶ ἄλλος ὅλος ἐξ ἄλλου καθίστατο, μηκέτι καθεκτὸς εἶναι δυνάμενος, ἀλλὰ βοῶν καὶ ἀπειλῶν, εἰ μὴ σιγῴημεν· μηδὲ γὰρ ἀνέχεσθαι τῶν οἴκων ἐντὸς τῶν αὐτοῦ, λέγειν μὲν βουλομένων ἡμῶν, αὐτοῦ δ' ἀκούειν ἥκιστα δεχομένου· καθάπερ αὐτὸς ἐκλαθόμενος ἑαυτοῦ καὶ τῶν ὅρκων ἐκείνων, καὶ μήτε τοῦ ξυνόντος πλήθους τὸ συνειδὸς μήτε τὰς τῆς γνώμης κρίσεις ὅλως αἰδεσθεὶς ἐκείνων, ἐφ' οἷς ἡλίσκετο μάλα ἐπ' αὐτοφώρῳ ψευδόμενός τε καὶ ἀδικῶν. ὃ μὲν γὰρ ἦν, οὐκ ἦν· ὃ δ' οὐκ ἦν, ἦν· ἀντὶ μὲν βασιλέως, τύραννος ἀκραιφνής· ἀντὶ δὲ δικαστοῦ, κατήγορος καὶ διώκτης ἡμῶν ἀπροφάσιστος. οὕτως ἐγκαταλειφθεὶς ἀπὸ τῆς τοῦ θεοῦ δεξιᾶς ὁ ταλαίπωρος ἐξέστη τε ἑαυτοῦ καὶ τοῖς ὁρῶσιν ἄθυρμα λαμπρὸν ἐγίνετο πρός τε τοῦ τρόπου πρός τε τῶν λόγων καὶ ἅμα τοῦ μειρακιώδους ἤθους ἐκείνου.

ζʹ. Ἀλλ' ἐπειδήπερ οἱ πλείους, φιλιστοροῦσαν καὶ φιλήκοον κεκτημένοι ψυχὴν, πρόσω ἰέναι ἡμᾶς οὐκ ἐῶσι, πρὶν ἐς εὐρύτερον τὴν τῶν ἐκεῖ παραθεῖναι λαληθέντων τε καὶ πραχθέντων ἀφήγησιν, ὑπόδειγμα τῷ βίῳ χρηστὸν ἀθλητικῆς ἐνστάσεως, καὶ οἷς ὑπὲρ τῶν θείων ἔνεστι δογμάτων ζώπυρον καιροῦ καλέσαντος ἀγωνίσασθαι· φέρε, τὰς τῆς κεφαλῆς ἀλγηδόνας ἐν δευτέρῳ τῆς τῶν φιλαρέτων ἀνδρῶν ἐφέσεως θέμενοι λέγωμεν, ὁπόσον οὕτως ἔχουσιν ἐφικτὸν ἂν εἴη. εἰ γὰρ ὑγιῶς ἔχουσιν οὐκ ἄν ποτε γένοιτο λέγειν ἀθρόον ἅπαντα συνελόντας, σχολῇ γ' ἂν εἴη δήπου, καὶ χρόνῳ καὶ κεφαλῆς ἀλγηδόσι τοσαύταις, καὶ ἅμα ταῖς νῦν παρεισπεσούσαις διὰ τὴν τῶν δογμάτων καινοτομίαν λύπαις δαπανωμένοις, λέγειν ἅπαντα κατ' ἴχνος ἰόντας· ὅτε γάρ μοι πρὸς εὐρωστίαν εὖ πεφυκέναι ἐνῆν τὴν τῶν αἰσθητηρίων ἀκμὴν, οὐχ ὁ νῦν καιρός· ὅτε δ' ὁ νῦν καιρὸς, οὐκ ἐκείνως ἔχειν συμβαίνει.
(Β.) Καὶ εἰ μὴ τετυφῶσθαι δοκοίην ἐνίοις, ἔξεστι τὸ πεφυκὸς τἀληθοῦς ξυνορᾷν κἀκ τῶν ἀγώνων, οὓς διηντλήκαμεν, ἐκ Καλαβρίας ἤδη πρῶτον ἐπιδεδημηκότος κἀμοὶ πρὸς ἔριν συμπλακέντος Βαρλαὰμ ἐκείνου· ὃς πολλὴν ἐπαγόμενος κατὰ τῆς κοινῆς τῶν Ῥωμαίων σοφίας ὀφρὺν τότε πρῶτον ᾔσθετο μάτην ἀκούων σοφὸς, τὰς τῆς σοφίας κέδρους ἐκείνης ἐξαίφνης ἀφαιρεθείς· καθάπερ πεύκη καὶ κυπάριττος, ὁπότε σφᾶς ἀπογυμνοῖ τῆς κόμης ὑλοτόμου βρίθουσα παλάμη. ἃ πάντα καὶ γραφῇ δεδωκότες στήλην τῆς ἐκείνου κακίας τῷ χρόνῳ παρέσχομεν. ἐῶ λέγειν οὓς ἐν ταῖς ἱστορίαις τῶν γιγνομένων, ἃς καὶ αὐτὰς γραφῇ παρεπέμψαμεν ἐς τὸ μονιμώτερον, κατεβαλόμεθα πόνους, καὶ οὓς ἐν τοῖς ἀντιῤῥητικοῖς τε καὶ στηλιτευτικοῖς, ἄλλοτ' ἄλλοθεν ἀναφυομένων παντοδαπῶς ἀντιπάλων τῆς ἀληθείας· καὶ πρός γε ὅσους ἐν ἐξηγήσεσι τῶν ἐς τὸ γριφωδέστερον τοῖς παλαιοῖς εἰρημένων ἐνεδειξάμεθα.
(Γ.) Διὰ δὴ τῶν τοιούτων πόνων οἱ τοῦ τὰ πάντα μαραίνοντος ὀδόντες χρόνου παρατρώγουσι προσιόντες ἠρέμα καὶ κατὰ μικρὸν, καὶ τὸ ὑγιαῖνον τοῦ σώματος ὑπορύπτουσιν, ἔχοντες ὁμοῦ καὶ τὴν τῆς ἁρμονίας δανείστριαν φύσιν συνέκδημον φορολόγον, ἀναφυομένην ὀψὲ καὶ αὐτὴν δραστικώτερον καὶ βιαίως δάνειον ἀπαιτοῦσαν· καὶ νῦν μὲν τὰς τῶν ὀμμάτων αὐγὰς ἀμβλύνουσαν, νῦν δὲ τὴν συνδετικὴν τῶν τε χειρῶν καὶ γονάτων ἀναλυτικὴν ἁρμονίαν καθίζουσαν ἔφεδρον· καὶ ταῦτα μὲν ὅτε μᾶλλον, εἴπερ ποτ', ἐχρῆν τήν τ' οἰκείαν εἰς τὸ ἀκμαιότατον ἔχειν δύναμιν καὶ ἅμα, εἴ τις ἦν μηχανὴ, κἀκ τῶν ἔξωθεν ὁπόθεν δήποτε προσκτᾶσθαι ζητεῖν. οὐ γὰρ Κουρῆτές τ' ἐπίκουροι καὶ Αἰτωλοὶ μενεχάρμαι γέροντί μοι πολεμοῦσιν ἤδη πρόσφατον πόλεμον, καὶ μέχρις αἵματος ὁρωμένου σαλεύοντα τὸ τοῦ δρόμου φιλότιμον· ἀλλ' ἐπέθεντό μοι δράκοντες ἐξ ἀφανοῦς, καὶ κραταιοὶ ἐζήτησαν τὴν ψυχήν μου, τὰς φονευτρίας χεῖρας ἐν σκοτομήνῃ βάλλοντες καὶ ἀναίμακτα παρέχειν ἐπειγόμενοι τραύματα· ὃ καὶ μᾶλλον χαλεπωτέρας ἐμοὶ προξενεῖ τὰς ὀδύνας. ἀναίμακτα γὰρ κἀμοῦ κατ' ἐκείνων τελοῦντος τὰ τρόπαια, δυσδιάγνωστον τοῖς τῶν ἔξωθεν ὁρώντων πολλοῖς συμβαίνει τὴν κρίσιν καθίστασθαι, καὶ μάλα τοι εὐδιάβολον τοῖς ἡμῶν διώκταις. τοῖς μὲν γὰρ οὐκ εἰδόσιν οἰκονομεῖν ἐν κρίσει τοὺς λόγους, λῆρος ἅπαν νενόμισται πίστεως καὶ δογμάτων μυστήριον· οἷς δ' εἰδέναι πρόσεστι, καὶ ἀλλάττεσθαι δι' ἀνάγκην συμβαίνει. πειράσομαι δ' οὖν ὅμως ὅσον ἐφικτὸν, ὡς εἴρηται, τὴν τῶν φιλοθέων ἐκείνων ἀνδρῶν ἐκπεραίνειν αἴτησιν, ἡγεμόνας τῆς ἐμῆς προστησάμενος γλώττης τὰς περὶ θεὸν ἐλπίδας· ὑπὲρ οὗ καὶ τὴν ἀθλητικὴν ταυτηνὶ διαπλέομεν θάλασσαν.
(Δ.) Ἀξιῶ δ' ἔγωγε, μηδένα τῶν ἐντυγχανόντων πρόχειρον εἰς τὰς καθ' ἡμῶν λοιδορίας ἔχειν τὴν γλῶτταν, εἰ παρ' ὅλην μικροῦ τὴν ἱστορίαν, ὅσα μὲν φύσει τε καὶ προαιρέσει προσῆν ἐγκλήματα τῷ βασιλεῖ, σιγῇ κρύψαντες, ἐπαίνοις τὸ πλεῖον διὰ φιλίαν ἐχαρισάμεθα, καὶ ἅμα διὰ τὸ σύνεργον καὶ συλλήπτορα τῶν τῆς εὐσεβείας ἔχειν ἀγώνων αὐτὸν, βασιλέα τε ὄντα καὶ τὸ πᾶν ἐν τῇ χειρὶ τῆς νίκης καρπούμενον διὰ τὴν ἀρχήν· νῦν δ' ἀνακαλυπτήρια παρὰ πᾶσαν προαίρεσιν θύειν, ὡς εἰπεῖν, ἥκιστα πάντων ὀκνοῦμεν. πρῶτον μὲν γὰρ αἰδοῖ τῶν συνόντων τῇ ἀκροάσει καὶ ἡμῖν ἀγωνιζομένοις, ὑπὲρ τοὺς τετρακοσίους που πάντως ὄντων, ἀνδρῶν εὐγενῶν ἀναμὶξ καὶ τῶν ἄλλως ἐχόντων, καὶ ἅμα βασιλίδων, καὶ ὅσαι συνῄεσαν ἄλλαι τῆς φήμης δημαγωγούσης, γένους καὶ αὐταὶ καθ' ἕτερον λόγον τὰ πρῶτα φέρουσαι, λαλεῖν τὴν ἀλήθειαν εἶναι χρεὼν, μὴ προφανῶς αὐτοὶ ἑαυτοῖς καταγνώσεως οὐ μάλα τοι ἐλαχίστης αἴτιοι καθιστῶμεν καὶ τὰ τῆς ἐκείνων χλεύης ἑκόντες ἐφ' ἑαυτοὺς ἑλκύσωμεν δίκτυα. δεύτερον δὲ κἀπὶ μὲν τῶν ἄλλων ἁπάντων, εἰ φιλίᾳ τις χαρίζεσθαι θέλων, ἔπειτ' ἐνίοτε καὶ ἐνιαχοῦ ψευδόμενος φαίνοιτο, συγχωροίη ἂν οἶμαί τις ἴσως, ὅστις ὁμοίαις ἐμπέπτωκε τύχαις καὶ πείραις· οὗ δὲ θεὸς τὸ κινδυνευόμενον, εἰ ἐγκαλύπτεσθαί τις ὁπώσποτε βούλοιτο, πάντων οἶμαι ταῖς γλώτταις ἠκονημέναις ἐξ αὐτομάτου πρὸς τὰς αὐτοῦ λοιδορίας ἐντυγχάνειν· καὶ ὁ πάντα τἄλλα ἐπιεικέστατος, εἰ μὴ λάλος ἐνταῦθα βούλοιτο γίγνεσθαι καὶ γλώτταις ὅλαις τἀνδρὶ νεμεσᾷν, ἀλλὰ φείδοιτο λοιδορίας ἡστινοσοῦν, θαυμάζοιμ' ἂν αὐτὸς, εἰ μὴ ἐς ἀβύσσους αἰσχύνης καὶ πυθμένας γίνοιτο ὑποβρύχιος, ὅστις ποτὲ ἂν ᾖ, χαλεπὸν ἀεὶ γειτόνημα τὸν τοῦ συνειδότος κτησάμενος πέλεκυν. τοσούτου τοίνυν Ὀλύμπου δεινῶν ἐπισειομένων ἡμῖν, εἰ ψεύδεσθαι βουληθείημεν, ἐνταῦθα μάλα μᾶλλον ἀνάγκη, τἄλλα παρατρέχοντας, καὶ πρὸς θεὸν μόνον ὁρῶντας, λαλεῖν τὴν ἀλήθειαν. ἔπειτ' οὐδὲ παράδοξον ἄλλως, ἐν τοῖς ἄλλοτ' ἄλλως ῥέουσι καὶ φερομένοις πράγμασι, καὶ ἀόριστον ἀνύουσι πλοῦν, τὸν αὐτὸν νῦν μὲν τὸ ἐπιτυχὲς καρποῦσθαι, νῦν δ' ἐν τῷ κλήρῳ τῶν ναυαγούντων ἀπροσδοκήτως ῥιπτεῖσθαι. τούτου δ' οὕτως ἔχοντος, οὐκ ἂν δικαίως αἰτίαν φεροίμεθα, εἰ τῆς ἀληθείας καὶ ἡμεῖς ἐν τῇδε τῇ βίβλῳ τὴν βελτίστην εἰσάγοντες πρόνοιαν τοὺς αὐτοὺς νῦν μὲν τοῖς ἐπαίνοις ἐξαίρομεν, ὅπη μὴ τοὺς ἀκούοντας βλάπτεσθαι περιγίνοιτο· νῦν δὲ τἀναντιώτατα δρῶντες φαινοίμεθα.
(Ε.) Ἔτι καὶ τοῦτο τοῖς εἰρημένοις προσκεῖσθαι χρεὼν ἐνταυθοῖ. οἶμαι γὰρ τῶν ἁπάντων οὐδένα δικαίως ἐμοὶ νεμεσᾷν, εἰ περὶ θεοῦ καὶ τῶν πατρίων τῆς ἀληθείας δογμάτων κινδυνευόντων ἀπὸ τοῦ ἴσου διαλεγοίμην τῷ βασιλεῖ, πάντας καθάπαξ ἀποκρουσάμενος κολακείας λόγους, καὶ μηδεμιᾷ τὸν τῆς διανοίας κάλαμον βάπτειν δειλίᾳ καὶ συστολῇ βουληθεὶς, μηδ' ὑφεῖναι μηδαμῆ τοῦ τόνου μέχρι τελευτῆς αὐτῆς. κακοδαίμονα γὰρ ἐγὼ τὸν τοιοῦτον καλεῖν οὐκ ἄν ποτ' ὀκνήσαιμι, ὃς ἐν δευτέρῳ τῶν ἐνυπνίων τοῦ βίου τὰ θεῖα τιθέμενος οὔτε τοὺς τῆς δίκης αἰδεῖται θρόνους, οὔτε μὴν τοὺς αἰθερίους δέδιε θεοῦ πρηστῆρας. ἐν γὰρ τοῖς περὶ θεοῦ καὶ τῶν θείων δογμάτων ἀγῶσιν αὐτὸν μόνον ἡγεῖσθαι δεῖν βασιλέα, τοὺς δ' ἄλλους ἐπίσης ὁμοδούλους ἅπαντας, πλουσίους ἀναμὶξ καὶ πένητας, βασιλεῖς τε καὶ ἰδιώτας, καὶ ὅσοις τοῦ θιάσου καὶ τῆς χορείας ἐκείνης μετέχειν ὁπώσποτε συμπίπτει.

ηʹ. Ἑβδόμην μὲν οὖν ἦγε καὶ εἰκοστὴν ὁ μάϊος μὴν, ἐν ᾗ συγκαλεῖν ἡμᾶς δεδογμένον γέγονε βασιλέα πρὸς ἣν ὠνόμαζε σύνοδον. ἀρξάμενος δ' ἄνωθεν διεξῄει, πῶς διαβόλῳ προὐργιαίτατον ἀεὶ πολεμεῖν ἀνθρώποις, ὥσπερ τινὰ κλῆρον εἰληφότι λαμπρὸν, ἀφ' οὗ τῷ προπάτορι συμπλακεὶς ἐστήσατο τρόπαιον· καὶ δι' αὐτό γέ τοι θεὸν ἐθελῆσαι τὴν ἀνθρωπείαν ἀναδεξάμενον φύσιν δι' αὐτῆς ὁδοὺς ἡμῖν ἀγαθὰς ὑποδεῖξαι, δι' ὧν ῥᾷστον ἂν εἴη τοῖς γε ἐθέλουσι τὸν ἀντίπαλον κατασείειν· εἶθ' ὅπως καὶ ὁ διάβολος, ἑτέραν αὖθις τραπόμενος, εἰδωλολατρείαν εἰσήνεγκεν ὁμοῦ ταῖς ἄλλοτ' ἄλλαις αἱρέσεσι, κατά τε τῆς τοῦ θεοῦ ἐκκλησίας καὶ τῶν δογμάτων αὐτῆς· ὅπως τε θεῖαι καὶ ἱεραὶ κατόπιν συγκροτούμεναι σύνοδοι τὰ τοιαῦτα τῆς ἐκκλησίας νοσήματα ἐθεράπευον· καὶ ἐπὶ τούτοις ὅπως καὶ ἐφ' ἡμῶν Βαρλαὰμ τὸν Λατινόφρονα, τὸν ἐκ Καλαβρίας ὁρμώμενον, ἤνεγκεν ἐπὶ πονήρῳ τῆς ἡμετέρας εἰρήνης, ἄνδρα σοφὸν μὲν, ἐριστικὸν δέ τινα καὶ κενοδοξίας ἡλικιώτην· ὃς ἐπεὶ τὰ μὲν πρῶτα συμβεβληκὼς ἑτέραν καὶ περὶ σοφίας ἠγωνισμένος ἐπίδειξιν ἥττηταί τε καὶ τῆς νικώσης οὐ μάλα ἀσμένως ἐκείνοις παρακεχώρηκε, καθ' ὧν εὐδοκιμεῖν ἐδόκει μάλιστα, δεύτερον πλοῦν τῶν δογμάτων τοῦ Παλαμᾶ συνεπλάκη, διθείας τε ἔγκλημα προστριβόμενος καὶ ὁπόσα τῷ τοιούτῳ ἐποικοδομεῖσθαι ἕπεται θεμελίῳ. καὶ ἵνα μὴ διατρίβωμεν ἐπὶ τοῖς οὕτω προδήλοις, ἐξέσται τοῖς βουλομένοις ἐκ τῶν τότ' ἐπὶ τούτοις τομογραφηθέντων τῇ ἐκκλησίᾳ τοῦ θεοῦ καὶ τῷ τηνικαῦτα πατριαρχεύοντι ψηφισμάτων μανθάνειν τὸ καθεστώς. ἐκείνου γε μὴν ὁπώσποτ' ἀπιόντος, ἕτερός τις διαδεξάμενος τὰς ἐκείνου κατὰ τοῦ Παλαμᾶ λοιδορίας, Ἀκίνδυνος ὄνομα, τὴν ὁμοίαν ἐκείνῳ καὶ αὐτὸς καταδίκην ὑφ' ὑμῶν εἰλήφει τε καὶ ἠλάθη. νῦν δ' ἀναστάντες, οὓς οὐκ οἶδα πῶς ὀνομάσας ὀρθῶς ἂν φάναι δόξω, τὰ αὐτὰ καὶ οὗτοι τῷ Βαρλαὰμ κατὰ τοῦ θείου φθέγγονται Παλαμᾶ. ὧν αἴτιον τὴν ἐμὴν ἔπεισιν οἴεσθαι πραότητα, ᾗ χρώμενος ἄχρι καὶ ἐς τὴν τήμερον διετέλεσα. ἀλλ' οὐ χαιρήσουσιν ἔτι διαγρηγορήσαντος ἐμοῦ καὶ τὴν ἐκ θεοῦ δεδομένην μοι χεῖρα καὶ κρίσιν ἔς γε τὸ τῆς εἰρήνης χρήσιμον ἀνειληφότος αὐθεντικῶς. δῆλον γὰρ εἶναι τοῖς ἅπασιν οἶμαι, μηδένα τῶν πάντων εἶναι, ᾧ πρό γε ἐμοῦ, βασιλέως ὄντος, τὰς τοιαύτας εὐθύνειν προσήκει δίκας· ἢ ποῦ τῇ βασιλείᾳ τὸ εὔδαιμον φυλάττοιτο, τὸ κρίνειν οὐκ ἐχούσῃ τοὺς ὑπηκόους; ἢ τῷ ποτε διοίσει δεσποτεία δουλείας, τῆς κρίσεως τῶν πραγμάτων οὐκ ἐφ' ἑνὸς ἱσταμένης, τοῦ τὴν ἀρχὴν ἔχοντος καὶ δυναμένου μετ' ἐξουσίας αὐτοκρατορικῆς τοὺς μὲν τῆς πλεονεξίας κωλύειν, τοῖς δὲ τὸ ἐνδέον ἐπανισοῦν. πολλοῦ μεντἂν ἦν ἀξία δικαστικὴ βασιλείας κεχωρισμένη, εἰ δικάζοντος ἄλλου τὸ κελευόμενον ποιεῖν ἐχρῆν βασιλέα. τούτου δ' οὕτως ἔχοντος, ἐρέσθαι βούλομαι πρότερον ἐν βραχεῖ τουτουσὶ, δυοῖν θάτερον ἑλομένους ἁπλῶς ἀποκρίνασθαι. εἰ μὲν γὰρ τοῖς ἅπαξ δεδογμένοις κατὰ τοῦ Βαρλαὰμ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ στέργοιεν, μηδὲν πλέον ἐρίζοντες, ὁμοφρονοῦντες ἔστωσαν ἡμῖν τοῦ λοιποῦ, καὶ κοινῇ τὸν Βαρλαὰμ ἀναθέματι παραπέμπωμεν. εἰ δ' οὖν τοὐναντίον πρόδηλον, καὶ ὡς ὁμόφρονας ἐκείνῳ λοιπὸν τῆς αὐτῆς ἐκείνῳ καταδίκης ἀξιοῦν καὶ αὐτοὺς ἡμῖν ἕψεται. καὶ εἰ μὴ σὺν δίκῃ ταῦτα λέγω, τὴν μέσην ἰὼν ἀπαρεγκλίτως ὁδὸν καὶ μηδαμῆ τῷ ἑνὶ προστιθέμενος μέρει, ὄλεθρον εἴη κύριος ἐπάγων ἐμοί τε καὶ παντὶ τῷ γένει τοὐμῷ προφανῆ· εἰ δ' οὖν, ἐλεγχέτω τις παρελθὼν, εἴ τι τοῖς ἐμοῖς λεγομένοις εὑρίσκοι διεφθορὸς καὶ ἥκιστα τὴν τῆς ἐκκλησιαστικῆς ὁμονοίας ἐπισπεῦδον κατάστασιν.
https://byzantium.gr/

ΛΟΓΟΣ ΙΘ’.

αʹ. Ἐκείνῳ μὲν οὖν ἄλλα μεταξὺ παρενείραντι πλεῖστα, τὸν αὐτὸν ἐλαύνοντα δρόμον καὶ τρόπον, ἐνταυθοῖ που τὸν λόγον καταλελυκέναι συμπέπτωκεν, αὐθημερὸν βουλομένῳ τὴν ὅλην ὑπόθεσιν καταστήσασθαι. τοῦτο γὰρ εἶναι τῷ Παλαμᾷ καὶ αὐτῷ βασιλεῖ τὸ σκοπιμώτατον, ἐν βραχεῖ μακρῶν ἑαυτοὺς ἀπαλλάττειν ἐνθυμουμένοις πραγμάτων. σιωπῆς τοιγαροῦν γενομένης, καὶ τῶν ἑταίρων ἁπάντων ἀφορώντων εἰς ἐμὲ καὶ λέγειν προτρεπομένων, ἐπεὶ τὸ συγκεχωρηκὸς ἐξ ἑκατέρων ἐγὼ τῶν μερῶν εἰλήφειν, ἔλεξα τοιάδε.
(Β.) «Ἐπειδήπερ, ὦ βασιλεῦ, καὶ πράξεως ἁπάσης καὶ λόγου παντὸς ἡγεῖται σκοπὸς (τούτου γὰρ ἐκτὸς καὶ λόγος ἅπας μάταιος καὶ πρᾶξις πᾶσα), πυθέσθαι πρότερον ἐχρῆν ἡμῶν τὸν τοῦ παρόντος συλλόγου σκοπόν· εἶτα τοὺς λόγους πρὸς ἐκεῖνον εἰσάγειν ἐκτεινομένους. καὶ τοξότας γὰρ ὁρῶμεν οὐ τοῦτο καὶ κυβερνήτας οὐ πρός γε τὸ τοξεύειν ἢ πλεῖν τὸν σκοπὸν ἔχοντας μόνον, οὐδὲ τοῦτο βουλομένους ἁπλῶς· ἀλλ' οὗ ἕνεκα τό,τε τοξεύειν ὁ τοξότης καὶ τὸ πλεῖν ὁ κυβερνήτης ἐνεστήσαντο· ὡς ἐὰν μὴ τοῦτό γε ᾖ, μάταιος ἀμφοῖν ἡ σπουδή. τίς γὰρ ὄνησις μοχθεῖν εἰκῆ καὶ ναυαγίοις καὶ κύμασι χειμερίοις ὡς τὰ πολλὰ παραβάλλεσθαι, μή τινος ὠφελείας καὶ κέρδους τῷ σκοπῷ καὶ προθέσει προβεβλημένου; ὅμως ἐπειδήπερ ἔκ τινων ἰχνῶν τῆς σῆς ξυνήκαμεν δημηγορίας, ἐκ ποδῶν τὰ τῆς ἐκκλησίας γενέσθαι ναυάγια τὸν σκοπὸν τῆς παρούσης εἶναι σπουδῆς, πρὸς τοῦτ' ἀνάγκη καὶ τοῦ ἡμετέρου λόγου τὸν σκοπὸν καὶ τὰς ἡνίας ἰθύνειν. ἐπειδὴ γὰρ οὐχ ἥκομεν ἐθελονταὶ, ἀλλ' ἤχθημεν οὐ μάλα ἐθελονταὶ, καὶ ἡμᾶς ἀνάγκη τὸν τοῦ λόγου δρόμον ἰθύνειν, οὐ πρὸς ἃ τὸ βουλόμενον ἡμῖν ὑφηγεῖται, ἀλλὰ πρὸς ἅπερ ἡ τὸ κράτος ἔχουσα χεὶρ καὶ γλῶττα βιάζεται, καὶ δεικνύειν μέχρι ποῦ βασιλεῦσιν ὑπείκειν χρεὼν καὶ μέχρι ποῦ μὴ χρεών. Ὁ γάρ τοι σοφὸς Σολομῶν, τρία φήσας ὑπάρχειν, οἷς εὐόδως ἔνεστι πορεύεσθαι, καὶ τὸ τέταρτον, ὃ καλῶς διαβαίνει, τοῦτ' εἶναι βασιλέα πρὸς ὑπηκόους δημηγοροῦντα ἀπεφήνατο. ὅσα γὰρ ἂν ἐθέλοι λέγειν καὶ οἷα καὶ ὅτε καὶ ὅπου καὶ πρὸς οἵους καὶ ὅσους, χρείας ἐφεστηκυίας ἡστινοσοῦν, εὐόδως ἅπαντ' ἐξέσται βασιλεῖ μελετᾷν, ἐφ' ὅσον τε καὶ ὅπως ἂν ἐθέλοι, πρὶν ἐφεστηκέναι τὴν χρείαν· τοσαῦτα δ' αὖ τῆς χρείας ἐνστάσης καὶ τοιαῦτα λέξειεν, ὅσα δὴ μεμελέτηκε, κωλύειν μὲν ἥκιστα δυναμένου τῶν ἀκροατῶν οὐδενὸς, ἐπικροτούντων δὲ ἁπάντων τοῖς ὕμνοις ὁμοῦ καὶ οἷον ἁμιλλωμένων σπουδῇ πρὸς ἀλλήλους, ὃς ἂν παρελάσειε ταῖς κολακείαις τοὺς ἄλλους. τηνικαῦτα γὰρ καὶ εὐροώτερός τις αὐτὸς ἑαυτοῦ γίνεται καὶ τοὺς ἀντιλέγειν ἐθέλοντας, εἴ τινές ποτ' ἄρ' εἶεν, ὡς ἀμαθεῖς παρατρέχει· κἂν Σωκράτης ᾖ, κἂν Πλάτων, κἂν Πυθαγόρας, μηδὲν εἶναι τῶν πάντων οὐδὲν, ὅπερ ἂν ἐν Καρὸς εἶναι κωλύσῃ μοίρᾳ τετάχθαι τὸν δυστυχῆ· ὥστ' εἰ μελετῴη τις τῶν τοιούτων πρὸ τῆς πείρας, μάταιά τε καὶ ἄπρακτ' ἂν εἴη μεμελετηκὼς, τοῦ βασιλέως πρὸς ἕτερα τοῦ λόγου τὸν δρόμον ἀνθέλκοντος· καὶ μικρὰ ἢ οὐδὲν ἀπεοικέναι δόξει τῷ καθ' ὑδάτων γράφειν πειρωμένῳ, ἢ δικτύῳ θηρεύειν ἀνέμων πνοάς. οὔτε γὰρ ὁ τοῦ λέγειν καιρὸς, ὧν μεμελέτηκεν, αὐτῷ παρέξει τὸ καίριον, οὔθ' ἃ μεμελέτηκε λέγειν ἐθέλων μακρὰν ἑστήξει τοῦ ναυαγίου· ἀλλὰ πάσας ἐν ἀκαρεῖ τὰς κακοδαίμονας ἀναμετρήσει τύχας. Διὰ δὴ ταῦτα, καὶ πρός γε διὰ τὸ μὴ τοὺς πανταχόθεν τῆς οἰκουμένης ἐπισκόπους τῶν ὀρθοδόξων παρεῖναι, τῆς ζητήσεως οὔσης περὶ δογμάτων οὐδαμῆ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ συνήθων, ἥκιστα πρὸς βουλήσεως εἶναι συνέβαινε, παριέναι ἡμᾶς ἐνταυθοῖ· ἀλλ' οἴκοι καθημένους ἡσυχῆ τὸν ἅπαντα διαβιβάζειν βίον· χρεὼν γὰρ εἶναι, πρό γε τῶν ἄλλων ἁπάντων, ἐν τούτοις τὰ πάτρια ἔθη καὶ προνόμια σῶα καὶ ἀκλινῆ καθάπαξ τηρεῖσθαι, ὅπερ γέγραπται καὶ ὅπως πέπρακται· καθὰ καὶ ὁ πολὺς τὴν θεολογίαν φάσκει Γρηγόριος· “ἡμεῖς καὶ μέχρι τῆς τυχούσης κεραίας καὶ γραμμῆς τοῦ πνεύματος τὴν ἀκρίβειαν ἕλκοντες οὔποτε δεξόμεθα (οὐδὲ γὰρ ὅσιον) οὐδὲ τὰς ἐλαχίστας πράξεις εἰκῆ σπουδασθῆναι τοῖς ἀναγράψασι, καὶ μέχρι τοῦ παρόντος μνήμῃ διασωθῆναι· ἀλλ' ἵν' ἡμεῖς ἔχωμεν ὑπομνήματα καὶ παιδεύματα τῆς τῶν ὁμοίων, εἴ ποτε συμπέσοι καιρὸς, διασκέψεως.” Ἀλλὰ καὶ ἡ βίβλος τῶν πράξεων τῆς θείας καὶ οἰκουμενικῆς ἕκτης συνόδου, περὶ τῆς βραδυτῆτος τῶν δυτικῶν ἐπισκόπων ἀπολογουμένη, τὴν τῶν ἐκ Βρεττανίας καὶ τῶν Ὠκεανείων ἐκείνων μερῶν, καὶ ὅσοι καθ' ἕτερα τῆς Εὐρώπης ἐκείνων κλίματα, συνδρομὴν ἐπισκόπων αἰτίαν τίθησιν· “ἀναγκαίου τοῖς ἅπασιν ὄντος, ἐξ ὅλης (φησὶ) τῆς κοινότητος, καὶ ἥκιστα μονομέρεως, τὰ τοιαῦτα τελεῖσθαι· ἵνα τὰ τῇ θείᾳ καὶ ἀποστολικῇ πίστει πραττόμενα πάντες γιγνώσκοντες ὁμοφωνῶσιν ἀλλήλοις”. Καὶ ὁ θειότατος δ' ὁμοίως Μάξιμος ἐν τῇ πρὸς Πύῤῥον διαλέξει μὴ δύνασθαι καλεῖσθαι σύνοδόν φησι τὰ σημεῖα μὴ κεκτημένην· οὔτε γὰρ κατὰ νόμους καὶ κανόνας γενέσθαι συνοδικοὺς καὶ θεσμοὺς ἐκκλησιαστικοὺς, οὔτε ἐπιστολὰς ἢ τοποτηρητὰς πρὸς τῶν ἄλλων πεμφθῆναι πατριαρχῶν· καὶ διὰ τοῦτο σκανδάλων διχονοίας τὴν οἰκουμένην πληρῶσαι. Ὅμως ἐπειδὴ καὶ ἄκουσιν ἐληλυθόσι δέδωκας, ἥντινα δήπου καὶ ἐδεδώκεις, χώραν τοῦ λέγειν, χρεὼν, καθάπερ ἐν ταῖς ἱπποδρομίαις τοὺς δρόμους τε καὶ περιδρόμους καθαίρουσι τῶν ἁμιλλητηρίων ἵππων, ξύλων καὶ λίθων καὶ τῶν τοιούτων ἅπαν δεικνύντες ἐλεύθερον τοὔδαφος, οὕτω καὶ νῦν ἐφ' ἡμῶν ἀρξαμένων λέγειν, ἐπηρείας ἁπάσης ἐλεύθερον εἶναι δεῖν αἰτῶ τῶν λόγων τὸν δίαυλον. ἀγάλματι γὰρ ἐοικέναι τινὶ καὶ τὸν λόγον συμβαίνει· καὶ ὥσπερ ἐκ κεφαλῆς ἐκεῖ τῆς πλάσεως ἀκωλύτου μέχρι ποδῶν ἐληλυθυίας, ὁρᾶται πρὸς τἀκριβὲς τὰ τῆς ἁρμονίας· καὶ θαυμάζεται μὲν, εἰ καλῶς τῷ τεχνίτῃ πέπρακται· εἰ δ' οὖν, αἰσχύνης ἀθλητὴς περιφανῶς ὁ πλάστης καθίσταται· οὕτω κἀνταῦθα τοῦ λόγου μηδενὸς ἐφεδρεύοντος, μηδὲ τὸ συνεχὲς ἀνασοβοῦντος ὥσπερ ἐκ λόχου μέχρι τελευτῆς αὐτῆς, ἐξέσται τοῖς παροῦσι κρίνειν ὀρθῶς, εἴτε κατὰ λόγους ἡμῖν ὁ λόγος ἔδραμεν, εἴθ' ὑπερόριος γέγονε τοῦ τῆς ἀληθείας σκοποῦ. Ἔπειτα, εἰ καὶ τοῦθ' ἡμῖν ἐξείη μὴ σιωπῇ παρεληλυθέναι, τὰ τοῖς δικαίοις προσήκοντα βήμασι καὶ δόξωμεν ἀγνοεῖν, ἐπειδὴ σὺ σαυτῷ τὴν τοῦ κρίνειν ἐπιτετραφὼς ἐξουσίαν, ἃ τοῖς ἁπανταχῆ τῆς οἰκουμένης συνιοῦσιν ἐχρῆν τῶν ἐπισκόπων ὀρθοδόξοις, ὀμωμόκεις μὴ καπηλεύειν τὰς δίκας, ἐχρῆν μὴ προειλημμένον γοῦν εἶναί σε τοῖς τοῦ κατηγορουμένου δικτύοις, μηδ' αὐτοῦ σε πρόμαχον ἐκ πρώτης, ὅ φασι, γραμμῆς ἀπαρακαλύπτως καθιστάμενον, λέγειν ὁποῖα τοῦτόν γ' ἐχρῆν· ἀλλὰ τοὺς τὰς κατηγορίας προβαλλομένους πυθόμενον πρότερον, καὶ ἃς ὁ τἀγκλήματα ἔχων αὐτὸς ἀπολογίας καὶ λύσεις ἑκάστοις λέγων ἀντιτίθησιν, ἔπειτα τὴν σὴν ἐπάγειν σε κρίσιν, κατὰ τοὺς ἐν τούτοις κρατήσαντας πάλαι τῆς ἐκκλησίας κανόνας καὶ νόμους. ἀψινθίῳ γὰρ ἐοικέναι τὴν πρόληψιν ἔγωγε λέγω. ὡς γὰρ ἐκεῖνο, τῆς γλώττης ὁπώσποθ' ἁψάμενον, τοσοῦτον ἐσχεῖ τῇ γευστικῇ τὸ τῆς πικρίας δραστήριον, ὡς πολλοῦ τε ἅμα καιροῦ καὶ πολλῶν δεηθῆναι γλυκέων εἰς τὴν πρὶν τοῦ φυσικοῦ καθήκοντος ἀντίληψιν, οὕτω κἀν τοῖς δικασταῖς τὴν πρόληψιν ἴσμεν ὡς τὰ πολλὰ δυναμένην. τῶν γὰρ δικαζομένων ἑνός τινος προειληφότος τοῦ δικαστοῦ τὴν διάνοιαν πιθαναῖς ταῖς προδιηγήσεσιν, οὕτω δευσοποιόν τε καὶ δυσαπόνιπτον γίνεσθαι τὸ πάθος ἐκείνῳ συμβαίνειν, ὡς δυοῖν θάτερον γίνεσθαι κινδυνεύειν· ἢ τὸ τῆς ζημίας παράλογον ὑφίστασθαι τὸν ἐπιόντα καὶ κακούργων φεύγειν γραφὴν ἐνίοτε παραλόγως ἠναγκασμένον, ἢ πολλὰς ἀνατλάντα τρικυμίας ἀντιθέσεων καὶ πολλὰς καὶ διαφόρους εἰσενεγκόντα μαρτυρίας ἀξιοπίστων ἀνδρῶν, εἰ τύχοι, ὀψὲ καὶ μάλα μόλις τῆς ἀληθείας ἐπιτυγχάνειν. Εἰ δ' ἅπαξ προειληφότος ἐκεῖ τινος, τοιόνδε συμβαίνει τὸ νόσημα γίνεσθαι, τί ἄν τις φαίη περὶ τοῦ Παλαμᾶ τουτουῒ καὶ τῆς τοῦ θιάσου φρατρίας, ὅλους ἐνιαυσίους χρόνους καὶ ὅλας ἡμέρας μηνῶν καὶ ὅλας ὥρας ἡμερῶν ἰδίᾳ σοι προσομιλούντων καὶ τὰ τοιαῦτα συνιστουργούντων καὶ ὑφαινόντων ἐς τὸ τοῦ σφόδρα ἐπείγεσθαι ἐντελὲς, καὶ μηδὲ νῦν ἐν τοσούτῳ θεάτρῳ τὸ ἔθος ποιεῖν αἰδουμένων, ἀλλ' ἐγειρομένων συχνὰ καὶ λάθρα σοι πρὸς οὖς κοινολογουμένων περὶ τῶν πρὶν κυρωθέντων (οἶμαι) πολλάκις, μὴ λάθῃ τι διαῤῥυὲν τῆς μνήμης ἐπὶ καιροῦ νῦν, ὅτε μάλιστα ῥώμην ἐκείνοις πλείω χαρίζεσθαι δεῖ; τί τοίνυν ἄν τις ἡμῶν εἴποι πρῶτον; τί δ' ἄν τις ὕστατον, ἐς τὸ πάνυ βραχύτατον περιϊσταμένης τῆς ὥρας, ἐν οὕτω δημοσίῳ σταδίῳ, πάσης ὑφαιρουμένης συνδιασκέψεως, ἐνταῦθα μᾶλλον, εἴπερ που, τὴν χρείαν ἐχούσης; προσκείσθω δ' οὖν καὶ τουτὶ τοῖς ἄνω λεχθεῖσι, δι' ἃ δηλαδὴ τὸν ἄκαιρον ἀγῶνα τοῦτον ἥκιστα πάντων ἡμῖν πρὸς βουλήσεως ἦν εἰσιέναι. Ἐπὶ τούτοις ἔστω καὶ τὸ τῶν κανόνων καὶ νόμων δίκαιον, οἷς ὑπείκειν δέον δουλείας θ' ἅμα καὶ δεσποτείας ἁπάσας, ἐν ἠπείρῳ πάσῃ καὶ θαλάσσῃ, τὸ ἀντίστροφον ἐνταῦθα καὶ δρῶντα καὶ δημηγοροῦντα σαφῶς ἠκηκόειμέν σε· καὶ ἔγνωμεν τοῦτ' ἐκεῖνο, τὴν Λεσβίαν οἰκοδομὴν, ἣ τοῖς λίθοις τὴν τοῦ κανόνος προσάγουσα στάθμην, καὶ οὐκ ἐκείνῳ τοὺς λίθους, πάνυ σαθρὰς τοῖς χρωμένοις καὶ ἀβεβαίους παρεῖχε τὰς τοῦ μένειν ἐλπίδας ἄχρι καὶ ἐς τὴν ἐπιοῦσαν ἀκλόνητον. καὶ μαρτυροῦσι τῷ λόγῳ πᾶσαι πόλεις καὶ πολιτεῖαι, ὅσαι τε τοῖς παλαιοτέροις κανόσι καὶ νόμοις ἁρμοττόμεναι διηνεκὲς καρποῦνται τὸ εὔδαιμον καὶ ὅσαι τῆς ἀνομίας ἐξορχουμένης αὐτῶν διηνεκέσι καὶ ταχείαις φθείρονται μεταβολαῖς. Ἔπειτα καὶ μὴ μεταίρειν ὅρια πατέρων δόγματα καὶ τοῦθ' ἱδρύειν τῆς τοῦ θεοῦ ἐκκλησίας. μηδὲ γὰρ εἶναι σφᾶς τοὺς εἰρηκότας μᾶλλον ἢ τὸ πνεῦμα τὸ ἅγιον. δῆλον δὲ ἐκ τῶν καθ' ἕκαστον ἂν εἴη τοῦτό γε μάλιστα. Τῶν γάρ τοι προφητῶν λεγόντων ἔστιν εὐθὺς ἀκούειν, οὐχ ὅτι “τὰ καὶ τὰ φαμὲν ἡμεῖς”· ἀλλὰ “τάδε λέγει κύριος· καὶ τὰ καὶ τὰ προστάττει τὸ πνεῦμα τὸ ἅγιον.” εἶτ' ἐλθὼν ὁ γεννηθεὶς ἐκ παρθένου θεὸς λόγος “ἐγὼ (φησὶ) ἀπ' ἐμαυτοῦ λαλῶ οὐδὲν, ἀλλ' ὅσα πρὸς τοῦ πατρὸς ἠκηκόειν”· διδάσκων ἡμᾶς οὑτωσὶ, μὴ τοῖς ἑαυτῶν, ἀλλὰ τοῖς τῶν πατρίων κανόνων ἕπεσθαι δόγμασί τε καὶ ὅροις. καὶ ἀρξάμενος οὐκ ἀφ' ἑαυτοῦ, ἀλλ' ἀπὸ Μωσέως καὶ πάντων τῶν προφητῶν, διηρμήνευεν αὐτοῖς τὰ περὶ ἑαυτοῦ. καὶ τῷ διαβόλῳ πάλιν, τοὺς λίθους ἄρτους ποιεῖν ἀναγκάζοντι καὶ τὰς τῆς γῆς ὑπισχνουμένῳ χαρίζεσθαι βασιλείας, οὐκ εἶπεν ὁ θεὸς, “ὕπαγε ὀπίσω μου, Σατανᾶ”· ἀλλὰ τὰς τῶν πατέρων προβάλλεται ῥήσεις, “γέγραπται,” λέγων, “οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος”· καὶ δὶς καὶ τρὶς τὸ “γέγραπται” τίθησι πρὸς ἀκριβῆ νουθεσίαν ἡμῶν, τοῖς τῶν πατρίων ὅρων κανόσιν ἕπεσθαι διὰ πάντων ἄντικρυς παραγγέλλων. καὶ περὶ τοῦ θείου δὲ ἐπαγγειλάμενος πνεύματος “ἐλθὼν (φησὶ) ὁ παράκλητος ἀφ' ἑαυτοῦ λαλήσει οὐδὲν, ἀλλ' ὅσα ἂν ἀκούσῃ.” εἶτ' ἐλθὼν ὁ θεῖος ἀπόστολος Παῦλος “ἐγὼ παρέδωκα (φησὶ) τῶν ἐμῶν οὐδὲν ὑμῖν, ἀδελφοὶ, ἀλλ' ὃ καὶ παρέλαβον ἀπὸ τοῦ Ἰησοῦ.” καὶ πάλιν Τιμοθέῳ γράφων “σὺ δὲ μένε (φησὶν) ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης· τὰς δὲ βεβήλους καινοφωνίας παραιτοῦ.” καὶ πάλιν· “εἴ τις ὑμῖν εὐαγγελίζεται (φησὶ Κολοσσαεῦσι) παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω, καὶ ἂν ἄγγελος ἐξ οὐρανοῦ τις ᾖ, κἂν ἐγὼ Παῦλος.” ὅρα ὁπόσην ἔχει τὴν ἰσχὺν τὰ τῶν πατρίων κανόνων ὅρια καὶ ὅσοις τισὶ τοῖς κλείθροις καὶ μοχλοῖς τοὺς ἀεὶ διαδόχους ἀσφαλίζεσθαι διαγέγονεν. εἶτ' ἐλθόντες τῆς εὐσεβείας ἀθληταὶ καλῶς ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν τοὺς ἑαυτῶν ᾠκοδόμησαν ἀγῶνας καὶ τὰ μαρτυρικὰ παλαίσματα. Σὺ δ' εἰ μὴ καὶ τὴν τῶν κανόνων δουλώσαις ἐλευθερίαν, νόμος αὐτοῖς ἐκείνοις γινόμενος, ἀνίσχυρον λείπεσθαί σοι φάσκεις τὴν βασιλείαν, καὶ μηδὲν ἐνεῖναι ταύτῃ σεμνόν. εἰ γὰρ ἅπερ ἄλληλα πέφυκε συνιστᾷν, ταῦτ' ἀλλήλων φαῖμεν εἶναι φθαρτικὰ, οὐδὲν ἔτι τούτων λελείψεται τῆς οἰκείας οὐκ ἐξιστάμενον φύσεως· καὶ τοῖς τοῦτο συγχωροῦσιν ἄνω ποταμῶν συμβήσεται χωρεῖν τὰς πηγάς. οὐ γὰρ ᾧ τῶν πατρίων κανόνων καὶ γνωμῶν ἄρχειν βούλεταί τις, τὸ σεμνὸν τῇ βασιλείᾳ περιποιεῖ· ἀλλ' ᾧ τοῖς πατρίοις κανόσι καὶ νόμοις ὑπείκειν ἐθέλει· οὐχ ἕως ἂν σωφρονεῖν τις ἐθέλοι, ἄλλως ἔχειν συγχωρεῖν οὐδαμῆ ποθ' ἕλοιτ' ἂν οὐδενί. οὐδὲ γὰρ ἐκεῖνοι τὴν ἰσχὺν καὶ τὸ κόσμιον ἀφαιροῦσι τὴν βασιλείαν, ἀλλ' ἐκεῖνοι τοῦτ' αὐτῇ βεβαιοῦσιν. εἰ γὰρ οὗτοι πολιτειῶν καὶ ἀρχῶν εὐνομεῖν βουλομένων κατάλυσις, σχολῇ γ' ἂν ἄλλο τι τῶν πάντων γένοιτο σύστασις. Ἔπειτα καὶ τῶν ἄλλων ἁπάντων ἐξαιρουμένων, ἅ τ' ἔφθημεν εἰρηκότες καὶ ἃ προϊοῦσιν εἰρήσεται, τίς ἂν τοιούτῳ δικαστηρίῳ πιστεύσειεν, ἔνθα κατὰ ταὐτὸν ὅρκοι τε ἅμα καὶ ὅρκων κατάλυσις γίνεται τῶν αὐτῶν, παραπλήσιον ὥσπερ ἂν εἴ τις, τῇ ἀριστερᾷ τὴν δεξιὰν ἀποκόπτων χεῖρα, σώζειν μᾶλλον ἔλεγεν αὐτὴν οὑτωσί. Καὶ μὴν εἰδέναι σε οἶμαι καὶ τοῦτο, καὶ διὰ μνήμης ἔχειν ἔτι χλοαζούσης, πολλὰ πολλάκις πρὸς σέ μου φαμένου, μὴ σὲ τὸν ἰατρεύσοντ' εἶναι τὰ τῆς ἐκκλησίας τοιαῦτα νοσήματα. πῶς γὰρ, τὸν τούτων αἴτιον ἀεὶ γιγνόμενον; ἀλλὰ μήπω τοῦτο· ἀλλ' ἀναλαβὼν τὴν ἀρχὴν ἐφεξῆς ἀκριβέστερον τῶν παρόντων ἕνεκα διηγήσομαι· ἵν' εὐπαρακολούθητος ἅπασιν ἡ διήγησις γένοιτο, σημειουμένοις ἕκαστα πρός γε τοὺς καθήκοντας τόπους.»
(Γ.) Ὁ δὲ βασιλεὺς ἐχαλέπαινε καὶ διῴδει θυμούμενος ἐφ' ἑαυτοῦ, καὶ συχνὰ στρεφόμενος ἐπὶ τοῦ βασιλικοῦ θρόνου, καὶ τοὺς πόδας ἀμοιβαδὸν νῦν μὲν ἐφαπλῶν, νῦν δὲ συναιρῶν καὶ συνάπτων. ἔστι δ' οὗ καὶ σιγᾷν ἐκέλευέ με, ἐνιαχοῦ τὴν ἡμέραν ἡμᾶς ἐπιλιμπάνουσαν προβαλλόμενος, μετά γε μὴν τῆς συνήθως ἐπιπολαζούσης τῷ ἤθει πραότητος. ἔφθη γὰρ δημοσίᾳ προκαταληφθεὶς ταῖς τῶν ἐμῶν προκαταστάσεσι λόγων, μήτ' αὐτὸν, μήτ' ἄλλον τῶν πάντων οὐδένα, τοῖς ἐμοῖς ἐμποδὼν καταστῆναι λόγοις ἐᾶσαι. συνεκρότει δ' αὐτῷ τὴν πραότητα καὶ χορὸς οἰκείων τὰ μάλιστα, περὶ αὐτόν τε ἱστάμενος καὶ λαθραίοις μὲν θυμοῖς ῥηματίσκιά τινα πέμποντες καθ' ἡμῶν ἐνιαχοῦ καὶ σποράδην, αὐτοῦ δ' ἀνυμνοῦντες προφανῶς τὸ μακρόθυμον.
(Δ.) «Ἐπεὶ γὰρ ὁ Παλαμᾶς ἀεὶ τὸν Καλαβρὸν αἴτιον τῆς αὐτοῦ βλασφημίας εἶναι προβάλλεται Βαρλαὰμ καὶ σὲ τοῦτο πέπεικε λέγειν ἤδη, ἄκουε δή. φημὶ γὰρ, ὡς καθάπερ Γρηγορίῳ τῷ θεολόγῳ τοὺς Ἀρειανοὺς κατατρέχοντι, τὸν υἱὸν ὅμοιον ἁπλῶς τῷ πατρὶ λέγοντας εἶναι, καὶ ἅμα προστιθέντας πανούργως καὶ τὸ κατὰ τὰς γραφὰς λέγειν, τουτὶ τὸ κατὰ τὰς γραφὰς ὅμοιον φησὶ δέλεαρ τοῖς ἁπλουστέροις εἶναι, τῷ χαλκῷ τῆς ἀσεβείας περικείμενον· οὕτω καὶ Παλαμᾷ τουτωῒ δέλεαρ κατὰ τῶν ἁπλουστέρων εὕρηται τοὔνομα Βαρλαὰμ, μισουμένου διὰ τὴν τῶν Λατίνων θρησκείαν τῷ Ῥωμαίων δήμῳ παντὶ, ὅσοι πεῖραν ἔσχον αὐτοῦ. Εἶχε γὰρ τήνδε τὴν νόσον αὐτὸς καὶ πρὶν Βυζαντίοις ἐπιδεδημηκέναι τὸν Βαρλαὰμ, καὶ ὁρᾷν ἐπ' ἐμοῦ τε καὶ πλείστων ἄλλων διετείνετο τήν γε τοῦ θεοῦ σωματικοῖς ὀφθαλμοῖς οὐσίαν· οὐ μόνον δ' αὐτὸς, ἀλλὰ καὶ ὁ τούτου διδάσκαλος καὶ ὁμώνυμος Γρηγόριος ὁ Δριμύς. καὶ πολλὰς ἐπήγαγον αὐτοῖς ἐγὼ τὰς λοιδορίας, ἐκ τῶν θείων γραφῶν καταισχύνας τὴν ἄκαιρον καὶ ἀπαίδευτον γλῶτταν αὐτῶν, ὅσον ὁ τότε παρεῖχε καιρός. καὶ τοῦτο δῆλον πέπραχα σοφοῖς ἀνδράσιν ἐγὼ, τῷ τε μεγάλῳ φημὶ λογοθέτῃ καὶ ὅσοι μετὰ τῆς σοφίας καὶ ἀρχιερωσύνῃ τὴν ἑαυτῶν ἐκόσμησαν ἀρετήν. οἷς καὶ φρικῶδες εὐθὺς ἀκούσασι γέγονε, καὶ Μασσαλιανῶν ἐκάλεσαν αἵρεσιν ταυτηνὶ, κἀμὲ τῶν τοιούτων ἀπέχεσθαι παρῄνεσαν ὁμιλιῶν προθέσεσιν ὅλαις ψυχῆς· εἶναι γὰρ παλαιάν τινα φήμην, ὡς μέλλον κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας ἔσεσθαί τινα μάλα μεγίστην αἵρεσιν, κἀκ πασῶν συμμιγῆ καὶ ποικίλην, ἣν διορθωθήσεσθαι παγκοσμίου μικροῦ συναχθείσης συνόδου, πάντων σχεδὸν συνιόντων ἐπισκόπων ἅμα καὶ πατριαρχῶν· καὶ ταύτην ὀγδόην τε εἶναι καὶ τελευταίαν ὁμοῦ. Τοῦ δὲ χρόνου ῥέοντος, ἐπιμῖξαι καὶ Βαρλαὰμ ἐγεγόνει Ῥωμαίοις, Καλαβρίας τῆς αὐτοῦ γενόμενον μετανάστην πατρίδος, καὶ γνωστὸν ἐνταῦθα γενέσθαι τοῖς ἄρχουσι, καὶ φιλίας οὐ πάνυ μικρᾶς πρὸς αὐτῶν ἠξιῶσθαι διὰ τὸ περιὸν τῆς σοφίας· καὶ σοὶ μάλιστα πάντων καὶ πρὸ πάντων γενέσθαι δεκτὸν, ἅτε φιλολογεῖν ἐξ ἀρχῆς αἱρουμένῳ, καὶ βίβλους πολλὰς καὶ παντοίας κτᾶσθαι φιλοτιμουμένῳ, καὶ λέγειν τι καὶ ἀκούειν καινότερον ἐν σπουδῇ τιθεμένῳ μεγίστῃ. Μετὰ δέ τινα χρόνον φήμη μακρὰ καὶ συνεχὴς, διαθέουσα τὰς τῶν πολλῶν ἀκοὰς, ὀψὲ καὶ ὡς ἡμᾶς ἀφίκετο, δηλοῦσα τὸν Βαρλαὰμ, ἐν Θεσσαλονίκῃ λόγοις τισὶν ἐντυχόντα τοῦ Παλαμᾶ, ἐπιλαβέσθαι διαῤῥήδην γράφοντος αὐτοῦ καὶ λέγοντος, σωματικοῖς ὀφθαλμοῖς ὁρᾷν τοῦ θεοῦ τὴν οὐσίαν. ἴσασιν ἅπαντες πάντως μαρτυροῦντα τοῦτ' αὐτὸ καὶ ὃν ὁ Παλαμᾶς εἰς δικαίωσιν ἑαυτοῦ προβάλλεται τόμον. Τοσούτων τοίνυν ἐλέγχων οὑτωσὶ πρὸ ποδῶν ἱσταμένων ἐκ τοῦ προφανοῦς, καὶ πρὶν φανῆναι Βαρλαὰμ ἐν ὅροις Ἑλληνικοῖς δεικνύντων ἔχειν τὴν νόσον ἐνταῦθα τὸν Παλαμᾶν, τίς ὄνησις ἀληθὴς ταῖς τοῦ Παλαμᾶ περιέσται κατηγορίαις, ἐπὶ σαθρῷ θεμελίῳ συχνὰ καταφεύγειν, τοὔνομα λέγω τοῦ Βαρλαάμ; πάντως διὰ τὸ τῆς θρησκείας μισηθῆναι καὶ διωχθῆναι τὸν ἄνθρωπον, ἐλπίσας ἔσεσθαί τι καὶ τοῦτο βοήθημα καθ' ἡμῶν, συνδιαβληθησομένων ἐκείνῳ. εὐπροσώπου γὰρ ἡ κακία προφάσεως εὐπορήσασα ῥᾳδίως ἐπὶ τὸ ψεύδεσθαί τε καὶ διαβάλλειν καὶ πραγμάτων χειμῶνας ἐγείρειν χωρεῖ. Οἶμαι γὰρ ὡς εἰ πάνυ πολὺν ἐσκόπει χρόνον, πῶς ἂν ἐπαινέσειε μὲν τὸν οἰκεῖον ἐχθρὸν Βαρλαὰμ ὁ σεμνὸς οὑτοσὶ Παλαμᾶς, ἑαυτοῦ δ' οὑτωσὶ φανερῶς τοὺς ἐλέγχους δείξειε τῆς δυσσεβείας ἄφυκτον ἔχειν καὶ ἄμαχον τὴν ἰσχὺν, οὐκ ἂν βελτίω τε καὶ καθαρωτέραν ταύτης εἰληφέναι ποτὲ πρόφασιν. τὸ γὰρ πλεῖστα καμόντα ἀρχὴν εὐπρεπῆ ταῖς ἀπολογίαις τῶν κατ' αὐτοῦ λεγομένων προθεῖναι, ἔπειτα μὴ δυνηθέντα, σαθρῷ ἐξ ἀνάγκης ἐρείδεσθαι ψεύδει, ποῦ οὐκ ἂν ἀτόπου γλώττης ἤλασεν, ἢ τίνος ἂν ἐφείσατο λοιδορίας κατὰ τῶν διωκόντων, εἰ σκιᾷ γοῦν τινι περιετύγχανεν ἀληθείας. οὐ γὰρ ὁ Βαρλαὰμ ἦν, ὡς ἐκ τῶν τοῦ Παλαμᾶ φαίνεται λόγων καὶ βίβλων, ὃς εἰσενεγκεῖν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ δοκεῖ τήν τε τῶν Μασσαλιανῶν δυσσεβῆ ταύτην αἵρεσιν καὶ ἅμα τὸ τῆς διθεΐας καὶ πολυθεΐας ἔγκλημα· ἀλλ' ὁ Βαρλαὰμ ἦν μᾶλλον ὁ τοῦτον εἰσάγοντα δείξας. Ἀκούσας γὰρ (φησὶν) ὁ Βαρλαὰμ τῶν περὶ τὸν Παλαμᾶν λεγόντων τὰ καὶ τὰ, διθεΐας ἔγκλημα τουτοισὶ προσετρίψατο. ὁρᾷς ἐναργῆ τὴν μαρτυρίαν αὐτὸν καθ' αὑτοῦ κομίζοντα, βέλτιον ἢ κατὰ πάντ' ἐχθρὸν καὶ πολέμιον. πρῶτον μὲν γὰρ αὐτοῦ κατηγορηκέναι τὸν Βαρλαὰμ, σωματικοῖς ὀφθαλμοῖς τοῦ θεοῦ τὴν οὐσίαν ὁρᾷν ἐγκαυχωμένου, φησὶ, τοῦτο δὴ τὸ τῶν Μασσαλιανῶν· εἶτα τὸ ἄφυκτον τῆς κατηγορίας ἐκφεύγειν πειρωμένῳ, καὶ διαιρέσει τῆς μιᾶς τρισυποστάτου χρωμένῳ θεότητος εἰς οὐσίαν καὶ χάριν, ἑτεροφυᾶ μὲν, ἄκτιστον δὲ καὶ αὐτὴν, διθεΐας ἔγκλημα προστρίψασθαι. Καὶ τό γε μεῖζον, ὅτι τὰς τοιαύτας αὖθις αὐτὸς ἐκ διαδοχῆς κατηγορίας ἀναλύειν πειρώμενος ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ ἐς τὸ πολλαπλάσιον ἐμφανίζει γράφων τὴν αὐτοῦ κακίαν, καὶ τοῖς οἰκείοις ἀεὶ πτεροῖς ἁλισκόμενος, ὥσπερ σειρᾶς τινος μιᾶς ἀρξαμένης ἐκεῖθεν καὶ ἀλλήλαις ἐξηρτημένας τὰς βλασφημίας ἐχούσης, μείζους καὶ χείρους ἀλλήλων ἀεί. Τὸ γὰρ ὄνομά τινος ἐνεργείας καθ' αὑτὸ προστησάμενον, οἱονεί τι γένος εἰς ἀπειράκις ἀπείρους διαιρεῖν ἀκτίστους θεότητας, πῶς μὲν ἰδίᾳ καὶ καθ' αὑτὰς ἁπάσας ὑφισταμένας, πῶς δ' ἀνυποστάτους, ποίας ἀτοπίας ἐκπέφευγεν ὑπερβολήν; οὕτω σαθρὸν ἡ τοῦ ψεύδους κακία, καὶ στῆναι μὴ δυναμένη διηνεκῶς ἑαυτῇ περιπίπτει. Τὰ δὲ τοιαῦτα τῆς ἐκκλησίας ναυάγια φεύγοντας ἡμᾶς, γαλήνῃ συνεζηκότας βίου μακρᾷ, μάλα ἄκοντας ἐπὶ θέατρα καὶ δικαστήριον καθέλκεις, καὶ ὡς δή τινας τῶν κακούργων ἐπιτιμᾷς· οὐ μικρά· πλείω δ' ἀπειλεῖς, καὶ συνελαύνεις πανταχόθεν συνιέναι μὲν τῶν δεόντων οὐδὲν, ἀπροφάσιστον δ' ὡς ἐπὶ πᾶν εἰπεῖν τὴν πειθῶ τῇ τοῦ Παλαμᾶ πολυθεΐᾳ θύοντας ἐναγίζειν. ποία ταῦτα δέξαιτ' ἂν ἀκούειν ψυχὴ, θεὸν ἕνα προσκυνεῖν εἰδυῖα, καὶ ταύτῃ συντραφεῖσα τῇ δόξῃ περιφανῶς; εἰς τοσαύτην γὰρ ἡμᾶς συνελαύνει δυσχωρίαν καὶ οὕτω δυσδιεξόδευτον τὸ τῆς σῆς δημηγορίας ἀκροτελεύτιον, ὡς ἀφύκτοις ἅμμασιν ἐνδεσμεῖσθαι νομίζειν μᾶλλον ἡμᾶς σιωπᾷν, ἢ τὸν ἐπὶ μέσης ἵστασθαι λίμνης μυθευόμενον ἐκεῖνον Τάνταλον· ὃν ἀϊδίῳ μὲν τῇ δίψῃ φλέγεσθαι λόγος, φοβεῖσθαι δ' ἀεὶ τὸν ἀφόρητον φόρτον ἐκεῖνον τοῦ λίθου, καὶ πίνειν κύψαντα μὴ δυνάμενον. τοῦτο δ' οὐ δικαστοῦ παρίστησιν ἦθος, ἀλλ' ὄψιν ἔχει πικρῶς ἐφεδρεύοντος καὶ τὰ ξίφη τῆς ἐπιβουλῆς θήγοντος καθ' ἡμῶν. Ὅμως οὐχ ἡμῖν γε τοσοῦτον μέλει τοῦ Βαρλαὰμ, ὅσον σοί γε χρεών· ὃς ἔπηλυν ὄντα τοσαύτην εἰς αὐτὸν ἐνεδείξω ξενίαν, καὶ οὕτω λαμπρὰν τὴν δαψίλειαν αὐτῷ κατὰ πάντ' ἐχαρίσω, ὡς ἑτέρου μὴ δεῖσθαί σε μάρτυρος ἢ σαυτοῦ. ὥστ' οὐκ ἐμοί σε χρεὼν ἐγκαλεῖν δι' ἐκεῖνον καὶ τὴν ἐκείνου συνεχῶς προφέρειν αἰτίαν μᾶλλον ἢ σαυτῷ. οὐ γὰρ ἔγωγ' ἂν αὐτὸς ὁ ταῖς ὑπεροχαῖς εἰμι τῶν τιμῶν εἰς ἀγέρωχον ἐκεῖνον ἐγείρας ὀφρὺν καὶ μετέωρον φρόνημα· οὐδ' ἔγωγ' αὐτὸς ὁ μεγαλοῤῥήμονά σοι διδάσκαλον, καὶ διὰ σοῦ τοῖς ἄλλοις αὐτὸν τοῦ θείου Διονυσίου χειροτονήσας, καὶ ἅμα διαπρύσιον ἑρμηνέα τῶν μυστικῶν τῆς ἐκκλησίας δογμάτων, καὶ ὅσα τῆς καθ' ἡμᾶς θεολογίας εἰσὶ μυστήρια καὶ δι' αὐτά γε ταῦτα καὶ τὰ τοιαῦτα, τὴν πάτριον γῆν ἐν δευτέρῳ θεῖναι τῆς ἀλλοδαπῆς ταυτησὶ αὐτὸν ἀναγκάσας· οὐδ' ἔγωγ' αὐτὸς ὁ καὶ κατὰ πάσης ἄλλης Ῥωμαίων σοφίας ἐντεῦθεν αὐτὸν μανῆναι πεπεικώς· ἀλλ' ἔγωγ' αὐτὸς ὁ τὰς κέδρους εἰμὶ τῆς ὀφρύος ἐκείνου συντρίψας περιφανῶς, καθάπερ ὅτε δρῦν καὶ κέδρον καὶ κυπάριττον ἀπογυμνοῖ τῆς κόμης ὑλοτόμου βρίθουσα παλάμη· ἔγωγ' αὐτὸς ἐκεῖνός εἰμι ὁ τότε συστείλας καὶ ἀναχαιτίσας ἐκεῖνον, ἔν τε γαλήνῃ καρδίας καὶ ἅμα τῇ τῆς ἀσφαλοῦς ἐπιστήμης ἐπιεικείᾳ, καθάπερ παράλιος ψάμμος ἀγριουμένην θάλασσαν· ἥτις ὁπόταν ὑβριστὴς καὶ ἀγέρωχος ἄνεμος, ἄνωθέν ποθεν ἐξ ἀρκτικῶν καταῤῥεύσας πηγῶν, αὐτῆς ἀναμοχλεύει τὰ κύματα, διεγείρεταί τε πρὸς ἀνήκεστον θράσος καὶ ἀπειλεῖ κατὰ τῆς ἠπείρου πόλεμον περιφανῆ· ἀλλ' ἐπειδὰν ἀκούσῃ τῆς φωνῆς τῆς παραλίου ψάμμου, χείλεσιν ἀφθόγγοις ἀναγινωσκούσης τοὺς κανόνας τοῦ κτίσαντος, εὐθὺς ἀναχωρεῖ, προφανῆ δειλιῶσα θεοῦ προστάγματα καὶ ἀναχαιτίζουσα παύει θρασυνόμενον ῥόθιον. πῶς οὖν ἄν τις τῷ τοιούτῳ στέρξειεν, ὅστις τὸν αὐτὸν ἐπὶ τοῖς αὐτοῖς νῦν μὲν ἐπαινεῖ, νῦν δὲ ψέγει; ὃν γὰρ εἰς αἰθέρα φάναι ἀνῆγες τέως, ὡς ἐν θεολογίαις κράτιστον, μηδὲν εἰδότα δεικνύεις ἀρτίως. πῶς δ' ἄν τις ἐμοὶ νεμεσῴη, ἐκεῖνον καὶ τότε καὶ νῦν ἐπὶ τοῖς αὐτοῖς ἐπίσης λοιδοροῦντι, ἐφ' οἷς ἡμῖν δηλαδὴ πεπολέμηκε; λέγω δὴ τῷ περὶ Ἕλληνα λόγον καὶ τὴν θύραθεν παιδείαν χωλεύειν τὸν ἄνδρα τὰ κράτιστα. καὶ σοὶ μὲν γέγονε ὁ φίλος ζῶν, ἐχθρὸς τεθνηκὼς, καὶ ὁ τελέως τότε χρηστὸς πᾶν τοὐναντίον ἄρτι ὤν· ἐμοὶ δ' ὥσπερ τότε ἐχθρὸς, οὕτως οὐκ ἄρτι ὢν φίλος. ὥστε σὺ μὲν ἀρτίως ἐκεῖνον λοιδορῶν φίλον λοιδορεῖς· ἐγὼ δὲ τῆς ἐμῆς καὶ νῦν φιλίας τιθέμενος ὑπερόριον πρὸς τὸν οὐδαμῆ ποτε φίλον τοῦτο φαίνομαι δρῶν. ὃς οὖν ἐν πᾶσι τοὺς τῆς θεωρίας καὶ τῆς τῶν πραγμάτων πείρας θεμελίους ἀσαλεύτους ὁμοίως τηρεῖ, τοῦτον ἄρα πᾶς τις οἶμαι κρίνειεν ἂν λέγειν ὀρθῶς, κἀν τοῖς γε ἄλλοις ἅπασι, καὶ οἷς συντέθραπται δόγμασι τῆς πίστεως, βεβηκέναι καλῶς. Ἔπειτα πῶς τῆς ἐκείνου κρίσεως αὔταρκες πέρας τότ' εἰληφυίας, νῦν ἀνακρίνειν βιάζῃ, πλείοσιν ἄλλαις ἡμῖν βλασφημίαις ἁλισκομένου τοῦ Παλαμᾶ, ἃς ὁσημέραι γράφων ἐκεῖθεν προστίθησί τε καὶ ἐπιδείκνυται. οὐ γὰρ ἴσμεν ὄντος ἐκείνου νεκροῦ πυνθάνεσθαι ἅ τε ἔφασκε τότε καὶ ἃ νῦν. εἰ δ' ἀναγκαῖον ὑμῖν ἐστι τοῦτο, ἔστι παρ' Ἕλλησί τις σοφιστὴς νεκρικοὺς διαλόγους ποιούμενος. ἐκεῖνος, εἰ βούλεσθε, κομιεῖ τὰ ἐκείνου λεχθέντα τε καὶ λεγόμενα πάνυ καλῶς. ἡμῖν γὰρ ἀδύνατον σφόδρα τουτί.»
(Ε.) Τοῦ μέντοι Παλαμᾶ παραφθεγξαμένου τι πρὸς ὀργὴν διὰ τὰς εἰρωνείας, εἰχόμην ἐγὼ τῶν ἑξῆς, οὐδὲ μικρὰ γοῦν παραβομβοῦντος ἐκείνου πεφροντικώς. «Φαίη δ' ἄν τις ἴσως τἀληθοῦς φροντιστὴς παρελθὼν, μηδαμῆ τὸν Παλαμᾶν ἀπαλλάττειν εἰκότως τῶν ἐγκλημάτων, εἰ Λατῖνος ὢν ἐκεῖνος οὐκ ὤκνησε παῤῥησίᾳ τῆς ἀσεβείας ἐλέγχους αὐτῷ παριστᾷν. Οὐ γὰρ ὅτι Λατῖνοι, τοῦ γένους ἀφιστάμεθα· ἀλλ' ἐνίων χάριν ἐγκλημάτων· ὧν ἐν μέρει κειμένων, τἄλλα πάνθ' ἥκιστ' ἂν εἶεν ἡμῖν ἀκοινώνητοι. ἦ γὰρ ἂν καὶ τὴν ἔνσαρκον αὐτῶν δογματιζόντων οἰκονομίαν καὶ θάνατον καὶ ταφὴν καὶ ἀνάστασιν πρός γε τοῖς ἄλλοις τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, ἡμῖν γε δήπου διὰ τὸ Λατίνους εἶναι ὁμολογεῖν οὐκ ἐξείη. ἄπαγε. οὐδὲ γὰρ οὐδὲ Σισίνιον τὸν Ναυατιανὸν ἡ πρώτη παρεκρούσατο σύνοδος διὰ τὴν θρησκείαν, ἀλλὰ καὶ κράτιστον ἔσχεν ἐπίκουρον κατὰ τῆς Ἀρείου μανίας. καὶ Ὠριγένην δ' ἀποσειόμενοι τῶν γε βίβλων τὰς πλείστους ἥκιστ' ἀποσειόμεθ' αὐτοῦ. μάρτυρες τῶν λεγομένων μάλα τοι ἀψευδεῖς αἱ κατὰ Κέλσου τοῦ καταράτου μάχαι καὶ ἀντιῤῥήσεις καὶ τἄλλ' ὁπόσα τοῖς θείοις πατράσι φιλοπονήσασι προσείληπται βιβλία ἐκείνου τῶν τῆς θείας γραφῆς ἐξηγητικῶν. καὶ ἵνα σιωπήσω τὰ πλεῖστα, τὴν ἁγίαν τετάρτην καὶ οἰκουμενικὴν παραινοῦσαν εὑρίσκομεν σύνοδον, καὶ ὁμοίως τὴν ἕκτην, μὴ πάνθ' ὅσα φάσκειν ἐγγίνεται τοῖς αἱρετικοῖς φεύγειν ἡμᾶς εἶναι χρεών. εἰ γὰρ ἕνα θεὸν ὁμολογούντων ἐκείνων ποιητὴν ἁπάντων ἡμεῖς ἀποσχοίμεθα, τάχιστ' ἂν τὴν τοῦ πυρὸς ἐφ' ἑαυτοὺς ἑκόντες ἑλκύσαιμεν γέενναν. οὗ τί τῶν ἁπάντων χείριστον; καὶ τῶν ἀργύρου δὲ καὶ τοῦ χρυσοῦ μεταλλευτῶν οὐχ ὁμιλητῶν ἡγεμόσι καθισταμένων, διὰ τὸ πάνυ τοι ἀγροικίζεσθαι, τοὖργον περὶ πλείστου τούτοις καθίσταται. καὶ ἁλουργίδες δ' ἔτι καὶ πορφύραι χρήσιμοι τοῖς βασιλεῦσίν εἰσιν· ἀλλ' οὐδὲ μικρᾶς γοῦν τινος οἱ δρῶντες θέας ἐκείνων ἴσως τυγχάνουσιν οὗτοι, ἀλλ' ἐνίοτε καὶ μισοῦνται διὰ τὸ τῆς ἐκεῖθεν ἀηδίας ἀπόζειν. οὔκουν οὔτ' ἐκεῖνον ἄρα τῆς ἀληθοῦς ἀπάγει κατηγορίας τὰ τῆς θρησκείας, οὔτε τῷ Παλαμᾷ βοηθεῖ, οὐχ ἕως ἂν ἁλίσκοιτο τούτοις προφανῶς τοῖς ἐγκλήμασιν. Ἐκεῖνό γε μὴν ἐροίμην ἂν ἡδέως σε, πῶς τῶν Ἰωάννῃ τῷ πατριάρχῃ γραφέντων, περί τε τῶν τοῦ Παλαμᾶ καὶ Βαρλαὰμ καὶ τῆς ἐκκλησίας θορύβων, τὰ μὲν ἀρεστά σοι γίνεται, τὰ δ' οὔ, πρός γε τὸ τῷ Παλαμᾷ βουλόμενον ἀνθέλκοντί τε καὶ μεθέλκοντι μετὰ πολλῆς τῆς ἀρχικῆς ἐξουσίας τὰς ψήφους. ἢ γὰρ ἅπασι στέργειν χρεὼν τοῖς ἐκείνῳ πατριαρχεύοντι πεπραγμένοις κατά γε τοὺς τῆς ἐκκλησίας θεσμοὺς, ἢ μηδὲν τῶν ἁπάντων. ἀλλὰ τοῦ πρώτου κρατοῦντος, χώραν οὐκ ἔχει τὸ δεύτερον. Εἰ δὲ δεῖ μερίσαντας ἡμᾶς εἰς δύο τἀκείνῳ πραχθέντα περί γε τοῖν δυοῖν τούτοιν ἀνδροῖν ἑκατέρῳ ἑκάτερα δοῦναι, τῷ μὲν τὰ πρῶτα, τῷ δὲ τὰ δεύτερα, σκεπτέον ποτέροις τῆς κρίσεως αἱ βελτίους ἕψονται ψῆφοι. ἀεὶ γὰρ ἦν πατριάρχης ἐκεῖνος, ἄχρι ἧς ἡμέρας αἱ μέσαι φυλακαὶ τῆς νυκτὸς ἐγκρατῆ Βυζαντίου κατέστησάν σε, ἱερέας τε χειροτονῶν καὶ ἐπισκόπους καὶ τὰς τῶν δικαστηρίων ψήφους ἐπισφραγίζων. ἐμοὶ δοκεῖ τοῖς δευτέροις. εἰ γὰρ καὶ πάλαι κείμενοι νόμοι πολιτειῶν λυόντων πολλάκις, δυοῖν θάτερον, ἢ κακοῦ τινος ἀπαντήσαντος δι' αὐτοὺς, ἢ βελτιόνων δευτέρων φανέντων ἐκ τῆς τῶν πραγμάτων δεδοκιμασμένης πείρας καὶ τριβῆς, σχολῇ γ' ἂν κωλύσειέ τις ἐφ' ἑνὸς ἀνδρὸς λελῦσθαι τοῖς δευτέροις αὐτοῦ τὰ πρῶτα, κακοῦ τινος ἀπαντήσαντος ἐκ τῶν πρώτων, κἀκ συναρπαγῆς συμβὰν οὑτωσί πως ἴσως ἀπατηθέντος. εἰ δὲ καὶ λύσις δοκεῖ μὲν εἶναι τῶν πρώτων τὰ δεύτερα τἀνδρὸς ἐκείνου, οὐκ ἔστι δὲ, ἀλλ' ἔχει τὴν προσήκουσαν ἀκολούθησιν ἄμφω, εἴ τις μετὰ γνώμης βούλοιτο κρίνειν ἀπαθοῦς, ἦ που σαφὴς ἀδικία, ξὺν αὐθαδείᾳ λύειν καὶ κυροῦν, τοὺς μὲν ἐκείνου ταδὶ, τοὺς δὲ ἐκείνου ταδί. Ὧν συγχωρουμένων τοῖς ἄρχουσιν, οὐκ οἶδ' ὅπη στήσεται καὶ ποῖ περιχωρήσει τὰ τῆς ἐκκλησίας δόγματα καὶ πρός γε τὰ τῆς πολιτείας πράγματα, πρὸ ποδῶν ἐναργῶς τῆς τῶν ὅλων φθορᾶς ἱσταμένης. οὐ γὰρ εἰς ἕνα τινὰ καὶ δύο τὰ τῆς ἐκκλησίας ἵστασθαι πέφυκεν, ἀλλὰ πάνθ' ἑξῆς τὰ πρόσω λαμπρῶς ἐπιβόσκεται· καὶ νόμος οὗτος διὰ πάσης γράφεται γῆς, κακῶν ἀρχηγὸς τῶν μεγίστων. οὐ γὰρ ἔτ' ἔθη καὶ νόμιμα προσήκοντ' ἄρχουσί τε καὶ ἀρχομένοις ἔσται τηρούμενα οὐδ' ὁ μὲν ἐπιτάξει, ὁ δ' ὑπακούσεται· ἀλλ' ἔσθ' ὁμοῦ πάντα χρήματα, καὶ αὐτοῖς πρώτοις κομιεῖ τὴν βλάβην τοῖς ἀρξαμένοις τε καὶ προδείξασιν. Εἰ μὴ διὰ γοῦν ἄλλο τι, διὰ γοῦν τἀποβαίνοντα ἐκεῖθεν ἄτοπα, τηρεῖν ὑπάρχοντος ἀναγκαίου τὰ μήκει χρόνου βεβαιωθέντα καὶ γράμμασι κυρωθέντα νόμιμά τε καὶ δόγματα, στέργειν λοιπὸν καὶ ἡμῖν καὶ δέχεσθαι τοὺς κατὰ καιροὺς ἐπισκόπους καὶ βασιλέας, οἷς ὑπὲρ οἵων δή τινων ψηφίζονται, καὶ οἷς οἵων δή τινων καταψηφίζονται· ὡς ὁμοίαν συνάγεσθαι τὴν ἀνάγκην κἀνταῦθα, στέργεσθαι καὶ τοὺς κατὰ τοῦ Παλαμᾶ ψηφισθέντας τε καὶ γραφέντας διὰ τὰς ἄλλας αὐτοῦ βλασφημίας ἀναθεματισμοὺς Ἰωάννῃ τῷ πατριάρχῃ, ταῖς ἄλλαις ἐπίσης ἐκείνου χειροτονίαις καὶ πράξεσιν, αἳ μέχρι καὶ ἐς τὴν τήμερον κατὰ τὸ ἀκλινὲς διασώζονται. τούτου δ' οὕτως ἔχοντος, εὖ ποιεῖν καὶ ἡμᾶς ἐξ ἀνάγκης ἕπεται, τὴν τοῦ Παλαμᾶ κοινωνίαν ἀποσειομένους καθάπαξ καὶ ἀποτρέποντας.»
(Στ.) Τοῦ δὲ βασιλέως τὴν μακρηγορίαν ἡμῖν ὀνειδίζοντός τε καὶ ἀνακόπτοντος, «ἔτι μικρὸν εἰπὼν ἀπαλλάξομαι», ἔφην ἐγώ. καὶ ἀνενεγκὼν ἐκεῖσε τὸν λόγον, «ἢν ἐθέλῃς,» ἔφην, «ὦ βασιλεῦ, μάλα τοι ῥᾴστη γένοιτ' ἂν ἡ τῆς εὐσεβοῦς εἰρήνης τῇ τοῦ θεοῦ ἐκκλησίᾳ πρὸς τὸ πρότερον τῆς ἁπλότητος ἴχνος ἀνάλυσις. τῆς γὰρ δυνάμεως τῇ βουλήσει καλῶς συντρεχούσης, μηδὲν ἂν ἔτ' εἶναι μηδαμῆ μήτε πρὸς τὸ κάλλιστον, μήτε μὴν πρὸς τὸ χείριστον, ὃ γένοιτ' ἂν ἐμποδών. καὶ Κωνσταντίνῳ ἐκείνῳ τῷ βασιλεῖ τριακοσίων ἐγγὺς ἐνιαυτῶν εἰδωλολατρίας ἐν βραχεῖ διορθώσασθαι ἐξεγένετο· καὶ τοὐναντίον αὖθις, Ἰουλιανοῦ πρὸς εἰδωλολατρίας νενευκότος, μικροῦ πάντες ἦσαν αὖθις ὁμοίως ὑπήκοοι τὴν ταχίστην παλινδρομήσαντες· καὶ οὕτω γε προϊών τις ἀεὶ ῥᾳδίως τοῖς ἄρχουσιν ἑπόμενον ὄψεται τὸ ὑπήκοον, καθάπερ πνοαῖς ἀνέμων πίπτοντα φύλλα δρυὸς, καὶ εἴ τι τῶν οὕτω ῥᾳδίων καὶ κούφων. φέρε τοίνυν, ἀπόδος, ὦ βασιλεῦ, τὴν πρὶν εὐκοσμίαν ἐκείνην τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, ἣν αἱ τοῦ Παλαμᾶ διεσπάραξάν τε καὶ διεμερίσαντο καινοφωνίαι, μυρίων ὅλην μικροῦ θορύβων τὴν οἰκουμένην ἐμπεπληκυῖαι. Ῥᾷστον δ' ἔσται σοι πάντως τουτὶ, φλογὶ πυρὸς τὴν ὅλην αὐτοῦ βίβλον βουληθέντι χαρίσασθαι, πασῶν ἀναμὶξ τῶν αἱρέσεων οὖσαν συμφόρημα. εἰ δὲ τῶν ἀμαθῶς ἐχόντων ἐνίους διαδιδράσκοι τὰ βλάσφημα, διά τε τὴν τῶν λέξεων σύγχυσιν καὶ τὸ τῆς φράσεως σκοτεινόν τε καὶ ὁμιχλῶδες, ἡμεῖς ἀναπτύξαντες δείξομεν καθ' ἕκαστά τε καὶ κατὰ πλῆθος. Τοιαῦτα γὰρ τὰ τῶν αἱρέσεων ἐπιτηδεύματα, ποικίλα τινὰ καὶ δυσδιάκριτα, καὶ πολλὴν τὴν ὁμοιότητα διασώζοντα πρὸς τὰς ἐν ὄρεσι λόχμας καὶ φάραγγας· ἵν', ὡς ἐκεῖθεν οἱ λῃσταὶ τοῖς ἐν ἁπλότητι παριοῦσι καρδίας ἀπροόπτως ἐπιπηδῶσιν, οὕτως ὡς ἐκ σκότους οὗτοι τοῦ ξυμμιγοῦς καὶ γριφώδους τῶν ὁμωνύμων ἅμα καὶ πολυωνύμων λέξεων τὸ τῆς εὐσεβείας βάλλωσι ἁπλοῦν. ἐχρῆν ἂν ἴσως ἐξ ἀντιθέτου, τῆς εὐσεβείας ἁπλότητι κοσμούσης, πολυμιγῆ τινα καὶ ποικίλην τὴν ἀντίπαλον εἶναι κακίαν. Καὶ τοῦτο δῆλον τίθησιν εὐθὺς ὁ πολὺς ἐν θεολόγοις Γρηγόριος· “ἦν ὅτε ἤκμαζε τὰ ἡμέτερα (φάσκων) καὶ καλῶς εἶχεν· ἡνίκα τὸ μὲν περιττὸν τοῦτο καὶ κατεγλωττισμένον τῆς θεολογίας καὶ ἔντεχνον οὐδὲ πάροδον εἶχεν εἰς τὰς θείας αὐλάς· ἀλλὰ ταὐτὸν ἦν ψήφοις τε παίζειν, τὴν ὄψιν κλεπτούσαις τῷ τάχει τῆς μεταθέσεως, ἢ κατορχεῖσθαι τῶν θεατῶν παντοίοις καὶ ἀνδρογύνοις λυγίσμασι, καὶ περὶ θεοῦ λέγειν τι καὶ ἀκούειν περίεργον· τὸ δ' ἁπλοῦν τε καὶ εὐγενὲς εὐσέβεια ἐνομίζετο. ἀφ' οὗ δὲ Σέξτοι καὶ Πύῤῥωνες καὶ ἡ ἀντίθετος γλῶσσα, ὥσπερ τι νόσημα δεινὸν καὶ κακόηθες, ταῖς ἐκκλησίαις ἡμῶν εἰσεφθάρη, καὶ ἡ φλυαρία παίδευσις ἔδοξε, καὶ ὅ φησι περὶ Ἀθηναίων ἡ βίβλος τῶν πράξεων, εἰς οὐδὲν ἄλλο εὐκαιροῦμεν, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον, ὢ τίς Ἱερεμίας ὀδύρεται τὴν ἡμετέραν σύγχυσιν καὶ σκοτόμαιναν, ὁ μόνος εἰδὼς ἐξισοῦν θρήνους πάθεσιν;” ὅρα ὅπως τὴν πρὶν ὁ μέγας τῶν θείων μακαρίζων δογμάτων ἁπλότητα θρήνων ἄξιον μακρῶν τὸ περιττὸν καὶ ποικίλον ἥγηται τῆς θεολογίας, ἅτε χειμώνων καὶ ναυαγίων αἴτιον τῇ τοῦ θεοῦ γινόμενον ἐκκλησίᾳ. Οἷς γὰρ ἀναγκαίοις εἶναι γέγονε, πρὸς τοῦ δημιουργοῦ τῆς φύσεως ἁπλᾶ καὶ τοῖς πᾶσιν εὐπόριστα δεδόσθαι ταῦτα συμπέπτωκεν· ἵνα μὴ δυσχεροῦς τῆς ἀναγκαίας τῇ φύσει χρείας καθισταμένης, ὄλεθρος τοῖς οὖσι κατόπιν ἀκολουθῇ. καὶ πρῶτον ἐπὶ τῶν σωματικωτέρων τὸν λόγον γυμνάσαντες ἐκ τῶν τῇ αἰσθήσει γνωριμωτέρων, ὡς διὰ βαθμίδος τινὸς, ἀναγάγωμεν εὐπαρακολουθητότερόν τινα τρόπον ἐπὶ τὰ θεῖα τῆς ἐκκλησίας δόγματα. οἶμαι γὰρ, ὡς τὸ μέγα τοῦτο στοιχεῖον, τὸν ἀέρα, τὸν ἄφθονον πάσης φύσεως πλοῦτον, διὰ τοῦτο πᾶσι προὔθηκεν ὁ θεὸς ὄρεσι καὶ σπηλαίοις καὶ νήσοις καὶ ἠπείροις, ἄχρις αἰθέρος καὶ οὐρανίων ἀντύγων, ἁπλοῦν καὶ ἀποίκιλον, ἵνα μηδὲν μηδαμῆ τῶν εἰς χρείαν ἰόντων τὴν τοῦ ζῇν αἰτίαν καθ' οἱονδήτινα ζημιοῖτο τρόπον· καὶ οὐδὲν ἁπλῶς τῶν ἐν κόσμῳ τούτου γέγονεν ἄμοιρον, πλὴν ἢ ὃ παντάπασιν ἐστέρηται τῆς γενέσεως. Ἔπειτα τὸ τῆς αἰθερίας ἐκείνης λαμπάδος φῶς ἀρίθμει μοι δεύτερον ἀναγκαῖον· τὴν οὐρανίου λέγω πέπλου πορφύραν, τὴν τἀπίγεια πάντα βόσκουσαν ἡλίου φλόγα. πᾶσι γὰρ καὶ οὗτος ἰδίᾳ καὶ δημοσίᾳ τοῖς βουλομένοις ἀεὶ δῶρον ἄσυλον πρόκειται, πλουσίοις ἐπίσης καὶ πένησιν, ἄρχουσι καὶ ἀρχομένοις· καὶ οὐδὲν ἐπὶ γῆς ἀμέτοχον τῶν ἐκείνου γέγονεν ἀγαθῶν, πλὴν ἢ ὃ μὴ μετέσχε τοῦ εἶναι. Ἐπὶ τούτοις καὶ τρίτον ὅρα μοι ἀναγκαῖον τῇ φύσει, τὴν ὑγρὰν τῶν ὑδάτων οὐσίαν, ἄπειρον καὶ αὐτὴν κεχυμένην ἀέρι καὶ γῇ καὶ πᾶσι τόποις ἐμφανέσι καὶ ἀφανέσι. μαρτυροῦσί μοι τῷ λόγῳ ποταμοὶ καὶ λίμναι καὶ πηγαὶ καὶ ὅση τοῖς ἐγκάτοις ἔνεστι τῆς γῆς ὑδάτων φύσις. ἀλλὰ γὰρ, ἵνα μὴ λάθωμεν εἰς μῆκος λόγου παρενεχθέντες, τοῖς τῶν μεγίστων τοῦ κόσμου στοιχείων ἡδίστοις καθ' ἕκαστα λόγοις ἐνδιατρίβοντες, ἐς τὸ πρότερον ἴχνος τὸν λόγον φέρε ἐπανακάμψωμεν. Τὸν γὰρ αὐτόν μοι τρόπον ὅρα κἀνταῦθα περὶ τῆς πίστεως. ὡς γὰρ τῶν εἰρημένων οὐδὲν οὐδαμῆ ποικίλον καὶ πολυσχιδὲς ἀποπέφανται, ὡς τὸ μὲν τῶν μερῶν ἐφ' ἑκάστου τούτων μετέχεσθαι, τὸ δ' οὔ· καὶ τὸ μὲν ὑπὸ τοῦδε μὲν, ὑπ' ἐκείνου δ' οὔ· ἀλλὰ πάντα πάσης ἐπίσης τῆς τούτων μετέχειν δέδεικται φύσεως, κατὰ τὴν ἰδίαν ἕκαστα δύναμίν τε καὶ βούλησιν· οὕτω καὶ ὁ τῆς πίστεως λόγος, ἁπλοῦς καὶ ἀποίκιλος, πᾶσιν ἐπίσης πλουσίοις καὶ πένησι δέδοται, ἄρχουσί τε καὶ ἀρχομένοις. Οὐ γὰρ ἄλλο μὲν τὸ βασιλέων καὶ ἡγεμόνων εἶναι βάπτισμα νόμος, ἄλλο δὲ τὸ σκαπανέων καὶ ἁλιέων· οὐδ' ἐκείνου μὲν τόδε, ἐκεῖνο δὲ τοῦδε· ἀλλ' ἓν καὶ ταὐτὸν καὶ πᾶσι καὶ ἀεί. “ἐν ἑνὶ γὰρ (φησὶν ὁ ἀπόστολος) πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν αὐτοῦ, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι· καὶ πάντες εἰς ἓν πνεῦμα ἐβαπτίσθημεν”· ὡς ἂν μηδαμῆ μηδενὶ τῶν πιστῶν τὸ ζωτικὸν ὡς ἀληθῶς τῆς ψυχῆς ζημιοῦσθαι ἐξῇ, μήτε καθ' οἱονδήτινα χρόνον, μήτε καθ' οἱονδήτινα τρόπον. Καὶ ὥσπερ ἐκεῖ, κατὰ μὲν τὸ τῆς ἀναγκαίας χρείας ἀνάλογον, καὶ ἡ τῶν ἀναγκαίων στοιχείων ζυγοστατεῖται χορηγία, πολύχους ὁμοῦ καὶ ἀνενδεής· τὰ δ' ἄλλ' ὁπόσ' ἐνδεχομένην ἔσχε τὴν χρείαν, καὶ ἥκιστα πᾶσιν ἐπίσης ἐπάγουσαν τὴν ἀνάγκην, σπανιώτερά πως καὶ ἄλλα ἄλλοις προσώποις καὶ ἄλλα ἄλλοις μερίζεται τόποις, τῆς πρὸς ἀλλήλους ἕνεκα φυσικῆς ἑνώσεώς τε καὶ σχέσεως, οὕτω κἀνταῦθά μοι σκόπει τὰς ποικίλας τῶν ἀρετῶν ἰδέας ἄλλας ἄλλως ἄλλοις, ἐπὶ τῶν συστοίχων ἴσως καὶ ἀντιθέτων ἐλαττωμάτων, μεριζομένου τοῦ κτίσαντος. ὥσπερ γὰρ εἰ ὁ πάντων ἐκεῖ προμηθεὺς τὰ τοῦ βίου τερπνὰ διανέμειν ἐπίσης ἅπασιν ἅπαντ' ἐδίδου τῇ φύσει, ἀνέραστος ἦν δήπου γε καὶ ἀταλαίπωρος ἡ τούτων ζήτησις, μηδενὸς μηδενὶ κατὰ μηδένα γέ τινα χρῆσθαι δεομένου τὸν τρόπον, καὶ ῥᾷστα δὴ τοὐντεῦθεν τῆς φιλαλληλίας ὑποτέμνεσθαι συνέβαινε τοὺς λόγους· ἐπειδὴ δ' ἔδει κοινωνὸν τὸν ἄνθρωπον εἶναι διὰ τὸ τῆς ἀγάπης χρήσιμον καὶ ἀνακέκραται λοιπὸν τοῖς λυπηροῖς τὰ ἡδέα, λυπεῖ μὲν τῷ ἐνδεῖ, τέρπει δ' αὖ ἐν προθύροις οἰκίζων τὴν ἐλπίδα τῆς εὐπορίας, διδοῦσαν παλάμην ἀντίπαλον τῇ πλεονεξίᾳ τοῦ ἐνδεοῦς· καὶ ζητεῖ μὲν οὗτος, δίδωσι δ' ἐκεῖνος· καὶ τοὐναντίον αὖθις καὶ διὰ πάντα ἑκάτερον· καὶ νόμος τοῦτο γίνεται φιλίας καὶ δεσμὸς ἀλλήλοις ἄφυκτα ἰσχύων· καὶ τοῦτ' ἔστιν ὃ γῇ μὲν πλωτὴν ἐργάζεται θάλασσαν καὶ ταύτην αὖθις ἐκείνῃ βάσιμον· καὶ Τάναϊς μὲν δι' αὐτό γέ τοι τοῦτο δρόμον ποιούμενος ὑπερόριον ἐπιῤῥεῖ τῇ Ἑλλάδι, καὶ Ἴστρος ἐπ' Αἴγυπτον ἔρχεται, καὶ Μαιώτιδι Νεῖλος κοινοῦται τὸ ῥεῦμα· οὕτω κἀνταῦθα δίδοσθαί φησι ὁ θεῖος ἀπόστολος παρὰ τοῦ πνεύματος ἄλλῳ μὲν λόγον σοφίας, ἄλλῳ δ' ἑρμηνείαν γλωσσῶν, ἄλλῳ δὲ προφητείαν, καὶ ἄλλῳ μὲν ἰαμάτων χαρίσματα, ἄλλῳ δ' ἐνεργήματα δυνάμεων· καὶ ἄλλοις μὲν ἄλλα, καὶ ἑτέροις ἕτερα· ἐν οἷς ἐνίοτε καὶ ἐπιστῆμαι καὶ τέχναι τὸ κράτος ἔχουσι· ὡς μήτ' εἰς ὀφρὺν ἐκφέροιτο διὰ τὸ ἀνενδεὲς τὸ τῆς εἰκόνος ἀρχέτυπον ἐνθυμούμενός τις, μήτ' εἰς ἀπογνώσεως ὀλισθαίνοι βυθοὺς, ἀχορήγητον ἔχων τὴν φύσιν παντὸς ἀγαθοῦ καὶ μηδαμῆ παρ' οὐδενὸς εἰς οἱανδήτινα χρείαν κατὰ μηδένα καλούμενος χρόνον· ὡς γίνεσθαι δῆλον ἐκ τούτων ἁπάντων, τήν τε τῶν ἀναγκαίων φύσιν εἶναι μίαν καὶ ἅμα πᾶσιν ὁμοίαν τὴν κτῆσιν· τὴν δέ γε τῶν ἐνδεχομένων οὔτε μίαν, οὔτε πᾶσιν ἐπίσης ὁμοίαν ἀεὶ, ἀλλ' ἄλλοτ' ἄλλως καὶ ἄλλοις ἄλλως ἔχουσαν· τὴν μὲν οὖν τῶν εὐσεβῶν πίστιν πάτριον τοῖς ἀναγκαίοις ἀποδιδόναι, τὴν δὲ τῶν δογμάτων σοφίαν τῷ τῆς πίστεως ἐποικοδομεῖν θεμελίῳ, καθόσον καὶ ὅπου καὶ ὅτε καὶ οἷς ἂν ἐνδέχοιτο. ἄνευ μὲν γὰρ τῆς ἁπλότητος τῆς ἐκ τοῦ θείου βαπτίσματος πίστεως, Χριστιανὸν ἀδύνατον εἶναι· σοφίας δ' ἄνευ δογμάτων, οὐδὲν κωλύει. “Ἦ γὰρ οὐδὲν ἂν ἦν τῆς πίστεως ἡμῶν ἀδικώτερον, εἰ πρὸς τοὺς σοφοὺς ἔπιπτε μόνον”, φησὶν ὁ θεῖος Γρηγόριος. τοὺς γὰρ τοιούτους λαβυρίνθους, κατ' ἐκεῖνον τὸν ὄφιν, καὶ ὁ τῶν αἱρετικῶν ὑποδυόμενος θίασος, καὶ εἰς διδασκάλους ἕνεκα κενοδοξίας μετασχηματιζόμενοι, συναρπάζουσι κακουργίαις ῥημάτων διανοίας ἀπειροκάλους, ἐκ τῶν ἐντεῦθεν ὑποδειγμάτων λυμαινόμενοι τὴν ἀλήθειαν καὶ τὸ τῆς θεολογίας καταῤῥυπαίνοντες, ὡς ὁ μέγας ἔφη Βασίλειος. καὶ τοῦτον εἶναί φημι καὶ ὃν ὁ θεῖος πεφόβηται φόβον ἀπόστολος, “μήπως (φάσκων) φθαρῇ τὰ νοήματα ἡμῶν ἀπὸ τῆς ἁπλότητος τῆς ἐν Χριστῷ”. “εἰ γὰρ αὐτὸς ὁ Σατανᾶς μετασχηματίζεται”, φησὶν, “οὐ μέγα εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης.” Ἃ μὲν οὖν εἰκὸς ἦν εἰπόντας περὶ τῆς πίστεως, δεῖξαι ὅσον τὸ ἀναγκαῖον, δίχα προσθήκης καὶ ἀφαιρέσεως στέργειν αὐτῇ, καὶ ὅσον αὖθις τῶν δογμάτων τὸ ἐνδεχόμενον, καὶ ὡς ἅπασι μὲν ἀνάγκη Χριστιανοῖς τὴν δέουσαν εἰδέναι τῆς πίστεως προσκύνησιν, οὐ πᾶσι δ' ὁμοῦ καὶ τὴν τῶν δογμάτων ὁμοίαν σοφίαν καὶ τὸ θεολογεῖν, οὐ μὴν οὐδ' ἀεὶ, οὐδ' ἄνευ κοινῆς συνόδου τῶν πανταχῆ τῆς οἰκουμένης ἐπισκόπων· καὶ ὡς πρὶν ἢ φανῆναι τὸν Καλαβρὸν Βαρλαὰμ, θησαυρὸς τῶν τοιούτων ἦν καινοφωνιῶν ἡ τοῦ Παλαμᾶ καὶ γλῶττα καὶ χεὶρ, εἴρηται· μετρίως μὲν νῦν, διὰ τὴν τῶν ἀντιθέτων ὀχλοκρατίαν· εἰρήσεται δ' ἑξῆς πλατύτερόν τε καὶ καθαρώτερον, εἰ πᾶσα δυναστεύουσα χεὶρ ἀπείη. Δυοῖν οὖν ὁπότερον ἂν βούλοιτο Παλαμᾶς αἱρείσθω· ἢ τῶν ἀκαίρων καὶ μηδὲν αὐτῷ προσηκουσῶν προφάσεων ἀφιστάμενος δεχέσθω παραπλησίως ἡμῖν τὴν τῆς εὐσεβοῦς ἁπλότητα πίστεως, πάσας πρότερον τὰς αὐτοῦ πυρὶ παραδεδωκὼς βλασφημίας· ἢ τῆς αὐτοῦ κοινωνίας ἀφισταμένους ἡμᾶς ἐνοχλείτω μηδέν. οὐ γὰρ νόμος ἐκκλησίας, οὔτ' αὐτῷ, μηδαμῶς εὐσεβεῖν αἱρουμένῳ, βίαιον ἐπιφέρειν οὐδὲν, οὔθ' ἡμῖν εὐσεβοῦσιν· ἢν μή τις βούλοιτο τυραννεῖν. τί γὰρ κενοδοξίας ἐνταῦθα δεῖ, τῇ ψυχῇ μαχομένης καὶ τῷ αἰωνίῳ παραπεμπούσης πυρί; ἢ τίς φρονήσει καὶ νῷ διοικῶν ἑαυτὸν, ἔπειτα τὸ σκεῦος τοῦ πνεύματος ὁρῶν τὸν ἀπόστολον λέγοντα, ὡς οὐδέν εἰμι καὶ ὡς οὔπω κατειληφέναι λογίζομαι ἐμαυτὸν, οὐχ ὑποπτήσσει καὶ ὑποπίπτει, ἵνα καὶ σύνεσιν ἔχειν δόξῃ, καὶ ἅμα τῆς ὀρθῆς οὐκ ἀπόσχηται πίστεως; καὶ τῶν ἀσταχύων γὰρ τοὺς πίπτοντας μᾶλλον ἀγαπωμένους ἴσμεν τοῖς γεωργοῖς, ἢ τοὺς ἀκλινῶς ἱσταμένους. ἐφόδιον γὰρ ταῖς τῶν σχημάτων ἐναλλαγαῖς, ἐκεῖ μὲν τὸ βρίθεσθαι τοῖς καρποῖς, ἐνταῦθα δὲ τῆς κουφότητος τὸ κακόδαιμον. εἶεν.»

βʹ. Ἀλλὰ γὰρ ἐμοὶ μὲν (ὡς ἐν κεφαλαίῳ φάναι) τοιάδε, πρὸς βασιλέα καὶ τοὺς ἐκείνου λόγους τὰς ἀποκρίσεις εὐθύνοντι, διειλέχθαι συμπέπτωκεν. ὁ δὲ τὸ μέσος εἶναι κατὰ τὰ ὀμωμοσμένα πόῤῥω που θέμενος ὅλος τῆς τοῦ Παλαμᾶ γνώμης ἅμα καὶ γλώττης αὖθις ἀντιποιούμενος ἦν. τοῖς γὰρ ἐκείνου τοσοῦτο παρείχετο λόγοις τἀγώνισμα, ὅσον οὐδ' ἂν εἰπεῖν ἔχω θαῤῥούντως τοῖς ἰδίοις, εἴπερ αὐτὸς ἄντικρυς ὁ τοῖς ἐγκλήμασί τε ἐνεχόμενος καὶ τὰς εὐθύνας ὑπῆρχε διδούς. διὸ καὶ τοῖς ἐμοῖς ἀχθομένῳ λόγοις ἐῴκει κομιδῇ, τὴν ἑτέραν καὶ οὐδαμῆ τὴν ἐκείνου βαδίζειν αἱρουμένῳ, ὥσπερ ἂν εἰ μόνοις τοῖς ἐκείνου βουλεύμασι πέπρωται κύκλῳ περιῤῥεῖν τὰς τῆς δικαιοσύνης πηγάς. ἐμοὶ γὰρ μάλα τοι δεδογμένον ἐπῄει γίγνεσθαι σκοποῦ προτεθέντος ἐκ προοιμίων, ἐκεῖνα λέγειν, ὅθεν ἂν τὰ τῶν σκανδάλων αἴτια τῆς ἐκκλησίας ἐξαιρεθῆναί τε ῥᾷστα καὶ ξὺν οὐδενί ποτε γένοιτο πόνῳ. ὁ δὲ ὥσπερ ὠδίνων, καὶ περιστρέφων ἅπαντα τὸν σκοπὸν ἐξ ἀρχῆς εἰς ἅπερ ἦν τῷ Παλαμᾷ πρὸς βουλήσεως, ἐκεῖ κἀμὲ τὰς τῶν λόγων προσηνάγκαζεν ἀνθέλκειν ἡνίας.
(Β.) Ὅθεν ἐξὸν ἐμὲ παῤῥησιαστικώτερον τοῖς ἐλέγχοις κεχρῆσθαι, εἰ Παλαμᾶς αὐτός μοι τὰς ἀντιῤῥήσεις εἰσῆγεν, ἔγωγε ὑφιέμην, οὐ μάλα ἑκὼν ἀνάγκῃ δουλεύων. καὶ πῶς γὰρ οὔ· ᾧ καὶ δι' εὐλάβειαν βασιλικὴν ὑφειμένως πως προενηνεγμένῳ τοὺς λόγους, ὑπὲρ τοῦ μηδὲν ἀπηχὲς εἰπεῖν σκοπουμένῳ, πολλαί μοί τινες καὶ βαρεῖαι γεγόνασιν ἐκεῖθεν ἀπέχθειαι καὶ πρὸς τὸν τοῦ λόγου δρόμον ἐφόδια φθαρτικὰ, τὸ τοῦ ἤθους ἐλεύθερον φυλάττειν ἀδούλωτον εἰθισμένῳ, καὶ μάλιστα νῦν ὀφείλοντι, περί γε θεοῦ καὶ τῶν τῆς ἐκκλησίας ἐκείνου δογμάτων τοῦ ἀγῶνος ὄντος ἡμῖν;
(Γ.) Ὡς ἂν ἡ συμφωνία διηνεκὴς τοῦ πρώτου σκοποῦ τοῖς ἄλλοτ' ἄλλως μεταξὺ παραπλεκομένοις πράγμασιν ἐπίσης ἀκήρατος μένῃ, ἦν ὠθισμός τις καὶ βία παρ' ἑκατέροις ἡμῖν, ὁποία κἀν τοῖς ὁπλομάχοις ἀγῶσι ὡς τὰ πολλὰ καθίσταται, βιαζομένων ἑκατέρων τῶν στρατοπέδων, πρὶν συῤῥαγῆναι τὰς τάξεις, περὶ τοῦ ποτέροις ἂν προκατειλῆφθαι γένοιτο τὸν ὑπερέχοντα τόπον, ὡς ἐνταῦθα τοῦ παντὸς ἀγῶνος τὰς τῆς νίκης στρέφοντος ἐλπίδας, κἀν τούτῳ τὰς ἀδήλους τοῦ πολέμου προκατατιθεμένου τύχας ὡς τὰ πολλά.
(Δ.) Ὁ μὲν γὰρ πρῶτον τοὺς τῆς σηπίας με τρόπους ἔλεγε μιμεῖσθαι· καθάπερ γὰρ ἐκείνην, μηχανωμένην δρασμὸν, τὸ μέλαν ἐμεῖν κατὰ τῆς τῶν ἁλιέων σαγήνης, οὕτως ἔφασκε κἀμὲ, πρὸς ἕτερα μεθαρμόζειν κατὰ τὸ λεληθὸς τὸν ὅλον σκοπὸν τοῦ ἀγῶνος ἀεὶ πειρώμενον, κατ' ἐκείνου μηχανᾶσθαι ξενηλασίαν φάναι τινὰ, καὶ τοῦ Θαβωρίου φωτὸς ἀπελαύνειν πανούργως, αὐτάρκη πρόφασιν ἐς τὴν προκειμένην ὑπόθεσιν ἔχειν οἰομένου τουτί. δεύτερον ἐνεκάλει μοι, κακῶς εἰσάγειν τὸ περὶ τοῦ μὴ δεῖν θεολογεῖν κεφάλαιον, τῶν ἁγίων ἄνω καὶ κάτω διαῤῥήδην θεολογούντων· οἷς καὶ τὸν Παλαμᾶν ὑποδείγμασι χρώμενον τὰς νέας ἔλεγε γράφειν θεολογίας, ὑπὲρ ὧν τὸ οἰκεῖον αἷμα διδόναι καὶ μάλα προθύμως ὁ ἀῤῥεπὴς κριτὴς διετείνετο· ἃς καὶ καυθῆναι λέγοντος μᾶλλον ἐμοῦ, καθήπτοντο μάλα σφοδρῶς καὶ παῤῥησίᾳ Παλαμᾶς καὶ Ἡρακλείους, σύν γε τῷ πατριάρχῃ, τότε λέγοντες καυθήσεσθαι σφᾶς, ὅτε καὶ τὸ τοῦ Χριστοῦ εὐαγγέλιον, εἰς ταὐτότητος λόγον φεῦ τὴν ἀμφοτέρων τιθέντες ἁρμονίαν. καὶ ἔτι καὶ τρίτον ἔγκλημα τουτὶ προσῆγεν ἐμοὶ, λέγω δὴ τὸ τῆς ἐμῆς ὁμιλίας πρὸς βασιλέα σκληρὸν καὶ οὐκ ἐνδιδόμενον οὐδαμῆ· μηδὲ γὰρ εἶναι σοφῶν βασιλεῦσιν ὁμιλεῖν οὑτωσί.
(Ε.) Περὶ οὗ καὶ βραχέα εἰπὼν ἀπήλλαγμαι, οὐ μόνον τοὺς τῶν ἁγίων πάλαι πρὸς βασιλέας εἰς μέσον ἀγαγὼν διαλόγους, ἀλλὰ καὶ τῶν ἔξω σοφῶν ἐνίους, Σόλωνος πρὸς Κροῖσόν φημι τῶν Λυδῶν βασιλέα, καὶ Πλάτωνος πρὸς Διονύσιον, τὸν τῆς Σικελίας, καὶ πλείους ἄλλους, ὧν οὐ χρεία μεμνῆσθαι τανῦν. πῶς γὰρ ἂν μιγείη τὰ ἄμικτα, σοφία λέγω καὶ κολακεία; εἰ γὰρ σοφὸς, οὐ κόλαξ· εἰ δὲ κόλαξ, οὐ σοφός. ὅταν δὲ καὶ περὶ τοῦ θεοῦ τὰ τῆς διαλέξεως ᾖ, τότ' οὐδ' εὐσεβὴς ὁ κόλαξ. ἄλλως τε καὶ τῆς σοφίας, εἰ πρὸς ἀνθρωπίνην ἅπασαν συγκρίνοιτο εὐγένειαν, τοσοῦτο διαφερούσης ὅσον ὀβολοῦ λυχνίτης, τοσοῦτο διαφέρειν χρεὼν καὶ τὴν τῶν σοφῶν ὁμιλίαν, συγκρινομένην πρὸς ἀνδραποδώδη καὶ ἀγεννῆ κολακείαν. ἦ πολλὴ μεντἂν ἀλογία γε εἴη, καὶ παραπλήσιον, ὥσπερ ἂν εἰ ἐνεκάλει τις Ἀχιλλεῖ μὴ βουλομένῳ Θερσίτην εἶναι, ἢ τῷ λέοντι μὴ τὴν ἀλωπεκῆν ἀλλαττομένῳ τῆς λεοντῆς.
(Στ.) Περὶ δὲ τοῦ τῆς σηπίας μέλανος καὶ πάνυ τεθαύμακα, πῶς οἷς ἐγκαλεῖσθαι ἐκεῖνον ἐχρῆν, τὰ μὲν προφανῆ παρατρέχοντα, τὰ δ' ἀφανῆ καὶ πόῤῥω μνήμης ἐς μέσον ἄγοντα, ταῦθ' ἡμῖν αὐτὸς ἐγκαλεῖν οὐκ ὀκνεῖ, καὶ ταῦτα καὶ περὶ αὐτῶν ἐν ἑτέρῳ που τὰ εἰκότα προδιαλαβοῦσι. «ὅμως ἐπείπερ οὐ διαλείπεις», ἔφην, «περὶ τὸ Θαβώριον ἀναστρεφόμενος καὶ πᾶσαν εἰς τοῦτο φέρων ὑπόθεσιν, οὐκ ἔχων (ὡς ἔοικεν) ὁρμητήριον ἕτερον, ἢ μὴ ἔχων ἀσφαλέστερον, ἐγώ σου καὶ ταύτην λῦσαι πειράσομαι τὴν ἀνάγκην, οὐ πάνυ προσῆκον ἡμῖν. τί γὰρ ἔδει νεκρικῶν ἡμῖν διαλόγων τήμερον, μυρίας ἄλλας καινοφωνίας προκομίζουσι, ὁποίας ἐκεῖθεν ἀεὶ καὶ γράφων καὶ λέγων ὁ Παλαμᾶς ἁλίσκεται;»
(Ζ.) Λέγειν τοίνυν ἀρξάμενος τὸ συνεχὲς ὑπ' ἐκείνου διεκοπτόμην τῶν λόγων, δειλιῶντος οἶμαι τὸ τῶν ἐλέγχων ἄμαχόν τε καὶ δυσεκβίαστον, ὅτι λύσιν τῶν ἤδη προτεινομένων αὐτὸς οὐκ εἶχεν ἀνανταγώνιστον.

γʹ. Ὅμως ὑμῖν οὐκ ὀκνήσω διεξιέναι τὰ καιριώτερα κατὰ τὸ συνεχὲς ἐν τῷ ἄρτι, τό,τε διάπυρον τῆς ὑμῶν ἀκροάσεως παρακρούεσθαι δυσωπούμενος καὶ ἅμα ἐπιῤῥαπίζειν αὐτοῦ βουλόμενος τὸ νομίζειν ἐκεῖθεν ἔχειν, εἰς ἅπερ ἐνεχόμενος ἐγκαλεῖται, βοήθημα γοῦν τι μικρόν.
(Β.) Ἔφασκον γὰρ μήτε τοῖς τότ' ἐκείνου χρείαν ζητήσεως, μήτε τοῖς νῦν. ἃ γὰρ ταῖς ἀεὶ παροιμίαις ὄνειδον ἔχει περιφανῆ κομιδῇ, ταῦθ' ὁ Παλαμᾶς οὐκ αἰσχύνεται δρῶν. τὸ γὰρ «ἄμας ἀπαιτούμενον ἀρνεῖσθαι σκάφας» πάλαι μὲν ταῖς παροιμίαις ἐπαίζετο· νῦν δὲ τούτῳ καὶ σφόδρα σπουδάζεται. ἐγκαλουμένῳ γὰρ, ἄκτιστον λέγοντι βλέπειν φῶς καὶ θεὸν σωματικοῖς ὀφθαλμοῖς, ἔπειτ' ἀπόδειξιν ἐναργῆ κεκτημένῳ μηδαμῆ μηδενὸς τῶν ἁγίων, ἐπικουρίαν ἔδοξεν ἔσεσθαί οἵ τινα, εἰ ὥσπερ εἰς καταφυγὴν ὀχυρὰν ἀνεχώρησε πρὸς Θαβὼρ τὸ ὄρος καὶ τὸ φῶς ἐκεῖνο. καὶ εἰ μέν τινα προεκόμιζεν ἐνταῦθα γοῦν τῶν ἁγίων, ταὐτὸν ἐκείνῳ φάσκοντ' εἶναι τουτὶ τῷ ἐν Θαβωρίῳ, συγγνώμη τις ἂν ἴσως ἦν, εἰ καὶ μηδὲν ὀνήσειν ἔμελλεν αὐτῷ ψευδομένῳ τὴν πρώτην ὑπόθεσιν. νῦν δ' οὐδεὶς εὑρίσκεται τῶν ἁγίων λέγων ἃ αὐτὸς τερατεύεται. θέσιν δ' ἑαυτοῦ ποιούμενος ταύτην αὐτὸς ψευδῆ καὶ ἀσύστατον οὕτως ἄνεισιν εἰς τὸ ὄρος, πρὶν καθαρθῆναι καὶ γλῶτταν καὶ διάνοιαν.
(Γ.) Ἐκ πολλοῦ γὰρ εἰκονομαχίαν νοσῶν ὁ ἀνὴρ, ὡς ὑπὸ πολλῶν πολλάκις καὶ τοῦτο μεμαρτύρηται μὲν, σεσίγηται δὲ μὴ προσιεμένου τοῦ βασιλέως, αἰνιγματωδῶς πως τοῖς αὐτοῦ ποιήμασιν ἐπισπείρει τὸ νόσημα. οἱ γὰρ εἰκονομάχοι μεταβεβλῆσθαι τὴν τοῦ κυρίου σάρκα κατὰ τὴν μεταμόρφωσιν ἔλεγον ἐπὶ φῶς ἄφθαρτόν τε καὶ ἄκτιστον θεότητα. δῆλον δὲ ἐκ τῶν τότ' ἀγωνισαμένων κατὰ τῆς αἱρέσεως θεοφόρων καὶ θεολόγων ἀνδρῶν. ὧν ἕνα Θεόδωρον τὸν Γραπτὸν προχειρισάμενοι διὰ τὸ σύντομον, ὃς Εὐσεβίῳ τῶν τότε λογίων τῷ πρώτῳ συμπλακεὶς εἰς διάλεξιν τάδε φησὶ, δείξομεν ἐν βραχεῖ.
(Δ.) Πρῶτον μὲν οὖν εἰσάγει λέγοντα ἐκεῖνον, ὡς τὸ σῶμα τοῦ Χριστοῦ μεταμεμόρφωται καὶ ἀπηθανάτισται καὶ ἄφθαρτόν ἐστι, καὶ ἡ τοῦ δούλου μορφὴ ἐν τοιούτοις γενομένη ἐξ ὅλων ὅλη μεταβέβληται ἐπὶ φῶς ἄῤῥητον καὶ ἀνεκδιήγητον, αὐτῷ τῷ θεῷ λόγῳ πρέπον. εἶτα ἐλέγχει αὐτὸν λέγων· «ἀλλὰ κατακομψεύεται Εὐσέβιος, ἐπὶ φῶς ἄῤῥητον καὶ ἀνεκδιήγητον καὶ τῷ θεῷ λόγῳ πρέπον τὴν τοῦ κυρίου σάρκα μεταβεβλῆσθαι. καὶ τί ἂν εἴη τοῦτο τὸ φῶς, ζητεῖν ἐπάναγκες. οὐ γάρ πω σαφῶς ὅ, τι ἐστὶν ὁ γεννάδας ὑπέδειξε νῦν, ὅτι μὴ τῷ θεῷ λόγῳ πρέπον προσθείς· εἰς ὕστερον δὲ ἐρεῖ ἐκδηλότερον. ὅμως πρὸς τὰ δεδογμένα αὐτῷ ἐν τῷ παρόντι τὸν λόγον ἡμεῖς ἐξετάσωμεν. τί οὖν ἐστιν; ἆρα οὐσία τις καὶ ἐνυπόστατον καθ' αὑτὸ ὑφεστὼς καὶ μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν; ἢ ποιότης ἀσώματος καὶ ἀνούσιος, ἐν ἄλλῳ τὸ εἶναι οὐκ ἐν ἑαυτῇ θεωρούμενον ἔχουσα; ἀλλ' εἰ μὲν οὐσία ἐστὶ, πότερον ἀγγελική; ἐπεὶ καὶ ἄγγελος φῶς καὶ τοῦ πρώτου καὶ ἀνωτάτω φωτὸς μαρμαρυγὴ καὶ ἀπόλαμψις. ἀλλ' οὐκ ἂν τοῦτο εἴποι.» καὶ μετ' ὀλίγον· «εἰ θεία οὐσία, πῶς εἰς τοῦτο μετῴχετο; εἰ μὲν ἐν ἰδίᾳ ὑποστάσει καθ' ἑαυτὴν θεωρουμένη μετελθοῦσα, καὶ οἷον ἄλλο καὶ εἰδικὸν ἀποτεμομένη πρόσωπον, εἰς τὴν τοῦ λόγου διαπρέπον ἐμφέρειαν, μηδεμιᾷ τῶν ἐν τῇ τριάδι νοουμένων συμπαρυποστᾶσα καὶ συμφυεῖσα, τετρὰς σαφῶς αὐτῷ ἡ τριὰς ἀποτετέλεσται. καὶ ὁρᾶτε, ὡς φιλότιμος περὶ τὴν θείαν οὐσίαν Εὐσέβιος, ἀφθονίᾳ ὑποστάσεως πληθύνων καὶ αὔξων τὰ ἀπλήθυντα καὶ ἀμείωτα καὶ πάσης τῆς ὁπωσοῦν ὑφέσεως καὶ πλεονασμοῦ παντάπασιν ἀνεπίδεκτα. εἰ δ' εἰς τὴν τοῦ λόγου συγχεθεῖσα καὶ ὥσπερ συνουσιωθεῖσα παρῆλθεν ὑπόστασιν, μετὰ πλείονος τῆς εὐγνωμοσύνης προσθήκην καὶ αὔξησιν τῇ τοῦ λόγου αὐτῇ δίδωσιν ὑποστάσει· ἥτις οὐκ ἄλλη παρὰ τὴν τοῦ πατρὸς οὐσίαν τῇ φύσει ἐστὶ, τῷ χαρακτηριστικῷ δὲ τῆς ἰδιότητος μόνον κατὰ τὴν γέννησιν διαφέρουσα. οὕτω πρὸς τὴν ὑπερπλήρη καὶ ἀπροσδεᾶ καταδαψιλευόμενος φύσιν τὴν ἑαυτοῦ σαφῶς ἐκπομπεύει μανίαν, ὥστε σύνθεσιν ἐπὶ τῆς ὑπερηπλωμένης καὶ πάσης ἁπλότητος ὑπερέκεινα οὐσίας ἐπινοεῖν, ἐξ ἧς καὶ πάθος ἐξ ἀνάγκης ἕψεται ἐπὶ τῆς μακαρίας καὶ ἀπαθοῦς θεότητος.» καὶ μετ' ὀλίγον· «ὑπόλοιπον δ' οὖν ἐστι ζητεῖν, εἰ ποιότητα τοῦτο ἀσώματον ἢ ἀνούσιον εἶπε, τί συμβαίνει· οἷον ἀπόῤῥοιάν τινά τινος οὐσίας καὶ ἀπαύγασμα, εἰς ἣν ἡ μορφὴ ἐκείνη μεταβέβληται; ἀλλ' οὐδὲν ἧττον ἡ πασῶν ἐσχάτη ὕβρις καὶ ἀτοπία τῷ θείῳ προστρίψεται σώματι. λωβήσαιτο γὰρ ἂν τὸν τοῦ εἶναι λόγον, καὶ ταύτῃ τὸ ἀνύπαρκτον εἰσαχθήσεται. ἄλλως τε οὐδ' ἔνεστι ποιότητα ὑποκειμένου δίχα καθ' ἑαυτὴν ὅτι ποτέ ἐστι διαδειχθῆναι, κἂν τῶν οὐσιωδῶν αὐτὴν εἴποι τις· ἣ καὶ εἰς οὐσίας μέρος ἀνάγεται. ὡς δ' ἐπὶ παραδείγματος εἰπεῖν, οὐκ ἂν τὸ λογικόν που συσταίη ὑποκειμένου ἄνευ, ὅ ἐστι τὸ ζῶον, εἰ μὴ πρότερόν τις ὑπόθοιτο οὐσίαν ἔμψυχον αἰσθητικήν. ὡσαύτως καὶ εἰ τὸ θνητὸν, ἢ ἀθάνατον, ἤ τι τῶν τοιούτων. ἐν τίνι γὰρ ἂν σχοίη τὴν ὕπαρξιν;» καὶ ἀλλαχοῦ· «ὅτι μὲν γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι δεῖ ἀφθαρσίαν καὶ τὸ θνητὸν ἀθανασίαν, ὁ μέγας μυσταγωγεῖ ἀπόστολος. τὸ δὲ σῶμα ἀσωματότητα ἐνδύσασθαι, ἢ τὸ κτιστὸν γενέσθαι ἄκτιστον, ἢ τὸ περίγραπτον εἰς ἀπεριγραψίαν μετατεθῆναι, οὔπω μέχρι καὶ τήμερον ἤκουσται.» καὶ ἀλλαχοῦ· «τὸ φύσει ἁπλοῦν οὔτε ὁρᾶσθαι, οὔτε εἰδοποιεῖσθαι, οὔτε πάσχειν τι καθ' ὁντιναοῦν τρόπον πέφυκεν. ἀπαθὲς γὰρ καὶ ἄφθαρτον καὶ πάντη ἀκατάληπτον καὶ ἀπερίγραπτον· τοῦτο δὲ τί ἂν εἴη ἄλλο ἢ θεός;» καὶ μετ' ὀλίγον· «εἰ γὰρ ταὐτὸν εἶεν, οὐ δύο ἂν εἶεν, ἀλλὰ μία φύσις. ἡ γὰρ σύνθεσις τὸ διάφορον τῶν συντρεχόντων ᾄδει καὶ ἑτεροούσια εἶναι δηλοῖ.»
(Ε.) Ἐντεῦθεν ἐξεῖναι τοῖς βουλομένοις οἶμαι συνορᾷν, ὁμοῦ τῷ καταράτῳ Εὐσεβίῳ ἐκείνῳ καὶ Παλαμᾶν ἐλεγχόμενον, ἅτ' ἐκείνῳ ταὐτὰ γράφοντα καὶ φρονοῦντα. ὅτι μὲν γὰρ καὶ θεῖαι τῶν ἁγίων εἰκόνες καὶ τοῖς περὶ τὸν Παλαμᾶν ἐῤῥιπτοῦντο πρὸς πῦρ, δῆλον μὲν τοῖς θεασαμένοις τε καὶ τὸ ἀπόῤῥητον ἐξειποῦσι καὶ ὅρκῳ βεβαιωσαμένοις τουτὶ πρὸς πολλούς· ὅτι δὲ φωραθέντες, καὶ δείσαντες τὴν τοῦ πλήθους ὁρμὴν, καὶ μάλιστα διὰ τὸ ἐπεισπεσὸν ἕτερον νέφος τῶν ἐγκλημάτων αὐτοῖς, προσκυνεῖν ὑποκρίνονται καὶ αὐτοὶ, καὶ πρὸς τοὺς θείους συνεισιέναι ναοὺς, σιωπῇ καλύπτεσθαι ἐπεπράχεσαν. σιωπητέον καὶ ἡμῖν ἐν τῷ ἄρτι.
(Στ.) Δεικτέον δ' οὖν τὴν συμφωνίαν ἀμφοῖν ἔκ τε τῶν σφίσιν ἀεὶ λεγομένων καὶ ἅμα τῶν τοῦ μεγάλου τοῦδε πατρὸς ἐλέγχων. ὁ μὲν γὰρ εἰκονομάχος Εὐσέβιος ὅλον ἐν τῇ μεταμορφώσει μεταβεβλῆσθαί φησι τὸ τοῦ κυρίου σῶμα πρὸς φῶς ἕτερον, ἄφθαρτόν τε καὶ ἄκτιστον. ὁ δὲ Παλαμᾶς τοῖς μίαν ἄκτιστον θεότητα κηρύττουσι μεμφόμενος, καὶ θεμέλιον ἐκ τοῦ Θαβωρίου τούτου κατασκευάζων φωτὶ, ἄλλο τίθησιν εἶναι παρὰ τὴν οὐσίαν ἐκεῖνο τὸ φῶς, ἄκτιστόν τε καὶ ἄφθαρτον θεότητα μεταξὺ θεοῦ καὶ ἀγγέλων. φησὶ γὰρ οὑτωσὶ κατὰ λέξιν, παραφθείρων τῶν ἁγίων τοὺς λόγους· «ὁ τοίνυν λέγων τὴν λαμπρότητα τῆς θείας φύσεως, ἧς καὶ οἱ θεῷ λειτουργοῦντες ἄγγελοι μετέχουσι, καθ' ἣν καὶ οἱ δίκαιοι λάμψουσι ὡς ἥλιος, μήτ' οὐσίαν εἶναι θείαν, μήτ' ἀγγελικὴν, οὐ τίθησι μεταξὺ θεοῦ καὶ τῶν ἀγγέλων φῶς, ὃ μήτε θεός ἐστι μήτ' ἄγγελος· ἐπεὶ καὶ Διονύσιος ὁ θεῖος τοὺς ἐν θεῷ τῶν ὄντων λόγους, ὧν ἄγγελοι καὶ ἄνθρωποι μετέχουσιν, οὐκ εἶναί φησιν οὐσίαν οὔτε θείαν οὔτε ἀγγελικήν.» ὁρᾷς πῶς ἐπειγόμενος ἄκτιστόν τε καὶ ἄφθαρτον καὶ ἄλλην θεότητα δεῖξαι τόδε τὸ φῶς καὶ Διονύσιον διαβάλλει τὸν μέγαν, τἀκείνου παρεξηγούμενος· ὡς ἡμῖν γε πλατύτερον ἐν τοῖς κατ' αὐτοῦ στηλιτευτικοῖς καὶ ἀντιῤῥητικοῖς δέδεικται λόγοις τρανότερον; σαφέστερον δὲ ἐν τῷ περὶ φωτὸς αὐτοῦ τίθησι λόγον. «οὐσία μὲν γὰρ θεοῦ (φησὶν) οὐκ ἔστι· καὶ γὰρ ἀνέπαφος ἐκείνη. ἄγγελος οὐκ ἔστι· δεσποτικοὺς γὰρ φέρει χαρακτῆρας.»
(Ζ.) Καὶ οὐ μόνον δὲ τὸ τοῦ κυρίου σῶμα καὶ οὗτος γεγενῆσθαί φησιν ἄκτιστον, ἀλλὰ καὶ τὰ τῶν ἐναρέτων ἀνθρώπων· καὶ ὀνομαστὶ μὲν τὸν Μελχισεδὲκ τίθησιν ἄναρχόν τε γενέσθαι καὶ ἄκτιστον, ἀορίστως δὲ τοὺς κατὰ τὸν Παλαμᾶν ἅπαντας. παραθήσομαι δὲ καὶ αὐτὰς κατὰ τὸ ἀπαράλλακτον τὰς αὐτοῦ ῥήσεις· «πῶς οὐκ ἄκτιστος ἡ χάρις, δι' ἣν καὶ οἱ μετέχοντες αὐτῆς ἄναρχοι καὶ ἄκτιστοι καὶ ἀτελεύτητοι καὶ ἀΐδιοι καὶ οὐράνιοι κατ' αὐτὴν παρὰ τῶν πατέρων προσηγορεύθησαν;»
(Η.) Ἃ μὲν οὖν δοκεῖ τῷ καταράτῳ καὶ Παλαμᾶς συμφωνεῖν Εὐσεβίῳ, ταῦτά ἐστιν. ἃ δ' ἐπαύξων οὗτος τὰς ἐκείνου παρήλασε βλασφημίας, κακίαν ἐπὶ κακίᾳ προσεπιδαψιλευσάμενος, εἶμι ἐρῶν. ὄνομα γὰρ θεὶς ἐνέργειαν τῷ φωτὶ γενικὸν, ἔπειτα διαιρεῖ πρὸς ἀπειράκις ἀπείρους θεότητας, ἀκτίστους τε ἅμα καὶ διαφόρους ἀλλήλων, δύναμιν δηλαδὴ καὶ σοφίαν καὶ ζωὴν καὶ βουλὴν καὶ ἀλήθειαν καὶ ὕπνον καὶ μέθην καὶ ὅσα τῇ τῶν ἀνθρώπων ἐφεύρηται ἀπορίᾳ κατὰ διαφόρους καιροὺς ὀνόματα· ὡς εἶναι θεότητας ταύτας κατ' εἶδος, ἀτελεῖς μὲν καθ' ἑαυτὰς καὶ δεομένας ἀλλήλων· συντιθεμένων δ', ἐπιγίγνεσθαί σφισι τὴν τελειότητα.
(Θ.) Ἐντεῦθεν καὶ εἰς τοσαύτην ἤλασε τὸ πρᾶγμα κακίαν, ὡς καὶ παῤῥησιασθῆναι τὰς τοιαύτας βλασφημίας ἐπὶ μέσης τῆς τῶν ἐπισκόπων ἐκείνων ἀτόπου φάλαγγος, παρόντων καὶ ἡμῶν, ὡς μὴ ὤφελε, καὶ ψήφῳ κοινῇ βασιλέως ὁμοῦ καὶ σύν γε πατριάρχου τῶν ἐπισκόπων ἐκείνων, ἄλλην μὲν τὴν οὐσίαν εἶναι θεότητα, ἄλλην δὲ, καὶ σφόδρα διάφορον, τὴν ἐνέργειαν· καὶ ἅμα μὴ τὴν οὐσίαν εἶναι τὴν ἁγιάζουσαν οὔτε τὸν ἡμῖν μεταλαμβανόμενον θεῖον ἄρτον. ἅπερ ἀκηκοότων ἡμῶν, ὦ δίκη καὶ ἀνοχὴ θεοῦ, κατὰ ποταμοὺς ἐχώρει τὰ δάκρυα· κἄπειτα ἐφεξῆς δημοσίᾳ ῥαγεῖσαν ἔτι κακίαν ἄλλην ἰδόντες ἐπέσχομεν τοῦ δακρύειν, οἶμαι τῶν τοῦ ἐγκεφάλου ξηρανθέντων ὑγρῶν ὑπ' ἐκπλήξεως· ἤδη γὰρ καὶ χεῖρας ἐπιβάλλειν ἤρξαντο μετ' ὀργῆς ἀναστάντες ἅμα τῷ πατριάρχῃ καὶ οἱ ἐπίσκοποι καθ' ἡμῶν, μηδ' ἀκούειν τά γε τοιαῦτα ἀνεχομένων. ἀλλὰ ταῦτα μὲν ὕστερον· νῦν δ' ἐπαναληπτέον ἐκεῖθεν τὸν λόγον, ὅθεν εἰς ταῦτα ἐξέβημεν ἄκοντες, τῇ μνήμῃ συγχυθέντες τοῦ πάθους.
(Ι.) Παρέσται δ' ἐντεῦθεν τοῖς ἁπλῶς ἐθέλουσι κρίνειν, ἀναλεγομένους ἕκαστα, ταῖς τε βλασφημίαις τοὺς ἐλέγχους τοῦ θείου καὶ μεγάλου πατρὸς ἐκείνου συμβάλλειν, καὶ αὖ τοῖς ἐλέγχοις τὰς βλασφημίας, καὶ παρ' ἄλληλα συνορῶντες ἐπιψηφίζεσθαι, πῶς καὶ τὴν τῶν εἰκονομάχων ἐξαρχῆς κτησάμενος αἵρεσιν προσεπεδαψιλεύσατο καὶ αὐτὸς τῇ αὐτοῦ κακίᾳ προσθήκας ἀτοπωτέρας. εἰ γὰρ δείξαιμεν αὐτῷ μαχόμενον ἄντικρυς τὸν μέγαν ἐκεῖνον διδάσκαλον, καθ' ἡσυχίαν ἡμῖν ᾗ βουλόμεθα ὁ τῆς ἀποδείξεως χωρήσει σκοπός.
(ΙΑ.) Καὶ περὶ μὲν τοῦ φωτὸς βραχείας ἡμῖν δεήσει τῆς γλώττης. τοῦ γὰρ θείου ἐκείνου πατρὸς πυνθανομένου σοφώτατά τε καὶ ὑψηλότατα, ὁπότερον αὐτὸς ἐθέλει ἀποκρινέσθω· εἴτ' οὐσίαν εἶναι τουτὶ τὸ φῶς καὶ ἐνυπόστατον ἀποφαίνοιτο, καθ' αὑτὸ ὑφεστηκὸς καὶ μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν· ἢ ποιότητά τινα ἀνούσιον καὶ ἀσώματον, ἐν ἄλλῳ τὸ εἶναι ἔχουσαν καὶ οὐκ ἐν ἑαυτῷ θεωρούμενον. συναχθήσεται γὰρ τριῶν ἕν γέ τι τὸ ἄτοπον. εἰ γὰρ οὐσίαν φαίη, ἢ ἄγγελος ἔσται, καὶ διαλύεται τὸ ἄκτιστον αὐτοῦ μετὰ τῆς θεότητος· ἢ τετάρτη ὑπόστασις, καὶ τὸ ἄτοπον ὅσον ὁ θεῖος δείκνυσι πατὴρ καὶ διδάσκαλος. εἰ δὲ ποιότητά τινα ἀνούσιον καὶ ἀπόῤῥοιαν ἄλλης οὐσίας, εἰσαχθήσεται τὸ ἀνύπαρκτον τῆς θεότητος. μᾶλλον δὲ ἀδύνατον εἶναί φησι, ὑποκειμένου δίχα καθ' ἑαυτὴν συστῆναι ποιότητα· ὥσπερ οὐκ ἂν τὸ λογικὸν εἴπῃ τις, οὖσαν διαφορὰν οὐσιώδη τἀνθρώπου, μὴ τοῦ ζώου πρότερον ὑποκειμένου, ὅ ἐστιν οὐσία ἔμψυχος αἰσθητική· εἶναι γὰρ τὰ οὐσιώδη καὶ φυσικὰ τῆς οὐσίας καὶ φύσεως μέρη τὴν ἐπιστήμην ὁρίζεσθαι. εἰ δ' ἐπὶ τῶν συνθέτων, πολλῷ μᾶλλον ἐπὶ τῶν ἀμερῶν καὶ ἁπλῶν ἔσται, καὶ ἔτι μᾶλλον ἐπὶ θείας φύσεως, τὰ οὑτωσὶ λεγόμενα.

δʹ. Οὕτω τοίνυν διὰ τούτων τοῖς εἰκονομάχοις συγκαταλυομένου τοῦ Παλαμᾶ πρὸς τοῦδε τοῦ σοφωτάτου καὶ θείου διδασκάλου, φέρε λύσωμεν καὶ ἡμεῖς τὴν ἐπιδαψιλευθεῖσαν τῷ ἀνοσίῳ προσθήκην, αὐτῷ πάλιν συμμάχῳ χρώμενοι τῷ ἁγίῳ καὶ οἷς ἄλλοις πολλοῖς τε καὶ εὐμηχάνοις κατὰ τῶν εἰκονομάχων ὅπλοις ἐχρήσατο· ἵνα πολλαχόθεν οὗτος μακροῖς τισι τῆς κακίας μέτροις καὶ τοὺς εἰκονομάχους φαίνηται νικῶν, καὶ ἅμα συναναφαίνηται μὴ παρέργως κἀκ τοῦ παρήκοντος εἰς τὸ Θαβώριον ἀεὶ καταφεύγων ὄρος, ἀλλὰ καὶ μετὰ μάλα πικρῶς ἐφεδρευούσης περινοίας.
(Β.) Ἐξεταστέον οὖν ἐστιν ἡμῖν, πῶς ἄκτιστον γεγονέναι λέγει τὸ τοῦ κυρίου σῶμα· καὶ ταῦτ', ἐκκηρύκτων τῇ ἐκκλησίᾳ περιφανῶς γενομένων, ὁπόσοι πάλαι τουτὶ παρελήρησαν· καὶ ἅμα, πῶς οἱ κατὰ τὸν Παλαμᾶν ἄκτιστοί τε καὶ ἄναρχοι γίνονται ἄνθρωποι. τῆς γὰρ ὁμοίας ἔχονται κακοδοξίας ἀπρὶξ καὶ ταυτὶ, λέγω δὴ τῆς τῶν εἰκονομάχων, ἣν ὡς ἀρχὴν καὶ θεμέλιον κράτιστον τῆς ὅλης προὔθετο σαθρᾶς οἰκοδομῆς αὐτοῦ.
(Γ.) Ἵνα γὰρ τὰς τῶν ἄλλων ἐν τῷ παρόντι παρεὶς ἀντιῤῥήσεις ἁγίων μόνῳ τῷ σοφῷ κἀνταῦθα καὶ θείῳ ἐκείνῳ χρήσωμαι διδασκάλῳ, τῷ καὶ τηνικαῦτα μὲν ἀντιστάντι πρὸς τὸν τῆς εἰκονομαχίας ἐκεῖνον πόλεμον, καὶ πολλὰ μὲν πεπονθότι, πολλὰ δ' ἀντειπόντι, καὶ ὡς πύργον Χαλάνης διὰ τέλους ἄχρι καὶ τῶν ἀτόμων τὴν πλάνην καθῃρηκότι, καὶ νῦν ὁμοίως τοὺς τὰ ὅμοια νοσοῦντας ἐκείνοις καθαιροῦντι· «ὅτι μὲν», φησὶ, «τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι δεῖ ἀφθαρσίαν καὶ τὸ θνητὸν ἀθανασίαν, ὁ μέγας μυσταγωγεῖ ἀπόστολος· τὸ δὲ σῶμα ἀσωματότητα ἐνδύσασθαι, ἢ τὸ κτιστὸν γενέσθαι ἄκτιστον, ἢ τὸ περίγραπτον εἰς ἀπεριγραψίαν μετατεθεῖσθαι, οὔπω καὶ τήμερον ἤκουσται.» ἐντεῦθεν μανθάνειν ἡμῖν σαφῶς περιγίνεται, ὅτι τε τοῖς εἰκονομάχοις ταῦτα παραλελήρηται καὶ τῆς ἐκείνων ἐστὶ κακοδοξίας· καὶ νῦν ὁρᾶται περὶ τὴν αὐτὴν αὐτοῖς καὶ Παλαμᾶς βακχεύσας τράπεζαν καὶ ὅλον εἰς κόρον ἐκροφήσας τὸν τῆς κακοδοξίας ἐκείνης κρατῆρα.
(Δ.) Ἀλλὰ μικρὸν ἐπισχόντες πυθέσθαι θελήσωμεν καὶ πῶς προϊὼν ὁ μέγας οὗτος διδάσκαλος σοφωτάτην ποιεῖ τὴν τῶν ῥηθέντων εὐκρίνειαν. «πᾶν γὰρ,» φησὶ, «τὸ μεταβαλλόμενον ἢ καθ' αὑτὸ ἢ κατ' οὐσίαν μεταβάλλεται· ὃ δὴ περὶ γένεσιν καὶ φθορὰν θεωρεῖται· ἢ κατά τι τῶν ἐν αὐτῷ, καὶ τοῦτο διχῶς· ἢ κατὰ τὸ ποσὸν, καθ' ὃ ἡ αὔξησις καὶ ἡ μείωσις δείκνυται· ἢ κατὰ τὸ ποιὸν, ἐξ οὗ ἐμφαίνεται ἡ ἀλλοίωσις· ἥ ἐστι μετασχηματισμὸς χαρακτῆρός τινος, ἢ κατά τι τῶν τοῦ ὑποκειμένου πράγματος ἐξαλλαγὴ, χωριστῶς ἢ ἀχωρίστως ἐπισυμβαίνουσα· ὅπερ ἀλλοῖον μὲν καὶ διάφορον τοῦ προτέρου δείκνυσιν, οὐ μὴν ἄλλο τι τὸ ἀλλοιούμενον ἀπεργάζεται. οὐ γὰρ οὐσιωδῶς μετέβαλεν· ἀλλ' ἐκ τοιοῦδε τὸν αὐτὸν τοιόνδε κατὰ τὸ ποιὸν γενέσθαι πεποίηκε. τοῦτο δ' οὐκ ἔστιν ἐξ ὅλων ὅλον μεταβεβλῆσθαι. τὸ γὰρ ὑποκείμενον πάντως ὑπομένει σωζόμενον. εἰ δὲ κατὰ τὸ ποσὸν μετέβαλεν, αὔξησίν τινα ἢ μείωσιν ἐδέξατο καὶ παραλλαγὴν, κατὰ τὸν σωματικὸν ὄγκον μεγέθει διενέγκασα, ἥ ἐστι τοῦ γε ἤδη προϋπάρχοντος καὶ εἰδοπεποιημένου ἐπίδοσις ἢ ὕφεσις. ἀλλ' οὐδὲ ταῦτα ἄλλο τι παρὰ τὸ ἐξαρχῆς ὑπάρξαν ποιεῖ, ἀλλ' ἐκ τοσοῦδε τὸν αὐτὸν τοσόνδε κατὰ τὸ πηλίκον γενέσθαι πεποίηκεν. οὐκοῦν οὐδὲ κατὰ τοῦτον τὸν τρόπον ἐξ ὅλων ὅλη μεταβέβληται ἡ μορφή. τί οὖν ἐστι; λείπεται λέγειν καθ' αὑτὴν μεταβεβλῆσθαι. τοῦτο δὲ περὶ τὴν οὐσίαν αὐτὴν ἤδη τὴν μεταβολὴν ἐνδείκνυται, περὶ ἣν ἡ γένεσις καὶ ἡ φθορὰ θεωρεῖται. ἐπεὶ οὖν ὡμολόγηται ἡμῖν τὸ τοῦ Χριστοῦ σωματικὸν ὑπάρξαν εἶδος (καὶ τοῦτο οὐδ' ἂν αὐτὸς οἶμαι ἀρνηθείη· δοκεῖ γὰρ εὐγνωμονεῖν ποσῶς περὶ τὴν ἐξαρχῆς ὕπαρξιν· ἐπεὶ πόθεν αὐτῷ ἡ μεταβολὴ πορισθήσεται;) μεταβέβληται δὲ κατ' αὐτὸν ἐξ ὅλων ὅλη ἡ τοιαύτη μορφὴ, πᾶσα ἀνάγκη ἐκ γενέσεως εἰς φθορὰν, κἀκ τοῦ ὄντος εἰς τὸ μηδαμῆ εἶναι κεχωρηκέναι. εἰ τοίνυν κατ' αὐτὸν ἐξ ὅλων ὅλη μεταβέβληται, οὐδὲν ἄρα αὐτῆς ὑπολέλειπται· ἐκποδὼν οὖν τὸ σῶμα καὶ ἔφθαρται· καὶ οὔτε σῶμα, οὔτε μορφὴ, οὔτ' ἄλλο τι λοιπόν ἐστιν. εἰς τοιοῦτον αὐτοὺς τῆς ἀτοπίας βόθρον καὶ ἀθεΐας ἡ σεσοφισμένη καὶ ἀστειοτάτη τοῦ λόγου κατεκρήμνισε περιπέτεια.»
(Ε.) Καὶ ταῦτα μὲν τῇδέ πη γέγραπται τῷ ἁγίῳ, σοφώτατά τε καὶ ὑψηλότατα, τὸν τῆς εἰκονομαχίας προστάτην ἐξελέγχοντί τε καὶ καταλύοντι· ᾧ καὶ αὐτὸς εὐθὺς συνεξελέγχεταί τε καὶ συγκαταλύεται ὁ σεμνὸς Παλαμᾶς, ἐκείνῳ ταὐτὰ καὶ γράφων καὶ φρονῶν, πὴ μὲν ἐκείνου τῆς γλώττης ἐξηρτημένος, οἷα δρυὸς ἐπειλημμένος κιττός· πὴ δὲ τὸ τοῖς διδαχθεῖσιν ἐμμένειν κατειρωνευόμενος, ὅποι προσθήκης δέοιτο, καὶ φιλοτιμίας ἀγώνισμα ποιούμενος κράτιστον, τὸν διδάσκαλον ὑπερσχεῖν. καὶ γὰρ ὑπ' Εὐνομίου τοῦ καταράτου καὶ τὸ τῆς ἐνεργείας ὄνομα τῇ θείᾳ τριάδι πάλαι παρεισαχθὲν ἐπὶ πονήρῳ τῆς ἐκκλησίας περὶ πλείστου καὶ τοῖς εἰκονομάχοις ὕστερον ἐγεγόνει τοῖς οἰκείοις προσθεῖναι καὶ τοῦτο κακοῖς, καὶ ἅμα τῷ κατόπιν ἐκείνοις ἀκολουθοῦντι νῦν Παλαμᾷ· καθάπερ καὶ τὸν γύπα φασὶ τὸ ὄρνεον τὰ μὲν ὑγιαίνοντα τῶν σωμάτων παριέναι· ἃ δὲ νοσεῖ, ταῦτα δ' ἀσμένως προσίεσθαι.
(Στ.) Διὸ προσεχῶς μὲν τὰ τοῦ θείου πάλιν διδασκάλου προενεγκοῦσιν εἰς μέσον ῥήματα, οἷς κατ' Εὐσεβίου τοῦ δυσσεβοῦς τηνικαῦτα παρὼν ἐκεῖνος ἐχρήσατο, ἔπειτα καὶ δι' ὧν τοῖς θείοις ἐμέλησε πάλαι πατράσι, Βασιλείοις καὶ Γρηγορίοις φημὶ, τὸν ἀλιτήριον ἐκεῖνον τοῖς ἀντιῤῥητικοῖς καταχῶσαι Εὐνόμιον, καὶ ἡμῖν ἀποχρήσειν οἶμαι μιᾷ πληγῇ καὶ κατὰ τῶν τούτου σπλάγχνων ἐλάσαι τὸ τῶν ἐλέγχων ἐκείνων ξίφος.
(Ζ.) Εὑρίσκομεν οὖν ἐκεῖνον, παρεῖναι λέγοντα τοῖς ἅπασι τὸν θεὸν αὐτόν. οὐ γὰρ ἐνεργείᾳ ψιλῇ φησι κατά τινας τῶν πάλαι, τὰ τοιαῦτα ληρωδησάντων, κενῶσαι μὲν τοὺς οὐρανοὺς λεγόντων τῆς ἑαυτοῦ ὑποστάσεως κατὰ τοὺς καιροὺς τῆς θείας σαρκώσεως, εἶναί τε οὐσιωδῶς σὺν ἡμῖν, ἐνεργείᾳ δὲ καὶ ἀξίᾳ μόνῃ πρὸς τὸν θεὸν καὶ πατέρα. ἐπεὶ ἕτερον οὐσίαν καὶ ἄλλο ἐνέργειαν, ὥσπερ ἐπὶ τῶν σωματικῶς θεωρουμένων, οὕτω δὲ κἀπὶ τοῦ θείου λόγου ἐτίθεντο, ὅπερ τοῖς εὐσεβέσιν ἀπείρηται. ἐπὶ γὰρ τῶν ἁπλῶν καὶ ἀσωμάτων ἐν οὐδενὶ διαφέρειν ἴσασιν. οὐ γὰρ διοριστέον ταῦτα ἀλλήλων, ἵνα μὴ σύνθετον τὸ ὑπὲρ πᾶσαν ἁπλότητα νοοῖτο. οὔτε γὰρ ἡ θεία οὐσία ἀνενέργητος εἴη ἄν ποτε, οὔτ' ἀνούσιος ἡ ἐνέργεια. καὶ μετ' ὀλίγα· «οὕτω γὰρ ἂν εὐσεβῶς νοηθείη ἡ μὲν θεία ἐνέργεια ἀΐδιος, μᾶλλον δ' αὐτενέργεια, τῷ μὴ διωρίσθαι τῆς οὐσίας τὴν ἐνέργειαν, ἀλλὰ τὸν αὐτὸν λόγον ἐπιδέχεσθαι διὰ τὴν τῆς ἁπλῆς καὶ ἀσωμάτου φύσεως ἰδιότητα.»
(Η.) Ὁρᾷς ὅπως τε κατ' ἴχνος τῷ θείῳ καὶ οὗτος ἕπεται Βασιλείῳ καὶ οἷον ἐφερμηνεύει τἀκείνου, καὶ ὅπως τοῖς κατ' ἴχνος, οἷς ἐκεῖνος ἐμάχετο, ἑπομένοις καὶ οὗτος ἐπίσης καθάπαξ μαχόμενος φαίνεται; ὥστε ὁ τὸν ἕτερον λοιδορῶν καὶ θάτερον πάντως ὁμοίως λοιδορεῖ. λοιδορῶν οὖν ὁ Παλαμᾶς Θεόδωρον ἐκεῖνον τὸν μέγαν τῆς ἐκκλησίας προστάτην, ἅτε τοῖς εἰκονομάχοις οὕτω μαχόμενον, ὁμοῦ καὶ τὸν μέγαν εὐθὺς λοιδορεῖ Βασίλειον· ὁ δὲ τοῖς θείοις τούτοις πατράσι μαχόμενος τοὺς ἑτεροδόξους ἐξ ἀνάγκης, οἷς οὗτοι μάχονται, φαίνεται φιλῶν. ἔστι μὲν οὖν κἀντεῦθεν δῆλον τό γε τοῖς τῆς εἰκονομαχίας προστάταις τὸν Παλαμᾶν ἐν ἅπασιν ἀεὶ καὶ συνεχῶς ἀκολουθεῖν, ὡς ἐξ ὁρμητηρίου ἀρξάμενον τοῦ Θαβωρίου φωτὸς ὁμοίως ἐκείνοις· καὶ τοῦτ' ἔστι τὸ αἴτιον, ἀεὶ διὰ στόματος ἄγειν αὐτὸν τὸ Θαβώριον.
(Θ.) Ἀλλ' ἐκεῖνο μικροῦ με παρέδραμεν. εἰ γὰρ ὁ τῆς οὐσίας λόγος οὐδὲν ἕτερον ἢ πρᾶγμά ἐστιν αὐθύπαρκτον, μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν, ὡς ὅ,τε τῆς ἐπιστήμης διδάσκει λόγος καὶ ὁ θεῖος οὗτος διδάσκαλος ἔφθη προειρηκὼς, εἴη ἂν καὶ ὁ τῆς ἐνεργείας λόγος ὁ αὐτὸς, κἂν τοῖς ὀνόμασι διαφέρειν δοκῶσι, πρᾶγμα δηλαδὴ αὐθύπαρκτον, μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν. οὕτω γὰρ ἂν καὶ ὁ τῆς ταὐτότητος σώζοιτο λόγος· καθὰ πάλιν ὁ αὐτὸς οὗτος ἔφησεν ἀλλαχοῦ· «εἰ ταὐτὸν εἶεν, οὐ δύο ἂν εἶεν, ἀλλὰ μία φύσις. ἡ γὰρ σύνθεσις τὸ διάφορον τῶν συντρεχόντων ᾄδει καὶ ἑτεροούσια εἶναι δηλοῖ.»
(Ι.) Ὅτι μὲν οὖν ἐνέργειαν καὶ δύναμιν καὶ σοφίαν καὶ ζωὴν, καὶ ὅσα τοῖς ἀνθρώποις ἔπεισιν ὀνομάζειν τὸ θεῖον, τὰ τῶν διδασκάλων τῆς τοῦ θεοῦ ἐκκλησίας δόγματα μὴ διαιρεῖν τῆς οὐσίας ἐπὶ θεοῦ συγχωρεῖ, οὔτε φῶς ἄκτιστον ἄλλο παρὰ τὴν θείαν λέγειν οὐσίαν, οὔτε θεότητας τῆς μιᾶς ἐπέκεινα τρισυποστάτου φύσεως, οὔτ' ἀσώματόν τε καὶ ἄκτιστον δύνασθαι γίνεσθαι τὸ τοῦ Χριστοῦ σῶμα, εἴρηται. εἰ δ' ἐπὶ Χριστοῦ τοῦτ' ἀδύνατον, τίς οὕτως εὐήθης ἂν εἴη, ὥστ' ἄνθρωπον γίνεσθαι λέγειν ἄκτιστόν τινα τῶν πάντων, ἀσώματόν τε καὶ ἄναρχον κατὰ τὸν τῆς φύσεως λόγον, καὶ ὅσα τοῖς ἀσεβέσιν αὐτονομουμένῃ γλώττῃ προῖκα ληρεῖν συγκεχώρηται. οἷς γὰρ ἐς ἀρετῆς προκόπτειν ἐγγίνεται λόγον, τούτοις οὐκ ἀκτίστοις γίνεσθαι πρόσεστι. πολλοῦ γε καὶ δεῖ. τοὐναντίον μεντἂν μᾶλλον δεήσειε γενέσθαι κτιστοῖς ἐς τὸ πολλαπλάσιον, ὡς ἄλλοις τε πλείστοις ἐστὶ δεδογμένον καὶ δὴ καὶ Παύλῳ τῷ θείῳ· εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, ἀνακαινίζεσθαι τὴν πρὸς τὰ κρείττω ῥοπὴν καὶ ἀντίληψιν τῶν καλῶν· ἣν δὴ κτίσιν καὶ ὁ θεῖος ἐπιζητεῖ Δαβὶδ, καρδίαν καθαρὰν ἐν αὐτῷ κτίζεσθαι, καὶ πνεῦμα τοῖς ἐγκάτοις εὐθὲς ἐγκαινίζεσθαι.
https://byzantium.gr/

ΛΟΓΟΣ Κ’.

αʹ. Πολλῶν δ' ἐπιῤῥεόντων, εἰ μαρτυρίας ἁγίων εἰσάγειν ἐθέλοιμεν, οὔθ' αἱ τῆς κεφαλῆς ἀλγηδόνες ἐῶσι τανῦν διεξιέναι καθ' ἕκαστα πάντα, οὔτ' ἀνάγκη πᾶσα νῦν λέγειν ἀθρόον, ὁπόσα καὶ ταῖς ἄλλαις ἐκείναις λῃστρικαῖς συνόδοις ἀκούειν καὶ λέγειν συμπέπτωκεν. εἰρήσεται δὲ κατὰ χώραν γενομένοις ἑκάστων ἅπαντα, προϊόντος ἡμῖν σύν γε θεῷ τοῦ λόγου. νῦν δὲ ἐκεῖσε ἐπάνειμι.
(Β.) Ἐπεὶ γὰρ δεύτερον ὁ βασιλεὺς ἐκεῖ μοι προσῆγεν ἔγκλημα, τὴν τοῦ θεολογεῖν ἀπαγόρευσιν, τοὺς ἁγίους ἄνω καὶ κάτω διαῤῥήδην θεολογεῖν προβαλλόμενος, οἷς καὶ Παλαμᾶν ὑποδείγματι χρώμενον τὰς νέας ταύτας ἔλεγε γράφειν θεολογίας, ὑπὲρ ὧν καὶ τὸ οἰκεῖον αἷμα διδόναι μάλα προθύμως ὁ ἀῤῥεπὴς κριτὴς ἰσχυρίζετο, φέρε καὶ πρὸς τοῦτ' ἀπαντήσωμεν, ἔφην ἐγώ.
(Γ.) «Ὅτι μὲν δεδιέναι ἡμᾶς δεῖν, καὶ μὴ ἐξεῖναι τοῖς βουλομένοις θεολογεῖν, θείων πατέρων φασὶ θεσμοὶ καὶ κανόνες, ἴσασι οἷς ἔθος αὐτοὺς μετιέναι. ὅτι δὲ καὶ μὴ περιεργάζεσθαι νόμους πατρίους, καὶ ἅπερ ἐκείνοις θέσθαι τῇ ἐκκλησίᾳ συμπέπτωκεν ὅρια μὴ κινεῖν, καὶ τοῦτο δόγμα καὶ νόμον ἐκείνων εἶναι, οἶμαι τὸν ἀντεροῦντα εἶναι μηδένα, πλὴν ἢ ὅστις τε βούλοιτο χλεύης ὑπεύθυνον προῖκα δρᾷν ἑαυτὸν ἀνθρωπίνης καὶ ὃς ἔνοχος εἶναι ταῖς ἐκείνων οὐ φρίττει ἀραῖς. ἦ πολλὴ μεντἂν ἀωρία, Πυθαγορείους μὲν πενταετηρικῇ μὲν γλώττης σιγῇ, μακροτέρᾳ δ' αὖ πολλῷ συγκαταθέσει ψυχῆς, τὰ τοῦ διδάσκοντος δέχεσθαι δόγματα· ἡμᾶς δ', οἷς εὐαγγελικῇ συντετράφθαι γέγονεν εὐσεβείᾳ, μὴ μάλα ἐθέλειν περιεργίας ἁπάσης ὡς ποῤῥωτάτω τοῖς πατρίοις ἐμμένειν κανόσι καὶ δόγμασι. ἡδέως δ' ἄν σ' ἐροίμην, εἰ πρὶν ἐκείνους θεολογῆσαι, ἔοικεν ἀνθρωπίνην αὐτοὺς συννενοηκέναι δύναμιν ὑπερβαίνειν καὶ θανάτου μείζω κίνδυνον ἀπειλεῖν ἀθανάτου ψυχῆς τοῖς οὕτως αὐτομολοῦσι πρὸς τὴν ἐγχείρησιν· καὶ νῦν δεῖ μᾶλλον πείθεσθαι μετὰ τὴν πεῖραν αὐτοῖς προσταχθέν· εἰ δὲ πρὶν πειραθῆναι, δεῖ μᾶλλον ἡμᾶς, ἀμαθεῖς τινας ὄντας καὶ μάλα ἀξυνέτους, τῶν ὑπὲρ νοῦν φοβεῖσθαι τὴν πεῖραν, ὁμοίως ἐκείνοις, μακρῷ σοφωτέροις ἡμῶν καὶ πρὸ τῆς πείρας οὖσι, καὶ μὴ ἐπιπηδᾷν ἀδεῶς οὑτωσὶ τῇ θεολογίᾳ, καθάπερ τῇ γε χλόῃ τὰ βοσκήματα. ἦ γὰρ ἂν ὅμοιον εἴη, ὥσπερ ἂν εἰ δέκα τινὲς τῶν ἀπὸ γενέσεως τυφλῶν, ἐκκλησίαν ἀθροίσαντες, περὶ χρωμάτων ἤριζον τῆς ἀνὰ χεῖρας κρόκης, ἕκαστος ἀληθεύειν οἰόμενος ἢ κατὰ πάντας. οἶμαι ἂν πάντα τινὰ τῶν ὁρώντων θρήνου καὶ γέλωτος εἰληφέναι σπονδὰς ἐν ψυχῇ, καὶ Δημοκρίτους ἅμα καὶ Ἡρακλείτους δοκεῖν ἐνταῦθα συνημμένους. τίς γὰρ οὐκ ἂν ἐκείνους ἐθρήνησε, τῆς τῶν ὀμμάτων οὕτως ἀπηρτημένους αὐγῆς τὸν ἅπαντα βίον; τίς δ' οὐκ ἂν τὸ Σαρδόνιον ἐπεγέλασε, περὶ ὧν οὐκ ἴσασι διαπληκτιζομένους ἄρτι ὁρῶν; ὅμως εἰ δοκεῖ, τῆς ἐπιπλήξεως μικρὸν καθυφέντες θεωρήσωμεν, ἅ τε πρὸς ἀπαγόρευσιν ἡμῖν τοῦ θεολογεῖν ἐπιτάττουσι καὶ ἃ θεολογεῖν καὶ πῆ καὶ ὅπως δὴ συμπέπτωκεν· ὡς ἂν κἀνταῦθα ῥυθμός τις ᾖ καὶ θεμέλιος εὐταξίας ὁ τὰ τῆς γλώττης περιζωννύμενος σκῆπτρα, καὶ μὴ τοὐναντίον κανὼν μὲν εὐβουλίας ἀκανόνιστος ᾖ φιλοτιμία, θεσμὸς δ' εὐκαιρίας, ἄθεσμος ἀκαιρία. ὅπη γὰρ φιλοτιμία τρόφιμος ἀβουλίας, διὰ μυχῶν ἀκαιρίας δραμοῦσα, τῶν ὅρων καταχορεύει τῆς εὐταξίας, ἐκεῖ καὶ πέρας ἀκολουθεῖν ταῖς τῶν πράξεων ἐπιβουλαῖς ἀντιστρατευόμενον, καὶ μάλα γέ τοι τῶν εἰκότων. πρῶτος μὲν οὖν ὁ πολὺς ἐν θεολογίαις Γρηγόριος τοσοῦτον ἀποδειλιᾷ πρὸς θεολογίαν τὴν γλῶτταν κινεῖν, ὅσον τὴν χεῖρα πρὸς φλόγα πυρός· ὡς καὶ πολλοὺς εἰς παραίτησιν λόγους προβάλλεσθαι, ἐν οἷς οὔθ' ἑαυτὸν ἐγχειρεῖν τοῖς περὶ θεοῦ προχείρως δίδωσι λόγοις, οὔθ' ᾧ θρασέως ἐγχειρεῖν ἂν γένοιτο ἀποδέχεσθαι. “οὔτε γὰρ ἐπαινετὸς”, φησὶ, “ὁ πόθος· ἀλλὰ καὶ φοβερὸν τὸ ἐγχείρημα.” εἰσάγει δὲ καὶ Ὀζᾶν ἐκεῖνον, ὃς τῆς κιβωτοῦ πάλαι μόνον ψαῦσαι τολμήσας ἀπώλετο, φυλάσσοντος θεοῦ, φησὶ, τῇ κιβωτῷ τὸ σεβάσμιον· καὶ ἅμα μηδὲ τῶν τοίχων τοῦ ἱεροῦ ψαῦσαι τοῖς πολλοῖς ὂν ἀσφαλὲς, ἑτέρων φησὶν ἐδέησε τοίχων, τῶν ἔξωθεν. καὶ πάλιν· “ἀκούεις γέννησιν· τὸ πῶς μὴ περιεργάζου. ἀκούεις ὅτι πνεῦμα τὸ προϊὸν ἐκ τοῦ πατρός· τὸ πῶς μὴ πολυπραγμόνει. εἰ δὲ πολυπραγμονεῖς υἱοῦ γέννησιν καὶ πνεύματος πρόοδον, κἀγὼ σοῦ πολυπραγμονῶ τὸ κρᾶμα ψυχῆς καὶ σώματος. πῶς εἶ χοῦς καὶ εἰκὼν θεοῦ; τί τὸ κινοῦν σε, ἢ τί τὸ κινούμενον; πῶς τὸ αὐτὸ καὶ κινεῖ καὶ κινεῖται; πῶς αἴσθησις ἐνταῦθα μένει καὶ τὸ ἐκτὸς ἐπισπᾶται; πῶς ὁ νοῦς ἐν σοὶ μένει καὶ γεννᾷ λόγον ἐν ἄλλῳ νοΐ; πῶς λόγῳ νόημα διαδίδοται; εἰ σαυτὸν οὐκ ἔγνως, ὅστις εἶ ὁ περὶ τούτων διαλεγόμενος, εἰ ταῦτα οὐ κατέλαβες, ὧν καὶ ἡ αἴσθησις μάρτυς, πῶς θεὸν ἀκριβῶς, ὅπερ τε καὶ ὅσον ἐστὶν, εἰδέναι ὑπολαμβάνεις; πολλῆς τοῦτο τῆς ἀλογίας.” καὶ πάλιν· “τὸ τάχος ἔστω σοι μέχρι τῆς ὁμολογίας, εἴ ποτε ταύτην ἀπαιτηθείης· τὸ δ' ὑπὲρ ταύτην, εἶναι δειλότερον. ἐκεῖ μὲν γὰρ ἡ βραδυτὴς, ἐνταῦθα δὲ ἡ ταχυτὴς ἔχει τὸν κίνδυνον.” εἰ δέ τις ἐνίστασθαι βούλοιτο, λεγέτω μοι παρελθὼν, τί βουλόμενος οὐκ ὀλιγάκις ὁ μέγας οὗτος διδάσκαλος οὑτωσί πως τοὺς ἑαυτοῦ σχηματίζει λόγους τοῖς τἀναντία προφέρουσι, καὶ νῦν μὲν ὄντα γεγέννηκε καὶ συλλογιζομένοις, νῦν μὲν κτίσμα τὸν υἱὸν, νῦν δὲ θελήσεως υἱόν. πρὸς γὰρ τὰς ἀτόπους ἐπιεικῶς καὶ πέρα τῆς φύσεως ἐρωτήσεις ἐκτόπους ἐπιεικῶς κἀκεῖνος τὰς ἀποκρίσεις εἰσάγει, καί φησι· “πάλιν οἱ σωματικοὶ τὰ σωματικά. περὶ γὰρ ἐμὲ καὶ σὲ ταῦτα.” καὶ πάλιν, “θέλων σε,” φησὶν, “ὁ σὸς πατὴρ γεγέννηκεν, ἢ μὴ θέλων;” καὶ αὖθις· “ὁ χρόνος ἐν χρόνῳ, ἢ οὐκ ἐν χρόνῳ;” καὶ τὰ ἑξῆς παρίημι λέγειν, οἷς ὁπλίζει τὰς γλώσσας ἡμῶν, ὁπότε καὶ ἡμῖν βουλομένοις εἴη τὰς ἐκτόπους τῶν ἀντιθέτων ἀναλύειν ἔριδας. ταῦτα δ' οὐ βουλομένου θεολογεῖν ἐστιν, ἀλλὰ καὶ σφόδρα τι φεύγοντος, καὶ νουθετοῦντος ἡμᾶς, οὐ λόγοις μόνον, οὐδ' ἔργοις μόνον, ἀλλὰ καὶ πράξεσιν εὐλόγοις καὶ λόγοις ἐμπράκτοις.»
(Δ.) Ἐγὼ δὲ πολλὰ λέγειν ἔχων ἐκ τῶν τοῦ μεγάλου τοῦδε πατρὸς καὶ διδασκάλου τῆς ἐκκλησίας εἰς τὴν τῶν ἔμοιγε εἰρημένων ἀπόδειξιν, ὁπόσα γοῦν μοι κἀκεῖ λελάληται, λέγω δὴ περὶ τοῦ μήτε θεολογεῖν, μήτε περιεργάζεσθαι μήτε τοὺς ταῦτ' ἐπιτάττοντας, μήθ' ὧν ἕνεκα ἐπιτάττουσιν, ἱκανὰ καὶ ταῦθ' ἥγημαι πρός τε τὴν τῆς ἐμῆς ἀληθείας ἔνδειξιν πρός τε τὴν τῶν ἀντιθέτων ἀναίρεσιν. οὐ γὰρ ἀσυνέτοις νῦν ὁμιλοῦμεν, ἵνα πλειόνων δεοίμεθα λόγων. ἄλλως τε καὶ ᾧ τὸ ἱκανὸν οὐχ ἱκανὸν, οὐδὲν ἱκανόν· ᾧ δὲ καὶ τὸ μικρὸν ἱκανὸν, πάντ' οἶμαι γένοιτ' ἂν ἱκανά. ἰτέον οὖν ἐστι κἀπὶ τοὺς ἄλλους ἡμῖν, ἵν' ἐξ ἑκάστων βραχέα ἐρανισάμενοι, οἷς ἂν μήθ' ὑφιέναι τοῦ μάχεσθαι μήτ' αὖ συνιέναι ῥᾳδίως ἐξῇ, τούτων τὰ στόματα ῥᾳδίως ἡμεῖς ἀποῤῥάψωμεν. φησὶ τοίνυν καὶ ὁ πολὺς τὰ θεῖα Βασίλειος· «ἀρκέσθητι λέγειν ὡς ἐδιδάχθης· καὶ μή μοι τὰ σοφὰ ταῦτα λέγε, ὅτι ἀγέννητόν ἐστιν, ἢ γεννητόν· καὶ εἰ μὲν ἀγέννητον, πατήρ· εἰ δὲ γεννητὸν, υἱός· εἰ δὲ μηδέτερον τούτων, κτίσμα. ἐγὼ γὰρ μετὰ τοῦ πατρὸς οἶδα, οὐ μὴν δὲ πατέρα, τὸ πνεῦμα· καὶ μετὰ τοῦ υἱοῦ παρέλαβον, οὐχ υἱὸν δ' ὠνομασμένον.» καὶ πάλιν· «ἀκολουθότερον ἦν, διὰ τὸ γεγεννῆσθαι τὸν υἱὸν, γέννημα προσαγορευθῆναι καὶ οὐχ υἱόν· ἀλλ' οὐκ εἴρηται. διὸ χρὴ τὸν πρὸ ὀφθαλμῶν ἔχοντα τὸ τοῦ Χριστοῦ δικαστήριον καὶ εἰδότα ὅσος ὁ κίνδυνος ἀφελεῖν τι ἢ προσθεῖναι τοῖς παραδεδομένοις ὑπὸ τοῦ πνεύματος, μὴ παρ' ἑαυτοῦ φιλοτιμεῖσθαι καινοτομεῖν· ἀλλὰ τοῖς προκατηγγελμένοις παρὰ τῶν ἁγίων ἐφησυχάζειν.» καὶ πάλιν· «πίστιν δὲ ἡμεῖς οὔτε παρ' ἄλλων γραφομένην ἡμῖν νεωτέρων παραδεχόμεθα, οὔτ' αὐτοὶ τὰ τῆς ἡμετέρας διανοίας γεννήματα παραδιδόναι τολμῶμεν, ἵνα μὴ ἀνθρώπινα ποιήσωμεν τὰ τῆς εὐσεβείας ῥήματα· ἀλλ' ἃ παρὰ τῶν ἁγίων πατέρων δεδιδάγμεθα, ταῦτα τοῖς ἐρωτῶσι διαγγέλλομεν.» καὶ πάλιν· «ὅτι τὸ τῆς θεολογίας μυστήριον τὴν ἐκ τῆς ἀβασανίστου πίστεως ζητεῖ συγκατάθεσιν, πιστεῦσαι δεῖ (φησὶν) ὅτι ἔστι θεὸς, καὶ μὴ ζητῆσαι μηδὲ ζυγομαχῆσαι τί ἐστιν.» ὁρᾷς καὶ τὸν μέγαν τοῦτον διδάσκαλον, ὅσην τοῖς τοιούτοις ἀποδίδωσι τὴν αἰδὼ, καὶ αὐτός τε ὁμολογεῖ μὴ τολμᾷν μήτε τὰ θεῖα περιεργάζεσθαι, μήθ' ἕτερόν τι νεώτερον δέχεσθαι, μήτ' αὐτοὺς παρεισάγειν· ἀλλ' ἐμμένειν ἁπλῶς τοῖς δοθεῖσι περὶ πίστεώς τε καὶ θεολογίας δόγμασι τῶν πρὸ αὐτοῦ διδασκάλων τῆς ἐκκλησίας αὐτός τε ἐπαγγέλλεται καὶ ἡμῖν ἐγκελεύεται; τίς οὖν οὕτως ἀνόητος ἔσται, ὡς τοιοῦτον κανόνα καὶ στάθμην τῆς ἐκκλησίας ταπεινώσει τοσαύτῃ χρώμενον βλέπων, ἔπειτα παρὰ φαῦλον θέμενος, εἰς ἀνδραποδώδη θελήσειεν ἀποτρέχειν ἤθη, καὶ πλὴν τῆς ὀψοποιητικῆς τε καὶ κραιπαλώσης ὀφρύος, καὶ τοῦ πρὸς ἀργύριον ὅλον ἀπασχολεῖν τὸ τοῦ νοῦ φανταζόμενον, πλέον εἰδότας ἀνθρώπους οὐδὲν, καὶ τῆς εὐνομίας τὴν ἀνομίαν ποιεῖσθαι κανόνα; Ἀλλ' ἵνα καὶ τὰ πλεῖστα τούτου παραδραμὼν ἐφ' ἑτέραν ἔλθω μεγάλην τῆς ἐκκλησίας σάλπιγγα, φησὶ καὶ ὁ θεῖος ἐν ταπεινώσει καρδίας Χρυσόστομος· «τὰ γεγραμμένα δέχομαι· τὰ μὴ γεγραμμένα οὐκ ἐπιζητῶ. τὰ παραδεδομένα ἀσπάζομαι· τὰ μὴ παραδεδομένα οὐ πολυπραγμονῶ.» καὶ πάλιν· «σοφός τις», φησὶ, «παραινεῖ λόγος, χαλεπώτερά σου μὴ ἐπιζήτει, καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε. ἃ προσετάγη σοι, ταῦτα διανοοῦ.» καὶ πάλιν· «ἀρκεῖ πρὸς εὐσέβειαν εἰδέναι ὅτι ἔστι θεὸς, καὶ μηδὲν πλέον ζητεῖν.» καὶ πάλιν· «ἐὰν προσέλθῃ σοι», φησὶ, «Μανιχαῖος, λέγων τὴν ὕλην προϋπάρχειν, κἂν Μαρκίων, κἂν Ἑλλήνων παῖδες, λέγε πρὸς αὐτούς· ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς οὐρανὸν καὶ τὴν γῆν. ἀλλ' οὐ πιστεύοι τῇ γραφῇ; ἀποστράφητι λοιπὸν αὐτὸν, ὡς μαινόμενον καὶ ἐξεστηκότα.» καὶ πάλιν· «οὐ παύσῃ, ὦ ἄνθρωπε, τὰ περιττὰ ζητῶν; περιττὸν γὰρ τοιαῦτα εἰκῆ πολυπραγμονεῖν. οὐδὲν τῆς ἀμαθίας ταύτης σοφώτερόν ἐστιν· ἐν οἷς οἱ μὲν ἐπαγγελλόμενοι μηδὲν εἰδέναι σοφώτατοι πάντων εἰσίν.» ἀλλὰ γὰρ ἐπιλείψει χρόνος ὅλος, κομίζειν θελήσαντα καὶ τοῦ μεγάλου τούτου φωστῆρος τῆς ἐκκλησίας, ὁπόσα θεολογεῖν τε ἀποτρέπει καὶ μόνην ἀσπάζεσθαι τῶν δογμάτων ὁμοῦ καὶ τῆς πίστεως ἁπλότητα. ἀλλ' ὅρα δή μοι καὶ τὸν μέγαν τῆς ἐκκλησίας ἀθλητὴν καὶ διδάσκαλον Ἀθανάσιον, μὴ ἀνέχεσθαι φάσκοντα τῶν κατὰ τῆς πίστεως ἐπιχειρούντων καινοτομεῖν, κἂν τὰς ἀπὸ τῶν γραφῶν λέξεις φθέγγωνται. «οὐ γὰρ ὀρθῇ διανοίᾳ, ἀλλ' ὡς ἔνδυμα προβάτων τὰ ῥήματα περιβαλλόμενοι, ἔνδον τὰ Ἀρείου φρονοῦσιν, ὡς τῶν αἱρέσεων ἡγεμὼν διάβολος. καὶ γὰρ κἀκεῖνος ἐλάλει μὲν τὰ ἐκ τῶν γραφῶν, ἐφιμώθη δὲ παρὰ τοῦ σωτῆρος.» ἀκούεις καὶ τούτου ταὐτὰ τοῖς προειλημμένοις διδάσκοντος. ἀλλὰ μηδὲ τὸν ἀσκητικώτατον παραδράμωμεν Ἰσαὰκ, παῦσαι λέγοντα θεολογεῖν, οὐ μόνον μετ' ἀλλοτρίων τῆς πίστεως, ἀλλὰ καὶ μετὰ τῶν οἰκείων αὐτῆς· μηδὲ τὸν πολὺν Ἰωάννην, τὸν τῆς ἀσκητικῆς ὑποστάτην κλίμακος· ὃς τὸ αἴτιον ἐφεξῆς οἱονεὶ τῆς ἐκείνου ῥήσεως ἀποδίδωσι οὑτωσίν· «οὐ γὰρ ἐγκληθησόμεθα», φησὶν, «ἐν ἐξόδῳ ψυχῆς, ὅτι οὐ τεθεολογήκαμεν, ἀλλ' ὅτι ἀδιαλείπτως οὐ πεπενθήκαμεν.» καὶ τί δεῖ βίβλων ἁμάξας ὅλας ἁγίων κομίζειν ὑμῖν, οἷς ἐξ ὀνύχων ἐστὶ γινώσκειν τὸν λέοντα; βαδιοῦμαι δ' ἐφ' ἕτερα. οὐ γὰρ εἶπον μὲν οἱ διδάσκαλοι ταυτὶ, οὐκ ἠσφαλίσαντο δὲ τοῖς προσήκουσι μοχλοῖς καὶ κλείθροις· οὐδ' ἠσφαλίσαντο μὲν, οὐ περιήλασαν δ' ἐπ' ἐκείνοις ἔτι πύργους φάναι καὶ ἡμιπύργια, καὶ ἀφύκτοις συνέσφιγξαν ἀραῖς καὶ ἀναθέμασι. μετὰ γὰρ τό γε τοὺς εὐαγγελιζομένους ἕτερα μακρῷ καθυποβαλεῖν ὁ θεῖος ἀπόστολος ἀναθέματι καὶ τάδε φησὶν, εἰς μαρτύριον βεβαιότερον συμβιβάζων τὰ πάλαι τοῖς νῦν. «γέγραπται γὰρ,» φησὶ, «ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου τοῦ ποιῆσαι αὐτά.» ἐῶ γὰρ τὰς τῶν θείων καταλέγειν τούτοις συνόδων οἰκουμενικὰς πράξεις, ὅσοις καθ' ἕκαστον ἀναθέμασι τοὺς ἐκείνως ἔχοντας βάλλουσιν. ἀλλ' ἵν' ὡς ἐν κεφαλαίῳ συνελὼν εἴπω· «πάντα,» φασὶ, «τὰ παρὰ τὴν ἐκκλησιαστικὴν παράδοσίν τε καὶ ὑποτύπωσιν τῶν ἁγίων πατέρων καινοτομηθέντα τε καὶ πραχθέντα ἢ πραχθησόμενα, ἀνάθεμα ἔστω.»

βʹ. Ἐπὶ τούτοις ἀνέκοψέ μοι τοῦ λόγου τὸν δρόμον ὁ βασιλεύς· καὶ λέγειν αὐτὸς ἐθέλων διχῆ καὶ τριχῆ τὴν γνώμην ἐσχίζετο. ἐβούλετο μὲν γὰρ τὰ τῷ Παλαμᾷ περαίνειν ἐπηγγελμένα, καθ' ἡσυχίαν δηλαδὴ καθημένῳ τοῖς ἄλλοις ὁμοῦ, καὶ προσωπεῖον αὐτοῦ παρ' ὅλον αὐτὸς καθίστασθαι τὸν ἀγῶνα λόγοις ἅμα καὶ πράγμασιν· ἐβούλετο δ' αὖ καὶ φιλοτιμίας ἐπίδειξίν τινα τῷ συλλόγῳ παρέχειν ποικίλον, μνημόσυνον ἑαυτῷ μηχανώμενος δῆθεν αἰώνιον καὶ γέμον καυχήματος ἐμβριθοῦς. ἔπειτα τὴν τοῦ ἀγῶνος διάθεσιν βλέπων οὐ κατὰ γνώμην ἐκβεβηκυῖαν αὐτῷ (οὐ γὰρ εἶχεν ἐκ πείρας ἰσχὺν ἀπαντᾷν εἰς τὰς προτεθείσας τῶν θείων πατέρων χρήσεις· οὔτ' αὖ λογισμῶν αὐτοχθόνων καρπός τις ὑπῆρχεν αὐτῷ, ἵν' ὅλην ἐκ περιουσίας ἑαυτῷ τὴν τοῦ συνειδότος πιστεύων ἡγεμονίαν μὴ ῥᾷστα ταῖς τῶν ἔξωθεν αἰφνιδίως ἐπεισρεόντων ἀπροσδοκήτων παρέχῃ παθῶν ἐμβολαῖς τὸ τῶν λογισμῶν περιτρέπεσθαι βουλευτήριον) ἐπὶ πόδα τε ἀνεχώρει καὶ συνεστέλλετο παραχρῆμα. πολλῶν οὖν ἀνελίξας ἐν βραχεῖ λογισμῶν λαβυρίνθους, καὶ πολλῶν ἠθῶν ἐπιπλανηθῆναι χρώματα δοὺς τῷ προσώπῳ κατὰ τὸ συμβεβηκὸς, καὶ μικράττα φθεγξάμενος, ὅσα τοῖς τοῦ λόγου προοιμίοις ἀρκέσειν εἰς κεφαλὴν ἐδόκει, τῷ Παλαμᾷ λοιπὸν τὴν τῶν ἐμοὶ προτεθέντων ἀπάντησιν παρεχώρει.
(Β.) Τῷ δὲ καὶ αὐτῷ παρὰ προσδοκίαν τοῖς τοιούτοις ἐμπεπτωκότι (οὐ γὰρ ἦν ἐν μελέταις δεήσεσθαι λόγων οὐδὲ μικρῶν εἰς ἀπάντησιν· κατορθώσειν γὰρ ᾤετο πάντ' ἐν βραχεῖ βασιλικῆς δυνάμει χειρὸς καὶ χείλεσιν ἀφθόγγοις, ὡς μηδὲν εἰς τὴν ὑστεραίαν ὑπολειφθῆναι φροντίδος λείψανον ἡμετέρας) διηπορεῖτο καθ' ἑαυτὸν, αἰσχυνόμενος γλώσσῃ κωφῇ παραθέσθαι τὸ πρᾶγμα, καὶ φωραθῆναι γυμνὸς τῶν τῷ καιρῷ προσφυῶν νοημάτων.
(Γ.) Ὀλιγομαθὴς γὰρ οὗτος ὢν, ὅταν ἰδίᾳ τοῖς προστυχοῦσιν ὁμιλῇ, ἢ δι' ἀμαθίαν οὐκ ἔχουσιν ἀντιφθέγγεσθαι, ἢ διὰ φιλίαν ἐλέγχειν συστελλομένοις, ἢ τό γε μεῖζον δεδιόσι μὴ τῆς αὐτοῦ πρὸς βασιλέα διαβολῆς ἀγώνισμα γένοιντο (ταὐτὸν γάρ ἐστι Παλαμᾷ τε ἀντειπεῖν κἀκ τοῦ προφανοῦς διαλοιδορεῖσθαι καὶ βασιλεῖ), ἐπαινεῖσθαι ἔδοξεν ἐνίοις ἐνιαχοῦ. ἐς δ' ὑπαίθρους ἀντιλογίας καὶ ἀντιθέσεις, κατ' ἔνστασιν ἀντιπαράστασιν ἐχούσας, εἰσαγόμενον πρόσωπον, ἀθαρσέστατός ἐστιν ἐπιεικῶς ὁ ἀνὴρ καὶ κομιδῇ ψοφοδεής· καὶ τὸ συνεχὲς ἀεὶ τῶν αὐτῷ λεγομένων καὶ γραφομένων συγχέων καὶ φθείρων ἐξ ἀμαθίας ἡμιτελῆ τινα καὶ ἡμίεργα φαίνεται κῶλα καὶ κόμματα συνυφαίνειν ταῖς τῶν λόγων ἐννοίαις· ὡς αἰνιγματώδεις εἶναι δοκεῖν αὐτοὺς καὶ ἀμφιβίους καὶ ἀμφιῤῥεπεῖς, καὶ οἷα τὰ βουγενῆ ἀνδρόπρωρα τοῖς θύραθεν λέλεκται φιλοσόφοις. οὐ μόνον δ' ἐκ τοῦ γε τὴν τῶν λόγων ἀλληλουχίαν αὐτὸν διασπᾷν ἀσαφῆ καὶ ἀδιανόητον τοῖς ἀκούουσι τίθησι τὴν διάνοιαν, ἀλλ' ὡς ἐπὶ τὸ πλεῖστον καὶ τοῦθ' ἁλίσκεται δρῶν ἐξεπίτηδες, ταῖς τῶν λέξεων ὁμωνύμοις καὶ διλήμματον νοῦν καλυπτούσαις χρώμενος· ἵνα κλέπτης ὢν ἀνασοβῇ τὴν σαγήνην τῆς ἀληθείας, ἐντεῦθεν ἐκεῖσε μετάγων τὸν νοῦν, κἀκεῖθεν ἐνταῦθα. καὶ ὥσπερ τοὺς τοῦ Πλάτωνος διαλόγους (ὡς ἔφη τις) ἄνω καὶ κάτω παιδικοὶ καθυβρίζουσιν ἔρωτες, οὕτω καὶ τούτου τοὺς λόγους ὁμωνυμίας ἐκτόπου καθυβρίζουσι σμήνη, νῦν μὲν ἄκοντος, ἀμαθίας ἀνακιρναμένης τῇ κακονοίᾳ· νῦν δ' ἑκόντος, πλάνης εἵνεκα τῶν ἀκουόντων, κρυπτούσης μὲν τὴν τῶν λόγων κακίαν, βλαπτούσης δ' ἔτι μᾶλλον, διὰ τὸ ἀμφιῤῥεπὲς τῶν λέξεων καὶ διπρόσωπον, οἷς ἂν μὴ σὺν ἐπιστήμῃ διεξιέναι ἐξῇ. τῷ γὰρ τῆς λέξεως οὗτοι παραπλησίῳ συναρπαζόμενοι ῥᾷστα τῷ τῆς πλάνης ἀγκίστρῳ περιπείρονται, ἀντὶ τοῦ προσήκοντος τῷ μὴ προσήκοντι τοῦ σημαινομένου προστρέχοντες ἐξ ἀγνοίας, καθάπερ καὶ στρουθοὶ καὶ ἰχθύες ῥᾷστα ταῖς τῶν θηρευτῶν ἁλίσκονται παγίσιν, ὁρῶντες μὲν τὸν δόλον, οὐ συνορῶντες δὲ τὴν ἔνδον μηχανὴν, καὶ τῷ μὲν δόλῳ προσφύονται, τῇ ὑποκειμένῃ δὲ συνέχονται μηχανῇ. διὰ δὴ ταῦτα καὶ γέλωτα ὀφλισκάνων μειδιᾷν μὲν τῷ προσώπῳ δοκεῖ καὶ αὐτὸς, δεινὸν δ' ἐν καρδίᾳ καὶ παντὸς ἡγεῖται θανάτου μεῖζον· καὶ τὴν ἧτταν ἐξ ἀληθείας καρπούμενος διαπρίεται ὑπ' ὀργῆς· καὶ ἀμύνεσθαι βουλόμενος μὲν, οὐ δυνάμενος δὲ, καθάπερ εἰς ἀσπίδα καὶ τεῖχος καταφεύγει τὸν βασιλέα, μάλα θρασεῖαν καὶ διαβάλλουσαν ἐπαγόμενος γλῶτταν· καὶ οὑτωσί πως, οἱονεί τινι πανοπλίᾳ, τῇ βασιλικῇ καταχρώμενος αὐθεντίᾳ, τοῖς νικῶσιν ἀντιπεριϊστᾷν τὴν ἧτταν δοκεῖ· καθάπερ τὰ βρέφη, ἅπερ ὁπότε ταῖς τῶν γονέων χερσὶν ἀνεχόμενα τοῖς οἱοισδήτισιν ἀστείου χάριν ἀνδράσιν ἐπιῤῥιπτεῖται, χαίρει τε καὶ οἷον ἐπαγάλλεται τῇ νίκῃ, καὶ τὰς χεῖρας ἐπικροτεῖ. τὸν γὰρ αὐτὸν καὶ οὗτος τρόπον ποιῶν ὡς ἐφ' ὁμολογουμέναις ταῖς νίκαις σκιρτᾷ, καὶ οὐκ αἰδεῖται νηπιώδη μνηστευόμενος ἑαυτῷ καυχήματα, καὶ οἷα κἂν παῖς δραχμῆς ἐκ τῆς ὀρχήστρας ἢ ὀβολοῦ πρίασθαι αἰσχυνθείη. γράμμασι γὰρ σχεδὸν παντάπασιν ἀνομίλητον εὑρίσκων αὐτὸν ἄλλας τε τίθησι συσκευάζων διαβολὰς καὶ ῥᾷστα δεδίττεται, βασιλείας προφασιζόμενος κίνδυνον, εἰ ἐπικρατέστερά πως τὰ τῶν ἀντιθέτων λογικὰ προβλήματα γένοιτο· καὶ οὕτω κατεπᾴδων καὶ παρεξάγων τὰ ὦτα διηνεκῶς ῥᾷστα πρὸς τὸ βουλόμενον ἔχει συνεφελκόμενον· κἄπειτα μετὰ γαύρου καὶ μετεώρου περιϊὼν τοῦ ἤθους καὶ τοῦ φρονήματος ὅλην ἐπὶ τῆς ὀφρύος οἴεται φέρειν τὴν Πιερίαν.
(Δ.) Νῦν οὖν ἐπὶ τοσούτου θεάτρου πρὸς βασιλέως μικρὸν εἰς τὴν καθ' ἑαυτὸν ἀπάντησιν ἀφεθεὶς παρὰ τοσοῦτον ἧκε στενοχωρίας, ὥστε καὶ ἃ πολλάκις κἀν ταῖς ἀγυιαῖς κἀν ταῖς πλατείαις ἦν μεγαληγορῶν, λέληθε τέως αὐτὸν, καὶ ἀκροσφαλῆ τινα καὶ παραπεποδισμένην προὔτεινε γλῶτταν. οὐκ ἔχων γὰρ ἐκ τοῦ ῥᾴστου προχειροτέραν τοῖς λόγοις ἀρχὴν παρασχεῖν τὸν εἰωθότα καὶ νῦν ἐδόκει βαδίζειν δρόμον, κἀκεῖνον αὖθις τῆς ἀπορίας ποιεῖσθαι προκάλυμμα, καθάπερ οἱ κοχλίαι τὰ ὄστρακα καὶ τοὺς εἰωθότας καὶ ἀεὶ φερομένους οἰκίσκους. ὃ δὲ ἦν τὸ Θαβώριον ὄρος, ᾧ καὶ πάσας πανταχοῦ τῶν οἰκείων λόγων παρεκβάσεις ἐξεπίτηδες καὶ τὴν πλείστην ὡς ἐπὶ τὸ πλεῖστον τούτῳ δίδωσι τῷ μέρει τὴν διατριβήν.
(Ε.) «Ἐγὼ γὰρ (φησὶ) τῶν πατέρων ἀκούων, τὸ ἐν ὄρει τῷ Θαβωρίῳ φῶς τοῦ σωτῆρος λεγόντων ἄκτιστόν τε καὶ, παρὰ τὴν τοῦ θεοῦ οὐσίαν, ἄλλην θεότητα καὶ ἐνέργειαν, οὐκ ἄν ποτε φαίην ταὐτὸν ἐνέργειαν καὶ οὐσίαν θεοῦ, οὐδὲ τὸν υἱὸν καὶ λόγον τοῦ θεοῦ, σοφίαν καὶ δύναμιν καὶ ἁγιασμὸν καὶ ζωὴν καὶ ἀλήθειαν καὶ βουλήν. ταὐτὸν γὰρ ἂν εἴη λέγειν θεὸν ἀνενέργητον καὶ ἄσοφον καὶ ἀδύναμον καὶ ἀβούλητον καὶ ἄζων καὶ ἁπλῶς πάντων ἐστερημένον. εἰ γὰρ μὴ τὴν ἐνέργειαν φαίημεν διαφέρειν τῆς οὐσίας ἐκεῖ τοῦ θεοῦ, καὶ ἄλλην τινὰ καθ' ἑαυτὴν εἶναι θεότητα ταύτην, ἥτις ἐστὶ σοφία καὶ φῶς καὶ ζωὴ καὶ δύναμις καὶ ἁγιασμὸς καὶ ὅσα ἡ θεία γραφὴ τὸν θεὸν ὀνομάζει, λείπεται θεὸν ἀνενέργητον οἴεσθαι σέβειν ἡμᾶς, καὶ ὅσα γε εἰρηκότες ἔφθημεν. ἢ πῶς ἂν εἴη κοινὴ τῶν τριῶν ὑποστάσεων, μὴ καθ' αὑτὴν ἀνυπόστατος οὖσα, θεότης ἑτέρα φύσεως καὶ ὑποστάσεων ἐκείνων; ἢ πῶς ἄλλως ἂν εἴη κοινὴ θεοῦ καὶ ἀνθρώπων ἐνέργεια, ἄκτιστός τε καὶ οὐσιώδης καὶ φυσική; οὐ γὰρ θέμις τὴν οὐσίαν οἴεσθαι τοῦ θεοῦ πρὸς τὰ γήϊνα κατιέναι καὶ σοφίζειν καὶ ἁγιάζειν καὶ ζωοποιεῖν (ἄπαγε· βλάσφημον γὰρ καὶ δαιμόνων εὕρεμα σκοτεινόν), ἀλλ' ἀφ' ἑκάστης ἕκαστα γίνεσθαι τῶν ἀκτίστων τούτων ἐνεργειῶν· ὧν οἱ μετέχοντες ἄκτιστοί τε γίνονται καὶ ἄκτιστα πράγματα, ὅσα τε νῦν καὶ ὅσα τοῖς προφήταις ἐφάνη θαυμάσια· ὧν καὶ βάτος, ἡ καινομένη μὲν, οὐ δαπανωμένη δέ· καὶ τὸ πύρινον ἅρμα τοῦ Ἠλίου, καὶ ὁ τὸν Ἰσραὴλ ὁδηγῶν πύρινος στῦλος ἐκεῖνος· καὶ ὁ τὰς ρπ χιλιάδας τῶν Ἀσσυρίων ἐν ῥιπῇ θανατώσας ἄγγελος· προσθήσω δ' ἔτι καὶ τὴν ἀνθρώπινον ἀφεῖσαν φθέγμα τοῦ Βαλαὰμ ὄνον, καὶ ὅσα τοιαῦτα κατὰ καιροὺς ἐγεγόνει θαύματα. οὐ γὰρ μετέχει τῆς οὐσίας οὐδαμῆ τῶν ἐν κόσμῳ κτισμάτων οὐδὲν τοῦ θεοῦ. τάχιστα γὰρ ἂν φθαρείη τὰ πάντα, πρὶν ἢ φθῆναι μετασχεῖν. φθαρτικὴ γὰρ ἐκείνη καὶ ἀναλωτικὴ τοῖς ἐγγίζειν ἐπειγομένοις ἐστί. σύμφωνα τοιγαροῦν τοῖς πατράσι λέγοντί μοι καὶ γράφοντι μικρὰ φροντίζειν ἔπεισι τῶν ἐγκαλούντων, ἅπαξ θεσμοθετηθὲν καὶ ἐπιψηφισθὲν, τῇ τοῦ Βαρλαὰμ καταλέγεσθαι μοίρᾳ, καὶ ἀποψηφίζεσθαι σφᾶς κατ' ἐκεῖνον, ὁπόσοι μου κατηγορεῖν οὐκ ὀκνοῦσιν ἀεὶ, καὶ πολυθεΐαν καταψηφίζεσθαι, καὶ τἄλλα ὅσα σφίσιν ἠρίθμηταί τε καὶ συλλελόγισται κατ' ἐμοῦ. ἢ οὐκ ἴσασι, ὡς ὅτε ἐμοῦ πολυθεΐαν οὗτοι καταψηφίζονται, μονοθεΐαν ἐγὼ καταψηφίζομαι σφῶν καὶ γίνεταί σφισιν ἡ κατηγορία τοῦ ἐγκλήματος μείζων. οὐ γὰρ Ἰουδαίων καὶ Περσῶν εἰμι παῖς, ἵνα καὶ μονοθεΐτης ἀκούω, καθάπερ οἱ τάλανες οὗτοι. εἰ δέ που ταῖς λέξεσι οὗτοι μόναις προσχόντες ἥκιστα ταῖς διανοίαις συμβιβάζειν ἴσασιν αὐτὰς, τί τοῦτο τῇ ἀληθείᾳ λυμαίνεται, τῆς τῶν λόγων ἐννοίας ὑγιαινούσης;»
(Στ.) Ταῦτ' ἔλεγε· καὶ ἅμα, οἷς ἀεὶ μὴ στέργειν προὔθετο καὶ οἷς τὴν ἔργῳ παρέχεται μάχην καὶ ἀνθίσταται κομιδῇ τῶν λόγων αὐτοῦ πανταχῆ, τούτων μέρος ἀπειληφὼς προεκόμιζε. ταῖς γὰρ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου πράξεσι προὔργου ποιούμενος μάχεσθαί τε καὶ ἀντιπράττειν, ὡς προϊοῦσι δειχθήσεται, διαφθείρας τὸν νοῦν, ἐκ τοῦ μηδαμῆ συνιέναι δύνασθαι, διὰ τὰς ἐμφύτους κῆρας τῆς τε κακοηθείας καὶ ἀμαθίας, ὅμοιον ποιῶν τοῖς Ἐπικουρείοις· ὡς γὰρ ἐκεῖνοι, τῇ σφετέρᾳ δυνάμει τὸ τοῦ ἡλίου παραμετροῦντες φαινόμενον, ποδιαῖον τὸν ἥλιον ἀπεφαίνοντο εἶναι, οὕτω καὶ οὗτος τὴν ἀμβλύτητα τῆς ἑαυτοῦ διανοίας ταῖς τῶν ἁγίων προσνέμει γραφαῖς· καὶ ὥσπερ ἀσυμφώνους τῇ διανοίᾳ τὰς λέξεις τοῖς οἰκείοις συντίθησι λόγοις αὐτὸς, οὕτω καὶ τῶν ἁγίων οἴεται τὰς γραφὰς, καὶ οὕτω ταύτας παρεξηγεῖται. ἦν δ', ὃ τῆς ἁγίας ἕκτης συνόδου μόνον ἀπειληφὼς προὔτεινε, τὸ, τὴν ἄκτιστον ἐνέργειαν ἄκτιστον οὐσίαν χαρακτηρίζειν· κἀκ τῶν τοῦ θείου Βασιλείου τὸ, ἐκ τῶν ἐνεργειῶν γνωρίζομεν τὸν θεόν· ἡ γὰρ οὐσία αὐτοῦ μένει ἀμέθεκτος.

γʹ. Ταῦτα δ' οὐχ ὅτι τὸν νοῦν εἰδέναι δυνάμενος ἔλεγεν, ὡς δειχθήσεται προϊοῦσιν ἡμῖν (μηδὲ γὰρ ἀνελέγκτους ἡμῖν οἴεσθε παραδραμεῖσθαι κἀκείνας ὁπόσας ἠκηκόειτε βλασφημίας αὐτοῦ. αἱ μὲν γὰρ καὶ προκαταλέλυνται μικρὸν ἀνωτέρω, λόγοις θ' ἡμετέροις καὶ γραφικαῖς μαρτυρίαις· αἱ δὲ προϊοῦσιν ἡμῖν ἱστὸς ἀράχνης σύν γε θεῷ φανήσονται) οὐχ ὅτι τοίνυν οἶδεν ἐκεῖνα προὔτεινεν. ἀλλ' ὁρῶν ὡπλισμένους ἡμᾶς καὶ σφόδρα τοι πεφραγμένους ἀφθόνοις ταῖς θείαις γραφαῖς, δεδιὼς μὴ ἀπὸ πρώτης, ὅ φασι, γραμμῆς κληροῦχος τῆς ἥττης γένηται, πρὶν εἰς ἐξέτασιν μείζω καὶ τελειοτέραν ἐληλυθέναι, συμφέρειν ἔδοξεν αὐτῷ, μετεωρίσαντι τὰς τῶν πολλῶν ἀκοὰς, δεῖξαι καὶ ἑαυτὸν τὰς θείας συνόδους ὁμοῦ τοῖς ἁγίοις πατράσι συναιρομένας ταῖς βλασφημίαις αὐτοῦ κεκτημένον, δέλεαρ τοῦτο τοῖς ἁπλουστέροις προτείνων, τῷ χαλκῷ τῆς ἀσεβείας αὐτοῦ περικείμενον.
(Β.) Ἐπεὶ καὶ ὅταν συχνὰ ἐπιφέρῃ, κατὰ τοὺς θείους λέγειν πατέρας, τυφλὸν καὶ ἀσαφὲς τοῦτ' ἐπιφέρων, μήθ' οἵτινές εἰσιν οἱ λέγοντες, μήθ' ἃ λέγουσιν ἀποσαφῶν, οὐκ ἄλλους ἐν νῷ ἔχειν οἶμαι πατέρας αὐτὸν, ἢ ἑαυτὸν καὶ ὅσοι κατ' αὐτὸν κακόδοξοι πάλαι γεγένηνται. πλὴν γὰρ αὐτοῦ οὔθ' εὕρηταί ποθ' οὕτω γραφόμενά τε καὶ νοούμενά τῳ τῶν ἁπάντων ἑτέρῳ μέχρι καὶ ἐς τὴν τήμερον οὐδενὶ οὔτε πρὸς αὐτοῦ, οὔτε πρὸς ἡμῶν, οὔτε πρὸς ἑτέρου τῶν ἁπάντων οὐδενός. ἦ γὰρ ἂν ἐτίθει τε καὶ τὰς ἁπάντων ἀκοὰς περιηύλει, λαλίστερος ἑαυτοῦ γιγνόμενος, καὶ περιεκρότει πλέον ἢ θαλάττης ὑβριζούσης φλοῖσβοι παραλίους πέτρας.
(Γ.) Ὅτι γὰρ ἀνωτέρω μικρὸν πρὸς τοῦ σοφωτάτου δέδεικται πατρὸς ἐκείνου τοῦ Γραπτοῦ Θεοδώρου, ὅτε τὰς τοῦ μεγάλου φωστῆρος τῆς ἐκκλησίας Βασιλείου ῥήσεις διερμηνεύων προκεκόμισταί μοι, ἐπὶ τῆς ἁπλῆς καὶ ἀσωμάτου λέγων φύσεως τὸν αὐτὸν ἐπιδέχεσθαι λόγον τὴν ἐνέργειαν τῇ οὐσίᾳ· (πρᾶγμα γὰρ αὐθύπαρκτον, μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν, ὁπότερον ἂν ἐθέλοι τις, ἀπεφήνατο) δῆλον παντί που. ὅτι δὲ καὶ τοῦτ' ἐκείνῳ κατὰ ταὐτὸν κομιδῇ λαμπρῶς συναποδείκνυται, δῆλον ἂν εἴη καὶ τοῦτο τοῖς βουλομένοις. τὸ γὰρ ἄκτιστον ἐνέργειαν ἄκτιστον οὐσίαν χαρακτηρίζειν, εἰπόντα, μήτε μὴν διαφορὰν ἀκτίστου πρὸς ἄκτιστον (πῶς γὰρ, ὃ τοῖς πᾶσι ὁμοῦ πατράσιν ἀπείρηται, μηδὲν τῆς θείας καὶ τρισυποστάτου φύσεως ἕτερον ἄκτιστον εἶναι διαῤῥήδην ὁμολογοῦσι) μήθ' ὅτι ἕτερον θατέρου θάτερον, τὴν πρὸς ἐκεῖνα δεικνύντος ἐστὶ συμφυΐαν τε καὶ ταὐτότητα. μηδὲ γὰρ ἄν ποτε φύσιν ἔχειν, ἐν τοῖς οὕτως ἀναγκαίοις διαφωνεῖν τοὺς ἁγίους. ὡς γὰρ ἐκεῖ λόγων ταὐτότης, οὕτως ἐνταῦθα τὸ χαρακτηρίζειν εἰς ἕνωσιν ἄγει τὰ τῇ λέξει δύο δοκοῦν τα. τὸ γὰρ χαρακτηρίζειν τῷ δηλοῦν ταὐτόν ἐστιν· ὡς ἂν εἰ ἔλεγεν· ἡ ἄκτιστος ἐνέργεια, ἐπεὶ τῆς ἁπλῆς καὶ ἀσωμάτου λέγεται φύσεως, αὐτὴν τὴν ἄκτιστον οὐσίαν χαρακτηρίζει, καὶ δηλοῖ, καὶ παρίστησι. καὶ ἅμα βεβαιοῖ μοι τὸν λόγον ὁ χαρακτὴρ καὶ ἡ ἀπαράλλακτος τοῦ πατρὸς εἰκὼν, ὁ υἱός.
(Δ.) Εἰ δὲ βούλεσθε, καὶ μαρτυρίας ἐγὼ προενεγκεῖν οὐκ ὀκνήσω μυρίας διαφόρων πατέρων, ἃς κατὰ τῶν ὁμοίων τῇ δόξῃ τἀνδρὶ τουτωῒ καλῶς ποιοῦντες ἐκεῖνοι πάλαι γεγράφασιν. αὐτίκα τοίνυν ὁ μέγας φησὶν Ἀθανάσιος· «οὐκ ἀμφίβολον, ὅτι αὐτός ἐστιν ἡ τοῦ πατρὸς ζῶσα βουλὴ καὶ ἐνούσιος ἐνέργεια, καὶ λόγος ἀληθινός.» καὶ πάλιν· «ἑνὸς ὄντος υἱοῦ, τοῦ ζῶντος λόγου, μίαν εἶναι δεῖ τελείαν καὶ πλήρη τὴν ἁγιαστικὴν καὶ φωτιστικὴν ζωὴν, οὖσαν ἐνέργειαν αὐτοῦ καὶ δωρεὰν, ἥτις ἐκ πατρὸς ἐκπορεύεται.» καὶ πάλιν· «ἀλλ' οἱ ἀσεβεῖς οὐ θέλουσι λόγον καὶ βουλὴν ζῶσαν εἶναι τὸν υἱὸν, περὶ δὲ τὸν θεὸν βούλησιν καὶ φρόνησιν καὶ σοφίαν, ὡς ἕξιν συμβαίνουσαν καὶ ἀποσυμβαίνουσαν.»
(Ε.) Καὶ ὁμοίως ὁ θεῖός φησι Κύριλλος· «εἰ ὁ υἱός ἐστιν ἡ ζῶσα καὶ οὐσιώδης ἐνέργεια καὶ δύναμις καὶ σοφία τοῦ πατρὸς, ἐνέργεια πάντως καὶ τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον.» καὶ πάλιν· «οὐκ ἀλλότριόν ἐστι τῆς θείας οὐσίας τὸ πνεῦμα τὸ ἅγιον, ἀλλ' ἐνέργεια φυσική τε καὶ οὐσιώδης καὶ ἐνυπόστατος.»
(Στ.) Ὁρᾷς μαρτυρίας κομιδῇ σαφεστάτας, καὶ πᾶσι γνωρίμους αὐτόθεν, καὶ μηδὲν μήτ' αἰνιγματῶδες μήτε γρῖφον ἐχούσας, ἀλλ' ἐμφανῶς καὶ διαῤῥήδην ἀπαγγελλούσας ἡμῖν, ἐπὶ τῆς ἁπλῆς καὶ θείας φύσεως τῇ οὐσίᾳ ταὐτὴν τὴν ἐνέργειαν εἶναι, καὶ οἷον αὐτοενέργειαν τὴν οὐσίαν, ὡς ἀνωτέρω που δέδεικται διαρκέστερον. ὁρᾷς δ' ὡς καὶ ἀσεβεῖς προφανῶς τοὺς μὴ ταῦτα βουλομένους ἀποκαλοῦσι οἱ θεῖοι πατέρες, καὶ ὅσα ἐπὶ τούτοις ἔτι φασίν. ἄλλως τε καὶ τὸ τὸν υἱὸν καὶ τὸ πνεῦμα τοῦ πατρὸς ἐνέργειαν φάσκειν τοὺς ἁγίους, τί δηλούντων ἐστὶν ἕτερον, ἢ τὸ τῆς οὐσίας καὶ ἐνεργείας ταὐτόν;
(Ζ.) Εἰ γὰρ τῇ τῶν λέξεων δοίημεν προφορᾷ καθάπαξ ἕπεσθαι τὰς ἐννοίας, καθάπερ ἐπὶ τῶν συνθέτων, οὕτω κἀπὶ θεοῦ, οὐ διπλοῦν ἔσται μόνον τὸ ἁπλοῦν, ἐξ οὐσίας δηλαδὴ καὶ ἐνεργείας συγκείμενον, ἀλλὰ καὶ σφόδρα γέ τοι πολλαπλοῦν. τί γὰρ ἂν φαίη τις, τῶν ἁγίων ἀκούων λεγόντων, ἕνα θεὸν, μίαν ἀρχὴν αἰώνιον, ἄκτιστον, ἀγένητον, μίαν οὐσίαν, μίαν θεότητα, μίαν δύναμιν, μίαν θέλησιν, μίαν ἐνέργειαν, μίαν ἐξουσίαν, μίαν κυριότητα, μίαν βασιλείαν, ἐν τρισὶ τελείαις ὑποστάσεσι γνωριζομένην μιᾷ προσκυνήσει; μὴ πολλαπλοῦν καὶ ποικίλον καὶ πολυσύνθετον λέγουσι τὸν θεόν; ἄπαγε· πῶς γὰρ, οἷς καὶ πᾶσαν ὥραν καὶ καιρὸν ἐμέλησε, σφίσι τε αὐτοῖς καὶ ἅμα ἀλλήλοις ὁμόφωνα λέγειν ἀεὶ, καὶ μὴ μᾶλλον μηδ' ἧττον ἀντίφωνον περὶ τῶν τοιούτων μηδὲν μηδαμῆ μηδεπώποτε φθέγξασθαι; ἁπλοῦν γάρ φασιν εἶναι τὸ θεῖον καὶ ἀσύνθετον· τὸ δ' ἐκ πολλῶν καὶ διαφόρων συγκείμενον, σύνθετον. εἰ γὰρ τὸ ἄκτιστον, φασὶ, καὶ ἄναρχον καὶ ἀσώματον καὶ ἀθάνατον καὶ αἰώνιον καὶ ἀγαθὸν καὶ δημιουργικὸν καὶ τὰ τοιαῦτα οὐσιώδεις διαφορὰς εἴποιμεν ἐπὶ θεοῦ, τὸ ἐκ τοσούτων συγκείμενον οὐχ ἁπλοῦν ἔσται, ἀλλὰ σύνθετον· ὅπερ ἐσχάτης ἀσεβείας ἐστίν. ὁρᾷς;
(Η.) Εἰ δ' οὕτως ἐπὶ τούτων, πῶς δ' οὐκ ἂν κἀπὶ δυάδος ὁμοίως νοηθείη διπλόη τις καὶ διαφορὰ τῆς ὑποκειμένης οὐσίας πρὸς τὴν ἐνέργειαν, ἐκεῖ διάφορον κατὰ τὸν Παλαμᾶν οὖσαν; ἡ γὰρ δυὰς οὐχ ἓν, οὐδ' ἁπλοῦν, οὐδ' ἄναρχον, οὐδ' ἄπειρον, ἀλλὰ σύνθετον ἐκπεπερασμένον.
(Θ.) Πρὸς γὰρ τοῖς ἄλλοις καὶ ὁ θεῖος τάδε περὶ τῶν τοιούτων διέξεισι Μάξιμος. «ἡ δυὰς οὔτ' ἄπειρος, οὔτ' ἄναρχος, οὔτ' ἀκίνητος, οὔτε μὴν ἀρχὴ καθόλου τινὸς εἶναι δυνήσεται.» καὶ πάλιν· «οὐδεὶς δὲ, μεμοιραμένος ὁπωσοῦν τοῦ λογίζεσθαι, εἴποι ἂν ἄπειρον εἶναι, ᾧ ἐξ ἀϊδίου συνθεωρεῖταί τι ἢ συνεπιθεωρεῖται κατ' οὐσίαν διάφορον.» καὶ μετ' ὀλίγον· «καθ' ὃν γὰρ εἴποιμεν λόγον ἢ τρόπον δύνασθαί τι ἕτερον αὐτῷ κατ' οὐσίαν διάφορον παραβάλλεσθαι, τὸν ὅλον τῆς ὅλης ἀπειρίας αὐτῷ συναφαιροίμεθα λόγον. εἰ δ' ἄπειρον εἶναι οὐ δύναται, ᾧ ἐξ ἀϊδίου συνυπάρχει ἕτερόν τι κατ' οὐσίαν διάφορον, ἄπειρον εἶναι οὐδαμῶς ἐνδέχεται δυάδα.» καὶ ἀλλαχοῦ· «οὐδὲν τῶν ὄντων ἄναρχον, ᾧ ἕτερον συνεπινοεῖται, οὐδ' ἀπερίγραπτον, οὗ τι ἕτερον προεπινοεῖσθαι δύναται.» εἰ δέ τις μὴ ῥᾳθυμοτέραν πως ἔσχε τάξιν περί γε τὰ τοιαῦτα, ἀναγνώτω καὶ τῆς περὶ θεολογίας ἑκατοντάδος τουτουῒ τοῦ ἀνδρὸς κεφάλαια ˉγ, ˉδ, ˉε, στ, πολλὴν τοῖς ῥηθεῖσι διασώζοντα τὴν συμφωνίαν.
(Ι.) Εἰ οὖν μήτε προεπινοεῖσθαι μήτε συνεπινοεῖσθαι τῇ θείᾳ δύναταί τι ἕτερον οὐσίᾳ, πῶς ἕτερον καὶ διάφορον οὖσα κατὰ τὸν Παλαμᾶν ἡ ἐνέργεια θεότης ἄκτιστος ἂν εἴη, παντὸς τοῦ μετὰ τὴν οὐσίαν ἐκείνην συναριθμουμένου τοῖς κτίσμασιν;

δʹ. Ὅτι δὲ μὲ, καὶ πλείω προθυμούμενον λέγειν, ἥκιστα συνεχώρουν αἱ συνήθεις τῆς κεφαλῆς ἀλγηδόνες (ἡ γὰρ τῶν σπλάγχνων δριμύτης, αὔξην εἰληφυῖα μακρὰν ἐκ τῶν λογισμῶν ἀγώνων ἐκείνων, καὶ ἅμα τοῦ τῆς ὥρας καύματος, καὶ πρός γε τῆς πανημερίου νηστείας, καὶ ἄκοντα μάλα συνώθει σιγᾷν· οὐ γὰρ ἐξ ἑωθινοῦ ταῖς Συβαριτικαῖς ἐκείναις τραπέζαις καὶ ἡμεῖς κατὰ τοὺς παλαμναίους ἐνησχολήμεθα, οὐδ' ὅσα Διονύσου περιχορεύουσι θίασοι διατριβὴν παρέχειν ἐγνώκειμεν, ἀλλὰ παννύχιοί τε καὶ πανημέριοι φροντίδες καὶ θείων κινδυνευόντων μελέται δογμάτων τὴν ἡμῶν ἀπησχόλουν τότε ψυχήν) διὸ καὶ τὸν λόγον οἱ σὺν ἐμοὶ λογάδες ἄνδρες ἐκεῖνοι διαδεξάμενοι, ὧν τὸν βίον ἔφθημεν εἰρηκότες ἀρετὴν ὁμοῦ καὶ σοφίαν κοσμεῖν, ἄριστά τε καὶ τελεώτατα διειλέχθησαν, καὶ μάλα γενναίαν τὴν ὑπὲρ τῆς ἀληθείας ἔνδειξιν ἐνεδείξαντο. ῥᾴδιον δ' ἔσται κἀκεῖνα μανθάνειν τοῖς βουλομένοις ἐξ ὧν κἀκείνοις γεγένηται ὑπομνήματα. οὐδὲ γὰρ σιγῇ κρύψαντες οὐδ' αὐτοὶ λήθης ἀφῆκαν κληροῦσθαι βυθούς· ἀλλ' ὅσον ὁ τοῦ διωγμοῦ καιρὸς καὶ αὐτοῖς ὁμοίως ἡμῖν συγκεχώρηκε, γραφῇ τὰ τοιαῦτα παρέπεμψαν, καὶ, ὅσον ἐφικτὸν, τὰ τῆς ἐκκλησίας ἐξετραγῴδησαν ἕκαστος πάθη, μήπου καὐτοῖς ὀψιγόνοις αἱ τῶν ἀντιθέτων πλεονεκτήσασαί πως διαβολαὶ τὰς ἀπειροκάλους λυμήνωνται διανοίας, οὐ σιδήρῳ καὶ πυρὶ καὶ ὅπλοις βαρβαρικοῖς, ἀλλὰ τῇ τῆς πολυμιγοῦς αἱρέσεως ἐκείνης κακίᾳ, θάνατον ἀθάνατον τῇ ἀθανάτῳ ψυχῇ προξενήσασαι.
(Β.) Ἄρτι δὲ καὶ νὺξ ἐπιοῦσα ἠρέμα καὶ κατὰ βραχὺ τὰς ἡλιακὰς αὐγὰς ἐπεβόσκετο, καὶ τὰ τῆς ἡμέρας συνέστελλε κράσπεδα, καὶ τῶν ἀνθρωπίνων ὀφθαλμῶν τὸ καθαρῶς ἐν οἴκοις βλέπειν ἀφῃρεῖτο, καὶ λαμπάδες πυρὸς εἰσεφέροντο, φῶτα κτιστὰ κομίζουσαι· καὶ ἅμα ἀνεγινώσκοντο πάλιν, ἃ κατὰ τοῦ Βαρλαὰμ ἐκείνου τοῦ Καλαβροῦ περὶ τοῦ θείου φωτὸς ἐψήφισται πάλαι πολύν τινα χρόνον, κατὰ τὴν σφετέραν ἀεὶ συνήθειαν. μηδὲ γὰρ ἄλλην ἔχοντες ἀποστροφὴν οὐδαμῆ, μηδὲ προκάλυμμα τῆς σφετέρας ἥττης οὐδὲν, περὶ τὸ ὄρος ἐκεῖνο διηνεκῶς ἐξ ἀνάγκης εἱλοῦνται, καὶ συχνὴν παρ' ἐκεῖνο κακούργως ποιοῦνται τὴν ἀναχώρησιν, μὴ λάθῃ ῥοθίοις ἴσως παρενεχθέντα σιγῆς τὰ σφίσιν ἀεὶ τιθηνούμενά τε καὶ γαλακτοφορούμενα τῆς εἰκονομαχίας ὄργια.
(Γ.) Σιγῆς οὖν ἡμῶν καταψηφισθείσης, καὶ τῶν ἐκεῖ ῥηθέντων τὰ πλείω κατὰ τὸ σφίσι βουλόμενον ἐξηγουμένων αὐτῶν, καὶ ἣν ὁ ἐκ Δαμάσκου φησὶ Ἰωάννης ὑπερτελῆ καὶ προτέλειον δόξαν, ἐκείνων ὑφειμένην ἀποδεικνύντων εἶναι θεότητα, τῆς θείας ἑτέραν οὐσίας, καὶ ἄκτιστον μὲν καθ' ἑαυτὴν, διαφέρουσαν δ' ἀπειράκις ἀπείρως, καὶ ἠλλοτριωμένην ἐκείνης παντάπασι, καὶ ἀνούσιον, ἐτόλμησέ τις τῶν ἡμετέρων, «ὦ ἥλιε,» περιπαθῶς ἀναβοῆσαι καὶ «τί ἄν τις (φάναι) φαίη περὶ τοῦ σαρκωθέντος λόγου θεοῦ, ἐπεὶ γὰρ ὑπὲρ ταύτην οὐ δύναταί τι ὑπάρχειν (πῶς γὰρ, ὑπερτελῆ καὶ προτέλειον οὖσαν; τῆς γὰρ ὑπερτελοῦς οὐδὲν τελεώτερον) ἔοικεν αὐτὸν ὑποβεβηκότα καὶ τῆς ὑφειμένης ταύτης εἶναι καὶ τῶν κτισμάτων πολλῶν. καὶ λύεται μὲν εὐθὺς τὸ μέγα τῆς ἐνσάρκου οἰκονομίας μυστήριον, καὶ ἅμα πάντα συλλήβδην εἰπεῖν ἐκκλησίας δόγματα· καὶ οὐδὲ ποιητὴν τοῦ παντὸς ἔχει τις ἂν ἔτι δοξάζειν ἕτερον, πλὴν τῆς νεωστὶ ψηφισθείσης καὶ δογματισθείσης ταύτης ἀνουσίου καὶ ὑφειμένης θεότητος. καὶ ματαία λοιπὸν ἡ μέχρι νῦν ὀρθοδόξων εὐσέβεια, καὶ δῆμος ἁγίων ἔφθαρταί πως, μὴ συνέντων ἃ κηρύττει Παλαμᾶς. τῆς ἀνοχῆς σου Χριστέ!» ταῦτ' εἶπε· καὶ πάνυ σφοδρῶς ἐπιτιμηθεὶς ἔπτηξέ τε καὶ σεσιώπηκεν. ἤκουσε γὰρ, μὴ θεμιτὸν ἐν βασιλείοις εἶναι, βασιλικοῖς βουλήμασί τε καὶ δόγμασιν ἀντιλέγειν, ὃς τὸν ἐς τὴν ὑστεραίαν ἥλιον ἀπαθὴς θεάσασθαι βούλοιτο. καὶ πολλῶν δ' ἄλλων ἐπὶ τούτοις ἐκεῖ λαληθέντων ἐκείνοις κατ' ἔφεσιν ἡγεμονικὴν, ὁ σύλλογος διελύετο, τριταίους αὖθις προσταχθὲν ἐς τὴν ὁμοίαν ἐκκλησίαν δεῖν ἀθροισθῆναι ἡμᾶς. ἀλλ' ἐκεῖνο μικροῦ με παρέδραμε.
(Δ.) Πρὶν γὰρ δεδυκέναι τὸν ἥλιον, ἠρέμα καὶ κατ' ὀλίγους ὁ δῆμός τε ὑπεξῄεσαν καὶ ἅμα ἐπὶ τούτοις καὶ σὺν τούτοις, ὅσον τῆς πόλεως ὄψις ὑπῆρχε, σύνδυο καὶ σύντρεις λεληθότως ὑπεξιόντες, ἀνεχώρουν οἴκαδε· οἳ δὴ καὶ τρανῇ τῇ φωνῇ, διϊόντες τε καὶ περιϊόντες, ἐκήρυττον ἅ τ' εἶδον ἅ τ' ἤκουσαν· ὡς ἀκουστὴν ἐν βραχεῖ καὶ θεατρικὴν γενέσθαι πάσῃ τῇ πόλει τὴν μετ' αἰσχύνης ἧτταν τοῦ Παλαμᾶ, καὶ οἵτινες εἶεν ὁμόδοξοι τουτωῒ, καὶ ἅμα τὰς αἰτίας, δι' ἃς ἡττήθη τε καὶ ᾐσχύνθη. ὅθεν τῶν οἰκιῶν ἐκθέοντες, ὡς ἔτυχον ἕκαστοι, φύρδην εἰπεῖν, ἄνδρες, γυναῖκες, ὁμοῦ καὶ παισὶ, τάς τε παρόδους καὶ τὰς τριόδους συχνοὶ καὶ σποράδην καὶ ἀναμὶξ διελάγχανον, ἄλλοι κατ' ἄλλα μέρη τῶν ὁδῶν συνιστάμενοι, καὶ ἐποπτεύοντες καὶ ἀνερευνῶντες ὅστις εἴη ὁ Παλαμᾶς, ἐφιέμενοι τοὺς ὀδόντας ἐμπῆξαι τῷ ταλαιπώρῳ, ὅτι τὰ πάτρια τῆς τοῦ θεοῦ ἐκκλησίας καταλύειν τολμῴη δόγματα· καὶ ἅμα συχνοῖς ἀναθέμασι καθυπέβαλλον, ὥσπερ ἀπὸ συνθήματος ἅπαντες· ὡς ἐκεῖνον, δείσαντα μὴ διασπαραχθῇ περιφανῶς οὑτωσὶ, συσταλῆναί τε τὴν ταχίστην καὶ ἀποκρύψασθαι. τῶν δ' ἄλλων, ὅστις ἔγνωσται σαφῶς τῆς ἐκείνου φατρίας ὢν, χωρὶς πληγῶν οὐδεὶς ἀπηλλάττετο, πλὴν ὅστις ὑπόκρισιν ἑτέρου προσώπου λαμβάνων ὁμοίως τοῖς ἄλλοις ἀναθέματι καὶ ἀραῖς Παλαμᾶν καὶ αὐτὸς καθυπέβαλλε. καὶ μὲν δὴ κατόπιν ἡμᾶς ἐπιόντας τοῖς ὕμνοις ἐγέραιρόν τε καὶ ἐστεφάνουν, ὡς τῆς πατρίου δόξης καὶ εὐσεβείας ἀθλητὰς καὶ προβόλους καὶ ῥᾷστα δὴ τὸ ζῇν ἑτοίμους προΐεσθαι λαμπρῶς ὑπὲρ τῶν κειμένων ἄνωθεν τῆς τοῦ θεοῦ ἐκκλησίας δογμάτων.
(Ε.) Καὶ ὁ μὲν τῆς πρώτης ἡμῖν ἡμέρας ἐκείνης πλοῦς οὕτω καλῶς καὶ σὺν ἀσφαλείᾳ διήνυσται, τῆς τοῦ θεοῦ δεξιᾶς οἰακιζούσης τὴν τῶν ἡμετέρων ἀγώνων ὁλκάδα καὶ κῦμα πᾶν ἀντιβαῖνον ἰσχυρῶς ἀποτρεπομένης. πολλαῖς γὰρ χειμώνων ἀντιπνοίαις περιτυχόντες, ἀρχοντικῶν τε καὶ ἡγεμονικῶν, πολλαῖς δ' ἐμπεπτωκότες πειρατῶν εἰπεῖν ἐφεδρείαις, πρεσβυτέρων, ἐπισκόπων τε καὶ τῶν τοιούτων (ἐῶ γὰρ τῶν γε παραβομβούντων κολάκων τὸ πλῆθος) ὑπερέσχομεν ξύν γε θεῷ, κινδύνου παντὸς καταπεπλευκότες ὑπέρτεροι. εἰ δὲ μὴ καὶ τοὺς ἀνθισταμένους αἰσθέσθαι πεπείκαμεν, καὶ ἀνανῆψαι, καθάπερ ἐκ μέθης μεγάλης, τῆς πλάνης, καινὸν οὐδέν. κύριοι γὰρ ἡμεῖς οὐ τῆς τῶν ἀλλοτρίων γνώμης, ἀλλὰ τῆς πρὸς τὸ τοῦ ζήλου καλὸν ὁρμῆς καὶ τῶν ὑπὲρ τῆς ἀληθείας λόγων· τῶν δ' ἐντεῦθεν ἀποβαινόντων, μόνη καθάπαξ ἡ δυναστεύουσα κρίσις ἅμα καὶ χείρ. ταύτην δ' εἰς ἀντίπαλον τῆς ἀληθείας μοῖραν ἀποῤῥαγεῖσαν ὁλοσχερῶς, καὶ τῷ χρόνῳ βεβαιωθεῖσαν, σιδηρᾶν τινα καταστῆναι ξυμπέπτωκε καὶ ἀνεπίστροφον ὅλως εἰς τὴν τοῦ κρείττονος φύσιν. οὐ γὰρ δικαιοσύνης ἄσκησις, οὐδ' ἐπιστήμης κανόνες, ἀνεχάλκευσάν τε καὶ οὕτως ἐσφυρηλάτησαν, ἀλλ' ἐριννύες κακοδαίμονες καὶ πονηρῶν Τελχίνων θίασος. τὰ μὲν γὰρ ἀπὸ δικαίας ἀρχόμενα ῥίζης καὶ εὐπαγοῦς μονιμώτερον καὶ τὸ ἄνθος φυλάττει, καὶ οὐ ῥᾷστα θορυβούμενον ὑφ' ἡλιακοῦ τινος καύσωνος· τὰ δ' ἀσθενῆ καὶ ἀδόκιμον ἔχοντα τοῦ καλοῦ τὴν ἀρχὴν ἐν μέσῃ τῇ ἀναδρομῇ μαραινομένην ὡς τὰ πολλὰ τὴν τῆς ἀρετῆς ἀκμὴν καταλείπει. διότι ἐκεῖ μὲν αὐτοφυεῖς τινες καὶ αὐτόχθονες τοῦ καλοῦ συνοικοῦντες τρόποι πρόδρομον κήρυκα τὴν τοῦ ἄνθους αὐτάρκη παρέχονται βλάστην, ἐκ τῆς προφανοῦς οἱονεὶ μαντικῆς τἀφανοῦς τὴν εὐγένειαν ἐμφανίζοντες. ἐνταῦθα δ' ἀχορήγητον ἔχουσαι ῥίζαν ἀγαθῶν πηγῶν ἀφθονίας, αἱ τοῦ ψεύδους αὔλακες, βραχὺ φανεῖσαι, λοιπὸν ἀπεκρύψαντο. τὸ γὰρ ἀπ' εὐνοίας καὶ δικαίου πηγαζόμενον ζήλου, εἰ μὴ προσηκόντων ἐπιτυχὲς κατασταίη, ἀδικεῖται μὲν οὐκ αὐτό· ἀλλ' ὃς τὰς τῆς δίκης μὲν λαχὼν διευθύνειν πλάστιγγας, ἔπειτα τῆς τοῦ προσήκοντος ἀποῤῥαγεὶς φαντασίας, οὐκ ἐνέμεινεν οἷς ἔστερξεν.

εʹ. Ὁ μέντοι Παλαμᾶς περίφοβον ὅλην ἐκείνην τὴν νύκτα διενεγκὼν, καὶ μάλιστα πεφροντισμένην, ἅμα ἕω ἀπῄει ἐς τὰ βασίλεια, ὑβριοπαθῶν καὶ μανίας μεστός· καὶ τῷ βασιλεῖ παραστὰς γλώττης ἀσελγείᾳ τὸ μαινόμενον ἐδημοσίευε τῆς ψυχῆς, τά τε χθὲς αὐτῷ συμπεσόντα περιπαθῶς ἀφηγούμενος καὶ πρὸς πάντας θυμοὺς ἐκριπίζων αὐτοῦ καθ' ἡμῶν τὴν ψυχήν· καθάπερ θαλάττης πρόσωπον, ὁπότε βαρὺς καὶ μαινόμενος ἀπαρκτίας ἐνσκήψειεν ἐπ' αὐτὴν, αἰτίους ἡμᾶς ὁμόσε προφασιζόμενος γεγενῆσθαι τῆς τῶν Βυζαντίων ἐκείνης φορᾶς κατ' αὐτοῦ.
(Β.) Καὶ «εἰ μὴ διαναστῆναι βούλοιο πρὸς ἐκδίκησιν,» φησὶ, «κατὰ τῆς βασιλείας αὐτῆς αὐτίκα μάλα τὸν κίνδυνον ἥξειν προσδόκα. οἶσθα γὰρ, οἶσθα σαφῶς, ὡς ἅπερ ἐμοὶ νενόμισται περὶ πίστεως καὶ δογμάτων, ταῦτα πάντως καὶ σοί. ἐῶ γὰρ λέγειν λοιδοριῶν καὶ χλευασμῶν, εἰρωνείας μεστῶν, ὁπόσοι πολλοὶ καὶ ποικίλοι παρὰ τὰς ἀγυιὰς καὶ πλατείας ἀκρατῶς καλινδοῦνται, μακρὰν ἡμῖν τὴν ἀσέβειαν ἐγκαλοῦντες, καὶ τῆς ὅλης πίστεως ἐμφανῆ παρασπόνδησιν. οὐ γάρ ἐστιν, οὐκ ἔστιν, ἐμοὶ μαχομένους σοί γ' εὐνοεῖν· οὐδ' αὖ τοῖς ἐμοῖς ἀντιλέγοντας δόγμασιν ἅμα συναίρεσθαι σοί. σὺ δ' εἰ μὴ πρὶν, ἀλλὰ νῦν ὀψὲ γοῦν ὀρθῶς τῶν ἐμῶν βουλευμάτων ἐκείνων μεμνήσῃ. ἢ οὐδὲ λόγων ἐγώ σοι προὔλεγον οὐδὲ μικρῶν γοῦν μεταδιδόναι χρή σφισι καὶ παῤῥησίας; ἢ πόθεν ἄλλοθεν παμπληθὲς κεκίνηται καθ' ἡμῶν, καὶ τίς εἰς τοσαύτην καὶ τοιαύτην κακίαν ἐξέμηνε τὴν ταχίστην, μὴ μόνον ὁπόσον τοῦ δήμου, ἀλλ' ἤδη καὶ ὅσον ὄψιν ἔχει τιμῆς τε καὶ γένους εὐκλεεστέρου; οὐδαμόθεν ἄλλοθεν, ἢ τῆς τοῦ Γρηγορίου μακρηγορίας ἐκείνης, οὐδὲν γαληνὸν οὐδὲ λεῖον ἐχούσης, ἀλλὰ πολὺ μὲν καὶ ποικίλον, καὶ οἷον εἰπεῖν ἀκανθῶδες ὅλον, τῆς περινοίας τὸ ὑφέρπον ἀπεμφαινούσης· δημοτερποῦς δ' ἄλλως, καὶ πρός γε τὸ δημαγωγικώτερον εὖ συγκειμένης, καὶ συναναχρωννυμένης ἠρέμα πρὸς τὴν πλὴν ἡμῶν τῶν ἄλλων θέλησιν. ἢ πῶς οὐκ ἂν εἰς θάρσος ἐπῆρτο περιφανῶς, οὐδὲν ἀντιβαῖνον καὶ βίαιον φάσκοντά σε θεώμενος, οὐδὲ δρῶντα μηδὲν κατὰ τῆς παῤῥησίας καὶ τῶν ἐλέγχων ἐκείνων, καὶ ὅσα μεταξὺ χαριεντίσματα προὔφερε, κοινῇ κατειρωνευόμενος ἅπαντας καὶ σκώπτων εἰς ἀμαθίαν, καὶ μηδὲν ἐκ τοῦ ἥττονος φάσκων, ἀλλ' ὅλον τὸν λόγον κατατείνων δόλιχον ἀδεῶς κἀπὶ γλώττης συχνὰ παρεισκυκλῶν ἐκ τοῦ μείζονος τὸ πάτριον σέβας τῆς πίστεως, καὶ τὸ μὴ χρῆναι κινεῖν πατέρων ὅρια, μηδ' εὐαγγελίζεσθαι τῶν κυρωθέντων καὶ παραληφθέντων ἕτερα, ἀλλ' ἐκείνοις μόνοις ἐμμένειν καὶ στέργειν τὸν ἅπαντα χρόνον, οἷς τε ἔμαθέ τις καὶ ἐπιστώθη πρὸς τῶν ἀποστολικῶν κανόνων καὶ θεσμῶν. καὶ τί δεῖ πάντ' ἐκεῖνα λέγειν καθ' ἕκαστα; ἴσασι γὰρ ἅπαντες, ὁπόσοι τοῦ θεάτρου γεγόνασιν ἐκείνου μεστοὶ, πῶς ἐκείνην σχεδὸν ἀνάλωσε τὴν ἡμέραν, ἐν ἁπλότητι λόγων ὑποκαθημένην τε καὶ ὑφέρπουσαν οἱονεὶ προλοχίζων καὶ παραμιγνὺς περίνοιαν, καὶ τὰ μὲν οἰκεῖα ἐξαίρων, τῶν κειμένων ὅρων δῆθεν ἐξιόντα οὐδαμῆ, πασῶν δὲ καὶ παντοίων γεμούσας ἐκτόπων ἐπιεικῶς ἀποφαίνων βλασφημιῶν τὰς ἐμὰς συγγραφάς· ὡς πάνθ' ὁμοῦ λαμπρῶς ἐκδημαγωγηθῆναι τὰ πλήθη· παροξυνθῆναι δ' ἅπαντας καθ' ἡμῶν, ὅσοι τε τῶν εὐπατριδῶν καὶ ὅσοι τῶν ἄλλως ἐχόντων. ἀλλ' ἄγε δὴ, μεταπεμψάμενος πάντας ἀγορανόμους ὁμοῦ καὶ δημάρχους, κέλευε μαστιγίας ἐκείνους ἅπαντας ἀποδεῖξαι ταχέως, καὶ τῶν ἱματίων γυμνοὺς, καὶ ἅμα πάσαις καὶ παντοδαπαῖς ἐγκεκλεισμένους εἱρκταῖς, ὅσοι τοῦ σύρφακος ὄχλου τυχόντες οὐκ αἰδοῦνται τοῖς ὑπὲρ δύναμιν ἐγχειροῦντες, ἵνα μονότροπός τις ἅπασι γένηται φόβος· ὥστε τῆς ἀγοραίου καὶ θεατρικῆς παῤῥησίας τὴν ταχίστην ἀποσχομένους πρὸς τὴν ὡρισμένην ἕκαστον ἐπείγεσθαι τοῦ βίου τελευτὴν οὑτωσί. κἄπειτά σοι δεδογμένον ἔστω, καὶ προὐργιαίτατον ἁπάντων μάλιστα, συνέδριον ἅμα τῷ πατριάρχῃ τήμερον πάντων ἐνταῦθα γενέσθαι τῶν ἐπισκόπων. ἅπασι γὰρ ἐπὶ ξυροῦ τὰ τῆς καταδίκης ἐπίσης ἵσταται, συλλειτουργοῖς καὶ ὁμόφροσιν ἅπασιν οὖσιν ἡμῖν· καὶ χρὴ πᾶσιν ἐπίσης φροντίζειν ὑπὲρ σφῶν αὐτῶν. εἰ δέ τινες, εὐλαβείας προφάσει, τῆς ἡμῶν ὁμονοίας ἀποῤῥήγνυσθαι πάνυ τολμῷεν, τάχιστ' ἂν σοῦ βουλομένου τῆς σφετέρας αἴσθοιντο κακοβουλίας. οὔτε γὰρ ἐκείνους ἕξουσιν οὓς εἵλοντο φίλους, καὶ ἅμα οὓς ἔχουσιν, ἀπολωλεκέναι σφίσι δεήσει· μᾶλλον δ' ὧν ἔχουσιν ἐπισκοπῶν στερήσονται, καὶ ἅμα τῶν προσδοκωμένων ἀπὸ σοῦ λημμάτων ἥκιστα ἐπιτεύξονται· καὶ πρός γε ὧν ἀποτυγχάνουσι οὗτοι βλέποντες ἀντιλαμβανομένους ἑτέρους, ἀποπνιγήσονται ῥᾷστα τοῖς ἐκτόποις νέφεσι τῶν λογισμῶν· καὶ ἢ μεταμεληθέντες ἐμπειρίας τοῖς ἄλλοις ὑπόδειγμα πρὸς τὸ βέλτιον ἔσονται· ἢ τῇ κακοβουλίᾳ στοιχήσαντες, ἥνπερ εἵλοντο, ταύτῃ καὶ συμφθαρήσονται, γεγονότες εἰς ἀβάτους ἐρημίας ἐξόριστοι. ταύτην ἔγωγε μόνην ὁρῶ τὴν ὁδὸν, ἐπιῤῥῶσαι μὲν ἱκανὴν τὰ ἡμέτερα, τὰ δὲ τῶν ἀντιθέτων ῥᾳδίως κατενεγκεῖν. εἰ γὰρ ἀνίσχυροι τήμερον ὑφ' ἡμῶν οὑτωσὶ καθιστάμενοι παρανόμων γράφονται ἡμᾶς, εἰ χώραν ἕξουσι τοῖς προβαλλομένοις ἐγκλήμασι καὶ θρόνων καὶ τιμῶν ἀπελαύνειν ἡμᾶς, ποῦ οὐκ ἂν αἰσχύνης ἐλάσειε τὰ ἡμέτερα, ποῦ δ' οὐκ ἂν ὀφρύος καὶ τύφου τὰ σφέτερα αὐτῶν; ἦ πολλὴ μεντἂν εἴη ῥᾳθυμία, καὶ θανάτου φάναι γείτων κομιδῇ, περιορᾷν καθημένους ἡμᾶς οὑτωσὶ ἀργοὺς, καὶ τὰ μέγιστα περὶ ἐλαχίστου τιθέντας, μὴ πρὶν ἢ πᾶν τι παθεῖν, ἀντιπεριάγειν ἐκείνοις ὅλῃ δυνάμει τἀγκλήματα καὶ τοὺς ἐντεῦθεν κινδύνους, ἡμᾶς δὲ καθῆσθαι κριτὰς ἐκείνων καὶ ἄρχοντας, καὶ ὅπερ ἂν ἡμῖν δόξειε, τοῦτ' εἶναι σφίσι νόμον καὶ δόγμα, καὶ πᾶν ὅτιπερ ἂν ἡμῖν αὐτοῖς ἐπικλώσειε πεπρωμένη καὶ τύχη, τοῦτ' εἶναι στεῤῥὰν τῶν σφίσι πραγμάτων κρηπῖδα καὶ ἀμετάκλωστον βίου παντὸς ἐφόδιον.»
(Γ.) Καὶ ταῦτα μὲν οὕτως εἴρηται τῷ θαυμαστῷ Παλαμᾷ· καὶ οὐκ εἴρηται μὲν, οὐ πέπρακται δ' εὐθύς· οὐδὲ πέπρακται μὲν εὐθὺς, οὐχ ὡς συντέτακται δέ· ἀλλὰ καὶ πέπρακται μὲν αὐθημερὸν, τελεώτερον δ' ἢ καθ' ἅπαν τὸ σύνθημα. οὕτως ὀξύῤῥοπον δείκνυσιν εἰς ἔργα τὸν βασιλέα τῆς τοῦ Παλαμᾶ τιμῆς ὁ πόθος, καὶ πάντων ἔργων ἔμπροσθεν τὰ τῆς ἐκείνου γνώμης τίθεται δόγματα. τὰ μὲν γὰρ ἔπραττε παραχρῆμα, τὰ δ' ἐπηγγείλατο παραχρῆμα.
(Δ.) Ἦν τότε ἰδεῖν παντοδαπῶν ἀνθρώπων μεριζομένας τὰς γνώμας, καὶ τῶν μὲν θαρσαλεωτέρων μάλιστα νῦν γινομένων, καὶ πλείονα πῆξιν τῇ πρὸς θεὸν ἐλπίδι καὶ πίστει παρεχομένων, καὶ πρὸς ἀθλητικοὺς ὁπλιζομένων τὴν γνώμην ἀγῶνας καὶ μαρτυρικὰ παλαίσματα· τοὺς δ' ὑπ' ὀδόντα τῇ θηριωδίᾳ λοιδορουμένους τῶν διωκτῶν· τοὺς δ' ὑπεπτηχότας ὑπὸ φρίκης καὶ δέους τῶν τε παρόντων καὶ φαινομένων δεινῶν, τῶν θ' ὑποπτευομένων μὲν, μείζω δ' ἢ κατὰ τὰ φαινόμενα τὸν θόρυβον τῇ ψυχῇ προαναφωνούντων· καὶ νῦν μὲν καταδυομένους καὶ κρυπτομένους· νῦν δ' ἀναδυομένους, ὡς ἐξ ᾅδου πυλῶν, καὶ φαινομένους οἷς ἐθάῤῥουν, καὶ στεναγμοῖς ἀφθόγγοις ὁμοῦ καὶ δάκρυσι κλεπτομένοις ὑποδηλοῦντας τὴν ἄδηλον κάμινον τῆς ψυχῆς. εἶεν.

στʹ. Οὕτω γε μὴν τουτωνὶ γιγνομένων, καὶ οὕτω πανηγυρίζοντος διωγμοῦ τῆς πόλεως θέατρον γενομένης ἁπάσης, ἧκεν ἡ τρίτη τῆς προθεσμίας ἡμέρα, καθ' ἣν ἐχρῆν τὴν δευτέραν συνιόντας αὖθις ἡμᾶς ἐκτελεῖν ἐκκλησίαν· καὶ πάλιν εἰς τὴν ἐμὴν οἰκίαν τὸ καθ' ἡμᾶς ἠθροίζετο μέρος, κατὰ τὴν ἤδη ῥηθεῖσαν εἰκόνα τῆς πρώτης ἐκείνης ἡμέρας. ἐμοὶ μὲν οὖν ἅπαν ἀπηγορευκότι τὸ εὔελπι, δι' ἅ μοι δεδήλωται, καὶ μηκέτι μηδὲν τὸ ἁμιλλώμενον λείπεσθαι πρὸς τοσαύτην ἐξ ἀντιπάλου ῥαγεῖσαν κακίαν σαφῶς ἐγνωκότι, καὶ ἅμα ῥοπὴν εἰληφυίας ἐκ τῶν παρόντων ἀγώνων καὶ λογισμῶν ἐπιπονώτερον ἤδη πολλῷ τῆς ἐμῆς συνορῶντι κατορχουμένας κεφαλῆς τὰς συνήθεις ὀδύνας αὐτῆς, βέλτιον ἔδοξεν, ἐῤῥῶσθαι φράσαντα συνόδους καὶ παῤῥησίας τοιαύτας οἴκοι καθῆσθαι, κἄν τι δέῃ παθεῖν, οἴκοι τοῦτο παθεῖν· ἵν' εἰ μή τι τὸν ἅπαντα βίον οὐ μὴ τεθέαται οἶκος πρὸς ἀρετὴν διακείμενον εὖ, ἀλλ' οὖν τοῖς ἐμοῖς τελευταίοις βαπτόμενος αἵμασιν ὀψὲ γοῦν μίαν ταύτην γνοίη με κεκτημένον ἀρετὴν πολλοῦ τινος ἀξίαν, τὸ μὴ πολλοῦ τινος ἄξιον νομίζειν τὸ ζῇν.
(Β.) Διὸ τοῖς ἄλλοις ἀνάγκην προσῆγον μὴ βραδύνειν, ἀλλὰ τοῖς ἐμοῖς βοηθοῦντας νοσήμασιν ἀπιέναι προθύμως, οὐκ εἰς ἐλέγχους καὶ διαλέξεις ἀληθείας ζητουμένης· ἀπειρηκέναι γὰρ καὶ αὐτὴν ἤδη καὶ πρὸς αἰθερίους ἀποπτῆναι θαλάμους, ἀφανείᾳ κεκαλυμμένην μακρᾷ· ἀλλ' εἰς σφαγὴν καὶ μαρτυρικὰ παλαίσματα καὶ θανάτου μακροῦ δεινότερα δεσμωτήρια. τοιαύτην γὰρ καθ' ἡμῶν ἐξενηνέχθαι χθὲς καὶ πρότριτα, δεσμοῖς ἀδαμαντίνοις τισὶ καὶ ἀῤῥήκτοις κεκυρωμένην, ψῆφον πρὸς τῶν ἀντιπάλων καὶ τῆς ἐξουσίας ἀρχόντων. τῶν γὰρ μετριωτέρων, ἃ τοῖς ἐξωτερικοῖς καὶ τὸ πλεῖστον δημοτικοῖς κατεψήφισται, τὰ μὲν ἤδη πέπρακται, τὰ δ' ἔτι πράττεται, τὰ δὲ καὶ πραχθήσεται. καὶ τούτων οὐδὲν οὐδένα πάντων ὑμῶν ἀγνοεῖν οἴομαι, θορύβου τοσούτου τὴν πόλιν περιηχήσαντος ἅπασαν. χρεὼν οὖν, μὴ φιλοψυχοῦντας, ἀλλ' ἐῤῥωμένους, ὁμόσε πρὸς τοὺς τοιούτους χωρεῖν ἀγῶνας. θνητῆς γὰρ λαχοῦσι φύσεως ἢν μὴ νῦν θανεῖν ἐξῇ, διὰ γοῦν τὸ τῆς φύσεως ὄφλημα τεθνήξεσθαι πάντως ἕψεται προϊοῦσι· καὶ δεῖ μὴ τὸν ἀκλεᾶ πρὸ τοῦ μετ' εὐκλείας περιμεῖναι θάνατον.
(Γ.) Μιᾷ δ' ἀπειρηκότων φωνῇ, μὴ ἐθέλειν χωρεῖν ἐς βασιλείους προκλήσεις καὶ οὕτω βαρβαρικὰ συνέδρια πλὴν ἐμοῦ, δείσας ἐγὼ μὴ πρόφασιν τοῦτ' εἰληφόσιν ἐκείνοις, οἷς πάντα λίθον κινεῖν καθ' ἡμῶν περίεστιν, ἐρήμην καθ' ἡμῶν εὐχερῶς καταδιαιτᾷν ἐπιγένηται, μάλα μόλις τῆς καθέδρας ἐξαναστὰς ἅμα πᾶσιν ἐκείνοις ἀπῄειν ἐκεῖσε ἀποθανούμενος, καὶ τῇ ἐκεῖ τελευτῇ συμπαραπέμψων τὰ πολυετῆ μου τῆς κεφαλῆς νοσήματα.
(Δ.) Ἄρτι δὲ περί που τὰ μέσα γενομένοις τῆς βασιλείου αὐλῆς ἀπήντησέ τις ἡμῖν τῶν πάνυ τῷ βασιλεῖ προσῳκειωμένων, καὶ μόνον ἁπάντων ἔμεγε ἀπειληφὼς προσῆγε τῷ βασιλεῖ. κοινολογήσασθαι γὰρ ἔλεγε βούλεσθαί μοι τῶν αὐτῷ γε ἀποῤῥήτων ἔστιν ἅ. προσεληλυθότι μοι γοῦν τυχεῖν προσγεγένηται μὲν, παρὰ δόξαν μὲν ἐμοὶ, σφίσι δ' ἐξεπίτηδες σφόδρα, τινὸς τῶν πάνυ μοι φίλων ἐκ παλαιοῦ, διὰ βασιλικῆς κἀκείνου προκλήσεως ἐκεῖσε τηνικαῦτα παρόντος ἐμοῦ γε εἵνεκα. ὧν μεταξὺ καθεσθέντι μοι λέγειν ἤρξαντο κατὰ συνεκδοχὴν καὶ ἀμοιβαδὸν, παρὰ θατέρου ἅτερος τὰς τῶν λόγων ἀφορμὰς πορίζοντές τε καὶ ποριζόμενοι, καὶ πείθειν ἐπιχειροῦντες, πρῶτον μὲν χρημάτων ἐπαγγελίαις ἀφθόνοις, καὶ ὅ μοι πρὸς βουλήσεως εἴη ἂν ἕτερον ἅπαν. ἐπεὶ δ' ἐντεῦθεν τῶν σκοπουμένων ἠλαύνοντο, μηδὲ τὴν πρώτην ἀκοὴν ἐμοῦ γε προσιεμένου μηδὲ μικρὸν γοῦν, τὸν δεύτερον πλοῦν διαλέγεσθαι ἐπεχείρησαν.
(Ε.) Καὶ ἦν ἡ τῆς διαλέξεως εἰσαγωγή· ὅτι τε τῆς θεότητος ὄνομα δεύτερόν ἐστι τῆς θείας οὐσίας καὶ ταῖς ἀκτίστοις ἐνεργείαις κυρίως μᾶλλον ἁρμόττει· καὶ ὅτι τῶν τοιούτων ἀκτίστων ἐνεργειῶν πολλὴ καὶ ἄπειρος ἐκ τῆς θείας οὐσίας ἐστὶν ἡ διαφορὰ, κἀκ τῶν ἐνεργειῶν γινώσκομεν τὸν θεόν· καὶ ὡς ὁ μέγας φησὶ Βασίλειος, «ἐκ μὲν τῶν ἐνεργειῶν γνωρίζειν λέγομεν τὸν θεὸν ἡμῶν, τῇ δ' οὐσίᾳ αὐτοῦ προσεγγίζειν οὐχ ὑπισχνούμεθα. αἱ μὲν γὰρ ἐνέργειαι αὐτοῦ πρὸς ἡμᾶς καταβαίνουσιν· ἡ δ' οὐσία αὐτοῦ μένει ἀπρόσιτος.» ταῦτα καὶ τὰ παραπλήσια λέγοντες ἐπῆγον οἰκείας παρεξηγήσεις καὶ συλλογισμοὺς ἐκτόπους καὶ ἀνοσίους καὶ μαινομένους· ὡς ἐπειδὴ πρὸς ἡμᾶς αἱ ἐνέργειαι καταβαίνουσι, κἀκ τούτων γνωρίζομεν τὸν θεὸν, ἄκτιστοι ἄρα εἰσὶ θεότητες· καὶ ὅσοι μὴ συμφωνοῦσιν ἡμῖν, βλασφήμους ἑαυτοὺς καθιστῶσι περιφανῶς.
(Στ.) Ἐμοὶ δὲ καὶ ἀσθενῶς ἔχοντι, καὶ μόνῳ τῶν ἄλλων ἀπειλημμένῳ συμμάχων ἀπροσδοκήτως ἐνεδρευόντων δικτύων ἐντὸς, τί ἔδει ποιεῖν ἕτερον, ἢ βραχυλογίᾳ χρησαμένῳ, εἰ δυναίμην, ἀπαλλάττεσθαι τὴν ταχίστην; οὐ γὰρ φυγομαχεῖν εὐθὺς ἐχρῆν, καὶ ταῦτα πρόφασιν ἱκανὴν κεκτημένους ἀποφυγῆς τήν τε νόσον καὶ ἅμα τὴν μόνωσιν. ἦ γὰρ ἂν κατὰ νώτου κείσεσθαι ἔμελλον, δειλίας γραφόμενοι καὶ λειποταξίου δίκην ἐπάγοντες. πρὸς μὲν οὖν τὸ τῆς θεότητος ὄνομα, μὴ τῇ οὐσίᾳ μᾶλλον ἢ ταῖς ἐνεργείαις ἁρμόττειν κυρίως καὶ πρώτως, πρώτην ποιουμένῳ καὶ τὴν ἀπάντησιν, ἤρκεσε παραχρῆμα πρὸς λύσιν τὸ τοῦ θείου πατρὸς ἐκεῖνο γεγονὸς ἀνὰ στόμα· «θεοῦ δὲ ὅταν εἴπω, λέγω πατρὸς, υἱοῦ, καὶ ἁγίου πνεύματος, οὔτε ὑπὲρ ταῦτα τῆς θεότητος χεομένης, ἵνα μὴ δῆμον θεῶν εἰσαγάγωμεν, οὔτε ἐντὸς τούτων ὁριζομένης, ἵνα μὴ πενίαν θεότητος κατακριθῶμεν.» καὶ πάλιν· «θεοῦ δὲ ὅταν εἴπω, ἑνὶ φωτὶ περιαστράφθητε καὶ τρισίν· ἑνὶ μὲν κατὰ τὸν τῆς οὐσίας λόγον, εἴτ' οὖν θεότητος· τρισὶ κατὰ τὰς ἰδιότητας, εἴτ' οὖν ὑποστάσεις, εἴ τινι φίλον καλεῖν, ἢ πρόσωπα. οὐδὲν γὰρ περὶ τῶν ὀνομάτων ζυγομαχήσομεν, ἕως ἂν πρὸς τὴν αὐτὴν ἔννοιαν αἱ συλλαβαὶ φέρωσι. διαιρεῖται γὰρ ἀδιαιρέτως, ἵνα οὕτως εἴπω, καὶ συνάπτεται διῃρημένως. ἓν γὰρ ἐν τρισὶν ἡ θεότης, καὶ τὰ τρία ἓν, τὰ ἐν οἷς ἡ θεότης, ἢ τό γε ἀκριβέστερον εἰπεῖν, ἃ ἡ θεότης· τὰς δὲ ὑπερβολὰς καὶ ἐλλείψεις ἐλλείψωμεν.» καὶ ὁ Νυσσαέων δ' ὁμοίως φάσκει Γρηγόριος· «εἰ τὸ ΘΕΟΣ ὄνομα οὐσίας σημαντικόν ἐστι, μίαν οὐσίαν ὁμολογοῦντες τῆς ἁγίας τριάδος ἕνα θεὸν εἰκότως δογματίζομεν, ἐπειδὴ μιᾶς οὐσίας ἓν ὄνομα τὸ ΘΕΟΣ ἐστι.» καὶ πάλιν· «ἔστι τοίνυν ἰδίωμα τῆς ἀϊδίου οὐσίας, ἧς ἐστι πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, τὸ πάντα ἐποπτεύειν καὶ θεωρεῖν καὶ γινώσκειν, οὐ μόνον τὰ ἔργῳ γινόμενα, ἀλλὰ καὶ τὰ τῷ νῷ λαμβανόμενα· ὅπερ μόνης ἐστὶν ἐκείνης τῆς οὐσίας. ἐντεῦθεν εἰλημμένον τὸ ΘΕΟΣ ὄνομα, κυρίως λεγόμενον, σημαίνει τὴν οὐσίαν ἐκείνην, ἣ δεσπόζει πάντων ὡς ἀληθῶς.» καὶ πάλιν· «μιᾶς τοιγαροῦν ὑπαρχούσης τῆς οὐσίας, ἧς ἐστι πατὴρ καὶ υἱὸς καὶ ἅγιον πνεῦμα, καὶ ἑνὸς τοῦ παραδηλοῦντος αὐτὴν ὀνόματος, φημὶ δὴ τοῦ ΘΕΟΣ, εἷς θεὸς ἔσται κυρίως καὶ ἀκολουθότερον τῷ λόγῳ τῆς οὐσίας.»
(Ζ.) Ταῦτα μὲν δὴ οὖν, καὶ ὅσα ἄλλα τῶν θείων πατέρων ἐκ τοῦ προχείρου τέως ἐπῄει τῇ μνήμῃ, τὴν ὁμοίαν ἀκολουθίαν ἀεὶ διασώζοντα, καθόσον ἐφικτὸν, προενεγκόντες ἐκείνῃ τῇ διαλέξει περὶ τοῦ τῆς θεότητος ὀνόματος ἐξ αὐτοσχεδίου δεδώκαμεν. καὶ ἅμα ὠνείδιζον ἔγωγε σφίσιν, ὅτι τῶν θείων πατέρων τῇ θείᾳ οὐσίᾳ τὸ τῆς θεότητος ὄνομα διαῤῥήδην διδόντων, αὐτοὶ παρεξηγούμενοι προδήλως ἐκείνους συκοφαντοῦσιν. ὄνομα γὰρ κύριον ἢ μὴ ὑπάρχειν ὅλως τῇ θείᾳ φασὶν οὐσίᾳ, ἢ ἡμῖν γε μὴ ὑπάρχειν· ὃ δ' οὖν σφίσι δογματισθὲν ἐκ τῶν τιμιωτέρων ἡμῖν ἐκδέδοται, στέργειν καὶ ἡμᾶς εἶναι ἀνάγκην, καὶ μηδαμῆ περαιτέρω προβαίνειν, μηδὲ πολυπραγμονεῖν. εἰ δέ που καὶ δι' οἰκονομίαν τινὰ ἐνίοις ἐνίοτε καὶ ἐνιαχοῦ παρέφθεγκταί τι, δόξαν ἴσως ἐναντιολογίας παρέχον, μὴ νόμον εἶναι τὸ σπάνιόν τε καὶ δυσδιάγνωστον.
(Η.) Περὶ δ' ὧν αὖθις τὸν μέγαν εἰσῆγον ἐκεῖνοι Βασίλειον, λέγοντα γινώσκειν ἐκ τῶν ἐνεργειῶν ἡμᾶς τὸν θεόν· ἀλλὰ μὴν ἀκτίστους ἐκεῖνος ἥκιστα φάσκει θεότητας εἶναι τὰς τοιαύτας ἐνεργείας, ἔγωγε ἔφασκον. ἢ γοῦν μὴ δι' ἑαυτῶν ἀναγινώσκειν ὅλως ἀπεφαινόμην αὐτοὺς, ἢ ἀναγινώσκοντας μὴ γινώσκειν ὅλως ἃ ἀναγινώσκουσιν. εἰπὼν γὰρ ὁ θεῖος πατὴρ, ἐκ τῶν ἐνεργειῶν γινώσκειν ἡμᾶς τὸν θεὸν, ἐν τῇ αὐτῇ παρακατιὼν ἐπιστολῇ ἑαυτὸν αὐτὸς ἐξηγεῖται, φάσκων· «οἱ μαθηταὶ πότε αὐτὸν προσεκύνησαν; οὐχ ὅτε τὴν κτίσιν αὐτῷ εἶδον ὑποτεταγμένην; ἀπὸ γὰρ θαλάσσης καὶ ἀνέμων ὑπακουσάντων αὐτῷ ἐγνώρισαν αὐτοῦ τὴν θεότητα. οὐκοῦν ἀπὸ μὲν τῶν ἐνεργειῶν ἡ γνῶσις· ἀπὸ δὲ τῆς γνώσεως ἡ προσκύνησις». «καὶ ἅμα ὁρᾶτε,» ἔφασκον, «ἐνεργείας τὰ θαύματα λέγοντα τὸν θεῖον διδάσκαλον. πῶς οὖν θάλασσαν καὶ ἀνέμους καὶ τὰ τοιαῦτα θεότητας ἀκτίστους φατὲ, καὶ τοὺς θείους πρηστῆρας οὐ φρίττετε; ἔπειτα οὐδέ τοι τὸν τῶν ὄντων γινώσκομεν αἴτιον· κἀκ τῆς διαφορᾶς τῶν ὄντων τὴν τοῦ ὄντος διδασκόμεθα σοφίαν, τὸν υἱόν· καὶ ἐκ τῆς τῶν ὄντων φυσικῆς κινήσεως τὴν ἐνυπόστατον τοῦ ὄντος μανθάνομεν ζωὴν, τὴν τῶν ὄντων ζωοποιὸν δύναμιν, τὸ πνεῦμα τὸ ἅγιον.»
(Θ.) Ὁ βασιλεὺς δ' εὐθὺς ἀνίσταται, γέμων ὀργῆς καὶ θυμοῦ· καὶ βραχὺ προβὰς τοῦ θαλάμου τὸ ποιητέον ἐκοινολογεῖτο κρύφα τῷ τε Παλαμᾷ καὶ τοῖς ἐπισκόποις· εἶναι γὰρ ἀνίσχυρον ἐνταυθοῖ τὴν ἐκ λόγων πειθώ. καὶ ῥᾴονα πάντων ἄλλων εὕρισκε τρόπον οὐδένα, τὴν ταχίστην ἀποσκευάσασθαι πάντας ἡμᾶς, ἢ καθ' ἃς ὁ Παλαμᾶς τε αὐτῷ προεζωγράφησεν ὑποθήκας καὶ αὐτὸς ἤδη πείρᾳ μεμάθηκεν ἀκριβῶς. αἱ δὲ ἦσαν ἀποψηφίζεσθαι κομιδῇ τὴν διὰ γραφικῶν ἀποδείξεων ἤδη διάλεξιν· ἥκιστα γὰρ εἶναί σφισιν ἐντεῦθεν τὰς ἀποβάσεις λυσιτελούσας· θᾶττον γὰρ ἂν παθεῖν ὑφ' ἡμῶν αὐτοὺς, ἃ δρᾷν καθ' ἡμῶν ἐμελέτησαν, ἢ δρᾷν ἃ παθεῖν ἡμᾶς ἐμελέτησαν. συνέθεντο δ' ἐξῶσαι τοῦ συνεδρίου καὶ τὸν Τύρου ἐπίσκοπον, τοῦ τῶν Ἀντιοχέων πατριάρχου τὰ δίκαια φέροντα· εἰ δ' ἐπιμένων ἐνίσταιτο, προβαλλόμενος τὴν ἐκείνου κατὰ τοῦ Παλαμᾶ καθαίρεσίν τε καὶ ἀποκήρυξιν, κἀκεῖνον αὐτῷ συγκαθελεῖν εὐθὺς καὶ τῆς ἡμῶν ἐκτεμεῖν ἐκκλησίας.
(Ι.) Ὅθεν ἔδοξεν, ὕβρεσι καὶ διαβολαῖς ἀποσκευασαμένοις πρότερον ἡμᾶς ἐκπληκτικώτερον τρόπον, καθ' ἡσυχίαν ψηφίζεσθαί τε καὶ δογματίζειν τὰ τοιαῦθ' ἅπαντα κατὰ βούλησιν, μηκέτ' ὄντος ὃς ἀντιστήσεται μηδενός· εἶναι γὰρ ὡς τὰ πολλὰ πολλάκις ἔφασκον τὰ τῶν δρωμένων θρασύτερα πολλῷ τῶν πραοτέρων ἀνυσιμώτερα. ταῦτα πολὺν ἐνέσταξεν ἵμερον ταῖς τῶν ἐπισκόπων ψυχαῖς, ἐξ ἁμάξης ἀναίδην παῤῥησιάζεσθαι καθ' ἡμῶν. καὶ τί γὰρ μοχθηροτέραις ψυχαῖς, ἀμαθίᾳ συντεθραμμέναις παντὸς ἀγαθοῦ, ῥᾷον ἄλλο τῶν ἄλλων ἕτερον, ἢ πρὸς ἀτόπους ὁρμὰς προτροπή; δείσαντες γὰρ, μὴ πρὸς τῶν θείων γραφῶν ἀσεβεῖς ἐξελεγχθῶσιν, ἀσέβειαν δρῶσι πάνυ πανηγυρικὴν ὁμοῦ καὶ θεατρικήν· ὅμοιον, ὥσπερ ἂν εἴ τις ἐν πελάγει νηχόμενος, εἶτα ψεκάδας ἰδὼν καὶ βροχῆς ἀμυδρὰ προοίμια, ὕφαλος κατεδύετο πρὸς τὸ πέλαγος, μὴ διάβροχος ὑπὸ τῶν ἀερίων ψεκάδων ἐκείνων γένηται.
(ΙΑ.) Ὁ μὲν γὰρ Παλαμᾶς, παρεγκλίνας μικρὸν, ἐξενολόγει καὶ συνήθροιζε τῶν περιβομβεῖν καὶ παραβομβεῖν καὶ παραφθέγγεσθαι δυναμένων οἷς ἐνετύγχανεν· οἱ δ' ἠκόνουν τὰς ἀτόπους καθ' ἡμῶν γλώττας.

ζʹ. Εἰσκεκληκότες γὰρ καὶ ἡμᾶς ὀψὲ μετ' ὀργῆς, βίαιοι καθάπαξ καὶ τἀνόσια πάντα γίνονται τολμηροὶ καθ' ἡμῶν· καὶ τῆς τοῦ θεοῦ ἐκκλησίας προστάται καὶ οἱ ποιμαίνειν λαχόντες τὸν τοῦ θεοῦ διαφθείρουσιν ἀμπελῶνα· καὶ ὅσα κατὰ τῶν τοιούτων ἡ θεία ἐτραγῴδησε πάλαι γραφή.
(Β.) Καὶ πρῶτον μὲν ὁ βασιλεὺς, ὑπὸ δειλίας ἐλαυνόμενος ἐκείνης, ἣν ὁ Παλαμᾶς πρότριτα ταῖς τῆς ἑαυτοῦ ψυχῆς ἐνέσπειρεν αὔλαξι, τὰς παλαμναιοτάτας ὕβρεις καὶ ἀπειλὰς καθ' ἡμῶν ἐξετόξευεν, οὐκ Ἀτλαντικοῦ κληρουχίας πελάγους, καὶ γῆς ποιήσειν ἔξω τῆς οἰκουμένης (Ξέρξου γὰρ ταῦτα καὶ τῆς ἐκείνου βαρβαρικῆς ἀπονοίας καὶ τρυφῆς ἦν) ἄλλα δ' ἐκείνων μείζω καὶ σφόδρα ἀπᾴδοντα, ὡς εἰρήσεται προϊόντος τοῦ λόγου. τῶν γὰρ ἀνίσων καὶ ἀνομοίων ἀρχῶν τε καὶ προαιρέσεων, ἄνισά τε καὶ ἀνόμοια πάντως εἶναι εἰκὸς καὶ τὰ τῶν πραττομένων ἑκατέρωθεν λήγοντα. οὐδὲ γὰρ πάτριον ἐκεῖνος ἐξώμνυτο σέβας, οὐδὲ θρησκείαν θρησκείας ἠλλάττετο, οὐδ' ἐθῶν καὶ δογμάτων ἔθη καὶ δόγματα, παλαιῶν καινότερα καὶ νεότακτα· οὐδ' ὅρκους ἐπάτει θρησκευομένου θεοῦ.
(Γ.) Εἰ δέ τις ἐνίσταιτο, Ξέρξην θαυμάζων ἐκεῖνον, ὅτι γῆς καὶ θαλάσσης ἦρχε πάνυ τοι πλείστης, καὶ στρατὸν ἐπήγετο μυριάριθμον, ὧν ἡμεῖς παντάπασιν ἐστερήμεθα· ἀλλὰ θεοτήτων καὶ θεῶν ἀπείρων τε καὶ ἀκτίστων ἥκιστα εἶχε στρατόπεδα· ἀλλὰ πάντ' ἦσαν αὐτῷ κτιστὰ καὶ θνητὰ κατ' αὐτόν. ὃ δὴ καὶ αὐτὸς ἑαυτῷ μεμαρτύρηκε, νῦν μὲν γελῶν, νῦν δὲ δακρύων· τὸ μὲν ὅτι πλείστης ἠπείρου καὶ θαλάττης καὶ στρατοπέδων ἄρχει παμπόλλων· τὸ δὲ ὅτι, θνητῶν καὶ προσκαίρων ὑπαρχόντων, οὐδεὶς ὑπὲρ τὰ ἑκατὸν ἔσται φαινόμενος ἔτη, οὔτ' αὐτὸς, οὔτ' οὐδεὶς οὐδαμῆ τῶν αὐτῷ ἑπομένων. οὐ γὰρ ἦν πω τότε Παλαμᾶς, οὐδὲ τῷ πολλῷ συνῆν ἐκείνῳ βασιλεῖ παραπλήσιος ἐν τοσούτοις στρατεύμασιν οὐδεὶς Παλαμᾷ τουτωῒ, τεχνητὴν κτίζων ἀθανασίαν καὶ ἀκτισίαν, καθάπερ τοὺς κεραυνοὺς καὶ πρηστῆρας ἐκ γῆς οἱ Κύκλωπες πάλαι κατὰ τοὺς μύθους τῷ Διΐ· ἐνταῦθα δὲ τοὺς τοιούτους φόβους ὑπερορίους εἶναι, καὶ λήθης καλύπτεσθαι μάλα πυθμέσιν ὑποβρυχίοις, ἅ τ' ἀκτίστων ἅμα καὶ ἀθανάτων τῶν τ' ἐχόντων ἅμα καὶ τῶν ἐκ τῶν ὑπαρχόντων. εἶεν.
(Δ.) Ἀρξαμένων δ' ἑξῆς καὶ τῶν ἐπισκόπων λαλεῖν, ἦν ἀκούειν νῦν μὲν δικτύων καὶ θαλάσσης ἀπόζοντας λόγους· νῦν δὲ σκαπάνης τινὸς καὶ δικέλλης ἀξίους· νῦν δ' οὐδὲν καμινιαίας αἰθάλης ἀπεοικότας, τῷ ἀμαυρῷ τε καὶ δυσήχῳ καὶ ἀνάρθρῳ τῆς λαλιᾶς. καὶ συνελόντι φάναι, πλὴν τῶν ἐπισκοπικῶν ἐνδυμάτων οὐδὲν ὑγιὲς ὁρᾷν καὶ ἀκούειν τέως ἦν ἐκεῖ.
(Ε.) Βουληθέντων δὲ καὶ ἡμῶν ἀντιφθέγξασθαί τι μικρὸν, κραυγαῖς ἀσήμοις τε καὶ ἀνάρθροις καὶ συνεχεῖ πατάγῳ χειρῶν ἐξεπίτηδες ἡμᾶς τε ὑπερεφώνουν ἐκεῖνοι καὶ σιωπᾷν κατηνάγκαζον, καθάπερ ἀγριουμένης θαλάττης μεμηνότα κύματα τοὺς ἀνὰ τὸν αἰγιαλὸν ὁμιλοῦντας ἠρέμα. ἐῶ γὰρ λέγειν, ὅτι παρ' οὐδὲν ἐληλύθεσαν ἡμᾶς διαῤῥῆξαι, καθάπερ αἱ Βάκχαι πάλαι Πενθέα, φασὶν ἀττικίζοντες μῦθοι. ἀλλ' ἡμῶν γε ἐπιμενόντων ἔτι, καὶ μικράν τινα λόγου ζητούντων χώραν ἡμῖν ἐγγενέσθαι, οὔτ' ἤκουεν οὔτε προσεῖχεν οὐδείς.
(Στ.) Ὀψὲ δ' ἐνιδὼν βλοσυρόν τι καὶ ἀπηγριωμένον ὁ βασιλεὺς πρὸς ἡμᾶς, «χαρίεν,» ἔφη, «τουτὶ, κατεσπουδασμένους ἐθέλειν ποιεῖσθαι λόγους τῆς ἐμῆς οἰκίας ἐντὸς, οὐχ ἑκόντος ἐμοῦ, τοὺς τῆς ἐμῆς θελήσεως ἐχθίστους, καὶ οὓς οὐκ ἔχω πῶς ὀνομάσας.» ταῦτ' ἔλεγεν ὁ ἀῤῥεπὴς ἐκεῖνος κριτὴς, ὁ τὴν μέσην καὶ ἀπαρέγκλιτον καὶ οὐδαμῆ ποθ' ἑτεροῤῥεπῆ βαδίζειν ὀμωμοκώς.
(Ζ.) Ἐγὼ τοίνυν, καὶ πάλαι μὲν περιαλγὴς ὢν ἐκ τῆς κεφαλῆς, ἤδη δὲ καὶ λύπῃ λύπην προσειλήφειν, ἐκ τοῦ μηδὲ τριτημόριον πρὸς τῶν ἀντιθέτων ἐμοὶ καταλελεῖφθαι τοῦ χοροῦ τῶν ἐμῶν φοιτητῶν. ἰδόντες γὰρ ἐκεῖνοι τῇ προτεραίᾳ πλείστους μὲν ἐμὲ περιϊσταμένους ἐκείνων, πλείστους δ' ἔγγιστα καθημένους ἐμοῦ, ζηλοτυπίᾳ βαρείᾳ τὸν οἰκεῖον καθ' ἡμῶν ἀνεχάλκευσάν τε καὶ ἀνεπύρσευσαν φθόνον ἐς τὸ πάντη ἀκμαιότερον, καὶ τῶν τε οἰκείων ἐκείνοις ἠπείλησαν δήμευσιν καὶ ἀγώγιμον εἰς εἱρκτὴν τοὐπιτίμιον εἶναι, εἴ τις ἁλοίη τὸ δεύτερον ἔτι συνέδριον ἐμοὶ συμπαρών. διὸ καὶ ὅσοι τὰς ψυχὰς ἀσθενέστεροι πρὸς τοιούτους ἦσαν ἀγῶνας καὶ πείρας, ἠρέμα τῆς ἐμῆς ἐγγύτητος ἀπηλλάττοντο· οἱ δ' ἔτι παρέμενον τῇ προτέρᾳ σιγῇ, ὡς ἑκάστῳ προαιρέσεώς τε καὶ γνώμης ἐνῆν.
(Η.) Ταῦτα τοίνυν ὁρῶν ἐγὼ, καὶ ἅμα τὸν βασιλέα πολυτρόπως ἐπ' αὐτοφώρῳ μαχόμενον ἡμῖν συνορῶν, καὶ πρός γε ἔτι φόνου πνέοντας τοὺς ἐπισκόπους καθ' ἡμῶν, ἀναστὰς ἐξῄειν τοῦ βήματος καὶ ἅμα ἑώρων συνεξιόντας ἅπαν τὸ μέρος ἐμοί. καὶ θροῦς ἐγεγόνει πολὺς, τοῦ μὲν βασιλέως κατέχειν ἐγκελευομένου τοῖς πελεκυφόροις, καὶ μὴ ἐᾷν ἀπιέναι ἡμᾶς· ἡμῶν δὲ αἱρουμένων θάνατον μᾶλλον, ἢ τὸ λῃστρικὸν ἐκεῖνο συνέδριον ἑστῶσιν ὁρᾷν ὀφθαλμοῖς. ὀψὲ δ' ὁ σεμνὸς Παλαμᾶς, αὑτῷ λογισάμενος εἶναι καθ' ἡδονὴν τὴν ἡμῶν ἀπουσίαν, ἀφιέναι παρῄνει τῷ βασιλεῖ. ῥᾷον γὰρ εἶναί σφισιν ἔλεγεν ἐντεῦθεν ἡμᾶς τε φυγοδικίας γράφεσθαι καὶ σφᾶς ταχίστην ἐπιτιθέναι ταῖς καθ' ἡμῶν οὕτω ψήφοις τὴν τελευτὴν, ἢ παρόντων καὶ ἀντιλεγόντων ἡμῶν.
(Θ.) Διὸ καὶ, ἀπιόντων ἡμῶν, ὕμνοις οἱ περὶ Παλαμᾶν πάνυ παμπόλλοις ἐγέραιρον τὸν βασιλέα, ἐξ οὐρίας ἐκείνοις τὰ κατὰ βούλησιν παρεχόμενον πλεῖν· καὶ τοιαύταις κολακείαις τὸ τῆς ψυχῆς ἐκείνου κατέψων ἡδόμενον. ὡς γὰρ ἐς τὰς ἱπποδρομίας ῥᾳδίαν ταῖς τῶν ἵππων δίδωσιν ἁμίλλαις τὰ τῶν πεδίων ἱππήλατα, οὕτως ἀνειμένας εἴωθε παρέχειν καὶ αὐτὸς κομιδῇ τοῖς κόλαξι τὰς ἀκοὰς ἀεί. εἶτα καθ' αὑτοὺς αὐτοὶ καὶ λέγοντες καὶ δρῶντες ἐπέραινον ὅσα τὸ βουλόμενόν σφισιν ἐπήγγελλε τῆς ψυχῆς.
https://byzantium.gr/

ΛΟΓΟΣ ΚΑ’.

αʹ. Καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον, καὶ οὕτω τὰ τῆς δευτέρας καθέδρας ἠνύετο. ὁ μέντοι βασιλεὺς καθ' ἑαυτὸν τῇ ὑστεραίᾳ γενόμενος, καὶ συνιδὼν, ὡς οὐκ εὔοδά σφισι τὰ τῆς καθ' ἡμῶν ἔσται ἐπιβουλῆς, εἰ μὴ παροῦσιν ἡμῖν ἐπιθεῖεν τὰ ψηφιζόμενα, δύο παρῆλθον ἡμέραι, καὶ μετάπεμπτον ἔσχεν ἐμὲ, καὶ ταῖς εἰωθυίαις αὖθις θωπείαις τε καὶ τῶν βασιλικῶν ἐκείνων δωρεῶν ἐπειρᾶτο παραφέρειν ἐπαγγελίαις· οὐκ οἶδα, εἴθ' ἑκὼν ἐπιλανθανόμενος, εἴτ' ἄκων ἀπατώμενός τε καὶ συναρπάζειν ἐπιχειρῶν. ἃ γὰρ οὐ δὶς καὶ τρὶς μόνον, ἀλλ' ἑπτάκις εἰπεῖν ἑπτὰ διελὼν καὶ εἰπὼν, καὶ ἀποτυχὼν, ταῦτα παρεισκυκλῶν ἀεὶ καὶ ἐς ταὐτὰ παλινδρομῶν, ἕτερά τε καὶ διάφορα πρὸς διαφόρους, καὶ οὐ πρὸς ἕνα ἐμὲ τὰ αὐτὰ, λέγειν ᾤετο.
(Β.) Ὅμως ταῦτα λέγων προσενεκάλει τὰ πρότριτα γεγονόθ' ἡμῖν, ἡμῶν καθαπτόμενος, μὴ συνιέντων δῆθεν τῆς σπουδῆς ἐκείνης καὶ τοῦ σκοποῦ, πρὸς εἰρήνην ἀστασίαστον οἰκονομικῶς σχηματίζοντος καὶ ποικίλλοντος τούς τε λόγους καὶ διὰ κύκλου τινὸς, ἀδήλου τοῖς πλείστοις, περιϊόντος καὶ περιάγοντος, καὶ τὰς διαφόρους τῶν πλείστων μετεωρίζοντος γνώμας. κἀκείνῳ μὲν, ταῦτα καὶ τὰ τοιαῦτα λέγοντι, τὰς εἰωθυίας καὶ μείζους τῶν ἀντιῤῥήσεων ἀντεπῆγον αὐτός. καὶ πολλὴν ἰδίᾳ διατετριφότες ἐν τούτοις ἡμέραν ἐπ' ἀτελέστοις αὖθις διελύθημεν ταῖς ἐλπίσι. ὅμως ἠξίου πάλιν καὶ ἐπηγγέλλετο, συνεληλυθόσιν αὖθις ἡμῖν διδόναι τὴν τοῦ λέγειν ἅπασαν ἄδειαν, ὡς εἰκὸς, καὶ μὴ συνηγορεῖν ὁμοίως ἔτι τῷ Παλαμᾷ, μηδὲ τοῖς ἐκείνου πᾶσαν διδόναι ῥοπήν.
(Γ.) Ἓξ παρῆλθον ἐκεῖθεν ἡμέραι, μέχρις ἂν ἐς αὐτάρκη παρασκευὴν τὰ ἐκείνων ἀπαρτισθῇ καθ' ἡμῶν δίκτυα. ὧν γὰρ ἐν τοῖς δυσὶν ἐκείνοις ἀπετύγχανον συνεδρίοις, ταῦτ' ἐπανορθοῦντες (ὡς ᾤοντο) νῦν πρὸς τὸ σφίσι βέλτιον, θαῤῥαλεώτερον ἤδη τὸ τοῦ ἀγῶνος ἀνεκαλοῦντο στάδιον. καὶ πάλιν εἶχεν ἡμᾶς τὸ συνέδριον ἐκεῖνο καὶ τὸ βασίλειον βῆμα.

βʹ. Βέλτιον δ' ἔδοξεν ἡμῖν, ἐκ πρώτης εἰπεῖν ἀφετηρίας ἀποκρουομένοις τὰς τῶν ἐφεδρευόντων ἐκείνων ἐπιβουλὰς, παῤῥησίᾳ τὸ τῆς καθολικῆς ἀναγνῶναι πίστεως ἱερὸν σύμβολον, ἐς κοινὴν καὶ συνήθη τοῖς ὀρθοδόξοις ὁμολογίαν.
(Β.) Οὗ δὴ γενομένου, τῶν τοῦ Παλαμᾶ βλασφήμων δογμάτων τὰ γνωριμώτερα τοῖς πολλοῖς, ὑφ' ἡμῶν ἐκλεγέντα, πρὸς τοῦ ἡμετέρου μέρους ἀνεγινώσκετο παῤῥησίᾳ, παρακειμένων ἅμα καὶ τῶν αὐτοῦ συγγραμμάτων, καὶ τὸ ἀπαράλλακτον ἅπαν περιφανῶς μαρτυρούντων. ὅθεν οὐκ ἦν αὐτῷ πρὸς οὐδὲν ἀναδύεσθαι τῶν ἐγκεκλημένων, καίτοι πολλάκις μὲν ἐπιχειρήσαντι, πολλάκις δ' ἐπισχεθέντι, ἐμποδὼν τῶν αὐτοῦ συγγραμμάτων ἐκ τοῦ προφανοῦς ἱσταμένων καὶ ἐπιστομιζόντων λαμπρῶς. καὶ τὰ μὲν πλεῖστα διὰ μῆκος καὶ κόρον παρεῖται. τῆς γὰρ αὐτῆς κἀκεῖνα ποιότητος ἦν. ὥσπερ γὰρ ἐπὶ θαλάττης πικρᾶς οὐ τόδε μὲν τῶν μερῶν ἀπωθεῖται τὴν γεῦσιν, ἐκεῖνο δ' οὔ· ἀλλὰ πάνθ' ὁμοῦ τὴν αὐτὴν παρέχει τοῖς γευομένοις ποιότητα· οὕτω καὶ πάντ' ἐκεῖνα τἀνδρὸς τουτουῒ συγγράμματα τῶν αὐτῶν ἐκπέφανται βλασφημιῶν ἐχόμενα. διαφορὰν μὲν γὰρ ἴσως εὗρεν ἄν τις κατὰ τὸ μᾶλλον καὶ ἧττον τοῦ βλασφημεῖν· κακίας δ' οὐδὲν οὐδαμῆ τῶν μερῶν ἐξιστάμενον.
(Γ.) Ἦν γε μὴν τοιαδὶ τὰ προκομισθέντα, καὶ οὕτως ἔχοντα.
(Δ.) Τούτων ἔνια μὲν κἀν τῷ πρώτῳ τῆς ἡμέρας βήματι, προκομισθέντα πρὸς ἐμοῦ, περιφανῆ τὴν ἀντίῤῥησιν ἔσχηκεν, ὡς ἀνωτέρω μοι γέγραπται· τῶν δ' ἄλλων ἔνια καὶ αὐτὸς ὡμολόγει κατὰ τὴν λέξιν ἡμαρτῆσθαι αὐτῷ, καὶ διορθοῦσθαι ὑπισχνεῖτο· κατὰ μέντοι τὸν νοῦν πάντ' ἔχειν ὑγιῶς διετείνετο. ἀποδεικνύειν δ' ἀρξάμενος οὐκ εἶχεν ἁγίων οὐδένα σύμμαχον, ὅτι μὴ συγχέων καὶ παραφθείρων καὶ ἅμα παρεξηγούμενος, καὶ οἷον αὐτὸς ἑαυτῷ μαχόμενος. ὁ γὰρ τῷ οἰκείῳ νῷ τὰς οἰκείας λέξεις μὴ τιθέναι συμφώνους δυνάμενος ἄκων αὐτὸς ἑαυτῷ μάχεται· ὁ δ' ἑαυτῷ μαχόμενος σχολῇ μεντἂν ἑτέρῳ συμφωνοίη τῶν πάντων, σχολῇ δ' ἂν ἀπόσχοιτο πάσαις ἁγίων γραφαῖς διαφέρεσθαι, πὼς μὲν δι' ἀμαθίαν, πὼς δὲ δι' ἀγνωμοσύνην καὶ μοχθηρίαν ψυχῆς. λόγος μὲν γὰρ ἀνθρώποις ἅπασι δίδοται· τρόπος δ' ἀγαθὸς οὐ πᾶσιν, οὐ μὴν οὐδὲ τὸν λόγον εὖ διοικοῦσα σύνεσις. ὅθεν ἀποκρουόμενος πανταχόθεν καὶ ἐπιστομιζόμενος καὶ μὴ ἔχων μηδαμῆ βεβαίαν ἀποστροφὴν ἐπὶ τὸ Θαβώριον αὖθις ἐποιεῖτο τὴν ἀναχώρησιν, Βαρλαὰμ καὶ βίον αὐτοῦ προφασιζόμενος, καὶ ὅσα τισὶν ἀραχνίοις ὑφαίνεσθαι προσεῴκει. ὅθεν καὶ λίαν εὐχεροῦς καὶ προδήλου τυγχάνοντα τῆς ἀναλύσεως μόνον εἶχε τὸν βασιλέα λαμπρῶς ὑπερείδοντα, κατὰ τὸ μηδαμῆ προσῆκον, μηδὲ καλύπτειν τὴν ἀδικίαν ἰσχῦον, τοσούτου παρόντος πλήθους ἀνδρῶν.
(Ε.) Ἐγὼ μὲν οὖν βραχύ τι ὑπειπὼν, ἔπειτα πὼς μὲν διὰ τὴν εἰρημένην ἀδικίαν, πὼς δὲ διὰ τὰς τῆς κεφαλῆς ἀλγηδόνας, τοῖς σοφοῖς ἐκείνοις συμμάχοις ἀφῆκα διαγωνίζεσθαι. ἐπιῤῥαπίζειν δ' ὅμως καὶ οὑτωσί πως τοῦ Παλαμᾶ τὴν ὀφρὺν σκεψαμένῳ ἕνα τῶν ἐμῶν εἰσάγειν ἐπῄει μοι φοιτητῶν ἀντ' ἐμοῦ πρὸς τὴν ἐκείνου πάλην, ἵνα μᾶλλον αἰσχύνοιτο. τὸ γὰρ ἄντικρυς πρὸς ἐκεῖνον ἐμὲ διαλέγεσθαι καὶ τὴν ἀκαιρίαν ἐκείνου φιλονεικεῖν ἐκείνῳ μὲν εἶχε τιμὴν, ἐμοὶ δὲ καὶ μάλα πάντων ἥκιστα. τοσαύτην τοίνυν ἔδοξε πᾶσι τοῖς τότε παροῦσιν αἰσχύνην ὁ Παλαμᾶς ὠφληκέναι καὶ κωμικήν τινα χλεύην, ὑπ' ἐκείνου τοῦ νεανίου κατὰ κράτος ἡττώμενος, ὅσην λεγόντων ἐστὶν ἀκούειν ἁπάντων. κοινὸν γὰρ τοῖς ὅλοις ἀφήγημα γέγονε Παλαμᾶς ἐκεῖθεν καὶ γελοῖον τοῖς ὅλοις ἐντρύφημα.
(Στ.) Ἀλλὰ νὺξ ἐπὶ τούτοις ἰοῦσα τῶν οἴκοι μεμνῆσθαι καὶ μάλιστα πάντων τοὺς ἡμετέρους ἠνάγκαζε, νήστεις τ' ὄντας καὶ πόῤῥω που βαδίζειν ἄλλον ἄλλοθι τῆς πόλεως ὀφείλοντας, προμηθείας ἁπάσης ἐρήμους, καθάπερ ἀπόλιδάς τε καὶ ἀνεστίους τινὰς γεγονότας ὑπὸ τοῦ διωγμοῦ τουτουΐ. μετὰ γὰρ τὰς ἀποψηφίσεις καὶ παντελεῖς καταδίκας καὶ τιμωρίας, τά τε δικαστήρια καὶ τὰ τῶν ἐξετάσεων βήματα συνιστᾷν ἐπῄει τοῖς ἀῤῥεπέσι τούτοις κριταῖς, τοῖς καὶ ἀκαπήλευτον ὀμωμοκόσι φυλάττειν τὸ συνειδός. τριῶν οὖν μόνων, ἠναγκασμένως καὶ τούτων καὶ μάλα μόλις, ἐκ τῶν τῆς διπλῆς δεκάδος κεφαλαίων τὴν ἐξέτασιν εἰληχότων, κἀν τοῖς τρισὶ δημοσίαν τὴν ἧτταν εἰληφότος τοῦ Παλαμᾶ, ἐς τὴν ἐπιοῦσαν τὰ ἐφεξῆς παρεπέμπετο ψῆφον. καὶ ταῦτα μὲν, ἐς τοῦτο τύχης ἐλάσαντα, τοὺς ἐλέγχους ἐκείνου τἀνδρὸς καὶ τὸν σύλλογον ἔλυσεν.

γʹ. Οὐκ ἦν δὲ ἠρεμεῖν οὐδαμῆ Παλαμᾶν ἐπὶ τούτοις, οὐδὲ τὸν τῦφον μετριάζειν ἐκεῖνον, ὡς ποῤῥωτάτω τὴν λῆξιν ἢ κατὰ τὰ προσδοκώμενα τῶν μελετηθέντων οὑτωσὶ σχεδιασάντων. κενοδοξία γὰρ, ἀποτυγχάνουσα τῆς ἐφέσεως, μεμηνυίας τινὸς ἀναιδείας γίνεται μήτηρ, καὶ πᾶσαν ψυχῆς ἐλευθερίαν ἀνδραποδίζεται, καὶ ὅλους ἀναμοχλεύει θεμελίους ἀγάπης. ναὶ μὴν οὐδ' αὐτῷ τὰ τοιαῦτ' ἔδοξεν ἀρεστὰ βασιλεῖ, ἔρεισμα κράτιστον ἐπαγγειλαμένῳ καὶ τεῖχος εἶναι μὴ ῥᾷστα μηδέσι ῥηγνύμενον παρ' ὅλον αὐτῷ καθίστασθαι ἀγῶνα. ὅθεν Εὐρίπου δίκην ἅπαντ' εὐθὺς ἐκεῖνα ἀνετρέπετο, καὶ κρατῆρες ὅρκων ἐκείνων ἀνεκίρναντό τε καὶ συνεχέοντο, καὶ εἰρηναίων ἐπαγγελιῶν ἐκείνων ἐπατοῦντο θεσμοὶ καὶ συμβόλαια. καὶ πάλιν βουλαὶ καὶ μελέται παλίνστροφοι διενυκτέρευόν τε καὶ κύβων δίκην ἀνεῤῥίπτοντο. οὕτω μὲν οὖν ἡγεμόνες ἐκεῖνοι, τῶν ἐφεξῆς συνεδρίων τὰς καθ' ἡμῶν εἰληφότες μελέτας καὶ συσκευὰς, ὁποίας καὶ ὅσας ἱκανὰς ᾤοντ' εἶναι, τήν τ' οἰκείαν ἀποτρίψασθαι δειλίαν καὶ ἅμα ἡμᾶς τὴν ταχίστην ἀποσκευάσασθαι, πρὸς βάραθρον ἀφανείας ὠσάμενοι, ἐκκλησίαν ἐκήρυττον, δίκης ὄνομα χρηστὸν ἀναθέμενοι γνώμαις ἀδίκοις καὶ ἀνοσίοις
(Β.) Καὶ παρῆμεν ἡμεῖς, πὼς μὲν οὐ σφόδρα ἑκόντες, πὼς δὲ καὶ σφόδρα τουτί· ἄκοντες μὲν, ἐπεὶ μὴ λέληθεν ἡμᾶς τὰ καθ' ἡμῶν, ἅ τε τὴν μελέτην ἔμπρακτον ἔσχεν καὶ ἃ τὴν πρᾶξιν ἐν προθύροις ἔτι σφίσιν αὐλιζομένην ἐταμιεύετο, καὶ μάταιον εἰς τοὐμφανὲς τὴν ἡμῶν παρεῖχεν εἰσαγωγήν· ἑκόντες, ὅτι πρὸς θεὸν βλέποντες, καὶ τὸν τοιοῦτον τῆς ἀθλήσεως ὑπ' ἀθλοθέτῃ τρέχοντες ἐκείνῳ δίαυλον, τὰς ἀγαθὰς οὐκ ἐφεύγομεν τοῦ μέλλοντος ἐλπίδας, εἰ καὶ τὸ τῆς εὐσεβείας κράτος, ἔτεσι πλείστοις καὶ βίβλοις ἁγίων μακραῖς κυρωθὲν, ὁ παρὼν οὐκ ἠγκαλίζετο χρόνος· ἀλλὰ καὶ αὐτὴν τὴν τοῦ λέγειν ἅπασαν ἄδειαν ἡμῶν τε ἀφαιρούμενος καὶ τοῖς δρᾷν εὐχερῶς τὰ κατὰ βούλησιν ἔχουσιν ἔκτοπα χαριζόμενος τὰ τῆς ἀληθείας ἀνάκτορα πᾶσιν ὅπλοις καθαιρεῖν τε καὶ λύειν ἠπείγετο, μήτ' ἀκοῆς μήτε γνώμης οὐδεμιᾶς μήτε νέμεσιν θείαν μήτ' ἀνθρώπων προσδεχομένης αἰδώ.
(Γ.) Τοῦ μέντοι βήματος οὕτω συγκροτηθέντος, εἰδώς τε ἅμα καὶ ἰδὼν μεγάλῳ στρατηγουμένους θυμῷ τὸν βασιλέα καθ' ἡμῶν προοιμιάζεσθαι θέλοντα λόγους τὴν πρώτην, ὅσον ἐφικτὸν, ἀνέστελλον ἔφοδον ἔγωγ' αὐτὸς, ἐπὶ τὸ προκείμενον καὶ τὸ πρότερον ἴχνος τοῦ λόγου (φάσκων) ἐπανέλθωμεν, ὡς ἂν ὁ λόγος καθ' εἱρμὸν ὁδεύων λήξεσιν ἐντύχοι χρησταῖς. οὐ γὰρ ἂν φθάνοιμεν ἄλλως κρημνοῖς καὶ φάραγξι καὶ σκοπέλοις ἀτόποις εἰπεῖν περιπίπτοντες, καὶ πλάνους ἀντλοῦντες τῶν Ὀδυσσέως χαλεπωτέρους· καὶ οὐ τέλος θορύβων ἡμῖν ὁ παρὼν ἔσται καιρὸς ἐγγυώμενος, ἀλλ' ἀρχὰς θορύβων ἐφ' ἑτέροις ἑτέρων, κἀπὶ διωγμοῖς διωγμῶν. ταῦτα παρὰ τὴν πρόθεσιν τῆς ψυχῆς ἀκηκοότι τῷ βασιλεῖ, οὐ προθύμως μὲν οὐδ' ἀνεπαχθέσιν ἤθεσιν, ἐνδιδόναι δ' οὖν ἐξεγένετο βραχύ τι, καὶ ὅσον ἀφοσιώσασθαι τὴν τῶν παρόντων ὑπόνοιάν τε καὶ νέμεσιν.
(Δ.) Ὅθεν εἰσιὼν ὁ ἀναγινώσκων ἀρχὴν ἐποιεῖτο κεφαλαίων τὸ τέταρτον. τὰ γὰρ τρία τῇ προτεραίᾳ ἀνέγνωσταί τε καὶ κατέγνωσται, μὴ δυνηθέντος τοῦ γεγραφότος καὶ βεβλασφημηκότος ἰατρεύειν οὐδὲν οὐδαμῆ, οὐ μᾶλλόν γε ἢ λίθοις ὀπτικὴν προσααρμόττειν δύναμιν. μόλις οὖν καὶ μετὰ μάλα μακροῦ τοῦ τῆς ψυχῆς ἀκουσίου λαληθῆναι συγχωρηθέντων ἑνὸς καὶ δυοῖν κεφαλαίων, ὁ Παλαμᾶς αἰσχυνόμενος αὖθις ἐπὶ μετρίοις οὐκ ἤνεγκεν, ἅτε μᾶλλον ἤδη συνορῶν καὶ τῶν φίλων ἐπισκόπων ἐνίους ταραττομένους πρός γε τὸ ὑπερβάλλον τῶν ἐκτόπων ἐκείνων βλασφημιῶν, καὶ θορυβεῖν ἐπιχειρούντων ἐκεῖνο τὸ βῆμα, καὶ ἀποσκώπτειν πεπαῤῥησιασμένῃ καὶ ἀπαρακαλύπτῳ τῇ γλώσσῃ, μηδὲ δύνασθαι λεγόντων φέρειν τὰς τῶν ἀρχόντων καὶ ἀρχομένων λοιδορίας, διὰ τὸ συσκιάζειν τοσούτους πειρᾶσθαι βλασφημιῶν θησαυροὺς, κἀκ τῶν ἀλλοτρίων κακῶν ἴδιον ὄλεθρον καρποῦσθαι ψυχῆς· ὥστε καὶ πάνυ τοι ἐλαχίστου ἐδέησεν ἐκπολεμωθῆναι κατ' ἀλλήλων ἐκείνους, ἔριδος ἐξ ἀλλήλων μεριζομένων ἀλλήλοις ἐγγινομένης καὶ ἀναῤῥιπιζομένης ἀεὶ πρὸς τὸ μεῖζον, καὶ οὔσης λοιπὸν αὐτάρκους, ἡμῶν σιωπώντων, ἀπονητὶ πρὸς εὐδίαν τοὺς τῆς ἐκκλησίας κατευνασθῆναι χειμῶνας.
(Ε.) Οὐ γὰρ ἔχων οὐδὲν ὑγιὲς ἀντιλέγειν ὁ Παλαμᾶς ἤχθετο, νῦν μὲν πρὸς ἐκείνους θυμομαχῶν καὶ βιαζόμενος ἀνήνυτα· νῦν δ' ὀνειδίζων τῷ βασιλεῖ, καὶ φανερῶς προδοσίαν ἐγκαλῶν, παρὰ τὰς συνθήκας ὅλως ἐνδεδωκότι τοῖς ἐγκαλοῦσιν· ὥστε καὶ τοὺς παρόντας ἐρεθίζειν οἷς διεξίασι κατ' αὐτοῦ. ὅθεν καὶ συχνὰ στρεφόμενος ἐπὶ τῆς καθέδρας οἷς μὲν διελοιδορεῖτο θρασύτερον μᾶλλον ἢ πικρότερον, καὶ πικρότερον μᾶλλον ἢ κατὰ τὴν οἰκείαν λῆξιν ἕκαστον· οἷς δ' ἠπείλει κολάσεις πικροτέρας μᾶλλον ἢ ἐδύνατο· νῦν δὲ ἐμήνυε κρύφα τῷ βασιλεῖ πρὸς οὖς διὰ τῶν θαλαμηπόλων τὴν ἀπόῤῥητον φλεγμονὴν τῆς ψυχῆς.
(Στ.) Ὁ δὲ (καὶ γὰρ οὐδὲ πρότερον τελέως ἀπείχετο συμμαχῶν αὐτῷ σποράδην κἀκ συχνῶν τῶν διαστημάτων ἀκροβολίζων καὶ ξιφῶν ὀξυτέρους λόγους καθ' ἡμῶν καὶ ὑπὲρ αὐτοῦ) ἀλλὰ νῦν ἁπάσας πύλας ἀναπετάσας ἐκείνης τῆς σκηνῆς καὶ τοῦ δράματος πρὸς ἐμφανοῦς κακίας καθ' ἡμῶν ἐξεῤῥάγη πυρσὸν, οὐ θυραῖόν τινα τουτονὶ οὐδ' ἔπηλυν ἢ νέηλυν καὶ ἐπεισόδιον τέως ἀνειληφὼς, ἀλλ' ἐγχώριόν τε καὶ ἐγκείμενον, καὶ ὅλον πάθεσιν ἐμφύτοις συμπεφυρμένον, κἀκ μέσης ἐκπυρσευόμενον νῦν τῆς καρδίας, καθάπερ τοὺς τοῦ Σικελικοῦ πυρὸς ἀναφυσωμένους κρατῆρας ἐκ τῶν ὑποχθονίων τυφώνων ἀκούομεν, καὶ τῷ φίλῳ Παλαμᾷ, καθάπερ θεῷ τινι, προθυμούμενον σπένδειν, οὐ μόνον ὅσα γῆ καὶ θάλασσα βαλαντίοις καὶ τραπέζαις ἀναθήματα γεωργεῖ· οὐδ' ὅσα παραπλήσιον ἔχει πρὸς ἡδονὴν, ἀλλ' ἐναγίζειν ἤδη καὶ τὰς ἡμετέρας ὕβρεις τε καὶ τὰς καταδίκας καὶ τοὺς πολυτρόπους θανάτους αὐτῷ. ὠσάμενος οὖν τοὺς ἡμετέρους λόγους, ὡς φόρτιον ἀβούλητον καὶ σφόδρα μισούμενον, καὶ τὸ πρόσωπον ἀποστρέψας πρὸς τοὺς ἀμφὶ τὸν Παλαμᾶν ὁ ἀῤῥεπὴς διαμένειν ὀμωμοκὼς δικαστὴς, ὅλην τε ἐδίδου σφίσι τὴν ἀκοὴν μετὰ τῆς καρδίας καὶ ὅλα τὰ κατὰ βούλησιν ἐπέτρεπε λέγειν τε καὶ ἀναγινώσκειν πλατείᾳ τε καὶ ἀπηγκωνισμένῃ τῇ γλώττῃ, μηδεμίαν ὑφορωμένους ἐν οὐδενὶ πρὸς οὐδένων ἀντιφατικὴν καὶ ἀντίπαλον ἔφοδον λόγων. ἤδη γὰρ καὶ τοῖς τῶν ἐπισκόπων ταραττομένοις τὰ ἔσχατα τῶν κακῶν ἀπειλήσας φρίττειν ἐπεπράχει καὶ τρέμειν σιγῇ.
(Ζ.) Ἀναγινωσκομένων τοίνυν παρεκβολῶν γραφικῶν, αἱ μὲν ἐπ' ἄλλον ἠλέγχοντο τοῖς συνετωτέροις φερόμεναι νοῦν, καὶ οὐδαμῆ κατὰ τὴν σφῶν παραφερομένην ἐξήγησιν· αἱ δ' εἰσήγοντο παρακεκομμέναι τε καὶ ἀνεστραμμέναι παντοδαπῶς. ἃ γὰρ τοῖς ὑγιαίνουσι δόγμασιν ἀναγκαῖα, ταῦτα τῷ ἐκείνων ἀχρεῖα ἐδόκει σκοπῷ· ἃ δ' ἐκείνοις ἀναγκαῖα, ταῦτα κῆρες ἐπισφαλεῖς καὶ νοσήματα τοῖς ὑγιαίνουσι μέγιστα δόγμασιν ἦν. δι' ὃ καὶ ὧν τὴν κτῆσιν συνεφιλοτιμοῦντο καὶ ἐπεδείκνυντο, τούτων τὴν ὑγιαίνουσαν χρῆσιν ἐς τὸ νοσῶδες ἤλαυνον ἀδεῶς.
(Η.) Ὅσα μὲν οὖν τηνικαῦτα παρηνομήθη, καὶ ὅσα μυσαρῶν ἐκείνων δογμάτων κεκύρωται, ἐροῦμεν ἕκαστα προϊόντες πλουσιωτέρᾳ τῇ γλώττῃ. κατὰ σχολὴν γὰρ ἡμῖν γενομένοις, καὶ ἀδείας ἐπειλημμένοις ξύν γε θεῷ τῆς ὀφειλομένης, ἐξέσται ῥᾳδίως ἐκτιθέναι μὲν ἐκεῖνα καθ' ἓν, ἐπάγειν δ' ἑξῆς καὶ ὅσαι προσήκουσιν ἀντιῤῥήσεις κατὰ συζυγίαν καὶ συστοιχίαν ἀμοιβαδὸν, ὑπὸ μάρτυσι καὶ στάθμαις ἀπαραγράπτοις ταῖς τῶν ἁγίων φωναῖς· ὡς ἂν εἴη τοῖς ὀψιγόνοις ὅπλα μὲν κατὰ τῆς σφῶν ἀσεβείας ταυτὶ, προτειχίσματα δὲ καὶ θυρεοί τινες πολεμουμένης εὐσεβείας. ἐμοὶ γὰρ νύκτωρ καὶ μεθ' ἡμέραν ἐπισείουσι μὲν τὴν τῆς τελευτῆς ἀπειλὴν αἱ συνεχεῖς τῆς κεφαλῆς ἀλγηδόνες, λύπας δ' ἐπάγουσιν οἱ τῆς τοῦ θεοῦ ἐκκλησίας πολεμουμένης ἀεὶ πρὸς τὸ κραταιότερον κλύδωνες, θανάτων πολλῷ πικροτέρας. ἐῶ λέγειν τὰς τῶν Παλαμιτῶν ἐπιβουλάς τε καὶ πολυτρόπους ἐφεδρείας, αἵ μοι καὶ αὐταὶ τὰς ἀνδροφόνους ἐπισείουσι χεῖρας, τοῦ ἡμετέρου νύκτωρ καὶ μεθ' ἡμέραν διψώσας αἵματος· καὶ δέος μὴ, πρὶν ἡμᾶς (οἷς ἀκριβῶς εἰδέναι τὰ τοιαῦτ' ἐγεγόνει, αὐτόπταις καὶ αὐτηκόοις καὶ αὐτοπαθέσιν αὐτοῖς ἡμῖν γεγονόσι) παραδοῦναι ταυτὶ, τὸν βίον γένηται μεταθεῖναι, κἀν τεῦθεν τὸ κράτος τῆς ἀληθείας ἀμαυρωθὲν ἀπορίας παράσχῃ μακρὰς, οἷς ἀναζητεῖν ποτ' ἐξείη τὰ ἴχνη τῆς εὐθείας τῶν θείων δογμάτων ὁδοῦ, τριβόλων καὶ ἀκανθῶν καὶ ζιζανίων ἐκτόπων καὶ πολυτρόπων ἐπιφυέντων, καὶ δυσείκαστα πάνυ τοι σφόδρα πεποιηκότων ἴσως τῆς πάλαι εὐδαιμονίας τὰ ὑπομνήματα. οὐ γὰρ μόνοις ἡμῖν τὰς ἀνδροφόνους ὁπλίζουσι χεῖρας αὐτῶν· ἀλλὰ καὶ τῶν ἱερῶν βίβλων μεγάλας ἀφαιροῦσιν ἀποτομίας, ὅλας δυάδας καὶ τετράδας φύλλων χαρτῴων ὀξείαις μαχαίραις ἐκτέμνοντες, κἀκεῖνα τῶν θείων ἀποῤῥηγνύντες γραφῶν, ἃ μὴ παραφέρειν ταῖς παρανομουμέναις ἐξηγήσεσι πρὸς τὸ βουλόμενον δύνανται τῆς ψυχῆς, ἰσχυρὰν καὶ δυσεκβίαστον τὴν ἀντίπαλον ἰσχὺν κεκτημένα. τοῖς μὲν γὰρ κεφαλὰς ἀνθρώπων ἀφαιρεῖν οὐ φρίττουσιν οὐδὲ μόγις μέγα ἄν ποτε φανείη γραφῶν κεφαλὰς ἀφαιρεῖν εὐσεβῶν.
(Θ.) Ἀλλ' ἐκεῖσε ἐπάνειμι, τῶν αὐθημερὸν ἐκεῖ παρανομηθέντων ἑνός που καὶ δυοῖν εἰς ἔνδειξιν μνησθησόμενος, ἐξ ὀνύχων φάναι τὸν λέοντα, κἀκ τοῦ κρασπέδου τὸ ὕφασμα. ἐπειδὴ γὰρ ἡμῖν μὲν τὸ λέγειν οὐκ ἔτι ἐνῆν, τὸ δὲ σιωπᾷν ἐνῆν, καταψηφισθὲν οὑτωσί· ἐκείνοις τὸ μὲν σιγᾷν οὐκ ἐνῆν, τὸ δὲ λαλεῖν ἀνέδην καὶ μάλα ἐνῆν ἐκ διαμέτρου τὰ κατὰ βούλησιν ἅπαντα· πολὺς κατέσχε τὸ βῆμα σάλος ἐκεῖνο καὶ θόρυβος, καὶ οἷος ἂν γένοιτο νηῒ, πνευμάτων ἀγρίων τὸ πέλαγος συγκυκώντων, καὶ βροντῶν αἰθερίων τὸν πέριξ ἀέρα κρατούντων, καὶ πᾶσαν ἐπικλυζόντων ἀκοὴν καὶ σύνεσιν λαλιᾶς. οὐ γὰρ μόνον ἐκ τῆς πολυγλώσσου κραυγῆς ἐκείνης καὶ τρικυμίας καὶ τῆς τῶν λεγομένων ἀκοσμίας· ἀλλὰ καὶ ὁ τῶν χειρῶν πάταγος πλείονα τὸν θόρυβον ἐνεποίει τῷ συνεδρίῳ, οὐ παροδικῶς πως συνενεχθεὶς, κατὰ τὰς ἀπροσδοκήτους ἐπιούσας ὁπώσποτε τύχας, ἀλλὰ καὶ μάλα γέ τοι ἐξεπίτηδες· ἵνα μηδὲν τῶν παρανόμως ἐκεῖ δογματιζομένων, κατὰ τὸ πρόσφατόν τε καὶ ἄηθες τῇ τοῦ θεοῦ ἐκκλησίᾳ, ἡμῖν ἠκουσμένον γένοιτο, μηδὲ μικρά τις ἀντιλογίας ἐκεῖ πρὸς ἡμῶν τολμηθείη ῥοπή. ὅμως εἰ καὶ μὴ πάντων ἐν ἀκηράτῳ γεγόναμεν ἀκοῇ, ἀλλ' οὖν ἀπέχρησε, τῶν γε πλειόνων ἀκηκοόσιν, ὡς ἔχειν εἰκάζειν ἐντεῦθεν καὶ τῶν μὴ σαφῶς ἠκουσμένων τὴν φύσιν. οὐδὲ γὰρ οὐδ' ἐκείνων τελέως ἀνηκόους ἡμᾶς γενέσθαι ξυμπέπτωκεν. τὰ γὰρ ὑστερόφωνα τῆς συνεχοῦς ἑκάστων ἐκείνων ἠχοῦς, τῶν πέριξ τῆς βασιλικῆς ἐκείνης οἰκίας ἐκπηδῶντα σφαιρῶν καὶ ἡμισφαιρίων, καί τινων ἰχνῶν ἐκεῖθεν ἀποσυλῶντα μιμήσεις, φιλανθρώπως εἰπεῖν ἡμᾶς ἐδεξιοῦτό τε καὶ ἐξένιζε, τὸ λυπούμενον τῆς ψυχῆς ἡμῶν οὑτωσὶ κολακεύοντα.
(Ι.) Εἰς τοσαύτην γε μὴν τὸ πρᾶγμα κακίαν ἤλασε τότε, καὶ τοσαύτην εὗρον τὴν εὐκαιρίαν βλασφημίαι μεταξὺ τῆς ἀτόπου καὶ ἀμαθοῦς τῶν ἐπισκόπων ἐκείνης φάλαγγος, ὡς καὶ ψήφῳ κοινῇ βασιλέως ἅμα καὶ πατριάρχου, ξύν γε πᾶσιν αὐτοῖς, δεδιόσι τὴν ἀρχοντικὴν ἐξουσίαν τοῖς πλείστοις, κυρωθῆναι μὲν, θεότητα λέγεσθαί πως καὶ τὴν οὐσίαν· κυρίως δὲ θεότητα ἄκτιστον καὶ σφόδρα διάφορον τῆς θείας οὐσίας, τὴν ἐνέργειαν, ἀνούσιόν τινα καθ' αὑτὴν οὖσαν· μεριζομένην δ' ὅμως εἰς διαφόρους καὶ μερικωτέρας ἀκτίστους ἐνεργείας, δύναμιν δηλαδὴ καὶ σοφίαν καὶ ζωὴν καὶ ἀλήθειαν καὶ φῶς καὶ κρίσιν καὶ μέθην καὶ ὕπνον καὶ ὅσα ταῖς τῶν ἀνθρώπων ἐφεύρηταί πως ἀπορίαις ὀνόματα. καὶ ἅμα κατόπιν κεκύρωται, μὴ τὴν οὐσίαν εἶναι, τὴν τὸν ἡμῖν μεταλαμβανόμενον ἁγιάζουσαν ἄρτον, οὐ μὴν οὐδ' ὃ βαπτιζόμεθα θεῖον βάπτισμα, ἀλλ' ἄκτιστόν τινα χάριν καὶ ἐνέργειαν, τῆς θείας οὐσίας ἑτέραν καὶ πάντη διάφορον. οὕτω τοῦ συνεδρίου καὶ τοῦ βήματος ὁ δαίμων ἀσελγῶς ἐκείνου κατωρχήσατο.
(ΙΑ.) Ταῦτα ὁρώντων τοίνυν καὶ ἀκουόντων ἡμῶν, ὢ δίκη καὶ ἀνοχὴ θεοῦ, κατὰ ποταμοὺς ἐχώρει τὰ δάκρυα, σιωπῇ κυπτόντων εἰς γῆν. περιττὸς γὰρ ὑπὲρ τοῦ τὰ δέοντα ποιεῖν λόγος ἅπας, ὅτε ᾖ τῶν ἀκουόντων πρὸς τὸ χεῖρον ὁμόνοια. ἤδη δὲ καὶ πόῤῥω νυκτῶν ἦν τὸ τῆς ὥρας, καὶ πρὸ μικροῦ τινος δᾷδες εἰσῄεσαν ἡμμέναι, ὅτε καὶ χεῖρας ἐπιβάλλειν ἤρξαντο μετ' ὀργῆς βαθείας ἀναπηδήσαντες σύν γε τῷ πατριάρχῃ οἱ ἐπίσκοποι καθ' ἡμῶν, μηδ' ἀκούειν τά γε τοιαῦτα ἀνασχομένων, ἀλλὰ μόνοις στεναγμοῖς ἀφθόγγοις τοὺς ἀκάπνους καπνοὺς ἀναπεμπόντων τῆς ψυχῆς, τοῦ καιροῦ μὴ διδόντος ἄλλως ἡμῖν θεραπεύειν τοῦ ζήλου τὴν φλόγα καὶ τὴν τῶν σπλάγχνων ὀδύνην ἀπογυμνοῦν, ἐν τοιαύταις τύχαις οὖσι, καὶ τοιούτοις ἐξαίφνης θηρσὶ περιπεπτωκόσι, καὶ μηδενὸς ἡμῖν ἡμέρου καὶ φιλανθρώπου παρ' οὐδένων οὔτε νῦν ἀπαντῶντος, οὔτ' ἔπειτ' ἐλπιζομένου. καὶ τί γὰρ ἂν ὑγιὲς ἔδει δρᾷν ἀμαθέσιν ἀνδράσιν, ἐς κρίσιν θείων ἐληλυθόσι δογμάτων, ἀπὸ κώπης καὶ χύτρας τοῖς πλείοσιν ἀναχθεῖσιν ἐς τὸ ἐπισκοπεῖον σχεδὸν εἰπεῖν αὐθημερὸν, καὶ παντοδαπῆς καὶ μακρᾶς ἀναπλάσεως καὶ τυπώσεως σφόδρα δεομένοις, πρὸς φαντασίαν σκιᾶς γοῦν τινος παιδευτικῆς; πολλοῦ γὰρ εἰπεῖν δεῖ, πρὸς ἀναθεώρησιν μούσης τινὸς ἐλλογίμου· εἶναι γὰρ τῶν χαλεπωτάτων, ἔμφυτον μοχθηρίαν ἐπὶ πλεῖστον λανθάνειν, περιστελλομένην τοῖς παρὰ φύσιν σχηματισμοῖς τοῦ βελτίονος. τὸ γὰρ παρὰ φύσιν, βίαιον ὂν, διηνεκῶς ἐνοχλεῖται τῇ φύσει, μὴ δυναμένῃ πολύν τινα χρόνον τῆς ἐλευθερίας τὸ συμφυὲς ζημιοῦσθαι, ἀλλὰ δυσανασχετούσῃ καὶ ἀναζωπυρούσῃ τὸ ἦθος, μέχρις ἂν εἰς τὸν ἔμφυτον ἐθισμὸν τῆς κακίας ἐκείνης παλινδρομήσῃ.
(ΙΒ.) Καὶ πρῶτον μὲν τοῖς δυσὶν ἐκείνοις ἀρχιερεῦσιν ἡμῶν, καθάπερ θῆρες, ἐπεισπεσόντες, ἤθεσιν ἀγρίοις καὶ λόγοις ἀσέμνοις τε καὶ μεμηνόσι, κατεῤῥήγνυον τὰς ἐσθῆτας καὶ κατέσπων τὰ τῆς ἀρχιερωσύνης σημεῖα, οἷς συνανεσπῶντο καὶ τρίχες τῆς ὑπήνης τῶν ταλαιπώρων ἐκείνων· οὐκ ἐξεπίτηδες μὲν, ἐγίγνετο δ' οὖν τῇ ῥύμῃ τῆς ἀκαθέκτου βίας ἐκείνης, τῇ σκέψει καιρὸν οὐ παρεχομένης, ἐν σκότει προσέχειν ἅ τέ σφισιν ἐδρᾶτο καὶ ἃ τοῖς δρωμένοις ἐπηκολούθει. τοὺς γὰρ δᾳδούχους μετὰ τῶν ἑσπερίων φώτων ἐκείνων ὀπίσω κατὰ νώτου λιπόντες διὰ σπουδὴν, καὶ ταῖς ἑαυτῶν σκιαῖς τοὺς κολαζομένους συγκρύπτοντες, ἔλαθον τἀνόσια λῃστρικώτερον ἢ ἐβούλοντο δράσαντες τρόπον. τυφλὸν γὰρ θυμὸς ἅπας. ἂν δὲ καὶ τῶν ἀγροίκων καὶ ἀμαθῶν ὁ θυμούμενος ᾖ, βαβαὶ καθ' ὧν ὁρμᾶται, φλογὸς ἁπάσης ὀξύτερον κεχυμένος, ἣ τὰ πρόσω πάντα σφοδρότερον ἐλπίδος ἁπάσης ἐπινεμομένη καὶ κατεσθίουσα δαπανᾷ καὶ κακῶς διατίθησιν.
(ΙΓ.) Ἔπειτα τῶν ἐμῶν χειρῶν τοὺς ἐμοὺς βιαίως ἀφήρπαζον μαθητὰς, οἳ μέχρι τέλους ἐμοὶ παραμείναντες συνεμάχουν ἐν τῷ σταδίῳ ἐκείνῳ, καὶ τοῖς ἄθλοις τῶν διαλέξεων ἐκείνων συνηγωνίζοντο, καθάπερ σκύλακες εὐγενεῖς, ὧν τὸ ὑλακτικὸν ἐγκαίρως γινόμενον καὶ ὁ μέγας ὑμνῶν Χρυσόστομος, διὰ τὸ τῶν ζώων εὐνοϊκὸν, καὶ θεὸν ἀποδέχεσθαι φάσκει τοὺς ὑπὲρ τῆς εὐσεβείας ὑλακτοῦντας ἀνθρώπους καθ' ὁμοιότητα τῶν κυνῶν. τούτων δὲ τοὺς μὲν δεσμωτηρίοις τοῖς πικροτέροις παρέπεμψαν· τοῖς δ' ἠπείλησαν τὰ δεινότατα, εἰ μὴ τὴν ἐμὴν ὁμιλίαν ἑκόντες ἐξομόσαιντο τέλεον. οἱ γὰρ πλείους, ὡς εἴρηται, δείσαντες ἐκείνας αἳ τῇ προτεραίᾳ σφίσι κολάσεις ἠπείληνται, τὴν ἐμήν τε ἀπείπαντο φθάσαντες συνδιαίτησιν παραχρῆμα καὶ ᾤχοντο διασπαρέντες ἄλλος ἄλλοθι τῶν τῆς ἀφανείας μυχῶν· ὅτε δηλαδὴ καὶ ὁ τῆς Τύρου διαληφθεὶς ἐπίσκοπος, εἷς τῶν τῆς Ἀντιοχέων ἐπαρχίας ἐπισκόπων ὑπάρχων, ἰταμώτερον τότε διωχθεὶς ἐκεῖθεν τάς τε συνό δους ἐκείνας ἀπείπατο τοῦ λοιποῦ καὶ τῇ οἰκίᾳ συσπειραθεὶς τὸν ἡσύχιον καὶ ἄκων ἤνυε βίον ἐκεῖθεν. εἶεν.
(ΙΔ.) Ἔμοιγε μέντοι τέως εἰπόντες μὲν οὐδὲν ἀγεννὲς οὐδ' ἄκοσμον ἀφῆκαν οἴκαδε ἀπιέναι ξύν γε τοῖς δυσὶν ἐκείνοις ἀρχιερεῦσι, καὶ οὓς τῶν ἐλλογίμων ἀνδρῶν λογάδας ἔφημεν συναθλεῖν ἐς τέλος ἡμῖν.

δʹ. Μετὰ δ' ἡμέρας ἔστιν ἃς πέμψαντες οἴκοι καθεῖρξαν καὶ ἡμᾶς, οὐ πενταετηρικήν τινα σιωπὴν ἡμῖν ἐπιτάξαντες, κατὰ τὴν τῶν Πυθαγορείων ἐκείνων, ἀλλ' ἀΐδιόν τινα καὶ εὖ μάλα ἀτερπῆ, οὐ διὰ τὸ βίαιον καὶ ἀκούσιον μόνον, ἀλλὰ καὶ διὰ τὴν ἔτι προσθήκην τοῦ μήτε γράφειν, μήτε βλέπειν, μήτ' ἀκούειν μηδενὸς τῶν ἁπάντων. μηδὲ γὰρ μόνων τῶν γνωρίμων καὶ φίλων, οὐδ' αὖ τῶν γνησίων καὶ γειτόνων ἡμᾶς ἐγύμνωσαν, ἀλλὰ καὶ παντὸς θεράποντός τε καὶ ὑπηρέτου, οὓς ὡς τὰ πολλὰ βακτηρίαν τῷ γήρᾳ γίγνεσθαι εἴωθεν. οὕτως ἀπηνῶς καὶ αὐτοχειρίᾳ ταῖς ἡμετέραις ψυχαῖς ἐκεῖνοι ἐπεπήδησαν, καὶ οὕτω θηριωδῶς ταῖς ἡμετέραις ἐχρήσαντο συμφοραῖς, μᾶλλον δ' αὐτοί γε αὐτόχρημα συμφορῶν γινόμενοι πλοῦτος ἡμῖν, οἱ ποιμένες τότε τῆς ἐκκλησίας εἶναι καυχώμενοι. οἱ δὲ παιδευταὶ τῶν κακῶν κεραυνοὶ ῥᾳθυμεῖν καὶ καθεύδειν ἐῴκεσαν. ἦ γὰρ ἂν αἰθερίας πληγῆς πειραθέντες, καὶ τῆς τῶν οἰκείων λόγων καὶ πράξεων παρανοίας καὶ ἀσελγείας αἰσθόμενοι, βελτίους ὀψὲ γοῦν ἑαυτῶν ἐγίγνοντο. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον.
(Β.) Ἐμοὶ δ' ἄχθεσθαι καὶ δακρύειν ἂν περιῆν, τὴν ὀξεῖαν ὁρῶντι φορὰν τῆς κακίας εὐδρομοῦσαν ἀεὶ, καὶ κόρον οὐδένα τῆς ἐς τὰ καίρια τὴν τοῦ θεοῦ ἐκκλησίαν βλαπτούσης ὁρμῆς μεμνημένην λαμβάνειν, εἰ μὴ λόγοι τῶν πάλαι σοφῶν ἀνέψυχον ἡμῶν τὸ τῆς ψυχῆς ἐμπαθὲς, τὴν τῶν πραγμάτων ἀστάθμητον χύσιν ἡμῖν προβαλλόμενοι. ὅσα γὰρ τῶν πραγμάτων μὴ κανόνες καὶ νόμων στάθμαι χειροτονοῦσιν, ἀλλὰ τύχαι καὶ δυναστεύουσαι χεῖρες, ταῦτα καὶ τὸν δρόμον ἀνώμαλον ἔχει διηνεκῶς, καὶ οἷον ἀμπώτιδες εἰκονίζουσι καὶ πλήμμυραι θαλάττης, καὶ ὅσαι μεταβολαὶ τῶν ἐντεῦθεν Εὐρίπων· οἷς οὔτε τὸ χαίρειν ἄκλαυστον συγχωρεῖται μένειν ἐς μῆκος ἀεὶ, οὔτε τῷ λυπεῖσθαι καθάπαξ ἄμικτον ἔχειν ἀεὶ τὸ χαῖρον· ἀλλὰ μέμικται πάντα. κἀκ τοῦ τοιούτου πλάνου καὶ κύβου, τοῖς διαφόροις ἐντρέχοντος βίοις, ἔστιν ἐφιστῶντας τὴν διάνοιαν τοὺς συνετωτέρους μανθάνειν, ὥσπερ ἐκ στοιχείων καὶ συλλαβῶν, ἔστιν ἃ τῶν ἐγκεκρυμμένων τοῖς πράγμασι μυστηρίων, καὶ μὴ θορυβεῖσθαι καὶ ξενοπαθεῖν πρὸς τὴν τῶν φαινομένων ἀήθειαν, ἀλλὰ κἀν μέσαις ταῖς συμφοραῖς, καὶ μάλιστα ταῖς κατὰ θεὸν, τῷ τῆς γνώμης ἑστῶτι βεβαίως ἐγκαρτερεῖν. αἰνίγματι γὰρ ἐοικότες οἱ τῶν ἀνθρώπων βίοι δι' ἑτέρων ἕτερα συντελοῦσί τε καὶ διακονοῦνται τῇ πάντα σοφῶς οἰκονομούσῃ προνοίᾳ, τὴν ἡμῶν λανθάνοντα σύνεσιν. καὶ νῦν μὲν ἀλλήλοις ἐχθρὰ καὶ πολέμια φαίνεται· νῦν δὲ πρὸς ἕνωσίν τινα καὶ συγγενικὴν ἁρμονίαν δοκεῖ συμπλέκεσθαι, κἂν ᾖ πολλὰ τὰ μεταξὺ χρονικὰ διαστήματα.
(Γ.) Ἀλλὰ ταῦτα καθολικὸν εἴρηται τρόπον. συντελεῖ δ' ὅμως κατὰ τὰ νῦν καὶ ἡμῖν ὁμοίως συμβαίνοντα. οὐ γὰρ ἔκφυλα πάντη τῆς τῶν ἀνθρώπων πάσχομεν φύσεως· ἀλλ' ἔχει τὴν ἀναφορὰν καὶ ταυτὶ πρὸς παλαιοτέρων πραγμάτων ὁμοιότητα καὶ συγγένειαν. καὶ ἵνα τοὺς τῶν μαρτύρων ἐκείνων πλουσίους ἄθλους καὶ τῶν καιρῶν ἐκείνων τὴν ζάλην ἐάσω· Βασίλειοι καὶ Γρηγόριοι καὶ πλείονες ἕτεροι τῶν τῆς ἐκκλησίας φωστήρων, ὅσοι τοιαύταις ἐνέτυχον περιστάσεσιν, οὐ διαλείπουσι πανταχῆ τῶν σφετέρων βιβλίων τὴν τῶν τότε καιρῶν ἀφηγούμενοι τραγῳδίαν, καὶ τοὺς φλεγμαίνοντας διωγμοὺς ἐκείνους, οὓς οἱ πονηροὶ τετράρχαι καὶ δυνάσται τῶν καιρῶν καὶ πραγμάτων ἐκείνων ἐπῆγον σφίσιν ὁμοῦ τῇ εὐσεβείᾳ· ὡς ἀδελφὰ τοῖς νῦν ἐκεῖνα δοκεῖν, εἴ τις ἑκατέροις ἑκάτερα παραβάλλειν οὐ μάλα ὀκνεῖ· ὧν ἕνα κἀνταῦθά μοι παραθεῖναι δέδοκται πρὸς παράκλησιν καὶ ζῆλον εὐψυχίας καὶ μίμησιν τοῦ βελτίονος.
(Δ.) Φησὶ τοίνυν ὁ μέγας Βασίλειος ἐν τοῖς πρὸς Ἀμφιλόχιον τά τε ἄλλα καὶ δὴ καὶ ὅσα νῦν ἡμεῖς ἐράνου δίκην εἰληφότες ἐκεῖθεν ἐνταυθοῖ παρεθήκαμεν. «Ὁ σάλος γὰρ (φησὶ) τῶν ἐκκλησιῶν οὗτος τίνος οὐκ ἔστι θαλασσίου κλύδωνος ἀγριώτερος; ἐν ᾧ πᾶν μὲν ὅριον πατέρων κεκίνηται, πᾶς δὲ θεμέλιος, καὶ εἴ τι ὀχύρωμα δογμάτων, διασαλεύεται· κλονεῖται δὲ πάντα καὶ κατασείεται. Αἱ δ' ἐκ τῶν ἀρχόντων τοῦ κόσμου τούτου ἐπαγόμεναι ταραχαὶ ποίας οὐχὶ θυέλλης καὶ καταιγίδος βαρύτερον τοὺς λαοὺς ἀνατρέπουσι; κατηφὴς δέ τις ὄντως καὶ στυγνὴ σκοτομήνη τὰς ἐκκλησίας ἐπέχει. Διὸ πάντες ὁμοίως, καθ' ὃν ἂν ἕκαστος δύνηται τρόπον, τὰς φονικὰς χεῖρας ἀλλήλοις ἀντεπιφέρουσι. τραχεῖα δέ τις κραυγὴ τῶν ἐξ ἀντιλογίας παρατριβομένων ἀλλήλοις καὶ βοὴ ἄσημος καὶ δύσκριτος ἦχος ἐκ τῶν ἀσιγήτων θορύβων πᾶσαν ἤδη σχεδὸν ἐκκλησίαν πεπλήρωκεν, ἐπὶ ὑπερβολὰς καὶ ἐλλείψεις τὸ εὐθὲς δόγμα τῆς εὐσεβείας παρατρεπόντων. Εἷς δὲ ὅρος φιλίας τὸ καθ' ἡδονὴν εἰπεῖν, καὶ ἔχθρας ἀρκοῦσα πρόφασις τὸ μὴ συμβῆναι ταῖς δόξαις. πάσης δὲ συνωμοσίας πιστότερον πρὸς κοινωνίαν στάσεως ἡ τοῦ σφάλματος ὁμοιότης. θεολόγος δὲ πᾶς, καὶ ὁ μυρίαις κηλῖσι τὴν ψυχὴν στιγματίας. Τοιγαροῦν αὐτοχειροτόνητοι τὰς προστασίας τῶν ἐκκλησιῶν διαλαγχάνουσι, τὴν οἰκονομίαν τοῦ ἁγίου πνεύματος παρωσάμενοι· καὶ παντελῶς ἤδη τῶν εὐαγγελικῶν θεσμῶν ἐξ ἀκοσμίας συγκεχυμένων, ἀμύθητος ὠθισμὸς ἐπὶ τὰς προεδρίας ἐστίν. Ἐμὲ δὲ καὶ τὸ προφητικὸν ἐκεῖνο κατέχει λόγιον, ὅτι ὁ συνιὼν σιωπήσεται· διότι ὁ καιρὸς πονηρός ἐστιν, ἐν ᾧ οἱ μὲν ὑποσκελίζονται νῦν, οἱ δὲ ἐνάλλονται τῷ πεσόντι, ἄλλοι δὲ ἐπικροτοῦσιν· ὁ δὲ τῷ ὀκλάσαντι χεῖρα ὀρέγων ἐκ συμπαθείας οὐκ ἔστι. Τῆς γὰρ ἀγάπης ψυγείσης, ἀνῄρηται μὲν ἀδελφῶν σύμπνοια· ὁμονοίας δὲ ἀγνοεῖται καὶ τοὔνομα· ἀνῄρηνται ἀγαπητικαὶ νουθεσίαι· οὐδαμοῦ σπλάγχνον χρηστόν· οὐδαμοῦ δάκρυον συμπαθές. Ἐντεῦθεν ἀσύγγνωστοι μὲν καὶ πικροὶ κάθηνται τῶν ἀποτυγχανόντων ἐξετασταὶ, ἀγνώμονες δὲ καὶ δυσμενεῖς τῶν κατορθουμένων κριταί.» καὶ ἀλλαχοῦ· «Γνώριμα τὰ θλίβοντα ἡμᾶς, κἂν ἡμεῖς μὴ λέγωμεν. εἰς πᾶσαν γὰρ τὴν οἰκουμένην ἐκκέχυται. καταπεφρόνηται τὰ τῶν πατέρων δόγματα· ἀποστολικαὶ παραδόσεις ἐξουθένηνται· νεωτέρων ἀνθρώπων ἐφευρήματα ταῖς ἐκκλησίαις ἐμπολιτεύεται. τεχνολογοῦσι λοιπὸν, οὐ θεολογοῦσιν, οἱ ἄνθρωποι. Ποιμένες ἀπελαύνονται· ἀντεισάγονται δὲ λύκοι βαρεῖς, διασπῶντες τὸ ποίμνιον τοῦ Χριστοῦ. οἶκοι εὐκτήριοι ἔρημοι τῶν ἐκκλησιαζόντων· αἱ ἐρημίαι πλήρεις τῶν ὀδυρομένων.» καὶ ἀλλαχοῦ· «Οἱ ἀνταποδιδόντες μοι πονηρὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου τῆς εἰς αὐτοὺς διαβάλλουσί με νῦν ἐπ' ἐκείνοις, εἰς ἃ αὐτοὶ εὑρίσκονται ἐγγράφους ὁμολογίας ἐκτιθέμενοι.» καὶ πάλιν· «Ἤνοιξαν στόματά τινες κατὰ τῶν ὁμοδούλων ἀφειδῶς· λαλεῖται τὸ ψεῦδος ἀφόβως· ἡ ἀλήθεια συγκεκάλυπται. καὶ οἱ μὲν κατηγορούμενοι καταδικάζονται ἀκρίτως· οἱ δὲ κατηγοροῦντες πιστεύονται ἀνεξετάστως. ὅθεν ἀκούσας, ὅτι πολλαὶ κατ' ἐμοῦ περιφέρονται ἐπιστολαὶ, στίζουσαι ἡμᾶς καὶ στηλιτεύουσαι καὶ κατηγοροῦσαι ἐπὶ πράγμασι, ὧν τὴν ἀπολογίαν ἑτοίμην ἔχομεν ἐπὶ τοῦ δικαστηρίου τῆς ἀληθείας, ὥρμησα μὲν σιωπῆσαι, ὃ καὶ ἐποίησα. τρίτον γὰρ ἤδη τοῦτο ἔτος ἐστὶν, ἐν ᾧ τυπτόμενος ὑπὸ τῶν διαβολῶν φέρω τὰς τῆς κατηγορίας μάστιγας, ἀρκούμενος ὅτι ἔχω κύριον, τὸν τῶν κρυπτῶν γνώστην καὶ μάρτυρα τῆς συκοφαντίας· ἐπεὶ δὲ ὁρῶ, ὅτι πολλοὶ τὴν σιωπὴν ἡμῶν εἰς βεβαίωσιν τῶν διαβολῶν παρεδέξαντο, καὶ οὐ διὰ μακροθυμίαν ἐνόμισαν ἡμᾶς σιωπᾷν, ἀλλὰ διὰ τὸ μὴ ἔχειν στόμα διᾶραι πρὸς τὴν ἀλήθειαν, τούτου ἕνεκα ἐπειράθην ἐπιστεῖλαι ὑμῖν, παρακαλῶν τὴν ἐν Χριστῷ ἀγάπην ὑμῶν, ὥστε τὰς ἐξ ἑνὸς μέρους γινομένας διαβολὰς μὴ πάντη παραδέχεσθαι ὡς ἀληθεῖς· διότι, καθὼς γέγραπται, οὐδένα κρίνει ὁ νόμος, ἐὰν μὴ πρῶτον ἀκούσῃ καὶ γνῷ τί ποιεῖ.» καὶ ἀλλαχοῦ· «Εἰ γὰρ καὶ τὰ ἄλλα ἡμῶν στεναγμῶν ἄξια, ἀλλ' ἔγωγε τοῦτο τολμῶ καυχᾶσθαι ἐν κυρίῳ, ὅτι οὐδέποτε πεπλανημένας ἔσχον τὰς περὶ τοῦ θεοῦ ὑπολήψεις, ἢ ἑτέρως φρονῶν μετέμαθον ὕστερον· ἀλλ' ἣν ἐκ παιδὸς ἔλαβον ἔννοιαν περὶ θεοῦ παρὰ τῆς μακαρίας μητρός μου καὶ τῆς μάμμης μου Μακρίνης, ταύτην αὐξηθεῖσαν ἔσχον ἐν ἐμαυτῷ.» καὶ πάλιν· «Ἐγὼ πρὸς τὴν ἐπάλληλον τῶν ἐχθρῶν ἡμῶν καὶ ποικίλην καθ' ἡμῶν ἐπιχείρησιν ἀποβλέπων σιωπᾷν δ' ᾤμην δεῖν, καὶ δέχεσθαι καθ' ἡσυχίαν τὰ ἐπαγόμενα, μηδ' ἀνταίρειν τοῖς καθωπλισμένοις τῷ ψεύδει, τῷ πονηρῷ τούτῳ ὅπλῳ. ἔδοξαν γάρ μοι παραπλήσιόν τι ποιεῖν τῷ Αἰσωπείῳ μύθῳ οἱ τὸ ἀπροφάσιστον καθ' ἡμῶν ἀναλαβόντες μῖσος. ὡς γὰρ ἐκεῖνος ἐγκλήματά τινα τῷ ἀρνίῳ τὸν λύκον προσφέρειν ἐποίησεν, αἰσχυνόμενον δῆθεν τὸ δοκεῖν ἄνευ δικαίας προφάσεως ἀναιρεῖν τὸν μηδὲν προλυπήσαντα· τοῦ δ' ἀρνὸς πᾶσαν τὴν ἐκ συκοφαντίας ἐπαγομένην αἰτίαν εὐχερῶς διαλύοντος, μηδὲν μᾶλλον ὑφίεσθαι τῆς ὁρμῆς τὸν λύκον· ἀλλὰ τοῖς μὲν δικαίοις ἡττᾶσθαι, τοῖς δ' ὀδοῦσι νικᾷν· οὕτως οἷς τὸ καθ' ἡμῶν μῖσος ὥς τι τῶν ἀγαθῶν ἐσπουδάσθη, ἐρυθριῶντες τάχα τῷ δοκεῖν ἄνευ αἰτίας μισεῖν, αἰτίας πλάσσουσι καθ' ἡμῶν καὶ ἐγκλήματα, καὶ οὐδενὶ τῶν λεγομένων μέχρι παντὸς ἐπιμένουσιν. ἀλλὰ νῦν μὲν τοῦτο, μετ' ὀλίγον δ' ἄλλο, καὶ αὖθις ἕτερον τῆς καθ' ἡμῶν δυσμενείας τὸ αἴτιον λέγουσι.» καὶ πάλιν· «Οὐκοῦν καὶ τοῦτο ἡμῖν ἐγκαλοῦσι, τὸ τὰ ἐπιλεγόμενα τῇ θείᾳ φύσει ὀνόματα μοναδικῶς ἐξαγγέλλειν. ἀλλ' ἕτοιμος ἡμῖν πρὸς τοῦτο καὶ σαφὴς ὁ λόγος. ὁ γὰρ καταγινώσκων τῶν μίαν λεγόντων θεότητα ἐξ ἀνάγκης τῷ πολλὰς λέγοντι, ἢ τῷ μηδεμίαν, συνθήσεται. οὐ γάρ ἐστι δυνατὸν, ἕτερόν τι παρὰ τὸ εἰρημένον ἐπινοῆσαι. Εἰ οὖν τὸ εἰς πλῆθος ἐκτείνειν τὸν ἀριθμὸν τῶν θεοτήτων, μόνων τῶν τὴν πολύθεον πλάνην νενοσηκότων ἐστὶ, τὸ δὲ καθόλως ἀρνεῖσθαι τὴν θεότητα, τῶν ἀθέων ἂν εἴη, τίς λόγος ἐστὶν ὁ διαβάλλων ἡμᾶς ἐπὶ τὸ μίαν ὁμολογεῖν τὴν θεότητα;» καὶ μετ' ὀλίγον· «πάντα τὰ θεοπρεπῆ νοήματά τε καὶ ὀνόματα ὁμοτίμως ἔχουσι πρὸς ἄλληλα, τῷ μηδὲν παρὰ τὴν τοῦ ὑποκειμένου διαφωνεῖν σημασίαν. οὐ γὰρ ἐπ' ἄλλο τι ὑποκείμενον χειραγωγεῖ τὴν διάνοιαν τοῦ ἀγαθοῦ ἡ προσηγορία, ἐφ' ἕτερον δὲ ἡ τοῦ σοφοῦ καὶ ἡ τοῦ δυνατοῦ καὶ ἡ τοῦ δικαίου· ἀλλ' ὅσαπερ ἂν εἴπῃς ὀνόματα, ἓν διὰ πάντων ἐστὶ τὸ σημαινόμενον· κἂν θεὸν εἴπῃς, τὸν αὐτὸν ἐνεδείξω, ὃν διὰ τῶν λοιπῶν ὀνομάτων ἐνόησας. Καταμανθανόμενα γὰρ καὶ συγκρινόμενα πρὸς ἄλληλα τὰ ὀνόματα διὰ τῆς ἐν ἑκάστοις ἐνθεωρουμένης ἐμφάσεως εὑρεθήσεται μηδὲν τῆς τοῦ θεοῦ προσηγορίας ἔλαττον ἔχοντα. τεκμήριον δὲ, ὅτι τούτῳ μὲν τῷ ὀνόματι πολλὰ καὶ τῶν καταδεεστέρων ἐπονομάζεται, καὶ ἐπὶ τῶν ἀπεμφαινόντων ὁμοίως λεγομένῳ. Τὸ δὲ τοῦ ἁγίου ὄνομα καὶ τοῦ ἀφθάρτου καὶ τοῦ εὐθέος καὶ τοῦ ἀγαθοῦ οὐδαμοῦ κοινοποιούμενον πρὸς τὰ μὴ δέοντα παρὰ τῆς γραφῆς ἐδιδάχθημεν.»
(Ε.) Ἐμοὶ δὲ καὶ πλείους εἰς τὴν τῶν λεγομένων ἀπόδειξιν ὡρμημένῳ παράγειν ἁγίους ῥᾷον ἔδοξεν εἶναι, πρότερον δι' ἑνὸς τουτουῒ τὴν τῶν πάλαι πρὸς τὰ παρόντα συγγένειαν διευκρινήσαντας, ἔπειτα ἐπενεγκεῖν καὶ τὰς τῶν ἄλλων μαρτυρίας διὰ τοὺς ἀμφιβόλους καὶ σμικρογνώμονας. ἐπεὶ κἀκ τούτου νῦν μέτριά τινά μοι δίκην ἐράνου συνῆκται, καὶ ὅσον ἀφοσιώσασθαι πρὸς τὴν ζήτησιν καὶ χρείαν τῆς νῦν ὑποθέσεως. ἐξέσται γὰρ, ὅτῳ ἂν ᾖ βουλομένῳ, τοῖς εἰρημένοις παρατιθέντας ἓν ἑνὶ καὶ πλείοσι πλείω τῶν καθ' ἡμᾶς ἀκήρατον εὑρίσκειν τὴν συμφωνίαν τοῦ νῦν διωγμοῦ πρὸς τὸν τότε· καὶ μανθάνειν σαφέστερον, ὡς ἃ διΐστησι χρόνος, ταῦτα χρόνος ἐπαναλαμβάνων αὖθις συνίστησι· καὶ ἃ ῥοῦς χειμερίων φάναι πραγμάτων συγχεῖ, πραγμάτων αὖθις συνάπτει παλίῤῥοια· καὶ ἃ βίων πολυπλόκων λαβύρινθοι διασπείρουσι πρὸς λήθης μυχοὺς καὶ κρυπτῆρας, ἀντίστροφοι πάλιν λαβύρινθοι βίων πρὸς τὰ συγγενῆ καὶ ὁμόφυλα τῶν πάλαι τῷ χρόνῳ γεγενημένων ἀναφέρουσιν ὕστερον ἴχνη, οἷον ἀνακαλυπτήρια ταῖς ἀλλήλων διὰ μακροῦ τοῦ μέσου συμφυΐαις καὶ ὁμοιότησι θύοντες.

εʹ. Μετὰ γὰρ τὸν ἡμέτερον διωγμὸν ἐκεῖνον εὐθὺς καὶ φόβους ἅπαντας οἱ διῶκται ψυχῆς ἀποσκευασάμενοι, καθάπερ ἐκ ναυαγίου καὶ κλύδωνος παρ' ἐλπίδας ἀνασωθέντες ἁπάσας, ἀνεπεπνεύκεσαν τέως ἡδύ τι καὶ ἐλευθέριον· καὶ συχνότερον νύκτωρ καὶ μεθ' ἡμέραν ἤδη λοιπὸν συνέδρια δρῶντες ὑπὸ βασιλεῖ καὶ ἰδίᾳ καὶ ἄνευ ἡμῶν πᾶν ποιεῖν καὶ λέγειν καθ' ἡμῶν οὐκ ἠμέλουν. ἐν δὲ τοῖς τοιούτοις διημιλλήσαντο πρὸς ἀλλήλους τὰ πρῶτα, ὅστις τε καθ' ἡμῶν πλείους ἀφῆκε λοιδορίας ἀφηγούμενοι σὺν κρότῳ καὶ γέλωτι· καὶ ὅστις ἥττους μὲν, δριμυτέρας δέ· καὶ αὖ ὅστις ὕστερον μὲν, καιριώτερον δέ· καὶ μάλα γέ τοι σὺν ἀσελγαινούσῃ γνώμῃ καὶ βωμολοχούσῃ γλώττῃ, ἐφ' οἷς ἐγκαλύπτεσθαι ἔδει, τούτοις ἐγκαλλωπίζεσθαι οἱ θεομισεῖς οὐκ αἰδούμενοι, οὐδ' ἐρυθριῶντες· ἀλλ' ὅμοιον ποιοῦντές γ' ἐκείνῳ τῷ Διοσκόρῳ, τῷ δυσσεβεῖ προέδρῳ τῆς Ἀλεξανδρείας· ὃς μετὰ τὸ πλείους τε ἄλλους καὶ Φλαβιανὸν πεφονευκέναι τὸν πατριάρχην ἐν τῇ κατ' Ἔφεσον ἀθροισθείσῃ πάλαι συνόδῳ τῶν ἐπισκόπων ἐνεκαλλωπίσατο κἀκεῖνος ἐκείνῳ τῷ φόνῳ, καθάπερ ἐπὶ μεγάλῳ τινὶ προτερήματι, τὸν πάλαι Νέρωνα μιμησάμενος, τοῖς οἰκείοις αὐλήμασί τε καὶ ὀρχήμασιν ἐγκαυχώμενον, ἃ ταῖς νυξὶν ἐπετέλει τῷ βασιλικῷ βήματι, ἐκεῖ καθημένων τῶν τῆς πάλαι Ῥώμης εὐπατριδῶν καὶ συγκλητικῶν οὐ μάλα ἑκόντων.
(Β.) Οὕτω τοίνυν καὶ ἡ σεμνὴ τῶν ἐπισκόπων αὕτη φατρία, τοὺς ἡμῶν διωγμοὺς ὀρχησαμένη, τῷ Παλαμᾷ καὶ ἀλλήλοις συνεχώρουν ἑξῆς τὰ τῆς ἀσεβείας ἐγκλήματα, προτερήματα μᾶλλον αὐτὰ προσειπόντες καὶ δόγματα εὐσεβείας, τῆς ἀντιμισθίας εὐθὺς ἑπομένης αὐτοῖς ἀναλόγως καὶ τῶν ἐπάθλων, διὰ τῶν ἐκ βασιλικοῦ τρίποδος θεσπισμάτων. διανομαὶ ταῦτα χρημάτων καὶ κτημάτων πρόσοδοι καὶ ἱερῶν φροντιστηρίων πολυανθρώπων ἐκδόσεις πρὸς ἀνθρώπους ἀμαθεστάτους ὡς τὰ πολλὰ, καὶ πλὴν τοῦ χρηματίζεσθαι πλέον εἰδότας οὐδέν· παραπλησίως ὥσπερ τὰς φονικὰς προγραφὰς τῶν πάλαι τῆς Ῥώμης εὐπατριδῶν καὶ συγκλητικῶν Σύλλας μὲν Κορνήλιος πρότερον, Ἀντώνιος δ' ὕστερον, τυραννικώτερον τῇ ἐξουσίᾳ ἐπιπηδήσαντες· πλὴν ὅτι ἐκείνοις μὲν σωμάτων γίνεσθαι φονευταῖς ἐγεγόνει διὰ τὴν τῶν κτήσεων ἁρπαγὴν καὶ διανομήν· τούτοις δὲ ψυχῶν ὁμοῦ καὶ σωμάτων ὄλεθρος ἅπας ἐπραγματεύετο· ψυχῶν μὲν τῶν ἰδίων, ὑπὲρ ὧν ἠπείγοντο· σωμάτων δὲ τῶν ἀλλοτρίων, καθ' ὧν ἠπείγοντο.
(Γ.) Ἔπειτα ψηφίζονται καθ' ἡμῶν ἐφ' ἑτέραις ἑτέρας διανομὰς κολάσεων ἀϊδίους· ὥσπερ ἐν ταῖς ἀρχαιρεσίαις τοῖς πάλαι Ῥωμαίοις ἐδρᾶτο· πλὴν ὅτι ἐκείνοις μὲν ἀρχαιρεσιάζουσι, τιμαὶ καὶ βραβεῖα τοῖς ἀριστεύουσιν ἐψηφίζοντο· τούτοις δ' ἀφορμαὶ καὶ σκέμματα κακίας, μὴ ὅτι κατὰ τῶν ζώντων, ἀλλ' ἤδη καὶ αὐτῶν τῶν τεθνεώτων. καθαιροῦσι γὰρ κἀκείνους καὶ ἀναθεματίζουσιν, ὑφ' ὧν αὐτοὶ καθῃρέθησαν διὰ τὴν ἀσέβειαν τῶν καινοτομηθέντων δογμάτων, οὑτωσὶ τοὺς τῆς ἀσεβείας ἐλέγχους διαδρᾶναι νομίσαντες, μὴ πρὸς ἐπισκόπων δῆθεν, ἀλλ' ὑπὸ καθῃρημένων καθαιρεθέντες· καὶ ταῦτα τῶν γε πλειόνων ὑπαρχόντων αὐτῶν, οἳ σὺν τῷ πατριάρχῃ τότε καὶ τοῖς ἐπισκόποις ἐκείνοις ἦσαν οἱ Παλαμᾶν τε αὐτὸν καθῃρηκότες καὶ ἀναθεματίσαντες καὶ ἅμα τοὺς ἀμφ' αὐτόν· δι' ἃ σήμερον ἑαυτοὺς ἀναθεματίζουσιν, ὑπερμαχοῦντες τοῦ Παλαμᾶ. ἐζήτουν γὰρ μᾶλλον ἁμαρτάνειν ἀνέγκλητα, ἢ τοῖς ἐπιτιμίοις ὑπείκοντας εὐσεβεῖν, καὶ δι' ἀπώλειαν μᾶλλον ψυχῆς σωματικῶς εὐπραγεῖν.
(Δ.) Ὅμως οὐδ' ἀπώλειαν ᾤοντ' εἶναι ψυχῆς τὰ δρώμενα. πῶς γὰρ, οἳ τυραννικώτερον τρόπον τὸ αὐτεξούσιόν τε καὶ βουλόμενον τοῦ θεοῦ σφετερισάμενοι, τό γ' εἰς αὐτοὺς ἧκον, αὐτὸν μὲν ἐν κόλποις δήπου τῶν οὐρανίων θαλάμων περιγράψαντες συνεκάλυψαν, ἀνυπόστατον δέ τινα καὶ ἀνούσιον ἐθεοποίησαν ἐνέργειαν, ταὐτὸν εἰπεῖν ἀθεΐαν· ἵν' ἁμαρτάνωσιν ἀνέγκλητα, καὶ ἄφεσιν ἀλλήλοις ἁμαρτημάτων διδόναι τε καὶ ἀντιλαμβάνειν αὐτεξουσίως ἔχωσι, καθάπερ οἱ τὰ ἐν ἀγοραῖς ὄψα πιπράσκοντές τε καὶ ὠνούμενοι. εἰς τοῦτο γὰρ οἶμαι τείνειν καὶ ὃ πρὸς τοῖς ἄλλοις ὑπὸ τοῦ Παλαμᾶ καὶ τοῦτο δογματιζόμενον βλασφημεῖται· ἀνάρχους δηλαδὴ τοὺς ἀνθρώπους καθίστασθαι καὶ ἀκτίστους· ταὐτὸν δ' εἰπεῖν ἐνυποστάτους καὶ ἐνουσίους θεοὺς, ἀπειράκις ἀπείρους, τῶν ἀπειράκις ἀπείρων (χρὴ γὰρ κατ' ἐκεῖνον ἐνταῦθα καλεῖν) ἐνεργειῶν καὶ θεοτήτων, ἀκτίστων καὶ ἀνουσίων θεῶν, ταὐτὸν δ' εἰπεῖν μηδένων. τῷ γὰρ ἀκτίστῳ καὶ ἀνυποστάτῳ τὸ μηδὲν μήτ' εἶναι μήτε πιστεύεσθαι πᾶσιν ἀνθρώποις δοκεῖ καὶ πιστεύεται, καὶ αὐτοῖς γε τοῖς βρέφεσιν, εἶναι ταὐτόν. οὐδεμία γὰρ (φησὶ) φύσις, ὅτι μὴ τόδε ἐστὶν, ἀλλ' ὅτι τόδε. ἡ τοῦ ὄντος θέσις οὐχ ἡ τοῦ μὴ ὄντος ἀναίρεσις.
(Ε.) Οὕτω μειρακιωδῶς ἐνεανιεύσαντο κατὰ τῆς εὐσεβείας, καὶ οὕτως ἀσύνετα καθ' ἡμῶν εἰργάσαντό τε καὶ ἐβουλεύσαντο, ταῖς ἡμετέραις συμφοραῖς τὴν ἑαυτῶν ἑστιῶντες θηριωδίαν, καὶ πᾶν πονηρὸν ῥῆμα καθ' ἡμῶν ψευδόμενοι συνέθεντο, καθ' ὅσα καὶ οἷά σφισιν ὑπηγόρευε τὸ θυμούμενον τῆς ψυχῆς· καὶ ἀγορὰς καὶ θέατρα πάντ' ἐμπεπλήκασι δι' ἐμμίσθων κηρύκων, λαμπρὸν εἰς ἀνανταγώνιστον πίστωσιν τῶν ἀκουόντων ἐπιτηδεύσαντες τὸν ἡμέτερον συγκλεισμόν· ἵνα καθ' ἡμῶν τε πλάττοντες ἐπιψηφίζωσιν ὁποῖα καὶ ὅσα βούλοιντο καὶ ἅμα πλείους τῶν ἀσυνέτως ἐχόντων μαθήσεως πρὸς τὴν σφετέραν αὐτῶν ἀσέβειαν προσεταιρίζωνται, τοῦ παρὰ πόδας ἐλέγχου κατὰ διάμετρον ἱσταμένου, μήτε θεὸν φοβούμενοι, μήτ' ἀνθρώπους αἰδούμενοι, μήτ' εἰς τὸ μέλλον εἶναι πιστεύοντές τινα τῶν ἐνταῦθα δρωμένων κρίσιν, μήτε κατάστασιν ἀμοιβῆς ἀγαθῶν καὶ κακῶν, ὡς τὰ ἱερὰ διδάσκουσι λόγια.
(Στ.) Ἀλλὰ ταῦτα καὶ τὰ τοιαῦτα μακραῖς τισι βίβλοις καὶ κύρβεσιν ἀναγράψαντες καὶ τομογραφήσαντες οἰκειοχείροις ὑπογραφαῖς ἐβεβαίωσαν ἅμα βασιλεῖ τε καὶ πατριάρχῃ πάντες ἐπίσκοποι καὶ πρεσβύτεροι· οἱ μὲν καὶ χειρὶ καὶ γνώμῃ θελούσῃ· οἱ δὲ χειρὶ μὲν, γνώμῃ δ' οὔ· καὶ τοὐναντίον αὖθις ἕτεροι. ἦσαν γὰρ οἳ γνώμῃ μὲν καὶ γλώττῃ δημοσίᾳ τὴν ὁμολογίαν παρέσχον, χειρὶ δ' οὒ, τὴν μέλλουσαν φεύγοντες λοιδορίαν. προὔκειντο γὰρ, οἷς μὲν ἂν μὴ συμφωνεῖν ἐξῇ, βασανιστικαὶ ἀδοξίαι· οἷς δ' ἐνῆν τὸ πείθεσθαι ῥᾴδιον, τούτοις δ' ἀμοιβαὶ χρημάτων καὶ τιμῶν παντοδαπῶν. τούτοις πολλοὶ καὶ τῶν ἐμῶν ἑάλωσαν φίλων, κἀξ ἐναντίου μοι ἔστησαν, καὶ ἐξεβιάζοντο μᾶλλον αὐτοὶ προδιδόντες καὶ ζητοῦντες τὴν ψυχήν μου, καὶ δολιότητας ὅλην τὴν ἡμέραν μελετῶντες, καὶ γλῶτταν κινοῦντες ἀεὶ κατ' ἐμοῦ.
(Ζ.) Τούτων εἷς μοι καὶ ὁ καλὸς ἐγεγόνει Καβασίλας, τῶν φίλων ὁ βέλτιστος, πρᾶγμα, πρὶν γενέσθαι, μηδ' εἰς ἐνθύμησιν ἧκον· ὃ καὶ σφόδρα τοι κομιδῇ τεθαύμακα, καὶ θαυμάζων οὐ παύομαι, πρός τε τὸ βαθὺ γῆρας ἀποβλέπων τἀνδρὸς καὶ τὴν διὰ βίου βαθεῖαν ἐγκράτειαν καὶ ἀκτημοσύνην. ἀλλὰ γὰρ ἦ σοφὸς ἦν ἐκεῖνος, ὃς πρῶτος ἐν γνώμῃ τόδ' ἐβάστασε καὶ γλώττῃ διεμυθολόγησε, τὸν μακρὸν ἅπαντα φύειν τ' ἄδηλα χρόνον καὶ τὰ φανέντα καλύπτειν. τἄλλα γὰρ ὢν καὶ φαινόμενος καὶ ὁ ἀνὴρ οὑτοσὶ καλὸς κἀγαθὸς ἔλαθε δόξης ἐρῶν ἀνθρωπίνης καὶ κομιδῇ κολακείας ἡττώμενος. καὶ συγγνώμη τἀνδρὶ, δύσμαχον τυραννίδα ψυχῆς ἐνεγκεῖν οὐδαμῆ δυνηθέντι. καίτοι ἐχρῆν τοῦ σοφοῦ Διογένους πεισθῆναι τοῖς λόγοις· ὃς πυθομένου τινὸς, ὅπως ἄν τις ἔνδοξος τάχιστα γένοιτο καὶ ῥᾳδίως, ἀπεκρίνατο· εἰ δόξης καταφρονεῖν δυνηθείη. εἰ δέ τῳ δοκοίη, τὸ πάθος ἐθέλοντι θεραπεύειν καί τι τῆς μέμψεως ὑφαιρεῖν, μὴ διὰ δόξης ἔρωτα καταψηφίζεσθαι, πρὸς τοιοῦτον πτῶμα κατενηνέχθαι τὸν φίλον, ἀλλὰ τῷ μήτε θεμελίους στεῤῥοὺς ὑποστῆσαι τῇ γλώττῃ σοφίας τῆς θύραθεν, μήτε πεῖραν ἱερῶν εἰληφέναι δογμάτων, οὐκ ἔγωγε διοίσομαι. πολλῷ γὰρ μᾶλλον ἂν τοῦθ' ἑλοίμην ἢ ἐκεῖνο· ὅτι τοῦτο μὲν, ἀκούσιον ὂν, ἐξαιρεῖται τοῦ τῆς κακίας ὑπερβάλλοντος τὸν φίλον, καὶ συγγνώμης ἰνδάλματα δίδωσιν ἀμωσγέπως αὐτῷ· ἐκεῖνο δ' ἁπάσας αὐτόχρημα συγγνώμης ἐλπίδας ἀνασοβεῖ, τοῦ ἑκουσίου τῆς γνώμης δίκην ἀχλύος αὐτὰς συνθολούσης. τῇ γάρ τοι φύσει καὶ τῷ πλουσίῳ τῆς γλώττης τεθαῤῥηκὼς ὁ ἀνὴρ ἐξ ἀρχῆς ταύτῃ τοὺς ἐντυγχάνοντας διὰ βίου κατέκλυζε, καὶ τροφῆς αὐτῆς ἐπιλανθανόμενος. διὸ καὶ πάντας σοφίας ἐς τοῦτο συγκλείσας τοὺς ἔρωτας, καὶ τοῦτο μόνον ἱκανὸν ἡγησάμενος, τὸ χρυσοῦν ἀπονητὶ συγκομίζειν θέρος αὐτῷ τῶν ἐπαίνων πάντων, ἥκιστα διὰ φροντίδος πεποίηται σοφίᾳ καὶ δόγμασιν ἱεροῖς τὸν τῆς γλώττης κοσμῆσαι δρόμον. ἦ γὰρ ἂν τῶν δυοῖν οὐδενὸς ἐξέπιπτε χρόνων· ἀλλ' ἀεὶ μὲν τὸ τῆς πολυλογίας, ὡς ἐπὶ πλεῖστον ἁμαρτάνον, διέφευγεν ἄν· νῦν δ' εἰς τὸ τῆς ἀσεβείας οὐκ ἂν ἐνέπιπτε βάραθρον.
(Η.) Τοιούτοις οἶμαι καὶ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος ἀνδράσι περιτυχὼν, ἐν τῇ τῶν πνευματομάχων περιπεσοῦσιν αἱρέσει, «τοσοῦτον ὑμῶν,» φησὶ, «περιέχομαι καὶ τοσοῦτον ὑμῶν αἰδοῦμαι τὴν εὔκοσμον ταύτην στολὴν καὶ τὸ χρῶμα τῆς ἐγκρατείας καὶ τὰ ἱερὰ ταῦτα συστήματα καὶ τὴν σεμνὴν παρθενίαν καὶ κάθαρσιν καὶ τὴν πάννυχον ψαλμῳδίαν καὶ τὸ φιλόπτωχον καὶ φιλάδελφον καὶ φιλόξενον, ὥστε καὶ ἀνάθεμα εἶναι ἀπὸ Χριστοῦ καὶ παθεῖν τι ὡς κατάκριτος δέχομαι· μόνον εἰ σταίητε μεθ' ἡμῶν, καὶ κοινῇ τὴν τριάδα δοξάσαιμεν. περὶ γὰρ τῶν ἄλλων τί χρὴ καὶ λέγειν, σαφῶς τεθνηκότων; οὓς Χριστοῦ μόνου ἐγεῖραι, τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς κατὰ τὴν ἑαυτοῦ δύναμιν· οἳ κακῶς τῷ τόπῳ χωρίζονται, τῷ λόγῳ συνδεδεμένοι, καὶ τοσοῦτον πρὸς ἀλλήλους ζυγομαχοῦσιν, ὅσον ὀφθαλμοὶ διάστροφοι τὸ ἓν βλέποντες, καὶ οὐ τῇ ὄψει, τῇ θέσει δὲ στασιάζοντες· εἴ γε καὶ διαστροφὴν αὐτοῖς ἐγκλητέον, ἀλλὰ μὴ τύφλωσιν.»
(Θ.) Ἐγὼ δὲ καὶ ταῦτα καλῶς τε καὶ εὐφυῶς πρὸς τὴν παροῦσαν εὑρίσκων ὑπόθεσιν ἁρμοζόμενα καὶ πλέον ἔχω τι λέγειν αὐτός. ἀνῄρηται γὰρ ἀγάπη πᾶσα καὶ παραμυθία καὶ λόγος φίλων παρήγορος. οὐδαμοῦ σπλάγχνον ἀδελφικὸν, οὐδαμοῦ δάκρυον συμπαθές. ὅθεν καὶ ἀνεμνήσθην ἐκείνων τοῦ Σολομῶντος· ἀπέβλεψα γὰρ, ἐκεῖνός φησι, καὶ εἶδον ὑπὸ τὸν ἥλιον, ὅτι οὐ τοῖς κούφοις ὁ δρόμος, οὐδὲ τοῖς δυνατοῖς ὁ πόλεμος· καί γε οὐ τοῖς σοφοῖς ἡ φρόνησις· καί γε οὐ τοῖς φίλοις τὸ εὔελπι· ἀλλὰ καιρὸς καὶ ἀπάντημα συμβήσεται πᾶσιν αὐτοῖς ἀπροσδόκητον ἐκ θεοῦ, πᾶσαν ὑπερβαῖνον σοφίαν καὶ δύναμιν ἀνθρωπίνην, καὶ πάντα φαυλίζον ἀνθρώπινον ὄγκον καὶ τῦφον. διὸ καὶ σιγᾷν ἔκρινα δεῖν, καὶ τῶν τοῦ βίου παιγνίων θαυμάζειν τὰς ἀγχιστρόφους μεταβολὰς, καὶ μηδένα πρὸ τελευτῆς μακαρίζειν. καὶ ὁ μὲν Δαρεῖος ἐκεῖνος ὑπὸ πληγῶν καὶ τραυμάτων ἐπιβούλων εἰς θάνατον ἐλαυνόμενος, ἐπειδὴ διψήσας ᾔτησεν ὕδωρ, καὶ παρῆν οὐδεὶς ἐν ἐρήμῳ καὶ ἀβάτῳ διωκομένῳ γῇ, πλὴν ἑνός τινος ἀνδρὸς εὐτελοῦς, ὃς ὕδωρ τε ἐκόμισε βραχὺ καὶ ἀνέψυξε πρὸ τῆς τελευτῆς, βύθιον ἀνακλαυσάμενος καὶ δακρύσας, «τοῦτό μοι τελευταῖον,» ἔφησε, «τῶν δυστυχημάτων, εὖ παθόντι μὴ δύνασθαι τὸ προσῆκον ἀμείψασθαι.» ἐγὼ δ' ἁπάντων ἀπόντων γνωρίμων, φίλων, οἰκείων, γειτόνων, ἐν ἀπαραμυθήτῳ καθείρξει μόνος καθήμενος μεῖζον εὑρίσκω καὶ τελευταῖον τῶν ἐμῶν δυστυχημάτων τουτὶ, μὴ δύνασθαι παντάπασι, μὴ ὅτι τῷ ψυχροῦ ποτήριον παρασχόντι τό γε προσῆκον ἀμείβεσθαι, ἀλλὰ μηδ' ἔχειν ὃς ἄν μοι τοῦτο διακονήσηται. φέρω τοίνυν ἀρκούμενος, ὅτι ἔχω κύριον, τὸν τῶν κρυπτῶν γνώστην, μάρτυρα τῆς ἀδικίας. ἀλλ' ἐκεῖσε ἐπάνειμι.

στʹ. Οὐ γὰρ ἠρέμει τὸ βάρβαρον ἐκεῖνο καὶ φονικὸν τῆς γνώμης τῶν παλαμναίων ἐκείνων ἀνδρῶν· ἀλλ' ἐξ οὐρίας ὠθοῦν τὴν ὀθόνην τῆς γνώμης τὸ τοῦ βασιλέως ἔχοντες πνεῦμα Σκύλλαν πελάγους καὶ Χάρυβδιν ἅπασαν κούφως διέπλεον, ἐμποδὼν οὐδενὸς τῶν ἁπάντων καθισταμένου. ὅθεν τὰ βλάσφημα δόγματα καὶ τὰς ἀνοσίους βίβλους ἐκείνας ἐς δημόσιον ἀνεγνωκότες ἄκουσμα, ταῖς ἡμῶν καὶ τῆς εὐσεβείας ὕβρεσιν ἀνακεκραμένα, πείθουσιν αὐτίκα μάλα τὸν βασιλέα τοῖς ἐκ τῶν σφετέρων ὀνείρων προφοιβασμοῖς, τὰ τῆς βασιλείας ἀναδησάμενον σύμβολα, τῷ τε πατριάρχῃ καὶ τοῖς Παλαμικοῖς ἐπισκόποις συλλειτουργῆσαί τε καὶ τῇ θείᾳ τραπέζῃ ταῦτ' ἐπιθεῖναι χερσὶν ἰδίαις, νέον ἀνάθημα νέας θρησκείας νέοις θεοῖς καὶ θεότησιν ἀπειράκις ἀπείροις. ἦν δὲ τὸ μάλιστα συνωθῆσαν τὴν τῆς γνώμης εὐκολίαν αὐτοῦ πρὸς τήνδε τὴν πρᾶξιν οἱ δι' ὀνείρων μαντικοὶ τρίποδες, πλείστην ὑπισχνούμενοι γῆς καὶ θαλάττης ἀρχὴν, τούτοις τοῖς τρόποις τὰ σφέτερα βεβαιώσαντι δόγματα.
(Β.) Καὶ τοῦτο, κατὰ μὲν τὸ σφίσι δόξαν, λοιδορίαν εἶχεν ἡμῶν καὶ τῆς εὐσεβείας· τῇ δ' ἀληθείᾳ γνώμης ἐκείνων εἶχεν εἰκόνα καὶ στήλην ἀσεβείας τὰ γράμματα. ἐπεὶ γὰρ οἱ λόγοι νῦν μὲν εἰκόνες εἰσὶ τῶν πραγμάτων, ὅτε πρὸ τῶν πράξεων ἐν τοῖς τῆς διανοίας ἔτι θαλάμοις γυμνάζονται, καὶ τὰ τέλη ζωγραφοῦσιν ἐκεῖ πως αὐτῶν· νῦν δ' ἕτερον τρόπον καὶ εἰκόνες καθίστανται τῆς ψυχῆς, ὅτε μετὰ τὴν ἔνδον διάσκεψιν ἔργα γίνονται καὶ αὐτοὶ, ψυχῆς ἀπόζοντα ὡς εἰπεῖν, καὶ ὅπως ἕξεως ἔχει καὶ γνώμης αὐτὴ τοῖς ἔξω διατυποῦντα· τὰς τῆς ἔνδον κακοδοξίας τε καὶ θηριωδίας εἰκόνας τοῖς ἔξω λοιπὸν καὶ τάδε πομπεύει τὰ γράμματα, μεσημβρινῆς ἀκτῖνος περιφανέστερον τὸ βδέλυγμα τῆς ἐσχάτης ὑπάρχειν ἐρημώσεως αὐτόχρημα. ἀλλὰ τοῦ γε θεομισοῦς ἀναθήματος ἐκείνου τῇ ἱερᾷ τραπέζῃ ἐπιτεθέντος ἡ θεία μὲν οὐχ ἥψατο ψῆφος, εὐθὺς τὴν ἀνάλογον ἐπιφέρουσα τῇ τόλμῃ κόλασιν.
(Γ.) Ἀλλ' οἱ κύκλῳ περιϊστάμενοι τέως ἐπίσκοποι καὶ πρεσβύτεροι πάντες ἐβόησαν, οὐχ ἥνπερ ἐχρῆν ἐπιτίμησιν· ὅτι πῶς, ἄνθρωπε, τῷ μόνῳ πάντων ποιητῇ θεῷ θεοτήτων ἐπενεγκεῖν διαφόρων τετόλμηκας πλῆθος, καὶ ἥκιστα δέδιας κατὰ σαυτοῦ τε καὶ ἡμῶν καὶ Ῥωμαίων ἁπάντων προκαλούμενος τὴν ἄμαχον ἐκείνην ῥομφαίαν καὶ τοὺς τῶν κακῶν παιδευτὰς αἰθερίους κεραυνούς; τούτων μὲν οὖν οὐδὲν τῶν ἁπάντων οὔτ' εἶπον, οὔθ' ἧκεν αὐτοῖς οὐδὲν ἐπὶ νοῦν, ἃ καὶ τῆς ἀληθείας ἐγγύτερα ἦν· ἀλλὰ κόλακας ἕκαστοι λόγους προμελετήσαντες ὑπισχνοῦντο καὶ προὔφερον, ἃ φύσις δίκης περαίνειν οὐκ οἶδεν· ὅτι τοῖς μὲν πάλαι βασιλεῦσι κοινόν τι καὶ πάτριον σπούδασμα ἦν, κομίζειν ἐνταῦθα χρυσῷ καὶ ἀργύρῳ καὶ λίθοις πολυτίμοις κεκοσμημένα σκεύη καὶ ἔπιπλα, καὶ τοιαῦτα ἄττα κειμήλια. σὺ δὲ προσήνεγκας δῶρον ἔπηλυ, καὶ οὐδαμῆ ποτ' ἐγχώριον τῇ τοῦ θεοῦ ἐκκλησίᾳ· ἀλλ' οἷον τῶν ἐξ αἰῶνος κεκόμικεν οὐδεὶς οὐδέπω βασιλεύς. καὶ σοὶ πλατυσμὸν ὑπισχνούμεθα τῆς ἐξουσίας κατά τ' Εὐρώπην καὶ Ἀσίαν, οἷον οὔπω τῶν πάλαι βασιλέων εὗρεν οὐδεὶς, οὐδὲ μείζονος ἀντιδόσεως τετύχηκε πρὸς θεοῦ, τοῦ τὸ ἀνάλογον τῆς προσαγωγῆς ἀντιδιδόντος κατόπιν, καὶ διὰ τὸ τῆς ἀντιδόσεως πρόδηλον ἐμφανίζοντος πᾶσι τὴν μὴ φαινομένην ποιότητά τε καὶ δύναμιν αὐτῆς, πρός τε τὸ βέλτιστον καὶ τὸ χείριστον.
(Δ.) Ἃ δὴ καὶ ἀκουσθέντα μὲν Βυζαντίοις, ὑπὲρ ὧν τὴν πρόῤῥησιν προεθέσπιζον, ἀκουσθέντα δὲ θεῷ, πρὸς ὃν ἡ προσαγωγὴ καὶ ἡ τῶν μελλόντων κρίσις ἀνετίθετο, ταχεῖαν εἰλήφει τὴν ἔκβασιν· οὐχ οἵαν αὐτοὶ κατὰ τὴν σφετέραν προεθέσπιζον βούλησιν· ἀλλ' οἵαν αἱ τῆς θείας δίκης ἀῤῥεπεῖς ἐπεψήφιζον πλάστιγγες, ὑπὸ μάρτυσι τοῖς εἰδόσι. βραχεῖαι γὰρ ἐκεῖθεν ἡμέραι, καὶ πυρὶ κατανηλωκότες πάσας οἰκίας, συλλήβδην εἰπεῖν, ὅσαι Ῥωμαίοις πάλαι πολυτελῶς ᾠκοδόμηντο ἐφ' ἑκάτερα τοῦ πορθμοῦ περί τε τὸ τεῖχος δηλαδὴ τῶν Βυζαντίων καὶ τὴν ἀντιπέρας ἤπειρον, πρὸς τοσαύτην τὰ Ῥωμαίων συνήλασαν στενοχωρίαν πράγματα οἱ τὸ βραχύτατον τουτὶ κατοικοῦντες φρούριον Γεννουῗται, ὥστε πᾶσαν παράλιον ἠσφαλίσθαι πύλην τοῖς Βυζαντίοις· δεδιέναι δ' ἤδη καὶ περὶ τῆς πόλεως αὐτῆς, μὴ δραμόντες ἐξαίφνης πυρὸς τὰς πύλας ἔργον ποιήσωνταί τε καὶ εἰσελάσωσιν ἀσχέτῳ ῥύμῃ, ἢ κλίμαξιν ὀλίγαις χρησάμενοι διὰ τῶν τειχῶν εἰσπηδήσωσι. διὸ τάφροις βαθείαις διειληφότες ἔξωθεν ἅπαν τὸ πρὸς ἄρκτον τετραμμένον τῶν Βυζαντίων πρὸς θάλατταν τεῖχος θαλάττης αὐτὰς ἐν βραχεῖ δεδείχασι πλήρεις, ὡς ἄβατον ἐντεῦθεν τοῖς πολεμίοις Λατίνοις ἐκ τοῦ σχεδὸν τὸ μέρος ἐκεῖνο γενέσθαι.
(Ε.) Οὕτω τῆς τοῦ τόμου προσαγωγῆς ταχεῖαν μὲν, ἀντίθετον δὲ τῇ τοῦ βασιλέως παντάπασιν ὁρμῇ καὶ προθέσει, τὴν ἀντίδοσιν ὁ θεὸς παρέσχεν, ὑπὸ μάρτυσι, μὴ ὅτι τοῖς θωπεύουσιν ἐπισκόποις ἐκείνοις καὶ προθεσπίζουσιν ἃ τέρψιν αὐθημερὸν ταῖς ἀκοαῖς ἐβλάστησε μόνην, καρπὸν δ' οὐδένα τὸ παράπαν οὐδαμόθεν, ὅτι μὴ τὰ τῶν ἐπισκοπικῶν ἐπαγγελιῶν ἐκείνων καὶ προφοιβασμῶν παντάπασιν ἐναντιώτατα· ἀλλὰ καὶ πᾶσι τοῖς πέριξ ἔθνεσιν· ὡς μυκτηρισμὸν καὶ χλευασμὸν ἅπασι προκεῖσθαι τὰ καθ' ἡμᾶς, καὶ παράστασιν ἅπαντας εἶναι νομίζειν ἀναμφισβήτητον τὸ τῆς ἐκβάσεως πέρας, ὅτι παρανομίας καὶ ἀσεβείας ὁ τόμος μεστός. πρὸς γὰρ τὸ τελευταῖον ἐκβὰν ἕκαστον τῶν πρὶν ὑπαρξάντων κρίνεται. τοῖς μὲν γὰρ ἐπισκόποις, οἰομένοις εἶναι τὸ τῆς προσαγωγῆς καὶ τοῦ δυσσεβοῦς ἐκείνου ἀναθήματος, τοῦ τόμου δηλαδὴ, τῆς βελτίονος μοίρας, προθεσπίζειν καὶ προαναφωνεῖν ἐπῄει καὶ κηρύττειν τὰς βελτίους ἐκβάσεις περὶ τῆς τοῦ αὐτοκράτορος ἀρχῆς, ὅτι μέχρις Εὐφράτου καὶ Τίγρητος ἐκτενεῖ τοὺς ὅρους. ἐπεὶ δ' ἀνεκτὰ τῷ θεῷ τὸ παράπαν οὐκ ἦν τὰ τῆς προσενέξεως, ἀντέστραπται τὰ τῶν ἐλπίδων· καὶ ἀντ' Εὐφράτου καὶ Τίγρητος, τῶν μεγίστων ἐκείνων ποταμῶν, τάφρους ὑδάτων μεστοὺς θαλαττίων ὁ βασιλεὺς Καντακουζηνὸς τὰ τῶν Βυζαντίων τείχη προσκλύζειν ἀνώρυξέ τε καὶ ἐτεχνούργησε, τοῖς πολεμίοις ἐξ ἀπορίας μικρὸν ἐπιτείχισμα· ὡς εἶναι τοῖς συλλογίζεσθαι βουλομένοις ῥᾴδιον καὶ σαφὲς τὸ συμπέρασμα· ὅτι κακὸν ἄρα καὶ δυσσεβὲς τὸ τῆς τομογραφίας ἐκείνων ἀνάθημα ὂν κακοδαιμονούσης ἔτυχε καὶ τῆς ἐκβάσεως, καὶ πάνυ τοι σφόδρα ἐναντιωτάτης, κἀκ διαμέτρου ταῖς σφῶν προῤῥήσεσι τὴν τῶν Ῥωμαίων ἐνεγκαμένης ἀπώλειαν.
(Στ.) Ἔξεστι μὲν οὖν ἐντεῦθεν, παρεξετάζοντας καὶ παρατιθέντας, τὴν τῶν παρόντων ὁρᾷν πρὸς τὰ πάλαι συγγένειαν. σάλος γὰρ καὶ νῦν κατέσχε τὴν τῶν ἐκκλησιῶν ἀκρόπολιν, θαλασσίου κλύδωνος παντὸς ἀγριώτερος. τὰ πατέρων ὅριά τε καὶ δόγματα κατασέσεισται. τῶν ἀρχόντων ὁ τῦφος μετὰ τῆς ἀμαθίας ταράττει δίκην θυέλλης ἅπαντα, πρὸς ὑπερβολὰς καὶ ἐλλείψεις τὰ τῆς εὐσεβείας παρασυρόντων δόγματα. τοῖς μὲν τῶν ἀνθισταμένων χεῖρες ἐπάγονται φονικαί· τοὺς δ' ἐξορίαι καὶ διωγμοὶ παντοῖοι μερίζονται· τοὺς δ' εἱρκταὶ συγκρύπτουσι καταχθόνιοι, αὐτοσχέδιοι τοῖς ἔτι ζῶσι δρώμενοι τάφοι. θεολογοῦσιν ἀδεῶς οἱ βάναυσοι, ἀγορὰς καὶ θέατρα πάντα τοιούτων φωνῶν ἐμπιπλῶντες. ποιμένες ἐλαύνονται· βαρεῖς δ' ἀντεισάγονται λύκοι κατὰ τῶν ποιμνίων. θεοτήτων ἀκτίστων ὁ ἀριθμὸς εἰς ἄπειρον ἐκτείνεται πλῆθος. λαλεῖται τὸ ψεῦδος ἀφόβως· ἡ ἀλήθεια συγκαλύπτεται. διαβάλλουσιν ἡμᾶς ἐφ' οἷς αὐτοί γε ἐνέχονται ἐγκλήμασι. θεσμοὶ πατέρων πεπάτηνται.
(Ζ.) Καὶ τί δεῖ καθ' ἕκαστα πάντα διεξιέναι ζητεῖν, ἐξὸν τοὺς ἀναγινώσκοντας παραβάλλειν τοῖς πράγμασι, καὶ συνάγειν ἐκ παραθέσεως τὴν τῶν πάλαι πρὸς τὰ νῦν ὁμοιότητα· φαίην δ' ἂν καὶ μείζω τὴν νῦν εὑρίσκειν κακίαν, ἢ κατὰ τὰς θρυλλουμένας τῶν πάλαι· παρόσον τῆς τότε Ῥωμαίων ἀρχῆς εὐρυτέρας οὔσης ἐν ἠπείρῳ καὶ θαλάσσῃ, καὶ σοφῶν ἀνδρῶν πανταχῆ τῆς οἰκουμένης ἀκμαζόντων, καὶ πάντων μὲν πατριαρχῶν σχεδὸν, καὶ ἐπισκόπων τῶν πλείστων, ἐχόντων μετὰ σοφίας ἀνάλογον καὶ τὴν ἐν δόγμασι πεῖραν, ὡς ἔχειν τοὺς διωκομένους πλατεῖαν τὴν χώραν, ἐκ τῆσδε τῆς πόλεως φεύγειν εἰς τὴν ἑτέραν, κἀκεῖθεν εἰς ἄλλην, καὶ αὖθις ἐκεῖθεν ἐντεῦθεν· καὶ δύνασθαι τοῦ μὲν ἑνὸς κινδυνεύοντος μέρους, τῶν δ' ἄλλων ὑγιαινόντων ἔτι καὶ ἀνθισταμένων, ἐγείρεσθαι τὸ πεπτωκός. νῦν δ' ἐν μόνῳ τῷ Βυζαντίῳ σχεδὸν τῆς ἐξουσίας καθισταμένης ἁπάσης, πατριαρχικῶν δ' ἐκκλησιῶν καὶ ἐπισκοπικῶν, ὀλίγου δέω λέγειν ἁπασῶν, γενομένων ὑφ' ἡγεμόσι βαρβάροις, καὶ διὰ ταῦτα τῶν διωκόντων ὁμοῦ καὶ διωκομένων, ταὐτὸν δ' εἰπεῖν λύκων ὁμοῦ καὶ ἀρνίων, ἐν μάνδρᾳ μιᾷ, τῷ Βυζαντίῳ φημὶ, συγκλεισθέντων, μετὰ πολλῆς ἀδείας τὸ τοῦ Χριστοῦ δαπανᾶται ποίμνιον, μηδενὸς μηδαμῆ μηδεμίαν καταφυγὴν ἀσφαλῆ κεκτημένου, μηδ' ἐν ψυχῇ λαβεῖν ὁπωσοῦν δυναμένου τὸ εὔελπι. καὶ γίνεται τὸ πρᾶγμα πολλῷ βιαιότερον νῦν, ἢ κατὰ τὸν Αἰσώπειον μῦθον ἐκεῖνον, ᾧ ἐπὶ καιροῦ Βασίλειος ὁ μέγας ἐχρήσατο παραδείγματι πρὸς παράστασιν τῆς θηριωδίας τῶν τότε διωκτῶν.
(Η.) Ἐπεὶ δὲ καὶ τῆς δι' ὀνείρων ἠναγκάσμεθά πως μαντικῆς ὑπ' αὐτῶν διὰ μνήμης ἐλθεῖν, δι' ὧν εἰς τὰ μάλιστα τῆς τοῦ βασιλέως γνώμης τὴν εὐκολίαν ἐξέπληξάν τε ῥᾳδίως καὶ ὑπηγάγοντο, φέρε καὶ περὶ τούτων μέτρια λέξωμεν, καὶ ὅσα παρὰ τοῦ προτεθέντος ἀρτίως ἡμῖν εἰς ἀρχέτυπον ἀφηγήσεως Βασιλείου τοῦ θείου ἐρανίσασθαι δυνηθείημεν ἄν. τοὺς γὰρ ἄλλους διὰ συντομίαν παρήκαμεν, ὅσοι τε τὴν τῶν τότε δεινῶν τραγῳδίαν καὶ ὅσοι τὰς ἄλλοτ' ἄλλως ἄλλας ἑξῆς ἀναφυείσας ἐμπαθέστερον διεξίασι. φησὶ τοίνυν οὑτωσί πως ἐκεῖνος· «ἐγὼ διὰ τὴν ἐκ παιδός μοι πρὸς τὸ χωρίον τουτὶ συνήθειαν, βραχείας σχολῆς ἐκ τῶν κατεχουσῶν ἡμᾶς ἀσχολιῶν ἐπιτυχὼν, ἄσμενος ἦλθον ἐπὶ τὴν ἐσχατιὰν ταύτην. Τί οὖν χρὴ πρὸς ὀνείρους καταφεύγειν, καὶ ὀνειροσκόπους μισθοῦσθαι, κἀν ταῖς πανδήμοις ἑστιάσεσιν ἡμᾶς ποιεῖσθαι παροίνιον διήγημα; Τὸ γὰρ τοῦ Σαβελλίου κακὸν, πάλαι μὲν κινηθὲν, κατασβεσθὲν δὲ παρὰ τῶν πατέρων, ἐπιχειροῦσι νῦν ἀνανεοῦσθαι οὗτοι, οἱ φόβῳ τῶν ἐλέγχων τοὺς καθ' ἡμῶν ὀνείρους πλάττοντες. ἀλλ' ὑμεῖς τὰς οἰνοβαρεῖς κεφαλὰς, ἃς ὁ ἐκ τῆς κραιπάλης ἀναφερόμενος ἀτμὸς εἶτα ἐγκυμαίνων καταφωτίζει, χαίρειν ἀφέντες παρὰ τῶν ἐγρηγορότων ἡμῶν, καὶ διὰ τὸν τοῦ θεοῦ φόβον μὴ δυναμένων ἡσυχάζειν, τὴν βλάβην ὑμῶν ἀκούσατε.»
(Θ.) Ὁρᾷς καὶ διὰ τῆς τῶν ὀνείρων πλάνης ἐντεῦθεν εἰς ἐκείνην σαφῆ γινομένην τὴν ἐξομοίωσιν· ἅτε τὴν ἡγεμονίαν τοῦ τὰ τοιαῦτα διδάσκοντος ὄντος ἑνὸς ἀεὶ, τοῦ διαβόλου φημί. τρυφῶντες γὰρ καὶ οὗτοι, καὶ λαμπρὸν ἀκρατοποσίας ἀγώνισμα τὸ τῆς ἁβρᾶς τραπέζης ἔδαφος ἔχοντες, παροίνιον ἀφήγημα τὰς αὐτῶν ἀναπλάττουσι θεοπτείας, καὶ τὴν τῶν μελλόντων ἐξερεύγονται πρόγνωσιν εὐπετῶς, καθάπερ ἐγγάστριον πνεῦμα, ὑπὸ τῆς περὶ τὸν ἐγκέφαλον συναγομένης οἰνηρᾶς ἀναδόσεως ναυαγούσης τῆς γλώττης καὶ πλημμελούσης ἀναίδην. καὶ ἅμα θεολογίας ἄρχονται, τὸ θαῤῥεῖν ἔχοντες ἤδη προειλημμένον ἐκ τῆς τῶν ἰδίων ὀνείρων μαντικῆς, καὶ ἀντιθέσεις καὶ λύσεις ἐρωτημάτων ἐπάγουσιν, ὁποίας ἂν αὐτοῖς εἴη βουλομένοις. «προβάλλουσι γὰρ (φησὶ) λόγους, οὐχ ἵνα τι χρήσιμον λάβωσι παρ' αὐτῶν, ἀλλ' ὅπως, ἐὰν μὴ συμβαινούσας τῇ αὐτῶν ἐπιθυμίᾳ τὰς ἀποκρίσεις εὕρωσι, ταύτην ἀφορμὴν δικαίαν ἔχειν δόξωσι τοῦ πολέμου καὶ τῆς κατὰ τῶν εὐσεβούντων διαβολῆς.» εἶεν.
https://byzantium.gr/

ΛΟΓΟΣ ΚΒ’.

αʹ. Τούτων δ' ὅμως οὕτως ἐχόντων, καὶ οὕτως ἡμῶν ἐπὶ μακρὸν, ὡς εἴρηται, φρουρουμένων πάνυ τοι ἀσφαλῶς, πάταγος ἐν μιᾷ τῶν ἡμερῶν μεταξὺ παρὰ τὰς ἡμετέρας ἠκούετο θύρας· οὗ τὸ ἀπροσδόκητον ἔκπληξίν τινα καὶ θόρυβον ἐνέσταξε τῇ ψυχῇ, τῆς συνεχείας ἐκείνης τῶν ἀεὶ προσιόντων παμπόλλων ἡμῖν λήθης ἤδη πυθμέσι κρυβείσης. διασαφησάντων δ' ὅμως ἐκείνων οἵτινες εἶεν, αἵ τε θύραι πρὸς ἡμῶν ἀνεῴγνυντο κἀκεῖνοι εἰσῄεσαν. ἀγγελιαφόροι δ' ἦσαν οὗτοι· πρὸς μὲν βασιλέως, ἄνδρες τῆς συγκλήτου καὶ εὐγενῶν· πρὸς αὖ τοῦ πατριάρχου, ἐπίσκοποί τε καὶ τῶν ἄλλως ἐλλογίμων ἔνιοι. προσειπόντες οὖν τὰ εἰωθότα καὶ καθεσθέντες ἤγγελλον τὰ ἐπιταχθέντα, λέγοντες ὡς «ἐκ μέσου γενομένων τῶν καινοτέρων ἐκείνων φωνῶν, δι' ἃς τὴν ἐκκλησίαν ταρᾶξαι συμπέπτωκε, τομογραφίαι καὶ νέα κατέστη ψηφίσματα πρὸς ἁπάντων ἡμῶν, τῶν τε ἐπισκόπων δηλαδὴ καὶ συγκλητικῶν, ἅμα βασιλεῖ τε καὶ πατριάρχῃ, ἔχουσαι πρὸς ἀκρίβειαν ἄριστα ἡρμοσμένως· ὡς εἶναί σοι τὸ κωλύον οὐδὲν ἔτι, κοινωνοὺς ἔχειν ἡμᾶς τοῦ λοιποῦ καὶ ταὐτά σοι φρονοῦντας.»
(Β.) Πολλῶν οὖν μεταξὺ τηνικαῦτα ῥαγέντων λόγων καὶ ἀντιθέσεων, τέλος ἀπῃτήθησαν ἐμφανίζειν τά τε νέα ἐκεῖνα ψηφίσματα καὶ ἅμα τὸν ὀφειλόμενον τούτοις τοῦ Παλαμᾶ λίβελλον, κατὰ τὴν τῶν θείων κανόνων ἔκδοσιν καὶ νομοθεσίαν. φησὶ γὰρ εὐθὺς ἡ πρὸς τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου προενεχθεῖσα ψῆφος πρὸς τοὺς ὁμοίως ἔχοντας τούτοις, ὡς «οὐκ ἄλλοις ἡμᾶς πληροφορεῖτε ὑμεῖς, οἱ ἐπιστρέφειν πρὸς τὴν ἀλήθειαν λέγοντες, εἰ μὴ ἐγγράφους λιβέλλους τῆς πίστεως ὑμῶν ἀγάγητε καθ' ἑτέραν σύνοδον, ἡμῶν ἔμπροσθεν ὀφείλοντες ἐπὶ τῶν ἁγίων καὶ ἀχράντων τοῦ θεοῦ λογίων τούτους ἐπιδοῦναι.» εἰ οὖν ἑπόμενοι καὶ ὑμεῖς ἐκείνῃ τῇ θείᾳ καὶ οἰκουμενικῇ τῶν πατέρων συνόδῳ τὰ ὅμοια κἀπὶ τῷ Παλαμᾷ πεπράχατε, κἀπὶ τοῖς ὁμοίοις αὐτὸν ἐδέξασθε, ἔργοις ἡμῖν τὰ τῆς γνώμης ἐνδείξασθε, παῤῥησίᾳ τὰ γράμματα φέροντες· καὶ ὁμόφρων ὑμῖν ἔσομαι. εἰ δὲ διανομαὶ γερῶν καὶ βασιλικῆς τραπέζης τρυφὴ καὶ χρημάτων ἄφθονος χορηγία συνεχέστερον ἀντλουμένη τοῖς βαλαντίοις ὑμῶν καὶ τὸ χαῖρον τῆς ψυχῆς ἐντεῦθεν ἐφελκομένη, προσκείσθω δ' ἅμα καὶ τῶν προσηκόντων ἀπειρία μετὰ τῆς ἀμαθίας, ῥᾳδίως ἐξόμνυσθαι τὰ πάτρια πέπεικε δόγματα καὶ τὴν τῶν καθεστώτων νομίμων φαυλίζειν εὐγένειαν, εἰδέναι χρεὼν, ὡς οὐδεὶς ἡμῖν οὐδαμῆ ποτε κοινωνίας ἐγγίνεται τρόπος. οὐχ ἧττον γὰρ ἂν ᾖ φωτὶ πρὸς σκότος, καὶ γαλήνῃ πρὸς διαποντίους κλύδωνας.
(Γ.) Ἐκεῖνοι μὲν οὖν μὴ χρείαν εἶναι λιβέλλων ἔφασαν ἐνταυθοῖ, μηδὲ τοιούτων σφίσιν ἀπαίτησιν νῦν. νόμον γὰρ εἶναι λιβέλλων ἁπάντων στεῤῥότερον τὸ σφίσι δεδεγμένον τε καὶ δεδογμένον. περὶ δ' ὧν αὐτοῖς γέγραπται νέα ψηφίσματα, καὶ τομογραφικῶν συνθημάτων, αὐτοὶ ἑαυτοῖς μὴ κεκομικόσιν ἐμέμφοντό τε καὶ ἐς τὴν τῆς λήθης αὐτόνομον τυραννίδα τὴν τοῦ συμβάντος διαμαρτίαν ἀνέφερον· ὃ διορθοῦν τὴν ὑστεραίαν σφόδρα ἐπηγγέλλοντο.
(Δ.) Μηδὲ γὰρ εἶναι τῶν εἰκότων, πλὴν ἐκείνων, λόγους ὁμοῦ τῷ πληγέντι διαλυομένους ἀέρι κομίζειν, ἔφασκον ἔγωγε. μᾶλλον γὰρ ἂν ἐκεῖνά γε χρῆναι ποιεῖν ἐμφανῆ, πρὶν ἢ ἐκείνους αὐτούς. ἐπεὶ καὶ τὰ θεῖα τοῖς ἀποστόλοις εὐαγγέλια καὶ τῶν σοφῶν τῆς ἐκκλησίας μυσταγωγῶν αἱ διδασκαλίαι καὶ τὰ ἱερὰ δόγματα γέγραπται μὲν, οὐκ ἐκδέδοται δέ· οὐδ' ἐκδέδοται μὲν, σεσιώπηται δέ· ἀλλὰ καὶ διὰ πάσης τῆς οἰκουμένης ἀεὶ κηρύττεται, καὶ τῶν γεγραφότων θανόντων ἀθάνατα μένει τὰ γράμματα, στήλης ἁπάσης καὶ ἀνδριάντων ἁπάντων μακρῷ μονιμώτερα, μὴ μόνον ζῶσαν καὶ ἔμπνουν τινὰ τοῖς χρωμένοις παρεχόμενα τὴν ὠφέλειαν, ἀλλὰ καὶ τὴν τῶν γεγραφότων προαίρεσίν τε καὶ οἰκονομικὴν σύνεσιν διηνεκῶς εἰκονίζοντα, καὶ τὸ ἀθάνατον ἔμπρακτόν σφισι διδόντων. πέφυκε γὰρ ἀεὶ χειροῦσθαι μετὰ ῥᾳστώνης τὰ αἰσθητὰ τὴν τῶν αἰσθητηρίων ἀντίληψιν, διὰ τὸ συγγενὲς καὶ οἰκεῖον, καὶ πεῖραν ἅμα καὶ γνωστικὴν ἐμπειρίαν συνάγεσθαι τὸ καίριον ἔχουσαν ἐκ τῆς ὁμιλίας ἀμφοῖν. νοῦς μὲν γὰρ δικαστὴς τῶν ἐν κόσμῳ πραγμάτων ὑπάρχων νῦν μὲν εἰς αἰθέρα νῦν δ' εἰς γῆν ἐνεργεῖ, καὶ διὰ τῶν αἰσθητηρίων τὰς τῶν πραγμάτων ἀναγινώσκει ποιότητας· καὶ νῦν μὲν διὰ τῆς ἁφῆς ἐρωτᾷ καὶ μανθάνει σωμάτων τραχύτητας καὶ λειότητας, καὶ ὅσα τῷ τοιούτῳ πέφυκεν ὑποκεῖσθαι αἰσθητηρίῳ· καὶ αὖ διὰ τῆς ὀσφρήσεως ὅσα εὐώδη καὶ μή· καὶ νῦν μὲν διὰ τῆς ἀκοῆς τῶν ἐναρμονίων φωνῶν τὴν ἀντίληψιν ἴσχει· νῦν δὲ ταῖς διαφόροις διὰ τῶν ὄψεων βαφαῖς ὁμιλεῖ τῶν χρωμάτων· καὶ πρός γε ἔτι νῦν μὲν διὰ γλώττης, νῦν δὲ διὰ γραμμάτων, ἐφάπτεται τῶν ἀνθρωπίνων ἠθῶν καὶ τὰς τούτων ἀναγινώσκει ποιότητας. τούτων τοίνυν δυοῖν ὄντων ἡγεμονικωτέρων, ὅσα γε πρὸς τὸ διακονεῖσθαι τῷ τῆς ψυχῆς βελτίονι μέρει, νῦν μὲν θατέρῳ μᾶλλον ἐνίους τῶν πάλαι παρέχειν σοφῶν τὴν βελτίονα μοῖραν ἀκούομεν, νῦν δ' ἐνίους θατέρῳ. ἡ μὲν γὰρ τῶν ἐνεστώτων ἀντιληπτικὴ καὶ παρόντων μόνον ἡ ὄψις ὑπάρχουσα δραστικωτέραν ὅμως ὡς τὰ πολλὰ τὴν τῶν ὑποκειμένων παρέχεται γνῶσιν· ἡ δ' ἀκοὴ ἀμβλυτέραν μέν πως, πλατυτέραν δ' ὅμως. τῶν τε γὰρ παρόντων εὐχερῶς ἀντιλαμβάνεται καὶ τῶν ἀπόντων ὡς παρόντων αἰσθάνεται, δαιμονίως τὰς τοπικὰς συνάπτουσα διαστάσεις. εἰ δέ τῳ μὴ φορτικὸς ὁ λόγος, αὕτη καὶ τῶν μελλόντων ἑρμηνεὺς ὁρᾶται τοῖς νῦν, εἴ τις Μωσῆς καὶ Δαβὶδ διὰ πνεύματος θείου τὴν τούτων ἀποθεσπίζει πρόγνωσιν. εἰ οὖν ἐν τοῖς ἄλλως ἔχουσι πράγμασιν οὕτω ταῦτ' ἔχει, καὶ χρημάτων καὶ χωρίων κρίσεις αἱ πλείους αὐτοπροσώπους ἐπιζητοῦσιν ἐπιστασίας, καὶ χρόνου δέονται μακροτέρου πολλάκις, καὶ ὄψεως ἅμα καὶ ἀκοῆς ἐν ταὐτῷ τὰ κριτήρια διὰ τὴν ἀκρίβειαν τἀσφαλοῦς ἀπαιτοῦσι, πῶς οὐκ ἄν τις ἐνταῦθα τὸ τοῦ ὑπερβάλλοντος ὄφλημα τοῖς δόγμασιν ἐνεῖναι τῆς τοῦ θεοῦ ἐκκλησίας σταθμῷτο μετὰ πολλοῦ τοῦ κρείττονος; δοτέον οὖν καὶ ἡμῖν, καὶ μετὰ πολλῆς καὶ σφόδρα κατεσπουδασμένης ἐρεύνης ἐξεταστέον κἀπὶ μακροῖς νυχθημέροις τὰ νέα ταυτὶ γράμματα. τοὺς γὰρ τῶν λόγων καινοὺς καὶ κρίσεις καινὰς ἐπιφέρειν, φασὶν οἱ σοφοὶ, ἢν μὴ θεοῦ μεστός τις ὁ καινοτομῶν ᾖ, καὶ οἷος ὁ θεόπτης ἐκεῖνος ὑπῆρχε Μωσῆς, ὁ τὰ μυρία τῶν Ἑβραίων στρατόπεδα διὰ τῶν ὑγρῶν τῆς θαλάσσης ἀβύσσων ὡς δι' ἀνύδρων διαβιβάσας, καὶ τοὐναντίον αὖ διὰ τῆς ἀνύδρου πέτρας ῥεῖν ὑδάτων θαλάσσας παρασκευάσας. θεοῦ γὰρ κελεύοντός τε καὶ συναιρομένου, καὶ νόμοι λύονται φύσεως. ἢν δέ τις τῶν ἀπὸ τρυφῆς καὶ τῆς ὀψὲ κραιπάλης ἕωθεν ἀνατελλόντων ᾖ, ἀνάγκη νοσήματα φύεσθαι μοχθηρὰ καὶ παντοδαπὰ, καὶ διαφόρων εἰσαγωγὰς αἱρέσεων πρὸς τὴν καθεστῶσαν ἐκ παλαιοῦ πολιτείαν, καὶ ἀναλύσεις δογματικῆς ἁρμονίας, καὶ στάθμης ἁπάσης εὐνομουμένης. διόπερ οὐκ ἀταλαίπωρόν τινα καὶ μάλιστά τοι εὔωνον ἡγεῖσθαι χρεὼν τὴν τῆς ἀληθείας εὕρεσιν. οὐ γὰρ αὐτοσχέδια καὶ αὐτόματα φύεσθαι, καθάπερ τὰς ἐν τοῖς ἄλσεσι βάτους, ἴσμεν τὰ χρήσιμα· ἀλλὰ πόνοις παρέμιξε πλείστοις, καὶ κομιδῇ μακροῖς περιετείχισε τοῖς ἱδρῶσιν, ὅτιπερ κεφάλαιον τῶν τῆς ψυχῆς ἀγαθῶν. τί δ' ἄλλο ψυχῇ τιμιώτερον ἀγαθὸν, ἢ πίστεως ἀκριβὴς ἀσφάλεια πρὸς θεόν; σώματος μὲν γὰρ νοσήματα παῖδας ἰατρῶν εἰσκαλοῦσι θεραπευτάς· κἂν μὴ εὐστοχεῖν τὸ σπούδασμα δόξῃ, τὸ βλάβος οὐ πάνυ τοι χαλεπὸν, οὐδὲ τοῦ παρόντος βίου μακρότερον· τὰ δὲ τῶν θείων δογμάτων ἀῤῥωστήματα οὐχ αἱμάτων ῥήγνυσι ῥύακας, ἀλλ' αὐτῇ γε αὐτόχρημα τῇ πίστει παρέχει τὴν βλάβην, ἀναίμακτον μὲν, ἀλλὰ μάλα τοι σφόδρα καιρίαν καὶ ψυχῆς αἰώνιον καὶ ἀθάνατον πράττουσαν θάνατον, ἧς κόσμος ἅπας οὐκ ἔστιν ἀντάξιος. διὸ παῤῥησιαστέον ἐστὶ τὰ τοιαῦτα, καὶ πρό γε τούτων τοὺς ἐκείνους λιβέλλους, τὰς τῶν ἐπταισμένων μετανοίας κομίζοντας, ἵνα μὴ χεῖρον τῇ ἐκκλησίᾳ τὸ σχίσμα γένηται. εἰ δέ γε μὴ βούλοισθε, τίς ἔτι χρεία μαρτύρων; αὐτοὶ γὰρ αὑτοὺς ἀντὶ μυρίων ἑαυτοῖς ἐπ' αὐτοφώρῳ κατηγόρων ἐστήσατε, παῤῥησίαν μισοῦντες καὶ φῶς ἀληθείας ἀποστρεφόμενοι. «πᾶς γὰρ ὁ τὰ φαῦλα πράσσων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται,» φησὶ, «πρὸς τὸ φῶς, ἵνα μὴ φανερωθῇ τὰ πονηρὰ ἔργα αὐτοῦ.»
(Ε.) Ἀλλ' ἐγὼ μὲν ταῦτ' εἶπον· οἱ δὲ τὰ μὲν νεογνὰ καὶ ἀρτιγενῆ ψηφίσματα καὶ τὰς τομογραφίας ἐκείνας κομίζειν ὑπισχνοῦντο· τούς γε μὴν ταῖς θείαις ἐκείναις καὶ οἰκουμενικαῖς τῶν πατέρων συνόδοις ἀπαιτουμένους λιβέλλους, καὶ τὸν ἐπὶ τοῖς ἐπταισμένοις μετάμελον, τοῦτο δὲ καὶ μάλα ἥκιστα ἤρεσκεν. ἀλλ' ὅλαις ἀπηγόρευτο γνώμαις, μήτε γραφῇ τοιαῦθ' ὅλως πρὸς τοῦ Παλαμᾶ δοθῆναι, μήθ' ἡμῖν οὐδέσι μεταμελείας ἐφ' οἷς ἡμαρτήκει τρόπους ἀγράφως γοῦν ἐπιδείξασθαι. καὶ πῶς γὰρ ἀρέσκειν ἔμελλέ σφισιν, ὁμόφροσιν οὖσι καὶ ἅμα τὴν ὁμοίαν ὑφορωμένοις ἀπαίτησιν καὶ αὐτοῖς; ὅθεν ἐκεῖνοι μὲν ἀναστάντες ἐπὶ τούτοις ἀπῄεσαν, τῷ τε βασιλεῖ καὶ πατριάρχῃ καὶ τοῖς λοιποῖς ἐπισκόποις τὰ εἰρημένα ἀπαγγελοῦντες· ἡμεῖς δὲ τὴν χθὲς καὶ πρώην καταδικασθεῖσαν ἡμῖν ἐρημίαν ἄγειν οἴκοι λελείμμεθα.

βʹ. Τοῖς μὲν οὖν ἄλλοις ἐκείνοις ἀκούσασιν ἤρεσέ τε καὶ δέδοκται δοθῆναι τὰ γράμματα ἡμῖν ἐκεῖνα. Παλαμᾷ δὲ φορτικός τις καὶ παντὸς Ὀλύμπου βαρύτερος ὁ λόγος ἔδοξε καὶ μάλα ἀπᾴδων τῆς γνώμης. διὸ καὶ θυμοῦ τὸ ἦθος καὶ τὴν καρδίαν ὑποπλησθεὶς προσῄει τῷ βασιλεῖ, πάντα μᾶλλον ὑπισχνούμενος πάσχειν ἢ τουτοῒ συγχωρεῖν, καὶ τεθνάναι μᾶλλον αἱρεῖσθαι ἢ Γρηγορᾷ διδόναι τὰ γράμματα· μηδὲ γὰρ ἀνέξεσθαι (φησὶ) μὴ οὐ τὴν ταχίστην εἰς ἐγγράφους τε καὶ ἀγράφους τῶν τοιούτων ἰέναι ἀνατροπάς· καὶ φροῦδα τὰ τῶν πόνων ἡμῖν ἔσται λοιπόν· καὶ καπνὸν φεύγοντες εἰς πῦρ ἐμπεσούμεθα, τοῦτο δὴ τὸ τῆς παροιμίας· καὶ βραχύ τι δόξαντες ἀναπεπνευκέναι, τοῦτον ὁπώσποτε ἀποσκευασάμενοι, μείζους καθ' ἑαυτῶν ἑκόντες αὖθις ἡμεῖς ἐγεροῦμεν θαλάσσας καὶ κλύδωνας ἔριδος.
(Β.) Ταῦτα δὴ καὶ τὰ τοιαῦτα βοῶν καὶ ἀποδυρόμενος ἔπειθεν ἅπαντας τά τε ἄλλα καὶ ἅμα τοῖς μὲν ἄλλοις σποράδην καὶ δι' ἀδήλων πόρων δῆλα ποιεῖσθαι τὰ νέα ταυτὶ θεσπίσματά τε καὶ δόγματα, ὅσοι τῶν ἐγγύς τε καὶ πόῤῥω που γῆς καὶ θαλάσσης οἰκούντων εἰσίν· ὁποίους καὶ διὰ τὴν σύνοικον ἀλογίαν ἁλώσιμον ἐκ τοῦ ῥᾴστου θήραμα ταῖς τῆς θρησκείας παγίσιν ἤλπισεν ἔσεσθαι· ἐμοὶ δ' ἀπηγόρευται μόνῳ παντάπασιν εἶναι μὴ ὅτι γε ἄψαυστον ὄψεσιν, ἀλλ' οὐδ' ἄχρι ψιλῆς ἐλθεῖν ἀκοῆς οὐδ' ὁπωσοῦν οὐδ' ἴχνος οὐδαμῆ ποτ' οὐδὲν τῶν ἁπάντων ἐκεῖθεν.
(Γ.) Ὧν ἕνεκα καὶ τὰς ἐμὰς ἐς πλέον προσεπαττάλευον ἔτι θύρας, μὴ λάθῃ τις αὖρα δι' αἰθέρος τινὸς ἡμῖν εἰσκομίσασα φήμην ἐκεῖθέν τινα· καὶ φύλακας ἔθεσαν ἔμπροσθέν τε καὶ ὄπισθεν, κἀκ δεξιῶν κἀξ εὐωνύμων, τοὺς ἐμοὺς ἅπαντας γείτονας· οἱ μοναδικὸν ἐπαγγειλάμενοι βίον ἀσκεῖν, καὶ ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτὸν ἕκαστος, καὶ τοῖς ἐν φυλακαῖς προσιέναι, καὶ λυπουμένους παραμυθεῖσθαι, καὶ ψυχροῦ διψῶντι διδόναι ποτήριον (ἐῶ τἄλλ' ὅσα καὶ βαρβάροις ἔθνεσιν εἴθισται δρᾷν συμπαθῆ κοινῇ πρὸς ἅπαντας ὁμοφύλους καὶ ξένους, φυσικῆς ἀγούσης ὁλκῆς ἐς τὸ καμπτόμενον τῆς ψυχῆς) οἱ δ' οὕτω μοι καὶ θηρίων ἑαυτοὺς κατέστησαν πικροτέρους καὶ τῶν ἐπιταττόντων μακρῷ σκληροτέρους, ὥστε μυριάκις ἂν εἱλόμην θηρίοις ἐν ὄρεσιν ἀγρίοις συνεῖναι, ἢ τοιούτοις ἀνδράσιν. οὕτω μοι καὶ τῶν ἀλλοφύλων ὠμότεροι κατέστησαν οἱ πλησίον· οἵτινες καὶ ἐς τοσοῦτο θηριωδίας ἐξέκλιναν, ὡς καὶ συκοφαντίαις ἐνίους τῶν τὴν αὔλειον τῆς οἰκίας ἡμῶν παριόντων περιβαλεῖν, ἐκ μόνης ὑποψίας ἀτεκμάρτου, πλασάμενοι πρόσρησιν δῆθεν ἐκείνων ἡμῖν ἐγγενέσθαι ποτὲ, τὴν μηδαμῆ ποτε τολμηθεῖσαν. καὶ ταῦτα τίνες; οἱ φιλίας ἀπολελαυκότες μακρᾶς καὶ ποικίλης ἐξ ἡμῶν, ἐν διαφόροις καιρῶν περιστάσεσι, καὶ μηδὲν τῶν δεινῶν μηδεπώποτε πειραθέντες ὑφ' ἡμῶν· πλὴν τοῦ κώλυμά σφισι πολλάκις καθίστασθαι τῆς τε καθ' ὅλων τῶν ἱερῶν πραγμάτων δαπάνης καὶ τῆς ἑκάστων αἰσχροκερδίας.
(Δ.) Ἐκ γὰρ πάνυ τοι νέας καὶ παιδικῆς ἡλικίας, ἐμαυτὸν ἐγκαθιδρύσας τῇδε τῇ μονῇ, παρέμεινα μέχρι καὶ ἐς τὴν τήμερον, ἔτος ἀμείβων ἤδη τῆς ἡλικίας ἑξηκοστόν. καὶ πολλῶν μὲν ἐν μέσῳ πρόξενος ἐγενόμην τῷ τόπῳ καλῶν, συναιρομένου θεοῦ· πολλοὺς δὲ καὶ τῷ τὴν μονὴν εὐθὺς ἀναδεξαμένῳ καὶ ἐγκαινίζοντι φιλοτίμῳ γνώμῃ καὶ χειρὶ σοφωτάτῳ ἐκείνῳ ἀνδρὶ συνηράμην, ἐς ὅσα τε χρείας ἐκείνῳ καὶ ἡμῖν ἔδει καὶ ὅσα τὸ τοῦ φίλτρου δυνάμενον ἡμῖν ὑπηγόρευε. δι' ἅ μοι καὶ τὴν ἐπιτροπὴν καὶ τὴν τῶν τῆς μονῆς τιμιωτέρων καὶ ἀναγκαιοτέρων ἐπίσκεψιν πραγμάτων ἐπίστευσε, καὶ τρόπον τινὰ διάδοχον ἑαυτοῦ κατέστησε τελευτῶν ἐκεῖνος ἐνταῦθα. καὶ νῦν οὓς μὲν εὗρον ἀσκουμένους ἐλθὼν ἐξ ἀρχῆς ἔγωγε ἐνταυθοῖ, πάντες ἐκ πολλοῦ τὸν βίον ἀπολιπόντες εἰσίν· οἳ δ' εἰσὶ νῦν, πάντες εἰσὶν ἐμοῦ βουλομένου τὴν μονὴν ἄλλοτ' ἄλλως οἰκήσαντες τήνδε.
(Ε.) Διὰ δὴ ταῦτα κἀκεῖνα φιλίας ἡμῖν οἱ σεμνοὶ πατέρες καὶ ἀδελφοὶ καὶ πνευματικῆς ἀγάπης ὀφείλοντες ἐκτίνειν σημεῖα, οἱ δ' ὡς ταῦροι περιέσχον με, καιρὸν εἰληφότες, ὁποῖον ὡς ἔοικεν ἐπεζήτουν· καὶ ὡς ἐν ἀποκρύφοις οἰκοῦντες θῆρες ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν, ἀντὶ ἀγαθῶν ἀνταποδόντες κακά. ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος. ἐκραταίωσαν ἑαυτοῖς λόγον πονηρόν. ἠκόνησαν, ὡς ῥομφαίαν, τὰς γλώσσας αὐτῶν. εἶπον, τίς ὄψεται; δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτὸν, καὶ οὐδεὶς οὐ μὴ μνησθῇ τὸ ὄνομα αὐτοῦ ἔτι. νῦν γάρ μοι κατὰ καιρὸν καὶ τὰ τοῦ προφήτου λέγειν ἐπῄει. τὸν γὰρ ἅπαντα βίον αὐτὰ διϊόντι μοι πρότερον οὐχ οὕτω μαθεῖν ἀκριβῶς συνηνέχθη ταυτὶ πρὸς ἀκρίβειαν, ὡς ἀρτίως ἐκ πείρας αὐτῆς, ὁποίας ἐκεῖνος καὶ ὅσας ἔβοσκέ τε καὶ συνέθαλπε πικρῶς τὰς ἀθέλκτους λύπας ἐν ψυχῇ. μηδὲ γὰρ ἂν ἄλλως γινώσκειν δύνασθαι μηδένα τῶν ὄντων καὶ γινομένων τὰς φύσεις ἐς τἀκριβὲς, μὴ διὰ πάντων ἐλθόντα πραγμάτων ὡς δεῖ, πεῖραν τὴν ἑκάστῳ προσήκουσαν ἑαυτῷ ποριζόμενον. ἐντεῦθεν γὰρ οἶμαι καὶ τὰς ἀρχὰς εἰληφότας τῶν πάλαι, τῷ ὁμοίῳ τὸ ὅμοιον γίνεσθαι φάναι γνώριμον. εἰ μὴ γὰρ ἀπέβαλέ τις θανάτῳ γονέας, οὐκ ἂν ἀντίληψίς τις τοῦ πάθους προσήκουσα γίνοιτο τούτῳ, οὐδὲ γνῶσις ἀκίβδηλος, ὁρῶντι τὰ ὅμοια πεπονθότα τὸν γείτονα· ἀλλὰ μενεῖ πρὸς τὸ πάθος παρὰ τοσοῦτον ἀνάλγητος, παρόσον καὶ τοὺς ἐκ γενέσεως ὁρῶμεν τυφλοὺς ἀναισθήτως διακειμένους, εἴ τις αὐτοὺς ἐς χρωμάτων κρίσεις καλοίη. καὶ εἰ μὴ ἀλγηδόνας ὀδόντων ὑπέμεινέ τις, οὐκ ἂν ἄλλου πάσχοντος συναλγήσειε. καὶ εἰ μὴ ἐῤῥίγωσέ τις περιτυχὼν ἀκμῇ χειμῶνος γυμνὸς, οὐκ ἄν ποτε ῥιγούντων ἑτέρων αἴσθοιτο. χρῆναι γὰρ ἀνάμνησίν τινα γίνεσθαι καὶ ἀναφορὰν ἀφ' ἑκάστων ὡς παρ' ἀρχέτυπον τὸ προπεπονθός. εἰς δὴ τοιαῦτα πραγμάτων ναυάγια καὶ αὐτὸς ἐμπεσὼν τὰς ἐκείνου φωνὰς ἀφίημι, καιριωτέρας οὐκ ἔχων εὑρεῖν· καὶ ὁμοίως ἐπιβοῶμαι θεὸν, ἐξελέσθαι με πονηρῶν καὶ γλώσσης δολίας καὶ συκοφαντίας ἀνθρώπων καὶ οὐ θηρίων. θηρία μὲν γὰρ αἷμα καὶ σάρκα ἐσθίει, οὗτοι δὲ μυελοὺς δαπανῶσι ψυχῶν.

γʹ. Ἀλλὰ γὰρ τούτων οὕτως ἐχόντων, συχναὶ παρῆλθον ἐκεῖθεν ἡμέραι, καὶ ὁ πατριάρχης ἧκεν ἡμῖν· οὐκ οἶδ', εἴτ' οἴκοθεν, εἴτε βασιλέως προστεταχότος· ἧκε δ' οὖν· γράμμα μὲν οὐδὲν κομίζων ἡμῖν, ὧν ἀπῃτοῦμεν· προσηνῆ δέ τινα καὶ ἀστεῖα ἐπαγόμενος ἤθη, πειθοῦς ὡς ᾤετο δημιουργὰ, καὶ πλείστην ἔχοντα τὴν αἰδὼ πρὸς ἡμᾶς, παρὰ τὴν αὐτοῦ λίαν ὑπάρχοντα φύσιν. οἷς συνύφαινέ πως καὶ προὐβάλλετο, διὰ τὸ ἀνυσιμώτερον τῆς βουλήσεως, καὶ τὸ μακρὸν καὶ δυσχερὲς τῆς οἴκοθεν ὁδοῦ, τὸ σῶμα καχεξίας τινὸς ἐνοχλούσης τηνικαῦτα. κἄπειτα πολλά μοι τἀγαθὰ ἐπηγγέλλετο, δέχεσθαι θελήσαντι τὴν τοῦ Παλαμᾶ κοινωνίαν ἀντιλογίας ἁπάσης ἐκτός. «τὰς γὰρ τοιαύτας ἀντιλογίας,» ἔλεγεν, «Ὁμήρου καὶ Πλάτωνος εἶναι ἀκούω, τῶν σῶν διδασκάλων· οἳ σοφοὶ μὲν ἦσαν, ἀλλὰ μὴ δεξάμενοι τὸν Χριστὸν ἀπεκηρύχθησαν ὡς αἱρετικοί. ὥσπερ οὖν ὕστερον ἐλθοῦσαι αἱ σύνοδοι τῶν ἁγίων πατέρων καὶ ἀποστόλων καὶ προφητῶν κατέλυσαν ἐκείνους, ἀγράμματοι ὄντες, οὕτω δὴ κἀγὼ ἀγράμματος ὢν τὴν σὴν καταλύσω σοφίαν· καὶ πληροῦται τὸ ῥηθὲν διὰ τοῦ προφήτου· ποῦ σοφὸς, ποῦ γραμματεύς;»
(Β.) Λόγων δὲ κἀνταῦθα τοῖς ἄλλοις ὁμοίων δαπανηθέντων, διελύθημεν ἐν κενοῖς, μηδενὸς ὧν ἐκεῖνος ἐβούλετο γενομένου, καὶ ὧν ἕνεκα κεκοπίακεν. οὐδὲ γὰρ πολλῶν ἡμῖν ἐδέησε λόγων πρὸς ἄνδρα βαναυσώδη καὶ ζάκοτον, καὶ τοῦ λέγειν ἁπλῶς προχειρότερον τὸ πλήττειν ἔχοντος καὶ γλώττῃ καὶ χειρί. διὸ τὰ τοῦ θείου πατρὸς Βασιλείου δανεισάμενος προὔτεινα καὶ αὐτὸς ἐν βραχεῖ, ὡς «ἕν γε τοῦτο τολμῶ καυχᾶσθαι ἐν κυρίῳ, ὅτι οὐδέποτε πεπλανημένας ἔσχον τὰς περὶ θεοῦ ὑπολήψεις· ἀλλ' ἣν ἐκ παιδὸς ἔλαβον ἔννοιαν περὶ θεοῦ παρὰ τῶν μακάρων γονέων μου καὶ τῶν θρεψαμένων ἐμὲ, ταύτην αὐξηθεῖσαν ἔσχον ἐν ἐμαυτῷ· πίστιν δὲ οὔτε παρ' ἄλλων γραφομένην νεωτέρων παραδεχόμεθα, οὔτ' αὐτοὶ τὰ τῆς ἡμετέρας διανοίας γεννήματα παραδιδόναι τολμῶμεν, ἵνα μὴ ἀνθρώπινα ποιήσωμεν τὰ τῆς εὐσεβείας ῥήματα· ἀλλ' ἃ παρὰ τῶν ἁγίων πατέρων δεδιδάγμεθα, ταῦτα τοῖς ἐρωτῶσι διαγγέλλομεν.» καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον.
(Γ.) Ἐς δὲ τὴν ἐπιοῦσαν παρῆσαν αὖθις ἐκεῖθεν ἀπεσταλμένοι συχνοὶ τῶν τῆς ἐκκλησίας ἀρχόντων, καὶ μετ' αὐτῶν εἷς τις τῶν ἐμῶν μαθητῶν, ἄντικρυς ἄλλος τοῦδε· ὃς ἀφ' οὗ τὸ μοναδικὸν ἐνδέδυται σχῆμα, ταὐτὸν ἐπεπόνθει καὶ οὗτος, ὅπερ ἐκεῖνος χερσὶν εἰληφὼς ἐκ τοῦ δείπνου τὸν σωτήριον ἄρτον. ὡς γὰρ εἰς ἐκεῖνον εὐθὺς τὸν διάβολον εἰσελθεῖν ἐγεγόνει, παραπλησίως δὴ καὶ τἀνδρὶ τουτωῒ σαφῶς ὁ αὐτὸς ἐπεπήδησε διάβολος, εὐθὺς ἀμείψαντι τὸ σχῆμα. εἰς γὰρ κακότεχνον ψυχὴν χώραν οὐκ ἔχειν φασὶ καὶ χάριν θεοῦ. τοσοῦτον γὰρ ταῖς ἄλλαις καθ' ἡμῶν ἐπιβουλαῖς καθάπαξ οὗτος ἐκεῖνον ὑπερβαλέσθαι πεφιλοτίμηται, ὡς μηδ' ἐνταῦθα γενόμενον μόνον ἐᾶσαι τὴν πρόδοσιν Ἰούδαν ἐκεῖνον ἐγκαλεῖσθαι. ἀλλὰ γὰρ πλείστους καὶ οὗτοι κενώσαντες λόγους, τὸν ὅμοιον τρόπον τοῖς ἄλλοις, καὶ πλείστας τοῖς λεχθεῖσι τὰς ἀπειλὰς ἐπῳκοδομηκότες ἀπῄεσαν ἄπρακτοι καὶ αὐτοί.
(Δ.) Καὶ ἅμα συνῄεσαν αὖθις συχνότεραι τῶν προτέρων παραγγελίαι παμπληθὲς, παριοῦσαι τὰς πρὶν, ἐς τοὺς γείτονας φύλακας ἡμῶν· οὓς ἐπόπτας ἡμῖν πικροτάτους ἐπέστησαν, πανόπτας δ' εἰπεῖν οἰκειότερον, κατὰ τὸν ἀττικίζοντα μῦθον ἐκεῖνον· εἰ μὴ καὶ πολλῷ δεινοτέρους τούτους εἴπῃ τις ἄν· ὅτι ἐκεῖ μὲν ἑνί τινι ὄντι πολλοὺς παρέχουσιν ὀφθαλμούς· ἐνταῦθα δὲ πολλοί τινες ὄντες, καὶ διαφόρους καὶ πολυμόρφους τρέφοντες γνώμας, ἅμιλλαν ἔχουσιν ἐς τὸ πλείους ἄλλος ἄλλου φανῆναι τὰς ἐποπτικὰς κεκτημένος δυνάμεις.
(Ε.) Μετὰ πολλὰς δ' αὖθις ἡμέρας κατὰ δή τινα χρείαν ἐδέησε πατριάρχης ἰέναι ἐς τὴν καθ' ἡμᾶς αὖθις ἱερὰν μάνδραν· καὶ αὐτοπροσώπως μὲν τέως ἡμῖν αὐτὸς οὐχ ὡμίλησε, δι' ἀποστόλων δ', ὅσα καὶ πρότερον εἶχε πεφροντισμένος, μηδὲ νῦν τὰ ζητούμενα γράμματά μοι κεκομικώς. καὶ πάλιν ἦμεν ἐν τοῖς αὐτοῖς. κἀκεῖνος ἀπῄει λοιπὸν, τὰς τοιαύτας ἐλπίδας εἶναι γρηγορούντων μανθάνων ἐνύπνια.

δʹ. Ἐκεῖθεν αὖθις ἡμέραι παρίππευον πέντε καὶ δέκα, καὶ ὁ τῶν φίλων ἡμῖν βέλτιστος ἐκεῖνος ἧκε Καβασίλας, λαθραίων καὶ ποικίλων βουλευμάτων πατριαρχικῶν ὁμοῦ καὶ βασιλικῶν ἐπαγόμενος φόρτον, καὶ μηχαναῖς οἱονεί τισιν ἑλεπόλεσι πεφραγμένος ἐκεῖθεν παντοδαπαῖς, ἅτε συνετὸς καὶ πολυπράγμων ἀνὴρ καὶ ποικίλων ἴδρις πραγμάτων καὶ λόγων πολιτικῶν· σὺν δ' αὐτῷ καὶ τῶν πατριαρχικῶν ἀρχόντων εἷς, τοῖς πανόπταις ἐκείνοις καὶ δεινοῖς ἡμῶν φύλαξιν ἀκώλυτον ἐπιτάττων τουτωῒ τὴν εἴσοδον παρασχεῖν. καί μοι κατὰ τὸ εἰωθὸς προσειπὼν, εἶτα ἐκάθισε κύψας τὸ πρόσωπον εἰς γῆν. ἐμοὶ μὲν οὖν ἐμπαθέστερον ἔδοξε τοῦτον διατεθῆναι, τὴν τῆς ἐμῆς οἰκίας εὐθὺς θεασάμενον συμφορὰν καὶ τὴν καινὴν τραγῳδίαν, καὶ διὰ τοῦτο καθ' ἑαυτὸν γενόμενον ἐπὶ τούτου καθίσαι τοῦ σχήματος, ἡσυχῇ πάθος (ἐντὸς τὰς αἰσθήσεις εἰς τὰ τῆς ψυχῆς ἀπόῤῥητα στρέψαντα) καὶ τὰς τῆς τύχης ἐν νῷ συνορῶντα μεταβολάς· πῶς ὁ τὰ πλεῖστα φθεγξάμενος οἶκος ἄφθογγος ἐξαίφνης κατέστη; καὶ πῶς αἱ τῶν ἀεὶ προσιόντων ἄλλοτ' ἄλλων σοφῶν συναυλίαι καὶ λογικαὶ πανηγύρεις καὶ τὰ σεμνὰ τῶν ἀγώνων ἐκείνων παλαίσματα φροῦδα γέγονεν ἐν βραχεῖ; καὶ πῶς οἱ τῶν μαθηματικῶν πηγῶν ἀταμίευτοι ῥύακες νῦν ἀταμίευτα σιγῶσαν τὴν ἐρημίαν ἠλλάξαντο; καὶ πῶς οἱ τῶν πολλαχόθεν ἀποριῶν καὶ λύσεων τῆς ἀστροθεάμονος σοφίας δίαυλοι νῦν ἐν τοῖς τῆς λήθης ἐκρύβησαν τάφοις; ἐμοὶ μὲν οὖν τοιαῦτ' ἐδίδου τὸ σχῆμα τοῦ φίλου λογίζεσθαι, καὶ ὅσα πλείω τούτοις ἕπεται.
(Β.) Διὸ καὶ λέγειν ἀρξάμενος ἔγωγε περὶ μὲν τῶν ἡμετέρων ἥκιστά σε, φίλων ἄριστε, χαλεπαίνειν ἔφασκον εἶναι χρεὼν, ἐπεὶ μηδὲν τῶν ἐν βίῳ χρηστῶν ἀμιγὲς οὐδ' ἄκρατον ἔχει τὸ χαῖρον· ἀλλὰ μέμικται πάντα πρὸς τοῦ Θεοῦ, καθάπερ χαλινῷ τινι τὴν διαμονὴν τοῦ φρονεῖν ἐν μέτροις κατέχοντος· εἶναι γὰρ παγχάλεπον, εὐροοῦντα ταῖς ἀμωσγέπως μακαριζομέναις τύχαις τοῦ βίου μένειν ἐν τῷ καθεστῶτι τοῦ ἤθους. περὶ δὲ σοῦ μοι θαυμάζειν ἔπεισι, πῶς τοσούτου χειμῶνος τὰ τῆς ἐκκλησίας ταράξαντος δόγματα, ἥκιστα γινώσκειν τοῖς φίλοις ἡμῖν, οἷς τὰ μάλιστα θαῤῥεῖν ἐδόκεις, οὔπω δέδωκας ἡμῖν οὐδὲν ἀκριβές· ἀλλ' ἀφῆκας παντοδαπαῖς πλανᾶσθαι φήμαις, καὶ ἀμφισβητεῖν, πότερον τοῖς ὅροις ἐκείνοις ἐμμένεις καὶ σὺ, καθάπερ ἡμεῖς· ἢ καθάπερ θυέλλης τῆς τοῖς δόγμασιν ἐνσκηψάσης νῦν καταιγίδος, καὶ ἄλλων ἄλλοθι φερομένων, καθάπερ τῶν πλοίων τὰ ἀκυβέρνητα, φέρων καὶ σὺ σαυτὸν τοῖς ἐναντίοις ἐπέῤῥιψας, καὶ γλώττης ἀφειδῶς καθ' ἡμῶν ὁμοίως ἔχεις ἐκείνοις. καίτοι γ' ἀνάγκην ἥκιστ' ἴσμεν οὐδεμίαν βίᾳ περιοῦσαν, πείθειν τῇ θρησκείᾳ καὶ τὴν φιλίαν ὁμοῦ συνεξίστασθαι· ἐπεὶ καὶ Λιβάνιον, Ἕλληνα τὴν θρησκείαν ὄντα, Βασιλείῳ φίλον εἶναι ἐνῆν τῷ μεγάλῳ· καὶ τοιούτων ὁ βίος γέμει παραβολῶν. Ἔπειτ', οὐδὲ θέλων, τῷ Παλαμᾷ προστίθεσθαι δυνηθείης ἄν. οἶσθα γὰρ ὡς Ἰωάννῃ τῷ πατριάρχῃ ζῶντι συχνὰ καὶ μετά γε πολλῆς τῆς αἰδοῦς προσιὼν, αὐτὸν μὲν τοῖς ἁγίοις συνέταττες ὅλαις προθέσεσι τῆς ψυχῆς· Παλαμᾶν δ' ὁμοῦ βασιλεῖ Καντακουζηνῷ πάσαις ἔπλυνες ὕβρεσι νύκτωρ καὶ μεθ' ἡμέραν, καὶ ἀσεβῶν ἀσεβεστέρους ἁπάντων ἐκάλεις· καί σφισι ταχὺν τὸν ἀφανισμὸν ἔσεσθαι προὔλεγες· ὡς ἥκιστα μάλα σοι περιΐστασθαι νῦν, τὴν πρὸς τἀναντία μεταβολὴν ἁρμόττουσαν εἶναι, συνέσεως οὕτω καὶ γήρως ἔχοντι, καὶ συνορᾷν δυναμένῳ τῆς αἰσχύνης τὸ μέγεθος. ποῖον γὰρ ἔτι χρόνον τῶν καθηκόντων ἀναμενεῖ τις σύμβουλον, ἐν τοιαύτῃ γεγονὼς ἡλικίᾳ; καὶ πάσαις μὲν γὰρ ἡλικίαις καὶ τύχαις ἀνάγκη φόβον εἶναι θανάτου, ἀγνωσίᾳ μυστικῇ τοὺς κανόνας ἡμῖν τῆς ζωῆς τοῦ θεοῦ συγκαλύπτοντος, μάλιστα δὲ τοῖς τὸν ἔσχατον οὕτως ὅρον τῆς ἡλικίας σκηνοβατοῦσιν· ὅτε μάλιστα καὶ τῆς ἀκμῆς ἐκείνης ἡ πανήγυρις ἤδη σβέννυται, καὶ τὸ τῶν μακρῶν ἐλπίδων ὡς τὰ πολλὰ παρατρέχει θέατρον. ὃ δὴ κἀπὶ νοῦν ἀεί μοι στρέφοντι τῶν ἀνδριαντοποιῶν τε καὶ τῶν ζωγράφων ἐκείνους ἐπῄει θαυμάζειν, ὅσοι τῆς χρονικῆς περιόδου τὸ τάχος μιμεῖσθαι διὰ τῆς τέχνης ἐθέλοντες ἄνδρα ποιοῦσιν ὀπισθοφάλακρον μὲν ὡς ἐπίπαν, οὐ δ' ἀναφαλαντίαν· ἀλλὰ μέτωπον προϊσχόμενον λάσιον, καὶ κόμην ἐκεῖθεν μακρὰν καθειμένον. τἄλλα γὰρ ὄντες σοφοὶ μόνης λείπονται φωνῆς ἐνταυθοῖ, καὶ ταύτην ἥκιστα βαφαῖς ταῖς ἐκ χρωμάτων δύνανται μιμεῖσθαι. ὅθεν σιγῶσαν οὑτωσί πως ἱστᾶσι νομοθεσίας εἰκόνα, καὶ ἀνεκλάλητον κήρυκα πᾶσιν ἀεὶ διανέμουσιν, οἷς ἐῤῥᾳθυμημένον τὸν βίον ἀνύειν οὐκ ἔστιν αἰδὼς, μονονουχὶ βοῶντες, ὡς κατόπιν ἰοῦσι τριχῶν οὐ παρέξει λαβὴν ὁ Καιρὸς, ἀλλ' ὄλισθον καὶ ἀποτυχίαν τοῦ ποθουμένου μακρὰν, τῆς ἐμπροσθίας ἤδη τοῦ χρόνου λαβῆς παρεῤῥυηκυίας, καὶ ὅλως ἀπηγορευκυίας ἅπαν τὸ ἁμιλλώμενον.
(Γ.) Ἐγὼ μὲν δὴ ταῦτ' εἰπὼν ἐπεπαύμην. τῷ δ' εὐθὺς ἀρχομένῳ λέγειν, ὧν ἡμῖν εἰκάζειν ἐκείνου ἐπῄει διὰ φιλίαν ἀρχαίαν, γνώρισμα τῶν ἁπάντων τοῖς λεγομένοις ὑπῆρχεν οὐδὲν, ὅ,τι μὴ πᾶν τοὐναντίον. καὶ γὰρ τὰ λεγόμενα πικρίαν ὑπέφαινεν οἰκουροῦσαν ἐν τῇ ψυχῇ, καὶ μάλα τοι σφόδρα βαθεῖαν· οὐχ οἵαν ἐπισπείρουσι βίων τινῶν περιστάσεις, ἔξωθεν ἐπεισρέουσαι, καὶ πόλεων πραγματικαὶ συμφοραὶ, τὸ πεδίον νεμόμεναι τῆς ψυχῆς· ἀλλ' οἵαν ἀδοξοῦντες βλαστάνουσι λογισμοὶ, τὰ πρεσβύτερά τε καὶ πολυχρονιώτερα τῶν νοσημάτων ἐμφωλεύοντα πάλαι προκατέχοντες, ὧν πατὴρ καὶ δημιουργὸς τὸ τῆς φιλοτιμίας ἀστάθμητον. εἶναι γὰρ τὴν φιλοτιμίαν μέγα τι ψυχῆς ἐμπύρευμα πρὸς τὰ καλὰ μὲν, ὅταν ἀκαπήλευτον κομιδῇ τῆς κρίσεως ἐξάγῃ τὸν τόκον· ὅταν δὲ κενοδοξίαν κατασπῶσιν ἐφεδρεύουσαι κῆρες, ψυχῆς λεληθότα νοσήματα, τότε δὴ μακρός τις γίνεται τοῦ παρόντος λόγου λόγος, εἴ τις ἔξωθεν ἀπαθῶς συνορῴη· καὶ ὁ πρὶν θαυμαζόμενος ἐπὶ τῷ μὴ θαυμάζειν πλοῦτον καὶ τρυφὴν καὶ τύχης εὐγένειαν φαυλίζεται μᾶλλον ἐπὶ τῷ μὴ φαυλίζειν κενοδοξίαν, μηδὲ τὸ κακὸν ἡγούμενος ἄδοξον, ἀλλὰ τὸ ἄδοξον κακὸν, κατὰ τὰ ἀντίστροφά τε καὶ τὴν θέσιν ἐκ διαμέτρου λαχόντα. ἔλαθε γὰρ αὐτὸς ἑαυτὸν οἰκείῳ καὶ ἐγκαρδίῳ πυρὶ καταστρατηγούμενος, καθεύδοντι μὲν ἐπὶ μακρὸν ἐνίοτε χρόνον δι' ἔνδειαν ὑπεκκαύματος, ἀναλάμποντι δ' ὀψὲ, καιροῦ καὶ τύχης οὐρίου τινὸς δραξαμένου πνεύματος. ἐπεὶ καὶ εἴωθεν ὡς τὰ πολλὰ πολλάκις ἡ τῶν ἐπαίνων ἔκπτωσις πρὸς μανιῶδες ἦθος ἐρεθίζειν τὸν ἐραστὴν καὶ ζηλότυπον, καὶ διὰ τῶν χρονικῶν ἐλέγχων ἐναργέστερον παριστᾷν, εἴδωλον ἀρετῆς καὶ οὐδαμῶς ἀρετὴν εἶναι τὸ μέχρι νῦν αὐτῷ διωκόμενον, καθάπερ τὰ μυθευόμενα πάλαι περὶ νεφέλης ὁμοῦ καὶ Ἰξίονος. ἀλλὰ ταῦτα μὲν σιγῆς ἐῤῥίφθω βυθοῖς. ἐπανιτέον δ' ἐκεῖσε.
(Δ.) Πρὸς γὰρ λόγων κατάστασιν ὁ φίλος ἐντείνας, καὶ τὰ πρὶν ἐπικαλύμματα παρωσάμενος ἅπαντα, πᾶς τῶν ἐγκωμίων ἐγίνετο καὶ θειασμῶν τῶν τοῦ Παλαμᾶ καὶ ὅσα ἐγγέγραπταί οἱ ταῖς βίβλοις. «πάντα γὰρ αὐτῷ μοι,» φησὶ, «τεθέαται πρὸς ἀκρίβειαν, καὶ ἐξήτασται τελεώτατα· καὶ ὅλως οὐδὲν οὐδαμῆ συννενόηται, οὗ καθάπτεσθαι ἕξει τις τῶν ἁπάντων ὁπώσποτε καὶ ὁπωσοῦν, κἂν πάντα λίθον θέλῃ κινεῖν.» καὶ ἅμα ταῖς τοιαύταις ηὔχετο συναποθνήσκειν ὁμολογίαις, καὶ ὑπὲρ τούτων ἕτοιμος εἶναι μυρίας κακώσεις ὑφίστασθαι.
(Ε.) Ἐγὼ δ' ὑπολαβὼν «ἠξίουν ἔνια πρὸς τὸ σαφέστερον ἀναπτύσσειν, μηκύνοντά πως τὴν ἔνδειξιν, ἵνα καὶ αὐτὸς τελεώτερον ἔχω γινώσκειν, εἰ ἀληθῶς ἀνέγνως ἐκείνου τὰς βίβλους, καὶ εἰ ἔγνως ἀναγνοὺς, καὶ ὁποῖόν τί σοι τὸ τῶν ἐπαινουμένων κεφάλαιον πέφυκε. καὶ στρατιώτης γὰρ οὐχ ἵππον ὅτι ἐξ ἵππου ζητεῖ, ἀλλ' εἰ τῶν ἐπαινουμένων τις εἴη, καὶ ἅμα πρὸς τὴν χρείαν ἔργοις ἁρμόττων αὐτοῖς.» ἅμα δ' αὐτῷ παρεισῆγον καί τινας ῥήσεις τῶν ἐκείνου βλασφήμων βιβλίων ἐγώ. «Ἱκανὰ μὲν οὖν,» φησὶ, «καὶ ταῦτα πεῖσαι, μήτε κτιστὴν ὑπάρχειν τὴν διδομένην καὶ λαμβανομένην τοῖς κεχαριτωμένοις τοῦ πνεύματος χάριν τε καὶ ἐνέργειαν (αὕτη γάρ ἐστι τὸ πνεῦμα τὸ ἅγιον) μήτε τὴν οὐσίαν εἶναι τοῦ πνεύματος.» καὶ μετ' ὀλίγον· «αὕτη γὰρ καθ' ἑαυτὴν ἡ θεία μετεχομένη τε καὶ λαμβανομένη φύσις ἢ φυρμὸν πείσεται, ἢ τὴν παθητὴν ἐξαναλώσει φύσιν, πρὶν ἂν ληφθῇ.» ὁρᾷς πῶς τὴν ἔνσαρκον οἰκονομίαν σαφῶς ἀναιρεῖ, καθὰ καὶ ἀνωτέρω που δεδείχαμεν; καὶ πάλιν· «τί ἔτι σύνθεσιν δέδοικας ἐπὶ τοῦ Θεοῦ, καὶ τῶν ἐνεργειῶν ἀκτίστων οὐσῶν τε καὶ λεγομένων; πολλῷ μᾶλλον δέδιθι, μὴ κτίσμα ποιήσῃς τὸν Θεὸν, τὰς αὐτοῦ φυσικὰς ἐνεργείας ἡγούμενος κτιστὰς, ὡς διαφόρους τῆς οὐσίας.» καὶ πάλιν· «ἡμῖν δ' οὐδεμία ποτ' ἔσται λέξις ἀποχρῶσα πείθειν, τὰς ἐνεργείας τοῦ θείου πνεύματος, ἃς ὁ Προφήτης κεφαλαιωδῶς ἑπτὰ προσεῖπε, μετὰ τῶν κτισμάτων τάττειν. τῶν δὲ θείων καὶ φυσικῶν τοῦ Θεοῦ ἐνεργειῶν μία καὶ ἡ κρίσις. ἆρ' οὖν καὶ αὕτη τῶν κτισμάτων ἓν, καθὰ Ἀβραὰμ ἔφη· ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν;» καὶ πάλιν· «πῶς οὐκ ἄκτιστος ἡ χάρις, δι' ἣν καὶ οἱ μετεσχηκότες αὐτῆς ἄναρχοι καὶ ἄκτιστοι καὶ ἀτελεύτητοι καὶ ἀΐδιοι;»
(Στ.) Ἐμοῦ δὲ καὶ πλείους πολλῶν τῶν τοιούτων ἐκείνου βλασφημιῶν παρενείρειν ἐθέλοντος, ἀνέκοψε τὸν λόγον ὁ φίλος, καὶ μακροὺς τοῦ Παλαμᾶ διεξῆλθεν ἐπαίνους. ἔπειτα πρῶτον μὲν κἀκεῖνος ἀκτίστων ἐνεργειῶν εἶναι πλῆθος σαφῶς ὡμολόγει τε καὶ ἐπῄνει, τῆς οὐσίας πάντη διωρισμένας. δεύτερον δ', ὅτι πνεῦμα ἅγιόν τε καὶ ἄκτιστον οὐχ ἓν ἔλεγεν εἶναι, οὐδ' ἑπτὰ μόνον (ὁποῖα καὶ τῷ Χριστῷ προείρηκεν Ἡσαΐας ἐπαναπαύσεσθαι) ἀλλ' ἑβδομηκοντάκις ἑπτὰ, καὶ ὅσα πρὸς τούτοις δύναιτο ἄν τις τῇ διανοίᾳ περιλαμβάνειν, καὶ ἀπειράκις ἄπειρα· μεθ' ὧν καὶ τὰς ἐπὶ τῶν ἀποστόλων πυρίνας φανείσας δώδεκα γλώσσας τακτέον ἔλεγεν εἶναι καὶ τὴν ἐπὶ τοῦ Χριστοῦ βαπτιζομένου φανεῖσαν περιστεράν. ταῦτα γὰρ ποτὲ μὲν πνεύματα καλεῖν οἶδεν ἡ γραφὴ, ποτὲ δ' ἐνεργείας ἀκτίστους καὶ χάριτας καὶ δυνάμεις. καὶ ταύτας μὲν εἶναι τὰς τοῖς κτίσμασι μεθεκτὰς, καὶ πρὸς τούτοις ἀκτίστους γίνεσθαι τοὺς ἀνθρώπους, καὶ ἁγιάζεσθαι τὰ ἁγιαζόμενα πάντα, τά τε ἄλλα καὶ τὸ θεῖον ἡμῶν βάπτισμα, καὶ πρός γε ὁ θυόμενος καὶ μεταλαμβανόμενος ἡμῖν ἄρτος ἐν ταῖς θείαις μυσταγωγίαις· τὴν δὲ θείαν οὐσίαν παντάπασιν εἶναι ἀμέθεκτον ἅπασι.
(Ζ.) Καὶ ἐπὶ τούτοις ὁ συμμαχικὸς εἰσήγετο πόλεμος μετὰ τῶν ὑποδειγμάτων· λέγω δὴ τὸν σύν γε αὐτῷ πρὸς τῆς πατριαρχικῆς γερουσίας ἐληλυθότα ἡμῖν, τῶν ἐλλογίμων εἶναι λεγόμενον καὶ αὐτόν. ὃς δὴ καὶ λέγειν παρεσκευακὼς ἑαυτὸν τὰ ἐνδέοντα δριμύτερον ἡμῖν ἀντέστησε καὶ ἦθος καὶ ὀφθαλμόν. πᾶσι γὰρ ἐξῆν ἤδη τὰς ἐμὰς πατεῖν καὶ περιφρονεῖν τύχας, μεμονωμένου τε ἅμα καὶ παντοδαποῖς πανταχόθεν περιειλημμένου τοῖς δεσμοφύλαξι· καθάπερ καὶ δρυὸς πεσούσης πᾶσιν ἐξείη, ὥς φασιν, ἀνδράσι ξυλεύεσθαι· αἰδὼς δὲ πᾶσα καθ' ὑγρῶν (ὡς ἔοικεν) ἐῤῥύη, καὶ ἄμπωτις ἀφελομένη κατεβάπτισε. δριμύτερον οὖν ἐκείνῳ τὴν τοιαύτην διαδεξαμένῳ πάλην τὸν περὶ ἀμεθέκτου καὶ μεθεκτοῦ δι' ὑποδείγματος ἐπῄει λόγον. «Καὶ δὴ καὶ καθάπερ,» φησὶν, «ἐπὶ τοῦ ἡλίου, τῆς μὲν οὐσίας, ἀκινήτου μενούσης ἐν οὐρανῷ, μετέχειν οὐκ ἔχομεν· τῆς δὲ φωτιστικῆς ἐνεργείας αὐτοῦ, πρὸς ἡμᾶς κατιούσης, μετέχομεν· οὕτω κἀπὶ θεοῦ χρὴ νοεῖν. τῆς γὰρ οὐσίας αὐτοῦ καθημένης ἐν οὐρανῷ (ὃν θρόνον εἴρηκεν ἡ γραφὴ θεοῦ) μετέχειν οὐκ ἐφικνούμεθα· μετέχομεν δ' οὖν τῆς ἐνεργείας αὐτοῦ καὶ τῆς βουλήσεως καὶ ζωῆς καὶ δυνάμεως καὶ ἰσχύος, ἄνευ οὐσίας πρὸς ἡμᾶς κατιούσης ἑκάστης καὶ ποιούσης ἀκτίστους· ἄλλης μὲν οὔσης, καὶ μακρὸν τὸ διάφορον ἐκ τῆς οὐσίας ἐχούσης· θεότητος δ' οὔσης καὶ αὐτῆς, ἀκτίστου μὲν, ὑφειμένης δ' οὖν.» ταῦτα δ' αὐτοῦ διεξιόντος, κῦμα καὶ σάλον εἶχε τὸ ἦθος αὐτοῦ· καὶ ἐνέκειτο μάλα σφοδρῶς, ἐκ τοῦ μείζονος ἀπαιτῶν, ὁπότερον ἂν ἑλοίμην αὐτὸς δυοῖν ὄντοιν πραγμάτοιν, ἀντιθέσεως καὶ συγκαταθέσεως.
(Η.) Ὑπολαβὼν γοῦν ἐγὼ πρὸς δύο τὴν παροιμίαν μηδὲ τὸν Ἡρακλέα διδοῦσαν ἀκούω τὸ δύνασθαι πρὸς ἀντίπαλον ἔφασκον μάχην. «ἐγὼ δὲ καὶ μόνος ὢν ἐνταυθοῖ, καὶ δέσμιος, καὶ μηδὲ βραχὺ τὸ θαῤῥεῖν ἔχων ἐκ τοῦ καιροῦ, πρὸς δύο τὸν ἀγῶνα ποιεῖσθαι ἀναγκαζόμενος, τεθαῤῥηκυίας ὁπλίσαντας ἐν ταὐτῷ καὶ γλώττας καὶ γνώμας, ἐν ἀμαρτύρῳ σταδίῳ τὰ κατὰ βούλησιν ἅπαντα λέγειν ἀφόβως ἐχούσας καὶ ἀποφαίνεσθαι, καὶ διαβάλλειν πρὸς ἀπόντας ἀπιόντας, μήτ' ἐμοῦ παρόντος, μήτ' οὐδενὸς ἑτέρου τοῦ τὴν ἀλήθειαν ἀντ' ἐμοῦ μαρτυρήσοντος, ἐν στενῷ κομιδῇ τὴν τῆς ἀμηχανίας ὁρῶ μοι περίστασιν ἑστηκυῖαν. ὄντος γὰρ ἑκατέρου κομιδῇ φορτικοῦ, τοῦ τε σιγῇ τὰς τῆς νῦν ἀκοῆς ἐνεγκεῖν τρικυμίας καὶ τοῦ παραχρῆμα τοὺς τῆς ἀτοπίας ἐλέγχους κομίζειν ὑμῖν, οὓς τἀμὰ διαβάλλειν οὐδὲν τῶν ἁπάντων ἐπὶ τῆς ἐρημίας ταύτης κωλύσει, δύσεργός μοι καὶ μάλα δυσέμβολος ἡ ἐπιχείρησις πρὸς ἑκάτερον ἀναφαίνεται. ἀναιμάκτου γὰρ οὔσης τῆς μάχης, καὶ τῶν λογικῶν ξιφῶν καὶ τραυμάτων τὰς ἀντερείσεις τῆς ἀσωμάτου ψυχῆς δεχομένης, εὐδιάβολα μὲν διὰ τὸ ἀφανὲς φανεῖται τὰ τροπαῖα, ἀγχίστροφος δ' ἡ τῆς γλώττης διάθεσις, πρὸς τὴν τῆς γνώμης αἵρεσιν καπηλεύουσα τὴν γνώμην τῆς κρίσεως. ἔπειτα οὐδ' ἔχω πῶς ὀνομάσω τὴν παράταξιν ἐγὼ τοῦ τοιούτου πολέμου. οὔτε γὰρ μονομαχία τίς ἐστι, δύο καθ' ἑνὸς ὁπλιζομένων γλωσσῶν· οὔτε μὴν στρατευομένων καὶ βλεπόντων ἔξωθεν ἕστηκε πλῆθος, ἵν' ἐμφανὲς ᾖ τῶν ἀγωνιζομένων τὸ στάδιον, ὥσπερ οἷον πολεμικαὶ περιτρέχουσι καὶ περιηχοῦσι σάλπιγγες, τὰ παρακλητικὰ συγκροτοῦσαι τῶν ἐν ὑπαίθροις πολέμων· ὡς ἀναγκάζεσθαί με λοιπὸν ἀμφίστομον τὸ τῆς ἡμετέρας τιθέναι φάλαγγος πρόσωπον τήμερον· ἵν' οὑτωσὶ πρὸς ἑκατέρας τὰς γλώττας ἐφικνῆταί πως καὶ τὰ ἡμέτερα, νῦν μὲν ἀθλοθέτην καὶ δικαστὴν ἀδέκαστον ἔχοντα τὸν ἀκοίμητον ὀφθαλμὸν τοῦ θεοῦ, ὑπὲρ οὗ τοὺς ἄθλους ἀνύω τούτους· ὕστερον δὲ, καὶ τῶν ὅσοι μὴ πάρεισι νῦν οὐκ ὀλίγους· παραπομποῖς χρησάμενον τοῖς ἡμετέροις γράμμασιν, εἰ χρόνον ἡμῖν παράσχοι θεὸς βραχείας μέν τινος ζωῆς, ἐλευθέρας δ' οὖν.»
(Θ.) «Τὸ μὲν οὖν τὰ ζητούμενα ὡς ὁμολογούμενα τίθεσθαι, πολλὴν,» ἔφην, «ἀμαθίαν τοῦ δρῶντος κατηγορεῖ, καὶ ἅμα πολύν τε ὀφλισκάνει τὸν τῆς αἰσχύνης ἔλεγχον καὶ μεσημβρινῆς ἀκτῖνος περιφανέστερον. ἡλίου γὰρ τὴν μὲν οὐσίαν αὐτῷ οὐρανίῳ ἐγκαθιδρύων ἐδάφει τὴν ἐνέργειαν αὐτοῦ κατιέναι συγχωρεῖς πρὸς ἡμᾶς, ἀνούσιον καθ' ἑαυτὴν, οὐσίαν μὲν τὸν ἡλίου δίσκον ἀποφαινόμενος· ἐνέργειαν δὲ ἀνούσιον, ἐκείνου τὸ φῶς. ἐχρῆν οὖν σοι δεικνύειν πρότερον μὲν, εἰ καὶ τοῖς σοφοῖς διδασκάλοις τῆς ἐκκλησίας, οἳ σὺν ἐπιστήμῃ λέγουσιν ἃ λέγουσι, νομίζεταί τε καὶ συνδοκεῖ τὰ τοιαῦτα· εἶναι δηλαδὴ τὸν μὲν δίσκον οὐσίαν ἡλίου· τὸ δὲ φῶς, ἀνούσιον ἐνέργειαν καὶ δύναμιν καὶ συμβεβηκὸς εἰς ἡμᾶς ἐνεργοῦν ἰδίᾳ, καὶ χωρὶς ὑποκειμένης οὐσίας συγκατιούσης ἄχρις ἡμῶν· ἔπειτα δεικνύειν καὶ εἰ δυνατὸν, ἐκ τῶν αἰσθητῶν καὶ ὑλικῶν οὐσιῶν ἀκριβεῖς καταλήψεις δύνασθαι γίνεσθαι τῶν ἀσωμάτων καὶ νοητῶν, καὶ ἅμα τῆς τούτων ἁπάντων ἐπέκεινα θείας οὐσίας, ἣν ὑπὲρ πᾶν ὄνομά τε καὶ νόημα τῶν ἁγίων ἀκούομεν εἶναι· τὰ δ' ἐν τῷ παντὶ θεωρούμενα θαύματα τῶν θεολογικῶν ὀνομάτων τὴν ὕλην διδόναι, δι' ὧν σοφὸν, δυνατὸν, ἀγαθὸν, ἅγιον, μακάριόν τε καὶ ἀΐδιον, κριτὴν καὶ σωτῆρα, καὶ τὰ τοιαῦτα, κατονομάζομεν· ἅπερ πάντα, ποιότητά τινα βραχεῖαν τοῦ θείου μύρου ἐνδεικνύντα, ἡ πᾶσα κτίσις, διὰ τῶν ἐνθεωρουμένων θαυμάτων, σκεύους τινὸς μυρεψικοῦ δίκην, ἐν ἑαυτῇ ἀπεμάξατο. καὶ ὁ ὑπὲρ πᾶν ὄνομα ὢν ἡμῖν πολυώνυμος γίνεται, κατὰ τὰς τῶν εὐεργεσιῶν ποικιλίας ὀνομαζόμενος· φῶς μὲν, ὅταν ἐξαφανίζῃ τῆς ἀγνοίας τὸν ζόφον· ζωὴ δ', ὅταν ἀθανασίαν χαρίζηται. σὺ δ' οὔθ' ἣν παράγεις ἡμῖν ἐκ τῶν φαινομένων ἀπόδειξιν συνορᾷν ἔχεις, οὔθ' ἃ βούλει γνωρίζειν ἡμῖν ὑπὲρ αἴσθησιν οἶδας. ἀλλὰ καὶ ταῦτα βλέπων ἀγνοεῖς· κἀκεῖνα, μὴ βλέπων, οὐκ ἄν ποτε γνοίης· πῶς γὰρ, δι' ἀγνοίας ἄγνοιαν καὶ δι' ἀπάτης ἀπάτην κατασκευάζειν πειρώμενος; ἡδέως δ' ἄν σε ἐροίμην, πῶς τῶν ἁγίων διαῤῥήδην ταῦτα λεγόντων καὶ διδασκόντων διὰ παντὸς οὐ συνῆκας αὐτός; δυοῖν γὰρ ἕποιτ' ἂν θάτερον· ἢ γὰρ οὐκ ἀναγνοὺς ὅλως ἀπὸ κοιλίας φωνεῖς τήμερον, καὶ ὡς παίζοντος σοῦ καταφρονοῦμεν· ἢ λοιπὸν ἀναγνόντι σοι δυοῖν αὖθις ἕπεται θάτερον· ἢ γὰρ οὐκ ἔγνως, ὃ τῶν ἀσυνέτων ἐστὶ τεκμήριον· ἢ γνοὺς ἑκὼν βλασφημεῖς, τῷ σῷ διδασκάλῳ πειθόμενος ἀπραγμόνως, ὡς ἔοικε, Παλαμᾷ. διὸ καὶ πᾶσαν αὐτῷ βλασφημίας ἔννοιαν ἐπιῤῥίπτων τὸν Ἐνδυμίωνος ὕπνον καθεύδεις αὐτὸς, κουφοτέραν σοι διὰ τοῦτο τὴν δίκην, ἐνταῦθα μὲν τῆς τῶν ἀνθρώπων αἰσχύνης ποιεῖσθαι νομίζων, ἐς δὲ τὸ μέλλον τῆς ἀθανάτου κολάσεως· ὥσπερ ἂν εἰ τῆς ἐκείνου θελήσεως ἐξηρτῆσθαι τὰ πράγματα πέπρωται, καὶ τὸ μένειν ἀθάνατον δύνασθαι δρᾷν τὸ κακόν· μὴ συνιεὶς, ὡς ῥᾷον ἀναλαβεῖν τὴν εὐσέβειαν ἅπερ ἠδίκηται, ἢ τὴν ἀσέβειαν ἔχειν ἅπερ ἠδίκησε. σὺ μὲν οὖν οὐκ οἶδ' ὃ κρίνεις βέλτιον σαυτῷ καὶ κουφότερον εἰς κακίαν, εἴτε τὴν ἀκούσιον ἄγνοιαν τῶν κακῶν, εἴτε τὸν τοῦ ἀκουσίου σχηματισμόν. Ἐγὼ δ' οὐκ οἶδ' αὖθις, ᾧ τὴν χείρω δίκην ἐπιῤῥίψω, τῆς τοῦ κακοῦ διανομῆς παραπλησίως ἐφ' ἑκάτερον σχιζομένης. εἰ μὲν γὰρ ἀγνοῶν ἀμωσγέπως ἀπείχου θεολογίας, ἥττω σοι πάντως τῆς καταδίκης τὴν ψῆφον ὁ τῆς ἀληθείας παρείχετο λόγος. οὐ γὰρ θέλων ἐνόσεις ἂν, ἀλλὰ νοσῶν ἤθελες ἄν. νῦν δ' εἰς τὴν θατέρου χώραν καὶ τοῦτο παραδυόμενον μείζω διὰ τὴν ἀναίδειαν τὴν τῆς κακίας κομίζεται ψῆφον. Καὶ ἵνα τὰ πλείω τῶν ἐνταῦθα λέγεσθαι ὀφειλόντων ἐάσω διὰ τὸ μῆκος, ἑνὸς καὶ δυοῖν μνησθήσομαι. ὁ θεῖος τοίνυν ἐκ Δαμασκοῦ τάδε φησὶν Ἰωάννης· “ὥσπερ ὁ ἥλιος εἷς μέν ἐστιν, ἔχει δὲ οὐσίας δύο, τοῦ τε φωτὸς, ὃ γεγένηται πρότερον, καὶ τοῦ τῇ κτίσει ἐφυστερίζοντος σώματος· δι' ὅλου τε τοῦ σώματος τὸ φῶς ἀδιαιρέτως ἥνωται, καὶ τοῦ σώματος ἐφ' ἑαυτοῦ μένοντος, πάσης τῆς γῆς ἐφαπλοῦται τοῖς πέρασιν· οὕτω καὶ ὁ Χριστὸς, φῶς ἐκ φωτὸς ἄναρχον ὂν καὶ ἀπρόσιτον, ἐν τῷ χρονικῷ καὶ κτιστῷ γενόμενος σώματι, εἷς ἐστι δικαιοσύνης ἥλιος.” ὁρᾶς πῶς ἑνὸς ὀνόματος δύο φησὶ τὰς ὑποκειμένας οὐσίας ὑπάρχειν, τὴν μὲν σῶμα, τὴν δ' ἀσώματον, ὥσπερ δὴ καὶ τὸν δικαιοσύνης ἥλιον Χριστόν· εἰκονίζων μὲν ἐκεῖθεν, ὅσον ἐφικτόν· ὀνομάζων δ' ἀνὰ μέρος ἑκάτερά τ' ἐκεῖνα καὶ τοῦτον, ἥλιον, κατὰ τοὺς τῆς ὁμωνυμίας τρόπους· καὶ δεικνὺς διπλᾶς καὶ τὰς οὐσίας εἶναι κἀνταῦθα κἀκεῖ, καὶ οὐ τὸ μὲν οὐσίαν, τὸ δ' οὔ· οὐδὲ τὸ μὲν ἀνυπόστατον ἐνέργειαν, τὸ δ' ὑφιστάμενον μὲν, ἀνενέργητον δὲ καθ' ἑαυτὸ, διϊσταμένης ἰδίᾳ τῆς ἐνεργείας ἀπείροις τοῖς τοπικοῖς διαστήμασιν. Ὅρα δὴ καὶ τὸν μέγαν ἐν θεολογίᾳ Γρηγόριον, φάσκοντα, ὡς “τοῖς μὲν ἀϊδίοις αὐτός ἐστι φῶς ὁ θεὸς, καὶ οὐκ ἄλλος. Τί γὰρ ἔδει φωτὸς δευτέρου τοῖς τὸ μέγιστον ἔχουσι· τοῖς κάτω δὲ καὶ περὶ ἡμᾶς πρώτην ἐκλάμπει τὴν τοῦ φωτὸς τούτου δύναμιν. καὶ γὰρ ἔπρεπε τῷ μεγάλῳ φωτὶ τῆς δημιουργίας ἐκ φωτὸς ἄρξασθαι, ᾧ λύει τὸ σκότος καὶ τὴν ἐπέχουσαν τέως ἀκοσμίαν καὶ ἀταξίαν· καὶ τοῦτο οὐκ ὀργανικὸν ἀπ' ἀρχῆς ἀναδείξας, οὐδ' ἡλιακὸν, ὡς ὁ ἐμὸς λόγος, ἀλλ' ἀσώματον καὶ ἀνήλιον· ἔπειτα δὲ καὶ ἡλίῳ δοθὲν, καταφωτίζειν πᾶσαν τὴν οἰκουμένην. ἐπειδὴ γὰρ τοῖς ἄλλοις τὴν ὕλην προϋποστήσας εἰδοποίησεν ὕστερον, ἑκάστῳ τάξιν καὶ σχῆμα καὶ μέγεθος περιθεὶς, ἵνα θαυματουργήσῃ τι μεῖζον, ἐνταῦθα τῆς ὕλης τὸ εἶδος προὐστήσατο. εἶδος γὰρ ἡλίου τὸ φῶς. μετὰ δὲ τοῦτο τὴν ὕλην ἐπάγει, τὸν ὀφθαλμὸν τῆς ἡμέρας δημιουργήσας τοῦτον τὸν ἥλιον.” ἰδοὺ καὶ οὗτος ἕτερον φάσκει τὸ φῶς τοῦ ἡλίου, καὶ πρὸ τοῦ ἡλιακοῦ μὲν σκεύους καθ' ἑαυτὸ ὑφιστάμενον, ἔπειτα δὲ καὶ ἡλίῳ δοθέν· ἥλιον μὲν ὀνομάζων τὸ σκεῦος, τὸ δὲ φῶς εἶδος αὐθυπόστατον τοῦ ἡλίου, εἴτ' οὖν οὐσίαν ἀσώματον καὶ ψυχὴν ἐκείνου τοῦ σώματος. οὐ γὰρ ἂν ἐνήργει καθ' ἑαυτὸ, μὴ ὂν αὐθυπόστατον· οὐδ' ἂν αὐθυπόστατον ἦν, μὴ ὂν οὐσία. ὡς γὰρ πᾶσαν οὐσίαν αὐθυπόστατον εἶναι ὁρίζονται πρᾶγμα, οὕτω δὴ καὶ ἅπαν αὐθυπόστατον πρᾶγμα, οὐσίαν. ἐπεὶ οὖν τὸ εἶδος ἐνταυθοῖ τοῦ ἡλίου, εἴτ' οὖν τὸ φῶς, ὁ ἅγιος καὶ πρὸ τῆς ὕλης (δηλαδὴ τοῦ σκεύους) δείκνυσιν ἔχειν ἔνεργον τὴν φωτιστικὴν ὑπόστασιν καὶ ὕπαρξιν οἴκοθεν, μηδαμῆ τῆς ὕλης ταύτης δεηθὲν, τὴν δ' ὕλην μᾶλλον τοῦ φωτιστικοῦ δεηθεῖσαν εἴδους, ἵν', ὡς εἰπεῖν, οὐσιωθῇ ψυχωθεῖσα· μᾶλλον ἂν εἴη τουτὶ τὸ φωτιστικὸν εἶδος ἡ οὐσία, ἢ τὸ ἡλιακὸν σκεῦος ἐκεῖνο, ὃ ὕλην εἶναί φησιν, οἷον ἀνείδεόν τε καὶ ἀνυπόστατον. εἶναι τοίνυν διὰ ταῦτα δεῖ καὶ τὸ θεῖον οὐσίαν αὐθυπόστατον καὶ ἀνενδεᾶ παντάπασι. τὸ γὰρ ἄλλου δεόμενον ὕστερον εἶναι πέφυκεν οὗ δεῖται, κἀκείνῳ δουλεύειν ἐξ ἀνάγκης, οὗ ἐστιν ἐνδεές. καὶ δεήσεται λοιπὸν θατέρου θάτερον. τῇ δὲ κυρίως ἀρχῇ γνήσιον τὸ ἀνενδεὲς, καὶ κυρίως εἶναι ἀνάγκη, καὶ πρότερον τοῦ ἐνδεοῦς. δεῖ γὰρ τὴν ἀρχὴν αὐτὸ τοῦτο εἶναι μόνον, ἀρχὴν, καὶ μὴ δεῖσθαι μηδενός. Φησὶ γὰρ καὶ ὁ θεῖος Μάξιμος· “μόνη ἁπλῆ καὶ μονοειδὴς καὶ ἀνενδεὴς καὶ ἄτρεπτος ἡ δημιουργικὴ τῶν ὅλων οὐσία τῆς ἁγίας Τριάδος. πᾶσα δὲ κτίσις σύνθετός ἐστιν ἐξ οὐσίας καὶ συμβεβηκότος καὶ ἐπιδεὴς ἀεὶ τῆς θείας προνοίας, ὡς οὐκ ἐλευθέρα τροπῆς. χρὴ οὖν μήτε συμβεβηκὸς ἐπὶ θεοῦ λέγειν, μήτε ποιότητα. τῶν γὰρ συνθέτων ταῦτα, πάντα δ' ὅσα ἔχει θεὸς, φύσει ἔχει καὶ οὐκ ἐπίκτητα.” εἴτ' οὖν οὐσίαν εἴποιμεν τὴν ἐνέργειαν ταύτην ἐπὶ θεοῦ, τῆς οὐσίας ἐκείνης διάφορον, εἴτε ποιότητα συμβεβηκυῖαν οὐσιωδῶς κατὰ σὲ, τὸ σφαλερὸν ἀνίατον. οὔτε γὰρ δύο οὐσίας δύναταί τις τῶν εὐσεβῶν θεϊκὰς ὀνομάσαι, καὶ δύο ποιητικὰς ἀρχὰς (ὡς ἄνω που δεδειχότες ἔφθημεν ἐν πολλαῖς διδασκάλων ἁγίαις γραφαῖς) οὔτε τῆς θείας οὐσίας ἐκείνης ποιότης ποτὲ νοηθῆναι δύναται διάφορος, ἢ καὶ οὐσιώδης. τὸ γὰρ οὐσιῶδες, μέρος οὐσίας φασὶν οἵ τε τῆς ἐκκλησίας σοφοὶ διδάσκαλοι, ὡς ἀνωτέρω δέδεικται, καὶ οἱ θύραθεν τῆς ἐπιστήμης τῶν λόγων εὑρεταὶ καὶ κανόνες καὶ στάθμαι. οὗ γὰρ ἀφαιρεθέντος κολοβοῦται τὸ ὅλον, μέρος ἀνάγκη τοῦτ' εἶναι τοῦ ὅλου. εἰ οὖν ἡ ἐνέργεια αὐτὴ μέρος ἐστὶ τῆς οὐσίας κατὰ σὲ, ὡς οὐσιώδης, εἰπὲ πῶς ἄλλο παρὰ τὴν οὐσίαν, ἢ πῶς μέρος τοῦ ἀμεροῦς; εἰ δὲ ποιότης διάφορος, πῶς χωρὶς ὑποκειμένου δύναται νοηθῆναι ἢ φανῆναι; οὐδὲ γὰρ ἄνευ ὑποκειμένου σχοίη ποτ' ἂν ὕπαρξιν· τὸ δὲ μὴ ὑπάρχον πῶς θεός; ὁρᾷς πῶς διὰ τῆς ἐνεργείας ταύτης εἰς ἀθεΐαν ὁ Παλαμᾶς ἐλαύνει τοὺς νῦν ἀμαθεῖς τῆς ἐκκλησίας προστάτας; Ἔπειτα πῶς διάφορον; “οὐδὲν τῷ θεῷ τὸ παράπαν ἐξ ἀϊδίου συνθεωρεῖται κατ' οὐσίαν διάφορον, οὐκ αἰὼν, οὐ χρόνος, οὐδέ τι τῶν τούτοις ἐνδιαιτωμένων. οὐ γὰρ συμβαίνουσιν ἀλλήλοις ποτὲ τὸ κυρίως εἶναι καὶ οὐ κυρίως.” καὶ πάλιν· “ἐπὶ θεοῦ τὸ ὢν καὶ τὸ ἀγαθὸς καὶ τὸ θεὸς καὶ τὸ δημιουργὸς καὶ τὸ ὑπερούσιος καὶ τὸ ἄπειρος καὶ τὸ ἀθάνατος καὶ τὰ τοιαῦτα οὐ λέγομεν οὐσιώδεις διαφορὰς, ἵνα μὴ σύνθετον αὐτὸν ἐκ τούτων δογματίσωμεν, ἀλλὰ προσηγορίας τινῶν μὲν ἐμφατικὰς τῶν θεωρουμένων περὶ αὐτὸν, οὐδενὸς δὲ τῶν κατὰ τὴν οὐσίαν αὐτοῦ καὶ φύσιν δηλωτικάς. τινὰ μὲν γὰρ πρέποντα τῇ θείᾳ φύσει σημαίνουσιν, οὐκ αὐτὴν δὲ τὴν φύσιν μηνύουσιν, ὅπερ ἴδιον τῶν οὐσιωδέων καὶ συστατικῶν διαφορῶν.” καὶ πάλιν· “πᾶσα οὐσία, τὸν ἴδιον ὅρον ἑαυτῇ συνεισάγουσα, τουτέστιν ὁριζομένη, ἀρχὴ πέφυκεν εἶναι τῆς ἐπιθεωρουμένης αὐτῇ κατὰ δύναμιν κινήσεως, πᾶσα δὲ οὐσιώδης πρὸς ἐνέργειαν κίνησις μεσότης ἐστὶ μετεπινοουμένη μὲν τῆς οὐσίας, προεπινοουμένη δὲ τῆς ἐνεργείας. καὶ πᾶσα ἐνέργεια, τῷ καθ' ἑαυτὴν λόγῳ φυσικῶς περιγραφομένη, τέλος ἐστὶ τῆς πρὸ αὐτῆς κατ' ἐπίνοιαν θεωρουμένης οὐσιώδους κινήσεως. ὁ δὲ θεὸς οὔτε ἀρχή ἐστιν, οὔτε μεσότης, οὔτε τέλος. ταῦτα γὰρ τῶν χρόνῳ διαιρετῶν εἰσι γνωρίσματα· εἴποι δ' ἄν τις, ὅτι καὶ τῶν αἰῶνι συνορωμένων. ὁ γὰρ χρόνος, μετρουμένην ἔχων τὴν κίνησιν, ἀριθμῷ περιγράφεται· ὁ δὲ αἰὼν, συνεπινοουμένην ἔχων τῇ ὑπάρξει τὴν πότε κατηγορίαν, πάσχει διάστασιν, ὡς ἀρχὴν τοῦ εἶναι λαβών. εἰ δὲ χρόνος καὶ αἰὼν οὐκ ἄναρχα, πολλῷ μᾶλλον τὰ ἐν τούτοις περιεχόμενα. ὁ θεὸς τοίνυν, οὔτε οὐσία ὢν, ἵνα μὴ ἀρχὴ νομισθείη· οὔτε δύναμις, ἵνα μὴ μεσότης· οὔτε ἐνέργεια, ἵνα μὴ τέλος· ἔστιν οὐσιοποιὸς καὶ ὑπερούσιος ὀντότης, καὶ δυναμοποιὸς καὶ ὑπερδύναμος πανσθένεια, καὶ πάσης ἐνεργείας δραστικὴ καὶ ἀτελεύτητος ἕξις καὶ, συντόμως εἰπεῖν, πάσης οὐσίας καὶ δυνάμεως καὶ ἐνεργείας ἀρχῆς τε καὶ μεσότητος καὶ τέλους ποιητική.” ὁρᾷς ὅπως οὔτε κατ' οὐσίαν διάφορον, οὔτε καθ' οἷον δή τινα τρόπον, ποιότητα συγχωροῦσιν οἱ θεῖοι πατέρες ἐπὶ τῆς θείας δογματίζειν ἐκείνης οὐσίας; “ὥσπερ γὰρ ἡ μονὰς οὐκ ἂν,” φησὶ, “τμηθείη εἰς μονάδας δύο (ἡ γὰρ εἰς ταῦτα διαιρουμένη οὐκ ἂν εἴη μονὰς, ἀλλὰ δυάς), οὕτω ἡ ἑνὰς, κατὰ τὴν ἄκραν ἕνωσιν, οὐκ ἂν εἰς δύο διαιρεθείη φύσεις. οὐ γὰρ ἁπλοῦς ἔσται, φησὶν, ὁ τῶν ὅλων θεὸς ἔτι τὴν φύσιν, εἴπερ ἐστὶν ἑτέρα παρ' αὐτὸν ἡ ἐν αὐτῷ ζωή. εἴη δ' ἂν καὶ μείζων αὐτοῦ, καὶ ἐν ἀμείνοσιν ἀσυγκρίτως, ὁ ὡς οὐκ ἔχοντι δοὺς τὴν ζωὴν, εἴπερ ὅλως ἁλοίη λαβών.” Ἀλλ' ὁ ὑμέτερος διδάσκαλος Παλαμᾶς (δεῖ γὰρ ἐκείνῳ περιγράφειν τὰς τῶν τοιούτων αἰτίας κακῶν, οὐ μόνοις ὑμῖν ἐκείνῳ μαθητευθεῖσιν ἐγκαλεῖν) οὐ μεθ' ὑποστολῆς τινος, οὐδ' αἰνιγματωδῶς πως, ἀλλ' ἀναιδῶς καὶ διαῤῥήδην, κυρίως θεότητας δογματίζει τὴν ἐνέργειαν, καὶ ἅμα ζωὴν καὶ σοφίαν καὶ βούλησιν καὶ φρόνησιν καὶ ἰσχὺν, καὶ τὰ τοιαῦτα, καὶ ἀσυγκρίτως ἀμείνω τῆς οὐσίας ἕκαστα, διάφορά τε ὄντα τῆς οὐσίας καὶ ἀλλήλων. περὶ ὧν καὶ ὁ θεῖος ἔφθη προειρηκὼς Ἀθανάσιος· “ὡς οἱ ἀσεβεῖς οὐ θέλουσι λόγον καὶ σοφίαν καὶ βουλὴν ζῶσαν εἶναι τὸν υἱὸν, περὶ δὲ τὸν θεὸν φρόνησιν καὶ βούλησιν καὶ σοφίαν, ὡς ἕξιν συμβαίνουσαν καὶ ἀποσυμβαίνουσαν.” καὶ αὖθις ὁ μέγας ἔφησε Μάξιμος· “μὴ ἕξεις καὶ ἐπιτηδειότητας ζητήσῃς ἐπὶ τῆς ἁπλῆς καὶ ἀπείρου οὐσίας τῆς ἁγίας τριάδος, ἵνα μὴ σύνθετον αὐτὴν δογματίσῃς, ὥσπερ τὰ κτίσματα. πάντα γὰρ ὅσα ἔχει ὁ θεὸς, φύσει ἔχει καὶ οὐκ ἐπίκτητα.” καὶ πάλιν· “ὁ θεὸς οὐ ποιοτήτων, ἀλλ' οὐσιῶν πεποιωμένων, ἐστὶ δημιουργός.” ὁρᾷς ὡς ἕξεις καὶ διαθέσεις καὶ ποιότητας πάσας ἀλλοτριοῦσι παντάπασι τῆς θείας οὐσίας, διὰ τὸ μὴ εἶναι καθ' ἑαυτὴν οὐδεμίαν συνθέσεως ἄνευ. ἀλλ' ὁ σὸς Παλαμᾶς οὐ βούλεται τοῦτο, οὐδὲ δύναται γινώσκειν, ὡς τὰ ἑκτὰ πάντα καὶ αἱ ἕξεις αὐταὶ ληπταὶ τοῖς ἔχουσι ποιήμασίν εἰσι, δεκτικοῖς οὖσι τῶν ἔξωθεν ἐπιγινομένων. καὶ εἰ μὴ λάβοι τις, οὐδ' ἕξει. “τί γὰρ ἔχεις,” φησὶν, “ὃ οὐκ ἔλαβες;” ὥσθ' ὃ ἔχει τις, ἀλλότριόν τέ ἐστι καὶ ἐπείσακτον· ὥσπερ καὶ τὰ ἔξωθεν οὑτωσί πως ἐπεισιόντα ταῦτα νοήματα τύποι γίνονται καὶ αὐτὰ καὶ παθήματα ταῖς ὑποκειμέναις ψυχαῖς, παθηταῖς οὔσαις φύσει. ἐπὶ θεοῦ δὲ τὸ ἔχειν τὰ πρὸς ἡμᾶς ὀνομαζόμενα τίμιά τε καὶ ἀγαθὰ, καταχρηστικῶς λέγεται, οὐ κυρίως. ἀπαθὴς γάρ. ἢ λεγέτω μοί τις παρελθών· πόθεν καὶ παρὰ τίνος ἔχει λαβὼν πρεσβυτέρου καὶ μείζονος, ἢ τελειοτέρου; ἦν μὲν γὰρ αὐτὸς ἀεὶ φύσει πάντα τἀγαθά· παρωνόμασται δ' αὐτὰ πρὸς τῶν ἀνθρώπων ὕστερον, ἀφ' οὗ πρὸς ἔννοιαν τῶν ἐνταῦθα καλῶν καὶ τιμίων ἐληλύθεσαν, καὶ διαιρεῖν ἐκ τῆς χείρονος ἔγνωσαν μοίρας. καὶ οὐρανὸς γὰρ, σφαιρικός τε καὶ ἀεικίνητος καὶ πρὶν ἀνθρώπους εἶναι ὑπάρχων, ὅμως ἔγνωσται καὶ προσωνόμασται πρὸς ἀνθρώπων ὕστερον, ἃ πρότερον αὐτὸς ἦν. “οἰκτίρμων γὰρ,” φησὶ, “καὶ ἐλεήμων ὁ κύριος, μακρόθυμος καὶ πολυέλεος.” τί τοίνυν; ταῦτα λέγουσιν ἐνεργείας ἔχειν τὴν σημασίαν, ἢ φύσεως; οὐκ ἄν τις ἄλλο τι παρὰ τὴν ἐνέργειαν εἴποι. πότε τοίνυν ἐνεργήσας τοὺς οἰκτιρμοὺς ὁ θεὸς καὶ τὸν ἔλεον ἔσχεν ἐκ τῆς ἐνεργείας τοὔνομα; ἆρα πρὸ τῆς ἀνθρωπίνης ζωῆς; καὶ τίς ὁ τοῦ ἐλέους δεόμενος; ἀλλὰ μετὰ τὴν ἁμαρτίαν πάντως· ἡ δ' ἁμαρτία μετὰ τὸν ἄνθρωπον. οὐκοῦν μετὰ τὸν ἄνθρωπον καὶ ἡ τοῦ ἐλεεῖν ἐνέργεια καὶ τοῦ ἐλέου τὸ ὄνομα. Καὶ ὁμοίως ὁ μέγας φησὶν Ἀθανάσιος· “οὐχ αἱ λέξεις τὴν φύσιν παραιροῦνται· ἀλλὰ μᾶλλον ἡ φύσις τὰς λέξεις εἰς ἑαυτὴν ἕλκουσα μεταβάλλει. καὶ γὰρ οὐ πρότεραι τῶν οὐσιῶν αἱ λέξεις· ἀλλ' αἱ οὐσίαι πρῶτον, καὶ δεύτεραι τούτων αἱ λέξεις. ὁ γὰρ θεὸς, ἁπλοῦς ὢν καὶ ἀσύνθετος φύσει, ἁπλῶς καὶ μονοειδῶς τὰ φύσει πάντα πέφυκεν εἶναι καλὰ ὑπὲρ νοῦν καὶ λόγον ἀνθρώπινον. τὰ δ' ἐν κόσμῳ καλὰ θέσει καὶ οὐ κυρίως εἰσὶ, καὶ εἰκόνες ἀμυδραὶ τῶν ἐκείνου καλῶν.” ἡμεῖς δ' ὑστερογενεῖς ὄντες ὑστερογενῆ καὶ τὰ ἀγαθὰ διδασκόμεθα ὄντα διὰ τῆς πείρας· κἀντεῦθεν καὶ πρὸς θεὸν τὰ τοιαῦτα ἀνάγοντες ἐκ πάντων αὐτὸν παρονομάζομεν, ἅ ἐστιν αὐτὸς φύσει καὶ οὐχ ὡς ἐξ αὐτῶν ὁμοίως ἡμῖν συγκείμενος. ὀνόματα γάρ εἰσι ταῦτα καὶ νοήματα τῶν ἡμετέρων ψυχικῶν ὠδίνων, ὅσαι πολυπραγμονεῖν τολμῶσι θεὸν, ἐν προθύροις αὐλιζομένων τοῦ ἀδύτου, καὶ οὐδὲν μὲν τῶν ἐκείνου ἐξαγγέλλειν ἐχουσῶν, τὰ δ' οἰκεῖα πάθη περὶ αὐτὸν καὶ τὰς ἀπορίας τε καὶ διαπτώσεις μηνυουσῶν ἑαυτῶν, οὐδὲ σαφῶς, ἀλλὰ δι' ἐνδείξεων καὶ ταῦτα, καὶ τοῖς ἐπαΐειν καὶ τούτων δυναμένοις. ἀλλ' ὁ ὑμέτερος διδάσκαλος Παλαμᾶς πάντα τὰ θεοπρεπῆ ὀνόματά τε καὶ νοήματα θεότητας ἀκτίστους νομίζει, διῃρημένας ἀλλήλων καὶ ἀτελεῖς καθ' ἑαυτὰς, αἷς συνάπτει καὶ τὴν κρίσιν τοῦ θεοῦ καὶ τὴν αἰδεσιμότητα αὐτοῦ, καὶ μυρίας καὶ ὅσας δείξομεν, εἰς μέσον προαγαγόντες αὐτὰς τὰς ῥήσεις αὐτοῦ (καθὰ καὶ ἀνωτέρω που πεποιήκαμεν ὀλιγάκις τε καὶ μετρίως) μὴ συνιεὶς τῶν ἁγίων λεγόντων· “πιστεύομεν εἰς ἕνα θεὸν, μίαν ἀρχὴν ἄναρχον, ἄκτιστον, καὶ τὰ ἑξῆς, μίαν ἐξουσίαν, μίαν κυριότητα, μίαν βασιλείαν, ἐν τρισὶ τελείαις ὑποστάσεσι γνωριζομένην τε καὶ προσκυνουμένην μιᾷ προσκυνήσει.” ἰδοὺ γὰρ τὰς πολλὰς ὑφ' ἡμῶν ἀναγομένας τῷ θεῷ προσωνυμίας ὁ πολὺς Ἰωάννης ἑνὶ συνέκλεισε καὶ μοναδικῷ συμπεράσματι. εἰ γὰρ ταὐτὸν κατά τι φύσει καὶ ἄκτιστον ἔχει τὸ πλῆθος τῶν Παλαμικῶν ἀκτίστων θεοτήτων, οὐ πλῆθος ἂν εἴη τὸ πλῆθος, ἀλλὰ μονάς· καὶ λέληθεν ἆρα ταὐτὸν τῇ οὐσίᾳ φάσκων αὐτὰς, καὶ μὴ νοῶν ὑγιῶς ἅ φησιν ὑγιῶς. τὸ γὰρ ταὐτὸν, οὐχ ἕτερον, οὐδὲ πλῆθος τῇ φύσει τε καὶ οὐσίᾳ. εἰ δὲ χάριτι, καθάπερ καὶ τοὺς ἀνθρώπους νομοθετεῖ, λέληθεν ἆρα ταὐτὸν τοῖς ἀνθρώποις φάσκων τὸ πλῆθος τῶν ἀκτίστων τούτων θεοτήτων· καὶ γίνεταί οἱ τὸ ἄκτιστον οὐκ ἄκτιστον, ἀλλὰ κτιστόν. ἑνίζονται γὰρ τὰ πολλὰ τῷ ταὐτῷ τῆς ὑπάρξεως, φύσιν ἐχόντων ἀλλήλοις τῶν μὴ ἑτέρων ἀεὶ συνεῖναι κατὰ τὸ συμφυὲς καὶ ὁμότιμον, μὴ παρούσης τῆς ἑτερότητος. πῶς γὰρ ἂν μιγείη τὰ ἐκ διαμέτρου κληρωσάμενα τὴν ἀντίθεσιν, καὶ ἀεὶ μαχόμενα κατ' αὐτό γε τουτὶ τὸ τῆς ἑτερότητος μέρος; οὐ γὰρ ἂν φθάνει θάτερον θατέρῳ, θᾶττον λόγου παντὸς, λαμπρὸν τὸν τοῦ θανάτου κιρνῶν κρατῆρα. ὁ γοῦν παρὰ τὴν θείαν οὐσίαν ἄλλας νομοθετῶν ἀκτίστους θεότητας καὶ ἐνεργείας τὸ ἑνιαῖον διέφθαρκε τῆς τοῦ πάντων δημιουργοῦ θεότητος· μηδὲ γὰρ εἶναι τῶν δυναμένων, εἰς ταὐτότητα φυσικὴν τὴν ἑτερότητα συνιέναι τῶν θεοτήτων. οὐκ ἄρα θεότης ἄκτιστος, ἑτέρα παρὰ τὴν θείαν καὶ μόνην τρισυπόστατον οὐσίαν, οὔτ' ἔσται, κἂν πάντες διαῤῥαγῶσι φάσκοντες Παλαμῖται· οὐδὲ θεῶν πλῆθος Ἑλληνικόν. ὁ γὰρ τὰ θεῖα πολὺς Ἰωάννης, “εἰ πολλοὺς,” φησὶν, “ἐροῦμεν θεοὺς, ἀνάγκῃ διαφορὰ ἐν αὐτοῖς. ὁ μὲν κατὰ πάντα τέλειος, οὗτος ἂν εἴη κατὰ πάντα μόνος θεός· πᾶς δὲ ὁ τοῦ τελείου λειπόμενος, ἢ κατὰ ἀγαθότητα, ἢ κατὰ σοφίαν, ἢ κατὰ δύναμιν, ἢ ὅλως κατά τι, οὐκ ἂν εἴη θεός. πῶς δὲ καὶ πολλοῖς οὖσι τὸ ἀπερίγραπτον φυλαχθήσεται; ἔνθα γὰρ ἂν εἴη ὁ εἷς, οὐκ ἂν εἴη ὁ ἕτερος. δεῖ δὲ τὸν θεὸν ἀπερίγραπτον εἶναι καὶ πάντα πληροῦντα.” σκεπτέον οὖν κἀντεῦθεν, ὅπως ἑνὸς θεοῦ παντάπασιν ἀναίσθητος καὶ πάσης ἀσύνετος θείας γραφῆς ὁ Παλαμᾶς ἐμεμενήκει διηνεκῶς, διάφορον οὐσίαν καὶ ἐνέργειαν ἐς τοὐμφανὲς δογματίζων, καὶ μὴ μόνον μίαν δεικνὺς ἑτερότητα, ἀλλὰ καὶ ἀπείρους· καὶ μὴ μόνον ἀπείρους, ἀλλὰ καὶ ἀκτίστους· καὶ μὴ μόνον ἀκτίστους, ἀλλὰ καὶ μείζους καὶ ἐλάττους. ὁ δὲ μείζους καὶ ἐλάττους δογματίζων ἀκτίστους θεότητας πάντως διάστημά τι νοεῖ μεταξύ. τοῦτο δ' ἄπειρον ὁ τῆς μεσότητος εἶναι οὐ δίδωσι λόγος· μηδὲ γὰρ πεφυκέναι τὴν ἀπειρίαν βαθμοῖς καὶ μέτροις τισὶ διακόπτεσθαι. πῶς γὰρ ἂν (φησὶν ὁ θεῖος Γρηγόριος) μετρηθείη τὸ ἄπειρον, ἵν' ὃ τῶν περατουμένων ἐστὶ, τοῦτο πάθῃ θεότης, βαθμοῖς μετρουμένη καὶ ὑποβάσεσι;»
(Ι.) Ἐμὲ δὲ καὶ πλείους μαρτυρίας ἑτέρας ἔχοντα φέρειν ἁγίων, περί γε τοῦ μήτε ἐνέργειαν, μήτε τινὰ ποιότητα, μήτε τι τῶν πάντων ἐξ ἀϊδίου συνεῖναι διάφορον δύνασθαι τῇ θείᾳ οὐσίᾳ, καὶ ἅμα τοῖς τῷ Καβασίλᾳ προτεθεῖσι κενοφωνήμασιν ἐπιφέρειν τὰς τῶν ἁγίων ἀντιλογίας βουλόμενον, ἐπέσχεν ἐπαγγειλάμενος τὴν ἐκείνων ἀντίῤῥησιν μάλα ἀσμένως ἀκούσεσθαι μετ' ὀλίγον. αὐτὸς δ' ἐν σπουδῇ μεγίστῃ πεποίηται, πρότερον παρεισενεγκεῖν τὴν συνήθη καὶ κοινὴν καταφυγὴν αὐτῶν ἐν οὐ καιρῷ, τὸ ἐν Θαβωρίῳ λέγω φῶς, ἐνέργειαν ἄκτιστον καὶ θεότητα πρὸς τῶν ἁγίων ὀνομαζόμενον. «φῶς γὰρ,» ἔλεγεν, «ἡ παραδειχθεῖσα θεότης, φησὶν ὁ θεῖος Γρηγόριος, ἐπὶ τοῦ ὄρους. καὶ ὁ Μελῳδὸς αὖθις τὰς τοιαύτας ἐνεργείας βολίδας γράφει θεότητος. ἀκτίστου γοῦν οὔσης τῆς θείας οὐσίας, ἄκτιστοι καὶ αἱ βολίδες ἐκεῖναι, παρὰ τὴν οὐσίαν ἄλλο τι οὖσαι. τὸ γὰρ ἄλλο παρὰ τὴν οὐσίαν οὐκ ἐκείνη, ἀλλ' ἐκείνης. εἰ γὰρ ταὐτὸν ἦν, μεθεκτὴ ἂν ἦν καὶ οὐσία ὁμοῦ ταῖς ἐνεργείαις, καὶ διαφορά τις οὐκ ἄν ποτ' ἦν οὐδεμία· τοῦτο δ' ἀδύνατον. ἀμέθεκτος γὰρ τοῖς κτίσμασιν ἅπασι πέφυκεν ἡ οὐσία· καὶ δαιμόνων εὕρημα σκοτεινῶν, ἄλλως λέγειν τε καὶ πιστεύειν τοῖς λέγουσι. διὰ γὰρ τοῦτο καὶ τὴν οὐσίαν τῆς ἐνεργείας διάφορον εἶναί φαμεν, ἐκποδὼν γινομένης ἁπάσης ταὐτότητος.» Καὶ ἅμα παρεισῆγεν ἔνια τῶν Παλαμικῶν δογμάτων ἀπὸ γλώττης καὶ μνήμης, σποράδην μέν· παρῆγε δ' οὖν, ὁλόκληρον τὴν διάνοιαν σώζοντα καὶ ὡς ἔχουσιν ἐπὶ λέξεως ἀκριβῶς. «κοινὸν γὰρ,» φησὶ, «δόγμα τῶν ἔξωθεν καὶ τῶν καθ' ἡμᾶς φιλοσόφων, ἐπὶ ἁπλῆς καὶ ἀσωμάτου φύσεως τὸν αὐτὸν ἐπιδέχεσθαι λόγον τὴν ἐνέργειαν τῇ οὐσίᾳ. τὰ δὲ τὸν αὐτὸν λόγον ἐπιδεχόμενα δύο ἐστὶ, καὶ οὐχ ἕν. καὶ εἰ δύο, πῶς χωρὶς ἡστινοσοῦν πρὸς ἄλληλα διαφορᾶς; ἆρ' οὖν οὐ διενήνοχε τὸ θεᾶσθαι τοῦ θεοποιοῦν; ἢ καὶ θεοποιεῖ πάνθ' ὅσα θεᾶται θεός; ἐπεὶ δὲ διενήνοχε, μή τι τούτων ἐστὶ κτιστόν;» εἶτα ἐπανελάμβανε καθ' ἕκαστα τὸ προγνωστικὸν, τὸ δημιουργὸν, τὴν πρὸς τὸ ἐνεργεῖν ἑτοιμότητα, καὶ τἄλλα. «ὡς γὰρ ὁ νοῦς,» φησὶ, «τὰς ἐπιστήμας προσλαμβάνων σύνθετος οὐ γίνεται, τὸν αὐτὸν τρόπον, καὶ πολλῷ μᾶλλον, τὸ προγνωστικὸν καὶ πάσας ἁπλῶς τὰς τοιαύτας δυνάμεις τε καὶ ἐνεργείας φυσικῶς ἡ θεία φύσις ἔχουσα σύνθετος οὐκ ἔστι.» καὶ λέγειν φανερῶς τοὺς ἁγίους ἔφασκε μὲν, οὐ παρήγαγε δ' οὔτ' εἰς ὄψιν οὔτ' εἰς ἀκοὴν γραφικὰς οὐδενὸς μαρτυρίας. καὶ πάλιν· «ὡς γὰρ ἐκ θεοῦ πατρὸς θεὸς ὢν καὶ ὁ υἱὸς, οὐκ ἄλλος μὲν καθὸ θεὸς ἄκτιστός ἐστιν, ἄλλος δὲ καθὸ υἱός· καὶ καθὸ μὲν ἄκτιστος θεὸς, ἴσος κατὰ πάντα τῷ πατρί· καθὸ δὲ υἱὸς, μείζονα ὡς αἴτιον ἔχων τὸν πατέρα, δεύτερος ὑπάρχει τοῦ πατρὸς, οὐ δεύτερος θεὸς, ἄπαγε, ἀλλὰ δεύτερος τῇ τάξει· καθάπερ ὁ μέγας φησὶ Βασίλειος· οὕτω καὶ ἐκ θεότητος ἀκτίστου τῆς οὐσίας θεότης ἄκτιστος ἡ ἐνέργεια· οὐκ ἄλλη μὲν, καθὸ θεότης ἄκτιστος· ἄλλη δὲ κατ' ἐνέργειαν· τῷ μὲν ἀκτίστῳ, τῆς οὐσίας μηδὲν διαφέρουσα, μηδὲ διαιρουμένη ὅλως· ὡς δ' αἰτίαν ἑαυτῆς ὑπερκειμένην ἔχουσα. εἶεν.»
(ΙΑ.) Πρὸς δὲ ταῦτα παρελθὼν ἔγωγε, «ὡς ἡδὺς εἶ, ὦ λῷστε,» ἔφασκον, «καὶ νῦν μᾶλλον εἴπερ ποτὲ, καὶ σὺ μᾶλλον εἴπερ τις ἁπάντων, ἔμοιγε τήμερον καὶ πολλῷ μᾶλλον ἡδίων, ἢ εἴ μοι τὰ Λυδῶν καὶ Μήδων παρεῖχες χρήματα. πάρεργον γὰρ ὂν τὸ συμπεπτωκὸς, ὅμως, εἰ μή τῳ δὴ τῶν πάντων ἄλλῳ, καὶ τοῦτο δὲ τῶν πάνυ τοι καλλίστων ἔμοιγε δοκεῖ. χρόνιον γάρ μοι λέλυκας ζήτημα, βέλτιστε, λίαν ἀπονητί· καὶ τὸ τοῦ πράγματος χαρίεν, ὅτι καὶ μάλα ἄκων μάλα ἑκόντι· καὶ συμβέβηκεν ἀμφοῖν, σὲ μὲν εὐεργέτην ἄκοντα γίνεσθαι, καθ' οὗ τὰ ὅπλα ἐξῆγες· ἐμὲ δ' εὖ πάσχειν ὑπ' ἀνδρῶν πολεμίων, ὧν οὐκ ἄν ποτε προσεδόκησα· ἐμοὶ γὰρ ἔργον ἦν ἔν γε τῷ παρόντι, τά τ' ἄλλα δεῖξαι βεβλασφημηκότας ἔτι καὶ ἅμα παντάπασιν ἀρνουμένους τὴν ἔνσαρκον τοῦ θεοῦ λόγου οἰκονομίαν, ὃ τῶν αἱρέσεων καὶ βλασφημιῶν κορωνὶς ἐπεφύκει. πάντας γὰρ ἐν ταὐτῷ συλλαβὸν προφήτας, ἀποστόλους, μάρτυρας, διδασκάλους, ὁμοῦ ταῖς ἁγίαις συνόδοις ἁπάσαις, περιφανῶς ἐξηπατημένους δείκνυσι τουτί. σὺ δ' οὐκ οἶδ' εἴτ' ἐπίτηδες, ἑτέρου χάριν ὅτου δὴ, εἴτ' ἐκ τοῦ παρήκοντος, οἷα δὴ τὸ αὐτόματον πάμπολλα φέρει μετὰ μυστηρίων τε καὶ λόγων ὑπὲρ λόγον, ὅμως εὐπρεπεστέραν πολλῷ μοι τὴν ἀνθολκὴν ἐπεπράχεις αὐτὸς, ἢ κατὰ πᾶσαν ἀγωγὴν καὶ κατεσπουδασμένην πρόνοιαν ἐμήν. ἃ γὰρ προὔργου παντὸς ἐποιούμην πάλαι πολύν τινα χρόνον ἐπ' αὐτοφώρῳ κατασχεῖν ἐκεῖνον ὁμολογοῦντα δημοσίαις γλώτταις, ἃ λαθραίαις φήμαις ἄλλοτ' ἄλλοτ' ἄλλως καταγγέλλων ἁλίσκεται πανταχῆ, λέγω δὴ τὸ λέγειν αὐτὸν, ὡς πάντες εἰς τὴν αὐτοῦ συμμαχίαν ποταμηδὸν ἀπαντῶσι σοφοὶ, ὅσοι τε τῶν ἡμετέρων καὶ ὅσοι τῶν ἔξωθεν, ταῦτα φέρων προὔθηκας ἡμῖν παῤῥησίᾳ τήμερον, προσδοκίας ἁπάσης ὑπερβαλόμενος· τοῦτο δὲ τὸ τῆς παροιμίας· κατὰ σαυτοῦ Βελλεροφόντης.» Τρία γὰρ ἦν, οἷς μάλιστα κεχρημένος ἁπάντων αὐτὸς παρακρούεται τοὺς πολλοὺς ἀεί. ἓν μὲν, ὅτι καταφυγὴν ἀεὶ τὸ Θαβώριον ὄρος ποιεῖται, τὴν ἐκεῖθεν θαυματουργηθεῖσαν ἔλλαμψίν τε καὶ θείαν χάριν καπηλεύων καὶ διαβάλλων ἀεὶ, καὶ τοῖς ἀνδροφόνοις ποιῶν παραπλήσια, οἵ γε λόχμας ὑποδυόμενοι τοῖς τῶν παριόντων ἀπερισκέπτως τρυφῶσιν αἵμασιν· ἢ μᾶλλον ὁπόσα κατὰ τὰς μάχας ἡττώμενοι δρῶσιν οἱ βάρβαροι, τοῖς ἡμετέροις ἱεροῖς καὶ τεμένεσι καταφεύγοντες, καὶ ἀντὶ θυρεῶν καὶ τάφρων καταχρώμενοι ταῖς ἁγίαις εἰκόσι. τοῦτο δ', εἴ τις μὴ πάρεργον τοῖς ἀνωτέρω λεχθεῖσιν ἡμῖν ἐντετυχηκὼς εἴη, ἔργον εἰκονομάχων εὑρήσει τὸ σπουδαιότατον· λέγω δὴ τὸ τῇ γε τοῦ σωτῆρος μεταμορφώσει καταφυγῇ κεχρῆσθαι προχείρῳ τῆς ἀτόπου κακίας αὐτοῦ. καὶ πάντα λοιπὸν διεξήλθομεν ἤδη καὶ ἐπ' αὐτῶν ἀποτάδην, ὡς ἀνωτέρω που γέγραπται καθ' ἕκαστα ἡμῖν· καὶ οἷς ἔστι βουλομένοις, ἔξεστιν ἐπιέναι. Δεύτερον δ' αὐτῷ κακουργίας μηχάνημα κατὰ τῶν ἀπειροκάλων, ἢ μᾶλλον κατὰ τῆς ἰδίας ψυχῆς, ἐξεύρηται· κουρέων δίκην, παμπόλλους ἀνὰ πᾶν ἔτος συνάγειν εἰς τὸ κουρεῖον αὐτοῦ, ὁπόσοι πρὸς τὸ ξέειν καὶ τέμνειν πεφύκασιν ἔχοντες εὐφυῶς, καὶ γραμμάτων γράμματα, καὶ φύλλα φύλλων ἀλλάττεσθαι, ἵνα, τῶν ἀντιῤῥήσεων αὐτοῖς προβαλλομένων, ὡς διαβάλλοντας παρὰ φαῦλον ἐκ τοῦ ῥᾴστου ποιῆται τοὺς ἀντιλέγοντας· ὡς ἀπαγορεύειν τοὺς διώκοντας, ὁμοίως τοῖς τοξεύουσιν ἐς ἀνθρώπους ὑπὸ δειλίας φυγομαχοῦντας, καὶ μηδὲ βραχύ τι μόριον ὥρας στῆναι γοῦν ἐφ' ἑνὸς δυναμένους. περὶ δὲ τῶν τοιούτων καὶ ὁμοίως δρώντων αἱρετικῶς καὶ ὁ μέγας διέξεισιν Ἀθανάσιος τοῖς ἐπισκόποις Αἰγύπτου καὶ Λιβύης ἐπιστέλλων. «κατ' ἐνιαυτὸν γὰρ,» φησὶν, «ὡς οἱ τὰς διαθήκας γράφοντες, συνερχόμενοι καὶ αὐτοὶ, προσποιοῦνται περὶ πίστεως γράφειν. ἵνα κἂν τούτῳ γέλωτα μᾶλλον ὀφλήσωσι καὶ αἰσχύνωνται, ὅτι μὴ παρ' ἑτέρων, ἀλλὰ παρ' αὐτῶν ἐκβάλλεται. εἰ γὰρ ἐθάῤῥουν οἷς ἔγραφον προτέροις, οὐκ ἂν δεύτερα γράφειν ἐζήτουν, οὐδ' αὖ πάλιν ἔγραφον νῦν, ἀφέντες ἅπερ ἔγραψαν· πάντως τοῦτο μελετήσαντες, ὅτι πάλιν ἀλλάξουσιν ἐὰν ὀλίγος παρέλθῃ χρόνος, καὶ πρόφασιν λάβωσι τοῦ συνήθως τισὶν ἐπιβουλεύειν. τότε γὰρ, ὅταν ἐπιβουλεύωσι, μάλιστα προσποιοῦνται περὶ πίστεως γράφειν, ἵν' ὡς Πιλάτος ἐνίψατο τὰς χεῖρας, οὕτω καὶ οὗτοι γράφοντες ἀποκτείνωσι τοὺς εἰς Χριστὸν εὐσεβοῦντας. καὶ ἵν', ὡς περὶ πίστεως ὁρίζοντες, δόξωσιν (ὡς πολλάκις εἶπον) φεύγειν τὸ τῆς ἑτεροδοξίας ἔγκλημα. ἀλλ' οὔτε λαθεῖν οὔτε φυγεῖν δυνήσονται. ἕως γὰρ ἑαυτοῖς ἀπολογοῦνται, ἑαυτῶν ἀεὶ κατήγοροι γίνονται· καὶ δικαίως γε. οὐ γὰρ τοῖς ἐλέγχουσιν αὐτοὺς ἀποκρίνονται· ἀλλ' ἑαυτοὺς, ὡς βούλονται, πείθουσι. πότε οὖν, τοῦ ὑπευθύνου κρίνοντος ἑαυτὸν, λύσις γίνεται τοῦ ἐγκλήματος; διὰ τοῦτο γοῦν ἀεὶ γράφουσι, καὶ ἀεὶ τὰ ἴδια μεταποιοῦντες ἄδηλον ἔχουσι τὴν πίστιν, μᾶλλον δὲ φανερὰν ἔχουσι τὴν ἀπιστίαν καὶ τὴν κακοφροσύνην.» ὁρᾶτε πῶς ὁ μέγας τῆς ἀληθείας ἀγωνιστὴς Ἀθανάσιος σαφέστατα πάνυ παρέστησεν ἡμῖν, ὡς τὰ νῦν πρὸς τοῦ Παλαμᾶ γιγνόμενα τῶν πάλαι γενομένων τῆς κακίας εἰκόνων καὶ ἀρχετύπων μακρὰν ἀποσώζουσι μίμησιν. ἐῶ γὰρ νῦν λέγειν, οὓς ἐπὶ κακοῖς κακοὺς προσέθηκεν Ὀλύμπους οὗτος. διὰ δὴ ταῦτα καὶ χαίρω νῦν, εἴπερ ποτὲ, μᾶλλον ἐγὼ, καὶ ἡδίους μοι νῦν μᾶλλον ὑμεῖς εἴπερ ποτὲ φαίνεσθε, ἄφυκτόν μοι τὸ πάλαι ζητούμενον θήραμα νῦν παραθέντες, ὡς μηκέτι μὴ δεῖσθαι μηδ' ὅλως μήτ' ἐμὲ μαρτύρων· μήτ' ἐκεῖνον ἔχειν ἔτι ἀρνεῖσθαι, μήθ' ἡμᾶς τἀκείνου διὰ μνήμης ἄγοντας, καὶ γινομένους μάρτυρας ἀπαραγράπτους τῶν ἐκείνου βλασφημιῶν· ὡς ἐξεῖναι κἀμὲ τῶν ἐλέγχων ἤδη μὴ πρὸς ἀνέδραστα καὶ ἀστατοῦντα σημεῖα τὴν τοξικὴν μετὰ τῶν βελῶν ἀναλοῦν, μηδὲ τυφλὰ παρέχειν τὰ τραύματα τῷ ἐχθρῷ, ἀλλὰ σαφῆ καὶ ἀναμφισβήτητον ἔχοντα τὴν ἀλήθειαν. Καὶ τρίτον, ὅτι συχνὰ ταῖς τῶν αὐτοῦ λόγων αὔλαξιν ἐντίθησι καὶ διασπείρει, κηρύττων εἶναι πολλοὺς τοὺς αὐτῷ συμφωνοῦντας, ἐπὶ σοφίᾳ καὶ θαυμαζομένους, ὡς εἴρηται, ὅσοι τε τῶν ἡμετέρων καὶ ὅσοι τῶν θύραθεν. ὧν ἑκάστων τοὔνομα ἢ σιγῇ παντελεῖ παραπέμπει, μήθ' ὁποῖοί τινες, μήθ' ἅ φασι, διασαφῶν οὐδέν· ἢ λέγει μὲν ἐνίων ὀνόματα σωρηδόν· ἃ δ' εἰσὶν ἃ λέγουσιν ἐκεῖνοι, καὶ οἷα, τὸ παράπαν οὐδὲν οὔτε προτίθησιν, οὔτ' ἐπιτίθησιν, ὅσα γ' εἰδέναι ἐμέ, ἵνα διὰ μὲν τῶν ὀνομάτων τὰς τῶν ἀκροωμένων ἀναρτῶν καὶ ἀνασοβῶν ἀκοὰς ῥᾷστα καὶ ἀπονητὶ πρὸς τὸ βουλόμενον πειθομένους ἔχῃ (τοῦ γε καινοφωνεῖν δοκεῖν τοῖς πολλοῖς ἀπεωσμένου δῆθεν παντάπασι) διὰ δὲ τῆς τῶν ῥητῶν ἐκείνων σιγῆς διαδιδράσκῃ τὸν ἔλεγχον, ἅτ' ἐκείνοις ἥκιστ' ἀπᾴδοντα λέγων αὐτός. καὶ ποιεῖ διπλοῦν ἀνθ' ἁπλοῦ κακὸν, αὐτός τε βλασφημῶν ἀνέγκλητα καὶ ἅμα κἀκείνους διαβάλλων, καὶ φέρων εἰς μέσον ὁμοίως αὐτῷ βλασφημοῦντας.
https://byzantium.gr/

ΛΟΓΟΣ ΚΓ’.

αʹ. Ἀλλ' ἡμεῖς γε οὐκ αὐτὸν μιμησόμεθα, οὐδὲ τὰς τῆς κακίας ζηλώσομεν μηχανὰς, οὔκουν οὐχ ἕως γ' ἂν ἐν τῷ τοῦ φρονεῖν ἡμᾶς καθεστῶτι φυλάττουσαν ἔχωμεν τὴν τοῦ μόνου θεοῦ δεξιάν. τῶν γὰρ ἐναντίων ἀρχῶν ἐναντίας καὶ τὰς ἀποβάσεις εἶναι τῶν εἰκότων παντί που δῆλον. πάσης γὰρ ὢν αὐτὸς ἀσύνετος Μούσης Ἑλληνικῆς καὶ πάσης ἐπιστημονικῆς μαθήσεως (ἧς οἱ μὲν θύραθεν ἔφθησαν παραδόντες σοφοὶ, τῶν τε θείων προστάται δογμάτων τῆς ἐκκλησίας ἐκεῖθεν παρειληφότες τήν τε γλῶτταν ὥπλισαν ἀσφαλῶς καὶ ἅμα κατ' ἐκλογὴν τὸ μὲν ἐξεταστικόν τε καὶ θεωρητικὸν ἐδέξαντο, ὅσον δ' εἰς δαίμονας φέρει καὶ ἀπωλείας βυθὸν διέπτυσαν, ἐκ τοῦ χείρονος τὸ κρεῖττον καταμαθόντες, καὶ τὴν ἐκείνων ἀσθένειαν ἰσχὺν τοῦ εὐσεβοῦς ποιησάμενοι λόγου) ἀνέδραστον οὗτος ἔσχε λοιπὸν τὴν βάσιν τῆς γλώττης, καὶ ἀπαγεῖς τὰς τοῦ λόγου κρηπῖδας, ἐν ὠμῷ τῷ τόκῳ φάναι τὰς τῆς γαστρὸς ἀναλύσας ὠδῖνας, καὶ τὸ κύημα τῶν πρώτων ἐξαμβλώσας τοῦ λόγου στοιχείων. διὸ καὶ νοῶν οὐ νοεῖ, καὶ βλέπων οὐ βλέπει, καὶ τὴν ἐγκειμένην ταῖς λέξεσι βουλόμενος μὲν, οὐ δυνάμενος δὲ, συναρμόττειν διάνοιαν ἐκεῖνο σαφῶς ἐπεπόνθει τὸ τοῦ Ἰκάρου. τά τε γὰρ ἄλλα διαπορθμεύουσι ταῖς ἡμῶν ἀκοαῖς τὸν μακρὸν δολιχεύοντες χρόνον οἱ μῦθοι, καὶ δὴ καὶ Ἰκάρου τινὸς ὑπομνήματα ἔχομεν ἐξ αὐτῶν· ὡς ἐπιθυμήσειεν ὁ μάταιος πτερῶν, ἐπεὶ μὴ ἐβούλετο μήτε γῆν ἐκεῖνος ἔτι πατεῖν· ὁ δὲ καὶ φύσεως ὑπερόρια διὰ θράσους πλεονεξίαν ἤδη ἐπόθει, καὶ ἦν ταῦτα ἐφόδια τἀνδρὶ σφαλερὰ καὶ πρόσω ἢ ὥστε σωφρονοῦντος εἶναι δοκεῖν. τῆς ὁμοίας εἶναι κακοβουλίας δοκῶ μοι, καὶ ὅπερ ὁ βαρυδαίμων ἄνθρωπος οὗτος ἐπεπόνθει τὰ νῦν. λέληθε γὰρ τοῖς ὑπὲρ δύναμιν καὶ αὐτὸς ἑαυτὸν ἐξαρτήσας (λέγω δὴ ταῖς τῶν γραφῶν διανοίαις, τῶν τε ἡμετέρων σοφῶν καὶ τῶν θύραθεν) κἄπειτα, διὰ ξενίζοντα κρότον ἀμαθῶν ἀκοῶν, ἐνίας τῶν Ἑλληνίδων ἐρανισάμενος λέξεων, αἷς περὶ τὰ σφέτερα αὐτῶν ἐκεῖνοι κέχρηνται δόγματα, καὶ τοῖς θείοις ἀναιδῶς παραμιγνὺς καὶ ὑποσπείρων αὐτὸς δόγμασιν, ἔλαθε κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας σφοδρὸν ἀναῤῥιπίσας κυκεῶνα καὶ θόρυβον καὶ μετάμελον ὀψέ ποτε λαμβάνειν ὀφείλων, ἐφ' οἷς ἁμαρτάνων οὐκ ᾔσθετο. ὁ δ' ἐξεμάνη κατὰ τῶν διορθοῦν πειρωμένων ἡμῶν, καὶ δρᾷ λοιπὸν ἀκρατῶς μείζω μὲν ἢ κατὰ θηρίου μανίαν παντὸς, ἥττω δ' ἢ κατὰ βούλησιν τὴν αὐτοῦ· καὶ τοῖς μὲν ἄρχουσιν ὑπέρχεται, ποριζόμενος ἰσχὺν ἑαυτῷ, τὴν δ' εὐσέβειαν ἀδικεῖ· κἀκείνων μὲν τὴν εὐμένειαν πραγματεύεται, τὴν δὲ τοῦ θεοῦ διωθεῖται· καὶ οὗ μὲν ἡττᾶται, δεινῶς φεύγει· καθ' ὃ δὲ ὑπερέχειν νομίζει, πρὸς τοῦτο συχνὰ καταφεύγει. ἀληθείας γὰρ σὺν παῤῥησίᾳ δικάζειν ζητούσης, ἡττώμενος φεύγει· μοχθηρίᾳ δὲ γνώμης εὐδοκιμῶν πρὸς διαβολὰς, ταύτης ἀντέχεται. δικαιοσύνης γὰρ καὶ ἀληθείας κρινούσης, ἣν μὲν ἔφευγε, πολλάκις δίκην ἥλω· ἣν δ' ἐδίωκεν, οὐχ εἷλεν.
(Β.) Ἐγὼ μὲν οὖν (εἰρήσεται γὰρ τἀληθὲς) τὴν ἀρχὴν ἐδεδίειν, μὴ πάντα διαστρέφων ὁ σὸς Παλαμᾶς διαβάλῃ κἀμὲ, βουληθέντα κατὰ καιρὸν ἐνταυθοῖ τοῖς οἰκείοις καὶ συντρόφοις χρήσασθαι ὅπλοις, λέγω δὴ ταῖς τῶν θύραθεν πρὸς τὰς διαλέξεις ἐπιστήμαις, ὡς καὶ τέχναις καὶ μαρτυρίαις, ἐκεῖθεν ἡμῖν τὴν ἰσχὺν περιγίνεσθαι φάσκων τῶν ἀποδειγμάτων. ἐπεὶ δ' ἄοπλος οἴκοθεν ὑπάρχων αὐτὸς ἐκ τούτων ἑαυτὸν ὁπλίζειν πειρᾶται κατὰ τῆς ἀληθείας, πολλῷ μᾶλλον ἡμᾶς ἐς τὸ κράτιστον ταῦθ' ὑπὲρ τῆς ἀληθείας ἀγωνιζομένους ὁπλίζουσι, τοὺς μάλα συνήθεις τε καὶ ἡλικιώτας. ἐπιγνωσόμεθα γὰρ ἡμεῖς τὴν τῆς ἡμῶν γλώττης μᾶλλον συγγένειαν καὶ τὸ ἦθος, ἢ αὐτὸς νόθος νόθοις χρώμενος τούτοις. διὰ γοῦν ἕν γε τοιοῦτο, καὶ πρός γε διὰ τὴν τῶν ἡμετέρων θεολόγων καὶ διδασκάλων τῆς ἐκκλησίας παραίνεσιν, οὐκ ὀκνήσομεν οὐδ' ἡμεῖς οὑτωσί πως ὁπλίσασθαι κατὰ τῶν τοιχωρυχούντων καὶ βωμολοχούντων ταυτὶ καὶ εἰς ἀλλοκότους διανοίας καὶ πλάνας ἐξ ἀμαθίας παραγόντων. εἰ οὖν καὶ ὑμῖν συνδοκεῖ, βραχέα σκεψάμενοι περὶ τῶν τοιούτων πρῶτον, καὶ ὅσα τῇ προκειμένῃ προσήκοντ' ἂν εἴη ἐφόδια, ἔπειτ' ἐς τὸν προκείμενον ἀγῶνα χωρήσωμεν. ῥᾴοσι γὰρ ἂν εἴη χωρεῖν ἐς τὰ πρόσω, τὰς τῶν ὑποθέσεων ἀρχὰς καὶ προκαταστάσεις ἀνενδεεῖς πηγνυμένοις, ἢ ῥᾳθυμούσας.
(Γ.) Διονυσίου τοίνυν ἐκείνου τοῦ πάνυ μεμνήσομαι πρῶτον, διττὴν εἶναι τὴν τῶν θεολόγων παράδοσιν λέγοντος, τὴν μὲν ἀπόῤῥητον καὶ μυστικὴν, τὴν δὲ φιλόσοφον καὶ ἀποδεικτικήν· καὶ «συμπλέκεται τῷ ῥητῷ τὸ ἄῤῥητον· καὶ τὸ μὲν πείθει καὶ καταδεῖται τῶν λεγομένων τὴν ἀλήθειαν· τὸ δὲ δρᾷ καὶ ἐνιδρύει τῷ θεῷ ταῖς ἀδιδάκτοις μυσταγωγίαις.» Περὶ δὲ τοῦ ἀγενήτου λέγων ὁ μέγας κατ' Ἀρειανῶν ὁ Ἀθανάσιος, «ἐρωτησάτωσαν,» φάσκει, «τοὺς Ἕλληνας, ἵνα ἀκούσαντες πόσα σημαινόμενα ἡ λέξις ἔχει μάθωσιν ὅτι οὐδὲ περὶ ὧν λέγουσιν ἐπίστανται καλῶς ἐρωτᾷν.» καὶ πολὺν ἑξῆς ὁ θεῖος ἐκεῖνος ἀνὴρ ποιεῖται λόγον, ᾧ τοῖς ἐθέλουσιν ἐντυχεῖν ἐξέσται μαθεῖν τελεώτερον. ἡμῖν γὰρ ἥκιστ' ἐν τῷ παρόντι σχολὴν ἄγουσι, διὰ τὴν ἐς τὰ πρόσω σπουδὴν, βραχέα τῶν θείων ἐκείνων ἀνδρῶν ἐνταυθοῖ προτιθέναι δέδοκται, καὶ ὅσα πρὸς τὸν σκοπὸν ἀφοσιοῦσθαι χρεών· τὰ δ' ἑξῆς τοῖς βουλομένοις παρήκαμεν, ἐξουσίας ἀφθόνου διηνεκῶς ἠνεῳγμένης ἅπασι. συνῳδὰ τοιγαροῦν καὶ ὁ μέγας ἐκείνοις Βασίλειος φάσκει, ὡς «ἡ τῆς διαλεκτικῆς δύναμις τεῖχός ἐστι τοῖς δόγμασιν, οὐκ ἐῶσα αὐτὰ εὐδιάρπαστα εἶναι καὶ εὐάλωτα τοῖς βουλομένοις.» τὰ παραπλήσια δὲ καὶ ὁ θεῖος διέξεισι τούτοις Χρυσόστομος, «πρὸς μὲν βίου,» λέγων, «κατάστασιν ἀρίστην βίος ἕτερος εἰς τὸν ἴσον ἂν ἐναγάγοι ζῆλον. ὅταν δὲ περὶ δόγματα νοσῇ ἡ ψυχὴ τὰ νόθα, πολλὴ τοῦ λόγου ἐνταῦθα ἡ χρεία, οὐ πρὸς τὴν τῶν οἰκείων ἀσφάλειαν μόνον, ἀλλὰ καὶ πρὸς τοὺς ἔξωθεν πολέμους. εἰ μὲν γάρ τις ἔχει τὴν μάχαιραν τοῦ πνεύματος καὶ θυρεὸν πίστεως τοιοῦτον, ὡς δύνασθαι θαυματουργεῖν κἀκ τῶν τεραστίων τὸ τῶν ἀναισχύντων ἐμφράττειν στόμα, οὐδὲν ἂν δέοιτο τῆς ἀπὸ τοῦ λόγου βοηθείας· μᾶλλον δὲ οὐδὲ τότε ἄχρηστος ἡ τούτου φύσις.» ἀλλὰ καὶ ὁ θαυμάσιος τάδε διέξεισι Μάξιμος. «δίχα λογικῆς,» φησὶ, «δυνάμεως ἐπιστημονικὴ γνῶσις οὐκ ἔστι· καὶ γνώσεως χωρὶς οὐ συνίσταται πίστις, ἀφ' ἧς τὸ καλὸν γέννημα πρόεισιν ἡ ἐλπίς.» καὶ ἐπὶ τούτοις ὁ θεῖος ἐκ Δαμάσκου φησὶ Ἰωάννης· «ὡς εἰ καὶ παρὰ τῶν ἔξωθεν χρήσιμόν τι καρπώσασθαι δυνηθείημεν, οὐ τῶν ἀπηγορευμένων ἐστί. γενώμεθα δόκιμοι τραπεζῖται, τὸ μὲν γνήσιον καὶ καθαρὸν χρυσίον σωρεύοντες, τὸ δὲ κίβδηλον παραιτούμενοι. λάβωμεν λόγους καλλίστους· θεοὺς δὲ γελοίους καὶ μύθους ἀλλοτρίους τοῖς κυσὶν ἀποῤῥίψωμεν. πλείστην γὰρ ἐξ αὐτῶν κατ' αὐτῶν ἰσχὺν κτήσασθαι δυνηθείημεν.» Καὶ τί δεῖ μέτροις ἀριθμητικοῖς πειρᾶσθαι συγκλείειν τὰ καὶ αὐτοὺς σχεδὸν ἀριθμητικοὺς παραιτούμενα νόμους; ὅσα τε δηλαδὴ διεξίασιν, οὓς διελάβομεν καὶ ὧν ἐμνήσθημεν, ἕτερα· καὶ ὅσαπερ οὐδαμῆ διελάβομεν. οἷς γὰρ οὐκ ἀπέχρησε τὰ κεκομισμένα, τούτοις οὐδ' ὅλας βίβλων ἁμάξας κομίζων τις σύνεσιν κομιεῖσθαι παρασκευάσει· ἢ μᾶλλον, ᾧ μὴ σύνεσιν ἀπέχρησε τοῖς λογισμοῖς ἐνθεῖναι, ἄφυκτον ἀνάγκην εἶναι τοὺς Ἑλλάδι χρωμένους φωνῇ, καὶ τοῖς τῶν συλλαβῶν καὶ στοιχείων ταύτης εὑρεταῖς ἀναφέρειν τὴν μίμησιν, καὶ τάς γε τῶν ἀμφισβητουμένων ἀνατιθέναι κρίσεις καὶ λύσεις, καθάπερ στάθμαις καὶ κανόσι τέκτονες καὶ λιθουργοὶ, τῷ ποτ' ἂν τῶν πάντων οὗτος ἑτέρῳ πεισθείη; οἶμαι τῶν πάντων ἥκιστ' ἄν ποτ' οὐδενί. τὸν γὰρ τοῖς θείοις ἐκκλησίας φωστῆρσι τοῦτο δρῶσιν οὐχ ἑπόμενον λόγοις οὐδείς ποτε πείσειεν ἂν, οὐ βαρβάρων, οὐχ Ἑλλήνων, οὐκ ἀγγέλων, οὐκ ἀνθρώπων, οὐκ ἀσόφων, οὐ σοφῶν τῶν ὄντων οὐδενός. πάρεστι τοίνυν σκοποῦσιν ὀρθῶς, οἷς ἐμπάθειά τις ἀχλύος δίκην ἥκιστα ἐνοχλεῖ τῇ ψυχῇ, μηδὲ νοῦ βραδυτὴς τὸ θαῤῥοῦν ἀμβλύνει τῆς γνώμης, ἀδεκάστους φέρειν τὰς ψήφους.
(Δ.) Καὶ πρῶτον μὲν δὴ κείσθω ζήτημα τουτὶ ταῖς παρούσαις χρείαις· εἰ ἐπὶ τῆς ἁπλῆς καὶ ἀσωμάτου φύσεως (λέγω δὴ τοῦ θεοῦ) διαφορὰν ἡντινοῦν δογματίζειν οὐσίας καὶ ἐνεργείας ἐξείη· ὡς τὴν μὲν οὐσίαν ἀμέθεκτον εἶναι κτίσμασιν ἅπασι κομιδῇ («αὐτὴ γὰρ καθ' αὑτὴν,» φησὶν, «ἡ θεία μετεχομένη τε καὶ λαμβανομένη φύσις ἢ φυρμὸν πείσεται, ἢ τὴν παθητὴν ἐξαναλώσει φύσιν, πρὶν ἂν ληφθῇ· οὐδεὶς γὰρ, φησὶν, ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται») τὴν δ' ἐνέργειαν μόνην ἅπασι κτίσμασι γίνεσθαι μεθεκτὴν, μόνῳ μὲν τῷ ἀκτίστῳ μηδὲν ἐκείνης διαφέρουσαν· ὡς δ' αἰτίαν ὑπερκειμένην ἔχουσαν ἐκείνην, τούτῳ δὲ διαφέρουσαν· εἶναι δὲ τὴν ἐνέργειαν εἰς εἴδη διαιρουμένην, σοφίαν, δύναμιν, ζωὴν, ἀλήθειαν, βούλησιν, ἁγιασμὸν, καὶ ὅσα μυρία τοῖς ἐντυγχάνουσι ταῖς αὐτοῦ διαιρέσεσιν ἔξεστι διαγινώσκειν σαφέστερον, ὄψεσιν ἄγουσιν οἰκείαις εἰς πίστιν ἑαυτοὺς ἀκριβῆ.
(Ε.) Ἐπειδὴ τοίνυν ἐκ τῶν ἁγίων ἡμῶν διδασκάλων οὔθ' ὁ ὑμέτερος ἔγνω πεισθῆναι διδάσκαλος Παλαμᾶς, οὔθ' ὑμεῖς ἐκείνῳ πειθόμενοι, διαμαρτίας (ὡς ἔοικε) λέξεων καταγνόντες, φέρε τούς τε ἄλλους μιμησόμεθα καὶ ἡμεῖς θείους πατέρας, ὡς εἴρηται, καὶ δὴ καὶ Ἰουστῖνον τὸν θεῖον καὶ σοφώτατον ἄνδρα, καὶ μέγαν τῆς εὐσεβείας μάρτυρα καὶ ἀθλητήν. εἶναι γὰρ τῶν ἐκείνου βιβλίων καὶ λόγων καὶ τὸν περὶ μοναρχίας λόγον, ἐν ᾧ πλείστας παράγει τὰς μαρτυρίας ἐξ Ἑλλήνων φιλοσόφων, ποιητῶν τε καὶ ῥητόρων, οἷς ὁμολογεῖν εἶναι συνηνέχθη μὴ δύο, μηδὲ πολλοὺς, ἀλλ' ἕνα θεόν. εἰκὸς γὰρ ᾠήθη τοῖς πλείστοις ἀξιοπιστοτέρους εἶναι τὰς τῶν ἐχθρῶν μαρτυρίας. καὶ τὸν τοιοῦτον καὶ ἡμεῖς τήμερον τρόπον ἐκ τῆς τῶν θύραθεν ἐπιστήμης τὰς μαρτυρίας ἀγάγωμεν κατὰ τὴν ὑπόσχεσιν, τὴν σφῶν παρωσάμενοι θρησκείαν. μηδὲ γὰρ εἶναι τῆς θρησκείας τὴν ἐπιστήμην, μηδὲ βλάβην ἐκεῖθεν ὑφορᾶσθαι μηδ' ἡντινοῦν, οὐ μᾶλλόν γε ἢ τῶν τροφίμων τὰ πλείω κομιζομένους ἐκ βαρβάρων καὶ ἀλλοφύλων γενῶν· αἷς ἐπενεγκεῖν ἀξιώσομεν αὖθις τὰς τῶν ἁγίων, ὁπόσας καὶ οἵας ἐπίτηδες ἐταμιευσάμεθα τράπεζαν· καὶ δεῖξαι σύμφωνον μὲν ἐκείνους ᾄδοντας μέλος καὶ ἐναρμόνιον, κἀν ταῖς τῶν λέξεων σημασίαις· τὸν δ' ὑμέτερον Παλαμᾶν μήτε τούτοις μήτ' ἐκείνοις συνᾴδοντα, ἀλλ' ὅμοιον πάσχοντα, καθάπερ ἂν εἴ τις νοσώδης τὴν φύσιν καὶ χαῦνος ὑπάρχων ἀνὴρ χρείας ἡστινοσοῦν, εἰληφὼς ὁτουδήποτε μάχαιραν τῆς οἰκείας δυνάμεως ὑπερτέραν, ἔπειτα μὴ δυνάμενος ἄλλοθεν, ἐκ τῶν οἰκείων σαρκῶν ὠμοβόρον ἑαυτῷ παρετίθει τράπεζαν, αὐτὸς ἑαυτὸν ἑστιῶν μοχθηρῶς, κἀκ τοιούτων φιλοφρονούμενος πόνων, ἑστιάτωρ καὶ δαιτυμὼν ἐν ταὐτῷ γινόμενος αὐτὸς ἑαυτῷ, ὥς γε εἴρηταί τε καὶ εἰρήσεται. ὑπὲρ γὰρ ὧν ἠπείγετο, τούτων ἐκπέπτωκε· καθ' ὧν δ' ἐπόνει, τούτοις δ' ἔλαθεν ἄθυρμα γεγονὼς προφανές· ἀμφοῖν, οἰήσεως ἅμα καὶ ἀμαθίας, ἑκατέροιν ἐκείνοιν αὐτῷ γενομένοιν αἰτίοιν.
(Στ.) Πλωτίνου τοίνυν ἀκουσώμεθα πρώτως, περὶ οὐσίας καὶ ἐνεργείας θεοῦ τάδε διεξιόντος. «εἰ ὑποθοῖτό τις (φησὶν) ἑλέσθαι τὸν θεὸν ἀλλάξασθαι τὴν ἑαυτοῦ φύσιν, μήτ' ἂν ἄλλο τι γενέσθαι βουληθῆναι, μήτ' ἂν ἑαυτῷ μέμψασθαι, ὡς ὑπ' ἀνάγκης τοῦτο ἦν. ἔστι γὰρ ὄντως ἡ ἀγαθοῦ φύσις θέλησις αὐτοῦ· ὅτι μηδὲν ἦν ἄλλο, ἵνα πρὸς ἐκεῖνο λεχθῇ. εἰ μὲν οὖν εἴη τις ἐνέργεια ἐν αὐτῷ, καὶ τῇ ἐνεργείᾳ θείημεν αὐτὸν, οὐδ' ἂν διὰ τοῦτο εἴη ἕτερος αὐτοῦ, καὶ οὐκ αὐτὸς αὐτοῦ κύριος, ἀφ' οὗ ἡ ἐνέργεια· ὅτι μὴ ἕτερον ἐνέργεια καὶ αὐτός. ἐπεὶ γὰρ οὐσία καὶ ἐνέργεια ἐκεῖ ἐλέγετο, δύο πως ὄντα, ἐκ τῆς ἐνεργείας ἐδίδου τὴν ἔννοιαν τοῦ κυρίου· τοῦτο δ' ἦν τῇ οὐσίᾳ ταὐτόν. διὰ τοῦτο καὶ οὐ χωρὶς ἐγένετο τὸ κύριον εἶναι, ἀλλ' αὐτὸ ἑαυτοῦ κύριον ἐλέγετο. οὐ γὰρ δύο ὡς ἓν, ἀλλ' ἕν. ἢ γὰρ ἐνέργεια μόνον, ἢ οὐδ' ὅλως ἐνέργεια. εἰ δ' οὐσίαν ἄνευ ἐνεργείας τις λέγοι, ἐλλιπὴς ἡ ἀρχὴ καὶ ἀτελὴς ἡ τελειοτάτη πασῶν ἔσται. καὶ εἰ προσθείη ἐνέργειαν, οὐχ ἓν τηρεῖ, ἀλλ' ἠλάττωσε τῇ προσθήκῃ. εἰ οὖν τελειότερον ἡ ἐνέργεια τῆς οὐσίας, τελειότερον δὲ τὸ πρῶτον, πρῶτον ἂν ἐνέργεια εἴη. ἐνέργεια δὲ, οὐ δουλεύουσα οὐσίᾳ, καθαρῶς ἐστιν ἐλευθέρα. καὶ οὕτως αὐτὸς παρ' αὑτοῦ ὁ θεὸς, εἴτ' οὐσίαν εἴποις, εἴτ' ἐνέργειαν. οὐ γὰρ δύο, ἀλλ' ἕν. πῶς γὰρ ἂν εἴη βούλησις ἐξ οὐσίας ἀνενεργήτου; οὐχ ἕτερον ἄρα τῆς οὐσίας οὐδέν. φύσις οὖν ἁπλῆ, καὶ ἐνέργεια μία, καὶ οὐδὲ τὸ δυνάμει ἔχουσα ἄλλο, ἄλλο δὲ τὸ ἐνεργεῖν, πῶς οὐκ ἐλευθέρα; οὐδὲ γὰρ πεφυκέναι λέγοιτ' ἂν ἐνεργεῖν, ἄλλης οὔσης τῆς οὐσίας, καὶ τῆς ἐνεργείας ἄλλης.»
(Ζ.) Φησὶ δὲ καὶ Ἀριστοτέλης, ὅτι «τὸ ἐξ ἀνάγκης ὂν κατ' ἐνέργειάν ἐστι καὶ ἀΐδιον καὶ χωρὶς δυνάμεως, εἴτουν αὐτοενέργεια καὶ πρώτη οὐσία.» καὶ ἀλλαχοῦ· «ἕκαστον τῶν ὄντων, ὧν ἔργον τί ἐστιν, ἤτοι ἐνέργεια, ἕνεκα τοῦ ἔργου αὐτοῦ ἐστι. θεοῦ δ' ἐνέργειά ἐστιν ἀθανασία, ὅπερ ἐστὶ ταὐτὸν εἰπεῖν ζωὴ ἀΐδιος· ὥστε ἀνάγκη τὸν θεὸν κίνησιν ἀΐδιον ὑπάρχειν, εἴτουν ἐνέργειαν.» Ὁρᾷς τὰς μαρτυρίας, σὺν ἐπιστήμης εὐροίᾳ προενεχθείσας, καὶ ὅσην αὐτόχρημα τοῖς περὶ θεοῦ λεγομένοις πρὸς τῶν σοφῶν διδασκάλων ἡμῶν καὶ φωστήρων τῆς ἐκκλησίας τὴν συμφωνίαν ἔχουσιν· ὡς ταὐτὸν ἐπὶ θεοῦ σαφῶς οὐσία τε καὶ ἐνέργεια, μηδὲν οὐδαμῶς διαφέροντα· καθάπερ καὶ ἡμῖν ἀνωτέρω λαβοῦσιν εἰς μῆκος ἐκτέθειται· Ἀθανασίου φημὶ, Βασιλείου, Κυρίλλου, καὶ Θεοδώρου, τοῦ τὴν Εἰκονομαχίαν ἐλάσαντος σοφωτάτοις ἐκ μέσου λόγοις, ὡς Ἀθηναῖοι πάλαι τὸ Κυλώνιον ἅγος ἐξ Ἀθηνῶν. τότε μὲν γὰρ ἐγὼ τῶν ἁγίων ἐκείνων βίβλους σχὼν ἀνὰ χεῖρας ὑπ' ὄψιν ἦγον λαμπρὰν τὰ λεγόμενα· ἐνταυθοῖ δ' οὐ παρέθηκα, περιττὸν ἡγησάμενος πανταχοῦ τὴν ὁμοίαν ἔκθεσιν δρᾷν. εἶναι γὰρ τοῖς βουληθεῖσι ῥᾴδιον, ἀναδραμοῦσι μικρὸν τῆς ἡμῶν ταυτησὶ διάστημα συγγραφῆς, ἐντυχεῖν· εἰς πλάτος ἡμῖν εἰρημένου αὐτοῖς, ἔνθα λαληθέντα τε καὶ πραχθέντα παρὰ τὴν λῃστρικὴν ἡμῖν ἐκείνην ἐκτέθειται σύνοδον. ἀλλ' ἐπιλείψει με (εἶπον) τὰ παραπλήσια κομίζειν ὁ χρόνος ἐθέλοντα.
(Η.) Ὅμως καὶ ἐπεὶ τὴν εἰκόνα θεοῦ φασιν οἱ θεῖοι πατέρες τὸν νοῦν, πολλαχῆ δὲ καὶ νοῦν καλοῦσιν αὐτὸν, καὶ πρό γε τῶν θεοπρεπῶν ὀνομάτων ἐμάθομεν εἶναι τὸ ἓν καὶ τὸ ὂν καὶ τὸν νοῦν καὶ τὴν βούλησιν, φέρε σκεψώμεθα, τί καὶ περὶ τούτων τεχνολογοῦσιν οἱ τῆς ἡμετέρας γλώττης ἐπιστήμονες ἁρμοσταὶ καὶ παιδευταί. ἐς γὰρ τὴν αὐτὴν ἀγάγοι ἂν καὶ ταῦθ' ἡμᾶς ἐπιστημονικὴν τεχνολογίαν καὶ γνῶσιν, οἷς ἔφθημεν περί γε οὐσίας ἐκείνης, μοναδικοῦ τε καὶ ἑνιαίου. φησὶ τοίνυν εὐθὺς ὁ Πλωτῖνος αὖθις· «τὴν τοῦ παντὸς διάθεσιν εἴ τις ὀνομάζει πρόνοιαν, οὕτω νοείτω· ὅτι ἐστὶ πρὸ τοῦδε νοῦς τοῦ παντὸς ἑστὼς, ἀφ' οὗ καὶ καθ' ὃν πᾶν τόδε. εἰ μὲν οὖν νοῦς πρὸ πάντων καὶ ἀρχὴ ὁ τοιοῦτος νοῦς, οὐκ ἂν εἴη ὡς ἔτυχε.» καὶ αὖθίς φησιν, ὡς «ἁπλῆ ἐστιν ἡ τοῦ νοῦ οὐσία, καὶ οὐκ ἄλλο νόησις, καὶ ἄλλο νοῦς. οἱ γὰρ λέγοντες ἄλλως προστιθέασιν αὐτῇ, ὥσπερ ὀφθαλμοῖς τὸ ὁρᾷν. ἐατέον οὖν ἐπὶ τῆς ἁπλῆς φύσεως, τἄλλα μηδεμιᾶς ἐπικουρίας δεομένης. ὃ γὰρ ἂν προσθῇς, ἠλάττωσε τῇ προσθήκῃ τὴν οὐδενὸς δεομένην.» καὶ πολλὰ πολλαχῆ περὶ τούτου διεξελθὼν ἐπιφέρει καὶ Πλάτωνα, βεβαιοῦντα τὸν λόγον αὐτοῦ. «νοῦς γὰρ,» φησὶ, «μὴ νοῶν ἀνόητος ἂν εἴη.» καὶ Ἀριστοτέλης δ' ὁμοίως· «τέλειος,» φησὶ, «νοῦς αὐτοφυής ἐστιν ἐνέργεια, καὶ ταὐτόν ἐστιν ἐπ' αὐτοῦ, ταὐτὸν καὶ ἐνέργεια· ἢ οὐ μεταβάλλει, ἄλλο τι ὢν τὴν οὐσίαν καὶ ἄλλο τὴν ἐνέργειαν.» ἀλλὰ ταῦτα μὲν ἐκεῖνοι.
(Θ.) Ἴδωμεν δὲ καὶ τῶν σοφῶν καὶ ἁγίων διδασκάλων τῆς ἐκκλησίας τὴν συμφωνίαν. «ὁ θεὸς οὔτε νοῶν λέγεται κυρίως, οὔτε νοούμενος, ἵνα μὴ σύνθετος λογισθῇ. τό,τε γὰρ νοοῦν συνεπιθεωρουμένην ἔχει τὴν τοῦ νοεῖν δύναμιν, τό,τε νοούμενον τὴν τοῦ νοεῖσθαι. ἀλλ' οὐδὲ νόησις· ἡ γὰρ νόησις ἔχει φυσικῶς ὑποκειμένην δεκτικὴν αὐτῆς οὐσίαν. λοιπὸν οὖν, ὑπὲρ ταῦτα πάντα· εἰ μή που νόησιν αὐτὸν εἴποιμεν αὐτὸ κατ' οὐσίαν. καὶ ὅλον νόησιν, καὶ μόνον νόησιν, καὶ νόησιν ὑπὲρ νόησιν.» καὶ ἀλλαχοῦ· «ἡ αὐτοϋπεραγαθότης, νοῦς οὖσα καὶ ὅλη ἐνέργεια, εἰς ἑαυτὴν ἐστραμμένη, ἐνεργείᾳ δ', οὐ δυνάμει, πρότερον οὖσα ἀφροσύνη, εἶτα νοῦς ἐνεργείᾳ γινομένη. ὅθεν καί ἐστι νοῦς μόνον καθαρὸς, οὐκ ἐπείσακτον ἔχων τὸ φρονεῖν, ἀλλὰ παρ' ἑαυτοῦ πάντα νοεῖ. εἰ γὰρ ἡ μὲν οὐσία αὐτοῦ ἄλλο ἐστὶν, ἃ δὲ νοεῖ ἕτερα αὐτοῦ, αὐτὸς ἀνόητος ἔσται, ἤγουν ἡ οὐσία αὐτοῦ.»
(Ι.) Καὶ ταῦτα μὲν ἐξ αὐτοσχεδίου τέως ἡμῖν εἴρηται. σχολῆς δέ μοι προσγενομένης, εἰρήσεται κἀκ τῶν ἄλλων σοφῶν καὶ θείων τῆς ἐκκλησίας ἡμῶν διδασκάλων κατὰ πλῆθος τὰ παραπλήσια. ἔξεστι δ' οὖν ὅμως κἀκ τούτων ἐπιγνῶναι τῆς συμφωνίας τὸ κράτιστον, ὡς ἐπὶ τῆς ἁπλῆς καὶ θείας οὐσίας ταὐτὸν εἶναι πρὸς πάντων ὁμοῦ μαρτυρεῖται, τῶν τε θύραθεν καὶ τῶν καθ' ἡμᾶς σοφωτάτων ἀνδρῶν, οὐσία τε καὶ ἐνέργεια. ἐπεὶ τοίνυν ἐς τὸ ἀναμφίλεκτόν τε καὶ ἀναντίῤῥητον ἐπιεικῶς ἡμῖν δέδεικται τὸ ἀδιαίρετόν τε καὶ ἀδιάφορον τῆς οὐσίας καὶ ἐνεργείας ἐπὶ τῆς θείας καὶ ἁπλῆς φύσεως πανταχόθεν, φέρε κἀκ τῆς μονάδος καὶ τοῦ ἑνὸς καὶ τοῦ ἀγαθοῦ τὴν τῆς οὐσίας καὶ ἐνεργείας ταὐτότητα δείξωμεν αὖθις ὁμοίως. «πάντα τὰ ὄντα τῷ ἑνί ἐστιν ὄντα,» φησὶν, «ὅσα τε πρώτως ἐστὶν ὄντα καὶ ὅσα ὁπωσοῦν λέγεται ἐν τοῖς οὖσιν εἶναι. τί γὰρ ἂν καὶ εἴη, εἰ μὴ ἓν εἴη; ἐπείπερ ἀφαιρεθέντος τοῦ ἑνὸς, οὐκ ἔστιν ἐκεῖνα· οὔτε γὰρ στρατὸς, οὔτε χορὸς, εἰ μή ἐστι τὸ ἕν. καὶ δὴ καὶ τὰ τῶν φυτῶν καὶ ζώων σώματα, εἰ φεύγει τὸ ἓν εἰς πλῆθος θρυπτόμενα, τὴν οὐσίαν αὐτῶν ἣν εἶχεν ἀπώλεσεν, οὐκ ἔτι ὄντα ἃ ἦν. ὅστις δ' οἴεται τὰ ὄντα τύχῃ καὶ τῷ αὐτομάτῳ διοικεῖσθαι, καὶ σωματικαῖς συνέχεσθαι αἰτίαις, οὗτος πόῤῥω ἀπελήλαται θεοῦ καὶ ἐννοίας ἑνός. εἴπερ δεῖ τι αὐταρκέστατον εἶναι, τὸ ἓν εἶναι δεῖ. τόπος δὲ οὐδεὶς αὐτοῦ. οὐ γὰρ δεῖται ἱδρύσεως, ὡς αὑτὸ φέρειν μὴ δυνάμενον· τό,τε ἱδρυθησόμενον ἄψυχον, καὶ ὄγκος πίπτων, ἐὰν μήπω ἱδρυθῇ. ἐνδεὲς γὰρ, καὶ τόπον ζητοῦν. ἀρχὴ δὲ οὐκ ἐνδεὲς τῶν μετ' αὐτό. ἡ δὲ πάντων ἀρχὴ ἀνενδεὲς ἁπάντων. ὅ,τι γὰρ ἐνδεὲς, ἐφιέμενον ἀρχῆς, ἐστὶν ἐνδεές. εἰ οὖν τὸ ἓν ἐνδεὲς, τῷ ζητεῖν δηλονότι μὴ εἶναι ἕν· ὥστε ἐνδεὲς ἔσται τοῦ φθεροῦντος. ὥστε τῷ ἑνὶ οὐδὲν ἀγαθόν ἐστιν· οὐδὲ βούλησις τοίνυν οὐδενός· ἀλλ' ἔστιν ὑπὲρ ἀγαθὸν, καὶ αὐτὸ οὐχ ἑαυτῷ τοῖς δ' ἄλλοις ἀγαθὸν, εἴ τι αὐτοῦ δύναται μεταλαμβάνειν· οὐδὲ νόησις, ἵνα μὴ ἑτερότης, οὐδὲ κίνησις. πρὸ γὰρ κινήσεως καὶ πρὸ νοήσεως. ἢ νοήσεως δεήσεται, ἵνα γνῷ ἑαυτὸν ὁ αὐτάρκης ἑαυτῷ. νόησις γὰρ οὐ νοεῖ, ἀλλ' αἰτία τοῦ νοεῖν ἄλλῳ. τὸ δ' αἴτιον οὐ ταὐτὸν τῷ αἰτιατῷ. τὸ δὲ πάντων αἴτιον οὐδέν ἐστιν ἐκείνων. οὐ τοίνυν οὐδ' ἀγαθὸν λεκτέον τοῦτο ὃ παρέχει, ἀλλ' ἄλλως τἀγαθὸν ὑπὲρ τὰ ἄλλα ἀγαθά.»
(ΙΑ.) Τὰ δ' αὐτὰ ὁ Πλατωνικὸς διέξεισι Πρόκλος περὶ τοῦ ἑνὸς καὶ τοῦ ἀγαθοῦ· καὶ ὁ τοῖς θεολογικοῖς ἐντυγχάνων ἐκείνου εἴσεται σαφῶς τὴν συμφωνίαν. ἐμοὶ γὰρ οὐ σχολάζειν αἱ τῆς κεφαλῆς ἐῶσιν ἀλγηδόνες ἐν τούτοις. εἴσεται δ' ἐν ταὐτῷ καὶ τὴν Πλάτωνος περὶ τὰ τοιαῦτα δόξαν ἐξ αὐτοῦ, εἴπερ αὐτὸς τῷ γε πλείονι μέρει τἀκείνου φθέγγεται πάντα. Δεικτέον δ' ὅμως ἐκ μέρους τὰ πλείω. φησὶν οὖν· «πᾶν τὸ γινόμενον ἐν μεθέξει τοῦ ἑνὸς γίνεται ἕν. αὐτὸ μὲν γὰρ οὐχ ἕν ἐστι. καθὸ δὲ πέπονθε τὴν μετοχὴν τοῦ ἑνὸς, ἕν ἐστιν. εἰ γὰρ γίνοιτο ἓν, ἃ μή ἐστιν ἓν καθ' ἑαυτὰ, συνιόντα δήπου καὶ κοινωνοῦντα ἀλλήλοις, γίνεται ἓν καὶ ὑπομένει τὴν τοῦ ἑνὸς παρουσίαν, οὐκ ὄντα ὅπερ ἕν. μετέχει ἄρα τοῦ ἑνὸς ταύτῃ, ᾗ πάσχει τὸ ἓν γενέσθαι. εἰ μὲν γὰρ ἤδη ἐστὶν ἓν, οὐ γίνεται ἕν. τὸ γὰρ ὂν οὐ γίνεται ὃ ἤδη ἐστίν. εἰ δὲ γίνεται, τῷ μὴ ἓν εἶναι πρότερον, ἕξει τὸ ἓν, ἐγγενομένου τινὸς ἐν αὐτοῖς ἑνός.»

βʹ. Ἐγὼ μὲν οὖν ταῦτα εἰπὼν ᾤμην λόγου ἀπηλλάχθαι· μηδὲ γὰρ δεῖσθαι πλειόνων ἔτι καὶ σαφεστέρων μαρτυριῶν, εἰς παράστασιν τῆς ἑνιαίας ἐκείνης καὶ μοναδικῆς καὶ θείας ἁπλότητος, καὶ ὅσα δεικνῦσιν ἕτερα περὶ θεοῦ τῶν πάλαι σοφῶν οἱ λόγοι, ὑπεράγαθον αὐτὸν καλοῦντες, καὶ τόπον ὑπὲρ τόπον, καὶ νόησιν ὑπὲρ νόησιν, καὶ κίνησιν ὑπὲρ κίνησιν, τοῖς ἁγίοις ὁμοίως, ἅτε ὑφ' ἑνὶ καὶ τῷ αὐτῷ τούτοις κανόνι τυπούμενοι τῆς τεχνικῆς παιδείας καὶ ἐπιστήμης, κοινῇ τοῖς πᾶσι πρὸς τοῦ θεοῦ βραβευθείσης, ὁπόσοι διαλέκτῳ κέχρηνται τῇ αὐτῇ.
(Β.) Οἱ δ' οὐκ ἀφίσταντό μου, τὴν συμφωνίαν κἀκ τῶν ἱερῶν ἀπαιτοῦντες ὄψεσιν αὐταῖς ἀναλαμβάνειν βιβλίων. οὐ γὰρ ἐνέτυχον οὐδαμῆ πω οὔθ' ἱεραῖς, οὔτε τισὶ τῶν θύραθεν περὶ ὅτων δήποτε βίβλων φιλοπονώτερον, ἵν' εἴη καὶ ἡμῖν, πρὸς εἰδότας γε ποιουμένοις τὸν λόγον, τὰ τῶν πόνων κουφότερα· ἀλλ' ἃ πρὸς τοῦ διδασκάλου Παλαμᾶ συνέβαινέ σφισιν ἄκροις ἀκούειν ὠσὶ, ταῦτ' ἐδέχοντο καὶ ἐπίστευον λίαν ἀπονητὶ, ἀταλαίπωρον ἀπιστίαν πίστεως ἀλλαττόμενοι, δι' ἀκαιρίαν νοῦ, μᾶλλον δὲ διὰ γνώμης καίριον μοχθηρίαν, ἀσέβειαν παρά γε τοῦ μὴ εἰδότος οἱ μὴ εἰδότες λαμβάνοντες. ταύτῃ τοι καὶ παραχρῆμα παράγειν ἐπῄει μοι Διονυσίου τοῦ Ἀρειοπαγίτου ταυτί. «Ἓν μέν ἐστι τὸ ὄντως ὂν καὶ καλὸν καὶ ἀγαθὸν καὶ σοφὸν, οὗ πάντες οἱ ἑνοειδεῖς ἐφίενται· μετέχουσι δ' αὐτοῦ οὐχ ἑνιαίως, καίτοι ἑνὸς καὶ ταὐτοῦ ὄντος· ἀλλ' ὡς ἑκάστῳ τὰ θεῖα διανέμει ζυγὰ, κατὰ τὴν ἑκάστου ἐπιτηδειότητα.» καὶ πάλιν· «ὥσπερ ἓν μὲν ἡ μονὰς, πρὸ πάντων δέ ἐστι τῶν ἀριθμῶν, καὶ αἰτία ἐστὶ παντὸς ἀριθμοῦ καὶ οὐκ ἔστιν ἀριθμὸς, ἀλλ' ἀρχὴ ἀριθμῶν, καὶ τὰ ἑξῆς· οὕτω καὶ ὁ θεὸς ἓν λέγεται, οὐ μόνον ὡς μόνος καὶ ἐξῃρημένος πάντων τῶν ὄντων κατὰ πάντα, καὶ ὡς ἁπλοῦς καὶ ἀμερὴς καὶ ἀδιαίρετος καὶ ἀπαθὴς, ἀλλὰ καὶ ὡς πρὸ πάντων τῶν ὄντων, καὶ ὡς πάντων αἴτιος· ἓν γὰρ τὸ πάντων τῶν ὄντων αἴτιον, καὶ ἑνικῶς ἓν, ἤτοι ἰδικῶς, ἐξαιρέτως, καὶ πρὸ πάντων· τὰ πάντα δ' ἐξ αὐτοῦ καὶ μετ' αὐτό· καὶ ὡς ὑπὸ πάντων τῶν ὄντων μετεχόμενος κατὰ τὴν ἑκάστου ἐπιτηδειότητα. τὸ γὰρ πάντη ἀμέτοχον αὐτοῦ πάντη μὴ ὄν ἐστι. καὶ τῷ εἶναι τὸ ἓν, πάντα ἐστὶ τὰ ὄντα. καὶ οὐκ ἔστι τὸ πάντων αἴτιον ἓν, ἓν τῶν πάντων, ἀλλ' ὑπὲρ πᾶν ἓν, καὶ παντὸς ἑνὸς καὶ πλήθους ὥσπερ ποιητικὸν, οὕτω καὶ ὁριστικόν. καὶ ὡς ἡ μονὰς πρὸ παντὸς ἀριθμοῦ πεπληθυσμένου, καὶ πάντα ἐν ἑαυτῷ τὸ ἓν καὶ τὰ ἐναντία ἑνοειδῶς καὶ ἀσυγχύτως προείληφε.» καὶ πάλιν ὁ αὐτός φησιν· «ἐπὶ θεοῦ ταὐτόν ἐστι τὸ καλὸν τῷ ἀγαθῷ· τοῦ καλοῦ γὰρ καὶ ἀγαθοῦ πάντα ἐφίεται. καλὸν δὲ καὶ κάλλος οὐ διαιρετέον ἐπὶ τῆς ἐν ἑνὶ τὰ ὅλα συνειληφυίας αἰτίας. ταῦτα γὰρ ἐπὶ μὲν τῶν ὄντων ἁπάντων, εἰς μετέχοντα καὶ μετοχὰς διαιροῦντες, καλὸν λέγομεν τὸ κάλλους μετέχον· κάλλος δὲ τὴν μετοχὴν τῆς καλλοποιοῦ τῶν ὄντων αἰτίας. ὁ δὲ θεὸς ταῦτα λέγεται, ὡς αἴτιος τούτων. ἐκ θεοῦ γὰρ καὶ ἐν θεῷ καὶ αὐτὸ τὸ εἶναι, καὶ αἱ τῶν ὄντων πάντων ἀρχαὶ, καὶ τὰ ὄντα πάντα, καὶ τὰ ἀλλήλοις ἐναντία· καὶ τοῦτο ἀσχέτως καὶ ἐξαιρέτως καὶ συνειλημμένως καὶ ἑνιαίως. καὶ γὰρ ἐν μονάδι πᾶς ἀριθμὸς ἑνοειδῶς προϋφέστηκε, καὶ ἔχει πάντα ἀριθμὸν ἡ μονὰς ἐν ἑαυτῇ μοναχῶς, ὡς αἰτία παντὸς ἀριθμοῦ· καὶ πᾶς ἀριθμὸς ἥνωται μὲν ἐν τῇ μονάδι· καθ' ὅσον δὲ τῆς μονάδος πρόεισι, κατὰ τοσοῦτον διακρίνεται καὶ πληθύνεται· ὡς καὶ ἐν κέντρῳ πᾶσαι αἱ τοῦ κύκλου γραμμαὶ κατὰ μίαν ἕνωσιν συνυφεστήκασι, καὶ πάσας ἔχει τὸ κέντρον τὰς εὐθείας ἑνοειδῶς. ἀλλὰ καὶ ἐν τῇ ὅλῃ τῶν ὅλων φύσει πάντες οἱ λόγοι τῆς καθ' ἕκαστον φύσεως συνειλημμένοι εἰσὶ κατὰ μίαν ἀσύγχυτον ἕνωσιν, καὶ ἐν τῇ ψυχῇ μονοειδῶς αἱ τῶν κατὰ μέρος πάντων προνοητικαὶ τοῦ ὅλου σώματος δυνάμεις. οὐδὲν οὖν ἄτοπον, ἐξ ἀμυδρῶν εἰκόνων ἐπὶ τὸ πάντων αἴτιον ἀναβάντας ὑπερκοσμίοις ὀφθαλμοῖς θεωρῆσαι πάντα ἐν τῷ πάντων αἰτίῳ μονοειδῶς καὶ ἡνωμένως. εἰ δὲ καὶ ὁ καθ' ἡμᾶς ἥλιος τὰς τῶν αἰσθητῶν οὐσίας καὶ ποιότητας, καίτοι πολλὰς καὶ διαφόρους οὔσας, εἷς αὐτὸς ὢν, καὶ μονοειδὲς ἐπιλάμπων φῶς, ζωοῖ καὶ τρέφει, πολλῷ μᾶλλον ἐν τῷ καὶ αὐτοῦ τοῦ ἡλίου καὶ πάντων τῶν ὄντων αἰτίῳ προϋφεστάναι τὰ πάντων τῶν ὄντων παραδείγματα κατὰ μίαν ὑπερούσιον ἕνωσιν, συγχωρητέον· καθάπερ ἡ φωνὴ μία καὶ ἡ αὐτὴ πρὸς πολλῶν ἀκοῶν ὡς μία μετέχεται.»
(Γ.) Ἐπεὶ δὲ καὶ περὶ τόπου διαλαβεῖν ἡμᾶς ἐν ἐκείνοις συμπέπτωκεν, ἅτε καὶ αὐτοῦ συνεκτικῶς τε καὶ ἑνοειδῶς τὰ ἐν αὐτῷ περιέχοντος ἅπαντα, καὶ τὰ διάφορα εἶναι δοκοῦντα, ἀναγκαῖον καὶ τούτου τὴν τῶν θείων τῆς ἐκκλησίας διδασκάλων, καθάπερ τι τῶν ἀναγκαίων χρεῶν, συμφωνίαν ἀποπιμπλάναι. «ὁ θεὸς ἄϋλος ὢν, καὶ ἀπερίγραπτος, ἐν τόπῳ οὐκ ἔστιν. αὐτὸς γὰρ ἑαυτοῦ τόπος ἐστὶν, ὁ τὰ πάντα πληρῶν καὶ ὑπὲρ τὰ πάντα ὢν, κἂν αὐτὸς συνέχων τὰ πάντα. ἰστέον δὲ ὅτι τὸ θεῖον ἀμερές ἐστιν, ὅλον ὁλικῶς πανταχοῦ ὂν, καὶ οὐ μέρος ἐν μέρει σωματικῶς διαιρούμενον, ἀλλ' ὅλον ἐν πᾶσι καὶ ὅλον ὑπὲρ τὸ πᾶν. ὁ δ' ἄγγελος σωματικῶς μὲν ἐν τόπῳ οὐ περιέχεται, ὥστε τυποῦσθαι καὶ σχηματίζεσθαι· ὅμως λέγεται εἶναι ἐν τόπῳ, διὰ τὸ παρεῖναι νοητῶς που καὶ ἐνεργῶν κατὰ τὴν ἑαυτοῦ φύσιν, καὶ μὴ εἶναι ἀλλαχοῦ.»
(Δ.) Ἐγὼ δ' ἐκ πολλῶν πολλὰ συνείρειν δυνάμενος ὅμοια μόνοις ἀρκεῖσθαι κέκρικα τοῖς Διονυσίου τοῦ Ἀρειοπαγίτου, πλήρη πεπαιδευμένοις ὄντα ἀνδράσι. περὶ γάρ τοι τῶν ἀπαιδεύτων λόγος ἡμῖν οὐδένων οὐδείς. λῆρος γάρ σφισι λόγος ἅπας καὶ μοῦσα παιδευτικὴ καὶ ἤθους ῥυθμὸς καὶ (οὐδ' ἐλαχίστου δέω λέγειν) εὐσέβεια πᾶσα καὶ κανόνες ἐκκλησίας εὐνομουμένης. ὅμως τε περὶ βουλήσεως καὶ δυνάμεως καὶ ζωῆς καὶ σοφίας καὶ τῶν τοιούτων ἐπ' ἐκείνοις μὲν παμπληθὲς διεξῆλθον· ὑμῖν δ' ἐνταυθοῖ προτιθέναι, φορτικὸν ἐμοί γε φαίνεται καὶ οὐδ' ἄλλως ἀναγκαῖον. τὴν γὰρ ἐν τούτοις ἀνάγκην καὶ καιρῶν δεῖσθαι πολεμίων ἀνάγκη, ὅτε δὴ μαχίμου (φάναι) κόνεως ἀναῤῥιπιζομένης ἐν μέσῳ μάλα σφοδρῶς ἀναφλεγόμενον τὸ θερμὸν τῆς ψυχῆς ἀκάθεκτον ἔχει τὴν οἴκοθεν ὁρμὴν, ἐπὶ ξυροῦ τῶν κινδύνων αἰωρουμένων· τῆς δ' ἀκμῆς ἐκείνης παρελθούσης, καὶ τοῦ μαχίμου θώρακος καὶ τῶν ὅπλων ἐκείνων ῥιφέντων, ἐς τοὐναντίον χωρεῖ καὶ τὰ τῆς σπουδῆς, μαραινομένου τοῦ ὑπεκκαύματος καὶ τῆς ἀφορμῆς τοῦ πολέμου κατὰ μικρὸν ἀπιούσης ἐς λήθην, μετά γε τῆς τῶν ὅπλων ἀπαλλαγῆς. διὸ καὶ ἡμῖν ἐῤῥᾳθυμημένως πως ἤδη τῇ πρὸς ὑμᾶς διηγήσει μετὰ τὴν ζάλην ἐκείνην χρωμένοις ἐνεῖναι συγγνώμην οὐδὲν ἀπεικός· ἐξεῖναι γὰρ, κἀκ τῶν εἰρημένων, συνεῖναι ὑμᾶς τὴν τῶν σοφῶν ἑκατέρων συμφωνίαν, τῶν τε ἡμετέρων δηλαδὴ καὶ τῶν θύραθεν, ὅπως ταὐτὰ καὶ φρονοῦσι καὶ φθέγγονται περὶ τῆς θείας ἁπλότητος, εἶναι παγχάλεπον καὶ σφόδρα τῶν ἀδυνάτων, σύνθεσιν ἐννοεῖν ἢ διαφορὰν, πλὴν ὀνομάτων μόνον, οὐσίας τε καὶ βουλήσεως καὶ δυνάμεως καὶ ζωῆς καὶ σοφίας, καὶ ἁπλῶς ἐνεργείας ἁπάσης. ὥσπερ γὰρ ἐπίσης δίδωσιν ὁ θεὸς εὐσεβέσι καὶ ἀσεβέσιν, Ἕλλησί τε καὶ βαρβάροις, καὶ συλλήβδην πᾶσιν ἔθνεσιν εἰπεῖν, οὐρανὸν καὶ γῆν, ἀέρα τε καὶ ὑετὸν, ἥλιόν τε καὶ σελήνην, καὶ τἀναγκαῖα πάντα· οὕτω καὶ τοὺς τῶν ἀναγκαίων τεχνῶν κανόνας ἐπίσης παρέχεται πᾶσιν, ὁμοφύλοις καὶ ἀλλοφύλοις. οὐ γὰρ ἄλλη μὲν ἡ τεκτονικὴ παρ' Ἕλλησι στάθμη, παρὰ Σκύθαις δ' ἄλλη· καὶ Μήδοις καὶ Πέρσαις ὁμοίως. οὐ μὴν οὐδὲ τοῦ γεωργεῖν καὶ κυνηγετεῖν, καὶ τῶν τοιούτων, διαφορά. ἀλλὰ τῆς θρησκείας διαφερούσης, τὰ τῆς τέχνης ἔχει συνάφειαν. οὕτω δὲ κἀπὶ τῆς λεξικῆς ἐπιστήμης ἐστὶν ὁρᾷν. ὅσοι μὲν γὰρ τῇ αὐτῇ κέχρηνται διαλέκτῳ, τῇ τῶν πρώτων εὐδοκιμησάντων ὁμογενῶν ἐπιστήμῃ καὶ τέχνῃ τούτους κεχρῆσθαι χρεὼν, Φοίνικας λέγω καὶ Πέρσας καὶ Ἀσσυρίους. καὶ ἵνα τοὺς ἄλλους παρέλθωμεν, καὶ ὁπόσοι τῇ Ἑλλάδι κέχρηνται γλώσσῃ, ἀνάγκη καὶ τούτοις τῇ τῶν ἀρχηγῶν τῆς εὑρέσεως χρῆσθαι μεθόδῳ καὶ τέχνῃ, καθάπερ στάθμῃ τινὶ, εἰ μὴ βούλοιτό τις πλείω σολοικίζειν ἢ φθέγγεσθαι. ὃ δὴ καὶ Ἰουλιανῷ τῷ δυσσεβεῖ ληφθὲν ἐπὶ νοῦν ἐμποδὼν τοῖς εὐσεβοῦσι στῆναι πέπεικεν, Ἑλληνικοῖς ῥυθμίζεσθαι λόγοις τὴν γλῶτταν. μόνον τῆς ἐκλογῆς ὑγιῶς ἀνθεκτέον ἐκεῖθεν, καὶ κατὰ τὴν ἐμμελῆ τε καὶ ἐναρμόνιον τῶν ἁγίων ἡμῶν συμφωνίαν. ἦ γὰρ οὐκ ἂν φθάνοι ταράττων τὰ πάτρια τῆς ἐκκλησίας ἱερὰ δόγματα, δι' ἀμαθίαν ἢ μοχθηρίαν ἀτόπου γνώμης καὶ προαιρέσεως, κακῶς ἐκλαμβάνων καὶ διαστρέφων τὸν ἐγκείμενον ταῖς λέξεσι νοῦν, ὁμοίως τῷ σῷ Παλαμᾷ καὶ ὑμῖν, ἐκείνῳ ταὐτὰ φθεγγομένοις ἀρτίως τά τε ἄλλα καὶ τρεῖς ὁμολογοῦσι φύσεις ἐπὶ τοῦ Σωτῆρος μεταμορφώσεως, μίαν μὲν τῆς ἀνθρωπότητος, δύο δὲ ταῖν δυεῖν θεοτήτων, τῆς τε ἀφανοῦς καὶ τῆς παραδειχθείσης ἀκτίστου δευτέρας θεότητος καθ' ὑμᾶς· ὧν τὴν μὲν ἀμέθεκτον πᾶσι πάντη φατὲ, τὴν δὲ μεθεκτήν· ὡς ἀναγκάζεσθαι πάλιν ἡμᾶς, καὶ τούτων τὴν ἀτοπίαν ἐλέγχειν.
(Ε.) Καὶ πρῶτόν γε τὸν περὶ μεθέξεως λόγον ἐνεγκόντες εἰς μέσον ἴδωμεν πῶς ὁ σὸς Παλαμᾶς ἐκ τῶν γραφῶν ποιεῖται τὴν ἐκλογὴν τῶν τε ἡμετέρων καὶ θύραθεν. ὡς γὰρ πολλοὶ μὲν, φησὶ, κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί, οὕτω καὶ πολλῶν τὴν τῶν γραφῶν ἐκλογὴν ποιουμένων, τἀσφαλὲς ὀλίγοις πρόσεστι. μέμνημαι γὰρ τῶν Ἑλλήνων ἐνίους πὴ μὲν ὅμοια τοῖς ἡμῶν φθεγγομένους ἁγίοις, ὧν ἡμῖν ἔνια παρειληφόσιν ἐς τὴν τῶν ἁγίων ἅμιλλαν συνεισενεγκεῖν ἐγεγόνει, πὴ δ' ἀνόμοιά τε καὶ ἐναντία· ἀφ' ὧν τοῖς περὶ Παλαμᾶν ἐκλέγεσθαι τὰ κατὰ γνώμην πέπρωται, κανθάροις ἴσα, οἷς μισεῖν μὲν πέφυκεν ὅσα εὐώδη, ὅσα δ' ἀπόζει μακρᾶς δυσωδίας, ταῦτα δ' ἀσμένως προσίεσθαι.
(Στ.) Φησὶ τοίνυν ὁ Πλατωνικὸς Πρόκλος ἐν τοῖς αὐτοῦ θεολογικοῖς· «πᾶν τὸ μετέχον τοῦ μετεχομένου καταδεέστερον· καὶ τὸ μετεχόμενον, τοῦ ἀμεθέκτου. τὸ γὰρ μετέχον, ἀτελὲς μὲν ὂν πρὸ τῆς μεθέξεως, τέλειον δὲ τῇ μεθέξει γινόμενον, δεύτερόν ἐστι πάντως τοῦ μετεχομένου, καθὸ τέλειόν ἐστι μετασχόν. ᾗ γὰρ ἀτελὲς ἦν, ταύτῃ τοῦ μετασχεθέντος, ὃ ποιεῖ τέλειον αὐτὸ, καταδεέστερον. τὸ δὲ μετεχόμενόν τινος ὂν, καὶ οὐ πάντων, τοῦ πάντων ὄντος, καὶ οὔ τινος, πάλιν ὑφειμένην ἔλαχεν ὕπαρξιν. τὸ μὲν γὰρ τῷ πάντων αἰτίῳ συγγενέστερον, τὸ δὲ ἧττον συγγενές. ἡγεῖται ἄρα τὸ μὲν ἀμέθεκτον τῶν μετεχομένων· ταῦτα δὲ, τῶν μετεχόντων. ὡς γὰρ, συνελόντι φάναι, τὸ μέν ἐστιν ἓν πρὸ τῶν πολλῶν· τὸ δὲ μετεχόμενον ἐν τοῖς πολλοῖς ἓν ἅμα καὶ οὐχ ἕν· τὸ δὲ μετέχον πᾶν οὐχ ἓν ἅμα καὶ ἕν.» σκεπτέον ἐνταῦθα πρὸς θεοῦ, πῶς πολλῶν τῶν τοῦ Ἕλληνος ὄντων δογμάτων περὶ θεοῦ, ὧν τὰ πλείω τοῦ νοσεῖν πως ἀπήλλακται, ὅδε τῷ μάλα νοσοῦντι προσετετήκει μέρει, ὃ κἂν αὐτῷ παρόντι τῷ Ἕλληνι μετάμελον ἐχορήγει, τἀτόπημα δημοσιευόμενον βλέποντι· ἢ πῶς οὐκ ἂν ᾐδέσθη τὸν ἔλεγχον αὐτόθεν αἰσχύνοντα, βλέπων ὡς αὐτὸς ἑαυτῷ μάχοιτο, τἀναντία τοῖς πρότερον ἐνταυθοῖ δογματίζων; τρεῖς μὲν γὰρ ἐνταῦθα τάξεις ποιεῖται· μίαν μὲν τὴν τοῦ ἀμεθέκτου καὶ ὑπερκειμένου θεοῦ, δευτέραν δὲ τὴν τοῦ μεθεκτοῦ γένους, καὶ τρίτην τῶν μετεχόντων. καὶ ἡγεῖται τοσοῦτον ὑπερκεῖσθαι τῶν μεθεκτῶν τὸ ἀμέθεκτον, ὅσον ταῦτα τῶν μετεχόντων. πρόσθεν δ' ἐδείκνυ πᾶν τοὐναντίον. τὸ γὰρ ἓν ἔλεγεν εἶναι πάντων ἀρχὴν καὶ πάντη μετεχόμενον ὑπὸ τοῦ πλήθους, τουτέστιν ὑπὸ πάντων. πῶς γὰρ ἂν ὑπὲρ τὰ πάντα ἦν καὶ πάντων αἴτιον τῶν ὄντων, εἴπερ τὸ ἀσχέτῳ τε καὶ ἀμεθέκτῳ πρὸς ταῦτ' εἶναι προσῆν αὐτῷ; τοῦ γὰρ τὰ πάντα πληροῦντος καὶ ἐν πᾶσιν ὄντος, πῶς οὐ μεθέξει πάντα; ἀλλ' ἔοικε δεδιότι, μὴ καὶ τὸ θεῖον ὑπὸ τῶν πασχόντων, καθάπερ τὰ σώματα, μερισθῇ. οὐδὲ γὰρ ἔφθη μαθὼν, ὡς ὁ θεὸς ἁπλοῦς ὢν πανταχῆ ἐστιν ὁλικῶς, καὶ οὐδαμοῦ· καὶ μετέχεται μὲν ὑφ' ἁπάντων, ἀμεθέκτως δέ· καὶ μερίζεται μὲν, ἀμερίστως δέ· κατὰ τὴν εἰκόνα τῆς ἡμετέρας ψυχῆς, ἁπλῆς οἷον οὐσίας καὶ αὐτῆς. καὶ γὰρ καὶ αὕτη πανταχοῦ τοῦ σώματος ὅλη ὁλικῶς ὑπάρχουσα μετέχεται μὲν ὑφ' ἑκάστου τῶν τοῦ σώματος μερῶν, ἀμεθέκτως δέ. οὐδὲ γὰρ οὐδὲν ἰδίᾳ τούτων οὐδαμῆ γίνεσθαι πέφυκε ψυχή· πλὴν ἕκαστον τῶν τοῦ σώματος μερῶν, ὡς ἔχει φύσεως ἅμα καὶ θέσεως, ὑπό γε τῆς κινούσης ὁμοῦ καὶ ζωούσης ἐνεργεῖται ψυχῆς· ὥστε καὶ εἰ ἦν ἐν τραχήλῳ ἢ ἐν χειρὶ κατασκευὴ στόματος, λάλος ἂν (οἶμαι) ἦν καὶ ἡ χεὶρ καὶ ὁ τράχηλος. εἰ οὖν οὕτω τοῦτο, πολλῷ ἂν μᾶλλον ὑπὸ πάντων μετέχοιτο θεὸς, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν. καὶ ἐν ἑκάστῳ γὰρ τῶν πάντων γινόμενος ὅλος ἐστί· καὶ ὅλος μένει καθ' ἑαυτὸν καὶ ἐν πᾶσι καὶ πρὸ τῶν πάντων· καὶ ὅλος μεθεκτὸς ὁ αὐτὸς καὶ ὅλος ἀμέθεκτος.
(Ζ.) Ἀλλὰ τοῦτον ὁ Χριστιανὸς ἐμιμήσατο Παλαμᾶς ἀμαθῶς τε καὶ κακοτρόπως, καὶ μιμησάμενος οὐκ ἠνέσχετο μέχρι μιμήσεως εἶναι τἀγώνισμα· ἀλλὰ φιλότιμος ὢν ἐν κακοῖς ἐκείνου μὲν ἐξ ἀμαθίας διέφθαρκε τὴν λέξιν, αὐτὸς δὲ τῇ κακίᾳ κακίαν προστίθησι διανοίας. ἐκεῖνος μὲν γὰρ οὐδαμῆ δογματίζων ἀκτίστων θεοτήτων ἡλώκει πλῆθος· μηδὲ γὰρ ἐγχωρεῖν ἐνεργεῖ τῇ φύσει· ὁ δ' ἀμέθεκτόν τε καὶ ὑπερκείμενον ἔφησεν εἶναι πρῶτον θεόν· δευτέρᾳ δ' ἔπειτα δίδωσι τάξει τὸ τῶν μεθεκτῶν καὶ ὑφειμένων θεοτήτων πλῆθος· τρίτην δὲ χώραν ἔνειμε τοῖς τε ἀνθρώποις καὶ ὅσα ὑπὸ τὴν αἴσθησιν ἐνάρετα πράγματα, καθὰ πολλάκις εἴρηταί τε καὶ εἰρήσεται ἡμῖν· καὶ ἅμα ἄναρχά τε καὶ ἄκτιστα εἶναι ὡρίσατο, μετὰ πολλῆς τῆς αὐθεντίας ποιησάμενος τὴν προσθήκην. οὕτω ὁ φιλότιμος ἀνὴρ γίνεται χορηγὸς τῶν μήτ' ὄντων μήτ' ἐσομένων, ἀναρχίαν καὶ ἀκτισίαν ἐπευωνίζων οὕτως ἀφθόνῳ χειρὶ τοῖς κτίσμασι, καὶ τὰς μὲν ὡς ὕδωρ σπείρων, τὰς δ' ὡς ἄμμον διασκορπίζων. θαυμάσειε δ' ἄν τις, πῶς ἃ μὲν μήτ' ἔχει μήθ' ἕξει δίδωσιν, ὥσπερ αὐτοματίζων τῶν μήτ' ὄντων μήτ' ἐσομένων τὴν γένεσιν· τῶν δὲ χρημάτων τὰ μὲν ὡς ἄμμον θησαυρίζει, τῶν θείων εἰκόνων ἀσελγῶς ἀφαιρούμενος, τὰ δ' ὅθεν οὔτ' ἔσπειρεν οὔτε διεσκόρπισεν, ἀπονητὶ συνάγει, τοῦ βασιλικοῦ κελεύοντος τρίποδος. ἀλλ' ἀναίσχυντον ἡ ἀμαθία, καὶ φιλεῖ γε ὡς τὰ πολλὰ τὸ τῆς φύσεως ἐλλιπὲς τῇ θρασύτητι διασώζειν βιάζεσθαι· καθάπερ οἱ χωλεύοντες τὸ λεῖπον τοῦ ποδὸς ξυλίνῳ διασώζουσιν ἐνίοτε. ἀλλ' ὁ περὶ τοῦ ἀκτίστου λόγος εἰς ἑτέραν ἡμῖν τεταμιεύσθω τράπεζαν· περὶ δ' ἀμεθέκτου τῶν ἁγίων ὅ,τι φασὶν ἀκουσώμεθα.
(Η.) Διονύσιος τοίνυν ὁ Ἀρειοπαγίτης τάδε διέξεισι. «μεθεκτὸς μὲν ὁ θεὸς, κατὰ τὰς μεταδόσεις αὐτοῦ· ἀμέθεκτος δὲ, κατὰ τὸ μηδὲν μετέχον αὐτῆς τῆς οὐσίας αὐτοῦ, ἢ τῆς ζωῆς αὐτοῦ, ἢ τῆς σοφίας αὐτοῦ, ἤ τινος τῶν τοιούτων, ἅπερ ἔχει πάντα καθ' ὑπεροχὴν καὶ ἐξαιρέτως.» καὶ πάλιν· «ἓν μέν ἐστι τὸ ὄντως ὂν καὶ καλὸν καὶ ἀγαθὸν καὶ σοφὸν, οὗ πάντες οἱ ἑνοειδεῖς ἐφίενται· μετέχουσι δ' αὐτοῦ οὐχ ἑνιαίως, καίτοι ἑνὸς καὶ ταὐτοῦ ὄντος, ἀλλ' ὡς ἑκάστῳ τὰ θεῖα διανέμει ζυγὰ κατὰ τὴν ἑκάστου ἐπιτηδειότητα· καθὰ καὶ πάσας ἔχειν ἔφαμεν τοῦ κύκλου τὰς γραμμὰς τὸ κέντρον ἑνοειδῶς.» ἐπιστῆσαι δ' ἄξιον ἐνταυθοῖ, πῶς ὁ μέγας Διονύσιος οὕτω λόγῳ βραχεῖ πᾶσαν παλαμναίαν κακόνοιαν, ὡς ἀράχνης ἱστὸν, διαλέλυκε. διαιρῶν γὰρ τῆς οὐσίας ὁ Παλαμᾶς σοφίαν καὶ δύναμιν καὶ ἀγαθότητα καὶ ζωὴν, καὶ ὅσα φησὶν ἐνεργείας τε καὶ ἀκτίστους θεότητας, τὴν μὲν οὐσίαν ἀμέθεκτον εἶναι τὸ παράπαν ὁρίζεται, ἰδιαζόντως γε μὴν αὐτὰς μεθεκτὰς, καὶ τοσαύτην ἐχούσας ἰδιότροπον ἑκάστην ἰσχὺν, ὡς δύνασθαι καὶ τοὺς ἀνθρώπους ἀκτίστους θεοὺς ἀπεργάζεσθαι καὶ ἀνάρχους. Διονύσιος ὁ τὰ θεῖα σοφὸς συνελὼν ἀμεθέκτους καὶ ταύτας ὁμοῦ τῇ οὐσίᾳ φησὶ, ἅτε μηδὲν τὸ διάφορον μηδαμῆ κεκτημένας, πλήν γε δὴ τοῦ ὀνόματος μόνου. δυοῖν οὖν ἀνάγκη θάτερον. ἢ γὰρ οὐ παραδέχεται Διονύσιον ὁ παράφρων οὑτοσί· ἢ τῆς ἐκείνου σοφῆς διανοίας ἀσύνετος μένει καθάπαξ· ἢ καὶ ἀμφοῖν ὁ ταλαίπωρος ἔνοχος εἶναι δοκεῖ. ἔπειτα μήτε νοῶν, μήτε δεχόμενος, οὐκ ἐρυθριᾷ διαβάλλων ἑτέρους καὶ τὰ οἰκεῖα μετάγων σκώμματα κατ' ἐκείνων, οἳ τελέως ἅμα καὶ ἀπρὶξ ἔχονται τῶν ἐκείνου. ἀπηναισχύντησε γὰρ ὁ μεμηνὼς, καὶ ὄψις πόρνης καὶ μοιχαλίδος ἐγένετό οἱ, ἣ ὅτε πράξῃ (φησὶ Σολομὼν) ἀπονιψαμένη οὐδὲν ἄτοπον πεπραχέναι φησίν.
(Θ.) «Ἀλλὰ γὰρ οὐκ ἄν ποτε δεξαίμην ἐγὼ (φησὶ) μεθεκτὴν ὅλως τὴν θείαν ὑπάρχειν οὐσίαν, οὐχ ἕως ἂν ἐν τοῖς ζῶσίν εἰμι καὶ τοῖς ἀέρος πνέουσι. τάχιστα γὰρ ἂν ἐξαναλώσῃ τὴν μετασχεῖν ἐθέλουσαν φύσιν, πρὶν ἂν μετάσχῃ. οὐδεὶς γὰρ ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται, φησὶν ἡ θεία γραφή.» ἰοὺ ἰοὺ τῆς εὐηθείας καὶ τῶν σεμνῶν λογαρίων, μᾶλλον δὲ τῆς ἀσέμνου βωμολοχίας! εἶτα ἐλάνθανεν ἡμᾶς ὕθλων ὑπάρχων μεστὸς, καὶ μύθων Ἑλληνικῶν, καὶ οὐδὲ τούτων σοφῶν, ἀλλ' οἵους φασὶ τὰ γραΐδια παρὰ τὰς ἐπ' ἀλέα λέσχας. εἰς γὰρ τὰς Διὸς καὶ Σεμέλης ψευδεῖς καὶ μυθώδεις μετήνεγκεν ὁ ταλαίπωρος τὴν σμικρόνοιαν κοινονοίας καὶ θείου φωτὸς ἐπιδημίας· οὗ γενομένου, θνητὴν οὖσαν καὶ οὐρανίου Διὸς ἐνεγκεῖν οὐδαμῆ δυνηθεῖσαν λαμπρότητα, μηδ' αἰθερίων κεραυνῶν ἐνδημίαν, ἀναλωθῆναι τὴν δυστυχῆ. οὕτω σμικροπρεπῶς τε καὶ ἀγεννῶς τὰς εὐγενεῖς τῶν ἁγίων ἐννοίας καὶ λέξεις ἐξ ἀμαθίας ὁ Παλαμᾶς ἐκλαμβάνων καὶ διαστρέφων τὰ θεῖα τῆς ἐκκλησίας ἐμόλυνε δόγματα, ὥσπερ ἀποσειομένης τῆς σφῶν ἐπιστήμης τὴν αὐτοῦ κακοήθειαν· καθάπερ τὰ τῶν ῥόδων εὔοσμα καὶ εὐανθῆ τὴν μαραίνουσαν αὐτὰ καὶ πρὸ τοῦ χρόνου χεῖρα. τοιοῦτον οἱ σεμνοὶ τῆς νῦν ἐκκλησίας ποιμένες νέον διδάσκαλον τῶν θείων δογμάτων προὐστήσαντο, τυφλὸν τυφλῷ ὁδηγόν. ὅτι δ' οὐχ ἁπλῷ τινι λόγῳ πρὸς ταῦτα χρώμενος φαίνεται, ἀλλ' ὀξεῖαν καὶ σφόδρα γε κατεσπουδασμένην ἔχει τὴν πρόθεσιν τῆς ψυχῆς, καὶ ταὐτὸν ἀεὶ τοῖς γυψὶ καὶ κανθάροις ποιεῖ, τὰ ὑγιαίνοντα καὶ ὅσα εὐώδη παριὼν, τῶν τε λέξεων καὶ ἐννοιῶν τοῖς νοσοῦσί τε καὶ ὅσα μακρᾶς δυσωδίας ἀπόζει, προστέτηκε, καὶ ἅμα διαστρέφων οὐ μάλα αἰδεῖται τὰ πλεῖστα (τοῦτο δὲ καὶ γυπῶν καὶ κανθάρων ὑπέρτερον) δῆλον ἐντεῦθεν. ἐν γὰρ Τιμαίῳ Πλάτων θεολογεῖν ἑλόμενος θεὸν ὑπερκείμενον τίθησι πρῶτον, ταῖς ὑφειμέναις ἐγκελευόμενον ἑαυτοῦ δυνάμεσι καὶ θεότησι τῶν παρ' Ἕλλησι σεβομένων δαιμόνων, τὰ ὄντα πάντα κατ' εἶδος ἕκαστα δημιουργεῖν, καὶ πάντων ἐμπλῆσαι κτισμάτων οὐρανόν τε καὶ γῆν, καὶ ὅσον ἐν μέσῳ σύγκριμά τε καὶ σύστημα· «θεοὶ θεῶν,» λέγων, «ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἃ δι' ἐμοῦ γέγονε, τρέπεσθε κατὰ φύσιν ὑμεῖς ἐπὶ τὴν τῶν ζώων δημιουργίαν, μιμούμενοι τὴν ἐμὴν δύναμιν περὶ τὴν ὑμῶν γένεσιν, καὶ ἀπεργάζεσθε ζῶα, καὶ γεννᾶτε, τροφήν τε διδόντες αὐξάνετε· καὶ φθίνοντα πάλιν δέχεσθε.»
(Ι.) Ὁρᾶτε τίνων μαθητὴς ἐγεγόνει, καὶ οἷς ἠκολούθησε δόγμασι, καὶ ὅθεν ἀρυσάμενος ἐξηρεύξατο καὶ αὐτὸς ἀνατροπὴν θολερὰν κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας, ὅσα τὰ ὄντα κατ' εἶδος, φάσκων τοσαύτας εἶναι καὶ τὰς ὑφειμένας τε καὶ ἀκτίστους θεότητας, οἷον ἰδέας Πλατωνικὰς, τῷ δημιουργῷ συνανάρχους μὲν καὶ συναϊδίους, ἑτεροφυεῖς δέ· καὶ ἄλλας ἄλλων γίνεσθαι ποιητικὰς ἀκτίστων καὶ κτιστῶν (τοῦτο δὴ τὸ τῆς αὐτοῦ συνηθείας προσθετικὸν) οἷον τῆς μὲν ζωῆς τὴν ζωὴν, τῆς δὲ σοφίας τὴν σοφίαν, τῆς δὲ δυνάμεως τὴν δύναμιν, καὶ τἄλλα ὁμοίως. ὃ γὰρ Πλάτωνι προστεθεικέναι οὐ γέγονε διὰ μνήμης, τοῦτο προσεξεῦρεν αὐτὸς, τὸ τῶν ἀκτίστων δηλαδὴ, ἐν τοῖς κακοῖς ἀεὶ φιλοτιμούμενος ἔχειν τῶν κακῶν τὰ πρωτεῖα, ἵν' εἴη σαφέστατα κακῶν ἁπάντων ὁ κάκιστος. οὐδὲ γὰρ οὐδ' Ἑλλήνων οὐδέσι τετόλμηται πώποτε, δεύτερον ἄκτιστον ἐπὶ νοῦν εἰληφέναι, παρὰ τὴν τὰ πάντα κτίσασαν μίαν δύναμιν. πλείστους δ' ἔχων παράγειν εἰς μαρτυρίαν ἐκεῖθεν παρίημι συντομίας ἐχόμενος. Πλούταρχος δ' ὅμως ὁ ἐκ Χαιρωνείας Νουμᾶν τὸν Πομπήλιον ἀναγράφων, ὃς Ῥωμαίων τοῖς πάλαι τὰ κράτιστα ἐνενομοθετήκει (καθὰ Σπαρτιάταις Λυκοῦργος, καὶ Λοκροῖς τοῖς Ἐπιζεφυρίοις Ζάλευκος, καὶ πρός γε Σικελιώταις Χαρώνδας ὁ Καταναῖος) τά τ' ἄλλα σὺν δίκῃ πάσῃ καὶ εὐνομίᾳ τὴν τότε Ῥωμαϊκὴν συστησάμενον πολιτείαν καὶ τάδε περὶ αὐτοῦ καταλέγει. «ἔστι γὰρ,» φησὶ, «καὶ τὰ περὶ τῶν ἀφιδρυμάτων νομοθετήματα παντάπασιν ἀδελφὰ τῶν Πυθαγόρου δογμάτων. οὔτε γὰρ ἐκεῖνος αἰσθητὸν ἢ παθητὸν ἐνόμιζε τὸ θεῖον, ἀόρατον δὲ καὶ ἄκτιστον, καὶ νοητὸν ὑπελάμβανεν εἶναι τὸ πρῶτον. οὗτος δὲ διεκώλυσεν ἀνθρωποειδῆ καὶ ζωόμορφον εἰκόνα θεοῦ Ῥωμαίους νομίζειν, ὡς οὔθ' ὅσιον ἀφομοιοῦν τὰ βελτίω τοῖς χείροσι, οὔτ' ἐφάπτεσθαι θεοῦ δυνατὸν ἄλλως, ἢ νοήσει.» ἠκούσατε τριῶν ἐν ταὐτῷ θαυμασίων ἀνδρῶν ἐξ ἀλλοδαπῆς θρησκείας, ὁπόσην τῷ ἑνὶ καὶ μόνῳ θεῷ ἀκτίστῳ τὴν εὐλάβειαν ἀπονέμουσι, καὶ ὅπως οὐδὲν τῶν ἁπάντων ἄνευ αὐτοῦ δογματίζουσιν ἄκτιστον, Πυθαγόρου λέγω, καὶ Πομπηλίου Νουμᾶ, καὶ τρίτου δὴ τοῦ τἀκείνων τοιαῦτα ἐπαινοῦντος δόγματα, Πλουτάρχου τοῦ Χαιρωνέως. ὁ δὲ Παλαμᾶς, ἄναρχόν τε καὶ ἀβασίλευτον ἑαυτὸν καταστήσας ἀνομοθέτητον, εἰς τὴν ὑπ' οὐρανὸν ἐξήνεγκεν ἐξουσίαν, ἄκτιστα γίνεσθαι πάντα τά τ' οὐράνια τά τε χθονοστιβῆ καὶ ὑδραῖα γένη. τῆς ἀναισθησίας τῶν ἑπομένων!
(ΙΑ.) Ἔγνωτε πάντως πανταχόθεν καὶ πολυτρόπως, ὅπως οὔτε τοῖς ἁγίων ἥκισθ' ἕπεσθαι νομίζει δόγμασιν, οὔθ' Ἑλλήνων τοῖς ὑγιῶς πως ἔχουσιν· οἷς καὶ τῶν ἡμετέρων ἁγίων πολλοὶ συνηνέχθησαν· ἀλλὰ τοῖς πάνυ τοι σφόδρα διεφθορόσι. καὶ θαῦμα, πῶς ἐκεῖ μὲν ὀξυδερκῶν ἀκολάστοις ὄψεσιν ἐπιβόσκεται τὰ νοσοῦντα καὶ σεσηπότα κατὰ τοὺς γύπας, πρὸς δὲ τὰς τῶν ἡμετέρων ἁγίων γραφὰς ἐκτετύφλωται, μήτε βουλόμενος μήτε δυνάμενος ὀρθῶς ἐνορᾷν. καί μοι δοκεῖ τὸ τῆς Λαμίας πάσχειν ἐκείνης τῆς μυθικῆς, ἥν φασιν οἴκοι μὲν οὖσαν ἀβλεψίᾳ συζῇν, οὐκ ἔχουσαν ὄψεις· ἐξιοῦσαν δὲ τῆς οἰκίας οὕτω βλεπούσας κτᾶσθαι τὰς ὄψεις ἐξαίφνης, ὡς ἅπαντα βλέπειν τὰ τῶν ἄλλων ἐς τἀκριβές. εἰ δ' οὖν λεγέτω μοί τις παρελθὼν, πῶς, πάμπολλα λεγόντων διαῤῥήδην τῶν ἁγίων ἀκούων, περὶ τοῦ μὴ διάφορον τὴν ἐνέργειαν τῆς οὐσίας ὑπάρχειν ἐπὶ θεοῦ, καὶ μάλιστα τοῦ θείου Διονυσίου τά τε ἄλλα περὶ τῶν τοιούτων διεξιόντος, ὁπόσα εἰρήκειμεν, καὶ ὅτι οὐκ ἄλλο τἀγαθὸν εἶναι, φάσκοντος, καὶ ἄλλο τὸ ὂν, καὶ ἄλλο τὴν ζωὴν, ἢ τὴν σοφίαν, οὐδὲ πολλὰ τὰ αἴτια, καὶ ἄλλων ἄλλας παρακτικὰς θεότητας ὑπερεχούσας καὶ ὑφειμένας· ὁ δὲ τοῖς τοιούτοις ἅπασι κωφὸς καὶ τυφλὸς γεγονὼς τοῖς ἐναντίοις ἀσμένως προσετετήκει, τοῖς τε ἄλλοις καὶ μάλιστα Εὐνομίῳ τῷ δυσσεβεῖ, μὴ χρῆναι λέγοντι γνώμαις ἑτέρων πειθομένους ἑνοῦν τῇ οὐσίᾳ τὴν ἐνέργειαν περὶ θεοῦ, ἀλλὰ πάντη διαφέρουσαν εἶναι πιστεύειν, καὶ ἅμα ἀνούσιόν τε καὶ ἀνυπόστατον. οἷς ἀνθιστάμενος ὁ Νυσσαέων θεῖος Γρηγόριος, «τί ἂν,» φησὶ, «λέγοι εἶναι καθ' ἑαυτὴν τὴν ἐνέργειαν, τὴν οὔτ' οὖσαν οὔτε χαρακτῆρα, οὔθ' ὑπόστασιν; οὐκοῦν τοῦ ἀνυπάρκτου εἶπεν ὁμοίωμα. τὸ δὲ τῷ ἀνυπάρκτῳ ὅμοιον οὐδ' αὐτὸ πάντως ἐστίν. αὕτη τῶν καινῶν δογμάτων ἡ τερατεία, τὸ πιστεύειν εἰς τὸ μὴ ὄν. τὸ γὰρ τῷ μὴ ὄντι ὅμοιον οὐκ ἔστι πάντως.» τίς, πρὸς θεοῦ, τῶν ἁπάντων γένοιτ' ἂν δραστικώτερος ἔλεγχος κατὰ τοῦ νέου τουτουῒ δυσσεβοῦς Εὐνομίου, τοῦ νῦν μὲν τοσαύτην ἐκκλησίαν πιστεύειν εἰς τὸ μὴ ὂν συνελαύνοντος, νῦν δ' εἰς πολυθεΐαν, διὰ τὴν τῆς συνήθους αὐτῷ φιλοτιμίας προσθήκην, ἵνα καὶ τὸν διδάσκαλον αὐτοῦ τῇ κακίᾳ κἀνταῦθα παρέλθῃ;
(ΙΒ.) Τῆς τοιαύτης οὖν ἔχεται παραπληξίας καὶ ὅ φησιν αὖθις αὐτὸς καὶ περὶ τῆς παραδειχθείσης ἐπὶ τοῦ ὄρους θεότητος. ἰδοὺ γὰρ κἀκεῖ διαστρέψας ἐξ ἀμαθίας, ἢ μᾶλλον κακοτροπίας, τὴν λέξιν πρὸς ἀλλόκοτον καὶ ἔκφυλον τῆς λέξεως ἔννοιαν στρατόπεδον θεοτήτων διαφόρων πεποίηκε τὸ Θαβώριον ὄρος, ἁμιλλωμένων ἀλλήλαις ὑπερθέσεως καὶ ὑφέσεως ἕνεκα· μήπω μαθὼν ὡς τὸ παραδεικνύειν οὐ τὴν καθαρὰν καὶ ἀναμφίβολον δεῖξιν δηλοῖ, ἀλλὰ τὴν αἰνιγματώδη, καὶ ἣ διὰ τῶν φαινομένων τὰ μήπω φανέντα κηρύττει. δῆλον δὲ καὶ ἄλλοθεν μὲν πολλαχόθεν, οὐχ ἧττον δὲ κἀξ ὧν εἰρῆσθαι τῷ Μελῳδῷ καὶ θείῳ ἐπῄει ἐκείνῳ ἀνδρὶ, «σύμβολα (φάσκοντι) τῆς ταφῆς σου παρέδειξας, τὰς ὁράσεις πληθύνας.» καὶ αὖ ἐξ ὧν Γρηγορίῳ τῷ θεολόγῳ περὶ τοῦ Πάσχα λέλεκται· «ὅταν αὐτὸ πίνῃ καινὸν μεθ' ἡμῶν ὁ λόγος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς, ἀποκαλύπτων καὶ διδάσκων, ἃ νῦν μετρίως παρέδειξε.» καὶ πάλιν· «ἐγκαινίζεται δὲ καὶ ἡ σκηνὴ τοῦ μαρτυρίου, καὶ λίαν πολυτελῶς, ἣν θεὸς παρέδειξε, καὶ Μωσῆς ἐπήξατο, καὶ Βεσελεὴλ ἐτελείωσε.» «καὶ ἄγγελοι δὲ,» φησὶν ὁ Χρυσόστομος, «παρ' ἀνθρώποις φανέντες, τὸ τῆς οἰκείας φύσεως ἀπαστράπτον φῶς παρήνοιξαν.» ἡ γὰρ παρὰ πρόθεσις κολαστικόν τινα δείκνυσι τρόπον ἐν τούτοις, ὥσπερ διὰ παραπετάσματος τὴν ἀλήθειαν κρυπτομένην συμβολικῶς ὑπεμφαίνουσα. εἶεν.

γʹ. Ἐμοὶ δὲ καὶ μάλα ἐθέλοντι τῶν ἐκεῖ λαληθέντων πάντα διεξιέναι καθ' ἕκαστα, τάς τε ἐκδρομὰς τῶν λόγων ἐκείνων καὶ τὰς ἀγχιστρόφους τῆς μάχης ἐκείνης μεταβολὰς, καὶ τὰς κατὰ στόμα τῶν ἀντιθέσεων ἀπαντήσεις· καὶ ὅπως, καθάπερ ἐν ἐρημίᾳ λυσσῶντες κύνες, κυκλώσαντες μονωθέντα με κατὰ ταὐτὸν, ὁ μὲν κατὰ τῶν ἐμῶν ὠθεῖν ἠπείγετο στέρνων τῆς ἀσεβείας τὸ ξίφος, ὁ δὲ τὰ τῶν ὀπισθίων μοι κράσπεδα σφόδρα ἐπιβούλως παρέσπα καὶ παρεῤῥήγνυ, καὶ πρὸς ἑαυτὸν μετὰ τῆς γλώττης ἑκάτερος ὅλον ἀνθεῖλκε τὸν νοῦν ἡμέτερον· καὶ συνελόντι φάναι, τοὺς συχνοὺς καὶ ἐπαλλήλους ἐκείνους ἱδρῶτας, οὓς ἀπαθῶς ὁ τῶν ἀδήλων μόνος ἔβλεπεν ὀφθαλμὸς, διεξιέναι καθ' ἕκαστα βουλομένῳ μοι αἱ τῆς κεφαλῆς ἀλγηδόνες οὐκ ἐνεδίδουν. διὸ παραιτεῖσθαι βουλόμενον δι' αὐτό γε τοῦτο, καὶ πρός γε διὰ τὴν πάλαι τοῦ Καβασίλα φιλίαν ἐκείνην, ἐκπομπεύειν οὐ μάλα ἐθέλων, ὁπόσα κἀκείνῳ κατὰ τῶν πατρίων τηνικαῦτα ἐθῶν καὶ δογμάτων τῆς ἐκκλησίας λελάληται δύσφημα δι' ἀμαθίαν (οὐ γὰρ ἄν ποτε φαίην ἐγὼ, μοχθηρίαν ψυχῆς) ἐμποδὼν οἱ φίλοι μοι σφόδρα καθίσταντο. διὸ καὶ μικρὸν ἀναπνεύσας ἀνελάμβανον αὖθις ἐμαυτὸν, καὶ ἐς τὸ πρότερον ἴχνος τῆς διηγήσεως ἀνῆγον τὸν λόγον, ἐκεῖνα μεταξὺ παραλείπων, ὅσα τὸ πρότερον ἔτος ἡμῖν λεπτότερόν τε καὶ τεχνικώτερον ἐν τοῖς Ἀντιῤῥητικοῖς ἐκδέδοται, ἢ μᾶλλον ἃ τὴν τοῦ Παλαμᾶ στηλιτεύει κακίαν ἐς τἀκριβέστερον.
(Β.) Πρῶτον μὲν οὖν ἀναλαβὼν ἐξεθέμην εἰς προὖπτον τῶν Παλαμικῶν δογμάτων ἐκεῖνα, ἃ τηνικαῦτα Καβασίλᾳ προενεγκεῖν εἰς αὐτοῦ συμμαχίαν συμπέπτωκεν· ἵν', ὥσπερ οἱ τοξόται κατὰ σκοπὸν, καὶ ἡμῖν ἀσφαλῶς τοξεύειν προσγίγνηται. ἔχει δ' οὕτως ἐν ταῖς διανοίαις καὶ λέξεσιν ἀμεταποίητα πάντα παντάπασιν. «ἑρμηνεύων ὁ προφήτης καὶ διακρίνων, τί τὸ πνεῦμα τοῦ θεοῦ τοῦτο, πνεῦμα, φησὶ, σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου θεοῦ· ὥστε ταῦτ' ἐστὶ τὸ πνεῦμα τοῦ θεοῦ. ἴδοις δ' ἂν καὶ τὸν μέγαν ἐν θεολογίᾳ Γρηγόριον τοῦτ' αὐτὸ τὸ πνεῦμα τὸ ἅγιον εἶναι δεικνύντα τὰ ἑπτὰ πνεύματα ταῦτα, ὡς κἀν τῷ εἰς τὴν ἁγίαν πεντηκοστὴν λόγῳ αὐτοῦ παρέστησεν ἡμῖν· τοῦτο, λέγων, τὸ πνεῦμα τὸ ἅγιον ἐκηρύχθη μὲν, καὶ τὰ ἑξῆς.» καὶ μετ' ὀλίγον· «καὶ μὴν τὴν μίαν τῶν τοῦ πνεύματος ἐνεργειῶν ὁ κύριος ἐν εὐαγγελίοις κατὰ μὲν τὸν Λουκᾶν δάκτυλον θεοῦ, κατὰ δὲ τὸν Ματθαῖον πνεῦμα τοῦ θεοῦ καλεῖ. ἐν τίνι δὲ πνεύματι ὁ κύριος ἐκβάλλειν ἔφη τὰ δαιμόνια, εἰ μὴ ἐν τῷ ἁγίῳ πνεύματι; τὸ ἓν ἄρα τῶν κατὰ διαίρεσιν χαρισμάτων πνεῦμα ἅγιόν ἐστι. εἰ δὲ τὸ ἓν, καὶ τὰ ἄλλα πάντα.» καὶ πάλιν· «ἱκανὰ μὲν,» φησὶ, «καὶ ταῦτα πεῖσαι, μήτε κτιστὴν ὑπάρχειν τὴν διδομένην καὶ λαμβανομένην τοῖς κεχαριτωμένοις τοῦ πνεύματος χάριν τε καὶ ἐνέργειαν (αὕτη γάρ ἐστι τὸ πνεῦμα τὸ ἅγιον), μήτε τὴν οὐσίαν εἶναι τοῦ πνεύματος. οὐδενὶ γὰρ ὁ θεὸς τὴν οἰκείαν οὐσίαν δίδωσι.» καὶ μετ' ὀλίγον· «ὁ τοίνυν λέγων τὴν λαμπρότητα τῆς θείας φύσεως, ἧς καὶ οἱ θεῷ λειτουργοῦντες ἄγγελοι μετέχουσι, καθ' ἣν καὶ οἱ δίκαιοι λάμψουσιν ὡς ὁ ἥλιος, μήτ' οὐσίαν εἶναι θείαν μήτ' ἀγγελικὴν, οὐ τίθησι μεταξὺ θεοῦ καὶ τῶν ἀγγέλων φῶς, ὃ μήτε θεός ἐστι μήτ' ἄγγελος. ἀλλ' ὁ μέγας Διονύσιος τὰς προαιωνίους μετοχάς τε καὶ ἀρχὰς καὶ τοὺς ἐν θεῷ τῶν ὅλων λόγους καὶ προορισμοὺς, ὧν ἄγγελοί τε καὶ ἄνθρωποι μετέχουσιν, οὐκ εἶναί φησιν οὐσίαν, οὔτε θείαν οὔτ' ἀγγελικήν· πληθυντικῶς δὲ προενεγκὼν ταύτην τὰς ἐλλάμψεις ἔδειξεν οὐκ οὐσίαν οὔσας θείαν. οὐδέποτε γὰρ ἐκείνη πληθυντικῶς προάγεται. ἀνάρχους δὲ καὶ ἀτελευτήτους προσειπὼν ἀκτίστους ὑπαρχούσας ἔδειξε.» καὶ πάλιν· «τί οὖν; σύνθεσιν δέδοικας ἐπὶ θεοῦ, καὶ τῶν ἐνεργειῶν ἀκτίστων οὐσῶν τε καὶ λεγομένων; πολλῷ μᾶλλον δέδιθι, μὴ κτίσμα ποιήσῃς τὸν θεὸν, τὰς αὐτοῦ φυσικὰς ἐνεργείας ἡγούμενος κτιστάς· τί οὖν; οὐχὶ τὰ ὑποστατικὰ τῆς ἀνωτάτω τριάδος, πολλὰ ὄντα, ἄκτιστά ἐστι; πῶς οὖν οὐ πολλοὶ θεοὶ, ἢ σύνθετος διὰ ταῦτα εἷς; ἢ σὺ κἀκεῖνα ἓν καὶ ταὐτὸν ἐρεῖς τῇ τοῦ θεοῦ οὐσίᾳ καὶ ἀδιάφορον παντάπασι, καθάπερ καὶ τὴν ἐνέργειαν;» καὶ πάλιν· «ἡμῖν δ' οὐδεμία ποτ' ἔσται λέξις ἀποχρῶσα πείθειν, τὰς ἐνεργείας τοῦ θείου πνεύματος, ἃς ὁ προφήτης κεφαλαιωδῶς ἑπτὰ προσεῖπε, μετὰ τῶν κτισμάτων τάττειν. τῶν δὲ θείων καὶ φυσικῶν ἐνεργειῶν τοῦ θεοῦ μία καὶ ἡ κρίσις, καθὰ Ἀβραὰμ ἔφη· ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν; ἆρ' οὖν καὶ αὕτη τῶν κτισμάτων ἕν; ἆρα οὖν καὶ τὴν ἑαυτοῦ κρίσιν ἄξει ὁ θεὸς εἰς κρίσιν;» καὶ πάλιν· «πῶς οὐκ ἄκτιστος ἡ χάρις, δι' ἣν καὶ οἱ μετεσχηκότες αὐτῆς ἄκτιστοι καὶ ἄναρχοι καὶ ἀτελεύτητοι καὶ ἀΐδιοι καὶ οὐράνιοι κατ' αὐτὴν παρὰ τῶν πατέρων προσηγορεύθησαν;» καὶ πάλιν· «ἀλλ' ἐπεὶ πολλὰς καὶ διαφόρους ὑποστάσεις καὶ δυνάμεις καὶ ἐνεργείας ὁ θεὸς ἔχει, εἰ μὴ ἕν τι τὸ αἴτιον ἐν αὐταῖς, πολλαὶ καὶ διάφοροι ἔσονται ἀρχαὶ τῆς θεότητος.» καὶ μετ' ὀλίγον· «ὁ μὲν υἱὸς καὶ τὸ πνεῦμα ἐκ τοῦ πατρός· αἱ δὲ δυνάμεις καὶ ἐνέργειαι ἐκ τῆς μιᾶς τρισυποστάτου φύσεως. καὶ γὰρ οὐχ ἡ οὐσία ἐκ τῆς σοφίας, ἀλλ' ἡ σοφία ἐκ τῆς οὐσίας.» καὶ πάλιν· «πῶς δὲ καὶ κτιστὸν, τὸ ἀπὸ καταβολῆς κόσμου μὴ ἐκτισμένον, ἀλλ' ἡτοιμασμένον;» καὶ πάλιν· «ποῖος βάσκανος δαίμων τῇ ἐκκλησίᾳ τοῦ θεοῦ τολμηρῶς ἐπεισήγαγεν, ὅτι ἡ οὐσία τοῦ θεοῦ, ἐνοικοῦσα τοῖς κτίσμασι, τοὺς καθαιρομένους καθαίρει, καὶ τοὺς ἁγιαζομένους ἁγιάζει;» καὶ ἐπὶ τούτοις, περὶ τῆς θείας μεταλήψεως καὶ τοῦ θείου βαπτίσματος, ὅσα καὶ ἀνωτέρω που δεδηλώκαμεν.
(Γ.) Ἀλλὰ γὰρ ἡμεῖς ἐνταυθοῖ τὰ καιριώτερα τῶν ἀτόπων, ἃ τοῖς δυσὶν ἐκείνοις ἀνδράσιν, ἐκ μόνων δυοῖν Παλαμικῶν ἀναλεξαμένοις λόγων, εἰς ἀντίπαλον προενεγκεῖν καθ' ἡμῶν τηνικαῦτα συμπέπτωκε, κατὰ τὸ ἀπαράλλακτον ἐξεθήκαμεν ὡς ἐν κεφαλαίῳ. ὧν γὰρ ἔργον καὶ μόνον ἀκούειν, ἦπου διεξιέναι καθ' ἕκαστον ἐργωδέστατον ἅπαντα· καὶ οὐδὲ πολλοῦ ἂν δεῖν οἶμαι χρῆμα τουτὶ πονηρὸν νομισθῆναι, καὶ ἴλιγγον ἐμποιοῦν ἀκοαῖς εὐσεβείᾳ συντεθραμμέναις, καὶ μηδὲν μηδαμῆ τῶν πατρίων δογμάτων ἐκτὸς εἰθισμέναις ἀκούειν. ἔξεστι δ', οἷς ἂν ὀρθῶς ἐξείη, σκοπεῖν κἀκ τούτων, ὡς εἰ μικρὸν μέρος δυοῖν τῶν ἐκείνου λόγων τοσαύτας ἔχει τὰς ἀτοπίας, καὶ ταῦτα ἐκ τοῦ παρήκοντος τοῖς θιασώταις ἐκείνου λεχθὲν, πόσας ἄν τις καὶ οἵας εἶναι λογίσαιτο πᾶσι τοῖς ἄλλοις, ὑπὲρ ἑξήκοντα οὖσι; πολύχους γὰρ ἐν κακοῖς ὁ ἀνὴρ, καὶ τεχνικοῦ κανόνος ὡς ποῤῥωτάτω λεγεῶνας ὅλους δυνάμενος ἐξεμεῖν λογαρίων ἐξ αὐτομάτου. ὅμως ἱκανὰ καὶ ταυτὶ τοῖς τὸ συνειδὸς ἀδέκαστον τρέφουσι, δεῖξαι·
(Δ.) Πρῶτον μὲν, ὅπως οὐχ ἓν εἶναι δογματίζει τὸ πνεῦμα τὸ ἅγιον, οὐ μεντἂν οὐδ' ἑπτά τινων ἓν, ἀλλὰ τῶν γε ὑπὲρ τὰ ἑβδομηκοντάκις ἑπτά. Δεύτερον δ', ὅπως ἐν τούτοις οὐ φρίττει διαβάλλων τόν τε μέγαν ἐν θεολογίᾳ Γρηγόριον, καὶ ἅμα τῶν θείων εὐαγγελιστῶν Λουκᾶν καὶ Ματθαῖον, δάκτυλον θεοῦ μὴ τὸ πνεῦμα τὸ ἅγιον λέγοντας, ἀλλ' ἕτερον τῆς οὐσίας καὶ μίαν τῶν ἀπείρων καὶ διαφόρων ἐνεργειῶν ἐνέργειαν. Τρίτον δ', ὅπως μεταξὺ θεοῦ καὶ ἀγγέλων καινόν τι καὶ ἴδιον ἀκτίστων τίθησι γένος ἐνεργειῶν, λαμπρότητα θεοῦ καὶ φῶς ἄῤῥητον ὀνομάζων, ἐν οἷς καὶ τὸν μέγαν διαβάλλει Διονύσιον, συμφωνεῖν αὐτὸν αὑτῷ προβαλλόμενος, ἔς γε τὸ ἄναρχόν τε καὶ ἄκτιστον εἶναι γένος τουτί. Τέταρτον δ', ὅπως ὅτῳ ποτ' ἀνθρώπων ἀκτίστῳ γε ἐκ τοῦ σχεδὸν ἐθέλοντι γίνεσθαι καὶ ἀνάρχῳ ῥᾷστον καὶ ὡς ἐπὶ πρανοῦς εἰπεῖν, ἐξ ἀφθόνων καὶ ἀποῤῥήτων πηγῶν ἀψοφητὶ καταφερομένου τοῦ τῆς τοσαύτης χορηγίας ῥεύματος. Πέμπτον, ὅτι τὸ ἡτοιμασμένον ἄκτιστον δογματίζει, ὡς ἐντεῦθεν ἀνάγκην εἶναι καὶ, ὃ τῷ διαβόλῳ ἡτοίμασε πῦρ ὁ θεὸς, ἄκτιστον εἶναι. Καὶ ἅμα ἕκτον, ὅπως οὐ μόνον τὰς ἀκτίστους ταύτας ἐνεργείας πολλὰς καὶ διαφόρους εἶναί φησιν, ἀλλὰ καὶ τὰς τρεῖς τῆς θείας φύσεως ὑποστάσεις πολλὰς καὶ διαφόρους εἶναι νομοθετεῖ· καὶ μικρόν τι συγχέας τὸν λόγον ὑποστάσεις μὲν ὀνομάζει τὰς πολλὰς ἐκείνας καὶ ἀπείρους ἐνεργείας, καὶ τοὔμπαλιν πολλὰς τὰς ὑποστάσεις, ἃς ἄχρι καὶ τήμερον δόγμα πάτριον τρεῖς γε καὶ μόνας ἅπασιν ἀκούειν καὶ σέβειν ἅπασιν ὀρθοδόξοις ἐνῆν. Ἕβδομον, ὅπως καὶ περὶ τῆς ἁγίας μεταλήψεως καὶ τοῦ θείου βαπτίσματος τἀνόσια τούτοις λελάληται.
(Ε.) Εἰρήσεται δέ γε καθ' ἕκαστον, εἰ μὴ πάντα, τὰ γοῦν πλείω, μεθ' ὧν ἀντιῤῥήσεων τούτοις καθήκει, οὐχ ὅσας καὶ οἵας αὐτοῖς ἀντεστήσαμεν τότε, σὺν ᾠδῇ μυρία τῶν θείων λογίων ἀγωνιστικώτερον ἐπιόντες, ὁπόσα ὁ τῶν διδασκάλων τῆς ἐκκλησίας πάλαι ὕμνησε χορὸς, ἀλλ' ἃ κατὰ τὸ ἐπιτρέχον ἡ μνήμη σχεδιάζουσα ἡμῶν χορηγήσει τῇ γλώττῃ· οὔκουν δι' ἔνδειαν ἀφορμῶν ἀντιπάλων (τοῦτο γὰρ οὐδέ του τῶν ἐναντίων λέγειν τολμῶντος, οἶμαι, δεήσει ποτέ) πῶς γάρ; ἀφθονίας μακρᾶς προκειμένης ἡμῖν, ὁπόσην ἐμοὶ τῶν ἁγίων βίβλοι κατὰ τὸ δαψιλὲς ἐπαντλοῦσι. τῶν μὲν γὰρ ἄλλων ἐνίοις, πρὸς λόγων ἀγῶνας ἰοῦσιν, ἐξ ἀποριῶν ἀπορίας ἐνίοτε ἀντλεῖν περιγίνεται, ὃ καίριον εἴποιεν ἥκιστα ἔχουσιν· ἐμὲ δ' ἐξ ἀπορίας μακρᾶς εἰς ἀπορίαν μακρὰν καινόν τινα καὶ παράδοξον περιΐστησι τρόπον τὸ τῶν περιόντων ὅπλων πλῆθος, καὶ βελῶν καὶ τόξων καὶ δοράτων (φάναι) παντοδαπῶν, εἰς ἄμυναν τῶν τῆς ἀληθείας ἐχθρῶν. ἀπορεῖν γὰρ ἔμοιγε φαίη τις ἂν ἴσως νῦν περιεῖναι, οὐχ ὁποίων ἂν εὐποροίην ἀφορμῶν ἐς τὴν τοῦ λέγειν παρασκευήν· ἀλλ' ὁπόσας ἂν ἁγίων καὶ οἵας ἂν παραλιπὼν συμμαχίδας γραφὰς, μέρους λαβόμενος βραχυτάτου καὶ ἀποχρῶντος πρὸς ἔνδειξιν τῆς τῶν ἐχθρῶν ἀῤῥωστίας, ἀπαλλαγῆναι γένοιτ' ἂν ἐν βραχεῖ.
< 1 2 3 4 5 6 7 8 >