▶ Προκοπιος
|
||||||||||
▶ Ιεροκλης
|
||||||||||
▶ Σιμοκαττης
|
||||||||||
▶ Θεοφανης
|
||||||||||
▶ Ιωαννης Σκυλιτζης
|
||||||||||
▶ Κωνσταντινος Ζ’
|
||||||||||
▶ Λεων Διακονος
|
||||||||||
▶ Μιχαηλ Ψελλος
|
||||||||||
▶ Μιχαηλ Ατταλειατης
|
||||||||||
▶ Νικητας Χωνιατης
|
||||||||||
▶ Γ. Ακροπολιτης
|
||||||||||
▶ Γ. Παχυμερης
|
||||||||||
▶ N. Γρηγορας
|
||||||||||
▶ Ι. Καντακουζηνος
|
||||||||||
▶ Γεωργιος Σφραντζης
|
||||||||||
▶ Χαλκοκονδυλης
|
Νικηφόρος Γρηγοράς1295 – 1360 (περ.)
|
τίτλος έργου:
– Ρωμαϊκή Ιστορία –χρόνος έκδοσης: 1337-1358
|
πλήρης τίτλος: ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΙ ΛΖ’ |
περιεχόμενο: Αφήγηση γεγονότων της ιστορίας του Βυζαντίου από το 1204 έως το 1358 σε 37 βιβλία. Στην παρούσα σελίδα περιέχονται τα βιβλία 24 έως 27 που καλύπτουν τα γεγονότα μέχρι το 1352. |
Κείμενο : |
Historia Romana[Μέρος 5: Βιβλία 24 έως 27 που καλύπτουν τα γεγονότα από το 1347 έως το 1351]ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣΛΟΓΟΣ ΚΔ’.αʹ. Ἐμοὶ δ' ὃ κἀν τοῖς πρόσθεν πολλάκις δεδρακέναι γέγονε, μετρίων διὰ μῆκος ἁπτομένῳ, καὶ ὅσοις ἀφοσιοῦσθαι τὸ τῆς ἀληθείας κράτος ἐνῆν, τοῦτο δὲ κἀνταῦθα δρᾷν οὐκ ἔγωγ' ἂν ὀκνήσαιμι. τί γὰρ δεῖ πανοπλίας ἐνταῦθα καὶ σπουδῆς πολεμικῆς, τῆς τῶν ἀγώνων παραῤῥυείσης ὥρας, καὶ μαρανθέντος τοῦ ὑπεκκαύματος, καὶ τῶν τότε ἀντιβαινόντων καὶ τὸ θυμούμενον τῆς ψυχῆς ἀναπτόντων, οὐκ ἐνὸν εἶναι μηδενὸς ἐν τῷ νῦν εἶναι. ἄλλως τε κἀπειδὴ τῶν γε πλειόνων ἔφθημεν ἀνωτέρω μνησθέντες μάλα γε ἀποχρώντως, ὡς ἔμοιγε φαίνεται, περιττόν μοι δοκεῖ καὶ τῶν περιέργων οὐ μάλα τὸν πόδα κεκτημένον ἐλεύθερον, περὶ τῶν αὐτῶν ταὐτὰ στρέφοντας ἀεὶ τὴν ἀκοὴν ἀποκναίειν. οὐδὲ γὰρ οὐδ' ὡς ἐκείνοις δήπου τότε πλεῖστα μὲν εἴρηται, τυφλὰ δὲ πάντα καὶ ἄγονα καὶ πρὸς τὸν αὐτὸν τῆς ἀτοπίας ἄγοντα πάντα κρημνὸν, οὕτω πολλῆς ἐνταυθοῖ κἀμοὶ δεήσει τῆς συμμαχίας. ἀλλ' ὥσπερ ἐν τῷ τοῦ ἀγῶνος ἐκείνου καιρῷ διὰ βραχέων εἰς τὸν ἐκείνων ἐκείνους ὠθήσας κρημνὸν ἀπήλλαγμαι, οὕτω καὶ πολλῷ μᾶλλον ἡσυχίας οὔσης, νῦν μετριώτερον ἢ κατὰ τὴν τότ' ἀνάγκην μνησθέντος, οὐκ ἂν εἴη φάναι οὐδενὶ τῶν ἁπάντων, ὡς οὐχ ἱκανῶς τῆς προθυμίας καὶ βουλήσεως ἔσχον ἐγὼ, κἀν τοῖς ἔργοις αὐτοῖς αἰσθέσθαι σαφῶς τοὺς ἐντυγχάνοντας ἐπεπείκειν. ἃ γὰρ ἡμῖν τε πρόσθεν εἴρηται καὶ ὁρᾷν τοῖς βουλομένοις πρόκειται, ἦπου πολλή τις ἂν εἴη ἄνοια, λέγειν ὁμοίως ἀεὶ τὰ αὐτά. ὅσον γὰρ τοῖς ἀντιθέτοις ἐκείνοις δεῖ τῶν ἀεὶ παραλλάξεων, δι' ἀῤῥωστίαν τῶν ἀεὶ λεγομένων αὐτοῖς, τοσοῦτον ἡμῖν, δι' εὐρωστίαν τῶν εἰρημένων, δεῖ πρὸς τὰ ἑξῆς σιωπᾷν. παραπλησίως ὥσπερ, οἷς μὲν ἐν ἡλίῳ καὶ φωτὶ δρᾷν ἔνεστιν ἃ δρῶσι, τούτοις δήπουθεν οὐδὲ μαρτύρων ἄν ποτ' οὐδένων δεήσοι, αὐτῶν ἐξ αὐτομάτου (φάναι) τῶν πραγμάτων τὴν ἀλήθειαν μαρτυρούντων· οἷς δ' ἐν σκότῳ καὶ νυκτὸς ἀδήλοις ἔνεστι βυθοῖς ἐγκυβιστᾷν τοὺς τῆς σπουδῆς θεμελίους, τούτοις οὐκ ἔστιν ὀρθῶς συνορᾷν οὔθ' ὅθεν ἄρχεται, οὔθ' ὅπη τελευτᾷ τῶν δρωμένων ἡ βάσις.(Β.) Καὶ πρῶτόν γε δὴ λεκτέον ἡμῖν ἐστι περὶ τῶν πνευμάτων, ὧν ὁ προφήτης ἐπὶ τὸν κύριον ἡμῶν καὶ σωτῆρα Χριστὸν ἀναπαύσεσθαι ἔφησεν· ἐπειδὴ καὶ ὁ τῶν φίλων βέλτιστος ἡμῖν Καβασίλας τοῦτο πρῶτον ἡμῖν ὡς ἰσχυρὸν ἐπεπράχει τῶν λόγων ἐκείνων πρόβλημα. ταῦτα τοίνυν ἑπτὰ ὄντα ἄκτιστά τε καὶ ἅγια πνεύματα δεδογμάτικεν ἅπαντα εἶναι καθάπαξ ὁ Παλαμᾶς, καὶ οἱ θιασῶται. ἦν οὖν ἐκ πρώτης ἐπιβολῆς προαγαγόντας εἰς μέσον ἡμᾶς αὐτὴν τοῦ σωτῆρος τὴν ῥῆσιν, ἣν τοῖς ἀποστόλοις εἰρήκει, μηδενὸς τὸ παράπαν ἑτέρου δεήσεσθαι πρὸς πειθὼ τῶν ἀκροωμένων, λέγω δὴ τὴν, «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος.» οὐ πληθυντικῶς γὰρ ἐνταῦθα πνεύματα δέδωκε λέγειν· ἢ πῶς ἂν τὸ τρισυπόστατον τῇ θείᾳ φυλάττοιτο φύσει, πολλῶν καὶ οὐχ ἑνὸς τοῦ πνεύματος ὄντος; ἀλλ' ἐπειδὴ τὸ πάνυ βραχυλογεῖν ὁ πολὺς τοῖς Λάκωσιν ἐκλήρωσε χρόνος ὡς τὰ πολλὰ, τοῖς δὲ φιλολογωτέροις δεῖ πλειόνων ἐνταῦθα μαρτυριῶν εἰς ἀκριβεστέραν τῶν ἐναντίων καθαίρεσιν, φέρε καὶ ἡμεῖς τὰ τοῦ πόθου τοῖς φίλοις ἀποδῶμεν ἀκροαταῖς, ὄκνων ἐκλαθόμενοι πάντων. Μάξιμος τοίνυν ὁ θεῖος τάδε περὶ τῶν ἑπτὰ διέξεισι πνευμάτων, ταὐτὸν δ' εἰπεῖν, ἀρετῶν. «καὶ ἐπαναπαύσεται,» φησὶν, «ἐπ' αὐτὸν ἑπτὰ πνεύματα· πνεῦμα σοφίας, πνεῦμα συνέσεως, πνεῦμα γνώσεως, πνεῦμα ἐπιστήμης, πνεῦμα βουλῆς, πνεῦμα ἰσχύος, πνεῦμα φόβου θεοῦ. ἔστι δὲ ἴδιον τῶν πνευματικῶν τούτων χαρισμάτων· φόβου μὲν, ἡ ἀποχὴ τῶν κακῶν· ἰσχύος δὲ, ἡ πρᾶξις τῶν ἀγαθῶν· βουλῆς δὲ, ἡ τῶν ἀντικειμένων διάκρισις· ἐπιστήμης δὲ, ἡ τῶν καθηκόντων ἀνόθευτος εἴδησις· γνώσεως δὲ, ἡ κατὰ ἐνέργειαν τῶν ἐν ταῖς ἀρεταῖς θείων λόγων περίληψις· συνέσεως δὲ, ἡ πρὸς τὰ γνωσθέντα διόλου τῆς ψυχῆς συνδιάθεσις· σοφίας δὲ, ἡ πρὸς τὸν θεὸν ἀδιάγνωστος ἕνωσις· καθ' ἣν τοῖς ἀξίοις ἡ ἔφεσις, ἀπόλαυσις γίνεται, μεθέξει ποιοῦσα θεὸν τὸν μετέχοντα, καὶ τῆς θείας αὐτὸν ὑποφήτην καθιστῶσα μακαριότητος, κατὰ τὴν ἀένναον πρὸς τοὺς δεομένους τῶν θείων μυστηρίων ἀνεκπόμπευτον προβολὴν καὶ διέξοδον.» ἐξηγούμενος δ' αὐτὸς τὰ αὐτά φησι· «τὸ πρὸς ἡμᾶς κατ' ἐνέργειαν πρῶτον ἀγαθὸν, ὅπερ ἐστὶν ὁ φόβος, τελευταῖον ἀπηριθμήσατο τῆς γραφῆς ὁ λόγος, καὶ σοφίας ἀρχήν· ἀφ' οὗ κινούμενοι πρὸς τὸ τῆς σοφίας τέλος, τὴν σύνεσιν, ἀναβαίνομεν· μεθ' ἣν προσεχεῖς αὐτῷ γινόμενοι τῷ θεῷ, μόνην τὴν σοφίαν τῆς πρὸς αὐτὸν ἑνώσεως μεσιτεύουσαν ἔχοντες· οὐ γάρ ἐστι δυνατὸν ἐπιλαβέσθαι σοφίας, τὸν μὴ πρότερον διὰ τοῦ φόβου καὶ τῶν διὰ μέσου λοιπῶν χαρισμάτων τήν τε λήμην τῆς ἀγνοίας καὶ τὸν τῆς κακίας κονιορτὸν ἑαυτῷ παντελῶς ἀποσεισάμενον. διὰ τοῦτο θεῷ μὲν προσεχῆ τὴν σοφίαν, ἡμῖν δὲ τὸν φόβον, ἡ γραφικὴ τάξις διέθηκεν, ἵν' ἡμεῖς εὐταξίας μάθωμεν ὅρον καὶ νόμον.» ὁρᾷς ὡς ἀρετὰς καὶ οὐχ ἅγια ταῦτα τίθησι πνεύματα. (Γ.) Περὶ δὴ τῶν τοιούτων ὁμοίως καὶ ὁ μέγας ἔφησε πάλαι Χρυσόστομος τά τ' ἄλλα καί· «ὅταν τις ἔχῃ χάρισμα ἀγάπης, λέγεται ὅτι πνεῦμα ἀγάπης ἔχει· ὅταν λάβῃ χάρισμα μαρτυρίου, λέγεται πνεῦμα δυνάμεως ἔχειν, τουτέστι χάρισμα. ἐπεὶ γὰρ τὸ δωρούμενον τὸ πνεῦμα τὸ ἅγιόν ἐστι, καλεῖται δὲ καὶ τὸ δῶρον ὁμωνύμως τῷ διδόντι, ἐὰν ᾖ τις πρᾶος καὶ ταπεινὸς τὴν καρδίαν, δῶρον ἔλαβε τῆς πραότητος, καί ἐστι θεοῦ χάρισμα.» καὶ πάλιν· «ὅπου δεῖ μαθεῖν τὰ βάθη, καλεῖται πνεῦμα ἀποκαλύψεως. ὅπου δεῖ ἀγάπην ἔχειν, καλεῖται πνεῦμα ἀγάπης. ὅπου δεῖ σαφῆ λαλῆσαι τὸν διδάσκαλον, καλεῖται πνεῦμα σοφίας. ὅπου δεῖ λαλῆσαι τὸν ἀκροατὴν συνετῶς, καλεῖται πνεῦμα συνέσεως.» καὶ τί δεῖ πάντα καταλέγειν, τοῦ παντὸς λόγου τὰ ἴσα διεξιόντος τοῖς βουλομένοις ὁρᾷν; λεγέτω γάρ τις ἐμοὶ πρὸς θεοῦ παρελθὼν, εἰ πλείονος τῷ σκέμματι δεῖ σαφηνείας, ὥστε μαθεῖν, τὸ μὲν πνεῦμα τὸ ἅγιον εἶναι ἓν, τὴν ἄκτιστον δηλαδὴ καὶ μίαν φύσιν τοῦ θεοῦ· ἃ δὲ τοῖς κτίσμασι χαρίσματα δίδοται, ἀρετὰς καὶ δῶρα διάφορα, καὶ ποιήματα αὐτοῦ, πνεύματα μὲν καλούμενα καὶ ταῦθ' ὁμωνύμως τῷ παρέχοντι πνεύματι, οὐχ ἅγια δέ· καθ' ἃ ὁ μέγας τούτοις συνᾴδει Βασίλειος, «εἴρηταί τισι,» φάσκων, «ὅτι αἱ ἑπτὰ γυναῖκες (αἱ τῷ προφήτῃ λεγόμεναι Ἡσαΐᾳ· ἐπιλήψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς, λέγουσαι, τὸ ὄνομά σου κεκλήσθω ἐφ' ἡμᾶς) ἑπτὰ πνεύματά εἰσιν, ἃ μικρὸν ὕστερον ὁ αὐτὸς οὗτος προφήτης καταριθμεῖσθαι μέλλει, ὡς ἐπαναπαυόμενα ἐπὶ τὸν ἐκ ῥίζης Ἰεσσαὶ ἐξανθεῖν μέλλοντα· πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου θεοῦ. ἅπερ διὰ τὸ πάντας ἐκκλῖναι, καὶ ἅμα ἀχρειωθῆναι, οὐκ ἔχοντα ᾧ ἐπαναπαύσεται ἀγαπητῶς, τοῦ κατὰ τὸν κύριον ἀνθρώπου λαβόμενα, ποιεῖ τὰ ἀναγεγραμμένα. ἀργεῖ γὰρ τὸ πνεῦμα τῆς γνώσεως καὶ τῆς εὐσεβείας ἐν καιροῖς, ὅτε οὐκ ἔστιν ὁ συνιὼν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν· καὶ οἱονεὶ ὄνειδός ἐστι ταῖς ἀρεταῖς τὸ μηδένα εἶναι τὸν ἀντεχόμενον αὐτῶν, ἀλλ' οἱονεὶ χηρεύειν αὐτὰς, ἀπορίᾳ τῆς ὑποδεχομένης αὐτὰς ψυχῆς. τὸ γὰρ μηδένα δυνηθῆναι ἑλεῖν τῷ οἰκείῳ κάλλει, ἀλλ' ἐναπομεῖναι τῇ ἐρημίᾳ, ὥσπερ καὶ τῶν ἀρετῶν δοκεῖ καθάπτεσθαι. ὁ δ' ἐν ἑαυτῷ πᾶν εἶδος ἀρετῆς κατὰ τὴν ἄκραν τελείωσιν ἐπιδεικνύναι μέλλων ἀφαιρεῖ τὸν ὀνειδισμὸν ἀπ' αὐτῶν.» ἰδοὺ καὶ οὗτος οὐχ ἅγια πνεύματα λέγει ταυτὶ, ἀλλ' ἀρετὰς ἀνθρωπίνας ἐπαναπαυόμενα Χριστῷ κατὰ τὸ ἀνθρώπινον. (Δ.) Καὶ ὁ μέγας δ' αὖθις Ἀθανάσιος, πρὸς Σεραπίωνα τὸν ἐπίσκοπον περὶ τοῦ ἁγίου πνεύματος γράφων καὶ τοὺς Πνευματομάχους ἐλέγχων, ἐν τῷ προφήτῃ φάσκοντας Ἀμὼς ἀκούειν λέγοντος τοῦ θεοῦ, ὅτι ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα· «εἴπατε,» φησὶν, «εἴπου τῆς θείας γραφῆς εὑρίσκεται τὸ πνεῦμα τὸ ἅγιον εἰρημένον ἁπλῶς πνεῦμα, χωρὶς προσθήκης τοῦ λέγεσθαι τοῦ θεοῦ, ἢ τοῦ πατρὸς, ἢ ὅτι ἐμοῦ, ἢ ὅτι αὐτοῦ τοῦ Χριστοῦ καὶ τοῦ υἱοῦ, ἢ παρ' ἐμοῦ (ὅ ἐστι παρὰ τοῦ θεοῦ) ἢ μετὰ τοῦ ἄρθρου· ἵνα μὴ ἁπλῶς λέγηται πνεῦμα, ἀλλὰ τὸ πνεῦμα, ἢ αὐτὸ τοῦτο, τὸ πνεῦμα τὸ ἅγιον, ἢ Παράκλητος, ἢ ἀληθείας· ὅ ἐστι τοῦ υἱοῦ, τοῦ λέγοντος· ἐγώ εἰμι ἡ ἀλήθεια· ἵνα ἀκούσαντες ἁπλῶς πνεῦμα ὑπονοήσητε εἶναι τὸ πνεῦμα τὸ ἅγιον;» ἀλλ' ὁ μέγας ἐν προοιμίοις ταῦτ' εἰπὼν, καὶ προκαταστήσας τὸν λόγον, πολὺς ἐῤῥύη παρ' ὅλον τὸν λόγον, τὰς ἐκ τῆς θείας γραφῆς εἰς πλάτος ἐκτιθέμενος μαρτυρίας, ὡς ἐξεῖναι μανθάνειν τοὺς βουλομένους ἐκεῖθεν ἀρκούντως, ὡς ἕν ἐστι, καὶ οὐ πολλὰ, τὸ πνεῦμα τὸ ἅγιον, οὐχ ὡς Παλαμᾶς φησι πάντας Πνευματομάχους ὑπερβαλλόμενος· οὐδ' ἐκ πολλῶν ἓν, ὡς αὐτὸς καὶ τοῦτο προστίθησι, τῇ κακίᾳ κακίαν προσεξευρὼν καὶ ἐπιδαψιλευόμενος. ὅμως διὰ τοὺς ἀσθενεστέρους ἔνια τῷ παρόντι συντάγματι καὶ ἡμῖν ἐρανισαμένοις ἐκεῖθεν ἐκτέθειται. «ὥσπερ γέννημα μονογενὲς ὁ υἱός ἐστιν, οὕτω καὶ τὸ πνεῦμα παρὰ τοῦ υἱοῦ διδόμενον καὶ πεμπόμενον καὶ αὐτὸ ἓν, καὶ οὐ πολλὰ, οὐδὲ ἐκ πολλῶν ἓν, ἀλλὰ μόνον αὐτὸ τὸ πνεῦμα. ἑνὸς γὰρ ὄντος τοῦ υἱοῦ, τοῦ ζῶντος λόγου, μίαν εἶναι δεῖ τελείαν καὶ πλήρη τὴν ἁγιαστικὴν καὶ φωτιστικὴν ζωὴν, οὖσαν ἐνέργειαν αὐτοῦ καὶ δωρεὰν, ἥτις ἐκ πατρὸς λέγεται ἐκπορεύεσθαι.» ἐντεῦθεν ἔχειν οἶμαι πάντα τινὰ συνιέναι τὴν τῶν παλαμναίων ἀνατροπὴν, καὶ μὴ πλειόνων ἔτι ῥημάτων δεήσεσθαι πρὸς ἀκραιφνῆ μαρτυρίαν. ὅμως ἐπείπερ καὶ οὕτως ἓν ὂν τὸ πνεῦμα τὸ ἅγιον πολλοῖς καὶ διαφόροις αὐτὸ τοῖς ὀνόμασι κέκληκεν ἡ γραφὴ, βραχέα καὶ περὶ τούτου λεκτέον. «εἰ ὁ υἱὸς, ἐπεὶ ἐκ τοῦ θεοῦ ἐστιν, ἴδιος τῆς οὐσίας αὐτοῦ ἐστιν, ἀνάγκη καὶ τὸ πνεῦμα, ἐκ τοῦ θεοῦ λεγόμενον, ἴδιον εἶναι κατ' οὐσίαν τοῦ υἱοῦ. ἀμέλει τοῦ Κυρίου ὄντος υἱοῦ αὐτὸ τὸ πνεῦμα εἴρηται πνεῦμα υἱοθεσίας.» καὶ πάλιν· «τοῦ υἱοῦ ὄντος σοφίας καὶ ἀληθείας, γέγραπται τὸ πνεῦμα εἶναι σοφίας καὶ ἀληθείας.» πάλιν· «ὁ μὲν υἱὸς δύναμίς ἐστι θεοῦ καὶ κύριος τῆς δόξης, τὸ δὲ πνεῦμα λέγεται πνεῦμα δυνάμεως καὶ πνεῦμα τῆς δόξης.» (Ε.) Ἐγὼ δὲ μεταξὺ λέγων ἐμνήσθην καὶ Γρηγορίου, τοῦ μεγάλου τῆς ἐκκλησίας φωστῆρος, τὰ ὅμοια τούτῳ διεξιόντος. ὅθεν οὐκ ἔμοιγε δέδοκται, μὴ οὐ κἀκείνου τινὰ μαρτυρίαν ἐνταῦθα συνειληφέναι. λέγει γὰρ οὑτωσίν. «ἐγὼ φρίττω, τὸν πλοῦτον ἐννοῶν τῶν κλήσεων, καὶ καθ' ὅσων ἀναισχυντοῦσιν ὀνομάτων οἱ τῷ πνεύματι ἀντιπίπτοντες. πνεῦμα θεοῦ λέγεται, πνεῦμα Χριστοῦ, πνεῦμα Κυρίου, πνεῦμα υἱοθεσίας, ἀληθείας, ἐλευθερίας, πνεῦμα σοφίας, συνέσεως, βουλῆς, ἰσχύος, γνώσεως, εὐσεβείας, φόβου θεοῦ. καὶ γὰρ ποιητικὸν τούτων ἁπάντων, πάντα τῇ οὐσίᾳ πληροῦν· μετεχόμενον, οὐ μετέχον· συνέχον, οὐ συνεχόμενον· δάκτυλος θεοῦ, πῦρ ὡς θεός· σοφώτατον, καὶ πολύτροπον ταῖς ἐνεργείαις.» καὶ τί δεῖ πλείους κἀνταῦθα λόγων ἡμᾶς ἀνελίττειν φάλαγγας, μνήμης εἵνεκά γε καὶ ταυτὶ τὰ μέτρια παρειληφότας ἐκεῖθεν; ἐξὸν, ὅτῳ μὴ ταυτὶ πρὸς ἔνδειξιν ἤρκεσεν, οὐ μόνον ἑπτὰ τοῦ θείου πνεύματος ἀπονητὶ λαμβάνειν ἐκεῖθεν ὀνόματα, ὅτι μὴ καὶ πλεονάκις τε καὶ πεντεκαιδεκάκις ταῦτα, καὶ εἰ δεῖ κατ' αὐτόν γε φάναι τὸν νέον διδάσκαλον Παλαμᾶν, ἀπειράκις ἄπειρα, ἅπερ ἄκτιστά τε καὶ ἅγια πάντα δεδογμάτικε πνεύματα· πρᾶγμα τῶν ἐξ αἰῶνος οὐδενὶ, μηδ' ἐς ψιλὴν γοῦν ἐπίνοιαν ἀναληφθὲν, μὴ ὅτι γε τῶν εὐσεβεῖν αἱρουμένων· ἀλλ' οὐδ' Ἑλλήνων ἢ βαρβάρων, ἢ ὅσοι φύσεως γοῦν ἄγονται θεσμῷ. σκοπεῖν οὖν ἄξιον, ὡς ἓν τοῖς ἁγίοις ὁμολογεῖται τὸ πνεῦμα τὸ ἅγιον, καὶ οὐ πολλὰ, οὐδ' ἐκ πολλῶν ἓν, ὡς Παλαμᾷ καὶ τοῖς αὐτοῦ θιασώταις κηρύττεται νῦν, οὐδ' ἔστιν ἄκτιστον οὐδὲν τῶν ἁπάντων, ὡς ἡμῖν πολλαχῆ τῶν θείων δέδεικταί τε σοφῶν διδασκάλων καὶ ἔτι δειχθήσεται προϊοῦσι τρανότερον. (Στ.) Δεύτερον δ' ἐπὶ τούτοις σκεπτέον ἐστὶν, ὅτι τε ποιήματα τοῦ θείου πνεύματος τῷ πολλῷ διδασκάλῳ ταῦτ' εἴρηται Γρηγορίῳ (ποιητικὸν γὰρ τούτων ἔφησε πάντων) ἃ Παλαμᾶς ἀκτίστους λέγων θεότητας αὐτὸν (ὡς εἴρηται) διαβάλλει τρανῶς καὶ ὀνομαστὶ, καὶ ὅτι πρὸς τοῖς πολλοῖς τούτοις ὀνόμασι καὶ δάκτυλον τὸ θεῖον ἔφησεν ὁ θεῖος ἀνὴρ ὀνομάζεσθαι πνεῦμα. ὃ καὶ βουλόμενον τοῖς προτέροις ἐνδιατρίβειν ἔτι βιαίως ἀπάγει με πρὸς ἑαυτὸ λαμπρῶς ἐφελκόμενον. δεῖ τοίνυν τὴν ῥῆσιν ἐκείνην τὴν βλάσφημον τοῦ ἀνδρὸς εἰς μέσον αὖθις κομίζειν, ἀναμνήσεως εἵνεκα. μικροῦ γὰρ κἀμὲ διαφυγεῖν ἐδέησεν, ἀπασχολησάσης τῆς τούτου λήθης ἐφ' ἕτερα. ἔχει δ' οὕτως. «τὴν μίαν τῶν τοῦ πνεύματος ἐνεργειῶν ὁ κύριος ἐν εὐαγγελίοις κατὰ μὲν τὸν Λουκᾶν δάκτυλον θεοῦ, κατὰ δὲ τὸν Ματθαῖον πνεῦμα τοῦ θεοῦ καλεῖται. ἐν τίνι δὲ πνεύματι ὁ κύριος ἐκβάλλειν ἔφη τὰ δαιμόνια, εἰ μὴ ἐν τῷ ἁγίῳ πνεύματι; τὸ ἓν ἄρα τῶν κατὰ διαίρεσιν χαρισμάτων πνεῦμα ἅγιόν ἐστιν· εἰ δὲ τὸ ἓν, καὶ τὰ ἄλλα πάντα.» ὁρᾶτε τὴν κηφηνώδη τοῦ δυσσεβοῦς διάνοιαν, οἵας ἐξηγήσεις τοῖς θείοις ἐπάγει ῥήμασι· καὶ ὅπως συλλογίζεσθαι πειρώμενος ὁ ἀμαθὴς ἐκ ψευδῶν τε καὶ ἀσεβῶν προτάσεων ψευδές τε καὶ ἀσεβὲς συνάγει συμπέρασμα. παρὰ γὰρ οὐδὲν λογισάμενος τῶν ἁγίων ἁπάντων, ἃς ἠκηκόειτε νῦν, ἐξηγήσεις δάκτυλον εἶναι προτίθησι μίαν αὐτὸς τῶν πολλῶν ἐκείνων ἐνεργειῶν, ἃς ἀκτίστους αὐτὸς πεποίηκε τήμερον, διαβάλλων ὁμοῦ Λουκᾶν καὶ Ματθαῖον τοὺς τοῦ Χριστοῦ μαθητὰς, καὶ ἅμα αὐτὸν τὸν Χριστόν. αὐτοῦ γάρ ἐστιν ἡ τοιαύτη φωνή. ἔπειτα συμπεραίνει τὴν ἀκόλουθον ὁ μάταιος ἀτοπίαν, «τὸ ἓν ἄρα (λέγων) τῶν κατὰ διαίρεσιν χαρισμάτων πνεῦμα ἅγιόν ἐστι. εἰ δὲ τὸ ἓν, καὶ τὰ ἄλλα πάντα πνεύματά εἰσιν ἅγια.» καὶ μὴν εἴπερ ἐχρῆν κατὰ τέχνην συλλογίζεσθαι τὰ ὑπὲρ τὴν τέχνην, οὕτω πάντως λέγειν ἐχρῆν· ἐπεὶ τὸ πνεῦμα τὸ ἅγιον δάκτυλος ὠνομάσθη θεοῦ μεταφορικῶς, ὁ δὲ δάκτυλος τῷ λοιπῷ καὶ ὅλῳ σώματι πέφυκεν ὁμούσιος, ἐξ ἀνάγκης ὁμούσιον ἄρα καὶ τὸ πνεῦμα τὸ ἅγιον, οὗ δάκτυλος εἴρηται, δηλαδὴ τῷ θεῷ. ἀλλ' ἀμαθὴς ὑπάρχων ἐκεῖνος, καὶ συλλογίζεσθαι οὐκ εἰδὼς, ἔδοξεν, ἐν οὐκ εἰδόσι τοιαῦτα βλασφημῶν καὶ συλλογιζόμενος, τῶν εἰδότων πολλῷ γε δήπου πιθανώτερος εἶναι, μήτ' αὐτὸς, ὡς ἔοικε, μήθ' οἱ ἑπόμενοι μήπω καὶ τήμερον αὐτήκοοι τοῦ εὐαγγελίου γενόμενοι, λέγοντος· ὡς ὁ εἰς τὸ πνεῦμα τὸ ἅγιον βλασφημῶν ἀσυγχώρητόν τε καὶ ἄφυκτον ἕξει τὴν κόλασιν. ἆρ' οὖν οὐ τοῦ ἐναντίου πνεύματος σαφῶς ἡ ἐνέργεια, ἣν ὁ ἀσεβὴς ἐνεργεῖται; ἆρ' οὐχὶ καὶ Ἰουδαίων ἐστὶν ἀσεβέστερος; ὃ γὰρ ὡς ὕβρεων ἐσχάτην προὔφερον τέως ἐκεῖνοι Χριστοῦ, ἐν Βεελζεβοὺλ ἐκβάλλειν λέγοντες αὐτὸν τὰ δαιμόνια, καὶ οὐκ ἐν δακτύλῳ θεοῦ, εἴτουν ἐν πνεύματι θεοῦ, τοῦθ' οὗτος ὑμῶν τῇ ἐκκλησίᾳ χαρίζεται τήμερον, ὡς ἥδιστον ἀνάθημα· φεῦ τῆς τῶν ἑπομένων εὐηθείας· μᾶλλον δὲ, βαβαὶ τῆς ἀνοχῆς σοῦ, Χριστέ! (Ζ.) «Ἀλλὰ τὸ ποιεῖν,» φησὶ, «καὶ ἐνεργεῖν τῶν πολλαχῶς λεγομένων ἐστίν. οὐ γὰρ τὸ κτίζειν σημαίνει μόνον, ἀλλὰ πρὸς πολλοῖς ἑτέροις καὶ τὸ φυσικῶς ἐνεργεῖν· ὡς καὶ τὸν ἥλιόν φαμεν ποιητικὸν τῆς ἡμέρας, ἅτε φυσικῶς αὐτὴν ἐκτελοῦντα, οὕτω καὶ τὸ πνεῦμα τῆς ἀληθείας, καὶ τὰ τούτῳ συναπηριθμημένα, διατελοῦσιν ἄκτιστα, ἐπεὶ ποιεῖ καὶ ἐνεργεῖ ταῦτα τὸ πνεῦμα τὸ ἅγιον, ὡς ἐμφύτους ἐνεργείας.» ἀκούετε γραϊδίων φληνάφων, αὐτόχρημα φάναι, ληρήματα. Πνευματομάχος γὰρ ὑπάρχων σαφὴς, ἔπειτα φεύγειν πειρώμενος τοὔνομα, γίνεται χείρων ἔτι μᾶλλον ἐκείνων μακροῖς τισι μέτροις· καὶ κακὸν ποιῶν ἑαυτὸν ἀλλοπρόσαλλον, ἵνα δῆθεν λανθάνῃ διαδιδράσκων τοὺς τῆς κακίας ἐλέγχους, ὁ δὲ λέληθε μᾶλλον αὐτὸς ἑαυτὸν ἁλισκόμενος πανταχόθεν. οἱ γὰρ τῆς αὐτοῦ κακίας πατέρες Πνευματομάχοι, ποίημα λέγοντες εἶναι τὸ πνεῦμα, καθάπερ Ἄρειος τὸν υἱὸν, ἀκολούθως καὶ κτίσμα τοῦτ' ἐξ ἀνάγκης ἔφασκον· ἅτε μὴ δυναμένης μήτε τῆς τεχνικῆς μεθόδου, μήτε φυσικῆς τῶν ἀνθρώπων γνώσεως, ἄκτιστον ποίημα λέγειν ποτέ. ὁ δὲ μηδὲν αἰσχυνόμενος ἄκτιστον ποίημα τετόλμηκεν ἤδη νομοθετεῖν ἐν ταῖς ἐσχάταις ταύταις ἡμέραις. ἐχρῆν οὖν καὶ ἡμᾶς ἐνταυθοῖ σιωπῇ τὰ τοιαῦτα μισήσαντάς τε καὶ τὰ ὦτα βύσαντας φυγεῖν ἀπὸ ἀκοῆς πονηρᾶς. ἀλλ' ἐπεὶ, διὰ τοῦ ἀνέλεγκτα ψεύδεσθαι τοῦτον ἀνόσιόν τε καὶ αὐτοχειροτόνητον δίκαιον, αἵ τε ἀρχαὶ καὶ ἐξουσίαι καὶ οἱ τοῦ αἰῶνος τουτουῒ κοσμοκράτορες χορηγοῦσιν αὐτῷ δι' ἀμαθίαν τρόπαιον τοῦτο κατὰ τῆς ἀληθείας ἐγείρειν εἰς πλάνην τῶν ἁπλουστέρων· ἀνάγκη καὶ ἡμᾶς ἐνταυθοῖ γρηγορεῖν τε ἅμα καὶ τὸ τῆς ἀληθείας ἀναλαμβάνοντες ξίφος παῤῥησίᾳ κατὰ τοῦ ψεύδους ἐλαύνειν, τό γε ἡμῖν ἐφικτὸν, ὅπλα καὶ τεῖχος ἀκροπόλεως ἰσχυρὸν τὰς ἡμετέρας τοῖς ὀρθοδόξοις γραφὰς παρεχόμενοι, ἢ μᾶλλον τὰς τῶν θείων γραφῶν μαρτυρίας, ἵνα μὴ ἀκοῇ σκοτεινῇ τε καὶ ἀλαμπεῖ κατακολουθήσαντες εἰς βάραθρον ἑαυτοὺς συνωθήσωσιν ἀπωλείας. ἐπεὶ γὰρ τοσαύτας αὐτῷ καὶ τοιαύτας ἐγὼ συμφορήσας πρότερον μὲν διά τε τῶν στηλιτευτικῶν ἐκείνων καὶ ἀντιῤῥητικῶν, καὶ αὖ δι' ὧν ἠκηκόειτε νῦν, οὐκ ἐμπέπληκα, οὐδέ γε συνιέναι πέπεικα, ἄκτιστον ἥκιστα πάντων εἶναι ποίημα· φέρε λοιπὸν σαφεστέρων τινῶν, καὶ αὐτοῖς γνωρίμων εἰπεῖν σκαπανεῦσιν, ἁψώμεθα λόγων. ἔνδηλον γὰρ δήπου τοῖς ὅλοις, ὡς τὸ τῆς πίστεως ἡμῶν ἱερὸν σύμβολον, ἐν ἡμέραις πάσαις καὶ νυξὶν, ὁμολογίᾳ πᾶσιν ὀρθοδόξοις κοινῇ περιᾴδεται πάντη διηνεκὲς, ἐν κώμαις ἅμα καὶ πόλεσι καὶ σπηλαίοις καὶ ὄρεσι καὶ, συλλήβδην εἰπεῖν, ἐν πάσῃ γε τῇ γῇ καὶ ὅπη τῆς ὑγρᾶς οὐσίας διήκει τὸ ῥᾴδιον. ἔχει δὲ οὕτως· «πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρὶ, δι' οὗ τὰ πάντα ἐγένετο.» ὁρᾶτε πῶς ἄνωθεν καὶ ἐξ ἀρχῆς τοῖς θείοις ἀναιρεῖται πατράσι διαῤῥήδην τὸ, ποίημα εἶναι τὸν δι' οὗ τὰ πάντα πεποίηται. γεννηθέντα γάρ φησιν, οὐ ποιηθέντα. (Η.) Ἀλλὰ καὶ ὁ μέγας Ἀθανάσιος ἐν τῇ πρὸς Σεραπίωνα πρώτῃ τάδε διέξεισιν ἐπιστολῇ· «ἐν τούτῳ,» φάσκων, (τῷ πνεύματι δηλαδὴ) «τὴν κτίσιν ὁ λόγος δοξάζει θεοποιῶν, καὶ υἱοποιῶν δὲ προσάγει τῷ πατρί· τὸ δὲ συνδοξάζον τῷ λόγῳ τὴν κτίσιν οὐκ ἂν εἴη αὐτὸ τῶν κτισμάτων.» καὶ μετ' ὀλίγα· «ὁ γὰρ πατὴρ διὰ τοῦ λόγου ἐν πνεύματι ἁγίῳ τὰ πάντα ποιεῖ, καὶ οὕτως ἡ ἑνότης τῆς ἁγίας τριάδος σώζεται.» καὶ πάλιν· «εἰ τὰ ποιήματα βουλήσει καὶ εὐδοκίᾳ ὑπέστη καὶ ἡ κτίσις πᾶσα θελήματι γέγονεν, ἐκτός ἐστιν οὗτος τῶν βουλήσει γεγονότων, καὶ μᾶλλον οὗτός ἐστιν ἡ ζῶσα βουλὴ τοῦ πατρὸς, ἐν ᾗ τὰ πάντα γέγονε.» καὶ πάλιν· «εἰ ἐν χειρὶ θεοῦ τὰ ποιήματα εἰργάσθη (γέγραπται γὰρ ὅτι διὰ τοῦ λόγου πάντα γέγονε, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν), εὔδηλον ὡς οὐκ ἂν εἴη ὁ υἱὸς ἔργον· ἀλλ' αὐτός ἐστιν ἡ χεὶρ τοῦ θεοῦ καὶ σοφία.» καὶ τί δεῖ περὶ τὰ αὐτὰ διηνεκῶς ἀνειλουμένους τὰς ὑμῶν ἀκοὰς ἀποκναίειν; παριστᾷν ἱκανῶς τῶν λεχθέντων ἐχόντων, ὡς διῄρηταί τε πανταχοῦ τῆς γραφῆς τὰ ποιήματα τῆς ποιούσης οὐσίας· καὶ ὡς κτίσματα εἴη ποιήματα πάντως· καὶ ὡς τοὺς θείους διαβάλλει πατέρας, δέει μὲν τῶν οἰκείων ἐλέγχων τὰ ἐκείνοις λεχθέντα σιγῇ παριὼν, σκιωδῶς δ' ἐνίων ἐνιαχοῦ προσεμβάλλων γυμνά πως ὀνόματα, ἵνα δι' αὐτῶν συναρπάζῃ δῆθεν τῶν ἁπλουστέρων τὰς ἀκοάς. δῆλον δ' ἔσται μᾶλλον ἐξ ὧν ὀνομαστί τε ἐμνήσθη καὶ ὧν τὰς ῥήσεις ἐκτέθειται, παρασπῶν τὴν αὐτῶν ὁλοκληρίαν, καὶ ἄλλα ἄλλως ἄλλοσε δεικνὺς καὶ διασπείρων τεμάχια, καὶ ἀνελευθέρῳ πανταχοῦ χρώμενος ἀναιδείᾳ, ὅπη ἂν καὶ ὅθεν οἴηται τὸ βουλόμενον εὐχερέστερον ἀνύσειν τῆς γνώμης, ὡς ἐκείνους τε προφανῶς διαβάλλοι καὶ ὡς οὐκ οἶδ' ὁπότερον, εἴτ' ἐξ ἀμαθίας μᾶλλον ἢ κακοηθείας δέδρακέ τε καὶ δρᾷ τουτοῒ, εἴτε τοῦτο μὲν οὐχὶ, διὰ δὲ κακοήθειαν καὶ μάλα μόνην μάλιστα ψυχῆς· εἰ δὲ καὶ ἐξ ἀμφοῖν, ὡς ἡ τῶν πολλῶν μακρὰ κεκράτηκε φήμη, ἥκιστ' ἔγωγε διοίσομαι. πολλαχοῦ γὰρ (ὡς ἐπὶ τὸ πλεῖστον εἰπεῖν) ἡλώκει τε καὶ ἁλισκόμενος ὁρᾶται μάλα περιπετὴς καθιστάμενος ἑκατέροις, ὥστε ὁπότερον ἄν τις βούλοιτο προφέρειν κατ' αὐτοῦ, δεξιὸν ὑποκείμενον, οἶμαι, εὑρήσει τὸν ἄνθρωπον καὶ μάλα γέ τοι δεκτικόν. καὶ εἰκότερον τουτί. ὃς γὰρ ἂν οἰήσεως ἀωρίᾳ τὴν ἡγεμονίαν τῆς γνώμης πιστεύσας ἐπὶ τὰς τῶν θείων δογμάτων θύρας ἄνευ ἐπιστήμης, ὡς δέδεικται, λεξικῆς ἀφίκηται, αὐτὸς ἑαυτὸν πεπεικὼς ὡς γνοίη καλῶς, ἑαυτόν τε ἔσφηλε τὰ μέγιστα καὶ σύν γε αὐτῷ πολλοῖς πολλῶν κακῶν ἑτέροις γίνεται τὰ ἐς ψυχὴν αἰτιώτατος. (Θ.) Τούτων οὕτως ἐχόντων, ὑπόλοιπόν ἐστι διδάξαι τὸν ἄνδρα καὶ τῆς τοῦ ἑτοιμάζειν τε καὶ κρίνειν λέξεως τὸ σημαινόμενον. ὁ μὲν γὰρ, ὥσπερ τὸ ποιούμενον καὶ τὸ κτιζόμενον ἀποίητόν τε καὶ ἄκτιστον ἥγηται, οὕτω καὶ τὸ ἑτοιμαζόμενον καὶ τὴν κρίσιν ἄκτιστα εἶναι σημαίνειν ἡγεῖται, ἅττα ποτ' ἂν εἴη τὰ ἑτοιμαζόμενα καὶ κρινόμενα. ὁ μέγας τοίνυν φησὶν εὐθὺς Ἀθανάσιος· ὡς «οἱ ἀσεβεῖς οὐ θέλουσι λόγον μὲν καὶ βουλὴν ζῶσαν εἶναι τὸν υἱὸν, περὶ δὲ τὸν θεὸν βούλησιν καὶ φρόνησιν καὶ σοφίαν, ὡς ἕξιν συμβαίνουσαν· πειθέσθωσαν οὖν Σολομῶντι λέγοντι· ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει. οὕτως ἐν ψαλμοῖς· πάνθ' ὅσα ἠθέλησεν, ἐποίησεν. εἰ δὲ βούλησις τοῦ θεοῦ ἡ σοφία ἐστὶ καὶ ἡ φρόνησις, ὁ δὲ υἱός ἐστιν ἡ σοφία, ὅρα μὴ ὁ λέγων βουλήσει τὸν υἱὸν, ἴσον λέγῃ τὴν σοφίαν ἐν σοφίᾳ γεγονέναι, καὶ τὸν υἱὸν ἐν υἱῷ πεποιῆσθαι, καὶ διὰ τοῦ λόγου τὸν λόγον ἐκτίσθαι.» ὁρᾶτε πῶς εἰς ταὐτὸν συνάγει τὴν σημασίαν τοῦ θεμελιοῦν καὶ ποιεῖν καὶ κτίζειν τῇ σημασίᾳ τοῦ ἑτοιμάζειν. ἀλλὰ καὶ Δαβὶδ, ἡ τοῦ θείου πνεύματος ἔμψυχος κιθάρα καὶ μοῦσα ἁρμονικὴ, «ἑτοιμάζων ὄρη,» φησὶν, «ἐν τῇ ἰσχύι αὐτοῦ.» καὶ πάλιν· «σὺ ἡτοίμασας εὐθύτητας· κρίσιν καὶ δικαιοσύνην ἐν Ἰακὼβ σὺ ἐποίησας.» ἰδοὺ καὶ οὗτος ταὐτοσήμαντον ἔδειξεν εἶναι τὴν ποίησιν τῇ ἑτοιμασίᾳ. οὔτε γὰρ οὐρανοὺς ἀκτίστους, οὔτ' ὄρη γῆς ἄκτιστα κύριος ἔκτισε. ναὶ μὴν οὐδ' εὐθύτης, οὐδὲ κρίσις, οὐδέ τι τῶν πάντων, ὅσα τε πεποίηκε καὶ ἃ ἡτοίμασεν, ἄκτιστον οὐδὲν οὔτ' ἔφησέ τις, οὔτε φήσειέ ποτε, πλὴν εἰ μὴ μαίνοιτό τις. ἀκούομεν δὲ κἀν τοῖς εὐαγγελίοις, πῦρ ἡτοιμασμένον εἶναι τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. εἰ οὖν ἄκτιστον κἀκεῖνο κατὰ τὸν Παλαμᾶν, καὶ θεὸς ἄκτιστός τε καὶ ἄναρχος εἴη ἂν αὐτὸ, καὶ ἔσται διὰ ταῦτα θεὸς καὶ ὁ διάβολος ἄκτιστός τε καὶ ἄναρχος, θεωθεὶς τῷ ἀκτίστῳ κλήρῳ αὐτοῦ τῷ πυρί· καὶ γενήσεται τὰ τῆς ὀφειλομένης αὐτῷ κολάσεως, ὧν κατὰ τῆς ἀνθρωπίνης ἁπάσης ἔδρασε φύσεως ἐξ αἰῶνος, ἔπαθλον τοῦτο. καὶ γὰρ τὸ κράτιστον καὶ τοῦθ', ὡς ἔοικεν, ἐστὶν ὃ παρὰ πάντα μοχθεῖ τὸν χρόνον ὁ Παλαμᾶς, ἵνα θεὸν τὸν διάβολον καταστησάμενος ἅμα αὐτῷ καὶ τοῦ πυρὸς κληροῦχος ἐκείνου γένοιτο τοῦ ἀκτίστου, καὶ οὐκ ἔτι φοβοῖτο τὴν κρίσιν τοῦ πάντων δημιουργοῦ καὶ θεοῦ, πρόξενον οὖσαν τοσούτου καλοῦ κατ' αὐτόν. ἀλλὰ γὰρ ἐλάθομεν δρῶντες ἐν πίθῳ τὴν κεραμείαν, ἕτερον τρόπον οὕτω γηρῶντα παιδεύοντές τε καὶ ἀσκοῦντες ἄνθρωπον τὴν τῶν λέξεων σημασίαν καὶ τέχνην, ἃ πεντεκαιδεκέτην μανθάνειν ἐχρῆν· καὶ δέος, μὴ οἱ φιλοσκώμμονες αἴσθωνταί τε ἡμᾶς περὶ τὰ τοιαῦτα ἀσχολουμένους καὶ οὐ ῥᾷστα καταγελᾷν ἡμᾶς γε ἀπόσχωνται. διὸ δὴ τῶν τοιούτων ἀπαλλάττεσθαι τάχιον χρὴ, μὴ ἀσθενέστερα γένηταί πως εἰς τοὔμπροσθεν τὰ τῆς σπουδαιοτέρας ἡμῶν ἀσχολίας, ἀνακεραννύμενα πολλαῖς τε καὶ πολλάκις ταῖς ἐκείνου τἀνδρὸς μειρακιώδεσι παιδείαις, καὶ τοσοῦτον οἴκοθεν ζημιούμενα, ὅσον τῆς ἐκεῖθεν μεταλαμβάνει φαυλότητος. (Ι.) Καὶ μὲν δὴ λοιπόν ἐστιν ἡμᾶς ἀναδραμόντας ἐκεῖσε δεικνύειν περί τε τῆς θείας μεταλήψεως καὶ ἅμα τοῦ θείου βαπτίσματος. «μέμνησθε γὰρ (σφίσιν ἔφην) εἰπόντες, ὅσα καὶ περὶ τουτωνὶ τῷ ὑμῶν ἑταίρῳ νενομοθέτηται Παλαμᾷ καὶ πρός γε Ἡρακλείας τῷ τούτου θερμῷ θιασώτῃ· ὡς δαιμόνων εἴη σκοτεινῶν εὕρημα, μὴ τὴν διάφορον τῆς οὐσίας ἐνέργειαν, ἀλλὰ τὴν θείαν εἶναι νομίζειν οὐσίαν αὐτὴν τὴν ἁγιάζουσαν ταῦτα. μήτε γὰρ τὴν θείαν πεφυκέναι βαδίζειν οὐσίαν ἐς ὅσα ὑφ' ἥλιον, μήθ' ὅσιον αὖθις εἶναι πιστεύειν, αἷμα καὶ σῶμα τόν τ' οἶνον γίνεσθαι καὶ τὸν ἄρτον ποτὲ τοῦ Χριστοῦ· τύπον γὰρ ταῦτ' εἶναι ἐκείνου, καὶ οὐκ ἐκεῖνον αὐτόχρημα.» μακρὸς δ' ἂν εἴη χρόνος μηκύνειν, ἃ περὶ τῶν τοιούτων αὐτοί τε ἔφασαν καὶ τοῖς γε σφετέροις συνέθεσαν γράμμασι· καὶ ἅμα οὐχ ὅσιον ὁσίων ἀνδρῶν ἀκοὰς ἐμπιπλᾷν ἀσεβείας τοσαύτης· ἐξὸν ἑνί γε τῷ τρόπῳ ταυτὶ προεμένους ἐκεῖνα διεξιέναι, ἃ ἂν λέγων οἴομαι τοῖς τὰ ὅσια βουλομένοις λαμπρῶς χαριεῖσθαι. (ΙΑ.) Ὁ τοίνυν ἐκ Δαμασκοῦ φησιν εὐθὺς Ἰωάννης, ὅτι «καθάπερ ἐπὶ τοῦ βαπτίσματος, ἐπειδὴ ἔθος τοῖς ἀνθρώποις ὕδατι λούεσθαι καὶ ἐλαίῳ χρίεσθαι, συνέζευξε τῷ ἐλαίῳ καὶ ὕδατι τὴν χάριν τοῦ πνεύματος [ὁ θεὸς], καὶ ἐποίησεν αὐτὰ λουτρὸν ἀναγεννήσεως, οὕτως ἐπεὶ ἔθος τοῖς ἀνθρώποις ἐσθίειν ἄρτον, ὕδωρ τε καὶ οἶνον πίνειν, συνέζευξεν αὐτοῖς τὴν αὐτοῦ θεότητα, καὶ πεποίηκεν αὐτὰ σῶμα καὶ αἷμα αὐτοῦ, ἵνα διὰ τῶν συνήθων καὶ κατὰ φύσιν ἐν τοῖς ὑπὲρ φύσιν γενώμεθα. σῶμά ἐστιν ἀληθῶς ἡνωμένον θεότητι τὸ ἐκ τῆς ἁγίας παρθένου σῶμα· οὐχ ὅτι αὐτὸ τὸ ἀναληφθὲν σῶμα ἐξ οὐρανοῦ κατέρχεται, ἀλλ' ὅτι αὐτὸς ὁ ἄρτος καὶ ὁ οἶνος μεταποιεῖται εἰς σῶμα καὶ αἷμα Χριστοῦ. εἰ δὲ τὸν τρόπον ἐπιζητεῖς πῶς γίνεται, ἀρκεῖ σοι ἀκοῦσαι ὅτι διὰ πνεύματος ἁγίου.» (ΙΒ.) Ἀκούετε, πῶς οὐκ ἐνέργειαν ἀνούσιόν τε καὶ διάφορόν φησι τῆς θείας οὐσίας ὁ μέγας τῆς ἐκκλησίας φωστὴρ, ἀλλ' αὐτήν γε τὴν θείαν οὐσίαν τοῦ πνεύματος· οὐδὲ τύπον γινόμενον σώματος ἐκείνου τοῦ σωτηρίου τὸν ἄρτον, ἀλλ' αὐτό γε ἐκεῖνο, καὶ οὐκ ἄλλο ἐκείνου. καὶ τό γε μεῖζον, ὡς οὐχ ἁπλῶς οὑτωσὶ παρῆλθεν εἰπὼν ἐν βραχεῖ, ἀλλ' ὅλον ποιεῖται λόγον, καὶ λίαν πεφροντισμένον, καὶ σύν γε μακραῖς ἐπιεικῶς ἀποδείξεσι φυσικαῖς τε καὶ γραφικαῖς. πολλὴ γάρ τις τότ' ἦν ἡ θάλασσα τῶν τῆς ἐκκλησίας πολέμων, καὶ ὁ τῶν κυμάτων ἐκείνων ὄγκος σφόδρα γε ᾤδει πρὸς τῶν Εἰκονομάχων πάνυ σφοδρῶς ἀναῤῥιπιζόμενος, περί γε δὴ τῶν εἰρημένων, καὶ πρός γε τοῦ ἐν Θαβωρίῳ φωτός· ἐξ ὧν ἀφορμὰς οὐχ ὁσίας ἀναπλάττοντες τόν τε τῆς εἰκονομαχίας ἠρέθιζον θόρυβον καὶ τὴν ἔνσαρκον τοῦ κυρίου διέβαλλον παρουσίαν· ὡς ἀνωτέρω που διελάβομεν καὶ ἡμεῖς, οὐκ ἐῤῥᾳθυμημένον τινὰ μηκύναντες λόγον· ὅτε δὴ καὶ πάσας μὲν ἀρχὰς, πάσας δ' ἐξουσίας, οἱ τῆς νόσου ταύτης ὑπηρέται διενενέμηντο, καὶ πᾶσα πάντων ἅμιλλα πρὸς τὸν ὅμοιον τῆς κακίας ταύτης ἐτέτακτο δρόμον, καὶ σχεδὸν ὁ τῶν τηνικαῦτα βίος ἀνθρώπων, διὰ τρυφὴν καὶ βλακείαν, εἰς τὴν τῶν βασιλικῶν θεσπισμάτων ἔκλινε κολακείαν, καὶ πάνυ βραχεῖς τινες ἦσαν, ὧν ἐλεύθερον τῆς ψυχῆς ὑπῆρχε τὸ φρόνημα, καὶ ἔζει τὸ τῆς καρδίας πῦρ, μεθ' οὗ καὶ πρὸς τὸ πολέμιον ἐκεῖνο γενναίως ἀντεστρατεύοντο πῦρ, καὶ τοῖς λόγοις τοῦ σοφοῦ τοῦδ' ἀνδρὸς συνεμάχουν ἐκ τῶν ἐνόντων, οἱ μὲν λόγοις, οἱ δ' ἔργοις, οἱ δὲ δι' ἑκατέρων. ὧν εἷς καὶ Θεόδωρος ἦν, ὁ πολλὴν μὲν τὴν ἐκ λόγων σοφίαν, πολλὴν δὲ τὴν τοῦ σώματος καρτερίαν πρὸς τὰς τῶν πολεμίων ἐκείνων πληγὰς ἐνδειξάμενος, καὶ δι' αὐτῶν τοῖς πατρίοις τὸ βέβαιον καὶ ἀσάλευτον χαρισάμενος δόγμασι τὸ νεμόμενον ἔπαυσε τῆς κακίας ἐκείνης. καὶ μὲν δὴ πολλῶν ὄντων, ἃ τῇ τοῦ θεοῦ ἐκκλησίᾳ καταλελοίπει συγγράμματα, πλήρη σοφίας ἐπιστημονικῆς καὶ ἅμα δ' εὐσεβείας σεμνῶς πανηγυριζούσης, ὁ μέγας οὗτος διδάσκαλος, ἔνια μὲν καὶ ἡμῖν εἰς τὴν ἀνωτέρω που χρείαν μεγίστην παρέσχετο συμμαχίαν· καὶ νῦν δ' αὖθις κατὰ γνώμην ἂν εἴη καὶ οὐ μάλα γέ τοι ἀηδὲς ἐμοὶ, τῶν ἐκείνου βίβλων, ὡς ἐξ ἱερᾶς τινος ὁπλοθήκης, τὸ καίριον καὶ τῇ παρούσῃ χρείᾳ πάλιν ἀνειληφέναι ξίφος. προτίθησι γὰρ ἐκεῖ τὰ τῶν προέδρων τῆς εἰκονομαχίας ἐναγώνια ῥήματα πρότερον, ἔχοντα οὕτως. (ΙΓ.) «Προγνοὺς,» φησὶν, «ὁ Χριστὸς τὸν θάνατον αὐτοῦ ἠθέλησε τοῖς ἁγίοις αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις παραδοῦναι, δι' οὗ ἠράσθη πράγματος, τύπον εἰς σῶμα αὐτοῦ· ἵνα διὰ τῆς ἱερατικῆς ἀναγωγῆς λάβωμεν ὡς κυρίως καὶ ἀληθῶς σῶμα αὐτοῦ.» εἶτα ἐπιφέρει τὴν ἐκείνην οὗτος καθαίρεσιν οὑτωσί. «ἡμεῖς δὲ,» φησὶν, «οὔτε εἰκόνα οὔτε τύπον τοῦ σώματος ἐκείνου ταῦτα λέγομεν, εἰ καὶ συμβολικῶς ἐπιτελεῖται, ἀλλ' αὐτὸ τὸ σῶμα τοῦ Χριστοῦ τὸ τεθεωμένον. τοῦτο καὶ τοῖς μαθηταῖς αὐτοῦ παρεδίδου, λάβετε, φάγετε τὸ σῶμά μου, λέγων, οὐχὶ τὴν εἰκόνα τοῦ σώματός μου. ὡς γὰρ ἐκ τῆς παρθένου τὴν σάρκα διὰ τοῦ πνεύματος τοῦ ἁγίου ἑαυτῷ ὑπεστήσατο· εἰ χρὴ δὲ κἀκ τῶν καθ' ἡμᾶς τοῦτο δηλῶσαι, ὡς ὁ ἄρτος καὶ ὁ οἶνος καὶ τὸ ὕδωρ φυσικῶς εἰς σῶμα καὶ αἷμα τοῦ ἐσθίοντος καὶ πίνοντος μεταβάλλεται, καὶ οὐκ ἂν εἴπομεν ἕτερον σῶμα γίνεσθαι παρὰ τὸ πρότερον, οὕτω δὴ καὶ ταῦτα ὑπερφυῶς ἐπικλήσει τοῦ ἱερατεύοντος, ἐπιφοιτήσει τε τοῦ ἁγίου πνεύματος, εἰς σῶμα καὶ αἷμα Χριστοῦ μεταβάλλεται.» ἰδοὺ καὶ ὁ μέγας οὗτος διδάσκαλος ταὐτὰ τῷ ἁγίῳ ἐκείνῳ φθέγγεται πατρὶ, καὶ πολλῷ πλέον, ἢ Παλαμᾶς τοῖς ἀτοπωτάτοις ἐκείνοις Εἰκονομάχοις. ἁλίσκεται γὰρ κἀνταῦθα καὶ τούτους ἐς τὴν ὁμοίαν κακίαν ὑπερβαλόμενος, εἴ τις τὰ ἀμφοῖν παράλληλα θέμενος συνορῴη ἐγκλήματα· μάλα εἰκότως. τὰ γὰρ θεῖα δόγματα, κανόσι πατέρων ὀρθῶς ῥυθμιζόμενα, παραλύειν οὐκ οἶδεν οὔθ' ἣν ἅπαξ ἥρμοσται συμφωνίαν πρὸς ἑαυτὰ, οὔθ' ἣν αὖ πρὸς τὰ ὁμόστιχα. τὸ δὲ κακὸν, οὐδέσι κανόσιν ἑπόμενον, συμφωνεῖν οὐκ οἶδεν οὐδέσιν· ἀλλὰ μάχεται μὲν τῷ φύσει καλῷ, μάχεται δ' οἷς ἔναγχος γέγηθε συμφωνῶν, μάχεται δ' ἐπίσης καὶ ἑαυτῷ. οὕτως ἐμμανῆ τε καὶ ἄτοπον ἔσχε τὴν ἕξιν ἀεὶ τὰ κακά. (ΙΔ.) Προσοιστέον δ' ὑμῖν καὶ ἃ Γρηγορίῳ τῷ Νυσσαέων εἴρηται πρότερον, ἵνα γνῶτε τὴν τοῦ καλοῦ συμφωνίαν ἑκασταχόθεν καὶ πολλαχόθεν ὁμοίως ἔχουσαν. «ὁ ἄρτος,» φησὶν, «ἄρτος ἐστὶ τέως κοινός· ἀλλ' ὅταν αὐτὸν τὸ μυστήριον ἱερουργήσῃ, σῶμα Χριστοῦ λέγεταί τε καὶ γίνεται.» ἦ που μακρά τις ἂν εἴη σχολῆς ἀωρία, μὴ τοῖς οὕτω λεχθεῖσιν ἀρκουμένους πλείω ζητεῖν εἰς ἐκλογὴν τοῦ καλοῦ τε καὶ χείρονος ἔτι. ὁρᾶτε γὰρ ὑμεῖς, ὅπως ἀμογητὶ, καὶ κατὰ τὸ αὐτόματον εἰπεῖν, ἀναῤῥήγνυται πανταχόθεν τὰ τῆς πονηρᾶς τοῦ ἀνδρὸς ἑορτῆς ἀνακαλυπτήρια, καὶ δέδεικται σαφῶς πάσαις μὲν αἱρέσεσιν ἔνοχος ὢν, πάσας δ' ὑπερβάλλων ἑκασταχοῦ, πάσας δ' εἰς ἀναίρεσιν τῆς ἐνσάρκου θείας συνάπτων οἰκονομίας· ὡς ἀνωτέρω τε πολλάκις ἡμῖν δέδεικται καὶ πολλῷ πρότερον ἐν τοῖς ἡμῶν Ἀντιῤῥητικοῖς. πηγὴ δ' ἁπάντων κακῶν τουτωνὶ καὶ θεμέλιος ἀμαθία καὶ οἴησις, οἷς φάρμακον οὐκ ἔστιν εὑρεῖν τῶν ἁπάντων οὐδὲν οὐδαμῆ· οὐδ' ἁλώσιμα ταῦτα τέχνῃ γένοιτ' ἂν οὐδενί γε τῷ τρόπῳ τῶν πάντων τινί. ἦ γὰρ ἂν ᾔδει καὶ αὐτὸς, ἀκούων τῶν ἱερῶν καὶ σοφῶν διδασκάλων τῆς ἐκκλησίας, μὴ εἶναι διαφορὰν οὐσίας καὶ ἐνεργείας ἐφ' ἁπλῆς καὶ ἀσωμάτου φύσεως, καὶ μάλιστα πάντων τῆς θείας ἐκείνης καὶ ὑπὲρ νοῦν, μηδ' ἐς τοσαύτην ἥκειν διαίρεσιν, ὡς τὴν μὲν ἀμέθεκτον εἶναι παντάπασι κτίσμασιν ἅπασι καὶ ἄνω που περιγεγραμμένην, τὴν δ' ἐνέργειαν ἐς τὰ περίγεια κατιοῦσαν ἀνούσιον σάρκα τε δύνασθαι φορέσαι μεθ' ἱλαρότητος καὶ αὐτήν τε μένουσαν ἄκτιστον ἄφλεκτόν τε διατηρεῖν τὴν ἀνθρωπότητα, καὶ πρός γε μεταδιδόναι καὶ τῆς οἰκείας ἀκτιστότητος αὐτῇ· ὃ τῇ θείᾳ οὐσίᾳ ἐνεῖναι οὐ συγκεχώρηταί οἱ. φθείρεσθαι γάρ φησι τὴν σάρκα, πρὶν αὐτῆς μετασχεῖν. τῆς γοῦν ἁγίας παρθένου μηδαμῆ φλεχθείσης μηδ' ἀναλωθείσης τῷ πυρὶ τῆς θείας οὐσίας, συνάγεται κατ' αὐτὸν, μὴ τὴν θείαν οὐσίαν ἐξ αὐτῆς σεσαρκῶσθαι τοῦ λόγου, ἐνέργειαν δ' οὖν, ἄκτιστον οὖσαν μὲν καὶ αὐτὴν, ἀνούσιον δὲ καὶ ὑφειμένον πως καὶ μὴ πάνυ τοι φλέγον τὸ πῦρ κεκτημένην. οὐ γάρ ποτ' οὔτε του τῶν ἄλλων ἁγίων, οὔτ' οὖν Ἀθανασίου τοῦ θείου ἀκήκοε βοῶντος τοῖς Μανιχαίοις· «εἴπατε, οἱ ἐφευρεταὶ τοῦ καινοῦ καθ' ὑμᾶς εὐαγγελίου, πόθεν ὑμῖν κατηγγέλη, σάρκα ἄκτιστον λέγειν, ὥστε ἢ τὴν θεότητα τοῦ λόγου εἰς μετάπτωσιν σαρκὸς φαντάζεσθαι, ἢ τὴν οἰκονομίαν τοῦ πάθους καὶ τοῦ θανάτου καὶ τῆς ἀναστάσεως, δόκησιν νομίζειν καὶ φαντασίαν. ἄκτιστος μὲν γὰρ πέφηνε μόνη ἡ ἁγία τριὰς τῆς θεότητος, ἀΐδιός τε καὶ ἄτρεπτος καὶ ἀναλλοίωτος.» καὶ μετ' ὀλίγα· «τὸ γὰρ ἄκτιστον τῇ φύσει λέγεται ἄκτιστον, μήτε αὔξησιν μήτ' ἐλάττωσιν ἐπιδεχόμενον.» καὶ πάλιν· «τίς γὰρ ἀκούων ἄκτιστον τὸ τοῦ κυρίου σῶμα, ἑαυτὸν δὲ ποιηθέντα καὶ κτισθέντα εἰδὼς, οὐκ ἐννοήσει, ψευδεῖς μὲν εἶναι τὰς θείας γραφὰς, ἑαυτὸν δὲ μὴ ἔχειν πρὸς τὸν Χριστὸν κοινωνίαν.» καὶ μετ' ὀλίγα· «ἄκτιστος γὰρ ὕπαρξις μόνη ἡ τῆς θεότητος νοεῖται· ὥστε καὶ τὴν ἄκτιστον παθητὴν λέγειν ἀσεβὲς, καὶ τὴν παθητὴν ἄκτιστον ὀνομάζειν.» καὶ πάλιν· «ὅλως ἐν τοῖς ποιήμασι τὸ λεγόμενον ἄκτιστον τὸ μηδέπω ὑπάρξαν λέγεται, ὅτι μὴ γέγονε.» καὶ ἀλλαχοῦ· «οὐχ ὡς αἱρετικοί φασιν, ὅτι ἐνέργεια παρὰ τοῦ πνεύματος ἐγένετό τις ἐν τῇ παρθένῳ, τοῦ τελεσθῆναι τὴν σάρκωσιν.» (ΙΕ.) Τὰ δ' αὐτὰ περὶ ἀκτίστου καὶ ὁ Νυσσαεὺς πρὸς Εὐνόμιον φάσκει Γρηγόριος· «μόνη τῆς κτίσεως ὑπέρκειται ἡ θεία τε καὶ ἄκτιστος φύσις τοῦ θεοῦ.» καὶ πάλιν· «ἄκτιστον, πλὴν θείας φύσεως, οὐδέν.» ὁρᾶτε πῶς ὑπὸ τῶν ἁγίων περιφανῶς ἀναιροῦνται Μανιχαῖοί τε καὶ Ἀπολλινάριος, Ἄρειός τε καὶ Εὐνόμιος, οἱ ταὐτὰ τῷ Παλαμᾷ πάντες φθεγγόμενοι· ὡς νῦν γε καὶ αὐτὸς ἐκείνοις ταὐτὰ φθεγγόμενος ὑπὸ τῶν αὐτῶν ἐκείνοις συναναιρεῖται ξιφῶν. ὅτι δὲ καὶ Εἰκονομάχος ὢν πεφώραται μὲν καὶ πρότερον ἐκ πολλῶν, ὡς ἐδείξαμεν, οὐχ ἧττον δὲ κἀκ τούτων, ἀκούσατε καὶ Θεοδώρου τοῦ μεγάλου καὶ σοφοῦ τῆς ἐκκλησίας ἐκείνου κήρυκος, τηνικαῦτα παρόντος καὶ πολεμοῦντος συχνὰ τοῖς Εἰκονομάχοις, ἅτε ἐν χερσὶ τῆς μάχης καθισταμένης. «τὸ μὲν φθαρτὸν τοῦτο,» φησὶν, «ἐνδύσασθαι δεῖν ἀφθαρσίαν, καὶ τὸ θνητὸν ἀθανασίαν, ὁ μέγας μυσταγωγεῖ ἀπόστολος· τὸ δὲ σῶμα ἀσωματότητα ἐνδύσασθαι, ἢ τὸ κτιστὸν γενέσθαι ἄκτιστον, ἢ τὸ περίγραπτον εἰς ἀπεριγραψίαν μετατεθεῖσθαι, οὔπω μέχρι καὶ τήμερον ἤκουσται.» καὶ πάλιν· «εἰς θεότητος φύσιν οὐκ ἄν τι τῶν γεννητῶν καὶ τελούντων ἐν κτίσμασι μετασταίη ἄν ποτε, κἂν μυριάκις βλασφημοῦντες οἱ Εἰκονομάχοι φαίνωνται.» καὶ πάλιν· «τί οὖν, φθείρει ἡ ἀφθαρσία, καὶ ἡ ἀθανασία ἀπόλλυσιν; ἀλλ' οὐκ ἔστι λόγον ἔχον τοῦτό γε.» ἀκούετε πῶς καὶ Εἰκονομάχοις ταὐτὰ φθεγγόμενος Παλαμᾶς, ὁ τῆς νῦν ἐκκλησίας διδάσκαλος, τοῖς αὐτοῖς βάλλεται βέλεσι πρὸς τοῦ στρατηγοῦντος γενναίως ὑπὲρ τῆς εὐσεβείας πατρὸς καὶ διδασκάλου τῆς ἐκκλησίας. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον· καὶ οὕτω σύν γε θεῷ τοὺς λόγους ἠνύσαμεν, τούς τε νῦν ὑμῖν προστεθέντας καὶ οὓς μεταξὺ μὲν τότε τοῦ ἀγῶνος ἐνεστηκότος καὶ τῆς χρείας ἀναγκαζούσης διῄειμεν, νῦν δὲ διὰ μῆκος παρελίπομεν. βʹ. Ἐκείνοις μὲν δι' ἀπεχθείας καὶ βάρους μακροῦ τὰ λεγόμενα ἧκε, καὶ ἐς πολὺν τὸ θυμούμενον τῆς ψυχῆς ἐξεῤῥάγη σφίσι πυρσόν· καὶ ὥσπερ ἐμμανεῖς γενόμενοι δυοῖν ἔφασκον εἶναι θάτερον ἐξ ἀνάγκης· ἢ γὰρ, ἁγίους ὄντας, μὴ λέγειν τοιαῦτα· ἢ λέγοντας, ἁγίους οὐκ ἂν εἶναι· οὐδὲ γὰρ ἄν ποτε φαῖμεν ἡμεῖς, οὔτε τὰ διειλημμένα πνεύματα, οὔκουν οὐδὲ τὰς τοῖς κτίσμασι διδομένας χάριτάς τε καὶ ἐνεργείας ἐκ τοῦ παντὸς αἰῶνος, ὡς οὐκ εἶεν κατὰ τὸ ἀναμφίλεκτον ἄκτιστα. εἰ γὰρ καὶ θεὸν διδόναι κτιστὰ συγχωροίημεν, τί ἂν εἴη τὸ τῆς θείας ὑπεροχῆς ἐξαίρετον; τοῦτο γὰρ καὶ ἀνθρώποις ἔξεστι ποιεῖν ἀεὶ, καὶ διδόναι οἷς ἄν τις ἐθέλοι ὁπόσα ἂν τῶν προσκαίρων καὶ ὅσα τῶν κτισμάτων ἐθέλοι. θεὸς οὖν ἄκτιστος ἄκτιστα διδοίη ἂν κατὰ τὸ εἰκός. εἰ δέ τις ἄλλως ἐθέλοι λέγειν, ἀπόβλητος ἂν εἴη ἡμῖν ἐκ παντός γε τρόπου, κἂν οὐρανοῦ βοῶσι βρονταὶ, κἂν στοιχεῖα πάντα φωνήεντα καταστάντα λέγῃ ταυτί. (Β.) Ἐμοῦ δὲ τῶν ἁγίων προκομίζειν ἐπιχειροῦντος τὰς βίβλους, ἐκεῖνοι μηδὲ μικρὸν γοῦν ἀνασχόμενοι ἐξανέστησαν, πολλὴν ἐμοῦ καταχέοντες χλεύην καὶ πλεῖστά τε λέγοντες ἕτερα καὶ «ὡς ἀσύνετα δρᾷς κατὰ σεαυτοῦ, βασιλικοῖς ἀντιπράττων προστάγμασιν, ἐξὸν ἐνδόντα βραχὺ μείζονος ἢ κατὰ τὴν πρὶν ἀπολαύειν εὐμένειαν, ἔκ τε βασιλέων καὶ βασιλίδων, καὶ ἅμα πρὸς πάντων, ὅσοι τε τῶν συγκλητικῶν καὶ ὅσοι τῶν ἄλλως ἐχόντων αἰδοῦς καὶ τιμῆς. καὶ μὲν δὴ κεφάλαιον, ἔφασαν, ἔστω σοι τοῦτο τῶν λόγων, ὡς ἐπιμένων ταύτῃ τῇ σκληρότητι πολλῶν μὲν στερήσῃ τῶν ἀγαθῶν, πολλῶν δὲ πειραθήσῃ τῶν λυπηρῶν· καὶ ἅμα τῶν μὲν σῶν λόγων ὅσοι ἐπ' ἐκκλησίας ἐν ταῖς τῶν ἁγίων ἀναγινώσκονται μνήμαις, πῦρ δαπανήσει πολέμιον καὶ ἀντίθετον ἅπαντας ἐν βραχεῖ, προστάττοντος βασιλέως· σὺ δ' ἄταφος θανὼν ἔξω που ῥιφήσῃ τῆς πόλεως.» (Γ.) Ἐγὼ δ' ὑπολαβὼν Διοκλητιανοῦ καὶ τῶν ἐκείνου καιρῶν ἔφασκον εἶναι ταυτὶ τὰ ῥήματα· καὶ μὴ, τὰ μέγιστα χαριζόμενοι τῶν καλῶν, συγχεῖτε τὴν χάριν ἐν τῷ τῆς ἀπειλῆς σχήματι. τοὺς γὰρ μαρτύρων ἐμοὶ στεφάνους ὑπισχνούμενοι χορηγεῖν κακίστοις ὀνόμασι τὰ βέλτιστα δοκεῖτε συγχεῖν· καὶ ὑμεῖς μὲν ὧν βασιλεὺς κύριος, ἀπειλεῖτε· ἐγὼ δ' ὧν ἐγὼ κύριος σύν γε θεῷ καὶ πάνυ φυλάττειν, ἀγωνιοῦμαι καὶ μέχρι θανάτου στήσομαι, τὸ φρόνημα τηρῶν ἀδούλωτον. εὐσεβεῖν μὲν γὰρ ἀνάγκη, ζῇν δ' οὐκ ἀνάγκη· καὶ θνήσκειν μὲν ὑπὲρ εὐσεβείας ἀνάγκη, θάπτεσθαι δ' οὐκ ἂν ἀνάγκη. κἀκεῖνοι μὲν ἐν τούτοις ἀπῄεσαν. (Δ.) Ἐμοὶ δὲ πάλιν κλεῖθρα καὶ μοχλοὶ θυρῶν ἐπήγοντο, καὶ τῶν προτέρων πικρότεροι φύλακες. καίτοι γε ἐβουλόμην γ' ἂν ἐπ' αὐτῶν καὶ θάτερον μέρος τῆς σφῶν ἀπειλῆς τῇ προσηκούσῃ παραπέμψαι χλεύῃ, καὶ δεῖξαι κἀνταῦθα δαψιλέστερον, ὅσον τῆς ἀπονοίας τὸ ἄγνωμόν τε καὶ εὔηθες. οἱ δὲ, ὡς ἔοικε, τὴν ἑαυτῶν αὐτοὶ καταγνόντες αἰσχύνην, κωφοὶ τοῖς λεχθησομένοις ἀπιόντες ᾤχοντο. εἶναι γὰρ Παλαμίταις τὸ σκοπιμώτατον, παῦσαι μὲν τὰς ἑορτὰς τοῦ θεοῦ, τὴν ἔνσαρκον οἰκονομίαν μηδαμῶς αὐτοῦ προσιεμένοις· παῦσαι δὲ καὶ τοὔνομα τοῖς λόγοις τούτοις τοὐμὸν μετὰ τῆς ἐμῆς ἐμφαινόμενον εὐσεβείας. εἰ οὖν τοῦτο διδοίη τις, οὐκ ἂν φθάνοι τὰς Μωσέως καὶ Δαβὶδ καὶ πάσας Ἰουδαϊκὰς διαγράφων βίβλους, ἅτε χρόνοις ὕστερον ἐκκηρύκτου καταστάντος τοῦ Ἰουδαίων ἔθνους ἡμῖν. καί μοι θαυμάζειν περίεστι, πῶς Νεστόριον μὲν καὶ Εἰκονομάχους τἄλλα ζηλοῦσιν αὐτοῖς, ᾧ μάλιστά γε ἐχρῆν ὁπωσοῦν ἐχομένῳ φιλαυτίᾳ, ἐν τούτῳ μάλιστα ζηλοῦν οὐ γεγένηται νῦν. τὴν γὰρ τοῦ θεοῦ λόγου συγχέοντες ἐνανθρώπησιν ἐκεῖνοι, καὶ τὰς θείας ἐκ μέσου ποιοῦντες εἰκόνας, ὅσα μουσουργοὶ καὶ λογογράφοι τῇ ἐκκλησίᾳ καταλελοίπασιν ᾄσματα καὶ λόγους, τούτων δ' οὐδὲν οὐδαμῆ συνεξώθησαν· ἀλλ' ᾖδον καὶ ἐτησίοις ἐγέραιρον πανηγύρεσιν. οὗτοι δὲ, τό σφισιν εἰωθὸς κἀνταῦθα ποιεῖν οὐδαμῆ γε ὀκνοῦντες, καὶ ταύτῃ κἀκείνους τῇ κακίᾳ φιλονεικοῦσι νικῆσαι. αἰσχύνη γὰρ τοῦτο, καὶ μάλα ἀπόβλητον εἶναι νομίζεται Παλαμᾷ, καθ' ὁπόσα τοῖς ἀρχηγοῖς τῶν αἱρέσεων εὕρηται σπέρμα δυσσεβείας ἀρκεῖσθαι, εἰ μὴ καὶ τὴν παρ' ἑαυτοῦ συνεισφέροι κακίαν ἐπὶ κακίᾳ. ἐνεργὸν γὰρ ἀεὶ τὸ φιλότιμον ὁ ἀνὴρ ἐνδείκνυται, πανταχῆ πάντας κακοὺς ἐν κακοῖς ὑπερβάλλων. ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΥ ΚΔ ΤΟ ΤΕΛΟΣ. (Ε.) ἤδη δὲ τοῦ φθινοπώρου λήγοντος, καὶ τῆς ἑορτῆς ἐπιστάσης ἣ τοῖς ἐμοῖς δεσμοφύλαξιν ἐτήσιος τῇ πανάγνῳ τελεῖται μητρὶ τοῦ θεοῦ, καὶ μὲν δὴ πολλῶν καὶ παντοδαπῶν ἀνδρῶν ἀναμὶξ εἰσιόντων ἅμα καὶ ἐξιόντων ἐς τὸ ἱερόν, ἔλαθέ τις τῶν οὐκ ἀγενῶν καὶ πάλαι φοιτητῶν καὶ ἐς τὰ μάλιστα φίλων ἐμοὶ περὶ δευτέραν ἤδη φυλακὴν τῆς νυκτὸς διὰ θυρίδος τινὸς εἰς τὴν ἐμὴν παρεισρυεὶς οἰκίαν· ἔτυχε γάρ πως κἀκείνην ἀσέληνον εἶναι τὴν νύκτα, ἅτε καθ' ἓν ζώδιον, δηλαδὴ τὸν τοξότην, τῶν δυοῖν διατριβόντων φωστήρων τηνικαῦτα, καὶ μόλις που πεντεκαίδεκα μοίρας ἀφισταμένων ἀλλήλων, μετὰ σύνοδον ἤδη τῆς σελήνης φευγούσης τὸν ἥλιον, καὶ μήπω μηδ' αὐτῆς μηδ' ἐπὶ βραχὺ δυναμένης βραχείας γοῦν τῇ καθ' ἡμᾶς οἰκουμένῃ χορηγεῖν τῶν οἰκείων αὐγῶν τὰς λαμπάδας. ἐγὼ γοῦν ἀήθους καὶ ξένου τινὸς αἰσθόμενος ἐντεῦθεν πατάγου τὰ μὲν πρῶτα διὰ τὴν ἀωρίαν ἐξεπεπλήγμην· εἶτα φωτὸς κομισθέντος καὶ ἰδὼν οὐδ' οὕτως οὐδέπω τῶν γνωρίμων ἐντὸς ἐνόμιζον εἶναι τινά, μακρῶν διὰ τὴν ἐκδημίαν ἤδη που παραρρυέντων ἐτῶν, καὶ αὐτὰ σχεδὸν τῶν χαρακτήρων τῆς ὄψεως αὐτοῦ τὰ σημεῖα τῆς ἐμῆς ἀφῃρημένων μνήμης. ἀλλ' ἐκεῖνος ἐπεί τε ἴδοι καὶ ἀναγνοίη βεβαίως ἐμέ, βύθιόν τι καὶ σφόδρα περιπαθὲς ἀνῴμωξεν, οἷον ἄθρουν τινὰ καὶ ὁμιχλώδη καπνὸν καμινιαίας αἰθάλης τῆς ἔνδον ἐπιεικῶς ὀδυνωμένης ψυχῆς ἀναπέμπων τοῦ στόματος· καὶ ἅμα περιχυθεὶς καὶ περιβαλών με οὐκέθ' ἑαυτὸν τοῦ δακρύειν κατέχειν ἐδύνατο, οὐδ' ἀπάγειν ῥᾳδίως ἐκεῖνα δήπου λέγειν ὅσα γνώμη δίδωσιν ἐκ λύπης καὶ χαρᾶς ἀνακεραννυμένη καὶ ζυγομαχοῦσα καί πως μεταχρωννυμένη τὴν τῆς ἕξεως βαφὴν τῆς ψυχῆς. ἔπειτ' ἀνασχὼν εἰς ὕψος τὰς χεῖρας «εὐχαριστῶ σοι, πάντων» ἔλεγε «θεός, ὅτι με, πρὶν ἢ θανεῖν, θεατὴν ἐδεδώκεις γενέσθαι τοῦ ποθουμένου, ὃν ἐγὼ μέχρι καὶ ἐς τόδε τῶν ἐν βίῳ πάντων ἡδέων ἐπίπροσθεν διετετελέκειν ποιούμενος· ὡς νῦν γε καὶ τῷ τῆς ἡδονῆς ὑπερβάλλοντι κινδυνεύω δοκεῖν ἐκλαθέσθαι πως καὶ ἐμαυτοῦ, μηδ' ἀκριβῶς εἰδέναι εἴτε καθεύδοντος τὸ τοσοῦτον χρῆμα τῆς ἡδονῆς περιγίνεται, εἴτε ἐγρηγορότι. οὕτω μοι σφοδρὸν τὸ πάθος καὶ ἐπιεικῶς ἄτοπον ἐνέστακται τῇ ψυχῇ, καί μοι μακρῷ τινὶ βέλτιον εἶναι δοκεῖ, πάσας τὰς τέως μακρὰς περιόδους γῆς καὶ θαλάττης ἀφεμένῳ, καὶ τὰς οὕτως ἀτεκμάρτους πλάνας τοῦ βίου, αἵ με μακροῦ τινὸς περιαντλοῦσι χρόνου μόχθοις ἀνηνύτοις λατρεύοντα, νῦν ἐνταυθοῖ, σεβασμία μοι κεφαλή, παρὰ τοὺς πόδας τοὺς σοὺς τὸν ταλαίπωρον κάμψειν βίον.» πολλά τε οὖν ἐκείνου τοιαῦτα λέγοντος, καὶ ἅμα δακρύων ἀναρρηγνύντος ἐξ ὀφθαλμῶν ῥύακας, ἀτενέστερον κἀγὼ τὰς ὄψεις ἀπερεισάμενος ἐς αὐτόν, ἠρέμα καὶ κατ' ὀλίγον ἀναγνωρισμάτων ἴχνη τινὰ συνέλεγον ἤδη καὶ αὐτὸς εἰς τὴν ἐμαυτοῦ διάνοιαν, ὥστε καὶ τελέως ὅστις εἴη ἀναγνοὺς ὀψὲ δακρύων καὶ αὐτὸς ἐπεπλήσμην τοὺς ὀφθαλμούς, ξυμμιγῆ πως τῷ λυποῦντι τὴν τέρψιν καρπούμενος· φιλεῖ γὰρ κἀκ τῆς ἡδονῆς ἐνίοτε θερμὸν ἀναρρήγνυσθαι δάκρυον, τοῦ τῆς ἀθυμίας καπνοῦ διαλυομένου τε καὶ ὠθουμένου τῇ τῆς ἐναντίας ἕξεως ἀντιπαθείᾳ, καθάπερ διὰ σωλήνων τῶν ὄψεων τῆς φύσεως τὴν ἅλμην κενούσης τῆς λύπης, καὶ τὸ βάρος ἀποτινασσομένης ἐκεῖνο καθάπερ τινὰς νόθους καὶ παρεγγράπτους κῆρας καὶ νόσημα ἔπηλυ λογισμῶν. ἦν γε μὴν τῶν Καλλιστράτου παίδων ὁ πρεσβύτερος· Ἀγαθάγγελος ὄνομα τἀνδρί. χρόνῳ γε μὴν ἑαυτοὺς ἀνειληφότες ἑκάτεροι, ἑκατέροις τῶν οἰκείων ἐχρώμεθα διδασκάλοις διηγημάτων, τά τε ἄλλα καὶ ὅσας τῶν ἀδήλων συμπτωμάτων αἱ τύχαι κεκομίκασι τῇ γε τοῦ θεοῦ ἐκκλησίᾳ καὶ ἅμα τοῖς πολιτικοῖς πράγμασι τὰς συμφοράς, τοῦ θεοῦ συγκεχωρηκότος διὰ τὴν τῶν πατρίων τῆς εὐσεβείας δογμάτων ἀθέτησιν, ἣν οὐδὲ σὲ λεληθέναι δοκεῖ μοι, ἔγωγε ἔφασκον· ἔτι γὰρ ἐνταυθοῖ παρεῖναί σε μέμνημαι, καὶ εἰδέναι σαφῶς Παλαμᾶν κύοντα μὲν ἔτ' ἐν γαστρὶ μοχθηρά, καὶ ὠδίνοντα τὰ τῆς πολυθεΐας ἅμα καὶ ἀθεΐας δόγματα, ἔστι δ' οὗ καὶ ἐξερευγόμενον ταῦτά τε καὶ ὅσα τοῖς πάλαι σποράδην καὶ κατὰ διαφόρους τοὺς χρόνους αἱρέσεως εὕρηται πολυειδῆ κακίας ὑπομνήματα. ἃ καὶ μικρὸν ὕστερον γεγέννηκέ τε ἐς προῦπτον καὶ ἔθρεψε, μαιευσαμένων τῶν τηνικαῦτα δυναμένων ἄγειν καὶ φέρειν τὰ πράγματα. διὸ καὶ καθῄρηται μὲν τὸ μέγα καὶ περιβόητον τέμενος, συγκαθῄρηται δ' ἅμα αὐτῷ καὶ τὸ θεῖον ἐκεῖνο θυσιαστήριον, τοῦ θεοῦ ζωγραφοῦντος ἐν αὐτοῖς τὴν ὀργὴν ἣν διὰ τὸ τῆς ἀσεβείας ταύτης ἔσχεν ἀθέμιτον. ἐπεὶ δὲ τὸ μὲν καλὸν ποιεῖν προϊοῦσιν ἀπῆν, τὸ δὲ κακὸν ἀπεῖναι οὐκ ἦν, ἀνατρέπεται καὶ συγχεῖται διηνεκῶς τὰ Ῥωμαίων ὁρῶν πράγματα, καὶ τὸ γενόμενον τῆς θείας ὀργῆς οὐκ ἔγνωκεν ἀπρακτεῖν οὐδαμῇ. διὰ δὴ ταῦτα καὶ δέσμιοι τήμερον ἡμεῖς, ἀνθιστάμενοι τῇ ῥύμῃ τῆς ἀσεβείας, ὅσον ἐφικτόν. (Στ.) Ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα διεξεληλυθότων ἡμῶν, ἔπειτ' ἐκείνου πυθέσθαι τῆς ἐγγὺς εἰκοσαετοῦς ἐκδημίας τὸν τρόπον ἐζήτουν ἐγώ, ὅπως τε ἔσχε καὶ ὅπως αὐτὸς ἐβίω, καὶ ὅπῃ τὴν δίαιταν ὁ μεταξὺ καὶ οἵαν αὐτῷ παρέσχετο χρόνος. οἶσθα γάρ, ἔλεγον, ὡς ἱστορίας ἐμοὶ συγγράφοντι βίβλους μακρά τις οὖσα τυγχάνει καὶ μάλα πεφροντισμένη σπουδή, πεῖραν ξυνειλοχέναι παντοίων πραγμάτων, ὅσην ὅ τε χρόνος ἡμῖν ἀκριβέστερον σκοπουμένοις ἀεὶ παρέχεται, καὶ ὅση ἐκ τῆς τῶν ἄλλοθεν ἄλλοτ' ἄλλως ἡμῖν ὁμιλίας εἵνεκα προσιόντων ἀσχολίας ἀεὶ περιγίνεται, διηγήματα προτιθείσης ὅσα τ' ἐξ ἀκοῆς καὶ ὅσα δι' ὄψεων παρειληφὼς τῷ φανταστικῷ τῆς ψυχῆς ἐνετύπωσεν ἕκαστος πίνακι. ὑπερφυῶς γὰρ καὶ Διογένης ἐκεῖνος ὁ κυνικὸς εἰρηκέναι δοκεῖ μοι, σχολαζόντων ἀσχολίαν ὧν ἄν τις ἐφίεται λίαν πραγμάτων τοὺς ἔρωτας εἶναι· μικρὰ γὰρ ἢ οὐδὲν τῶν ἔξω θορύβων ἀνθέλκειν ἐχόντων, σχολῇ γ' ἂν ἄλλως φανείη τὸ κινούμενον ἀπρακτοῦν τῆς ψυχῆς. ἐμοὶ δ' ἣν τῶν ἔξω θεάτρων σχολὴν ὁ τῶν ἐμῶν Προμηθεὺς παρέσχετο λόγων, διπλοῦ καὶ τριπλοῦ τινὸς ἔρωτος ἀσχολίαν ὅπως ποτ' ἐξεγένετο δρᾶν, νῦν μὲν τοῖς ἀεὶ προσιοῦσιν ἄλλοτ' ἄλλοις, ὁπόσα τῷ καιρῷ καὶ τῇ χρείᾳ προσήκειν δοκεῖ, διὰ γλώττης οὐ μάλα ὀκνεῖν ὁμιλοῦντι, νῦν δὲ διὰ γραμμάτων, οἷς ἡμᾶς καὶ πόρρωθεν φιλεῖν προθυμίας ἐμπύρευμα ἔνεστι, δεξιοῦσθαι τὸν ὅμοιον τρόπον, καὶ τρίτον, ὁπόσα τῷ τῆς ἱστορίας ξυντείνει συλλέγειν σκοπῷ· ἥδεται γάρ πως ἡ ψυχὴ καὶ χειραγωγὸν ἐπὶ τὰ κάλλιστα τῶν τῆς ἱστορίας πραγμάτων ἔξωθεν ἔμπρακτον λόγον δανειζομένη, πλὴν εἰ μὴ δύσμαχος κόρου τινὸς αὐτὸν ἐνοχλεῖ τυραννίς, ἣ τἀναντιώτατα μέν πως ἔχει τῇ τῶν Σειρήνων ἐκείνων ᾠδῇ, πρὸς δὲ τὴν ὁμοίαν ἐκείνῃ φέρει ζημίαν λανθάνουσα, ἐπειδήπερ ἐκείνη μὲν τῇ τῆς ἐμμελοῦς ἁρμονίας ἁβρότητι κατακηλοῦσά τε καὶ γοητεύουσα τὰς ἀκοάς, δέσμιον, ὃς τίς ποτ' ἄρ' ἦν ὁ τῆς ᾠδῆς ἐκείνης κατατρυφῶν, πρὸς τὰς τοῦ θανάτου συνώθει πύλας, μηδὲν μᾶλλον ἐκ τοῦ μέλους τῇ ψυχῇ προκατατιθεμένη λυσιτελὲς ἢ βραχύ τι κέρδος ἀκοῆς ἀκολάστου, ζημίας μεγίστης πρόξενον. ὁ δὲ παιδείας ἡλικιώτης λόγος ὠφελεῖ μὲν νεαρὸν καὶ χλοάζον εἰπεῖν τὸ ἐπαγωγὸν κεκτημένος, ἕως ἂν καὶ τὴν συμμετρίαν πάρεδρον ἔχῃ καὶ πρὸς βραχύτητα τὸ τοῦ δρόμου συστέλλῃ στάδιον· ἐπὰν δὲ τῇʹ τοῦ κόρου πλεονεξίᾳ τὰς θύρας ἀναπετάσῃ, πολέμιος εὐθὺς καὶ αὐτὸς ἑαυτῷ φωρᾶται γιγνόμενος, καὶ ἅμα ἀηδίας μακρᾶς τὸ τῆς ψυχῆς ἡδόμενον ἐμπιπλῶν, καὶ ὅλην ἐκείνην ἀναμοχλεύων καὶ ἀνατρέπων τὴν χάριν. ἡδέως γοῦν ἔγωγ' ἀκούσαιμ' ἄν, νῦν μᾶλλον, εἴπερ ποτέ, σχολὴν ἄγων ἀπράγμονα κομιδῇ καὶ ἀθόρυβον, ἅττα ποτ' ἂν αὐτὸς ἐμοὶ προτιθέναι βούλοιο ὧν ἡ μακρά σοι περίοδος ἐχαρίσατο γῆς ὁμοῦ καὶ θαλάσσης· οὐδὲν γὰρ οὕτως εὐφραίνειν οἶδεν οὐδένα τῶν πάντων, καθάπερ ἐκεῖνα πρὸς τὸ φιλητικὸν τῆς ψυχῆς οἴκοθέν τε κἀκ φύσεως τὴν ῥοπὴν ἐκτήσατο· δημόσιον γάρ τινα βάσανον τἀν κόσμῳ τοῖς πᾶσι προκεῖσθαι γίνεται πράγματα, καθάπερ εἴδους ἄνευ ὕλην τὸ αὐτόνομον τῆς τῶν ἀνθρώπων διαθέσεως προκαλουμένων, οἷόν τινα δημιουργὸν καὶ τεχνίτην πρὸς τὴν αὐτῆς εἰδοποίησιν καὶ μορφήν, ἵνα δὴ τοῦ βελτίονος ἢ τοῦ χείρονος σχῇ τὴν ἐπωνυμίαν, καὶ πάσης βροντῆς μεγαλοφωνότεροι τῆς τῶν χρωμένων γένωνται κήρυκες διαθέσεως αὐτόθεν τὰ πράγματα. εἰ μὲν οὖν καὶ ἄλλοις εἴη πρὸς τρόπου τὰ τῆς ἡμετέρας ἕξεως τῆσδε, εἰδεῖεν ἂν οἵ τινές ποτ' ἄρ' εἶεν ἐκεῖνοι· εἰ δ' οὖν, ἀλλ' ἔμοιγε καὶ σφόδρα γέ τι κατὰ γνώμην ὁπόσα τῆς τοιᾶσδε μαθήσεως ἔχεται. (Ζ.) Καὶ μὲν δὴ ταῦτα διεξιόντος ἐμοῦ, τοιάδε κἀκεῖνος ἀρξάμενος διεξῄει. πάντα μὲν χαλεπὸν ἂν εἴη, φησί, διηγεῖσθαι καθ' ἕκαστον ὡς ἔσχε τἀμά· ὡς δ' οὖν ἐν κεφαλαίῳ διεξιέναι τὰ πλείω, τοῦτο δ' οὐκ ἄν ποτ' ἀπαγορεύσαιμ' αὐτός, ὡς μάλα ὂν οὐδὲν ἐργῶδες. οἶσθα γάρ, εἴπερ τις ἁπάντων, δι' ὅσης ἐγὼ τῆς ἐφέσεως ἦγον πολύν τινα πάλαι χρόνον ταυτησὶ τῆς ἐμῆς ἔκδημος γεγενῆσθαι πατρίδος, ἱστορίας τε ἕνεκα πραγμάτων παντοδαπῶν καὶ ἅμα πόλεων καὶ λιμένων, καὶ οἵαν ἕκαστα τούτων ἔχει τὴν θέσιν πρός τε ἄλληλα καὶ ὅλον τὸ σχῆμα τῆς γῆς, ἅτε τῇ τῆς ἀστρονομικῆς ἐπιστήμης χρείᾳ μεγίστην παρεχόμενα τὴν συντέλειαν. ὃ δέ με πάντων μάλιστα ἐπεπείκει τὸν ἔκπλουν ἐπιταχῦναι, τά τε τῆς ἐκκλησίας ναυάγια ἦν, καὶ ὅσα τοῖς πολιτικοῖς ἐπεφύη τηνικαῦτα νοσήματα πράγμασι τούτων γε ἕνεκα. οἷς γὰρ τότε μάλιστα πάντων σώζειν ἐνῆν τὰ τῆς πολιτείας πράγματα, ταῦτα τότε μάλιστα πάντων ἠλαύνετο καὶ σφόδρα δυστυχῶς διέκειτο, λέγω δὴ τὰ τῆς εὐσεβείας πράγματα· δόγματα γὰρ ἀλλαττομένης τηνικαῦτα ἐκείνης, τὰ Παλαμικὰ δηλαδὴ τῶν πατρίων, πονηρῶς εἶχε τὸ σῶμα τῆς πολιτείας, καὶ πᾶσαν ἔφραζε χαίρειν ἐλπίδα χρηστήν· τὸ γὰρ φορτικὸν καὶ ἀμαθὲς τῶν ἡγεμονικῶν ἀνδρῶν αὐτήν τε ἐκαπήλευσεν ἀσελγῶς τὴν ἀλήθειαν, καὶ ἀπαραίτητος ἵστατο κολαστὴς τῆς μόνης σώζειν δυναμένης τότε τὸ γένος ἐλπίδος. ὅθεν ζωγραφουμένην ἐν τύποις ἔτι τὴν θείαν βλέπων ὀργήν, καὶ οἷον ἐν σπαργάνοις ἔτι καὶ γάλαξι κρυπτομένην, γῆν ἀλλάττεσθαι γῆς ἐνόμισα δεῖν, πρὶν ἐν ὅπλοις ὑπαίθροις στρατευομένης κατὰ τῶν ἀδικούντων αὐτῆς πειραθῆναι κραταιότερον· χρόνου [γὰρ] ἀεὶ στοχάζεσθαι δεῖν ὅτῳ νοῦς συνοικεῖ σωφρονῶν, καὶ μὴ καιρῷ καὶ τύχαις προσομιλεῖν ἀβέβαιον κεκτημένοις θεμέλιον, καὶ μάλισθ' ὅτε ψυχῆς ἀθανάτου θάνατος ἀθάνατος οἰκονομοῖτο, μηδὲ τῷ παρόντι συνεῖναι ζητεῖν ἡδεῖ, ἀλλὰ τὸ μέλλον πραγματεύεσθαι χρήσιμον, μηδὲ διὰ φόβον τοῖς παροῦσιν ἡττᾶσθαι ψεύδεσιν, ἀλλὰ διὰ τὴν τἀληθοῦς προβολὴν τοῦ κακοῦ κολάζειν τὴν πρόφασιν, οὐδὲ τὸ μίσους ἄξιον εἰς τὴν χώραν εἰσάγειν τοῦ πόθου, ἀλλ' ἀντὶ τοῦ βλάπτοντος τὴν τῶν ὠφελίμων ἀνθαιρεῖσθαι συνοίκησιν. (Η.) Ἄρτι τοίνυν τὰς ἠρινὰς τοῦ ἡλίου τροπὰς παραλλάττοντος νεὼς ἐπιτυχὼν ναυστολίας ὡρμημένης ἐπ' Αἴγυπτον, ἄσμενος εὐθὺς αὐτῇ φέρων ἐμαυτὸν ἐνεβίβασα. καὶ μὲν δὴ ἄραντος ἐς τὴν ὑστεραίαν ἐκ Βυζαντίων λιμένων ἑβδομαῖοι τοῖς Ῥοδίων προσέσχομεν λιμέσιν, ἔνθα συχνὰς διατετριφότες ἡμέρας οὐρίων πνοῶν ἀπορίᾳ περιῄειμέν τε τὴν νῆσον, καὶ περιεργότερον ἅττα ἦν θέας ἄξια ἐθεώμεθα. κολοσσοῦ μὲν οὖν ἐκείνου μνημεῖον οὐδέν τι ἐλέλειπτο, οὐ μέντ' ἂν οὐδ' εἴ ποτε γέγονεν ὅστις ποτ' ἄρ' ἦν ἐκεῖνος, εἰκασίαν ἐδίδου τινά· οὔτε γὰρ χαλκοῦ μόριον οὐδέν, οὐ μὴν οὐδ' εἴ τινες εἶεν ἐκ λίθων ἐκείνῳ κρηπῖδες, ἐλέλειπτο λείψανον πάντων οὐδέν. πόλεων δὲ τῶν πάλαι αἳ μὲν σεισμοῖς ἐκτριβεῖσαι κατέδυσαν, ὧν ἡ καλλίστη Ῥόδος ἦν ἡ τῇ νήσῳ ὁμώνυμος, καὶ σημεῖα τούτων ἐδείκνυσαν ἡμῖν οἱ ἐγχώριοι· αἳ δ' ἔτι σωζόμεναί τε διαμένουσι καὶ λαμπραὶ λαμπρῶς ἑστηκυῖαι εἰσί. τούτων δ' εἶναι κατ' ἐμαυτὸν ἐνενόουν ἐκ σημείων τινῶν Λίνδον Ἰηλυσσόν τε καὶ ἀργινόεντα Κάμειρον, ὧν ἡ τοῦ Μελησιγενοῦς Ὁμήρου μέμνηται Καλλιόπη. πρόσοικοι δ' ἦσαν τῇ νήσῳ, τὸ πλεῖστον εἰπεῖν, ὁμόφυλοί τε ἡμῖν καὶ τὴν πίστιν ὀρθόδοξοι, καὶ ταύτῃ δὴ τῇ καθ' ἡμᾶς Ἑλλάδι χρώμενοι φωνῇ· παῖδες γάρ εἰσι τῶν οὐ πάνυ πρὸ μακροῦ τεθνηκότων ἐκείνων ἀνδρῶν, οἳ πλεῖστα μὲν ἠγωνίσαντο, Λατίνοις μαχόμενοι τριήρεσί τε καὶ ὅπλοις παμπόλλοις τὴν ἔφοδον ἐπ' αὐτοὺς ποιουμένοις, ἡττήθησαν δὲ δι' ὀλιγότητα καὶ ὑπετάγησαν ἄκοντες. ὧν ἔνιοι κἀν γήραι ζῶσιν ἔτι βαθεῖ, τῆς πρίν τε εὐδαιμονίας ἀεὶ μεμνημένοι, καὶ διήγημα ταῦτα τοῖς παριοῦσι τῶν ξένων ἡδὺ προτιθέντες, οἳ καὶ δυστυχεῖν μέν πως ἔλεγον ὅτι ζυγὸν ἐλευθερίας ἠλλάξαντο δούλειον, εὐτυχεῖν δ' ἄλλως, πολεμίων μὲν ἥκιστα ἔξωθεν ἐνοχλεῖν μὴ δυναμένων τὴν νῆσον ἔτι, ἅτε τῶν τῆς νήσου κρατούντων ἐν ὅπλοις ζῆν εἰωθότων, καὶ ὅσα εἰς πόλεμον ἐπεφύκει ἐπιτηδεύματα, καὶ ἅμα εὐνομίας ἐν ἀγοραῖς καὶ δίκαις ἐπιπολαζούσης τῇ νήσῳ, πλεονεξίας ἀπούσης ὡς τὰ πολλά, καὶ πρὸς τούτοις εὖ ἐχόντων κράσεως ἀέρων λαχόντων τὴν νῆσον, ἔτι τε λιμένων καὶ νεωρίων παγκάλην ἐχόντων τὴν θέσιν, καὶ πάντας μετὰ ῥαστώνης ὑποδεχομένων τοὺς ὁθενδήποτε χρείας ἐμπορικῆς καταίροντας ἕνεκα, ὡς γίνεσθαι διὰ ταῦτα τὴν τῶν ὠνίων χρείαν ἀφθονωτέραν πλουσίοις καὶ πένησι, καὶ βίον ἀταλαίπωρον ἄγειν τοὺς προσοικοῦντας ἐντεῦθεν. εἰ δὲ διὰ ταῦτα καὶ χρυσόν ποτε Ῥοδίοις ὗσαι νεφέλας κατέχει λόγος τοῖς τῶν Ἑλληνικῶν μύθων ἀπορρήτοις ἐνδιαιτώμενος, ἐγὼ μὲν οὐκ ἄν ποτ' εἰδείην, τοιούτων ὑπολήψεων ἀμείνω κτησάμενος ἄνωθεν γνώμην, λεγέτω δ' ὅστις ἄμεινον εἰδείη ἂν ἐμοῦ. (Θ.) Εἶεν. ἦρος δ' ἤδη χωροῦντος, ἐν ᾧ καὶ πλειάδες ἄρχονται κήρυκές τε καὶ πρόδρομοι γίνεσθαι τῆς ἡμέρας, οὐρίοις κἀκεῖθεν χρησάμενοι πνεύμασιν ἀνήχθημεν, ὡς πεμπταίους ἡμᾶς ἐς μεγάλην τε καὶ λίαν εὐδαίμονα ἀφικέσθαι πόλιν, τὴν Ἀλεξάνδρειάν φημι, πεντακισχιλίους σταδίους ἀπέχουσαν Ῥόδου, κειμένην δ' ἐν δεξιᾷ, εἴ τις ἐς τὸ Ἡρακλεωτικὸν καταίρειν ἐθέλοι στόμα τοῦ Νείλου. μέγιστος γὰρ ὢν ποταμῶν ὁ Νεῖλος, καὶ ὅλην ἄρδων ἐκ μέσου τὴν Αἴγυπτον μόνος αὐτός, ὁλόκληρος κάτεισι ζωννύων αὐτὴν ἄνωθέν ποθεν ἀρξάμενος, ἄχρι καὶ εἰς Βαβυλῶνα τὴν περὶ τὸ Δέλτα καλούμενον οὕτωσι πως κειμένην. ἐκεῖθεν δ' ἐννέα μεριζόμενος στόμασιν εἰς τὴν Αἰγυπτίαν ἐκδίδοται θάλασσαν, ὧν ἄλλως μὲν τἆλλα, τὸ δὲ πρὸς δύσιν καὶ ζέφυρον ἄνεμον Ἡρακλεωτικὸν ὀνομάζεται. τούτου τοίνυν νοτιωτέρα μικρὸν ἡ περιβόητος Ἀλεξανδρέων αὕτη κεῖται μακρόπολις. ἣν καὶ αὐτὴν θεασάμενος ὅσον ἐξῆν, καὶ τῶν ἀξιολογωτέρων κατατρυφήσας αὐτῆς θεαμάτων ὡς ἡμῖν γε ἐχρῆν, ἔπειτ' ἐξῄειν ἐκεῖθεν, μετά γε τὰς Ὠρίωνός τε καὶ κυνὸς ἐπιτολάς, θεάσασθαι ζητῶν καὶ τὰς ᾀδομένας πυραμίδας ἐκείνας, καὶ εἴ τις εἴη πόλις κατ' Αἴγυπτον ἑκατοντάπυλοι λεγομένη Θῆβαι, καὶ ἅμα τοῖς τῶν Αἰγυπτίων ἱερογραμματεῦσι μάλα ἐθέλων συμμῖξαι. μεγάλης γάρ, ὡς οἶσθ', αὐτοὺς ἡμῖν θιασώτας εἶναι σοφίας βίβλοι παρέπεμψαν παλαιαί. ἀλλ' ἦσαν ἄρα ταυτὶ γρηγορούντων ἐνύπνια, μόνοις σωζόμενα τοῖς ὀνόμασιν, ὅσα παρὰ τὸν βίον ἀεὶ καλινδούμενα γένεσιν ἔρωτος βόσκει διὰ τῶν ὤτων ἐνσπειρομένην τοῖς μικρογνώμοσι λογισμοῖς. (Ι.) Τοῦ μέντοι φθινοπώρου μεσοῦντος ἤδη ἀφῖγμαι καὶ ἐς θέαν τῶν ἐν Παλαιστίνῃ τόπων καὶ πόλεων, ὅσαι τῶν σωτηρίων ποδῶν τὰς τρίβους ἐδέξαντο. καὶ μὲν δὴ κἀνταῦθα τὸν ἔρωτα καθ' ὅσον ἐξῆν ἀφοσιωσάμενος τῆς ψυχῆς, εἶτα ἀπῄειν μετὰ χειμερινὰς τοῦ ἡλίου τροπάς. καὶ δὴ λοιπὸν ἐν δεξιᾷ καὶ πρὸς ἕω τὰ τῆς εὐδαίμονος Ἀραβίας ὄρη λιπών, ἐς τὰς μεσογείους τῆς κοίλης Συρίας ἐνέβαλον πόλεις, καὶ μετὰ πλείους κἀκεῖ περιόδους ἧκον ἐς Δαμασκόν, πολλῶν ὑπερέχουσαν τῶν ἐκεῖ πόλεων τά τε ἄλλα καὶ πολυανθρωπίᾳ καὶ ἀγορῶν ἰσονομίᾳ καὶ πολιτικῆς καταστάσεως εὐκοσμίᾳ, καὶ πρός γε συνέσει τῶν οἰκητόρων βαθείᾳ τινὶ καὶ γεγυμνασμένῃ καλῶς πρὸς τὰ κάλλιστα, ὡς μὴ μάλα τι πλεῖστον ἐνδεῖν τῆς μεγάλης ἐκείνης Ἀλεξανδρέων πόλεως. εἰ γὰρ μὴ δι' ἄλλο γέ τι, διὰ γοῦν ἕν γέ τι, τὸ τὴν εὐσέβειαν ἐκεῖ πλατυτέραν κεκτῆσθαι τὴν παρρησίαν, ἔχει μὲν εὐλαβῶς συγκρύπτειν εἴ τι ἧττον ἔτυχεν ἐκείνης ἔχουσα, ἔχει δὲ καὶ θεατρικωτέραν ἀπὸ τοῦ μείζονος πρὸς ἐκείνην ἤδη ποιεῖσθαι τὴν τοῦ σχήματος ἕξιν. ὅπλων γὰρ ἕνεκα καὶ πολεμικῶν ἐπιτηδευμάτων καὶ ἡγεμονικῆς πολιτείας ἠθῶν, καὶ ὅσα περὶ ἀγορανόμους ἔχει καὶ δικασπόλους, προέχειν τὴν Ἀλεξάνδρειαν δοίη τις ἄν· συνέσεως δὲ καὶ μαθήσεως ἄλλης δι' ἣν τὸ κοινωνικὸν ἐς Ἕλληνας ἀναφέρειν μᾶλλον Ἀλεξανδρέων, καὶ ἅμα διὰ τὸ τῆς εὐσεβείας εἱλικρινέστερον μακροῖς τοῖς μέτροις ὑπερέχειν Ἀλεξανδρείας ἅπαντες ἂν συγχωρήσαιεν Δαμασκόν. διὰ δὴ ταῦτα καὶ τριετίαν ὅλην αὐτῇ τε καὶ ταῖς πέριξ πόλεσιν ἡδέως εἱλόμην ἐνδιατρίβειν, ἄλλως τε καὶ σχολὴν πολέμων ἀλλοφύλων καὶ φόβων τοιούτων ἄδειαν ἐχούσης τῆς γῆς ἐκείνης. (ΙΑ.) Ἐκεῖθεν ἀφικόμην ἐς τὰς παραλίους τῆς Φοινίκης πόλεις. καὶ ὅλον ἔτος ἓν καὶ τῇ τούτων ἀνηλωκὼς ἱστορίᾳ, εἶτα ἀπῄειν εἰς Ἀντιόχειαν, πόλιν μεγίστην Συρίας, ἣν Ἀντίοχος ἔκτισεν ὁ Σελεύκου τοῦ μετ' Ἀλέξανδρον ἄρξαντος μὴ μόνον Συρίας ἐκείνης ἀλλὰ καὶ Βαβυλῶνος τῆς Σεμιράμιδος, καὶ πρός γε Ἀσσυρίων καὶ Περσῶν καὶ Μήδων, καὶ ὅσα Σούσων καὶ Ἐκβατάνων ἐπέκεινα. ταύτην ἔγωγ' ἀκούων ἐκ παλαιοῦ τὸ σωτήριον κήρυγμα πρώτην αὐτὴν πρὸς τῶν ἱερῶν δεδεγμένην ἀποστόλων, λίαν ἀσμένως εἶδον ἔτι σημεῖα ψυχῶν εἰς εὐσέβειαν θερμοτέρων. ταύτῃ τοι καὶ ἐθαύμασα μᾶλλον αὐτὴν δι' αὐτό γε τουτὶ ἢ διὰ τἆλλα, ὁπόσα τῇ πόλει περίεστι τὰ καλά. τῆς γὰρ ἀλλοφύλου θρησκείας συμπεφυρμένως ἐπιπολαζούσης ἐκεῖ πανταχόθεν καὶ πανταχῇ, ἅτε τῆς Ἀράβων ἐπικρατείας ἐξ Αἰγύπτου, μᾶλλον δ' ἐκ Κυρήνης καὶ Πενταπόλεως καὶ τῶν γε ἔτι τούτου προσωτέρω διηκούσης ἄχρι καὶ ἐς τὰ τῆς Ἀντιοχείας ἐπέκεινα, συμβαίνει καὶ τῆς Ἀραβικῆς θρησκείας δείγματα πανταχῇ τῆς γῆς ὑπάρχειν ἐκείνης. διὸ καὶ ἀντεχομένους ἐκεῖ κομιδῇ τῶν Ἀντιοχέων αὐτὸς ὁρῶν τοὺς εὐσεβῶς ἑλομένους ζῆν ὑπὲρ τῶν πατρίων τῆς εὐσεβείας δογμάτων ἄχρι θανάτου δεῆσαν, διὰ μακροῦ τοῦ θαύματος ἐποιούμην τέως ἐγὼ τὸ ἐκείνων πρᾶγμα, καὶ ἐς τὴν πάλαι μνήμην ἀνῆγον εὐθὺς ἐκείνην τὸν νοῦν. (ΙΒ.) Εἶεν. ἀλλὰ μετὰ βραχὺ κἀκεῖθεν ἀπάρας ἀπῄειν ἄχρι καὶ εἰς Ἰσσόν, ἔνθα τοὺς Κιλικίους αὐλῶνας τῶν Ταυρικῶν παραψαύειν ὀρῶν σχεδὸν εἰπεῖν ἐκ φύσεως συνηνέχθη· ἐς τοσοῦτο γὰρ βραχύτητος ὁ μεταξὺ συστέλλεται χῶρος ἐκεῖ ἔκ τε θαλάττης καὶ ὀρῶν ἐκείνων ὥστε καὶ πύλαι τοῖς πάλαι προσηγορεύθησαν Ἰσσικαί τε ἅμα καὶ Συριακαί. καὶ πόλις δ' ἔστιν Ἀντιοχείας ἀρχαιοτέρα παρακειμένη, ξύν γε πλείσταις ἑτέραις Ἀλεξάνδρεια καλουμένη. ταύτην γὰρ Ἀλέξανδρος ἀνήγειρε πρώτην ἄγαλμα νίκης εἰπεῖν, ἣν αὐτόθι Δαρεῖον τὸν Πέρσην ἐνίκησε πρῶτον, ἐκ Βαβυλωνίας καὶ τῶν γε ἀνωτέρω τόπων μυρίαν μὲν ἵππον ἐλάσαντα, πάντα δ' Ἀσίας ὅπλα συγκινήσαντα μέχρις αὐτοῦ. σπεύδων γάρ, πρὶν Ἀλέξανδρον διαβῆναι, τὰς τῶν εἰρημένων στενῶν ἀποκλεῖσαι παρόδους τῷ πλήθει τῆς στρατιᾶς ἐκείνης, ἔλαθε καθ' ἑαυτοῦ μᾶλλον ἢ κατ' Ἀλεξάνδρου τὸν ὄλεθρον μεμηχανημένος· πλῆθος γὰρ δυσαρίθμητον στρατιᾶς ἐπαγόμενος, καὶ ὀφείλων ἐν ὑπτίοις καὶ ἀναπεπταμένοις πεδίοις τὰς πολεμικὰς διατάττειν φάλαγγας, καὶ ταῦτα γυναῖκας ἅμα καὶ παῖδας ἄγων καὶ ὅλον αὐτοῦ τὸν βασίλειον οἶκον κατὰ δή τι πάτριον ἔθος, ὃ δὲ τἀναντία πάντ' ἐδεδράκει. μηδὲ γὰρ ἐχούσης τῆς τοσαύτης ἐκείνης ἵππου ῥύμῃ πολλῇ φερομένης ῥᾳδίως προχωρεῖν τε καὶ ἀναχωρεῖν ἐν στενοῖς καὶ τάς γε ἀναστροφὰς καὶ συστροφὰς καὶ ἀγχιστρόφους περιφορὰς καὶ διεξόδους ποιεῖσθαι, συνεπάτουν ἀλλήλους αὐτοὶ ὑπ' ἀλλήλων συμποδιζόμενοι, καὶ περιέπιπτον ἑαυτοῖς αὐτοί, κακῶς βουλευσάμενοι. ἀλλὰ τούτων μὲν ἅλις. https://byzantium.gr/ ΛΟΓΟΣ ΚΕ’.ΤΟΥ ΑΥΤΟΥ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΣ Δʹ Η ΚΕʹ ΤΗΣ ΟΛΗΣ ΑΥΤΟΥ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ.Ἐμοὶ δὲ προσωτέρω προάγειν βουλομένῳ δυοῖν ἕνεκα, ὅπως τε μάθοιμι μέχρι πόσου τῆς ἀλλοτρίας ἐκείνης γῆς καὶ δι' ὅσων ἐθνῶν ἐκείνων διήκει σωζόμενον τὸ Χριστιανῶν ἔτι γένος, καὶ ὅπως ἐν μέσοις τοῖς ἀσεβέσιν ἔτι τῶν πατρίων ἔχεται δογμάτων τῆς εὐσεβείας κατὰ τὸν σφίσι ἁπλούστερόν τε καὶ ἀληθέστερον τρόπον, καὶ ἅμα θεάσασθαι εἴ τί που τῆς ἀρχαίας σοφίας ἐκείνης περίεστι λείψανα Χαλδαίοις καὶ Πέρσαις, ἐμποδὼν οἱ τῶν Ἱεραπολιτῶν γεγένηνται κοσμιώτεροι, ἐπεί τοί γε μέχρι καὶ ἐς ἐκείνους προεληλύθειν ἐγώ, διακοσίους ὁμοῦ καὶ χιλίους ἐγγύς που σταδίους θαλάττης ἀπέχοντας. οὐ γὰρ εὔοδα ἔσεσθαι ὑπισχνοῦντό μοι ἔτι τὰ πρόσθεν διὰ τὸ τῶν προσοικούντων ἀλλόγλωσσον· οὐ μὴν οὐδ' εἰ εὔοδα ἦν ἐντεῦθεν, ἥκιστ' οὖν ὅμως περιλείπεσθαι Χαλδαϊκῇ τε γῇ καὶ Περσικῇ σοφίας ὅλως ἐκείνης ἴχνη τε καὶ γνωρίσματα. ἐξ ὅτου γὰρ τὸ Σκυθικὸν ἐπιρρεῦσαν γένος καὶ ἐκχυθὲν ἄνωθέν ποθεν ἐξ ἀρκτικῶν πηγῶν καθάπερ ἀχανοῦς τινὸς ὕδωρ πελάγους, Πέρσας τε ἐδουλώσατο καὶ Μήδους καὶ πᾶσαν εἰπεῖν ταυτηνὶ τὴν Ἀσίαν ἄχρις Ἰνδῶν τε ἐκείνων πρὸς ἕω καὶ ἄχρις Ἀράβων τουτωνὶ πρὸς νότον, οὐ μόνον τὰ πλείω τῶν ἐγχωρίων ἠθῶν ἐκείνων ἔσβη καὶ ἐτεθνήκει, ἀλλὰ καὶ αὐτὰ τῶν ἐθνῶν ἐκείνων τὰ τοπικὰ διαστήματά τε καὶ ὅρια συγκέχυται καὶ παντάπασίν ἐστι δυσείκαστα νῦν. γίνεσθαι δέ μοι μάλιστα νῦν, εἴπερ ποτ', ἀξύμφορον ἔφασκον τὴν ἐκεῖσε πάροδον διὰ τὰς ἄρτι κατεσχηκυίας καὶ Σκύθας αὐτοὺς κατ' ἀλλήλων ἔριδάς τε καὶ στάσεις περὶ πρωτείων, τοῦ σφῶν ἀρχηγοῦ καὶ ἡγεμόνος πρὸ μικροῦ τεθνηκότος. ταῦτ' οὖν ἔγωγ' ἀκηκοώς, καὶ ἅμα συνορῶν τῆς ὁμοίας συγχύσεως τὸ νεμόμενον καὶ ἐπ' Ἄραβας τουτουσὶ προχωροῦν, τελευτήσαντος νεωστὶ καὶ τοῦ Αἰγυπτίου Φαραὼ καὶ τῶν υἱέων περὶ τῆς ἀρχῆς ἐν ἀλλήλοις στασιαζόντων, καὶ πεφυρμένων πανταχῇ τῶν τῆς Αἰγύπτου καὶ Ἀραβίας πραγμάτων, τάχιστα ἀνεχώρουν ἐκεῖθεν ὀπίσω ἀπιὼν ἐς Κιλικίαν, θέσεως ἔχουσαν εὐφυῶς, πλείστην τε ἅμα καὶ λίαν οὖσαν εὐδαίμονα χώραν, ἔνθα δὴ καὶ πολλαῖς ἐνέτυχον καὶ ἄλλαις πλησιοχώροις ἀλλήλαις πόλεσιν ἀγαθαῖς, τῇ Ταρσῷ δὲ μάλιστα πασῶν, ᾗ καὶ πατριάρχῃ τῷ Ἀντιοχείας ἐνδιαιτᾶσθαι τὰ πολλὰ περιγίνεται. τά τε γὰρ ἄλλα περίεστιν αὐτῇ τἀγαθά, καὶ Κύδνος ὁ ποταμὸς ἡσυχῇ παραρρέων, ἐν ᾧ καὶ Ἀλέξανδρόν φασιν ἐκεῖνον τὸν μέγαν, εἰς ἐπιθυμίαν ἐκ μόνης τῆς θέας ἐληλυθότα, λούσασθαι. Ἐκεῖνον δ' ἔτι καὶ πλείω τοιαῦτα συνείρειν βουλόμενον ἔγωγε ἐπισχών, καὶ τὸ τῆς διηγήσεως τεμὼν συνεχές, ἀναλαβεῖν τὸν λόγον ἐκέλευον αὖθις καὶ ἀνερωτῶντί μοι ἀποκρίνεσθαι πατριαρχῶν τε πέρι καὶ ἐπισκόπων, ὅσοι διέπειν καὶ διοικεῖν τὰς ἐπαρχίας ἐκείνας τὸν ἱερώτερον ἔλαχον τρόπον. καὶ ἐμεμφόμην ἐπιεικῶς τῆς λήθης τὸν ἄνδρα, ὅτι τῶν μὴ πάνυ τι ἀναγκαίων ἔμοιγ' ἀκούειν ἐν φροντίδι ποιησάμενος τῇ μεγίστῃ διεξιέναι, ὧν ἡμῖν ἐς τὰ μάλισθ' ὑπῆρχε μανθάνειν ἀνάγκη, καὶ ὧν εὐσεβείας ἕνεκα ἑσπέρας καὶ πρωῒ καὶ μεσημβρίας ἀκούειν ἥδιον ἔδοξεν ἄν μοι ἢ Κροίσου τοῦ Λυδοῦ χρυσῶν μοι χοίνικας παρεχομένου, τούτων δ' αὐτὸς τὴν μνήμην λήθης μακροῖς πυθμέσιν ἐκάλυψεν, ὥσπερ ἂν εἰ μὴ αὐτὸς ἦν ὁ προοίμια τῶν σφετέρων πεπραχὼς διηγήσεων τὰ τῆς ἐκκλησίας ναυάγια, ὅτι τῶν πατρίων νομίμων τῆς εὐσεβείας ἐπίπροσθεν τὰ τοῦ Παλαμᾶ καινά τε καὶ ἔκθεσμα παρεισρέοντα πεφώρακε δόγματα, καὶ ταύτην ἐπιεικῶς αἰτίαν τιθέμενος τῆς τε τῶν πολιτικῶν ἐπὶ τὸ χεῖρον πραγμάτων ἀνατροπῆς καὶ ἅμα τῆς ἐντεῦθεν ἀκουσίου φυγῆς ἑαυτοῦ. καὶ τίνα γὰρ ἄλλην ἐχρῆν σε συναγαγεῖν ἱστορίαν, βέλτιστε φίλων, ἔφασκον, Ἀγαθάγγελε; τίνα δ' ἄλλην κρείττω καὶ τιμιωτέραν ταύτης ᾠήθης ἐμοὶ κομιεῖν ἀφήγησιν ἔξωθεν, καὶ ἅμα τῶν ὀρθοδόξων τοῖς ἐνταυθοῖ πατριώταις ἡδονῆς τῆς βελτίστης ἐφόδια, λίαν ἐφιεμένοις ἅπασι μαθεῖν ὅπως κἀκείνους ἡ φήμη τῶν ὧδε συμφορῶν τῆς τοῦ θεοῦ διέθηκεν ἐκκλησίας, γραφαῖς τερατώδεσι τῶν ἐνταῦθα δυναστευόντων τοὺς πανταχῇ τῆς οἰκουμένης εὐσεβεῖς ἐπειγομένων ἐξαπατᾶν, καὶ φιλονεικούντων τὴν πανταχόθεν ἑταιρείαν τε καὶ ὁμολογίαν τῆς τοιαύτης κακίας οἷόν τι καρποῦσθαι τρόπαιον. Ταῦτ' ἐμοῦ γε διεξιόντος, ὑπολαβὼν ὁ Ἀγαθάγγελος, ἐμοὶ δὲ βέλτιον, ἔφησε, δέδοκται, θεία μοι κεφαλή, τελευτῶντός μοι τοῦδε τοῦ λόγου διεξελθεῖν εὐθὺς ἀπολαβόντι χωρὶς ἐκεῖνα, μηδενὸς τοῦ συγχεῖν δυναμένου σφίσιν ὅλως συνυπακουομένου, ὅπως ποτ' ἐπὶ νοῦν εἰληφότι διεστάναι τῶν καθόλου καὶ κοσμικῶν ἁπλῶς εἰπεῖν τὰ τῆς ἐκκλησιαστικῆς ἱστορίας, καὶ ἰδίαν μὲν εἶναι ταυτηνὶ πραγματείαν ἰδίαν δ' ἐκείνην, καὶ ἄλλων ἑκατέραν ὡς τὰ πολλὰ καὶ οὐ τῶν αὐτῶν. ἐπεὶ δὲ σὺ διπλοῦν ἀνθ' ἁπλοῦ τὸν πόνον ἀναδέχεσθαι εἵλου, καὶ ἃ τὸν αὐτὸν ἐν ἑκατέροις συμπίπτει γίνεσθαι χρόνον βίβλῳ μιᾷ συντιθέναι σοι δέδοκται, οὐκ ἂν οὐδ' αὐτὸς οὐδαμῇ γε ὀκνήσαιμι τὰ τῆς αὐτῆς ἐν ταὐτῷ περιόδου διεξιέναι συλλήβδην, ἐπεὶ καὶ τρόπον ἕτερον πρότερον (εἰρήσεται γὰρ τἀληθές) ἐδεδίειν μάλα αὐτὸς ἐκείνως διεξιέναι, καὶ μιγνύων τοῖς τοι οῖσδε τὰ μὴ τοιάδε τὴν σὴν ἀκοὴν ἀποκναίειν, καὶ ταῦτα νῦν οὕτω λύπης ἔχοντος ἄλλως, ὅτε μάλιστα πάντων ἅπαντ' ἐκεῖνα μνήμης ἁπάσης ὄπισθε ποιεῖσθαι οὐκ ἔστιν ὅθεν οὒ καὶ ὅπως οὒ βεβούλημαι, οἷς βάρους ἐνέστακται πρόφασις ὁπωσοῦν καὶ ὁθενοῦν. νῦν δ' ἐπειδὴ σοί γε τοῦθ' ἥδιον ἐκείνου πολλῷ μανθάνω δοκεῖν, ἄσμενος κἀγὼ λοιπὸν αὐτίκα μάλα τὴν σὴν τῆς ἐμῆς ἀνθαιρήσομαι βούλησιν. καὶ τί γὰρ ἄλλο τῶν ἄλλων δόξειεν αὖ εὐδαιμονέστερον ἔμοιγε νῦν ἢ σοί γε τὰ τοιαῦτα χαρίζεσθαι τῶν διηγημάτων, ὧν ἐμοὶ μὲν ῥᾷον οὐδέν, σοὶ δὲ βέλτιον οὐδέν. Ἀλλὰ γὰρ ὁ ἑταῖρος ἡμῖν Ἀγαθάγγελος τοιαῦτα μὲν ὑπὲρ ὧν σεσιώπηκεν ἀπολελόγηται, τοιαῦτα δὲ ὑπὲρ ὧν φθέγξαιτ' ἂν εἰς τοὐπιὸν τῆς διηγήσεως ἐπηγγέλλετο, τῶν μὲν προτέρων σμικρὰ ἐπαναλαμβάνειν διὰ τὸ ἤδη εἰρῆσθαι τὰ πλείω, τοῖς δ' ἐπιοῦσι τῶν ἀναγκαίων μηδὲν ὑπισχνούμενος παραλείπειν. ἐντυχεῖν μὲν οὖν ἔλεγε καὶ τῶν μερικωτέρων ἐπισκόπων ὅσοι καθ' ἃς αὐτὸς περιῄει κώμας καὶ πόλεις ἐτύγχανον ὄντες, ἐντυχεῖν δὲ μάλιστα δὴ πατριάρχαις αὐτοῖς, Γρηγορίῳ τε δηλαδὴ τῷ Ἀλεξανδρείας καὶ Ἰγνατίῳ Ἀντιχείας, καὶ τρίτῳ ὃς πρὶν ἢ Λάζαρον τῆτες ἐκεῖσε ἀφῖχθαι, τὸν πατριαρχικὸν Ἱεροσολύμων διεῖπε θρόνον· τὸ γάρ τοί γε ὄνομα ἐλελήθει με τοῦ ἀνδρός. ἐντυχεῖν δ' οὖν ἐν διαφόροις ἄλλοτ' ἄλλῳ τοῖς τόποις, ἔνθα καὶ τὴν δίαιταν ἕκαστος ἔτυχε τηνικαῦτα ποιούμενος. καὶ τὰ μὲν πρῶτά φησιν ἐπιτωθάζειν ἐκείνους καὶ διαλοιδορεῖσθαί οἱ, καὶ οἷον εἰρωνευομένοις ἐοικέναι καὶ ἀποσειομένοις ὁλοσχερῶς τὴν αὐτοῦ συνδιαίτησιν, ἰδίᾳ μὲν ἕκαστον, ἐπ' ἴσης δ' ὥσπερ ἐκ κοινοῦ συνθήματος ἅπαντας διὰ τὸν τοῦ πατρίου δόγματος ἐντεῦθεν ῥαγέντα κλύδωνα. οὕτως ὀξέως ἐπέδραμεν ἡ φήμη ῥυεῖσα, καθάπερ ἀγρίου πνοή τις ἀνέμου, Αἴγυπτόν τε καὶ Συρίαν καὶ Κιλικίαν καὶ πᾶσαν εἰπεῖν οἰκουμένην, ὅπου περ ἂν Χριστιανῶν λάχοιεν δῆμοι τὴν οἴκησιν ἔχοντες, τῶν τοῦ Παλαμᾶ παρανόμων καὶ νόθων δογμάτων, καὶ οὕτως, ἀνώνυμος ὢν ὁ ταλαίπωρος πρότερον, διαβόητος ἐπὶ κακίᾳ γέγονεν ὕστερον· ποιεῖν γάρ φησι περιβοήτους οὐ δεξιὰν πρᾶξιν μόνον, ἀλλὰ καὶ κακίαν νικῶσαν πονηρῶν εὐδοκίμησιν. ἐπεὶ δ' ἀναλαμβάνων ἄνωθεν ἐκεῖνος ἕκαστα διῄει ἑκάστοις ἑκασταχοῦ, τά τε ἄλλα καὶ ὡς τὴν αὐτὴν καὶ αὐτὸς εἴη περιθάλπων γνώμην αὐτοῖς εὐσεβείας ἕνεκα, καὶ ὡς διὰ τὸν τοιοῦτον ζῆλον φυγὰς τῆς πατρίδος γένοιτο, καὶ ὡς ὁ τοιοῦτος ἐντεῦθεν ἐλαύνων τρόπος ἐς τοὺς ἀήθεις αὐτῷ πλανᾶσθαι δράσειε τόπους, ἐπεὶ οὖν ταῦτά τε καὶ ἄλλα ἄλλοις ὁμοίως διετέλει λέγων, ὁπόσα κοινῇ καὶ καθ' ἕκαστα βέβαιον ἅπασιν εὐσεβείας αὐτὸν ἐγνώριζεν ἀθλητήν, ἦν οὐδεὶς οὔθ' ᾧ μὴ τῆς πρὶν αἰφνιδίου σκληρότητος μετέμελεν, οὔθ' ὃς οὐκ ἠσπάζετό τε καὶ ἀντεφιλοτιμεῖτό οἱ καὶ τὰ πιστὰ τῆς περὶ τὸ σέβας ἀληθοῦς ὁμονοίας περιφανῶς ἀντεδίδου, ὡς τηνικαῦτα καὶ τὸν Ἀντιοχείας ἔγγραφον ἑαυτοῦ προενεγκεῖν τόμον, ὁμολογίαν μὲν τῆς ὀρθοδόξου καὶ κοινῆς ἡμῶν ἔχοντα πίστεως, ἐκτέμνοντα δὲ Παλαμᾶν τῆς τοῦ θεοῦ ἐκκλησίας ὡς νόθα καὶ βέβηλα παρεισάγοντα δόγματα, τόμον ἐκεῖνον δηλαδὴ ὃν ἐν Βυζαντίῳ συνετετάχει παρὼν καὶ ἀκούων καὶ συναγωνιζόμενος Ἰωάννῃ τῷ πατριάρχῃ καὶ τοῖς γε ἀμφ' αὐτὸν ἐπισκόποις, τὸ ἰσχύειν ἔχουσι τέως ἔκ τε τῆς ἀληθείας ἔκ τε τοῦ μὴ παρεῖναι τὸν ἀντιβαίνοντα Καντακουζηνόν, ὅτε δὴ καὶ πρῶτον ἐπιφυεῖσαν τῷ καθαρῷ ληίῳ τὴν νόσον ἐκείνην ἐξ αὐτῆς ἔδοξε τέμνειν, ὡς ἔλεγε, βλάστης. τοῦτόν φησιν ἀνελίττειν τε ἐκεῖνον, καὶ ἅμα τὰς ὑπογραφὰς τῆς ὁμοφροσύνης δεικνύειν τῶν ὅσοι τῆς ἐπαρχίας ἐκείνου τυγχάνουσιν ὄντες ἐπίσκοποι καὶ πρεσβύτεροι, καὶ ὅσοι τῶν ἄλλως λογάδων τὰς γνώμας ἦσαν συγκείμενοι. τούτοις ὁμόφρονος καὶ τοῦ τῆς Ἀλεξανδρείας ἔλεγε πεπειρᾶσθαι προέδρου σύν γε τοῖς ὑπ' αὐτῷ παντάπασιν ἐπισκόποις, καὶ ἅμα τοῦ τηνικαῦτα τὴν τῶν Ἱεροσολύμων ἐκκλησίαν διέποντος. καὶ ἁπλῶς ἔφασκεν εἶναι μηδένα ᾧ τὸ ἐπιτιμᾶν Βυζαντίοις τῆς ἐν τοῖς οὕτως ἀκινήτοις εὐκολίας οὐκ ἦν ἀνὰ στόμα. τὸν δ' Ἀλεξανδρείας καὶ τῆς φυσικῆς ἐθαύμαζε μάλα συνέσεως, βεβηκὸς ἐχούσης τὸ ἐμβριθές, καὶ οὔτε πρὸς ἀωρίαν φιλοτιμίας ῥᾳδίως ἐλαυνόμενον, οὔτε μὴν πρὸς ἰδιωτικὴν ἀφωνίαν ἐξ ἀμαθίας μακρᾶς συστελλόμενον, ἀλλὰ πρακτικαῖς ὁρμαῖς ἐς τὸ πάνυ τι ἐμμελὲς εὐφυῶς πως ἀναρρωννύμενον. τά τ' οὖν ἄλλα τἀνδρὸς ἐθαύμαζε μεμνημένος ἐκείνου, καὶ ὅτι τὸ οἴεσθαι εἰδέναι πολλοῖς καὶ τῶν οὐδὲν αἰσχυνόντων πρός γε τὸ εἰδέναι γίνεσθαι ἐμποδὼν ἔλεγε, καὶ τοῦτ' εἶναι πάντως ὃ μικρὸν εἶναι δοκοῦν μεγάλα καὶ πόλεις καὶ οἴκους δύναται βλάπτειν, ὡς ἐκ βραχέος σπινθῆρος ἀρχόμενον, οὗ τὸ νεμόμενον οὐκ ἄν ποτε σταίη τῆς ἀεὶ νεωτεριζούσης φλογὸς κινουμένης, ὁπότε τραπέζης ῥαστώνην ἡ τῆς ὕλης δίδωσι πολυτέλεια. ἐντεῦθεν ὅρια ῥιπτοῦνται πατρίων κανόνων, πατοῦνται θεσμά, καὶ οὐκ ἔστιν οὐδὲν τῶν καλῶν ὃ δύναται μένειν ἑστώς, καὶ αὖ οὐκ ἔστιν οὐδὲν τῶν κακῶν ὃ μὴ δύναται τὴν ἀλήθειαν ἐξορχεῖσθαι. μοναρχία μὲν οὖν οἰήσεως αὐτονομίᾳ στρατηγουμένη καὶ γνώμης ὀρέξεσι δημαγωγουμένη τί μὲν ἂν τῶν ὑγιαινόντων ἐργάσαιτο, τίνος δ' ἀπόσχοιτ' ἂν τῶν ἐρεθιζόντων ἐπὶ τὰ χείρω; πολλοῦ μέντ' ἂν δεήσειε σώζεσθαι τὴν πολιτείαν ἐκείνην, καὶ μὴ καθάπερ ἀκυβέρνητον πλοῖον διαποντίοις χειμῶσι πρὸς τοὺς ἐσχάτους κινδύνους ἐλαύνεσθαι, τοῦτο δὴ τὸ τῆς Βυζαντίων ἴδιον ἄνωθεν ὡς τὰ πολλὰ πολιτείας. καὶ οὐκ ὀνειδίζω λέγων τὰς τύχας ἁπλῶς, ἀλλ' ὅτι διὰ τοῦτο καὶ πλείους σκοποῦντες ἄνωθεν εὑρίσκομεν ἐκεῖσε, μὴ μόνον τῶν δημοσίων πραγμάτων, ὅτι μὴ πολλῷ γε δήπου μάλιστα τῆς εὐσεβοῦς ἐκκλησίας τὰ ὀλισθήματα. ἢ γὰρ ἐκεῖ τὴν γένεσιν ἴσχει τὰ χείρω, κἀκεῖθεν ὡς ἐπὶ πρανοῦς ἐπιρρέοντα πονηρῶν ἐς τὰ μάλιστα πραγμάτων καὶ τὰς ἄλλας ῥᾳδίως ἐμπίμπλησι πόλεις· ἢ καὶ ἄλλοθέν ποθεν σκιωδῶς ἐπεισκωμάσαντα τὴν πῆξιν αὐτόθι μονιμωτέραν λαμβάνει καὶ δημόσιον τὸν χρωματισμὸν ἀναδείκνυσι τῆς κακίας. διό μοι θαυμάζειν περίεστιν, οὐκ εἰ γέγονέ τι παράλογον, ἀλλ' εἰ μὴ πᾶν ἐκεῖ τὸ γινόμενόν ἐστι παράλογον. ἡμεῖς δ' ἐνταυθοῖ μήτε περισσὰ τὸ παράπαν ζητοῦντες σοφίζεσθαι κατά γε τὴν περιττὴν καὶ εὔτεχνον ταύτην σοφίαν, μήθ' ἑαυτοὺς τῶν θείων μᾶλλον δικαιοῦν πατρίων διαπληκτιζομένους ἐν διαλέξεσιν ἄμετρα τὸν καινότερον τρόπον, ἀλλὰ τοῖς μὲν ἄνωθεν εὖ γεγραμμένοις ἐμμένοντες δόγμασι, τὰ δὲ σιγηθέντ' ἀναξαίνειν μηδαμῇ μηδαμῶς ἀξιοῦντες μηδ' ἀναλύειν ἀκαίροις πειρᾶσθαι συλλογισμοῖς, ἡμεῖς τε οἱ ποιμαίνειν ἐνθάδε λαχόντες πνευματικῶς τὸν μακρὸν ὁδεύομεν βίον, καὶ τὸ πνευματικὸν ἡμῶν ὁμοίως ἄγομεν ποίμνιον ὑπὸ κυβερνήτῃ τῷ μόνῳ πάντων δημιουργῷ καὶ θεῷ, πολυθεΐας δὲ καὶ ἀθεΐας Παλαμικάς, μᾶλλον δ' ἐνσάρκου οἰκονομίας ἀθέτησιν, ταὐτὸν δ' εἰπεῖν ἐκκλησίας ἁπάσης καθάπαξ ἀνατροπὴν οὔτ' ἐδεξάμεθα οὔτε μὴν δεξαίμεθ' ἄν ποτε, κἂν ἐχθροὶ μυρίοι μυρίων ἔμπροσθεν ἱστῶσι θανάτων σκεύη καὶ μηχανήματα, ἀλλὰ καὶ αὐτὸν Παλαμᾶν, καὶ ὅσοι ταὐτὰ φρονοῦσιν αὐτῷ, μετὰ τῶν αὐτοῦ τοιούτων δογμάτων, ὧν καὶ ἡμεῖς ὅπως ποτ' ἐν θέᾳ κατέστημεν, τῷ αἰωνίῳ παραπέμπομεν ἀναθέματί τε καὶ πυρί. τούτων δ' ἀκριβῆ τὴν παράστασιν ἔχεις τε καὶ ἕξεις αὐτός, διιὼν τὰς ἐνταῦθα πόλεις καὶ χώρας Αἰγύπτου καὶ Ἀραβίας Φοινίκης τε καὶ Συρίας, καὶ ὅσα περὶ ταύτας οἰκοῦσι γένη Χριστιανῶν, ὅπως ἐν μέσῳ τῶν ἀσεβῶν καὶ ἀκάθαρτα χείλη ἐχόντων οἰκοῦντες, καὶ ἀλλοτρίοις δουλεύοντες ὅπλοις, ὅμως τῇ τῶν ὧδε στοιχοῦντες ἐπισκόπων διδασκαλίᾳ τὸ πάτριον σέβας ἀεὶ τοῖς ἱεροῖς νέμουσι δόγμασι. μηκύνοιμεν δ' ἂν εἰ λέγειν ἐθέλοιμεν ἅπαντα ἐφεξῆς ὅσα τε ὁ θεῖος ἐκεῖνος ἀνὴρ ἐπ' ἐμοῦ διεξῄει, καὶ ὅσα ἄλλοι ἄλλως ἀλλαχῇ καὶ πανταχῇ, τῆς ὁμοίας ἐχόμενα τάξεώς τε καὶ εὐλαβείας. Ἑξαετίαν δ' οὖν ὅμως ἡμεῖς ἐν ἐκείνοις διατετριφότες τοῖς τόποις, ἔπειτα πλήρεσι τοῖς ἱστίοις ἀναχθέντες ἐκ Κιλικίας δευτεραῖοι ἐς Κύπρον τὴν νῆσον κατήχθημεν, ἔνθα δὴ καὶ πολὺν διατρίβειν ἐγνώκειν ἔγωγε χρόνον διά τε τἆλλα τῶν τῆς νήσου καλῶν καὶ τήν γε ἔννομόν τε καὶ φιλόξενον πολιτείαν, καὶ μάλιστα πάντων διὰ τὴν τοῦ σοφοῦ ἐκείνου ἀνδρὸς ὁμιλίαν, Γεωργίου φημὶ τοῦ Λαπίθου, ᾧ οὐκ εὐθὺς ἀποβὰς τῆς νεὼς ἐντετυχήκειν αὐθημερόν· οὐ γὰρ πλησίον ἐκεῖ που τὴν οἴκησιν εἶχεν, ἀλλὰ δυοῖν ἡμέραιν τοῦ λιμένος ἀπέχουσαν εἰς ὃν ἡμεῖς τηνικαῦτα ἐσεπεπλεύκειμεν. Ῥόδου μὲν γὰρ ἐκείνης τῆς νήσου μείζων ἐστὶν ἡ Κύπρος, καὶ ἅμα οὐ κατ' ἐκείνην ἀλλ' ἐπιμήκης τὸ σχῆμα· μεταξὺ δ' αὐτῆς ὄρος ἑστήκει, τὴν κορυφὴν ἐς ὕψος ἀνάγον μακρόν. Ὄλυμπος καλεῖται τὸ ὄρος, ἐξ οὗ καὶ πηγαὶ ποταμῶν ἀποβλύζουσι τρεῖς, ὧν ὁ μείζων καλούμενος Λάπιθος κάτεισι τέμνων καὶ περιρρέων τὴν Λευκωσίαν οὑτωσὶ καλουμένην χώραν, καὶ ἀποπτύων τὸ ῥεῖθρον παρὰ τὴν ἐς ἄρκτον βλέπουσαν θάλασσαν. τούτου παρὰ τὰς ὄχθας ἔτυχεν ἔχων ἐκεῖνος τὴν οἴκησιν, διὸ καὶ Λαπίθης ἔκ γε τοῦ ποταμοῦ καὶ αὐτὸς ὅπως ποτὲ παρωνόμασται. γνοίη δ' ἄν τις εὐθὺς κἀκ μόνης τῆς περιφανείας τε καὶ τοῦ μεγέθους τῶν οἰκιῶν καὶ ἐπαύλεων τοῦ ἀνδρός, καὶ πρὶν εἰς ὄψιν ἰέναι αὐτοῦ, μὴ τῶν ἀγενῶν εἶναι καὶ τῶν πολλῶν ἕνα, ὅτι μὴ τῶν πάνυ τι λίαν ἐνδόξων καὶ πρώτων τῆς νήσου· γνοίη δ' ἂν μᾶλλον ἐκ τοῦ τρόπου καὶ τῆς ἄλλης τοῦ βίου σεμνότητος. ἑορταὶ γὰρ καὶ πανηγύρεις ἱεραὶ τὴν οἰκίαν ἐκείνην ἐκόσμουν, καὶ χορηγίαι τῶν δεομένων δαψιλεῖς. τῶν γε μὴν συχνὰ περιαγομένων ἐκεῖ Χριστιανῶν αἰχμαλώτων μεγίστην ἐποιεῖτο προμήθειαν, αὐτός τε παρέχων ἀφθόνως τὰ μείζω καὶ τελεώτερα τῆς τούτων ἐλευθερίας, καὶ ἅμα τοὺς ἄλλους ὀτρύνων διδασκαλίας τῶν θείων γραφῶν. ἔργον γὰρ αὐτοῦ σπουδαιότατον μάλιστα πάντων ἱεραῖς ἐκκλησίαις ἀθροιζομένους Χριστιανοὺς διδάσκειν τά τε ἄλλα τῆς εὐσεβείας νόμιμα, καὶ πρός γε φροντίδα ποιεῖσθαι τῶν δεομένων μεγίστην, ὡς εἶναι δι' ἐκεῖνον πᾶσαν ἐκείνην τὴν νῆσον ἐλέου καὶ πίστεως στάδιον, καὶ μάλιστα πάντων αἰχμαλώτων ἐλευθερίαν. εἰσί γε μὴν καὶ αἱ τοῦ ῥηγὸς περὶ τοὺς τόπους ἐκείνους ἐπαύλεις καὶ δίαιται, καὶ αἱ τῶν οἴκων ἐκείνου λαμπρότητες πάνυ καλαὶ διὰ τὸ χαριέστερον εἶναι τῆς νήσου τὸ μέρος ἐκεῖνο ἀέρος τε ἕνεκα καὶ ἅμα θέσεως ἄλλης καὶ ῥαθυμίας τῶν τόπων. διὸ κἀκ τοῦ σχεδὸν ἐσεφοίτα θαμὰ παρ' αὐτὸν ὁ Λαπίθης Γεώργιος, καὶ σφόδρα κομιδῇ πολλῆς ἀπέλαυε τῆς ῥηγικῆς αἰδοῦς καὶ τιμῆς διά τε τὴν ἄλλην σεμνότητα, καὶ ἣν ἐκέκτητο μάλιστα πάντων σοφίαν, ἐπεὶ καὶ αὐτὸς οὐ μετρίως τῆς Λατίνων μετέσχε φιλοσοφίας ὁ ῥήξ, καὶ δι' αὐτό γε τουτὶ πολλοὺς μὲν ἀμφ' αὑτὸν τοὺς Λατίνων εἶχε σοφοὺς ἀεί, ἤρα δὲ μᾶλλον τῆς Γεωργίου μούσης καὶ ὁμιλίας· σοφοὶ γάρ, φησί, τύραννοι σοφῶν συνουσίᾳ. ἔχων οὖν αὐτὸν ἔχειν ἐπέπειστο καὶ σοφίαν κατὰ ταὐτὸν ἑκατέραν, τήν τε Ἑλλήνων φημὶ καὶ Λατίνων· δεξιὸς γὰρ ἐν τοῖς μάλιστα καὶ καθ' ἑκατέραν σοφίαν καὶ γλῶτταν ὁ Γεώργιος ἦν. ταύτῃ τοι καὶ ἡδέως αὐτοῦ ἤκουσε διαλεγομένου συχνὰ τοῖς Λατίνων σοφοῖς ἐπ' αὐτοῦ, καὶ τοῖς τῶν συλλογισμῶν ἀποδεικτικοῖς βέλεσιν ἐς τὰ κράτιστα βάλλοντός τε καὶ νικῶντος αὐτούς, καὶ μάλισθ' ὅτε περὶ δογμάτων πατρίων τῆς θρησκείας ἦν ὁ ἀγών· τηνικαῦτα γὰρ πολὺς κατὰ σφῶν ταῖς τῶν θείων γραφῶν ἀποδείξεσι ῥέων ἰχθύας ἀφώνους ἄντικρυς ἔφαινεν. ὥστε καὶ χαλεπαίνειν ἐνίοτ' ἐν τούτοις ὡρμημένον τὸν ῥῆγα ἔθελγεν αὖθις αὐτὸν τῇ τῶν λόγων σειρῆνι καὶ ταῖς τῆς ἀληθείας ἀναντιρρήτοις στροφαῖς καὶ περιστροφαῖς. τοιαύταις δή τισι μεθόδοις τὸ χαλεπαῖνόν τε ἀνέστελλεν ἐμμελῶς τῆς ῥηγικῆς ἐκείνης ψυχῆς, καὶ τὸ εὐθυμοῦν ἀντεισῆγεν ἐπιεικῶς. καὶ ἦν ἁπλῶς εἰπεῖν οὐδεὶς τῶν ἁπάντων ὃς οὐ λογικοῦ παντὸς ἀγῶνος μεθ' ὑπερβολῆς αὐτῷ τὰ τῆς νίκης παρεῖχε τρόπαια, οὔθ' ὅς τις οὐ μάλα ἀξύνετος Ἑλληνικῆς μούσης ἦν, οὔθ' ὅστις Λατινικῆς φιλοσοφίας οὐ μάλα τι ἀδαής. εἶχόν γε μὴν ἔγωγε τοῦ ἀνδρὸς ἐκείνου τὴν φήμην καὶ πρὶν ἐντεῦθεν ἐκπλεῦσαι, μὴ μόνον ταῖς γραφαῖς ἐντυγχάνων ἐκείνου πολλάκις ὡδί, ἃς ἐκεῖθεν ἐκεῖνος σοὶ τῶν τε γραμμάτων καὶ ἅμα τοῦ φιλικοῦ καθήκοντος ἀμειβόμενος ἔπεμπεν, ἀλλὰ καὶ ἀκούων ἐπαίνους αὐτοῦ γε μακροὺς ἀπὸ στόματος τῶν ὅσοι ἀφιγμένοι ἐκεῖθεν ὑπῆρχον ἐπὶ τὸ πλεῖστον. καὶ ἦν ἐπὶ μετρίας ἐμοὶ τὸ ἐκείνου συστελλόμενον θαῦμα. νῦν δ' ἐπειδή γε ἐς Κύπρον ἀφιγμένος παρ' ἐκείνῳ κατέλυον, διὰ μάλα τι σφόδρα μακρᾶς τῆς σπουδῆς τὴν ἐμὴν διὰ σὲ τιθεμένῳ ξενίαν, ἔγνων τε καὶ πεπείραμαι τοῦ ἀνδρὸς τελεώτερον, αὐταῖς ἀκοαῖς καὶ αὐταῖς ὄψεσι ζῶσαν εἰπεῖν καὶ ἔμπνουν τὴν φήμην ἐκείνην ἰδὼν καὶ βεβαιωσάμενος ἐμαυτῷ, καὶ τὰ τῆς ἀληθείας ἐνέχυρα πάνυ παρειληφὼς ἐναργῆ, μονονουχὶ τὴν φήμην ἐλεγχούσης καὶ διαρρήδην ἀποφαινούσης μακρῷ τοῦ δέοντος ἐνδεᾶ. μάλιστα δ' ἁπάντων τὴν γνώμην ἐθαύμαζον ἔγωγε καὶ τὸ τῆς φιλίας τοῦ ἀνδρὸς τῆς πρὸς σέ. οὕτω γὰρ ἐρωτικῶς εἶχε τῶν σῶν συγγραφῶν καὶ βιβλίων ὅσον οὐδ' ἀξίως οἷός τ' ἂν εἴην ἔγωγ' εἰπεῖν. ἀεὶ γὰρ ἐπιὼν αὐτῶν ὁπόσα ζητοῦντι παρέσχεν ὁ χρόνος αὐτῷ, πολλῆς ἀεὶ καὶ τῆς ἡδονῆς ἐνεπίμπλατο, καὶ πολλὴν περιέφαινε τὰ ἤθη τὴν ἔνδον βακχείαν αὐτοῦ τῆς ψυχῆς. ὥσπερ ἔνθους γὰρ ἦν ὑφ' ἡδονῆς γιγνόμενος, καὶ ἐπικροτῶν καθ' ἕκαστα, καὶ οἷον εἰπεῖν ἐπιλανθανόμενος οὗ γῆς εἴη. ἐδόκει γὰρ ἐνίοτε σοί γε προσομιλεῖν καὶ σοί γε συνεῖναι αὐτῷ, καὶ σοῦ γε ἀκούειν, ἅττα ποτ' ἦν ἐκεῖνα, τῇ γλώττῃ διεξιόντος αὐτῇ, καὶ μάλισθ' ὅτ' ἀνὰ χεῖρας ἔχειν ἐπῄει διάλογον ἐκεῖνον ὃν διὰ Βαρλαὰμ ἐποιήσω τὸν Καλαβρόν. καὶ ἦν διὰ μάλα μακρᾶς καὶ οὐχ ἧσσον εἰπεῖν κομιδῇ κατεσπουδασμένης αὐτῷ τῆς φροντίδος μὴ μόνον αὐτόν γε ἐφ' ἑαυτοῦ θαυμάζειν τὰ σά, ἀλλὰ καὶ διαλεγόμενον ἀεὶ τοῖς Λατίνοις ἀνὰ στόμα τἀγκώμια διὰ θαύματος ἄγειν τὰ σά, ἐπί τε δὴ ῥηγὸς αὐτοῦ, καὶ ὅπῃ ἂν ἄλλοθι τύχοι τὰς ἄλλοτ' ἄλλως παραπιπτούσας ὁμιλίας καὶ διαλέξεις ποιούμενος. ὥστε καὶ Κύπρον μικροῦ πᾶσαν εἰς ὕμνον τὸν σὸν ἀνηρτήσατο καὶ κήρυκας πέπραχε σούς, πρὶν ἐκείνους ἰδεῖν τι τῶν σῶν. οὕτω γε μὴν καὶ τῆς γε σῆς ἐπεθύμει θέας καὶ ὁμιλίας τυχεῖν, καὶ οὕτω τῶν τοιούτων ὅλος ἐγίγνετο λογισμῶν νύκτωρ καὶ μεθ' ἡμέραν, ὥστε καὶ ηὔχετο μὴ πρότερον μήτ' ἐκεῖνον μήτε σὲ θανεῖν πρὶν ἐς Βυζαντίον ἐκεῖνον ἀφῖχθαι, πάλαι τοῦτο βουληθέντα καὶ μελετήσαντα, μόνης ἕνεκα θέας καὶ ὁμιλίας τῆς σῆς. οὕτως ἀποίητα ἦν καὶ εἱλικρινῆ τὸ παράπαν ἀεὶ τὰ ἐκείνου πρὸς σέ, καὶ οὐδὲν οὐδαμῇ πεπλασμένον ἦθος ἐνεκεκάλυπτο τοῖς ἐκείνου γράμμασι πώποτε, ὅσα σοι τῶν σῶν μακρῶν ἐκείνων ἐγκωμίων ἀεὶ διετέλει πέμπων μεστά. ἐκόμισε δέ μοι καὶ ὅσα τῆς ἀστρονομικῆς ἐπιστήμης αὐτῷ ἐπεπόμφεις αὐτὸς κατὰ διαφόρους ἄλλοτ' ἄλλους τοὺς χρόνους, καὶ ἦν δι' ἐκπλήξεως ἄγων ὅπως ἐκείνου χάριν πόνων τοὺς πλείους καὶ μάλιστα δυσχερεῖς τῶν τοιούτων ὑποθέσεων ἐν ὀλίγαις συνέκλεισε συλλαβαῖς. καὶ μὲν δὴ οὐδὲ τὴν Πτολεμαίου ἀποτελεσματικὴν τετράβιβλον περὶ ἐλάσσονος ἐποιεῖτο σπουδῆς ἐκεῖνος, ἀλλὰ ταύτην τε καὶ ὅσα περὶ τῶν ὁμοίων τοῖς Πτολεμαίου παλαιοτέροις ἅμα καὶ νεωτέροις ἔτι περίεστι γεγραμμένα, καὶ ὅσα πάλαι Χαλδαίοις καὶ Πέρσαις πεποίηται, πάνυ τι πάντα φιλοπονώτερον μετῄει. καὶ ὁπόσα μὲν ὑπὲρ τὰ ἐσκαμμένα τοῖς εὐσεβέσι νόμοις καὶ ὑπερόριον τείνει πόδα, ταῦτα δ' ἀπεσείετό τε καὶ διέπτυεν ὡς ἄχρηστα τοῖς εὐσεβεῖν ἐθέλουσιν· ὅσα δ' εἰς τοὺς δημιουργικοὺς τῶν ὄντων ὑγιῶς ἐπορεύετο λόγους, ταῦτα δ' ἀσμένως παντάπασι μάλα προσίετο. κἀκεῖνα δὲ τοῦ μὴ κλονεῖσθαι ἕνεκα τοῖς περὶ τὰ τοιαῦτα κομψοῖς τῶν ἐκεῖ Λατίνων, ξύν γε αὐτῷ ῥηγί, οὐκ ἐρραθυμημένην τινὰ τὴν σπουδὴν τῷ τοιῷδε διδόντων μέρει τῆς τέχνης, ἅτε ἀγχοῦ τῶν Αἰγυπτίων Ἀράβων ὄντων, καὶ συχνὰ καὶ διαπόντιον ἐς τὸν ῥῆγα τὴν ἄφιξιν ποιουμένων λογικῆς τε ὁμιλίας ἕνεκα καὶ ἅμα φιλοτιμίας, μακρὸν ἐπισυρομένης τὸ ἐπιδεικτικὸν Ἀράβων ἐκείνων, ὧν τὸν ἅπαντα βίον ἀπασχολεῖ, εἴ τί που τῆς πάλαι Χαλδαϊκῆς ἐπιστήμης ἐλλέλειπται σωζόμενον ἔτι σημεῖον. ἔφασκον γὰρ ὡς ἐπεὶ τὰ ὑπὸ γένεσιν πάντα καὶ φθίσιν τῇ τῶν οὐρανίων ποιότητι καὶ κινήσει πάσχειν τε καὶ εἰδοποιεῖσθαι πρὸς τοῦ δημιουργήσαντος ὥριστο, καὶ τοῖς ἐκείνων συσχηματισμοῖς τε καὶ ταῖς πρὸς τἀπίγεια συνοικειώσεσι τὸ ῥέον τῆς ὑλικῆς ποιότητος οἷον νομοθετεῖταί τε καὶ ῥυθμίζεται, ἀνάγκη μὴ θάτερον μὲν εἰδέναι περὶ παντὸς ποιεῖσθαι, θάτερον δ' οὔ. ἦ γὰρ ἂν χωλὸν βαδίσειε τρίβον τῆς ἐπιστήμης ὃς ἂν μήτε τῷ θεωρητικῷ συνάπτειν ἐθέλῃ τὸ πρακτικὸν μήτ' αὖ θατέρῳ θάτερον. τῆς γάρ τοι φιλοσοφίας ἐν τοῖς δυσὶ τούτοις εἴδεσι θεωρουμένης, σχολῇ γ' ἂν τοὺς λόγους γνοίη τῶν ὄντων, πολλοῦ δ' ἂν δεῖν κατὰ τὸ ἐντελὲς κληθῆναι σοφόν, ᾧ μὴ ἄμφω καθ' ὁπόσα δεῖ μετιέναι ἔπεισι τὰ τῆς φιλοσοφίας μυστήρια. Ἀλλὰ τούτων μὲν ἅλις. ἐμοὶ δ' ὡς τὰ πολλὰ σχολὴν ἄγων, ἢ καὶ ἀσχολίας ὑπέρτερον ἐκεῖνος πρᾶγμα ποιούμενος θεραπεύειν ἐμὲ διὰ σέ, ἐδείκνυ περιιὼν καὶ περιηγούμενος ὁπόσα τῇ νήσῳ περίεστιν ἄξια θέας, τά τε ἄλλα καὶ ὅσα ἐν θεάτροις, ἐν ἀγοραῖς, ἐν δικαστηρίοις, τὸ ἐν νομίσμασι καὶ χαράγμασι τὸν ἅπαντα χρόνον ὡσαύτως ἔχον καὶ μηδαμῇ μηδ' ὁπωσοῦν τρεπόμενον, καὶ ὅπως ἐν σταθμοῖς καὶ μέτροις πλάστιγξιν εἴη διδόμενά τε καὶ λαμβανόμενα εἴδη καθάπαξ ὠνίων ἅπαντα, οὐχ ὡς τῶν πιπρασκόντων ἕκαστος βούλοιτ' ἄν, ἀλλ' ὡς τὰ τῆς πολιτείας ἀρχαῖα κελεύουσι δόγματα, οὐδ' ὡς τῆς τῶν εὐτυχεστέρων πλεονεξίας τὸ λίχνον παρακερδαίνειν ἐθέλει, ἀλλ' ὡς οἱ σωτῆρες τῆς ἄνωθεν εὐταξίας προστάττουσι νόμοι τὸν ἅπαντα χρόνον. οὐδ' ὁ πλούτῳ προύχων, οὐδ' ᾧ καθ' ἡλικίαν προβεβηκέναι ξυνέβη, τὸ πλέον ἕξειν ἐν τούτοις οἷός τ' ἂν εἴη ἐκεῖ τῶν ἡσσόνων κατ' ἄμφω. ταχὺ μέντ' ἂν ἀφαιρεθείη, εἰ μὴ τῆς κεφαλῆς, ἀλλ' οὖν ὁπόσα τῶν τοῦ σώματος μελῶν κατὰ τὸ τοῦ ἁμαρτηθέντος ἀνάλογον οἱ νόμοι τῆς πολιτείας κελεύουσιν, ὅστις αὐτοὺς καπηλεύειν ὁπωσοῦν τολμῴη. καὶ τοῦτ' ἐστίν, ἔλεγεν ἐκεῖνος ἐμοὶ βεβαιῶν, ὃ σωζόμενον μὲν συνίστησι καὶ συνέχει πολιτείας καὶ πόλεις καὶ ἠπείρους καὶ νήσους καὶ ἰδίᾳ καὶ δημοσίᾳ, ἀνατρεπόμενον δ' αὖ ὀξείαις συνανατρέπει ῥοπαῖς τά τε κοινὰ καὶ καθ' ἕκαστα τῶν πραγμάτων ὅσα πόλεσί τε καὶ πολιτείαις ἐγκαλινδεῖται παρανομούμενα, μηδαμῇ τοῖς παρανόμοις συνεῖναι φύσιν ἐχούσης τῆς ἑδραίας διαμονῆς καὶ κρηπῖδος, ἀλλ' ἐν οὐ μακρῷ τῷ χρόνῳ ῥᾷστα σαλευομένης καὶ διαλυομένης ἁπάσης προνοίας συνδετικῆς, ὥσπερ ἁρμονίας ῥηγνυμένων τῶν χορδῶν. τῆς γὰρ καθόλου πολιτείας ὑγιαινούσης, ἀνάγκη δήπου καὶ τὰ μέρη καλῶς ἀπαλλάττειν συνεξομοιούμενα τῷ ὅλῳ, καθάπερ οὖν τοὐναντίον νοσούσης καὶ αὐτὰ συννοσεῖν, ὡς εἰς ἀρχέτυπον τὴν μίμησιν ἀναφέροντα καὶ μάρτυρα βεβαιωτὴν τῆς κακίας προενηνεγμένα τὴν πολιτικὴν ἀρχὴν καὶ κατάστασιν. δίκαιος τοίνυν ὁ κύριος ὤν, καὶ δικαιοσύνας ὡς τὸ εἰκὸς ἀγαπῶν, ὑψοῖ μᾶλλον ἔθνη ἃ μὴ νόμον μὲν ἔχει, φύσει δὲ τὰ τοῦ νόμου ποιεῖ κατὰ τὸν θεῖον ἀπόστολον, μισεῖ δὲ οἳ ζῆν μὲν ᾕρηνταί τε καὶ ἐπηγγείλαντο κατὰ τοὺς τῆς εὐσεβείας θεσμοὺς καὶ νόμους, ἔργοις δ' αὐτοῖς καταψευδομένους τῶν ἐπαγγελιῶν καὶ ἀποσειομένους πάντα δικαιοσύνης κανόνα καὶ στάθμην. ὁ γὰρ δικαιοσύνην μὲν ἀποστρεφόμενος, ἀδικίας δ' ἀνθαιρούμενος κλήρους, καὶ μήτε τοὺς θείους αἰδούμενος νόμους, περιφρονῶν δ' ἀνθρώπινον ἅπασαν τύχην, οὗτος ἀφώρισε μὲν ἑκών γε εἶναι θεοῦ τοῦ τῆς δίκης ἔχοντος τοὺς θρόνους σαφῶς ἑαυτόν, συνῳκείωσε δ' ἅμα τῷ διαβόλῳ. διὸ καὶ πλεονεκτεῖ μὲν κατὰ τῆς χώρας ἐκείνης τὰ χείρω, ᾗ τὰ τοιάδε γεωργεῖται κακά, μειονεκτεῖ δ' ἑπομένως τὰ κρείττω· καὶ γίνεται παντελὴς ἐκεῖ καλῶν ἐρημία, καὶ κατορχεῖται λοιπὸν καὶ ὁ διάβολος ἄρδην αὐτῆς εὐσεβείας, πρὸς ἄρνησιν τοὺς αὐτῷ πειθομένους συχνὰ ἐρεθίζων. οἷα δὴ κἀπὶ τὴν Βυζαντίων γενέσθαι ξυμπέπτωκε πολιτείαν· μισήσασα γὰρ ἀλήθειαν ἐκείνη καὶ πολιτικῆς ἀρχῆς δικαιοσύνην, οἰκειωσαμένη δ' ἀδικίαν καὶ ψεῦδος, ὅλαις παλάμαις τὰς ἑαυτῆς πρὸς ἀσέβειαν ἀνεπέτασε πύλας. κἀπειδὴ τῷ διαβόλῳ σώματος ἐπὶ τούτοις ἔδει καὶ ὀργάνου μάλα αὐτῷ προσήκοντος νῦν, εὑρίσκει Παλαμᾶν, ἀνδράριον, ὡς ἀκήκοα μέν, ἐντελέστερον δ' ἐκ τῆς αὐτοῦ μεμαθήκειν γραφῆς, εὐτελὲς μὲν ἄλλως καὶ πλὴν τοῦ κενοδοξεῖν καὶ δι' αὐτό γέ τοι τοῦτο κακοδοξεῖν πλέον εἰδὸς οὐδὲν ὑγιές· καὶ τούτῳ συμμαχεῖν πεπεικὼς τοὺς ἐν ἐξουσίᾳ, πάντα συλλήβδην εἰπεῖν, ὁπόσα κατ' ἄλλους ἄλλα καιροὺς ταῖς τοῦ θεοῦ ἐκκλησίαις βέβηλά τε καὶ νόθα παρεισεφθάρη δόγματα, πρὸς ἕνα τουτονὶ συνήλασε χρόνον, καὶ πολύχουν κομιδῇ τὸ πονηρὸν ἐσκέδασε κατὰ τῆς ἐκκλησίας Χριστοῦ τὸ γεώργιον. οὐ γὰρ πολυθεΐαν μόνον ἐδίδαξεν ὁ ταλαίπωρος, ἀλλὰ καὶ ἀθεΐαν προστέθεικεν, ἀρειανισμόν θ' ἅμα καὶ εἰκονομαχίαν καὶ καθάπαξ ἄρνησιν οἰκονομίας ἐνσάρκου τοῦ υἱοῦ καὶ λόγου τοῦ θεοῦ. καὶ τί δεῖ καθ' ἕκαστα λέγειν, ἐξὸν ἐκ τῶν ἱερῶν βίβλων τῶν θείων πατέρων ἐλέγχειν κατ' ἴχνος ἐπιόντας ἅπαντα; Καὶ μὲν δὴ τοιαῦτ' ἐπ' ἐμοῦ συνείροντος τοῦ σοφοῦ καὶ θεοφιλοῦς ἐκείνου ἀνδρός, καὶ βίβλους δ' ἐνίοτε προκομίζοντος ἅς τε αὐτὸς φιλοπόνως ἐκ πάσης ἐρανισάμενος θείας γραφῆς ὅπλα τοῖς ἐκεῖ καλῶς εὐσεβεῖν αἱρουμένοις χαρίζεται, καὶ ἃς ἕτεροι τῶν ἐκεῖ προσοικούντων ἐλλογίμων ἀνδρῶν ὀρθοδόξων ἐκδεδώκασι, ταῖς τοῦ Παλαμᾶ κακοδοξίαις περιφανῶς ἀντιλέγοντες, λόγος ἐς τὰς τῶν Κυπρίων ἐμπέπτωκεν ἀκοὰς ὡς λάθοι νύκτωρ παρεισελθὼν ἐς Βυζάντιον ὁ βασιλεὺς Καντακουζηνός, καὶ τὴν αὐτοκράτορος ἕλοι βασιλείαν συνεργίαις καὶ δολεραῖς τοῦ Παλαμᾶ προκαταστάσεσιν, ὅρκους φρικώδεις ἐχέγγυα πρότερον αὐτῷ παρασχόμενος, βεβαιοῦν καὶ κυροῦν τὴν αὐτοῦ πολυθεΐαν καὶ ὅσα τῶν βεβήλων αὐτοῦ καινοφωνιῶν εἰσερρύη κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας, ταὐτὸν δ' εἰπεῖν, εἰς θεὸν ὀμωμοκὼς ὃν ἐξόμνυσθαι ἐπηγγέλλετο. τοῦτο σφοδρῶς τὸν σοφὸν ἐκεῖνον ἠνίασεν ἄνδρα, Γεώργιον τὸν Λαπίθην, οὐχ ὅτι τὴν βασιλείαν ἕλοι Καντακουζηνός, ἀλλ' ὅτι τοιούτοις ὅρκοις προκατείληπτο, δέσμιος ταῖς τοῦ Παλαμᾶ γεγονὼς δυσσεβείαις, ὅθεν τὰς γενναίας ἐκείνας ἐλπίδας οὑτωσὶ ζημιούμενος αἳ τὸ ἡδόμενον ἔβοσκον ἐκ πολλοῦ τῆς ψυχῆς, ἤσχαλλεν, ἐδυσφόρει, θόρυβον εἶχε καὶ σάλον παντοδαπὸν ἐν ψυχῇ. ἤλπιζε γὰρ συνεκπλεύσειν ἐκεῖθεν ἐπανιόντι μοι μέχρι καὶ ἐς Βυζάντιον τῆς σῆς ἕνεκα θέας καὶ ὁμιλίας, ὡς ἔφθημεν εἰρηκότες, δι' ἔρωτα σοφίας μείζονος, ἴσως δὲ καὶ ἄλλης πρὸς τούτοις χρείας καὶ θέας ὁπόσα τὴν Βυζαντίων κεκτῆσθαι πόλιν συμβαίνει τῶν ἄλλων ἐξαίρετα. νῦν δ' ἐν ἀκαρεῖ τἀναντία νικῶντα θεώμενος περιαλγὴς ἦν, καὶ ἐδάκρυε μὲν τὴν εὐσέβειαν ἐς οὕτω περιφανῶς συνελαθεῖσαν ἐκριπισθέντα κίνδυνον τρόποις τοῦ θεοῦ συγχωρήσαντος ἀπορρήτοις, ἐδάκρυε δ' ἄλλως καὶ τὸν σὸν ὑφορώμενος θάνατον, τὸ τοῦ σοῦ κατὰ θεὸν ζήλου διάπυρον ἐννοῶν, καὶ ὅσην τὴν ἔνστασιν ὑπὲρ τῶν πατρίων ἐνδείκνυσθαι μέλλεις δογμάτων ἄχρι θανάτου. Καὶ τί δεῖ πάντα διεξιέναι καθ' ἕκαστα, ὅσα τῆς νήσου δυοῖν οὐχ ἧττον ἐτῶν τεθεάμεθα, ὁπόσα πόλεσί τε καὶ λιμέσι καὶ ὅσα δὴ ταῖς ἄλλαις πρόσεστι χώραις ἐκεῖ τὰ χρήσιμα, τῶν ἔμπροσθεν ἀνθελκόντων ἡμᾶς οὐ μικρῶν ὑπαρχόντων. διὸ τούτων ἀποσχόμενος ἐπανόδου μεμνήσομαι. Ἄρτι τοίνυν τοῦ ἡλίου περὶ τροπὰς γενομένου τὰς θερινάς, ἐπειδή γε ἀπαίρειν ἔμελλον, ἄχρι λιμένος ἐκεῖνός με προύπεμπεν ὁ καλὸς Γεώργιος, δακρύων τε καὶ μέσην εἰπεῖν τεμνόμενος τὴν καρδίαν τᾠμῷ χωρισμῷ, ὥστε καὶ τῆς ἡμᾶς ἀγούσης ὁλκάδος, ἐπειδή γε ἀνεπέτασε τὰ ἱστία, οὔρια ἐφιείσης ἐπὶ τὸ πέλαγος, θεώμενος ἵστατο μέχρι πολλοῦ με, πολλὰ καταχέων τὰ δάκρυα, ἕως ἀπεκρύψαμεν ἐκείνην τὴν γῆν, τῆς ὄψεως ἠρέμα καὶ κατὰ μικρὸν ἐνδιδούσης ἐν τοῖς μακροῖς διαστήμασιν. εὐπλοίας δ' ἡμῖν γενομένης ἐναταῖοι ἐς Κρήτην ἀφίγμεθα, νῆσον πολυανθρωποτάτην καὶ μείζω μὲν πολλῷ τῆς Κύπρου, ἐπιμήκη δ' ὁμοίως ἐκείνῃ καὶ ταύτην ὑπάρχουσαν, ὡς εἶναι μῆκος μὲν σταδίων αὐτὴν οὐχ ἧττον ὀκτακοσίων ἅμα καὶ δισχιλίων, πλάτος δὲ πολλῷ τοῦ ἡμίσεος ἥττω. ἔχων δ' ἐκ πολλοῦ διὰ μακρᾶς τῆς ἐφέσεως ἔγωγε τὸν ἐν Κρήτῃ λαβύρινθον θεάσασθαι, ἐπειδὴ πολὺ τοῦ λιμένος οὗ καθωρμίσθημεν ἀφεστήκοι, ἔδοξέ μοι καιρὸν ἔχοντι νῦν ἀποβάντι θεάσασθαι καὶ αὐτόν, Κνωσσοῦ μεσογείου πόλεως ἔγγιστα ὄντα. ἔστι δ' ὁ λαβύρινθος σπήλαιον πολυχωρητότατον τεχνητόν. ἐπεὶ γὰρ ἔτυχε λίθος οὐ πάνυ σκληρὸς τὴν οὐσίαν ὑπάρχων ὁ τόπος, ἔδωκε πολλὴν τὴν ῥαστώνην λαξεύειν ἐφ' ὁπόσον ἄν τις ἐθέλοι. διὸ καὶ θύραν μίαν ὁ τεχνίτης ἀνοίξας, ἔπειτα λαξεύων, προῄει μέχρι πολλοῦ κατὰ τὸ ἴσον εὐρύνων ἅμα τά τ' εὐώνυμα καὶ δεξιὰ πλευρά, ἠφίει δ' ἐν μέσῳ κατὰ συχνὰ διαστήματα στύλους ξεστούς, ἀνέχοντας τὴν ἐπὶ τὸν ὄροφον γῆν, μερίζων δ' ἐποίει διαφόρους οἰκίας καὶ προαύλια καὶ κρήνας. δέδεικται δέ μοι πρὸς τῶν ἐγχωρίων, λαμπάδας φωτὸς ἐν χεροῖν ἐχόντων πολλάς. Μίνω τοίνυν φασὶν ἐκεῖνον τὸν πάλαι τῆς Κρήτης ἄρξαντα, ὥς γε οἶσθα, πλείστην κτησάμενον δύναμιν ναυτικὴν τὰ κύκλῳ δουλώσασθαι τῶν ἐθνῶν, ὅσα τε Κυκλάδας ᾤκει τότε τὰς νήσους, καὶ ὅσα ἐς μεσόγειον ἥκει Βοιωτίας καὶ Ἀττικῆς. ὕστερον δ' ἐκ διαδοχῆς μακροτέρας ἐς Μινώταυρον τῆς ἀρχῆς περιενεχθείσης, ἄνδρα τοὺς τρόπους ὠμόν, φόρους τε ἄλλους ἄλλοις ἐπενεγκεῖν, καὶ δὴ καὶ ὁπόσοι τότε ᾤκουν τὴν Ἀττικήν, δὶς ἑπτὰ παῖδας ἐκεῖσε ἀπάγειν τῶν εὐγενῶν κατ' ἐνιαυτὸν ἐς λήθης φρούριον τὸν λαβύρινθον. τοῦ κλήρου τοίνυν καὶ ἐς Θησέα περιενεχθέντος, Αἰγεὺς μὲν ὁ πατὴρ οὐκ ἠφίει, τηνικαῦτα τῆς Ἀττικῆς ὢν ἡγεμών, ὃ δὲ λαθὼν ἀπῄει, μάλα ἑκὼν τοῖς δὶς ἑπτὰ συναρίθμιον ἑαυτὸν καταστήσας, ὡς διὰ τοῦτο ὅπως ποτὲ καὶ τὸν Αἰγέα κατὰ θαλάττης ἐκείνης ὑφέντα ἑαυτὸν τελευτῆσαι τὸν βίον, καὶ τὸ πέλαγος Αἰγαῖον ἐκεῖθεν κληθῆναι. ἐπεί γε μὴν ἡ Μινωταύρου θυγάτηρ Ἀριάδνη Θησέα θεάσαιτό τε καὶ ἐρασθείη τοῦ κάλλους, ὑποθεῖναι λαθραίας αὐτῷ τὰς τῆς ἐλευθερίας μεθόδους, αἷς χρησαμένῳ ῥᾴστην τε γενέσθαι Θησεῖ τὴν λαβυρίνθου διέξοδον, καὶ ἅμα Μινώταυρον μὲν ἐκεῖνον πεφονευκότι ἐς τὴν πάτριον αὐτίκα γῆν διαπόντιον γενέσθαι φυγάδα ξύν γε Ἀριάδνῃ καὶ τοῖς ἐξ Ἀττικῆς ἠιθέοις παισὶ, καὶ οἰκιστὴν ὀλίγῳ ὕστερον γενέσθαι καὶ τῆς Ἀθηναίων περιβοήτου πόλεως, μεμερισμένως πρὶν ἐν κώμαις οἰκούντων τὴν Ἀττικήν. Ἐμοὶ δὲ μετὰ τὴν θέαν ἐκείνην καὶ ἐς τὰς ἄλλας περιιέναι τῆς νήσου κώμας καὶ πολιτείας καὶ πόλεις γεγένηται. καὶ μὲν δὴ καὶ ἐθεώμην τὸ πᾶν ἐκεῖ γένος τῆς νήσου, Ῥωμαίους ὄντας, ὀλίγῳ δέω λέγειν, καὶ τὴν τῆς πατρίου πίστεως εὐσέβειαν βεβαίαν ἐκ διαδοχῆς ἀεὶ κεκτημένους· καί μοι βουλομένῳ γε ἦν πλείονα χρόνον ἐκεῖ διατετριφέναι πλείονος ἕνεκα καὶ τελεωτέρας τῶν ἐκεῖ πραγμάτων ἱστορίας. ἀλλ' ἀνεσόβει μοι τὴν βούλησιν ὁ τηνικαῦτα μελετώμενος θόρυβος τῶν τε ὅπλων καὶ τῶν ἐκεῖ στρατιωτικῶν δυνάμεων. ἦν γὰρ ἡ νῆσος ἐκ πολλοῦ συμφοραῖς ἐντετυχηκυῖα, δι' ἃς Λατινικοῖς ὅπλοις δουλεύσασα τῷ τῆς Βενετίας ὑπέκυψε δημοσίῳ προστάγματι. ἄρτι τοίνυν φήμης χεθείσης ἐπὶ πᾶσαν ἤπειρόν τε καὶ νῆσον ὡς οἱ τὸ Γαλατώνυμον οἰκοῦντες φρούριον ἀστυγείτονες Γεννουῖται, παρασπονδήσαντές τε καὶ ἐπαναστάντες τοῖς Βυζαντίοις, σφᾶς τε ναυμαχήσαντες νενικήκασι καὶ ἅμα θαλάσσης ὅλης ἡγεμονίαν ὠνειροπόλησαν, ὡς μηκέτι μήτε καθεκτοὺς εἶναι μήτε μὴν οὐδ' ὁμοφύλοις ἔτι μένειν ἐνσπόνδους ἐθέλειν, ἀλλὰ σκληρὰν καὶ οἷον εἰπεῖν ἡγεμονικὴν τὴν ὀφρὺν κατὰ πάντων ὅσοι θαλάττιον βόσκουσι βίον ἐπανατείνασθαι, ταραχθῆναί τε οὖν πολλοὺς διὰ ταῦτα καὶ πάντων μάλιστα Βενετικούς, μεγάλας μὲν ἐξαρτύειν ἐν βραχεῖ ναυτικὰς δυναμένους δυνάμεις, μέγα δὲ διὰ τοῦτο φρονεῖν ἔχοντας, ἔπειτα παρὰ δόξαν ὑπ' ἐκείνων ἤδη κωλυομένους ἐς τὸν ἄνω τόπον καὶ τὴν Μαιῶτιν καὶ τὰς ἐκβολὰς τοῦ Τανάιδος ἀναπλεῖν καὶ περιπλεῖν κατ' ἐξουσίαν ὡς πρότερον. ὅθεν αὐτοί τε τὰς οἰκείας ἤθροιζον δυνάμεις, τριήρεις τε πλείους τῶν τέως οὐσῶν κατεσκεύαζον καὶ τὰς ἐκ πολλοῦ νενεωλκημένας καθελκύσαντες πανταχόθεν ἐπεσκεύαζον, καὶ ἅμα τὰς συμμαχίδας καὶ ὑπηκόους πόλεις καὶ νήσους ἐς τὸν κοινὸν ἐκάλουν ἀγῶνα, ὅπλα καὶ τριήρεις καὶ στρατιώτας ναυμάχους συνεισφερούσας κατὰ τὴν ἐνοῦσαν ἑκάστῃ δύναμιν. συνεκάλεσαν δ' οὖν καὶ τῶν πόρρωθεν, ἁβροῖς μὲν καὶ ἤδη μισθώμασιν, ἁβροτέραις δ' ἐς τὸ μέλλον ἐπαγγελίαις, ἄλλους τε καὶ Κατελάνους, οἳ ᾤκηνται κάτω παρὰ τὴν Γαλλικὴν θάλασσαν, ὅπῃ τῶν Πυρηναίων ὀρῶν οἱ πόδες ἄγχιστα λήγουσιν, ἐς τόλμαν πολεμικήν, ὅση τε ἠπειρωτικὴ καὶ ὅση θαλάττιος, τῶν πρωτείων οὐδέσι Λατίνων παραχωροῦντας. Ἐπεὶ γοῦν διὰ ταῦτα καὶ Κρήτη θόρυβον εἶχε καὶ ὡς εἰπεῖν ἐσείετο πᾶσα, παρασκευαζομένη πρὸς ὅπλα συμμαχικά τε καὶ ὅσα τῶν πολεμικῶν ἐφόδων εἰσὶν ἀποτρεπτικά, μετέβαινον ἐκεῖθεν ἀρχομένου τοῦ ἦρος, καὶ ἀφεὶς εὐώνυμα Σαλαμῖνα τὴν νῆσον, ἔνθα Θεμιστοκλέα τὸν Νεοκλέους ἐκεῖνον πάλαι φασὶ τὴν τῶν Περσῶν ἐκείνην ναυτικὴν καταβαπτίσαι δύναμιν, νήσους τε ἃς Κυκλάδας φασὶ παραλλάξας, κατέπλευσα ἐς Εὔβοιαν τὴν νῆσον, ὑπήκοον οὖσαν Βενετικοῖς ἐτῶν ἤδη μακρῶν. καί με βουλόμενον πλείονα χρόνον ἐνδιατρῖψαι ταύτῃ ἡ τῶν Εὐβοέων ἀνέστειλεν ἀσχολία, πολλή τις οὖσα καὶ αὕτη καὶ μάλα γέ τι κατεσπουδασμένη πρὸς ὅπλων καὶ μάχης παρασκευήν· μέλλειν γὰρ ὅσον οὐδέπω λόγος ἦν πολεμίας ἐκ Γεννούας ἐπ' αὐτοὺς καταπλεύσειν τριήρεις. ὅθεν ἐν βραχεῖ τὴν νῆσον ἐκείνην ἐλθὼν καὶ περισκοπήσας ἅπασαν, καὶ τὰς ἐκείνης ὅσον ἐξῆν ἱστορήσας πόλεις, ἧκον ἐπὶ τὸ Ἀρτεμίσιον, βόρειον ἄκρον Εὐβοίας. κἀκεῖθεν αὖθις ἀνάγεσθαι βουλόμενον ἐπέσχεν ἐξαίφνης ἡ τῶν πολεμίων καταπλεύσασα δύναμις. τριήρεις γὰρ Γεννουιτικαὶ τεσσαρεσκαίδεκα λήγοντος θέρους ὤφθησαν τὴν ταχίστην ἐς Ὠρωπὸν καὶ Αὐλίδα καταίρουσαι. μεταξὺ γὰρ ταῖν δυοῖν ταύταιν νοτιωτέραν τὴν θέσιν ἐχουσῶν τῶν πόλεων ἔστιν ἐπιμήκης λιμήν, πᾶσαν ἀνέμων χλευάζων βίαιον κίνησιν, ἐς ὃν ἀρτίως ἐσέπλευσαν οἱ πολέμιοι. καὶ ἅμα ἐς τὴν ὑστεραίαν τέσσαρες καὶ τριάκοντα τριήρεις Βενετικαί, τὰς πολεμίας ἐκείνας ἐκ πολλοῦ ναυλοχοῦσαι, ἐπέπλευσάν τε καὶ τὸ τοῦ λιμένος ἔφραξαν στόμα. τῶν οὖν Γεννουιτικῶν νεῶν ὡς ἐν δικτύῳ παρὰ δόξαν ἤδη συγκλεισθεισῶν, αἱ μὲν τέσσαρες εὐθὺς ἀναπετάσασαι τὰ ἱστία, καὶ καθάπερ ἐν κύβοις τοῦ προφανοῦς τὸν ἀμφιβαλλόμενον ἀνθελόμεναί τε καὶ ἀναρρίψασαι κίνδυνον, ἔλαθον οὑτωσὶ τὸ πολέμιον διαδρᾶσαι ξίφος· τάς γε μὴν ἐπιλοίπους, πλὴν ὀλίγων ἀνδρῶν ἐς τὴν χέρσον ἐκπεπηδηκότων, αὐτάνδρους ἁπάσας εἷλον πρὶν ἄρξαι χειρῶν καὶ ναυμαχίας. καὶ ταῦτα μὲν τῇδέ πῃ ἔσχεν ἐκεῖ κατ' ἐκεῖνον τὸν χρόνον· ὅ γε μὴν τοῦ Βενετικοῦ στόλου ναύαρχος, ἐς τοῦτο τύχης ἐληλυθότων αὐτῷ τῶν πραγμάτων, τά τε περὶ τὴν Εὔβοιαν ὡς ἐνῆν διῳκήσατο, καὶ ἅμα πλήρεσιν ἱστίοις λύσας ἐξ Εὐβοίας ἀνήχθη εὐθὺ Βυζαντίου ποιούμενος τὴν πορείαν. ἐπεὶ δὲ μεταξὺ γεγένηταί οἱ μαθεῖν ἐν Θεσσαλονίκῃ διατρίβειν τὸν βασιλέα, τέσσαρας τῶν νεῶν ἀπολεξάμενος καὶ τῶν μάλιστά οἱ πιστοτάτων ἑνὶ παραδούς, πρεσβεύσοντα πέμπει πρὸς βασιλέα περὶ συμμαχίας κατὰ τῶν κοινῶν ἐχθρῶν. αὐτὸς δ' ἐς Βυζάντιον ἤλαυνε, καρτερήσων τὴν τοῦ βασιλέως ἄφιξιν. Αὐτὸς δ' ἂν εἰδείης βέλτιον ἐμοῦ τὰ ἑξῆς, αὐτός τε παρὼν γινομένοις καὶ βλέπων, καὶ σφόδρα διὰ σπουδῆς τὰ τοιαῦτα συγγράφειν ἔχων. ἐγὼ γὰρ τοὺς ἐν θαλάττῃ τέως δεδιὼς θορύβους κατὰ χώραν μένειν ἔκρινα δεῖν ἐν καιρῷ. ὅτε δὴ καὶ τὰς Γεννουιτικὰς ἐκείνας τέσσαρας τριήρεις παλινδρομούσας ἐθεασάμην, αἳ διαφυγεῖν ἐδυνήθησαν, ὡς εἰρήκειμεν, τὴν πρὸ βραχέος ἐκεῖνον κίνδυνον, μίαν τε κατὰ τὸ λεληθὸς τῶν παράλων ἑλούσας πλουσιωτάτην Εὐβοίας πόλιν, καὶ ἐξανδραποδισαμένους ἐκ τοῦ αἰφνιδίου, καὶ ἀπεληλυθυίας εὐθὺς μεθ' ὧν ἀπώλεσαν πρότερον στρατιωτῶν, μὴ προαισθέσθαι δυνηθέντων τῶν Εὐβοέων, ἀλλὰ τὸν Ἐνδυμίωνος τέως εἰπεῖν καθευδόντων ὕπνον διά γε τὸ ἔναγχος ἐκεῖνο προτέρημα. Οὐ πολὺς μεταξὺ παρερρύη χρόνος, καὶ τὰς Βενετικὰς ἐκείνας ἐθεώμην τέτταρας καὶ τριάκοντα τριήρεις οἴκαδε κατιούσας ἀπράκτους ἐκ Βυζαντίου διὰ τὸ ἐν Θεσσαλονίκῃ τηνικαῦτα διατρίβειν τὸν βασιλέα. ἐπεὶ δὲ καὶ ὁ μὲν χειμὼν ἐν τούτοις παρῄει καὶ αἱ κατὰ τὸ ἔαρ ἡλίου λαμπάδες ἀνήπτοντο, τεσσαρεσκαίδεκα τριήρεις αὖθις ἐκ Βενετίας ἐς Βυζάντιον ὅλαις ἀνέβαινον κώπαις καὶ ὅλαις ὁρμαῖς τῆς ψυχῆς, ἐφ' ᾧ τὸν τοῦ Πόντου προκατειληφυίας αὐχένα τὰς Γεννουιτικὰς ναυλοχεῖν ὁλκάδας, αἳ τὴν σιτοπομπίαν ἄνωθεν ἐκ τοῦ Εὐξείνου καὶ τῶν Σκυθικῶν παραλίων ἐσκομίζειν ἔμελλον τοῖς ἐν Γαλάτου. τῶν γε μὴν ἑξῆς αὐτὸς ἂν εἰδείης αὖθις ἐνταῦθα παρὼν καὶ ὁρῶν ἀκριβῶς τὴν ἀπόβασιν. ἐμοὶ γὰρ ἀμυδραῖς τισὶν ἀκοαῖς μεμαθηκέναι συμπέπτωκεν, ἐκεῖ διατρίβοντι, τά τε ἄλλα καὶ ὡς μικροῦ πᾶσαν τὴν τοῦ Γαλατικοῦ φρουρίου δύναμιν, ἄνω μὲν παρὰ τὸν Εὔξεινον πόντον ἀποκλεισθεῖσαν, ἄρτι δὲ κατιοῦσαν, ἕλοιεν, κατὰ μὲν τὸν αὐχένα τοῦ Πόντου τὴν πλείω κατιοῦσαν διά γε δὴ τὸ μὴ προαισθέσθαι, τὴν δὲ λοιπὴν μείνασαν διεσπασμένως, ὅπῃ δὴ καὶ τύχοι ὁρμοῦσα ἑκάστη σποράδην κατὰ τὰ τοῦ Πόντου ἐπίνεια, παραπλέοντες ὕστερον. ἐπεὶ δὲ καὶ σύμμαχον ἤδη σχοῖεν τὸν βασιλέα Βενετικοί, ἔκ τε γῆς καὶ θαλάττης πλείστην εἰσενεγκάμενον δύναμιν, καὶ ἅμα τριήρεις προσέλθοιεν σφίσιν ἐκ νήσου τῆς Κρήτης ὀκτὼ συμμαχίδες, καὶ πρὸς τούτοις ὁλκάδες συσκευασθεῖεν ἓξ τῶν πάνυ μεγίστων, μηχανὰς παντοδαπὰς καὶ ὁπλίτας ἀρίστους φέρουσαι πλείστους, καίριον ἤδη νομισθῆναι τοῖς ἅπασι πάσαις ὁμοῦ δυνάμεσι προσελάσαντας κυκλώσασθαι τὸ φρούριον αὐθημερόν. καὶ τούτων οὑτωσὶ πεπραγμένων ἀνυσθῆναι σφίσι μηδὲν ἠκηκόειμεν, ὡς ἀπογνόντα λοιπὸν τὸν τῆς ναυτικῆς τῶν Βενετικῶν δυνάμεως ναύαρχον τοῦ μὲν πολέμου διάδοχον ἀφεῖναι τὸν βασιλέα, αὐτὸν δὲ μαθόντα ἤδη καὶ τριήρεις ἐκ Γεννούας ἑξήκοντα παρὰ πᾶσαν ἀναγομένας ἐλπίδα, ὅλαις ἀναχωρεῖν πορείαις. Καὶ ἃ μὲν ἀμυδρῶς αὐτὸς ἠκηκόειν, ἔκδημος ὢν τῆς πατρίδος, ταῦτ' ἐστίν· αὐτὸς δ' ἄν μοι λέγοις τἀληθέστερά τε καὶ βεβαιότερα τῶν ἐνταυθοῖ πεπραγμένων ἐκείνων, τῆς ἀφηγήσεως προϊούσης, προστιθεὶς ἐν ταὐτῷ καὶ τὰ τῶν πεπραγμένων αἴτια. νῦν δ' ὧν αὐτὸς αὐτόπτης ἑξῆς ἐγενόμην ἐκεῖ παρών, εἶμι ἐρῶν αὐτὸς αὐτίκα τὸν λεπτότερον καὶ καθ' ἕκαστα τρόπον. ἐπαναληπτέον τοίνυν τὸν λόγον ὅπῃ τὸ πρότερον ἴχνος ἐλίπομεν, ἵνα τὸ τῆς ἱστορίας συναφὲς τὴν τοῦ σαφοῦς ῥαστώνην εὐφυᾶ παρέχῃ τοῖς ἐντυγχάνουσιν. Ἔτυχον μὲν ἐγὼ διατρίβων περὶ τὰ κοῖλα τῆς Εὐβοίας καὶ Κάρυστον πόλιν λήγοντος ἤδη τοῦ θέρους, καὶ τηνικαῦτα ξυνέβαινε καταπλεῖν ἐς Ὠρεόν, πόλιν Εὐβοίας εὐλίμενον, τὰς πεντεκαίδεκα Βενετικὰς ἐκείνας τριήρεις, ἃς ἐκ Βυζαντίων λιμένων ἔφθημεν δεδηλωκότες ἐπανιούσας· τὰς γὰρ ὀκτὼ Κρητικὰς διαστάσας αὐτόθεν οἴχεσθαι ἀπιούσας ἐς Κρήτην φυλακῆς ἕνεκα τῶν ἰδίων. καὶ ἅμα συχναὶ καὶ βαρεῖαι κατέπληττον ἀγγελίαι τὴν νῆσον, ἐγγύτατα εἶναι πολεμίας ἑξήκοντα ναῦς. σπεύσας οὖν ὁ τῶν Βενετικῶν ναύαρχος τὰ μὲν πληρώματα πάντα τῶν οἰκείων νεῶν ἐξεῖλεν εὐθύς, αὐτὰς δὲ κενὰς ἐν τῷ λιμένι καλωδίοις προσηρτημένας κατέδυσεν, ὡς μὴ ἁλώσιμοι τοῖς πολεμίοις εὐθὺς ἐπιπλεύσασι γένοιντο. ἔπειθ', ὅσον τάχος, πάντας τε Εὐβοέας πρὸς ὁπλιτικὴν ἠρέθιζεν ἀκμήν, καὶ ἅμα δ' ἐπρεσβεύετο πρὸς τοὺς ἐν Ἀθήναις καὶ Θήβαις Λατίνους, τριακοσίων ἱππέων ἐπιλέκτων αἰτῶν συμμαχίαν. τήν γε μὴν πόλιν νύκτα τε καὶ ἡμέραν οὐκ ἠμέλησε πᾶσαν ὁπλίζων πολυτελῶς καὶ πάσης ἀφειδῶν δαπάνης καὶ πάντα προστιθεὶς καὶ περιτιθεὶς ὀχυρώματα. δύο μεταξὺ παρερρυήκεσαν ἡμέραι, καὶ ὤφθησαν αἱ πολέμιαι νῆες ἐκεῖναι, περὶ δείλην που τὴν ὀψίαν, ἐπιπλέουσαι κατὰ τῆς Εὐβοίας. καὶ τὴν μὲν ἑσπέραν ἐκείνην, γαλήνης οὔσης, ἐν τῷ πελάγει μετέωροι δειπνοποιησάμεναι καὶ τὸ ποιητέον σκεψάμεναι, ἕωθεν εὐθὺς εἰς μάχιμον τάξιν ἠθροίζοντο. καὶ μὲν δὴ καταπεφραγμέναι πᾶσιν ὅπλοις, προσελάσασαι ἐς τὸν Ὠρεοῦ λιμένα ἐκεῖναι καταπληκτικῶς ἐσέπλευσαν, τά τε σημεῖα τῆς μάχης ᾐρμένα ἔχουσαι, καὶ τὰς πολεμικὰς ἀνακρουόμεναι σάλπιγγάς τε καὶ σύριγγας, καὶ ὅσα τῶν τοιούτων ὀργάνων ἐρεθίζει πρὸς εὐψυχίαν πολεμικὴν τῶν ἀνδρῶν τὴν ὁρμήν. ἐπεὶ δὲ ναυμαχίας ἀγῶνες ἥκιστα ἦσαν (οὐ γὰρ ἦσαν αἱ ἀνταγωνιζόμεναι νῆες), τοξότας ὅσους ἐχρῆν καταλιπόντες ἐν ταῖς ναυσὶ φυλακῆς τε ἕνεκα καὶ τοῦ βάλλοντας ἀνείργειν καὶ ἀντιπερισπᾶν ἐκεῖ τοὺς ἐπὶ τῶν ἐπάλξεων, οἱ λοιποὶ πάντες ἐπὶ τὴν γῆν ἀπέβαινον, κυκλώσασθαι τὴν πόλιν βουλόμενοι, κλίμακάς τε ἐπαγόμενοι πλείστας, καὶ ἅμα αἱρήσειν αὐτίκα μάλα τὴν πόλιν ἐλπίζοντες διά τε τὸ πλῆθος καὶ τὴν τόλμην τῶν ὁπλιτῶν. περιστρατοπεδεύσαντες οὖν ἐπολιόρκουν, τόξοις τε βάλλοντες ἑκηβόλοις καὶ κλίμακας τῷ τείχει προσάγοντες, καὶ ἅμα διὰ τὴν πολυχειρίαν εὐθὺ τοῦ τείχους διώρυχας πόρρωθεν δρῶντες, ἵνα δυοῖν θάτερον ἢ διὰ τῆς τῶν κλιμάκων ἐκείνων ἀναδρομῆς ἢ διὰ τῆς τῶν ὑπονόμων ὑποδρομῆς τουτωνὶ λάθωσιν εἰς τὴν πόλιν παρεισπεσόντες. ἐπεὶ δὲ μηχαναῖς μηχανὰς ὁ τῶν Βενετικῶν ἐκεῖνος ναύαρχός τε καὶ ἡγεμὼν ἔνδοθεν ἀνθιστάναι οὐκ ἠμέλει, συνέβαινεν εἶναι τοὺς ἔξωθεν τῶν πολεμίων ἀγῶνας ἀπράκτους. πρῶτον μὲν γὰρ βάρεσι λίθων ἐκ τῶν ἐπάλξεων καὶ βέλεσι παντοδαποῖς τραυματίας ἀπέφαινε σφᾶς καὶ ἀπεσόβει· ὅπῃ δ' ἑώρα καὶ ὑπενόει κλίμαξι βάσιμον εἶναι τὸ τεῖχος, ὕψος ἱκανὸν εὐθὺς προσετίθει, τήν τε τῶν ἐπάλξεων συνάπτων διέχειαν, καὶ ταύταις ἀνδρόμηκες οἰκοδόμημα προστιθεὶς πρὸς ὀξὺ καὶ λεπτὸν ἀπολῆγον, ὡς καὶ ἀναβᾶσι τοῖς πολεμίοις δύσεργόν τε καὶ μάλα ἐπικίνδυνον εἶναι τὴν τῶν ποδῶν βάσιν. πρός γε μὴν τὸν ὑποχθόνιον ἐκεῖνον ὑπόνομον, στοχασάμενος ὅπου τοῦ τείχους διεκπεσεῖται προχωροῦν τὸ τῆς διώρυχος τέλος, τάφρον κατώρυξεν ἔνδον αὐτὸς ἐγκαρσίαν, τὸ βάθος πολλαπλασίαν ἢ κατὰ τὴν ἐκείνων, ὡς ὀψὲ τοῦ τείχους ἐντὸς παρεισπίπτοντας σφᾶς βόθρῳ καὶ θανάτου πυθμέσιν ἐντυγχάνειν ἀπροσδοκήτους· καταφερομένοις γὰρ ἐκείνοις βάρη λίθων ἄνωθεν αὐτοὶ μὲν παμπληθεῖς εὐθὺς ἐπιρρίπτοντες ἀφύκτοις θανάτου δικτύοις παραχρῆμα ἐδίδουν. συχνῶν δ' ἐπὶ τούτοις ἡμερῶν παρερρυηκυιῶν, ἀφῖκτο καὶ ἡ τῶν Ἀθηναίων ἤδη καὶ Θηβαίων συμμαχία, ἐπίλεκτοι μὲν ἱππεῖς τριακόσιοι, πεζοὶ δ' ἐθελονταὶ πλείους ἢ κατ' αὐτούς. καὶ ἅμα τῆς φήμης εἰς ὅλην χεθείσης τὴν νῆσον, συνέτρεχον πανταχόθεν πολλοί, τὸ προστυχὸν ἕκαστος ἀνὰ χεῖρας ἔχοντες ὅπλον. ὅ γε μὴν τῶν Βενετικῶν στρατηγὸς καὶ ναύαρχος νυκτὸς μὲν ἐνέδρας ἐν ταῖς πρὸ τῆς πόλεως χαράδραις ὑπέσπειρεν, ἅμα δ' ἕῳ ἐξῆγε τὴν δύναμιν ἐμφανῶς, ὁπλίτας πελταστὰς τοξότας τε καὶ λογχοφόρους, καὶ ὅσους τηνικαῦτα τῶν ἐκεῖ πολιτῶν εὑρεῖν ἱππέας εὐπόρησεν, ὡς γίνεσθαι μὲν αὐτῷ τὴν στρατεύσιμον ἅπασαν ἡλικίαν οὐχ ἥσσω πεντακισχιλίων ἀνδρῶν ἐπιλέκτων. προσγενομένης δ' ἄρτι καὶ τῆς Ἀθηναίων καὶ Θηβαίων συμμαχικῆς δυνάμεως ἐθάρρησεν εἰς χεῖράς τε καὶ ὁμόσε τοῖς πολεμίοις ἰέναι οὐχ ἧσσον ἢ διπλασίοις οὖσιν αὐτοῦ, βέλτιον οἰόμενος εἰ δύνατον αὐθημερὸν αὐτῷ τοῦ παντὸς πολέμου τὸ τέλος κριθήσεσθαι, ἢ πολύν τινα τρίβεσθαι χρόνον τῇ μάχῃ, τῶν πολεμίων δηούντων νυκτὸς καὶ ἡμέρας τὴν χώραν. ὅθεν ἐκτάξας τὸν στρατὸν καὶ μερίσας εἰς φάλαγγας, καὶ τοῖς μὲν Ἀθηναίοις καὶ Θηβαίοις τὸ λαιὸν κέρας δούς, αὐτὸς δ' ἔχων τὸ δεξιόν, ἦγεν ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον, πρὸς συμπλοκὴν προκαλούμενος σφᾶς. ἀναπηδήσαντες οὖν εὐθὺς ἐπὶ τὰ ὅπλα κἀκεῖνοι, καὶ μικροῦ κενὰς ἀπολιπόντες τὰς ναῦς, εὐρώστως μὲν ἀπήντων ἐν ταῖς ἀρχαῖς· ἔπειτ' ἐπιρρυείσης τῆς ἵππου γενναίως, καὶ ἅμα τῆς πεζικῆς φάλαγγος πανταχόθεν ἐπιχυθείσης βοῇ καὶ ἀλαλαγμῷ, μὴ δυνάμενοι φέρειν ἐπὶ πόδα ἀνεχώρουν, καταπατούμενοί τε καὶ τιτρωσκόμενοι. νυκτὸς δ' ἐπὶ τούτοις γενομένης καὶ τῆς μάχης διαλυθείσης, ἐπὶ τὰς οἰκείας ἐνέβαινον ναῦς, οὐχ ὅσοι ἧκον, οὐδὲ μεθ' ὁμοίου τοῦ σχήματος, ἀλλὰ μάλα γέ τι ἀντιστρόφως· εἶναι μὲν γὰρ τοὺς ἐν τῇ πολεμίᾳ ἐκείνῃ γῇ πεπτωκότας οὐχ ἧττον πεντακοσίων, τραυματίας δ' αὖ οὐχ ἧττον ἢ τοσούτους γεγενῆσθαι. ὡς καὶ ἀναγκασθέντας ἔτι νυκτὸς οὔσης πλημμελῶς ἐκπλεῦσαι, λειπομένας ἐρετῶν ἐνίας παρέλκοντες ναῦς. τάχιστα δ' ὁ ναύαρχος ἐκεῖνος καὶ στρατηγὸς τοῦ Βενετικοῦ στόλου δύο τῶν οἰκείων ἑλκύσας νεῶν ἐκ τῶν θαλαττίων ὑδάτων, τὰς μᾶλλον τῶν ἄλλων ταχυναυτούσας, καὶ ὡς ἐνῆν ἐκ τοῦ σχεδὸν καθοπλίσας, τὴν μὲν ἐς τὴν τῶν Βενετικῶν ἀριστοκρατικὴν ἀπέστειλεν ἐξουσίαν, φράσουσαν τὰ πεπραγμένα, τὴν δ' ἐς Βυζάντιον, δηλώσουσάν τε τὰ αὐτὰ τοῖς ἐνταῦθα Βενετικοῖς, καὶ ἅμα κατασκεψομένην τοὺς πολεμίους ὅπῃ πορεύοιντο. Ταύτῃ δὴ τῇ νηὶ καὶ αὐτὸς ἐμαυτὸν ἐμβιβάσας ἧκον ἄχρι τοῦ Ἑλλησπόντου· αὐτόθι γὰρ ὁρμισαμένη καὶ τὰς κώπας σχάσασα παρὰ τὸν τῶν Τενεδίων λιμένα ἡ φέρουσα ἡμᾶς ἐκείνη ναῦς τὸν τῶν πολεμίων ἠκηκόει στόλον ἐς Χίον κατάραντα, ἐπιμελείας τε ἕνεκα τῶν πεπληγότων, καὶ ἅμα ὅσον δύναιντ' ἂν τοὺς τῶν τετελευτηκότων ἐν τῇ μάχῃ τόπους ἐκλέξασθαι, ὁπόθεν ῥᾷον ἂν εἴη σφίσι. διὸ τὰς μὲν ἀγγελίας τῆς νίκης εὐζώνῳ τινὶ δεδωκυῖα ἀνδρὶ πέπομφεν ἐς Βυζάντιον, αὐτὴ δ' ἀναζεύξασα τὴν ταχίστην ᾤχετο ἐς Εὔβοιαν ἀπιοῦσα. ἐμοὶ δὲ τέτταρας ἡμέρας ἐκεῖ περιμείναντι θεάσασθαι προσεγίνετο Τροίας ἐκείνης σκιώδη μνήματα, ἧς πολὺς Ὁμήρῳ τῷ πάνυ λόγος, ὅτι μυρίανδροι στόλοι δι' Ἑλένην ἐκείνην ἐπ' αὐτὴν καταπλεύσαντες πολλούς τε ἀπώλεσαν τῶν οἰκείων ἥρωας καὶ αὐτὴν μετὰ δέκα ἔτη τελέως ἐξηνδραποδίσαντο. ἐθεασάμην δ' ὁμοῦ καὶ Σκαμάνδρου ποταμοῦ τὰς ἐκβολάς, ὃς Ἴδης ἀποβλύζει τοῦ ὄρους, οὐχ ὡς Ὅμηρος ἐν Ἰλιάδι καόμενον γράφει τὰς ὄχθας ὑπὸ Ἡφαίστου δι' Ἀχιλλέα τὸν Θέτιδος, καθ' ὅσον ἐκεῖνο αὐτονομουμένῃ μυθεύεται γλώττῃ, ἀλλὰ κρίνα καὶ λόχμας καὶ χλόας περὶ αὐτὸν ὡραῖα πάντα καὶ τὴν Ὁμήρου γλῶτταν ἐλέγχειν ἱκανά. Εἶεν. ἐγὼ δ' ἐς τὴν ὑστεραίαν ὁλκάδος ἀναγομένης τυχὼν ἐς Βυζάντιον οἴκαδε ἀφικομένην, οὐδὲν νομισμάτων ἐπιφερόμενος δέκα χρυσῶν ἐπέκεινα (πάντα γάρ μοι κατὰ τὰς περιόδους ἐκείνας ἀνάλωται)δόξαν οὖν ἐμοὶ ταῖς καθ' ἕκαστα χρείαις ἀναγκαιότερα τὰ καθ' ἕκαστα καὶ λεπτότερα μέρη τῶν νομισμάτων ὑπάρχειν, τῶν τοιούτων εὐθὺς ἠλλαξάμην ἐκεῖνα. καὶ προσεληλυθὼς ἐς τὴν ὑστεραίαν τοῖς τὰ ὤνια πιπράσκουσιν, εὗρον ἐκπεπτωκὸς τὸ ἐν χερσὶν ἐκεῖνό μοι χάραγμα, καὶ ἐς τοσαύτην κατενεχθὲν ἡμέρᾳ μιᾷ τὴν ὕφεσιν ὡς τὴν τῶν δέκα μοι νομισμάτων ἐκείνων ποσότητα καταβῆναι μέχρις ὀκτώ. καί μοι πρὸς οὖς παρεληλυθώς τις τῶν πάλαι συνήθων, αὐθημερὸν ἐκέλευεν ἐξαντλεῖν ἅπαν τὸ κέρμα ἐς τὰ τῆς χρείας ἀναγκαιότερα, μὴ καθ' ἡμέρας ἀεὶ τῶν τοιούτων, ὡς ὁρᾷς, ἀστατούντων εὐρίπου δίκην, καταστῇ σοι ταυτὶ κεκτημένῳ κεκτῆσθαι μηδὲν ἐν βραχεῖ. καὶ μέντοι καὶ ἐθαύμασα, νὴ τὸν φίλιον, ὅπως ἀνέχεται τὰς οἰκείας ἀκτῖνας ὁ ἥλιος ἐπιλάμπων τῇδε τῇ γῇ. ποιεῖ δ', ὡς ἔοικε, μακροθυμίας τρόπους φωναῖς ἀφθόγγοις διδάσκων ἡμᾶς ὁ λόγου μηδαμῇ μετασχών, τοὺς λόγῳ μὲν τιμηθέντας πρὸς τοῦ κοινοῦ δημιουργοῦ, νομίμοις δ' ἀεὶ ῥυθμιζομένους ἐκεῖθεν παραγγελίαις, ἐπαΐοντάς γε μὴν οὐδενὸς οὐδαμῇ ποθ' ὧν ἁπάντων ἐχρῆν. Ἀλλὰ πρῶτον ἔμοιγε τοῦτο λογισμῶν ἁλμυρῶν ἐγεγόνει ναυάγιον μετὰ τὴν μακρὰν ἐκείνην ἐληλυθότι θάλασσαν, δεύτερον δ' ἡ τῶν πατρίων τῆς τοῦ θεοῦ ἐκκλησίας δογμάτων κατάλυσις, δι' ἣν ἀρχομένην ἔτι καθάπερ ὀψιγενὲς ἐν ληίῳ ζιζάνιον φύεσθαι, καὶ ἅμα σοῦ προαγορεύοντος ἀκούων μέλλειν δι' ἔκτισιν ἁμαρτιῶν συγχωρεῖν τὸν θεὸν κατὰ τῆς ἡμῶν εὐσεβείας διωγμόν, καὶ ξυννενοηκὼς αὐτὸς ἐμαυτὸν οὐ δυνησόμενος οἴσειν, φυγὰς ἐθελοντὴς γεγένημαι τῆς ἐμῆς ταυτησὶ πατρίδος ἐφ' ὅλην ἤδη εἰκοσαετίαν. εἴθε δ' ἔτι προσετίθετο καὶ πλείων χρόνος τῇ φυγῇ. ἀλλ' ἐχρῆν, ὡς ἔοικε, θαλάσσας θαλασσῶν ἀλλάξασθαι βιαιοτέρας πολλῷ τῶν ὑπερορίων. πλείστους γὰρ ἐν ἀλλοτρίᾳ τόπους διελθόντι καὶ πλείστην περαιωσαμένῳ θάλασσαν, τοιαύταις οὔπω καὶ νῦν ἐντετυχηκέναι θαλάσσαις ξυνεπεπτώκει μοι, ὅτε μᾶλλον καὶ ὅπῃ μᾶλλον ἀναπνεύσειν ᾠήθην ἐπανιών. πᾶσα μὲν γὰρ ἐκείνη θάλαττα καὶ κλύδων ἅπας ἐκεῖ σώματος ἠπείλει θάνατον, οὗ τὴν ἔφοδον καὶ φύσεως ἀθάνατος ψῆφος ἐνομοθέτησε πρότερον· οἱ δὲ τῶν θείων δογμάτων χειμῶνες καὶ κλύδωνες ἀθανάτου ψυχῆς ἐπαγγέλλονται θάνατον, ἥκιστα πέρας οὐδὲν οὐδαμῇ ποτ' ἐνεγκεῖν δυνάμενον. καίτοι οὐδὲ πόρρωθεν οὐδ' αὐτὸς τῶν τοιούτων κυμάτων τελέως ἀνήκοος ἦν. ἀλλά μέ τις ὑπέσαινεν ὅμως ἐλπίς, μεμνημένον τῆς πρὸς σὲ τοῦ βασιλέως φιλίας καὶ τῶν νύκτωρ καὶ μεθ' ἡμέραν ὁμιλιῶν ἐκείνων, ὁποίας ἐκ πόθου καὶ φλεγομένης ψυχῆς ἐποιεῖτο πρὸς σέ, καὶ πρὶν ἐς τὸν βασίλειον αὐτὸν ἀναχθῆναι θρόνον, καὶ ὅπως τῆς σῆς ἐξήρτητο μὲν καὶ γλώττης καὶ γραφῆς, ἀφθονωτέρους δ' αὐτὸς τοὺς ἐντεῦθεν ἐτρύγα καρπούς, ὡς εἶναι μηδένα τῶν πάντων ὅτῳ ποτ' ἂν οἰηθῆναι ἐνῆν ἐγγενέσθαι τῷ ἤθει τροπὴν ἐκείνου τινά, μᾶλλον μὲν οὖν καὶ συνεπιδιδόναι ταῖς τοῦ χρόνου τύχαις. νῦν δ' ἐληλυθὼς καὶ μαθὼν ὡς ἐκ διαμέτρου τὰ πράγματα σταίη, καὶ ἀμοιβάς σοι διδοίη τῶν πόνων καὶ φίλτρων οἵας σοὶ μὲν ὑπὲρ εὐσεβείας ἀθλοῦντι φέρειν ἐχρῆν, ἐκείνῳ δ' ἐπιφέρειν οὐ μάλα ἐχρῆν (οὔτε γάρ οἱ διώκτῃ γενέσθαι τῆς εὐσεβείας ἐχρῆν, οὔθ' ὅπως ποτὲ γενομένῳ κατὰ σοῦ κινῆσαι τὴν γνώμην ὅλως ἐχρῆν), σὲ μὲν ἐμακάρισα τῆς καρτερίας, αὐτῷ δ' ἠχθέσθην σφόδρα γε τῆς ἀπονοίας. μᾶλλον δ' ἐδάκρυσα τῆς ἀπωλείας τὸν ἄνθρωπον. καὶ μέντοι καὶ ἐθαύμασα, καὶ θαυμάζων οὐ παύσομαι, πῶς τοσοῦτον ὁ ταλαίπωρος ἐλάνθανε χρόνον ἀγρίους οὕτω θῆρας κακίας ἐν τῇ λόχμῃ βόσκων τῆς ψυχῆς. εἰ μὲν οὖν ἱεροῖς τισὶ καὶ ἀπορρήτοις εἴη λόγοις ἐνδιαιτώμενον τὸ πρᾶγμα, θαυμάζοιμι μέντ' ἂν ἀεὶ σιωπῶν, ζήτησιν δ' οὐδεμίαν οὐδαμῇ ποτὲ λύσεως προενέγκοιμ' ἂν οὐδενί. ἀλλ' ἀντὶ πάντων τὰ τῆς σῆς ἀρκέσει μοι θεωρίας πρὸς θεραπείαν φάρμακα, καὶ εἴ τιν' ἄλλοσε φέρουσαν βούλοιο κοινὴν ὁμιλίαν. εἰ δ' εἴη τις παρὰ σοὶ ταμιευομένη σχολαστική τις ἐπίνοια, μὴ κατόκνει κἀμοὶ κοινοῦσθαι, φιλότης, καὶ φάρμακον ἐμοὶ μὲν ἀπορίας μακρᾶς ἐπάγειν τῇ διανοίᾳ νοσούσῃ τὸ μέρος τουτί, σοὶ δ' ἀναπνοήν τινα τῶν τῆς λύπης Ὀλύμπων, ἥν σου τῇ ψυχῇ προσήνεγκαν οἱ τῶν πατρίων δογμάτων χειμῶνες καὶ οἱ τῶν πονηρῶν ἀρχόντων ἀντίπρῳροι κλύδωνες. φέρειν γάρ τι παραμύθιον οἶδεν ἐξαγγέλλειν τὰς ὅπως ποτ' ἐπιούσας ἐξ ἀφανοῦς τραγῳδίας, καθάπερ καπνοῦ τῆς ὀδύνης ἀφιπταμένης διὰ τῆς γλώττης. Ἐγὼ δ' ὑπολαβών, περὶ μὲν λύπης, ἔφην ἐνταῦθα, φίλων ἄριστε Ἀγαθάγγελε, οὐδὲ πολλοῦ μοι πρὸς σὲ δεήσειν οἶμαι λόγου. τοσοῦτο γάρ μοι περίεστι λύπης ὅσον δήπου χαρᾶς. χαίρειν μὲν γάρ μοι περίεστιν ἤδη πρὸς τὰς αἰωνίους ἀμοιβὰς ἀφορῶντι, αἳ τοῖς ὑπὲρ εὐσεβείας ἠγωνισμένοις ἀπόκεινται, ὃ μέγιστον εἰς παραμυθίαν τοῖς λυπουμένοις ἐφόδιον. λυποῦμαι δ' οὖν μᾶλλον ὁρῶν τὸν σάλον τῆς ἐκκλησίας καὶ τὸ τῶν διωκόντων ἀρχόντων ἀνάλγητον, μηδεμίαν ἐχόντων φροντίδα ψυχῆς, μηδ' ὀψὲ γοῦν ἐν νῷ λαβεῖν ἐθελόντων ὡς ἔστι τις θεόθεν τῶν βεβιωμένων τίσις. μάλιστα δ' ἁπάντων τὸ τοῦ φίλου Καντακουζηνοῦ με δάκνον ἕστηκεν ἐγγύθεν πρᾶγμα περιφανῶς, ὅτι μοι τὴν φιλίαν ἀκήρατον διασώζοντι πρὸς αὐτόν, καὶ τὰ βέλτιστα συμβουλεύοντι, φείδεσθαι μὲν ψυχῆς τῆς αὐτοῦ φείδεσθαι δὲ παίδων ἀξιοῦντι, καὶ εἴ τις εἴη τῶν καθ' αἷμα προσηκόντων αὐτῷ, ὀργῆς θείας διαδοχὴν ἀφιέντα πᾶσιν αὐτοῖς προφανῶς, ὃ δέ με τῶν ἐχθίστων ἐνόμισεν ἕνα δι' ἅ με μᾶλλον ὡς εὐεργέτην φιλεῖν ἐχρῆν. καὶ ὅτε μᾶλλον εἶχε, τῶν σκήπτρων ἐπειλημμένος καὶ δυνάμενος, εἴπερ ἐβούλετο, τὴν φύσιν δεικνύναι ἐν τῷ καλλίστῳ τῆς γνώμης κειμένην, ὃ δ' ἀνεκάλυψε δέσμιον ὄνθ' ἑαυτὸν τοῖς ἐκ διαμέτρου κακοῖς, σκηνὴν τὰ πρὶν καὶ δρᾶμα ἐφήμερον ὄντα δείξας ἅπαντ' ἐκεῖν' ἐν βραχεῖ. διό μοι θαυμάζειν περίεστι τοὺς σοφοὺς οἵ φασιν ἐκεῖνον περὶ φίλους ἑδραῖον καὶ μόνιμον εἶναι δύνασθαι, ᾧ μὴ φιλοδοξίᾳ λατρεύειν ἔνεστι· τῷ γάρ τοι φιλοδοξοῦντι φίλῳ εἶναι πάντως ἕποιτ' ἂν αὐτοῦ γε ἀνθρώπου, ὅτι μὴ τῆς ἀνθρωπίνης δόξης, ἧς ἕνεκα πάντα δρᾷ καὶ πᾶσιν ἐγχειρεῖ, καὶ χρόνου στοχάζεται καὶ τύχαις ὁμιλεῖ παντοδαπαῖς καὶ ῥᾷστα τοῖς τῶν ὡρῶν συμμεθίσταται κύβοις χαμαιλέοντος τρόπον, πανταχόθεν τῆς γνώμης αὐτῷ πραγματευομένης εὐκαιρίαν εἰπεῖν κακοδαιμονίας καὶ τοῦ τὰ ἑαυτοῦ πιστὰ τοῖς πᾶσιν ἄπιστα δεικνύναι. γίνεται γὰρ ῥᾷστα μὲν ἐχθρὸς οἷς ἐδόκει φίλος, ῥᾷστα δ' ἐπίβουλος οἷς ἔναγχος ἐδόκει σύμβουλος. οὗ χεῖρον μὲν οὐδὲν ἐν βίῳ ῥᾴδιον οἶμαι εὑρεῖν, καθάπερ αὖ ἐκ διαμέτρου τοῦ καλοῦ τε καὶ μονίμου βέλτιον οὐδέν. τούτοις δ' ἅπασιν ἐπιστατοῦσι μὲν μυστικοί τινες λόγοι προνοίας, τεκμαίρεσθαι δ' οὖν καὶ ἡμῖν ὅπως ποτὲ τὰ γινόμενα δίδωσιν ὡς πλοῦτος καὶ δόξα καὶ αὐτόνομος ἐξουσία σαφέστερον ἀνθρώπου δηλοῦσι γνώμην καὶ φύσιν ἢ πενία καὶ ὑπεξούσιος δίαιτα. δεσμῷ γὰρ ἀδοξίαν ἀκούσιον ἐοικέναι, μὴ κατὰ γνώμην ἐῶντι κινεῖσθαι. διὸ καὶ λανθάνειν ὡς τὰ πολλὰ μὴ τοὺς πόρρω πέφυκε μόνον, ὅτι μὴ καὶ οἷς πολύν τινα συνεῖναι γέγονε χρόνον, τὰ ἤθη τῶν πλείστων ὥσπερ χρώμασι τοῖς ἔξωθεν ἐπιτηδεύμασι τὸ τῆς γνώμης βάπτοντα πρόσωπον. ὡς ἐντεῦθεν ἐξεῖναι διδάσκεσθαι, οἷς συνῴκισεν ἡ φύσις σύνεσιν, μηδένα μακαρίζειν πρὶν ἂν εἰς τέλος ἀφίκηται καὶ τέλος κάμψῃ βίου, μηδ' αὖ διὰ τοὺς πρὶν ἁμαρτάνειν ἐν βίῳ νοσήμασι καὶ διαφόροις πάθεσι κολαζομένους μέμφεσθαι τῇ προνοίᾳ. οἶδε γὰρ ὁ πάντα πρὸς τὸ βέλτιον μετασκευάζων θεὸς τὸ καθάπερ ἐν σποδιᾷ τῇ γνώμῃ κείμενον πῦρ τῆς φιλοδοξίας, ὡς ἐὰν δράξηταί τινος ῥώμης κινούσης οἷα πνοῆς, πολλὴν ἀνεγείρει φλόγα κακίας. οὐ μέντ' ἂν οὖν εἴη τῶν ἀπεικότων, εἰ ἁπάντων καθάπαξ εἰπεῖν κἀπὶ τῷδε τἀνδρὶ πλανηθέντων πεπλανήμεθα καὶ ἡμεῖς, τοῦ πρὸς κακίαν οὐ μάλα ἑτοίμου μηδαμῇ πρὸς ὑπόνοιαν εὐχερῶς κινουμένου. θαυμαστὸν δ' ἂν δήπου μᾶλλον εἴη πῶς τοσοῦτον χρόνον ἀντέσχε νόθοις μὲν δουλεύων ἤθεσι, τὰ δ' οἰκεῖα συγκρύπτων, πρᾶγμα δυσμαχώτατον καὶ σφόδρα γέ τι δυσκαρτέρητον. εἰ μὲν γὰρ μὴ καλὸς τὴν φύσιν ἦν, τὰ δ' οὖν πλείω τῶν καλῶν ἐς τοὐμφανὲς ἐπιτηδεύων ἐλάνθανε, θαυμάζω τῆς καρτερίας τὸν ἄνθρωπον. εἰ δὲ τότε μὲν τοιοῦτος οἷος ἐφαίνετο τὴν ἕξιν τῆς φύσεως ἦν αὐτός, ἡ δὲ τῆς τύχης μεταβολὴ ῥᾷσθ' οὕτω καὶ ταύτην μεταβεβλήκει, παρὰ τοσοῦτον ἐπαινεῖν οὐκ ἔχω τὸ σαθρὸν τῆς τοιαύτης ἕξεως, παρ' ὅσον ψέγειν οὐκ ἔχω τὰ πρίν. τοιαῦτα γὰρ ἐκεῖνα οἷα πᾶς τις ἂν ἠγάπησε καὶ τεθαύμακεν, ὃ δὴ καὶ ἡμεῖς πεποιήκαμέν τε καὶ τῇ παρούσῃ φιλοτίμως δεδώκαμεν ἱστορίᾳ· τοιαῦτα δὲ τὰ μετὰ τὴν τῆς βασιλείας ἀντίληψιν οἷα πᾶς τις εὐσεβῶς ζῆν ᾑρημένος μισήσει ἄν. θεῷ δὲ πάντως μελήσει περὶ τῆς αὐτοῦ ἐκκλησίας, ᾧ τά τε τῆς εὐσεβείας ἀνεῖται σκῆπτρα καὶ τὰ τῆς ἐκδικήσεως μάλα τι ῥᾴδια ἐπεφύκει. ἐμοὶ γὰρ περιττὸν εἶναι δοκεῖ τὰ πᾶσι δῆλα διεξιέναι. εἴρηται δ' ὅμως καὶ ἡμῖν ἐν τοῖς ἀντιρρητικοῖς ὅσα πρὶν ἐπειλῆφθαι γέγονε τῆς βασιλείας Καντακουζηνόν. ἐν δέ γε τοῖς ἑξῆς αὖθις ἔνια τῶν ἐφεξῆς τῇ ἱστορίᾳ ταύτῃ παρέσχομεν ὡς ἐν διηγήσεως τρόπῳ, καὶ οὐ σφόδρα γέ τι ἀγωνιστικῶς· οὐ γὰρ ἄδειαν παρεῖχέ μοι τὰ καθ' ἡμᾶς ναυάγια. ἢν δὲ θεὸς ἐθέλῃ ζῶσιν ἡμῖν τὸν τῆς αἰθρίας ἀναλάμψαι καιρὸν καὶ δοῦναι παρρησίαν πλατεῖαν τῇ γλώττῃ, λελείψεταί μοι λιπεῖν τῶν πάντων οἶμαι ἄρρητον οὐδέν. νῦν δ' εἴγε βούλοιο σὺ παρέχειν ἡμῖν ἀφορμὰς ὁμιλίας ὥσπερ ὅσα τῆς ἐκδημίας τῆς σῆς ἀναγκαῖα τῇ φύσει τῆς ἱστορίας ποθοῦσι παρέσχες πατριαρχῶν τε πέρι καὶ ἐπισκόπων τῶν πανταχῇ τὴν ὀρθόδοξον τηρούντων πίστιν καὶ ἅμα γυμνῇ διδασκόντων τῇ κεφαλῇ τὰ τῆς εὐσεβείας ἐν μέσοις ἔθνεσι δόγματα, οὕτω καὶ νῦν μετὰ τὴν ἐς τὰ οἴκοι ἐπάνοδον, ὅσα δήπουθεν ἠκηκόεις ἐνταῦθα πρὸς τῶν πολλῶν ἀναμὶξ καὶ ἰδίᾳ περί τε τῆς γενομένης παρὰ τῶν τῆς εὐσεβείας διωκτῶν λῃστρικῆς καθ' ἡμῶν συνόδου, καὶ ὅσα περὶ τῶν θείων δογμάτων τῆς ἐκκλησίας ἐνστάντες ἡμεῖς ἐπεπόνθειμεν, καὶ ὅπως διαθέσεως ἔχουσιν ἡμῶν γε εἵνεκα τὰ διάφορα τῶν πλείστων ἤθη, ὅσοι τε τῶν εὐπατριδῶν καὶ ὅσοι τῶν ἄλλως τύχης τε καὶ γένους καὶ συνέσεως ἐχόντων, οὐδ' ἂν οὐδ' αὐτός γε ὀκνήσαιμι τὰ εἰκότα σοι ἀποκρίνεσθαι, ἀλλὰ μὴν ἀρρωστίας καὶ ἀθυμίας ἁπάσης ὑπέρτερον πρᾶγμα θείην ἂν ἔγωγε τὴν σὴν ἀκοήν. ἀφ' οὗ γὰρ τὰς ἡμετέρας πᾶσιν ἀπέκλεισαν θύρας οἱ τῆς εὐσεβείας καὶ ἡμῶν δήμιοι, οὐ δεδύνημαί τι σαφὲς περὶ τῶν τοιούτων μαθεῖν οὐδὲν οὐδαμῇ πω μέχρι καὶ τήμερον, καὶ γίνεταί μοι διὰ πλείστης ἐφέσεως ἡ τούτων μάλα γέ τι γνῶσις. ἀναλαβὼν οὖν μοι λέγε ταῦτα πάντα καθ' ἕκαστον, προστιθεὶς καὶ τὸν καιρὸν ὁμοῦ καθ' ὅν τε αὐτὸς ἐς Βυζάντιον ἧκες, καὶ πρός γε ἔτι καθ' ὃν ἕκαστα τούτων ἀκήκοας, ὡς ἂν καθ' εἱρμὸν ἐκεῖθεν κατιούσης τῆς διηγήσεως εὐπαρακολούθητος καὶ ἡμῖν ἡ τῶν τοιούτων ἐγγίγνοιτο μάθησις ἑκατέρωθεν ἑκατέροις. Ὁ μὲν δὴ χρόνος καθ' ὃν ἐπανιὼν κατέπλευσα, φησίν, ἐς Βυζάντιον, μετὰ κυνὸς ὑπῆρχεν ἐπιτολάς, λήγοντος ἤδη τοῦ θέρους. εὐθὺς οὖν ἀποβὰς τῆς νεὼς οἴκαδε ἀφικόμην, καὶ οἰκουρῶν διετετελέκειν ἡλίους ἑξῆς πεντεκαίδεκα, ἀναλαμβάνων τε ἐμαυτόν, καὶ τὴν ἐκ θαλάττης ἠρέμα καὶ κατὰ μικρὸν ἀποτριβόμενος ἀηδίαν. καὶ μὲν δὴ τῶν ἡμερῶν μεταξὺ τουτωνὶ προσιόντων ἄλλοτ' ἄλλων φίλων καὶ ὁμιλούντων ἡμῖν ἀκριβῶς ἀκηκοέναι μοι γέγονεν ἅπαντα, τήν τ' ὀνομαζομένην οὑτωσί πως σύνοδον, ὅπως τε ἐσχεδίασται, καὶ ὅσα πέπρακται παρανόμως ἐκεῖ πρὸς τῶν προέδρων τῶν Παλαμᾷ συμμαχούντων καὶ ἀνακεκαλυμμένως ἐπιορκούντων, ἔτι τε ὅπως τὸ μὲν τῆς πολυθεΐας ἠκύρωται δόγμα, τὸ δὲ τῆς ἐνσάρκου μυστήριον οἰκονομίας ἀνῄρηται. καὶ πρός γε τοῖς ἄλλοις, ἃ μηδ' ἀκοῇ σωφρονεῖν δι' εὐσέβειαν προαιρουμένῃ διδόναι χρεών, κἀκεῖνα δηλαδὴ ὅσα βαρβαρικῶς τε καὶ θηριωδῶς εἴργασται πρὸς τῶν ποιμαίνειν λαχόντων τὴν ἐκκλησίαν, περὶ ὧν ὁ κύριος ἔφη «ποιμένες ἠφρονεύσαντο, ποιμένες διέφθειραν τὸν ἀμπελῶνά μου.» καὶ ἅμα τὸν ἐπὶ τούτοις φρικωδέστατον καὶ παντοδαπὸν διωγμόν, κἄπειτα ὅπως τε διηνέχθησαν ἔνιοι κατ' ἐνίων ἐπίσκοποι, καὶ σχεδὸν ἅπαντες καθ' ἁπάντων, ὥσπερ ἐκ μεταμέλου τὸ μέγεθος τῶν σφετέρων ἀτοπημάτων ἐκπεπληγμένοι τε, καὶ οὐδὲ φέρειν καθάπαξ ἀνεχόμενοι τὰς πάντων διὰ ταῦτα πανταχόθεν ὕβρεις καὶ ἀπεχθείας· καὶ ὅπως ὁ βασιλεὺς μεταξὺ παρεμπεσὼν τοὺς μὲν θωπείαις καὶ χρημάτων διανομαῖς τοὺς δ' ἀπειλαῖς ὑπηγάγετό τε καὶ τῷ Παλαμᾷ συμμάχους εἶναι πέπεικεν ἀεί, καὶ τόμους τίθεσθαι καινούς, τῆς αὐτοῦ βεβαιωτὰς δυσσεβείας. τῶν μὲν οὖν ἄλλων ἁπάντων πέρι ζητεῖν καὶ διερευνᾶσθαι βούλεσθαι, ἅτε σχολῆς δεόμενα πλείονος, ἑτέροις ἔγνωκα δεῖν ταμιεύεσθαι χρόνοις· αὐτὸς δὲ μόνοις δυσὶ τουτοισὶ τὴν πᾶσαν τοῦ πόθου σπουδὴν περιέκλεισα, τήν τε κάθειρξιν τὴν σὴν μαθεῖν, δηλαδὴ πῶς ἐς τὸ βιαιότερον ἢ κατὰ τοὺς ἄλλους ἐξενηνέχθαι τοῖς ἄρχουσιν εἴη ἐψηφισμένον, καὶ ἅμα τί ἂν εἴη τὰ τοῖς καινοῖς πρὸς τῶν ἐπισκόπων καὶ βασιλέων ἐγγεγραμμένα τόμοις, καὶ ὅτου χάριν αὐτοὶ καθ' αὑτοὺς συντεθεικότες αὐτοὺς αὐτοὶ καὶ κατέχουσι παρ' ἑαυτοῖς, ἀνέκπυστα τἄνδον σιωπῆς μυχοῖς καλύπτοντες καὶ ὑμῖν ἐμφανίζειν οὐ μάλα τολμῶντες. Περὶ μὲν σοῦ πολλοὶ πολλάκις ἐκ πολλῶν ἐλέχθησαν λόγοι, διάφοροι μὲν εἶναι δοκοῦντες, πρὸς δ' ἕνα πάντες βλέποντες σκοπόν, τἀγκώμια τὰ σὰ δηλαδή, ὡς ἐκείνων ἑκάστῳ διαθέσεως ἔχειν πρὸς σὲ συνέβαινε, καὶ ἅμα σχολαστικῆς πρός γε τὰ δρώμενα διανοίας. οἷς γε μὴν ἐς τὰ μάλιστα φοιτῶσι Παλαμᾷ τε καὶ Κοκκίνῳ τῷ Ἡρακλείας ἐπισκόπῳ παρὰ τούτων μαθεῖν ἐναργέστερον ἐξεγένετο, εἴη ἂν ταδί, ἓν μὲν ὅτι Ῥωμαϊκὴν ἱστορίαν τῶν γινομένων ἁπάντων συγγράφοντί σοι σφόδρα φιλότιμον τόγε εἰς σὲ ἧκον, εἰκός, μᾶλλον δ' οὐκ εἰκὸς ἀλλ' ἀνάγκη, καὶ περὶ τῶν ἐκκλησιαστικῶν συγγράφειν πολέμων. τίς γὰρ τῶν μηδὲν μηδαμῇ προσηκόντων σοι δημοσίων πραγμάτων, φαίην δ' ἂν καὶ οἰκουμενικῶν, αὐθαιρέτους μόχθους ἀναδεχόμενον βλέπων σε δόξης ἕνεκα διὰ γῆς πλανωμένης καὶ τὸ ἴχνος ἐπὶ σαθροῦ τινὸς καὶ νόθου φάναι κλέους ἐρειδούσης, ἵνα δηλαδὴ μεστὸν σεαυτοῦ τὸν ἐφεξῆς καταλίπῃς αἰῶνα, ὑποψίας ἀθῷον ἀφεῖναι ἀνάσχοιτο, καὶ μηδὲ πᾶσαν ἐνταῦθα μᾶλλον ἰσχὺν καταθεῖναί σε σπουδάσαι λογίσαιτο λόγων τῶν σῶν, ἵνα καὶ τοὺς κλύδωνας τῶν πατρίων δογμάτων, ὅσον ἐφικτόν, διὰ πάσης δημοσιεύσῃ τῆς οἰκουμένης, καὶ ἅμα τοὺς σοὺς ὑπὲρ τούτων ἀγῶνας ἐνδείξῃ, καὶ οὓς ἀεὶ πρὸς τῶν κακοδόξων κινδύνους ἐφίστασαι, παντοδαπῶν ἀπόζοντας θανάτων. ἓν μὲν δὴ οὖν τοῦτο φασὶν αἴτιον τοῦ γε δὴ τῶν ἄλλων μᾶλλον κατὰ σοῦ κινεῖσθαι τοὺς ἀντιθέτους, καὶ τοιούτων σοι διηνεκῶς συσκευάζειν θανάτων κρατῆρας, δεύτερον δ' ὅτι τῶν ἄλλων ἀφρόντιδα βίον καὶ ἄμοχθον οἴκοι διατριβόντων, οὐκ ἠμέλεις ζήλου σὺ καὶ θορύβου παντὸς ἐμπιπλῶν τὰ βασίλεια, νῦν μέν, οὓς εὐγένειαι καὶ χρόνου τύχαι περιοδικαὶ κοσμοῦσιν, ἔχεσθαι μὲν λαμπρῶς ἀεὶ τῶν πατρίων διδάσκων ἐθῶν καὶ νόμων, ἀπέχεσθαι δὲ τῶν ἀθέσμων τοῦ Παλαμᾶ καινοφωνιῶν, νῦν δ' αὐτὸν ἐλέγχων ἰδίᾳ τε καὶ δημοσίᾳ τὸν βασιλέα, καὶ νῦν μὲν ὁμοῦ τῷ πατριαρχεύσαντι πρὶν Ἰσιδώρῳ, νῦν δ' ὁμοῦ τῷ δυσσεβεῖ Παλαμᾷ, καὶ νῦν μὲν Ἰουλιανῷ παραβάλλων καὶ Μαξιμιανῷ, νῦν δ' εἰκονομάχοις καὶ τοῖς τοιούτοις διώκταις. κἄπειτ' οὐχ ὅπως οὐ τοῖς τοιούτοις ἠρκέσθης, ἀλλὰ καὐτῷ μακρῷ συνεδρίῳ τῆς ἀτόπου φάλαγγος τῶν ποιμένων ἐκείνων πεπαρρησιασμένῃ καὶ ἀπαρακαλύπτῳ τῇ γλώττῃ παρεισκυκλῶν οὐκ ἀνίεις καὶ ἐπαναλαμβάνων αὐτά τε ταῦτα, καὶ ὅσα τούτων παρενείρων μείζω, καὶ προσονειδίζων μάλα γε πικρῶς, καὶ κατὰ σαυτοῦ συχνὰ ποιῶν μανικώτερον, καὶ ταῦτ', εἴπερ τις ἕτερος, εἰδὼς αὐτόν, ὡς εἴπερ καὶ αὐτῆμαρ καταπέψει, ἀλλά γε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ. Τρίτον ὅτι χλευάζων αὐτοὺς πρὸς ἀπειλῆς ἀνήνεγκας σχῆμα, λόγοις ἀντιρρητικοῖς καταλύειν τὸν τόμον, ὃν αὐτοὶ νεωστὶ καὶ λάθρᾳ συνθεῖναι τετολμήκεσαν κατὰ τῆς εὐσεβείας, ἐπαγγειλάμενος. καὶ τέταρτον ὅτι μακρὸν ἤδη χρόνον τὴν θύραθεν πᾶσαν σοφίαν διδάσκοντι πλείστους καὶ παντοδαποὺς πανταχόθεν συνέβη σοι κτήσασθαι φοιτητάς, μὴ μόνον ὅσοι τῶν ἐν δόξῃ γεγένηνται παῖδες, ἀλλὰ καὶ ὅσοι τῶν ἄλλως μὲν τύχης καὶ βίου καὶ σχήματος ἐχόντων εἰσί, φύσεως δ' εὖ καὶ συνέσεως ἐπεφύκεσαν ἔχοντες· δι' ὧν καὶ τοὺς σφῶν ἐφειλκύσω γονέας, καὶ ἅμα φάναι πάσας καὶ ὁλοκλήρους οἰκίας ὀφείλειν τέ σοι χάριτας, καὶ σοὶ προσέχειν ὅσα καὶ πατρὶ καὶ συγγενεῖ καὶ φίλῳ καὶ τῶν πρώτων καλῶν ὁδηγῷ, καὶ γίνεσθαι διὰ ταῦτα σοι τοὔνομα γνώριμόν τε καὶ θαυμαζόμενον σχεδὸν πανταχῇ, καὶ πείθειν ἱκανὸν ἀλαλήτοις φάναι φωναῖς, ὁμοδοξεῖν σοι πανταχόθεν ἐκείνους ἅπαντας αὐτόθεν ἀβασανίστῳ συγκαταθέσει τῆς γνώμης εὐθύς, καθάπερ τοὺς Πυθαγορείους πάλαι φασὶν ἐκείνους τοῖς τοῦ διδασκάλου ψηφίσμασί τε καὶ δόγμασιν. ἀλλὰ κἀν τῇ μεγίστῃ τῇδε τῶν πόλεων τούσδε μὲν τῶν σῶν φοιτητῶν τοὺς δικαστηρικοὺς κοσμεῖν καὶ διεξάγειν πίνακας, τούσδε δὲ τὰ βουλευτήρια τῆς συγκλητικῆς ἐργασίας, τοὺς δὲ τὰς ὑπερορίους πρεσβείας, καὶ τοὺς μὲν τήνδε τοὺς δὲ τήνδε τῶν εὖ κειμένων τάξεων ἔχειν, καὶ χρείαν πληροῦν τὴν βελτίστην ἑκάστους ἑκασταχοῦ, ὡς ἐντεῦθεν ῥᾷστα καὶ ξὺν οὐδενὶ πόνῳ δύνασθαι φέρειν ἅπαντας, ὥσπερ ἀπὸ τῶν ὤτων δεδεμένους, ἐς τὸ σοί γε βουλόμενον. καὶ εἶναι τοὺς μὲν πλείστους ἐς τὸ συμφανὲς Παλαμᾷ καὶ τοῖς ἀμφ' αὐτὸν χαλεπαίνοντας ὡς πορρωτάτω που τῆς ἀληθείας καὶ τῶν πατρίων ἐλαύνουσι δογμάτων καὶ νόμων, τοὺς δ' ὑπ' ὀδόντα κατὰ τὸ λεληθὸς διαλοιδορουμένους σφίσι. καὶ ἁπλῶς εἰπεῖν ἐλλελεῖφθαι μηδένα σχεδὸν ᾧ μὴ κεκινῆσθαι καὶ διασεσεῖσθαι τὴν γνώμην ξυνερρυήκει πρὸς τὴν παροῦσαν ὑπόθεσιν διὰ σέ. καὶ φοβεῖσθαι μὲν διὰ ταῦτα καὶ στάσιν δημοτικήν, σοὶ μὲν οὐδαμῇ προσήκουσαν, οὐ μᾶλλόν γε ἢ τοὺς λιθίνους τε καὶ χαλκοῦς ἀνδριάντας οἴκοθεν κεκινῆσθαι πρὸς ὅπλα καὶ μάχας φαίη τις ἄν, σφίσι δὲ μάλα δήπουθεν προσήκουσαν φοβεῖσθαι. οἷς γὰρ ἔργα κακίας ἔπεισι δρᾶν, τούτοις δήμιος γίνεται καὶ ἀπαραίτητος κολαστὴς ὁ τοῦ συνειδότος πέλεκυς, ἐγγύθεν ἑστὼς καὶ μαστίζων συχνὰ τὴν ψυχὴν καὶ φόβους ἅπαντας τῷ φανταστικῷ προτιθείς, ὡς ὑποπτεύειν καὶ τὰ ἀνύποπτα καὶ οὗ οὐκ ἦν φόβος οὐδείς, καθὰ τοὺς ἐρημίαις τε καὶ φάραγξιν ἐν ἀφεγγεῖ τε καὶ βαθείᾳ νυκτὶ πλανωμένους πάσχειν συμβαίνει· βάτον γὰρ καὶ πέτραν καὶ φύλλον δρυὸς αὔρᾳ λεπτῇ κινούμενον λῃστῶν καὶ θηρίων ἐφόδους ἡγοῦνται καὶ φρίττουσι, δειλίας ἁπάσης αὐτοῖς περικεχυμένης ἁπανταχόθεν ψευδοῦς. εἰσὶ δ' οἳ καὶ τοῦτ' εἶναι φάσκουσιν αἴτιον τοῦ γε μὴ πλείω τῶν τριῶν ἐκείνων θελῆσαι ποιῆσαι συνέδρια σφᾶς, μηδ' ἐξετάσει δοῦναι κανονικῇ τἀγκλήματα τούτου, ἵνα μὴ τοῖς ἅπασιν ἐμφανῆ καὶ σαφέστερα καταστήσαντες κατὰ σφῶν αὐτῶν ἀναστήσωσι, καὶ οὓς πεφόβηνται φόβους πρίν, πάντων φανῶσιν αὐτόχρημα νῦν αὐτουργοί, καθ' ἑαυτῶν αὐτοὶ καθιστάμενοι. ἔτι δὲ καὶ τοῦ μὴ πᾶσιν ἐπ' ἴσης δι' ὄχλου γενέσθαι τοῖς ἀντιθέτοις αὐτοὺς τοῦτ' εἶναι φάσκουσιν αἴτιον, ἵνα δὴ μὴ φωραθῶσιν ἅπαντας κεκτημένοι σχεδὸν πολεμίους ταῖς ἀτόποις καινοφωνίαις αὐτῶν. τέταρτον μὲν οὖν αἴτιον τοῦ σὲ βαρύτερα πρὸς τῶν δυσσεβῶν ὑφίστασθαι τοῦτο φασίν· προστιθέασι δὲ καὶ πέμπτον ἐπὶ τούτοις, ὅτι προειρηκότων ἐκείνων ἐκ τῆς τῶν συνήθων ὀνείρων Πυθίας καὶ τοῦ σφῶν τοιούτου μαντικοῦ τρίποδος, ὡς εἰ τοῖς σφῶν βουλήμασι πειθόμενος ὁ βασιλεὺς θείη παρελθὼν ἐπὶ τῆς μυστικῆς τοῦ θυσιαστηρίου τραπέζης τὸν σφέτερον τόμον, λήψεται πάντ' ἐν βραχεῖ τά τε ἑῷα τῆς γῆς καὶ τὰ ἑσπέρια, καὶ πάσης ἄρξει σχεδὸν θαλάσσης ἅμα καὶ γῆς, ἐμφανῶς τἀναντιώτατα μάλιστ' εἰρήκεις αὐτός, κατὰ τὴν εὐαγγελικὴν φωνὴν τὸν λόγον προενεγκών, ὡς ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ἑστὼς ἐν τόπῳ ἁγίῳ, ἐρημώσεως βδέλυγμα φάσκων τὸν τόμον, γινώσκετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις τῶν Ῥωμαϊκῶν πραγμάτων, καὶ εἴ τις εἴη περίχωρος. βλέποντας οὖν εὐθὺς κατὰ πόδας εἰπεῖν ἀπαντήσαντα τοῦ τε σφετέρου ψεύδους τὸν ἔλεγχον καὶ ἅμα τῆς σῆς ἀληθείας τὸ κράτος, ἕπεται καταδύεσθαι ὑπ' αἰσχύνης αὐτούς, οὐκ ἔχοντας ὅλως ἑστῶσιν ὁρᾶν ὀφθαλμοῖς οὐδένας ἀνθρώπων, οὔτε στόμα μετά γε τῆς πρὶν ἀναιδείας ἐκείνης φθεγγόμενον. διὸ καὶ «δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτόν» λέγοντες, σιγώσας ὁπλίζουσι δεξιὰς κατὰ σοῦ, δυοῖν θάτερον συσκευάζοντες, ἢ τῇ λύπῃ δαπανηθέντα σε, μετά γε τῶν συνήθων πόνων τῆς κεφαλῆς καὶ τῆς ἄλλως νῦν ἐπενεχθείσης σοι καχεξίας, βίᾳ τελευτῆσαι τὸν βίον, ἢ λάθρᾳ σφῶν παρεισπεσόντες ἔνιοι, μακρᾶς ἐρημίας ἐπιχωριαζούσης κατὰ τὸν οἶκον τὸν σόν, διὰ βρόχου θάνατον ἐπενεγκεῖν σοι πρὶν τῶν ἁπάντων αἴσθεσθαί τινα. ὃ καὶ Παῦλον τὸν πατριάρχην πάλαι φασὶ πεπονθέναι πρὸς τῶν ὁμοίων αὐτοῖς κακοδόξων, καὶ πλείους ἄλλους πρό γε δήπουθεν αὐτοῦ καὶ μετ' αὐτόν. εἶναι γάρ φασι τουτὶ βιαιότερον καὶ σφόδρα τάχιον τῆς τοῦ κωνείου κύλικος, οὗ Σωκράτην πάλαι πιεῖν Ἀθηναίων καταψηφισάμενοι παῖδες, ὁρώντων τῶν φίλων, τῆς παρούσης ἀπήλλαξαν ζωῆς. καὶ τοῦτ' εἶναι φάσκουσιν οἱ πλείους ὃ τὴν τοσαύτην ἐρημίαν ἐπάγειν σοι σφᾶς προσηνάγκασεν, ἵνα δρῶσιν ἀδεῶς ἃ δρᾶν τοιούτοις δεῖ φονευταῖς. φέρε τοίνυν, εἴ τί σοι πρὸς βουλήσεως εἴη τῶν φίλων ἐνίοις ἐνιαχοῦ μηνύειν ἀπόρρητον, ἐμοὶ προσανάθου πρὶν τοῖς τῶν τοιούτων θανάτων ἁλῶναι δικτύοις· ἐγὼ γάρ σοι καὶ Πυλάδης ἔσομαι πιστός, ἐγὼ καὶ φύλαξ ὧν ἀνέκπυστα φυλάττειν χρή. δυοῖν γὰρ ἔσται μοι θάτερον· ἢ γὰρ σοὶ κἀγὼ συντεθνήξομαι, καὶ τάφος ἔσεται κοινὸς ἀμφοῖν ὁ παρὼν οἶκος ἡμῖν, ἢ κατὰ τὸ λεληθὸς προαναστειλάντων με τῶν φονευτῶν καὶ φυγάδα ποιησαμένων με, πᾶσαν ἂν διέλθοιμι γῆν τε καὶ θάλασσαν, ἡλίῳ καὶ ἀστράσιν ἀπαγγέλλων τὴν ἀδικίαν ταυτηνί, καὶ τὴν ἀγνώμονα μαστίζων τῇ γλώττῃ τῶν σῶν φονευτῶν δεξιάν, καὶ τραγῳδίαν θεατρικὴν τά τε τῆς ἐκκλησίας καὶ τὰ σὰ πανταχῇ τιθέμενος διηγήματα. https://byzantium.gr/ ΛΟΓΟΣ ΚΣΤ’.Περὶ μὲν οὖν δὴ ὧν ἐξεγένετό μοι μαθεῖν τοῖς ἐχθροῖς τουτοισὶ μεμηχανημένων ἐπιβουλῶν κατὰ σοῦ, καὶ δι' ἃ μάλιστα πάντων ἐπὶ σὲ τὸ ἀντίπαλον ἅπαν ὁλοσχερέστερον ὥρμηται μέρος, φόνου πνέον καὶ ποικίλων θανάτων μελέτας ἔχον, ταῦτα ἐστί. περὶ δὲ τοῦ καλουμένου τοῖς Παλαμίταις τόμου, καὶ ὅσα τούτῳ καὶ οἷα ἐγγέγραπται δόγματα, εἰ πάντα μοι διεξιέναι βουλομένῳ γε εἴη, πολλοῦ μέντ' ἂν οἶμαι δεήσειν τοῦ χρόνου, πολλῆς δ' αὖ τῆς σχολῆς, ἣ ἂν ἀπηλλαγμένη παντάπασιν εἴη πραγμάτων καὶ ἀωρίας ἁπάσης. φασὶ γὰρ οἷς διεξιόντων ἐκείνων ἀκηκοέναι τετύχηκε, μηδὲν μηδαμῇ μήθ' ὑγιὲς μήτ' ἀληθείας ἐχόμενον εἶναι ἐκεῖ, μήτε μὴν οὐδέν, οὔθ' ἃ λελάληται μήθ' ἃ πέπρακται, μεμνῆσθαι μηδενὸς καθά τε λελάληται καὶ καθὰ πέπρακται, ἀλλ' ὥσπερ ἂν εἰ οἱ τὰς Ἀτλαντίδας οἰκοῦντες νήσους, αἵτινές ποτ' ἄρ' εἶεν ἐκεῖναι, πολλὴν παρεχόμεναι τὴν αὐτονομίαν τῇ γλώττῃ τῶν ἀνέλεγκτα ψεύδεσθαι περὶ τῶν ἐκεῖ βουλομένων, οὔτ' ἰδόντες οὔτ' ἀκούσαντες τῶν ἐνταυθοῖ μηδέν, παρελθόντες οὖν εἰδέναι διετείνοντο βέλτιον ἡμῶν περὶ τῶν ἐνταῦθα καὶ διεμυθολόγουν τερατώδη τινὰ καὶ ἀλλόκοτα διηγήματα, οὕτω καὶ οἱ περὶ τὸν Παλαμᾶν ἐπεπράχεσαν καὶ τοιαῦτα τῷ οἰκείῳ ξυνέθεσαν τόμῳ. ἃ γὰρ ἐβούλοντο γενέσθαι μέν, οὐ γεγένηνται δέ, καὶ ἃ λέγειν ἐβούλοντο μέν, οὐ δεδύνηνται δέ, τῶν παραχρῆμα ἐλέγχων τοῖς μὲν ἐντυγχάνοντες ἤδη τοὺς δ' ὑποπτεύοντές γ' ἔτι, ταῦτα δὴ μετὰ πολλῆς ἐξέθεντο τῆς αὐθαδείας ἐκεῖ, τῇ τοῦ καιροῦ ῥοπῇ τὸ ἀνέλεγκτα ψεύδεσθαι μάλα τεθαρρηκότες, καὶ τό γε παρὰ σφίσιν αὐτοῖς ἀνέκφορα ἔχειν αὐτὰ καὶ ἡμῖν ἀθέατα. φασὶ δ' οὖν Παλαμᾶν τά τε ἄλλα πρὸς ἀπάτην δρᾶν τῶν ἁπλουστέρων, καὶ θεραπείας δῆθεν τῶν σκανδαλιζομένων κατ' αὐτοῦ ἐπισκόπων. καὶ μὲν δὴ καὶ τῶν αὐτῷ βλασφημηθέντων ἔνια κόπτοντά τε καὶ ξέοντα, ξυντιθέναι νῦν ἐν ἄλλαις λέξεσι τὸν βλασφημοῦντα νοῦν τοῖς νέοις τόμοις αὐτοῦ, ἅτ' οὐκ εἰδέναι τῶν ἐπισκόπων ἐχόντων πλέον οὐδὲν ἢ ὅτι ἔξεσται ἃ κακῶς τέθειται, οἷα δ' ἃ μὲν ἔξεσται οἷα δ' αὖ ἃ τέθειται τὴν δύναμίν ἐστι, τούτων δ' οὔτ' ἐπαΐειν ὅλως οὔτε φροντίζειν. προφέρειν γὰρ καὶ γραφικὰς λέγεται μαρτυρίας, οὐχ ὡς ἔχουσιν ὑγιείας, ἀλλὰ παραφθείροντα πῇ μὲν ταῖς ἐντομαῖς καὶ παραλλάξεσι, πῇ δὲ ταῖς παρεξαγωγαῖς ὁμοῦ τε καὶ παρεξηγήσεσιν. ὧν, εἰ βουληθείης, οὐκ ἂν ἔγωγ' ὀκνήσαιμι σχολὴν ἄγοντι νῦν προφέρειν ἔνια καὶ προτιθέναι σοι βραχείας τινὸς ἀντιρρήσεως πρόφασιν. Τῷ μὲν δὴ τόμῳ ἐκείνῳ τῆς ἀντιθέτου δυνάμεως, Ἀγαθάγγελε, νῦν ἀωρίαν εἶναι μακρὰν ἀντιλέγειν, σκοπῶν ἀκριβῶς οὐδ' αὐτὸς ἀρνηθείης ἄν· πολλοὶ γὰρ ἡμᾶς ἐλλοχῶσι πολέμιοι, τὰς κύκλῳ παρόδους ἀκριβῶς κατέχοντες, καὶ πολλοὶ τῆς ἡμετέρας γλώττης ἐπίβουλοι κάθηνται, ἔφεδροί τινες εἰπεῖν φρουροὶ καὶ ἡμεροσκόποι, ἴνδαλμά τι ζητοῦντες προφάσεως οἱασοῦν εἰληφέναι, ἵν' ἡμᾶς ἀναιδέστερον ὑβρίσαντες ὁμοῦ καὶ τῆς παρούσης ζωῆς ἀπαλλάξωσι, καὶ δόξωσι λατρείαν προσάγειν τοῖς νῦν ἡγεμόσι. κἀμοὶ μὲν θανάτου μέλει οὐδ' ὁτιοῦν· συμφυὴς γάρ, καὶ εἰ μὴ τήμερον, ἀλλ' αὔριον ἴσως ἀδήλοις ποσὶν ἐπικείσεται. τῶν δ' οὖν διωκόντων φειδοῖ, μὴ πρόφασιν ἡμᾶς ποιούμενοι τὴν θείαν αὐτοὶ καθ' αὑτῶν ὀργὴν ἐρεθίζωσι, τούτων δ' οὖν ἕνεκα σιγᾶν ἀνάγκη, καὶ μάλισθ' ὅτι μηδ' ἀνὰ χεῖρας ἔχειν ἡμᾶς ξυνεπεπτώκει τὸν τόμον ἐκεῖνον, ἵνα πάντως βέβαια καὶ μὴ κωφὰ τὰ προβαλλόμενα ᾖ. ἐπειδὰν δ' ὁ τῆς αἰθρίας ἀναλάμψῃ καιρὸς καὶ ἡ προσήκουσα τῇ γλώττῃ παρρησία προσγένηται ξύν γε θεῷ, τότε δὴ κἀγὼ μετὰ σχολῆς ἀναλαβὼν θρηνήσω τὸν νεκρόν μου, καὶ τότε κλαύσομαι πικρῶς ἐπὶ τὸ σύντριμμα τοῦ γένους μου, καταδέσμοις φάναι καὶ φαρμάκοις ἰατρικοῖς τισὶ τὴν τοῦ τοσούτου πάθους ὡς οἷόν τε πειρώμενος φλεγμονὴν θεραπεύειν. περί γε μὴν τῶν νῦν ἐπισκόπων, οὐ χρή σε θαυμάζειν ὅτι μηδὲ τὰς πρώτας ἀρχὰς τῶν στοιχείων οἱ πλείους ἴσασιν ὑγιῶς συντιθέναι, τοῖς πολλοῖς γοῦν τῶν βρεφῶν καὶ νηπίων ἐπ' ἴσης, ἀλλ' ἀγροικότερον τρόπον τὰ τῶν θείων δογμάτων ... τὴν πᾶσαν κενοῦσι σπουδήν. οὐδὲ μεταπείθειν πειρᾶσθαι μηδένα, μηδὲ συναναμίγνυσθαι τούτων οὐδέσι μηδ' ὁτιοῦν· μεστοὶ γὰρ ἅπαντες ὑποψίας. καὶ ὅσον ἐς τὸ καλὸν κἀγαθὸν τυφλῶς τε ἔχουσι καὶ ἀμαθῶς, τοσοῦτο δολιότητός τε καὶ φθόνου μεστοί. καὶ ῥᾷστα παριόντες διαβαλοῦσί σε πρὸς τοὺς ἡγεμόνας. πολλοῦ γὰρ εἶναι δεῖν τῇ τούτων παραβαλεῖν κακίᾳ πᾶσαν παλαιῶν τε καὶ νέων ἀνδρῶν κακοτρόπων κακίαν. εἰ δὲ μὴ ῥᾴδιον ἐκ πρώτης συνορᾶν ὁμιλίας μηδὲ τοῦ τῷ κριτικῷ τῆς ψυχῆς ταμιευομένου δικαστηρίου τὰς ψήφους ἀνακύπτειν εὐθὺς ἐλευθερίας καὶ ἀδεκάστους, ἀλλ' οὖν διὰ τῆς τοῦ χρόνου πείρας ἔξεστιν ἴχνη λαμβάνειν τινά, τῆς φύσεως οἷον ἀναδιδούσης ἀμυδρὰς εἰκασίας, οὐκ ἐκ προνοίας μέν, ἐκ τοῦ παρήκοντος δ' οὖν, ἐν οἷς ἐνίοτε καὶ ἡ γλῶττα λανθάνουσα προδότις ἀκούσιος γίνεται τῶν τῆς ψυχῆς ἀπορρήτων ἀρρωστημάτων, θυμοῦ τινὸς ἐρεθίζοντος ἴσως καθάπερ πνεύματος τὴν ψυχήν, ἢ πραγματικῆς οἵας δή τινος ἔξωθεν ἐπιρροῆς καὶ ἀδοκήτου φορᾶς. ὁπόσαι γὰρ τῶν σωματικῶν χρωμάτων τε καὶ σχημάτων αἱ παραλλάξεις εἰσὶ τοῖς ἀνθρώποις, τοσαῦται καὶ τῶν ψυχικῶν ἕξεων αἱ διαφοραί. καὶ τοῦτ' εἰς ἀπειρίας ἴδοις ἂν ἐκτεῖνον τοὺς δρόμους πελάγη, στάσιν ἀληθῶς οὐ δυνάμενον οὐδαμῇ ποτὲ γνώσεως ἔχειν. πᾶσάν τε γὰρ ὑπερβαίνει σχολαστικὴν ἀνθρώπων σοφῶν ἐπίνοιαν, καὶ πάσας ἄρδην ἐπιστημονικὰς καὶ τεχνικὰς μεθόδους μακρὸν καὶ ἡδύ τι γελώσῃ περιφανῶς ὑποτίθησι χλεύῃ. ἦ γὰρ ἂν οὐδ' ἐλαχίστου σφίσιν ἔδει διερευνᾶν ὅστις ἂν εἴη λόγος τῶν τῆς ψυχῆς βραβευτὴς ἀσφαλὴς ἀπορρήτων. οὐδ' ἂν οὐδέσιν ἔδει τοῦ λοιποῦ τῶν ἔξωθεν ἠθῶν καὶ χρωμάτων, ἀφθόγγοις ταυτὶ φωναῖς ἀναδιδασκόντων, ἀμυδρῶς μὲν πρότερον τελεωτικῶς δ' αὖ προχωρούσης τῆς πείρας, ὡς εὐχερέστερόν πως ἔχειν ἤδη κἀπὶ τὰς πρώτας αἰτίας καὶ διαλήψεις ὅπως ποτὲ τῶν τῆς ψυχῆς χρωμάτων καὶ διαθέσεων παραπέμπειν, κἀπί τι γνώριμον ἠρέμα καὶ κατὰ μικρὸν ἀεὶ ἀναφέρειν τὸν τῆς συνεχοῦς εἰκασίας εἱρμόν, καὶ ἐπερείδειν τοῖς πρώτοις ἴχνεσι τὰς κατόπιν ἐφόδους τῶν ἀναλογισμῶν. ὁρῶν γὰρ ὡς κἀκ τῶν οἰκείων οὐδὲν οὐδαμῇ οὐδενί ποτε οὐδ' αὐτοί γε ἐγκαλλωπίζεσθαι ἔχοντες ἐπὶ τἀφανὲς καταφεύγουσι τῶν ὀνείρων, τοῖς τὰς τραγῳδίας γράφουσιν ἥκοντες ἐς ταὐτόν, οἷς αἱ καταστροφαὶ καὶ ἐσχατιαὶ τῶν δραμάτων θεοῦ τινὸς ἐκ μηχανῆς προσδέονται, μὴ δυναμένοις ῥᾳδίως ψευδῶν καὶ παραλόγων προτάσεων ὑποθέσεων εὐφυὲς ἐπάγειν τέλος. καὶ οὗτοι γὰρ τὰ πέρατα τῶν ψευδῶν ἐξ ὀνείρων προρρήσεων εἰς τοὐναντίον ὁρῶντες ἰόντα, τὸ τῶν ὀνείρων αὖ αἰτιῶνται ἀμφισβητήσιμον. ἡδέως δ' ἂν ἔγωγ' ἐροίμην αὐτούς, πῶς τοῖς αὐτῶν ἔργοις ἐναντιοῦται θεός, καὶ τὰς τῶν προρρήσεων ἐκείνων ἐλπίδας ἀεὶ στρέφει πρὸς τἀναντία, καὶ μάλισθ' ὅτε τῇ σφῶν δυσσεβείᾳ καθ' ἡμῶν τὸ κράτος ἡ βασιλεία παρέχει τρανότερον· τότε γὰρ καὶ ζημίαι προσγίνονται, βασιλεῦσι μὲν περὶ τὰ φίλτατα, Ῥωμαίοις δὲ κοινῇ περὶ τὰς πόλεις καὶ τὰ δημόσιά τε καὶ καθ' ἕκαστα πράγματα, καὶ ναυαγίων οἷον ἐμπίπλαται πάντα καὶ κινδύνων παντοδαπῶν· ἐχρῆν γὰρ εὐδαιμονίαν ἀποδιδόναι σφίσι πραγμάτων καὶ πλάτος ἀρχῆς, ἅτ' ἐκδικηταῖς τῶν πατρίων ἐθῶν καὶ δογμάτων καθισταμένοις καὶ κολασταῖς τῶν ἀνόμων, καὶ μὴ μᾶλλον παρὰ τοσοῦτον αὔξειν τὰ χείρω παρ' ὅσον αὔξην αὐτοὶ τοῖς καθ' ἡμῶν παρέχουσι διωγμοῖς. δυοῖν γὰρ ἕποιτ' ἂν θάτερον, ἢ τὸν θεὸν ἄδικον εἶναι νομίζειν ἐναντιούμενον τοῖς, ὡς αὐτοί γε δήπου φαῖεν ἄν, ὑπερμαχοῦσι τῶν θείων δογμάτων, ἢ δίκαιον ὄντα, σφίσιν ἄδικα δρῶσι περιφανῶς ἀντιπράττοντα, πράττειν καλῶς, ἵνα τοῖς ἀσυνέτοις ἐγγίνηται σύνεσις καὶ τῶν καθ' ὑμῶν αὐτοῖς πραττομένων μετάνοια. ἀλλ' ὁ νοῦς αὐτῶν εἰς ἀπόνοιαν ἐμπεσὼν ἐκτετύφλωται, καὶ σύνεσιν πᾶσαν καθάπαξ ἀπείπαντο. Ἀλλὰ γὰρ ἐπειδή περ οὔπω καὶ τήμερον τοῖς τοῦ Παλαμᾶ δυσσεβέσιν ἐντετύχηκας γράμμασιν ἔκδημος σύγε ὤν, ἑνὸς ἐγὼ καὶ δυοῖν τῶν ἐκείνου νῦν ἐκ τοῦ σχεδὸν μνησθεὶς ἀπαλλάξομαι, ἵν' ὡς ἐκ κρασπέδου τὸ ὕφασμα, γνοίης ἂν καὶ αὐτὸς ὅπως ἐκ μοχθηροτέρων ἐκεῖνος προλήψεων, σπερματικῶς ἐγκειμένων ταῖς ἐκτετυφωμέναις αὐτοῦ διανοίαις, δῆμον τοσαύτης κακίας ὁ κάκιστος ἐξηρεύξατο. ἐπεὶ γὰρ μετὰ πολλούς τινας δρόμους βίᾳ καὶ μόλις τῆς ἐς Θεσσαλονίκην εἰσόδου τετύχηκεν, ἐῶ λέγειν ὁπόσα θεόθεν ἐδείχθη σημεῖα τὴν εἴσοδον αὐτόχρημα τούτου χλευάζοντα καὶ ἀποτρεπόμενα· ἔστι γὰρ ἁπάντων διηγουμένων ἀκούειν συχνά· ἐς δὲ τὸ θεῖον τέμενος τὴν ἱερὰν σὺν ἄλλοις ἱερεῦσι τελοῦντος θυσίαν, κατὰ γῆς κενωθῆναι συνέβη τὰ δῶρα τοῦ θείου κρατῆρος. πάντων οὖν καταπεπληγμένων ἐπὶ τῷ γεγονότι, μὴ θορυβεῖσθαι παρῄνει, εἰ γὰρ τὸ τοῦ Χριστοῦ, φάσκων, τότε χεθὲν αἷμα τοῖς Ἰουδαίοις καταπεπάτηται, καινὸν οὐκ ἂν εἴη τὸ ὑπὸ τῶν ἀνθρώπων ἁγιαζόμενον τοῦτο πάσχειν ταὐτὰ κατὰ σύμβασιν οὑτωσίν. ὁρᾷς οἵας προλήψεις ἔχων ἐκ πολλοῦ πεφώραται κἀν τούτῳ· οὐ γὰρ δὴ σῶμα γίνεσθαι καὶ αἷμα Χριστοῦ κατ' ἀλήθειαν οἴεται τὸ διὰ τῶν θείων τῆς ἱερουργίας εὐχῶν ἁγιαζόμενον, ἀλλ' ὥσπερ ὑφειμένον εἶναι λέγει θεὸν τὸν υἱὸν καὶ τῆς τοῦ πατρὸς οὐσίας ἕτερον ἐν πολλοῖς τῶν αὐτοῦ συγγραμμάτων, οὕτως ἔτι τοῦ ἱεροῦ σώματος ἐκείνου τοῦθ' ὑφειμένον καὶ πολλῷ διάφορον ἐκείνου, καὶ μὴ εἶναι δήπουθεν καινὸν εἰ περιφρονοῖτο τοῦθ' ὑφ' ἡμῶν ὡς ἐκεῖνο πάλαι τοῖς φονευταῖς Ἰουδαίοις ἐκείνου. ἓν μὲν δὴ τοῦθ' ἱκανὸν ἐπὶ τὰς πρώτας αἰτίας καὶ διαλήψεις τῶν ἀφανῶν ἀρρωστημάτων τῆς ἐκείνου ψυχῆς ἀναφέρειν σου τὴν διάνοιαν καὶ ἐπερείδειν ὡς ἐπὶ θεμελίῳ τὰς κατόπιν ἐφόδους τῶν ἀναλογισμῶν· δεύτερον δ' ὅτι πολυθεΐαν ἐγκαλούμενος, μηδὲ γὰρ Ἰουδαῖος ἔφασκεν εἶναι μηδὲ τῶν Ἰσμαηλιτῶν εἷς, ἵν' ἕνα σέβῃ θεόν. ἐγὼ δὲ καὶ πλείω καὶ μείζω συνείρειν ἐθέλων τῆς αὐτῆς ἐχόμενα κακίας, καὶ δεικνύειν καὶ ἀναπτύσσειν ὁπόσους τῆς ἀσεβείας ταμιεύει τὰ βραχέα ταυτὶ θησαυρούς, δυοῖν ἕνεκα παρίημι, ἑνὸς μὲν ὅτι σοφὸς ὢν καὶ αὐτὸς ξυνῆκας ἀκούσας εὐθύς, γνώσῃ δ' αὖ τελεώτερον ταῖς ἐκείνου βίβλοις ἐντετυχηκώς, δευτέρου δ' ὅτι καιρὸν ἀπιέναι σε οἴκαδ' ἀρτίως ἁρμόττοντα οἴομαι εἶναι, πρὶν τοὺς κύκλῳ πανόπτας αἰσθέσθαι καὶ τοὺς πικροὺς τῆς ἐμῆς δεσμοφύλακας τύχης. Καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον, καὶ ὁ καλὸς Ἀγαθάγγελος τοσαῦτ' εἰπὼν καὶ ἀκούσας ἀπῄει νύκτωρ, μηδενὸς τῶν ἐμῶν διωκτῶν αἰσθομένου. χρόνον δ' ἐκεῖθεν ἑξαμηνιαῖον ἀνὰ τὴν πόλιν ταυτηνὶ διατετριφώς, καὶ Βυζαντίων τοῖς προύχουσιν ἐπί τε σοφίᾳ καὶ δόξῃ συναναμιγνύμενός τε καὶ ὁμιλῶν εὐφυῶς, καὶ τοῖς πρὶν ἠκουσμένοις τὰ πλείω κατὰ τὸ συνεχὲς ἠθροικώς, ἧκεν αὖθις ὡς πρότερον ἡμῖν τὰ λειπόμενα ἀπαγγέλλων ἑξῆς. ἦσαν δὲ τοιαδί. Τοῦ Γαλατωνύμου, φησί, φρουρίου γῆς καὶ θαλάττης ἀποκλεισθέντος, καὶ τῶν ὁλκάδων αἳ τὴν σιτοπομπίαν αὐτῷ ἐκόμιζον ἐκ τῆς ἄνωθεν θαλάττης, ἀφῃρημένου πρὸς τῶν Βενετικῶν, ὡς εἴρηται, τεσσαρεσκαίδεκα μακρῶν ἐκείνων νεῶν ἔτει πρότερον ἑνί, κἀκεῖθεν ἔπειτα τὴν τοιαύτην μάχην διαδεξαμένου τοῦ βασίλεως, καὶ τριήρεσι μὲν ἐκ θαλάσσης δέκα, στρατιωτικαῖς δ' ἐξ ἠπείρου δυνάμεσι μαχομένου, σπάνις μακρὰ τῶν ἐπιτηδείων τοὺς ἔνδον κατεῖχε Λατίνους. διὸ πρεσβεύεται πρὸς αὐτοὺς ἐλεήσας ὁ βασιλεύς, δι' ὅρκων σφᾶς ἀζημίους βεβαιῶν ἀφιέναι, εἴτ' αὐτόθι καθῆσθαι βούλοιντο, εἴτ' οὖν πορεύεσθαι ὅπῃ βούλοιντο, καθαιρεθέντος πρότερον τοῦ τὸ φρούριον τειχίζοντος νεοπαγοῦς περιβόλου. πρὸς ἃ τερατευσαμένους ἐκείνους τά τε ἄλλα τῆς εἰωθυίας καὶ νῦν ὀφρύος ἀποκρίνασθαι, καὶ μὲν δὴ καὶ ὅτι, εἰ μὲν ἑνὶ θεῷ τῷ τοῦ παντὸς ἐλάτρευες ποιητῇ δηλαδή, ἦν ἂν ὡρισμένῃ μνήμῃ τὰς τῶν ὅρκων ἀσφαλείας ἐγκλείοντας, ἀφρόντιδα βίον ἐν ἀτειχίστῳ διάγειν χωρίῳ. νῦν δ' οὐκ εἰδόσι τίνι τῶν ἀπείρων οἷς λατρεύεις θεοῖς τὰς τῆς πίστεως νέμεις ἐγγύας, δεδιέναι μὴ συναρπασθεῖσιν ἔπειτα τὰς ἀκοὰς διά τε τῆς ὁμωνυμίας καὶ τῆς τοῦ μόνου θεοῦ προσηγορίας, ἐς τὴν τῆς ἀπειρίας ἐκείνης ἀνάχυσιν καταδύντας, ἀπείροις περιαντλεῖσθαι γένηται ναυαγίοις ἡμῶν αὐταῖς ψυχαῖς καὶ αὐτοῖς σώμασι. ταῦτ' ἀκούων ὁ βασιλεὺς καιρίαν, φησίν, ἐνόμιζε δέχεσθαι κατὰ τῆς καρδίας πληγήν, καὶ μεμελέτηκεν ἀντ' ἄλλου φαρμάκου, τόν τε Ἀλεξανδρείας πατριάρχην καὶ ἅμα τὸν τῆς Ἀντιοχείας δώροις περιελθὼν καὶ πόρρωθεν, ἐνδημήσαντας πείθειν ἐνταυθοῖ συνθέσθαι τοῖς νέοις καὶ παρανόμοις τόμοις, καὶ ὑπογράψαντας εἶναι καὶ αὐτοὺς τοῦ λοιποῦ γε ὁμόφρονας, ἐς τὸ τῶν τρόπων ἐκείνων ἀπιδὼν καὶ θαρρήσας ἁπλοῦν καὶ τὸ τῶν γραφικῶν μεθόδων ἀποίκιλον, καὶ καθολικὴν ἐνταῦθα τὸ μερικὸν ἐκεῖνο καὶ λῃστρικὸν ὀνομάζειν ἔχειν ἤδη συνέδριον σύνοδον, καὶ οὕτω τοῦ λοιποῦ τῶν ὀνειδιζόντων καταφρονεῖν ὡς ἀφρόνων, καὶ μηδαμῇ καταπλήττεσθαι. οὕτω τῇ ἑαυτοῦ πιστεύων εὐθύνειν ἅπαντα γνώσει, παντάπασιν ἀμελῶν ὁρᾶται προνοίας θεοῦ. Ἤδη δὲ τοῦ φθινοπώρου περὶ τὰς τοῦ ἀρκτούρου ἐπιτολὰς γενομένου, φήμης ῥυείσης ὡς Βενετικαὶ τριήρεις ὑπὲρ τὰς ἑκατὸν τὸν Ἰόνιον παραλλάξασαι κόλπον, καὶ τὸ Ἀδριατικὸν ἐν δεξιᾷ καταλελοιπυῖαι πέλαγος, τὰς Κερκυραίων καὶ Ζακυνθίων καὶ Πελοποννησίων παραπλέουσι πόλεις, ξενολογοῦσαί τε καὶ τῶν ἐκεῖθεν ἀκμὴν τῆς ἡλικίας, ὁπόση στρατεύσιμος εἴη, μισθοῦ στρατεύεσθαι πείθουσαι μάλα τι βρίθοντος (μεγέθει γὰρ εἶναι μεγίστας ἐκείνας τὰς ναῦς, καὶ πληρώματος δεῖσθαι μείζονος ἢ τριακοσίων ἑκάστην ἀνδρῶν), αἱ προφυλακίδες τριήρεις τῆς ναυτικῆς τῶν Γεννουϊτῶν δυνάμεως πυθόμεναι τὴν ταχίστην ἧκον ἀγγέλλουσαι, καὶ ἅμα ὀτρύνουσαι μηδὲν μελλήσαντας Χίου αὐθημερόν τε ἀπαλλάττεσθαι καὶ ὅλαις κώπαις εὐθὺ Βυζαντίου ἐλαύνειν· εἶναι γὰρ βέλτιον ἐκεῖ τὴν τῶν πολεμίων ἔφοδον περιμένειν, ὅπῃ δὴ καὶ τὸ Γαλατώνυμον φρούριον εἴη ἂν πολλήν τινα καὶ παντοδαπὴν παρέχον ὠφέλειαν. ἄραντες οὖν εὐθὺς ἐκεῖθεν ἑξήκοντα ταῖς πάσαις ναυσὶν ἀφίκοντο πρῶτον ἄχρι καὶ ἐς τὸ τοῦ Ἑλλησποντίου στόμα πορθμοῦ, καὶ αὐτόθεν ἐς Τένεδον καθωρμίσαντο. ἔνθα συχνὰς διατετελεκότες ἡμέρας, πολέμιον ἔφηναν οὐδαμῇ τὸ παράπαν οὐδ' ἔνοπλον ἔργον οὐδέν, ἀλλ' ἀγορὰν αἰτήσαντες καὶ λαβόντες μετ' εἰρήνης ἐκεῖθεν ἀπήλλαξαν. καὶ τοῦτο ποιοῦντες ἠρέμα τὰς ἐν θαλάττῃ Ῥωμαϊκὰς παρέπλεον πόλεις ἁπάσας, ἄχρι καὶ ἐς τὴν Πείρινθον τὴν καὶ Ἡράκλειαν καλουμένην. ἐνταυθοῖ δ' οὐκ εὐμενοῦς οὐδὲ φιλανθρώπου τῆς ἀγορᾶς τῶν ἐπιτηδείων τυχόντες, ἔστησαν ἀλύοντές τε καὶ μαθεῖν περιμένοντες ἐκ τοῦ Γαλατωνύμου φρουρίου, εἰ τὴν ὑποδοχὴν ἀξίαν τοῦ στόλου παρεσκευάσαντο· φθάσαντες γὰρ ἐκεῖ τριήρεις προύπεμψαν δέκα. μεταξὺ δὲ λάχανα παρεξιόντες ξυνέλεγον καὶ βοτάνην ἔνιοι τῆς ναυτικῆς δυνάμεως ἐκ τῆς χώρας, ἡμερήσιον ἐντεῦθεν τῇ γαστρὶ μνηστεύοντες τράπεζαν· μακρῷ γάρ τινι καὶ πολυημέρῳ δαπανώμενοι διετέλουν λιμῷ. οἵ γε μὴν Ἡρακλεῶται, καθάπερ θεηλάτῳ πληγέντες ἀγνοίᾳ τὸν νοῦν, ἀντ' ἄλλης ξενίας ἐνέδραν ἐκεῖ προλοχίζουσι πρὸ τοῦ στόλου νυκτός, ἅμα δ' ἕῳ συχνοὺς οὑτωσὶ τῶν Λατίνων συνειληφότες ἀπέκτειναν. τοῦτο πρὸς ὀξεῖαν σφᾶς ἠρέθισεν ὀργήν, καί τοι καὶ βουλομένους μάχης ἀπέχεσθαι πάσης, ἄχρις ἀφικομένους ἐς Βυζάντιον περὶ εἰρήνης πρεσβεύσασθαι, καὶ πᾶσι τρόποις ἐπαγγελιῶν καὶ πάσαις δόσεσι χρημάτων περιεληλυθέναι τὸν βασιλέα, καὶ πεῖσαι τὰς τῶν Βενετικῶν σπονδὰς ἀπειπάμενον ἀνθελέσθαι τὰς σφῶν. ὅθεν ἐπὶ πολλὰς τὰς ὥρας γνωσιμαχήσασι καθ' ἑαυτοὺς καὶ μάλα γέ τι ἀνεκτὰ ἐδόκει σιωπήσαντας τὸ συμβὰν παρεληλυθέναι ἀτόπημα, καὶ μάλιστα τῆς ναυτικῆς καὶ πολυμιγοῦς ἀναρχίας ἐκριπιζούσης καὶ ἀναφλεγούσης τὸν πόλεμον. διόπερ ἐς τὴν ὑστεραίαν ἕωθεν οἱ ναύαρχοι τὰ πολεμικὰ τῶν σημείων ἐνεκελεύοντο δὴ τοῖς σαλπιγκταῖς ἀνακρούεσθαι, καὶ οὕτως εἰς ἄμυναν ἔνοπλοι πάντες ἐκπηδήσαντες περιεστρατοπέδευσαν τὴν πόλιν. καὶ ἅμα τὰς πύλας ἀναμοχλεύσαντες πάσας, ἐν ὥραις εἷλον δυσὶ μεστὴν οὖσαν οὐ μόνον τῶν πάλαι οἰκητόρων αὐτῆς, ἀλλὰ καὶ ὅσοι τὰς ἔξω κώμας τῆς Θρᾴκης διὰ συχνὰς τῶν ἐθνῶν ἐφόδους λιπόντες ἐν τοῖς αὐτῆς μετῳκίσθησαν, πλοῦτον παντοδαπὸν ἐκεῖ συμφορήσαντες. καὶ μὲν δὴ καὶ εἰσεχέοντο πάντες ἁπανταχόθεν Λατῖνοι, καὶ πᾶσαν ἠνδραποδίζοντο ἡλικίαν ἐλεεινῶς, ὅση μὴ δρασμῷ τὴν σωτηρίαν ἔφθη πορίσασθαι. τηνικαῦτα δ' ἀπῆν ὁ τῆς πόλεως ἐπισκοπικῶς προΐστασθαι λαχὼν Κόκκινος· οὕτω γὰρ ἐκαλεῖτο διὰ τὸ πυρῶδες καὶ ἄγριον τῆς ὄψεως ὁ ποιμενικὸς πατήρ. ἔτυχε γὰρ ἐν Βυζαντίῳ, ταῖς μὲν τοῦ Παλαμᾶ καινοφωνίαις πάσῃ γνώμῃ καὶ σπουδῇ συμμαχῶν, τοῦ δὲ ποιμνίου μικρὰ φροντίζων, καὶ τὸν μὲν κατὰ τῆς εὐσεβείας ἀναρριπίζων ἐνταυθοῖ διωγμόν, τῷ δὲ βασιλεῖ προφοιβαζόμενος ἐξ ὀνείρων, κἀκ τοῦ τοιούτου μαντικοῦ τρίποδος ὑπισχνούμενος τὰ μεγάλα τε καὶ ἀπόρρητα, κλήρους ἀρχῆς δηλαδὴ καινοτέρους, καὶ πάσας ἑῴας καὶ ἑσπερίου λήξεως ἐπικράτειαν ἄμοχθον αὐτίκα μάλα τι ἑψομένην τῷ διωγμῷ. ἀλλὰ γὰρ ἐπειδὴ πρὸς πᾶν τοὐναντίον ἐχώρει τὸ τοῦ Κοκκίνου μάντευμα, πολλὴν παρεῖχε τὴν ἀπορίαν τῷ βασιλεῖ, καὶ ἃ χθὲς καὶ πρότριτα προσίετό τε καὶ σφόδρα ἀσμένως ἐπίστευε, νῦν ἐς ἀμφιβόλους ἔρριπτεν ἐννοίας, καὶ τρικυμίαν εἶχε λογισμῶν, καὶ ἀπεσείετο τοὺς λήρους ἐκείνους, καὶ πολλαῖς ἐπειρᾶτο μέμψεσι βαπτίζειν τοὺς οὕτως ἐπ' αὐτοφώρῳ ψεύδεσθαι οὐκ ἐρυθριῶντας. ἀλλ' ἐγγύθεν αὖθις ὁ τὰς μαντείας εἰσάγων ἑστώς, καὶ παρεξηγούμενος τὴν ἀλήθειαν, ἔπειθε πάλιν τὴν αὐθεντικὴν ὑποτρέχων ἁπλότητα, καὶ τοὐναντίου πνεύματος ἐνέργειαν ἔφασκεν εἶναι, ἵνα τὸν ὑπὲρ εὐσεβείας σβέσῃ θυμόν, καπηλεύσας τὸν δρόμον τοῦ διωγμοῦ. εἶναι δὲ καὶ δοκιμήν τινα τοῦτ' ἔφασκεν αὐτῷ θεοῦ, καὶ τῆς μελλούσης ἴσως εὐδαιμονίας γίνεσθαί οἱ προοίμιον, ἵνα μὴ τῇ τῆς χαρᾶς ἐκείνης ὑπερβολῇ πρὸς οἴησιν ἀρθῇ σου, φησί, τὸ φρόνημα, καὶ τῶν ἐπηγγελμένων σὺ τότε μᾶλλον ἐκπέσῃς, καὶ ἡμεῖς τῶν μεγάλων ψευσθῶμεν ἐλπίδων· οὓς γὰρ ἂν ὁ θεὸς ἀνάγειν ἐθέλοι πρὸς μειζόνων πραγμάτων ἐπιστασίαν, δοκιμωτέρους ποιεῖ, προγυμνάζων διὰ σμικρῶν τινῶν περιστάσεων. ἀλλ' ἐκεῖνος μὲν τοιαῦτα τῆς ἀληθείας κατεψεύδετο, καὶ οὕτω τῆς εὐσεβείας ἀναιδῶς κατωρχεῖτο, τοῦ δὲ ποιμνίου σπαραττομένου μάλα πικρῶς ὑπὸ τῶν πολεμίων ἐκεῖ καὶ ἀφειδῶς ὑπὲρ χρημάτων πάντων καὶ παντοδαπῶν αἰκιζομένου νύκτωρ καὶ μεθ' ἡμέραν ἠμέλει, καὶ δεύτερα πάντ' ἐνόμιζε τῆς ἐς τὸν τῆς πίστεως διωγμὸν σπουδῆς, καὶ οὐδὲ τὸν προφανῆ τοῦτον ἔλεγχον προφανῶς ᾐδεῖτο· ὃ γὰρ ὁ μέγας πάλαι πεποίηκε Κωνσταντῖνος (τοὺς γὰρ νεωτερίζοντας τότε τῶν Ἰουδαίων, καὶ τὸν ἐν Ἱεροσολύμοις ἀνανεοῦσθαι νεὼν ἐγχειροῦντας, συνειληφώς, καὶ σφῶν τὰ ὦτα λωβησάμενος, μαστιγοφόρους περιάγειν τε καὶ μαστίζειν παρέσχε τὸ τῆς γνώμης ἀκόλαστον μετὰ τῆς σαρκός, μὴ καὶ πλείοσιν ἄλλοις στήλη κακίας ὁ νεωτερισμὸς αὐτῶν καταστῇ), τοῦτο πέπραχεν ὁ θεὸς ἐνταυθοῖ, τὸν ἀσεβῆ ποιμένα τῆς πόλεως ἐλέγχων ἐκείνης καὶ τὰς τούτων φαυλίζων προρρήσεις, καὶ ἐκπομπεύων τοὺς τῶν μακρῶν ὀνείρων ἐκείνων λήρους ἐν μέσῃ γῇ τε καὶ θαλάσσῃ, στήλης ἁπάσης ὑπέρτερον. ὡς γὰρ Ἰουδαίους Κωνσταντῖνος ἐκείνους κατ' ἐκεῖνο τὸ μέρος ἐλωβήσατο ᾧ πάντων μάλιστ' ἀκούειν καὶ συνιέναι προσῆκε τῶν τοῦ σωτῆρος προρρήσεων, τὸν μὲν παντελῆ τῆς οἰκοδομῆς ἐκείνης ὄλεθρον προειπόντος, τὴν δ' ἀναβίωσιν οὐδαμῇ γε προσθέντος, οὕτω νῦν ὁ θεὸς ἐνταυθοῖ πρῶτον αὐτὸν τὸν τὰς μαντείας ὑπέκκαυμα τῆς τοῦ διωγμοῦ φλογὸς παρεισάγοντα κατὰ τῆς εὐσεβείας τῷ βασιλεῖ χλευάζων, καὶ τῆς ὀνειροσκοπικῆς αὐτοῦ λαμπρῶς ἀναμοχλεύων τοὺς τρίποδας, τοῦ ποιμνίου πέπραχεν ἀλλότριον, ἀνάξια δρῶντα ποιμαντικῆς ἁπάσης καὶ θεοῦ, μονονουχὶ τῶν πραγμάτων βοώντων αὐτῶν ὡς ἐχρῆν μὲν ὑπὸ βασιλέως τῆς ποιμαντικῆς ἐξωθεῖσθαι τὸν ἀσεβῆ ποιμένα, ἐπεὶ δ' ἀντὶ τοῦ κολάζειν ὃ δὲ καὶ στεφανίτην ἀνέδειξε, κοινὸν ἀμφοῖν ἐπάγει λοιπὸν ὁ θεὸς τῆς ζημίας τὴν δίκην, μηλόβοτον μὲν καταστήσας τὴν πόλιν, τὸν δὲ λαὸν φεῦ πανταχῇ διασπείρας τῆς οἰκουμένης, ἵν' αἴσθωνται πάντες ὁμοῦ τε τῶν ἐλέγχων τῆς ἀσεβείας, καὶ οἷα τῶν πονηρῶν σπερμάτων εἰσὶ τὰ γεώργια, ἢ μᾶλλον τὰ τῶν μελλόντων δεινῶν προοίμια. Μετὰ μέντοι τὴν παντελῆ τῆς Ἡρακλείας ἐρήμωσιν καὶ ἀπώλειαν ἀφικέσθαι ἔδοξε Λατίνοις καὶ στῆναι πάσαις ὁμοῦ ταῖς ναυσὶ παρὰ τὸ τοῦ Εὐξείνου πόντου στόμα καὶ τοὺς ἐκεῖσε λιμένας, οὐ πάνυ πολλῷ τινὶ διαστήματι τοῦ Γαλατωνύμου φρουρίου ἀπέχοντας, κἀκεῖθεν περὶ σπονδῶν πρὸς βασιλέα πρεσβεύεσθαι. καὶ μέντοι καὶ ἐληλυθόσι προσετέθησαν σφίσι καὶ ἕτεραι τριήρεις πέντε, ἄλλους τε ἔχουσαι κατ' ἐκλογὴν ἄνδρας τῶν τοῦ φρουρίου τὰ πρῶτα φερόντων οἰκητόρων, καὶ οὓς ὠνόμαζον τέως λευκοφόρους, ὥσπερ τοὺς τῷ Ἀλεξάνδρῳ πάλαι τῷ Μακεδόνι κατ' ἐκλογὴν παρασπίζοντας ἐκείνους λευκάσπιδας. ὥσπερ γὰρ ἐκεῖνοι διὰ τὸ τῶν ἀσπίδων χρῶμα, οὕτω νῦν οὗτοι διὰ τὴν τῶν ἐνδυμάτων λευκότητα λευκοφόροι καλεῖσθαι ἐνόμισαν, καὶ εἶναι ἐπίσημοι διὰ τὴν τῆς ψυχῆς ἀνδρίαν, ἣν ἐπηγγείλαντο φιλοτίμως ἐνδείξασθαι κατὰ τὴν ἐνεστῶσαν μάχην ἄχρι θανάτου, ἑνὶ πάντες ὅρκῳ δημοσίῳ προκαταδήσαντες ἑαυτοὺς ἀφειδῆσαι τελέως τοῦ σώματος. ἦσαν δ' οὗτοι πεντακόσιοι τὸν ἀριθμόν. ἀλλὰ γὰρ ὁ τῶν Γεννουιτῶν στόλος ἐς πέντε καὶ ἑξήκοντα τριήρεις ἀνηγμένος, ἐπρεσβεύοντο μετὰ παρρησίας ἤδη πρὸς βασιλέα, τά τε ἄλλα τῇ πρεσβείᾳ ἐγγοητεύοντες εἰς πειθώ, καὶ μάλιστα πάντων τὴν τῶν Βενετικῶν νεῶν πλάνην, καὶ τὸν μεταξὺ διὰ τοὺς ἐπενεχθέντας κλύδωνας μερισμὸν καὶ ἀποστροφὴν ἐς τὰ οἴκοι. τοῦ μέντοι βασιλέως τὴν ἐκείνων βεβαίως ἄφιξιν προσδοκῶντος, καὶ ἀποστρεφομένου προθέσεσιν ὅλαις ψυχῆς τὴν πρεσβείαν, ἀποτυχόντες πέμπουσι παρὰ τὰς τῷ Εὐξείνῳ προβεβλημένας πόντῳ παραθαλασσίους πόλεις Ῥωμαίων τριήρεις δέκα, αἳ δὴ καὶ δυοῖν ἡμέραιν ἀγωνισάμεναι Σωζόπολιν εἷλον, βαθύπλουτόν τε καὶ πολυάνθρωπον πόλιν Ῥωμαίων, πλεῖον ἢ χιλίους σταδίους ἀπέχουσαν τοῦ Πόντου αὐχένος. ὁ δὲ βασιλεὺς τάφρους τε ἀνώρυττε κύκλῳ περὶ πᾶν τὸ παράλιον τεῖχος τῆς βασιλίδος τῶν πόλεων, τάς τε τῶν τειχῶν ἐπάλξεις ἐς ὕψος ἀνῆγε καὶ ὠχύρου, ξυλίνους ἐποικοδομῶν καὶ περιστέφων πύργους καὶ ἡμιπύργια. οἱ δὲ Γεννουῖται νῦν μὲν ἠπείλουν, νῦν δ' ἐπρεσβεύοντο περὶ σπονδῶν. ἐπεὶ δ' ἐλπίδας ἐξ ἐλπίδων στρεφόντων ὁ χρόνος ἐτρίβετο καὶ τὰ ἐπιτήδεια ἐπέλιπε σφίσιν, εἰς ἀνάγκην ᾔεσαν σπείσασθαι τοῖς τὴν Βιθυνίαν ἔχουσι Πέρσαις. πρεσβεύονται τοίνυν πρὸς τὸν ἡγεμόνα σφῶν, καὶ δῶρα τὰ μὲν πέμπουσι τὰ δ' ἐπαγγέλλονται, συμμάχους εἶναι σφίσι παρακαλοῦντες διηνεκεῖς, καὶ φόρους ἐτησίους λαμβάνειν πολυταλάντους καὶ παντοδαπούς. Τούτων δ' οὕτω γιγνομένων, λῦπαι μακραὶ τὴν ψυχὴν ἐδαπάνων τοῦ βασιλέως, τὴν ἀπουσίαν ἐς πολὺν παρατείνουσαν χρόνον ὁρῶντος τῶν Βενετικῶν νεῶν. ἵνα γὰρ ἐς τὸ πρότερον ἴχνος τοῦ λόγου ἐπανακάμψωμεν, κατέπλευσαν μὲν ἐκεῖναι πρῶτον ἐς Κρήτην ἀπαθεῖς ἠθροισμέναι τοῦ φθινοπώρου μεσοῦντος, τριάκοντα μέν, ὡς φασί, τῶν Κατελάνων, ἑβδομήκοντα δὲ τῶν Βενετικῶν· ἔνθα καὶ πλείστας ἡμέρας διατετρίφασι, τὰ ἐπιτήδεια ἱκανῶς ἐσκομιζόμεναι. ἔπειτ' εὐπλοίας γενομένης ἀνήχθησαν, καὶ μήπω δυοῖν ἡμερῶν ἀνύσασαι πλοῦν χειμῶνι δεινῷ κατὰ τὸ Ἰκάριον περιεπεπτώκεσαν πέλαγος, τῶν ἀπ' ἄρκτου ῥεόντων πνευμάτων σφοδροτέρων ἤδη κατὰ τοῦ Αἰγαίου χεθέντων πελάγους. κἀντεῦθεν ἀλλήλων διαζευχθεῖσαι κατὰ πλείω καὶ ἥττω γε μέρη, αἳ μὲν ἐς Κρήτην παλινδρομοῦσιν, αἳ δὲ τῇ Εὐβοίᾳ προσώκειλαν, αἳ δὲ τῶν Κυκλάδων ἥψαντο νήσων. ἔνιαι δὲ καὶ ἀπώλοντο, βράχεσι καὶ τεναγώδεσι τόποις νυκτὸς προσρηγνύμεναι. ἐπεὶ δ' ἐς Βενετίαν σφίσιν ἐπανιέναι οὐκ ἦν (τὸ γὰρ ἅπαξ ἐκεῖ τῇ βουλῇ κυρωθὲν ἄλυτα νόμου ἰσχύοντα εἶναι συμβαίνει, εἶναι δ' αὐτοῖς ἐκεῖθεν προστεταγμένον δυοῖν θάτερον, ἢ νικητὰς ἐπανιέναι τῶν πολεμίων, ἢ πολεμίοις ἅμα πάντας ἐκεῖ σφαγῆναι χερσί, τῷ δ' ἄλλως ἐπανιόντι θάνατον εἶναι τὸν αἴσχιστον τοὐπιτίμιον, ἁπάσης προφάσεως λίαν ὑπέρτερον), εἰς ἀνάγκας ᾔεσαν ἅπασαι τὰς αὐτάς, εὐθὺ Βυζαντίου ἐλαύνειν ἑκασταχόθεν ἁπάσας ἐν ὁμοίᾳ τῇ γνώμῃ. συνέβη τοίνυν συχνῶν ἡμερῶν σποράδας ἠθροῖσθαι τριήρεις ἐκ τούτων δύο καὶ ὀγδοήκοντα, αἳ δὴ καὶ μετὰ βραχὺ κατέπλευσαν ἐς Τένεδον μάλα μόλις· χειμῶνι γὰρ περιέτυχον αὖθις, μετρίῳ μέν, ἐνέτυχον δ' οὖν. ἡμέρας δ' ἐκεῖ συχνὰς περιμείναντες τοῦ χειμερίου κλύδωνος, ὅσον ἐφικτόν, ἑαυτὰς ἀνελάμβανον. νοτίων δ' ἔπειτα πνοαῖς ἐξ οὐρίας γενομένων ἀνήχθησαν ἕωθεν. περὶ δὲ δείλην ὀψίαν ἀντιπνοίας γενομένης σφίσιν ἐκ πρῴρας, ἐς μίαν τῶν ἐν Χερρονήσῳ πόλεων προσωρμίσθησαν, καλουμένην Σηστόν. κἀκεῖθεν αὖθις μετὰ πολλὰς τὰς ἡμέρας ἐξέπλευσαν, νότου μαλακοῦ μὲν τὴν ἀρχὴν γενομένου, τραχυνθέντος δ' ἐς τὴν ὑστεραίαν τοσοῦτον ὥστε μόλις ἐδυνήθησαν ταῖς τῆς Προποντίδος προσεληλυθέναι νήσοις, δυοῖν δέουσαι ἑβδομήκοντα, τοῦ χρόνου τηνικαῦτα τὰς τοῦ χειμῶνος ἐσχατιὰς παραθέοντος, καὶ μέλλοντος ὅσον οὐδέπω τὰς τῆς ἠρινῆς ἰσημερίας ἀνίσχειν τροπάς. κἀπειδὴ λιμὴν ταῖς νήσοις ἐκείναις οὐκ ἦν οὐδαμῇ τοσούτῳ στόλῳ προσήκων, μετέωροι νυχθημέροις δυσὶν ἐπ' ἀγκυρῶν ἐσάλευον ἅπασαι πάνυ τι πλημμελῶς, τοῦ τε κύματος κάτωθεν ἀνοιδοῦντος, καὶ τοῦ πνεύματος οὐδαμῇ πω λήξεως μεμνημένου. ἦ γὰρ ἂν ἐνῆν καὶ Γεννουίταις ἐπὶ σφᾶς ἐξαίφνης πλευσεῖσθαι, πάλαι τοῦτο μελετηθὲν αὐτοῖς καὶ παρασκευασθὲν κεκοπωμένοις ἐπεισπεσεῖν κατὰ τὸν ἀνάπλουν. καὶ ταῦτα μὲν τῇδέ πῃ ἔσχεν· ἀλλ' ἐπειδήπερ οὐκ ἦν ἐς πλέον οὐδ' ἐνταυθοῖ καθημένοις θαλάττῃ καὶ κύμασι μάχεσθαι καὶ πνεύματι τραχυνομένῳ διηνεκῶς, ἄραντες ἐκεῖθεν τριταῖοι περὶ δείλην ὀψίαν κατῄεσαν ἠρέμα καὶ μοχθηρῶς ἐς τὸν τῶν Βυζαντίων λιμένα. καὶ ἅμα τριήρεις ἐντεῦθεν ὀκτὼ ἀναχθεῖσαι Ῥωμαϊκαὶ συνδιέφερον τὴν καταγωγὴν καὶ συνεκρότουν, προάγουσαι καὶ χειραγωγοῦσαι. ἀλλὰ πρὶν ἅψασθαι γῆς, ἐπιπλέουσιν ἐξαίφνης αὐταῖς αἱ Γεννουιτικαὶ τριήρεις, ἐφεδρεύουσαι πάλαι πολύν τινα χρόνον. καὶ πρῶτα μὲν τριήρεις ταχυναυτούσας σύνδυο καὶ σύντρεις ἐκ διαστήματος ἐς πρύμναν ἐκείνων προύπεμψαν, κἄπειτα ἐσπουδασμένην τινὰ καὶ μάλα τι σφόδρα κατόπιν ὀξεῖαν αἱ πᾶσαι τὴν ἔφοδον ἐποιοῦντο, ὡς ἐς ἀνάγκας ἰέναι Βενετικούς, καίπερ οὕτω κεκοπωμένους καὶ ἐν οὕτω ἀστατούσῃ θαλάττῃ διὰ τὸν τότε κλύδωνα, συνάψαι τὴν μάχην αὐτόθι. στρέψαντας οὖν ἐπὶ σφᾶς ἤδη τοὺς πολεμίους οἱ Γεννουῖται τὰς πρῴρας ἰδόντες πρύμνας τε ἐκρούσαντο εὐθύς, καὶ ἀμεταστρεπτὶ παρὰ τὸν αὐχένα τοῦ Πόντου καὶ τοὺς συνήθεις λιμένας κατέφευγον. οἳ δ' ἐπέκειντο διώκοντές τε καὶ βάλλοντες κατὰ νώτου. τέτταρας αὐτοῦ παρὰ τὸν λιμένα διὰ τὸν κλύδωνα μικρόν τι ῥαγείσας ἐν ταῖς ἐκεῖ προβλῆσι τῶν πετρῶν καταλελοιπότες τριήρεις. καὶ ξύν γε αὐταῖς αἱ Ῥωμαϊκαὶ συνεξέθεον ἐκεῖναι, τὸν ἐκείνων θυμὸν ἀναζωπυροῦσαί τε καὶ ἀναφλέγουσαι πρὸς τὸν πόλεμον. καὶ μὲν δὴ τετύχηκε συρραγῆναι σφᾶς κατ' ἀλλήλων ὅπῃ κίονες διπλοῖ σχῆμα τάφου τινὸς ἀνέχοντες ἵστανται. ἐκεῖ γὰρ ἐπ' ἀλλήλους μάλα τι καταπληκτικῶς καὶ εὐρώστως ὁρμήσαντες ἐναυμάχουν, καὶ μάλιστα πάντων ἔνθεν μὲν οἱ Κατελάνοι, ἐκεῖθεν δ' οἱ πεντακόσιοι λευχείμονες ἐκεῖνοι, συχνὰ ἐπεκθέοντες ἐκ τῶν ἰδίων ἐς τὰς ἀντιπάλους ἑκάτεροι ναῦς, καὶ νῦν μὲν ἐντεῦθεν ἐκεῖσε νῦν δ' ἐκεῖθεν ἐνταῦθα περιειλούμενοι, καὶ ἀγχιστρόφους τελοῦντες τὰς ἐκδρομὰς καὶ καταδρομάς, καὶ ἀφειδῶς ὑπ' ἀλλήλων ῥηγνύμενοί τε καὶ ῥηγνύντες, καὶ τῶν ἰδίων αἱμάτων τε καὶ σαρκῶν ὡς ἀλλοτρίων ἀφειδοῦντες ὠμῶς καὶ θηριωδῶς. καὶ εἰ μὴ νὺξ ἐν βραχεῖ διέκοψεν ἐπιοῦσα τὴν ναυμαχίαν ἐκείνην, τάχ' ἂν ὑπ' ἀλλήλων καὶ τῆς θαλάττης ἐκεῖ διεφθείροντο πάντες· διελύθησαν γὰρ οὐ μάλα ἑκόντες ἑκατέρων ἑκάτεροι περὶ δευτέραν μόγις που καὶ τρίτην ὥραν τῆς νυκτός. Τῆς δ' ὑστεραίας ἐπιούσης καὶ τὰ τῆς ἑσπέρας ἐκείνης ἀνακαλυπτούσης ἔργα, ὤφθησαν αἱ μὲν Βενετικαὶ τριήρεις ἄνω που περὶ τὸν Θεραπέαν λεγόμενον οὑτωσί πως λιμένα, πλησίον τοῦ ἱεροῦ τοῦ Σαράπιδος, ὁρμοῦσαι, αἱ δ' αὖ Γεννουιτικαὶ πρὸς ἕω παρὰ τὰς ὄχθας τῆς Χαλκηδονίας μετέωροι σαλεύουσαι, μικρὸν ἐνδοτέρω τῆς ψάμμου. τὸ γὰρ ἑσπέριον πεφόβηνται μᾶλλον μέρος ἢ τὸ πρὸς ἕω διά γε τὸ Ῥωμαίοις μὲν ἐνταῦθα πολεμίους εἶναι, βαρβάροις δ' ἐνσπόνδους ἐκεῖ καὶ συμμάχους, ὅσον ἐφικτόν, ἐπιρρωννύουσιν ἔξωθεν καὶ ἐπικροτοῦσι φωναῖς συχνοτέραις καὶ ἀσήμοις οἷον κλαγγαῖς, καὶ μάλισθ' ὅτι καὶ πλῆθος Ῥωμαίων πρὸ δείλης ἑώας τεθέανται μάλα συχνὰ κατὰ ποταμοὺς ἐπιρρέον ἐξ ἠπείρου πρὸς θάλασσαν βοηθείας τε ἕνεκα τῶν Βενετικῶν, καὶ ἅμα τῶν ἐκ ναυαγίου λαφύρων. συνεπεπτώκει δ' οὐ μικρῶς τοῖς στρατεύμασιν ἑκατέροις ζημιωθῆναι. Γεννουιτικαὶ μὲν γὰρ ἀπώλοντο δύο καὶ εἴκοσι νῆες, Βενετικαὶ δ' ὀκτωκαίδεκα, ὧν αἱ πλείους ἦσαν τῶν Κατελάνων κραταιότερον ἀγωνισαμένων ἢ κατὰ πάντας. κατὰ στόμα γὰρ τοῖς πολεμίοις, ὡς εἴρηται, ἐπεισπίπτοντες, ναυάρχῳ ναύαρχος καὶ ναύτῃ ναύτης, καὶ συστάδην ὡς ἐπὶ ξηρᾶς μαχόμενοι, πολὺν εἰργάσαντο φόνον τῶν πολεμίων, ὡς καταδῦναι μὲν καὶ νῆας ἐνίας αὐτάνδρους ὑπὸ βρίθους τῶν ἀλλήλοις ἐπιπηδώντων ἀπροόπτως ἐν σκότει καὶ νυκτί. ἦσαν δ' αἳ καὶ ἀπειρίᾳ καὶ ἀγνοίᾳ χωρίων ἐς βράχη συνερρήγνυντό τε καὶ εἰς γῆν τοὺς ἄνδρας ἐρρίπτουν, ὠθοῦντος τοῦ κύματος, ὡς καὶ ἐς τὴν ὑστεραίαν ὁρᾶσθαι τῶν Κατελάνων πολλοὺς πλανωμένους ἐν τῇ Ῥωμαίων γῇ, καὶ μὴ συνιέντας γλώττης Ἑλληνικῆς, μήθ' ὅπῃ γῆς εἰσί, μήθ' ὅπῃ χρὴ πορευομένους τὴν σωτηρίαν πορίζεσθαι. ἦσαν δ' οἳ κἀκ τῶν τραυμάτων λειποψυχοῦντες ἔπιπτον. οἳ δ' ἡμιθνῆτες ἔπιπτον κατὰ τῆς ψάμμου, οἳ δ' ἐκπεπνευκότες ἤδη τελέως ἀναμὶξ ἑκατέρων τῶν στρατευμάτων. ἐκβρασσομένων γὰρ τῶν νεῶν ὑπὸ τοῦ κύματος ἔξω παρὰ τὴν γῆν ἐξέπιπτον μὲν καὶ αὐτοί, τῆς δὲ συμπλοκῆς οὐκ ἠμέλουν, ἀλλ' ὅπλοις ἀντετίθουν ὅπλα καὶ φάλαγξι φάλαγγας πεζικάς, ὡς γίνεσθαι διπλοῦν ἐκεῖνον συμβαίνειν τὸν πόλεμον, ναυμαχίαν τε καὶ πεζομαχίαν κατὰ ταὐτόν. τραυματίαι δ' ὅσοι βαδίζειν ἐδύναντο, ἄλλος ἄλλῳ ἡγεμόσι χρησάμενοι τῆς ὁδοῦ, δι' ὅλης ἡμέρας ἐντὸς ἐγένοντο Βυζαντίου. καὶ ψυχαγωγίας ἔτυχον, ὁπόσον ἐφικτόν. τό γε μὴν παρὰ τὸν αἰγιαλὸν ἐπιρρεῦσαν ἕωθεν ἠπειρωτικόν, ὡς εἴρηται, πλῆθος ὀλίγους μὲν εἶχε τοὺς στρατιώτας, τὸ δὲ πλεῖστον ἐξ ἁπάσης τέχνης ἦν ξυμμιγές, ὅση τε βαναυσώδης καὶ ὅση τῇ γεωργίᾳ προσετετήκει· καὶ ἦν ἁπάντων ἐκείνων οὐδεὶς ᾧ μὴ προσεγεγόνει κέρδος οἴκαδ' ἐπανιόντι, τῶν θαλαττίων κυμάτων ἐς γῆν ὅπλα καὶ βέλη παντοδαπὰ καὶ ἀσπίδας καὶ κράνη, καὶ τὰς κενεμβατούσας ἐν τῷ πελάγει τριήρεις ἀναμὶξ ἑκατέρων τῶν στρατευμάτων, ἐρήμους μὲν παντάπασιν οὔσας ναυμάχων ἀνδρῶν καὶ κώπης πάσης καὶ ταρσῶν, μεστὰς δὲ χρημάτων πολυτελῶν καὶ νεκρῶν πλουσίοις συμπεφυρμένων αἵμασι. Μετὰ μέντοι τὴν ναυμαχίαν ἐκείνην νόσου κοινῆς διανεμηθείσης τὸ πλεῖστον τῆς ναυτικῆς ἑκατέρας δυνάμεως, ἀποθνήσκειν ἐπῄει μάλα συχνοὺς ἑκατέρωθεν, ὡς εἰς ἀνάγκην ἰέναι βουλεύσασθαι ἑκατέρους ἃ ἐδόκει λυσιτελεῖν. ἐδόκει δὲ Βενετικοῖς μὲν τὸν ἴδιον μεταστῆσαι στόλον, καίτοι βουλομένους ἐκεῖ τὰς ἐκ Πόντου κατιούσας στρογγύλας τῶν πολεμίων ὁλκάδας αἱρεῖν, αἳ παρεκόμιζον ἔκ τε Σκυθῶν καὶ Τανάιδος τἀπιτήδεια. ἀλλ' ἀνθεῖλκε σφᾶς οὐ μόνον τὸ τοὺς νοσοῦντας αὐτῶν ἀνακτᾶσθαι βούλεσθαι, ἀλλὰ καὶ τῶν ἐπιτηδείων ἡ σπάνις πολλὴ καὶ ποικίλη καθ' ἡμέραν ἑκάστην ἀπαιτουμένη. διὸ λύσαντες τὰ πρυμνήσια ἐκεῖθεν παρὰ τὸν εἴσπλουν τοῦ τῶν Βυζαντίων λιμένος ἔστησαν καταχθέντες, τοῦ πρὸς ἕω βλέποντος, τὰς πολεμίας ἑστώσας εὐώνυμα ναῦς παραπλεύσαντες παρὰ τοὺς αἰγιαλοὺς τῆς Χαλκηδονίας γῆς τῶν βαρβάρων. στενοχωρούμενοι γὰρ κἀκεῖνοι τῇ τῶν ἐπιτηδείων ὁμοίως σπάνει, καὶ ἅμα νοσοῦντας ὁρῶντες ὁπόσοις τῶν ἀρίστων ἀνδρῶν μὴ πολεμίου ξίφους τετύχηκεν ἔργον γενέσθαι, τοῖς τῶν βαρβάρων προσωρμίζοντο λιμέσιν ἐνσπόνδοις οὖσιν, ὡς εἴρηται, τροφῶν τε εἵνεκα καὶ πλείστων ἄλλων καὶ μεγάλων καὶ παντοδαπῶν ἐλπίδων, καὶ πρός γε ἔτι θάπτειν ἐν ἀλλοτρίᾳ πόρρω που τῆς οἰκείας γῆς τοὺς οἰκείους νεκρούς, μὴ τῶν γαμετῶν καὶ τέκνων αἰσθανομένων. τοσοῦτον γὰρ τὴν τῶν πολεμίων κατεπλάγησαν τόλμαν ὥστ' οὐκ ἀρκεῖν ἐνόμισαν βαρβάρους ἐκ τοῦ σχεδὸν τὰ μέγιστα βοηθοῦντας ἔχοντες, ἀλλὰ καὶ τὰς τῶν οἰκείων μεγίστας ὁλκάδας ἀναγκαῖον ἔδοξεν ἀγαγόντας στιχηδὸν κατὰ μέτωπον παραστήσασθαι δίκην πύργων καὶ τειχῶν, στρατιώτας παμπόλλους ἐχούσας, ἐπί τε τῶν καταστρωμάτων καὶ ἄνω παρὰ τὰ τῶν ἱστῶν ἀκρωτήρια λίθων παρεσκευασμένους ἔχοντας σωροὺς ἐς τὸ ἐπιρρίπτειν τοῖς πολεμίοις καὶ τὸν ἐπίπλουν ἀνείργειν αὐτῶν. νῆας δ' ἔχοντες τὸν ἀριθμὸν ἐλάττους ἢ κατὰ τὰς πολεμίας, καὶ τούτων τὰς πλείους ἐρήμους στρατιωτῶν, τῇ τε ναυμαχίᾳ καὶ τῇ κατόπιν τῆς ναυμαχίας νόσῳ φθαρέντων, εἰς ἀνάγκας ᾔεσαν καὶ αὐτοὶ μισθοφορικὸν ἀθροίζειν ἐξ ἀλλοδαπῆς καὶ στρατιώτας ἐκ τῶν Βιθυνῶν καταγράφειν βαρβάρων, ἐνδιδόντος τοῦ σφῶν ἡγεμόνος Ὑρκανοῦ παμπόλλων ἕνεκα χρημάτων. μισθωσάμενοι τοίνυν ὑπὲρ χιλίους ἐκεῖθεν ψιλοὺς διεῖλον, καὶ τοὺς μὲν παραβοηθεῖν δεῆσαν ἐκτάξαντες ἀνὰ τὸν ἑῷον εἶχον αἰγιαλόν, τοὺς δὲ πέμψαντες τὸ τοῦ Γαλάτου φρουρεῖν προσετετάχεισαν πολίχνιον ἔνδοθέν τε καὶ ἔξωθεν, καὶ ἅμα συχνὰς ἐκδρομὰς καὶ καταδρομὰς ποιουμένους ληΐζεσθαι τὰ τῶν Βυζαντίων προάστεια, καὶ σφᾶς ἀντιπερισπᾶν ἐς οἰκεῖα πάθη, καὶ μὴ διδόναι σχολὴν μήθ' ὡς τὰ πολλὰ τοῖς Βενετικοῖς συμμαχεῖν, μήτ' ἔχειν ῥᾳδίως ἔξωθεν τἀπιτήδεια ἐσκομίζεσθαι. Ὃ δὴ καὶ μάλιστα πάντων μακρὰν ἐνεποίησε Βυζαντίοις τὴν βλάβην. ὑπὲρ γὰρ τὰς ὀκτωκαίδεκα χιλιάδας παρεισενεχθέντος τῇ πόλει στρατοῦ ναυτικοῦ, πολλῶν ἐς ἡμέραν ἑκάστην τροφῶν δεομένου, μὴ μόνον ἅπανθ' ἑξῆς ἐν βραχεῖ σπανίζειν ἐξεγένετο τἀπιτήδεια Βυζαντίοις, ἁπάντων σχεδὸν ἐκ πολλοῦ πανταχόθεν ἀποκλεισθεῖσι διὰ τὰς μάχας, τῶν τε ἄλλων ὁπόσα τραπέζης ἀναγκαίας εἰσὶ προσφορήματα, καὶ ὅσα ὁ γείτων πορθμὸς τοῖς ἁλιεῦσι παρεῖχε τὰ χρήσιμα ἐς ἡμέραν ἑκάστην τὸν ἅπαντα χρόνον, ἀλλ' ἤδη καὶ ὁ σῖτος ἡμερῶν ὀλίγων ἐς τὸ διπλάσιον ἀνήγετο τοῦ χθὲς καὶ πρώην τιμήματος. ὅθεν εἰς ἀπορίας ἐνέπιπτον μάλα μακρὰς οἵ τε τῶν Βενετικῶν ἡγεμόνες, ἀκουσίου δαπανώσης τὸν χρόνον ἀπραγμοσύνης αὐτῶν, ἅτε ἐφιεμένων μέν, οὐκ ἐχόντων δ' ὅθεν ἐγχειροῖεν ἂν τοὺς πολεμίους ἀμύνεσθαι, ἀσφαλῶς οὑτωσὶ πεφραγμένους ἔκ τε γῆς καὶ θαλάττης, ὡς εἴρηται. καὶ μάλιστα πάντων τὴν τοῦ βασιλέως ψυχὴν αἱ τῶν λογισμῶν περιέκλυζον τρικυμίαι, συχνὰ τῶν καθ' αὑτὸν πραγμάτων ἀνακυκλοῦντος τοὺς κύβους, οἷς πρόσωπον μὲν ἐλπίδων ὑποτείνειν ἔπεισι χρηστόν, τοὐναντίον δ' ἅπαν ὡς ἐπίπαν ἔπειτα περαίνειν, ὥσπερ ἐξεπίτηδες πᾶσαν ἐπίνοιαν αὐτοῦ καὶ σπουδὴν παίζοντάς τε καὶ ἀνατρέποντας. καὶ τό γε δήπου μεῖζον, ὅτι τοσούτοις καὶ τηλικούτοις περιαντλουμένῳ χειμῶσιν ἀπεῖναι οὐκ ἦν οὐδὲ τὰς τῶν υἱέων αὐτῷ συμφορὰς τηνικαῦτα, ἀλλ' ἐστασίαζον ἤδη καὶ αὐτοὶ περὶ τῆς ἀρχῆς, καὶ ταῦθ' οὕτω ναυαγούσης τε κἀπὶ σαθροῦ τοὺς πόδας ἐρειδούσης καὶ ἐς τὸ πάνυ τι λίαν βραχύτατον πάνυ τι λίαν ἐλαυνομένης, ὅτε δήπου μᾶλλον ἐχρῆν τῷ πατρὶ καὶ βασιλεῖ κατὰ πᾶν ἐφικτὸν συναίρεσθαι σφᾶς, κοινῇ καὶ καθ' ἕκαστα, καθάπαξ ἅπαν ἴδιον βυθοῖς παραπέμψαντας λήθης. ὅ τε γὰρ Παλαιολόγος κἀπὶ τῇ θυγατρὶ γαμβρὸς Ἰωάννης, ὡς πάλαι πατρόθεν τὴν ἀρχὴν αὐτῷ προσήκουσαν ἔχων, ἀντείχετο ταύτης ὁλοσχερῶς, καὶ οὐδὲν οὐδενὶ τῆς διαδοχῆς παρεχώρει· ὅ τε Ματθαῖος υἱὸς ὢν καὶ αὐτός, ἐνέκειτο μάλα σφοδρῶς καὶ αὐτὸς ἀπαιτῶν, ὡς νῦν γε καὶ αὐτῷ προσηκούσης πατρόθεν, μεταπεσόντων ἤδη μεταξὺ τῶν σκήπτρων κατὰ τὰς ἀεὶ φερομένας οὑτωσὶ τῶν πραγμάτων τύχας, καὶ πρὸς ἄλλοτ' ἄλλους συχνὰ μεταρριπτουμένας, καὶ παραλλάξεσιν ἀτεκμάρτοις οὕτω καὶ ἀπορρήτοις οἰακιζούσας τὸν βίον, καὶ νῦν μὲν τούτῳ νῦν δ' ἐκείνῳ παρεχομένας τὴν τῶν οἰκείων εὐμένειαν ὀφθαλμῶν, καὶ τοὐναντίον αὖθις καὶ διὰ παντὸς ἑκάτερον, καὶ νόμον γίνεσθαι τοῦτον ἀνομοθέτητον εἰπεῖν, ἐπιφυεῖσαν τοῖς πράγμασιν ἄνωθεν καρπωσάμενον βλαστήν, καὶ μὴ ῥᾷστα δυναμένην ἀναίμακτον προΐεσθαι τὴν μεταβολήν, οὐδ' ἄνευ τὸ πλεῖστον εἰπεῖν τοῦ βιαίου. δεδιέναι γοῦν καὶ τὰς ἐφεδρευούσας τοῖς τοιούτοις κῆρας, ὅσαι θανάτων παντοίων μεστὰς ὑποτείνουσι χεῖρας· καὶ χρῆναι διὰ ταῦτα, πρὶν μεταστῆναι τὸν δίκην ἰσθμοῦ τοὺς ἑκατέρωθεν ἀναχαιτίζοντα κλύδωνας, τοὺς ἑκατέρων ὁρισθῆναι θεσμούς. Τοσαύτην τοίνυν κατ' αὐτοῦ ῥαγεῖσαν κυμάτων ἐπαγωγὴν ἐν ταὐτῷ συνορῶν ὁ βασιλεὺς οὕτω στενῷ κομιδῇ τῷ καιρῷ, ἤσχαλλέ τε καὶ ἐδυσφόρει, καὶ μακραῖς ἐβάλλετο καὶ πολυτρόποις τὴν ψυχὴν ὀδύναις. μὴ ἔχων δ' ὅπῃ βλέψας παρήγορον ἄν τινα δέξαιτο λόγον, ἔστενέ πως καὶ αὑτόν, καὶ οἷον ἀπολεγομένῳ ἐῴκει τὸ ζῆν. ἐχεμυθῶν γὰρ ἦν ἀεί, καὶ οὐδενί ποτε τῶν ἁπάντων ἐβούλετο κοινοῦσθαι τῶν τῆς ψυχῆς ἀπορρήτων οὐδὲν οὐδαμῇ· πάντων γὰρ καθάπαξ ἀποδοκιμάζειν εἴωθεν ἀεὶ τὰ βουλεύματα, καὶ πρὶν ἀκοῦσαι. οὕτω τοίνυν ὁρῶσαν τὴν βασιλίδα τὸν σύζυγον ἔχοντα λύπης, φάσκειν ἐπῄει τοιαδὶ πρὸς αὐτόν. «ὅτι μὲν οὐκ ἀθεεὶ τὰς συμφορὰς ἐπιέναι τοῖς ἀνθρώποις ἔστι, καθάπερ δήπουθεν οὐδὲ τὰς εὐπραγίας, ἀγνοεῖν οἶμαι τῶν πάντων οὐδένα, οἷς νοῦ μέτεστι καὶ διανοίας, τῶν ἀεὶ γιγνομένων στοχαζομένοις ὀρθῶς. δίκαιον δ' εἶναι τὸν θεὸν καὶ δίκαια δρῶντας ἀνθρώπους φιλεῖν, καὶ τοῦτο δ' οἶμαι τοῖς ἅπασι γνώριμον εἶναι οἷς τὸν νοῦν τῆς ψυχῆς οἴαξι πηδαλιουχεῖσθαι ξυνερρυήκει συνέσεως. τὸ γοῦν ἕωθέν τινα τὴν πρόσω φάναι πορείαν βαδίζειν ἁπάσῃ σπουδῇ προθέμενον τοσοῦτον ὄπισθεν ἑσπέρας ὁρᾶσθαι καθήμενον ὅσον ἔμπροσθεν ἐχρῆν, τοῦτο δὲ καὶ οἷς ὀλίγος ἐμπέφυκε νοῦς, γνοίη ἂν θεοῦ πάντως εἶναι, μήτε μὴν τοῖς τοῦ βαδίζοντος τρόποις ἀρεσκομένου, καὶ ἅμα τοῖς τούτῳ δρωμένοις ἅπασιν ἐμφανῶς μαχομένου, καὶ ἐς τὰ πάνυ τῶν προοιμίων ἐναντιώτατα πέρατα τὴν σπουδὴν ἀντιπεριάγοντος. μέμνημαι τοίνυν οὐχ ἅπαξ, οὐδὲ δίς που καὶ τρὶς μόνον, ἀλλὰ καὶ μάλα δήπου γε πολλάκις ἀμφοῖν ἡμῖν εἰπόντος τοῦ Γρηγορᾶ κατὰ τὰς ἐνταυθοῖ πολλάκις ἰδιαζούσας μακρὰς καὶ πολυειδεῖς ἡμῶν ὁμιλίας (οἶσθα δὲ καὶ αὐτός) τὰς βίβλους εἶναι τοῦ Παλαμᾶ δυσσεβείας πλήρεις μακρᾶς· ἃς δεχομένοις ἡμῖν, καὶ πολλὴν καὶ παντοδαπὴν τὴν εὐμένειαν σφίσι παρεχομένοις, ἔφασκέ τε καὶ ὑπισχνεῖτο μηδενὶ τῶν ἡμῖν γε δρωμένων δημοσίων εὐδρομίαν ἀκολουθήσειν πρὸς τοῦ δικαίου θεοῦ, ἀλλ' ἀνατρέπεσθαί τε πάντα καὶ φθείρεσθαι προφανῶς, καθάπερ κεραυνοῖς αἰθερίοις τὰ λήια. εἰ δέ που καὶ δόξειε τῶν ἡμετέρων ἔργων ἓν ὁποιονοῦν ὁπῃοῦν εὐτυχεῖν ἐκ προοιμίων, ἀλλ' οὖν οὐκ εἰς μακρὰν ἐκεῖ πικρὸν ἐπιφύεσθαι καὶ μάλα πολύχουν ἐν τοῖς πέρασι τὸ γεώργιον. τοῦτο δὲ καὐταῖς πανδήμοις σφοδρότερον ἠκηκόειμεν φάμενον, οὐ δισταγμοῦ τινὸς μέρος παραμιγνύντα τῷ ἤθει, ὁποῖος τοῖς δεδιόσιν ἕπεται τὴν τοῦ μέλλοντος ἀδηλίαν ὡς τὰ πολλά. καὶ οἶσθά γε ὡς ἠχθόμεθα τῆς παρρησίας τἀνδρί· ὃ δ' οὐκ ἐνεδίδου λέγων. σκεπτέον οὖν μὴ θεοῦ μαχομένου διὰ τὸ δόγμα πονῶμεν ἀνήνυτα.» Ταῦτα τοίνυν καὶ τὰ τοιαῦτα διεξιούσης ἐκείνης, «ὦ γύναι» φησὶν ὁ βασιλεύς, «οὐ πάντα καθάπαξ χρεὼν ἀνατιθέναι θεῷ. εἶναι γάρ τινα καὶ τύχην τύραννον, κατὰ τὸ αὐτόματον ἐπιοῦσαν τοῖς τῶν ἀνθρώπων πράγμασι, κἀκ τοῦ προσεχοῦς αὐτὴν μᾶλλον τἀνθρώπεια διοικοῦσαν ἢ τὸν θεόν, ἐνέργειαν μὲν καλουμένην ἄκτιστον, δεσποτικοὺς δὲ χαρακτῆρας φέρουσάν τε καὶ δεσποτικῶς τοῖς πράγμασιν ἐπιστρατεύουσαν κατὰ τὴν τοῦ αὐτομάτου φοράν τε καὶ κίνησιν. εἰ δ' οὖν, λόγον ἐγώ σοι καὶ μάλα εἰδυίᾳ ἐρῶ, τῆς ἐμῆς ἀληθείας μάρτυρά τε καὶ βεβαιωτήν. οἶσθα γὰρ ὁποίαις καὶ ὅσαις ἠπειγόμην ἐξευμενίζειν τὸν θεὸν χρημάτων δόσεσιν, ἃς ἀφθόνοις παλάμαις ἐξήντλουν ἱερεῦσι καὶ μονοτρόποις, καὶ ὅσοι σπηλαίοις ἐνδιαιτῶνται καὶ ὄρεσι, καὶ ὅσοι τῶν ἄλλως πενίᾳ καὶ νόσῳ συζώντων ὑπῆρχον, καὶ πῇ μὲν δημοσίᾳ, πῇ δὲ βλέποντος ἁπάντων οὐδενός. ὤνησαν δ' ἡμῖν οὐδέν, ἀλλ' αὔραις, ὥς γε ἔοικεν, ἐκεῖνα πάντ' ἐκπεπονήκαμεν, καὶ περιέστη ἡμῖν ἐκεῖνα παθεῖν ἃ μηδὲ τοῖς σφόδρα ἀνδροφόνοις διὰ βίου πεπονθέναι ξυμπέπτωκεν. ἀφ' οὗ δ' ὁμόφρων γεγένημαι Παλαμᾷ, καὶ βασιλεὺς εὐθὺς κεκράτηκα.» ἣ δ' ὑπολαβοῦσα τοιάδ' ἀντέφησεν αὖθις. «ἐγὼ δέ» φησιν «ἐκ τῶν ἡμετέρων καὶ ἀνθρωπίνων βραχέα σοι φθέγξομαι. Εἰπὲ γάρ μοι· εἴ τις τῶν ἡμετέρων δούλων ἀμπελῶνος εἰπεῖν ἢ τῶν ἄλλως ἐχόντων ἡμῖν κτημάτων ἑνὸς οὑτινοσοῦν ἐπιμελητὴς ὑφ' ἡμῶν καταστάς, ἔπειτα τὴν μὲν δεσποτείαν ἡμῶν ἀφῃρεῖτο περιφανῶς, πολλοστημόριον δὲ τῶν ἐκεῖθεν παρείχετο φέρων ἡμῖν καρπῶν, οὐ μᾶλλόν γ' ἂν ἐμεμισήκειμεν ἐκεῖνον ἢ ἠγαπήκειμεν; τοῦτ' αὐτὸ νομίζειν ἔπεισί μοι καὶ περί γε τοῦ μόνου θεοῦ. εἰ γὰρ πλούτου καὶ δόξης τοσαύτης ἡμεῖς ἀπολαύοντες πρὸς θεοῦ, ἔπειτα τὴν αὐτοῦ δεσποτείαν πολυθεΐαν ἑκόντες ἤ τινι τῶν ἁπάντων ἑτέρᾳ παρ' αὐτὸν ἐνεργείᾳ, ἐξευμενίζειν ἐκεῖνον νομίζοιμεν πολλοστημόριον χρημάτων τῶν αὐτοῦ προσάγοντες αὐτῷ, θᾶττον μέντ' ἂν μισήσειεν ἢ ἀγαπήσειεν ἡμᾶς, ὅτι τὸ μεῖζον ἀφαιροῦντες τοὔλαττον παρέχομεν, ἢ μᾶλλον τὸ πᾶν ἀφαιροῦντες τὸ μηδὲν παρέχομεν. εἴη δ' ἂν κἀκ τῶν ἡμετέρων ἔτι πραγμάτων ἐναργέστερα τὰ λεγόμενα. οἶσθα γὰρ ὡς πρὶν ἢ ταῖς τοῦ Παλαμᾶ προστεθῆναι καινοφωνίαις ἡμᾶς, σφόδρα γε ἐξ οὐρίας ἡμῖν τὰ τῆς εὐδαιμονίας ἔπλει, καὶ οὐδὲν ἀντέπνει τῶν δεινῶν ἀντίπρῳρον, ἀλλὰ καὶ ὑπ' ἄλλων τέως βασιλευόμενοι πλείω τῶν βασιλευόντων ἡμεῖς τὴν ἰσχὺν ἐκαρπούμεθα, καὶ τὸ τῆς βασιλικῆς ἐκείνης δόξης κλέος πλεῖον ἡμῖν ἢ τοῖς ἔχουσι περιῆν· ἐκείνων γὰρ ἐνομίζετο καὶ ἡμῶν ἦν. ἀφ' οὗ δὲ τοῖς ἀμφὶ τὸν Παλαμᾶν φέροντες συμμαχεῖν ἡμᾶς αὐτοὺς ἐδεδώκειμεν, κατὰ πόσας ἡ τίσις εὐθὺς ἠκολούθει· πᾶσαν μὲν γὰρ εὐθὺς κακοδαιμονίαν συλλήβδην εἰπεῖν διηντλήκαμεν, πᾶσαν δ' ἐκείνην τὴν δόξαν μετὰ τοῦ πλούτου παντὸς ἡμῖν ἀποβεβληκέναι ξυμπέπτωκε, καθάπερ τοῖς διαγρηγορήσασι τὰ ἐν τοῖς ὕπνοις ὀνείρατα. καὶ τὸ τῆς βασιλείας δ' ὀψὲ περιζωσαμένοις κράτος ἕπεται δυστυχεῖν ἡμῖν ἀνακράτος, οἶμαι, διὰ τὸ μὴ τὴν βασιλικὴν ἰσχὺν εἰς διόρθωσιν ἀλλ' εἰς διωγμὸν ἐκκενοῦν τῶν ὑπὲρ τῆς πατρίου λεγόντων πίστεως. ταῦτα δ' οὐ σοὶ λέγουσα ὀνειδίζω τὰς τύχας, ἀλλὰ τὰς ἐμὰς ἀποκλαίομαι συμφοράς. οὐ γὰρ ἄλλος ἐμοῦ γε σύ. τά τε γὰρ ἄλλα καὶ τῶν αὐτῶν ἐσμὲν ἄμφω γεννήτορες παίδων· καὶ εἰ μὴ πλέον, ἀλλ' ἐπ' ἴσης γοῦν σοι τὴν καρδίαν ἐμπίπρασθαί με κἀπὶ ταῖς νῦν αὐτῶν περιστάσεσι, πάντως οὐκ ἂν οὐδ' αὐτὸς ἀρνηθείης. εἰ δ' οὖν, λεγέτω μοί τις παρελθών, τίνος ἑτέρου τῶν πάντων ἕνεκα, τοσούτου κατέχοντος ἤδη ψύχους τήν τε γῆν καὶ τὸν περιέχοντα τοῦτον ἀέρα, καὶ τοσούτου χειμῶνος αὖθις τοῖς καθ' ἡμᾶς περικεχυμένου πράγμασιν, οὖσα γυνὴ τὸν ἐντεῦθεν ἐς Ὀρεστιάδα καὶ Διδυμότειχον ἀναδέχομαι μόχθον, παύειν ἐπειγομένη τῶν κοινῶν ἡμῖν παίδων τὰς περιστάσεις, καὶ εἴ τινές ποτ' ἄρ' εἶεν καὶ ὅσοι κυκεῶνας καὶ κλύδωνας.» Ἀλλὰ τὸν περὶ τούτων εἰς δάκρυα καταλελυκότες λόγον τέως ἀνέστησαν, καὶ ἡ μὲν βασιλὶς ἁπάσῃ σπουδῇ παρεσκευάζετο πρὸς τὴν ἔξοδον, ὁ δὲ βασιλεὺς πέμψας ἠξίου τὸν ἡγεμόνα Βιθυνίας καὶ γαμβρὸν Ὑρκανὸν μὴ βοηθεῖν Γεννουίταις. καὶ ἅμα περὶ τῶν αὐτῶν ἠξίου πέμψας καὶ ὁ τοῦ Βενετικοῦ ναύαρχος στόλου, καὶ δῶρα τὰ μὲν ἐδίδου τὰ δ' ὑπισχνεῖτο. ὃ δ' ἐλπίσι μετεωρίζων διῆγε κεναῖς, δύ' ἐν νῷ ἔχων ταυτί, ἓν μὲν χρήματα λαμβάνειν ἐξ ἀμφοῖν τοῖν μεροῖν, δεύτερον δ' ὅτι τουτωνὶ μαχομένων ἀλλήλοις ἀφοβίαν ἔχειν συνέβαινε τὴν αὐτοῦ δύναμιν περαιουμένην ληΐζεσθαι Θρᾴκην καὶ Μακεδονίαν, καὶ ὅσαπερ εἴη σκάφη καὶ ναυτικαὶ φορτίδες, φέρουσαί τε καὶ ἄγουσαι κατὰ νόμους ἐμπορικοὺς τἀπιτήδεια καὶ ὧν ἐν χρείᾳ καθίστανται νῆσοί τε καὶ πόλεις παράλιαι, τοῦτ' ἐκεῖνο σχεδὸν ὃ καὶ Φαρνάβαζος ἐκεῖνος ὁ Δαρείου παραθαλάττιος ἔπραττε στρατηγός, τῶν Ἑλλήνων πάλαι κατ' ἀλλήλων μαχομένων. ἀλλὰ γὰρ ἐπειδὴ καὶ τὸ συμβὰν ἐμεμαθήκει μεταξὺ κατ' αὐτοῦ πλημμέλημα νεωστὶ πρὸς τῶν τοῦ βασιλέως υἱέων, ἀνεπήδησέ τε εὐθὺς ὑπ' ὀργῆς καὶ ἠπείλησε τὸν σατραπικὸν καὶ βαρβαρικώτερον τρόπον. εἶχε δ' οὑτωσὶ τὸ συμβάν. πρεσβείαν ὁ τῶν Τριβαλλῶν πρὸ βραχέος ἡγεμὼν ἐπεπόμφει, πρὸς γάμου ζητῶν κοινωνίαν συνάψαι τὴν ἑαυτοῦ θυγατέρα τῶν τοῦ Ὑρκανοῦ τούτου παίδων ἑνί, ἵνα συγγενικῆς σχέσεως τὰς μεταξὺ σπονδὰς ἐρειδούσης μονιμώτερον τῇ τῶν Τριβαλλῶν ἐντεῦθεν εἴη χώρᾳ τὸ ἄφοβον. ἐς τοσοῦτο γὰρ ὁ βάρβαρος οὗτος ἤρθη δυνάμεως Ὑρκανός, ὡς μὴ μόνον Μακεδονίαν καὶ Θρᾴκην καὶ τοὺς ἐν Θρᾴκῃ ληΐζεσθαι Ῥωμαίους καὶ Μυσοὺς ἀδεῶς, ἤδη δὲ καὶ Τριβαλλοῖς μακρὸν ἐνέβαλε δέος, πολέμιον κἀπὶ τῆς χώρας ἐκείνων ἐκπέμπων στρατόν, καὶ πλείστην ἐκεῖθεν ἐπαγόμενος, ὁπότε βούλοιτο, λείαν. τὴν δὴ τοιαύτην ἀσμένως ὁ βάρβαρος δεδεγμένος πρεσβείαν, δεξιάν τε ἐπεπόμφει σπονδῶν, καὶ ἅμα τοὺς τὸ κῆδος βεβαιώσοντας πρέσβεις. καὶ μὲν δὴ τούτοις ἐνεδρεύσας ἐπανιοῦσι μετὰ Τριβαλλικῶν πρέσβεων καὶ δώρων συχνῶν, περί που τὰς τοῦ Ῥαιδεστοῦ παρόδους, ὁ τοῦ βασιλέως ἐπὶ θυγατρὶ γαμβρός, ὁ τοῦ τῶν Αἰτωλῶν καὶ Ἀκαρνάνων ἄρξαντος Κόντου πάλαι παῖς, τὰ μὲν δῶρα ἐκεῖνα λῃστρικώτερον διήρπασε τρόπον, τῶν δὲ πρέσβεων οὓς μὲν ἀπέκτεινεν ἐξ ἐφόδου, οὓς δ' ἐζώγρησε. καὶ ἦν αὖθις καὶ τοῦτο προσθήκη δεινὴ τῇ τῶν ταλαιπώρων τύχῃ Ῥωμαίων. ὡς γὰρ χειμῶνος ἐν θαλάσσῃ κυμάτων ἀλλεπαλλήλων πλῆθος, οὕτως ἄλλο ἐπ' ἄλλοις ἀεὶ κἀνταῦθα συμπίπτει δυστύχημα· καὶ πρὶν τὰ πρῶτα δυνηθῆναι θεραπεύειν ὁπωσοῦν, ὁ τῆς ἁμαρτίας δαίμων ἐπαντλεῖ τὰ δεύτερα, κἀπὶ τούτοις αὖ ἀεὶ τὰ μείζω καὶ μηδαμῇ προσδοκώμενα. ναὶ μὴν καὶ ὅσα τῶν παρεσκευασμένων βέβαιόν τε καὶ ἀναμφίλεκτον ἔχειν δοκεῖ πως τὸ εὔδαιμον, καὶ οἷς οὐδεὶς οὐδ' ὁθενοῦν οὐδ' ὁτιοῦν ἔχει μέμφεσθαι, ἕωθεν ἐς ἑσπέραν ἀνατρεπόμενα πάντα κεῖται, καὶ ἐς τοὐναντίον περιχωρεῖ, καὶ ῥᾷστα τῷ τῆς ἁμαρτίας περιτρέπει δαίμονι, ἐξ αὐτῶν ἀπηρτισμένα τελέως εἰπεῖν ἁρπαζόμενα τῶν χειρῶν. καὶ ἀεὶ πλείους καὶ κρείττους κεκτημένοι πολλαχόθεν τὰς ἀφορμὰς τῶν μαχίμων παρασκευῶν, ἥττους ἐν τοῖς καιρίοις ἑκάστοτε μακρῷ τῶν πολεμίων ἐξαίφνης φαινόμεθα· καὶ ἀεὶ γέμοντες ἐλπίδων χρηστῶν, ἀεὶ μακρῶν οὐκ εἰς μακρὰν ἀπογνώσεων τοὺς ἐν τέλει τρυγῶμεν καρπούς. ὃ καὶ μακρᾶς περιίστησί μοι τὰς ἀπορίας, καὶ πολλοῖς καὶ μάλα ἀτόποις περικλύζει τοῖς ἐντεῦθεν κύμασιν, ὡς μηδὲ τὴν γλῶτταν ἔτι πρόσω δύνασθαι κινεῖν, χείροσιν ἀεὶ διηγήμασιν ἐντυγχάνουσαν. καὶ ἢν μὴ σύ μοι λύσαις, Ἀσκληπιός τις καὶ Ἱπποκράτης οὑτωσί πως καμνούσῃ φανεὶς διανοίᾳ, οὐκ ἂν ἐμοὶ τῶν ἐφεξῆς ἐνείη λέγειν οὐδαμῇ, ἀλλ' ἐνταῦθα δή με τῶν ἀποριῶν αἱ φάραγγές τε καὶ τὰ ἔνεδρα φάναι τὸν οὕτω ταλαίπωρον κάμψαι βιάσονται δρόμον τῶν λόγων, πρὶν τῶν δεινῶν ἐπιθεῖναι τὰ μείζω. ἄγε δὴ οὖν, ἄγε, φίλη μοι κεφαλή, τὸ δοκοῦν περὶ ὧν ἂν ἐροίμην, ἀπόκριναι σὺ πρὸς θεοῦ. εἰπὲ πῶς πολλῶν καὶ παντοδαπῶν κατ' ἄλλοτ' ἄλλους καιροὺς ἁμαρτόντων ἀρχόντων καὶ ἡγεμόνων, οὐ τοσαῦτα καὶ τὸ ὑπήκοον ὅσα νῦν πεπονθέναι συμπέπτωκε, μικρὰ δ' οὖν ἢ οὐδέν. ἔπειτα πῶς τῶν ἀρχόντων ἐξουσίᾳ τὰ χείριστα δρώντων, αὐτῶν μὲν τοῖς πλείοσιν ἥκιστα πάσχειν συμβαίνει, σφόδρα δ' οὖν τοῖς ὑπηκόοις, καὶ ταῦθ' ὡς τὰ πολλὰ τοῖς πλείοσι τὴν τῶν ἀρχόντων ἐκείνων βδελυττομένοις μὲν κακίαν, διὰ δὲ φόβον φρίττουσί τε καὶ καταδυομένοις. Καὶ τίς θεοῦ κρίματα δύναιτ' ἂν ἐρευνᾶν, Ἀγαθάγγελε φίλτατε; εἰ μὲν γὰρ ἀλλήλοις ἦν ἀλλήλων γνώριμα, καὶ πᾶσι πάντων ἴσως, ὁπόσα ψυχαῖς ἀπόρρητα θαλαμεύεται, εἶχεν ἂν ὅπως ποτέ τις μεθ' ὁποιασδηποτοῦν τῆς γνώμης τὰ ἑκάστῳ γινόμενα εἰδὼς ἀκαπήλευτον ἐκφέρειν κρίσιν. νῦν δ' ὁρῶμεν ὡς οὐδ' αὐτός τις ἕκαστος δύναιτ' ἂν ἑαυτῷ συνορᾶν ἁμαρτάνοντι, ὅτι τε μάλιστα πάντων περὶ ἑαυτὸν ἐκτετύφλωται μάλιστα πάντων ἑαυτῷ φιλούμενον, καὶ ὅθ' ἥκιστα οἶδεν εἰ τοῦ χρόνου ῥέοντος ἡ κακία ποσὶν ἀδήλοις ἐπιδραμοῦσα δαπανήσει, κύβων δίκην μεταθεῖσα σύνεσιν αὐτῷ, καὶ τοὐναντίον αὖθις ἥγε τῇ κακίᾳ μαχομένη φύσις τἀγαθοῦ. εἰ δὲ τοῦθ' οὕτω, πολλοῦ μέντ' ἂν δεήσειε τὰ ἑτέρων ἑτέρους εἰδέναι ποτέ. θεῷ γὰρ μόνῳ τοῦτ' ἀπρόϊτον τετήρηταί γε καὶ τεταμίευται. ἀνθρώπων δ' ὃς ἂν δρῴη τἀγαθά, πνέοντα βίον εἰρήνης εἶναί οἱ ὑπεσχημένον ἐκεῖθεν βιοῦν, ὃς δ' οὖν τἀναντία, τούτῳ δ' αὖ τἀναντία. εἶναι δ' οὐ πάνυ τι ἐλαχίστον οὐδ' ἀγεννῆ τινὰ τὴν μεταξὺ διαφοράν, ἣν ἀγαθά τε ἔχει πρὸς ἀγαθὰ καὶ ἣν αὖ κακία πρὸς κακίαν. ἀγαθῶν μὲν γὰρ ἁπάντων κράτιστόν τε καὶ πρώτιστον ἔγνωμεν εἶναι τὴν πρὸς θεὸν εὐσέβειάν τε καὶ ἀκαπήλευτον πίστιν. «ἀγαπήσεις» γάρ φησι «κύριον τὸν θεόν σου ἐξ ὅλης ψυχῆς καὶ ἐξ ὅλης τῆς διανοίας σου,» καὶ πάλιν «κύριον τὸν θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.» τὸ γὰρ ἄλλῳ τῳ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύειν ἐστί. γνώριμον δ' ἂν εἴη σοι πάντως ἡ τῶν τοιούτων ἀγαθῶν ἐκ τῶν βαθμῶν ἑξῆς καὶ ὑποβάσεων τῆς ἀπαριθμήσεως διαφορά. κακῶν δ' αὖ ἁπάντων ἂν εἴη κάκιστον ἐκ διαμέτρου πάντως ὁ θεοῦ χωρισμός, οὗ σημεῖον καὶ γνώρισμα προφανὲς ἡ τῶν πατρίων κανόνων καὶ νόμων ἀθέτησις, ἣν προσθέσεσί τε γίνεσθαι καὶ ὑφαιρέσεσι τοῖς θεομάχοις συμπίπτει, καὶ ἅμα ταῖς ἀναιδέσιν ἐπιορκίαις. οὐδὲ γὰρ ἂν ἐπιορκῆσαί ποτε γένοιτο θεόν, ὅτῳ ἂν εὐσεβεῖς περὶ θεοῦ τὰς ὑπολήψεις ἐν καρδίᾳ περιθάλπειν ἐνείη. μάθοις δ' ἂν ἀκριβῶς, Ἰουδαίων ἐξετάζων τοὺς πάλαι, οἷς τὸ τοῦ θεοῦ σέβας εἰς ἀλλοτρίους μετατιθεμένοις θεοὺς δούλοις εὐθὺς καθίστασθαι τῶν περιοίκων συνέπιπτεν ἐθνῶν, ὧν εὐσεβοῦντες ἦσαν δεσπόται, ἡγεμόνος δ' αὖθις εὐσεβοῦς καθισταμένου, καὶ τῶν ἐναντίων αὖθις ὑπερτέροις γίνεσθαι καθίστατο. καὶ ἵνα τοὺς πάλαι καταλίπωμεν, ὅρα μοι Κωνσταντῖνον τὸν μέγαν ἐν βασιλεῦσιν, ᾧ τὸ τῶν ψευδωνύμων σέβας εἰς τὸν ἀληθῆ μετενεγκόντι θεὸν πλείονος ἢ κατὰ πάντας τοὺς πρὸ αὐτοῦ βασιλέας ἄρξαι γέγονε γῆς. ἀλλὰ τοῖς μετ' ἐκεῖνον εὐθὺς ἄρξασί τε καὶ ἀρξαμένοις τὰς αἱρέσεις κατὰ τῶν θείων δογμάτων εἰσάγειν τῆς πίστεως, καὶ θεὸν ἐπιορκεῖν ὃν ἄκροις ἔφασκον σέβειν τοῖς χείλεσιν, εὐθὺς καὶ τὸ τῆς ἀρχῆς ἐκείνης ὑπὸ τῶν ἐχθρῶν ἠρέμα καὶ κατὰ μικρὸν ζημιοῦσθαι συνέβαινε μέγεθος. Ἀλλ' ὁ μακρὸς ἐπιλείψει με χρόνος παλαιῶν τε καὶ νέων ὑποδειγμάτων μεμνῆσθαι πρὸς τὴν τῶν εἰρημένων ἀλήθειαν θέλοντα. τοῦτο δ' οὐ πάνυ τι συγχωρεῖν τὴν τῆς ἱστορίας ἁπλότητα. διὸ τοῖς ῥηθεῖσιν ἐκεῖνο μόνον προσθεὶς ἀπαλλάξομαι. μαθεῖν γὰρ ἐζητήκεις καὶ ὅπως τῶν προσεχῶς τῆς κακίας αἰτίων ἀρχόντων ἥκιστα πασχόντων ἐνίοτε, μόνον πολυτρόποις δαπανᾶται πάθεσι τὸ ὑπήκοον, μικρὰν ἴσως ἢ μηδεμίαν ἑτέραν συνεισενεγκάμενον τὸ παράπαν πλὴν τοῦ συνειδέναι καὶ συμπαρανομεῖν διὰ φόβον. φαίνεται τοίνυν ὥς γε τῶν πάλαι βίβλων αἱ πλείους οὐ μικρὰς συνιέναι παρέσχον τὰς ἀφορμάς, καὶ ἅμα ἡ χρόνιος ἡμῶν ὅπως ποτὲ πέπεικεν ἐμπειρία, ὡς οἷς τῶν ἡγεμόνων μήτε πᾶν τὸ τῆς αἰτίας ἄντικρυς ἀνεῖται ἐς κακίαν ἐνδόσιμον, ταῖς τε συμφοραῖς τῶν ὑπηκόων κηδεμονικῶς καμπτομένοις ἐν ταπεινώσει γίνεται καρδίας τούτοις ἐπικαλεῖσθαι τὸν κύριον, τούτους δήπουθεν οἰκτείρων ἐνταυθοῖ κατὰ τὸ τῆς αἰτίας δίδωσι πάσχειν ἀνάλογον, ἵν' ἐς τὸ μέλλον σχῇ κουφοτέραν τὴν κόλασιν. εἰ δ' αἴτιος μὲν τῆς ὅλης εἴη κακίας καθάπαξ αὐτός, δι' ἣν ἐς φθορὰν ὁλοσχερῆ τὸ ὑπήκοον καταφέρεται, ἔπειτ' αὐτὸς ἀνάλγητός τε μένων καὶ ἥκιστα ταῖς τοιαύταις συμφοραῖς μήτε καμπτόμενος, μήτε μὴν οὐδ' ἄχρι τοῦ φαινομένου συμπάσχειν ὁρώμενος σχήματος, ἔπειτα μακρὸν ἐξ ἀπονοίας καὶ τῦφον ἐν ψυχῇ περιθάλπει, δικαίωμα τοῦ μὴ δῆθεν αὐτὸν ἁμαρτεῖν τὸ μὴ πάσχειν οἰόμενος, τούτῳ πάντας ἐκεῖ τοὺς τῆς δίκης λαμπρῶς ταμιεύει πρηστῆρας. μηδὲ γὰρ εἶναι τὴν ἐνταῦθα κόλασιν ἀποχρῶσαν οὕτω μεγάλοις καὶ παρανομωτάτοις πταίσμασιν ἀσεβείας, ἧς τὰς δίκας αὐτός θ' ὑπὲρ ἑαυτοῦ ὀφλισκάνει, καὶ ἅμα ὑπὲρ τοῦ τῶν ὑπηκόων δι' αὐτὸν ἀπολωλότος πλήθους· ποιμένος γὰρ ἀνειλημμένος τόπον, μὴ μόνον οὐ πεποίηται τὴν ἁρμόττουσαν τῷ ποιμνίῳ πρόνοιαν, ἀλλὰ καὶ φθορᾶς αὐτῷ προσεπεδαψιλεύσατο τρόπους, λύκος ἀντὶ προστάτου καὶ ποιμένος φανείς. ἔπειτα οὐδ' ἡμῖν ἀνθρώποις οὖσιν ἀνεῖται τὴν ἐν ὁτουδηποτοῦν ἑτέρου κρυπτομένην καρδίᾳ κακίαν ἢ ἀρετὴν πλὴν ὅσον ἐκ τῶν ἔξωθεν σχημάτων καὶ χρωμάτων τοῦ τε ἤθους καὶ τῶν λόγων εἰκασίας θηρᾶσθαι τινὰς ἀμυδρῶς. γνοίης δ' οὖν ὁμῶς κἀντεῦθεν, εἰ τὰ πλείω διὰ συντομίαν καὶ τουτωνὶ παρέντες τοῦ ἄρχοντος διεξέλθοιμεν ἔνια. ἔσται γὰρ ἐκ τῶν ἔξωθεν σημείων γνώριμος τοῖς συνετωτέροις καὶ τουτουὶ τῆς ψυχῆς ἡ διάθεσις, καὶ ὡς σφαλεραὶ μὲν περὶ θεοῦ τῇ τούτου καρδίᾳ θαλαμεύονται ἔννοιαι, καὶ κηλίδων οὐ μάλ' ἀξίων τοῖς τῆς εὐσεβείας δόγμασι τὸ λογιζόμενον ἐμπίπλαται τῆς ψυχῆς. καὶ τοῦτ' ἂν εἴη τοῦ μηδὲν τῶν αὐτῷ πραττομένων εὐοδοῦσθαι τὸ αἴτιον, ἥκιστ' ἀνεχομένου θεοῦ μὴ θεατρίζειν τὴν ἐν τοῖς τῆς καρδίας θαλάμοις κεκρυμμένην κακίαν διὰ τῶν ἔξωθεν πραγμάτων. ἔχει δὲ οὕτως. Ὁ Πισσαῖος Νικόλαος, ὁ τῶν τεσσαρεσκαίδεκα Βενετικῶν νεῶν ναύαρχος ἐκείνων, ἃς καταπεπλευκέναι πέρυσιν ἔφαμεν κατὰ τοῦ Γαλατωνύμου φρουρίου, ἐπειδὴ καὶ βασιλέα σύμμαχον λάβοι καὶ ὁμόφρονα τοῖς Βενετικοῖς κατὰ τῶν Γεννουιτῶν, ὅρκους φρικώδεις δοὺς καὶ λαβών, ἔπειτ' αὐτὸς μὲν ὅλος τῶν ἐνεστώτων τηνικαῦτα γινόμενος ἔργων τὸν βασιλέα πρὸς μὲν τὴν μάχην ἐκείνην ἀργῶς διακείμενον ἔβλεπε, πρὸς δ' ἕτερα τὴν ὅλην σπουδὴν περισπώμενον, τὰ καθ' ἡμῶν ἐκεῖνα δηλαδὴ λῃστρικὰ συνέδρια, βιαιότερόν πως ἐνέκειτο διεγείρων εἰς τοὖργον. πάντων γὰρ ἔλεγεν ἥκιστα δεῖν καρτερεῖν ἐνταυθοῖ, τῶν πολεμικῶν οὐκ ἀνεχομένων ὅλως πραγμάτων οὐδ' ἐς μικρὸν ὑπερτίθεσθαι, ἀλλ' ἐν τῷ παραχρῆμα τὴν ἔμπρακτον ἀπαιτούντων ὀξύτητα. δὶς δ' οὖν καὶ τρὶς καὶ πολλάκις ὁμοίας αὐτῷ παρεῖχε τὰς ἀποκρίσεις ὁ βασιλεύς, μετὰ μάλα τι γαύρου καὶ ἀναμφισβητησίμου τοῦ ἤθους, «μεῖνον» λέγων «μικρόν με καταβαλεῖν τοὺς δογματικοὺς ἐχθροὺς τῆς ἐμῆς προαιρέσεως ἐπειγόμενον. κἄπειτ' ἀναστὰς ὡς νοσσιὰν τὸ πολέμιον τουτοῒ καταλήψομαι φρούριον, ῥᾷον ἢ κατὰ πᾶσαν ὑμῶν προσδοκίαν.» ἔπειτα κατεσπουδασμένην τινὰ καὶ σχέδιον δι' ἐκεῖνον δῆθεν τὴν ἡμετέραν ποιεῖσθαι θέλων ἀπαλλαγήν, στραφεὶς πρὸς τοὺς ἡμῶν ἀσκητικοὺς ἐκείνους ἄνδρας, οἳ τοῖς τῆς μακρᾶς ἀρετῆς καὶ πολυετοῦς ἀσκήσεως ἴχνεσι τὸ αἰδέσιμον λίαν ἐκόσμουν τῆς πολιᾶς, ἔφασκε τοιαδί. «τοσοῦτο βέλτιον αἱροῦμαι» φησὶν «τὰς ὑμῶν ἀράς, ὅσον μισῶ τὰς εὐχάς· τοσοῦτο δ' αὖ ἀπαναίνομαι τὰς Παλαμικὰς ἀράς, ὅσον ἀσπάζομαι τὰς εὐχάς.» ἔπειτ' ἐκεῖνα τὰ λῃστρικὰ πεπραχὼς ἐξ αὐτοσχεδίου, ἃ μακρᾶς τινὸς δεῖται σχολῆς ἀφηγεῖσθαι, πρὸς τὸν Λατινικὸν ἐξῄει πόλεμον, μακράν τινα σφόδρα καὶ ὡς εἰπεῖν ὑπερνέφελον ἐπαγόμενος τὴν ὀφρύν, ὅτι τοιούτοις ἐφοδίοις καθώπλισεν ἑαυτόν. εἰ δὲ καὶ τὰ τῶν αἰθερίων κεραυνῶν ἀμυντήρια τηνικαῦτα καθεύδειν προῄρηνται, τρίβον τῇ ὀργῇ φιλανθρώπως ὁδοποιοῦντος τοῦ κτίσαντος, ἀλλ' ὁ ἐφεξῆς ἐκεῖθεν οὐκ ἔληγε χρόνος νύκτωρ καὶ μεθ' ἡμέραν ἀεὶ διὰ τῶν ἔργων ἐλέγχων περιφανῶς, καὶ πάσας αὐτόχρημα πανηγυρικῆς βοῆς ἐμπιπλῶν ἀκοάς, καὶ ἐξαγγέλλων τὰς ἐκ πολλοῦ τῇ καρδίᾳ τἀνδρὸς ἐντεθησαυρισμένας δυσσεβεῖς περὶ θεοῦ καὶ τῶν θείων δογμάτων ἐννοίας καὶ τοὺς τῆς ἀπονοίας ἐκείνης γεννήτορας τύφους. Ἔτι καὶ τοῦτο προσθήσω τοῖς εἰρημένοις, ἀκόλουθον εἰς παράστασιν τῆς γνώμης ὑπάρχον καὶ τοῦτο τἀνδρός. ἔστι δὲ τῶν πολλῶν ἓν ἃ φειδοῖ παρήκαμεν αὐτοῦ. Εἰρήνη γὰρ ἡ βασιλὶς καὶ σύζυγος αὐτοῦ πολλὰς ἐπήνεγκεν ἐμοὶ παρακλήσεις, εὐχαριστήριον ὡς ἐξ αὐτῆς ἐκθεῖναι λόγον τῇ πανάγνῳ μητρὶ τοῦ θεοῦ, ἅτε τὴν σφῶν βασιλικὴν ἐς Βυζάντιον εἴσοδον καὶ λῆξιν τῆς ἐπικινδύνου καὶ μακρᾶς ἐκείνης πλάνης ἐν μνήμῃ μιᾷ τῶν αὐτῆς ἑορτῶν γενομένην, καὶ οὐκ ἄλλοθεν εἶναι ὁμολογεῖν ταυτηνὶ τὴν ἐπικουρίαν πλὴν αὐτῆς. φιλοτιμότερον τοίνυν ἐμοῦ τὸν τοιοῦτον ἐκδεδωκότος λόγον διὰ τὴν τῆς βασιλίδος ἔφεσιν, αὐτὸς θεασάμενος ἀντὶ τοῦ ἀγαπῆσαι μεμίσηκε μάλα τι μᾶλλον, ὅτι μὴ τῇ αὐτοῦ συνέσει καὶ στρατηγίᾳ τοῦ τροπαίου τὸ πᾶν ἀνῆπτεν, ἀλλὰ τῇ μητρὶ τοῦ θεοῦ, ὥσπερ ἂν εἰ νεκρὸν ὑπάρχοντα κεκόμικε, φησίν, αὐτὸν ἐκείνη μετὰ ξυλίνου τινὸς κραββάτου. πρὸς ταῦτ' ἐγὼ μὲν ἐξεπεπλήγμην, καὶ τὴν αὐτοῦ κατ' ἐμαυτὸν κακοήθειαν ἐμεμψάμην· ἡ δὲ βασιλὶς Εἰρήνη λόγοις μὲν σκληροτέροις τοῖς πρὸς αὐτόν, ἔργοις δὲ τοῖς ἐφεξῆς ἔφηνεν ὅσον τῆς εὐηθείας καὶ αὐτὴ τοῦ συζύγου κατέγνω. διὰ γὰρ μεγάλης ἔχουσα σπουδῆς λαμπρὰν τῇ θεοτόκῳ καὶ πολυτελῆ πανήγυριν ἑορτάζειν κατὰ περίοδον τῆς ἡμέρας ἐτήσιον, ἀπέσχετο τοῦ λοιποῦ καὶ σεσίγηκεν, οὐ καλὰ μαντευομένη περὶ τἀνδρός, οὐδ' ἑσπέρας ἀπαντήσειν στοχαζομένη τὸν δρόμον τοῦ βίου χρηστὸν αὐτῷ καὶ παισί. καὶ μὲν δὴ τοῦτ' ἦν ὃ τήν τε πρόθεσιν καὶ προθυμίαν ἔσβεσε τῆς βασιλίδος τότε, καὶ τὴν ἑορτὴν ἐκείνην πέπραχεν ἀνέορτον πρὶν εἰς ἡλικίαν ἐληλυθέναι, ῥίζαις αὐταῖς ἐκτεμόν, καὶ λήθης πυθμέσι μετὰ τοῦ πανηγυρίζοντος ἐκείνου καταχῶσαν λόγου. Ἐμοὶ δὲ πλεῖστα διεξιέναι ἔχοντι παραπλήσια, σιγῇ δ' οὖν παρεληλυθέναι κέκριται δεῖν, αἰδοῖ τῆς πάλαι τοῦ ἀνδρὸς φιλίας. ἀποχρῆναι γὰρ οἶμαι κἀκ τούτων ἀνιέναι συνετοῖς ἀνδράσι, καὶ μάλιστα σοί, διὰ τῶν ἔξω τοιούτων ἰχνηλατοῦντι σημείων ἐπὶ τὰς πρώτας αἰτίας καὶ διαλήψεις τῶν τῆς ψυχῆς τοῦ ἀνδρὸς ἕξεων καὶ διαθέσεων, καὶ ἠρέμα καὶ κατὰ μικρὸν ἀεὶ σκοπουμένῳ τε καὶ ἀναλαμβάνοντι τὸν τῆς συνεχοῦς εἰκασίας εἱρμόν, τοῖς πρώτοις ἐναρμόττειν ἴχνεσι τὰς κατόπιν τὰς ἐκ λογισμῶν ἐφόδους, κἀκ ποίας εὐθὺς εἰδέναι ῥίζης τὸ πονηρὸν ἐκεῖνο βλαστάνει γεώργιον, κἀκ ποίας χεῖται πηγῆς τὰ τοσαῦτα κατὰ τῶν θείων τῆς ἐκκλησίας δογμάτων ναυάγια, καὶ ὅθεν ἔτι πολύχουν οὕτω καὶ ἄφθονον κατὰ τῆς Ῥωμαίων τύχης ῥεῖ τὸ κακόδαιμον, καθ' ὅσον ἐφικτὸν ἀνθρώποις· τὸ γὰρ ἄκρως ἀληθὲς μόνῳ θεῷ τεταμίευται. ὥστε σε χρεὼν ὁρῶντα πλείστους οὐ μεγάλα μὲν ἐς προῦπτον ἁμαρτάνοντας, μεγάλα δ' οὖν ἐς προῦπτον πάσχοντας, μήτ' ἀπορεῖν μήτε γνωσιμαχεῖν ἐς πλεῖστον, ἀλλὰ τῷ μόνῳ θεῷ παραπέμπειν τὴν κρίσιν, τῷ τὰς πρώτας αἰτίας γινώσκοντι τῆς τὰς ἐννοίας ἐχούσης ψυχῆς περὶ θεοῦ τε καὶ τῶν θείων δογμάτων πάνυ τι σφαλεράς, καὶ ἥκιστ' ἐς πλεῖστον ἀνεχομένῳ τὴν τῶν πλείστων ἐν τούτοις καλύπτειν σιγήν, τῶν τε ἄλλων καὶ ὅσοι τοῖς ἐπισκοπικοῖς ἐνιδρύονται θρόνοις, οἳ συνευδοκεῖν ἑκοντὶ ταῖς ἀρχαῖς καὶ ἐξουσίαις οὐκ ὀκνοῦσι τοῦ παρόντος αἰῶνος, πῇ μὲν ματαίας ἕνεκα δόξης καὶ τύχης, πῇ δὲ προσκαίρων οἵων δὴ τινῶν φόβων. ἑκόντες γὰρ ἑκάτεροι τὰ μέγιστα λανθάνουσι βλάπτοντες κοινῇ τε καὶ καθ' ἕκαστα ἑαυτούς, τῆς αἰωνίου δόξης τὴν αἰώνιον ἀλλαττόμενοι κόλασιν. ἦ γὰρ ἂν καθάπαξ ἅπαντες, ἢ τό γε δεύτερον οἱ πλείους, ὑπὲρ τῆς πατρίου πίστεως ἐς μίαν ἀθλητικὴν παραταξάμενοι φάλαγγα δυοῖν τε τῶν καλλίστων ἐτύγχανον, καὶ ἅμα δυοῖν τῶν κακίστων ἀπείχοντο. τήν τε γὰρ ἑαυτῶν ἀίδιον ἐκαρποῦντο ὠφέλειαν, καὶ ἅμα τὸν βασιλέα μακάριον ἔδρων, τοῖς πατρίοις πείθοντες ὅροις ἐμμένειν καὶ δόγμασι. μηδὲ γὰρ δυνάμενος καθάπαξ ἅπασιν αὐτὸς ἀνθίστασθαι, καὶ ἄκων γοῦν τοῖς τῆς ὁμοφροσύνης εὐσεβέσιν ὅροις συνηλαύνετ' ἄν, καθὰ καὶ πλείστοις ἄλλοις ἀλλαχῇ πολλαχῇ συμπεπτωκὸς κατ' ἄλλοτ' ἄλλους τοὺς χρόνους, νῦν μὲν ἐνίοις ἐνιαχοῦ, νῦν δὲ πλείστοις, τὸ πλεῖστον εἰπεῖν εἰς σωτηρίαν ἀπέχρησε. καὶ οὕτως οὔτε τῆς αἰωνίου δόξης ὑπερόριοι ἐγίγνοντ' ἄν, καὶ ἅμα τῆς αἰωνίου κολάσεως ὑπερόριοι μάλα τι εὐπρεπῶς ἐγίγνοντ' ἄν. κἀντεῦθεν τήν τ' οἰκείαν συνέβαινεν ἂν χώραν ἀζήμιον ἔχειν ἀεί, καὶ ἅμα τὴν ἀλλοτρίαν προσκτᾶσθαι, καὶ δουλοῦσθαι μὲν οὐδέσιν ἔθνεσιν οὐδέποτε, δεσπότας δ' ἄλλοτ' ἄλλων γίγνεσθαι κατὰ μικρὸν ἐθνῶν ἀεί, τῆς θείας ἀεὶ δεξιᾶς εὐμενῶς φυλαττούσης τὸν ἴδιον κλῆρον, εὐθυνούσης πρὸς εὐκληρίαν πλάτος καὶ μέγεθος. Ἀλλ' ἔγωγέ σοι, φίλη μοι κεφαλή, τὰ παραπλήσια ἐπειπὼν βεβαιώσω τὰ εἰρημένα σαφέστερον, ἐκ πάνυ πολλῶν ὧν μοι τετύχηκε πρὸ βραχέος ἀκηκοέναι καὶ ὧν εἰληφέναι δι' ὄψεων, πάνυ βραχέα σὴν ἐκλεξάμενος χάριν. οἶσθα δὴ πάντως καὶ Συμεὼν ἐκεῖνον, ᾧ τὸ νομοφύλακος προσεγεγόνει ἀξίωμα ἐν τῇ τῶν πραγμάτων ζάλῃ, ὃς τοῖς Παλαμίταις καὶ στόμα καὶ γλῶττα καὶ νόμος ἦν, καὶ στρατηγὸς τῇ παρανόμῳ φάναι καθίστατο φάλαγγι, ἅτε μᾶλλον ἐλλόγιμος ἢ κατ' ἐκεῖνον ὑπάρχων τὸν θίασον. πένης δ' ἄλλως ὢν καὶ λιμῷ τὸν βίον στρατηγούμενος, κολακείᾳ τοὺς ἐν δόξῃ μετῄει παντοδαπῇ, βίον πρόφασιν ἐπιτηδεύων καὶ ζωῆς πορισμὸν ἑαυτῷ καὶ παισὶ καὶ συζύγῳ καὶ ὅλῃ φάναι συλλήβδην οἰκίᾳ. καίπερ οὖν εἰδὼς ὡς ὀλέθριόν τε καὶ μυσαρὰν τὰ τοῦ Παλαμᾶ κεκλήρωται δόγματα μοῖραν, ὅμως δόξης ἕνεκα καὶ πλούτου δή τινος προσκαίρου τοῖς Παλαμικοῖς συνευδοκῶν ἦν δόγμασιν, ὡς οἶσθα μᾶλλον αὐτός, καὶ μάλα τι λίαν ἡττώμενά τε καὶ ὑποκείμενα παρεδείκνυ τὰ ἤθη. διὸ καὶ ὧν ἤρα μάλιστα, μάλιστα πάντων αὐτὸς ἀπέλαυσε μὲν συνεχῶς, ἐνεπίμπλατο δ' οὐδαμῶς. ἀλλ' ἐπεὶ πρὸ βραχέος ἐν ἐσχάταις ἐγεγόνει τοῦ βίου πνοαῖς, ἐννέα λοιπὸν ἡμέραις τῇ τε νόσῳ καὶ τοῖς λογισμοῖς τυραννούμενος ἔκειτο, ὅτε δὴ καὶ μεταξὺ πολλάκις οἷον ἔνθους ἐν ὡριαίοις τισὶ καθιστάμενος διαστήμασιν, ὑποψιθυρίζων τε ἐφαίνετο πρὸς ἀέρα, καὶ σφόδρα δήπου δίκας ὧν ἐπεπράχει βιαίως ἀπαιτουμένῳ ἐῴκει. καὶ μὲν δὴ τά τ' ἄλλα λέγων ἦν, καὶ ὡς ἄκων τῆς αἱρέσεως ἥττηται ταυτησί. τέλος δ' ἑαυτὸν ἀνειληφὼς καὶ οἷον ἀναπεπνευκὼς ἐλευθέριον, ὅσα τῶν Παλαμικῶν δογμάτων τε καὶ βιβλίων παρὰ τὸν οἶκον ἔτυχεν ἔχων, ὅλαις ἐζητήκει προθέσεσι τῆς ψυχῆς, καὶ εἰληφὼς εἰς φλόγα παραχρῆμα χερσὶν οἰκείαις καθῆκε προσενεχθέντος πυρός, καὶ τοιαδὶ πεπαρρησιασμένῃ τῇ γλώττῃ φθεγγόμενος. «ἐγώ» φησιν «ἐς τἀκριβὲς εἰδὼς ὁπόσης καὶ οἵας γέμει ταυτὶ τὰ βιβλία τῆς ἀσεβείας, ὅμως πῶς μὲν θηρώμενος δόξαν πῶς δὲ καὶ δεδιὼς τὰς αὐθεντικὰς ἀπειλάς, καὶ ἅμα τὴν σύνοικον παραμυθεῖσθαι πενίαν ἐπιτηδεύων, ἔλαθον παρὰ πᾶσαν δήπου πεπραχὼς τὴν ἐμαυτοῦ συνείδησιν, καὶ τοῖς οὕτω μοχθηρίας ἔχουσι δόγμασιν ὑποκεκυφώς. πρὸς γοῦν θεοῦ, τὴν παροῦσαν ἐμὴν ἐξαγόρευσιν οἱ παρόντες ἀκούοντες, ὑπὲρ τῆς ἐμῆς τῷ θεῷ ταλαιπώρου ψυχῆς συνεύξασθαι προθυμήθητε, δέομαι.» καὶ οὕτω τοῖς τοιούτοις ἀνὴρ ἐκεῖνος συναπέψυξε ῥήμασιν. ὅθεν ἐπὶ πολλαῖς ἡμέραις ἀνὰ πᾶσαν διεσκεδάσθη τὸ πρᾶγμα τὴν πόλιν, καὶ σφόδρα διατεθρύλληται, ἕως καὶ εἰς βασιλικὰς ἰὸν ἀκοὰς σιωπᾶσθαι προστέτακται. καί μοι ἐπιεικῶς ἔδοξεν ἱκανὸν εἰς διόρθωσιν τῆς τοῦ Παλαμᾶ δυσσεβείας εἶναι τουτί, εἰ μὴ ἐμποδὼν αἱ τοῦ βασιλέως κατέστησαν ἀπειλαί, ἢ μᾶλλον εἰ ζώσας εἶχον ἐπίσκοποι τὰς ψυχὰς καὶ μὴ τεθνηκυίας τῷ δέει τῆς ἀγροικίας, καὶ ἥκιστα διὰ δόξαν καὶ τρυφὴν συνευδοκεῖν ταῖς ἀρχαῖς ἐβούλοντο τοῦ παρόντος αἰῶνος. Ἓν μὲν δὴ τοῦτο τοῖς σοῖς ἐκείνοις ἀκόλουθον λόγοις συνεβαλόμην ἔγωγε πρότριτα γεγονός· δεύτερον δέ, τὸ ἔθνος τῶν Ῥὼς οἶσθα ὡς πολυανθρωπότατόν τέ ἐστι καὶ τόπον εὐδαίμονα λίαν οἰκοῦν. πλοῦτον γὰρ ἐκεῖθεν ἴσχει παντοδαπόν, καὶ συλλήβδην εἰπεῖν, οὐδενὸς ἀχορήγητόν ἐστι τῶν ὅσα πρὸς ἄφθονον χάριν ὁρᾷ τῶν ἐπιτηδείων. καὶ πρός γε νόμοις ὀρθοδοξίας οὐδαμῇ σαλευομένοις ἕπεται κατά γε τὸν ἁπλούστερον καὶ ἀπράγμονα τρόπον, ἐξ ὅτου περ αὐτὴν τὰς εὐχὰς ἀνειλήφει. ἔτυχε δ' οὖν κἀν τούτοις τοῖς χρόνοις τὸν ἐπισκοπικὸν ἐκείνοις θρόνον κοσμῶν καὶ τὴν ψυχικὴν τοῦ ἔθνους ἐπιστασίαν ἀνειλημμένος ἀνὴρ συνετός, ὡς οἶσθα, καὶ τῶν θείων κανόνων καὶ νόμων ἐξ ἔτι νέου πεῖραν ἐκ τῆσδε τῆς μεγίστης τῶν πόλεων ἠθροικὼς ἀκριβῆ. καὶ ἵνα συνελὼν εἴπω, τοὺς νέους κἀκείνῳ πεπόμφασι τόμους οἱ τῆς Παλαμικῆς θιασῶται φατρίας, εἰς τὸν οἰκεῖον τῆς ἑαυτῶν ἀπωλείας κρημνὸν ἐκκαλούμενοι καὶ αὐτόν, σφίσι ποιεῖν εἰωθὸς τουτοῒ πρὸς ἁπάσας πόλεις καὶ χώρας. ὃ δ' ἀναγνούς, καὶ ἰδὼν τῶν βλασφημιῶν ἐκείνων τὸ σμῆνος καὶ τὴν Ἑλληνικὴν πολυθεΐαν ἁπασῶν ἐκεῖ προεδρεύουσαν πάνυ δεσποτικῶς, κατὰ γῆς τε ἔρριψεν εὐθύς, καὶ τὰ ὦτα φραξάμενος ἀπὸ ἀκοῆς πονηρᾶς ἀπεπήδησε τάχιστα. καὶ λοιδορίας μάλα μακρὰς γεγραφὼς μετὰ τῶν εἰκότων ἐκ τῆς θείας γραφῆς ἐλέγχων καὶ ἀποδείξεων, ἐπεπόμφει ξύν γε τῷ πατριάρχῃ τοῖς ἐπισκόποις, πολυθέους τε καὶ ἀθέους τούτους ἀποκαλῶν καὶ σφόδρα ἀναιδεῖς τῶν πατρίων ἀθετητὰς καὶ διώκτας δογμάτων, καὶ ἅμα τοῖς προσήκουσιν ἀναθέμασιν ὑποβάλλων. Καὶ τὰ μὲν ἐκ Ῥωσίας γράμματα τοῦτον ἔσχε τὸν τρόπον, καὶ οὕτω τοὺς κακοσχόλους τούτους ἐξήλεγξε μέν, οὐκ ἐμάλαξε δέ. τεθαύμακα δ' ἔγωγε πῶς τἆλλά γε ἀμαθεῖς ὑπάρχοντες οὗτοι τοῦτο φρονίμως οἰκονομοῦσι, πρὶν ἔκπυστον φθῆναι γενέσθαι, πάσαις ἀπειλαῖς αὐθεντικαῖς συστέλλοντες καὶ φόβοις, καὶ τάφῳ φάναι σιγῆς ἐν βραχεῖ συγχωννύντες, οἶμαι, τὸν πονηρὸν οἰκονόμον ἐκεῖνον μιμούμενοι, οὗ τὴν ἐν χρήμασι μεμηχανημένην οἰκονομίαν ἐν εὐαγγελίοις ὁ κύριος ἐπαινῶν, εἶτα τῷ αἰωνίῳ παραπέμπει πυρί. Ἐβουλόμην καὶ τρίτον προσθεῖναι διήγημα, τῶν εἰρημένων οὐχ ἧττον εἰς ἔλεγχον τῆς τῶνδε τῶν ἀνδρῶν ἀσεβείας. ἀλλά σε πρὸς τὴν ἀκοὴν ἀηδῶς θεώμενος ἔχοντα, τὸν νοῦν ἔκ τε ἀκοῆς εἰς τὰς ἀκοὰς τοῦ λοιποῦ μεταφέρειν ἔγνωκα δεῖν, ἵνα τι τῆς σῆς ἀπολαύσαιμι γλώττης, πρὶν τῶν δημίων ἐνίους φυλάκων ἐληλυθότας ἐπιταράξαι καὶ διακόψαι τὴν ἡσύχιον ὁμιλίαν ἡμῶν ταυτηνὶ καὶ ἀπ' ἀλλήλων ἡμᾶς διαστῆσαι. Πάνυ καλῶς τε ἐμῆς ἐστοχάσω γνώμης καὶ διανοίας διὰ τῶν ἔξωθεν ἠθῶν, καλὲ Ἀγαθάγγελε. διὸ τὰ τῶν ἄλλων εὐφήμως θεατρίζων ἐγκλήματα, τὰ καθ' ἑαυτὸν ὅρα καὶ γνῶθι σαυτόν. τοῖς γὰρ κακοῖς ἀρκεῖ τὸ κακοῖς εἶναι, καὶ τὴν δίκην ἔχουσιν αὐτόθεν ἀποχρῶσαν. ἄλλως τε καὶ κηλῖδας οἶδά τινας ἐναποματτομένην ἐντεῦθεν τὴν ἀκοήν, καί τι νέφος ἀθροίζουσαν τῇ ψυχῇ δυνάμενόν πως ἐπιθολοῦν καὶ ἀμβλύνειν μὲν τὸ καθαρὸν καὶ ἄυπνον ἐκεῖνο τοῦ νοῦ, ἐξυπνίζειν δὲ τὸ τῆς ψυχῆς ἐμπαθές. ὅσῳ γὰρ δύσεργόν τε καὶ δυσκατόρθωτον πέφυκε τἀγαθόν, ἄυπνον τὸν διάβολον ἔχον πολέμιον, νύκτωρ καὶ μεθ' ἡμέραν τὴν τῶν λογισμῶν ἐπιβοσκόμενον χώραν καὶ μεθαρμόζοντα πρὸς τὸ χεῖρον ἀεὶ τὴν τῶν χρηστοτέρων ἕξεων ἰδέαν, τοσούτῳ ῥᾳδίαν τῆς κακίας ἡ κτῆσις ἔχει τὴν πάροδον καὶ οἷον κατὰ πρανοῦς φερομένην, ἅτε σπερματικάς τινας καὶ οἰκογενεῖς κῆρας ἐχούσης τῆς ἀνθρωπίνης ἐκείνης ψυχῆς ἐν τῇ πρὸς τὴν σάρκα κοινωνίᾳ ταύτης οἱονεὶ κοιμωμένας. διὰ γὰρ τοῦτο κἀγὼ τῶν τοιούτων ἀποσχόμενος ἀφηγήσεων, καὶ μάλα τι πλείστας ἔχων διεξιέναι, σιγῇ παρέσχον τὴν γλῶτταν. φέρε τοίνυν τῶν δημοσίων πραγμάτων ἐχόμενος, ὅπου τὸ πρότερον ἴχνος τοῦ λόγου σὺ καταλέλοιπας, λέγε κατὰ τὸ συνεχὲς ἡμῖν, ἀναμιμνησκόμενος τῶν εἱρμῶν ἐκείνης τῆς ἀφηγήσεως, μάλα σοι πρόθυμον ὑπέχειν βεβουλημένοις τὴν ἀκοήν. Εὖ μὲν λέγεις, ὦ φίλη μοι κεφαλή, συγγινώσκειν δ' οὖν σε δεῖ, καὶ μὴ πάνυ μοι μέμφεσθαι. οὐ γὰρ βουλόμενος λοιδορεῖν, ἀλλ' ἱστορίας εἶναι καὶ ταυτὶ συμμαχίαν ἡγούμενος τὴν βελτίστην, ἐγὼ διεξῄειν σοι μήπω πυθέσθαι μηδ' ὁθενοῦν ἐσχηκότι καινότερα ὄντα. μέμνημαι γάρ σου πολλάκις εἰπόντος ὅτι καθάπερ ἐν ἁρμονίᾳ πολυμιγέων ἕνωσις γίνεται καὶ δίχα φρονεόντων συμφρόνησις, καὶ ὥσπερ ὁμοίως ἐν ταῖς οἰκοδομίαις λίθοι τε καὶ ξύλα καὶ πηλὸς καὶ χάλιξ καὶ τοιαύτη τις ἄλλη πολυειδής τις συμφόρησις ἥκει πρὸς τοὖργον, οὕτω κἀνταῦθα τῇ ἱστορίᾳ πάντων δεῖν τῶν τοιούτων· μίαν γάρ τινα τοῖς μετιοῦσι γίνεσθαι τὴν ὠφέλειαν ἐξ ἀμφοῖν, τὰ μὲν ἀγαθὰ μιμουμένοις διὰ τὸν πόθον τῶν ὕμνων, τὰ δὲ χείρω φυλαττομένοις διὰ τὴν πρὸς τὰς λοιδορίας ἀπέχθειαν. Ἀλλὰ μετιτέον ἡμῖν ἐστὶ λοιπὸν ἐς Ὑρκανὸν τὸν τῶν Βιθυνῶν ἡγεμόνα βαρβάρων· ἐκεῖ γὰρ ἡμῖν ὁ τῆς ἀφηγήσεως ἐκείνης εἱρμὸς καταλέλειπται. τὰ γὰρ κατὰ τῶν πρέσβεων ξυμπεπτωκότα αὐτοῦ πυθομένῳ ἐκείνῳ ἥκιστ' ἀποχρῆναι ἔδοξε μέχρι τῆς ἀπειλῆς ἑστήξειν τὰ τῆς ἀμύνης, ἀλλὰ σατραπικὰς μὲν προύπεμπε τὰς ἀπειλὰς καὶ μάλα ἀτόπους, βαρβαρικώτερα δὲ καὶ μάλα ἀτοπώτερα ταῖς ἀπειλαῖς προσετίθει τὰ πράγματα. καὶ μὲν δὴ τῶν μὲν υἱέων προστεταχὼς τὸν πρῶτον δι' Ἑλλησπόντου κατὰ τῶν ἐπὶ Θρᾴκης Ῥωμαϊκῶν περαιοῦσθαι χωρίων, αὐτὸς ἐκ τῶν ὑψηλοτέρων τῆς Βιθυνίας πόλεων κατῄει, πολλὴν ἐπαγόμενος λόγχην ἐπὶ τὰ τῆς Χαλκηδονίας ἱππήλατα γῆς, παρὰ τὸν αἰγιαλὸν ὅπῃ τηνικαῦτα καὶ τὸν Γεννουιτικὸν συνέβαινεν ἵστασθαι στόλον δι' οὓς ἔφθημεν τρόπους εἰπόντες. κἀκεῖθεν ὡς ἀπὸ δίφρου δεσποτικοῦ τούς τε πρέσβεις μετὰ τῶν χρημάτων ἀπῄτει, καὶ ἀπειλὰς τῶν προτέρων μείζους πολλῷ προσετίθει, αὐτίκα μάλα κατὰ τῆς Βυζαντίων πόλεως διαπεραιοῦσθαι ὑπισχνούμενος, εἰ μὴ λάβοι μετὰ πάνυ μακροῦ τοῦ ὑπερβάλλοντος ἅπαντα. τοὺς μὲν δὴ οὖν ζῶντας τῶν πρέσβεων, καὶ ὅσα τῶν χρημάτων ἀνερευνώμενα ξυνελέγετο πρὸς τῶν διανειμαμένων, .... ὁ βάρβαρος ἀεὶ τὰ λείποντα σφοδρῶς τε καὶ λίαν ὑπερηφανῶς ἐνέκειτο ἀπαιτῶν, καὶ ἀεὶ λαμβάνων ἀεὶ ζητῶν ἦν, τὰ ψευδῆ προστιθεὶς καὶ προφασιζόμενος. τέλος δὲ στρατιὰν ἑτέραν τῶν υἱέων τὸν δεύτερον εἰληφότα διαπεραιοῦσθαι προσέταττε τὸν τοῦ Πόντου αὐχένα διὰ Γεννουιτικῶν νεῶν, καὶ ξυμμῖξαι κατὰ Θρᾴκην τἀδελφῷ, ὡς ὁμοῦ γενομένων τῶν στρατευμάτων ἀμφοῖν τά τε πρὸ ποδῶν πάντα δηῶσαι, καὶ ἅμα ἐξ ἐφόδου καὶ ἐς τὴν Μυσῶν ἐσβαλεῖν χώραν. ὃ δὴ τάχιστα πρόσταγμα πεπραχότες ἐκεῖνοι, ἡμερῶν μεταξὺ μικρῶν ἐπανῄεσαν ὑπὲρ ἀριθμὸν ἐλαύνοντες, οὐ Μυσῶν λείαν μόνον, ἀλλὰ τὴν πλείω Ῥωμαϊκήν, μᾶλλον δ' εἰ χρὴ τἀληθὲς εἰπεῖν, τὴν πᾶσαν Ῥωμαϊκήν· ἄποικοι γὰρ κἀκεῖνοι Ῥωμαίων ὑπῆρχον, διὰ πενίαν πρὸ ἐτῶν οὐ μάλα μακρῶν ἐκεῖ μετοικήσαντες. διὰ γὰρ τὸ καὶ τὰς ἐκεῖ πόλεις εἶναι τῶν πρὶν βεβασιλευκότων Παλαιολόγων οἰκοδομὰς καὶ ὅρια τῆς τότε Ῥωμαίων ἡγεμονίας, ἔπειτα Μυσοῖς τισὶν ἡλωκυίας ὑπείκειν ἀρτίως, συμβαίνει καὶ κύκλῳ περὶ αὐτὰς τοὺς ἐντεῦθεν ἐκεῖ διὰ πενίαν ἑκόντας, ὡς εἴρηται, μεθισταμένους ἐκ τοῦ σύνεγγυς αὐτόθι κληροῦσθαι τὴν δίαιταν. ἄρτι τοίνυν μέχρι μὲν ἐς τάσδε τὰς πόλεις τῆς βαρβαρικῆς γενομένης ἐφόδου, περαιτέρω δ' οὐ δυνηθείσης διὰ τὴν τῶν τῆς γῆς ἐκείνης ἀρχόντων πρόνοιαν, πάντας συνεπεπτώκει Ῥωμαίους μὲν εἶναι τοὺς ἀπαχθέντας ἐκεῖθεν, Μυσοὺς δ' ὀνομάζεσθαι διὰ τὸ Μυσοῖς ἐκ πολλοῦ καὶ αὐτοὺς ὑπηκόους γενέσθαι. τὴν μέντοι λείαν εἰς Ἀσίαν οἱ βάρβαροι πέμψαντες πᾶσαν ἐκείνην, οὐ πρότερον αὐτοί τε ἐντεῦθεν ἀπαλλάττειν ἤθελον, πρὶν ταῖς ἐν Χερρονήσῳ πόλεσιν ἐπιθεῖναι φόρους, καὶ τοὺς μὲν ἤδη λαβεῖν, τοὺς δ' ἐτήσιον ἀναγκάσαι σφίσι διδόναι συνθέσθαι δασμόν, ὡς καὶ Θρᾴκης ἤδη καταστᾶσι δεσπόταις. ἀλλὰ πρὸς μὲν βαρβάρων τοιοῦτος ἐπιπολαίως ἄρτι διέσπαρται λόγος ὥσπερ προαναφώνησις καὶ προμάντευμα, οὔπω μέντοι τὸ κῦρος ἔσχεν, οὐ μάλα τι ἐθελόντων ἑκόντων συνθέσθαι Ῥωμαίων. διὸ οὐδ' αὐτοῖς γε ἀπαλλάττειν ἐκεῖθεν γεγένηται πρὸς βουλήσεως, ἀλλ' ἐκάθηντο ἀναπόσπαστα δηοῦντες ἅπασαν Θρᾴκην νύκτωρ καὶ μεθ' ἡμέραν ἀεί.https://byzantium.gr/ ΛΟΓΟΣ ΚΖ’.Τούτων δ' οὕτως ἐχόντων, κἀνταῦθα· τῆς διηγήσεως ἥκοντος τοῦ Ἀγαθαγγέλου, φροντίδες ἕτεραί μοι τὸ λογιζόμενον ἀνθέλκουσαι τῆς ψυχῆς ἀπησχόλησαν οὐ μάλα τι ἀγεννεῖς· τὰς γάρ τοι πολλαχόθεν ἐμοὶ τῶν νοσημάτων ἄλλοτ' ἄλλας παρεισρυείσας κῆρας καὶ τύχας ἐς πάνυ τι μοχθηρὰν συμμαχίαν τῶν τῆς κεφαλῆς ἀλγηδόνων ἰούσας ὁρῶντι διά τε τὸ τῆς καθείρξεως ἐπιεικῶς ἰταμὸν ὁμοῦ καὶ παντάπασιν ἀπαράκλητον, καὶ ἅμα τὸ τῆς ἐλευθερίας ἢ μικρᾶς γοῦν τινὸς ἀνέσεως δύσελπι (τὸ γὰρ θηριῶδες οὔτ' ἔληγε τῶν διωκτῶν οὐδαμῇ καὶ πρός γε πλείω τὴν τοῦ αὔξειν νύκτωρ καὶ μεθ' ἡμέραν ὁλκὴν ἀνῃρεῖτο), δέος ἐμοὶ τῶν πάνυ μεγίστων περικεχύσθαι ξυνέβαινεν, ἀναπολοῦντι μὴ ὃν αὐτοὶ καθ' ἡμῶν ἀεὶ μηχανῶνται θάνατον ἐπιγένηται, πρὶν ἡμᾶς αἰσθέσθαι, καθάπερ ἐκ λόχου λῃστής. ἤδη τοιγαροῦν τῆς τότε νυκτὸς περὶ τρίτην γενομένης φυλακήν, ἐν ᾧ τῆς ὥρας ἑκασταχόθεν οἱ τῶν φροντιστηρίων ἀνθαμιλλώμενοι κώδωνες, καὶ συχνὰ τὸν ὑπὲρ κεφαλῆς θορυβοῦντες ἀέρα, τοὺς τὸν μονήρη βίον ἀνῃρημένους ἐς τοὺς κοινούς τε ἀθροίζουσιν ὕμνους καὶ τάς γε πρὸς θεὸν κατὰ τὸ σφίσιν εἰωθὸς ἀεὶ δοξολογίας, τὸν Ἀγαθάγγελον αὖθις ἀψοφητὶ διὰ τῆς θυρίδος ἔγωγε ἐνεχείρουν προπέμπειν, καθάπερ Νῶε πάλαι φασὶν ἐκεῖνον ἐκ κιβωτοῦ τὴν περιστεράν, μαθεῖν εἰ ὁ τῆς τοῦ θεοῦ ἐκκλησίας λωφᾶν ἐπεχείρει κατακλυσμός. εἰ δ' οὖν, δύο ταυτὶ τουτωῒ προσανατίθεσθαι τῶν ἀναγκαιοτάτων ἐδόκει μοι, πρῶτον μὲν προσιόντα τῷ δεῖνι τῶν ἱερῶν ἀνδρῶν καὶ συνήθων ἐμοὶ κομίζειν ἐκεῖθεν μερίδα τῆς θείας σαρκὸς τοῦ σωτῆρος Χριστοῦ καὶ θεοῦ ἡμῶν καὶ ἅμα ἀντιδώρου τεμάχια πλείω. ἃ γὰρ ἔχειν ἐμοὶ περιῆν, ἐκ πολλοῦ δεδαπανῆσθαι συμπέπτωκε· καὶ νῦν ἐπεί μοι, καθάπερ κηρίον μέλιτται, πανταχόθεν τοῖς τοὐμοῦ θανάτου δημιουρ οῖς κραταιότερον ἐπιτίθεσθαι δέδοκται, ἀναγκαῖον, εἴ πέρ ποτε, νῦν μάλιστα δέδοκται κἀμοὶ προσεχέστερον ἀνθοπλίζεσθαι καὶ ταῦτα δὴ πρὸς ἁγιασμὸν καὶ μετάληψιν ἐκ τοῦ σύνεγγυς ἔχειν, ἀντ' ἄλλης εἰπεῖν ἀκροπόλεως καὶ κράνους καὶ τόξων καὶ θώρακος. πρῶτον μὲν οὖν δὴ τοῦτο προσανεθέμην Ἀγαθαγγέλῳ, δεύτερον δὲ τῶν φίλων ἑκάστοις ἰδίᾳ καὶ ἡσυχῇ προσιόντ' ἀξιοῦν τῆς ἐμῆς ὑπερεύχεσθαι ταλαιπώρου ψυχῆς· οὐ γάρ, οἶμαί γε, ἔφασκον ἔτι με ζῶντα θεάσασθαι σφᾶς· θεάσονται δ' ἴσως ἐξαίφνης συρόμενον τὸν ἐμὸν τοῖς διώκταις νεκρὸν καὶ βρῶμα κυσὶ καὶ ὀρνέοις τῆς πόλεως ἔξω ῥιπτόμενον· τοῦτο γὰρ ἐκ πάνυ πολλοῦ κεκύρωταί τε καὶ ὥρισται σφίσι, πρᾶγμα, εἰ καὶ μὴ τὸν ἴσον τρόπον, ἀλλ' οὖν εὐκταιότατον μάλα γε ἑκατέροις ὄν, ἐμοὶ μὲν ὡς ἐλπίδων ἀρχὴ στεφανηφορουσῶν ταὐτὰ τοῖς ὑπὲρ εὐσεβείας ἠγωνισμένοις πάλαι ἐκείνοις ὑφισταμένῳ, σφίσι δ' ὡς πέρας τῶν ἐφ' ἡμᾶς ἐκείνων καὶ δρόμων καὶ μόχθων, τὰς ἐμὰς διηνεκῶς δεδιόσι γραφάς. Πρὸς ταῦτα περιαλγής τε καὶ ἔνδακρυς Ἀγαθάγγελος γεγονὼς ἐφ' ἱκανὸν σεσιώπηκέ τε καὶ ἐκεκύφει· εἶτ' ἀνενεγκὼν καὶ τὴν ἡμετέραν τέως ἀπαλλαγὴν ὑπερθέμενος, εἰ ἐξείη μὴ τοῦ τὰ θεῖα ἱερουργοῦντος μυστήρια παρόντος χερσὶν ἰδίαις ὁντινοῦν μεταλαμβάνειν ἤρετο. ἀκηκοὼς δ' ὡς Βασιλείῳ τῷ θείῳ καὶ τῶν ἄλλων οὐκ ὀλίγοις τουτὶ συγκεχώρηται τῶν ἁγίων, ἅτε καὶ τοῖς ἔν γε ταῖς ἐρήμοις ἄμικτον πάλαι βίον ἀσκοῦσι ποιεῖν εἰωθός, καὶ ὅσοι ἐν τοῖς τῶν διωγμῶν καιροῖς ἑαυτοὺς ὄρεσί τε καὶ σπηλαίοις ἄλλοι ἄλλοις συνέκρυπτον, πέπεισταί τε ῥᾷστα καὶ δεύτερον ἠρώτα τουτί, εἰ ἐξείη δηλαδὴ τῶν ἑτεροδόξων ἐνίοις συνεύχεσθαι καὶ βίας ἐπειγούσης πρὸς τῶν τοιούτων ἐνίοτε καὶ ἐνιαχοῦ τῶν θείων μετέχειν μυστηρίων, ὁμοίως κἀνταῦθα κἀκεῖ τῶν αὐτῶν λεγομένων εὐχῶν. ἐγὼ δὲ τὸν θεῖον εὐθὺς παρήγαγον ἐκ Δαμασκοῦ Ἰωάννην αὐτῷ, φυλάττεσθαι παραινοῦντα μήτε λαμβάνειν αἱρετικῶν μετάληψιν μήτε διδόναι· μὴ δότε γὰρ τὰ ἅγια τοῖς κυσίν, ὁ κύριος ἔφησε, μηδὲ ῥίπτετε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, ἵνα μὴ μέτοχοι τῆς κακοδοξίας καὶ τῆς αὐτῶν γενώμεθα κατακρίσεως· εἰ γὰρ ἕνωσίς ἐστι πρὸς Χριστόν, καὶ πρὸς ἀλλήλους πάντως· καὶ πᾶσιν τοῖς ἡμῖν συμμεταλαμβάνουσι κατὰ προαίρεσιν ἑνούμεθα, καὶ πάντες ἓν σῶμα ἐσμέν, ὅτι ἐκ τοῦ ἑνὸς ἄρτου μεταλαμβάνομεν, ὡς ὁ θεῖος ἀπόστολος ἔφησε. τῆς οὖν προαιρέσεως ἐνταυθοῖ μαχομένης καὶ ἀλλήλων ἡμᾶς διιστώσης τῆς τῶν δογμάτων ἕνεκα καινοτομίας, πῶς ἂν μίαν σχοίημεν τὸν Χριστὸν κεφαλήν, ἢ πῶς ἂν ἀλλήλοις συνευξαίμεθα; τίς γάρ, φησί, μερὶς πιστῷ μετὰ ἀπίστου; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; ἢ τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἀκούεις δὲ καὶ τοῦ θεοῦ διὰ τῆς προφητικῆς φθεγγομένου γλώττης, ὡς ἐὰν προφέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμα ἔσται μοι· τῷ γὰρ ἁμαρτωλῷ εἶπεν ὁ θεὸς «να τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου;» οὐ γὰρ τὰ γινόμενα χρὴ σκοπεῖν μόνον, ἀλλὰ καὶ τὴν αἰτίαν τῶν γινομένων ἐπιζητεῖν, ὁ χρυσορρήμων ἔφησεν Ἰωάννης. τὸ μὲν γὰρ κατὰ γνώμην γινόμενον τοῦ θεοῦ, κἂν φαῦλον εἶναι δοκῇ, πάντων ἐστὶν ἄριστον· τὸ δὲ παρὰ γνώμην καὶ μὴ δοκοῦν ἐκείνῳ, κἂν ἄριστον εἶναι νομίζηται, πάντων ἐστὶ φαυλότατον καὶ παρανομώτατον. κἂν φονεύσῃ τις κατὰ γνώμην τοῦ θεοῦ, φιλανθρωπίας πάσης βελτίων ὁ φόνος· κἂν φείσηταί τις παρὰ τὸ δοκοῦν ἐκείνῳ, φόνου παντὸς ἀνοσιωτέρα γένοιτ' ἂν ἡ φειδώ. οὐ γὰρ ἡ φύσις τῶν πραγμάτων ἀλλ' αἱ τοῦ θεοῦ ψῆφοι καλὰ καὶ φαῦλα ταῦτ' εἶναι ποιοῦσιν. ὥσπερ δ' ἐκείνοις, φησίν, ἐγκαλοῦμεν ὅτι παρανομοῦσιν, οὕτω καὶ πολλῷ μᾶλλον ὑμῖν ὅτι τοῖς παρανομοῦσι συνέρχεσθε. καὶ οὐχὶ τοῖς συντρέχουσι μόνον, ἀλλὰ καὶ τοῖς κυρίοις μὲν οὖσι κωλῦσαι, μὴ βουλομένοις δέ. εἰ γὰρ εἰς θέατρον οὐκ ἐπιτρέπομεν ἀπελθεῖν, πολλῷ μᾶλλον ἐπὶ συναγωγῆς τοῦτο χρὴ ποιεῖν· μείζων γὰρ παρανομία ἐκείνης αὕτη, ὅτι ἐκεῖ μὲν ἁμαρτία τὸ γινόμενον, ἐνταῦθα δ' ἀσέβεια.» ὁρᾷς ὡς καὶ τὸ χρηστὸν ἐνίοτε δόξαν εἶναι κακὸν ὑπὸ τοῦ θείου τοῦδε ἀνδρὸς ἀπεδείχθη, καὶ ὅσην ἐντεῦθεν ἐκεῖνος τὴν ἐπιτίμησιν τῇ τῶν ἑτεροδόξων κοινωνίᾳ προσάπτει; ἃ γάρ τις δεσπότου προστάττοντος δρᾶν ἥκιστα δρᾷ, τούτων τιμωρίαν τίννυσιν εἰκότως αὐτὸς ὁ μὴ δρῶν, καὶ εἰ μὴ κακὸν ἀπαντῴη τὸ πέρας· καὶ τοὐναντίον αὖθις· οὐ γὰρ τοῖς τῶν δρωμένων πέρασιν εἰκὸς ἀκολουθεῖν τὴν τοῦ κρίνοντος ἀπόφασιν, ἀλλ' εἰ τοῖς δεσποτικοῖς ὁ δρῶν ἠκολούθησε δόγμασι. δεσπόται δ' ἂν εἶεν ἡγεμόνων μὲν καὶ ἀρχόντων νόμοι καὶ στάθμαι κανόνων, ὑπηκόων δὲ καὶ συρφετώδους πλήθους ἡγεμόνες καὶ ἄρχοντες, ὡς ἐκ πηγῆς τῶν νόμων ἔχειν τὸ κρίνειν ὀρθῶς ὀφείλοντες. πολλὰ μὲν οὖν τῶν δρωμένων καθ' ἑαυτὰ θεωρούμενα λέληθε τὴν τῆς κρίσεως κλέπτοντα βάσανον καὶ πρὸς αἰθερίους ἐξαίφνης ἐν οὐκ εἰδόσιν ἀνέδραμεν ὕμνους, προσειληφότα δὲ καὶ τὴν μεθ' ἧς γεγένηται πρόφασιν μυρίων ἀρῶν ὑπεύθυνα ἀποπέφανται. ἀλλὰ προσθετέον μοι τουτουὶ τοῦ θείου ἀνδρὸς καὶ τὰ τούτοις ἀκόλουθα. «τί ποιεῖς», φησίν, «ἄνθρωπε; παρεβάθη νόμος, καὶ οὐκ ἐπιτιμᾷς, οὐδὲ γίνῃ χαλεπὸς τιμωρὸς τῶν τοῦ θεοῦ νόμων, ἀλλὰ κοινωνεῖς; καὶ ποίαν σχοίης ἂν συγγνώμην; μὴ γὰρ ὁ θεὸς ἐκδίκων χρῄζει; μὴ γὰρ βοηθούντων δεῖται; ἀλλ' ὑπηρέτην αὐτοῦ γενέσθαι σε βούλεται, ἵνα κἀντεῦθεν τὸ φιλόδοξον δείξῃς.» καὶ ὁ μέγας δ' ὁμοίως φησὶν Ἀθανάσιος ὡς οὐ μόνον τὸ μὴ θῦσαι λίβανον δείκνυσι μάρτυρας ἀλλὰ καὶ τὸ μὴ τὴν πίστιν ἀρνήσασθαι· καὶ οὐχ οἱ κλίναντες εἰς εἴδωλα μόνον κατεκρίθησαν ὡς ἀλλότριοι, ἀλλὰ καὶ οἱ προδεδωκότες τὴν ἀλήθειαν. Ἀβραὰμ γὰρ ὁ πατριάρχης οὐκ ἀναιρεθεὶς ἐστεφανώθη, ἀλλ' ὅτι πιστὸς γέγονε τῷ θεῷ· οἵ τε ἄλλοι ἅγιοι πατέρες καὶ οἱ σὺν αὐτοῖς, περὶ ὧν ἁπάντων ὁ Παῦλος φησὶν ἐπιλείψειν τὸν χρόνον αὐτὸν διηγούμενον, οὐχ αἵματος ἐκχυθέντος ἐτελειώθησαν ἀλλὰ διὰ πίστεως, καὶ μέχρι νῦν θαυμάζονται, ὅτι καὶ θάνατον ὑπομένειν ἦσαν ἕτοιμοι διὰ τὴν ἐς θεὸν εὐσέβειαν. «ὁρᾷς ὡς ἐν τοῖς μικροῖς μᾶλλον τὰ μέγιστα δείκνυται τῶν καλῶν, καὶ μάλα μᾶλλον ἐν τοῖς μάλιστ' ἐλαχίστοις ἐνίοτε ἢ τοῖς μεγίστοις; ὡς γὰρ ἐν τοῖς βασιλικοῖς νομίσμασι καὶ ὁ μικρόν τι παραχαράττων ὅλον ἀχρεῖον ποιεῖ, οὕτω καὶ ὁ τῶν θείων κανόνων τοὐλάχιστον ἀνατρεπόμενον περιορῶν τῷ παντὶ λυμαίνεται. Εἰ δὲ καὶ τῶν ἱερῶν ἔξω περιβόλων ὠθούμενοι καὶ πρὸς ἔκφυλα μὲν ἐντεῦθεν φιλανθρωπότερα δ' οὖν τῶν ὁμοφύλων γένη φυγάδες ἔνιοι τῶν εὐσεβούντων γινόμενοι ἐκεῖθεν τὰς οἰκείας εὐχὰς ἀναφέρουσι τῷ θεῷ, καινὸν οὐδέν· πολλοὶ γὰρ τῶν πάλαι θαυμαζομένων τῆς τοῦ θεοῦ ἐκκλησίας ἀνδρῶν τοιούτοις πολλάκις συντετυχήκασι τοῖς δεινοῖς, ἵν' ὡς χρυσὸς ἐν χωνευτηρίῳ δοκιμασθέντες τοῖς τ' ἐφεξῆς ὑπόδειγμα γένωνται κράτιστον ἀρετῆς, καὶ ἅμα μειζόνων αὐτοὶ πρὸς θεοῦ καὶ τῶν ἀντιδόσεων τύχωσιν, αὐτοῦ τοῦ θεοῦ προοδοποιοῦντος καὶ τὰ τῶν διωκομένων ὑπὲρ αὐτοῦ κατευθύνοντος διαβήματα, καὶ τῶν ὁμοφύλων τοὺς ἀλλοφύλους πραοτέρους ἐν τοῖς τοιούτοις δρῶντος καιροῖς, καθάπερ ἔστιν ἃ τῶν σφόδρα ἀγρίων καὶ ἀνημέρων θηρίων ἐπὶ Δανιὴλ καὶ τῶν ἄλλων, τοῦ θηριώδους τηνικαῦτα τὸ προσηνὲς ἀλλάττεσθαι ῥᾷστα παρασκευάζοντος. ἐπεὶ γὰρ πανταχοῦ παρεῖναι τὸν θεὸν μεμαθήκαμέν τε καὶ πεπιστεύκαμεν, κἀν παντὶ τόπῳ τῆς αὐτοῦ δεσποτείας ὁ Δαβὶδ αὐτὸν εὐλογεῖν ἐπιτρέπει, βέλτιον ἐν ὑπαίθροις καὶ ἐρημίαις καὶ ὄρεσιν ἀκίβδηλον θεῷ προσάγειν τὸν ὕμνον ἢ δυσσεβῶν κοινωνίᾳ χρωμένους χρυσῷ κεκοσμημένοις καὶ πλακῶν στιλπνότητι προσέχειν τεμένεσιν· ἀκούεις γὰρ καὶ τοῦ θείου φάσκοντος Γρηγορίου τοῖς τότε διώκταις αὐτοῦ· σὺ δέ μοι περιείχου τῶν τοίχων καὶ τῶν πλακῶν καὶ τῆς κεκοσμημένης ψηφῖδος καὶ τῶν μακρῶν δρόμων καὶ περιδρόμων, καὶ χρυσῷ κατελάμπου καὶ περιελάμπου, ἀγνοῶν ὅτι κρείσσων ὕπαιθρος πίστις πολυτελοῦς ἀσεβείας, καὶ πλείους θεῷ τρεῖς συνημμένοι ἐν ὀνόματι κυρίου πολλῶν ἀρνουμένων θεότητα. καὶ Ἠλίας δ' ἔφευγε τὰς τῆς Ἰεζάβελ ἀπειλάς, καὶ τὰς τοῦ Σαοὺλ ὁ Δαβίδ, καὶ ὅπῃ τύχοιεν ἐπεκαλοῦντο τὸν κύριον. καὶ οἱ μάρτυρες τῆς ἀληθείας ἐκεῖνοι διωκόμενοι μὲν ἔφευγον καὶ λανθάνοντες ἐκαρτέρουν, εὑρισκόμενοι δὲ ἐμαρτύρουν. ἥκιστα οὖν σε χρεὼν τοῖς σμικρολόγοις ἐκείνοις συμφέρεσθαι τὴν διάνοιαν, οἳ δειλίᾳ τινὶ μεταξὺ τῶν δεινῶν τὴν ψυχὴν συνθολούμενοι θαυμάζουσιν ὅπως ὁδὸς μὲν ἀσεβῶς ἐν τοῖς τοιούτοις καιροῖς εὐοδοῦται, οἷς δὲ τὸν ὑπὲρ εὐσεβείας σταδιοδρομεῖν ἐξεγένετο δίαυλον, τούτοις δ' ὑβρίζεσθαι περιφρονεῖσθαι συκοφαντεῖσθαι χλευάζεσθαι καὶ καθάπαξ εἰπεῖν πᾶν πονηρὸν ἀκούειν ῥῆμα μακρόν τινα καὶ ἀτέκμαρτον συγχωρεῖται δρόμον τοῦ χρόνου, τοῦ θεοῦ μὴ ταχεῖαν ἐπάγειν ἐθέλοντος τὴν ἐκδίκησιν, ἀλλ' ἐῶντος παντὶ τὸ νόμισμα διακωδωνίζεσθαι τρόπῳ, ἀλλ' ἀναλογιζόμενον ἐπὶ σαυτοῦ τὰ πάλαι γενόμενα, καὶ θεοφιλῶς ἀνιχνεύοντά τε καὶ ἀναλεγόμενον ἕκαστα, σαυτῷ τε καὶ πολλοῖς ἑτέροις ἐντεῦθεν μεγίστην παρέχειν ὠφέλειαν. ἀκούεις γὰρ τοῦ μεγάλου τῶν τοιούτων ἰατῶν χρυσορρήμονος λέγοντος ὡς ἐν προοιμίοις τοῦ κηρύγματος Στέφανος ὁ ὑπὲρ τοὺς ποταμοὺς ῥέων καὶ πάντας ἐπιστομίζων, οὐδὲ πολὺν ποιήσας ἐν τῷ κηρύγματι χρόνον, ἀθρόον ἡρπάγη καὶ ὡς βλάσφημος κατεδικάζετό τε καὶ κατελύετο· καὶ Ἰάκωβος δ' ἐν ἀρχῇ καὶ αὐτὸς ἐξ αὐτῆς ὡς εἰπεῖν τῆς βαλβῖδος ἀνεσπάσθη καὶ ἀποτμηθεὶς εἰς χάριν τῶν Ἰουδαίων ὑφ' Ἡρώδου τὸν βίον κατέλυσε στῦλος καὶ ἑδραίωμα τηλικοῦτον τῆς ἀληθείας. μὴ οὖν θαυμάσῃς εἰ μὴ ἐκ προοιμίων μηδ' εὐθέως ἐκδικεῖται παρὰ θεοῦ τὰ λυποῦντα· ἔθος γὰρ αὐτῷ μὴ ἐν ἀρχῇ τὰ δεινὰ λύειν, ἀλλ' ὅταν αὐξηθῇ καὶ παρὰ τῶν πλειόνων ἀπογνωσθῇ. ἀκούεις δ' ὅπως καὶ ὁ μὲν Ἄβελ δίκαιος ὢν ἐφονεύθη ταχύ, ὁ δὲ Κάϊν ἔζη μακρόν, ἵν' ἐλέγχηται πλέον ἡ τούτου κακία· καὶ αὖ ὁ μὲν πρόδρομος Ἰωάννης τὴν κεφαλὴν ἀφῃρεῖτο, ὁ δ' ἀνελὼν Ἡρώδης ἔζη ταμιευόμενος εἰς καιρὸν ἐκδικήσεως, ἵνα δηλαδὴ σκωληκόβρωτος ἐνταῦθα γενόμενος καὶ ἀποψύξας πικρῶς πρὸς τὸν ἀκοίμητον ἐκεῖνον οὑτωσὶ παραπεμφθείη ὁ ταλαίπωρος σκώληκα. δι' ὧν γάρ, φησίν, ἐπιβουλεύουσιν, ἑαυτοῖς μᾶλλον ἢ ἑτέροις τὰ βάραθρα ἀνορύττουσιν· οἱ μὲν γὰρ ἐπιβουλευόμενοι τὴν οἰκουμένην ἐραστὰς ἔχουσιν ἐπαινέτας ἀνακηρύττοντας στεφανοῦντας, τοὺς εἰδότας τοὺς οὐκ εἰδότας, τοὺς ἀπὸ τῶν πραγμάτων, τοὺς ἐκ τῆς φήμης τὰ ἐκείνων μανθάνοντας, τοὺς συναλγοῦντας, τοὺς συναγωνιζομένους, τοὺς τὰ χρηστὰ συνευχομένους αὐτοῖς πάντας, οἱ δ' ἐπιβουλεύοντες τοὺς μισοῦντας μὲν πλείστους, πολλῷ δὲ πλείους τοὺς κατηγοροῦντας, τοὺς διαβάλλοντας, τοὺς ἐλέγχοντας, τοὺς αἰσχύνοντας, τοὺς ἐπαρωμένους μυρία. καὶ ταῦτα μὲν ἐνταῦθα· τὰ δ' ἐκεῖ ποῖος παραστήσει λόγος, ἢ τῶν διωκόντων ἀσεβῶν τὴν κόλασιν, ἢ τῶν διωκομένων εὐσεβῶν τὴν ἀπόλαυσιν; Ταῦτα οὖν ἐννοῶν, φίλτατε Ἀγαθάγγελε, καὶ τοιούτοις ὕδασι τὴν ψυχὴν ἀρδευόμενος, μὴ σιγῇ δειλιώσῃ τὰ τῆς σῆς χαρίζεσθαι γλώττης προπύλαια θέλε· ἀλλ' εὐγενῆ τῆς ἀληθείας προστάτην σαυτὸν καθιστάμενος, καὶ τοῖς προσιοῦσιν ἀγαθὸς γινόμενος σύμβολος, οὕτω διηνεκῶς τὰ τῆς σῆς ψυχῆς ἐγκαίνιζε χρώματα πρὸς τὸ βέλτιον. εἶεν· καὶ μὲν δὴ ὥρα καὶ σὲ ἀπιέναι λοιπὸν πρὶν ἐς ἑωθινὰς τοὺς οὐρανίους καταστῆναι κύκλους αὐγάς, τῶν ἀνατεθειμένων μηδενὸς ἐπιλελησμένον. Ἀγαθαγγέλου μὲν δὴ ἀπιόντος ἐν τούτοις, μόνῳ τὴν συνήθη βόσκειν αὖθις οἴκοι κατελείπετο ἐρημίαν ἐμοί, μηδενός, ὁπόσα παραμυθεῖται νόσῳ καὶ ἀθυμίᾳ δαπανώμενον ἄνθρωπον, μήτ' ἤδη παρόντος ἡμῖν μήτε μὴν ὅπως ποτὲ προσδοκωμένου μετὰ τὴν ὑστεραίαν ἤγουν τὴν μετ' ἐκείνην καὶ ἑξῆς καὶ ὁμοίως ἀεί, πλήν γε δὴ τοῦ πανταχῇ παρόντος ἀεὶ καὶ πάντων κηδομένου μόνου θεοῦ, ὃς τηνικαῦτα μετρίαν μοι τοῦ νοσήματος ἄνεσιν πεπραχὼς τοῦ συνήθους, συνήθως αὐτοσχεδίοις ὑπομνήμασι δοῦναι τὴν τῶν γινομένων παρεσκεύακεν ἱστορίαν, κατὰ τὸ πρὶν ἡμῖν εἰωθός, ὅτ' ἐλευθερίαν μακρὰν τοῖς ἡμετέροις ἐμπολιτεύεσθαι βουλήμασιν ἦν, εἰ καὶ μὴ τελέως ἤδη καὶ ὡς ἐχρῆν, ἀλλ' οὖν ὁπόσον ἡμῖν ἐν μεσότητι συνειλημμένοις μεγίστων δεινῶν καὶ φόβων πολυτρόπων τὴν παντοδύναμον κεχορηγηκέναι γέγονε δεξιάν, συνεφαπτομένην ὅπως ποτὲ καὶ συνεπικουφίζουσάν μοι τοὺς πόνους. εἴωθε γὰρ ὁ κραταιὸς ἐμοὶ βοηθὸς ὥσπερ τέρατα φαίνεσθαι τοῖς πολλοῖς τὰ ἡμετέρα δρᾶν, κἀκ τῶν ἐναντίων τἀναντία παραδόξως περαίνειν ἐπὶ τὸ τῶν βελτίστων πάνυ τι ἀπροσδόκητον, καὶ τοὺς ἀεὶ τῶν τῆς κοσμικῆς περιόδου πραγμάτων ἄλλοτ' ἄλλους κυκεῶνας καὶ κλύδωνας εἰς ἀλκυονίτιδας οἷον εἰπεῖν ἐμοὶ νηνεμίας μεταποιεῖν. ἔστι γάρ τι ζῶον ἀέρι καὶ θαλάττῃ μερίζον τὸν βίον ὄνομα ἀλκυών. αὕτη πρὸς παίδων ἐπειγομένη γονάς, ἐπ' αὐτὰς τὴν καλιὰν τὰς παραλίους πήγνυσι ψάμμους ἐν χειμῶνι μέσῳ καὶ κυμάτων ἀκμαζούσαις βίαις. ταύτην τοσαύτης ἀπολαύειν ὁμολογοῦσι τῆς ἄνωθεν προμηθείας οἱ πεῖραν τοῦ παραδόξου λαμβάνοντες, ὥστε τῆς θαλάττης μακρὰ τοῖς ἀπ' ἄρκτων ὑβρίζουσι πνεύμασι καὶ πάνυ μαστιζομένης, καὶ καιρὸν ἐχούσης ἤδη τοῖς κύμασιν ἁμιλλᾶσθαι πρὸς Ὀλύμπους καὶ Καυκάσους καὶ εἴ τι τῶν ἐπιγείων ὀρῶν ἐστὶν ὑψηλότερον, εἰς τοὐναντίον χωρεῖ τὰ τοῦ πράγματος, καί τι παράδοξον ὑπὸ τῆς προνοίας ὁρᾶται γιγνόμενον· ἀτρεμεῖ γὰρ ἡ τῶν πνευμάτων ἀγριότης ἐκείνων, ἀτρεμεῖ δ' ὁ τῶν κυμάτων ὑβρίζων ὄγκος, δεσποτικοῖς ἀπορρήτως δεσμοῖς χαλινούμενος, μέχρις ἂν πτεροφυήσῃ τε καὶ εἰς νόμιμον τὰ νεογνὰ τῆς ἀλκυόνος ἀφίκηται πτῆσιν ἐκτόκια. τῶν παραπλησίων τοίνυν κἀμὲ πρὸς τῆς τοῦ θεοῦ δεξιᾶς τηνικαῦτα συνέβη πειρᾶσθαι· τῶν γάρ τοι διωκόντων, κύκλῳ περὶ τὸν δέσμιον ἐν Χριστῷ κομιδῇ συχνὰ περιτρεχόντων ἐμὲ καὶ νύκτωρ τε καὶ μεθ' ἡμέραν ἐνεδρευόντων, καὶ πᾶσαν ἐπ' ἐμὲ κινούντων γνώμης τε καὶ γλώττης μανίαν, ὠρυομένων δίκην καὶ ὑλακτούντων θηρῶν, καὶ μήτε μηδένα μηδαμῇ τῶν ἀνθρώπων μηδὲν μηδαμῇ τῶν ἐπιτηδείων εἰσκομίζειν ὁθενδήποτε συγχωρούντων, μήτε μηδὲν τῶν ὅσα τὴν τοῦ γράφειν παρέχεται χρείαν ἐώντων μήτ' ἔνδον ἡμῖν συνοικεῖν μήτ' ἔξωθεν εἰσιέναι παρ' ὁτουοῦν, ἐλάθομεν ἀπορρήτῳ θεοῦ προνοίᾳ μικροῦ τὴν ὅλην τῶν γενομένων γραφῇ παραπέμψαντες ἱστορίαν ἐν μικρῷ καιροῦ διαστήματι, μήτε μακρὰ τῶν ἀναγκαίων παραλιπόντες, μήτε μακρὰ τῶν οἱοισδή τισιν εἶναι δοκούντων παραμίξαντες περιττῶν, ἀλλ' ἁπλούστερον παντάπασι τῷ τῆς ἀφηγήσεως τρόπον χρησάμενοι σχήματι. καίτοι ἐχρῆν ἡμᾶς ἐπιστατικώτερον δήπουθεν, ὡς ἐμέ γε οἴεσθαι, τὰ τῆς δογματικῆς ὑποθέσεως καὶ ὅσα τοῖς λῃστικοῖς συμπέπτωκε συνεδρίοις ἐπεξεργάζεσθαί τε καὶ πολλαπλασιάζειν ἀμωσγέπως τὰς τῶν ἐννοιῶν ἀγχιστρόφους μεθόδους, ἀνακυκλοῦντας ἅμα καὶ παρεισκυκλοῦντας συχνά, καὶ πῇ μὲν τῶν ἐναντίων εὐρώστως ἀποκρούεσθαι καὶ ἀνασοβεῖν τὰ τοξεύματα, πῇ δὲ καιριωτέραν ἐγγοητεύειν καὶ μάλα γέ τοι ἀσφαλῆ ταῖς ἡμετέραις κατ' ἐκείνων βολαῖς τὴν περίνοιαν· δεῖν γὰρ κατὰ τοὺς στρατηγοὺς ἐνταυθοῖ καὶ ἡμᾶς οὐχ ὅπως πρὸ ὀφθαλμῶν ἔχειν τοὺς ὀφθαλμούς, ἀλλὰ κἀπὶ τῶν μεταφρένων ὅπῃ τε βάλλειν εὐχερέστερόν πως τῷ ἐχθρῷ, καὶ ὅπῃ μάλιστα τὴν ὅλην καθ' ἡμῶν ἐπίνοιαν ὁ πολέμιος ἐκχεῖν ἐπείγεται. ἀλλ' οὔτ' οὐδεὶς ἐμοὶ τηνικαῦτα παρῆν οἷς εἴωθε πρὶν ταῖς τῶν γραμμάτων ἡμῖν ὑπηρετεῖσθαι ὑπαγορεύσεσιν, οὔτε μὴν οὐδεὶς τὸ παράπαν οἷς ἐχρῆν τῶν δογματικῶν τούτων ἀγώνων τε καὶ βουλευμάτων ἐμοὶ συναίρεσθαι, καὶ μάλιστα νῦν ὀφθαλμοὺς καὶ ὅλην ἀλγοῦσι κεφαλὴν καὶ ὅλην ἀνιωμένοις καρδίαν· ἐῶ γὰρ λέγειν ὡς διὰ τὸ αἰφνίδιον τῆς εἱρκτῆς οὐδ' εὐφυᾶ τινὰ χάρτην ἔχειν ἐμοὶ τηνικαῦτα τετύχηκεν εἴς τε ἀποχρῶσαν ὑποδοχὴν συλλαβῶν καὶ γραφῶν πολυπλόκων τε καὶ παντοδαπῶν, καὶ ἅμα ἁρμονίαν τοῖς δογματικοῖς προσήκουσαν ἀγωνίσμασιν· ὥστε καὶ τοσούτων περιρρεόντων ῥοθίων ἡμῖν σφοδρόν τε οἰδούντων καὶ μάλα ἀντίπρωρον ἡμῖν ἐπενηνεγμένων τὴν κίνησιν, ἐς ἀνάγκας ἐλαύνεσθαι ἦν οὐδὲ μικρά τινα ἁπλῶς φράσαντας σιγῇ τε τὴν γλῶτταν κατακλεῖσαι ἑξῆς, καὶ τὸν Ἐνδυμίωνος ἐξ ἀπογνώσεως ὕπνον καθεύδειν. ἀλλὰ τοῦτ' ἴσως ἦν ἄν πως εὐπρεπές, εἰ μηδέν τι πρᾶγμα ἦν δήπου διαβάλλεσθαι πρὸς τῶν κακοδόξων τὴν ἡμετέραν εὐσέβειαν, ἀναιδῶς οὑτωσὶ τὴν σφετέραν περιτρεπόντων κακίαν ἡμῖν, καὶ ἄλλως εἰ περὶ σῶμα γήινον ἦν τὸ τέλος τῆς μάχης ὁρᾶν καὶ ἥκιστα τόν γε περὶ τῆς ἀθανάτου ψυχῆς ἀγωνίζεσθαι δρόμον. ὅπου δὲ τῶν τε ἐλπίδων τὸ πέρας κατὰ τὰς ἐλπίδας οὐκ ἂν ἀπαντῴη, καὶ τὴν φυγὴν τοῦ κακῶς παθεῖν ἐφόδιον τοῦ κακῶς παθεῖν περιγίνεται, μάταιος μὲν ἡ τῶν ἐλπίδων πρόφασις, μάταιος δ' ἡ πρὸς τὸ πονεῖν ῥαθυμία. διὸ τῷ μόνῳ θεῷ τοῦ τῶν εὐγενῶν ἐλπίδων γέμοντος σκάφους τοὺς οἴακας θαρρήσαντες, ὑπὲρ οὗ καὶ τὸν πλοῦν ἀνύομεν τόνδε, καὶ μόνην αὐτῷ τὴν χεῖρα μετὰ τῆς γραφίδος χρήσαντες, εὐχερέστερον ἢ κατὰ πᾶσαν προσδοκίαν τὸ πλεῖον ἐν βραχεῖ τῆς ὅλης σπουδῆς τελεσθὲν τεθεάμεθα, κἄπειτα μηδὲν μηδαμῇ πολυπραγμονήσαντες, ἔχειν ὡς ἔσχεν ἀφήκαμεν, καὶ ταῦτα, καθάπερ τῶν ἀγαλμάτων τὰ κάλλιστα, οὕτω δὴ καὶ τοὺς δι' ἀκριβείας λόγους δευτέρᾳ καὶ τρίτῃ χειρὶ χρῆναι καθίστασθαι τῶν βελτιόνων σοφῶν παραινούντων. ἀλλ' ἡμῖν γε δὴ μήθ' ὅλως ὅλον ἔχουσι καιρὸν ἐς δέον, ὥς γε ἔφαμεν, μήτε μὴν οὐδὲ βραχύ τι μέρος ὥρας ἀκλόνητον μηδὲ τῇ πρώτῃ γοῦν χειρὶ κατὰ τὸ τῆς γνώμης βουλόμενον χρήσασθαι (πῶς γὰρ οἷς τοσούτοις κεκυκλῶσθαι Κύκλωψιν ἐνῆν, καὶ οἷς μάλα μᾶλλον ἢ Ταντάλειον φάναι λίθον ἐξῆν ἀεὶ περιφανῶς δεδιέναι τοὺς ἀεὶ πρὸ θυρῶν ἐφεδρεύοντάς τε καὶ ἅπαντ' ἀεὶ τἀμὰ δεινῶς τε καὶ ἰταμῶς ἀνιχνεύοντας;) σχολῆ γ' ἂν ἄχρι καὶ ἐς τρίτην ἰέναι χειρὸς αὐτονομουμένην ζήτησιν εἴη. διὸ καὶ στέργειν ὅπως ποτὲ ἠναγκάσμεθα τῇ πρώτῃ καὶ ὡς ἔτυχεν ἐχούσῃ χειρὶ τοῦ τὰ ἡμέτερα πηδαλιουχοῦντος θεοῦ. Τεσσαρακονθημέρου δ' ἤδη τὸν μεταξὺ τῆς ἐκδημίας Ἀγαθαγγέλου διαμετρούσης χρόνον, ἡνίκ' ὀψὲ τῆς τελευταίας ἡμέρας γένοιτο, ψόφου τινὸς κατὰ τὸν ὀπισθόδομον αἰσθέσθαι μοι γίνεται, τῆς γε τηνικαῦτα νυκτὸς ἐκ προοιμίων ἀφέγγους ὑπαρχούσης· μετὰ γὰρ πανσέληνον τέως ἐς τὸ περίγειον τοῦ ἑαυτῆς ἡ σελήνη ἐληλυθυῖα ἐκ κέντρου τὸ δεύτερον, καὶ κατὰ τετράγωνον τῷ ἡλίῳ γινομένη σχηματισμόν, οὐ μάλα ἀκρονύκτους τῇ γῇ παρέχειν ἐβούλετο τὰς αὐγάς. καὶ ἅμα σπουδῇ παριὼν ἐγώ, καὶ τὴν συνήθη πυλίδα ἀναπετάσας, ἡσυχῇ τὸν Ἀγαθάγγελον ἐδεχόμην, ἃ ἐπιτέτραπται πάντ' ἐς δέον καὶ κατὰ τὸ ἀνάλογον πεπραχότα καὶ εἰρηκότα καὶ κεκομικότα. ἔτι τοίνυν ὑπό γε τοῦ μόχθου καὶ τῶν ἐπιπολαζόντων τηνικαῦτα φόβων τεθορυβημένον ἐκεῖνον τὸ τῆς ψυχῆς λογιζόμενον διαναπαύειν ἐθέλων ἐγώ, καὶ καιρὸν εἰς ἀνάψυξιν παρέχειν ὁντιναοῦν, “Ἰσμηνίᾳ μέν” ἔφην “ἐκείνῳ, φίλτατε Ἀγαθάγγελε, καθ' ἑαυτὸν γινομένῳ πολλάκις λέγειν ἐπῄει “νῦν ταῖς μούσαις ᾄσω καὶ ἐμαυτῷ·” καὶ ἦν ἡ ᾠδὴ χαριστήριός τις· ἐμοὶ δὲ καθ' αὑτὸν γενομένῳ μετὰ τὴν σὴν ἐκδημίαν, ὁπόσα τῶν τ' ἐκκλησιαστικῶν ὁμοῦ καὶ δημοσίων πραγμάτων τῷ χρόνῳ γένοιτο, ὅσον εἰκός, καὶ ἡμᾶς ἐν δέκα λόγοις ἀναγράψαι γέγονε καὶ τῇ συνήθει δοῦναι τῆς ὅλης Ῥωμαϊκῆς ἱστορίας βίβλῳ, ἐκλεξαμένους τὰ καιριώτερα ὧν τε μετὰ τὴν ἐμὴν δὶς αὐτὸς ἐπιδεδημηκὼς ἀφηγήσω κάθειρξιν, καὶ ὧν βραχύ τι πρότερον, πρὶν ἢ καθειρχθῆναι, παθεῖν ἡμᾶς ὑπὲρ τῶν θείων συνηνέχθη δογμάτων· ποία γὰρ ἂν ἄλλη τις εἴη σχολάζουσιν ἁρμόττουσα μᾶλλον αὐτῆς ἀσχολία σοφοῖς; λέγω δὲ τὴν ἐς τοιούτους λόγους κίνησιν τοῦ νοῦ. τοῖς μὲν γὰρ κατὰ βίον μοχθοῦσιν ἀμφισβητησίμου κέρδους καὶ συλλογῆς χρημάτων φροντίδες ἀπασχολοῦσαι τὸ νοερὸν τῆς ψυχῆς ὑποσαίνουσί τε καὶ κοῦφον τὸ τῶν ἀεὶ παρόντων ἀλγηδόνων ἐπίπονον διὰ τῶν ἐν τούτοις ὅπως ποτὲ δρῶσιν αἰωρουμένων ἐλπίδων, καθάπερ δήπου καὶ τὰς τῶν Σειρήνων, αἵτινές ποτ' ἄρ' εἶεν ἐκεῖναι, προτάττειν ᾠδὰς ἀκούομεν πάλαι, αἳ τῇ τῆς ἐμμελοῦς ἡδονῆς ἐμβριθείᾳ τὰς ἀκοὰς γοητεύουσαί τε καὶ θέλγουσαι, δέσμιον οἷον εἰπεῖν, ὅστις ποτ' ἦν ὁ τοῦ μέλους ἐκείνου κατατρυφῶν, πρὸς τὰς τοῦ θανάτου συνώθουν κρηπῖδας, βραχείας ἡδονῆς ζημίαν μακρὰν ἀλλαττόμενον. ἡ δὲ πρὸς λόγους ἀσχολία αὐτόθεν ἔχει τὸ τοῦ κέρδους χρήσιμον συμπαρομαρτοῦν ἀεὶ καὶ ζῶσι καὶ τελευτῶσιν ἐκείνοις, οἷς ἂν ἐς δέον σφῆς καρποῦσθαι συμβαίνοι· συμφυὲς γάρ τι χρῆμα λόγος λογικῇ καθέστηκε ψυχῇ, τῆς αὐτῆς ἀθανασίας ἐμπολιτευομένης ἀμφοῖν καὶ συναπτούσης μάλα τοι προσφυῶς εἰς ταὐτόν, ὁπότε μὴ μεταβάλλειν ἐθέλοι τὰς ἁρμοττούσας θάτερον τούτων τῆς συμφωνίας συνθήκας καὶ τὸν εὐγενῆ τῆς φιλίας ἁρμοστὴν καὶ ἡνίοχον ἀποσείεσθαι, καθάπερ τοῦ δίφρου πάλαι τὸν Ἀργεῖον Μυρτίλον ὁ Πέλοψ ἐκεῖνος ὁ Λυδὸς ὁ θρασύς, ἀναίδην οὑτωσί πως τοὺς τῆς δίκης ἀτιμάζων θρόνους. ἐμοὶ μὲν οὖν καθ' ἑαυτόν, ὡς εἴρηται, γενομένῳ μετὰ τὴν σὴν ἐκδημίαν τούσδε συνθεῖναι τοὺς δέκα συνέδραμε λόγους, τοῖς προστυχοῦσι χάρταις κατεσπουδασμένως τε καὶ σφόδρα γε περιδεῶς διὰ τοὺς δαψιλῶς περιρρέοντάς τε καὶ περικυκλοῦντας φόβους ἡμᾶς κομιδῇ· καὶ τοῖς ἄλλοις τῶν ἐμῶν τῆς Ῥωμαϊκῆς ἱστορίας συντέταχα λόγοις, ὡς τὸ τηνικαῦτα ξυνεχώρει τῆς ὥρας στενόν. σὸν δ' οὖν ἔργον ἂν εἴη τοῦ λοιποῦ λαβόντα κομίσαι καὶ διαδοῦναι μὴ μόνον τοῖς φίλοις ἡμῶν, ὁπόσοι τὸν αὐτὸν ἡμῖν ὑπὲρ εὐσεβείας ἔτι παραμένουσι τρέχοντες δίαυλον, ἀλλὰ καὶ πολλὰ τὸ ἓν πεποιηκότα παραπλησίαις τε μετεγγραφαῖς καὶ μέχρι τῆς τυχούσης κεραίας καὶ γραμμῆς ὁμοίως τοῖς πρωτοτύποις ἔχοντα, διαπέμψαι καὶ ὅπῃ τοῖς οἰκουμένης ἡμέτεροι φίλοι τυγχάνουσιν ὄντες, καὶ πρός γε μὴν ἔτι ὅπῃ περ ἂν εἴη γε κατ' ἄλλους ἀλλαχῇ που τόπους ὀρθοδόξων προσοικοῦντα γένη χριστιανῶν, ὁμοίους ἀεὶ τοὺς τῆς εὐσεβείας ἄνωθεν ὅρους ἐν γνώμης ἁπλότητι διασώζοντα. βούλομαι γὰρ τὴν τῶν διωκτῶν εἰδέναι τούτων ἀπόνοιαν πάντας ἁπανταχῇ, διαβαλλόντων ἡμᾶς πανταχῇ, καὶ ἅμα τὴν τῆς ἡμετέρας ὁμολογίαν εὐσεβείας καὶ πίστεως. ἣ καὶ αὐτή μοι τοῖς παροῦσιν ἐντέτακται λόγοις, κατὰ λέξιν ἔχουσα οὑτωσί. Πιστεύω εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι' οὗ τὰ πάντα ἐγένετο, τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν, καὶ σαρκωθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρθένου, καὶ ἐνανθρωπήσαντα, σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐν δεξιᾷ τοῦ πατρός, καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος· καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, τὸ σὺν πατρὶ καὶ υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν· εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν. ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. προσδοκῶ ἀνάστασιν νεκρῶν καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος· ἀμήν. ἔτι δέχομαι καὶ ὁλοψύχως στέργω καὶ ἀσπάζομαι τὰς ἁγίας καὶ σεπτὰς καὶ οἰκουμενικὰς ἑπτὰ συνόδους, καὶ τὰς τοπικὰς ἑτέρας ἃς ἐδέξατο καὶ στέργει ἡ ἁγία τοῦ θεοῦ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία· καὶ οὓς ἐδέξαντο αὗται, δέχομαι καὶ αὐτός, οὓς δὲ ἀπεβάλοντο, ἀποβάλλομαι, μηδεμίαν προσθήκην ἐπὶ τοῖς ὁρισθεῖσι παρ' αὐτῶν ἢ αὐτὸς προστιθεὶς ἢ παρ' ἄλλων γενομένην, ὡς αὗται αἱ θεῖαι θεσπίζουσι σύνοδοι, δεχόμενος ὅλως· μήτε ἔλλειψίν τινα καὶ ἀφαίρεσιν ἢ αὐτὸς ἀφαιρῶν ἐγὼ ἢ ἀφαιροῦντος ἀνεχόμενος ἄλλου μέχρι κεραίας καὶ γραμμῆς. Ταύτην τὴν ἔγγραφόν μου ὁμολογίαν ἐπὶ πληροφορίᾳ τῆς ὀρθῆς καὶ ἀπαρεγκλίτου εὐσεβείας μου καὶ πίστεως δίδωμι ἁπλῆν σαφῆ ἀποίκιλον εὔληπτον καὶ τοῖς πᾶσι ῥᾳδίως γνωριζομένην, οὐδὲν ἀλλοιώσας οὐδὲ μεταφράσας τῶν ἐν τῷ θείῳ καὶ ἱερῷ συμβόλῳ τῆς πίστεως, οὐδὲ θεολογίας καὶ δόγματα παρεγγράψας ἀσαφῆ τοῖς πλείστοις καὶ ἀσύνετα καὶ ἑρμηνείας δεόμενα, ὡς καὶ καινοφωνίας ἐντεῦθεν εἰρημένας λανθάνειν μεταξὺ καὶ παρατρέχειν τοὺς ἀκούοντας, ἀλλ' αὐτὰ ἐκεῖνα ἁπλῶς ἐκτιθέμενος τὰ παραδοθέντα μοι ἄνωθεν ἱερὰ ῥήματα ὡς παρεδόθησαν, καὶ αὐτὰς τὰς γνησίας τῶν θεσπεσίων πατέρων φωνὰς γυμνὰς καὶ ἀπαρακαλύπτους προφέρων. ὧν τῇ μελέτῃ καὶ ὁμολογίᾳ διὰ παντὸς ἐμμένων τοῦ βίου ἀξιωθείην τὴν ἡμετέραν τῷ θεῷ παραδοῦναι ψυχήν· πρεσβείαις τῆς πανυπεράγνου αὐτοῦ μητρὸς καὶ πάντων τῶν ἁγίων. ἀμήν. περὶ δὲ τοῦ Καλαβροῦ Βαρλαὰμ καὶ τοῦ Ἀκινδύνου πλέον τι λέγειν οὐκ ἔχων ἐν τῷ παρόντι τοῦτο μόνον φημί, ὅτι στέργω ὅσον τότε διέγνω περὶ αὐτῶν ἑκατέρου καὶ ἐψηφίσατο ἡ ἁγία τοῦ θεοῦ ἐκκλησία. Ἅ γε μὴν κατὰ τὰς ἐμὰς ἐντολὰς ἐκεκομίκεις ἡμῖν ζωοποιὰ ταυτὶ καὶ φρικτὰ μυστήρια, ζῶντι μὲν παρέσται μοι συνεχέστερον τούτων μετέχοντι ψυχῆς ὁμοῦ καὶ σώματος ἁγιασμὸς καὶ κράτιστον κατὰ πάντων δεινῶν φυλακτήριον, τῆς δ' ἐνεστώσης μεθισταμένῳ ζωῆς μέγιστον αὖθις ἐφόδιον αἰωνίου ζωῆς καὶ τῶν ἐμῶν ἄθλων μαρτύριον ἀκραιφνές, οὓς ὑπὲρ τούτων ἠγώνισμαί τε καὶ ἀγωνίζομαι, ταῦτα βεβαίως διατεινόμενος εἶναι τὸ τοῦ δι' ἡμᾶς σαρκωθέντος λόγου θεοῦ σῶμα καὶ αἷμα, καὶ οὐχὶ τύπον ἐκείνων ἢ καὶ ἀνουσίου τινὸς ἀποτέλεσμα ἐνεργείας, ἣν φαντασιωδῶς πως σεσαρκῶσθαι καὶ οὐχὶ μίαν τῶν τριῶν τῆς μόνης ἀκτίστου καὶ μακαρίας ἐκείνης οὐσίας θεοῦ λόγου ὑπόστασιν, τοῖς ἐμοῖς διαρρήδην βοῶσι διώκταις αἰδὼς οὐκ ἔπεισιν οὐδ' αἰθερίων φόβος κεραυνῶν. διὰ δὴ ταῦτα καὶ συνέκδημος τοῖς θείοις τουτοισὶ καὶ φρικτοῖς μυστηρίοις γενέσθαι βούλομαι τὴν πρὸς τὸν ἀληθῶς σαρκωθέντα θεὸν λόγον πορείαν στελλόμενος, ὅπῃ καὶ τρανότερα τὰ τῆς ἀληθοῦς ἀνακαλυπτήρια περὶ πάντων παντάπασι γνώσεως ἔσται. σοὶ δ' ἐατέον παντάπασιν καὶ μὴ διὰ σπουδῆς μηδαμῇ περιστεῖλαι τὸν ἐμὸν γενέσθω νεκρόν, ὁρῶντι κυσὶ καὶ ὀρνέοις δαπάνην ῥιπτόμενον, ὥς γε τοῖς ἐμοῖς δημίοις ἐκ πολλοῦ κεκύρωται ψηφισθέν· εἰ γὰρ πλείστων ἁγίων ἑκόντων ἐρρίφη τὰ σώματα, καὶ ταῦτα τῶν γε πλειόνων πρὶν ἢ τῆς συμφυοῦς χωρισθῆναι ψυχῆς, ὅτε δὴ μάλιστα καὶ δριμυτέραις ἕπεται διαπερονᾶσθαι ταῖς ἀλγηδόσι, πολλῷ δήπου μᾶλλον ἡμᾶς μυρίοις ἁμαρτήμασι βρίθοντας ὑπομένειν χρεών, καὶ ταῦτ' εἰς ἀναίσθητον σῶμα καὶ νεκρὸν τῶν δεινῶν περιαντλουμένων. ἡδοναὶ γὰρ καὶ λῦπαι καὶ ὀργαὶ καὶ φόβοι, καὶ ὅσαι τῶν ἐπιθυμιῶν διαθέσεις, ἢ ψυχὴν ὑποκείμενον μόνην ἕξουσι καθ' αὑτὴν ἢ ψυχὴν χρωμένην σώματι, σῶμα δ' ἄνευ ψυχῆς καθ' αὑτό, τοῦτο δ' οὔποτ' ἂν οὐδαμῇ· πρότερον γὰρ ἄν τις ἐγκαλέσειε ξύλοις ἀψύχοις καὶ λίθοις χαρᾶς ἐντήκεσθαι καὶ λύπης αἴσθησιν καὶ τῶν τοιούτων, ἢ σώμασιν ἀνθρωπίνοις ἀπαλλαγεῖσι ψυχῆς. γίνεσθαι δ' οὖν ὅμως πρὸς θεοῦ τοῖς μὲν δρῶσιν ἀκούομεν ἔλεγχον τὰ τοιαδὶ κακίας καὶ ἅμα φλογὸς ἐκεῖ κολαζούσης ἑτοιμασίαν, οἷς δ' ὑπομένειν ὅπως ποτὲ προθυμία, τούτοις δ' ἀπαλλαγὴν ἐγκλημάτων ψυχῆς· μηδὲ γὰρ ἄλλο τι βούλεσθαι τὴν θηριώδη ταυτηνὶ καθ' ἡμῶν κατοχὴν τοῖς ἐμοῖς δημίοις ἢ τοῦ παρόντος ἐπίτομον βίου ἀπαλλαγήν. ὃ γὰρ Ἰουδαίοις ἐκείνοις ἐπέπρακτο πάλαι, ἔργοις μὲν καὶ πάσαις γνώμης ὁρμαῖς τὸν Χριστοῦ συσκευάσασι θάνατον, λόγῳ δ' εὐλαβουμένοις δῆθεν ψιλῷ χωρεῖν εἰς πραιτώριον ὀψιαίτερον, τοῦτ' ἄντικρυς ἴδοι τις ἂν κἀπ' ἐμοῦ συσκευάζοντας τουτουσὶ τοὺς ἐμοὺς Ἰουδαίους· δεδιότες γὰρ ἴσως τοὺς ἀνθρωπίνους ἐλέγχους, σίδηρον μὲν οὐκ ἐπάγειν ταχὺν οὐδαμῇ κατά γε τοῦ 'μοῦ συγχωροῦσιν ἐμφανῶς αὐχένος, μὴ λάθωσιν ἀνδροφόνων ἐς προῦπτον ὄφλοντες δίκην, βίαιον δ' ἄλλως μοι τουτονὶ διὰ παντὸς συσκευάζουσι χρόνου τὸν θάνατον, εἰς ἀπροφάσιστον δῆθεν αὐτῶν κακίαν διατυποῦντες αὐτὸν οὑτωσί· τὸ γάρ τοι μεῖζον δημιουργοῦντες τοὔλαττον εἰρωνεύονται. σὺ δ' ἀλλὰ καὶ τελευταίαν ταυτηνὶ μὴ κατοκνήσῃς καταθεῖναί μοι χάριν· λαβὼν γὰρ τὸ ἄγγος τουτί, νεαρὸν ἐκ τοῦ φρέατος ὕδωρ κομίσαι μοι προθυμήθητι, ἕως ἔτι νεαροὺς καὶ ἀκμάζοντας ἡ νὺξ ληνοβατοῦσα κίρνησι τοὺς ὕπνους τοῖς ἐμοῖς δεσμοφύλαξι· τῇδε γὰρ κἀμοὶ τῇ ὥρᾳ ποιεῖν εἰωθὸς ὡς ἐπὶ τὸ πλεῖστον μετὰ πεντεκαίδεκα καὶ πλείους μεταξὺ τὰς ἡμέρας. ὃ δὲ νῦν ὁρᾷς, εἴκοσι πρότερον ἡμέρας κομίζων νυκτός, ἔλαθον διὰ σκότους λίθῳ τινὶ τὸν πόδα πληγείς, καὶ ἀλγηδόσιν ἐκεῖθεν ἐς τόδε χρησάμενος οὐ βραχέσιν, ὡς μὴ δυνηθῆναι πρᾶξαι τοῦ λοιποῦ τὰ εἰθισμένα. διὸ καὶ σέσηπέ τε, ὡς ὁρᾶς, καὶ ὄδωδεν· ἑστὼς γὰρ καὶ ἄλλως νοσεῖ τὸ ὕδωρ, καθάπερ δὴ καὶ τἆλλα πάνθ' ὁπόσα γε τὴν γένεσιν ἐς τὸ κινεῖσθαι πρὸς τοῦ πεποιηκότος εἰλήφει θεοῦ, μάλιστα δὲ νῦν ὁπότε τοῦ καύματος εἴη τὸ ἀκμαιότατον· μετὰ γὰρ τὰς τοῦ Ὠρίωνος ἐπιτολὰς τοὺς οὐρανίους ἀνελίττων ἀρτίως κύκλους ὁ τῶν αἰθερίων λαμπάδων βραβευτὴς καὶ ταμίας ἥλιος μάλα ξηρόν τε καὶ ἄνικμον τῷ περιόντι τῆς θέρμης οὐ μόνον ποιεῖ τὸν ἀέρα, ἀλλὰ καὶ ὅσα τῆς τοῦ ἀέρος τοῦδε μεταλαμβάνει ποιότητος. διὰ γὰρ τοῦτο καὶ τῇ θείᾳ προνοίᾳ ἐμέλησε τὰς τῶν χρόνων καρπῷ ποιότητας ὑγροτέρας ἅμα καὶ ψυχροτέρας ἐκ διαδοχῆς ἀναλόγου ποιεῖν εἰς ἀντίπαλον τοῦ ἡλιακοῦ πυρὸς ἐκείνου κατάστασιν. Ἀλλὰ τούτων μὲν ἅλις· σοὶ δ' ἔνια τῶν ὅσα τῷ βίῳ τελεῖται, καίριον, εἴπερ ποτέ, ἂν εἴη νῦν ἡμῖν προτιθέναι καινότερα διηγήματα· πάντων γὰρ ἡμᾶς τῶν τοιούτων ἐν ἀγνοίᾳ πέπραχεν εἶναι τὰ τῆς καθείρξεως ταυτησίν. εἰκάζειν δ' οὖν ὅπως ποθ' ἡμῖν παρέχεται τὰ τῆς ἡλικιώτιδος πάλαι πείρας ἄλλοτ' ἄλλα φύειν ἀεὶ τὸν χρόνον· φύσις γὰρ ὥσπερ τοῖς αἰθερίοις δρόμοις ὡσαύτως ἔχειν ἀεί, καὶ μεταβολαῖς κεχρῆσθαι μυρίαις καὶ ἀτεκμάρτοις καὶ μηδὲν μηδαμῇ βέβαιον ἔχειν, ᾧ μὴ συνεχοῦς τινὸς καὶ παντοδαπῆς δεήσει τῆς γλώττης καὶ ἀποχρώσης πορθμείου δίκην ἄλλοτ' ἄλλῃ παραπέμπειν ἀκοῇ. ὁρᾷς δ' ὡς καὶ αὐτοῖς γε ἡμῖν ἀνίας οὐ μάλα τι μέτριον ἤνεγκε τῇ ψυχῇ τὸν τοῦ ἐπαχθοῦς φόρτον τὰ φθάσαντα τῶν ἡμῖν συμβεβηκότων, καὶ δεῖ ψυχαγωγίας ἔξωθεν ἱκανῆς ἐξ ἀντιπάλων ῥαγείσης διηγημάτων. οἶσθα γὰρ ὡς καὶ Πυθαγόρας ἐκεῖνος ὁ Σάμιος λύρας ἕωθεν καὶ ᾠδῶν μουσικῶν νενουθέτηκεν ἅπτεσθαι, ὁπόσαι γε ἱκαναὶ τὸ τῶν λογισμῶν τηνικαῦτα κοιμίζειν κυμαῖνον ἐκ τῶν τοῦ ὕπνου νυκτερινῶν ἀθυρμάτων καθιστάμενον ῥόθιον, καὶ μεθαρμόττειν ῥᾳδίως ἐπὶ τὸ εὔθυμον ὁπόσα ἡ τῶν ὀνείρων αὐτονομία παίζουσα δραστικώτερον ἐνίοτε κατὰ τῆς γαλήνης τῶν λογισμῶν ἀφίησιν ἀπαρκτίου δίκην μακροῦ τινός, ὅτε δὴ καὶ μάλα ἀταμίευτος τοῖς αἰσθητηρίοις ὁ ὕπνος ἐντρέχων ἥκιστα τὸ πρὸς ἄμυναν τέως ἔχειν δυνάμενον σφίσιν ἐῴη ἄν. διὸ καὶ ἡμῖν ἥδιστον ἂν γένοιτο ἄκουσμα τῶν ἔξω πραγμάτων ἔνια διηγήσεως ὑπόθεσιν νῦν κομίζοντος σοῦ γε. ἐπεὶ γὰρ κακῶν, εἴπερ ποτέ, νῦν ὁ βίος ἐμπέπλησται ὀργιζομένου θεοῦ διὰ τὴν τῶν θείων δογμάτων ἀθέτησιν, δυοῖν ἔσται θάτερον πάντως· ἢ γὰρ φίλων ἡμῖν ἀπαγγελεῖς συμφοράς, καὶ δακρύσω μὲν ὡς εἰκὸς ἕτερον τρόπον ἐγώ, τῇ δὲ κοινωνίᾳ τοῦ πάθους ἐκείνους προσαγορεύσω καὶ πόρρωθεν, ἀφθόγγοις τε λαλιαῖς ὡς εἰπεῖν προσφθεγγόμενος, καὶ οἴκτῳ τὸν οἶκτον ἀντιδιδοὺς καὶ συνηδόμενος σφίσι, καὶ θαυμάζων τῆς καρτερίας τοὺς ἄνδρας, ἢ συμφορὰς διωκτῶν ἀκουσόμεθα, καὶ βελτίους λοιπὸν καὶ ὑπὲρ αὐτῶν τὰς ἐλπίδας ληψόμεθα. σύνεσιν γὰρ οἶμαι καὶ σφᾶς ὀψὲ γοῦν εἰληφότας διορθωθῆναι, ἔργοις ἤδη βλέποντας προφανεῖς φυομένους τοὺς τῶν οἰκείων ἀτοπημάτων ἐλέγχους, καὶ τῶν ἐν μυχοῖς διωγμῶν καὶ σκότῳ βαθεῖ κοιμωμένων προτάσεων ἀληθῶν τὸ συμπέρασμα ἀνατέλλον. Καὶ μὴν ἕτοιμος ἔγωγε, βέλτιστε, λέγειν ὅσα δὴ καὶ οἷα βούλοιο ἂν ἐπιτάττειν αὐτός. Οὐκοῦν ἁρμόττουσαν ἀρχὴν ἀναθεῖναι δεῖ τῷ λόγῳ πρότερον, φίλτατε Ἀγαθάγγελε· ἣν οὐκ ἄλλως ἁλώσιμον ἔσεσθαι οἶμαι ἢ ἐς τὸ πρότερον ἴχνος τῶν λόγων ἐκείνων ἀναπόμπιμον πεπραχότας τὴν μνήμην, καὶ δίκην σειρᾶς τὰς τῆς γλώττης ἐκεῖθεν κρηπῖδας ἀνάψαντας, ἀσφαλῆ τὰ τῆς ἀναλήψεως ἤδη ἐφόδια ἐς τὴν τῶν ἑξῆς κεκτῆσθαι διήγησιν ἐν βραχεῖ. εἶναι δ' ἀναγκαῖον πυθέσθαι πρῶτον ἡμᾶς ὅτι ποτὲ μετὰ τὴν ναυμαχίαν ἐκείνην ἀντικαθήμενοι καὶ ἀντεφεδρεύοντες ἑκατέροις ἑκάτεροι τῶν Λατίνων οἱ στόλοι τότε πεπράχασι· δεύτερον δ' ὅτι ποτὲ καὶ ἡ βασιλὶς Εἰρήνη τετέλεκεν ἀπιοῦσά τε ἐς Ὀρεστιάδα καὶ Διδυμότειχον, καὶ τὰς μεταξὺ τῆς φιλαρχίας τῶν παίδων ἔριδας ἐπειγομένη κοιμίσαι, πρὶν εἰς αἱμάτων χύσεις τὸ κατ' ἀλλήλων ἐκβῆναι μαινόμενον· καὶ τρίτον ὁποίας καὶ καθ' ἡμῶν τὰς μελέτας ὁ τῶν διωκτῶν ἱστουργεῖ καὶ συρράπτει θίασος. Ἐμὲ δ' εὖ σοι λέγοντι, θεία μοι κεφαλή, ἀντιλέγειν μὲν ἥκιστα πάντων, πείθεσθαι δὲ μάλιστα πάντων χρεών. καί σοι ἐρῶν ἔρχομαι εἰ μὴ πάντα δὴ τὰ μεταξὺ καθ' ἕκαστα, ἀλλ' οὖν ἀπολέξας τὰ καιριώτερα. Ὁ γάρ τοι τοῦ Βενετικοῦ στόλου ναύαρχος ἥκιστ' ἔχων ὅτι πράξειεν ἀφ' οὗ παρὰ πᾶσαν ἐνέτυχε προσδοκίαν ἤδη μετὰ τὴν ναυμαχίαν τοῖς Γεννουίταις τῷ τῶν Βιθυνῶν σπεισαμένοις ἡγεμόνι Περσῶν Ὑρκανῷ, πρὸς μόνην ταυτηνὶ τελευταίαν ἐξ ἀπογνώσεως ἐληλυθόσι καταφυγὴν πολεμίοις πάνυ τι δυσαντίβλεπτον καὶ οἷον ἀνανταγώνιστον, κἀκεῖθεν ἤδη μετὰ μακρᾶς τῆς ἀδείας μισθοφορικὴν ἐξ Ἀσίας διαβιβάζουσι δύναμιν, ὁπόση ἂν εἴη μάλισθ' ἱκανὴ συμμαχεῖν τε καὶ πόρρωθεν ἀποκρούεσθαι καὶ ἀνασοβεῖν πολεμίων ἁπάντων ἔφοδον, πλήρεσιν ἀπέπλευσε τοῖς ἱστίοις ἐς Βενετίαν, ἐπαγγειλάμενος μετὰ πλείονος ἐπανήξειν ὀψὲ τῆς δυνάμεως. κατέλειπε δ' ὅμως συνθήκας τοῖς Γεννουίταις τὸν βασιλέα ποιεῖν καιρικάς, ἕως ἂν ἑκατέροις τοῖς μέρεσι διαναπαύσασιν ἑαυτούς, καὶ διαρκέστερα τἀπιτήδεια εἰσκομισαμένοις, ἀνδρικώτερον πρὸς τὸν ἐφεξῆς ἀπαντᾶν προσγένηται πόλεμον. ἐνταυθοῖ δέ μοι γενομένῳ τοῦ λόγου ἥκιστ' εὔοδα τὰ ἑξῆς εἴη ἄν, βουλομένῳ κατά γε τὴν σὴν τὸν λόγον συστέλλειν ἐς τὸ βραχύτερον βούλησιν. εἰ μὴ γὰρ ἄνωθεν ἠργμένοις τὰς τῶν λεχθησομένων αἰτίας προστιθέναι γένοιθ' ἡμῖν, οὐκ ἄν ποτε γένοιτο γνώριμον οὐδέσι τῶν ἀκουόντων οὐδέν, πλὴν ὅτι ἀμεινόνων γε τῶν ἀποριῶν ἐσόμεθα πρόξενοι, ἡμίεργόν τινα καὶ ἡμιτελῆ τῇ διηγήσει τὴν τῆς γλώττης παρεχόμενοι χρείαν. Ἐβουλόμην σε ἔγωγε, καλὲ Ἀγαθάγγελε, πάνυ τι πλεῖστον ἐμοὶ συνεῖναι τὸν χρόνον καὶ ὁμιλεῖν ἐνταυθοῖ, καὶ μακρὰν παρ' ἑκατέρων ἑκατέρους ἐντεῦθεν ἡμᾶς τὴν παραμυθίαν μετὰ τοῦ ὠφελίμου καρποῦσθαι, χρείας χρείαν ἀντιδιδόντας ἀλλήλους ἀλλήλοις καὶ αὖ παρ' ἀλλήλων ἀλλήλους ἀντιλαμβάνοντας ὡς εἰκός, μέχρις ἄν, εἰ καὶ ἡμῖν ἐξείη ζῆν, ὁ τῆς αἰθρίας ἐπι λάμψῃ καιρός, καὶ δῷ παρρησίαν τῇ γλώττῃ ξύν γε θεῷ, καὶ δοθῇ μοι λόγος κατὰ τὸν θεῖον ἀπόστολον ἐν ἀνοίξει τοῦ στόματος μου παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου ὑπὲρ οὗ πρεσβεύω ἐν δεσμοῖς, ἵνα ἐν αὐτῷ παρρησιάσω ὡς δεῖ με λαλῆσαι. ἐπεὶ δ' ἄλλοτ' ἄλλα τὰς ἐμὰς νύκτωρ καὶ μεθ' ἡμέραν σμήνη διωκτῶν περιστοιχίζουσι θύρας, θηρῶν χαλεπώτεροι πάντων εἰπεῖν, ὡς δεδιότας μηδ' ἔχειν ἡμᾶς μήτε φωνὴν γοῦν ἐλευθέραν χαρίσασθαι μήτε σέ γ' ἐμοὶ μήτ' αὖ τοὐναντίον σοί γε ἐμέ, πλὴν ἢ μάλα μόλις τονθορύζοντας ἑκάτερον ἑκατέρου ἀκούειν, στέργειν δ' οὖν τέως ἀνάγκη τῇ καταψηφισθείσῃ μονώσει καθάπαξ ἁπασῶν ἐν στερήσει καθημένους ἀνθρωπίνων προσρήσεων, παραπλησίως εἰπεῖν τοῖς αἰωνίως ἐν ᾅδου καθεύδουσιν. ὅμως αὐτῷ θαρρήσαντες ἤδη τῷ μόνῳ θεῷ, ὑπὲρ οὗ καὶ τουτοισὶν ἐγκαρτεροῦμεν τοῖς ἄθλοις, φέρε δέος ἅπαν κονιορτοῦ δίκην ἀποτριψώμεθα· καὶ τρεῖς λοιπὸν τῶν ἡμερῶν καὶ τέτταρας, εἰ δέοι, σύ γε δήπου περιμείνας ἐνταυθοῖ, μακροτέραν τε καὶ ὅσον ἐφικτὸν ἀνενδεᾶ τὴν τῆς ἀφηγήσεως τράπεζαν ἡμῖν ταυτηνὶ παρατίθει. καὶ τῶν ὀρνέων γὰρ τοὺς κύκνους φασὶ τῆς σφῶν αὐτῶν αἰσθομένους ἤδη τελευτῆς, μακρότερόν τι καὶ λιγυρώτερον τηνικαῦτα μᾶλλον ἢ κατὰ πάντα ᾄδειν τὸν βίον. ἐπεὶ οὖν καὶ ἡμῖν περὶ τοὺς ἐσχάτους ἤδη κινδύνους σκηνοβατεῖν περιέστηκεν, ὡς εἰρήκειμεν, οὐκ ἄν που τῶν ἀπεικότων εἴη μακροτέροις διηγήμασι μακροτέραν ἐκτείναντας ἀκοὴν τελευταίοις ἀφοσιώσασθαι ἀσπασμοῖς. ἄρτος δ' ἡμῖν ὁ κατεσκληκὼς οὑτοσὶν εἰς τροφὴν ἀποχρήσει, καὶ ὃ νῦν εἰσκεκομίκεις αὐτὸς ἐξ ἐκείνου τοῦ φρέατος ὕδωρ εἰς πόσιν, Τροφῆς μὲν δὴ καὶ πόσεως, θεία μοι κεφαλή, πάνυ τι ἐλαχίστου ἢ μᾶλλον τοῦ μηδενὸς ἄν μοι δεήσειν οἶμαι τὰ νῦν, τῆς σῆς ὁμιλίας ὡς ἐπίπαν εἰπεῖν ἀποχρώσης ἐμοί, καὶ ῥᾷστά με πειθούσης ἔρωτας ἐρώτων ἀλλάττεσθαι, δυοῖν ὁποτέρου βούλοιτό τις ἕνεκα, εἴθ' ὅτι γέννημα ὢν ὁ λόγος ἀθάνατον ἀθανάτου νοῦ μονιμωτέρας τῇ τῶν ἐραστῶν ἀκοῇ παρέχεται καὶ ἡδίους τὰς τῶν ἐρωμένων ἐπαγγελίας, εἴθ' ὅτι καὶ διὰ τὸν σὸν πόθον περὶ πλείονος καὶ τοῦ παντὸς τὴν σὴν ἐφίεμαι ποιεῖσθαι ὁμιλίαν. Ἀλλὰ τούτων μὲν ἅλις, ὦ βέλτιστε Ἀγαθάγγελε· σὺ δὲ τῆς προκειμένης ἔχου προθέσεως. Καὶ δὴ λοιπὸν ἐπανιτέον ἐκεῖσε. οἶσθα, ὦ βελτίστη μοι κεφαλή, ὅπως μετὰ τὴν μοχθηρὰν ἐκείνην καὶ κακῶς τοῖς διώκταις σχεδιασθεῖσαν καθ' ὑμῶν λῃστικὴν ἐκείνην σύνοδον ἧκον αὐθημερὸν ἐκ Θεσσαλονίκης ἀγγελίαι τῷ βασιλεῖ Καντακουζηνῷ πάνυ τι σφόδρα δειναί, καὶ αὐτῶν ὡς εἰπεῖν τῶν τῆς ψυχῆς ἁπτόμεναι μυελῶν, καθάπερ ἔπαθλα τοῦ ἀγῶνος ἐκείνου κατάλληλα τοῦ ἀθλοθέτου θεοῦ προσδεικνύντος πρὸς ἔλεγχον τῆς κακίας καὶ ἀναιδείας ἐκείνης, διδάσκοντος μόνον οὐ διαρρήδην καὶ μετρίαν ταύτην κατὰ πόδας ἐνταῦθα παιδείαν ἐπάγοντος εἰς ἐπιστροφὴν τῶν ἐκεῖ παρανομηθέντων, καὶ πύλας οὑτωσί πως ἀνοίγοντος μετανοίας. Φασὶ γὰρ τὸν Παλαιολόγον, ὡς ὑποπτεύσειεν ἐπιβουλὴν καθ' ἑαυτοῦ πρὸς τῶν γυναικαδέλφων καὶ τοῦ πενθεροῦ καὶ γνώμης ἐκείνων ἀλλοίωσιν καὶ τροπὴν πολλαχόθεν πολύτροπον, ἀνενεγκεῖν τε εὐθὺς πρὸς ὁμοίους φόβους τὴν μνήμην ὁμοίων ἐπιβουλῶν, αἳ ταῖς ἀρχαῖς ἀπροόπτως ὡς τὰ πολλὰ καὶ πολυτρόπως ἐνσκήπτουσαι κηλῖδας καὶ κῆρας αἱμάτων καὶ φόνων μεστὰς ἐπιφέρουσι τοῖς μὴ πάνυ προσέχειν ἐθέλουσι ταῖς πολυτρόποις τύχαις καὶ γνώμαις τῶν ἀνθρώπων. ὅθεν διανέστη τε καὶ τὴν γνώμην εὐθὺς ἐπὶ ζήτησιν ἠκόνησε τοῦ προσήκοντος ἄνωθεν κλήρου τῆς βασιλείας καὶ τοῦ γε βιοῦν ἀδεέστερον δύνασθαι ἢ καθ' ἃς μηχανᾶσθαι δύναιντ' ἄν τινες ἐπιβουλάς· βέλτιον γὰρ ἔφησεν εἶναι θαλάσσης ἐπιούσης ἐν τῷ παρόντι φορὰν ἐκκλῖναι ἢ ῥαθυμήσαντα συναπαχθῆναι τῇ βίᾳ τοῦ ῥεύματος. χρόνον οὖν τινὰ τῷ Κράλῃ Σερβίας ἐπιτιθεμένῳ καὶ ἀπειλοῦντι μεγίστους αὐτῷ περιστήσειν κινδύνους, εἰ μὴ κήδους ἕνεκα πρὸς συγγενῆ φιλίαν αὐτῷ συναφθείη κρατίστῳ καὶ πρὸς τὰς περιεστηκυίας αὐτῷ συμφορὰς ἐσομένῳ συμμάχῳ, πέμπει δεξιὰν ὀψὲ καὶ μόλις ἤδη διὰ ταυτί, καὶ κυροῦται πρὸς ἀμφοῖν δόντα οἱ τὸν Παλαιολόγον, εἰ ῥᾴδιον εἴη, ὅμηρα τὴν ἑαυτοῦ γυναῖκα Ἑλένην διὰ τὰς ἐκ γένους ταύτης ἐπιβουλάς, ἀγαγέσθαι τὴν τοῦ Κράλη γυναικαδέλφην, νέαν τε οὖσαν ἔτι κἀκείνην καὶ ἅμα ἀδελφὴν τοῦ τῶν Μυσῶν ἡγεμόνος Ἀλεξάνδρου. ταῦτα τῷ Καντακουζηνῷ μαθόντι τῷ βασιλεῖ θανάτου φάναι πολλῷ πικροτέρους καθῆκε φόβους τοῖς λογισμοῖς· καὶ παραλαβὼν Ἄνναν τὴν ἐκείνου μητέρα, τηρουμένην τέως ἐν Βυζαντίῳ, ἐς τὴν τῶν ὁδηγῶν ἀπῄει μονήν, κἀκεῖ τῆς θείας εἰκόνος ἔμπροσθεν αὐτίκα μάλα δώσειν ὑπισχνεῖται τῷ ταύτης μὲν υἱῷ, γαμβρῷ δὲ αὐτοῦ, τὸν ἅπαντα κλῆρον τῆς βασιλείας, ἀφεμένῳ μὲν τὰς τοῦ Κράλη συνθήκας ἐκείνας, ἐληλυθότι δ' ἐς Βυζάντιον εὐθὺς παρὰ τὴν νόμιμον σύζυγον, αὐτὸς δὲ δυοῖν θάτερον, ἢ τῷ Βυζαντίῳ διὰ βίου ἐνδιατρίβων βασιλικῶς καὶ αὐτὸς τὰ μέχρι Σηλυμβρίας ἐντεῦθεν διοικεῖν πράγματα κατὰ γνώμην τοῦ γαμβροῦ, ἢ τὸν ἡσύχιον ἑλόμενος καὶ ἀπράγμονα βίον οἴκοι καθῆσθαι. καὶ ἅμα ἔγγραφον ταῖν χεροῖν αὐτῆς ἐνετίθει τὴν γνώμην φρικωδεστάτοις ὅρκοις ἠσφαλισμένην τε καὶ ἀπαραλόγιστον τὴν ὑπέραγνον θεομήτορα προβαλλομένοις ἐγγυητήν. ἣ δ' εὐθὺς ἀπιστεῖν οὐδαμῇ ἔχουσα τά τε τῶν οὕτως ἐχόντων ἐγγράφων ὅρκων βιβλία εἰλήφει, καὶ ἅμα ὅλῃ σπουδῇ κατέπλευσεν ἐς Θεσσαλονίκην, κἀκεῖ τῷ υἱῷ τὰ εἰκότα ὡμιληκυῖα καὶ τοὺς φρικώδεις ἐκείνους ἐμφανίσασα ὅρκους, τῶν τοῦ Κράλη συνθηκῶν τελέως ἀποσχέσθαι πέπεικεν εὐθύς. Τούτων δ' οὕτω γενομένων ἧκεν ὁ Παλαιολόγος ἄχρι καὶ ἐς Διδυμότειχον· κἀκεῖθεν πρὸς τὸν πενθερὸν διαπρεσβευσάμενος Καντακουζηνόν, καὶ ὡς ἐμμένοι μαθὼν τοῖς ὀμωμοσμένοις, ἥκει λοιπὸν καὶ αὐτὸς ἐς Βυζάντιον, πάντας ἀπεσκευασμένος φόβους καὶ ὑποψίας ἁπάσας. καὶ πλέον ἢ τριακονθήμερον τῇ τοῦ πενθεροῦ συνδιατετριφὼς ὁμιλίᾳ μετ' εἰρήνης κατηφείᾳ τινὶ κεκραμένης διὰ τὸ τῶν ἠλπισμένων οὐκ εὔελπι τὴν ἐς Διδυμότειχον αὖθις ἀπῄει, καὶ τὴν σύζυγον Ἑλένην ἅμα αὐτῷ ἐπαγόμενος, σὺν ἐκείνῳ μᾶλλον αἱρουμένην θνήσκειν ἢ τοῖς γονεῦσι συζῆν. ταυτὶ μὲν οὖν εἶχεν οὕτω, καὶ τὸ φθινόπωρον τὰς τοῦ ἀρκτούρου προύφαινεν ἄρτι ἐπιτολάς. βραχὺς ὁ χρόνος, καὶ αὖθις παρ' ἑκατέρων ἑκατέροις λαθραῖα ἐξηχεῖτο βουλεύματα πάνυ τῶν δεδογμένων ἀντίστροφα. καὶ ἄπεισι τὴν ταχίστην καθέξων Ματθαῖος τῶν Καντακουζηνοῦ υἱέων ὁ πρῶτος Ὀρεστιάδα, σταδίους οὐ μεῖον πρὸς ἄρκτους διέχουσαν ἑβδομήκοντα καὶ διακοσίους. κἀντεῦθεν τὰ σκάνδαλα ηὖξεν ἐρεθιζόμενα νύκτωρ καὶ μεθ' ἡμέραν ἀεί, καὶ πρὸς ἐμφανῆ τὰ πράγματα προύβη κακίαν καὶ ἄσπονδον ἤδη μάχην. καὶ ἅμα οἱ τῶν Θρᾳκικῶν οἰκήτορες πόλεων Παλαιολόγῳ τῷ βασιλεῖ προσεχώρουν ἐθελονταί, κραταιότερόν τε τῶν πραγμάτων ἐρεθίζοντες ἅπτεσθαι καὶ τοῦ πατρῴου κλήρου τῆς βασιλείας ἀντιποιεῖσθαι, ῥαθυμεῖν ὁπωσοῦν, εἴπερ ποτέ, νῦν μᾶλλον οὐ μάλα προσήκοντος. Διὰ δὴ ταῦτα δείσας περὶ τῆς ἀρχῆς Καντακουζηνὸς ὁ βασιλεὺς λόγων τ' ἐκείνων καὶ συνθηκῶν ἐξελάθετο, καὶ οἷον αὐλητικῆς τινὸς ἀθύρματα παιζούσης τὴν ἀκοὴν ἅπαντας ἡγησάμενος ὅρκους, τῶν ἀντιπάλων ἔργων καθάπαξ ὅλην ἀντίληψιν ἐποιεῖτο. πρῶτον μὲν οὖν πέμψας ἐς Ὑρκανὸν τὸν γαμβρὸν καὶ σατράπην τῶν ἐν Βιθυνίᾳ βαρβάρων, καὶ ἅμα ἐς τοὺς γείτονας Γεννουίτας, ὅρκους καινοτέρους αὖθις παρέσχε τῶν πρὶν ἰσχυροτέρους, ταὐτὸν ἀμφοῖν διὰ βίου πνεῖν ἐπαγγελλομένους καθ' ὧν αὐτοὶ βούλοιντο καὶ οἷς ἄχθοιντο, εἰ βοηθοῖεν καὶ αὐτοὶ κατὰ τοῦ γαμβροῦ Παλαιολόγου· ἀκρόπολιν γὰρ ἥγηται κραταιοτέραν τὴν ἐς ἐκείνους καταφυγὴν ἀμυντηρίων ἁπάντων θείων καὶ ἀνθρωπίνων, καὶ μηχάνημα ἐκ πολλοῦ εἰθισμένον αὐτῷ κατά τε τῶν ταλαιπώρων Θρᾳκῶν καὶ ᾧ προσερρύησαν βασιλεῖ, ἀνὰ στόμα συχνὰ τὸ γραφικὸν περιᾴδων ἐκεῖνο «λοιπὸν καλέσω τὰ ἔθνη, κἀκεῖνά με δοξάσουσι.» καὶ ἅμα οἱ ἐξ Ἀσίας Ῥωμαϊκαῖς ἐπὶ Θρᾴκης διαβιβάζοντες τοὺς βαρβάρους ναυσὶν ἔμπρακτόν τε καὶ πάνυ τι κατεσπουδασμένον τὸ τοῦ βασιλικοῦ δόγματος προύφαινον βίαιον. Κατελάνων δ' αὖθις ἀμφὶ πεντακοσίους, ὅσοις τὸν ἐκ τῆς ναυμαχίας ἐκείνης φυγεῖν ἐξεγένετο κίνδυνον, γυμνοὺς καὶ προσαίτας περιιόντας τοῦ ἄστεος πανταχῇ, πρὸς φυλακὴν ὁ βασιλεὺς Καντακουζηνὸς ἀθροίσας τοῦ σώματος ὥπλιζέ τε καὶ ἐσίτιζε μάλα τι σφόδρα πεφροντισμένως, τῶν ὁμοφύλων ἤδη Ῥωμαίων ἀπιστουμένων καὶ ἐν ἐχθρῶν ταττομένων χορείᾳ. Τούτων δ' οὕτως ἐχόντων ἔδοξεν Εἰρήνῃ τῇ βασιλίδι ἔς τε Ὀρεστιάδα καὶ Διδυμότειχον διαβάσῃ διαλλάξαι τοὺς νέους ἀλλήλοις, εἰ δυνηθείη, βαθείαις τισὶν ὑποψίαις ἐπ' ἀλλήλους χρωμένους, οὐδαμῇ τὸ ἔνσπονδον σύνοικον κεκτημέναις, Ματθαῖον δηλαδὴ τὸν υἱὸν καὶ τόν γε ἐπὶ θυγατρὶ γαμβρὸν Παλαιολόγον τὸν βασιλέα, συμπαρειληφυῖα πρός γε τοῖς ἄλλοις καὶ τῶν ἀρχιερέων δύο συνεκδήμους μαρτυρίας ἕνεκα, καὶ ἅμα Ἄγγελον, ᾧ καθολικῷ τηνικαῦτα συμπέπτωκεν εἶναι κριτῇ· ὃς τῆς πατρίδος ἐντεῦθεν ἐξιέναι μέλλοντος ἐμοῦ πάνυ τι νέος ἦν καὶ οὔπω οἶμαι ἔφηβος, εὐγενῆ δ' ὅμως ὑπεζωγράφει τὴν ἐς λόγους ἐκεῖθεν φύσιν, καὶ μάλα ἐπαγγελλομένην πρὸς πᾶσαν ἀρετῆς ἰδέαν εὐφυᾶ τὸν ἄνδρα τὰ συντομώτατα καταστήσειν. πάντας γὰρ ὅσοι τῶν ἅμα αὐτῷ τῆς σῆς σοφίας ἦσαν τέως ἀκροαταί, καὶ τῶν τῆς σῆς διδασκαλίας ἐκείνης κρατήρων φοιτῶντες ἀπήλαυον, μακροῖς παρήλαυνε τοῖς μέτροις δρόμῳ τε γλώττης καὶ διανοίας ὀξύτητι. νῦν δὲ τῆς μακρᾶς ἐκείνης ἀποδημίας ἀνειληφὼς ἐμαυτόν, τῆς φυσικῆς ἐκείνης ἐπαγγελίας ἀμείνω περὶ τὸν ἄνδρα βλέπω τὴν βλάστην καὶ προοιμίων ἐκείνων πολλῷ τὰ νῦν συμπεράσματα κραταιότερα. διὸ καὶ βασιλικῆς ἐγγύτητός τε καὶ εὐμενείας οὐδενὸς τῶν περιλάμπρων ἀνδρῶν ἐνδεέστερον μετέχοντα βλέπων τὸν ἄνδρα γέγηθα· ἤδη γὰρ δι' ἀρετῆς περιουσίαν κἀν μέσοις τοῖς βασιλείοις πεπαρρησιασμένῃ τῇ γλώττῃ διέπειν τοὺς τῆς εὐθυδικίας τέτακται νόμους καὶ τῶν δημοσίων πραγμάτων οἰκονομεῖν ἐν κρίσει τοὺς λόγους καὶ τὰ ψηφίσματα· οἷς ἀρρεπεῖς τὸν ἅπαντα χρόνον καὶ πάντῃ ἀκαπηλεύτους τὰς τῆς δίκης ἐπάγων πλάστιγγας θαῦμα τῷ βίῳ γίνεται μεῖζον ἢ κατὰ πάντα δίκαιον Ἀριστείδην, καὶ πᾶσιν ἁπλῶς περιλάλημα καθίσταται κράτιστον, οὐχ ὁμοφύλοις μόνον, ἀλλ' ἤδη καὶ ἐς τὰ περίοικα τῶν ἐθνῶν ἡ φήμη διέδραμεν, ἀκήρατον φέρουσα τὸ σεμνὸν τῆς αἰδοῦς. διὰ δὴ ταῦτα καὶ συνέκδημον ἡ βασιλὶς ἐς Διδυμότειχον ἑαυτῇ γενέσθαι τῶν καθ' αὑτὸν προτετίμηκεν, ὡς αὐτήκοος καὶ αὐτόπτης ἐκεῖ γενόμενος καὶ αὐτὸς τῶν τε δὴ λεχθησομένων καὶ πραχθησομένων γένοιτο καὶ μάρτυς ἀπαράγραπτος. ἐκεῖσε τοίνυν ἡ βασιλὶς γενομένη πάντ' ἔλεγεν οἷς τε ἐμφωλεύειν ὑπενόει τὴν τοῦ πείθειν ἰσχύν, καὶ οἷς οὐκ ἐφεδρεύειν εἶχε σκυθρωπὸν οὐδέν, τῶν ἐπιτιμήσεων ἥμερόν τινα τρόπον ἐνδεικνυμένη τῷ νέῳ τὴν ἡλικίαν βασιλεῖ, μητρικὴν εἰσάγουσά πως αὐτῷ τὴν παραίνεσιν. τὰ δὲ ἦν, ὡς ἐν κεφαλαίῳ φάναι, παραχωρεῖν τὸν γαμβρὸν καὶ βασιλέα Παλαιολόγον ἑκόντα Ματθαίῳ τῷ γυναικαδέλφῳ τὴν ἐξ Ὀρεστιάδος ἄχρι Βιζύης μετά γε τῶν ἑκατέρωθεν χωρίων καὶ πόλεων γῆν αὐτονόμῳ νέμεσθαι δεσποτείᾳ, αὐτὸν δ' ἔχειν τὴν ἐκ Διδυμοτείχου μέχρι Θεσσαλονίκης, τὸν δὲ κοινὸν ἀμφοῖν πατέρα Καντακουζηνὸν τὸν βασιλέα τὰ λειπόμενα μετὰ τῆς βασιλευούσης τῶν πόλεων μέχρι τελευτῆς, ὅτε καὶ αὐτῶν κληρονόμον ἐντελῆ καὶ διάδοχον μέλλει σε καταλείψειν. χρεὼν δ' εἶναι σε πάντως ἔλεγεν, ὅσα καὶ πατρὶ καὶ τῇ τῶν πραγμάτων ἐγγεγηρακότι πείρᾳ, πιστεύειν αὐτῷ τά τε ἄλλα καὶ τὴν τοῦ βασιλικοῦ βίου κυβερνητικήν, ὡς ἂν ἀκύμονάς σοι τὰς τούτου παρέχοι φροντίδας, τούς τε τῆς βασιλείας αὐτὸς ἀναδεχόμενος κλύδωνας, καὶ πρὶν τῶν ἐκεῖθεν ἰλίγγων σε γεύσασθαι, πρὸς τὸ ἀγχώμαλον ἄγων ὅσον ἐφικτόν. μηδὲ γὰρ ἄν ποτε τὸν σὸν βουληθῆναι κίνδυνον, εἰς υἱέως κλῆρον αὐτῷ καταστάντος διὰ τοῦ κήδους. πῶς γάρ, ὃς πολέμιος ὢν καὶ πολεμίαν ἔχων αὐτῷ μητέρα, ἔπειτά γε καὶ πολέμου νόμοις αὐτᾷ ληφθεὶς μέν, περισωθεὶς δὲ παραδόξως, καὶ κληρονόμος τῆς βασιλείας πρὸ τῶν γνησίων αὐτοῦ παίδων ἐγγραφεὶς αὐτῷ. ἄπαγε, μὴ σύ γε τοιαῦθ' ὑπονόει. ἔπειτα σε χρεὼν καὶ τούς τε τῆς σῆς μητρὸς καὶ ἅμα τοὺς σοὺς αὐτοῦ μεγάλους ἐκείνους ὅρκους αἰδεῖσθαι, οὓς τηνικαῦθ' ἡμῖν ἐγγράφους παρέσχεσθε, μὴ πολέμιον χεῖρα μηδ' ἔνοπλον ἔργον ἐνδείξασθαί ποτε καθ' ἡμῶν, ἀλλ' ὥσπερ ἡγεμονικόν τι πρόσταγμα πᾶν τὸ τοῦ πενθεροῦ νομίζειν βούλημα μέχρι παντὸς [νενόμισται], καὶ ὡς πρὸς ἀρχέτυπον ὄντως εἰκόνος βασιλικῆς τοὺς σοὺς ἀπευθύνειν τρόπους εἰς τὸν ἐκείνου βίον καὶ λόγον.» Ταῦτα τῆς βασιλίδος Εἰρήνης εἰπούσης Παλαιολόγῳ τῷ βασιλεῖ καὶ γαμβρῷ, τοιάδε καὶ αὐτὸς ἀμείβετο πρὸς αὐτήν. «πολλὰ τῶν πραγμάτων, ὦ μῆτερ, ἐν προοιμίοις ὁμαλῶς ὁρώμενά τε καὶ ἀμελούμενα δέον περίεργόν τινα καὶ πεφροντισμένην λαμβάνειν ἐξέτασιν, σφόδρα μακροὺς ἐπεκρέμασε τοὺς κινδύνους οἷς μὴ προειδέναι ἐπῄει δι' ἁπλότητα τρόπων, ἀράχνης τινὸς μιμούμενα τρόπον, ἣ τό τε χρῶμα καὶ ὕφασμα καὶ τὴν κίνησιν ἀερώδη τὰ πάντ' ἔχουσα, λανθάνει τὰ τῶν βραχέων ἐμπίπτοντα ζώων ῥᾷστα θηρεύουσα. κἀγὼ τοιγαροῦν εἰ μὲν ἠρεμήσοντα ᾔδειν Ματθαῖον τὸν ἐμὸν ἀδελφόν, καὶ μὴ πρόφασιν τὸ τῆς δεσποτείας αὐτόνομον ἐσχηκότα τὴν ἐμὴν καιροφυλακήσειν σφαγήν, τοῦ παντὸς ἂν τὸ τῆς εἰρήνης ἐτιμησάμην ἐνταῦθα τερπνόν, καὶ παντὸς ἅμα καὶ λόγου καὶ πράξεως τὴν ἀπράγμονα σιωπὴν ἐποιησάμην ἐπίπροσθεν μάλα τι ἄσμενος. νῦν δέ με ταράττει σφοδρῶς ὁπόσα σφετεριζόμενος ἑαυτῷ τῆς βασιλείας περιτίθησι σύμβολα, ὅσα τοῖς ὅρκοις ἐκείνοις σιωπηθέντα παρρησιάζεται νῦν, ἠρέμα καὶ κατὰ μικρὸν ἐφ' ἑτέροις ἕτερα διηνεκῶς προστιθέμενα καὶ τὴν ἐμὴν ἀναίρεσιν μόνον οὐ τραγῳδοῦντα πρὸ θυρῶν τῶν ἐμῶν, δέον, εἰ μὲν δίκαια ταυτί, τοῖς ὅρκοις ἐκείνοις τότ' ἐγγραφῆναι, οὓς ἀρτίως προφέρεις δεξιῶς ἐμοὶ τὴν κατάλυσιν ὀνειδίζουσα· εἰ δὲ τοὺς νόμους αἰδούμενος τότε σεσίγηκε, πῶς οὐ νῦν μᾶλλον αἰδεῖται τοὺς ὅρκους τε λύων ἐκείνους περιφανῶς, καὶ ἃ τοῖς νόμοις κωλύεται, μετ' ἐξουσίας οὐ μάλα τι προσηκούσης ἁρπάζων ἀρτίως. καὶ ταῦτα δρᾷ τοῦ πατρὸς συγχωροῦντος ἅπασι· τῷ γὰρ ἀεὶ βλέποντα μὴ κωλύειν καὶ ὡς αὐτὸς αὐτόχρημα δρῶν ἁλίσκεται, καὶ τὸν ἐμὸν ἐς προῦπτον ὁ κοινὸς πατὴρ εἶναι ὀμωμοκὼς δημιουργεῖ θάνατον. ἐφ' ἃ γὰρ τὸν παῖδα σχήματι σιωπῆς συγχωρεῖ, τὴν διὰ γλώττης προτροπὴν τῇ διὰ τῶν ἔργων νενίκηκεν, ἐκείνῳ μὲν ἠπατηκώς, τούτῳ δ' ἐπιπεσὼν διὰ τὴν ἐκ τοῦ λεληθέναι εὐστοχίαν, κἀκείνῳ μὲν τὸ τῆς ἀνθρωπίνης ἐπιτιμήσεως φεύγων προφανές, τούτῳ δ' ἐγκαίρως τὴν τοῦ δράματος ἀνακαλύπτων σκηνὴν καὶ τὴν πάλαι κρυπτομένην βουλὴν ὀψὲ προδεικνύς. ἐπεὶ γὰρ πολλὰ τῶν τῆς κακίας εἰδῶν λεχθέντα μέν, ἐπιεικῶς δ' ἄτοπα δόξαντα τὴν θύραν ἀνασοβεῖ τῆς γενέσεως, πράττεται ῥᾷστα λοιπὸν σιωπῇ καὶ πρὶν λεχθῆναι τῷ δρῶντι καὶ πρὶν ἐνθυμηθῆναι τὸν πάσχοντα, καὶ φθάνει τὴν γνῶσιν ἡ πεῖρα λίαν ὠκύπους φανεῖσα καθ' οὗ τολμᾶται τὰ χείριστα. καὶ διδάσκαλον ἔσχε τὸν ἅπαντα χρόνον ἡ τῶν πραγμάτων φύσις, ἐπὶ πολλῶν τῶν ὁμοίων περιφανῶς τὴν ἀναίρεσιν ἀναγράφοντα βλέπουσα καὶ φυλάττεσθαι πᾶσι πᾶσαν ἄντικρυς ἀφιέντα φωνήν, καὶ νέοις ἐπ' ἴσης καὶ πρεσβυτέροις. ἀκούομεν οὖν καὶ πατέρων ἐνίους ἀνδροφόνον ὁπλίσαντας δεξιὰν κατὰ τῶν υἱέων, καὶ πλείους ἔτι τῶν ἀδελφῶν τὸ ξίφος καθ' αἵματος βαπτίσαντας συγγενοῦς· καὶ κατὰ λαιμοῦ πικρῶς ὀρχησαμένους ὁμοφυοῦς, καὶ μάλισθ' ὅτε περὶ βασιλείας εἴη τἀγώνισμα, ἔνθα καὶ τυραννικῆς εἶναι τὸ πρᾶγμα λέγεται νομοθεσίας αὐτοχειροτόνητον καὶ ἀνομοθέτητον δίκαιον. οὐκ ἔγωγε τοίνυν αὐτὸς ὁ τῆς υἱοθεσίας παραβαίνων τοὺς νόμους· οὐκ ἔγωγ' ἐκεῖνος ὁ τοὺς φρικώδεις ἐκείνους ὅρκους πατῶν· ἀλλ' ὁ πατὴρ ἐμοῦ καὶ τῆς ἐμῆς ὑπάρχειν προμηθεὺς ὀμωμοκὼς ζωῆς. τί τοίνυν ἀδικῶ, ζῇν ἐφιέμενος ἕως ἂν καὶ τῷ κρείττονι συνδοκῇ καὶ συγχωρῆται τῷ πλάσαντι; οὐ γὰρ τοὺς ἐφιεμένους ζῆν ἀσφαλῶς οἱ νόμοι κολάζουσιν, ἀλλ' οἷς τυραννικὴν ὠμότητα σχήματι φιλίας ἀναμίξασιν ἐπιορκεῖν ὁμοῦ καὶ φθείρειν ἐμέλησεν οὓς ἀγαπᾶν ὀμωμόκεσαν· ἐκεῖνο μὲν γὰρ ἀκώλυτον ἔχει τὴν τῆς βουλήσεως ἔφεσιν, τοῦτο δ' οὐκ ἀθῶον τὴν γνώμην ἐγκλήματος. ὡς ὤφελον τότε γε θνήσκειν, καὶ τοὐμὸν αἷμα τοῖς ὑμῶν ἐπιβατηρίοις εἴθε ἐθύετο τέως, καὶ βραχεῖα κόνις τοὐμὸν ἐκάλυπτεν ἄθλιον σῶμα, πρὶν ἐς τοιαύτας τεταμιεῦσθαι τύχας· τοῦ γὰρ ἅπαξ θανεῖν ἀκλεῶς τὸ φυλάξαι βασιλείας ἀταλαίπωρον δόξαν πολλῷ χαλεπώτερον· τοῦτο μὲν γὰρ πολύτροποι βόσκουσι κίνδυνοι θανάτων μυρίων μεστοί, νύκτωρ καὶ μεθ' ἡμέραν περιτρέχοντές τε καὶ προοδεύοντες καὶ δίκην ἀγρίων κυμάτων ἀεὶ συμπνίγοντες, ἐκεῖνο δ' ἀνάλγητον ἔχει τὸ ἀκλεὲς πρὸς ἅπαντα βίον ἀναισθητοῦν. ὡς νῦν γε καὶ εἴ μοι τελεσιουργὸν τὴν εὐχὴν ἤλπιζον ἔσεσθαι, ἥδιστ' ἂν ηὐξάμην χανεῖν μοι τὴν γῆν μᾶλλον ἢ τὰς ἐμὰς ἀναγκάζεσθαι νῦν ἐπὶ σοῦ συμφορὰς ἀφηγεῖσθαι· ἀναμέμικται γὰρ ταυτί πως καὶ συμπέφυρται τοῖς ἐγκλήμασι τοῦ 'μοῦ πενθεροῦ, ὡς ἀνέφικτον εἶναι διελόντ' ἀφηγεῖσθαι, καὶ δέος μὴ αὐτῷ προστρίβειν δόξω τὸν ὄνειδον ἐξεπίτηδες· εἶναι γὰρ ἐγνωσμένον μὴ ὅτι Ῥωμαίοις ἅπασιν, ἀλλὰ καὶ τῶν ἐθνῶν τὰ πλείω λόγῳ μεγάλου παρεῖχον θαύματος, ὁρῶντες εἰς οἷον αὐτὸν ἀνύψωσε κλέος ὁ μακαρίτης ἐκεῖνος βασιλεύς, ὁ τὸν ἄθλιον ἐμὲ γεγεννηκώς. τοὔνομα μὲν γὰρ ἐκεῖνος εἶχε τῆς βασιλείας, τῆς δ' ἐξουσίας συλλήβδην οὗτος ἁπάσης εἰπεῖν μετά γε τῆς αὐτοῦ κατετρύφα μητρός. καὶ ἦν ἐπὶ τούτοις ἐκείνῳ τὸ σκοπιμώτατον φυλακῆς ἕνεκα τῆς εἰς τὴν βασιλείαν διαδοχῆς καὶ διαμονῆς τῆς ἐμῆς. ἀλλ' ἐπεὶ τῇ φύσει τὸ χρεὼν ἐκτίσας ἀπῄει, βρέφος ἐμὲ ταῖς χερσὶ τῆς μητρὸς λελοιπώς, ἴσασιν ἅπαντες ὅσας τε αὐτὸς ἐμοὶ μετὰ τῆς ταλαίνης μητρὸς ἐπήνεγκε συμφορὰς καὶ ὅσας αὖθις αὐτὸς κατ' αὐτὸν ἐπεπόνθει, πέντε βασιλέων σειρὰν καὶ διαδοχὴν εἰς ἑαυτὸν μεταστῆσαι πειρώμενος, πρᾶγμα πρὶν γενέσθαι μηδ' ἐλπισθέν. ἐκλαθόμενος γὰρ εὐθὺς τὰς τοῦ 'μοῦ πατρὸς συνθήκας ἐκείνας, ἣν ἐκ πολλοῦ βασιλείαν ὠνειροπόλει, ταύτης ἐμέμνητο μόνης, ὃν ἐκ πολλοῦ ζητῶν, ἤδη καιροῦ λαβόμενος. καὶ ταυτὶ μὲν ἔγωγε τότ' ἀκούων πρὸς τῶν συνετωτέρων πιστεύειν οὐκ εἶχον· νῦν δ' ἃ τότε ῥοθίοις ἀνεκέκρατο στοχασμῶν εἰς φῶς χωροῦντα σαφῶς ἐνορῶν, ὡς εἰρήσεται προϊόντι μοι καθαρώτερον, πείθομαι κἀκεῖνα τῆς ἀληθείας ἔχεσθαι τῆς αὐτῆς, καὶ γινώσκω τοῦ πάλαι φυτοῦ τὴν ῥίζαν, ὀψὲ γευσάμενος τοῦ καρποῦ. οὐ γὰρ ἔχω νοεῖν τῶν ἁπάντων ἕτερον οὐδὲν οὐδαμῇ ὅτι πότ' ἂν εἴη τὸ μεταθεῖναι πεῖσαν κατὰ τῆς ἐμῆς τὴν τούτου γνώμην κεφαλῆς. εἰ μὲν γὰρ τότ' ἐδύνατο μὲν οὐκ ἐβούλετο δέ, πῶς νῦν μὴ δυνάμενος βούλεται; εἰ δὲ καὶ τότε καὶ νῦν τῆς αὐτῆς ἐστὶ γνώμης, διὰ τί πρεσβύτερα μὲν τὰ τῆς κακίας σπέρματα, νεήλυδας δ' ἀποφαίνειν ἐπείγεται τὰς τῶν ἀφορμῶν τερατομόρφους εὑρέσεις, καὶ φύρει τὴν φυσικὴν τῶν πραγμάτων θέσιν, ἐπὶ τὸ ἀνακόλουθον τρέπων τὴν ἁρμονίαν καὶ ἄνω ποταμῶν χωρεῖν τὰς πηγὰς βιαζόμενος. εἰ γὰρ μὴ λάλον τὴν γλῶτταν αὐτῷ τῆς φύσεως παρασχούσης, ἀνεκλάλητον ἐκ τοῦ γε ῥᾴστου τὴν μελέτην ἔκρυπτεν ἐν ἀπορρήτοις μυχοῖς τῆς καρδίας, ἀλλ' οὖν ἐβόα τὰ πράγματα καὶ πᾶσαν ἀκοὴν περιήχει βροντῆς ἁπάσης τρανότερον· ἃ μᾶλλον ἀδέκαστον ἔχει τὴν ψῆφον τῆς μαρτυρίας καὶ παντάπασιν ἀκαπήλευτον. ἢ φρασάτω μοί τις παρελθών, τί τῶν ἁπάντων αὐτὸν ἠρέθισεν ἕτερον ἐς λήθην μὲν ἐληλυθέναι θεοῦ, φιλίας δ' ἐνέχυρα τόσα καὶ τόσα παρασχεῖν ἐκ πάνυ πολλοῦ τῷ βαρβάρῳ καὶ ἀσεβεῖ τῆς Λυδίας σατράπῃ, καὶ ὁρκῶσαι μὲν ἐκεῖνον ὑπὲρ αὐτοῦ κινδυνεύειν ἄχρι θανάτου, ὀμνύναι δ' αὐτὸν ἐκείνῳ τὰ ἴσα; ἢ πάντως ὃ ἔργοις ἀναντιρρήτοις ἔδειξεν ὕστερον τοῦ 'μοῦ πατρὸς καὶ βασιλέως θανόντος εὐθύς. τῶν γὰρ ὑπηκόων τὴν ἐγχείρησιν οὐ προσιεμένων αὐτοῦ, προβὰς ἐκεῖθεν τυραννικὴν ποιεῖται τὴν ἀναγόρευσιν ἑαυτοῦ· κἄπειτ' ἀποτυγχάνοντα καὶ οὕτως τὸν Ἰξίονος ἄτοπον ἔρωτα βλέπων (ἅπαντες γὰρ ἀφίσταντο τῆς αὐτοῦ τυραννίδος) προσεκαλεῖτο λοιπὸν οὐ τὸν τῆς δίκης προστάτην θεόν, ἀλλὰ τὸν τῆς ἀδίκου μανίας βάρβαρον σύμμαχον, τὰς ἐκδήμους ἐκείνας ἀγωνιεῖσθαι μέλλων λῃστείας κατὰ χριστιανῶν, ὅτι τῶν πολλῶν βασιλέων ἐμὲ προσεκαλοῦντο διάδοχον. καὶ θέρους μὲν ἐγκαθεζόμενον ἔχων τὸν βάρβαρον καὶ πολέμιον ἐκεῖνον στρατὸν ἔκειρε τὴν τῶν Θρᾳκικῶν πόλεων γῆν, χειμῶνος δὲ καὶ αὐτὰς ἠρήμου τὰς πόλεις, τὰ πέριξ ἅπαντα ληϊζόμενός τε καὶ ἀνδραποδιζόμενος ἄχρι πυλῶν, ὑφ' ὧν, ὦ γῆ καὶ ἥλιε, οὐδὲν προηδίκητο. καὶ τὸ τῆς τραγῳδίας βαρύτατον, ὅτι τῶν αἰχμαλώτων ἐλεεινῶς ἀγομένων σχίζοντες τὰς γαστέρας οἱ βάρβαροι τάς τε χεῖρας ἑαυτῶν καὶ τοὺς πόδας εἰσῆγον ἀλέας μετρίας εἵνεκα, τὸ τιμιώτατον κτῆμα θεοῦ τὸν ἄνθρωπον φθείροντες ὥσπερ ἐν παιδιᾶς σχήματι. ὃ δ' οὔτε ἐκάμπτετο βλέπων τὴν τῶν ὁμοφύλων ἐλεεινὴν τραγῳδίαν ἐκείνην, οὔτ' εἰκόνα γοῦν τινὸς βραχείας φειδοῦς ἐνετύπωσεν ὅλως τῷ τῆς ψυχῆς συνειδότι, ἀλλ' ἡμιθνῆτας ἔτι καὶ ἀσπαίροντας ἔφιππος καὶ αὐτὸς ἐπιὼν καὶ συμπατῶν, τὴν τῶν λίθων ἀναλγησίαν ἐνταῦθά πως ἐφιλονείκει μιμεῖσθαι, τὸ τῆς καρδίας, ὡς ἔοικε, θηριῶδες ἀσκῶν καὶ γυμνάζων, μὴ λάθῃ τὴν ἕξιν ὀψὲ διαφθεῖραν τῆς φύσεως. τοῦτ' ἐκεῖνο σχεδόν, ὀκνῶ γὰρ ἐκείνου λέγειν, ἐπέκεινα τοῦ τῶν Φεραίων πάλαι τυράννου, ὃς τραγῳδοῦ τινὸς ἐμμελῶς ἐπ' αὐτοῦ Τρωϊκὰς συμφορὰς ἐπιόντος, ἐπειδὴ πρὸς τὸ πάθος ᾔσθετο χαυνούμενος τὴν ψυχὴν καθάπερ ἐλαίῳ σίδηρος, ἀνεπήδησέ τε εὐθὺς καὶ τὸν τραγῳδὸν ἰταμῶς ἐλοιδόρησεν ὅτι δὴ τὴν ἕξιν αὐτοῦ τῆς ψυχῆς ἐμάλαξεν ὁπωσοῦν μεταθείς, αἰσχρὸν εἶναι φήσας εἰ τοσούτους ἀποσφάττων ἀεὶ πολίτας, τοῖς τῆς Ἑκάβης καὶ Πολυξένης δακρύων θρήνοις ὀφθείη. τοιοῦτον ἡ δυστυχὴς μεγαλόπολις καθ' ἑαυτῆς ἐξέθρεψεν ἄνθρωπον, καὶ ταῦτ' εἰδυῖα πόρρωθεν ᾀδόμενον ἐσχάτην ἀπώλειαν αὐτῆς θ' ἅμα καὶ εὐσεβείας ὑπάρχειν αὐτῆς τὸ κ στοιχεῖον διπλούμενον· ὥστε καὶ εἴ τις παρασυρεῖσαν τὴν ἐμὴν ἐγκαλεῖν ἔχοι μητέρα παραπλήσι' ἄττα πεπραχυῖαν τῷ τηνικαῦτα καιρῷ, οὐκ ἐκείνην ἀλλ' αὐτὸν αἰτιᾶσθαι χρεών· ὃ μὲν γὰρ τὰ ἀλλότρια ζητῶν παρηνόμει, ἣ δ' ἠμύνετο ἐπίοντα, τηρεῖν ἐπειγομένη τοῖς ὀρφανοῖς τέκνοις τὸ ζῆν, καθάπερ τρυγὼν τοὺς ἑαυτῆς νυκτοφυλακοῦσα διέπει νεοττοὺς ἀλλοφύλων ἐπιόντων ὀρνέων νυκτός. εἰ δὲ καὶ οἷς περὶ τὰ τοιαῦτα συνετώτερον ἔπεισι κρίνειν πείθεσθαι δίκαιον εἴη, ταῦτ' εἶναι διατειναίμην ἔγωγ' ἂν ἃ τὸν θεὸν εἰς ἀνάγκας ἐπενεγκεῖν κατ' αὐτῆς ἠρέθισε τὸ μέγα πάθος ἐκεῖνο, τὴν τῆς βασιλικῆς ἐξουσίας φημὶ ζημίαν, οὐκ ἀνεχομένου βλέπειν οὐδ' ἀκούσιον μύσος τοῖς ἐκλεκτοῖς προστριβόμενον. Ἀλλ' ἓν μὲν δὴ τοῦτο δέδειχε σαφῶς τὴν πάλαι κρυπτομένην ἐν τῇ τούτου ψυχῇ κατὰ τῆς πατρίου μοι βασιλείας μελέτην, καθάπερ σπινθῆρα πυρὸς ἐκ σποδιᾶς ἀναλάμψασα φλὸξ πνεύματος ὁθενδηποτοῦν ἐρεθίσαντος· δεύτερον δέ, ἐπειδὴ καὶ Ὑρκανὸν τὸν τῆς Βιθυνίας ἑώρα σατράπην βαρβάρων ἁπάντων, ὁπόσοι τὴν ἄχρι θαλάττης Ἀσίαν κεκλήρωνται, πόλεων τῆς μεγίστης ἔγγιστα ποιούμενον τὰς διατριβάς, ὡς πεντεκαίδεκά που σταδίων εἶναι τὸ μεταξύ, πέμψας τὴν θυγατέρα τοὺς ἀλλοφύλους ἐκείνους μνηστεύει γάμους αὐτῷ, ἵν' ἐκ τοῦ σχεδὸν τελεώτερον τὸ τῶν χριστιανῶν ἐκτρίψῃ γένος, δι' αὐτοῦ μᾶλλον ἢ κατ' ἐκεῖνον τὸν τῶν Λυδῶν σατράπην πόρρω που γῆς καὶ θαλάττης οἰκοῦντα. καὶ τί χρὴ τὰς ἐν μέσῳ συνείρειν τύχας, καὶ ὅσα βαρβάρους κατὰ Ῥωμαίων στρατολογῶν ἐποίει δεινά, ἐφ' οἷς αὐτὸν ἐγκαλύπτεσθαι ἔδει διηνεκῶς ἐγκαυχώμενος, καὶ ὑπισχνούμενος ἀοίκητον τὴν Ῥωμαίων ἅπασαν γῆν ἐν βραχεῖ παντάπασι καταστήσειν. καὶ ἦν μὲν ὁ δρόμος ἅπας αὐτῷ κατ' ἐμοῦ, ἡ δὲ βλάβη κατὰ πάντων χριστιανῶν· οὕτως οὐδὲ μικρὸν ἐφόδιον τὴν τοῦ θεοῦ νομίζων ἐπικουρίαν, οὐδ' ἐς τὴν τῶν μελλόντων μνήμην κολαστηρίων ἰὼν ὁπωσοῦν, ὅλον ἑαυτὸν τοῖς ἀσεβέσι προσένειμε. καὶ μὲν δὴ δεύτερον κείσθω καὶ τοῦτο δεῖγμα τῆς αὐτοῦ μελέτης, ἥν, ὡς εἰρήκειμεν, πάλαι πολύν τινα χρόνον ἔβοσκεν ἐν τῇ ψυχῇ κατὰ τῆς πατρίου μοι βασιλείας· τὸ γὰρ φύσει κακὸν ἀποτρίψασθαι χρόνῳ τὴν ἕξιν οὐκ ἄν ποτε δύναιτο, ἀλλὰ καὶ τὴν τοῦ καλοῦ προσποίησιν εὐχερῶς τοῖς πράγμασιν ἐλεγχόμενον ἀποσείεται, παλινδρομούσης τῆς φύσεως καὶ ἀναλαμβανούσης ἐκ τοῦ ῥᾴστου τὸ γνήσιον. ἐξὸν γὰρ θεῷ τὰ καθ' αὑτὸν ἐπιτρέψαντα τὴν τῶν παίδων εὐδαιμονίαν ἡσυχῇ πραγματεύσασθαι, ῥᾴδιον, εἴπερ ἐβούλετο, ὄν, ὃ δὲ τοῖς ἀσεβέσιν ὡς εὐτυχεῖν δοκοῦσιν ἐς τὸ παρὸν μᾶλλον ἑαυτὸν ἀναθεὶς ἀΐδιον εἵλετο μοχθεῖν κατ' ἐμοῦ· μηδὲ γὰρ ἄλλο τι μακαριζομένου γνώρισμα βίου γίνεσθαι τουτωὶ καὶ ἀληθευούσης εὐζωΐας ἢ κατά γε τὸ νῦν εὐτυχοῦντα δύνασθαι φθείρειν εὐσεβεῖς καὶ μηδὲν ἀδικοῦντας ἀνθρώπους, οὓς δι' αὐτό γε τουτὶ νενόμικε δυστυχεῖν, ὅτι θεότητα σέβουσι τρισυπόστατον, φεύγοντες ἀθεΐαν ὁμοῦ καὶ πολυθεΐαν. δῆλον δέ· καὶ γὰρ ἐκείνοις σύνδρομον καὶ τὸν τοῦ Παλαμᾶ κρίνας ὑπάρχειν θίασον, πονηροῖς ὀργάνοις μετὰ τῶν ἀσεβῶν ἐκείνων καὶ τούτοις ἐχρήσατο κατ' ἐμοῦ, ἵνα καὶ τοῦτο τῆς ἐκ πολλοῦ ταμιευομένης αὐτῷ κατ' ἐμοῦ γνώρισμα γνώμης εἴη καὶ τῆς τῶν ὅρκων αὖθις συγχύσεως· διὰ γὰρ αὐτῶν ἁπάσης ἐπιορκίας ὁμοῦ καὶ διχοστασίας μάλα ῥᾳδίως τὴν πόλιν ἐκεῖνος ἐνέπλησεν. ὀξεῖς τε γὰρ εἰς κακίαν ὄντες οἱ ἄνδρες, καὶ ἅμα τῷ τοῦ σχήματος μέλανι μετὰ τῆς ἀσεβείας καὶ τὴν ἐς τὰ τοιαῦτα τῆς πονηρίας ἀποχρῶσαν φαρέτραν συγκρύπτοντες, παντοδαπῶν καὶ πολυτρόπων γέμουσαν τῶν βελῶν, κἀκεῖνα μὲν ἠρέμα καὶ σπουδῇ περαίνοντες, τὴν δέ γε τῆς ἐμῆς ὑπιόντες ἄλλως μητρὸς ἁπλουστέραν εὐμένειαν, ὑφάλων πετρῶν οὐδαμῇ πω μαθούσης συμπτώματα, καὶ δόλους μὲν αὐτῇ καὶ προδοσίας ῥάπτοντες ἡμέρας καὶ νυκτός, φιλίας δ' αὖ ἑτέρωθεν δεικνύντες πρόσωπον, ἔλαθον ἀψοφητὶ τῷ τῶν διωκόντων προδεδωκότες βυθῷ, λῃστῶν ἀδικώτεροι πάντων τοῖς εὐεργέταις φανέντες ἡμῖν. τὰ δὲ τοιαῦτα τῆς ἀπορρήτου προνοίας κρίματα ἐρευνᾶν, ὅπως οἱ τὰ δίκαια ζητοῦντες ἡμεῖς τοῖς ἀδίκοις ὑπὸ τῶν ἀδίκων δι' ἕτερα προδεδόμεθα νῦν οὑτωσὶ πλημμελήματα, ἐγὼ μὲν οὐκ ἂν δυναίμην· ἔξεστι γὰρ τοῖς ἀπαθῶς ἐθέλουσι βλέπειν τὰ ἴσα παρὰ τὸν βίον ἀεὶ γιγνόμενα μὲν κεκρυμμένην δ' ἔχοντα τὴν τῆς ἀληθείας αἰτίαν ὡς τὰ πολλά. λεγέτω δ' οὖν ὅμως καὶ ὁ προφήτης ἐκεῖνος, “ἵνα τί ὁδὸς ἀσεβῶν εὐοδοῦται” βοῶν ἐκ μέσης καὶ φλεγομένης ψυχῆς· λεγέτω δ' ἑξῆς καὶ ἡ μεγάλη τῆς εὐσεβείας ἐκείνης σάλπιγξ, ἵνα μὴ τοῖς ἐκδικεῖν ἐθέλουσι τὰ μὴ δίκαια πρόφασις τὰ τοιαῦτα κακίας ᾖ. “παραδίδονται” γάρ φησι “καὶ δίκαιοι πολλάκις εἰς χεῖρας ἀσεβῶν, οὐχ ἵν' ἐκεῖνοι τιμηθῶσιν, ἀλλ' ἵν' οὗτοι δοκιμασθῶσι· καὶ φαῦλοι μὲν ἐν θανάτῳ ἐξαισίῳ κατὰ τὸ γεγραμμένον, καταγελῶνται δ' ὅμως τὸ παρὸν εὐσεβεῖς, ἕως ἡ χρηστότης τοῦ θεοῦ κρύπτεται καὶ τὰ μεγάλα ταμιεῖα τῶν ὕστερον ἑκατέροις ἀποκειμένων, ἡνίκα λόγος καὶ πρᾶξις καὶ διανόημα τοῖς δικαίοις τοῦ θεοῦ σταθμοῖς ταλαντεύεται, ὅταν ἀναστῇ κρῖναι τὴν γῆν, τὴν βουλὴν καὶ τὰ ἔργα συνάγων, καὶ γυμνῶν τὰ ἐσφραγισμένα παρ' αὐτῷ καὶ σωζόμενα.” εἰ δὲ μὴ πεφόνευκεν εὐθὺς χειρωσάμενος, τί τοῦτο; πρῶτον μὲν γὰρ οὐ χρεὼν ἀντὶ τῶν πεπραγμένων κακῶν τὰ μὴ πεπραγμένα προβάλλεσθαι· οὐ γάρ τις οἰκίαν ἐμπρήσας, ὅτι μὴ πόλιν ὅλην ἐνέπρησεν, ἀθῶος μένει τῆς κολάσεως. δεύτερον δέ, οὐ γὰρ μᾶλλον διὰ θάτερον φεύξεται θάτερον ἢ δι' ἀμφότερον τιμωρίαν ὀφλήσει τὴν μείζω, οἷς τοῦτο μὲν αὐτὸς ἔδρασε νῦν, ἐκεῖνο δὲ θύραν ἄλλοις ἀνέῳγεν, ἔργῳ διδάσκων τὰ μείζω καὶ καθ' ὅλης τολμᾶσθαι τῆς πόλεως λεληθότως, εἴ τις προδιδόναι βούλοιτο· συγκεχώρηκε γὰρ τοὔλαττον, ἵνα αὐτὸς μὲν κερδάνῃ τὸ μεῖζον, ἡμῖν δὲ τοὺς μακροτέρους ἐπικρεμάσῃ κινδύνους. πολλῷ γὰρ ἥδιον ἅπαξ ἐμοί γε τότε θανεῖν, ἢ ζῶντα δουλεύειν ἑτέροις ἐν ἀδοξίᾳ διηνεκῶς καὶ πολυειδεῖς καθ' ἡμῶν πλεκομένους ὁρᾶν τοὺς τοῦ θανάτου βρόχους· εἶναι γὰρ καὶ θανάτου ζωήν φασιν πικροτέραν, ὁπότε μυρίων αὕτη γέμει θανάτων, καὶ θάνατον αὖθις αὐθήμερον κρείττω ζωῆς, ἀδοξίαν καὶ λύπας αὐτῆς ἀφαιρούμενον καὶ συνθάπτοντα. λόγῳ μὲν γὰρ τετήρηκε ζῶντας ἡμᾶς, ἵν' αὐτῷ πιθανὴ τῆς φιλανθρωπίας ἡ πρόφασις ᾖ, καυχωμένῳ ταυτὶ διὰ κηρύκων τε καὶ ἐπιστολῶν πρὸς ἅπαν ἔθνος ὅσον ἐφικτὸν σὺν μάλα μακρᾷ τῇ σπουδῇ καὶ δαπάνῃ, ἔργῳ δὲ τοὺς δεσπότας ἔχων ἐν ἀνδραπόδων μοίρᾳ, ὑπόθεσιν ἔχῃ καὶ τοῦτο καυχήσεως καὶ μάλα μακρᾶς ἐν τῷ βίῳ σοφίας αὐτοῦ καὶ στρατηγικῆς ἐμπειρίας, ὥσπερ οἱ ἐν ἱπποδρομίαις τὴν ἱππικήν, οὕτως αὐτός, ταῖς ἡμῶν δυσπραγίαις τὴν οἰκείαν ὀφρὺν ἐνδεικνύμενος. καί μοι τῶν λεγομένων μάρτυρας τὰ ἑξῆς ἀψευδεῖς. ἤγαγε γὰρ ἐπὶ θυγατρὶ γαμβρὸν ἄκοντα καὶ μάλα ἥκιστα τῆς ἐμῆς βουλομένης μητρὸς δι' ἃς ἐκλαλεῖν οὐ θέμις αἰτίας, ὧν τὸ ἀπόρρητον αὐτὸς ἑκὼν παρατρέχων εὐθὺ τῶν αὐτῷ σκοπουμένων ἐβάδιζε. τὰ δ' ἦν ὅτι φρικώδεις ἡμῖν παρεσχηκὼς δημοσίᾳ πνεύσαντας ὅρκους εἶναί τε πατὴρ ἐμοὶ καὶ συμβασιλεύειν ἄχρις ἂν ἐς τὸν εἰκοστὸν ἐξ ἐφήβων ἴδῃ με παραγγέλλοντα χρόνον, μηδενὸς τῶν υἱέων αὐτοῦ τῇ βασιλείᾳ τολμήσαντος ὁπωσοῦν ἐπιτίθεσθαι, ὃ δ' οὐκ εἰς μακρὰν ἐπέραινε τἀναντία, λῆρον ἅπαντας ἡγησάμενος ὅρκους ἐκείνους. καὶ μὲν δὴ καὶ Ἀτρέως ὄμματ' εὐθὺς εἰληφώς, ἐμὲ μὲν ἐν καρός τε ἐτίθετο μοίρᾳ, καὶ ὥσπερ ὁλκάδι ἐφόλκιον ἕπεσθαί οἱ προσέταττε, τοῖς δ' υἱέσιν ὅλαις ψήφοις ψυχῆς τὸν βασίλειον διένεμε κλῆρον, ὃν ἐς τὸ πάνυ βραχὺ πρὶν ἢ κατασχεῖν διὰ βαρβάρων, ἐς βαρβάρων ἤλασέ τε χεῖρας καὶ ἐλαύνειν ἔμελλε. διένεμε δ' οὐκ ἐκκεκαλυμμένως, ὥστε καὶ ἐς δημόσιον ῥυῆναι τὸν ἔλεγχον περιφάνειαν, αἰσχυνόμενος ἴσως τὴν ἔναγχος ὀφρὺν τῆς ἐς ἅπαν ἔθνος καυχήσεως, ἀλλὰ κρύφα καὶ μὴ τολμῶντος, ὡς ᾤετ' αὐτός, ἐμοῦ τὸ παράπαν αἰσθάνεσθαι. οὔπω βραχύς τις προύβαινε χρόνος, καὶ ἀποστασίας τἀδελφοῦ μοι Ματθαίου συχνὰς ἡ φήμη φέρουσα πᾶσαν ἀκοὴν περιήχει λαμπρῶς. καὶ ἦν Ματθαίου μὲν τὸ δρᾶμα, τὸ δ' ὅλον οἰκονομική τις πατρίου δόξης ἐπίνοια· διὰ γὰρ τῶν τοιούτων ἐκείνῳ νῦν μὲν τόδε νῦν δ' ἕτερον εἰρήνης δῆθεν εἵνεκα συνεχωρεῖτο, καὶ πάνθ' ἑξῆς ὁπόσα τῆς βασιλείας ἐπεφύκει σύμβολα πλὴν τῆς λιθοκολλήτου μόνης καλύπτρας. οὔπω γὰρ εἰς φῶς καὶ τουτὶ προεληλύθει τὸ σκέμμα, ἐν ἐπαγγελίαις δ' οὖν ἐγαλακτοτροφεῖτο καὶ τοῦτο, καὶ ἤδη προύπεμπεν ἐς τὸ παρρησιαζόμενον. καὶ ἵνα τὰ πλείω τῶν μέσων ἀφελὼν ὑπομνήσω βραχέα καὶ περὶ τούτου, τίνα με ψυχὴν ἔχειν ᾠήθητε, ὁπότε μήπω με τοῦ δωματίου προβάντα, πάσαις ἡνίαις ἐκεῖνος ἵππου καὶ θυμοῦ φερόμενος, πρὸ τῶν θυρῶν τῶν ἐμῶν ἀφ' ὑψηλοῦ καθήμενος ὕβρεσιν ἔπλυνε μάλα μακραῖς, καὶ οἵαις κατὰ βοηλάτου χρήσασθαί τις αἰσχυνθείη ἄν. καὶ ἀρνηθείης πάντως οὐκ ἂν οὐδ' αὐτή, δημοσίᾳ τοῦ πράγματος γεγονότος. οἶσθα γὰρ τὸν συνήθη καὶ ἐτήσιον τοῖς βασιλεῦσι δαφναῖον θρίαμβον, ὁπότε βασιλικοῖς μὲν ὑμεῖς αὐτὸν ἡτοιμάσατε διαδήμασι κοσμηθέντα δημοσίᾳ μοι συμπανηγυρίζειν ἐκεῖνο τὸ θέατρον, ἐμοὶ δ' οὐκ ἀνεχομένῳ τῆς ἐμῆς ἑκοντὶ προδότῃ γίνεσθαι βασιλείας ὁμοῦ καὶ ζωῆς, μηδὲ τοῦ δωματίου προβαίνειν προθυμουμένῳ διὰ τὴν λύπην (ὀκνῶ γὰρ αἰσχύνην εἰπεῖν καὶ θεατρικὴν ἀτοπίαν), τὰ τοιαδὶ πεπονθέναι συμπέπτωκε. καὶ δέον ἐς ἐκδίκησιν τῆς ὕβρεως τὸν κοινὸν διαναστῆναι πατέρα, ὃ δὲ καὶ μετόπισθεν ἔσχε κότον, ὄφρα τελέσῃ, κατὰ τοῦ μηδὲν ἀδικοῦντος ἐμοῦ. ἀλλὰ τί με δεῖ τὰ πᾶσι δῆλ' ἀναμετρεῖν; ἐκεῖθεν γὰρ ἐκποδών με ποιεῖν βουλευσαμένῳ τῷ πενθερῷ τὴν ταχίστην με διαχρήσασθαι τούτου παρῄνουν οἱ τῆς Παλαμικῆς δόξης αἱρεσιῶται· τουτὶ γὰρ ἐν βραχεῖ τὴν ὅλην ἔχειν ἔφασκον ἀπαλλαγὴν τῆς τὴν ὅλην δι' ἐμὲ ψυχὴν ἀσχολούσης αὐτῷ φροντίδος. καὶ τοὔγκλημα λύειν αὐτοὶ πρὸς θεὸν ὑπισχνοῦντο μεσῖται γιγνόμενοι. τοῦτ' ἔμοιγε βέλτιον ὂν οὐκ οἶδ' ὅπως αὐτὸς οὐκ ἠθέλησε δρᾶν. ἐμοὶ μὲν γὰρ εἶχεν ἄν πως ἀπαλλαγὴν τῶν ἑξῆς τὸ πρᾶγμα δεινῶν, αὐτῷ δ' ἀνθρώπων ἄν πως ἁπάντων ὄνειδον. διὸ καὶ τρόπον ξυννενοηκὼς εὐπρεπέστερον, ὑπερόριον πατρίδος καὶ βασιλικῶν ἐπαύλεων ἀπειληφὼς ἐς Θεσσαλονίκην ἀπήνεγκε τάχιστα, μητρὸς μὲν καὶ γυναικὸς ἔρημον, ὑπὸ φρουροῖς δὲ καὶ φύλαξιν ὡς νήπιον ἐκεῖ τὸν εἰκοσαετῆ καὶ παίδων ἤδη πατέρα με καταστάντα παιδαγωγεῖσθαι προστεταχὼς ἐν ἀδέσμῳ τέως εἱρκτῇ· καὶ οὕτω τὴν ἐμὴν ἀπουσίαν εὐπρόσωπον εὐκαιρίαν οἷς ὤδινε πάλαι σκέμμασι νῦν ἐχαρίζετο. ἵνα γὰρ καὶ τέταρτον τοῦτο προσθῶ μοι τῷ λόγῳ δεῖγμα τῆς δι' ὅρκων ἀπατηλῶν αὐτῷ κατ' ἐμοῦ συσκευαζομένης μελέτης, ἐς τοιοῦτον πέρας καὶ οὕτω δυστυχὲς ἐμοὶ τῶν πατρίων ἐκείνων περιεληλυθότων ὅρκων, καὶ οὕτω με τραγικῶν περιστοιχισάντων δικτύων καὶ ὅσαι θανάτου γείτονες ἐκ τοῦ προφανοῦς εἰσὶ συμφοραὶ πρὸς ἀπόγνωσιν πᾶσαν ἐλαύνουσαι βίου, τί ἔδει ποιεῖν; ἤσχαλλον κομιδῇ, ἠνιώμην, μέσην αὐτὴν ἐκοπτόμην ψυχήν, ἐμακάριζον τοὺς θανόντας μᾶλλον ἢ τοὺς ἐμοὶ παραπλήσιον ζῶντας, θεὸν ἐπεβοώμην μάρτυρά τε τῆς ἀδικίας καὶ ἅμα τιμωρὸν τῶν δεινῶν. ἀλλὰ καὶ οὕτως ἔχοντι ἥκει λαθραῖά μοι γράμματα πρὸς τοῦ Κράλη Σερβίας· οὐ γὰρ πόρρω που γῆς τὰς διατριβὰς αὐτῷ ποιεῖσθαι ξυνέβαινεν, ἵν' αὐτῷ καὶ τὰ ἡμέτερα ἀγνοῆται ἐφέστια πάθη· πάντα γὰρ εἶχεν ἑλὼν ἐκ πολλοῦ τὰ μέχρι τειχῶν τῆς ἐχούσης με τὸν ταλαίπωρον πόλεως τότε Θεσσαλονίκης. ἔλεγε δέ μοι τὰ γράμματα δυοῖν ὁπότερον ἂν ἐμοὶ βουλομένῳ γε εἴη ἀποκρίνασθαι, ἢ γυναικὸς διὰ τὰς μεταξὺ τύχας ἔρημον ἤδη με ὄντα τὴν ἐκείνου γυναικαδέλφην ἀγαγέσθαι τε γυναῖκα καὶ σώζεσθαι μετὰ τῆς πόλεως, ἢ συναπαχθῆναι τῷ τῆς ἐκείνου θαλάττης κύματι, βιαιότερον ἐπιτίθεσθαι τῇ πόλει μέλλοντος. κατ' ἐμαυτὸν οὖν ἐμοὶ γενομένῳ καὶ ξυννενοηκότι μὴ εἶναι μήτε βάρβαρον μήτ' ἀσεβῆ τὸν δεξιὰν ἐμοὶ παρεχόμενον κινδυνεύοντι, ὁποῖοι τῷ πενθερῷ κατ' ἐμοῦ συμμαχοῦσί τε καὶ συζῶσιν, ἀλλ' εὐσεβῆ τε καὶ ὁμόδοξον, μέσῳ δυοῖν γεγονότι τὸ κουφότερον ἑλέσθαι συμπέπτωκεν. ἐκπύστου δὲ τοῦ πράγματος γεγονότος ᾤχοντο τὴν ταχίστην οἱ φρουροί μου καὶ φύλακες ἀπαγγέλλοντες ἐς Βυζάντιον τὰ ξυμβάντα. ἃ δὴ καὶ ἀκηκοότι τοὐμῷ πενθερῷ καθεκτῷ εἶναι οὐκ ἦν ἐφικτόν· ἀλλὰ τὴν ἐμὴν παρειληφότι μητέρα ἐς τὰ τῆς θεομήτορος ἔδοξεν ἀφικνεῖσθαι ἀνάκτορα, ὥστε ὑπ' ἐκείνῃ μάρτυρί τε καὶ ἐγγυητῇ τὰς ἐνόρκους ἐπαγγελίας παρεσχηκότι μηκέτι δοκεῖν ἄπιστος αὖθις διὰ τὰς πολλάκις τῶν οἰκείων αὐτῷ γεγονυίας ἀθετήσεις ὅρκων. οὕτω τοίνυν ἐγγράφους εἰληφυῖα τοὺς φρικώδεις αὖθις ἐκείνους ὅρκους ἡ μήτηρ ἡ ἐμὴ ἧκεν ἐκ Βυζαντίου ἐς Θεσσαλονίκην εὐαγγελιζομένη μοι τἀγαθὰ ὡς, εἰ τὰς τοῦ Κράλη συνθήκας ἀφεμένῳ μοι γένηται πρὸς Βυζάντιον ἐκ Θεσσαλονίκης ἀφικνεῖσθαι, περὶ τὴν σύζυγον ἐξεῖναι παρακεχωρηκότα μοι τῆς βασιλικῆς ἐξουσίας τὸν πενθερὸν αὐτίκα, δυοῖν θάτερον, ἢ τῷ Βυζαντίῳ αὐτὸν βασιλικῶς ἐνδιατρίβοντα τὰ μέχρι Σηλυμβρίας ἐκεῖθεν διέπειν πράγματα, βουλομένου καὶ ἐνδιδόντος ἐμοῦ, ἢ τὸν ἡσύχιον ξὺν ἀπραγμοσύνῃ διάγειν βίον ἄχρι τελευτῆς οἴκοι καθήμενον. τούτοις ἐντυχὼν καὶ αὐτὸς τοῖς ὅρκοις ἐπεπείσμην· καὶ πῶς γὰρ οὔ; χριστιανὸς ὢν οὕτω φρίκης ἔχουσι καὶ οὕτω δι' ὅρκων τοιούτων ἠσφαλισμένοις. ὅθεν καὶ ἄρας ἐκεῖθεν εὐθὺς ἐς Βυζάντιον ἀφικόμην, ἁπάσας ὑποψίας κατόπιν ἀπεωσμένος. κἀπειδὴ μὴ κατὰ τὰς τῶν ὅρκων ἐπαγγελίας ἐντυγχάνειν μοι παρ' ἐλπίδα τοῖς πράγμασι συνέπιπτε (τί γὰρ δεῖ με παντ' εἰδυίᾳ διεξιέναι;) διὰ πάνυ βραχέος ἐς Διδυμότειχον ἐνταυθοῖ ξύν γε συζύγῳ πάλιν αὐτὸς ἐπανῄειν. τάς γε μὴν ἑξῆς συσκευὰς καὶ μελέτας καὶ πράξεις, ὅσαι παρ' αὐτοῦ κατὰ τῆς ἐμῆς ξὺν ἁπάσῃ τελοῦνται σπουδῇ ταλαιπώρου ζωῆς ἐκεῖθεν, ἄμεινον σιωπᾶν. βουλομένῳ τοίνυν μοι ζῆν καὶ θνήσκειν ἀδίκως, οἶμαι καὶ τὸ ἀνεγκλήτῳ εἶναι πάντας συμφῆσαί μοι ἕπεσθαι. διὸ καὶ ἥκιστα φαίνεται εὔοδα πείθεσθαί με τοῖς παρὰ σοῦ λεγομένοις. πάντα γὰρ ἂν ἔγωγε δρῴην προθύμως ὑπέρ γε ζωῆς τῆς ἐμῆς, καὶ εἰ μισθοῦ γε ἐξείη ἀμπελουργεῖν· ἥδιον γὰρ ἂν ἐν ἀπραγμοσύνῃ βίον ἰδιώτην ἀνύσαιμι καθ' ὁποιανδή τινα γενόμενος γῆν, ὅθεν οὐδεὶς προσδοκᾶται μοι κίνδυνος ἔφεδρος, ἢ βασιλείαν ζητοῦντι πάτριον ἔχειν καὶ αὐτὸ ζημιοῦσθαι κινδυνεύειν τὸ ζῆν. οὕτω γὰρ ἂν ἐμοὶ τὸ βασιλεύειν εἴη εὐκτόν, εἰ Ῥωμαίοις λυσιτελοίη· ἄλλως οὐκ ἂν δήπου. θεὸς δ' εἴη κοινῇ Ῥωμαίοις μᾶλλον περαίνων τὸ εὔδαιμον ἢ μονοτρόπως ἐμοί.» Ταῦτα μὲν οὖν εἰρηκότος ἐκείνου, καὶ πλέον ἀκούειν οὐδὲν ἐθελήσαντος, ἄπρακτος ἡ βασιλὶς Εἰρήνη ἐπάνεισιν εἰς Βυζάντιον. ἄρτι δὲ τοῦ χρόνου τὰς θερινὰς τοῦ ἡλίου τροπὰς παραλλάττοντος, καὶ τῶν Θρᾳκῶν ἐπὶ ἅλωνας καὶ σίτου μοχθούντων ἐσκομιδὰς ἄρας ἐκ Βυζαντίου ὁ βασιλεὺς Καντακουζηνὸς τὴν βαρβαρικὴν ἐκείνην Ὑρκανοῦ τοῦ γαμβροῦ δύναμιν ἐπὶ μάχην ἦγε θατέρου γαμβροῦ Παλαιολόγου τοῦ βασιλέως. καὶ τηνικαῦτα κατέπλευσαν ἐς Βυζάντιον δυοκαίδεκα τριήρεις Βενετικαί, αἳ δὴ καὶ βραχὺ τοῖς ἐνταῦθα λιμέσιν ἐνδιατρίψασαι τὴν ταχίστην αὖθις ἀνήχθησαν, καὶ τά τε δεξιὰ καὶ ἀριστερὰ τοῦ Εὐξείνου διανειμάμεναι Πόντου πλευρά, ὅσαις ἂν ἐντύχοιεν ναυσὶ Γεννουϊτικαῖς, ἐνεπίμπρασάν τε καὶ βύθοις παρεπέμπον διαποντίοις. Καὶ ταῦτα μὲν τῇδέ πῃ ἔσχε καὶ ὁ τῆς διηγήσεως Ἀγαθαγγέλῳ δρόμος ἐνταῦθα ἐπεραίνετο· καὶ τὸ θέρος ἔληγε τηνικαῦτα καὶ ἐτελεύτα. Ἐγὼ δὲ ὑπολαβὼν «ὦ καλὲ Ἀγαθάγγελε» ἔφην, «ὥρα σοι ἀπιέναι ἤδη πρὶν τὴν ἐπιοῦσαν ἡλίου φλόγ' ἀνασχεῖν· προύργου γὰρ τοῖς ἐμοῖς εἶναι διώκταις συμβαίνει διὰ τεττάρων ἢ τριῶν γε ἴσως ἡμερῶν τὸν ἐμὸν τουτονὶ περιτρέχουσιν οἶκον ῥινηλατούντων δίκην ἀκροᾶσθαι κυνῶν, καὶ δέος μὴ αἰσθομένων φωνῆς τινὸς ἔνδοθεν ἴχνους τὴν αὐτὴν ἡμῖν ἁλῷς θανάτου δίκην ὄφλων καὶ αὐτός. ἄπιθι τοίνυν, τὰ δ' ἡμέτερα ὅποι κελεύοι θεὸς ἴτω· πάντα γὰρ τῆς ἐκείνου χειρὸς καὶ προνοίας ἐξῆπται. οἶσθα δ' ὡς ἐγγύς που καὶ μόνον οὐ πρὸ θυρῶν καὶ ἡ τοὐπιόντος ἔτους ἀρχή, ἐν ᾗ καὶ χρεὼν εἰδέναι σε εἰθισμένον τοῖς ἄρχουσιν εἶναι διαλεκτικούς τινας ἄνδρας ἐκ περιόδου προπέμπειν ἡμῖν, ὁποίους ἐκ λατύπης καὶ θυμέλης καὶ συρίγγων καὶ τοῦ κόρδακος λαμβάνοντες θεολόγους ἡμῖν αὐθημερινοὺς αὐτοὶ σχεδιάζουσιν, ὥσπερ οἱ μῦθοι πάλαι τοὺς γίγαντας· δι' ὧν ἐλλοχᾶν ἡμᾶς οὐ παρὰ φαῦλον ποιοῦνται διὰ πολλῶν τε καὶ πολλαχόθεν καὶ πολυτρόπων τῆς πείρας εἰδῶν, ἵνα δυοῖν θάτερον, ἢ λαθόντες ἴσως ὑποσκελίσωσί τε καὶ περιτρέψωσιν ἐς τὸ σφίσι βουλόμενον, ἢ γοῦν αἴσθωνται ὁποτέρωθεν ἂν εἴη σφίσι τῷ τῆς ψυχῆς ἡδομένῳ χαρίσασθαι ῥᾷον· ἢ γὰρ κατεργασθέντας ἡμᾶς τῇ μακρᾷ καὶ ἀήθει ταύτῃ ταλαιπωρίᾳ ῥαγῆναι τοῦ ζῆν καὶ ἀπροφασίστου τυχεῖν οὗπερ ἐφίενται δράματος αὐτοί, ἢ τό γε δεύτερον, βιαίων ἡμᾶς θανάτων ἄθυρμα πεπραχόσιν ἐν ἀφανεῖ τοῖς ἔξω χωρίῳ, τῷ οἴκῳ τῳδί, τὸ ἄπραγμον σφίσιν αὐτοῖς ἐν βραχεῖ τῶν ἡμετέρων εἵνεκα φροντίδων δόξαι παρασχεῖν. δι' ἃ καὶ μελήσειν ἡμῶν οἶμαι θεῷ· διὰ φροντίδος δ' οὖν εἶναι καὶ σοὶ βούλομαι ἀπιόντι, δυοῖν θάτερον δρᾶν· τοῦ γάρ τοι φθινοπώρου τοῦδε καὶ ἅμα τοῦ κατόπιν χειμῶνος τελευτησάντων εἰ μὲν ὅπως ποτὲ θανόντας ἡμᾶς πύθοιο, τῶν συντακτηρίων ἐκείνων μέμνησο λόγων ἡμῶν, καὶ τῶν γέ σοι ἐφικτῶν μήτ' ἀμελητέον, μήτε δήπου τῶν ὀφειλομένων ὅλως κατόπιν θετέον φροντίδων, εἰδὼς μὲν ὡς οὐδὲν τὸν ἀκίνητον ὀφθαλμὸν λεληθέναι μὴ ὅτι τῶν ἐς τοὐμφανὲς δρωμένων δύναται τὸ παράπαν οὐδέν, ἀλλ' οὐδ' ἴχνος γοῦν οὐδὲν τῶν ἀνθρωπίνων ἁπάντων καθάπαξ εἰπεῖν λογισμῶν, εἰδὼς δ' αὖ καὶ τοῦ μέλλοντος ἐκείνου δικαστηρίου τὸ ἄφυκτόν τε καὶ ἀναπόδραστον ὅσον. εἰ δὲ τῇ κάτω ταύτῃ ζωῇ παραμένοντας ἔτι μανθάνεις ἡμᾶς, ὧν ἄλλων σοι μέλει, σοὶ δὲ πάντων ἐκείνων προτιμάσθω ταυτὶ σεσωσμένῳ καὶ σοὶ βοηθοῦντος θεοῦ, δηλαδὴ πρὸς ἡμᾶς αὖθις ἐπανιέναι τά τε τῶν δημοσίων πραγμάτων, ὡς ἔσχε τε μεταξὺ καὶ ἔχοι, διηγησομένῳ, καὶ ἅμα τῆς θ' ὁμολογίας ἐκείνης ἣν ἐπὶ τῆς λῃστευούσης ἐκείνης ὁ Παλαμᾶς ἀνέγνω συνόδου, δεικνύειν δῆθεν ἐθέλων ὡς ἥκιστα νοσεῖ περὶ τὴν εὐσεβῆ πίστιν, καὶ πρός γε τῶν ἀτόπων ἐκείνων τόμων, εἰ μὴ πάντα φάναι συλλήβδην ἐς τὸ μηδὲν ἐλλείπειν, ἀλλ' οὖν τὰ καιριώτερα τῶν μερῶν ἀπολεξαμένῳ κομιεῖν ἡμῖν. ἐφ' ὅτῳ δέ, οὐδ' αὐτὸν ἀγνοεῖν οἶμαι σέ· εἰ δ' οὖν, γνώσῃ δ' οὖν.» Τούτων δ' οὕτω λεχθέντων ἡμῖν, ὁ μὲν Ἀγαθάγγελος ἀπῄει τὴν εἰωθυῖαν ἔνδακρύς τε καὶ μάλα τι πλείστους ἐν θαλάμοις ψυχῆς ἐπαγόμενος λύπης σωρούς, ἐγὼ δὲ οἴκοι λέλειμμαι μόνος, ἀνθρώπων μὲν οὐδενὶ μόνῳ δὲ προσανέχων θεῷ ὅσον ἐφικτόν, εἰς ἐμαυτὸν γενόμενος ἤδη καὶ πρὸς ἔκδημόν τινα καὶ ὑψηλοτέραν θεωρίαν ἀναπετάσας τοῦ νοῦ τὸ πτερόν, καὶ τοῖς ἀπορρήτοις τῶν ὄντων ἐνδιατρίβειν ἀφιεὶς ἐν γαλήνῃ τινὶ λογισμῶν τὴν διάνοιαν. ἐπεὶ δὲ καὶ τοῦ ἔτους ἐκείνου τὸ πλεῖστον ἤδη παρῄει, ἐν ᾧ πολλοῖς τῶν ἔξωθεν ἐντετυχήκειμεν αὖ πειρασμῶν, ἔτι δ' οὖν τῶν ἥκιστα πεσόντων ὤφθημεν ξύν γε θεῷ, ἔγνωμεν κἀκ τῶν ἤδη περιπταμένων ἡμῖν ὀρνέων καὶ ὅπῃ τοῦ ἦρος εἴημεν τηνικαῦτα. οὐ γὰρ πεπνιγότα τινὰ καὶ δύσηχον ἐδίδουν τὸν φθόγγον συνθλιβόμενά πως τὰ φωνητικὰ τῶν ὀργάνων ὑπὸ τοῦ κρύους αὐτοῖς, ἀλλὰ τὸν ἐλευθέριον ἤδη τρόπον ἐπανηγύριζέ τε καὶ αὐτά, καὶ τὸν ἀέρα ὑπερεφώνει, καὶ περιήχει τὰ ἄλση, καὶ τοῖς δένδρεσιν ἐπικαθήμενα πρὸς ἅμιλλαν ἐφθέγγοντο ἀναμὶξ λιγυρόν τι καὶ εὔηχον καὶ οἷον εἰπεῖν ἐναρμόνιον· καὶ ἥδιστον ἐγίγνετό πως ἔαρ ἡ ἐκείνων ᾠδή, ὡς καὶ τοὺς οἴκοι δήπουθεν ἐγκεκλεισμένους ἀναδιδάσκειν δύνασθαι τὰ τερπνὰ τοῦ ἦρος ἐφόδια. καὶ ἦν ἡμῖν διὰ ταῦτα καὶ τὸ τῆς ψυχῆς ἐλπιζόμενον ἐς τὴν Ἀγαθαγγέλου παρουσίαν οἷον ἐπτερωμένον. |
|