thyreos

Βυζαντινα κειμενα

 

  Προκοπιος
  Ιεροκλης
  Σιμοκαττης
  Θεοφανης
  Ιωαννης Σκυλιτζης
  Κωνσταντινος Ζ’
  Λεων Διακονος
  Μιχαηλ Ψελλος
  Μιχαηλ Ατταλειατης
  Νικητας Χωνιατης
  Γ. Ακροπολιτης
  Γ. Παχυμερης
  N. Γρηγορας
  Ι. Καντακουζηνος
  Γεωργιος Σφραντζης
  Χαλκοκονδυλης


Aspis

Νικηφόρος Γρηγοράς

1295 – 1360 (περ.)
τίτλος έργου:

– Ρωμαϊκή Ιστορία –

χρόνος έκδοσης: 1337-1358
πλήρης τίτλος:

ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΙ ΛΖ’

περιεχόμενο:

Αφήγηση γεγονότων της ιστορίας του Βυζαντίου από το 1204 έως το 1358 σε 37 βιβλία.  Στην παρούσα σελίδα περιέχονται τα βιβλία 8 έως 11 που καλύπτουν τα γεγονότα από το 1320 μέχρι το 1341.

Κείμενο :
< 1 2 3 4 5 6 7 8 >

Historia Romana

[Μέρος 2: Βιβλία 8 έως 11 που καλύπτουν τα γεγονότα από 1320 έως 1341]

ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ


ΛΟΓΟΣ Η’.

αʹ. Ἐπεὶ δὲ μειζόνων καὶ καινοτέρων ὑποθέσεων ἄρχεσθαι μέλλομεν, ἀναγκαῖον ἀναλαβόντας τὸν λόγον εἱρμόν τινα καὶ τάξιν τῇ πολυπλόκῳ σειρᾷ χορηγεῖν τῶν πραγμάτων, ὡς ἂν μὴ ἀσαφὴς ὁ λόγος ἐπὶ τὰς τῶν ἀκουόντων ψυχὰς παροδεύων ἀηδὴς φαίνηται καὶ ἀποκναίων ἐπιεικῶς. τῷ βασιλεῖ Μιχαὴλ παῖδες ἐκ Μαρίας τῆς ἐξ Ἀρμενίων ἐληλυθυίας αὐτῷ γυναικὸς ἐγένοντο θήλειαι μὲν δύο, Ἄννα καὶ Θεοδώρα· ὧν ἡ μὲν Ἄννα ἀπιοῦσα συνεζύγη Θωμᾷ, τῷ Ἠπείρου καὶ Αἰτωλίας ἄρχοντι· ἣν ἔσχε μετὰ ταῦτα φονεύσας Θωμᾶν ὁ ἐκείνου ἀδελφιδοῦς κόντος· ἡ δὲ Θεοδώρα ἀπιοῦσα συνεζύγη Σφενδοσθλάβῳ, τῷ τῶν Βουλγάρων ἄρχοντι. θυγατέρες μὲν οὖν δύο αὗται τῷ βασιλεῖ γεγένηνται Μιχαήλ· ἄῤῥενες δ' ὁμοίως δύο, Ἀνδρόνικός τε ὁ βασιλεὺς καὶ Μανουὴλ ὁ δεσπότης. τὸν μέντοι Ἀνδρόνικον τοσοῦτον ἐκθύμως ὁ βασιλεὺς Ἀνδρόνικος καὶ πάππος ἠγάπα καὶ οὕτω τῆς θέας αὐτοῦ γε ἐξήρτητο, ὥστε πάντας πρωτογενεῖς τε καὶ ὑστερογενεῖς υἱοὺς καὶ θυγατέρας καὶ ἐγγόνους ἐν δευτέρᾳ καὶ τρίτῃ σχέσεως τίθεσθαι μοίρᾳ καὶ πάντας εἰ δέοι ῥᾳδίως ἕτοιμος εἶναι προέσθαι δι' ἕνα γε τοῦτον· τοῦτο μὲν καὶ διὰ τὴν τῆς βασιλείας μονιμωτέραν διαδοχὴν, τοῦτο δὲ καὶ διὰ τὴν εὐφυΐαν τῆς γνώμης, τοῦτο δὲ καὶ διὰ τὸ τῆς ὄψεως κάλλος· ἴσως δὲ καὶ διὰ τὴν ὁμωνυμίαν· ὥστε δι' αὐτά γε ταῦτα καὶ παρ' ἑαυτῷ τρέφειν ἔκρινε δεῖν ἐν παιδείᾳ βασιλικῇ καὶ ἅμα τῇ νύκτωρ καὶ μεθ' ἡμέραν αὐτοῦ διηνεκῶς θεωρίᾳ τρυφᾷν καὶ ἀγάλλεσθαι.
(Β.) Ἐπεὶ δὲ καὶ ἐς τὸν ἔφηβον ἧκεν ὁ νέος Ἀνδρόνικος, ἐν ᾧ τῆς ἡλικίας ἀκμαιότερον αἱ ἡδοναὶ κατὰ τῆς φύσεως ἐπανίστανται καὶ ζητοῦσιν ἐλευθερίαν μηδὲν ἐπιφερομένην κεκολασμένον, καὶ μάλιστα ἐν ἀξίᾳ βασιλικῇ καὶ ἀνθούσῃ νεότητι, τότε δὴ πολλὴ τοῖς ἡλικιώταις ἦν ἐξουσία πάντα κατ' ἔφεσιν ὑφηγεῖσθαι, ὁπόσα νεωτερίζουσι γνῶμαι τῇ βουλήσει πάντα παραμετρούμεναι καὶ ὅλους χαλινοὺς αἰδοῦς ἀποπτύουσαι. καὶ πρῶτα μὲν ἤρξαντο παρεξάγειν αὐτὸν ἐς περιπάτους καὶ θέατρα καὶ κυνηγέσια· ἔπειτα ἐς νυκτερινὰς περιπλανήσεις οὐ πάνυ τοι βασιλεῦσιν ἁρμοττούσας. αὗται δὲ πολλὴν ἀπαιτοῦσι χρημάτων δαπάνην· τὸ δ' οὐκ ἦν εὐπετὲς, τοῦ βασιλέως καὶ πάππου σταθμοῖς καὶ μέτροις οὐ πολὺ τὸ μεγαλοπρεπές τε καὶ φιλότιμον ἐπισυρομένοις τὴν ἡμερησίαν αὐτῷ χορηγοῦντος τροφήν. ἐντεῦθεν φιλίαι πρὸς Λατίνων ἔστιν οὓς τῶν ἐν τοῖς Γαλάτου τὴν οἴκησιν κεκτημένων καὶ μάλιστα ὅσοι πλούτῳ κομῶντες ἦσαν μακρῷ· ἐντεῦθεν δάνεια καὶ ὀφειλαὶ καὶ ζητήσεις χρημάτων· ἐντεῦθεν βουλαὶ καὶ μελέται λαθραίας φυγῆς. ὁρῶντι γὰρ τὸν πάππον Ἀνδρόνικον μακρὸν ἐπὶ τῆς ἡγεμονίας παρατείνοντα τὸν χρόνον καὶ μετ' ἐκεῖνον ἔφεδρον τῆς αὐτοκρατορίας αὖθις τὸν ἑαυτοῦ πατέρα Μιχαὴλ τὸν βασιλέα, ἀπογινωσκομένην ἤδη καὶ ἀνέλπιστον. ἑαυτῷ τὴν αὐτοκρατορίαν ἐπῄει νομίζειν. ὅθεν τὸ περὶ τὴν φιλαρχίαν λίχνον τῶν λογισμῶν μικροψυχία τις οὐ μάλα ἀγενὴς ἐφ' ἱκανὸν ἐπιβοσκομένη πρὸς τοιαύτας ἐξοκέλλειν ἠνάγκαζε τὰς μελέτας. μηδὲ γὰρ θέλων ὑπὸ τῷ πάππῳ καὶ βασιλεῖ καθάπερ ὑπὸ παιδαγωγῷ παιδοκομεῖσθαι καὶ ἄλλων λατρεύειν βουλήμασιν ὥσπερ παιδίον ἀεὶ, αὐτονομίαν ἐζήτει βασιλικὴν καὶ ἀφθονίαν πραγμάτων, ὥστε ἑαυτῷ τε ἔχειν τὸ διαρκὲς καὶ ἄλλοις οἷα βασιλεὺς ὑπηκόοις χαρίζεσθαι. ἐπεὶ δ' ἀδύνατον ἔβλεπεν εἶναι τοῦτο ζῶντος τοῦ πάππου καὶ τοῦ πατρὸς ἐνταυθοῖ καθημένου, πρὸς ἑτέρας ἐσκόπει χωρῶν ἐπικρατείας· καὶ νῦν μὲν Ἀρμενίαν ὠνειροπόλει ἅτ' ἐκ μητρὸς αὐτῷ προσήκουσαν, νῦν δὲ Πελοπόννησον, νῦν δὲ Λέσβον καὶ Λῆμνον καὶ ὅσαι τὸ πολὺ τοῦ Αἰγαίου πληροῦσιν. ἀλλὰ ταῦτα μὲν εἰς ἀκοὰς ᾔει λάθρα νῦν μὲν τοῦ πατρὸς, νῦν δὲ τοῦ πάππου. ὅθεν καὶ λάθρα νῦν μὲν ὑπ' αὐτοῦ, νῦν δ' ὑπ' ἐκείνου διεκόπτετο.
(Γ.) Καὶ ἵνα σιωπῇ παραδράμω τὰ πλεῖστα, νύκτωρ ἐκώμαζε πρὸς γυναῖκά τινα γένει μὲν τῶν οὐκ ἀσήμων, τὸν δὲ τρόπον ἑταίραν. ταύτης ἐραστὴς ἦν καὶ ἐρώμενος καὶ Ἄδωνις ἄλλος τῶν ἐν ἡλικίᾳ τις καὶ ὥρᾳ διαπρεπῶν· δι' ὃν καὶ ζηλοτυπία τις πυρπολοῦσα τὴν Ἀνδρονίκου τοῦ βασιλέως ψυχὴν τοξότας καὶ ξιφηφόρους ἠνάγκαζε προλοχίζειν περὶ τὴν τῆς ἑταιρίδος οἰκίαν. ἐν μιᾷ τοίνυν περὶ μέσας που νύκτας τὸν βασιλέα ζητῶν ὁ ἀδελφὸς καὶ δεσπότης ἔτυχεν ἀπὸ ταὐτομάτου συμβὰν οὑτωσὶ παριέναι περὶ τὴν τῆς ἑταιρίδος οἰκίαν. ὃν οἱ τοῦ βασιλέως σκοποὶ θεασάμενοι σπουδῇ προσελαύνοντα καὶ μὴ γνόντες διὰ τὸ σκότος ὅστις εἴη, ἀλλὰ τὸν τῆς ἑταιρίδος ὑποτοπάσαντες εἶναι ἐρώμενον, συχνὰ κατ' αὐτοῦ ῥίπτουσι βέλη. καὶ μὲν δὴ καιρίαν ἐκεῖνος δεξάμενος πίπτει τοῦ ἵππου· κἄπειτα συνδραμόντες καὶ γνόντες ὅστις εἴη φοράδην ἐς τὰ βασίλεια φέρουσι ζῶντα καὶ μάλα μόλις. τοῦτο μεθ' ἡμέραν γνωσθὲν τῷ πάππῳ καὶ βασιλεῖ μεγάλας ἐνέσπειρε καὶ σφοδρὰς τὰς ἀνίας οὐ μόνον πρὸς τὸ παρὸν ἀφορῶντι, ἀλλὰ καὶ τοῦ μέλλοντος εὐσυνέτως στοχαζομένῳ. ἐπεί γε μὴν τοῦ δεσπότου Μανουὴλ ἐκ τῆς τοιαύτης θανόντος πληγῆς καὶ ἐς τὸν βασιλέα Μιχαὴλ ἐν Θεσσαλονίκῃ διατρίβοντα ἧκεν ἡ φήμη, τί χρὴ λέγειν; τοσοῦτο γὰρ δραστικώτερον βέλους παντὸς ἐπεπράχει περὶ τὴν ἐκείνου καρδίαν τὸ τραῦμα, ὥστε κατασεισθέντι καὶ βαπτισθέντι συχνοῖς τοῖς τοῦ πάθους λογισμοῖς νόσος ἐνσκήπτει δεινὴ, ἣ δὴ καὶ μετ' οὐ πολὺ τοῦτον ἐξάγει βίου. τῷ μέντοι γηραιῷ βασιλεῖ Ἀνδρονίκῳ τοσοῦτοι χειμῶνες ἐντεῦθεν καὶ κλύδωνες ἀνεῤῥάγησαν λογισμῶν καὶ τοσοῦτοι θόρυβοι τὰ αὐτοῦ συνεκύκησαν πράγματα, ὥστ' οὐκ ἔχομεν ταῦτ' ἀνενεγκεῖν πρὸς οὐδὲν τῶν φθασάντων παράδειγμα. προϊόντες δ' ἐροῦμεν αὐτά.
(Δ.) Ἐν τούτῳ τῷ χρόνῳ συνέβη γενέσθαι στάσιν τινὰ καὶ θόρυβον οὐ μικρὸν τοῖς τῆς Γεννούας οἰκήτορσιν. ἔστι δ' ἡ Γεννούα πόλις παράλιος τῶν ἐν Ἰταλίᾳ δυτικωτέρα, μεταξὺ Τυῤῥηνῶν τε κειμένη καὶ Ἄλπεων. ᾠκίσθη δ' ἀρχῆθεν ὑπὸ δυοῖν γενοῖν τῶν τε Γέλφων καλουμένων καὶ Γεμπιλίνων. καὶ ἦν μὲν ἄχρι πλείστων τῶν χρόνων ἐνδοξότερόν τε καὶ τὰς ἀρχαιρεσίας ἐξ ἑαυτοῦ ποιούμενον τὸ τῶν Γεμπιλίνων. ἔπειτα ὀστράκου μεταπεσόντος ἐπικρατέστερον τὸ τῶν Γέλφων καθέστηκε γένος καὶ πᾶσαν πρὸς ἑαυτὸ τὴν τάξιν ἐκείνην μετέστησέ τε καὶ πάμπαν ἐξόριστον τῆς Γεννούας πεποίηκε θάτερον τοῖν γενοῖν, ὡς μὴ ὀψέ ποτε δύναμίν τινα προσειληφὼς αὖθις ἀνατρέψῃ τὴν τάξιν. ἐκεῖθεν ἡ φήμη δραμοῦσα καὶ ἐς τὰς πανταχῆ τῆς γῆς τῶν Γεννουϊτῶν οἰκήσεις τὰ ὅμοια τῇ μητροπόλει πράττειν ἠνάγκασεν. ἐντεῦθεν μάχαι καὶ πόλεμοι τῶν Γεννουϊτῶν πανταχῆ κατ' ἀλλήλων. οἱ γὰρ ἐξωσθέντες μισθοφορικάς τινας δυνάμεις ἔξωθεν προσλαμβάνοντες κακῶς τοὺς ἐξώσαντας διετίθουν.
(Ε.) Ἐπεὶ δὲ καὶ μετὰ τὴν τῆς βασιλίδος Εἰρήνης ταφὴν Κράλαινα ἡ θυγάτηρ αὐτῆς ἐπιπλέον τῷ Βυζαντίῳ ἐνδιατρίβειν ἐβούλετο, ἥκουσι πρέσβεις ἐκ τοῦ συζύγου αὐτῆς δηλαδὴ τοῦ Κράλη Σερβίας ἀπειλὰς κατὰ τῆς Ῥωμαίων φέροντες γῆς, εἰ μὴ τάχιστα παρὰ τὸν σύζυγον αὕτη ἀφίκοιτο. ἔρωτι γὰρ τῷ πρὸς αὐτὴν φλεγόμενος πλείστην μὲν ἀφοβίαν παρέσχετο ταῖς πλησιαζούσαις χώραις καὶ πόλεσι τῶν Ῥωμαίων· ἐζηλοτύπει δ' οὖν ὅμως τὴν ταύτης ἀπουσίαν καὶ μεστὸς ὑπονοίας ἦν. ὁ μέντοι βασιλεὺς τὰς ἀπειλὰς τοῦ γαμβροῦ δείσας μὴ καὶ εἰς ἔργον αὐτὰς ἐξενέγκῃ (ῥᾴδιον γὰρ ἦν ἐκείνῳ διὰ τὸ πολλὴν κεκτῆσθαι στρατιωτικὴν δύναμιν) προπέμπει ταύτην εὐθύς. ἦν δὲ τηνικαῦτα δεύτερόν τε καὶ εἰκοστὸν αὕτη τῆς ἡλικίας ἄγουσα χρόνον. δείσασα τοίνυν μὴ ἀπελθοῦσα φονευθείη πρὸς τοῦ ἀνδρὸς, ὑποπτεύοντος μὲν αὐτὴν ἀεὶ, νῦν δὲ καὶ πρὸς μεγάλην ὀργὴν ἐκκαυθέντος, ἔγνω τὸ μοναχικὸν ὑπελθοῦσα σχῆμα φυγεῖν οὑτωσὶ τὴν αὐτοῦ συνδιαίτησιν. τοῦτο μὲν οὖν ἐνταυθοῖ παρὰ τῷ πατρὶ διατρίβουσα ποιεῖν οὐκ ἠνέσχετο διὰ τὸ μὴ καὶ τὸν πατέρα καίτοι μὴ συνειδότα καθυποβαλεῖν ἐς φανερὰν τὴν τοῦ συνειδέναι αἰτίαν καὶ πρὸς φανερὰν κινῆσαι μάχην τὸν Κράλην κατὰ τοῦ πατρός. διὸ μέχρι τοῦ πολιχνίου τῶν Σεῤῥῶν ὡς εἶχε σχήματος ἀπελθοῦσα καὶ συχνὰς ἡμέρας κἀκεῖ διατρίψασα λάθρα παρά τινος ῥάκος ὠνησαμένη μοναχικὸν μιᾷ τῶν νυκτῶν ἐνεδύσατο τοῦτο· καὶ οὕτω παρ' ἐλπίδα μεθ' ἡμέραν φανεῖσα τοῖς μετ' αὐτῆς Τριβαλλοῖς ἔκπληξίν τε καὶ ταραχὴν ἐνέβαλεν οὐ μικρὰν, ὡς βουληθῆναι παράβολόν τι δι' ἀνάγκην αὐτοὺς καὶ φόβον δεσποτικὸν ἐπ' αὐτῇ πεπραχέναι· ἢ γὰρ διαῤῥῆξαι τὸ ῥάκος καὶ ἄκουσαν αὐτὴν ἐς τὸν ἄνδρα ἀγαγεῖν· ἢ τό γε δεύτερον, αὐτὴν διαχρήσασθαι καὶ μὴ ζῶσαν αὐτὴν ὡς ποῤῥωτάτω τε τοῦ ἀνδρὸς οἰκεῖν καὶ ἅμα δριμείαις τε καὶ σφοδραῖς ταῖς ἀνίαις ἐμπιπρᾷν τὸν ἐκείνου θυμόν. ἀλλὰ φθάσας ὁ ταύτης ἀμφιμήτριος ἀδελφὸς Κωνσταντῖνος ὁ δεσπότης (παρῆν γὰρ καὶ αὐτὸς) διόρθωσιν τοῦ καινοτομήματος ἐπεπράχει, οὐ πράως ἐνεγκεῖν τὸν Κράλην τὸ δρᾶμα οἰόμενος. ῥήγνυσι γὰρ βιαίως ἐπιδραμὼν τὸ ῥάκος ἐκεῖνο καὶ τὸ σύνηθες αὖθις ἐνέδυσε σχῆμα· καὶ παραδοὺς τοῖς Τριβαλλοῖς ἄκουσάν τε καὶ κλαίουσαν ἀπάγειν ἐκέλευσε τὴν ταχίστην. καὶ τοῦτο μὲν τοῦτον ἔσχε τὸν τρόπον.

βʹ. Ὁ δὲ πατριάρχης Ἰωάννης ὁ Γλυκὺς συνιδὼν ὡς ἀνέλπιστά οἱ τὰ τῆς ὑγιείας ἤδη κατέστη καὶ τὸ μὲν τῆς πνευματικῆς ταύτης ἀρχῆς λειτούργημα πολλῆς δεῖται σωματικῆς ἰσχύος καὶ ῥώμης, πολλῆς δ' αὖ ἑτέρωθεν ἠρεμίας δεῖ κάμνοντι σώματι· κἀκ τοῦ ἐναντίου δ' ἔτι καὶ σχολῆς τῶν ἔξωθεν μακρᾶς ψυχῇ συγκαμνούσῃ καὶ περισπωμένῃ ταῖς τοῦ σώματος ἀλγηδόσι (διὰ γὰρ αὐτό γε τοῦτο δύο συμβαίνειν τἀναντιώτατα· μήτε γὰρ τὴν τῶν ἀνὰ χεῖρας πραγμάτων διοίκησιν διὰ λείας καὶ ἀκμαζούσης φέρεσθαι τῆς ὁδοῦ, μήτε τὸν λαὸν ἀνύβριστον δύνασθαι φέρειν ἐπ' αὐτὸν γνώμην καὶ γλῶτταν)· ἐν μέσῃ τῇ τῶν πραγμάτων ἀπέγνω πορείᾳ καὶ σχολὴν ἑαυτῷ προὐμνηστεύετο ἤδη καὶ τῆς πολλῆς ἐζήτει καὶ ποικίλης ταυτησὶ περιφορᾶς ἀποχώρησιν. ταῦτ' ἄρα καὶ τοῖς αὐτοῦ βουλεύμασιν ὁ βασιλεὺς ἐπινεύει καὶ τὴν τῆς Κυριωτίσσης μονὴν εἰς οἴκησιν ἀπονέμει· πρὸς ἣν δὴ καὶ ἀφικνεῖται τῷ τετάρτῳ τῆς αὐτοῦ γε πατριαρχείας ἔτει, τὸν πατριαρχικὸν ὅπως ποτὲ παραιτησάμενος θρόνον. κἀκεῖ νοσοκομούμενος, ὡς ἐνῆν, διὰ τὴν τῶν χειρῶν καὶ ποδῶν παντελῆ πάρεσιν ἐδεδίει καθ' ἡμέραν τὸν θάνατον. ὅθεν οὐ πολύν τινα πλοῦτον καταγαγὼν ἐκ τοῦ πατριαρχικοῦ θρόνου διὰ τὸ μὴ φιλοχρήματος εἶναι κατὰ τοὺς πλείστους, ἀλλὰ μικρόν τε καὶ εὐαρίθμητον, τοῦτον μὲν εἰς περιποίησιν ἀνάλωσε τῆς μονῆς. ἐμὲ δὲ προσκαλεσάμενος τὴν τελευταίαν αὐτοῦ βούλησιν ἐν χάρτῃ διαθέσθαι ἠξίου. σφόδρα γὰρ τοῖς ἐμοῖς ἠρέσκετο λόγοις.
(Β.) «Πᾶσι μὲν οὖν ἀνθρώποις», φησὶ, «θανάτου μεμνῆσθαι χρεὼν καὶ νήφουσιν ὀφθαλμοῖς τὴν τῶν παρόντων καταγινώσκειν σκιὰν, πῶς μὲν τὸν χθὲς καὶ πρότερον ὄντα κόλποι γῆς ἐξαίφνης διέλαχον, πρὶν τὰ οἴκοι διαθέσθαι κατὰ γνώμην καὶ πρὶν καλῶς διαβλέψαι τὸν λόχον τῆς συμφορᾶς· καὶ πῶς αὖθις ὁ σήμερον οἴκοθεν οἱονεὶ τῷ ἡλίῳ τῷδε συνανατέλλων καὶ ἐμπομπεύων τῇ πανηγύρει τοῦ βίου μεστὸς ἀπεράντων ἐλπίδων, ἔπειτ' ἐν μεσημβρίᾳ φωτὸς σκότους καὶ λήθης ὑπῆλθε μυχοὺς ἐν ἀκμῇ τῇ ἡλικίας, πολλάκις καὶ ἑορτῇ τοῦ προσώπου, καὶ ἵν' εἴπω τοῦ πάθους ἀνελπιστίᾳ πολυτελεῖ. πολλῷ δ' οὖν ἀναγκαῖον θανάτου μᾶλλον μεμνῆσθαι, οἷς καὶ νόσος οἷά τις δι' ἀνωμαλίαν τε καὶ ἀταξίαν τῆς ὕλης συμπέπτωκεν, αἷς πολλαῖς τε καὶ ποικίλαις ἄλλοτε ἄλλαις τὸ ἀνθρώπινον κέχρηται σῶμα συγχεούσαις τε καὶ διασπώσαις τὴν τῶν συνδέσμων στοιχείων ἀλληλουχίαν. οὗτοι γὰρ ἤδη μονονοῦ θατέρᾳ χειρὶ τὴν τοῦ θανάτου κόπτουσι θύραν καὶ τὸ πλέον τῆς τοῦ ζῇν ἐλπίδος κατόπιν διαλιπόντες θατέρῳ βλέμματι πρὸς τοὺς τῶν μνημάτων ἤδη κρημνοὺς διακύπτουσι· τούτοις παντὶ τρόπῳ λυσιτελήσει τῆς οἰκείας φροντίσαι ψυχῆς καὶ ἀθάνατά γε τῇ ἀθανάτῳ πάσῃ σπουδῇ πορίσασθαι, μήποτε διπλοῦν τὸν θάνατόν σφισιν αὐτοῖς προξενήσωσι τόν τε τοῦ σώματος τόν τε τῆς ψυχῆς. ἐμοὶ δὲ καὶ μάλιστα πάντων δεινῇ τινι καὶ βαρείᾳ τῇ νόσῳ τοὐμὸν τουτὶ σῶμα μικροῦ τελέως ἐκδεδαπάνηται. πάνυ γὰρ ἐκ μακροῦ πάνδημός τις ἐπιστρατεύσασά μοι παλινοστήσειν οὐκέτ' αὖθις βεβούληται, ἀλλ' ἐμπεφώλευκεν ἐσάπαν, ὥσπερ τινὰ ἑαυτῆς οἰκίαν κατειληφυῖα, καὶ διετέλεσεν ἐσαεὶ τὴν μὲν ἐμὴν τοῦ σώματος οὐσίαν οἱονεί τις ἐκμυζῶσα βδέλλα, τὴν δ' αὖ περιουσίαν ὑφαιροῦσά μου κατὰ μικρὸν διδύμῃ τὸ λεγόμενον χειρὶ καὶ τοῖς τῶν ἰατρῶν κόλποις ἐπισωρεύουσα, καθάπερ τισὶ ταμιείοις οὖσιν ἑαυτῆς. ἐπεὶ δ' οὖν ἡ πρὸς αὐτὴν ἡμετέρα σπουδὴ μάταιος ἦν καὶ ἀνόνητος ὄχλος, καὶ εἰς πῦρ (τὸ τοῦ λόγου) ξαίνοντες ἐδοκοῦμεν, τί ἄν τις ἐκτραγῳδοίη, ὁπόσα μοι κατὰ τὸν βίον ἠναντιώθη ἔν τε τοῖς βασιλείοις ἔν τε τοῖς κατ' οἶκον πράγμασι; συμβέβηκε γάρ μοι κἀν τοῖς βασιλείοις τετάχθαι ἄρτι τῶν λόγων ὑπανακύψαντι καὶ τὸν ἔφηβον παραλλάττοντι, καὶ τιμῶν παρὰ τοῖς θειοτάτοις βασιλεῦσιν ἠξιῶσθαι οὔτοι γε ἐλαχίστων. καὶ ἵνα τἀν μέσῳ παρέλθωμεν, ἐπειδὴ καὶ ὁ πατριαρχικὸς ἡμᾶς ὕστερον κέκληκε θρόνος καὶ δὴ καὶ προσηγάγετο ἄκοντάς τε καὶ οὐκ ἄκοντας· ἄκοντας μὲν διὰ τὸ μὴ σφόδρα ἀνεκτὸν τῆς ἀσθενείας βάρος· θάτερον δὲ διὰ τὸ τῆς ὑγιείας προσδοκήσιμον (ἡ γὰρ ταύτης ἐπισαίνουσα καθ' ἑκάστην ἐλπὶς πάντα μοι ὑπεμίμνησκεν ἐν ἀκαρεῖ παλαιά τε καὶ νέα τοῦ θείου τεράστια πατέρος, ὧν ἴσως ἕν τι καὶ τοὐμὸν ἔλεγεν ἔσεσθαι, εἰ φιλανθρώπως ἴδοι κύριος ἐπὶ τῇ χειροθεσίᾳ καὶ τῷ τῆς ὑψηλῆς ταύτης ἀρχιερωσύνης χρίσματι)· ἐπεὶ δ' οὖν ὅμως οὑτωσὶ κἀπὶ τὸν πατριαρχικὸν θρόνον ἀπὸ τῶν συγκλητικῶν ἀρχῶν μετηνέχθημεν κἀν τοῖς αὐτοῖς αὖθις ἦμεν δεινοῖς τοῦ νοσήματος καὶ λύσις οὐδαμόθεν οὐδ' ἡτισοῦν ἑωρᾶτο, ἔγνωμεν κρίσιν εἶναι τοῦτο θεοῦ πρὸς θάνατον συνωθοῦσαν ὁλοσχερῶς καὶ παιδείαν ἴσως μετρίαν ὧν οὐ μετρίως ἡμάρτομεν. ἔνθεν καὶ τὰ μὲν τῆς ὑγιείας ἤδη φροῦδα καὶ ἀπ' ἐλπίδος ἐγίγνετο· τὰ δὲ τῆς τελευτῆς καὶ σφόδρα γέ τοι, ὡς ἔφημεν, οὐκ ἀνέλπιστα. καὶ τί γὰρ ἄλλο γ' ἐχρῆν, ὁπότε τὴν μὲν τῆς σαρκὸς ἰκμάδα μικροῦ πᾶσαν ἐκρεύσασαν ἔβλεπον ἤδη, ἰατρῶν δὲ παῖδας οὐ κατὰ τοὔνομα ὄντας, ἀλλ' οὐδὲν τό γ' ἐπ' ἐμοὶ σχεδὸν τῶν πολλῶν διαφέροντας; ὅθεν τὸν πολὺν τῶν πραγμάτων ἀποσεισάμενος ὄχλον καὶ τὴν τῶν πονηρῶν γλωσσῶν σύγχυσιν ἐνταυθοῖ τὸ λεῖπον ἔκρινα δεῖν ἀνύσειν τοῦ βίου.»
(Γ.) Ἀλλὰ τὰ περὶ τούτων ἡμῖν ἐναργέστερον ἀλλαχῆ δηλούμενα τοῖς βουλομένοις ἐξέσται μανθάνειν. ἡμεῖς δ' ἐχώμεθα τῶν ἐφεξῆς. κατὰ δὲ τοῦτον τὸν χρόνον τὸν πατριαρχικὸν διαδέχεται θρόνον τῶν ἱερωμένων τις μοναχῶν ἐκ μονῆς τῶν Μαγγάνων Γεράσιμος, ἀνὴρ πολιὸς μὲν τὴν τρίχα, ἀφελὴς δὲ τὸν τρόπον καὶ τῆς ἀκουστικῆς δυνάμεως τὸ πλεῖστον ἀφῃρημένος ὑπὸ τοῦ γήρως· Ἑλληνικῆς μὲν παιδείας οὐδ' ἄκρῳ δακτύλῳ γευσάμενος πώποτε, διὰ δ' ἀμαθίαν καὶ ἄλλως ἁπλότητα τρόπων ταῖς βασιλικαῖς ἀρεσκείαις πάντη προσήκων. διὰ γὰρ τοῦτο τοιούτους οἱ βασιλεῖς ἐς τοιαύτας ἐκλέγονται τὰς ἀρχὰς, ἵνα τοῖς τούτων εὐχερῶς ὑποκύπτωσι προστάγμασι, καθάπερ ἀνδράποδα, καὶ μηδενὶ τῶν ἁπάντων ἐναντία φρονῶσιν. ἀλλὰ περὶ μὲν τούτου τέως τοσαῦτα. λελέξεται δὲ τὰ ἑξῆς τοῦ ἀνδρὸς ἡμῖν ἐν τοῖς ἔμπροσθεν.

γʹ. Κωνσταντῖνος δὲ ὁ δεσπότης ὁ ἐκ τῆς προτέρας γυναικὸς τῆς ἐξ Οὔγγρων γεννηθεὶς τῷ βασιλεῖ Ἀνδρονίκῳ ἔσχε μὲν ἐκ παρθενίας γυναῖκα πρότερον τὴν θυγατέρα Μουζάλωνος τοῦ πρωτοβεστιαρίου· ἣ δὴ καὶ πολὺν συμβιώσασα χρόνον αὐτῷ τετελεύτηκεν ἄπαις. εἶχε δ' ἐκείνη θεραπαινίδα τινὰ εὐειδῆ, Καθαρὰν κεκλημένην. ταύτῃ λάθρα μιγεὶς ὁ δεσπότης ἔτεκεν υἱὸν, ὃν καὶ ὠνόμασε Μιχαὴλ Καθαρόν. τοῦτον αὐτὸς τὰ πρῶτα μὲν βλέπειν οὐδ' ἄκραις ὄψεσιν ἠνείχετο, ἀλλ' ἐμίσει καὶ ἀπετρέπετο καὶ ὡς ποῤῥωτάτω που διαιτᾶσθαι ἐκέλευε. τὸ δ' αἴτιον, ὅτι καὶ τὸν τῆς μητρὸς αὐτοῦ Καθαρᾶς ἔρωτα ἕτερος ἐξαπίνης ἐπιδραμὼν ἀντέκρουσεν ἔρως ἐπικρατέστερος πολλῷ καὶ σφοδρότερος.
(Β.) Ἐπεὶ γὰρ πρὸς τοῦ πατρὸς καὶ βασιλέως τὴν ἐπιτροπὴν ἐδέξατο τῶν τε ἐν Μακεδονίᾳ πραγμάτων καὶ Θεσσαλονίκης αὐτῆς (διέτριβε δὲ τὰ πλεῖστα τοῦ ἄστεος ἔνδον Θεσσαλονίκης), ἔρωτι γυναικὸς ἑάλω τινὸς τῶν ἐπιφανῶν. ἦν δὲ αὕτη θυγάτηρ μὲν Νεοκαισαρείτου τοῦ πρωτασηκρῆτις, σύζυγος δὲ Κωνσταντίνου τοῦ Παλαιολόγου. οὕτω δ' ἀπαράμιλλος ἦν τῷ τε τῆς ὄψεως κάλλει καὶ τῇ τῆς γλώττης δεινότητι καὶ τῷ ἐφέρποντι τοῦ ἤθους ὑγρῷ, ὥστε οὐ ταῖς τῶν ἐντυγχανόντων μόνον ψυχαῖς ἄφυκτόν τινα τὴν ἐρωτικὴν σαγήνην ἐπέῤῥιπτεν, ἀλλὰ κἀκ μόνης τῆς φήμης τοὺς πλείστους πρὸς τοὺς ἑαυτῆς ἀνέφλεγεν ἔρωτας. οὕτω γὰρ ἡ φύσις περὶ τὴν ἄνθρωπον ἐφιλοτιμήσατο, ὥστε πολλὴν μὲν ἐπὶ τοῦ προσώπου τὴν εὐρυθμίαν ἐφήπλωσε, πολλὴν δὲ τὴν ὀξύτητα περὶ τὴν διάνοιαν ἐθησαύρισε, πολλὴν δὲ καὶ τῇ γλώττῃ ἐνήρμοσε τὴν πειθὼ καὶ δεινότητα καὶ τὸ εὔστροφον καὶ ἐπίχαρι τῆς ἠχοῦς. ἦν δὲ καὶ σοφίας τῆς θύραθεν οὐκ ἄμοιρος ἡ γυνή. ἦν γὰρ ἰδεῖν αὐτὴν πάντα καὶ παντοῖα ῥᾳδίως κατὰ καιρὸν ἐν τῇ ὁμιλίᾳ διὰ γλώττης προφέρουσαν, ὅσα τε αὐτὴ δι' ἑαυτῆς ἀνεγνώκει καὶ ὅσα λεγόντων ἄλλων ἀκήκοεν, ὡς Θεανώ τινα Πυθαγορικὴν καὶ Ὑπατίαν ἄλλην ὀνομάζεσθαι ταύτην πρὸς τῶν ἐφ' ἡμῶν σοφωτέρων. τούτων ἁπάντων Κωνσταντῖνος ὁ δεσπότης, ὡς ἔφημεν, ἐς τὰ μάλιστα ἥττητο καὶ ἀπεπειρᾶτο τῆς γυναικὸς καὶ λάθρα ἠξίου μίγνυσθαι. ἡ δὲ, εἴτε τὸν σύζυγον δεδοικυῖα, εἴτε μυσαττομένη τὸ τῆς πράξεως ἄθεσμον, ἀνθίστατό τε καὶ ἀπετρέπετο. ὅδ' ὅσον ἐκείνην ἀποτρεπομένην ἑώρα, τοσοῦτον αὐτὸς πρὸς μείζονας ἐξεκάετο τοὺς αὐτῆς ἔρωτας· καὶ ἦν ἰδεῖν τὸ τοῦ Πλάτωνος, τὴν ψυχὴν τοῦ ἐρῶντος ἐν ἀλλοτρίῳ ζῶσαν τῷ σώματι. ἐπεὶ δὲ μετὰ χρόνον τινὰ τὸν βίον ὁ ταύτης ἀπέλιπε σύζυγος, ἤδη σφοδρότερον ἦν ἐγκείμενος ὁ δεσπότης καὶ πάντα λίθον κινῶν, τὸ τοῦ λόγου, νόμιμον ἀγαγέσθαι βουλόμενος σύζυγον. οὗ δὴ γεγονότος πασῶν εὐθὺς ἐξελάθετο γυναικῶν καὶ ἐρώτων ἄλλων καὶ αὐτοῦ γε τοῦ ῥηθέντος υἱέως Καθαροῦ Μιχαὴλ, ὃν ἐκ τῆς θεραπαινίδος γεγέννηκε· καὶ ἦν μόνης θερμῶς ἐξεχόμενος Εὐδοκίας τῆς Παλαιολογίνης.
(Γ.) Τοῦτον δὴ οὖν τὸν Καθαρὸν Μιχαὴλ πεντεκαιδέκατον ἤδη τα χρόνον τῆς ἡλικίας ἀμείβοντα πέμψας ὁ βασιλεὺς Ἀνδρόνικος ὁ γηραιὸς προσηγάγετό τε καὶ τοῖς κατ' οἶκον ὑπηρετικοῖς παιδαρίοις συγκατέλεξε. πρῶτον μὲν, ἵνα μὴ διαφθαρείη λιμῷ, μηδενὸς προμηθουμένου· δεύτερον δ' ἴσως, ἵνα καί τινι τῶν πέριξ ἐθνῶν εἰς κῆδος δοθείη, ὡς ἐξ αἵματος ὢν βασιλείου καὶ γένηται σπονδῶν τινων πρόξενος καί τινος ὠφελείας Ῥωμαίοις καὶ τοῖς Ῥωμαίων πράγμασιν αἴτιος. ὁ δὲ κομισθεὶς καὶ διατρίβων ἐν βασιλείοις τοσοῦτον εἰς τὴν ἑαυτοῦ σχέσιν ἐν βραχεῖ τὸν βασιλέα ἀνηρτήσατο, ὡς καὶ αὐτοὺς δὴ τοὺς τοῦ βασιλέως υἱέας ζηλοτύπως ὑποβλέπειν αὐτόν. ὁ δὲ βασιλεὺς Ἀνδρόνικος ὁ νέος καὶ πλέον τῶν ἄλλων ὠργίζετο καὶ ἐδυσφόρει, ὁρῶν τὴν πρὸς αὐτὸν ἀνυπέρβλητον ἐκείνην ἀγάπην τοῦ βασιλέως καὶ πάππου μαραινομένην, τὴν δὲ πρὸς τὸν χθεσινὸν καὶ ὑποβολιμαῖον τουτονὶ διηνεκῶς ἀνθοῦσαν καὶ αὐξανομένην ἐφ' ἡμέρᾳ καὶ νυκτί.
(Δ.) Ὃ δὲ μᾶλλον δικαίως αὐτὸν ἐξέμηνεν εἰς λύπην καὶ ὀργὴν καὶ μελέτας πολυειδεῖς, ἐξ ὧν αἱ περὶ τῆς βασιλείας ἐβλάστησαν στάσεις, καὶ οἱ τῆς κακίας ἤρξαντο χειμῶνες καὶ κλύδωνες, λέξομεν ἤδη. οὕτω γὰρ, ὡς εἰρήκαμεν, πλημμελῶς τῶν πραγμάτων ἐχόντων καὶ μεταξὺ τοῦ βασιλέως Μιχαὴλ τεθνηκότος ἐκέλευσεν ὁ βασιλεὺς ὀμνύειν ἅπαντας· πρῶτον μὲν σέβειν καὶ προσκυνεῖν ὡς βασιλέα καὶ δεσπότην αὐτόν· ἔπειτα καὶ ὃν ἂν αὐτὸς ἐκλεξάμενος ἐς τὴν τῆς βασιλείας προστήσειε διαδοχήν. τοῦτο λεχθὲν ἀορίστως μικροῦ πάντας ἐτάραξε, καὶ μάλιστα τὸν ἔγγονον Ἀνδρόνικον τὸν ὡρισμένον τῆς βασιλείας διάδοχον. εὐθὺς γὰρ ἅπαντες τὰς ὑποψίας εἰς τὸν ὑποβολιμαῖον τουτονὶ Μιχαὴλ, ὡς ἐκ συνθήματος ἤγαγον. καὶ πολύς τις ἐντεῦθεν ἐφύετο θόρυβος λογισμῶν καὶ ἀλλεπάλληλοι μελέται κακίας ἐψιθυρίζοντο. τινὲς μὲν οὖν φόβῳ τῆς ἐξουσίας εἴξαντες ὤμνυον· οἱ δὲ πλείους ἐς τοὐμφανὲς τὸν τοιοῦτον ἀπείπαντο ὅρκον· οἷς ἀνάγκην τινὰ τυραννικὴν ἐπάγειν οὐκ ἔγνωκε δεῖν ὁ βασιλεὺς ἐν τοσούτῳ θορύβῳ πραγμάτων. ἔβλεπε γὰρ ἤδη καὶ τὸν βασιλέα τὸν ἔγγονον σχεδιάζοντα τῆς φυγῆς τὴν μελέτην διὰ τὴν ἀοριστίαν τοῦ ζητηθέντος παρὰ τῶν ὑπηκόων ὅρκου. διὰ δὴ τοῦτο τέως ἠρέμησεν ὁ βασιλεὺς καὶ τὴν ἀπαίτησιν ἔπαυσε τῶν εἰρημένων ὅρκων. ἐσκέπτετο δὲ ἤδη, πῶς ἂν πρὸς τὴν φυγὴν ἐμποδὼν τοῦ ἐγγόνου καὶ βασιλέως γένοιτο. ἐδεδίει γὰρ μὴ ἀπελθὼν καὶ βοήθειαν ναυτικὴν παρὰ Λατίνων λαβὼν τά τε Ῥωμαίων συγκυκήσῃ πράγματα καὶ ἅμα τὴν βασιλείαν αὐτοῦ τυραννικῶς πως ὑφέληται. ὅθεν λαθραῖον ἐπέστησε φύλακα τούτου τὸν Συργιάννην ἄρτι τῆς εἱρκτῆς ἐξιόντα. ἦν γὰρ αὐτὸς πρὸ βραχέος ἐν εἱρκτῇ δεινοτάτῃ δι' αἰτίας, ἃς ἄνωθέν ποθεν ἀρξαμένους δίκαιον ἀφηγήσασθαι, ἵνα δὴ καὶ οἷς τὰ κατὰ τὸν ἄνδρα οὐκ ἔγνωσται γνώριμα κατασταίη.

δʹ. Τούτῳ μήτηρ μὲν ἦν μία τῶν κατὰ γένος τοῖς βασιλεῦσι προσηκουσῶν εὐπρεπὴς καὶ κοσμία· πατὴρ δὲ τῶν ἐκ Κομάνων ἐπίσημος, οἳ παρὰ τῶν ὑπερβορείων Σκυθῶν πρὸ χρόνων συχνῶν, ὡς εἰρήκαμεν, Ἰωάννῃ τῷ βασιλεῖ προσεῤῥύησαν. οὗτος ὀξύτητι φύσεως, πρὶν τὴν τῶν παίδων παραδραμεῖν ἡλικίαν, ἐν τοῖς λόγοις λαμπρὸς ἀνεφάνη. ἔπειτ' ἐπιμελῶς ἐν τοῖς στρατιωτικοῖς παιδευθεὶς κράτιστος κἀν τούτοις ἔδοξε διά τε ῥώμην σώματος καὶ γνώμης βαθύτητα καὶ οἷον εἰπεῖν δαιμονίαν τὴν σύνεσιν.
(Β.) Πέμπτον δ' ἄρτι καὶ εἰκοστὸν τῆς ἡλικίας ἔτος ἀμείβων πέμπεται πρὸς τοῦ βασιλέως στρατηγὸς καὶ διοικητὴς μιᾶς τῶν περὶ Μακεδονίαν ἐπαρχιῶν, ἣ τοὺς Ἰλλυριοὺς μάλιστα ὁμοροῦντας ἔλαχε. φιλοδωρότατος δὲ ὢν καὶ μηδὲν ἴδιον κτώμενος καὶ μηδὲν πλέον ἔχειν βουλόμενος τῶν ὅσοι τούτῳ συνασπίζοντές τε καὶ παρασπίζοντες ἦσαν ἐν ταῖς ἀκμαῖς τῶν ἀγώνων, οὕτω τὰς γνώμας ἁπάντων ἐξιδιώσατο, ὡς ἥδιον πάντας ἡγεῖσθαι πολλῷ θνήσκειν ὑπὲρ αὐτοῦ, ἢ ζῶντας ὁρᾷν τὸν ἥλιον ἄνευ αὐτοῦ. ἦν δὲ καὶ δεινὸς ὁ ἀνὴρ εἴπερ τις πόρους ἐν ταῖς τῶν περιστάσεων ἀπορίαις εὑρίσκειν καὶ τοῖς ἀμηχάνοις τῶν πραγμάτων μηχανάς τινας καινοτέρας χαρίζεσθαι καὶ τόλμαν ἔμπρακτον ἐνδείκνυσθαι πανταχῆ, ὡς ἐκπλήττεσθαι πάντας ὁρῶντας τὸ μεγαλοφυὲς τοῦ ἀνδρός.
(Γ.) Ἕν τι μόνον ὥσπερ τι νόσημα πονηρὸν εἰς τὰς αὐτοῦ πράξεις παρεισφθαρὲν ἐκιβδήλευσε πάσας καὶ ὥσπερ σώματος καλοῦ καὶ χαρίεντος καὶ γενναίου τὰς ὄψεις δεινῶς ἀφαιρούμενον ἀτερπῆ τὰ τέλη καθίστα καὶ ἀνόνητα τὰ γεώργια. παρασπονδῶν γὰρ πρῶτον μὲν πράγματα παρεῖχε τοῖς ὁμόροις Τριβαλλοῖς καὶ Αἰτωλοῖς καὶ Ἀκαρνᾶσιν· ἔπειτ' ἐκεῖθεν ἀπαλλαγεὶς, ὡς εἰρήσεται, τούς τε καὶ βασιλέας καὶ τὰ τῶν βασιλέων συνέχεε πράγματα. διὸ καὶ ἑαυτῷ φαῦλον προὐξένησε τέλος. καθαιρεθεὶς γὰρ τῆς τοιαύτης ἀρχῆς καὶ μετ' ὀλίγον χρήμασιν ὑπελθὼν τοὺς τῷ βασιλεῖ παραδυναστεύοντας ταύτην τε αὖθις ἀναλαμβάνει καὶ ἅμα τὸ τοῦ πιγκέρνου τιμᾶται ἀξίωμα. ὅθεν καὶ ἀποστασίαν ὠδίνων ἐξέῤῥηξε ταύτην ἐκεῖσε ἐλθὼν ἐν οὐ μακρῷ τῷ χρόνῳ. ἔγνωσται γὰρ ἰδιοποιούμενος ἣν ἦρχεν ἐπαρχίαν καὶ τῆς τῶν βασιλέων ἐξουσίας λάθρα διϊστῶν.
(Δ.) Ὅθεν καὶ δόλῳ παρὰ Μονομάχου τοῦ Μυστικοῦ ἁλίσκεται καὶ δέσμιος ἐς τὸν βασιλέα πέμπεται. ἦν γὰρ τηνικαῦτα καὶ οὗτος Μονομάχος μέρος τι διοικεῖν τῆς Μακεδονίας παρὰ τοῦ βασιλέως πεμφθείς· καὶ διὰ τὴν ἐγγύτητα τῶν ἐπαρχιῶν συχνὰ προσιὼν καὶ ἐπιμιγνὺς τῷ Συργιάννῃ καὶ ἰχνηλατῶν τὰ ἐκείνου ἀπόῤῥητα καὶ φίλος εἶναι ὑποκρινόμενος δόλοις δόλους ἔῤῥαπτεν· ἕως δόλῳ συνειληφὼς δέσμιον, ὡς εἰρήκειμεν, τοῦτον ἐπεπόμφει τῷ βασιλεῖ. ἀλλὰ γὰρ εἱρκτῇ παραδοθεὶς διὰ τὴν τοιαύτην αἰτίαν ὁ Συργιάννης ἔμεινε χρόνον ἐν ταύτῃ συχνόν. ἐπεὶ δὲ ἡ μήτηρ οὐ διέλιπεν ὀδυρμοῖς καὶ δάκρυσι προσιοῦσα τοῖς περὶ τὸν βασιλέα καὶ ἱκετεύουσα καὶ τὸν υἱέα ἐξαιτουμένη καὶ πάσας ἐγγύας προβάλλουσα, ὀψὲ καὶ μόλις ἐδυνήθη τῆς εἱρκτῆς αὐτὸν ἐξελέσθαι· πλὴν οὐ πρότερον, πρὶν ἂν ἐγγράφους αὐτὸν ἀποδοῦναι τῷ βασιλεῖ τοὺς ὅρκους ἐνώπιον τῆς θείας εἰκόνος τῆς ὑπεράγνου θεομήτορος τῆς Ὁδηγητρίας, μὴ τοῖς τοῦ βασιλέως προστάγμασιν ἐναντία ποτὲ διαπράξασθαι.
(Ε.) Ἀλλὰ γὰρ οὕτω πάσης ὑποψίας ἀπολυθεὶς ὁ ἀνὴρ καὶ πᾶσαν εὔνοιαν διασώζειν πιστευόμενος πρὸς τὸν εὐεργέτην καὶ ἀποῤῥήτων ἤδη κοινωνὸς ἠξιοῦτο γίγνεσθαι, ὡς πιστευθῆναι λοιπὸν καὶ τουτὶ τὸ ἀπόῤῥητον, λέγω, τὸ φύλαξ λανθάνων περιϊέναι καὶ προσιέναι τῷ ἐγγόνῳ τοῦ βασιλέως Ἀνδρονίκῳ τῷ βασιλεῖ, μὴ λάθῃ φυγὼν, ὡς ἔφθημεν εἰρηκότες. ὁ δὲ, εἰ χρὴ ταῖς τῶν πολλῶν ὑπολήψεσι πείθεσθαι, φίλαρχος ὢν ἀεὶ καὶ καιροῦ μὴ τυχὼν οὐδέπω τὸ βουλόμενον ἐνδείξασθαι τῆς ψυχῆς νῦν ἔγνω καιρὸν εἶναι τοῦτον ὑπὸ τῆς τύχης παρεσχημένον κατ' ἀλλήλων τοὺς βασιλέας ἐκπολεμώσας καὶ τὰ Ῥωμαίων οὕτω συγκυκήσας ἅπαντα πράγματα, τῶν σκήπτρων αὐτὸς ἐπιβῆναι· ἢ τό γε δεύτερον, μέρος τῆς ὅλης τῶν Ῥωμαίων ἡγεμονίας ἀποτεμόμενος εἰς οἰκείαν ἀρχὴν αὐτὸ καταστήσασθαι. ὅθεν Ἀνδρονίκῳ τῷ νέῳ βασιλεῖ προσελθὼν ἅπαν τοῦ πάππου καὶ βασιλέως ἀνεκάλυψε τὸ ἀπόῤῥητον, λέγων· ὡς «ἐμὲ μὲν οἷά τινα κύνα ῥινηλατοῦσαν τὰ σὰ βουλεύματα τέταχεν ὁ βασιλεὺς περί σε· ὁ δὲ κάθηται συσκευάζων ἀγχόνας καὶ δεσμὰ κατὰ σοῦ· σὺ δ' ἀγνοῶν κάθησαι νηπίων βουλεύμασι γαυρούμενος. τί γάρ σοι τὸ ὄφελος ἀποπλεύσαντι λάθρα πρὸς ἀλλοτρίαν οἴχεσθαι χώραν, ἔνθα καθάπερ δούλῳ δεήσει καθημένῳ πρὸς ἀλλοτρίαν βλέπειν τράπεζαν, ὁπόταν ἴσως μηδὲ φονεῦσιν ἐντύχῃς τοῖς ξενίζουσι, μηδὲ ταῖς τοῦ πάππου καὶ βασιλέως ἄρκυσι καὶ πάγαις ἁλῷς; εἰ δὲ πάντα πρὸς λήθης βυθοὺς τὰ νηπιώδη ταῦτα ῥίψας βουλεύματα πεισθείης ἐμοὶ τὰ βελτίω σοι καὶ σωτήρια συμβουλεύοντι, οὐκ ἂν φθάνοις τὰ σκῆπτρα τῆς αὐτοκρατορίας λαμβάνων ἀπονητί. μίαν γὰρ ἀνυσιμωτάτην ὁρῶ πρὸς τοῦτο φέρουσαν ἀφορμὴν, ἢν φυγὼν τὸ Βυζάντιον ἐς τὰς τῆς Θρᾴκης ἐκδράμῃς πόλεις καὶ χώρας. φύσει γὰρ χαίροντες ταῖς καινοτομίαις τῶν ἀνθρώπων τὸ γένος καὶ ἅμα βεβαρημένοι τοῖς συχνοῖς φόροις οἱ ταλαίπωροι Θρᾷκες, ἢν κουφισμὸν καὶ ἐλευθερίαν ἐξελθὼν κηρύξῃς, ἄσμενοί σοι πάντες ἕψονται πρὸς ὅπερ ἂν αὐτὸς ἐθέλοις, τὴν πρὸς τὸν πάππον καὶ βασιλέα πολυετῆ δουλείαν ῥᾷστα λακτίσαντες καὶ ὥσπερ τινὰ Ταντάλειον φόρτον ἀποσεισάμενοι. εἰ γοῦν ἀρεστὸν τὸ ἐμόν σοι τόδε φαίνοιτο βούλευμα, ἐγὼ καὶ ταμίας καὶ χορηγός σοι τοῦ δράματος ἔσομαι καὶ πάντα τὸν ἆθλον ὑποστὰς τὴν ταχίστην ἐκτελέσω· ἢν μόνον καὶ σύ μοι ὑποσχέσθαι ἐθέλῃς καὶ δοῦναι πιστὰ τὰ ἐχέγγυα περὶ τῶν ἀξίων γερῶν καὶ ἐπάθλων. τίνα δὴ ταῦτα; ἀξιωμάτων λαμπρότητες καὶ χωρία πολλὰ καὶ πολλὴν τὴν ἐπέτειον παρέχεσθαι δυνάμενα πρόσοδον· καὶ ἐπὶ τούτοις μηδένα τῶν πάντων δύνασθαι πλέον ἐμοῦ παρά σοι, μηδεμίαν τινὰ πραγμάτων κατάστασιν περαίνεσθαι παρὰ σοῦ, πλὴν τοῦ κἀμὲ συνειδέναι. ὁρᾷς γὰρ, ὅπως τῶν συμφορῶν ἐθελοντής σοι γίνομαι κοινωνὸς καὶ τῶν κινδύνων αὐθαιρέτως συναίρεσθαι βούλομαι, πάντας ἐκείνους τοὺς πρὸς τὸν βασιλέα τῆς σῆς ἀγάπης ὀπίσω θέμενος ὅρκους· κἂν εἴ τι δεινὸν κατὰ τῆς ἐμῆς κεφαλῆς τὸ τῆς τύχης φέρῃ παράλογον, προθύμως φέρειν παρῄνεσα ἐμαυτῷ. ταῦτα τοίνυν θεώμενος πρόθυμος γίνου καὶ σὺ περὶ τὰς ὑποσχέσεις τῶν ἐμῶν ζητημάτων, ἢν σώζεσθαι θέλῃς. ἐπεὶ δ' ἡ τῶν πραγμάτων ὀξύτης ἡμᾶς οὐκ ἐᾷ τὰ παρόντα σχολαιότερον διατίθεσθαι, ἀλλ' ἐπὶ ξυροῦ ἡμῖν ἡ ἀκμὴ περιΐσταται τοῦ κινδύνου μελλήσασι, φέρε καὶ ἑτέροις τῆς γνώμης ταυτησὶ κοινωνήσωμεν, οἳ διὰ τὴν πρὸς τὸν βασιλέα ἀπέχθειαν οὔθ' ἡμᾶς καὶ τὰ τοιαῦτα μυστήρια προδοῦναι ἀνάσχοιντ' ἂν καὶ τῇ παρούσῃ χρείᾳ ἐς καιρὸν ἐν τοῖς μάλιστα γένοιντ' ἄν.»
(Στ.) Καὶ ἐπὶ τούτοις ὁ βασιλεὺς τάς τε ὑποσχέσεις τούτῳ τῶν ζητημάτων ἐγγράφους μεθ' ὅρκων ἐδίδου· καὶ παρῆσαν οἱ τῶν μυστηρίων ἐσόμενοι κοινωνοὶ, Ἰωάννης τε ὁ Καντακουζηνὸς καὶ Θεόδωρος ὁ Συναδηνὸς, ὁ μὲν τῇ τοῦ μεγάλου παπίου τηνικαῦτα σεμνυνόμενος ἐπικλήσει, ὁ δὲ τῇ τοῦ δομεστίκου τοῦ ἐπὶ τῆς τραπέζης τῆς βασιλικῆς· καὶ τρίτος Ἀλέξιος ὁ Ἀπόκαυκος, δομέστικος καὶ αὐτὸς τηνικαῦτα τῶν δυτικῶν θεμάτων ἀκουόμενος καὶ τῶν ἁλῶν τὴν διοίκησιν ταμιουλκῶν. οὗτος μὲν οὖν οὐ πάνυ τῶν εὐγενῶν ἦν, βαθυγνώμων δὲ ἀνὴρ καὶ εὐμήχανος καὶ δόλους συνθεῖναι δεινός· ἄμφω δ' ἐκεῖνοι κατὰ γένος τῷ βασιλεῖ προσήκοντες· πλὴν ὁ μὲν Καντακουζηνὸς καὶ ἡλικιώτης ἦν καὶ ὁμόψυχος καὶ ὁμόπνους ἐξέτι νέου τῷ βασιλεῖ Ἀνδρονίκῳ διά τε τὴν τῆς γνώμης ὀρθότητα καὶ τῆς γλώττης ἀλήθειαν καὶ τὸ τοῦ ἤθους καίριον· ὁ δὲ Συναδηνὸς ὁμοίως τῷ πατρὶ αὐτοῦ τῷ βασιλεῖ Μιχαὴλ, ἕως ἦν ἐκεῖνος ἔτι ζῶν. οὗτοι τοίνυν ὥσπερ ἐκ μιᾶς οἰνοχόης τὸ ἀπόῤῥητον ἐκεῖνο δεξάμενοι βούλευμα δαλὸς ἦσαν εἰς πῦρ καὶ ἵππος εἰς πεδίον. οὕτω φρατρία τις ἀῤῥαγὴς εὐθὺς οἱ ἄνθρωποι ἐγεγόνεισαν καὶ ὁρκωμοτήρια φρίκης μεστὰ ξυνετίθουν τε καὶ ἐδίδοσαν καὶ ὑποσχέσεις μεγάλων ἀντιδόσεων καὶ γερῶν ἀντελάμβανον.
(Ζ.) Τούτων οὕτω ξυμβάντων ἔργου εἴχοντο ὅλῃ σπουδῇ τε καὶ γνώμῃ. καὶ πρῶτα μὲν χρήμασι περιελθόντες τοὺς τῷ βασιλεῖ παραδυναστεύοντας ὅ,τε Συργιάννης καὶ ὁ Καντακουζηνὸς ὤνιον εἰλήφεσαν τὴν ἐπιτροπὴν τῶν ἐν Θρᾴκῃ χωρῶν καὶ πόλεων· ὁ μὲν τά τε πλεῖστα τῆς μεσογείου καὶ τῆς παραλίου πάσης ἄχρι τοῦ ἀκροτάτου Ῥοδόπης· ὁ δὲ Καντακουζηνὸς ὀλίγα τῆς μεσογείου μόνης, ὁπόση τῆς Ὀρεστιάδος ἐστὶ περίοικος. ἐπὶ τούτοις στρατεύματα συνεκρότουν καὶ ὅπλα παρεσκευάζοντο καὶ στρατιώτας ἄλλους ξυνέλεγον, νεήλυδάς τινας, καὶ ὁπόσοι δι' ἔνδειαν τῶν χρειωδῶν ἀπόμαχοί τε καὶ ἄπρακτοι διῆγον τὸν βίον· καὶ πρός γε ἔτι τοὺς μὲν οἰκειοτάτους καὶ πιστοτάτους αὐτῶν φύλακας ἐποιοῦντο τῶν πόλεων· τοὺς δ' ὑπόπτως ἔχοντας πρὸς ἀντίστασιν τῶν μελετωμένων ἄλλαις ἄλλως προφάσεσιν ὑποβάλλοντες ἐξετίθουν τῶν πόλεων. ταῦτα δ' ἐποίουν κηρύξαντες πρότερον ἔφοδον, νῦν μὲν τῶν Παριστρίων Σκυθῶν, νῦν δὲ ναυτικῆς τινος δυνάμεως τῶν ἐξ Ἀσίας Τούρκων, ἵν' ὑπὸ παραπετάσματι τῇ τοιαύτῃ καλυπτόμενοι φήμῃ ἀνύποπτοί τε διατελοῖεν καὶ ἅμα ἐπαίνων ἄξιοι παρὰ τῷ βασιλεῖ γίγνοιντο προμηθείας ἕνεκα καὶ σπουδῆς. ἀλλ' ὁ μὲν Συργιάννης τοιαῦτα λανθάνων ἐδραματούργει καὶ συχνὰ τῷ νέῳ ἐμήνυε βασιλεῖ λάθρα τά τε πραττόμενα καὶ πραχθησόμενα.

εʹ. Τῷ δὲ βασιλεῖ τὸν ἔγγονον βλέποντι ἀνεπιστρόφως τε ἔχοντα καὶ περιφρονητικῶς ἐς τὰς αὐτοῦ διακείμενον παραινέσεις καὶ ἀεὶ τῇ συνήθει τῶν ἠθῶν αὐτονομίᾳ χρώμενον ἔδοξεν ἐλέγξαντι πρότερον αὐτὸν ὑπὸ τῷ πατριάρχῃ καὶ τῇ συγκλήτῳ, ἔπειτα τῇ εἱρκτῇ παραπέμψαι δεσμώτην. ἀλλὰ τότε μὲν τὴν μελέτην ἐπέσχεν ὁ λογοθέτης τοῦ γενικοῦ Θεόδωρος ὁ Μετοχίτης, ἀτελεσφόρητον τὴν πρᾶξιν ἔσεσθαι μαντευόμενος διὰ τὴν τῶν ἡμερῶν ἄνεσιν. ἀπόκρεω γὰρ ἦν καιρὸς, ὁπότε πρὸς εὐωχίας ἁβροτέρας καὶ ἀκρατοποσίας διδόασιν ἄνθρωποι καὶ τολμηρότεροι γίνονται διὰ τὴν τοῦ οἴνου παραφορὰν πρὸς στασιώδεις ὁρμάς· καὶ δέος εἶναι μὴ οὐ κατὰ γνώμην εὕρῃ τὴν ἀπόβασιν ἡ μελέτη, τῆς τύχης ὡς τὰ πολλὰ τερατευομένης καὶ τἀναντία τῶν δοξάντων πολλάκις βλαστανούσης ἐξαίφνης.
(Β.) Ὁ μέντοι λογοθέτης τοῦ γενικοῦ ἄρτι τοῦ νεουργεῖν ἐπέπαυτο τὴν τῆς Χώρας μονὴν, ὁπόσος ὁ ἔνδον ἐτύγχανε κόσμος. ὅθεν ἐφιλοτιμεῖτο συνδιανυκτερεύειν ἐν ταῖς παννυχίσιν ἔσθ' ὅτε μετὰ τῶν μοναχῶν. ἐπεὶ οὖν ἧκε τὸ τῆς πρώτης ἑβδομάδος τῆς τεσσαρακοστῆς σάββατον, ὁπότε δὴ καὶ ἔμελλε τῇ ὑστεραίᾳ κηρύττεσθαι δημοσίᾳ τῶν ὀρθοδόξων ἡ μνήμη βασιλέων ὁμοῦ καὶ πατριαρχῶν, ἐληλύθει καὶ οὗτος συνήθως ἐς τὴν ἐξ ἑσπέρας ἐκείνης παννυχίδα. περὶ δὲ μέσας νύκτας ἅμα αὐτῷ συνισταμένων ἡμῶν καὶ τῆς δοξολογίας ἀκουόντων ἥκει τις ἐκ βασιλέως, καινοτέραν τινὰ κομίζων αὐτῷ ἀγγελίαν καὶ ζητῶν τὴν τῆς αὐτοῦ γνώμης κρίσιν. «ἄρτι γὰρ,» φησὶ, «τῶν περὶ τὸν βασιλέα πελεκυφόρων καὶ στρατιωτῶν καὶ ξιφηφόρων καταδαρθάνειν μελλόντων ἐξηνέχθη χρεμετισμὸς πάντα περιηχῶν τὰ βασίλεια, ὡς ἐκπλαγῆναι πάντας τοὺς ἐν τοῖς βασιλείοις. ἀωρίας γὰρ οὔσης πολλῆς καὶ μὴ παρόντος τῶν ἵππων τινὸς, οὔτε τῶν βασιλικῶν, οὔτε τῶν συγκλητικῶν, οὔτε ἐντὸς βασιλείων, οὔτε πρὸ τῶν πυλῶν, θόρυβον τὸ τοῦ πράγματος παράδοξον ἐνεποίησε ταῖς τῶν ἀκουσάντων ψυχαῖς καὶ ἀλλήλων ἅπαντες ἐπυνθάνοντο. οὔπω δὲ τοῦ θορύβου πεπαυμένου καὶ δεύτερος ἐξηνέχθη χρεμετισμὸς μείζων τοῦ πρώτου, ὡς καὶ αὐτὸν αὐτήκοον τῆς ἠχοῦς γενέσθαι τὸν βασιλέα καὶ πέμψαντα ἔρεσθαι, εἴ τις εἰδείη, ὅθεν ὁ χρεμετισμὸς οὗτος ἐν ἀωρίᾳ τοσαύτῃ. ἀλλ' ἀκήκοε πλέον οὐδὲν, ἢ ὅτι παρὰ τοῦ ἵππου τοῦ γεγραμμένου περὶ ἕνα τῶν βασιλείων τοίχων πρὸ τοῦ εὐκτηρίου τῆς Νικοποιοῦ θεοτόκου· ἵππον δὴ λέγω τοῦτον, ᾧ ἐποχεῖσθαι κάλλιστα Γεώργιον τὸν τοῦ Χριστοῦ μάρτυρα εἴργασται πάλαι Παῦλος ἐκεῖνος ὁ τῶν ζωγράφων ἄριστος.» πρὸς ταῦτα ὁ λογοθέτης χαριεντισάμενος, ὡς εἰώθει πρὸς τὰς τοῦ βασιλέως ἐρωτήσεις, «συγχαίρω σοι,» ἔφησεν, «ὦ βασιλεῦ, τῶν μελλόντων ἕνεκα τροπαίων. οὐδὲν γὰρ ἕτερον οἶμαι σημαίνειν,» φησὶ, «τὸν παράδοξον τοῦτον τοῦ ἵππου χρεμετισμὸν, ἢ σὴν βασιλικὴν ἐκστρατείαν κατὰ τῶν τὴν ἡμετέραν Ἀσίαν λεηλατούντων Ἀγαρηνῶν.»
(Γ.) Ταῦτα ὁ βασιλεὺς ἀκηκοὼς μειρακίσκον ἕτερον αὖθις πρὸς αὐτὸν ἐπεπόμφει· «σὺ μὲν,» λέγων, «εἴτ' ἐμοὶ τὰ τῆς θυμηδίας ὡς ἔθος λέγων, εἴτ' οὐκ οἶδ' ὅπως ταῦτ' ἀποκρίνῃ, ἔοικας ἀγνοοῦντι. ἐγὼ δέ σοι τἀληθῆ μοι δοκοῦντα καταλέξω. ὡς γὰρ ἡμῖν οἱ ἡμέτεροι πατέρες παρέδοσαν καὶ ἄλλοτέ ποθ' ὁ ἵππος οὗτος τὸν ὅμοιον ἐχρεμέτισε τρόπον, ὁπότε Βαλδουῖνος ὁ τῶν Λατίνων ἄρχων ὑπὸ τοῦ ἐμοῦ πατρὸς καὶ βασιλέως ἔμελλεν ἀφαιρεῖσθαι τὴν μεγαλόπολιν ταύτην. πρὸς γὰρ τὸ παράδοξον τῆς ἀκοῆς συχνόν τινα χρόνον κἀκεῖνος ἐθορυβεῖτο, κακὸν οἰωνὸν ἑαυτῷ λογιζόμενος τοῦτο. ἔπειτ' ἐν οὐ μακρῷ τῷ χρόνῳ τὸ πέρας εἶδε τὸν οἰωνὸν κατὰ τῆς αὐτοῦ κεφαλῆς ἐκτοξεύσαντα, ὅτε πορθουμένην τὴν μεγαλόπολιν ἑώρακε ταύτην ὑπὸ Ῥωμαίων.» ὁ δὲ λογοθέτης οὐδὲν ἔχων πρὸς ταῦτα ἀποκρίνασθαι, «ἄπιθι,» ἔφη πρὸς τὸν ἄνθρωπον, «ἔν γε τῷ παρόντι. ἐγὼ δ' ἐς τὴν ὑστεραίαν τὰς ἐμαυτοῦ κομίσω τῷ βασιλεῖ ἀποκρίσεις.» ἀλλὰ καὶ ὁ περὶ τὴν ἑῴαν ἀκρόπολιν ἱστάμενος κίων, ἐν ᾧ λόγος τὸν τοῦ Βύζαντος πάλαι σταθῆναι τοῦ κτίσαντος τὸ Βυζάντιον ἀνδριάντα, πρὸ πολλῶν καὶ αὐτὸς ἤρξατο σείεσθαι ἡμερῶν καὶ ἐπὶ πολλαῖς δ' ἐμφανῶς ἐσείετο ταῖς ἡμέραις, πάντων συντρεχόντων καὶ θεωμένων.
(Δ.)Ἐπεὶ δ' ἐς τὴν ὑστεραίαν ὁ μέγας ἀφίκετο λογοθέτης πρὸς τὸν βασιλέα, ἅττα μὲν αὐτοὶ κατὰ μόνας ἐκοινολογήσαντο πρὸς ἀλλήλους τότε μὲν οὐδεὶς ἔγνω τῶν πάντων· ἐκ σημείων μέντοι τινῶν στοχάζεσθαι ἡμῖν ἐξεγένετο ὕστερον, ὡς βιβλία τινὰ χρησμολογικὰ ἐθεάσαντο, ἐν οἷς τινα τῶν μελλόντων ἀσαφῶς τε καὶ αἰνιγματωδῶς παρ' ὅτων δήποτε ἐξετέθησαν· καὶ ἐπὶ τούτοις θεμάτιον ἐξέθεντο, δι' ὃ τῶν ἀστέρων τοὺς δρόμους ἐρευνῶσιν ἄνθρωποι καὶ μελλόντων κερδαίνουσι πρόγνωσιν· ἐξ ὧν ἐχθρικήν τινα ἔφοδον ἐτεκμήραντο καὶ τῶν κοινῶν πραγμάτων κυκεῶνα καὶ ὁποιονδή τινα τῆς βασιλικῆς ἡγεμονίας κίνδυνον. οὐ γὰρ συνῆκαν ὡς ὁ βασιλεὺς ὁ νέος Ἀνδρόνικός ἐστιν ὁ ταῦτα ποιήσων, τοῦ θεοῦ τὰ τοιαῦτα τρόποις ἀῤῥήτοις συγκρύπτοντος. ὅθεν πολὺν ἐκαρπώσαντο φόβον καὶ θόρυβον λογισμῶν. ὁ γὰρ λογοθέτης μεστὸς ἐννοιῶν ἐκ τῶν βασιλείων οἴκαδε ἐλθὼν ἐκάθητο ἐπιπολὺ σιωπῶν καὶ μηδ' ὅλως μηδὲν πρὸς οὐδένα φθεγγόμενος· ἀλλὰ στρέφων λογισμοὺς ἀεὶ περὶ τὸν νοῦν συχνοὺς καὶ τῶν μελλόντων πλήρεις κωφῷ τε καὶ μηδὲν αἰσθανομένῳ τῶν παρόντων ἀτεχνῶς ἐῴκει· καὶ ταῦτα τῆς συζύγου μετὰ τῆς θυγατρὸς πανυπερσεβάστης καὶ τῶν υἱέων παρακαθημένων κατὰ τὸ εἰωθὸς καὶ ἱλαράν τινα καὶ μειδιῶσαν ἐκδεχομένων γλῶσσαν ἀκηκοέναι. ὀψὲ δ' ἀναγκασθεῖσα ἡ σύζυγος, αὐτὴ μὲν ἀφελῶς ὑπὸ φύσεως ἔχουσα πρὸς τὸ λέγειν, διένευσε πρὸς τὴν θυγατέρα τὴν πανυπερσεβάστην, φθέγξασθαί τι τῇ χρείᾳ καὶ τῷ καιρῷ πρόσφορον. ἦν γὰρ αὕτη νεάζουσα μὲν τὰ τῆς ἡλικίας, ἀλλ' οὖν ἐπὶ μέγα συνέσεως ἥκουσα καὶ γλῶτταν παρὰ τῆς φύσεως εὐτυχήσασα οὐκ αὐτῇ μᾶλλον ἢ Πυθαγόρᾳ καὶ Πλάτωνι καὶ τῶν σοφῶν τοῖς τοιούτοις μάλα προσήκουσαν. ἣ δὴ καὶ διάρασα πρὸς τὸν πατέρα τοὺς ὀφθαλμοὺς ἔλεξε τοιάδε.
(Ε.) «Τολμηρὸν μὲν ἴσως καὶ προπετείας δόξειεν ἄν πως μεστὸν, ὦ πάτερ, θυγατέρα νεάζουσαν ἔτι πρὸς πατέρα παῤῥησιάζεσθαι καὶ ἀμαθίᾳ συζῶσαν γλῶσσαν ἀτενίζειν πρὸς τὸν τῆς σοφίας Ὄλυμπον. ἐπεὶ δ' ἥ τε μήτηρ προτρέπει καὶ μετὰ τοῦ πράγματος ὁ καιρὸς ἐπιτίθεται, φθέγξομαι τό γε εἰς δύναμιν ἧκον. ἵνα τί γὰρ ἐπὶ τοσοῦτον σιγῶν, σοφώτατε πάντων ἀνθρώπων, ἀνέχῃ μὲν γνωσιμαχεῖν ἐπὶ σαυτῷ καὶ κατατήκειν σαυτὸν, κοινωνεῖν δ' ἡμῖν οὐκ ἐθέλεις τῆς γνώμης, ἵνα καὶ τῆς λύπης ἡμεῖς σοι γενόμεναι κοινωνοὶ κουφότερον καταστήσωμέν σοι τὸ πάθος; πολλὴν γὰρ ἡμῖν ἡ τῶν ὄψεων σύγχυσις καὶ ἡ τῆς γλώττης ἀσφάλεια μηνύει σαφῶς τὴν ἐν τῇ ψυχῇ σου τῆς λύπης ἀκμὴν ἣ τῆς καρδίας χειρωσαμένη τὰ καίρια. καθάπερ ἀκρόπολιν ἢ ῥίζαν τινὰ καὶ σύνδεσμον τῶν ζωτικῶν τῆς ψυχῆς δυνάμεων, κάθηται ἀναπόσπαστα ἐπιβοσκομένη τὴν ὥραν τῶν λογισμῶν καὶ συνθολοῦσα τὰς περιόδους αὐτῶν καὶ ἐμβριθὲς ποιοῦσα τὸ ἡγεμονικόν. ὥσπερ δ' ἔλαιον καὶ κηρὸς καὶ καλάμη καὶ χόρτος πυρὸς ἐπεφύκει τροφὴ, οὕτω καὶ σιωπὴ περὶ τὴν ψυχὴν ἠθροισμένους εὑρίσκουσα τῆς λύπης τοὺς ἄνθρακας, καθάπερ ὕλην αὐτοῖς καὶ τροφὴν ἑαυτὴν χορηγεῖ, μηδαμῇ διὰ γλώττης ἐξιέναι παραχωροῦσα τὸν ἐγγινόμενον ἐκεῖθεν καπνὸν τῇ ψυχῇ. σὺ γοῦν, ἵνα μὴ τῷ χρόνῳ τὸ πάθος ἰσχὺν εἰληφὸς βλάβην ἀνέλπιστον ἐπιφέρῃ, διανάστηθι πρὸς θεοῦ καὶ γενοῦ σαυτοῦ. οὐ γὰρ σὸν τὴν εὐγένειαν τῆς φιλοσοφίας εἰς τοιαύτην κατασπᾷν σμικροπρέπειαν καὶ ἀωρίαν τοσαύτην τοῦ ταύτης κατασκεδάζειν σεμνώματος. πέφυκε γάρ πως τὸ τῆς λύπης δεινὸν ῥᾷστα τῇ παρατάσει τῆς σιωπῆς πολλαπλασιάζεσθαι. χωρεῖ γὰρ ἀνατρέχον ἐπὶ τὰ ἔνδον ἀεὶ δίκην ἕλκους καὶ οὐ πρότερον ἀφίσταται τοῦ πάντα νέμεσθαι λάθρα τὰ πρόσω, πρὶν ἂν καὶ αὐτοὺς, ὡς εἰπεῖν, διέλθῃ τοὺς μυελοὺς τῆς ψυχῆς καὶ αὐτὰ τοῦ ζώου τὰ καιριώτερα κατατροπώσηται μόρια. καὶ εἰ μέν τι τῶν ἀποῤῥήτων ἐστὶν, ἄλλοις χρεὼν εἶναι ἀπόῤῥητον· ἡμῖν δὲ τοῖς σοῖς καὶ μάλα ἥκιστα.»
(Στ.) Τούτοις καὶ τοιούτοις πλείοσι καὶ τοιαύτῃ παλάμῃ τῆς γλώττης ἡ γενναία ἐκείνη θυγάτηρ τὰς τοῦ πατρὸς ἀκοὰς μαλάξασα κατὰ τὸ ἐγχωροῦν παρὰ τοσοῦτον τῆς διανοίας ἐκείνου καθήψατο καὶ ὥσπερ ἀπὸ βαθέος ἀνηρτήσατο ὕπνου, παρόσον ἁλιέων καὶ θαυματοποιῶν παῖδες οἱ μὲν τοῖς πλήκτροις ἐκ θαλάττης τοὺς ἰχθύας ἀνασπῶντες, οἱ δὲ τοὺς ὄφεις ἐκ τῆς λόχμης· ὡς ἐκεῖνον μικρὸν τῆς λύπης χαλάσαντα τῇ γλώττῃ δοῦναι τὸν νοῦν καὶ τὰς ῥήσεις ἐκείνας βραχὺ τοῦ Ἰὼβ ὑπαλλάξαντα, ὡς, «ἀπόλοιντο,» φάναι, «αἱ ἡμέραι ἐκεῖναι, ἐν αἷς γυναικί τε συνήφθην καὶ τέκνων ἐγενόμην πατήρ. ῥᾷστα γὰρ ἂν μὴ παρόντων αὐτῶν τἀμαυτοῦ διεθέμην. νῦν δὲ τοσούτου διὰ ταῦτα περιῤῥέοντος ὄχλου φροντίδων, οὐκ οἶδα πῶς ἂν διαφύγοιμι τὴν ὅπως ποτὲ καὶ ὁθενοῦν ἀπειλουμένην ἐπενεχθήσεσθαι ὅσον οὐδέπω κακίστην πραγμάτων φοράν. μέλλειν γὰρ ἔφοδόν τινα βαρεῖαν εἴτ' ἐκ θαλάττης, εἴτ' ἐξ ἠπείρου, ἐχθρῶν μὲν, οὐκ οἶδα δ' ὅτων, ἐπαναστήσεσθαι καθ' ἡμῶν καὶ πάντα κακῶς συνταράξειν τὰ καθ' ἡμᾶς, καθάπερ ὁλκάδα μεγάλην ἐπειδὰν ἐπὶ πόντου λαβὼν ἀγκυρῶν ὀρφανὴν ὑβριστὴς ἄνεμος μαίνηται κατὰ τῶν ἱστίων καὶ καταχορεύῃ τοῦ κύματος.» ταῦτα εἰπὼν ἐσιώπησεν αὖθις, κλαπεὶς ὥσπερ τὸν νοῦν ὑπὸ τῶν λογισμῶν ἐκείνων καὶ ἐκλαθόμενος ἑαυτοῦ καὶ τῆς γλώττης· καὶ ἀναστὰς εἰσῄει μεστὸς ἀθυμίας ἐπὶ τὴν κλίνην, ἐφ' ἧς καὶ κατέδαρθε μέν· καθεύδειν δ' οὐκ εἶχε μέχρι πολλοῦ.
(Ζ.) Ἐγὼ δ' ἐς ὑστεραίαν πάντα ἐμεμαθήκειν κατὰ τὸ εἰωθὸς ἀφικόμενος. ἀπῄειν γὰρ συνεχέστερον ἐς τὴν τοῦ ἀνδρὸς ὁμιλίαν. ἀφ' οὗ γὰρ περὶ πλείονος ποιησάμενος ἐμὲ κατὰ τὴν αὐτῷ νεουργηθεῖσαν μονὴν τῆς Χώρας φέρων κατῴκισε, πολλὴν ἔπειτα τὴν στοργὴν ἐδείκνυ πρὸς ἐμὲ καὶ ἱλαρὰν τὴν διάθεσιν καὶ μικροῦ τοῖς αὐτοῦ παισὶν ἐπίσης ἐδίδου τὴν σχέσιν κἀμοί· ὥστε καὶ ἀστρονομικὴν ἐπιστήμην μόνος κατὰ τούσδε τοὺς χρόνους εἰδὼς ἐς τὸ ἀκρότατον οὐκ ἀπηξίωσε μὴ οὐ μεταδοῦναι κἀμοὶ τοῦ τοσούτου πλούτου· ὥστε καὶ πολλάκις ἐνεκαλλωπίσατο ἐπί τε τοῦ βασιλέως ἐπί τε τῶν ἐλλογίμων ἐμοῦ γε εἵνεκα, ὅτι διάδοχον τῆς αὐτοῦ σοφίας ἐπεποιήκει με. δείκνυσι δὲ τοῦτο σαφέστερον ἔν τε ταῖς πρὸς ἐμὲ τούτου ἐπιστολαῖς ἔν τε τοῖς ἔπεσιν, ἃ πεποίηκεν ὕστερον ἐν τῇ ἐξορίᾳ αὐτοῦ· περὶ ὧν ἀριδηλότερον ἡμῖν ἐν τοῖς ἔμπροσθεν λελέξεται. διὰ ταῦτα τοίνυν ὀφείλων τἀνδρὶ μεγάλας τὰς ἀμοιβὰς τῶν κατὰ δύναμιν οὐκ ἠμέλουν. ἀλλὰ προσῄειν συχνά οἱ οὐ μόνον λογικῆς εἵνεκα ὁμιλίας, ἀλλὰ καὶ διακονίαν τινὰ θυμήρη πληρῶν αὐτῷ. ἐδίδασκον γὰρ τόν τε υἱέα καὶ ἣν ἔφαμεν αὐτοῦ θυγατέρα, τὰ τῶν θύραθεν καὶ ἡμετέρων βιβλίων αἰνιγματώδη καὶ γρίφα διαλευκαίνων καὶ τὴν ἐκείνων νύκτα πρὸς ἡμέραν μεθαρμοζόμενος. ἦν γὰρ ἡ γυνὴ μεγαλοφυὴς ὁμοῦ καὶ φιλομαθής· τὸ μὲν δῶρον τῆς φύσεως εἰληφυῖα, τὸ δὲ τῆς γνώμης.
(Η.) Ἐγὼ δ' ἐκεῖνα ἀκηκοὼς ἔνθους μὲν ὑπ' ἐκπλήξεως ἐγεγόνειν· οὐκ ἔκρινα δ' ὅμως δεῖν σιωπῇ τὸ πρᾶγμα παραδραμεῖν. ἀλλ' ἰδίᾳ προσελθὼν ἐκείνῳ, «ἄλλους μὲν ἴσως,» ἔφην, «ἐν τοῖς δεινοῖς καταπίπτειν, ὅσοι μὴ φιλοσόφοις λόγοις ἐχάλκευσαν τὴν ψυχὴν, οὐκ ἂν εἴη τῶν οὐκ εἰκότων. σὲ δ' ὃν ἔδει πύργον ἀκλόνητον ἐν τοῖς τοιούτοις καθίστασθαι καὶ καρτερίας ὑπόδειγμα κράτιστον γίνεσθαι τοῖς πολλοῖς, ὅμοιόν τι πάσχειν τοῖς ἄλλοις, θειότατε ἄνθρωπε, οὐκ ἂν δυναίμην αὐτὸς ἐπαινεῖν. εἰ δ' ἐπὶ τῶν ἐμφανῶν καὶ παρόντων χρῆναί φαμεν καρτερεῖν τὴν φιλόσοφον διάνοιαν, τί ἄν τις φαίη περὶ τῶν μήπω παρόντων, ἀλλ' ἐν ἀδήλοις ἔτι πυθμέσι κρυπτόντων τὴν ἔκβασιν; πολλὰ γὰρ κραίνει θεός· καὶ τὰ δοκηθέντα οὐκ ἐτελέσθη· τῶν δ' ἀδοκήτων πόρον εὗρε θεός. αἱ γὰρ προαναφωνήσεις τῶν μελλόντων, ὅσαι δι' ὀνειράτων καὶ ὅσαι διὰ μυρίων ἄλλων, ὡς ἴσμεν, γίνονται τρόπων, πολὺν ἐπισυρόμεναι γνόφον καὶ κύκλῳ αὐτῶν ὥσπερ σκηνὴν τιθέμεναι τὴν ἀποκρυφὴν αὐτῶν, πολλοὺς τοῦ καθήκοντος ἐξεμόχλευσαν καὶ πρὸς τὰς τῆς ἀληθείας ἐναντίας ἐννοίας βαδίζειν παρέπεισαν· καὶ οἱ μὲν τοῦ τέλους εὐτυχοῦς παρ' ἐλπίδα πεπείρανται· οἱ δὲ τοὐναντίον. οἶσθα γὰρ τά τε ἄλλα καὶ ὡς Ἀλεξάνδρου τοῦ Μακεδόνος ἐξιόντος ἤδη κατὰ Τύρου κόραξ ἐξ αὐτομάτου πετόμενος ἄνωθεν ῥίψας ὀστοῦν ἐπάταξε τὴν αὐτοῦ κεφαλὴν, καὶ ἔδοξε τοῖς ὀρνιθοσκόποις καὶ μάντεσι τοῦτο κακὸς οἰωνὸς καὶ ἀπηγόρευον ἤδη τὴν πεῖραν. ὁ δὲ καὶ ἀπῄει καὶ πόνους ὑπέστη καὶ πολιορκήσας εἷλεν αὐτήν. Ἕλληνες πάλαι Περσῶν ἐπιόντων ἤλπισαν ἐς πυθμένας θαλάττης αὐταῖς ναυσὶ καταδύσεσθαι πρὸ τῆς Σαλαμῖνος ἀπειλούσης τέκνα γυναικῶν ἀπολέσειν. ἀλλὰ παρὰ πᾶσαν ἐλπίδα τοὺς ἐναντίους κατετροπώσαντο καὶ ὅλας βίβλους μεστὰς τῶν οἰκείων ἀφῆκαν τροπαίων. Κροῖσος ὁ Λυδὸς ἤλπισε τὸν Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσειν τοῦ Κύρου· ὁ δὲ καὶ τὴν οἰκείαν ἀπέβαλε. Ῥωμαῖοι πάλαι φλεγομένης τῆς Ἰταλίας ὑπ' Ἀννίβου τοῦ Καρχηδονίου καὶ μονονοῦ πρὸ ὀφθαλμῶν καὶ αὐτὴν τὴν τῆς Ῥώμης ἰδόντες κατασκαφὴν τοῦ πλείστου παρ' ἐλπίδα τῆς οἰκουμένης κατέστησαν αὐτοκράτορες. Αὔγουστος ὁ μετὰ Καίσαρα δεύτερος μοναρχήσας ἐν Ῥώμῃ Ἀντωνίου καὶ Κλεοπάτρας ἐπιόντων κατ' αὐτοῦ μετὰ βαρείας δυνάμεως ναυτικῆς τε καὶ ἠπειρωτικῆς φόβῳ τὸ ζῇν ἀπειπάμενος, ὁ δὲ καὶ τοὺς ἐχθροὺς παρ' ἐλπίδα νενίκηκε καὶ ἅμα τὴν ἐκείνων ἀρχὴν προσειλήφει, Λιβύην φημὶ καὶ Ἀσίαν. καὶ τί δεῖ τοὺς ἱεροὺς τῆς προνοίας λόγους καταριθμεῖν; ἣ τὰ καθ' ἡμᾶς διοικοῦσα ὅπερ οὐκ ἴσμεν εἴωθεν ἐπιφέρειν τοῖς ἡμετέροις πράγμασι τέλος· νῦν μὲν ὅπερ ἠλπίκαμεν· νῦν δ' ὃ μή· καὶ νῦν μὲν σὺν θατέρῳ θάτερον, νῦν δ' ἀντὶ θατέρου θάτερον. ὥσπερ ἂν εἴ τις ἐκ τοῦ Πειραιῶς τὸν ἀπόπλουν ἐς τὸν Αἰγαῖον ποιεῖσθαι ἐβούλετο, τὸν δ' ἔπειτ' ἐς Κρήτην καὶ Σαρδὼ τῶν ἀρκτικῶν ἀπήνεγκαν πνευμάτων αἱ πηγαὶ μὴ πάνυ τοι προσδοκήσαντα. καὶ γὰρ τοιοῦτος κύβος πᾶσαν ἐπιπορεύεται γῆν ὁμοίως ἀεὶ καὶ θάλατταν. καὶ σοὶ τοίνυν προσδοκήσαντι λυπηρὰ ἴσως ἀνατελεῖ τὰ χρηστότερα καὶ τὸ τοῦδε τοῦ σπέρματος κατηφὲς ὅλους γεωργήσει χοίνικας εὐφροσύνης. ἰσομοιρίαν γὰρ δεῖ ταῖς τῶν μελλόντων ἐλπίσι χαρίζεσθαι καὶ μὴ καθάπαξ μόνοις διδόναι τοῖς ἀηδέσιν ἢ τοῖς χρηστοῖς. ἔπειτα καὶ ὡς δοκεῖ τῷ σοφῷ Εὐριπίδῃ, λόγος ὁ αὐτὸς ἔκ τ' ἀδοξούντων κἀκ τῶν δοκούντων ἰὼν οὐ ταὐτὸν σθένει. πάντες μὲν γὰρ πάντα φάσκοντες ἕνα που μόλις ἢ καὶ δύο ταράξαιεν ἄν. σὺ δ' ἅτε καὶ τῶν ἀποῤῥήτων τῷ βασιλεῖ κοινωνὸς καὶ ἅμα τῶν ἀστρονόμων κράτιστος ῥᾷστα τὰς τῶν ὅλων ψυχὰς ἐς βυθοὺς ἀνατρέψαις ἂν ἀπογνώσεως. εἰ γοῦν μὴ διὰ σὲ, ἀλλὰ τῶν ὅλων γε εἵνεκα πρὸς τὸ χαριέστερον ἄμειβε μετὰ τῆς γλώττης ὅλον σαυτόν. μίμησαι τῶν κυβερνητῶν τοὺς χαριεστέρους, οἳ καὶ μελλόντων ἔτι καὶ παρόντων αὖθις τῶν δεινῶν οὐδαμῇ κατηφὲς δεικνύουσι πρόσωπον· ἀλλ' εἰδότες ὡς ἐν τοῖς αὐτῶν ταμιεύονται χείλεσιν αἱ σωστικαὶ τῶν συμπλεόντων ἁπάντων ἐλπίδες, ὥσπερ εὐθυμίας ἀεὶ διὰ γλώττης προτείνουσι τούτοις τράπεζαν καὶ ἐπικροτοῦσι καὶ παραθαῤῥύνουσι· καὶ ταῦτα τῆς μὲν θαλάττης πολλάκις κάτωθεν ὑβριζούσης· τῶν κυμάτων δ' ὑπὲρ πάντα Καύκασον ὑψουμένων· ὑετοῦ δ' ἄνωθεν καταῤῥηγνυμένου βιαίου καὶ τοῦ κινδύνου πρὸ ὀφθαλμῶν ἱσταμένου.» ταῦθ' οὕτω λεχθέντα παρ' ἡμῶν τὸν ἄνδρα κατεδυσώπησαν, καὶ τῆς λύπης ἐκείνης ὡς ἐνῆν καθυφεὶς χαρίεις αὖθις ἐδόκει τοῖς πᾶσι καὶ ἱλαρὸς καὶ εὐπροσήγορος ὡς τὸ πρότερον.

στʹ. Κατὰ δὲ τὴν ἕκτην ἑβδομάδα τῆς ἁγίας τεσσαρακοστῆς προσκαλεσάμενος ὁ βασιλεὺς τὸν πατριάρχην Γεράσιμον καὶ τῶν ἀρχιερέων τοὺς παρατυχόντας ἄγεται τὸν ἔγγονον παῤῥησίᾳ ἐλέγξων τε καὶ παραινέσων ἀπέχεσθαι τῶν τῆς φυγῆς βουλευμάτων, ἵν' ὑπὸ μάρτυσι τοσούτοις ἢ συσταλεὶς καὶ αἰσχυνθεὶς ἀπόσχοιτο; ἢ κολασθεὶς ἀνέγκλητον ἀφῇ τοῖς κολάσασι τὴν αἰτίαν. εἰσῄει μὲν οὖν ὁ ἔγγονος Ἀνδρόνικος, ἔχων μεθ' ἑαυτοῦ καί τινας ὡπλισμένους λαθραίαν τινὰ καὶ μὴ φαινομένην ὅπλισιν καὶ παραξιφίδια φέροντας, οὐδ' αὐτὸς ἄοπλος ὢν παντελῶς. συνέθεντο γὰρ, ὡς εἰ μὲν πατρικοῖς τισι καὶ πραείαις χρήσεται παραινέσεσιν ὁ πάππος καὶ βασιλεὺς πρὸς αὐτὸν, μηδ' αὐτοὺς τὸ παράπαν ἐνδείξασθαί τι τολμηρὸν καὶ θρασύτερον, ἀλλ' ἠρεμήσειν καθάπαξ· εἰ δὲ πρὸς ὀργὴν καὶ κόλασιν βλέψῃ, εἰσπηδήσαντας εὐθὺς ἐν αὐτοῖς βασιλικοῖς θρόνοις κατασφάξειν αὐτὸν καὶ τὴν αὐτοκρατορίαν μόνῳ τῷ νέῳ καταστήσειν Ἀνδρονίκῳ. εἰσελθὼν οὖν αὐτὸς μὲν παρὰ τὸν πάππον καὶ βασιλέα κεκάθικεν ἐπὶ τοῦ συνήθους βασιλικοῦ θρόνου· τὴν δὲ φρατρίαν ἐκείνην παρὰ τὴν βασίλειον εἴασε διατρίβειν αὐλήν. ἐπεὶ δ' ἡ παραίνεσις μετὰ τῶν ἐλέγχων πατρική τις ἔδοξε καὶ κηδεμονικὴ, οὐδέν τι παράβολον πέπρακται τέως· ἀλλ' ἀπηλλάγη καὶ διελύθη μετ' εἰρήνης ὁ σύλλογος, ὀμωμοκότων ἀλλήλοις ἀμφοτέρων τῶν βασιλέων· τοῦ μὲν, μηδένα τῶν πάντων τῆς αὐτοκρατορίας διάδοχον καταλείψειν πλὴν αὐτοῦ Ἀνδρονίκου τοῦ ἐγγόνου καὶ βασιλέως· τοῦ δ' αὖ ἐγγόνου, μηδὲν μήτε κατὰ τῆς αὐτοκρατορίας τοῦ βασιλέως καὶ πάππου, μήτε κατὰ τῆς αὐτοῦ ζωῆς μήτε βουλεύσασθαι, μήτε μὴν διαπράξασθαι πώποτε.
(Β.) Ἐξιόντα δ' ἐκεῖθεν τὸν νέον Ἀνδρόνικον περιστάντες ἡ τῶν συνομοσάντων φρατρία ὑβριοπαθοῦντες αὐτοῦ κατεβόων παράβασίν τε ἐγκαλοῦντες τῶν φρικωδεστάτων ὅρκων ἐκείνων τῶν πρὸς αὐτοὺς καὶ ἅμα προφανῆ προδοσίαν αὐτῶν. ποῦ γὰρ οὐκ ἂν ἀδικίας ἐλαύνειν ἔφασκον, σὲ μὲν δι' ἡμᾶς φοβερὸν ὁμοῦ καὶ δύσμαχον καταστάντα ῥᾳδίως τὰ κατὰ γνώμην σαυτῷ καταπράξασθαι· ἡμᾶς δ' ἐν στόματι μαχαίρας οὑ τωσὶ προφανῶς καὶ πυθμέσιν ᾅδου καταλιπεῖν; τούτοις μέντοι καὶ τοῖς τοιούτοις ἤθεσί τε καὶ ῥήμασι κατακλασθείς τε καὶ αἰσχυνθεὶς ὁ βασιλεὺς διεμηνύσατο πρὸς αὐτὸν ἀφικέσθαι τὸν μέγαν λογοθέτην, καὶ ἐλθόντα ἠξίου παρασκευάσαι τὸν πάππον καὶ βασιλέα δι' ὅρκων καὶ τῇ ῥηθείσῃ φρατρίᾳ χαρίσασθαι τὸ ἀκίνδυνον. ὁ δὲ οὐδ' ἀκοῦσαι ἠνέσχετο· ἀλλὰ, «σὺ δὲ οὐ θαυμάζεις,» ἔφη, «καὶ θεῷ πολλὰς ἀποδίδως εὐχαριστίας, ἀγαπῶν ὅτι παρὰ πᾶσαν ἐλπίδα τῶν τοῦ ᾅδου πυλῶν αὐτὸς ἀναβὰς, ὡς εἰπεῖν, ἐκομίσω τὴν σωτηρίαν; ἢ οὐκ οἶδας ὡς χρεών σε μεγάλας ὀφείλειν κἀμοὶ καὶ παισὶ τοῖς ἐμοῖς διὰ βίου τὰς χάριτας, ὅτι βουλὴν κατὰ σοῦ μελετηθεῖσαν καὶ ἐξαρτυθεῖσαν εἰς τέλος διέῤῥηξα παρελθὼν αὐτὸς καὶ νῦν δι' ἐμοῦ τουτονὶ τὸν ἥλιον καθορᾷς; σὺ δὲ ταῦτα ἀφεὶς ἱκέτης ὑπὲρ τῶν κάκιστ' ἀπολουμένων γίγνεσθαι βούλει; ἄπαγε πρὸς θεοῦ· μὴ κοινώνει τοιούτοις ἀνδράσι. πῶς γὰρ τοὺς πρός σε διατηρήσουσιν ὅρκους, οἳ τοὺς πρὸς τὸν βασιλέα καὶ πάππον τὸν σὸν μηδενὸς τῶν δεινῶν ἀναγκάζοντος ἐξελάθοντο, μήτε θεοῦ κεραυνοὺς, μήτε ἀνθρώπων αἰδῶ πρὸ ὀφθαλμῶν θέντες;»
(Γ.) Τούτων οὕτω παρὰ προσδοκίαν λεχθέντων ἀκούσας ὁ βασιλεὺς ἔστη σιωπῶν ἐπὶ πλεῖστον. ἔπειτα «ἄπιθι» ἐπειπὼν ἐς τὰς προτέρας αὖθις ἐπανῆκε βουλὰς καὶ μελέτας. ἐπεὶ δὲ καὶ ἡ μεγάλη καὶ θεία ἐπεδήμησεν ἑβδομὰς, ἐν ᾗ τὰ σωτήρια ἑορτάζομεν πάθη, καὶ τὸν ἔγγονον αὖθις ὁ βασιλεὺς οὐ κατὰ τὰς παραινέσεις ἔβλεπεν ἔχοντα, ἀλλὰ τήν τε τῆς κινήσεως ὁρμὴν ἀστατοῦσαν καὶ τῶν ἠθῶν τὸν ῥυθμὸν οὐ καθεστηκότα, ἀλλ' ὅλως εἰπεῖν ἀλλοπρόσαλλον, ἠνιᾶτο καὶ ἐδυσφόρει· ὥστε καὶ δὶς καὶ τρὶς νικηθεὶς τῇ τῆς λύπης ὑπερβολῇ καὶ οἷον ἔνθους γενόμενος, «τετελεύτηκεν», ἔφη πρὸς τοὺς παρόντας, «ἥ τε βασιλεία ἐφ' ἡμῶν ἤδη καὶ ἡ τῆς ἐκκλησίας εὐσέβεια.» ὁ μὲν γὰρ ἐξήρτυε τὰ πρὸς φυγὴν μετὰ φλεγούσης τινὸς τῆς ὁρμῆς καὶ ἐξεπορεύετο συχνὰ καὶ παρεσκευάζετο μετὰ τῆς φρατρίας ἐκείνης· ὁ δὲ μὴ συνιεὶς τὰ βουλεύματα ἠθύμει καὶ διηπόρει καθ' ἑαυτὸν γνωσιμαχῶν. στοχασμοῖς δέ τισιν ὅμως καὶ ὑπονοίαις τὰ δρώμενα παραβάλλων οὐκ ἔξω παντάπασιν ἤδη καὶ αὐτὸς ἔκειτο τοῦ τὰ μελετώμενα ξυμβάλλειν. ὅθεν συλλαβεῖν ἐβουλεύσατο· καὶ τῷ πατριάρχῃ Γερασίμῳ τοῦ τοιούτου βουλεύματος ἐν ἀποῤῥήτοις λαβὼν κεκοινώνηκεν. ὁ δ' εὐθὺς πρὸς τὸν βασιλέα τὸν νέον Ἀνδρόνικον δραμὼν τὸ ἀπόῤῥητον ἀνεκάλυψε· καὶ οὕτω λοιπὸν ἐκεῖνος τὴν φυγὴν ἐπετάχυνεν.
(Δ.) Ἐπεὶ δὲ καὶ ἡ λαμπρὰ τῆς ἀναστάσεως ἐπεδήμησεν ἡμέρα καὶ ἔδει πρὸς ἑσπέραν τὰ βουλεύματα πέρας λαβεῖν, ᾔτει τε κατὰ τὸ εἰωθὸς καὶ ἔλαβε τὰς κλεῖς τῶν πρὸς τὴν Γυρολίμνην ἀνοιγομένων πυλῶν. εἰώθει γὰρ τοῦτο ποιεῖν διὰ τὰ ἕωθεν κυνηγέσια. καὶ δὴ περὶ μέσας νύκτας, πρὸς ὕπνον ἤδη καταδαρθόντων ἁπάντων, ἔξεισι μετὰ πάντων ὅσοι αὐτῷ γε συνομωμόκεσαν· καὶ ἐξιππασάμενοι φθάνουσι δευτεραῖοι πρὸς τὸ τοῦ Συργιάννη καὶ τὸ τοῦ Καντακουζηνοῦ στρατόπεδον. ἐκάθηντο γὰρ ἐκεῖνοι περὶ τὴν Ἀδριανούπολιν ξύν γε λαμπρᾷ τῇ παρασκευῇ τὴν τούτου φυγὴν ἐκδεχόμενοι. ἦν δ' αὕτη ἡμέρα ἀπριλλίου μὲν εἰκοστὴ, ἔτος δὲ ἑξακισχιλιοστὸν ὀκτακοσιοστὸν εἰκοστὸν ἔννατον. ἐπιστῆσαι δ' ἄξιον, πῶς τῶν ἀνθρωπίνων πραγμάτων οὐδὲν τῆς προνοίας ἐκτὸς διοικεῖται, ἀλλὰ πάντα λόγον ἀπόῤῥητον ἔχει τὸν ἄγοντα· κἂν ἡμεῖς ἀγνοοῦντες καθήμεθα, λόγους προφέροντες τῆς τε προνοίας ὁμοῦ καὶ τῆς ἀληθείας οὐ μάλα ἀξίους. ὅταν γὰρ ἐθέλῃ κολάζειν οὓς ἂν ἐθέλοι παλαιῶν τε καὶ νέων ἁμαρτημάτων ποιούμενος ἔκτισιν, οἷα σοφὸς ἰατρὸς τομὴν καὶ καυτῆρα ταῖς δυσιάτοις ἐπάγει πληγαῖς. καὶ ἅμα κατὰ γῆς εὐθηνούσης ἀέρες νεωτερίζουσι· καὶ ἀγανακτεῖ κατ' αὐτῶν ὕδωρ θαλάττης· καὶ ὑβρισταὶ κατὰ τῆς τούτων βουλήσεως ἀντιπνέουσι ἄνεμοι· καὶ λοιμῶν ὁδὸς εὐοδοῦται· καὶ κακοδαιμονοῦσι μὲν ὅσοι πρὸς ἀρετὴν καὶ παιδείαν ἐῤῥύθμισαν ἑαυτοὺς καὶ τὸ ἑαυτῶν πρὸς τὴν Δώριον, ὡς εἰπεῖν, ἁρμονίαν ἀπέξεσαν ἦθος· καὶ πᾶν ὅτι πράξαιεν πέρας εὑρίσκει σφαλερὸν καὶ μάλα πολεμιώτατον τοῖς ἀρχηγοῖς τῶν ἔργων βουλεύμασι, τοῦ θεοῦ τοιαύτην τινὰ τὴν κρίσιν ἄνωθεν ταλαντεύοντος. εὐδαιμονοῦσι δ' ὁπόσοι δυστυχεῖς τινες καὶ ἀφανεῖς καὶ παραπλῆγες καὶ Ἐριννύων πεφύκασι θρέμματα· καὶ νικῶσιν ἀνὰ κράτος τοὺς ἔμφρονας ἄφρονες· καὶ κυριεύουσι τῶν κοσμίων καὶ εὐσχημόνων ἀνδρῶν ἐμπαῖκταί τινες καὶ οἰκότριβες ἄνθρωποι. καὶ ἴδοι τις ἂν τηνικαῦτα τούς τε δημαγωγοὺς, τούς τε τῶν πόλεων ἄρχοντας, τούς τε τῶν οἰκιῶν, τούς τε ἀγορανόμους καὶ δικασπόλους, καὶ πρός γε ὁπόσοι τοῦ μοναδικοῦ προστατεῖν ἔλαχον βίου, πάντας καθάπερ ἀπὸ συμφώνου τινὸς τῇ ἀναιδείᾳ καὶ ἀταξίᾳ λατρεύοντας καὶ οὐδὲν ὑγιὲς πράττειν οὔτε δυναμένους, οὔτε ἐθέλοντας. βεβαιώσει δὲ τὰ λεγόμενα καὶ ἅπερ αὐτίκα λέξοντες ἥκομεν καὶ ἡμεῖς.
(Ε.) Ἐπεὶ γὰρ εἰς πλῆθος ἡ τῶν Τούρκων ἐπεπόλασεν ἔφοδος, πανταχόθεν ἀεὶ ζημιοῦσα καὶ διατιθεμένη κακῶς τὰ Ῥωμαίων πράγματα, καὶ πᾶσαι μηχαναὶ καὶ παλάμαι γνήσιαί τε καὶ συμμαχικαὶ τῷ βασιλεῖ θεόθεν παντάπασιν ἠλέγχθησαν οὖσαι μηδὲν, ἑτέραν ἐτράπετο, σφαλερὰν μὲν κατά γε τὸν ἀληθῆ καὶ δίκαιον λόγον· πρὸς δὲ οὕτω βίαιον καὶ ἀνταγωνιστὴν χρόνον, οὐ πάνυ τοι σφόδρα ἀσύνετον. ἔγνω γὰρ τοὺς ἐτησίους τῶν ὑπηκόων αὐξῆσαι φόρους· ἀφ' ὧν μεριζόμενον χορηγεῖν ἀνὰ πᾶν ἔτος ταῖς τε ἄλλαις χρείαις καὶ ἅμα τοῖς γείτοσι τῶν ἐχθρῶν καὶ ὤνιον οὑτωσὶ τὴν ἐκεῖθεν λαμβάνειν εἰρήνην· ὅμοιον ποιῶν, ὥσπερ ἂν εἴ τις φιλίαν παρὰ τῶν λύκων ὠνούμενος, ἔπειτα τὰς οἰκείας πολλαχόθεν τέμνων φλέβας πίνειν ἐκείνοις παρεῖχε καὶ ἐμφορεῖσθαι τοῦ αἵματος. ὅθεν καιρὸν εἰληφότες οἱ τελῶναι καὶ φορολόγοι ἕτερος ἕτερον ἔφθανεν ὑπισχνούμενος πλείω παρέξειν αὐτὸς, ὑπηρέτης τῆς τοιαύτης καταστὰς διοικήσεως. καὶ οὕτως ἐν ὀλίγῳ τῷ χρόνῳ, καίτοι βραχυτέρας ἀεὶ γιγνομένης τῆς τῶν Ῥωμαίων ἐπικρατείας, ὅμως εἰς χιλίας ηὔξηται χιλιάδας τὰ πρὸς τῶν ἀργυρολόγων καὶ φορολόγων κατ' ἔτος εἰς τὸ βασιλικὸν εἰσαγόμενα ταμεῖον νομίσματα. ἐξ ὧν ἦν τῷ γηραιῷ βασιλεῖ πρὸς βουλήσεως καταστῆσαι τριήρεις μὲν εἴκοσι διηνεκεῖς κατὰ τῶν θαλαττίων καὶ παραθαλαττίων ἐχθρῶν· στρατὸν δ' ἠπειρωτικὸν ἐν μὲν Βιθυνίᾳ χιλίους ἱππέας διηνεκεῖς, ἐν δὲ Θρᾴκῃ καὶ Μακεδονίᾳ δισχιλίους ὁμοίως· τὰ δ' ὑπόλοιπα χρήματα ἀναλίσκεσθαι πρὸς δαπάνας τῶν ὁθενδήποτε προσιόντων ἄλλοτε ἄλλων πρέσβεων καὶ χορηγίας ἐνιαυσίους τῶν περικυκλούντων ἐθνῶν, καὶ ὅσαι ἄλλαι μυρίαι δαπάναι τοῖς βασιλείοις καθήκουσι πράγμασιν. ἀλλ' ἐπεὶ καὶ θεῷ γε οὐ μάλα ἐθέλοντι ἦν, δι' ἃς αὐτὸς οἶδεν αἰτίας, ἐξαίφνης ἅπαντα διὰ τῆς κοινῆς ταύτης συγχύσεως ἀνατέτραπται, καθάπερ κύβου μεταπεσόντος.
(Στ.) Θαυμάζειν δ' οὖν ὅμως χρεὼν τὴν ἄῤῥητον τοῦ τὰ πάντα ἐφορῶντος κηδεμονίαν, πῶς πλείστας ὁμοῦ καὶ ἀθρόας ἡμῶν ὀφειλόντων διδόναι τὰς δίκας ὑπὲρ μακρᾶς τῆς κακίας, μετά τινος αὐτὸς φειδοῦς καὶ φιλανθρωπίας λαμβάνειν ἔκρινε ταύτας. οὐ γὰρ ἀλλοτρίοις τισὶν οὐδ' ἀλλοφύλοις ἐχθροῖς καὶ ἀγρίοις παρέδωκεν ἡμᾶς, ἀλλ' ὁμοφύλοις ἀνθρώποις καὶ ἰσοψύχοις καὶ γνωστοῖς καὶ μαλακωτέροις, ἢ παρ' ὧν ἐχρῆν ἡμᾶς τιμωρεῖσθαι, τοὺς πλείους τέως τῶν κύκλῳ καθ' ἡμῶν μαινομένων θανάτῳ προαρπάσας· ἵνα μὴ κατ' ἀλλήλων ἡμῖν ἐκπολεμωθεῖσι καὶ καλάμῳ συντετριμμένῳ ἀτεχνῶς ἐοικόσιν ἐπιτιθέντες κἀκεῖνοι πάντας ἄρδην εἰς ὀλέθρου βυθοὺς παραπέμψωσιν. ἐν γὰρ τούτῳ τῷ χρόνῳ τέθνηκε μὲν ὁ Κράλης Σερβίας· τέθνηκε δ' ὁ τῶν Βουλγάρων ἡγεμὼν ὁ Σφενδοσθλάβος· πεφόνευται δὲ πρὸς τοῦ ἀνεψιοῦ κόντου Κεφαλληνίας ὁ τῶν Αἰτωλῶν καὶ Ἀκαρνάνων δεσπότης· προσετεθνήκει δὲ καὶ ὁ τῆς τῶν Θετταλῶν ἡγεμονίας τελευταῖος διάδοχος, ὁ τῶν Ἀγγελωνύμων ἀπόγονος. ἀλλ' ἐκεῖσε ἐπάνειμι.
(Ζ.) Ἐπεὶ γὰρ ἐγνώσθη τῷ γηραιῷ βασιλεῖ πρὶν ἀνατεῖλαι τὸν ἥλιον ἡ τοῦ ἐγγόνου φυγὴ, προσκαλεσάμενος αὐθημερὸν τοὺς ἐν Βυζαντίῳ παρόντας τῶν ἀρχιερέων (ὁ γὰρ πατριάρχης μιᾷ τῆς φυγῆς ἡμέρᾳ προετεθνήκει) ἐγγράφῳ καθυποβάλλειν ἐπιτιμίῳ τούτοις ἐκέλευε τόν τε ἔγγονον ὡς ἀποστάτην καὶ ἅμα τούς τε αὐτῷ συνεξεληλυθότας καὶ εἴ τις ἔτι ἢ φεύγειν ἢ τὰ ἐκείνου φρονεῖν μέλλοι· ὃ δὴ καὶ ῥᾳδίως ἡ τῶν ἀρχιερέων ἐπέραινε σύνταξις. ἦν δ' ἐπὶ τούτοις ἰδεῖν καὶ τὸ θεῖον πανταχῆ περιφερόμενον εὐαγγέλιον ἔν τε βασιλείοις αὐλαῖς, ἔν τε ὁδοῖς, ἔν τε ἀγοραῖς, καὶ τοὺς ὀμνύειν τὸν δῆμον κελεύοντας, ἀφίστασθαι μὲν τῆς τοῦ νέου βασιλέως κοινωνίας καὶ γνώμῃ καὶ χειρὶ καὶ γλώττῃ· συντίθεσθαι δὲ βεβαιότερον τῷ γηραιῷ βασιλεῖ. ταῦτα μὲν οὖν τῆς βασιλευούσης ἐντὸς τοῦτον ἐτελεῖτο τὸν τρόπον. οἱ δὲ περὶ τὸν νέον βασιλέα Ἀνδρόνικον ἐλευθερίαν κηρύξαντες καὶ ἀτέλειαν ταῖς ἐν Θρᾴκῃ κώμαις καὶ πόλεσιν ἅπαντας εἶχον εὐθὺς εὐπειθεῖς πρὸς ἅπαν δὴ τὸ τῆς γνώμης βουλόμενον. καὶ ἦσαν δὴ πάντες οἱ μέχρι Χριστουπόλεως Θρᾷκες ἐν ὅπλοις εὐθὺς ὑπὲρ τοῦ νέου βασιλέως κατὰ τοῦ γηραιοῦ προθύμως ὁρμώμενοι. καὶ πρῶτα μὲν τοὺς ἁπανταχῆ περιϊόντας. τῆς Θρᾴκης τελώνας καὶ φορολόγους αὐτοὺς μὲν ἀνέδην ᾐκίζοντο· ἃ δ' ἐπεφέροντο βασιλικὰ χρήματα ξὺν οὐδενὶ κόσμῳ διαλαχόντες ἐνείμαντο. πρὶν δ' ὅλην ἡμερῶν ἑβδομάδα παραδραμεῖν, ἄραντες ἐξ Ὀρεστιάδος πλῆθος οὐ μάλα ἀριθμητὸν ἱππέων καὶ πεζῶν, τοξοτῶν καὶ σφενδονητῶν, ᾔεσαν ἐπὶ τὴν βασιλεύουσαν, ὡς αὐτίκα αἱρήσοντες στασιάζουσάν τε καὶ ἐκπεπολεμωμένην πρὸς ἑαυτὴν ταῖς τοῦ δήμου γνώμαις ἐλπίδι λημμάτων, ὁποῖα ταῖς ἀδίκοις χερσὶν ἐκπορίζουσιν αἱ τοιαῦται τῶν πραγμάτων καινοτομίαι, τοῦ Συργιάννη πάντα κινοῦντος. τέτταρας δ' ὅλας ὡδευκότες ἡμέρας ἀφίκοντό τε καὶ ἐστρατοπεδεύσαντο πρὸ τοῦ τῆς Σηλυμβρίας ἄστεος.
(Η.) Ἔμελλον δ' ἔτι καὶ προσωτέρω πορεύεσθαι. ἀλλ' εἰδὼς ὁ γηραιὸς βασιλεὺς οὐκ ἠρεμῆσον τὸ πλῆθος τῆς πόλεως, ἀλλὰ νεωτερίσον, εἰ πρὸ τῶν πυλῶν θεάσαιντο τὸν στρατὸν, φθάνει πρεσβείαν ἀποστείλας πρὸς αὐτόν. ἦρχε δὲ τῆς πρεσβείας ὁ Φιλαδελφείας Θεόληπτος, ἀνὴρ οὐ μόνον ἀρεταῖς παντοίαις κοσμούμενος καὶ πᾶσαν αἰδῶ τοῖς ἐντυγχάνουσι προπέμπων, ἀλλὰ καὶ βαθεῖαν αὔλακα διὰ φρενὸς καρπούμενος. ἀπεστάλη δὲ καὶ ἡ τοῦ Συργιάννη μήτηρ, δυσωπήσουσα τὸν υἱὸν μάλιστα πάντων καὶ πείσουσα μὴ ὁμόσε χωρεῖν ἐς τὰ τείχη τῆς βασιλευούσης· κινδυνεύειν γὰρ ἂν οὕτω στασιάσαι κατ' ἀλλήλων τοὺς Βυζαντίους καὶ μεγίστην γενέσθαι φθορὰν πάντων ὁμοῦ χρημάτων, οἰκιῶν, ἀνδρῶν, γυναικῶν, ἀρχόντων, ἀρχομένων, ὧν τὴν αἰτίαν ὁ καρπούμενος οὐκ οἶδ' ὅπως οὐ δυσσυνειδήτως διάξει τὸν ἅπαντα βίον· ἀλλ' ἐπανιόντα μικρὸν οὕτω πόῤῥωθεν ποιεῖσθαι τοὺς λόγους καὶ αὐθαιρέτους τῶν ζητημάτων τὰς καταστάσεις. ὅ γε μὴν Συργιάννης αἰδεσθεὶς μὲν καὶ τὴν τοῦ Φιλαδελφείας παρουσίαν, κατακλασθεὶς δέ πως καὶ ταῖς τῆς μητρὸς ἱκεσίαις, ἐπάνεισι πρὸς τὸν βασιλέα διατρίβοντα περὶ τὴν Ὀρεστιάδα. κἀκεῖσε τοίνυν αἱ πρὸς τοῦ γηραιοῦ βασιλέως ἐπέμποντο πρεσβεῖαι, κἀκεῖθεν τὸ κῦρος αἱ τῶν ζητημάτων ἐδέχοντο κρίσεις.
(Θ.) Τέλος κυροῦται παρ' ἀμφοτέρων τῶν βασιλέων, τὸν μὲν νέον κατέχειν αὐτοκρατορικῶς τῆς Θρᾴκης ὅσον τὸ ἀπὸ Χριστουπόλεως ἄχρι τῶν περὶ τὸ Ῥήγιον προαυλίων καὶ προαστείων τῆς Κωνσταντινουπόλεως καὶ ἅμα τὰ παρ' αὐτοῦ τοῖς περὶ αὐτὸν διανεμηθέντα τῶν τῆς Μακεδονίας χωρίων· ἦσαν γὰρ ταῦτα πολλὰ καὶ ἐς πολλὰς χιλιάδας ἑκάστῳ τὴν ἐπέτειον ἀναφέροντα πρόσοδον· τὸν δὲ γηραιὸν, τήν τε Κωνσταντινούπολιν καὶ τὰς ἐπέκεινα τῆς Χριστουπόλεως λοιπὰς Μακεδονικὰς χώρας καὶ πόλεις· καὶ πρὸς τούτοις δέχεσθαί τε καὶ διοικονομεῖν καὶ τὰς πρὸς τῶν κυκλούντων ἐθνῶν πρεσβείας. μηδὲ γὰρ πρὸς θελήσεως εἶναι τῷ νέῳ τοιαύτας φροντίδας. ἀνδρὶ γὰρ ἐκ φύσεως ὡρμηκότι πρὸς ἄνεσιν καὶ κυνηγέσια καὶ ἀσχολίας τοιαύτας φόρτον τά γε τοιαῦτα φαίνεσθαι πάνυ βαρύτατον καὶ μάταιον ἄχθος. ἐπὶ τούτοις οὖν αἱ σπονδαὶ γίνονται ἀσμένῳ μὲν τῷ νέῳ βασιλεῖ, οὐ μάλα δ' ἀσμένῳ τῷ γηραιῷ· ἀλλ' εἰ χρὴ τἀληθῆ φάσκειν, καὶ πάνυ τοι σφόδρα ἄκοντι καὶ βουλομένῳ μὲν ἀντιπαλαμήσασθαι πρὸς τοσαύτην ἀνέλπιστον συμφορὰν, διὰ δ' ἀμηχανίαν ναρκῶντι καὶ στέργοντι τὰ παρὰ τοῦ ἐγγόνου θεμιστευόμενα καθάπερ ἀπὸ τρίποδος Δελφικοῦ.

ζʹ. Κατὰ τοῦτον τὸν χρόνον κἀμοὶ τῶν ῥητορικῶν καὶ φιλοσόφων βίβλων ἀπαλλαγέντι χρήσιμον ἔδοξεν εἶναι προσιέναι τῷ γηραιῷ βασιλεῖ καὶ συνήθει τῆς ὁμιλίας αὐτοῦ καταστῆναι, συνετῆς τε οὔσης καὶ φιλοτίμου καὶ ἀκοῆς ἐλλογίμων σφόδρα ἀξίας καὶ ζητουμένης μὲν πρὸς τῶν λογίων, οὐ ῥᾷστα δ' εὑρισκομένης, οὐδ' ἐκκειμένης τοῖς βουλομένοις. τῆς μὲν γὰρ τοῦ μεγάλου λογοθέτου ὁμιλίας (τετίμητο γὰρ ἤδη καὶ τῷ τοιούτῳ πρὸς τοῦ βασιλέως ἀξιώματι), τούτου τοίνυν τῆς ὁμιλίας, ἐπείπερ ἀκροατὴς ἐγενόμην αὐτοῦ κατά γε τὸ τῆς ἀστρονομίας μάθημα, ξυνέβη μοι ἀπολελαυκέναι ἐς κόρον. καίτοι καὶ οὐδ' αὐτὸς ἔξω φειδοῦς ἐν ἀρχαῖς τὴν αὐτοῦ μοι παρεῖχε γλῶτταν, οὐδ' αὐτῆς δὴ τῆς ἀστρονομίας ἀφθόνως μεταδιδόναι ἐβούλετο· εἴτε τὸν ἐμὸν ἀγνοῶν ἔτι τρόπον, εἴθ', ὅπερ καὶ ἀληθὲς ἦν, τὴν αὐτὴν Συνεσίῳ τῷ πάνυ καὶ Λύσιδι τῷ Πυθαγορείῳ τρέφων γνώμην. κελεύουσι γὰρ ἐκεῖνοι, μὴ κοινὰ ποιεῖσθαι τὰ φιλοσοφίας ἀγαθὰ τοῖς μηδ' ὄναρ τὴν ψυχὴν κεκαθαρμένοις. οὐ γὰρ θέμις ὀρέγειν τοῖς βουλομένοις τὰ μετὰ πολλῶν ἀγώνων πορισθέντα. καὶ γὰρ καὶ τὸ δημοσίᾳ φιλοσοφεῖν μεγάλης, φησὶν, ἐς ἀνθρώπους ἦρξε τῶν θείων καταφρονήσεως.
(Β.) Κατ' ἰδίαν οὖν αὐτῷ προσελθὼν καὶ ἀκίβδηλον τὸν ἐμὸν ὑποδείξας τρόπον αὐτῷ μὴ κατὰ τοὺς πολλοὺς ἠξίουν ἡγεῖσθαι κἀμέ. πόῤῥω γὰρ τὰ Φρυγῶν καὶ Περσῶν ἔφασκον εἶναι ὁρίσματα. ἔπειτα καὶ γλώττῃ μειλιχίῳ πειθοῦς τινος ἕνεκα χρώμενος τάδε πρὸς αὐτὸν διεξῆλθον. «εἰ μὲν ἐπίσης ἅπαντα τὰ βίου τερπνὰ διανέμειν εἶχεν ἡ φύσις, ἀνέραστος ἂν ἦν δήπου γε καὶ ἀταλαίπωρος ἡ τούτων ζήτησις καὶ ῥᾷστα δὴ τοὐντεῦθεν τῆς φιλαλληλίας ὑποτέμνεσθαι ξυνέβαινε τοὺς λόγους. νῦν δ' ἐπειδὴ ἔδει ἀνακεκρᾶσθαι τοῖς λυπηροῖς τὰ ἡδέα καὶ τρίτον πίθον οὔ φασιν Ἑλλήνων παῖδες ἐν Διὸς εἶναι κακῶν ἀμιγῆ, λυπεῖ μὲν τῷ ἐνδεεῖ, τέρπει δ' αὖ ἐν προθύροις οἰκίζουσα τὴν ἐλπίδα τῆς εὐπορίας καὶ διδοῦσα παλάμην ἀντίπαλον τῇ πλεονεξίᾳ τοῦ ἐνδεοῦς· καὶ ζητεῖ μὲν οὗτος, δίδωσι δ' ἐκεῖνος· καὶ τοὐναντίον αὖθις καὶ διὰ παντὸς ἑκάτερον· καὶ νόμος τοῦτο γίνεται φιλίας καὶ δεσμὸς ἀλλήλοις ἄφυκτα ἰσχύων. καὶ τοῦτ' εἶναι γένοιτ' ἂν οἶμαι φάναι παντὶ, ὃ γῇ μὲν πλωτὴν ἐργάζεται θάλατταν καὶ ταύτην αὖθις ἐκείνῃ βάσιμον. καὶ Τάναϊς μὲν δι' αὐτό γέ τοι τοῦτο δρόμον ποιούμενος ὑπερόριον ἐπιῤῥεῖ τῇ Ἑλλάδι καὶ Ἴστρος ἐπ' Αἴγυπτον ἔρχεται καὶ Μαιώτιδι Νεῖλος κοινοῦται τὸ ῥεῦμα. εἰ δέ τις φειδοῖ χρώμενος μὴ διαδόσιμα βούλοιτο γίγνεσθαι τὰ καλὰ, μὴ καὶ λάθῃ νόμον οὗτος διὰ πάσης γράφων γῆς κακίας ἀρχηγέτην καὶ ἐς νυκτὸς ἵν' εἴπω βάραθρα καὶ σκοτεινοὺς ὀλίσθους ὅλῃ ῥύμῃ ξυνωθῶν τοὺς τῆς ἐπιμιξίας λόγους καὶ περιφανῶς ἀδικῶν, δι' οὓς ἐκείνῳ τοῦτ' ἐχαρίσατο τἀγαθὸν ὁ τῆς φύσεως δημιουργός. εὔδηλον γὰρ δήπου τοῖς ὅλοις, μηδὲν μηδενὶ παρὰ τῆς προνοίας ἀγαθὸν παραγίγνεσθαι δι' ἕνα γέ τινα τὸν εἰληφότα· ὡς ἄρα οὐδ' ἡλίῳ τὸ φῶς, ἵν' αὐτὸς ἀπολαύοι μόνος. εἰ δ' ἀθάνατα ἔμελλε βιώσεσθαι τὰ πράγματα κἀπὶ τῆς αὐτῆς ἑστήξειν κρηπῖδος ἀεὶ, εἶχεν ἄν τις ἴσως οἵαις δή τισιν αἰτίαις τῆς ἀρετῆς παρακρούεσθαι τὴν διάδοσιν. ἀλλὰ νῦν ἐστι τῶν ἀμηχάνων πάντη τουτί. ταύτῃ τοι καὶ ἀθανασίαν ἀντιτεχνώμενοί τινες καὶ κλέος ἀπέραντόν σφισιν αὐτοῖς προμνώμενοι πᾶν ὅ,τι κλέους * ὁστιοῦν ἀρχὴν εἰδείη γίγνεσθαι, πρὸς τοῦτ' αὐθαίρετος παρείη. καὶ Πυθαγόρας μὲν αὐτίκα τοῖς ἐν Αἰγύπτῳ σοφοῖς ξυμβαλὼν καὶ ξυνοργιάσας Ἑλληνικῶν ἐπεθύμησεν ἐγκωμίων· κἀκεῖσε δὴ κωμάζει διαπόντιος ἐραστὴς καὶ τὴν ἀρετὴν διὰ πάσης δημοσιεύσας Ἑλλάδος μεστὸν ἑαυτοῦ τὸν ἐφεξῆς ἔλιπεν αἰῶνα. ἤδη δέ τις καὶ πρὸς τὴν ἐν Πυθοῖ δάφνην καὶ πρὸς τὸν ἐν Ὀλυμπίᾳ κότινον ἐξ Ἀσίας ὁρμᾶται. ᾔδει γὰρ ὡς ἔνεστι τῷ μαραινομένῳ τῷδε θαλλῷ κλέος ἀμάραντον· καὶ τοῦτο μᾶλλον ἀναζωπυρεῖ τὴν μετὰ ταῦτα μνήμην, ἢ πάντες οἱ τῆς Ἀσίας λειμῶνες καὶ αἱ κρῆναι καὶ ἡ παντοδαπὴ τῶν ἐκεῖ φυομένων βαφή. τούτοις δὴ οὖν καὶ πλείστοις ἄλλοις διὰ ποικίλης ἐλθοῦσι παραπλησίαν τῷ ἐφεξῆς παραθέσθαι βίῳ τὴν μνήμην ἐξεγένετο. νῦν δ' ἵνα μὴ διατρίβω, τῶν μὲν ἄλλων τὴν φύσιν καθάπαξ εἰπεῖν ὁ τὰ καθ' ἡμᾶς ἐξελίττων αἰὼν ἄκαρπον διαφεύγει διαλιμπάνων ἔρημόν τε σοφίας καὶ οὐ πολλοῦ δέω λέγειν μηλόβοτον· οἵαν δὴ καὶ τὴν τῶν Θηβαίων Ἀλέξανδρον πάλαι πεποιηκέναι φασίν· ὡς ἐξεῖναι γίγνεσθαι τὰ καθ' ἡμᾶς ὑπόθεσιν διαρκῆ τοῖς ἐν σκηνῇ τραγῳδοῦσι. μόνον δ' ἐξ ἁπάντων σὲ κρατίστην εἰκόνα φύσεως ἐξαπέφηνε κράτιστα ἡρμοσμένην, οἷα δὴ καὶ σελήνην ἐν ἀστράσι καὶ ζώπυρον ἐν κρυμῷ καὶ χειμῶνι. καὶ οὐχ οὕτω τὰ καθ' ἡμᾶς νεῲ καὶ τείχη δύναιντ' ἂν καὶ ἄλση καὶ στοαὶ κοσμεῖν, ἢ σὺ καὶ ὁ τῆς σῆς ἀρετῆς κόσμος. καὶ μέγα μέν τ' ἂν ὄφελος εἶναί σε τοῖς κοινοῖς ὁμολογοίημεν ἅπαντες, ἅτε τῷ μεγάλῳ βασιλεῖ συναιρόμενον, ὅσα καὶ κυβερνήταις οἱ τὸν πόλον καὶ τὴν Ἑλίκην διασκοπούμενοι. ἀλλὰ τί τις ἂν φαίη; ἦν καὶ Φειδίας ἐν Ἕλλησι μέγας ἔκ τε τῆς μελίττης, ἔκ τε τοῦ τέττιγος· ἀλλ' οὐχ οἷος ἐκ τοῦ Ὀλυμπιάσι Διός. ἔτι τοίνυν καὶ τοὐντεῦθεν κλέος θᾶττον ἢ τὰ ἐν ἀγρῷ φυόμενα διαῤῥεῖ αὐτῇ μνήμῃ καὶ αὐτῷ σώματι. εἰ δέ γε τῶν ἐν τῇ ψυχῇ τῆς σοφίας θησαυρῶν μεταδοίης, οὐκέτι σοι μετὰ λήθης τοὔνομα κείσεται, καθάπερ οἳ χωλὴν τοῦ βίου ζωὴν ἐβάδισαν, ὅ φησι Πλάτων· κήρυξ δ' ἐς τὰ μάλισθ' ἑαυτοῦ σχεδὸν ἐπὶ μέσης ἑστήξει τῆς οἰκουμένης καὶ τῷ μακρῷ χρόνῳ μετὰ φαρμακευούσης ἐμπομπεύσει τῆς ἡδονῆς· καὶ μὴ ὅτι γε μνήμης ἀξιώσεται τῆς διὰ γῆς πλανωμένης καὶ προσκαίροις ἀκοαῖς τὸ ἴχνος ἐρειδούσης, ἀλλὰ κἀκείνης γέ τοι, ἣ καὶ αὐτὸν ἄνθρωπον παραθεῖ καὶ τὸ παράπαν ἀκήρατος ἀεὶ διαγίγνεται. ἄγε δὴ οὖν ἄγε, τῶν ὑφ' ἡλίῳ σοφώτατε· μετάδος τοῦ σοῦ κόσμου τῇ θρεψαμένῃ, καθάπερ Λυκοῦργοι καὶ Σόλωνες· τίμησον τὸ διαβόητον ἄστυ τουτὶ, καθάπερ τὴν Ἀθηναίων πάλαι Σωκράτεις καὶ Πλάτωνες. ἄνοιξον ἡμῶν τὸ τοῦ νοῦ βλέφαρον· δεῖξον ἐναργέστερον τίς ὁ τοῦ παντὸς ἁρμοστὴς καὶ ποία ποθ' ἡ τούτων παναρμόνιος σύνταξις· δίδαξον πῆ τὰς αἰτίας θετέον τοῦ τοσούτου δοθέντος ἀγαθοῦ· τῇ τῶν ἄστρων ἀνάγκῃ, κατὰ τοὺς θύραθεν λόγους, ἢ τῷ τοῦ παντὸς αἰτίῳ. ἐκ πολλοῦ γὰρ ὡς τὰ πολλὰ διαπορουμένῳ οὐδεὶς οὐδέπω μοι νοῦς ἀπηντήκει τῆς ἐμῆς ἀποχειροτονῶν ψυχῆς τἀμφιβαλλόμενον. ὥστ' εἰ μὴ δι' ἄλλο τι, διὰ γοῦν ἕν γέ τοι τοῦτο δίδαξον. ποῦ δ' οὐκ ἂν ἐλαύνοι σχετλιότητος, οὐρανοὺς μὲν διηγεῖσθαι δόξαν θεοῦ περιηχοῦντας πᾶσαν γῆν, ἡμᾶς δὲ κωφεύειν οὐκ ἐπαΐοντας ἅττα φασὶν, ἀλλ' ἄστροις τὸ θρυλλούμενον τεκμαίρεσθαι τὴν τούτων ἐπιστήμην; ἔπειτα καὶ τοῦ παντὸς ἂν πάντως ἐλλείποι μὴ ἀδικίας ἔσχατα εἶναι τουτὶ, εἰ μήτε κατὰ Πυθαγόραν ἐς Ἀττικὴν ἀπ' Αἰγύπτου διαβαίνειν δέον, μήθ' ὁμοίως Πλάτωνι πολλάκις διαπλεῖν τὸν Ἰόνιον κἀκ τῆς Ἀττικῆς ἐς Σικελίαν καὶ τυράννους ἰέναι κἀκεῖθεν αὖθις ἐς Ἀκαδημίας καὶ περιπάτους ἐπανιέναι, ἵν' οὕτω γ' ἐξείη διαχεῖν ἐν κοινῷ τὴν ἀρετὴν, ἀλλ' ἀντὶ Λυκείου καὶ Στοᾶς τῇ συνήθει χρώμενον ἑστίᾳ κόσμῳ παντὶ παραπέμπειν τὴν ἀρετὴν, ἔπειθ' ἕν γέ τι τῶν ἁπάντων προτιμῴης ἕτερον καὶ ῥᾳστώνῃ διδῷς σου τὴν τοῦ παντὸς ἀξίαν γλῶτταν. ὁρᾷν δὲ δήπου χρεὼν καὶ ὅση τοῖς πράγμασιν ἀπιστία τε καὶ πλημμέλεια περικέχυται καὶ ὅπως αἱ τῆς τύχης ἐπιβουλαὶ μένειν οὐδὲν τῶν πάντων ἐῶσιν ἐφ' ἑνός· ἀλλ' ἄνθρωποι μὲν, οἱ μὲν ἐν μεσημβρίᾳ φωτὸς, σκότους καὶ λήθης ὑπίασι μυχούς· οἱ δ' ἐξ ὕπνου καὶ νυκτὸς εἰς ὕπνους καὶ νύκτας διηνεκεῖς μεταβαίνουσι, πάσας φροντίδας κατόπιν διαλιμπάνοντες. ἡ δὲ σοφία καὶ αὐτὴ πολλαῖς ταῖς ἀποικίαις ἐχρήσατο. Αἴγυπτος μὲν γὰρ αὐτῆς, φασὶν, ἡ πρὶν ἑστία. εἶτα πρὸς Πέρσας καὶ Χαλδαίους διέβη. εἶτα παρ' Ἀθηναίοις κατέλυσε· κἀκεῖθεν τὸ τελευταῖον ἀπέπτη καὶ οἱονεί τις ὄρνις τῆς καλιᾶς ὑφ' ὁτουοῦν ἐξωσθεῖσα περίεισιν ἄρτι διὰ μακροῦ πλανωμένη. κινδυνεύει δ' οὖν τέως ἢ παρ' ἡμῖν ἐνταυθοῖ τοῦ λοιποῦ μεῖναι στᾶσαν τῆς πλάνης, εἴ σοί γε εἴη δεδογμένον, ἢ τελέως οἴχεσθαι δραμοῦσαν δι' αἰθέρος· καὶ μή μοι ἀχθεσθείης ἐπὶ τοιαῦτά σε παροξύνοντι. λέγειν γὰρ ἐξάγομαι καὶ τοῦ εἰκότος πόῤῥω τὴν τοῦ χρόνου δεδιὼς πεττείαν, μὴ ὥσπερ ἐξ ἀφανοῦς τε καὶ λόχου δραμὼν τοσοῦτον καλὸν οἴχηται ἀποκρύψας. εἰ γὰρ καὶ τοῦτ' εἰπεῖν χρὴ, οὐχ ἡμῖν αὐτοῖς ἡμῶν αὐτῶν τοσοῦτον μέλει, ὅσον καὶ τῆς σῆς εἰς τοὔμπροσθεν εὐκλείας· ὥστε καὶ εἴπερ ἐξῆν εὐξαμένῳ τυχεῖν ὧν ἂν εἴη ἐθέλοντι, ἥδιστ' ἂν δι' αἰῶνός σε ζῇν ηὐξάμην, ἵν' εἴη ἡμῖν ἥδεσθαι διὰ παντὸς ἐπὶ σοὶ, καθάπερ ἐπὶ μάλ' εὐτυχεῖ θησαυρῷ. ἀλλὰ γὰρ σὸν ἂν εἴη τοὐντεῦθεν δεικνύειν, εἰ μὴ παρὰ θύραν ἥκουσιν ἡμῶν αἱ παρακλήσεις.»
(Γ.) Ἀλλὰ τοιούτοις μὲν δὴ τοῖς λόγοις ἐς τὸν μέγαν χρησάμενος λογοθέτην καὶ οὕτως αὐτῷ τὸν ἐμὸν ἐνδειξάμενος τρόπον εὐάγωγόν τε καὶ εὐπειθῆ πρὸς ἅπαν ἐμοὶ τὸ βουλόμενον εἴργασμαι· καὶ οὕτως ἑξῆς ἀνυπόπτως ἐς κόρον τῆς αὐτοῦ γε ἀπήλαυον ὁμιλίας.

ηʹ. Ἐπόθουν δὲ ἤδη καὶ τῆς τοῦ βασιλέως· τυχεῖν τελεώτερον. αὐτός τε γὰρ πολλάκις ἐθεασάμην καὶ ἔτι παρὰ πάντων ἠκηκόειν, ὁπόσοι πρὸς ἄκραν ἀφίκοντο πεῖραν αὐτοῦ, ὡς οὐ μόνον εὐκοσμίας καὶ ἠθικῆς ἁπάσης ἀρετῆς καὶ ἀσκήσεως ἐργαστήριον τὸν βασιλικὸν κατέστησεν οἶκον τῷ τε μακρῷ χρόνῳ καὶ τῷ περιόντι τῆς φύσεως πλείστην ἐπὶ ταῦτα πεῖραν ξυνηθροικὼς, ἀλλὰ καὶ λογικῆς φάναι παιδεύσεως κράτιστον γυμνάσιον καὶ, οἷον εἰπεῖν, ἐλλογίμων γλωσσῶν στρατόπεδον. διὰ ταῦτα τοίνυν ἐραστὴς τῶν τοιούτων καλῶν καὶ αὐτὸς καταστὰς προσῆλθον αὐτῷ. ἡ γὰρ καθ' ἡσυχίαν τῶν μαθημάτων ἄσκησις, ὁπόσην αἱ βίβλοι τοῖς μετιοῦσι χαρίζονται, κἂν ἧττον ᾖ πολλὴ κἂν πλεῖστον, ἐοίκοι ἂν κατ' ἐμὴν δόξαν σώματος ὀργανικοῦ διαπλάσει ἐφιεμένου ψυχῆς, ἣν δή φημι διὰ τῆς ἐκ τῶν αἰσθήσεων ἐμπειρίας προσγίγνεσθαι· ἢ μᾶλλον ἐοίκοι ἂν συμφορήσει διαφόρων βρωμάτων ἐν κοιλίᾳ συναθροισθέντων καὶ δεομένων θέρμης πρὸς πέψιν· ταύτην δ' εἶναι ὁποίαν αἱ παντοῖαι τῶν χρόνων ὧραι καὶ ἡ ἐπαγωγικὴ τῶν αἰσθητῶν καὶ μερικῶν πραγμάτων ἐμπειρία παρέχονται. ἴδοι δ' ἄν τις καὶ ὅπως τινὲς διὰ τὴν τῆς ἡσυχίας ἐπίτασιν καὶ τὸ ἄμικτον καὶ ἀγύμναστον τῆς ἔξω συνδιαιτήσεως τὰς ψυχικὰς δυνάμεις ἐμάραναν καὶ τὴν φύσιν ἐξεθήλυναν καὶ παντάπασιν ἀπαῤῥησίαστον ἔθηκαν. ἀλλὰ γὰρ ἐπειδὴ καὶ αὐτὸς προσῆλθον οὕτω τῷ βασιλεῖ, ἕβδομον ἤδη καὶ εἰκοστὸν τῆς ἡλικίας ἀμείβων ἔτος, καὶ ὑπὲρ πᾶσαν προσεδέχθην ἐλπίδα, εὐθὺς ἔπαινον ἐπ' αὐτοῦ διεξῆλθον τῆς εὐγλωττίας καὶ συνέσεως αὐτοῦ τοιόνδε.
(Β.) «Εἰ μὲν ἦν μοι ὁρᾷν, κράτιστε βασιλεῦ, τὴν καθ' ἡμᾶς τοῦ χρόνου φορὰν ἀξιόχρεως καὶ τοὺς ὑμνητὰς προενεγκοῦσαν τοῦ σοῦ κράτους, οὔτ' ἂν τὸ λέγειν προῃρούμην καὶ πᾶν ποιεῖν καὶ λέγειν ὑπὲρ σοῦ σιγᾷν σφόδρα προσιέμην ἄν· αὐτὸς δὲ τούτοις ἄσμενος τῆς παῤῥησίας παρεχώρουν, οἷς ἐφαμίλλως τοῖς ἐγκωμίοις σου λέγειν ἐξῆν. ἐπεὶ δὲ πάντων, ὡς ἐπίπαν εἰπεῖν, κατεψηφίσω τὴν ἧτταν τῇ τῶν καλῶν σου πλεονεξίᾳ, ἔνι δ' οὐδεὶς τὸ παράπαν μήθ' ὁ πρὸς ἀξίαν εἰπὼν, μήτε μὴν τῆς ἀξίας ἐγγὺς, οὐ δοκεῖ μοι οὐδ' ἔμοιγε κείσεσθαι φαύλως τὸ πρᾶγμα, εἴγε καὶ αὐτὸς, ὡς ἔξεστι, τοὐμὸν κατατιθείην ὄφλημα. ὥσπερ γὰρ ἂν τῶν ἀτοπωτάτων ἦν, μόνους ἡμᾶς τῆς ἀξίας ἐλλείποντας εἶτα ἐπιχειρεῖν λέγειν· οὕτω δῆτα τῶν εἰκότων αὖ, ὁμοῦ τοῖς ἄλλοις κατόπιν τῆς ἀξίας βαδίζοντας τοῦτ' αὐτὸ ποιεῖν, ὡς μάλα ὂν οὐδὲν αἰσχρόν. διατειναίμην γὰρ ἂν σφόδρα ἔγωγε, ὡς τὴν σὴν πλουτῆσαι γλῶσσαν εὔξασθαι χρὴ πρότερον, ὅστις βούλοιτο πρὸς ἀξίαν διεξιέναι τὰ σά. ἄλλως δ' οὐκ ἂν διατειναίμην εἶναι ῥᾴδιον οὐδενί. καὶ γὰρ καὶ γλώττης εὐπρεπείᾳ βασιλικῷ τῷ πήχει τοὺς ἄλλους παρήλασας καὶ πάντα σοι πρόσεστι τὰ καλὰ, ὧν ἓν οὐδὲ ἓν οὐδενὶ τῶν ἁπάντων ὡσαύτως, οὔτε τῶν ἐν οἷς ἡμεῖς, οὔτε μὴν τῶν πρὶν ἢ ἡμεῖς, οὔκουν οὐδ' ἂν τοὺς ἐξαρχῆς ἀριθμεῖν τις ἐθέλῃ. ἐνταυθοῖ δὲ τοῦ λόγου γενόμενος οὔτε διεξιέναι τολμῶ οὔτε πάνθ' ὡς ἐπίπαν ὁπόσα σοί ἐστιν ἐγκώμια, οὔτε μὴ πάντα· αἰτίαι δὲ ὡς λαμπραὶ καὶ λαμπρῶς ἐγκείμεναι. καὶ γὰρ τὸ μὴ δύνασθαι καὶ ἡ τοῦ χρέους ἔκτισις, δύο δὴ ταῦτα ἐναντίως πως ἔχοντα πρὸς ἄλληλα, τὴν ἐμὴν ἐφ' ἑκάτερα σχίζει διάνοιαν· ὡς ἐμὲ γοῦν τὸν ἑκατέρωθεν φυλαττόμενον κίνδυνον ἀναγκάζεσθαι καὶ ἀμφοτέρων μεταποιεῖσθαι καὶ αὖ μηδετέρων, ἁρμοσάμενον δι' ἀλλήλων ἑκάτερα. ὁπότε γὰρ ὧν ἐπὶ σοφίᾳ πάλαι σεμνότης ὀνόματος οὗτοι πάντες εἰ παρῆσαν, ἡττήθησαν ἄν σου τῆς τῶν καλῶν πλεονεξίας, τῶν τε νῦν ὄντων τὸ πρᾶγμα οὐδὲν διαφερόντως ἔχει, τί λοιπὸν ἐμοὶ ἢ τῶν γε πλειόνων ἀφεμένῳ μικρά τινα διαλαβεῖν δεῖ καὶ ὅσα μοι τἀσφαλές ἐστι προμνώμενα; μήπου τοι καθάπερ οἱ τῶν Ὀλυμπιακῶν ἄθλων ἀτέλεστοι κινδύνῳ χρησάμενος αἰσχύνης ἀθλητὴς ἐμαυτῷ κατασταίην. καὶ πείθομαί γε μηδὲν εἶναι τῶν πάντων ἕτερον, ὅ με προσήκει μᾶλλον ποιεῖν, ἢ τὸν ἐντεῦθεν φυλάττεσθαι κίνδυνον καὶ μάλα μᾶλλον ἐμὲ, ἢ εἴ τι βρέφος ἐβούλετο μάζαν σιτεῖσθαι, πρὶν ἀπότιτθον γενέσθαι. ἐξῆν γὰρ ἄν γέ που πάντως ἀνιᾶσθαι τελεσθέντος. χρὴ μέντοι οἶμαι, ὡς εἰς ἀνάκτορον εἰσιόντι παμπόλλοις φαιδρυνόμενον καὶ ποικίλοις ἀγάλμασιν, ὣς δὲ κἀν τοῖς τοῦ βασιλέως ἐγκωμίοις γενομένῳ τοῖς ἄλλοις τῶν ἄλλων παρακεχωρηκότι ἑνός που ἢ καὶ δύο τὸ πλεῖστον ἐπιμνησθῆναι. πλείονα γὰρ ὡς οὐκ ἀσφαλὲς ἂν εἴη λέγειν, ὅτῳ δὴ μὴ μεταμέλειν μέλοι, ἔστιν εἰρημένον. εἰ γὰρ τῶν δύο οὐκ εὐχερῶς ἄν τις ἀπαλλάξαιτο, σχολῇ τῶν γε πλειόνων. ἄλλοι μὲν τοίνυν ἀλλάττα λεγόντων, ὥς γε εἴρηται, τῶν τοῦ βασιλέως, ἐμοὶ δ' ἐχέτω μνήμην τό,τε τῆς φρονήσεως αὐτοῦ μέγεθος καὶ ὁ τῆς γλώττης κρότος. ὧν αὐτός τε πεῖραν σχὼν τοῖς τε ἄλλοις χρώμενος ἀεὶ διὰ γλώττης ἄγουσι καὶ οὐδέσι μὴ θαυμάζουσιν, οὐκ ἔσθ' ὅτε μέμνημαι καὶ αὐτὸς, μὴ ἀσχολοῦντός μου τὸν νοῦν τοῦ αὐτῶν θαύματος καὶ ἀπορεῖν ποιοῦντος, πότερον πρότερον καὶ μᾶλλον ἐπαινοίην ἑκατέρων· καὶ ἀεὶ περαιτέρω τοῦ λόγου δηλοῦσθαι εὑρίσκων μεταχωρῶ πρὸς ἐμαυτὸν διολισθαίνων, καθάπερ οἱ σώμασι λείοις τὰς χεῖρας ἐρείδειν σπουδάζοντες. ὡς νῦν γε, εἴπερ ἐξῆν μοι, οὐδαμῶς ἂν ὑφιέμην μὴ καλεῖν σε γῆς ἥλιον, ὦ βασιλεῦ. ὡς γὰρ πάντες φωτὸς θησαυροὶ τῷ ἡλιακῷ ξυνελθόντες δίσκῳ πᾶσιν ἐκεῖθεν ὥσπερ ἐκ κοινοῦ πρυτανείου τὰς ἀφορμὰς διδόασι τοῦ βλέπειν, οὕτω δὴ κἀν σοὶ πᾶσα φρόνησις συνδραμοῦσα φέρεται ὥσπερ ἐξ οὐρανοῦ πανταχόσε τῆς γῆς, ἀφορμὰς διδοῦσα πᾶσι τοῦ θαυμάζειν· καὶ ὥσπερ οὐκ ἔστιν οὐδεὶς, ὃς τῶν ἡλιακῶν ἀκτίνων ἀθέατος ἔμεινεν, οὐδ' οὐ μὴ μένῃ, πλὴν ἢ ὃν ἥλιος εἶδε πλὴν τοῦ βλέπειν· οὕτως οὐδ' αὖ ἔστιν οὐδεὶς, ὃς ἀνήκοος τῆς σῆς φρονήσεως διετέλεσεν, οὐδ' οὐ μὴ διατελέσῃ, πλὴν ἢ ὅστις ἐγένετο πλὴν τοῦ ἀκούειν. οὕτω σε γῆς ἥλιον προσειπὼν οὐκ εὔηθές τι φάναι δοκῶ μοι· εἰ δὲ καὶ πλέον τι λέγει τις, οὐκ ἔγωγε διοίσομαι. ἐπὶ μὲν γὰρ οἶμαι τῶν οὐρανίων σωμάτων τὸ ἀεὶ ὡσαύτως ἔχειν ἀφαιρεῖται τὴν ὑπεροχὴν τοῦ θαύματος· τὸ δ' ἄλλοτ' ἄλλως ἔχειν τῶν ἀνθρώπων ὂν, ὑπερεχόντων ἔσθ' ὅτε καὶ οἷς ἀλλήλους, εἶτα τὸ σὸν πρᾶγμα παντὸς βέλτιστον καθάπαξ καταστὰν πῶς οὐκ ἀτεχνῶς ἐοίκοι ἂν ὑπερβολῇ θαύματος; καὶ εἰκότως. ἐχρῆν γὰρ πάντως που τῶν ἄλλων ὅσον ὑπερέχεις ἀξιώματι, τοσόνδε δῆτα καὶ φρονήσει. τοιγαροῦν καὶ ξυνεῤῥύηκε. σοφιστῇ μὲν οὖν ἤδη τινὶ ἤρκεσε τὰ Δημώνακτος εἰπόντι χαρίεντα ἀποφθέγματα τὴν σοφίαν ὁπόση δηλῶσαι Δημώνακτος, ὡς χρῆμα καὶ τοῦτο πάνυ πολλοῦ τίμιον ὂν τοῖς ἀνθρώποις. οὐ μὴν εἰ καὶ γλώττῃ ἐχρῆτο εὐροούσῃ δεδήλωκεν· οὐ γὰρ οἶμαι εἶχεν. ἦ γὰρ οἶμαι ἦν οὐκ ἂν αὐτῷ ἄῤῥητον, ἐπαινεῖν οὕτω προελομένῳ σοφίας μεγάλης ἥκοντα ἄνδρα. σοῦ γε μὴν τῆς σοφίας τὰς λαβυρίνθους κἂν καὶ δηλώσαι τις πίνακι δοὺς τὰ σὰ γνωματεύματα, ὁμοῦ δὲ καὶ τῆς γλώττης τὴν εὔροιαν οὐκ ἂν δήπου, εἰ μὴ ἄλλῳ τῳ χρῷτο τρόπῳ, ἢ ταῖς τοῦ Νείλου παραβάλλων προχύσεσιν, ἃς διασκοποῦνται πήχεσιν Αἰγύπτιοι, ἢ δῆτα κλάδοις ἐξ ἀμπέλου ποικίλοις. καὶ γὰρ καὶ κατὰ πήχεις αὔξειν ἔχει τὰς ἔνδοθεν πηγὰς τοῦ νοῦ καὶ αὖ ὡς ἄμπελος ἀπ' εὐτυχοῦς γέ που τῆς ῥίζης ἀνίσχουσα πολλοὺς ἑλίσσει τοὺς κύκλους καὶ διὰ παντὸς ἐκ βλάστης βλάστην φύει σφόδρα γέ τοι εὐφυῶς. οὐ γὰρ οἵαν ταύτην ἔλαχες τὸ γόνιμον τῆς ἔνδοθεν πηγῆς ἐξαμβλοῦν, ἢ τόκου παρεχομένην διηνεκῶς ἀωρίαν ὑπ' ἀμηχανίας καὶ τὰ τοῦ μεγίστου νοῦ συγχωννύουσαν μυστήρια, οὐδ' ἀγύμναστόν τινα οὖσαν καὶ μὴ σαφῶς τετελεσμένην τοῖς τῶν τοσούτων φρενῶν ὀργίοις· ἀλλ' οὕτω γ' ἀποχρῶσαν, ὡς καὶ φιάλαις ὅλαις εἶναι, ὡς εἰπεῖν, ὁπηνίκα καὶ ὁπόσα εἴη ἐθέλοντι ἐξαντλεῖν, μετὰ στάθμης μέντοι καὶ κρίσεως ἀκριβοῦς, κολαζούσης μὲν τὸ πλεονεκτοῦν, μὴ ὥσπερ πηγή τις ὑπερλιμνάζουσα πλέον ἀποτρέχῃ τοῦ δέοντος· ῥωννυούσης δὲ τὸ καταπίπτον, ὁπηνίκ' ἂν ᾖ ῥᾳστώνη τοῦ σπουδάζειν· ὡς εἶναι καὶ τοὺς μὴ σπουδάζοντας λόγους σου παρὰ τοσοῦτον οὐκ ἀξυντελεῖς, παρ' ὅσον οὐδ' οἱ τοῖς ἐξεσμένοις ἀλάξευτοι συντεθειμένοι λίθοι τοῖς τῶν ἱερῶν περιβόλοις. τοσοῦτόν γε μὴν τὸ ἡδὺ τοῖς λεγομένοις περιθεῖ, ὡς εἶναι νομίζειν ἵμερόν τινα ἐσκηνῆσθαι τῇ γλώττῃ σου, ὃς καὶ παρόντας εὐφραίνει καὶ μεταστάντων οἱονεὶ ταῖς ἀκοαῖς ἕπεται ἐνηχῶν τε καὶ ἐξαρτᾶται χυμὸς μέλιτος, ἐπειδάν τις ἀπογεύσηται. ἀλλὰ γὰρ ἄλση καὶ λειμῶνες καὶ ἐρημίαι ταῖς τῶν ᾠδικωτάτων ὀρνίθων ᾠδαῖς ἦρος ὥρᾳ περιηχοῦνται, ὡρισμένοι τόποι καιροῖς ὡρισμένοις. σοῦ δὲ τῆς σώφρονος εὐγλωττίας, ἀντὶ μὲν ἔαρος, ὁ τῶν τεσσάρων ὡρῶν κύκλος διηνεκής· ἀντὶ δὲ λειμώνων καὶ ἀλσῶν ἤπειρος ἅπασα, οὐχ ὅσην Ἡρακλέους ὁρίζουσι στῆλαι, ἀλλὰ σύμπαν φημὶ ὅσον ὅ,τε τῆς οἰκουμένης ἔνδον καὶ ὁ κύκλῳ διάκοσμος ἐξυφαίνει, Ἀττικοῦ παντὸς ἐναργέστερον πέπλου τὰς σὰς ἀρετὰς διαγράφων. πείθομαι γὰρ μηδ' ἂν τοῖς ἐπ' ἔσχατα γῆς Κελτοῖς, οὐδ' ἂν οὐδέσιν ὅσοι πρὸς τῷ ὠκεανῷ τυγχάνουσιν ὄντες, οὐ μέντοι οὐδ' ἂν ἐνδεῖν σου τῆς φήμης, οὐδ' αὐτοῖς Ἰνδοῖς· ἀλλὰ κἀκεῖθεν τὸ κῦρός σε δέχεσθαι τοῦ νικᾷν περιουσίᾳ φρονήσεως πάντα ἀνθρώπων γένη. οὕτω τοι τὸ σὸν κλέος, καθάπερ ἐπὶ νηὸς τῆς φήμης ὀχούμενον, πλῆρες θαύματος διὰ πάσης ἔρχεται γῆς. τεκμήρια δέ μοι τῶν λόγων· καὶ γὰρ οὐκ εἰσὶν ὁπόσα κατὰ γῆν εἰσὶν ἔθνη, ἐξ ὧν μὴ οὐκ ἦλθον ὡς σὲ τῇ φήμῃ δημαγωγούμενοι· οὕτω μέντοι σὺν ἑορτῇ πάντες, ὥστ' ἐξεῖναι ζημίαν νομίζειν, εἴ τις ἀπαλλάξειε τοῦ ἰδεῖν τε καὶ συγγενέσθαι. τὸ γὰρ πολλοὺς ἑκάστοτε τῆς οἰκουμένης ἑκασταχόθεν συῤῥεῖν ἴσως χειμάῤῥου ῥεύμασι, τὸ δὲ κύκλους ἑλίσσειν ἀεὶ περὶ σὲ, οἷον καὶ περὶ Πυθαγόραν οἱ ἐκείνου φοιτηταὶ, τὸ δὲ διψῶσιν ὥσπερ ὠσὶν ἀτρεμίζοντας δέχεσθαι τὰ λεγόμενά σοι, καθάπερ οἱ θεομάντεις ἐπιπνοίας ὁπότε θείας ἐμφοροῖντο· ταυτὶ τοίνυν μὴ σύμβολα εἶναι τοῦ δικαίως σφόδρα ἐφίεσθαι τῆς σῆς ὁμιλίας, ὡς οὔσης θαυμασιωτάτης, πάντες οἶμαι οὐκ ἐροῦσι. τὸ δ' αὖ σὲ πρὸς οὕτω παντοδαπὰς πεύσεις τε καὶ προβλήματα διαλλάττοντα μὲν πρὸς ἄλληλα, οὐκ ἐπιχώρια δὲ οὐδὲ τοῖς καθ' ἡμᾶς ἔθεσιν, ἔπειτα πᾶσιν οἰκείως ἐν ταὐτῷ διαλέγεσθαι τὰ πλείστης ἐπάξια σπουδῆς τε καὶ μελέτης, τουτὶ δ' ἔγωγε πολλοῦ δέω μὴ λέγειν ὡς Περικλεῖς ἅμα καὶ Νέστορας ὑπερβέβληκεν. ἐκείνων μὲν γὰρ τοῖς λεγομένοις ἔσθ' ὅτε καὶ σφαλλομένη τελευτὴ ξυνέβαινε· σοῦ δ' οὐκ ἔσθ' ὁπότε μὴ προσήκουσα. καὶ τῶν μὲν ἐπιχωριάζων ὁ τύφος τοῖς χείλεσιν, ὡς ἂν ἀποῤῥοὴ κακίας, τὸ σεμνὸν τῶν λόγων ἀφῃρεῖτο, καθάπερ μήλων ὥραν ἀφαιρεῖται σκώληξ ἐφεδρεύων· χείλεσι δέ γε τοῖς σοῖς τύφου μηδενὸς μηδαμῶς ἐφεδρεύοντος ἔστι προϊέναι καὶ τὸν τῆς γλώττης κρότον πάντη ἀκιβδήλευτον. Ἑλλήνων μὲν οὖν παῖδες τὰ ἑαυτῶν σεμνύνειν ἐθέλοντες ἐπειδή τινας οἶμαι ἠλιθίους ἀνθρώπους ἡ τοῦ Ὀρφέως ἐκίνει κιθάρα κινεῖσθαι ἔφασαν καὶ τὰ ἄψυχα τοῖς ἐκείνου πρὸς λύραν ᾄσμασιν. εἰ δὲ καὶ ἡμῖν ἦν βουλομένοις τὴν ἀλήθειαν εἰς μύθους ἐξαίρειν, ὅντινα τρόπον ποιήσαιμεν μείζω ἢ ἔχουσιν ὄντα ὡς οὐκ ἔνι ῥᾴδιον εὑρεῖν οὐκ ἔνι δήπου μὴ φάναι. ὡς τό γε νῦν εἶναι καὶ πεπείσμεθα, μηδ' ἂν ἀπίστως ἔχειν, μηδ' ἀνέφικτ' ἀνθρώποις ἡγεῖσθαι, ὁπηνίκα ὁρῶμεν ἐς μύθους τοὺς ποιητὰς τὰ πλείω τῶν πραγμάτων ἀπάγοντας· εἴτε μὴ οὐχ ἱκανούσης τῶν τότε ἀνθρώπων τῆς φύσεως· εἴτε καὶ αὐτοῖς δὴ τοῖς ποιηταῖς δόξαν ἐπίτηδες ποιεῖν περιφανείας εἵνεκα πλείονος. ὡς γὰρ ἥκιστα μείζω ἢ ὥστ' ἀνθρώπου φύσει χωρητὰ εἶναι, ὁπόσα πρὸς θαῦμα καὶ μύθους ἐκεῖνοι ἀπήνεγκαν, ἔδειξας σὺ διὰ πάντων ἐλάσας. πρότερον δ' ἔγωγ' ἀκούων Ἀκαδημίαν καὶ Λύκειον καὶ Στοὰν μέγα τι ταῦτ' ᾠόμην εἶναι καὶ πᾶν ὅτι κάλλιστον καὶ ὑπερήφανον, διὰ Πλάτωνα γοῦν καὶ Σωκράτην καὶ Ζήνωνα, καὶ ὅσοι διάτορον ἐν διαλέξεσιν ἔπνευσαν. νῦν δὲ πᾶσαν τὴν περὶ αὐτῶν εὐκλεᾶ δόξαν ἀπεβαλόμην, ὥσπερ οἱ διαγρηγορήσαντες τὰ ἐν τοῖς ὕπνοις ὀνείρατα· καὶ οἴομαί γε ἐκείνων θαῦμα οὐκ ἔθ' ὑπέρτερον ἢ ὥσθ' ὅμοιον εὑρεῖν, ἀλλ' εἶναι μέτριον καὶ μόγις μέγα, τοσοῦτον ἐκείνους παριόντα ὁρῶν σε, ὅσον ἐγὼ τοῦ καταξίαν θαυμάζειν σε λείπομαι. καίτοι μέγα ἂν ἦν, εἰ καὶ παραπλησίως τοῖς ᾀδομένοις εἶχε τὰ σά. σὺ δὲ ἀλλὰ καὶ ὑπερσχὼν φαίνῃ, ὅσον ἐν ῥαψῳδίαις τῶν ἄλλων κηρύκων τῷ ὑπερφωνεῖν ὁ Στέντωρ. ἰδοὺ γὰρ ὑπὲρ πᾶσαν Ἀκαδημίαν καὶ Λύκειον καὶ Στοὰν σοῖς λόγοις ἀποφαίνεις τὰ σὰ βασίλεια, πρυτανεῖον παντοδαπῆς παιδείας φαίη τις ἂν οἰκειότερον. εἶναι γὰρ καὶ μηδένα, ὅντινα τῆς σῆς ἀπολελαυκότα φωνῆς, ἢ δῆτα μόνης τῆς θέας, μὴ καὶ ὠφελείας τῆς μεγίστης, ὅσα γε πρὸς ἤθους ῥυθμὸν καὶ γνώσεως αὔξην, ἔτι μὴν πρὸς τὸ ἐγκυμονῆσαι λόγους καὶ διαλέξασθαι ἑτοιμότερον· ταυτὶ τοίνυν καὶ ὅσα παραπλήσια ἐκ μόνης γέ σου τῆς ὁμιλίας οὐκ εἰσὶν οἵτινες οὐκ ἀπώναντο· οἳ δ' ἀπώναντο, πάντες ἄρ' εἰσίν. ἴσως δ' εἰσὶ καὶ παρ' οἷς ἀγαθὴν λαχοῦσι τὴν φύσιν, ὡς ἂν ὑπὸ ζεφύρῳ πρωϊνῷ κύκνοι ᾄσειαν ἐμμελὲς, ὣς δὲ κἀκ τῆς σῆς ἐπιπνοίας ἐμμελὴς ὁ τόκος τῶν καλῶν ἐξενήνεκται. οἷς δὴ πᾶσι καὶ κρείττων πολλῷ φιλοτιμία τίς ἐστιν, εἴ τις ἀποφθεγμάτων τῶν σῶν ἀπομνημονεύσειεν, ἢ τῶν Ὁμηρικῶν Ὁμηρίδαις. ἐξαίρετον χρῆμα ἡδονῶν, ὁπόσαι δι' ἀκοῆς πρὸς ψυχὴν ἀπαντῶσι, φασὶ τὰς Σειρῆνας πάλαι γενέσθαι· οὐ μὴν ἀταλαίπωρόν γε, ὅτι μὴ θανάτου τιμώμενον. ἢ γὰρ τεθνάναι ἀκούσαντα πάνθ' ὁντινοῦν ἔδει, ἢ μὴ κηρῷ τὰ ὦτα φραξάμενον κἀντεῦθεν κωφὸν τοῖς ἐκείνων μέλεσι μείναντα. σοῦ δὲ δημηγοροῦντος οὐχ ὅπως οὐ κηρῷ τὰς ἀκοὰς ἀποφράττειν ἐθέλουσιν, ἀλλ' ἀντικειμένως θάνατον ἡγοῦνται, ὅτι μὴ πανηκόους τινὰς, ὡς εἰπεῖν, ἀνέδειξεν ἡ φύσις, ὥσπερ οὖν τοὺς πανόπτας οἱ μῦθοι. τίνας γὰρ οὐκ ἂν ὑπερβέβηκας Δημοσθένεις τῇ τῆς δημηγορίας οἰκονομίᾳ τε καὶ δεινότητι; τίνας δ' οὐ Πλάτωνας τῇ τοῦ νοῦ μεγαλοφυΐᾳ τε καὶ σεμνότητι; τίνας δ' οὐκ ἂν ἀνηρτήσω ἀνθρώπους, σὲ μᾶλλον θαυμάζειν ἢ τὸ τῆς Ἀττικῆς ἡλικίας ἀκμάζον πάλαι τὸν Σωκράτην, ἐφ' ὅλην σου τὴν δημηγορίαν χάριν ὁμοῦ καὶ πειθὼ συνορῶντας ἐφέρπουσαν, καθάπερ ἐπ' ἄνθη ἀγροῦ τὸ ποικίλον τοῦ χρώματος; οὕτως ἐραστὰς ποιεῖς ἅπαντας τῆς σῆς Καλλιόπης, ἐκκάων ὑπερφυῶς. ἔχειν δὴ οὖν τὰ τοῦ Σολομῶντος τοῖς σοῖς ἐφαμίλλως οὐδεὶς ἂν ἔχοι ἀμφισβητεῖν· ὑπερέχειν γε μὴν τοῦτο δὲ οὐδείς ἐστιν ὅστις ἡγεῖται. οὐδὲ γὰρ οὐδ' ἔστι φάναι, ἐκεῖ μὲν οἷς χρήσεταί τις πολλοῖς οὖσι μαρτυρίοις· ἐνταυθοῖ δὲ βραχέσιν, ἢ τοσούτοις μὲν, μὴ τοιούτοις δέ· πολὺ μέν τ' ἂν τοὐναντίον. οἷς γὰρ τὰ ἐκείνου θαυμάζειν ἔνι, τούτοις οὐκ ἔνι πλὴν ἢ τῆς τοῦ νότου βασιλίσσης, ἣν ἐς Παλαιστίνην ἐκείνη πορείαν ἐστείλατο, μαρτύριον. ὅσοι δὲ τῶν σῶν μέμνηνται, τούτοις καὶ βορέαν καὶ νότον ὁμοῦ τοῖς λοιποῖς τῆς γῆς πέρασιν ὅστις μὴ οὐ φάσκει μαρτύρια εἶναι, ὅπως ἀθῶος φανεῖται τοῦ ἁλῶναι ψευδόμενος, οὐχ οἷός τ' ἂν εἶναί μοι δοκεῖ. ἐπεὶ μέντοι κατὰ τὸν Ἀναξαγόραν νοῦς ἐστι σοφὸς ὁ τὰ πάντα διακοσμῶν καὶ πάντων αἴτιος, οὕτω δῆτα τῷ περιόντι σοι τῆς τοῦ νοῦ σοφίας ἐξηγῇ τῶν πραγμάτων καὶ οὕτω σοι τὴν ἀρχὴν διακοσμεῖς, τῆς φρονήσεως τῷ μεγέθει πάντα περιτρέπων εἰς τὸ χρήσιμον, ὡς τῶν ἐξ αἰῶνος οὐδεὶς ἄμεινον. ἐῤῥῶσθαι δὲ καὶ ὁ λόγος τῷ φήσαντι νῦν μοι δοκεῖ, ὡς γνώμῃ καὶ φρονήματι καὶ ἀνδρίᾳ ψυχῆς τὰ πολλὰ τῶν πραγμάτων, ἀλλ' οὐ τῷ πλήθει τῶν ὑπαρχόντων κρίνεται. ὡς γὰρ εἴ τις ἄριστος μουσικὸς τὴν ἐν τοῖς φθόγγοις ἁρμονίαν, ἐντείνων μὲν τὸ τῶν χορδῶν ὅποι τετάσθαι δεῖ, χαλῶν δ' ὅποι τοῦτο βέλτιον, τά τε διαστήματα μέτρῳ ποιούμενος κάλλιστον οἷον τὸ χρῆμα τῆς ᾠδῆς κεράννυσιν· ὣς δὲ καὶ σὺ τῇ φρονήσει ἴσα καὶ ῥυθμοῖς τισι μουσικοῖς τὰ πράγματα διεξάγων τὴν διὰ πασῶν, ὡς εἰπεῖν, ἁρμονίαν ἁρμόζῃ, ὡς εἶναι συνᾴδειν πανταχόθεν ἑαυτῇ κάλλιστά τε ἔχειν καὶ ὡς ἂν πάντες πεισθεῖεν θεὸν εἶναι σαφῶς τὸν διὰ σοῦ τὰ τῇδε καθιστάμενον. οὕτω σὲ θεῖόν τινα καὶ ὑπὲρ ἄνθρωπον ἄνθρωπον πάντες νομίζουσιν ἄνθρωποι. φθάνεις γὰρ τῇ τοῦ νοῦ καθαρότητι τὰς τῶν ὑπηκόων ἁπάντων διερχόμενος διαθέσεις καὶ γνώμας καὶ ὅποι μάλιστα τείνουσιν ἀρετῆς ἢ κακίας κάλλιστα διαγινώσκων· κἀντεῦθεν ἁρμόζεις, ὡς εἴρηται, σαυτὸν ὡς δεῖ τοῖς πᾶσιν ἀνθρώποις· καὶ κυβερνᾷς, κατὰ Πίνδαρον, τὰν πολύστροφον γνώμαν ἑκάστων καὶ διατίθης ὅποι ἂν σχοίη τὰ πράγματα βέλτιστον. γνώριμον δ' εἴη παντί που, ὡς οὐκ ἄν ποτε Θεμιστοκλῆς πρὸς φήμης ἤλασε τοσοῦτον, εἰ μὴ Ξέρξης ἤλασεν ἐφ' Ἕλληνας. οὐκ ἂν δὲ Μιλτιάδης ἐκεῖνος οἶμαι ἐς ὄνομα ἤγετο, εἰ μὴ Περσικοὶ σατράπαι καὶ τὰ τῆς Ἀσίας ὅπλα πρὸς Ἀττικὴν καὶ Μαραθῶνα διέβαινον πρότερον. ἀλλ' εἶχον ἂν τὴν ἀρετὴν θαλαμευομένην, ὡς εἰπεῖν, καὶ ἀτεχνῶς ἐν ἀδήλῳ κειμένην, ὥσπερ οἱ θησαυροί. καὶ σοῦ δὲ τὴν οὐρανοῦ ψαύουσαν φρόνησιν κατίδοι ἄν τις ἐκ μυρίων μὲν καὶ ἄλλων· ἐπεὶ δὲ καὶ ὁ καιρὸς ἀντέπνευσε μὲν, οὐκ ἀνεσόβησε δέ σου τὰ πράγματα, πάσης βασάνου σαφέστερον τοῦτ' ἂν εἴη δεῖγμα, ἀκιβδήλῳ φάναι χρυσῷ κατεσκευάσθαι σου τὰ τῆς διανοίας. πολλοῦ γὰρ τὰ πράγματα εἰληφὼς διατρέχοντος κυκεῶνος, οἷος ἂν διαδράμοι νεφέλας ὁπηνίκα εἴη στροφῶν ἀπαρκτίας καὶ μικροῦ πάντων ἐθνῶν ἐφ' ἡμᾶς κινουμένων οὕτω σφοδρῶς, ὥσπερ οὕς φασι καταράκτας Νείλου, μόνος αὐτὸς τὰς ἐμβολὰς ἐς σεαυτὸν ἀναδεχόμενος ἑστῶτι φρονήματι, παραπλησίως προβλῆτι πολλῶν προσρηγνυμένων κυμάτων ἀκυμάντῳ μένοντι, οὕτω καὶ βουλεύῃ καὶ διατίθης, ὡς οὐδ' ἔνι οὐδενὶ τῶν ἁπάντων ἐνθυμηθῆναι πρὶν τελεσθῆναι· οὕτω μὴν ῥᾳδίως, ὥστ' ἔργον εἶναι μᾶλλον οἷς ἔνι πειρωμένοις λόγῳ διεξιέναι ἢ σοὶ ἔργῳ πληροῦντι· ὡς ἐξεῖναι, εἴ τις βούλοιτο διαμετρεῖν ὅσα τε λόγοις, ὅσα δὲ καὶ ἔργοις, φρονήσεως γέμουσιν ἑκατέροις, ἐπιτελεῖς τρόπαια, ἡμέρας ἑκάστης ἀριθμοῦντι τὰς ὥρας πάνυ τοι σφόδρα ποιεῖν εἰκός. μηδὲ γὰρ εἶναι μηδεμίαν, ἥτις παρέλθοι σῶν ἢ λόγων ἢ ἔργων καλλίστων ἄμοιρος. σοῦ γὰρ καὶ φθέγμα ἓν ἐκμειλίσσει καὶ περιτρέπει ἐς τὸ πρᾶον καὶ τὸν σφόδρα ἀμείλικτον καὶ ἐκτεθηριωμένον εὖ μάλα ἄνθρωπον, ῥᾷον ἢ λέγεται τὸ τοῦ Σαὺλ δαιμόνιον ἡ τοῦ Δαβὶδ κινύρα. ὡς νῦν γε σοῦ χάριν σχολὴν ἄγομεν φόβου παντὸς ἡμεῖς. ἐν γὰρ τῇ πρύμνῃ τῶν καθ' ἡμᾶς, ὡς εἰπεῖν, πραγμάτων καθήμενον ὁρῶντές σε καὶ διαγρυπνοῦντα ἐπιμελῶς ἔκ γε τῶν προλαβόντων παρεσκευάσμεθα καὶ τὰ τέως προσδοκηθέντα δεινὰ πρὸ τῆς πείρας ἀεὶ παρακρούεσθαι γενησόμενα πάντ' εἰδότες τῆς σῆς διανοίας τρόπαιον. καὶ μέχρι τούτου τάχ' ἄν τινες ἀθυμήσαιεν, μέχρις ἂν ποιήσωσι τὴν ἀρίστην σου σύνεσιν ἐνθύμιον· ἔπειτα ἔδοξας ὡς ὑφ' ἡλίῳ καομένοις ζέφυρος. ἔλαθον δ' ἄρα ἐμαυτὸν ἔγωγε εἰς τὰς ἀβύσσους τῶν σῶν κατὰ βραχὺ καθιεὶς πλεονεκτημάτων; τοῦτο δ' ἦν δήπου, ὅπερ ἀπελεγόμην τοῦ λόγου ἀρχόμενος, σαφέστατα πάντων ἀποροῦντα αἰσθόμενος αὐτὸς ἐμαυτόν. καὶ γὰρ ᾤμην μικράττα εἰπόντι καὶ ὅσα ἀρκεῖν εἶναι χρέους ἔκτισιν μηκέτ' εἶναι πλημμελὲς τῶν γ' ἑξῆς, εἰ βουληθείην, ἀποστατεῖν. παρῆλθε δή με, ὡς πρᾶγμα ποιῶν εἴην τῆς ἐμῆς τὰ μέγιστα γνώμης καταψευδόμενον. περὶ γάρ τοι τοῦ μεγίστου χρήματος τῆς σῆς φρονήσεως προθέμενος λέγειν, πλὴν τῶν ἔργων δι' ἧς ταῦτα πράττεται καὶ ᾗ ἕπεται ὥσπερ ὁλκάδι ἐφόλκια, προσόμοιον ἔγνων ποιεῖν, ὥσπερ ἂν εἴ τις ὁρμαθοῦ τινος ἄκρου λαβὼν τῇ χειρὶ, ἔπειτα ἐνόμισεν ὑφαιρεῖσθαι τουτὶ ἥκιστα τοῦ ἐφεξῆς κινηθησομένου. τόδε δ' ἦν ἂν ἀβουλίας μεστὸν, ὥσπερ δὴ καὶ τοὐμὸν τουτί· οὐ μὴν οἷόν τ' οὐκ ἔχειν παραίτησιν, εἰ μή τινες κἀκείνου τὴν συγγνώμην ἀτεχνῶς ἀφαιροῖντο, εἴ τις ἀπειροθάλαττος ὢν, ἔπειτα περιπολοίη μὲν τὰς ἀκτὰς, ἐς δὲ τὰ τῶν πελαγῶν ἀμήχανα οὐκ ἐθέλοι οὐδαμῆ οὐδαμῶς ἐφεῖναι. ἀλλὰ γὰρ οὖν τῶν εὐλόγων εἶναι κἀμοὶ δοκεῖ τῶν σῶν ἀγαθῶν, ὡς εἰπεῖν, τὰς ἀκτὰς παραπλεύσαντα ὥσπερ ἐξῆν εὐχῇ τὸν λόγον ἐνορμίζειν. ὁ τῇδε τῇ ἀρχῇ καὶ τῷ τοιῷδε χρόνῳ μάλα προσφυῆ καὶ προσήκοντα ἀναφήνας σὲ θεὸς αἰῶνι παντὶ συνδιαμετροίη σοῦ τε καὶ τῶν ἐκ σοῦ τὸ βασίλειον κράτος, ὡς ἂν καὶ ἡμῖν εὐδαιμονεῖν εἴη μέχρι διαπαντός.»

θʹ. Ἐμοὶ μὲν οὖν ταῦτα διεξιέναι τῷ τηνικαῦτα ξυμβέβηκε. τοῦ δὲ χρόνου προβαίνοντος ἐς τὸ πρόσω παρὰ τοσοῦτο πλείονα τὴν αὐτοῦ διάθεσιν ἀεὶ καὶ εὐμένειαν ἐκαρπούμην, παρ' ὅσον καὶ τὸν χρόνον ἐς τὸ πρόσω προβαίνειν ξυνέβαινεν. ὥστε καὶ ἐς τὰς τῶν ἱερατικῶν με τῆς ἐκκλησίας πρώτας τιμὰς ἀνάγειν ἐσκέπτετο. ἤδη δὲ καὶ ὥσπερ ἀῤῥαβῶνά τινα τὴν τοῦ χαρτοφύλακος ἀξίαν ἔν γε τῷ παρόντι ἠνάγκαζε δέξασθαί με, ἵν' εἴη τις τοῦτ' εὐπρόσωπος αὐτῷ ἀφορμὴ πρὸς τοὺς βασκαίνοντας καὶ ὑπ' ὀδόντα λοιδορουμένους αὐτῷ τῆς ἡμετέρας εἵνεκα τιμῆς, ἧς παρ' αὐτοῦ λαμπρῶς εὐθὺς ἐκαρπούμην, μήτε χρόνον προεισενεγκὼν, ὡς ἔθος τοῖς πλείστοις, μήτε τινὰ πολιὰν τρίχα, μήτε τινὰ τιμὴν ἱερατικήν. ηὐτρέπιζε δέ μοι ἤδη, ὡς ἐφ' ἑτοίμῳ τῷ πράγματι, καὶ ἃ τῇ ἀξίᾳ προσήκοντα ἦσαν ἐνδύματα. ἐγὼ δ' ἐς τὴν ἐμαυτοῦ νεότητα ἀπιδὼν καὶ τὴν τῶν τοιούτων ἀωρίαν πραγμάτων παρελθὼν ἔλεξα τοιάδε.
(Β.) «Περὶ μὲν ἐμαυτοῦ καὶ ὡς οὔπω μοι καίρια τὰ τῆς ἱερατείας βραχύν τινα ἀποχρήσειν μοι δοκῶ τὸν ἀπόλογον. ὅ,τε γάρ μοι χρόνος οὔπω ὡραῖος πρός γε τὰ τοιαῦτα· καὶ μέντοι γε καὶ οἱ τῆς ἡσυχίας καὶ τῶν λόγων μανιώδεις καὶ λελυττηκότες ἔρωτες ἡβῶσιν ἔτι παρ' ἐμοὶ καί με μὴ, πρὶν εἰς κόρον ἐξήκειν, παρήσειν διϊσχυρίζονται. τότε γὰρ καὶ τὰ τῆς διανοίας τὸ ἄφετον ἕξειν καὶ ἀποχρῶν πρὸς θεοῦ λειτουργίαν. τὸ δὲ νῦν ἐμβριθεστέραν εἶναι τὴν τῶν μυστηρίων τόλμαν, ἢ ὡς ἐμέ γε ἐνεῖναι ῥᾳδίως ἐνέγκαι, τοῦτο δ' οὖν εἰ μή τῳ δὴ τῶν πάντων ἄλλῳ, ἀλλὰ γὰρ εἴ τι τῶν ἁπάντων ἄλλο καὶ τοῦτο δὴ τῶν πάνυ τοι προδήλων ἔμοιγε. ὁπόσην γὰρ ἐχρῆν τοῦ πράγματος τὴν πεῖραν, τόσην, ὡς εἰπεῖν, ἀσκῶ τὴν ἀπειρίαν ἐν γοῦν τῷ παρόντι. τὸ δ' οὕτως ἔχοντ' ἀμαθῶς κατατολμᾷν τῶν θείων καὶ ἀψαύστων, ὅμοιον ὂν ὥσπερ ἂν εἴ τις ἐπεπήδα θαλάττῃ, πρὶν ἢ μαθεῖν διανήχεσθαι, οὔθ' ὑγιὲς ἥγημαι καὶ οὐδὲ πλείστου δέω θαυμάζειν, εἴ τις ἀνάσχοιτό ποτε τοσαύτην τόλμαν ἀνασχέσθαι λογισμῷ καθεστηκότι πλήττων ἑαυτόν. ποίων μὲν γὰρ οὐκ ἂν εἴη πρηστήρων, ποίων δ' οὐκ ἂν θαλαττίων πυθμένων τὸ πρᾶγμα ἐπάξιον; εἶεν. τό γε μὴν πρὸς ἐμὲ εὐμενὲς καὶ κηδόμενον τοῦ σοῦ κράτους καὶ πρὸς εὐποΐας πάνυ τοι σφόδρα ἐπικλινὲς καὶ ὀξύῤῥοπον, εἴπερ δή τι τῶν ἁπάντων ἕτερον καὶ τοῦτο δ' ἐν τοῖς μάλιστα ἔγωγε ἄγαμαι· καὶ οὐκ ἔχω παντοδαπὸς γιγνόμενος τίσι χρησάμενος ἐπινοίαις γνοίην ὅπως ποτὲ καὶ οἷστισι τοῖς αἰτίοις αὐτὸς χρησάμενος, ὦ βασιλεῦ, τοιοῦτός μοι γίγνῃ. ἀλλ', ὡς ἔοικε, πρὸς τὸν κοινὸν δεσπότην ὥσπερ πρὸς ἀρχέτυπον εὐφυῶς ἁμιλλώμενος οὐκ ἀναμένεις αἰτίας ἀεὶ περὶ πᾶν ἀγαθόν· ἀλλὰ πὴ μὲν, πὴ δ' ἀναίτιος γίγνῃ καὶ σφόδρα φιλότιμος εὐεργέτης. ὃ δὴ καὶ μάλιστα πάσαις ἀρχαῖς οἰκειότατόν τε καὶ πρεπωδέστατον. τὸ γὰρ προϋπηργμένης αἰτίας εὐεργετεῖν οὐ μᾶλλόν γ' ἂν εἴη τοῦ δρῶντος, ἢ τοῦ τὴν αἰτίαν προβεβλημένου. καὶ νῦν γέγονέ σοι τὸ τῆς ἕξεως φύσις ἀμεταβλήτως ἔχουσα· καὶ ὥσπερ ἕκαστα τῶν ὄντων τὸ τῆς φύσεως ἴδιον αὐτομάτως ἀποτελεῖ καὶ ὑγραίνει μὲν ὕδωρ, κάει δὲ πῦρ καὶ τἄλλα ὡς ἡ φύσις ἑκάστῳ κεχειροτόνηκεν, οὕτω δίεισι τὸν πάντα αἰῶνα διατελοῦντα, οὐδαμῆ οὐδαμῶς οὐδεπώποτ' οὐδεμιᾶς ἀποχειροτονῆσαι δεδυνημένης τροπῆς, οὕτω δὴ καὶ αὐτὸς πεφυκὼς πρὸς εὐεργεσίας τοῦτο καὶ λόγοις καὶ πράγμασιν, οἱονεί τι φύσεως ἄτρεπτον καὶ ἀκήρατον ἴδιον, οὐδέποτε οὐδαμῆ διαλείπεις διατελῶν. ἔνθεν τοι καὶ χάριτας ἁπάσας ἐθέλων ὁμολογεῖν, ἔπειτα τὸ πρὸς ἀξίαν οὐκ ἔχων οὐχ ἧττον ἐμαυτοῦ γε τῷ τε λόγῳ καὶ τῷ χρόνῳ νεμεσῶ. δυοῖν γὰρ κατ' οὐδὲν οὐδέτερος ἐσάπαν ἀνέγκλητος ἔμοιγε φαίνεται. ὅ,τε γὰρ λόγος ἀνώτερος ὢν τῆς ὕλης καὶ προσήκων μᾶλλον ἀρεταῖς ἐδόκει δή μοι μηδ' ὀψὲ τοῦ χρόνου μὴ τροπῇ μηδὲ φθορᾷ τινι λατρεύσειν, ἀλλ' ὁμοίως ἔχειν ἐν παντὶ διαπαντὸς τὴν τῶν πραγμάτων φύσιν ἀποφαίνειν ἀποχρώντως· ὁ δὲ λέληθεν ἤδη μεταβαλὼν καὶ αὐτὸς, ἐπειδὴ σοί γ' ἐντετύχηκε τῷ μακρῷ θησαυρῷ τῶν καλῶν. οὕτω γὰρ ἀσθενῶς ἔσχεν, ὥστ' οὐδένες τῶν αὐτῷ χρωμένων ὕμνησαν πρὸς ἀξίαν τὰ σὰ, πάλαι πολὺν ἤδη χρόνον πειραθέντες τε καὶ πειρώμενοι. οὔκουν οὐδ' αὐτὸς θαῤῥήσας ἧκον, ὡς τῆς ἀξίας ἴσως δυνησόμενος ἐφικέσθαι. καίτοι γε ἐβουλόμην γ' ἂν μᾶλλον, ἢ πάντα μοι ἐγγενέσθαι χρήματα. μεγίστην γὰρ ἂν οὕτω τοῖς ἐμοῖς παρεῖχον λόγοις τὴν εὐγένειαν, ὥσπερ ἄρα καὶ ταῖς ἑαυτῶν χερσὶν οἱ τῶν ἱερῶν μυστηρίων ἁπτόμενοι· ἀλλὰ πολλῶν τῶν ἐκ τῆς παροιμίας ἡμῖν ἀδυνάτων ἐν ταῖς βίβλοις κειμένων ἕν τι τῶν πολλῶν καὶ τοῦτο κινδυνεύει καὶ εἶναι καὶ λέγεσθαι. ἐνταυθοῖ δὲ τοῦ λόγου γενόμενος ἀνεμνήσθην τοῦ Ἀττικοῦ μύθου, ἐν ᾧ τὸν Μῶμον ἀχθόμενον εἰσάγει τῷ Διῒ καὶ ἀποσκώπτοντα, ὅτι μὴ συμπαρήγαγε τῷ τοσῷδε καὶ τοιῷδε κάλλει τοῦ παντὸς καὶ τὸν ἄξιον τοῦ παντὸς ἐπαινέτην. κατὰ ταὐτὰ γάρ μοι καὶ αὐτῷ καὶ ἀποσκώπτειν ἐπῄει καὶ ἄχθεσθαι τῷ χρόνῳ νυνί. εἴπερ καὶ γὰρ ὡς τοσούτων ἀγαθῶν ἔμπλεων προήνεγκεν ἄνθρωπόν σε καὶ οἷον οὐ μέχρι σοῦ ὁ δὲ καὶ τοὺς ὑμνήσοντας ἀξίως συμπροήνεγκε, πάνυ γ' ἂν ἐποίει δεδογμένα τῷ προσήκοντι λόγῳ. νῦν δ' ἐξ ἡμισείας φιλοτιμεῖται τὰ κάλλιστα. πάλαι μὲν γὰρ ἐδείκνυ τῶν σοφῶν τὴν φορὰν ἐρήμην ἀξίων πραγμάτων, νῦν δὲ τὰ θαύματος ἄξια προενεγκὼν ἔλαθε καὶ τοὺς ὑμνήσοντας ἀξίως συμπροενεγκεῖν, ἄτακτά γε ποιῶν καὶ ὡς ἀληθῶς ἐπάξια τῆς ἑαυτοῦ φύσεως. ἐπίσης γὰρ ἀπολαύουσι τοῦ ἀτελοῦς καὶ λόγοι, τῶν δεξομένων πραγμάτων οὐκ ὄντων· καὶ θαυμάτων ἐπάξια πράγματα, τῶν θαυμασόντων οὐκ ὄντων, οὐδὲ παραπεμψόντων τοῖς ἑξῆς. ὡς νῦν γε μόνοι τῷ χρόνῳ τὴν χάριν ἐχόντων, ὧν οἷον κλέος ἀκούομεν ἐπί τε τῇ φρονήσει καὶ τοῖς ἄλλοις μέρεσι τῆς ἀρετῆς, εἰωθότι μετά γε τῆς φήμης ἐπὶ μέγα αἴρειν τὰ πράγματα· συναπιόντος μὲν τοῦ παρευθὺς ἐλέγχου τῷ θνήσκοντι· συναπιόντος δὲ καὶ τοῦ ἐκ τῆς συνηθείας ἐγγινομένου κόρου τοῖς πράγμασι. φιλεῖ γάρ πως τὸ μὲν παρὸν ἀεὶ πρὸς κόρον ἀποκλίνειν καὶ μαραίνειν τὸ τερπνὸν διά τε δὴ τὸ πλείοσιν αἰσθήσεσι καὶ συνεχῶς εἰς τὸ τοῦ νοῦ συμφέρειν ταμιεῖον καὶ ἔτι διὰ τὸ τῆς ἐξουσίας τοῦ χρῆσθαι ἀκόλαστον· ὥσπερ αὖ ἐκ τοὐναντίου τὸ παρῳχηκὸς ἀκόρεστον ἀεὶ διατελεῖ διά γε τὸ σπανίως καί ποτε προσβάλλειν τῶν αἰσθήσεων μιᾷ τινι τῇ ἀκοῇ καὶ μόνῃ. καὶ μέλιτος μὲν γὰρ καὶ κρεῶν καὶ ὅσα πλουσίας τραπέζης εἰσὶν ἀναθήματα εἰς κόρον ἀπολελαυκώς τις ἐπεθύμησεν ἤδη καὶ τυροῦ καὶ θύμου· οὐχ ὅτι ταῦτα κρείττω ἐκείνων· ἀλλ' ἔδοξαν ἤδη διὰ τὸ σπάνιον τοῦ κεχρῆσθαι. εἰ δ' οὕτω ταῦτα καὶ κόρος ἀεὶ τοῖς παροῦσιν εἶναι ὁμολογεῖται, τὰ δὲ σὰ καὶ παρόντα διὰ μακροῦ τοῦ χρόνου καὶ βλεπόμενά τε καὶ ἀκουόμενα κόρον οὐδένα τοῖς κεχρημένοις ἡμῖν οὐδεπώποτε ἐμποιοῦσιν, ὅτι μὴ καὶ πρὸς ἔρωτας ἐξάπτουσι μείζους, ὥσπερ τὰ τῶν ποταμῶν ῥεύματα τοὺς πολλῷ τῷ δίψει καιομένους, ἦπου γε καὶ τὰ παροιμιώδη τῆς γραφῆς νενίκηκας μετὰ πολλοῦ τοῦ κρείττονος. οὐ γὰρ γεγηρακότων ἀνελίττειν ἔχει τις πραγμάτων κύκλους ἐπὶ σοῦ, οἷς ἔξεστι δή που συνείρειν καὶ μυθικά τινα γοητεύματα τρυφῶντα κατὰ τῆς ἀληθείας (μὴ τοῖς λόγοις ἴσως ἀποχρώσης τῆς ἐκ τῶν πραγμάτων ὕλης) καὶ ταὐτὰ τοῖς ναυτικοῖς ἐξ ἀπορίας δρᾷν, οἳ μὴ ἐξικνουμένων τῶν φόρτων ἄμμων θαλαττίων τὰ κενὰ πληροῦσι τῆς ὁλκάδος· ἀλλ' ἐν θεάτρῳ κεῖνται πᾶσιν ὀφθαλμοῖς καὶ πάσαις ἐκβοῶνται γλώσσαις καί εἰσιν οὐδένων ἐγκωμίων ἔκδημα· μόνην δ' ἀπαιτοῦσι γλῶτταν τρόφιμον Ἀκαδημίας καὶ Στοᾶς καὶ λύχνων Δημοσθενικῶν ἀπόζουσαν. πασῶν γὰρ ὅσαι νῦν εἰσὶν ἐν λόγοις γλῶσσαι πάλαι πολλήν τινα κατεψηφίσαντο τὴν ἧτταν τῶν σῶν ἀγαθῶν αἱ πηγαί. ὥστ' οὐκ ἄτοποί τινες οὐδ' ἡμεῖς ἂν φανείημεν, εἰ τὴν γλῶτταν σχάσαντες τοῦ λέγειν ὄψει μόνῃ γε τῶν σῶν κατατρυφῷμεν. τούτου γὰρ εἵνεκα καὶ πλείοσι τοῖς αἰσθητηρίοις πρὸς τὴν τοῦ ἡμετέρου νοῦ κεχρήμεθα βελτίωσιν, ἵνα μηδὲν ἡμᾶς διαδιδράσκῃ τῶν ἐν τῷ κόσμῳ, ἀλλὰ τὴν ἧτταν θατέρου θάτερον ἀνακτᾶται. ἃ μὲν οὖν τῶν καλῶν ἀμφισβητησίμως πορεύεται πρὸς τὴν ἀκοὴν, εἰκότως ἂν καὶ ἑρμηνέα ζητήσειε λόγον. ἃ δὲ ἐπ' ὄψεσι κεῖται καὶ οἱονεὶ φωνὴν ἀνεκλάλητόν τινα προϊέμενα τὴν ἑαυτῶν ὑπὲρ πάντα λόγον κηρύττει λαμπρότητα, σχολῇ γ' ἂν ἑρμηνέα ζητήσειε λόγον. εἰ δέ τις ζητοίη, ὅμοιον ἂν ποιοίη, ὥσπερ ἂν εἴ τις ἐν σταθερᾷ μεσημβρίᾳ τὸν ὑπὲρ κεφαλῆς ἠξίου δεικνύειν ἥλιον διὰ σμικροῦ τινος ἄνθρακος. ἄλλως τε καὶ τὰ τῶν πραγμάτων ὑπερφυᾶ καὶ λόγου νικῶντα δύναμιν σιγῇ μᾶλλον ἁρμόττει θαυμάζειν· εἰ δ' οὖν λήσομεν ἀντ' εὐδοξίας ἀδοξίαν πράττοντες αὐτοῖς. ἰδοὺ γὰρ ὑπερφυές τι χρῆμα τῶν οὐρανίων καὶ ἥλιος καὶ ἄμαχόν τινα δίεισιν ἐπισυρόμενος τὴν ἑαυτοῦ λαμπρότητα. ἀλλ' οὐδείς πω μέχρι καὶ τήμερον κατὰ τοὺς τῶν ἐγκωμίων ἐθάῤῥησε νόμους εἰς προὖπτον ὑμνῆσαι κάλλος αὐτοῦ καὶ μέγεθος καὶ τερπνότητα. μηδὲ γὰρ ἔχων ὅτῳ τις παραθείη τῶν ἐν κόσμῳ, πολλοῦ ἂν δεήσειε σαφῶς τι ἀγγέλλειν περὶ ἡλίου. πολλῷ δὲ δήπου πλείονος ἢ μᾶλλον τοῦ παντός γε δεήσειε πᾶς τις ἁρμοττούσῃ γλώττῃ διεξιέναι τὰ σὰ, ὃς ἅπαντα τῶν ἐν ἀνθρώποις τὰ κάλλιστα καὶ ὑπερφυᾶ συλλήβδην ἔχεις συλλαβών. καὶ μὴν εἰ μὲν ἀπὸ σοῦ γε ἦσαν ἠργμένοι τῶν ἐγκωμίων οἱ νόμοι, οὐ μόνον ποικιλώτεροι ἂν ἐγίγνοντο καὶ πλείους τῇ τέχνῃ παρεῖχον τὰς ἀφορμάς· οἱ δ' αὐτοὶ καὶ νεαρώτεροί σοι προσβάλλοντες καὶ ἀκίβδηλοι οὐ τελέως ἂν ἐνδεῖν ἐδόκουν τοῦ εἰκότος. νυνὶ δὲ καθάπερ ῥόδον μαλαχθὲν καὶ ἀπολέσαν τὴν ὥραν ἐν οἷς οὐκ ἐχρῆν ἄλλοις μὲν δή τισι φανεῖεν ἂν ἴσως οὐκ ἀξυντελεῖς· σοὶ δ' οὕτω καὶ πάνυ τοι σφόδρα ἀξυντελεῖς, ὥσπερ τοῖς ἀεροβάμοσι πτηνοῖς τὰ ἐκ τῶν λίνων ἐνδύματα. ὥστε μοι διαποροῦντι καὶ ἥκιστα δυναμένῳ πρὸς ἄξιον ἀναφέρειν τὸν λόγον παράδειγμα χρῆσθαι ἔπεισι πολλῷ τοῦ δέοντος ἐνδέοντι. τοιαῦτα γὰρ τὰ τῶν ἀνθρώπων πράγματα, πὴ μὲν εὐποροῦντα, πὴ δ' ἀποροῦντα καὶ ἀεὶ ἄλλοτ' ἄλλως ἔχοντα. ὅθεν καὶ οὐχ ἁπλῆ τις, ὅτι μὴ καὶ μάλα γε πολύτροπος ἡ τούτων θεραπεία. ἐντεῦθεν εἰς παροιμίαν καὶ ὁ δεύτερος πλοῦς ἐξενήνεκται· καὶ τῶν πρώτων ἀποτυγχάνοντες δευτέρων ἁπτόμεθα καὶ τρίτων ἴσως. συγγένεια γάρ τις ἥκει διὰ πάντων καὶ ὁμοιότης, ἅτ' ἐκ τῶν στοιχείων, ὥσπερ ἐκ μιᾶς τινος μητρὸς καὶ ῥίζης εἰληφότων τὴν τοῦ εἶναι σύστασιν. ἰδοὺ γὰρ καὶ λαμπάσι καὶ πυρσοῖς κεχρήμεθα, ἕως ἐν μὲν στερήσει τῆς τὰ πάντα βοσκούσης λαμπάδος, οἱονεί τινα δεύτερον ἐκ μηχανῆς ἥλιον πράττοντες τῇ νυκτί. καὶ αὐτὸν δὲ τὸν πάντα κόσμον εἰκονίζειν ἐθέλοντες καὶ κύκλους καὶ κινήσεις οὐρανοῦ καὶ ὡς ἔχει σχήματος εἰς τὰ περίγεια, μικροῖς τισι σώμασι σφαιρικοῖς ὑποφαίνομεν. ἂν δὲ καὶ πρὸς ζωγράφων τέχνας ἀπαγάγωμεν τὸν λόγον, ἐνταῦθα δὴ καὶ ἀφθονίαν εἰκόνων καὶ παραδειγμάτων εὑρήσομεν καὶ σκηνὴν ὡς ἀληθῶς ὑποκρίσεως γέμουσαν καὶ ἀμωσγέπως τοῖς χρώμασιν ἐπιπλανωμένας ἔχουσαν τἀληθοῦς τὰς ἐμφάσεις. τά τε γὰρ ἄλλα καὶ τὸν τοῦ παντὸς ὑποκρινόμενοι δημιουργὸν ἐκεῖνοι, ἔπειτα μήτε πνοὴν αἷς δημιουργοῦσι σκιαῖς δεδυνημένοι χαρίζεσθαι, μήτε ζωογόνον τοῖς σπέρμασιν ἥλιον, παίζουσιν οἱονεὶ ταῖς ὕλαις καὶ τοῖς χρώμασι· καὶ τῇδε μὲν ἐκ γῆς ἀνάγουσι τὸν σῖτον δῆθεν ἔτι χλοάζοντα καὶ γαλακτοτροφούμενον, τῇδε δ' αὖ τελεσφόρον δεικνύουσι, μήθ' ὑπὸ καλάμῃ καὶ φλοιῷ καὶ ἀνθέριξιν ἔτι καλύπτεσθαι θέλοντα καὶ μονονοῦ τὸ δρέπανον προκαλούμενον· καὶ ταῦτα ποιοῦσι μήθ' ὥραν περιμένοντες, μήτ' ἄστρων ἐπιτολάς τε καὶ δύσεις, ἀλλὰ μιᾶς ἡμέρας ἐνίοτε βλάστην τε σίτου καὶ ἅλωνος ὥραν δεικνύντες. καὶ ἡμεῖς τοιγαροῦν μὴ δυνάμενοι τἀκριβοῦς ἐν τῷ παρόντι κατευστοχεῖν δεύτερον μέτιμεν πλοῦν· καὶ παραδείγμασι κεχρήμεθα πρὸς ἀληθείας ἔνδειξιν οὐ μάλα μὲν ἀξίοις, μάλα δ' ἀπὸ γνώμης ἀκιβδήλου. νῦν γὰρ ἔδει κατ' οὐρανὸν τοὺς μεγέθει καὶ κάλλει διαπρεπεῖς τῶν ἀστέρων ἐφ' ἕνα τινὰ τοῦ οὐρανίου ξυνεληλυθότας σώματος τόπον διαζωγραφῆσαι καὶ ἀσφαλέστατα ἐγχαράξαι τῶν σῶν γνωρισμάτων τὰ κάλλιστα, ἵν' ὥσπερ τὴν τοῦ θεοῦ διηγοῦνται δόξαν οἱ οὐρανοὶ, οὕτω καὶ τὸ σὸν διατρανοῦντες εἶεν μνημόσυνον ἐν πᾶσι τοῖς αὐτῶν ἐξελιγμοῖς ἀεὶ καὶ περιφανέστατον αὐτοκρατορίας ἀρχέτυπον σὲ τοῖς ἐφεξῆς προβαλλόμενοι. νῦν ἔδει πάντας ἀνθρώπους ἐφ' ἕνα τινὰ τοῦ ἐπιγείου ξυνεληλυθότας σώματος τόπον εὐχήν τινα μίαν ταύτην ποιήσασθαι πρὸς τὸν παρασχόμενόν σοι τὸ βασιλεύειν, δι' αἰῶνός σοι καὶ τὸ ζῇν παρασχεῖν καὶ διαμένειν διδάσκαλον τῶν ἐθελόντων ἄρχειν ἑκασταχοῦ, οἷα γυμναστήν τινα πάσης ἀρετῆς καὶ παγκόσμιον Ἑλλανοδίκην. νῦν ἔδει πᾶσαν ἀνθρωπίνην γλῶτταν τὴν ἐμὴν ἀνειληφέναι γνώμην, πρύτανιν τῶν λεγομένων, ἵνα ἦν ἐντεῦθεν καὶ κοινή τις τελετὴ καὶ πανήγυρις καὶ συμφωνία παγκόσμιος ὑπὲρ σοῦ καὶ τῶν σῶν. οὐκοῦν ἀλλ' ἐπειδήπερ ἐν τῷ παρόντι ἡμῖν ὡμολόγηται, μεῖζον ἢ κατὰ λόγου δύναμιν εἶναι τῶν σῶν ἐγκωμίων τὸ μέγεθος καὶ οὐδὲ πολλαῖς γλώσσαις ἁλώσιμον, εἰ τὴν ἀξίαν ζητοίη τις, λοιπὸν ἂν εἴη καταλύειν ἐνταῦθα τὸ τῆς γνώμης καὶ ἄκοντας πρόθυμον. μανία γὰρ σαφὴς ἂν εἴη τὸ τοῖς ἀδυνάτοις ἄντικρυς ἑκόντας ἐγχειρεῖν.»
(Γ.) Ἐμοὶ μὲν οὕτω τὰς διδομένας ἀπηγορευκότι τιμὰς βίαν ἐπενεγκεῖν ὁ βασιλεὺς ἠβούλετο μὲν, δεῖν δ' ὅμως οὐκ ἔκρινεν· ἀλλ' ἡσύχασε ταμιευσάμενος εἰς ἕτερον τὸ πρᾶγμα καιρόν.

ιʹ. Κατὰ τοῦτον τὸν χρόνον τῇ Κωνσταντινουπόλει κατὰ πάροδον ἐπιδεδημηκότας ἐθεασάμεθα θαυματοποιόν τινα τέχνην ἐξησκημένους ἄνδρας οὐ μείους τῶν εἴκοσιν· οἵους οὐδείς πω τῶν ἡλικίᾳ προβεβηκότων οὔτ' ἀκοῇ ἔσχεν, οὔτ' ὄψει τεθέαται. οὓς πρῶτα μὲν ὁρμηθέντας ἐξ Αἰγύπτου καὶ ὥσπερ τινὰ κύκλον ποιησαμένους διελθεῖν ἐξεγένετο πρὸς μὲν ἕω καὶ ἄρκτους τὴν ὁδὸν ποιουμένους, Χαλδαϊκήν τε καὶ Ἀραβίαν καὶ Περσικὴν Μηδικήν τε καὶ τὴν τῶν Ἀσσυρίων γῆν· πρὸς δ' ἑσπέραν ἀποκλίναντας τὴν περὶ τὸν Καύκασον Ἰβηρίαν Κολχικήν τε καὶ Ἀρμενίαν, καὶ ὅσα μέχρι Βυζαντίου μεταξὺ κατοικοῦσιν ἔθνη, καὶ πάσαις χώραις καὶ πόλεσι τὴν ἑαυτῶν ἐπιδείξασθαι τέχνην. τὰ μέντοι τελούμενα ὑπ' αὐτῶν τερατώδη μὲν ἦσαν καὶ θαύματος πλήρη, οὐ μὴν δαιμονικῆς τινος μαγγανείας μέτοχα, ἀλλ' ἐπιτηδεύματα φύσεως δεξιᾶς, ἐγγυμνασθείσης ἐκ πλείονος ἐς ἔργων τοιούτων ἄσκησιν. ἵνα δ' ὡς ἐν κεφαλαίῳ τινὰ τῶν πολλῶν διεξέλθωμεν, ἦσαν τοιάδε.
(Β.) Ὁλκάδος ἱστούς τινας δύο καὶ τρεῖς λαμβάνοντες καὶ ὀρθίους ἐπὶ δαπέδου τινὸς ἱστῶντες καλωδίοις ἔνθεν κἀκεῖθεν ὑπήρειδον, ὅσον μὴ ἐπὶ θάτερα περιτρέπεσθαι. ἔπειτα σχοῖνον ἑτέραν ἐκ τῆς τοῦ ἑνὸς ἱστοῦ κορυφῆς ἐς τὴν τοῦ ἑτέρου διέτεινον· καὶ πρὸς τούτοις ἕτερον σχοῖνον ἀπὸ κρηπῖδος ἄχρι κορυφῆς περιελίσσοντες βαθμίδας τινὰς ἑλικοειδεῖς ταῖς αὐτῶν ἀναβάσεσιν ἔπραττον, δι' ὧν ἀνιὼν εἷς ἐξ αὐτῶν ἵστατο ἐπ' ἀκροτάτῃ καὶ γυμνῇ τῇ κορυφῇ τοῦ ἱστοῦ, νῦν μὲν θατέρῳ τοῖν ποδοῖν, νῦν δ' ἄνω μὲν ἄμφω τοὺς πόδας πρὸς οὐρανὸν ἐξαπλῶν, τὴν δὲ κεφαλὴν κάτω πρὸς τῇ κορυφῇ τοῦ ἱστοῦ προσερείδων. ἔπειτ' ἐκεῖθεν ἅλματι χρώμενος αἰφνιδίῳ μιᾷ χειρὶ τῆς σχοίνου στεῤῥῶς ἐδράττετο καὶ ἐξήρτητο· καὶ πολλὰς οὕτω τὰς περιστροφὰς καὶ περιδινήσεις ἐποίει, ἄνω τε πρὸς οὐρανὸν καὶ κάτω πρὸς γῆν τοὺς πόδας ἐν βραχεῖ καὶ συνεχῶς περιστρέφων δίκην τροχοῦ. ἔπειτ' ἀντὶ χειρὸς κοίλῃ τῇ κνήμῃ τῆς σχοίνου δραττόμενος ἐξήρτητο κύμβαχος· καὶ οὕτως αὖθις ὁμοίως τὰς περιστροφὰς καὶ περιδινήσεις ἐποίει. ἔπειτα ὄρθιος ἐπὶ μέσης τῆς σχοίνου ἱστάμενος καὶ λαμβάνων τόξον καὶ βέλη κατὰ σημείου τινὸς ἐτόξευε πόῤῥω κειμένου· καὶ ἔβαλλεν οὕτω πάνυ τοι εὐστοχώτατα, ὡς οὐδ' ἐπὶ γῆς ἱστάμενος ἕτερος. ἔπειτα μύων τοὺς ὀφθαλμοὺς καὶ λαμβάνων ἐπὶ τῶν ὤμων παιδίον ἐναέριόν τινα τὴν πορείαν ἐβάδιζεν ἐπὶ τῆς σχοίνου ἐξ ἑνὸς ἱστοῦ πρὸς τὸν ἕτερον. καὶ ταῦτα μὲν οὗτος ἐποίει.
(Γ.) Ἕτερος δ' ἐφ' ἵππου καθήμενος τρέχειν ἐμάστιζε· καὶ τοῦ ἵππου τρέχοντος ὄρθιος αὐτὸς νῦν μὲν ἐπὶ τῆς ἐφεστρίδος ἵστατο, νῦν δ' ἔμπροσθεν ἐπὶ τῆς τοῦ ἵππου χαίτης, νῦν δ' ὄπισθεν ἐπὶ τῶν τοῦ ἵππου γλουτῶν, εὐφυῶς ἀεὶ παραλλάττων τοὺς πόδας καὶ ὥσπερ ἱπτάμενος δίκην πτηνοῦ· νῦν δ' αὖθις ἀποβαίνων τοῦ ἵππου τρέχοντος καὶ τῆς οὐρᾶς δραττόμενος καὶ ἐναλλόμενος ἐπὶ τῆς ἐφεστρίδος αὖθις ἑωρᾶτο καθήμενος. κἀκεῖθεν αὖθις χαλῶν ἑαυτὸν ἐκ θατέρου τῆς ἐφεστρίδος μέρους καὶ κάτωθεν διὰ τῆς τοῦ ἵππου κοιλίας περιστρεφόμενος εὐπετῶς ἐκ θατέρου μέρους ἀνῄει καὶ ἐπωχεῖτο αὖθις. τούτοις δ' ἀσχολῶν ἑαυτὸν οὐδὲ τοῦ τὸν ἵππον πρὸς δρόμον ἐπείγειν ἠμέλει τῇ μάστιγι. ταῦτα μὲν δὴ καὶ οὗτος τῶν τερατοποιῶν ἐκείνων ἐποίει.
(Δ.) Ἕτερος δ' ἐπὶ τῇ κορυφῇ ἑαυτοῦ ῥόπαλον πηχυαῖον ἱστῶν καὶ ἐπὶ τῷ τοῦ ῥοπάλου ἄκρῳ ἀγγεῖον ὑγροῦ μεστὸν περιῄει διασώζων ἀκλόνητον τὸ ἀγγεῖον ἐπιπολύ. ἕτερος δ' ἐπὶ τῆς ἑαυτοῦ κορυφῆς καὶ αὐτὸς ἱστῶν δόρυ μακρὸν, οὐ μεῖον τριῶν ὀργυιῶν, περιειλημένον σχοινίῳ κάτωθεν ἄνω δίκην βαθμίδων, δι' ὧν χερσί τε καὶ ποσὶ περιδραττόμενος παῖς τις, ὁ μὲν παῖς ἀνῄει βραχὺ παραλλάττων ἀεὶ χεῖρας καὶ πόδας ἄχρι τοῦ ἄκρου τοῦ δόρατος καὶ αὖθις ἐκεῖθεν κατῄει· ὁ δ' ἐπὶ τῆς κορυφῆς ἔχων τὸ δόρυ περιῄει βαδίζων διηνεκῶς. ἕτερος δ' ἐξ ὑέλου σφαῖραν ἔχων ἄνω πρὸς ὕψος ἐῤῥίπτει· καὶ κατιοῦσαν νῦν μὲν ἄκρῳ τῷ τῆς χειρὸς ὄνυχι ἐδέχετο, νῦν δὲ τῷ ὀπισθίῳ ἄκρῳ τοῦ ἀγκῶνος, νῦν δ' ἄλλως καὶ ἄλλως. ἐῶ λέγειν τὰ τῆς ὀρχήστρας διάφορα εἴδη, καὶ ὅσα ἐφ' ἡμῶν ἐξετέλεσαν ἕτερα τῶν ἐπιτηδευμάτων. καὶ οὐχ ἕκαστος ἓν μόνον ἀπολαβὼν ἐγίγνωσκεν ἐπιτήδευμα, ἀλλ' ἕκαστος ἅπαντα· οὐδ' ἃ διεξῄειν μόνα ταυτὶ ᾔδεσαν, ἀλλὰ μυρία ἕτερα.
(Ε.) Οὐκ ἀκινδύνων δ' ὄντων τῶν τοιούτων ἐπιτηδευμάτων οὐδ' αὐτοί γε ἀκίνδυνοι διεγένοντο· ἀλλὰ κρημνιζόμενοι πολλάκις τινὲς διεφθείροντο. πλείους γὰρ τῶν τεσσαράκοντα τῆς πατρίδος ἑαυτῶν ἐξεληλυθότες μείους τῶν εἴκοσιν ἐς Βυζάντιον διεσώθησαν. ἐθεασάμεθα δὲ καὶ ἡμεῖς ἕνα τοῦ ἱστοῦ πεπτωκότα τε καὶ θανόντα. πολλὰ τοίνυν ἐκ τῶν θεωμένων συνάγοντες χρήματα περιῄεσαν πανταχῆ τῆς γῆς, ἅμα μὲν κέρδους ἕνεκα, ἅμα δὲ καὶ τὴν ἑαυτῶν ἐπιδεικνύμενοι τέχνην. ἄραντες δ' ἐκ Βυζαντίου διὰ Θρᾴκης καὶ Μακεδονίας ἀπῄεσαν ἄχρι Γαδείρων, μικροῦ πᾶσαν τὴν οἰκουμένην τῆς ἑαυτῶν τέχνης ποιούμενοι θέατρον.
(Στ.) Ἐν τούτοις τοῖς χρόνοις οἱ Τοῦρκοι κατεγνωκότες οὕτω νοσοῦντα καὶ λίαν αἰσχρῶς τὰ Ῥωμαίων διακείμενα πράγματα ναυπηγεῖν ἤρξαντο καὶ ἐπιβαίνειν θαλάσσης ἀδεῶς τε καὶ κατὰ πλῆθος. καὶ ναυλοχεῖν μὲν ἀνιούσας καὶ κατιούσας ὁλκάδας· κατατρέχειν δὲ καὶ Μακεδονίαν καὶ Θρᾴκην· κατατρέχειν δὲ νήσους μικράς τε καὶ μείζους καὶ πάντ' ἐπιφέρειν ἐπὶ χειρίστοις ἀεὶ τὰ χείριστα, ὡς τῶν βασιλικῶν σπανιζόντων ἐντεῦθεν χρημάτων τὰ τῶν πάλαι βασιλέων κειμήλια δι' ἀνάγκην ἐνδείας πιπράσκεσθαι.

ιαʹ. Ὅ γε μὴν μέγας δοὺξ ὁ Συργιάννης ὁρῶν οὐ κατὰ γνώμην αὐτῷ χωροῦντα τὰ πράγματα (ὁ μὲν γὰρ ᾤετο παραδυναστεύειν καὶ ἄγειν καὶ φέρειν ὡς αὐτὸς ἐθέλοι τὰ πράγματα καὶ μηδὲν ἢ μικρὸν ἢ μέγα διατελεῖσθαι τῶν πάντων ἀγνοοῦντος αὐτοῦ· ἔπειτα παρὰ πᾶσαν προσδοκίαν ἑώρα τὴν βασιλέως γνώμην ὁλοσχερῶς Καντακουζηνῷ τῷ μεγάλῳ δομεστίκῳ μόνῳ προστιθεμένην) ἐπίμπρατο τὴν καρδίαν καὶ διῆγεν ἐσκυθρωπακὼς καὶ ἀνιώμενος καὶ ἐσκοπεῖτο καθ' ἑαυτὸν, πῶς ἂν ἀμύναιτο τὸν βασιλέα· ὃς ὧν ὑπισχνεῖτο πρότερον νῦν ἐν τοῖς ἔργοις οὐδενὸς ἐμέμνητο, ἀλλὰ πάντ' ἦν δρῶν τἀναντία παρορῶν τε αὐτὸν ὡς ἕνα τῶν πολλῶν καὶ μηδενὸς κοινωνῶν αὐτῷ βουλεύματος. ἔγνω τοίνυν τῷ γηραιῷ προστεθεὶς βασιλεῖ πάντ' ἐν βραχεῖ τὰ τοῦ νέου ἀνατρέψαι διαβούλιά τε καὶ πράγματα. οὐ γὰρ θεῷ τὰς τῶν πραγμάτων αἰτίας ἀνετίθει· ἀλλ' ὅποι ῥέψειεν αὐτὸς, ἐκεῖ καὶ τὸ ἰσχυρὸν τῶν πραγμάτων καθάπερ ὑπ' ἀνάγκης φέρεσθαί τινος ἐνόμιζε. πέμπει τοίνυν τινὰ τῶν οἰκειοτάτων αὑτοῦ λάθρα, ἐροῦντα τῷ γηραιῷ βασιλεῖ τὰ τῆς γνώμης αὐτοῦ καὶ ὅπως ἔχει τὰ καθ' αὑτόν· προσετεθείκει δὲ διὰ τὸ τῆς πίστεως ἰσχυρὸν καὶ ὡς οὐκ ἀνέχομαι βλέπειν τὸν νέον βασιλέα πειρῶντα τῆς ἐμῆς γυναικός.
(Β.) Τῷ μέντοι γηραιῷ βασιλεῖ οὕτως εὐφρόσυνος ἡ τῆς τοῦ ἀνδρὸς ἔδοξε γνώμης μετάθεσις, ὡς τοῖς ὑφ' ἡλίῳ καιομένοις ὥρᾳ θέρους ζέφυρος καὶ τοῖς δίψει φλεγμαίνουσι πόμα ψυχροῦ. οὐδὲ γὰρ οὐδ' αὐτὸς ἀνέχεσθαι πλέον ἤδη ἐδύνατο, ἑαυτόν τε περιφρονούμενον καὶ ἐμπαιζόμενον οὕτω βλέπων καὶ ἅμα τοὺς περὶ αὐτὸν μικρούς τε καὶ μείζους ἀφαιρεθέντας ὑπὸ τοῦ νεωτέρου τοὺς τῶν οἰκείων χωρίων κλήρους κἀντεῦθεν περιϊόντας οἷά τινας ὑπὸ λιμοῦ τεταριχευμένους. ὅρκοι τοίνυν φρικώδεις ἀπ' ἀλλήλων ἐς ἀλλήλους κρύφα διαβάντες ἠνάγκασαν τὸν Συργιάννην σπουδῇ προκαταστήσαντα ἑαυτὸν οἴχεσθαι πρὸς τὴν βασιλεύουσαν. ὃ δὴ καὶ τὴν ταχίστην αἰσθομένου μηδενὸς ἐγεγόνει. ῥέουσα δ' ἡ φήμη εὐφροσύνης τῶν πλείστων ἐνέπλησε τὰς καρδίας, ἐλπισάντων αὐτίκα πρὸς τὸν γηραιὸν αὖθις ἐπανήξειν τὰ πράγματα βασιλέα, καθάπερ κύβου μεταπεσόντος, καὶ ἀποδοθήσεσθαι τὰ περὶ Θρᾴκην καὶ Μακεδονίαν χωρία τοῖς προϋπάρξασιν ἐς τὸν κλῆρον. ἀλλ' ἐπεὶ καὶ τῷ θείῳ σκοπῷ δεδογμένα ταῦτα οὐκ ἦν, μάταιος ἐν βραχεῖ τῶν πεπραγμένων ἔδοξεν ἡ σπουδὴ, ὡς εἰρήσεται προϊοῦσιν ἡμῖν.
(Γ.) Ὁ μέντοι βασιλεὺς ὁ νέος εἰδὼς ἐκ πολλοῦ τοὺς Βυζαντίους ὅλαις γνώμαις προστιθεμένους αὐτῷ καὶ λάθρα προσκαλουμένους, ἐπειδὴ πρόφασιν ἤδη τὴν τῆς εἰρήνης ἔλαβε σύγχυσιν, ἐπὶ τοῦτο πορεύεται μετὰ παντὸς τοῦ Θρᾳκικοῦ στρατεύματος, καὶ ἐλθὼν στρατοπεδεύεται περί που τὰ προαύλια τῆς τοῦ Κοσμιδίου μονῆς· ἀφ' οὗ καὶ τὰ βασίλεια καθεώρα τριάκοντά που σταδίους τούτων ἀφεστηκώς. αὐτὸς μὲν οὖν αὐτοῦ δύο διήνυσεν ὅλα νυχθήμερα, ψυχροτάτου κατ' αὐτῶν ἀντιπνέοντος τοῦ βοῤῥᾶ, κατ' αὐτὴν τὴν ἀκμὴν τοῦ χειμῶνος ὄντος τοῦ χρόνου. οἱ δὲ φύλακες πανταχόθεν διανειμάμενοι τὰς ὁδοὺς ἐτήρουν, μὴ λάθῃ καταστρατηγήσας αὐτοὺς ὁ Συργιάννης ἔξω τηνικαῦτα περὶ τὴν Πείρινθον διατρίβων καὶ πειρώμενος ὑποσχέσεσι χρηστοτέραις τὰ πέριξ ἐφελκύσασθαι φρούρια. τῇ δὲ τρίτῃ νυκτὶ τριακοσίους ἀπολεξάμενος ὁπλίτας ὁ Συργιάννης καὶ ἐξ ἑσπέρας ἐξιππασάμενος ἧκε πρὸς τὸ Βυζάντιον, πρὶν ἀνατεῖλαι τὸν ἥλιον, πάντας ἐκείνους τοὺς βασιλικοὺς ὁδοστάτας καὶ φύλακας ὥσπερ ὑπνοῦντας ἄρδην συνειληφώς. καὶ εἰ μὴ διεκώλυεν ὁ γηραιὸς βασιλεὺς, καὶ ἐπεισπεσεῖν αὐτοῖς ἐβούλετο ἔτ' ἀγνοοῦσι τὸ δρᾶμα. ἐπεὶ δ' ἡμέρα ἐγένετο καὶ τὴν τοῦ Συργιάννη παράδοξον καὶ αἰφνίδιον ἠκηκόεισαν ἔφοδον, ἔβλεπον δὲ καὶ ἄλλως οὔτε τοὺς Βυζαντίους ἀνύοντας λάθρα τι ὑπὲρ αὐτοῦ, μήτε τὸν βασιλέα προσδέξασθαι μέλλοντα ἐπιστρέφοντας πρὸς μετάνοιαν, ᾤχοντο φεύγοντες.
(Δ.) Πέμπεται μὲν δὴ λοιπὸν εὐθὺς ὁ δεσπότης Κωνσταντῖνος διὰ θαλάττης ἐς Θεσσαλονίκην ἐπίτροπος καὶ διοικητὴς τῶν τῆς Μακεδονίας πραγμάτων τήν τε δέσποιναν Ξένην τὴν τοῦ νέου βασιλέως μητέρα πέμψων ἐς Βυζάντιον καὶ πρός γε στρατολογήσων ἐκεῖθεν, ἵν' ἐκείνου μὲν ἐκεῖθεν ἐπιόντος μετὰ τοῦ Μακεδονικοῦ στρατεύματος, ἐντεῦθεν δὲ τοῦ Συργιάννου σύν γε Τουρκικῷ στρατῷ καὶ ὅσοι ἐκ Βιθυνίας Ῥωμαίων ὁπλῖται, μέσος ὁ νέος συγκλεισθεὶς βασιλεὺς τὴν ταχίστην ἁλοίη ξύν γε τοῖς ἀμφ' αὑτόν. μέλλων δ' ἤδη τῶν Βυζαντίων λιμένων ἀποπλεῖν ὁ δεσπότης εἶδεν εὐθὺς τῶν τοῦ δούλου χειρῶν ὀλισθήσαντα πάντα συνηθροισμένα, ὁπόσα τὴν ἐκείνου τράπεζαν ἐπλήρου χρύσεα καὶ ἀργύρεα σκεύη καὶ ἄχρι πυθμένων καταδύντα θαλάττης· ὃ καὶ διὰ μεγάλης ἤγαγε λύπης αὐτὸν, οὐ τοσοῦτον διὰ τὴν στέρησιν τῶν σκευῶν, ὅσον διὰ τὸ ἐκ πρώτης φάναι γραμμῆς δυσοιώνιστον συνάντημα καὶ τὸ τῆς μελέτης ἐντεῦθεν δυσέλπιστον. ἀλλὰ γὰρ ἀπελθὼν ἐν Θεσσαλονίκῃ πάντας εὐθὺς συλλαβόμενος τοὺς περὶ τὴν δέσποιναν Ξένην ἅμα αὐτῇ καὶ μάλα ἀκόσμως ἐμβιβάσας ἐς τριήρη ἐξέπεμψεν ἐς Βυζάντιον· ἣ δὴ καὶ ἄκουσα ἐληλυθυῖα ἐφρουρεῖτο περὶ τὸ ἑῷον μέρος τῶν βασιλείων. ἓν μὲν δὴ τοῦτο καὶ σπουδαιότατον ἔργον Κωνσταντίνου τοῦ δεσπότου γενομένου περὶ Θεσσαλονίκην. δεύτερον δὲ, πάντα τὸν ἐκ Μακεδονίας συναγείρας στρατὸν ἔρχεται κατὰ τοῦ ἀνεψιοῦ βασιλέως. ἐλθὼν μὲν δὴ παρὰ τὴν Χριστούπολιν πέμψας ᾔτησε δίοδον παρ' ἑκόντων τῶν φρουρῶν, πρὶν παρ' ἀκόντων λαβεῖν ἀπειλῶν. τῶν δὲ μὴ δεξαμένων, βιασάμενος αὐτὸς διέκοψε μέρος τοῦ τὴν δίοδον ἐπιτειχίζοντος μακροῦ τείχους καὶ οὕτω πᾶς ἀκωλύτως διέβαινεν ὁ στρατός.
(Ε.) Στραφεὶς δὲ πρὸς ἑαυτὸν ὁ βασιλεὺς καὶ συνιδὼν ὡς ἐν στενῷ συνελαύνεταί οἱ τὰ πράγματα τὸν μὲν πρωτοστράτορα τὸν Συναδηνὸν τὰ Θρᾳκικὰ παραδοὺς στρατεύματα πέμπει φρουρὸν τῶν τε πρὸς Βυζάντιον βλεπόντων ὁρίων τῆς αὐτῷ κληρωθείσης ἀρχῆς καὶ ταῖς τοῦ Συργιάννου ἐκδρομαῖς ἀντίπαλον. αὐτὸς δ' ἐκεῖθεν δαιμονίαις τισὶ μηχαναῖς καὶ δόλοις ἔγνω πολεμεῖν τῷ θείῳ καὶ δεσπότῃ. καὶ πρῶτα μὲν διατάγματα πλεῖστα σπουδῇ γραφῆναι παρεκελεύσατο, ἐν οἷς ὑποσχέσεις ἐγράφοντο ἔνορκοι χρημάτων καὶ κτημάτων καὶ τιμῶν προσηκόντων διανομαὶ τοῖς συλληψομένοις τὸν δεσπότην καὶ θεῖον. ἃ δὴ πάντα βαναύσοις τισὶ παροδίοις ἀνδράσι δεδωκὼς ῥίπτειν ἐκέλευσε καὶ διασπείρειν ἐξεπίτηδες παρά τε τὸ στρατόπεδον τοῦ δεσπότου καὶ πανταχῆ τῶν ὁδῶν. ἔπειτα πρὸς τούτοις θάνατον κηρύττειν ἐκέλευσε τοῦ βασιλέως καὶ πάππου, στασιασάντων δῆθεν τῶν Βυζαντίων καὶ ἀποκτεινάντων αὐτόν. ὃ δὴ καὶ διετράνωσαν περιϊόντες ἁπανταχῆ οἱ τὰ τοιαῦτα πλάττειν δεινοὶ, ὧν οἱ πλείους καὶ ὅρκους προσετίθεσαν, ὡς παρῆσαν καὶ αὐτόπται τῆς πικρᾶς ἐκείνου τελευτῆς ἐγένοντο· καὶ παράστασιν ποιεῖσθαι τοῦ πράγματος θέλοντες τρίχας ἐδείκνυσαν λευκὰς, αἳ ἦσαν μὲν ἐκ προβάτων λευκῶν, ἐδείκνυντο δ' ὡς ἐκ τῆς κεφαλῆς καὶ τῆς ὑπήνης τοῦ γηραιοῦ βασιλέως, ἅτε ταῖς τοῦ δήμου διασκεδασθεῖσαι χερσί. ταῦτ' ἀκουόμενα τοῖς ἐν κώμαις καὶ πόλεσι καὶ μάλιστα τῷ τοῦ δεσπότου στρατῷ οὐκ εἴα μένειν ἐπὶ βεβαίοις τοῖς λογισμοῖς. ἤδη δὲ καὶ τὰ διασπαρέντα ἐκεῖνα βασιλικὰ διατάγματα εὑρισκόμενα καὶ διδόμενα τῷ δεσπότῃ ἐς δειλίαν καὶ φόβον ἐνέβαλλον οὐ μάλα ἀγεννῆ· ὥστε καὶ φεύγειν ἀναπεισθεὶς ὑπὸ τῶν οἰκειοτάτων, λεγόντων ὡς οὐκ ἂν φθάνοις προδεδομένος ὑπὸ τοῦ στρατοπέδου, ᾤχετο ἐς Θεσσαλονίκην. καὶ ταῦτα μὲν οὕτω τελευτῶντος χειμῶνος ἐγίγνοντο.
(ΣΤʹ). Ἦρος δ' ἀρχομένου πέμπεται τριήρης πρὸς τοῦ γηραιοῦ βασιλέως ἐς Θεσσαλονίκην καὶ λαθραῖα γράμματα πρὸς τὸν δεσπότην Κωνσταντῖνον, παρακελευόμενα τὴν ταχίστην δεσμώτας ἐς τὸ Βυζάντιον μετὰ τῆς τριήρους ἐξαποστεῖλαι τοὺς τὸν δῆμον τῶν Θεσσαλονικέων νεωτερίζειν πείθοντας πέντε καὶ εἴκοσι στασιώτας. ἀλλὰ πρὶν εἰς ἔργον ταῦτα προβῆναι, διακηκοότες ἐκεῖνοι κρύφα διερεθίζουσι δραμόντες τὸν δῆμον· καὶ ἀναβάντες τοὺς ἱεροὺς κρούουσι κώδωνας. τοῦτο δὴ τὸ τῆς στάσεως ἀρχηγὸν σύμβολον. καὶ εὐθὺς θέουσι πανδημεὶ πρὸς τοὺς τοῦ δεσπότου οἴκους· καὶ αὐτὸν μὲν οὐχ εὗρον· προαισθόμενος γὰρ ᾤχετο καταφυγὼν ἐς ἀκρόπολιν· τοὺς δ' ὑπὸ χεῖρα συνειληφότες τοὺς μὲν ἀπέκτεινον, τοὺς δὲ τῶν ὑπαρχόντων ψιλώσαντες δεσμωτηρίοις ἐνέβαλον, τοὺς δ' οἴκους κατασπάσαντες πάντα τὸν ἔνδον διήρπασαν πλοῦτον. αὐτοὶ δὲ δραμόντες εὐθὺς ὑφάπτουσι τὰς τῆς ἀκροπόλεως πύλας. ὅπερ ἰδὼν ὁ δεσπότης καὶ ἀπογνοὺς ἵππου τινὸς ἐπιβὰς ἤλαυνεν ἔξω πρὸς τὴν τοῦ Χορταΐτου μονήν. ἔνθα δὴ τοῖς διώκουσι συλληφθεὶς τὸ μοναχικὸν καὶ ἄκων ὑπῆλθε σχῆμα, τὸν προφανῆ τοῦ θανάτου κίνδυνον ἐντεῦθεν ἐκκλίνων, ὃν αἰφνιδίως ἡ παροῦσα περίστασις ἐσχεδίασε. δέσμιος οὖν ἐκεῖθεν ἄγεται πρὸς τὸν ἀνεψιὸν καὶ βασιλέα· ὃς δὴ καὶ πολλῷ τῷ μέτρῳ φιλανθρωπότερος ἔδοξε πάντων, ὅσοι παραδυναστεύοντές τε καὶ παρασπίζοντες ἦσαν αὐτῷ. οἱ μὲν γὰρ ἐφιέμενοι τῶν αὐτοῦ σαρκῶν καὶ τοῦ αἵματος, ὡς εἰπεῖν, ἀπογεύσασθαι ὥρμησαν ἐπ' αὐτὸν ὡς αὐτίκα διαῤῥήξοντες· ὁ δὲ βασιλεὺς περιχυθεὶς ἄτρωτον διετήρησε τὸ παράπαν αὐτόν.
(Ζ.) Τῇ δ' ὑστεραίᾳ πεισθεὶς τοῖς περὶ αὐτὸν πέμπει πρὸς Διδυμότειχον καθειρχθησόμενον ἐν εἱρκτῇ δεινοτάτῃ καὶ ἀπαραμυθήτῳ. ἡ γὰρ ἀνέχουσα τὸ Διδυμοτείχου πολίχνιον ἄκρα μία τίς ἐστι πέτρα, ἣν οἱ ἐνοικοῦντες εὐφυῶς εἰς τὸ λαξεύεσθαι ἔχουσαν εὑρόντες ὑπογείους κοιλαίνουσιν ἀποθήκας καὶ φρέατα, ὀμβρίων ὑδάτων δοχεῖα. τῶν δὴ τοιούτων φρεάτων ἑνὸς ἅπαν ἀνιμήσαντες τὸ ὑγρὸν κατάγουσι διὰ κλίμακος τὸν δεσπότην ἐν τούτῳ καὶ παιδάριον ἓν τῶν ὑπηρετούντων. ἄλλων δὲ τῶν ἁπάντων οὐδένα παρῆκαν ἐκεῖ παρακύψαι. ἀλλ' ἐπιπωματίσαντες ἐτήρουν ἐκεῖ συμπατουμένους τε ὑπὸ τῆς τοῦ τόπου στενότητος καὶ δυστυχέστατα πάνυ διακειμένους. ἵνα δὲ τἄλλα παραδράμω τῶν δεινῶν, ζοφῶδές φημι καὶ πνιγῶδες, πῶς παραστήσω τὸ μεῖζον ἐκεῖνο δὴ καὶ φρικῶδες; στενοῦ γὰρ πάνυ τοῦ τόπου τυγχάνοντος ἀλλήλων ἐξ ἀνάγκης ἐχόμενα παρέκειτο ἥ τε τὸ διαχώρημα καὶ τὸ οὖρον ἔχουσα χύτρα καὶ ὁ τὸν λιμὸν παραμυθούμενος ἄρτος. τίνα οἴεσθε, ὦ παρόντες, ἔχειν ψυχὴν, ὁπότ' αὐτοὺς ἐσθίειν ἐχρῆν, δυσωδίας τοσαύτης τῇ τραπέζῃ παρακειμένης; ἀλλὰ καὶ ἡ χύτρα ἀναγομένη ἑσπέρας ὑπὸ τῶν φυλάκων διὰ μηρίνθου πολλάκις ἐξεκενώθη κατὰ τῆς κεφαλῆς τοῦ δεσπότου, εἴτε τῶν φυλάκων ἐξεπίτηδες ἐμπαιζόντων αὐτὸν, εἴτε τῆς χύτρας ἀκόντων αὐτῶν περιτρεπομένης. ἀλλὰ πολλῶν παρακλήσεσι χρησαμένων ἐς βασιλέα πνευματικῶν ἀνδρῶν ἐς ἑτέραν μετὰ ταῦτα κουφοτέραν εἱρκτὴν μετηνέχθη.
(Η.) Τούτων οὕτω συμπεπτωκότων διηπορεῖτο καθ' ἑαυτὸν ὁ βασιλεὺς γιγνόμενος καὶ οὐκ εἶχεν ὅ,τι καὶ διαπράξηται καὶ ὅθεν εὕρῃ τοῦ κακοῦ λύσιν. ὅσα γὰρ ἂν ἐπιχειροίη, πάνθ' ἑώρα καθ' ἑαυτοῦ στρεφόμενα παραδόξως. ὅθεν ἀνοίξειν ἔκρινε δεῖν ἐν ψαλτηρίῳ τὸ πρόβλημα τῶν οἰκείων ἀποριῶν· καὶ ἀνοίξας ἐνέτυχεν εὐθὺς τῷ πρώτῳ στίχῳ λέγοντι· «ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ' αὐτοῖς χιονωθήσονται ἐν Σελμών.» γνοὺς οὖν ἐντεῦθεν, ὡς πάνθ' ὅσα τελεῖται πρὸς τῆς παρούσης φορᾶς τῶν πραγμάτων θεῷ δεδογμένα τυγχάνουσι κἂν τοῖς ἀνθρώποις ἀγνοῶνται τῆς ἀποῤῥήτου προνοίας οἱ τρόποι, πρὸς διαλλαγὰς αὖθις καὶ σπονδὰς ταῖς προτέραις ὁμοίας ἐξεκαλεῖτο τὸν ἔκγονον, ἀντίπαλα δι' ἀνάγκην πραγματευόμενος τοῖς τοῦ Συργιάννου βουλεύμασιν· ὃς δὴ καὶ θέλων ἐκ πολλοῦ τὴν τοιαύτην κατάστασιν ἧκεν εὐθὺς μελλήσας οὐδέν. ἔφαμεν γάρ που καὶ ἀνωτέρω, ὡς τὴν μὲν αὐτονομίαν τῆς βασιλικῆς ἐξουσίας ἔχειν ἐβούλετο· τὸ δὲ σχῆμα καὶ τὰς φροντίδας ὅλαις ὁρμαῖς ἑαυτοῦ ἐξωθεῖτο· καὶ εἰ μὴ οἱ περὶ αὐτὸν ἠνόχλουν τε αὐτὸν καὶ ἠρέθιζον πρὸς τὴν τῆς ὅλης ἡγεμονίας ἔφεσιν, ἤρκεσεν ἂν αὐτῷ καθάπαξ ἡ τῶν γενομένων σπονδῶν κατάστασις. ὅμως ἐπειδήπερ ἐν τῷ παρόντι κληθεὶς ἧκε πρῶτον περὶ τὸ Ῥήγιον κἀκεῖ τῇ μητρὶ καὶ δεσποίνῃ ἐντετυχήκει προαπολυθείσῃ τε τῆς εἱρκτῆς καὶ πεμφθείσῃ ἐκεῖ τῶν γενησομένων σπονδῶν ἕνεκα, ἐκεῖθεν μετὰ τῆς μητρὸς καὶ διὰ τῆς μητρὸς θεμιστεύει πάντα τὰ γενησόμενα.
(Θ.) Ὀλίγων δ' ἐντὸς ἡμερῶν ἐξελθὼν καὶ αὐτὸς ἑνοῦται τῷ πάππῳ καὶ βασιλεῖ ἔξω πρὸ τῶν τειχῶν τῆς πόλεως· τοῦ μὲν πάππου καὶ βασιλέως οὐκ ἀποβάντος τοῦ ἵππου, ἀποβὰς αὐτὸς τοῦ ἵππου πόῤῥωθεν πρὸ σταδίου ἑνός· καίτοι πολλὰ τοῦ πάππου ἀπαναινομένου καὶ κωλύοντος, ὅμως αὐτὸς πεζῇ προσελθὼν ἠσπάσατο τήν τε χεῖρα καὶ τὸν πόδα αὐτοῦ ἐφ' ἵππου καθημένου. εἶτα καὶ αὐτὸς ἵππου ἐπιβὰς περιεπτύξατό τε καὶ ἀσπασάμενον ἠσπάσατο ἐντελῶς. καὶ εὐθὺς βραχέα ἄττα καὶ σχέδια λέξαντες πρὸς ἀλλήλους ἀπηλλάγησαν. καὶ ὁ μὲν εἰσῆλθεν ἐς Κωνσταντινούπολιν· ὁ δὲ νέος ἀπελθὼν στρατοπεδεύεται περὶ τὸν νεὼν τῆς ὑπεράγνου θεομήτορος τῆς Πηγῆς. ἔνθα συχνὰς διατρίψας ἡμέρας εἰσῄει καὶ εἰς Κωνσταντινούπολιν μεθ' ἡμέραν καὶ αὖθις ἐξῄει. διῆγε γὰρ τηνικαῦτα καὶ ἡ δέσποινα καὶ μήτηρ αὐτοῦ κατὰ τὸν νεὼν τῆς ὑπεράγνου θεομήτορος, τοῦτο μὲν καὶ δι' ἀσθένειάν τινα, τοῦτο δὲ καὶ διὰ τὴν τοῦ φιλτάτου συνδιαίτησιν. συνῆν δὲ τῇ δεσποίνῃ ἐκεῖ καὶ ἡ θυγάτηρ τοῦ βασιλέως Σιμωνὶς ἡ Κράλαινα, ἄρτι ἐληλυθυῖα ἐκ Τριβαλλῶν τελευτήσαντος τοῦ ἀνδρός· ἣ δὴ καὶ τὰ διαψιθυριζόμενα τῇδε κἀκεῖσε τῷ ἑαυτῆς ἐναργέστερον ἐδήλου πατρὶ καὶ βασιλεῖ. μετὰ βραχὺ δὲ καὶ εἰς Ὀρεστιάδα καὶ Διδυμότειχον ἐπανῆκε.

ιβʹ. Ἔτυχε μέντοι ἐπιδεδημηκὼς τηνικαῦτα μοναχός τις ἐξ ὄρους τοῦ Ἄθω ὑπὲρ τὰ ἑβδομήκοντα ἔτη, μήτ' ἀξίωμα ἔχων οὐδὲν ἱερατικὸν, μήτε γοῦν τὰ πρῶτα καὶ στοιχειώδη συνάπτειν ἀσφαλῶς δυνάμενος γράμματα. τοῦτον διὰ τὴν ἄγαν τῶν τρόπων ἀφέλειαν εἰς τοὺς πατριαρχικοὺς ἄρτι χηρεύοντας θρόνους ὁ βασιλεὺς ἀνεβίβασε· καίτοι πολλῶν κατ' αὐτοῦ παῤῥησιασθέντων ἐγκλημάτων καὶ ὑπὸ πολλῶν ὁμολογηθέντων· δι' ἃ καὶ πάλαι πολλάκις κεκώλυται τυχεῖν ἱερατικῆς βαθμίδος τινός. ὅθεν ἐπειδὴ τὸ τοῦ θεοῦ καταπεφρόνηται δίκαιον δι' ὄρεξιν ἀνθρωπίνην, συγκεχώρηκεν ὁ θεὸς τῆς οἰκείας καθαιρεθῆναι τούτους ἀρχῆς ὑπὸ τοῦ ἀφελεστάτου τοῦδε ἀνδρὸς, ὅσοι τοσαύτην ἀδίκως ὑπὲρ αὐτοῦ τὴν σπουδὴν εἰσηνέγκαντο· ὡς αὐτὰ δηλώσει λεγόμενα τὰ πράγματα προϊούσης τῆς ἱστορίας.
(Β.) Ὁ μέντοι πατριάρχης οὗτος ἅμα τῇ πρὸς τὸν πατριαρχικὸν θρόνον ἀναβάσει τῷ πολλῷ τοῦ βασιλέως πρὸς αὐτὸν φίλτρῳ τεθαῤῥηκὼς τὴν πάλαι αὐτοῦ γε εὐμένειαν ὁμοίαν καὶ τήμερον τῷ πιγκέρνῃ προὐξένησε Φιλανθρωπηνῷ· ὃν πρὸ ἐτῶν ὀκτὼ καὶ τριάκοντα ταῖς τοῦ φθόνου παλάμαις τὰς αὐγὰς τῶν ὀμμάτων ἀπολέσαντα δεδηλώκαμεν. ὃς οὕτως ἐν ταῖς βουλαῖς ἄριστος εὐθὺς τοῖς βασιλικοῖς ἔδοξε πράγμασι καὶ μάλιστ' ἐν θορύβῳ τοσούτῳ πραγμάτων καὶ κλύδωνι, ὥστε Σκιπίωνας ἐκείνους καὶ Θηβαίους Ἐπαμεινώνδας ἔδοξαν βλέπειν τῶν τηνικαῦτα παρόντων οἱ συνετώτεροι. καὶ μέντοι καὶ ἐθαύμαζον, πῶς τῶν ἀνθρωπίνων πραγμάτων οὐδὲν κεκτημένων ἀκήρατον οὐδὲ μόνιμον, ἀλλὰ τῆς τύχης διηνεκῶς ἀκμαζούσης ἐν τῇ τούτων μεταβολῇ καὶ φθορᾷ καὶ παιζούσης τὸν βίον ταῖς ἀμοιβαῖς καθάπερ σκηνὴν τραγικὴν ἀκήρατος ἡ τῆς τούτου γνώσεως ἔμεινεν ἀρετὴ καὶ στεῤῥοτέρα τῆς τύχης· ἣ δὴ καὶ τοὺς τῆς βασκανίας ἀπωσαμένη Τελχῖνας τῶν πυθμένων τῆς καταδίκης ἀνεκαλέσατο.
(Γ.) Μαρτύριον τῶν λεγομένων καὶ ὃ προήνεγκε τέως ὁ χρόνος, καθάπερ τινὰ βάσανον τῆς τοῦ ἀνδρὸς ἀρετῆς. ἐν γὰρ τούτῳ τῷ χρόνῳ περιστρατοπεδευσάντων τὴν Φιλαδέλφειαν τῶν περιοίκων καὶ ἀστυγειτόνων Τούρκων καὶ κατὰ συνέχειαν πολιορκουμένης τῆς πόλεως σφοδρῶς ἔξωθεν μὲν ὑπ' αὐτῶν, ἔνδοθεν δ' ὑπὸ σφοδροῦ τοῦ λιμοῦ ἐς κίνδυνον ἦλθον οἱ περιλειπόμενοι τῶν αὐτοχθόνων πολιτῶν προδοθῆναι τοῖς Τούρκοις αὐτῇ πόλει καὶ αὐτοῖς οἴκοις. καὶ τάχ' ἂν ἐν ὀλίγαις ἡμέραις ἐπράττετο τοῦτο, εἰ μὴ ὁ Φιλανθρωπηνὸς Ἀλέξιος ἔφθη τοῦ βυθοῦ τῶν τοιούτων ἀπαλλάξας κινδύνων. ἐν στενῷ γὰρ γενόμενος ὁ βασιλεὺς καὶ μὴ ἔχων ὅ,τι δράσειε τῶν πάττων οὐδὲν (οὔτε γὰρ ὅπλων ἐπισκευὴ, οὔτε στρατὸς ἀντίπαλος ἦν εἰς πόλιν οὕτω θαλάττης πολλοῖς σταδίοις ἀπῳκισμένην καὶ πολλοῖς κεκυκλωμένην τοῖς ἔθνεσι βοηθεῖν) πέμπει τοῦτον αὐτὸν μηδὲν ἐπιφερόμενον, οὔτε στρατὸν, οὔθ' ὅπλων ἐπισκευὴν, οὔτε χρημάτων πλῆθος, ἀλλὰ μόνην τὴν τῆς φύσεως σύνεσιν καὶ ἐμπειρίαν. οὗ δὴ καὶ πρὶν ἐπιστῆναι τῇ πόλει Φιλαδελφείᾳ, ἔτι δ' ἐν μέσῃ πορείᾳ τυγχάνοντος, τὴν φήμην ἀκηκοότες οἱ τῶν πολιορκούντων σατράπαι καὶ ἀρχηγοὶ τά τε ὅπλα εὐθὺς ἔῤῥιψαν καὶ τὴν πολιορκίαν ἀπείπαντο αἰδεσθέντες τὴν τοῦ ἀνδρὸς ἀρετήν. καὶ ὑπτίαις ἅμα χερσὶ καὶ γνώμαις εἰρηνευούσαις ὑπαντῶσι καὶ ὑποδέχονται· καὶ ὧν πάλαι καλῶν ἀπέλαυσαν ἐξ αὐτοῦ νῦν ἐν μνήμῃ γενόμενοι χάριτας ὁμολογοῦσι καὶ πᾶν τὸ κατὰ γνώμην τελεῖν ὑπισχνοῦνται. οἱ μὲν γὰρ αὐτῶν πάλαι τὸ ζῇν ἐπορίσαντο δι' αὐτοῦ προφανοῦς ἀπαλλαγέντες θανάτου· οἱ δὲ τῶν ὑπ' αὐτῷ παιδευτῇ τεθραμμένων πρὸς ὅπλα καὶ πολέμων ἄσκησιν ἦσαν. καὶ τί δεῖ διατρίβειν; ἐς τοσοῦτον εὐπαθείας καὶ εὐτυχίας ἧκεν ἐξαπίνης ἡ Φιλαδέλφεια, ὡς μιᾶς δραχμῆς ὤνιον τὸν μέγιστον λαμβάνειν μέδιμνον τοῦ σίτου.
(Δ.) Τῷ μέντοι Συργιάννῃ τῶν βασιλέων ἡ ἕνωσις μὴ κατὰ γνώμην συστᾶσα ἀθυμεῖν ἐποίει καὶ ἐσκυθρωπακότα περιϊέναι· καὶ μάλισθ' ὅτι τῶν πραγμάτων ἠρεμούντων ἀξυντελὴς αὐτὸς ἐν τοῖς δημοσίοις ἐδόκει καὶ ἄχρηστος. ὅθεν ἐν καθέδραις καὶ στάσεσι καὶ ὁδοῖς τοιούτοις τισὶν ἐντυγχάνων καὶ προσιὼν ἀσμένως, ὅσοις λύπην τινὰ τὰ κοινὰ προὐξένησαν πράγματα, ἐλοιδορεῖτο τοῖς βασιλεῦσιν, ἅτε ἀδικωτάτοις περὶ αὐτὸν γενομένοις χρησιμώτατον ἐν τοῖς ἐναντιωτάτοις καιροῖς νῦν μὲν τούτῳ νῦν δ' ἐκείνῳ γενόμενον. ἰδὼν δὲ καὶ Ἀνδρόνικον τὸν Ἀσὰν λύπης περιϊόντα μεστὸν, ὅτι τὴν ἐπιτροπὴν καὶ διοίκησιν ἔχων ἐκεῖνος τῶν Πελοποννησίων Ῥωμαίων ἐν τῷ καιρῷ τῆς τῶν βασιλέων διαστάσεως, εἶτα ἐξῳκισθεὶς ἐκεῖθεν ἀτίμως παρὰ τοῦ νέου βασιλέως καὶ ἐλθὼν πρὸς τὸν γηραιὸν οὐχ εὗρεν οὐδὲν ἐξ αὐτοῦ τῆς λύπης ἀντάξιον εἰς θεραπείαν· καίτοι μεγάλων ἄξιος ὑπάρχων ἀξιωμάτων, σεβαστοκρατορικῶν δηλαδὴ καὶ μειζόνων, διά τε τὴν στρατηγικὴν ἐμπειρίαν, ἣν ὑπὲρ τοὺς ἄλλους τέως ἐπλούτει, καὶ ἅμα τὴν τοῦ γένους λαμπρότητα· διὰ ταῦτα τοίνυν ὁ Συργιάννης πρόσεισι καὶ αὐτῷ καὶ φίλος αὐτῷ γίνεται, τὴν τῆς λύπης ὁμοιότητα γνώμης προβαλλόμενος σύνδεσμον. ὁ μὲν οὖν Συργιάννης ὡς ὁμοψύχῳ θαῤῥήσας ἐκείνῳ πάντα διῄει λοιπὸν ἀναπεπταμένῃ τῇ γλώττῃ, ὁπόσα τοῖς λυπουμένοις εἰκός. ὁ δὲ Ἀσὰν βαθείᾳ συνέσει προσιὼν αὐτῷ γλῶσσαν μὲν ὁμοίαν πως ἐκείνῳ προὐτείνετο καὶ συνδιελοιδορεῖτο τοῖς βασιλεῦσι δῆθεν αὐτός· τὰ δὲ παρὰ τοῦ Συργιάννου λεγόμενα πάντα ἐς τὰ τῆς διανοίας ἔκρυπτε μυστήρια. ἐμίσει γὰρ αὐτοῦ τὸ φίλαρχον καὶ πρίν· καὶ νῦν δ' οὐχ ἧττον ἤχθετό οἱ ἐχθρῷ γε ὄντι καὶ Καντακουζηνοῦ τοῦ ἐπὶ θυγατρὶ γαμβροῦ, τοῦ μεγάλου φημὶ δομεστίκου· ὃς τὰ μέγιστα παρὰ τῷ νέῳ δυνάμενος βασιλεῖ ἐλπίδας ἀγαθὰς ἀεὶ γράφων ἐκεῖθεν καὶ αὐτῷ προὔτεινεν. ἐπεὶ δὲ τὰ τοῦ δράματος πάντα συνέῤῥαπται, λάθρα τῷ θείῳ καὶ βασιλεῖ προσελθὼν ὁ Ἀσὰν, «εἰ μὴ δεσμώτην,» ἔφησεν, «ὅσον τάχος ποιήσειας τὸν Συργιάννην βασιλείαν ἑαυτῷ συσκευάζοντα, οὐκ ἂν φθάνοις φονευόμενος ὑπ' αὐτοῦ.» εὐθὺς οὖν τὸν μὲν Συργιάννην εἶχε τὸ δεσμωτήριον· τόνδ' οἶκον αὐτοῦ μετὰ τῶν ἐνόντων ἁπάντων ἄρδην ἀπώλεσαν καὶ διέλαχον οἱ τοῦ δήμου. οἱ δ' ἀμπελῶνες αὐτοῦ σύν γε τοῖς οἰκοπέδοις μηλόβοτα πάντ' ἐγεγόνει. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον.

ιγʹ. Οὐκ εὔκαιρον δέ μοι δοκεῖ σιωπῇ παρελθεῖν καὶ ὅσα κατὰ τοῦτον τὸν χρόνον περὶ τοῦ Πάσχα λαληθῆναι ξυνέβη. κατὰ γὰρ τὸ εἰωθὸς ἀνιὼν ἐς τὰ βασίλεια τοιαύτῃ τινὶ τῇ ὁμιλίᾳ ἐντετυχήκειν. καὶ τὰ μὲν ἄλλα παρείσθω γε τέως, πολλά τε ὄντα καὶ οὐ πάνυ τοι ἀναγκαῖα πάνυ τοι ἐθελούσῃ σχολάζειν ἀκοῇ, καίπερ ὄντα κἀκεῖνα σεμνὰ καὶ σοφῶν ἀκοαῖς ἄξια· τὸ δ' οὖν τῆς ἀναγκαιοτέρας ἡμῖν ὁμιλίας καὶ ἧς ἄν τις ἀκούσας ἡσθείη τὰ μάλιστα· λόγον κεκίνηκεν ὁ βασιλεὺς περί γε ἀστρονομίας καὶ σφαιρῶν οὐρανίων καὶ κινήσεως πλανωμένων καὶ ἀπλανῶν, καὶ τοιαῦτα ἄττα ἐμοὶ καθυποβάλλων πρόφασιν τοῦ λέγειν. πολλὴν γὰρ πρὸς ἡμᾶς τὴν εὐμένειαν ἔτρεφεν. ἐγὼ δ' ὑπολαβὼν ἔπαινον διεξῄειν πολὺν τοῦ μαθήματος. τοῦτο καὶ γάρ μοι τὸ ὀπτικὸν, ὡς εἰπεῖν, τῆς διανοίας ἐκάθηρε καὶ πρὸς τέλειον οἱονεὶ χρωματισμὸν τἄλλα μοι πάντα μαθήματα ἤγαγε. σκιαγραφίᾳ γὰρ ὡς ἀληθῶς ἐοίκασι τούτου χωρὶς, ὅσαι κατ' ἀνθρώπους εἰσὶ τέχναι καὶ σπουδάσματα. μετὰ μέντοι γε τῶν ἄλλων καὶ ὁ τοῦ Πάσχα λόγος ἀνέκυψεν, ἐμοῦ τοῦτον μεταξὺ παραῤῥίψαντος, ὡς μέρος ὄντα καὶ τοῦτον τοῦ τοιούτου μαθήματος· καὶ ἄλλως ὅτι καὶ ὠδίνων ἦν διὰ μακροῦ πρὸς βασιλείους τὸ πρᾶγμα ἀνενεγκεῖν ἀκοὰς, ἀπόῤῥητον ὂν, ὡς ἀκριβής μοι τὸ πρᾶγμα παρέστησεν ἔρευνα, πλὴν ἢ ὅσοι τῶν τῆς ἀστρονομίας κρατήρων ἐγεύσαντο. ταῦτ' ἄρα καὶ καιροῦ λαβόμενος, ὡς ἔφην, ῥήγνυμι τὴν ὠδῖνα, οὐκ ἀχείμαστος μὲν οὐδὲ τότ' ἀπαλλάξας. ἦσαν γὰρ οἳ τότε πολλά μοι παρέσχον πράγματα, μὴ ξυνειλοχότες ἐκ τοῦ ῥᾴστου τὸν τοῦ λόγου σκοπόν. καὶ εἰ μὴ ὁ βασιλεὺς (ἐκεῖνος γὰρ μόνος ἦν συνιεὶς ἃ διεξῄειν αὐτός· ἀφορμὴν γὰρ εἰληφὼς εὐθὺς κἀκεῖνος ἐπεδείκνυτο καὶ ἐδημοσίευε τῆς ὑψηλῆς αὐτοῦ συνέσεως τοὺς θησαυροὺς) εἰ μὴ οὖν ἐκεῖνος πλεῖστον ἐμοὶ τὸ προσηνὲς χαριζόμενος δίοδον ἐνεποίει τῷ λόγῳ, τάχ' ἂν τὸ τελευταῖον τοῦτο πονήρως καὶ ἀγεννῶς ἐκεῖθεν ἀπήλλαττον, ἄδικόν τινα τὴν καταδίκην ὁ δίκαιος ὀφείλων. ἐπεὶ οὖν πᾶσαν, ὡς ἔφην, ἡμῖν ὁ βασιλεὺς τὴν κατάστασιν ἐποιήσατο τοῦ μὲν λέγειν ἐμοὶ, τοῦ δ' ἀκούειν τοῖς συμπαροῦσι, πρῶτον μὲν ὥσπερ τινὰς ὅρους καὶ κρηπῖδας ὑποθεὶς τὰ καίρια, εἶτα δι' αὐτῶν τὰς ἀποδείξεις ἐποιούμην.
(Β.) Καὶ δὴ δέον εἶναι πρῶτον ἐφάμην τὴν ἐαρινὴν ἰσημερίαν ἐς τἀκριβὲς ἐρευνῆσαι. τοῦτο γὰρ αἴτιον ἁπάσης τῆς ἑξῆς ὑποθέσεως, ὡς προϊόντες ἐροῦμεν· εἶτα τὴν ἐφεξῆς μετ' ἰσημερίαν πανσέληνον. πανσέληνον δέ φαμεν, ὁπότε πλησιφαὲς εἴη τὸ πρὸς ἡμᾶς ἡμισφαίριον τῆς σελήνης. τοῦτο δὲ γίγνοιτ' ἂν, ὁπότε βραχύ τι πλέον ἢ τεσσαρεσκαιδεκαταίαν ἡ σελήνη τὴν ἡμέραν ἄγοι, ἐξότου περὶ τὴν αὐτὴν ἐν ταὐτῷ συνέλθοι τῷ ἡλίῳ μοῖραν τῆς τῶν ζωδίων σφαίρας, μιᾶς ἁψαμένης ἀμφοτέρων καθέτου. ἐπεὶ οὖν τῷ νομικῷ μὲν ἕπεται τὸ ἡμέτερον Πάσχα, ἐκεῖνο δὲ τῇ μετ' ἰσημερίαν πανσελήνῳ, δέον ἐκεῖνα διευκρινῆσαι πρίν· εἶτα τοῖς ἅπασιν εὔδηλον ἂν εἴη τὸ καθ' ἡμᾶς. ἀκριβὴς τοίνυν γίνεται ἰσημερία ἐν μόνοις δυσὶ τοῦ ἐνιαυτοῦ νυχθημέροις· ἑνὶ μὲν ἀρχομένου ἤδη φθινοπώρου· ἑτέρῳ δ' ἀρχομένου ἔαρος εὐθύς. καὶ περὶ μὲν τῆς φθινοπωρινῆς ἰσημερίας οὐδεὶς ἡμῖν ἐν τῷ παρόντι λόγος· περί γε μὴν τῆς ἠρινῆς καὶ μάλα γέ τοι πλεῖστος. γίνεται τοίνυν ἀκριβὴς ἰσημερία ἐν ἔαρος ὥρᾳ, ὁπότε περὶ μοῖραν πρώτην ὁ ἥλιος γένοιτο τοῦ κριοῦ· ὅπη καὶ ὁ ἰσημερινὸς τοῖς ἀστροθεάμοσι διαγράφεται κύκλος. γίνεται δὲ οὐχ ὁμοίως ἐν ἅπασιν ἔτεσιν· ἀλλ' ἐν μὲν τοῖς τοῦ Ναβονασάρου περὶ λῆξιν ἑσπερίαν τῆς τοῦ μαρτίου πέμπτης καὶ εἰκοστῆς· ἐν δὲ τοῖς Φιλίππου τοῦ Ἀριδαίου περὶ μεσημβρίαν τῆς εἰκοστῆς τετάρτης αὐτοῦ· ἐν αἷς δ' ἡμέραις ὁ Χριστὸς ὑπὲρ ἡμῶν ἐθανατοῦτο τρίτην καὶ εἰκοστὴν διανύοντος αὐτοῦ, πολλῷ πρότερον πρὶν ἢ ἀνατεῖλαι τὸν ἥλιον, ἢ μᾶλλον εἰπεῖν περὶ μέσην ἐκείνην τὴν νύκτα· νῦν δ' ἐφ' ἡμῶν ἑπτακαιδεκάτην ἀνύοντος αὐτοῦ. οὐκ ἀκριβολογοῦμαι δ' οὔτε μὴν τὴν τῆς ἡμέρας ὥραν, οὔτε μὴν οὐδέ γε τὸ τῆς ὥρας μέρος. οὐ γὰρ ἀναγκαῖον νῦν, ὅτι μὴ διατριβὴ μὴ πάνυ τοι προσήκουσα τῇ χρείᾳ. ὥστ' ἔξεστι συλλογίζεσθαι τὴν τῶν μεταξὺ χρόνων διαφορὰν κἀντεῦθεν καὶ δι' ὅσων ἐτῶν ὀπισθόπους ὁ χρόνος ἡμέρᾳ μιᾷ γίνεται καὶ δι' ὅσων αὖθις ἑτέρᾳ μιᾷ καὶ ὁμοίως ἀεί. τοῦτο δ' οὐ παρὰ τὴν τοῦ ἡλίου γίνεται κίνησιν. ὁμαλὴν γὰρ ἐκεῖνος ἀεὶ ταύτην ποιεῖται καὶ ἀπαρέγκλιτον· ἀλλὰ παρὰ τὴν τῶν ἐνιαυσίων ἡμερῶν ἀπαρίθμησιν, ἣν σφαλερῶς αὐτοὶ ποιούμεθα. πρὸς γὰρ τοῖς τριακοσίοις ἑξήκοντα πέντε νυχθημέροις τίθεμεν καὶ ὁλόκληρον τέταρτον νυχθημέρου ἑνὸς, οὐκ ὀφείλοντες οὕτω. ὡς γὰρ ὁ μέγας φησὶ Πτολεμαῖος, τριακοσιοστοῦ δέοντος ἡμέρας μέρους δεῖ τοῦτο προστίθεσθαι καὶ οὐχ ὁλόκληρον· ὡς δ' ἔγωγε αὐτὸς ἐξακριβώσας εὗρον, μείζονος καὶ ἥκιστα τριακοσιοστοῦ τελέως, εἰ μὲν ἀσφαλῶς ἠκριβωσάμην· εἰ δὲ μὴ, σκέμμα τοῦτο τίθημι τοῖς ἔπειτ' ἀστρολόγοις. ἐγὼ γὰρ οὐ σχολάζω τοῦτο νῦν διασαφεῖν. ὅμως ἔστω κατ' ἐκεῖνον. ἧττον γὰρ λυμανεῖται τῷ λόγῳ πρὸς οὐ πάνυ τοι πολλοὺς τοὺς χρόνους διατρίβοντι. παρατηρητέον οὖν, ὡς κατ' ἐκεῖνον τὸν μέγιστον δηλαδὴ Πτολεμαῖον δι' ὅλων τριακοσίων ἐνιαυτῶν νυχθήμερον ὅλον συνάγεται. τὸ δ' εἰρημένον πολλοστημόριον τῆς ἡμέρας ἐν μὲν τοσούτοις ἔτεσι καὶ μάλα ἐπίδηλον ἤδη καθίσταται· ἐν δὲ τρισὶ καὶ τέτρασι καὶ πέντε καὶ δέκα καὶ τρὶς τοσούτοις, οὐκ ἂν δήπου, διὰ τὸ πάνυ βραχύτατον τῆς προσθήκης. ὅπερ δὴ καὶ κατ' ἐνιαυτῶν παραδρομὴν τοσούτων οἱ πρὸ ἡμῶν τὰ μετέωρα φροντισταὶ καὶ ἀστροθεάμονες ὑφαιρούμενοι ἀσφαλῶς τὸ τῆς ἰσημερίας νυχθήμερον εὕρισκον· κἀντεῦθέν γε μὴν ἀσφαλῆ καὶ τὴν τοῦ Πάσχα διόρθωσιν ἐποιοῦντο· καὶ τὸ τῆς διορθώσεως ταύτης ἐγίνετο μέχρι τοῦ ἐξ Ἀδὰμ ἑξακισχιλιοστοῦ τριακοσιοστοῦ ἔτους ἔγγιστα. τὸ δ' ἐξ ἐκείνου μέχρις ἡμῶν οὐκ οἶδ' ὅπως ἐῤῥᾳθυμημένον τὸ πρᾶγμα καὶ ἀδιόρθωτον ἔμεινε. καὶ νῦν ὀφείλοντες οἱ τῆς καθ' ἡμᾶς ἐκκλησίας ἄνθρωποι τὴν ἀρχὴν τῆς τοῦ Πάσχα παρατηρήσεως πρὸ τῆς τοῦ μαρτίου ἔγγιστα ποιεῖσθαι εἰκοστῆς, οἱ δ' ἐκ τῆς αὐτοῦ δευτέρας καὶ εἰκοστῆς ποιοῦνται, οὐκ ὀρθῶς γε ποιοῦντες τουτί. ἐπεὶ γὰρ οὐκ ἄλλοθέν ποθεν, ἢ τῆς πρὸς κριὸν ἡλιακῆς εἰσόδου τὰ τῆς ἰσημερίας ἀποφαινόμεθα, τὴν δέ γε πανσέληνον ὁμοίως οὐκ ἄλλοθέν ποθεν, ἢ τῆς τοῦ ἡλίου διαμετρικῆς ἀποστάσεως καὶ ἔτι γε τὸ Πάσχα τὸ νομικὸν οὐκ ἄλλοθέν ποθεν ἢ τῆς πανσελήνου· εὔδηλον ἄρα, ὡς τῆς ἰσημερίας μεταπεσούσης μετέπεσε καὶ τὰ τῆς πανσελήνου· καὶ ταύτῃ γε ἑπομένως συμπαρήλλαξε καὶ τὸ τῶν Ἰουδαίων Πάσχα, κἀκείνῳ δ' αὖ δήπου συμπαραλλάττειν χρεὼν καὶ τὸ ἡμέτερον. πρὸς γὰρ ἐκεῖνό γε ἀφορᾷ τὸ ἡμέτερον κἀκείνῳ τέτακται ἕπεσθαι οἱονεί τινι κρηπῖδι καὶ θεμελίῳ. ῥᾴδιον δ' ἂν εἴη βουλομένοις ἡμῖν ποιήσασθαι τὴν διόρθωσιν, βραχύ τι πλέον ἢ δύο νυχθημέρων ὑφαίρεσιν ποιησαμένοις. οὕτω γὰρ ἀνήκειν τοῖς μεταξὺ τοσούτοις ἔτεσιν ἡ τῆς ἀστρονομίας ἐπαγγέλλεται μέθοδος. τούτου δὲ μὴ γιγνομένου τὸ σφαλερὸν οὐ μικρόν. συμπίπτει γὰρ ἔσθ' ὅτε, καθὰ καὶ πολλάκις ἤδη γεγένηται, οἴεσθαι μὲν εἶναι πανσέληνον τὴν κυριακὴν καὶ πρώτην ἡμέραν τῆς μελλούσης ἑβδομάδος· οἴεσθαί γε μὴν τοῦτο ψευδές· γεγενῆσθαι γὰρ ἤδη πρὸ δύο νυχθημέρων κατὰ τὴν ἕκτην δηλαδὴ τῆς παρεληλυθυίας ἑβδομάδος ἡμέραν· κἀντεῦθεν σφαλλομένους ἄλλην ἀντ' ἄλλης περιμένειν κυριακὴν καὶ ποιεῖν τὴν ἀναστάσιμον ἑβδομάδα, ἑβδομάδα τῶν τοῦ Χριστοῦ παθημάτων. καὶ τὰ ἑξῆς τοῦ σφάλματος ἐντεῦθεν γνώριμα τοῖς ἅπασιν. ὅτι δ' οὐχ ἁπλῶς οὑτωσί πως οὐδ' εἰκῆ καὶ μάτην τὰ τοιαῦτα παρὰ τῶν θεμένων ἐτέθησαν, ἀλλ' ἕκαστα λόγον ἔχουσιν εὔλογον, δῆλον ἤδη ποιήσομαι. ἡ μὲν γὰρ μετ' ἰσημερίαν πανσέληνος τοῖς Ἑβραίων ζητεῖται παισίν· ἐπειδὴ τοιοῦτος καὶ ὁ καιρὸς ἐκεῖνος ἦν, καθ' ὃν τόν τε ἀμνὸν ἔθυσαν καὶ Αἴγυπτον ἔφυγον. ἡ μὲν γὰρ τότε ἰσημερία τῇ τοῦ μαρτίου ἐννάτῃ καὶ εἰκοστῇ γεγένηται· ἡ δὲ μετὰ τὴν ἰσημερίαν τότε πανσέληνος τῇ μετ' αὐτὴν ἑξῆς, ἥτις κατ' ἐκείνους ἦν τεσσαρεσκαιδεκάτη τοῦ Νισσάν· ὃς ἀντὶ τοῦ καθ' ἡμᾶς μαρτίου πρῶτος αὐτοῖς ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ ἀριθμεῖται. οὐ γὰρ ὁμοίως ἡμῖν οὐδ' ἀπὸ μιᾶς καὶ τῆς αὐτῆς ἡμέρας ποιοῦνται τὰς τῶν μηνῶν τε καὶ ἐνιαυτῶν ἀρχὰς Πέρσαι καὶ Ἀλεξανδρεῖς καὶ Αἰγύπτιοι καὶ πρὸς τοῖς ἄλλοις Ἰουδαίων παῖδες, ἀλλ' ὡς ἑτέρως ἕκαστοι. Ἀλεξανδρεῖς μὲν γὰρ πρὸ τριῶν ἡμερῶν τῆς πρώτης τοῦ καθ' ἡμᾶς σεπτεμβρίου τὴν ἀρχὴν τοῦ σφετέρου τίθενται ἔτους· Αἰγύπτιοι δὲ νῦν μὲν αὐτὴν, νῦν δ' ἑτέραν, καὶ ἄλλοτ' ἄλλην ἀεί· καὶ Πέρσαι δὲ καὶ Μῆδοι καὶ Ἰνδοὶ τούτοις τε πᾶσι καί σφισιν αὐτοῖς ἀλλήλοις ἀσύμφωνα. καὶ Ἰουδαῖοι δὲ ποτὲ μὲν τήνδε τοῦ καθ' ἡμᾶς μαρτίου, ποτὲ δ' ἑτέραν ἡμέραν, καὶ ἄλλοτ' ἄλλην ἀεὶ, ἀρχὴν τοῦ παρ' αὐτοῖς ποιοῦνται Νισσάν. ἀπὸ γὰρ συνόδου πρὸς σύνοδον τῶν δύο φωστήρων τὰς τῶν μηνῶν ἀριθμοῦντες περιόδους τὸν ἑαυτοῦ μεταξὺ τὴν ἠρινὴν ἰσημερίαν περιλαμβάνοντα πρῶτον καὶ ἀρχὴν τῶν ἄλλων ποιοῦνται μηνῶν καὶ Νισσὰν ὀνομάζουσιν, ἀόριστον τὴν οἰκείαν ἔχοντα ἀρχήν. φησὶν οὖν πρὸς Μωσέα πάλαι ὁ κύριος· «ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν πρῶτος ὑμῖν ἐστιν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ. τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτω ἕκαστος τῶν υἱῶν Ἰσραὴλ πρόβατον κατ' οἰκίαν. καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ μηνὸς τούτου· καὶ σφάξουσι πρὸς ἑσπέραν καὶ φάγονται. καὶ ποιήσετε τὴν ἡμέραν ταύτην νόμιμον αἰώνιον εἰς γενεὰς ὑμῶν.» ταῦτ' ἄρα καὶ εἰς ἀνάμνησιν τῆς ἡμέρας ἐκείνης ἐτήσιον ἀεὶ ποιοῦνται τὴν τοῦ Πάσχα πανήγυριν· οὐ μόνον δὲ, ἀλλὰ καὶ εἰς τύπον τῆς ἐκ τοῦ παρόντος πρὸς τὸν μέλλοντα αἰῶνα διαβάσεως κατὰ τὴν ἐξ Αἰγύπτου διάβασιν. ὅθεν καὶ ἀνεσπέρου τοῦ μέλλοντος ὄντος αἰῶνος ἀνέσπερον ἕτερον τρόπον εἶναι δεῖν φασι καὶ τὸ τῇδε τῇ πανηγύρει διακονοῦν νυχθήμερον. τοῦτο δὲ γίνεται πλησιφαές τε καὶ πανσέληνον τὸ πρὸς ἡμᾶς ἡμισφαίριον τῆς σελήνης ἐχούσης. τὴν γὰρ τοῦ ἡλίου τηνικαῦτα δύσιν ἡ τῆς σελήνης εὐθὺς ἀνατολὴ διαδέχεται καὶ οὐδεμίαν ὥραν ἡμῖν ἐᾷ σκοτισθῆναι τὸν ὑπὲρ κεφαλῆς ἀέρα. ἦν μὲν τοίνυν καὶ τότε, ὡς εἰκὸς, πλησιφαὲς τὸ πρὸς ἡμᾶς αὐτῆς ἡμισφαίριον ἔχουσα ἡ σελήνη τῇ ἕκτῃ τῆς ἕκτης ἐκείνης ἡμέρας ὥρᾳ ὀγδοήκοντα καὶ ἑκατὸν τηνικαῦτα τοῦ ἡλίου ἀφισταμένη μοίρας. διά τοι τοῦτο καὶ τεράστιον ἔδοξε τοῖς ἀστρολόγοις καὶ ὑπὲρ λόγον ὁ λόγος τῆς τότε γενομένης ἡλιακῆς ἐκλείψεως. οὐ γὰρ φυσικός τις εἵπετο ταύτῃ λόγος. ἐν γὰρ μιᾷ τοῦ ζωδιακοῦ γενομένων μοίρᾳ τῶν δύο φωστήρων αἱ φυσικαὶ τοῦ ἡλίου τελοῦνται ἐκλείψεις, ὑποτρεχούσης τῆς σελήνης τὸν ἥλιον. ὀγδοήκοντα δὲ καὶ ἑκατὸν διϊσταμένην μοίρας τὴν σελήνην ὀπισθοδρομῆσαι καὶ ὑποδραμεῖν τὸν ἥλιον, τοῦτο δ' ὑπὲρ πάντα φυσικὸν ἐτελεσιουργήθη λόγον. ὅθεν καὶ πρό γε πάντων ἀστρονόμοι τὸ θαῦμα διὰ θαύματος ἤγαγον καὶ θεὸν εἶναι τὸν πάσχοντα ἔφασαν. τοῖς γὰρ ἀμαθέσιν οὐδὲ τεράστιον ἔδοξεν, ἀλλ' εἰωθὸς τοῖς πλείστοις ἔτεσιν. ἐν ἐκείνῃ τοίνυν τῇ πανσελήνῳ καὶ τὸ Πάσχα τοῖς Ἰουδαίοις ἐθύετο· ἐν ἐκείνῃ δέ γε καὶ τὰ τῆς ἰσημερίας ἦν· ἐν ἐκείνῃ δὲ καὶ ὁ σωτὴρ, ὡς ἔφημεν, ὑπὲρ ἡμῶν ἐθανατοῦτο. γνώριμον δὲ δήπου τοῖς ἅπασιν, ὡς τρίτη μὲν ἦν μετὰ τὴν νομικὴν ἐκείνην ἑορτὴν, ἐν ᾗ τὸ τῆς θεϊκῆς ἡμῖν ἀναστάσεως μυστήριον ἐγεγένητο· καὶ ὡς πέμπτην καὶ εἰκοστὴν τηνικαῦτα ὁ μάρτιος ἤνυε μήν. ἃ δὴ δύο ὄντα ἐν ταὐτῷ, τήν τε τοῦ μηνὸς ἡμέραν δηλαδὴ καὶ τὸ τῆς ἀναστάσεως μυστήριον, διχῆ καὶ τριχῆ καὶ πολλαχῆ διελόμενοι τὸ τῶν εὐσεβῶν σύστημα οἱ μὲν τὴν τοῦ μηνὸς ἡμέραν νόμιμον αἰώνιον ἦγον ἑξῆς ὑπηρέτιν τῆς ἡμῶν πανηγύρεως· οἱ δὲ τὴν τοῦ νομικοῦ Πάσχα πανήγυριν πρότερον ἀνιχνεύοντες εἶτα τὴν ἐξ ἐκείνης τρίτην ἑόρτιον ἦγον τοῦ καθ' ἡμᾶς μυστηρίου· κἀντεῦθεν ἀνέορτον καὶ τὸ τῆς ἑορτῆς ἐφαίνετο καὶ οὐ μικρόν τι τὸ στασιάζον καὶ ἀτακτοῦν τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ ἐπήγετο. εἰ μὲν γὰρ ἀεὶ τὴν ἐκ τοῦ νομικοῦ Πάσχα τρίτην ἐν ταὐτῷ συνέπιπτε καὶ πέμπτην εἶναι τοῦ μηνὸς καὶ εἰκοστὴν, βέλτιον ἂν ἦν καὶ ὁμήγυρις ἦν ἡ πανήγυρις. ἐπεὶ δὲ τὸ μὲν συμπίπτειν ἀμφότερα πάνυ τοι σπάνιον καὶ μόγις που διὰ πλείστων ἐτῶν· τὸ δὲ διεστάναι θάτερον θατέρου, τοῦτο δὲ μικροῦ διηνεκὲς καὶ ἐτήσιον· οἱ μὲν ἔφθανον τὴν μετ' ἰσημερίαν πανσέληνον, οἱ δ' ὑστέριζον. ἄλλοι δὲ χαίρειν φάσκοντες ἰσημερίας καὶ ἀμνοὺς καὶ θύματα καὶ πάντα νόμιμα ἔθιμα μόνην τὴν τεσσαρακονθήμερον ἐξαριθμοῦντες ἤνυον νηστείαν, ὅποι τε καὶ ὅπως τύχοιεν. ἐντεῦθεν καὶ σύγχυσίς τις καὶ κυκεὼν ἦν καὶ γλωσσῶν, ὡς εἰπεῖν, μερισμὸς ἐφ' ἑνί τινι πράγματι. ἦπου γὰρ εἰκὸς, τοὺς μὲν ἀσιτίαν ἀσκεῖν καὶ συμπαθεῖν τοῖς τοῦ σωτῆρος πάθεσι· τοὺς δὲ τρυφᾷν καὶ τοῖς ἐκείνου ἐπινικίοις συνήδεσθαι· καὶ τὸ καλὸν οὐ καλῶς ἑκατέρους ἐπιτελεῖν, πολλὰ ποιοῦντας τὸ ἓν καὶ διασπῶντας τὴν τῆς ἐκκλησίας ὁμόνοιαν καὶ τὸν καλῶς ἀλληλουχούμενον μεριζομένους σύνδεσμον. τοῦτο τοίνυν οὕτω τεμνόμενον καὶ οὕτω διασπώμενον οἱ τῆς εὐσεβείας πρόβολοι καὶ θεῖοι συνιδόντες διδάσκαλοι θεσπίσμασι κανονικοῖς ὡσπερεί τισι χαρακώμασι περιφράττουσι, μηδένα πιστὸν πρό γε τῆς ἠρινῆς ἰσημερίας τελεῖν τὴν τῆς ἀναστάσεως νομοθετήσαντες πανήγυριν· ἀλλ' ἐν κυριακῇ τῇ ἐφεξῆς μετὰ τὸ Ἰουδαϊκὸν Πάσχα, τῇ μετὰ πανσέληνον δηλαδὴ τῇ μετ' ἰσημερίαν. ταῦτ' ἄρα καὶ χρεὼν πάντα πιστὸν σὺν ἀκριβείᾳ ζητεῖν τὴν μετ' ἰσημερίαν πανσέληνον, εἰ βούλοιτο μὴ παραβαίνειν τὰ τῆς ἐκκλησίας θεσμά. ταύτης γὰρ λανθανούσης ἕπεται λανθάνειν καὶ τὴν ἡμῖν ὀφειλομένην ἡμέραν ἑόρτιον καὶ ὥσπερ ἐν ἀδήλῳ πελάγει ναυαγεῖν ἡμᾶς ἴσα γε πλανωμένῃ νηῒ, ἣν ἀπολαβοῦσαι νύκτες καὶ χειμῶνες τάς τε ἀγκύρας ἐξέκοψαν καὶ αὐτὴν τῆς προσηκούσης μάλα ἀπήλλαξαν καταγωγῆς.
(Γ.) Τούτων οὕτω λεχθέντων καὶ οὕτω διατρανωθέντων προσήκατο μὲν καὶ ἥσθη τῇ ἀποδείξει ὁ βασιλεύς· τάχα δ' ἂν καὶ ἐμέλλησε τὴν διόρθωσιν αὐτίκα ἐπενεγκεῖν· ἀλλ' ἵνα μὴ τοῦτο σύγχυσις μᾶλλον τοῖς ἀμαθέσι φανῇ καὶ μερισμὸν ἐπαγάγῃ τῇ ἐκκλησίᾳ, σεσιγημένον ἀφῆκε τὸ πρᾶγμα καὶ ὅλως ἀνεπιχείρητον. μηδὲ γὰρ ἂν εἶναι ῥᾴδιον ἔφησεν, ἅπαντας ἐν ταὐτῷ τοὺς ἀνὰ πᾶσαν ἤπειρον καὶ νῆσον ὁμοφύλους διαδραμεῖν καὶ πεῖσαι μεταμαθεῖν τὴν διόρθωσιν· μερίζεσθαι δ' αὖ καὶ ἄλλους ἄλλην πανηγυρίζειν καὶ ἑτέραν ἑτέρους ἄγειν ἑόρτιον, τοῦτο δ' οὐ σφόδρα χρηστόν. ὥστ' ἐξ ἑκατέρων θάτερον κουφότερον ἐφάνη, κεῖσθαι τὰ τοῦ πράγματος ὡς ἔκειτο καὶ μένειν ὡς ἔμενεν μέχρις ἡμῶν. ἐμοὶ δὲ τοὐναντίον μᾶλλον ἐδόκει κουφότερον. τὸ γὰρ τοὺς ὁμοφύλους ἅπαντας καθάπαξ πεῖσαι τῇ διορθώσει συνθέσθαι, εἰ μὴ ῥᾴδιον χρόνῳ ἑνὶ, ἀλλὰ δυσὶ καὶ τρισὶ ῥᾴδιον ἂν ἦν· ὥσπερ κἀν τοῖς πρὸ ἡμῶν, ὡς ἔφημεν, πάλαι πολλάκις γεγένηται. ἀλλὰ δι' ἣν ἔφθημεν εἰρηκότες αἰτίαν τὸ τοῦ βασιλέως τέως ἐκράτησε δόγμα μᾶλλον ἢ τὸ ἡμέτερον. ἀλλὰ τούτων μὲν ἅλις.

ιδʹ. Μετὰ δὲ ταῦτα ἐλθὼν ὁ βασιλεὺς εἰς Βυζάντιον ἐστέφθη φεβρουαρίου ἡμέρᾳ δευτέρᾳ τῆς ὀγδόης ἰνδικτιῶνος. συνέβη δ' ἀπερχομένοιν τοῖν δυοῖν βασιλέοιν ἐς τὸ μέγα τῆς τοῦ θεοῦ Σοφίας τέμενος τῆς στεφηφορίας ἕνεκα πεσεῖν τὸν γηραιὸν βασιλέα ξύν γε τῷ ἵππῳ ὀλισθήσαντι εἰς τελματώδη λίμνην τινὰ κατὰ τὴν ὁδὸν ἐξ ὀμβρίων ὑδάτων συστᾶσαν· καὶ ἔδοξε τὸ τοιοῦτον σύμπτωμα τοῖς συνετωτέροις οὐκ ἀγαθὸς ὄρνις εἶναι τῷ πεπτωκότι.
(Β.) Ἐς δὲ τοὐπιὸν ἔτος ἀπῄει συζευχθησομένη τῷ Κράλῃ Σερβίας ἡ θυγάτηρ τοῦ πανυπερσεβάστου. μετὰ βραχὺ δ' ἀπῄει πρὸς αὐτὴν θεωρίας ἕνεκα καὶ ἡ μήτηρ αὐτῆς. μετὰ μικρὸν δὲ καὶ ὁ πανυπερσέβαστος οὐκ ἐθέλων ἔτι ὑπὸ βασιλεῖ εἶναι, ἀλλ' ἑαυτῷ περιποιήσασθαι βασιλείαν, ἅτε δηλαδὴ κλῆρον οὖσαν αὐτῷ πατρικὸν, ἀφεὶς τὴν τῆς Θεσσαλονίκης ἐπιτροπὴν καὶ διοίκησιν ᾤχετο καὶ αὐτὸς ἀπιὼν ἐς Κράλην τὸν γαμβρὸν αὐτοῦ, σύμμαχον αὐτὸν ληψόμενος τῷ σκοπῷ τοῦ τοιοῦδε βουλεύματος. ὑφ' οὗ προσδεχθεὶς ἐξῆλθεν ἅμα αὐτῷ καὶ πᾶσαν τὴν ἄχρι Στρυμόνος τοῦ ποταμοῦ καὶ Σεῤῥῶν ἐληΐσατο χώραν. ὅθεν ὁ γηραιὸς βασιλεὺς διὰ δέος μειζόνων κακῶν ἀπέστειλε πρεσβείαν πρὸς αὐτὸν καὶ ἅμα τῇ πρεσβείᾳ καὶ τὰ τοῦ Καισαρικοῦ ἀξιώματος σύμβολα. ἅπερ ἐν τῷ τῶν Σκοπίων πολιχνίῳ δεξάμενος ἐκεῖνος ἐφόρεσε καὶ εἰρηνεύειν ὑπέσχετο τοῦ λοιποῦ καὶ μηδὲν ἔτι πλέον ζητεῖν. ἔμελλε δὲ ἤδη καὶ ἐς Θεσσαλονίκην ἐπανελθεῖν, ἀλλὰ νόσῳ δεινοτάτῃ ληφθεὶς μετὰ βραχείας ἡμέρας ἐκεῖ τὸ πέρας τοῦ βίου ἐδέξατο. Καισάρισσα δὲ ἡ γυνὴ αὐτοῦ ποθοῦσά τε συνεῖναι τῇ θυγατρὶ καὶ τῷ γαμβρῷ καὶ πρός γε αἰδουμένη Ῥωμαίους διὰ τὰ συμπεσόντα τῷ ἀνδρὶ αὐτῆς οὐκ ἤθελεν ἐκεῖθεν ἐξελθεῖν. ταῦτ' ἄρα ἀναγκασθεὶς ὁ πατὴρ αὐτῆς κεκίνηκε τὸν βασιλέα πρεσβείαν πρὸς τὸν Κράλην ποιήσασθαι περί τε καταστάσεως ἄλλης τῶν Ῥωμαϊκῶν πραγμάτων καὶ περὶ τῆς Καισαρίσσης, ὅπως οἴκαδε ἀναγκάσῃ ταύτην ἐπανιέναι.
(Γ.) Τότε τοίνυν ἀπεστάλην κἀγὼ πρέσβυς ἐς Κράλην σύν τε ἄλλοις καὶ τῷ ἀδελφῷ αὐτῆς δι' ἃς ἔφθημεν εἰρηκότες αἰτίας. ἐπειράθημεν δὲ οὐκ ὀλίγων ἐν τῇ ὁδῷ τῶν δεινῶν, φήμης τε μελλούσης Σκυθικῆς ἐφόδου διατρεχούσης καὶ θορυβούσης τὴν Θρᾴκην καὶ διωκούσης ἐκ τῆς χώρας ἐς τὰ φρούρια τοὺς ἀνθρώπους καὶ τοὺς οἴκους ἐρήμους ποιούσης, ἐφ' ὧν ἡνίκ' ὀψὲ εἴη καταλύειν ἡμᾶς ἐχρῆν καὶ τὸν ἐκ τῆς ὁδοῦ μόχθον ἀποτρίβεσθαι. καὶ τὰ μὲν ἄχρι Στρυμόνος συμπεπτωκότα ἡμῖν ἐῶ. ἐκεῖσε μὴν γενομένοις ξυνηνέχθη τι καὶ παθεῖν ἡμᾶς πλέον ἀκοῆς μάλιστα πάντων ἄξιον, ὁπόσα λύπης καὶ γέλωτος φέρει σπονδὰς ἐν ἀνθρώπου ψυχῇ. ἀβουλίᾳ γάρ τοι τοιαύτῃ χρησαμένοις, ὁποία καὶ Δημοκρίτου μάλα τοι γελῶντος ἐρῴη ἂν, ἐς τοιοῦτον συνηλάθη κίνδυνον ἡμῖν τὰ ἡμέτερα, ὁποῖος καὶ Ἡρακλείτου μάλα γέ τοι δακρύοντος ἐρῴη ἄν. ἴσασι γὰρ ἅπαντες πεζοῖς καὶ ἱππόταις ἀνδράσιν ἄπορον ὄντα Στρυμόνα τὸν ποταμόν· ὅτι καὶ μέγιστος ἐπεφύκει ὁπόσοι Θρᾴκην καὶ Μακεδονίαν τέμνοντες ἔς τε Ἑλλήσποντον καὶ Αἰγαῖον ποιοῦνται τὰς ἐκβολάς. τίκτουσι γὰρ αὐτὸν τὰ ὑπερκείμενα μέγιστα ὄρη, ἃ κατὰ τὸ συνεχὲς παρατείνει μέχρι τοῦ Ἰονίου πελάγους ἐκ τοῦ πόντου ἀρξάμενα τοῦ Εὐξείνου, ὁρίζοντα μὲν πρὸς μεσημβρίαν καὶ νότον ἄνεμον Θρᾴκην καὶ Μακεδονίαν, πρὸς δ' ἄρκτους τάς τε Μυσῶν χώρας καὶ ποταμὸν τὸν Ἴστρον· ὃς καὶ αὐτὸς μέγιστος ὢν ἢ πάντες, ὅσοι τὴν Σκυθικὴν ἐπίασι, πέντε στόμασιν ἐς τὸν Εὔξεινον ἐκδίδοται πόντον. τοῦτον οὖν τὸν Στρυμόνα ἐκ τοιούτων πηγῶν ἀνίσχοντα καὶ οὕτω βαθυδίνην γιγνόμενον ἀκατίῳ ἑνί τινι πάνυ σμικρῷ διαπεραιούμενοι καθ' ἕνα που ἢ καὶ σύντρεις ἐνίοτε ξύν τε ὑποζυγίοις αὐτοῖς πολλήν τινα τὴν ἡμέραν κατηναλώκειμεν. ὁ γὰρ τῶν ὑποζυγίων καὶ ἡμῶν αὐτῶν ἀριθμὸς εἰς τὸ διπλάσιον ἢ καθ' ἑπταπλάσιον δεκάδα ἦν ἀνηγμένος. ὁ δ' ἥλιος τὸν ἡμέτερον παραλλάξας μεσημβρινὸν ἔς τε δύσιν καὶ ὁρίζοντα τὸν ἑσπέριον ᾔει. καὶ δέον ὂν σταθμῷ χρήσασθαι καὶ καταλύειν αὐτοῦ που, ἡμεῖς δ' ἁμαρτόντες ὁδῷ ἔτι ἐχρώμεθα, ἐλπίσαντες πάντως καταγωγίοις ἀποχρῶσιν αὐτίκα ἐντεύξεσθαι, πρὶν ἢ πεντεκαίδεκα σταδίων ἔχειν ἀνύτειν ἐς τὸ πρόσω ὁδόν. ἦν δὲ ἄρα τὰ τῶν ἐλπίδων οὐ μάλα ἐπιτυχῆ. ἔφοδοι γάρ τινες λῃστρικαὶ συνεχείᾳ χρησάμεναι πρὸ μικροῦ τάχιστα τὸν τόπον ἔρημον ἐκεῖνον καὶ ἀτριβῆ πεποιήκεσαν. καὶ μέντοι καὶ ἐφερόμεθα καθάπερ τινὲς πλάνητες θεῷ τε καὶ ἀδήλοις ἐλπίσι τὰ ἡμέτερα ἀναρτήσαντες.
(Δ.) Νὺξ δ' ἐπὶ τούτοις παρῆν. δύσσετο γὰρ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί. ἡ δὲ σελήνη ἀπῆν. ἐς γὰρ τὸ περίγειον τοῦ ἑαυτῆς τὸ δεύτερον ἄρτι ἐληλυθυῖα ἐκκέντρου καὶ κατὰ τετράγωνον τῷ ἡλίῳ γενομένη σχηματισμὸν οὐ μάλα ἀκρονύκτους ἡμῖν ἐβούλετο χαρίζεσθαι τὰς αὐγάς. ταύτῃ τοι καὶ ᾔειμεν διὰ παχυτάτου τοῦ σκότους, καθάπερ οὓς διὰ τοῦ Ταινάρου τὰς ἐς ᾅδου καθόδους ποιεῖσθαί φασιν ἢ τὰ ὑπόγεια Τροφωνίου μαντεύματα. προσετίθετο γὰρ τῇ ἀσελήνῳ ἐκείνῃ νυκτὶ καὶ ἡ τῶν κυκλούντων λόφων σκιά. αἱ γὰρ σφῶν ὑπερβολαὶ παρὰ τοσοῦτο καὶ οὐρανοῦ τὴν θέαν ἡμᾶς ἀφῃροῦντο, παρ' ὅσον οὐδ' ἄστροις τὸ θρυλλούμενον τεκμαίρεσθαι σαφῶς τὴν δυστυχῆ πορείαν εἴχομεν ἐκείνην. αὐτὰρ ἔμοιγε κατεκλάσθη φίλον ἦτορ· οὕνεκά μοι ἰέναι ἐπῄει δολιχὴν ὁδὸν ἀργαλέην τε. λόχμῃ γὰρ ἐντυγχάνομεν πάνυ δασείᾳ καὶ ἀνωμάλῳ, συχνοὺς κατ' ὀλίγον ἐχούσῃ λόχους καὶ φάραγγας· ὅθι δὴ καὶ ἐς τοσοῦτον ἀμελῶς ἔσχομεν ἐς τὸ δαψιλὲς διαῤῥηγνυμένων τῶν ἡμετέρων τῶν τε πεδίλων τῶν τε χλαμύδων ταῖς τῶν ἀκανθῶν ἀνθολκαῖς, ὥστε περὶ τῶν ὄψεων αὐτῶν ἐδεδίειμεν, συχνοῖς καὶ ἀλλεπαλλήλοις τοῖς τῶν ἀκροδρύων βοστρύχοις χρώμενοι πολεμίοις τῶν ἡμετέρων προσώπων. καὶ μέντοι καὶ ἀμελήσαντες ἡνιῶν καὶ ῥυτήρων, οἷς τοὺς ἵππους ἰθύνομεν, σκέπην ἐποιούμεθα τὰς χεῖρας τῶν ὄψεων. τῆς γε μὲν ἑπομένης θεραπείας, οἷς οὐδὲ πάνυ τοι τῶν παρόντων ἔμελε φόβων, ἦσαν οἳ φωναῖς ἐχρῶντο καὶ μέλεσι τραγικοῖς· ᾖδον δ' ἄρα κλέα ἀνδρῶν, ὧν οἷον κλέος ἀκούομεν, οὐδέ τοι ἴδμεν. αἵ τε περὶ ἡμᾶς φάραγγες, καὶ ὅσα μεταξὺ κοῖλα τῶν πέριξ ὀρῶν, περιλαμβάνουσαι τὴν κραυγὴν καὶ ὥσπερ ἔμψυχοί τινες ἀκήρατον φυλάττουσαι ταύτην καὶ ἀπαθῆ καὶ τῶν ἄρθρων ὁμοίως ἔχουσαν κατὰ διαδοχὴν οἷον ἀντήχουν καὶ ἀντεφώνουν, ὥσπερ ἐν ταῖς χορείαις ἑπόμεναι καὶ αὗται καὶ ἀντᾴδουσαι πρὸς τὸ τοῦ μέλους ἐνδόσιμον. ἐγὼ δ' ἐν τούτοις ἀναφέρειν παρῄνουν τὸν λογισμὸν καὶ μὴ συχνοῖς περιαντλεῖσθαι τοῖς φόβοις. ὁ δ' οὐκ ἐπείθετο· ἀλλὰ δῆλος ἦν οὔτε τὴν ὁδὸν τῆς ἀκαιρίας ἀφιστάμενος λοιδορεῖν· αὐτός τε ἐφ' αὑτὸν συχνὰ ἀναστρέφων λόχους καὶ λωποδύτας ἀνεκύκλει καὶ ἄνδρας αἱμάτων, μήπως ἐξ ἀφανοῦς εἰσπεσόντες ἔργον ἡμᾶς ἀποφήνωσι ξίφους.
(Ε.) Οὐκοῦν ἀλλ' ἐν τούτοις ὄντων ἡμῶν ἐξαίφνης ἀνίστανταί τινες ἄνδρες τῶν ἐκεῖσε πετρῶν καὶ φαράγγων μελαίνας ἐσθῆτάς τινας περικείμενοι, αἵ εἰσιν ἐξ ἐρίων καὶ κωδίων, ἅττα ποτὲ ζώων ἀπεδύσαντο οἷς δήπου γ' ἐχρῆν· ἄντικρυς δαιμόνια φάσματα· πλὴν οὐ κατάφρακτοί τινες ὁπλῖται, ὅτι μὴ καθάπαξ ψιλοί· καὶ ἀγχέμαχά τινα ὄργανα ταῖν χεροῖν οἱ πλείους ἔχοντες, ὅσα ἐν λόγχαις εἰσὶ καὶ πελέκεσιν. ἦσαν δ' οἳ καὶ ὅσα ἐν τηλεβόλοις. καὶ τὸ μὲν πρῶτον ἐκπλήξει καὶ δέει καθυπέβαλον τὰ ἡμέτερα. πῶς γὰρ οὔ; ἐν τόποις ἀλλοτρίοις ὄντων καὶ ἀωρίᾳ τοιᾷδε καὶ γλώσσῃ πρὸς τούτοις οὐχ ἡμετέρᾳ χρώμενοι; Μυσῶν γὰρ ἄποικοι τῶν ἐκεῖσε προσοικούντων εἰσὶν ἀρχῆθεν οἱ πλείους καὶ τοῖς ἡμῖν ὁμοφύλοις ἀναμὶξ τὴν δίαιταν ἔχοντες. ἔπειτα ἀνεφέρομεν καὶ ἑαυτῶν ἐγιγνόμεθα αὖθις. ἠσπάζοντο γὰρ ἡμᾶς ἐκεῖνοι τῇ σφῶν διαλέκτῳ προσηνές τι καὶ ἱλαρόν· καὶ οὐδὲν οὐδαμῆ λῃστρικὸν ἐπεδείκνυντο· εἴτε πρὸς πολλοὺς ἡμᾶς ὀλίγοι καὶ βραχεῖς τινες ὄντες αὐτοὶ οὐκ ἀξιομάχους σφᾶς αὐτοὺς κρίναντες ἐς μοῖραν ἀντίπαλον καταστῆσαι· εἴτε καὶ θεοῦ κωλύσαντος· ὃ καὶ μᾶλλον τίθεμαι καὶ πολλοῦ δέω θάτερον. οἱ μὲν γὰρ ὄντες ἐγχώριοι καὶ τοῖς ἐκεῖσε προλοχίζειν ἐνέδρας ἐθάδες πρὸς ξένους ἡμᾶς ἐν οὕτω ζοφώδει τῇ ὥρᾳ καὶ ἅμα τὸ τῆς ὕλης συνηρεφὲς σύμμαχον ἄμαχον ἔχοντες τοιαύτην εἴπερ ἐβούλοντο τὴν μάχην ἐτέλουν ἂν, οἵαν καὶ βλέποντες ἂν πρὸς τυφλούς. ὅμως μέντοι τὴν ὁμοίαν ἐξ ἡμῶν καὶ αὐτοὶ πρόσρησιν ἀντειληφότες (ἦσαν γὰρ οἳ καὶ τῶν ἡμετέρων τῆς ἐκείνων γλώττης οὐ πάνυ τοι ἀδαεῖς ἦσαν) τὴν αἰτίαν ἐν βραχεῖ διῄεσαν τῆς σφῶν αὐτόθι διαίτης· ὡς φύλακες εἶεν τῶν ὁδῶν καὶ ὡς ἀποσοβοῖεν πάντα τινὰ τὸν βουλόμενον τὰς ἔγγιστα χώρας ἐπιόντα λάθρα ληΐζεσθαι. ἤδη δὲ καὶ τὸ τρίτον τῆς νυκτὸς παρεῤῥύη, ὡς ἔκ τινων οἳ ὑπὲρ κεφαλῆς ἦσαν ἀστέρες ἐτεκμαιρόμεθα. ἄρτι δὲ καὶ κυνῶν ὑλακαὶ προσέβαλον πόῤῥωθεν ἡμῖν, μονονουχὶ προσκαλούμεναι καὶ τὴν φέρουσαν κώμην δεικνύουσαι ὡς πολυάνθρωπον καὶ πόνῳ πολλῷ βαπτισθέντας ἀποχρῶσαν ξενίσαι ἀνθρώπους, εἰ καὶ ἥκιστα πάνυ τελέως, ἀλλ' οὖν οὐδὲ πάνυ τοι ἧττον ἢ τελέως. ἔνθα δὴ καὶ σπουδῇ προσελάσαντες καταγωγίοις ἄλλος ἄλλοσε διασπαρέντες ἐχρώμεθα, ὥσπερ ἐκ σάλου καὶ ναυαγίου ὅτῳ δήποτε περιτυχόντες λιμένι. εἰ δὲ καὶ ἡδὺν τῷ πεινῶντι πάντα τινὰ ἄρτον εἶναί φασιν, ἀλλὰ καὶ ἡμῖν τὸ ταῖς σποδιαῖς ἐγκαλινδεῖσθαι τέως ἡδύ τι καὶ φιλάνθρωπον ἐνομίζετο.
(Στ.) Τῇ δ' οὖν ὑστεραίᾳ πανημέριον ἀνύσαντες πορείαν ἔς τι γιγνόμεθα πολίχνιον, ὡς εἰπεῖν, ὑπερνέφελον, Στρούμμιτζαν οὕτω πως ἐγχωρίως καλούμενον, ὑψηλῷ τῷ ὄρει ἀπειλημμένον, ὥστε τοὺς ἐπὶ τῶν ἐπάλξεων καθημένους ἀνθρώπους ὀρνίθων τισὶν ἐοικέναι, εἴ τις κάτωθεν ἐκ τῆς πεδιάδος ὁρῴη. ἐνταῦθά γε μὴν καὶ τὸ θεῖον ἐτετελέκειμεν Πάσχα· ἀνιαρῶς μὲν καὶ παρὰ τὴν ἀρχῆθεν ἡμῖν συνήθειαν· ἐτετελέκειμεν δ' οὖν. λῆρος γὰρ τοῖς ἐκεῖ παίδευσις ἅπασα καὶ ῥυθμὸς καὶ μοῦσα ἐμμελὴς ἱερᾶς ὑμνῳδίας, βάρβαρον ἠσκηκόσι γλῶτταν ὡς τὰ πολλὰ καὶ ἤθη μάλα γέ τοι εὐφυῶς προσήκοντα σκαπάνῃ. οὐ γὰρ μιξοβάρβαρον μὲν, εὔρυθμον δὲ τὸν ἦχον προὔφερον, ἵνα τις ἦν καὶ αὐτὸς, ὥσπερ οἱ Μιξολύδιοι καὶ εἰ δεῖ λέγειν οἱ Μιξοφρύγιοι, ἀλλ' ὅλον βοσκηματώδη καὶ ὄρειον καὶ ὁποῖον ἂν οἱ νομάδων ᾄσαιεν παῖδες, ὁπότε πρὸς τὰς ῥαχίας καὶ τὰς νάπας τὸ ποίμνιον ἄγοιεν ὥρῃ ἐν εἰαρινῇ, ὅτε τε γλάγος ἄγγεα δεύοι. ἐπεί γε μὴν κατὰ χώραν αὐθημερὸν ἐμείναμεν τῇ τε ἑορτῇ νέμοντες καὶ καθήκοντα καὶ ἡμῖν μέρος ἀνέσεως καὶ ῥᾳστώνης, ἐκ τῶν τειχῶν προκύπτοντες ἄνωθεν ὥσπερ ἐκ νεφελῶν πρὸς τὴν πεδιάδα τά τε ἄλλα ὁπόσα ταῖς πανηγύρεσιν ἐπεκράτησε γίνεσθαι ἑωρῶμεν καὶ δὴ καὶ χορείας παντοδαπὰς ἀνδρῶν ἐφήβων τε καὶ ὅσοι ἥβης ἐλλιπεῖς. καὶ τοῦτο παρέσχεν ἡμῖν ἡ παροῦσα πανήγυρις ἀντ' ἄλλης ἀνέσεως καὶ τρυφῆς πολλῷ γε ἥδιον ἢ Ἀθηναίοις καὶ Σπαρτιάταις, ὁπότε γέ σφισιν ἐπῄει τελεῖν πρὸ τοῦ ἄστεος τοῖς μὲν τὰ Διάσια, τοῖς δὲ ἅ φασιν Ὑακίνθια. ἦν γὰρ ἡμῖν κομιδῇ συμμαχόμενον ἐς τὸ μᾶλλον ἐκείνων ἥδεσθαι τό,τ' εὐσεβὲς τό,τ' ἐν ὅροις ὑπερορίοις ἀπηρτημένους καὶ τῶν οἰκείων ὄντας ἐκδήμους ἐντυχεῖν καθάπερ ἐπὶ μεγάλου πελάγους οἱαδή τινι νήσῳ· ὁπότε καὶ τὰ τῆς εὐφροσύνης, ὁποῖά γε εἴη, πολλῷ πολλαπλάσια φαίνεται, ἤπερ ἐστὶν ἔς γε τὸ ὄν.
(Ζ.) Ἐκεῖθεν τριταῖοι ἐς τὸ τῶν Σκοπίων πολίχνιον καταλύομεν ἐν ὅροις ἤδη τῶν Τριβαλλῶν· οὗ παραψαύοντα καὶ τὸν Ἀξιὸν τεθεάμεθα ποταμὸν, ὃς μετὰ Στρυμόνα μέγιστος ἡμῖν ἔδοξεν, ἐξ ὀρῶν τῶν αὐτῶν ἐκείνῳ ῥηγνύμενος· οὐ τοσοῦτος δ' ὢν ἐκ πηγῶν εὐθὺς, ἀλλ' οὖν ἐς τὸ κάταντες ἰὼν καὶ ἄλλοις χειμάῤῥοις τὸ ῥεῦμα κοινούμενος καὶ ἐς Βαρδάριον μετατιθέμενος τοὔνομα ἤδη καὶ ναυσίπορος ἐνίοτε καὶ ἐνιαχοῦ καθίσταται. ἐνταῦθα καὶ τοῦ ῥηγὸς, ᾧ Τριβαλλοὶ πάντες ἕπονται καί οἱ μάλα ὑπείκουσι, τῇ πενθερᾷ ἐντυγχάνομεν, τῇ εὐγενεῖ Καισαρίσσῃ, σύμβολα τῆς ἔνδον ὀδυνωμένης ψυχῆς τοὺς πενθίμους περικειμένῃ χιτῶνας. ἦν γὰρ ἐπὶ νεαρῷ καὶ ἀκμάζοντι συγκεχυμένη τῷ πάθει· ᾧ καὶ πάνυ τοι πλείστην ἤδη κἀκ τῆς ἡμῶν θέας τὴν ῥοπὴν δεδωκυῖα ὅλη θρήνων καὶ τῶν δακρύων αὖθις ἐγίγνετο, συχνὰ ἐπιβοωμένη τὸν σύζυγον Καίσαρα, τὸν πολλῶν βασιλέων συγγενῆ, τὸν καλὸν, τὸν χρυσοῦν, τὸν γλυκὺν, τὸν πᾶσιν ἀγαθοῖς περιβρίθοντα· θάλασσαν εἶχε συμφορῶν τὴν καρδίαν καὶ πηγὰς δακρύων τοὺς ὀφθαλμούς· καὶ ὅλην κατεβάπτισεν ἑαυτὴν τοῖς τῶν θλίψεων κύμασιν, ἐν γῇ ἐρήμῳ καὶ ἀλλοτρίᾳ καὶ ἐπὶ ποταμοὺς, ὡς εἰπεῖν, Βαβυλῶνος, ἔρημος φίλων, γονέων, συγγενῶν, ἔσχατον ὁμοφύλων ἀνθρώπων, πάντων ὁμοῦ τῶν ὅσα δεξιοῦται ψυχὴν κατενηνεγμένην ὑπὸ σφοδρᾶς ἀθυμίας· «ἵνα τί,» λέγουσα, «δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς;» ταῦτα καὶ τὰ τούτοις ἑπόμενα λέγουσα ἐσπάραττε τὰς παρειὰς καὶ ῥύακας ἐντεῦθεν αἱμάτων ἐτρύγα ὄνυξι· μονονουχὶ καὶ τὰς ἀψύχους ἐκίνει φύσεις εἰς θρήνους καὶ δάκρυα. ἐντεῦθεν λόγοις ἡμεῖς ἐπειρώμεθα παραμυθητικοῖς, καθάπερ ὕδατι, τῆς ὀδύνης σβεννύειν τὴν φλόγα, ἔνθεν μὲν ὁ πάντ' ἄριστος αὐτῆς ἀδελφὸς, ἐκεῖθεν δ' οἱ συμπρέσβεις, καὶ νῦν μὲν ἐγὼ, νῦν δ' αὐτῶν ἕκαστος, νῦν δ' ὁμοῦ πάντες· ὥστε καὶ ἀναφέρειν ὀψὲ πεπείκαμεν ταύτην, οὐ τελέως μὲν, οὐδ' ὡς μάλα ἡμῖν δι' ἐφέσεως ἦν. πεπείκαμεν δ' οὖν. ἦν γάρ πως καὶ ἄλλως ἡ γυνὴ συνέσεως ἥκουσα ἐπὶ μέγιστον, ὁπόσας ὁ καθ' ἡμᾶς βόσκων τεθέαται χρόνος· ἀλλὰ δὴ καὶ ξυνιέναι ὀξύτατα καὶ νοῦν ἐνθέσθαι, εἴ τις ἐν καιρῷ συμβουλεύοι τὰ καίρια, δεινὴ πάντων μᾶλλον. καὶ δὴ καὶ τόθ', ἡμῶν χρωμένων ὁπόσα ἐχρῆν εἰς παραμυθίας λόγον, τοῦ μὲν σπαράττεσθαι καὶ δακρύειν ἐπεῖχεν· ἡ δὲ ψυχὴ αὐτῆς ἀπηνήνατο διὰ τὸ τῆς συμφορᾶς ὑπερβάλλον παρακληθῆναι· ἀλλ' ἐπὶ τῆς δεξιᾶς ἐρείσασα τὴν κεφαλὴν ὅλας συνῆγεν ἐντὸς τὰς αἰσθήσεις ἐς τὰ τῆς διανοίας μυστήρια· καὶ συχνὰ τὸ εἴδωλον ἐφ' ἑαυτῆς ἀναπλάττουσα τοῦ συζύγου καὶ τὰς παρούσας τύχας ἀνακυκλοῦσα ὅλη τῶν λογισμῶν ἦν, στρέφουσα τά τε ἄλλα καὶ ὅπως, ὡς εἰπεῖν, ὑπὲρ τὰς κέδρους ὑψωθεῖσα τοῦ Λιβάνου καὶ ὑπὲρ τὰ κρῖνα ἀνθήσασα τοῦ ἀγροῦ καὶ ἐνευτυχήσασα τῷ βίῳ μᾶλλον ἁπασῶν, ὅσσαι οἱ ὁμοῦ τράφεν ἠδ' ἐγένοντο, εἶτ' ἀπεῤῥύη ταχὺ καὶ τὸ ἄνθος ἐλεεινῶς εἶδε κειρόμενον ἑαυτῆς καὶ κομιδῇ μαραινόμενον. ταῦτ' ἄρα καὶ βύθιον ἐστέναζε, καθάπερ ἐκ μεγάλης καμίνου τῆς ἔνδον πικρίας καπνοὺς ἀναπέμπουσα ζέοντας καὶ φλογώδεις. τὸ δ' οὖν τελευταῖον ἐν τούτοις καὶ ὁ ἡμέτερος διελέλυτο σύλλογος καὶ ἐφ' οὗ κατέλυεν ἕκαστος ἀπηλλάττομεν.
(Η.) Ἡμέραι μεταξὺ παρεῤῥύησαν δέκα καὶ ἐπειδήπερ ἔγγιστα διατρίβων ἦν ὁ τῶν Τριβαλλῶν ἄρχων, τἄλλα τῆς πρεσβείας τετελεσμένα παραδοὺς τῶν πρέσβεων ἑνὶ καὶ ἀπιέναι κελεύσας ἧκεν ἅμα γυναικὶ παραμυθησόμενος τὴν αὐτὸς ἑαυτοῦ πενθερὰν καὶ τὸ λεῖπον τῇ πρεσβείᾳ προσαποδώσων. τουτὶ δὲ ἦν, προπέμψαι ξύν γε κόσμῳ καὶ ὅση ἀνήκουσα εἴη αἰδὼς, τοῦτο μὲν καὶ ὡς αὐτῆς κηδεστὴς, τοῦτο δὲ καὶ ὡς μεγάλου βασιλέως νύμφην, καὶ τρίτον ὡς περὶ τὰ καίρια δυστυχοῦσαν· ἃ πάντ' ἐν βραχεῖ διεπεπράχει, ὡς μὲν ἐκείνῳ ἐδόκει, καλῶς· τῇδ' ἀληθείᾳ πολλῷ τοῦ δέοντος ἐνδεῶς. ἀλλ' οἱ πίθηκοι, φησὶ, πιθηκίζοντες καὶ οἱ μύρμηκες μυρμηκίζοντες τὰ σφῶν ποιοῦσιν αὐτῶν· εἰ δὲ μὴ καὶ τὰ ἀετῶν καὶ ὅσα λέουσιν ἔθιμα δύνανται μὴ οὐ πρὸς αὐτῶν ἂν ὑπάρχῃ τουτὶ φαυλότητι φύσεως ἀρχῆθεν συντεθραμμένων καὶ ἀπουσίᾳ τοῦ εὖ τε καὶ τεταγμένως ἡνιοχήσοντος λογισμοῦ. ἦ σοφὸς ἦν ἄρ' ἐκεῖνος, ὃς πρῶτον ἐν γνώμῃ τόδ' ἐβάστασε καὶ γλώσσῃ διεμυθολόγησεν, εἴτε Θαλῆς ὁ Μιλήσιος ἦν, εἴτε Πλάτων ὁ Ἀρίστωνος, εἴτε καὶ ἄμφω, παρὰ θατέρου ἅτερος ἐκδεξάμενος, τό γ' ἑαυτὸν μακαρίζειν ἐκθύμως, ὅτι μὴ βάρβαρος, ἀλλ' Ἕλλην γεγένηται. ἰδοὺ γὰρ ἐκείνοις ὁμόστοιχα λέγειν ἐπῄει κἀμὲ βέβαιον τὸν νοῦν ἐκ τῆς πείρας ξυνειλοχότα. ἀλλ' ἵνα μὴ διατρίβωμεν, ἐπανιτέον ἡμῖν ἐκεῖσέ ἐστιν. ἐπειδὴ γὰρ ἐπανόδου ἦμεν ἡμμένοι, ἡμέρας διηνυκότες ὁδὸν εἶτα ἀπαλλαττόμεθα. τῇ μὲν γὰρ τῇ Καισαρίσσῃ σφόδρ' ἀναγκαῖον ἦν τὴν ἐς Θεσσαλονίκην ὁμοῦ τοῖς ἄλλοις ἰέναι, ὡς ἂν τὰς τελευταίας ἐπιτελέσειε τοῦ ἀνδρὸς ἐντολάς. φθάνει γὰρ ἐκεῖνος ἐπ' ἐσχάταις τοῦ βίου πνοαῖς ἐπισκήπτων, ἐντός που τῆς εἰρημένης μετακομισθῆναί οἱ πόλεως τὸν νεκρόν. ἐμὲ δ' αὐτὴ τῶν κατὰ βούλησιν ὅσα οἱ πρὸς βουλήσεως ἦν ἀναθεῖσα ὅσον τάχος τὴν ἐς Βυζάντιον ἀνύτειν ἀφῆκε, δοῦσα καὶ ὅντινα δὴ Τριβαλλῶν, ὃς διὰ τραχείας τινὸς ἡμᾶς ἀγαγὼν ἀνιαρὰν ἡμῖν προὐξένησε τὴν ἐπάνοδον.

ιεʹ. Ἐν τούτῳ τῷ χρόνῳ τελευτησάσης ἄπαιδος τῆς ἐξ Ἀλαμανῶν ἐλθούσης τῷ νέῳ βασιλεῖ γυναικὸς Εἰρήνης μεταπέμπεται δευτέραν ἐκ Λαμπαρδίας, ἣν καὶ μετωνόμασεν Ἄνναν· μεθ' ἧς καὶ παίδων ἐγεγόνει πατὴρ, ὡς εἰρήσεται προϊοῦσιν ἡμῖν.
(Β.) Ἀσχολουμένου δέ ποτε τοῦ βασιλέως περὶ τὰ κυνηγέσια περὶ Χεῤῥόνησον συνέβη ναυαγίῳ χρησαμένους ἑβδομήκοντα Τούρκους ῥιφῆναι περὶ Χεῤῥόνησον καὶ αὐτούς. οἳ δὴ καὶ ἀντέστησαν τοῖς περὶ τὸν βασιλέα μάλα τοι ἰσχυρῶς πολεμοῦντες μέχρι πολλοῦ· ὥστε καὶ πρὶν ἐκεῖ τελέως ἅπαντας κατακοπῆναι, οὐ μόνον πολλοὺς τῶν Ῥωμαίων τοῖς βέλεσιν ἐτραυμάτισαν, ἀλλὰ καὶ τὸν πόδα τοῦ βασιλέως· ὡς πολὺν διαγαγεῖν χρόνον ὀδυνώμενον ἐκ τῆς τοιαύτης πληγῆς. ἐν τούτοις τοῖς χρόνοις τῶν ἑῴων ἀμεληθέντων αἱ πλεῖσται πόλεις καὶ χῶραι τῆς Βιθυνίας ὑπὸ τοῖς Τούρκοις ἐγένοντο. ἡλώκει δὲ καὶ ἡ Προυσαέων τῷ λιμῷ πολιορκηθεῖσα πόλις.
(Γ.) Προσῆλθε δ' ἐν τούτῳ τῷ χρόνῳ τῇ καθ' ἡμᾶς ὀρθοδόξῳ ἐκκλησίᾳ καὶ ὁ τῶν Μανιχαίων διδάσκαλος, συνετὸς ὢν ἀνὴρ, καὶ τοὺς συνέσει διαφέροντας τῶν αἱρεσιωτῶν ἐπαγόμενος. οἳ δὴ καὶ πάσῃ προθέσει ψυχῆς ἐξομοσάμενοι τὰ τῶν ὁμοφύλων ἔθιμα τὸ θεῖον ἐδέξαντο βάπτισμα. ἐβουλόμην καὶ τὰ τῆς αἱρέσεως αὐτῶν ἐν τῷ παρόντι διεξελθεῖν δόγματα, ἵνα τοῖς ἀκούουσι γέλως εἴη· ἀλλ' ἐπειδήπερ αὐτά τε ταῦτα πολλοὶ πρὸ ἡμῶν βίβλοις παρέθηκαν καὶ ἀντιῤῥητικοῖς ἐχρήσαντο κατ' αὐτῶν λόγοις, ἡμεῖς δ' αὖ σπουδῇ πρὸς τὴν παροῦσαν χρήσασθαι ἱστορίαν προὐθέμεθα, ταῦτα παρέντες ἐκεῖσε ἐπανερχόμεθα.
(Δ.) Παρατηρῆσαι δ' ἄξιον τὰς τῶν μελλόντων δεινῶν προαναφωνήσεις. σημεῖα γὰρ ἐν τῇ ἀρχῇ τοῦ ἔτους εὐθὺς φανῆ ναι συνέβη, ἱκανὰ τὴν ἐν τῷ αὐτῷ ἔτει παραστῆσαι γενησομένην κάκωσιν. ἀρχομένου γὰρ τοῦ ἑξακισχιλιοστοῦ ὀκτακοσιοστοῦ τριακοστοῦ ἕκτου ἔτους εὐθὺς τῇ πρώτῃ τοῦ σεπτεμβρίου ἡμέρᾳ γέγονε τελεία τῆς σελήνης ἔκλειψις. ἧς ἡ μὲν ἀρχὴ τῆς ἐκπτώσεως γέγονεν ἔτι νυκτὸς οὔσης· τὰ δὲ ἑξῆς τοῦ τοιούτου ἐκλειπτικοῦ πάθους μέχρι τοῦ τῆς ἀνακαθάρσεως τέλους γέγονεν ἀνατείλαντος μὲν τοῦ ἡλίου, τῆς δὲ σελήνης ὑπὸ γῆν καλυφθείσης. προανεφώνει δὲ τὸ σημεῖον δόλους λαθραίους μὲν, οὐκ ἀνυπόπτους δὲ, ἐπὶ συγχύσει μεγάλῃ τῶν κοινῶν συσκευαζομένους πραγμάτων. περὶ δὲ τετάρτην ὥραν τῆς αὐτῆς ἡμέρας τῶν θείων εἰκόνων κατὰ τὸ πάλαι κρατῆσαν ἔθος συναθροισθεισῶν ὁμοῦ τῷ βασιλεῖ καὶ πατριάρχῃ καὶ τοῖς ἀρχιερεῦσιν ἐπὶ τοῦ πορφυροῦ κίονος, ἐφ' οὗπερ ὁ θεῖος ἵδρυται σταυρὸς, καὶ τῆς ἱερᾶς τελουμένης ὑμνῳδίας χοῖρός ποθεν ἐκδραμὼν εἰσεπήδησεν ἐξαπίνης ἐν μέσῳ τῷ τῶν ψαλλόντων χορῷ πολλῷ τῷ τέλματι βεβρεγμένος· καὶ πολλὰς ἔνθεν κἀκεῖθεν ἀτάκτους περιφορὰς ποιησάμενος μόλις ἐξῆλθε. καὶ ἔδοξε τοῦτο τοῖς συνετωτέροις σύγχυσιν τῆς τοῦ θεοῦ ἐκκλησίας μερικήν τινα προσημαίνειν. ἐγένετο δὲ καὶ μετὰ μῆνας ἓξ ἔκλειψις αὖθις τοῦ σεληνιακοῦ φωτός· καὶ ἦν τὸ χρῶμα τῆς καλυπτούσης τὴν σελήνην σκιᾶς οἷον νεφῶδες καὶ μέλαν· καὶ ἀρξάμενον ἀπὸ τῶν νοτίων μερῶν αὐτῆς ἐκάλυψεν αὐτὴν ἄχρι τῶν δέκα δακτύλων· ὃ δὴ καὶ ἐδήλου τὴν ἀπὸ τῶν νοτίων μερῶν τῆς τῶν Ῥωμαίων ἡγεμονίας μετ' ὀλίγον ἄρξεσθαι μέλλουσαν κάκωσιν. ἐφάνη δὲ μετὰ βραχὺ καὶ ἕτερον ἐν οὐρανῷ σημεῖον. περὶ γὰρ σταθερὰν μεσημβρίαν τοῦ ἡλίου τυγχάνοντος ἐφάνη περὶ τὰ ἑσπέρια μέρη τοῦ οὐρανοῦ νέφος εἰς τύπον σταυροῦ πολὺν ἐπέχοντος τόπον τοῦ οὐρανίου σώματος, ἐκ λευκοῦ καὶ μέλανος ὥσπερ συγκεκραμένον χρώματος. ἀλλ' ἐπαναληπτέον ἐκεῖθεν.
https://byzantium.gr/

ΛΟΓΟΣ Θ’.

αʹ. Ὁρῶντες οἱ περὶ τὸν βασιλέα τὸν νέον Ἀνδρόνικον εἰς χρόνου μῆκος ἐκτεινόμενον ἔτι τὸν βίον τοῦ βασιλέως καὶ μὴ δυνάμενοι φέρειν ὑπὸ μικροψυχίας τὸν τῆς ἀρχῆς μερισμὸν, ἀλλ' ὅλην τὴν ἐξουσίαν εἰς ἑαυτοὺς μετενεγκεῖν σπεύδοντες, ἐβουλεύσαντο δόλοις καὶ πανουργίαις τισὶν ἢ τὸ σχῆμα τῆς βασιλείας αὐτοῦ καθάπαξ ἀφελέσθαι, ἢ μετὰ τοῦ σχήματος καὶ αὐτό γε τὸ ζῇν. καὶ δὴ λοιπὸν ἅπαντ' ἐποίουν ἑξῆς μηδὲν μελλήσαντες, ὅσα πρὸς τὸ βούλευμα συνεργά τε καὶ ἀνύσιμα ἦσαν.
(Β.) Καὶ πρῶτα μὲν διαπρεσβεύονται πρὸς Μιχάηλον, τὸν διαδεξάμενον τὴν ἀρχὴν τῶν ἐντὸς Ἴστρου Βουλγάρων μετὰ τὸν Σφενδοσθλάβου θάνατον, περὶ σπονδῶν βεβαίων καὶ μὴ ῥᾷστα λυομένων. ὁρῶν γὰρ ὁ νέος Ἀνδρόνικος τὸν Κράλην Σερβίας τῷ γηραιῷ βασιλεῖ μάλα προσκείμενον διὰ τὸ νεωστὶ γεγενημένον περὶ τὴν τοῦ Καίσαρος θυγατέρα κῆδος καὶ δείσας, μὴ ἐμποδὼν αὐτῷ περὶ τὰ νέα βουλεύματα γένοιτο, προστίθεται οὗτος τῷ Μιχαήλῳ, ἅτε καὶ ἐπ' ἀδελφῇ πρὸ βραχέος γαμβρῷ γενομένῳ· ταύτην δὴ λέγω τὴν τοῦ Σφενδοσθλάβου γυναῖκα. ἐγκρατῆ γὰρ τῆς ἀρχῆς τῶν Βουλγάρων αὐτὸν καταστάντα καὶ πρὸς εὐγενεστέρους εὐθὺς ἀποβλέψαι γάμους συνεπεπτώκει. ὅθεν καὶ τὴν προτέραν ἀποβαλόμενος σύζυγον, μεθ' ἧς καὶ παίδων ἐγεγόνει πατὴρ (ἀδελφὴ δὲ ἦν αὕτη τοῦ τηνικαῦτα Κράλη Σερβίας), τὴν τοῦ βασιλέως ἀδελφὴν ἀντ' ἐκείνης, ὡς εἰρήκειμεν, ἐν τῷ Τερνέβῳ χηρεύουσαν εὑρηκὼς εἰς γάμου κοινωνίαν ἠγάγετο. κατὰ γοῦν τοῦτον τὸν χρόνον τῷ Διδυμοτείχῳ ἐπιδημούσης καὶ τῆς δεσποίνης τῆς τοῦ βασιλέως μητρὸς πέμπονται πρέσβεις ἐς τὸν Μιχάηλον, ἐροῦντες ἐλθεῖν αὐτὸν ὁμοῦ τῇ συζύγῳ πρός τε τὸν βασιλέα καὶ τὴν τῆς συζύγου μητέρα τὴν δέσποιναν πολλῶν ἕνεκα. τήν τε γὰρ δέσποιναν διὰ μεγίστης ἐφέσεως ἔχειν διὰ πλείστων ἤδη τῶν χρόνων τὴν θυγατέρα θεάσασθαι. εἶναι γὰρ ὑπὲρ τὰ τρία καὶ εἴκοσιν ἔτη, ἀφ' οὗπερ εἰς ὄψιν ἀλλήλαις ἐλθεῖν ἥκιστα ἐξεγένετο· τόν τε αὖ βασιλέα ποθεῖν μὲν καὶ αὐτὸν τὴν ἀδελφὴν θεάσασθαι μήπω πρότερον θεασάμενον· ποθεῖν δ' οὖν καὶ τὸν αὐτῆς θεάσασθαι σύζυγον, τοῦτο μὲν καὶ ὡς γαμβρὸν, τοῦτο δὲ καὶ ὡς τῶν ἀποῤῥήτων ἐθέλειν λαβεῖν κοινωνόν.
(Γ.) Τούτων τοίνυν οὕτως ἐχόντων ἐπιδημεῖ τῷ Διδυμοτείχῳ μετὰ τῆς συζύγου ὁ Μιχάηλος καὶ λαμπραῖς ταῖς φιλοφροσύναις καὶ δεξιώσεσιν ἐντυγχάνει πρός τε τοῦ βασιλέως καὶ τῆς δεσποίνης ἰδίᾳ τε καὶ δημοσίᾳ ἐπὶ συχναῖς ταῖς ἡμέραις, ἐν αἷς δὴ καὶ συνθῆκαι παρ' ἑκατέρων προῆλθον· τοῦ μὲν, τῷ βασιλεῖ συμμαχεῖν κατὰ τοῦ βασιλέως καὶ πάππου· τοῦ δὲ, τῷ Μιχαήλῳ κατὰ τοῦ Κράλη Σερβίας· καὶ εἰ τῆς ὅλης Ῥωμαίων ἡγεμονίας ἐγκρατὴς κατασταίη καθελὼν τῆς ἀρχῆς τὸν βασιλέα καὶ πάππον, χρήματά τε παρέξειν πολλὰ καὶ γῆς κληρουχίας καὶ πόλεων ἐκ τῆς τῶν Ῥωμαίων ἡγεμονίας· τοῦτο μὲν καὶ ὡς γαμβρῷ προικὸς ἕνεκα, τοῦτο δὲ καὶ ὡς συμμάχῳ τῶν πόνων ἕνεκα. τούτων οὕτω καταστάντων ὁ Μιχάηλος μετὰ τῆς συζύγου ἐς τὴν οἰκείαν αὖθις ἀπῄει ἀρχὴν, συχνῶν πρὸς τῆς δεσποίνης καὶ πενθερᾶς ἀπολελαυκὼς τῶν χαρίτων καὶ δωρεῶν καὶ χρηστοτέρων ἐπαγγελιῶν ἐς τοὐπιόν.
(Δ.) Τῷ μέντοι νέῳ βασιλεῖ ταῖς τοιαύταις ἤδη θαῤῥήσαντι καταστάσεσιν, ὁρῶντι δὲ καὶ τοὺς δήμους τῶν πόλεων τῶν τε ἄλλων καὶ τῆς βασιλευούσης αὐτῆς αὐτῷ προστιθεμένους καὶ λάθρα τὴν ἔφοδον αὐτοῦ κατεπείγοντας (κόρον γὰρ ἤδη μακρὸν εἰληφέναι τῆς τοῦ πάππου μακροβιότητος καὶ ἀκινησίας) μελέταις ἐπῄει διδόναι καὶ σκέμμασι, τίσι δόλοις καὶ πανουργίαις χρησάμενος καὶ νικήσας τὸν πάππον αὐταρχήσει Ῥωμαίων. ἐπεὶ οὖν χρημάτων αὐτῷ ἔδει πρὸς τοιούτους ἀγῶνας ἰόντι, πέμψας ἀφεῖλε χρήματα παρ' ἀκόντων τῶν ἐν τῇ Θρᾴκῃ πεμφθέντων πρὸς τοῦ γηραιοῦ βασιλέως ἐξισωτῶν, φήσας ἐς τἀναγκαῖα χρῄζειν αὐτόν· βασιλέα δ' εἶναι καὶ αὐτόν· βασιλεῖ δ' ἐκ τῶν κοινῶν χρημάτων τὰς ἀναγκαίας ἀποπιμπλάναι χρείας, τῶν σφόδρ' ἀναγκαιοτάτων ὁμοῦ καὶ δικαιοτάτων εἶναι. ἔπειτα σκῆψιν προβαλόμενος, βούλεσθαι πρεσβείαν πέμψαι ἐς τὸν τῆς Αἰγύπτου δυναστεύοντα περί τινων ζητημάτων καὶ χρειωδῶν, ἐπορεύετο πρὸς τὴν βασιλεύουσαν. μέλλειν γὰρ ἐντεῦθεν ὁλκάδα μεγίστην ἐκπλεῖν καὶ ἐς Ἀλεξάνδρειαν τὴν πορείαν ποιεῖσθαι. ἐπορεύετο δ' οὐχ ἁπλῶς, ἀλλὰ χεῖρα συχνὴν συλλεξάμενος πρότερον καὶ τὰς Θρᾳκικὰς πόλεις περιϊὼν ἁπάσας καὶ οἰκειούμενος καὶ ἀσφαλιζόμενος καὶ πάντας μὲν ὑπόπτους ἐξοικίζων ἐκεῖθεν, πάντας δ' οἰκείους καὶ ὁμογνώμονας εἰσοικίζων ἐκεῖσε.
(Ε.) Ἀλλ' ἐν τούτοις ὄντος αὐτοῦ λάθρα τις τῶν οἰκειοτάτων αὐτοῦ φυγὼν ἥκει παρὰ τὸν βασιλέα καὶ πάππον καὶ πάντας καθ' ἕκαστα τῶν ἐκεῖ βουλευμάτων τοὺς δόλους ἀνακαλύπτει, τά τε ἄλλα φήσας τῷ βασιλεῖ καὶ ὡς ἐβουλεύσαντο οἱ περὶ τὸν σὸν ἔγγονον καὶ συνέθεντο καθαίρεσιν, ἢ καὶ αὐτῆς τῆς σῆς ζωῆς, εἴ τις ἀντίστασις γένοιτο· ἢ εἰ ῥᾳδίαν καὶ μηδὲν ἐμποδὼν κεκτημένην εὕροι τὸ βούλευμα τὴν ὁδὸν, ἀφελέσθαι μέν σου μετὰ τῆς βασιλείας καὶ τὰ τῆς ἐξουσίας σύμβολα· σοὶ δὲ ῥάκος μοναδικὸν περιθέντες φρουροῖς παραδοῦναι καὶ φυλακαῖς. σκέψασθαι τοίνυν χρεὼν, μήτ' ἐκεῖνον τῇ συνήθει πορείᾳ χρησάμενον εἴσω πυλῶν τῆς βασιλευούσης γενέσθαι λαθόντα, μήθ' ὑμᾶς ῥᾳθύμως διατεθῆναι πρὸς τὴν ἀπάντησιν. περὶ γὰρ τῶν μεγίστων οἱ κίνδυνοι. ταῦτα ἀκηκοὼς ὁ βασιλεὺς καὶ οἷς ἔναυλον ἤδη τὴν ἀκοὴν ἐξ ἄλλων εἶχε πολλῶν παράλληλα θεὶς καὶ ἀκριβωσάμενος καὶ μηδὲν εἶναι ψευδὲς εὑρηκὼς διανίσταται καὶ αὐτός· καὶ βοήσας πρὸς κύριον, ὡς «δίκασον κύριε τοὺς ἀδικοῦντάς με· καὶ οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν· καὶ ἐπανάσωσον ἐμοὶ τὸ βασίλειον κράτος, ὃ σὺ μὲν ἐχαρίσω μοι, ὃν δ' ἐγὼ γεγέννηκα καὶ ὕψωσα, ἐκ τῶν ἐμῶν ἁρπάζει χειρῶν.» εἶτα πρὸς ἔργον ἐχώρει.
(Στ.) Καὶ πρῶτα μὲν ἐς τὸν ἔγγονον ἔτι περὶ μέσην ὄντα τὴν πορείαν πέμπει τοὺς ἀπαγορεύσοντας τὴν πρὸς τὸ Βυζάντιον εἴσοδον. «καινότερον γὰρ ἂν εἴη,» φησὶ, «τὸν ἀνακεκαλυμμένως οὑτωσὶ παρασπονδοῦντα καὶ οἷς ἂν τὰ κοινὰ φθαρείη ταῦτα πράττοντά τε καὶ κατασκευαζόμενον λανθάνειν ἀξιοῦν.» ἦν δὲ τοῖς πεμφθεῖσι προστεταγμένον, διεξελθεῖν ἐπ' αὐτοῦ πρὸς ἔλεγχον τῆς γνώμης αὐτοῦ, καὶ ὅσαι προφάσεις ἐγένοντο παρ' αὐτοῦ, τοῦ τε τὴν εἰρήνην αὖθις καὶ τὰς συνθήκας λελύσθαι καὶ χώραν τὰ σκάνδαλα σχεῖν. ἦσαν δ' ὡς ἐν κεφαλαίῳ εἰπεῖν αἵδε· μία μὲν, ὅτι ὅσοι τοὺς βασιλικοὺς φόρους δασμολογοῦντες ἦσαν ἅπαντας συλλαβὼν ἀφεῖλε τὰ χρήματα, σπανιωτέρων μὲν εἴπερ ποτὲ νῦν τῶν χρημάτων, πολυδαπανωτέρων δὲ τῶν πραγμάτων ὄντων διὰ τὸν τῆς βασιλείας μερισμόν. δευτέρα δὲ, ὅτι τοὺς πεμπομένους ἐφόρους τῶν πόλεων καὶ διοικητὰς ἀτίμους ἐκεῖθεν ἐκβάλλων ἐκπέμπει· τίθησι δ' ἀντ' ἐκείνων αὐτὸς ἑτέρους, οὓς ἂν ἐθέλοι. τρίτη δ', ὅτι καὶ τὴν Κράλαιναν πατρός τε ἀδελφὴν οὖσαν καὶ μοναχικὸν περικειμένην σχῆμα πρὸς ἄθεσμον ἐβιάζετο μῖξιν, δυσανασχετοῦσάν τε καὶ οὐκ ἐθέλουσαν αὐτήν. ἦσαν δὲ πρὸς ταύταις καὶ ἕτεραι προφάσεις, δι' ἃς ἀπηγορεύετο ἡ πρὸς τὸ Βυζάντιον αὐτῷ εἴσοδος, πλεῖσται μὲν, οὐ τοσοῦτον δὲ τὸ ἰσχυρὸν ἔχουσαι.
(Ζ.) Ἐπὶ τούτοις γραφὰς λανθανούσας ἐξέπεμψε πρός γε τὸν Κράλην Σερβίας περὶ συμμαχίας καὶ πρὸς τὸν ἑαυτοῦ υἱὸν Δημήτριον τὸν δεσπότην, ἐπιτροπεύοντα τηνικαῦτα Θεσσαλονίκης καὶ τῶν πέριξ, παρακελευομένας, συμπαραλαβόντα μεθ' ἑαυτοῦ καὶ τοὺς δύο ἀνεψιοὺς ἐκεῖσε περὶ τὴν ἐπιτροπὴν τῶν Βελλεγράδων καὶ τῆς ἄλλης Μακεδονίας τηνικαῦτα διατρίβοντας Ἀνδρόνικόν τε τὸν πρωτοβεστιάριον καὶ Μιχαὴλ τὸν Ἀσὰν καὶ ἅμα τὰ Μακεδονικὰ στρατόπεδα ἀσφαλίσασθαι μὲν πρῶτον τὰς Μακεδονικὰς πόλεις ὡς εἰκὸς, ἐκ μέσου ποιησάμενον ὅσοι οὐκ ἔξω τοῦ ὑποπτεύεσθαι πεφύκασιν· ἔπειτ' ἐκεῖθεν ἄραντας ξύν γε τῷ συμμαχικῷ στρατῷ τῷ ἐκ τοῦ Κράλη Σερβίας ἔρχεσθαι τὴν ταχίστην κατὰ τοῦ βασιλέως Ἀνδρονίκου τοῦ νέου. τῶν δὲ σταλεισῶν, ὡς ἔφημεν, γραφῶν πρός τε τὸν Κράλην Σερβίας καὶ πρὸς τὸν δεσπότην καὶ πρὸς ἄλλους ὅσοι βασιλικὰς διῴκουν ἐπιτροπὰς αἱ μὲν ἑάλωσαν παρὰ τῶν τὰς ὁδοὺς φρουρούντων ἀνθρώπων τοῦ νέου βασιλέως, ὅσαι ἐπὶ χάρτου γραφεῖσαι ἐτύγχανον· αἱ δὲ λαθοῦσαι παρῆλθόν τε καὶ πρὸς οὓς ἐπέμφθησαν ἀφίκοντο, ὅσαι ἐπὶ λίνου λεπτοϋφοῦς καὶ λευκοῦ γραφεῖσαι τοῖς τῶν γραμματοκομιστῶν ἐνδύμασιν εὐφυῶς συνεῤῥάφησαν. κατὰ γὰρ τὰς στενὰς τῶν ὁδῶν καὶ μάλιστα κατὰ τὰς περὶ Χριστούπολιν πύλας φρουροὺς οἱ περὶ τὸν νέον ἔθεσαν βασιλέα, οἳ πάντας τοὺς παριόντας ἐξήταζον, εἰ γραφὰς ἐκ Βυζαντίου κομίζοιεν· καὶ ἦν δυσχερὲς οὑτωσὶ λαθόντα τινὰ παρελθεῖν.
(Η.) Κἀκείνους μὲν οὖν οὐδὲν ἐλελήθει τῶν ἐν Βυζαντίῳ κρύφα μελετωμένων τε καὶ δρωμένων· τούτους δὲ πάντα ἐλελήθει ὅσα κατὰ τούτων ἔξωθεν ἐκεῖνοι ἔδρων τε καὶ ἐμελέτων. πάντες γάρ σφισι προσεχώρουν ἐθελονταὶ, οἱ μὲν ἐς τοὐμφανὲς αὐταῖς γνώμαις καὶ αὐτοῖς σώμασιν· ὅσοι δὲ μὴ ἐδύναντο, οἱ δὲ ἀλλὰ ταῖς γνώμαις σφίσιν ὁλοσχερῶς προσέκειντο· οὐ μόνον μικροῦ πάντες ὅσοι τοῦ δήμου τῶν Βυζαντίων, ἀλλὰ καὶ ὅσοι τῶν συγκλητικῶν καὶ οἰκειακῶν καὶ ὅσοι τῶν μάλα καθ' αἷμα τῷ γηραιῷ βασιλεῖ προσηκόντων ἦσαν· οἳ δὴ πάντα καθ' ἓν τὰ ἐντεῦθεν ἀνιχνεύοντες ἐκείνοις ἐμήνυον. ὧν εἷς ἦν καὶ ὁ τοῦ βασιλέως υἱὸς Θεόδωρος ὁ μαρκέσιος. ὃς πρὸ ἐτῶν συχνῶν εἰς τὴν τῆς μητρὸς πατρίδα πεμφθεὶς ὑπὸ τῆς μητρὸς, ὡς εἰρήκειμεν, γάμων ἕνεκα καὶ δι' ἀβουλίαν καὶ ῥᾳθυμίαν τῷ χρόνῳ κατάχρεως γεγονὼς μετὰ τὸν τῆς μητρὸς θάνατον ἐπανῆκε πρὸς τὸν πατέρα καὶ βασιλέα παῖδας καὶ γυναῖκα ἐκεῖσε καταλιπών· καὶ ἦν τοῦ λοιποῦ διατρίβων ἐν Βυζαντίῳ· ὅτε δὴ καὶ ἄλλης τε πάσης ἀπήλαυε πρὸς τοῦ βασιλέως κηδεμονίας καὶ εὐμενείας καὶ χορηγίας ἐκ τοῦ βασιλικοῦ πρυτανείου, καὶ δὴ καὶ πάντων χρεῶν ἀπήλλακται διὰ τῶν βασιλικῶν χρημάτων. ὧν ἁπάντων ἐκλαθόμενος ἐκεῖνος διὰ φρενῶν ἔνδειαν καὶ πᾶσαν αἰδῶ πατρικὴν ὀπίσω λιπὼν προδότης εἵλετο γενέσθαι τοῦ βασιλέως καὶ πατρὸς καὶ τῆς Ἰούδα ἐκείνου μιμήσεως. ὠνειροπόλει γὰρ τὴν Ῥωμαϊκὴν καὶ αὐτὸς ἡγεμονίαν, ἐκποδὼν ἱσταμένου τοῦ διαδόχου· καὶ κατανεῦσαι μὴ βουλόμενον τὸν πατέρα πολλῶν ἕνεκα, ὅτι καὶ γνώμῃ καὶ πίστει καὶ σχήματι καὶ γενείων κουρᾷ καὶ πᾶσιν ἔθεσιν Λατῖνος ἦν ἀκραιφνὴς, ἔγνω λυπήσειν αὐτὸν τῷ νέῳ προστεθεὶς βασιλεῖ. ὅθεν καὶ ὅσῳ πάντων μᾶλλον καθ' αἷμα τῷ βασιλεῖ προσῳκείωτο, τοσούτῳ καὶ θερμότερος πάντων ἐχθρὸς τοῦ βασιλέως καὶ πατρὸς γενέσθαι πεφιλονείκηκε μᾶλλον αὐτός.
(Θ.) Τῷ δ' ἐπιγενομένῳ μηνὶ νοεμβρίῳ τὰ βασιλικὰ δεξάμενος γράμματα Δημήτριος ὁ δεσπότης ἐν Θεσσαλονίκῃ διεμηνύσατο εὐθὺς τόν τε πρωτοβεστιάριον καὶ τὸν Ἀσάν. καὶ ἐπειδὴ συνῆλθον στρατεύματά τε συνεκροτεῖτο καὶ ἅμα αἱ τῶν τῷ νέῳ βασιλεῖ συνόντων οὐσίαι καὶ τὰ κτήματα, ὁπόσα περὶ τὰς ἐν Μακεδονίᾳ πόλεις καὶ χώρας ἔτυχον ὄντα, πάντα τοῖς στρατιώταις διεμερίζοντο· οἴνου τε καὶ σίτου σφῶν ἠνοίγοντο ἀποθῆκαι· καὶ τοῖς ἁρπάζειν ἐθέλουσιν ἄφθονα προὔκειντο πάντα, ἐξορίαι τε καὶ δημεύσεις τῶν ἥκιστα συμφρονεῖν ἐθελόντων. κἀκεῖ μὲν ταῦτα ἐτελεῖτο· ἔμελλε δ' ὅσον οὐδέπω καὶ τὸ τοῦ Κράλη συμμαχικὸν ἐς αὐτοὺς ἀφικνεῖσθαι.
(Ι.) Ἀλλ' οὐδ' ὁ βασιλεὺς ὁ νέος Ἀνδρόνικος ἠρέμει καθήμενος· ἀλλ' ἔπεμπε διατάγματα λάθρα πανταχῆ θαλάττης τε καὶ γῆς ἔν τε Βυζαντίῳ καὶ Θεσσαλονίκῃ καὶ Μακεδονίᾳ καὶ νήσοις ἐπαγγελλόμενα τοῖς μὲν δήμοις ἀτέλειαν καὶ φόρων ἐλευθερίαν, τοῖς δὲ στρατευομένοις πόρους προσόδων καὶ μισθῶν ἐπιδόσεις. ἅπερ ἀκουόμενα πάντας ἀνέσειε καὶ ῥᾷστα τὰς γνώμας σφῶν διέστρεφε καὶ ἀνέπειθεν ὁλοσχερῶς αὐτῷ προστίθεσθαι γνώμῃ τε καὶ γλώσσῃ καὶ χερσὶ καὶ πάσῃ προθυμίᾳ καὶ λαθραίοις γράμμασι προσκαλεῖσθαι αὐτὸν καὶ τὴν αὐτοῦ ἐπιταχύνειν ἔφοδον.

βʹ. Οὕτω δὴ τῶν πραγμάτων ἐχόντων ἥκει περὶ τὸ Ῥήγιον ὁ βασιλεύς· κἀκεῖθεν πρεσβεύεται πρὸς τὸν βασιλέα καὶ πάππον δυοῖν ζητημάτων ὁπότερον συγχωρῆσαί οἱ, ἢ τὴν πρὸς τὸ Βυζάντιον ὑπόσπονδον εἴσοδον, ἢ τῶν ἐκ Βυζαντίου τινῶν εἰς ἐκεῖνον ἄφιξιν ἔκ τε τῶν τῆς συγκλήτου ἔκ τε τῶν τῆς ἐκκλησίας ἀρχόντων, καὶ εἴ τινες ἐκ τοῦ δήμου παιδείας εὖ ἔχοντες εἶεν, οἵτινες ἱκανοὶ ἔσονται τὰ ὑπ' ἐκείνου λεχθησόμενα ἀπαγγεῖλαι τῷ τε βασιλεῖ καὶ ὅλῳ τῷ Βυζαντίῳ. τὸν μέντοι γηραιὸν βασιλέα, δόλου μεστὰ ἡγησάμενον τὰ τοιαῦτα προβλήματα, σιωπῆσαι μέχρι πολλοῦ καὶ διαπορῆσαι περὶ τὴν αἵρεσιν. τήν τε γὰρ εἰς τὸ Βυζάντιον εἴσοδον τοῦ ἐγγόνου ὀλεθρίαν ὁρᾷν καὶ οὐκ ἄνευ αἱμάτων· ἑτοίμους γὰρ εἶναι τοὺς Βυζαντίους αὐτίκα ἐκείνῳ τε προστεθήσεσθαι φανέντι πυλῶν εἴσω καὶ τοῦτον πικρῶς τοῦ βίου ἀπάξειν· τήν τε αὖ πρὸς ἐκεῖνον τῶν Βυζαντίων ἄφιξιν οὐδὲ ταύτην ἀστασίαστον βλέπειν. σκοπὸν γὰρ εἶναι τῷ ἐγγόνῳ, λόγους τε δημοχαρεῖς παῤῥησίᾳ λαλῆσαι καὶ λάθρα δώροις καὶ ἐπαγγελίαις ὑποποιῆσαι χρησταῖς αὐτούς τε καὶ δι' αὐτῶν ὁπόσοι τὸ Βυζάντιον οἰκοῦσι. χαλεπῶν δ' ὄντων ἀμφοτέρων ὅμως τὸ κουφότερον εἵλετο· καὶ πέπομφε δύο μὲν ἐκ τῆς συγκλήτου, δύο δ' ἐκ τῶν ἀρχιερέων, δύο δ' ἐκ τῶν τῆς ἐκκλησίας λογάδων καὶ τέτταρας τῶν τοῦ δήμου προκρίτων.
(Β.) Οὓς δὴ πάντας ἀπιόντας ἐκεῖσε μεταπεμψάμενος ἐκεῖνος καὶ ἐκκλησίαν πεποιηκὼς δημηγορίαν τινὰ ἐσχηματισμένην ἐπ' αὐτῶν διεξῆλθεν· «ἐγὼ,» φήσας, «ὅτι μὲν τοὺς ὑπηκόους ὑμᾶς πλέον ἢ ἐμαυτὸν φιλῶ καὶ ὅτι οὐκ αὐτοκρατορίαν ἐμαυτῷ περιθεῖναι σπουδάζων ἐξῆλθον παρὰ τὴν τοῦ βασιλέως καὶ πάππου μου βούλησιν, παντί που δῆλον. ὁρᾶτε γὰρ ὅπως τῆς ἐμαυτοῦ ζωῆς ἀφειδῶ, μήτε γαστριζόμενος καὶ τρυφῶν, μήτε δορυφόρους ἢ πελεκυφόρους ἐπαγόμενος, ὡς εἴθισται μὴ ὅτι βασιλεῦσι διὰ τὸ ἐπίφθονον τῆς ἀρχῆς, ἀλλὰ καὶ οὓς ἡ τύχη τῶν γονέων καὶ ξυγγενῶν ἐξορίσασα πλανήτας ἔνθεν κἀκεῖθεν ἠνάγκασε περιφέρεσθαι καὶ διηνεκῶς τὴν τοῦ αὐτίκα τεθνήξεσθαι πρὸ ὀφθαλμῶν ἔχειν ἐλπίδα. εἰ δ' οὖν φρασάτω τις ἐμοὶ παρελθὼν, ὑπὲρ τίνος ἃ περιφέρω τραύματα ἐπὶ τῆς σαρκὸς ἐδεξάμην, τοῖς τῶν Ῥωμαίων ἐχθροῖς παραβαλλόμενος, ὁπόσοι τε ἐξ Ἀσίας εἰς Θρᾴκην ναυστολοῦσι καὶ ὅσοι τὸν Ἴστρον παροικοῦντες βάρβαροι, ἔπειτ' ἐκεῖθεν ἐξελαύνοντες κατατρέχουσιν ὁμοίως καὶ οὗτοι τὴν δυστυχῆ Θρᾴκην; ἐγὼ γὰρ, ἵνα πᾶσαν ἐξείπω τὴν ἀλήθειαν πρὸς ὑμᾶς, ὁρῶν τὸν βασιλέα ἐς πολὺ τὸ νωθρὸν καὶ ἀνάλγητον ἐκ τοῦ γήρως ἀποκλίναντα καὶ μηδὲν ὅλως διεγειρόμενον, μηδ' ἀλγοῦντα, τῶν Χριστιανῶν ἀεὶ νύκτωρ καὶ μεθ' ἡμέραν τῶν μὲν κοπτομένων ὑπὸ τῶν βαρβάρων ἱερείου δίκην, τῶν δ' αἰχμαλωτιζομένων καὶ ἀνδραποδιζομένων, τῶν δὲ γυμνῶν ἐλαυνομένων πάσης χώρας καὶ πόλεως· ἵνα μὴ λέγω τὰ μείζω τῆς Ἀσίας πάθη καὶ τῶν ἐκεῖσε πόλεων, ὅσαι τοῖς βαρβάροις ἡλώκεισαν διὰ τὴν τοῦ βασιλέως ἀμέλειαν καὶ νωθρότητα· ὁρῶν οὖν ταῦτα ἔγωγε καὶ περιαλγὴς λίαν γινόμενος καὶ τὴν τῶν σπλάγχνων ὀδύνην φέρειν οὐκ ἔχων ἐξῆλθον δυοῖν ἕνεκα. ἢ γὰρ θανάτῳ οἱῳδήτινι περιπεπτωκὼς ἅμα τῷ ζῇν καὶ τὸν τῆς λύπης συναποῤῥῆξαι φόρτον ἐνόμισα, ἢ τὴν Ῥωμαίων τύχην ἐς τὸ βέλτιον καθόσον ἐφικτὸν ἀπαλλάξαι. οὐ γάρ ἐστιν, οὐκ ἔστιν ἐφικτὸν, ἄνθρωπον ὄντα τινὰ καὶ πλεῖστον ἐνδιατρίψαντα χρόνον τῷ ἄρχειν μὴ κόρον ἐμποιῆσαι τοῖς ἀρχομένοις καὶ μῖσος φόνου πνέον. οὐδὲν γὰρ ἀμετάβλητον οὐδὲ μόνιμον ἐν τῷ βίῳ τὴν φύσιν πεποίηκεν ὁ θεός. διὰ τοῦτο καὶ ἐν τῷ μεταβάλλεσθαι βλέπομεν τὴν ὥραν τῆς εὐφροσύνης καὶ ἡδονῆς ἴσχοντα πάντα τἀπίγεια. εἰ δέ τις βιαίῳ τινὶ καὶ κατηναγκασμένῃ φορᾷ χρώμενος ἐπὶ μιᾶς ἵστασθαι τύχης ἐθέλοι, οὗτος ἐς τὴν παρὰ φύσιν κίνησιν ἄγει τὰ πράγματα. πᾶν δὲ τὸ παρὰ φύσιν ὑπερβαῖνον τοὺς ἁρμόττοντας ὅρους ὑπερβαίνειν παρασκευάζει καὶ τοὺς ὅρους τῆς ἐθελούσης ἕπεσθαι εὐφροσύνης καὶ ἡδονῆς. ἐς τοῦτο γὰρ τείνει καὶ τὰ σοφὰ τῶν παλαιῶν γνωματεύματα “μηδὲν ἄγαν” λεγόντων καὶ “πᾶν μέτρον ἄριστον.” ὁρᾶτε γὰρ ὅπως καὶ ὁ ἐμὸς πάππος εἰς βαθὺ γῆρας ἐληλακὼς καὶ τοσαῦτα ἔτη τὸ βασίλειον ἔχων κράτος, ὅσα μικροῦ δέω λέγειν οὐδείς πω τῶν πώποτε βασιλέων, μεμίσηται μὲν παρὰ πάντων ὑπηκόων, οὐκ ἐπιστρέφεται δ' ὅλως οὔτε πρὸς θεραπείαν τοῦ μίσους, οὔτε πρὸς ὁρμὴν βοηθήσουσαν τοῖς Ῥωμαίων πράγμασιν, οὔτε μὴν ἀλγεῖ βλέπων τοὺς διαδόχους τῆς βασιλείας προαποθνήσκοντας. τέθνηκε μὲν γὰρ ὁ βασιλεὺς ὁ ἐμὸς πατὴρ μηδενὸς ἀπολελαυκὼς τῶν ὅσα βασιλεῦσιν ἐφεῖται, πλὴν τοῦ ὀνόματος. τεθνήκασι δ' ἕτεροι τῶν καθ' αἷμα μάλα τοι προσηκόντων καὶ τὴν ἡλικίαν νεώτεροι. τεθνήξομαι δ' ἴσως κἀγὼ, πρίν τι τῆς βασιλείας ὄνασθαι. τί γὰρ τοῦ ἀποθανεῖν ῥᾷον, καὶ ταῦτα ἀνθρώπῳ κινδύνοις ἀεὶ παραβαλλομένῳ καὶ οὕτως ἀφειδοῦντι τοῦ ζῇν; ἴσως δ' ἄν τινες καὶ φιλαρχίαν νοσεῖν με ὑποτοπάσαιεν ἀποστατοῦντα βλέποντες τοῦ πάππου καὶ βασιλέως καὶ οὐχ ὑπείκειν ἐθέλοντα. τοῦτο δ' οὔτε πάνυ τελέως ἀποφήσαιμ' ἂν ἔγωγε, οὔτε πάνυ συνθείην. εἰ μὲν γὰρ ἑώρων αὐξανομένην τὴν τῶν Ῥωμαίων ἡγεμονίαν καὶ πλατυνόμενα τὰ ἡμέτερα ὅρια, ἡδέως ἂν ἐκαθήμην μακράν τινα τὴν ἡσυχίαν ἀσκῶν καὶ τοιαύτας τινὰς βόσκων ἐλπίδας, ὁποίας καὶ οἱ τοὺς ἑαυτῶν ὀψονόμους ὁρῶντες μακροτέραν ὁμοῦ καὶ ποικιλωτέραν τὴν πανδαισίαν παρασκευάζοντας. ἐπεὶ δὲ καθ' ἡμέραν ὁρῶ πρὸς τὸ δυστυχέστερον συνωθούμενα τὰ Ῥωμαίων πράγματα καὶ πρὸ τῶν πυλῶν μονονοὺ τῆς βασιλευούσης ἁρπαζομένους τοὺς ταλαιπώρους Ῥωμαίους καὶ σφαττομένους ὑπὸ τῶν πολεμίων ἀεὶ, τίνα ἂν οἴεσθέ με καρδίαν ἔχειν; καὶ οἱ μὲν πλείους τῶν ἀνθρώπων τὰς ἐλπίδας ἔχουσι τῆς ἐνεστώσης λύπης φάρμακον, καὶ εἰ ψευδεῖς εἶεν· ἐμοὶ δὲ οὐδὲ ψευδεῖς ἐλπίδες λείπονται πρὸς ψευδόμενον παραμύθιον. εἶτα τὸν ἐκ Μακεδονίας Ἀλέξανδρον διὰ θαύματος ἄγετε, δυσχεραίνοντα διὰ μικροψυχίαν καὶ ἀχθόμενον τῷ πατρὶ, ὅτι νίκας ἐπὶ νίκαις προσετίθει διηνεκῶς καὶ ὑπετέμνετο τοῦ παιδὸς ὡς ἂν εἴποι τις τὸ φιλότιμον, μετριωτέρας καταλιμπάνων αὐτῷ προφάσεις πολεμικῶν τροπαίων· ἐμὲ δὲ τἀναντιώτατα πάσχοντα βλέποντες καὶ ζημιούμενον μὴ μόνον τὰς τῆς ἀρχῆς ἐλπίδας διὰ τὴν παντελῆ φθορὰν αὐτῆς, ἀλλὰ καὶ αὐτὸν δὴ τὸν δρόμον τοῦ εὖ ζῇν οὐ δικαίως νομίζετε δυσχεραίνειν; ὅμως ἐγὼ μὴ δυνάμενος ἡσυχίαν ἄγειν διανέστην καὶ ἀπῄτησα παρὰ τοῦ βασιλέως καὶ πάππου δοθῆναί μοι μόνους χιλίους ὁπλίτας, ὑποσχόμενος διὰ τῆς πρὸς θεὸν ἀῤῥαγοῦς ἐλπίδος περιέρχεσθαι μετ' αὐτῶν καὶ περιφρουρεῖν τὰς ἐν Βιθυνίᾳ πόλεις καὶ ἀποσοβεῖν ὡς ἐφικτὸν τοὺς ἐχθροὺς πόῤῥω που, πρὶν ἐκείνας χειρωσαμένους καὶ φραγμοὺς διαβάντας πολιορκεῖν τὸ Βυζάντιον. ὁ δὲ μὴ διδοὺς καὶ πολέμιον ἥγηται καὶ ἐπαρᾶταί μοι τὰ δεινότατα. προφέρει μοι δὲ καὶ ἐγκλήματα, ὁπόσα τὸ εὔλογον δῆθεν αὐτῷ πρὸς τὸ μισεῖν με δίδωσιν· ἓν μὲν, ὅτι κοινὰ χρήματα δυναστείᾳ χρησάμενος ἑνὸς τῶν ἐξισωτῶν ἀφειλόμην. τοῦτο δ' οὐδὲν ἐμοὶ τῶν ἀτόπων ἔδοξε βασιλεῖ τε ὄντι καὶ σπάνει πολλῇ πιεζομένῳ, μὴ διδόναι θέλοντος τοῦ βασιλέως καὶ πάππου, εἰ τοῖς στρατιώταις ἐνδεδωκέναι ἐξεγένετο μερικά τινα χρήματα εἰληφέναι πορισμοῦ τινος τῶν ἀναγκαίων εἵνεκα. δεύτερον δὲ, ὅτι τῶν ὑπ' αὐτοῦ πεμπομένων ἐπιτρόπων εἰς τὰς Θρᾳκικὰς χώρας καὶ πόλεις ἔστιν οὓς ἐξοστρακίζω κενούς. καὶ τοῦτο δ' ἔγωγε πράττω οὐκ ἀδικῶν, ὡς ἔμοιγε φαίνεται, ἀλλὰ καὶ μάλα κατὰ τὸ εὔλογον. πλείστων γὰρ εἰληφέναι χρημάτων ὠνίους διατεινόμενοι τοὺς ταλαιπώρους Θρᾷκας ἀπηνέστερον ἢ ἀνδραπόδοις χρῶνται αὐτοῖς. οἳ δὴ καὶ ὑπ' ἀνάγκης συνωθούμενοι καὶ τὴν σώζουσαν τύχην οὐκ ἔχοντες ὅθεν πορίσαιντο πρὸς ἐμὲ κλάοντες καὶ ὀλοφυρόμενοι τρέχουσι. πρὸς οὖν τὴν τοιαύτην ἀπάνθρωπον συμφορὰν καμπτόμενος ἀπαλλάττειν ἐνεχείρουν. ὅμως ἐγὼ τὰ πλείω παρεὶς ἐφ' ἑτέραν τρέπομαι ζήτησιν τήμερον. ἥδε ἐστὶν ἔκτισις χρέους χιλιάδων ὀκτὼ νομισμάτων, ἃς τοῖς ἐμοῖς στρατιώταις ὀφείλω, οἳ πολὺν ἤδη χρόνον ξύν γε ἐμοὶ τὴν πλανωμένην περιΐασι βόσκοντες τύχην. οὗ γενομένου πλέον οὐδὲν ἀντικείσομαι τῷ πάππῳ καὶ βασιλεῖ.»
(Γ.) Ταῦτα μὲν οὖν ἐκεῖνος διεξελθὼν ἐξανέστη τοῦ θρόνου καὶ ἄλλον παρ' ἄλλο μέρος ἀπολαμβάνων μειλιχίοις προὔπεμπε λόγοις καὶ ἐπαγγελιῶν ἁβροτέρων ἴϋγξιν· ὥστε καὶ ἀπαλλάξαντες ἐκεῖθεν κήρυκές τε τῶν ἐκείνου καλῶν πανταχῆ τῆς βασιλευούσης περιϊόντες γεγένηνται καὶ ἀνέπεισαν τοὺς ὄχλους ἔτι πλέον ἐξηρτῆσθαι τῶν ἐκείνου πόθων.

γʹ. Ἰδὼν δὲ ὁ γηραιὸς βασιλεὺς, ὅτι μικροῦ πάντες ἐξέκλιναν καὶ οἱ δοκοῦντες τῶν φίλων, καὶ δείσας μὴ δραμόντες αὐτοχειρίᾳ τοῦτον ἀνέλωσι, διανίσταται πρὸς τὸ τραχύτατον. ἔδοξεν οὖν αὐτῷ πρότερον βέλτιον εἶναι, πεῖραν εἰληφέναι καὶ τῆς Ἠσαΐου τοῦ πατριάρχου γνώμης καὶ σύν γε αὐτῷ τῆς τῶν ἄλλων ἀρχιερέων.
(Β.) Συναθροισθέντων τοίνυν αὐτῶν πέμψας τινὰ τῶν συγκλητικῶν, «εἰ μὲν ἑώρων,» φησὶν, «ἐμοί τε τὴν ἁλουργίδα ταύτην ἀποθεμένῳ περιγενόμενον τὸ ἀκίνδυνον καὶ ἅμα τῷ ὑπηκόῳ παντὶ τὸ καλῶς ἄρχεσθαι, ἀλλότριος ἂν εἴην τῆς τοῦ Χριστοῦ μερίδος, εἰ μὴ τὸ ἐφ' ἡσυχίας καθῆσθαι τοῦ βασιλεύειν πολλῷ προτιμότερον καὶ ἡδύτερον ἔμοιγε ἐνομίζετο. τί γὰρ εἰς εὐφροσύνην ἀνυσιμώτερον, ἢ τὸ φροντίδων καὶ φόβων ὡς ποῤῥωτάτω καθῆσθαι; εἰ δὲ διὰ τὰ ἐμά τε καὶ τοῦ λαοῦ πλημμελήματα καὶ ἅμα τῶν ἡμετέρων προγόνων θεομηνία τις ἐπιχωριάζουσα καθ' ἡμῶν δίκην καταιγίδος ἀγρίας ἐλαύνει καὶ φθείρει τὰ πράγματα καὶ ὁ νέος ἔτι παρειληφὼς ἐγὼ τὴν ἀρχὴν πλημμελοῦσαν ὑπό τε τοῦ τῆς ἐκκλησίας κλύδωνος τηνικαῦτα καὶ τῶν πέριξ ἐθνῶν καὶ εἰς γαλήνην τὰ πάντα ξύν γε θεῷ ῥᾷστα μεταβαλὼν, ἔπειτ' ἐκεῖθεν τῷ μακρῷ χρόνῳ μάλα τοι πλείστην πεῖραν ξυνειλοχὼς καὶ προσθεὶς ἐμαυτῷ νῦν πρὸς τοσοῦτον κυκεῶνα καὶ ζάλην πραγμάτων ἀμηχανῶ· πῶς ἂν δυνηθείην τῷ ἐγγόνῳ πιστεῦσαι τοιαύτην ἀρχὴν, νέῳ τε ὄντι καὶ τοσαύτην ἀπειρίαν ἀσκοῦντι, ὡς μηδὲ τὰ κατ' αὐτὸν εἰδέναι διαθέσθαι καλῶς, ἀλλὰ νέοις τισὶ καὶ ἀμαθέσιν ἀνθρώποις ἐκδόντα τὴν ἑαυτοῦ ἐξουσίαν καὶ τὰ βασιλικὰ κτήματα αὐτόν τε ἐν πενίᾳ διάγειν καὶ μηδεμίαν ἄλλην ἔχειν φροντίδα βουλόμενον, πλὴν τοῦ κύνας καὶ ὄρνεα τρέφειν· κύνας μὲν οὐχ ἧττον ἢ χιλίους, ὄρνεα δὲ τοσαῦτα· καὶ τοὺς αὐτῶν ἐπιμελητὰς ἐγγὺς τοσούτους. πῶς οὖν τῷ τοιούτῳ πιστεύσαιμι ἢ τὴν ἐμαυτοῦ ζωὴν, ἢ τὴν ἐκ θεοῦ πιστευθεῖσάν μοι λειτουργίαν τῆς βασιλείας; ἀλλ' οὐκ ἄν ποτ' ἔγωγε προδότης ἑκών γε εἶναι γενοίμην, οὔτε τῶν ὑπηκόων, οὔτ' ἐμαυτοῦ. ἐγὼ γὰρ τὸν ἐμὸν ἔγγονον οὐ μόνον καὶ παίδων καὶ γυναικὸς ἠγάπησα πλέον, ἀλλὰ καὶ ἐμαυτοῦ· καὶ ἴστε πάντες τουτί· καὶ ἀνέτρεφον ἐν παιδείᾳ καὶ νουθεσίᾳ, βουλόμενος κληροῦχόν τε τῆς ἐμῆς εὐλογίας καὶ διάδοχον τῆς βασιλείας καταλιπεῖν καὶ θεῷ καὶ ἀνθρώποις ἀρέσκοντα. ὁ δὲ τὰς ἐμὰς νουθεσίας παρ' οὐδὲν θέμενος κώμοις καὶ ἀταξίαις διενυκτέρευεν· ἐν οἷς καὶ τὸν αὐτοῦ πεφόνευκεν ἀδελφόν. καὶ τέλος ἐπανέστη καὶ κατ' ἐμοῦ τοῦ εὐεργέτου καὶ πατρὸς, πρᾶγμα τετολμηκὼς, οἷον ἐξ αἰῶνος οὐδέπω τεθέαται ἥλιος. διὸ χρὴ καὶ ὑμᾶς ζηλῶσαι κατὰ τῆς ἀδικίας καὶ διαναστῆναι πρὸς συστολὴν τῆς ἀναιδείας αὐτοῦ καὶ κηρύξαι ἐκκοπὴν τῆς ἐπ' ἐκκλησίας φήμης αὐτοῦ καὶ ἀπειλῆσαι αὐτῷ τὸν ἀπὸ θεοῦ χωρισμόν· ἵνα συσταλεὶς καὶ σωφρονισθεὶς ἐπιστρέψῃ καλῶς, ὅθεν ἐξῆλθε κακῶς, καὶ γένηται κληροῦχος αὖθις τῆς τε βασιλείας καὶ ἅμα τῆς ἐμῆς εὐλογίας. τῶν γὰρ ἁπάντων οὐδεὶς αὐτοῦ κέκριται προτιμότερος ἔμοιγε πρὸς τὴν βασιλείαν, μόνον εἰ βούλοιτο τὴν προσήκουσαν νέμειν αἰδῶ ταῖς ἐμαῖς ὑποθήκαις καὶ παραινέσεσιν. ὃν γὰρ ἐπέθηκε τῇ αὐτοῦ δημηγορίᾳ ἐπίλογον, πεπλασμένος ἦν καὶ πολὺ τὸ πανοῦργον ἔχων ὑφέρπον. ἠκούσατε γὰρ, ὁπόσας τὰς λοιδορίας παρ' ὅλην αὐτοῦ τὴν δημηγορίαν ἐπήντλησε κατ' ἐμοῦ, πρὸς ἃς οὐδεμίαν ἔχει τὴν ἁρμονίαν ὁ ἐπίλογος. ἀλλ' ἵνα τοὺς ἀκούοντας ἐξαπατήσας ἐγείρῃ κατ' ἐμοῦ, τοιοῦτον ἐπέθηκε τῇ δημηγορίᾳ τὸ τέλος.»
(Γ.) Ταῦτα ἀκηκοότες οἱ μὲν συνέσει καὶ λόγῳ κοσμούμενοι τῶν ἀρχιερέων συνῄεσαν τοῖς εἰρημένοις καὶ σιωπὴν παντελῆ τοῦ ὀνόματος τοῦ νέου βασιλέως πανταχῆ τῶν ἐκκλησιῶν ἐκύρωσαν κηρυχθῆναι, μέχρις ἂν ἐπιστρέψῃ. τῷ δὲ πατριάρχῃ καὶ τῶν ἀρχιερέων καὶ τῶν κληρικῶν ἔστιν οἷς οὐκ ἔδοξεν εὔλογα τὰ εἰρημένα. διὸ καὶ ἀναστάντες ἀπῄεσαν οἴκαδε, μηδὲν πλέον εἰπόντες, εἴτε διὰ τὴν σύνοικον ἀλογίαν, εἴτ' οὐκ οἶδ' ὅπως. ἔπειτα διανυκτερεύσαντες καὶ ἅπαξ καὶ δὶς ἐν τοῖς πατριαρχικοῖς οἴκοις συνωμοσίας καὶ φρατρίας συνεσκευάζοντο κατὰ τοῦ γηραιοῦ βασιλέως· ὃ διαψιθυρισθὲν καὶ διαδοθὲν ἐς τὸν δῆμον καὶ ἐς τὰ τῶν εὖ γεγονότων συστήματα πλείστους καὶ τούτων ἠνάγκασε λάθρα ξυνεληλυθέναι τῇ τούτων συνωμοσίᾳ τε καὶ φρατρίᾳ καὶ ὅρκους ἐγγράφους συνεισενεγκεῖν, διατεινομένους μέχρι τελευταίας ἐνστῆναι πνοῆς καὶ πᾶσαν (εἰ τούτου δεήσειεν) ὑποστῆναι τὴν κάκωσιν. ὅθεν ἐς τρίτην ἐκεῖθεν ἡμέραν τοὺς ἱεροὺς κρούσας κώδωνας ὁ πατριάρχης καὶ πλεῖστον ἀθροίσας ὄχλον ἀγοραῖον ἀφορισμὸν ἀπεφήνατο κατὰ παντὸς τοῦ βουληθησομένου σιωπῆσαι τὸ τοῦ νέου βασιλέως ὄνομα καὶ μὴ τὰ προσήκοντα πάντα νέμειν αὐτῷ, ὅσα καὶ βασιλεῖ. καὶ ἐπὶ τούτοις ἀφορισμὸν ἕτερον ἐξεφώνησε κατὰ τῶν ἄλλων ἀρχιερέων, ὁπόσοι τὴν ἑτέραν ἐβάδισαν. τοῦτο τὸν γηραιὸν βασιλέα οὐ μετρίως ἠνίασε καὶ ἐξέπληξεν ἀπροσδοκήτως ἀκουσθέν· «καὶ εἰ ὁ τῆς εἰρήνης διδάσκαλος,» ἔφησεν, «οὕτω καθ' ἡμῶν ἐμεμήνει διὰ λημμάτων προσδοκίαν, ὧν αὐτῷ ἐπαγγέλλεται ὁ ἐμὸς ἔγγονος, καὶ πᾶσαν ὀπίσω ῥίψας αἰδῶ καὶ σεμνότητα στάσεως ἀρχηγὸς οὐκ ὀκνεῖ γίνεσθαι, τίς ἂν τὴν ἄστατον τοῦ δήμου καθ' ἡμῶν στήσειε φορὰν, εἴ τις ἐς τὸ ἀνθρώπινον βλέπει; ὥστε φονεὺς ἡμῖν ὁ πατριάρχης τὸ καθ' αὑτὸν ἀπηρτισμένος γεγένηται.»
(Δ.) Οἱ μέντοι ἀρχιερεῖς ἐκεῖνοι πολλὴν ἀναίδειαν τῆς τοῦ πατριάρχου διανοίας καὶ γλώττης καταγνόντες ἀφορισμὸν καὶ αὐτοὶ συναθροισθέντες ἐξεφώνησαν κατ' αὐτοῦ καὶ τῶν αὐτοῦ συμφρονούντων τῇ ἀπονοίᾳ, ἅτε νεωτεροποιὸν καὶ συνωμοσίας συσκευαστὴν καὶ στασιαστὴν διὰ δωροδοκίαν γενόμενον. παρῆγον γὰρ καὶ κανόνας καὶ νόμους, οἳ πολλὴν αὐτῷ τὴν καταδίκην ἐπήντλουν. ὧν ἡμεῖς ἐν τῇ παρούσῃ τῆς ἱστορίας ἐκθέσει τὸν ὀκτωκαιδέκατον τῆς ἐν Χαλκηδόνι συνόδου κανόνα ἀπαράτρεπτον κατὰ λέξιν ἐκθέμενοι ἀποχρῆναι νομίζομεν. τὰ γὰρ ὅμοια καὶ ὁ τῆς ἐν τῷ Τρούλλῳ τέταρτος τῆς οἰκουμενικῆς ἕκτης συνόδου καὶ ἔτι τὸ τέταρτον κεφάλαιον τοῦ τριακοστοῦ ἕκτου τίτλου τῶν νόμων διαγορεύει. ἔχει δὲ οὕτως· «τὸ τῆς συνωμοσίας ἢ φρατρίας ἔγκλημα καὶ παρὰ τῶν ἔξω νόμων πάντη κεκώλυται. πολλῷ δὲ μᾶλλον ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ τοῦτο ἀπαγορεύειν προσήκει. εἴ τινες τοίνυν κληρικοὶ ἢ μονάζοντες εὑρεθεῖεν ἢ συνομνύμενοι, ἢ φρατριάζοντες, ἢ κατασκευὰς τυρεύοντες ἐπισκόπων ἢ κληρικῶν, ἐκπιπτέτωσαν πάντη τοῦ οἰκείου βαθμοῦ.» συνελογίζοντο τοίνυν ἐντεῦθεν ὁ τῶν ἀρχιερέων ὅμιλος, ὡς εἰ τοὺς κατὰ ἐπισκόπων καὶ κληρικῶν συνομνυμένους καὶ φρατριάζοντας κληρικοὺς καὶ μονάζοντας οὕτως οἱ κανόνες κολάζουσι, πολλῷ πλέον τοὺς κατὰ βασιλέως ἀρχιερεῖς τε καὶ πατριάρχας τοιαῦτα κατασκευάζοντας, τοὺς τῆς εἰρήνης ταχθέντας εἶναι διδασκάλους καὶ περὶ καταστάσεώς τε καὶ ὁμονοίας τά τε ἄλλα διδάσκειν καὶ μάλιστα ὅσα ὁ παλαιὸς νόμος διαγορεύει καὶ ὁ μέγας ἀπόστολος Παῦλος, ὅτι τε «ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς,» καὶ ὅτι «τὸν βασιλέα τιμᾶτε.» ὁ μέντοι γηραιὸς βασιλεὺς ἐς τοσοῦτον ἀτοπίας προβάντα βλέπων τὰ πράγματα καὶ δείσας, μὴ καὶ ἐς πλέον προκόψῃ τὸ κακὸν, ἐν ἀδέσμῳ κατασχεθῆναι φυλακῇ προσετετάχει τὸν πατριάρχην· καὶ εἶχε λοιπὸν ἡ μονὴ τῶν Μαγγάνων τοῦτον ἀπρόϊτον.

δʹ. Ὁ δὲ νέος βασιλεὺς ἧκε μετὰ δύο ἡμέρας περὶ τὸ τεῖχος τῆς Κωνσταντινουπόλεως, βουλόμενος μαθεῖν, ὅπως ὁ πάππος πρὸς τὰς ἐκεῖθεν ἀπαγγελίας διετέθη. ἐδεῖτό τε σφοδρῶς συγχωρηθῆναι εἰσελθεῖν μόνος εἰς προσκύνησιν τοῦ πάππου. ἀλλὰ παραδοχὴν οὐκ εἶχεν ὅλως οὔτ' αὐτὸς, οὔτε τὰ πρὸς αὐτοῦ λαλούμενα. ἐδιώκετο δὲ μάλα σφοδρῶς λίθοις βαλλόντων αὐτὸν τῶν ἄνω παρὰ τὰς ἐπάλξεις τοῦ τείχους καθημένων, οἳ οὐδὲ φωνῆς αὐτοῦ ἀκούειν ἠνείχοντο· ἀλλὰ καὶ ὕβρεσιν ἔπλυνον ἀδεῶς καὶ ἀσέμνως ἀπέπεμπον, δεδολιευμένα φάσκοντες εἶναι τά τε ἤθη καὶ τοὺς λόγους αὐτοῦ. ἐκεῖνος μὲν οὖν οὕτως ἀποπεμφθεὶς ἐξέκλινεν ἀπὸ τοῦ τείχους μικρόν.
(Β.) Νὺξ δὲ ἤδη παρῆν καί τινες τῶν τοῦ πολιτικοῦ δήμου στασιωτῶν οὐκ ὀλίγοι, συναθροισθέντες εἰς ἓν λάθρα τούτῳ διεμηνύσαντο, ἔγγιστα ἐληλυθέναι τοῦ τείχους περὶ μέσας νύκτας, ὁπότε καὶ Βυζάντιοι πάντες ὑπνώττουσι καὶ οἱ ἐπὶ τοῦ τείχους φρουροὶ πρὸς τὸ ῥᾳθυμότερον ἀναπίπτουσιν. ἑτοίμους γὰρ εἶναι σφᾶς ἀνιμήσασθαι αὐτὸν διὰ μηρίνθου τινὸς ἀπὸ τῶν ἐπάλξεων. τοῦτο δ' εἰ γένοιτο, πέρας εἶναι τῆς ὅλης σπουδῆς καὶ τοῦ μακροῦ δρόμου. πεπεισμένους γὰρ εἶναι, πάντας Βυζαντίους εὐθὺς ἀκολουθῆσαι φανέντι περὶ μέσην τὴν βασιλεύουσαν. μέσης δὲ ἤδη νυκτὸς γενομένης καὶ βλέπων ὁ βασιλεὺς, ὡς ἀμοιβαδὸν οἱ φρουροὶ τὴν νύκτα πᾶσαν παραλλάττοντες οὐ παύονται φωναῖς ἀλλεπαλλήλοις ἀλλήλους πρὸς τὸ ἐγρηγορὸς διεγείροντες, ἀκατίῳ τινὶ πιστεύει ἑαυτὸν ἐξ ἀνάγκης ξύν γε Καντακουζηνῷ τῷ μεγάλῳ δομεστίκῳ καὶ Συναδηνῷ τῷ πρωτοστράτορι· δι' οὗ τὸ νότιον μέρος τῆς Κωνσταντινουπόλεως κάμψαντες ὁμαλῶς διεπεραιοῦντο περιϊόντες ἡσύχως τὸ παράλιον τεῖχος, εἴπου δυνηθεῖεν εἴσοδόν τινα ῥᾳδίαν εὑρεῖν. ἀλλ' οἱ ἐπὶ τὸ τεῖχος φρουροὶ συναισθόμενοι τραχυτέρᾳ τῇ βοῇ καὶ τῷ θορύβῳ ἐχρήσαντο· καὶ μὴ ἀποκρινομένων καὶ λίθους ἤδη κατ' αὐτῶν ἤρξαντο πέμπειν, ὡς ἐκεῖνοι φοβηθέντες ἀναστρέψαντες ἀπῄεσαν. τότε μὲν οὖν ταῦτα ἐπράχθη.
(Γ.) Τοῦ δ' ἐπιόντος μηνὸς δεκεμβρίου γράμματα πρὸς τῶν Θεσσαλονικέων λάθρα τῷ νέῳ κομίζονται βασιλεῖ, προσκαλούμενα τὴν ταχίστην αὐτόν. εἶναι γὰρ ξυγκείμενον τοῖς τε δημόταις ἅπασι καὶ τοῖς πλείοσι τῶν προὐχόντων καὶ αὐτῷ γε δὴ τῷ ἀρχιερεῖ, ἅμα τῷ πλησίον φανῆναι τοῦ τείχους αὐτὸν δραμόντας ἀνοῖξαί οἱ τὰς πύλας. ἐπεὶ ταῦτα ἐμεμαθήκει ὁ βασιλεὺς, συχνοὺς παραδοὺς τῷ πρωτοστράτορι στρατιώτας περιϊέναι παρεκελεύσατο καὶ οἷον περιστρατοπεδεύειν τὴν βασιλεύουσαν μικρὸν ἄπωθεν καὶ μὴ ἐᾷν ἄχρι Ῥηγίου τοὺς Βυζαντίους ἐξιόντας διατρίβειν· καὶ πρός γε λαθραίοις γράμμασι καὶ ὑποσχέσεσιν ὑπέρχεσθαι καὶ ὑποποιεῖσθαι τοὺς Βυζαντίους κατὰ τὸ προσῆκον ἑκάστῳ. ὁ δ' ὀλίγους τινὰς ἀπολεξάμενος ᾤχετο ἀπιὼν ἐς Θεσσαλονίκην. ἔτυχον δὲ τηνικαῦτα διατρίβοντες ἔξω τειχῶν διὰ τὰς ὑποψίας τῶν θορύβων μετὰ τοῦ ἀπὸ τῶν Τριβαλλῶν συμμαχικοῦ στρατοῦ ὅ,τε δεσπότης Δημήτριος καὶ ὁ πρωτοβεστιάριος Ἀνδρόνικος καὶ ὁ Ἀσὰν Μιχαὴλ, ἐπαγόμενοι καὶ τὰ Μακεδονικὰ τῶν Ῥωμαίων στρατεύματα. ὧν δὴ καὶ ἀσχόλων ὄντων περὶ τὰς κατ' αὐτοὺς ἔριδας, ἃς ἀνέφλεξαν κενοδοξίας καὶ φιλαυτίας τελχῖνές τινες, ἢ μᾶλλον θεομηνία τις, ἵνα τὰ κατ' αὐτοὺς συγχυθείη πράγματα καὶ σφῶν αὐτῶν αὐτοὶ πρόξενοι γένοιντο ἀπωλείας· τούτων τοίνυν ἀσχολίαν ἀγόντων τοιαύτην μεταξύ που Θεσσαλονίκης καὶ Σεῤῥῶν ἔλαθεν ὁ βασιλεὺς εἰσιὼν ἐς Θεσσαλονίκην, ἐνδύμασιν ἰδιωτικοῖς πάντα τὰ βασιλικὰ περικαλύπτων γνωρίσματα· ἃ δὴ πάντα πυλῶν εἴσω γενόμενος εὐθὺς ἀπέῤῥιψε καὶ κατάδηλος πᾶσιν ἐγεγόνει βασιλεὺς ὤν· καὶ εὐθὺς δραμόντες μικροῦ πᾶσα ἡ πόλις ἐκείνη προσεκύνουν τε αὐτὸν καὶ ἠσπάζοντο καὶ εὐφήμοις ἐδεξιοῦντο φωναῖς. ἦσαν δὲ καὶ βραχεῖς τινες πάνυ αὐτόν τε μισοῦντες καὶ τῷ γηραιῷ καθαρῶς προσκείμενοι βασιλεῖ· οἳ καὶ δραμόντες τὴν ἀκρόπολιν ἐχειρώσαντό τε καὶ ἠσφαλίσαντο, κἀκεῖθεν εὐρώστως ἠμύνοντο πολιορκοῦντας τόν τε βασιλέα καὶ ὅσοι περὶ αὐτὸν ἠθροίσθησαν θιασῶται τῆς στάσεως· καὶ πολλοὺς ἐτίτρωσκον βάλλοντες λίθοις καὶ βέλεσιν, ὥστε καὶ πολλὰ τῶν ἐκεῖθεν βελῶν καὶ περὶ τὴν τοῦ βασιλέως ἐνεπάγη ἀσπίδα. τῇ δ' ὑστεραίᾳ φρυγάνων ἀθροίσαντες πλῆθος οἱ περὶ τὸν βασιλέα τὰς πύλας ὑφῆψαν τῆς ἀκροπόλεως καὶ οὕτως αὐτὴν παρεστήσαντο.
(Δ.) Ἄρας δ' ἐκεῖθεν ὁ βασιλεὺς προῄει ἐπὶ τὸ ἄστυ Σεῤῥῶν, ᾧ τὸ συμμαχικὸν ἦν τῶν Τριβαλλῶν, οἷς δὴ καὶ διὰ σπουδῆς ἦν τὸ πρῶτον ὅπλα κατὰ τοῦ βασιλέως ἄρασθαι. ἐπεὶ δὲ τὸν μὲν δεσπότην Δημήτριον καὶ τοὺς ἄλλους, τόν τε πρωτοβεστιάριον καὶ τὸν Ἀσὰν, ξὺν οὐδενὶ κόσμῳ διασκεδασθέντας εἶδον, τοὺς δ' ἑπομένους αὐτοῖς στρατιώτας αὐτομολήσαντας ἐς τὸ τοῦ βασιλέως στρατόπεδον, ὑπόσπονδον καὶ αὐτοὶ τῷ βασιλεῖ τὸ ἄστυ παρέδοσαν ἀπιόντες οἴκαδε. ἐπεί γε μὴν ὁ βασιλεὺς οὕτω τὴν τύχην ἑώρα τὴν δεξιὰν ἄφθονόν τε καὶ μειδιῶσαν αὐτῷ προτείνουσαν, ἤδη μεθ' ὅλης εὐθυμίας καὶ ἡδονῆς ἐς τὰ πρόσω προὐχώρει μεστὸς ἀγαθῶν ἐλπίδων. καὶ ἵνα μὴ διατρίβωμεν, ὀλίγων ἐντὸς ἡμερῶν ἅπαντα διελθὼν τὰ ἐκεῖ παρὰ τὴν Μακεδονίαν πολίχνια ῥᾷστά τε καὶ ἀπονητὶ παρεστήσατο καὶ σύν γε αὐτοῖς τάς τε γυναῖκας καὶ τὰ τέκνα καὶ τὰ χρήματα ξυνειλήφει τοῦ τε δεσπότου καὶ τοῦ πρωτοβεστιαρίου καὶ τοῦ Ἀσὰν καὶ ὅσοι τῶν ἄλλως ἐχόντων συγκλητικῶν ἐκείνοις ἐκεῖσε συνδιατρίβοντες ἦσαν.

εʹ. Ὁ δὲ γηραιὸς βασιλεὺς ἀπολωλεκὼς καὶ τὰς ἐκεῖθεν ἐλπίδας καὶ εἰς ἀμηχανίαν ἐσχάτην ἐμπεπτωκὼς ἐβούλετο ἤδη πέμπειν πρεσβείαν πρὸς τὸν ἔγγονον περὶ σπονδῶν καὶ εἰρήνης, πρὶν ἐκ Μακεδονίας αὐτὸν ἀναλῦσαι. ἀλλ' εὐθὺς ἑτέρα τις ἐλπὶς, ὡς μὴ ὤφελεν, ἐπεισφρήσασα καὶ ταύτην ἐξέκρουσε τὴν βουλήν. Μιχάηλος γὰρ ὁ τῶν Βουλγάρων ἄρχων λημμάτων ἐλπίδι μεγάλων ἑαυτὸν ἐπάρας διεμηνύσατο λάθρα τῷ γηραιῷ βασιλεῖ, εἰ βούλοιτο, συμμαχῆσαι αὐτῷ κατὰ τοῦ ἐγγόνου. ὁ δὲ βασιλεὺς, ὥσπερ ἐκ μεγάλου ναυαγίου καὶ κλύδωνος ἀπροσδοκήτως λιμένι περιτυχὼν, ἀπρὶξ ἐπελάβετο τούτου. καὶ ἑξῆς διεπρεσβεύοντο πρὸς ἀλλήλους περὶ τοῦ ποιητέου καὶ περὶ ἐπαγγελιῶν καὶ συνθηκῶν, μηδενὸς ἐπιγινώσκοντος τὰ βουλεύματα, πλὴν δυοῖν ἢ τριῶν τῶν πάνυ πιστοτάτων καὶ τῆς Κραλαίνης, ἣ διηνεκῶς τὸν πατέρα καὶ βασιλέα ἀγαθῶν ἐνεπίμπλα ἐλπίδων, ὧν αὐτὴν οἱ ψευδομάντεις καὶ ἐγγαστρίμυθοι ἐνεπίμπλασαν.
(Β.) Ὁ μέντοι μέγας λογοθέτης ὁ Μετοχίτης ὁρῶν στρεφομένην ἀνωμάλως τὴν τύχην κατὰ τοῦ γηραιοῦ βασιλέως καὶ κατορχουμένην οὕτω τὰ πράγματα ἐδεδίει περὶ ἑαυτῷ μάλιστα πάντων αὐτὸς, ἅτε καὶ μάλιστα πάντων αὐτὸς κοινωνῶν τῷ βασιλεῖ ῥητῶν καὶ ἀποῤῥήτων καὶ γνώμης καὶ πράξεως πάσης. διὸ καὶ σύννους τις ἦν καὶ ἐμμέριμνος ἀεὶ καὶ τῶν μελλόντων πλήρης, οὐ μάλα τοι δεξιὸν τὸ μέλλον σκοπούμενος ἐπιόν. ἐν μιᾷ γοῦν τῶν νυκτῶν ἔδοξεν ἀλλόκοτόν τινα θεάσασθαι ἄνθρωπον ἐπιστάντα οἱ κειμένῳ, ἀτεχνῶς λωποδύτῃ τινὶ καὶ ἀγρίῳ λῃστῇ ἐοικότα τὴν χεῖρά τε ἐμβαλόντα, ἀφελέσθαι τοῦ προσκεφαλαίου τὰς τοῦ θαλάμου κλεῖδας, ἐν ᾧ τά τε ἔπιπλα καὶ οἱ πολυτελεῖς ἔκειντο λίθοι καὶ ὅσα τῶν χρημάτων αὐτῷ περιῆν. τὸν δὲ βίᾳ τὸν ὕπνον ἀποτινάξασθαι καὶ θορύβου μεστὸν ἐγερθέντα βοᾷν καὶ τοῖς θεράπουσιν ἐγκελεύεσθαι διώκειν τὸν λωποδύτην, μὴ φθάσῃ διαδρὰς μετὰ τῶν χρημάτων. ἐλελήθει γὰρ αὐτὸν ἐνύπνιον εἶναι τὰ φαντασθέντα καὶ οὐκ ἀλήθειαν. τῶν δὴ θεραπόντων διανιστάντων εὐθὺς καὶ τὰς θύρας κεκλεισμένας εὑρόντων καὶ διαβεβαιωσάντων φαντασίαν εἶναι τὸ πρᾶγμα καὶ μεθημερινῶν φροντίδων βλάστημα, μόλις εἰς ἑαυτὸν ἐλθὼν θερμότατόν τινα στεναγμὸν ἐκ βάθους ἀνέπεμψε καὶ οὐ τοσοῦτον μεθημερινῶν φροντίδων βλάστημα τὸ φανθὲν ἔκρινεν, ὅσον μαντείαν τινὰ καὶ προαναφώνησιν τοῦ μέλλοντος καταλήψεσθαι τὸν οἰκεῖον οἶκον ἀφανισμοῦ. ὅθεν ἡμέρας γενομένης τὰ πλείω τῶν χρημάτων ἀφελόμενος τῆς οἰκίας, ἅτε ἀπεγνωσμένης ἤδη, διεμέρισέ τε καὶ τῶν φίλων τοῖς πιστοτάτοις λάθρα ἐδεδώκει φυλάττειν αὐτῷ. ὁ δὲ τὴν γυναῖκα καὶ τὰς θεραπαινίδας περὶ τὸν οἶκον ἀφεὶς αὐτὸς περὶ τὰ βασίλεια ἀπρόϊτον τοῦ λοιποῦ τὴν διατριβὴν καὶ καταμονὴν ἐποιεῖτο, δεδιὼς τὴν τοῦ δήμου στάσιν φλεγμαίνουσαν κατ' αὐτοῦ.
(Γ.) Οἱ μέντοι παρὰ τοῦ γηραιοῦ βασιλέως προαποσταλέντες εἰς τὴν τῶν κατὰ Μακεδονίαν χωρῶν καὶ πόλεων διοίκησιν ἑάλωσαν ἅμα γυναιξί τε καὶ τέκνοις, ὡς ἔφθημεν εἰρηκότες, καὶ διαμερισθέντες ὅσα περὶ Θεσσαλονίκην καὶ Διδυμότειχον δεσμωτήρια πάντα μεστὰ ἑαυτῶν πεποιήκεσαν. ὁ δέ γε δεσπότης Δημήτριος φυγὰς ᾤχετο ἀπιὼν παρὰ τὸν Κράλην Σερβίας, γυναῖκα καὶ παῖδας καταλιπὼν διώκουσιν. ὁ δὲ πρωτοβεστιάριος Ἀνδρόνικος μέχρι τινὸς ἑπόμενος καὶ αὐτὸς τῷ δεσπότῃ οὐκ ἐδυνήθη μέχρι τέλους καθάπερ τις παράσιτος ἐς ἀλλοτρίαν ἀποβλέπειν τράπεζαν ὥσπερ ἐκεῖνος. ἀλλ' ἀναλογισάμενος, ὅσον ἐξαπίνης ἀφῄρηται πλοῦτον καὶ κτήνη καὶ κτήματα καὶ δόξαν μετὰ πασῶν τῶν ἐλπίδων, ὑποπτεύσας δὲ καὶ περὶ τῆς γυναικὸς ὅσα αἱ παρὰ τῶν ἐχθρῶν ἁλισκόμεναι πάσχουσιν ἄσεμνα, ἐς ἀπογνώσεως καὶ ἀμετρήτου λύπης βυθοὺς ἑαυτὸν ἐδεδώκει· καὶ οὕτως ἐν βραχεῖ τὸ ζῇν πικρῶς ἐξεμέτρησεν ἐν τόποις ἀλλοτρίοις καὶ ἐρημίαις πλανώμενος. ὁ δὲ Ἀσὰν Μιχαὴλ σπεύσας εἰσῆλθεν ἐς τὸ τοῦ Προσιάκου πολίχνιον· καὶ τοὺς οἰκήτορας ἐκεῖθεν ἐκβεβληκὼς εἰς ἑαυτοῦ τοῦτο σωτήριον οἰκητήριον εἶχεν ἀσφαλισάμενος. μετὰ δὲ βραχὺ προδοσίαν αἰσθόμενος ἑαυτοῦ μεταπέμπεται παρὰ τοῦ Κράλη Σερβίας φρουρὰν, ᾗ τὸ πολίχνιον παραδοὺς ᾤχετο παρὰ τὸν Κράλην καὶ αὐτὸς ἀπιών.
(Δ.) Ἔτυχε δὲ τηνικαῦτα τὸ τοῦ Μελενίκου φρούριον καὶ ὁπόση τούτῳ περίοικος διοικῶν καὶ ἐπιτροπεύων ὁ Βασιλικὸς Νικηφόρος. οὗτος τῶν εὖ μὲν γεγονότων ἦν, ἐδόκει δὲ τοῖς ἥκιστα κρίνειν εἰδόσιν ὀρθῶς τόν τε τρόπον εἶναι ἁπλοῦς καὶ πρακτικῆς ἐς τὰ μάλιστα ἄπειρος. ἀλλὰ τοῦτον ὁ χρόνος ἔδειξε τῶν τότε πάντων ὡς ἀληθῶς συνετώτερον. οἱ μὲν γὰρ ἀπογνώσει δόντες ἑαυτοὺς ἀγνοίᾳ τοῦ συμφέροντος πικρῶς τὸν βίον ἀπήλλαξαν· οἱ δὲ ἑάλωσαν ἄκοντες καὶ μυρία πεπόνθασι τὰ δεινά· οἱ δ' ἑκόντες προὔδοσαν ἑαυτούς. οὗτος δὲ μόνος θεῷ τὰ πείσματα τῶν ἐλπίδων ἀναψάμενος πρὸς τοσοῦτον πραγμάτων κλύδωνα ἑαυτὸν ἀντέστησε, μέχρι τελευταίας ἀναπνοῆς τοῦ γηραιοῦ βασιλέως τὴν πρὸς αὐτὸν ἀκίβδηλον γνώμην καὶ πίστιν τηρήσας, καὶ μήτε πρὸς τὰς τοῦ νέου βασιλέως λαμπρὰς καὶ μεγάλας ὑποσχέσεις ἐνδοὺς, μήτ' αὖ πρὸς τὰς παλαμναιοτάτας ἀπειλὰς καὶ περιστρατοπεδεύσεις αὐτοῦ δείσας ὅλως· ἀλλὰ τὸ φρούριον ἐκεῖνο στεῤῥῶς ἀσφαλισάμενος ἐκάθητο, λῆρον μακρὸν ἅπαντα τὰ τοιαῦτα ἡγούμενος, ἕως ἠκηκόει τὴν τοῦ γηραιοῦ βασιλέως ἀπαλλαγήν. μέχρι γὰρ τούτου δικαίαν ἡγεῖτο τὴν ἔνστασιν· τὸ δ' ἑξῆς ἄδικόν τε καὶ πρόφασιν οὐδὲν εὔλογον ἔχουσαν. διὸ καὶ σπονδὰς πρὸς τὸν νέον εὐθὺς ποιησάμενος βασιλέα καὶ λαμπρὰς τὰς ἀμοιβὰς παρ' αὐτοῦ δεξάμενος ἐδεδώκει τὸ φρούριον· καὶ λοιπὸν βουλήσει τοῦ βασιλέως αὐτὸς αὖθις ἦν ὁ διοικῶν καὶ ἐπιτροπεύων αὐτὸ, γέρας καὶ τοῦτο λαβὼν καὶ ἀντίδοσιν τῆς πρὸς τὸν δεσπότην ἐκεῖνον πίστεως καὶ στοργῆς. ἐπεὶ καὶ συνετοῖς πολεμίοις αἰδέσιμος ἀνδρὸς ἀρετή. καὶ γὰρ Δημοσθένην τὸν Ἀττικὸν ἐν τοῖς μάλιστα πολεμίοις ὄντα Φίλιππος ἐμακάριζε, λέγων· «εἰ μέν τις Ἀθηναῖος ὢν ἐν Ἀθήναις φάσκει τῆς πατρίδος ἐμὲ προτιμᾷν, τοῦτον ἀργυρίου μὲν πριαίμην ἂν, φιλίας δ' οὐκ ἄν· εἰ δέ τις ὑπὲρ τῆς πατρίδος ἐμὲ μισεῖ, τούτῳ προσπολεμῶ μὲν, ὡς ἀκροπόλει καὶ τείχει, νεωρίοις καὶ τάφρῳ· θαυμάζω δὲ τῆς ἀρετῆς καὶ μακαρίζω τὴν πόλιν τοῦ κτήματος.» ἀλλὰ ταῦτα μὲν ὕστερον. νῦν δ' ἐπανιτέον ὅθεν ἐπὶ ταῦτα ἐξέβημεν.
(Ε.) Ἔαρος γὰρ ἀρχομένου κατὰ τὴν ἕκτην δηλαδὴ τῆς ἁγίας τεσσαρακοστῆς ἑβδομάδα συνεκρότησε πόλεμον τὰ ἀμφοῖν τοῖν βασιλέοιν στρατεύματα ἀγχοῦ τοῦ Μαυροποτάμου. ἐστρατήγει δὲ τούτων μὲν Κωνσταντῖνος ὁ Ἀσὰν, ἐκείνων δ' ὁ πρωτοστράτωρ. εἰλήφεσαν τοίνυν κἀνταῦθα τὸ κράτος οἱ ἐναντίοι. τῶν δ' ἡμετέρων πεπτώκασι μὲν ἐν τῷ πολέμῳ οὐ πλείους τῶν δέκα στρατιωτῶν· ἑάλωσαν δὲ τῶν ταξιάρχων οἱ πλείους μετὰ τοῦ στρατηγοῦντος Ἀσάν. οἱ δ' ἕτεροι γυμνωθέντες δυστυχῶς τὴν ἐπὶ τὸ Βυζάντιον ἐπανῄεσαν. ἰδὼν δὲ ὁ νέος βασιλεὺς κατὰ ῥοῦν τοῖς αὐτοῦ κινήμασιν ἑπομένην τὴν τύχην, τὰ κατὰ Μακεδονίαν καὶ Θρᾴκην πάντα καταστησάμενος ὡς αὐτῷ γε ἦν βουλομένῳ ἐπὶ τὸ Βυζάντιον μεσοῦντος ἔαρος ἔσπευδε καὶ αὐτὸς, μὴ φθάσαντες ἐντὸς ὁ τῶν Βουλγάρων στρατὸς εἰσπηδήσωσιν, ἔπειτα μήτε στρατὸν ἀνάλογον ἔχουσαν εὑρηκότες τὴν βασιλεύουσαν καὶ ἄλλως πεπονηκυῖαν ἰδόντες ἐκ τοῦ λιμοῦ, ὃν ὁ τῶν Βενετικῶν τηνικαῦτα στόλος προὐξένησε, κατασφάξωσι τόν τε βασιλέα καὶ πᾶσαν εἰπεῖν ἡλικίαν καὶ μίαν ἀρχὴν καταστήσωσι τῷ σφῶν αὐτῶν ἀρχηγῷ τὴν ἀπὸ Βυζαντίου μέχρι τοῦ Ἴστρου· ἢ εἰ μὴ τοῦτό γε δυνηθεῖεν, ἀλλ' οὖν τό γε δεύτερον δύναμιν αἰφνίδιον τῷ γηραιῷ βασιλεῖ παρασχόντες ἄβατον αὐτῷ δὴ τῷ νέῳ τοῦ λοιποῦ τὴν ἐπὶ τὸ Βυζάντιον καταστήσωσι, κἀνταῦθα περὶ τὸ τῆς σπουδῆς ἁπάσης συμπέρασμα τὸ σκάφος αὐτῷ τῆς τύχης ἀνατραπείη, πάσας τὰς τῶν δρόμων ἐκείνων ἐλπίδας ὑποβρυχίους πεποιηκός. ἔτυχε τοίνυν τρεῖς ἐν ταὐτῷ κινδύνους ἡ ταλαίπωρος αὕτη μεγαλόπολις θεασαμένη τότε, οὓς κατὰ μέρος λέξοντες ἥκομεν.
(Στ.) Νῆες μακραὶ τετταράκοντα παρὰ Βενετικῶν ὁπλισθεῖσαι λαμπρῶς τὸν ἔκπλουν κατὰ τῶν ἐν τοῖς Γαλάτου Γεννουϊτῶν ἐποιήσαντο, μὴ βουλομένων μεθ' ἡσυχίας ἀποδιδόναι τὰ χρήματα, ὅσα παρὰ φορτίδος νεὼς αὐτῶν πειραταὶ Γεννουῗται περὶ μέσα που τὰ πελάγη τῆς κάτω θαλάσσης βιαίως ἀφείλοντο. καὶ ἐλθοῦσαι αἱ μὲν δύο καὶ τριάκοντα ἐσέπλευσάν τε ἐς τὸ πρὸ Βυζαντίου Κέρας καὶ ἔστησαν ἑαυτὰς μετωπηδὸν ἐς ἐπαγγελίαν πολιορκίας τῶν ἐν τοῖς Γαλάτου Γεννουϊτικῶν, εἰ ἀναβάλοιντο τὴν τῶν χρημάτων ἀπόδοσιν· αἱ δ' ὀκτὼ παρεφύλαττον ἀνιοῦσαι τὸν πρὸ τοῦ Ἱεροῦ πορθμὸν, ὃν δὴ τοῦ Πόντου καλοῦσιν αὐχένα. ἔνθα στρογγύλας τέτταρας ναῦς εὑρηκότες πρὸς ἔκπλουν ἑτοίμους ἐκράτησάν τε καὶ δύναμιν αὐταῖς ἐνεβίβασαν καὶ κατὰ τῶν ἐκ τοῦ Πόντου καταγομένων Γεννουϊτικῶν ὁλκάδων καὶ ταύτας ὁπλίσαντες ἔστησαν. ἦν οὖν ἡμερῶν ὀλίγων ἰδεῖν τοσαύτας ὁλκάδας ἁλούσας Ῥωμαϊκὰς ὁμοῦ καὶ Λατινικὰς, ὡς πεπληρῶσθαι τούτων πάντα μικροῦ τὸν πορθμόν. ἡλίσκοντο γάρ σφισιν ὁμοῦ καὶ Ῥωμαίων ὁλκάδες, μὴ λάθωσι δι' αὐτῶν παραῤῥυέντες καὶ Λατίνων συχνοί. καὶ συνέβαινεν οὕτω τῆς σιτοπομπίας ἀποκλεισθείσης λιμὸν τοῖς Βυζαντίοις ἐγγίνεσθαι οὐ μικρόν. διήρκεσε γὰρ τὸ τῆς τοιαύτης πολιορκίας ἄχρι πεντεκαίδεκα ἡμερῶν, ἐν αἷς πόλεμος μὲν οὐκ ἐγίγνετο. οὐ γὰρ ἀπελέγοντο τὴν τῶν ζητουμένων χρημάτων οἱ Γεννουῗται ἀπόδοσιν· ἀλλ' ὑπισχνοῦντο μὲν, ὑπερετίθεντο δέ· τοῖς δὲ Βενετικοῖς ἥκιστα τῶν δυνατῶν ἦν ὅλως ἐπανιέναι κενούς. ἦσάν γε μὴν οὐδένες, οὓς οὐ μάλα ἐξέπληξεν ἡ τῶν Βενετικῶν εὐταξία καὶ ἡ μετὰ δικαιοσύνης μεγαλοπρέπεια. οὐδὲ γὰρ ἠξίωσε τῶν πάντων ἐκείνων οὐδεὶς ἐξελθὼν ἀφελέσθαι τι τῶν ἁπάντων ἄνευ τιμῆς ἀργυρίου, καὶ ταῦτα τοσούτου παμπληθοῦς τε καὶ σύρφακος ὄχλου συνόντος. ἀλλ' ἦσαν ἅπαντες πρὸς τὴν τῶν ἀρχόντων ἐξουσίαν ἑπόμενοι, καθάπερ ποιμέσι τὰ ποίμνια. καὶ ἦσαν ἀνὰ πάσας ἐκείνας τὰς ἡμέρας ἱστάμενοι ἐπὶ τῶν νεῶν, μηδαμῶς ἐνδιδόντες πρὸς τὴν ἀκμὴν ἐκείνην τῆς τοῦ ἡλίου φλογός. τὰ δὲ τῶν Ῥωμαίων ἀκάτια κατὰ πλῆθος περιεκύκλουν αὐτοὺς, πᾶν ὅ,τι χρειῶδες ἐτύγχανέ σφισιν ἀφθόνως κομίζοντα καὶ ἀντιλαμβάνοντα πλείονα ἢ ἐχρῆν τὸν μισθόν. ἀλλ' οὐδὲ τῶν ἁλισκομένων ἐκείνων νεῶν ἁπασῶν τοῦ πληρώματος ἐλυμήναντο τὸ παράπαν οὐδέν. ἦν γὰρ τῶν μὲν πλήρωμα σῖτος καὶ κριθὴ, τῶν δὲ ὄψων ταρίχη, ὁπόσα γεωργοῦσι λίμναι Κωπαΐδες τε καὶ Μαιώτιδες καὶ ποταμοὶ Τανάϊδες. ἀλλὰ διετήρησαν ἐς τἀκριβὲς ἀλώβητα, ἕως ἀπολαβόντες τὸ χρέος ἀπέδοσαν ἅπαντα. ἓν μὲν δὴ τοῦτο δεινὸν ἐπέστη τότε τῇ πόλει. δεινότερον δ' ἂν ἦν, εἰ καὶ εἰς πέρας προὔβαινον τὰ λαθραῖα βουλεύματα. ὁ γὰρ βασιλεὺς ἔξωθεν πρεσβείαν πρὸς αὐτοὺς κρύφα ἀπεστάλκει χρήματα ὑπισχνούμενος, εἰ συνεργοὶ συνεσκιασμένοι γένοιντό οἱ πρὸς τὴν τῆς πόλεως ἅλωσιν. τοῦτο μὲν οὖν οὐκ ἐγεγόνει, εἴτε μὴ δεξαμένων τῶν Βενετικῶν τὴν τοιαύτην πρεσβείαν, εἴτε οὐ ῥᾴδιον εἶναι τοῦτο συννενοηκότων διὰ τὸ συνεχέσι φρουροῖς πεπυργωμένον εἶναι τὸ τεῖχος ἅπαν ὁμοῦ καὶ τὰς πύλας τῶν Βυζαντίων.
(Ζ.) Δεύτερον δὲ τῶν περιστάντων τότε τῇ πόλει δεινῶν, τρισχιλίους ἱππέας κατὰ τὰ ξυγκείμενα ὁ τῶν Βουλγάρων ἀπολεξάμενος ἀρχηγὸς συμμαχήσοντας ἀποστέλλει τῷ βασιλεῖ κατὰ τοῦ νέου βασιλέως· οἷς δὴ προστεταγμένον ἦν, ὡς ἐθρυλλήθη παρ' ὡντινωνοῦν, εἰ ἀδείας ἐπιτύχοιεν προσηκούσης, νεωτερισμόν τινα διαπράξασθαι περὶ τὸ Βυζάντιον. ἀλλ' ἐληλυθόσιν οὐ συγκεχώρηταί σφισιν ἐντὸς γενέσθαι πυλῶν, πλὴν ἢ μόνῳ τῷ σφῶν στρατηγῷ. διὸ καὶ παρεκκλίναντες ἐστρατοπεδεύκασι περὶ τόπον σταδίους ἀπέχοντα τῆς βασιλευούσης πέντε καὶ ἐννενήκοντα.
(Η.) Ἀλλὰ μιᾷ ἡμέρᾳ πρότερον ἐξιππασάμενος ὁ νέος βασιλεὺς μετ' ὀλίγων πάνυ τινῶν ἧκεν ἐξ ἀφανοῦς ἀθρόως εἰσπηδήσων ἐς τὸ Βυζάντιον. αἰσθομένων δὲ τῶν πυλωρῶν ἀπεκλείσθη, ὡς ἐντεῦθεν ἀναγκασθέντα δεῖσθαι τοῦ βασιλέως καὶ πάππου θερμῶς καὶ ὑπισχνεῖσθαι πρὸς ἅπαν ὑπείξειν τὸ προσταττόμενον, ὡς εἷς τῶν ἀργυρωνήτων, πρίν τι γενέσθαι τῶν ἀπευκτῶν θατέρῳ δυοῖν, οὕτω κορυφωθείσης τῆς μεταξὺ μάχης. ἀλλ' αἱ τῶν Βουλγάρων ἐλπίδες κουφίζουσαι τὴν τοῦ γηραιοῦ βασιλέως ἔτι ψυχὴν οὐκ εἴων συνθέσθαι ταῖς ἐκείνου δεήσεσιν. ἔπειτα οὐδὲ πιστεύειν εἶχεν αὐτῷ καθαρῶς ἐκ πολλῶν τῶν προειληφότων. τούτων μὲν δὴ τριῶν περιστάντων τότε κινδύνων τῇ πόλει οὐδεὶς τοῦ σκοπουμένου τετύχηκε τέλους.
(Θ.) Ὅ γε μὴν βασιλεὺς ὁ νέος ἄρας ἐντεῦθεν ἀπῄει, σφοδρῶς ἀνιώμενος πρὸς τὴν ἀωρίαν τῶν βουλευμάτων, καὶ τὴν οὕτω συμβᾶσαν τῶν πραγμάτων ἐμέμφετο περιπέτειαν καὶ οἷον εἰπεῖν ἀπεγνωκότι ἐῴκει· καὶ προελθὼν κατέλυσε παρὰ χωρίῳ τινὶ Λόγους ἐπικεκλημένῳ. ἐκεῖθεν διαπρεσβεύεται πρὸς τὸν στρατηγὸν τῶν Βουλγάρων, ἀγχοῦ που στρατοπεδεύοντα· καὶ δῶρα τὰ μὲν ἤδη πέπομφε, τὰ δὲ ὑπισχνεῖται, εἰ λαβὼν τὸν οἰκεῖον στρατὸν ἐπὶ τὰ οἴκοι ἀναχωροίη. καὶ συνθέμενον πρὸς εὐωχίαν καλεῖ μετὰ τῶν αὐτοῦ ταξιάρχων· καὶ τῇ ὑστεραίᾳ ψυχαῖς ἡδομέναις οἴκαδε προὔπεμψε.

στʹ. Τούτων οὕτως ἐχόντων αὐτομολοῦσι πρὸς βασιλέα τὸν νέον περὶ τὸ δηλωθὲν χωρίον στρατοπεδεύοντα δύο τινὲς τῶν τοῦ τείχους τῆς βασιλευούσης φρουρῶν, ὄνομα Κάμαρίς τε καὶ Καστελλάνος, τεκτονικήν τινα μετιόντες τὴν τέχνην· οἳ καὶ ἀπολαβόντες τὸν βασιλέα μηδενὸς ἄλλου συνόντος πλὴν τοῦ μεγάλου δομεστίκου Καντακουζηνοῦ διαλέγονται περὶ προδοσίας καὶ ἀπαιτοῦσιν ἐγγράφους ὑποσχέσεις χρημάτων ὁμοῦ καὶ κτημάτων ἀφθόνων. ἃ δὴ πάντα λαβόντες ῥᾳδίως καὶ διδάξαντες τὴν ὥραν καὶ τὸν τρόπον αὐτοὶ μὲν ἐπανῆκον ἐς τὴν ὑστεραίαν δέει τοῦ μὴ ἐς ὑποψίας ἐμπεπτωκέναι τοῖς ἐκ γειτόνων. ὁ δὲ βασιλεὺς τέτταρας περιμείνας ἡμέρας ἐκεῖ κλίμακα διὰ μηρίνθου κατεσκευάκει, ὁποίας καὶ περὶ τὸν ἱστὸν αἱ μέγισται αἰωροῦσιν ὁλκάδες. τῆς δὲ κυρίας ἐληλυθυίας νυκτὸς οἱ μὲν προδόται ὤνιον εἰληφότες ἐξ ἑσπέρας οἶνον πολὺν ἄκρατον πίνειν παρεῖχον τοῖς γείτοσι τῶν φρουρῶν, ὡς ἐντεῦθεν εἰς ὕπνον τραπέσθαι πάντας βαθύτατον καὶ μηδὲν πλὴν τοῦ ἀναπνεῖν ἀπεοικέναι νεκρῶν. περὶ δὲ μέσας νύκτας ἥκουσιν οἱ τὴν κλίμακα φέροντες παρὰ τὸ τεῖχος· ἣν εὐθὺς ἀνιμήσαντο σχοῖνον χαλάσαντες ἄνωθεν οἱ προδόται, δι' ἧς καὶ ἀνήγαγον τῶν ἔξωθεν ὁπλιτῶν ὀκτωκαίδεκα· οἷς καταβεβηκόσιν ἐκμοχλεῦσαι ῥᾳδίως τὴν τοῦ Ῥωμανοῦ καλουμένην ξυμβέβηκε πύλην, καὶ λοιπὸν ἀκωλύτως στρατὸς εἰσεχώρει ξύν γε τῷ βασιλεῖ.
(Β.) Ἀλλ' ἐκεῖνο μικροῦ με παρέδραμε. δύντος γὰρ ἤδη τοῦ ἡλίου καὶ τῶν Βυζαντίων πυλῶν κλεισθεισῶν ἧκέ τις καὶ τῶν ἔγγιστα χωρίων τῷ δρόμῳ ἀσθμαίνων· καὶ κρούσας τὰς παρὰ τῇ Γυρολίμνῃ πύλας ἐκπληκτικώτερον ἐκάλει τινὰ τῶν ἔνδον· καὶ ἐλθόντι ἑωρακέναι ἔφασκε πρὸ βραχέος πολλούς τινας τῶν τοῦ νέου βασιλέως σπουδῇ προσελαύνοντας πρὸς τὰ περὶ τὸν Ῥωμανὸν τείχη τῆς πόλεως. ὅπερ ἀκουσθὲν τῷ βασιλεῖ φόβον ἐνέβαλε πλεῖστον καὶ θόρυβον ἐνεποίησε λογισμῶν. καὶ ἔδοξεν ἀνοίξαντι συχνοὺς τῶν στρατιωτῶν ἐξαποστεῖλαι, φύλακας περιπόλους τοῦ χερσαίου γενησομένους τείχους ἀπὸ θαλάττης ἄχρι θαλάττης. ἀλλ' ὁ μέγας ἐμποδὼν γεγένηται λογοθέτης, ἀνάξιον εἶναι φήσας μεγαλοπρεπέσι φρονήμασιν, ἐνδιδόναι πρὸς οὕτω σμικροπρεπεῖς ἀκοὰς καὶ φήμας ἀγεννεῖς. [ἢ γὰρ μὴ εἶναι τὸ λαληθὲν ἀληθὲς, ἢ μωρὰν εἶναι τὴν ἐπιχείρησιν, τοσούτοις ὅπλοις τῶν τε πυλῶν ὁμοῦ καὶ τῶν τειχῶν πεφραγμένων. ταὐτὸν γὰρ πείσονται, εἰ τῇ εἰσόδῳ νῦν ἐπιχειρεῖν ἐθελήσαιεν οἱ πολέμιοι, ὁποῖον καὶ οἱ πρὸς κέντρα λακτίζοντες. ταυτὶ δ' ἔφασκεν οὗτος, εἴτε διὰ τὸ ἀδαὴς στρατιωτικῶν εἶναι πραγμάτων, εἴτε τοῦ θεοῦ σφήλαντος τὴν τούτου διάνοιαν, ἵνα καὶ πέρας ἡ κυρωθεῖσα ἄνωθεν ψῆφος σχοίη κατὰ τοῦ γηραιοῦ βασιλέως καὶ τῶν τούτου πραγμάτων.
(Γ.) Οὔπω τὸ τρίτον τῆς νυκτὸς παρεῤῥύη καὶ συχνοὶ παρὰ τὰς πύλας αὖθις τῆς Γυρολίμνης ἧκον ἀγροῖκοί τινες ἐκ τῶν προαστείων τῆς Βυζαντίδος καὶ πολὺν ἐδήλουν τοῖς φύλαξιν ἀθροίζεσθαι ὅμιλον ἔξωθεν παρὰ τὰς πύλας τοῦ Ῥωμανοῦ. ὅπερ αὖθις εἰς τὰς βασιλικὰς ἀκοὰς ἀνενηνεγμένον εἰς φόβον καὶ θόρυβον ἤγαγε πλείονα· καὶ τραχυτέρᾳ χρησάμενος τῇ φωνῇ πρὸς τὸν μέγαν ἔφασκε λογοθέτην· «ἔοικας, ἄνθρωπε, σιδήρου φύσιν εἰληφέναι. διὰ γὰρ τοῦτο καὶ ἀδεῶς ἔχεις τῶν λογισμῶν καὶ οὐκ ἐπαισθάνῃ τῶν περιστοιχιζόντων ἡμᾶς ἄρτι κινδύνων. ἢ οὐχ ὁρᾷς, ὡς οὐκ ἐᾷ με τὸ πρᾶγμα καθῆσθαι, μηδὲ καταδαρθάνειν· ἀλλ' ὥσπερ τις ἰσχυρὸς πάταγος ὁ τοῦ ἐγγόνου μου θόρυβος κροτεῖ μου τὰς ἀκοὰς καὶ συγχεῖ μου τὴν διάνοιαν καὶ δεινῶν μοι πέλαγος ἔῤῥωγε, τάς γε φρένας τινάττων συχνὰ καὶ κυκῶν καὶ βυθίζων μου τὴν καρδίαν;» ὅδ' ἄντικρυς Μακκαβαῖος ἦν, τοῖς προτέροις ἐμμένων δόγμασι καὶ περιφρονῶν τὰ λεγόμενα, καθάπερ τις προβλὴς θαλάττιος· ὥστε καὶ ἀναστὰς ἀπῄει καθευδήσων, ἔργῳ δεικνὺς ὡς μάταιος ὄχλος καὶ οὐδὲν ἰσχυρὸν τὰ πρὸς πολεμίων ἔξωθεν δρώμενα.
(Δ.) Ὁ δὲ βασιλεὺς μόνος ἀπολειφθεὶς καὶ οὐκ ἔχων πλὴν τῶν οἰκειακῶν μειρακίσκων ἕτερον, ᾧ κοινωνήσει τοῦ πάθους, ἐπὶ τῆς βασιλικῆς καὶ αὐτὸς ἑαυτὸν κατέκλινε κλίνης, μηδὲν τῶν ἱματίων ἐκδύς· ἀλλ' ἅμα τούτοις καὶ ὅλην ἐνδεδυμένος σαφῆ τὴν ἀπόγνωσιν ἔκειτο μεμερισμένος πικροῖς καὶ ἀλλεπαλλήλοις λογισμοῖς τὴν ψυχὴν καὶ ὅλον τὸ σῶμα περιστρεφόμενος τῇδε κἀκεῖσε συχνὰ, ὥσπερ ἂν εἰ κρατῆρας εἶχε πυρὸς ὑφάπτοντας κάτωθεν τὴν κλίνην. τούτων οὕτως ἐχόντων πολὺς ἠκούσθη θόρυβος ἔξω περὶ τὰ βασίλεια καὶ τὰς βασιλείους πύλας, τὴν τοῦ νέου βασιλέως περιηχῶν εἴσοδον, καὶ κρότος ὅπλων μάλα πολύς· ἦσαν γὰρ οἱ συνεισελθόντες τῷ βασιλεῖ στρατιῶται πλείους ὀκτακοσίων· καὶ ἅμα πανταχόθεν εὐφημίαι καὶ γλῶσσαι τὸν νέον ἀνακηρύττουσαι βασιλέα. αἰσθόμενος δ' ὁ γηραιὸς βασιλεὺς τοῦ θορύβου καὶ τῆς βοῆς ἐξανέστη τῆς κλίνης, ἐκπλήξει πολλῇ συνεχόμενος· καὶ μὴ ἔχων οὐδένα τὸν βοηθήσοντα, μήτε στρατιώτην, μήτε στρατηγόν· πλὴν γὰρ τῶν θαλαμηπόλων μειρακίσκων ἐρημία πολλὴ τὰ βασίλεια εἶχε· καταφεύγει πρὸς τὴν θείαν εἰκόνα τῆς ὑπεράγνου θεομήτορος τῆς Ὁδηγητρίας. συχνῶν γὰρ ἡμερῶν ἐκομίσθη πρὸς τὰ βασίλεια πρότερον καὶ ἦν αὐτῷ παραμύθιον ἀσφαλές. πρὸς ταύτην τοίνυν καταφυγὼν καὶ περιχυθεὶς τοὔδαφος μάλα περιαλγής τε καὶ ἔνδακρυς ἐδεῖτο θερμῶς, μὴ περιϊδεῖν κινδυνεύοντα μιαιφονίας ξίφεσι τὴν ψυχὴν παραπέμψαι. ναὶ μὴν καὶ ἐπήκοος ἐγένετο τῆς δεήσεως αὐτοῦ καὶ ταχίστην ἐχαρίσατο τὴν ἐπικουρίαν ἡ πάνθ' ὅσα βούλεται δυναμένη πάναγνος θεοτόκος.
(Ε.) Τοιαύτας γὰρ ἔνδον τῶν βασιλείων αὐτοῦ τὰς δεήσεις τῇ θεοτόκῳ προσφέροντος, ὁ νέος ἔξωθεν βασιλεὺς συγκαλέσας πάντας τοὺς περὶ αὐτὸν στρατηγοὺς καὶ ταξιάρχους παρεκελεύετο μάλα σφοδρῶς, μήτε χεῖρα φονεύτριαν, μήτε γλῶσσαν ὑβρίστριαν ἐπενεγκεῖν μήτε τῷ πάππῳ καὶ βασιλεῖ, μήτε μηδενὶ τῶν ἁπάντων ἑτέρῳ. «οὐ γὰρ ἡμεῖς,» φησὶν, «ἀλλ' ὁ θεὸς ἡμῖν τὰ τοιαῦτα παρέσχετο τρόπαια. καὶ θεοῦ μὲν βούλησις πάντα κινεῖ· ὑπηρετεῖ δὲ πάντα, ἀστέρες, ἀὴρ, θάλασσα, γῆ, ἄνθρωποι, κεραυνοὶ, πρηστῆρες, λοιμοὶ, σεισμοὶ, ὑετοὶ ῥαγδαῖοι, καρπῶν ἀφορίαι, καὶ ὅσα τούτοις ἑπόμενα, τὰ μὲν πρὸς εὐδαιμονίαν, τὰ δὲ πρὸς κακοδαιμονίαν, ἢ μᾶλλον πρὸς παίδευσιν καὶ σωφρονισμόν. ὑπηρέταις δὴ οὖν ἡμῖν καὶ κολασταῖς τῆς παρούσης χρώμενος παιδεύσεως δίδωσι νίκας καὶ τρόπαια ταῖς ἡμῶν δεξιαῖς. χρήσεται δ' ἴσως ἄλλοις αὔριον καθ' ἡμῶν· καὶ ὁποῖοι καὶ ἡμεῖς ἐσόμεθα τοῖς ἐς τὰς ἡμῶν χεῖρας παραδοθεῖσιν εἰς παίδευσιν, τοιοῦτοι πάντως ἔσονται καὶ ἡμῖν, οἷς ἡμεῖς παραδοθησόμεθα. ὥστε εἰ μὴ δι' ἔλεον καὶ οἶκτον συγγενικῶν τε καὶ ὁμοφύλων αἱμάτων, διὰ γοῦν πρόνοιαν ἡμῶν αὐτῶν φιλανθρωπίᾳ νυνὶ χρήσασθαι βέλτιον, μὴ βαρυτέρας αὐτοὶ πειραθῶμεν θεομηνίας.»
(Στ.) Ἐν τούτοις ἐλθών τις ἐκ τῶν βασιλείων ἀνέῳξέ τε τὰς πύλας τῷ νέῳ βασιλεῖ καὶ ἀγγελίας αὐτῷ ταύτας κομίζει παρὰ τοῦ πάππου· «ἐπειδὴ τήμερον ὁ θεὸς ἀφελὼν ἐμοῦ τὸ βασίλειον, υἱέ μου, σκῆπτρον σοὶ τοῦτ' ἐχαρίσατο, μίαν ταύτην αἰτῶ παρὰ σοῦ χάριν ἀντὶ πολλῶν, ὧν ἐξ αὐτῆς σοι γενέσεως ἐδεδώκειν αὐτός (ἐῶ γὰρ λέγειν ἐν ταῖς παρούσαις τύχαις ὢν, ὅτι καὶ τῆς γενέσεως αὐτῆς καὶ τῆς ἐς βίον προόδου μετά γε θεὸν αὐτός σοι κατέστην αἴτιος)· χάρισαί μοι τὴν ἐμαυτοῦ ζωήν· φεῖσαι πατρικῆς κεφαλῆς· μὴ βίαιον ἐπενέγκῃς αἵματι σίδηρον, ἀφ' οὗ σὺ τὰς πηγὰς ἐδέξω τοῦ ζῇν. ἄνθρωπος μὲν ἐπόπτης ἐστὶν οὐρανοῦ τε καὶ γῆς· τῶν δ' ἀνθρωπίνων πράξεων ἐπόπται γῆ τε καὶ οὐρανός. μὴ δὴ οὖν ἐθελήσῃς ἀθεμίτων ἔργων καὶ οἵων οὐδείς πω τετόλμηκεν ἐξ αἰῶνος ἐπόπτας λαβεῖν γῆν τε καὶ οὐρανόν. εἰ δ' ἀδελφικὸν αἷμα κατὰ τοῦ Κάϊν ἐβόα πάλαι πρὸς κύριον, πῶς οὐ πατρικὸν αἷμα βοήσει πρὸς κύριον καὶ γῇ τε καὶ ἡλίῳ καὶ ἀστράσι τὸ τοσοῦτον ἀναγγελεῖ τόλμημα καὶ διατραγῳδήσει πρὸς ἅπαντας βασιλέας ἐθνῶν; αἰδέσθητι γῆρας ἐλεεινὸν ἐμοὶ μὲν βίου τελευτὴν οὐκ εἰς μακρὰν ὑπισχνούμενον, σοὶ δὲ φροντίδων μακρῶν ἀνάπαυσιν. αἰδέσθητι χεῖρας, αἵ σε πολλάκις ἐν σπαργάνοις ὄντα καὶ γάλαξιν ἠγκαλίσαντο. αἰδέσθητι χείλη πολλάκις μετὰ θερμοῦ σε τοῦ φίλτρου φιλήσαντα καὶ δευτέραν προσειπόντα ψυχήν. κάλαμον ἐῤῥιμμένον ὑπὸ τῆς τύχης οἴκτειρον καὶ μὴ καὶ αὐτὸς ἐθελήσῃς δευτέραν ἐπενεγκεῖν συντριβήν. μὴ ταῖς παρούσαις ἄνθρωπος ὢν πίστευε τύχαις· ἀλλ' ὅρα τὸ τῶν πραγμάτων ἀβέβαιον καὶ ἀστάθμητον ἀρξάμενος ἐξ ἐμοῦ. ὅρα μακροῦ βίου τέλος. θαύμασον, πῶς μία δὴ νὺξ αὕτη με βασιλέα παρειληφυῖα πολυετῆ βασιλευόμενον οἴχεται καταλιμπάνουσα.» τούτοις τοῖς λόγοις μαλακισθεὶς ὁ νέος Ἀνδρόνικος μικροῦ καὶ δακρύων ἥττων γενόμενος εἴσεισι τὰ βασίλεια, πολλὴν ὑπὲρ σωτηρίας τοῦ πάππου ποιούμενος πρόνοιαν. καὶ πρῶτα μὲν τῇ σεβασμίᾳ τῆς θεομήτορος εἰκόνι τὴν προσήκουσαν ἀποδοὺς προσκύνησιν, ἔπειτα τὸν πάππον ταύτης ἐχόμενον ἀπολαβὼν ἠσπάσατό τε περιπτυξάμενος καὶ λόγοις ἀνεκτήσατο μειλιχίοις.
(Ζ.) Ἐκεῖθεν ἄπεισιν εἰς τὴν τῶν Μαγγάνων μονὴν, ἔνθα φθάσας ὁ λόγος ἐδήλωσεν ἐν ἀδέσμῳ φυλακῇ τὸν πατριάρχην Ἠσαΐαν καθῆσθαι. τοῦτον οὖν ἄρας ἐκεῖθεν καὶ ἐφ' ἓν τῶν βασιλικῶν ὀχημάτων ἀναβιβάσας, ὡς εἶχε τῶν ἐρυθροβαφῶν κοσμημάτων, τῷ πατριαρχικῷ φέρων ἀποδίδωσι θρόνῳ· οὐκ ἐπισκόπων τινῶν οὐδὲ πρεσβυτέρων προοδευόντων καὶ ἑπομένων, ἀλλ' αὐλητῶν καὶ αὐλητρίδων καὶ ὀρχηστῶν καὶ ὀρχηστρίδων σὺν ᾠδαῖς χαρμοσύνοις τὴν πομπὴν ποιουμένων ἐκείνην. ὧν μία τις, ἡ μάλιστα τῶν ἄλλων αὐλητρίδων δοκιμωτάτη, ἵππου ἐν ἀνδρικῷ τῷ σχήματι ἐπιβαίνουσα τοῖς στρατευομένοις εἵπετο μὲν καὶ πρότερον, εἵπετο δὲ καὶ νῦν προπομπεύουσά τε τῷ πατριάρχῃ καὶ ταῖς συνήθεσι καὶ πορνικαῖς φλυαρίαις τόν τε πατριάρχην, καὶ ὅσοι τότε παρῆσαν, εἰς γέλωτας ἀσήμους ῥᾷστα παρασύρουσα.
(Η.) Ἦν δ' ἕωθεν ἐς ἑσπέραν ἰδεῖν τὴν ἡμέραν ἐκείνην κενωθέντα τὸν ὄλβον ἅπαντα τῶν οἴκων τῶν λαμπροτάτων καὶ λείψανα τὴν ταχίστην καταστάντας αὐτοὺς ἐρειπίων καὶ δημοτικὸν ἄθυρμα· καὶ μάλιστα πάντων τὴν τοῦ μεγάλου λογοθέτου λαμπροτάτην οἰκίαν, καὶ ὅσα τῶν χρημάτων ἔν τε τῇ οἰκίᾳ ἐταμιεύοντο, καὶ ὅσα φθάσας τισὶ τῶν φίλων παρέθετο. τῶν γραμματείων γὰρ εὑρεθέντων, ἃ τοὺς εἰληφότας φίλους ἐδήλου, λαφύρων μερὶς ἐγεγένηντο πάντα καὶ οὐδὲν τῶν ἁπάντων αὐτῷ παρελείφθη· ἀλλὰ τὰ μὲν εἰς τὸ βασιλικὸν εἰσενήνεκται πρυτανεῖον, τὰ δὲ δημοτῶν διενείμαντο χεῖρες· καὶ γέγονε πένης εὐθὺς ὁμοῦ τοῖς παισὶν ὁ πάντων μετὰ βασιλέα εὐδαιμονέστατος πᾶσι δοκῶν. ἀκράτου γὰρ τῆς εὐδαιμονίας ἐν πολλοῖς ἀπολελαυκὼς τοῖς ἡλίοις ὅλον ἐκπέπωκεν ἄκρατον ἡμέρᾳ μιᾷ τὸν τῆς λύπης κρατῆρα. καὶ ἦν ἀκούειν τῶν μεμψιμοίρων λεγόντων τά τε ἄλλα καὶ ὡς πενήτων ἦν αἵματά τε καὶ δάκρυα τὰ τοιαῦτα χρήματα, συνεισφερόμενά τε καὶ χορηγούμενα παρ' οἷς ἐπετέτραπτο πόλεών τε καὶ χωρῶν διοίκησις Ῥωμαϊκῶν· ἵν' ἐκείνων μὲν ἀπηνῶς χρωμένων τοῖς ταλαιπώροις Ῥωμαίοις, οἷά τισιν ὠνητοῖς ἀνδραπόδοις, αὐτὸς ἐπιτειχίζῃ τούτοις τὴν ἐς βασιλέα καταφυγὴν καὶ μένῃ τὸ μέγα τοῦτο δεινὸν ἀνεκδίκητον πανταχόθεν· ὅθεν ὁ τῆς δίκης ὀφθαλμὸς οὐκ εἰς τέλος κεκοίμηται, ἀλλὰ διανέστη καὶ τὴν προσήκουσαν ὀψὲ καὶ μόλις ἐπήνεγκε κόλασιν. ταῦτα παρὰ πολλῶν ᾀδόμενα πικροτέραν ἐποίουν τὴν τοῦ ἀνδρὸς συμφοράν.
(Θ.) Πῶς δ' ἄν τις ἐξαριθμοίη τὴν τότε πρὸς ἀλλήλους ἐπανάστασιν πάντων Ῥωμαίων, καὶ μάλιστά γε τῶν Βυζαντίων; ἡ γὰρ τῶν δυοῖν βασιλέων διαφορὰ διαφόρους ὡς τὸ εἰκὸς καὶ τοὺς ὑπηκόους ποιήσασα κατ' ἀλλήλων ἐξέμηνε· τέκνα κατὰ γονέων, φημὶ, καὶ γονέας κατὰ τέκνων, ἀδελφοὺς κατ' ἀδελφῶν καὶ κατὰ γειτόνων γείτονας· τὸ δὲ μεῖζον, ἐπισκόπους καὶ πρεσβυτέρους κατ' ἐπισκόπων καὶ πρεσβυτέρων καὶ μοναχοὺς κατὰ μοναχῶν. καὶ εἰ μὴ βασιλεὺς φιλανθρώπου γνώμης τυχὼν ἐς ὑπερβολὴν τῶν τε στρατιωτῶν καὶ τοῦ δήμου τὴν φορὰν ἀνεχαίτισε, τάχ' ἂν Μυσῶν λείαν εἰργάζοντο τά τε ἱερὰ καὶ τῶν Βυζαντίων τοὺς οἴκους· τάχα δ' ἂν καὶ φόνος ἠγείρετο πλεῖστος, δίκην βουλομένων παρ' ἀλλήλων τῶν πλείστων λαμβάνειν, εἴ τίς τινι κατὰ τὰς μάχας ἐκείνας ἐμπεπαρῴνηκεν. «εἰ γὰρ ἐγὼ,» φησὶν ὁ βασιλεὺς, «τοῖς γλῶσσάν τε βακχεύουσαν καὶ ξίφος ἐπίβουλον ἄρασι κατ' ἐμοῦ πᾶσαν αἰτίαν ἀφῆκα, πολλῷ μᾶλλον ὑμᾶς τοῦτο ποιεῖν χρὴ πρὸς τοὺς συνδούλους· τοῦτο μὲν καὶ ὡς τὴν μίμησιν ἀναφέρειν ὀφείλοντας εἰς ἐμέ· τοῦτο δὲ καὶ ὡς εἰδότας οὐχ ὅμοιον ὂν τὸ τῆς ἐκβάσεως τέλος ὑπηκόου τε φονευθέντος καὶ βασιλέως.»
(Ι.) Εἰ δὲ καὶ ἡμεῖς τῷ γηραιῷ κατὰ τὸ εἰκὸς προσκείμενοι βασιλεῖ ῥοθίοις τισὶν ἐνετύχομεν τοῦ χειμῶνος ἐκείνου, καινὸν οὐδέν. οὔτε γὰρ δίκαιον ἦν, ἡμᾶς μηδεμιᾷ προσκεῖσθαι μερίδι, τοῦ Σόλωνος τοῦτο προτρέποντος· καὶ πρός γε τῶν εἰκότων αὖ, τοῦ ποιμένος παταχθέντος δεινὰ παθεῖν κατὰ τὸ ἀνάλογον ἅπαν τὸ ποίμνιον.

ζʹ. Ἦν μέντοι τετάρτη καὶ εἰκοστὴ τοῦ μαΐου μηνὸς ἡ ἡμέρα ἐκείνη τῆς ἑνδεκάτης ἰνδικτιῶνος, ἐν ᾗ ταῦτα πάντα τετέλεσται. περὶ οὖν δείλην ὀψίαν τῆς ἡμέρας ἐκείνης ἐπανιόντι τῷ βασιλεῖ πρὸς τὰ βασίλεια ὑπαντήσας ὁ χρηματίσας πατριάρχης Νίφων ἤρετο ὅ,τι βούλοιτο πράττειν ἐπὶ τῷ πάππῳ; τοῦ δὲ φιλάνθρωπα φήσαντος καὶ βασιλικὰ ἐδυσχέρανέ τε τὰ μέγιστα καὶ ἐμέμφετο. ἦν γὰρ οὗτος καὶ πρὸς ἅπαντας μὲν τοὺς εὖ πράττοντας τὴν γνώμην διάστροφος καὶ φθόνου μεστός· ἰδίᾳ δ' ἐς τὰ μάλιστα ἦν μῖσος ὑποκαθήμενον τρέφων ἐκ πολλοῦ κατὰ τοῦ γηραιοῦ βασιλέως, ὅτι μὴ ἐπεκούρησε τούτῳ, ὅτε τὰς δίκας τῆς τε ἱεροσυλίας καὶ τῶν ἄλλων ἀτοπημάτων ἐπ' αὐτοφώρῳ ἑαλωκὼς τῶν πατριαρχικῶν ἐκπέπτωκε θρόνων. ὅθεν πρῶτον δι' ἓν μὲν δὴ τοῦτο, καὶ δεύτερον, ὅτι καὶ τοὺς πατριαρχικοὺς αὖθις ὠνειροπόλει θρόνους καὶ ἐβούλετο τοῦτον ἐκ μέσου πεποιηκὼς ἀκώλυτον εὑρεῖν τὴν τῆς δόξης ἀνάβασιν, φησὶ πρὸς τὸν βασιλέα· «εἰ βούλει,» φησὶ, «βασιλεύειν ἀφόβως, μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου· ἀλλὰ πάντα τοῦ πάππου τὰ τῆς βασιλείας ἀφελόμενος σύμβολα τρίχινον ῥάκος ἀνάγκασον ὑπελθεῖν, κἄπειτα ἢ πρὸς εἱρκτὴν, ἢ πρὸς ὑπερορίαν παράπεμψον.» ἔφεσις γὰρ τῷ μοχθηρῷ τούτῳ Νίφωνι ζέουσα, μὴ αὐτὸν μόνον χρηματίσαντα λέγεσθαι πατριάρχην, ἀλλὰ κἀκεῖνον χρηματίσαντα βασιλέα. φάρμακον γάρ τι τοῦτο τῆς αὐτοῦ βασκανίας ἐνόμιζεν οὐκ ἐνθυμούμενος ὅλως ὁ μάταιος, ὅτι φαῦλον καὶ ἀφανῆ τυγχάνοντα ἄνθρωπον ἀνειληφὼς ἐκεῖνος καὶ τιμὰς ἐκ τιμῶν ἀεὶ χαριζόμενος ἐπὶ μέγιστον ὕψωσε δόξης τε καὶ πλούτου καὶ περιφανείας.
(Β.) Ἀλλὰ τούτοις αὐτοῦ γε τοῖς λόγοις καὶ τῶν περὶ τὸν βασιλέα τινὲς συμβήσαντες ἔπεισαν ἀποθεῖναι τὴν περὶ τὸν πάππον φιλάνθρωπον γνώμην· καὶ εἰ μὴ τελέως, ἀλλ' οὖν ἀμφιῤῥεπῆ πεποιήκασι καὶ βουλομένῳ συμμεριστὴν ἑαυτῷ τῆς βασιλείας καταστῆσαι τὸν πάππον, ἐμπόδιον οὗτοι κατέστησαν. ὅθεν μετὰ πλεῖστα σκέμματα κεκύρωται, περικεῖσθαι μὲν τὸν πάππον τὰ βασιλικὰ σύμβολα, καθῆσθαι δ' ἐν τοῖς τῶν βασιλείων θαλάμοις ἀπρόϊτόν τε καὶ ἄπρακτον, ἔχοντα πρὸς διατροφὴν ἑαυτοῦ τε καὶ ὅσοι ἐναπελείφθησαν αὐτῷ μειρακίσκοι τὴν ἐπέτειον πρόσοδον τῆς ἁλιευτικῆς, ἣ πρὸ τοῦ Βυζαντίου τελεῖται, δέκα χιλιάδων τέως ἔγγιστα οὖσαν· τὸν δὲ μέγαν λογοθέτην τὸν Μετοχίτην ὑπερόριον πέμψαι ἐς Διδυμότειχον.
(Γ.) Ἠσαΐας δ' ὁ πατριάρχης καταβληθέντα θεασάμενος τοσούτων ἐτῶν βασιλέα καὶ οἷον εἰπεῖν κατειρχθέντα οὐκ ἐκάμφθη τὰ σπλάγχνα, ἀλλ' ὑπερήσθη καὶ φωνὴν ἀφῆκεν ἐλέγχουσαν τήν τε σκληρότητα καὶ τὴν ἄνοιαν, ἢ μᾶλλον ἀπόνοιαν αὐτοῦ. «εὐφρανθήσεται γὰρ,» φησὶ, «δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν·» δίκαιον μὲν ἑαυτὸν ὀνομάζων, ἐκδίκησιν δὲ τὴν τοῦ βασιλέως καθαίρεσιν. ἔπειτα πρὸς ἄμυναν ἔβλεψε καὶ καταδρομὴν τῶν ἐπισκόπων καὶ πρεσβυτέρων· καὶ τοὺς μὲν ἀργεῖν τῆς ἱερωσύνης ἐκέλευσεν ἐπὶ ῥητοῖς ἔτεσι, τοὺς δὲ μέχρι τελευτῆς. ἔστι δ' οἷς καὶ μετριώτερον ἐπήνεγκε τὸ ἐπιτίμιον· ἁπλῶς δ' εἰπεῖν, οὐδένα τῶν τῷ γηραιῷ βασιλεῖ συμφρονούντων εἴασεν ἀτιμώρητον.
(Δ.) Ἐν τούτοις καὶ Ἰωάννης, ὁ ἐμὸς μετά γε θεὸν κηδεμὼν ἀπὸ βρέφους φανεὶς, ὁ πρὸς μητρὸς θεῖος ἐμοὶ, εἰς βαθὺ γῆρας ἐληλακὼς καταλύει τὸν βίον ἐν τῇ λαχούσῃ μητροπόλει, μηδὲν μήθ' ὑπὸ γήρως, μήθ' ὑπὸ τῆς πληγῆς τῶν ποδῶν τυραννηθεὶς καθυφεῖναι βραχὺ τῆς ἡλικιώτιδος καὶ μεγάλης ἀσκήσεως μέχρι τελευτῆς αὐτῆς. ἦν δ' ἡ λαχοῦσα τοῦτον μητρόπολις ἡ κατὰ Πόντον Ἡράκλεια. ὃν δὴ καὶ πρῶτον εἶδε δῆμος Ἡρακλειώτης, πατέρα χρηστὸν καὶ θεοῦ μεστὸν, οὐκ ἀγρότην ἄνδρα καὶ διδάσκαλον αὐτοσχέδιον καὶ γλῶτταν ἐν οὐ καιρῷ προτείνοντα βακχεύουσαν ἀπὸ δίφρου καὶ κόπτουσαν μὲν τὰς ἐπὶ τοῦ βήματος ἀκοὰς καὶ πολὺν ἐπαντλοῦσαν τὸν ἄλογον θόρυβον, πρὸς δέ τι χρήσιμον οὐδαμῆ ἀπαντῶσαν· ἀλλ' ἐξ ἔτι νέου γλῶσσαν καὶ ἀκοὴν καὶ διάνοιαν παιδευθέντα καλῶς πάσῃ παιδείᾳ τῶν τε τοῦ πνεύματος λόγων καὶ ὅσοι τῶν θύραθεν· ὡς ἔχειν ἀρκούντως ἤδη καὶ βίῳ καὶ λόγῳ τοῖς ὑπηκόοις διδόναι θεσμοὺς καὶ κανόνας, ὁπόσοι κοσμοῦσιν εὐτραπελίαν ἠθῶν καὶ ῥυθμίζουσι παλάμης κράτος καὶ θυμὸν μετριάζειν παρασκευάζουσι καὶ ἀκόλαστον ἅπαν ταλαντεύουσι κίνημα. ἔξεστι δὲ τοῖς βουλομένοις ἀκούειν κατὰ μέρος ὁποῖος καὶ ὅσος τὴν ἅπασαν ἀρετὴν ὁ ἀνὴρ ἐξ οὗπερ ἡμεῖς αὐτῷ συγγεγράφαμεν βίου.

ηʹ. Ἀλλὰ γὰρ οὔπω τριάκοντα παρῆλθον ἡμέραι καὶ ἀκούσας ὁ βασιλεὺς, ὡς ὁ τῶν Βουλγάρων ἄρχων Μιχάηλος ἐξιὼν κατατρέχει τὰς ἀστυγείτονας πόλεις καὶ χώρας Ῥωμαίων, μέλλει δ' αὐτίκα προχωρήσειν ἄχρι καὶ Διδυμοτείχου καὶ Ἀδριανουπόλεως, μισθοφορικὸν ἐπαγόμενος οὐκ ὀλίγον ἐκ τῶν παρὰ τὸν Ἴστρον οἰκούντων Σκυθῶν, ἔξεισι τὴν ταχίστην καὶ φθάνει πρὸς Ἀδριανούπολιν· κἀκεῖθεν πέμψας πρέσβεις ἐζήτει μαθεῖν τὴν τοῦ παρασπονδῆσαι αἰτίαν· καὶ ἤκουσεν ἐκεῖθεν, ὡς «ἥκιστα ἦν σοι τῶν δυνατῶν εἰσελθεῖν ἐς Βυζάντιον καὶ τὴν αὐτοκρατορικὴν ἀρχὴν περιζώσασθαι, εἰ σύμμαχος αὐτὸς ἐβουλόμην τῷ πάππῳ γίνεσθαι τῷ σῷ, χρήματά τε καὶ χώραν ὅμορον ἐπαγγελλομένῳ μοι δώσειν· ἃ πάντα νῦν ἐζημίωμαι σοῦ γε εἵνεκα καὶ τῶν σῶν ἐπαγγελιῶν. οἶσθα γὰρ, ὡς πολλῶν με τῶν ἐπαγγελιῶν ἐμπέπληκας καὶ πολλῷ μειζόνων ἢ ὁ πάππος ὁ σὸς, οὐ μόνον τοῦ μὴ συμμαχεῖν ἐκείνῳ γε εἵνεκα, ἀλλὰ καὶ διὰ τὸ ἐπὶ τῇ σῇ ἀδελφῇ κῆδος καὶ τὴν συγγένειαν.» ὁ δὲ βασιλεὺς δειλίας αἰτίαν ἐκφεύγειν ἐθέλων, καίτοι μὴ ἀντίπαλα κεκτημένος στρατεύματα, μηδὲ ἀξιόμαχα πρὸς τὴν τῶν ἐχθρῶν δύναμιν, ὅμως πολέμῳ τὴν τῶν πραγμάτων κρίσιν ἐπιτρέπειν ἔγνωκε δεῖν. τόλμῃ γὰρ φυσικῇ μᾶλλον ἢ λογισμοῖς τε καὶ σκέμμασιν ἐκέχρητο πρὸς ἅπαντα τὰ συμπίπτοντα. ὅθεν πολλή τις ἐγίγνετο σπουδὴ καὶ παρασκευὴ τῶν ἑκατέρωθεν στρατοπέδων· καὶ ἦν ἐν κινδύνοις καὶ φόβοις πολλοῖς τὰ Ῥωμαίων πράγματα. δείσασα δ' ἡ μήτηρ καὶ δέσποινα περὶ τῷ υἱῷ διαπρεσβεύεται πρὸς ἀμφοτέρους περὶ τῶν ἐν ἀλλήλοις σπονδῶν· καὶ γίνεται διαλλακτὴς ἀμφοτέρων, ἅτε μήτηρ ἀμφοτέρων τυγχάνουσα καὶ τὸ θαῤῥεῖν ἐντεῦθεν μακρὸν κεκτημένη τὴν ἐπιτίμησιν ὁποίαν ἐθέλοι καθ' ἑκατέρων ἐπενεγκεῖν. οὕτω μὲν οὖν τῶν σπονδῶν γενομένων χρήματα πλεῖστα δεξάμενος ὁ Μιχάηλος ἀνεχώρησεν οἴκαδε.
(Β.) Ὁ μέντοι μέγας λογοθέτης ὁ Μετοχίτης ἐς τὴν ὑπερορίαν ξὺν οὐδενὶ κόσμῳ ἀπαγόμενος τῷ τῆς στραγγουρίας νοσήματι κάτοχος ἐγεγόνει· ὃ καὶ μᾶλλον ἐπίεζε τοῦτον, ἢ πάνθ' ὅσα ἐπεπόνθει, εἱρκτὴν λέγω καὶ δόξης ἔκπτωσιν καὶ χρημάτων ἀφαίρεσιν καὶ φαύλων ἀνθρώπων ἐλέγχους καὶ λοιδορίας.
(Γ.) Ὁ δὲ τοῦ βασιλέως πάππος δριμυτέραν τὴν ἕξιν τοῦ σώματος ἐκ τῆς λύπης κτησάμενος τέως μὲν τοῖν ὀφθαλμοῖν τὸν ἕτερον ἐζημίωται, τῆς ὀπτικῆς αὐγῆς μαρανθείσης. οὐ πολλῷ δ' ὕστερον καὶ τὴν ἑτέραν τῶν ὄψεων προσεζημίωται καὶ διέμεινεν οὕτως ἑξῆς νυκτί τε δουλεύων διηνεκεῖ καὶ, τὸ τῆς θείας φάναι γραφῆς, τὸ πόμα ἑαυτοῦ μετὰ κλαυθμοῦ κιρνῶν καὶ ἄρτον ὀδύνης ἐσθίων. ἐῶ γὰρ λέγειν τοὺς ἐμπαιγμοὺς καὶ τὰς ἀσέμνους λοιδορίας τῶν φυλάκων ὁμοῦ καὶ τῶν οἰκετῶν, ὁποίας καὶ ὅσας αὐτοῦ καταχέοντες ἦσαν. ἐῶ δ' αὖ καὶ ὅπως ἄδεια δέδοται πάσαις ταῖς πλυνούσαις εἰσιέναι ὁπότε βούλοιντο πλύνειν ὧντινων βούλονται τὰ ἱμάτια παρὰ τὸ ῥέον ὕδωρ διὰ τῆς τοῦ παλατίου αὐλῆς· καὶ ὅπως τοῖς ἐκ γειτόνων ἀλόγοις ζώοις καταπάτημα γέγονε τὰ βασίλεια καὶ νομὴ, ὄνοις λέγω καὶ ἵπποις καὶ βουσὶ καὶ ὄρνισι κατοικιδίοις. καὶ εἴ τι δὲ τοιοῦτον ἕτερον εἰς ἐμπαιγμὸν καὶ περιφρόνησιν τοῦ γηραιοῦ βασιλέως ἦν, πάντ' οὐκ ἠμέλει πράττων καὶ συνεργῶν ὁ πρωτοστράτωρ, τῶν ἐν Βυζαντίῳ πραγμάτων ἐπίτροπος ὢν καὶ διοικητὴς τηνικαῦτα.
(Δ.) Μόνος ὁ μέγας δομέστικος ὁ Καντακουζηνὸς ἄχραντον διετήρησε λοιδορίας καὶ γνώμην καὶ γλῶσσαν καὶ ἦθος πρός τε τὸν βασιλέα καὶ ὅσοι τῆς προσούσης ἐξέπεσον δόξης. οἱ δ' ἄλλοι καθάπερ ἄκρατον πεπωκότες τὴν τοῦ καιροῦ περιπέτειαν μεθυούσῃ γνώμῃ πρὸς τὰς ἐνεστώσας τύχας ἐχρήσαντο. συνέσει γὰρ οὗτος αὐτοφυεῖ καὶ βαθείᾳ φρενῶν αὔλακι κοσμούμενος ὁ ἀνὴρ ἐς τοὺς τῶν παλαιῶν ἀνδρῶν ἀγαθοὺς χαρακτῆρας ἐκείνους ἀνῆγεν ἑαυτὸν κατά τε μεγαλοπρέπειαν τρόπων καὶ δεξιᾶς ἀφθονίαν. καὶ νῦν γὰρ εὐτυχῶς τῶν πραγμάτων ἐλθόντων αὐτῷ ὁ δὲ οὐκ ἐνετρύφησε τῇ τύχῃ, οὐδ' ὑπὲρ τὸ μέτρον ἦρε τὴν ὀφρὺν, ἀφειδήσας ἴσως ἐς τὸ φιλότιμον τοῦ φρονήματος· ἀλλ' ἔμεινε τῆς σωφροσύνης τῶν ὅρων ἐντὸς ἀκλινής. «καὶ νῦν ἐμοὶ νήφειν» (ἔλεγε) «χρεὼν, ὅτε τοὺς ἄλλους μεθύειν ἀνάγκη.» στάδιον γὰρ, ὡς εἰπεῖν, καθορᾶται καὶ βάσανος ἀκριβὴς ταῖς ἀνθρωπίναις ψυχαῖς, ὁπόσα κατὰ χρόνον εὐτυχήματα φύεται, παρὰ τοσοῦτον ἐς ὕβρεως ὄγκον ὑψοῦντα τοὺς ἄφρονας, παρ' ὅσον τοῖς εὖ φρονοῦσι βεβηκυίας γνώμης βεβηκότα φέρει τρυγῶντα πολλαχόθεν τὸν ἔπαινον.
(Ε.) Ἐν τούτοις ἐξάγεται καὶ ὁ Συργιάννης τῆς εἱρκτῆς, ὅρκους ἐγγράφους πρότερον δοὺς καὶ ἐπαρασάμενος ἑαυτῷ τὰ φρικωδέστατα, εἰ μελετήσειέ τι κατὰ τοῦ βασιλέως· εἰ δ' ὅπως ποθ' ἁλοίη ψευδόμενος ὑπὸ κριταῖς ἀπροσωπολήπτοις, μετὰ τοῦ κληρονόμον εἶναι τῶν φρικωδεστάτων ἐκείνων ἀρῶν καὶ κεφαλικὴν ὑφίστασθαι τιμωρίαν.
(Στ.) Ἀλλὰ γὰρ ἐν τούτῳ τῷ ἔτει καὶ ἅμα τῷ ἐφεξῆς, ἠρεμησάσης τῆς τῶν Ῥωμαίων στάσεως καὶ τῶν ἐπ' ἀλλήλους πολέμων καὶ ἐκδρομῶν πεπαυμένων, τοσαύτην εὐθηνίαν ἐθεάσαντο σίτου Βυζάντιοι, ὁπόσην οὐδὲ τούτων οἱ πρόγονοι πάλαι πολὺν ἤδη τὸν χρόνον.

θʹ. Ἄρτι δὲ τῆς ὥρας ἐπιστάσης, ἐν ᾗ φυτηκομοῦσαι καὶ ζωγραφοῦσαι τὴν γῆν αἱ τοῦ ἦρος χεῖρες τῇ ποικίλῃ τῆς χλόης βαφῇ πλείστην ταῖς τῶν ἀνθρώπων ὄψεσι τὴν τέρψιν χαρίζονται, ἑτοίμους ὁ βασιλεὺς τὰς τῶν Ῥωμαίων δυνάμεις εἶναι παρεκελεύσατο. βούλεσθαι γὰρ αὐτὸν διαβῆναι πρὸς τὴν Ἀσίαν καὶ πόλεμον ἄρασθαι κατὰ Ὀρχάνου, τοῦ τῆς Βιθυνίας ἡγεμονεύοντος, τά,τε ἄλλα καὶ ὅτι Νίκαιαν τὴν προκαθημένην Βιθυνίας πόλιν κινδυνεύει χειρώσασθαι, διπλῷ πολέμῳ πολιορκῶν, λιμῷ καὶ στρατῷ. λήγοντος μὲν οὖν ἤδη τοῦ ἦρος ὁ στρατὸς διαπεραιούμενος τὸν πρὸ τοῦ Βυζαντίου πορθμὸν διέβαινεν ἐς Ἀσίαν ἅμα τῷ βασιλεῖ, δισχίλιοι μὲν τοῦ στρατοῦ τὸ ἀπόλεκτον ὄντες· τὸ δὲ πλεῖστον ἀγοραῖοί τινες καὶ βάναυσοι καὶ δῆλοι ὄντες κιβδηλεύσειν τὴν μάχην. ἐπεφέροντο γὰρ καὶ τὰ τῆς δειλίας τεκμήρια, ἀκάτιά φημι καὶ ἐφόλκια πλεῖστά τε καὶ οἷον εἰπεῖν ἰσάριθμα τοῖς ἑαυτῶν σώμασιν, ἵνα φυγῆς γενομένης ἑτοίμως ἔχωσι πρὸς αὐτήν. περὶ γὰρ διώξεως καὶ νίκης οὐδὲν αὐτοῖς οὐδαμῆ μεμελέτηται. ὁ δὲ τῆς Βιθυνίας ἀρχηγὸς τῶν Τούρκων τοὺς τὰ πολέμια ἐμπειροτέρους ἐκλέξας τὰ στενὰ τῶν ὁδῶν ἐπεπόμφει φυλάττειν. αὐτὸς δ' ὀκτακισχιλίους ὁπλίτας λαβὼν ἔξεισι τὸν βασιλέα ἐκδεξόμενος. ὅθεν βασιλεῖ τριταίῳ μετὰ τὴν ἐς Ἀσίαν διάβασιν περί τι πολίχνιον γενομένῳ παράλιον, Φιλοκρήνην οὑτωσί πως ὠνομασμένον, ἐπεὶ ἐμεμαθήκει τὰς πέριξ δυσχωρίας διειληφότα παρακαθῆσθαι μετὰ τοῦ βαρβαρικοῦ στρατοπέδου τὸν Ὄρχανον, ἐνταῦθα καὶ αὐτῷ πήξασθαι τὸ στρατόπεδον καὶ διανυκτερεῦσαι ξυνεβεβήκει.
(Β.) Ἐπεὶ δ' ἅμα ἡλίῳ τῶν βαρβάρων ἐνίους ἑώρα τῶν πέριξ ὀρῶν παρακατιόντας, πρῶτα μὲν ψιλοὺς, ἔπειτα δ' ὁπλίτας, καὶ μάλιστα ἄλλους ἱππέας, ὁπλισάμενος καὶ αὐτὸς ἤλαυνεν ἐπ' αὐτούς. πρῶτα μὲν οὖν ἀκροβολισμοὶ παρὰ τῶν βαρβαρικῶν ἐγίγνοντο τοξοτῶν πόῤῥωθεν ἱσταμένων καὶ οὐ μάλα ἐθελόντων τέως προσιέναι. ὅπερ οὐ νόμιμον ὁ βασιλεὺς εἶναι λογισάμενος τοῖς βαρβάροις, ἀλλὰ δειλίαν, θάρσος τε ἀνελάμβανε καὶ παρεξιέναι κατ' ὀλίγους καὶ ἐξιππάζεσθαι τὰς τάξεις ἐκέλευεν. ὅπερ οὐκ εἰς καλὸν ἀποβήσεσθαι πέρας ἔνιοι τῶν περὶ αὐτὸν ἐμπειροτέρων φάσκοντες οὐκ ἠδυνήθησαν ἐπισχεῖν. ἐπεὶ δ' οὕτω κενεμβατούσης τῆς μάχης παρῄει τὸν μεσημβρινὸν ὁ ἥλιος, ὁπότε δὴ μάλιστα κατὰ γῆς αὐτὸς ἀκμαιοτέραν καταπέμπει τὴν φλόγα, θεασάμενος ἄνωθεν ἐκ τῆς ἀκρωρείας ἀπαγορεύοντας ἤδη Ῥωμαίους ἔκ τε τοῦ καύματος ἔκ τε τῶν συνεχῶν δρόμων καὶ περιδρομῶν, ὁ Ὄρχανος κάτεισι καὶ αὐτὸς, οὐκ εὐαρίθμητον ἐπαγόμενος στράτευμα. καὶ περιστάντες σὺν ἀσήμῳ τῇ κραυγῇ οἱ μὲν συχνοῖς τοῖς βέλεσιν ἔβαλλον, οἱ δὲ τοῖς ξίφεσι κατὰ στόμα προσυπαντῶντες ἔπαιον. οἱ δὲ Ῥωμαῖοι τὴν πρώτην ἐκείνων ἔφοδον γενναίως ὑπενεγκόντες εὐρώστως ἠμύνοντο μέχρι πολλοῦ καὶ πλείστους ἐτίτρωσκόν τε καὶ ἔσφαττον. ἔπειτα τὴν νύκτα βλέποντες οὐκ εἰς μακρὰν ἐπιοῦσαν καὶ δεινὸν ἡγησάμενοι τὸ ἐν πολεμίᾳ νυκτομαχεῖν, ἐπὶ πόδα ἀνεχώρουν ἐπειγόμενοι παρὰ τὸ οἰκεῖον στρατόπεδον. ὅτε καὶ μάλιστα σφοδρότερον ἐπιτιθέντες οἱ βάρβαροι οὐκ ὀλίγον εἰργάζοντο φόνον τῆς τε ἵππου καὶ αὐτῶν, ἕως ἡ νὺξ ἐπελθοῦσα τὴν μάχην διέλυσε. τέτρωται δ' ἐν τούτοις καὶ ὁ βασιλεὺς ἅτερον τοῖν ποδοῖν ἐλαφρῷ τινι βέλει καὶ οὐ μάλα καιρίῳ.
(Γ.) Ἐν ταύτῃ δὲ τῇ νυκτὶ γίνεταί τι θέαμα ἐλεεινὸν καὶ προφανής τις θεομηνία. ἐπεὶ γὰρ ὁ βάρβαρος ἐτεθαυμάκει θεασάμενος τῶν Ῥωμαίων τήν τε ὅπλισιν καὶ τὴν ἀνδρικὴν ἔνστασιν, ἐνόμισεν οὐ μέχρι τούτου στῆναι θελήσειν αὐτοὺς, ἀλλὰ καὶ ἐς τὰ πρόσω χωρεῖν ἐς τὴν ὑστεραίαν. ὅθεν τριακοσίους ἐκεῖ καταλελοιπὼς ἱππέας θεωρίας εἵνεκα, αὐτὸς τὴν ὅλην ἀναλαβὼν στρατιὰν ἤλαυνεν ἐς τὰ πρόσω, σπεύδων προκαταλαβεῖν τὰ τῶν ὁδῶν καιριώτερα. ἐκεῖνος μὲν οὖν οὕτως ᾤχετο ἀπιών· ὁ δὲ βασιλεὺς ἐς τὸ τῆς Φιλοκρήνης εἰσῄει πολίχνιον θεραπείας εἵνεκα τοῦ ποδός. ὅπερ ὁ στρατὸς θεασάμενοι τῶν Ῥωμαίων καὶ ἥκιστα καθαρῶς τὴν αἰτίαν μεμαθηκότες φεύγειν ἐνόμισαν ὑπὸ δειλίας αὐτόν. μέλλειν γὰρ ἐπικείσεσθαι τούτοις νυκτὸς τὸν Ὄρχανον μετὰ μάλα πολλοῦ τοῦ στρατοῦ καὶ μηδένα ζῶντα Ῥωμαίων καταλιπεῖν, τὸν ἐς τὴν ὑστεραίαν θεάσασθαι ἥλιον. ὅθεν ὅσοι μὲν ἀκάτια ἐπεφέροντο, ᾤχοντο φεύγοντες γυμνοὶ δι' αὐτῶν. οἱ δὲ σπεύδοντες πρὸ τῶν πυλῶν τοῦ πολιχνίου κατεπατήθησαν ὑπ' ἀλλήλων οἱ πλείους καὶ ἀπεπνίγησαν· ἄλλοι δ' ἀλλήλων ἐξαρτώμενοι δίκην σειρᾶς, οἱ μὲν διὰ τῶν ἐπάλξεων εἰσεπήδων, οἱ δὲ ἀποσπώμενοι πρὸς τῶν ὄπισθεν ἐφελκομένων ἀνετρέποντό τε καὶ ἔθνησκον πίπτοντες. ἦσαν δ' οἳ καὶ ὑπὸ μόνης δειλίας ἀπέψυξαν ἱστάμενοι. ἄρτι δὲ καὶ ὁ ἥλιος ὑπερβὰς τὸν ὁρίζοντα ἡρμήνευσε τοῖς τριακοσίοις ἐκείνοις βαρβάροις τὴν ἄπιστον ἐκείνην συμφορὰν τοῦ Ῥωμαϊκοῦ στρατοῦ· καὶ προσελάσαντες καὶ θεασάμενοι προκείμενα παρὰ τὸ στρατόπεδον ἵππους καὶ ὅπλα καὶ σκηνὰς ἀνδρῶν κενὰς, πρὸς δὲ τούτοις καὶ τοὺς βασιλικοὺς ἵππους μετὰ τῶν ἐρυθρῶν ἐφεστρίδων καὶ τὴν βασιλικὴν σκηνὴν, ἅπαντα λαβόντες οἱ διακόσιοι ἀπῄεσαν. οἱ δ' ἑκατὸν ἐγγὺς γενόμενοι πολλοῖς κατέπειρον βέλεσιν, ὅσοι μὴ ἔφθησαν μήτ' ἐς ἀκάτια, μήτ' ἐς τὸ πολίχνιον ἑαυτοὺς ἐμβαλόντες.
(Δ.) Ταῦτα θεασάμενος καὶ ὁ βασιλεὺς καὶ μὴ ἔχων ὅ,τι καὶ δράσειε, τῆς περιστάσεως οὐδὲν οὐδαμῆ χορηγούσης εὐμήχανον, ἐς πλοῖον ἐμβὰς καὶ αὐτὸς ἐπανῄει πρὸς τὸ Βυζάντιον. διηπόρει δ' οὖν ὅμως καθ' ἑαυτὸν γνωσιμαχῶν καὶ ζητῶν τὴν τῆς θεομηνίας αἰτίαν, δι' ἣν τὸ τῶν Ῥωμαίων στρατόπεδον οὕτως ἐν ἀκαρεῖ διέφθαρται, μηδενὸς τῶν πολεμίων διώκοντος. συνῆκε δ' ὀψὲ καὶ πλεῖστα μὲν ἕτερα, καιριώτερον δ' εἶναι τὸ τῶν πολιτικῶν πραγμάτων ἀστάθμητον καὶ τὸ περὶ τὰς δίκας νόσημα πολύχουν ὂν καὶ δυσίατον διὰ τὴν ἐκ τοῦ χρόνου προσγενομένην ἕξιν αὐτῷ καὶ πολλὴν ἐπάγον τῷ κοινῷ τῶν πραγμάτων τὴν σύγχυσιν καὶ ζημίαν. ὥσπερ γὰρ τὰ ἔκ τινος καχεξίας σωματικῆς ἐπισυμβαίνοντα νοσήματα τοῖς ἀνθρώποις σπανίοις ἐπισυμβαίνει καὶ οὐκ ἐς τὸ κοινὸν τὴν διάβασιν ἴσχει, τοῦ δ' ἀέρος νοσήσαντος ἀνάγκη κοινωνεῖν τοῦ νοσήματος ἅπαντας, ὅσοι τοῦ αὐτοῦ κοινῇ μετειλήφασιν ἀέρος, οὕτως ἔχειν ἔφασκε τὰ μερικὰ πάντ' ἀδικήματα πρὸς τὸ περὶ τὰς κρίσεις γινόμενον.
(Ε.) Ὅθεν μετ' οὐ πολλὰς τὰς ἡμέρας ἄπεισιν ἐς τὸν πατριάρχην Ἠσαΐαν· καὶ πρῶτα μὲν πείθειν τοῦτον ἀποθέσθαι ἐπιχειρεῖ τὸν πρὸς τοὺς ἐπισκόπους κότον καὶ λῦσαι τὸν ἀφορισμὸν τῷ λαῷ. μηδὲ γὰρ εἶναί φησι τῶν εἰκότων, αὐτοῦ συγχωροῦντος ἅπασιν ἅπαντα, πρὸς ὃν καὶ τὰ κοινὰ φανερῶς ἀφεώρων πταίσματα, ἐκεῖνον πατριάρχην ὄντα καὶ τῆς εἰρήνης ἅμα διδάσκαλον εἶναι ὀφείλοντα, ἔπειτα ὑποκαθημένην τρέφειν ὀργὴν κατ' ἀνθρώπων ἐν πολλοῖς δυομένοις ἡλίοις, μηδ' ἐφ' ἑνὸς συγχωρούμενον. τῷ μὲν οὖν λαῷ τῷ τε ζῶντι καὶ τῷ τεθνεῶτι συγχώρησιν ἔγγραφον ἐπ' ἄμβωνος ἀνεγνώκει, τὴν ἱερατικὴν περιβαλόμενος στολὴν, ἐν ὥρᾳ τῆς θείας μυσταγωγίας ὁ πατριάρχης τῷ βασιλεῖ πειθόμενος. τοῖς δ' ἐπισκόποις καὶ τῶν πρεσβυτέρων τοῖς πλείοσιν ἥκιστα συγκεχώρηκεν. ἔπειτα τὴν θείαν ἐπιτελοῦντος μυσταγωγίαν σὺν πολλοῖς ἐπισκόποις καὶ πρεσβυτέροις τοῦ πατριάρχου, τέτταρας ἐκλεξάμενος ἄνδρας, οὓς αὐτὸς ἀξίως ὑπηρετήσειν ἔκρινε ταῖς πολιτικαῖς δίκαις, ὧν εἷς ἐκ τῶν ἐπισκόπων ἦν, τούτοις ἐν μέσῳ τῷ θείῳ νεῷ τὴν τοῦ δικάζειν ἐνεχείρισεν ἐξουσίαν ὁ βασιλεὺς, παραδοὺς αὐτοῖς καὶ τὸ θεῖον καὶ ἱερὸν εὐαγγέλιον καὶ πρός γε τὴν βασιλικὴν σπάθην, καὶ ἅμα ἀπαιτήσας καὶ αὐτὸς ἐξ αὐτῶν ὅρκους φρικωδεστάτους, ἀπροσωπολήπτως τε καὶ ἀδωροδοκήτως ποιεῖσθαι τὰς κρίσεις. πεποίηκε γὰρ αὐτοὺς καὶ ἀναμφίλεκτον ἔχειν τὴν καταδίκην, εἰ τούτοις ἁλίσκοιντο, χωρία δοὺς ἀποχρῶντα καλῶς πρὸς ἐπέτειον πρόσοδον. καὶ ταῦτα μὲν τῇδέ πη ἔσχε.
(Στ.) Φθινοπώρου δ' ἱσταμένου συλλεξάμενος ὅσαι τριήρεις ἦσαν Ῥωμαίοις ἔν τε Βυζαντίῳ καὶ Λέσβῳ καὶ ἄλλαις νήσοις καὶ παραλίοις πόλεσι καὶ πρός γε ἔτι ὅσαι μονήρεις, καὶ ἐπὶ ταύταις τέτταρας ἄλλας συμμαχίδας τριήρεις ἐκ τοῦ τῶν Κυκλάδων ἡγεμονεύοντος νήσων προσκαλεσάμενος ἀπέπλευσε, τῇ μὲν φήμῃ κατὰ τῶν βαρβαρικῶν νεῶν, τῇ δ' ἀληθείᾳ κατὰ Μαρτίνου τοῦ τὴν Χίον ἐπιτροπεύοντος· ὃς δὴ Λατῖνος ὢν τῶν πλούτῳ καὶ δόξῃ διαφερόντων κλῆρον εἰλήφει παρὰ πατρὸς, ἐπιτροπεύειν μὲν τὴν νῆσον καὶ τὴν ταύτης ἐκπορίζεσθαι πρόσοδον· ὑπείκειν δὲ τοῖς βασιλεῦσι Ῥωμαίων ὅσα καὶ δοῦλος καὶ πᾶν τὸ προσταττόμενόν σφισιν ὅλῃ ποιεῖν προθυμίᾳ. Ῥωμαίων γὰρ εἶναι τὴν νῆσον· δοθῆναι δ' αὐτῷ πρὸς τοῦ βασιλέως καὶ πάππου τοῦ βασιλέως, ἐπιτροπῆς τε εἵνεκα καὶ πορισμοῦ χρημάτων, παλαιάν τινα χάριν ὀφείλοντος αὐτῷ. ὃς δὴ οὕτω πρὸς τοῦ πατρὸς διαδεξάμενος ταύτην ἅμα τῷ ἀδελφῷ τὸν μὲν ἀδελφὸν δόλοις τισὶ παρεκρούσατο· αὐτὸς δὲ δραστήριος ὢν ἀνὴρ καὶ συνέσει βαθείᾳ κοσμούμενος τριήρεις τε ἐναυπηγήσατο καὶ ἐληΐζετο τοὺς βαρβάρους, ὅσοι τε τὰ ἐκεῖ τῆς Ἀσίας ᾤκουν παράλια, καὶ ὅσοι λῃστρικῶς ἐς τὰς ναῦς ἐμβιβάζοντες ἑαυτοὺς τὰς νήσους παρέπλεον. καὶ οὕτω τούτους ἐφόβησεν ἐν βραχεῖ, ὡς καὶ φόρους ἐτησίους λαμβάνειν ἐκ τούτων, ὡς μὴ τὰ μέγιστα βλάπτῃ μαχόμενος. ὅθεν ἐπὶ μέγα πλούτου καὶ δόξης τὴν ταχίστην προβαίνων ὑποπτεύειν ἐδίδου Ῥωμαίοις, οὐκ εἰς μακρὰν οὐδ' ἐπὶ πολὺ διατηρήσοντα τοῦτον τὴν ἐς βασιλέας ὑποταγήν. καὶ διὰ τοῦτο οὐκ ἀπαρακαλύπτως τὸν ἔκπλουν ὁ βασιλεὺς κατ' αὐτοῦ νῦν ποιησάμενος τήν τε νῆσον κατέσχε ξὺν οὐδενὶ πόνῳ· καὶ αὐτὸν χειρωσάμενος δεσμώτην τοῖς Βυζαντίοις παρέπεμψεν.

ιʹ. Ὀλίγων μέντοι διελθουσῶν ἡμερῶν νόσον ἐνσκῆψαι συνέβη τῷ βασιλεῖ μάλα βαρεῖαν, ἐν Διδυμοτείχῳ διάγοντι. λουτρῷ γὰρ χρησάμενον, ἔπειτα τὴν δέουσαν μετὰ τὸ λουτρὸν ἑαυτῷ ἐπιμέλειαν ἥκιστα παρασχόντα, καὶ ταῦτ' ἐν ἀκμῇ τοῦ χειμῶνος ὄντος τοῦ χρόνου, πύκνωσίν τε ὁλοσώματον σχεῖν· καὶ μάλιστα ἐς τὴν κεφαλὴν ἀθροισθέντος τοῦ πλείονος πάθους, οὐ μόνον σφοδροτέρας ὑπομένειν ἐντεῦθεν τὰς ἀλγηδόνας, ἀλλὰ καὶ εἰς ἔκστασιν ἀπενεχθῆναι τάχιστα τῶν φρενῶν. ἐπεὶ οὖν πάσης ἰατρικῆς ἐμπειρίας ἰσχυρότερον ἐγεγόνει τὸ πάθος καὶ ἀπηγόρευτο τῷ βασιλεῖ ὁ ἐς τὴν ὑστεραίαν ἥλιος, ἐξώρκισε μὲν τοὺς περὶ αὐτὸν, μοναχικὸν αὐτὸν ἐνδῦσαι τριβώνιον, πρὶν ἀποθεῖναι τὸ ζῇν· ἐξώρκισε δ' αὖθις αὐτοὺς, ἀπολῦσαι πάντας δεσμώτας, Κωνσταντῖνόν τε τὸν δεσπότην καὶ τὸν μέγαν λογοθέτην τὸν Μετοχίτην, καὶ ὅσοι ἑξῆς τῆς ὁμοίας ἔτυχον καταδίκης. διέθετο δ' ἀπὸ στόματος ὀμόσαι πάντας Ῥωμαίους, σέβας ἀποδιδόναι τῇ τε συζύγῳ δεσποίνῃ (παρῆν γὰρ καὶ αὕτη ἔγκυος οὖσα καὶ ἤκουε τῶν λεγομένων) καὶ ἅμα τῷ τεχθησομένῳ παιδίῳ, ὅσα καὶ βασιλεῖ, εἰ ἄῤῥεν ἔσται· ἐπίτροπον δ' εἶναι τὸν Καντακουζηνὸν τὸν μέγαν δομέστικον. ἃ δὴ μόνα γραφῇ παραδοθέντα ὡς διαθήκη νενόμισται.
(Β.) Μνεία δ' οὐδεμία τούτῳ γεγένηται τέως οὔτε μὴν τοῦ βασιλέως καὶ πάππου, οὔτε τῆς μητρὸς καὶ δεσποίνης ἐν Θεσσαλονίκῃ τῷ τηνικαῦτα τὴν δίαιταν ποιουμένης. ἣ δὴ καὶ μακρὰν ἔσχεν ἐκεῖθεν τὴν λύπην καὶ λογισμοὺς ἔθρεψεν ὑποψίας μεστούς. ἀπηγόρευε γὰρ ἤδη τὴν ἑαυτῆς ζωὴν, εἰ τεθναίη ὁ παῖς καὶ βασιλεὺς, ἄλλων μὲν ἐς τὴν ἐπιτροπὴν τῆς βασιλείας εἰσαγομένων, αὐτῆς δ' ἥκιστα. μηδὲ γὰρ εἶναι τῶν δυνατῶν ἔφασκε, δέσποιναν οὖσαν αὐτὴν, συγκεχωρῆσθαι ζῇν παρὰ τοῦ μεγάλου δομεστίκου τοῦ Καντακουζηνοῦ καὶ τῆς τούτου μητρὸς, οὕτως εἰς τὴν ἐπιτροπὴν καὶ διοίκησιν τῶν τῆς βασιλείας πραγμάτων ἀπροσδοκήτως εἰσαγομένων καὶ ταύτῃ δι' ἔχθρας ὄντων πολὺν ἤδη τὸν χρόνον. ταῦτ' ἄρα καὶ ἐν στενῷ καταστᾶσα τῆς ὥρας καὶ οὐκ ἔχουσα χρόνον ἄλλως σχεδιάζειν τὰ κατ' αὐτὴν προσκαλεῖται καὶ εἰσποιεῖται τὸν Συργιάννην εὐθὺς, τὴν ἐπιτροπὴν τῆς Θεσσαλονίκης τηνικαῦτα διεζωσμένον κἀκεῖ διατρίβοντα καὶ τὴν ἑαυτῆς ἀνατίθησι τούτῳ ζωὴν καὶ ψυχήν. καὶ ἅμα ὀμνύειν κελεύει τοὺς Θεσσαλονικέας ὑπὸ τούτῳ διοικητῇ καὶ ὑπισχνεῖσθαι κυρίαν τε ἔχειν αὐτὴν καὶ δέσποιναν ὁμοίως ἀεὶ καὶ ὑπὲρ αὐτῆς ἀνθίστασθαι μέχρι θανάτου· εἰ δὲ καὶ τὸν υἱὸν καὶ βασιλέα τεθνάναι συμβαίη, περιποιεῖσθαι καὶ φυλάττειν τῷ τεχθησομένῳ παιδὶ τὴν τῆς βασιλείας διαδοχὴν ἀστασίαστόν τε καὶ ἀκήρατον. ταῦθ' οὕτω περανθέντα πολὺν ἀνῆψε σκανδάλων πυρσὸν ἐν τῷ ἔπειτα, ὡς εἰρήσεται προϊοῦσιν ἡμῖν. νῦν δ' ἡμῖν ἐπανιτέον ἐστὶν αὖθις ἐκεῖσε.
(Γ.) Κωνσταντῖνος μὲν γὰρ ὁ δεσπότης ξύν γε τοῖς ἄλλοις δεσμώταις ἀπολυθεὶς καὶ αὐτὸς, ὡς εἰρήκειμεν, βραχὺ φανεὶς, ὡς εἰπεῖν, ἀπεκρύψατο. τῆς γὰρ νυκτὸς ἐπιούσης ἐς ἀδήλους μυχοὺς οἱ περὶ τὸν βασιλέα κατήνεγκαν. δείσαντες γὰρ, μὴ τοῦ βασιλέως ἐκπνεύσαντος θόρυβος κατασταίη τῷ δήμῳ τά τε ἄλλα καὶ διὰ τὸ Κ στοιχεῖον καὶ τὰ μάτην πάλαι θρυλλούμενα δι' αὐτὸ, τούτῳ μὲν οὕτως ἐχρήσαντο. ἐθρυλλεῖτο γὰρ, ὡς ὁ τὴν βασιλείαν διαδεξόμενος τοῦ γηραιοῦ βασιλέως τὸ Κ στοιχεῖον ἐν τῇ ἀρχῇ τοῦ ὀνόματος ἔχει κεκληρωμένον. Κωνσταντῖνος οὖν καὶ οὗτος καλούμενος ὑπωπτεύετο.
(Δ.) Κατὰ δὲ τοῦ γηραιοῦ βασιλέως πλείους μὲν τὰς ὁδοὺς ἐμελέτησαν τῶν δεινῶν, εἰς ταὐτὸ δὲ καὶ ταύτας ἁπάσας φερούσας. αἵρεσιν γὰρ ἔδοσαν τούτῳ ἑλέσθαι ὁπότερον βούλοιτο, ἢ τὸ μοναχικὸν ἐνδύσασθαι σχῆμα, ἢ τῶν ἄλλων δεινῶν ὁποῖον ἐθέλοι· ταῦτα δ' εἶναι ἢ σφαγὴν, ἤ τινα ἐξορίαν ἀπαραμύθητον, ἢ βιαίαν ἀπαγωγὴν ἐς τὸ τῆς λήθης φρούριον· τούτων δ' εἶναι διάπυρον ὑπηρέτην τὸν πρωτοστράτορα Θεόδωρον τὸν Συναδηνόν. ὁ μέντοι βασιλεὺς τοσούτου χειμῶνος δεινῶν περιστάντος ἐξαίφνης αὐτῷ ἄφωνος ἐπὶ πολὺ τῆς ὥρας ἔκειτο ἐπὶ κλίνης. καὶ τί γὰρ ἄλλο εἰκὸς, εἰ μὴ σίδηρος ἦν, εἰ μὴ ἐξ ἀδάμαντος ἔλαχε τὴν καρδίαν ἐσκευασμένος, πολλῶν μὲν ὁπλιτῶν ἀλλογλώσσων τε καὶ ἀγρίων περιχυθέντων αὐτῷ, τῶν δ' οἰκειακῶν ἐξωσθέντων ἁπάντων καὶ μηδενὸς ὄντος τοῦ ὁδηγήσοντος ἄνθρωπον, ἐστερημένον τοῦ βλέπειν πῆ μὲν στήσεται, πῆ δὲ διαβήσεται; ἀλλ' ἵνα μὴ διατρίβωμεν, ἄκοντος ἑκόντος, εἰπεῖν, τήν τε κόμην κείρουσι τούτου καὶ τὸ μοναχικὸν σχῆμα περιτιθέασι καὶ ἐς Ἀντώνιον τοὔνομα μεταφέρουσι. καὶ ταῦτα μὲν οὕτως ἔσχεν.
(Ε.) Ὁ δὲ βασιλεὺς ἐν Διδυμοτείχῳ οὐδὲν πλέον ἔχων ἤδη σημεῖον τοῦ ζῇν, πλὴν βραχείας καὶ λεπτοτάτης ἀναπνοῆς, τῶν ζωτικῶν ὀργάνων ἀκινήτων μεινάντων καὶ τῶν τοῦ σώματος νεκρωθέντων ἀκρωτηρίων, ἔκειτο νεκρὸς ἄντικρυς ἐπὶ δυσὶν ὅλαις ἡμέραις. τῇ δὲ τρίτῃ καθάπερ ἀπὸ βαθέος ὕπνου μικρὸν ἀνενεγκὼν θεῖον ἐζητήκει νᾶμα τῆς ὑπεράγνου θεομήτορος τῆς Πηγῆς. οὗ κομισθέντος εὐθὺς καὶ ἐπιχεθέντος τῇ κεφαλῇ ἐῤῥάϊσέ τε καὶ τροφὴν εἵλετο καὶ μετὰ βραχείας ἡμέρας ἀνεῤῥώσθη τε καὶ ἐς τὴν προτέραν ἀποκατέστη ὑγίειαν.
(Στ.) Τῷ γε μὴν πατριάρχῃ Ἠσαΐᾳ μεγίστην προὐξένησεν ἡδονὴν τὸ περὶ τὸν γηραιὸν βασιλέα συμβάν. μηδὲ γὰρ ἔτι λείπεσθαι μήτ' ἐκείνῳ βασιλείας ἐλπίδα, μήτε τούτῳ φόβου λείψανον οὐδέν. σκέψιν μέντοι ποιήσασθαι ἔδοξεν, ὅπως χρὴ τὴν ἐπ' ἐκκλησίας ἔχειν μνήμην, εἰ ἄρα (φησὶ) καὶ χρή. πέμψας οὖν δύο τῶν ἐπισκόπων, οἶμαι εἰρωνευόμενος, καὶ πλαττόμενος λύπην καὶ ἄγνοιαν τῶν ἐπ' αὐτῷ πεπραγμένων, ἐξ αὐτοῦ καὶ οὐκ ἄλλοθεν ἐζήτει τὴν τῆς σκέψεως ψῆφον καὶ ἐπίκρισιν. ὁ δὲ βαρείαις ταῖς ἀλγηδόσι κάτοχος ὢν τὴν ψυχὴν βύθιόν τινα καὶ πολλοῦ τοῦ τῆς καρδίας πυρὸς γέμοντα στεναγμὸν ἀνέπεμψε· καὶ ἀνοίξας τὸ στόμα ταῦτα διέξεισι πρὸς αὐτούς.
(Ζ.) «Ὥσπερ,» φησὶν, «ἐπὶ τοῦ Λαζάρου διπλοῦν ἐγεγόνει τὸ θαῦμα, ὅτι τε νεκρὸς ὢν ἀνέστη καὶ ὅτι δεδεμένος ἐβάδιζεν· οὕτω καὶ νῦν ἐχρῆν ἐπ' ἐμοῦ. ἰδοὺ γὰρ καὶ νεκρὸς ἄντικρύς εἰμι, πολλοῖς καταῤῥαγεὶς κύμασι τῶν δεινῶν καὶ πρός γε ἔτι δεδεμένος, οὐ μόνον χεῖρας καὶ πόδας, ἀλλὰ καὶ γλῶτταν αὐτὴν, δι' ἧς εἰ μή τι πλέον, τὰ γοῦν ἐμὰ πάθη καὶ ἀδικήματα ἀπαγγέλλειν εἶχον τῷ τε ἀέρι καὶ τοῖς ἀκούουσι τῶν ἀνθρώπων καὶ ᾧ νῦν συνοικῶ σκότει πικρῷ. ἀλλ' ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου. ἀπηλλοτριωμένος ἐγεννήθην τοῖς ἀδελφοῖς μου καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου· καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου καὶ αὐτὸ οὐκ ἔστι μετ' ἐμοῦ. οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξεναντίον μου ἔστησαν. καὶ πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισάν με. ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες· παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου· ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν. δεδωκέναι μέντοι τὴν βασιλείαν πάλαι ξυνεπεπτώκει τῇ ἐκκλησίᾳ προνόμια, ταῦτα δὴ τὰ μέχρι νῦν θεωρούμενα· δεδωκέναι δ' αὖ καὶ τὴν ἐκκλησίαν τῇ βασιλείᾳ τὸ πατριάρχην, ὃν ἂν ἐθέλοι τῶν ψηφισθέντων, προβάλλεσθαι. αὐτὸν δ' οὐ μόνον ἐγὼ προὐβαλόμην αὐτὸς, ἀλλὰ καὶ αὐτὸς ἐξελεξάμην καὶ τῶν πολλῶν καὶ περιβλέπτων καὶ ἐλλογίμων ἀνδρῶν προὔκρινα, ἄνθρωπον ἐν ἰδιωτείᾳ καταγηράσαντα καὶ μήτ' ἱερωσύνης τυχόντα, μήτ' ἐμφανείας τινός. ἐῶ λέγειν ὅσας ἑξῆς ὑπὲρ αὐτοῦ προὔτεινα βοηθείας καὶ χάριτας. καὶ νῦν ὀφείλων μοι βοηθεῖν καὶ αὐτὸς πράττοντι δυστυχῶς ὁ δὲ συνεργεῖ τοῖς κολάζουσι, βιαιότερος αὐτὸς ἐμοὶ καθιστάμενος δήμιος· εἶτά με ἐρωτᾷ, ὅπως αὐτὸς ἐπ' ἐκκλησίας ἄρτι μνημονεύεσθαι βούλομαι, καὶ πλάττεται λύπην καὶ ἄγνοιαν τῶν κατ' ἐμοῦ τελεσθέντων, ὅμοιον ποιῶν τῷ Αἰγυπτίῳ κροκοδείλῳ, ὃν βόσκει τὰ Νείλου νάματα τοῦ τὴν Αἴγυπτον ἄρδοντος. ὁπόταν γὰρ κἀκεῖνος ἀποπνίξῃ τῶν ἅμα αὐτῷ τὴν δίαιταν ἐκεῖ ποιουμένων ζώων ἓν, ἔπειτα καθίσας ἐπὶ τὸν ἐκείνου νεκρὸν θερμὰ καταχεῖ τῆς αὐτοῦ κεφαλῆς δάκρυα. ἐγὼ δ' οὐκ ἔχω ὅ,τι ἂν ἀποκριναίμην πρὸς τὰ οὑτωσὶ πεπλασμένως μοι προτεινόμενα. εἰ μὲν γὰρ ὡς βασιλέα φαίην, οὐκ ἂν φθάνοιμι φονευόμενος ὑπὸ τῶν διὰ τοῦτό με δέσμιον ἐχόντων· εἰ δὲ μοναχὸν Ἀντώνιον, ὁμολογία τοῦτ' ἂν νομισθείη τοῖς τὰ ἡμέτερα κακουργοῦσιν, ὅτι μὴ βιαίως, ἀλλ' ἑκὼν προελόμενος τὸ μοναχικὸν περιεθέμην σχῆμα αὐτός.»
(Η.) Ταῦτα καὶ πλείω τούτων διεξελθὼν ἐπ' αὐτῶν μηδὲν δ' ὧν ἐζήτουν ἐκεῖνοι μαθεῖν ἀποκρινάμενος ἐξέπεμψεν. αὐτὸς δ' ἐπὶ τῆς κλίνης καθεσθεὶς, «ἐπίστρεψον,» φησὶ, «ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι κύριος εὐηργέτησέ σε,» μηδὲν τοῦ λοιποῦ λύπης ἄξιον ἐξειπὼν οὐδὲν τῶν ἁπάντων, εἴτε περιουσίᾳ συνέσεως χαλινώσας τὴν γλῶτταν, εἴτε διὰ τὸ ὑπερβάλλον τῆς λύπης οὐ μάλα ἑκὼν ἀδακρυτὶ παραδραμὼν τὴν συμφορὰν, ὥσπερ ἀμηχανίᾳ καὶ νάρκῃ τῆς ψυχῆς πεδηθείσης, πρὶν τὸ περὶ τὸν ἐγκέφαλον ἀθροισθὲν ὑγρὸν εἰς δακρύων φορὰν ἐκτακῆναι. ἰδοὺ γὰρ καὶ ἥλιος, ὅπη μετρίας ἀφίησι τὰς ἀκτῖνας, πολλὰ τὰ πνεύματα καὶ τὰς ὑγρότητας ἐκεῖθεν ἀνέλκει· ὅπη δ' ὑπερβαλλούσας, ὁ δὲ φθάνει κατηναλωκὼς σφᾶς, πρίν τι ἐκεῖθεν ἀνιμήσασθαι. παραπλησίως δ' οὖν καὶ ὅσα τῶν ἐν ψυχῇ γινομένων παθῶν μετριώτερά πως ἡμῖν ξυνεῖναι ἐθέλοι, ταῦτα καὶ λόγον ἔχειν ἑρμηνέα τῆς ἐν καρδίᾳ φλογὸς οὐ μάλα τοι ἀπαναίνεται. ὅσα δ' ἀφειδοῖεν τοῦ πλεονεκτούσαις χρῆσθαι ταῖς ἕξεσι, ταῦτ' ἴδοι τις ἂν ἐξιστῶντα μέν πως καὶ τὴν ψυχὴν, δυοῖν δὲ πείθοντα θάτερον, εἰ καὶ μηδέτερον ὡς εἰκός· ἢ γὰρ πάντα λέγειν μᾶλλον ἢ ἃ δεῖ, ἢ μηδὲν μᾶλλον ἢ ἃ δεῖ. ἵνα δὲ πρὸς τὴν τοῦ παρόντος λόγου βεβαίωσιν καὶ παλαιοτέρῳ τινὶ διηγήματι χρήσωμαι· ὁπότε γὰρ Καμβύσου τοῦ Πέρσου στρατεύσαντος ἐκ Σούσων ἐπ' Αἴγυπτον, ἐπεὶ μετὰ τῆς ἀρχῆς καὶ ὁ τῶν Αἰγυπτίων ἑάλω βασιλεὺς, ἀγομένων ἐπὶ θάνατον ξὺν οὐδενὶ κόσμῳ τῶν υἱέων οὐδὲ βραχύ τι αὐτὸς βλέπων ἐφθέγξατο, ἀλλὰ σιωπῇ κύψας ἔπειτα μόνον ἑώρα τοὔδαφος· τῶν δὲ γνωρίμων ἕνα ἰδὼν, ὃς πρότερον μὲν πλούτῳ πολλῷ καὶ δόξῃ χρησάμενος ἦν ἱσταμένης Αἰγύπτου, νῦν δὲ πάνυ διεῤῥωγυῖαν ἐσθῆτα περικείμενος προσαιτῶν περιῄει, εἴ τις ἄρτον ὀλίγον παράσχοι· ὁ δὲ τὴν αὐτὸς ἑαυτοῦ κεφαλὴν ἤδη πατάξας καὶ βύθιόν τι στενάξας ὀνομαστὶ τὸν ἑταῖρον ἐκάλει, μονονοὺ τοῖς δάκρυσι βρέχων τοὺς λόγους. ἐπεὶ δὲ καὶ τὴν αἰτίαν ὁ Καμβύσης ἤρετο, ὅπως ἐπὶ μὲν τοῖς υἱέσι μὴ δακρύσας μηδὲ φθεγξάμενος μηδὲν ὁ δὲ τὸν ἑταῖρον ἐδάκρυσε καὶ προσείρηκε, φάναι λέγεται, καὶ σφόδρα μεῖζον εἶναι ἢ ὥστε καὶ δακρῦσαι τὸ τῶν υἱέων πάθος· τὸ δὲ τοῦ ἑταίρου μὴ τοσοῦτον ὂν καὶ δακρύειν λοιπὸν δίκαιον, ὃς μεγάλης ἐκπεπτωκὼς δόξης ἐς τοσαύτην δυστυχίαν ἐπὶ γήραος ἀφίκετο οὐδῷ.
(Θ.) Τοῖς μέντοι περὶ τὸν πατριάρχην κεκύρωται, μνημονεύεσθαι πρὸ τοῦ ἐγγόνου καὶ βασιλέως αὐτὸν, «εὐσεβέστατον καὶ φιλόχριστον βασιλέα Ἀντώνιον μοναχόν.» οὔπω τέτταρες ἐκεῖθεν ἡμέραι παρῆλθον καὶ ἀκούων τὸν δῆμον ὁ πρωτοστράτωρ διαψιθυρίζοντα ἐν οἴκοις, ἐν ἀγοραῖς, ἐν πύλαις, καὶ πανταχῆ περὶ τοῦ γηραιοῦ βασιλέως, ὡς ἄδικα ἐπεπόνθει καὶ βασιλεὺς ἦν καὶ ἔσται τελευτήσαντος τοῦ ἐγγόνου καὶ οὐχ ἕτερος τῶν ἁπάντων· οὐ γὰρ ἂν τοῦτο νόμος εἴη μοναδικὸς, ἄκοντας καὶ τυραννουμένους ὑπέρχεσθαι τὸ μοναδικὸν σχῆμα· δεινὰ ἐπὶ δεινοῖς ἐμελέτησεν αὖθις. καὶ πέμψας ὅρκον ἀπῄτησεν ἔγγραφον ἐξ αὐτοῦ διαβεβαιούμενον, μηδέποτε μήτε ζητῆσαι βασίλειον κράτος, μήτε μὴν διδόμενον δέξασθαι, μήτ' ἄλλον τινὰ προβαλέσθαι. «εἰ δ' οὖν, ἐπὶ ξυροῦ σοι,» φησὶ, «τὸ αἷμα τήμερον ἵσταται.» καὶ ἅμα τοὺς ἀλλοφύλους ἐκείνους ὁπλίτας αὐτῷ περιέστησεν αὖθις. ὁ δ' αὖθις δείσας περὶ τῇ ζωῇ ἄκων καὶ τοῦτ' ἐπεπράχει· καὶ ἐπεὶ τυφλὸν εἶναι τοῦτον εἰρήκειμεν, ὑφ' ἑτέρου λοιπὸν τὴν χεῖρα χειραγωγούμενος ἄνω μὲν ἐρυθρὸν προὔθηκε τὸν τοῦ θείου σταυροῦ τύπον, κάτω δὲ μέλανα· καὶ οὕτω συνεχωρήθη τὸ ζῇν.
(Ι.) Ἐν δὲ τούτῳ τῷ χρόνῳ εὕρηται παρὰ τὴν τῶν Περσῶν γῆν πύργος τις ἐγκεκαλυμμένος, νομισμάτων μεστὸς καθαρωτάτου χρυσίου μυριάδες οὐ ῥᾳδίως ἀριθμηταί. ὧν οὐκ ὀλίγα διαδεξάμενοι οἱ τῶν Λατίνων ἔμποροι διέσπειραν πανταχῆ γῆς καὶ θαλάττης, εἰδότες χρειώδη τυγχάνοντα διὰ τὴν τοῦ χρυσοῦ καθαρότητα· ὧν ἕκαστον πολλοῖς τῶν Βυζαντίων ὤνιον ἐγεγόνει τριῶν νομισμάτων πολιτικῶν.

ιαʹ. Ἐν τούτῳ τῷ χρόνῳ γραφαὶ παρά τε Ἰταλῶν καὶ ἔτι ὁπόσοι Κολχίδα Περσῶν ἀποσπάδες οἰκοῦσιν ἥκουσιν ἐς Βυζάντιον, ὀφρύος τε καὶ κορύζης μακρᾶς οὖσαι μεσταὶ καὶ προῤῥήσεων ὅσαι μειρακιώδεις καὶ ἀγεννεῖς καὶ οἵας αὐλητρίδες καὶ ὀρχηστρίδες ἐς χαμαιτυπεῖα προπίνουσι χαριζόμεναι τοῖς ἐκεῖσε κωμάζουσιν. εἴπερ γάρ τι τῶν ἁπάντων ἕτερον καὶ τὸ τῆς ἀμαθίας δ' ἔμοιγε ἐς τὸ πείθειν τοὺς κουφοτέρους καὶ κατωφρυωμένους δραστικώτατον ἔδοξε καὶ ἀνυσιμώτατον, προπέτειαν ἀπερίσκεπτον ὑφηγούμενον καὶ πρόχειρον ἐς ἅπαν καθ' ἅπαντα χρόνον, εἴ τί που τοῖς κούφοις αὐτῶν λογισμοῖς ἐπιφύεται. πρὸς μὲν δὴ ταύτας ἀντιλέγειν καὶ ἀπελέγχειν οἱ πλεῖστοι τῶν φίλων προὐτρέποντό με· οὐκ οἶδα, εἴτ' ἐμὲ βασανίζειν ἐθέλοντες, ὥσπερ τοὺς ἁμιλλητηρίους τῶν ἵππων ἐν διαφόροις πεδίοις ἐλαύνοντες οἱ δρόμων Ὀλυμπικῶν ἀθληταὶ, εἴθ' ἑαυτοῖς μέρος ἐντεῦθεν ἡδονῆς ἐκπορίζοντες. οὐδενὶ γὰρ ἑτέρῳ τῶν πάντων οὕτως ἕπεται ἥδεσθαι τὴν ψυχὴν, ὡς ὅσα καὶ οἷα τῶν κατ' ἔφεσίν ἐστιν ὁρᾷν καὶ ἀκούειν. παραπλήσιον γάρ ἐστιν, ὥσπερ ἂν εἴ τις διψῶσι μὲν τῶν ἡδίστων πιεῖν ἐδεδώκει ὑδάτων, φλεγομένοις δ' ὥρᾳ θέρους ζέφυρον ἐμηχανήσατο ἀναψύξεως. ἐφίεται δὲ πάντως ἄλλος ἄλλου κατὰ τὴν τοῦ ἐν αὐτῷ κριτικοῦ τῆς ψυχῆς ἕκαστος δύναμιν, καθάπερ αἰτίας τινὸς καὶ ῥίζης ὑποκειμένης τῆς ἐκεῖθεν κινουμένης ὁρμῆς καὶ ἀναλόγως χειραγωγούσης ἐς τὰς προθέσεις τάσδε ἢ τάσδε τοῦ βίου, ὁποίας πολλὰς καὶ ποικίλας γῆ τε αὕτη καὶ οὐρανὸς ἐκεῖνος προΐσχεται. τὴν μὲν οὖν αἵρεσιν τῆς τούτων ἐφέσεως ταυτησὶ εἰ μὴ καθάπαξ ἅπαντες, ἀλλ' οὖν οἱ πλείους δέξαιντ' ἂν οἶμαι· τήν γε μὴν ἀωρίαν αὐτῆς καὶ τὸ λίχνον, ταύτην δ' οὐ πάνυ τοι ἔγωγε. πάντα μὲν γὰρ ἐρευνᾷν ἕν τι τῶν ἁρμοζόντων εἶναι, οὐκ ἄν ποτ' αὐτὸς ἑκών γε εἶναι ἀπαγορεύσαιμι· ἐν δ' ἅπαντι καιρῷ καὶ χρόνῳ καὶ παντὶ τῷ βουλομένῳ, τοῦτο δὲ καὶ μάλα τοι σφόδρα αὐτός. οὔτε γὰρ παντὶ καιρῷ τὸ καίριον ἔνεστιν, οὔτ' αὖ παντὶ τῷ βουλομένῳ προσήκει πανταχῆ τὸ βούλεσθαι· ἀλλ' ἔστι καὶ καιρὸς ἀκαιρίας γέμων καὶ βούλησις ἀβουλίας πολλάκις μεστή. ἀλλ' οὖν ἐπειδὴ ταῦτα συγχωρητέα ὅπως ποτὲ ἔδοξεν εἶναι ἡμῖν, ἅπαξ τὰ βάρη τῶν τοιούτων ὁποῖά γε εἴη προσίεσθαι προθεμένοις καὶ χαρίζεσθαί σφισιν ὁπόσον τὸ ἐφικτὸν ἐπεφύκει, οὔτ' ἀκοὴν αὐτοῖς οὔτε γλῶτταν ἀπεκλείσαμεν· ἀλλὰ μετρίοις ἐλέγχοις ἔστιν ἃ τῶν γραφομένων ἠμειψάμεθα. καὶ ὁπόσους τό,τε καίριον ἐς τὸ τῆς ἀσφαλείας μουσεῖον ἐπαιδαγώγησε, καὶ πᾶς τις οἶμαι ἀκηκοὼς οὐκ ἂν ἡμῖν μέμψαιτο. καὶ τὰ μὲν ἄλλα τῶν γραφομένων ἀπόῤῥητα κεῖσθαι παρήκαμεν τέως, ἀκαιρίας ὡς τὰ πολλὰ κατορχουμένης αὐτῶν πάνυ τοι φορτικῆς καὶ ματαίας· ἃ δ' ὡς ἐν ἐπιστολῆς σχήματι πρὸς ἕνα τῶν φίλων εἰρήκειμεν, ἵνα μὴ τὸ τῆς εὐσχήμονος ἡμῶν σιωπῆς ὑπόληψιν ἀπορίας ὑπόθοιτο τοῖς ἀφειδεστέροις τῶν ὑβριστῶν, ταῦτα καὶ νῦν τοῖς ἐντυγχάνειν ἐθέλουσιν ἱστορίας ἕνεκα παραθήσομεν.
(Β.) «Ὁπόσα γὰρ,» ἔφην, «τῶν λεγομένων νοῦν ἡγεμόνα προβάλλεται καὶ τούτῳ τὴν πρέπουσαν αὐτονομίαν σαφῶς ἐπιτρέπει, ταῦτα καὶ νοῦν πάντως ἐπόπτην ἐφέλκεται καὶ γλῶσσαν ἀναμένει σὺν ἐπιστήμῃ δικάζουσαν. ὅσα δ' ἁρμονίας ἁπάσης παραιτησάμενα νόμους ὅρων ἐπιστημονικῶν ὑπερόριον καὶ φυγάδα τείνουσι πόδα, ταῦτ' οὔτε νοῦν ἐπόπτην οἶδεν ἐφέλκεσθαι καὶ πάντα λόγον ἑρμηνέα μάλα σφοδρῶς ἀποσείεται, φύσεως ὄντα σαφῶς ἀῤῥωστήματα καὶ λύρας ὥσπερ ῥαγείσης πλημμελῆ τινα κρούσματα. ὥστ' ἔπεισί μοι σφόδρα θαυμάζειν, ὦ φίλων ἄριστε, πῶς οὕτω κἀμὲ ξυνωθεῖς καλινδεῖσθαι τὸν φίλον περὶ τὰ φαῦλα καὶ γλῶτταν παρέχεσθαι τουτουσὶ τοὺς σαφεῖς ἐξελέγχουσαν λήρους, ὁπόσοι τῶν Ἐπιζεφυρίων βαράθρων συχνὸν ἀναῤῥήγνυνται, καθάπερ τινὲς τῶν Ἡφαίστου κρατήρων αὐτόματοι ῥύακες· καὶ ἔτι ὁπόσοι τῷ πλήθει νιφάδεσσι χειμερίῃσιν ἐοικότες τῆς ἀνωτέρας ἠπείρου κατίασιν. ἀδικοίημεν γὰρ ἂν, νὴ τὸν φίλιον, τούς τε τῆς ἐπιστήμης κανόνας τούτοις προσάγοντες καὶ ἡμᾶς αὐτούς. τὸ γὰρ ὁπωσοῦν ἑαυτὸν ἑκών γε εἶναι διεφθορόσι διδόναι τρόποις καὶ λόγοις οὐκ ἀποχωρεῖ κακίας, οὐδ' ἀνασοβεῖ τὰ δίκτυα τοῦ ψόγου, ἀλλὰ καθάπερ συγγενῆ κηλῖδα χλεύην ἐπίφθονον ἐπισύρεται. τίνα γὰρ ἀμαθίας Καύκασον οὐχ ὑπερβαίνουσιν, ὁπόσους οἱ μὲν κάτωθεν ὡς ποῤῥωτάτω τῆς ἀληθείας χαλκεύειν εἰώθεσαν ὄγκους ῥημάτων, οἱ δ' ἄνωθεν ἀγεννεῖς τινας καὶ μειρακιώδεις κροτοῦσι θορύβους, καὶ ταῦτα τὴν Περσῶν καὶ Χαλδαίων μετιέναι φάσκοντες ἐπιστήμην; εἰ γὰρ ἐς τοῦτο Χαλδαίοις καὶ Πέρσαις ἡ πᾶσα περιΐσταται μέθοδος καὶ οὐρανὸς διὰ τοῦτ' ἐς τὴν αἰθέρος σφαῖραν εὖ καὶ τεταγμένως περιφέρει τοὺς ἀστέρων δρόμους, ὡς λημμάτων μὲν φορὰν ἦρος ἀρχομένου γραμματεῦσι προφαίνειν, νοσήματα δ' αὖ γέρουσι φθίνοντος ἤδη τοῦ θέρους, χάριεν ἂν, νὴ τοὺς λόγους, δόξειε τοῖς διασύρειν ποθοῦσι τὸ τῆς ἐπιστήμης χρηστὸν καὶ τοῖς τε ἐξ ἁμάξης λοιδοροῦσιν ἀποχρῶσα πρόφασις ἐς ὕβρεις καὶ ὁπόσοι πρὸς ταῖς σκηναῖς ἄφθονα δραματουργοῦσι τὰ σκέμματα. ἐγὼ δὲ λίαν ἡδέως κἀκεῖνο θαυμάσαιμι ἂν, ὅτι μὴ καὶ περὶ δρυῶν προτεθέσπισται τοῖς ἀνδράσιν, ὡς πολλὰς ἐξανθήσει τὸ γένος βαλάνους καὶ ὡς ἄκανθα τὴν ἐφαπτομένην ἀμύξει παλάμην· καὶ εἰ τέκοι γαλῆ, μήτηρ ἔσται τοῦ τεχθησομένου· καὶ θέρους μὲν ἔσται καῦμα, χειμῶνος δὲ ψύχος, καὶ ὅσα τῶν πάνυ προδήλων, εἰ μή γε δὴ βουσὶν, ἀλλ' οὖν ἀνθρώποις ἅπασίν ἐστιν. ἵνα δὲ μήτε σὺ τῶν λυπουμένων εἴης, μήτε τὸ σεμνὸν τῆς ἐπιστήμης ἐς τοιαύτας ἐσχατιὰς κατενηνεγμένον ὑβρίζοιτο, φέρε μέσην βαδίσαντες βραχέα ἄττα τῶν μεσημβρινῶν τουτωνὶ λήρων ἐξελέγξωμεν, ἢ μᾶλλον, εἰπεῖν, τῶν γηΐνων πλανήτων καὶ τὰ πλεῖστα τῆς ἄνω λήξεως καταψευδομένων, ὡς ἂν ἄρδην ἐκ τοῦ κρασπέδου τὸ ὕφασμα λύοιτο πᾶν, καθάπερ ὁ τῆς Πηνελόπης ἐκεῖνος ἱστός. ἀνέμων ἐκεῖνοι προλέγουσιν ἔσεσθαι κίνησιν, ὑφ' ὧν ἐς φθορὰν τὰ τῶν ἀνθρώπων λυθήσονται σώματα. ἡδέως ἂν οὖν ἔγωγε τὰς αἰτίας ἐροίμην τῆς τῶν ἀνθρώπων λύσεως. εἰ μὲν γὰρ ἄλλο τι ἢ φορά τις ἀέρος καὶ διαίρεσις ὁ ἄνεμος ἦν, εἶχεν ἄν τινα λόγον ἴσως ὁ λόγος. ὅσα μὲν γὰρ ἄλλο τι παρὰ τὸν ἀέρα τυγχάνοντα δίεισιν αὐτὸν, ἢ διόδῳ σωματικῇ τέμνοντα φέρεται δι' αὐτοῦ, καθάπερ λίθος καὶ σίδηρος καὶ ὅσα σκληροτέρας ἢ κατὰ τὸν ἀέρα φύσεως ἔλαχεν, ἢ διαδόσει ποιότητος, ὅσα δηλαδὴ χεομένην καὶ τῷ ἀέρι πάνυ τοι προσφυῶς ἀνακιρναμένην ἔσχεν αὐτὴν, ὥσπερ ὀσμαὶ καὶ χρώματα καὶ σκηπτοὶ καὶ πρηστῆρες. καὶ μέντοι καὶ ἄνεμος εἰ καθ' ὁντιναοῦν τουτωνὶ τρόπον ἢ διαιρῶν δηλαδὴ τὸν ἀέρα καὶ τὸν ἐκείνου τόπον μεταλαμβάνων διῄει, ἢ τούτῳ διαδόσει ποιότητος σφαλερᾶς ἀνεκιρνᾶτο, πᾶσαν γένεσιν ἐκ τοῦ παραχρῆμα φθορὰ προφανὴς διεδέχετο ἄν. νῦν δὲ τοὐναντίον εὐκρασίας ἡμᾶς ἁπάσης ἐμπιπλῶντα βλέπομεν τοῦτον αἰεί. οὐδὲν γὰρ ἕτερον ἄνεμος ἢ στεῤῥοτέρα φορὰ καὶ χύσις ἀέρος, ὃς ἀεὶ πλούσιος μὲν ἡμῖν περικέχυται, αὐτοῦ δ' ἀπολαύομεν καθόσον ἐφικτὸν ἑκάστῳ, κἂν πάνυ τοι πλεῖστος ἕπηται. ἐκεῖνό γε μὴν καὶ μαντείας ἴσως δεῖται, καὶ οὐκ ἔχω ὅ,τι φῶ. πόλεων γὰρ καὶ δένδρων καὶ ὀρῶν φασιν ἐξ ἀνέμων πάντων ὁμοῦ κινηθέντων καταστροφὰς καὶ μεταβάσεις. πῶς γὰρ καὶ πῆ περιχωρήσει καὶ μεταστήσεταί τι τούτων, περικυκλούντων, ὥς φασιν, οὑτωσὶ τῶν ἀνέμων ἐκ διαμέτρου; ἑνὸς μὲν γὰρ ξυνωθήσαντος ἀνέμου καὶ ξὺν βίᾳ κλονήσαντος ἀνατετράφθαι οἰκίαν ἔσθ' ὅτε ἢ δένδρον ἐπὶ θάτερα μέρη, καινὸν οὐκ ἂν εἴη, ἀλλ' ὡς τὰ πολλὰ τῶν ὅρων τῆς συνηθείας ἐντός. πολλῶν δ' ἀντιπνεόντων ὁμοῦ; σχολῇ γ' ἂν καταστραφείη τι τῶν ἁπάντων. τὴν γὰρ τοῦ ἑνὸς ἀντώθησιν ἡ θατέρου ἐξεναντίας ἀντίστασις θραύουσα καὶ ἀναχαιτίζουσα ἀκλόνητον τὸ παράπαν ἐξ ἀντιπεριστάσεως ἵστασθαι παρασκευάσει τὸ βιαζόμενον. ἄλλως τε καὶ ὁμοῦ τοὺς κατὰ διάμετρον ἀνέμους κινεῖσθαι, οὔτ' Ἀριστοτέλης φύσιν ἔχειν δίδωσιν, οὔθ' ὁ πολὺς ἔφηνε χρόνος. ἀλλ' ἐκεῖνο μικροῦ με παρέδραμε. τὴν γὰρ τοῦ Κρόνου καὶ Ἄρεως ὑφ' ἑνὶ ζωδίῳ συνέλευσιν αἰτίαν τῆς τῶν ἀνέμων τίθενται μάχης καὶ πρό γε τούτων ἡλιακήν τινα ἔκλειψιν. εἰ οὖν ταῦτα φανείη ψεῦδος περιφανὲς, ἡγούμενα ὄντα τῶν ἐφεξῆς, ψευδῆ πάντως μετὰ τοῦ μείζονος προσθήκης φανεῖεν ἂν καὶ τὰ τούτοις ἑπόμενα· ὥσπερ ἂν εἴ τις τὴν ῥίζαν τοῦ δένδρου τεμὼν συναφεῖλεν εὐθὺς καὶ τὴν τῶν ἀκροδρύων ψυχήν. οὐ γὰρ μόνον ἐν τοῖς παροῦσι καιροῖς οὐκ εἰσὶν ὑπὸ ζώδιον ἓν Κρόνος καὶ Ἄρης, ἀλλ' οὐδὲ δυοῖν συνεχῶς ἐξελιττομένων ἐνιαυτῶν οὐκ ἄν πω συνέλθοιεν ἄν. Ἄρης γὰρ ἐκ πολλοῦ περὶ τὴν τοῦ λέοντος πεντεκαιδεκάτην μοῖραν τὸν Κρόνον καταλελοιπὼς ἤδη καὶ ἐς τὰς τοῦ σκορπίου χηλὰς διαβαίνει. ἡλιακήν γε μὴν ἔκλειψιν οὔτε τὸ παρὸν ἅπαν θέρος, οὔτε τὸ ἐφεξῆς μετὰ τοῦτο φθινόπωρον ὄψεται, κἂν πάντες ἄνθρωποι, κἂν πάντες φάσκωσιν ὄρνιθες. ἔσται δέ σοι τούτων διδάσκαλος ὅ,τε χρόνος καὶ ἡ αἴσθησις πρὸς ἀκριβῆ τὴν ἀλήθειαν. οὐδὲν γὰρ οὕτως εἰς ἐπιστήμης ἀπόδειξιν ἀναντίῤῥητον ἕτερον, ὡς ἐμπειρία καὶ αἴσθησις. “αἴσθησις μὲν γὰρ,” φησὶν, “ἐμπειρίαν ποιεῖ, ἡ δὲ ἐμπειρία τὰς ἀρχὰς δίδωσι τῇ ἐπιστήμῃ.” ὥσπερ οὖν σίτου σπαρέντος εἰς γῆν ἐνδέχεται στάχυν ἔσεσθαι, σπόρου δ' οὐκ ὄντος οὐδὲ βλάστην ἐκδέχεσθαι χρή· οὕτω κἀν τούτοις. εἰ ἔσται ἔκλειψις ἡλίου καὶ συνδρομὴ Κρόνου καὶ Ἄρεως, φαῖεν ἂν ἴσως καὶ ἀνέμων ἔσεσθαι κυκεῶνας καὶ πόλεων καταστροφὰς καὶ ἀναμοχλεύσεις ὀρῶν· εἰ δ' ἐκεῖνα οὐκ ἔσται, ἐξ ἀνάγκης ἕπεται καὶ κατὰ χώραν ἵστασθαι πᾶν ὄρος καὶ πόλιν ἅπασαν. ἴσμεν γὰρ, ὡς τούτων ἀναιρουμένων, ὅσα γε ἕνεκά του γίνεται καὶ αἴτια νομίζεται τῶν ἑξῆς, συναναιρεῖται πάντως ὁμοῦ τά τε αἰτιατὰ καὶ ὧν ἕνεκα ἐκεῖνα γίγνεσθαι ἔμελλεν. ἐκκεκύλισται δὲ τούτοις ὁ λόγος ἐς τόδε τῆς ἀτοπίας παρὰ τὸ νομίζειν τό,τε αἴτιον ὡς μὴ αἴτιον καὶ αὖ τὸ μὴ αἴτιον ὡς αἴτιον. τὰ γὰρ τῶν ἀστέρων ἄλλοτ' ἄλλως ἔχοντα σχήματα καὶ ἄλλοτ' ἄλλως ἐχούσας τὰς ἐκβάσεις προφαίνει· τὰς μὲν γὰρ ἐκ τοῦ σύνεγγυς, τὰς δὲ μεθ' ἱκανὸν τὸν χρόνον. οἱ δ' οὔτε τοῦθ' ἱκανοὶ ξυνιέναι ἐγένοντο καὶ ἄλλα ἀντ' ἄλλων ᾐτιάσαντο, ὁδὸν τοῦ προσήκοντος πόῤῥω βαδίσαντες· ὥσπερ ἂν εἴ τις, ὅτι Θεμιστοκλέους ἐκ Μεγάρων Ἀθήναζε κατιόντος ὑετὸς κατεῤῥάγη, αἴτιον εὐθὺς τοῦ συμπτώματος ἡγοῖτο Θεμιστοκλέα· ἢ πάλιν Κροῖσον, ὅτ' αὐτοῦ διαπεραιουμένου τὸν Ἅλυν ἥλιος ὑπερέβαλε τὸν ὁρίζοντα. καὶ γὰρ Θεμιστοκλέους ἀπόντος φύσις ὑετοὺς καταῤῥήγνυσθαι· καὶ ἀπαλλάξαντος τοῦ Λυδοῦ διηνεκῶς τὸν ὁρίζοντα μετὰ πᾶσαν ἥλιος ὑπερβάλλει τὴν νύκτα. ἦν ἕτερα μυρία πρὸς ἔλεγχον, ἀλλὰ μήκους ἕνεκα καὶ κόρου σιωπῶμεν. τὸ μὲν γὰρ καλῶς ἐν καλαῖς ὑποθέσεσι λέγοντας εὐδοκιμεῖν, κἂν εἰς μῆκος ὁ λόγος ὁδεύῃ, ἀλλ' οὖν ἐπαίνων οὐκ ἐκπέπτωκε· τὸ δ' ἐν ἀτόποις καὶ κιβδήλοις, τοῦτο δὲ καὶ τῶν ἐπαίνων πάμπαν ἐξεκεχωρήκει καὶ μυκτῆρος κατατρέχοντος οὐ σφόδρα ἀπαλλάττει. λέγεται γὰρ καὶ Φίλιππος ἀποσκῶψαι πρὸς τὸν παῖδα Ἀλέξανδρον, ὅτι δεξιῶς τε καὶ ἐμμελῶς ἐκιθάρισεν, αἰσχρὸν εἶναι φήσας ἐν τοῖς φαύλοις ἐπιδείκνυσθαι φιλοτίμως τὸν εὐγενῆ.»

ιβʹ. Τοῦ δ' ἐπιγενομένου ἦρος ἐπειδήπερ ὁ Κράλης Σερβίας δῆλος ἦν οὐκ ἠρεμήσων, εἰ μὴ ἐπεξέλθοι Μιχάηλον τῆς ἐς τὴν ἀδελφὴν ὕβρεως καὶ ἀδικίας, ὅτι γυναῖκα νόμιμον οὖσαν αὐτῷ καὶ παῖδας τεκοῦσαν αὐτῷ τῆς ἀρχῆς διαδόχους διωσάμενος αὐτὴν ἐπ' οὐδεμιᾷ προφάσει τὴν τοῦ βασιλέως ἠγάγετο ἀδελφήν· διαπρεσβεύεται πρὸς τὸν βασιλέα Μιχάηλος, ξυνωθῶν αὐτὸν διὰ τῆς τῶν Ῥωμαίων ἰόντα χώρας εἰσβάλλειν εἰς τὴν τῶν Τριβαλλῶν γῆν. μέλλειν γὰρ καὶ αὐτὸν ἐκστρατεύειν κατ' ἐκείνου μετὰ βαρείας δυνάμεως, ὡς ἂν μὴ ἔχων ὅπως ἀρκέσειε πρὸς τὰς ἑκατέρωθεν μάχας ἀσθενέστερος γένηται, πολλὴν ἀποβεβληκὼς ἑκατέρωθεν χώραν ἑαυτοῦ. καὶ δὴ παρεσκευάζοντο πρὸς ἐκστρατείαν ἄχρι φθίνοντος ἔαρος.
(Β.) Θέρους δ' ἤδη ἱσταμένου ὁ μὲν βασιλεὺς ἐπειδὴ μὴ ἀξιόλογον εἶχε στρατὸν πρὸς τὴν τοῦ Κράλη δύναμιν, ἐστρατοπεδεύσατο παρελθὼν παρὰ πεδίον τι τῆς Πελαγόνων χώρας, ὅπη καὶ ὅμορα ἦσαν Ῥωμαίοις ὑπείκοντα πολίχνια, καραδοκῶν ἐκεῖθεν τὴν ἑτέρωθεν τοῦ Μιχαήλου στεῤῥοτέραν κατὰ τῶν Τριβαλλῶν ἔφοδον ὅπη χωρήσειεν ἀκούσεσθαι πρότερον· κἄπειθ' ὅ,τι γνοίη καὶ αὐτὸς διαπράξεσθαι. ὅτε δὴ καὶ ἡλίου γεγενῆσθαι ἐπισκότησιν ἐξεγένετο περὶ τὴν δωδεκάτην ὥραν τῆς ἑκκαιδεκάτης τοῦ Ἰουλίου ἡμέρας, οὐ μεῖον τῶν ιαʹ δακτύλων, εἴ τις παρὰ τὸν διὰ Βυζαντίου παράλληλον ποιοῖτο τὴν οἴκησιν, τετάρτην καὶ εἰκοστὴν τοῦ καρκίνου τηνικαῦτα μοῖραν ἀμείβοντος τοῦ ἡλίου καὶ τὴν μὲν ἀρχὴν τῆς ἐπισκοτήσεως ἀπὸ μέσου δεικνύντος ἰάπυγος καὶ θρασκίου, τὸ δὲ τέλος ἀπ' ἀρχομένου ἔγγιστα ἀπηλιώτου.
(Γ.) Ὁ μέντοι Μιχάηλος πλεῖστον ἀγείρας στρατὸν, δώδεκα μὲν χιλιάδας ἐκ τῆς οἰκείας χώρας, τρεῖς δ' ἑτέρας Σκυθῶν μισθοφόρων, ἐσβάλλει διὰ τῶν ἀρκτικωτάτων Αἵμου τοῦ ὄρους ἐς τὴν τῶν Τριβαλλῶν χώραν, ἔνθα δὴ μάλιστα καὶ ποταμοῦ τοῦ Στρυμόνος εἰσὶν αἱ πηγαί. τέτταρας μὲν οὖν ἡμέρας διηνυκὼς ἐπὶ τῆς πολεμίας ἐδῄου καὶ ἔκειρε τὴν γῆν ἀδεῶς καὶ ἐδενδροτόμει τοὺς ἀγροὺς καὶ κακῶς ἐποίει τὴν χώραν, οὔπω μηδενὸς ἐκεῖθεν ὅπλα ἀνταίροντος. τῇ πέμπτῃ δ' ἅμα ἡλίῳ ἐπιφαίνεται καὶ ὁ Κράλης Σερβίας, χεῖρα βαρεῖαν ἐπαγόμενος καὶ ὅπλα τῇ λαμπρότητι τὰς τῶν ὁρώντων ἀποκρύπτοντα ὄψεις. ἐπεὶ δ' ἑκάτερα τὰ στρατεύματα παρετάξαντο καὶ τὰ σημεῖα ἤρθη, ὁ Κράλης τὰς ἑαυτοῦ τάξεις ἐῤῥωμένως παρακελευσάμενος μάχεσθαι, ὁ δ' ἐπὶ τὴν τοῦ Μιχαήλου σημαίαν ἐκτρέχει, ἔχων περὶ αὐτὸν χιλίους ἱππέας Κελτοὺς μεγέθει τε σώματος καὶ ῥώμης περιουσίᾳ καὶ ὅπλων ἐμπειρίᾳ πολεμικῶν κράτιστα ἠσκημένους τε καὶ ἐσκευασμένους. καὶ ταύτην ξὺν οὐ πολλῷ πόνῳ καθῃρηκὼς ἔδραμεν ἐπὶ τὴν τοῦ Μιχαήλου παράταξιν· καὶ συμπατήσας τὸ πολὺ τοῦ περὶ αὐτὸν στρατεύματος καὶ καταβαλὼν ζῶντα χειροῦται καὶ τετραυματισμένον καὶ τὸν Μιχάηλον. τὸ δὲ Βουλγαρικὸν ἄλλο στράτευμα τὸ μὲν πλεῖον ἐκεῖ κατεκόπη, τὸ δὲ περιλειφθὲν γεγυμνωμέναις σαρξὶν ἐς τὰ οἴκοι ἐχώρουν. ὁ μέντοι Μιχάηλος τρεῖς ἡλίους τὸ ἐξ ἐκείνου τεθέαται ζῶν καὶ μάλα μόλις τὴν συμφορὰν ἐπιγινώσκειν δυνάμενος, τῷ δὲ τετάρτῳ μετήλλαξε, μὴ δυναμένου τοῦ σώματος πλέον ἐξαρκέσαι πρὸς τὸ καίριον τῶν τραυμάτων. ὁ δὲ βασιλεὺς μαθὼν τὸ πραχθὲν τὴν ταχίστην ἐς Βυζάντιον ἐπανῄει, μηδὲν μήτε δεδρακὼς μήτε πεπονθώς.
(Δ.) Ἐπεὶ δ', ὡς πολλάκις εἰρήκειμεν, οὐδὲν τῶν ἐν βίῳ εὐτυχημάτων ἀκήρατον ἐς τέλος διαπερᾷ τὸν αἰῶνα, οὐδὲ βασκανίας ἐκτὸς, οὐδ' ἐνταῦθα ἐπέλιπε τὸ χρεών· ἀλλ' ἀντέπνευσε καὶ τοῖς τοῦ Κράλη λαμπροῖς εὐτυχήμασι χειμὼν χαλεπός τε καὶ φρικωδέστατος, ὃς πάντα ἐπέκλυσε καὶ κατέχωσεν αὐτῷ τὰ τοῦ βίου τερπνὰ καὶ αὐτό γε τὸ ζῇν προσαφῄρηκεν. ἔχει δὲ οὕτως. ἦν αὐτῷ παῖς δεύτερον τηνικαῦτα καὶ εἰκοστὸν παραλλάττων ἔτος, ὃν ἐξ ἑτέρας γεγέννηκε γυναικὸς καὶ ἐς διαδοχὴν ἀνῆγε τῆς ἀρχῆς μάλα ἐπιμελῶς. ἐπεὶ δ' αὐτὸς μὲν τῇ τοῦ Καίσαρος θυγατρὶ συνεζύγη, πεντηκοντούτης ἀνὴρ κόρῃ δωδέκατον ἀγούσῃ τὸν χρόνον, καὶ πρὶν τῷ παιδὶ γυναῖκα ἀγαγέσθαι, παιδοποιεῖν ἤρξατο μετὰ τῆς τοῦ Καίσαρος θυγατρὸς, ἐς ὑποψίας καὶ φόβους ὁ παῖς ἐξενήνεκται, ὁποίους ὑποσπείρειν εἰκὸς τοὺς ἡλικιώτας ἐς τὴν σφριγῶσαν τούτου ψυχήν· καὶ ἀποστασίαν λοιπὸν ἐμελέτα καὶ ἐπανάστασιν κατὰ τοῦ πατρός. ὃν οὕτως ἔχοντα βλέποντες οἱ ἐκεῖ μεγιστᾶνες καὶ στρατηγοὶ καὶ ταξίαρχοι, καὶ ὅσοι κόρον εἰλήφεσαν τῆς ἀρχῆς τοῦ πατρὸς διὰ τὸν χρόνον, λάθρα τούτῳ προσῄεσαν ἕκαστοι καὶ τοὺς τῆς ἀποστασίας ἐξεπύρσευον αὐτῷ λογισμούς· καὶ μετ' οὐ πολλὰς τὰς ἡμέρας ἀπολαβόντες αὐτὸν ἐξεπολέμωσάν τε κατὰ τοῦ πατρὸς καὶ Κράλην Σερβίας αὐτοκράτορα ἀνηγόρευσαν. ἐπεὶ δὲ συχνῶν ἡμερῶν κατ' ὀλίγους ἅπαντες αὐτῷ προσεῤῥύησαν τοῦ στρατοῦ τὸ ἀπόλεκτον, προσελάσαντες δέσμιον ἀπονητὶ καὶ τὸν πατέρα προσήνεγκαν τῷ υἱῷ· κἀκεῖθεν ἐς εἱρκτὴν ἀπήνεγκαν, ἄκοντος μὲν ἴσως καὶ ἀσχάλλοντος τοῦ υἱέως, σιωπῶντος δ' οὖν ὅμως καὶ ἀντιλέγειν οὐ δυναμένου τῇ τοῦ πλήθους ὁρμῇ. ἐδεδίει γὰρ, μήπου τι καὶ αὐτὸς πάθοι τῶν ἀδοκήτων. οὐ πολλαὶ παρῆλθον ἡμέραι κἀκεῖνον μὲν ἐν δεσμοῖς ἀπέπνιξαν, πικρὸν αὐτῷ τοῦ βίου τὸ πέρας ἐπενεγκόντες ἀντὶ τῶν ἡδέων ἐκείνων εὐτυχημάτων· τῷ δὲ υἱῷ τὴν ἀρχὴν ἤδη βεβαιοτέραν καὶ ἀσφαλῆ κατεστήσαντο καὶ ἅμα αὐτῷ ἐξελάσαντες εὐθὺς ᾠκειώσαντο τὴν Ῥωμαίων χώραν ἄχρι Στρυμόνος καὶ Ἀμφιπόλεως· ὅτε δὴ καὶ Στρούμμιτζαν εἷλον ξύν γε ἄλλοις πολιχνίοις.

ιγʹ. Ἐς δὲ τοὐπιὸν ἔτος ἀκούων ὁ βασιλεὺς διασπωμένην τὴν τῶν Βουλγάρων ἀρχὴν ὑπό τε τῆς προτέρας τοῦ Μιχαήλου γυναικὸς ὑπό τε τῶν τοῦ Μιχαήλου συγγενῶν (ἡ γὰρ τοῦ βασιλέως ἀδελφὴ μόλις ἐκεῖθεν φυγοῦσα τὸ ζῇν ἐπορίσατο), πολλῶν οὖν ἐκεῖ μαχομένων καὶ ὑπὲρ τῆς ἀρχῆς ἀντιποιουμένων, στρατὸν ἀπολέξας ὁ βασιλεὺς ἱκανὸν ἐπέθετο τοῖς περὶ τὸν Αἷμον πολιχνίοις καὶ εἷλε μικροῦ πάντα ἀπονητὶ, τῶν οἰκητόρων προσεῤῥυηκότων ἑκόντων. μεθ' ὧν προσεῤῥύη καὶ παραθαλασσία πόλις ὀχυρά τε καὶ πολυάνθρωπος καλουμένη Μεσημβρία. ἐν ᾗ διατρίβων ὁ βασιλεὺς ὡς τὰ πολλὰ μετὰ τοῦ στρατοῦ φορτικὸς ἔδοξε τὴν ταχίστην διά τε τὴν γενομένην δι' αὐτοὺς ἐπίλειψιν τῶν χρειωδῶν καὶ διὰ τὴν τῶν προσόδων φθοράν. ἐπεί γε μὴν μετὰ πολλοὺς τοὺς περὶ τῆς ἀρχῆς ἀγῶνας τὴν νικῶσαν Ἀλέξανδρος εἰλήφει ὁ τοῦ Μιχαήλου ἀδελφιδοῦς, καὶ τῆς ἡγεμονίας τὸ κράτος βεβαίως περιεζώσατο, τὸν Βουλγαρικὸν συλλέξας στρατὸν, προσεταιρισάμενος δὲ καὶ μισθοφορικὸν ἐκ Σκυθῶν οὐκ ὀλίγον ἐς τὴν ὅμορον ἐσέβαλε χώραν Ῥωμαίων καὶ ἤλασεν ἄχρις Ὀρεστιάδος· καὶ πλείστην μὲν λείαν ξυνηθροικὼς, πολλὰ δὲ καὶ τῶν περὶ τὸν Αἷμον πολιχνίων καθ' ὁμολογίαν παραστησάμενος καὶ ἐς τὰ τῶν Βουλγάρων ἤθη πάλιν ἐπανεστράφθαι πεποιηκὼς ἐπανῆκε χαίρων οἴκαδε μετὰ πολλῶν τῶν λαφύρων.
(Β.) Ἐν τούτῳ τῷ χρόνῳ καὶ Νίκαιαν εἷλον οἱ βάρβαροι, τὸ μέγα καὶ περιβόητον ἄστυ, λιμῷ καὶ στρατῷ πολιορκηθεῖσαν μακρῷ· καὶ πολλὰς τῶν ἐκεῖσε θείων εἰκόνων καὶ βίβλων ἐς Βυζάντιον κομίσαντες, καὶ ἁγίων γυναικῶν λείψανα δύο, χρήμασιν ἠλλάξαντο. ἀδεῶς δὲ ἤδη τὰς οἰκήσεις ἐν τοῖς παραλίοις τῆς Βιθυνίας οἱ βάρβαροι ποιήσαντες βαρυτάτους ἐπέθηκαν φόρους τοῖς ἐναπολειφθεῖσι βραχέσι πολιχνίοις, δι' οὓς τέως οὐκ αὔτανδρα πρὸς ὄλεθρον ἤλασαν παντελῆ, μάλα ῥᾳδίως δυνάμενοι καὶ ἐν βραχυτάτῳ χρόνῳ τοῦτο τελεῖν. οὐκ ἐπιλείπουσι δ' ὅμως συχνὰς ποιούμενοι τὰς ἐφόδους καὶ ζωγροῦντες τῶν ταλαιπώρων τοὺς πλείους ἔκ τε γῆς καὶ θαλάττης ἀεί.
(Γ.) Ὁ μέντοι μέγας λογοθέτης ὁ Μετοχίτης ἐλθὼν ἐκ τῆς ἐξορίας οὐ παρὰ τῇ οἰκίᾳ κατέλυσε· πάλαι γὰρ, ὡς εἰρήκειμεν, εἰσελθόντος τοῦ βασιλέως ἐν Βυζαντίῳ αὕτη διέφθαρται καὶ τελέως ἠρήμωται πρὸς τῶν δημοτῶν· κατέλυσε δ' ἀπέναντι καὶ πλησίον παρὰ τῇ ἱερᾷ δηλαδὴ μονῇ τῆς Χώρας, ἣν πολλοῖς αὐτὸς ἀναλώμασιν ἀνεκαίνισε πρότερον, τοῖς ὀδοῦσι τοῦ χρόνου δεινῶς κοπτομένην ἰδών. ἐδομήθη γὰρ αὕτη τὸ ἀρχαῖον πρὸς τοῦ βασιλέως Ἰουστινιανοῦ ἐπιμήκης τὸ σχῆμα. εἶτα τοῦ χρόνου ταύτην μέχρι κρηπίδων συντρίψαντος ἄλλον ἐκ βάθρων ἀνήγειρε νεὼν, εἰς ὃ καὶ νῦν ὁρᾶται σχήματος, ἡ τοῦ βασιλέως Ἀλεξίου τοῦ Κομνηνοῦ πενθερά. τοῦ δὲ χρόνου πάλιν φθορὰν ἀπειλοῦντος οὗτος ἁβροτέρᾳ χρησάμενος δεξιᾷ, πλὴν τοῦ μεσαιτάτου νεὼ, πάντα καλῶς ἐπεσκεύασεν. ὅθεν καὶ πάντων εἰς τέλος ἀπολωλότων ἤδη τἀνδρὶ τῶν ἔξω πραγμάτων σωτήριος αὕτη λιμὴν ἐν καιρῷ περιστάσεως ὤφθη ψυχῆς ὁμοῦ καὶ σώματος. πρὸς μὲν οὖν τὴν ἱερὰν ἀποβλέπων μονὴν τὸ λοιπὸν ἡδονὴν ἀπόῤῥητον παρείχετο τῇ ψυχῇ· πρὸς δ' αὖ τὴν ἐρήμωσιν τῆς οἰκίας, κατήφειαν τοῖς ὀφθαλμοῖς ἐτρύγα μακρὰν καὶ πλήθουσαν εἶχεν αὖθις τὴν ψυχὴν πυρὸς καὶ φλογὸς, ἣν ἐκπυρσεύουσι τοιαῦται βαρυθυμίαι καὶ συμφοραί. καὶ μέντοι καὶ τὸ τῆς τύχης πρὸς τιμωρίας ἀκόρεστον ἀναλογιζόμενος ἐξεπλήττετο, πῶς οὐδὲ τοὔδαφος τῆς λαμπρᾶς ἐκείνης οἰκίας ἐς τὸν ἐνόντα κόσμον ἀφείθη· ἀλλ' ὃ μήπω πρότερον ἐξ αἰῶνος ἐφ' ἑτέρου ἐπινενόηται, νῦν ἐπὶ τοῦδε καὶ πέπρακται. ἐκσπασθὲν γὰρ ἅπαν ἐπέμφθη δῶρον τῷ τῶν δυτικῶν Σκυθῶν ἄρχοντι, λαμπρότητός τινος ἕνεκα τοῦ τῆς οἰκίας ἐδάφους ἐκείνου ζητήσαντι. ἐκωλύετο δὲ πρὸς τῶν τὴν ἡγεμονίαν διοικούντων, μηδ' ὅλως μήτε δι' ὄψεως, μήτε διὰ γλώττης ἐκδήμου τῷ γηραιῷ προσομιλεῖν βασιλεῖ. καὶ ἦν οὐ μικρὰ καὶ τοῦτο λύπης προσθήκη τἀνδρί.

ιδʹ. Καιρὸς δὲ ἤδη καὶ περὶ τῆς τοῦ γηραιοῦ βασιλέως διεξελθεῖν τελευτῆς, ἣν θεοσημεῖαι πολλαὶ προεμήνυσαν· αἳ ἦσαν τοιαίδε. ἐπισκότησις πρῶτον ἡλιακὴ, τοσαύτας ἡμέρας προειληφυῖα τὴν αὐτοῦ τελευτὴν, ὅσα καὶ αὐτὸς ἦν ἔτη τὰ πάντα βεβιωκώς. ταύτην τὴν ἡλιακὴν ἐπισκότησιν ἔκλειψις διεδέξατο σεληνιακή· καὶ ταύτην αὖθις σεισμὸς γῆς ἐν ἑσπέρᾳ, ᾗ τὴν μνήμην ἐτέλουν ἐκ χρονικῆς περιόδου Χριστιανοὶ τοῦ ὁμωνύμου αὐτῷ Ἀντωνίου. κατ' αὐτὴν μέν γε τὴν τοῦ φεβρουαρίου δωδεκάτην ἡμέραν, ἣν ἡ τῆς ἀπροσδοκήτου τελευτῆς ἐκείνου διαδέχεσθαι ἔμελλεν ἑσπέρα, βιαίου πεπνευκότος ἐκ τῶν βαράθρων τῆς μεσημβρίας ἀνέμου, ἠγρίωται μὲν τὰ θαλάττης κύματα τοσοῦτον, ὥστε τοὺς ὅρους ὑπερβάντα πολλὰ μέρη τῶν ἑῴων καὶ παραλίων τοῦ Βυζαντίου τειχῶν καθῃρηκέναι, πολλὰς δὲ καὶ τῶν ἐν ἐκείνῳ τῷ μέρει πυλῶν ἐκμοχλεῦσαι καὶ εἰσδραμόντα δίκην τινῶν πολεμίων πολλὰ τῶν ἔνδον οἰκημάτων κατακλύσαι.
(Β.) Τηνικαῦτα μέντοι πεπτώκασι καὶ πολλοὶ τῶν ἐπὶ τοὺς νεὼς ἱδρυμένων ἐκ σιδήρου σταυρῶν, ὑπενεγκεῖν οὐ δυνάμενοι τὴν τοῦ πνεύματος βίαν. πέπτωκε δὲ καὶ ὁ πρὸ τοῦ νεὼ τῶν τεσσαράκοντα μαρτύρων ἱστάμενος πάλαι κίων, ὃς ὑπό τινος μὲν καυτηρίας τεθραυσμένον εἶχε τὸ πρὸς τῇ βάσει μέρος· ὃ καὶ τοῖς παριοῦσιν ὑπόνοιαν παρεῖχεν αὐτίκα ἀνατραπήσεσθαι καὶ φόβον ἐντεῦθεν οὐ μάλα παράλογον. ὥστε παριόντα ποτὲ καὶ τὸν βασιλέα τοῦτον ἐκώλυόν τινες τῶν περὶ αὐτὸν μὴ πλησίον ἰέναι δεδιότες ἴσως τὸν κίνδυνον. ὁ δὲ πρὸς τὴν σφῶν εἰρωνευσάμενος δειλίαν καὶ τοιόνδε τινὰ λόγον οὑτωσί πως ἐπελθόντα τῇ γλώττῃ τότε προήνεγκεν· «εἴθε συμπαρατείνοιτό μοι τὸ ζῇν τῇ τοῦδε τοῦ κίονος στάσει.» ὃ δὴ καὶ κατὰ τὴν πρόῤῥησιν νῦν ἀποβὰν θαυμάζειν ἐπῄει τοῖς μεμνημένοις.
(Γ.) Τοῦ δ' ἡλίου πρὸς ἑσπέραν ἤδη ἐπειγομένου ἀπῄειν κἀγὼ πρὸς τὸν βασιλέα κατὰ τὸ εἰωθός. εἰωθὸς γάρ μοι πορεύεσθαι πρὸς αὐτὸν παραμυθίας ἕνεκα κατὰ περίοδον τριῶν που ἢ τεττάρων ἡμερῶν. ἀπιὼν μὲν οὖν καὶ νῦν αὖθις κατὰ τὸ εἰωθὸς πρὸς αὐτὸν καὶ παρακαθίσας τῆς συνήθους ἀπήλαυον ὁμιλίας. συνήθεια δ' ἦν αὐτῷ, ἐλλογίμῳ τινὶ πρὸς ἡμᾶς καὶ σπουδαιοτέρᾳ χρῆσθαι τῇ ὁμιλίᾳ μετά τινος ἀστειότητος καὶ χάριτος. παρῆν δὲ καὶ αὐτοῦ θυγάτηρ Σιμωνὶς ἡ Κράλαινα καί τινες ἕτεροι τῶν ὁμοίαν ἐμοὶ τρεφόντων γνώμην καὶ τρόπου διάθεσιν πρός τε τὸν βασιλέα καὶ τὴν αὐτοῦ θυγατέρα τὴν Κράλαιναν καὶ τὴν ἴσην ἐχόντων ἐμοὶ πρὸς αὐτοὺς οἰκειότητα. παρετάθη δὲ τὰ τῆς ὁμιλίας ἐκείνης ἡμῖν ἄχρι μέσων νυκτῶν καὶ πρός γε ἔτι μέχρι πρώτης ἀλεκτοροφωνίας, μηδενὸς ἐκφανέντος συμβόλου νοσήματος οὑτινοσοῦν.
(Δ.) Ἔπειτα ἡμῖν μὲν, «ἄπιτε χαίροντες,» ἔφησε, «τὰ δὲ τῆς νῦν ὁμιλίας λείψανα ἐς τὴν ὑστεραίαν πάντα λελέξεται.» ὁ δὲ τροφῆς αὐτῷ κομισθείσης ἐδεδειπνήκει. ἦν δὲ τὰ τῆς τροφῆς ὀστρακόδερμα πάντα διὰ τὰ τῶν νηστίμων ἐκείνων ἡμερῶν νόμιμα· ἐφ' οἷς δέον ἀκρατοποσίᾳ χρήσασθαι, δυναμένῃ γηραιὸν τονῶσαι στόμαχον πρὸς κατεργασίαν τῆς σκληροτέρας ἐκείνης τροφῆς· ὁ δὲ ψυχροποσίᾳ ἐχρήσατο. ἔθος γὰρ αὐτῷ ἦν, ὁπότε αἴσθοιτο θερμοτέρας τῆς ἕξεως τῶν οἰκείων φλεβῶν γινομένης, ἀμέτρῳ χρῆσθαι ψυχροποσίᾳ, ὑπὲρ τοῦ μὴ ἠναγκάσθαι ποτὲ τῶν φλεβῶν μηδεμίαν τεμεῖν. τοιαύτῃ τοίνυν διαίτῃ καὶ νῦν χρησάμενος δυσφορεῖν εὐθὺς ἤρξατο καὶ πάνυ πονήρως ἔχειν τοῦ στομάχου καὶ τῆς καρδίας. ἐπεὶ δὲ καὶ τῶν ἀναπνευστικῶν ὀργάνων ἐμφραττομένων ἤδη καὶ στενοχωρουμένων ᾐσθάνετο καὶ ὅσον αὐτίκα τεθνηξόμενον ἔβλεπεν ἑαυτὸν καὶ διὰ τὴν ἀωρίαν οὐχ εὕρισκεν οὐδένα, ὃς αὐτῷ μεταδοίη τῶν θείων μυστηρίων, κεκλεισμένων ἁπασῶν τῶν περὶ τὰ βασίλεια πυλῶν, ἀναστὰς ηὐχαρίστησέ τε τῷ θεῷ καὶ ὑπὲρ σωτηρίας τῆς αὐτοῦ ψυχῆς ηὔξατο σὺν πλουσίοις τοῖς δάκρυσι καὶ γονυκλισίαις πολλαῖς. εἶτα ἐγκόλπιον φέρων τὴν τῆς θεομήτορος θείαν εἰκόνα ἐς τὸ στόμα ἐνέβαλεν ἀντὶ τῶν θείων μυστηρίων καὶ καθίσας ἐπὶ τῆς κλίνης εὐθὺς ἀπήλλαξεν, οὔπω τῆς νυκτὸς ἐκείνης ληξάσης. κλίνην δ' ἐνταῦθα νοητέον οὐ τὴν συνήθη καὶ ἐν τῷ φανερῷ κειμένην, ἀλλὰ τὴν πάνυ τοι ἐνδοτάτην καὶ παρὰ πλευρὰν τοῦ οὐρηδόχου κειμένην οἰκίσκου. ἀφ' οὗ γὰρ ἤρξατο δυσφορεῖν καὶ στενοχωρεῖσθαι τὰ ἔνδον, συχνάκις καὶ κατὰ μόριον ὥρας ἐς τὸν τοιοῦτον εἰσῄει οἰκίσκον χρείας ἀναγκαίας εἵνεκα τῆς γαστρός. τὸ δ' οὖν τελευταῖον μὴ δυνηθεὶς ἐς τὴν συνήθη καὶ φανερὰν ἑαυτὸν ἀνασώσασθαι κλίνην, νάρκῃ πεδηθέντων τῶν νεύρων τε καὶ ἁρμονιῶν ἤδη τοῦ σώματος, ἐς τὴν εἰρημένην καθίσας ἀπήλλαξεν.
(Ε.) Ἐντεῦθεν δὲ καὶ ἡμῖν ἐξεγένετο ῥᾴδιον ἤδη ξυνιέναι τὴν τοῦ χρησμοῦ λύσιν, ἄδηλον οὖσαν τὸ πρότερον ἅπασιν. εὕρηται γὰρ ἐκ πολλοῦ βίβλος τῷ βασιλεῖ, ἣν ὁ γεγραφὼς ἄδηλος ἦν τὸ παράπαν γράμματά τε αἰνιγματώδη καὶ ἀμυδρά τινα δι' εἰκόνων γνωρίσματα φέρουσα τῶν μελλόντων ἀεὶ βασιλεύειν. ἐν ᾗ τὰ μὲν τῆς γνώμης καὶ περινοίας τοῦ τοιούτου βασιλέως γνωρίσματα ξύν τε ἄλλοις καὶ ἡ τῆς ἀλώπεκος ἐδείκνυ εἰκών· τῆς δὲ τελευτῆς, ἐν τοιούτῳ κειμένη τόπῳ καθέδρα καὶ δύο παριστάμενα μελανειμονοῦντα μειράκια, ἀπερικαλύπτους ἔχοντα πάντη τὰς σφῶν αὐτῶν κεφαλάς. τὸ οὖν μελανειμονεῖν καὶ τὸ ἀσκεπεῖς εἶναι καὶ τὸ δύο τὰ μειράκια φανῆναι ἐδήλου τῷ βασιλεῖ τὸ τοῦ μέλανος ῥάκους ἔνδυμα καὶ τὴν στέρησιν τῆς βασιλικῆς καλύπτρας καὶ τὴν ἐπὶ τούτοις διετίαν. δύο γὰρ ἔτη συνέζησε τοῖς τοιούτοις ῥάκεσιν. καὶ οἶμαί γε μὴ διαμαρτάνειν ἐμὲ τῆς προσηκούσης λύσεως, τοιαῦτα περὶ τοῦ χρησμοῦ διεξιόντα.
(Στ.) Ἅμα δ' ἡλίῳ τὸν ἐκείνου νεκρὸν ἐς τὴν μονὴν τοῦ Λιβὸς ἐπικεκλημένην ἀπήνεγκαν, ἣν ἡ μήτηρ αὐτοῦ Θεοδώρα ἡ δέσποινα ἀνεκαίνισεν. ἔνθα δὴ καὶ τὸ πένθος κατ' ἔθος ἐπὶ ἐννέα ἡμέρας τετέλεσται.
https://byzantium.gr/

ΛΟΓΟΣ Ι’.

αʹ. Τῇ μέντοι δευτέρᾳ τοῦ πένθους ἡμέρᾳ προτραπεὶς ἔγωγε ὑπὸ τῆς θυγατρὸς τοῦ βασιλέως τῆς Κραλαίνης, ἅτε τοῦ πένθους προεξαρχούσης, ᾆσαί τινα θρῆνον ἀπὸ γλώττης αὐτοσχεδίως προσήκοντα τῷ καιρῷ, ἐπὶ τῇ τοῦ πλήθους ἀθροίσει παρελθὼν ἔλεξα τοιάδε.
(Β.) «Τὸ μὲν τῆς συμφορᾶς μέγεθος, ὦ παρόντες, σιωπᾷν ἡμᾶς ἀναγκάζει καὶ ὥσπερ νενεκρωμένα φέρειν καὶ γλῶτταν καὶ ἀκοὴν καὶ διάνοιαν, τῆς ζωτικῆς τοῦ ἡμετέρου ἡλίου ἀκτῖνος σβεσθείσης καὶ ὑπὸ γῆν καταδύσης. ἀλλ' ἡ θορυβοῦσα καὶ καταπλήττουσα τὴν οἰκουμένην μεγάλη τῆς λύπης βροντὴ μάλα ἄτοπον αὖθις ἐνταῦθα τὴν σιωπὴν ἀπελέγχει. ποῦ γὰρ εἰκὸς, οὐρανοὺς μὲν βοᾷν ἄνωθεν τῶν θρήνων τὸ μέγεθος, ὅτι τοὺς ἑαυτῶν ἔσβεσαν ὀφθαλμοὺς ἥλιον καὶ σελήνην, γῆν δὲ κάτωθεν ὡς ὁρᾶτε σειομένην καὶ θάλασσαν καταιγίζουσαν ἐναργῶς ἀπαγγέλλειν, παγκόσμιον εἶναι τὴν τῆς συμφορᾶς αἴσθησιν, ἡμᾶς δὲ σιωπῇ τὴν τοσαύτην ἀνέχεσθαι φέρειν ζημίαν; ἀλλ', ὦ γῆς ἥλιε, ποῦ γῆς ἔδυς, καταλιπὼν ἡμᾶς τῷ παγετῷ νεκροῦσθαι τῶν συμφορῶν; ὦ κοινὴ τῶν Ῥωμαίων ψυχὴ, ποῖ ποτε ἤρθης; φεῦ τῆς δρεπάνης τοῦ χρόνου, οἵαν τῆς οἰκουμένης ἀπηνῶς ἐξεθέρισε κεφαλὴν, οἷον τῶν πόλεων ἐξώρυξεν ὀφθαλμόν; ὢ τίς τῶν κοινῶν πραγμάτων ἔσβεσε τὴν μεγάλην λαμπάδα; ὢ τίς τὸν τοῦ καλοῦ παντὸς εὐεργέτην ἐξαίφνης ἡμᾶς ἀπεστέρησεν; ἐκεῖνος ἦν ὁ τῆς βασιλικῆς εὐταξίας θεμέλιος· ἀλλὰ νῦν κεῖται βραχεῖ καλυπτόμενος λίθῳ. ὢ οἵαν πικρίας ἀνέφλεξε κάμινον ταῖς ἁπάντων καρδίαις. ἐκεῖνος ἦν ὁ νύκτας ὅλας ἐγρηγορώς τε καὶ ἄγρυπνος διαμένων, ὡς μὴ τῶν Ῥωμαϊκῶν πραγμάτων κλαπῇ τὸ συμφέρον· ἀλλὰ νῦν ἐν τάφῳ τὸν μακρὸν ὕπνον ὑπνώττει. ἐκεῖνος ἦν ἡ εὔστροφος καὶ μέλιτος γέμουσα γλῶσσα, τὸ πάσης καὶ παντοίας φρονήσεως ὄργανον· ἀλλὰ κεῖται νῦν τὴν μακρὰν σιωπὴν σιωπῶν. ὢ δεινῆς ἀγγελίας, ἣ ταχέως διερχομένη γῆν ὁμοίως καὶ θάλασσαν τὰς ἁπάντων πλήττει ψυχὰς ξίφους παντὸς χαλεπώτερον. ἐκεῖνος ἦν τὸ μέγα τῆς οἰκουμένης κλέος καὶ τὸ τῆς παιδεύσεως κράτιστον ἀρχέτυπον· ἀλλὰ νῦν βραχεῖα κόνις τοῦ ἐκείνου καταχορεύει σώματος. ἐκεῖνος ἦν τὸ γλυκὺ τῶν ἐν γῇ γλωσσῶν ἁπασῶν διήγημά τε καὶ περιλάλημα· ἀλλὰ νῦν ὁ πικρὸς ἐκείνου κατετυράννησε θάνατος. ἀλλ' ὢ πόθεν ἐξαίφνης ἡμῖν τὸ τοσοῦτον ἀνεῤῥάγη τῶν συμφορῶν πέλαγος, θαλάσσης ἁπάσης ὑπάρχον πικρότερον; πόθεν ἡμῖν ἐπιόντες οἱ τοσοῦτοι τῶν δεινῶν χειμῶνες καὶ κλύδωνες τοὺς ἡμῶν ἐτάραξαν λογισμοὺς καὶ πρὸς τὴν τῶν ἀναισθήτων φύσιν ἐπείγεσθαι συνωθοῦσι; τίς ὁ τοσοῦτος κλόνος καὶ βρασμὸς τῶν ἀνθρώπων; μὴ κεραυνῶν ἐξαισίων οὐρανόθεν πολλῶν ὁμοῦ συῤῥαγέντων πληγή τις ἐνέσκηψε τοῖς ἀνθρώποις ἀφόρητος καὶ τοὺς μὲν εἰς γῆν κατήνεγκε, τοὺς δ' ἡμιθνῆτας κατέλιπε φέρεσθαι; ἦν ἄρα καὶ καθ' ἡμῶν, ὡς ἔοικε, τῶν δυστήνων πληγὴ ταμιευομένη τῷ χρόνῳ, πολλῶν κεραυνῶν αἰθερίων ἀντάξιος, τὴν τοῦ βασιλέως φημὶ συμφοράν. νῦν ἔδει πάντας ἀνθρώπους, βροντῆς μεγάλης ἀνειληφότας ἐνταῦθα φωνὴν, συμφωνίαν τινὰ πεποιηκέναι παγκόσμιον καὶ κοινὸν ἀνεγεῖραι μέγιστον θρῆνον, ἵν' ἀρκοῦσαν τὴν ἔνδειξιν οὕτω τὸ πάθος ἴσως προσλάβῃ. νῦν ἔδει τοὺς μεγέθει καὶ κάλλει διαπρεπεῖς τῶν ἀστέρων ἐφ' ἓν συνδραμόντας διαγράψαι καὶ ἀσφαλέστατα ἐγχαράξαι τῶν τοῦ βασιλέως ἡμῶν γνωρισμάτων τὰ κάλλιστα, ἵν' ὥσπερ τὴν τοῦ θεοῦ διηγοῦνται δόξαν οἱ οὐρανοὶ, οὕτω καὶ τὸ τούτου διατρανοῦντες εἶεν μνημόσυνον ἐν πᾶσι τοῖς αὐτῶν ἐξελιγμοῖς ἀεὶ καὶ περιφανέστατον αὐτοκρατορίας ἀρχέτυπον τοῦτον προβάλλοιντο τοῖς ἑξῆς. ἐκεῖνος γὰρ ἦν ἡ τῆς βασιλείας εὐθύτης καὶ στάθμη· ἐκεῖνος ἦν ἡ τῆς ἱερωσύνης αἰδὼς καὶ σεμνότης καὶ ὁ τῆς ἐκκλησίας φαιδρότατος λύχνος· ἀλλὰ νῦν τῷ τοῦ τάφου μοδίῳ συγκρύπτεται. ἐκεῖνος ἦν ὁ καθάπερ ὁλκάδα μεγάλην σαλευομένην τὴν ἐκκλησίαν στηρίξας καὶ τοὺς ταύτης εἰς γαλήνην τρέψας χειμῶνας καὶ ἀεὶ τῶν ταύτης δογμάτων ἱστάμενος πύργος ἀκλόνητος· ἀλλὰ νῦν ἐς ᾅδου πυθμένας φεῦ κατενήνεκται. ἐκεῖνος ἦν ὁ τοῦ ἤθους κανὼν, ἡ τοῦ ἀνθρωπίνου εἴδους εὐκοσμία· οὗ καὶ ἡ σιωπὴ πολλῷ βελτίων ὑπῆρχε τῶν ἄλλων λαλούντων παραίνεσις. ἡ γάρ τοι φύσις εὐθὺς βασιλικόν τε καὶ μεγαλοπρεπείας μεστὸν τὸ εἶδος ἀρχῆθεν ἐνήρμοσε, κάλλει τε καὶ ἐμβριθείᾳ τῇ προσηκούσῃ ταύτην κεράσασα καὶ οἱονεί τινα στήλην κατεσκευακυῖα. αἰδοῦς καὶ σεμνότητος· οἷς ἅπασιν ἐπέπρεπέ τε καὶ ἐπεκόσμει τό,τε ἱλαρὸν καὶ τὸ εὐμενὲς, ὅλον χαρίτων γέμον καὶ, ἵν' εἴπω, ὅλον μεστὸν ἀνθέων ἠρινῶν· ἀλλὰ νῦν κόλποι γῆς σὺν ἀκοσμίᾳ πικρῶς ἐμερίσαντο. ἀλλ' ὢ τῆς ἀδίκου ταύτης τῶν συμφορῶν τυραννίδος· ὢ βαθείας νυκτὸς, ἣ τοὺς ἡμῶν ὀφθαλμοὺς συσκιάζουσα ὅπη πλανώμεθα βλέπειν οὐ συγχωρεῖ. ὢ πόθεν οἱ τοσοῦτοι καταῤῥαγέντες τῶν δεινῶν ἀπαρκτίαι καὶ νότοι, καθάπερ ἐξ ὁρμητηρίου κοινοῦ, τὰς ἡμῶν δυσμενῶς συγκυκῶσι ψυχὰς καὶ ῥιζόθεν ἐπείγονται ἀνασπᾷν. ὢ τίς τῶν τοσούτων καλῶν τὸν λειμῶνα τὸν εὐανθῆ λάθρα καὶ νυκτὸς ἐπελθὼν ἐξέτεμε; τίς τὸν πάσης ψυχῆς ναυαγούσης λιμένα κατέχωσεν; ὢ πόσοι κλαυθμοὶ καὶ στεναγμοὶ καὶ κραυγαὶ πρὸς αἰθέρα σήμερον ἐκ τῆς γῆς ἀνατρέχουσι, καθάπερ καπνὸς ἐκ μεγάλου πυρὸς τῆς καρδίας ἑκάστων ἀναῤῥηγνύμενοι; ὢ πόσοι τὰς τοῦ Νείλου πηγὰς προθυμοῦνται ζητεῖν εἰς δακρύων φορὰν, ὡς ἂν οὑτωσί πως δυνηθεῖεν ἐξισῶσαι τοὺς θρήνους τῷ κατασχόντι τὴν οἰκουμένην πάθει; ὦ τὰ πολυειδῆ τῶν ἁπάντων ὀνόματα κτησάμενος μόνος αὐτὸς, βασιλεῦ. οἱ μὲν γάρ σε πατέρα καλοῦσι κοινόν· οἱ δὲ κηδεμόνα τε καὶ προστάτην καὶ ὀρφανίας ἐπίκουρον· οἱ δὲ λιμένα σωτήριον καὶ στεῤῥὸν προμηθέα· οἱ δὲ γυμναστήν τινα καὶ διδάσκαλον πάσης ἰδέας καλοῦ καὶ παγκόσμιον δικαστὴν τῶν ἐν κόσμῳ παντοίων πραγμάτων. σκώληξ τὴν φύσιν τῶν ξύλων πολλάκις διέφθειρεν· ἡμῶν δὲ φθείρει νῦν τὰς καρδίας πικρότερον ὁ τοῦ βασιλέως ἔμμονος λογισμός. τὰς ἀμπέλους καὶ τὰ λήϊα πολλάκις ἐλυμήναντο χάλαζαι καὶ ἄνθρακες οὐρανίου πυρός· ἡμᾶς δὲ πλέον ἡ τοῦ βασιλέως ἐλυμήνατο στέρησις. κῆπος ἐκεῖνος ἦν παντοίοις βρίθων καρποῖς καὶ ὥσπερ ἔαρος ὥραν ἄγων ἀεί· ἀλλὰ νῦν αὐτὸν ἐμάραναν, φεῦ τοῦ πάθους, αἱ τοῦ θανάτου φλόγες. ὦ πολλῶν πόλεων οἰκιστὰ, κατά τε Ἀσίαν φημὶ καὶ Εὐρώπην· οὐκ ὀκνήσω δ' εἰπεῖν καὶ ταυτησὶ τῆς βασιλίδος τῶν πόλεων, ἣν πάλαι μὲν Κωνσταντῖνος ὁ μέγας ἐκεῖνος καὶ σοί γε ὁμότροπος ἔστησε, σὺ δ' ἐπὶ γόνυ κλιθεῖσαν ἀνώρθωσας. πᾶσα μὲν γὰρ ἡ τῆς προτέρας ἐκείνης οἰκοδομῆς καλλονὴ καὶ τερπνότης δουλείας ἀλλαξαμένη ζυγὸν ἐτεθνήκει καὶ ἀπεῤῥύη· καὶ γενέσθαι τὸν βασιλικὸν ἐξεγένετο θρόνον Λατίνων λῃστῶν καταγώγιον καὶ βεβήλων ἑστίαν. ἀλλὰ δεύτερος αὐτὸς καταστὰς οἰκιστὴς, βασιλεῦ, ἐκ μέσου πεποίηκας τά τε τῆς ἐκκλησίας εὐθὺς καὶ τῶν δογμάτων ἐγκλήματα καὶ φερομένην ἐστήριξας ταύτην ἐς ἅπαν τὸ κράτιστον· τείχεσι δὲ καὶ ναοῖς καὶ οἰκίαις ἐς τὸ πρὶν ἀνήνεγκας κάλλος αὐτήν. ὢ τοῦ μεγάλου τοῦδε καὶ ἱεροῦ χρέους, ὃ πάντες οἱ ἐφεξῆς σοι ὀφείλουσιν εὐσεβεῖς, καθάπερ εὐεργέτῃ κοινῷ καὶ ἀρχηγῷ τῆς ὀρθῆς ἡμῶν πίστεως. ὢ πῶς ὁ τοῦ παντὸς ἄξιος ὡς ἄνθος παρῆλθες ἀγροῦ; ὢ πῶς ἐπὶ σοὶ καὶ τὰ στοιχεῖα θρηνοῦσι, βασιλεῦ, καὶ δέος μὴ ἡμᾶς κατακλύσωσιν; ὢ πῶς ἐπὶ τῷ σῷ πάθει καὶ τείχη πίπτουσι πόλεων καὶ κίονες ἐκριζοῦνται πάλαι πολὺν ἤδη τὸν χρόνον βεβαίως ἱστάμενοι; ἀλλὰ δότε μοι τὴν τὸν μέγαν ἡμῶν θησαυρὸν κατέχουσαν κιβωτὸν, ἵνα θεάσωμαι, πῶς ὑπερπλέειν τὰ πολλὰ τῶν δακρύων δύναται ῥεύματα. ἀρκέσουσι γὰρ οἶμαι ταύτην ἀνέχειν ἃ πάντες ἄνθρωποι νῦν κρουνηδὸν προχέουσι δάκρυα, καθάπερ τὴν τοῦ Νῶε κιβωτὸν τῶν ὑδάτων ἐκεῖνα τὰ πλούσια ῥεύματα. ἀλλ' ἐκείνη μὲν ἐκ τῶν κατακλυσμῶν οὓς ἔφερεν, ἔσωζεν· αὕτη δὲ τοὐναντίον εἰς μυρίων κατακλυσμῶν ἡμᾶς συνήλασε κλύδωνας. ὢ φρικτοῦ συναντήματος· ὢ ξένης ἑσπέρας ἐκείνης, ἣ τἀναντία μοι τῆς Δαβιδικῆς ἔδειξεν ᾠδῆς. “τὸ ἑσπέρας γάρ μοι ηὐλίσατο ἀγαλλίασις καὶ εἰς τὸ πρωῒ κλαυθμός.” βαβαὶ τῆς ἐναλλαγῆς ταυτησὶ τῆς ἀτόπου, ἥ μοι παντὸς ἀψινθίου πικρότερον ἐκέρασε τὸν κρατῆρα. ὢ νυκτὸς ἐκείνης ἀσυμπαθοῦς, πῶς ἐς τὸν σφόδρα συμπαθῆ καὶ φιλάνθρωπον ἐκεῖνον ἄνθρωπον δυσμενὴς καὶ ἀφιλάνθρωπος ἔδοξε, πᾶσαν εὔνοιαν καὶ αἰδῶ κατόπιν ὥσπερ ἐς ἀβύσσους καὶ ῥεύματα ποταμῶν ἀποῤῥίψασα; ὦ μέγιστε θησαυρὲ τῶν καλῶν, βασιλεῦ, ἵνα τί τοὺς ποθοῦντας ὡς μισοῦντας κατέλιπες; πάντες γὰρ ὡς ἐκ κοινοῦ πρυτανείου τῶν σῶν ἀπολελαύκασιν ἀγαθῶν. διὰ σοῦ γὰρ καὶ οἱ εὐγενεῖς εὐγενέστεροι καθεστήκασι καὶ ὁ τῶν ἱερέων δῆμος σεμνότερος καὶ ὁ τῶν σοφῶν κατάλογος σοφώτερος καὶ τὰ τείχη τῶν πόλεων ἰσχυρότερα καὶ ἁπλῶς εἰπεῖν ἅπαντες διὰ σοῦ βελτίους γεγόναμεν ἑαυτῶν. ἀλλ' ὢ τῆς ἀμετρήτου καὶ ἀνεικάστου πλοκῆς τῶν δεινῶν. οἴχεται ἡ τοῦ κόσμου πολιτεία· οἴχεται ὁ τῶν πόλεων κόσμος· οἴχεται τὸ τῶν ῥητόρων καὶ φιλοσόφων γυμνάσιον τὸ πᾶσαν ὑπερβαῖνον Ἀκαδημίαν καὶ Λύκειον καὶ Στοὰν Ἀττικήν. ὢ τίς δώσει ταῖς ἡμῶν κεφαλαῖς ὕδωρ καὶ πηγὰς δακρύων τοῖς ἡμῶν ὀφθαλμοῖς, ἵνα τὰ μείζω τῶν τῆς Ἱερουσαλὴμ νέα θρηνήσωμεν πάθη. δότε μοι τὴν Ὀρφέως ἐν τραγῳδίαις δύναμιν, ἵνα καὶ τὰς ἀψύχους φύσεις κινήσω πρὸς οἶκτον τοῦ πάθους. δότε μοι τοὺς ἐν ποταμοῖς Βαβυλῶνος ἐκ βάθους καρδίας πάλαι θρηνήσαντας τὴν Σιὼν, ἵνα καὶ τὰς ἡμετέρας ὀδύνας ἀξίως ἐκεῖνοι πενθήσωσιν, ἃς ὁ τοῦ βασιλέως ἡμῖν ἐπήνεγκε θάνατος. ὢ πῶς παρέβλεψεν ἡμᾶς ὁ ἡμέτερος ἥλιος καὶ παρὰ πᾶν τὸ εἰκὸς ἀπεπλάνησε καὶ ἀντὶ τῆς ἑῴας ἀνατολῆς ἑῴαν τὴν δύσιν πεποίηται. ὢ ἵνα τί δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς; θανεῖν αἱρετώτερον, ἢ διηνεκῶς ἄρτον ὀδύνης ἐσθίειν καὶ πόμα πίνειν κλαυθμοῦ. ἀλλ' ἐκεῖνον μὲν, ὦ παρόντες, ἀμειβομένη δικαίως ἡ θεία καὶ ἀκήρατος διεδέξατο βασιλεία· ἡμεῖς δ' ὀρφανοὶ καταλελειμμένοι τὸ μὲν στένειν ἐλεεινῶς καὶ δακρύειν οὐδέποτ' ἂν οἶμαι παυσαίμεθα, ἕως ἂν ἐν ταῖς ψυχαῖς ἡμῶν τὴν τῆς ἐκείνου στερήσεως περιφέρωμεν μνήμην· παύεσθαι δ' ἀνάγκη τοῦ λέγειν. πάντα γὰρ λόγον οἱ τοῦ βασιλέως ὑπερβαίνουσι θρῆνοι.»
(Γ.) Ταῦτα διεξιόντος μου θρῆνος ὁμοῦ παρὰ πάντων καὶ ὀλοφυρμὸς ἠγείρετο μέγιστος καὶ πολυειδὴς καὶ, οἷον εἰπεῖν, ἄχρις αἰθερίων ἁψίδων φθάνειν δυνάμενος. πάντες γὰρ ὡς πατέρα τοῦτον ἐπόθουν τε καὶ ἐπένθουν. ὁ γὰρ μακρὸς χρόνος κόρον μὲν ἴσως, ὡς ἄν τις φαίη, ποιεῖ παρόντος τοῦ πράγματος· πολλὴν δ' ὅμως ἐνίησι καὶ τὴν σχέσιν ταῖς τῶν χρωμένων ψυχαῖς, ὡς καὶ ἀπιόντος τοῦ πράγματος μὴ συναπαίρειν τὴν μνήμην, ἀλλὰ παραμένειν ἐπὶ πολὺ ταῖς τῶν λειπομένων ἀνθοῦσαν ψυχαῖς, ὥσπερ ἐν ἠρινῇ καταστάσει, τῆς τέως δυσμενοῦς κηλῖδος φύσιν ἐχούσης διαδιδράσκειν ὡς τὰ πολλά.
(Δ.) Τέταρτον μὲν δὴ καὶ ἑβδομηκοστὸν ἔτος ἀπὸ γενέσεως αὐτῷ τελευτῶντι ἠνύετο, πεντηκοστὸν δ' ἀφ' οὗ τὰ σκῆπτρα τῆς αὐτοκρατορίας ἐδέξατο. ἦν δὲ τὴν ἡλικίαν εὐμήκης, τὸ εἶδος εὐπρεπὴς καὶ λίαν αἰδέσιμος καὶ ὥσπερ ἐκ φύσεως ἔχων τὸ ἡγεμονικόν τε καὶ φοβερόν· οὐκ ἄκρατόν γε μὴν, ἀλλ' ὥσπερ τῷ ἀέρι κιρνάμενον τὸ τῆς ἡλιακῆς ἀκτῖνος φῶς χρῶμα γίνεται τούτῳ καὶ ὥσπερ μέλιτι γλυκύτης αὐτοφυὴς γίνεται ποιότης· οὕτω δὴ καὶ πραότης ἀποίητος μετά τινος θελγούσης χάριτος τοῖς ἤθεσιν αὐτοῦ κιρνωμένη χρῶμά τε ἅμα καὶ αὐτοχάλκευτος αὐτῷ ποιότης ἐφαίνετο. πολλὴν μὲν γὰρ ἐπὶ τοῦ προσώπου τὴν εὐφροσύνην ἡ φύσις ἐκένωσε, πολλὴν δ' ἐπὶ τοῖς ὀφθαλμοῖς τὴν γαλήνην, λαμπρὰν δ' ἐπὶ τῇ γλώττῃ τὴν τῆς ἠχοῦς ἁρμονίαν. τῷ δὲ ἤθει παντὶ τὸ ἱλαρὸν καὶ σεμνὸν ἐφαπλώσασα τερπνόν τι καὶ ἔνθεον παρεσκεύαζεν ἐπιπρέπειν. ἃ πάντα μάλα σαφεῖς τῶν σιωπώντων ἠθῶν τῆς ἐκείνου ψυχῆς ἐγίγνοντο ἄγγελοι.
(Ε.) Ἵνα γὰρ τοὺς τρόπους τῆς γνώμης, ὁποῖος ἐκεῖνος, παραστήσω, ἑνὸς ἢ καὶ δυοῖν τῶν ἐκείνου μνησθήσομαι. μικρὸν πρὸ τῆς τελευτῆς ἐν πενίᾳ καὶ τῇ τῶν ἀναγκαίων ἐνδείᾳ διάγων ἐπεὶ μὴ ἐδύνατο καθάπαξ τὴν τοῦ ψύχους φέρειν ἀκμὴν (χειμῶνος γὰρ τηνικαῦτα τὸ ἀκμαιότατον ἦν), σκέπην ἐπέταξεν αὐτῷ γενέσθαι νυκτερινὴν ἐξ ἀλωπεκῆς. πάσης οὖν τῆς αὐτοῦ περιουσίας ἀριθμηθείσης τριῶν νομισμάτων οὐχ εὕρηται πλέον οὐδέν. ὅθεν τούτων μόνων ἐξ ἀνάγκης ὤνιον γενέσθαι, ὃ τῆς ψυχρότητος μεμελέτηται παραμύθιον. μετεώρου δὴ τῆς μελέτης οὔσης, προσελθών τις τῶν πάλαι οἰκειακῶν τὸν τῆς ἐνούσης πενίας ἐξετραγῴδει κίνδυνον βιαίως ἐπιτιθέμενον καὶ πρὸς θάνατον ὁλοσχερῶς συνωθοῦντα. τούτῳ καμφθεὶς ἐδεδώκει τὰ τρία ἐκεῖνα νομίσματα, συμφορῶν ἀλλοτρίων τὸν ἑαυτοῦ προελόμενος θάνατον, ὅσον τὸ ἐπ' αὐτόν. ἓν μὲν δὴ τοῦτο τῆς αὐτοῦ συμπαθοῦς γνώμης τεκμήριον. δεύτερον δέ· ἐπεὶ γὰρ ἰατρῶν μὲν παῖδες αὐτῷ τὴν πολυήμερον ψυχροποσίαν ἀπηγόρευον, ὁ δ' οὐ προσίετο τὴν οἰνοποσίαν, μέσην βαδίσας νομίσματος ἑνὸς μόλις ἐκ δανείου κἀκείνου παρευρεθέντος ὤνιον ἔσχε μέρος τι τῶν ἐξ Αἰγύπτου καὶ Ἀραβίας κομιζομένων γλυκέων ὑγρῶν, ἵνα γε τούτῳ κουφίζῃ τὸ τῆς ψυχροποσίας ἄκρατον. ἀλλὰ πρὶν γεύσασθαι τούτου, πρόσεισιν αὖθις ἕτερός τις τῶν πάλαι οἰκειακῶν, μακροῦ νοσήματος βραχύ τι ζητῶν παραμύθιον. ὁ δὲ μὴ ἔχων οὐδὲν, ὅτῳ τὸν ἄνθρωπον παραμυθήσαιτο, δοθῆναι προσέταξε καὶ τούτῳ τὸ τῆς ἑαυτοῦ ἀσθενείας εἵνεκα παρασκευασθὲν ἐκεῖνο φάρμακον. τοσοῦτον αὐτῷ τῆς συμπαθείας περιῆν καὶ ῥᾷστα πρὸς τοὺς κακῶς ἔχοντας κάμπτεσθαι.
(Στ.) Ἀλλὰ καὶ τελευτήσαντι χρέος μὲν εὕρηται, νόμισμα δ' οὐδὲν οὐδαμῆ. ἀλλ' οὗτος μὲν τοιοῦτον ἔλαχε τέλος. ἔτος δὲ τότ' ἐνειστήκει τῆς τοῦ κόσμου γενέσεως ἑξακισχιλιοστὸν ὀκτακοσιοστὸν τεσσαρακοστόν. τηνικαῦτα δὲ καὶ τῷ νέῳ βασιλεῖ Ἀνδρονίκῳ ἕκτον καὶ τριακοστὸν ἠνύετο ἔτος ἀπὸ γενέσεως.

βʹ. Ἐκεῖθεν ἡμέραι τριάκοντα μεταξὺ παρεῤῥύησαν καὶ ὁ μέγας τετελεύτηκε λογοθέτης ὁ Μετοχίτης, τρισὶ μεγίστοις δεινοῖς κυριευθεὶς τό,τε σῶμα καὶ τὴν ψυχήν. ἐπιέζετο μὲν γὰρ ἐκ πολλοῦ τῷ τῆς στραγγουρίας νοσήματι. κρατηθέντων δ' ἤδη καὶ τῶν υἱέων εἰς δεσμωτήριον κραταιότερον εἰργάσατο καὶ ἐντεῦθεν λύπη τὸ τοῦ πάθους δριμύ. ἐκ τοῦ σύνεγγυς δὲ καὶ ὁ τοῦ βασιλέως ἐπελθὼν θάνατος καὶ βεβαίαν ἤδη κομίσας αὐτῷ τὴν τῶν ὅλων ἀπόγνωσιν ἀνίσχυρον ἐς τέλος τὴν φύσιν πεποίηκε, χαλάσας τοὺς τόνους τῶν καιριωτέρων ὀργάνων καὶ τὰς ζωτικὰς παραλύσας δυνάμεις. ὅθεν τὸ μοναδικὸν ὑπελθὼν σχῆμα μετήλλαξεν. ἐπεὶ δὲ μέρος κἀγὼ τῶν ἐκεῖνον θρηνούντων θερμῶς, ὡς εἰκὸς, ἐγιγνόμην, παρελθὼν μονῳδίαν διῆλθον τοιάνδε.
(Β.) «Ἐμοὶ δὲ, ὦ παρόντες, ταὐτόν τι συνέβη παθεῖν, ὥσπερ ἂν εἴ τις ναῦς ἐξαίφνης ἐναντίοις ἐντετυχηκυῖα τοῖς πνεύμασιν ἐπὶ πρύμναν ἐκινδύνευσε καταδῦναι· ἔπειτα πρὶν ἢ δυνηθῆναι στῆναι καλῶς, ἕτερον ἐπιδραμὸν ἐκ πλευρᾶς κλυδώνιον ὑποβρύχιον ἠνάγκασε ταύτην γενέσθαι. πρὶν γὰρ τὴν προτέραν καὶ μεγίστην ἐκείνην τοῦ βασιλέως ἀποτινάξασθαι συμφορὰν, ἑτέρα μοι σήμερον αὕτη ἐπιδραμοῦσα, καθάπερ ἐπὶ κλύδωνι κλύδων κἀπὶ χειμῶνι χειμὼν, δεινῶς κατεβάπτισε καὶ πρὸς ἀβύσσους πυθμένας φεῦ κατήνεγκε συμφορῶν. ὢ πῶς οὐκ εὐθὺς ἀπέπτης, ψυχὴ, ἀλλ' ἔτι τῷ δυστήνῳ τούτῳ παρέμεινας σώματι; ὢ πῶς οὐχ ὑπὸ τῶν ἀλγεινῶν διεῤῥάγη μοι τὸ σῶμα, ἀλλ' ἀντέχειν ἔτι δύναται πρὸς τοσαύτας κυμάτων ἐπαγωγάς; ὢ δυστυχής μοι γλῶττα, οἵας σοι τὰς μονῳδίας ὁ χρόνος ἐταμιεύσατο; φεῦ τῆς τῶν δεινῶν συνεχείας· βαβαὶ τῆς ἐναλλαγῆς τῶν πραγμάτων. οὓς γὰρ ἀεὶ κατὰ τῶν συμφορῶν προβόλους εἴχομεν ἀῤῥαγεῖς καὶ λαμπροὺς παρηγόρους, οὗτοι στρατεύματα συμφορῶν ἐφ' ἡμᾶς ὁπλίζουσι σήμερον. ἡμεῖς δὲ καρτεροῦμεν ἔτι καὶ μονῳδεῖν ἀνεχόμεθα. ποῦ σοφῶν συναυλίαι καὶ λογίων ἅμιλλαι καὶ σεμνὰ παλαίσματα; ποῦ ῥητόρων πανηγύρεις καὶ κρότοι καὶ θέατρα πολλῷ τῶν Παναθηναίων ἐκείνων λαμπρότερα; φροῦδα τὰ πάντα, κόνις ἅπαντα. ὦ κάκιστε χρόνε, πῶς ἐκ μέσης ἠνέσχου τῆς οἰκουμένης τὴν τῆς σοφίας μητρόπολιν ἐξελεῖν ἀπηνῶς; πῶς τὴν τῶν λόγων καθεῖλες ἐπιβουλεύσας ἀκρόπολιν; πῶς οὕτω νεανιεύῃ καθ' ἡμῶν συνεχῶς, μήτε τινὰ οἶκτον λαμβάνων, μήτε κορεννύμενος ὑπὸ τῆς τρυφῆς τῶν δεινῶν; χθὲς ἀφεῖλες ἡμῶν τὸν μέγιστον βασιλέα· σήμερον τὸν δεξιὸν ὑπηρέτην, τὸν Νέστορα τὸν βουληφόρον, τὸν μόνον τοσούτῳ βασιλεῖ δυνάμενον ἐξαρκεῖν. χθὲς τὸν τῶν Χαρίτων θάλαμον· σήμερον τὰ τῶν Χαρίτων προπύλαια· χθὲς τὸ ἔαρ τῶν ἀγαθῶν· σήμερον τὴν τὸ τοιοῦτον ἔαρ ἀγγέλλουσαν χελιδόνα· χθὲς τὸν μέγαν καὶ ἀπαράμιλλον νοῦν· σήμερον τοῦ τοιούτου νοῦ τὸν ἐναρμόνιον κήρυκα· χθὲς τῆς χρυσῆς καὶ μεγάλης γλώττης τοὺς λόγους· σήμερον τὴν Ἀκαδημίαν καὶ τὸν Περίπατον καὶ τὴν Στοὰν ἐκείνης τῆς γλώττης κἀκείνων τῶν λόγων· χθὲς τὰς Μούσας· σήμερον τὸ ζῶν καὶ κινούμενον μουσεῖον· χθὲς τῆς εὐσεβείας καὶ τῶν δογμάτων τὸν κράτιστον πρόβολον· σήμερον τὴν δογματικὴν πανοπλίαν· χθὲς τὸν τῆς ἱερωσύνης κανόνα τε καὶ τὴν στάθμην· σήμερον τὴν ἱερὰν ὁπλοθήκην. ἀλλ' ὦ πόσοι κλαυθμοὶ καὶ στεναγμοὶ συνεληλυθότες εἰς ἓν ἐξισωθῆναι δυνηθεῖεν ἂν τοῖς νῦν κατασχοῦσιν ἡμᾶς πάθεσιν; οἶμαι γὰρ, οἶμαι, ἂν θάλασσα μὲν ἅπασα μεταβάλῃ πρὸς φύσιν δακρύων, ποταμοὶ δ' αὖ, ὁπόσοι τὴν γῆν περικλύζουσι, πρὸς δακρύων τραπῶσι φορὰν, οὐδ' οὕτως ἂν ἱκανῶς δειχθείη τὸ μέγεθος ὅσον τῶν νῦν συμφορῶν. ἐκεῖνος ἦν ὁ τῆς ἡγεμονικῆς τῶν Ῥωμαίων ὁλκάδος ἄριστος κυβερνήτης· οὗτος ὁ τὴν Ἑλίκην καὶ τὸν πόλον διασκοπούμενος ἄριστα. ἐκεῖνος ὁ τὰς αἰθρίας καὶ τὰ νέφη τῶν πόλεων καὶ τοὺς ἐκεῖθεν χειμῶνας προβλέπων· οὗτος ὁ τὰ ἱστία καὶ τοὺς κάλως καὶ τὰ πρυμνήσια διατιθέμενος εὖ. ἐκεῖνος ὁ τῆς φρονήσεως πρύτανις· οὗτος ὁ τῆς φρονήσεως ἐκείνου διανομεὺς δεξιός. ἀλλ' ἄμφω νῦν ὁ θάνατος ὀξέως ἐπιδραμὼν, ὁ δυσμενὴς ὁπλίτης, φεῦ τοῦ πάθους, εἰς γῆν καὶ κόνιν κατέχωσεν. ὢ πῶς οὐ γῆν μόνον, ἀλλ' ἤδη καὶ αὐτοὺς οὐρανοὺς καὶ ἀστέρας ὀξέως τὰ νῦν περιέδραμε πάθη καὶ αὐτῆς τῆς ἀνωτέρας ἁψάμενα λήξεως; ἀλλὰ δεῦρο δή μοι πᾶς ὁ τῶν λειπομένων σοφῶν χορὸς, εἴπερ τινὲς λείπονται, θρηνήσατε τὴν πηγὴν τοῦ λόγου φραγεῖσαν. θρηνήσατε σιγῶσαν τὴν πάνυ τοι ἐμμελῶς ἀττικίζουσαν πρότερον γλῶσσαν καὶ τὸ γλυκὺ νέκταρ ἐκείνης ἀθρόως εἰς γῆν καταῤῥεῦσαν. θρηνήσατε στόμα ἐκεῖνο, ὃ χθὲς μὲν καὶ πρότερον οἱονεί τι σίμβλον κατεφαίνετο μέλιτος, νῦν δὲ θανάτου κηφῆνες διέφθειραν. θρηνήσατε τὸν τὸ Ῥωμαίων κλέος τῇ σοφίᾳ σεμνύνοντα πλέον, ἢ τὸ τῶν Ἀθηναίων πάλαι Σωκράτεις καὶ Πλάτωνες. θρηνήσατε τοὺς τῆς σοφίας κρατῆρας ἁπάσης ἐν βραχεῖ κενωθέντας εἰς γῆν. ἀλλ' ὢ τίς ἐκ μέσης τῆς οἰκουμένης τὸν τῶν Μουσῶν ἀφήρπασεν Ἑλικῶνα; τίς τὸν τῆς σοφίας κατέχωσεν Ὄλυμπον; τίς τὸν λύχνον ἔσβεσε τὸν φωτίζοντα τοὺς ἡμῶν τῆς ψυχῆς ὀφθαλμοὺς καὶ καλῶς ἡμῶν τὸ τοῦ νοῦ διανοίγοντα βλέφαρον; τίς τὴν τέχνην τῶν τεχνῶν καὶ τὴν τῶν ἐπιστημῶν ἐπιστήμην διέφθειρε; τίς τὸν οὐράνιον ἄνθρωπον εἰς ᾅδου πυθμένας κατήνεγκε; πάλαι γε μὴν ἡ Ἑλλὰς τὴν τῶν λόγων ἑστίαν ἐθρήνησε τὰς Ἀθήνας, ὁπότ' ἐπιβούλως δραμὼν καθεῖλεν αὐτὰς ὁ Λακεδαιμόνιος Λύσανδρος. ἡμεῖς δ' οὐδ' ἀξίως θρηνεῖν ἔχομεν σήμερον ὅλας Ἑλλάδας αὐταῖς Ἀθήναις συγκαταδύσας. πάντα γὰρ εἷς ἀνὴρ οὗτος ἦν. ὦ Μοῦσαι καὶ λόγοι καὶ ἀρεταὶ καὶ πᾶσα παιδεία, πῶς τὰ κρῖνα ταχέως οὑτωσί πως ἐμιμήσασθε τοῦ ἀγροῦ, ὀξέως μὲν πρὸς ὕψος καὶ κάλλος ἀρθέντα, ὀξύτερον δ' αὖ καταδύντα πρὸς μαρασμὸν καὶ φθοράν; τὸ γὰρ θεῖον ὑμῶν ἀνάκτορον, τὸ μέγα καὶ περιβόητον ὑμῶν ἐνδιαίτημα ὑπὸ γῆν καὶ φθορὰν νῦν κατελθὼν καὶ τὸ ὑμέτερον συγκατέχωσε κάλλος. οὗτος ἦν ὁ πάντας ὑπερφωνήσας φιλοσόφους καὶ ῥήτορας, ὁπόσους ὁ μακρὸς ὕμνησε χρόνος· ἀλλ' οἴμοι κεῖται νῦν ἐν κόνει καὶ χώμασιν ἄφωνος. οὗτος ἦν ὁ τῷ νῷ καὶ τῇ γλώττῃ διαμετρῶν οὐρανὸν καὶ ἀστέρας βέλτιον ἢ κατὰ πάντα κανόνα καὶ στάθμην ἀνθρώπων· ἀλλὰ νῦν βραχὺς αὐτὸν διεμέτρησε λίθος. οὗτος ἦν ἡ τῶν μεγάλων οὐρανοῦ καὶ γῆς ὁριζόντων καὶ παραλλήλων ἀρίστη διόπτρα, οὗτος ὁ κράτιστος καὶ αὐτοφυὴς ὡροσκόπος· ἀλλὰ νῦν αὐτὸν καὶ πρὸ τῆς ὥρας, φεῦ τοῦ δεινοῦ, βραχὺς ὁρίζων τῆς γῆς περιείληφεν. οὗτος ἦν ὁ πολλὴν ἐνδειξάμενος πρόνοιαν τῶν ἑξῆς ἐλλογίμων Ἑλλήνων, ὡς μὴ διακινδυνεύοιεν περὶ τὰς κρίσεις τῶν πάλαι σοφῶν· οὗτος ὁ ῥᾳδίαν τὴν τῆς ἀστροθεάμονος ἐπιστήμης σοφίαν πεποιηκώς· οὗτος ὁ τῆς Ἀριστοτελικῆς γλώττης τὰς λαβυρίνθους ἁπλώσας· ἀλλὰ νῦν αἱ ζωφώδεις τοῦ τάφου λαβύρινθοι πικρῶς περὶ αὐτὸν φεῦ ἐξελίσσονται. οὗτος ὁ τῆς ἀρίστης αἰδοῦς καὶ τῆς σωφροσύνης κανών· ἀλλὰ νῦν αὐτὸν ὁ θάνατος ἀναιδῶς ἐξέτεμε δραμών. ὢ πῶς ὁ παρὼν οὗτος χρόνος ἐν βραχεῖ πάντας ἀθρόον τοὺς πάλαι χρόνους τοῖς θρήνοις νενίκηκε; πολλοὺς γὰρ ἀμείψας ἡλίους τοσαύτην ζημίαν καθ' ὅλης τῆς ἀνθρωπίνης ἐπενεγκεῖν φύσεως μέχρι νῦν οὐ δεδύνηται· νῦν δ' ἐφ' ἡμῶν ῥᾷστα δεδύνηται. χθὲς μὲν γὰρ τὰ πρῶτα καὶ μέγιστα τῶν καλῶν ἐλθὼν ἀφείλετο· τὰ δὲ λειπόμενα σήμερον ἐπανελθὼν προσαφείλετο. χθὲς τὸν τῆς γῆς ἥλιον γῆς πυθμέσιν ἀπέκρυψε· νῦν δὲ καὶ τὸν ἑωσφόρον ὁμοῦ συναπέκρυψε. χθὲς τὴν μουσικὴν ἀνεῖλεν ἁρμονίαν· σήμερον τὴν μαγάδα καὶ τὰς νευράς. ὦ πῶς ὁ σιγῶντας τοὺς οὐρανοὺς εὑρηκὼς ἐκ πολλοῦ, ἔπειτα τὴν τοῦ θεοῦ διηγεῖσθαι δόξαν αὐτὸς παρεσκευακὼς, νῦν ἐν τάφῳ σιγᾷ; ὢ πῶς νεκρὸς ὢν αὐτὸς (φεῦ τῆς ἐμῆς συμφορᾶς) κινούμενόν τε καὶ ζῶν ἐμοὶ παραπέμπει τὸ πάθος, ὅλην τὴν ἡμέραν τὴν ἐμὴν κατατέμνον καρδίαν ξίφους παντὸς χαλεπώτερον, μᾶλλον δὲ καὶ νύκτας ὅλας, εἰ χρὴ τὸ μεῖζον εἰπεῖν; ἡμέρας μὲν γὰρ καὶ τῶν ἐντυγχανόντων ὁμιλίαι συχναὶ καὶ κάλλος οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν τούτοις κτισμάτων ἴσως ἀφέλκουσί τε τοῦ πάθους καὶ ἀποσπῶσιν ἐπὶ βραχὺ τὸν ἡμέτερον νοῦν· νυκτὸς δὲ σχολῆς γενομένης ἤδη κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν αἱ πᾶσαι τῶν συμφορῶν ἀλγηδόνες ἀθρόαι δραμοῦσαι καὶ τὴν ἐμὴν μετὰ τῆς μνήμης καρδίαν συνειληφυῖαι, καθάπερ τινὲς κύνες ἄγριοι σῶμα πεπτωκὸς, ἔνθεν κἀκεῖθεν πικρῶς περιέλκουσι, φεῦ, καὶ συμπνίγουσιν. ὢ πῶς πολλάκις ἐς αὐτὸν ἔγωγε ἀπιδὼν σοφίας ἁπάσης ἐπιδημίαν ἐς ἀνθρώπους αὐτὸν εἶναι ἐνόμισα, ψυχὴν καὶ σῶμα προσειληφυίας καὶ συνδιαιτωμένης ἀνθρώποις, ἵνα σοφοὺς ἀκροατὰς συνετίσῃ καὶ τὰ τῆς ἐπιστήμης καταστορέσῃ ναυάγια; ὢ πῶς μετεμψύχωσίν τινα δοξάζειν καὶ αὐτὸς κεκινδύνευκα ἐπ' ἐκείνῳ γενέσθαι καὶ πάντων ὁμοῦ τὰς ψυχὰς, Ὁμήρου καὶ Πλάτωνος καὶ Πτολεμαίου, καὶ ὅσοι ῥητορεύουσαν πεπλουτήκασι γλῶσσαν, ἐν ἑνὶ τῷ τούτου σώματι συνδραμεῖν καὶ διατρίβειν αὖθις ἐν βίῳ, καθάπερ ὁλκάδι μυριοφόρῳ χρωμένους αὐτῷ; ἀλλὰ νῦν ὁ τοσοῦτος καὶ τηλικοῦτος, φεῦ τῆς ἐμῆς συμφορᾶς, ᾤχετο ἀπιὼν εἰς τάφον καὶ κόνιν, πολὺν τὸν τῆς λύπης ἀνάψας πυρσὸν κατὰ τῆς ἐμῆς καρδίας. οὐ γὰρ ἠδύνατο ζῇν ἄνευ ψυχῆς καὶ πνοῆς. ψυχὴ δὲ πάντως αὐτοῦ καὶ πνοὴ, καὶ πᾶν εἴ τι ζωογονεῖν ἐπεφύκει, οὐχ ἕτερον ἦν τῶν ἁπάντων αὐτῷ, ἢ βασιλεὺς ὁ θεῖος ἐκεῖνος καὶ ὑπὲρ ἄνθρωπον ἄνθρωπος, ὃς καὶ ζῶν ἔτι ἐξαίρειν ἠπείγετο πολλῷ τῶν ἄλλων αὐτὸν, δεικνὺς ἐναργῶς, ὡς τοσούτῳ βασιλεῖ τοσοῦτον εἶναι καὶ τὸν ὑπηρέτην χρεών· τῷ φρονιμωτάτῳ δηλαδὴ τῶν ὅσοι τὴν γῆν διενείμαντο ἄνθρωποι τὸν πάσῃ σοφίᾳ πάντων ἐπέκεινα χρώμενον. καὶ νῦν δ' αὖ τῶν ἐντεῦθεν ἀπαλλαγεὶς οὐκ ἔκρινε δεῖν ἀπηρτῆσθαι τοῦτον ἐπὶ τοσοῦτον αὐτοῦ· καὶ μέντοι ταχέως προσκαλεσάμενος ταχέως καὶ προσειλήφει. εἰ μὲν δὴ οὖν ἀπελθόντος ἐκείνου ζῇν οὗτος οὐκ ἠδύνατο, καθάπερ σῶμα ψυχῆς ἀπεῤῥωγὸς, βαβαὶ τῆς συμπνοίας τε καὶ τῆς μίξεως, ἣν εἰς ἄῤῥηκτόν τινα τὸν δεσμὸν ἡ μακρὰ συνήρμοσε σχέσις. εἰ δὲ καλέσαντος ἐκείνου ἔδραμε, παραχρῆμα ῥίψας τὸ σῶμα, βαβαὶ τῆς ἀγάπης καὶ τῆς στοργῆς, ἣν προσηκόντως ἔσχε πρὸς τὸν δεσπότην. Ἡρακλῆς μέντοι ἐκεῖνος, εἰ δὴ τὰ ὄντα εἰρήκασιν οἱ τῶν μύθων ἐνταῦθα πατέρες, πᾶσαν διέδραμε τὴν ὑφ' ἥλιον, ὡς ἂν μάρτυρα τῶν οἰκείων ἅπασαν κτήσηται ἄθλων· οὗτοι δ' ἐντὸς ὅρων μένοντες μόνῃ τῇ βελτίστῃ φήμῃ καὶ τὰς Ἡρακλείους διέβησαν στήλας καὶ ῥᾷστα πᾶσαν ἀνηρτήσαντο τὴν ὑφ' ἥλιον. ἀλλὰ νῦν ἐξ ἀνθρώπων ἀπῆλθον, ἀθανατίσαντες πρότερον ἑαυτοὺς καὶ μνήμην καταλιπόντες ζῶσαν διηνεκῶς ἐν ταῖς τῶν ἐπιγινομένων ἀνθρώπων ψυχαῖς. ἡμῖν δὲ τοιούτων καὶ τοσούτων προβόλων καὶ στηριγμάτων οὑτωσὶ στερηθεῖσι τίς ἐλπὶς λείπεται τἀγαθοῦ; ταὐτὸν γάρ τι καὶ ἡμῖν νῦν ἕπεται δεδιέναι, ὅπερ ἄμπελοι καὶ φυτὰ νεογνὰ, ἐπειδάν τις ἐπιβούλως τοὺς κύκλῳ περιβόλους τε καὶ φραγμοὺς καθελὼν μηλόβοτον καταστήσῃ τὸν χῶρον. ἀλλὰ γὰρ εἴρηται κἀμοὶ τῆς μὲν ἀξίας, ὦ παρόντες, πάντως ἔλαττον· τῆς δὲ τῶν ἄλλων προθυμίας ἴσως οὐκ ἔλαττον. ἡ μὲν γὰρ ἀξία τῆς ἐκείνου γλώττης ἐδεῖτο· ἡ δὲ προθυμία γνώμης τῆς ἐμαυτοῦ.»
(Γ.) Τούτων οὕτω λεγομένων πολὺς πρὸς τῶν συγγενῶν ἐγίνετο θρῆνος. εἶναι δὲ τὸν ἄνδρα συνέβαινε τὰ ἐς ψυχὴν ἀγαθὸν μὲν καὶ σώφρονα ἐν τοῖς μάλιστα· ἐῤῥωμένον δὲ τὸ σῶμα καὶ πάντα σύμμετρα κεκτημένον, ὥσπερ ὑπὸ κανόνι καὶ στάθμῃ τῆς φύσεως τελεσιουργησάσης αὐτῷ τήν τε ἡλικίαν ὁμοῦ πᾶσαν καὶ αὖ καθ' ἕκαστα τῶν μελῶν καὶ μερῶν· ἐπιπρέπειν δ' αὐτῷ καὶ ἱλαρότητα ὄψεως μετά τινος σεμνοῦ μειδιάματος καὶ ἦθος γαληνὸν καὶ εὐπρόσιτον· φιλότιμον δ' εἶναι τὰ ἐς λόγους μᾶλλον ἢ πάντα χρήματα· ἐχορήγει γὰρ αὐτῷ πολλὴν τὴν ὁρμὴν καὶ ἡ τῆς διανοίας ὀξύτης καὶ τὸ τῶν νοημάτων γόνιμον· τὴν δὲ πρὸς τὰ θεῖα διάπυρον εὐλάβειαν καὶ εὐσέβειαν ὁμότροπον εἶναι καθάπαξ τῷ τελευτήσαντι βασιλεῖ.

γʹ. Θέρους δ' ἐπιγενομένου ἔγκυος ἐν Διδυμοτείχῳ διάγουσα ἡ τοῦ βασιλέως σύζυγος Ἄννα ἡ δέσποινα υἱὸν κατὰ τὴν ιηʹ Ἰουνίου γεγέννηκεν, Ἰωάννην τὸν βασιλέα. ὃ δὴ πυθόμενος ὁ βασιλεὺς τὴν ταχίστην αὖθις ἐπανῆκεν ἐς Διδυμότειχον· καὶ περιχαρὴς γενόμενος ἤμειψεν ἐς τὸ λαμπρότερον τὰ ἐνδύματα, ἃ διὰ τὴν τοῦ πάππου τελευτὴν τέως ἐνεδέδυτο. εἶτα καὶ ἀγῶνας ἐξετέλεσε δύο, μίμησίν τινα τῶν Ὀλυμπιακῶν ἀποσώζοντας, οὓς καὶ πρότερον μὲν πολλάκις ἐτέλει, νῦν δὲ φιλοτιμότερον· οἳ δὴ τοῖς Λατίνοις πάλαι ἐπινενόηνται γυμνασίας ἕνεκα σώματος, ὁπότε σχολὴν ἄγοιεν τῶν πολεμικῶν.
(Β.) Τούτων ὁ μὲν εἷς μονομαχίας ἔνδειξιν ἔχει καὶ ντζούστρα παρὰ Λατίνοις καλεῖται. μερίζονται γὰρ κατὰ φυλὰς καὶ δήμους καὶ φρατρίας· ἔπειτα ὁπλίζουσιν ἀφ' ἑκατέρου μέρους ἕνα καὶ ἕνα τῶν βουλομένων τινὰς καὶ πάντη καταφράκτους καθιστῶσιν. ἔπειτα δόρυ λαβόντες ἑκάτερος ἐν τρισὶν ὀβελίσκοις ἐσκευασμένα τὸ ἄκρον ἐπιπηδῶσιν ἀλλήλοις καὶ ἀπαντῶσιν εὐρώστως καὶ ὠθοῦσιν ἀλλήλους τοῖς δόρασι μετὰ πάνυ γενναίας τῆς ὁρμῆς· καὶ ὁ τοῦ ἵππου καταβαλὼν τὸν ἀντίπαλον στεφανίτης ἀναγορεύεται. κλήρῳ γοῦν καὶ ὁ βασιλεὺς τὴν τοιαύτην λαγχάνει μονομαχίαν, ὥστε καὶ παρὰ μικρὸν ἦλθε πολλάκις πληγῆναι καιρίαν. διὸ καὶ παραινούμενος ὑπὸ τῶν γηραιοτέρων ἀπέχεσθαι τῶν τοιούτων ἔργων· ἀνοίκειον γὰρ εἶναι πάντη βασιλεῖ πρὸς τῶν δούλων παίεσθαι, καὶ ταῦθ' οὕτως ἀνυποστόλως, ᾧ καὶ κίνδυνος ἕπεται· οὐκ ἐπείθετο, ἀλλὰ τοῖς ἡλικιώταις τῶν στρατιωτῶν μᾶλλον βραβεύων τὴν τῆς βουλήσεως ψῆφον τούτους ἀπήλαυνε, δειλίαν ἀγεννῆ ταῖς αὐτῶν καταψηφιζόμενος παραινέσεσιν.
(Γ.) Ὁ δ' ἕτερος τῶν ἀγώνων τορνεμὲν προσαγορεύεται. ἔχει δὲ οὕτως. μερίζονται κἀνταῦθα κατὰ φυλὰς καὶ δήμους καὶ φρατρίας καὶ ὁπλίζονται πάντες ὁμοῦ. καὶ ἀρχαιρεσιῶν γιγνομένων κλήρῳ λαγχάνουσι τὴν ἡγεμονίαν δύο τινὲς ἐξ αὐτῶν, ἑκατέρου μέρους ἑκάτερος. τούτου τοίνυν οὕτω μὲν πρότερον, νῦν δὲ συνεχῶς τελουμένου συναρίθμιος γίνεται καὶ ὁ βασιλεὺς τοῖς ὑφ' ἡγεμόνι τεταγμένοις, οἱῳδήτινι στρατιώτῃ· καὶ συῤῥηγνυμένων κατ' ἴσον ἀριθμὸν ἀμφοτέρων τῶν τάξεων μετὰ ῥοπάλων στεῤῥῶν παίει τε καὶ ὁ βασιλεὺς καὶ παίεται ἀφειδῶς. ἐπεὶ καὶ τὸν τρώσαντα, ἢ καὶ ἀποκτείναντα, συμβὰν οὑτωσί πως, κἀν τοῖς ἀγῶσιν ἀμφοτέροις, ἀνέγκλητον εἶναί σφισι νόμιμον ἦν. μετὰ δὲ τὴν τοῦ ἀγῶνος τούτου διάλυσιν ἀπολαμβάνοντες ἑκάτερα τὰ μέρη τὸν σφῶν αὐτῶν ἡγεμόνα, μεθ' ὧν καὶ ὁ βασιλεὺς τὴν τῶν ὑποτεταγμένων τάξιν οὐκ ἀπολιμπάνων τυγχάνει, ἄγουσι προπομπεύοντες εὐρύθμως καὶ κατὰ συζυγίαν ἐκ διαστήματος, ἄχρις οὗ συμπέπτωκε καταλύειν ἑκάτερον· ἔνθα προπίνων ἐκεῖνος ἅπασιν οἴνου κρατῆρα καὶ δεξιὰν ἑκάστῳ προτείνων οἴκαδε ἀπαλλάττεσθαι πάντας κελεύει.

δʹ. Τούτων τοίνυν ἐν Διδυμοτείχῳ καὶ νῦν τελεσθέντων, ἀναλαβὼν ὁ βασιλεὺς ἱκανὴν στρατιὰν ἀκήρυκτόν τινα καὶ αἰφνίδιον ἐξάγει πόλεμον κατὰ Βουλγάρων, πρὶν ἐκείνους αἰσθέσθαι, βουλόμενος αὖθις σφετερίσασθαι τὰ περὶ τὸν Αἷμον φρούρια, ὅσα πρὸ βραχέος Ἀλεξάνδρῳ προσκεχωρήκει. ἐμβαλὼν οὖν ἐς τὴν πολεμίαν ἐδῄου καὶ ἔκαε τὴν χώραν, μηδὲ τῶν ἀσταχύων φειδόμενος ἐν ἅλωνι τυγχανόντων· ἐπιπορευόμενος δὲ καὶ τὰ φρούρια, καὶ ἀπειλῶν περιστρατοπεδεύσεις καὶ πολιορκίας, παρεστήσατο καθ' ὁμολογίαν καὶ τούτων ἔστιν ἃ, ὑποσπόνδων ἀπιόντων τῶν ἐν φρουρᾷ τεταγμένων παρ' Ἀλεξάνδρῳ.
(Β.) Ταῦτα πυθόμενος Ἀλέξανδρος καὶ περιαλγὴς γενόμενος διαπρεσβεύεται πρὸς τὸν βασιλέα περὶ εἰρήνης, οὐκ ἄξιον εἶναι λέγων Χριστιανοῖς ἀπηνῶς οὑτωσὶ κατ' ἀλλήλων ἐπιέναι, ἐνὸν ὁμοδοξεῖν ἀλλήλοις τὰ πρὸς εἰρήνην καὶ ὁμοῦ κατὰ τῶν ἀσεβῶν ἀντιπαρατάττεσθαι, πολεμίων ὄντων ἀμφοῖν. ὁ δὲ βασιλεὺς δίκαιον εἶναι φήσας ὑπείκειν Ῥωμαίοις τὰ πάλαι παρὰ Ῥωμαίων ἀνοικοδομηθέντα φρούρια τοὺς πρέσβεις ἀπράκτους ἀπέπεμψε. πλείονα γὰρ ἢ πεντεκαίδεκα φρούρια παρὰ τὰς ἀκρότητας καὶ ἀποτομὰς τοῦ Αἵμου ὁ πάππος αὐτοῦ καὶ βασιλεὺς Ἀνδρόνικος, τὰ μὲν ἐκ βάθρων ἀνήγειρε, τὰ δ' ἐπῳκοδόμησε διὰ τοῦ τότε ἐπιτροπεύοντος Θρᾴκην Γλαβᾶ τοῦ πρωτοστράτορος, ἵν' εἶεν κώλυμα καὶ διάφραγμα τῆς συνεχοῦς τῶν Σκυθῶν διαβάσεως.
(Γ.) Ταῦθ' οὕτω λεχθέντα καθ' ἡσυχίαν Ἀλέξανδρος ἥκιστα φέρειν δυνάμενος τὰς αὐτοῦ συναθροίζει δυνάμεις εὐθὺς ἐς ὀκτακισχιλίους τὸν ἀριθμόν. μεταπέμπεται δὲ καὶ δισχιλίους ἐκ Σκυθῶν μισθοφόρους. ἄρας οὖν ἐκ Τερνόβου πεμπταῖος ἀφίκετο καὶ κατεστρατοπέδευσεν ἀγχοῦ τοῦ φρουρίου τοῦ ἐπιλεγομένου Ῥουσοκάστρου. ἐκεῖ γὰρ εἶναι καὶ τὸν βασιλέα ἐπύθετο. ὁ δὲ βασιλεὺς καταπλαγὴς μὲν ἐγεγόνει πρὸς τὴν αἰφνίδιον ἔφοδον τῶν πολεμίων· τῆς δὲ περιστάσεως ἥκιστα συγχωρούσης ἐν μέσῃ τῇ πολεμίᾳ βουλεύσασθαί τι βέλτιον, ἐξῆγε καὶ αὐτὸς ὡς ἐξῆν τὴν Ῥωμαϊκὴν δύναμιν, οὐκ ἀξιόμαχον οὖσαν τοῖς ἀντιπάλοις, ἀλλὰ μόλις ἐς τρισχιλίους τὸν ἀριθμὸν ἀνιούσης, καὶ ἐς τρεῖς αὐτὴν διανείμας τάξεις οὐ πάνυ πόῤῥω τοῦ φρουρίου προῆγεν. ἔχειν γὰρ αὐτὸ μεμελέτηκε καταφυγήν τινα πρὸς τὴν ἐπὶ πόδα ἀναχώρησιν. ἐπεὶ δὲ τοὺς πολεμίους ἐπιόντας ἑώρα τό,τε δεξιὸν καὶ λαιὸν κέρας εἰς ἐπιμήκη στίχον ἑκατέρωθεν ἐκτείναντας, τὰ δὲ βαρύτερα τῶν ὅπλων εἰς μέσον ἔχοντας καὶ ἅμα τὸ βάθος τῆς οὐραγίας ὥσπερ τινὰ στεῤῥὸν θεμέλιον, φοβηθεὶς τὴν κύκλωσιν μεταβουλεύεται τάχιστα καὶ πρὸς μίαν τὰς Ῥωμαϊκὰς δυνάμεις ἤθροισε τάξιν ἀμφίστομον, ὥσπερ σεληνοειδὲς σχῆμα πεποιηκὼς, ὁπότε μηνοειδὴς εἴη.
(Δ.) Αὐτὸς δ' ἐς μέσους περιερχόμενος ἐπεφώνει τε καὶ παρεθάῤῥυνε, «σύνετε δὴ,» λέγων, «ὦ ἄνδρες, ὡς ἐν ἀλλοτρίᾳ καὶ πολεμίᾳ μαχόμεθα γῇ καὶ πόῤῥω που τῆς πατρίδος ἀποκεκλείσμεθα· καὶ οὔτε συμμαχίδας ἔχομεν πόλεις, αἳ παραβοηθήσουσι τήμερον ἡμῖν ἐς τὸν αἰφνιδίως συμπεσόντα τουτονὶ πόλεμον, οὔθ' ὁπόθεν ἂν μισθοφορικὸν μεταπεμψώμεθα στράτευμα. μαχώμεθα τοίνυν ὡς τεθνηξόμενοι τήμερον καὶ συγκαταδύειν μέλλοντες τῷ τήμερον τούτῳ ἡλίῳ. κτησώμεθα μάρτυρας τῶν ἡμετέρων ἀνδρικῶν καὶ γενναίων ἀγώνων τήν τε πολεμίαν ταυτηνὶ γῆν, ἐφ' ἣν τὸν περὶ ψυχῆς σήμερον τρέχομεν ἆθλον, καὶ τὰς τῶν ὑπολειφθησομένων πολεμίων ὄψεις. μὴ δὲ θορυβείτω τὰς ὑμετέρας καρδίας τὸ πλῆθος τῶν πολεμίων· πολλὰς γὰρ ἴσμεν δυνάμεις μεγάλας ὑπὸ βραχέων ῥᾷστα κατακοπείσας. ἔστω καὶ ἡμῖν ἐλπὶς ὁμοία πρὸς τὴν ἀπόῤῥητον ἀφορῶσι φιλανθρωπίαν θεοῦ, δι' ἣν τά τε ἄλλα καὶ Θεμιστοκλῆς ἐξ Ἀθηνῶν μετ' ὀλίγου στρατεύματος μικροῦ πᾶσαν ἐν τοῖς περὶ Σαλαμῖνα στενοῖς τὴν τῶν Περσῶν κατεβάπτισε δύναμιν· καὶ μετὰ τοῦτον ὁ Θηβαῖος αὖθις Ἐπαμεινώνδας δὶς τὴν μεγίστην ἐκείνην Σπάρτης νενίκηκε δύναμιν μετὰ βραχυτέρας πολλῷ περί τε Ἁλίαρτον καὶ τόπους Λευκτρικούς· ὅτε δὴ καὶ Λύσανδρον ἀπώλεσεν ἡ Σπάρτη καὶ ξὺν ἀκοσμίᾳ φεύγοντα τὸν πολὺν ἐδέξατο Ἀγησίλαον καὶ καπνὸν ἤδη διὰ μακροῦ τεθέαται παρὰ τὸν Εὐρώταν πολέμιον.»
(Ε.) Πάντες μὲν οὖν γενναίως καὶ εὐρώστως, ὅσον ἐξῆν, καὶ παραβόλους ἀγῶνας ἀγωνιζόμενοι βαρείας καὶ ἀφειδεῖς φονευτρίας τοῖς πολεμίοις ἐπήνεγκαν χεῖρας· μάλιστα δὲ πάντων ὁ μέγας δομέστικος ὁ Καντακουζηνός· ὃς πολλὰ μὲν δεξάμενος πολέμια ξίφη, πολλὰς δὲ δοράτων βολὰς καὶ ὠθήσεις, αὐτὸς μὲν πλείστους τῶν πολεμίων κατήνεγκεν· ὁ δὲ μήτ' ἀσπίδα μήτε ξίφος ἀποβαλὼν ἀπαθὴς τὸν ἀγῶνα διήνυσεν, ὥσπερ κεκολλημένος καὶ ἀκλόνητα ἡδρασμένος τῇ ἐπιβάσει τοῦ ἵππου. καὶ δεύτερος μετ' αὐτὸν λαμπρῶς ἠγωνίσατο Πρωτοσέβαστος ὁ τοῦ Καίσαρος μὲν υἱὸς, ἔγγονος δὲ τοῦ Πορφυρογεννήτου. οὗτός τε γὰρ πολλοῖς περιπαρεὶς βέλεσι καὶ τὸν ἵππον ὁρῶν πανταχόθεν τοῖς πολεμίοις κατακοπτόμενον ξίφεσιν, ὡς καὶ τὸν τῆς κεφαλῆς μυελὸν (ὡς εἰπεῖν) τοῖς ἔξωθεν βλέπουσι φαίνεσθαι ἤδη, νῶτα τοῖς ἐχθροῖς οὐκ ἠνέσχετο δοῦναι. καὶ ὁ ἵππος δ' αὖ, ὥσπερ ἀντιφιλοτιμούμενος τῷ δεσπότῃ, οὐδ' αὐτὸς πεσεῖν ἠνέσχετο πρότερον, πρὶν αὐτὸν ἐκβαλεῖν τοῦ πολέμου καὶ οἴκαδε διασῶσαι, κἀκεῖ παρὰ τὰς τοῦ δεσπότου θύρας ἐκμετρῆσαι τὸ ζῇν.
(Στ. Ἐπεί γε μὴν τέως τοὺς πολεμίους ἐθεάσαντο βιαζομένους προκαταλαμβάνειν τὸν λόφον, ὥστε καὶ κατὰ νώτου μάχεσθαι κυκλώσαντας αὐτοὺς, ἀναστρέψαντες ἔφευγον προτροπάδην ἐς τὸ φρούριον. οἱ δ' ἔνδον οἰκοῦντες τήν τε ἧτταν θεασάμενοι τούτων καὶ ἅμα δεδιότες Ἀλέξανδρον ἀπέκλεισάν σφισι τὰς πύλας. βίᾳ οὖν αὐτὰς ῥήξαντες εἰσεχέοντο· καὶ τοὺς μὲν τῶν ἐνοικούντων ἐκβαλόντες, τοὺς δὲ κατασφάξαντες δίκην πολεμίων ἠσφαλίσαντο τὸ φρούριον. καὶ ἦσαν ἀσχάλλοντες καὶ πλεῖστα ἀγωνιώμενοι διὰ τὸ προφανῆ τὸν κίνδυνον ἔχειν ἐν ὀφθαλμοῖς. οὔτε γὰρ τοῖς ὑποζυγίοις χιλὸς ἦν ἐντὸς τοῦ φρουρίου, οὔτε φρέαρ, οὔτ' ἄλλη τις ὕδατος εὐπορία· οἵ τε τραυματίαι τῶν στρατιωτῶν καὶ τῶν ἵππων ἀπρομήθευτοι λειπόμενοι, οἱ μὲν ἔθνησκον, οἱ δ' ἐγγὺς τοῦ τεθνάναι ἐγένοντο· τάς τε πύλας ἀνοίγειν οὐ μάλα ἐνῆν, περιστρατοπεδευόντων κατὰ πλήθη τῶν πολεμίων· τά τε Ῥωμαίων ἀπῴκιστο ὅρια· διακυβεύσαντάς τε τὸν κίνδυνον οἴχεσθαι λάθρα πρὸς συμμαχίδα πόλιν ἐγγίζουσαν καὶ παράλιον ἀπέγνωστό σφισι καὶ τοῦτο. ἡ γὰρ πόλις Ἀγχίαλος πολεμία ἦν, ἥ τε Μεσημβρία καλουμένη τὴν ἧτταν εὐθὺς ἀκηκουῖα Ῥωμαίων μετέθετο καὶ τὴν ἐκεῖσε Ῥωμαίων φρουρὰν ἀποσφάξασα ἔῤῥιψεν ἐκ τοῦ τείχους, ὁπόση μὴ ἔφθη φυγοῦσα. ὃ δὴ πεποιήκεσαν καὶ ὁπόσα περὶ τὸν Αἷμον φρούρια πάντα· θαῤῥεῖν τε οὐκ εἶχον διαπρεσβεύεσθαι περὶ ἐλευθερίας καὶ λύτρων πρὸς Ἀλέξανδρον. οὐ γὰρ ὑπελείποντό τινα συγγνώμης ἀφορμὴν ἐκ τῶν φθασάντων. τήν τε γὰρ ἐκείνου περὶ εἰρήνης πρεσβείαν θρασέως τε καὶ ἀκόσμως ἀπέπεμψαν τούς τε τῶν Βουλγάρων ἀγροὺς μετὰ τῶν ἀσταχύων πυρὶ παρέδοσαν· καὶ πρός γε τοῖς τὰ φρούρια οἰκοῦσιν οὐ καλῶς ἐχρήσαντο λαβόντες.
(Ζ.) Διὸ πανταχόθεν στενόν τε καὶ ἄπορον τῷ βασιλεῖ τὸ πρᾶγμα ἐγίγνετο. τό γε μὴν εἰς θεὸν ἀῤῥαγεστάτην ἔχειν ἐλπίδα, τοῦτο δ' οὐκ ἀπέγνωστό οἱ οὔτ' ἐν ταῖς πρότερον περιστάσεσιν, οὔτε μὴν ἐν τῇ παρούσῃ, καίτοι τὸ συνειδὸς οὐκ ἀνέλεγκτον ἔχων διά τε τὴν παραλύπησιν, ἣν τῷ βασιλεῖ καὶ πάππῳ ἐν τῷ γήρᾳ ἐπήνεγκε, καὶ αὖ δι' ὅσα νεότης μετ' ἐξουσίας ὡς τὰ πολλὰ φιλεῖ διαπράττεσθαι· ὅμως ἰχθύδιά τινα βραχέα τὰ τοιαῦτα ἐνόμιζεν ἁμαρτήματα ἐς τὸ μέγα πέλαγος βυθιζόμενα τῆς τοῦ θεοῦ φιλανθρωπίας. διὸ καὶ ὁμοίως ταῖς ἄλλαις περιστάσεσι καὶ τὴν ἀπαράμιλλον ταύτην παραδόξως ἀπεκρούσατο, ἀποῤῥήτῳ προμηθείᾳ τοῦ πάντα φιλανθρώπως οἰκονομοῦντος θεοῦ. οἴκοθεν γὰρ καὶ Ἀλέξανδρος ἐς τὴν ὑστεραίαν εἰς οἶκτον ἰὼν καὶ συμπάθειαν, πέμψας τῷ βασιλεῖ δεξιὰν, ἀφῆκεν ὑπόσπονδον οἴκαδε πορεύεσθαι ξύν γε τῷ στρατοπέδῳ, παραγγείλας μετριώτερον εἶναι τοῦ λοιποῦ. «εἷς γὰρ,» φησὶν, «ἐνιαυτὸς τέσσαρας ὥρας φέρει καὶ μία καιροῦ ῥοπὴ πολλὰς πραγμάτων μεταβολάς.» ἐν δὲ τούτοις καὶ τὸ παρὸν ἐτελεύτα θέρος.

εʹ. Ὁ δέ γε Συργιάννης, ὕποπτος ὢν καὶ πρότερον τοῖς ἄρχουσι διὰ τοὺς ὅρκους, οὓς ἀπῄτησε παρὰ τῶν Θεσσαλονικέων, εἰσποιηθεὶς τῇ μητρὶ τοῦ βασιλέως δεσποίνῃ, ὁπότε τὰς τοῦ βασιλέως ἐπεβόσκετο φρένας ἡ ἀπηγορευμένη νόσος ἐκείνη περὶ τὸ Διδυμότειχον, νῦν ἤδη καὶ πρὸς τὰ παρὰ τοῦ Τζαμπλάκωνος προτεινόμενα καθοσιώσεως ἐγκλήματα εἰς Βυζάντιον ἀπολογησόμενος ἥκει μετάπεμπτος τῷ βασιλεῖ· καὶ κριθεὶς ὑπὸ πᾶσι κριταῖς δὶς καὶ τρὶς οὐ καθαρῶς ἁλῶναι τοῖς ἐλέγχοις ἠδύνατο, ὥστ' ἤδη καὶ πρὸς τῶν πλειόνων ἠθωοῦτο κριτῶν. μετεώρου δ' ἔτι τῆς δίκης οὔσης ᾔτησεν ὁ βασιλεὺς ἐγγυητὰς ὑπὲρ τοῦ μὴ φυγεῖν αὐτὸν λαθόντα, πρὶν ἂν τελεία γένηται ἡ περὶ αὐτοῦ τοῖς ὅλοις κριταῖς ἀπόφανσις. ὃ δὴ πολὺν ἐνέσπειρε τὸν φόβον καὶ τὴν τῆς εἱρκτῆς ὑποψίαν ἐς τὴν τούτου ψυχήν· καὶ ἐς ἀνάμνησιν ἤρχετο αὖθις τῶν προτέρων ἐκείνων καὶ ἀπαραμυθήτων δεσμῶν, ὧν τὰ ἴχνη περὶ τὴν καρδίαν ἔτι κείμενα ἦσαν ἐναργῶς. ἐπεὶ δὲ καὶ ὀκνηροτέρους ἔβλεπε τοὺς ἐγγυησομένους, συχνοτέροις καὶ δριμυτέροις ἐπολιορκεῖτο μᾶλλον τοῖς φόβοις. διὸ καὶ ἀναγκασθεὶς ᾤχετο λάθρα φυγὼν καὶ πλεῖστα ζητούμενος εὐθὺς οὐχ εὑρέθη.
(Β.) Μετὰ δ' ἐνιαυτὸν ἔστειλεν ἐξ Εὐβοίας γράμματα τῷ βασιλεῖ, δεόμενος δοθῆναί οἱ συμπάθειαν καὶ χῶρόν τινα πρὸς οἴκησιν ἅμα γυναικί τε καὶ τέκνοις περί που τὰς ἐσχατιὰς τῶν κατὰ Μακεδονίαν Ῥωμαϊκῶν ὁρίων. βασκαίνειν γὰρ ἔφασκεν αὐτῷ τοὺς περὶ τὸν βασιλέα· καὶ διὰ τοῦτο πόῤῥω που τῶν τοιούτων διατρίβειν ἐθέλειν, δέει τοῦ δόλῳ διαφθαρῆναι. καὶ ὅρκους ἐπὶ τούτοις ἦν ἐπιφέρων τοῦ μὴ κακὸς φανῆναι πώποτε τῷ βασιλεῖ.
(Γ.) Ἐπεὶ δ' αἱ παρακλήσεις παρὰ θύραν ἧκον καὶ ἤνυσαν οὐδὲν, ἄρας ἐξ Εὐβοίας ἀφίκετο πρὸς τὸν Κράλην Σερβίας· ὑφ' οὗ καὶ προσδεχθεὶς ἀσμενέστατα πάντ' ἦν αὐτὸς, πάρεδρος ὁμόπνους, φίλος ὁμογνώμων, σύμβουλος δεκτὸς, τῶν ἔνδον ὁ πιστότατος, τῶν ἐκτὸς ὁ πρακτικώτατος, ἄλλος Θεμιστοκλῆς Ἀρταξέρξῃ τῷ Πέρσῃ. εἰδότι γὰρ τὴν περὶ αὐτοῦ φήμην ἐκ πολλοῦ νῦν ἕρμαιον ἡγεῖσθαι ἐπῄει λαμπρὸν τὴν ἐπιδημίαν αὐτοῦ· καὶ ὑπισχνουμένῳ ποιήσειν ὑπήκοον Τριβαλλοῖς τὴν ἐν Μακεδονίᾳ χώραν Ῥωμαίων, εἰ καὶ αὐτὸς αὐτῷ συνάροιτο ἄρξαι Ῥωμαίων, ἐπίστευέ τε καὶ συναίρεσθαι ἠπείγετο λίαν ἀσμένως.

στʹ. Τούτων οὕτως ἐχόντων πέρας τοῦ βίου ἐδέξατο καὶ ἡ μήτηρ τοῦ βασιλέως ἡ δέσποινα καὶ τέθαπται ἐν Θεσσαλονίκῃ· ὅτε δὴ καὶ παραμυθητικόν τι προσφώνημα ἔγωγε πρὸς τὸν βασιλέα διεξῆλθον οὑτωσί πως ξυγκείμενον.
(Β.) «Σὲ δὲ, ὦ μέγιστε καὶ θειότατε βασιλεῦ, πολλάκις ἡμεῖς θαυμάσαντες ἐν τοῖς ὅπλοις, καὶ πρό γε τούτων ἔν τε φιλανθρωπίᾳ καὶ ἱλαρότητι, καιρὸν ἔχομεν ἤδη λοιπὸν, ἵνα σε κἀν τῇ καρτερίᾳ θαυμάσωμεν τῆς μεγίστης ταυτησὶ συμφορᾶς, ἣν ὁ τὰ πάντα σαλεύων αἰὼν καθάπερ τι γυμνάσιον ἄλλο προὔβαλε νῦν καὶ θέατρον ἀγώνων τῇ γενναίᾳ καὶ ἀνδρικῇ σου ψυχῇ. ἔνθα δὴ καὶ μάλα μᾶλλόν σε δεῖ τὸ κράτος λαμπρῶς ἀναδήσασθαι, ἢ πρότερον ἐν τοῖς ὅπλοις. ἐκεῖ μὲν γὰρ καὶ ὁ τῆς τύχης κύβος τῇ χειρὶ πολλάκις μείζονα προσῆψε τὴν δόξαν ἢ τῇ ψυχῇ καὶ τὸ τῆς γνώμης ἀξίωμά τε καὶ μέγεθος ἔλαθε παρὰ τὸ εἰκὸς κιβδηλεύσας καὶ δεύτερον τῆς χειρὸς ἀποφήνας. ἐνταῦθα δὲ καθαρῶς γνώμη καὶ σύνεσις ὁπλίζεται πρὸς μεγάλους χειμῶνας καὶ κλύδωνας, οὓς ἡ τοιαύτη μάλα σφοδρῶς ἀνεστόμωσε συμφορά. ἴσασι γὰρ ἅπαντες, ὡς ὅσῳ τιμιώτερον καὶ βέλτιον ψυχὴ σώματος, τοσούτῳ καὶ μείζους οἱ ταύτης ἀγῶνες καὶ κλύδωνες, πρὸς ἅπερ ἂν ὁ συμπίπτων ἐπάγοι χρόνος ἀντίπαλα στρατόπεδα θλίψεων. ἐπειδήπερ ἐκεῖ μὲν καὶ πολλὴ πολλαχόθεν ἡ συμμαχία ἐπιτηδεύεται. ἀσπὶς γὰρ καὶ δόρυ καὶ κράνος τὴν τῶν ἀγωνοθετούντων πολλάκις ἁρπάσαντα κρίσιν καὶ συγκυκήσαντα τοὺς ἐλέγχους ἐν ἀδήλοις ἔσθ' ὅτε βυθοῖς τῆς παλάμης τἀγκλήματα συνεκάλυψαν. ἐνταῦθα δ' ἡ τῆς ψυχῆς ἀνδρία καθαρῶς ἀποδυομένη πρὸς τοὺς ἀγῶνας ἔχει καθάπερ ἐπὶ στεῤῥᾶς κρηπῖδος, τῆς γνώμης τε καὶ συνέσεως, γυμνοὺς καὶ ἀόπλους τοὺς πόδας ἐρείσασα μάλα γενναίως ἀνθίστασθαι καὶ ἀντέχειν πρὸς ἅπαν λύπης κῦμα καὶ ῥόθιον, καθάπερ προβλὴς ἀτίνακτος ἑστῶσα πρὸς ὑβρίζουσαν θάλασσαν. σφοδρὸς μὲν οὖν ἦν ὁ χειμὼν ἐκείνης τῆς τραγῳδίας, ἣν ὁ τοῦ βασιλέως καὶ πατρὸς ἐπήνεγκέ σοι θάνατος· σφοδρὸς δ' αὖ καὶ ὁ τοῦ βασιλέως καὶ πάππου, εἰ μὴ καὶ μείζονα φαίη τις ἂν, ὅτι ζῶν καὶ κινούμενον αὐτὸς ἐλέλειπτο φάρμακον, ἡδονὴν ὁμαλῶς οὑτωσί πως ἀντιτεχνώμενον τῆς σφόδρα ζεούσης ἐκείνης καὶ φλεγμαινούσης πληγῆς. ἀλλ' ἡ νῦν ἐπελθοῦσά σοι τῆς μητρὸς καὶ δεσποίνης συμφορὰ πολλῷ στρατηγουμένη τῷ ὑπερβάλλοντι πᾶσαν ὑπερπέπαικε λύπης ὑπερβολὴν διά τε τὸ τῆς φύσεως συγγενέστερον καὶ πολλῷ μᾶλλον διὰ τὸ μόνην ταύτην τοῦ γένους καταλελεῖφθαι τελευταίαν ἄγκυραν καὶ θυμηδίας ἀκρόπολιν. ἅπτεται γὰρ καὶ αὐτῶν, ὡς εἰπεῖν, μυελῶν τῆς ψυχῆς καὶ σὴς ὀστέων καθίσταταί σοι τῷ πάντα γενναίῳ. καὶ πῶς γὰρ οὔ; μήτηρ τε οὖσα καὶ μήτηρ βασιλικωτάτη τε καὶ γλυκυτάτη καὶ στεῤῥοῖς καὶ ἀῤῥήκτοις τῆς φύσεώς σοι συνδεδεμένη τοῖς σπλάγχνοις· καὶ τό γε μεῖζον, πλείστους ὑπὲρ σοῦ τοὺς πόνους ἀνατλᾶσα. οὐ σὲ δὲ μόνον ἐς τόδε λύπης ἐκείνη θανοῦσα ξυνώθησεν, ἀλλὰ καὶ πάντας τοὺς ὑπηκόους ἡμᾶς· καὶ διπλῆ γε μᾶλλον. ζημία μὲν γὰρ καὶ ἡμῖν ἐγεγόνει μεγίστη, καὶ τοσοῦτο μεγίστη, ὅσον καὶ περιοῦσα λιμήν τις ὑπῆρχε τοῖς ὅλοις ἐκείνη σωτήριος καὶ πανήγυρις εὐθυμίας· τὸ δὲ μεῖζον, ὅτι καὶ σοῦ τὸν βασιλικώτατον καὶ τῶν κοινῶν πραγμάτων ἡγεμόνα τε καὶ ἐπόπτην νοῦν τῶν δεουσῶν ἀπασχολεῖ φροντίδων· εἰ δὲ μὴ καθάπαξ καὶ ὡς ἐπίπαν ἀπηρτισμένως, ἀλλ' οὖν ἐν τοσούτῳ περιστάσεων κλύδωνι καὶ τὸ σμικρὸν ἐμπόδιον μέγιστον τῇ τῶν πραγμάτων ὁλκάδι γίγνεται βλάβος, καὶ παραπλήσιον, ὥσπερ ἂν εἴ τις κυβερνήτης χειμῶνος ἐν μέσῳ πελάγει τυχὼν, κάτωθεν μὲν τῶν κυμάτων κατὰ τῆς νηὸς ἐπανισταμένων, ἄνωθεν δὲ τῶν πνευμάτων τῆς ὀθόνης κατορχουμένων, μεταξὺ καὶ αὐτὸς τῆς πηδαλιουχίας ἐκλαθόμενος ἐπινυστάξειεν, ὡς μηδὲν εἶναι λοιπὸν τὸ κωλύον, αὔτανδρον τὴν ναῦν αὐτίκα μάλα βυθοδρομήσασαν ἐς πυθμένας θαλάσσης καταδῦναι. ὅθεν εἰ μή τι ἄλλο, ἀλλ' οὖν διά γε τὰς ὑπηκόους τῶν πόλεων, ἃ τῆς λύπης ἔργα πεφύκασιν ἄλλοις παραχωρήσας σαυτῷ τὸ σύνηθες καὶ βασίλειον μεγαλοπρεπὲς διατήρησον. μίμησαι τῆς ἀπελθούσης ἐκείνης γενναίας ψυχῆς τὴν στεῤῥότητα, ἣ διὰ τοὺς πρὸς τὸν θεὸν ἀκμάζοντας ἔρωτας, οὓς ἀποῤῥήτως ἔβοσκεν ἐν καρδίᾳ πάλαι πολὺν ἤδη τὸν χρόνον, ἀφ' οὗ τῆς τῶν φυσάντων διέσωσε δόξης αὐτὴν, ἐπιλαθομένη μὲν σώματος, ἐπιλαθομένη δὲ δόξης καὶ κόσμου βασιλικοῦ καὶ τὸ πάντων ὑπέρτερον ἐπιλαθομένη σοῦ τοῦ φιλτάτου, ᾧ κόσμος ἐκείνῃ πᾶς οὐχ ὑπῆρχεν ἀντάξιος, ἔδραμε μὲν πρὸς θεόν· ἔδραμε δὲ πρὸς τὸν βασιλέα καὶ σύζυγον, οὐχ ὅτι σύζυγος, ἀλλ' ὅτι δι' ἐκεῖνον ἐς τὰ τῆς ὀρθοδοξίας ἀκίβδηλα μετακεχωρήκει νάματα· καὶ εἰ χρὴ μὴ λυμήνασθαι τὴν ἀλήθειαν, ἔδραμε πρὸς τὸν πατέρα καὶ βασιλέα, τὸν τῆς ὀρθοδοξίας αὐτῇ καταστάντα διδάσκαλον· ὃς πρῶτος ἐκείνην ἐκεῖθεν ὡς ῥόδον λαμπρὸν ἐκ πικρῶν ἀκανθῶν ἐξελέξατο καὶ ὡς χρυσὸν καθαρὸν ἐκ μετάλλων κιβδήλων ἀνώρυξε, πᾶν εἴ τι λιθαργύρινόν τε καὶ χολοβάφινον ἦν ἐκεῖ καταλελοιπυῖαν. εἰ δὲ τὴν ἐκείνης οὐκ ἔχεις μιμήσασθαι καρτερίαν, ἀλλ' οὖν τῶν πάλαι βασιλέων τοὺς πλείστους μετὰ πολλοῦ τοῦ βελτίονος νικῶν φιλανθρωπίᾳ καὶ ἱλαρότητι πρὸς τοὺς πταίοντας νίκησον καὶ τῇ πρὸς τὰς λύπας βασιλικῇ καρτερίᾳ δυοῖν ἕνεκα· ἵνα τε τῷ καλλίστῳ καὶ ποικίλῳ σου πέπλῳ τῶν μακρῶν ἀγαθῶν καὶ τοῦτο καλῶς ἐπιπρέπῃ, καθάπερ ἐν ἄνθεσιν ἄνθος ὡραῖον κἀν λίθοις πολυτελέσι λίθος ὑπέρτιμος, καὶ ἵνα τελέως τοῖς ἅπασι βρίθων καλοῖς ἐν τῇ σειρᾷ τῶν πρὸ σοῦ βεβασιλευκότων αὐτὸς ἐπιπρέπῃς, ὡς ἐν τοῖς χρώμασι πορφύρα κἀν τοῖς ἀστράσιν ἥλιος. φέρε τοίνυν ἀπόδος τὴν τῆς γλώττης ἡμέραν ταῖς τῶν ὑπηκόων ἀκοαῖς, τὴν τῶν ὀφθαλμῶν εὐδίαν τῇ τῶν ἡμετέρων ὄψεων ὁμίχλῃ. διασκέδασον ἡμῶν τῆς ψυχῆς τὸν χειμῶνα ταῖς ἀκτῖσι τῆς σῆς ἱλαρότητος. χρῆσαι τῇ ἑορτῇ τοῦ συνήθους καὶ γαληνοῦ μειδιάματος. γενοῦ πᾶσιν ἀρχέτυπον, ὥσπερ ἐν τοῖς ἄλλοις καλοῖς, οὕτω κἀν τῇ τῶν δεινῶν καρτερίᾳ. ἡμεῖς δὲ καὶ τῶν Ἑλλήνων ἔστιν οὓς ἀκούοντες ἐν ταύτῃ μάλιστα φιλοτιμησαμένους αἰσχυνοίμεθ' ἂν, εἰ τοῖς μὲν ἄλλοις ἅπασιν ἀριστεύμασι πλεῖστον ἐκείνων διενεγκόντα πλουτήσαντες βασιλέα ἐν τούτῳ μόνῳ τὰ δεύτερα φέροντα βλέποιμεν. ταῦτ' ἄρα καὶ τὸ τοῦ Ἀχιλλέως ἐκείνου περὶ τὰς λύπας ἡττώμενον ἦθος ἀποτριψάμενος καὶ πρός γε δὴ τοῦ Μακεδόνος Ἀλεξάνδρου μίμησαι τούτων τὸ σταθερόν. μίμησαι τοὺς Περσικοὺς βασιλέας τε καὶ σατράπας, ὁπόσοι πρὸς τὰς ἀντιπάλους τύχας οὐδὲν ἀγεννὲς ἐπεπράχεσαν. μίμησαι τοὺς πάλαι Ῥωμαίων ὑπάτους καὶ Καίσαρας, οἳ καὶ αὐτοὶ τῶν τοῦ χρόνου δεινῶν ἀπολελαυκότες ἐπὶ τοῦ συνήθους φρονήματος ἐκαρτέρησαν. καὶ τί δεῖ παραδειγμάτων ἀλλοτρίων; μίμησαι σαυτὸν, ὁποῖος πολλάκις ἐφάνης ἐν τοῖς ἄλλοτε ἄλλοις ἐπεισπεσοῦσί σοι λυπηροῖς· πῶς πολλοῦ πολλαχόθεν πολλάκις ἀναζέσαντος κλύδωνος ἀκλόνητον καὶ ἀήττητον διετήρησας τὴν ψυχὴν, ὥσπερ οἱ βαθεῖαν ἄγοντες ἡσυχίαν; πῶς πολλάκις τῶν ὑπηκόων ἁμαρτημάτων, δίκην ἀπαρκτίου, τὴν τοῦ θυμοῦ ῥύμην εἰς ὄγκον κυμάτων ἐγείρειν ἐθελόντων οὐχ ἡττήθης πώποτε· ἀλλὰ γενναιότητι χρώμενος καὶ συνέσει ψυχῆς ἀντὶ τοῦ κολάζειν τοὺς ἁμαρτάνοντας ἐκόλασας μὲν τὸν θυμὸν, τοῖς δ' ἁμαρτήσασι τὸ σύνηθες παρέσχες φιλανθρώπευμα; ταῦτα ἐπὶ καιροῦ νῦν ἀναμιμνησκόμενος μίμησαι σὺ σαυτὸν, ἵνα καὶ ἡμεῖς, ὡς ἐπίπαν εἰπεῖν, ὅλην τῇ γλώττῃ παρασχόντες ἐλευθερίαν εὐπετῶς παρὰ τὰς σὰς τῶν ἐγκωμίων θαλάσσας πελαγίζειν ἀφῶμεν αὐτὴν κἀκ πάντων ἀνθολογοῦντες τῶν σῶν ἐγκωμίων τὰ κράτιστα στέφανόν σοι δημιουργῶμεν ἀκήρατον, καὶ οἷον οἱ τῆς σοφίας κρατῆρες ἀναχωνεύοντες εἰς μακροὺς ἡλίους ἀθανατίζουσιν. ἐγὼ δ' ὑπὸ μάλα σφοδροῦ τε καὶ φλέγοντος πόθου νικώμενος τολμηρότερον ἐχρησάμην τῷ λόγῳ. σὺ δέ μοι σύγγνωθι, θειότατε αὐτοκράτορ, τῇ συνήθει κἀνταῦθα φιλανθρωπίᾳ σου χρώμενος.»

ζʹ. Ἦρος δ' ἐπιστάντος ὁ μὲν Κράλης συνήθροιζε τὰς δυνάμεις, ὁ δὲ Συργιάννης λαθραῖα διεπέμπετο γράμματα πανταχῆ τῆς Ῥωμαίων ἡγεμονίας, ἀρξάμενος ἐκ τῆς ὁμόρου χώρας τῶν Τριβαλλῶν καὶ διαλαβὼν πᾶσαν παράλιον καὶ μεσόγειον πόλιν καὶ χώραν ἄχρι Βυζαντίου· ἐν οἷς γῆς τε ὑπισχνεῖτο κληροδοσίας καὶ χρημάτων χάριτας καὶ ἀξιωμάτων ἐπιδόσεις καὶ ὅσα ἐπὶ τούτοις ὅμοια. ταῦτ' ἄρα καὶ μικροῦ πάντες ἐκεχήνεσαν πρὸς αὐτὸν καὶ ταῖς γνώμαις ὁλοσχερῶς αὐτῷ προσετίθεντο καὶ χρήμασι καὶ γράμμασι τὴν ἐκείνου κατήπειγον ἔφοδον.
(Β.) Ὅ γε μὴν βασιλεὺς πάλαι εἰδὼς τὴν τοῦ ἀνδρὸς περίνοιαν καὶ τὴν περὶ τὰ τοιαῦτα ὀξυτάτην ἀγχίνοιαν σφόδρα ἐδεδίει περί τε ἑαυτῷ καὶ τοῖς ὅλοις καὶ δραστικωτέραν τὴν αὐτοῦ ἐνόμιζεν ἔφοδον, ἢ Σκυθῶν καὶ πάντων φάναι ἐθνῶν. πρὸς μὲν γὰρ τὰς τῶν ἀλλοφύλων ἐχθρῶν φάλαγγας ἀντιτάττειν εἶχεν ἂν τὰς ὁμοφύλους πόλεις, φυσικὴν ἐχούσας καθάπαξ πρὸς ἐκείνους ἀπέχθειαν ἐκ τῆς διαφορᾶς τοῦ σεβάσματος· ἡ δὲ τοῦ ὁμοφύλου καὶ συνήθους μάχη καὶ ταύτην ἐκ βάθρων ἀνέτρεπε τὴν ἐλπίδα καὶ συνέτριβε μάλα σφοδρῶς πᾶσαν τούτου διάνοιαν καὶ μόνον οὐκ ἐπὶ τῶν βασιλείων πυλῶν τὸ πολέμιον ἔβλεπε πῦρ σφοδρῶς ἐπιὸν πανταχόθεν ἔκ τε γῆς καὶ θαλάττης. ὅθεν καὶ ἀπεγίνωσκε μὲν, ἐπεμέλετο δ' οὖν ὅμως, ὅσον ἦν ἐφικτὸν, ὅλας ἀναρτήσας ἐς θεὸν τὰς ἐλπίδας. ὃ δὴ σύνηθες ἦν αὐτῷ ποιεῖν ἀεὶ καὶ, ὡς εἰπεῖν, σύνοικον καὶ συνέστιον καὶ μάλιστα ἐν ταῖς μείζοσι συμφοραῖς.
(Γ.) Τὰ μὲν οὖν πρῶτα πύργοις μεγίστοις ὠχύρωσε τὰς βασιλείους αὐλὰς καὶ πύλας καὶ σίτου πλῆθος ἐντέθεικε διαρκέσον ἐς πλεῖστον τοῖς τε φρουροῖς καὶ αὐτῷ, εἰ δεήσειεν. ἀφίξεσθαι γὰρ ἄχρι καὶ ἐς τὰ βασίλεια προσεδόκα τὸν πολέμιον καπνόν. ἔπειτα μέλλων ἀπαίρειν ἐς Μακεδονίαν, ἵνα τῇ παρουσίᾳ φοβήσῃ τοὺς λάθρα τἀναντία βουλευομένους ἐν ταῖς πόλεσι, διάδοχον τοῦ πατριαρχικοῦ θρόνου μετὰ τὴν τοῦ Ἠσαΐου τελευτὴν Ἰωάννην τὸν ἐκ τῆς πόλεως Ἄπρω κατέστησεν,ἐς ἱερέα τῷ τηνικαῦτα τοῦ βασιλικοῦ κλήρου τυγχάνοντα. ᾧ δὴ καὶ ὑπὸ θεῷ μάρτυρι παραδίδωσι φέρων ἐπὶ μέσου τοῦ μεγίστου νεὼ τῆς τοῦ θεοῦ Σοφίας τήν τε σύζυγον δέσποιναν καὶ τὰ τέκνα, ἐπίτροπον ἅμα καὶ φύλακα τοῦτον εἶναι μετά γε θεὸν παρακελευσάμενος ἐπ' αὐτοῖς, εἴ τί που τῶν ἀδοκήτων τοῖς κοινοῖς ἐπισυμβαίη πράγμασι.
(Δ.) Ταῦτα διαπραξάμενος ὅλῃ σπουδῇ τὴν ἐς Μακεδονίαν ἤλαυνε, μηδένα στρατὸν ἐπαγόμενος. ὕποπτοι γὰρ αὐτῷ πάντες ἤδη καθίσταντο, πλὴν μόνων τῶν πιστοτάτων οἰκειακῶν καὶ τοῦ μεγάλου δομεστίκου τοῦ Καντακουζηνοῦ, ὃν ἐν τοῖς μάλιστα σύμπνουν τε καὶ ὁμόφρονα αὐτῷ τε ἔφηνεν ὁ χρόνος καὶ τοῖς ἄλλοις ἅπασιν ἱλαρὸν καὶ χαρίεντα. ἐπεί γε μὴν ἐφευρετικὸν ἡ ἀνάγκη δοκεῖ πολλαχῆ, εἰσῄει ἐς γνώμην ὀψὲ καὶ τῷ βασιλεῖ διὰ πολλῶν δραμόντι τῶν λογισμῶν, ὡς οἰκονομίας τρόποι καὶ δόλον ἐγκυμονοῦσαι μέθοδοι πολλῷ γε τῆς τῶν ὅπλων βίας ἀνυσιμώτεροι καθεστήκασιν ἐς τὰ πλεῖστα τῶν ἔργων, καὶ μάλιστα ἐς ὁπόσα θορύβους πλουτοῦσι πολέμων. καὶ ἅμα ἐς τὰς τῶν παλαιῶν ἀνδρῶν πράξεις ἀνῆγε τὸν λογισμὸν, ὅπως τε Δαρεῖος ὁ Μῆδος διὰ Ζωπύρου ῥᾷστα τὴν ἄμαχον εἷλε Βαβυλῶνα· καὶ Ἀντίγονος, τῶν Ἀλεξάνδρου διαδόχων ὁ κράτιστος, πολλάκις καταστρατηγηθεὶς ὑπ' Εὐμένους, ὃς τῆς Ἀλεξάνδρου παλαίστρας ἦν καὶ αὐτὸς, γέμων ὁρμῆς ἀπὸ γυμνασίου περιφανοῦς, τάχ' ἂν αὐταῖς δυνάμεσι καὶ τὸ ζῇν ἀπελίμπανεν, εἰ μὴ δόλοις πόῤῥωθεν καὶ λαθραίαις ἐπιβουλαῖς τὸν ἄνδρα διεχειρίζετο. καὶ πρό γε τούτων ὁ Ἀθηναῖος Θεμιστοκλῆς τὸν πολὺν ἐκεῖνον στόλον τῶν Μήδων λόγοις οἰκονομικοῖς καὶ δόλοις κατετροπώσατο, μὴ δυνάμενος ἄλλως.
(Ε.) Τῷ μὲν δὴ βασιλεῖ σκεπτομένῳ τοιαῦτα πρόσεισί τις τῶν τῆς συγκλήτου Σφραντζῆς ὁ Παλαιολόγος καὶ ἀπολαβὼν λάθρα κοινολογεῖται περὶ τῶν προκειμένων φροντίδων· καὶ ὑπισχνουμένῳ τῷ βασιλεῖ πλοῦτον καὶ δόξαν ἀνθυπισχνεῖται, φυγὴν ὑποκριθεὶς, φονεύσειν τὸν Συργιάννην. οὐ πολλαὶ παρῆλθον ἐκεῖθεν ἡμέραι καὶ φήμη διασκίδναται περὶ Θεσσαλονίκην, ἔνθα διατρίβων ἦν τηνικαῦτα ὁ βασιλεὺς, ὡς Σφραντζῆς ὁ Παλαιολόγος, ἐξαργυρισάμενος πάνθ' ὅσα ὑπῆρχεν αὐτῷ βοσκήματα, βριθούσαις χερσὶν αὐτόμολος οἴχεται ἀποδρὰς ἐς τὸν Συργιάννην. ὅπερ ἀκηκοὼς ὁ βασιλεὺς, καὶ τὸν ἀγνοοῦντα ὑποκριθεὶς, πέμψας τόν τε οἶκον ἐδημοσίευε καὶ τὴν σύζυγον περιαγαγεῖν ἀτίμως διὰ τῆς ἀγορᾶς ἐκέλευσεν. ὃ δὴ τὰ μάλιστα ἔπεισε Συργιάννην ἀνυπόπτως διατεθῆναι πρὸς τὸν Σφραντζῆν καὶ σύμβουλον ἄριστον εἶναι νομίζειν αὐτόν. ὥστ' ἔγραφον καὶ τῶν συνήθων λάθρα πολλάκις αὐτῷ ἔκ τε Θεσσαλονίκης ἔκ τε Βεῤῥοίας, ὡς οὐκ ἐπ' ἀγαθῷ σοι ἔσται ἡ τοῦ Σφραντζῆ ἐπιδημία· φονεύσων γὰρ ἥκει σε. ὁ δὲ οὐκ ἐπείθετο, ἀλλ' ὅρκους ἐγγράφους ὑπ' αὐτοῦ καὶ πάνυ φρικώδεις δεξάμενος ἐνώπιον τῆς θείας καὶ ἱερᾶς τραπέζης, ἱερέων τὴν θείαν τελούντων μυσταγωγίαν, συμπορευόμενος ἦν αὐτῷ τοῦ λοιποῦ καὶ συνδιαιτώμενος ἀνυπόπτως καὶ ἀδεῶς. ἐχρῆν γὰρ ὧν πάλαι ἐδεδράκει τὰ ὅμοια καὶ αὐτὸν ὀψὲ πεπονθέναι καὶ δι' ὅρκων ἀπατηθέντα καὶ αὐτὸν δίκας δοῦναι ὧν ἠδικήκει τὸν τοῦ βασιλέως πάππον Ἀνδρόνικον τὸν βασιλέα καὶ, εἰ χρὴ φάναι, καὶ θεὸν αὐτόν· εἴπερ εἰς θεὸν ἡ ἐπιορκία τὸ τῆς περιφρονήσεως ἀνατίθησιν ἔγκλημα. ἔφθημεν γὰρ ἄνω που εἰρηκότες, ὡς αὐτὸς ὁ τῆς τοῖν δυοῖν βασιλέοιν διαστάσεώς τε καὶ μάχης αἰτιώτατος ἦν καὶ ἡ ἀρχέγονος ῥίζα πάντων τῶν ἐφεξῆς θορύβων.
(Στ.) Θέρους δὲ ἤδη μεσοῦντος ἀναλαβὼν τὰς δυνάμεις ὁ Κράλης εἵπετο τῷ Συργιάννῃ εὐθὺ Θεσσαλονίκης ἐλαύνοντι· καί σφισι προσεχώρουν αἱ μεταξὺ πόλεις καὶ χῶραι ῥᾳδίως, τοῦτο μὲν καὶ τὴν τοῦ Συργιάννου ποθοῦσαι πάλαι ἐπιστασίαν, τοῦτο δὲ καὶ ὑπὲρ τῶν ἀσταχύων δεδοικυῖαι. ὥρα γὰρ ἦν τηνικάδε ἅλωνος. ὁ μέντοι Σφραντζῆς μηνύειν τε ἐθέλων τῷ βασιλεῖ τὰ δρώμενα καὶ ἅμα ἀνύποπτος τῷ Συργιάννῃ δοκεῖν πρόφασίν τινα δαιμονίαν ἐπλάσατο καὶ πάνυ βαθεῖαν. προσιὼν γὰρ ἔφασκεν αὐτῷ συνθήκας ἔχειν δύο τινῶν, οἳ περὶ τὸν τοῦ βασιλέως κοιτῶνα μάλιστα τὴν προσεδρείαν ποιοῦνται, βεβαιωσάντων, εἰ προσηκούσης ἀδείας τύχοιεν, διαχειρίσασθαι τὸν βασιλέα. δέον οὖν εἶναι πέμπειν πρὸς αὐτοὺς καὶ ἀναμιμνήσκειν τῶν συνθηκῶν. καὶ οὕτω λαβὼν τὸ ἐνδόσιμον ἔπεμπε καὶ ἐμήνυε τῷ βασιλεῖ τὰ δρώμενα. ἦσαν δὲ ταῦτα, ὡς ἀποροίη διαπράξεσθαί τε τὴν μελέτην καὶ ἅμα ἑαυτῷ διατηρήσειν τὸ πόῤῥω γενέσθαι κινδύνων. πολὺν γὰρ αὐτῷ περικεχύσθαι νύκτωρ καὶ μεθ' ἡμέραν τὸν ὄχλον καὶ μόνον οὐδέπω ἀπολελεῖφθαι. δεῖν οὖν ἡμεροσκόπους τετάχθαι στρατιώτας τινὰς ἐν τοῖς προαστείοις τῆς Θεσσαλονίκης, ἵν' ὅταν αἴσθωνται προσιούσας τὰς δυνάμεις μετὰ τοῦ Συργιάννου, ἐκδέξωνταί με φεύγοντα πρὸς τὴν πόλιν ἐκ τοῦ στρατοπέδου, πρὶν γνωσθεὶς ἀπόλωμαι μηδὲν πεπραχώς. αἰσχρὸν γὰρ ἴσως, δηρόν τε μένειν κενεόν τε νέεσθαι· αἰσχρότερον δ' ἔτι, δηρὸν μένοντα πρὸς τῷ μηδὲν πεπραχέναι καὶ τὸ ζῇν αὐτοῦ που πρὸς τὰς τῶν ἐχθρῶν πύλας ἀπολιπεῖν.
(Ζ.) Ἐπεί γε μὴν ἐπιὼν ὁ Συργιάννης μετά γε τοῦ Κράλη καὶ τῶν στρατιωτικῶν δυνάμεων ῥᾷστα καὶ ἀπὸ μόνης τῆς φήμης κατεδουλοῦτο πάντα καὶ προσδόκιμος ἦν καὶ αὐτῇ ἤδη προσβαλεῖν τῇ Θεσσαλονίκῃ· ὁ μὲν τῶν Θεσσαλονικέων δῆμος μετέωρος ἦν ὅλος ταῖς γνώμαις πρὸς τὴν ἐκείνου ἔφοδον· καὶ μελέτην πεποίηνται τὰς πύλας ἀναπετάσαντες ἀπονητὶ τοῦτον εἰσδέξασθαι προσιόντα. ὁ δὲ βασιλεὺς βαρείαις ἀλγηδόσιν ἐμερίζετο τὴν ψυχὴν καὶ τοὺς ἐς ἀπόγνωσιν συνωθοῦντας λογισμοὺς ἀνεμέτρει συχνὰ καὶ ἀπὸ μέσης ψυχῆς καὶ ζεούσης καρδίας τὴν θείαν ἐπεβοᾶτο βοήθειαν· καὶ νῦν μὲν ἐλπίδας εἶχε χρηστὰς, τὴν συνήθη πρὸς αὐτὸν τοῦ θεοῦ φιλανθρωπίαν μεμνημένος· νῦν δ' ἀπογνώσεως λογισμοὶ τὴν αὐτοῦ ψυχὴν πικρῶς ἐπεβόσκοντο. ὅθεν ἔξω μὲν πρὸ τῶν τειχῶν ἡμεροσκόπους ἔπεμψε στρατιώτας τριάκοντα, κατὰ τὴν τοῦ Σφραντζῆ προαναφώνησιν· πρὸ δὲ τοῦ λιμένος εἶχε τριήρη μίαν ταχυναυτοῦσαν, εἰς ἣν ἔμελλεν ἐλθόντος ἀπράκτου τοῦ Σφραντζῆ εἰσπηδήσειν τε εὐθὺς ἅμα τοῖς ἀμφ' αὑτὸν καὶ ἀποπλεῦσαι τὴν ταχίστην ἐς τὰ τῶν Βυζαντίων βασίλεια.
(Η.) Ὡς δὲ ἐγγύς τε αἱ δυνάμεις ἐγένοντο καὶ ἐστρατοπεδεύσαντο σταδίων οὐ πόῤῥω τοῦ ἄστεος ἑξήκοντα, ἐπίδοξοι ὄντες καὶ ἐς τειχομαχίαν τῇ ὑστεραίᾳ καταστῆναι, ἀπογνοὺς ὁ Σφραντζῆς τὴν ὁρμὴν ἤδη τελέως ἐς τὴν τοῦ ἀποδρᾶναι μελέτην ἠκόνησε· καὶ τοιαύτην τινὰ πλασάμενος πρόφασιν πρόσεισιν, ὡς εἰώθει, τῷ Συργιάννῃ· καὶ βούλεσθαί φησι παρεξιὼν τοῦ στρατοπέδου μικρὸν κατασκοπεῦσαί τινα τὰ τείχη τοῦ ἄστεος, εἰ ὡπλισμένοις ἀνδράσιν εἴη πεπυργωμένα. ὁ δὲ μηδέν τι τὸν λόγον ἔχειν ὑποπτεύσας πανοῦργον, «ἄπιθι,» ἔφη, «ἕψομαι δὲ καὶ αὐτός.» καὶ προῄει μὲν ὁ Σφραντζῆς ἅμα τοῖς δυσὶ θεράπουσιν, οἳ τὸ φονικὸν καὶ αὐτοὶ συνῄδεσαν σκέμμα αὐτῷ. εἵπετο δὲ μόνος ὁ Συργιάννης, τοῦ θεοῦ σφήλαντος οἶμαι τὴν τούτου σύνεσιν, ὅτε μάλιστα τὸ πᾶν ἤλπισεν ἔχειν. καὶ ὡς δώδεκά που σταδίους τοῦ στρατοπέδου ἀπέστησαν, στραφέντες ἐκεῖνοι καὶ ἰδόντες παρὰ πᾶσαν ἐλπίδα ῥᾴδιον ὑπὸ τῆς τύχης τὸ σφόδρα ζητούμενον καταστὰν κατέκοψαν περιστάντες τοῖς ξίφεσι· καὶ εὐθὺς, πρὶν αἰσθέσθαι τινὰ τῶν τοῦ στρατοπέδου, ᾤχοντο σπουδῇ προσελάσαντες ἐς τὸ ἄστυ. ὁ δὲ Κράλης ἀπογνοὺς τῇ ὑστεραίᾳ σπονδὰς πρὸς τὸν βασιλέα αἰτήσαντα πεποίηκε καὶ ὡμίλησεν ἐξιόντι καὶ δῶρά τινα παρ' αὐτοῦ λαβὼν οἴκαδε ἀνεχώρησε· καὶ τοῦτο μὲν δὴ τὸ ἔτος ἐν τούτοις ἐτελεύτα.

ηʹ. Τῷ δ' ἐφεξῆς ἔτει ἧκον ἐκ τῆς παλαιᾶς Ῥώμης ἐπίσκοποι δύο, ἀπεσταλμένοι παρὰ τοῦ Πάππα, διαλεξόμενοι περί τε εἰρήνης καὶ ὁμονοίας τῶν ἐκκλησιῶν. καὶ ἦν εὐθὺς ἰδεῖν πολλοὺς τῶν τοῦ δήμου ζῆλον μὲν λαμβάνοντας, οὐ κατ' ἐπίγνωσιν δὲ, καὶ πρόχειρόν τινα καὶ ἀταμίευτον προτείνοντας γλῶσσαν καὶ πρός γε ἔτι συνωθοῦντας καὶ αὐτόν γε τὸν πατριάρχην ἐς διαλέξεις. ὁ δ' οὔτε τὴν γλῶσσαν ἔχων ἠκονημένην ἐκ τῆς τῶν λόγων ἀσκήσεως καὶ ἅμα τοὺς πλείστους τῶν περὶ αὐτὸν ἐπισκόπων ἀμαθίᾳ συζῶντας πλείστῃ κατανοῶν ὑπεστέλλετο μὲν, οὐκ εἶχε δ' ὅπως ἀναχαιτίσῃ τοῦ δήμου τὸν θόρυβον. διὸ παρακαλεῖν ἔγνωκε δεῖν ἐς τὴν τοιαύτην παράταξιν καὶ ἡμᾶς, τοὺς ὡπλισμένην μὲν ἔχοντας γλῶτταν ἐκ τῆς τοῦ λόγου παρασκευῆς, ἔξω δὲ τοῦ ἱεροῦ καταλόγου τυγχάνοντας. ἐγὼ δὲ τὰ μὲν πρῶτα πολὺς ἦν ἐγκείμενος καὶ παραινῶν σιωπᾷν καὶ σχήματι χρῆσθαι μεγαλοπρεπεῖ τινι καὶ νοῦν ἐπαγγελλομένῳ, μηδενὸς ἀξίαν λόγου τὴν τῶν Λατίνων νομίζοντα πρόκλησιν, λόγους τῆς χρείας οὐκ ἀναγκαίως ἀπαιτούσης ἐνταῦθα. ἀλλ' ἐπειδήπερ οὐκ ἀνύποπτον αὖθις ἑώρων ὡς τὰ πολλὰ διατελοῦν τὸ τῆς σιωπῆς, ἀλλὰ πολλαπλοῦς καὶ πολυσχιδεῖς βλαστάνον καὶ διανέμον τοῖς ἔξω τοὺς λογισμοὺς, καὶ μάλιστα τοῖς τοιούτοις, οἳ γνώμην καὶ γλῶσσαν ἤσκησαν ἀταμίευτον, ἀπολαβὼν ἰδίᾳ τόν τε πατριάρχην καί τινας τῶν ἐλλογίμων ἐπισκόπων τὴν ἐμαυτοῦ γνώμην ἐπεδειξάμην, τοιαῦτά τινα διεξελθὼν ἐπ' αὐτῶν.
(Β.) «Ἐμοὶ μὲν οὕτως ἔχειν πρὸς τὴν παροῦσαν ἅμιλλαν καὶ οὕτω προθυμίας οὐδὲν οὐδαμῆ γε ἐλλείπειν ἔπεισιν, ὥστ' οὐ γλῶτταν μόνον ὁπλίζειν περίεστιν, ἀλλὰ πρό γε ταύτης καὶ γνώμην αὐτὴν, ῥίζαν ταύτην οὖσαν καὶ πηγὴν τῆς γλώττης καὶ ἅμα χορηγὸν καὶ πρύτανιν τῶν λεγομένων. ὁρῶντι δὲ τοὺς πολλοὺς πρὸ τοῦ καιροῦ καὶ τῆς χρείας μεγάλην τινὰ καὶ θρασεῖαν προϊεμένους τὴν γλῶτταν, καὶ τῷ σφῶν αὐτῶν βουλομένῳ ἅμα καὶ τοὺς καιροὺς εὐθὺς καὶ τὰ πράγματα σύνδρομά τε καὶ πρόδρομα γίνεσθαι οἰομένους, δεδιέναι μοι ἔπεισι, μὴ τῆς χρείας καὶ τοῦ καιροῦ παραστάντος λειποταξίου δίκην ὀφλήσωσι, τῶν ὅπλων ἑκόντες τοῖς ἐναντίοις παραχωρήσαντες. ἔνθα γὰρ φιλοτιμία τρόφιμος ἀπειρίας ὅλην ἐνδυσαμένη τὴν ἀωρίαν τῶν ὅρων καταχορεύει τῆς εὐταξίας, ἐκεῖ καὶ πέρας ἀκολουθεῖν τοῖς προοιμίοις ἐπιεικῶς ἀντιστρατευόμενον, οὐδὲν ἀπεικός. οὐδὲ γὰρ, ὡς ἔοικεν, εἰδέναι ἔπεισι τοῖς τοιούτοις, μὴ τὴν γλῶτταν δύνασθαι καθιστᾷν τοὺς καιροὺς ἀνυσίμους, τοὺς δὲ καιροὺς τὴν γλῶτταν· οὐδ' ὅτι Τυρσηνικῆς σάλπιγγος οὐδεὶς ἀνδρῶν μεγαλοφωνότερος ὁμοῦ δ' ὅμως τῷ πληγέντι ἀέρι καὶ αὕτη δαπανᾷ καὶ λύει τὸ κράτος τῆς τέρψεως, οὐδένα καρπὸν τοῖς ἔπειτα καταλείπουσα τῆς ἠχοῦς μονιμώτερον. ὅτι δ' οὐ χρεὼν ὁμοῦ καὶ τοὺς ὅσοι γε βαθεῖαν αὔλακα διὰ φρενὸς καρποῦνται, παραλόγοις ἑπομένους ὁρμαῖς ἐς αὐθαιρέτους ἰέναι κινδύνους, δῆλον οἶμαι τοῖς ἅπασιν εἶναι· δηλώσομεν δὲ καὶ αὐτοὶ προϊόντες. ὥσπερ γὰρ δυοῖν στρατοπέδοιν ἐς μάχην ἀποκριθέντων ἡ τοῦ ἑνὸς εὐβουλία φθοροποιόν τινα θατέρῳ χορηγεῖ τὴν δύναμιν βουλευομένῳ κακῶς καὶ τοὐναντίον αὖθις, οὕτω κἀνταῦθα· εἰ πρὶν καλῶς ὁμοῦ καὶ συνετῶς ἐσκέφθαι πρὸς διαλέξεις καὶ ἡμεῖς ἀπαντῴημεν τῶν ἐναντίων, ἕψεται πρὸς αἰσχύνην ὁρῶσι χρῆσθαι τοῖς τῶν κακῶς δεδογμένων πέρασι. καὶ μή μοι λεγέτω τις, ὡς πολλοὶ πολλάκις ὁρμαῖς ὀξυτέραις τοῦ δέοντος τὴν ἡγεμονίαν τῆς γλώττης ἐγκεχειρικότες νίκης καὶ τροπαίων κληρονόμοι γεγένηνται. πρῶτον μὲν γὰρ οὐ κανόνα καὶ στάθμην εὐνομίας ἡγεῖσθαι χρεὼν ἀστάθμητον πρᾶγμα· ἔπειτα οὐδὲ τὴν ἀπερίσκεπτον ἴσμεν ὁρμὴν οἴκοθεν φέρουσάν ποτε τὰ τῆς νίκης ἐφόδια· ἀλλὰ τῆς τῶν ἀντιπαραταξαμένων μείζονος κακοβουλίας ὕλην παράδοξον χορηγησάσης πολλάκις ἐς τὸ κατορθοῦν τῇ ἀντιστρατήγῳ θρασύτητι, ἐς τὴν τοῦ βελτίονος μοῖραν ἀπενηνέχθαι ἔδοξε καὶ τὰ φαῦλα· ὥσπερ αὖ πολλάκις τὸ τῶν ἀντιπάλων συνετώτερον βούλευμα παρήλασε καὶ τοὺς ὀρθῶς βεβουλεῦσθαι δόξαντας. ἀδήλου γὰρ ὄντος τοῦ μέλλοντος ἐγχωρεῖ καὶ τοιαῦτα συμβαίνειν ἐνίοτε. ἀλλ' ἡμῖν γε οὐ νόμον ποιεῖσθαι δήπου χρεὼν παραλόγων κατορθωμάτων κατάλογον· καὶ μάλιστα νῦν, ὁπότε περὶ τοῦ τῆς εὐσεβείας κράτους τὰ παλαίσματα διακινδυνεύεται. τούτων γὰρ εἵνεκα παρελήλυθα· συμβουλεύσων ἃ συμφέρει ἐνόμισα καὶ τῇ παρούσῃ χρείᾳ ὅσον ἔξεστι καὶ αὐτὸς συνεισενεγκεῖν. εἰ δ' ὀρθῶς ἢ μὴ, σκοπεῖν λείπεται. οὐδὲ γὰρ νομοθετήσοντες ἥκομεν, οὐδ' ἀποφαντικῶς τὰ ἡμέτερα λέξειν δόγματα. ἀλλ' ὥσπερ πάλαι ταῖς ἀριστοκρατουμέναις ἐγίγνετο πόλεσιν, οὕτω καὶ ἡμῖν ἐράνου δίκην τὰ τῇ διανοίᾳ πρὸς τὸ παρὸν ἐπιτρέχοντα συνεισφέρειν ἔδοξε δίκαιον. ἃ τοίνυν λέγειν προήγμεθα τήμερον, ἀπαγόρευσίς ἐστι μὴ πάντας αὐτονομίᾳ βουλήσεως ῥέοντας ὁμόσε χωρεῖν ἐς διαλέξεις καὶ ἀπαντήσεις τῶν ἐξ Ἰταλίας ἰόντων· ὅπου γε μηδὲ τοῖς προεδρεύουσι καὶ τιμῆς τοιαύτης ἠξιωμένοις, πρὶν μετ' ἀλλήλων τὸν τῆς διαλέξεως ἐσκέφθαι σκοπὸν, χρεὼν ἀπαντᾷν· εἰδότας, ὅτι πρᾶξις πᾶσα καὶ λόγος ἅπας ἔχει σκοπὸν καὶ τέλος, πρὸς ὃ βλέποντας τόν τε πράττοντα καὶ λέγοντα τήν τε πρᾶξιν ὁμοῦ καὶ τὸν λόγον εὐθύνειν προσήκει. τούτου δ' ἀπόντος κίνδυνον εἶναι, μάταιον σπουδήν τε πᾶσαν καὶ πόνον ἅπαντα νομίζεσθαι. οἷον ὁ πλέων οὐ τοῦτο βούλεται καὶ τοῦτ' ἔχει σκοπὸν, ὅπερ ἐργάζεται, ἀλλ' ἐκεῖνο μᾶλλον, οὗ ἕνεκεν ἐργάζεται ὅπερ ἐργάζεται. κέρδους γὰρ ἕνεκα, καὶ οὐ τοῦ κύμασι καὶ πνευμάτων βίαις διακυβεύειν τὸ ζῇν, ἀνάγει τὴν ναῦν. καὶ ὁ τοξότης δ' ὁμοίως οὐκ αὐτὸ καθ' αὑτὸ τὸ τοξεύειν, ἀλλὰ τοῦ βαλεῖν τὸν πολέμιον εἵνεκα τοῦτο προῄρηται. ἐνταυθοῖ δ' οὐχ ὁρῶ, τίνος εἵνεκα κέρδους καὶ πρὸς τίνα βλέπων σκοπὸν διαλέγεσθαι ἄν τις ἕλοιτο, εἰ μήτ' αὐτοὶ τοῖς ἡμῶν, μήθ' ἡμεῖς τοῖς αὐτῶν συνθέσθαι βουλήμασιν ἔγνωμεν πώποτε, κἂν πάντες φῶσι λίθοι, κἂν πάντα φυτά. ἔτι μὴν καὶ τῶν ἀτοπωτάτων ἂν εἴη καὶ πόῤῥω που τοῦ προσήκοντος πορευόμενον λόγου, τοὺς μὲν Ὀλυμπιάσιν ἀγωνιστὰς, καὶ ὅσοι γῆς ἕνεκα σταδιαίας ἀμφισβητοῦσι, καὶ εἴ τις λωποδυσίαις ἁλίσκοιτο, τούτοις ἐξεῖναι πᾶσιν Ἑλλανοδίκας τινὰς καὶ κριτὰς ἀῤῥεπεῖς προκαθίζειν, ὡς μὴ λάθῃ παραῤῥυεὶς ὁ τοῦ δικαίου κανὼν, μᾶλλον δ' ἵνα μὴ ἀνήνυτον ἔχῃ τὸν δρόμον ἡ τῆς ἀμφισβητήσεως ἔρις, μηδενὸς προκειμένου κανόνος καὶ στάθμης, πρὸς ἃ παραμετρηθέντες οἱ τῶν ἀνταγωνιζομένων λόγοι τῆς ἔριδος ἀπαλλάξωνται· τοὺς δὲ τῶν περὶ θεοῦ λεγομένων κοινολογεῖσθαι βουλομένους καὶ οὕτω μέγιστον διανύειν τὸν δίαυλον καὶ μεγίστην ἐπισείοντα βλάβην ψυχαῖς ὁμοῦ τε καὶ σώμασι, τούτοις δὲ μηδένα προκαθίζειν κριτὴν, ὃς ἂν τὰ παρ' ἑκατέρων βασανίζων λεγόμενα τοῖς μὲν τὴν νικῶσαν χαρίσηται ψῆφον, τὰ δ' ὡς ἀνεμιαῖα καὶ κηφηνώδη παρακρούσηταί τε καὶ τοῦ χοροῦ διαγράψῃ τῆς ἀληθείας· ἀλλ' ὅμοια ποιεῖν ἐκείνοις, οἳ περὶ γῆς ὅρων, ὡς ἔπος εἰπεῖν, πρὸς ἀλλήλους μαχόμενοι πρῶτα μὲν ταῖς ἀπὸ γλώττης λοιδορίαις περὶ τῆς νίκης διαγωνίζονται, εἶτα βραχίονι καὶ παλάμῃ τὴν ἀπαλλαγὴν ἐπιτρέπουσιν, ὃς ἂν ἐπικρατέστερος καταστὰς ἢ λίθῳ θατέρου πατάξῃ τὴν κεφαλὴν, ἢ κονδύλῳ τρώσῃ καιρίαν, ἢ τυχὸν οὑτωσί πως ξίφος παρὰ πλευρὰν ἐλάσας ἐναρίθμιον τοῖς ᾅδου καθεύδουσι τάχιστα τὸν ἀνταγωνιστὴν ἀποδείξῃ. εἰ δὲ δυοῖν ὄντων ἡμῶν τῶν ἀμφισβητούντων μερῶν τρίτον οὐκ ἔστιν εὑρόντας προενεγκεῖν ἐπόπτην καὶ πρύτανιν τἀληθοῦς καὶ δεῖ διὰ ταῦτα θάτερον τῶν μερῶν ἐπικρίνειν τοῖς λεγομένοις, ἡμᾶς ἔδει κριτὰς αὐτῶν εἶναι καὶ οὐκ αὐτοὺς ἡμῶν. τὸ μὲν γὰρ ἡμέτερον δόγμα παρ' ἀμφοτέρων, ἡμῶν τε καὶ αὐτῶν, ὁμοίως εὖ ἔχον ὁμολογεῖται. τὴν δὲ παρ' αὐτῶν καινοτομηθεῖσαν προσθήκην καὶ τῆς εὐθείας παρεκτροπὴν μόνοις αὐτοῖς ἀκατηγόρητον εἶναι δοκεῖ, ἡμῖν δὲ καὶ μάλα ἥκιστα. μετεώρου τοίνυν τῆς ζητήσεως οὔσης, εἰ χρὴ κοινωνεῖν αὐτοῖς τοῦ καινοτομήματος, ἐς ἡμᾶς τὸ κρίνειν καὶ ἀποφαίνεσθαι περιήκει καὶ οὐκ εἰς αὐτοὺς, ὑπευθύνους γε ὄντας. εἰ δὲ τῆς τοῦ μεγάλου Πέτρου καθέδρας αὐτοὶ διάδοχοι καὶ κληρονόμοι γενέσθαι φασὶ καὶ τοῦτ' ἐπισείουσι καθ' ἡμῶν, καθάπερ τὰ νέφη τοὺς κεραυνοὺς, κἀντεῦθεν τῶν σφισι δοξάντων αὐτουργοὺς ἡμᾶς κατὰ τὸν τῶν ἀκρίτων νόμον ἀξιοῦσι γενέσθαι, φροντίζειν οὐ χρή. διὰ γὰρ τοῦτο μᾶλλον μεμισῆσθαι καὶ ἀπεστράφθαι δίκαιοι, ὅτι τῆς τοῦ θρόνου τιμῆς ἀναξίως ἐπεπράγεσαν. οὐ γὰρ ὅσα βούλονται, ταῦτα καὶ δογματίζειν ἐκέλευσε Κλήμεντι καὶ τοῖς ἐφεξῆς διαδόχοις ὁ Πέτρος, ἀλλ' ὅσα δεῖ (φησὶ) δεσμεῖν καὶ λύειν αὖθις ὅσα δεῖ. οὗτοι δὲ τὰ πάσαις ταῖς ἁγίαις βεβαιωθέντα καὶ κυρωθέντα συνόδοις παραδραμόντες εἰς ἔργον ἐξήνεγκαν, ἃ μόνοις αὐτοῖς βουλομένοις ἦν. ἔπειτα οὐδὲ τὸ πάλαι καλῶς κρατῆσαν ἔθος καὶ παρά τε τῶν βασιλέων παρά τε τῶν διδασκάλων τῆς ἐκκλησίας ἄνωθεν κυρωθὲν παρορᾶσθαι δίκαιον. ἔθος γὰρ, ὁπότε περὶ δογμάτων ἀγῶνες τῇ ἐκκλησίᾳ καθίστασθαι μέλλοιεν, πάντας διὰ κοινοῦ θεσπίσματος καὶ ψηφίσματος τοὺς τῆς ἐκκλησίας προμάχους καλεῖν, οὐ μόνον ὁπόσοι τὰς πολλαχῆ τῆς γῆς διέλαχον μητροπόλεις εὐαγγελικοῦ κηρύγματος ἕνεκα, ἀλλὰ καὶ ὅσοι πατριαρχικὴν ἀξίαν περίκεινται· τόν τε Ἀλεξανδρείας καὶ Ἱεροσολύμων φημὶ καὶ τὸν τὴν Ἀντιόχου διέποντα· οἳ χώραν ἕξουσι μὴ κληθέντες σάλους καὶ κλύδωνας κατὰ τῆς ἡμῶν ὁμονοίας ἐγεῖραι καὶ εἰς χειμῶνα τὸ τῆς ἐκκλησίας ἔαρ μεταβαλεῖν. εἰ γὰρ πάλαι Θεοδώρητος, ὁ τῆς Κύρου ἐπίσκοπος, εἷς ὢν καὶ οὐδὲ πατριαρχικὴν ἀξίαν περικείμενος, οὐδ' ἄλλως ἐπίσημον ἔχων θρόνον, τοσαύτην φιλονεικίας ἀνῆψε κάμινον, ὥστε πλείστους ὄντας τοὺς ἐξ Ἀσίας τε καὶ Εὐρώπης ἐν τῇ κατ' Ἔφεσον ἀθροισθέντας συνόδῳ μακροῦ μετασχεῖν τοῦ καπνοῦ· πολλῷ ἂν ῥᾷον ὀλίγους ὄντας ἡμᾶς πλείους ὄντες οἱ μὴ παρόντες ἐπίσκοποί τε καὶ πατριάρχαι ταῖς τε ἀπὸ γλώττης καταδράμοιεν λοιδορίαις καὶ πολὺν καθ' ἡμῶν ἀναφλέξαιεν τὸν τῆς φιλονεικίας πυρσόν. ἄλλως τε καὶ τοῖς διαλεγομένοις ὄργανον εἶναι νομίζεται τὸν συλλογισμὸν εἰς τὴν τοῦ προκειμένου κατασκευὴν, καθάπερ τὴν σκαπάνην τῷ σκαπανεῖ καὶ τὴν κώπην τῷ πλέοντι. ὃ καὶ παρ' αὐτοῖς δὴ τοῖς Ἰταλοῖς, εἴπερ ἄλλο τι, σπουδαζόμενον ἴσμεν. ἐνταυθοῖ δὲ χώραν οὐκ ἔχειν εὑρίσκομεν τὸν συλλογισμὸν, οὔτε τὸν κατ' ἐπιστήμην τὴν ἀποδεικτικὴν, οὔτε μὴν τὸν κατὰ τὴν διαλεκτικὴν τέχνην, περί τε θεοῦ καὶ τῶν τῆς θείας καὶ ζωαρχικῆς τριάδος τῆς ζητήσεως οὔσης. εἰ γὰρ τὴν ἐπιστημονικὴν ἀπόδειξιν ὁμολογουμένων τε καὶ ἀναποδείκτων δεῖσθαι προτάσεων καὶ γνωριμωτέρων τοῦ συμπεράσματος ἕπεται, αὗται δ' ἢ ἐπαγωγῇ, ἢ αἰσθήσει, ἢ ἐμπειρίᾳ γίνονται φανεραί· οὐκ ἔστιν ἄρα συλλογίζεσθαι κατ' ἐπιστήμην τὴν ἀποδεικτικὴν ἐνταυθοῖ. δυσθεωρήτους γὰρ τοὺς περὶ τῶν θείων εἶναι λόγους καὶ μάλα ἀκαταλήπτους· καὶ τοῦτο δείκνυται μὲν ὥσπερ τοῖς ἡμετέροις, οὕτω δὴ καὶ τοῖς θύραθεν θεολόγοις, τοῖς τε ἄλλοις καὶ οὐχ ἧττον Πλάτωνι τῷ Ἀρίστωνος. “θεὸν γὰρ,” φησὶ, “νοῆσαι μὲν χαλεπὸν, φράσαι δ' ἀδύνατον.” ὃ δὴ μικρὸν ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος ἡγησάμενος ἐν τοῖς περὶ θεολογίας λόγοις οὑτωσί πως ἐπιδιορθοῦται λέγων· “θεὸν φράσαι μὲν ἀδύνατον, ὡς ὁ ἐμὸς λόγος· νοῆσαι δὲ ἀδυνατώτερον.” τὸ γὰρ νοηθὲν τάχα ἂν λόγος δηλώσειεν, εἰ καὶ μὴ μετρίως, ἀλλ' ἀμυδρῶς γε τῷ μὴ πάντη τὰ ὦτα διεφθαρμένῳ καὶ νωθρῷ τὴν διάνοιαν. τὸ δὲ τοσοῦτον πρᾶγμα τῇ διανοίᾳ περιλαβεῖν πάντως ἀμήχανον καὶ ἀδύνατον, μὴ ὅτι τοῖς καταβεβλακευμένοις καὶ κάτω νεύουσιν, ἀλλὰ καὶ τοῖς λίαν ὑψηλοῖς τε καὶ φιλοθέοις καὶ ὁμοίως πάσῃ γεννητῇ φύσει καὶ οἷς ὁ ζόφος οὗτος ἐπιπροσθεῖ καὶ τὸ παχὺ τοῦτο σαρκίον πρὸς τὴν τοῦ ἀληθοῦς κατανόησιν· οὐκ οἶδα δὲ, εἰ μὴ καὶ ταῖς ἀνωτέρω καὶ νοεραῖς φύσεσι. τούτου δ' οὕτως ἔχοντος οὔθ' ὁ συλλογίζεσθαι θέλων ἐν τούτοις οἶδεν ἃ συλλογίσεται, οὔθ' ὁ ἐρωτῶν εἴσεται ἅπερ ἀκούσειεν. ὅτι μὲν οὖν ἥκιστα χρήσιμος ὁ κατ' ἐπιστήμην ἀποδεικτικὴν ἐνταῦθα συλλογισμὸς, δῆλον· ὅτι δ' ὁμοίως καὶ ὁ κατὰ τὴν διαλεκτικὴν τέχνην ἀχρεῖος, ἐνδόξους καὶ ἀμφιβόλους ἔχων τὰς προτάσεις, ἐκ τῶν ἐφεξῆς ἔσται δῆλον. φησὶ γὰρ ὁ Νύσσης Γρηγόριος, ὅτι τὸ κατὰ τὴν διαλεκτικὴν τέχνην διὰ συλλογιστικῆς τε καὶ ἀναλυτικῆς ἐπιστήμης βεβαιοῦσθαι καὶ τὰ ἡμέτερα δόγματα, ὡς σαθρόν τε καὶ ὕποπτον εἰς ἀπόδειξιν ἀληθείας, τὸ τοιοῦτον εἶδος τοῦ λόγου παραιτησόμεθα. πᾶσι γάρ ἐστι πρόδηλον, τὸ τὴν διαλεκτικὴν περιεργίαν ἴσην ἐφ' ἑκάτερα τὴν ἰσχὺν ἔχειν, πρός τε τὴν τῆς ἀληθείας ἀνατροπὴν καὶ πρὸς τὴν κατηγορίαν τοῦ ψεύδους. ὅθεν καὶ αὐτὴν τὴν ἀλήθειαν, ὅταν μετά τινος τοιαύτης τέχνης προσάγηται, δι' ὑποψίας πολλάκις ποιούμεθα, ὡς τῆς περὶ τὰ τοιαῦτα δεινότητος παρακρουομένης ἡμῶν τὴν διάνοιαν καὶ τῆς ἀληθείας ἀποσφαλλούσης. εἰ δέ τις τὸν ἀκατάσκευόν τε καὶ γυμνὸν πάσης περιβολῆς προσίεται λόγον, ἐροῦμεν, ὅπως ἂν οἷόν τε ᾖ, κατὰ τὸν εἱρμὸν τῆς γραφικῆς ὑφηγήσεως, τὴν περὶ τούτων θεωρίαν προσάγοντες. εἰ δὴ οὖν καὶ ἡμῖν θείων πατέρων γραφαῖς ὁπλίζεσθαι καὶ ἀντιστρατεύεσθαι κατ' αὐτῶν ἀναγκαῖον ἐτύγχανεν, ἀκατασκεύῳ τῷ τρόπῳ καὶ αὐτοὶ ταῖς σαφεστέραις ἂν ἐχρησάμεθα, καὶ ὁπόσαι προφανῆ καὶ ἀνανταγώνιστον τὸν ἐγκείμενον τοῖς μετιοῦσι παρέχουσι νοῦν, καὶ οὐ μάλα δὴ ταῖς αἰνιγματώδεσι καὶ δυναμέναις διά τε τὰς τῶν ὑποκειμένων ὁμωνυμίας καὶ διὰ τὸ τῆς λέξεως καὶ τῶν ὀνομάτων ὁμιχλῶδές τε καὶ ἀμφιῤῥεπὲς πολλαχῶς ἑρμηνεύεσθαι. εὑρίσκομεν γὰρ πολλαχῆ τῆς θείας γραφῆς ἐπίκρυψίν τινα τοῖς ὀνόμασιν ὑποκαθημένην, ὡς τὸ εἰκός. ὥσπερ γὰρ οἱ τῶν βασιλέων θάλαμοι, καὶ ὁπόσα ἀνθρώποις ἱερά τε καὶ τίμια, ὑπὸ παραπετάσμασιν ἄλλα ἄλλοις καλύπτονται, ἵνα μήτε δήμοις ἀνοσίοις προκείμενα κιβδηλεύηται, μήτε περιφρονῆται διὰ τὸ τῆς καταλήψεως πρόχειρόν τε καὶ ἄπονον, οὕτω δὴ καὶ τὰ πλεῖστα τῆς θείας γραφῆς καὶ μάλιστα οἷς μυστικοί τινες ὑφεδρεύουσι λόγοι, καθάπερ ὑπὸ παραπετάσμασι καλύπτονται τοῖς τοιούτοις ὀνόμασιν, ὅσα πολὺν τὸν γνόφον ἐπισύρονται καὶ σκότος ἀποκρυφὴν ἑαυτῶν τίθενται καὶ κύκλῳ αὐτῶν τὴν σκηνὴν αὐτῶν. εὑρίσκομεν δὲ καὶ τοὺς θείους πατέρας, Βασίλειόν φημι καὶ Χρυσόστομον, Μάξιμόν τε καὶ Κύριλλον, παραγγέλλοντας, μὴ ὅσα τῶν ὀνομάτων, μηδ' ἐν ὅσοις ὑποκειμένοις ἠχοῦσι ταὐτὸν, καὶ κατὰ τρόπον εὐθὺς ἐκλαμβάνειν ὁμοῦ τὸν αὐτὸν, μηδὲ ταῖς λέξεσι προσέχειν καθάπαξ τὸν νοῦν, ἀλλὰ ταῖς τῆς ὑποκειμένης ὑποθέσεως ἐννοίαις καὶ τὸν σκοπὸν ὁμοῦ καὶ τὴν πρόθεσιν τῆς μελετωμένης γραφῆς ἐξετάζειν, ὡς τὸ εἰκὸς, καὶ τοῖς προσώποις καὶ τοῖς καιροῖς ἀναλόγως καὶ καταλλήλως ἐφαρμόζειν καὶ συμβιβάζειν. φησὶ δὲ καὶ ὁ θεολόγος Γρηγόριος, ὅτι ταῖς προσηγορίαις τινὲς ὁμοῦ καὶ τὴν οὐσίαν παχυμερῶς συνδιαιρεῖσθαι δοξάζοντες ἀνάξια παντάπασι τῶν θείων ταῖς ἑαυτῶν ἐννοίαις δοξάζουσι. τοσαύτης τοίνυν διχοστασίας ἐπιχωριαζούσης περὶ τὰς λέξεις καὶ τὰ ὀνόματα, διὰ τὰς ὁμωνυμίας τῶν ὑποκειμένων πραγμάτων, καὶ ἄλλως μὲν ἐπὶ θεοῦ λαμβάνεσθαι ὀφειλόντων αὐτῶν, ἄλλως δ' ἐπὶ τῆς γεννητῆς ταύτης καὶ ῥευστῆς φύσεως, τίς ἱκανὸς ἐφικέσθαι δὴ τῆς ἀξίας; εἰ γὰρ τοὺς θείους πατέρας ἐκείνους, τὰ τοῦ πνεύματος ὄργανα, τοὺς πᾶσαν ὑπὲρ ἅπαντας ἀνθρωπίνην σοφίαν διεξελθόντας, εἰ οὖν ἐκείνους ἐν ταῖς θείων γραφῶν ἐξηγήσεσι διαφωνοῦντας εὑρίσκομεν πολλαχῆ καὶ μικροῦ τἀναντία πολλάκις διεξιόντας, διὰ τὸ γνόφῳ πολλῷ καὶ, οἷον εἰπεῖν, προπυλαίοις στεῤῥοῖς καὶ ἀδαμαντίνοις δορυφορεῖσθαι τὰς θείας ταύτας καὶ ὑψηλοτέρας ἐννοίας· τί ἂν ἔχοι τις ἕτερος λέγειν, μήτε τὴν ἀνθρωπίνην σοφίαν ἐγγύς που τυγχάνων ἐκείνων καὶ ἅμα πολλῆς ἀπόζων τῆς μοχθηρᾶς ταύτης καὶ ὑλικῆς προσπαθείας; ἰδοὺ γὰρ, ἵνα σιωπῇ παραδράμω τὰ πλεῖστα, τὸ, “κύριος ἔκτισέ με ἀρχὴν ὁδὸν αὐτοῦ,” ὁ μὲν θεῖος καὶ μέγας Βασίλειος περὶ τῆς ἐμφαινομένης τῷ κόσμῳ σοφίας εἰρῆσθαί φησι, μονονουχὶ φωνὴν ἀφιείσης διὰ τῶν ὁρωμένων, ὅτι παρὰ θεοῦ γέγονε καὶ οὐκ αὐτομάτως ἡ τοσαύτη σοφία τοῖς ἀποτελεσθεῖσιν ἐμπρέπει· καθὰ καὶ τοὺς οὐρανοὺς ὁ Δαβὶδ διηγεῖσθαί φησι τὴν δόξαν τοῦ θεοῦ φωναῖς ἀλαλήτοις. ὁ δὲ μέγας ἐν θεολογίᾳ Γρηγόριος τοῦ σωτῆρος τοῦτον εἶναι φάσκει τὸν λόγον· καὶ ἑξῆς ἑρμηνεύων, ὅσα μὲν μετὰ τῆς αἰτίας εὑρίσκει, τῇ ἀνθρωπότητι ταῦτα προστίθησιν, ὅσα δ' ἁπλᾶ καὶ ἀναίτια, ταῦτα διελὼν λογίζεται τῇ θεότητι. ἀλλ' οὗτοι μὲν σκεύη τοῦ πνεύματος ὄντες καὶ πρὸς ἕνα βλέποντες σκοπὸν καὶ τὴν τοιαύτην διαφωνίαν ὥσπερ ἐκ διαφόρων ὁδῶν πρὸς ἓν περιάγουσι τέλος, εὐσεβὲς δηλαδὴ καὶ σωτήριον. οἱ δὲ τῶν ἀλλοτρίων αἱρέσεων ἡγεμόνες, πρόφασιν λαμβάνοντες τὸ τῆς διανοίας δυσέφικτον τῶν γραφῶν, δίκην ἱεροσύλων καταξαίνουσι ταύτας καὶ πρὸς ἀβύσσους πυθμένας καθέλκουσι τῶν βλασφημιῶν. Εἰ γοῦν ἀναγκαῖον ἐτύγχανε καὶ ἡμῖν ἐπὶ τοῦ παρόντος ὁπλίζειν τὴν γλῶτταν κατὰ τῶν ἐναντίων, ὡς ἔφαμεν, οὐ τοιούτοις ἂν ἐχρησάμεθα τοῖς ὀνόμασιν, οἷς τὸ πολύτροπον καὶ πολυσχιδὲς ἐμφωλεύει τοῦ νοῦ, ἀλλὰ τοῖς ἀναμφισβητήτως ὡμολογημένοις καὶ συμπεφωνημένοις ἐξ ἀμφοῖν καὶ ὅσα εἰς ἐπινοίας ἄγουσιν ἡμᾶς ἐξ ἀνάγκης τῶν νοητῶν κατὰ τὸ ἁπλούστερον· ἐπεὶ πάμπολλα σφόδρα καὶ ταῦτα ἐπανθεῖ τῇ θείᾳ γραφῇ. ἐπεὶ δ' οὐκ ἀναγκαῖον τοῦθ' ἡμῖν ἐστιν ἐν τῷ παρόντι, ἐρηρεισμένοις καὶ ἡδρασμένοις ἐπὶ ταῖς κρείττοσι ῥήσεσι καὶ ἀσφαλεστέραις, ταῖς τε εὐαγγελικαῖς δηλαδὴ καὶ ὡς ἄνωθεν τοῖς ὁσίοις πατράσι τὸ θεῖον τῆς πίστεως κεκύρωται σύμβολον (ταῦτα γὰρ ὅροι καὶ θέσεις ὡς ἀληθῶς γνωριμώτεραί τε καὶ ἀναπόδεικτοι)· σιωπῇ τὰς αὐτῶν φιλονείκους ἐνστάσεις καὶ ἀντιθέσεις ἀνατρέπειν μᾶλλον ἢ λόγοις, ἐμοὶ δοκεῖ δικαιότερον. εἰ δέ τις ἐνίσταιτο, τοὺς θείους πατέρας συλλογισμοῖς πολλάκις χρωμένους παράγων ἐν τοῖς τοιούτοις· οὐκ ἂν ἔγωγε καίρια φάσκειν φήσαιμι τοῦτον. οὐ γὰρ ἵνα δείξωσιν, οὔθ' ὅ,τι ἐστὶ τὴν φύσιν ὁ θεὸς, οὔθ' ὅ,τι ἐστὶν υἱοῦ γέννησις, οὔθ' ὅ,τι ἐστὶ πνεύματος ἁγίου ἐκπόρευσις, ἀλλ' ἵνα μᾶλλον ἄλλως ἐπίσχωσι τοὺς ἀτάκτως τῇ θεολογίᾳ ἐπιπηδῶντας. εἰ δ' οὖν, λεγέτω μοί τις παρελθὼν, τί βουλόμενος ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος οὑτωσὶ σχηματίζει τὸν λόγον πρὸς τοὺς ἐριστικῶς ἐρωτῶντας περί τε τῆς τοῦ υἱοῦ γεννήσεως καὶ τῆς τοῦ ἁγίου πνεύματος ἐκπορεύσεως· “εἰπέ μοι,” φάσκων, “σὺ τὴν ἀγεννησίαν τοῦ πατέρος, κἀγὼ τὴν γέννησιν τοῦ υἱοῦ φυσιολογήσω καὶ τὴν ἐκπόρευσιν τοῦ πνεύματος, καὶ παραπληκτίσομεν ἄμφω, εἰς θεοῦ μυστήρια παρακύπτοντες· καὶ ταῦτα τίνες; οἱ μηδὲ τὰ ἐν ποσὶν εἰδέναι δυνάμενοι, μηδὲ ψάμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος ἐξαριθμεῖσθαι, μὴ ὅτι γε θεοῦ βάθεσιν ἐμβατεύειν καὶ λόγον ὑπέχειν τῆς οὕτως ἀῤῥήτου καὶ ὑπὲρ λόγον φύσεως.” καὶ μετ' ὀλίγα πάλιν, τοῦ ἐναντίου ζητοῦντος ὑπόδειγμα καὶ ὁμοίωσιν καὶ “δός μοι” λέγοντος “ἐκ τοῦ αὐτοῦ τὸ μὲν υἱὸν, τὸ δὲ οὐχ υἱὸν, εἶτα ὁμοούσια, καὶ δέχομαι θεὸν καὶ θεὸν,” ἀποκρίνεται λέγων· “δός μοι καὶ σὺ θεὸν ἄλλον καὶ φύσιν θεοῦ, καὶ δώσω σοι τὴν αὐτὴν τριάδα μετὰ τῶν αὐτῶν ὀνομάτων τε καὶ πραγμάτων. εἰ δὲ εἷς θεὸς μία φύσις ἡ ἀνωτάτω, πόθεν παραστήσω σοι τὴν ὁμοίωσιν;” λίαν γὰρ αἰσχρὸν, καὶ οὐκ αἰσχρὸν μόνον, ἀλλὰ καὶ μάταιον ἐπιεικῶς, ἐκ τῶν κάτω τῶν ἄνω τὴν εἰκασίαν λαμβάνειν καὶ τῶν ἀκινήτων ἐκ τῆς ῥευστῆς φύσεως, καὶ, ὅ φησιν Ἠσαΐας, ἐκζητεῖσθαι τὰ ζῶντα ἐν τοῖς νεκροῖς. διὰ τοῦτο καὶ ἀλλαχοῦ φησιν· “ἐπὶ τῶν ἡμετέρων ὅρων ἱστάμενοι τὸ ἀγέννητον εἰσάγομεν καὶ τὸ γεννητόν· καὶ τὸ ἐκ τοῦ πατρὸς ἐκπορευόμενον, ὥς φησιν αὐτὸς ὁ θεὸς καὶ λόγος.” ταῦτα δὴ τοίνυν οὐ θέλοντός ἐστι κατασκευάζειν ὅ,τι ἐστὶ ταῦτα, ἀλλ' ἀνασοβοῦντος καὶ ἀποτρέποντος τοὺς ἀλόγως εἰς τοιαύτας κατασκευὰς καταφεύγοντας. πῶς γάρ; ὃς οὐδ' ὀνόματά φησι προσήκοντα φύσει θεοῦ τοῖς ἀνθρώποις ἔστιν εὑρεῖν. ὀνομάζομεν γὰρ, ὡς ἡμῖν ἐφικτὸν, ἐκ τῶν ἡμετέρων τὰ τοῦ θεοῦ. “εἰ γὰρ τῶν νοητῶν (φησὶν) ἔσχατα ψυχὴ καὶ λόγος κύριον οὐ κέκτηνται τοὔνομα· ψυχὴ μὲν γὰρ ὀνόματι θηλυκῷ προσαγορεύεται, τοιαύτην οὐκ ἔχουσα φύσιν, καὶ ὁ λόγος δ' ἄῤῥενος φύσεως ἥκιστα ὢν ἀῤῥενικὸν καὶ αὐτὸς ἐκτήσατο τοὔνομα· εἰ οὖν ταῦτα κύριον οὐ κέκτηνται τοὔνομα, πῶς ἂν τὰ πρῶτα καὶ πάντων ἐπέκεινα τῶν νοητῶν νοητὰ κυρίοις ὀνόμασιν ἐπικεκλῆσθαι φήσαιμεν”; τοσαύτης τοίνυν νυκτὸς ἐπιπροσθούσης τῇ ἡμετέρᾳ διανοίᾳ τῶν τε νοημάτων καὶ ὀνομάτων, τίς ἂν ἐν τούτοις συλλογίζεσθαι δυνηθείη; εἰ δέ τις ἐπιχειροίη, διπλῶς ἁμαρτάνει. οὔτε γὰρ οἶδεν ἐν τούτοις οὐδὲν καὶ ἅμα λέληθεν ἑαυτὸν οὐκ εἰδώς. ὁ δ' οὐκ εἰδὼς ὅτε δεῖ καὶ ὅπη δεῖ συλλογίζεσθαι, οὐδ' ὅτε δεῖ συλλογιζόμενος, συλλογίσεται οἷα δεῖ καὶ ὅπως δεῖ· εἰ δ' αὐτὸς ἴσως, ἀλλ' οἵ γε ἀκούοντες δι' ὑποψίας ποιήσονται τὰ λεγόμενα καὶ φυλάξονται, ἀφέλειάν τε καὶ ἄνοιαν ἅπαξ αὐτοῦ καταγνόντες. τάχα δ' ἂν καὶ σιωπῇ παντελεῖ τὰς τῶν ἀτόπων ἐκείνων ἔριδας καὶ οἱ θεῖοι ἐκεῖνοι πατέρες ἀπεκρούσαντο, εἰ μὴ ἐς ἀνάγκας καὶ ἄκοντες ἀντιλέγειν ἤγοντο, ῥᾷστα τὸν ὄχλον ὁρῶντες ταῖς ἄλλοτε ἄλλως ἐπιφυομέναις αἱρέσεσι προσιόντα διὰ τὸ ἀνέδραστον ἔτι περὶ τὴν πίστιν καὶ οὐ σφόδρα τοι ἀναμφίβολον. νῦν δ' οὕτω βεβαιωθέντων καὶ στηριχθέντων εἰς τὴν πίστιν τοῦ πλήθους, ὥστε θᾶττον ἂν ἴδοι τις τὸν σίδηρον μεταθέντα τὴν φύσιν, ἢ τούτους βραχὺ τῶν πατρίων μεταθεμένους δογμάτων, τίς χρεία λόγων ὠφελησόντων οὐδέν; καὶ γὰρ ἵνα κἀγὼ τὰ τοῦ Ἀποστόλου κατὰ καιρὸν φθέγξωμαι, πέπεισμαι, ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε κτίσις ἑτέρα δυνήσεται τούτους τῶν πατρίων ἀποστῆσαι θεσμῶν καὶ δογμάτων. ἔπειτα, εἰ μὲν πρώτως ἤδη ταῦτ' ἐνοχλοῦντες ἦσαν καὶ πρώτοις ἡμῖν τὰ τοιαῦτα προὐτίθεσαν, ἴσως ἂν καὶ αὐτοὶ πρὸς λόγων ἀγῶνας παρεσκευαζόμεθα τήμερον ξύν γε θεῷ. ἐπεὶ δὲ πάλαι ταῦτ' ἐξήτασται καὶ τάξιν εἰλήφεσαν τὴν προσήκουσαν καὶ τὸ κῦρος λαμπρὸν παρεπέμφθη τῷ χρόνῳ, κἀνταῦθα πολλάκις ἐνδημήσαντες οὗτοι πολλάκις καὶ ἀπεκρούσθησαν· ποῦ δίκαιον τοῖς πάλαι καλῶς δεδογμένοις τήμερον ἡμᾶς ἐνοχλεῖν καὶ ἀνήνυτα μοχθεῖν, ἀνακυκλοῦντας ἀεὶ τὰ αὐτά; καὶ τούτοις μὲν ἀνεπαχθὲς τοῦτο καὶ σφόδρα τοι περισπούδαστον. λογισμοὺς γὰρ ἐκ λογισμῶν ἀμείβοντες ὑποσαίνοντάς τε καὶ ὑπισχνουμένους ἀεὶ τὰ βελτίονα, ἢ περιτρέψειν ἠλπίκασι τὴν ἧτταν ὀψὲ τοῖς αὐτῶν ἐναντίοις ἡμῖν καὶ τὸ φθάσαν αἶσχος ἀποτρίψεσθαι, ἢ πολλὴν τῆς συνόδου καταχεαμένους τὴν γλωσσαλγίαν μετὰ τῆς συνήθους ὀφρύος, ἔπειτα ἐξελεύσεσθαι διασπείροντας πανταχῆ φήμην ἀναιδείας μεστὴν καὶ κλέπτουσαν τὴν ἀλήθειαν, ὡς ἐστήσαντο τρόπαιον, οἷα τὰ σφῶν αὐτῶν σμικρολογήματα. ἀλλ' ἡμῖν γε οὐ προδιδόναι τὸ μεγαλοπρεπὲς ἡμῶν δεῖ, οὐδ' ἃ συμφέρει τοῖς ἐναντίοις, ταῦθ' ἡμᾶς πράττειν χρεών· ἀλλὰ ταῦθ' ἡμᾶς μᾶλλον, ἅπερ ἡμῖν. ποῦ δ' οὐκ ἂν ἀγνωμοσύνης εἴη ἐλαῦνον, Ἑλλήνων μὲν ὁπόσοι Πυθαγόρειοί τε καὶ Ἐπικούρειοι, τούτους οὕτω τοι θεῖα καὶ ἀναντίῤῥητα τὰ τῶν διδασκάλων οἴεσθαι δόγματα καὶ θεσπίσματα, ὡς σιωπῇ τὰ σφίσι λεγόμενα δέχεσθαι, μήτ' ἀμφιβάλλουσαν ἀκοὴν, μήτε γλῶτταν προϊεμένους ἀντίφωνον· ἡμᾶς δὲ τοῖς θείοις νόμοις καὶ δόγμασι τῶν τῆς ἡμῶν ἀρχηγῶν εὐσεβείας καὶ πίστεως οὐ μάλα ἐθέλειν ἀναποδείκτοις καὶ οἷά τισιν ὅροις κεχρῆσθαι, ἀλλ' ἀμφιβαλλόντων καὶ πολυπραγμονούντων ἄλλων ἀνέχεσθαι καὶ κατακερματιζόντων τὸν νοῦν, καθάπερ ποιοῦσι καὶ οἱ πολέμιοι τὰ λάφυρα ξύν γε πολλῇ περιέλκοντες ἀκοσμίᾳ. εἰδέναι μέντοι καὶ τοῦτο χρεὼν, ὡς οὐχ ἁπλῶς οὐδὲ καθ' ἕνα γε τὸν τρόπον τὰς τῶν θείων πατέρων γραφὰς ἐκλαμβάνειν δέον. τὰ μὲν γὰρ αὐτῶν διδασκαλικώτερόν τε καὶ οἰκονομικώτερον ἐξεδόθη τὸν τρόπον, καταλλήλως μὲν τοῖς προσώποις καὶ τοῖς ἄλλοτε ἄλλως ἀνθοῦσι καιροῖς· εὐσεβῶς δ' ἅπαντα· αἱ μὲν γοῦν τῶν γραφῶν οὕτως ἐξεδόθησαν, αἱ δὲ δογματικῶς, αἱ δὲ ἐγκωμιαστικῶς, αἱ δὲ ἀγωνιστικῶς. οὔτ' οὖν τὰς ἄλλοθεν ἀγωνιστικὰς ἄλλοσε μεταφέρειν χρεών. ἐπεὶ οὐδ' εἴ τις πολεμίοις μαχόμενος καὶ ὅλην ἀπασχολῶν τὴν διάνοιαν ἐς τὸ ξίφος καὶ τὴν ἀσπίδα πρὸ ποδῶν ἱστάμενον τὸν συστρατιώτην ἐξώθησεν, οὔτε νόμον ἡγεῖσθαι τὸ πεπραγμένον, οὔτε τῷ πεπραχότι δίκαιον ἐγκαλεῖν, τῆς ἀνάγκης ἄλλοσε τηνικαῦτα περισπώσης τὸν λογισμὸν καὶ ἥκιστα συγχωρούσης ἄλλως πεπράχθαι τὸ πεπραγμένον. οὔτ' οὖν τοῦθ' οὕτω χρὴ ποιεῖν, οὔτε μὴν ταῖς ἐγκωμιαστικαῖς ὡς νόμοις κεχρῆσθαι. αὐτονομία γὰρ ἐκ τῆς τέχνης καὶ τοῖς ἐγκωμιάζουσι δέδοται λέγειν ὅσα βουλομένοις εἴη ἄν. ὅσας γε μὴν δογματικῶς τε καὶ ἀποφαντικῶς ἐκεῖνοι ἐξενηνόχασι, τούτοις δ' ἄρα ἀνέγκλητόν τε καὶ ἀσφαλὲς οἷά τισι κανόσι καὶ στάθμαις πρὸς τὴν πίστιν κεχρῆσθαι. ἐγὼ τοίνυν ὥσπερ τοὺς Ἰταλοὺς διασύρω καὶ μέμφομαι, ἰταμῶς οὑτωσὶ καὶ μετὰ πολλῆς τῆς ὀφρύος τῇ θεολογίᾳ ἐπιπηδῶντας, τὸν αὐτὸν δὴ τρόπον αἰσχρὸν καὶ παλίμβολον ἥγημαι, ὧν μὲν ἐπαινοῦμεν τἀναντία ποιεῖν ἡμᾶς, οἷς δὲ ψέγομεν τὰ παραπλήσια. οὐ γὰρ ὅτι ἐκεῖνοι τολμηροὶ καὶ θρασεῖς περὶ τὰ τοιαῦτα, διὰ τοῦτο καὶ ἡμᾶς ἕπεσθαι δεῖ· οὐδ' ὅτι τῆς εὐθείας ἐκεῖνοί γε ἐξετράποντο καὶ ἡμᾶς τῶν καθεστώτων χρεὼν ἀμελεῖν· ἀλλ' ἀκλινεῖς τῶν προσηκόντων ὅρων ἱσταμένους ἐντὸς τοὺς τοιούτους παρακρούεσθαι κρότους, καθάπερ προβλῆτες ἀτίνακτοι τὰ προσπίπτοντα κύματα. δέδοικα γὰρ, μὴ καπνὸν φεύγοντες εἰς πῦρ βλασφημίας ἐμπίπτωμεν. ὃ γὰρ παρ' Ἕλλησι πάλαι τεθρύλληται περὶ Πλάτωνος, ὡς ἐκείνου γε παρὰ Διονύσιον τὸν τῆς Σικελίας ἐπιδημήσαντος τύραννον κονιορτοῦ τὰ βασίλεια ἐνεπίμπλαντο, περὶ τὰς γραμμικὰς ἀσχολίας τηνικαῦτα τῶν πλείστων ὁρμώντων, τοῦτο δὴ καὶ παρ' ἡμῖν τρόπον ἕτερον γίγνεται σήμερον. οὕτω γὰρ καὶ παρ' αὐτοῖς εἰπεῖν τοῖς βαναύσοις ἐκκέχυται τὰ θεολογίας μυστήρια καὶ οὕτω κεχήνασιν ἅπαντες ἐπὶ τῷ συλλογιστικῶς ἐμβατεύειν τοῖς λόγοις αὐτῶν, ὥσπερ ἐπὶ τῇ χλόῃ καὶ ταῖς νομαῖς τὰ βοσκήματα. καὶ οἱ τὸ πιστεύειν ὀρθῶς ἀμφίβολον ἔχοντες, καὶ οἱ μηδ' ὅπως δεῖ πιστεύειν εἰδότες μηδ' ὅ,τι ἐστὶν ὃ πιστεύειν φασὶν, ἀγορὰς καὶ περιπάτους καὶ θέατρα πάντ' ἐμπεπλήκασι τῆς θεολογίας καὶ οὐδὲ τουτονὶ τὸν ἥλιον αἰσχύνονται μάρτυρα τῆς ἀναιδείας ποιούμενοι. πῶς δ' οὐκ ἂν εἴη τῶν σφόδρα ἀτοπωτάτων, πάλαι μὲν ὁ πότε τὰ Ἑλλήνων ἤκμαζε δόγματα, τάξιν ἐπιπολάζειν καὶ ἃ τοῖς Δελφῶν θεολόγοις ἐφεῖται μυστήρια, μηδενὶ τῶν ἄλλων ἐξεῖναι μήτε λέγειν μήτε περινοεῖν, κἂν Σωκράτης ᾖ, κἂν Πλάτων, κἂν εἴ τις ἐπὶ σοφίᾳ περιφανής τε καὶ διαβόητος· παρ' ἡμῖν δὲ, οἷς ἀκίβδηλον τὸ τῆς εὐσεβείας ὁμολογεῖται μυστήριον, οὑτωσὶ βεβηλοῦσθαι τὰ θεῖα καὶ πᾶσι τοῖς θεολογεῖν βουλομένοις εἶναι τοῦτ' ἐφειμένον καὶ αὐτοχειροτόνητον. ἀλλ' ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος τοσοῦτον ἀποδειλιᾷ πρὸς θεολογίαν τὴν γλῶτταν κινεῖν, ὥσπερ τὴν χεῖρα πρὸς φλόγα πυρός. ὥστε καὶ πολλοὺς πρὸς παραίτησιν προβάλλεται λόγους, ἐν οἷς οὔθ' ἑαυτὸν ἐγχειρεῖν προθυμούμενον τοῖς περὶ θεοῦ δείκνυσι λόγοις, οὔτε τὸν ἐγχειροῦντα θρασέως ἀποδέχεται. “οὔτε γὰρ ἐπαινετὸς,” φησὶν, “ὁ πόθος, ἀλλὰ καὶ φοβερὸν τὸ ἐγχείρημα.” παρεισάγει δὲ καὶ Ὀζᾶν ἐκεῖνον, ὃς τῆς κιβωτοῦ πάλαι ψαῦσαι τολμήσας μόνον ἀπώλετο, φυλάσσοντος, φησὶ, τοῦ θεοῦ τῇ κιβωτῷ τὸ σεβάσμιον. εἰ δὲ καὶ βασιλεὺς τάχιστ' ἂν ἐξ ἀνθρώπων ποιήσειεν, εἴ τις τῶν ὑπηκόων ἀναιδῶς ἐπὶ τῆς ἑαυτοῦ κεφαλῆς τὸ βασιλικὸν ἐπιθεῖναι τολμήσειε στέφος, πόσων ἂν εἴη κεραυνῶν καὶ πρηστήρων ἄξιος, εἴ τις αὐτονομίᾳ θρασύτητος οὑτωσὶ τῆς θεολογίας κατατολμᾷ; ἐθέλω γὰρ καὶ μικρὸν ἐκ τῶν πάλαι προσθεῖναι τῷ λόγῳ διήγημα, τῇ ὑποθέσει πάνυ τοι σφόδρα προσῆκον. Ἀλέξανδρόν φασιν, ἐκεῖνον τὸν Μακεδόνα, μετὰ τὸν πολὺν ἐκεῖνον δρόμον καὶ τὰ μεγάλα τρόπαια, ἐπειδήποτε ῥᾳστώνης ἕνεκά τινος καὶ θυμηδίας ἐπιβὰς τριήρους ἔπλει περισκοπῶν καὶ ποταμὸν τὸν Εὐφράτην, ἐκπίπτει τῆς αὐτοῦ κεφαλῆς, συμβὰν οὑτωσί πως, ἡ βασιλικὴ καλύπτρα περὶ μέσον τὸν ποταμόν· ἣν τάχιστά τις τῶν ναυτῶν εἰλήφει διανηξάμενος· καὶ αὐτὴν μὲν τῇ χειρὶ βαστάζειν ἅμα καὶ νήχεσθαι μὴ ἔχων, τῇ ἑαυτοῦ κεφαλῇ περιθεὶς ἐξενήξατο κομίζων ταύτην τῷ βασιλεῖ· ὅ γε μὴν βασιλεὺς, ὅτι μὲν τὴν βασίλειον καλύπτραν αὐτῷ διεσώσατο, τάλαντον ἐδωρήσατο· ὅτι δ' αὐτὴν ἀναξίως τῇ ἑαυτοῦ κεφαλῇ περιέθηκεν, ἀφαιρεῖται τῆς κεφαλῆς τὸν ἄνθρωπον. εἰ δ' ἄνθρωπος ἄνθρωπον οὐκ ἠνέσχετο τὴν αὐτὴν ἑαυτῷ περιθέντα καλύπτραν ζῶντα βλέπειν ἐᾶσαι τοῦ λοιποῦ τὴν τὰ πάντα βόσκουσαν αἰθερίαν λαμπάδα, τί φήσομεν περὶ τῶν ἀδεῶς οὑτωσὶ τῇ θεολογίᾳ ἐπιπηδώντων καὶ ταῦτα μήτε δαίμονας δυναμένων ἐκβάλλειν, μήτε θάλασσαν τέμνειν, μήτε ποταμοὺς ὑδάτων παρασκευάζειν ἐκβλύζειν ἐκ πέτρας, ἵνα τούτοις γοῦν μεταπείσωσι τοὺς πολλοὺς καὶ πρὸς ἑαυτοὺς ὡς εἰκὸς ἀνθελκύσωσιν; ἀλλ' ἐγὼ μὲν ἃ συμφέρειν ἐνόμισα, ταῦτα καὶ λέγειν προῆγμαι. εἰ δὲ καὶ τοῖς ἀκούουσιν ἀκοῆς ἄξια ταῦτα φανείη, τῷ θεῷ χάρις τῷ πάντων καλῶν χορηγῷ. εἰ δ' οὖν, σκεπτέον τὸ βέλτιον.»
(Γ.) Ταῦτα διεξελθὼν ὁμόστοιχα λέγειν ἔδοξα τοῖς ἐλλογιμωτέροις τῶν ἐπισκόπων τοῖς τε ἄλλοις καὶ μάλιστα Δυῤῥαχίου τῷ πάνυ· ὃς πολιᾷ βίου καὶ συνέσεως ὀξύτητι καὶ μεγαλοφυΐᾳ γνώμης διέπρεπεν ἐν τοῖς ἐπισκόποις, λόγῳ τε τὴν ἀρετὴν κοσμῶν καὶ ἀρετῇ τὸν λόγον. οἷς ἀκολουθεῖν πεπείκασιν ἑαυτοὺς καὶ ὅσοι μὴ λόγοις τὴν γλῶσσαν ὁπλίζειν ἐδύναντο, πᾶσαν ἐριστικὴν ἐξ ἀνάγκης ἀποθέμενοι γνώμην.
(Δ.) Ἐν τούτῳ τῷ χρόνῳ καὶ ὁ δεσπότης τετελεύτηκε Κωνσταντῖνος, ἑαυτῷ γε συνθάψας ὁμοῦ καὶ τὰς ἀκαίρους τῶν πολλῶν προσδοκίας.
https://byzantium.gr/

ΛΟΓΟΣ ΙΑ’.

αʹ. Τοῦ δ' ἐπιόντος ἔτους οἱ Τοῦρκοι πλεῖστα ναυπηγησάμενοι πλοῖα οὐ μόνον τὰς νήσους κακῶς διετίθεσαν τάς τε κατὰ τὸν Αἰγαῖον καὶ μετὰ τὸν Αἰγαῖον, ἀλλὰ καὶ τὰς ἐπ' ἐμπορίᾳ ἐξιούσας ὁλκάδας αἱροῦντες ἐληΐζοντο· συχνὰς δὲ καὶ τὰς ἀποβάσεις ἐς τὴν μεσόγειον ἐποιοῦντο, καθάπερ ἐν φιλίᾳ γῇ, μηδένα τὸν προσιστάμενον ἔχοντες. ἃ δὴ κοινήν τε ἐπῆγε φθορὰν Λατίνοις ὁμοῦ καὶ Ῥωμαίοις καὶ ἔτι μείζονα ἠπείλει τὸν φόβον ἐν τοῖς ἑξῆς.
(Β.) Κοινολογοῦνται τοίνυν συνελθόντες οἱ τῶν Λατίνων ἄρχοντες περὶ τοῦ πράγματος πρός τε ἀλλήλους καὶ πρὸς Κάρουλον τὸν τῆς Ἰταλίας ῥῆγα καὶ πρὸς ἄμυναν τῶν πολεμίων παρασκευάζεσθαι ἐπαγγέλλονται. πέμπουσι δὲ καὶ πρὸς βασιλέα πρεσβείαν, διασαφοῦντές τε τὴν κοινὴν τῶν Λατίνων ὁρμὴν καὶ ἅμα ἀξιοῦντες διαναστῆναι καὶ αὐτὸν ἐς τὴν κοινὴν χρείαν καὶ μὴ ἐν παρέργῳ θεῖναι τὰ τῆς σπουδῆς. οὐ γὰρ ἀνεκτὰ ἔφασκον εἶναι, ὅσα Ῥωμαίοις ἐπάγουσι καὶ Λατίνοις οἱ βάρβαροι καθ' ἡμέραν δεινὰ, καὶ ὅσα ἐπάξειν ἔτι ἐπαγγέλλονται. ἄτοπον δὲ καὶ ἄλλως καὶ νωθροτάτης πάντη διανοίας καὶ γνώμης, παρὸν τῇ καθ' ἕκαστον ἔτος γινομένῃ ζημίᾳ καὶ παραπομπῇ τῶν ἡμετέρων χρημάτων πρὸς τοὺς βαρβάρους ἀκόντων ἡμῶν ἐς παρασκευὴν ναυτικῆς δυνάμεως καὶ ἄμυναν κατ' αὐτῶν χρήσασθαι, ἔπειτα ἑκόντας ἐνδιδόναι καὶ ἐς προφανῆ καὶ ἀναμφισβήτητον κίνδυνον ὥσπερ συνωθεῖν μετὰ τῶν ἡμετέρων καὶ ἡμᾶς αὐτούς. ἐπήνεγκαν δὲ τῇ πρεσβείᾳ καὶ ὥσπερ τινὰ ἐπῳδὸν, ὡς εἰ μὴ διανασταίης καὶ σὺ μεθ' ἡμῶν ἐς ἄμυναν τῶν κοινῶν πολεμίων, οὐκ ἂν φθάνοις καὶ αὐτὸς ὑφ' ἡμῶν ἴσα τοῖς ἐχθροῖς πολεμούμενος.
(Γ.) Ταῦτα τὸν βασιλέα ἠνάγκασεν εἰς τὴν κοινὴν καὶ αὐτὸν ταύτην χρείαν διαναστῆναι. καὶ ἐπεὶ χρημάτων ἐσπάνιζε τὰ βασιλικὰ ταμιεῖα, πέμπει τὴν ταχίστην τοὺς τὰς ἐπὶ Θρᾴκῃ καὶ Μακεδονίᾳ χώρας καὶ πόλεις ἀργυρολογήσοντας, καὶ ταῦτα πολλὰ πεπονηκυίας ὑπό τε τῶν ἄλλοτε ἄλλως ἐπιόντων φόρων καὶ ὑπὸ τῶν συχνῶν ἐφόδων ἔνθεν μὲν τῶν Τούρκων, ἐκεῖθεν δὲ τῶν Βουλγάρων. τούτων οὕτως ἐχόντων τάς τε παλαιὰς ἐπεσκεύαζον ναῦς καὶ ἑτέρας ἐξ αὐτῶν ἤδη κρηπίδων ἐναυπηγοῦντο παρ' ὅλον τουτονὶ τὸν χειμῶνα. ἔαρος δὲ ἤδη λήγοντος ὁ μὲν βασιλεὺς εἴκοσι ναῦς πεπληρωκὼς πρὸς ἔκπλουν παρεσκευάζετο, ναύαρχος ἐθελοντὴς αὐτὸς τοῦ στόλου γιγνόμενος, καὶ ταῦτα πρὸς τῆς συζύγου δεσποίνης καὶ τῶν ἄλλων ἁπάντων κωλυόμενος, διὰ τὸ μὴ ἐς ἀξίαν βασιλικῆς περιωπῆς τὰ τοιαῦτα τῶν ἔργων ἀνήκειν. ὁ δ' ὥσπερ ἐν τοῖς ἄλλοις αὐτουργὸς αὐτὸς τῶν γιγνομένων ἐφιλοτιμεῖτο γίγνεσθαι, οὕτω κἀνταῦθα πολὺ τὸ φιλότιμον ἔσχε καὶ πλήρης ἦν πολεμικῆς ὁρμῆς. ἐκάθητο δὲ ὅμως καὶ τὴν τῶν Λατινικῶν δυνάμεων ἄφιξιν περιμένων. ἀλλὰ περὶ τοὺς νεωστὶ φυέντας ἐν σφίσιν αὐτοῖς θορύβους καὶ ταραχὰς οἱ Λατῖνοι ἀσχοληθέντες ἄπρακτοι καὶ ψευδεῖς περὶ τὰς ἐπαγγελίας ἐφάνησαν.
(Δ.) Οἱ δὲ Ῥόδιοι καὶ οἱ τὴν παράλιον Φώκαιαν οἰκοῦντες, ἣ πλησίον κεῖται τῆς Σμύρνης, καὶ πρὸς τούτοις ὁ τῶν Κυκλάδων νήσων ἡγεμονεύων, δόλῳ μεταθέμενοι τὸν σκοπὸν, σύνθημα ἔσχον λάθρα ἐπιθέσθαι ταῖς τε Ῥωμαϊκαῖς νήσοις καὶ αὐταῖς ταῖς τοῦ βασιλέως ναυτικαῖς δυνάμεσι· δείσαντες ἴσως, μὴ ὁ βασιλεὺς τῶν ἄλλων ἀφέμενος ἐπ' αὐτοὺς τρέψηται. ὅθεν ἐπὶ Λέσβον ὁρμήσαντες ἅμα ναυσὶ πεντεκαίδεκα τῆς μὲν ἄλλης νήσου κύριοι γενέσθαι τέως οὐκ ἠδυνήθησαν· αὐτοὶ δὲ τῷ λιμένι τῆς Μιτυλήνης ἐξαίφνης προσχόντες προδοσίᾳ τὴν πόλιν εἷλον εὐθύς.
(Ε.) Βουλομένων δὲ τῶν τε Ῥοδίων καὶ τοῦ τῶν Κυκλάδων νήσων ἡγεμόνος τά τε χρήματα διαρπάσαι καὶ τὴν ἄλλην ἐπίσης ἐπικράτειαν διανείμασθαι τῶν Λεσβίων, δόλῳ τινὶ καὶ ἀπάτῃ χρησάμενος ὁ τῶν Φωκαέων ἀρχηγὸς Κατάνης οἰκείαν τε φρουρὰν εἰσήγαγεν εἰς τὴν Μιτυλήνην καὶ ταύτην ἐσφετερίσατο, τούτους παρακρουσάμενος. ἐνόμισε γὰρ ῥᾳδίως ἐκεῖθεν καὶ ὅλης ἄνευ συμμάχων τῆς νήσου κρατήσειν, ἅτε πλείονα συναμφοτέρων ἐκείνων μόνος αὐτὸς κεκτημένος δύναμιν. ὀκτὼ μὲν γὰρ ἦλθεν ἔχων τριήρεις μόνος αὐτὸς, ἃς ἐκ Γεννούας ἔφθη πεπληρωκώς· οἱ δὲ Ῥόδιοι τέτταρας· τὰς δ' ἑτέρας τρεῖς ὁ τῶν Κυκλάδων νήσων ἀρχηγός. αὐτὸς μὲν οὖν τοὺς μὲν τῆς Μιτυλήνης οἰκήτορας εὐθὺς ἐξῴκισε τῆς πατρίδος· ὁ δὲ τὴν γυναῖκα καὶ τὰ τέκνα μεταπεμψάμενος ἐκ Φωκαίας ἐκεῖ τὴν οἴκησιν ἔχειν εἵλετο, φρουρὰν ἱκανὴν ἐγκαταλιπὼν τῇ Φωκαίᾳ. κλῆρος δ' αὐτῷ περιελθὼν ἦν ἀπὸ προγόνων ἡ Φώκαια, πρὸς τοῦ βασιλέως καὶ πάππου τοῦ βασιλέως σφίσι δοθεῖσα ἐπιτροπῆς τε εἵνεκα καὶ χρημάτων τινὸς πορισμοῦ. διὸ καὶ κατὰ χρόνους τακτοὺς οἱ τὴν ταύτης ἐφορείαν διαδεχόμενοι γράμμασι βασιλικοῖς ἀνανεοῦντες ἀεὶ διετέλουν τὴν δόσιν τοῦ κλήρου, μὴ λάθῃ παρακρουσαμένη τὴν βασιλικὴν δεσποτείαν ἡ μεταξὺ τοῦ χρόνου μακρὰ περίοδος. ὁ δὲ Κατάνης οὗτος, νοσοῦντα ἑωρακὼς ἤδη τὰ Ῥωμαίων πράγματα, θρασύτερον διετέθη πρὸς βασιλέα καὶ ἠμέλει τῶν καθηκόντων δικαίων. ὅθεν καὶ τὴν τοῦ βασιλέως ὑφορώμενος αἰφνίδιον ἔφοδον ἑαυτόν τε κατὰ πᾶν τὸ δυνατὸν ἠσφαλίζετο καὶ τὴν τῆς Μιτυλήνης ἐμελέτα ἐπιβουλήν. καιροῦ δὲ ἤδη λαβόμενος εἰς πέρας καὶ τὴν ἐπιβουλὴν ἐξέῤῥηξεν. οἱ μέντοι συνδεδραμηκότες ἐπὶ τὴν τῆς Μιτυλήνης ἅλωσιν Ῥόδιοι μετὰ τῶν ἑτέρων τὴν τοῦ Φωκαέως Κατάνη μοχθηρίαν τῆς γνώμης κατεγνωκότες ἐς τὰ οἴκοι ἀνεχώρησαν.
(Στ.) Τούτων οὕτως ἐχόντων τοῦ προτέρου πλεῖον ἀναλαβόντες θράσος οἱ ἐν τοῖς Γαλάτου οἰκοῦντες Γεννουῗται διὰ τὸ τοῦ Κατάνη προτέρημα (Γεννουΐτης γὰρ κἀκεῖνος ἐτύγχανε) πλείονα τῶν προτέρων ἐπῆγον καὶ προσετίθεσαν τοῖς Ῥωμαίοις τὰ ἀδικήματα καὶ τὰς ὕβρεις. διὰ γὰρ τὴν ἀτέλειαν, ἣν παρὰ πρώτου Παλαιολόγου Μιχαὴλ τοῦ βασιλέως εἰλήφεσαν, ὡς ἀνωτέρω εἰρήκαμεν, τὸ πλεῖον τοῦ τῶν Ῥωμαίων ναυτικοῦ προστιθέμενον ἐκείνοις καὶ μετασχηματιζόμενον ἐς μέγα μὲν τὸν Λατινικὸν ηὔξησε πλοῦτον, μέγα δ' ἠλάττωσε τὸν Ῥωμαϊκόν. ὃ δὴ καὶ σκληροτέρους κατὰ Ῥωμαίων αὐτοὺς ὑπέρφρονάς τε καὶ αὐθάδεις ἐπεποιήκει. ὅθεν τήν τε περὶ αὐτοὺς τάφρον βαθυτέραν ἐποίουν καὶ πύργους ὀχυροὺς κατὰ τὸ λεληθὸς ἐν σχήμασιν οἰκιῶν ἀνίστων· καὶ ἐπὶ τούτοις, χρήμασιν ὑποφθείροντες τοὺς τῶν βασιλικῶν προεστηκότας πραγμάτων, ἄδειαν πᾶσαν εἰλήφεσαν, ἀμπελῶνάς τε ὠνεῖσθαι καὶ οἰκίας ἀνιστᾷν ἐπὶ τοῦ πλησιάζοντος λόφου λαμπροῖς πεπυργωμένας τοῖς τείχεσιν· ὡς καὶ δεῆσαν πολεμεῖν Βυζαντίοις, μηδὲν εἶναι τὸ φόβον ἐπάγον καὶ κώλυμα τούτοις.
(Ζ.) Ἐπεὶ δ' ἀρτίως ὁ βασιλεὺς τήν τε τῆς Μιτυλήνης ἐπύθετο ἅλωσιν καὶ τούτους αὖ ἐγγύθεν πέρα τοῦ δέοντος ἑώρα θρασυνομένους καὶ ἐς τὰ πλεῖστα παρασπονδοῦντας, περιελθὼν αἰφνιδίως ἐνέπρησε τὰς περὶ τὸν λόφον μεγάλας καὶ ὀχυρὰς ἐκείνας οἰκίας αὐτῶν· ἐν αἷς πολλά τε εὕρηται ὅπλα καὶ τόξα καὶ βέλη καὶ διάφορα. ταῦτα παρὰ προσδοκίαν ἰδοῦσι τοῖς Λατίνοις κατεπτηχέναι καὶ ἐκπεπλῆχθαι ἐπῄει καὶ δεδιέναι τὰ ἔσχατα. ἤλπισαν γὰρ αὐθημερὸν ἐπεισπεσεῖσθαι καί σφισι τὸν βασιλέα ὁλοσχερῶς, πολλῆς περιεστηκυίας εἴπερ ποτὲ ναυτικῆς δυνάμεως. διὸ καὶ λάθρα ὡπλίζοντο καθ' αὑτούς. ἐπεὶ δ' ἄχρι τῆς ὑστεραίας περιμείναντες οὐδὲν πλέον διαπραττόμενον τὸν βασιλέα ἑώρων ἐπ' αὐτοὺς, ἀλλ' ὅλον ἠσχολημένον περὶ τὸν ἐς Μιτυλήνην ἀπόπλουν, ἀναθαῤῥήσαντες μάχην ἐκήρυξαν φανερὰν καὶ ἀδεῶς ἔς τε Βυζαντίους καὶ ἐς αὐτὸν βασιλέα ἐνύβριζον ξυλίνους τε περιήλασαν πύργους τοῖς ἑαυτῶν τείχεσι· καὶ τῶν μεγάλων ὁλκάδων τὰς μὲν εἰς πυθμένας θαλάσσης κατέδυσαν, τὰς δ' ὁπλίσαντες πρὸ τοῦ λιμένος ἀντ' ἄλλων προβόλων καὶ χαρακωμάτων ἔστησαν. ὁ δὲ βασιλεὺς μὴ βουλόμενος τὴν τοσαύτην παρασκευὴν ἐνταυθοῖ περισπᾷν μεγαλοψύχως τε ἐχρήσατο τοῖς παροῦσιν, ἠμεληκὼς τὸ παράπαν αὐτῶν, καὶ πρὸς ἔκπλουν παρεσκευάζετο πάσῃ σπουδῇ, πλείονας ἔτι δυνάμεις ἀθροίζων.
(Η.) Ἐπεὶ δὲ μέχρις ὅλων ἑπτὰ ἡμερῶν ἐντὸς τείχους οἱ ἐν τοῖς Γαλάτου Λατῖνοι συγκλεισθέντες ἔμελλον ὑπὸ τοῦ οἰκείου δήμου διασπαραχθήσεσθαι, διὰ τὸ μὴ δύνασθαι φέρειν πλέον τὰ συμπεσόντα σφίσι δεινά· ὕδατός τε γὰρ ἐσπάνιζον καὶ ὅση ἐκ τῶν λαχάνων καὶ ὀπωρῶν ἦν ψυχαγωγία· οἵ τ' αὖ ἀγοραῖοι καὶ πένητες ἄνθρωποι, καὶ ὅσοι ἐκ τῶν ὠνίων τὸ ἐφήμερον ταλαντεύουσι κέρδος, οὗτοι δὲ πλείστην ὑπομένοντες ζημίαν πολλῷ πλέον κατὰ τῶν προεστώτων Λατίνων ἐμαίνοντο· διὰ δὴ ταῦτα πρὸς τὸ ταπεινότερον ἀπαλλάξαντες ὑπέκυψάν τε τῷ βασιλεῖ καὶ συγγνώμην ἔσχον τῆς ἀκαίρου ὀφρύος.
(Θ.) Τοῦ γε μὴν ἔτους ἤδη μετὰ τὰς τοῦ κυνὸς ὄντος ἐπιτολὰς, ὅτε δὴ καὶ ἀφθονώτερα τὰ ἀρκτικὰ πνεύματα ἐς τὴν κάτω χέονται θάλατταν, ἄρας ὁ βασιλεὺς μετὰ πάσης τῆς ναυτικῆς δυνάμεως ἔπλει ἐς Μιτυλήνην. αἱ δ' ἑπτὰ τοῦ Κατάνη τριήρεις τὴν Μιτυλήνην παραπλέουσαι, πλείους ἢ κατὰ προσδοκίαν ἐπιούσας τὰς τοῦ βασιλέως ἑωρακυῖαι, αἱ μὲν δύο φθάσασαι προσωρμίσθησαν τῷ τῆς Μιτυλήνης λιμένι, αἱ δὲ πέντε ἀπεγνωκυῖαι ἐς τὴν χέρσον ἐξώκειλαν καὶ πάντες οἱ ἐν αὐταῖς ἀποθέμενοι τὰ ὅπλα ἔφευγον· ὧν οἱ μὲν ἔδραμον εἰς τὴν Μιτυλήνην, οἱ δ' ἀνοδίᾳ χρησάμενοι διεφθάρησαν ὑπὸ τῶν Λεσβίων. τὰς δὲ πέντε ναῦς πλήρεις ὅπλων καὶ ὀψωνίων ναυτικῶν οἱ τοῦ βασιλέως λαβόντες ἀπέπλευσαν ἐς Χίον τὴν νῆσον ἅμα τῷ βασιλεῖ, πληρώσοντες τὰς ἤδη ληφθείσας πέντε τριήρεις ἐκείνας ἐρετῶν τε καὶ ὁπόσοι ἐκ τῶν καταστρωμάτων μάχεσθαι ἔμελλον. μέγα δ' ἐγένετο ἐναντίωμα τῇ τοῦ βασιλέως σπουδῇ καὶ θελήσει ἡ πρὸς τὴν Χίον αὕτη διατριβή. ἀδείας γὰρ ὁ Κατάνης λαβόμενος τήν τε Μιτυλήνην ὠχυρώσατο καὶ πολλὴν εἰσήνεγκε δύναμιν στρατιωτικὴν καὶ χορηγίαν ἀφθονωτέραν τῶν χρειωδῶν· καὶ ἔτι ἐς Φώκαιαν πέμψας ἃς εἶχε δύο ταχυπλοούσας τριήρεις τὰ ὅμοια ἐπεπράχει πολλῇ χρησάμενος τῇ σπουδῇ. μετὰ δὲ ταῦτα καταπλεύσας ὁ βασιλεὺς μετὰ τῶν δυνάμεων ἐς Φώκαιαν, προσκαλεσάμενος δὲ καὶ τὸν τὴν πέριξ ἐπαρχίαν ἔχοντα Τοῦρκον, ἅτε εἰδὼς κἀκεῖνον ἀχθόμενον ἐκ πολλοῦ τοῖς Φωκαεῦσι Λατίνοις διὰ τὰς ὑπὸ σφῶν ἐπαγομένας αὐτῷ συχνοτέρας ζημίας, περιεστρατοπέδευσεν οὕτω τὸ φρούριον ἔκ τε γῆς καὶ θαλάττης πολιορκῶν, πολλῆς τῆς χορηγίας τῶν χρειωδῶν παραγινομένης ἐς τὰς τριήρεις παρὰ τῶν Τούρκων.

βʹ. Τοῦ μέντοι βασιλέως μετὰ τῶν ναυτικῶν δυνάμεων ἀποδημοῦντος καὶ ἀδείας μακρᾶς ἐπιχωριαζούσης ἐς τὰ βασίλεια, στάσιν τῶν νεωτέρων τινὲς μεμελετήκεσαν, συνεργοὺς ἕξειν ἠλπικότες καὶ τοὺς ἐν τοῖς Γαλάτου Λατίνους διὰ τὰ φθάσαντα σκάνδαλα. ἦν δὲ τῆς στάσεως ὁ σκοπὸς, ὡς ἐλέγετο, τὸ βασίλειον κράτος, εἰ δυνηθεῖεν ἀποκτεῖναι πρῶτον τήν τε δέσποιναν καὶ τὸν ταύτης υἱὸν Ἰωάννην τὸν βασιλέα καὶ ἐφεξῆς ὁπόσοι ἐναντιώσεσθαι μέλλοιεν. ἀλλ' ἐν ὠδῖσιν ἔτι μενούσης τῆς μελέτης καὶ τῶν στασιαστῶν λάθρα τὸ πρᾶγμα διὰ μεγάλης ποιουμένων σπουδῆς, οὐκ ἔλαθε τὰ δρώμενα Καντακουζηνὴν, τὴν τοῦ μεγάλου δομεστίκου μητέρα· ἣν πάρεδρον τῇ δεσποίνῃ μέλλων ὁ βασιλεὺς ἀποπλεῖν καταλέλοιπεν, ἅτε βουλευτικὴν γυναῖκα καὶ σεμνότητος ἤθεσι κοσμουμένην καὶ βαθεῖαν πλουτοῦσαν τὴν σύνεσιν καὶ πάνυ τοι σφόδρα ἐν τοῖς ἀπόροις εὐμήχανον. ἣ δὴ καὶ ὁμοῦ τῇ πάντα ἀρίστῃ δεσποίνῃ, πρὶν ἐπὶ μέγα ῥαγῆναι τὸ πρᾶγμα κακίας, συνέστειλε συνετώτατα· οὐκ ἄνευ μέντοι δυσχερείας ἀποκρουομένης τὸ ῥᾷστον, συνέστειλε δ' οὖν.
(Β.) Τοῦ δὲ χρόνου περὶ τροπὰς ὄντος ἤδη χειμερινὰς ὁρῶντες οἱ τὸ τῆς Φωκαίας ἔχοντες φρούριον Λατῖνοι, ὅτι μήτε χειμῶνος ἀκμὴ θραῦσαι δύναται τὸ τοῦ βασιλέως ἐπίμονον, καὶ ταῦτα τῆς ναυτικῆς ὅλης δυνάμεως ἐν ὑπαίθρῳ τὴν πολιορκίαν ἀνυτούσης νύκτωρ καὶ μεθ' ἡμέραν κατὰ τὸ συνεχὲς, μήθ' ἡ μακρὰ τῶν οἰκείων ἀποδημία, μήτ' ἄλλο τι τῶν ὅσα ῥᾳστώνην ἄφθονον παρέχει τῶν χρειωδῶν, ἐς ἀπογνώσεις ἐχώρουν, καὶ μάλισθ' ὅτι καὶ τὰ σιτία σπανίζοντα ἐν σφίσιν ἑώρων αὐτοῖς. ὅθεν καὶ διαπρεσβεύονται πρὸς Ῥοδίους καὶ δέονται μὴ περιϊδεῖν κινδυνεύοντας. οἳ καὶ διαλλακταὶ πρὸς βασιλέα ἐλθόντες λύουσι τὴν πολιορκίαν. δεδώκασι γὰρ εὐθὺς οἱ Φωκαεῖς τοὺς υἱέας τοῦ συμμαχοῦντος Ῥωμαίοις Τούρκου τῷ πατρὶ αὐτῶν, οὓς ἐκ πολλοῦ κλέψαντες εἶχον δεσμίους. δεδώκασι δὲ καὶ τῷ βασιλεῖ πίστεις ἀσφαλεῖς ὑπὸ μάρτυσι τοῖς Ῥοδίοις, τήν τε Μιτυλήνην ὅσον αὐτίκα ἀποδώσειν καὶ ὑπηκόους αὐτοὺς εἶναι τῷ βασιλεῖ κατὰ τὸ πρότερον αὖθις ἔθος καὶ τὴν πατρῴαν συμφωνίαν.
(Γ.) Καὶ οὕτως ἐκεῖθεν τὴν ναυτικὴν ὁ βασιλεὺς ἀναλαβὼν δύναμιν ἐβουλήθη μὲν ποιήσασθαι τὸν κατάπλουν ἐς Μιτυλήνην· διὰ δὲ τοὺς ἐν Βυζαντίῳ θορύβους τῶν στασιαστῶν καὶ διὰ τὸ καταπεπονῆσθαι τὸν στρατὸν ὑπὸ τοῦ ψύχους ἐπανῆκεν ἐς τὸ Βυζάντιον μετὰ πάσης τῆς ναυτικῆς δυνάμεως. καὶ μετὰ βραχὺ συλλαβὼν τοὺς τὴν βασιλείαν λάθρα σφετεριζομένους καὶ διαστήσας ἰδίᾳ τοὺς στασιώτας αὐτῶν ἐξήταζε καὶ συνῆγε τἀληθὲς ἀφ' ἑκάστων. μετὰ δὲ ταῦτα συνηθροικὼς πᾶσάν τε τὴν σύγκλητον καὶ τοὺς ἐν Βυζαντίῳ τηνικαῦτα ἐπιδημοῦντας ἐπισκόπους σύν γε τῷ πατριάρχῃ, καὶ ὅσοι τοῦ δήμου τῶν Βυζαντίων ἐτύγχανον ἔκκριτοι, εἰς μέσον ἤνεγκε τούς τε στασιαστὰς τούς τε στασιώτας, καὶ ὅσοι ἐτύγχανον μάρτυρες. οἳ καὶ ἀλλήλους ἤλεγχον διαπληκτιζόμενοι καὶ παριστῶντες δι' ἀποδείξεων ἀναμφιβόλων κατ' ἀλλήλων τὰς ἀλλήλων συνωμοσίας καὶ τὰ ἔκτοπα καὶ κάκιστ' ἀπολούμενα ἐκεῖνα βουλεύματα· ὡς κἀκείνους ἀφύκτῳ τῶν ἀποδείξεων ἀναγκασθέντας ὁμολογεῖν τὴν ἀπόνοιαν. καὶ τάχ' ἂν διεσπάσθησαν αὐτοῦ πρὸς τοῦ δήμου παντὸς, εἰ μὴ τὸ πολὺ τῆς τοῦ βασιλέως μακροθυμίας καὶ φιλανθρωπίας ἀνέστειλε τὴν ζέουσαν ἐκείνην ὁρμήν. ἔδειξε γὰρ τὴν συνήθη καὶ νῦν ἡμερότητα καὶ τὴν σύμφυτον καὶ ἡλικιῶτιν αὐτοῦ ἱλαρότητα ὁμοίως ἔν τε τῷ προοιμίῳ τῆς δημηγορίας ἔν τε τοῖς ἐπιλόγοις. ὡς δ' ἐν κεφαλαίῳ φάναι, τὰ τῆς δημηγορίας τοιάδε τινὰ ἦσαν.
(Δ.) «Εἶτα ποιμένα τις ἔχων καὶ κύνα περὶ τὸ ποίμνιον, ὦ παρόντες, ὅσῳ προθυμότερον διανυκτερεύοντας βλέπει κατὰ τῶν λύκων, τοσούτῳ καὶ αὐτὸς τόν τε πόθον περὶ αὐτοὺς καὶ τὸν ἡμερήσιον αὔξει δασμὸν τῆς τροφῆς. ἐμὲ δ' οἱ τὰ μάλιστά μοι καθ' αἷμα προσήκοντες, ὁρῶντες ὑπέρ τε τοῦ κοινοῦ γένους τῶν Ῥωμαίων καὶ ὑπὲρ αὐτῶν οἴκοι τρυφώντων πόῤῥω που τῆς πατρίδος πλανώμενον καὶ κινδύνοις ἔκ τε γῆς καὶ θαλάττης παραβαλλόμενον, καὶ ταῦτ' ἐν μέσῳ τε χειμῶνι καὶ τοσούτῳ παγετῷ, οὔτ' ἠλέησαν, οὔτε τι τῶν ὅσα παραμυθεῖται ψυχὴν οὕτω σφοδρότατα πάσχουσαν προὐνόησαν. ἀλλ' ἐῤῥύη δίκαιος ἅπας λόγος κατὰ κρημνῶν καὶ φαράγγων· καὶ ὥπλισαν μὲν γνώμην, ὥπλισαν δὲ δεξιὰν κατὰ τῆς ἐμῆς κεφαλῆς. καὶ νῦν τὸ καθ' αὑτοὺς ἐν κόνει μὲν τοὐμὸν αἷμα, ἐν κόνει δὲ τὸ τῶν ἐμῶν τέκνων ὁμοῦ τῇ συζύγῳ· καὶ ἀνατέτραπται μὲν τὰ τῆς τοῦ θεοῦ ἐκκλησίας νόμιμα, ἀνατέτραπται δὲ τὰ Ῥωμαίων πράγματα. πρὸς οὖν ταῦτα ποῖος σίδηρος, ποῖος δ' ἀδάμας οὐ παραλύσει τὴν φύσιν;»
(Ε.) Ἀλλὰ τὸ μὲν τῆς τοῦ βασιλέως δημηγορίας προοίμιον οὕτως ἱκανῶς εἶχεν ἐκκαλέσασθαι δάκρυα. τὰ δὲ μεταξὺ, μακροθυμίας ἱλαρότητι συγκεκραμένης ἤδη, τίς οὐκ ἂν ἰδὼν ἐτεθαυμάκει μακρόν; καὶ μάλισθ' ὅτε καὶ Δημήτριον τὸν δεσπότην ἐλέγχειν βουληθέντας τοὺς κατηγόρους ἀνέκοψε διὰ τὴν τῆς θείας αὐτοῦ Κραλαίνης αἰδῶ, ἅτε καὶ αὐτῆς ἐκεῖ τηνικαῦτα παρακαθημένης σὺν τῇ δεσποίνῃ, καὶ ὅσαι τῶν εὐγενῶν παρῆσαν ἀκροώμεναι, καὶ τὸ θεῖον καὶ ἀγγελικὸν σχῆμα περικειμένης. τότε δὴ καὶ ἡμεῖς ἐγγύς που παρακαθήμενοι λόγοις εὐφήμοις τὴν τοῦ βασιλέως ἡμερότητα μάλιστα πάντων ἐτεθαυμάκειμέν τε καὶ ἐπεκροτήσαμεν καὶ στήριγμα τῇ αὐτοῦ ταύτῃ χρηστότητι ἐδεδώκειμεν. γνώμην γὰρ ἀεὶ καθαρὰν, ὡς εἰκὸς, διεσώζομεν πρός τε τὴν Κράλαιναν καὶ τὸν αὐτῆς ἀδελφὸν διὰ τὸν μακαρίτην καὶ ἀοίδιμον βασιλέα, τὸν πατέρα αὐτῶν· πάντως δὲ καὶ δι' αὐτοὺς, ἐν τοιαύταις τύχαις κατενεχθέντας. ὡς πλέον ἐντεῦθεν μαλαχθέντα τὸν βασιλέα σιωπῇ παρελθεῖν καὶ τὰ Δημητρίου τοῦ δεσπότου ἐγκλήματα. ἦσαν δ' αὐτὰ τοιάδε τινά. ἐς μὲν τοὐμφανὲς ὡμολόγει τοῖς στασιάζουσι· καθ' ἑαυτὸν δ' ἕτερον ἔτρεφε λογισμὸν καὶ πάνυ τοι συνετόν. * διὰ γὰρ αὐτὴν Κράλαιναν τὰς τοῦ δεσπότου τοῦ αὐτῆς ἀδελφοῦ κατηγορίας τέλεον παρεσκεύασε σιωπᾶσθαι. οὐ μόνα δὲ ταῦτα τὴν τότε τοῦ βασιλέως ἐνδείξασθαι ἔχει χρηστότητα, ἀλλὰ καὶ ἕτερα πλεῖστα. καὶ γὰρ καὶ τὰ μέχρι τέλους τῆς ἐξετάσεως ὁμοίως διήνυσε καὶ οὐδὲν ἀπηνὲς ἐνεδείξατο πρὸς τοὺς ἐλεγχθέντας στασιαστάς. ἀλλὰ τοὺς μὲν ἄλλους ἀφῆκε τέλεον· μόνους δὲ τοὺς τοῦ Ἀσὰν υἱοὺς ἐν ἀδέσμῳ καὶ φιλανθρώπῳ κατεῖχεν εἱρκτῇ, ἵνα μὴ ἀτιμωρήτου καθάπαξ τῆς κακίας μενούσης πάντες εἰς τὴν ὁμοίαν κακίαν ὁρμήσωσιν. τὰ μὲν τῆς δημηγορίας ἐκείνης καὶ ἐξετάσεως οὕτως εὐφυῶς πως καὶ ἱλαρῶς διήνυσε τέως.
(Στ.) Ἐπεὶ δ' ἐκ τῶν πραγμάτων συνῆκεν ὁ βασιλεὺς, πολὺ τῶν πολλῶν διαφέρειν τὴν τοῦ θείου αὐτοῦ σύνεσιν Ἀλεξίου Φιλανθρωπηνοῦ, οὗ δὴ πολλαχῆ καὶ πολλάκις ἐμνήσθημεν ἔμπροσθεν, μετάμελον ἔσχεν ἤδη καθ' ἑαυτὸν οὐ μάλα μικρὸν, ὅτι μὴ κἀπὶ μάλα τοι πλείονα συγκεχώρηκε χρόνον αὐτῷ τὴν τῶν Λεσβίων διοίκησιν, καὶ ὅσαι κατὰ τὸν Αἰγαῖον νῆσοι Ῥωμαίων ὑπήκοοι. οὔτε γὰρ τῶν ἐχθρῶν οὐδεὶς ἂν Μιτυλήνην ἠνδραποδίζετο, οὔτ' ἐς τοσοῦτο ναυαγίων τὰ θαλάττης ἤλαυνε Ῥωμαίοις πράγματα. ὅθεν αὐτὸν τὴν ταχίστην ἐς τὴν ἐκείνων αὖθις ἐπιτροπὴν ἀφικέσθαι προσετετάχει. καὶ ἀπελθὼν ἐς τὴν προτέραν εὐθὺς τὰ πράγματα ἤγαγεν οὗτος κατάστασιν καὶ τοὺς μεταξὺ γενομένους διέλυσε κλύδωνας, μόλις μὲν, καὶ ξὺν πολλῇ περινοίᾳ, διὰ τὴν μεταξὺ γενομένην καινοτομίαν Μιτυλήνης καὶ τῶν ἐν Λέσβῳ πραγμάτων· ἐπανήγαγε δ' οὖν. τοὺς γὰρ ἐν Μιτυλήνῃ τῇ πόλει μισθοφόρους πεντακοσίους καὶ φύλακας τῶν Λατίνων λάθρα σύνδυο καὶ σύντρεις μεταπεμπόμενος καὶ βριθούσαις δεξιαῖς ἐς τὰς πατρίδας προπέμπων ἔλαθεν οὕτω φρονίμως κενώσας τὴν πόλιν καὶ Ῥωμαίοις πεποιηκὼς ὑποχείριον. οὐ μόνον γὰρ ἐκ τοῦ γήρως ἔσχε λαμπρὰν ὁ ἀνὴρ τὴν πολυπειρίαν, ἀλλ' ὅτι καὶ τὰ τῆς πολυπειρίας ἐπ' αὐτῷ μέγαν εὗρε τὴν φύσιν συνεργὸν καὶ θεμέλιον. καὶ γέγονεν αὐτῷ διπλοῦς ὁ τῆς ἀρετῆς καρπὸς, πῶς μὲν αὐτοφυής τις καὶ ἀγεώργητος, πῶς δὲ γεωργηθεὶς χρόνων πλειόνων τύχαις καὶ γυμνασίαις.

γʹ. Ἀρχομένου γε μὴν ἦρος ἤδη πλῆθος Σκυθῶν διαβάντες τὸν Ἴστρον κατέδραμον τὴν Ῥωμαϊκὴν Θρᾴκην ἄχρι θαλάττης Ἑλλησποντίας. ἔνθα δὴ καὶ, συμβὰν οὑτωσί πως, Τούρκων τισὶν ἐντυχόντες, ὁπόσοι λῃστρικόν τινα τρόπον κατὰ τὸ συνεχὲς περαιούμενοι τὸν Ἑλλήσποντον τὴν παράλιον πᾶσαν ληΐζονται Θρᾴκην, τοὺς μὲν δήσαντες ἀπήνεγκαν, τοὺς δ' ἀντιστάντας κατέκοψαν, πολέμιοι πολεμίους, ὥσπερ κύνες τεθνηκότι σώματι πολλάκις ἄρδην ἐπεισπίπτοντες. ὅ γε μὴν ἀσύνηθες ἔδοξεν ἔχειν ἤδη πρὸς τὰς ἄλλας ἐπιδρομὰς τῶν Σκυθῶν, τοῦτ' ἦν. πρότερον γὰρ ἐπιόντες, καθάπερ ἐξ ὄρους χειμάῤῥους ἐξαίφνης καταῤῥαγεὶς, τὰ προστυχόντα τε ἐλάμβανον καὶ εἰς τὴν ὑστεραίαν αὖθις ἀπήλλαττον. νῦν δ' ἐς τοσοῦτον παρέμειναν, ὥστ' οὐ διέλιπον ἐς ἡμέρας ὅλας πεντήκοντα φέροντές τε καὶ ἄγοντες καὶ ἐς κακῶν ἐσχατιὰς συνωθοῦντες τὴν χώραν. εἶτα ἀπῄεσαν, πλῆθος ἄγοντες αἰχμαλώτων ὑπὲρ τὰς τριακοσίας, ὡς ἔφασαν οἱ πολλοὶ, χιλιάδας. καὶ τὸ αἴτιον τῆς τοιαύτης ἔφασκον εἶναι καταδρομῆς, ὅτι Ῥωμαῖοι πέμπειν ἠμέλησαν τὰ εἰθισμένα δῶρα τῷ τε τῶν Σκυθῶν ἡγεμόνι καὶ τοῖς περὶ αὐτὸν εὐγενέσιν. ἐδήλωσε δὲ τὴν βαρεῖαν ταύτην αὐτῶν ἔφοδον ἔκλειψις σελήνης ὁμοῦ καὶ ἡλίου, δεκαὲξ ἡμερῶν μεταξὺ γενόμεναι ἄμφω· ἡ μὲν σεληνιακὴ περὶ τὴν πρώτην τῶν ἰχθύων μοῖραν ὄντος τοῦ ἡλίου, ἡ δὲ περὶ τὴν πεντεκαιδεκάτην τῶν αὐτῶν.
(Β.) Ἐν τούτοις τοῖς χρόνοις ἦρχε μὲν Τραπεζοῦντος Βασίλειος ὁ υἱὸς Ἀλεξίου τοῦ Κομνηνοῦ, διάδοχος αὐτὸς ἤδη βέβαιος μετὰ πολλοὺς τοὺς ἄθλους τῆς πατρικῆς ἀρχῆς καταστάς. ἐπέμφθη δ' αὐτῷ καὶ σύζυγος Εὐδοκία, ἡ νόθη τοῦ βασιλέως θυγάτηρ.
(Γ.) Ὁ δὲ τῶν Αἰτωλῶν τε καὶ τῶν Ἀκαρνάνων ἀρχηγὸς Ἰωάννης ὁ κόντος θανάτῳ βιαίῳ τοῦ ζῇν ἀπήλλαξε, τῆς δίκης, ὡς τὸ εἰκὸς, περιελθούσης καὶ αὐτὸν τελευταῖον, καθάπερ δὴ καὶ τοὺς πρὸ αὐτοῦ. οὗτος γὰρ τὸν ἑαυτοῦ διαχειρισάμενος ἀδελφὸν, ὥσπερ κἀκεῖνος τὸν τῆς μητρὸς ἀδελφὸν, οὕτω τὴν διαδοχὴν ἐκομίσατο τῆς ἀρχῆς. τῆς δὲ δίκης οὐ σιωπᾷν εἰθισμένης ἐς τέλος ἐν τοῖς τοιούτοις, βιαίως καὶ οὗτος τοῦ ζῇν ἀπεῤῥάγη, φάρμακον παρασχούσης λαθραῖον αὐτῷ τῆς συζύγου. νοσημάτων γὰρ οὐκ ὀλίγων ὑποφυομένων ἐν τῇ οἰκίᾳ, δείσασα ἡ γυνὴ τὴν ἐπιβουλὴν τοῦ συζύγου πρὶν φονευθῆναι πεφόνευκε· καὶ οὕτω διάδοχος ἐκείνη σὺν δυσὶ παιδαρίοις τῆς τῶν Αἰτωλῶν τε καὶ Ἀκαρνάνων κατέστη ἀρχῆς.
(Δ.) Ἐπεὶ δ' ἐκ πολλοῦ καὶ πολλάκις καὶ παρὰ πλείστων ἤκουεν ὁ βασιλεὺς, ὡς οἱ κρίνειν ὀμωμοκότες ὀρθῶς καὶ μὴ παραφθείρειν ἐν μηδενὶ τὸ δίκαιον, περὶ ὧν καὶ ἡμεῖς ἐν τοῖς ἀνωτέρω φθάσαντες δεδηλώκαμεν, ἐκλαθόμενοι μὲν ἐκείνων ἐγγράφων καὶ φρικωδῶν ὅρκων, ἐκλαθόμενοι δ' ἐκκλησιαστικῶν τε καὶ βασιλικῶν ἐνταλμάτων οὐκ ἀδεκάστους ποιοῦνται τὰς κρίσεις· ἀλλὰ δῶρα λαμβάνουσιν ἀδεῶς καὶ κιβδηλεύουσι τὰς δίκας, καὶ τό γε μεῖζον, ὅτι ἐξ ἀμφοτέρων τῶν κρινομένων μερῶν δωροδοκοῦνται μὲν, οὐ κατάστασιν δὲ καὶ πέρας ταῖς δίκαις παρέχονται, ἀλλ' ἑκατέροις ἀνὰ μέρος ἐγχειρίζοντες γραμματεῖα, ἀπόφανσιν δῆθεν τῆς κρίσεως ἔχοντα, εἶτα ἐκπέμπουσι τοῖς προτέροις ἐνεχομένους ἐγκλήμασι καὶ διαπληκτισμοῖς· ἐπεὶ οὖν ταῦτα καὶ τὰ τοιαῦτα παρὰ πολλῶν ὁ βασιλεὺς ἤκουε, τὰ μὲν πρῶτα πείθεσθαι οὐκ ἐδύνατο, τὴν γενομένην ἐκ τῶν ὅρκων ἀσφάλειαν ἐνθυμούμενος· ὀψὲ δὲ βήματος γενομένου καὶ τῶν ἐπισκόπων καὶ πρεσβυτέρων συναθροισθέντων ἐν τῷ μεγίστῳ καὶ θείῳ νεῷ τῆς τοῦ θεοῦ Σοφίας, προκαθίσας ὁ βασιλεὺς ἅμα τῷ πατριάρχῃ πᾶσαν τοῖς βουλομένοις παρέσχετο χώραν ἐλέγχους κατὰ τῶν τοιούτων προφέρειν. καὶ ἤγοντο πλεῖστα καὶ ἀναμφισβήτητα καὶ πλείω τῶν ἀκουσθέντων τἀγκλήματα. καὶ ἵνα τἀν μέσῳ παρέλθωμεν, τῶν μὲν τεττάρων ὁ εἷς ἀθῶος ἀπήλλαξεν, οὐ προστριβέντος αὐτῷ τοῦ τῆς δωροδοκίας ἐγκλήματος· οἱ δ' ἕτεροι, δείσαντες μὴ διαῤῥαγῶσιν ὑπὸ τοῦ δήμου, φθάσαντες ἑαυτῶν κατεψηφίσαντο, οἱ μὲν τῶν τε ληφθέντων χρημάτων ἀπόδοσιν καὶ τοῦ δικάζειν στέρησιν παντελῆ· ὁ δ' ἐπίσκοπος ἐπὶ τούτοις καὶ τὴν τῆς ἱερωσύνης ἀπαλλαγήν τε καὶ ἀλλοτρίωσιν. ἐξώσθησαν δὲ τῆς βασιλίδος τῶν πόλεων κελεύσει τοῦ αὐτοκράτορος.

δʹ. Θέρους δ' ἀρχομένου πάλιν ὁμοίως ἐταλαιπώρουν οἱ Θρᾷκες ἐκ τῶν Ἀσιατικῶν Τούρκων. διὰ γὰρ τὴν ἀεὶ τοῦ τοὺς Ῥωμαίους κατατροποῦσθαι συνήθειαν ἀδεῶς ὁπότε βούλοιντο διεπεραιοῦντο καὶ κάκιστα διετίθεσαν Θρᾴκην. οἱ μὲν οὖν τὴν Ἰωνίαν καὶ τὰ ἐπέκεινα κληρωσάμενοι διὰ τὰς πρὸ βραχέος κατὰ Φώκαιαν γενομένας πρὸς βασιλέα σπονδὰς, ὡς εἰρήκειμεν, ἡσυχίαν ἦγον ἔν γε τῷ παρόντι. οἱ δὲ τὰ περὶ Τροίαν καὶ ὅσα τοῦ Ἑλλησπόντου παράλια κατοικοῦντες πλείσταις ναυσὶν αὐτοί τε καὶ ἵπποι αὐτῶν τὸν Ἑλλησπόντιον διαπεραιοῦνται πορθμὸν, καὶ κακῶς εὐθὺς διαθέντες Χερσόνησον ἐκεῖθεν εἰσβάλλουσι καὶ ἐς τὴν τῆς Θρᾴκης μεσόγειον, ὅτε δὴ καὶ ὁ βασιλεὺς περὶ Διδυμότειχον ἔτυχε διατρίβων. ὃς ἐπεὶ μὴ ἀξιόμαχον εἶχε στρατὸν, κατὰ πρόσωπον τοῖς ἐχθροῖς ἀπαντᾷν οὐκ ἐθάῤῥει. ἐνέδρας δὲ ποιῶν οὐκ ἠμέλει, αἴθριος διανυκτερεύων καὶ πείνῃ καὶ δίψῃ κατατήκων ἑαυτόν. ὀψὲ δὲ μοίρᾳ τινὶ τῶν ἐπὶ λείαν ἐξιόντων ἐντυχὼν τήν τε λείαν ἀφείλετο καὶ αὐτοὺς ἀπονητὶ διαφθείρει, πεντήκοντα καὶ ἑκατὸν ἐπιλέκτους ἅπαντας ὄντας. ὃ δὴ μαθόντες οἱ λοιποὶ διαπρεσβεύονται πρὸς βασιλέα. καὶ οὕτως οἱ μὲν ἔνσπονδοι εὐθὺς ἀνεχώρησαν οἴκαδε· ὁ δὲ βασιλεὺς τριταῖος ἐς Βυζάντιον ἀφικνεῖται. ἔσπευδε γὰρ διαβῆναι πρὸς Αἰτωλίαν, πονήρως ἐκεῖ τῶν πραγμάτων ἐχόντων μετὰ θάνατον τοῦ τὴν αὐθεντίαν ἔχοντος κόντου καὶ τῆς γυναικὸς ἐκείνου καλούσης ἐκεῖθεν ἐπὶ καταλήψει τῆς ἀρχῆς.
(Β.) Ἀλλὰ τοῦ αὐτοῦ θέρους ἱσταμένου, καὶ τοῦ βασιλέως παρασκευαζομένου πρὸς ἔξοδον, ἀγγέλλεται δεινὸν ἐξ Ἀσίας ἕτερον. τὸ δὲ ἦν, ὡς ὁ τῶν Βιθυνῶν ἀρχηγὸς Ὄρχανος ὁ Ἀτουμὰν λάθρα στρατολογῶν ἐκ πολλοῦ παρεσκεύασεν ἤδη δύναμιν ἱκανὴν καὶ μάλα τῷ σφετέρῳ βουλήματι ἀποχρῶσαν· ἣν δὴ καὶ ἑτοίμην οὖσαν μέλλειν ἐς τὴν ὑστεραίαν διαβαίνειν ἐξ Ἀσίας διχόθεν, τὴν μὲν ἐξ Ἱεροῦ, τὴν δ' ἐκ Προποντίδος, ἐς τὰ τῆς Βυζαντίδος προάστεια· τοῦτο γὰρ ἕως νῦν διετηρήθη τὸ μέρος πολεμίας χειρὸς μάλα ἀνώτερον. καὶ ἦν σκοπὸς, μετὰ τὸ διαρπάσαι πᾶν ὅσον ἦν ἐκ τῆς πόλεως πλῆθος ἐς ἅλωνας καὶ σίτου κομιδὴν περισπώμενον καὶ ὅσον ἦν ἐν τοῖς ἔξω χωρίοις τὴν οἴκησιν ἔχον, εἶτα καὶ δύο τινὰ τῶν τῆς πόλεως ἔγγιστα φρούρια εἰληφότας ἐκεῖθεν ὡς ἐξ ὁρμητηρίου ἐς μάχην παρατάττεσθαι τῶν Βυζαντίων. μηδὲ γὰρ ἔχειν ἔτι Ῥωμαίους ἀντίπαλόν σφισι δύναμιν, διὰ τὸ καταπεπονῆσθαι καὶ ἐφθάρθαι τῇ τε τῶν χρημάτων ἐνδείᾳ καὶ ταῖς πυκναῖς τῶν πολεμίων ἐφόδοις. ἔχοντας δὲ μεθ' ἑαυτῶν καὶ τὴν γνώμην τῶν ἐν τοῖς Γαλάτου Λατίνων, κουφοτέρας σφίσιν εἶναι τὰς ἐλπίδας καὶ ἐς ἅλωσιν τῆς βασιλευούσης.
(Γ.) Ὁ μέντοι βασιλεὺς πυθόμενος τὸν ἔκπλουν ἐκείνων ἐξαίφνης, ἐπεὶ μὴ ἐδίδου καιρὸν ἡ περίστασις ἐς ἀνάλογον παρασκευὴν ἑτοιμάζεσθαι, δεῖν ἔκρινεν οὕτως ἀπαρασκεύως ἐξιέναι πρὸς μάχην, ἔχων ἀντὶ πάσης ὅπλων παρασκευῆς καὶ στρατεύματος τὴν εἰς θεὸν ἀῤῥαγῆ καὶ βεβαίαν ἐλπίδα καὶ πίστιν. εἴκοσι μὲν οὖν τῶν ἐν ἡλικίᾳ εὐγενῶν ἀπολέξας καὶ τετταράκοντα τῶν παρατυχόντων στρατιωτῶν ἐκπέμπει διὰ τῆς ἠπείρου, δοὺς ἡγεμόνα σφίσι Καντακουζηνὸν, τὸν μέγαν δομέστικον· αὐτὸς δ' ἅμα τριήρεσιν ἀόπλοις τρισὶν ἐπὶ τὰς τῶν βαρβάρων ναῦς ἐποιεῖτο τὸν πλοῦν. οἱ μὲν οὖν βάρβαροι τέτταρας καὶ εἴκοσιν ἔχοντες ναῦς ἐκ τῶν Ἀσιατικῶν τῆς Προποντίδος κόλπων κατέπλευσαν καὶ ὡρμίσαντο Ῥηγίου ἐγγὺς, περὶ χωρίον ἀπέχον τῆς βασιλευούσης οὐ μεῖον σταδίων ἑκατὸν πρὸς τοῖς δέκα, περὶ ὥραν ἤδη τρίτην τῆς νυκτός. καὶ εὐθὺς ἀποβάντες ὥρμησαν ἐπὶ λείαν ἄλλοι ἄλλοθί που διαμερισθέντες, πρὶν αἰσθέσθαι τοὺς ἐν ταῖς χώραις οἰκοῦντας. καὶ ἦν ὁρᾷν μὲν ἅλωνας καομένας, ἀκούειν δὲ κλαυθμοὺς γυναικῶν καὶ νηπίων ἀπηνῶς ἑλκομένων. περὶ δὲ ὥραν ἐννάτην τῆς νυκτὸς, ἤδη τοῦ λυκαυγοῦς ὑποφαίνοντος, ἧκεν ὁ μέγας δομέστικος ἱππέας ἄγων ἑβδομήκοντα· καὶ διεσκεδασμένοις ἐντυγχάνων τοῖς βαρβάροις ἔκοπτεν αὐτοὺς, καθάπερ οἱ θερισταὶ τὸ λήϊον. ἅμα δὲ καὶ ὁ βασιλεὺς καταπλεύσας εἷλε τέτταρας καὶ δέκα ναῦς βαρβαρικὰς, ἀνελὼν τοὺς ἔνδον φρουρούς. αἱ γὰρ δέκα ἔφυγον εὐθὺς, προαισθομένων ἐνίων βαρβάρων καὶ εἰσδραμόντων εἰς αὐτάς. ἅμα δ' ἕῳ καὶ τοῦ βασιλέως ἀποβάντος ἐς ἤπειρον μέγιστον καὶ τῶν πώποτε μνημονευομένων ἔργον τετέλεσται. ἐφάνη γὰρ, ὡς οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ εὐδοκοῦντός ἐστι τὰ πάντα θεοῦ. μήπω γὰρ τοῦ ἡλίου τὸν μεσημβρινὸν παραλλάξαντος χίλιοι μὲν ἔγγιστα κατεκόπησαν τῶν βαρβάρων· τριακόσιοι δὲ ἑάλωσαν ζῶντες. τῶν δὲ Ῥωμαίων πέπτωκε μὲν οὐδείς· ἵπποι δ' οὐκ ὀλίγοι τούτων κατεκόπησαν. πεζοὶ γὰρ ὄντες οἱ βάρβαροι πράττειν οὐκ εἶχον γενναῖον οὐδὲν πρὸς ὡπλισμένους ἱππέας· ἀπογνόντες δὲ τολμηρότερον κατὰ τῶν ἵππων ἐχώρησαν.
(Δ.) Οἱ μέντοι Ῥωμαῖοι, πρὸς ἀπογνώσεως καὶ δειλίας βυθοὺς ἐκ πολλοῦ καταδύντες, τῷ ἤδη περιχαρεῖ σφᾶς τε αὐτοὺς ἀνεκτήσαντο καὶ ἐς τὸν ἔπειτα χρόνον βεβαιοτέρας πρὸς κύριον ἐκτήσαντο τὰς ἐλπίδας. ἔγνωσαν γὰρ ἅπαντες ἐναργῶς, ὡς οὐκ ἀνθρώπινον τὸ πραχθέν· πῶς γὰρ ἐν τοιαύτῃ χρόνων περιφορᾷ, ὅτε τὰ μὲν Ῥωμαίων ἀπέγνωσται πανταχόθεν, τὰ δὲ βαρβάρων ηὔξηται πολλῷ πρὸς θαῤῥαλεώτερον διὰ τὴν μακρὰν τοῦ νικᾷν συνήθειαν; ἀλλὰ δεξιὰ κυρίου ἐποίησε ταῦτα καὶ ὁ βραχίων ἐκείνου τὴν τῶν ὑπεναντίων ἄμαχον ἀπονητὶ συνέτριψε δύναμιν. πολέμων γὰρ, οὓς ἐν ταῖς ἱστορίαις ἀκούοντες θαυμάζομεν διὰ τὸ ἑκατέρωθεν οὐκ εὐαρίθμητον πλῆθος τῶν στρατευμάτων, ἐν ὀλίγοις εὕροι τις ἂν τοσοῦτον μὲν πλῆθος κατακοπὲν, τοσοῦτον δὲ ζωγρηθὲν, ὅσον νῦν ὑπ' ἀνδρῶν ἑβδομήκοντα μόνων.
(Ε.) Ἐς δὲ τὴν ἐπιοῦσαν αὖθις ὁ βασιλεὺς ἔκ τε ἠπείρου καὶ θαλάττης λαμπρῶς ὁπλισάμενος ἀφίκετο ἐς τὸν τοῦ Ἱεροῦ πορθμὸν, ἐλπίσας εὑρήσειν καταπλέοντας ἤδη τοὺς βαρβάρους κἀκεῖθεν κατὰ τὴν φήμην. ἀλλ' ἔμεινε τὰ τῶν ἐλπίδων ἀτέλεστα. πυθόμενοι γὰρ οἱ βάρβαροι τὴν τῶν ὁμοφύλων συμφορὰν ἀνεχώρησαν. ὁ μέντοι βασιλεὺς ἀναζεύξας ἐκεῖθεν ἀφίκετο νυκτὸς ἐκ τῶν βασιλείων πεζῇ τεσσαράκοντα καὶ πέντε σταδίων ὁδὸν ἐς τὸν θεῖον νεὼν τῆς ὑπεράγνου θεομήτορος τῆς Ὁδηγητρίας, τοὺς εὐχαριστηρίους ἐκ μέσης ἀποδώσων ψυχῆς.

εʹ. Ἀλλ' ἐκεῖνο μικροῦ με παρέδραμεν, ὅπερ ἐπανελθὼν ἀναλήψομαι. ἐν τούτῳ τῷ θέρει, τοῦ ἡλίου τῶν θερινῶν ἤδη τροπῶν ἁψαμένου, ἤρξατο φαίνεσθαι κομήτης ἐκ τῶν ἀρκτικῶν μερῶν τοῦ ὁρίζοντος ἀφ' ἑσπέρας ἑκάστης εὐθὺς μετὰ δύσιν ἡλίου. μᾶλλον δ' οὐ κομήτης ἦν, εἴ τις ἀκριβολογεῖν ἐθέλοι, ἀλλὰ πωγωνίας, ῥομφαίᾳ τινὶ ἐοικώς. ἐδόκει μὲν οὖν ἐσχηκέναι τὴν ἀρχὴν ἐκ τῶν τοῦ Περσέως μάλιστα ποδῶν, οἳ τῇ ῥάχει τοῦ ταύρου πλησίον εἶναι δοκοῦσιν· ἐπὶ δὲ τὰ πρὸς ἕω μέρη τοῦ κόσμου πέμπειν τὴν κόμην ἐπὶ πολὺ παρατείνουσαν. εἶτα ἐκεῖθεν ἀρξάμενος ἀνέβαινεν εὐθὺ τοῦ ἀρκτικοῦ πόλου, κινούμενος ἑκάστης ἡμέρας τρεῖς ἔγγιστα μοίρας. ἐπεὶ δὲ παρήλλαξε τὸν ἀρκτικὸν πόλον καὶ μετ' ἐκεῖνον τήν τε μικρὰν ἄρκτον καὶ τὰς καμπὰς τοῦ δράκοντος, ἔψαυσε καὶ τοῦ δεξιοῦ ποδὸς τοῦ Ἡρακλέους καὶ μετ' αὐτὸν τοῦ τῆς Ἀριάδνης στεφάνου. ἐκεῖθεν διέδραμε τὴν ἀριστερὰν χεῖρα τοῦ Ὀφιούχου. καὶ ἐπειδὴ πλάτος ἐνταῦθα ζωδιακοῦ καὶ ἰσημερινὸς καὶ τόπος θερμότητα ἔχων, ἀντέχειν ὁ κομήτης οὐκ ἠδυνήθη, διὰ τὸ ἐξ ὑγρᾶς ἀναθυμιάσεως τὴν ἀρχὴν τῆς συμπήξεως εἰληφέναι. διὸ τήν τε κόμην διέλυσε καὶ αὐτὸς ἠφανίσθη τελέως. φαντασία γὰρ ἦν ἀστέρος, καὶ οὐκ ἀστήρ. προσθήσω τοῖς εἰρημένοις καὶ ἀκοῆς ἄξιον ἄλλο διήγημα.
(Β.) Ἐν τούτοις τοῖς χρόνοις μία τῶν Σκυθῶν γυναικῶν, ἐκ τῶν ἐπέκεινα τοῦ Ἴστρου τὴν οἴκησιν ποιουμένων, μήτε σύζυγον μήτε παῖδας ἔχουσα, ἐπειδὴ τοὺς ἐκ Θρᾴκης ἀπαγομένους αἰχμαλώτους πρὸ τῶν ταύτης ἑώρα θυρῶν (ἐπόθει δ' ἐκ πολλοῦ προσχωρῆσαι Ῥωμαίοις καὶ τὸ θεῖον δέξασθαι βάπτισμα), ὤνιον διαναστᾶσα σύζυγον ἔλαβεν ἕνα τῶν αἰχμαλώτων Χριστιανῶν, ὅρκοις αὐτὸν ἐμπεδώσασα πρότερον, μὴ λιπεῖν τὴν ταύτης συνοίκησιν, μήδ' εἰ ἄλλοθί που τὴν ἀποικίαν ποιήσαιντο. ἐπεὶ δ' εὐκαιρίας πρὸς μετοικίαν ζητουμένης ἐνιαυτὸς ὅλος ἐτρίβη, ἐν ᾧ δὴ καὶ τέκνα δύο τὸ μὲν γεγέννηκεν, τὸ δ' ἐν γαστρὶ φέρουσα ἦν, ἔτι πλείονα τὴν στοργὴν καὶ στεῤῥοτέραν πρὸς τὸν σύζυγον ἔσχε. τούτου δ' οὕτως ἔχοντος ἔτυχεν ἐς τοὐπιὸν ἔτος αἰχμάλωτος ἀπαγομένη καὶ ἡ προτέρα τοῦ ῥηθέντος ἀνδρὸς σύζυγος. ἣν ἐκεῖνος ἐδάκρυσε θεασάμενος. ἡ μέντοι Σκυθὶς ἐκείνη γυνὴ τὴν αἰτίαν τῆς λύπης καὶ τῶν δακρύων μαθοῦσα οὔτ' ἠχθέσθη τἀνδρὶ, οὔτε ζηλοτύπως ἔσχε πρὸς τὴν γυναῖκα· ἀλλ' ὤνιον εἰλήφει καὶ ταύτην, ἵνα καὶ ταῖς χρείαις ὑπηρετῇ τῆς οἰκίας καὶ ἅμα παραμύθιον εἴη τῇ θεωρίᾳ τἀνδρὸς ἐκ τῶν ἔγγιστα. ἐπεὶ δ' εὐκαιρίας γενομένης τῷ θείῳ τε ἐτελέσθη βαπτίσματι καὶ τῇ βασιλευούσῃ τῶν πόλεων ἐπεδήμησε, δραμοῦσα πρὸς τὸν πατριάρχην ἡ προτέρα σύζυγος ἐβόα καὶ ἐστερνοτυπεῖτο καὶ ἀδικεῖσθαι ἔφασκε παρὰ τῆς Σκυθίδος, ἀφελομένης τὸν ἄνδρα αὐτῆς. παρελθούσης μέντοι κἀκείνης καὶ τὰ τοῦ πράγματος, ὡς εἶχεν, ἀκριβῶς διεξελθούσης, οὐκ εἶχεν οὐδεὶς οὐδὲν ἀπὸ δικαίου προφέρειν ἔγκλημα κατ' αὐτῆς. κυρία γὰρ ἦν ἀμφοτέρων, ἅτε χρημάτων οἰκείων ὠνίους ἐξ ἀγρίων φάναι θηρῶν εἰληφυῖα. ὅμως σιωπώντων ἁπάντων καὶ μηδὲν ἐχόντων προφέρειν ἔγκλημα κατ' αὐτῆς, κρίσιν ἐπέθηκεν αὕτη τοιαύτην τῷ πράγματι. τῷ μὲν ἀνδρὶ προῖκα τὴν λύσιν παρέσχε διὰ τὴν συνουσίαν καὶ τὴν ἐξ αὐτῆς τῶν παίδων γέννησιν· τῇ δὲ γυναικὶ βούλεσθαι μὲν, μὴ δύνασθαι δὲ διά τε τὴν τῶν χρειωδῶν ἔνδειαν καὶ τὸ ἐπ' ἀλλοδαπῆς εἶναι σὺν δυσὶ βρέφεσι. «διὸ τὸ δοθὲν ὑπὲρ αὐτῆς κομίσασα (ἔφησε) τίμημα αὐτὴ μὲν ἀπερχέσθω μετὰ τοῦ ἀνδρός· ἐγὼ δ' ἔσομαι τοῦ λοιποῦ μετὰ τῶν βρεφῶν, ἐς τὰς χεῖρας ἀποβλέπουσα τοῦ φιλανθρώπου θεοῦ.» ταύτην τὴν κρίσιν πάντες ὕμνησαν ἅμα τῷ πατριάρχῃ καὶ τὸ μεγαλοφυὲς τῆς γυναικείας ἐκείνης γνώμης ἐθαύμασαν. ἀλλ' οὐκ εἰς μακρὰν ἡ δίκη τὸ προσῆκον εἴληφε πέρας πρὸς τοῦ δικάζοντος ἄνωθεν ἀῤῥεπῶς φιλανθρώπου θεοῦ. ἐξελθοῦσα γὰρ ἡ γυνὴ περὶ τὴν τῶν λύτρων συναγωγὴν καὶ περιϊοῦσα τὰς γείτονας παρὰ τὴν Θρᾴκην, ὅποι τὴν οἴκησιν ἐπεποίητο πρότερον, εἰς τὰς χεῖρας αὖθις ἐμπέπτωκε τῶν Σκυθῶν, ἐξαίφνης ἐπιδραμόντων κατὰ τῆς Θρᾴκης. κἀκείνη μὲν αἰχμάλωτος ᾤχετο ἀπιοῦσα· ὁ δ' ἀνὴρ ἔμεινε τοῦ λοιποῦ συνοικῶν τῇ ἐκ Σκυθῶν ἐκείνῃ χρηστῇ γυναικί.

στʹ. Ἐκάλει δὲ ἤδη τὸν βασιλέα τὰ Αἰτωλῶν καὶ Ἀκαρνάνων πράγματα, πλημμελῶς διακείμενα καὶ νοσοῦντα διὰ τὴν τοῦ δεσπότου αὐτῶν τελευτήν. ἡ γὰρ ἀρχὴ διοικεῖσθαι μὴ δυναμένη παρὰ γυναικὸς χηρευούσης καὶ τέκνων ἀτελῶν ἔτι πλημμελῶς ἐφέρετο, καθάπερ ναῦς ἀγκυρῶν ὀρφανὴ κύμασι καὶ χειμῶνι συνειλημμένη. ἐπεὶ δὲ ᾔδει τοῖς Ἰλλυριοῖς ὁ βασιλεὺς πάλαι εἰθισμένον τό γε ἐπιορκοῦντας καὶ παρασπονδοῦντας ληΐζεσθαι τὴν Ῥωμαίων χώραν καὶ λωποδυτεῖν τοὺς παριόντας καὶ πονηρίᾳ καὶ δόλοις συζῶντας, καὶ συνῆκεν, ὡς καὶ νῦν ἐμπόδιον ἔσονται λάθρα τῇ πρὸς Ἀκαρνᾶνας καὶ Αἰτωλοὺς ἐκστρατείᾳ αὐτοῦ, μεταπέμπεται μισθοφόρους δισχιλίους τῶν περὶ Σμύρναν καὶ Ἰωνίαν κατοικούντων Τούρκων, μεθ' ὧν δὴ καὶ ἀρχομένου ἔαρος ἐσβαλὼν ἐς τὴν Ἰλλυριῶν χώραν ἐδῄωσε ταύτην καὶ λείαν ἐκεῖθεν ἤλασε παμπληθῆ, ὡς πλουσίους ἐκ πενήτων ἐν βραχεῖ γενομένους τοὺς Τούρκους βριθούσαις δεξιαῖς ταχέως ἐπανελθεῖν οἴκαδε. ὁ δὲ βασιλεὺς τούτῳ τῷ τρόπῳ τοὺς Ἰλλυριοὺς πεποιηκὼς ἀσθενεῖς ἀδεῶς διαβαίνει πρὸς Ἀκαρνᾶνας καὶ Αἰτωλοὺς μετὰ τοῦ οἰκείου στρατεύματος καὶ πᾶσαν ἐκείνην τὴν χώραν μετὰ τῶν πόλεων ἀπονητὶ παρεστήσατο, προσεῤῥυηκότων ἑκόντων αὐτῷ τῶν ἐκεῖ δυνατῶν μετὰ τῆς δεσποίνης αὐτῶν Ἄννης, τῆς τοῦ πρωτοβεστιαρίου θυγατρός.
(Β.) Ἐν δὲ τούτοις ἀσχολουμένου τοῦ βασιλέως, ἑάλω καὶ ἡ τῶν Βιθυνῶν μητρόπολις Νικομήδεια, τῷ πολλῷ καταπονηθεῖσα λιμῷ, διὰ τὴν ἐπίμονον τῶν ἐχθρῶν πολιορκίαν. τῷ μέντοι μετὰ ταῦτα ἐνιαυτῷ οὐδὲν ἱστορίας ἄξιον πέπρακται, πλὴν ὅτι συνεχῶς τε καὶ ἀδεῶς καὶ κατὰ πλήθη κατέδραμόν τε καὶ κατατρέχουσι Θρᾴκην οἱ Τοῦρκοι. τοῦτο γὰρ, ὡς ἐγνωσμένον ἤδη καὶ σύνηθες, ὀκνῶ διηνεκῶς διηγεῖσθαι.
(Γ.) Τῷ δ' ἑξῆς ἔτει ὁ μὲν παῖς τοῦ τῆς Ἠπείρου κρατοῦντος πρότερον κόντου Κεφαλληνίας, τεσσαρεσκαιδέκατον τῆς ἡλικίας ἄγων ἔτος τηνικαῦτα καὶ σύνεσιν τῆς ἡλικίας ἔχων μείζονα, ἐπειδὴ τὸν μὲν πατρῷον κλῆρον ὑπὸ τῷ βασιλεῖ γενόμενον εἶδε, τὴν δὲ μητέρα συνθεμένην ἀκολουθῆσαι τῷ βασιλεῖ μέχρι Θεσσαλονίκης, κελεύουσαν δ' ἕπεσθαι καὶ αὐτὸν δίχα τῶν πατρικῶν ἐπισήμων συμβόλων, ἀποστασίαν ἐπινοεῖ· καὶ συμβούλῳ χρησάμενος ἑνὶ τῶν εὐγενῶν τῆς Ἠπείρου ἅμα αὐτῷ φεύγων ᾤχετο ἐς Πάτρας τὰς παλαιὰς παρὰ τὴν σύζυγον τοῦ τελευτήσαντος πρίγκιπος Πελοποννήσου καὶ Ἀχαΐας. ἡ δὲ μήτηρ εὐθὺς ἅμα τῷ βασιλεῖ διασώζεται μέχρι Θεσσαλονίκης, κἀκεῖ πρὸς τοῦ βασιλέως ἱκανὰ χωρία λαβοῦσα προσόδων ἐτησίων ἕνεκα αὐτόθι κατοικεῖν ἔγνωκε τοῦ λοιποῦ. ἐπίτροπός γε μὴν τῆς Ἠπείρου ἐγκαταλέλειπται πρὸς τοῦ βασιλέως ὁ πρωτοστράτωρ Θεόδωρος ὁ Συναδηνός· ὃς καὶ πρὶν ὅλον ἐξήκειν ἐνιαυτὸν αἰφνιδίως ἁλίσκεται πρὸς τῶν τῆς χώρας οἰκητόρων καὶ δέσμιος τῷ τοῦ κόντου δίδοται παιδὶ, πρὸς τὴν Ἤπειρον αὖθις ἐπανελθόντι καὶ ἀναδεξαμένῳ τὴν πατρικὴν ἀρχὴν παρ' ἑκόντων τῶν ὑπηκόων.

ζʹ. Ὁ δὲ βασιλεὺς ἐνδημήσας ἐς Ἀδριανούπολιν ἅμα τῇ συζύγῳ δεσποίνῃ τὰς ἐκ πολλοῦ συμφωνίας ἤδη πρὸς πέρας ἤγαγε, δοὺς εἰς γυναῖκα τὴν θυγατέρα αὐτοῦ τῷ Ἀλεξάνδρου παιδὶ τοῦ τῶν Μυσῶν ἀρχηγοῦ, πεντεκαιδέκατον ἄγοντι τῆς ἡλικίας ἔτος ἐτῶν οὖσαν αὐτὴν ἐννέα. καὶ ἦν τὸ λοιπὸν εἰρήνη βαθεῖα μεταξὺ Ῥωμαίων καὶ Μυσῶν.
(Β.) Ἐν τούτῳ τῷ χρόνῳ γεννᾶται παιδίον ἐν Βυζαντίῳ, συμφυὲς μὲν ἀπὸ ποδῶν ἄχρις ὀμφαλοῦ, τὰ δ' ἑξῆς διαιρούμενον ὤμους καὶ στέρνα καὶ ῥάχιν, καὶ δύο μὲν ἔχον κεφαλὰς, χεῖρας δὲ τέτταρας· ὃ καὶ μετὰ μίαν ἡμέραν ἐξεπεπνεύκει.
(Γ.) Ἐφάνη δὲ καὶ πολλῷ τούτου πρότερον παιδίον ἕτερον περὶ Τραϊανούπολιν, ὃ δὴ τρίτου γενόμενον ἔτους ἐψέλλιζε μὲν κατὰ νήπιον· ῥώμην δ' εἶχεν, ὅσην ἂν καὶ εἴκοσιν ἐτῶν ἀνὴρ, καὶ ἤσθιεν ὁμοίως κατ' ἄνδρα κἀν τῇ ἥβῃ τρίχας εἶχεν ἀνδρὸς τελείου. ἀλλὰ πρὶν ἐς πέμπτον ἔτος ἐληλυθέναι, πυρετῷ συσχεθὲν ἐτελεύτησεν. ἡ γὰρ ἔνδεια τῆς τῇ βρεφικῇ ἡλικίᾳ προσηκούσης ὑγρότητος ξηρότητα ἐνεποίησε τῷ σώματι τοιαύτην, οἵαν καὶ εἰκοσαέτης ἔχοι ἄν· κἀντεῦθεν καὶ τὴν ὁμοίαν ἰσχὺν τοῖς μέλεσι καὶ μορίοις αὐτοῦ γε ἐντέθεικεν, ὡς συσχεθῆναι μὲν διὰ ταῦτα τὴν ἁρμόττουσαν ἑκάστῃ τῶν ἡλικιῶν αὔξησιν καὶ τροφήν· μὴ ἔχειν δ' αὐτὴν ἑαυτὴν διοικεῖν τὴν φύσιν, ὡς ἐτάχθη πρὸς τοῦ ποιήσαντος καὶ συνδήσαντος. οὕτω γὰρ τὴν τοῦ ζώου πλάσιν ὁ τεχνίτης θεὸς συνεκέρασεν, ὡς μὴ δεῖσθαι μηδεμιᾶς ἔτι προσθήκης ἢ ἐλλείψεως· ἀλλὰ καθάπερ ἐν ἁρμονίᾳ μουσικῇ τῆς μὲν λυθείσης τῶν χορδῶν, τῆς δὲ ταθείσης ὑπὲρ τὸ εἰκὸς, ἡ τοῦ μέλους φαυλότης ἐλέγχεται, οὕτω κἀνταῦθα τῆς τοῦ ζώου συμπήξεως παρασυρείσης ὑπό τινος ὑλικῆς ἐνδείας ἢ πλεονασμοῦ, καὶ τὸν προσήκοντα παραμειψάσης χρόνον, ἡ εἰς τὰ πρόσω πορεία τῆς γενέσεως καὶ αὐξήσεως διακόπτεται· καὶ γίνεται παραπλήσιον τὸ πάθος, ὁποῖον κἀν τοῖς νεοβλάστοις ὁρῶμεν γινόμενον ἄνθεσιν, ἃ τὴν ὥραν προαρπάσαντα κἀντεῦθεν νεωτερισμοῦ τινος καὶ προπετείας ὄφλοντα δίκην σκηπτοῦ καὶ χαλάζης μαραίνουσιν ἐμβολαὶ καὶ ψύχος ἀταμίευτον ἀφαιρεῖ τὴν ἀκμὴν καὶ πάχνη τις ἔξωρος ἔλεγχος σαφὴς τῆς λιχνείας καθίσταται τοῦ φυτοῦ.
(Δ.) Φθινοπώρου δ' ἀρχομένου ἤδη σύγχυσις γίνεται πολιτείας ἐν τῇ Γεννούᾳ. τῶν γὰρ γένει καὶ πλούτῳ προὐχόντων τῆς πόλεως ἐκείνης πρὸς τὸ γαῦρον καὶ ὑπεροπτικώτερον ἀποκλινάντων, ἐς τυραννίδα τὴν τῆς δημοκρατίας ὁμοφροσύνην μεταβάλλεσθαι ξυνέβαινε. καὶ διὰ τοῦτο ταλαιπωρούμενοι δεινῶς οἱ δημόται κατεξανίστανται τούτων καὶ ἐξωθοῦσι τῆς πόλεως καὶ καθιστῶσιν ἡγεμόνα τῆς πολιτείας ἕνα τοῦ δήμου, κατὰ τὸ ἀρχαῖον τῆς ὑπατείας τῶν Ῥωμαίων ἀξίωμα, ἢ μᾶλλον κατὰ τὴν τῶν Βενετικῶν πολιτείαν.
(Ε.) Τοῦ δὲ χειμῶνος τούτου παρεῤῥυηκότος, καὶ τοῦ ἡλίου τὸν κριὸν παραλλάττοντος, ἐφάνη Ξιφίας ἐν οὐρανῷ, ὅμοιος μὲν τῷ πρὸ τριῶν ἤδη φανέντι τῶν ἐνιαυτῶν, οὐ περὶ τὸν αὐτὸν δὲ τόπον, οὐδὲ τὴν ὁμοίαν ποιούμενος κίνησιν· ἀλλὰ ἀρξάμενος ἀπὸ τῆς τῶν χηλῶν τελευτῆς, ἔνθα τὸν στάχυν τῆς παρθένου τηνικαῦτα παρεῖναι συνέβαινεν, ἐκινεῖτο κατὰ νυχθήμερον ἕκαστον περί που τὰς πέντε μοίρας, ἕως κατήντησεν εἰς τὸν λέοντα, κἀκεῖ διελύθη τελέως.
(Στ.) Τῶν δὲ Τούρκων ὀκτὼ χιλιάδες διαπεραιωσάμενοι τὸν Ἑλλησπόντιον πορθμὸν, μετὰ τῶν ὑποζυγίων οἱ πλείους, ἐληΐσαντο πᾶσαν τὴν ἄχρι Μυσῶν Θρᾴκην, ἣν δὴ καὶ Ῥωμαίοις μὲν ἔρημόν τε καὶ ἀτριβῆ πεποιήκεσαν πᾶσαν· αὐτοὶ δ' ἄγοντές τε καὶ φέροντες οὐκ ὀκνοῦσι νύκτωρ καὶ μεθ' ἡμέραν καὶ τὴν μὲν λείαν πᾶσαν διαβιβάζοντες ἐς Ἀσίαν, αὐτοὶ δ' ἀπαλλάττεσθαι τῆς Θρᾴκης οὐδ' ὀψὲ τοῦ χρόνου βουλόμενοι, ἅτε μηδένα τὸν ἐναντιωσόμενον ἔχοντες.

ηʹ. Ἐν τούτῳ τῷ ἔαρι καὶ Βασίλειος, ὁ τῆς Τραπεζοῦντος τὴν ἐξουσίαν διεζωσμένος, νόσῳ βραχείᾳ τὸν βίον ἀπέλιπεν. οἶμαι δέ τις θεομηνία τοῦ βίου τοῦτον ἐξαίφνης ἐξήγαγεν. Εἰρήνῃ γὰρ τῇ τοῦ βασιλέως θυγατρὶ συνοικήσας ἐπὶ σμικρὸν νομίμως ὁμοῦ καὶ δικαίως, μετά γε τῆς ἀνηκούσης ὁμοφροσύνης καὶ σωφροσύνης, εἶτα τοὺς γαμικοὺς μετενήνοχεν ἔρωτας εἰς ἑταιρίδα τινὰ, καλουμένην καὶ ταύτην Εἰρήνην. καὶ ταύτῃ λοιπὸν ἀθέσμως μιγνύμενος εἰς μῖσος ἐτράπετο τῆς νομίμου. τοῦ δὲ χρόνου προβαίνοντος ὁρῶν οὐκ ἀνεχομένην τὴν βασιλίδα τὸ τοῦ πράγματος ἄτοπον, ἀλλ' ἐπιβοωμένην οὐρανόν τε καὶ γῆν καὶ πᾶσιν ἐξαγγέλλουσαν τὸ τῆς καρδίας πῦρ, ἐξήλασε καὶ τῆς αὐθεντικῆς οἰκίας αὐτήν. τάχα δ' ἂν καὶ θάνατον ἐπήνεγκεν αὐτῇ βίαιον, εἰ μὴ ἐδεδίει τὸν δῆμον, σφοδρῶς κατ' αὐτοῦ δι' αὐτό γε τουτὶ θορυβούμενόν τε καὶ στασιάζοντα. ἐν μέντοι ταῖς ἱεραῖς ὑμνῳδίαις καὶ τοῖς πομπικοῖς θεάτροις τῶν πανηγυρικῶν ἑορτῶν Βασιλείου καὶ Εἰρήνης ἡ μνήμη τὴν εὐφημίαν ἐκρότει· κἀντεῦθεν ἐπλήρου τήν τε ἐρωτικὴν ἔφεσιν ὁ Βασίλειος ἑαυτοῦ, καὶ ἅμα τὴν τοῦ δήμου ζήτησιν, προσποιούμενος τὸ λανθάνειν διὰ τῆς ὁμωνυμίας· ὡς καὶ ὑποψίαν διὰ ταῦτα γενέσθαι, λαθραίαις ἐπιβουλαῖς τῆς βασιλίδος Εἰρήνης συμβῆναι τῷ Βασιλείῳ τὸν θάνατον. τελευτήσαντος δ' ὅμως εἴθ' οὕτως εἴτ' ἐκείνως αὐτοῦ, εἰσῆλθε μὲν ἡ νόμιμος ἐκείνη σύζυγος Εἰρήνη μετὰ πάσης τῆς βασιλικῆς ἐξουσίας εἰς τὰ βασίλεια· ἐξήλασε δ' ἐκεῖθεν εὐθὺς τὴν ὁμώνυμον μὲν, ἀλλοτριότροπον δὲ καὶ παράνομον Βασιλείου σύζυγον· καὶ μέντοι καὶ κοινῇ ψήφῳ τῶν Τραπεζουντίων ἐξόριστον πέμπει πρὸς τὸ Βυζάντιον ἅμα τοῖς τέκνοις.
(Β.) Συνεκπέμπει δὲ καὶ πρέσβεις ἐς βασιλέα τὸν πατέρα αὐτῆς, κομίσοντας τὸν αὐτῇ μὲν νομίμως συζευχθησόμενον, διαδεξόμενον δὲ καὶ τὴν τῆς βασιλείας ἐκείνης ἀρχήν. οἳ δὴ καὶ ἐς Βυζάντιον ἐνδημήσαντες ἐπεὶ τὸν βασιλέα περὶ Θεσσαλονίκην ἤκουον διατρίβειν, ἐκεῖσε καὶ αὐτοὶ ποιεῖσθαι ἐγνώκεισαν τὴν πορείαν. ἐνιαυτῷ γὰρ ἤδη πρότερον ἀπὸ Θρᾴκης ἐς Μακεδονίαν ὁ βασιλεὺς μεταβὰς ἔμελλεν εὐθὺς καὶ εἰς Ἤπειρον διαβαίνειν ἐπὶ τοὺς παρασπονδήσαντας Ἀκαρνᾶνας καὶ Αἰτωλούς. ἀλλ' ἐπέσχεν ἐν πόλει Θεσσαλονίκῃ μικρὸν ἡ συνήθης ἐπήρεια τοῦ σπληνός· ὃς ἐκ πολλῶν ἤδη τῶν χρόνων τροπήν τινα πεπονθὼς καὶ παραφορὰν τοῦ καθήκοντος σφόδρα ἐξῴδηκε νῦν καὶ τὴν ἔνδον γειτονοῦσαν τῶν σπλάγχνων οἰκονομίαν διέδραμεν, ὡς κακοσιτίαν ἐντεῦθεν συμβαίνειν λοιπὸν καὶ μελῶν ἀτονίαν καὶ θάνατον ἀπειλούσας λειποψυχίας. ῥαΐσας μέντοι μικρὸν ἐς Ἀκαρνανίαν ἀπῄει. ἔνθα δὴ τηνικαῦτα καὶ οἱ τῶν Τραπεζουντίων πρέσβεις ἐντετυχηκότες αὐτῷ τὰ τῆς πρεσβείας ἐξήγγειλαν.
(Γ.) Διατριβῆς δὲ μεταξὺ γινομένης καὶ τῆς τῶν Τραπεζουντίων ἡγεμονίας ὑπὸ γυναικὶ διοικεῖσθαι καλῶς καὶ βεβαίως οὐ δυναμένης, στασιάζειν τινὲς ἐπεχείρουν καὶ ἀνασείειν τὸν δῆμον. ὅθεν ἀναγκασθεῖσα Εἰρήνη ἡ βασιλὶς τῶν Τραπεζουντίων ἐξέπεμψε ταχυναυτοῦσαν τριήρη μετὰ πρέσβεων ἄλλων, καὶ σύν γε αὐτοῖς τὸν τῆς Τραπεζοῦντος ἀρχιθύτην, κατεπείξοντας τὴν προτέραν ζήτησιν αὐτῆς πρὸς τοῦ βασιλέως Ῥωμαίων. οἳ δὴ καταπλεύσαντες ἐς Βυζάντιον καὶ τὸν βασιλέα οὐχ εὑρηκότες ἀποστέλλουσιν ἐς βασιλέα ἱππέας ὀλίγους, οἳ καὶ γένει καὶ ἀξιώματι προέχειν τῶν ἄλλων ἐδόκουν. οἷς ἐνδημήσασι τῇ τῶν Θεσσαλονικέων μητροπόλει οὐκ ἐγένετο ἐντυχεῖν παρόντι τῷ βασιλεῖ. ῥαΐσας γὰρ πρὸ βραχέος ἐκεῖνος, ὡς εἴρηται, ἀπῄει πολιορκήσων τὴν τῶν Ἀκαρνάνων μητρόπολιν. ὅθεν ἔδοξε κατὰ χώραν μείνασι, γράμμασι μηνύειν τῷ βασιλεῖ τὴν τῆς ἀφίξεως αἰτίαν αὐτῶν.
(Δ.) Ἐπεὶ δ' ἐξουσίας κολακευούσης τὸ ἐπιθυμητικὸν τῆς γυναικείας ὀρέξεως πάντα χαλινὰ διαῤῥήγνυται, λανθανούσαις μίξεσι χρῆσθαι τὴν βασιλίδα Εἰρήνην ἐψιθυρίζετο πρὸς τὸν μέγαν δομέστικον τῶν Τραπεζουντίων. τοῦτο δὲ διατρέχον τὰς τῶν πολλῶν ἀκοὰς κατεστασίαζε τόν τε δῆμον καὶ μάλιστα τοὺς εὐγενείᾳ προὔχοντας· καὶ οἱ μὲν προσεχώρουν τῷ Τζανυχίτῃ, πλούτῳ καὶ δόξῃ τηνικαῦτα δυναμένῳ τὰ μέγιστα· οἱ δὲ τῷ μεγάλῳ δομεστίκῳ. οὕτω δὲ στασιασθείσης καὶ εἰς δύο σχισθείσης τῆς τῶν Τραπεζουντίων πόλεως, εἰς μάχην ἐμφύλιον ἐτελεύτα τὸ πρᾶγμα· ὅτε δὴ καὶ κατακοπῆναί φασι πλείστους τε ἄλλους ἐξ ἑκατέρων τῶν μερῶν καὶ ἐπὶ τούτοις Τζανυχίτην.

θʹ. Ὁ μέντοι βασιλεὺς Ἀνδρόνικος, περὶ τὴν πολιορκίαν ἀσχολούμενος τῆς τῶν Ἀκαρνάνων μητροπόλεως, πάντα ἐξουρίας εἶχε τὰ ἐς βούλησιν αὐτῷ γε ἰόντα κατὰ τὸ ἐφικτόν. τοῦ γὰρ μεγάλου δομεστίκου τοῦ Καντακουζηνοῦ παρασπίζοντος καὶ συνδιϊθύνοντος ἄριστα τὴν ἀρχὴν, οὐδὲν δεινὸν αὐτῷ τῶν παρεστώτων ἐδόκει δεινῶν. τήν τε γὰρ χρονίαν ἐν ὑπερορίῳ ἐκστρατείᾳ διατριβὴν καὶ φθορὰν τῆς ἵππου καὶ τοῦ στρατοῦ δεξιῶς διετίθει, καὶ αὖ τὴν ἀπὸ τοῦ σπληνὸς πιέζουσαν νόσον συνετῶς αὐτῷ ἐπεκούφιζε καὶ ἅπαντος τοῦ ἐντεῦθεν ἀπήλλαττε δέους· καὶ εἴ τις πλήττουσα τὴν καρδίαν ὑπῆρχε φροντὶς κοσμικὴ, πάσας ἐξομαλίζων ἐτέλει ῥᾳδίως. καὶ ἐπὶ τούτοις τὰς ἐκ τῶν συγγενῶν τηνικαῦτα παραφυείσας ἐπιβουλὰς μάλα σοφῶς αὐτὸς ἀνεῖργε, συστέλλων καὶ ἀπαλλάττων ἐς τἀσφαλὲς, πρὶν εἰς ἀκοὰς ἰέναι τῷ βασιλεῖ. πολλοῖς γὰρ κοσμούμενος ὁ ἀνὴρ τοῖς πλεονεκτήμασιν, ὅσα τε φύσις χαρίζεται καὶ ὅσα βαθεῖα σύνεσις εὐφυῶς πηδαλιουχοῦσα κοσμεῖ, πρὸς παντὸς ἠγαπᾶτο τοῦ στρατοπέδου· καὶ ἦν οὐδεὶς, ὃς οὐ προὐτίθει τῆς ἑαυτοῦ ζωῆς τὴν ἐκείνου. τό,τε γὰρ φιλότιμον τῆς δεξιᾶς καὶ τὸ τοῦ ἤθους καρτερικὸν οὐδ' ἐν ταῖς ὑπερορίοις διατριβαῖς τε καὶ ἀσχολίαις ἀμείβων ἤμειβεν ὅμως τὰς τύχας τῶν ἐν τοῖς ὅπλοις τότε λιμῷ καὶ λοιμῷ ὑποταλαιπωρούντων ἔς γε τὸ βέλτιον· καὶ ἦσαν ὥσπερ ἐκ μιᾶς οἱ περιλειπόμενοι βοῶντες ἅπαντες γλώττης, στρατιῶται καὶ στρατηγοὶ, λόχοι καὶ λοχαγοὶ, σωτῆρα τοῦτον καὶ τροφέα καὶ πλουτοδότην, καὶ ὅσα τὴν Ῥωμαίων ἡγεμονίαν ἐνδοξοτέραν καθίστησι.
(Β.) Καὶ (ἵν' ὡς ἐν κεφαλαίῳ διεξέλθωμεν ὅσα ἐν τούτῳ τῷ χρόνῳ ἡ τοῦ ἀνδρὸς εὐφυῶς κατέπραξε σύνεσις, ἐγγύθεν τε καὶ πόῤῥωθεν ὁμοίως διενεργοῦσα) αὐτοῦ γὰρ ἅμα τῷ βασιλεῖ τὴν τῶν Ἀκαρνάνων πολιορκοῦντος μητρόπολιν, ἑάλωσαν οἱ τυραννίδα μελετήσαντές τε καὶ ἐπιθέμενοι ἐς Βυζάντιον, πολλοί τε ὄντες καὶ οὐ τῶν ἀφανῶν· περὶ ὧν ὕστερον πλατύτερον λέξομεν. ἑάλω δὲ καὶ Σφραντζῆς ὁ Παλαιολόγος, ὁ τοῦ Συργιάννου φονεὺς, τὰς ὁμοίας ἐξαρτύων κατὰ τοῦ βασιλέως ἐπιβουλάς· συμπαρὼν μὲν αὐτῷ καὶ συστρατοπεδεύων αὐτὸς, ἔχων δ' οὖν καὶ τοὺς ἐκ Θηβῶν Κατελάνους λάθρα οἱ συμπαρασκευαζομένους καὶ ἅμα τοὺς ἀστυγείτονας τῶν Ἰλλυριῶν. ἀλλ' οὗτος μὲν ἔφθη τοῦ βίου προαπελθὼν, πρὶν τὰς ἀξίας ἐνταῦθα δίκας ἐκτῖσαι· οἶμαι τοῦ θεοῦ βαρυτέραν ταμιευσαμένου τῷ δυσμενεῖ τὴν αἰώνιον κόλασιν.
(Γ.) Ἐγεγόνει δ' ὑπὸ Ῥωμαίοις τηνικαῦτα ἀπονητὶ καὶ ἡ Φωκαέων πόλις, ἣν μετὰ πολλῆς τῆς ναυτικῆς δυνάμεως πρὸ τεττάρων ἤδη τῶν χρόνων ὁ βασιλεὺς καταπλεύσας τότε μὲν οὐχ εἷλε, νῦν δὲ καιρὸν ἐπιτηρήσαντες οἱ ταύτης ἔνοικοι Ῥωμαῖοι, καθ' ὃν ἐς τὰ εἰθισμένα ἐξῄει κυνηγέσια ὁ τῆς πόλεως ἀρχηγὸς, κατέσχον τε αὐτὴν, βιασάμενοι τοὺς ἔνδον Λατίνους, ὀλίγους ὄντας, καὶ ἅμα τὸ τοῦ βασιλέως ἐπευφήμησαν ὄνομα, ἐπὶ τῶν τοῦ τείχους ἐπάλξεων ἀναβάντες.
(Δ.) Τούτων δ' οὕτως ἐχόντων ἀπογνόντες πρὸς τὸ τῆς πολιορκίας ἐκτεταμένον ἐνέδοσαν καὶ οἱ Ἀκαρνᾶνες· καὶ οὕτως ὑποχείριος ἐγεγόνει τῇ τῶν Ῥωμαίων ἡγεμονίᾳ πᾶσα ἡ τῆς παλαιᾶς ὀνομαζομένης Ἠπείρου ἐπαρχία, καὶ οὐδὲν ἦν ἔτι τὸ ἀντιπράττον ἐκεῖθεν. ἀλλ' ἐπανιόντι τῷ βασιλεῖ πρὸς Θεσσαλονίκην συνεπανῄει καὶ ὁ τοῦ τελευτήσαντος κόντου Κεφαλληνίας υἱὸς, οὐ μάλα ἑκὼν, μηδεμίαν ἔχων ἔτι προσδοκίαν ἐπανελθεῖν ἐς τὴν πατρῴαν τοῦ ἡγεμονικοῦ κλήρου διαδοχήν. οὕτω μεγίστων ἔργων δημιουργὸς εὐφυὴς ἡ τοῦ μεγάλου δομεστίκου καθέστηκε σιωπή. τῶν μὲν γὰρ ἄλλων οἱ λόγοι σκιαὶ μόνον ὑπάρχουσιν ἔργων, τῇ βλάστῃ εὐθὺς καὶ τῇ γλώττῃ συναποθνήσκοντες· τοῦ δ' ἀνδρὸς τουτουῒ καὶ ἡ σιωπὴ ἔργων μεγάλων ἐστὶν αὐτουργός. πολλὴν γὰρ ὁ ἀνὴρ πλουτεῖ τὴν μεγαλοφυΐαν καὶ τὴν περίνοιαν, βαθεῖαν αὔλακα διὰ φρενὸς ὡς ἀληθῶς καρπούμενος.
(Ε.) Ἔαρος δ' ἐπιόντος ἀπάρας ὁ βασιλεὺς ἐκ Θεσσαλονίκης ἅμα γυναικὶ καὶ παισὶ δωδεκαταῖος κατέλυσε παρὰ πόλει τῇ ἐπικεκλημένῃ Διδυμοτείχῳ. κἀκεῖ διατρίψας ἡμέρας συχνὰς ἧκεν εἰς τὸ Βυζάντιον, λήγοντος ἤδη τοῦ ἔαρος, βαρείᾳ τῇ ἀπὸ τοῦ σπληνὸς πιεζόμενος νόσῳ καὶ ὀξυτέρᾳ τῇ ῥύμῃ πρὸς θάνατον ἤδη συνελαυνόμενος. ἀπέγνωστο γὰρ καὶ πρὸς τῶν ἰατρῶν, ὅσοι τε τῶν Ῥωμαίων καὶ οἳ τῶν Περσῶν προσεκλήθησαν τούτου γε εἵνεκα, τρεῖς ὄντες αὐτοί. ὧν ἁπάντων λεπτοτέρᾳ ἐπιταττόντων χρῆσθαι διαίτῃ καὶ ὅλῃ προθέσει ψυχῆς τῶν βλαπτόντων ἀπέχεσθαι, ὁ δὲ ὠλιγώρει τελέως αὐτῶν, μόνῃ τῇ ἰδίᾳ βουλήσει χρώμενος ἡγεμόνι τῆς ἑαυτοῦ τραπέζης, ἐναντιωτάτῃ τὸ παράπαν ταῖς τῶν ἰατρῶν οὔσῃ παραγγελίαις. διὰ δὴ τοῦτο καὶ αὔξην ταχεῖαν ὁ σπλὴν εἰληφὼς ἔδραμεν ἄχρι καὶ ἐς τὸ ἧπαρ, καὶ ἥκιστα ζῇν αὐτὸν ἀδεῶς τοῦ λοιποῦ ξυνεχώρει. ἡμέρας οὖν εἴκοσιν ἐν τοῖς βασιλείοις διατετελεκότι καὶ πᾶσαν ἀνθρώπων ὁμιλίαν ἀποσεισαμένῳ ἔδοξε πρὸς τὸ θεῖον ἰέναι τῆς θεομήτορος τέμενος, τῆς τῶν Ὁδηγῶν καλουμένης μονῆς. μεγάλας γὰρ εἶχε καὶ ἀῤῥαγεῖς πρὸς αὐτὴν ἀεὶ τὰς εὐφραινούσας ἐλπίδας ἐν πάσαις ταῖς πράξεσιν. ἧκεν οὖν συνήθως καὶ νῦν, αἰτήσων δυοῖν θάτερον, ἢ τοῦ νοσήματος, ἢ τοῦ βίου ἀπαλλαγήν.

ιʹ. Ἀλλ' ἐκεῖνο μικροῦ με παρέδραμε, τῶν ἀναγκαιοτάτων ὑπάρχον λεχθῆναι. περαιτέρω γὰρ ἰέναι τούτου χωρὶς οὐκ ἂν δυναίμην. διὰ βραχέων τοίνυν ἐπαναλήψομαι. τῆς τῶν Ῥωμαίων ἡγεμονίας ἐξ Ἀνδρονίκου τοῦ πάππου πρὸς τὸν νέον μετατεθείσης Ἀνδρόνικον, ἧκεν ἐξ Ἰταλίας ἀνὴρ ἐς Βυζάντιον, ῥάκος Ῥωμαϊκὸν ὑποδὺς καὶ Βαρλαὰμ ἑαυτὸν ὀνομάσας. οὗτος ἤσκητο μὲν καὶ τὴν Λατίνων δογματικὴν σοφίαν· ἐγεύσατο δ' οὖν καὶ τῆς θύραθεν τῶν Ἑλλήνων, εἰ καὶ μὴ ὡς ἐκεῖνος ᾤετο, ἀλλ' οὖν μετρίως καὶ ἄκρῳ (τὸ τοῦ λόγου) δακτύλῳ. τυχών γε μὴν εὐμενείας βασιλικῆς καὶ πλουσίᾳ τῇ γλώττῃ σεμνύνων τὰ ἑαυτοῦ ἐλοιδόρει καὶ κατεμέμφετο τὴν τῶν Βυζαντίων πολιτείαν, ἄμοιρον εἶναι σοφίας αὐτὸς καταψηφιζόμενος, ἐπιβούλως οὑτωσὶ καὶ κακοήθως διὰ τῆς τῶν ἄλλων λοιδορίας ἑαυτῷ πραγματευόμενος εὔκλειαν δημοτικήν· ὡς καὶ πολὺν ἐντεῦθεν τὸν ἔπαινον πρὸς τῶν φαυλοτέρων καὶ ἀμαθῶν ἐπισπάσασθαι.
(Β.) Ἀλλ' οὐκ εἰς μακρὰν ἠλέγχθη πίθηκος ὢν καὶ πρὸς τῶν Βυζαντίων ὀλίγου δέω λέγειν ἁπάντων κατέγνωσται καὶ διακεκωμῴδηται πάνυ τοι σφόδρα περιφανῶς. τὸ δ' ὅπως, ἔξεστιν ἀκούειν τοῖς βουλομένοις ἐντυγχάνειν τῷ διαλόγῳ, ὃν ἐγὼ ταῖς τῶν πλείστων καὶ σοφωτέρων δεήσεσιν εἴξας ξυγγέγραφα, πλατύτερον πάντα διεξελθὼν ἐν αὐτῷ. τούτου δ' ἡ μὲν ἐπιγραφὴ, Φλωρέντιος, ἢ περὶ σοφίας· ἡ δ' ἀρχή· πόθεν ἡμῖν ὁ καλὸς Φλωρέντιος διὰ χρόνου καταίρει ἐς τὸ τῶν Κερκυραίων ἐπίνειον; τύχῃ ἀγαθῇ, ὦ φίλε Κριτόβουλε, Σαλαμινία καὶ Πάραλος, αἱ μάλιστα Ἀθηναίων ταχυναυτοῦσαι τριήρεις, δεκαταίους ἡμᾶς Ἀθήνηθεν ἥκουσιν ἄγουσαι πρέσβεις ἐς τὴν τῶν Κερκυραίων βουλὴν, ἀγγελοῦντας ἅττα ἀκηκοὼς καὶ αὐτὸς οὐκ ἂν οἶμαι ἔχοις, ὅπως οὐχὶ θαυμάσαις. πέπλασται γὰρ ἐν τῷ διαλόγῳ καὶ ἠλλοίωται ἡμῖν τά τε τῶν προσώπων καὶ τῶν πραγμάτων ὀνόματα· καὶ ἀντὶ μὲν Βυζαντίων ἡ τῶν Ἀθηναίων εἰσάγεται πόλις· ἀντὶ δὲ τῶν Ῥωμαϊκῶν ἡγεμόνων Ἡρακλεῖδαι καὶ Κεκροπίδαι· ἀντὶ δὲ Νικηφόρου Νικαγόρας· καὶ τὰ ἑξῆς δῆλα τοῖς συνετῶς ὁρῶσιν.
(Γ.) Ἀλλὰ γὰρ οὗτος ὁ Βαρλαὰμ τὴν πρώτην ἠτυχηκὼς καὶ τῶν μεγίστων ἐλπίδων ἐκπεπτωκὼς ἑτέραν ἑξῆς ἐβάδισε, βουλόμενος ἐντεῦθεν γοῦν, ἣν ἐκεῖθεν οὐ δεδύνηται, δόξαν θηράσασθαι. καὶ εὐθὺς ὥρμησεν, εἴ τι σαθρόν ἐστιν εἰρημένον ἐνίοις, ἐς προὖπτον ἐλέγχειν, ἵν' ἐκεῖθεν ὡς ἐξ ἀσφαλοῦς δῆθεν ὁρμητηρίου φερόμενος ὕβριν τινὰ καὶ ζάλην τῇ ἐκκλησίᾳ προστρίψηται, κἀντεῦθεν ὑγιέστερα τὰ Λατίνων ἐπιψηφίσηται δόγματα. ἐγρηγόρει τοίνυν καὶ τὴν τῶν ἀσκητῶν ἀναίδην διέβαλλε πολιτείαν, Εὐχίτας τε ὀνομάζων αὐτοὺς καὶ Ὀμφαλοψύχους, καὶ ὅσα τούτοις ἑπόμενα, καὶ ἐπὶ τούτοις τῇ τῶν Μασσαλιανῶν αἱρέσει καθυποβάλλων· ἅτε ἐγκαυχωμένων ἀκούων αὐτῶν καὶ γλώττῃ καὶ γραφαῖς, ὡς ἔλεγε, σωματικοῖς ὁρᾷν ὀφθαλμοῖς τὴν τοῦ θεοῦ φύσιν. ταῦτ' ἐκείνοις ἀκούουσι φέρειν οὐκ ἦν. ἀλλὰ Παλαμᾶν τινα, τῶν αὐτῶν προφερέστερον ἐν τοῖς λόγοις, χειροτονήσαντες πρόβολον ἐς τὴν ἐκείνου μάχην γλώττῃ καὶ γράμμασιν, ὡς ἐνῆν, δι' αὐτοῦ τὰς ἐκείνου θέσεις ἀνατρέπειν ἠπείγοντο. τοῦτο πρὸς δύο που καὶ τρεῖς τοὺς ἐνιαυτοὺς ἑκατέρωθεν ἀναπυρσευόμενον πλείω τὴν αὔξην ἀεὶ τῆς κακίας ἐλάμβανεν. ὅθεν καὶ δείσας ὁ Βαρλαὰμ, μὴ χερσὶν ἀσκητῶν διασπαραχθῇ, πλειόνων ἤδη συνηθροισμένων ἔκ τε τοῦ Ἄθωνος, καὶ ὅσοι περὶ Θεσσαλονίκην καὶ Βυζάντιον ἦσαν ἐνδιαιτώμενοι (ᾤοντο γὰρ κατὰ πάντων διαβαίνειν ἐπίσης τὸν ὄνειδον), ἥκει πρὸς τὸν Κωνσταντινουπόλεως ἀρχιθύτην καὶ τὴν ἐκεῖσε τῶν ἐπισκόπων ὁμήγυριν, οὐ μόνον Ὀμφαλοψυχίας καὶ σφαλλομένης εὐχῆς τῷ Παλαμᾷ ἐγκαλῶν, ἀλλ' ἤδη καὶ βλασφήμου θεολογίας, «ὅτι καινοτέρας (φησὶν) εἰσάγει φωνὰς ἐν τῇ μυστικῇ τῆς ἐκκλησίας θεολογίᾳ καὶ θεωρίας τερατεύεται βλέπειν κόμπου καὶ οἰήσεως μάλα μεστάς.»
(Δ.) Ὅθεν ἐκυροῦτο συγκροτηθῆναι δικαστήριον ἐν τῷ μεγίστῳ νεῷ τῆς τοῦ θεοῦ Σοφίας, παρόντος καὶ βασιλέως αὐτοῦ μετὰ τῶν τῆς συγκλήτου λογάδων, καὶ ὅσοι τῶν σοφωτέρων ἀνδρῶν. ἧκεν ἡ προθεσμία καὶ παρῆσαν ἅπαντες, οὐ μόνον ὅσοι τῇ τῆς χρείας ἀνάγκῃ δουλεύοντες ἦσαν, ἀλλ' ἤδη καὶ δημώδης ὄχλος οὐ ῥᾷστα ἀριθμητός. ῥαΐσας δὲ τηνικαῦτα βραχὺ καὶ ὁ βασιλεὺς καὶ ἰσχυρότερος δι' εὐσεβείας φιλοτιμίαν γενόμενος ἑαυτοῦ ἥκει καὶ αὐτὸς ἐπὶ τὸ βῆμα καὶ τοὺς ἱεροφάντορας. τὰ μὲν οὖν τῆς ἐγκαλουμένης θεολογίας σιωπῇ κρύπτεσθαι δεῖν ἐνομίσθη, τοῦτο μὲν καὶ διὰ τὸ μὴ δεῖν τὰ ἱερὰ τῆς θεολογίας μυστήρια βεβήλοις τοῦ δήμου προτίθεσθαι ἀκοαῖς· τοῦτο δὲ καὶ ἵνα μὴ δίκας ἀτόπου γλώττης καὶ γνώμης διδόντος τοῦ Βαρλαὰμ δίκας βλασφήμου τε καὶ ἀκαίρου θεολογίας ὄφλων φανῇ καὶ ὁ Παλαμᾶς, κἀντεῦθεν ἀντὶ τῆς ἁρμοττούσης τοῖς πράγμασιν εἰρήνης καὶ εὐταξίας θόρυβος γένηται καὶ ἀτέκμαρτος σύγχυσις. ὅθεν τὰ τῆς εὐχῆς εἰς μέσον ἐτίθετο. τὰ δὲ τῆς τῶν Μασσαλιανῶν αἱρέσεως ἐπὶ τούτοις ἐγκλήματα, ὅσα κατὰ τοῦ Παλαμᾶ προὐτείνετο, ὑπέρθεσιν εἰς βραχείας ἔσχον ἡμέρας· καὶ εἰ μὴ ὁ τοῦ βασιλέως εἵπετο κατόπιν αἰφνίδιος θάνατος, ταχὺ τὸ πέρας ἐλάμβανον ἂν αἱ αὐτοῦ σφοδραὶ κατὰ τῆς αἱρέσεως τῆς Παλαμικῆς ἐπαγγελίαι· λέγω δὴ τὴν ἐκτομὴν αὐτῆς, μελλούσης ἔτι φύεσθαι.
(Ε.) Καὶ ἵνα τἀν μέσῳ συντέμω, μὴ συγχωρηθεὶς ὁ Βαρλαὰμ ἀποδεῖξαι τὰ προτεινόμενά οἱ τῶν θεολογικῶν ἐγκλημάτων, δι' ἅσπερ ἔφθημεν εἰρηκότες αἰτίας, ἐξ ἑτέρων αὐτοῦ συγγραμμάτων ἡττήθη καὶ ἀπηλέγχθη κακογνωμοσύνῃ καὶ αὐθαδείᾳ σύνοικος ὢν καὶ δόξης δημώδους ἐς τὰ μάλιστα ἐραστής. τότε δὲ καὶ ὁ βασιλεὺς, ὥσπερ βακχείᾳ τινὶ φιλοτιμίας γενόμενος κάτοχος, πάνυ τοι συνετὴν καὶ πρὸς πάντων θαυμαστωθεῖσαν διῄει δημηγορίαν, λίαν τῷ καιρῷ καὶ τῇ χρείᾳ κατάλληλον. ὅθεν καὶ τἄλλα θέλων εὐφραίνεσθαι καὶ λύπην ἐκτᾶτο διὰ φιλοτιμίαν, ὅτι μὴ κἀμὲ σὺν τοῖς ἄλλοις εἶχεν ἀκροατήν. αἱ γὰρ συνήθεις ἡμῖν ἀλγηδόνες, τῆς ἐμῆς τηνικαῦτα δεινῶς κατορχούμεναι κεφαλῆς, οὐκ εἴασαν ἐκείνῃ κἀμὲ τῇ συνόδῳ παρεῖναι, καὶ ταῦτα διὰ πολλῶν προκληθέντα τῇ προτεραίᾳ πρός τε τοῦ βασιλέως πρός τε τοῦ πατριάρχου καὶ τῆς ὅλης συνόδου τῶν τε κρινόντων καὶ κρινομένων. ἑσπέρας γε μὴν ἰούσης τὸ θέατρον διελύετο. καὶ ὁ μὲν Βαρλαὰμ βαρείᾳ τῇ ἐκ τῆς αἰσχύνης λύπῃ κάτοχος γεγονὼς πλήρεσιν ἱστίοις ᾤχετο ἀπιὼν ἐς Ἰταλίαν καὶ τὰ Λατίνων ἤθη καὶ δόγματα, οἷς καὶ συντέθραπται.

ιαʹ. Ὁ δὲ βασιλεὺς ἐν τῇ τῶν Ὁδηγῶν αὖθις ἀπῄει μονῇ, πάνυ τοι σφόδρα κατάκοπον ἔχων τὸ σῶμα ἔκ τε τῆς διαλέξεως ἐκείνης ἔκ τε τοῦ σπληνικοῦ νοσήματος. ἐπεὶ δὲ καὶ περὶ μέσας που νύκτας καθίσας πλέον ἢ ἐχρῆν ἐδεδειπνήκει, ἔλαθε τῇ ὑστεραίᾳ κατενεχθεὶς εἰς ὕπνον καὶ κάρον ἀναισθησίας ὁμότροπον. τῇ δὲ τρίτῃ βραχὺ διάρας τοὺς ὀφθαλμοὺς τήν τε βασιλίδα παρῄνει μὴ κλαίειν, καὶ ἅμα βοήθειάν τινα πρὸς τῶν ἰατρῶν ἐζήτει. καὶ πέμψας πρὸς ἐμὲ τὴν ταχίστην ἠρώτα, εἰ συνεργεῖ τηνικαῦτα καὶ οὐκ ἀντιπράττει τὰ τῶν οὐρανίων φωστήρων ταῖς ἰατρικαῖς πείραις καὶ τέχναις. ἀλλὰ πρὶν τοὺς πεμφθέντας ἐπανιέναι τὰς ἡμετέρας κομίζοντας ἀποκρίσεις, πρὸς μείζω πάλιν ἀναισθησίαν ἐτράπη καὶ ἔκειτο πνέων τὰ λοίσθια ἐπὶ τρίτην ἐγγύς που ἡμέραν· καὶ πρὶν τὸν τοῦ Ἰουνίου μηνὸς ἐκείνου πεντεκαιδέκατον ἥλιον ἀνατεῖλαι, ἐτεθνήκει κατὰ τὸ ˉ ˉωˉμˉθ ἔτος. ὅ γε μὴν ἅπας τῆς αὐτοῦ ζωῆς χρόνος περί που τὰ πέντε καὶ τεσσαράκοντα ἔτη ἐτύγχανεν ὤν· ἐξ ὧν τὰ τῆς αὐτοκρατορίας ἔτη δυοκαίδεκα ἦν, καὶ ἡμέραι δύο καὶ εἴκοσιν, ἐξ ὅτουπερ εἷλε δηλαδὴ πολέμου νόμῳ τὴν τῶν πόλεων βασιλεύουσαν.
(Β.) Τῇ δὲ τρίτῃ τοῦ πένθους ἡμέρᾳ, τῆς βασιλίδος Ἄννης ἐκεῖθεν ἐπανιούσης ἐς τὰ βασίλεια, μέρος ἤδη τῶν ἐκεῖ συνειλεγμένων ἐγιγνόμην κἀγὼ, μόλις τῆς κατεχούσης με νόσου ῥαΐσας. καὶ εὐθὺς προτραπεὶς ὑπό τε τοῦ πατριάρχου καὶ τῶν καθ' αἷμα τῷ βασιλεῖ προσηκόντων ἁπάντων τοὺς τῷ καιρῷ προσήκοντας θρήνους τῇ γλώττῃ διεξελθεῖν, παρελθὼν ἔλεξα τοιάδε.
(Γ.) «Ἡμεῖς δὲ, ὦ παρόντες, ἐπινικίους ᾄδειν καὶ θέατρα συγκροτεῖν ἐγκωμίων τοῦ θειοτάτου βασιλέως ἠλπίζομεν καὶ λογικοὺς στεφάνους ἀνατιθέναι τῇ ἐκείνου βασιλικῇ κορυφῇ, μικράς τινας ἀμοιβὰς μεγάλων ἱδρώτων καὶ μακρῶν καὶ ὑπερορίων καμάτων καὶ μόχθων βραχεῖαν τῆς ἡμετέρας εὐνοίας ἀντίδοσιν. ἀλλὰ, φεῦ τοῦ πάθους, ἑτέραν ὁ χρόνος ἡμῖν ἐσχεδίασε σήμερον συμφορὰν καὶ θρήνους λοιπὸν ἀντ' ἐγκωμίων ἀναγκαζόμεθα πλέκειν καὶ ἀντὶ τῶν ἐκείνου τροπαίων τοὺς ἡμῶν ἀριθμεῖν ὀδυρμοὺς καὶ ἀντὶ τῶν χρηστῶν ἐλπίδων ὅλα τὰ χείρω μαντεύεσθαι. ἀλλ' οἴμοι τῆς συμφορᾶς· τίς Ὀρφεὺς, τίς Ὅμηρος ἀξίας ᾠδὰς καὶ θρήνους τῷ μεγάλῳ τούτῳ καὶ, οἷον εἰπεῖν, παγκοσμίῳ πάθει συμπλέξει; πηγαὶ ποταμῶν λίμνας πάσας καὶ θαλάσσας ὅλας, ἵνα ἡλίῳ καὶ σελήνῃ καὶ ἀστράσι τροφὴ γένηται δάκρυα. ὢ τίς ἐκ μέσης τῆς οἰκουμένης τὸν ἡρωϊκὸν ἐκεῖνον ὁπλίτην ἐξήρπασε; τίς τάφος, τίς γῆ, τίς πέτρα τὸν ἡμῶν κατέχωσε θησαυρόν; ὦ μέγα πλάτος ἀέρος, νῦν τὰς σὰς ἀγκάλας ἄνοιξον, καὶ τοὺς παρόντας δέξαι στεναγμοὺς, καὶ ῥῆξον ἄνωθεν ἀξίους ὑετοὺς δακρύων. ἐκεῖνος ἦν ὁ μήτε φθινόπωρον μήτε θέρος εἰς ὅπλων περιμένων χρείαν· ἀλλὰ φύσεις ὡρῶν καὶ στοιχείων καινοτομῶν καὶ θέρος μὲν ἡγούμενος τὴν τῶν χειμώνων δριμύτητα, τρυφὴν δὲ τὴν ἀσιτίαν, καὶ ὕπνον μὲν τὴν ἀγρυπνίαν, ἀναπαύσεις δὲ βασιλικὰς τὸ πόνοις πόνους ἐπιφέρειν καὶ διαδόχους ἄλλους ἄλλων ἀγῶνας ἀγώνων ποιεῖσθαι, θαλασσίων μὲν ἠπειρωτικοὺς, θαλασσίους δ' αὖ ἠπειρωτικῶν. ἀλλὰ νῦν αὐτὸν, βαβαὶ τοῦ πάθους, βραχεῖα συνέκρυψε κόνις. ὢ τίς ἀξία φωνὴ γῇ τε καὶ οὐρανῷ καὶ ἀστράσι τὸ πάθος ἀπαγγείλασα, καὶ οἴκτου ταῦτα δείξασα μεστὰ, συγκαλέσει πάντα πρὸς συμμαχίαν ἐνταῦθα τῶν θρήνων; ἐκεῖνος ἦν ὁ πρός γε τοῖς ἄλλοις κἀκεῖνο τὸ μέγα καὶ περιβόητον ἐργασάμενος τρόπαιον, τὸ γῇ τε καὶ θαλάσσῃ μερισθὲν καὶ ἄμφω τὰ στοιχεῖα ἐμπλῆσαν τοῦ θαύματος· λέγω δὲ τὴν διαβᾶσαν ἐξ Ἀσίας Περσικὴν ἐκείνην καὶ δύσμαχον δύναμιν, ἣν αὐθημερὸν κατηγωνίσατο κράτιστα. ἀλλὰ νῦν αὐτὸν, φεῦ, ὀξύτερον ἐπεισπεσὼν ὁ θάνατος κατηγωνίσατο. σείσθητι γῆ πρὸς τὸ νῦν πάθος, ἵνα γένος ἅπαν καὶ ἡλικία πᾶσα τῶν ἀνθρώπων αἴσθησιν τοῦ τοσούτου λαβόντες πάθους πλείους κοινωνοὶ καὶ συλλήπτορες τῶν θερμῶν ἡμῖν γένοιντο στεναγμῶν. οὗτος ἦν ὁ πρὶν ἀκουσθῆναι φαινόμενος τῷ τοῦ δρόμου τάχει καὶ πρὶν φανῆναι διώκων τοὺς πολεμίους τῷ δέει τῆς φήμης· ἀλλ' οἴμοι νῦν αὐτοῦ πολλῷ φανεὶς ὠκύτερος ὁ θάνατος τοὺς τοιούτους φθάσας διέκοψε δρόμους. πηγὴ πυρὸς αἰθερίου, δυοῖν θάτερον καινοτόμησον· ἢ παῦσαι τὰς ζωογόνους σπείρων ἐπὶ γῆς ἀκτῖνας· ἢ τοὺς κρατῆρας ὅλου τοῦ σοῦ πυρὸς ἀθροίσας, ῥῖψον κατ' αὐτῆς, ἵνα δὴ τὰς κόμας ῥίψῃ δένδρον ἅπαν καὶ μαρανθῇ τὰ κρῖνα τοῦ ἀγροῦ καὶ λάβῃ γένος χλόης ἅπαν αἴσθησιν καὶ γνῶσιν τοῦ τοσούτου πάθους. ἐκεῖνος ἦν ὁ τοὺς Τριβαλλῶν καὶ Μυσῶν ἡγεμόνας ἐκπλήξας, οἷα καθεύδουσιν ἐπιστὰς πολλάκις αἰφνίδιον, καθάπερ τις αἰθέριος κεραυνός. ἀλλ', οἴμοι, νῦν αὐτὸν ἀργὸν καὶ κείμενον καθάπαξ ἔδειξεν ὁ τάφος. οὐρανὲ, τὰς σὰς πύλας ἀναπετάσας πρόπεμψον βροντὴν ἀξίαν τοῦ μεγάλου τούτου πάθους καὶ θορύβησον τὴν κτίσιν πᾶσαν, ἵνα καὶ τῶν ἀψύχων ἡ φύσις αἴσθησιν λάβῃ καὶ συλλάβοιτο τῶν θρήνων ἅπασα φύσις κτισμάτων ἡμῖν. ὢ πῶς ἡ ταχυτάτη καὶ ὠκύπτερος φύσις νῦν ἠρεμεῖ μὴ κινούμενος; ὢ πῶς πολλάκις ἡμῖν κομίσας χαρὰν ἐκ τῶν πολεμικῶν τροπαίων ἐς τοὐναντίον ἀνέτρεψεν ἅπαντα σήμερον, καὶ χειμῶνα μὲν τὸ ἔαρ πεποίηκε, σκότος δὲ βαθὺ τὸ τοῦ ἡλίου κάλλος, μελανειμονούσης ἡλικίας ἁπάσης καὶ οἷον ἀποκρυπτούσης τὴν αὐγὴν τῆς αἰθερίας τοῦ ἡλίου λαμπάδος; ὢ πῶς ὁ πολλοὺς ἐκ τῶν βλεφάρων ἀποκρουσάμενος ὕπνους ὑπὲρ τῶν ὑπηκόων νῦν ἐν τάφῳ τὸν μακρὸν ὕπνον καθεύδει; ὢ πῶς τὸν λίθινον αὐτὸς ὑποδὺς χιτῶνα ἐν βραχεῖ δυστυχῶν ἡμᾶς ἀποδύσασθαι πέπραχεν; ὢ πῶς πρότερον μὲν τὰ τῶν πολεμίων κόπτων καὶ καταβάλλων σώματα νῦν ἐκ τάφου τὰς τῶν ὑπηκόων τοξεύει ψυχὰς ἀφειδῶς; σὺ δ' ὦ θεία βασιλὶς, ποῦ τὸ σὸν καταλέλοιπας κλέος; πῶς καθάπερ εὔκυκλος σελήνη τῶν βασιλείων χθὲς ἐξελθοῦσα σήμερον ἐπανῆλθες ἡμίκυκλος; πῶς καθάπερ δένδρον εὐσκιόφυλλον ἀνθοῦσα σήμερον ἐξαίφνης ἀπήνθησας ὡς χόρτος ἐν ἀγρῷ καὶ ῥόδον ἐν λειμῶνι; πῶς ἐκ τῶν βασιλικῶν θαλάμων χθὲς οἷα λαμπρὰ καὶ πλησιφαὴς πανσέληνος ἀνατείλασα νῦν ἐν πολλοῖς καὶ βαθέσιν ἐκρύβης τοῖς νέφεσι; τίς ἐν βραχεῖ τὸ σὸν ἀπημαύρωσε κάλλος; ποῦ τὴν συγκαταρεύσασαν ἀφῆκας χλόην; τίς τὸν σὸν εὐανθέστατον κῆπον ἐξώρυξε; τίς κλέπτης, τίς λῃστὴς, τίς πρηστὴρ καὶ κεραυνὸς ἐξ οὐρανοῦ; πῶς χθὲς ὡς ἐκ λιμένος τὸν ἔκπλουν ποιησαμένη λαμπρὸν σήμερον ἐπανῆκες, ὡς ἐκ ναυαγίου καὶ κλύδωνος ὅλον ζημιωθεῖσα τὸν πολυτίμητον φόρτον; τίς σου τὸν χρυσοῦν ἀπέκειρε βόστρυχον; τίς ἀφεῖλέ σου τὸ τῆς πορφύρας κράτιστον; τίς τὸν σὸν ἥρπασε λύχνον; τίς τὸν σὸν ἔσβεσεν ἥλιον; τίς σοι τὴν καινοτέραν ταύτην ἡλιακὴν ἔκλειψιν εἴργασται; τίς σου τὴν λαμπρὰν συζυγίαν διέλυσε; τίς ἄγριος χειμὼν τὴν σὴν ἐαρινὴν ἁρμονίαν διέῤῥηξεν; ἀλλὰ συνάρασθέ μοι τοῦ πένθους ἅπας ὁ τῶν Ῥωμαίων δῆμος, καὶ δεῦρο κοινῇ τὸν θρῆνον ἐγείρωμεν, κλαίοντες οὐκ ἐκεῖνον, ἀλλ' ἡμᾶς αὐτοὺς ἐν ἐρημίᾳ καταστάντας ἐκείνου. οἱ τὰς τοῦ γένους φλέβας ἕλκοντες ἐκ τῶν βασιλικῶν πηγῶν, δακρύσατε καὶ ὡς συγγενῆ τὸν βασιλέα καὶ ὡς τοῦ γένους καύχημα. οἱ τὰς βασιλείους πατοῦντες αὐλὰς, ζητήσατε τὴν τῶν βασιλείων λαμπρότητα. οἱ στρατιῶται, πενθήσατε τὸν δεξιὸν στρατηγόν· οἱ δοῦλοι, κλαύσατε τὸν φιλάνθρωπον δεσπότην· οἱ καθεύδειν καὶ ἠρεμεῖν εἰωθότες, τὸν ἄγρυπνον φύλακα· οἱ δικασταὶ, θρηνήσατε τὸν χορηγὸν τῆς τῶν νόμων ἰσχύος· οἱ τῆς ἐκκλησίας ἱεροὶ προστάται, ζητήσατε τὸν διάπυρον σπουδαστὴν καὶ συλλήπτορα τῶν δογμάτων· οἱ ἐν ὄρεσι καὶ σπηλαίοις, τὸν πρόβολον καὶ προασπιστὴν τῆς ὑμετέρας εὐκλείας καὶ δόξης· οἱ τῶν θείων ἀσκητηρίων κοσμήτορες, τὴν τῆς ὑμετέρας ἰσχύος ἀκρόπολιν. λογίσασθε τοὺς ὑπὲρ ὑμῶν τελευταίους ἀγῶνας αὐτοῦ, πῶς πεπονηκότος ἤδη καθάπαξ τοῦ σώματος ἔκ τε τῶν πολεμικῶν τραυμάτων ἔκ τε τῶν ἰατρικῶν καυτήρων καὶ πρὸς θάνατον ἐντεῦθεν ἐλαυνόμενος κατεφρόνησέ τε τοῦ σώματος, καὶ τῆς ἑαυτοῦ ζωῆς ἀφειδήσας προθύμως ἐπὶ τὸ βῆμα καὶ τοὺς ἱεροφάντορας ἧκε καὶ οὐ πρότερον ἐκεῖθεν ἀπήλλαξε, πρὶν ἐλπίδας δοῦναι, ὡς τοὺς ὑμῶν ὑβριστὰς καὶ τὰ ἐκείνων διεφθορότα δόγματα, τό γε εἰς ἐκεῖνον ἧκον, συντρίψει τε καὶ ὅλοις δώσει φθορᾶς καὶ ἀπωλείας βυθοῖς τε καὶ κύμασιν. ἀναμνήσθητε, οἵους καὶ ὅσου τοῦ ζήλου μεστοὺς τῶν ἱερῶν ἐκείνων χειλέων τοὺς λόγους προήνεγκεν ὑπέρ τε τῶν θείων θεσμῶν καὶ τῆς ἀληθείας αὐτῆς. ἀναμνήσθητε ὧν ἐφθέγξατο πρὶν ἥκειν ἐπὶ τὸ βῆμα καὶ τὸν ἱερὸν σύλλογον· ὧν τε αὖθις ἐλθὼν διεξῄει πάνυ τοι μεγαλοφυῶς, καὶ ὥσπερ οἱ πάλαι τῶν θεολόγων, ὁπότε θείας ἐπιπνοίας ἐμφορηθέντες τὴν γλῶτταν ἐδίδουν τῷ ἐνηχοῦντι καὶ φέροντι πνεύματι· καὶ ὅπως τοῦ νοσήματος ὑπὲρ κεφαλῆς αἰωροῦντος τοῦ βίου τὸ πέρας, ὁ δὲ οὐκ ἐνέδωκεν, ἀλλ' ἐπέραινε τὰ βελτίω μάλα προθύμως· οἶμαι τοῦ θεοῦ μεγάλην ταύτην τὴν ζέσιν τῇ τούτου χαρισαμένου ψυχῇ, ἵνα κορωνίδα τινὰ τοῖς ἄλλοις ἐκείνου χρηστοῖς ἀγῶσι καὶ οἷον ἐκσφράγισμα κράτιστον ἐπιθείη, τὸ τοιούτοις λόγοις ἁγνισθῆναι τὴν γλῶσσαν καὶ τοιούτοις νόμοις καὶ δόγμασι συναπελθεῖν αὐτὸν ἐκ τοῦ βίου.»
(Δ.) Ἦν γε μὴν ὁ βασιλεὺς ἡδὺς καὶ χαρίεις τὸ εἶδος, τὸ ἦθος ἱλαρὸς καὶ εὐπρόσιτος, τὴν γνώμην φιλάνθρωπος καὶ πάνυ τοι συμπαθής. συμβουλήν γε μὴν τῶν πάντων οὐδενὸς προσδεχόμενος οὐδεμίαν, μόνῃ τῇ ἑαυτοῦ διετέλει πειθόμενος γνώμῃ καὶ γνώσει. διὸ καὶ κρυψίνους ἦν ὡς τὰ πολλὰ καὶ βαθεῖαν μὲν διὰ φρενὸς καρπούμενος αὔλακα· ἀνομίλητος δ' οὖν καὶ μισῶν περὶ ἑαυτὸν πλῆθος ἀνθρώπων ὁρᾷν.
(Ε.) Ὅθεν καὶ οὔτε βασιλικαῖς ἐνέχεσθαι φροντίσι καὶ ἀσχολίαις ἠνείχετο, οὔτε μὴν ἐν ταῖς μεγίσταις τῶν ἑορτῶν τὰ τῆς βασιλείας ἐτέλει νόμιμα, τὰς θεατρικάς φημι καὶ δημοτελεῖς πομπὰς καὶ φιλοφροσύνας καὶ τὰς μεγαλοψύχους εὐεργεσίας τε καὶ διανομὰς τῶν τε χρημάτων ὁμοῦ καὶ ἀξιωμάτων. ὡς κινδυνεύειν ἐντεῦθεν λήθης καταδῦναι βυθοῖς τὰ τῆς βασιλικῆς εὐταξίας ἔθιμα, ὧν τὴν μνήμην κατὰ διαδοχὴν οἱ βασιλεῖς τοῖς ὀψιγόνοις παρέπεμπον. πολλοῦ γὰρ παραῤῥυέντος χρόνου, καὶ τῶν εἰδότων θανόντων, δυσχερὲς ἂν γένοιτο γνῶναι τοὺς ἐπιόντας τὰ δέοντα· ἀλλ' ὡς ἔοικεν ἡ πρὸς τὰ φαῦλα σπουδὴ ῥᾳθυμοτέραν ποιεῖ τὴν ἐς τὰ δέοντα φιλοτιμίαν. ἔτρεφε γὰρ κύνας καὶ ὄρνεα κυνηγετικὰ παμπληθῆ καὶ τοσοῦτον ἐς ταῦτα ἥττητο, ὥστε καὶ εἴ τις αὐτῷ ἐντυχεῖν ἐβούλετο, ὄρνεον ἢ κύνα κομίζων ἐτύγχανε ῥᾷστα τοῦ ποθουμένου. ἃ πάντα μετὰ τὴν ἐκείνου τελευτὴν ὁ Καντακουζηνὸς τοῖς χρῄζουσι διεμέρισεν, ἀναλογισάμενος τό,τε παμπληθὲς τῆς δαπάνης καὶ τὸ τούτων ἐς τὰ τῆς βασιλείας πράγματα πάντη μὲν ἀνόνητον, πάντη δ' ἐπισφαλές. πέντε γὰρ καὶ δέκα χιλιάδας φασὶν οἱ τοῦ βασιλικοῦ πρυτανείου διοικηταὶ περὶ τὴν σφῶν δαπάνην καινοτομεῖσθαι.
(Στ.) Οὕτω γε μὴν πολλὴν καὶ βεβαίαν πρὸς θεὸν ἐκέκτητο πίστιν, ὥστε καὶ ἀφύλακτος διῆγε τὸ πλεῖστον καὶ αὐτῶν ἄνευ τῶν βασιλικῶν πελεκυφόρων. πολλάκις δὲ καὶ οὓς ᾔδει κατ' αὐτοῦ δίκτυα καὶ ἀγχόνας ἀρτύοντας ὁμοστέγους τε ἐποιεῖτο καὶ τούτοις συνδιαιτώμενος ἦν. ἔλεγε γὰρ, ὡς ἀνθρώπου ζωὴ τῇ χειρὶ τοῦ θεοῦ συνοικεῖ, καὶ ὅταν ἐκεῖθεν συγχωρηθῇ τὰ τῆς λύσεως, τότε καὶ πᾶσι κινδύνοις ἀνέῳγε θύρα.
(Ζ.) Οὐ μόνον δὲ, ἀλλὰ καὶ φύσεώς τις ἰδιοτροπία συνῆν γε αὐτῷ, μὴ φιλοτιμεῖσθαι μηδαμῆ περὶ τὸν τοῦ βασιλικοῦ μεγέθους ὄγκον· ἀλλὰ ταπεινότερον καὶ αὐτῶν γε τῶν ὑπηκόων ὁρᾶσθαι πολλάκις. τουτὶ δ' ἐξ ἑνὸς τῶν πολλῶν παραστήσαι τις ἂν ἐν βραχεῖ. δῆλον γάρ ἐστι τοῖς ἅπασιν, ὡς αἱ τοῦ ἐπιπέδου ἐκ διαμέτρου ἀκρότητες τῶν βασιλικῶν τρικλίνων ἀμφότεραι ὑπέρκεινταί που τοῦ μεταξὺ ἐπιπέδου ἄχρι καὶ ἐς τρίτον σπιθαμῆς, καὶ μάλιστα ὅπη καὶ ὁ βασιλικὸς ἕστηκε θρόνος· ἵν' ἴσως ἔχῃ τι κἀν τούτῳ πλέον τῶν ἄλλων ὁ βασιλεὺς ἱστάμενος ἔν τε ταῖς ἱεραῖς ὑμνῳδίαις καὶ ὅτε διαλέγοιτο νῦν μὲν τοῖς ὑπηκόοις, νῦν δὲ τοῖς ἐξ ἐθνῶν πρέσβεσιν. ἐξεῖναί γε μὴν ἐπ' ἐκείνης τῆς στάσεως οὐδενὶ τῶν ἁπάντων τῷ βασιλεῖ συνίστασθαι, πλὴν τῆς συζύγου καὶ τῶν υἱέων καὶ ἀδελφῶν· προσθείην δ' ἂν καὶ τῶν πατραδέλφων. ἀλλὰ τούτου γε ἱσταμένου καὶ ὁμιλοῦντος ἐκεῖθεν οἷς ἐχρῆν ἀνῄεσαν καὶ συνίσταντό οἱ οὐχ ὅπως ἅπασα τῶν εὐγενῶν ἡ νεότης, ἀλλὰ καὶ τῶν χυδαίων καὶ ὑπηρέτου τάξιν ἐχόντων, οἷς πρὸς βουλήσεως ἦν. ὡς καὶ τοσούτους ἐντεῦθεν γίνεσθαι τοὺς συνωθισμοὺς περὶ αὐτὸν πολλάκις, ὡς ὑπείκειν αὐτὸν καὶ ἐνδιδόναι καὶ ἄλλοις μὲν τῆς ὑπερτέρας παραχωρεῖν στάσεως, αὐτὸν δ' ἠρέμα κατιέναι πρὸς τὸ τοῦ ἐδάφους χαμαιζηλότερον, μηδενὶ τῶν ἁπάντων ἀχθόμενον.
(Η.) Περί γε μὴν τῆς ἐπὶ κεφαλῆς καλύπτρας ἐπὶ μὲν τῶν πρότερον βασιλέων ἔθος, τοὺς μὲν χρόνῳ προβεβηκότας ἐν τοῖς βασιλείοις χρῆσθαι καλύπτραις, πυραμίδος μὲν ἐχούσαις σχῆμα, Σηρικοῖς δ' ἐνδύμασι κατὰ τὸ ἀνάλογον ἑκάστῳ ἀξίωμα καλυπτομέναις· ὅσοι δ' ἐν ἡλικίᾳ, τούτους δὲ πάντας καθάπαξ ἀκάλυπτον ἔχειν τὴν κεφαλήν. ἐπὶ δὲ τῆς αὐτοῦ βασιλείας ἐς τοσοῦτον ἔῤῥει τὸ ἔθος τουτὶ, ὡς καλύπτραις μὲν κεχρῆσθαι πάντας ὁμοῦ καὶ νέους καὶ ἀφήλικας, ὁμοίως ὥσπερ ἐν ἀγροῖς, οὕτω καὶ βασιλείων ἐντὸς, πολυειδέσι δ' οὖν καὶ ταύταις καὶ ἀλλοκότοις καὶ οἵαις ἑκάστῳ πρὸς βουλήσεως ἦν. οἱ μὲν γὰρ Λατινικαῖς ἐκέχρηντο ταύταις, οἱ δὲ ταῖς ἐκ Μυσῶν καὶ Τριβαλλῶν ὁμοίαις, οἱ δὲ ταῖς ἐκ Συρίας καὶ Φοινίκης ἰούσαις, καὶ ἄλλοι ἄλλαις, ὡς ἑκάστῳ δεδογμένον ἦν. τῷ δ' αὐτῷ κἀπὶ τῶν ἐνδυμάτων κατεχρήσαντο ἤθει· ὡς ἐντεῦθεν τοὺς συνετωτέρους καινοτομίαν τινὰ καὶ κατάλυσιν ὑποπτεύειν τῆς βασιλείας καὶ πέρας τῶν ταύτης ἐθῶν καὶ πραγμάτων. ἤδη δ' ἐπῄει τοῦτο συνάγειν τελεωτέρᾳ τῇ γνώσει κἀκ τῶν βασιλείων καὶ περιλάμπρων οἴκων ἐκείνων, καθῃρημένων μικροῦ τῶν ὅλων καὶ ἐς ἀπόπατον καὶ κοπρῶνα καθισταμένων, οἷς παριέναι ξυμβαίνει. παραπλησίως δ' αὖ κἀκ τῶν πατριαρχικῶν ἐθῶν καὶ πραγμάτων, καὶ αὐτῶν γε τῶν μεγίστων καὶ περιφανῶν οἰκιῶν, αἳ δὴ κράτιστος κόσμος ὁμοῦ καὶ ὀχύρωμα τοῦ μεγίστου νεὼ τῆς τοῦ θεοῦ Σοφίας ὑπῆρχον, τοῖς τε πρώτοις συστᾶσαι δημιουργοῖς καὶ τοῖς ἔπειτα προσθῆκαι γινόμεναι κάλλιστα, καὶ μάλα τοῖς πρώτοις ἔργοις προσήκουσαι. πάντων γὰρ ἐπ' ἴσης φθορὰ καὶ κατάλυσις κατωρχήσατο.
< 1 2 3 4 5 6 7 8 >