thyreos

Βυζαντινα κειμενα

 

  Προκοπιος
  Ιεροκλης
  Σιμοκαττης
  Θεοφανης
  Ιωαννης Σκυλιτζης
  Κωνσταντινος Ζ’
  Λεων Διακονος
  Μιχαηλ Ψελλος
  Μιχαηλ Ατταλειατης
  Νικητας Χωνιατης
  Γ. Ακροπολιτης
  Γ. Παχυμερης
  N. Γρηγορας
  Ι. Καντακουζηνος
  Γεωργιος Σφραντζης
  Χαλκοκονδυλης


Aspis

Νικηφόρος Γρηγοράς

1295 – 1360 (περ.)
τίτλος έργου:

– Ρωμαϊκή Ιστορία –

χρόνος έκδοσης: 1337-1358
πλήρης τίτλος:

ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ ΛΟΓΟΙ ΛΖ’

περιεχόμενο:

Αφήγηση γεγονότων της ιστορίας του Βυζαντίου από το 1204 έως το 1358 σε 37 βιβλία.  Στην παρούσα σελίδα περιέχονται τα βιβλία 36 και 37 που καλύπτουν τα γεγονότα από το 1355 μέχρι το 1358.

Κείμενο :
< 1 2 3 4 5 6 7 8 >

Historia Romana

[Μέρος 8: Βιβλία 35 και 37 που καλύπτουν τα γεγονότα από το 1355 έως το 1358]

ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΓΡΗΓΟΡΑ ΡΩΜΑΙΚΗΣ ΙΣΤΟΡΙΑΣ


ΛΟΓΟΣ ΛΣΤ’.

Ἐμοὶ δ' ἀρχομένῳ τῆς ἱστορίας τὸ σκοπιμώτατον ἦν τὴν τῶν δημοσίων πραγμάτων τοῖς ἔπειτ' ἀνθρώποις γράφοντι παραπέμπειν διήγησίν τε καὶ δήλωσιν· ἀλλ' ὥσπερ τις ἄγριος ἄνεμος ἐξ ἀρκτώων καταρραγεὶς πηγῶν, πρὶν ἡμᾶς αἰσθέσθαι καὶ πρὶν παρεσκευάσθαι πρὸς τὴν ἀπάντησιν, ἐξαίφνης συνεκύκησέ τε καὶ συνετάραξε τῆς ἡμετέρας καὶ συνήθους ἐκείνης γαλήνης τοὔδαφος, τοὺς κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας ἐπενεγκὼν χειμῶνας καὶ κλύδωνας. κἀπειδήπερ διὰ τάδ' ἀναγκαῖον ἅπαξ προελομένῳ διεξιέναι πάνθ' ὅσα περ ἂν καὶ οἷά γε εἴη τὰ τέως παρεκπεσόντα τῆς ἐκκλησιαστικῆς ὑποθέσεως ναυάγια, καὶ οἵτινες εἶεν καὶ ὅπως καὶ μέχρι πόσου καὶ μεθ' οἵας τῆς προθυμίας τοῖς τῶν χειμώνων ἐκείνων ἐνεκαρτέρησαν κύμασι συνείρειν καὶ συνυφαίνειν τῷ τῆς ἱστορίας σώματι ταυτησί, καὶ συνάπτειν ἑκατέροις ἑκάτερα ἅτε συναίτια γινόμενα ἀλλήλοις, ὡς δειχθήσεται προϊοῦσιν ἡμῖν, καὶ ὑφ' ἑαυτῶν ἀλλήλοις συμπλεκόμενα, καὶ οὐδαμῇ τῆς πρὸς ἄλληλα συμφυΐας τε καὶ ἀλληλουχίας διασπασθῆναι δυνάμενα, πολυειδῆ καὶ διπλῆν ἀνθ' ἁπλῆς καὶ μονοειδοῦς ἐλάθομεν δρῶντες τὴν ἱστορίαν δημοσίων πραγμάτων καὶ ἅμα ἐκκλησιαστικῶν, παρὰ πᾶσάν τε προσδοκίαν καὶ παρὰ πᾶσαν τὴν ἐξ ἀρχῆς ἡμῶν πρόθεσιν συμβὰν οὑτωσί πως ἐν μέσῃ φάναι πορείᾳ, ὡς ἀναγκάζεσθαι ἡμᾶς συνεχεῖς τὰς ἐκδρομάς τε καὶ ἀνελίξεις καὶ ἐπαναλήψεις τῶν λόγων ποιεῖσθαι καὶ ἐφαρμόττειν καὶ συντιθέναι, καὶ παραπομπὰς παμπόλλους πολλαχῇ ποιεῖσθαι καὶ ἀναμνήσεις καὶ περιόδους πολυτρόπους, νῦν μὲν διὰ μακροῦ τοῦ μεταξύ, νῦν δ' ἐκ τοῦ σύνεγγυς. ἀνεμέσητον οὖν εἶναι χρεὼν τὸ καθ' ἡμᾶς εἰς τοῦτ' ἀνάγκης συνελαθέντας τῇ τῶν ἐξ ἀνάγκης ἄλλοτ' ἄλλως ἐχόντων πραγμάτων φορᾷ. ὑπὸ γὰρ δυοῖν ἐναντίοιν, ψυχαῖς δηλαδὴ καὶ σώμασι, χρωμένων ἀνθρώπων αὐτὰ διοικούμενα, πῶς μὲν ὑπὸ φύσεως καὶ αὐτὰ πῶς δ' ὑπὸ νόμων καὶ ἐθῶν ῥυθμιζόμενα, ἀνάγκη διαφόρους γίνεσθαι τοὺς βίους διαφόρων ὄντων τῶν τε διοικούντων καὶ διοικουμένων τῶν τε ῥυθμιζόντων καὶ ῥυθμιζομένων, ὡς εἴρηται, καὶ ἐξαλλάττεσθαι πῶς μὲν διὰ μακρῶν πῶς δὲ διὰ συχνῶν τῶν μεταξὺ χρονικῶν περιόδων, καὶ πῶς μὲν μετριωτέραν καρπουμένων φαυλότητα, πῶς δ' εἰς μείζω τὴν ἀμετρίαν ἐκφερομένων ἢ κατ' ἐκεῖνα, καὶ πῶς μὲν ὑπὸ τῶν αὐτῶν πῶς δ' οὐχ ὑπὸ τῶν αὐτῶν, νῦν μὲν τὰ αὐτὰ διὰ βίου πλημμελούντων ἢ σωφρονούντων, πῶς δ' οὐδαμῇ τὰ αὐτὰ ὅτι μὴ διάφορα καὶ πολυειδῆ καὶ πολυτροπώτατα. ὃ γοῦν πολλάκις ἡμεῖς δεδρακότες οὐ τῶν ἀτόπων οὐδὲν οὐδαμῇ ποτὲ δρᾶν οὔτ' ἐνομίσαμεν οὔτ' ἐνομίσθημεν, τοῦτ' αὐτὸ καὶ νῦν τε καὶ ἔπειτα δρῶντες, φλαῦρον οὐδὲν οὔτε δρῴημεν ἄν ποτε οὔτε δρᾶν ποτὲ νομισθείημεν ἄν. ἢ πολλὴ μέντ' ἂν εἴη νέμεσις πολλὴν πανταχόθεν ἡμῖν τὴν χλεύην ἐπισωρεύουσα, τῷ μεγίστῳ μέρει ζημιοῦν αἱρουμένοις διὰ ῥαστώνην τοὺς ὅσοι τὸ πρὸς θεὸν ἀκήρατον ἔτι σέβας τηροῦντες ἔχουσι λίαν ἐρωτικῶς τῆς ἐς τὰ δόγματα χρείας τε καὶ ζητήσεως. ἦ που σχετλιώτερον μέχρι θανάτου τοῖς ἐντεῦθεν ἐνηθληκότας δεινοῖς ἡμᾶς ὑπὲρ εὐσεβείας περιβλέπτοις πράξεσιν ἰδίᾳ τε καὶ δημοσίᾳ, ἔπειτα ῥαστώνης δοῦναι γαστρί, σιωπῶντας καὶ ὥσπερ ἀωρίαν κατεγνωκότας, ὅσα πάσης ὥρας πέφυκε καὶ πάσης ἄξια σπουδῆς. δι' ἃ δὴ καὶ ἐπανιτέον ὅθεν ἡμῖν πρὸ βραχέος ὁ λόγος καὶ ὅπῃ τὸν δρόμον ἀνεπεπαύκει. Τοῦ γὰρ χειμῶνος ἐκείνου πάνυ σκληροῦ γενομένου διὰ τὸ πάνυ τι πλείστην καὶ ἐπὶ πλεῖστον καταρραγεῖσαν χιόνα πᾶσαν σχεδὸν ἑαυτῆς οἰκίαν ἐμπλῆσαι, ἐπὶ πλέον ὁ βασιλεὺς τῇ Τενέδῳ ἐνδιατέτριφε, τά τε ἄλλα διοικῶν, καὶ πάντων μάλιστα τὴν εἰς τὸ ἔπειτα τοῦ βασιλέως γυναικαδέλφου Ματθαίου φυλακὴν ἐν φροντίδι μεγίστῃ ποιούμενος. ἔδοξεν οὖν ἀπενεχθέντα εἰς Μιτυλήνην ἐκεῖ παρὰ Καταλούζῳ φυλάττεσθαι τῷ Λατίνῳ, ὃς ἐπ' ἀδελφῇ γαμβρὸς ὑπάρχων τῷ βασιλεῖ πάσης ἐπετρόπευε Λέσβου τῆς νήσου. οὗ γενομένου ἀπῄει μὲν καὶ ἐς Φώκαιαν αὖθις διὰ τὸν τοῦ Ὑρκανοῦ παῖδα ὁ βασιλεύς, ἐπανῆκε δ' οὐδὲν ὧν ἐβούλετο πεπραχώς. καὶ ὁ χειμὼν ἐν τούτοις ἐτελεύτα. ἐπανεληλυθότος δ' ἐς Βυζάντιον αὖθις τοῦ βασιλέως ἐκεῖθεν, ἦρος ἤδη ἀρχομένου, κατῄει καὶ ὁ βάρβαρος Ὑρκανὸς ἐκ τῶν ὑψηλοτέρων τῆς Βιθυνίας μερῶν ἄχρι τῶν παραλίων τῆς Χαλκηδονίας ἠπείρου, καὶ ὡμίλησεν ἐκεῖθεν τῷ βασιλεῖ καὶ ἐκοινολογήσατο περὶ τοῦ υἱέως αὖθις, οὐκ αὐτοπροσώπως ἀλλὰ δι' ἀκατίων καὶ πρέσβεων ἀπὸ βραχέος πάνυ τοῦ διαστήματος, ἐγγυτέρω γενομένου τοῦ βασιλέως διὰ ῥαστώνην τῆς χρείας, καὶ μετὰ τῶν οἰκείων ἐπάνω τοῦ πύργου τὴν σκηνὴν πηξαμένου, ὃς ἐν μέσῳ τῆς μεταξὺ θαλάττης ἐκ παλαιοῦ πεπηγὼς Ἄρκλα καλεῖται πρὸς Βυζαντίων. ὅσα μὲν οὖν καὶ οἷα ἦν ἅπερ σφίσιν εἴρηταί τε καὶ ἐπήγγελται τηνικαῦτα διὰ τῶν μεταξὺ πρέσβεων, ἡμέρας ἀνηλωκόσιν ἐνταῦθα τρεῖς, καὶ οἵας πρὸς ἀλλήλους τάς τε δεξιώσεις καὶ φιλοφροσύνας πεποίηνται, οὐκ ἀναγκαῖον διεξιέναι καθ' ἕκαστα· τὸ δ' οὖν τῆς ἐνταῦθ' ὁμιλίας συμπέρασμα ἦν, ὅτι δεδώκασιν ἀλλήλοις ἐγγύας ἐπὶ θυγατρὶ γενέσθαι γαμβρὸν τῷ βασιλεῖ τὸν ἐλευθερωθησόμενον τοῦ Ὑρκανοῦ παῖδα, καὶ ἅμα εἶναι διηνεκεῖς καὶ ἀλύτους σπονδὰς μεταξὺ Ῥωμαίων τε καὶ βαρβάρων. κἀπὶ τούτοις χρήματα εἰληφὼς ὁ βασιλεὺς οὐκ ὀλίγα πρός τε τοῦ Ὑρκανοῦ καὶ ἅμα πρὸς Βυζαντίων, ἔρανον πεπραχότων κοινῇ, πλήρεσιν ἱστίοις ἄρας κατέπλευσεν αὖθις ἐς Φώκαιαν. καὶ χρήματα δοὺς τῷ Καλοθέτῳ μέχρι τῶν ἑκατὸν χιλιάδων ἔγγιστα, καὶ ἅμα ἀξιωμάτων τοῦτον κοσμήσας λαμπρότησιν, ὀψὲ καὶ μόλις εἰλήφει τὸν ζητούμενον παῖδα τοῦ Ὑρκανοῦ, καὶ ἐπανῄει χαίρων ἐς τὸ Βυζάντιον. καὶ ἦν τηνικαῦτα τὸ ἔτος ἐν ταῖς ἀκμαῖς τοῦ θέρους, ὅτε δὴ περὶ ἅλωνας καὶ σίτου κομιδὴν ἀνάγκη συνήλαυνεν ἀσχολεῖσθαι πάντας οἷς ἔργον οἱ πόνοι γῆς, εἰρήνης ἄρτι παντοδαπῆς περιχορευούσης τὰ Ῥωμαίων πράγματα. καὶ μέχρι μὲν ἐς Βυζάντιον ὁ πλοῦς ἦν ἐπανιόντι τῷ βασιλεῖ, μία τριήρης, ἡ βασιλικὴ ναυαρχίς, ἐκόμισεν ἄμφω, τόν τε βασιλέα καὶ τὸν Ὑρκανοῦ παῖδα· αἳ δ' ἄλλαι τριήρεις περιπλέουσαί τε καὶ παραπλέουσαι ἐν ᾠδαῖς ἦσαν πάνυ χαιρούσαις, τὴν ἐπηγγελμένην πρὸς τοῦ τῶν βαρβάρων ἡγεμόνος εἰρήνην οὐκέτ' ἐν ἐλπίδων σκιαῖς καθεύδουσαν βλέπουσαι, ἀλλ' εἰς φῶς προεληλυθυῖαν ἤδη κατάστασιν πρακτικὴν ἀπορρήτοις προνοίαις τοῦ φιλανθρώπου θεοῦ. οἵας μὲν οὖν τὰς βασιλικὰς φιλοφροσύνας καὶ δεξιώσεις ἐν εὐωχίαις καὶ ὅσον τὸ μεγαλοπρεπὲς ἐν ταῖς τῶν ἐνδυμάτων συχναῖς ἀλλαγαῖς ἐνεδείξατο πρὸς τὸν τοῦ Ὑρκανοῦ παῖδα, γαμβρὸν αὐτὸν ἀποκαλῶν καὶ υἱόν, καὶ ὅσα ἐπὶ τούτοις φιλεῖ τὸ ἀνθρώπινον καὶ δημόσιον ἔθος καὶ λέγειν καὶ δρᾶν, περιττόν μοι διεξιέναι δοκεῖ· γνώριμα γὰρ ἂν εἴη πᾶσι καὶ σιωπώμενα, τῶν κοινῶν ἐννοιῶν καὶ τῶν συντρόφων ἐθισμῶν τὴν τῆς ἐνταῦθα γνώσεως ὕλην ἄφθονον χορηγούντων αὐτόθεν ἑκάστοις, ἐκ τῶν τοῦ βίου πολυειδῶν πραγμάτων διδασκομένοις ἀεί, καὶ ἀναλεγομένοις τὴν τῶν ἑκάστων ἐμπειρίαν εἰς ἓν ἠθροισμένον συνέσεως ἔμπρακτον σύστημα. ὅσα δ' ἄρτι καταπεπλευκότων ἐς Βυζάντιον τετίμηκε τοῦτον ὁ βασιλεύς, θεωμένων τῶν Βυζαντίων καὶ ὅσοι ἐξ ἀλλοδαπῶν παρῆσαν χωρῶν καὶ πόλεων, παρέλκον καὶ ταῦτα διεξιέναι μοι νενόμισται· εἶδον γὰρ ἅπαντες ὡς ἔφιππος ἔφιππον ὁ βασιλεὺς τὸν βάρβαρον εἰσήνεγκε τὰς βασιλείους αὐλάς, ὃ δὴ μόνοις ἐφεῖται μετὰ βασιλέα βασιλέων παισί τε καὶ ἀδελφοῖς· πλὴν ὅτι αἰσθόμενος ὁ βάρβαρος τὸ τῆς τιμῆς ὑπερβάλλον, καὶ οἷον αἰδεσθείς, τὸ ἀκούσιον τῆς εἰσαγωγῆς εὐθὺς ἐκ τῶν βασιλείων πυλῶν ἐνεδείκνυτο, ἀντιτείνων καὶ ἀνθέλκων τὴν καθέλκουσαν ἐκ χειρὸς χεῖρα τοῦ βασιλέως, καὶ ἐπέχων τὰς ἡνίας οὗπερ αὐτὸς ἐπωχεῖτο ἵππου, καὶ γλώττῃ πάσῃ δεόμενος ἀφεθῆναι. ὅμως οὕτω δυσανασχετῶν καὶ ἀχθόμενος καὶ οἷον ἀφηνιάζων ἧκε μέχρι καὶ ἐς τὸ μέσον τῆς βασιλικῆς αὐλῆς. ἐνταῦθα δὲ καὶ μὴ πάνυ τι βουλομένου τοῦ βασιλέως ἀπεπήδησέ τε τοῦ ἵππου πρὸς γῆν, καὶ τὰς ἡνίας τοῦ βασιλικοῦ χειρωσάμενος ἵππου ἴθυνεν ἄχρι τοῦ βασιλικοῦ πεζευτηρίου. ἔπειτα συνεισῄει τῷ βασιλεῖ πρὸς τοὺς βασιλικοὺς θαλάμους· ἔνθα δὴ καὶ τὴν βασιλίδα Ἑλένην ἰδὼν δουλικῷ τε αὐτῇ τὴν προσκύνησιν ἀπέτισε σχήματι, καὶ ἅμα τοιάδε ἐφθέγξατο ῥήματα. «ἐγώ» φησι «διὰ τρόπους οὓς ὁ τῶν ὅλων οἶδε δημιουργὸς καὶ δεσπότης, ἐξαίφνης ἐγεγόνειν αἰχμάλωτος, ἐκ μέσης ἑστίας εἰπεῖν καὶ πατρίδος αὐτῆς ἁρπαγείς, καὶ τὰ μέγιστα ἐπεπόνθειν φεῦ τῶν δεινῶν. ἐπεὶ δὲ πολλοὺς οὑμὸς αὐθέντης οὗτος καὶ βασιλεὺς καὶ μάλα τι πολυτρόπους ὑπὲρ τῆς ἐμῆς ἐλευθερίας κατεβάλετο πόνους καὶ δρόμους, καὶ χειμώνων ὑπέμεινεν ψύξεις μακρῶν καὶ θέρους καύσωνας δυσκαρτέρητον ἐν μέσῃ θαλάττῃ φέροντας κάμινον, καὶ οὕτω με τῶν δεσμῶν τῆς αἰχμαλωσίας ἐξείλετο, ἄξιον μὲν εἰς ἀμοιβὴν ἀποχρῶσαν οὐκ ἄν ποτε σχοίην (ὑπὲρ γὰρ ἐμὲ τοῦτό γε), τὸ δ' οὖν εἰς δύναμιν ἧκον ἐμήν, οὐκ ἂν δυναίμην ἀρνεῖσθαι μὴ οὐχ ἅπαν τελεῖν τὸ εἰκὸς καθ' ἅπαντας τρόπους ὁρμῆς καὶ θελήσεως διὰ παντός μοι τοῦ βίου.» ταῦτα δὴ καὶ τοιαῦτα φθεγξάμενος, καὶ ἀκούσας ὁπόσα χρεών, πρὸς τὴν αὐτῷ γε ἀπολεχθεῖσαν ἀπῄει σκηνήν, οὐκ ἔξω τῶν βασιλείων ἀλλὰ τῆς βασιλικῆς ἑστίας ἐγγύς. τὰς δ' ἐπὶ τούτοις τῶν ἐνδυμάτων συχνὰς καὶ λαμπρὰς ἀλλαγάς, καὶ τὰ ποικίλα χαρίσματα νῦν μὲν τῆς βασιλίδος νῦν δὲ τοῦ βασιλέως νῦν δὲ τῶν ἐνδόξων καὶ εὐγενῶν τῆς βασιλείας ἀνδρῶν, καὶ ταῦτα τῶν ἥκιστα ἀναγκαίων μοι λέγειν δοκεῖ, ναὶ μὴν καὶ ὅσα περὶ λουτρῶν ἀναπαύσεις καὶ τραπεζῶν πολυτέλειαν πέφυκεν· ἃ πάντα πᾶσι γινωσκόμενα σιγᾶν παραινεῖ. Ἐκεῖνο δ' ἄξιον μᾶλλον θαυμάσαι. ποῖον δὴ τοῦτο; τὴν τοῦ βασιλέως φημὶ μεγαλοψυχίαν, πῶς μεταξὺ τῶν τοιούτων τέρψεων βραχὺ νοσῆσαν τὸ διετὲς αὐτοῦ βρέφος καὶ τεθνηκὸς οὐκ ἐσάλευσε τῶν αὐτοῦ φρενῶν τὰς κρηπῖδας, οὐδ' ἀθυμίαν ἀνήκεστον εὐθυμίας ἀλλάξασθαι προσκαίρου παρέπεισεν· ἀλλ' αὐτοσχέδιον ξενηλασίαν μηχανησάμενος αὐθημερὸν θρηνούντων ἅμα καὶ θρηνουσῶν, ἐπὶ τῆς προτέρας αὖθις κατέστησε θυμηδίας τὰ πράγματα, καὶ προσκαλεσάμενος μετὰ τρίτην ἐκεῖθεν ἡμέραν τὸν νέον μνηστῆρα τὸν βάρβαρον κατά τι κρατῆσαν ἔθος ἐκ παλαιοῦ, τὴν μνηστευομένην ἔδειξεν αὐτῷ κόρην πρὸς δέκατον ἄρτι προβαίνουσαν ἔτος. τούτων δ' οὕτω διῳκημένων, ἐπειδὴ τὴν ἐς τὸν Ἀστακηνὸν κόλπον ὁ βασιλεὺς ἀκήκοε κάθοδον ἐκ Νικαίας τοῦ Ὑρκανοῦ, ἐξέπλευσεν εὐθὺς σύν γε τῷ τοῦ Ὑρκανοῦ παιδί, καὶ ἧκε δευτεραῖος ἐκεῖσε καὶ οὗτος, ἀποδιδοὺς τῷ πατρὶ τὸν παῖδα καὶ ἅμα ἀξιῶν τὰ σύμβολα τῆς διαδοχῆς τῆς τῶν Βιθυνῶν ἀρχῆς τήμερον αὐτῷ ἐγχειρίσαι· δίκαιον γὰρ εἶναι καὶ ὡς τῶν ἄλλων παίδων μᾶλλον αὐτῷ ἀγαπωμένῳ, καὶ ὡς μνηστῆρι τῆς βασιλέως θυγατρός, καὶ ὡς ἀξίῳ τῆς ἀρχῆς διά τε τὸ ἀνδρεῖον τῆς γνώμης καὶ ῥωμαλέον τοῦ σώματος καὶ πρός γε τὸ τῆς φρονήσεως δραστικόν. τοῦτο δὴ οὖν καὶ πάλαι βεβουλημένῳ τε καὶ βεβουλευμένῳ τῷ Ὑρκανῷ, ἐπεὶ καὶ τὸν τοῦ βασιλέως συμπέπτωκε τέως ἐρεθισμὸν συνεργὸν τῇ ἐκείνου ταύτῃ βουλήσει γενέσθαι, ῥᾷστα λοιπὸν καὶ τὰ τῆς αἰτήσεως πεπρᾶχθαι ἔδοξεν. ὅθεν καὶ στρατιωτῶν Βυζαντίων συχνοί τινες, καὶ ἅμα τῶν εὐγενῶν ἀνδρῶν οὐκ ὀλίγοι, τοῖς βαρβάρων ἀναμὶξ στρατιώταις τὸν τοῦ Ὑρκανοῦ προύπεμψαν παῖδα, σύν γε κυμβάλοις καὶ τυμπάνοις καὶ ἐπισήμῳ καὶ ἀρχικῇ σημαίᾳ, μέχρι πόλεως τε καὶ ἑστίας τῶν ἐν Βιθυνίᾳ περιβλέπτων τε καὶ ἐνδόξων μιᾶς· Νίκαια ταυτησὶ τὸ ἐπώνυμον· ἔνθα δὴ πάντες συνῄεσαν Βιθυνοί, ὅσοι τε τῶν βαρβάρων καὶ ὁμοφύλων αὐτῷ, καὶ ὅσοι μιξοβάρβαροι, καὶ πρός γε ὅσους τῶν ὁμοφύλων ὄντας ἡμῖν ὅπως ποτὲ τοῖς βαρβάροις ἡ τύχη δουλεύειν ἠνάγκασε, δῶρα φέροντες παντοδαπά, πρόβατα καὶ βόας καὶ ἔπιπλα καὶ τοιαῦτα ἄττα πάμπολλά τε καὶ πολυειδῆ. ὀλίγαις δ' ὕστερον ἡμέραις οἱ προπέμψαντες ἐπανῆκον Βυζάντιοι μεθ' ὧν προσῆκεν ἐκεῖθεν χαρίτων καὶ δώρων. Καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον, καὶ τὸ θέρος ἐν τούτοις ἐτελεύτα, ξηρὸν ἐς τοσοῦτον γενόμενον καὶ αὐχμῶδες καὶ παντάπασιν ἄνικμον ὡς καὶ ἀπογνώσεως ἤδη παρασχέσθαι τοῖς ἀμπελουργοῖς ὑπονοίας· ἔσεσθαι γὰρ οἴνου μακράν τινα σπάνιν καὶ ἀφορίαν ᾤοντο. τὸ δ' ἐς πᾶν ἀπέβη τοὐναντίον, ὡς ἀνωμολογημένον ἅπασι γεγενῆσθαι θαῦμα ἐπὶ θαύματι τοῦτο παρὰ τοῦ κρείττονος. πρῶτον μὲν γὰρ ἦν ἐκεῖνο θαῦμα θεῖον καὶ μέγιστον, ἐν καιροῖς τοιούτοις, ὅτε τὸ ἀκμαιότατον τῆς βαρβαρικῆς ἰσχύος τὴν Ῥωμαίων πάλαι πολύν τινα χρόνον ἐπιβοσκόμενον γῆν, μικροῦ καὶ αὐτὰς Βυζαντίων τὰς πύλας ἐγκέκλεικεν, ὡς ἀοίκητον εἶναι καὶ ἄβατον ἐρημίαν τὰ ἔξω πυλῶν ἅπαντα, ἔπειτα νεύσει θεοῦ παράδοξόν τινα καὶ ἀπροσδόκητον ἐξαίφνης ἐκ τῆς τοῦ παιδὸς Ὑρκανοῦ κατασχέσεως Ῥωμαίοις ἐλευθερίαν γενέσθαι, ὡς πᾶσι βάσιμόν τε καὶ ἥμερον ἐν βραχεῖ τὴν πρὶν ἀγρίαν ἐκείνην καὶ λῃστῶν γέμουσαν Θρᾴκην. δεύτερον δ' ὅτι τοῦ θέρους ἀνίκμου πάνυ τι λίαν φανέντος, τοσοῦτον οἴνου ταῖς ἀμπέλοις πλῆθος καρποφορῆσαι συμπέπτωκεν ὡς μηδ' ἀποχρῶντα τοῖς πολλοῖς ὑπάρχειν εἰς ὑποδοχὴν ἀγγεῖα· διπλάσια γὰρ καὶ τριπλάσια τοῖς πλείστοις ἢ κατὰ τὴν πέρυσι γέγονε γεωργίαν, ἔστι δ' οἷς καὶ ἐς τὸ τετραπλάσιον ἀνήχθη, ὡς κοινὴν ἅπαντας δόξαν κἀξ ὅλης εὐχαριστίαν ψυχῆς τῷ τὰ μέγιστά τε καὶ παράδοξα τοῖς ἐς τὰ τῆς ἀπογνώσεως ἔσχατα ἐρριμμένοις ἀπροσδόκητόν τινα καὶ πάνυ τι θαυμασίαν παρεχομένῳ τὴν ἔγερσιν, κἀκ τῶν ἀβύσσων τῆς γῆς ἀνυψοῦντι, κἀκ πηλοῦ ἰλύος ἀνάγοντι καὶ ἐπὶ πέτραν ἀτίνακτον τοὺς πόδας ἱστῶντι τῶν λογισμῶν. Εἶεν. ἄρτι δ' ἀρχομένου τοῦ φθινοπώρου διατριβῆς εἵνεκά τινος καὶ ψυχαγωγίας μετρίας ἄχρι Σηλυμβρίας ἐξεληλυθότι τῷ βασιλεῖ πρόσεισιν ἐκ Βιζύης Μανουὴλ ὁ Ἀσὰν τὸ τοῦ δεσπότου ἀξίωμα περικείμενος, ὃ πρὸ δυοῖν ἐτῶν εἰλήφει πρὸς Ματθαίου τότε βασιλεύοντός τε καὶ κατὰ Θρᾴκην ὁμιλοῦντος αὐτῷ συμμαχοῦντι κατὰ τῶν Βυζαντίων. ἧκε δὲ τὸν τράχηλον δεδεμένος οἴκοθεν καὶ τυχεῖν συμπαθείας δεόμενος ἅτε ἐπταικὼς οὐ μικρὰ διὰ τὰς τῶν τριῶν ἤδη ἐτῶν ἐπιδρομὰς καὶ καταδρομὰς καὶ λεηλασίας, ἃς ἐκ Βιζύης ὁρμώμενος ἐνεποίει τοῖς προαστείοις τῶν Βυζαντίων, κάων καὶ ληϊζόμενος ἀγροὺς καὶ γεωργίας ἁπάσας αὐτῶν, καὶ προσδοκῶν καὶ μηχανώμενος οἷον δή τινα Παλαιολόγου κίνδυνον τοῦ βασιλέως. ἐπεὶ δὲ τὰ τοιαῦτα δεῖται χρημάτων εἰς ἐπίμονον μάχην καὶ πολυχρόνιον, ὃ δὲ καὶ πολυχρόνιον, τοῦτο καὶ πολυδάπανον, ἃ δ' ἐξ ἐπιδρομῆς αὐτῷ καὶ λαφύρων ἠθροίζετο καθ' ἡμέραν, μόλις εἰς αὐθημερινὴν ἐξήρκει τοῖς στρατιώταις δαπάνην, χορηγεῖν δ' οὐκ εἶχεν αὐτὸς ἐξ ἀφθόνων οἴκοθεν πηγῶν, ἔλαθε, πρὶν ὧν ἐπολέμει καὶ ὧν ἐφίετο κινδύνους ἰδεῖν, κινδυνεύων αὐτὸς καὶ πρὸς πενίαν ἀκαταγώνιστον καταρρέων ὁσημέραι. διὰ δὴ ταῦτα τῷ βασιλεῖ προσεληλυθώς, καὶ ἧς ἐδεῖτο συγγνώμης τυχών, καὶ ἅμα τὴν ἐπιτροπὴν καὶ διοίκησιν τῆς Βιζύης ἔχειν ὡς πρότερον τὸ ἐνδόσιμον ἤδη καὶ πρὸς τοῦ βασιλέως αὖθις εἰληφώς, ἐκεῖσε ἐπανῄει χαίρων καὶ ἀγαλλόμενος ὅτι φροντίδων καὶ φόβων νύκτωρ καὶ μεθ' ἡμέραν τὴν αὐτοῦ ψυχὴν σπαραττόντων ἀπήλλακτο.
https://byzantium.gr/
Ἡμῖν δ' ἐν ὀγδόῳ καὶ εἰκοστῷ τῆς παρούσης Ῥωμαϊκῆς ἱστορίας περὶ τῆς παρὰ τὰ ὑπερβόρεια μέρη τῆς οἰκουμένης κειμένης Ῥωσσίας ἔνια διεξεληλυθόσι, καὶ ὅσα τῇ ἐνεστώσῃ χρείᾳ περισπούδαστα ἦν τηνικαῦτα, διὰ πολλῶν αὖθις ἤδη τῶν μεταξὺ παλινδρομεῖν ἀναγκαῖον γίνεται, καὶ συνείρειν τοῖς εἰρημένοις ἐκείνοις ἐκεῖ ἃ μεταξὺ λελάληταί τε καὶ γεγένηται· οὕτω γὰρ ἑκάστων ἑκάστοις κατὰ τὴν δέουσαν ἁρμοζομένων ἀναδρομήν, οὐκ ἄν ποτ' ἀπᾴδειν ἐθελήσειεν οὐδὲ μάχεσθαι οὔτε μέρη μέρεσιν οὔθ' ὅλα μέρεσιν οὔθ' ὅλοις ἃ τῶν ἄλλων πέφυκεν εἶναι μέρη, ἀλλ' εὔρυθμόν τινα καὶ μάλα τι ἔμμουσον οἶμαι φανήσεσθαι τὸ τῶν ὑποθέσεων συμμιγὲς καὶ πολύπλοκον, εἰς ἕνα τῆς ἱστορίας εἱρμὸν ἀναγόμενον. εἴρηται τοίνυν ἡμῖν ἀνωτέρω ὡς ἔθνος ἐστὶ πολυανθρωπότατον ἡ Ῥωσία, καὶ ἡ πρὸς αὐτῶν οἰκουμένη γῆ μῆκος καὶ πλάτος οὐ πάνυ τι σφόδρα ῥᾳδίως ἀριθμεῖσθαι ἐθέλουσα, καὶ πλοῦτον ἐτήσιον ἀεὶ γεωργοῦσα καὶ καρπουμένη πάνυ μακρὸν καὶ πολύχουν· ἄσημός τε γὰρ χορηγεῖται πλεῖστος ἐκεῖθεν, μεταλλευόμενος ἐκ τῶν ἐγχωρίων, καὶ ἅμα τῆς γῆς ἐκείνης πολλῷ τῷ ψύχει κρυσταλλουμένης διὰ τὴν ἀποχὴν τοῦ ἡλίου, ζώων, ὡς τὸ εἰκός, πηγεσιμάλλων ὑπὸ τῆς φύσεως γίνεται πλῆθος, ὧν θηρευομένων αἱ σισύραι πρὸς τῶν ἐκεῖ κατοικούντων διὰ πάσης ἄλλης πεμπόμεναι χώρας καὶ πόλεως πολλὰ πορίζονται σφίσι τὰ κέρδη. καὶ μὴν κἀκ τῶν ἐξ ὠκεανοῦ γειτονοῦντος θηρευομένων ἰχθύων ἔστιν ἃ τῶν ὀστῶν τέρψιν χρειώδη παρέχονται σατράπαις καὶ ἄρχουσι καὶ βασιλεῦσι καὶ πᾶσι μικροῦ τοῖς ἐνδόξοις κατὰ τὸν βίον καὶ περιβλέπτοις ἀνθρώποις. ἐῶ λέγειν ὅσα πρὸς τούτοις ξενίζοντα δαψιλέστερον ἐκεῖθεν ἐκείνοις οὑτωσὶ παρέχει τὸν πλοῦτον. τοῦτο τοίνυν τὸ ἔθνος ἀφ' οὗ τῇ εὐσεβεῖ προσερρύη θρησκείᾳ καὶ τὸ τῶν χριστιανῶν θεῖον ἐδέξατο βάπτισμα, ὑφ' ἑνὶ τυποῦσθαι τέτακται καθάπαξ ἀρχιερεῖ, κατὰ τὸ ἀνάλογον τῶν ἑκάστοις ἑκασταχῇ προσηκόντων εἰς ἐπισκοπὰς διαφόρους καὶ μείζους καὶ ἥττους διανειμαμένῳ τὴν τοῦ παντὸς ἔθνους ἐκκλησιαστικὴν διοίκησιν· καὶ εἶναι τὸν πρῶτον τοῦτον ἀρχιερέα τῷ τῆς Κωνσταντινουπόλεως ὑπείκοντα θρόνῳ, καὶ ὑπὸ τούτου τὰ νόμιμα δέχεσθαι τῆς ἀρχῆς τῆς πνευματικῆς· εἶναι δ' αὐτὸν καὶ νῦν μὲν ἐκ τῶν τῇδε φύντων ὁμοῦ καὶ τραφέντων, ἀμοιβαδὸν τὴν ἐκεῖ προεδρίαν ἀεὶ διαδεχομένων, μετὰ τὸν προτέρου θάνατον παραλλάξ, ὡς ἂν τὸ τοῖν δυοῖν γενοῖν συναφὲς οὑτωσὶ βεβαιούμενον καὶ κυρούμενον βεβαιοτέραν ἐς τὸ ἀκήρατόν τε καὶ ἀκραιφνὲς καὶ τὴν τῆς πίστεως σύμπνοιαν ἔχῃ φυλάττειν ἀεὶ καὶ μονιμωτέραν τὴν οὐσίαν καὶ δύναμιν. καὶ ἵνα τἀν μέσῳ παρέλθω, τῆς ἐνεστώσης ἡμᾶς ἀντιπερισπώσης ἅμα καὶ ἀνθελκούσης χρείας, ἦν πρὸ ἐτῶν ἤδη συχνῶν ἐκ τῶν καθ' ἡμᾶς Ναζιραίων ἐκεῖσε πεμφθεὶς ἐπίσκοπος, συνετὸς ἀνὴρ καὶ θεοφιλής, Θεόγνωστος τοὔνομα· καὶ ἦν ἀποκεκληρωμένον ἐκ πολλοῦ τοῦ παρῳχηκότος ἐκείνῳ τῷ ἔθνει τέμενος ἱερὸν εἰς μητρόπολιν Κύγεβον οὑτωσί πως καλούμενον, ὃ δὴ πρὸ βραχέος ἐπιδραμόντων Σκυθῶν τῶν βορειοτέρων ἐρημία κατὰ τὴν παροιμίαν κατέστη Σκυθῶν, ὡς μηκέθ' ἱκανὸν εἰς προεδρίαν καὶ θρόνον ἄξιον εἶναι τοῦ τῆς καθολικῆς ἐπισκόπου Ῥωσίας. διὸ καὶ μεταθέσθαι τὸ σχῆμα τῆς μητροπόλεως ἀνάγκη γεγένηται πρὸς ἕτερόν τινα τῇ παρούσῃ προσήκοντα χρείᾳ τόπον. τὸ γὰρ ἔθνος ἅπαν ἐκεῖνο τῶν Ῥώς, πολυανθρωπότατόν τε ὂν καὶ πολλούς τινας τόπους καὶ διαφόρους ἐκ παλαιοτέρων τῶν χρόνων νεμόμενον, εἰς τρεῖς που καὶ τέτταρας ἔφθη διαιρεθὲν τὰς ἀρχὰς καὶ ἡγεμονίας ἐκ πολλοῦ. τοῦ δὲ θείου τῆς εὐσεβείας κηρύγματος ἐν ὑστέροις καιροῖς ἐπιδεδημηκότος ἐκεῖ, τὰ πλείω μὲν αὐτῶν αὐτοῦ γε ἐδράξαντο μέρη, ἅμα μὲν θειοτέρου πρὸς τὸ θερμότερον ἑαυτοὺς ἐμπλήσαντες ζήλου, ἅμα δὲ καὶ τὸ θεῖον ἀπραγμόνως δεξάμενοι βάπτισμα· ἔνια δ' ἐνιαχοῦ καὶ σποράδην τῆς προτέρας ἔμειναν ἔτι κακίας ἐχόμενα. τῶν οὖν τριῶν τῇ εὐσεβείᾳ προστιθεμένων ἄνωθέν τε καὶ ἐξ ἀρχῆς ἡγεμονιῶν ἐκεῖ τετύχηκέ πως ἡ ῥηθεῖσα μητρόπολις, τὸ Κύγεβον δηλαδή, τῇ τοῦ ἑνὸς ἡγεμονίᾳ παροικοῦσα καὶ πλησιόχωρος οὖσα ᾧ τὸ τῶν Λιτβῶν ὑπήκοον ἅπαν ὑπάρχει γένος, πολυανθρωπότατόν τε ὂν καὶ μαχιμώτατον, πυρσολατροῦν δὲ κατὰ τὸν σφῶν ἡγεμόνα· ὃ δὴ καὶ τὴν μετάθεσιν τῆς οἰκήσεως εἰς τὸ βέλτιον τὴν μητρόπολιν ἠρέθισε γεγενῆσθαι τέως διὰ τὸ τῆς θρησκείας ἀλλόκοτον, οὐκ οἶδα εἴτ' ὀλίγῳ πρότερον ἢ καθ' ἡμᾶς, εἴτε μακρῷ τινὶ πρότερον ἢ καθ' ἡμᾶς. ὅμως, εἴθ' οὕτως εἴτ' ἐκείνως, εὕρηταί τις ἑτέρα πόλις ἐκεῖθεν ὡς πορρωτάτω κειμένη, ἧς τὴν ἡγεμονίαν ἀνὴρ εὐσεβὴς περιεζώννυτό τε καὶ σεμνῶς τὴν ἀρχὴν διεκόσμει, μέγα πρὸς ἀντιδιαστολὴν ἑτέρου κεκλημένη παρὰ τῶν ἐγχωρίων ἐκεῖ Βολοντίμοιρον. ἐν ᾧ δὴ καὶ τὴν οἴκησιν ἑαυτοῦ τηνικαῦτα καὶ αὐτός τε Θεόγνωστος ὁ ἐπίσκοπος ἔχειν ἔκρινε τοῦ λοιποῦ, καὶ ἅμα ἀσμένως, ᾧ τὰ τῆς ἡγεμονίας ἐκείνης ἀνεῖται τῆς γῆς, προσίετό τε καὶ ἥδετο κομιδῇ, τιμὴν ἑαυτῷ τὴν τοῦ πράγματος ἡγούμενος περιπέτειαν, καὶ δόξαν τῆς οἰκείας ἀρχῆς οὐ πάνυ τι δήπου τῶν ἐρριμμένων καὶ φαύλων· οὐ γὰρ ὡς ἄνθρωπον ἐκ γῆς τὸν ἐπίσκοπον ἑώρα, ἀλλ' ὡς ἄγγελόν τινα τῶν οὐρανίων ἄρτι καταπτάντα ἀντύγων. καὶ γὰρ καὶ ὁπότε τὴν ἱερὰν αὐτὸν ἔδει μυσταγωγίαν τελεῖν τῷ θεῷ, τοῖς οἰκείοις ὁ ῥὴξ οὑτοσὶ χείλεσι κύπτων ἐκείνου κατεφίλει τὰ ἴχνη καὶ ἁβροτέραις ἠμείβετο δωρεαῖς τε καὶ χάρισιν, ὡς ἐντεῦθεν καὶ τῶν ἄλλων ὁρώντων ὁπόσοι ὑπήκοοι, ἐμιμοῦντό τε καὶ τὴν καλὴν πρὸς ἀλλήλους ἤριζον ἔριν. καὶ ἦν οὐδεὶς ὡς εἰπεῖν ὃς οὐ τῶν ἀμφ' αὐτὸν ἁπάντων ἄλλων τῷ βουλομένῳ τῆς γνώμης ἐς τὴν τοῦ βελτίονος μοῖραν ὑπερέχειν ἔσπευδέ τε καὶ κρατεῖν ᾤετο· καὶ πάντας αὖ τοὺς ἄλλους, εἰ μὴ ἀλλήλων, ἀλλ' ἑαυτοῦ γε τοὺς ἄλλους καθάπαξ τὸ ἧττον ἔχειν ἐφρόνει τε καὶ ἐλογίζετο ἕκαστος. καὶ εἰ μὴ περιφανέστερον ἐδόκει τε καὶ ἦν ἑκάστῳ τὸ εὐσεβὲς πρὸς θεὸν ἢ κατὰ πάντας ὅσοι γείτονες ἦσαν ὁμόφυλοι, ἁπάντων ἐκείνων καθάπαξ ἡττᾶσθαι ἐνόμιζεν. οὕτω φιλόθεον ἄνωθεν καὶ ἐξ ἀρχῆς τὸ ἔθνος ὑπῆρχεν ἐκεῖνο, καὶ οὕτω τι πλείστην παρεῖχε τὴν αἰδῶ τῷ τῆς Κωνσταντινουπόλεως θρόνῳ μέχρι καὶ ἐς τὴν Καντακουζηνοῦ βασιλείαν. ἀφ' οὗ δὲ τήν τε βασιλείαν ὁμοῦ καὶ τὴν ἐκκλησίαν αὐτὸς ὡς μὴ ὤφελε τετυράννηκε, τά τε δόγματα τοῦ δέοντος ἐξέστησέ τε καὶ πρὸς αἱρέσεις πολυπλόκους μεθηρμόσατο, καὶ πατριάρχας οὓς αὐτοῦ τῇ κακοδοξίᾳ προσῆκε προυβάλετο (ἃ δὴ καὶ λέγειν μὲν διὰ πάνυ βραχέων ἐνταῦθα ἥκιστά μοι περίεστι, λελέξεται δ' οὖν προϊόντος τοῦ λόγου τῆς ἱστορίας, εἰ καὶ μὴ ἀποτάδην καὶ ἀποχρώντως ἀλλ' ὅσον τῆς ἑξῆς ῥηγνυμένης ἐκεῖθεν διαστροφῆς τὰς πρώτας αἰτίας εἰδέναι), τούτων δὲ οὕτως ἐχόντων, ἀκριβῶς μὲν οὐκ ἔχω λέγειν εἴτ' αὐτὸς πρῶτος τὴν τῆς μητροπόλεως ἐκείνης μετάθεσιν ὁ Θεόγνωστος οἴκοθεν πέπραχεν, εἴτε καθεστηκότι καὶ αὐτὸς ἐχρήσατο ἐπεληλυθὼς τῷ πράγματι· ᾤκησε δ' οὖν ὅμως καὶ αὐτὸς ἐπὶ τῆς μητροπόλεως καὶ τῆς ἐπαρχίας ἐκείνης, ἣ μέρος τῆς μεγάλης ἐστὶ Ῥωσίας, ἧς ὁ εὐσεβὴς ἐκεῖνος ῥὴξ ἡγεμὼν ἐτύγχανεν ὤν, καὶ ἦν ἐπιεικῆ βίον ἄγων ἐκεῖ, καὶ τοιοῦτον οἷον εἰκὸς ἐπισκόπῳ θεοφιλεῖ διάγειν, μονονουχὶ βοῶντα τὴν ἀρετὴν αὐτόθεν τῆς τοῦ βίου σεμνότητος, καὶ κοσμοῦντα μὲν τὴν εὐσέβειαν κοσμοῦντα δὲ τὴν μεγαλόπολιν ταύτην, ἐξ ἧς αὐτὸς ἔφυ τε καὶ τέθραπται, καὶ ἣ τοῦτον ἐκεῖσε πεπομφέναι προείλετο. ὡς καὶ ὑπὸ τῆς τοιαύτης τοῦ ἀνδρὸς ἀρετῆς αὐθόρμητοι πάντες τοῦ ἔθνους ἐκείνου ἄνδρες τε καὶ γυναῖκες καὶ νέοι καὶ γέροντες πρὸς τὸν τοῦ καλοῦ ζῆλον ἠγείροντο, καὶ πλέον αὐτῶν οἱ τούτων ἡγεμόνες, ἐξ ὧν καὶ ἐς Βυζάντιον χρήματα ἀπεστάλησαν ἀποχρῶντα πρὸς οἰκοδομίαν τοῦ πεπτωκότος τηνικαῦτα μέρους τοῦ μεγίστου νεὼ τῆς ἁγίας τοῦ θεοῦ σοφίας· περὶ ὧν κἀν τῷ κηʹ τῆς ἱστορίας λόγῳ διείληπταί μοι τά τε ἄλλα, καὶ ὡς καλῶς μὲν ἐκεῖθεν ἐπέμφθησαν, οὐ καλῶς δ' οὔτ' ἐνταυθοῖ διῳκήθησαν οὔτ' ἐκεῖσε τὴν φήμην ἀξίαν τοῖς πεπομφόσιν ἀντιπεπόμφασιν, ἀλλ' εἰς οἰκεῖον ἄχαρι κέρδος βωμολοχήσαντες καὶ νειμάμενοι, πρόφασιν δεδώκασι τοῖς ἀκούουσιν αἰσχρὰν κομιδῇ καὶ σφόδρα λοιδορίας ἁπάσας προσκαλουμένην, καὶ τἀναντία λογίζεσθαι πείθουσαν τῶν προτέρων· ὅσῳ γὰρ πρὶν ἰσοθέους τιμὰς τοῖς τῆς Κωνσταντινουπόλεως θρόνοις παρεῖχον, τοσούτῳ χαλεπωτάτην ἐξ ἀντιπάλου τὴν νέμεσιν ἀντεδίδουν. καὶ ὁ τρόπος ὃς πρὶν τὴν τοῦ συνειδότος ἐκείνων χειραγωγῶν ἐκόσμει σεμνότητα πρὸς τὸ τῆς ἀκοῆς περίβλεπτον, ἐπιεικῶς ἐρρύη πρὸς τὸ περιφρονούμενον ἀρτίως, εἰ μὴ διὰ πάντων καὶ παντάπασιν, ἀλλὰ διὰ μὲν τῶν πλείστων καὶ ἁπλουστέρων ἐπ' ἔλαττον ἅτε δὴ τῶν τοιούτων μικρὰ συνιέντων, διὰ δ' ἐνίων ὡς ἐπὶ τὸ πλεῖστον ἅτε δὴ βασκάνῳ λογισμῷ καὶ κριτηρίῳ παρεχομένων καὶ οὐχ ὁμοζυγούσας τὰς πλάστιγγας συνορώντων τῆς τε προτέρας φήμης καὶ τῆς κατόπιν ἰούσης ὀψέ. ἀλλ' ἐπαναληπτέον τὸν λόγον. ἔφθημεν γὰρ εἰπόντες τοὺς μὲν τρεῖς τῶν τῆς ὅλης Ῥωσίας ἡγεμόνων ὁμοῦ τοῖς σφῶν ὑπηκόοις ὀρθόδοξον ἔχειν σέβας καὶ ἡμῖν ὁμόφρονας εἶναι, τόν γε μὴν τέταρτον καὶ μάλα ἥκιστα· ὃς δὴ καὶ μεῖζον καὶ ἰσχυρότερον ἔχων κράτος κατά τε πλῆθος στρατιᾶς καὶ ὅπλων ἐμπειρίαν ἤδη καὶ τοῖς βορειοτέροις ἀνθίσταται Σκύθαις ἐκ πολλοῦ τοῦ κρείττονος, καὶ τῶν ἄλλων ἐτησίους διδόντων φόρους ἐκείνοις οὐδαμῇ ποτ' αὐτός, ἅτ' ὀχυρούς τινας τόπους οἰκῶν καὶ ἀγχιτέρμονας ἔχων Κελτοὺς καὶ Γαλάτας, οἳ παρὰ τὸν πρὸς ἄρκτους καὶ Θούλην τὴν νῆσον οἰκοῦσιν ὠκεανόν, ὅθεν ζέφυρός τε ἀναρρήγνυται καὶ ὅποι δύνων πορεύεται ἥλιος, μάχιμον ἔθνος ὡς τὰ πολλὰ καὶ οὐ πόρρω που γίνομαι λέγειν ἀνανταγώνιστον. ἀλλ' ἔστιν ἀλλοτριόφρων τε καὶ τῷ ἡλίῳ τὸ τῆς λατρείας σέβας νέμων μέν, ὑπισχνούμενος δ' ἐν τῷ ἄρτι καὶ ὁμόδοξος ἡμῖν κατὰ τὸ τῆς θρησκείας ἔσεσθαι σέβας, εἰ τῷ πρὸς αὐτοῦ πεμφθέντι πρεσβευτῇ Ῥωμανῷ τὴν τῆς ὅλης Ῥωσίας ἐπισκοπὴν καὶ μητρόπολιν ἐγχειρίσαιμεν κατὰ τοὺς νενομισμένους τῆς ἐκκλησίας θεσμοὺς ἐκ διαδοχῆς τοῦ τετελευτηκότος ἀρτίως ἐκείνου Θεογνώστου. ἔστεργε γὰρ αὐτῷ καὶ προσέκειτο λίαν, τοῦτο μὲν καὶ ὡς ἐκ γυναικὸς συγγενεῖ τοῦ κηδεστοῦ ῥηγός, ὃς ὁμοροῦντα μὲν τετύχηκεν ἔχων αὐτόν, εὐσεβὴς δ' ἦν οὑτοσὶ καὶ τοῖς θείοις προσκείμενος δόγμασι καθ' ἡμᾶς, ὡς διὰ ταῦτα φίλον εἶναι κἀκεῖνον Ῥωμανῷ τουτῳΐ, καὶ ἡδέως αὐτοῦ ἀκούειν συχνὰ προσιόντος καὶ παραινοῦντος τὰ τῆς εὐσεβείας καὶ διδάσκοντος τάς τε δὴ τῶν προφητῶν καὶ ἀποστόλων ῥήσεις, ὡς καὶ ἀνὰ στόμα φέρειν κἀκεῖνον αὐτάς. ἔστεργεν οὖν κἀκεῖνος Ῥωμανῷ πῶς μὲν δι' ἐκεῖνα πῶς δὲ διὰ ταῦτα, καὶ μάλιστα ὡς προτελεσθεὶς τὰ τῆς εὐσεβείας ὑπ' αὐτοῦ δόγματα συχναῖς διδασκαλίαις καὶ παραινέσεσι· καὶ ἦν ἐγγὺς τοῦ καὶ τῷ θείῳ τελεσθῆναι βαπτίσματι. ἦν δ' ὁ Ῥωμανὸς οὑτοσὶ τῶν εὐσεβείᾳ καὶ μοναδικῇ πολιτείᾳ καὶ εὐλαβείᾳ συντεθραμμένων ἀνδρῶν, ἱερωμένος τε καὶ πεῖραν ἐξησκημένος τῆς τῶν ἱερῶν βίβλων ἀναγνώσεως ἱκανήν, πέντε που καὶ πεντήκοντα ἐτῶν ἡλικίαν ἄγων ἐγγύς, καὶ εἶδος ἔχων ἐκ φύσεως σεμνὸν κομιδῇ καὶ αἰδέσιμον. καὶ προύβαινεν ἂν εἰς πέρας τὸ πρᾶγμα χρηστὸν περὶ τὸ ἔθνος ἐκεῖνο τῆς θρησκείας ἕνεκα, εἰ ἐγίγνετο τελέως κατὰ τὴν ζήτησιν τοῦ πεπομφότος ἐθνάρχου. ἀλλ' ἀντέπραξεν ἡ μηδὲν τῶν χρηστῶν ἐῶσα Ῥωμαίους θεομηνία τελεῖν διὰ τὴν τῆς πολυθεΐας αἵρεσιν, ἣν οἱ τῆς ἐκκλησίας ἄρτι προεστηκότες ἀνόμως εἰσήνεγκαν. εὐθὺς γὰρ χειροτονηθέντος ἐνταῦθα τοῦ Ῥωμανοῦ, ἀθρόον ἐπεφύη τις ἐκεῖθεν ἕτερος, τοὔνομ' Ἀλέξιος, κατεσπουδασμένην ποιούμενος τὴν ἐς Βυζάντιον ἄφιξιν, ὁμοῦ τε σπαρεὶς καὶ ἀναδοθεὶς οὐκ ἐντεῦθεν, ἀλλὰ χρήμασιν ὤνιον πρὸς ἐνίων δῆθεν ἐκεῖθεν δεξάμενος τὴν ἀξίαν ἐπισκόπων, κατὰ τὸ τῶν σπαρτῶν καὶ αὐτὸς αὐθήμερον γιγάντων ἐκεῖνο γένος ὤφθη μητροπολίτης, ἀνὴρ μοχθηρὸς καὶ πανοῦργος καὶ ἔμπληκτος, πάσης τε ἀλλότριος εὐλαβοῦς καταστάσεως, καὶ ἅμα πολλοῖς ἐγκλήμασι καθαιρέσεως ἔνοχος ὤν, ὡς τὰ τῶν ἐγχωρίων ἐκεῖθεν ἐληλυθότα κατόπιν ἐσήμαινε γράμματα. ἀλλὰ χρημάτων πλῆθος κεκομικώς, καὶ δοὺς μὲν Καντακουζηνῷ τῷ τηνικαῦτα βασιλεύοντι, δοὺς δὲ καὶ τῷ τηνικαῦτα πατριαρχεύοντι, τοὔνομα Φιλοθέῳ, ὧν ἐφίεντο δώρων ἑκάτερος, ὧν ἐδεῖτο μετὰ ῥαστώνης αὐτὸς ἀντελάμβανε. καὶ συνελόντι φάναι, ἅπαν ἔφραξε στόμα, καὶ πάσας ἐν τῷ ἀφανεῖ τεθνάναι κατηγορίας ἐκ τοῦ ῥᾴστου κατέπραξε, τὰς μὲν γνώμας σφῶν δουλωσάμενος, τοὺς δὲ νόμους συλήσας καὶ πόρρω μνήμης κεῖσθαι παρωσάμενος. ὅθεν καὶ μεμερίσθαι διὰ ταῦτα συμπέπτωκε τὴν τῆς ὅλης Ῥωσίας μητρόπολιν εἰς δύο μοίρας, εἴς τε Ῥωμανὸν καὶ Ἀλέξιον. καὶ εἴθε ἐνέμενεν ὡς τὴν πρώτην γοῦν ὁ μερισμὸς ἐγεγόνει. ἀλλ' ἀπιόντος Ῥωμανοῦ πρὸς ἣν ἔλαχε μοῖραν, πλείω δεδωκὼς Ἀλέξιος χρήματα πλείω καὶ κρείττω καὶ τὴν μοῖραν αὖθις συγκυκήσας ἀνείληφε, ζημιώσας ἐν τοῖς καιρίοις τὸν Ῥωμανόν. διὸ καὶ αὖθις μετὰ βραχὺ πρὸς Βυζάντιον ἐπανεληλυθέναι μεστὸν ἐλπίδων Ῥωμανὸν ἡ ἀνάγκη συνήλαυνεν, ἅτε καὶ μεταπεσεῖν αἰσθόμενον τά τε τῆς μοναρχίας ἐνταῦθα σκῆπτρα πρὸς Παλαιολόγον καὶ αὐτοὺς τῆς πατριαρχίας θρόνους αὖθις ἐς Κάλλιστον τοὔνομα. ἐληλυθότι δὴ οὖν βοηθεῖν, ὁπόση δύναμις, ἀδικουμένῳ τῶν πάνυ τι σφόδρα κρίνας εἶναι δικαίων ὁ πατριάρχης, ὁμοῦ τοῖς παρατετυχηκόσι τηνικαῦτα ἀρχιερεῦσι, τὰ ἐπὶ τούτοις παρεσκευάζοντο γράμματα καὶ ψηφίσματα. ἀλλὰ πρὶν ἐς πέρας ἰέναι, πάρεστιν αὖθις Ἀλέξιος χρημάτων ἐπιφερόμενος πλεῖστα βαλάντια, δι' ὧν τὴν τοῦ πατριάρχου χειρωσάμενος γνώμην τὰ πρῶτα, ὕλης γηγενοῦς ὑπερφυῶς ὀρέξεσιν ἡλικιῶτιν οὖσαν καὶ δεσμῶτιν οὐκ ἔξω φαυλότητος λογισμῶν, ἔπειτα περιῄει τοὺς ἄλλους ἀναλόγως διδοὺς καὶ δουλούμενος καθ' ἕκαστον ἅπαντας. ἤδη δὲ καὶ τοῖς ἄρχουσι προσιών, καὶ παραβύων ἁβρότερα κέρματα, ῥᾷστα καὶ σφᾶς πρὸς τὸ βουλόμενον εἷλκε, τὸ συγκεχωρηκὸς εἰληφότας ἤδη παρὰ τοῦ πατριάρχου Καλλίστου, ὃς τῶν τῆς ἱερωσύνης κανόνων πρόμαχος εἶναι ὀμωμοκώς, καὶ μὴ προδότης γίνεσθαι τῶν ταύτης θεσμῶν, μηδὲ τὴν ἄπρατον χάριν τοῦ πνεύματος ὤνιον ὡς ἐν ἀγορᾷ προτιθέναι τοῖς κατὰ Σίμωνα τὸν μάγον ζητοῦσιν, ἔπειτα αὐτός τε παραβάτης ὤφθη περιφανής, διακυβεύων τὰ τίμια, καὶ τοὺς ἄλλους προτρεπόμενος ἀπαρακαλύπτως ἐς τὴν τοῦ κακοῦ κοινωνίαν. καὶ διὰ ταῦτα ἀπηνήνατο ἐς προῦπτον τὰς πρὶν ὑποσχέσεις ἐκείνας αἳ περὶ τοῦ θείου βαπτίσματος ἦσαν αὐτῷ παρεσκευασμέναι σύν γε τοῖς ὑπηκόοις κομιδῇ παμπληθέσιν ὑπάρχουσιν· βέλτιον γὰρ ἔφησεν ἡλίῳ λατρεύειν, κόσμον ὅλον φωτίζοντι καὶ ζωοῦντι καὶ περιθάλποντι, καὶ τῆς τοῦ πάντων εἰκόνος δημιουργοῦ σαφῆ τινὰ φέροντος ἴχνη καὶ σύμβολα, ἢ τῷ τῆς φιλαργυρίας δαίμονι, ᾧ τοὺς τῶν Ῥωμαίων ἀκούω νυνὶ πατριάρχας ἁλίσκεσθαι, εἰ χρὴ κατὰ τὸν τῶν αὐτῶν ἀποφήνασθαι διδάσκαλον, ὃς ὑπισχνουμένῳ τῷ διαβόλῳ δώσειν βασιλείας τε καὶ χρήματα γῆς ἁπάσης, εἰ βούλοιτο προσκυνεῖν καὶ λατρεύειν αὐτῷ, ἐπετίμησέ τε καὶ ἀπεκρούσατο μάλα σφοδρῶς· ὥσθ' ὁ τούτοις ἐκθύμως ἐγκυβιστῶν, καὶ ἀντὶ τούτων αὐτὸν προϊέμενος ὃν εἵλετο δεσπότην ἔχειν καὶ θεόν, ποίων μὲν κολάσεων ποίων δὲ πρηστήρων οὐκ ἄξιος εἴη ἄν, δεσπότου χρηστοῦ τε καὶ εὐεργέτου διάβολον ἀλλαττόμενος ἐχθρὸν καὶ πολέμιον, καὶ οὐδὲ τουτονὶ τὸν ὑπ' ἐμοῦ τιμώμενον ἥλιον αἰδεῖται μάρτυρα τῆς ἀναιδείας δρῶν ἑαυτοῦ, ὅτι τὸν καὶ αὐτοῦ δημιουργὸν γηίνοις ὅλῃ ψυχῆς προαιρέσει προΐεται χρήμασι. σαφῆ γὰρ εἶναι ταύτην ἔγωγε τίθεμαι εἰδωλολατρίαν· τὸν μὲν γὰρ ἥλιον στοιχεῖον ἐξ ἀρχῆς εἶναι κατειλήφεσαν ἄνθρωποι συστατικὸν τῆς τῶν ἐν γῇ πάντων φύσεως· χρυσὸς δὲ καὶ ἄργυρος ἅπας γῆ πατουμένη καὶ τοῖς εὐφρονοῦσι πρὸς μηδὲν ἀγαθὸν χρησιμεύοντα· πῶς γὰρ ἃ μηδ' εἰκόνος εἴδωλον ἡλίου σώζειν δύναται; εἰ δὲ καὶ πρὸς ἀνιέρους καὶ βεβήλους πράξεις καταδαπανᾷ τῆς φιλαργυρίας τοὺς τρόπους ὁ καὶ προΐστασθαι λαχών, καὶ λαλεῖ μὲν πρὸς ἀργύριον, χρημάτων δ' ὤνιον τὸ τῆς ἱερωσύνης ποιεῖται ἀξίωμα, καὶ τούτων οὐ μικρῶν τινῶν καὶ βραχύτητι περικλειομένων ὄγκου καὶ ἀριθμοῦ πηλικότητι καὶ ποσότητι, ἀλλὰ καὶ τοὺς τοιούτους ὅρους ὑπερβαινόντων τε καὶ ὑπερεκτεινομένων, ποῦ οὐκ ἂν ἐλάσειεν ὕβρεώς τε καὶ ἀτοπίας ἡ ἀκρασία; τίνας δ' οὐκ ἂν ὑπερβαίη Καυκάσους ὀρῶν καὶ Τανάιδος ἐκβολὰς καὶ Σκυθῶν ἀγριότητας ἡ φήμη βαδίζουσα τῆς αἰσχρότητος; ἢ τίς ἂν καὶ ὁποία ποτὲ συσταίη πολιτεία βεβαίας τὰς τοῦ μένειν οὐκ ἐπίπαν αὐχοῦσα κρηπῖδας; τίνες δ' ἂν οἰκιῶν καὶ πόλεων διοικήσεις εὐνομηθεῖεν ὅπουπερ ἂν οἱ τῶν κανόνων καὶ νόμων προστάται, τῶν χρηστῶν ἀμελοῦντες ἠθῶν, παρευημερεῖσθαι δρῶσι τὰ τῆς δικαιοσύνης ἀνάκτορα, καὶ παρὰ φαῦλον τίθενται τὰ τῶν νομίμων κράτη, καὶ τὸ ψεῦδος προτιμῶσι τῆς ἀληθείας, καὶ νόμον τὴν ἀνομίαν ἡγοῦνται, καὶ ψῆφον δικαιοσύνης τὸ τὰς ψήφους τῆς δίκης αἰσχροποιεῖν· καὶ ἣν τῶν πολιτειῶν καὶ πόλεων σφῶν προφανῆ καὶ ὕπαιθρον κατάλυσιν νύκτωρ καὶ μεθ' ἡμέραν οὐ λήγουσιν αὐτοὶ καθ' ἑαυτῶν ἐργαζόμενοι, ταύτην ἕδραν καὶ στάσιν ἐπ' ἴσης τοῖς οὐρανίοις πόλοις πρὸς ἀσφάλειαν τὸ ἀκίνητόν τε καὶ ἀναλλοίωτον ἔχειν οἴονται, κακῶς εἰδότες καὶ λίαν ἀμούσως, καὶ μηδὲν ἄμεινον ἢ ὥσπερ οἱ τυφλώττοντές τε καὶ μηδὲ τὰ ἐν ποσὶν ὅλως ὁρᾶν δυνάμενοι· καὶ οὗτοι γὰρ κατόπιν ἑπομένους ὁρῶντες τοὺς τῆς τοσαύτης καὶ τηλικαύτης κακοτροπίας καὶ ἀτοπίας καρπούς, μᾶλλον δὲ πρὸ ὀφθαλμῶν κείμενα νύκτωρ καὶ μεθ' ἡμέραν τὰ τῆς σφῶν κακίας ἐπίχειρα, οὐδαμῇ ἐπαΐουσιν, ἀλλ' ἐπ' ἴσης τοῖς μαινομένοις τὰς σφῶν αὐτῶν ἐσθίοντες σάρκας χαίρουσιν· ὥσπερ ἂν εἰ προσετίθεσαν κέρδεσι κέρδη καὶ κλήρῳ κλῆρον γῆς καὶ θαλάσσης, καὶ μὴ πᾶν τοὐναντίον ἔπασχον, ἄχρι πυλῶν καὶ αὐτῶν εἰπεῖν οἰκιῶν τῆς σφῶν ζημίας ἀεὶ προχωρούσης καὶ δίκην πυρὸς αὐξομένης κἀπὶ σφετέρῳ κακῷ νεμομένης τὰ πρόσω, καὶ μάλισθ' ὅταν καλάμης κατὰ πρόσωπον ἱσταμένης λαμπρῶς ἐπιδράττηται τοῦ πυρὸς ἡ φορά. εἰ οὖν ἐμοῦ, φησί, κατηγορεῖν ἐθέλοι τις τοιαῦτα, πολλοῦ μέντ' ἂν δεήσειε τρισαθλίους αὐτοὺς καλεῖν, καὶ ταῦτα ποιμαίνειν λαχόντας καὶ ῥυθμίζειν οὐ ῥέουσαν ὕλην καὶ φθειρομένην ἀεί, ἀλλὰ τὸ μέγα κτῆμα καὶ τιμιώτατον καὶ θανάτου παντὸς ἀνώτερον, τὴν ἀνθρώπου ψυχὴν δηλαδή· ᾧ γὰρ εὐθυντῆρος καὶ κανόνος ἔχειν συμπέπτωκε τόπον, καὶ ὃς ἀρχέτυπον ἄλλων εἶναι πεπίστευται, οὗτος εἰ μὴ κατὰ τοὔνομα πολιτεύοιτο, μηδὲ τὸ προσῆκον ἀποδιδοίη τῇ τοῦ κανόνος καὶ τῆς εὐθύτητος ἀρετῇ ἀλλὰ πράγμασιν ἀνοσίοις ὄνομα περιτιθείη χρηστόν, δείκνυσιν ἐναργῶς μὴ τὸ χεῖρον ὑπὸ τοῦ κρείττονος εἶναι ἀρχόμενον δεῖν, ἀλλὰ τό γε κρεῖττον ὑπὸ τοῦ χείρονος. σχετλιώτερον δ' οἴομαι καὶ οὐ μάλα εὐσχήμονος εἶναι ὀλέθρου δήμοις τε καὶ οἴκοις, ἄρχουσί τε δὴ καὶ ἀρχομένοις, νέοις καὶ γέρουσιν, ἀνδράσι τε καὶ γυναιξί, πλουσίοις τε καὶ πένησι, καὶ πᾶσι σχεδὸν λογικοῖς καὶ ἀλόγοις, ὅταν τοῖς βελτίοσι νομοθετῶσιν οἱ κάκιστοι· οὐ γὰρ τὸ διεφθορὸς τῶν ὁρώντων κατευθυνθείη ἄν ποτε πρὸς εὐνομίαν, οὐδ' εἴ τι νοσοίη τῆς πολιτείας, παρασκευασθείη πρὸς τὴν πρὶν εὐεξίαν παλινδρομεῖν, ἀλλὰ πολλῷ τοὐναντίον γένοιτ' ἄν, παραπαιδαγωγοῦντος τοῦ χοροστάτου καὶ διδασκάλου, καὶ χωλεύειν ποιοῦντος τοῦ καλοῦ καὶ τῆς ἀληθείας τὸν δρόμον. πρόξενος γὰρ αὐτὸς ἄντικρυς γίνεται νοσεῖν καὶ τὸ ὑγιαῖνον, καὶ ἐξ οὐρίας ἀεὶ καταβαίνειν πρὸς τὸ φθειρόμενον· καὶ ὃ τὴν ἐρημίαν ὡς ἐπίπαν ἐκτήσατο πάρεδρον, ἀντιφωνοῦντος αὐτῷ τοῦ βίου τοῖς λόγοις καὶ ᾗ τέτακται διοικήσει· ὥσπερ γὰρ δικαιοσύνη κοινωνίας ποιητικόν, οὕτως ἀκοινώνητον ἀδικία καὶ σύνοικον ἐρημίᾳ, θηριώδη ποιοῦσα τὸν βίον καὶ παντάπασιν ἄγριον. τὴν γάρ τοι πόλιν ἐξ οἰκιῶν συγκειμένην κοινωνικῆς εὐταξίας θεμέλιον εἶναι ἀνάγκη καὶ νόμων δικαίων ἐμπεφραγμένην δεσμοῖς· ᾧ γοῦν οἰκίας δι' ἀμαθίαν τοῦ κρείττονος ἥκισθ' ἁρμόττει προστασία, πολλοστοῦ τινὸς μέρους μακρᾶς πολιτείας, πολλοῦ μέντ' ἂν δεήσειε δεόντως πόλεως ὅλης προστῆναι. ὡς γοῦν τῶν ἀνθρώπων ᾧ δίκη καὶ εὐνομία συντέθραπται, τούτῳ καὶ τὸ βελτίστῳ τε εἶναι καὶ κατὰ τὸ βέλτιστον ἄρχειν προσγίνεται, οὕτως ᾧ μή, τούτῳ καὶ χειρίστῳ γίνεσθαι κατὰ τὸ ἀντίπαλον ἕπεται καὶ παγχάλεπον ἄρχειν ἀρχήν. ὄργανα γὰρ ἐκ φύσεως ἄνθρωπος ἔχων πρὸς ἀρετῶν ἐργασίαν πολυειδῶν, εἰ μὴ βούλοιτο δίκῃ τε καὶ εὐνομίᾳ διοικεῖσθαι καὶ διοικεῖν, παγχάλεπον καὶ ἐξίτηλον πόλιν πᾶσαν καὶ πολιτείαν καὶ οἰκίαν καὶ συλλήβδην ἅπαντα φάναι πράγματα δείξειεν ἂν ἐν βραχεῖ· καὶ οὐδὲν ἕτερον τούτῳ λελείψεται ἢ τοῖς τῆς ἀρετῆς ὀργάνοις κακῶς χρωμένῳ δίκην πυρὸς ἐμπιπρᾶν καὶ ᾅδου μυχοῖς παραπέμπειν, καὶ εἴ τι σφίσι χθές που καὶ πρώην προσῆν ἐκείνοις τὸ εὔδαιμον. εἰ δ' οὖν, φρασάτω μοί τις παρελθών, πόθεν ἄλλοθεν ἐς τοιάσδε κακοδαιμονιῶν ἐσχατιὰς τὰ μέγιστ' ἐκεῖνα καὶ τηλικαῦτα κατενήνεκται σφίσι πράγματα. πάντως οὐδαμόθεν ἢ κατ' αὐτῶν ἐξ αὐτῶν, οἴκοθεν οἴκαδε, τὸ λεγόμενον. ἥδιον γοῦν ἔγωγ' ἂν πολλῷ μετὰ δικαιοσύνης καὶ εὐνομίας ἡλίου τε καὶ τοῦ τὸν ἥλιον πεποιηκότος θεοῦ διατελοίην σαφὴς λατρευτής, ἢ διὰ φιλοχρηματίαν, αἰσχίστην νόσον αἰσχίστου τρόπου, μετὰ ἀνομίας καὶ ἀδικίας εἴην ἀνύων τὸν βίον, καὶ παντοδαποῖς τε καὶ ποικίλοις μιάσμασι καταβαπτίζων ὅ φασι ψυχῆς καθαρτήριον βάπτισμα. πῶς γὰρ καὶ τίς με βαπτίσει τηλικούτοις ἑαυτὸν ἐμπιπλὰς ἐφ' ἡμέρᾳ πάσῃ καὶ νυκτὶ μολυσμοῖς, καὶ τοσοῦτον ὑπ' ἐμοῦ καταγινωσκόμενος; οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι, φησί, παρὰ τῷ θεῷ, ἀλλὰ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται· καὶ ἐν παντὶ ἔθνει ὁ φοβούμενος τὸν κύριον δεκτὸς αὐτῷ ἐστίν. οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ θεῷ, ἀλλὰ πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται. καὶ θυμὸς καὶ ὀργὴ καὶ θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος· δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Τοσαῦτα καὶ τοιαῦτα σὺν ὀργῇ καὶ ζήλῳ διεξελθὼν ὁ ῥὴξ ἐκεῖνος ἐνταῦθα τὸν λόγον κατέπαυσε, τὴν δὲ γνώμην εἶχεν ἠρεθισμένην πρὸς ἄμυναν ὑπὲρ ὧν προσῆκε τῷ Ῥωμανῷ. ἔξεστι δ', οἷς τῇ ἀκοῇ σύνεσις ἀπαθὴς συνοικεῖ, κρίνειν εἰ προσήκοντος ἔχεται λόγου τὰ εἰρημένα· ἔξεστι δ' αὖθις συλλογίζεσθαι ἔτι καὶ εἰ χριστιανῶν παισὶν εὐσεβέσιν ἀνεκτὸν οὕτω γῆς καὶ θαλάττης ὡς πορρωτάτω τῆς αἰσχίστης ταυτησὶ κακίας τὴν φήμην δραμοῦσαν μέχρις Ὠκεανοῦ καὶ Σκυθῶν ἀφικνεῖσθαι, καὶ τοσοῦτον τὴν τῆς αἱρέσεως αὐξήσασαν βλάστην διαπεφοιτηκέναι πανταχῇ τῆς Ῥωμαίων ἐκκλησίας τὰς ὕβρεις κομίζουσαν, κρηπῖδας ἀφθόνων πηγῶν εἰληφυῖαν τὰς τῶν νῦν πατριαρχῶν τε καὶ ἐπισκόπων ἀτόπους καὶ παρανόμους πράξεις καὶ ἣν τετυραννηκότες δογμάτων ἐνέπλησαν πονηρῶν ἐκκλησίαν αὐτοί· οὐ γὰρ ἐν παραβύστῳ τὰ βέβηλα δρῶσιν οἱ ἀναιδεῖς, οὐδ' εἰς ἀφεγγές που καταδύντες χωρίον, ἀλλ' ἐν ὑπαίθρῳ καὶ θεάτρῳ πομπεύουσι πάσῃ τῇ οἰκουμένῃ τὴν σφῶν αὐτῶν ἐξάγιστον ἐθελονταὶ μοχθηρίαν αὐτοί. οὕτως ἐξόριστος παντάπασι καὶ κομιδῇ γε ἀλλότριος τῶν τῆς ἀρχαίας γέγονεν ἠθῶν πολιτείας ἡ δικαιοσύνη καὶ φρόνησις, καὶ εἴ τι σεμνότητος καὶ εὐσχημοσύνης ἐνῆν ἀγαθόν, ὡς ἐξεῖναι λέγειν νῦν ἐνταυθοῖ καὶ ἡμῖν ἃ πάλαι θεὸς διὰ τοῦ προφήτου φθέγγεται Ἰεζεκιὴλ περὶ Ἱερουσαλήμ. «εἰπὲ» γάρ φησι «πρὸς τὴν θυγατέρα τὴν ἀσύνετον Ἱερουσαλήμ· οὐχ ἥμαρτεν ἀδελφή σου Σόδομα κατὰ τὰ ἡμίσεια τῶν ἁμαρτιῶν σου, καὶ ἐδικαιώθη Σόδομα ἐκ σοῦ.» τουτέστι Σόδομα δίκαια ἐστὶ κατὰ σύγκρισιν σήν, ὡς ὁ θεῖος φάσκει Χρυσόστομος. ἔστι δὲ οὐκ ἄδηλον, οἶμαι, φρονίμων οὐδέσιν ἀνδρῶν ὡς εἰς τὴν μυθικὴν ἐκείνην ἔριν καὶ οὗτοι τὴν μίμησιν ἀναφέροντες, μεταξὺ τὴν διαίρεσιν ἀντὶ μήλου τῇ τοῦ ἔθνους ἐπαρχίᾳ ἐκείνου παρέρριψαν, τὴν μὲν μίαν εἰς δύο διελόντες μητροπόλεις, τὰς δ' ὑπ' ἐκείνην ἐπισκοπὰς ἄλλοθεν ἄλλοθι μεταθέντες, ὡς ἂν πρὸς ἀλλήλους οἱ ταύτας λαγχάνοντες πρόφασιν ἔριδος ἔμμονον ἔχωσι, καὶ ἅμα ἀνάγκην ὡς εἰς μεῖζον ἰέναι κριτήριον τοὺς τῆς Κωνσταντινουπόλεως πατριάρχας, ἐγκλήματα μὲν κατ' ἀλλήλων, ὑπὲρ δ' ἑαυτῶν ἁδρὰ κομιδῇ κομίζοντες χρήματα, οὔτ' ἐκεῖνοι φαύλην τινὰ καὶ ἄνανδρον σπουδὴν ὑπέρ γε τοῦ τὸν ἕτερον ἕτερος παριέναι δεικνύντες τοῖς ἐκεῖθεν κομιζομένοις τῶν δώρων πλήθεσιν ἐπ' ἀναλήψει τῆς ἱερατείας καὶ τῆς τῶν ἐπισκοπῶν προεδρίας, οὔθ' οὗτοι πρόνοιαν ἐρραθυμημένην καὶ ἀναπεπτωκυῖαν ἐν τούτοις ἄγοντες πρός γε τὸ ἐρεθίζειν τε καὶ ἀναρριπίζειν εἰς ὅτι πλεῖστον τὴν φλόγα τῆς ἔριδος, ἀλλὰ πολλὴν καὶ διάφορον ἐπισωρεύοντες ὑπεκκαύματος ὕλην, μάλα ἀνύσιμον σφίσιν αἰσχροκερδείας ἐφόδιον γινομένην. ὅθεν καὶ ῥᾷστα περαίνοντες διετέλουν ἐφ' οἷς ἐμισθοῦντο, συχνὰ μὲν καταλύοντές τε καὶ μεταρριπτοῦντες ἔνθεν καὶ ἔνθεν ἃ χθὲς ἄλλως ᾠκοδομήθησαν, ἃ δὲ πρότριτα καθ' ἕτερον διενείμαντο τρόπον, ὡς ἑτέρως μεταρρυθμίζοντες σήμερον καὶ ὡς ἑτέρως τὴν ὑστεραίαν, ὅπῃ τὰς ἡνίας ἕλκει τε καὶ ἀνθέλκει τῶν ἐκεῖθεν ἐνταῦθα συχνὰ πεμπομένων διχόθεν χρημάτων ἡ μᾶλλον θατέρου βρίθουσα δεξιά. καὶ τῶν τοιούτων ἀγώνων καὶ παλαισμάτων τῆς κακομηχάνου τε καὶ μυσαρᾶς ἔριδος ταυτησί, δίκην ἕλκους διηνεκῶς ἠρέμα τὰ πρόσω νεμομένης καὶ προχωρούσης, ὅρον εἶναι συμβαίνει μηδένα, μηδὲ λῆξίν τινα τῶν ἀτόπων τε κερδῶν καὶ πονηρῶν λημμάτων.
https://byzantium.gr/

ΛΟΓΟΣ ΛΖ’.

Ἐγὼ δὲ τῶν εἰρημένων πλείω καὶ μείζω συνείρειν ἔχων τῇ ἱστορίᾳ πρὸς ἐνίων οἳ καλῶς ἀκούειν ἴσασι διόρθωσιν (ἰατρὸν γὰρ τὴν ἱστορίαν τοῖς ὀψιγόνοις πεπείσμεθα γίνεσθαι, ἐπαινοῦσαν μὲν ὁπόσοι τἀγαθὸν ἐπαινοῦσί τε καὶ προσίενται, λοιδοροῦσαν δ' ὅσοι τὸ κακὸν οὐ βούλονται λοιδορεῖν) δέδια μὴ λάθω τοὐναντίον οὗ βούλομαι δρῶν. ἐγχωρεῖ γὰρ ὡς ἐν ἀπείρῳ πελάγει τῷ χρόνῳ πολυτρόπως καὶ ἀγχιστρόφως καὶ ὡς εἰπεῖν ἑλικοειδῶς ἀεὶ ῥεούσης τῆς φύσεως, καὶ ἄλλοτ' ἄλλως περιπετοῦς ἑαυτῇ γινομένης διὰ τὴν ἀτέκμαρτον ἰδιοτροπίαν τῶν ἑκάστοτε φυομένων καὶ ἐπιφυομένων πολυειδῶς προσώπων καὶ πραγμάτων, ἐξελίττειν καὶ ἀνελίττειν ἔστιν οὗ καὶ ἔστιν ὅτε συγγένειαν ὁμοιοτήτων τινῶν περιαγομένην τε καὶ περαινομένην εἰς παράδοξόν τινα τὴν ταυτότητα. ὡς εἶναι δέος ἐντεῦθεν μὴ οὐ πάντων εἰς μίμησιν τοῦ βελτίονος παραθήσειν ἑαυτοὺς δυναμένων δι' ἔμφυτον ἔνιοι κακοτροπίαν ἐπὶ τοὐναντίον τῇ μιμήσει χρήσωνται, καὶ τὴν ἐν ἱστορίᾳ διαβολὴν τῶν κακῶν ἐπὶ σφετέρᾳ μιμήσωνται βλάβῃ, τὴν τῶν φθασάντων ἀναισχυντίαν καὶ τόλμαν οἷόν τι παράδειγμα προβαλλόμενοι. ὅθεν ἑνός τινος ἔτι μνησθεὶς ἀπαλλάξομαι, διὰ βραχέων μέντοι καὶ τοῦτον, καὶ δι' ὅσων ἀποχρήσειεν ἂν τῷ τῆς ἱστορίας λόγῳ δεῖξαι πῶς τῆς Παλαμικῆς αἱρέσεως ἐπὶ λύμῃ τῶν ἱερῶν τῆς ἐκκλησίας δογμάτων παραδύσης ἅπανθ' ὁμοῦ συγκέχυται πράγματα, καὶ διέφθαρται τὸ τῆς ἐκκλησίας ἀρχαῖον ἦθος ἐκεῖνο, καὶ ἀνατέτραπται καὶ ἀπόλωλεν εἴ τι σεμνόν τε καὶ τίμιον τῆς ὅλης ἦν πολιτείας, συσταλείσης, οἶμαι, τῆς τοῦ θεοῦ δεξιᾶς ὅσον αἰσθέσθαι τοὺς τῆς κακίας ταύτης προστάτας καὶ ἀρχηγούς, καὶ πρὸς ἐπιστροφὴν ἐλθεῖν πρὶν εἰς καταστροφὴν κατελθεῖν, ἐνδιδόντος θεοῦ τοῦ διὰ Δαβὶδ παραινοῦντος μὴ διδόναι πρὸς σάλον τὸν πόδα, ἵνα μὴ νυστάξῃ μηδὲ ὑπνώσῃ ὁ φυλάσσων τὸν Ἰσραήλ. ὡς εἶναι κἀνταῦθα δέος μὴ πολλῷ κἀκείνων κακίοσιν οὖσι καὶ τοῖς τῆς ἐκκλησίας ταύτης προέδροις ἡ πάλαι κατὰ τῶν Ἰουδαίων ἀποφαντικὴ σὺν θυμῷ κατερράγη ψῆφος, λέγουσα «ἐὰν προσφέρητέ μοι σεμίδαλιν μάταιον, θυμίαμα βδέλυγμά μοι ἐστί· καὶ ἐὰν ἐκτείνητε τὰς χεῖρας ὑμῶν, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν. αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις, καὶ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος.» ὧν γὰρ τὰς αὐτὰς εἶναι συμβαίνει πράξεις, τούτοις ἀνάγκη καὶ τὰς αὐτὰς ἐπιέναι θεόθεν εἰσπράξεις. Διδάσκει δὲ καὶ ὁ θεῖος Χρυσόστομος τὴν εἰρημένην ἐνταῦθα ταυτότητα· καὶ γὰρ ἑρμηνεύων τὸ «Καϊάφας ἀρχιερεὺς ἦν τοῦ ἐνιαυτοῦ ἐκείνου,» καὶ τοῦτο τῆς Ἰουδαϊκῆς, φησίν, ἐγένετο πονηρίας· κατῄσχυναν γὰρ τὸ τῆς ἱερωσύνης ἀξίωμα ὠνητοὺς ποιήσαντες ἀρχιερέας. ἔμπροσθεν δὲ οὐχ οὕτως ἦν, ἀλλὰ τῇ τελευτῇ μόνῃ κατελύετο ἡ ἱερωσύνη τοῦ ἀρχιερέως. τότε δὲ καὶ ζῶντες παρελύοντο τῆς τιμῆς. οὐδὲν οὖν καινὸν τῶν ὁμοίων ἐκείνοις κἀνταῦθα παθῶν εἰκόνας ὑπάρχειν ἐνυποστάτους, τῶν νῦν πατριαρχῶν εἰς τὴν αὐτὴν ἰόντων πονηρίαν, ἵνα μὴ λέγω τὴν χείρω· κατῄσχυναν γὰρ τὸ τῆς ἱερωσύνης καὶ οὗτοι μᾶλλον ἐκείνων ἀξίωμα, ὠνητοὺς ποιοῦντες ἀρχιερεῖς, καὶ μειρακίων ἐφήβων καὶ ἀγενείων ἑσμὸν ἱερέας, οὔτε πω συλλαβίζειν δυναμένων οὐδὲ τὰ πρῶτα τῶν γραμμάτων στοιχεῖα, οὔτε βίον γοῦν ἐγγὺς καθαροῦ προεισενηνεγμένων, ἀλλ' ἀρκουμένων τῷ τε βούλεσθαι καὶ τῷ τὴν Παλαμικήν, ταὐτὸν δ' εἰπεῖν Μασαλιανικὴν καὶ πολύθεον αἵρεσιν προσκυνεῖν· τῆς γὰρ ἱερωσύνης εἰς ἀγοραίαν πρᾶσιν καθάπαξ ῥιφείσης, ὁ τὰ πλείω διδοὺς τὴν νικῶσαν ἐπ' ὀλίγον λαμβάνει καὶ τῶν πρωτείων γίνεται κληρονόμος, μέχρις ἂν ὁ κατόπιν ἰὼν χρημάτων ἁβρότερον πεποιηκὼς τὸ βαλάντιον, τὴν νικῶσαν τῆς ἥττης ἀλλάξηται καὶ τῆς κρείττονος χώρας ἐξ ἀμοιβῆς κληρονόμος αὐτὸς καταστῇ. Ἐπεὶ δ' ἑνὸς τῶν πολλῶν ὁτουοῦν ἐπηγγειλάμεθα μνησθέντες ἀπαλλάξασθαι, πέρας τῇ ἐπαγγελίᾳ παρασχεῖν ἀξιώσωμεν. τὴν τῶν Ἀλανῶν ἐπαρχίαν πρὸς ἄρκτους τὴν θέσιν ἔχουσαν, καὶ Σκυθῶν τῶν νομάδων ὅμορον οὖσαν, οἱ πολλοί τε ἴσασι καὶ μάλιστα οἷς ἐξ ἐμπορίας ὁ βίος ἀθροίζεται ἔθος. ταύτης ἐκ Κωνσταντινουπόλεως Τραπεζούντιός τις, ὄνομα Συμεών, ἀρχιερεὺς τῇ μητροπόλει χειροτονηθεὶς πρὸ ἐτῶν οὐ μικρῶν ἀπεστάλη. μετὰ δὲ χρόνον βραχὺν παρ' ὁτουοῦν τῶν ἐκεῖ μοναζόντων πρὸς τοῖς ἄλλοις καὶ δωροδοκίαν ἐγκέκληται χειροτονιῶν ἀθέσμων, τὸ τῆς ἱερωσύνης καπηλεύων σεμνὸν καὶ προτιθεὶς βεβήλοις ὤνιον ἀνδράσι τὴν χάριν τοῦ πνεύματος. τῶν δὴ τοιούτων ἐγκλημάτων ἐπὶ Φιλοθέου τοῦ μετὰ τὴν Καλλίστου καθαίρεσιν πατριαρχεύσαντος λαληθέντων, ἐπεὶ παρῆν καὶ Ἀλανίας αὐτός, τὸ ἀξιόπιστον ἔχοντας ἐξ Ἀλανίας μάρτυρας προκαλούμενος, ὑπέρθεσιν καιρικὴν ἡ ψῆφος λαμβάνει. μετεώρου τοίνυν τῆς δίκης οὔσης, ἐξαίφνης ἔξωθεν εἰς τὸ Βυζάντιον εἰσπεπηδηκὼς Ἰωάννης ὁ Παλαιολόγος τὴν πατρῴαν ἀνείληφε βασιλείαν, ἐκβεβληκὼς Καντακουζηνόν, ὥς που καὶ πρότερον ἡμῖν εἰρημένον εἰς μῆκος ἐστί· καί οἱ ἐπηκολούθει ὁ πρὸς Φιλοθέου καθαιρεθεὶς τῆς τε πατριαρχείας καὶ τῆς ἱερωσύνης Κάλλιστος, ὃς καὶ αὐτὸς καθάπερ ἐκ παρατάξεως ἀμυνόμενος αὐτόν τε καθαιρεῖ τῆς ἱερωσύνης Φιλόθεον καὶ τῶν πατριαρχικῶν ἀντ' ἐκείνου καθίσταται θρόνων διάδοχος. ὅπως δ' αὐτοῖς ἐσχεδίασται τὰ τοιαῦτα, καὶ οἷα συμπέπτωκεν ἕτερα μεταξύ, εἴρηταί τε μετρίως ἡμῖν καὶ εἰρήσεται πλείοσιν ἄλλοις τὴν ἱστορίαν ἴσως εἰς μῆκος μᾶλλον ἐκτετακόσιν ἡμῶν ἐνταυθοῖ. καὶ μὲν δὴ πρόσεισιν Ἀλανίας τῷ πάλιν πατριαρχεύσαντι τούτῳ Καλλίστῳ, λήθην τε ἀξιῶν γενέσθαι τῶν πρότριτα ἐπὶ Φιλοθέου ἐγκεκλημένων αὐτῷ, καὶ δῶρα πέμψειν ὑπισχνούμενος ἀποχρῶντα ἐπιδεδημηκὼς ἐς Ἀλανίαν. τῷ οὖν Καλλίστῳ ἔχοντι τὰ ἐπηγγελμένα ἐν ἐλπίσιν ἤδη ἀναμφιλέκτοις, τάχιστα ἐπεραίνετό οἱ ἐφ' οἷς ἐμισθώθη· καὶ ἦν αὐτῷ συλλειτουργὸς ἡδὺς Ἀλανίας ἐν ἑορταῖς τε καὶ πανηγύρεσιν καὶ σύνεδρος ἐν τοῖς καθ' ἡμέραν ψηφίσμασιν. ἐπεὶ δ' ὃ μὲν ἀπῄει, τὰ δ' ἐπηγγελμένα λήθης βυθοῖς παρεπέμπετο, αἰσθόμενος ὁ πρὶν ἐκεῖνος κατήγορος, Κάλλιστος ὄνομα, ἀφίκετο πάσῃ σπουδῇ βριθούσαις παλάμαις ἐκεῖθεν παρὰ τὸν ὁμώνυμον καὶ ὁμότροπον Κάλλιστον, ἃς ἐκεκομίκει πρότερον Φιλοθέῳ, καὶ νῦν κομίζων κατηγορίας κατὰ τοῦ Ἀλανίας, καὶ ἅμα τήν τε ἐκείνου ζητῶν καθαίρεσιν καὶ τὴν τοῦ θρόνου μετάληψιν. τῇ οὖν παρολκῇ τῶν λημμάτων παρελκυσθεὶς ὁ Κάλλιστος φυγοδικίας τε ἐκεῖνον ἀπόντα καταδικάζει, καὶ τὸν ὁμώνυμον Κάλλιστον εἰς τὸν τοῦ Συμεὼν θρόνον ἐκπέμπει χειροτονήσας. οὕτω γε μὴν εὐτυχῆ καὶ ταχεῖαν ὁ δεύτερος οὗτος τὴν ἐς Ἀλανίαν ἐπάνοδον ποιησάμενος, καὶ οὕτως ὤνιον ἐκ τοῦ ῥᾴστου τὴν τοῦ προτέρου διαδεξάμενος ἀρχιερατικὴν καθέδραν, ἀτίμως ἐκεῖθεν ἐκπέμπει τὸν Συμεών. καὶ ὃς ἐς Βυζάντιον ἐπιδεδημηκὼς περιῄει πάντας ἐπιβοώμενος ἐπισκόπους καὶ πρεσβυτέρους, τὴν ἄδικον ἑαυτοῦ καταδίκην ἐκτραγῳδῶν, καὶ τὴν προφανῆ τῶν ἱερῶν κανόνων καὶ νόμων κατάλυσιν ἐγκαλῶν τῷ Καλλίστῳ. οὕτω δ' ἐκπύστου γεγονότος τοῦ παρανόμου καὶ ἀνιέρου καὶ μυσαροῦ πράγματος, οὐδὲ τῷ βασιλεῖ τετύχηκεν ἀνηκόῳ τούτου γενέσθαι οὐδ' ἀφθόγγῳ πάντῃ μεῖναι τὴν γλῶτταν, ἀλλ' ἐν θαύματι τὸ τόλμημα πεποίηται καὶ αὐτός. καὶ ἀναλογιζόμενος ἔλεγε πρὸς τὸν πατριάρχην «εἰ μὲν ἰσχυρὰ τὰ πρὶν ἦσαν ἐγκλήματα, διὰ τί ἀκηκοὼς οὐκ ἀπεκρούσω ἀλλὰ συλλειτουργὸν ἐπεποιήκεις; εἰ δὲ μὴ ἰσχυρά, διὰ τί καθαιρέσει σπευδούσῃ παρέπεμψας, καὶ τό γε παραλογώτατόν τε καὶ ἀτοπώτατον, μὴ παρόντα; εἰ δὲ καὶ καθαιρεῖν αὐτὸν ἐνῆν, ἀλλ' οὐ τὸν αὐτοῦ κατήγορον χειροτονεῖν ἀντ' αὐτοῦ κατ' αὐτοῦ· ἢ δῆλον ὡς ἐκεῖνος μὲν τῆς ἐπισκοπικῆς ἀρχῆς ἐραστὴς γεγονὼς ζηλοτυπίας ἐκγόνους ψευδεῖς συνέρραψε δόλους, σὺ δ' ἐραστὴς καὶ αὐτὸς καταστὰς τῶν ἐκείνου χρημάτων ἀδικωτάτην καὶ μάλα ἀνομωτάτην εἰργάσω τὴν τούτου καθαίρεσιν, καὶ τὸ τοῦ Δαβὶδ εἰπεῖν, λάκκον ὤρυξας καὶ βόθρον ἀνέσκαψας, εἰς ὃν ἐμπεσεῖσθαί σε ἄξιον κατὰ τοὺς τῶν ἱερῶν κανόνων καὶ νόμων θεσμούς, εἰ μὴ τὴν διόρθωσιν, εἰ ἐξείη σοι, δράσειας τὴν ταχίστην, καὶ ὁ τρώσας αὐτὸς καὶ τὴν ἴασιν ἁρμόττουσαν ἐπαγάγοις. ὁρᾷς γὰρ καὶ τὴν τῶν ἀρχιερέων ὁρμὴν κατὰ σοῦ κινουμένην βαρεῖαν, καὶ μακρὸν τὸν ὑπὲρ τῆς ὑποθέσεως θόρυβον ταῖς ἐμαῖς διηνεκῶς ἀκοαῖς ἐπαντλοῦσαν· οἷς καὶ προβαλέσθαι δίκαιόν τι πρὸς ἀντιπαράταξιν καὶ λῆξιν τῶν σοί γ' ἐγκεκλημένων. ἔχω μὲν τῶν πάντων οὐδὲν αὐτός, ἔχουσι δ' αὐτοὶ μὴ μόνον τὸ παρὸν ἀλλὰ καὶ πόλλ' ἕτερα πολυειδῆ τε καὶ ἡλίκα, ὧν ἕκαστον ἀποχρῆναί φασιν εἰς καθαίρεσιν σήν, ὁμοίως ἐπιβοσκομένων ἁπάντων τῆς τῶν ἱερῶν κανόνων χρείας τὴν ὥραν· ἅπερ δὴ καὶ πῶς ἂν εἴποιμι διαθρυλλούμενα πανταχῇ καὶ γλώττας χαιρεκάκων ἀνοίγοντα κατὰ τῆς σῆς κεφαλῆς, οὐ μικρῶς ἀποκνάει καὶ ἀνιᾷ μου τὸ λογιζόμενον τῆς ψυχῆς.» Πρὸς ταῦτα ὁ Κάλλιστος διαπορούμενός τε καὶ λίαν ἀχθόμενος ἐπὶ πλείοσι καθ' αὑτόν, καὶ ὅσοι ἀμφ' αὐτὸν οἰκειότατοι, διεσκέπτετο νυχθημέροις τὸ ποιητέον, καὶ δυοῖν μέσος ἐγίγνετο λογισμῶν, χειμῶνα καὶ ζάλην οὐ πάνυ μικρὰν ἀνιστάντων κατὰ τῆς σκέψεως. ἔλεγε γὰρ ὡς δύο μητροπολίτας μιᾶς μητροπόλεως εἶναι μήτε τοῖς τῶν θείων πατέρων κανόσι καὶ νόμοις συγκεχωρῆσθαι μήτε τῇ κοινῇ τῶν πολλῶν συνηθείᾳ προκατειλῆφθαι, ἀλλ' εἶναι καθάπαξ ἀλλόκοτόν τι χρῆμα καὶ πάνυ τερατωδέστατον, τὴν τῶν πατρίων αἰσχρῶς ἀφαιρούμενον πρόνοιαν. εἰ οὖν τὸν ὁμώνυμον καθελόντες τῆς ἀξίας Κάλλιστον τὸν Συμεώνην ἀντεισαγάγωμεν αὖθις, ἀφίξεται τὴν ταχίστην καταβοῶν ἐκεῖνος καὶ κατατρέχων ἡμᾶς, καὶ ἀπαιτῶν ἅπερ ἡμῖν ἐδεδώκει δῶρα τῆς ἀρχιερατικῆς ἀξίας ἕνεκα πάντα, δι' ὅσων αὐτὸς ἐπρίατο τὴν μητρόπολιν. ὃ δὴ πολλῶν ξιφῶν δριμυτέραν, μετὰ πάνυ μακρᾶς τῆς αἰσχύνης, τῇ ἐμῇ κομίζει ψυχῇ τὴν ὀδύνην· οἱ γὰρ καὶ πρὶν εἰς ἐξέτασιν ἰέναι τὰς ἐμὰς δίκας καὶ πρὶν ἀνακαλυφθῆναι τὰ προτεινόμενα καθ' ἡμῶν ἐγκλήματα πικρῶς ἡμῖν ἐμβάλλειν οὑτωσὶ τοὺς ὀδόντας ἀπειλοῦντες ἐπίσκοποι, καὶ οἱ μείζους τῶν προτεινομένων ἔτι μελετῶντες ἐπιφέρειν λοιδορίας, ἀσέβειαν οὐχ ἁπλῆν τινὰ καὶ μονοειδῆ ἀλλὰ ποικίλην τε καὶ πολὺ προβαλλομένην τὸ ἀφόρητον, τίνος ἂν φείσαιντο γλώττης εἰς φῶς προηγμένων τῶν θρυλλουμένων μὲν ἀξίως, ἐν νέφεσι δ' ἴσως καὶ δισταγμοῖς τισὶ κρυπτομένων ἔτι. ἐγὼ δ' ἐκεῖνο τεθαύμακα τῶν σκαιῶν τε καὶ χαιρεκάκων, πῶς τὰ ἑαυτῶν αἰσχρὰ παρατρέχοντες τοῖς ἐμοῖς ἀτενὲς ἐνορῶσι καὶ ταῖς ἐμαῖς ἐπιγάννυνται λοιδορίαις, καὶ μάλιστα πάντων τὴν τῶν Μασσαλιανῶν μοι προσονειδίζοντες αἵρεσιν, συχνὰ καὶ πολλάκις ἐνδιαβάλλοντές τε οὐ διαλείπουσι καὶ περὶ τὴν αὐτὴν ἀεὶ στρεφόμενοι καὶ περιειλούμενοι λοιδορίαν. ἐν γὰρ ταῖς τῆς ἐμῆς πατριαρχείας πάλαι ἀρχαῖς ἐπὶ τῆς Καντακουζηνοῦ βασιλείας, πρὶν ὅλον ἐξήκειν ἔτος, ὑβρίστριαν ὁπλίσαντες γλῶτταν καὶ πάνυ βαρεῖαν κατὰ τῆς ἡμετέρας τύχης ἐπενεγκόντες ταύτην μοι τὴν Μασαλιανὴν ἐν πρώτοις ᾐτιάσαντο αἵρεσιν· καὶ τάχα ἄν με τῶν πατριαρχικῶν τουτωνὶ τηνικαῦτα θρόνων σὺν ἀκοσμίᾳ ἐξώθουν, εἰ μὴ τοὺς κοινοὺς τῆς ἐμῆς τε καὶ σφῶν ἀρτιφανοῦς ἐκκλησίας πολεμίους αἰσθόμενοι βοηθοῦντες ἐξ ἀπονοίας ἀπέσχοντο. καὶ τοῦτο μὲν πρῶτον οἱ κακάρατοι καὶ κακόσχολοι κατὰ τῆς ἐμῆς ἐξώπλισαν κεφαλῆς· δεύτερον δ' ἔτι καὶ πλείω συνείραντες ἕτερα τῇ τοιαύτῃ τῶν Μασαλιανῶν αὖθις αἱρέσει, καὶ μανικώτερον κατ' ἐμοῦ κινηθέντες, τῆς πατριαρχείας ἐξήλασαν τέλεον, ἵνα μὴ λέγω καὶ αὐτοῦ γε τοῦ ζῆν, τό γε εἰς αὐτοὺς ἧκον· ἡ γὰρ ἐμὴ πρὸς τὸ Γαλατώνυμον φρούριον τῶν Λατίνων τηνικαῦτα λαθραία φυγὴ τὰς ἐμὰς ἐν τοῖς ζῶσι τετήρηκεν ἄχρι καὶ ἐς τόδε πνοάς. ἐπεὶ δὲ καὶ ἐς Τένεδον ἀφιγμένον με παρὰ βασιλέα τὸν Παλαιολόγον ἐμεμαθήκεσαν, οὐδ' ἐνταῦθα ἠρέμησαν, ἀλλὰ δι' ἐπιστολῶν καὶ κηρύκων ἀναθέμασι καθυπέβαλον, καὶ αὐτὸ προκαταλαμβάνοντες τὸ ὄρος κἀκεῖθεν ἀπήλαυνον, καὶ ὡς Μασαλιανὸν ἐξεκήρυττον πανταχόθεν. τοῦ δὲ βασιλέως ἄρτι τὴν πατρῴαν ἀνειληφότος ἀρχήν, ὁμοῦ συνεληλυθὼς ἐκεῖθεν κἀγὼ πολλῇ τινὶ πρὸς αὐτῶν τῇ ἀντιστάσει ἐντετυχήκειν, τά τε ἄλλα καὶ ὡς Μασαλιανὸν ἀποτρεπομένων με. τοῦ δὲ βασιλέως ὅπως ποτὲ τὴν τοιαύτην κοιμίσαντος ἔριν καὶ στάσιν, ἧκον αὖθις ἐξ ὄρους τοῦ Ἄθω καὶ τῶν ἐκεῖ λογάδων καὶ μοναδικῶν ἀνδρῶν γράμματα, τὴν αὐτήν μοι μόνην αὖθις προσάπτοντες αἵρεσιν, τὴν τῶν Μασαλιανῶν δηλαδή, καὶ ἅπαξ καὶ δίς. ἃς δὴ καὶ ἄκροις ὠσὶν ἠνεσχόμην ἀκοῦσαι, ἀλλὰ τῇ πρὸς ἐμὲ τοῦ βασιλέως τεθαρρηκὼς εὐμενείᾳ κακῶς τε καὶ ἀκόσμως ἐξέπεμψα. νῦν δὲ καὶ αὐτοῦ γε τοῦ βασιλέως τῇ τούτων βίᾳ παροξυνθέντος καὶ ὠθοῦντός με, τί δράσειν ἕτερον ἥκιστα ἔσχον οὐδὲν εἰς ἀποτροπὴν ἀποχρῶσαν, ἕως ἂν κατὰ γνώμην τἀμὰ διάθωμαι, πλὴν ἢ ἃ μηδένα αὐτῶν προσδοκῆσαι ᾠήθην. τὸ δέ ἐστιν, ἀναθέματι καὶ ἀφορισμῷ καθυποβαλεῖν αὐτούς, καὶ ἀντιπερισπάσαι τὴν σφῶν ἐπίνοιαν εἴς γε τὸ ὑπὲρ ἑαυτῶν αὐτοὺς ἀγωνίζεσθαι, καὶ ἥκιστα καθ' ἡμῶν. ταῦτα δὴ βουλευσαμένῳ καὶ εἰς ἔργον εὐθὺς ἤγετο. καὶ ἅμα ἕῳ τῇ ὑστεραίᾳ συνηθροικὼς ἱερέων ἐκκλησίαν καὶ ὅσοι τοῦ κλήρου καὶ ὅσον τοῦ δήμου πλησιόχωρόν τε καὶ πρόσοικον ὑπῆρχε τῷ περιωνύμῳ τῆς τοῦ θεοῦ σοφίας νεώ, χωρὶς προοιμίου τινὸς καὶ πόρρω πάσης αἰτιολογίας εὐλόγου, ἀφορισμόν τε ἐξεφώνησεν ἐπὶ μέσου στὰς τοῦ τοιούτου θεάτρου, καὶ ἀναθέματι καθυπέβαλεν ὅσοι τῶν ἐπισκόπων τῆς αὐτοῦ κοινωνίας ἐξέστησαν, τά τε ἄλλα κατηγοροῦντες αὐτοῦ καὶ πάντων μάλιστα τὸ τῆς Μασαλιανῆς αἱρέσεως μυσαρόν. ἀλλ' ἐκεῖνος μὲν τοιαῦτ' εἰρηκώς τε ἅμα καὶ πεπραχὼς πόρρω κανόνος καὶ νόμου παντός, δέδειχεν ἔνοχον ἑαυτὸν ἀληθῆ τῷ ἐγκλήματι. τοῦτο γὰρ καὶ τοῖς ἐπισκόποις ἀκουσθὲν καὶ αὐτῷ βασιλεῖ δέδοκταί τε καὶ ἀποπέφανται. δέον γὰρ αὐτὸν θαρρεῖν καὶ τῆς δίκης εὐθὺ χωρεῖν καὶ ζητεῖν τοὺς ἐλέγχους καὶ ὡς ψευδεῖς τὰς κατηγορίας ἐλέγχειν, εἴπερ αὐτῷ γε ἐνῆν, ὃ δ' ἐμφανῶς φυγοδικήσας ἐπὶ τὰς ἀτόπους κατέφυγε λοιδορίας, ὥσπερ εἰώθει, καὶ τοὺς οὐδὲν αὐτῷ συντελοῦντας ἀφορισμοὺς ὡς τῆς ἐνεστώσης αἰσχύνης προκάλυμμα καὶ πρόσκαιρον ἀποφυγὴν τῆς ἀνάγκης. ἐπὶ δὴ τούτοις δεδογμένον ἐνίοις τῶν ἐπισκόπων κατέστη ταῖς ἀδίκοις ἐκείνου λοιδορίαις καὶ τοῖς ἀφορισμοῖς δικαίους ἀντιθεῖναι, καὶ καθαιρέσει τελείᾳ παραπέμψαι τὸν ἄσεμνον ἐκεῖνον καὶ τῇ ἀσελγείᾳ τῆς γλώττης ἀεὶ ἐγκαλλωπιζόμενον μᾶλλον ἢ αἰσχυνόμενον. ἀλλ' ὅτι μὴ καὶ βασιλεῖ δεδογμένον τοῦτ' ἦν ματαιότητι καὶ νηπιώδει μωρίᾳ τὴν ἴσην ἀντίδοσιν δρᾶν, ἐν μετεώρῳ τὰ τῆς δίκης ἀποκέκριται μέχρι τῆς τῶν προκληθέντων ἐπισκόπων ἐνδημίας. ὅ γε μὴν πατριάρχης τὰς τῶν πλείστων δυσφήμους αἰσχυνόμενος ἀκοάς, οἴκοι τὸ παράπαν ἀπρόιτος ἔμεινε τοῦ λοιποῦ, ἀπειλαῖς παραπέμπων τὰ μέλλοντα πλείοσιν. ἐῶ γὰρ λέγειν ὅσα τῇ δυσηνίῳ ἑαυτοῦ γλώττῃ παραδεδωκὼς τὴν διάνοιαν ἐξηρεύξατό τε καὶ λελοιδόρηκεν ἄσεμνα. γέγονε δέ τις διαπορία τοῖς [τε] ἀκηκοόσι πῶς τἆλλα τῶν ἐγκλημάτων ἅπαντα ἐν δευτέρῳ θέμενος λόγῳ, τῷ τῆς Μασαλιανῆς αἱρέσεως ἐμπεφιλοχώρηκε μάλιστα καὶ περὶ πλείστου πεποίηκε. καὶ ἄλλοι μὲν ἄλλα, πάντων δ' εἰς ἕνα σκοπὸν τὸ πέρας ἤθροιζεν ἡ συμφωνία ὅτι παλαιὸν αὐτῷ νόσημα ὂν τουτοΐ, καὶ πολλάκις αὐτοῦ κατηγορηθὲν καὶ παρὰ πολλῶν ἀλλοτρίων, νῦν ἄφυκτον ἔσχε τὴν δύναμιν ἡ κατηγορία, ὅτι ἐκ τῶν ἔνδον καὶ τῶν οἰκείων καὶ ἀφ' ἑστίας ὁ τῆς κακίας ἐξελήλυθεν ἔλεγχος, ὡς ὁ τῶν ἐπισκόπων μεμαρτύρηκέ τε καὶ διεβεβαιώσατο λόγος τῷ βασιλεῖ· ἔφασαν γὰρ τά τε ἄλλα κατὰ τοῦ πατριάρχου οἱ τοῦ πατριάρχου, καὶ ὡς ὁ τὸ μοναδικὸν περικείμενος σχῆμα, Σκορπίος τοὐπώνυμον, οὗ πολὺς πολλάκις γέγονε λόγος τοῖς τε ἄλλοις καὶ μάλιστα τοῖς ἐν Ἄθῳ τῷ ὄρει τὴν ἄσκησιν διανύουσιν, καὶ οὗ χάριν δύο καὶ τρεῖς που τομογραφίαι καὶ ὕπαιθροι κατηγορίαι παρ' ἐκείνων ἐν Κωνσταντινουπόλει τῷ τε πατριάρχῃ καὶ τοῖς ἐπισκόποις ἐπέμφθησαν, μηνύουσαι φρικώδη τε καὶ πλεῖστα μυσαρὰ καὶ μὴ μόνον χριστιανῶν ἀκοαῖς ἀποτρόπαια καὶ λίαν φευκτά, ἀλλὰ καὶ τοῖς βαρβάρων ἀθεωτάτοις κατάπτυστα. οὗτος οὖν, φασίν, ὁπότ' ἐκ Τριβαλλῶν, καὶ ὅθεν ἄλλοθεν τὰς ἀδήλους ποιεῖται χρονίας διατριβάς, ἐπιδημοίη τῇ Κωνσταντινουπόλει, μόνῳ Καλλίστῳ ὁμόστεγός τε καὶ ὁμοδίαιτος γίνεται τῷ πατριάρχῃ, καὶ μυσταγωγὸς καὶ μύστης ἀπορρήτων ὀργίων. ἔπειτ' ἐκεῖθεν ἰὼν ἐν τῷ κήπῳ ἐνουρεῖ καθήμενος τῇ τῶν πρασιῶν χλόῃ καὶ πόᾳ, ὁπόσην καὶ οἵαν διὰ τὸ οἴκοθεν εὔοσμον ταῖς χύτραις ἐμβάλλουσιν οἱ τὰς τῶν ἐδεσμάτων ἑτοιμάζοντες τῇ τοῦ πατριάρχου τραπέζῃ ποικιλίας. καὶ ἡμῶν, φασί, τὴν αἰτίαν τοῦ τολμήματος ἐρομένων καὶ ἅπαξ καὶ δίς, οὐδὲν ἐκεῖνος ἔφη καινὸν εἶναι τουτί· καὶ γὰρ καὶ κύνες ἐνουροῦσιν αὐταῖς καὶ γαλαῖ, καὶ κόπρια ἐπιρραίνουσι ζώων ἀλόγων τε καὶ ἀνθρώπων, εἰ τύχοι που· καὶ τὸ κωλῦον οὐδέν. καὶ ταῦτα μὲν ἐρόμενοι ἠκηκόεισαν, ὡς ἐκεῖνοι φασίν· ἃ δὲ ἰδόντες σιγῇ μὲν ἐπ' ἐκείνου παραδόντες ἥκιστα ἤροντο, πεπεισμένοι λίαν ἀνόσιά τε καὶ βέβηλα εἶναι καὶ ἄντικρυς διαβολικῆς ἔργα διδασκαλίας, τοῖς δ' ἐπισκόποις ἐμήνυσάν τε καὶ διεκωδώνισαν, ταῦτ' ἄρρητα μὲν ἄμεινον κεῖσθαι· ἴσασι γὰρ οἱ τὰς τομογραφίας ἐκείνας ἀνεγνωκότες καὶ ἀποφηνάμενοι Μασαλιανῶν εἶναι τὰ τοιάδε τῶν μυσαρῶν ἐπιτηδευμάτων. μεμνήμεθα γὰρ ὡς καὶ ἐπὶ Ἰωάννου τοῦ πατριάρχου πρὸ ἐτῶν ἐγγὺς πεντεκαίδεκα τόμος ἡμῖν ἐξ ὄρους τοῦ Ἄθω κεκόμισται, ταῖς πάντων σχεδὸν τῶν ἐκεῖ λογάδων σεσημασμένος ὑπογραφαῖς, καὶ πρό γε πάντων καὶ μετὰ πάντων τοῦ τηνικαῦτα τὸ πρωτεῖον ἔχοντος Ἰσαάκ, καὶ ἅμα τοῦ ἀρχιερατεύοντος καὶ ἐπισκοποῦντος ἐκεῖ μετὰ τῆς τοῦ πνεύματος χάριτος θείου ἀνδρός, δηλῶν τῇ καθ' ἡμᾶς ἱερᾷ συνόδῳ πάντας ἐκείνους ὀνομαστὶ καὶ καθ' ἕκαστον, ὅσοι προσωπεῖον εὐλαβείας ὑποδυόμενοι λελήθασι μὲν ἐκ πολλοῦ παραδύντες εἰς τοὺς ἱεροὺς ἐκείνους τοῦ ὄρους τόπους, καὶ ὅσοι τῶν ἁπλουστέρων ἐκεῖ πολλοὺς εἰς τὴν οἰκείαν ταύτην παρασύραντες μυσαρὰν αἵρεσιν, ἐμφανεῖς δ' ἐγεγόνεισαν τηνικαῦτα· καὶ πάντων εἰς ἕνα που τόπον ἐκεῖ συναχθέντων, καὶ δημοσίᾳ τῆς κακίας ἐληλεγμένης, ὅσοι μὲν ὡμολογηκότες τὴν ἑαυτῶν ἐξωμόσαντο κακίαν, παρέμειναν ἔτι συγχωρηθέντες ὅπως ποτ' ἐκείνῳ τῷ ὄρει, ὅσοι δ' οὔ, πάντες ἐξώσθησαν ἄκοντές τε καὶ σὺν ἀκοσμίᾳ πάσῃ, πλὴν ἢ ὅσοι ἐλελήθεσαν σιωπῇ καλυφθέντες ὑπὸ τῶν συνειδότων. καὶ ἅμα κατόπιν ἐκ τῶν τοῦ ἁγίου ὄρους ἀνδρῶν ἐκείνων ἀνὰ πᾶσαν πόλιν καὶ νῆσον περιῄεσαν κήρυκες γράμματα ἐπαγόμενοι τήν τε μυσαρὰν αὐτῶν ἀνακαλύπτοντα αἵρεσιν καὶ τῆς αὐτῶν ἀφίστασθαι κελεύοντα ὁμιλίας καὶ κοινωνίας, δι' ὅσα τελοῦσιν ἄθεσμά τε καὶ ἔκφυλα καὶ πάσης ἀνοσιότητος πλήρη τερατουργήματα. πιστοῦνται μὲν οὖν αὐτῷ τὰ εἰρημένα τῇ τῶν Μασαλιανῶν αἱρέσει συνειλημμένῳ πρὸ πλείστων ἐτῶν· πιστοῦνται δ' ἔτι μᾶλλον καὶ ἅπερ ὑπὲρ ἑαυτοῦ τοῖς ἰδίοις προφέρειν ἐξάγεται χείλεσιν οὗτος, ὡς εἶναι λοιπὸν ἀναπόδραστον δίκτυον καὶ παγίδα στερρὰν κατὰ τὴν παροιμίαν τὰ ἴδια χείλη. ἰσχυρίζεται γὰρ εἶναι πάντῃ ψευδῆ ἃ κατὰ διαφόρους φαίνεται κατηγορούμενος τοὺς καιροὺς τὰ αὐτά, καὶ διατείνεται μᾶλλον ἐξ ἀντιθέσεως λέγων ὡς αὐτὸς ἦν ὁ δημοσιεύσας καὶ θέατρον ἐξενηνοχὼς κατὰ τῶν ἐν τῷ Ἄθῳ τῷ ὄρει παρεισφθαρέντων ἐκ πολλοῦ Μασαλιανῶν, αὐτὸς ὁ ἐξελέγξας κατ' εἶδος ὅσα ἐκείνοις ἀθέμιτα λάθρᾳ τελεῖται· ἐνίους μὲν γὰρ ἁλῶναι αὐτῷ φησὶν ἐπ' αὐτοφώρῳ ταῖς ἰδίαις χερσὶ ῥιπτοῦντας ἐν κοπρώνι τὰς θείας τοῦ σωτῆρος εἰκόνας αὐτοῦ τε καὶ τῶν ἁγίων αὐτοῦ, ἐνίους δ' αὖθις καὶ πολλάκις ἕτερα τελοῦντας πῶς μὲν παραπλήσια πῶς δὲ μυσαρώτερά τε καὶ φρικωδέστερα, ὡς μηδὲ λέγειν καὶ γράφειν ἐνταῦθ' ἡμᾶς δύνασθαι διὰ τὸ τῆς ἀτοπίας ὑπερβάλλον. καὶ ταῦτα λέγων ἐπῆγεν οἱονεί τι συναγωγὸν ὑπενθύμημα, ὡς οὐκ ἂν ἐδημοσίευόν ποτ' ἐγὼ τὴν τοσαύτην κακίαν, εἰ ἐμαυτῷ συνειδέναι ἐνῆν μοι τοῖς τοιούτοις τῶν Μασαλιανῶν συνειλημμένῳ τε καὶ ὁμόλογα φθεγγομένῳ ἐγκλήμασι. ταῦτα δ' αὐτὸς ὑπὲρ ἑαυτοῦ προτεινόμενος, ἐπὶ τὰ ἐρρωμένα μᾶλλον τοῦ ψεύδους βαδίζειν ἑκὼν ἐξηλέγχετο, συλλογιζόμενος ἃ μὴ πέπραχεν ἀνθ' ὧν ἐπεπράχει, καὶ ἐλελήθει καθ' ἑαυτοῦ συρράπτων καὶ συσκευάζων οἷς αὐτὸς αὐτίκα περιστοιχίζεσθαι ἤμελλεν ἀφύκτοις καὶ ἰσχυροῖς δικτύοις. οἱ γὰρ κατηγοροῦντες αὐτοῦ τῶν τ' ἐπισκόπων καὶ πρεσβυτέρων τά τ' ἄλλα προύφερον εἰς ἀπόδειξιν τοῦ ψεύδεσθαι προδήλως αὐτόν, καὶ οὐχ ἥκιστα τὴν μακράν τε καὶ ἄρρηκτον τοῦ Σκορπίου φιλίαν, ὃν πολλαὶ μαρτυρίαι καὶ σφόδρα σαφεῖς ἐκ πολλοῦ Μασαλιανὸν εἶναι κατεψηφίσαντό τε καὶ ἀεὶ καταψηφίζονται, πολὺ τὸ ἀναμφίλεκτον ἔχουσαι καὶ ἥκιστα νέφει συγκρύπτεσθαι δυνάμεναι πλάσματος οὐδενός. τῷ γὰρ τὴν αὐτοῦ φιλίαν ἐξ ἀρχῆς ἀναπόσπαστα κεκτημένῳ καὶ οἷον ἐν τοῖς τῆς καρδίας θαλάμοις ἀγαλματοφοροῦντι, τίς ἄν ποτε πιστεύσειεν ἄλλους ἐλέγχειν ἐγκαυχωμένῳ, καὶ οὐ μάλα μᾶλλον συμμύστην ἐκείνοις εἶναι καὶ κοινωνὸν ἀεὶ καταψηφίζοιτο προφανῆ; τέτταρας δὴ οὖν ταύτας ξυνειλοχέναι τοῖς κατηγόροις προτάσεις, οὐκ ἄλλοθέν ποθεν ἀλλ' ἐξ ὧν αὐτὸς ὑπὲρ ἑαυτοῦ προήνεγκε, τέως γεγένηται, πρῶτον μὲν ὅτι μυσαρωτέραν καὶ αὐτὸς ἁπασῶν αἱρέσεων τὴν τῶν Μασαλιανῶν ἡγούμενος αἵρεσιν, ὡς φησὶ νῦν, καὶ συνειδὼς τῷ ὄρει τότε ἐπιπολάζουσαν, οὐκ ἀνεκάλυψεν οὔτε πρὸ τῶν ἄλλων οὔτε μετὰ τοὺς ἄλλους, οὔτε τότε οὔτε μετ' ὀλίγον εὐθύς, καὶ ταῦτα τῶν πολλῶν εἷς ὢν καὶ αὐτὸς οἷς συμπαρεῖναι τηνικαῦτα καὶ ἀκροᾶσθαι συνέβαινε. δεύτερον δὲ πῶς τότε μηδὲ συνηγορεῖν γοῦν βουληθεὶς τοῖς ὅπως ποτὲ ἀνακαλύψασιν ἄλλοις τοσαύτην κακίαν ἐκεῖ, ἀλλ' οὕτω μακραῖς ἐτῶν περιόδοις ὥσπερ τινὰ θησαυρὸν θαλαμεύων ἐν καρδίᾳ καὶ μέχρι νῦν περιθάλπων ἀνέκφορον τὴν κατ' εἶδος προαγωγὴν καὶ σαφήνειαν, ἔπειτα νῦν ἐκπομπεύειν ἐθέλει, τοῦ τοῖς ἐλέγχοις πάλαι προσήκοντος χρόνου στάντος ἐκ διαμέτρου, καταφυγὴν λεληθυῖαν οἰόμενος ἴσως θηρᾶσθαί τινα νῦν πρὸς ἀπαλλαγήν. τρίτον δὲ πῶς πολὺν ἤδη χρόνον κατηγορούμενον τὸν Σκόρπιον ἐν ἀκμαῖς ἀεὶ πρακτικαῖς τῆς τοιαύτης αἱρέσεως εἶναι, καὶ πολλῶν ἐρχομένων γραμμάτων ἐκ τῶν τοῦ ὄρους τιμίων ἀνδρῶν προδήλως τὴν ἀρχαίαν καὶ μέχρι νῦν ἀνθοῦσαν ἐκείνου κακίαν ἐξελεγχόντων, αὐτὸς ἀεὶ περιέπων ἐγκαρτερεῖ, πρόμαχος ἄμαχος ἐκείνῳ γενόμενος καὶ στῦλος εἰπεῖν ἀδαμάντινος, καὶ θαμὰ βοῶν, καὶ γῆν ἀναμιγνὺς οὐρανῷ, καὶ κατὰ τοὺς μαινομένους τὸ τῆς γνώμης ἱστάμενον ἐλαυνόμενος καὶ πάντας ἀναθέματι μακρῷ παραπέμπων, οὐχ οἳ τούτοις ἐνέχονται τοῖς ἐγκλήμασιν, ἀλλ' οἳ τῷ Σκορπίῳ ἐνεχομένῳ προφέρειν ἥκιστ' ὀκνοῦσι. καὶ τέταρτον ὅτι καὶ μέχρι νῦν ὁρᾶν ἰσχυρίζεται τὸν μόνον ἀναλλοίωτόν τε καὶ ἄκτιστον θεόν, φῶς ἕτερόν τε καὶ ἄκτιστον ἐκ μεταβολῆς πρὸς τὸ ὑφειμένον γινόμενον αὐτῷ τρυφῶντι καὶ βλακευομένῳ. ταῦτα δὴ πάντα, καὶ εἴ τι τούτων ἐπέκεινα, προτάσεις τινὰς ἐκτιθέντες ἀναμφιβόλους ἀναμφισβήτητον ὡς εἰκὸς ἐπῆγον καὶ τὸ συμπέρασμα, λέγω δὴ τὸ Μασαλιανὸν ὑπάρχειν αὐτὸν ἐξ ἀρχῆς τε καὶ μέχρι τήμερον ἀναμφίλεκτον· εἶναι γὰρ ἀξίωμα τοῦτο πάλαι κυρωθὲν τοῖς τε θύραθεν καὶ ἡμετέροις τῶν διδασκάλων, ἐξ ἀληθῶν καὶ ἀναμφιλέκτων ὅρων καὶ προτάσεως ἀληθὲς ὁμοῦ καὶ ἀναντίρρητον ἐξ ἀνάγκης εἶναι καὶ τὸ συμπέρασμα. καὶ τάχ' ἂν ἐξωθεῖτο τῆς ἐπισκοπικῆς ἀξίας τότε, εἰ μὴ δειλίᾳ καὶ φόβῳ συσχεθεὶς αὐτὸς ὑπερβάλλοντι τὴν μὲν τῶν δυοῖν βασιλέων εὐμένειαν δεήσεσί τε καὶ δάκρυσι πλείστοις ἐπ' ἀμφοῖν τοῖν καιροῖν ἐπορίζετο, τὴν δὲ τῶν ἀμφὶ τοὺς βασιλέας ἐπικουρίαν θωπείαις ἐξωνεῖτο καὶ ἀντιδόσεσι πολυτρόποις, ὡς εἶναι τοῦ λοιποῦ πρὸς τὰς βασιλικὰς καθάπαξ βουλήσεις αὐτὸν οὐ πάνυ σκληρὸν καὶ θρασύν, οὐδ' ἀντίτυπον ὡς τὸ πρότερον ἄλογόν τε καὶ ἀπροφάσιστον. Ἐγὼ δὲ μυρία καὶ μείζω τῶν εἰρημένων διεξιέναι ἔχων, ἃ τῆς σφῶν ἀτοπίας ἔλεγχον ἔχει σαφῆ, ἑκὼν παρίημι δυοῖν ἕνεκα, ἑνὸς μὲν ὅτι ταῖς τοιαύταις ἐνδιατρίβειν κηλῖσιν ἐθισμὸν τῇ γλώττῃ προστρίβεται ἥκιστ' ἀνδράσιν ἐπιεικέσι προσήκοντα, ἑτέρου δ' ὅτι, ἃ τοῖς πολλοῖς ἐκ πολλοῦ πρόκειται γνώριμα, τούτων πειρᾶσθαι τὴν γνῶσιν τοῖς εἰδόσι παρέχειν ἀρτίως παρὰ τοσοῦτον τοῦ τέρπειν ἀφίσταται παρ' ὅσον καὶ τὸ πιστεύεσθαι πρόχειρον ἔχει. ἃ γὰρ παρόντα προῖκα καὶ πόνων δίχα τὴν γνῶσιν παρέχεται, τούτοις ἐπιπολάζειν ὡς τὰ πολλὰ παρέπεται καὶ τἀηδές, εἴ τις κατόπιν διδάσκειν πειρῷτο. ἃ δ' ὅμως βωμολοχοῦσι καὶ κατὰ τῶν ἐμῶν βίβλων ὑφαιρούμενοι λάθρᾳ, τίς ἂν καὶ αὐτὰ διεξιέναι καθ' ἕκαστα δύναιτο; καὶ ταῦτα δρῶσιν αὐτοῖς καὶ ὑφ' ἡμῶν ἐλεγχομένοις ἀεὶ αἰδώς τις οὐκ ἔπεισιν, ἀλλ' ὕβρις ὕβριν ἔτεκε καὶ ἀσέβεια χαλεπωτέραν ἀσέβειαν. «ἀπηναισχύντησας» γάρ φησιν ἡ γραφὴ τοῖς τοιούτοις· «ὄψις πόρνης ἐγένετό σοι.» τίνος οὖν ἂν οἱ τοιοῦτοι φείσαιντο καθ' ἡμῶν λοιδορίας, τίνος δ' ἂν κατὰ τῶν ἐμῶν ἀπόσχοιντο βιβλίων ἀναισχυντίας, οἳ τὰ τοιαῦτα διηνεκῶς κατὰ τῶν ἱερῶν τολμῶντες ἁλίσκονται γραφῶν, ἅτε μαχομένων κἀκείνων τῇ σφῶν αἱρέσει πειρώμενοι. καὶ γὰρ κἀκείνους οἷον εἰπεῖν ἀπὸ δίφρου τυραννικῶς ἀμυνόμενοι διὰ ταῦτα, καὶ ὡς ἐν ἀθύρματος λόγῳ τιθέμενοι τὰ σεβάσμια, πάσαις ἀναίδην κατ' αὐτῶν ἐχρήσαντό τε καὶ χρῶνται βωμολοχίαις· καὶ διασπῶντες ἔνθεν κἀκεῖθεν οὐδὲν ἄμεινον διατίθενται ἢ ὥσπερ τὰς βάκχας ἀκούομεν κατὰ τοῦ Πενθέως μανείσας. ἀλλ' ἐκείναις μὲν ἀκούσιον πεπονθυίαις τὴν τῆς μανίας αἰσχύνην, καὶ τὸ ἀνεγκλήτοις εἶναί τε καὶ ἅμα οἴκτου τυγχάνειν ἴσως κατόπιν ἀκολουθεῖ, τοῦ ἀβουλήτου πρὸς ἑαυτό γε ἐφελκομένου τὰ τῶν ἀποβαινόντων ἐγκλήματα· τούτοις δ' ἑκουσίοις δρῶσιν ἃ τοῖς μαινομένοις ἁρμόττει, κόλασιν ἀνήκεστον ἐκκαλεῖται καὶ σφόδρα περίβλεπτον. κἀκείνων μὲν καὶ μάλα ἑκόντες ἐπιλανθάνονται ἄνθρωποι, μηδεμίαν οὐδένες ἐκεῖθεν ἀτέκμαρτον ὑφορώμενοι βλάβην· τούτων δὲ καὶ μάλα ἄκοντες μεμνῆσθαι ἅμα καὶ μισεῖν οἱ πλείους ἀναγκάζονται, τὸν ἐκείνων φυλαττόμενοι κίνδυνον καὶ πρὶν ἰέναι προαναστέλλοντες. καὶ γὰρ αὐτὰ δὴ ταῦτα καὶ κατὰ τῶν ἐμῶν ἔναγχος ἐπ' αὐτοφώρῳ βίβλων ἑάλωσαν ἐμπεπαρῳνηκότες οἱ ἀναιδεῖς, τὸ μὲν εὖ προσθήκῃ τοῦ φ στοιχείου πρὸς τὸ φεῦ μεταστοιχειώσαντες, τὸ δὲ καλὸν αὖ ἑνὸς ἀλλοιώσει τοῦ λ στοιχείου μεταβεβληκότες εἰς τὸ κακὸν διὰ τῆς εἰς τὸ κ μεταβολῆς. καὶ πρός γε ἔτι τὴν περί πρόθεσιν, λέξιν οὖσαν ὅλην, παραξέσαντες καὶ πρὸς τὴν κατά μετενηνοχότες, ἀντὶ τοῦ περὶ τοῦ φωτός κατὰ τοῦ φωτός μεθηρμόσαντο, ἀθύρουσι παιδαρίοις προσόμοια δρῶντες, καὶ ταῦτα τῶν ἐλέγχων ἐν ὀφθαλμοῖς προκειμένων διὰ τῆς ὅλης ἐννοίας τοῦ λόγου καὶ τῶν ἐπιχειρημάτων ὁμοῦ καὶ ἐργασιῶν, καθ' ὅσον εἰκός, καὶ μάλιστα τῶν γραφικῶν, καὶ πάνθ' ὅσα τῷ λόγῳ πρόσεστι περὶ τοῦ τοιούτου φωτός. ἀλλὰ ταῦτα ποιοῦντες οὔτε βλάπτειν ἡμᾶς δύνανται, καὶ ἅμα τὴν σφετέραν καὶ ἄκοντες ὡς ἐπίπαν ὁμολογοῦσιν ἀσθένειαν μονονουχὶ βοῶντες, καὶ σφᾶς αὐτοὺς ἐκπομπεύοντες ὡς ἄλλως οὐκ ἔχοντες ἀντιβλέπειν πρὸς τὴν ἀλήθειαν. καὶ πάσχουσι παραπλήσια τῇ τοῦ Αἰσώπου καμήλῳ, ἣ δι' ἀσθένειαν ἔμφυτον κεράτων ἀμυντηρίων ἐπιθυμήσασα, καὶ τῶν ἰδίων ὤτων ἐστέρηται. καί μοι λοιπὸν οἴεσθαι ἔπεισιν, ὡς ξίφει τὴν ἐμὴν ἀφελεῖν κεφαλὴν καὶ τῆς παρούσης ἀπαλλάξαι ζωῆς ἐν βραχεῖ ἐφιέμενοι μὲν οὐ δυνάμενοι δέ, τἀμά, τὸν δεύτερον πλοῦν, ὑποκλέπτοντες, μαχαίραις ἀποξέουσί τε καὶ ἀπαλλάττουσι πρὸς τὸ σφίσι βουλόμενον, ἔστι δ' ὅτε καὶ βυθοῖς ἀφανισμῶν πρυτανεύουσιν ὅσον τὸ κατ' αὐτούς, εἰ καὶ ἄλλως, τῆς θείας ἀντιπραττούσης δεξιᾶς, καιρίαν τε ἐπλήγησαν πολλάκις καὶ ἀεὶ πλήττονται καὶ λύκοι μάτην κεχηνότες δείκνυνται κατὰ τὴν παροιμίαν. οὕτως ἀναίδειαν πᾶσαν ἐνδέδυνται καὶ ἦθος ἰταμὸν καὶ οὐδαμῇ ποτὲ ὑπισχνούμενον τὴν διόρθωσιν. δέον γὰρ αὐτοὺς καταδύεσθαι καὶ ἐρυθριᾶν, οἳ δὲ καὶ ἀναισχυντοῦσί γε, τὰ μείζω τε καὶ χαλεπώτερα κατὰ τῶν ἐμῶν, ὡς εἴρηται, νῦν τε δρῶντες καὶ δρᾶν ἀεὶ ἀπειλοῦντες ἔτι, μηδενὸς ἕνεκα πάντως ἑτέρου τῶν πάντων ἢ τοὺς ἐντεῦθεν ἐλέγχους ἀεὶ δεδιότες. ὡς ἀναγκάζεσθαι κἀμὲ παραινεῖν, οἷς μετιέναι ταύτας ἔπεισι φίλοις οὖσιν ἡμῶν μετὰ τὴν ἐμὴν τελευτήν, ζητεῖν καὶ παρατιθέναι τὰς τέως αὐτοῖς ἀνὰ χεῖρας ἑτέραις ὁμοίαις καὶ ὁμοίως ὑφ' ἡμετέρων μετεγγραφείσαις ὀρθῶς φοιτητῶν, καὶ συνορᾶν οὑτωσὶ τἀληθές. τὸ γὰρ τοιοῦτον ἔγωγε δέος προκαθιστὰς καὶ πόρρωθεν προανασοβῶν, πολλαπλασίαις αὐτὰ διαφόρων μετεγγραφαῖς ἐδεδώκειν χειρῶν γράφειν ὀρθῶς ἠσκημένων, ἃ μὲν οἰκείοις ἀναλώμασιν, ἃ δὲ φίλοις αἰτησαμένοις εἰς πλοῦτον, φάναι κατ' αὐτούς, ἱερόν τε καὶ ἄσυλον. Ἀλλ' ἐν τοιούτοις ἀσχολουμένῳ τε καὶ μοχθοῦντι τῷ Παλαμᾷ τὸ τοῦ βίου πέρας ἐπῄει μάλα πικρόν τι καὶ αἴσχιστον· τῷ γὰρ συνήθει περιπετὴς γεγονὼς ἰλεῷ, τῆς ἀνατροπῆς δηλαδὴ τῶν ἐν τῇ κοιλίᾳ σιτίων ἄνω διὰ τοῦ στόματος, καὶ πρός γε μανιώδει φρενίτιδι, βιαίως οὕτω καὶ λίαν πικρῶς ἀπερράγη τοῦ ζῆν. κἄπειτα οἱ αἱρεσιῶται καὶ οἱ μάλιστα γνήσιοι καὶ οἰκότριβες, τῷ τε φιλοδοξοῦντι καθελκόμενοι τῆς γνώμης καὶ ἅμα τὸ αἴσχιστον τῆς τελευτῆς καλύπτειν σπεύδοντες, ἀντίπαλον τῷ συμβάντι φήμην ἀνὰ τὴν πόλιν Θεσσαλονίκην ἐξήνεγκάν τε καὶ περιήνεγκαν, ὡς ἰῷτο νοσήματα καὶ θεραπεύοι πυρέττοντας καὶ φυγαδεύοι πληγάς, καὶ τοιαῦτα ἄττα ἀλλοπρόσαλλά τε καὶ ἔκφυλα, ὡς ἂν τῷ τερατώδει τῆς φήμης ἀντιπερισπάσαιέν τε πρὸς τὸ τῆς ἐκπλήξεως μάλα καινότερον τὴν ἀκοήν, καὶ ἀπασχολήσαιεν πόρρω κομιδῇ τἀληθοῦς καὶ ὅποι τὸ τῆς φήμης φέροι πλανώμενον. ἀλλὰ πάντα δὴ τὰ τοιαδὶ φροῦδά τε καὶ ἀνεμιαῖα τῷ τοῦ χρόνου βαδίζοντι ἐξηλέγχοντο· οὐ γὰρ τοῖς οὕτω προδήλοις τῶν ψευδῶν ἡ ἀλήθεια θωπεύεσθαι εἴωθεν· ἀλλ' ὁ χρόνος ἀνιχνεύων ἅπανθ' ὡς εἰκὸς ἔπεισί τε καὶ ἐπιτίθεται ἄλλοτ' ἄλλως, καθάπερ ἐν δίφροις ἡνιοστροφῶν, τὰ τῶν λεγομένων τε καὶ πραττομένων πέρατα, καὶ παρὰ πᾶσαν δόκησιν ἄλλοτ' ἄλλως ἐν τῇ τοῦ βίου θαλάσσῃ στρέφων ἑκάστῳ τοῦ σκάφους τοὺς οἴακας· καὶ οἷς ξυμπέπτωκεν ἄλλως ἐν ἄλλοις προσκροῦσαι θεῷ καιροῖς τε καὶ τόποις καὶ πράγμασι, τούτοις ἄλλως ἐν ἄλλαις πραγμάτων τύχαις ἐπιφέρει τὴν δίκην. ὅμως οἱ τῆς Παλαμικῆς αἱρέσεως θιασῶται τὸ τῆς τελευτῆς, ὡς εἴρηται, αἴσχιστον κρύπτειν ὡς δύναμις ἐπειγόμενοι, συχνὰ παρεῖχον ἀργύρια τῶν ἐν ταῖς ἀγυιαῖς ἐρριμμένων πενήτων ἐνίοις, ὡς τὰ ἐκεῖθεν ἡμῖν ἀφικνούμενα δεδήλωκε γράμματα, καὶ ἅμα προσιέναι τε ἔπειθον τῷ Παλαμικῷ τάφῳ καὶ ὀνείρους ἐπιφημίζειν τερατώδεις τινὰς καὶ λίαν ἐφ' οἷς ἐμισθοῦντο συνᾴδοντας. ἃ δ' οἱ ἐκεῖθεν εἰς Βυζάντιον ἀφικνούμενοι συχνότερον ἄνδρες ἄλλοτ' ἄλλοι διηγοῦντο, καὶ ἅμα τὰ ἑτέροις ἕτερα τῶν γραμμάτων, ἦσαν τοιάδε. μετὰ γὰρ τὸ λάθρᾳ τῶν ἡμετέρων, φασίν, ἐνίας ὑφελέσθαι βίβλους οἱ ἐν Βυζαντίῳ τῆς φάλαγγος ὄντες ἐκείνου, ἐπεὶ μὴ ἐδύναντο ἀντιλέγειν, ὡς εἴρηται, πρὸς τὴν συκίνην ἐπικουρίαν ἐξ ἀνάγκης τὸν δεύτερον ἔβλεψαν πλοῦν, καὶ τῷ Παλαμᾷ ἐς Θεσσαλονίκην αὐτὰ ἐπεπόμφεισαν, εἰς ἀμύνης τόλμαν αὐτὸν ἐρεθίζοντες, παραπλήσια δρῶντες οἷς ἀκατίῳ βραχεῖ μεγάλης ὁλκάδος ἐπισωρεύσασι φόρτον ἐς ὑποβρυχίους πυθμένας ὠθεῖν εὐθὺς ἐξεγένετο. τῇ γὰρ εἰθισμένῃ τῆς γνώμης φιλοδοξίᾳ καὶ νῦν ὁ Παλαμᾶς τὸ τῆς γλώττης χαριζόμενος βλασφημούμενον, καὶ ἅμα γλυκείας τινὸς παραγεύων ἐλπίδος οἷς τὸν αἱρεσιώτην δῆμον πληροῦν τηνικαῦτα ξυνέπιπτεν, οὔτ' ἀπηγόρευσεν οὔτ' ἀνεβάλετο, ἀλλ' εἰς μεῖζον μακρῷ τῆς σφετέρας δυνάμεως ἐμβεβληκὼς ἑαυτὸν ἀγώνισμα πέπονθε κατάρας ἄξια μακρᾶς, καὶ ὅσα λέγειν ἡμεῖς αἰδούμεθα τήμερον, μή τις ἡμᾶς τῷ πεπονθότι χαίρειν ὑποπτεύσειε, τοῦ ἤθους ἡμῶν ὁποῖός τις ἂν εἴη πάντῃ διεστηκὼς καὶ καταψευδόμενος. τῷ γὰρ ἀγῶνι τουτωὶ συνδιημερεύων καὶ νύκτας ὅλας ἀγρύπνους διατελῶν, ὡς φασίν, ἔλαθε, πρὶν ὁτιοῦν ἀπόνασθαι τῆς σπουδῆς, φρενίτιδι καὶ μανίᾳ κάτοχος, ὡς εἴρηται, γεγονὼς διὰ ξηρότητος ὑπερβολὴν ἐγκεφάλου. καὶ τὰ ἑξῆς λεγόντων ὁμοῦ καὶ γραφόντων ἑτέρων ἔστιν ἀκούειν. οὐ γὰρ ὀνειδίζοντες μεμνήμεθα τῶν τοιούτων ἡμεῖς νῦν· ἴσμεν γὰρ ὡς πονηροῖς τε καὶ ἀγαθοῖς ἐπ' ἴσης ἔπεισι τὰ τοιαδί, οἷς μόνος οἶδε κρίμασι κύριος· ἀλλὰ τῶν τῆς ἱστορίας ἐγκειμένων νομίμων καὶ καθ' ἕκαστα ζητούντων ἅπαντα, μετρίως ἡμεῖς καὶ τῶν τοιούτων ἁπτόμεθα. ἃ πλατύτερον ἕτεροι διεξιέναι ἥκιστ' ὀκνοῦσιν· ἀλλ' ἐκείνῳ τὴν αἰτίαν σαφῶς τῷ δαίμονι παραπέμπουσιν, ᾧ πονηρῷ γενομένῳ διὰ βουλήσεως μοχθηρίαν καθάπερ τις ἐφεῖται κλῆρος ἀΐδιος, τῶν ἀλλοτ' ἄλλως φυομένων τε καὶ ἐπιφυομένων κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας ἡγεῖσθαί τε αἱρέσεων καὶ πάντα δρᾶν τὰ χαλεπώτατα κατ' ἐξουσίαν, καὶ ἅμα ἐρεθίζειν ἔς γε τὸ πλάττειν ἁγίους αὐθημερόν, καὶ ταῦτ' ἐκείνους οἳ τὴν τῆς λατρείας ἡγεμονίαν ἐκείνῳ τε ἐκδεδώκασι, καὶ ἅπας αὐτοὺς καὶ βίος καὶ λόγος καὶ πρᾶξις τοῦ τῶν ὀρθοδόξων πάλαι διέγραψέ τε καὶ περιεῖλε χοροῦ, ἵνα μὴ ὁπόσοις λέγω καὶ ὑφ' ὅσων τῶν πατριαρχῶν τε καὶ ἐπισκόπων φυομένης ἤδη τῆς αἱρέσεως ἀναθέμασιν ἐμπεσόντες τῷ αἰωνίῳ πυρὶ παρεπέμφθησαν.
https://byzantium.gr/
Καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον, ἐγὼ δ' ἐκεῖνο ἐπαναλήψομαι νῦν. οἱ γὰρ τὸ Γαλατώνυμον ἔχοντες φρούριον, ἐξότου βραχείας ἐκείνης ἐξ ἀλόγου φορᾶς καὶ παραδόξου τύχης ἐδράξαντο ἀφορμῆς, τῆς τε δηλαδὴ τῶν δυοῖν Ἀνδρονίκων τῶν βασιλέων διαστάσεως, μᾶλλον δ' ἀποστασίας τοῦ νέου πρὸς τὸν οἰκεῖον πάππον, καὶ αὖ τῆς δευτέρας, ἣν τεθνηκότων ἐκείνων κατὰ τοῦ νέου βασιλέως καὶ τῆς τοῦ νέου μητρὸς ὁ Καντακουζηνὸς κεκίνηκεν, παντοδαποῖς καὶ ποικίλοις δόλοις ἐκείνους μὲν πρότερον, τούτους δ' ὕστερον, ἐπαγγελίαις τε ἄλλοτ' ἄλλαις περιιόντες, ὁποῖαι καὶ ὅσαι τοῖς τοιούτοις ἥρμοττον καιροῖς, βουλαῖς δηλαδὴ καὶ χρήμασιν ἀφθονωτέροις καὶ συμμαχίαις ὁπλιτικαῖς καὶ τοιούτοις δή τισιν (ἐῶ γὰρ λέγειν καὶ οἵας ἐπὶ τούτοις λεληθότως δῆθεν ὑπέφαινον τὰς ἀπειλὰς καθ' ὧν ἡ πειθὼ χώραν ἐνίοτε ῥᾳδίαν οὐχ εὕρισκε), καὶ νῦν μὲν θατέρῳ προστιθέμενοι μέρει καὶ πρὸς θάτερον αὖθις ταλαντευόμενοι, καὶ ἀεὶ θάτερον παρὰ θάτερον ἀμοιβαδὸν ἐξαπατῶντες, πῶς μὲν ἑκοντὶ πῶς δ' οὐ μάλα ἑκοντί, τῆς τοῦ καιροῦ περιστάσεως πόρρω τοῦ δέοντος ἐλαυνούσης τὸν δρόμον τῶν ἀνηκόντων λόγων καὶ πράξεων, ἔλαθον τοὺς οἰκείους ὅρους ἐκ πάνυ τι εὐτελοῦς τε καὶ χαμαιζήλου περιοχῆς ἐκτείναντές τε καὶ ὀχυρώσαντες πρῶτον μὲν ξυλίνοις τισὶ θριγκοῖς καὶ τάφροις βαθείαις, ἔπειτα τείχεσιν ὑψηλοῖς τε καὶ ὀχυροῖς καὶ δυσανταγωνίστοις. ἐντεῦθεν ὁρμώμενοι τοὺς τῆς οἰκείας πλεονεξίας ὅρους κατὰ χώραν μένειν ἐᾶν οὐδαμῇ γε ἐγνώκεσαν, ἀλλ' ἐφ' ἑτέροις ἕτερα ἐπενόουν καὶ προσετίθεσαν ξένα τε καὶ ὑπέρογκα. ὅθεν καὶ τῆς τρίτης ταυτησὶ λοιπὸν ἀφορμῆς δραξάμενοι, τῆς τοῦ Καντακουζηνοῦ φημὶ πρὸς Παλαιολόγον τὸν νέον περὶ μοναρχίας ἔριδος, τῷ νέῳ προσεληλύθεσαν ἐξορίστῳ τέως εἰπεῖν, Τενέδῳ τηνικαῦτα τῇ νήσῳ ἐνδιατρίβοντι. καὶ ὅρκοις προκαταδήσαντές τε καὶ γράμματα πρὸς ἅπαν ἐκεῖθεν τὸ βουλόμενον εἰληφότες, λάθρᾳ ἐπέραινον ἐφ' οἷς ἐμισθώθησαν τοῦ λοιποῦ προθυμίᾳ πάσῃ ψυχῆς καὶ ὅπλοις καὶ χρήμασιν ἀφειδοῦσιν. οὐ μόνον δὲ ἀλλὰ καὶ Λατῖνος ἕτερος σφίσιν ὁμόφυλός τε καὶ ὁμογνώμων, μίαν ἔχων τριήρη καὶ βίον πειρατικὸν μετιών, κἀκ τοιούτων πόρων πλουτῶν, ὥσπερ ἑρμαίῳ χρησάμενος καὶ αὐτὸς τῷ καιρῷ, ταῖς ὁμοίαις ἐπαγγελίαις τὴν γνώμην καὶ αὐτὸς χειροῦται τοῦ βασιλέως, Τενέδῳ τῇ νήσῳ προσσχών. ὅθεν καὶ μοναρχήσαντος τοῦ νέου τουτουῒ βασιλέως ἐντελῆ τὰ ὑπεσχημένα ἑκάτεροι ἀπειλήφεσαν, οἳ μὲν τὸν τοῦ φρουρίου περίβολον εἰς μῆκος καὶ πλάτος ὅσον πλεῖστον ἐξῆν ηὐξήκοτες πρός τε δύσιν καὶ ἄρκτον καὶ ἑώαν, ὃ δὲ γαμβρὸς ἐπ' ἀδελφῆ τῷ βασιλεῖ καταστὰς καὶ ἅμα Λέσβον τὴν νῆσον εἰς προῖκα λαβών. Τοιαῦτα καὶ οὕτω πολύτροπα διὰ βιαίας ἀνάγκας καὶ τύχας τοὺς ταλαιπώρους Βυζαντίους μᾶλλον δ' ὁμοῦ Ῥωμαίους ἅπαντας κατειλήφεσαν τὰ δεινά, ὥσπερ πηγῆς ἐξερρυηκότα καὶ ἀποβλύσαντα θολερᾶς καὶ πικρᾶς τῆς τῶν τότε ἀρχόντων τυραννίδος, ἥν τε κατὰ τῆς βασιλείας καὶ ἣν κατὰ τῶν θείων δογμάτων ἐπήνεγκαν, χειμῶνα καὶ διωγμὸν τὸν βαρύτατον ἐγείραντες κατὰ παντὸς ἀγαθοῦ· δι' ὃν καὶ θεός, οἶμαι, τὴν ἑαυτοῦ συνέστειλε πρόνοιαν. κἀντεῦθεν ἅπαν μὲν παιδείας ἐξελήλαται εἶδος καὶ ἀντέστραπται πρὸς τοὐναντίον ἀρετὴ καὶ εἴ τις ἔπαινος ἀγαθοῦ· καὶ ἐπεπόλασε κατὰ πάντων σχεδὸν Ῥωμαίων, ὅσοι τῆς νέας εἰσὶ πολιτείας, ἤθη καινὰ καὶ ἀλλόκοτα καὶ οὐδαμῇ τῆς πρὶν βασιλικῆς ἐκείνης καὶ πολιτικῆς συνέσεως καὶ παιδείας καὶ εὐταξίας. τί δ' ἄν τις φαίη καὶ περὶ τῶν ἐνδυμάτων, ὅσα κἀν τούτοις παρηνομήθη, καὶ ὅπως ἐκτετόπισται τοῦ γνωρίμου τε καὶ συνήθους πολιτεία, ὡς μηδὲ γινώσκεσθαι ἔτι ὅστις Ῥωμαίων καὶ ὅστις τῶν ἄλλως ἐχόντων γενῶν· οὔτε γὰρ Περσική τις ἄκρατος ἡ στολὴ γέγονεν ἤδη Ῥωμαίοις, οὔτε Λατινικὴ τελέως, οὔτε μήν τις Γοτθικὴ καθάπαξ, οὔτε εἴ τις Τριβαλλῶν καὶ ἅμα Μυσῶν καὶ Παιόνων· ἀλλ' ἐκ πασῶν τὸ διὰ πασῶν εἰπεῖν τῆς μουσικῆς ἐκείνης ἁρμονίας καὶ ἀρετῆς ἐπὶ τῶν ἡμετέρων ἀντέστραπται χρόνων ἐς ἅπαν τοὐναντίον μῖγμα καὶ συμφόρημα· καὶ ὁρῶμεν τῶν ἱερῶν περιβόλων εἴσω τοὺς τῶν φίλων παῖδας τὴν μὲν κεφαλὴν ἐοικότας Λατίνοις, τὸ δὲ σῶμα πᾶν περσικῶς τε καὶ μηδικῶς ἐσταλμένον, καὶ τοὐναντίον ἐς τὴν ὑστεραίαν τοὺς αὐτοὺς νῦν μὲν ἄλλως νῦν δ' ἄλλως νῦν δ' οὐδετέρως, τρόπον δέ τινα τερατωδέστερον καὶ ἀλλόκοτον κατὰ τὴν ἑκάστων ἀδέσποτον βούλησιν, οἶμαι, τοῦ θεοῦ συγκεχωρηκότος εἰς τοῦτο κακίας ῥαγῆναι Ῥωμαίους ὥστε τὸν ἔνδον τῆς ψυχῆς χειμῶνα καὶ τὴν περὶ τὰ θεῖα τῆς ἐκκλησίας δόγματα ποικίλην ζάλην καὶ ἀστασίαν διὰ τῶν ἔξω τοιούτων σχημάτων δηλοῦσθαι, καὶ σφῶν αὐτῶν αὐτοὺς αὐτόθεν εἶναι κατηγόρους, ἐκ πρώτης εὐθὺς ὄψεώς τε καὶ ἐντυχίας. καὶ ὥσπερ ἐπὶ θαλάττης, ἐπειδὰν τῶν σφετέρων ἀγκυρῶν ὀρφανισθεῖσα ναῦς ἐξωσθῇ πρὸς τὸ πέλαγος, μυρίας καὶ ἀτεκμάρτους ἀντλεῖ τὰς πλάνας καὶ τοὺς κινδύνους, οὕτω κἀνταῦθα ἑνὸς ἀτόπου δοθέντος, μυρία τὰ ἄτοπα ἠκολούθησε, πρῶτον μὲν ἡ τῶν μεγίστων ἐκ παλαιοῦ καὶ περιβλέπτων παλατίων καὶ ὅσοι τῶν τούτοις παραπλησίως ἐνδόξων οἴκων καθαίρεσις, καὶ ἅμα ἡ τῶν κιόνων καὶ τῶν ἐπιπέδων καὶ ποικίλων καὶ θαυμασίων μαρμάρων πιπρασκομένων διηνεκὴς πρὸς τὸ Γαλατώνυμον φρούριον ἀπαγωγή, καὶ ἡ τῆς ἐντεῦθεν χάριτος ἐκεῖσε μετάθεσις, καὶ ὅσα κόσμον παρεῖχε τῇ μεγίστῃ ταύτῃ τῶν πόλεων καὶ περιβόητον τὴν λαμπρότητα· εἶτα τῶν ἱερῶν καὶ θείων νεῶν ὁπόσοι μεῖζον πολλῷ τῆς τῶν οἴκων ἐκείνων περιφανείας παρεῖχον τῇ πόλει τὸ κλέος. Τοῦ δ' ἦρος ἀρχομένου ὁ τῶν Τριβαλλῶν ἀρχηγὸς ἐτεθνήκει Κράλης Σερβίας, καὶ θόρυβον ἔσχε καὶ ζάλην ἐντεῦθεν ἐκεῖ τὰ πράγματα τῷ νέῳ τῆς ἀρχῆς διαδόχῳ, οὐ μόνον ἐκ τῶν τῆς χώρας ἐπιτρόπων αὐτοῦ καὶ τῶν πόλεων, ἀλλὰ καὶ Νικηφόρος ὁ κόντου Κεφαλληνίας υἱός, ὃν ὁ λόγος ἄνω που δέδειχε γαμβρὸν ἐπὶ θυγατρὶ καταστάντα καὶ συμπαρομαρτοῦντα τῷ βασιλεῖ Καντακουζηνῷ πρὶν ἢ βασιλείας δράξασθαι, ἔδραμεν εὐθὺς πρὸς Ἀκαρνᾶνας καὶ Αἰτωλούς· καὶ συλλήπτορας εἰληφὼς ἐκείνους, καὶ ἅμα τὸν τηνικαῦτα τῶν ἐκεῖ χωρῶν τε καὶ πόλεων ἀρχηγὸν Σίμωνα τὸν ἐπ' ἀδελφῇ μὲν γαμβρόν, υἱὸν δὲ τοῦ τεθνηκότος Κράλη Σερβίας, ἐπέθετο ταῖς ἄχρι τόθ' ὑπηκόοις τῷ Κράλη πόλεσι τῆς Θετταλίας, προσκαλουμένας μὲν αὐτὸν ἐκ πολλοῦ, νῦν δὲ καὶ προσχωρούσας ἑκοντί. καὶ παρεστήσατο τοῦτον τὸν τρόπον οὐκ ὀλίγην ἀρχήν, προσερρυηκότων τέως εἰς συμμαχίαν καὶ τῶν γειτόνων αὐταῖς Ἀλβανῶν καὶ Ἰλλυριῶν. Κατὰ δὲ τοῦτον τὸν χρόνον ἧκεν ἐκ Μυσῶν τῷ νέῳ βασιλεῖ Ἀνδρονίκῳ, τῷ τοῦ βασιλέως Ἰωάννου τοῦ Παλαιολόγου παιδί, νύμφη Μαρία ἡ τοῦ βασιλέως Μυσῶν Ἀλεξάνδρου θυγάτηρ, τὸν ἔνατον ἄρτι τῆς ἡλικίας ἀμείβοντι χρόνον ὁμῆλιξ οὖσα καὶ αὕτη σχεδόν. εἵπετο δ' ἐκεῖθεν εὐθὺς καὶ Εἰρήνη ἡ τοῦ βασιλέως αὐτοῦ Ἰωάννου τοῦ Παλαιολόγου ἀδελφή, πάλαι μὲν νύμφη πεμφθεῖσα τῷ τοῦ ῥηθέντος Ἀλεξάνδρου παιδί, χηρεύσασα δὲ μετὰ παραδρομὴν ἐνιαυτῶν ἄπαις· ἣ δὴ καὶ διῆγεν ἐκεῖ τὸν βίον ἑξῆς ἄχρι καὶ τήμερον. ἑνὸς μὲν οὖν ἦσαν τέκνα πατρός, Ἀλεξάνδρου δηλαδὴ τοῦ τῶν Μυσῶν βασιλέως, ὅ τε συζυγεὶς αὐτῇ πρότερον καὶ ἡ νῦν ἐκεῖθεν ἐλθοῦσα νύμφη τῷ ἀδελφιδῷ αὐτῆς Ἀνδρονίκῳ, μητρῶν δὲ δυοῖν· ζῶσαν γὰρ τὴν προτέραν ἐξώσας σύζυγον Ἀλέξανδρος ἀντεισήγαγεν ἄλλην ἐξ Ἰουδαίων, ἄρτι προσαγαγὼν τῷ θείῳ ταύτην αὐτὸς βαπτίσματι, τοῦ κάλλους αὐτῆς, ὡς φασίν, ἐρασθείς. Καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον, καὶ τὸ ἔαρ ἐν τούτοις ἐτελεύτα· τοῦ δὲ θέρους ἀρχομένου συνεπεπτώκει τῶν υἱέων ἕνα τοῦ τῆς Βιθυνίας σατράπου Ὑρκανοῦ πειραταῖς ἁλῶναι, συμβὰν οὑτωσί, προσδοκίας ἁπάσης ἐπέκεινα, οἶμαι, τοῦ θεοῦ συγκεχωρηκότος, ἵνα μικρόν τι ἀναπεπνευκέναι Ῥωμαίοις ἐγγένηται, καὶ μὴ τῇ τῶν πολυετῶν κακῶν ἀπειρηκέναι συνεχείᾳ. γέγονε δὲ οὑτωσίν. ἔστι μετὰ τὸν Εὐξείνου πόντου αὐχένα θάλασσά τις βραχεῖα, μέτριον ἔχουσα τό τε μῆκος καὶ πλάτος, καὶ οἷον εἰπεῖν ἑκατέρῳ ἑκάτερον ἰσομέτρητον, μήκει πλάτος καὶ πλάτει μῆκος. ταύτης παρὰ τὰ εὐώνυμα καὶ πρὸς ἕω πλευρὰ κατιὸν ἐκ γῆς ἐπίμηκες ἀκρωτήριον δίεισι μέχρι μέσης σχεδὸν αὐτῆς, ὥσπερ εἴς τινα σκέλη δύο μερίζον ἣν τέμνει θάλασσαν καὶ διαιροῦν ἐφ' ἑκάτερα, καὶ γινόμενον μὲν αὐτὸ καθάπερ ἰσθμὸς τοὺς ἑκατέρωθεν κλύδωνας ἀνακόπτον καὶ θραῦον, ποιοῦν δ' ἐκεῖνα καθάπερ δύο πορθμούς, καὶ τὴν αὐτὴν ἑκατέρωθεν ἀνὰ μέρος ἀμφοῖν ἐκείνοις ἐν ταυτῷ παρεχόμενον χρείαν· ἅπερ τοῖς ἐγχωρίοις κόλποι δυσὶν ὀνόμασιν διαφόροις εἰς εὐσύνοπτον σύνεσιν τοῖς ἀκούουσιν ὀνομάζονται, ὁ μὲν Δασκέλιος, ὁ δ' Ἀστακηνός. τὸ δὴ τοιοῦτον μέρος τῆς Βιθυνίας εἰς κλῆρον πρὸς τοῦ πατρὸς Ὑρκανοῦ λαβὼν ὁ μετὰ τὸν πρεσβύτερον καθ' ἡλικίαν τρίτος τῶν παίδων νῦν μὲν θαλάσσης πόρρω που τὰς διατριβὰς ἐποιεῖτο νῦν δ' ἐγγυτέρω κατ' ἐξουσίαν αὐτόνομον. τὰς γοῦν θερινὰς ἐκείνας τοῦ ἡλίου φλόγας ἀποσειόμενος τηνικαῦτα, μίαν τῶν ἐκεῖ που περὶ δίκτυά τε καὶ ἰχθύων ἄγραν ἀσχολουμένων ἁλιάδων προσκαλεσάμενος, εἰσῄει τε καὶ ἠρέμα παρέπλει τὸ ἀκρωτήριον ἐκ θαλάττης εἰς θάλατταν, οἵας δηποτοῦν ἀναψύξεως ἕνεκα. ἔτυχε δ' ἐν ταὐτῷ παρὰ τὰς ἐκεῖ που συνηρεφεῖς καὶ κατασκίους τοῖς δένδροις ἀκτὰς ἐλλοχῶσα πειρατική τις μονήρης, εἰωθυῖα κατ' ἄλλοτ' ἄλλους τόπους τῆς βαρβαρικῆς ἐκείνης παραλίου καὶ Ἀσιάτιδος γῆς τοῦτο ποιεῖν, κἀκ τῶν ἐκεῖθεν λαφύρων Περσικὰ κερδαίνειν ἐξ ἀδήλων χρήματα, κἀξ ἀλλοφύλων αἰχμαλώτων ἰδίαν πορίζεσθαι βίου διάρκειαν. αὕτη τοίνυν ἐξαίφνης ἐπεισπεσοῦσα τῇ ἁλιάδι ἐκείνῃ κατά τινα τύχην ἀδόκητον εἰσεπήδησέ τε καὶ εἷλεν, οὐκ ἄνευ μὲν τραυμάτων, εἷλε δ' οὖν. καὶ γέγονεν αὐτῇ τὸ κατὰ τύχην ἀνέλπιστον πάρεργον μεῖζον ἔργου παντὸς καὶ πολυετοῦς. διὸ καὶ μαθοῦσα τὸ τῆς ἄγρας πολύτιμον ᾤχετο παραχρῆμα παρὰ τὴν Φώκαιαν οἴκαδε ἀπιοῦσα, πόλιν Ἑλληνίδα μὲν τὸ ἀρχαῖον, νῦν δὲ βαρβάροις διδοῦσαν φόρους ὑπὲρ ἀφόβου καὶ ἀκινδύνου βίου τινός. κεῖται γὰρ ἐν ἄκρᾳ κόλπου τινὸς θαλαττίου, μέχρι πλείστου τῆς Αἰολίδος γῆς προϊόντος, καὶ τῶν ὁρίων ἤδη σχεδὸν τῆς τῶν Λυδῶν παραψαύοντος χώρας. ταύτης ἐπιτροπεύει τῆς πόλεως, ὃν ἂν ὁ Ῥωμαίων ἕλοιτο βασιλεὺς καὶ ὃν ἐκ Βυζαντίων ἐκεῖσε πέμψειε, καθ' ὃν ἂν καὶ ἐφ' ὅσον κυρώσειε χρόνον. τὸ δὴ τοιοῦτον μαθόντι τῷ τοῦ ἑαλωκότος πατρὶ Ὑρκανῷ οὐ μάλα τι ἀνεκτὸν ἐνομίσθη, ἀλλ' οἰκείου θανάτου μηδὲ βραχύ τι ἀπεοικός, ὅτι τὸν υἱὸν ἐζημίωται μέν, ὑφ' ὧν δ' οὐκ ᾐσθάνετο· εἰκασμοῖς γάρ τισι καὶ στοχασμοῖς διαφόροις μερίζων τοὺς λογισμούς, μετέωρον παρεῖχεν ἀκοὴν τοῖς ἄλλοτ' ἄλλα θρυλλοῦσι μέχρι πολλοῦ. ὀψὲ δὲ Φωκαέας εἶναι πεπυσμένος τοὺς τὸν υἱὸν ἁρπάσαντας πειρατάς, καὶ τούτους Ῥωμαίους μέν, ἐκ δ' ἀλλοδαπῆς τινὸς καὶ μιξοβαρβάρου τῆς χώρας, καὶ μήτ' ἐκ θαλάττης ἔχων μήτ' ἐξ ἠπείρου τοὺς τὸν υἱὸν κεκτημένους ἀμύνασθαι, πρὸς μόνον ἔβλεψε τὸν βασιλέα, καὶ τούτῳ παρέχειν ὅλον ἑαυτὸν ἀσμένως ὑπισχνεῖτο φίλον τε ἀκραιφνῆ καὶ πρόθυμον ὑπηρέτην πρὸς ἅπαν τὸ κελευόμενον, καὶ χρημάτων ἄφθονον παροχέα τῶν ἀνηκόντων εἰς χρείαν, εἰ μόνον εὕροι λύσιν τοῦ δεινοῦ καὶ ζῶντα τὴν ταχίστην λάβοι τὸν παῖδα. μετεώρου γε μὴν τῆς τοιαύτης οὔσης ἀσχολίας, τεθνάναι τέως συνέβη καὶ τὸν πρεσβύτερον τῶν Ὑρκανοῦ παίδων, ὃν καὶ διάδοχον ἐταμίευεν ἑαυτοῦ καὶ τῶν κατ' αὐτὸν μειζόνων τῆς σατραπείας πραγμάτων· ὃ καὶ μάλα μᾶλλον εἰς μείζους τε ἐξέκαυσε θρήνους Ὑρκανόν, καὶ ἅμα πρὸς θερμοτέρας ζητήσεις τοῦ ζῶντος ἔτι παιδὸς ἐν δεσμοῖς. διὸ καὶ πέμπων διηνεκῶς οὐκ ἔληγε τοὺς διαναστήσοντας βασιλέα καὶ πρὸς τοὖργον σπουδαιότερον καταστήσοντας, χρήματά τε ἐπὶ τούτοις ἃ μὲν οἴκοθεν ἐδίδου, ἃ δ' ἠφίει τῶν πρὶν ὀφλημάτων εἰς ἀναλωμάτων χρείαν, ὅσα ἱκανὰ τριήρεις πληρῶσαι καὶ ὁπλίσαι κατὰ Φωκέων. καὶ ἅμα προσετίθει καὶ ἐπηγγέλλετο ἔτι καὶ δέσμιον δώσειν αὐτῷ τὴν ταχίστην Ματθαῖον τὸν τῆς αὐτοῦ βασιλείας ἐχθρὸν καὶ πολέμιον, καὶ μακρῶν ἐν βραχεῖ θορύβων αὐτὸν ἀπαλλάξαι. καὶ δὴ πρῶτον μὲν ὁ βασιλεὺς τῷ τῶν Φωκέων ἐπιτροπεύοντι πρέσβεις ἔπεμπεν ὑπὲρ τούτου· ὃ δ' ἐπαρθεὶς τῷ εὐτυχήματι λόγους ὑπέρφρονας ἀντέπεμπε, καὶ ᾔτει χρήματα καὶ ἀξιωμάτων ὄγκους ὑπὲρ τὴν ἑαυτοῦ τύχην. ἐπεὶ δὲ δὶς καὶ τρὶς καὶ πολλάκις τῆς τοιαύτης δοκιμασθείσης πείρας αὐτός τε καὶ εἰς ἀποστασίαν ἔβλεψε καὶ ἄπρακτον ἐδείκνυ τὴν τοῦ βασιλέως σπουδήν, τριήρεις ὁ βασιλεὺς ἐκ Βυζαντίου μεγίστας μὲν τρεῖς, μικρὰς δὲ διήρεις καὶ μονήρεις πλείους ἀθροίσας ἐκ Τενέδου τε καὶ Λέσβου καὶ Λήμνου, ἄρας κατέπλευσεν ἐς τὸν τῶν Φωκέων λιμένα. καὶ ὁ χειμὼν ἐν τούτοις ἐτελεύτα. ἄρτι δὲ τοῦ ἦρος ἀρχομένου παρεσκευάζετο πρὸς πολιορκίαν. κἀπειδήπερ αὐτῷ ἥκιστα εὔοδον ἦν, εἰ μὴ τὸν τῆς ἔξω πρότερον χώρας, τὸν τῶν Λυδῶν ἡγεμόνα φημί, τῆς τῶν Φωκέων φιλίας ἐκστήσας ἑαυτῷ καταστήσειε φίλον, πέμπει δεξιὰν αὐτῷ, καὶ οἰκειοῦται πρός τε φιλίαν καὶ συγγενείας ἐπαγγελίαν. καὶ θαρρήσας ἤδη περιστρατοπεδεύει τὴν πόλιν ἔκ τε γῆς καὶ θαλάττης, καὶ ῥήγνυσι πόλεμον ἰσχυρὸν κατὰ τοῦ ἀποστάτου. ἀρρώστως δ' ἀμυνομένων ἔνδοθεν τῶν Φωκέων, καὶ ἅμα νότου ταῖς ναυσὶν ἀντιπνεύσαντος κραταιότερον, ἐγγὺς τῆς νίκης γενομένους ἀντέκρουσε τοὺς βασιλικούς. ἐπεὶ δὲ χρόνος ἐτρίβετο ἐπὶ τούτοις συχνός, καὶ ὁ βασιλεὺς ἐξιὼν ἀνυπόπτως ἤδη καὶ σὺν πολλῷ τῷ θάρρει μετὰ τῶν οἰκείων ὡς πρὸς φίλους καὶ ἑστιάτορας τοὺς βαρβάρους, συγκυνηγετῶν αὐτοῖς καὶ συνδιημερεύων ἀδεῶς διετέλει, καὶ ἐπηγγέλλετο μὴ πρότερον ἐκεῖθεν ἀπηλλάχθαι πρὶν λιμῷ κατατρίψας τὴν πόλιν βίᾳ καὶ ἄκουσαν παραστήσασθαι, σκέπτεται καθ' ἑαυτὸν ὁ βάρβαρος, ὁ τῆς Λυδίας λέγω σατράπης ἐκεῖνος, παρασπονδήσας ἀπονητὶ χειρώσασθαι βασιλέα συγκυνηγετοῦντα καὶ συνεστιώμενον, καὶ πολλῶν μὲν χρημάτων ἐν βραχεῖ πολλῶν δὲ πόλεων Ῥωμαϊκῶν γενέσθαι κύριος, καὶ ἅμα μέγα πρὸς τούτοις κτήσασθαι κλέος ἔν τε ὁμοφύλοις καὶ ἀλλοφύλοις. ἀλλὰ τοῦ θεοῦ τὰ κρείττω περὶ τοῦ βασιλέως βουλευσαμένου λέληθεν ὁ βάρβαρος πρὶν δεδρακέναι πεπονθώς. μηνυθέντος γὰρ τῷ βασιλεῖ παρ' ὁτουοῦν τῶν βαρβάρων τοῦ πονηροῦ βουλεύματος, ἀγνοῶν ὁ βάρβαρος ἧκεν ἐς τὴν ὑστεραίαν ἕωθεν, μετὰ τῆς εἰωθυίας ἀστειότητος ἵππους τῷ βασιλεῖ κομίζων καὶ προσκαλούμενος ἐπὶ κυνηγεσίᾳ πάλιν καὶ χαρίτων μεστὰς εὐωχίας καὶ φιλικὰ συμπόσια, ἐξιόντα τῆς ἡγεμονίδος τριήρους. ὁ δὲ βασιλεὺς προσποιησάμενος ἔχειν τι μυστικώτερον βούλευμα προειπεῖν αὐτῷ τῆς τριήρους ἐντὸς πρότερον, ἔπειτα συνεξίεναι, ἐκάλει πρὸς ἑαυτόν· ὃ δ' ὑπήκουε. καὶ εἰσιόντος ἐλύετο τὰ πρυμνήσια παραχρῆμα, καὶ ὤφθη μικρόν τι πρὸς πέλαγος εὐθὺς ἀναχωροῦσα ἡ ναῦς, ἐντὸς δικτύων ἔχουσα τὸν ἠπειρώτην ἐκεῖνον καὶ ἐπίορκον βάρβαρον. καὶ τῶν ἐλέγχων περιστάντων ἐξαίφνης ὡμολόγει καὶ αὐτὸς τὴν ἀτοπίαν τῆς γνώμης καὶ ἀνεκάλυπτε τὰς τῆς καρδίας ἀπορρήτους ἐπιβουλάς. ἧκεν οὖν μεθ' ἡμέρας ἡ τοῦ βαρβάρου σύζυγος, χρήματά τε ὑπὲρ τοῦ ἀνδρὸς κομίζουσα, καὶ ἅμα λέγουσα ὡς εἰ μὴ λάβοι τὸν σύζυγον, λήψεται ἀπιοῦσα ἕτερον ἐπὶ φυλακῇ τῆς ἡγεμονίας, μή πού τις τῶν πέριξ λῃστικῶς ἐπιδραμὼν καὶ ἐπιθέμενος ὀρφανῇ τῇ ἀρχῇ αὐτήν τε καὶ τὰ τέκνα δουλώσῃ. ὅπερ ἀκηκοὼς ὁ βασιλεύς, καὶ ξυννενοηκὼς ὡς ὁπότερον ἂν τῶν τῇ γυναικὶ ῥηθέντων γένοιτο ἐπιζήμιόν τε καὶ ἀκλεᾶ τὴν κατὰ τοῦ σατράπου νίκην τοῦ βασιλέως τίθησι, τά τε κομισθέντα χρήματα τέως ἐλάμβανε, καὶ ἀντὶ τῶν ἔτι ὀφειλομένων ἑξῆς ὅμηρα τὰ ἐκείνης δέχεται τέκνα, καὶ οὕτως ἐλεύθερον ἀφίησι τὸν ἄνδρα τῇ γυναικί. Τοῦ δὴ τοιούτου στρατηγήματος εὐτυχῶς τε καὶ τραυμάτων δίχα τῷ βασιλεῖ γεγονότος ἕτερον ἐπιγίνεται μεῖζον, μᾶλλον δὲ τῶν αὐτῷ σπουδαζομένων τὸ μέγιστόν τε καὶ κραταιότατον. καὶ τό γε βέλτιον καὶ θαυμαστότερον, ὅτι καὶ ξὺν οὐδενὶ πόνῳ. ἱσταμένου γὰρ ἤδη τοῦ θέρους, καὶ τῶν ἀσταχύων προκαλουμένων τοὺς θεριστὰς καὶ ἀμαλλοδέτας, τετρακισχιλίους ἱππέας βαρβάρους ἀνειληφὼς πεμφθέντας παρὰ τοῦ Ὑρκανοῦ τοῦ γαμβροῦ Ματθαῖος ὁ βασιλεὺς ὁ τοῦ Καντακουζηνοῦ υἱός, καὶ εἴ τινες εἶεν τῇ αὐτοῦ βασιλίδι ὑπείκοντες στρατιῶται Ῥωμαῖοι περὶ τὸ Βωλερόν, καὶ διαβὰς τὰς περὶ Χριστούπολιν ἐστενωμένας παρόδους, ἐληΐζετο τὰ ἐπέκεινα Φιλίππων ἄστεα, μᾶλλον δ' ὅσα περίοικα τούτοις χωρία Ῥωμαίων μὲν ὄντα, ὑπήκοα δὲ Τριβαλλοῖς ἐκ πολλοῦ. ὃ προεγνωκότος τοῦ τὴν χώραν ἐκείνην τηνικαῦτα διέποντος Τριβαλλοῦ, καὶ ἀντιστάντος ἐν ὅπλοις, ἡττήθη κατὰ κράτος Ματθαῖος ὁ βασιλεύς, καὶ ἑάλω μὲν αὐτὸς ζῶν, ἑάλωσαν δὲ καὶ οἱ μετ' αὐτοῦ σχεδὸν ἅπαντες, ὅσοι μὴ ξίφους ἔργον ἐν τῇ μάχῃ γεγένηνται. τοῦτο μαθὼν ὁ βασιλεὺς ἄρας ἐκ Λέσβου, ἔνθα τηνικαῦτα τὴν ναυτικὴν διανέπαυε δύναμιν καὶ τὰ πρὸς πολιορκίαν Φωκέων συντείνοντα ἡτοιμάζετό τε καὶ προηυτρέπιζε, πλήρεσιν ἱστίοις καταίρει ἐς τὰ πέριξ Ἀβδήρων ἐπίνεια· καὶ πρέσβεις ἐκεῖθεν πεπομφὼς τῷ τὸν Ματθαῖον κατέχοντι δέσμιον Τριβαλλῷ, καὶ φιλίαν δοὺς καὶ λαβών, καὶ δώροις οὐ μικροῖς φιλοφρονησάμενος, εἴληφε. καὶ αὐτὸν μὲν δέσμιον πρὸς Τένεδον πέμπει τὴν νῆσον ὁμοῦ τῇ συζύγῳ, τὰ δὲ τέκνα φυλάττειν παρέχει τῷ ἐπ' ἀδελφῇ γαμβρῷ Λατίνῳ, τῷ τηνικαῦτα Λέσβου τῆς νήσου ἐπιτροπεύοντι. ἔφθη γὰρ πολέμῳ προειληφὼς ὁ βασιλεὺς καὶ τὴν Γρατιανοῦ πόλιν, ἐν ᾗ καὶ ἡ Ματθαίου μετὰ τῶν τέκνων ᾤκει γυνή. ὁπότε παρ' αὐτῇ καὶ γράμματα εὕρηται Βυζαντίων πολλῶν, λάθρᾳ Ματθαίῳ πεμπόμενα πρὶν ἁλῶναι, δεικνύντα τὴν σφῶν πρὸς αὐτὸν εὔνοιαν καὶ στοργήν, καὶ ὅσα ἐπίβουλα κατὰ τοῦ Παλαιολόγου συνεσκευάζοντο. δι' ἃ δὴ καὶ τὴν ἀνὰ χεῖρας ἄλλην σπουδὴν ὁ βασιλεὺς ὑπερθέμενος, τήν τε στολὴν ἤμειψε πρὸς τὸ ἰδιωτικώτερον, καὶ λαθὼν πάντας οἰκείους ἧκε σπεύσας εἰς Βυζάντιον μετὰ μιᾶς τριήρους. καὶ οὐκ ἔγνωσται Βυζαντίων οὐδενὶ πρὶν εἰσελθεῖν εἰς τὰ βασίλεια καὶ τὴν βασιλίδα ἀσπάσασθαι σὺν ἰδιωτικῷ τῷ σχήματι. ταῦτα μαθὼν Ὑρκανὸς ὁ τῆς Βιθυνίας σατράπης βαρβάρων, πρεσβείαις αὐτὸν πυκνοτέραις ἐπιταχύνειν ἠνάγκαζε τὴν ἐπάνοδον ἐλευθερίας ἕνεκα τοῦ υἱέως, εἰ μὴ βούλοιτο σκανδάλων καὶ θορύβων αὖθις ἀρχὴν γεγονέναι κατὰ Ῥωμαίων τὴν αὐτοῦ βραδυτῆτα. σπεύσας οὖν ὁ βασιλεύς, καὶ ὡς ἐνῆν τοὺς ἐν Βυζαντίῳ θορύβους καταστησάμενος ἐς τὸ πάντῃ ἀνύποπτον ἐντὸς ἡμερῶν τεσσαράκοντα, μετὰ μιᾶς τὴν ταχίστην ἀνήχθη τριήρους. ἀλλὰ πρὶν ἀναχθῆναι, τὸν Ῥωμαϊκὸν ἐθεᾶτο στόλον ἐς Βυζάντιον καταπλέοντα, οὐδαμῇ κατὰ γνώμην αὐτοῦ, ὅτι μὴ λειποτακτήσαντά τε καὶ πάντας δεσμοὺς προσταγῆς βασιλικῆς ἀπορρήξαντα, καὶ ἐς Βυζάντιον ἐκ Τενέδου παλινδρομήσαντα δι' ἀνάγκην, ὡς ἔφασκον, τῶν ἐπιτηδείων ἄρδην ἐπιλιπόντων ἁπάντων, καὶ μένειν οὐκ ἔτι κατὰ χώραν δυναμένης τῆς ναυτικῆς ἀναρχίας. ὀργισθεὶς οὖν τοῖς ναυάρχοις καὶ τὰ εἰκότα ἐπιτιμήσας διὰ βραχέων (τὸ γὰρ τῆς ὥρας στενὸν οὐ παρεῖχεν εὐρυχωρίαν τῷ πλείονι) τῆς προκειμένης εἴχετο σπουδῆς, τῇ βασιλικῇ ναυαρχίδι μονήρεις δύο μόνας ἐπαγόμενος συμπλεούσας. ἐπεὶ δ' ἄχρι καὶ ἐς Προικόννησον ἦν ἀφιγμένος, ἔδοξεν ἐκεῖθεν δεξιὰν ἐξ ἐφόδου τῷ Ὑρκανῷ πεπομφέναι, τὴν ἐκείνου καρδίαν ἠρεθισμένην εἰς ὑποψίας σκανδάλων ἐξομαλίσουσαν, καὶ πράγμασιν οὐ λόγοις δείξουσαν τὸ τῆς βασιλικῆς γνώμης ἀκήρατον, ὡς δόλος οὐδεὶς μεσιτεύει τοῖς πράγμασιν. μετὰ δὲ ταῦτα πλήρεσιν ἱστίοις ἐς Τένεδον πρῶτον ἀφῖκται, βουλευσόμενος ἐκεῖσε σχολῇ περί τε τοῦ παιδὸς Ὑρκανοῦ καὶ τῶν ὑπὲρ αὐτοῦ Φωκεῦσι δοθησομένων λύτρων, καὶ πρός γε περὶ τοῦ γυναικαδέλφου Ματθαίου, ὃς φρουρούμενος μὲν ἦν τῇ τῶν Τενεδίων ἀκροπόλει, διὰ δ' αὐτὸν νεωτερισμός τις ἐξηχεῖτο λαθραῖος, καὶ ὅσα ἐπὶ τούτοις πράττειν χρεών. Καὶ ταῦτα μὲν τῇδέ πῃ ἐφέρετο, καὶ τὸ μετόπωρον ἐν τούτοις ἐτελεύτα· ἐγὼ δ' ἐπανάληψιν μετρίαν, ἐνταυθοῖ τοῦ λόγου γενόμενος, ποιήσασθαι βούλομαι τῶν ἄνω που εἰρημένων ὑμῖν περὶ τῶν τοῦ Παλαμᾶ πρὸς ἡμᾶς διαλέξεων, ἵνα μὴ πόρρω που τῆς μνήμης τὸν εἱρμὸν ἐκεῖνον ἀφέντες, λάθωμεν ἀπολωλεκότες τὰ ἀναγκαιότατα τῆς δογματικῆς ὑποθέσεως.
< 1 2 3 4 5 6 7 8 >