▶ Προκοπιος
|
||||||||||
▶ Ιεροκλης
|
||||||||||
▶ Σιμοκαττης
|
||||||||||
▶ Θεοφανης
|
||||||||||
▶ Ιωαννης Σκυλιτζης
|
||||||||||
▶ Κωνσταντινος Ζ’
|
||||||||||
▶ Λεων Διακονος
|
||||||||||
▶ Μιχαηλ Ψελλος
|
||||||||||
▶ Μιχαηλ Ατταλειατης
|
||||||||||
▶ Νικητας Χωνιατης
|
||||||||||
▶ Γ. Ακροπολιτης
|
||||||||||
▶ Γ. Παχυμερης
|
||||||||||
▶ N. Γρηγορας
|
||||||||||
▶ Ι. Καντακουζηνος
|
||||||||||
▶ Γεωργιος Σφραντζης
|
||||||||||
▶ Χαλκοκονδυλης
|
Λαόνικος Χαλκοκονδύλης1430 – 1490
|
τίτλος έργου:
— Αποδείξεις Ιστοριών — τόμοι Θ’ & Ι’
χρόνος συγγραφής: 1455-1465
|
πλήρης τίτλος: ΛΑΟΝΙΚΟΥ ΑΠΟΔΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ |
περιεχόμενο : Το έργο αποτελείται από 10 τόμους και καλύπτει την περίοδο 1298 –1463. Αφηγείται τη βαθμιαία πτώση της αυτοκρατορίας και την άνοδο των Οθωμανών. Χρησιμοποιεί ευρέως τον όρο «Έλληνες» αντί «Ρωμαίοι». Οι τόμοι Θ΄ και Ι΄ ασχολούνται με τους πολέμους του Μωάμεθ Β΄, την άλωση και τις κατακτήσεις μετά την άλωση. |
Κείμενο : |
ΛΑΟΝΙΚΟΥ ΑΠΟΔΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Θ.Ὡς δὲ ἐπὶ Πελοπόννησον πέμπων ἄνδρας τῶν θυρῶν Μεχμέτης ὁ Ἀμουράτεω ἠξίου τὸν φόρον οἱ ἀποδίδοσθαι, φοιτῶντες δὲ τοῦ βασιλέως ἄνδρες οὐδὲν ὑγιὲς εὕρισκον τῶν Ἑλλήνων, καὶ οὔτε τοὺς Ἀλβανοὺς κελεύοντας εἰσφέρεσθαι ἐς τὸν φόρον οὔτε τοὺς Πελοποννησίους, καὶ αὐτοὺς δὲ ἰδίᾳ τοὺς ἡγεμόνας διαφερομένους σφίσιν ἐς τὰ πράγματα κακοδαιμονᾶν, συνεχώρει μὲν τὸν ἐπίτριτον φόρον ἀπάγοντας ἴσχειν αὐτῷ εἰρήνην, ὡς δὲ καὶ ἠμέλουν ἀγνωμοσύνῃ χρώμενοι καὶ σκαιότητι, ὥρμητο ἐπὶ Πελοπόννησον στρατεύεσθαι. καὶ Μαχμούτην μὲν τὸν Μιχαήλου παῖδα, ἡγεμόνα τε ἅμα τῶν θυρῶν καὶ στρατηγὸν τῆς Εὐρώπης, ἔπεμψεν ἐπὶ τὸν Ἴστρον, ὡς ἄν, εἴ τι νεώτερον ἀπὸ Παιόνων καταλαμβάνῃ, ὑποσταίη τε ἀντιωσόμενος καὶ διακωλύῃ τούτους τὴν χώραν βλάπτειν τὴν ἑαυτοῦ ἐπιόντας. οὗτος μὲν παραλαβὼν τὸ τῆς Εὐρώπης στράτευμα, ἐς ὀκτὼ μυριάδας, ἤλαυνεν ἐπὶ Τριβαλλοὺς τοὺς παρὰ τὸν Ἴστρον χώραν νεμομένους. ὁρμώμενος δὲ ἐντεῦθεν ὡς οὐδὲν ἐπυνθάνετο νεώτερον ἀπὸ Παιόνων, κατεστρέφετο τὴν Ἰλλυριῶν χώραν, καὶ πολίσματα μὲν ἔστιν ἃ ἑλὼν κατὰ κράτος ἠνδραποδίσατο. μετὰ δὲ ὡς ἐπέδραμε τὴν Ἰλλυριῶν χώραν, διέτριβεν αὐτοῦ ταύτῃ παρὰ τὸν Ἴστρον ἔχων ἀμφὶ τῇ φυλακῇ τῶν πόλεων. οὗτος μὲν οὖν ἀμφὶ ταῦτα ἔχων διεγένετο· βασιλεὺς δὲ παραλαβὼν τό τε Ἀσιανὸν στράτευμα καὶ ἑῷον καὶ Εὐρώπης τὸ ἀπὸ Θετταλίας τε καὶ Μακεδονίας, καὶ ἔχων καὶ τὰς θύρας, ἐστρατεύετο ἐπὶ Πελοπόννησον. ὡς δὲ εἰσέβαλε καὶ ἐντὸς τοῦ Ἰσθμοῦ ἐγένετο, ἐπελαύνων αὐτίκα τὴν Κόρινθον ἐπολιόρκει. περιιὼν δὲ ἐπεσκόπει ὡς ἂν τὸ τεῖχος καθελὼν τηλεβόλοις ἐσπεσεῖται ἐς τὴν πόλιν ἅμα τῷ στρατῷ. καὶ τηλεβόλους μὲν αὐτοῦ ποιεῖσθαι κατέλιπε, καὶ τὸν ἑῷον στρατὸν περικαθήμενον τὴν πόλιν πολιορκεῖν (ἐδόκει γὰρ αὐτῷ τοὺς τηλεβόλους αὐτοῦ ἐνταῦθα ποιεῖσθαι, καὶ τὴν πόλιν ἅμα ἐκπολιορκηθήσεσθαι λιμῷ), αὐτὸς δὲ ἐντὸς τῆς Πελοποννήσου γενόμενος διὰ Φλιοῦντος ἐπορεύετο. ἐς δὲ τὴν Κόρινθον οἱ Ἕλληνες οὔτε ἐσεκομίσαντο τὸν σῖτον ὅτι μὴ ὀλίγον (Λουκάνης γὰρ ἦν ἁρμοστὴς ὁ Λακεδαιμόνιος ἀπόντος τοῦ Ἀσάνεω) οὔτε ἐς τὴν φυλακὴν τῆς πόλεως διέθεντο ἱκανῶς, ὥστε ἀντέχειν ἐπὶ χρόνον τῷ βασιλέως στρατῷ. Ἀσάνης μὲν οὖν οὐ πολλῷ ὕστερον, ὡς ἐπυνθάνετο τὴν πόλιν πολιορκεῖσθαι ὑπὸ τοῦ Ἀσιανοῦ στρατοπέδου, ἔχων περὶ αὑτὸν ἄνδρας ἱκανούς, ὁρμώμενος ἀπὸ Ναυπλίου τῆς Οὐενετῶν πόλεως, καὶ διὰ θαλάσσης ἐπὶ τὸν Κεγχρεῶν λιμένα ἀφικόμενος νυκτός, λαθὼν τὸν στρατὸν τοῦ βασιλέως ἐσῆλθεν ἐς τὴν πόλιν αὐτός τε καὶ οἱ ἀμφ' αὐτόν, καί τινα βραχὺν σῖτον εἰσεκομίσαντο. βασιλεὺς μὲν οὖν ἐς Φλιοῦντα ἀφικόμενος Ταρσόν τε τὴν πολίχνην ἐπολιόρκει· Δοξίης δὲ ὁ τῆς Φλιοῦντος τῶν Ἀλβανῶν προεστώς, τούς τε ὑπ' αὐτῷ ὄντας καὶ τοὺς τῆς Φλιοῦντος ἄνδρας εἰσενεγκάμενος ἔς τι ἐρυμνὸν ἐς τὰ μάλιστα χωρίον, παρεσκευάζετο ὡς ἀμυνούμενος. τὸν γάρ τοι Ταρσὸν ὁ βασιλεὺς παρεστήσατο ὁμολογίᾳ, καὶ παῖδας λαβὼν ὡς τριακοσίους καὶ ἄρχοντα ἐπιστήσας τοῖς ἐν τῇ πόλει προῄει διὰ τῆς μεσογαίου. πορευόμενος δὲ τρέπεται ἐπὶ τὴν πόλιν, ἣ κεῖται ἐπὶ ὄρους ὑψηλοῦ τε καὶ ἐρυμνοῦ, ἐς ἣν πολλοί τε τῶν Ἑλλήνων ἅμα καὶ Ἀλβανῶν συλλεγόμενοι παρεσκευάζοντο ὡς πολιορκησόμενοι. καὶ ὕδατι μὲν οὐκ ἐχρῆτο ἀφθόνῳ ἡ πόλις, ὅτι μὴ ἐκτὸς τῆς πόλεως, ἀφ' οὗ ὑδρεύεσθαι ᾤοντο καὶ μὴ ἀφαιρεθήσεσθαι ὑπὸ τῶν πολεμίων, συμβαλλομένου τοῦ χωρίου ἐς τὸ ἀμύνασθαι ἰσχυρότατα ἐντεῦθεν. ὁ μὲν οὖν βασιλεὺς ἀπελάσας σὺν τοῖς νεήλυσι τοῦ τε ὕδατος ἐπεκράτησε, καὶ ἐξεπολιόρκει τὴν πόλιν. λέγεται δὲ ἐνταῦθα τοὺς ἐν τῇ πόλει κτείνοντας τὰ ὑποζύγια τῷ αἵματι φύρειν τε τὰ ἄλφιτα καὶ ἕψειν τὸν ἄρτον. ὡς δὲ δίψει συσχεθέντες ἐν ἀπόρῳ ἐγίγνοντο, ἐτράποντο μὲν ἐπὶ ὁμολογίαν καὶ πρέσβεις ἔπεμπον ἐπὶ ὁμολογίᾳ. ἐνταῦθα ὀλιγωρούντων τῶν ἐν τῇ πόλει περὶ τῶν φυλακῶν τῆς πόλεως διὰ τοὺς πρέσβεις, κελεύοντες οἱ νεήλυδες εἰσέπεσον καὶ εἰσεχέοντο ἐς τὴν πόλιν καὶ κατέσχον καὶ τήν τε πόλιν κατὰ κράτος ἐξελόντες ἐξηνδραποδίσαντο. μετὰ δὲ ταῦτα ἀφικόμενοι ἐπὶ Ἀκωβὴν πόλιν, καὶ ταύτῃ ὑποστάντων τῶν ἐν τῇ πόλει καὶ οὐκ ἐκλιπόντων, ἐπελθόντες οἱ νεήλυδες ἐπέβησάν τε τοῦ τείχους καὶ εἷλον, ἑλόντες δὲ ἠνδραποδίσαντο καὶ ταύτην. μετὰ δὲ ταῦτα ἐλαύνων ἀφίκετο ἐς Ρουπέλην τῆς Φλιασίας πολίχνην, ἐς ἣν Ἀλβανοί τε καὶ Ἕλληνες καταφυγόντες διεσώζοντο αὐτοί τε ἅμα καὶ αἱ γυναῖκες. προσέβαλλε μὲν ἐνταῦθα καὶ τῇ προτεραίᾳ καὶ τῇ ὑστεραίᾳ, καὶ ὡς οὐκ ἠδύνατο ἑλεῖν, πεσόντων ἐνταῦθα οὐκ ὀλίγων τῶν βασιλέως, καὶ συχνῶν τῶν τοῦ στρατοπέδου τετρωμένων, ἀπήγαγε τὸν στρατὸν ὡς ἀπιών. ἐπεὶ δὲ συνεσκευάζετο ὡς ἀπιών, ἐνταῦθα προσέφερον λόγους τῷ βασιλεῖ, ξυμβῆναί τε ἐθέλοντες καὶ παραδιδόναι τὴν πόλιν. ὁ δὲ ὡς παρέλαβε τὴν πολίχνην, οὔτε ἀνδραποδισάμενος οὔτε ἄλλο ἀεικὲς ἐργασάμενος, σὺν γυναιξί τε ἅμα καὶ παισὶν ἐς Βυζάντιον κατέπεμψε κατοικήσοντας. τῶν τε Ἀλβανῶν τῶν ἐν τῷ Ταρσῷ παραδεδωκότων σφᾶς καὶ ἐνταῦθα δεύτερον αὖθις ἀποφυγόντων, ξυντυχίᾳ τινὶ χρησαμένων οὐκ ἀγαθῇ, λαβὼν τούτους τούς τε πόδας καὶ χεῖρας ἔκλασε, καὶ οὕτω ἀνεῖλε κακίστῳ ὀλέθρῳ παραδοὺς ἀμφὶ τοὺς εἴκοσιν. ἐντεῦθεν ἐλαύνων διὰ Μαντινείας χώρας ἀφίκετο ἐπὶ Παζενίκην πόλιν, καὶ ἔπεμπε Καντακουζηνόν, ὅν ποτε οἱ Ἀλβανοὶ ἡγεμόνα ἑλόμενοι ἐστρατεύοντο ἐπὶ τοὺς Ἕλληνας· παρῆν γὰρ τότε ἐν τῷ στρατοπέδῳ μετάπεμπτος ὑπὸ βασιλέως, ὥστε ἐπιλαβέσθαι αὐτῷ ἐς τοὺς ἐν τῇ Πελοποννήσῳ Ἀλβανούς, μετιόντα τε καὶ λόγους ἐπιπέμποντα περὶ προδοσίας. ὡς δὲ ἐνταῦθα πέμπων ἐκέλευε προσφέρειν τοῖς ἐν τῇ πόλει, ὥστε προσχωρῆσαι· παρῆσαν δὲ ἅμα αὐτῷ καί τινες τοῦ βασιλέως, αἰτιασάμενοι παρὰ βασιλεῖ, ὡς δι' ἐκεῖνον σφίσι νεύματι χρησάμενον οὐ παρέδωκαν σφᾶς, ἀχθεσθῆναί τε συνέβη τὸν βασιλέα, καὶ προϊὼν ἀπιέναι ὅτι τάχιστα ἐκ τοῦ στρατοπέδου ἐξήλασεν. ὡς δὲ ἀδύνατα προσβαλεῖν τῷ ἐρύματι (ἐκλελοιπότες γὰρ οἱ ἐν τῇ πόλει ἔρυμα αὐτοῦ ταύτῃ, ὅτι ἐγγυτάτω ὄν, κατέλαβόν τε καὶ διεσώζοντο) συσκευασάμενος ἀπῄει ἐντεῦθεν, καὶ τῇ ὑστεραίᾳ ἐτέλεσεν ἐς τὸν Τεγεάτην χῶρον καὶ ἐπηυλίσατο. ἐνταῦθα ἐβουλεύετο ἐπ' ἀμφότερα, εἴ τε ἐς Σπάρτην ἐλαύνοι καὶ Ἐπίδαυρον. δεινὸς γὰρ αὐτὸν ἐσῄει πόθος, ἰδεῖν τε Ἐπίδαυρον καὶ παραστήσασθαι πόλιν ἐρυμνὴν πασῶν δὴ πόλεων, ὧν ἡμεῖς ἴσμεν, ἐς ταύτην καταφυγὼν ὁ ἕτερος τῶν ἡγεμόνων, τοῦ ἑτέρου ἐς τὴν Μαντίνειαν τῆς Λακωνικῆς πρὸς τῇ θαλάττῃ οὖσαν καταφυγόντος σὺν τῇ γυναικί. καὶ πυνθανόμενος τὴν χώραν τραχεῖάν τε οὖσαν καὶ χαλεπὴν διαπορεύεσθαι, ἐπέσχε μὲν ταύτην πορεύεσθαι, συστραφεὶς δὲ ἐτράπετο ἐπὶ Μουχλὴν τῆς Τεγέης πόλιν. προειστήκει δὲ αὐτῆς Ἀσάνης ὁ Δημήτριος. ἐνταῦθα στρατοπεδευόμενος ἐν χώρῳ χαλεπῷ τε καὶ δυσβάτῳ (ἀνέχει γὰρ ἡ πόλις ἐπὶ ὀχυροῦ τε ὄρους καὶ ἐρυμνοῦ ᾠκημένη) παρεσκευάζετο μηχανάς τε καὶ κλίμακας ὡς τῇ πόλει προσοισόμενος, καὶ αὐτίκα μὲν τοῦ ὕδατος ἐπεκράτησεν, ὃ ἐκτὸς ἦν τῆς πόλεως, ἐπὶ χωρίου ἐρυμνοῦ πάνυ. καὶ ὡς οὐκ εἶχον οἱ τῆς πόλεως ὑδρεύσασθαι, χαλεπῶς ἤδη ἔφερον τὴν πολιορκίαν, μηδὲ ἀπὸ φρεάτων καὶ τῶν ἐν τῇ πόλει οὐκ ἐξεγένετο σφίσιν ἀφθόνῳ τῷ ὕδατι χρῆσθαι διὰ τὸ πλῆθος τῶν τε ἀνθρώπων ἅμα καὶ ὑποζυγίων. ἐπεὶ δὲ ἐπέλιπεν αὐτοὺς ἤδη τὸ ὕδωρ καὶ πρὶν ἢ προσβάλλειν τῷ τείχει, ἐπεκηρυκεύετο ὁ τῆς πόλεως ἄρχων, καὶ ξυνέβαινεν ἐφ' ᾧ παραδιδόναι τὴν πόλιν καὶ αὐτοὺς μηδὲν παθεῖν. βασιλεὺς μὲν ἐδωρήσατο Λεοδωρίκῃ τὸν παῖδα αὐτοῦ, καὶ ἐξελὼν αὐτὸν ἀπὸ τῆς πόλεως ἤλαυνεν ἐπὶ Κόρινθον καὶ ἐπὶ τὸ Ἀσιανὸν στρατόπεδον· ἤδη γὰρ τὰ ἐς τοὺς τηλεβόλους αὐτῷ παρεσκεύαστο καὶ λίθους τε ἀπὸ τῆς παλαιᾶς πόλεως τῆς Κορίνθου εὑράμενοι οἱ τοῦ βασιλέως ἐνετάμνοντο ἱκανούς. Ὡς δὲ ἐπελάσας ἐστρατοπεδεύετο, προσέφερε μὲν αὐτίκα λόγους τῷ Ἀσάνῃ ὁ βασιλεύς, καὶ πέμψας Ἰησοῦν τὸν τοῦ Βρενέζεω παῖδα, ἐλλόγιμον ὄντα ἐν τῷ στρατοπέδῳ καὶ ἑρμηνέα τε ἅμα αὐτῷ, ἐκέλευε παραδοῦναι τὴν πόλιν. Ἰησοῦς μὲν ἀφικόμενος ἔλεγε τοιάδε· "Ἀσάνη καὶ οἱ παρόντες Ἕλληνες, βασιλεὺς τάδε πέμπων ἡμᾶς λέγει, ὡς σὺ ἐς τοὺς Ἕλληνας ἥκεις ἐς τὰ πρῶτα συνέσεως, καὶ Ἑλλήνων μάλιστα δὴ ἔμπειρος εἶ τῶν βασιλέως θυρῶν. οἶσθα δὲ καὶ σὺ μᾶλλον τῶν ἄλλων, οἷος ὢν ὁ βασιλεὺς οὗτος, καὶ τοῦ Ὀτουμανίδων γένους, καὶ ᾗ ἂν ἀφίκηται, οὐκ ἀπανίσταται, πρὶν ἂν ἐκπορθήσῃ τὴν πόλιν. παρέχει οὖν σοι ἐν τῷ τοιῷδε κάλλιστα καταλυσαμένῳ πρὸς βασιλέα τήν τε πόλιν τήνδε παραδιδόναι, καὶ χώραν, ἣν ἂν ὑμεῖς ἕλοισθε, λαβεῖν παρὰ βασιλέως ἀλλαξαμένους. καὶ ἢν τοῦτο ποιήσῃς, ἐπιτήδειόν τε δὴ νομιεῖ βασιλεύς, καὶ ξένον ποιεῖται δή, ὥστε ἐς ὕστερον καταθεῖσθαι χάριν αὐτῷ σοί τε καὶ τοῖς παισίν. ἢν δὲ μὴ παραδῷς, οἶσθα μὲν αὐτός, νὴ τὴν βασιλέως ψυχήν, ὡς τήν τε πόλιν ἐξανδραποδιεῖται καὶ δὴ τοὺς πέριξ κακίστῳ παραδώσει ὀλέθρῳ." ταῦτα μὲν Ἰησοῦς ἔλεγε δι' ἑρμηνέως, Ἀσάνης δὲ ὑπολαβὼν ἔφη "ὦ παῖ Βρενέζεω, ἀπάγγειλαι δὴ τῷ βασιλεῖ, ὡς τήν τε ψυχὴν αὐτοῦ ἴσμεν που γενναιοτάτην οὖσαν πάντων τῶν πρότερον γενομένων ἀπὸ τῶν Ὀτουμάνων βασιλέων, καὶ τήν τε δύναμιν μεγίστην τε οὖσαν τῶν ἐν τῇ οἰκουμένῃ, παντί που τῶν εὖ εἰδότων τὰ βασιλέως πράγματα κατάδηλον. καὶ ταῦτα μὲν ξυνομολογοῦμέν τε αὐτοὶ τῷ βασιλεῖ, ὡς μέγιστά τε εἶναι. καὶ ταύτην μὲν οὖν τὴν πόλιν ὁρᾶτε δή που ὡς ἐν ὀχυρῷ που ᾤκηται πασῶν δὴ μάλιστα πόλεων, ὧν ἡμεῖς ἴσμεν. καὶ αὐτοὶ οἱ ἀπὸ τοῦ Ὀτουμάνου βασιλεῖς, καὶ αὐτὸς δὲ βασιλεύς, ἐξ ὅτου γε ἐς τὴν βασιλείαν κατέστη, τοιάνδε πόλιν οὔτε πολιορκῶν ἐξεῖλε κατὰ κράτος, ἀλλ' οὔτε ἐξεγένετο ἐπὶ τοιάνδε πόλιν ἐλαύνειν. ὁρᾶτε γάρ, ὡς κύκλῳ ἡ πόλις ἐρυμνή τε οὖσα ἐς τὰ μάλιστα ταύτῃ μόνον ποιεῖται τὴν εἴσοδον, τετειχισμένην τρισί τε ἅμα τείχεσιν ὀχυρωτάτοις καὶ τρισὶ πύλαις. ἢν μὲν οὖν τὴν μίαν ἐξέλητε τηλεβόλοις, τήν τε ἑτέραν πῶς ἂν ὑπερβάλλοισθε; ἢν δὲ καὶ ταύτην ὑπερβάλλησθε, ὑπολείπεται αὖθις ἡ ἰσχυροτέρα τούτων. ὡς οὖν ταύτῃ διανοουμένων καὶ παρασκευαζομένων, εἰ δέοι ἀπολεῖσθαι, ὥστε ἀμύνεσθαι, οὕτω ἀπαγγείλατε τῷ βασιλεῖ, ὡς μάτην ἂν εἴημεν ὧδε ἐλθόντες ἐς φυλακὴν τῆς πόλεως, εἰ μηδ' ὁτιοῦν χαλεπὸν ἐπιδόντες τὴν πόλιν παραδοίημεν." Ταῦτα εἰπόντος τοῦ Ἀσάνεω, ὡς ὑποστρέψας Ἰησοῦς ἀπήγγειλε τῷ βασιλεῖ, αὐτίκα κατεβίβασε τοὺς τηλεβόλους ἐς τὰς πύλας τῆς πόλεως, ᾗ δὴ ἡ ἐς τὴν πόλιν εἴσοδος στενωτάτη γινομένη πρὸς αὐτήν τε ποιεῖται τὴν εἴσοδον, καὶ τείχη τρία ἀλλήλων οὐ πολὺ διεστηκότα ἐς τὴν εἴσοδον ταύτῃ παρέχεται. καὶ τὸ μὲν τελευταῖον τεῖχος ἀσθενὲς ὂν καὶ οὐ πάνυ ἐχυρὸν κατέσχεν Ἀσάνης, ὥστε τρίβειν τε τὸν τῆς πολιορκίας χρόνον καὶ τοὺς τηλεβόλους· ᾔδει μέντοι, ὡς τέλεον ἐνταῦθα οὐχ ὑπομενεῖ τὰ τείχη ὑπὸ τῶν τηλεβόλων, ἀλλὰ πεσεῖται αὐτίκα μάλα. ἐποίει δέ, ὡς τρίβειν τὸν πόλεμον. ἐπεὶ δὲ παίοντες οἱ τηλεβόλοι κατέβαλλον ἐπὶ ἡμέρας τινὰς τὸ ἐκτὸς τεῖχος, ἐν αἷς ἐξιόντες οἱ Ἕλληνες ἐμάχοντο τοῖς Τούρκοις καί τινας αὐτοῦ ταύτῃ διέφθειραν, ἀπολιπόντες, τὸ δεύτερον τεῖχος κατέχοντες, ἐχυρόν τε ὂν λίθοις μεγάλοις, ἐκράτουν τὸ τεῖχος ἐπὶ ἡμέρας ἱκανὰς ἀμυνόμενοι. οἱ μέντοι τηλεβόλοι καὶ τοῦτο τὸ τεῖχος ἐπὶ ἡμέρας ἱκανὰς ἔπαιον, καὶ κατέβαλλον μέρος οὐκ ὀλίγον. ἔνθα δὴ ἀποτυχὼν τοῦ τείχους ὁ λίθος φερόμενος ἔπεσεν ἐς τὸ ἀρτοκοπεῖον καὶ συνέτριψε. μεταπεσὼν δὲ ὁ λίθος ἐντεῦθεν, καὶ εὑράμενος ἄνθρωπόν τινα ἀπενέγκατο μετεωρίσας τὴν σάρκα τε καὶ τὰ ὀστᾶ, συνέτριψέ τε εἰς ἐλάχιστα μέρη μυρία καὶ οἷα πτεροῖς ὄρνιθος εἰκάσαι οὐδ' αὐτὴν ἐπιγνῶναι τὴν σάρκα παρείχετο. τοιαύτη γὰρ ἡ φορὰ τοῦ λίθου καὶ δαιμονία τις οὖσα θαῦμα παρέχεται, ἐπεὶ καὶ ἀποτυχὼν τοῦ τείχους καὶ μετεωρισθεὶς καὶ διεξιὼν τὴν πόλιν ἐς τὸ ἐπίνειον τῆς Κορίνθου ἐνεχθεὶς ἔπεσε, σταδίους μάλιστά που ἐς τεσσαρεσκαίδεκα παραμειψάμενος. εἷλκε δὲ ὁ λίθος ἑπτὰ τάλαντα. οὕτω μὲν οὖν τὴν πόλιν ἔτυπτεν ἐπὶ συχνὰς ἡμέρας. καὶ οἱ ἐν τῇ πόλει ἐπιλείποντος τοῦ σίτου χαλεπῶς ἔφερον, καὶ λόγους ἐδίδοσαν ἀλλήλοις, ἀφικόμενοι ἐς τὸν τῆς πόλεως ἀρχιερέα. Ἀσάνης μὲν οὖν κατεῖχε τὸ πλῆθος, ὥστε ἀνέχεσθαι, ἀρχιερεὺς δὲ τῆς πόλεως ἄνδρα τῶν τῆς πόλεως ἀποστείλας ὡς βασιλέα ἐσήμαινέ τε αὐτῷ τὴν ἔνδειαν, καὶ ὡς σιτία πάνυ ὀλίγα ὑπολείποιτο, ὥστε ἀντέχειν. ταῦτα πυθόμενος ὁ βασιλεὺς λόγους αὖθις προσέφερε, λέγων τοιάδε. "ἐμοὶ παρὰ τῶν ἐν τῇ πόλει εὐνοούντων ἀπαγγέλλεται ὀλίγων πάνυ ἡμερῶν ὑπολείπεσθαι ὑμῖν τὰ σιτία. τί οὖν κακοδαιμονᾶτε καὶ οὐ παραδίδοτε τὴν πόλιν;" ἐνταῦθα, ὡς πυνθανομένου Ἀσάνεω ἔλεγον οἱ τοῦ βασιλέως τὰ καθήκοντα, ἐβουλεύοντο κοινῇ, εἴτε παραδώσοιεν τὴν πόλιν, εἴτε ἀνεχόμενοι ἀμύνοιντο. ὡς δὲ ἀπεστραμμένους ἑώρα τοὺς ἐν τῇ πόλει καὶ χαλεπῶς φέροντας, ὑπόσπονδοί τε ἐξῆλθον αὐτός τε Ἀσάνης καὶ ὁ Λακεδαιμόνιος Λουκάνης. ἀφικομένων δὲ ἐς λόγους τῷ βασιλεῖ, σπονδάς τε ἐφ' ᾧ αἰτουμένων, ἔλεγεν αὐτοῖς τάδε. "ἀπαγγείλατε τῷ ὑμετέρῳ ἡγεμόνι, ὡς σπονδὰς ποιεῖσθαι ἕτοιμός εἰμι, ἐφ' ᾧ τὴν χώραν, ὅσην ὁ στρατὸς παρεξῄει, ἐμήν τε εἶναι, καὶ φόρον ἀπάγειν διὰ τὴν λοιπὴν χώραν πεντακοσίους στατῆρας, τῷ δὲ ἡγεμόνι, ἐφ' ᾧ τό τε Αἴγιον καὶ Πάτρας καὶ τὴν περίοικον παραδιδόναι ἡμῖν. εἰ δὲ μή, αὐτίκα ἅμα ἐπιόντα με γινωσκόντων." ταῦτα ὡς ἐνετέλλετο αὐτοῖς, καὶ ἐς τοὺς ἡγεμόνας ἀφίκοντο περὶ τὸ Ταΰγετον τῆς Λακωνικῆς διατρίβοντας, ἀπήγγελλόν τε τὰ παρὰ βασιλέως. καὶ αὐτίκα ἐδόκει, ὥστε μὴ στέρεσθαι ἤδη ξυμπάσης τῆς χώρας, πρέσβεις τε πέμπειν καὶ ἐμπεδοῦν σφίσι τὰς σπονδάς, ἐφ' οἷς προετείνετο βασιλεύς. πέμψαντες δὲ πρέσβεις τάς τε σπονδὰς ἐποιήσαντο, καὶ τὴν χώραν ἀπέδωκε τῷ βασιλέως ὑπάρχῳ Ὀμάρῃ (τῆς Θετταλίας ὕπαρχος ἦν), τό τε Αἴγιον Καλαβρίτην Πάτρας καὶ τὴν περίοικον ταύτῃ τῆς Ἀχαΐας χώρας. Ὡς δὲ παρέλαβε τὰς πόλεις καὶ νεήλυδας καθίστη ἐν ταῖς πόλεσι, τὰ μὲν στρατεύματα αὐτῷ διῆκεν ἐπ' οἴκου κομίζεσθαι, αὐτὸς δὲ τραπόμενος ἐπὶ τῆς Ἀττικῆς καὶ ἐπὶ τῆς Ἀθηνῶν πόλεως περιῄει σκοπῶν τόν τε Πειραιᾶ καὶ τοὺς λιμένας, ἀπεδέξατό τε τὴν Ὀμάρεω ἀνδραγαθίαν. τήν τε πόλιν ταύτην καὶ ἀκρόπολιν πυνθάνομαι βασιλεῖ μάλιστα τῶν ἐν τῇ χώρᾳ αὐτοῦ πόλεων ἐν γνώμῃ γενέσθαι, καὶ τήν τε παλαιὰν τῆς πόλεως μεγαλοπρέπειαν καὶ κατασκευὴν ἀγασθῆναι, ἐπειπόντα "πόση δὴ χάρις ὀφείλεται ἐν τῷ ἡμετέρῳ νόμῳ Ὀμάρῃ τῷ Τουραχάνεω." τὴν γὰρ πόλιν ταύτην καὶ ἀκρόπολιν παρεστήσατο Ὀμάρης οὗτος τρόπῳ τοιῷδε. ὡς γὰρ Νέριος ἐτελεύτησε, κατέσχε τὴν τυραννίδα ἡ γυνὴ αὐτοῦ παῖδα ἔχουσα νήπιον, καὶ διαπρεσβευομένη ἐς βασιλέα χρήμασί τε ἐθεράπευε τὰς βασιλέως θύρας, καὶ αὐτὴ διέτριβε περὶ τὴν ἀρχήν. χρόνῳ δὲ οὐ πολλῷ ὕστερον νεανίου τινὸς τῶν Οὐενετῶν ἐμπορίας ἕνεκα Ἀθήναζε ἀφικομένου, τῆς συγκλήτου δὲ ἀνδρός, ἠράσθη. καὶ ἐρασθεῖσα ἐς λόγους τε ἀφίκεται τῷ νεανίᾳ, ὡς ἐν παιδιαῖς τὰ πολλὰ συνδιατρίβων τῷ νεανίᾳ, ὡς αὐτῷ εἰς γυναῖκα χωρῆσαι ἅμα τὴν ἀρχὴν ἐπιτρέψαι τῆς πόλεως ἕτοιμος εἴη. ταῦτα δὲ εἶναι αὐτῷ, ἢν ἀποπεμψάμενος τὴν γυναῖκα αὐτοῦ τρόπῳ, οἵῳ δύνηται, ἐπανέλθῃ Ἀθήναζε. ἦν δὲ ὁ νεανίας Πριάμου παῖς, τοῦ Ναύπλιον ἐπιτετραμμένου παρὰ Οὐενετῶν. ἀπιὼν δὲ ὁ νεανίας καὶ κατασχεθεὶς τῷ ἔρωτι, καὶ ἐλπίσας τὴν τῆς πόλεως ἀρχὴν κατασχεῖν, διαφθείρας δὲ καὶ τὴν γυναῖκα αὐτοῦ, γένους οὖσαν καὶ αὐτὴν συγκλητικοῦ, διαφθείρας δὲ ταύτην, ὡς εἴρηται, ἐπανῆκεν Ἀθήναζε καὶ τὴν Νερίου γυναῖκα ἤγαγεν. ἀφικόμενος δὲ ἐς τὴν τῆς πόλεως ἀρχὴν διεβλήθη ὑπὸ Ἀθηναίων ἐν ταῖς θύραις τοῦ βασιλέως. ὕστερον μέντοι, ὡς ἤχθοντο αὐτῷ οἱ Ἀθηναῖοι, ἐπιτροπεύειν τε τοῦ παιδὸς ἔφασκε καὶ οὐ πολλῷ ὕστερον λαβὼν τὸν παῖδα ἀφίκετο παρὰ βασιλέα. ὁ γάρ τοι Φράγγος, Νερίου ἀδελφιδοῦς, ἀνεψιὸς δὲ τοῦ παιδός, διατρίβων ἐν ταῖς βασιλέως θύραις ἐπέμενε καιρὸν αὐτῷ παρὰ βασιλέως ἀφίξεσθαι ἐς τὴν τῶν Ἀθηνῶν πόλιν. βασιλεὺς δὲ ὡς ἐπυνθάνετο τὰ ἀμφὶ τὸν ἔρωτα τῆς γυναικός, ἐπέτρεψε Φράγγῳ, τῷ Ἀντωνίου παιδί, τὴν πόλιν, καὶ πέμπων ἐκέλευε δέχεσθαι αὐτὸν τοὺς Ἀθηναίους· οἱ δὲ ἕτοιμοι ὄντες ἐδέξαντο. ὁ δ' ὡς τυραννίδα ἀφίκετο τῆς πόλεως, τὴν μέντοι γυναῖκα συλλαβὼν καθεῖρξεν ἐν Μεγάροις, καὶ οὐ πολλῷ ὕστερον διὰ τὸν γάμον τοῦ νεανίου διέφθειρεν, ὅτῳ μὲν τρόπῳ, οὐδεὶς ᾔσθετο. δι' ἃ δὴ ἐγκαλοῦντος ἐν ταῖς τοῦ βασιλέως θύραις τοῦ νεανίου, δεινόν τε ἐποιεῖτο τὴν ὕβριν τοῦ Φράγγου ὁ βασιλεύς, καὶ πέμπων Ὀμάρην τὸν Τουραχάνεω παῖδα σὺν στρατεύματι τῆς Θετταλίας ἐκέλευε ἐπιέναι. παραλαβὼν δὲ τὸν τῆς Θετταλίας στρατὸν Ὀμάρης ὁ Τουραχάνεω καὶ ἐπελάσας ἴσχει μὲν αὐτίκα τὴν Ἀθηνῶν πόλιν, μετὰ δὲ τήν τε ἀκρόπολιν ἐπολιόρκει ἐπὶ συχνὸν χρόνον προσκαθεζόμενος. καὶ ἐπειρᾶτο μὲν διὰ τῶν προσηκόντων τῶν ἐν τῇ ἀκροπόλει ἀνδρῶν. ὡς δ' οὐδὲν αὐτῷ προεχώρει, λόγους προσέφερε τοιούσδε· "ὧ παῖ Ἀντωνίου, σὺ οἶσθα τὸν βασιλέως οἶκον, ὡς τήνδε τὴν πόλιν ἐπέτρεψεν ἐπὶ ἱκανὸν χρόνον. καὶ ἐπεὶ βασιλεὺς αὖθις [παρα]κελεύει παραδιδόναι αὐτῷ τὴν πόλιν, οὐκ οἶδα ὅπως ἂν ταύτην ἄκοντος βασιλέως κατέχοις· οὐδὲ γὰρ πάνυ πολὺν διαμεῖναι. νῦν οὖν παρέχει σοι βασιλεὺς μάλιστα διηλλαγμένῳ οἱ χώραν τε τὴν Βοιωτίαν ἔχειν καὶ τὴν Θηβῶν πόλιν, ἀποφερόμενον δὲ τὸν τῆς ἀκροπόλεως ὄλβον καὶ τὰ σαυτοῦ ἀπιέναι, καταλιπόντα τῷ βασιλεῖ τὴν ἀκρόπολιν." ταῦτα ἀκούσας ὁ νεανίας ᾐτεῖτό τε πίστιν, ἐφ' ᾧ ἐμπεδῶσαι αὐτῷ παρὰ βασιλέως τὴν Βοιωτίαν. διαπραξαμένου δὲ ἐν ταῖς θύραις τοῦ Ὀμάρεω οὕτω δὴ φρασάμενος ὑπεξῆλθε τῆς ἀκροπόλεως, καὶ τὴν Θηβῶν πόλιν σὺν τῇ λοιπῇ Βοιωτίᾳ κατέσχε δόντος αὐτῷ βασιλέως. οὕτω μὲν δὴ Ἀθῆναι ὑπὸ βασιλεῖ ἐγένοντο παραστησαμένου Ὀμάρεω. Τότε δὴ περιιὼν ὁ βασιλεὺς καὶ τήν τε ἀκρόπολιν θεώμενος ἐν θαύματι ἐποιεῖτο, καὶ τὴν Ἀττικὴν περιιὼν ἐσκόπει τε τοὺς λιμένας, ὡς εἴρηται. τοὺς μέντοι ὅρκους ἔπεμπε ἄνδρα τῶν θυρῶν αὐτοῦ παραληψόμενον τῶν τῆς Πελοποννήσου ἡγεμόνων, αἰτούμενος δὲ καὶ τὴν θυγατέρα τοῦ τῆς Σπάρτης ἡγεμόνος. τοὺς μέντοι ὅρκους ἐπεποίηντο οἱ ἡγεμόνες. Θωμᾷ δὲ τῷ νεωτέρῳ ἀδελφῷ μετέμελε, καὶ ἀπόστασίν τε αὐτίκα ἐβουλεύετο ἀπὸ βασιλέως. καὶ πρέσβυν μὲν ἔπεμπεν ἐς τὰς βασιλέως θύρας, ὅντινα δὴ ἁλῶναι συνέβη ἐν Πάτραις καὶ ἐς τὴν ἀκρόπολιν, ἣν κατέχουσιν οἱ τοῦ βασιλέως νεήλυδες καὶ ἄλλοι περιφανεῖς τῶν Τούρκων. καὶ αὐτοὶ μετὰ ταῦτα ἐπολιορκοῦντο ὑπὸ τῶν τοῦ Θωμᾶ στρατιωτῶν. τὴν μέντοι ἀπόστασιν ἐβουλεύετο πειθόμενος ἅμα τῷ Λακεδαιμονίῳ Λουκάνῃ φαμένῳ ὡς ξυνθέμενος προδοσίαν τοῖς ἐν Κορίνθῳ, ἔχειν ἐλπίδα παραστήσεσθαί τε αὐτῷ τὴν πόλιν καὶ τἄλλα διαπράξεσθαι ὡς βέλτιστα οὗτος τὴν λοιπὴν χώραν. ἐπεὶ δὲ ἀπέστη τε ἐκ τοῦ φανεροῦ καὶ ἐπολέμει ταῖς βασιλέως ἀκροπόλεσι, πειρώμενος ἑλεῖν κατὰ κράτος, προεχώρει μὲν οὐδὲν αὐτῷ, ὧν ἐπενόει, συναφίστη μέντοι καὶ τοὺς λοιποὺς αὐτῶν Πελοποννησίους, Ἀλβανῶν τε ἅμα καὶ Ἑλλήνων, καὶ ἐπολέμει τε ἅμα τῷ ἀδελφῷ, παρακαλῶν ἐπὶ τὸν πόλεμον, καὶ ἐπολιόρκει μὲν καί τινα τῶν τοῦ ἀδελφοῦ πολισμάτων. ταύτην μὲν δὴ τὴν ἀπόστασιν Ὀμάρεω φασί τινες διαπράξασθαι. ἐπεί τε τάχιστα ἐπύθετο βασιλεύς, πέμψας ἐς Πελοπόννησον ἄρχοντα ὕπαρχον παυσόμενον Ὀμάρην τῆς ἀρχῆς καὶ αὐτὸν παραληψόμενον τὴν ἀρχὴν αὐτοῦ. καὶ διὰ ταύτην τὴν αἰτίαν ἀφελέσθαι βασιλέα Ὀμάρην τὴν Θετταλίας ἀρχήν. Βασιλεὺς δὲ ἐπὶ τὴν Σκοπίων ἀφικόμενος πόλιν διέτριβεν, ἤν τι νεώτερον ἀπὸ Παιόνων ἐπιγένηται. Παίονες γὰρ μετὰ τὴν Μαχουμούτεω διατριβὴν συλλεχθέντες καὶ τὸν Ἴστρον διαβάντες ἤλασαν ἐπὶ τὴν τοῦ Μαχουμούτεω φυλακήν, καὶ συμβαλόντες ἐτρέψαντο, καὶ ἔφθειραν οὐ πολλούς, ἑάλωσαν δέ τινες αὐτῶν καὶ ἀπήχθησαν παρὰ βασιλέα. βασιλεὺς μέντοι ὡς ἐπύθετο Θωμᾶν τὸν νεώτερον ἀδελφὸν παραβάντα τοὺς ὅρκους πολιορκεῖν ἐπιόντα τοὺς ἐν ταῖς ἀκροπόλεσι βασιλέως νεήλυδας, ἔπεμπε στράτευμα ἐπὶ Πελοπόννησον, τό τε Θετταλίας καὶ Αἰτωλίας, καὶ στρατηγὸν ἀπέδειξε Χαμουζᾶν, τὸν ἱερακοφόρον ἐπίκλην. καὶ ὃς λαβὼν Ἀχμάτην τὸν τῆς Πελοποννήσου ὕπαρχον καὶ Ὀμάρην τὸν Τουραχάνεω, καὶ γαμβρὸν γενόμενόν οἱ ἐπὶ τῇ θυγατρί, τούτους λαβὼν ἐσέβαλεν ἐς τὴν Πελοπόννησον, καὶ ἐς Πάτρας μέντοι τῆς Ἀχαΐας ἀφίκετο, καὶ τὴν ἀκρόπολιν ἠλευθέρωσεν. οἱ γὰρ Ἕλληνες ὡς ᾔσθοντο τοῦ βασιλέως στρατὸν ἐπιόντα, ἐπανέστησάν τε ἐκ τῆς πολιορκίας, καὶ ἐς τὴν Μεγαλόπολιν, τὸ νῦν λεγόμενον Λεοντάριον, συνελέγοντο ἐπὶ τὸν ἡγεμόνα ὡς τὴν μάχην ποιησόμενοι. ὁ μὲν οὖν στρατὸς διῄει διὰ τῆς Ἤλιδος χώραν τὴν παραλίαν, καὶ ἐπὶ τὴν Ἰθώμην ἀφικόμενος ἀνῄει ἐς Λεοντάριον. ἐνταῦθα Θωμᾶς συναθροίσας τούς τε Ἀλβανοὺς καὶ Ἕλληνας τοὺς συναφεστῶτας παρετάσσετο ὡς εἰς μάχην. ἔνθα δὴ οἱ Τοῦρκοι ἐπελαύνοντες, ὡς εἶδον τὸ τῶν Ἑλλήνων στράτευμα παρατασσόμενον ἐπὶ τοῖς λόφοις τῆς πόλεως, ἐβουλεύοντο μέν, εἴτε στρατοπεδεύσωνται, εἴτε καὶ διελαύνωσιν ἅπαντες, ὡς ἔχουσιν, ἰθὺ τῆς Τεγέης ἐπὶ Μουχλήν. Ἰονούζης δὲ τῶν ἱπποδρόμων ἄρχων ἰδὼν τοὺς Ἕλληνας τὰς τάξεις ἐς βάθος πεποιημένους ἀνέκραγεν "ὦ φίλοι Τοῦρκοι, ἥττηνται οἱ Ἕλληνες· οὐ γὰρ οἷόν τε, ὡς συνετάξαντο, μαχέσασθαι αὐτούς, ἀλλὰ δώσειν αὐτίκα ἅμα πάντας, τῶν ὑστάτων ἐς φυγὴν τρεπομένων. οὐ γὰρ κατὰ τοὺς δακτύλους ἀλλήλοις ἐπιβοηθοῦντας παρετάξαντο, ἀλλ' ἐς βάθος τὰς τάξεις ποιησάμενοι παρεσκευάζοντο ἀμύνεσθαι." ταῦτά τε ἀνεβόησεν ὁ Ἰονούζης, καὶ λαβὼν τοὺς ἱπποδρόμους ἔθει ἐπὶ τοὺς Ἕλληνας. οἱ δὲ ὕστατοι ἐδέξαντο μὲν τοὺς πρώτους, μετὰ δέ, ὡς ἐπιγινομένων τῶν Τούρκων ἀεὶ πλειόνων, ἐς φυγὴν ὥρμηντο. οἱ τελευταῖοι δὲ Ἑλλήνων φεύγοντες ἐς τοὺς σφετέρους ἀνέπιπτον καὶ τούτους ἅμα ἐς φυγὴν κατέστησαν· καὶ οὕτω αἱ τάξεις μιᾷ ῥοπῇ καιροῦ ἐτράποντο ἐς φυγήν, τῆς τελευταίας βιαζομένης· ἀνάγκη γὰρ ἦν ἡττημένης αὐτίκα μάλα καὶ τὰς ἄλλας τοῦτο πείσεσθαι τάξεις, ἀλλήλαις συμπιπτούσας. Ἕλληνες μὲν οὖν ἀνὰ κράτος ἔφευγον ἐς τὴν πόλιν, οἱ δὲ Τοῦρκοι ἐπιόντες κραυγῇ τε καὶ διακελευσμῷ διέφθειρον ἐς διακοσίους, καὶ ἐπελάσαντες ἐπολιόρκουν τόν τε ἡγεμόνα καὶ τὴν πόλιν ἐπὶ λιμῷ καὶ λοιμῷ· ἐπιέζετο γὰρ ὁ στρατός, ἐπεὶ ἐγένετο αὐτοῦ, ἀπὸ τῶν ἀνδραπόδων τῶν ἀπὸ τῆς Ἀχαΐας, καὶ ἀπήλαυνεν αὐτὰ ἐντεῦθεν ἐπὶ Μουχλήν. τὸν μέντοι Ἰονούζην κατέλιπον σὺν Δημητρίῳ τῷ ἡγεμόνι. Ὁ μὲν οὖν Θωμᾶς αὖθις, ὡς ἀπῄει ὁ στρατὸς ἐπελαύνων ἐπολιόρκει τοὺς τοῦ βασιλέως νεήλυδας ἐν ταῖς ἀκροπόλεσι· βασιλεὺς δὲ ἤλαυνε τὸ θέρος τοῦτο ἐπὶ Σπενδερόβην καὶ τὴν τῶν Τριβαλλῶν χώραν. τὴν δὲ ἔλασιν ἐποιεῖτο δι' αἰτίαν τήνδε. ὡς γὰρ ἐτελεύτησεν Ἐλεάζαρος ὁ τοῦ Βούλκου παῖς, κατελέλειπτο ἡ γυνὴ αὐτοῦ ἐπὶ θυγατρὶ ἐς τὴν ἀρχήν. καὶ τὴν μὲν ἀκρόπολιν τῆς Σπενδερόβης κατεῖχεν αὕτη. καὶ ἐπιγαμίαν ποιουμένη ἐπὶ τὸν Ἰλλυριῶν βασιλέως παῖδα [ἐπὶ] τῇ θυγατρὶ διενοεῖτο τὴν ἀρχὴν αὐτὴ σχήσειν τῆς πόλεως. οἱ μὲν οὖν Τριβαλλοὶ ὥρμηντο ἐπὶ τὸν Μαχουμούτεω ἀδελφὸν τὸν Μιχαῆλον, ὃς παρὰ τῷ Τριβαλλῶν ἡγεμόνι διέτριβε, καὶ σφίσιν ἡγεμόνα ἑλόμενοι καθίστασάν τε αὐτὸν καὶ ἐπέτρεπον τὰ τῆς πόλεως πράγματα. ἥτε γυνὴ μεταπεμπομένη τοῦτον ἐς τὴν ἀκρόπολιν ἐπὶ ξενίσει συνέλαβέ τε αὐτὸν καὶ συνδήσας ἀπέπεμψεν ἐς τοὺς Παίονας. τὸν μέντοι Μιχαῆλον οἱ Παίονες λαβόντες καθεῖρξαν. καὶ οἱ Τριβαλλοὶ ὥρμηντο αὖθις ἐπὶ βασιλέα, καὶ μεταπεμπόμενοι ἅμα τῇ τοῦ ἡγεμόνος γυναικὶ ἔπρασσον τὴν τῆς πόλεως παράδοσιν. ὁ μὲν οὖν βασιλεύς, οὔπω καταστάντων ἐς τόδε αὐτῷ τῶν πραγμάτων, παρασκευασάμενος ἤλαυνεν ἐπὶ Σπενδερόβην ὡς ἐξελῶν κατὰ κράτος. οἱ δ' ἐν τῇ πόλει Σπενδερόβῃ πυνθανόμενοι βασιλέα ἐπιόντα σφίσιν ὑπήντων αὐτῷ, τὰς κλεῖς φέροντες κατὰ τὴν ὁδόν. βασιλεὺς μὲν δὴ τούς τε Τριβαλλοὺς ἐθεράπευσε, χώραις δωρησάμενος καὶ χρήμασι τοὺς πολλούς, καὶ τὴν τοῦ Ἐλεαζάρου γυναῖκα ὑπόσπονδον ἀφῆκεν ἀποφέρεσθαι τὸν πλοῦτον αὐτῆς οἰχομένην, καὶ τήν τε φρουρὰν σὺν αὐτῷ παρέλαβε. Καὶ ὡς αὐτῷ προσεχώρησεν ἡ πόλις, ὥρμητο μὲν ἐς Πελοπόννησον στρατεύεσθαι, μετὰ δὲ ἀφικόμενος ἐς Βυζάντιον καὶ ἐς τὴν Ἀσίαν διαβὰς ἤλαυνεν ἐπὶ Ἄμαστριν τὴν Ἰανυΐων πόλιν,ἐπὶ τῷ Εὐξείνῳ πόντῳ. οἱ γὰρ Ἰανύϊοι πρέσβεις πέμψαντες ᾐτοῦντο τὴν Γαλατίην πόλιν οὖσαν σφῶν, οὐδὲν ἠδικηκότες, καὶ σπονδὰς ἐχόντων αὐτῷ. καὶ εἰ προσεχώρησε δὲ κατὰ τὴν Βυζαντίου ἅλωσιν, ἠξίουν αὖθις σφίσιν ἀποδοθῆναι. βασιλεὺς μὲν οὖν ἀπεκρίνατο, ὡς οὔτε αὐτὸς ἀδικοίη, οὔτε ἐλάσας ἕλοι τὴν πόλιν, ἀλλ' οἱ τῆς πόλεως ἄρχοντες ἀφικόμενοι ὡς αὐτὸν παρέδωκάν τε σφᾶς, ἀξιοῦντες εὖ πάσχειν ὑπὸ βασιλέως, καὶ ταύτῃ παραλαβὼν τὴν πόλιν οὐδένα ἠδικηκὼς εἴη. διὰ ταῦτα δὴ τὸν πόλεμον ἀπαγγελλόντων τῶν Ἰανυΐων τότε, ἤλαυνεν ἐπὶ Ἄμαστριν πόλιν ἐπὶ τῷ Εὐξείνῳ πόντῳ. ἐλαύνων δὲ ἐφέρετο μὲν χαλκὸν ἄπλετον ἐπὶ τῶν καμήλων καὶ ὑποζυγίων, ἤγετο δὲ καὶ τὸν ἀπὸ τῆς Ἀσίας στρατόν. ὡς δὲ ἀφικόμενος ἐπολιόρκει τὴν πόλιν, προσεχώρησεν ἡ πόλις αὐτῷ καθ' ὁμολογίαν. παραλαβὼν δὲ τὴν πόλιν, τὸ μὲν τρίτον μέρος αὐτοῦ καταλιπὼν ἐν τῇ πόλει, τὰς δύο μοίρας ἀγαγὼν τῆς πόλεως ἐς Βυζάντιον κατῴκισε, καί τινας τῶν παίδων αὐτοῦ τῆς πόλεως ἐξελόμενος ἑαυτῷ ἐκομίζετο ἐπ' οἴκου. ἔνθα δὴ αὐτῷ ἠγγέλλετο τὰ Χασάνεω πράγματα χωρεῖν ἐπὶ μέγα δυνάμεως καὶ Ἐρτζιγγάνην τὰ Ἀρμενίων βασίλεια. Ἀλλὰ ταῦτα μὲν ὕστερον τῷ ἔτει τούτῳ ἐγένετο· βασιλεῖ μέντοι ἐξελαύνοντι ἀπὸ Πελοποννήσου ἐς τὰς θύρας ἀφίκετο ὁ βασιλέως ἀδελφὸς Τραπεζοῦντος Δαβίδ, τόν τε φόρον ἀπάγων καὶ τὰς σπονδὰς ἐμπεδῶν. οἱ γὰρ Κολχίδος βασιλεῖς λέγονται μὲν γενέσθαι πρότερον Βυζαντίου βασιλεῖς, τῆς Κομνηνῶν οἰκίας, τούτους δ' ὡς ἐκπεσεῖν τῆς βασιλείας, Ἰσαάκιον τὸν παῖδα τοῦ βασιλέως διαφυγόντα, τελευτήσαντος ὑπὸ δήμου τοῦ πατρὸς αὐτοῦ διὰ τὸ ἔχθος τὸ πρὸς αὐτόν, οἴχεσθαι ἐπὶ τὴν Κολχίδα χώραν καὶ ἐπὶ τὴν Τραπεζοῦντα. ἀφικόμενον δὲ ἐνταῦθα καταστῆναι ὑπὸ τῶν ἐπιχωρίων ἐπὶ τὴν τῆς Κολχίδος ἡγεμονίαν, καὶ τὴν βασιλείαν μετενεγκεῖν ἐπὶ τὴν Τραπεζοῦντα τῆς Κολχίδος. καὶ ἀπὸ τοῦδε βασιλεύειν ἐνταῦθα ἔστε ἐφ' ἡμᾶς διαγενομένους, Ἕλληνάς τε ὄντας τὸ γένος, καὶ τὰ ἤθη τε ἅμα καὶ τὴν φωνὴν προϊεμένους Ἑλληνικήν. καὶ ἐπιγαμίας μὲν ποιεῖσθαι πρός τε τοὺς ὁμόρους βαρβάρους τοὺς λευκοὺς Ἀσπροπροβατάντας καλουμένους καὶ δὴ καὶ πρὸς Τεμήρεω υἱιδοῦς τοὺς ἀπὸ Τζοκίη καὶ Καραϊσούφεω παῖδας, ὥστε μὴ πράγματα ἔχειν δῃουμένης τῆς χώρας ὑπὸ τούτων. καὶ πρός τε τοὺς Ἕλληνας Βυζαντίου ἐπιγαμίας ποιεῖσθαι, τά τε ἄλλα, καὶ τὴν θυγατέρα ἐκδεδωκότος Ἀλεξίου βασιλέως Κομνηνοῦ Ἰωάννῃ τῷ βασιλεῖ Βυζαντίου. [Μετὰ δὲ ταῦτα γεγονέναι τι καὶ τοιοῦτον. ὡς γὰρ ἐν ὑποψίᾳ γενομένῳ τῷ βασιλεῖ Ἰωάννῃ περὶ τῆς μητρὸς αὐτοῦ, ὡς τοῦ πρωτοβεστιαρίου συγγενομένου τῇ μητρὶ αὐτοῦ τῇ Καντακουζηνῇ, καὶ πάσχοντι κατὰ θυμὸν τούτου ἕνεκα, ἀπέκτεινέ τε τὸν πρωτοβεστιάριον, καὶ τὸν πατέρα αὐτοῦ καὶ μητέρα ἀπέκλεισεν ἄμφω ἐν τῷ αὐτῷ κοιτῶνι, βουλόμενος ἀνελεῖν καὶ τὴν μητέρα. οἱ δὲ ἐν τῇ πόλει ἄρχοντες, ἱκετεύοντες τῷ Ἰωάννῃ, ἵνα μὴ τοῦτο γένηται, ἀπέπεμψαν τοῦτον εἰς τὰ μέρη τῆς Ἰβηρίας, δυσωπήσαντες αὐτόν. τῇ κακίᾳ δὲ τοῦ Ἰωάννου πεποίηκεν ὁ βασιλεὺς Ἀλέξιος τὸν υἱὸν αὐτοῦ τὸν δεύτερον βασιλέα, τὸν Σκαντάριον λεγόμενον, καὶ ὑπάνδρευσεν αὐτὸν μετὰ τὴν θυγατέρα τοῦ ἡγεμόνος Μυτιλήνης Γαταλιούζου, ὃν ἀπέπεμψεν αὐτοῦ ἐν τῇ Μυτιλήνῃ. ὁ δὲ βασιλεὺς Ἰωάννης ἀπελθὼν ἐν Ἰβηρίᾳ ἔσχε γυναῖκα τὴν τοῦ βασιλέως Ἀλεξάνδρου θυγατέρα. μετὰ δὲ ταῦτα ἀπῆλθεν ἐν τῷ Καφᾷ, ἀναζητῶν ἐκεῖσέ τινα τὸν ἔχοντα καράβιον, καὶ ἐλθεῖν ἐν τῷ Τραπεζοῦντι πολεμικῶς κατὰ τοῦ ἰδίου πατρὸς Ἀλεξίου. εὗρε δὲ ἐκεῖσε Ἰανυΐτην ἄνθρωπον ἔχοντα καράβιον μέγα, ὅπλα παντοῖα φέρον, τὸ λεγόμενον .... ὃν καὶ ἐχειροτονήσατο πρωτοστράτορα. ἀρματώσαντες οὖν τὸ καράβιον καλῶς τε καὶ ὡς ἐχρῆν, ἦλθον ἐν Τραπεζοῦντι κατὰ βασιλέως Ἀλεξίου τοῦ πατρὸς αὐτοῦ. ἐξελθόντες οὖν ἔξω ἐν τῇ ξηρᾷ, ἐν τῇ τοποθεσίᾳ τοῦ ἁγίου Φωκᾶ. καὶ ἐν τῇ μονῇ αὐτοῦ ἐσκηνώσαντο αὐτόθι, σχόντες διὰ μέσου καὶ βοηθοὺς κρυφίως πως τοὺς Καβασιτάνας, οἵ τινες αὐτὸν προδεδώκασιν. ἔχοντες γὰρ οὗτοι τὴν φυλακὴν τοῦ βασιλέως ἐς τοῦ Ἀχαντοῦ προαστείου, τοῦ βασιλέως Ἀλεξίου ἐκεῖσε καὶ αὐτοῦ σκηνώσαντος μετὰ ἁρμάτων τε καὶ πολεμικῶν, κατὰ τοῦ Ἰωάννου συνεκατέθεντο, παραχωρήσαντες τὴν κατὰ Ἀλεξίου ἔλευσιν, ὃν καὶ εὑρόντες οἱ τοῦ Ἰωάννου ἄρχοντες ἐν τῇ σκηνῇ ἀνυπόπτως, καὶ μετὰ βίας ἀπέκτειναν αὐτὸν ἐν ὥρᾳ μεσονυκτίου. ὁ γὰρ βασιλεὺς Ἰωάννης οὐκ εἶπεν ὅλως κτεῖναι τὸν πατέρα, ἀλλὰ μόνον ζωγρῆσαι καὶ εἰς αὐτὸν ἀγαγεῖν. ἐκεῖνοι τοῦτο μὴ φυλάξαντες, ἀλλ' ἀποκτείναντες μᾶλλον τῷ βασιλεῖ Ἰωάννῃ τὰ πρὸς χάριν πεποιήκασι δοκοῦντες ἴσως. οὓς ὁ βασιλεὺς Ἰωάννης ὕστερον τὸν μὲν ἐτύφλωσε τὸν δὲ ἐχειροκόπησε, μὴ θέλων τοῦτο οὕτω ποιῆσαι, ἀλλὰ πρὸς αὐτὸν μόνον ἀγαγεῖν. ὁ Ἰωάννης τοίνυν καὶ ἀνεδέξατο. τὴν βασιλείαν, τιμήσας τὸν πατέρα αὐτοῦ ταῖς προσηκούσαις τιμαῖς, τῇ ταφῇ, ὃν καὶ κατέθετο ἐν τῇ τῆς θεοσκεπάστου μονῇ, εἰ καὶ ὕστερον ἔφερε τοῦτον ἐν τῇ μητροπόλει. Μετὰ δέ τινας χρόνους ἐστράτευσε καί τις ζύχης ὀνόματι Ἀρταβίλης κατὰ Τραπεζοῦντος, συνάξας ἁπανταχοῦ ἀπό τε ἀνατολῆς καὶ μεσημβρίας στρατόν, ἀπό τε Σαμίου καὶ ἐξ ἄλλων τινῶν πόλεων, καὶ ἦλθε κατ' αὐτῆς βουλόμενος ἑλεῖν καὶ πορθῆσαι ταύτην. ὁ δὲ βασιλεὺς Ἰωάννης συνάξας καὶ αὐτὸς στρατὸν διά τε ξηρᾶς καὶ διὰ θαλάσσης ἅμα τῷ πανσεβάστῳ καὶ τοῖς αὐτοῦ ἦλθεν ἕως τοῦ ἁγίου Φωκᾶ τῇ μονῇ τῇ λεγομένῃ Κορδύλη. συνάξας τοίνυν ὁ πανσέβαστος τούς τε ἰδίους καὶ τοῦ βασιλέως, διήρχετο ἅμα τῇ τοῦ στρατοῦ βουλόμενος θαλάσσῃ εἰσβαλεῖν κατὰ τοῦ ζύχη, ὅποι ἂν εὕρηται τοῦτον· ὁ γὰρ ζύχης Ἀρταβίλης κατέσχε τὴν τοῦ Μελιάρη λεγομένην τοποθεσίαν, προλαβόμενος τὴν κλεισούραν ταύτην τοῦ Μελιάρη, τὸ Καπάνιον λεγόμενον. ἐλθόντες τοίνυν οἱ τοῦ πανσεβάστου καὶ αὐτοὶ εὗρον τὸν ζύχην προκατέχοντα τὴν κλεισούραν τοῦ Καπανίου. οἳ καὶ ὁρμήσαντες κατὰ τοῦ ζύχη ἐπ' ἐλπίδι τοῦ ναυτικοῦ στρατοῦ ἅμα, ἐπειδὴ καὶ οὗτος ὁ ναυτικὸς στόλος ἦν παρεσκευασμένος μετὰ τοῦ πανσεβάστου δώσειν τῷ ζύχῃ, οὐκ ἔσχον καιρὸν ἔγκαιρον, ἀλλ' ἀνέμου βιαίου πνεύσαντος ἐν τῇ θαλάσσῃ οὐκ ἐξῆλθον ἔξω οἱ ναυτικοὶ εἰς βοήθειαν τοῦ στρατοῦ, ἀλλ' ἄλλοθέν ποθεν σκληρίας γενομένης ἔσχον κώλυμα τοῦ ἐξελθεῖν τὸν ναυτικὸν στρατὸν [τὰ πλοῖα γενόμενα]. καὶ τότε δὴ ὁρμήσαντες οἱ τοῦ ζύχη κατὰ τοῦ πανσεβάστου καὶ τοῦ στρατοῦ διέφθειράν τε αὐτὸν πανσέβαστον καὶ τὸν υἱὸν αὐτοῦ καὶ ἑτέρους ὡσεὶ τριάκοντα. καὶ οἱ ἕτεροι πεφευγότες ἦλθον πρὸς τὸν βασιλέα Ἰωάννην, ὃς φυγὰς καὶ αὐτὸς γενόμενος μετὰ πλοίου ἦλθεν ἐν Τραπεζοῦντι σύναμα καὶ τοῖς ἑτέροις, οἱ μὲν διὰ ξηρᾶς, οἱ δὲ διὰ θαλάσσης πεφευγότες, κατασκηνώσαντος τοῦ ζύχη ἐν τῇ μονῇ τοῦ ἁγίου Φωκᾶ, εἰς ἣν ἦν κατεσκηνωμένος ὁ βασιλεὺς Ἰωάννης. ἐζώγρησε δὲ καὶ πολλοὺς ὁ ζύχης. οὕστινας φονεύσας ἐξ αὐτῶν, ἔχων καὶ τὸν Μαυροκώνσταν λεγόμενον ζῶντα, κελιώτην ὄντα καὶ ἐξοδιαστὴν τοῦ βασιλέως, ὃν καὶ ἀπέκτεινεν ὁ ζύχης ἔμπροσθεν τῆς πόλεως. εἶτα ποιήσας ἐκεῖσε ἡμέρας τρεῖς ἀπῆλθεν ὡς πολεμήσων ἐν τῷ Μεσοχαλδίῳ, ὡς τοῦ πανσεβάστου τοῦτο ἔχοντος. συνέβη δὲ καὶ τοιοῦτον ἐν Τραπεζοῦντι ἀκμὴν ὄντος τοῦ ζύχη, ἐν τῇ μονῇ τοῦ Κορδύλη. ἐν τῇ νυκτὶ ἐκείνῃ ἦλθεν ὁ ζύχης· ἐν αὐτῇ γυνή τις τῶν Ἀρμενίων φοβηθεῖσα μήποτε ὁ ζύχης ἐπιλάβηται τὸ ἐξώκαστρον, μετῆρε τὸν βίον αὐτῆς ἐς τὸ μέγα κάστρον τῆς Τραπεζοῦντος ὡς φυλάξουσα ἐκεῖσε. τοίνυν ὁπόταν ἐλάμβανε τὸν βίον αὐτῆς καὶ ἐκόμιζε τοῦτον ἐν τῷ κάστρῳ νυκτὸς οὔσης. λεληθότως ἀνήψατο· πῦρ ἐν τοῖς κροκίοις αὐτῆς. αὕτη δ' ἦν ἐν τῷ μεγάλῳ κάστρῳ, μὴ εἰδυῖα τὸ σύμπτωμα. ἀνῆψε τε μέγα ἐν τῷ ταύτης οἰκήματι, καὶ ἐξ ἐκείνου καὶ τὰ σύνεγγυς πάντα, ἐν ὥρᾳ μεσονυκτίου. οἱ δ' ἐν τῇ πόλει νομίσαντες εἶναι προδοσίαν ἀπὸ τῶν ἐντός, τὰ πρὸς χάριν τοῦ ζύχη, ἔφευγον ἁπαξάπαντες, ἄρχοντές τε ὁμοῦ καὶ ἀρχόμενοι, ἐγκαταλειφθέντος μόνου τοῦ βασιλέως Ἰωάννου μετὰ καί τινων μερικῶν, ὡσεὶ πεντήκοντα. διήρχετο γοῦν ὁ βασιλεὺς διὰ πάσης τῆς νυκτὸς τὰ τείχη τῆς πόλεως καὶ τὰς πύλας αὐτῆς. ἦλθε τοίνυν ἐν τῷ πρωῒ καὶ ὁ ζύχης, ὡς εἴρηται, εἰς τὸ τάχα ἐπιλήψεσθαι τὴν Τραπεζοῦντα· ὃς καὶ ἀπῆλθεν ἄπρακτος, διερχόμενος ἐν τοῖς Μεσοχαλδίοις. ἔφυγον γοῦν ἁπαξάπαντες ἄρχοντες, οἱ μὲν διὰ πλοίων οἱ δὲ διὰ ξηρᾶς, ἐπ' ἐλεύσει τῆς Ἰβηρίας· οἳ καὶ ἐλθόντες ὕστερον, διαβάντος τοῦ ζύχη, ἐν Τραπεζοῦντι ὠνειδίζοντο παρὰ τοῦ βασιλέως, γυναικωτοὺς ἀποκαλῶν αὐτοὺς καὶ ἀνάνδρους καὶ προδότας τῆς πατρίδος αὐτῶν.] Καὶ ταῦτα μὲν γέγονεν ἐν Τραπεζοῦντι· ὁ δὲ τῆς Ἀμασίας ὕπαρχος, Χιτήρης ὀνόματι, στρατευσάμενος καὶ ἄφνω ἐπεισπεσὼν ἐν Τραπεζοῦντι, τούς τε ἐν τῇ ἀγορᾷ καὶ ἐν χώραις, τοὺς ἐν τῇ πόλει οὐκ ὀλίγους συνέλαβεν, ἐς δισχιλίους τοὺς πάντας γενομένους. καὶ ἐρήμου ἤδη οὔσης τῆς πόλεως τῇ τοῦ λοιμοῦ βίᾳ καὶ προσδοκίμου ἁλώσεσθαι, διαπραξάμενος χρήμασιν ὁ τῆς πόλεως βασιλεὺς Ἰωάννης, ὥστε ὑπόφορον ἔχειν τὴν πόλιν Μεχμέτῃ τῷ βασιλεῖ τοῦ λοιποῦ, τούς τε αἰχμαλώτους, οὓς ἔλαβε Χιτιρμπέης, ἀποδοθῆναί οἱ, καὶ αὐτὸν ἡσυχίαν ἄγειν ἀπάγοντα τῷ βασιλεῖ φόρον, δισχιλίους χρυσίνους. ὕστερον μέντοι καὶ ὁ βασιλεὺς Ἰωάννης ἀπέστειλε τὸν αὐτὸν ἀδελφὸν Δαβὶδ δεσπότην ὡς τὸν βασιλέα, καὶ ἠξίου τε τοῦτον ἐμπεδοῦν τὰς σπονδάς, ὃ καὶ γέγονεν, ἐπὶ φόρον χρυσίνους τρισχιλίους. Ἡ δὲ Ἰβηρία προσεχής ἐστι τῇ τῆς Κολχίδος χώρᾳ, καὶ οἱ βασιλεῖς τούτων οὐκ ἀγενεῖς. διήκει δὲ ἡ χώρα ἀπὸ τοῦ Βαθὺ λεγομένου καὶ ἀπὸ Φάσιδος ποταμοῦ ἕως Χαλτζιχί, ἡ τοῦ Γοργούρου αὐθεντεία καὶ Κορίου καὶ Καχετίου καὶ Τυφλισίου, σύνεγγυς οὖσαι αἱ πόλεις αὗται τοῦ Σαμαχίου, Τούρκων οἰκούντων ἐν αὐτῷ καὶ ἐχόντων χωρὶς κάτωθεν τοῦ Καχετίου πόλεως τοῦ ἐν παραθαλασσίᾳ καὶ τῆς Σεβαστοπόλεως Μιγκρελίων τοῦ Δαδιάννου αὐθεντείᾳ καὶ Μαμία καὶ Σαμανταύλα καὶ Γουρίας καὶ τῶν ἄλλων τῶν παραθαλασσίων πόλεων. ἀπὸ γὰρ τῶν πόλεων τῆς ἄνωθεν Ἰβηρίας εἰσὶ καὶ οἱ Ἀλανοὶ ὅμοροι καὶ Οὗνοι καὶ Ἐμβοί. οἱ δὲ Ἀλανοὶ δοκοῦσιν εἶναι ὑπὸ τὸν Καύκασον παρατείνοντες. οὗτοι καὶ ἐς τὰ μάλιστα ἄνδρες νομιζόμενοι τὰ πολέμια κράτιστοι, ποιοῦντες λωρίκια ἐξαίρετα. πολιτεύονται δὲ οὗτοι ἐς τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ θρησκείαν, διαχρῶνται δὲ φωνῇ ἰδίᾳ τὸ παράπαν, καὶ ὅπλα ἐπιτηδεύουσιν ἀπὸ χαλκοῦ, τὰ Ἀλανικὰ καλούμενα. Ἴβηρες δὲ καὶ αὐτοὶ ὅθεν μὲν ἐπὶ τὴν χώραν τήνδε ἀφίκοντο, εἴτε ἀπὸ Ἰβήρων τῶν πρὸς ἑσπέραν, οὐκ ἔχω διασημῆναι· δοκοῦσι δὲ αὐτοὶ ἐπὶ μέγα χωρῆσαι δυνάμεως, καὶ ὄλβον κτησάμενοι καὶ πίστιν ἐκ Κωνσταντίνου πόλεως παρὰ μιᾶς γυναικὸς ἐκεῖσε διαφοιτώσης πίστεως εὐσεβοῦς ἕνεκα τῆς εὐσεβεστάτης· ἥτις καὶ θαυματουργίαις τοὺς Ἴβηρας καταπλήξασα μετηλλάξατο τῆς ἀσεβοῦς αὐτῶν πίστεως, καὶ Χριστιανοὺς ἀπεφήνατο τῇ ὁμολογίᾳ αὐτῶν. μετὰ δὲ χρόνους πολλοὺς οἱ Σκύθαι οἱ ὅμοροι αὐτῶν πόλεμον ἤραντο κατ' αὐτῶν, καὶ τὰς χώρας τῶν Ἰβήρων διερχόμενοι ἐδῄουν καὶ παντελῶς ἠφάνιζον, καὶ ἀνδραποδισάμενοι κατέσχον αὐτούς, καταφυγόντων τῶν βασιλέων ἐς τὰ ἄκρα τῶν ὀρέων. ὕστερον δ' οἰχομένων τῶν Σκυθῶν ἐπὶ τὰς σφετέρας διατριβὰς ἐπικαταβῆναί τε ἐς τὴν χώραν, καὶ δασμὸν φέροντας τῷ βασιλεῖ Σκυθῶν γενέσθαι ἐν αὐτῇ βασιλεύοντας. μετὰ δὲ ταῦτα οὐ πολλῷ ὕστερον πρός τε τοὺς Ἀλανοὺς μαχεσάμενοι, Οὔνους καὶ Σάσους .... τοσόνδε ἐπιστάμενος ἐπιμνήσομαι περὶ αὐτῶν. Ὡς μὲν οὖν ἀφικομένου Ἀσάνεω παρὰ βασιλέως ἐπύθετο τὰ κατὰ τὴν Πελοπόννησον, ἐπυνθάνετο δὲ καὶ παρ' Ἀχμάτεω τοῦ τῆς Πελοποννήσου ὑπάρχου [ἐν Κορίνθῳ διατρίβοντος, Δημήτριον τὸν ἡγεμόνα ἀφεστηκότα] ἑκόντως τοῦ ἀδελφοῦ αὐτοῦ κατὰ χώραν μένειν, πολεμούμενον καὶ αὐτὸν ὑπὸ τοῦ ἀδελφοῦ, ἐδωρήσατο μὲν αὐτίκα αὐτὸν ταῖς ἐν τῷ Αἰγαίῳ νήσοις, Λήμνῳ τε καὶ Ἴμβρῳ καὶ Θάσῳ καὶ Σαμοθρᾴκῃ. ταύτας μέντοι πρότερον, μετὰ τὴν Βυζαντίου αἵρεσιν, παρείχετο τῆς Λέσβου τῷ ἡγεμόνι καὶ Λῆμνον καὶ Αἶνον, τῷ Παλαμήδῃ δὲ τυράννῳ Ἴμβρον. ὡς δὲ εἷλέ τε τὴν Αἶνον, ἀποθανόντος τοῦ Παλαμήδου καὶ τοῦ παιδὸς αὐτοῦ Ντορίου τὴν πόλιν παραλαβόντος, ἐπελάσας ὁ βασιλεὺς εἷλέ τε τὴν Αἶνον, προσχωρησάντων αὐτῷ τῶν ἐν τῇ πόλει αὐτίκα. ἔπεμπέ τε Ἰονούζην τὸν τῆς Καλλιουπόλεως ὕπαρχον, παραληψόμενος τὰς νήσους. ἡ μὲν Ἴμβρος αὐτίκα προσεχώρησε καὶ ἡ Λῆμνος καὶ φρουρὰ βασιλέως ἀφίκετο ἐς τὰς νήσους. μετὰ δὲ πυθόμενοι οἱ Τοῦρκοι τὸν ἀπὸ τῆς Ἰταλίας στόλον ἅμα τῷ καρδινάλει ἀφικόμενον, προσδόκιμον δὲ καὶ ἄλλον ἀφίξεσθαι ἀπὸ Ἰταλίας, ἡ μὲν φρουρὰ ἀνεχώρησε, Τοῦρκοι δὲ ἄνδρες ἐπετρόπευον τὰς νήσους. Λῆμνος μέν, ὡς ἐπέπλευσε σφίσιν ὁ στόλος, προσεχώρησε, καὶ ἡ Ἴμβρος ἐποίει παραπλησίως, καὶ ἡ Θάσος ἔτι καὶ Σαμοθρᾴκη. οὐ πολλῷ δὲ ὕστερον οἰχομένου τοῦ στόλου ἐς Ρόδον, Ἰσμαήλης ὕπαρχος καταστὰς ὑπὸ βασιλέως ἄρτι, ἐπιπλεύσας τήν τε Ἴμβρον καὶ Λῆμνον παρεστήσατο, καὶ τοὺς ἐν αὐτῇ ἄνδρας τῶν Ἰταλῶν συλλαβὼν ἀπέπεμψεν ὡς βασιλέα. οὗτοι μὲν οὖν ὡς ἀπήχθησαν, διεχρήσατο πάντας βασιλεύς, διατρίβων ἐν Φιλιπποπόλει· ὑπεξεχώρει γὰρ ἐκ τῶν βασιλείων διὰ τὸν λοιμὸν τότε ἐπιγινόμενον μέγαν. Θάσος δὲ καὶ Σαμοθρᾴκη οὐ προσεχώρησαν, ἀγνωμοσύνῃ χρησάμεναι. καὶ ὡς οὐ πολλῷ ὕστερον Ζάγανος ἀπήλλαξέ τε Ἰσμαήλην καὶ κατέστη ἐς τὴν Καλλιουπόλεως ἀρχήν, ἐπιπλεύσας Σαμοθρᾴκην τε καὶ Θάσον ἐξελὼν ἠνδραποδίσατο. καὶ τούτους μὲν κατῴκισε βασιλεὺς ἐς τὸ Βυζάντιον· τὰς δὲ νήσους, καὶ ὅσοι ἐς τὰ ἄκρα τῶν ὀρέων διέφυγον μὴ ἀνδραποδισθῶσι ..... Ἀσάνης δὲ λαβὼν τὸν στρατὸν ὡς ἐσέβαλεν ἐς τὴν Πελοπόννησον, καὶ Θωμᾶν περὶ Λεοντάριον ἐτρέψατό τε ὁ στρατός, καὶ συνελάσας ἐπολιόρκησε μὲν ἐπὶ βραχύ, πιεζόμενος δὲ ἀνεχώρει, αὖθις ἀνῄει παρὰ βασιλέα, ἐπικουρίας δεόμενος. ξυνηνέχθη δὲ καὶ μετὰ Ὀμάρεω τοῦ Θετταλίας ὑπάρχου, στασιάσαντος διὰ διαφοράν, ἀφικόμενον ἀναβῆναί τε παρὰ βασιλέα, καὶ οὐ πολλὰς ὕστερον ἡμέρας Ὀμάρην βασιλέα ἀφελόμενον τὴν ἀρχὴν ἐπιτρέψαι Ζαγάνῳ τῷ τότε Καλλιουπόλεως ὑπάρχῳ. Ζαγάνῳ δὲ τούτῳ, ἀνδρὶ εὐδοκιμήσαντι ἔν τε ἄλλοις καὶ Μορεζίνην, τὸν ἐς τὴν καθ' ἡμᾶς θάλασσαν τὰ πρῶτα τῶν λῃστῶν φερόμενον, ἑλόντι αὐτόν τε καὶ τὴν τριήρη, ἐγένετο αὐτῷ οὐχ ἥκιστά τε ἐν τούτῳ [ἐν τῷδε] εὐδοκιμῆσαι. οὗτος μὲν οὖν ὡς παρέλαβε τὴν Θετταλίαν καὶ Πελοπόννησον ὑπὸ βασιλέως, εἰσέβαλεν ἐς τὴν Ἀχαΐαν, καὶ ἀπανίστατο τὸ Ἑλληνικὸν στράτευμα ἐπιόντος τοῦ Ζαγάνου, ὡς ἐπολιόρκει τὴν ἀκρόπολιν. καὶ Ἰταλῶν δέ, οὓς μετεπέμψατο Θωμᾶς, παρῆσαν αὐτοῦ τιμωροῦντες τοῖς Ἕλλησιν, ἀπὸ Μεδιολάνου παραγενόμενοι ἐς συμμαχίαν τοῖς Ἕλλησιν. οἱ μὲν οὖν Ἕλληνες παρασκευάσαντες τηλεβόλον ἔπαιον τὴν ἀκρόπολιν, οὐδὲν μέντοι διεπράττοντο, οὔτε τηλεβολιστοῦ παρόντος σφίσιν ἀγαθοῦ οὔτε παρασκευῆς ἐς τὴν πολιορκίαν. οἱ μὲν οὖν Ἀχαιοὶ ἄραντες ἀπὸ τῆς πόλεως ἐς Ναύπακτον ἐνταῦθα διέτριβον, Θωμᾶς δ' ὁ ἡγεμὼν ἐπιὼν τὴν Λακωνικὴν κατεστρέφετο καὶ Καλαμάτην πόλιν τὴν ἐν Μεσήνῃ. Μαντίνειαν ἐπολιόρκει, καὶ οὐδὲν αὐτῷ προεχώρει ἐς τὴν τῆς πόλεως αἵρεσιν, πρεσβείαν δὲ πέμπων ὡς βασιλέα ἐπειρᾶτο τῆς βασιλέως γνώμης, εἰ εἰρήνην αὐτῷ ποιήσαιτο. ἔνθα δὴ βασιλεύς, ὡς ἀγγελία ἀφικνεῖτο αὐτῷ ἀπὸ τῆς Ἀσίας περὶ Χασάνεω τοῦ μακροῦ, ὥρμητο μὲν ἐς σπονδὰς τῷ ἡγεμόνι τούτῳ, ὥστε ἐπὶ Χασάνην στρατεύεσθαι καὶ ἐπὶ Ἰσμαήλην τὸν Σινώπης ἡγεμόνα, ἐπιτηδείως ἔχοντα πρὸς Χασάνην τὸν μακρόν, ἐπηγγέλλετο δὲ σπονδὰς ἐφ' ᾧ ἀπάγειν τὸν στρατὸν ἀπὸ τῶν βασιλέως ἀκροπόλεων, καὶ ἀποδοῦναί οἱ, ὅσα ἀφείλετο τῶν πολισμάτων, φόρον δὲ ἀπάγειν αὐτίκα ἐς τρισχιλίους στατῆρας, παρεῖναι δὲ ἐντὸς ἡμερῶν εἴκοσιν, ἐπὰν ἐς Κόρινθον παραγένηται τοῦ βασιλέως ὁ πρέσβυς. ταῦτα ὡς ἠγγέλθη τῷ ἡγεμόνι, παρεσκευάζετο ἰέναι ἐς τὰ παραγγελλόμενα ὑπὸ βασιλέως. ἐπειδὴ δὲ ἀγνωμοσύνῃ χρησαμένων τῶν ὑπηκόων οὐκ εἶχε τοὺς χρυσίνους ἀπαγαγεῖν, ἦν τε ἐνταῦθα ὁ βασιλεὺς μεγάλως τεθυμωμένος. τὴν μέντοι ἐς Ἀσίαν ἔλασιν ἐπὶ Χασάνην ἀνεβάλλετο ἐς τὸ ἐπιὸν ἔτος, αὐτὸς δὲ ἐστέλλετο ἐπὶ Πελοπόννησον. ἐπεὶ δὲ ἐς Κόρινθον παρεγένετο ἐσβαλών, παρῆν Ἀσάνης ἀπὸ Δημητρίου τοῦ ἡγεμόνος, ἐπὶ τοὺς πολεμίους ἀπάξων τὸν βασιλέως στρατόν. ὡς δὲ ἐς Τεγέαν ἀφίκετο, ἐνταῦθα τὸν μὲν Ἀσάνην ἐς φυλακὴν ἐποιήσατο, καὶ τοὺς τῶν Ἑλλήνων θεράποντας, καὶ ὅσοι αὐτῷ εἵποντο, δεσμίους ἔχοντες ἀπήλαυνον ἐπὶ Σπάρτην. πρῶτα μὲν Μαχουμούτης ἔχων τούς τε ἱπποδρόμους μεθ' ἑαυτοῦ καὶ τὸ τῆς Εὐρώπης στράτευμα ἤλαυνε κατὰ κράτος ἐπὶ τὴν Σπάρτην. ἐνταῦθα ἀφικόμενος τήν τε πόλιν αὐτίκα πολιορκησάμενος ὑπέλαβεν ἐντὸς τὸν ἡγεμόνα. ὁ μὲν οὖν ἡγεμὼν ἀπὸ τῆς ἐς βασιλέα ἐλπίδος καταβληθεὶς ἐπολιορκεῖτο. καὶ ὥρμητο μὲν ὡς διὰ τὴν τῆς πόλεως ἀκρόπολιν ἀναβησόμενος· μετὰ δέ, ὡς ἐπύθετο ἐν φυλακῇ ὄντα τὸν γυναικὸς ἀδελφὸν Ἀσάνην ὑπὸ βασιλέως, ὑπεχώρει τῆς πόλεως, καὶ ἐς τὸ στρατόπεδον ἀφικόμενος ἐς ὄψιν ἀφίκετο τῷ βασιλεῖ. καὶ αὐτόν τε μεγάλως ἐτίμησε βασιλεύς, καὶ παρεμυθεῖτο ὡς οὐδὲν ἀηδὲς ἐσαῦθις ἔσοιτο διὰ ταῦτα, ἄλλην δὲ χώραν ἱκανὴν εὐδαίμονα ὑπέσχετο δώσειν αὐτῷ ἀντὶ τῆς Σπάρτης. οὐδὲν μέντοι ἧττον εἶχεν αὐτὸν ἐν φυλακῇ [ἐποιήσατο]. ἐπί τε μὲν οὖν τὴν Σπάρτην, ἐς τὴν ὑπώρειαν τοῦ Ταϋγέτου, ᾤκηται πόλις Ἑλληνικὴ εὐδαίμων, διέχει δὲ ἀπὸ τῆς παλαιᾶς πόλεως καὶ τοῦ Εὐρώτα σταδίους ὡσεὶ ὀκτωκαίδεκα. ταύτην μὲν οὖν ὁ βασιλεὺς προσπαρειλήφει, φρουράν τε ἔφαινεν ἐν τῇ μητροπόλει, καὶ ἄρχοντα ἐπέστησε Χαμουζᾶν τὸν Ζενεβίσαν, Μαχουμούτεω θεράποντα. αὐτὸς δὲ ἐλαύνων ἐπὶ Καστρίην πόλιν, διέχουσαν ἀμφὶ τὰ ὀγδοήκοντα στάδια ἀπὸ τῆς νῦν πόλεως, ἐπολιόρκει ταύτην· οἱ γὰρ ἄνδρες τε καὶ γυναῖκες φραξάμενοι ἐν ὀχυρῷ πάνυ, καὶ θαρροῦντες τῇ χαλεπότητι τοῦ χωρίου, παρεσκευάζοντο ἀμύνεσθαι τοὺς ἐπιόντας σφίσι πολεμεῖν, τὸν βασιλέως στρατόν. οἱ μὲν οὖν νεήλυδες, ὡς ἐσημαίνετο αὐτοῖς ἡ προσβολή, προσέβαλλόν τε αὐτίκα, καὶ τὸ ἐκτὸς τεῖχος ὑπερεβάλλοντο καὶ τούς τε ἄνδρας καὶ γυναῖκας ἠνδραποδίσαντο, ἐξελόντες τὸ χωρίον τοῦτο. ἑλόντες δὲ τὴν πόλιν ἀνῄεσαν ἐπὶ τὴν ἀκρόπολιν, μετέωρόν τε οὖσαν καὶ ἀνέχουσαν ἐς ὕψος ὡσεὶ σταδίους τέσσαρας. ἡ δὲ ἄνοδος στενή τε ἦν καὶ χαλεπὴ ἀναβῆναι τῇ τε δυσχωρίᾳ καὶ προσάντης καὶ ἀνώμαλος ἐς τὰ μάλιστα, καὶ διακωλυόντων τῶν ἀνδρῶν χαλεπὰ ἦν ὑπερβῆναι καὶ ἐς τὴν ἀκρόπολιν ἀφικέσθαι. ἐνταῦθα ἐβίαζον τὴν ἄνοδον, ἀλλήλους ὑπερβαίνοντες. πολλοὶ δὲ ἐς τὴν ἄνοδον ταύτην φορᾷ ὑποφερόμενοι ὑπ' ἀλλήλων βίᾳ ἐς τὸν κρημνὸν ἐγένοντο, καὶ ἀπώλοντο τῶν νεηλύδων ὡς πλεῖστοι. οἱ δὲ ἄλλοι ὑπερέβησαν καὶ ἐγένοντο ἐν τῇ ἀκροπόλει καὶ προσέβαλλον. οἱ δὲ Ἕλληνες χρόνον ἤδη πολὺν μαχόμενοι οὐκ ἠδύναντο οἱ ἀμύνεσθαι πρὸς ἄλλους καὶ ἄλλους τῶν βασιλέως. ἀπεῖπον δή, προσῴκησαν δὲ ἐς ὁμολογίαν τῷ βασιλεῖ. τούτους μὲν οὖν, ὡς τὴν ἀκρόπολιν παρέλαβε, πάντας ἀπαγαγὼν εἰς ἕνα χῶρον κατέσφαξε, γενομένους τοὺς σύμπαντας ἐς τριακοσίους, καὶ τὸν ἄρχοντα αὐτῶν τῇ ὑστεραίᾳ χωρὶς ἔτεμε τὸ σῶμα ποιησόμενος. ἐντεῦθεν ἤλαυνε διὰ Λεονταρίου τῆς πόλεως, καὶ στρατοπεδευσάμενος, ὡς ἐπυνθάνετο πάντας εἰσενεγκαμένους γυναῖκάς τε καὶ παῖδας καὶ αὐτοὺς ἐς ἐρυμνήν τινα πόλιν Γαρδικίην καλουμένην, αὐτίκα ἐπεισπεσὼν ἐστρατοπεδεύετο. καὶ τῇ ὑστεραίᾳ προσέβαλλε μὲν ἀπὸ τῆς ἀκροπόλεως καὶ ἐτειχομάχει σὺν τοῖς νεήλυσι, τοὺς δὲ ἀζάπιδας ἐκέλευε κατὰ τοῦτο τῆς πόλεως προσβάλλειν, ᾗ βάσιμα ἦν αὐτοῖς ὑπερβῆναι. καὶ οἱ μὲν ἀζάπιδες εἰσπεσόντες αὐτίκα ὑπερέβησαν τοὺς Ἕλληνας καὶ ἐτρέψαντο, φερόμενοι δὲ ἅμα αὐτοῖς εἰσέβαλλον ἐς τὴν πόλιν, καὶ ἐφόνευον ἀφειδέστατα, παραγγείλαντος, καὶ ἄνδρας καὶ γυναῖκας καὶ ὑποζύγια καὶ κτήνη, οὐδενὸς φειδόμενοι. αὐτίκα καὶ οἱ ἐν τῇ ἀκροπόλει παρέδωκαν σφᾶς, ἐς ὁμολογίαν χωρήσαντες. Μποχάλης δ' ἦν ὁ τῆς πόλεως ἄρχων, καὶ οἱ προσήκοντες αὐτῷ. ἐνταῦθα κήρυγμα ποιησάμενος ὁ βασιλεὺς ἐς τὸ στρατόπεδον, ἀνδράποδον ὅστις ἀπήγετο, ἂν μὴ αὐτίκα ἥκῃ ἄγων, τὸ μὲν ἀνδράποδον κελεύσει ἀνελεῖν τὸν δεσπότην, μετὰ δὲ ἀναιρήσει καὶ τὸ ἀνδράποδον. μετὰ δὲ ταῦτα οὐδὲν σπανιώτερον ἦν ἐν τῷ στρατοπέδῳ ἀνδραπόδων τῶν τῆς πόλεως ταύτης· συναπήχθησαν γὰρ ἐς χιλίους μάλιστα καὶ διακοσίους. τούτους δὲ σύμπαντας ἀπάγων ἐς ἕνα χῶρον αὐτοῦ ταύτῃ διεχρήσατο, ὥστε μηδένα τῶν τῆς πόλεως Λεονταρίου προσόντων λειφθῆναι, μήτε ἄνδρα μήτε γυναῖκα. ἐπυθόμην δὲ μετὰ ταῦτα τῶν περιοίκων γενέσθαι τὰ σώματα ἀμφὶ τὰ ἑξακισχίλια, ὑποζύγια δὲ πολλαπλάσια. ταῦτα γενόμενα ὑπὸ βασιλέως ὡς ἐπυνθάνετο καὶ τὰ λοιπὰ τῆς Πελοποννήσου, αὐτίκα προσεχώρησεν ὑπὸ δέους, πρέσβεις πέμποντα ὡς βασιλέα, ἄλλα τε καὶ Σαλβάριον καὶ Ἀρκαδία, ἐπίνειον τῆς ταύτῃ χώρας, πρὸς τῇ Πύλῳ ᾠκημένη, πόλις ἐχυρωτάτη. τούτους μὲν ὡς παρέλαβε βασιλεύς, τοῖν πολέοιν τοὺς ἄνδρας τε καὶ γυναῖκας, ἐς φυλακὴν ἐποιήσατο σύμπαντας, ἐς μυρίους μάλιστα συναθροισθέντας, καὶ ὥρμητο μὲν ὡς ἀποκτενῶν, μετὰ δὲ ἔπεμπεν ἐς τὴν Βυζαντίου χώραν ἐς τὰ προάστεια ὡς οἰκήσοντας. τὸν δὲ ἡγεμόνα Δημήτριον περιῆγεν ἐνταῦθα, ἄχρι προσόδου περιελαύνων. ἔπεμπε δέ, συναινοῦντος καὶ αὐτοῦ τοῦ ἡγεμόνος, Ἰησοῦν τὸν Ἰσαακίου παραληψόμενόν τε τὴν Ἐπίδαυρον καὶ ἄξοντα τήν τε ἡγεμόνος γυναῖκα καὶ θυγατέρα, ἣν ἔφασκεν ἀγαγέσθαι ἐς γυναῖκα ἑαυτῷ βασιλεύς. ἔπεμπέ τε καὶ ἄρχοντα τῶν ἑαυτοῦ ὁ ἡγεμὼν τῶν Ἑλλήνων, πείσοντα μὲν τοὺς ἐν τῇ Ἐπιδαύρῳ παραδιδόναι τὴν πόλιν, καὶ τὴν γυναῖκα αὐτοῦ ἀπάξοντα καὶ τὴν θυγατέρα. Ἰησοῦς μὲν παραλαβὼν τοὺς Ἕλληνας ἤλαυνεν ἐς Ἐπίδαυρον· ὡς δὲ ἀφίκετο ἐπὶ τὴν πόλιν, ἐνταῦθα ὁ τῆς πόλεως ἄρχων, ἐναγόντων ἅμα καὶ τῶν ἐν τῇ πόλει, ἀφίστη ἀπὸ τοῦ ἡγεμόνος, καὶ οὐκ ἔφη παρ' αὐτῷ διδόναι τὴν πόλιν. τὴν μέντοι ἡγεμόνος Ἑλλήνων γυναῖκά τε ἅμα καὶ θυγατέρα ἐπέτρεψεν ἐξιέναι. καὶ ταύτας μέντοι, ὡς ἐξῆλθον τῆς πόλεως, παραλαβόντες ἤλαυνον ἐς τὸ στρατόπεδον. βασιλεὺς δὲ πυθόμενος ὡς ἕκαστα ἐγένετο τὰ περὶ Ἐπίδαυρον, τὴν μὲν γυναῖκα τοῦ ἡγεμόνος καὶ θυγατέρα ἐκ τῆς Πελοποννήσου εὐθὺ Βοιωτίας ὑπάγειν ἐκέλευσεν, ἐπιστήσας εὐνοῦχον τῇ θυγατρὶ τοῦ ἡγεμόνος· μετὰ δὲ ταῦτα, οὐ πολλῷ ὕστερον, καὶ αὐτὸν τὸν ἡγεμόνα ὑπάγειν ἔξω Πελοποννήσου ἐπέταξε παρὰ τὴν γυναῖκα. αὐτὸς δὲ ἤλαυνε μὲν αὐτίκα, μετὰ τὴν Γαρδικίης αἵρεσιν, ἐπὶ τὰς Οὐενετῶν πόλεις, καὶ Κορώνην ἀφίκετο ὀψόμενος. καὶ ὁ μὲν ἀμφὶ ταῦτα εἶχε· Ζάγανος δὲ ὁ τῆς Πελοποννήσου ὕπαρχος, ὡς τήν τε Ἀχαΐαν ἐπετέτραπτο καταστρέφεσθαι καὶ Ἤλιδος τὴν πλείονα χώραν καὶ τὴν ταύτῃ μεσόγαιον, παραλαβὼν τὸ Θετταλίας στράτευμα καὶ ἱπποδρόμους τοῦ βασιλέως, τήν τε Καλαβρίτων πόλιν ὑπηγάγετο, παραδόντος Δοξίεω ἄρχοντος, τῶν ἐν τοῖς Ἀλβανοῖς ἐπιφανῶν τὰ πρῶτα φερομένου. καὶ αὐτὸς μὲν αὐτίκα προσεχώρησαν καὶ οἱ προσήκοντες, τῷ Ζαγάνῳ παραδόντες τὴν πόλιν· οὓς ξύμπαντας τούτους ὕστερον βασιλέως ἐπιτάξαντος διεχρήσατο. ἐλαύνων δὲ ἐπὶ Γρεβενὸν ὀχυρὰν πόλιν, ταύτην μὲν προσέβαλλέ τε, καὶ ἐξεκρούσθη τῇ χαλεπότητι τοῦ χωρίου. ἀπόπειραν δὲ ποιούμενος τῶν ἄλλων χωρίων, Σανταμέριον πόλιν, ἐς ἣν ὡς πλεῖστοι τῶν ταύτῃ περιοίκων ὄλβιοι κατέθεντο τὸν πλοῦτον καὶ τὴν ἄλλην εὐδαιμονίαν, ὡς αὐτὸν ἐνταῦθα ἀφικόμενοι διεσώζοντο, προσφέροντες λόγους τῷ Ζαγάνῳ περὶ ξυμβιβάσεως, σπονδάς τε ἐποιοῦντο καὶ τὴν ἀκρόπολιν παρεδίδοσαν. ταύτην δὲ ὡς παρέλαβε, δόλῳ ἐξαπατήσας, τῇ ὑστεραίᾳ μενόντων τῶν ἐν τῇ πόλει κατὰ χώραν ἐπαφεὶς τὸν στρατὸν ἠνδραποδίσατο, καὶ πολλοὺς αὐτοῦ ταύτῃ διέφθειρε. ταῦτα ὡς ἠγγέλλετο καὶ ἐς τὰς ἄλλας πόλεις, ὡς οὐδὲν σφίσιν ἔτι ἔμπεδον εἴη τῶν πρὸς βασιλέα πραγμάτων, ὥρμηντο ἀμύνεσθαι ὡς ἕκαστοι ἐν ταῖς ἑαυτῶν πόλεσι, καὶ οὐδὲν ἔτι τῶν πολισμάτων ἤθελε προσχωρεῖν. καὶ ὁ μὲν Ζάγανος οὕτω πράξας τὰ μὲν τοῦ Σανταμερίου ἐδυστύχησεν οὐ πολλῷ ὕστερον καὶ ἀπέβαλε τὴν ἀρχήν. βασιλεὺς μὲν δὴ ἀπὸ Κορώνης ἐς Πύλον ἀφικόμενος ἐνταῦθα ἐστρατοπεδεύετο, ᾗπερ καὶ ὁ Θωμᾶς σὺν τῇ νηΐ· ἐς ἣν ἐμβὰς καὶ ἀναγόμενος ἐκαραδόκει, ᾗ χωρήσει τὰ Πελοποννήσου πράγματα. τούτῳ μὲν ἐπιπλέουσαι νῆες τῶν Οὐενετῶν προηγόρευον ἐντεῦθεν ἀπαλλάττεσθαι, μηδὲ ἐναντίον βασιλέως ἀνέχειν ἐπὶ τοῦ σφετέρου λιμένος. οὗτος μέν, ὡς βασιλεὺς ἐστρατοπεδεύετο, ἀπηλλάττετο ἀναγόμενος ἐς τὸ πέλαγος· οἱ δὲ Οὐενετῶν πρέσβεις ἀφικόμενοι ἐνταῦθα παρὰ βασιλέα τάς τε σπονδὰς ἐπεκύρουν σφίσι καὶ τὴν ξενίαν τε καὶ εὔνοιαν ἐνεδείκνυντο βασιλεῖ. οἱ μὲν οὖν ἱπποδρόμοι ὅμως ἐς τὴν Πύλον ἐπιδραμόντες τινὰς οὐκ ὀλίγους ἐνταῦθα τῶν ταύτῃ Ἀλβανῶν τῶν περιοίκων ἑλόντες διέφθειρον. ἐλάσαντος δὲ ἵππῳ τοῦ βασιλέως ἐπὶ Μεθώνην καὶ θεασαμένου, τινὲς τῶν τῆς πόλεως ἐπεξῆλθον ὡς ἐπὶ σπονδαῖς, καί τινες αὐτῶν διεφθάρησαν ὑπὸ τῶν βασιλέως. βασιλεὺς δὲ ἀπὸ Πύλου συσκευασάμενος τὸν μέντοι Ἑλλήνων ἡγεμόνα ἐκέλευε τὴν μεσόγαιον ὑπάγοντα εὐθὺ Βοιωτίας ἐλαύνειν, ὡς πρότερόν μοι δεδήλωται· αὐτὸς δὲ ἐπὶ Ἀχαΐδος γενόμενος, καὶ τὰ ταύτῃ χωρία παραλαβὼν παραδόντων τῶν ἀρχόντων, παρεγένετο ἐς Ἀχαΐαν, περιάγων καὶ Ἀσάνην τὸν τοῦ ἡγεμόνος γυναικὸς ἀδελφόν. ἐνταῦθα δὲ ἀφικόμενος, ὡς ἐπύθετο τὰ περὶ Σανταμέριον γενόμενα, ἐχαλέπαινε τῷ Ζαγάνῳ καὶ ἤχθετο, ὅτι διὰ τὴν ἐκείνου παράβασιν ἐς τοὺς Ἕλληνας χαλεπῶς ἂν αὐτῷ προσχωρήσειε τὰ λοιπὰ τῶν πολισμάτων. κήρυγμα δὲ ἐποιεῖτο ἀνὰ τὸ στρατόπεδον, ὥστε ἀφιέναι τὰ ἀπὸ Σανταμερίου ἀνδράποδα. ἐνταῦθα, ὅσα ἦν, ἠλευθεροῦντο, τὰ μέντοι πλείω ἔφθησαν διαβάντα ἐς τὴν Αἰτωλίαν ἀπὸ τῆς Ἀχαΐας· Ζάγανος δὲ τὰ πλείω διεβίβασεν ἀπαγόμενος οἴκαδε. τὴν μὲν οὖν Γρεβενοῦ πόλιν πέμψας Ἰησοῦν τῶν Σκοπίων ὕπαρχον παρεστήσατο· καὶ τούτων τὴν τρίτην μοῖραν ἀνδραποδισάμενος, καὶ ἐπιλεξάμενος εἴ τι καλὸν ἦν ἀνδράποδον ἐν τῇ πόλει, ἀφαιρεῖτο. καὶ πρότερον μὲν ὁ τῆς Πατρῶν πόλεως ἄρχων Ἰσακάλης τοὔνομα παρεστήσατο ἔνια τῶν περιοίκων αὐτοῦ πολισμάτων. οἱ γὰρ Ἕλληνες ὡς ᾔσθοντο βασιλέα καταστρεψάμενον τὴν μεσόγαιον καὶ διαφθείραντα ἄνδρας ὡς πλείστους τῶν πόλεων, ὥρμηντο μὲν αὐτός τις ἕκαστος φθῆναι βουλόμενος παραδοῦναι σφᾶς, πρὶν ἢ ἀφικόμενον τὸν βασιλέα ἐξελεῖν σφᾶς, τὰ μὲν ἀνδραποδισάμενον, τὰ δὲ καὶ ἐπισφάξαντα. οἱ δὲ Τοῦρκοι παρελάμβανον μὲν τὰς πόλεις, ἀπροίκους μὲν οὖν, ἐπιλεγόμενοι δὲ τὰ κάλλιστα τῶν πόλεων ἀνδράποδα ἀφῃροῦντο. καὶ τὰ μὲν αὐτοὶ ἠνδραποδίζοντο, τὰ μικρὰ τῶν πολισμάτων, τὰ δὲ μεγάλα παρελάμβανον, ἐπιλεγόμενοι τὰ κάλλιστα τῶν πόλεων σφίσιν. ὡς δὲ λύκοι ἐπὶ πρόβατα νομέων ἔρημα ἐσβαλόντες αὐταρκῶς οὐδέποτε κορέννυνται τοῦ φόνου, ἐλεεινῶς δὲ πάσχουσιν ἀπὸ τῶν θηρίων τούτων τῶν λύκων, οὕτω δὴ καὶ ἡ Πελοπόννησος ἐν τῷ τοιῷδε κάκιστα ἀπώλλυτο, διαφθειρομένη ὑπὸ τῶν βασιλέως ἀνδρῶν, οἰκτρότατα ἄλλων ἄλλῃ ἀπολλυμένων. βασιλεὺς μὲν οὖν ἀφικόμενος ἐς Πάτρας τῆς Ἀχαΐας ἐστρατοπεδεύετο, τό τε Καστριμένον πόλισμα προσεχώρησεν αὐτῷ. καὶ πρὸς Σαλμενίκην πέμπων κήρυκα ἐκέλευεν αὐτοὺς παραδοῦναι τὴν πόλιν. οἱ δὲ οὐκ ἔφασαν ἑκόντες εἶναι σφᾶς παραδοῦναι, εἰδότες ὡς ὅμοια πείσονται τοῖς ἄλλοις Ἕλλησι. ταῦτα μὲν ὡς ἀνήχθη ἐς βασιλέα, συσκευασάμενος τῇ ὑστεραίᾳ ἀφίκετο ἐπὶ τὴν Σαλμενίκην. ἔστι δὲ ἡ πόλις αὕτη ἐν ἄκρῃ, καθήκουσα ἀπὸ ὀρέων ὑψηλοτάτων, ἐρυμνὴ μὲν ἐς τὰ μάλιστα, ἀκρόπολις δ' ἀνέχει ἐπὶ πολὺ τοῦ κρημνοῦ ἀνατείνουσα. ἐς ταύτην τῶν περιοίκων Ἑλλήνων τε καὶ Ἀλβανῶν οἱ πλεῖστοι διασώζοντες αὐτοί τε καὶ αἱ γυναῖκες καὶ τὰ παιδία. βασιλεὺς οὖν ὡς ἐπέλασεν, ἐπολιόρκει τὴν πόλιν, τηλεβόλοις τε παίων τὸ τεῖχος τῆς πόλεως, ἐρυμνὸν ὂν καὶ αὐτὸ πάνυ. καὶ οἱ νεήλυδες προσέβαλλον μὲν ἐγγύτατα τοῦ τείχους, καὶ ἐπειρῶντο καὶ ἄλλῃ, ᾗ προεχώρει· οὐ μέντοι προεχώρει αὐτοῖς οὔτε ἡ τῆς πόλεως αἵρεσις οὔτε τἄλλα ἀξίως τῆς παρασκευῆς. τηλεβολίσκοις μέντοι ἐτίτρωσκον οὐκ ὀλίγους τῶν ἐν τῇ πόλει. ἡμέρας δὲ ἑπτὰ πολιορκῶν, καὶ τὸ ὕδωρ τοῦ ποταμοῦ κατασχόντων τῶν νεηλύδων, οὐ πολλῷ ὕστερον οἱ ἐν τῇ πόλει ἐν ἀπόρῳ καθεστηκότες, ὡς δίψει συνείχοντο ἀπαύστῳ, παρέδωκαν σφᾶς τῷ βασιλεῖ. τούτους μέν, ἀμφὶ τοὺς ἑξακισχιλίους ὄντας, ἐς ἀνδράποδα διελόμενος τοῖς ἀρίστοις κατὰ τὸ στρατόπεδον, ἐπιλεξάμενος παῖδας ὡσεὶ ἐννακοσίους εἰς τοὺς νεήλυδας, τοὺς ἄλλους ἀπέδοτο ἐν τῇ ἀγορᾷ. ὁ μέντοι ἐν τῇ ἀκροπόλει τῶν Ἑλλήνων (Παλαιολόγος ἦν τοὔνομα) λόγους τε ἐποιεῖτο, ἐφ' ᾧ παραδοίη τὴν ἀκρόπολιν, ἂν μέντοι συσκευασάμενος σταθμὸν ἕνα ἀπιὼν στρατοπεδεύοιτο. βασιλεὺς δὲ προσίετό τε τοὺς λόγους, καὶ ὁμήρους λαβὼν ἀπανέστη ἐντεῦθεν, κατιὼν δὲ ἐς τὸ Αἴγιον ἐστρατοπεδεύετο, καταλιπὼν αὐτοῦ Χαμουζᾶν τὸν Πελοποννήσου τε καὶ Θετταλίας ὕπαρχον· τοῦτον γὰρ ἐπιστήσας ἀφείλετο τὴν ἀρχὴν Ζαγάνου διὰ τὴν Σανταμερίου ἀποτυχίαν. οὗτος μέντοι ὡς κατελέλειπτο αὐτοῦ, ἐφ' ᾧ παραλαβεῖν τὴν πόλιν, διέτριβε τῇ ὑστεραίᾳ. καὶ οἱ μὲν Ἕλληνες ἀπόπειραν ποιούμενοι ἐξέλιπόν τινας τῶν ἐν τῇ ἀκροπόλει, ὥστε ἀπιέναι ἀποφερομένους τὰ ἔπιπλα σφῶν ἐς τὴν ἀντίπεραν τῆς Πελοποννήσου ἤπειρον, οἳ διενοοῦντο διαβῆναι ἐπὶ τοὺς Οὐενετούς· ἐς τοῦτο γὰρ σφίσιν ἐπεποίηντο αἱ σπονδαί. τούτους μέντοι ἐξιόντας ἐκ τῆς πόλεως καὶ παρασκευαζομένους ἀπιέναι συλλαμβάνει ὁ Χαμουζᾶς, καὶ εἰς ἀνδραπόδων λόγον ποιησάμενος ἐπέσχε τοὺς ἐν τῇ ἀκροπόλει παραδιδόναι τὴν ἀκρόπολιν. γράμματα δὲ πέμποντες ὡς βασιλέα ἀπήγγελλον τὴν τοῦ ὑπάρχου ἀγνωμοσύνην, καὶ ὡς αὐτίκα παραβαίη τὰς βασιλέως σπονδάς. πυνθανόμενος δὲ ἕκαστα τὸν μέντοι Χαμουζᾶν ἐξέλασεν ἀπὸ τῆς ἀρχῆς, Ζάγανον δὲ αὖθις ἀπέδειξε Θετταλίας τε ἅμα καὶ Πελοποννήσου ἄρχοντά τε καὶ ὕπαρχον. ἐπιτρέψας δὲ αὐτῷ ἄμφω τὼ χώρα, αὐτὸς ἤλαυνε διὰ τοῦ Φενεοῦ. ἐνταῦθα οὖν ἀφικόμενος ἔπεμπε κήρυκα ἐς τὰ πολίσματα, ὡς βασιλεὺς αὐτοῖς τῶν παρεληλυθότων συγγνώμην τε ἴσχοι, καὶ κελεύοι κατιόντας ἀπὸ τῶν πολισμάτων ἀγορὰν παρέχειν τῷ βασιλέως στρατῷ. οἱ μὲν οὖν τινες αὐτῶν ἐπείθοντο, καὶ κατιόντες ἐς τὸ στρατόπεδον συνέμισγον τοῖς Τούρκοις. βασιλεὺς δὲ συναγαγὼν τούς τε τῶν θυρῶν καὶ ἱπποδρόμων, ὅσοι παρῆσαν, ἠφίει ἐπὶ τοὺς Ἀλβανοὺς ὡς ἀναρπασομένους. οὗτοι μὲν οὖν ὅσοι ἐπείθοντο τῷ λόγῳ, ἐξαπατηθέντες οὕτω ἀπώλοντο. καὶ τά τε ὑποζύγια καὶ κτήνη τῆς χώρας ἐξελαύνοντες ἐκομίζοντο ἐπὶ Κόρινθον. ἐπὶ λόγῳ τοιῷδε ἐπέδραμε τὰ Φλιοῦντος χωρία. οἱ γὰρ ἐν τούτοις κατῳκημένοι τῶν Ἀλβανῶν, ἅτε ἐν ὀχυρῷ πάνυ ᾠκημένοι, ἦγον καὶ ἔφερον τὰ Ἑλλήνων πράγματα, καὶ τοὺς λοιποὺς τούσδε ἐς τὰ κάτω χωρία τῆς Πελοποννήσου εἶχον ἑπομένους σφίσιν, ᾗ ἂν οὗτοι ὑφηγήσαιντο ἐπὶ τὸν πόλεμον, ὥστε ἀσθενῆ ἔγνω ποιῆσαι δεῖν τὰ χωρία ταῦτα, καὶ ὡρμημένους ἐντεῦθεν τοὺς Ἀλβανοὺς νεωτερίζειν ἐς τὴν βασιλέως χώραν. καὶ τό γε πλέον τῆς ἀποβάσεως οὗτοι ἐλέγοντο ποιεῖσθαι, καὶ ἄγειν τοὺς λοιπούς, ὅποι ἂν ἐξηγήσαιντο. Ταῦτα μὲν ἐς τὴν Πελοποννήσου ἅλωσιν ἐς τοσοῦτον ἐγένετο· βασιλεὺς δὲ Ἀθήναζε ἀφικόμενος περιιὼν ἐπεσκόπει τήν τε παλαιὰν πόλιν καὶ τοὺς λιμένας. ἐξηγουμένων δέ οἱ τῶν ἐν τῇ ἀκροπόλει νεηλύδων ὡς Ἀθηναίων τινὲς συνθέμενοι προδοσίαν Φράγκῳ τῆς Βοιωτίας ἄρχοντι, πρότερον γενομένῳ Ἀθηναίων τυράννῳ, ἐς κίνδυνον ἀφίκοντο αὐτοί τε καὶ ἡ πόλις, ἐνταῦθα ἀναπεισθεὶς βασιλεὺς συλλαμβάνει δέκα τῶν ἀστῶν, ἄνδρας τοὺς ὀλβιωτέρους, καὶ ἀπαγαγὼν τούτους κατῴκισεν ἐς Βυζάντιον. κομιζόμενος μέντοι ἐπ' οἴκου καὶ πέμπων κήρυκας ἐκέλευε τὸν ἡγεμόνα Δημήτριον ὑπάγειν πρόσθεν σὺν τῇ γυναικί, καὶ αὐτὸς σχολῇ ἐπορεύετο. τῷ μέντοι ἡγεμόνι ἐπέτρεψεν Αἶνον πόλιν καὶ πρόσοδον ἀπὸ τῆς αὐτοῦ ταύτῃ ἁλικῆς καὶ ἀπὸ τῶν θυρῶν, ἐς ἑξήκοντα μυριάδας ἀργυρίου. τὸν μὲν οὖν Φράγκον τοῦ Ἀντωνίου παῖδα, παιδικά τε αὐτοῦ γενόμενον, ὡς λέγεται, καὶ παραδόντα τὴν Ἀθηναίων ἀκρόπολιν, πέμπων Ζαγάνῳ τῷ τῆς Πελοποννήσου ὑπάρχῳ ἐκέλευεν ἀνελεῖν. Ζάγανος δὲ ἐς τὴν σκηνὴν συγκαλέσας αὐτὸν ἐς ὁμιλίαν καθίστατο ἄχρι νυκτός, μετὰ δέ, ὡς ἀπιὼν ὥρμητο ἐπὶ τὴν ἑαυτοῦ σκηνήν, κελεύσαντος δὴ αὐτοῦ ταύτῃ ἀπέκτειναν. τούτου μὲν ἡ τελευτὴ οὕτως ἔσχε. βασιλεὺς δὲ κομιζόμενος ἐπ' οἴκου σχολῇ ἐπορεύετο, καὶ ἐπὶ Φερρὰς ἀφικόμενος ἡμέρας τε διέτριψεν αὐτοῦ· ἠγγέλλετο γὰρ ἀπὸ Παιόνων στρατὸν ἐλαύνειν ἐπιόντα ἐπὶ τὸν Ἴστρον. ὡς δὲ κατάδηλα ἐγένετο οὐδὲν ὄντα, παρῆν ἐς Ἀδριανούπολιν οὐ πολλῷ ὕστερον, ἅμα ἄγων καὶ τῶν Ἑλλήνων βασιλέως ἀδελφὸν Δημήτριον καὶ γυναῖκα. ἐς μὲν οὖν τὰ βασίλεια ἀφικόμενος, πέμψας τόν τε εὐνοῦχον ἀπήγαγεν ἀπὸ τῆς τοῦ ἡγεμόνος θυγατρός. Ζάγανος δὲ καταλειφθεὶς ἐν Πελοποννήσῳ, ἔχων μεθ' ἑαυτοῦ καὶ τὸ τῆς Θετταλίας στράτευμα ἄνευ τῶν ἱπποδρόμων, καθίστη περιιὼν τὰ τῆς Πελοποννήσου πράγματα, καὶ μεγάλα ἀπέφερε κέρδη, αὐτός τε καὶ οἱ τῆς Πελοποννήσου ἄρχοντες, ἀπό τε ἀνδραπόδων, ἃ κρύφα ἀποφερόμενοι διεβίβαζον ἐς Θετταλίαν, καὶ δῶρα εἰσπραττόμενος τοὺς ἐν τῇ Πελοποννήσῳ. καὶ Σαλμενίκην ἐπελαύνων ἐπολιόρκει, λόγους τε προσφέρων ἐπιεικεῖς εἰς τὴν παράδοσιν. οὗτοι μὲν οὐκ ἐπείθοντο, συνέβη δὲ ὕστερον ἀσινῆ ὑπεξελθεῖν ἐκ τῆς ἀκροπόλεως ταύτης Ἑλλήνων ἄρχοντα, ἐνιαυτὸν ἐπιμείναντα, γενναιότατα ὑποστάντα τὸν πρὸς βασιλέα πόλεμον, ὥστε Μαχουμούτην, τὸν τοῦ βασιλέως οἴκου ἡγεμόνα φάναι ἐπὶ τούτῳ τἀνδρί, ὡς ἐς Πελοπόννησον τοσαύτην χώραν ἀφικόμενος ἀνδράποδα μὲν πολλὰ εὕροιτο, ἄνδρα δὲ οὐδένα ὅτι μὴ τοῦτον. Βασιλεὺς μὲν τότε ἀμφὶ τοῖς βασιλείοις ἦν. Θωμᾶς δὲ ἐκβὰς ἐκ τῆς Πελοποννήσου, καὶ Ἐπίδαυρον παραλαβών, ἀφίκετο ἐπὶ Κέρκυραν, καὶ ἐκβαλὼν γυναῖκάς τε καὶ παῖδας ἔπλει ἐπὶ Ἰταλίαν παρὰ τὸν Ρωμαίων ἀρχιερέα, καὶ πρέσβυν ἀπὸ Κερκύρας ὡς βασιλέα ἔπεμπε, πειρώμενος, εἰ καὶ αὐτῷ χώραν ἐπιδῷ ὁποιανοῦν τῆς Εὐρώπης παράλιον, ὥστε τὴν Ἐπίδαυρον παραδοῦναι τῷ βασιλεῖ. τὸν μὲν οὖν πρέσβυν συλλαβὼν ἐν πέδαις τε ἐποιήσατο, καὶ οὐ πολλῷ ὕστερον ἀφῆκεν ἀβλαβῆ ἀπιέναι· ἀφικόμενος δὲ Θωμᾶς ὁ ἡγεμὼν παρὰ τὸν ἀρχιερέα τὴν δίαιταν εἶχεν ἐκ τούτου, ἑξακισχιλίους χρυσίου τοῦ ἔτους στατῆρας. Τοῦ δ' ἐπιγιγνομένου θέρους, ὡς τὸ ἔαρ ἐπεγένετο, ἐστρατεύετο Μεχμέτης ἐπὶ τὸν Κασταμονίης τε καὶ Σινώπης ἡγεμόνα, αἰτιασάμενος, ὅτι Χασάνῃ τῷ μακρῷ ἐπιτήδειός τε ἦν, καὶ ἐδόκει ἂν μεταστῆναι μετ' αὐτοῦ ἐπὶ τὴν Μεχμέτεω χώραν, ἐπιόντα ἅμα ἐκείνῳ στρατεύεσθαι. λέγεται μὲν δὴ καὶ ἄλλα, ὡς ὁ Ἀμάρλεω ἀδελφὸς διατρίβων ἐν ταῖς βασιλέως θύραις συνεβούλευε βασιλεῖ στρατεύεσθαι ἐπὶ τὸν ἀδελφόν. πληρώσας δὲ ναῦς, πλοῖά τε καὶ τριήρεις, ἀμφὶ τὰ πεντήκοντα καὶ ἑκατὸν κατὰ θάλασσαν, καὶ αὐτὸς διαβὰς ἐς τὴν Ἀσίαν, ἐκομίζετο πεζῇ διὰ τῆς ἠπείρου, καὶ ὁ στόλος αὐτῷ διὰ θαλάσσης ἐν χρῷ παραλαβὼν τὴν Ἀσίαν, ἐς ὃ ἀφίκετο ἐπὶ Σινώπην. καὶ ὁ βασιλεὺς στρατευσάμενος διὰ τῆς Κασταμόνης πόλεως διελαύνων ἀφίκετο ἐπὶ Σινώπην. ἔστι δ' ἡ πόλις αὕτη προκειμένη περὶ τὸν Εὔξεινον πόντον, διατείνει δὲ χερρόνησος οὖσα ἐς τὴν θάλασσαν ἐπὶ σταδίους εἴκοσι καὶ ἑπτά, καὶ παρὰ τῷ ἰσθμῷ ᾤκηται ἡ πόλις, ἐφ' ἑκάτερα ἔχουσα τὴν θάλασσαν καὶ λιμένα αὐτοφυῆ. ἡ δὲ ἐπέκεινα τῆς πόλεως ἔσω διατείνουσα χερρόνησος διήκει ἐπὶ σταδίους εἴκοσιν, ἔμπλεως δέ ἐστι παραδείσων τε καὶ δένδρων παντοδαπῶν, ἡμέρων τε καὶ ἀγρίων, Πόρδαπας ὀνομαζομένη, ἔχουσά τε ἐντὸς δορκάδια λαγωούς τε καὶ ἀλλ' ἄττα κυνηγέσιμα. ἡ δὲ πόλις ἐρυμνὴ μέν ἐστιν ἐφ' ἑκάτερα τῆς θαλάσσης ἐς τὰ μάλιστα, περικαλλεστάτη τε καὶ ὡραία· ἀπὸ δὲ τῆς ἠπείρου ἀνέχει μὲν ἡ πόλις ἐπὶ ἀκτήν τινα. ἡ δὲ ἀπὸ τῆς χερρονήσου χώρα τῆς πόλεως πεδεινή τε καὶ οἵα προσβάλλειν τῷ τείχει ὡς ῥᾷστα. Μαχουμούτης μὲν οὖν ἐλάσας ἐπὶ τὴν πόλιν, πρὶν ἢ βασιλέα ἀφικέσθαι ἐς τὸ στρατόπεδον, προσέφερε λόγους τῷ Ἰσμαήλῃ, λέγων τοιάδε. "ὦ παῖ Σκενδέρεω, σὺ μὲν γένους εἶ τῶν Τούρκων ἐπιφανοῦς, καὶ τόν γε βασιλέα οἶσθα ὡς τοῦ γένους τούτου ὢν πρός τε τοὺς πολεμίους τοῦ Μεχμέτεω ἥρωος οὐ παύεται διαπολεμῶν. τί οὖν οὐχ ἡσυχίαν ἄγων, καὶ τἀδελφῷ τῷ σῷ τὴν ἡμίσειαν ἀρχὴν ἐπιτρέπων, ἐς τὸ ἥμισυ βασιλεύειν ἐθέλεις, ἀλλ' ἀφελόμενος τὸν ἀδελφὸν τὸν σὸν σύμπασαν ἤδη τὴν ἀρχὴν διέπεις, ἐναντία βασιλέως φερόμενος; νῦν οὖν, ὅπως τάδε ἐπὶ τὸ βέλτιον καταστῇ, ἴσθι, ἐξιὼν ἔλθε ὡς βασιλέα, σαυτὸν ἐπιτρέψων τε ἅμα καὶ τὴν ἡγεμονίαν. καὶ οὕτω σαφῶς ἴσθι ὡς οὐδὲν ἄχαρι πεισόμενος πρὸς βασιλέως, οὐδὲ τὸ ὑπερβαλεῖν χάριν τοιάνδε αὐτῷ καταθέμενος. καὶ ἔσται σοι χώρα οὐκ ἐλάττων τῆσδε τῆς σῆς χώρας, καὶ ἅμα ἐν ἀσφαλείᾳ βιοτεύων εὐδαιμονίαν μὲν ἄλυπον ἕξεις, πράγματα δὲ οὔτε πρὸς τῶν πολεμίων ἡμῖν τε καὶ σοὶ ἔσται τοῦ λοιποῦ, οὔτε πρὸς τοῦ ἀδελφοῦ ἐπιτιθεμένου σοὶ ἀεὶ καὶ ἐς τὴν ἀρχὴν ἐπιβουλεύοντος. ἴθι οὖν, αὐτὸς ἐξηγοῦ, ὁποίαν σοι ἐν τῇ Εὐρώπῃ ἀρχὴν ζητεῖς παρὰ βασιλέως, ὡς ἂν διαπράξωμαι περὶ αὐτῆς ἐς τὸν βασιλέα." ταῦτα μὲν Μαχουμούτης ὁ Μιχαήλου ἡγεμὼν ἔλεγεν. Ἰσμαήλης δ' ὑπολαβὼν ἔλεγεν· "ἀλλ' ἐχρῆν μέν, ὦ Μαχουμούτη, ἐς τοὺς ἥρωος πολεμίους στρατευόμενον τὸν βασιλέα ἐλαύνειν, καὶ οὐκ ἐπὶ τοὺς ὁμοφύλους καὶ ὁμοπίστους· οὐ γὰρ θέμις ἄνδρα ὁμόφυλον καὶ ὑπόσπονδον, μὴ ὑπάρξαντα ἀδικίας, πρότερον καταλύειν ἐλθόντα. ἡμεῖς δὲ οὔτε ἄδικόν τι ἐς βασιλέα ἐπράξαμεν, οὔτε τὰς σπονδὰς παραβαίνομεν. εἰ δὲ ταῦτα μὲν οὖν καὶ αὐτὸς ἐντεθύμηται βασιλεύς, πρὸς δὲ Χασάνην τὸν πόλεμον ταύτην οἱ τὴν χώραν ἐθέλει γενέσθαι, φέρε ἐπιδότω ἡμῖν Φιλιππόπολιν ἀντὶ τῆσδε τῆς χώρας, ὥστε μὴ ὑπόφορον ἔχειν, ἀλλ' ἀτελῆ, καὶ χωρήσομεν ὡς βασιλέα, πιστεύοντες αὐτοῦ τῇ ἐπιεικείᾳ. ὁρᾶτε οὖν τὴν πόλιν, ὡς ἐν ὀχυρῷ πάνυ ᾠκημένη καὶ κεκοσμημένη ὅπλοις. τετρακοσίους μὲν τηλεβόλους, τηλεβολίσκους δὲ ἀμφὶ τοὺς δισχιλίους καὶ ἄνδρας ὑπὲρ τοὺς μυρίους παρέχει, ὡς ἀσφαλέστατα μὲν ἡμῖν τε αὐτοῖς ἀμύνεσθαι, καὶ τοῖς πολεμίοις ὡς ἐπιζήμια." ταῦτα ἀκούσας ὁ Μαχουμούτης, καὶ ἡσθεὶς πάνυ τοῖς Ἰσμαήλεω λόγοις, προήλαυνεν ἐπὶ βασιλέα ὡς ἐπὶ τῇ ξυμβάσει τῆς πόλεως συνησθησόμενος βασιλεῖ. βασιλεὺς μὲν ὡς ἐπύθετο ἕκαστα τὰ ἀπὸ Ἰσμαήλεω, ἕτοιμος ἦν σπένδεσθαι, ἐφ' οἷς προΐσχετο Ἰσμαήλης αἰτῶν, καὶ τήν τε Φιλιππόπολιν παρείχετο. καὶ Ἰσμαήλης ξύμπαντα τὸν ὄλβον ἀποφερόμενος ὑπεξεχώρει ἐκ τῆς πόλεως, ἐς τὴν Εὐρώπην διακομιζόμενος ἐπὶ τὴν χώραν, ἣν αὐτῷ παρέσχε βασιλεύς. ἐνταῦθα ὡς παρέλαβε τε τὴν πόλιν ὁ βασιλεύς, καὶ Ἰσμαήλην τε ἔπεμπεν ἐς τὴν Εὐρώπην, τά τε ἄλλα, ὅσα ἐς τὴν ἀρχὴν αὐτοῦ διετέλει, προσεχώρησεν αὐτίκα τῷ βασιλεῖ, καὶ δὴ καὶ Κασταμώνη πόλις εὐδαίμων ἐρυμνή τε ἐς τὰ μάλιστα, ἐς ἣν γυναῖκά τε καὶ παῖδας ὑπεξέθετο καὶ αὐτὸς παρεσκευάζετο ἐν Σινώπῃ πολιορκησόμενος. Ἡ δὲ χώρα αὕτη τοῦ Ἰσμαήλεω ἄρχεται μὲν ἀπὸ τῆς ἐς τὸν Πόντον Ἡρακλείας πόλεως τοῦ βασιλέως, διατείνει δὲ διὰ τοῦ Πόντου ἐς τὴν Παφλαγόνων χώραν καὶ ἐπὶ τὴν Τουργούτεω χώραν, ὀλβιωτάτη δὲ οὖσα πρόσοδον ἔχει ἐς τὰς εἴκοσι μυριάδας χρυσίου τοῦ ἔτους στατῆρας. χαλκὸν δέ, ὡς καὶ ἄλλοθι μοι τοῦ λόγου, φέρει ἡ χώρα αὕτη μόνη τῶν ἐν τῇ Ἀσίᾳ, χαλκὸν δὲ κάλλιστον μετά γε τὸν Ἰβηρίας χαλκόν, ἀφ' οὗ δὴ προσῄει τῷ βασιλεῖ ἐπέτειος φόρος χρυσίου πέντε μυριάδες στατήρων. πλοῖα δὲ ἐπῆν ἐν τῷ λιμένι τῆς Σινώπης ἄλλα τε καὶ ναῦς στρογγύλη, ἣν ἐναυπηγήσατο Ἰσμαήλης, ἐνακοσίων πίθων. ταύτην μὲν οὖν ἐς Βυζάντιον ἔπεμψε, ᾗ δὴ καὶ βασιλεὺς ἐναυπηγεῖτο ναῦν μεγίστην δὴ τῶν πώποτε γενομένων νεῶν μετά γε τὴν Οὐενετῶν καὶ βασιλέως τοῦ Ταρακωνησίων Ἀλφόνσου. Ἀλφόνσος γὰρ δὴ πρῶτος ναῦν ἐναυπηγήσατο πίθων ὡς τετρακισχιλίων· καὶ ὕστερόν τε ἡ Οὐενετῶν πόλις, ἐπείτε εἰρήνη ἐγένετο σφίσι πρὸς τὸν Λιγυρίας τύραννον καὶ Ταρακώνων, ἐναυπηγήσαντο καὶ αὐτοὶ ναῦς δύο, μεγίστας δὴ ἁπασῶν τῶν γενομένων νεῶν. αἱ μὲν δὴ τοῦ Ταρακώνων βασιλέως νῆες ὑπὸ μεγέθους σφίσιν αὐταῖς ἐμπεσοῦσαι διεφθάρησαν ἐν τῷ λιμένι, καὶ οὐκ ἔφθησαν ἐκπλεῦσαί ποι ἐς πέλαγος γενόμεναι. βασιλεὺς δὲ καὶ αὐτὸς πυνθανόμενος ταῦτα ἐναυπηγεῖτο ναῦν ὡς τρισχιλίων πίθων· καὶ οὐ πολλῷ ὕστερον ὑπὸ μεγέθους τοῦ ἱστοῦ ἀπώλετο, ὅτε, καθότι ἐς τὴν ναῦν ἠνεῴχθη, καὶ ἄντλον ποιουμένη πολὺν ἐπὶ συχνόν τινα χρόνον, ὡς ἐξέχυτο ὑπὸ τετρακοσίων τεταγμένων ἐς τοῦτο, μετὰ ταῦτα κατέδυ αὐτὴ ἐν τῷ λιμένι καὶ ἠφανίσθη ὑπὸ θαλάσσης. καὶ ὁ ναύκληρος τῆς νηὸς ἀπέδρα, δείσας βασιλέα Μεχμέτην. Ἀλλὰ τοῦτο μὲν ὕστερον ἐγένετο· τότε δὲ βασιλεὺς παραλαβὼν τὴν Ἰσμαήλεω τοῦ Σκενδέρεω χώραν ἴετο ὁμόσε ἐπὶ Χασάνην τὸν μακρὸν καὶ ἐπὶ Κολχίδα, ὡς καθαιρήσων βασιλέα τῆς Τραπεζοῦντος, ὃς ἐπιτηδείως ἔχων τὸν Χασάνην καὶ συνήθης γενόμενος, καὶ μᾶλλον ὁ ἀδελφὸς αὐτοῦ βασιλεὺς Ἰωάννης, καὶ αὐτὸς βασιλεὺς Δαβὶδ ἐξέδοτο ἐς γάμον θυγατέρα Ἰωάννου καὶ Δαβὶδ ἀνεψιὰν Χασάνῃ τῷ μακρῷ. καὶ προσεδεῖτο βασιλεὺς Δαβὶδ τὸν Χασάνην διαπράξασθαι [τὸν Χασάνην] ἐς τὸν βασιλέα Μεχμέτην τοῦ λοιποῦ μὴ ἀπάγειν τὸν φόρον τῆς Τραπεζοῦντος πρὸς αὐτόν, ἀλλὰ ζητῶν μᾶλλον ἀποχαρίσασθαι τῷ Χασάνῃ βασιλεὺς Μεχμέτης. οἱ μὲν οὖν Χασάνεω πρέσβεις ἐς βασιλέα ἀφικόμενοι διελέγοντο μὲν καὶ ἄλλα ὑπερηφανῆ, ἐν δὲ δὴ καὶ τόδε ἠξίουν, σφίσιν ἀφεθῆναι τὸν τῆς Κολχίδος χώρας φόρον. τούτους μὲν οὖν ἀπέπεμψε βασιλεὺς ἐπαπειλήσας, ὡς τοῦ λοιποῦ εἴσονται οὐκ εἰς μακράν, ὅτου δέοι τοῦ βασιλέως προσδεῖσθαι. τότε δὴ οὖν τὰ τῆς Καππαδοκίας ἐλαύνων, καὶ διεξελαύνοντι ὅ τε παῖς αὐτῷ προσῄει ὁ πρεσβύτερος, ὁ τὴν Ἀμασίαν διαιτώμενος, δῶρα τε μεγάλα ἔφερε τῷ πατρί, καὶ προσεκύνησεν αὐτὸν ἐπὶ γῆς, ὥς γε τούτοις νομίζεται. παρεγένετο δὲ τῷ βασιλεῖ καὶ ὁ πενθερὸς αὐτοῦ Τουργούτης, οὗ τὴν θυγατέρα ἀγόμενος ὅ τε βασιλεὺς καὶ ἀρεσκόμενος ταύτῃ ἐχρῆτό τε δεύτερον, μετά γε τὰς ἐν τῷ κοιτῶνι αὐτοῦ γυναῖκας, καὶ τόν γε ἀδελφὸν τῆς γυναικός, ἐς τὰς θύρας αὐτῷ παραγενόμενον καὶ διατρίβοντα ἐν ταῖς θύραις, περιάγειν, ὅπου ἂν στρατεύηται. τότε μὲν δὴ διελαύνοντι ὑπήντα τῷ βασιλεῖ δῶρα φέρων ὡς μέγιστα. ἐπεὶ δὲ παραμειψάμενος τὴν Σεβάστειαν ἐσέβαλεν ἐς τὴν Χασάνεω χώραν, πολίχνην μὲν .... τοὔνομα ἐπιὼν παρεστήσατο. μετὰ δὲ προϊόντι ἀφικνεῖται ἐς αὐτὸν βασιλέα ἡ τοῦ Χασάνεω μήτηρ, φέρουσά τε δῶρα λαμπρὰ καὶ ὑπὲρ τοῦ παιδὸς διαπρεσβευομένη. ἐλθοῦσα δὲ ἐς ὄψιν τῷ βασιλεῖ ἔλεγε τοιάδε. "ὦ βασιλεῦ Ὀτουμάνεω Ἀμουράτεω παῖ, ἐμὲ τήνδε ἀπέστειλε Χασάνης ὁ ἐμὸς παῖς, εὐνοῶν μὲν τοῖς σοῖς πράγμασι, καὶ οὔτε ἀχθόμενος τῇ εὐδαιμονίᾳ τῇ σῇ, οὔτε ἀπαγορεύων χαρίζεσθαί σοι, ἐφ' ὅ τι ἂν αὐτῷ παραγγέλῃς. ἐγὼ δέ σοι ἀπ' ἐμαυτοῦ τάδε· δαιμόνιε ἀνδρῶν, τί οὕτω προσφέρεις ἡμῖν τοῖς ὁμοφύλοις ὑπεναντίως πόλεμον; ἢ οὐκ οἶσθα, ὡς Παιαζήτην τὸν λαίλαπα, Ἀμουράτεω παῖδα, περὶ ταῦτα δὴ πλημμελοῦντα καὶ ἐξαμαρτόντα τὰ μέγιστα ἐς τοὺς ὁμοφύλους, ἡ δίκη φέρουσα ἐπέβαλεν αὐτῷ τὴν χεῖρα καὶ ἀπώλετο ὑπὸ βασιλέως Τεμήρεω; καὶ σοὶ μὲν ἐς τόδε ἠπίως προσφερομένῳ τοῖς ὁμοφύλοις, καὶ οὐδενὶ κακόν τι ἀνήκεστον ἐργασαμένῳ, πολλὴν μὲν καὶ ἄφθονον τὴν εὐδαιμονίαν παρέχεται ὁ θεός, διδόντος σοι ταῦτα τοῦ ἥρωος, πολλὴν δὲ καὶ εὐδαίμονα χώραν καὶ πόλεις καὶ βασιλεῖς παρέχεται ὑποχειρίους σοι γίγνεσθαι καὶ αἰχμαλώτους. καὶ ταῦτα δὴ σὺ ἐπίστασαι, ὡς οὐκέτι δὴ ἐς τόδε ἐξυβρίσαντι ἐς τοὺς ἑαυτοῦ ἄνδρας παρέχεταί σοι καταστρέφεσθαι· ὡς ἔνιοι τὴν φύσιν τε καὶ ψυχὴν αὐθαδέστατοι καὶ ἀναιδεῖς οἴονται, ὡς δίκη οὐδαμοῦ γῆς ἀνθρώποις ἐπεξέρχεται, ἀλλ' αὐτὰ εἰκῇ χωρεῖν πέφυκε σφίσι τὰ πράγματα. μή, ἐφ' ὅ τι ἂν γένοιτο ἕκαστος τραπόμενος, τοῦτο αὐτῷ θεμιτὸν εἶναι καὶ δίκαιον, καὶ τῷ δυνατῷ τυράννῳ καὶ βασιλεῖ προχωρεῖ ἕκαστα σὺν δίκῃ ἐπιγενόμενα αὐτοῖς. ἀλλὰ θεὸς μὲν τὰς μοίρας διανειμάμενος, τήν τε φαύλην καὶ ἀγαθήν, ἐς ἄμφω ταύτας διακρίνει τοὺς τῇδε ἀνθρώπων παραγινομένους. οἷς δ' ἂν διανέμηται ἀρίστην μοῖραν, καὶ μετὰ θάνατον οὕτω δεσμούμενος τιμωρεῖταί τε ἐς τὰ μάλιστα. πέφυκε δὲ ἄλλως τὸ θεῖον, ὅτῳ ἄν τις ξυνομολογῇ, τούτῳ συντίθεσθαι· ἢν δὲ παραβαίνῃ, ἐπιτρίβεσθαι τὸ παράπαν. σὺ δὲ ἐς μέγα ἥκεις εὐδαιμονίας τῶν γε νῦν ὄντων ἀνὰ τὴν οἰκουμένην βασιλέων διὰ τὸ πείθεσθαι τῷ ἥρωϊ καὶ μὴ παραβαίνειν τὰ νομιζόμενα, καὶ τοῦ γε λοιποῦ ἄρχειν ἁπάντων ἀνθρώπων. καὶ οἷς δ' ἂν ξυντιθοῖτο ὁ ἄνθρωπος, εἴτε θεῷ εἴτε ἥρωϊ, ἐς ὃ ἂν τελευτήσῃ. πείθεσθαι ἀνάγκη. καὶ σὺ ἡμᾶς τούσδε ὁμοφύλους μὴ καλῶς ποιεῖς, δούλους ὄντας τοῦ ἥρωος, πρὸς ὃν τὰς συνθήκας ἡ μοῖρα ἐτάξατο· οὐ γὰρ περιόψεται ἡμᾶς ἐκ σοῦ περιυβριζομένους καὶ ἠδικημένους περινοστεῖν." ταῦτα ἔλεγε. καὶ ὑπολαβὼν ὁ βασιλεὺς ἔλεγε τοιάδε· "ὦ γῦναι, ἐν δίκῃ μέντοι εἴρηταί σοι ἕκαστα· εὖ μέντοι ἐπίστασο, ὡς καὶ τῷ βασιλεῖ πλέον τι χαρίζεται ἡ συνθήκη καὶ τῷ τυράννῳ. φέρειν δὲ τοῦτο τὰ πράγματα πέφυκεν. ἢν δὲ καὶ κατὰ τοὺς ὁμοφύλους ἐξαμαρτάνων τις φαίνηται, ἀνάγκῃ ἐπὶ μαρτυρίαν τοῦτο αὐτό τις ὁδεύεται, καὶ ἐπιόντα ἀμύνεσθαι. καὶ ἡμεῖς δὲ τοῦτο ποιησάμενοι, καὶ προειπόντες αὐτῷ μὴ παρέχειν τῇ ἡμετέρᾳ χώρᾳ, οὔτε ἀπείχετο τὸ παράπαν καὶ ἐπιὼν ἐνοχλεῖν οὐκ ἐπαύετο. ὅμως τάδε ἐπιτέλλοντες τῷ σῷ υἱῷ, ἀπεχόμεθα μὲν τοῦ λοιποῦ τῆς χώρας, ἐφ' ᾧ μὴ ἐπιβῆναι ἐσαῦθις τῆς χώρας ἡμῶν καὶ μηδὲ τῷ βασιλεῖ Τραπεζοῦντος ἐπαμύνειν καὶ ὑπερμαχεῖν." ταῦτα εἰπόντος τοῦ βασιλέως συνετίθετο αὐτίκα ἡ γυνὴ καὶ σπονδὰς ἐποιεῖτο. [Τὸ δὲ ἐντεῦθεν ἤδη ἐπορεύετο ἐπὶ Τραπεζοῦντα καὶ κατὰ βασιλέως Δαβίδ, ὃς τελευτήσαντος τοῦ βασιλέως τοῦ ἀδελφοῦ αὐτοῦ Ἰωάννου, καὶ καταλειφθέντος αὐτῷ ἐγγόνου ἑνός, ἐπαγόμενος τοὺς Καβασιτάνους ἄρχοντας τῶν περὶ τὴν Τραπεζοῦντα Μεσοχαλδείων κατέσχε τὴν βασιλείαν καὶ ἐβασίλευεν, ἀδικήσας τὸν ἀνεψιὸν αὐτοῦ τετραετῆ ὄντα. ὁ μέντοι στόλος ἄρας ἀπὸ Σινώπης, ἐπεὶ ταύτην προεδουλώσαντο, ἐπορεύετο ἐν δεξιᾷ ἔχων τοὺς Καππάδοκας, καὶ ἀφικόμενος ἐς τὴν πόλιν Τραπεζοῦντα τά τε προάστεια ἐνέπρησε, καὶ ἐπολιόρκει τὴν πόλιν ἐπὶ ἡμέρας τριάκοντα δύο. μετὰ δὲ ταῦτα ἐπελαύνων ἐπῄει βασιλεύς. προελαύνων δὲ Μαχουμούτης ἐς Τραπεζοῦντα, καὶ αὐτοῦ που σκηνώσας ἐν τῇ λεγομένῃ Σκυλολίμνῃ, καὶ λόγους προσφέρων πρὸς τὸν αὐτοῦ ἐξάδελφον Γεώργιον πρωτοβεστιάριον, ἔλεγε πρὸς αὐτὸν εἰπεῖν τῷ βασιλεῖ Δαβὶδ τάδε· "βασιλεῖ Τραπεζοῦντος, γένους τοῦ Ἑλλήνων βασιλείου, βασιλεὺς μέγας τάδε λέγει, ὡς ὁρᾷς μὲν ὅσην χώραν διαπορευόμενος, ἐπειδὴ διεξῄει, ὥστε ἐνταῦθα γενέσθαι. ἢν οὖν αὐτίκα τὴν πόλιν παραδῷς τῷ βασιλεῖ, καὶ χώραν μέν σοι παρέχεται, ὡς καὶ τῷ Ἑλλήνων ἡγεμόνι τῆς Πελοποννήσου Δημητρίῳ εὐδαιμονίαν τε ἐδωρήσατο καὶ νήσους καὶ Αἶνον πόλιν εὐδαίμονα, καὶ ἐν ἀσφαλεῖ ὢν κάθηται εὐδαιμονῶν. ἢν δὲ μὴ πειθόμενος ἀντέχειν ἐθέλῃς, ἴσθι τήν τε πόλιν ἐξανδραποδίσαι οὐ πολλῷ ὕστερον· οὐ γὰρ ἂν ἀπαναστήσεται, μὴ ἐξελὼν πρότερον ὑμᾶς καὶ αἰσχίστῳ παραδοὺς θανάτῳ." ταῦτα εἰπόντος τοῦ Μαχουμούτεω, ὑπολαβὼν ὁ βασιλεὺς Κολχίδος ἔλεγε τοιάδε· "ἀλλ' ἡμεῖς καὶ πρότερον τὰς βασιλέως σπονδὰς οὐ παραβαίνοντες, τόν τε ἀδελφὸν τοῦ βασιλέως πέμψαντες ἕτοιμοι ἦμεν, ἐφ' ὅ τι ἂν ἄρα κελεύοι βασιλεύς, ἴεσθαι αὐτίκα πειθόμενοι, καὶ νῦν τῷ ναυάρχῳ τοῦ βασιλέως τόδε ἐλέγομεν, ὡς ἂν μὴ τὴν χώραν κακῶς ποιοῦντες ληΐζωνται, ὡς, ἢν ἐπίῃ βασιλεύς, προσχωρήσειν αὐτῷ παρεσκευάσμεθα." ταῦτά τε ἔλεγε, καὶ ἠξίου σπένδεσθαι αὐτῷ βασιλέα, ἐφ' ᾧ τήν τε θυγατέρα αὐτοῦ βασιλέα ἄγεσθαι καὶ χώραν αὐτῷ παρέχεσθαι, ὅσῳ ἴσην τὴν πρόσοδον αὐτοῦ τῆς χώρας ἀποδοίη τε. ταῦτα λέγων ἠξίου σπένδεσθαι. Μαχουμούτης μέν, ὡς ἐς τὸ στρατόπεδον ἀπήλαυνε βασιλεύς, ὑπήντα ἀγγέλλων τὰ παρὰ τῆς πόλεως. ἐπαρθεὶς δὲ τοῖς λόγοις τοῖσδε ὥρμητο κατὰ κράτος ἐξελεῖν τὴν πόλιν καὶ ἀνδραποδίσασθαι· ἤχθετο γάρ, ὅτι ἡ γυνὴ τοῦ βασιλέως. πρὶν ἢ ἀφικέσθαι τὸν στόλον, ἀφίκετο παρὰ τὸν ἑαυτῆς γαμβρὸν τὸν Μαμίαν προεξιοῦσα. μετὰ δὲ ταῦτα βουλευομένῳ οἱ ἐδόκει ἐς τὴν ξύμβασιν τοὺς ὅρκους ποιεῖσθαι, καὶ ἐγίνοντο οἱ ὅρκοι τοῦ βασιλέως, μετὰ δὲ καὶ τὴν πόλιν παρελάμβανον Τραπεζοῦντα οἱ τοῦ βασιλέως νεήλυδες, ὡς ἐπέταξε βασιλεύς. τὸν δὲ βασιλέα Τραπεζοῦντος ἐμβάντα ἐς τὰς ναῦς ἅμα τοῖς παισὶν αὐτοῦ καὶ τῇ θυγατρὶ καὶ συγγένεσιν αὐτοῦ, ὅσοι παρῆσαν αὐτῷ, ἐκέλευσεν ἀποπλεῖν ἐς τὸ Βυζάντιον, ὡς αὐτίκα παρεσομένου καὶ αὐτοῦ βασιλέως διὰ τῆς ἠπείρου, τὴν μὲν οὖν πόλιν ἐπέτρεψε τῷ ναυάρχῳ, τῆς Καλλιουπόλεως ὑπάρχῳ, νεήλυδάς τε καθίστη ἐς τὴν ἀκρόπολιν καὶ ἀζάπιδας ἐς τὴν πόλιν. μετὰ δὲ ταῦτα πέμψας Χιτήρη τῆς Ἀμασίας ὕπαρχον, παρεστήσατο τὰ περὶ τὴν πόλιν χωρία καὶ τὰ περὶ τὸ Μεσοχάλδειον, Καβασιτάνων ὄντα τῶν ὑπάρχων, τοῦ τε πανσεβάστου καὶ τοῦ υἱοῦ αὐτοῦ. καὶ ἕκαστα προσεχώρησεν. ὃς καὶ φυλακὴν ἐγκατέλιπεν, ἀναζεύξας διὰ τῆς ἠπείρου, καὶ ἀπήλαυνε, καὶ διὰ τῆς τῶν Τζανίδων χώρας ἐκομίζετο, χώραν ἐρυμνήν τε καὶ ἄβατον ἐς τὰ μάλιστα. γενόμενος δὲ ἐπὶ Βυζαντίου, βασιλέα μὲν αὐτοῦ ἐπέταξεν ἀπάγειν ἐς Ἀδριανούπολιν, καὶ αὐτὸς οὐ πολλῷ ὕστερον ἐκομίζετο ἐπὶ Ἀδριανούπολιν. Τραπεζοῦς μὲν οὖν οὕτως ἑάλω, καὶ ἡ τῆς Κόλχων χώρα σύμπασα ὑπὸ βασιλεῖ ἐγένετο, ἡγεμονία καὶ αὕτη Ἑλλήνων οὖσα καὶ ἐς τὰ ἤθη τε καὶ δίαιταν τετραμμένη Ἑλλήνων, ὥστε ἀναστάτους γενέσθαι ὑπὸ τοῦδε τοῦ βασιλέως οὐ πολλῷ χρόνῳ τοὺς Ἕλληνάς τε καὶ Ἑλλήνων ἡγεμόνας, πρῶτα μὲν τὴν Βυζαντίου πόλιν, μετὰ δὲ ταῦτα Πελοπόννησόν τε καὶ Τραπεζοῦντος βασιλέα καὶ χώραν αὐτήν. Ταῦτα μὲν ἐς τοσοῦτον ἐγένετο· τὴν δὲ Τραπεζοῦντα ἐς μοίρας διελόμενος, τὸ μὲν παρ' ἑαυτῷ κατεκράτησε, ποιήσας σιλικταρίους καὶ σπαχογλάνους ὕστερον ἐς τὰς θύρας αὐτοῦ, τούτους κρατήσας παρ' ἑαυτὸν ὑπηρεσίας αὐτοῦ ἕνεκα καὶ ἐς τὰ παιδικά, τὸ δὲ κατῴκισεν ἐς Βυζάντιον, καὶ τὸ ἕτερον πεποίηκεν Ἰανιτζαρίους καὶ δουλευτὰς ἐν σκευαῖς, ἐπιλεξάμενος παῖδας ὀκτακοσίους, καὶ ἐς τὴν τῶν νεηλύδων τάξιν ἐτάξατο. τὴν μέντοι θυγατέρα τοῦ βασιλέως Δαβὶδ γυναῖκα μέντοι οὐκ ἠγάγετο, μετ' οὐ πολὺ δὲ ἐς τὸν κοιτῶνα μετεπέμψατο αὐτήν, σφαγιασθέντος τοῦ βασιλέως Δαβίδ, καὶ τὸν παῖδα ἔγγονον τοῦ πρότερον βασιλέως νήπιον ὄντα εἶχε παρ' ἑαυτῷ ὁ κρατῶν. ὁ μέντοι βασιλέως παῖς ὁ νεώτερος, Γεώργιος τοὔνομα, ὡς ἐς τὴν Ἀδριανούπολιν παρών, ἐτράπετο ἐπὶ τὴν τοῦ Μεχμέτεω θρησκείαν, καὶ ἐς τὰ ἤθη γενόμενος τὰ ἐκείνων οὐ πολλῷ ὕστερον συνελήφθη ἅμα τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς ὑπὸ βασιλέως. καὶ γὰρ ἔπεμψε γράμματα ἡ ἀνεψιὰ τοῦ βασιλέως, ἡ τοῦ Χασάνη γυνή, καὶ μετεκαλεῖτο ἢ τὸν τοῦ βασιλέως υἱὸν ἢ τὸν ἀνεψιὸν αὐτοῦ τὸν Ἀλέξιον τὸν ἐκ Μυτιλήνης, Κομνηνὸν ὄντα. καὶ τὰ μὲν γράμματα ἐνεχείρισαν τῷ βασιλεῖ, δηλοποιοῦντα, ὅπως εἷς ἐκ τῶν υἱῶν τοῦ βασιλέως ἢ ὁ ἀνεψιὸς αὐτοῦ, ὡς εἴρηται, ἀφίξηται πρὸς τὴν Δέσποιναν, τὴν γυναῖκα τοῦ Μακροῦ Χασάνη οὖσαν. ἐνεχείρισε δὲ ταῦτα τὰ γράμματα ὁ πρωτοβεστιάριος Γεώργιος ἐπὶ τρόπῳ τάχα ἀγαθῷ, ὅπως φανήσεται ὁ βασιλεὺς εἰς πίστωσιν ἴσως ἀγαθήν, καὶ ἄλλως ἵνα μὴ ἀκουσθῇ καὶ παρ' ἄλλων, ὅπως ὁ πρωτοβεστιάριος ἔκρυψε τοῦτο, φοβούμενος τόν τε αὐθέντη τὸν μέγαν καὶ τὸν πάσιαν Μαχουμούτη, καὶ πάθῃ κακῶς ὁ πρωτοβεστιάριος παρὰ τοῦ μεγάλου αὐθέντου. καὶ διὰ τοῦτο δέδωκε καὶ τὸν χάρτην πρὸς τὸν μέγαν αὐθέντη. τὰ μὲν οὖν γράμματα δεξάμενος ὁ βασιλεὺς καὶ νόῳ λαβὼν καθίστατο ἐς ὑποψίαν, καὶ αὐτοὺς συλλαβὼν τόν τε Δαβὶδ βασιλέα καὶ τοὺς υἱοὺς αὐτοῦ σὺν τῷ ἀνεψιῷ καθεῖρξε. καὶ τὴν μὲν θυγατέρα ἐς κοιτῶνα αὐτῷ μετεπέμψατο, ἔχων δὲ αὐτοὺς ἐν πέδαις, οὐ πολλῷ ὕστερον ἀπαγαγὼν ἐς Βυζάντιον διεχρήσατο. τοὺς μέντοι παῖδας τοὺς ἀπὸ ἄστεως καὶ ἀπὸ τῶν περιοίκων χωρίων τοὺς μὲν νεήλυδας ταξάμενος κατέθετο ἐς τὸν ἑαυτοῦ κοιτῶνα, τοὺς δ' ἄλλους ἐν τοῖς ἑαυτοῦ ἐπιτηδεύμασι, τοὺς δ' ἑτέρους ἀπεχαρίσατο τοῖς υἱοῖς αὑτοῦ καὶ τοῖς ἄρχουσι. τὰς δὲ κόρας τὰς μὲν ἐν τοῖς αὑτοῦ κοιτῶσι κατέθετο, τὰς δὲ ἀπεχαρίσατο, καί τινας ἐξ αὐτῶν τοῖς υἱοῖς αὑτοῦ ἀπεστέλλετο, ἐνίας δ' ἔν τινι ὀλίγῳ καιρῷ καὶ ὑπανδρεύσατο.]Τοῦ μέντοι χειμῶνος τούτου βασιλεὺς διατρίβων ἐν τοῖς ἑαυτοῦ βασιλείοις μετεπέμπετο Βλάδον τὸν Δρακούλεω παῖδα, Δακίας ἡγεμόνα, ἔχων παρ' ἑαυτῷ τὸν νεώτερον αὐτοῦ ἀδελφόν, παιδικά τε αὐτοῦ γενόμενον καὶ διαιτώμενον παρ' αὐτῷ. ξυνηνέχθη δὲ καὶ αὐτῷ βασιλεῖ ξυγγενέσθαι τῷ παιδὶ τῷδε βουλομένῳ, ὅτε πρῶτον παριὼν ἐπὶ τὴν βασιλείαν ἐστέλλετο ἐπὶ Καραμᾶνον, ὀλίγου ὑπ' αὐτοῦ ἀποθανεῖν. ὡς γὰρ ἐρῶν τοῦ παιδὸς ἐκάλει ἐς ὁμιλίας, καὶ φιλοτιμίαν αὐτῷ προπίνων ἐκάλει ἐπὶ τὸν κοιτῶνα. ὁ μέντοι παῖς οὐδέν τι τοιοῦτον δοκῶν πρὸς τοῦ βασιλέως πείσεσθαι, ἑώρα τὸν βασιλέα ἐπιφερόμενον αὐτῷ ἐς τοιοῦτόν τε πρᾶγμα, ἀπεμάχετό τε καὶ οὐ συνεγινώσκετο ἐς τὴν συνουσίαν βασιλέως. καὶ ἄκοντος ἐφίλει, σπασάμενος ὁ παῖς μάχαιραν παίει τὸν βασιλέα κατὰ τὸν μηρόν, καὶ οὕτω φεύγων αὐτίκα, ὅποι προεχώρει αὐτῷ, ᾤχετο. βασιλέως μέντοι οἱ ἰατροὶ ἰάσαντο τὸ τραῦμα. ὁ δὲ παῖς ἐπὶ δένδρον αὐτοῦ που ταύτῃ ἀναβὰς ἐκέκρυπτο. ὡς δὲ συσκευασάμενος ὁ βασιλεὺς ἀπῄει, ἐντεῦθεν καταβὰς ὁ παῖς ἀπὸ τοῦ δένδρου καὶ διαπορευόμενος οὐ πολλῷ ὕστερον ἀφίκετο ἐπὶ τὰς θύρας, καὶ παιδικὰ ἐγένετο βασιλέως. χρῆσθαι δὲ νομίζει οὐχ ἧττον τοῖς ἐς τὴν ἑαυτοῦ δίαιταν τετραμμένοις· τούτοις μὲν γὰρ αἰεί τε συγγενόμενος συνδιατρίβει νύκτωρ καὶ μεθ' ἡμέραν, τοῖς δ' ἀλλοφύλοις οὐ πάνυ τι χρῆσθαι νομίζεται βασιλέα, ἀλλ' ἐπὶ βραχύ. τούτου δὲ τοῦ παιδὸς τῷ ἀδελφῷ Βλάδῳ ἐπέτρεψε βασιλεὺς τὴν Δακίας ἡγεμονίαν, καὶ συμβαλλομένου βασιλέως ἐπήλασέ τε καὶ κατέσχε τὴν ἡγεμονίαν Βλάδος ὁ Δρακούλεω παῖς. ὡς δὲ ἐπὶ τὴν ἡγεμονίαν ἀφίκετο, πρῶτα μὲν ἑαυτῷ δορυφόρους ἐποιεῖτο καὶ ὁμοδιαίτους, μετὰ δὲ μεταπεμπόμενος ἕνα ἕκαστον τῶν τῆς χώρας ἐπιφανῶν ἐς τὰς τῶν ἡγεμόνων μεταβολὰς δοκούντων μετεῖναι τῆς προδοσίας, πανοικὶ διέφθειρέ τε καὶ ἀνεσκολόπιζεν, αὐτόν τε ἅμα καὶ παῖδας καὶ γυναῖκα καὶ θεράποντας, ὥστε ἄνδρα τοῦτον ἕνα ἐπὶ μέγα δὴ φόνου ἀνδρῶν, ὧν ἡμεῖς ἴσμεν, ἐλάσαι ἐπυθόμεθα· ὥστε γάρ οἱ ἐμπεδῶσαι τὴν ἡγεμονίαν, ἀνελεῖν αὐτόν φασιν ἄνδρας τε καὶ γυναῖκας καὶ παῖδας ὀλίγον τινὰ χρόνον ἐς δισμυρίους, καθιστῶντα δὲ καλούς τινας αὐτῷ στρατιώτας καὶ δορυφόρους, τούτους ἐδωρεῖτο τοῖς τῶν ἀπογιγνομένων χρήμασί τε καὶ ὄλβῳ καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ, ὥστε διὰ βραχέος ἐπὶ μέγα ἀφικέσθαι μεταβολῆς καὶ καινοτομηθῆναι πάνυ τὰ Δακίας πράγματα ὑπὸ τούτου τοῦ ἀνδρός. καὶ Παίονάς τε οὐκ ὀλίγους, οἷς μετεῖναι ἐδόκει ὁτῳοῦν τῶν πραγμάτων, καὶ τούτων οὐδενὸς φειδόμενος φόνον δὲ μέγιστον εἰργάζετο. ὡς μὲν οὖν αὐτῷ ἐδόκει ἀσφαλῶς ἔχειν τὰ Δακίας πράγματα, ἐβουλεύετο ἀπόστασιν ἀπὸ τοῦ βασιλέως. ἐτιμωρεῖτο μέντοι τοὺς ἄνδρας τούτους γνώμῃ τοῦ βασιλέως, ὡς ἂν αὐτῷ κρατύνοιτο τὴν ἀρχήν, καὶ μὴ μεταστάντων αὖθις τῶν τῆς Δακίας ἀνδρῶν πρωτευόντων πράγματα ἔχοι, ἐπαγομένων αὐτῶν τοὺς Παίονας συμμάχους τε καὶ ἐπικούρους. Ταῦτα μέντοι οὕτω διεπράττετο. τότε δὴ οὖν τοῦ χειμῶνος, ὡς ἠγγέλλετο βασιλεῖ τοῦτον νεωτερίσαι διανοούμενον ἀπόστασιν βουλεύεσθαι, ἐπὶ Παίονας τραπόμενον συντίθεσθαι ἐκείνοις καὶ συμμαχίαν ποιεῖσθαι, δεινόν τε ἐποιεῖτο, καὶ πέμπων ἄνδρα εὐδόκιμον τῶν θυρῶν αὐτοῦ, γραμματιστὴν Ἕλληνα, μετεπέμπετο ἐς τὰς θύρας, ὡς, ἢν ἀφίκηταί οἱ ἐπὶ τὰς θύρας, ἄχαρι μὲν οὐδὲν πρὸς βασιλέως πείσεται, ἀγαθὰ δὲ καὶ εὔνοιαν ἀνακτώμενος οὐχ ὑπερβαλεῖται αὐτὸν βασιλέα, εὐνοῶν ἐς τὰ τοῦ βασιλέως πράγματα. ταῦτα μὲν ἐπιτείλας ἔπεμπεν ὡς τοῦτον Καταβολινὸν γραμματέα τῶν θυρῶν. Χαμουζᾷ δὲ τῷ ἱερακοφόρῳ λεγομένῳ, ὃς παρὰ τὸν Ἴστρον διέλαχε διοικεῖν χώραν οὐκ ὀλίγην καὶ Βιδίνης ὕπαρχον εἶναι, κρύφα ἐκέλευε πέμπων, δόλῳ εἰ δυνήσεται ἀγαγεῖν τὸν ἄνδρα, αὐτῷ χαριεῖσθαι μεγάλως, εἴτε δόλῳ εἴτε τρόπῳ ἄλλῳ, οἵῳ δυνήσεται συλλαβεῖν, οὗτος μὲν οὖν παραγγείλας τῷ γραμματιστῇ ἐς τὴν σύλληψιν τοῦ ἀνδρός, ἅττα ἐδόκει σφίσι βουλευομένοις πρόσφορα εἶναι, συμπροπέμποντι αὐτὸν τῷ Βλάδῳ ὑποίσειν ἐνέδρας προλοχίσαντα αὐτοῦ ταύτην τὴν χώραν, οὕτω ποιεῖσθαι τὴν σύλληψιν, σημαίνεσθαι δέ οἱ, ἐπὰν μέλλῃ ἀποχωρεῖν, τὸν γραμματιστήν. ταῦτα ποιοῦντος ἐκείνου, καὶ τὴν ὥραν ὑποσημαίνοντος, ἐν ᾗ ἀποχωροῦντα αὐτὸν ἔδει συμπροπέμψαι τὸν Βλάδον, προελόχισεν αὐτοῦ ταύτην τὴν χώραν ὁ Χαμουζᾶς. Βλάδος δὲ σὺν τοῖς περὶ αὐτὸν ὡπλισμένος, ὡς συμπροὔπεμπε τὸν θυρῶν τῆς αὐτῆς ἡγεμόνα καὶ τὸν γραμματιστήν, ἐνέπεσέ τε ἐς τὰς ἐνέδρας, καὶ ὡς ἔγνω, τούτους μὲν αὐτίκα διακελευσάμενος συλλαμβάνει καὶ τοὺς θεράποντας, ὡς δὲ ἐπῄει ὁ Χαμουζᾶς, ἐμαχέσατό τε ἀξίως λόγου, καὶ τρεψάμενος αὐτόν τε ἐζώγρησε καὶ τῶν ἄλλων διαφυγόντων διέφθειρεν οὐ πολλούς. τούτους μὲν ὡς ἐζώγρησε, σύμπαντας ἀπαγαγὼν ἀνεσκολόπισεν, ἀκρωτηριασάμενος τοὺς ἄνδρας πρότερον, Χαμουζᾶν δὲ ἐπὶ ὑψηλοτέρου σκόλοπος ποιησάμενος, τήν τε θεραπείαν ἅμα τοῖς ἑαυτῶν δεσπόταις τὰ αὐτὰ ταῦτα ἔδρασε. μετὰ δὲ ταῦτα αὐτίκα στρατὸν παρασκευασάμενος, ᾗ δύναμις, μέγιστον, ἤλασέ τε αὐτίκα ἐπὶ τὸν Ἴστρον, καὶ διαβὰς ἐς τὰ ἐπὶ τάδε χωρία τοῦ Ἴστρου καὶ χώραν τοῦ βασιλέως πασσυδί τε ἅμα παισὶ καὶ γυναιξὶ διέφθειρε, καὶ οἰκίας ἐνεπίμπρα, πῦρ ἐνιείς, ὅποι προσῄει. καὶ μέγιστον ἐργασάμενος φόνον ἀπήλαυνεν ὀπίσω ἐπὶ Δακίας. Ταῦτα μὲν οὖν ὡς ἠγγέλλετο βασιλεῖ Μεχμέτῃ, τούς τε πρέσβεις αὐτοῦ διαφθαρῆναι ὑπὸ Βλάδου τοῦ Δακίας ἡγεμόνος, καὶ Χαμουζᾶν ἄνδρα εὐδόκιμον τῶν βασιλέως θυρῶν οὕτω ἐν οὐδενὶ λόγῳ ἀποθανεῖν, ἤχθετο μέν, οἷα εἰκός, καὶ δεινότερα ἐποιεῖτο, εἰ ἄνδρας αὐτῷ τοιούτους περιόψεται οὕτω διαφθαρέντας, κἀκεῖνον εἰς τοῦτο ὕβρεως ἀφικόμενον, ὥστε καὶ τοὺς πρέσβεις αὐτῷ διαχρήσασθαι, μὴ τιμωρήσεται τὸν φόνον ἐκείνων τῶν αὐτῶν εἰσπραττόμενος τὸν τῆς Δακίας ἡγεμόνα. ἤχθετο μέντοι καὶ τόδε, ὅτι τὸν Ἴστρον διαβὰς σὺν χειρὶ πολλῇ καὶ ἐμπρήσας τὴν βασιλέως χώραν καὶ φόνον τῶν τε ὁμοφύλων αὐτῷ ἐργασάμενος ὀπίσω ἐλαύνοι. πολλῷ δὲ τούτων δεινότερα ἐποιεῖτο, ταῦτα τοὺς ἑαυτοῦ πρέσβεις ἐργάσασθαι. ὅθεν δὴ ἁπανταχῇ περιαγγέλλων τοῖς τε ἀρίστοις καὶ τοῖς ἄλλοις κατὰ λόγον προηγόρευε καλλίστῳ κόσμῳ ἐλαύνοντας καὶ ἐξωπλισμένους παρεῖναι αὐτῷ τὰ στρατεύματα ἐξελαύνοντι. τὴν μὲν οὖν στρατιὰν οὕτω παρεσκευάζετο ἐπὶ τοὺς Δακούς. λέγεται δὲ καὶ τόδε, ὡς Μαχουμούτῃ τῷ ἡγεμόνι, ὅτι τῆς ἀγγελίας πρότερον τούτων ἔτι ἀφικομένης περί τε τοῦ φόνου τῶν πρέσβεων καὶ Χαμουζᾶ τοῦ ὑπάρχου καὶ τοῦ ἐμπρησμοῦ τῆς χώρας, οὔτε εὑρὼν παρὰ βασιλέα ἀπηγγέλλετο τὰ γενόμενα περὶ Δακῶν ἐς τοὺς βασιλέως ἄνδρας, καὶ χαλεπῶς ἤνεγκε. λέγεται δέ, ὡς καὶ πληγὰς ἐνέβαλε τῷ ἀνδρί. νομίζεται δὲ καὶ τοῦτο ἐς τὰς θύρας τοῦ βασιλέως οὐ πάνυ τι αἰσχρὸν εἶναι, τούτους οὓς ἀπὸ ἀνδραπόδων καὶ μὴ Τούρκων παῖδας αὐτῷ ἐς τὴν ἀρχὴν παραγενομένους. κήρυκας μέντοι πέμπων ἁπανταχῇ ἐκέλευεν αὐτῷ παρεῖναι τὴν στρατιὰν ἐξωπλισμένην καλῶς, καὶ τοὺς ἱπποδρόμους αὐτῷ ἕπεσθαι ξύμπαντας ἐς τήνδε τὴν στρατείαν. οἱ δὲ τοῦ βασιλέως κήρυκες οἱ τὰς ἀγγελίας φέροντες αὐτῷ ἐς τὴν χώραν καὶ οἱ ἄγγελοι, ἐπειδάν τι νεώτερον ξυμβαίνοι, ἐπὶ τὰς θύρας ἀφικνούμενοι ταχίστῳ δρόμῳ ὀλίγων πάνυ ἡμερῶν μεγίστους δρόμους διατελοῦσιν ὧδε. ἵππον, ὃν ἂν ἐν τῇ ὁδῷ διελαύνων θεάσηται, τὸν μὲν ἱππέα αὐτίκα ἀπὸ τοῦ ἵππου καταβιβάζει, αὐτὸς δὲ ἀναβὰς ἐλαύνει κατὰ κράτος, καὶ ὁ ἵππος ἐς τόδε διανύσαι οἷος τε ἦν. μετὰ δὲ ἄλλον εὑράμενος καταβιβάζει, τὸν δὲ ἵππον τὸν πρότερον παραδίδωσι τῷ ἀνθρώπῳ. καὶ οὕτω βραχὺ διαναπαυόμενοι μέγιστον διανύουσι δρόμον. ἐζώννυντο δὲ καὶ τὸ σῶμα ἅπαν, ὥστε μὴ ἄγαν πονεῖν ἢ κάμνειν σφίσι τὸ σῶμα, ἐπεὶ θέοιντο. καὶ ἀπὸ Πελοποννήσου ἐς Ἀδριανούπολιν κήρυκας ἴσμεν ἐν πέντε ἡμέραις ἀφικομένους, ὁδὸν πεντεκαίδεκα ἡμερῶν ἀνδρὶ ἱππεύοντι ἐς τὰ μάλιστα. καλοῦνται δ' οὗτοι οἱ κήρυκες οὐλάκιδες. Ἐπεί τε δὴ τὰ στρατεύματα παρεσκεύαστο τῷ βασιλεῖ, ἐπὶ Δακίαν ἐστρατεύετο ἦρος εὐθὺς ἀρχομένου. μέγιστον δὲ τοῦτον στρατὸν γενέσθαι φασί, δεύτερον μετά γε τὴν ἐς τὸ Βυζάντιον ἐπέλασιν τοῦ βασιλέως τοῦδε. λέγεται δὲ τοῦτο τὸ στρατόπεδον κάλλιστον μὲν γενέσθαι τῶν ἄλλων στρατοπέδων, καὶ κόσμον πολὺν παρέχεσθαι ἔς τε τὰ ὅπλα σφίσι καὶ ἐς τὴν σκευήν, γενέσθαι δὲ ἀμφὶ τὰς πέντε καὶ εἴκοσι μυριάδας στρατοῦ. καὶ τοῦτο λογίζεσθαι ῥᾳδίως ἀπὸ τῶν τοῦ πόρου τοῦ Ἴστρου ἐμποριστῶν, ὣν ἐξωνησαμένων ἀπὸ βασιλέως τὸν πορθμὸν ἐς τριάκοντα μυριάδας χρυσίου στατῆρας, λέγεται χρήματα μεγάλα κερδᾶναι. κατὰ τὴν ἤπειρον ὁ στρατὸς ὁρμώμενος ἀπὸ Φιλιπποπόλεως, κατὰ δὲ θάλατταν πληρώσας τριήρεις ἀμφὶ τὰς εἴκοσι καὶ πέντε καὶ πλοῖα εἰς ἑκατὸν καὶ πεντήκοντα, ἐπορεύετο εὐθὺ τοῦ Ἴστρου ὡς διαβησόμενος διὰ τῆς Βιδίνης πόλεως. ἐκέλευε δὲ πλέειν ταῦτα τὰ πλοῖα διὰ τοῦ Εὐξείνου πόντου ἐπὶ τὸν Ἴστρον. καὶ ὁ στόλος, ὡς ἐνετέλλετο βασιλεύς, διὰ τοῦ Πόντου ἐπέπλει ἐς τὸ τοῦ Ἴστρου στόμα· καὶ ὡς ἐς τὸ στόμα ἐγένετο, ἀνήγετο ἐπὶ τοῦ ποταμοῦ ἐπὶ τὴν Βιδίνην. καί ποι καὶ ἀπόβασιν ποιησάμενος ὁ στόλος τάς τε οἰκίας ἐνεπίμπρα, καὶ ἔκαιε, τήν τε Πραΐλαβον πόλιν τῶν Δακῶν, ἐν ᾗ καὶ ἀγορὰν παρέχονται βελτίω ἁπασῶν τῶν ἐν τῇ χώρᾳ, πῦρ ἐνιέντες ἐνέπρησαν. εἰσὶ δὲ αἱ οἰκίαι ξύλιναι ὡς τὸ ἐπίπαν. Δᾶκες γάρ, ὡς ἐπύθοντο βασιλέα ἐπιέναι ἐπὶ σφᾶς, τὰς μὲν γυναῖκας καὶ παῖδας ὑπεξέθεντο, τὰς μὲν ἐς τὸ ὄρος τὸ Πράσοβον, τὰς δὲ ἐς πολίχνην ... τοὔνομα, ἐς ἣν κύκλῳ περιιὸν ἐνετήρει καὶ ἐφύλαττε, καὶ τὸ ἕλος ἐχυρώτατον ἐποιεῖτο, καὶ ἐν ἀσφαλεῖ καθίστησι μάλιστα. τὰς δ' αὖ καὶ ἐς τοὺς δρυμῶνας, οὓς χαλεπόν ἐστι διιέναι ἀνδρὶ ἐπήλυδι καὶ μὴ ἐπιχωρίῳ· πυκνότατοι γὰρ ὄντες, καὶ δένδροις καταπεφυτευμένοι πυκνοῖς, ὡς ἥκιστα παρέχονται διὰ πολλοῦ βάσιμον τὴν εἴσοδον. τὰς μὲν οὖν γυναῖκας καὶ παῖδας οὕτως ἐξέθεντο, αὐτοὶ δὲ συναθροισθέντες ἐς τὸ αὐτὸ εἵποντο Βλάδῳ τῷ ἡγεμόνι. καὶ ἐς δύο μοίρας ἐπιδιελόμενος τὸν στρατὸν τὸν μὲν εἶχε παρ' ἑαυτῷ, τὸν δὲ ἔπεμπεν ἐπὶ τὸν τῆς μελαίνης Μπογδανίας ἡγεμόνα, ὡς, ἢν ἐσβαλεῖν ἐκεῖνος πειρῷτο, ἀμυνόμενοι μὴ περιίδωσιν ἐσβαλόντα ἐς τὴν χώραν. ὁ γὰρ τῆς μελαίνης ταύτης Μπογδανίας ἡγεμὼν διενεχθεὶς ἐπολέμει τῷ Βλάδῳ ἀπὸ αἰτίας τοιᾶσδε, καὶ πρέσβεις πέμπων παρὰ βασιλέα Μεχμέτην ἐπεκαλεῖτο, καὶ συνάρασθαι τὸν πόλεμον ἔφασκεν ἕτοιμος εἶναι. βασιλεὺς μὲν οὖν ἠρέσκετό τε τοῖς τοῦ ἡγεμόνος τούτου λόγοις, καὶ ἐκέλευσεν οὕτω ποιεῖν τὸν ἑαυτοῦ στρατηγόν, συμμίσγοντα τῷ ναυάρχῳ ἐς τὸν ποταμὸν πολιορκεῖν τὸ Κελλίον πόλιν οὕτω καλουμένην τοῦ Βλάδου, ἐπὶ τῷ στόματι τοῦ ποταμοῦ. ὁ μέντοι ἡγεμὼν οὗτος συλλέξας στράτευμα ἀπὸ τῆς χώρας ἴετο ἐπὶ τὸν βασιλέως στόλον εὐθὺ τῆς Κελλίου πόλεως, ὡς συμμίξων τῷ ναυάρχῳ. καὶ ἐπεί τε συνέμισγε τῷ βασιλέως στρατῷ, ἐπολιόρκουν ἀμφότεροι τὴν πόλιν, καὶ προσβάλλοντες ἐπὶ ἡμέρας συχνὰς ἐξεκρούσθησαν καὶ ἀπέβαλον ὀλίγους τινάς. ὡς δ' οὐ προεχώρει ἡ τῆς πόλεως αἵρεσις, ἀπεχώρουν ἤδη ἑκάτεροι. ὁ μὲν οὖν μέλας Μπόγδανος ἤϊεν ὁμόσε ὡς ἐσβαλῶν ἐς τὴν τῶν Δακῶν χώραν, ἐκωλύετο δὲ ὑπὸ τῆς μιᾶς μοίρας τοῦ στρατοῦ, ἥτις ἐτέτακτο ταύτῃ φυλάσσειν τὴν χώραν. Βλάδος δὲ αὐτὸς ἔχων τὴν μείζω μοῖραν τοῦ στρατοῦ ἐπορεύετο διὰ τῶν δρυμώνων, ἐκδεχόμενος ἰδεῖν, ὅπου χωρήσει ὁ τοῦ βασιλέως στρατός. βασιλεὺς μὲν γάρ, ὡς τὰ στρατεύματα αὐτῷ διαβάντα τὸν Ἴστρον ἐγένετο ἐς τὴν Δακίαν, ἐπέδραμεν οὐδαμῇ. οὐ γὰρ εἴα ὁ βασιλεύς, ἀλλὰ συντεταγμένῳ ἐπορεύετο τῷ στρατεύματι. ἐπορεύετο δ' εὐθὺ τῆς πόλεως, ἐς ἣν γυναῖκάς τε καὶ παῖδας ὑπεκθέμενοι οἱ Δᾶκες αὐτοὶ εἵποντο τῷ βασιλεῖ διὰ τῶν δρυμώνων· καὶ ἤν τι ἀποσπασθείη τοῦ στρατοῦ, αὐτίκα ὑπὸ τούτων διεφθείρετο. ὁ μὲν οὖν βασιλεύς, ὡς οὐδεὶς ἐπιὼν ἐπηγγέλλετο αὐτῷ ἐς τὴν μάχην, οὔτε ἀπὸ Παιόνων παρεῖναι τῷ Βλάδῳ βοήθειαν, ὠλιγώρει τε καὶ ἠμέλει τοῦ χάρακος, καὶ τὸ στρατόπεδον ἐν εὐρυχωρίᾳ ἔπιπτε. Βλάδος τε γάρ, ὡς ἐπύθετο τοὺς πολεμίους ἐπιόντας, ἔπεμπεν ἄγγελον ἐς τοὺς Παίονας, λέγοντα τάδε· "ὦ ἄνδρες Παίονες, ὑμεῖς ἴστε που, ὡς ἡ χώρα ἡμῶν ὅμορός τέ ἐστι τῇ ὑμετέρᾳ, καὶ παρὰ τοῦ Ἴστρου οἰκοῦμεν ἀμφότεροι. νῦν οὖν πυνθάνεσθε, οἴομαι, καὶ ὑμεῖς τὸν βασιλέα Τούρκων μεγάλῃ χειρὶ ἐπιόντα στρατεύεσθαι ἐφ' ἡμᾶς. καὶ ἢν τάδε καταστρεψάμενος ὑπάγηται ὡς τὴν Δακίαν, τόδε ἐπίστασθέ που καὶ ὑμεῖς, ὡς οὔτε ἡσυχίαν ἄγοντες καθεδοῦνται, ἀλλ' ἐφ' ὑμᾶς αὐτίκα ἐπιόντες στρατεύσονται, καὶ πράγματα ἔσται ὑπ' αὐτῶν ἀνήκεστα ἐς τὴν ὑμετέραν χώραν ἱδρυμένοις. νῦν οὖν ὥρα ἐστὶ καὶ ὑμᾶς βοηθοῦντας ἡμῖν ἀπαμύνειν, ὡς οἷόν τε μάλιστα, τὸν στρατὸν τόνδε ἀπὸ τῆς χώρας, καὶ μὴ περιορᾶν φθείροντά τε τὴν χώραν καὶ ἐπικακοῦντα καὶ καταστρεφόμενον τὸ γένος ἡμῶν. ἔχει δὲ καὶ τοῦ ἡγεμόνος τοῦ ἡμετέρου ἀδελφὸν νεανίαν, ὥστε καθιστάντα αὐτὸν ἡγεμόνα ἐς τὴν Βλαχίαν, ἤν τι μὴ προχωροίη αὐτῷ ἑκάστων κατὰ νοῦν." τὸν γάρ τοι τοῦ Βλάδου ἀδελφὸν νεανίαν, ὡς ἐστρατεύετο ἐπὶ τὴν Δακίαν, μεγάλως τε φιλοφρονησάμενος ἐτίμησε, καὶ χρήμασι καὶ ἐσθῆτι ἐδωρεῖτο πολλῇ τε καὶ ἀγαθῇ, καὶ ἐκέλευε πέμπειν ἐπὶ τὴν Δακίαν λόγους, ἐπὶ τοὺς δυνατοὺς ἄγειν τὰ πράγματα. ὅθεν ἐπὶ εὐδαιμονίαν αὐτίκα γενόμενος ἔπρασσε πέμπων, ὡς ἐκέλευε βασιλεύς. οὐ μέντοι γε προεχώρει αὐτῷ τότε προπέμποντι. ταῦτα ὑπὸ τοῦ ἀγγέλου ἀκούσαντες οἱ Παίονες ἐπείθοντό τε τοῖς λόγοις, καὶ ὥρμηντο βοηθεῖν καὶ ἐς τὰ μάλιστα ἐπαμύνειν. συνέλεγον δὲ στράτευμα. Καὶ οἱ μὲν ἐν τούτοις ἦσαν· βασιλεὺς δὲ προελαύνων σὺν τῷ στρατῷ ἐνεπίμπρα μὲν τὰς κώμας καὶ τὰ ὑποζύγια διήρπαζεν, οἷς ἂν περιτύχοι. καὶ ἀνδράποδα πάνυ ὀλίγα ἤγοντο ἐς τὸ στρατόπεδον οἱ ἱπποδρόμοι, αὐτοὶ δὲ μάλιστα διεφθείροντο, εἴ πού τις αὐτῶν ἀποσπασθείη ἀπὸ τοῦ στρατοπέδου. Βλάδος δὲ λέγεται καὶ αὐτὸς ἐς τὸ τοῦ βασιλέως στρατόπεδον κατάσκοπος ἐσελθεῖν καὶ περιιὼν ἐπισκοπῆσαι, ὡς ἔχει τὸ στρατόπεδον. οὐ πείθομαι δὲ Βλάδον αὐτὸν ἐθελῆσαι ἐς τοσοῦτον κίνδυνον ἀφικέσθαι, ὡς παρὸν αὐτῷ κατασκόποις πολλοῖς χρήσασθαι, ἀλλὰ τοῦτο, ὡς οἶμαι, πεπλασμένον ἐς τὴν ἐξήγησιν τῆς τόλμης αὐτοῦ. αὐτὸς μὲν οὖν καὶ ἡμέρας ἐπελθὼν ἐγγυτάτω τοῦ στρατοπέδου ἐπεσκόπει τε τὰς βασιλέως σκηνὰς καὶ τὴν Μαχουμούτεω καὶ τὴν ἀγοράν. ἔχων δὲ καὶ ἐλάττους τῶν μυρίων ἱππέων (ἔνιοι δέ φασιν ὡς οὐ πλείους τῶν ἑπτακισχιλίων παρῆσαν αὐτῷ ἱππέων) σὺν τούτοις περὶ πρώτην φυλακὴν τῆς νυκτὸς ἐπελάσας ἐσέβαλλεν ἐς τὸ βασιλέως στρατόπεδον. καὶ δείματα μὲν πρῶτον ἐγένετο ἐν τῷ στρατοπέδῳ μεγάλα, στρατὸν μέγαν ἀλλότριον καὶ ἐπήλυδα οἰομένων τῶν τοῦ βασιλέως ἐπιθέσθαι σφίσι, καὶ αὐτοὶ [καὶ] ἐνόμιζον ἀπόλλυσθαι πάνυ, ἐς φόβον τε πολὺν καὶ δείματα καθιστάμενοι [τὴν ἐσβολὴν.] ἐστρατεύετο γὰρ ὑπὸ λαμπάδων καὶ κεράτων, ὑποσημαινόντων αὐτῷ τὴν ἐσβολήν. τὸ μὲν στρατόπεδον ἅπαν κατὰ χώραν ἔμενεν οὐδαμόσε κινούμενον· εἰώθει μὲν γὰρ καὶ ἄλλως τὰ τοῦ γένους τούτου στρατόπεδα νυκτὸς μηδέποτε μηδαμῇ κινεῖσθαι τὸ παράπαν, ἀλλ' ἱδρῦσθαί τε κατὰ χώραν, ἤν τε κλέπτης διιὼν τυγχάνῃ ἐς τὸ στρατόπεδον, εἴτε ἄλλο τι καταλαμβάνῃ νεώτερον. καὶ τότε δὴ ἐς μέγα δέος ἀφικόμενοι οἱ Τοῦρκοι ἔμενον, ᾗ ἐσκήνουν ἕκαστος ἱδρυμένος. καὶ κήρυκες βασιλέως ἀνὰ τὸ στρατόπεδον ὡς ἐς αὐτίκα ἐσβαλόντα τὸν Βλάδον, ἐν τῷ στρατοπέδῳ περιιόντες ἀνεκήρυττον μηδένα μηδαμῇ μεταστῆναι, ὡς αὐτίκα ἀποθανούμενον ὑπὸ βασιλέως. οἱ μὲν οὖν κήρυκες τοῦ βασιλέως παραμυθούμενοι ἐκέλευον μένειν αὐτοῦ ἕνα ἕκαστον, ᾗπερ ἐτέτακτο, λέγοντες τοιάδε "ἄνδρες Μουσουλμάνοι μείνατε ἐπὶ βραχύ· ὄψεσθε γὰρ τὸν βασιλέως πολέμιον πεσόντα αὐτίκα μάλα ἐν τῷ στρατοπέδῳ, καὶ δώσοντα δίκην, ὧν ἐς βασιλέα τετόλμηκε." ταῦτα ἔλεγον, καὶ ἄλλα πολλὰ παραπλήσια φάσκοντες, μάλιστα δὲ ἐκεῖνο, ὡς ἢν μένῃ ὁ στρατός, αὐτίκα ἀπόλλυται ὁ πολέμιος, ἢν δὲ μεταστῇ, ἀπόλλυσθε ἅπαντες· βασιλεὺς γὰρ πρώτους ὑμᾶς διαφθερεῖ, πρὶν ἢ αὐτὸν οἴχεσθαι φεύγοντα. Βλάδος δὲ ὡς τάχιστα ἐσέβαλεν ἐς τὸ στρατόπεδον, πρῶτα μὲν ὑπήντα αὐτῷ ὁ ἀπὸ τῆς Ἀσίας στρατός, καὶ βραχεῖαν μέν τινα αὐτοῦ ἐποιήσαντο μάχην, μετὰ δὲ ἀνατραπόμενοι ἀνὰ μέρος ἐχώρουν ἐπὶ τὸ σώζεσθαι αὐτοὶ ὡρμημένοι. ὁ δὲ λαμπάδας τε ἔχων ἡμμένας καὶ πυρά, καὶ συντεταγμένως μάλιστα καὶ ἀθρόως ἐπιὼν τῷ στρατεύματι, ὥρμητο μὲν πρῶτα ἐπὶ τὰς βασιλέως θύρας. καὶ ἀποτυγχάνουσι μὲν τῆς τοῦ βασιλέως αὐλῆς, ἐπεισπεσόντες δὲ ἐς τὰς σκηνὰς τῶν ἡγεμόνων, τοῦ τε Μαχουμούτεω καὶ Ἰσαάκεω, ἐμάχοντο ἐς ταῦτα μεγάλως, καὶ τάς τε καμήλους ἐφόνευον καὶ ἡμιόνους καὶ ὑποζύγια. καὶ ἀθρόως μὲν καὶ συντεταγμένων αὐτῶν μαχομένων οὐδέν τι ἀπεγίγνετο, ὅ τι καὶ ἄξιον λόγου· εἰ δέ τι που ἀποσπασθείη, αὐτίκα ἔπιπτεν αὐτοῦ ὑπὸ τῶν Τούρκων. καὶ οἱ περὶ Μαχουμούτην ἄνδρες γενόμενοι ἀγαθοὶ ἐμάχοντο ἀξίως λόγου, πεζοὶ ἅπαντες. ἀνέβησαν δὲ καὶ ἐπὶ τοὺς ἑαυτῶν ἵππους οἱ τοῦ στρατοπέδου σχεδὸν ἅπαντες, πλὴν τῶν βασιλέως θυρῶν. ἐμάχοντο μὲν οὖν ἐνταῦθα ἐπὶ συχνόν τινα χρόνον· μετὰ δὲ συστραφέντες ἤλαυνον ἐπὶ τὰς βασιλέως θύρας, καὶ εὗρον τοὺς ἀμφὶ βασιλέα ἐκτὸς τῶν θυρῶν παρατεταγμένους. καὶ βραχὺ ἔτι ἐνταῦθα μαχεσάμενοι ἐτράποντο ἐπὶ τὴν ἀγορὰν τοῦ στρατοπέδου, καὶ διαρπάσαντες τήν τε ἀγοράν, καὶ εἴ τίς που ταύτῃ ἐνίστατο, διαφθείραντες, ὡς ἐγγὺς ἧκεν ἡ ἠὼς καὶ ἐπέφανεν, ἀπεχώρει ἀπὸ τοῦ στρατοπέδου, ἀποβαλὼν μὲν ταύτης τῆς νυκτὸς ὀλίγους πάνυ τινάς. καὶ οἱ ἀπὸ τοῦ βασιλέως στρατοπέδου ὀλίγοι διεφθάρησαν, ὡς ἐλέγετο. μετὰ δέ, ὡς ἡμέρα τάχιστα ἐγεγόνει, βασιλεὺς ἐπιλεξάμενος τῶν ὑπάρχων τοὺς λογάδας, καὶ Ἁλίην τὸν Μιχάλεω παῖδα στρατηγὸν ἀποδείξας, ἐκέλευεν ἰόντας κατόπιν τῶν Δακῶν ἐπιδιώκειν ὡς ἔχοιεν τάχος. ὁ μὲν οὖν Ἁλίης παραλαβὼν τὸν στρατὸν ἦγε σπουδῇ ἐπὶ τὸν Βλάδον, καὶ κατόπιν γενόμενος ἤλαυνε κατὰ κράτος, καὶ καταλαμβάνει τὸν Βλάδου στρατόν, καὶ ἐπεισπεσὼν διέφθειρε μὲν πολλούς, ζωγρήσας δὲ ἀμφὶ τοὺς χιλίους τῶν Δακῶν ἀπήγαγεν ἐς τὸ στρατόπεδον παρὰ βασιλέα. τούτους μὲν λαβὼν ὁ βασιλεὺς καὶ ἀπαγαγὼν διεχρήσατο ἅπαντας. καί τινα λαβόντες νυκτὸς ταύτης τῶν τοῦ Βλάδου στρατιωτῶν οἱ τοῦ βασιλέως στρατιῶται, καὶ ἀπαγαγόντες ἐς Μαχουμούτην, ἠρώτα αὐτόν, ὅστις τε εἴη καὶ ὅθεν ἥκοι. μετὰ δέ, ὡς ἕκαστα διελέχθη, ἐπανήρετο αὐτόν, εἰ εἰδείη, ὅπου διατρίβων τυγχάνει Βλάδος ὁ τῆς Δακίας ἡγεμών. ὁ δ' ἀμείβετο, ὡς εἰδείη σαφῶς, οὐδέποτε δ' ἂν εἴποι τούτων οὐδέν, δεδιὼς ἐκεῖνον τὸν ἄνδρα. οἱ δ' οὖν ὡς ἔφασκον αὐτὸν ἀποθανεῖσθαι, ἂν μὴ πύθωνται αὐτοῦ, ὃ βούλονται ἐρέσθαι, αὐτὸς ἔφασκε τεθνάναι μὲν ἕτοιμον εἶναι καὶ πάνυ, ἐξειπεῖν δὲ ὁτιοῦν τῶν ἐκείνου οὐκ ἂν τολμῴη. ταῦτα ἐν θαύματι ποιησάμενον τὸν Μαχουμούτην ἀνελεῖν μὲν τὸν ἄνδρα, ἐπιλέγεσθαι δέ, ὡς δέει τῷ ἀμφ' αὑτόν, εἰ εἶχε στρατὸν ἄξιον λόγου, ἐς μέγα ἂν ἐδόκει οὗτος ἀφικέσθαι. Ταῦτα μὲν τότε ἐς τοσοῦτον ἐγένετο· βασιλεὺς δὲ τὸ ἐντεῦθεν προϊὼν ἐς τὸ πρόσω τῆς χώρας ἴετο εὐθὺ τῆς πόλεως, ἐν ᾗ τὰ βασίλεια ἦν αὐτῷ τῷ ἡγεμόνι Βλάδῳ. καὶ νυκτὸς μὲν ἑκάστης, ὁπότε σταθμὸν ποιήσαιτο, ἐποιεῖτο χάρακα κύκλῳ τοῦ στρατοπέδου, καὶ φραγμοῖς φραξάμενος ἐντὸς τοῦ χάρακος διετήρει, φυλακάς τε ἐποιεῖτο μείζους τῶν γιγνομένων, καὶ ὅπλα ἐν ὅπλοις παρηγγύα νυκτός τε καὶ ἡμέρας αὐτῷ εἶναι τὰ στρατεύματα. προελαύνων δὲ οὕτω συντεταγμένῳ τῷ στρατεύματι ἐς τὸ πρόσω τῆς Δακίας ἀφίκετο ἐπὶ τὴν πόλιν, ἐν ᾗ Βλάδῳ τῷ ἡγεμόνι ἦν τὰ βασίλεια. καὶ οἱ μὲν Δᾶκες παρασκευασάμενοι ὡς ἐνταῦθα ὑπὸ βασιλέως πολιορκησόμενοι, τάς τε θύρας ἠνέῳξαν καὶ ἕτοιμοι ἦσαν δέχεσθαι αὐτὸν βασιλέα σὺν τῷ στρατῷ ἐπιόντα. βασιλεὺς μὲν οὖν τήν τε πόλιν διελαύνων, καὶ ἄνδρα οὐδένα ἐπὶ τῶν τειχῶν θεώμενος ὅτι μὴ τηλεβολιστὰς ἐπαφιέντας τηλεβόλους ἐς τὸν στρατόν, οὔτε ἐστρατοπεδεύσατο, οὔτε ἐς τὴν πολιορκίαν καθίστατο. προιὼν δέ, ὡς τοὺς σφετέρους αὐτῶν ἐν τοῖς σκόλοψιν ἐθεώρουν, προῄεσαν ὡσεὶ σταδίους εἴκοσι καὶ ἑπτά· καὶ ἐμπίπτει ὁ βασιλέως στρατὸς ἐς τοὺς ἀνασκολοπισμούς, χῶρον ἐπέχοντας τὸ μὲν μῆκος ἐπὶ σταδίους ἑπτακαίδεκα, τὸ δὲ εὖρος ἐπὶ σταδίους ἑπτά. σκόλοπες δὲ μεγάλοι ἐνῆσαν, ἐν οἷς διαπεπαρμένοι ἄνδρες τε καὶ γυναῖκες καὶ παῖδες ἀμφὶ τοὺς δισμυρίους, ὡς ἐλέγετο, θέαμα παρείχοντο τοῖς Τούρκοις καὶ αὐτῷ τῷ βασιλεῖ. καὶ ὅ τε βασιλεὺς ἐν θαύματι ἐνσχεθεὶς ἔφασκεν, ὡς οὐ δυνατόν ἐστιν, ἄνδρα οὕτω μεγάλως ἐργασάμενον ἀφαιρεῖσθαι τὴν χώραν, ὡς δαιμονίως ἐπισταμένῳ χρῆσθαι τῇ ἀρχῇ καὶ τοῖς ὑπηκόοις. καὶ ἔλεγεν, ὡς πολλοῦ ἄρα ἄξιος εἴη ὁ ἀνὴρ οὗτος τοιαῦτα ἐργασάμενος. καὶ οἱ λοιποὶ Τοῦρκοι ὁρῶντες τὸ πλῆθος τῶν ἐπὶ τοῖς σκόλοψιν ἀνδρῶν ἐξεπλήττοντο. ἐνῆσαν δὲ καὶ νήπια τέκνα τῶν μητέρων ἐξηρτημένα ἐν τοῖς σκόλοψιν, καὶ πτηνὰ ἐνῴκουν ἐν τοῖς ἐγκάτοις αὐτῶν ἐμφολεύοντα. ὡς δὲ πρὸς τοῖς στρατεύμασι βασιλέως ἐφεπόμενος ὁ Βλάδος ἔφθειρέ τε, εἴ που διασπασθείη, εἴτε ἱπποδρόμος εἴτε ἀζάπης, αὐτὸς μὲν ἐτράπετο ἐπὶ τὸν μελαίνης Πογδανίας ἡγεμόνα, πολιορκοῦντα, ὡς ἠγγέλλετο αὐτῷ, τὸ Κελλίον, στρατὸν δὲ ἀμφὶ τοὺς ἑξακισχιλίους καταλιπὼν αὐτοῦ παρηγγύα ἕπεσθαι τῷ βασιλεῖ διὰ τῶν δρυμώνων, καὶ ἤν τίς που διασπασθείη, τοῦτον ἐπιόντας αὐτίκα ἐπιβαίνειν. καὶ ὁ μὲν ἤγετο ὁμόσε τῷ μελαίνης Πογδανίας ἡγεμόνι· ὁ δὲ στρατός, ὡς ἀνεχώρει ὁ βασιλεύς, ἰθὺ τοῦ στρατοῦ ἐλαύνων, ἀναθαρρήσαντες ὡς οἰχομένῳ, ἐπεισπεσόντες μεγάλως ἡγοῦντο εὐδοκιμήσειν, καὶ ἐπιόντες ἐς τὸ στρατόπεδον τοῦ βασιλέως ἐπήλαυνον. ἐπεὶ δὲ ἀγγελία ἀφίκετο παρὰ τῆς ταύτῃ που φυλακῆς ὡς οἱ πολέμιοι ἐπιῶσιν, ὥρμητο μὲν αὐτός τις ἕκαστος ἐπὶ τὰ ὅπλα πλὴν τοῦ βασιλέως θυρῶν, Ἰωσούφην δ' ἐκέλευε Μαχουμούτης προσιόντα ὑπαντιάζειν τοὺς πολεμίους. καὶ αὐτός τε ἐν ὅπλοις ἦν Μαχουμούτης σὺν τοῖς στρατεύμασιν. ὁ μέντοι Ἰωσούφης ὡς ἐπιὼν αὐτίκα συνέβαλεν, ἡττήθη τε καὶ ἐς φυγὴν τραπόμενος ἐφέρετο ἐς τὸ βασιλέως στρατόπεδον. Ὀμάρης δὲ ὁ Τουραχάνεω παῖς ταχθεὶς καὶ αὐτὸς ὑπὸ τοῦ Μαχουμούτεω ὁμόσε ἰέναι τοῖς πολεμίοις, καὶ ἐλαύνων ὑπήντα τῷ Ἰωσούφῃ φεύγοντι τοὺς πολεμίους, ἐβλασφήμει καὶ ἔλεγε τοιάδε· "ὦ κακόδαιμον, ποῖ φέρῃ; ἢ οὐκ οἶσθα βασιλέα, ὅπως σε φεύγοντα ὑποδέχεται; ἢ οὐ χεῖρον τῶν πολεμίων διακείσεταί σοι αὐτὸς βασιλεύς, καὶ κακίστῳ σε ὀλέθρῳ παραδίδωσιν αὐτίκα, ἐπειδάν σε φεύγοντα νοήσῃ;" ταῦτα εἰπὼν ἐπώτρυνε τὸν ἄνδρα, καὶ συστραφεὶς ἅμα Ὀμάρῃ τῷ Τουραχάνεω συνέβαλον τοῖς πολεμίοις, καὶ ἐμάχοντο ἀξίως λόγου. μετ' οὐ πολὺ δὲ τρεψάμενοι τοὺς Δᾶκας ἐπιδιώκοντες ἐφόνευον ἀφειδέστατα, καὶ ἔφθειρον ἀμφὶ τοὺς δισχιλίους. τὰς δὲ κεφαλὰς πηξάμενοι ἐπὶ τῶν δοράτων ἐπανῆκον ἐς τὸ στρατόπεδον. καὶ τὸν μὲν Ὀμάρην ἐδωρήσατο βασιλεὺς τῇ τῆς Θετταλίας ἀρχῇ· Μαζούλης δὲ ἔτι ἦν, καὶ ἄνδρας ἔχων ἀγαθοὺς εἵπετο τῷ βασιλεῖ. Ἐς μὲν τὴν δευτέραν τῶν Δακῶν τόλμαν ἐς τὸν τοῦ βασιλέως στρατὸν τοσοῦτον ἐγένετο· βασιλεὺς δὲ ἀνδράποδα ἀγόμενος τῆς χώρας οὐκ ὀλίγαἐπαφεὶς γὰρ τὸ ἐντεῦθεν τοὺς ἱπποδρόμους ἐπέδραμον χώραν οὐκ ὀλίγην, καὶ ἀνδράποδα ἀγόμενοι ἐκέρδανον μεγάλα. καὶ ὑποζύγια δὲ καὶ πλέον τῶν εἴκοσι μυριάδων ἵππους καὶ βόας ἐλαύνοντες, ὁ τοῦ βασιλέως στρατὸς ἀφίκετο ἐπὶ τὸν Ἴστρον. τὸ μέντοι στρατόπεδον ἐδεδοίκει μὲν τοὺς Δᾶκας οὐδὲν ἧττον τόλμης μέγα τι ἀποδεικνυμένους, διέβαινον δὲ τὸν Ἴστρον σπουδῇ πολλῇ. βασιλεὺς δὲ Ἁλίην τὸν Μιχάλεω ὄπισθεν ἕπεσθαι τῷ στρατῷ παραγγείλας, ὡς ἐστρατοπεδεύσατο παρὰ τὸν Ἴστρον, Δρακούλην μὲν τὸν ἀδελφὸν Βλάδου τοῦ ἡγεμόνος κατέλιπεν αὐτοῦ ἐν τῇ χώρᾳ μετιέναι τε τοὺς Δᾶκας καὶ ὑφ' αὑτῷ ποιεῖσθαι τὴν χώραν, καὶ τιμωρεῖν παραγγείλας τῷ κατὰ ταῦτα τὰ χωρία ὑπάρχῳ, αὐτός τε ἤλαυνεν εὐθὺ τῶν βασιλείων. Δρακούλης μὲν οὖν ὁ νεώτερος ἐπεκαλεῖτο ἕνα ἕκαστον, λέγων· "ὦ ἄνδρες Δᾶκες, τί δὲ οἴεσθε ἐς τὸ ἐπιὸν ὑμᾶς ἔσεσθαι; ἢ οὐκ οἴδατε βασιλέα, ὅσην τε δύναμιν ἔχει, καὶ ὡς αὐτίκα τὰ βασιλέως στρατεύματα προσδέξιμα ὑμῖν ἔσται, δῃώσοντα τὴν χώραν, ἤν τι ὑπόλοιπον ἀφελώμεθα; τί οὐ γίγνεσθε βασιλεῖ φίλοι; καὶ ἔσται ὑμῖν παῦλα ἔστε τὴν χώραν καὶ ἐς τοὺς οἴκους. ἴστε γάρ, ὡς ἐν τῷ παρόντι οὔτε ζῷον οὔθ' ὑποζύγιον ὑπελείφθη. ταῦτα δὲ πάντα διὰ τὸν ἐμὸν ἀδελφὸν ἐπεπόνθειτε χαλεπώτατα, χαριζόμενοι ἀνδρὶ ἀνοσιωτάτῳ καὶ κακὸν μέγα τὴν Δακίαν ἐξειργασμένῳ, οἷον οὐδαμῇ ἄλλοθι τῆς γῆς ἐπὶ ἀκοὴν ἀφικνεῖται ἡμετέραν." ταῦτα ἐπιπέμπων τοῖς Δαξίν, ὅσοι ἐς τὸ ἐξωνεῖσθαι σφῶν αὐτῶν τὰ ἀνδράποδα διέβαινον, ἔπειθέ τε, καὶ τοῖς ἄλλοις εἰπεῖν ἐκέλευεν ἐπιέναι θαρροῦντας ἐπ' αὐτόν. οὗτοι μὲν οὖν συνιόντες ἔγνωσαν σφίσιν αἱρετώτερα εἶναι ἢ τὰ Βλάδου τοῦ ἡγεμόνος, καὶ ἰόντες ἐπὶ τὸν νεώτερον συνελέγοντο κατ' ὀλίγους. καὶ ὡς ᾔσθοντο οἱ λοιποὶ Δᾶκες, αὐτίκα ἀπολιπόντες τὸν Βλάδον ᾔεσαν ἐπὶ τὸν ἀδελφόν. καὶ ὡς συνελέγη αὐτῷ στράτευμα, ἐπιὼν κατεστρέψατο τὴν ἀρχήν, καὶ ἐπαγόμενος ἅμα στρατὸν τοῦ βασιλέως ὑπηγάγετο τὴν χώραν. ὁ μὲν οὖν ἀδελφός, ὡς μετέστησαν ἐπὶ τὸν ἀδελφὸν οἱ Δᾶκες, καὶ ἔγνω δὴ ὡς μάτην εἴη τοσοῦτον φόνον πρότερον ἐξειργασμένος, ᾤχετο ἐς τοὺς Παίονας. https://byzantium.gr/ ΛΑΟΝΙΚΟΥ ΑΠΟΔΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Ι.Κατὰ μὲν οὖν τὴν ἐπὶ Δᾶκας βασιλέως ἔλευσιν τοσαῦτα ἐγένετο· Βλάδος δέ, ὡς ἐπιὼν ὁ ἀδελφὸς Δρακούλης ὑπηγάγετο τὴν τῆς Δακίας χώραν, ᾤχετο μὲν αὐτὸς ἐπὶ Παίονας. Παίονες δέ, ὧν τοὺς προσήκοντας ἀνεῖλεν ἐν τῇ Δακίᾳ, ἀπῆγον αὐτὸν θανάτου παρὰ βασιλεῖ Παιόνων τῷ Χωνιάτου παιδί, δικασάμενοι δὲ αὐτῷ δίκην χαλεπωτάτην ὡς ἀδικώτατα ἀνελόντι τοὺς ἄνδρας, καθείρξαντες ἐς Μπελογράδην πόλιν. Βασιλεὺς δὲ τοῦ αὐτοῦ θέρους, φθινοπώρου ἐπιγιγνομένου, ἐστέλλετο ἐπὶ Λέσβον, παραγγείλας μὲν ναυτικὸν παρετοιμάζεσθαι αὐτῷ ἐς τὰ χωρία τὰ ἐπὶ θάλασσαν. καὶ τὰ μὲν στρατεύματα αὐτῷ διῆκεν ἐπὶ οἶκον ἀναχωρεῖν, αὐτὸς δὲ τῶν θυρῶν ἔχων τοὺς ἄνδρας καὶ ἀπὸ τῆς Εὐρώπης ὀλίγους δή τινας ἐστρατεύετο διαβὰς ἐς τὴν Ἀσίαν, αὐτὸς μὲν διὰ τῆς ἠπείρου κομιζόμενος, ὁ δὲ στόλος διὰ θαλάσσης. ἀπὸ αἰτίας τοιᾶσδε ὥρμηται ἐπὶ Λέσβον. ὁ γὰρ τῆς Λέσβου ἡγεμὼν ὑπόφορον μὲν εἶχε τὴν χώραν ὑπὸ βασιλέως, ἀπάγων κατ' ἐνιαυτὸν ἐς δισχιλίους στατῆρας, ἐξ ὅτου Παλτόγλης Καλλιουπόλεως ὕπαρχος ἐπὶ Ἀμουράτεω τοῦ νεωτέρου στόλῳ ἀφικόμενος ἐπὶ Λέσβον ἐπέδραμέ τε τὴν νῆσον, καὶ ἀνδράποδα ὡς πλεῖστα ἀφελόμενος τήν τε Καλλονὴν παρεστήσατο, πόλιν τῆς Λέσβου εὐδαίμονα, καὶ ἐξελὼν ταύτην ἀπεχώρησεν ἐπ' οἴκου. καὶ πρότερον μὲν ὑπόφορον ἔσχον οἱ βασιλεῖς ταύτην τὴν νῆσον καὶ Χίον ἀπὸ Ἀμουράτεω τοῦ Ὀρχάνεω, καὶ ἐπὶ τοῦδε τοῦ βασιλέως ἄλλοι τε καὶ Ἰονούζης ὀνομαζόμενος, καταστὰς ὑπὸ τῶν θυρῶν, ἀφίκετο ἐπὶ Λέσβον καὶ Μόλιβον ἐπολιόρκησεν· οὐ μέντοι προεχώρησεν αὐτῷ οὐδέν, ὧν οὕνεκα ἀφίκετο. αἰτίαν δὲ ταύτην ἐπενεγκὼν βασιλεὺς τῷ Λέσβου ἡγεμόνι ἐστρατεύετο ἐπ' αὐτόν, ὅτι τῶν Ταρακονησίων τοὺς πειράτας ἐδόκει αὐτὸς ἐν λιμένι τῆς Λέσβου ὑποδέχεσθαι, καὶ τὰ ἀπὸ τῆς βασιλέως χώρας ἀνδράποδα ἐξωνεῖσθαι, καὶ αὐτὸν κερδαίνοντα ἀπὸ τοῦδε. ὁρμώμενοι δὲ ἀπὸ τῆς Λέσβου οἵ τε Ταρακονήσιοι ἐπὶ λῃστείαν κατὰ θάλατταν τετραμμένοι, καὶ οἱ ἀπὸ Κυκλάδων νήσων ταύτην μετιόντες τὴν λῃστικήν, ἐληΐζοντο τὴν βασιλέως χώραν, καὶ ὑποστρέφοντες ἐς τὴν Λέσβον, διανειμάμενοι τὰ ἀνδράποδα, μοῖραν παρείχοντο αὐτῷ ἱκανὴν καὶ οὐ φαύλην. ταῦτα ὡς ἀνηνέχθη ἐς βασιλέα, ἐπῆρεν αὐτὸν στρατεύεσθαι ἐπὶ Λέσβον. ὁ δὲ ἡγεμὼν τῆς Λέσβου Δομίνικος, Ἑλληνιστὶ δὲ Κυριακός, νεώτερος ἀδελφὸς ὢν τὸν πρεσβύτερον διαδεξάμενον παρὰ τοῦ πατρὸς τὴν ἡγεμονίαν τῆς Λέσβου καὶ διέποντα ἐπὶ χρόνον ἱκανὸν ἐπιβουλεύσας συνέλαβε καὶ κατέστησε, Βαπτιστῇ ἀνδρὶ Ἰανυΐῳ χρησάμενος συνεργῷ ἐς τὴν ἐπιβουλήν. μετ' οὐ πολὺ δὲ διαχρησάμενος τὸν ἀδελφὸν ἡγεμόνευε τῆς νήσου, ἀπαγαγὼν φόρον τῷ βασιλεῖ ἐς δισχιλίους στατῆρας. τὸ δὲ γένος τῶν ἡγεμόνων τούτων τῆς Λέσβου, Κατελουίζων ἐπικαλούμενον, δοκεῖ μὲν ἀπὸ Ἰανυΐης γενέσθαι, ἀφικόμενον δὲ ἐπὶ συμμαχίαν τῶν Ἑλλήνων Βυζαντίου βασιλεῖ, ἔχοντι ὑπήκοον τὴν νῆσον ταύτην, συμβαλέσθαι τε καὶ ὑπουργῆσαι μεγάλα τῷ βασιλεῖ, δι' ἃ δὴ σφίσιν ἐπιτραπῆναι τὴν νῆσον ὑπὸ τῶν βασιλέων ἄρχειν. κατέχοντας δὲ ταύτην τὴν νῆσον, ὕστερον ὡρμημένους ἀπὸ ταύτης, καταλαβεῖν Αἶνον πόλιν τὴν ἐν τῇ Θρᾴκῃ παρὰ τῷ Ἕβρῳ ποταμῷ, διενεχθέντων τῶν ἐν τῇ πόλει πρὸς τὸν τῇδε αὐτοῦ τῆς πόλεως ἁρμοστήν, καὶ σφίσιν ἐπικαλουμένων ἀπὸ τῆς Λέσβου τὸ Κατελουίζων γένος, καταλαβόντας δὲ διαφερομένων ἀλλήλοις ὡς ἐπὶ τὸ πλεῖστον τῶν ποτε Ἑλλήνων βασιλέων. δοκεῖ δὲ ἡ νῆσος αὕτη καὶ πρότερον ἔτι τούτων τῶν Κατελουίζων γενέσθαι ὑπὸ Ἰανυΐοις, καὶ ὑπακούειν τότε τῷ Φωκαίης ἐν τῇ Ἀσίᾳ ἐπιτροπεύοντι, Κατάνῃ τοὔνομα ἔχοντι· εἷλε δὲ Κατάνης τὴν νῆσον ταύτην ἐπιβουλῇ. καὶ ὅ τε Ἑλλήνων βασιλεὺς στρατευσάμενος ἐπ' αὐτὸν καὶ τήν τε Μιτυλήνην παρεστήσατο καὶ ἐπολέμει τῇ Φωκαίῃ. μετὰ δὲ ταῦτα συμβαλλομένων τῶν Κατελουίζων τῷ Βυζαντίου βασιλεῖ, ἐπετράποντό τε τὴν νῆσον καὶ ἔσχον ἐπί τινας γενεάς, διαγενόμενοι ἔστε ἐπὶ τὸν καθ' ἡμᾶς χρόνον. καὶ ἐπιγαμίας ποιούμενοι πρός τε τοὺς ἀπὸ Τραπεζοῦντος βασιλεῖς καὶ Ἑλλήνων ἡγεμόνας καὶ τοὺς παρ' Ἕλλησι πρωτεύοντας, κατεῖχον τὴν νῆσον ἐς τὰ μάλιστα εὐνομουμένην. ἀπέχει δὲ ἡ νῆσος αὕτη ἀπὸ τῆς ἐς τὴν Ἀσίαν ἠπείρου σταδίους μάλιστα ὀγδοήκοντα. Ἀλλ' ἡ μὲν Χίος κατείχετο μὲν καὶ αὕτη πρότερον ὑπὸ Ἰανυΐων, οὐ μέντοι ἑάλω, ἀλλὰ δεομένων τῶν Βυζαντίου βασιλέων χρημάτων ἱκανὰ τοῖς Ἕλλησι δέδοτο ὑπὸ Μαρτίνου τοῦ τὴν νῆσον ταύτην κατασχόντος, ὑπ' ἀνάγκης τότε τῶν Ἑλλήνων διὰ τὸν πρὸς Μυσοὺς καὶ Τριβαλλοὺς πόλεμον. καὶ ὕστερον μέντοι ἀπέλαβον τὴν νῆσον οἱ Ἕλληνες, ἀποδόντες τὸ χρέος τῷ Μαρτίνῳ. μετὰ δὲ ταῦτα ἐγένετο ὑπὸ Ἰανυΐοις, ὕστερον χρόνῳ οὐ πολλῷ τριήρεσιν ἀφικομένοις καὶ παραστησαμένοις τὴν πόλιν· οὓς οὔτε ἡ πόλις ἐξέπεμψεν ἐπὶ τὴν τῆς νήσου καταστροφήν, οὔτε κοινῇ ὑπὸ τῶν τελῶν ἐξεπέμφθησαν, ἀλλ' αὐτοὶ ὡρμημένοι οἱ ἐννέα οἰκιῶν γενόμενοι ἄρχοντες τὴν νῆσον κατεστρέψαντο, καὶ τὸ ἀπὸ τοῦδε ταύτῃ ὡς σφίσι τε αὐτοῖς καὶ τοῖς ἐν τῇ πόλει μετριώτατα διαιτώμενοι, κοινῇ τὴν πόλιν διῴκουν, ἐξωνησαμένων μετὰ ταῦτα καὶ τὰς τῆς πόλεως τε καὶ νήσου μοίρας τῶν ἀπὸ τῆς Ἰανύης ἀνδρῶν, μέγα δυναμένων ἐς πλοῦτον διὰ τὴν τῆς μαστίχης πρόσοδον· μόνη γὰρ δὴ αὕτη ἡ νῆσος τῶν ἐν τῷ Αἰγαίῳ φέρει καρπὸν τοῦτον ὡς πλεῖστον, καὶ ἐργαζομένη χρηματίζεται μεγάλως ἐν τούτῳ. διέχει δὲ ἔλαττον ταύτῃ ἀπὸ τῆς Ἀσίας, σταδίους ὡσεὶ πεντήκοντα μάλιστά πῃ. διοικεῖται δὲ ἡ πόλις αὕτη ὑπὸ τῶν ἐννέα ἀρχόντων, τήν τε νήσου ἀρχὴν τὰ πρῶτα κατασχόντων καὶ ὕστερον ἄλλων ἐξωνησαμένων αὐτὰ τὰ πάτρια τῶν ἐν τῇ πόλει ἀστῶν ἀπὸ τῶν Ἑλλήνων βασιλέων. εὐνομήθη δὲ καὶ ἡ πόλις τῆς Χίου μάλιστα δὴ πόλεων τῶν ἐν ταῖς νήσοις ταύταις, καὶ προσόδων ἱκανώτατα ἔσχεν ἡ πόλις, ὥστε ἐπὶ μέγα ὄλβου ἀφικέσθαι τοὺς τὴν πόλιν τήνδε διέποντας. Ἐστρατεύετο δὲ Μεχμέτης ὁ Ἀμουράτεω ἐπὶ τὴν Λέσβον δι' αἰτίας τῶν πρότερόν μοι δεδηλωμένων, ἐπιφέρων τε τὸν τοῦ ἀδελφοῦ φόνον καὶ τιμωρῶν τῇ ἐκείνου ψυχῇ, μετὰ δὲ καὶ διὰ τὴν πρὸς τοὺς πειράτας ἑταιρίαν αὐτοῦ. ἐκομίζετο δὲ αὐτὸς μὲν πεζῇ ἐς τὴν Ἀσίαν διαβάς, τὸν δὲ στόλον αὐτοῦ διὰ θαλάσσης ἐκπέμψας, τριήρεις μὲν πέντε καὶ εἴκοσι, πλοῖα δὲ μικρὰ ἀμφὶ τὰ ἑκατόν. τοὺς δὲ τηλεβόλους διὰ θαλάσσης ἐκόμιζεν ἐς τὴν νῆσον, καὶ λίθους τούτων ἀμφὶ τοὺς δισχιλίους. τὴν μὲν οὖν παρασκευὴν τοῦ πολέμου ἐκέλευε διὰ θαλάσσης ἐκκομίζεσθαι ἐς τὴν νῆσον, αὐτὸς δὲ ἀφικόμενος ἔς τι πεδίον ἐπεραιοῦτο ἐς τὴν νῆσον. αὐτός τε καὶ οἱ τῶν θυρῶν ὄντες καὶ ἀπὸ τῆς Εὐρώπης ἀμφὶ τοὺς δισχιλίους. τὰ γάρ τοι στρατεύματα ὡς διῆκεν ἐπανιὼν ἀπὸ τῆς Δακίας, αὐτίκα ἐπῄει τε ἐς τὴν νῆσον καὶ ἀπέβησαν. ἐπέδραμον δὲ αὐτίκα καὶ ἐδῄωσαν τὴν νῆσον, καὶ ἀνδράποδα ὀλίγα ἀπενεγκάμενοι. μετὰ δὲ ταῦτα αὐτὸς βασιλεὺς λόγους προσέφερε τῷ Λέσβου ἡγεμόνι, ἐπιπέμψας ἄγγελον καὶ κελεύων τήν τε πόλιν παραδιδόναι καὶ αὐτῷ διὰ ταῦτα ἐπιτραπῆναι χώραν ἱκανὴν ὑπὸ βασιλέως. ὁ δὲ ἀγνωμοσύνῃ τε διεχρῆτο, καὶ οὐ προσίετο τὰς σπονδὰς τοῦ βασιλέως. βασιλεὺς δὲ τοὺς τηλεβόλους ἱδρυσάμενος ἐς τὴν πόλιν αὐτὸς μὲν ἐς τὴν ἤπειρον ἐκομίζετο, ἐποτρύνοντος τοῦ Μαχουμούτεω μὴ ἐνδιατρίβειν ἐν τῇ νήσῳ· Μαχουμούτης δὲ παραλαβὼν τὸν στρατὸν ἐπολιόρκει τὴν πόλιν, ἐς μοίρας διελόμενος τὸν στρατόν, καὶ τοῖς τε τηλεβόλοις τὸ τεῖχος ἔπαιεν ἐπὶ ἡμέρας εἴκοσι καὶ ἑπτά, καὶ κατέβαλλε μέγα μέρος τῆς πόλεως. ἔχων δὲ καὶ ὑπτίους τηλεβόλους ἔβαλλεν ἐς τὴν πόλιν, καὶ δὴ ἐθορύβει τοὺς ἐν τῇ πόλει. οἱ δὲ ἐν τῇ πόλει, ἐνόντων σφίσι καὶ πειρατῶν τινων αὐτοῦ, ἐπεξιόντες βραχὺ ἀπὸ τῆς πόλεως ἠμύνοντο, οὐ μέντοι γε, ὡς ἀγαθόν τι ἐξεργάζεσθαι· οἱ γὰρ Τοῦρκοι ἐρεθιζόμενοι ὑπὸ τῶν ἐν τῇ πόλει προσῄεσαν ἐς τὸ τεῖχος, καὶ ἀνεθάρρουν ἐπιόντες καὶ ἐμάχοντο πρὸς τῷ τείχει. ὡς δὲ οἱ ἐν τῇ πόλει τῷ τε πλήθει ἐταλαιπωροῦντο καὶ ἐπιέζοντο τῇ ταλαιπωρίᾳ, προσέφερε λόγους τῷ βασιλεῖ ὁ τῆς νήσου ἡγεμών, ἐφ' ᾧ παραδιδόναι τε τὴν πόλιν καὶ τἄλλα πολίσματα τὰ ἐν τῇ νήσῳ, αὐτῷ δὲ ὑπὸ βασιλέως χώραν δωρηθῆναι ἴσην τῇ ἑαυτοῦ καὶ πρόσοδον, καὶ στρατεύεσθαι ἅμα τῷ βασιλεῖ. Μαχουμούτης μὲν οὖν τούς τε λόγους ἐδέχετο, καὶ ἔφασκεν, ὡς βασιλέα πέρα ἐπὶ τὴν ἤπειρον πέμπειν. ἐπεὶ δὲ ἀνηνέχθη ὡς βασιλέα, περὶ ὧν προΐσχετο ὁ τῆς Λέσβου ἡγεμών, ἐπεραιοῦτό τε ὁ βασιλεὺς καὶ ἐδέχετό τε τοὺς λόγους, ἕτοιμος εἶναι σπένδεσθαι. ἐφ' οἷς προὐκαλεῖτο ὁ τῆς νήσου ἡγεμών. ὡς δὲ τὰ ὅρκια ἐγένετο ἀμφοῖν, ὑπεξεχώρει τε ὁ τῆς πόλεως ἡγεμὼν τῆς νήσου, καὶ ἀφικόμενος ἐς βασιλέα προσεκύνησέ τε ἅμα καὶ ἔφασκε τοιάδε· "ὦ βασιλεῦ, οἶσθα μέν, ὡς ἐξ ὅτου ἐς τὴν ἡγεμονίαν τῆς νήσου τῆσδε περιῆλθον, οὔτε τοὺς ὅρκους παρέβην πώποτε, καὶ ἀνδραπόδων ὑποδοχὴν ὡς οὐδέποτε εἰργασάμην, δῆλα ἂν γένοιτο ὑπὸ τῶν τῇδε τῆς Ἀσίας ἐπιχωρίων, ὡς αὐτίκα ἁλισκόμενα ἀπεδίδοτο ὑπ' ἐμοῦ. καὶ σπουδὴν ἐποιούμην, ὅπου τῶν ὑμετέρων τινὶ ἀνδραπόδων περιτύχοι τις, ἑλεῖν τε καὶ ἐς τὸν δεσπότην αὐτοῦ ἀπαγαγεῖν. τοὺς δὲ πειράτας ὑποδεχόμενος ἔπρασσον. ὅπως μὴ τὴν χώραν ληΐζωνται καὶ δῃοῦντες λεηλατῶσιν. ἀφορμήν τε οὐδενὶ τούτων ἔγωγε παρειχόμην, ὥστε τὴν χώραν τὴν σὴν βλάπτειν ἐπιπλέοντας. νῦν δὲ ἥκω παρὰ σὲ πόλιν μὲν τήνδε παραδιδοὺς καὶ νῆσον ξύμπασαν, αἰτοῦμαι δέ σοι, ὡς εὐνοίας τε ἔχοιμι περὶ τὰ σὰ πράγματα, οὕτω ἀμείβεσθαι βασιλέα ἡμᾶς." ταῦτά τε ἔλεγε, καὶ τῶν δακρύων μεθίετο οὐκ ὀλίγα, φάσκων, ὡς ἀνοίᾳ τῶν ἀστῶν οὐκ ἀφίκοιτο τὴν ἀρχὴν αὐτίκα, ὅτε τἀγαθὰ ἐπηγγέλλετο αὐτῷ βασιλεύς. βασιλεὺς δὲ ἐπιμεμφόμενος αὐτῷ τὴν ἀγνωμοσύνην, οὐδ' ὣς ἀτυχήσειν αὐτὸν ἔφασκεν ὁτουοῦν τῶν ἀγαθῶν, ἀλλ' αὐτόν τε ἡσθήσεσθαι παραδόντα ἑαυτὸν τῷ βασιλεῖ, καὶ ἢν εὐνοῇ τοῖς αὐτοῦ πράγμασιν, οὐκ ἀχθεσθήσεσθαί ποτε διὰ τοῦτο. ταῦτα λέγων τήν τε πόλιν παραλαβών, αὐτίκα ἐκέλευεν ἰόντα καὶ ἐς τὰς ἄλλας πόλεις κελεύειν παραδιδόναι τὰς ἀκροπόλεις. αὐτὸς μὲν οὖν σὺν τοῖς βασιλέως ὑπάρχοις περιιὼν παρεδίδου τὰς πόλεις τῷ βασιλεῖ. καὶ ἐγκαθίστη μὲν εἰς αὐτὰς φυλακὰς βασιλεύς, τὴν δὲ πόλιν Μιτυλήνην ἐς τρία διελόμενος τὸ μὲν αὐτοῦ ἐγκατέλιπεν, εἴ τι ἀχρεῖον ἦν τοῦ ὁμίλου, τὸ δὲ ἕτερον διενείματο τοῖς νεήλυσι, τὴν δὲ τρίτην μοῖραν κατῴκισεν ἐς Βυζάντιον, εἴ τι ἦν τῶν ἀστῶν ἄξιον λόγου καὶ εὔπορον. τοὺς δὲ πειράτας ἀπαγαγὼν κατέσφαξεν, ἐς τριακοσίους μάλιστα, ἐς χῶρον ἕνα τῶν προαστείων, τὰ σώματα δίχα ποιούμενος ἐς τὴν σφαγήν. τοῦτο γὰρ βιαιότερον ἐς τοὺς πολεμίους ἐξεύρητο τοῦ θανάτου εἶδος, τὸ σῶμα ἐς δύο τέμνειν. καταθέντες οὖν τὴν τομὴν ἐς τὸ διάφραγμα, ὅθεν ξυμβαίνει ἴσχειν ἐπὶ πολὺ τῆς τελευτῆς διὰ τοῦτο τὸν διαφθειρόμενον. ἐγκαθίστη δὲ εἰς τὴν πόλιν ταύτην νεήλυδας ἀμφὶ τοὺς διακοσίους καὶ ἀζάπιδας ἐς τριακοσίους, καὶ ἄρχοντα αὐτῶν τοῦ Σαμλιάτεω παῖδα, ἄνδρα ἐπίσημον, οὗ τὸν πατέρα ἐν ταῖς βασιλέως θύραις ἀκούειν δικαιοσύνης ἄριστα ἐπυθόμεθα, μάλιστα δὲ δικαστὴν τῶν ἐν ταῖς βασιλέως θύραις καθισταμένων, καὶ δίκας δικάσαντα ἄριστα πάντων δὴ ὧν ἡμεῖς ἴσμεν καὶ ἐξευρόντα, οἵα δὴ ἀποβαίνειν ἔμελλεν ἡ δίκη ἐς τοὺς δικαζομένους. τὸν δὲ Λέσβου ἡγεμόνα ἐνεγκάμενος ἀπὸ τῆς πόλεως σύμπαντας ἐκέλευε κομίζεσθαι ἐς Βυζάντιον. ἐξελόμενος δέ οἱ καὶ τῶν ἀρίστων τῆς Λέσβου παῖδάς τε καὶ θυγατέρας ἀμφὶ τοὺς ὀκτακοσίους, αὐτὸς ἀπήλαυνεν ἐπ' οἴκου, καὶ τάς τε τριήρεις διῆκεν ἀπιέναι, ἐγκαταλιπὼν πλοῖα μικρὰ αὐτοῦ που ἐν τῇ νήσῳ. τὴν μὲν οὖν ἀδελφὴν τοῦ ἡγεμόνος, καὶ πρότερον ἁλοῦσαν ὑπὸ βασιλέως ἐν Κολχίδι, γυναῖκα οὖσαν βασιλέως Ἀλεξίου τοῦ Κομνηνοῦ τῆς Τραπεζοῦντος, ἐσηγάγετο μέχρι τινὸς ἐς τὴν γυναικωνῖτιν, πολλῶν δὴ καλλίστην καὶ ὡραίαν λεγομένην εἶναι, προαποθανόντος τοῦ ἀνδρὸς αὐτῆς ἐν Τραπεζοῦντι, καὶ αὐτῆς γενομένης καὶ οὔσης χήρας μεθ' ἑνὸς παιδὸς καὶ μόνου. τὸν δὲ παῖδα τοῦτον, ὅτε εἷλε τὴν Τραπεζοῦντα, εἰσενεγκάμενος καὶ αὐτὸν ὁ βασιλεὺς ἐν θεραπείᾳ τε εἶχε μάλιστα δὴ παίδων τῶν ἐν ταῖς βασιλέως θύραις, μετά γε τὸν ἀπὸ Βυζαντίου παῖδα Ἀμουράτεω ἀδελφόν. τὴν μὲν οὖν θυγατέρα βασιλέως Τραπεζοῦντος, Ἄνναν λεγομένην καὶ Χριστιανήν, φυλαχθεῖσαν ὁρισμῷ τοῦ κρατοῦντος, ἡρμόσατο Ζαγάνῳ τῷ Μακεδονίας τῆς κάτω ὑπάρχῳ γενομένῳ, ἐξ ὅτου τὴν Πελοπόννησον αὐτὸν ἀφελόμενος ἐπέτρεπεν Ἀλβάνεω παιδί, τῷ Ἰυῶν λεγομένῳ, εἰ καὶ ὕστερον ἐχωρίσατο ταύτην ὁ κρατῶν ἀπ' αὐτοῦ, ἀναγκάζοντι ταύτην γενέσθαι ἐς τὴν θρησκείαν αὐτοῦ. Τὸν μὲν οὖν ἡγεμόνα τῆς Λέσβου οὐ πολλῷ ὕστερον αἰτιασάμενος συνέλαβέ τε καὶ καθεῖρξεν ἔχων ἐν φυλακῇ, ὡς μὲν ἐγὼ ἐπυθόμην, ὡς οὐκ ἐν γνώμῃ γεγονότα τῷ βασιλεῖ τὸν ἡγεμόνα τοῦτον, καὶ πρότερον ἀχθομένῳ αὐτῷ ἐπὶ πολλοῖς ἀεικέσι τε καὶ ἀνηκέστοις ἔργοις πρὸς τὸν βασιλέως οἶκον. ὡς δὲ ὑπ' ἄλλων λέγεται, παῖδα διαφυγόντα τὰς βασιλέως θύρας ἀφικέσθαι ἐπὶ τὸν Λέσβου τοῦτον ἡγεμόνα, καὶ μεταβαλόντα ἐς τὴν θρησκείαν τοῦ Ἰησοῦ γενέσθαι παιδικὰ αὐτοῦ. ὡς δὲ ἡ Λέσβος ἑάλω καὶ ἐς Βυζάντιον ἐγένετο, ἐπελέληστό τε τοῦ παιδὸς ὁ ἡγεμών, καὶ ἐν δώροις πέμψας ὡς βασιλέα, ἐπέγνωκάν τε οἱ παῖδες καὶ ἐξεῖπον τῷ βασιλεῖ. καὶ τὸν μὲν παῖδα κατέσχε καὶ τὸν ἡγεμόνα συνέλαβέ τε καὶ ἐν δεσμοῖς ἐποιήσατο ἅμα τῷ ἀνεψιῷ Λουκίῳ, τῷ τῆς Αἴνου τυράννῳ παιδὶ γενομένῳ, καὶ συγκατεργασαμένῳ τῷ ἡγεμόνι τὸν τοῦ ἀδελφοῦ φόνον καὶ τὴν ἡγεμονίαν ἅμα. οὐ πολὺ μέντοι ὕστερον ξυνέβη καὶ τόδε αὐτοῖς. ὡς γὰρ ἐν ἀπόρῳ καθειστήκεσαν ἄμφω, οὐκ εἰδότες, ὅπῃ ἀπαλλαγὴν εὕρωνται τῆς εἱρκτῆς, ἀνήνεγκαν, ὡς ἐς τὰ πάτρια τὰ Τούρκων ἰέναι ἀμφότεροι προθυμοῦνται. καὶ αὐτὸς μὲν βασιλεὺς ἐσθῆτί τε ἐδωρήσατο καὶ τιάρᾳ, καὶ περιτεμόμενος ἐλευθέρους ἀφῆκεν ἐπὶ ἡμέρας οὐ πολλάς, μετὰ δὲ ταῦτα αὐτίκα αὖθις ἐς εἱρκτὴν ποιησάμενος κατέσχεν, ἐς ὃ δὴ ἀπαγαγὼν κατέσφαξε. Τὸν μὲν οὖν ἐνιαυτὸν τοῦτον δὶς αὐτὸς ἐκστρατευσάμενος ὁ βασιλεὺς τὴν μὲν ἐπὶ Δᾶκας ἔλευσιν ἐποιήσατο, τὴν δὲ ἐπὶ Λέσβον. καὶ ἐτελεύτα αὐτῷ ἐς τὸν χειμῶνα τοῦτον ἡ ἐπ' οἴκου ἀνακομιδή. καὶ τὸν μὲν χειμῶνα ἐν Βυζαντίῳ διατρίβων ναυτικόν τε ἐξηρτύετο, καὶ ἐς τὸν Εὔξεινον πόντον ἐναυπηγεῖτο τριήρεις ἀμφὶ τὰς τριάκοντα, καὶ οἰκοδομῶν ναούς τε καὶ βασίλεια ἐπενόει τὴν Βυζαντίου πόλιν αὐτῷ εἰς τὰ ναυτικὰ εὐπορίαν παρέξεσθαι, ὥστε ἄξιον λόγου ναυτικὸν ἐς τὴν θάλασσαν ἐξαρτύεσθαι· τῇ γὰρ θαλάσσῃ λογιζόμενος εὕρισκεν, ὡς εἰ ἐπικρατήσει, ῥᾷον αὐτῷ παραχωρήσειν καὶ τὰ τῶν πολεμίων. ἐδείματο δὲ καὶ ἄλλῃ ἄξια λόγου, μετὰ τὴν ἐν Προποντίδι Λαιμοκοπίην, τήν τε ἐν Βυζαντίῳ ἀκρόπολιν ἀξίως λόγου, ἐς τὰς χρυσέας καλουμένας πύλας, πύργους τε μεγίστους καὶ ἀξιοθεάτους, καὶ τὰ ἐντὸς βασίλεια, καὶ τὴν ἐπὶ τῶν Σκοπίων γέφυραν ἐπ' Ἀξιῷ ποταμῷ καὶ βασίλεια ἐν Ἀδριανουπόλει, πέραν τοῦ Τεάρου, ᾗ δὴ ἐς τὸν Ἕβρον ἐκδιδοῖ· καὶ πολίχνην μὲν ἐν τῇ Ἀσίᾳ περὶ Μάδυτον, ᾗ δὴ στενώτατον τοῦ Ἑλλησπόντου ἐσπλέοντι, καὶ ἐν τῇ Εὐρώπῃ πολίχνην ἑτέραν ἀπέναντι τῆς ἐν Ἀσίᾳ πολίχνης, ὥστε ἐχυροῦν μὲν αὐτῷ τὴν Βυζαντίου πόλιν καὶ τὸν Εὔξεινον πόντον, κρατύνειν δὲ καὶ τὰς ἐν τῷ Ἑλλησπόντῳ πόλεις αὐτῷ, ναυτικὸν παρεχομένας οὐ σμικρόν. ταῦτα δειμάμενος κατὰ τὴν Εὐρώπην καὶ Ἀσίαν τηλεβόλους καθίστη ἐς ἄμφω τὰ πολίχνια τῶν μεγίστων ἀμφὶ τοὺς τριάκοντα καὶ ἑτέρους οὐκ ὀλίγους. ναύσταθμον δὲ τὸν ταύτῃ αὐτοῦ χῶρον ποιησάμενοι οὐδενὶ ἐπιτρέπουσι παριέναι ἔσω ἐς τὸν Ἑλλήσποντον, ἂν μὴ τῷ ταύτῃ ὑπάρχῳ ἀποβαίνοντες ἐπιφαίνωνται οἱ πλέοντες ἔσω. Ταῦτα μὲν αὐτῷ ἐπεποίητο, ὡς ἐμοὶ δοκεῖ, διὰ τὸν πρὸς Οὐενετούς οἱ ἐσόμενον πόλεμον, ὃν πρὸ πολλοῦ παρασκευαζόμενος ἐπετήρει, ὅπως ἀσφαλέστατα αὐτῷ τὸν πόλεμον ποιήσαιτο. ἀλλὰ ταῦτα μὲν οὔπω ἐν τέλει ἦν παρεσκευασμένα, ὅτε τὸν πρὸς Οὐενετοὺς ἀράμενος πόλεμον ἐπολέμει· τότε δὲ ἐπιγιγνομένου τοῦ θέρους ἐστρατεύετο ἐπὶ Ἰλλυριοὺς καὶ Ἰλλυριῶν βασιλέα. τὸ μὲν οὖν γένος τοῦτο Ἰλλυριῶν παλαιόν τε καὶ ἐς τὸν Ἰόνιον ᾠκημένον, εὐδοκιμῆσαί τε πολλαχῇ ἀπομνημονεύεται. καλοῦνται δὲ οὗτοι τὰ νῦν Βόσνοι. ἀλλ' οἱ μὲν Δαλμάται καὶ Μυσοὶ ἅμα καὶ Τριβαλλοὶ καὶ πρός γε ἔτι Σαρμάται τούτοις τὴν αὐτὴν ἵενται τὴν φωνὴν καὶ τῷ παντὶ παραπλησίαν, ὡς μὴ χαλεπῶς συνιέναι ἀλλήλων αὐτούς. εἰκὸς δὲ οἴεσθαι τούτους μᾶλλον ὡρμημένους ἀπὸ τῆς πρὸς τὸν Ἰόνιον χώρας, γένος τε ὂν μέγα καὶ πολλαχῇ ἐνευδοκιμοῦν, τήν τε Θρᾴκην ὑπάγεσθαι σφίσιν αὐτοῖς, καὶ τὸν Ἴστρον διαβάντας τὴν τῆς Σαρματίας χώραν οἰκῆσαι, ἤ, ὡς ἔνιοι οἴονται, ὑπὸ Σκυθῶν διωκομένους διαβῆναί τε ἐς τὴν ἐπὶ τάδε τοῦ Ἴστρου χώραν, καὶ καταστρεψαμένους τὴν ταύτῃ Θρᾴκην, ἔστε ἐπὶ μυχὸν τοῦ κόλπου ἀφικομένους, ἐνοικῆσαι. θαυμάζω δέ, εἰ τοὺς Ἰλλυριοὺς ἀποφαινόμενος Ἀλβανοὺς τεκμαίροιτό τις, συμβαλλόμενος, ὡς Ἰλλυριοὶ οἱ πρὸς τῷ μυχῷ τοῦ Ἰονίου ἐχώρησαν ἐπὶ τὴν Ἤπειρόν τε καὶ Αἰτωλίαν καὶ Θετταλίας χώραν. ἀλλ' ὅτι μὲν ἀπὸ Ἐπιδάμνου μέχρι τοῦ Καρνερίου καλουμένου κόλπου ἅπας ὁ χῶρος οὗτος διατείνων ἐπὶ σταδίους μάλιστά πῃ τρισχιλίους, γένος τε ἓν ἐνοικεῖ, καὶ τῇ αὐτῇ φωνῇ διαχρώμενον, καὶ ἐπὶ μεσόγαιαν παρῆκον ἄχρι τοῦ Ἴστρου, παραμεῖβόν τε τὴν τοῦ Σανδάλεω χώραν, καὶ τοῦ ταύτῃ βασιλέως ἐχομένων αὐτίκα τῶν Τριβαλλῶν τε ἅμα καὶ Μυσῶν. μάλιστα δὲ συμβαλλόμενος ἔχων ἀποφαίνεσθαι διὰ τὸ ἐπὶ μέγα τὸ Ἰλλυρικὸν γένος χωρῆσαι δυνάμεως, καὶ ἐπὶ πολλὰ ταύτῃ σκεδασθῆναι ἀνὰ τὴν Θρᾴκην, Ἰλλυριοὺς μᾶλλον τὸ γένος τοῦτο εἶναι ἢ Ἀλβανούς. συντίθεμαι δὲ καὶ ἐκείνοις ἔγωγε, οἳ φάσκουσι τὸ Ἰλλυρικὸν γένος ἴσχειν αὐτῷ τὴν ἐπωνυμίαν ἀπὸ τῆς χώρας, διακεκρίσθαι μέντοι ὕπαρχον, ἄλλοτε ἄλλην φωνὴν ἀφιέμενον, ὥστε πολλὰ γένη αὐτοῦ καὶ σφίσι διενηνοχότα πάμπαν ἐς τὴν φωνήν, λαχεῖν τοὔνομα τοῦτο Ἰλλυριοὺς καλουμένους. ἀλλὰ ταῦτα μὲν οὕτω μοι ἐς τοσοῦτον ἀναγεγράφθω· εἰ δὲ μὴ τοὔνομα αὐτὸ ἐς γένος τοῦτο ὀρθῶς εἴρηται, διὰ δὲ τὴν χώραν, ἣν ἐνοικοῦν, φαίνεται τὴν Ἰλλυριῶν, ἄξιόν ἐστι φέρεσθαί οἱ τοὔνομα τοῦτο, καὶ μὴ νέμεσις εἴη οὕτω φρονοῦντι περὶ αὐτῶν. Ἀλβανοὺς γὰρ ἔγωγε μᾶλλόν τε τοῖς Μακεδόσι προστίθεσθαι ἂν λέγοιμι, ἢ ἄλλῳ τινὶ τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν· οὐδενί τε γὰρ συμφέρονται, ὅτι μὴ τὸ Μακεδόνων γένος. ἀλλὰ τούτων μὲν πέρι ἅλις ἔστω ταῦτα εἰρημένα, καλείσθωσαν δέ μοι τῷ ὀνόματι τούτῳ, Ἰλλυριοί, οἱ περὶ τὸν Ἰόνιον οἰκοῦντες ἄχρις ἄκρας Ἰστρίας καλουμένης πρὸς τῷ μυχῷ τοῦ κόλπου, ἀνεχούσης ταύτῃ ἐς τὸ πέλαγος, καὶ οἱ περὶ τὴν ταύτῃ μεσόγαιον οἰκοῦντες Ἰλλυριοί. Ἐπὶ τούτων δὲ τὸν βασιλέα ἐστρατεύετο βασιλεὺς Μεχμέτης, ὅτι τὸν φόρον αὐτοῦ, ὡς ἐπ' αὐτὸν ἀφίκετο βασιλέα κῆρυξ κελεύων τόν τε φόρον ἀπάγειν ὅτι τάχιστα ἐς τὰς βασιλέως θύρας καὶ μὴ διαμέλλειν, συναγείρας τὸν φόρον, πέντε ὄντα μυριάδας στατήρων, καὶ ἐπιδείξας τῷ βασιλέως κήρυκι, ὡς ἕτοιμος μὲν εἴη ὁ φόρος καὶ ὡς παρεσκεύαστο, οὐ μέντοι γε προθυμεῖται ἐπιπέμποντα τῷ βασιλεῖ τὰ χρήματα στέρεσθαι τούτων αὐτόν, οὐδὲ οἱ καλῶς ἔχειν, ἀλλὰ σὺν τούτοις καὶ ἢν πολεμεῖν δέῃ [πολεμεῖν] τῷ βασιλεῖ πόλεμον ἐπαράμενον, ἄμεινον ἂν παρασκευάζοιτο ἐς τὸν πόλεμον, καὶ ἢν δέῃ ἀπαίροντα ἄλλην τινὰ στέλλεσθαι χώραν, ταῦτα ἔχοντα τὰ χρήματα ἄμεινον πράξειν. τὸν μὲν οὖν κήρυκα λέγεται ἐπειπεῖν ἀκούσαντα τοὺς λόγους τούτους· "ὦ βασιλεῦ τῆσδε τῆς χώρας, ἀλλὰ ταῦτα μὲν τὰ χρήματα καλῶς ἔχει παρά σοι εἶναι μὴ τὰς σπονδὰς παραβαίνοντι. ἢν δὲ διὰ ταῦτα παραβαίνων οἴει ἄμεινον πράξειν, δέδοικα, μὴ χεῖρόν σοι γένοιτο διὰ ταῦτα. σὺν γὰρ θεῷ καὶ ταῦτα ἔχειν τὰ χρήματα πολὺ ἄμεινον, καὶ σὺν τῷ θεῷ αὖ τούτων στέρεσθαι ἄμεινον, ἢ ὑβρίζοντα ἐς ἐκεῖνον πολλαπλάσια τούτων κεκτῆσθαι." ταῦτα ὁ κῆρυξ εἰπὼν ἀπήλαυνε παρὰ βασιλέα, καὶ ἀπαγγείλας τοῦ Ἰλλυριοῦ τὸν λόγον ἐπῆρε βασιλέα στρατεύεσθαι ἐπ' ἀμφοτέρους. ἦν δ' αὐτῷ τηνικαῦτα ἔλασις ἐπὶ τὸν Δακίας ἡγεμόνα, ἐξυβρίσαντα μεγάλως ἐς τὸν τοῦ βασιλέως οἶκον καὶ ἀνελόντα τοὺς πρέσβεις. ἀλλὰ τότε μὲν ἐλαύνοντι ἐπὶ Δᾶκας οὐκ ἐξεγένετο τίσασθαι βασιλέα Ἰλλυριῶν. τῷ δ' ἐνιαυτῷ τούτῳ, ὡς παρῆν αὐτῷ τὰ στρατεύματα ἐς τὴν Ἀδριανούπολιν ἀπό τε τῆς Ἀσίας καὶ τῆς Εὐρώπης, ἦρος ἐπιγενομένου ἐξήλαυνεν ἐπὶ Ἰλλυριούς, ἐν νῷ ἔχων ἐσβαλεῖν καὶ ἐς τὴν Σανδάλεω χώραν. τὸν δὲ βασιλέα τοῦτον παῖδα ὄντα νόθον τοῦ πρότερον βασιλέως Ἰλλυριῶν, καὶ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ διηνεγμένον ὡρμημένους ἐπὶ τὴν τῆς χώρας ἡγεμονίαν, καὶ διαπρεσβευόμενον ὡς βασιλέα, ἐπετράποντο αὐτῷ διαιτητῇ, ἀπέδειξέ τε τοῦτον βασιλέα τῆς χώρας, καὶ Ἰσαάκῃ τῷ Σκοπίων ὑπάρχῳ ὁμοροῦντί τε ἐς τὴν τῶν Ἰλλυριῶν χώραν, ὅπως αὐτῷ τιμωρῶν συνεπιλάβοιτο ἐς τὴν ἡγεμονίαν. καὶ στρατὸν αὐτῷ παρεχόμενος ἐπὶ τοὺς ἀδελφοὺς τήν τε χώραν ἐδῄου καὶ ἠνδραποδίζετο, καὶ αὐτὸν ἐς τὴν βασιλείαν καταστησάμενος ἐπολέμει τοῖς ἀδελφοῖς ἅμα τῷδε τῷ Ἰλλυριῶν βασιλεῖ. καὶ πλεῖστα δὲ ταύτης τῆς χώρας ἀνδράποδα ἀγόμενοι οἱ Τούρκων ταύτην ὅμορον οἰκοῦντες τὴν χώραν. πασῶν δὲ τῶν πόλεων ἀρχῶν, ὧν ἡμεῖς ἴσμεν, ἀνδράποδα ἔστε τὴν Εὐρώπην καὶ ἐς τὴν Ἀσίαν ληϊσάμενοι διεβίβαζον. καὶ ἐξ ὅτου τὴν Σκοπίων ᾤκισε πόλιν, καὶ Ἰησοῦς ὁ Ἰσαάκεω παῖς ἐπιτροπεύων ὑπὸ βασιλέως ταύτην τὴν πόλιν, ὡς πλεῖστα, ὧν ἡμεῖς ἴσμεν, διὰ πολλοῦ χρόνου ἐληΐζετο τὴν Ἰλλυριῶν χώραν, καὶ ἀποφέρεσθαι ἀνδράποδα, ὅσα μὴ ἄν ποτε ἐλπίσαι ἐνεγκεῖν τὴν χώραν ἐκείνην. πυνθάνομαι δὲ τὴν χώραν διήκειν ἀπὸ τῆς Τριβαλλῶν χώρας καὶ Δοροβίκης ποταμοῦ ἐς τὴν Σανδάλεω χώραν καὶ ἐπὶ τὸν Ἰόνιον κόλπον, σταδίους ἐς ὀκτακοσίους τὸ μῆκος, τὸ δὲ πλάτος ἐπὶ δισχιλίους μάλιστά πῃ σταδίους παρήκειν τὴν χώραν ἐς τοὺς Παίονας καὶ ἐς Τριβαλλούς. καὶ ἀπὸ μὲν τῶν Τριβαλλῶν ἔχεται αὐτίκα ἡ χώρα τοῦ Ἰσαάκεω· μετὰ δὲ ἡ τοῦ Παύλου χώρα καὶ αἱ πόλεις παρατείνουσαι ἐς αὐτὴν τῶν Ἰλλυριῶν βασιλέως χώραν. ἐπολέμουν μὲν οὗτοι καὶ πρότερον τῷ βασιλεῖ, ὁτὲ μὲν ἐς τοὺς Τριβαλλούς, ὁτὲ δὲ καὶ ἐς τοὺς Παίονας ταλαντευόμενοι, καὶ ἐπαγόμενοι τοὺς Τούρκους ἐληΐζοντο τὴν Ἰλλυριῶν ὅμορον χώραν. καὶ πρὸς τοὺς Τριβαλλοὺς ἐπολέμουν, καὶ ὁ τῶν Τριβαλλῶν ἡγεμὼν ἐκστρατευόμενος ἐπολιόρκει τὰς πόλεις, μετὰ δὲ ταῦτα σπεισάμενος εἰρήνην ἄγειν ἐς τούτους. καὶ Σανδάλης μὲν τούτοις καὶ πρότερον ἐπολέμει, καὶ ἐπαγόμενος στρατὸν τοῦ βασιλέως ἐληΐζετο τὴν χώραν ἐκείνων. ὥστε μόνοι δὴ οὗτοι ἀλλήλους φέροντες, καὶ ἐπαγόμενοι στρατὸν ἐπήλυδα τοῦ βασιλέως, μεγάλως δὴ ἔβλαπτον αὑτῶν τὴν χώραν, ἀνδραπόδων ὡς πλείστων ὑπὸ τῶν στρατῶν ἀπαγομένων ἑκάστοτε, καὶ φθειρομένης τῆς χώρας ἐς τὰ μάλιστα. τότε μὲν οὖν καὶ ὁ Ἰσαάκης καὶ ὁ Παῦλος συνθέμενοι συμμαχίαν τῷ Ἰλλυριῶν βασιλεῖ, διενοοῦντο καὶ αὐτοὶ πόλεμον ἀνελέσθαι τῷ βασιλεῖ, ἤν τι ἀπὸ Παιόνων καταλαμβάνῃ τοὺς Τούρκους. Βασιλεὺς δὲ ὡς ἤλαυνε, διέβη μὲν τὸν Δοροβίκην ποταμόν, ὃς τήν τε Τριβαλλῶν καὶ Ἰλλυριῶν χώραν διείργει, διαβὰς δὲ ἐπὶ Ἰλλυρισὸν ποταμὸν ναυσίπορον ὄντα διέβη. ὁ δὲ πεζὸς στρατὸς ναυσίν, ἃς αὐτοῦ ναυπηγεῖσθαι ἐκέλευε. τοὺς δὲ ἵππους ἀφῆκεν ἐς τὸν ποταμὸν διαβῆναι τὰ στρατεύματα. ἐγένετο δὲ ὁ στρατὸς οὗτος τοῦ βασιλέως ἐς πεντεκαίδεκα μυριάδας ἱππέων. ὁ γὰρ δὴ στρατὸς οὗτος πλὴν τῶν νεηλύδων, καὶ ἀζαπίδων, οἳ αὐτῷ παραγίγνονται ἐς τὸν πόλεμον πεζοὶ ὄντες, καὶ ὅσοι ὑπουργῆσαι αὐτῷ τὰ ἐς χρείαν παρείη ἀχρεῖος ὅμιλος, ὁ λοιπὸς τοῦ βασιλέως στρατὸς ἱππεύει, μάλιστα δ' ἀνθρώπων, ὧν ἡμεῖς ἴσμεν. ἄγονται δὲ καὶ ὑποζύγια πολλαπλάσια, ὡς καὶ πρότερόν μοι δεδήλωται. ὡς δὲ τὸν Ἰλλυρισὸν διαβὰς ἐσέβαλεν ἐς τὴν χώραν, πρῶτον μὲν [ἐπὶ] Βοβοβίκην πόλιν ἐπὶ τῇ ἐσβολῇ καταστᾶσαν ἐπολιόρκει. ἡ δὲ πόλις αὕτη ᾤκηται ἐρυμνὴ οὖσα ἐπὶ ὑψηλοῦ ὄρους. τηλεβόλοις δεδιττόμενος τοὺς ἐν τῇ πόλει ὑπτίοις τε καὶ τοῖς ἴσοις, παρεστήσατο τὴν πόλιν. καὶ τὸ μὲν αὐτοῦ κατέλιπε, τὸ δὲ δωρησάμενος Τούρκων τοὺς ἀρίστους, τὸ τρίτον ἀπέπεμψεν ἐς Βυζάντιον. ἀπὸ δὲ Βοβοβίκης αὐτίκα ἐκέλευε Μαχουμούτην, ἐπιλεξάμενον τοὺς τῆς Εὐρώπης ἀρίστους προϊέναι ἐς τὸν χῶρον, ἐς ὃν ἂν πυνθάνοιτο τὸν Ἰλλυριῶν βασιλέα διατρίβειν, πρὶν δὴ τὰ βασίλεια ὑφ' αὑτὸν ποιήσασθαι. οὗτος μὲν οὖν λαβὼν τούτους ἤλαυνε κατὰ κράτος ἀναβῆναι διὰ τοῦ ποταμοῦ. ἐλθὼν δὲ ἐς Γαΐτιαν καὶ πυθόμενος, ὡς βασιλεὺς προΐοι, διαβὰς τὸν ποταμόν, ἐπὶ Κλιτίην πόλιν οὐδὲν ἐπισχὼν δρόμῳ ἀνέβη, ᾗ τὸν ποταμὸν εὗρεν ἐς τρία γενόμενον, καὶ διαβὰς ἀφίκετο ἐπὶ Κλιτίην δευτεραῖος. βασιλεὺς δὲ ἄρας ἐντεῦθεν ἀφίκετο ἐπὶ Γαΐτιαν, τὰ Ἰλλυριῶν βασίλεια. καὶ ὡς ἐπέλασεν, αὐτίκα ἥ τε πόλις προσεχώρησε καθ' ὁμολογίαν· ὡς γὰρ Βοβοβίκην ἐπύθοντο ἁλῶναι ὑπὸ βασιλέως, πασῶν δὴ ὀχυρωτάτην, αὐτίκα αἱ λοιπαὶ πόλεις καθίσταντο ἐς φόβον καὶ ὥρμηντο αὐτός τις ἕκαστος φθῆναι, βουλόμενος βασιλεῖ χαρίζεσθαι προσχωρῶν. οἱ μὲν οὖν ἐν Γαϊτίᾳ, ὡς βασιλεὺς ἀγχοῦ ἐπέλασε, τοὺς προεστῶτας ἡ πόλις πέμψασα ὡς βασιλέα παρεδίδου τε σφᾶς, καὶ ἠξίουν πολιτεύεσθαι κατὰ τὰ πάτρια. καὶ συνεχώρει μὲν αὐτοῖς, ἅττα ἠξίουν σφίσι συγχωρηθῆναι ὑπὸ βασιλέως· μετὰ δέ, ὡς τὴν ἀκρόπολιν παραλαβών, φρουρὰν ἔφαινεν ἐν αὐτῇ, παῖδάς τε τῶν ἀρίστων ἐπιλεξάμενος ἑαυτῷ τε καὶ περιεξελόμενος καί τινας τοῖς ἀμφ' αὑτὸν διένειμε. ταύτην μὲν οὖν τὴν πόλιν ὡς αὐτίκα παρέλαβεν, ἐκέλευσε Μαχουμούτην τὸν τῶν θυρῶν ἡγεμόνα, ἀναλαβόντα τὸν τῆς Εὐρώπης στρατόν, ἐλαύνειν ὅτι τάχιστα ἐπὶ τὸν βασιλέα τῶν Ἰλλυριῶν· ἐπυνθάνετο γὰρ ἐν τῇ πόλει, τῆς Γαϊτίας ἀπεχούσῃ ἡμερῶν πέντε ὁδόν, διατρίβειν καραδοκοῦντα, ᾗ ἐκχωρήσει τὰ Ἰλλυριῶν πράγματα. ἡ δὲ πόλις αὕτη, ἐν ᾗ ἔμενε βασιλεύς, καλεῖται Κλιτίη, καὶ ἀδελφοῦ αὐτοῦ παῖδα ἀμφὶ τὰ τρισκαίδεκα ἔτη γεγονότα διατρίβειν ἐπηγγέλλετο Μαχουμούτῃ. λαβὼν μὲν οὖν τὸν τῆς Εὐρώπης στρατὸν δευτεραῖος ἀφικνεῖται ἐπὶ τὸν ποταμὸν Σάνναν τοὔνομα, ναυσίπορον, ᾧ δὴ μάλιστα θαρρῶν Ἰλλυριῶν βασιλεὺς ναυσιπόρῳ τε ὄντι, καὶ μεγάλων νεῶν τε οὐκ ἐνουσῶν τῷ ποταμῷ, οὐκ ἄν ποτε ᾤετο διαβάντας τὸν ποταμὸν ἐλάσαι ἐπ' αὐτόν. ὡς δὲ ἐνταῦθα ἐπέλασεν ὁ στρατὸς ἐς τὸν ποταμόν, ἐνταῦθα ἐπισπεύδων Μαχουμούτης τοὺς τοῦ στρατοπέδου ἀρίστους, ὥστε διαβάντας τὸν ποταμὸν ἔργον μέγα ἐργάσασθαι βασιλεῖ, συλλαβόντας Ἰλλυριῶν βασιλέα, ἔλεγε τοιάδε· "ἄνδρες Τοῦρκοι, νῦν τις ὑμῶν ἕκαστος αὐτῶν φανήτω ἀνὴρ ἀγαθός, ποταμὸν τόνδε πεζῇ διαβάς· οὐ γὰρ μελήσει αὐτῷ τινι πρώτῳ διαβάντι μὴ μέγα τι ἀποίσεσθαι παρὰ βασιλέως." ταῦτα εἰπόντος ἐπειρῶντο διαβαίνειν οἱ τοῦ βασιλέως. ἐνταῦθα δὴ πρῶτος λέγεται Ὀμάρης ὁ Τουραχάνεω παῖς, Θετταλίας ὕπαρχος, σὺν τοῖς ἀμφ' αὑτὸν ἐλαύνοντες εἰσέπεσον ἐς τὸν ποταμόν, καὶ βραχύ τι διανηχόμενοι διέβαινον, καὶ ὁ λοιπὸς ἅμα στρατὸς αὐτίκα διέβαινε. διαβάντες δὲ αὐτίκα ἐπέδραμον χώραν, ὥστε τὸν Ἰλλυριῶν βασιλέα δείσαντα, μὴ ἐς φυγὴν τραπόμενον ἐπεισπεσόντες οἱ ἱπποδρόμοι καταλάβωσι, καὶ ἐπὶ κίνδυνον ἔλθωσιν. εἰ δὲ αὐτῷ μὴ ληφθείη, οἰχόμενος ἀνασώζεται ἐς πόλιν αὐτοῦ τινα, ᾗ ὄνομα Κλιτίη. καταφυγὼν δὲ πολιορκεῖται ὑπὸ Μαχουμούτεω. ἡ δὲ πόλις ᾤκηται μὲν ἐν χωρίῳ τινὶ ἑλώδει. καὶ ἕλη παρ' αὐτὴν μεγάλα, διὰ πολλοῦ διατείνοντα, ἐχυρὰν ποιεῖ καὶ οὐ βάσιμον. τότε δὲ ὑπὸ καύματος ἀποξηρούμενόν τε ἦν τὸ χωρίον ἅπαν. καὶ ἐπελάσας ὁ στρατὸς ἐπολιόρκει τὴν πόλιν, καὶ κάλαμον, ὃς ἄφθονος ἦν παρὰ τὴν πόλιν, ἐπιπίπτοντες διεφόρουν ἐς τὴν τάφρον, ὡς πῦρ ἐνήσοντες ἐς τὸν κάλαμον καὶ διὰ τοῦ πυρὸς αἱρήσοντές τε τοὺς ἐν τῇ πόλει, βίᾳ ἄκοντας ἐς ὁμολογίαν παραστησόμενοι. ταῦτα μὲν εἰσορῶντες οἱ τοῦ Ἰλλυριοῦ στρατιῶται καὶ οἱ τῆς πόλεως, καὶ οἰόμενοι, μὴ ἂν δυνήσεσθαι ἐπὶ πολὺ ἀντέχειν πολιορκούμενοι, προσέφερον λόγους τῷ Μαχουμούτῃ ὡς σφᾶς τε αὐτοὺς παραδώσοντες, καὶ ἐφ' ᾧ βασιλέα σφῶν αὐτῶν μηδ' ὁτιοῦν χαλεπὸν πείσεσθαι ὑπὸ βασιλέως, προσχωρῆσαί τε, ἢν ὅρκια γένοιτό οἱ ἐφ' ᾧ ἀγαθὸν μέν, χαλεπὸν δὲ μηδὲν ὑποστῆναι ὑπὸ Τούρκων. ταῦτα προϊσχομένου τοῦ Ἰλλυριοῦ ἐδέχετό τε ὁ Μαχουμούτης καὶ ἐσπένδετο. ὅρκιον δὲ αὐτῷ ποιησάμενος, ἐφ' οἷς προὐτίθετο, τόν τε βασιλέα ἐξιόντα ἐκ τῆς πόλεως, παρέλαβέ τε τὴν πόλιν, καὶ τὸ μὲν ἐν τῇ πόλει ἐς τρία διελόμενος τὸ μὲν αὐτοῦ κατέλιπε, τὸ δὲ αὐτὸς σὺν καὶ τοῖς ἀρίστοις διανειμάμενος, τὸ τρίτον ἐπάγων τῷ βασιλεῖ ἐδωρήσατο. οὕτω μὲν οὖν ὁ Ἰλλυριῶν βασιλεὺς ἑάλω ἐν Κλιτίῃ, καὶ ἀδελφοῦ τε ἅμα αὐτοῦ παῖς, ἀμφὶ τὰ τρισκαίδεκα ἔτη γεγονώς. Ἡ δὲ γυνὴ αὐτοῦ πρότερον ἔφθη ἐς Ραγούζιον πόλιν τὴν ἐς τὸν Ἰόνιον διαφυγοῦσα, καὶ πλοῦτον πολὺν ἀπενεγκαμένη οἴχεσθαι γνώμῃ τοῦ ἀνδρός. ἡ δὲ πόλις αὕτη ᾤκισται μὲν ὑπὸ τῶν ταύτῃ Ἰλλυριῶν, ἀνδρῶν ἐπιφανῶν ἐς ταὐτὸ συνιόντων, καὶ ἀλλήλοις τε ἐπὶ πολὺ συμφερόμενοι, τήν τε πόλιν ἐδείμαντο ὀχυρὰν καὶ τείχη περιεβάλλοντο καρτερά. ἐμπορίαν δὲ τήν τε κατ' ἤπειρον καὶ τὴν ἐς τὸ Ἰόνιον μετιόντες, ἐπὶ μέγιστον τῶν ταύτῃ πόλεων ἀφικομένη, μάλιστά τε ἅμα καὶ εὐνομήθη ἐς ἀριστοκρατίαν διιθυνομένη, οἰκοδομίαις τε κοσμοῦντες τὴν σφῶν πόλιν, ἀμυδρὰν μέν τινα οὖσαν, ἀγαθὴν δὲ ἐς ἄνδρας φέρεσθαι ἀγαθοὺς τὰ ἐς σύνεσιν. ὁμορεῖ μὲν οὖν αὕτη ἡ πόλις τῇ Σανδάλεω χώρᾳ, καὶ πόλεμον ἀναιρουμένη αὐτῷ ἔχετο ἐς διαφορὰν καὶ ἐπολέμει. τὴν μὲν οὖν αἰτίαν τῆς διαφορᾶς, ὡς ἔμοιγε δοκεῖ, ἐπιφερόμενον τὸν Σανδάλην ἀδίκως ἀναγκάσαι σφᾶς ἐς τὸ πολεμῆσαι. τὸν μέντοι παῖδα τούτου, νεανίαν οὐκ ἀγενῆ σὺν τῇ μητρὶ καταφυγόντα ἐς Ραγούζιον, καὶ μὴ οὐκ ἐκδιδόντας ἐξαιτουμένῳ αὐτούς, πόλεμόν τε ἐπήνεγκε καὶ τὴν γῆν ἔτεμεν. οὗτοι μὲν οὖν τὸν παῖδα αὐτοῦ στρατηγὸν ἑλόμενοι καὶ χρήματα παρεχόμενοι ἄφθονα ἐπολέμουν τῷ Σανδάλῃ διαφέροντες τὸν πόλεμον. τὴν δὲ αἰτίαν ταύτην φασίν, ἀφ' ἧς ὅ τε παῖς αὐτοῦ καὶ ἡ γυνὴ φεύγοντες ἀπηλλάσσοντο ἐς ταύτην τὴν πόλιν. γυναῖκά τινα τῷ εἴδει εὐπρεπῆ λεγομένην, τὸν δὲ βίον ἀκόλαστον οὖσαν, παραγενομένην ἀπὸ Φλωρεντίας τῆς Ἰταλίας ἐς τὴν ἑαυτοῦ χώραν, ὡς ἐπυνθάνετο τὰς ἐν Φλωρεντίᾳ γυναῖκας κάλλει πολλῶν διαφερούσας καὶ συνέσει, ἐκάλεσέ τε ἐς ὄψιν τὴν ἑαυτοῦ, ἰδεῖν τε ἱμειρόμενος, καὶ ὡς ἐθεάσατο ὡς καλλίστην εἶναι, ἠράσθη τε τῆς γυναικός, καὶ ἐρασθεὶς μετ' οὐ πολὺ συνεγένετο καὶ τῷ ἔρωτι χαλεπῶς ἐλαμβάνετο καὶ συνῴκει τῇ γυναικί, καὶ δυσανασχετῶν ἤδη τῷ ἔρωτι τῆς γυναικὸς ὠλιγώρει τε ἅμα καὶ ἠμέλει τῆς ἑαυτοῦ κουριδίης γυναικός. τὴν δὲ γυναῖκά φασι τῶν ἐμπόρων ἐχομένην ἀπὸ Φλωρεντίας ἀφῖχθαι ἐς τὴν χώραν. ταύτῃ μὲν οὖν συνοικῶν ὁ Σανδάλης τῇ γυναικὶ ἐπαχθὴς ἦν καὶ ἀφόρητος. δι' ἃ δὴ οὐκ ἀνασχομένη ἐπὶ παιδὶ νεανίᾳ τοιαῦτα ἀνέχεσθαι, δεινὰ ποιουμένη μετὰ τοῦ παιδὸς αὐτῆς κρύφα ἐς τὴν Ραγουζίου πόλιν ἀπηλλάσσετο. οὗτος μὲν οὖν διαπρεσβεύσας ἠξίου τε ὑποστρέφειν ἐς τὴν χώραν αὐτοῦ καὶ μὴ ἐν ἀλλοτρίᾳ χώρᾳ διατρίβειν, αἶσχος ὂν τόδε ἐπιφέρειν ἐς τοὺς ἀνθρώπους. ἡ μὲν οὖν γυνὴ οὐκ ἐπείθετο, οὐδ' ὑποστρέφειν ἔφασκεν, ἂν μὴ τὴν γυναῖκα ἀποπέμψηται ἐς Φλωρεντίαν, ἢ αὐτῇ παρ' αὐτῷ χρήσηται, ὡς ἂν βούληται. ταῦτα μὲν οὖν οὕτω γενέσθαι λέγεται, τὸν δὲ παῖδα αὐτοῦ διενεχθέντα καὶ ὑπὸ Ραγουζίων στρατηγὸν καταστάντα πολεμεῖν τῷ πατρί, μαχεσάμενόν τε τῷ πατρί, οἷα ἀμυνόμενον ἐς τὴν φύσιν, τρέψασθαί τε αὐτὸν τὸν πατέρα καὶ συχνοὺς ἀνελόντα τοῦ στρατοῦ αὐτοῦ, ἀθέμιτα προσφερόμενον τῷ πατρὶ αὐτοῦ καὶ ὑπεναντία τῆς δίκης. ἐπρεσβεύετο μὲν οὖν καὶ οὗτος θαμὰ ὡς τὸν βασιλέα συνεξελεῖν τὸν Ἰλλυριῶν βασιλέα, καὶ στρατὸν ἐπῆγε Τούρκων, καὶ ἐκάκου τὴν χώραν. τότε, ὡς ἐπιὼν ὁ βασιλεὺς ἐπηγγέλλετο ἐπὶ τὴν Ἰλλυριῶν χώραν, παρεσκευάζετο καὶ αὐτός, ὡςἤν τι δύναιτοἀμυνόμενος, ἢν ἐς τὴν ἑαυτοῦ ἐσβάλλῃ ὁ τοῦ βασιλέως στρατός. Ἐπάνειμι δὲ ἐπ' ἐκεῖνο τοῦ λόγου, ᾗ πρότερόν μοι ἐδεδήλωτο, ὡς, ἐπεὶ τὸν βασιλέα παρέλαβε Μαχουμούτης ὁ Μιχαήλου, σὺν τούτῳ περιιὼν τὰς ἄλλας πόλεις ἐπεδείκνυτό τε τὸν βασιλέα, καὶ προσεχώρουν. ὁ μὲν δὴ Μαχουμούτης ἀμφὶ τὰ τοιαῦτα εἶχεν, Ὀμάρην δὲ τὸν Τουραχάνεω πέμπων ἐπὶ τὰς λοιπὰς τῆς Ἰλλυριῶν χώρας πόλεις, αὐτὸς ἤλαυνεν ἐπὶ τὸ βασιλέως στρατόπεδον. καὶ ὁ μὲν βασιλεὺς ἤχθετό τε τῷ ὅρκῳ καὶ ἐχαλέπαινεν, ὡς οὐκ ἐν δέοντι ποιήσαιτο τὸν ὅρκον τῷ βασιλεῖ τῶν Ἰλλυριῶν· τὸν μέντοι βασιλέα ἐς φυλακὴν ποιησάμενος περιῆγεν ἐλαύνων διὰ τῆς Σανδάλεω χώρας. ἐς γὰρ τὴν Ἰλλυριῶν τὰ μὲν αὐτὸς βασιλεὺς καταστρεψάμενος ὑπηγάγετο, τὰ δὲ Μαχουμούτεω παραστησαμένου καὶ Ὀμάρεω. ἔνθα δὴ καὶ Ὀμάρης σπουδὴν ποιούμενος, τὴν χώραν, ὅση ὑπόλοιπος ἦν, ὑπὸ τῷ βασιλεῖ γενέσθαι, ἀνήρ τε ἔδοξε τῶν ἐν ταῖς βασιλέως θύραις εὐδοκιμούντων κράτιστος καὶ μεγάλα ἀπεδείκνυτο ἔργα, καὶ πρότερον βασιλεῖ δόκιμος ἐν πολλοῖς ἄλλοις γενόμενος. Ταῦτα μὲν οὖν ἐς τοσοῦτον ἐγένετο καταστρεψαμένῳ βασιλεῖ τὰς Ἰλλυριῶν πόλεις. ἐντεῦθεν πρεσβείαν πέμπων ἐπὶ Ραγούζιον πόλιν ἐζήτει τὴν βασιλέως γυναῖκα. ἡ δὲ προεξῄει ἀπιοῦσα ἐκ τῆς πόλεως ἐς Ἰταλίαν· ὡς γὰρ ἐπυνθάνετο τὴν ξύμπασαν χώραν γενέσθαι ὑπὸ βασιλεῖ, ὡς εἶχε, τάχιστα ἐκ τῆς πόλεως ἀπηλλάττετο, οἰχομένη ἐς τὴν Ἰταλίαν. οἱ μὲν οὖν πρέσβεις, ὡς οὐ κατέλαβον αὐτοῦ ταύτῃ τὴν βασιλέως γυναῖκα, ἀπεχώρησαν ἄπρακτοι. Ἐντεῦθεν βασιλεὺς συσκευασάμενος ἐσέβαλεν ἐς τὴν Σανδάλεω χώραν καὶ ἐδῄου. ἱπποδρόμους δ' ἐπαφείς, ἐπέδραμον τὴν χώραν αὐτοῦ σύμπασαν. μετὰ δὲ ἐπιὼν τὰς πόλεις ἐπολιόρκει. καὶ οἱ τοῦ Σανδάλεω ἐπέθεντο τῷ βασιλέως κοιτῶνι, ὁρμώμενοι ἐκ τῶν ὀρέων, καὶ ἔστιν ἃ διαρπάσαντες αὖθις ἐπὶ τῶν ὀρέων οἴχοντο ἀπαλλασσόμενοι. ἔστι δ' ἡ χώρα οὐχ ἧττον ἔρημος ἢ τῶν Ἰλλυριῶν. ἐπελάσας μὲν οὖν αὐτὸς ἐπολιόρκει πολίχνην τὴν Σανδάλεω ἐπὶ ἡμέρας τινάς. καὶ ὡς οὐ προεχώρει αὐτῷ ἡ τῆς πόλεως αἵρεσις, ἀπήλαυνε διὰ τῆς τοῦ Στάντεω καὶ Κραΐκου καὶ Παύλου, τῶν ταύτῃ αὐτοῦ ἡγεμόνων, χώρας. κήρυκα δ' ἔπεμπε κελεύων τήν τε αὐτῶν χώραν παραδιδόναι, καὶ αὐτοῖς γενέσθαι ὑπὸ βασιλέως ἄλλην ἀντὶ ταύτης ἐν τῇ Εὐρώπῃ. οὗτοι μὲν οὖν οὕτω πεισθέντες παρέδοσάν τε σφᾶς αὐτοὺς ἅμα τῷ βασιλεῖ καὶ τὴν χώραν, ἐννοοῦντες ἀδύνατα ἔσεσθαι αὐτοὺς ἐν μέσῳ τῆς βασιλέως χώρας ἀντέχειν ἐς τέλος. ἀναπείθονται οὖν ἐφ' ᾧ ἄλλην ἀντὶ τῆς σφετέρας αὐτῶν σφίσι γενέσθαι ὑπὸ βασιλέως. καὶ ἀφικόμενοι ἐς τὰς θύρας τήν τε χώραν παρέδοσαν, καὶ οὐ πολλῷ ὕστερον αὐτοὺς ἐς φυλακὴν ποιησάμενος εἰσεκομίζετο ἐπ' οἴκου. καὶ τόν τε στρατὸν ἅμα διῆκε. τὸν μέντοι βασιλέα Ἰλλυριῶν ἀπελαύνων ἐκ τῆς χώρας, ἕωθεν, ὡς ἐν τῷ στρατοπέδῳ ἀνεπαύετο, μεταπεμψάμενος ἐκάλει ἐς ὄψιν τὴν ἑαυτοῦ. ὁ δὲ συνιείς, ὡς οὐκ ἐπ' ἀγαθῷ μεταπέμπεται αὐτόν, τὰ ὅρκια ἐν χερσὶν ἔχων ἐξηγέρθη τε, καὶ ὡς ἀπήχθη ἐς ὄψιν τὴν βασιλέως, ἀπέταμόν τε αὐτοῦ τὴν κεφαλὴν ἐπιτάξαντος βασιλέως. λέγεται δὲ καὶ διδασκάλῳ αὐτοῦ τῷ Πέρσῃ τοῦτον παρασχεῖν, ὥστε διαχρήσασθαι· οἱ δὲ μάγειρον αὐτοῦ αἰτησάμενον ἀνελεῖν. διενεχθέντα δὲ γνώμῃ πρὸς Μαχουμούτην τὸν Μιχαήλου, λέγεται ἀνελεῖν κελεῦσαι τὸν βασιλέα Ἰλλυριῶν. οὗτος μὲν δὴ οὕτω λέγεται τελευτῆσαι μετὰ τῆς ἡγεμονίας αὐτοῦ ὑπὸ βασιλέως καταστροφήν. Ὡς μὲν οὖν ἑάλω ἡ τῶν Ἰλλυριῶν χώρα, καὶ ὅ τε βασιλεὺς ἐτελεύτησεν ἁλοὺς καὶ οἱ λοιποὶ ἡγεμόνες εἴχοντο ἐν φυλακῇ, πυθόμενοι ταῦτα οἵ τε Οὐενετοὶ καὶ οἱ Παίονες δεινὸν ἐποιοῦντο καὶ ἐς φόβον καθίσταντο μέγαν, αὐτίκα οἰόμενοι ἐπὶ σφᾶς ἥξειν τὸ δεινόν. καὶ οἱ μὲν Οὐενετοὶ ἐχαλέπαινον ἐπιφερομένων σφίσι τῶν βασιλέως ὑπάρχων καὶ χαλεπῶν ὄντων τοῖς ὑπηκόοις, ἐνέμενον δ' ὅμως ταῖς σπονδαῖς, καραδοκοῦντες, ᾗ ἀποβήσεται σφίσι τὰ πράγματα. ὡς δὲ τό τε ἐν Πελοποννήσῳ Ἄργος, ἱερέως τῶν ἐν τῇ πόλει παραδόντος προδοσίᾳ, ἔλαβεν ὁ τοῦ βασιλέως ὕπαρχος, Ἀλβάνεω παῖς, τοὔνομα Ἰησοῦς, καὶ ἐπέθετο περιφανῶς ἤδη πολεμεῖν, καὶ Ναύπακτον μὲν ἐπέδραμεν Ὀμάρης ὁ Τουραχάνεω, τὴν δὲ ἐν Πελοποννήσῳ χώραν Οὐενετῶν, τὴν περὶ Μεθώνην, καταλαβόντες οἱ τοῦ βασιλέως οὐκ ἐνεδίδοσαν, ἐνταῦθα οὐκέτι ἀνασχετὸν ἐποιοῦντο ἡσυχίαν ἄγειν, ἀλλ' ἐβουλεύοντο μὲν ἐπ' ἀμφότερα γιγνόμενοι ταῖς γνώμαις. καταστάσης δὲ πολλαχῇ ἐκκλησίας τῶν κλητῶν καλουμένων, Βίκτωρ τῶν Καπέλλων οἰκίας, ἀνὴρ πλούτῳ τε καὶ ἀξιώματι προέχων καὶ ἄγειν δοκῶν τὴν πόλιν κράτιστος, προσπαρακαλέσας καὶ τοὺς προσήκοντας αὐτῷ καὶ συγγενεῖς ἐς τὴν ἑαυτοῦ ψῆφον, παριὼν ἐπὶ τὸ βῆμα ἔλεγε τοιάδε· "ἄνδρες Οὐενετοί, πολλαχῇ μὲν καὶ ἄλλοτε δοκῶν τοὺς ἐνοικοῦντας τὸ ἄστυ τόδε μὴ διαπίπτειν λογιζομένους τὰ δέοντα, βραχεῖ τινι λόγῳ ἐνόμιζον δεῖσθαι ἐς ὑμᾶς. πάντα δὲ τὰ πράγματα οἷα προτρέπεσθαι καὶ μὴ προθυμουμένους ἐπὶ τὸν πόλεμον τοῦτον. ἐπεὶ δὲ καὶ τῶν πρωτεύειν ἀξιούντων παρ' ἡμῖν οὐκ ὀλίγοι παριόντες κελεύουσιν ὑμᾶς μὴ οὕτως ἐπαχθῶς περὶ μεγάλων βουλεύεσθαι πραγμάτων, ἀλλ' ἀνέχεσθαι μᾶλλον, πρεσβείαν πέμποντας ἐς τὸν βάρβαρον περὶ τῶν σπονδῶν, ὡς οὐ δίκαια πράττοι παραβαίνων τοὺς ὅρκους καὶ τὰς σπονδάς, καὶ νουθετεῖν αὐτὸν τὰ δέοντα, ἢν δέῃ, πεισόμενον. ἐὰν δὲ ἀναιρεῖσθαι πόλεμον, ἀναγκαῖον λόγον περὶ τοῦ παρόντος πολέμου ἐπιμνησάμενον ἱκανόν, οὕτως ἰέναι ἐπὶ τὴν ψῆφον. δεῖ δὲ ἕκαστα λογιζομένοις τὰ χαλεπὰ παρατιθέναι ἀλλήλοις αὐτά, καὶ τὰ μετριώτερα φαινομένων τούτων αἱρεῖσθαι ἐπιλεγομένους. πρῶτον δὲ ἀναγκαῖον προθέμενον ψῆφον, γνώμην ταύτην ὡς ἕκαστα ἀποβαίνειν. φασὶ γὰρ οὗτοι, ὅτι, εἰ πολεμήσομεν, αἱ κατὰ τὴν ἤπειρον πόλεις ἡμῶν, ἔστε τὸν Ἰόνιον καὶ ἐς τὴν Πελοπόννησον καὶ τὴν ἄλλην ἤπειρον πόλεις οὐχ ἕξουσιν ὅπως διαρκέσουσιν ἐπὶ χρόνον τινά, ἀλλ' ἐπιλείψει τε αὐτὰς τὰ ἐπιτήδεια καὶ ἀπολοῦνται, ἤν τι ἐπίῃ ἐς αὐτὰς χαλεπόν. καὶ τῆς τε ἐμπορίας τῆς αὐτοῦ χώρας στερουμένης ἡμᾶς φασι μεγάλα ἂν βλάπτεσθαι τοῦ λοιποῦ. ἀνέχεσθαι δεῖ οὖν διὰ ταῦτα, καὶ πρεσβείαν πέμπειν διισχυριζομένην ὡς εἰκὸς τὰ τοιαῦτα. ἀλλὰ περὶ μὲν τῆς πρεσβείας πρῶτον ἔρχομαι ἐρῶν, ὡς ἀφικομένων τῶν πρέσβεων ἡμῶν, ἐλλογίμων ὄντων ἅμα καὶ ξυνετῶν, οὔτε ἐπιστροφὴν ἐποιήσατο τῶν πρέσβεων, ἐξαπατήσας τε τῷ λόγῳ τὰ ἐναντία φαίνεται πεποιηκώς. ὥστε οὐκ οἶδα, ὅ τι ἂν ἔχοιεν αὐτῷ λέγειν οἱ πρέσβεις ἐπικαιρότερον, ὧν πρόσθεν ἀφικόμενοι ἐχρημάτιζον, εἰ μὴ ὅτι ἀδυνατοῦντες πόλεμον ἐπιφέρειν πρέσβεσι διαλύεσθαι βούλεσθαι ἡμᾶς τὰ ἐγκλήματα, ἐς τοσοῦτον αὐτῷ προσφέρεσθαι περὶ τῶν ἡμετέρων. ταῦτα δέ, οἶμαι, καλῶς εἶχεν αὐτῷ λέγεσθαι, ἢν μὴ τὸ Ἄργος παραλαβὼν πόλεμον ἡμῖν περιφανῶς ἀπαγγέλλει. ἐπειρᾶτο μέν, μέχρις οὗ ταῦτα ἂν φέροιμεν, καὶ εἰ μὲν ἀνεχόμεθα, ἤδη χωρεῖν αὐτὸν καὶ ἐπὶ τὰ λοιπὰ ἀδεῶς, εἰ δὲ μή, ὑποχωρεῖν ἤδη ἐς ὅσον αὐτῷ ὑφ' ἡμῶν συγχωροῖτο, καὶ ἐν τούτῳ τὴν ἀπόπειραν ποιησόμενος, οὐδὲν μέντοι ἧττον χωρήσων ἐπὶ τὸν πόλεμον. εἰ δὲ μή, λεγέτω μέν μοι, καὶ πρῶτον ἐπὶ Πελοπόννησον ἀφικόμενος τήν τε Εὔβοιαν ἐπέστη ὀψόμενος οἴω, καὶ ἐπὶ τὴν Εὐρίπου πόλιν. καὶ ἐξιὼν αὖθις ἀπὸ Πελοποννήσου, καὶ τὸ δεύτερον ἤδη ἐλαύνων σὺν τοῖς πειρασομένοις τοῦ πόρου, ἀφίκετο ἐς ὄψιν τῆς πόλεως, ὅπως ἂν τὴν προσβολὴν ποιήσαιτο, ἐπιὼν ἐπὶ τὴν πόλιν. καὶ ὁ μὲν ἵππῳ διαβὰς τὸν Εὔριπον συνίδοι, ὅπως βάσιμά τε εἴη αὐτῷ προσβαλόντι καὶ εὐεπιχείρητα. ταῦτα μὲν οὖν μὴ πολέμου τεκμήριά ἐστι περιφανῆ, ἀφ' ὧν ἄν τις αὐτὸν ἐπὶ τὸν πόλεμον παρασκευασάμενον ἀπὸ πολλοῦ διισχυρίσαιτο, διαμαχόμενον τοῖς οὕτως ἐπιεικῶς βουλευομένοις; ἀλλ' ἐπεὶ πόλεμος μὲν ἡμῖν κηρύττεται ἐκ πολλοῦ προϊών, τὰ μὲν ὑφ' αὑτῷ ποιούμενος ἀφαιρεῖται ἡμᾶς, τὰ δὲ καὶ διαβάλλων τοὺς ἐπιστάτας αὑτῷ τὰ πρόσφορα ἐπιτηδεύει, καὶ κατὰ βραχὺ μεγάλα προσποιούμενος ἄφνω ἀπαρασκεύοις εἰ δύναιτο ἐπεισπεσεῖν, παραλαβών, ἅττ' ἂν αὐτῷ δύναμιν ἀξιόχρεω περιποιήσαιτο. φημὶ οὖν, εἰ μὴ πόλεμον ἔσεσθαι ἡμῖν πρὸς τοῦ βασιλέως ὑπισχνοῦνται, τοῦτον μὴ ἀναιρεῖσθαι φάσκοντες τὸν πόλεμον, καὶ μηδὲ παραιρούμενον τῆς ἡμετέρας ἀρχῆς, ἅττ' ἂν δοκοίη ῥᾴδια προσχωρῆσαι αὐτῷ, πόλεμον μὲν μὴ ποιεῖσθαι, ἡσυχίαν δὲ ἄγειν, μηδ' ὁτιοῦν αὐτῷ τῶν δεόντων προϊσχομένους, εἰ δὲ πάντες τοῦτον ξυνομολογοῦσι δήπου ἡμῖν, ὡς πολεμημένων ἕκαστα πάντων πρόσθεν ἀποπειρώμενος οὐ παύεται, πότερα τούτων αἱρετώτερα ἡμῖν, ἡσυχίαν μὲν ἡμᾶς ἄγοντας ἀφαιρεῖσθαι τὴν χώραν, καὶ ὡς πολεμήσοντας αὐτῷ, ἢ πόλεμον ἐμφανῆ αὐτίκα καθισταμένους ἐνδείκνυσθαι αὐτῷ τῆς ἡμετέρας δυνάμεως, ὅσα ἐχώρει; ἐν γὰρ τῷ πολέμῳ καὶ φυλάττεσθαι αὐτὸν ἔξεστιν, ἐκ τοῦ φανεροῦ παρασκευαζομένους, καὶ ἐπιτηροῦντας αὐτόν, ᾗ στρατεύσεται. ἢ πειρώμενον ἐκ τοῦ ἀφανοῦς ἀφαιρεῖσθαι τὴν χώραν ἡμῶν, μὴ προσφέρεσθαι ὡς πολεμίῳ, δυοῖν ἐν τούτῳ προέχοντι; ἢν μὲν ἀποβαίνῃ αὐτῷ κατὰ γνώμην ἐπιχειροῦντι, πιστεύουσί τε αὐτοῖς ὡς φίλοις, φέρεσθαι τοῦτό οἱ κέρδος· ἢν δὲ μηδέν τι καλὸν ἀπὸ τούτου ξυμβαίνει αὐτῷ ..... εἰ μὲν οὖν ταῦτα ἀμείνω, αἱρεῖσθαι ἂν πρὸ τῶν ἄλλων δέοι ταῦτα. εἰ δὲ μὴ ἀμείνω, ἔχοντας ἡσυχίαν ἀνέχεσθαι, ἐκεῖνα ἔστω ἡμῖν αἱρετώτερα. τὴν μέλλησίν φημι ἔγωγε μέγα μὲν βλάψαι καὶ πολλοὺς τῶν κατὰ τὴν οἰκουμένην, καὶ ἡμῖν ἐν τῷ παρόντι μεγάλην ἐπενέγκαι βλάβην, προϊεμένοις τὴν ἀρχήν, ὅτε ἐπολιορκεῖτο Κωνσταντινούπολις, Ἕλληνάς τε καὶ Ἑλλήνων βασιλέα, ἀφ' ὧν τά τε ἐμπόρια ἡμῖν μεγάλα ἐπῄει αὐξανόμενα. μετὰ δὲ διαπρεσβευομένων τῶν Πελοποννήσου ἡγεμόνων, ὥστε τιμωρεῖν σφίσι πολεμουμένοις, περιείδομεν τήν τε Πελοπόννησον ὑπὸ τῷ βασιλεῖ τῷδε ἀνάστατον γενομένην. καὶ ἄρτι δὲ τοῦ Ἰλλυριῶν βασιλέως κελεύοντος ἀμύνειν αὐτῷ καὶ χάριν κατατίθεσθαι οὐ μικρὰν τῆς βοηθείας ἕνεκα, περιείδομεν καὶ αὐτὸν διαφθαρέντα ὑπὸ Τούρκων. τούτων ἕκαστα ὑφ' ἡμῶν προϊεμένων αἰσχύνην φέρει καὶ ὄνειδος ἐς τοὺς ἄλλους τοὺς κατὰ τὴν Εὐρώπην, ὡς τῶν ἐμπορίων ἕνεκα καὶ αἰσχροῦ κέρδους προϊέμεθα γένη ὁμότροπα ὑπὸ τοῦ βασιλέως τοῦδε φθειρόμενα. ξυνελόντα δὲ ὡς ἔνεστι φάναι, εἰ μὲν τοῖς Παίοσιν αὐτίκα συνθέμενοι ἅμα πόλεμον ἀνελώμεθα, ἔσται ἡμῖν καρποῦσθαι τοῖς ἡμετέροις· εἰ δὲ ἀνεχόμενοι ἡσυχίαν ἄγωμεν, ἐν βραχεῖ ὄψεσθε ἀπαρασκεύοις ἐπιθέμενον ἀφαιρησόμενον τὴν χώραν, ὅση αὐτῷ ὅμορος οὖσα τυγχάνει. δοκεῖ οὖν ἐμοὶ πρέσβεις τε ἐπὶ Παίονας πέμπειν καὶ χρήματα, καὶ αὐτοὺς πληροῦν τας νῆας ἐπὶ ταῖς οὔσαις ἡμῖν ἄλλας, ὅσας ἂν δυναίμεθα. συμπαραλαμβάνειν δὲ καὶ τὸν μέγαν ἀρχιερέα ἐπὶ τὸν πόλεμον τόνδε, ἡγεμόνα τε τοῦ παντὸς ποιουμένους· τὴν δὲ Πελοπόννησον ἀποστῆσαι πειρᾶσθαι. εἰ γὰρ τῶν ἡγεμόνων τῷ ἑτέρῳ ἀφεστηκότι ἀπὸ τοῦ βασιλέως καὶ μετρίως ἔχοντι βίου συνείποντο ἐς τὴν ἀπόστασιν ἐλθόντες οἱ Πελοποννήσιοι, οἱ μὲν ἐκλιπόντες τὴν πόλιν, οἱ δὲ ἐς πᾶν τοῦ κακοῦ ἀφικόμενοι, πολλῷ ἂν μᾶλλον ἕποιντο δύναμίν τε ἀξιόχρεω διὰ θαλάττης ὁρῶντες, καὶ κατ' ἤπειρον κομίζειν τῶν ἱππέων ὁπλίτας τῶν Ἰταλικῶν ἐς δισχιλίους· πέμπεσθαι δὲ ἐς Πελοπόννησον καὶ τοὺς ἐν τοῖς ἐγκλήμασι Κρῆτας ἐπὶ διαλύσει τῶν ἐγκλημάτων. ταῦτα δὲ ἐπάγοντας ἡμᾶς ὁρῶντες ἕψονται τε αὐτίκα, καὶ μεταστάντες ἐφ' ἡμᾶς παρέξουσιν ὑποχείριον τὴν Πελοπόννησον, ἀφ' ἧς ἔσται ἡμῖν ταμιεύεσθαι τῇ ἐκείνου χώρᾳ καὶ εἴσοδον ἱκανὴν ἀποφέρεσθαι. ταῦτα δὴ συνθεμένους τοῖς Παίοσιν, ἐκείνους μὲν ἀπὸ τοῦ Ἴστρου, ἡμᾶς δὲ ἀπὸ τῆς Πελοποννήσου ὡρμημένους ἐπιχειρεῖν τῇ ἐκείνου ἀρχῇ, καὶ μὴ καθεζομένους περιορᾶν τὴν χώραν ἡμῶν δῃουμένην καὶ ἐς ἀνδραποδισμὸν τοὺς ὑπηκόους ἡμῶν ἀγομένους, ἀναγκασθῆναί ποτε ἑλέσθαι σφίσιν αἵρεσίν τινα ἄλλην, τρεπομένους ἐς τὸν πόλεμον." Ταῦτα εἰπόντος τοῦ Βίκτωρος συνέπαινοί τε ἐγένοντο καὶ οἱ πλείους ἐν αὐτῷ. ἰσοπαλεῖς δὲ αἱ ψῆφοι οὖσαι, ὅμως ἐπεκράτησαν αἱ τὸν πόλεμον ἀπαγγέλλουσαι. μετὰ δὲ αὐτίκα ἐδόκει πρέσβεις μὲν ἐς τὸν μέγαν ἀρχιερέα πέμπειν, καὶ ἐπὶ Παίονας αὐτίκα πρέσβεις πέμπειν ὡσαύτως, χρήματα ἔχοντας. οἱ μὲν οὖν πρέσβεις ἀφικόμενοι ἐς τὸν ἄκρον ἀρχιερέα ἔλεγον τὰ καθήκοντα τοῖς Οὐενετοῖς, ὡς ἐν καιρῷ πάνυ εἴη ἅμα αὐτοῖς τὸν πόλεμον ἀναιρούμενον τοῖς βαρβάροις διαπράττεσθαι, ἅττ' ἂν αὐτῷ καὶ πρότερον ἐν Μαντύῃ ἐπετετήδευτο. ὁ δ' ἀρχιερεὺς ὑπολαβὼν ἔλεγεν, ὡς ἀναγκαῖον πρῶτον αὐτὸν τὸν μικρὸν βάρβαρον ἐκ μέσου ποιεῖσθαι, εἶθ' οὕτως ἰέναι καὶ ἐπὶ τὸν μέγαν, σημαίνων τὸν Ἀριμίνου ἡγεμόνα, πρὸς ὃν πόλεμος ἦν αὐτῷ, διενεχθέντα ἐπὶ τρόπῳ, ὃν παραλιπεῖν ἄξιον. διὰ δὴ ταῦτα αἰτίαν ἐπιφέρων τοιαύτην ἐπολέμει. Καὶ οὕτω μὲν ὁ ἀρχιερεὺς διεκρούσατο τοῖς Οὐενετοῖς, ἔχων ἐμφύλιον οἰκεῖον πόλεμον. μετὰ δὲ οἱ ἐπὶ Παίονας πεμφθέντες, ὥστε ἐπὶ τὸν πόλεμον παραλαμβάνειν, ἐς ὄψιν ἐλθόντες τῷ βασιλεῖ Παιόνων καὶ τῇ συγκλήτῳ ἔλεγον τοιάδε· "ἄνδρες Παίονες, ὁρᾶτε δὴ ὑμεῖς τὴν Τούρκων βασιλέως δύναμιν, ᾗ προεχώρησεν, ὡς δυναστείᾳ μὲν τοὺς ἐν τῇ οἰκουμένῃ ὁμοφύλους ἡμῖν κατεστρέψατο, καὶ ἡμῶν δὲ τὴν χώραν ὡς ληϊζόμενοι ἀνδραπόδων τήν τε Ἀσίαν καὶ Εὐρώπην ἐνέπλησαν. καὶ τόν γε Ἴστρον ἀεὶ διαβαίνοντες δῃοῦσί τε τὴν χώραν καὶ ἐπικαίουσιν. ὡς δὲ αὐτὸς ὁ βάρβαρος οὐκέτι διαβὰς τὸν Ἴστρον περὶ τῆς ὑμετέρας αὐτῶν τὸν ἀγῶνα ποιεῖται, δῆλά ἐστι λογιζομένοις ὑμῖν, ὅτι ἐπὶ τὴν ἐκείνου διαβάντες ἐς θόρυβον ἐτίθεσθε αὐτοῦ τὰ πράγματα. νῦν δὲ τούς τε Ἕλληνας καθελὼν καὶ Ἑλλήνων βασιλέα, μετὰ δὲ τὴν Τριβαλλῶν χώραν ὑφ' αὑτῷ ποιησάμενος, καὶ Πελοπόννησον καταστρεψάμενος σύμπασαν, καὶ βασιλέα Τραπεζοῦντος παραστησάμενος καὶ τήν τε χώραν αὐτοῦ ὑπαγόμενος, μετὰ δὲ ἐπιστήσας ἄρχοντα τῇ Δακίᾳ, καὶ τὴν Ἰλλυριῶν χώραν δῃωσάμενος καὶ ἑλὼν ἅμα καὶ τὸν βασιλέα, ἄνδρα ἐπιεικῆ καὶ μέτριον, ἐν βραχεῖ οὕτω χρόνῳ τοσαύτας δυναστείας καθελών, τί ἔτι οἴεσθε αὐτὸν τοῦ λοιποῦ ποιήσειν; καθεστήξεται μὲν οὐδαμῶς, ἀλλ' ἐπὶ τοὺς ὁμόρους τούτων ἐλαύνων πειράσεται τὰς αὐτῶν γιγνομένας ὑφ' αὑτῷ ποιεῖσθαι, ὡς ἂν δύναιτο τάχιστα αὐτοῖς προσφερόμενος. νῦν δὲ ἥκει καὶ ἐφ' ὑμᾶς οὐχ ἥκιστα ὁ πόλεμος, καὶ παντὶ σθένει πειράσεται διαβαίνων τήν τε χώραν ὑμῶν ἀνδραποδίζεσθαι καὶ τοὺς ἄρχοντας αἰσχίστῳ ὀλέθρῳ διαφθεῖραι. οὐ γὰρ ἂν ψυχὴν αὐτοῦ ἔστι διαλλάττειν ἐς τοὺς ἡμετέρους τε καὶ ὑπὸ τὴν ἡμετέραν θρησκείαν ὄντας, ἀλλ' ἀμείλικτος πάμπαν τυγχάνει ὢν ὁμοίως πάντα τῷ τέ οἱ ἐπιεικῶς φερομένῳ. πυνθάνεσθε γὰρ δήπου, οἷα τὸν Λαδίσλαον βασιλέα πρότερον ἄρχοντα ἐποίησε. κἀν τούτῳ μὲν ἴσως συγγνώμην ἴσχει ἑαυτῷ ἐν μάχῃ ἁλόντα ἀπεκτονώς· τὸν δέ γε βασιλέα Δαβὶδ Τραπεζοῦντος καὶ Ἰλλυριῶν καὶ Λέσβου ἡγεμόνα τούς τε ἄλλους, τί χαλεπὸν ὑπ' ἐκείνων παθὼν διαφθείρει αἰεὶ ὁμοῦ πάντας; εἰ μὲν οὖν παρασκευάζεσθε ἐπὶ τὴν ἐκείνου χώραν ἐλαύνοντες τὸν πόλεμον ποιεῖσθαι, τάχα ἄν τι ἐπικουφίζοιτε καὶ τὴν ἐπὶ ταῦτα ἐσομένην ὁρμὴν αὐτοῦ ἐς τὴν Παιονίαν. εἰ δὲ ἀνέχεσθε τοιαῦτα πάσχοντες, διαβήσεται δὲ ἐκεῖνος παντὶ τῷ στρατῷ, δέδοικα, μὴ σφαλέντες, ἅπαξ τάδε πάντα ὑπ' ἐκείνῳ γένηται καὶ ὑμᾶς κάκιστα ἀπολέσῃ." Ταῦτα εἰπόντων τῶν Οὐενετῶν ὁ βασιλεὺς Παιόνων ὑπολαβὼν ἔλεγε τοιάδε· "ἄνδρες Οὐενετοί, εὖ τε λέγετε καὶ δοκεῖτε πρὸς πολλὰ ἄνδρες εἶναι οὐκ ἀξύνετοι, ἔς τε τὰ ἄλλα τοῦ βίου καὶ ἐς τὰ δέοντα αὐτοῖς λογίζεσθαι. ἐκεῖνο δὲ οὐ δοκεῖτε ἡμῖν μεμνῆσθαι, ὡς ἐπὶ τὸν Τούρκων πόλεμον συμπαρελαμβάνομεν πολλάκις ὑμᾶς, καὶ οὐκ ἠθελήσατε τιμωρεῖν, παρακαλοῦντος ἅμα καὶ τοῦ μεγίστου ἀρχιερέως, ἀλλ' ἐσπένδεσθε τῷ βαρβάρῳ καὶ ἡμῶν λόγον οὐδένα ἐποιεῖσθε, ἐφάσκετε δέ, ὡς οὐκ εἰκότα ὑμῶν προσδεόμεθα, κελεύοντες ἐπαμύνειν μηδ' ὁτιοῦν χαλεπὸν ἐπιδόντας ὑπὸ τοῦ βαρβάρου. καὶ ἡμεῖς δὴ οὕτω πολλάκις τὸν Ἴστρον διαβάντες ἀνήκεστα ἐπεπόνθειμεν. καὶ πρῶτον μὲν Λαδίσλαος ὁ τῆσδε τῆς χώρας βασιλεὺς ἐτελεύτησεν, ἀνὴρ γενόμενος ἀγαθός, τὸ δὲ δεύτερον αὖθις πολλοί τε ἅμα καὶ ἀγαθοὶ ἐν Κοσόβῳ τῆς Τριβαλλῶν χώρας οἱ μὲν ἐν τῷ πολέμῳ ἀπέθανον, οἱ δὲ καὶ ἑάλωσαν ὑπὸ Τούρκων. ταῦτα μέντοι ὑμῖν ἐν τῷ παρόντι ἐπιμεμφόμεθα. τιμωρεῖν δὲ ὑποδεχόμεθα αὐτίκα μάλα διαβάντες τὸν Ἴστρον, ἐς ὅσον ἐγχωρεῖ ἐν τῷ τοιῷδε βλάψαι τὴν χώραν τοῦ βαρβάρου. ἦρος δ' ἐπιγενομένου στρατευσόμεθα ἐπὶ τὴν ἐκείνου, πειρασόμενοι, ὡς ἂν διδῷ ὁ θεός. χρεὼν δὲ καὶ ὑμᾶς ἅμα ἐσβάλλοντας ἐς τὴν Πελοπόννησον βλάπτειν πειρᾶσθαι, ὅσα ἂν δύνασθε, ὡς ἂν ἐπ' ἀμφοτέρων τῶν χωρίων παρέχοιμεν αὐτῷ πράγματα ἐργαζόμενοι, ἐς ἐγγυτάτω ἴοιμεν τῆς γνώμης, ὁμοῦ δὲ ἐγχειρῆσαι περὶ τὸν πόλεμον." ταῦτα εἰπὼν καὶ παρασκευασάμενος τὰ χρήματα ἐδέξατο ἐς δισμυρίους καὶ πεντακισχιλίους χρυσίνους. Οὗτος μὲν οὖν οὕτω παρεσκευάσατο ἐς τὸν πόλεμον, συναγείρας δὲ στράτευμα ἐς δισμυρίους καὶ πεντακισχιλίους, τὸν Ἴστρον τε διαβάς, ἐδῄου τὴν βασιλέως χώραν. καὶ ἐπιτειχισμὸν τῇ Μπελογράδῃ ὁ Σαβατίνης ἐτείχισεν, ὅτε τὴν Παιονίαν ἐληΐζετο, καὶ φρουρὰν ἐγκαταλιπὼν ἐν αὐτῇ, ἄνδρας τῶν βασιλέως θυρῶν, ἀπήλαυνε. τοῦτο μὲν δὴ τὸ ἐπιτείχισμα [ὂν] μάλιστα τῇ πόλει ἐπελάσας ἐπολιόρκησε· μετὰ δὲ ἐπιδραμὼν τὴν βασιλέως χώραν ἔς τε ἐπὶ Σάββαν, καὶ ἀνδραποδισάμενος τὴν χώραν, Τριβαλλούς τε ἅμα καὶ Τούρκους, ἀπήλαυνε τὰ ἔμπαλιν γενόμενος ἐπ' οἴκου. λέγεται δὲ ἀπενέγκασθαι ἀνδράποδα ἀμφὶ τὰ δισμύρια. Καὶ τὰ μὲν τῶν Παιόνων οὕτως ἐγένετο· Οὐενετοὶ δέ, ὡς καὶ τοὺς Παίονάς σφισι συμμάχους παρελάμβανον, πληρώσαντες τριήρεις πέντε καὶ τριάκοντα καὶ ναῦς τε ἅμα ὑψηλὰς δυοκαίδεκα ἔπλεον ἐπὶ Πελοπόννησον. καὶ ὁπλίτας μὲν Ἰταλούς, ἱππέας δισχιλίους, ἐμβαλόντες ἐς τὰς ὑψηλὰς ναῦς διεπόρθμευον ἐς τὴν Πελοπόννησον· μετὰ δὲ στρατηγὸν εἵλοντο ἄνδρα ἐπίσημον τῆς Λαυρεδάνων οἰκίας, ἐπιτρέψαντες αὐτῷ τὰ πράγματα, καὶ ἐς τὰς παραλίους τάς τε ἐς τὸν Ἰόνιον καὶ ἐς τὸ Αἰγαῖον ἡγεμόνα κατεστήσαντο, κυριόν τε ποιησάμενοι διαθεῖναι, ᾗ ἂν αὐτῷ δοκοίη ἐς τὸν πόλεμον ἄριστα ἔχειν. ἀπὸ δὲ τῆς Κρήτης κήρυγμα ἐποιήσαντο τοῖς ἐπὶ τῶν ἐγκλημάτων ἐς τοὺς χώρους καταφυγοῦσιν, ἰέναι θαρροῦντας ἐς τὸν πόλεμον. ἐγένοντο δὲ συλλεγέντες ἀμφὶ τοὺς τετρακισχιλίους, καὶ ἐς τὴν Πελοπόννησον διεπόρθμευσαν, καὶ τούς τε Πελοποννησίους παρώτρυναν ἀφιστάναι ἀπὸ βασιλέως. καὶ οἱ Πελοποννήσιοι δεινῶς δεδιότες, προσέφερον λόγους, τόν τε Ἰσθμὸν τειχίζειν, ὡς ταύτῃ ἀποληψόμενοι τοὺς ἐν ταῖς πόλεσι βασιλέως νεήλυδας, καὶ ἀπογνόντες παραδωσομένους σφᾶς, ὥστε ἀπαθεῖς ἀπιέναι. ἡ μὲν οὖν Λακωνικὴ καὶ τὸ Ταίναρον καὶ οἱ ἀμφὶ Ἐπίδαυρον ἀπέστησαν αὐτίκα ἐπιόντων τῶν Οὐενετῶν, καὶ οἱ Ἀρκάδες καὶ Πελληνεῖς· ὁ δὲ Πελοποννήσου ὕπαρχος, ἐν Λεοντίῃ τῆς Μεγαλοπόλεως διατρίβων, ἐσκόπει, ᾗ ἕκαστα προβήσεται, καὶ κήρυκα πέμπων ἐς βασιλέα ἐδήλου, ὡς Οὐενετοὶ τήν τε χώραν ἀφιστάντες πολεμοῦσι, καὶ τὸ Ἄργος ἐπιόντες ἀπὸ Ναυπλίου διὰ τῆς ἠπείρου καὶ διὰ θαλάσσης ἐπολιόρκουν προσβαλόντες καὶ ἐπειρῶντο ἑλεῖν. ἐνῆσαν δὲ τοῦ βασιλέως πεντήκοντα νεήλυδες καὶ ἁρμοστὴς τούτων, οἳ προσεχώρησαν τοῖς Οὐενετοῖς καθ' ὁμολογίαν, καὶ ἀφῆκαν ἀπαθεῖς ἀπιέναι. οὗτοι μὲν οὕτω διέφυγον μὴ ἀπολέσθαι, καὶ τὸ Ἄργος παραλαβόντες Οὐενετοὶ φρουράν τε ἐγκατέλιπον καὶ ἄρχοντα ἐν αὐτῷ. ἔνθα δὴ συνηνέχθη αὐτοῖς τοιόνδε. ὡς γὰρ ἐπεκράτησαν τοῦ Ἄργους, καὶ βοήθειαν ἔπεμπον, ἐπιτρέψαντες ἀνδρὶ Ἱερωνύμῳ Βερνάρδων γένους, καὶ ἐπιτείλαντες, ὡς ἂν διὰ τοῦ αἰγιαλοῦ προϊὼν ἀφίκοιτο ἐς τὸ Ἄργος. ὁ δὲ ἀπειθήσας ᾔει τὴν μεσόγαιον φέρουσαν διὰ τῆς ὑπωρείας. ἐνταῦθα οἱ Τοῦρκοι προλοχίσαντες τὴν ἐπὶ τῷ Ἄργει ὁδόν, καὶ ὑπείσαντες ἄνδρας ἑκατόν, ἀνέμενον, εἴ τι ἀπίῃ ἐς τιμωρίαν φέρον τοῖς Ἀργείοις. ὡς δὲ ἑώρων τὸν Ἱερώνυμον ἄγοντα τοὺς ἄνδρας ἐπὶ τὸ Ἄργος διὰ τῆς μεσογαίου, ἔφθησαν, τήν τε ὑπώρειαν καὶ τὸν αἰγιαλὸν καταλαβόντες, ἐν μέσῳ ποιήσασθαι τὴν Οὐενετῶν βοήθειαν. καὶ ὡς ἐποίησαν, ἐτρέψαντο αὐτίκα τούτους, καὶ διαφθείραντες ἐς διακοσίους τούτους ἐζώγρησαν. αὐτός τε Ἱερώνυμος διέφυγε μὴ ἀπολέσθαι. ἐμβὰς δὲ ἐς πλοῖον ταύτῃ που ὁρμιζόμενον, ἐπηγγέλλετο, ὡς ὑπὸ τοῦ στρατηγοῦ παρείη πλεύσων τὴν Αἴγιναν. ὡς δὲ ἐπὶ Αἴγιναν ἀφίκετο, αὖθις ἐκέλευεν αὐτὸν διαπορθμεῦσαι ἐς Εὔβοιαν. ἐπιβὰς δὲ ἐς τὴν Ἀττικήν, ἐντεῦθεν ἀφίκετο παρὰ βασιλέα. Οὗτος μὲν οὖν οὐ πολλῷ ὕστερον αὖθις ἐς τοὺς Οὐενετοὺς ὑποστρέψας χαλεπὰ ἐπεπόνθει. οἱ μέντοι Οὐενετοί, ὡς προϊσχομένων τῶν ἐν τῇ Πελοποννήσῳ Ἑλλήνων τε ἅμα καὶ Ἀλβανῶν, καὶ κελευομένων αὐτῶν καὶ Ράλεω καὶ Πέτρου τοῦ χωλοῦ, ὡς, εἰ τὸν Ἰσθμὸν τειχίσαιεν, αὐτίκα ἰόντες οἱ Πελοποννήσιοι ἀποστήσονται, καὶ ἐπ' αὐτοὺς χωρήσουσι· μέγα γάρ τι προσφέρειν τοῦτο σφισιν ἐς τὴν ἀπόστασιν. ἐδόκει δὲ ἰόντας πανστρατιᾷ φράγνυσθαι τὸν Ἰσθμὸν καὶ διαπειρᾶσθαι τῶν ἐν τῇ Πελοποννήσῳ. ἀφικομένων δέ, λίθους συντιθέντες ἐπῳκοδόμουν, ὡς ἂν ἀποπειρώμενοι τῶν Πελοποννησίων γνώσωσιν, εἰ προσχωροίη καὶ ἡ Κόρινθός σφισι, καὶ τὰ λοιπὰ τῆς Πελοποννήσου αὐτίκα χωρήσουσιν ἰόντες ἐς αὐτούς. ὡς δὲ ἐπῳκοδόμησάν τε τὸν Ἰσθμόν, καὶ αὐτοὶ ἀναλαβόντες τὰ ὅπλα ᾔεσαν ἐς τὴν Κόρινθον, ἐξηγουμένων τῶν Κορινθίων ἐς τὴν προσβολήν. τηλεβόλους τε καθίστασαν ἐς τὴν ἀκρόπολιν, καὶ προσεβάλλοντο μαχόμενοι ἀξίως λόγου. χειμὼν δὲ ἐπιγενόμενος διεκώλυσέ τε αὐτοὺς προκαθέζεσθαι, καὶ ἀπιόντες ἐντεῦθεν ᾤχοντο ἄπρακτοι. ὡς δὲ πιεζόμενοι οἱ Οὐενετοὶ τῷ χειμῶνι χαλεπῶς ἔφερον τὴν ἐν τῷ Ἰσθμῷ διατριβήν, καὶ οὔτε ἡ Κόρινθος προσεχώρει, οὔτε ἡ Ἀχαΐα ἀφίστατο, ἐπελάσαντος ἀνδρὸς Ράλεω τοὔνομα Ἕλληνοςκαὶ αὐτοῦ τελευτήσαντος ὑπὸ Τούρκων ἐπεξιόντων τε καὶ ἀμυνομένων, καὶ οὔτε δὴ τἄλλα προσεχώρησέ σφισι πλὴν τῶν τὴν Σπάρτην οἰκούντων, ἐξαπατηθέντων ὑπὸ Ἕλληνος νεανίου, Γρίτζα τοὔνομα ἔχοντος, δεινόν τε ἐποιοῦντο προσμένειν τε αὐτοῦ τῷ Ἰσθμῷ καὶ οὐδέν τι πράττεσθαι ἀνύοντας ἐς τὴν τῆς Πελοποννήσου καταστροφήν. ἠγγέλλετο δὲ καὶ Μαχουμούτης ὁ τοῦ βασιλέως ἡγεμὼν στρατῷ μεγάλῳ ἐπιέναι σφίσιν ἐς τὸν Ἰσθμόν. μετ' οὐ πολὺ δὲ καὶ αὐτὸς βασιλεὺς ἠγγέλλετο ἐλαύνων ἐπὶ τὸν Ἰσθμόν, ἔγνωσάν τε ἀπολιπεῖν τὸν Ἰσθμόν, οὐδέν τί σφισιν αὐτοῖς πρόσφορον ἐς τὰ παρόντα, καὶ ἰόντας ἐς τὰς πόλεις κρατύνειν τε αὐτὰς καὶ ἀμύνασθαι κατὰ τὸ καρτερόν, ἢν ἐπίωσιν οἱ περὶ Μαχουμούτην τε ἅμα καὶ οἱ περὶ βασιλέα. Ὡς γὰρ ἀγγελία ἀφίκετο βασιλεῖ τοὺς Οὐενετοὺς τειχίζειν τε τὸν Ἰσθμόν, πληρώσαντας τριήρεις ἐς τεσσαράκοντα, νηῶν δὲ ὑψηλὰς δυοκαίδεκα, καὶ ὁπλίτας ἐπαγομένους ἀπὸ Ἰταλίας, καὶ ἀπὸ Κρήτης στρατὸν ἄλλον, μεγάλως παρασκευάσασθαι αὐτοὺς ἐς τὴν τῆς Πελοποννήσου καταστροφήν, πέμπει Μαχουμούτην συμπαραλαβόντα τὸν τῆς Εὐρώπης στρατόν, πλὴν τῶν πρὸς τοὺς Παίονας τεταγμένων, ἐλαύνειν εὐθὺ Πελοποννήσου, καὶ εἰ μέν τι αὐτὸς οἷος ἀνύσαι ἐς τὸν πρὸς Οὐενετοὺς πόλεμον, καθελεῖν τε τὸν Ἰσθμὸν καὶ ἐσβαλεῖν ἅμα ἐς τὴν Πελοπόννησον, εἰ δὲ μή, καὶ αὐτῷ ἀπαγγέλλειν, ὥστε κατὰ πόδας ἐλαύνειν. ὁ μὲν τῶν θυρῶν ἡγεμὼν Μαχουμούτης παραλαβὼν τὸν τῆς Εὐρώπης στρατὸν ἤλασε μέχρι Θετταλίας ἐς Πηνειόν, καὶ ἐστρατοπεδεύετο παρὰ Λαρίσσῃ τῇ πόλει. συμβούλῳ δὲ ἐχρῆτο μὲν Ὀμάρῃ τῷ Τουραχάνεω, Θετταλίας ὑπάρχῳ. ἀπετρέπετο δὲ μὴ ἐς τὸ πρόσω ἐλαύνειν, ἀλλὰ βασιλεῖ ἀναγγέλλειν, ὡς ἡ παρασκευὴ μείζων ἢ κατὰ τὸν βασιλέως ἡγεμόνα· αὐτὸς γὰρ στρατεύματι πρόσθεν ἐγγύτατα τοῦ Ἰσθμοῦ ἀφικόμενος τηλεβόλους τε ἀφεώρα πλείους ἢ δισχιλίους καὶ τηλεβολιστὰς τετρακοσίους καὶ τοξότας καὶ πελταστάς, καὶ μηδενὶ αὐτοὺς αὐτοῦ ἐν τῷ Ἰσθμῷ ἐπιτρέψαι ἂν στρατοπεδεύσασθαι. ταῦτα ἀκούσαντα τὸν βασιλέως ἡγεμόνα, ἐδόκει βασιλεῖ μὲν καταλαμβάνοντα τὴν Πελοπόννησον ἀπαγγέλλειν, αὐτοὺς δὲ ἀναζεύξαντας ἰέναι ἐς τὸ πρόσω ἐς Λεβαδίαν. βασιλεὺς μέν, ὡς ἀγγελία αὐτῷ ἀφίκετο τήν τε παρασκευὴν μεγάλην τε εἶναι καὶ ἀξιόχρεω, λεγέται δὲ αὐτῷ καὶ γράμματα ἐλθεῖν ἀπὸ Πελοποννήσου ἐποτρύνοντα, ὡς, ἢν ἐπίῃ, οὐ μενοῦσιν αὐτὸν ἐπιόντα οἱ Οὐενετοί. τὰ γράμματα ἐνέγκαι αὐτῷ ἄνδρα Ἀλβανὸν ἀπὸ Κορίνθου, σκάφει τὸ πέλαγος νυκτός, τηρήσαντα πνεῦμα, ὡς οὔρου καθισταμένου καὶ νυκτὸς ἀπαίροντα διαπεραιώσασθαι ἐς Βοιωτίαν, ἀποβάντα δ' ἀφικέσθαι παρὰ Μαχουμούτην ἐς Θετταλίαν. τὸν δὲ ἐπιφρασάμενον τὰ γράμματα, συσκευασάμενον ἐντεῦθεν ἐς τὸ πρόσω ἐλαύνειν, ἐλάσαντα ἀγχοῦ Βοιωτίας, ἀφικνεῖται ἀγγελία, ὡς Οὐενετοὶ τόν τε Ἰσθμὸν ἐκλελοιπότες ᾤχοντο φεύγοντες. οὕτω δὴ ἑσπέρας οὔσης συσκευασάμενος, ἀπὸ τῆς Πλαταίας χώρας πρὸς Κιθαιρῶνα νυκτὸς διαπορευθείς, ἕωθεν ἐς τὸν Ἰσθμὸν παρῆν, καὶ τάς τε νῆας ἀφεώρα ἤδη ἀναγομένας, καὶ τὸν Ἰσθμὸν ἔρημον καταλαβών, παρελθὼν εἴσω ἐστρατοπεδεύετο. ἐντεῦθεν διὰ τῆς Κορίνθου διιὼν ἀφίκετο ἐς Ἄργος. τὸ δὲ Ἄργος κατεῖχον οἱ Οὐενετοί, φρουράν τε ἐν αὐτῷ ἐγκαταλιπόντες ἐφύλαττον. τούτους μέν, ὡς ἐπολιόρκει ἐπελάσας, παρεστήσατο, καὶ τοὺς ἄνδρας δεσμίους ἀποπέμπων ὡς βασιλέα, ἄνδρας τε ἑβδομήκοντα. αὐτῷ μέντοι τῷ βασιλεῖ οὐκέτι ἐφαίνετο, ἄρας ἐς τὴν Πελοπόννησον ἐσβαλεῖν καὶ τὰ στρατεύματα αὐτῷ κάμνειν· ἄρτι ὡς ἐπύθετο καταληφθῆναι τὸν Ἰσθμόν, ἀπήλαυνεν ὀπίσω ἐπὶ τῶν βασιλείων. Μαχουμούτης δὲ ὁ ἡγεμὼν προϊὼν διὰ τῆς Τεγέης ἀφίκετο ἐς Λεοντάριον πόλιν, καὶ αὐτοῦ ἐστρατοπεδεύσατο. ἐντεῦθεν ἀποστέλλει Ζάγανον, ὃν ἐπέστησεν ἄρχοντα τῇ Πελοποννήσῳ, ἐκβαλὼν Ἰησοῦν τὸν Ἀλβάνεω παῖδα. τοῦτον δὲτὸν Ζάγανον πέμπει ἐς Πάτρας τῆς Ἀχαΐας καὶ ἐς τὰς ἄλλας αὐτοῦ ταύτῃ πόλεις, ἐχυρῶσαί τε τὰς ἀκροπόλεις σιτίοις τε καὶ τῇ ἄλλῃ παρασκευῇ. Ὀμάρην δὲ ἐκέλευσεν ἀναλαβόντα τὸν στρατόν, ὡς δισμυρίους, ἐπιδραμεῖν τὴν Οὐενετῶν χώραν. οὗτος μὲν οὖν παραλαβὼν τὸ στράτευμα ἀφίκετο ἐς τὰ περὶ τὴν Μεθώνην χωρία, καὶ πολίχνην παραστησάμενος, τοὺς ἀνθρώπους ἀπάγων παρεδίδου τῷ ἡγεμόνι. οὗτοι μὲν οὖν ὡς ἀνήχθησαν ἐς βασιλέα, σύμπαντες, ἐς πεντακοσίους γενόμενοι, ἀπέθανον ἐς δύο τμηθέντες. λέγεται δέ, ὡς ἐν Βυζαντίῳ τὰ σώματα αὐτοῦ ταύτῃ ἔκειτο, ᾗ ἐπιτάξαντος τοῦ βασιλέως ἐς δύο γενόμενα ἔπεσε, βοῦν τῶν ἐς τὸ χωρίον ἐκεῖνο ἐξελθόντα ἕωθεν ἐκ τῆς φάτνης καὶ ἀπελθόντα ἐς τὰ σώματα, γοερόν τι φθεγξάμενον, ἐξελέσθαι τὸ ἡμίτομον ἑνὸς τῶν σωμάτων καὶ φέροντα θέσθαι ἐκτὸς τῶν σωμάτων, μετὰ δὲ ὑποστρέψαντα ἐπιδεξόμενον ἐξευρεῖν τὸ ἄλλο ἡμίτομον, καὶ ἐξενεγκόντα συνθέσθαι ἅμα ἄμφω τὼ ἡμιτόμω, ὑποθορυβούντων δὲ τῶν εἰς ἐκείνην τὴν χώραν, τὰ περὶ τὸν βοῦν πυθέσθαι βασιλέα Μεχμέτην, καὶ πυθόμενον, ὡς εἴη ἀληθῆ τὰ περὶ τὸν βοῦν, πειράσασθαι τῇ ὑστεραίᾳ τὰ ἡμίτομα τοῦ σώματος ἀφελόμενον ἐκ τοῦ χωρίου ἐς τὰ σώματα αὖθις καταθέσθαι, ἀνὰ μέρος τιθέμενον τὰ ἡμίτομα. οὕτω δὲ αὖθις τὸν βοῦν ἐξιόντα, ὡς οὐχ εὗρε τὰ ἡμίτομα, ᾗπερ ἐξέθετο, ἀναβοήσαντα ἐπιδραμεῖν αὖ ἐς τὰ σώματα, καὶ ζητήσαντα ἐξενεγκεῖν τοῦ σώματος τὰ τεμάχια, καταθέμενον χωρὶς ἀπὸ τῶν σωμάτων. τὸν μὲν οὖν βασιλέα θαυμάσαντα κελεῦσαι ἀνελομένους θάψαι τὰ ἡμίτομα, τὸν δὲ βοῦν ἐς τὰ βασίλεια ἀγαγέσθαι, περιέποντα εὖ. τὸ μέντοι σῶμα λέγεται γενέσθαι τῶν Ἰλλυριῶν, οἱ δὲ τῶν Οὐενετῶν. δοκεῖ δὲ τοῦτο οἰωνὸν φέρειν ἐς τὰ τοῦ γένους τοῦ σώματος ἐκείνου, καὶ ἐπὶ τοῖς μέλλουσιν ἔσεσθαι εὐδαιμονία εἰς ἐκεῖνο τὸ γένος. Τοῦτο μὲν ἐν Βυζαντίῳ γενέσθαι ἐπυθόμεθα· ὁ δὲ τῶν θυρῶν ἡγεμών, ὡς οὐχ ὥρα ἐδόκει αὐτῷ εἶναι προσβαλεῖν ταῖς πόλεσι, κατέλιπε μὲν ἐν τῇ Σπάρτῃ Ὀμάρην καὶ ἅμα αὐτῷ Ἀσάνην, ὡς λόγους τε ἐς τοὺς Σπαρτιάτας πέμποιεν. καὶ ὑποστρέψαντες ἐς τὰ οἰκεῖα ἀπό τε τοῦ Ταινάρου καὶ Ἐπιδαύρου καὶ τῶν ἄλλων χωρίων, ἵνα αὐτίκα πυθόμενοι τοὺς Οὐενετοὺς ἐκλιπεῖν τὸν Ἰσθμόν, καὶ διενοοῦντο ἐπιόντες οἱ τοῦ ἡγεμόνος ἀμύνασθαι. οὗτοι μὲν οὖν ἀφικόμενοι ἐς τὴν Σπάρτην λόγους τε τοῖς Σπαρτιάταις προσέφερον, καί τινας ἐν ἐρυμνοῖς αὐτοῦ ταύτῃ ὄντας πείσαντες κατῴκισαν αὖθις ἐς τὴν πόλιν. καὶ τοῖς ἐν Ταινάρῳ καὶ τῇ Λακωνικῇ πέμπων ὁ Ἀσάνης παρεκάλει, λέγων τάδε· "ἄνδρες Σπαρτιᾶται, ὁρᾶτε δήπου, οἷα τὰ Οὐενετῶν πράγματα κατενήνεκται, ἐξ ὅτου πόλεμον βασιλεῖ ἀναιρούμενοι ἐνταῦθα, ἵνα τῆς δυνάμεως αὐτῶν μέγα μέρος ἐπιδείξαιντ' ἂν μάλιστα ἐν Πελοποννήσῳ, ὡς ἐτελεύτησεν αὐτῷ τὰ περὶ τὸν Ἰσθμὸν καὶ ἄλλην χώραν τῆς Πελοποννήσου, ἔνθα τοῦ βασιλέως ἡ δύναμις ἐκποδών τε ἀπῴκισται, καὶ αὐτῶν γε δὲ τῶν Οὐενετῶν ἡ δύναμις ἐς τὰ μάλιστα ἤθροισται. εἰ γὰρ τὸν βασιλέως θεράποντα ἐπιόντα σφίσιν οὐχ οἷοί τε ἐγένοντο δέξασθαι, τί ἂν γένοιτο, εἰ βασιλεὺς σὺν ταῖς θύραις αὐτοῦ ἐσβάλλοι ἐς Πελοπόννησον; ἦ δῆλα, ὡς οὐκ ἂν ἔτι σφίσιν αὐτοῖς ὑπόλοιπον ὑπολειφθείη ἐν Πελοποννήσῳ χωρίον, ὃ μὴ ἀνάστατον γένηται ἀπολούμενον ὑπὸ τοῦ βασιλέως. νῦν, ὡς ἐν Θερμοπύλαις ἀφικόμενος ἐπύθετο, ὡς ἀπολιπόντες τὸν Ἰσθμὸν οἴχοντο οἱ Οὐενετοί, ὡς ἦρος ἐπιφανέντος αὐτίκα ἵν' ἔλθωσιν ἐπὶ Εὔβοιαν, καὶ τάδε πάντα ὑφ' αὑτῶν ποιησόμενοι. εἰ οὖν παρέχοντος βασιλέως συγγνώμην, ἐφ' οἷς ἐξηπατήθητε ὑπὸ τῶν κάκιστ' ἀπολουμένων Πελοποννησίων, τῶν πρὸς Οὐενετοὺς τετραμμένων καὶ οὐδ' ὁτιοῦν ὑγιὲς τῇ χώρᾳ τῇδε διανοουμένων· οἶδα γάρ, ὡς ἐπετέλλετο βασιλεὺς τῶν ἀπὸ Πελοποννήσου μηδενὶ μηδαμῶς ἀεικὲς ἐπιφέρειν, ὥστε ἀνδραποδίζεσθαι ἢ ἄλλο τι ἀνήκεστον ποιεῖν, ἀλλ' ἐμμενόντων ὑποστρέφοντες ἐς τὸν χῶρον αὐτοῦ ἕκαστος καὶ εἰς τὰ οἰκεῖα. καὶ εἰ μὴ τούτῳ πείσονται, καὶ αὐτὸς ἅμα τοῖς Οὐενετοῖς περιόψεται, πέμπων αὐτοὺς ταῦτα ἁμαρτάνοντα." οἱ μὲν ἐπείθοντο, καὶ κρύφα τῶν Οὐενετῶν ὑποστρέφοντες ἔμενον ἐν τοῖς οἰκείοις. οἱ δὲ δεινῶς κατεχόμενοι ἐν τῷ Ταινάρῳ ἐπέμενον, πεύσεσθαί τι ἀπὸ Παιόνων. οἱ γὰρ Οὐενετοὶ τούς τε Πελοποννησίους καὶ τοὺς ἑτέρους παραμυθοῦντες, ὡς οἱ Παίονες ἐξέλθωσιν αὐτίκα ἀπὸ τοῦ Ἴστρου, καὶ αὐτοὶ ἀναβῆναι ἐς τὸν Ἑλλήσποντον. ἀπελαύνοντος μέντοι τοῦ ἡγεμόνος τοῦ βασιλέως, αὐτῶν Οὐενετῶν τριήρεις ἀνῄεσαν ἐς Λῆμνον ἐποτρύνοντος τοῦ Κομνηνοῦ, ἀνδρὸς ἀρίστου, καὶ αὐτοῦ ἐν τῇ Λήμνῳ τὴν ἀκρόπολιν κατακρατοῦντος καὶ τὴν πάλαι πολίχνην τῆς Λήμνου ὑφ' αὑτῷ ποιησαμένου. ἐς λόγους δὲ ἐλθόντες οἱ τῆς Λήμνου προεστῶτες, ὥστε χρήμασιν ἐξωνήσασθαι τὸ χωρίον, ἔφθησαν οἱ Οὐενετοὶ παραλαβόντες τὴν ἀκρόπολιν, καὶ τόν γε ἄνδρα τοῦτον ἀγαθὸν γενόμενον μετεπέμψαντο ἐς τὸν Ἰσθμόν. τούτου δὴ οὖν ὑποτιθεμένου ἀνέπλευσαν ἐς τὴν Λῆμνον οἱ Οὐενετοί, καὶ αὐτός τε ἀπὸ τῆς ἠπείρου στρατῷ ἐπελάσας, ἀπήλαυνεν ἕκαστος τῆς πόλεως. καὶ ὡς ἀνέπλευσαν, παρέλαβον πόλιν τὴν Κέρκηδαν, καὶ τούς τε ἄρχοντας Τζαμπλάκονας ἀφῆκαν, φρουράν τε ἐγκαταλιπόντες, καὶ ἐπισιτεῖσθαί σφίσι τε αὐτοῖς καὶ ταῖς ἐν τῇ Πελοποννήσῳ πόλεσι. καὶ ᾤχοντο ἀπιόντες ἐπὶ Πελοπόννησον. ταῦτα μὲν τοῦ χειμῶνος τούτου ἐς τὴν Πελοπόννησον ἐγένετο.https://byzantium.gr/
Επιμέλεια: Μανώλης Παπαθανασίου, Μάρτιος 2021
|
|