thyreos

Βυζαντινα κειμενα

 

  Προκοπιος
  Ιεροκλης
  Σιμοκαττης
  Θεοφανης
  Ιωαννης Σκυλιτζης
  Κωνσταντινος Ζ’
  Λεων Διακονος
  Μιχαηλ Ψελλος
  Μιχαηλ Ατταλειατης
  Νικητας Χωνιατης
  Γ. Ακροπολιτης
  Γ. Παχυμερης
  N. Γρηγορας
  Ι. Καντακουζηνος
  Γεωργιος Σφραντζης
  Χαλκοκονδυλης


Aspis

Θεοφάνης Ομολογητής

760 – 818
τίτλος έργου:

Χρονογραφία

Χρονογραφία ΙI
χρόνος συγγραφής: 811-814
πλήρης τίτλος:

ΧΡΟΝΟΓΡΑΦΙΑ ΑΠΟ ΔΙΟΚΛΗΤΙΑΝΟΥ ΕΩΣ ΜΙΧΑΗΛ ΚΑΙ ΘΕΟΦΥΛΑΚΤΟΥ ΤΩΝ ΒΑΣΙΛΕΩΝ

περιγραφή περιεχομένου:

H Ιστορία από την εποχή του Διοκλητιανού μέχρι τη βασιλεία του Μιχαήλ  Α’. Καλύπτονται τα χρόνια 284 – 813. Ακολουθείται η Αλεξανδρινή αρίθμηση ετών από κτήσεως κόσμου (έτος 5777=284μ.Χ.). Στην αρχή κάθε περιόδου αναγράφεται το έτος από κτήσεως, το έτος της θείας σαρκώσεως (γεννήσεως Χριστού), οι βασιλείες των βυζαντινών αυτοκρατόρων και των Περσών ηγεμόνων, οι Άραβες χαλίφες, οι πατριαρχίες των 5 πατριαρχείων και, τέλος, οι ινδικτιώνες (15ετίες).

Κείμενο :
< 1 2 3 4 >
[Χρονογραφία Θεοφάνους – ΙΙ (από το έτος 518 έως το 602)]

Κόσμου ἔτη ͵ϛιαʹ. Τῆς θείας σαρκώσεως ἔτη φιαʹ. Ρωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη θʹ. αʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. κδʹ. Ρώμης ἐπίσκοπος Ὁρμίσδας ἔτη ιʹ. ϛʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη βʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Διόσκορος ἔτη γʹ. βʹ. Ἀντιοχείας ἐπίσκοπος Σευῆρος ἔτη ζʹ. ζʹ. Τούτῳ τῷ ἔτει Ἰουστῖνος βασιλεύσας πᾶσιν ἄριστος ἀνεδείχθη, ζηλωτὴς μὲν τῆς ὀρθοδόξου πίστεως ἔμπυρος καὶ ἐν πολέμοις εὐδοκιμῶν, σύμβιον δὲ ἔχων ὀνόματι Λουπικίαν. ταύτην Εὐφημίαν οἱ δῆμοι ἐκάλεσαν στεφθεῖσαν αὐτὴν αὐγούσταν. Βιταλιανὸς δὲ ὁ προρρηθεὶς μετὰ θάνατον Ἀναστασίου Ἰουστίνῳ τῷ μεγάλῳ σφόδρα ᾠκειώθη, ὥστε στρατηλάτου ἀξίαν παρ' αὐτοῦ δέξασθαι καὶ ὑπατεῦσαι ἐλθόντα ἐν Βυζαντίῳ καὶ ὕπατον ἀναγορευθῆναι καὶ κόμητα Πραισέντου παρρησίαν τε ἔχειν τοσαύτην πρὸς τὸν βασιλέα, ὥστε καὶ Σευῆρον προστάξαι ἐκβληθῆναι καὶ ἀναιρεθῆναι. λίαν γὰρ ἦν ὀρθόδοξος ὁ Βιταλιανός. ὁ δὲ Σευῆρος ἀκούσας ἔφυγεν, καὶ Ἰουλιανὸς Ἁλικαρνασοῦ ἐπίσκοπος· καὶ εἰς Αἴγυπτον ἀπελθόντες ταύτην ἐτάραξαν, τὸν περὶ φθαρτοῦ καὶ ἀφθάρτου λόγον κινήσαντες, Διοσκόρου ἐπισκοποῦντος Ἀλεξανδρείας. ἐπίσκοποι δὲ καὶ κληρικοὶ ἀπὸ Ρώμης ἦλθον λαβόντες αὐθεντίαν ὑπὸ Ὁρμίσδου, τοῦ ἐπισκόπου Ρώμης, σπουδῇ Βιταλιανοῦ, ἔτι ζῶντος Ἰωάννου τοῦ Καππάδοκος, ἐπισκόπου Κωνσταντινουπόλεως, καὶ τὴν ἁγίαν ἐν Χαλκηδόνι σύνοδον συνέταξαν τοῖς διπτύχοις καὶ ταῖς ἄλλαις τρισὶ συνόδοις ἐν τοῖς ἱεροῖς διπτύχοις. Σευήρου δὲ τοῦ δυσσεβοῦς ἐκποδὼν γεγονότος, Παῦλος ἐχειροτονήθη ἐπίσκοπος Ἀντιοχείας, ὁ ξενοδόχος τῶν Εὐβούλου. καὶ ἐδωρήσατο ὁ βασιλεὺς τῇ πόλει Ἀντιοχείας χιλίας λίτρας χρυσίου· καὶ ταῖς ἄλλαις δὲ πόλεσι πολλὴν εὐνομίαν παρέσχεν, κωλύσας καὶ τὰς δημώδεις ταραχάς. Ξεναΐαν δὲ τὸν Φιλόξενον, ἐπίσκοπον Ἱεραπόλεως, μανιχαιόφρονα ὄντα, καὶ Πέτρον Ἀπαμείας ἐξώρισεν ὁ εὐσεβὴς βασιλεὺς Ἰουστῖνος σὺν πᾶσι τοῖς μετέχουσι τῆς λώβης αὐτῶν. Ἀμάντιον δὲ τὸν πραιπόσιτον καὶ Ἀνδρέαν τὸν κουβικουλάριον καὶ Θεόκριτον τὸν κόμητα Ἀμαντίου, ὃν ἐβούλετο ποιῆσαι βασιλέα, ὡς τυραννίδα μελετήσαντας ἀνεῖλεν. ὁ γὰρ πραιπόσιτος τῷ Ἰουστίνῳ δέδωκε χρήματα ῥογεῦσαι, ὅπως Θεόκριτος βασιλεύσῃ. ὁ δὲ στρατὸς καὶ οἱ δῆμοι οὐχ εἵλαντο Θεόκριτον βασιλεῦσαι, ἀλλ' Ἰουστῖνον ἀνεκήρυξαν. αὐτοὶ δὲ δυσφορήσαντες τυραννίδα ἐμελέτησαν καὶ ἀνηρέθησαν. ἀνεκαλέσατο δὲ ὁ βασιλεὺς πάντας τοὺς ἀδίκως ἐξορισθέντας ὑπὸ Ἀναστασίου καὶ Ἀππίωνα τὸν πατρίκιον, ὃν ἐν Νικαίᾳ πρεσβύτερον βίᾳ ἐχειροτόνησεν· ὃν ὁ βασιλεὺς ὡς ἐχέφρονα ἐποίησεν ἔπαρχον πραιτωρίων, καὶ Διογενιανὸν ἀνατολῆς στρατηλάτην. Τῷ δ' αὐτῷ ἔτει ἐφάνη ἀστὴρ ἐν τῇ ἀνατολῇ, φοβερὸς κομήτης, ὃς εἶχεν ἀκτῖνα πέμπουσαν ἐπὶ τὰ κάτω, ὃν ἔλεγον οἱ ἀστρονόμοι πωγωνίαν εἶναι· καὶ ἐφοβοῦντο.

Κόσμου ἔτη ͵ϛιβʹ. Τῆς θείας σαρκώσεως ἔτη φιβʹ. Ρωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη θʹ. βʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. κεʹ. Ρώμης ἐπίσκοπος Ὁρμίσδας ἔτη ιʹ. ζʹ. Κωνσταντιν. ἐπίσκοπος Ἰωάννης ἔτη βʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. θʹ. Ἀλεξανδρείας ἐπίσκοπος Διόσκορος ἔτη γʹ. γʹ. Ἀντιοχείας ἐπίσκοπος Παῦλος ἔτη γʹ. αʹ. Τούτῳ τῷ ἔτει Βιταλιανὸς ἐδολοφονήθη ὑπὸ τῶν Βυζαντίων μηνιώντων αὐτῷ διὰ τὸ πολλοὺς ἀνῃρηκέναι ἐν τῷ καιρῷ τῆς ἐπαναστάσεως αὐτοῦ κατὰ Ἀναστασίου. Ἰωάννου δὲ τοῦ Καππάδοκος, ἐπισκόπου Κωνσταντινουπόλεως, τελευτήσαντος, Ἐπιφάνιος, πρεσβύτερος τῆς αὐτῆς ἐκκλησίας καὶ σύγκελλος, ἐχειροτονήθη μηνὶ Φεβρουαρίῳ κεʹ. ὁμοίως καὶ Ὁρμίσδα τοῦ Ρώμης κοιμηθέντος, Ἰωάννης τὴνἐπισκοπὴν διεδέξατο. Τῷ δ' αὐτῷ ἔτει ἐδημοκράτησε τὸ βένετον μέρος, ἐν πάσαις ταῖς πόλεσι ταραχὰς ἐγείροντες καὶ λιθασμοὺς καὶ φόνους πολλοὺς ἀπεργαζόμενοι. ἐπήρχοντο δὲ καὶ τοῖς ἄρχουσιν. ἀπὸ δὲ Ἀντιοχείας ἤρχθη τὸ κακὸν τῆς ἀταξίας, καὶ οὕτω διεδόθη ἐν πάσαις ταῖς πόλεσιν, καὶ ἐκράτησεν ἐπὶ χρόνους εʹ· καὶ ἔσφαζον ξίφεσι τοὺς ἀπαντῶντας Πρασίνους καὶ τοὺς κατ' οἶκον κρυπτομένους ἀνιόντες ἐφόνευον, μὴ τολμώντων τῶν ἀρχόντων ἐκδίκησιν τῶν φόνων ποιῆσαι. ταῦτα διεπράττοντο ἕως ἔτους ἕκτου Ἰουστίνου τοῦ εὐσεβοῦς. Κωνσταντινουπόλεως ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. γʹ. κϛʹ. ηʹ. αʹ. ιʹ. αʹ. βʹ. Τούτῳ τῷ ἔτει πολέμου κινηθέντος μεταξὺ Ρωμαίων καὶ Περσῶν ὁ Ἰουστῖνος ἀπέστειλε πρέσβεις καὶ δῶρα πρὸς Ζιλγβίν, τὸν ῥῆγα τῶν Οὔννων· καὶ συνέθετο μεθ' ὅρκων πατρίων συμμαχήσειν τῷ βασιλεῖ κατὰ Περσῶν. ἀποστείλας δὲ καὶ Κουάδης πρὸς αὐτόν, συνέθετο καὶ αὐτῷ. τοῦτο δὲ μαθὼν Ἰουστῖνος ἐλυπήθη σφόδρα. ἀπῆλθε δὲ πρὸς τοὺς Πέρσας ὁ Ζιλγβὶ μετὰ χιλιάδων κʹ τοῦ πολεμῆσαι Ρωμαίους. ὁ δὲ Ἰουστῖνος ἐδήλωσε Κουάδῃ, τῷ βασιλεῖ τῶν Περσῶν, πρεσβεύων περὶ εἰρήνης καὶ ὡς ἐπ' ἄλλῳ τινὶ γράψας, καὶ περὶ Ζιλγβί, ὅτι συμμαχίας ὅρκους ἔχει μετὰ Ρωμαίων, καὶ ὅτι δῶρα ἔλαβε πολλὰ καὶ βούλεται προδότης γενέσθαι τῶν Περσῶν, καὶ ὅτι «δεῖ ἡμᾶς ἀδελφοὺς ὄντας εἰς φιλίαν ἐλθεῖν καὶ μὴ ὑπὸ τῶν κυνῶν τούτων παίζεσθαι.» ὁ δὲ Κουάδης ἠρώτησε κατ' ἰδίαν τὸν Ζιλγβίν, εἰ ἔλαβε παρὰ Ρωμαίων δῶρα προτραπεὶς κατὰ Περσῶν; ὁ δὲ εἶπεν· ναί. καὶ ὀργισθεὶς ὁ Κουάδης ἐφόνευσε αὐτόν, καὶ διὰ τῆς νυκτὸς πέμψας πλῆθος Περσῶν ἀνεῖλε τὸν λαὸν αὐτοῦ, ὑπονοήσας, ὅτι δόλῳ ἦλθον πρὸς αὐτόν. ὅσοι δὲ ἠδυνήθησαν φυγεῖν, ἀνέζευξαν εἰς τὰ ἴδια. Εὐφράσιος δὲ ὁ Ἀντιοχείας τὴν ἐν Χαλκηδόνι σύνοδον ἐξέβαλε τῶν διπτύχων καὶ τὸ ὄνομα Ὁρμίσδα τοῦ πάπα Ρώμης. μετὰ δὲ ταῦτα φοβηθεὶς τὰς τέσσαρας συνόδους ἐκήρυττεν. Καβάδης δέ, ὁ τῶν Περσῶν βασιλεύς, τὸν τῶν Ρωμαίων βασιλέα ἐπίτροπον τοῦ ἑαυτοῦ οἴκου καταλιπεῖν ἠθέλησεν· οὐ γὰρ ἠβούλετο τὸν πρεσβύτερον αὐτοῦ υἱόν, ὃν καὶ ὁ νόμος Περσῶν ἐκάλει τοῦ ἄρξαι, οὐδὲ τὸν δεύτερον, διότι τὸν ὀφθαλμὸν ἐκκέκοπτο, Χοσρόην δέ, ὃς αὐτῷ ἐκ τῆς Ἀσπεβέδου ἀδελφῆς ἐγεννήθη, ὑπερηγάπα ὁ πατήρ. ἔδοξεν οὖν αὐτῷ εἰς Ρωμαίους εἰρηνεῦσαι, καὶ Χοσρόην εἰσποιητὸν παῖδα τοῦ βασιλέως γενέσθαι· ἐπὶ τούτῳ πρέσβεις εἰς Βυζάντιον πρὸς Ἰουστῖνον ἔπεμψεν. ὁ δὲ βασιλεὺς τὴν σύγκλητον εἰς βουλὴν καλέσας οὐ κατεδέξατο τοῦτο γενέσθαι, δόλον καὶ προδοσίαν Ρωμαίων τοῦτο καλοῦντες, Πρόκλου κυαίστορος, ἀνδρὸς συνετοῦ καὶ ἀγχίνου, τοῦτο καλῶς βουλευσαμένου. δʹ. κζʹ. θʹ. βʹ. ιαʹ. βʹ. γʹ. Τούτῳ τῷ ἔτει ἔπαθεν ὑπὸ θεομηνίας τὸ Δοράχιον, πόλις τῆς νέας Ἠπείρου τοῦ Ἰλλυρικοῦ. ὁ δὲ βασιλεὺς πολλὰ χρήματα παρέσχεν εἰς ἀνανέωσιν τῆς πόλεως· ὁμοίως δὲ καὶ ἡ Κόρινθος, μητρόπολις τῆς Ἑλλάδος, καὶ ταύτην μεγάλως ἐφιλοτιμήσατο. Ἀντιοχείας ἐπίσκοπος Εὐφράσιος ἔτη εʹ. εʹ. κηʹ. ιʹ. γʹ. ιβʹ. γʹ. αʹ. Τούτῳ τῷ ἔτει Τζάθιος, ὁ τῶν Λαζῶν βασιλεύς, ἀποστατήσας τῆς τῶν Περσῶν βασιλείας, Καβάδου βασιλεύοντος καὶ φιλοῦντος τὸν Τζάθιον, ὡς καὶ αὐτοῦ προβαλλομένου αὐτὸν βασιλέα τῶν Λαζῶν, ἦλθε πρὸς Ἰουστῖνον εἰς τὸ Βυζάντιον καὶ παρεκάλεσε τὸν βασιλέα γενέσθαι αὐτὸν Χριστιανὸν καὶ ὑπ' αὐτοῦ ἀναγορευθῆναι βασιλέα τῶν Λαζῶν. ὁ δὲ βασιλεὺς μετὰ χαρᾶς αὐτὸν δεξάμενος ἐφώτισεν αὐτὸν καὶ υἱὸν αὐτὸν ἀνηγόρευσεν. ἔγημε δὲ καὶ γυναῖκα Ρωμαίαν, τὴν ἐγγόνην Νόμου τοῦ πατρικίου καὶ ἀποκουροπαλάτου, Οὐαλεριανήν τινα, καὶ εἰς τὴν ἰδίαν χώραν ἔλαβεν, προχειρισθεὶς παρὰ Ἰουστίνου βασιλεὺς τῶν Λαζῶν, φορέσας στέφανον καὶ χλανίδα βασιλικὴν ἄσπρην ἔχουσαν ταβλὶν χρυσοῦν, ἐν ᾧ ἐκ κεντητοῦ ἐνεκεχάρακτο ἡ εἰκὼν τοῦ βασιλέως Ἰουστίνου, καὶ στιχάριν ἄσπρον ἔχον πλουμία χρυσᾶ καὶ εἰκόνα τοῦ βασιλέως· τὰ γὰρ τζαγγία αὐτοῦ ῥούσια ἦσαν ἔχοντα μαργαρίτας Περσικῷ σχήματι· ὁμοίως καὶ ἡ ζώνη αὐτοῦ ἦν χρυσῆ διὰ μαργαριτῶν. ἔλαβε δὲ παρὰ τοῦ βασιλέως δῶρα πολλά, καὶ μετὰ χαρᾶς ἀπῆλθεν εἰς τὰ ἴδια. γνοὺς δὲ τοῦτο Καβάδης, ὁ τῶν Περσῶν βασιλεύς, ἐδήλωσε τῷ βασιλεῖ, ὅτι «φιλίας καὶ εἰρήνης μεταξὺ ἡμῶν οὔσης τὰ ἐχθρῶν πράττεις καὶ τοὺς ὑπὸ τὴν ἐξουσίαν Περσῶν ὄντας ἀπ' αἰῶνος προσελάβου.» ὁ δὲ βασιλεὺς ἀντεδήλου αὐτῷ· «ἡμεῖς τινὰ τῶν ὑποκειμένων τῇ βασιλείᾳ σου οὔτε προσελαβόμεθα, οὔτε προετρεψάμεθα· ἀλλ' ἐλθόντος Τζαθίου εἰς τὰ ἡμέτερα βασίλεια, ἐδεήθη προσπίπτων ἡμῖν ῥυσθῆναι μυσαροῦ καὶ ἑλληνικοῦ δόγματος καὶ ἀσεβῶν θυσιῶν καὶ πλάνης δαιμόνων καὶ προσελθεῖν τῷ δημιουργῷ τῶν ὅλων θεῷ καὶ γενέσθαι Χριστιανός. τοῦτον ἡμεῖς βαπτίσαντες εἰς τὴν ἰδίαν ἀπελύσαμεν χώραν.» ἔκτοτε λοιπὸν ἐγένετο ἔχθρα μεταξὺ Ρωμαίων καὶ Περσῶν. Τῷ δ' αὐτῷ ἔτει καὶ τὰ κατὰ τὸν ἅγιον Ἀρέθαν καὶ τοὺς ἐν Νεγρᾷ τῇ πόλει ἐπράχθησαν ὑπὸ τῶν Ὁμηριτῶν, καὶ ὁ πόλεμος Ἐλες βαᾶ, τοῦ βασιλέως τῶν Αἰθιόπων, πρὸς τοὺς Ὁμηρίτας, καὶ ἡ νίκη αὐτοῦ. Ρώμης ἐπίσκοπος Ἰωάννης ἔτη γʹ. ϛʹ. κθʹ. αʹ. δʹ. ιγʹ. δʹ. βʹ. Τούτῳ τῷ ἔτει Θευδέριχος κρατῶν τῆς Ρώμης ἀρειανοφρονῶν ἐβιάσατο τὸν πάπαν Ἰωάννην ἀνελθεῖν εἰς τὸ Βυζάντιον πρὸς τὸν βασιλέα Ἰουστῖνον καὶ πρεσβεῦσαι ὑπὲρ Ἀρειανῶν, ὥστε μὴ ἀναγκάζειν αὐτοὺς ἐξίστασθαι τῆς αἱρέσεως αὐτῶν· ἐπεὶ καὶ Θευδέριχος εἰς τοὺς κατὰ τὴν Ἰταλίαν ὀρθοδόξους τοῦτο ποιεῖν ἠπείλει. ὁ δὲ Ἰωάννης ἐλθὼν ἐν Βυζαντίῳ καὶ προτραπεὶς ὑπὸ Ἐπιφανίου τοῦ πατριάρχου οὐ κατεδέξατο, ἕως προεκάθισε τοῦ Ἐπιφανίου ὁ Ρώμης. ὁ δὲ Ἰωάννης πᾶσι μὲν τοῖς ἐπισκόποις ἐκοινώνησεν, Τιμοθέῳ δὲ τῷ Ἀλεξανδρείας οὐκ ἐκοινώνησεν. Κουάδης δέ, υἱὸς Περόζου, ὁ τῶν Περσῶν βασιλεύς, πολλὰς μυριάδας Μανιχαίων σὺν τῷ ἐπισκόπῳ αὐτῶν Ἰνδαζάρῳ ἀνεῖλεν ἐν μιᾷ ἡμέρᾳ σὺν τοῖς οὖσι συγκλητικοῖς Πέρσαις ἐκ τοῦ αὐτῶν φρονήματος· τὸν γὰρ υἱὸν αὐτοῦ τὸν τρίτον, 1 τὸν λεγόμενον Φθασουαρσάν, ὃν ἐγέννησεν αὐτῷ Σαμβίκη, ἡ θυγάτηρ αὐτοῦ, οἱ Μανιχαῖοι παιδαγωγήσαντες καὶ τοῦ ἰδίου φρονήματος ποιήσαντες ἐπηγγείλαντο αὐτῷ, ὅτι «ὁ σὸς πατὴρ γεγήρακεν, καὶ εἰ συμβῇ αὐτὸν τελευτῆσαι, οἱ ἀρχιμάγοι ἕνα τῶν σῶν ἀδελφῶν ποιοῦσι βασιλέα διὰ τὸ κρατηθῆναι τὸ δόγμα αὐτῶν. ἡμεῖς δὲ δυνάμεθα δι' εὐχῶν ἡμῶν πεῖσαι τὸν σὸν πατέρα ἀποτάξασθαι τὴν βασιλείαν καὶ σὲ προχειρίσασθαι, ἵνα πανταχῆ κρατύνῃς τὸ τῶν Μανιχαίων δόγμα.» ὁ δὲ συνετάξατο τοῦτο ποιεῖν, ἐὰν βασιλεύσῃ. γνοὺς δὲ ταῦτα Κουάδης ἐκέλευσε κομβέντον γενέσθαι διὰ τό, φησίν, ποιῆσαι τὸν υἱὸν αὐτοῦ Φθασουαρσὰν βασιλέα, κελεύσας καὶ πάντας τοὺς Μανιχαίους σὺν τῷ ἐπισκόπῳ αὐτῶν καὶ γυναιξὶ καὶ τέκνοις παραγενέσθαι ἐν τῷ κομβέντῳ, ὁμοίως καὶ τὸν ἀρχιμάγον Γλωνάζην καὶ τοὺς μάγους καὶ τὸν τῶν Χριστιανῶν ἐπίσκοπον Βοαζάνην, ἀγαπώμενον παρὰ Κουάδου ὡς ἰατρὸν ἄριστον· καὶ καλέσας τοὺς Μανιχαίους ἔφη· «χαίρω ἐπὶ τῷ ὑμετέρῳ δόγματι καὶ θέλω δοῦναι ἔτι ζῶν τὴν βασιλείαν τῷ υἱῷ μου Φθασουαρσάν, ὡς σύμφρονι ὑμῶν. ἀλλ' ἀφορίσατε ἑαυτοὺς πρὸς τὸ παραλαβεῖν αὐτόν.» οἱ δὲ θαρρήσαντες πάντες μετὰ παρρησίας ἠφόρισαν ἑαυτούς. ὁ δὲ Κουάδης ἐπιτρέψας τὰ στρατεύματα αὐτοῦ εἰσελθεῖν, πάντας κατέκοψαν ξίφεσι σὺν τῷ ἐπισκόπῳ αὐτῶν ἐπ' ὄψεσι τοῦ ἀρχιμάγου καὶ τοῦ ἐπισκόπου τῶν Χριστιανῶν. καὶ ἐξέπεμψε σάκρας εἰς πᾶσαν τὴν ὑπ' αὐτὸν γῆν, ὥστε τὸν εὑρισκόμενον Μανιχαῖον ἀναιρεῖσθαι καὶ πυρίκαυστον γίνεσθαι, καὶ τὰς ὑποστάσεις αὐτῶν εἰς τὰ βασιλικὰ ταμιεῖα εἰσκομίζεσθαι, καὶ τὰς βίβλους αὐτῶν κατακαίεσθαι. ὁ δὲ εὐσεβὴς βασιλεὺς Ἰουστῖνος ἐν πάσῃ ἱκανότητι καὶ ἀνδρείᾳ τῆς βασιλείας ἐπιλαβόμενος σάκρας πανταχοῦ ἐν ταῖς πόλεσιν ἐξαπέστειλεν, ὥστε τιμωρηθῆναι πάντας τοὺς ἀταξίας ἢ φόνους ποιοῦντας, καὶ τοὺς ἐν Κωνσταντινουπόλει δήμους εἰρήνευσε καὶ φόβον ἔδειξε πολύν. ἔστεψε δὲ καὶ τὴν ἑαυτοῦ γαμετὴν Θεοδώραν ἀγούσταν ἅμα τῷ βασιλεῦσαι αὐτόν. καὶ προεβάλετο τὸν πατρίκιον Ὑπάτιον στρατηλάτην ἀνατολῆς, τὸν Σεκουνδίνου, φυλάξαι τὰ ἀνατολικὰ μέρη διὰ τοὺς Πέρσας καὶ τὰς τῶν Σαρακηνῶν ἐπιδρομάς. ἐποίησε δὲ καὶ αὐτὸς διωγμὸν μέγαν κατὰ Μανιχαίων καὶ ἐτιμωρήσατο πολλούς.

Κόσμου ἔτη ͵ϛιζʹ. Τῆς θείας σαρκώσεως ἔτη φιζʹ. Ρωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη θʹ. ζʹ. Περσῶν βασιλεὺς Καβάδης ἔτη λʹ. λʹ. Ρώμης ἐπίσκοπος Ἰωάννης ἔτη γʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. εʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ιδʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. εʹ. Ἀντιοχείας ἐπίσκοπος Εὐφράσιος ἔτη εʹ. γʹ. Τούτῳ τῷ ἔτει Ἀνάζαρβος, μητρόπολις τῆς δευτέρας Κιλικίας, ἔπαθεν ὑπὸ σεισμοῦ φοβερωτάτου, ἡγεμονεύοντος αὐτῆς Καλλιοπίου, υἱοῦ Εἰρηναίου, καὶ ἐπτώθη πᾶσα ἡ πόλις. ταύτην δὲ Ἰουστῖνος ἀνήγειρε καὶ Ἰουστινούπολιν ἐκάλεσεν. Τῷ δ' αὐτῷ ἔτει κατεποντίσθη ὑπὸ θεομηνίας ὑδάτων τοῦ ποταμοῦ Ἔδεσα, πόλις μεγάλη καὶ περιβόητος, τῆς Ὀσροηνῆς ἐπαρχίας μητρόπολις. ὁ γὰρ Σκιρτὸς ποταμὸς διὰ μέσου αὐτῆς παρερχόμενος πλοῦτον αὐτῇ πολὺν καὶ τέρψιν παρέχει. τὸ τηνικαῦτα δὲ πλημμυρήσας δίκην θαλάσσης τοὺς οἴκους σὺν τοῖς οἰκοῦσι σύρων ἐπόντιζεν. λόγος δὲ κρατεῖ ἐν αὐτοῖς τοῖς περισωθεῖσιν, ὅτι καὶ ἄλλοτε ἐπόρθησε τὴν πόλιν ὁ αὐτὸς ποταμός, ἀλλ' οὐχ οὕτως. μετὰ δὲ τὸ παῦσαι τὰ ὕδατα εὑρέθη πλὰξ λιθίνη ἐν τῇ ὄχθῃ τοῦ ποταμοῦ γεγραμμένη ἱερογλυφικὸς γράμμασιν ἔχουσα οὕτως· Σκιρτὸς ποταμὸς σκιρτήσει κακὰ σκιρτήματα πολίταις. ὁ δὲ βασιλεὺς Ἰουστῖνος πολλὰ παρέσχε ταῖς ἀμφοτέραις πόλεσιν εἰς ἀνανέωσιν. Τῷ δ' αὐτῷ ἔτει ἀνεφάνη γυνή τις ἐκ τῆς Κιλικίας γιγαντογενής, ὑπερέχουσα τῇ ἡλικίᾳ πάντα ἄνθρωπον τέλειον πῆχυν ἕνα, καὶ πλατεῖα σφόδρα. γυρεύουσα δὲ τὰς πόλεις ἐλάμβανε κατ' ἐργαστήριον φόλλιν μίαν. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ ηʹ. αʹ. γ ϛʹ. ιεʹ. ϛʹ. δʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ τῆς δʹ ἰνδικτιῶνος τὰ προοίμια τῆς τοῦ θεοῦ ὀργῆς ἐπῆλθον τῇ πόλει Ἀντιοχείᾳ. ἐμπυρισμὸς γὰρ μέγας γέγονεν ἀοράτως ἐν τῷ μέσῳ τῆς πόλεως, ὅστις προεμήνυσε τὴν μέλλουσαν ἔσεσθαι τοῦ θεοῦ ἀπειλήν. ἀνήφθη γὰρ τὸ πῦρ ἀπὸ τοῦ μαρτυρίου τοῦ ἁγίου Στεφάνου καὶ ἕως τοῦ πραιτωρίου τοῦ στρατηλάτου ἔφθασεν. αὕτη ἐγένετο ἀρχὴ ὠδίνων. ἐγένοντο δὲ οἱ ἐμπρησμοὶ ἐπὶ μῆνας ἕξ, καὶ ἐκάησαν οἶκοι πολλοί, καὶ ἀπέθανον λαοὶ πολλοί. καὶ οὐδεὶς ἠδύνατο γνῶναι, πόθεν τὸ πῦρ ἀνήπτετο· ἐκ γὰρ τῶν κεράμων τῶν πενταστέγων ἀνελάμβανεν. κατὰ δὲ πρεσβείαν Εὐφρασίου τοῦ πατριάρχου ἐφιλοτιμήσατο ὁ βασιλεὺς τῇ πόλει κεντηνάρια δύο χρυσίου. τῷ δὲ Μαίῳ μηνὶ κʹ τῆς αὐτῆς δʹ ἰνδικτιῶνος, ὥρᾳ ζʹ, ὑπατεύοντος ἐν Ρώμῃ Ὀλυβρίου ἔπαθεν ὑπὸ θεομηνίας Ἀντιόχεια ἡ μεγάλη τῆς Συρίας πάθος ἀνεξήγητον. τοσοῦτον γὰρ ἡ ὀργὴ τοῦ θεοῦ ἐπῆλθεν ἐπ' αὐτήν, ὥστε πτωθῆναι σχεδὸν πᾶσαν τὴν πόλιν καὶ τάφον τῶν οἰκητόρων γενέσθαι. τινὰς δὲ καταχωσθέντας καὶ ἔτι ζῶντας ὑπὸ τὴν γῆν πῦρ ἐκ τῆς γῆς ἐξελθὸν κατέφλεξεν. καὶ ἕτερον πῦρ ἐκ τοῦ ἀέρος, ὡς σπινθῆρες, κατήρχετο καὶ κατέκαιεν, ὥσπερ ἀστραπή, τὸν εὑρισκόμενον· καὶ ἐσείετο ἡ γῆ ἐπὶ ἐνιαυτὸν ἕνα.

Κόσμου ἔτη ͵ϛιθʹ. Τῆς θείας σαρκώσεως ἔτη φιθʹ. Ρωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη θʹ. θʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. βʹ. Ρώμης ἐπίσκοπος Φίλιξ ἔτη δʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ιϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. ζʹ. Ἀντιοχείας ἐπίσκοπος Εὐφράσιος ἔτη εʹ. εʹ. Τούτῳ τῷ ἔτει τοῦ σεισμοῦ ἐπικρατοῦντος Εὐφράσιος, ὁ ἐπίσκοπος Ἀντιοχείας, κατεχώσθη ὑπὸ τοῦ σεισμοῦ καὶ ἀπέθανεν· καὶ πᾶς οἶκος καὶ ἐκκλησία κατέπεσον, καὶ τὸ κάλλος τῆς πόλεως ἠφανίσθη. καὶ οὐ γέγονε τοιαύτη θεομηνία ἐν ἄλλῃ πόλει ἐν πάσαις ταῖς γενεαῖς. ὁ δὲ εὐσεβέστατος βασιλεὺς Ἰουστῖνος ταῦτα μαθὼν μεγάλως ἤλγησε τὴν ψυχήν, ὥστε ἐπῇρε τὸ διάδημα ἐκ τῆς κεφαλῆς αὐτοῦ καὶ τὴν πορφύραν καὶ ἐπένθησεν ἐν σάκκῳ ἐπὶ ἡμέρας πολλάς, ὥστε καὶ τῇ ἑορτῇ προσελθὼν ἐν τῇ ἐκκλησίᾳ οὐ κατεδέξατο φορέσαι τὸ στέμμα ἢ τὴν χλαμύδα· ἀλλ' οὕτω λιτῶς προσῆλθε μαντίον πορφυροῦν φορέσας καὶ κλαίων ἐπὶ πάσης τῆς συγκλήτου· καὶ πάντες ἔκλαιον σὺν αὐτῷ πενθικὰ φοροῦντες. ἀπέστειλε δὲ ὁ βασιλεὺς εὐθέως Καρῖνον τὸν κόμητα δοὺς αὐτῷ κεντηνάρια πέντε πρὸς ἐκχοϊσμόν, εἴ πως δυνηθῇ σῶσαί τινας, καὶ τὰ καταχωσθέντα πράγματα διασῶσαι ἐκ τῶν λῃστῶν καὶ ἁρπάγων. καὶ πάλιν ἀπέστειλεν ὄπισθεν αὐτοῦ τὸν πατρίκιον Φωκᾶν τὸν Κρατεροῦ, καὶ τὸν πατρίκιον Ἀστέριον, τὸν ἀπὸ ἐπάρχων, ἄνδρας σοφούς, δοὺς αὐτοῖς χρήματα πάμπολλα πρὸς ἀνακαινισμὸν τῆς πόλεως. τῷ δὲ Ἀπριλλίῳ μηνὶ αʹ τῆς αὐτῆς εʹ ἰνδικτιῶνος, τῇ ἑορτῇ τοῦ πάσχα, ἀσθενήσας ὁ βασιλεὺς Ἰουστῖνος προεχειρίσατο ἔτι ζῶν εἰς βασιλέα Ἰουστινιανόν, τὸν ἴδιον ἀνεψιόν, καὶ ἔστεψεν αὐτόν· καὶ συνεβασίλευσεν αὐτῷ μῆνας δʹ. τῷ δὲ Αὐγούστῳ μηνὶ τῆς αὐτῆς εʹ ἰνδικτιῶνος ἐτελεύτησεν ὁ εὐσεβέστατος Ἰουστῖνος καταλιπὼν βασιλέα τὸν Ἰουστινιανόν. Τοῦ δὲ Εὐφρασίου, ἐπισκόπου Ἀντιοχείας, τελευτήσαντος, Ἐφραΐμιος ὁ Ἀμιδηνός, κόμης ἀνατολῆς ὢν ἐν τῷ χρόνῳ ἐκείνῳ, ἐχειροτονήθη ἀντ' αὐτοῦ, ὅστις ζῆλον θεῖον κατὰ τῶν ἀποσχιστῶν ἐνεδείξατο.

Κόσμου ἔτη ͵ϛκʹ. Τῆς θείας σαρκώσεως ἔτη φκʹ. Ρωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. αʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. γʹ. Ρώμης ἐπίσκοπος Φίλιξ ἔτη δʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ιζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. ηʹ. Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη ιηʹ. αʹ. Τούτῳ τῷ ἔτει μόνος κρατήσας τὴν βασιλείαν ὁ μέγας Ἰουστινιανὸς προεβάλετο κόμητα ἀνατολῆς Πατρίκιον τὸν Ἀρμένιον, ᾧ τινι δέδωκε χρήματα κελεύσας αὐτῷ ἀπελθεῖν καὶ ἀνανεῶσαι πόλιν τῆς Φοινίκης Λιβανησίας εἰς τὸ λιμιτὸν τὸ ἐσώτερον, τὴν καλουμένην Παλμύραν, κελεύσας τοῦ καθέζεσθαι ἐν αὐτῇ τὸν δοῦκα ...... καὶ τοὺς ἁγίους τόπους. τῷ δὲ Ἰαννουαρίῳ μηνὶ αʹ τῆς αὐτῆς ἰνδικτιῶνος ἔδωκεν ὁ βασιλεὺς ὑπατείαν καὶ τοσαῦτα ἔδωκε χρήματα, ὅσα οὐδεὶς βασιλέων ὑπατεύσας. Τῷ δ' αὐτῷ ἔτει ὁ βασιλεὺς Περσῶν ἐπολέμησε τῷ Λαζῷ Τζαθίῳ ὡς προσρυέντι Ρωμαίοις. καὶ λοιπὸν ὁ βασιλεὺς Ἰουστινιανὸς ἔπεμψεν αὐτῷ βοήθειαν στρατοῦ καὶ στρατηλάτας τρεῖς, Βελισάριον καὶ Κήρυκον καὶ Εἰρηναῖον. καὶ πολεμήσαντες ἡττήθησαν. καὶ ἠγανάκτησεν ὁ βασιλεὺς κατὰ τῶν στρατηλατῶν, ὅτι φθονοῦντες ἀλλήλοις προέδωκαν τὴν νίκην, καὶ διαδεξάμενος αὐτοὺς ἀπέστειλε Πέτρον, τὸν νοτάριον αὐτοῦ, στρατηλάτην· καὶ συμβαλὼν τοῖς Πέρσαις μετὰ τῶν Λαζῶν ἐνίκησαν καὶ πολλοὺς ἀνεῖλον τῶν Περσῶν. Τῷ δ' αὐτῷ ἔτει προσερρύη τοῖς Ρωμαίοις ὁ βασιλεὺς τῶν Ἐλούρων, Γρέτης ὀνόματι, καὶ ἦλθεν ἐν Κωνσταντινουπόλει μετὰ τοῦ λαοῦ αὐτοῦ καὶ ᾔτησε τὸν βασιλέα γενέσθαι Χριστιανός. ὁ δὲ βασιλεὺς βαπτίσας αὐτὸν ἐν τοῖς θεοφανίοις ἐδέξατο αὐτὸν ἐκ τοῦ βαπτίσματος. καὶ ἐβαπτίσθησαν σὺν αὐτῷ συγκλητικοὶ αὐτοῦ καὶ συγγενεῖς αὐτοῦ δώδεκα· καὶ ἀπῆλθε μετὰ χαρᾶς εἰς τὰ ἴδια φιλιωθεὶς τῷ βασιλεῖ καὶ ἐπαγγειλάμενος συμμαχεῖν αὐτῷ, ἐν οἷς ἂν βουληθῇ. προεβάλετο δὲ ὁ βασιλεὺς στρατηλάτην Ἀρμενίας Τζίταν, ἄνδρα πολεμικὸν καὶ ἱκανώτατον. οὐ γὰρ εἶχεν ἡ Ἀρμενία στρατηλάτην, ἀλλὰ δοῦκας καὶ κόμητας. ἐστράτευσε δὲ ὑπ' αὐτὸν Ἀρμενίων πλῆθος, ὡς εἰδότας τὰ μέρη τῆς Ἀρμενίας. ἔδωκε δὲ αὐτῷ καὶ ἀπὸ τῆς ἀνατολῆς στρατοῦ ἀριθμοὺς τέσσαρας· καὶ γέγονε μεγάλη φυλακὴ καὶ βοήθεια Ρωμαίων. ἔζευξε δὲ αὐτῷ καὶ γυναῖκα τὴν ἀδελφὴν Θεοδώρας τῆς αὐγούστης, ὀνόματι Κομητώ. Τῷ δ' αὐτῷ ἔτει προσερρύη τοῖς Ρωμαίοις γυνή τις ἐκ τῶν Οὔννων τῶν λεγομένων Σαβήρ, βάρβαρος, ὀνόματι Βωαρήξ, χήρα, ἔχουσα μεθ' ἑαυτῆς Οὔννων χιλιάδας ρʹ, ἥτις κατεδυνάστευσε τῶν Οὐννικῶν μερῶν μετὰ τὴν τοῦ ἰδίου ἀνδρὸς Βαλὰχ ἀποβολήν. αὕτη τοὺς προτραπέντας παρὰ Κουάδου, βασιλέως Περσῶν, δύο ῥῆγας ἀπὸ ἄλλου ἔθνους Οὔννων ἐνδοτέρων, ὀνόματι Στύραξ καὶ Γλώνης, τοῦ συμμαχῆσαι αὐτῷ κατὰ Ρωμαίων, παρέλαβεν ἡ αὐτὴ Βωαρὴξ παριόντας διὰ τῆς χώρας αὐτῆς ἐπὶ τὰ Περσικὰ μετὰ χιλιάδων κʹ· οὓς καὶ κατέκοψεν, καὶ τὸν μὲν ἕνα ῥῆγα αὐτῶν, τὸν λεγόμενον Στύρακα, συλλαβομένη δέσμιον εἰς τὴν Κωνσταντινούπολιν τῷ βασιλεῖ ἔπεμψεν, τὸν δὲ Γλώνην ἐν τῷ πολέμῳ ἔσφαξεν. καὶ ταύτῃ γέγονε σύμμαχος καὶ εἰρηνικὴ τῷ βασιλεῖ Ἰουστινιανῷ. Τῷ δ' αὐτῷ ἔτει καὶ ὁ πλησίον Βοσφόρου ῥὴξ τῶν Οὔννων, ὀνόματι Γορδᾶς, προσερρύη τῷ βασιλεῖ καὶ ἐγένετο Χριστιανὸς καὶ ἐφωτίσθη· καὶ ἐδέξατο αὐτὸν ὁ βασιλεὺς καὶ πολλὰ αὐτῷ παρεσχηκὼς δῶρα ἀπέστειλεν αὐτὸν εἰς τὴν ἰδίαν χώραν φυλάττειν τὰ Ρωμαϊκὰ καὶ τὴν Βόσφορον πόλιν. ἥτις ἐκλήθη ἐκ τοῦ συντελεῖν Ρωμαίοις ἀντὶ χρημάτων βόας κατ' ἔτος Βοῶν φόρος· ἐκάθισε δ' ἐκεῖ καὶ ἀριθμὸν στρατιωτῶν Ρωμαίων καὶ τριβοῦνον φυλάττειν τὴν πόλιν διὰ τοὺς Οὔννους καὶ ἀπαιτεῖν τὰς συντελείας τῶν βοῶν. ἦν δὲ ἐν τῇ αὐτῇ πόλει συναλλάγματα πολλὰ Ρωμαίων καὶ Οὔννων. ὁ δὲ γενόμενος Χριστιανὸς ῥὴξ τῶν Οὔννων ἀπελθὼν εἰς τὴν ἰδίαν χώραν εὗρε τὸν ἴδιον ἀδελφὸν καὶ διηγήσατο αὐτῷ τὴν τοῦ βασιλέως ἀγάπην καὶ φιλοτιμίαν, καὶ ὅτι Χριστιανὸς γέγονεν· καὶ λαβὼν τὰ ἀγάλματα, ἃ ἐσέβοντο οἱ Οὖννοι, ταῦτα ἐχώνευσεν, ἦσαν γὰρ ἀργυρᾶ καὶ ἠλέκτρινα. καὶ χολέσαντες οἱ Οὖννοι, συμποιήσαντες μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ, ἀπελθόντες ἔσφαξαν αὐτόν· καὶ ἐποίησαν ῥῆγα τὸν ἀδελφὸν αὐτοῦ Μουάγεριν. καὶ φοβηθέντες, μὴ ἐκζητήσωσιν αὐτὸν οἱ Ρωμαῖοι, ἦλθον αἴφνης ἐν τῇ Βοσφόρῳ πόλει καὶ ἐφόνευσαν τὸν τριβοῦνον Δαλμάτιον καὶ τοὺς στρατιώτας. καὶ ἀκούσας ταῦτα ὁ βασιλεὺς ἀπέστειλε τὸν ἀπὸ ὑπάτων Ἰωάννην, τὸν ἔγγονον Ἰωάννου τοῦ Σκύθου, υἱὸν δὲ τοῦ πατρικίου Ρουφίνου, μετὰ βοηθείας Σκυθικῆς πολλῆς, καὶ ἐστράτευσε κατ' αὐτῶν ἅμα καὶ Γώδιλαν διὰ γῆς ἀπὸ Ὀδυσσοπόλεως καὶ Βαδούριον στρατηγόν. καὶ ἀκούσαντες οἱ Οὖννοι ἔφυγον ἀφανεῖς γενόμενοι. καὶ γέγονεν εἰρήνη ἐν Βοσφόρῳ, καὶ ἐκράτησαν αὐτὴν οἱ Ρωμαῖοι ἀφόβως. ὁ δὲ βασιλεὺς Ἰουστινιανὸς ἀπέσπασε πάσας τὰς ἐκκλησίας τῶν αἱρετικῶν καὶ ἀπέδωκεν αὐτὰς τοῖς ὀρθοδόξοις δίχα τῶν Ἐξακιονιτῶν Ἀρειανῶν. ἐξεφώνησε δὲ τύπον ὁ βασιλεὺς περὶ τῶν ἐπισκόπων καὶ οἰκονόμων καὶ ὀρφανοτρόφων καὶ ξενοδόχων, ὥστε μὴ κληρονομεῖσθαι, εἰ μὴ ἃ πρὸ τοῦ γενέσθαι εἶχεν ἐν ὑποστάσει, εἰς ταῦτα ἵνα διατίθεται· ἀφ' ἧς δὲ ὥρας προεχειρίσθη, μὴ ἔχειν αὐτὸν ἄδειαν διατίθεσθαι, ἀλλὰ τὰ ἑαυτοῦ πάντα τὸν εὐαγῆ οἶκον κληρονομεῖν. ὁ δ' αὐτὸς βασιλεὺς ἐπλήρωσε καὶ τὸ δημόσιον λουτρὸν τὸ εἰς τὰ Δαγισθέου, ὃ ἤρξατο κτίζειν Ἀναστάσιος ὁ βασιλεύς, καὶ τὸ μεσίαυλον τῆς βασιλικῆς Ἴλλου κιστέρναν μεγάλην ἐποίησεν.

Κόσμου ἔτη ͵ϛκαʹ. Τῆς θείας σαρκώσεως ἔτη φκαʹ. Ρωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. βʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. δʹ. Ρώμης ἐπίσκοπος Φίλιξ ἔτη δʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. θʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ιηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. θʹ. Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη ιηʹ. βʹ. Τούτῳ τῷ ἔτει Ἡσαΐας, ἐπίσκοπος Ρόδου, καὶ Ἀλέξανδρος ἐπίσκοπος Διοσπόλεως τῆς Θρᾴκης, καθῃρέθησαν ὡς παιδερασταὶ εὑρεθέντες, καὶ ἐτιμωρήθησαν δεινῶς ὑπὸ τοῦ βασιλέως, καυλοτομηθέντες καὶ πομπεύσαντες, τοῦ κήρυκος βοῶντος· «ἐπίσκοποι ὄντες τὸ τίμιον σχῆμα μὴ ἐνυβρίζετε.» καὶ ἐξέθετο ὁ βασιλεὺς νόμους σφοδροὺς κατὰ τῶν ἀσελγαινόντων, καὶ πολλοὶ ἐτιμωρήθησαν. καὶ ἐγένετο φόβος πολὺς καὶ ἀσφάλεια. ἀνενέωσε δὲ ὁ εὐσεβὴς βασιλεὺς πάντας τοὺς παλαιοὺς νόμους ποιήσας μονόβιβλον καὶ καλέσας αὐτὸ τὰς νεαρὰς διατάξεις, ἐν αἷς οὐ καταδέχεται τὸν ἄρχοντα ἐν οἷς ἄρχει τόποις ἀγοράζειν κτῆμα, ἢ κτίζειν οἶκον, ἢ κληρονομεῖν ξένον πρόσωπον, εἰ μή τις συγγενὴς αὐτῷ ὑπάρχει. Τῷ δ' αὐτῷ ἔτει μηνὶ Νοεμβρίῳ κθʹ, ὥρᾳ γʹ, ἡμέρᾳ δʹ ἰνδικτιῶνος ζʹ ἔπαθεν ὑπὸ θεομηνίας πάλιν Ἀντιόχεια ἡ μεγάλη μετὰ δύο ἔτη τοῦ πρώτου αὐτῆς πάθους. καὶ ἐγένετο σεισμὸς μέγας ἐπὶ ὥραν μίαν, καὶ ἐγένετο βρυγμὸς ἐκ τοῦ οὐρανοῦ φοβερός· καὶ ἔπεσον πάντα τὰ κτισθέντα ἕως ἐδάφους καὶ τὰ τείχη, καὶ ἐκ τῶν μὴ πεσόντων παλαιῶν κτισμάτων ἐν τῷ πρώτῳ σεισμῷ κατηνέχθησαν νῦν· καὶ πᾶσα ἡ εὐπρέπεια, ἡ γενομένη ἐν τῇ πόλει ἔκ τε τῶν τοῦ βασιλέως φιλοτιμιῶν καὶ ὧν ἐξ ἰδίων οἱ πολῖται ᾠκοδόμησαν, πάντα κατέπεσον. ταῦτα μαθοῦσαι αἱ πλησιάζουσαι πόλεις μετὰ πένθους ἐλιτάνευον. ἀπέθανον δὲ καὶ ἐν ταύτῃ τῇ πτώσει χιλιάδες τέσσαρες καὶ ὀκτακόσιοι ἑβδομήκοντα. οἱ δὲ σωθέντες ἔφυγον εἰς τὰ ἄλλας πόλεις καὶ εἰς τὰ ὄρη ἐν καλύβαις ᾤκουν. γέγονε δὲ καὶ χειμὼν μέγας καὶ βαρύτατος· καὶ ἐλιτάνευον οἱ ἀπομείναντες πάντες ἀνυπόδητοι, κλαίοντες καὶ ῥίπτοντες ἑαυτοὺς πρηνεῖς εἰς τὰς χιόνας, κράζοντες τό, «Κύριε ἐλέησον.» ἐφάνη δὲ ἐν ὁράματί τινι θεοσεβεῖ ἀνθρώπῳ, ὥστε εἰπεῖν πᾶσι τοῖς ὑπολειφθεῖσιν, ἵνα ἐπιγράψωσι εἰς τὰ ὑπέρθυρα αὐτῶν· «Χριστὸς μεθ' ἡμῶν· στῆτε.» καὶ τούτου γενομένου, ἔστη ἡ ὀργὴ τοῦ θεοῦ. καὶ πάλιν ὁ βασιλεὺς καὶ ἡ αὐγούστα πολλὰ ἐδωρήσαντο χρήματα εἰς ἀνανέωσιν καὶ οἰκοδομὴν τῆς Ἀντιοχέων πόλεως· καὶ μετωνόμασεν αὐτὴν Θεούπολιν. ἐν δὲ τῇ καʹ τοῦ Μαρτίου μηνὸς τῆς ζʹ ἰνδικτιῶνος ἐπέρριψεν Ἀλαμούνδαρος ὁ Ζεκικῆς, ὁ βασιλίσκος τῶν Σαρακηνῶν, καὶ ἐπραίδευσε τὴν πρώτην Συρίαν ἕως τῶν ὁρίων Ἀντιοχείας, εἰς τὸ λεγόμενον Λίταργον, καὶ Σκαφαθῶν τῶν κτημάτων. καὶ ἐφόνευσε πολλοὺς καὶ ἔκαυσε τὰ ἔξω Χαλκηδόνος καὶ τὸ Σέρμιον κτῆμα καὶ τὴν Κυνηγίαν χώραν. καὶ ἀκούσαντες οἱ ἔξαρχοι τῶν Ρωμαίων ἐξῆλθον κατ' αὐτοῦ. καὶ γνόντες οἱ Σαρακηνοὶ σὺν τοῖς Πέρσαις λαβόντες τὴν πραῖδαν καὶ τοὺς αἰχμαλώτους διὰ τοῦ ἐσωτέρου λιμιτοῦ ἔφυγον. τῷ δὲ Ἀπριλλίῳ μηνὶ τῆς αὐτῆς ζʹ ἐπινεμήσεως κατέλαβε βοήθεια στρατοῦ πεμφθεῖσα ὑπὸ τοῦ βασιλέως καὶ πεζικὴ ἐκ Φρυγίας τῶν λεγομένων Λυκοκρανιτῶν· καὶ προεβάλετο στρατηλάτην ἀνατολῆς Βελισάριον διαδεξάμενος Ὑπάτιον πατρίκιον τὸν Σεκουνδίνου. καὶ τῇ ιβʹ τοῦ Μαΐου μηνὸς εἰσῆλθεν ἐν Ἀντιοχείᾳ Ἑρμογένης ὁ μάγιστρος ὁ Σκύθης, ἀνὴρ σοφός, πρέσβις ἀπολυθεὶς παρὰ τοῦ βασιλέως Ἰουστινιανοῦ πρὸς τὸν βασιλέα Περσῶν περὶ εἰρήνης. τῷ δὲ Ἰουνίῳ μηνὶ Σαμαρεῖται καὶ Ἰουδαῖοι ἐν Παλαιστίνῃ βασιλέα Ἰουλιανόν τινα ἔστεψαν καὶ κατὰ Χριστιανῶν ὅπλα κινήσαντες ἁρπαγὰς καὶ φόνους καὶ ἐμπυρισμοὺς κατὰ Χριστιανῶν εἰργάσαντο. οὓς ὁ θεὸς παρέδωκεν εἰς χεῖρας Ἰουστινιανοῦ, καὶ ἀνήλωσε πάντας, καὶ ἀπεκεφάλισε τὸν τύραννον Ἰουλιανόν. Χοσρόης δέ, ὁ τῶν Περσῶν βασιλεύς, δεξάμενος Ἑρμογένην τὸν μάγιστρον μετὰ δώρων πρεσβεύοντα περὶ εἰρήνης τῷ Ἰουλίῳ μηνὶ τῆς αὐτῆς ζʹ ἰνδικτιῶνος, λαβὼν τὰ δῶρα εἰρήνην οὐ κατεδέξατο ποιῆσαι, ἀναπεισθεὶς ὑπὸ Σαμαρειτῶν προσφυγόντων αὐτῷ καὶ ὑποτιθεμένων αὐτῷ προδιδόναι τὴν χώραν αὐτῶν, πᾶσαν τὴν Παλαιστίνην, ὡς ἔχοντες καὶ συμμαχίαν Ἰουδαίους τε καὶ Σαμαρείτας χιλιάδας νʹ. τούτοις θαρρήσας Χοσρόης οὐ προείλετο τὴν εἰρήνην βουλόμενος καὶ τὴν Ἱερουσαλὴμ δι' αὐτῶν παραλαβεῖν ἔχουσαν χρυσοῦ ἀναρίθμητα κεντηνάρια καὶ λιθέαν πολλήν. ἀφορμὴν δὲ ἔλαβε περὶ τῶν χρυσωρυχίων τῶν ἐν τοῖς ὄρεσιν Ἀρμενίας, ὡς πρώην ἀνὰ ταλάντου τελούντων Ρωμαίοις τε καὶ Πέρσαις, νῦν δὲ τοῖς Ρωμαίοις μόνοις τελούντων. καὶ ἄλλα τινὰ κεφάλαια προφασιζόμενος ἔγραφε τῷ βασιλεῖ. γνωσθέντος δὲ τοῦ δράματος τῶν Σαμαρειτῶν, ἐν τῳ ὑποστρέφειν αὐτοὺς ἐκ τῶν Περσῶν ἐκρατήθησαν εἰς τὸ Ἀμμάδιος. ἦσαν δὲ Σαμαρεῖται ὀνόματα πέντε ἐκ τῶν εὐπόρων αὐτῶν· καὶ παρεδόθησαν τῷ στρατηλάτῃ Βελισαρίῳ καὶ ἐξετασθέντες ὡμολόγησαν πάντα. Τῷ δ' αὐτῷ χρόνῳ ὁ δοὺξ Παλαιστίνης ἐποίησεν ἔχθραν μετὰ τοῦ φυλάρχου τῶν ὑπὸ Ρωμαίους Σαρακηνῶν· καὶ φοβηθεὶς ὁ φύλαρχος εἰσῆλθεν εἰς τὸ ἐσώτερον λιμιτόν. καὶ μαθὼν ὁ Ἀλαμούνδαρος, ἐπιρρίψας παρέλαβεν αὐτὸν καὶ ἐφόνευσεν, καὶ λαβὼν τὰς γυναῖκας αὐτοῦ καὶ τὰ τέκνα ὑπέστρεψεν. καὶ μαθόντες οἱ δοῦκες τῆς Φοινίκης καὶ Ἀραβίας καὶ Μεσοποταμίας καὶ ὁ φύλαρχος ἐδίωξαν ὀπίσω αὐτοῦ· καὶ ἀκούσας ὁ Ἀλαμούνδαρος ἔφυγεν εἰς τὰ Ἰνδικὰ μέρη, εἰς ἃ οὐδεὶς τῶν Ρωμαίων εἰσῆλθέ ποτε. παρέλαβον δὲ καὶ τὰς σκηνὰς αὐτῶν καὶ ἤνεγκαν αἰχμαλωσίαν πολλὴν Σαρακηνῶν, ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων, καὶ ὅσους εὗρον Ρωμαίους αἰχμαλώτους καὶ καμήλους καὶ πρόβατα καὶ βόας καὶ πολλὴν μέταξιν καὶ ἱματισμόν. ἔκαυσαν δὲ καὶ Περσικὰ κάστρα τέσσαρα καὶ ὑπέστρεψαν μετὰ νίκης μεγάλης.
https://byzantium.gr/
Κόσμου ἔτη ͵ϛκβʹ. Τῆς θείας σαρκώσεως ἔτη φκβʹ. Ρωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. γʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. εʹ. Ρώμης ἐπίσκοπος Φίλιξ ἔτη δʹ. δʹ. Κωνσταντ. ἐπίσκοπος Ἐπιφάνιος ἔτη ιϛʹ. ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἡλίας ἔτη κγʹ. ιθʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. ιʹ. Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη ιηʹ. γʹ. Τούτῳ τῷ ἔτει τῆς ηʹ ἐπινεμήσεως ἐποίησεν ὁ βασιλεὺς Ἰουστινιανὸς διωγμὸν μέγαν κατὰ Ἑλλήνων καὶ πάσης αἱρέσεως καὶ τὰς τούτων οὐσίας ἐδήμευσεν. κατηγορήθη δὲ καὶ Μακεδόνιος, ὁ ἀπὸ ῥεφερενδαρίων, καὶ Ἀσκληπιόδοτος, ὁ ἀπὸ ἐπάρχων, ὅστις καὶ φοβηθεὶς ἐπίπισε καὶ ἀπέθανεν· καὶ Πηγάσιος ὁ Ἡλιουπολίτης σὺν τοῖς τέκνοις αὐτοῦ ἐν προόδῳ ἐξητάσθησαν· καὶ Φωκᾶς, ὁ πατρίκιος τοῦ Κρατεροῦ, καὶ ὁ κυαίστωρ Θωμᾶς καὶ ἄλλοι συνελήφθησαν· καὶ πολὺς φόβος ἐγένετο. καὶ ἐθέσπισεν ὁ βασιλεύς, ὥστε μὴ πολιτεύεσθαι τοὺς ἑλληνίζοντας μηδὲ τοὺς αἱρετικούς, εἰ μὴ μόνους τοὺς ὀρθοδόξους Χριστιανούς, δοὺς αὐτοῖς καὶ προθεσμίαν ἕως μηνῶν τριῶν πρὸς ἐπιστροφήν. τῷ δὲ Μαρτίῳ μηνὶ τῆς αὐτῆς ηʹ ἰνδικτιῶνος ἐν Ἀντιοχείᾳ Ἑρμογένης, ὁ ἀπὸ ὑπάτων μάγιστρος, καὶ Ρουφῖνος, ὁ ἀπὸ στρατηλατῶν πατρίκιος, ἐπὶ τὰ Περσικὰ μέρη ἀπερχόμενοι πρεσβευταί, καὶ φθάσαντες εἰς τὸ Δαρᾶς ἐμήνυσαν τῷ βασιλεῖ τῶν Περσῶν τοῦ δέξασθαι αὐτούς. καὶ ἐν τῷ διάγειν αὐτοὺς εἰς τὸ Δαρᾶς ἅμα Βελισαρίῳ τῷ στρατηλάτῃ τῆς ἀνατολῆς καὶ τῶν λοιπῶν ἐξάρχων Ρωμαίων, καὶ ἀπληκευόντων αὐτῶν πρὸ μικροῦ τῆς πόλεως, μαθὼν ὁ Μηράμ, πρωτοστράτηγος τῶν Περσῶν τοῦ βασιλέως, σὺν τῷ υἱῷ τοῦ βασιλέως καὶ τοῖς λοιποῖς στρατηγοῖς Περσίδος συνηγμένοι ἐν τῷ Νιτζίβιος μετὰ Περσικῆς δυνάμεως πολλῆς, τῷ Ἰουνίῳ μηνὶ τῆς ηʹ ἰνδικτιῶνος ἐπέρριψεν αὐτοῖς μερίσας τὸ ἴδιον πλῆθος εἰς τρία τάγματα. καὶ τοῦτο γνόντες οἱ στρατηγοὶ Ρωμαίων σὺν τῷ μαγίστρῳ, καλῶς στρατηγήσαντες ὥρμησαν κατὰ Περσῶν, καὶ ἐγένετο πόλεμος μέγας καὶ συμβολὴ φοβερά. καὶ ἔκοψαν οἱ Ρωμαῖοι τοὺς Πέρσας, καὶ ἀπώλεσαν αὐτοὺς ἐπάραντες καὶ τὸ βάνδον αὐτῶν. ὁ δὲ Μηρὰμ καὶ ὁ υἱὸς τοῦ βασιλέως Περσῶν καὶ ὀλίγοι ἐκ τῶν περισωθέντων κατέφυγον εἰς τὸ Νιτζίβιος· καὶ ἐνίκησαν οἱ Ρωμαῖοι νίκην μεγάλην. γνοὺς δὲ τοῦτο ὁ τῶν Περσῶν βασιλεὺς ἐπέτρεψεν εἰσελθεῖν πρὸς αὐτὸν τὸν πατρίκιον Ρουφῖνον μόνον ἅμα τῷ κόμητι Ἀλεξάνδρῳ. καὶ τῷ Αὐγούστῳ μηνὶ εἰσῆλθε πρὸς αὐτόν, καὶ πολλὰ διαλεχθέντες καὶ εἰρήνης πάκτα κατατυπώσαντες ἐξῆλθον ἐν εἰρήνῃ. Ρώμης ἐπίσκοπος Βονιφάτιος ἔτη βʹ. ͵ϛκγʹ. φκγʹ. δʹ. ϛʹ. αʹ. ιαʹ. κʹ. ιαʹ. δʹ. Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ ἰνδικτιῶνος θʹ ἐφάνη μέγας καὶ φοβερὸς ἀστὴρ εἰς τὸ δυτικὸν μέρος, κομήτης, πέμπων ἐπὶ τὰ ἄνω τὰς ἑαυτοῦ ἀκτῖνας ἀστραπτούσας, ὃν ἔλεγον Λαμπαδίαν, καὶ ἔμεινεν ἐπὶ εἴκοσι ἡμέρας λάμπων· καὶ ἐγένοντο κοσμικαὶ δημοκρατίαι καὶ φόνοι. ἐν δὲ τῇ συμπληρώσει τοῦ Νοεμβρίου μηνὸς κατέλαβεν ὁ πατρίκιος Ρουφῖνος ἐκ τῆς πρεσβείας τῶν Περσῶν πρὸς τὸν βασιλέα Ἰουστινιανὸν εἰρήνης πάκτα στοιχήσας· ὅν τινα δεξάμενος ὁ βασιλεὺς ἐχάρη λίαν διὰ τὴν εἰρήνην, καὶ ἠσμένισε τὰ στοιχηθέντα πάκτα, καὶ ἔτυχον εἰρήνης τὰ πράγματα ἀμφοτέρων. ͵ϛκδʹ. φκδʹ. εʹ. ζʹ. βʹ. ιβʹ. καʹ. ιβʹ. εʹ. Τούτῳ τῷ ἔτει πέμπτῳ ὄντι τῆς βασιλείας Ἰουστινιανοῦ μηνὶ Ἰαννουαρίῳ ἰνδικτιῶνος ιʹ γέγονε τοῦ λεγομένου Νίκα ἡ ἀνταρσία. καὶ ἔστεψαν οἱ τῶν δήμων εἰς βασιλέα Ὑπάτιον, τὸν συγγενῆ τοῦ βασιλέως Ἀναστασίου· καὶ ἐκαύθη πολὺ μέρος τῆς πόλεως, καὶ ἡ μεγάλη ἐκκλησία, καὶ ἡ ἁγία Εἰρήνη, καὶ ὁ ξενὼν τοῦ Σαμψών, καὶ τὸ Αὐγουσταῖον, καὶ τὸ προσκιόνιον τῆς βασιλικῆς, καὶ ἡ Χαλκῆ τοῦ παλατίου. καὶ ἐγένετο φόβος μέγας, καὶ πολλοὶ τῶν εὑρεθέντων ἐν τῷ λεγομένῳ ἱππικῷ μετὰ Ὑπατίου, ὥς φασι λεʹ χιλιάδες, ἀπέθανον.
γέγονε δὲ ἡ ἀταξία τοῦ Νίκα τρόπῳ τοιούτῳ. ἀνελθόντα τὰ μέρη ἐν τῷ ἱππικῷ, ἔκραξαν οἱ τῶν Πρασίνων· ἄκτα διὰ Καλοπόδιον τὸν κουβικουλάριον καὶ σπαθάριον.
–οἱ Πράσινοι· «ἔτη πολλά, Ἰουστινιανὲ αὔγουστε· τούβικας. ἀδικοῦμαι, μόνε ἀγαθέ, οὐ βαστάζω, οἶδεν ὁ θεός. φοβοῦμαι ὀνομάσαι, μὴ πλέον εὐτυχήσῃ καὶ μέλλω κινδυνεύειν.»
Μανδάτωρ· «τίς ἐστιν, οὐκ οἶδα.»
οἱ Πράσινοι «Ὁ πλεονεκτῶν με, τρισαύγουστε, εἰς τὰ τζαγγαρεῖα εὑρίσκεται.»
– Μανδάτωρ· «οὐδεὶς ὑμᾶς ἀδικεῖ.»
– Οἱ Πράσινοι· «εἷς καὶ μόνος ἀδικεῖ με, θεοτόκε, μὴ ἀνακεφαλίσῃ.»
– Μανδάτωρ· «τίς ἐστιν ἐκεῖνος, οὐκ οἴδαμεν.»
– Οἱ Πράσινοι· «σὺ καὶ μόνος οἶδας, τρισαύγουστε, τίς πλεονεκτεῖ με σήμερον.»
– Μανδάτωρ· «εἴ τις ἐάν ἐστιν, οὐκ οἴδαμεν.»
– Οἱ Πράσινοι· «Καλοπόδιος ὁ σπαθάριος ἀδικεῖ με, δέσποτα πάντων.»
– Μανδάτωρ· «οὐκ ἔχει πρᾶγμα Καλοπόδιος.»
– Οἱ Πράσινοι· «εἴ τίς ποτέ ἐστιν, τὸν μόρον ποιήσει τοῦ Ἰούδα, ὁ θεὸς ἀνταποδώσει αὐτῷ ἀδικοῦντί με διὰ τάχους.»
– Μανδάτωρ· «ὑμεῖς οὐκ ἀνέρχεσθε εἰς τὸ θεωρῆσαι, εἰ μὴ εἰς τὸ ὑβρίζειν τοὺς ἄρχοντας.»
– Οἱ Πράσινοι· «εἴ τις δήποτε ἀδικεῖ με, τὸν μόρον ποιήσει τοῦ Ἰούδα.»
– Μανδάτωρ· «ἡσυχάσατε, Ἰουδαῖοι, Μανιχαῖοι καὶ Σαμαρεῖται.»
– Οἱ Πράσινοι· «Ἰουδαίους καὶ Σαμαρείτας ἀποκαλεῖς; ἡ θεοτόκος μετὰ ὅλων.»
– Μανδάτωρ· «ἕως πότε ἑαυτοὺς καταρᾶσθε;»
– Οἱ Πράσινοι «εἴ τις οὐ λέγει, ὅτι ὀρθῶς πιστεύει ὁ δεσπότης, ἀνάθεμα αὐτῷ, ὡς τῷ Ἰούδᾳ.»
– Μανδάτωρ· «ἐγὼ ὑμῖν λέγω, εἰς ἕνα βαπτίζεσθε.»
Οἱ δὲ Πράσινοι ἀνεβόησαν ἐπάνω ἀλλήλων καὶ ἔκραζον, ὡς ἐκέλευσεν Ἄντλας· «εἰς ἕνα βαπτίζομαι.»
– Μανδάτωρ· «ὄντως εἰ μὴ ἡσυχάσητε, ἀποκεφαλίζω ὑμᾶς.»
– Οἱ Πράσινοι· «ἕκαστος σπεύδει ἀρχὴν κρατῆσαι, ἵνα σωθῇ· καὶ εἴ τι ἐὰν εἴπωμεν θλιβόμενοι, μὴ ἀγανακτήσῃ τὸ κράτος σου· τὸ γὰρ θεῖον πάντων ἀνέχεται.»
– Οἱ Πράσινοι· «ἡμεῖς λόγον ἔχοντες, αὐτοκράτωρ, ὀνομάζομεν ἄρτι πάντα· ποῦ ἐστιν, ἡμεῖς οὐκ οἴδαμεν, οὐδὲ τὸ παλάτιον, τρισαύγουστε, οὐδὲ πολιτείας κατάστασις. μίαν εἰς τὴν πόλιν προέρχομαι, ὅτ' ἂν εἰς βορδώνην καθέζομαι· εἴθοις μηδὲ τότε, τρισαύγουστε.»
– Μανδάτωρ· «ἕκαστος ἐλεύθερος ὅπου θέλει ἀκινδύνως δημοσιεύει.»
– Οἱ Πράσινοι· «καὶ θαρρῶ ἐλευθερίας, καὶ ἐμφανίσαι οὐ συγχωροῦμαι· καὶ ἐάν ἐστιν ἐλεύθερος, ἔχει δὲ Πρασίνων ὑπόληψιν, πάντως εἰς φανερὸν κολάζεται.»
– Μανδάτωρ· «ἑτοιμοθάνατοι, οὐδὲ τῶν ψυχῶν ὑμῶν φείδεσθε;»
– Οἱ Πράσινοι· «ἐπαρθῇ τὸ χρῶμα τοῦτο, καὶ ἡ δίκη οὐ χρηματίζει· ἄνες τὸ φονεύεσθαι· καὶ ἄφες, κολαζόμεθα. ἴδε πηγὴ βρύουσα, καὶ ὅσους θέλεις, κόλαζε. ἀληθῶς τὰ δύο ταῦτα οὐ φέρει ἀνθρωπίνη φύσις. εἴθοις Σαββάτης μὴ ἐγεννήθη, ἵνα μὴ ἔσχεν υἱὸν φονέα. εἰκότως ἕκτος φόνος ἐστὶν ὁ γενόμενος εἰς τὸ Ζεῦγμα· τῇ πρωΐᾳ ἐθεώρησεν, καὶ τῇ δείλῃ ἐσφάγη, δέσποτα πάντων.»
– Οἱ Βένετοι· «τοὺς φονεῖς ὅλου τοῦ σταδίου ὑμεῖς μόνοι ἔχετε.»
– Οἱ Πράσινοι· «πότε σφάζεις, καὶ ἀποδημεῖς.»
– Οἱ Βένετοι· «σὺ δὲ σφάζεις, καὶ διακινεῖς. τοὺς φονεῖς γὰρ τοῦ σταδίου ὑμεῖς μόνοι ἔχετε.»
– Οἱ Πράσινοι· «δέσποτα Ἰουστινιανέ, αὐτοὶ παρακαλοῦσιν, καὶ οὐδεὶς αὐτοὺς φονεύει. νοήσει ὁ θέλων τὸν ξυλοπώλην, τὸν εἰς τὸ Ζεῦγμα, τίς ἐφόνευσεν, αὐτοκράτωρ;»
– Μανδάτωρ· «ὑμεῖς αὐτὸν ἐφονεύσατε.»
– Οἱ Πράσινοι· «τὸν υἱὸν τοῦ Ἐπαγάθου τίς ἐφόνευσεν, αὐτοκράτωρ;»
– Μανδάτωρ· «καὶ αὐτὸν ὑμεῖς ἐφονεύσατε· καὶ τοὺς Βενέτους πλέκετε.»
– Οἱ Πράσινοι· «ἄρτι καὶ ἄρτι· κύριε ἐλέησον. τυραννεῖται ἡ ἀλήθεια. ἤθελον ἀντιβάλαι τοῖς λέγουσιν ἐκ θεοῦ διοικεῖσθαι τὰ πράγματα· πόθεν αὕτη ἡ δυστυχία;»
– Μανδάτωρ· «ὁ θεὸς κακῶν ἀπείραστος.»
– Οἱ Πράσινοι· «θεὸς κακῶν ἀπείραστος; καὶ τίς ἐστιν ὁ ἀδικῶν με; εἰ φιλόσοφός ἐστιν ἢ ἐρημίτης, τὴν διαίρεσιν εἴπῃ τῶν ἑκατέρων.»
– Μανδάτωρ· «βλάσφημοι καὶ θεοχόλωτοι, ἕως πότε οὐχ ἡσυχάζετε;»
– Οἱ Πράσινοι· «ἂν θεραπεύεται τὸ κράτος σου, στέγω, καὶ μὴ θέλων, τρισαύγουστε. ὅλα, ὅλα οἶδα· ἀλλὰ σιωπῶ. σώζου, δίκη, οὐκέτι χρηματίζεις. μεταβαίνω, καὶ τότε ἰουδαΐζω. μᾶλλον δὲ ἑλληνίσαι συμφέρει, καὶ μὴ βενετίσαι, ὁ θεὸς οἶδεν.»
– Οἱ Βένετοι. «τὸ μισῶ οὐ θέλω βλέπειν· καὶ ὁ φθόνος παρενοχλεῖ μοι.»
– Οἱ Πράσινοι· «ἀνασκαφῇ τὰ ὀστέα τῶν θεωρούντων.»
Καὶ κατῆλθον οὗτοι καὶ ἔασαν τὸν βασιλέα καὶ τοὺς Βενέτους θεωροῦντας. καὶ εὐθὺς συνέβη γενέσθαι ὑπό τινων μαϊστόρων πρόφασιν δημοτικῆς ταραχῆς τρόπῳ τοιῷδε. κρατήσας ὁ ἔπαρχος τρεῖς δημότας τῶν ἀτακτούντων ἐφούρκισεν αὐτούς. καὶ ὁ μὲν εἷς παραυτὰ ἀπέθανεν, οἱ δὲ δύο ἔπεσον ἐκ τῆς φούρκας. πάλιν ἐκρεμάσθησαν, καὶ πάλιν ἔπεσον. τούτους οὖν ἑωρακὼς ὁ ἑστὼς ὄχλος ἔκραξεν· «τούτους τῇ ἐκκλησίᾳ.» ἀκηκοότες οὖν οἱ μοναχοὶ τοῦ ἁγίου Κόνωνος ἥρπασαν αὐτοὺς ἐν ἀκατίῳ καὶ ἐπέρασαν εἰς τὸν ἅγιον Λαυρέντιον, διότι προνόμια εἶχε τοῦ μηδένα ἐκβλήσκεσθαι τοῦ ναοῦ, ἕως οὗ πάθῃ τὸ ἱκανόν. ἀκούσας δὲ ὁ ἔπαρχος ἔπεμψε στρατιώτας τοῦ φυλάττειν αὐτούς, καὶ γνόντες οἱ δῆμοι ἀπῆλθον εἰς τὸ πραιτώριον αἰτοῦντες τὸν ἔπαρχον ἀποστῆναι ἐκ τοῦ ἁγίου Λαυρεντίου τοὺς φυλάσσοντας στρατιώτας· καὶ ἀποκρίσεως οὐκ ἔτυχον παρ' αὐτοῦ· καὶ θυμωθέντες ἔβαλον πῦρ εἰς τὸ πραιτώριον, καὶ ἐκάησαν οἱ ἔμβολοι ἀπὸ τῆς καμάρας τοῦ Φόρου ἕως τῆς Χαλκῆς, τά τε ἀργυροπρατεῖα, καὶ τὰ Λαύσου πάντα πυρὶ ἀνηλώθησαν· καὶ τοὺς ἐμπίπτοντας αὐτοῖς στρατιώτας κατέσφαξαν ἀφειδῶς. καὶ εἰσερχόμενοι ἐν τοῖς οἴκοις διήρπαζον τὰς ὑποστάσεις, καὶ ἐνεπύρισαν τὴν εἴσοδον τοῦ παλατίου τὴν χαλκόστεγον, καὶ τὸν πόρτικον τῶν προτικτόρων καὶ τὸ ἕνατον τοῦ Αὐγουστέως. καὶ κατῆλθεν ὁ δῆμος εἰς τὸν Ἰουλιανοῦ, τὸν Σοφίας λέγω, λιμένα εἰς τὸν οἶκον Πρόβου ζητοῦντες ὅπλα καὶ κράζοντες «ἄλλον βασιλέα τῇ πόλει·» καὶ ἔβαλον πῦρ εἰς τὰ Πρόβου, καὶ κατηνέχθη ὁ οἶκος. καὶ ἦλθον καὶ ἔκαυσαν τὸ βαλανεῖον τοῦ Ἀλεξάνδρου καὶ τὸν ξενῶνα τῶν Σαμψὼν τὸν μέγαν, καὶ ἀπώλοντο οἱ ἄρρωστοι, καὶ τὴν μεγάλην ἐκκλησίαν σὺν τοῖς ἀμφοτέροις κίοσιν· καὶ πᾶσα ἐκ τετραέντου κατηνέχθη. ὁ δὲ βασιλεὺς φοβηθεὶς ἠθέλησε βαλεῖν εἰς δρόμωνα τὰ χρήματα καὶ ἐξελθεῖν ἐπὶ τὴν Θρᾴκην ἕως Ἡρακλείας, καταλείψας φυλάττειν τὸ παλάτιον τὸν στρατηλάτην Μοῦνδον μετὰ τοῦ υἱοῦ αὐτοῦ καὶ γ ἀνδρῶν καὶ Κωνσταντιόλου, καὶ τοὺς κουβικουλαρίους. οἱ δὲ δῆμοι τοὺς νεκροὺς σύραντες ἔβαλον εἰς τὴν θάλασσαν, φονεύσαντες καὶ γυναῖκας πολλάς. φήμης δὲ γενομένης, ὅτι ὁ βασιλεὺς λαβὼν τὴν αὐγούσταν ἐξῆλθεν ἐν τῇ Θρᾴκῃ, ἀνηγόρευσαν βασιλέα Ὑπάτιον τὸν πατρίκιον, καὶ καθεζόμενος ἐν τῷ ἱππικῷ εὐφημεῖτο ὑπὸ τῶν δήμων καὶ ἤκουε τὰς ὑβριστικὰς φωνὰς τὰς πρὸς Ἰουστινιανὸν τὸν βασιλέα. ἦλθον δὲ καὶ ἀπὸ Φλακιανῶν νεώτεροι Πράσινοι σʹ λωρικάτοι ὑπολαμβάνοντες ἀνοῖξαι τὸ παλάτιον καὶ εἰσαγαγεῖν τὸν Ὑπάτιον. ὁ δὲ βασιλεὺς ἀκούσας τὰ παρὰ τοῦ δήμου καὶ Ὑπατίου τολμηθέντα εἰσῆλθεν ἐν τῷ παλατίῳ καὶ ἀνῆλθεν ἐπὶ τὰ λεγόμενα Πούλπιτα ὄπισθεν τοῦ καθίσματος τοῦ ἱπποδρομίου εἰς τὸν τρίκλινον τὸν ἔχοντα τὰς χαλκᾶς θύρας, ἔχων μεθ' ἑαυτοῦ Μοῦνδον καὶ Κωνσταντίολον καὶ Βελισάριον καὶ ἄλλους συγκλητικοὺς καὶ ἐνόπλων στρατιωτῶν βοήθειαν καὶ κουβικουλαρίους καὶ σπαθαρίους. ἐξελθὼν δὲ Ναρσῆς ὁ κουβικουλάριος ὑπέσυρέ τινας ἐκ τοῦ Βενέτου μέρους ῥογεύσας χρήματα· καὶ ἤρξαντο κράζειν· «Ἰουστινιανὲ αὔγουστε, τούβικας. κύριε, σῶσον Ἰουστινιανὸν τὸν βασιλέα καὶ Θεοδώραν τὴν αὐγούσταν.» τότε διχονοῆσαν τὸ πλῆθος, ὥρμησαν κατ' ἀλλήλων. καὶ ἐξελθόντες οἱ τοῦ παλατίου μετὰ τῆς αὐτῆς βοηθείας ἀπέσχισάν τινας αὐτῶν ἀπὸ τοῦ δήμου καὶ ὥρμησαν εἰς τὸ ἱπποδρόμιον, καὶ ὁ μὲν Ναρσῆς διὰ τῶν θυρῶν, ὁ δὲ υἱὸς Μούνδου διὰ τῆς σφενδόνης, ἄλλοι δὲ διὰ τοῦ μονοπάτου τοῦ καθίσματος εἰς τὸ πέλμα, καὶ ἤρξαντο κόπτειν τοὺς δήμους, οἱ μὲν τοξεύοντες, οἱ δὲ κατασφάζοντες, ὥστε μηδένα τῶν πολιτῶν ἢ Βενέτων ἢ Πρασίνων εὑρεθέντων ἐν τῷ ἱππικῷ σωθῆναι. ὁ δὲ Βελισάριος εἰσδραμὼν ἐπὶ τὸ κάθισμα τοῦ βασιλέως μετὰ σπαθαρίων, συλλαβόμενος Ὑπάτιον προσήγαγε τῷ βασιλεῖ, καὶ ἀπέθεντο αὐτὸν ἐν τῇ φυλακῇ. ἀπέθανον δὲ τῇ ἡμέρᾳ ἐκείνῃ χιλιάδες λεʹ ἀνδρῶν. καὶ οὐκέτι ἐφαίνετο δημότης πώποτε, ἀλλ' ἐγένετο ἡσυχία τῇ ἡμέρᾳ ἐκείνῃ. τῇ δὲ ἐπαύριον ἐσφάγησαν Ὑπάτιος καὶ Πομπήιος, ὁ ἀδελφὸς αὐτοῦ· καὶ ἐρρίφησαν τὰ σώματα αὐτῶν ἐν τῇ θαλάσσῃ, καὶ ἐδημεύθησαν οἱ οἶκοι αὐτῶν, μετὰ καὶ ἄλλων ιηʹ πατρικίων καὶ ἰλλουστρίων καὶ ὑπατικῶν δημευθέντων ὡς συνδρόμων Ὑπατίου. καὶ ἐγένετο φόβος μέγας, καὶ ἡσύχασεν ἡ πόλις, καὶ οὐκ ἤχθη ἱππικὸν ἐπὶ ἱκανὸν χρόνον. Τῷ δ' αὐτῷ ἔτει γέγονε καὶ ἀστέρων δρόμος πολὺς ἀπὸ ἑσπέρας ἕως αὔγους· ὥστε πάντας ἐκπλήττεσθαι καὶ λέγειν, ὅτι οἱ ἀστέρες πίπτουσιν, καὶ οὐκ οἴδαμέν ποτε τοιοῦτον πρᾶγμα. Ρώμης ἐπίσκοπος Ἰωάννης ἔτη γʹ. ͵ϛκεʹ. φκεʹ. ϛʹ. ηʹ. αʹ. ιγʹ. κβʹ. ιγʹ. ϛʹ. Τούτῳ τῷ ἔτει Θεοδώρα, ἡ εὐσεβεστάτη αὐγούστα, ἐξῆλθεν εἰς τὰ θερμὰ τῶν Πυθίων θερμίσαι· καὶ συνεξῆλθον αὐτῇ ὅ τε πατρίκιος Μηνᾶς ὁ ἔπαρχος, καὶ ὁ πατρίκιος Ἡλίας, ὁ κόμης τῶν λαργιτιώνων, καὶ ἄλλοι πατρίκιοι καὶ οἱ κουβικουλάριοι καὶ σατράπαι, χιλιάδες τέσσαρες· καὶ πολλὰ ἐχαρίσατο ταῖς ἐκκλησίαις καὶ πτωχείοις καὶ τοῖς μοναστηρίοις. ͵ϛκϛʹ. φκϛʹ. ζʹ. θʹ. βʹ. ιδʹ. κγʹ. ιδʹ. ζʹ. Τούτῳ τῷ ἔτει Πρίσκος ὕπατος ἀπὸ νοταρίων τοῦ βασιλέως, ἀγανακτηθεὶς ὑπὸ Θεοδώρας τῆς βασιλίσσης ἐδημεύθη καὶ διάκονος Κυζίκου ἐχειροτονήθη, κελεύσαντος τοῦ βασιλέως. Τῷ δ' αὐτῷ ἔτει γεγόνασιν Οὐανδαλικοὶ πόλεμοι, καὶ παρέλαβε Βελισάριος τὴν Ἀφρικήν. Οὐανδῆλοι, καθὼς ἐν τοῖς ἄνω χρόνοις εἴρηται, ἐπὶ Ἀρκαδίου βασιλέως καὶ Ὀνωρίου τὴν Ἱσπανίαν καταλαβόντες μετὰ Γοδιγίσκλου, τοῦ ῥηγὸς αὐτῶν, ἐκ ταύτης ἐπὶ Λιβύην περάσαντες, ταύτην κατέσχον. τοῦ δὲ Γοδιγίσκλου τελευτήσαντος, Γόγδαρις καὶ Γιζέριχος, οἱ τούτου υἱοί, τὴν τούτου ἀρχὴν διεδέξαντο. Γόγδαρις δὲ ἐξ ἀνθρώπων γενόμενος, Γιζέριχος βασιλεὺς Οὐανδήλων ἀναδείκνυται, καὶ πόλιν Καρθαγένναν βασιλεύσας ἔτη λθʹ, παραλαβὼν καὶ Ρώμην. τούτου δὲ τελευτήσαντος, Ὀνώριχος, ὁ υἱὸς αὐτοῦ, τὴν βασιλείαν διεδέξατο πολλὰ κακὰ τοῖς ἐν Λιβύῃ Χριστιανοῖς ἐνδειξάμενος καὶ ἀρειανίζειν βιαζόμενος· καὶ πολλοὺς ἐφόνευσε καὶ ἐγλωσσοτόμησεν ἀπὸ τῆς φάρυγγος, οἳ καὶ τῇ τοῦ θεοῦ χάριτι ὕστερον ἐλάλουν. τούτων καταφρονήσαντες ἐπολέμησαν οἱ Μαυρούσιοι καὶ πολλὰ κακὰ εἰς Οὐανδήλους εἰργάσαντο. ὀκτὼ δὲ ἔτη βασιλεύσας τελευτᾷ ἀπολέσας τὴν Νουμιδίαν καὶ τὸ Αὐράσιον ὄρος, οἳ οὐκέτι ὑπὸ τοὺς Οὐανδήλους ἐγένοντο. Γουνδαμοῦνδος δέ, ὁ Γεήζωνος υἱός, υἱοῦ Γιζερίχου, τὴν ἀρχὴν διεδέξατο μείζονα κακὰ τοῖς Χριστιανοῖς ἐνδειξάμενος· ἐτελεύτησε βασιλεύσας ἔτη ιβʹ. τούτου τὴν ἀρχὴν διεδέξατο Τρασαμοῦνδος, ἀνὴρ εὐειδὴς καὶ συνετὸς καὶ μεγαλόψυχος. οὗτος τοὺς Χριστιανοὺς ἐβιάζετο μεταβαλέσθαι τὴν πατρῴαν δόξαν, οὐκ αἰκιζόμενος, τοὺς δὲ ἀπειθοῦντας ἀποστρεφόμενος. τελευτησάσης δὲ τῆς γυναικὸς αὐτοῦ ἀτέκνου βουλεύεται ἄριστα, καὶ πέμψας πρὸς Θευδέριχον, τὸν βασιλέα Γότθων, εἰς Ἱσπανίαν ᾔτει τὴν τούτου ἀδελφὴν λαβεῖν πρὸς γάμον Ἀμαλαφρίδα χήραν οὖσαν. ὁ δὲ καὶ τὴν ἀδελφὴν δέδωκεν αὐτῷ εἰς γυναῖκα καὶ Γότθων δοκίμων χιλίους ἐν τάξει δορυφόρων σὺν ἄλλαις πέντε χιλιάσιν ἀνδρῶν μαχίμων πρὸς ὑπουργίαν τούτων. ἐδωρήσατο δὲ τῇ ἀδελφῇ Θευδέριχος καὶ τῶν ἐν Σικελίᾳ ἀκρωτηρίων ἓν τὸ καλούμενον Λύσιον· καὶ ἀπ' αὐτοῦ ἔδοξεν ὁ Τρασαμοῦνδος πάντων τῶν ἐν Λίβυσι βασιλευσάντων κρείσσων τε καὶ δυνατώτατος· ἐγένετο δὲ καὶ φίλος Ἀναστασίου τοῦ βασιλέως. ἐκράτησε δὲ τῆς βασιλείας ἔτη κζʹ. τούτου δὲ τελευτήσαντος, Ἰλδέριχος ὁ Ὀνωρίχου τοῦ Γιζερίχου παιδὸς ἐβασίλευσεν, ἀνὴρ πρᾷος καὶ ἀγαθός, καὶ οὐδὲ Χριστιανοῖς χαλεπὸς ἐγεγόνει· τὰ δὲ εἰς τὸν πόλεμον μαλακός τε λίαν, καὶ οὐδὲ ἀκοῦσαι ἤθελε τοῦτο τὸ πρᾶγμα. Ἀμεργοῦς δέ, ὁ τούτου ἀδελφιδός, ἀνὴρ ἀγαθὸς τὰ πολέμια, ἐστρατήγει Οὐανδήλων, ὃν δὴ καὶ Ἀχιλλέα ἐκάλουν. Ἰλδέριχος δὲ φίλος ἦν Ἰουστινιανοῦ πρὸ τοῦ βασιλεῦσαι αὐτὸν ἐπὶ Ἰουστίνου, τοῦ θείου αὐτοῦ, καὶ πολλὰ χρήματα πρὸς αὐτὸν ἐπεμπέ τε καὶ ἐδέχετο παρ' αὐτοῦ τὴν φιλίαν κρατύνων. ἦν δέ τις τούτου συγγενὴς ἐκ τοῦ γένους Γιζερίχου, Γελίμερ ὀνόματι, ἀνὴρ δεινὸς καὶ κακοήθης καὶ πράγμασι νεωτέροις καὶ χρήμασιν ἀλλοτρίοις ἐπιτίθεσθαι ἐπιστάμενος. οὗτος τυραννήσας κατὰ τοῦ ἰδίου δεσπότου Ἰλδερίχου ἑπταετίαν βασιλεύσαντος, τοῦτον κρατήσας εἰς φυλακὴν ἀπέθετο σὺν τῇ γυναικὶ Ἀμαλαφρίδι καὶ τοὺς Γότθους διέφθειρεν ἅπαντας καὶ Ἄμερα καὶ τὸν αὐτοῦ ἀδελφὸν Εὐαγέην ἐν φυλακῇ ἔσχεν. ἐπαρθεὶς δὲ τῇ τυραννίδι οὐκ ἠδύνατο ἐν τῷ καθεστῶτι βιοτεύειν. γράφει τοίνυν πρὸς βασιλέα Ἰουστινιανὸν ἀπολογούμενος, ὡς αὐτῷ ἡ βασιλεία ἐννόμως προσήκει, Ἰλδερίχου μὴ ἰσχύοντος ταύτην διοικῆσαι. ταῦτα δὲ Ἰουστινιανὸς μαθὼν ἔγραψε πρὸς αὐτόν, ὡς οὐ καταδέξεται ταύτην τὴν τυραννίδα. αὐτὸς δὲ μὴ προσχὼν τοῖς γεγραμμένοις τόν τε Ἄμερα ἐξετύφλωσε καὶ Ἰλδέριχον σὺν Εὐαγέῃ ἐν μείζονι φυλακῇ ἀπέκλεισεν. ταῦτα μαθὼν Ἰουστινιανὸς κατὰ Λιβύης ἐστράτευσε καταλύσας τὸν Μηδικὸν πόλεμον, καὶ μεταπεμψάμενος Βελισάριον ἐκ τῆς ἑῴας ἐβουλεύετο περὶ τούτου. ἡ δὲ σύγκλητος ἐδυσχέραινεν ἀναμιμνήσκουσα τόν τε Λέοντος τοῦ βασιλέως στόλον τὸν κατὰ Οὐανδήλων στρατεύσαντα σὺν τῷ Βασιλίσκῳ καὶ ἀπολωλότα, ὅσοι τε στρατιῶται ἀπέθανον, καὶ ὅσα χρήματα ἀνηλώθησαν, δεδιότες δὲ τοῦ κινδύνου τὸ μέγεθος, μὴ αὐτὸν στρατηγὸν ταύτης τῆς στρατείας ἐκλέξοιτο ὁ βασιλεύς. παρελθὼν δὲ Ἰωάννης ὁ πατρίκιος εἰς τὸ μέσον ἔλεξε τάδε· «ἡμεῖς μέν, ὦ δέσποτα, τοῖς σοῖς προστάγμασι πειθόμεθα καὶ οὐκ ἀντιτείνομεν ἀλλὰ δίκαιόν ἐστι λογίσασθαί σε τό τε τῆς ὁδοῦ μῆκος καὶ τὰ τῆς θαλάσσης πελάγη, καὶ τὸ διὰ ξηρᾶς ρμʹ ἡμερῶν ὁδοῦ διάστημα ἔχον, καὶ τῆς νίκης τὸ ἄδηλον, καὶ τῆς ἥττης τὸ ἐπώδυνον, καὶ τῆς μεταμελείας τὸ ἀνόνητον.» ἀποδεξάμενος δὲ ὁ βασιλεὺς τὸν λόγον τὴν εἰς τὸν πόλεμον προθυμίαν κατέπαυσεν. ἐπίσκοπος δέ τις τῆς ἑώας τὸν βασιλέα ἀνεπτέρωσε λέγων ἐκ θεοῦ ἐπισκῆψαι αὐτῷ ὄναρ κελεῦον αὐτὸν πρὸς τὸν βασιλέα γενέσθαι καὶ αἰτήσασθαι αὐτὸν τοὺς ἐν Λιβύῃ Χριστιανοὺς ῥύσασθαι ἐκ τῶν τυράννων. «κἀγὼ αὐτῷ συλλήψομαι, καὶ Λιβύης κύριον θήσομαι.» ταῦτα ὁ βασιλεὺς ἀκούσας κατέχειν τὴν διάνοιαν οὐκέτι ἠδύνατο, ἀλλὰ τήν τε στρατιὰν καὶ τὰς ναῦς ἐξώπλιζεν, ὅπλα τε καὶ σιτία ἡτοίμαζεν. καὶ Βελισάριον ἐμπαράσκευον ἐκέλευσεν εἶναι ὡς ἐν Λιβύῃ στρατηγήσοντα. Πουδέντιος δὲ εὐθὺς τυραννήσας Τρίπολιν ἐκράτησε καὶ τῷ Ἰουστινιανῷ ἔγραψε πέμψαι στρατὸν καὶ ταύτην παραλαβεῖν. ὁμοίως καὶ Γόδδας ὁ Γότθος τυραννήσας κατὰ τοῦ ἰδίου δεσπότου Γελίμερος Σαρδανίαν τὴν νῆσον ἐκράτησε καὶ πρὸς Ἰουστινιανὸν ἔγραψεν, ὅπως πέμψῃ στρατὸν καὶ στρατηγὸν καὶ παραλάβῃ τὴν νῆσον· ὃς καὶ ἀπέστειλε Κύριλλον μετὰ τετρακοσίων ἀνδρῶν πρὸς βοήθειαν αὐτοῦ. ὁ δὲ Γελίμερ ἀποστείλας τὸν ἀδελφὸν αὐτοῦ μετὰ στόλου πολλοῦ καὶ ἐπιλογῆς καὶ τοῦ στρατοῦ τῶν Οὐανδήλων, ταύτην παρέλαβε καὶ τὸν Γόδδαν ἀνεῖλεν. Βελισάριος δὲ παρέλαβε τὴν στρατιὰν καὶ τὸν στόλον καὶ τοὺς ἄρχοντας, Σολόμωνά τε τὸν στρατηγὸν καὶ Δωρόθεον, τὸν τῆς Ἀρμενίας, καὶ Κυπριανὸν καὶ Βαλεριανὸν καὶ Μαρτῖνον καὶ Ἀλφίαν καὶ Ἰωάννην καὶ Μάρκελλον καὶ Κύριλλον, οὗ πρόσθεν ἐμνήσθην, καὶ ἑτέρους πολλοὺς τῶν Θρᾴκην οἰκούντων. εἵποντο δὲ αὐτοῖς Ἐλοῦροι, ὧν Φάρας ἦρχεν, χίλιοι, καὶ Μασσαγέται ἱπποτοξόται, ὧν ἡγοῦντο Σισίννιός τε καὶ Βάλας. ναῦς δὲ ὑπῆρχον φʹ ἀνὰ μυριάδας πέντε μεδίμνων χωροῦσαι. ναῦται δὲ τρισμύριοι Αἰγύπτιοί τε καὶ Ἴωνες καὶ Κίλικες. ἀρχηγὸς δὲ εἷς ἐπὶ ταῖς ναυσὶ Καλώνυμος Ἀλεξανδρεύς. ἦσαν δὲ καὶ δρόμωνες διὰ ναυμαχίαν ἐνενήκοντα. στρατηγὸν δὲ αὐτοκράτορα ἐφ' ἅπασι Βελισάριον ὁ βασιλεὺς ἔστησεν. ὥρμητο δὲ ὁ Βελισάριος ἐκ Γερμανίας, ἣ Θρᾳκῶν τε καὶ Ἰλλυριῶν μεταξὺ κεῖται. συνεπεφέρετο δὲ μετ' αὐτοῦ καὶ Ἀντωνῖναν, τὴν ἑαυτοῦ γαμετήν. ὁ δὲ Γελίμερ τὸν ἑαυτοῦ ἀδελφὸν Τζάτζωνα σὺν ρκʹ ναυσὶ καὶ στρατὸν ἐκλελεγμένον ἐν Σάρδῳ τῇ νήσῳ κατὰ Γόδδα ἀπέστειλεν. ἕβδομον δὲ ἦν ἔτος Ἰουστινιανοῦ ὅτε ὁ Βελισάριος ἐν τῇ νήσῳ ἐστάλη. συνῆν δὲ αὐτῷ καὶ Προκόπιος ὁ συγγραφεύς. ἀπάραντες δὲ τῆς βασιλίδος πόλεως ἦλθον ἐν Ἀβύδῳ. Βελισάριος δὲ ἐφρόντιζεν, ὅπως ὁ σύμπας στόλος ἅμα πλέοι καὶ εἰς χωρίον τὸ αὐτὸ προσορμίζοιτο. καταλαβὼν δὲ τὴν Σικελίαν ἀπέστειλε Προκόπιον τὸν συγγραφέα εἰς τὴν Συράκουσαν, εἴπως εὕροι τινὰς ὁδηγήσοντας αὐτὸν εἰς Λιβύην ἐκ τοῦ αἰφνιδίου προσορμίσασθαι τῇ γῇ καὶ τὸν λαὸν ἐξαγαγεῖν δεδιότα τὴν ναυμαχίαν. αὐτὸς δὲ τὸν στόλον ἀράμενος εἰς Καύκανα τὸ χωρίον προσώρμισεν, διακοσίοις σταδίοις τῆς Συρακούσης ἀπέχον. Προκόπιος δὲ ἐν Συρακούσῃ εἰσελθὼν τροφάς τε ὠνήσατο παρὰ Ἀμαλασούνθας, τῆς γυναικὸς Θευδερίχου, μητρὸς δὲ Ἀταλαρίχου, βασιλέως Ἰταλίας, φιλίαν πρὸς Ἰουστινιανὸν ἐχόντων· ἐπέτυχέ τε παραδόξως καὶ ἀνδρός, φίλου μὲν αὐτῷ ὑπάρχοντος ἐκ παιδός, πεπειραμένου δὲ τῶν τῆς Λιβύης τόπων καὶ τῆς θαλάσσης, τρίτην ἔχοντος ἡμέραν ἐκ Καρχηδόνος ἀφικομένου. καὶ διεβεβαιοῦτο πᾶσαν ἀμεριμνίαν ἔχειν αὐτοὺς καὶ μὴ ὑποπτεύειν τινὰ κατ' αὐτῶν στρατεύεσθαι, ὥστε ἀπὸ τεσσάρων μονῶν τῆς θαλάσσης τὸν Γελίμερα αὐλίζεσθαι. τοῦτον οὖν λαβὼν Προκόπιος εἰς Καύκανα πρὸς Βελισάριον ἀπήγαγεν. ταῦτα μαθὼν Βελισάριος τῇ τῆς Λιβύης ἀκτῇ τριταῖος προσώρμισεν εἰς χωρίον, ὃ Κεφαλὴν Βράχους καλοῦσιν. ἀποβάντες δὲ τῶν νηῶν χάρακά τε καὶ τάφρον βαθεῖαν ποιήσαντες ἐστρατοπεδεύσαντο ἐν ἡμέρᾳ μιᾷ, ἔνθα καὶ ὕδατος πολύ τι χάσμα τῆς τάφρου ὀρυττομένης ἡ γῆ ἀνῆκεν, τοῦ τόπου ἀνύδρου ὄντος, καὶ εἰς πᾶσαν χρείαν τοῖς τε ζώοις καὶ τῷ στρατῷ γέγονεν. τῇ δὲ ἐπιούσῃ ὁ λαὸς πρὸς πραῖδαν ἐχώρει. ὁ δὲ στρατηγὸς τούτους ᾐκίσατο λέγων πρὸς αὐτοὺς τάδε· «τὸ μὲν βιάζεσθαι καὶ τοῖς ἀλλοτρίοις σιτίζεσθαι ἄδικόν ἐστιν ἐν παντὶ καιρῷ, καὶ μάλιστα ἐν τοῖς κινδύνοις. ἐγὼ γὰρ ἐκείνῳ μόνον τὸ θαρρεῖν ἔχων εἰς τὴν γῆν ταύτην ὑμᾶς ἀπεβίβασα, ὅπως τῇ δικαιοσύνῃ καὶ ἀγαθοεργίᾳ τόν τε θεὸν θεραπεύσωμεν καὶ τοὺς Λίβυας πρὸς ἡμᾶς ἐπισπασώμεθα. αὕτη δὲ ὑμῶν ἡ ἀκράτεια εἰς τοὐναντίον ἡμῖν μεταβήσεται, καὶ τοὺς Λίβυας συμμαχεῖν τοῖς Οὐανδήλοις παρασκευάσει. ἀλλὰ πειθόμενοι τῷ ἐμῷ λόγῳ, ὠνούμενοι τὰς τροφὰς κομίζεσθε, καὶ μήτε ἄδικοι δόξητε εἶναι, μήτε τὴν φιλίαν τῶν Λιβύων εἰς ἔχθραν μεταβάλητε, καὶ τὸν θεὸν ἀναπαύσητε. παύσασθε τοῖς ἀλλοτρίοις ἐπιπηδῶντες, καὶ κέρδος ἀποσείσασθε κινδύνων μεστόν.» ἀποστείλας τε Βελισάριος ἐπὶ Σύλλεκτον τὴν πόλιν στρατὸν ταύτην ἀπονητὶ παρέλαβεν. ἐν νυκτὶ γὰρ πρὸς αὐτὴν ἀφικόμενοι, σὺν ταῖς εἰσιούσαις ἁμάξαις τῶν ἀγροίκων εἰσελθόντες ταύτην ἔσχον. καὶ ἐπειδὴ ἡμέρα ἐγένετο, τόν τε ἱερέα καὶ τοὺς ταύτης πρώτους λαβόντες πρὸς τὸν στρατηγὸν ἔπεμψαν. τῇ δὲ αὐτῇ ἡμέρᾳ καὶ ὁ τοῦ δημοσίου δρόμου ἐπιμελούμενος ηὐτομόλησε παραδοὺς τοὺς δημοσίους ἵππους. συνελήφθη δὲ καὶ ὁ τὰς βασιλικὰς ἀποκρίσεις ποιῶν βεριδάριος. Βελισάριος δὲ διακοσμήσας τὸ στράτευμα ἐπὶ Καρχηδόνα ἐβάδιζεν. Ἰωάννῃ δὲ τῷ Ἀρμενίῳ τριακοσίους ἐπιλέκτους παραδοὺς παρήγγειλε παρακολουθεῖν τε ἀεὶ καὶ τοῦ στρατεύματος μὴ πολὺ διεστάναι. εἰς δὲ Σύλλεκτον τὴν πόλιν ἀφικόμενος ἀγαθότητι καὶ γλυκολογίᾳ τούτους ἀνεκτήσατο, ὥστε τοὺς λοιποὺς καθάπερ ἐν χώρᾳ οἰκείᾳ τὴν πορείαν ποιήσασθαι, οὔτε ὑποχωρούντων, οὔτε κρυπτομένων, ἀλλὰ καὶ ἀγορὰν παρεχομένων καὶ τὰ ἄλλα τοῖς στρατιώταις ὑπηρετούντων. ὀγδοήκοντα δὲ σταδίους ἀνύοντες ἡμέραν ἑκάστην ἄχρι Καρχηδόνος διετέλεσαν. οὕτως δὲ διὰ τῆς Λεπτῆς πόλεως καὶ Ἀδραμούτου εἰς Χράσιν τὸ χωρίον ἀφίκοντο, ὀκτὼ καὶ τριακοσίους σταδίους Καρχηδόνος ἀπέχον, ἔνθα ἦν καὶ βασίλεια τῶν Οὐανδήλων καὶ παράδεισοι κάλλιστοι καὶ κρῆναι διειδέσταται καὶ ὀπωρῶν παντοδαπῶν πλῆθος ἄπειρον· ὥστε τῶν στρατιωτῶν ἕκαστος τὴν καλύβην ἐν δένδροις ὀπώρας ἐπήξατο, καὶ τῶν καρπῶν ὡραίων ὄντων καὶ πάντων ἀπολαυόντων, αἴσθησις οὐ γέγονε ἐλαττουμένης ταύτης. ὁ δὲ Γελίμερ ἀκούσας παρεῖναι τοὺς Ρωμαίους γράφει εἰς Καρχηδόνα πρὸς τὸν ἀδελφὸν Ἀματᾶν, Ἰλδέριχον μὲν καὶ ἄλλους ὅσους ἔχει συγγενεῖς αὐτοῦ ἐν φυλακῇ ἀποκτεῖναι, αὐτὸν δὲ καὶ τοὺς Οὐανδήλους καὶ εἴ τι ἄλλο μάχιμον ἐν τῇ πόλει ἦν, ἐξοπλίσαι πρὸς πόλεμον. ὁ δὲ Ἀματᾶς τὰ κελευσθέντα αὐτῷ ἐποίησεν. Βελισάριος δὲ Ἀρχελάῳ τῷ ὑπάρχῳ καὶ Καλωνύμῳ τῷ ναυάρχῳ ἐπέστελλε πλησιάσαι τῇ Καρχηδόνι καὶ μὴ εἰσβαλεῖν πρὸς αὐτήν, ἄχρις ἂν αὐτοὺς κελεύσῃ. αὐτὸς δὲ εἰς Δέκιμον ἀφίκετο ἀπέχον Καρχηδόνος σταδίους ἑβδομήκοντα. ὁ δὲ Γελίμερ τὸν ἀνεψιὸν Κιβαμοῦνδον ἐκέλευσεν ἅμα δισχιλίων κατὰ τὸ εὐώνυμον μέρος ἰέναι, ὅπως Ἀματᾶς μὲν ἐκ Καρχηδόνος, Γελίμερ δὲ ὄπισθεν, Κιβαμοῦνδος δὲ ἐκ τῶν ἀριστερὰ χωρίων εἰς ταὐτὸ τὴν κύκλωσιν τῶν πολεμίων ποιήσωνται. Βελισάριος δὲ τὸν μὲν Ἰωάννην, ὡς προέφην, προάγειν ἐκέλευσεν, Μασσαγέτας δὲ ἐν ἀριστερᾷ τῆς στρατιᾶς ἰέναι. Ἀματᾶς δὲ οὐκ ἐν δέοντι ἀφίκετο χρόνῳ, ἀλλὰ καὶ τὸ πλῆθος τῶν Οὐανδήλων ἐν Καρχηδόνι ἀπέλιπεν, καὶ ὡς τάχιστα εἰς τὸ Δέκιμον ἀφίκετο σὺν ὀλίγοις, καὶ οὐδ' αὐτοῖς συνειλεγμένοις. συναντήσας δὲ τῷ Ἰωάννῃ εἰς χεῖρας ἦλθεν, καὶ κτείνεται ὑπὸ Ἰωάννου, καὶ τρέπονται οἱ σὺν αὐτῷ φεύγοντες ἀκρατῶς, καὶ ἀνεσόβουν πάντας τοὺς ἐκ Καρχηδόνος εἰς Δέκιμον ἰόντας, οἰόμενοι τοὺς διώκοντας παμπληθεῖς εἶναι. Ἰωάννης δὲ καὶ οἱ σὺν αὐτῷ οὓς ἔσφαζον ἕως τῶν πυλῶν Καρχηδόνος τοσούτους, ὥστε εἰκάζειν τοὺς ὁρῶντας δισμυρίων πολεμίων τὸ ἔργον εἶναι. Κιβαμοῦνδος δὲ καὶ οἱ σὺν αὐτῷ δισχίλιοι περιπεπτωκότες ἐν τῇ ἀλκῇ τοῖς Οὔννοις ἀπώλοντο πάντες. Βελισάριος δὲ εἰς Δέκιμον ὢν οὐδὲν τούτων ἔμαθεν, ἀλλὰ χαράκωμα περιβαλὼν ἐφωσάτευσεν, καταλιπὼν αὐτόθι τὴν γυναῖκα αὐτοῦ καὶ τοὺς πεζούς. αὐτὸς δὲ λαβὼν τοὺς ἱππεῖς καὶ τοὺς ἡγεμόνας ἐπὶ Καρχηδόνα ἐχώρει. εὑρὼν δὲ τοὺς πεπτωκότας νεκροὺς τόν τε Ἀματᾶν καὶ τοὺς Οὐανδήλους καὶ μαθὼν τὰ γεγονότα, εἰς λόφον τινὰ ἀνελθὼν ὁρᾷ κονιορτὸν ἐκ μεσημβρίας, καὶ Οὐανδήλων ἱππέων πλῆθος πολύ, ἡγουμένου αὐτοῖς Γελίμερος, μὴ γνώσαντος μήτε τὸ Κιβαμούνδου πάθος μήτε τὸ τοῦ Ἀματᾶ. ἐπεὶ δὲ ἐγγὺς ἀλλήλων γεγόνασιν, προτερήσαντες Οὐανδῆλοι τὸν λόφον καταλαμβάνουσι καὶ φοβεροὶ τοῖς ἐναντίοις ἐδείχθησαν. οἱ δὲ Ρωμαῖοι τραπέντες εἰς χωρίον ἀφικνοῦνται σταδίους ἑπτὰ τοῦ Δεκίμου ἀπέχον. θεὸς δὲ παραδόξως τούτους ἀλλοιώσας εἰς δειλίαν κατέστησεν. εἰ γὰρ τὴν δίωξιν εὐθὺς ἐποιήσαντο, ἄρδην ἂν ἅπαντας σὺν Βελισαρίῳ διέφθειραν, (τοσοῦτον ἦν πλῆθος τῶν Οὐανδήλων) καὶ τὸν Ἰωάννην ὑποστρέφοντα ἐκ Καρχηδόνος καὶ σκυλεύοντα τοὺς τεθνεῶτας ἀπονητὶ κρατῆσαι ἤμελλον. κατιὼν δὲ ἐκ τοῦ λόφου Γελίμερ καὶ εὑρὼν τὸν ἀδελφὸν νεκρὸν εἴς τε ὀλοφύρσεις ἐτράπη καὶ τῆς νίκης τὴν ἀκμὴν ἤμβλυνεν. Βελισάριος δὲ τούς τε φεύγοντας στῆναι κελεύσας καὶ κοσμίως τὰ πάντα διατάξας καὶ ὀνειδίσας τῆς δειλίας καὶ τὴν τελευτὴν τῶν ἐναντίων ἅμα τε καὶ Ἰωάννου νίκην μαθών, δρόμῳ καὶ ἀνδρείᾳ ἐπὶ Γελίμερα χωρεῖ. οἱ δὲ βάρβαροι ἀπαρασκεύαστοι εὑρεθέντες εἰς φυγὴν ἐτράπησαν κραταιὰν καὶ πολλοὺς ἀποβαλόντες ἐπὶ Νουμιδίαν ἐχώρουν καταλιπόντες Καρχηδόνα. νυκτὸς δὲ καταλαβούσης, ὅ τε Βελισάριος καὶ Ἰωάννης καὶ οἱ Μασσαγέται εἰς Δέκιμον ἀφικόμενοι, ἅπαντα τὰ συμβεβηκότα μαθόντες ἔχαιρον· τῇ δὲ ἐπαύριον ἅμα τοῖς πεζοῖς καὶ τῇ Βελισαρίου γυναικὶ ἅπαντες ἐπὶ Καρχηδόνα ἐπορεύοντο. οἱ δὲ Καρχηδόνιοι τὰς πύλας ἀναπετάσαντες καὶ λύχνα ἅψαντες πανδημεὶ πρὸς ὑπάντησιν Βελισαρίου ἐξῄεσαν. οἱ δὲ ἐν αὐτῇ Οὐανδῆλοι ἐν τοῖς ἱεροῖς προσέφυγον. καταλαβόντος δὲ καὶ τοῦ στόλου τὴν ἅλυσιν ἄραντες ἐν τῷ λιμένι τούτους ἐδέξαντο. καὶ ὁ μὲν πλεῖστος στόλος τὴν ἐντολὴν Βελισαρίου φυλάξαντες οὐκ εἰσῆλθον ἐν τῷ λιμένι, ἀλλ' ἔξω προσώρμισαν. Καλώνυμος δὲ τὴν παρακοὴν ἐνδυσάμενος εἰσῆλθε καὶ τὰ πλοῖα ληϊσάμενος πολλὰ χρήματα ἀφήρπαζεν, καὶ ἐν τοῖς ἐργαστηρίοις καὶ οἴκοις τοῖς πλησίον τοῦ λιμένος εἰσῆλθε καὶ πολλοὺς ᾐχμαλώτευσεν. ἀπονητὶ δὲ Βελισάριος τῆς Καρχηδόνος κρατήσας παρῄνει τοῖς στρατιώταις λέγων· «ὁρᾶτε, ἡλίκα εὐτυχήματα γεγόνασιν ἡμῖν, ἐπειδὴ σωφροσύνην εἰς τοὺς Λίβυας ἐπεδειξάμεθα. βλέπετε, τὴν εὐκοσμίαν ἐν Καρχηδόνι διασώσασθε, καὶ μήτις ἀδικήσῃ τινά, ἢ ἀφαρπάσῃ τι αὐτοῦ. πολλὰ γὰρ κακὰ παθόντες ὑπὸ Οὐανδήλων ἀνδρῶν βαρβάρων, βασιλεὺς ὁ ἡμέτερος βοηθῆσαι τούτοις ἡμᾶς ἀπέστειλε καὶ τὴν ἐλευθερίαν χαρίσασθαι.»
ταῦτα παραινῶν εἰς Καρχηδόνα εἰσῆλθεν. καὶ ἀναβὰς εἰς τὸ παλάτιον ἐν τῷ Γελίμερος θρόνῳ ἐκάθισεν. τούτῳ προσῆλθον οἵ τε ἔμποροι Καρχηδόνος καὶ ὅσοι πλησίον τῆς θαλάσσης ἔμενον, ὀλοφυρόμενοι ἁρπαγὴν πεπονθέναι ὑπὸ τοῦ στόλου. ὁ δὲ Βελισάριος Καλώνυμον τὸν ναύαρχον ὥρκισεν, ὅπως ἅπαντα τὰ διαρπαγέντα ἐνέγκῃ καὶ ἀποδώσῃ τοῖς οἰκείοις δεσπόταις. ὁ δὲ σφετερισάμενος ἐξ αὐτῶν καὶ ἐπιορκήσας οὐ μετὰ πολὺ τὴν δίκην ἔτισεν. ἔξω γὰρ φρενῶν γενόμενος, τὴν ἑαυτοῦ γλῶσσαν φαγὼν ἀπέθανεν. Βελισάριος δὲ τὸν λαὸν εἱστία βασιλικῶς, καὶ ἡ τοῦ Γελίμερος θεραπεία παρετίθει τε καὶ ᾠνοχόει καὶ τὰ ἄλλα πάντα ὑπούργει. οὕτω δὲ ὁ στρατηγὸς ἀθορύβως τὴν πόλιν ἔσχεν, ὥστε οὐδὲ ὕβριν τινὰ ἐπήγαγεν ἀνθρώπῳ, οὐδὲ ἐπὶ τῆς ἀγορᾶς τινας συνέβη τὴν οἰκίαν ἀσφαλίσαι· ἀλλ' ἀγοράζοντες οἱ στρατιῶται ἤσθιον καὶ εὐφραίνοντο. τοὺς δὲ εἰς τὰ ἱερὰ καταφυγόντας Οὐανδήλους πιστὰ δοὺς ἐξήγαγεν. τῶν δὲ τειχῶν τῆς πόλεως ἐπεμελεῖτο ἠμελημένων πρότερον ὄντων. ἔλεγον δὲ καὶ παλαιὸν λόγον ἐν Καρχηδόνι εἰρῆσθαι, ὡς τὸ γάμμα διώξει τὸ βῆτα, καὶ πάλιν τὸ βῆτα διώξει τὸ γάμμα· νυνὶ δὲ τετέλεσται. πρότερον γὰρ Γιζέριχος Βονιφάτιον ἐξεδίωξεν, νῦν δὲ Βελισάριος Γελίμερα. Γελίμερ δὲ χρήματα πολλὰ τοῖς γεωργοῖς Λιβύων προιέμενος πρὸς ἑαυτὸν ὑπηγάγετο καὶ ἐκέλευσεν αὐτοὺς Ρωμαίων τοὺς εἰς τὰ χωρία περιόντας κτείνειν. τοῦτο δὲ ποιησάντων τῶν γεωργῶν, μαθὼν ὁ Βελισάριος ἀποστέλλει Διογένην, ἕνα τῶν αὐτοῦ δορυφόρων, αἰκίσασθαι τοὺς γεωργούς. ὁ δὲ Διογένης ἅμα τοῖς σὺν αὐτῷ εἰς οἰκίαν εἰσελθὼν ἐκάθευδε μηδὲν πολέμιον ἐννοούμενος· τοῦτο μαθὼν Γελίμερ τριακοσίους ἐπιλεξάμενος ἀποστέλλει κατ' αὐτοῦ. ἐλθόντες δὲ περιεκύκλωσαν τὴν οἰκίαν δεδιότες εἰσελθεῖν τὴν νύκτα. οἱ δὲ Ρωμαῖοι αἰσθόμενοι, ἀναστάντες καὶ ὁπλισάμενοι τοῖς ἵπποις τε ἐπιβάντες, εἴκοσι τὸν ἀριθμὸν ὄντες ἀνοίγουσιν ἐξαπίνης τὰς θύρας καὶ ταῖς ἀσπίσι περιφραξάμενοι καὶ τοῖς δόρασιν ἀμυνόμενοι τοὺς ἐναντίους ἐτρέψαντο. Γελίμερ δὲ ἐν Νουμιδίᾳ γενόμενος Οὐανδήλους πάντας συνήγαγε καὶ ὅσους προσφιλεῖς εἶχε τῶν Μαυρουσίων καὶ πρὸς πόλεμον εὐτρεπίζετο. ἀπέστειλε δὲ καὶ γράμματα ἐν Σαρδανίᾳ πρὸς Τζάτζωνα, τὸν ἴδιον ἀδελφόν, τὰ συμβάντα αὐτῷ δηλοποιῶν· ὃς ἀπάρας εὐθὺς μετὰ παντὸς τοῦ λαοῦ ἀπὸ Σαρδανίας εἰς τὴν Λιβύης ἀκτὴν τριταῖος κατέλαβε καὶ εὗρε τὸν Γελίμερα. οἳ καὶ περιπλακέντες ἀλλήλων τῷ τραχήλῳ οὐδὲν μέντοι εἰς ἀλλήλους ἐφθέγγοντο· ἀλλὰ τὼ χεῖρε σφίγγοντες ἔκλαιον· ὁμοίως καὶ ὁ στρατὸς τὴν συμφορὰν ἀπωδύροντο. ὁ δὲ Γελίμερ παραλαβὼν ἀμφοτέρους ἐπὶ Καρχηδόνα ἐχώρει καὶ ταύτην πολιορκεῖν ἐπειρᾶτο, οἰόμενος τοὺς ἐν Καρχηδόνι προδιδόναι αὐτῷ τὴν πόλιν, καὶ Ρωμαίων στρατιωτῶν, οἷς ἡ τοῦ Ἀρείου δόξα ἤσκητο. πέμψας δὲ καὶ εἰς τοὺς ἄρχοντας τῶν Οὔννων πολλὰ αὐτοῖς ἀγαθὰ ὑπισχνεῖτο διδόναι, εἰ καταπροδώσουσιν αὐτῷ Ρωμαίους. ταῦτα δὲ Βελισάριος μαθὼν παρὰ τῶν αὐτομόλων καὶ Λαυρέντιόν τινα ἐν Καρχηδόνι ὄντα προδότην εὑρὼν ἀνεσκολόπισεν ἐπὶ λόφου πρὸ τῆς πόλεως, καὶ ἀπὸ τούτου εἰς δέος μέγα ἐνέπεσον οἱ προδοσίαν μελετήσαντες, ὥστε τοὺς Μασσαγέτας ὁμολογῆσαι τὰ ὑπὸ Γελίμερος αὐτοῖς δηλωθέντα. τοῦ δὲ Βελισαρίου πάντας λόγῳ πειθικῷ καὶ ὅρκοις πρὸς φιλίαν αὐτοῦ μεταβαλόντος, αὐτὸς ἐκέλευσεν εὐθὺς Ἰωάννην τὸν Ἀρμένιον παραλαβεῖν πάντας τοὺς ἱππεῖς πάρεξ πεντακοσίων καὶ ἐξελθόντα πρὸς τοὺς Οὐανδήλους ἀκροβολίσασθαι. αὐτὸς δὲ τῇ ὑστεραίᾳ ἅμα τῷ πεζῷ στρατῷ καὶ τοῖς πεντακοσίοις ἱππεῦσιν εἵπετο. καταλαβὼν δὲ τοὺς Οὐανδήλους ἐν Τρικαμάρῳ στρατοπεδεύσαντας, ἔμειναν τὴν νύκτα πλησίον ἀλλήλων. συνέβη δὲ τέρας γενέσθαι ἐν τῷ Ρωμαϊκῷ στρατῷ· τῶν γὰρ δοράτων τὰ ἄκρα πυρὶ πολλῷ κατελάμπετο. τοῦτο θεασάμενοι κατεπλάγησαν· φραξάμενοι δὲ ἅμα πρωῒ ἀμφότεροι πρὸς πόλεμον ὥρμησαν. Ἰωάννης δὲ τῶν ἀμφ' αὐτὸν ὀλίγους ἀπολεξάμενος τόν τε ποταμὸν διέβη καὶ τοῖς Οὐανδήλοις εἰσέβαλεν. ὁ δὲ Τζάτζων ὠθισμῷ χρησάμενος ἐδίωξεν αὐτόν. οἱ δὲ Οὐανδῆλοι διώκοντες ἄχρι εἰς τὸν ποταμὸν ἦλθον. αὖθις δὲ Ἰωάννης πλείους τῶν ὑπασπιστῶν Βελισαρίου λαβὼν κατὰ τοῦ Τζάτζωνος εἰσεπήδησε σὺν βοῇ τε καὶ πατάγῳ πολλῷ. γίνεται οὖν καρτερὰ ἡ μάχῃ, καὶ πίπτει Τζάτζων, ὁ τοῦ Γελίμερος ἀδελφός. τότε δὴ πᾶν τὸ στράτευμα Ρωμαίων τὸν ποταμὸν διαβάντες ἐπὶ τοὺς πολεμίους ἐχώρησαν, καὶ τούτους τρεψάμενοι μέχρι τοῦ στρατοπέδου ἐδίωξαν· καὶ ὑποστρέψαντες τοὺς νεκροὺς ἀπέδυον, ὅσοι μάλιστα ἐχρυσοφόρουν, καὶ εἰς τὸ ἑαυτῶν στρατόπεδον ὑπεχώρησαν. ἀπέθανον δὲ ἐν ταύτῃ τῇ μάχῃ Ρωμαίων πεντήκοντα, Οὐανδήλων δὲ ὀκτακόσιοι. καταλαβὼν δὲ Βελισάριος σὺν τοῖς πεζοῖς τῇ δείλῃ πρὸς ὀψίαν, ἄρας ὡς εἶχε τάχους σὺν παντὶ τῷ στρατῷ ἐπὶ τὸ τῶν Οὐανδήλων στρατόπεδον ᾤχετο. Γελίμερ δὲ γνοὺς Βελισάριον παρόντα σὺν τοῖς πεζοῖς καὶ παντὶ τῷ στρατῷ, ἐπιβὰς τῷ ἵππῳ, μηδὲν διαταξάμενος ἀκρατῶς ἐπὶ Νουμιδίαν ἔφυγε μετ' ὀλίγων συγγενῶν καὶ οἰκετῶν αὐτοῦ καταπεπληγμένος. ἐπεὶ δὲ αὐτὸν φυγόντα ᾔσθοντο Οὐανδῆλοι, καὶ οἱ πολέμιοι ἤδη ἑωρῶντο, τότε δὴ οἵ τε ἄνδρες καὶ αἱ γυναῖκες καὶ τὰ παιδία ἐθορύβουν τε καὶ ἐκώκυον καὶ οὔτε χρημάτων μετεποιοῦντο οὔτε τῶν φιλτάτων ὀδυρομένων, ἀλλ' ἕκαστος ἔφυγεν, ὅπου ἠδύνατο. ἐπελθόντες δὲ οἱ Ρωμαῖοι τό τε στρατόπεδον αἱροῦσιν, καὶ ἐπιδιώξαντες τὴν νύκτα ὅλην ἄνδρας μέν, ὅσοις ἐνέτυχον, ἔκτειναν, παῖδας δὲ καὶ γυναῖκας ἐν ἀνδραπόδων λόγῳ ἐποιοῦντο, χρήματα δὲ τοσαῦτα τὸ πλῆθος εὗρον, ὅσα οὐδεπώποτε ἐν ἑνὶ χωρίῳ τετύχηκεν εἶναι. τὴν γὰρ Ρωμαίων ἀρχὴν ληϊσάμενοι χρήματα εἰς Λιβύην πολλὰ μετήνεγκαν· καὶ τῆς χώρας αὐτῆς ἀγαθῆς οὔσης καὶ εὐκάρπου, χρημάτων πρόσοδοι αὐτοῖς πολλαὶ γεγόνασιν. ἐνενήκοντα πέντε γὰρ ἔτη Οὐανδῆλοι Λιβύης ἐκράτησαν, καὶ πολὺν πλοῦτον συναγαγόντες, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς τὰς τῶν Ρωμαίων χεῖρας ὁ πᾶς πλοῦτος ἐπανῆκεν. ἐν τρισὶ γὰρ μησὶ πολεμήσας ὁ Βελισάριος ἀπὸ τοῦ Ὀκτωβρίου μηνὸς εἰς τὸ τέλος τοῦ Δεκεμβρίου πᾶσαν τὴν Λιβύην ὑπέταξεν. ἀπέστειλε δὲ Ἰωάννην τὸν Ἀρμένιον σὺν διακοσίοις ἐπιλέκτοις διώκειν τὸν Γελίμερα ἕως αὐτὸν ζῶντα ἢ νεκρὸν λάβῃ. ὃς φθάσας τὸν Γελίμερα ἤμελλε λαμβάνειν, εἰ μὴ συνηνέχθη πρᾶγμα τοιόνδε. Οὐλίαρίς τις τῶν Βελισαρίου δορυφόρων συνῆν τῷ Ἰωάννῃ, ὃς οἴνῳ μεμεθυσμένος ἰδὼν ὄρνιν ἐπὶ δένδρου καθημένην, ἐντείνας τὸ τόξον κατ' αὐτῆς ἔβαλεν· καὶ τῆς μὲν ὄρνιθος ἀπέτυχεν, τὸν δὲ Ἰωάννην ὄπισθεν εἰς τὸν αὐχένα ἔβαλεν. ὁ δὲ καιρίαν πληγεὶς τέθνηκε πολὺ αὑτοῦ πένθος βασιλεῖ τε Ἰουστινιανῷ καὶ Βελισαρίῳ καὶ πᾶσι Ρωμαίοις καὶ Καρχηδονίοις ἀπολιπών. οὕτω Γελίμερ διαφυγὼν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐπὶ Μαυρουσίους ἐχώρει. Βελισάριος δὲ τοῦτον διώξας εἰς Παππούαν τὸ ὄρος ἀπέκλεισεν εἰς τὰ ἔσχατα Νουμιδίας. τοῦτο δὲ παρακαθίσας διὰ τοῦ χειμῶνος, λειψάντων αὐτῷ πάντων τῶν ἐπιτηδείων, (ἄρτος γὰρ παρὰ Μαυρουσίοις οὐ γίνεται, οὔτε οἶνος, οὔτε ἔλαιον, ἀλλὰ τὰ ὄλυρα καὶ τὰς κριθὰς ὡς ἄλογα ζῶα ἄνεφθα ἐσθίουσιν.) τούτοις Γελίμερ περιπεσὼν γράφει πρὸς Φαρᾶν, ὃν Βελισάριος κατέλιπε φυλάσσειν αὐτόν, πεμφθῆναι αὐτῷ κιθάραν καὶ ἄρτον ἕνα καὶ σπόγγον. ὁ δὲ Φαρᾶς διηπόρει, τί ἂν εἴη τοῦτο, ἕως ἂν ὁ τὴν ἐπιστολὴν κομίσας εἶπεν, ὡς ἄρτον μὲν ἐπιθυμεῖ θεάσασθαι Γελίμερ, μὴ ἰδὼν ἄρτον, ἀφ' οὗ ἀναβέβηκεν, σπόγγον δὲ διὰ τὸ τοὺς ὀφθαλμοὺς ἐκ τῆς ἀλουσίας κακοῦσθαι, ὅπως τῷ σπόγγῳ τούτους παραμυθήσηται· κιθάραν δὲ κιθαριστῇ ἀγαθῷ ὄντι, ὅπως τὴν συμφορὰν τὴν παροῦσαν τῇ κιθάρᾳ θρηνήσῃ καὶ ἀποκλαύσηται. ταῦτα ἀκούσας Φαρᾶς περιαλγήσας τε καὶ τύχην τὴν ἀνθρωπείαν ἀπολοφυρόμενος, κατὰ τὰ γεγραμμένα ἐποίει καὶ πάντα ἔπεμπεν, ὅσα ἔχρηζε τῷ Γελίμερι. τοῦ δὲ χειμῶνος παρελθόντος, δεδιὼς ὁ Γελίμερ τὴν πολιορκίαν Ρωμαίων καὶ ἐλεήσας τὰ τῶν συγγενῶν τέκνα σκώληκας ἐν αὐτῇ τῇ ταλαιπωρίᾳ πεποιηκότα, ἐθηλύνθη τε τὴν διάνοιαν καὶ πρὸς Φαρᾶν ἔγραψεν, ὅπως τὰ πιστὰ λαβών, αὐτός τε καὶ οἱ σὺν αὐτῷ πρὸς Βελισάριον παραγένωνται. ὁ δὲ ὅρκῳ τοῦτον πληροφορήσας, λαβὼν ἅπαντας εἰς Καρχηδόνα ἧκεν. Βελισάριος δὲ τοῦτον περιχαρῶς ἐδέξατο, ὁ δὲ Γελίμερ γελῶν πρὸς Βελισάριον εἰσῆλθεν· ὃν οἱ μὲν τῇ ὑπερβολῇ τοῦ πάθους ἐκστάντα τῶν κατὰ φύσιν ὑπώπτευον καὶ παραπαίοντα· οἱ δὲ φίλοι τούτου ἀγχίνουν τε τὸν ἄνθρωπον λογίζεσθαι, ὅτι βασιλέα ὄντα καὶ βασιλικοῦ γένους καὶ δύναμιν ὀχυρὰν ἔχοντα καὶ χρήματα μεγάλα, ἄφνω εἰς φυγήν τε καὶ κακοπάθειαν τὴν ἐν Παππούᾳ ὑποστάντα καὶ νῦν ἐν αἰχμαλώτων λόγῳ ἥκοντα, οὐδενὸς ἄξια τὰ ἀνθρώπινα ἢ γέλωτος πολλοῦ οἴεσθαι εἶναι. Βελισάριος δὲ τοῦτον σὺν τοῖς ἄρχουσι πᾶσι τῶν Οὐανδήλων οὐκ ἐν ἀτιμίᾳ ἐφύλαττεν, ὅπως πρὸς βασιλέα Ἰουστινιανὸν τοῦτον ἀπαγάγῃ εἰς τὸ Βυζάντιον. Κύριλλον δὲ εὐθὺς Βελισάριος σὺν τῇ κεφαλῆ Τζάτζωνος εἰς Σαρδὼ τὴν νῆσον πέμψας, ἣ Κύρνος ἐκαλεῖτο πρότερον, ταύτην Ρωμαίοις ὑπέταξεν. εἰς δὲ Καισάρειαν τὴν ἐν Μαυριτανίᾳ Ἰωάννην ἕτερον ἀποστείλας, ἥτις τριάκοντα ἡμερῶν ὁδὸν ἀπέχει Καρχηδόνος εἰς τὰ Γάδειρά τε καὶ τὰς ἡλίου δυσμὰς κεῖται, ἄλλον τε Ἰωάννην, τῶν ὑπασπιστῶν ἕνα, εἰς τὸν ἐν Γαδείροις πορθμὸν καὶ τὴν ἑτέραν τῶν Ἡρακλείων στηλῶν ἔπεμψεν, τὸ ἐκεῖ φρούριον, ὃ Σεπτὸν καλοῦσιν, καθέξοντα. εἰς δὲ τὰς νήσους, αἵπερ ἐγγύς εἰσι τῆς Ὠκεανοῦ εἰσβολῆς, Μαϊόρικά τε καὶ Μινόρικα, Ἀπολινάριον ἔστελλεν, ἄνδρα ἀγαθὸν εἰς τὰ πολέμια. ἀπέστειλε δὲ καὶ ἐν Σικελίᾳ τινὰς τῶν Λιβυαίων καὶ τῶν Οὐανδήλων τὸ φρούριον λαβεῖν ἐκέλευσεν. οἱ δὲ τοῦτο φυλάσσοντες Γότθοι τῇ μητρὶ Ἀταλαρίχου ταῦτα δῆλα ἐποίησαν. ἡ δὲ γράφει πρὸς Βελισάριον μὴ τοῦτο τυραννίδι λαβεῖν τὸ φρούριον, ἕως ἂν βασιλεὺς Ἰουστινιανὸς γνῷ καὶ τὸ δοκοῦν αὐτῷ ποιήσῃ. ἐν τούτοις ὁ Οὐανδαλικὸς πόλεμος ἐτελεύτα. ὁ δὲ φθόνος, οἷα ἐν μεγάλῃ εὐδαιμονίᾳ φιλεῖ γίνεσθαι, ὤδινε καὶ εἰς Βελισάριον. τινὲς γὰρ διέβαλον αὐτὸν εἰς τὸν βασιλέα τυραννίδα μελετᾷν. ὁ δὲ βασιλεὺς πέμψας Σολόμωνα ἀποπειρᾶται τὴν Βελισαρίου γνώμην, πότερον σὺν Γελίμερί τε καὶ Οὐανδήλοις εἰς Βυζάντιον ἥκειν, ἤ, αὐτοῦ μένοντος, ἐκείνους στεῖλαι ὧδε· οὐ γὰρ ἔλαθον αὐτὸν οἱ ἄρχοντες οἱ τὴν τυραννίδα ἐπενεγκόντες. ὁ δὲ Βελισάριος εἰς Βυζάντιον ἀφίκετο Σολόμωνα στρατηγὸν Λιβύης καταλιπών. καταλαβὼν δὲ Βελισάριος τὸ Βυζάντιον ἅμα Γελίμερι καὶ τοῖς Οὐανδήλοις γερῶν ἠξιώθη μεγάλων, οἵων ἐν τοῖς ἄνω χρόνοις οἱ Ρωμαίων στρατηγοὶ ἐν μεγίσταις νίκαις ἀνεδήσαντο. ἑξακοσίων τε χρόνων παρῳχηκότων οὐδεὶς ἐληλύθει εἰς τιμὴν τοιαύτην, εἰ μὴ Τίτος καὶ Τραϊανὸς καὶ ἄλλοι αὐτοκράτορες στρατηγήσαντες ἐπὶ τὸ βαρβαρικὸν ἔθνος ἐνίκησαν. τά τε γὰρ λάφυρα ἐνδεικνύμενος καὶ τὰ τοῦ πολέμου ἀνδράποδα ἐν μέσῃ τῇ πόλει ἐπόμπευσεν, ὃν θρίαμβον καλοῦσι Ρωμαῖοι, οὐ τῷ παλαιῷ μέντοι τρόπῳ, ἀλλὰ πεζῇ βαδίζων ἐκ τῆς οἰκίας τῆς αὑτοῦ ἄχρις εἰς τὸ ἱπποδρόμιον. ἦν δὲ τὰ λάφυρα, ὅσα δὴ ὑπουργικὰ τῇ βασιλέως τάξει ἀνεῖσθαι εἰώθει, θρόνοι χρυσοῖ, καὶ ὀχήματα, οἷς τῶν βασιλέων αἱ γυναῖκες ὀχοῦνται, κόσμος τε πολὺς ἐκ λίθων ἐντίμων συγκείμενος, ἐκπώματα δὲ χρυσᾶ, καὶ τὰ ἄλλα σύμπαντα, ὅσα εἰς τὴν βασιλέως θοίνην χρήσιμα. ἦν δὲ καὶ ἄργυρος ἕλκων μυριάδας πολλὰς ταλάντων καὶ παντοδαπῶν βασιλικῶν κειμηλίων, ἅπερ Γιζέριχος τὸ ἐν Ρώμῃ συλήσας παλάτιον ἔλαβεν· ἐν οἷς καὶ τὰ Ἰουδαίων κειμήλια ἦν, ἅπερ ὁ Οὐεσπασιανοῦ Τίτος μετὰ τὴν Ἱεροσολύμων ἅλωσιν εἰς Ρώμην ἤνεγκεν. ἀνδράποδα δὲ ἦν τοῦ θριάμβου Γελίμερ τε αὐτὸς ἐσθῆτά τινα ἐπὶ τῶν ὤμων ἀμπεχόμενος πορφυρᾶν, καὶ τὸ συγγενὲς ἅπαν, Οὐανδήλων τε ὅσοι εὐμήκεις ἄγαν καὶ καλοὶ τῷ σώματι ἦσαν. ὡς δὲ ἐν τῷ ἱπποδρομίῳ Γελίμερ ἐγένετο τόν τε βασιλέα ἐπὶ βήματος καθήμενον καὶ τὸν δῆμον ἑστῶτα ἐφ' ἑκάτερα μέρη εἶδεν, ἐπιλέγων οὐκ ἐπαύσατο βοῶν· «ματαιότης ματαιοτήτων· τὰ πάντα ματαιότης.» ἀφικόμενον δὲ αὐτὸν κατὰ τὸ τοῦ βασιλέως βῆμα τὴν πορφυρίδα περιελόντες πρηνῆ πεσόντα προσκυνῆσαι τὸν βασιλέα ἠνάγκασαν. ὁ δὲ βασιλεύς τε καὶ ἡ αὐγούστα τοῦ Ἰλδερίχου παῖδας καὶ ἐγγόνους πάντας τε τοὺς ἐκ τῆς Οὐαλεντινιανοῦ βασιλέως συγγενείας χρήματα ἱκανὰ ἐδωρήσατο, καὶ Γελίμερι χωρία ἐν Γαλατίᾳ μεγάλα τε καὶ τερπνὰ μετὰ πάντων τῶν συγγενῶν αὐτοῦ ἐν τούτοις οἰκεῖν συνεχώρησεν, εἰς πατρικίου δὲ τάξιν τοῦτον οὐκ ἀνεβίβασε διὰ τὸ μὴ δέχεσθαι αὐτὸν τῆς Ἀρείου δόξης μεταστῆναι. ὁ δὲ Βελισάριος μετὰ τὸν θρίαμβον ὑπάτευσεν, καὶ πάμπολλα χρήματα ἐκ τῆς αὐτοῦ νίκης ὁ δῆμος τοῦ Βυζαντίου ἀπήλαυσεν, ὅσα οὐδέποτε. τοῦ δὲ Σολόμωνος τὴν Λιβύην διέποντος, Μαυρούσιοι πόλεμον κατὰ Λιβύων ἐκίνησαν. οἱ δὲ Μαυρούσιοι ἐκ τῶν ἐθνῶν κατάγονται, οὓς Ἰησοῦς ὁ τοῦ Ναυῆ ἐκ τῆς Φοινίκων χώρας ἀπὸ Σιδῶνος μέχρις Αἰγύπτου κατοικοῦντας ἀπήλασεν. οἵ τινες καταλαβόντες τὴν Αἴγυπτον καὶ μὴ δεχθέντες ὑπ' αὐτῶν καταλαμβάνουσι τὴν Λιβύην, καὶ ταύτην παροικήσαντες (ἐν ὑστέρῳ καιρῷ οἱ παρὰ Ρωμαίοις βασιλεῖς κρατήσαντες Τίγισιν ταύτην ὠνόμασαν) στήσαντες δύο στήλας ἐπὶ τῆς μεγάλης κρήνης ἐκ λίθων λευκῶν ἐγκεκολαμμένα ἐχούσας γράμματα Φοινικικὰ λέγοντα τάδε· «ἡμεῖς ἐσμεν οἱ φυγόντες ἀπὸ προσώπου Ἰησοῦ τοῦ λῃστοῦ, υἱοῦ Ναυῆ.» ἦσαν δὲ καὶ ἄλλα ἔθνη ἐν Λιβύῃ πρότερον αὐτόχθονες, ἔχοντες βασιλέα Ἀνταῖον εἰς Κλιπέαν, ὃς Ἡρακλεῖ ἐπάλαισεν, ὃν τῆς γῆς υἱὸν ἔφασκον εἶναι, οἵ τινες Καρχηδόνα ἔκτισαν. Σολόμων δὲ λαβὼν ἐκ Καρχηδόνος τὰ στρατεύματα κατὰ Μαυρουσίων ἐχώρει. ἐλθὼν δὲ εἰς Βυζάκιον εἰς Ραμμῆς τὸ χωρίον, ἔνθα οἱ Μαυρούσιοι ἐστρατοπέδευσαν κύκλον ἐκ τῶν καμήλων ποιησάμενοι τάς τε γυναῖκας καὶ τοὺς παῖδας ἐντὸς τοῦ κύκλου ἀποθέμενοι, καὶ τοὺς Μαυρουσίους κατ' αὐτοῦ ἐξερχομένους, ἀποβὰς τοῦ ἵππου, πεντακοσίους ἐπιλέκτους ἐπαγόμενος εἰς ἓν τοῦ κύκλου ἐπισκῆψαι μέρος καὶ τὰς καμήλους κτείνειν ἐκέλευσεν. φονεύσας δὲ ἀμφὶ σʹ δρόμῳ εἰς τὸ τοῦ κύκλου μέσον ἐχώρησεν, ἔνθα αἱ γυναῖκες ἐκάθηντο. οἱ δὲ βάρβαροι ἐκπλαγέντες ἐπὶ τὸ ὄρος ἔφυγον σὺν πάσῃ ἀκοσμίᾳ. κτείνονται δὲ Μαυρουσίων ἐν ταύτῃ τῇ ἡμέρᾳ μύριοι. αἱ δὲ γυναῖκες πᾶσαι σὺν τοῖς παισὶν ἐν ἀνδραπόδων λόγῳ ἐγένοντο. καὶ τούτους λαβόντες σὺν ταῖς καμήλοις καὶ πάσῃ τῇ λείᾳ εἰς Καρχηδόνα εἰσῄεσαν τὴν ἐπινίκιον ἑορτὴν ἄγοντες. οἱ δὲ βάρβαροι πάλιν συναθροισθέντες πανδημεὶ σὺν γυναιξὶ καὶ τέκνοις μηδένα καταλιπόντες ἐστράτευσαν κατὰ Ρωμαίων καὶ τὰ ἐν Βυζακίῳ χωρία ἐληΐζοντο. Σολόμων δὲ ἄρας κατὰ τάχος πᾶν τὸ στράτευμα ἐπ' αὐτοὺς ᾔει. γενόμενος δὲ ἐν Βουργαρίωνι, ἔνθα οἱ πολέμιοι ἐστρατοπεδεύσαντο, διεκόσμησε τὸ στράτευμα ὡς εἰς μάχην. οἱ δὲ Μαυρούσιοι ἐν τῷ ὄρει τῶν Βουργαρίων ἐπὶ πλεῖον ἔμενον εἰς τὸ πεδίον κατελθεῖν μὴ βουλόμενοι. Σολόμων δὲ ἀποστέλλει Θεόδωρον διὰ τῆς νυκτὸς σὺν χιλίοις πεζοῖς καὶ τῶν σημείων τινά, ὅπως εἰς τὸ ὄρος ἐκ τῶν ὄπισθεν αὐτῶν διὰ τῆς νυκτὸς ἀνέλθωσι καὶ ἅμα τῷ ἡλίῳ ἀνίσχοντι τὰ σημεῖά τε ὕπερθεν ἄραντες κατὰ τῶν πολεμίων χωρήσωσιν. ὁμοίως δὲ καὶ αὐτὸς ὄρθρου βαθέος ἀνελθών, ἅμα κατὰ τῶν πολεμίων ἐχώρησαν. ἰδόντες δὲ οἱ βάρβαροι, ὅτι ἐν μέσῳ τῶν Ρωμαίων γεγόνασιν, εἰς φυγὴν ὥρμησαν κατὰ κρημνῶν ὠθίζοντες ἑαυτοὺς καὶ ἀναιροῦντες. ἀπέθανον δὲ ἐν τῷ πολέμῳ Μαυρουσίων μυριάδες εʹ, τῶν δὲ Ρωμαίων τὸ παράπαν οὐδὲ εἷς, οὐ μὴν οὐδὲ πληγήν τινα ἔλαβεν, ἀλλὰ πάντες ὑγιεῖς τὴν νίκην ἤραντο. οἱ δὲ πλεῖστοι τῶν ἀρχόντων αὐτῶν τοῖς Ρωμαίοις προσερρύησαν. γυναικῶν μέντοι καὶ παίδων τοσοῦτον πλῆθος οἱ Ρωμαῖοι ἔλαβον, ὥστε προβάτου τιμῆς παῖδα Μαυρούσιον ὠνήσασθαι βουλομένῳ ἀπεδίδοντο. καὶ τότε αὐτοῖς τὸ παλαιὸν λόγιον γυναικὸς μάντιδος ἀπέβη, ὡς ἄρα τὸ πλῆθος αὐτῶν παρὰ ἀνδρὸς ἀγενείου ὄλλυται. ὁ γὰρ Σολόμων εὐνοῦχος ἐκ παίδων παρὰ γνώμην καθέστηκεν ὑπὸ πάθους τὰ γεννητικὰ μόρια ἀποβαλών. λαβὼν δὲ τὴν λείαν πᾶσαν εἰς Καρχηδόνα ὑπέστρεψεν. Ἐν τούτῳ δὲ τῷ χρόνῳ τέρας ἐν τῷ οὐρανῷ συνέβη γενέσθαι. ὁ γὰρ ἥλιος ἀκτίνων χωρὶς τὴν αἴγλην ὥσπερ ἡ σελήνη ἐστύγναζεν ἅπαντα τὸν ἐνιαυτόν· ἐπὶ πλεῖστον δὲ ἐκλείποντι ἐῴκει, οὐ καθαρῶς φαίνων, ὥσπερ εἰώθει. χρόνος δὲ ἦν δέκατος τῆς βασιλείας Ἰουστινιανοῦ. ἐν τούτῳ τῷ χρόνῳ οὔτε πόλεμος, οὔτε θάνατος ἐπιφερόμενος τοῖς ἀνθρώποις ἐπέλειπεν. ἔαρι δὲ ἀρχομένῳ Βελισάριος ἀπεστάλη παρὰ Ἰουστινιανοῦ τὴν Σικελίαν ὑπόφορον ποιῆσαι Ρωμαίοις. χειμάσαντος δὲ αὐτοῦ ἐν Σικελίᾳ, τῆς ἑορτῆς τοῦ πάσχα καταλαβούσης, ἐστασίασαν οἱ ἐν Λιβύῃ Ρωμαῖοι κατὰ Σολόμωνος τρόπῳ τοιῷδε· λαβόντες γὰρ τῶν ἀναιρεθέντων Οὐανδήλων τὰς γυναῖκας κατέσχον τοὺς ἀγροὺς αὐτῶν ὡς ἰδίους καὶ τελεῖν τῷ βασιλεῖ τὰ ὑπὲρ αὐτῶν τέλη οὐκ ἤθελον· ὁ δὲ Σολόμων παρῄνει αὐτοῖς μὴ ἀνταίρειν κατὰ τοῦ βασιλέως, ἀλλὰ τὰ ὁρῶντα τούτῳ ἀποδιδόναι. μετέπεσον δέ τινες αὐτῶν, καὶ μάλιστα τῶν Γότθων, πρὸς τὴν Ἀρείου δόξαν, οὓς οἱ ἱερεῖς τῆς ἐκκλησίας ἠφόριζον, καὶ οὐδὲ τὰ τέκνα αὐτῶν βαπτίζειν ἤθελον· ὅθεν ἐν τῇ ἑορτῇ γέγονεν ἡ στάσις. ἐβουλεύσαντο δὲ οἱ στρατιῶται Σολόμωνα ἐν τῷ ἱερῷ κτεῖναι. ἐξελθόντες δὲ τῆς πόλεως ἐληΐζοντο τὰ ἐκείνης χωρία καὶ τοὺς Λίβυας ὡς πολεμίους ἐχρῶντο. Σολόμων δὲ ἀκούσας ταῦτα, εἰς θόρυβον πολὺν ἐμπεσὼν πιθανολογίαις πείθειν τὸν στρατὸν ἐπειρᾶτο παύσασθαι τῆς στάσεως. συλλεγέντες δὲ τόν τε Σολόμωνα καὶ τοὺς ἄρχοντας ἀναιδῶς ὕβριζον. Θεόδωρον δὲ τὸν Καππάδοκα εἰς τὸ παλάτιον ἐλθόντες στρατηγὸν τοῦτον ἐψηφίσαντο καὶ σιδηροφοροῦντες ἅπαντα τὸν προστυγχάνοντα ἔκτεννον, εἴτε Λίβυν, εἴτε Ρωμαῖον, Σολόμωνι γνώριμον, τά τε χρήματα ἐληΐσαντο καὶ εἰς τὰς οἰκίας εἰσερχόμενοι ἅπαντα τὰ τίμια ἥρπαζον. Σολόμων δὲ εἰς τὸ ἱερὸν τοῦ παλατίου προσφυγὼν ἔλαθεν. νυκτὸς δὲ ἐπιγενομένης ἐξελθὼν τοῦ παλατίου σὺν τῷ Προκοπίῳ τῷ συγγραφεῖ καὶ Μαρτίνῳ, καὶ εἰς ναῦν εἰσελθὼν πρὸς Βελισάριον ἐν Συρακούσῃ τῆς Σικελίας ἀφίκετο, γράψας Θεοδώρῳ φροντίζειν τῆς Καρχηδόνος καὶ τῶν βασιλικῶν πραγμάτων. οἱ δὲ στρατιῶται συλλεγέντες εἰς τὸ Βουλῆς πεδίον Στότζαν, τὸν Μαρτίνου δορυφόρον, τύραννον εἵλοντο, ἄνδρα θυμοειδῆ καὶ δραστήριον, ἐφ' ᾧ τοὺς βασιλέως ἄρχοντας ἐξελάσαντες Λιβύης κρατήσωσιν. Στότζας δὲ ἐλθὼν πλησίον Καρχηδόνος ἔπεμψε κελεύων τάχιστα παραδοῦναι αὐτῷ Θεόδωρον τὴν πόλιν, ὅπως κακῶν ἀπαθεῖς μείνωσιν. οἱ δὲ Καρχηδόνιοι καὶ Θεόδωρος τῷ βασιλεῖ ὡμολόγουν Καρχηδόνα φυλάσσειν. Στότζας δὲ ταῦτα ἀκούσας εἰς πολιορκίαν τῆς πόλεως καθίστατο. Βελισάριος δὲ ἀπολεξάμενος ἄνδρας ρʹ τῶν αὐτοῦ δορυφόρων τε καὶ ὑπασπιστῶν, οὓς ὁ Σολόμων ἐπαγόμενος μιᾷ νηῒ εἰς Καρχηδόνα κατέπλευσε περὶ λύχνων ἁφάς. ἐπεὶ δὲ ἡμέρα ἐγεγόνει, μαθὼν ὁ τύραννος καὶ οἱ στρατιῶται τὸν Βελισάριον ἥκειν αἰσχρῶς τε καὶ κόσμῳ οὐδενὶ εἰς φυγὴν ὥρμηντο. Βελισάριος δὲ τοῦ στρατοῦ ἀμφὶ δισχιλίους ἀγείρας τὴν δίωξιν ἐπὶ τοὺς φεύγοντας ἐποιήσατο καὶ τούτους κατέλαβεν εἰς Μέμβρεσαν τὴν πόλιν. ἰδὼν δὲ αὐτοὺς τὴν τάξιν λιπόντας καὶ κόσμῳ οὐδενὶ περιϊόντας κατ' αὐτῶν ὁμοίως ἐχώρει. οἱ δὲ εἰς φυγὴν ὥρμηντο εἰς Νουμιδίαν τε ἀφικόμενοι συνελέγοντο. ὀλίγοι δὲ ἐν τῷ πολέμῳ τούτῳ ἀπέθανον, καὶ αὐτῶν οἱ πλεῖστοι Οὐανδῆλοι ἦσαν. ἐφείδετο δὲ τῶν Ρωμαίων Βελισάριος. ληϊσάμενος δὲ τὸ στρατόπεδον αὐτῶν εὗρέ τε χρήματα πολλὰ καὶ γυναῖκας, δι' ἃς καὶ ὁ πόλεμος κατέστη. ταῦτα Βελισάριος διαπραξάμενος εἰς Καρχηδόνα ἀπήλαυνεν. ἐλθὼν δέ τις ἐκ Σικελίας ἀπήγγειλεν, ὡς στάσις ἐν τῷ στρατοπέδῳ ἐπιπεσοῦσα τὰ πράγματα ἀνασοβεῖν μέλλοι, εἰ μὴ αὐτὸς διὰ τάχους καταλάβοι· διαθέμενος δὲ τὰ ἐν Λιβύῃ, ὡς ἠδύνατο, Ἰλδίγερι τε καὶ Θεοδώρῳ παραδοὺς Καρχηδόνα εἰς Σικελίαν ᾔει. ταῦτα ἀκούσας Ἰουστινιανὸς Γερμανόν, τὸν ἀνεψιὸν αὐτοῦ, ἄνδρα πατρίκιον, εἰς Λιβύην σὺν ὀλίγοις τισὶν ἔπεμψε σὺν Δομνίκῳ καὶ Συμμάχῳ, ἀνδράσι σοφοῖς. γενόμενος δὲ ἐν Καρχηδόνι τούς τε στρατιώτας ὁ Γερμανὸς ἠρίθμει, καὶ τῶν γραμματέων τὰ βιβλία, ἐν οἷς τῶν στρατιωτῶν τὰ ὀνόματα ἐνεγέγραπτο, ἀναλεξάμενος εὗρε τὸ μὲν τρίτον μέρος τοῦ στρατοῦ ἔν τε Καρχηδόνι καὶ ταῖς ἄλλαις πόλεσιν ὑπὲρ τοῦ βασιλέως εἶναι, τοὺς δὲ ἄλλους ἅπαντας τῷ τυράννῳ συντεταγμένους. διὰ τοῦτο πρὸς μάχην μὲν οὐχ ὑπεξέβη, τοῦ δὲ στρατοῦ ἐπεμελεῖτο. ἐπεφθέγγετο δὲ παρὰ τοῦ βασιλέως σταλῆναι, ὅπως τοῖς ἠδικημένοις στρατιώταις ἐπαμύνῃ, κολάσῃ δὲ τοὺς ἀδικίαν εἰς αὐτοὺς ἄρξαντας. τούτων οἱ στρατιῶται ἀκούσαντες τῶν λόγων κατ' ὀλίγον αὐτῷ προσεχώρουν. ὁ δὲ Γερμανὸς αὐτοὺς σὺν πολλῇ φιλοφροσύνῃ ἐδέχετο, καὶ τὰ πιστὰ δοὺς ἐν τιμῇ εἶχε καὶ τὰς ῥόγας αὐτῶν παρεῖχεν. ἐπεὶ δὲ ὁ τούτων λόγος περιφερόμενος εἰς πάντας ἦλθεν, ἀποταξάμενοι τὸν τύραννον εἰς Καρχηδόνα ἦλθον. ὁ δὲ Στότζας τοῦ κακοῦ ἤδη αἰσθόμενος, τοὺς ἀπομείναντας ἐπιρρώσας ἐπὶ Καρχηδόνα ἤλαυνεν. ὁ δὲ Γερμανὸς ἐξοπλίσας τὸ στράτευμα κατ' αὐτοῦ ἐχώρει. ὁ δὲ σὺν αὐτῷ στρατὸς προθυμίαν πολλὴν ἐπιδειξάμενος εὐνοεῖν τῷ βασιλεῖ τὸν στρατηγὸν ἔπειθον. τούτους ἑωρακότες οἱ μετὰ Στότζα καὶ δειλίᾳ κατασχεθέντες ἀνεχώρησαν ἐπὶ Νουμιδίαν. ὁ δὲ Γερμανὸς παντὶ τῷ στρατῷ οὐκ εἰς μακρὰν ἦλθεν, καὶ τούτους καταλαβὼν εὗρεν, ὅτι συνέμιξαν αὐτοῖς Μαυρουσίων βαρβάρων μυριάδες πολλαί, ὧν Ἰαύδας τε καὶ Ὀρταΐας ἦρχον. συμβαλόντες δὲ πόλεμον, καὶ τῆς μάχης κραταιᾶς γενομένης, τὸν Γερμανοῦ ἵππον τις τῶν πολεμίων ἔκτεινεν. πεσὼν δὲ ἐπὶ γῆς Γερμανὸς εἰς κίνδυνον ἦλθεν, εἰ μὴ τὸ τάχος οἱ δορυφόροι φραξάμενοι ἔφερον ἵππον καὶ τοῦτον ἀνεβίβασαν. τρέπονται τοίνυν οἱ στρατιῶται, καὶ ὁ Στότζας ἐν τῷ θορύβῳ τούτῳ σὺν ὀλίγοις διαφυγεῖν ἴσχυσεν. ὁ δὲ Γερμανὸς τοῖς ἀμφ' αὐτὸν ἐγκελευσάμενος εὐθὺς ἐπὶ τὸ στρατόπεδον τῶν πολεμίων ὥρμησε καὶ τοῦτο παρέλαβε πολέμῳ. ἐνταῦθα δὲ τὰ χρήματα οἱ στρατιῶται οὐδενὶ λόγῳ ἁρπάζοντες τοῦ στρατηγοῦ λόγον οὐκ ἐποιοῦντο. δείσας δὲ ὁ Γερμανός, μὴ συμφρονήσαντες οἱ πολέμιοι ἐπ' αὐτὸν ἴωσιν, ἵστατο ὀδυρόμενος καὶ πρὸς εὐκοσμίαν τούτους παρακαλῶν. οἱ δὲ Μαυρούσιοι τὴν τροπὴν θεασάμενοι κατὰ τῶν στασιαστῶν ὥρμησαν καὶ τούτους ἐδίωκον σὺν τῷ τοῦ βασιλέως στρατῷ. Στότζας δὲ τὸ θάρσος εἰς αὐτοὺς ἔχων, ἑωρακὼς τὰ ὑπ' αὐτῶν γινόμενα μετὰ ρʹ εἰς φυγὴν ἐτράπη καὶ εἰς Μαυριτανίαν τὴν ἐνδοτέραν ἐχώρησεν. καὶ ἡ στάσις ἐν τούτοις ἐτελεύτα. Γερμανὸν δὲ σὺν Δομνίκῳ καὶ Συμμάχῳ μεταπεμψάμενος ὁ βασιλεὺς εἰς Βυζάντιον Σολόμωνι πάλιν τὰ τῆς Λιβύης πράγματα ἐνεχείρισεν, (τρισκαιδέκατον δὲ ἔτος ἦν τοῦτο τῆς Ἰουστινιανοῦ βασιλείας) παρασχόμενος αὐτῷ ἄρχοντάς τε ἄλλους καὶ Ρουφῖνον καὶ Λεόντιον καὶ Ἰωάννην, τὸν Σισιννίου υἱόν. Σολόμων δὲ καταπλεύσας εἰς Καρχηδόνα μετρίως τὸν λαὸν ἐξηγεῖτο καὶ Λιβύην ἀσφαλῶς διεφύλαττεν, διακοσμῶν τε τὸν στρατόν, [καὶ] εἴ τινα ὕποπτον ἐν αὐτῷ εὕρισκεν, εἰς Βυζάντιον ἔπεμπεν. Βελισάριος δὲ τήν τε Σικελίαν καὶ Ρώμην ὑπὸ Οὐιττίου κατεχομένην καὶ τὰς πέριξ πόλεις παραλαβὼν Οὐίττιον εἰς Βυζάντιον πρὸς Ἰουστινιανὸν ἤγαγε μετὰ τῆς γυναικὸς καὶ τῶν τέκνων αὐτοῦ. καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ναρσῆν τὸν κουβικουλάριον μετὰ στόλου ἐν τῇ Ρώμῃ πρὸς τὸ διακρατῆσαι τὰ ἐκεῖσε. Σολόμων δὲ τὰ ἐν Καρχηδόνι καὶ Λιβύῃ καλῶς διοικήσας κατὰ Μαυρουσίων ἐστράτευσεν. καὶ πρῶτον μὲν Γόνθαριν, τὸν αὐτοῦ δορυφόρον, ἄνδρα ἀγαθὸν εἰς τὰ πολέμια, σὺν στρατεύματι ἔπεμψεν, ὅστις εἰς Βίγαν ποταμὸν ἀφικόμενος εἰς Βαύγαϊν, πόλιν ἔρημον, ἐστρατοπεδεύσατο. ἐνταῦθα δὲ μάχης γενομένης, ἡττηθεὶς καὶ εἰς τὸ χαράκωμα ἀποχωρήσας ὑπὸ τῆς τῶν Μαυρουσίων προσεδρίας ἐπιέζετο. Σολόμων δὲ πλησίον γενόμενος καὶ ταῦτα μαθὼν κατὰ τάχος ἤει. οἱ δὲ βάρβαροι δείσαντες ἀναχωροῦσι καὶ εἰς τὸν Αὐρασίου ὄρους πρόποδα στρατοπεδεύουσιν. ὁ δὲ Σολόμων τούτοις συμβαλὼν εἰς φυγὴν ἔτρεψεν. οἱ δὲ Μαυρούσιοι ἐπὶ τὴν δυσχωρίαν τοῦ ὄρους ἔφυγον καὶ ἐπὶ Μαυριτάνους ᾤχοντο. Σολόμων δὲ τὰς ἐν Μουγάδῃ πεδιάδας ληϊσάμενος καὶ πᾶσαν τὴν γῆν αὐτῶν πυρπολήσας σῖτόν τε πολὺν κομισάμενος εἰς Ζερβούλην τὸ φρούριον ἀνέστρεψεν. ἔνθα Ἰαύδας σὺν δισμυρίοις Μαυρουσίοις προσέφυγεν. Ἰαύδας δὲ καταλιπὼν τὸ φρούριον εἰς τὸ τοῦ Αὐρασίου ὄρος εἰς ὕψος ἀναβὰς ἡσύχαζεν. Σολόμων δὲ Ζερβούλην τὸ φρούριον εἰς τρεῖς ἐπολιόρκησεν ἡμέρας, καὶ πάντα τὰ ἐν αὐτῷ ληϊσάμενος φύλακάς τε εἰς αὐτὸ καταστήσας ἐπὶ τὰ πρόσω ἐχώρει. καὶ διεσκοπεῖτο, ὅθεν εἰς τὴν κορυφὴν τοῦ ὄρους δυνηθείη γενέσθαι ἀποτόμου τε ὄντος καὶ πολλῇ δυσχερείᾳ κατεχομένου. ὁ δὲ θεὸς πόρον ἐν τῇ ἀπορίᾳ ἐποίησεν οὕτως. εἷς τῶν στρατιωτῶν τοῦ πεζικοῦ στρατοῦ, ὀπτίων ὤν, Γένζων ὀνόματι, εἴτε θυμῷ χρώμενος, εἴτε τι θεῖον αὐτὸν ἐκίνησεν, ἐπὶ τοὺς πολεμίους ἀνέβαινε μόνος. ὀπίσω δὲ τούτου τινὲς συστρατιῶται ἠκολούθουν ἐν θαύματι μεγάλῳ ποιούμενοι τὸ γινόμενον, τρεῖς δὲ τῶν Μαυρουσίων οἱ εἰς τὸ φυλάσσειν τὴν εἴσοδον τεταγμένοι ἰδόντες τὸν ἄνθρωπον ὑπήντων δρόμῳ νομίσαντες πρὸς αὐτοὺς ἀνιέναι. ὁ δὲ καθ' ἕνα τούτους ἐρχομένους διὰ τὴν στενοχωρίαν τοῦ τόπου τόν τε πρῶτον ἀνεῖλεν, ὁμοίως καὶ τὸν ἄλλον σὺν τῷ τρίτῳ. τοῦτο κατιδόντες οἱ ὄπισθεν ἰόντες πολλῷ θορύβῳ τε καὶ ταραχῇ ἐπὶ τοὺς πολεμίους ἐχώρουν. ὡς δὲ τὸ γενόμενον ἤκουσέ τε καὶ εἶδεν ἡ τῶν Ρωμαίων στρατιά, οὐδὲ τὸν στρατηγὸν ἀναμείναντες οὐδὲ τὰς σάλπιγγας, οὐδὲ τὴν τάξιν φυλάξαντες, ἀλλὰ πατάγῳ τε πολλῷ χρώμενοι καὶ ἀλλήλους ἐγκελευόμενοι ἔθεον ἐπὶ τὸ τῶν πολεμίων στρατόπεδον. ἐνταῦθα Ρουφῖνός τε καὶ Λεόντιος ἔργα ἐπεδείξαντο εἰς τοὺς πολεμίους ἀρετῆς ἄξια. αὐτίκα οἱ βάρβαροι εἰς φυγὴν ὅπου ἕκαστος ἠδύνατο ᾔεσαν. Ἰαύδας δὲ πληγεὶς ἀκοντίῳ τὸν μηρὸν διέφυγέ τε καὶ εἰς Μαυριτάνους ἀπεχώρησεν. οἱ δὲ Ρωμαῖοι διαρπάσαντες τὸ τῶν πολεμίων στρατόπεδον οὐκέτι τὸ Αὐράσιον ὄρος κατέλιπον, ἀλλὰ φρούρια οἰκοδομησάμενοι τοῦτο φυλάττουσιν. ἦν δέ τις πέτρα ἀπότομος πάνυ, ἐν ᾗ πύργον οἰκοδομήσαντες οἱ Μαυρούσιοι ὀχυρὰν ταύτην ἐποίησαν καταφυγήν, ἰσχυράν τε καὶ ἀμαχωτάτην. ἐνταῦθα ἐτύγχανεν Ἰαύδας τά τε χρήματα αὐτοῦ καὶ τὰς γυναῖκας ἀποθέμενος καὶ ἕνα φύλακα γέροντα τῶν χρημάτων καταστησάμενος. οὐ γὰρ ἄν ποτε ὑπετόπησε τοὺς πολεμίους εἰς τόνδε τὸν πύργον ἀφίξεσθαι, οὐδὲ βίᾳ τοῦτον ἑλεῖν δύνασθαι. οἱ δὲ Ρωμαῖοι τὰς τοῦ Αὐρασίου δυσχωρίας διερευνώμενοι ἐνταῦθα ἧκον· καὶ αὐτῶν τις ἀναβαίνειν εἰς τὸν πύργον σὺν γέλωτι ἐνεχείρησεν. αἱ δὲ γυναῖκες τοῦτον κατεγέλων σὺν τῷ πρεσβύτῃ. ὁ δὲ Ρωμαῖος, ἐπειδὴ χερσὶ καὶ ποσὶν ἀναβαίνων ἐγγύς που ἐγεγόνει, σπασάμενος τὸ ξίφος ἐξήλατο καὶ τοῦ γέροντος εἰς τὸν αὐχένα ἐπιτυχὼν τούτου τὴν κεφαλὴν ἐξέτεμεν. οἱ δὲ στρατιῶται θαρροῦντες ἤδη καὶ ἀλλήλων ἐχόμενοι εἰς τὸν πύργον ἀνέβαινον καὶ τὰς γυναῖκας τά τε χρήματα μεγάλα ὄντα λαβόντες πρὸς Σολόμωνα ἤγαγον. ὁ δὲ Σολόμων τείχη ταῖς ἐν Λιβύῃ πόλεσι περιέβαλεν, καὶ ἐπεὶ Μαυρούσιοι ἀνεχώρησαν ἐκ Νουμιδίας νικηθέντες, Ζάβην τε τὴν χώραν καὶ Μαυριτανίαν καὶ Ἴτιφιν τὴν μητρόπολιν ὑπόφορον Ρωμαίοις πεποίηκεν. τῆς γὰρ ἑτέρας Μαυριτανίας Καισάρεια ἡ πρώτη μητρόπολις ὑπάρχει. ταύτην δὲ Βελισάριος τὸ πρότερον καθυπέταξεν. διὰ τοῦτο Λίβυες ἅπαντες ὑπήκοοι Ρωμαίων γεγόνασιν εἰρήνης ἀσφαλοῦς τυχόντες. τετραετίαν δὲ ποιήσαντες ταύτῃ τῇ εἰρήνῃ, ἐν τῷ ιζʹ ἔτει Ἰουστινιανοῦ, Κῦρός τε καὶ Σέργιος, οἱ Βάκχου, τοῦ Σολόμωνος ἀδελφοῦ, παῖδες, ὑπὸ τοῦ βασιλέως ἀπεστάλησαν ἄρχειν ἐν Λιβύῃ, Πενταπόλεως μὲν Κῦρος, Τριπόλεως δὲ Σέργιος. οἱ δὲ Μαυρούσιοι τοὺς αὑτῶν πρεσβυτέρους εἰς Λεπτιμάγναν τὴν πόλιν ἔπεμψαν πρὸς Σέργιον, ὅπως δῶρά τε αὐτῷ προσαγάγωσι καὶ τὴν εἰρήνην κρατύνωσιν. Σέργιος δὲ Πουδεντίῳ πεισθείς, ἀνδρὶ Τριπολίτῃ, ὀγδοήκοντα μὲν τῶν βαρβάρων τοὺς δοκιμωτέρους ἐν τῇ πόλει ἐδέξατο πάντα ἐπιτελεῖν τὰ αἰτούμενα ὑπισχνούμενος, καὶ ὅρκοις τὴν εἰρήνην ἐκράτυνεν· τοὺς δὲ λοιποὺς ἔξω ἐν προαστείῳ ἤλασεν. τούτους δὲ ἐπ' ἄριστον καλέσας ἅπαντας ἔκτεινεν. εἷς δὲ τούτων λάθρα ἐκπηδήσας τοῖς ὁμοφύλοις τὰ γενόμενα ἐμήνυσεν. οἱ δὲ ταῦτα ἀκούσαντες δρόμῳ ἐπὶ τὸ οἰκεῖον στρατόπεδον ᾔεσαν καὶ σὺν πᾶσι τοῖς ἄλλοις ἐπὶ Ρωμαίους ἐγένοντο. ὁ δὲ Σέργιος σὺν τῷ Πουδεντίῳ τούτοις ἀπήντησεν, καὶ μάχης κροτηθείσης, Πουδέντιος μὲν πολλοὺς ἀποβαλὼν θνήσκει, Σέργιος δὲ εἰς ἄφατον φόβον ἐμπεπτωκὼς ἐπὶ Καρχηδόνα ἔπλευσε πρὸς Σολόμωνα, τὸν αὐτοῦ θεῖον. πᾶσαν δὲ τὴν Τρίπολιν Μαυρούσιοι ἀπέλιπον. οἱ δὲ βάρβαροι ἅπαντα ληϊσάμενοι τὰ ἐκεῖ χωρία ἐξανδραποδίσαντές τε πλῆθος Ρωμαίων ἐπὶ Πεντάπολιν ᾔεσαν. ὁ δὲ Κῦρος γνοὺς φυγὰς εἰς Καρχηδόνα κατέπλει. οἱ δὲ βάρβαροι, μηδενὸς ἀντιστάντος αὐτοῖς, Βερονίκην τὴν πόλιν ἑλόντες ἐπὶ Καρχηδόνα ἐστράτευσαν, καὶ εἰς τὸ Βυζάκιον ἀφικόμενοι πλεῖστα ἐξ ἐπιδρομῆς τῶν ἐκεῖ ἐληΐσαντο χωρία. Ἀντάλας δὲ ἔχθραν ἔχων πρὸς Σολόμωνα, διότι τὸν αὐτοῦ ἀδελφὸν ἔκτεινεν, τοῖς βαρβάροις ἑνοῦται καὶ κατὰ Καρχηδόνος καὶ Σολόμωνος τούτους ὡδήγησεν. Σολόμων δὲ ταῦτα ἀκούσας, παραλαβὼν τὸ στράτευμα κατ' αὐτῶν ὥρμησεν. ἐλθὼν δὲ εἰς Βέστην τὴν πόλιν ἓξ ἡμερῶν Καρχηδόνος ὁδὸν ἀπέχουσαν ἐν αὐτῇ ἐστρατοπεδεύσατο, ἦσάν τε σὺν αὐτῷ Κῦρος καὶ Σέργιος καὶ Σολόμων ὁ νέος, οἱ τοῦ Βάκχου παῖδες. ἰδὼν δὲ τὸ πλῆθος τῶν βαρβάρων καὶ δειλιάσας ἔπεμψε πρὸς τοὺς ἄρχοντας αὐτῶν μεμφόμενος αὐτούς, ὅτι ἔνσπονδοι Ρωμαίων ὄντες ὅπλα κατ' αὐτῶν ἐκίνησαν, ἀξιῶν δὲ τὴν εἰρήνην κρατύνεσθαι καὶ ὅρκοις βεβαιοῦσθαι. οἱ δὲ βάρβαροι χλευάσαντες τὰ εἰρημένα ἔφησαν· «ἐπειδὴ Σέργιος εἰς τὰ εὐαγγέλια ὀμόσας καλῶς ἐφύλαξε τοὺς ὅρκους ἀποκτείνας τοὺς ὀγδοήκοντα, πῶς νῦν ὑμῶν πιστεύσομεν τοὺς ὅρκους;» πολέμου δὲ κροτηθέντος, τρέπονται οἱ Ρωμαῖοι. τοῦ δὲ ἵππου ὀκλάσαντος κτείνεται Σολόμων, καὶ οἱ τούτου δορυφόροι, Σέργιος δέ, ὁ τούτου ἀνεψιός, τὴν τῆς Λιβύης ἀρχὴν ὑπὸ τοῦ βασιλέως ἐνεχειρίσθη. Ἰωάννης δὲ ὁ Σισιννιόλου καὶ οἱ λοιποὶ ἄρχοντες μῖσος πρὸς τὸν Σέργιον μέγα ἐκίνησαν, ὥστε μηδὲ ὅπλα κατὰ τῶν ἐχθρῶν αἴρειν βούλεσθαι. καὶ οἱ βάρβαροι ἀδεῶς πάντα ἐληΐζοντο. Ἀντάλας δὲ ἔγραψε τῷ βασιλεῖ Ἰουστινιανῷ, ὅτι «πάντες Μαυρούσιοι τὴν σὴν φιλίαν καὶ δουλείαν αἱροῦνται, ἀλλὰ τὴν Σολόμωνος καὶ τῶν τούτου ἀνεψιῶν βιαίαν ἐπαγωγὴν οὐχ ὑποφέροντες ἐτυράννησαν. τούτους παράστειλον, καὶ εἰρήνη Ρωμαίοις καὶ Μαυρουσίοις συνίσταται.» ὁ δὲ βασιλεὺς τοῦτο ποιῆσαι οὐ κατεδέξατο· ὁ δὲ Ἀντάλας καὶ ὁ τῶν Μαυρουσίων στρατὸς συνήχθησαν αὖθις ἐν Βυζακίῳ, καὶ σὺν αὐτοῖς Στότζας στρατιώτας ὀλίγους καὶ Οὐανδήλους ἔχων. οἱ δὲ Λίβυες παρεκάλουν Ἰωάννην τὸν Σισιννιόλου στράτευμα ἀγεῖραι καὶ κατὰ τῶν πολεμίων χωρῆσαι σὺν Ἱμερίῳ, τῷ ἄρχοντι τῶν ἐν Βυζακίῳ καταλόγων. ὁ δὲ λαβὼν τὸν στρατὸν ἐπὶ τοὺς πολεμίους ᾔει, Ἱμέριον προάγειν κελεύσας. συμβολῆς δὲ γενομένης ἡττῶνται Ρωμαῖοι, καὶ συλλαμβάνονται οἱ βάρβαροι τὸν Ἱμέριον ζῶντα σὺν τῷ στρατῷ αὐτοῦ· καὶ τοῦτον εἰς φυλακὴν ἀποθέμενοι τοὺς στρατιώτας Στότζᾳ παρέδωκαν ὁμολογοῦντας κατὰ Ρωμαίων στρατεύεσθαι. παραλαμβάνουσι δὲ δόλῳ διὰ τοῦ Ἱμερίου Ἀδράμυτον τὴν πόλιν. καὶ οἱ μὲν τῶν Λιβύων εἰς Σικελίαν κατέφυγον, ἄλλοι δὲ εἰς ἄλλας νήσους καὶ εἰς Βυζάντιον. Μαυρούσιοι δὲ καὶ Στότζας ἐν ἀδείᾳ πολλῇ τὴν Λιβύην πᾶσαν ἐληΐζοντο. οἱ δὲ ἐν Βυζαντίῳ εἰσελθόντες Λίβυες ἐδέοντο τῷ βασιλεῖ, ὅπως στράτευμα καὶ στρατηγὸν ἄριστον εἰς Λιβύην ἀποστείλῃ. ὁ δὲ βασιλεὺς Ἀρεόβινδον σὺν στρατιώταις ὀλίγοις, ἄνδρα μὲν εὐγενῆ καὶ εὔβουλον, ἔργων δὲ πολεμίων οὐδαμῶς ἔμπειρον, καὶ σὺν αὐτῷ Ἀθανάσιον καὶ Ἀρμενίους ὀλίγους, ὧν Ἀρταβάνης τε καὶ Ἰωάννης ἦρχον,οἱ Ἀρσακίδαι. οὐ μὴν οὐδὲ Σέργιον μετεπέμπετο, ἀλλὰ καὶ αὐτὸν σὺν Ἀρεοβίνδῳ Λιβύης στρατηγοὺς εἶναι ἐκέλευσεν· Σέργιον μὲν τὸν πόλεμον διενεγκεῖν πρὸς τοὺς ἐν Νουμιδίᾳ βαρβάρους, Ἀρεόβινδον δὲ πρὸς τοὺς ἐν Βυζακίῳ Μαυρουσίους διαμάχεσθαι. Ἀρεόβινδος δὲ τὴν Λιβύην καταλαβὼν καὶ τὸ ἥμισυ τοῦ στρατοῦ παραλαβὼν Ἰωάννην τὸν Κωνσταντιόλου κατὰ Στότζα καὶ τῶν βαρβάρων ἀπέστειλεν. Ἰωάννης δὲ τὰ πλήθη τῶν πολεμίων θεασάμενος ἠναγκάσθη χεῖρα αὐτοῖς ἐπιβαλεῖν. ἦν δὲ ἐν ἔχθρᾳ μεγάλῃ μετὰ Στότζα, ὥστε ἑκάτερος ηὔχετο φονεὺς τοῦ ἑτέρου γενέσθαι καὶ οὕτως ἀποθανεῖν. τῆς δὲ μάχης γενομένης, ἀμφότεροι τῶν στρατοπέδων ἐξελθόντες ἐπ' ἀλλήλους ἦλθον. ὁ μὲν οὖν Ἰωάννης τείνας τὸ τόξον κατὰ τὸν δεξιὸν βουβῶνα τῷ Στότζᾳ ἐπέτυχεν, ὃς μετ' ὀλίγας ἡμέρας τέθνηκεν. οἱ δὲ βάρβαροι θυμῷ πολλῷ ἐπὶ τοὺς πολεμίους χωρήσαντες, πλῆθος ἄπειρον ὄντες, τόν τε Ἰωάννην καὶ Ρωμαίους ἅπαντας ἀπέκτειναν. τοῦτον δέ φασιν εἰρηκέναι· «ἡδύν τινα θάνατον θνήσκω, τῆς εὐχῆς μου εἰς Στότζαν πληρωθείσης·» καὶ ὁ Στότζας μαθὼν τὸν τοῦ Ἰωάννου θάνατον ἐν χαρᾷ ἐτελεύτησεν. θνήσκει δὲ καὶ Ἰωάννης ὁ Ἀρμένιος. ὁ δὲ βασιλεὺς ταῦτα ἀκούσας περίλυπος γέγονε καὶ τὸν Σέργιον τῆς ἀρχῆς παραλύσας μετεπέμψατο, Ἀρεοβίνδῳ δὲ μόνῳ τὴν τῆς Λιβύης ἀρχὴν ἐνεχείρισεν. μετὰ δὲ δύο μῆνας Γονθάριός τις, τῶν ἐν Νουμιδίᾳ καταλόγων ἡγούμενος, δόλον μελετήσας κατὰ Ἀρεοβίνδου λάθρα τοῖς Μαυρουσίοις ἐδήλου, ὅπως κατὰ Καρχηδόνος χωρήσωσιν. αὐτίκα γοῦν ἔκ τε Νουμιδίας καὶ Βυζακίου πολεμίων στρατὸς εἰς ταὐτὸ ἀγηγερμένος ἐπὶ Καρχηδόνα σπουδῇ ᾔεσαν. ἡγεῖτο δὲ Νουμιδῶν μὲν Κουτζίνας καὶ Ἰαύδας, Βυζακίων δὲ Ἀντάλας. συνῆν δὲ αὐτοῖς καὶ Ἰωάννης ὁ τύραννος σὺν τοῖς στρατιώταις ἀντὶ Στότζα. ταῦτα γνοὺς Ἀρεόβινδος Γονθαρίῳ ὡς φίλῳ θαρρῶν τὸ στράτευμα παραδοὺς σὺν Ἀρταβάνῃ καὶ τοῖς Ἀρμενίοις κατὰ τῶν πολεμίων ἔστελλεν. ὁ δὲ Γόνθαρις τὸν ἑαυτοῦ μάγειρον ἐκ Μαυρουσίων ὄντα πρὸς τοὺς βαρβάρους ἀπέστειλε πρὸς Ἀντάλαν εἰπεῖν, ὡς αὐτῷ Γόνθαρις βούλεται τῆς Λιβύης ἀρχῆς κοινωνὸν λαβεῖν. ὁ δὲ Ἀντάλας τὸν μὲν λόγον ἀσμένως ἤκουσεν, ἀπεκρίθη δέ, ὡς οὐκ ἀσφαλῶς διὰ μαγείρου τὰ τοιαῦτα διοικεῖσθαι. ταῦτα Γόνθαρις ἀκούσας Οὐλίθεον, τὸν αὐτοῦ δορυφόρον, ὡς πιστὸν πρὸς Ἀντάλαν ἔπεμψεν, παρακαλῶν αὐτὸν πλησιάσαι τῇ Καρχηδόνι, ὅπως αὐτὸς τὸν Ἀρεόβινδον ἀνέλῃ. Οὐλίθεος δὲ κρυφῇ τῷ Ἀντάλᾳ συνέτυχεν, καὶ συνεφώνησαν, ἵνα ὁ μὲν Ἀντάλας τοῦ Βυζακίου ἄρχῃ καὶ τὸ ἥμισυ τῶν Ἀρεοβίνδου χρημάτων λάβῃ καὶ χιλίους πεντακοσίους στρατιώτας Ρωμαίους σὺν αὐτῷ, Γόνθαρις δὲ τὸ βασιλέως ἀξίωμα λάβῃ καὶ Καρχηδόνος τὸ κράτος. ταῦτα διαπραξάμενος Οὐλίθεος ἐπανῆκε πρὸς Γονθάριδα. οἱ δὲ βάρβαροι κατὰ Καρχηδόνος σπουδῇ πολλῇ ᾔεσαν. καταλαβόντες δὲ τὸ Δέκιμον καὶ στρατοπεδευσάμενοι ἐν αὐτῷ τῇ ὑστεραίᾳ ἐπὶ Καρχηδόνα ἐχώρουν. ὑπαντήσαντες δὲ τοῦ Ρωμαίων στρατεύματος ἀπροσδοκήτως αὐτοῖς συνέβαλον καὶ πολλοὺς τῶν Μαυρουσίων ἔκτειναν, οὓς δὴ ὁ Γόνθαρις κακίζων ἐπέσκωπτεν ὡς θρασυνομένους, καὶ τὰ τῶν Ρωμαίων πράγματα εἰς κίνδυνον φέρειν. ὁ δὲ Ἀρεόβινδος πέμψας πρὸς Κουτζίναν παρεκάλει προδότην αὐτὸν γενέσθαι Μαυρουσίων· ὁ δὲ ὡμολόγησε τοῦτο ποιεῖν. ἄπιστον γὰρ τὸ τῶν Μαυρουσίων γένος πρός τε ἀλλήλους καὶ πρὸς ἅπαντας. ταῦτα Ἀρεόβινδος τῷ Γονθάριδι ἐθάρρησεν. ὁ δὲ παρῄνει τῷ Ἀρεοβίνδῳ τῷ Κουτζίνᾳ μὴ πιστεύειν, Οὐλίθεον δὲ ἀποστείλας τῷ Ἀντάλᾳ ταῦτα ἐμήνυσεν. Γόνθαρις δὲ κτεῖναι τὸν Ἀρεόβινδον λάθρα διενοεῖτο καὶ πείθει τοῦτον ἐξελθεῖν τῆς Καρχηδόνος καὶ ἐν τῷ πολέμῳ εὑρεθῆναι. ὁ δὲ Ἀρεόβινδος ἄπειρος τοῦ πολέμου ὤν, τὰ ὅπλα περιβαλέσθαι μὴ δυνάμενος ἀνεβάλετο· καὶ οὕτως ὁ χρόνος προῆλθε τῆς ἡμέρας. διὸ δὴ τὴν παράταξιν εἰς τὴν αὔριον ἀποθέμενος ἡσύχασεν. Γόνθαρις δὲ αὐτὸν ἐξεπίτηδες τὴν μέλλησιν ποιεῖσθαι ὑποπτεύσας, ἅτε τῶν πραττομένων αἰσθόμενον, ἐκ τοῦ ἐμφανοῦς κατ' αὐτοῦ ἐτυράννησεν. Ἀρεόβινδος δὲ κατὰ τάχος τὴν Καρχηδόνα καταλιπὼν καὶ φυγῇ χρησάμενος, εἰς ναῦν τε εἰσελθὼν ἐπὶ τὸ Βυζάντιον πορεύεσθαι ἤμελλεν, εἰ μὴ χειμὼν μεταξὺ ἐπιγενόμενος διεκώλυσεν. ἀποστείλας δὲ Ἀθανάσιον ἐν Καρχηδόνι μετεπέμψατό τινας, ἐν οἷς καὶ Ἀρταβάνην, ὅστις πολλὰ παρῄνει τῷ Ἀρεοβίνδῳ, μήτε ἀναπεπτωκέναι μήτε δειλιαίνειν καὶ δεδιέναι τὸν Γονθάριδα, ἀλλ' ἐπ' αὐτὸν ὁμοῦ σὺν πᾶσι τοῖς αὐτῷ ἑπομένοις ἰέναι, πρίν τι περαιτέρω γενέσθαι κακόν. ὁ δὲ Γόνθαρις τὸν Ἀρεόβινδον εἰς τοὺς στρατιώτας διέβαλλεν ὡς ἄνανδρόν τε καὶ δειλὸν καὶ τὰς ῥόγας τούτοις μὴ βούλεσθαι διδόναι. ὁ δὲ Ἀρεόβινδος σὺν Ἀρταβάνῃ καὶ τοῖς ἑπομένοις κατὰ Γονθάριδος ἦλθεν. καὶ γίνεται μάχη ἔν τε ταῖς ἐπάλξεσι καὶ ταῖς πύλαις. τῶν δὲ στρατιωτῶν οἱ πλεῖστοι οὐκ ἔγνωσαν τὰ ὑπὸ Γονθάριδος μελετηθέντα, καὶ συναγόμενοι κατ' αὐτοῦ ὡπλίζοντο. ὁ δὲ Ἀρεόβινδος ἰδὼν ἀνθρώπους κτεινομένους, ἀήθης ὢν τοῦ τοιούτου θεάματος, τὴν δειλίαν οὐκ ἐνεγκὼν ἔφυγε καὶ εἰς τὸ τῆς παραθαλασσίας μοναστήριον, ὅπερ Σολόμων ἐδείματο καὶ περιετείχισεν ὡς φρούριον ἀσφαλές, εἰς αὐτὸ κατέφυγε σὺν τῇ γυναικὶ καὶ τῇ ἀδελφῇ. τότε καὶ Ἀρταβάνης φυγῇ ἐχρήσατο. Γόνθαρις δὲ κατὰ κράτος νικήσας τὸ παλάτιον ἔλαβεν. μεταπεμψάμενος δὲ τὸν τῆς πόλεως ἀρχιερέα καὶ Ἀθανάσιον τὰ πιστὰ τῷ Ἀρεοβίνδῳ ἐκέλευσε διδόναι καὶ εἰς τὸ παλάτιον αὐτὸν ἀγαγεῖν, ἀπειλήσας πολιορκήσειν αὐτὸν ἀπειθήσαντα καὶ μηκέτι αὐτῷ ὑπὲρ τῆς σωτηρίας τὰ πιστὰ δώσειν. ὁ δὲ παρὰ τοῦ ἐπισκόπου Ρεπαράτου τὰ πιστὰ λαβὼν τῷ Γονθάριδι εἰς ὄψιν ἦλθε καὶ πρηνὴς πεσὼν ἔκειτο τὴν ἱκετηρίαν αὐτῷ τὰ εὐαγγέλια προτεινόμενος, ἐφ' ἃ τὰ πιστὰ ὁ ἱερεὺς αὐτῷ δέδωκεν. ὁ δὲ Γόνθαρις τοῦτον ἀνέστησεν ὀμωμοκὼς αὐτῷ ἐπὶ πάντων μηδὲν αὐτῷ κακὸν ποιεῖν, ἀλλὰ τῇ ὑστεραίᾳ σὺν τῇ γυναικὶ καὶ τοῖς χρήμασιν αὐτοῦ εἰς Βυζάντιον στέλλεσθαι. τὸν δὲ ἱερέα ἀποπεμψάμενος Ἀρεόβινδον καὶ Ἀθανάσιον συνδειπνεῖν ἐν τῷ παλατίῳ ἔλαβεν. ἐτίμησε δὲ τὸν Ἀρεόβινδον καὶ πρῶτον αὐτοῦ ἐπὶ τῆς στιβάδος κατέκλινεν, δειπνήσαντα δὲ αὐτὸν ἐν κοιτῶνι καθεύδειν ἐκέλευσεν. ἀποστείλας δὲ Οὐλίθεον σὺν ἑτέροις τισὶ κωκύοντά τε καὶ ὀλολυγμοῖς χρώμενον τοῦτον ἔκτεινεν. Ἀθανασίου δὲ ἐφείσατο διὰ τὸ γῆρας. τῇ δὲ ἐπαύριον τὴν τούτου κεφαλὴν τῷ Ἀντάλᾳ ἔπεμψεν, τὰ δὲ χρήματα κατασχὼν οὐδὲν τούτῳ κατὰ τὰς συνθήκας δέδωκεν. Ἀντάλας δὲ μαθὼν τὰ εἰς Ἀρεόβινδον πεπραγμένα καὶ τὰς τοῦ Γονθάριδος ἐπιορκίας λογισάμενος Ἰουστινιανῷ τῷ βασιλεῖ προσχωρεῖν ἤθελεν. Ἀρταβάνης δὲ τὰ πιστὰ λαβὼν παρὰ τοῦ Γονθάριδος εἰς τὸ παλάτιον σὺν τοῖς Ἀρμενίοις ἀνέβη καὶ τοῦ τυράννου ὑπηρέτης εἶναι ὡμολόγησεν, λάθρα δὲ τοῦτον ἀνελεῖν ἐβουλεύετο. Γρηγορίῳ δὲ τῷ ἀνεψιῷ καὶ Ἀρτασηρίῳ τῷ δορυφόρῳ θαρρήσας τὸ βούλευμα ἔφη αὐτῷ Γρηγόριος· «νῦν σοί, Ἀρταβάνη, πάρεστι μόνῳ τὸ Βελισαρίου ἀναδήσασθαι κάλλος. ὁ μὲν γὰρ στρατιάν τε καὶ χρήματα μεγάλα παρὰ βασιλέως λαβὼν καὶ ἄρχοντας συνεπομένους καὶ στόλον, οἷον οὐδέποτέ τις ἠκηκόει, πόνῳ πολλῷ τοῖς Ρωμαίοις τὴν Λιβύην ὑπόφορον κατεστήσατο· νῦν δὲ ὡς ἐξ ἀρχῆς πάλιν γέγονεν εἰς τὸ ἀρχαῖον Λιβύη ἀποστατήσασα, ἐν σοὶ μόνῳ κεῖται ταύτην πάλιν τῷ βασιλεῖ προσενεγκεῖν καὶ τὰ πράγματα διασώσασθαι. λογίζου δὲ τὸ σὸν γένος, ὅτι Ἀρσακίδης ἀνέκαθεν εἶ, καὶ ὅτι εὐγενὴς ὢν ἀνδραγαθίζεσθαι ἀεὶ πρέπει καὶ πολλὰ ἔργα ὑπὲρ ἀρετῆς ἐπιδεικνύειν. νέου γὰρ σοῦ ὄντος, ἐνθυμήθητι ὡς Ἀκάκιον, τὸν Ἀρμενίων ἄρχοντα, καὶ Τζίταν, τὸν Ρωμαίων στρατηγόν, ἐν πολέμοις ἔκτεινας Χοσρόῃ τε, τῷ βασιλεῖ τῶν Περσῶν, συνεστράτευες. τοιοῦτος δὲ ὢν μὴ περιΐδῃς τὴν Ρωμαίων ἀρχὴν ὑπὸ κυνὸς μεθύοντος κατεχομένην. ἐγὼ δέ σοι καὶ Ἀρτασήριος ὅσα εἰς δύναμιν ἐπιτάττοντι ὑπουργήσομεν.»
Γόνθαρις δὲ τὸν Ἀρταβάνην ἡγεῖσθαι τοῦ στρατοῦ ἐπί τε Ἀντάλαν καὶ Μαυρουσίους τοὺς ἐν Βυζακίῳ ἐκέλευσε χωρεῖν. συνῆν δὲ αὐτῷ καὶ Ἰωάννης, ὁ τῶν στασιαστῶν ἄρχων, καὶ Οὐλίθεος ὁ δορυφόρος· εἵποντο δὲ αὐτῷ καὶ Μαυρούσιοι, ὧν Κουτζίνας ἦρχεν. συμβαλὼν δὲ τῷ Ἀντάλᾳ καὶ τοῖς βαρβάροις τούτους ἐτρέψατο. ἐθελοκακήσας δὲ Ἀρταβάνης, ἐκ τοῦ αἰφνιδίου στρέψας τὸ βάνδον εἰς τὸ στρατόπεδον ἤλαυνεν. Οὐλίθεος δὲ κτεῖναι τοῦτον εἰς τὸ στρατόπεδον διενοεῖτο. Ἀρταβάνης δὲ ἔφασκε δεῖσαι, μὴ ἐξ Ἀδραμύτου τῆς πόλεως ἐξελθόντες οἱ βάρβαροι βοηθήσωσι τοῖς ἐναντίοις καὶ ἀνήκεστα ἔργα εἰς ἡμᾶς πράξωσιν· ἀλλὰ Γονθάριδα σὺν παντὶ τῷ στρατῷ ἐληλυθέναι, καὶ οὕτως πάντας ἑλεῖν. καὶ ἀναστρέψας εἰς Καρχηδόνα τῷ τυράννῳ ταῦτα ἀπήγγειλεν. ὁ δὲ τύραννος τῷ Πασιφίλῳ βουλευσάμενος ἅπαντα μὲν διενοήθη τὸν στρατὸν ἐξοπλίσαι καὶ σὺν αὐτῷ στρατεύσασθαι, φύλακας δὲ μόνους τῇ πόλει καταλιπεῖν. καθ' ἑκάστην δὲ ἡμέραν πολλοὺς ἀνῄρει ὁ Γόνθαρις ἐξ ὑποψίας. ἐξελθὼν δὲ τῆς Καρχηδόνος ἐν προαστείῳ, οὗ δὴ στιβάδες ἦσαν ἐκ παλαιοῦ τρεῖς, ἐν αἷς κατεκλίθη σὺν Ἀρταβάνῃ καὶ Ἀθανασίῳ καὶ Πέτρῳ, τῷ δορυφόρῳ Σολόμωνος. Ἀρταβάνης τοίνυν τὸν καιρὸν ἐπιτήδειον εἰς τὸν τοῦ τυράννου φόνον οἰόμενος Γρηγορίῳ τε καὶ Ἀρτασηρίῳ καὶ δορυφόροις πιστοῖς τρισὶ τὸ πρᾶγμα ἐθάρρησεν· καὶ τοὺς μὲν δορυφόρους σὺν τοῖς ξίφεσιν ἔνδον ἐκέλευσε γενέσθαι· ἀρχόντων γὰρ ἑστιωμένων ὄπισθεν ἑστάναι δορυφόρους νόμος ἦν. ἐγχειρεῖν δὲ ἄφνω τὸ πρᾶγμα ἐκέλευσεν, ἡνίκα αὐτὸς τὸν καιρὸν αὐτοῖς διὰ νεύματος ποιήσῃ, τὸν Ἀρτασῆριν κελεύσας πρῶτον τοῦ ἔργου ἔχεσθαι τῷ δὲ Γρηγορίῳ ἐπέταττε τῶν Ἀρμενίων πολλοὺς τοὺς εὐτολμοτάτους ἀπολεξάμενον εἰς τὸ παλάτιον παρεῖναι τὰ ξίφη μόνα ἐπιφερομένους, καὶ αὐτοῖς τὸ μὲν βούλευμα μηδενὶ ἐξειπεῖν. προϊόντος δὲ τοῦ πότου, καὶ τοῦ Γονθάριδος καταβεβρεγμένου τῷ οἴνῳ, Ἀρτασήρας σπασάμενος τὸ ξίφος κατὰ τοῦ τυράννου ἐχώρει. εἷς δὲ τῶν οἰκετῶν ἰδὼν τὸ ξίφος γυμνὸν ἀνέκραγεν, «τί τοῦτο, ὦ βέλτιστε;» λέγων. ὁ δὲ Γόνθαρις στρέψας τὸ πρόσωπον εἰς αὐτὸν ἔβλεπεν. Ἀρτασήρας δὲ αὐτὸν τῷ ξίφει ἔπαισε καὶ τὴν δεξιὰν χεῖρα αὐτοῦ ἀφεῖλεν. ἀναπηδήσαντα δὲ τοῦτον Ἀρταβάνης μάχαιραν σπασάμενος ἐν τῇ τοῦ τυράννου πλευρᾷ ταύτην ἔπηξεν ἄχρι τῆς λαβῆς, καὶ τοῦτον ἄφνω ἀνεῖλεν. τότε Ἀρταβάνης τὸν Ἀθανάσιον ἐπιμελεῖσθαι τῶν ἐν τῷ παλατίῳ χρημάτων, καθὼς ἐπὶ Ἀρεοβίνδου, ἐκέλευσεν. ἐπεὶ δὲ οἱ φύλακες τὴν τοῦ Γονθάριδος τελευτὴν ἔμαθον, Ἰουστινιανὸν ἀνεβόων καλλίνικον βασιλέα. ἐντεῦθεν οἱ τῷ βασιλεῖ εὐνοηκότες εἰσπηδήσαντες εἰς τὰς τῶν στασιαστῶν οἰκίας τούτους ἔκτειναν. Ἰωάννης δὲ σὺν τοῖς Οὐανδήλοις εἰς τὸ ἱερὸν καταφεύγει, οὓς Ἀρταβάνης τὰ πιστὰ δοὺς καὶ ἐξαγαγὼν εἰς Βυζάντιον ἀπέστειλεν. γέγονε δὲ ὁ τοῦ τυράννου φόνος μετὰ λϛʹ ἡμέρας τῆς τούτου τυραννίδος, ἐννεακαιδεκάτου ἔτους Ἰουστινιανοῦ ὑπάρχοντος. Ἀρταβάνης δὲ ἐκ τούτου κλέος μέγα περιεβάλετο εἰς πάντας ἀνθρώπους. Περίεκτα δέ, ἡ Ἀρεοβίνδου γυνή, μεγάλα δῶρα τῷ Ἀρταβάνῃ ἐδωρήσατο. ὁ δὲ βασιλεὺς τοῦτον στρατηγὸν Λιβύης ἐποίησεν ἁπάσης. ὁ δὲ Ἀρταβάνης μετ' οὐ πολὺ παραιτησάμενος πρὸς βασιλέα εἰς Βυζάντιον ἦλθεν, καὶ ὁ βασιλεὺς Ἰωάννην, τὸν Πάππου ἀδελφόν, στρατηγὸν Λιβύης κατέστησεν. ὁ δὲ Ἰωάννης τὴν Λιβύην καταλαβὼν κατὰ Ἀντάλα καὶ Μαυρουσίων τῶν ἐν Βυζακίῳ ἐπεστράτευσε καὶ τούτους πολεμήσας νίκην ἤρατο καὶ πολεμίους πολλοὺς ἔκτεινε καὶ τὰ σημεῖα, ἅπερ Σολόμωνος οἱ βάρβαροι ἔλαβον, ἀφελόμενος ἐξ αὐτῶν τῷ βασιλεῖ εἰς Βυζάντιον ἔπεμψεν. τοὺς δὲ λοιποὺς τῶν βαρβάρων ἐδίωξε τῆς Ρωμαίων ἀρχῆς. χρόνῳ δὲ ὑστέρῳ οἱ Λευάθαι στρατῷ μεγάλῳ ἐκ τῶν ἐπὶ Τριπόλεως χωρίων εἰς Βυζάκιον ἀφικόμενοι τῷ Ἀντάλᾳ ἡνώθησαν· οἷς Ἰωάννης ἀπαντήσας ἡττήθη καὶ πολλοὺς ἀποβαλὼν εἰς Καρχηδόνα ἐπανῆκεν. οἱ δὲ βάρβαροι μέχρι Καρχηδόνος κατελθόντες τὰ ἐκείνης χωρία ἐληΐσαντο. ὕστερον δὲ Ἰωάννης τῶν στρατιωτῶν τὴν προθυμίαν διεγείρας καὶ Μαυρουσίους ἄλλους τε καὶ τοὺς ὄντας σὺν τῷ Κουτζίνᾳ εἰς συμμαχίαν λαβὼν καὶ τούτους πολεμήσας ἔτρεψεν. καὶ δίωξιν μεγάλην ποιησάμενος πολὺ πλῆθος ἀνεῖλεν, οἱ δὲ λοιποὶ εἰς τὰς ἐσχατιὰς τῆς Λιβύης ἔφυγον, καὶ οὕτω τὰ πράγματα ἐν Λιβύῃ εἰρήνης βαθείας ἔτυχον. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ͵ϛκζʹ. φκζʹ. ηʹ. ιʹ. γʹ. ιεʹ. αʹ. ιεʹ. ηʹ. Τούτῳ τῷ ἔτει ὁ τῶν Ἰβήρων βασιλεὺς Ζαμαναρζὸς ἀνῆλθεν ἐν Κωνσταντινουπόλει πρὸς τὸν εὐσεβέστατον βασιλέα Ἰουστινιανὸν μετὰ τῆς γυναικὸς καὶ τῶν συγκλητικῶν αὐτοῦ, παρακαλῶν αὐτὸν τοῦ εἶναι αὐτὸν σύμμαχον Ρωμαίων καὶ φίλον γνήσιον. ὁ δὲ βασιλεὺς τὴν τοιαύτην προαίρεσιν ἀποδεξάμενος πολλὰ αὐτὸν ἐφιλοτιμήσατο καὶ τοὺς αὐτοῦ συγκλητικούς· ὁμοίως καὶ ἡ αὐγούστα τῇ αὐτοῦ γυναικὶ κόσμια παντοῖα διὰ μαργαριτῶν ἐχαρίσατο. καὶ ἀπέλυσεν αὐτοὺς ἐν εἰρήνῃ εἰς τὴν ἰδίαν βασιλείαν. Ρώμης ἐπίσκοπος Ἀγαπητὸς ἔτη βʹ. ͵ϛκηʹ. φκηʹ. θʹ. ιαʹ. αʹ. ιϛʹ. βʹ. ιϛʹ. θʹ. Τούτῳ τῷ ἔτει ἔπαθεν ὑπὸ θεομηνίας Πομπηϊούπολις τῆς Μυσίας. ἐσχίσθη γὰρ ἡ γῆ ὑπὸ τοῦ σεισμοῦ, καὶ ἐχαώθη τὸ ἥμισυ τῆς πόλεως μετὰ τῶν οἰκητόρων. καὶ ἦσαν ὑπὸ τὴν γῆν, καὶ αἱ φωναὶ αὐτῶν ἠκούοντο βοώντων ἐλεηθῆναι. καὶ πολλὰ ἐδωρήσατο ὁ βασιλεὺς πρὸς τὸ ἐκχοηθῆναι καὶ βοηθηθῆναι αὐτούς, καὶ τοὺς ζήσαντας ἐφιλοτιμήσατο. Τῷ δ' αὐτῷ ἔτει παρέδωκεν Ἰουστινιανὸς τοῦ ψάλλεσθαι ἐν ταῖς ἐκκλησίαις τό· «ὁ μονογενὴς υἱὸς καὶ λόγος τοῦ θεοῦ.» ἐποίησε δὲ καὶ τὸ ὡρολόγιον τοῦ Μιλίου.

Κόσμου ἔτη ͵ϛκθʹ. Τῆς θείας σαρκώσεως ἔτη φκθʹ. Ρωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. ιʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. ιβʹ. Ρώμης ἐπίσκοπος Ἀγαπητὸς ἔτη βʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἄνθιμος ἔτος αʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Τιμόθεος ἔτη ιζʹ. ιζʹ. Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη ιηʹ. ιʹ. Τούτῳ τῷ ἔτει Ἐπιφανίου, ἐπισκόπου Κωνσταντινουπόλεως, τελευτήσαντος μηνὶ Ἰουνίῳ εʹ, ἰνδικτιῶνος ιεʹ, ἐπισκοπήσαντος ἔτη ιϛʹ καὶ μῆνας γʹ, Ἄνθιμος, αἱρετικός, ἐπίσκοπος Τραπεζούντων, μετετέθη ἐν Κωνσταντινουπόλει. Ἀγαπητὸς δέ, ὁ ἐπίσκοπος Ρώμης, ἐν τούτῳ τῷ ἔτει ἀνελθὼν ἐν Κωνσταντινουπόλει σύνοδον ἐκρότησε κατὰ τοῦ δυσσεβοῦς Σευήρου καὶ Ἰουλιανοῦ τοῦ Ἁλικαρνασέως καὶ τῶν λοιπῶν Θεοπασχιτῶν· ἐν οἷς καὶ Ἄνθιμος, ὁ ἐπίσκοπος Κωνσταντινουπόλεως, ὡς ὁμόφρων αὐτῶν καθαιρεθεὶς ἐξεβλήθη τῆς βασιλίδος ἐπισκοπήσας μῆνας ιʹ· καὶ ἐχειροτονήθη ἀντ' αὐτοῦ Μηνᾶς, πρεσβύτερος καὶ ξενοδόχος τῶν Σαμψών, ὑπὸ Ἀγαπητοῦ, τοῦ πάπα Ρώμης. Ἀγαπητὸς δέ, ὁ ἐπίσκοπος Ρώμης, ἐν Βυζαντίῳ ὢνἐκοιμήθη, καὶ ἐχειροτονήθη ἀντ' αὐτοῦ Σιλβέριος ζήσας ἔτος ἕν. Ρώμης ἐπίσκοπος Σίλβεστρος ἔτος αʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Μηνᾶς ἔτη ιϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γαϊνᾶς ἔτος αʹ. ιαʹ. ιγʹ. αʹ. αʹ. δʹ. αʹ. ιαʹ. Τούτῳ τῷ ἔτει μηνὶ Δεκεμβρίῳ κζʹ, ἰνδικτιῶνος αʹ, γέγονε τὰ πρότερα ἐγκαίνια τῆς μεγάλης ἐκκλησίας· καὶ ἐξῆλθεν ἡ λιτὴ ἀπὸ τῆς ἁγίας Ἀναστασίας, καθημένου Μηνᾶ τοῦ πατριάρχου ἐν τῷ βασιλικῷ ὀχήματι, καὶ τοῦ βασιλέως συλλιτανεύοντος τῷ λαῷ. γίνονται οὖν ἀπὸ τῆς ἡμέρας τῆς καύσεως τῆς ἁγιωτάτης μεγάλης ἐκκλησίας μέχρι τῶν ἐγκαινίων ἔτη εʹ μῆνες ιαʹ ἡμέραι ιʹ. Ρώμης ἐπίσκοπος Βιγίλιος ἔτη ιηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεοδόσιος ἔτη βʹ. ιβʹ. ιδʹ. αʹ. βʹ. εʹ. αʹ. ιβʹ. Τούτῳ τῷ ἔτει ἐκίνησαν οἱ Βούλγαροι, δύο ῥῆγες μετὰ πλήθους Βουλγάρων καὶ δρούγγου, εἰς τὴν Σκυθίαν καὶ Μυσίαν, στρατηλάτου ὄντος τῆς Μυσίας Ἰουστίνου καὶ τῆς Σκυθίας Βαουδαρίου. οἵ τινες ἐξελθόντες κατὰ τῶν Βουλγάρων συνέβαλον πόλεμον, καὶ ἐσφάγη Ἰουστῖνος ὁ στρατηλάτης ἐν τῷ πολέμῳ, καὶ ἐγένετο ἀντ' αὐτοῦ Κωνσταντῖνος ὁ Φλωρεντίου· καὶ ἦλθον οἱ Βούλγαροι ἕως τῶν μερῶν τῆς Θρᾴκης. καὶ ἐξῆλθε κατ' αὐτῶν ὁ στρατηλάτης Κωνσταντῖνος καὶ Γώδιλας καὶ [ἀκούσας] ὁ στρατηλάτης τοῦ Ἰλλυρικοῦ, Ἀκοὺμ ὁ Οὖννος, ὃν ἐδέξατο ὁ βασιλεὺς ἀπὸ τοῦ βαπτίσματος· καὶ μέσον βαλόντες τοὺς Βουλγάρους ἔκοψαν αὐτοὺς καὶ ἀπέκτειναν πλήθη πολλά, καὶ ἐξετίναξαν πᾶσαν τὴν πραῖδαν καὶ ἐνίκησαν κατὰ κράτος φονεύσαντες καὶ τοὺς δύο ῥῆγας αὐτῶν. καὶ ἐν τῷ ὑποστρέφειν αὐτοὺς μετὰ χαρᾶς ὑπήντησαν αὐτοῖς ἄλλοι Βούλγαροι, καὶ ὡς ἀπὸ κόπου ὄντες οἱ στρατηλάται δέδωκαν αὐτοῖς νῶτα, καὶ κατεδίωξαν αὐτοὺς οἱ Βούλγαροι καὶ ἐσώκισαν αὐτοὺς φεύγοντας, Κωνσταντῖνον καὶ τὸν Ἀκοὺμ καὶ Γώδιλαν. καὶ ὁ μὲν Γώδιλας μετὰ τοῦ παραμηρίου αὐτοῦ κόψας τὸν σῶκον ἐξείλησεν, ὁ δὲ Κωνσταντῖνος σὺν τῷ Ἀκοὺμ συνελήφθησαν ζῶντες. καὶ τὸν μὲν Κωνσταντῖνον δέδωκαν λαβόντες χίλια νομίσματα, καὶ ἦλθεν ἐν Κωνσταντινουπόλει, τὸν δὲ Ἀκοὺμ ἐκράτησαν εἰς τὴν ἰδίαν πατρίδα μετὰ καὶ ἄλλων αἰχμαλώτων. Τῷ δ' αὐτῷ ἔτει παρέλαβε Χοσρόης, ὁ βασιλεὺς Περσῶν, Ἀντιόχειαν τῆς Συρίας τὴν μεγάλην, καὶ εἰσῆλθεν ἐν Ἀπαμείᾳ καὶ ἑτέραις πόλεσιν.

Κόσμου ἔτη ͵ϛλβʹ. Τῆς θείας σαρκώσεως ἔτη φλβʹ. Ρωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. ιγʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. ιεʹ. Ρώμης ἐπίσκοπος Βιγίλιος ἔτη ιηʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Μηνᾶς ἔτη ιϛʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεοδόσιος ἔτη βʹ. βʹ. Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη ιηʹ. ιγʹ. Τούτῳ τῷ ἔτει προσερρύη Ρωμαίοις Μοῦνδος ἐκ τοῦ γένους τῶν Γηπαίδων καταγόμενος, υἱὸς Γιέσμου, ὅστις μετὰ τὴν τελευτὴν τοῦ πατρὸς αὐτοῦ ἦλθε πρὸς Ρῆγαν, τὸν θεῖον αὐτοῦ ἀπὸ μητρός, ῥῆγα ὄντα τοῦ Σερμίου. καὶ γνοὺς τοῦτο ὁ ῥὴξ Ρώμης, ὁ Θευδέριχος, πέμψας πρὸς αὐτόν, καὶ πεισθεὶς ἀπῆλθε πρὸς αὐτὸν καὶ ἦν μετ' αὐτοῦ συμμαχῶν αὐτῷ. μετὰ δὲ τὴν τελευτὴν Θευδερίχου ἦλθεν ἐπὶ τὸν Δανούβιον ποταμὸν καὶ ᾐτήσατο τὸν βασιλέα Ἰουστινιανὸν εἶναι ὑπὸ τὴν βασιλείαν αὐτοῦ· καὶ ἦλθεν ἐν Κωνσταντινουπόλει. καὶ πολλὰ αὐτὸν φιλοτιμησάμενος ὁ βασιλεὺς καὶ τὸν υἱὸν αὐτοῦ ἀπέλυσεν αὐτούς, ποιήσας αὐτὸν στρατηλάτην τοῦ Ἰλλυρικοῦ. καὶ ἐν τῷ παραγενέσθαι αὐτὸν εἰς τὸ Ἰλλυρικόν, ἐξῆλθον οἱ Βούλγαροι πλῆθος πολύ, καὶ ὁρμήσας κατ' αὐτῶν πάντας ἀνήλωσεν. καὶ ἀπέστειλεν ἐν Κωνσταντινουπόλει ἐκ τῆς αἰχμαλωσίας τὸν ἡγούμενον αὐτῶν μετὰ καὶ ἄλλων, καὶ ἐπόμπευσαν ἐν τῷ ἱππικῷ. καὶ ἐγένετο εἰρήνη βαθεῖα ἐν τῇ Θρᾴκῃ, μηκέτι τολμώντων τῶν Οὔννων περᾶσαι τὸν Δανοῦβιν. τοὺς δὲ αἰχμαλώτους τῶν Βουλγάρων ἔπεμψεν ὁ βασιλεὺς εἰς Ἀρμενίαν καὶ εἰς Λαζικήν, καὶ κατετάγησαν ἐν τοῖς νουμερίοις ἀριθμοῖς. Ἀλεξανδρείας ἐπίσκοπος Παῦλος ἔτη βʹ. ιδʹ. ιϛʹ. γʹ. δʹ. ζʹ. αʹ. ιδʹ. Τῷ ιδʹ ἔτει Ἰουστινιανοῦ Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, τετάρτην εἰσβολὴν εἰς τὴν τῶν Ρωμαίων γῆν ἐποιήσατο. ἐλθόντι δὲ εἰς τὴν Κωμαγηνῶν χώραν κατὰ Παλαιστίνης καὶ Ἱεροσολύμων διενοεῖτο χωρεῖν, ὅπως τὰ ἐν Ἱεροσολύμοις κειμήλια ληΐσηται. χώραν γὰρ ταύτην ἀγαθὴν καὶ πολυχρύσων οἰκητόρων ἤκουεν εἶναι. Ρωμαῖοι δὲ τούτοις ὑπαντιάζειν τρόπῳ οὐδενὶ διενοοῦντο, τὰ δὲ ὀχυρώματα καταλαβόντες, ὡς ἕκαστος ἠδύνατο, ταῦτα διαφυλάττειν καὶ αὐτοὶ σώζεσθαι ἠβούλοντο. γνοὺς δὲ ταῦτα Ἰουστινιανὸς Βελισάριον αὖθις ἐκ τῶν ἑσπερίων ἐληλυθότα ἐπ' αὐτοὺς ἔπεμψεν. ὁ δὲ ἵπποις τοῖς τοῦ δημοσίου ὀχούμενος τάχει πολλῷ εἰς τὴν Εὐφρατησίαν ἀφίκετο. Ἰοῦστος δέ, ὁ τοῦ βασιλέως ἀνεψιός, σὺν Βούζῃ, τῷ στρατηγῷ τῆς ἑῴας, ἐν Ἱεραπόλει καταφυγὼν ἐτύγχανεν. ἀκούσαντες δὲ Βελισάριον ἥκειν γράφουσι πρὸς αὐτοὺς ἀφίκεσθαι, καὶ τὴν Ἱεράπολιν διαφυλάττειν. ὁ δὲ Βελισάριος τούτους λίαν κατεμέμψατο, γράψας πρὸς αὐτούς, οὐ δίκαιον εἶναι μίαν πόλιν φυλάττειν καὶ τοὺς ἐχθροὺς ἀφιέναι ἐπὶ τὴν τῶν Ρωμαίων χώραν μετὰ ἀδείας βαδίζειν καὶ τὰς τῆς βασιλείας πόλεις λυμαίνεσθαι. «εὖ γὰρ ἴστε, ὅτι τὸ σὺν τῇ ἀρετῇ ἀπολωλέναι τοῦ σεσῶσθαι ἀμαχητὶ ἄμεινον. οὐ γὰρ ἂν σωτηρία τοῦτο κληθείη, ἀλλὰ προδοσία δικαίως. ἀλλ' ἥκετε τάχιστα εἰς Εὔρωπον τὸ χωρίον, οὗ δὴ συλλέξας τὸ στράτευμα ὅλον, ὅσ' ἂν ὁ θεὸς θέλῃ ἐλπίδα ἔχω τοὺς πολεμίους ἐργάσασθαι.»
ταῦτα ἀκούσαντες οἱ ἄρχοντες ἐθάρσησαν, καὶ Ἰοῦστον μὲν σὺν ὀλίγοις τισὶ φυλάττειν τὴν Ἱεράπολιν κατέλιπον, οἱ δὲ λοιποὶ εἰς Εὔρωπον ἦλθον. γνοὺς δὲ Χοσρόης Βελισάριον πάντα τὸν στρατὸν Ρωμαίων στρατοπεδεύεσθαι ἐν Εὐρώπῳ ἐξέστη· καὶ πρόσω μὲν ἐλαύνειν οὐκέτι ἔγνω, Ἀβανδάνην δὲ τὸν γραμματέα, ἄνδρα συνετόν, πρὸς Βελισάριον ἔπεμψεν, τόν τε στρατηγὸν κατασκεψόμενον καὶ τὸ στρατόπεδον, τῷ δὲ λόγῳ δῆθεν μεμψόμενον, ὅτι βασιλεὺς Ἰουστινιανὸς τοὺς πρέσβεις ἐν Περσίδι οὐκ ἔπεμψε τὴν εἰρήνην πρυτανεύσοντας. ὁ δὲ Βελισάριος μαθὼν τοὺς πρέσβεις ἥκειν, αὐτὸς μὲν ἑξακισχιλίους ἀπολεξάμενος ἄνδρας εὐμήκεις τε καὶ τὰ σώματα καλοὺς ἄπωθεν τοῦ στρατοπέδου κυνηγήσων ἐξῄει. Διογένην δὲ τὸν δορυφόρον καὶ Ἀδούλιον, ἄνδρα Ἀρμένιον, τὸν ποταμὸν διαβῆναι σὺν ἱππεῦσι χιλίοις ἐκέλευσεν, ὡς ψηλαφήσοντας τὴν τοῦ ποταμοῦ διάβασιν. Βελισάριος δέ, ἐπεὶ τὸν πρεσβευτὴν ἐγγὺς ἐρχόμενον ἔγνω, τὸν παπυλεῶνα ἐπήξατο ἐν χωρίῳ ἐρήμῳ παραδηλῶν ὅτι οὐδεμιᾷ παρασκευῇ ἐνταῦθα ἥκει. τοὺς δὲ στρατιώτας διέταξεν, τῆς μὲν καλύβης ἐφ' ἑκάτερα εἶναι Θρᾷκάς τε καὶ Ἰλλυριούς, Γότθους τε καὶ Ἐλούρους, μεθ' οὓς Οὐανδήλους τε καὶ Μαυρουσίους. τοῦ τε πεδίου ἐπὶ πλεῖστον διῆκον· οὐ γὰρ εἰς ἕνα τόπον ἵσταντο, ἀλλ' ἐβάδιζον εἰλυόμενοι, ὡς κυνηγετοῦντες, καὶ παρέργως, τὸ δοκεῖν, τὸν Χοσρόου πρεσβευτὴν ἔβλεπον· διεζωσμένοι τε ἐβάδιζον καὶ φαιδροὶ τὰ πρόσωπα, πελέκυάς τε βαστάζοντες καὶ μεναύλους. ὁ δὲ Ἀβανδάνης εἰς ὄψιν Βελισαρίου ἐλθὼν λυπεῖσθαι τὸν Χοσρόην ἔφασκεν, ὅτι δή, καθὰ συνέθετο, οὐκ ἔπεμψεν Ἰουστινιανὸς πρέσβεις πρὸς αὐτὸν περὶ τῆς εἰρήνης καὶ ἠνάγκασε Χοσρόην κατὰ Ρωμαίων στρατεύεσθαι. Βελισάριος δὲ ἀντ' οὐδενὸς τούτου τοὺς λόγους ἐποιεῖτο τὸν Χοσρόην λέγων αἴτιον εἶναι τοῦ πολέμου. εἰ γὰρ εἰρήνης ἐφίετο, οὐκ ἂν εἰς τὴν τῶν Ρωμαίων γῆν ἀφικόμενος ταύτην ἐζήτει, ἀλλ' εἰς τὴν ἰδίαν χώραν μένων τοὺς πρέσβεις ἐξεδέχετο. καὶ ταῦτα εἰπὼν τὸν πρέσβιν ἀπεπέμψατο. ὁ δὲ πρὸς Χοσρόην ἀφικόμενος ἔφη στρατηγὸν ἑωρακέναι Βελισάριον συνετόν τε καὶ ἀνδρεῖον ὑπεράγαν, στρατιώτας δὲ οἵους αὐτὸς ἄλλους οὐ πώποτε εἶδεν, «ὧν τὴν εὐκοσμίαν ἐθαύμασα ἐκ διαφόρων ἐθνῶν συνειλεγμένους·» καὶ συνεβούλευσε Χοσρόῃ μὴ συμπλέκεσθαι εἰς μάχην μετ' αὐτῶν, ὅπως μὴ ἡττηθέντος αὐτοῦ τὸ πᾶν διαπέσῃ τῆς τῶν Περσῶν βασιλείας ἐν γῇ Ρωμαίων ὑπάρχοντι καὶ φυγῆς τόπον μὴ ἔχοντι. καὶ τὸ νικᾷν αὐτὸν οὐ μέγα, στρατηγὸν γὰρ τῶν Ρωμαίων καὶ μόνον νικήσειεν. ὁ δὲ Χοσρόης τῇ τούτου παραινέσει ἀναστρέφειν εὐθὺς ἐπὶ τὰ ἴδια διενοεῖτο. ἐφοβεῖτο γὰρ τὴν διάβασιν τοῦ ποταμοῦ ποιήσασθαι, ὡς τῶν Ρωμαίων ταύτην κατεχόντων. καὶ πολλὰ διαλογισάμενος ἀπέστειλε πρὸς Βελισάριον παρακαλῶν αὐτὸν τοῦ τὸν ποταμὸν διαβάντας ἀναστεῖλαι καὶ τούτῳ τὴν πάροδον ἀκωλύτως παρέχειν. Βελισάριος δὲ εὐθὺς πρὸς αὐτὸν πρέσβεις ἔπεμψε καὶ τοῦτον τῆς ἀναχωρήσεως ἐπῄνεσε καὶ πρέσβεις ἐκ τοῦ βασιλέως συντόμως ἥκειν διεβεβαιώσατο, ὅπως τὴν εἰρήνην βραβεύσωσιν. ἠξίου δὲ Χοσρόης τὸν Βελισάριον διὰ τῆς τῶν Ρωμαίων γῆς τὴν πάροδον ποιήσασθαι ἀκινδύνως. ὁ δὲ Βελισάριος Ἰωάννην τὸν Ἐδεσηνόν, ἄνδρα διαφανέστατον, ὅμηρον τῷ Χοσρόῃ ἀπέστειλε πρὸς τὸ ἀκινδύνως παρελθεῖν αὐτὸν τὴν τῶν Ρωμαίων χώραν. οἱ δὲ Ρωμαῖοι τὸν Βελισάριον ἐν εὐφημίαις εἶχον, μᾶλλον [δὲ] ἐνευδοκιμήσαντα ἐν τούτῳ τῷ ἔργῳ, ἢ ὅτε Γελίμερά τε δορυάλωτον καὶ Οὐιττίγιν τοὺς δύο βασιλεῖς εἰς Βυζάντιον ἤγαγεν. ἦν γὰρ ὡς ἀληθῶς λόγου τε καὶ ἐπαίνου ἄξιον, πεφοβημένων τῶν Ρωμαίων καὶ ἐν τοῖς ὀχυρώμασι κρυπτομένων πάντων, Χοσρόου δὲ στρατῷ μεγάλῳ ἐν μέσῳ γεγονότος τῆς Ρωμαίων ἀρχῆς, ἄνδρα ἕνα ἐν τῷ ὀξεῖ δρόμῳ ἐκ Βυζαντίου ἥκοντα ἀπεναντίας τοῦ τῶν Περσῶν βασιλέως στρατοπεδεύσασθαι, Χοσρόην δὲ ἐκ τοῦ ἀπροσδοκήτου τῇ τούτου σοφίᾳ ἐξαπατηθέντα ἄπρακτον εἰς τὴν οἰκείαν ἀναχωρῆσαι χώραν. Τῷ δ' αὐτῷ ἔτει Τιμοθέου, ἐπισκόπου Ἀλεξανδρείας, τελευτήσαντος, Σευῆρος ὁ δυσσεβής, Ἀντιοχείας μοιχὸς πρόεδρος, καὶ Ἰουλιανὸς ὁ Ἁλικαρνασεὺς ἐν Ἀλεξανδρείᾳ φυγόντες, περὶ φθαρτοῦ καὶ ἀφθάρτου διενεχθέντες κατ' ἀλλήλων γεγόνασιν, ὡς ἀληθείας ὄντες ἀλλότριοι. καὶ ὁ μὲν Θεοδόσιον, ὁ δὲ Γαϊνᾶν προεβάλοντο εἰς ἐπισκόπους Ἀλεξανδρείας· καὶ Γαϊνᾶς μὲν ἐκράτησε τῆς ἐπισκοπῆς ἐνιαυτόν, ὁ δὲ Θεοδόσιος δύο. τούτους δὲ Ἰουστινιανὸς πέμψας ἤγαγεν ἐν Βυζαντίῳ καὶ ἀλλήλων κεχωρισμένους διαιτᾶσθαι προσέταξεν, Παῦλον δέ τινα δοκούμενον εἶναι ὀρθόδοξον ἐπίσκοπον Ἀλεξανδρείας προεβάλετο. οὗτος τὴν μνήμην Σευήρου τοῦ ἀνιέρου ποιήσας ἐξεβλήθη τῆς ἐπισκοπῆς ὀργῇ τοῦ βασιλέως καὶ ἐλθὼν διέτριβεν εἰς Ἱεροσόλυμα. ιεʹ. ιζʹ. δʹ. εʹ. ηʹ. βʹ. ιεʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνος εʹ, γέγονεν ἐν Βυζαντίῳ τὸ μέγα θανατικόν. καὶ τῷ αὐτῷ χρόνῳ ἡ ὑπαπαντὴ τοῦ κυρίου ἔλαβεν ἀρχὴν ἐπιτελεῖσθαι ἐν τῷ Βυζαντίῳ τῇ βʹ τοῦ Φεβρουαρίου μηνός. καὶ τῷ Αὐγούστῳ μηνὶ ιϛʹ τῆς αὐτῆς εʹ ἰνδικτιῶνος ἐγένετο σεισμὸς μέγας ἐν Κωνσταντινουπόλει, καὶ ἔπεσον ἐκκλησίαι καὶ οἶκοι καὶ τὸ τεῖχος, μάλιστα τὸ κατὰ τὴν Χρυσῆν πόρταν. ἔπεσε δὲ καὶ ἡ λόγχη, ἣν ἐκράτει ὁ ἀνδριὰς ὁ ἑστὼς εἰς τὸν φόρον τοῦ ἁγίου Κωνσταντίνου, καὶ ἡ δεξιὰ χεὶρ τοῦ ἀνδριάντος τοῦ Ξηρολόφου· καὶ ἀπέθανον πολλοί, καὶ ἐγένετο φόβος μέγας. Ἀλεξανδρείας ἐπίσκοπος Ζώϊλος ἔτη ζʹ. ιϛʹ. ιηʹ. εʹ. ϛʹ. θʹ. αʹ. ιϛʹ. Τούτῳ τῷ ἔτει συνέβη πολεμῆσαι ἀλλήλους τὸν βασιλέα τῶν Αὐξουμιτῶν Ἰνδῶν ..... Ἰουδαίων ἐξ αἰτίας τοιαύτης. ὁ τῶν Αὐξουμιτῶν βασιλεὺς ἐνδότερός ἐστι τῆς Αἰγύπτου, [ἰουδαΐζων.] οἱ δὲ τῶν Ρωμαίων πραγματευταὶ διὰ τοῦ Ὁμηρίτου εἰσέρχονται ἐπὶ τὸν Αὐξουμίτην καὶ τὰ ἐνδότερα μέρη τῶν Ἰνδῶν καὶ Αἰθιόπων. τῶν δὲ πραγματευτῶν κατὰ τὸ εἰωθὸς εἰσελθόντων ἐν τοῖς ὁρίοις τοῦ Ὁμηρίτου, Δαμιανός, ὁ τούτων βασιλεύς, ἐφόνευσεν αὐτοὺς καὶ ἀφείλατο πάντα αὐτῶν λέγων, ὅτι· «οἱ Ρωμαῖοι κακοποιοῦσι τοὺς ἐν τῇ χώρᾳ αὐτῶν Ἰουδαίους καὶ φονεύουσιν αὐτούς.» καὶ ἐκ τούτου ἔλυσαν τὴν πραγματείαν τῶν ἐνδοτέρων Ἰνδῶν τοῦ Αὐξουμίτου. καὶ ἀγανακτήσας ὁ τῶν Αὐξουμιτῶν βασιλεὺς Ἀδὰδ ἐδήλωσε τῷ Ὁμηρίτῃ, ὅτι· «ἔβλαψας τὴν βασιλείαν μου καὶ τὴν ἐνδοτέραν Ἰνδίαν, κωλύσας τοὺς Ρωμαίων πραγματευτὰς τοῦ εἰσέρχεσθαι πρὸς ἡμᾶς.» καὶ ἦλθον εἰς ἔχθραν μεγάλην καὶ συνέβαλον πόλεμον μετ' ἀλλήλων. καὶ ἐν τῷ μέλλειν αὐτοὺς πολεμεῖν Ἀδάδ, ὁ τῶν Αὐξουμιτῶν βασιλεύς, ἐτάξατο λέγων, ὅτι· «εἰ νικήσω τὸν Ὁμηρίτην, Χριστιανὸς γίνομαι, ὅτι ὑπὲρ Χριστιανῶν πολεμῶ.» καὶ τῇ τοῦ θεοῦ συνεργίᾳ ἐνίκησε κατὰ κράτος καὶ ἔλαβεν αἰχμάλωτον ζῶντα Δαμιανόν, τὸν βασιλέα αὐτῶν, καὶ τὴν χώραν αὐτῶν καὶ τὰ βασίλεια αὐτῶν· καὶ εὐχαριστήσας τῷ θεῷ Ἀδάδ, ὁ βασιλεὺς τῶν Αὐξουμιτῶν, ἔπεμψε πρὸς τὸν βασιλέα Ἰουστινιανὸν λαβεῖν ἐπίσκοπον καὶ κληρικούς, καὶ διδαχθῆναι καὶ γενέσθαι Χριστιανός. καὶ ἐχάρη ἐπὶ τούτῳ μεγάλως Ἰουστινιανός, καὶ ἐκέλευσε δοθῆναι αὐτοῖς ἐπίσκοπον, ὃν ἂν θελήσωσιν. καὶ ἐπελέξαντο οἱ αὐτοὶ πρεσβευταὶ περιεργασάμενοι παραμονάριον τοῦ ἁγίου Ἰωάννου ἐν Ἀλεξανδρείᾳ τῇ μεγάλῃ, ἄνδρα. εὐλαβῆ καὶ παρθένον, ὀνόματι Ἰωάννην, ἐτῶν ξβʹ. καὶ λαβόντες αὐτὸν ἀπῆλθον εἰς τὴν ἰδίαν χώραν πρὸς Ἀδάδ, τὸν βασιλέα αὐτῶν καὶ οὕτως ἐπίστευσαν τῷ Χριστῷ καὶ ἐφωτίσθησαν [ἅπαντες αὐτῶν.]
https://byzantium.gr/
Κόσμου ἔτη ͵ϛλϛʹ. Τῆς θείας σαρκώσεως ἔτη φλϛʹ. Ρωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. ιζʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. ιθʹ. Ρώμης ἐπίσκοπος Βιγίλιος ἔτη ιηʹ. ϛʹ. Κωνσταντ. ἐπίσκοπος Μηνᾶς ἔτη ιϛʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ιʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ζώϊλος ἔτη ζʹ. βʹ. Ἀντιοχείας ἐπίσκοπος Ἐφραΐμιος ἔτη ιηʹ. ιζʹ. Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ ϛʹ, ἡμέρᾳ αʹ, ἰνδικτιῶνος ζʹ, γέγονε σεισμὸς μέγας εἰς ὅλον τὸν κόσμον, ὥστε πτωθῆναι τὸ ἥμισυ τῆς Κυζίκου. καὶ τῷ αὐτῷ ἔτει ἐπληρώθη ὁ χαλκοῦς κίων ὁ μέγας, ὁ πλησίον τοῦ παλατίου, ὁ λεγόμενος Αὐγουστεύς. καὶ ἀνηνέχθη ἡ στήλη τοῦ βασιλέως Ἰουστινιανοῦ ἔφιππος. καὶ τῷ αὐτῷ ἔτει ἀνεφάνη τις ἐκ τῆς τῶν Ἰταλῶν χώρας κωμοδρόμος ὀνόματι Ἀνδρέας ἔχων μεθ' ἑαυτοῦ κύνα ξανθὸν καὶ τυφλόν, ὅστις κελευόμενος ὑπ' αὐτοῦ ἐποίει θαύματα· ἑστῶτος γὰρ αὐτοῦ ἐν τῇ ἀγορᾷ, καὶ ὄχλου παρεστῶτος, λάθρα τοῦ κυνὸς ἐκομίζετο τὰ τῶν ἑστώτων δακτυλίδια χρυσᾶ τε καὶ ἀργυρᾶ καὶ σιδηρᾶ· καὶ ἐτίθει εἰς τὸ ἔδαφος περισκέπων αὐτὰ τῷ χώματι καὶ ἐπέτρεπε τῷ κυνί, καὶ ἔπαιρνεν καὶ ἐδίδου ἑκάστῳ τὸ ἴδιον. ὁμοίως καὶ διαφόρων βασιλέων νομίσματα μιγνύμενα ἐπεδίδου κατ' ὄνομα. ἀλλὰ καὶ παρεστῶτος ὄχλου ἀνδρῶν τε καὶ γυναικῶν, ἐπερωτώμενος ἐδείκνυε τὰς ἐν γαστρὶ ἐχούσας καὶ τοὺς πόρνους καὶ μοιχοὺς καὶ κνιποὺς καὶ μεγαλοψύχους· καὶ ὑπεδείκνυε πάντα μετὰ ἀληθείας. ὅθεν ἔλεγον, ὅτι «πνεῦμα ἔχει Πύθωνος.» ιηʹ. κʹ. ζʹ. ηʹ. ιαʹ. γʹ. ιηʹ. Τούτῳ τῷ ἔτει ἐπανέστη ἡ θάλασσα τῇ Θρᾴκῃ ἐπὶ μίλια δʹ καὶ ἐκάλυψεν αὐτὴν ἐπὶ τὰ μέρη Ὀδύσσου καὶ Διονυσοπόλεως καὶ τὸ Ἀφροδίσιον· καὶ πολλοὶ ἐπνίγησαν ἐν τοῖς ὕδασιν. καὶ πάλιν τῷ τοῦ θεοῦ προστάγματι ἀπεκατέστη ἡ αὐτὴ θάλασσα εἰς τοὺς ἰδίους τόπους. Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. Ἀντιοχείας ἐπίσκοπος Δόμνος ἔτη ιδʹ. ιθʹ. καʹ. ηʹ. θʹ. αʹ. δʹ. αʹ. Τούτῳ τῷ ἔτει γέγονε λεῖψις σίτου καὶ οἴνου καὶ χειμερία πολλή. καὶ ἐγένετο σεισμὸς μέγας ἐν Βυζαντίῳ, καὶ διαστροφὴ περὶ τοῦ ἁγίου πάσχα. καὶ ἐποίησαν οἱ δῆμοι τὴν ἀποκρεώσιμον μηνὶ Φεβρουαρίῳ δʹ. ὁ δὲ βασιλεὺς προσέταξεν ἑτέραν ἑβδομάδα πραθῆναι κρέα. καὶ πάντες οἱ κρεωπῶλαι ἔσφαξαν καὶ προέθηκαν, καὶ οὐδεὶς ἠγόραζεν, οὔτε ἤσθιεν. τὸ δὲ πάσχα γέγονεν, ὡς ὁ βασιλεὺς ἐκέλευσεν, καὶ εὑρέθη ὁ λαὸς νηστεύων ἑβδομάδα περιττήν. κʹ. κβʹ. θʹ. ιʹ. βʹ. εʹ. βʹ. Τούτῳ τῷ ἔτει παρελήφθη ἡ Ρώμη ὑπὸ τῶν Γότθων. καὶ ὁ πάπας Βιγίλιος παρεγένετο ἐν Κωνσταντινουπόλει, καὶ δεχθεὶς ὑπὸ τοῦ βασιλέως μετὰ μεγάλης τιμῆς ὑπισχνεῖτο ποιεῖν ἕνωσιν τῆς καθολικῆς ἐκκλησίας καὶ ἀναθεματίζειν τὰ τρία κεφάλαια, τοσοῦτον τιμηθεὶς ὑπὸ τοῦ βασιλέως, ὡς ἐπαρθέντα ἀκοινωνησίαν τεσσάρων μηνῶν δοῦναι Μηνᾷ, τῷ Κωνσταντινουπόλεως ἐπισκόπῳ, εἰς ἐπιτίμιον. καὶ Μηνᾶς δὲ αὐτῷ τὸ αὐτὸ ἐπιτίμιον δέδωκεν. ἀγανακτήσας δὲ ὁ βασιλεὺς κατὰ Βιγιλίου διὰ τὸ ἐπιτίμιον καὶ διὰ τὸ ὑπερτίθεσθαι πληρῶσαι τὰ δόξαντα περὶ τῆς ἑνώσεως τῶν ἐκκλησιῶν ἀπέστειλε συλλαβεῖν αὐτόν. ὁ δὲ φοβηθεὶς τὴν ὀργὴν τοῦ βασιλέως τῷ θυσιαστηρίῳ Σεργίου τοῦ μάρτυρος μονῆς τῶν Ὁρμίσδου προσέφυγεν. κἀκεῖθεν ἑλκόμενος κατέσχε τοὺς βαστάζοντας τὸ θυσιαστήριον κίονας καὶ τούτους κατέστρεψεν, βαρὺς ὢν καὶ μέγας τῷ σώματι. ὁ δὲ βασιλεὺς μεταμεληθεὶς ἐδέξατο τὸν πάπαν Βιγίλιον. καὶ παρακληθεὶς Βιγίλιος ὑπὸ Θεοδώρας τῆς αὐγούστης ἐδέξατο Μηνᾶν, τὸν πατριάρχην Κωνσταντινουπόλεως, τῇ κθʹ τοῦ Ἰουνίου μηνὸς τῶν ἁγίων ἀποστόλων. Τῷ δ' αὐτῷ ἔτει μηνὶ Μαίῳ ιαʹ, τῷ σαββάτῳ τῆς ἁγίας πεντηκοστῆς, τοῦ γενεθλίου ἀγομένου ἱππικοῦ, γέγονε μάχη τῶν δύο μερῶν. καὶ ἀποστείλας ὁ βασιλεὺς τοὺς ἐκσκουβίτορας καὶ στρατιώτας ξιφήρεις ἀνεῖλον πολλοὺς ἐξ αὐτῶν, καὶ ἐπνίγησαν φεύγοντες πολλοί. ἄλλοι δὲ καὶ ἐσφάγησαν, καὶ γέγονεν ὄλεθρος πολύς. καʹ. κγʹ. ιʹ. ιαʹ. γʹ. ϛʹ. γʹ. Τούτῳ τῷ ἔτει ἐγένοντο σεισμοὶ συνεχεῖς καὶ βροχαὶ μεγάλαι, ὁμοίως καὶ τῷ Φεβρουαρίῳ μηνὶ σεισμὸς μέγας, ὥστε πάντας ἀπογινώσκειν καὶ ἐν φόβῳ μεγάλῳ γίνεσθαι καὶ λιτανεύειν καὶ δέεσθαι τοῦ θεοῦ ῥυσθῆναι τῶν ἐπικειμένων ἀπειλῶν. Τῷ δ' αὐτῷ ἔτει μηνὶ Ἰουνίῳ, ἰνδικτιῶνος ιαʹ, ἐκοιμήθη ἡ βασίλισσα Θεοδώρα εὐσεβῶς. κβʹ. κδʹ. ιαʹ. ιβʹ. δʹ. ζʹ. δʹ. Τούτῳ τῷ ἔτει γεγόνασι βρονταὶ καὶ ἀστραπαὶ φοβεραὶ πάνυ, ὥστε πολλοὺς καθεύδοντας ἐκ τῶν ἀστραπῶν βλαβῆναι. καὶ τῇ ἡμέρᾳ τοῦ ἁγίου Ἰωάννου γεγόνασι βρονταὶ καὶ ἀστραπαὶ πάνυ φοβεραί, ὥστε τοῦ Ξηρολόφου κίονος ἀποπεταλωθῆναι μέρος καὶ ἡ κεφαλὴ ἡ γεγλυμμένη τοῦ αὐτοῦ κίονος. τῷ δὲ Ἰουλίῳ μηνὶ γέγονε συμβολὴ ἐξ ἀμφοτέρων τῶν μερῶν, καὶ ἐνεπυρίσθη ἡ οἰκία ἡ λεγομένη τῶν Πάρδου· καὶ ἐκαύθησαν πολλά, τοῦτ' ἔστιν ἀπὸ τοῦ χαλκοῦ τετραπύλου ἕως τῆς λεγομένης τὰ Ἐλευσίας. καὶ ἐγένοντο φόνοι πολλοί. προκένσου δὲ γενομένου ἐν τῷ Ἑβδόμῳ ἀπώλεσαν οἱ βεστίτορες τὸ στέμμα τοῦ βασιλέως, ὅπερ μετὰ μῆνας ηʹ εὑρέθη. ὅπου καὶ ἓν μαργαριτάριν καὶ πᾶσα ἡ λοιπὴ αὐτοῦ λιθέα ἐσώθη καὶ εὑρέθη.

Κόσμου ἔτη ͵ϛμβʹ. Τῆς θείας σαρκώσεως ἔτη φμβʹ. Ρωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. κγʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. κεʹ. Ρώμης ἐπίσκοπος Βιγίλιος ἔτη ιηʹ. ιβʹ. Κωνσταντ. ἐπίσκοπος Μηνᾶς ἔτη ιϛʹ. ιγʹ. Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. εʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. αʹ. Ἀντιοχείας ἐπίσκοπος Δόμνος ἔτη ιδʹ. εʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ ιγʹ ἀχθέντος ἱππικοῦ πρεσβευτὴς Ἰνδῶν ἦλθεν ἐν Κωνσταντινουπόλει φέρων ἐλέφαντα· καὶ εἰσῆλθεν ἐν τῷ ἱπποδρομίῳ. τῷ δὲ Ἰαννουαρίῳ μηνὶ κατεβιβάσθη τὸ ὄνομα Μηνᾶ, πατριάρχου Κωνσταντινουπόλεως, καὶ προεβιβάσθη τὸ ὄνομα Βιγιλίου προτασσομένου ἐν τοῖς διπτύχοις. τῷ δὲ Μαρτίῳ μηνὶ ἐξείλησεν ὁ ἐλέφας νυκτὸς ἀπὸ τοῦ σταύλου καὶ πολλοὺς ἐφόνευσε καὶ ἄλλους ἐκύλλωσεν. τῷ δὲ Ἀπριλλίῳ μηνὶ ιϛʹ ἐγένετο συμβολὴ τῶν δήμων πρὸς ἀλλήλους ἐν δειλινῇ, ἱππικοῦ ἀγομένου· καὶ πολλοὶ ἀπέθανον ἀμφοτέρων τῶν μερῶν· καὶ εἰς ἐργαστήρια εἰσῆλθον καὶ ἥρπαζον, εἴ τι εὕρισκον, ἐπάρχου ὄντος Ἰωάννου τοῦ ἐπιλεγομένου Κοκκοροβίου. τῷ δὲ Ἰουνίῳ μηνὶ κηʹ ἡμέρᾳ γʹ γέγονε τὰ ἐγκαίνια τῶν ἁγίων ἀποστόλων καὶ ἡ κατάθεσις τῶν ἁγίων λειψάνων Ἀνδρέου, Λουκᾶ καὶ Τιμοθέου, τῶν ἀποστόλων. καὶ διῆλθεν ὁ ἐπίσκοπος Μηνᾶς μετὰ τῶν ἁγίων λειψάνων καθήμενος ἐν ὀχήματι χρυσῷ βασιλικῷ διαλίθῳ κρατῶν τὰς τρεῖς θήκας τῶν ἁγίων ἀποστόλων εἰς τὰ γόνατα αὐτοῦ· καὶ οὕτως ἐποίησε τὰ ἐγκαίνια. κδʹ. κϛʹ. ιγʹ. ιδʹ. ϛʹ. βʹ. ϛʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ἀπριλλίῳ, ἰνδικτιῶνος ιδʹ, ἐπέμφθη Ναρσῆς ὁ κουβικουλάριος εἰς Ρώμην ὀφείλων πολεμῆσαι τοῖς Γότθοις τοῖς παραλαβοῦσι τὴν Ρώμην, ἐπειδὴ μετὰ τὸ παραλαβεῖν αὐτὴν τὸν Βελισάριον πάλιν ἐπανέστησαν καὶ παρέλαβον αὐτὴν οἱ Γότθοι. τῷ δὲ Ἰουλίῳ μηνὶ θʹ ἐγένετο σεισμὸς μέγας καὶ φοβερὸς ἐν πάσῃ τῇ χώρᾳ Παλαιστίνης καὶ Ἀραβίας καὶ Μεσοποταμίας καὶ Συρίας καὶ Φοινίκης, καὶ ἔπαθε Τύρος καὶ Σιδὼν καὶ Βηρυτὸς καὶ Τρίπολις καὶ Βύβλος· καὶ ἀπέθανον ἐν αὐταῖς ἀνθρώπων πλήθη πολλά. ἐν δὲ τῇ πόλει Βότρυος ἀπεσπάσθη ἀπὸ τοῦ παρακειμένου τῇ θαλάσσῃ ὄρους, τοῦ λεγομένου Λιθοπροσώπου, μέρος πολὺ καὶ εἰσηνέχθη εἰς τὴν θάλασσαν καὶ ἀπετέλεσε λιμένα, ὡς δύνασθαι ὁρμᾷν ἐν αὐτῇ πλοῖα πολλὰ παμμεγέθη. οὐκ εἶχε γὰρ ἡ αὐτὴ πόλις πρὸ τούτου λιμένα. ὁ δὲ βασιλεὺς ἀπέστειλε χρήματα πρὸς τὸ ἀνεγεῖραι τὰ πεπτωκότα τῶν αὐτῶν πόλεων. ἔφυγε δὲ ἡ θάλασσα εἰς τὸ πέλαγος ἐπὶ μίλιον ἕν, καὶ ἀπώλοντο πλοῖα πολλά. καὶ πάλιν τῇ τοῦ θεοῦ κελεύσει ἀπεκατέστη εἰς τὴν ἰδίαν κοίτην. κεʹ. κζʹ. ιδʹ. ιεʹ. ζʹ. γʹ. ζʹ. Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ, ἰνδικτιῶνος ιεʹ, γεγόνασι τὰ ἐγκαίνια τῆς ἁγίας Εἰρήνης πέραν ἐν Συκαῖς. καὶ ἐξῆλθον τὰ ἅγια λείψανα ἐκ τῆς μεγάλης ἐκκλησίας μετὰ καὶ τῶν δύο πατριαρχῶν, Μηνᾶ τοῦ Κωνσταντινουπόλεως καὶ Ἀπολιναρίου Ἀλεξανδρείας. καὶ ἐκάθισαν ἀμφότεροι ἐν τῷ βασιλικῷ ὀχήματι κατέχοντες ἐν τοῖς γόνασιν αὐτῶν τὰ ἅγια λείψανα· καὶ ἦλθον ἕως τοῦ Περάματος καὶ ἐπέρασαν, καὶ ὑπήντησεν αὐτοῖς ὁ βασιλεύς. καὶ ἠνέῳξαν τὴν αὐτὴν ἐκκλησίαν τῆς ἁγίας μάρτυρος Εἰρήνης. τῷ δ' αὐτῷ ἔτει ἐκαθαρίσθη ὁ λιμὴν τοῦ Ἑβδόμου. καὶ τῷ αὐτῷ χρόνῳ τελευτᾷ Μηνᾶς, ὁ ἐπίσκοπος Κωνσταντινουπόλεως, καὶ γέγονεν ἀντ' αὐτοῦ Εὐτύχιος, ὁ ἀποκρισιάριος Ἀμασείας, μοναχὸς τῆς ἐν Ἀμασείᾳ μονῆς καὶ πρεσβύτερος τῇ αὐτῇ ἡμέρᾳ, τοῦ λειψάνου Μηνᾶ ἔτι κειμένου ἐν τῷ ἱερατείῳ. καὶ τῷ Αὐγούστῳ μηνὶ ἐπινίκια ἦλθον ἀπὸ Ρώμης Ναρσῆ, τοῦ κουβικουλαρίου καὶ ἐξάρχου Ρωμαίων. συμβαλὼν γὰρ πόλεμον μετὰ Τοτίλα, ῥηγὸς τῶν Γότθων, κατὰ κράτος ἐνίκησε καὶ ἔλαβε τὴν Ρώμην καὶ ἔσφαξε τὸν Τότιλαν καὶ τὰ ἱμάτια αὐτοῦ ᾑμαγμένα σὺν τῷ διαλίθῳ καμηλαυκίῳ αὐτοῦ ἔπεμψεν ἐν Κωνσταντινουπόλει· καὶ ἐρρίφησαν εἰς τοὺς πόδας τοῦ βασιλέως ἐπὶ σεκρήτου. [δεῖ δὲ ταγῆναι καὶ τὸ τοῦ Ἀνθίμου ἔτος εἰς τὸν πατριάρχην Μηνᾶν, ἵνα συσταθῶσι τὰ ιϛʹ ἔτη.] Κωνσταντινουπόλεως ἐπίσκοπος Εὐτύχιος ἔτη ιγʹ. κϛʹ. κηʹ. ιεʹ. αʹ. ηʹ. δʹ. ηʹ. Τούτῳ τῷ ἔτει γέγονεν ἡ ἁγία καὶ οἰκουμενικὴ πέμπτη σύνοδος κατὰ Ὠριγένους τοῦ παράφρονος καὶ Διδύμου τοῦ ἀπὸ ὀμμάτων καὶ Εὐαργίου καὶ τῆς ἑλληνόφρονος αὐτῶν ληρῳδίας καὶ αὖθις κατὰ τῶν [ἀκεφάλων] κεφαλαίων. Βιγίλιος δὲ ὁ Ρώμης τοῖς συνελθοῦσιν οὐ συνήδρευσεν· ἀπελύθη δὲ πολλῶν κινηθέντων ὑπὸ τοῦ βασιλέως καὶ ἐν τῷ Ἰλλυρικῷ ἐτελεύτησε τὴν ἐπὶ Ρώμην ἀναλύων ὁδόν. κζʹ. κθʹ. ιϛʹ. βʹ. θʹ. εʹ. θʹ. Τούτῳ τῷ ἔτει μηνὶ Αὐγούστῳ ιεʹ, ἰνδικτιῶνος βʹ, ὥρᾳ μεσονυκτίου, διαφαυούσης κυριακῆς, ἐγένετο σεισμὸς φοβερός, ὥστε παθεῖν οἴκους πολλοὺς καὶ λουτρὰ καὶ ἐκκλησίας καὶ μέρος τῶν τειχῶν Κωνσταντινουπόλεως, μάλιστα τὸ τῆς Χρυσῆς πόρτης· καὶ πολλοὶ ἀπέθανον. πέπτωκε δὲ καὶ Νικομηδείας μέρος πολύ. ἐπεκράτησε δὲ ὁ αὐτὸς σεισμὸς ἡμέρας μʹ. καὶ πρὸς ὀλίγον οἱ ἄνθρωποι κατενύγησαν λιτανεύοντες καὶ προσεδρεύοντες καὶ εἰς τὰς ἐκκλησίας μένοντες, καὶ πάλιν φιλανθρωπίας θεοῦ γενομένης ἐπὶ τὸ χεῖρον γεγόνασιν. γίνεται δὲ ἡ μνήμη τοῦ σεισμοῦ τούτου κατ' ἔτος ἐν τῷ Κάμπῳ, λιτανεύοντος τοῦ λαοῦ. οἱ δὲ Λαζοὶ ἀθετήσαντες Ρωμαίους διὰ τὰς Ἰωάννου τοῦ ἄρχοντος αὐτῶν φιλαργυρίας καὶ ἀδικίας καὶ πρὸς Πέρσας αὐτομολήσαντες πάλιν τῷ χρόνῳ τούτῳ τοῖς Ρωμαίοις προσερρύησαν, καὶ τὴν Πέτραν τὸ φρούριον παρέλαβον οἱ Ρωμαῖοι καὶ τοὺς Πέρσας ἀπήλασαν.

Κόσμου ἔτη ͵ϛμζʹ. Τῆς θείας σαρκώσεως ἔτη φμζʹ. Ρωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. κηʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. λʹ. Ρώμης ἐπίσκοπος Βιγίλιος ἔτη ιηʹ. ιζʹ. Κωνσταντ. ἐπίσκοπος Εὐτύχιος ἔτη ιγʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. ιʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. ϛʹ. Ἀντιοχείας ἐπίσκοπος Δόμνος ἔτη ιδʹ. ιʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ἰουλίῳ ιαʹ, ἰνδικτιῶνος γʹ, ἐν τῇ συνάξει τῆς ἁγίας Εὐφημίας τοῦ Ὅρου, γέγονε σεισμὸς μέγας· καὶ τῷ αὐτῷ μηνὶ ιθʹ ἐγένοντο βρονταὶ καὶ ἀστραπαὶ φοβεραὶ καὶ ἄνεμος Λὶψ φοβερός, ὥστε πεσεῖν τὸν σταυρὸν τὸν ἔσωθεν ἱστάμενον τῆς πόρτης τοῦ Ρησίου. κθʹ. λαʹ. ιηʹ. δʹ. ιαʹ. ζʹ. ιαʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ἰουλίῳ, ἰνδικτιῶνος δʹ, ἐστασίασαν Ἰουδαῖοι καὶ Σαμαρεῖται ἐν Καισαρείᾳ τῆς Παλαιστίνης καὶ ποιήσαντες πρὸς ἀλλήλους ἐν τάξει πρασινοβενέτων ἐπῆλθον τοῖς Χριστιανοῖς τῆς αὐτῆς πόλεως καὶ πολλοὺς ἀνεῖλον καὶ ἐκκλησίας κατέκαυσαν, Στέφανον δέ, τὸν ἔπαρχον τῆς αὐτῆς πόλεως, ἐν τῷ πραιτωρίῳ ἀνεῖλον καὶ τὴν ὑπόστασιν αὐτοῦ καθήρπαξαν. ἡ δὲ γυνὴ αὐτοῦ ἀνελθοῦσα ἐν τῇ πόλει προσῆλθε τῷ βασιλεῖ· καὶ ἐκέλευσεν Ἀμαντίῳ τῷ στρατηλάτῃ κατελθεῖν ἐν Παλαιστίνῃ καὶ τὸν φόνον τοῦ Στεφάνου ἐκζητῆσαι· ὅστις εὑρὼν τοὺς μὲν ἐφούρκισεν, τοὺς δὲ ἀπεκεφάλισεν, τοὺς δὲ ἠκρωτηρίασε καὶ ἐδήμευσεν. καὶ ἐγένετο φόβος μέγας ἐν πᾶσι τοῖς ἀνατολικοῖς μέρεσιν. τῷ δὲ Δεκεμβρίῳ μηνὶ ἐγένετο θνῆσις ἀνθρώπων ἐν διαφόροις πόλεσιν, μάλιστα δὲ τῶν παίδων. ὁμοίως καὶ τῷ Μαΐῳ μηνὶ ἐγένετο σπάνις ἄρτου ἐν Βυζαντίῳ. καὶ ἐστενώθησαν καὶ ἔκραζον τῷ βασιλεῖ· «δέσποτα, εὐθηνίαν τῇ πόλει.» καὶ ἀνέσκαψαν τὸν ἔπαρχον ἐν γενεθλιακῷ θεωρίῳ, ὄντων ἐν τῷ ἱππικῷ καὶ πρεσβευτῶν τῶν Περσῶν. καὶ ἀγανακτήσας ὁ βασιλεὺς κελεύει Μουσωνίῳ τῷ ἐπάρχῳ κρατῆσαι τοὺς τοῦτο ποιήσαντας, καὶ ἐκολάσθησαν. ἐλύπησαν γὰρ τὸν βασιλέα, ὅτι ἐπὶ τοῦ πρεσβευτοῦ τῶν Περσῶν κατέκραζον αὐτοῦ οἱ δῆμοι. οἴνου μὲν γὰρ καὶ λάρδου καὶ παντοίου εἴδους εὐθηνία ἦν, σίτου δὲ καὶ κριθῆς λεῖψις τῷ δὲ Ἰουλίῳ μηνὶ ιγʹ, ἡμέρᾳ εʹ, ἐγένοντο ἀστραπαὶ καὶ βρονταὶ φοβεραί, ὥστε πολλοὺς βλαβῆναι, καὶ βροχὴ πολλή, ὥστε ἀπὸ πολλῆς ἀβροχίας οὖσαν κορεσθῆναι τὴν γῆν. Ρώμης ἐπίσκοπος Πελάγιος ἔτη εʹ. λʹ. λβʹ. αʹ. εʹ. ιβʹ. ηʹ. ιβʹ. Τούτῳ τῷ ἔτει μηνὶ Νοεμβρίῳ ϛʹ εἰς τὴν μνήμην τῆς κόνεως ἐτελεύτησε Τιμόθεος, ὁ ἔξαρχος τῶν μοναστηρίων καὶ ἡγούμενος τῆς Δαλμάτου μονῆς· καὶ ἐγένετο ἀντ' αὐτοῦ Ἄνθιμος, ἔγκλειστος τοῦ αὐτοῦ μοναστηρίου. καὶ ἐφάνη πῦρ ἐν τῷ οὐρανῷ ὡς εἶδος λόγχης ἀπὸ ἄρκτου ἕως δυσμῶν. καὶ τῷ Ἀπριλλίῳ μηνὶ ιϛʹ, ἡμέρᾳ βʹ, ἐγένετο σεισμὸς φοβερὸς καὶ ἀβλαβής.

Κόσμου ἔτη ͵ϛνʹ. Τῆς θείας σαρκώσεως ἔτη φνʹ. Ρωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. λαʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. λγʹ. Ρώμης ἐπίσκοπος Πελάγιος ἔτη εʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Εὐτύχιος ἔτη ιγʹ. ϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. ιγʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. θʹ. Ἀντιοχείας ἐπίσκοπος Δόμνος ἔτη ιδʹ. ιγʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ ιθʹ, ἡμέρᾳ ϛʹ, ἰνδικτιῶνος ϛʹ, γέγονε σεισμὸς μέγας διαφαύοντος σαββάτου. καὶ τῷ Δεκεμβρίῳ μηνὶ ιδʹ γέγονεν ἕτερος σεισμὸς φοβερὸς πάνυ, ὥστε παθεῖν τὰ δύο τείχη Κωνσταντινουπόλεως, τό τε Κωνσταντινιακὸν καὶ τὸ ὑπὸ Θεοδοσίου κτισθέν. κατέπεσον δὲ ἐν ἐξαιρέτῳ ἐκκλησίαι καὶ τὰ ἐπέκεινα τοῦ Ἑβδόμου καὶ ὁ ἅγιος Σαμουὴλ καὶ ἡ ἁγία θεοτόκος τῶν Πεταλᾶ καὶ τοῦ ἁγίου Βικεντίου καὶ πολλὰ θυσιαστήρια ἐκκλησιῶν καὶ κιβώρια, ἀπὸ τῆς Χρυσῆς πόρτης ἕως τοῦ Ρησίου· καὶ οὐκ ἦν τόπος ἡ προάστειον, ὃ οὐκ ἔπεσεν ἀπὸ τῆς φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ. τὸ δὲ Ρήγιον οὕτως ἔπεσεν ἕως ἐδάφους, ὥστε μὴ γνωρίζεσθαι αὐτό. ἔπεσε δὲ καὶ ἡ ἐκκλησία τοῦ ἁγίου Στρατονίκου καὶ Καλλινίκου ἕως ἐδάφους, αἱ οὖσαι ἐν τῷ Ρηγίῳ. καὶ ὁ κίων δὲ ὁ πορφυροῦς, ὁ ἑστὼς ἔμπροσθεν τοῦ παλατίου Ἰουκουνδιανῶν μετὰ τῆς ἐπικειμένης αὐτῷ στήλης ἔπεσε καὶ ἐπάγη εἰς τὴν γῆν πόδας ὀκτώ. ἔπεσε δὲ καὶ ἡ στήλη Ἀρκαδίου τοῦ βασιλέως ἡ εἰς τὴν ἀψίδα τοῦ Ταύρου, ἡ εἰς τὸ ἀριστερὸν μέρος ἑστῶσα. καὶ πολλοὶ ἔπαθον ἐν τοῖς συμπτώμασιν, ἕτεροι δὲ καὶ μεθ' ἡμέρας ἐκ τῶν καταληφθέντων ὑπὸ τῶν συμπτωμάτων διεσώθησαν μετὰ δύο καὶ τρεῖς ἡμέρας. ἠκούσθη δὲ ὅτι καὶ ἐν ἑτέραις πόλεσι τὸ αὐτὸ γέγονεν. τοιοῦτον γὰρ μέγαν καὶ φοβερὸν σεισμὸν οὐ μέμνηται ἄνθρωπος ἐπὶ τῆς γῆς ἐν τῇ γενεᾷ ἐκείνῃ. ἔμεινε δὲ σειομένη ἡ γῆ νυκτὸς καὶ ἡμέρας μετὰ φιλανθρωπίας ἡμέρας δέκα, καὶ πρὸς ὀλίγον οἱ ἄνθρωποι κατενύγησαν λιτανεύοντες, φιλανθρωπίας δὲ γενομένης παρὰ θεοῦ ἐπὶ τὸ χεῖρον πάλιν γεγόνασιν. ὁ δὲ βασιλεὺς οὐκ ἐφόρεσε τὸ στέμμα ἐπὶ ἡμέρας μʹ, ἀλλὰ καὶ τῇ ἁγίᾳ Χριστοῦ γεννήσει χωρὶς αὐτοῦ προῆλθεν ἐν τῇ ἐκκλησίᾳ· ὥστε καὶ τὰ ἐξ ἔθους γινόμενα ἄριστα εἰς τὰ ιθʹ ἀκούβιτα ἔπαυσε καὶ τὴν τούτων ἔξοδον τοῖς πτωχοῖς δέδωκεν. τῷ δ' αὐτῷ χρόνῳ εἰσῆλθεν ἔθνος ἐν Βυζαντίῳ παράδοξον τῶν λεγομένων Ἀβάρων, καὶ πᾶσα ἡ πόλις συνέτρεχεν εἰς τὴν θέαν αὐτῶν, ὡς μηδέποτε ἑωρακότες τοιοῦτον ἔθνος. εἶχον γὰρ τὰς κόμας ὄπισθεν μακρὰς πάνυ, δεδεμένας πρανδίοις καὶ πεπλεγμένας, ἡ δὲ λοιπὴ φορεσία αὐτῶν ὁμοία τῶν λοιπῶν Οὔννων. οὗτοι φυγόντες ἐκ τῆς ἰδίας χώρας ἦλθον εἰς τὰ μέρη Σκυθίας καὶ Μυσίας καὶ ἔπεμψαν πρὸς Ἰουστινιανὸν πρέσβεις αἰτοῦντες δεχθῆναι αὐτούς. τῷ δὲ Φεβρουαρίῳ μηνὶ γέγονε θνῆσις ἀνθρώπων ἀπὸ βουβῶνος, μάλιστα δὲ τοῖς νέοις, ὥστε μὴ ἐπαρκεῖν τοὺς ζῶντας θάπτειν τοὺς τεθνεῶτας· ἐπεκράτησε δὲ ἡ θνῆσις ἀπὸ μηνὸς Φεβρουαρίου ἕως μηνὸς Ἰουλίου.

Κόσμου ἔτη ͵ϛναʹ. Τῆς θείας σαρκώσεως ἔτη φναʹ. Ρωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. λβʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. λδʹ. Ρώμης ἐπίσκοπος Πελάγιος ἔτη εʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Εὐτύχιος ἔτη ιγʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. ιδʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. ιʹ. Ἀντιοχείας ἐπίσκοπος Δόμνος ἔτη ιδʹ. ιδʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαΐῳ ζʹ, ἡμέρᾳ γʹ, ὥρᾳ εʹ, φιλοκαλουμένου τοῦ τρούλλου τῆς μεγάλης ἐκκλησίας, (ἦν γὰρ διερρηγμένος ἐκ τῶν γενομένων σεισμῶν) ἐργαζομένων τῶν Ἰσαύρων, ἔπεσε τὸ ἀνατολικὸν μέρος τῆς προϋποστολῆς τοῦ ἁγίου θυσιαστηρίου καὶ συνέτριψε τὸ κιβώριον καὶ τὴν ἁγίαν τράπεζαν καὶ τὸν ἄμβωνα. καὶ κατεγινώσκοντο οἱ μηχανικοί, ὡς ὅτι περ ἀποκάτωθεν οὐκ ἐποίησαν τὴν κρέμασιν φυγόντες τὴν ἔξοδον, ἀλλ' ἐτρύπησαν τοὺς πινσοὺς τοὺς βαστάζοντας τὸν τροῦλλον, καὶ διὰ τοῦτο οὐκ ἐβάσταξαν. λοιπὸν συνιδὼν ὁ εὐσεβέστατος βασιλεὺς ἤγειρεν ἄλλους πινσοὺς καὶ ἐδέξατο τὸν τροῦλλον, καὶ οὕτως ἐκτίσθη, ὑψωθεὶς πλέον εἴκοσι πόδας εἰς ἀνάστασιν ἐπάνω τοῦ πρώτου κτίσματος. Τῷ δ' αὐτῷ ἔτει ἐπανέστησαν οἱ Οὖννοι καὶ οἱ Σκλάβοι τῇ Θρᾴκῃ πλήθη πολλὰ καὶ ἐπολέμησαν αὐτὴν καὶ πολλοὺς ἐφόνευσαν καὶ ᾐχμαλώτευσαν. ἐπίασαν δὲ καὶ Σέργιον τὸν στρατηλάτην, τὸν υἱὸν Βάκχου τοῦ πρεσβυτέρου, καὶ τὸν Ἐδερμᾶν, τὸν στρατηγὸν Καλοποδίου, τοῦ ἐνδοξοτάτου κουβικουλαρίου καὶ πραιποσίτου. εὑρόντες δὲ τοῦ τείχους τοῦ Ἀναστασιακοῦ τόπους τινὰς πεπτωκότας ἐκ τῶν σεισμῶν, εἰσελθόντες ᾐχμαλώτευσαν ἕως Δρυπίας καὶ Νυμφῶν καὶ Χίτου κώμης· καὶ πάντες ἔφυγον ἐν τῇ πόλει μετὰ τῶν ὑπαρχόντων αὐτῶν. τοῦτο δὲ γνοὺς ὁ βασιλεὺς ἐδημότευσε πολλοὺς καὶ ἔπεμψεν εἰς τὸ μακρὸν τεῖχος· καὶ συγκρούσαντες πόλεμον ἐκεῖ πολλοὶ ἀπέθανον τῶν Ρωμαίων καὶ σχολαρίων. λοιπὸν ἐκέλευσεν ὁ βασιλεὺς καὶ κατηνέχθησαν τὰ ἀργυρᾶ κιβώρια καὶ αἱ ἅγιαι τράπεζαι αἱ ἀργυραῖ αἱ ἔξω τῆς πόλεως, καὶ παρεφύλαττον τὰς πόρτας πάσας τοῦ τείχους τοῦ Θεοδοσιακοῦ αἱ σχολαὶ καὶ οἱ προτίκτορες καὶ οἱ ἀριθμοὶ καὶ πᾶσα ἡ σύγκλητος. ἰδὼν δὲ ὁ βασιλεὺς ὅτι ἐπιμένουσιν οἱ βάρβαροι, ἐκέλευσε Βελισάριον τὸν πατρίκιον ἐξελθεῖν κατ' αὐτῶν μετὰ ἑτέρων τῆς συγκλήτου. ὁ δὲ Βελισάριος ἔλαβε πᾶσαν τὴν ἵππον, τήν τε βασιλικὴν καὶ τοῦ ἱππικοῦ καὶ τῶν εὐαγῶν οἴκων καὶ παντὸς ἀνθρώπου, ὅπου ἦν ἵππος· καὶ ὁπλίσας λαὸν ἐξῆλθεν εἰς Χίτου κώμην· καὶ ἐποίησε φωσάτον καὶ ἤρξατο πιάζειν ἐξ αὐτῶν τινὰς καὶ φονεύειν. καὶ ἐκέλευσε κοπῆναι δένδρα καὶ σύρεσθαι ὄπισθεν τοῦ ἐξερκέτου αὐτῶν, καὶ ἐγένετο ἐκ τοῦ ἀνέμου κονιορτὸς μέγας, καὶ ἐπῆγεν ἐπάνω τῶν βαρβάρων. οἱ δὲ νομίσαντες, ὅτι πλῆθος πολύ εἰσιν, ἔφυγον καὶ ἦλθον εἰς τὰ μέρη τοῦ ἁγίου Στρατονίκου εἰς τὸ Δέκατον. μαθόντες δὲ ἐκ τῶν κατασκόπων, ὅτι παραφυλακὴ πολλή ἐστιν εἰς τὰ τείχη Κωνσταντινουπόλεως, ἦλθον εἰς τὰ μέρη Τζουρουλοῦ καὶ Ἀρκαδιουπόλεως καὶ τοῦ ἁγίου Ἀλεξάνδρου Ζουπαρῶν καὶ ἔμειναν ἐκεῖ παρακαθήμενοι ἕως τὸ ἅγιον πάσχα. μετὰ δὲ τὴν ἑορτὴν τοῦ πάσχα ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες τῆς πόλεως σὺν αὐτῷ ἐν Σηλυμβρίᾳ ἐπὶ τὸ κτίσαι τὸ τεῖχος τὸ μακρόν, ὅθεν οἱ βάρβαροι εἰσῆλθον. καὶ ἔμεινεν ὁ βασιλεὺς ἐκεῖ ἕως τοῦ Αὐγούστου μηνός· ὁμοίως καὶ οἱ βάρβαροι ἔξω τῆς πόλεως περιεπόλευον ἕως τοῦ Αὐγούστου. λοιπὸν ἐκέλευσεν ὁ βασιλεὺς γενέσθαι πλοῖα διάπρυμνα, ὥστε ἀπελθεῖν εἰς τὸν Δανοῦβιν καὶ ἀπαντῆσαι τοῖς βαρβάροις περνοῦσι καὶ πολεμῆσαι αὐτούς. τοῦτο γνόντες οἱ βάρβαροι παρεκάλεσαν διὰ πρεσβευτοῦ ἀκινδύνως ἐᾶσαι αὐτοὺς περᾶσαι τὸν Δανοῦβιν. καὶ ἔπεμψεν Ἰουστῖνον, τὸν ἀνεψιὸν αὐτοῦ καὶ κουροπαλάτην, καὶ διέσωσεν αὐτούς. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη ιαʹ. λγʹ. λεʹ. δʹ. ηʹ. ιεʹ. ιαʹ. αʹ. Τούτῳ τῷ ἔτει ἤρξατο κτίζειν ὁ βασιλεὺς τὴν γέφυραν τοῦ Σαγάρεως ποταμοῦ. καὶ ἀποστρέψας τὸν αὐτὸν ποταμὸν ἐν ἄλλῃ κοίτῃ εἴλησε καμάρας φοβερὰς πέντε καὶ ἐποίησεν αὐτὸν διοδεύεσθαι, ξυλίνης πρότερον οὔσης τῆς γεφύρας. λδʹ. λϛʹ. εʹ. θʹ. ιϛʹ. ιβʹ. βʹ. Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ θʹ, ἡμέρᾳ εʹ, ἰνδικτιῶνος θʹ, ἐφημίσθη ἐν Κωνσταντινουπόλει, ὅτι ἐτελεύτησεν ὁ βασιλεύς· ἦν γὰρ ἐλθὼν ἀπὸ τῆς Θρᾴκης καὶ οὐδένα ἐθεώρει. καὶ λοιπὸν οἱ δῆμοι ἥρπασαν τοὺς ἄρτους αἰφνίδιον ἐκ τῶν ἀρτοπωλίων καὶ μαγκιπίων, καὶ περὶ ὥραν τρίτην οὐχ εὑρίσκετο ἄρτος ἐν πάσῃ τῇ πόλει· καὶ βροχὴ μεγάλη τῇ αὐτῇ ἡμέρᾳ. ἐκλείσθησαν δὲ καὶ τὰ ἐργαστήρια, καὶ ἐθρυλήθη τὸ παλάτιον, ὅτι οὐδεὶς ἐκ τῆς συγκλήτου ἐθεώρει τὸν βασιλέα διὰ τὸ κεφαλαλγεῖσθαι αὐτόν. ἐκ τούτου ἐπίστευον, ὅτι ἀπέθανεν. περὶ ὥραν δὲ ἐννάτην συμβούλιον ἐποίησεν ἡ σύγκλητος, καὶ ἀπέστειλαν τὸν ἔπαρχον καὶ ἐποίησαν φῶτα ἅψαι εἰς πᾶσαν τὴν πόλιν, ὅτι ὑγίανεν ὁ βασιλεύς. καὶ τούτῳ τῷ τρόπῳ κατέστη ἡ πόλις ἐκ τῆς ταραχῆς. μετὰ δὲ τὸ ὑγιᾶναι τὸν βασιλέα Εὐγένιος ὁ ἀπὸ ἐπάρχων διέβαλε Γεώργιον, τὸν κουράτορα τῶν Μαρίνης, καὶ Αἰθέριον, τὸν κουράτορα τῶν Ἀντιόχου, ὡς θελήσαντας ποιῆσαι βασιλέα Θεόδωρον, τὸν υἱὸν Πέτρου τοῦ μαγίστρου, οἷς συνεφώνησε καὶ Γερόντιος, ὁ ἔπαρχος τῆς πόλεως. ζητηθείσης δὲ τῆς ὑποθέσεως καὶ μὴ ἀποδειχθείσης, ἠγανακτήθη Εὐγένιος, καὶ ἐδημεύθη ὁ οἶκος αὐτοῦ. προσφυγὼν δὲ ἐκεῖνος τῇ ἐκκλησίᾳ ἐσώθη. τῷ δὲ Δεκεμβρίῳ μηνὶ γέγονεν ἐμπυρισμὸς μέγας ἐν τῷ λιμένι Ἰουλιανοῦ, καὶ πολλοὶ οἶκοι ἐκάησαν καὶ ἐκκλησίαι ἀπὸ ἀρχῆς τοῦ λιμένος ἕως τῶν Πρόβου. γέγονε δὲ καὶ θανατικὸν μέγα ἐν Κιλικίᾳ καὶ Ἀναζαρβῷ καὶ ἐν Ἀντιοχείᾳ τῇ μεγάλῃ, καὶ σεισμοί. καὶ συνέβαλον κατ' ἀλλήλων οἱ ὀρθόδοξοι καὶ οἱ Σευηριανοί, καὶ πολλοὶ φόνοι γεγόνασιν. καὶ ἀποστείλας ὁ βασιλεὺς Ζήμαρχον, τὸν κόμητα τῆς ἀνατολῆς, ἐκώλυσε τοὺς ἀτάκτους καὶ πολλοὺς ἐξώρισε καὶ ἐδήμευσε καὶ ἠκρωτηρίασεν.

Κόσμου ἔτη ͵ϛνδʹ. Τῆς θείας σαρκώσεως ἔτη φνδʹ. Ρωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. λεʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. λζʹ. Ρώμης ἐπίσκοπος Ἰωάννης ἔτη ηʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Εὐτύχιος ἔτη ιγʹ. ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. ιζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. ιγʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη ιαʹ. γʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ ιβʹ, ἡμέρᾳ δʹ, ἰνδικτιῶνος ιʹ, ἑσπέρας βαθείας, γέγονεν ἐμπυρισμὸς μέγας ἐν τοῖς Καισαρίου ἕως τῆς λεγομένης Ὀμφακερᾶς· καὶ ἐκάησαν ὅλα τὰ ἐργαστήρια καὶ οἱ πυλεῶνες ἕως τοῦ Βοός. τῷ δὲ Νοεμβρίῳ μηνὶ ἱππικοῦ ἀγομένου, πρὸ τοῦ ἀνελθεῖν τὸν βασιλέα γέγονε δημοτικὴ ταραχή, καὶ ἐπῆλθον οἱ Πράσινοι τοῖς Βενέτοις· καὶ γνοὺς ὁ βασιλεὺς ἀνῆλθεν ἐν τῷ καθίσματι, καὶ θεασάμενος τὴν μάχην ἐκέλευσε Μαρίνῳ, τῷ κόμητι τῶν ἐκσκουβιτόρων, σὺν τῷ κουράτορι τῶν Καισαρίου κατελθεῖν καὶ χωρίσαι τὰ μέρη. οἱ δὲ ἀπελθόντες οὐκ ἠδυνήθησαν χωρίσαι αὐτούς. καὶ πολλοὶ μὲν ἀπέθανον ἐξ ἀμφοτέρων τῶν μερῶν, πολλοὶ δὲ καὶ ἐπληγώθησαν. εἰσελθόντες δὲ οἱ Βένετοι εἰς τὰ βάθρα τῶν Πρασίνων ἔκραζον· «ἅψον ὧδε, ἅψον ἐκεῖ· ὧδε Πράσινος οὐ φαίνεται.» καὶ πάλιν οἱ Πράσινοι ἔκραζον· «αἴ, αἴ, ὅλοι, ὅλοι.» εἰς τὴν Μέσην ἦλθον, εἰς τὰς γειτονίας τῶν Βενέτων, καὶ ἐλίθαζον οὓς εὕρισκον καὶ ἔκραζον· «ἅψον, ἅψον· ὧδε Βένετος οὐ φαίνεται.» καὶ εἰσήρχοντο εἰς τὰς γειτονίας διαφαυούσης κυριακῆς καὶ ἥρπαζον τὰς ὑποστάσεις. καὶ ἐκέλευσεν ὁ βασιλεὺς συσχεθῆναι τοὺς Πρασίνους, καὶ πολλαῖς βασάνοις ἐκολάσθησαν. οἱ δὲ Βένετοι προσέφυγον τῇ ἐκκλησίᾳ τῆς θεοτόκου τῶν Βλαχερνῶν. οἱ δὲ ἐξειλήσαντες Πράσινοι προσέφυγον εἰς τὴν ἁγίαν Εὐφημίαν ἐν Χαλκηδόνι· οὓς ἐκβαλὼν ὁ ἔπαρχος ἐτιμωρήσατο. ἤρξαντο δὲ αἱ γυναῖκες αὐτῶν καὶ αἱ μητέρες κράζειν εἰς τὰς ἐκκλησίας τῷ βασιλεῖ, ἵνα παράσχῃ τοῖς Πρασίνοις ἰνδουλγεντίας· καὶ ἐδιώχθησαν μετὰ βάκλων, καὶ οὐ διηλλάγη αὐτοῖς ὁ βασιλεὺς ἕως τῆς Χριστοῦ γεννήσεως. τῷ δὲ Φεβρουαρίῳ μηνὶ ἐκέλευσεν ὁ βασιλεὺς τῶν ἑπτὰ σχολαρίων τοὺς καθεζομένους ἐν τῇ Νικομηδείᾳ καὶ Κίῳ καὶ Προύσῃ καὶ Κυζίκῳ καὶ Κοτυαείῳ καὶ Δορυλαίῳ ἀπελθεῖν καὶ καθίσαι ἐν τῇ Θρᾴκῃ, ἔν τε Ἡρακλείᾳ καὶ ταῖς πέριξ αὐτῆς πόλεσιν. τῷ δὲ Μαρτίῳ μηνὶ ἐπανέστησαν αἱ σχολαὶ τῷ κόμητι αὐτῶν διά τινας συνηθείας, ἃς ἐλάμβανον· καὶ ἀπέκοψαν αὐτάς. καὶ ἐπῆλθον αὐτῷ. εὑρέθη δὲ ἐκεῖ Θεόδωρος, ὁ υἱὸς Πέτρου τοῦ μαγίστρου, ὁ Κονδοχέρης, καὶ ἀπειλητικοῖς λόγοις χρησάμενος ἠδυνήθη αὐτοὺς καταπραΰναι. τῷ δ' αὐτῷ ἔτει παρελήφθη Ὁβαισίπολις ὑπὸ τῶν Οὔννων· καὶ ἔπεμψεν ὁ βασιλεὺς Μάρκελλον τὸν στρατηλάτην καὶ ἴδιον αὐτοῦ ἀνεψιὸν μετὰ πλήθους στρατοῦ, τοῦ ἀναρρύσασθαι τὴν πόλιν καὶ τὴν Περσίδα. τῷ δὲ Ἀπριλλίῳ μηνὶ παρελήφθη καὶ ἡ Ἀναστασιούπολις τῆς Θρᾴκης ὑπὸ τῶν αὐτῶν Οὔννων. καὶ τῷ Μαίῳ μηνὶ γʹ κατηγορήθη Ζήμαρχος, ὁ κουράτωρ τῶν Πλακιδίας, ὡς κατὰ τοῦ βασιλέως πολλὰ λαλήσας καὶ δεινά, ὑπὸ Γεωργίου, κουράτορος τῶν Μαρίνης, καὶ Ἰωάννου ἀπὸ ὑπάτων, συγγενῶν Θεοδώρας τῆς βασιλίσσης. λϛʹ. ληʹ. βʹ. ιαʹ. ιηʹ. ιδʹ. δʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ γέγονε στάσις δημοτικὴ ἐν τοῖς Πιττακίοις, καὶ πολλοὺς ὁ βασιλεὺς ἐτιμωρήσατο. τῷ δὲ Νοεμβρίῳ μηνὶ ἀβροχία πολλὴ ἐγένετο καὶ λεῖψις ὑδάτων, ὥστε γενέσθαι μάχας πολλὰς ἐν τοῖς ὑδρείοις. ἐφύσησε δὲ καὶ βορρᾶς ἄνεμος ἀπὸ Αὐγούστου μηνός, καὶ οὐδαμοῦ νότος, καὶ οὐκ ἤρχοντο τὰ πλοῖα ἐν τῇ πόλει, ὥστε καὶ λιτὰς ἐκβαλεῖν Εὐτύχιον τὸν πατριάρχην εἰς Ἱερουσαλήμ, τοῦτ' ἔστιν εἰς τὸν ἅγιον Διομήδην. τῷ δ' αὐτῷ μηνὶ ἐπινίκια ἦλθον ἀπὸ Ρώμης Ναρσοῦ τοῦ πατρικίου δηλοῦντα παραλαβεῖν αὐτὸν πόλεις ὀχυρὰς τῶν Γότθων δύο, Βηρωΐαν καὶ Βρίγκας. τῇ δὲ κεʹ τοῦ αὐτοῦ μηνὸς ἡμέρᾳ σαββάτῳ ἑσπέρας ἐπιβουλὴν ἐμελέτησάν τινες τοῦ φονεῦσαι τὸν βασιλέα, ὡς κάθηται ἐν τῷ παλατίῳ. ἦσαν δὲ Ἀβλάβιος ἀπὸ μελιστῶν καὶ Μάρκελλος ἀργυροπράτης καὶ Σέργιος, ὁ ἀνεψιὸς τοῦ κουράτορος Αἰθερίου. ἡ δὲ μελέτη αὐτῶν ἦν αὕτη· ὡς κάθηται ἐν τῷ τρικλίνῳ ἑσπέρας πρὸ τοῦ μισεῦσαι, εἰσπηδήσαντες σφάξωσιν αὐτόν, ἔχοντες ἰδίους ἀνθρώπους συνεργοῦντας αὐτοῖς Ἰνδοὺς κρυπτομένους εἰς τὸ Σελεντιαρίκιν καὶ εἰς τὸν Ἀρχάγγελον καὶ εἰς τὸ Ἅρμα, ἵνα γενομένης τῆς ἐπιβουλῆς ταραχὴν ποιήσωσιν. ὁ δ' αὐτὸς Ἀβλάβιος καὶ χρυσίον ἔλαβε παρὰ Μαρκέλλου τοῦ ἀργυροπράτου λίτρας νʹ εἰς τὸ συνεργῆσαι αὐτῷ. καὶ τοῦ θεοῦ εὐδοκήσαντος ἐθάρρησεν ὁ Ἀβλάβιος Εὐσεβίῳ, τῷ ἀπὸ ὑπάτων ὄντι κόμητι φοιδεράτων, καὶ Ἰωάννῃ τῷ λογοθέτῃ, τῷ κατὰ Δομεντζίολον, λέγων, ὅτι «ἐν τῇ ἑσπέρᾳ ταύτῃ βουλόμεθα ἐπελθεῖν τῷ βασιλεῖ.» ὁ δὲ μηνύσας τῷ βασιλεῖ ἐκράτησεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς φοροῦντας κρυπτὰ ξίφη. καὶ ὁ μὲν ἀργυροπράτης Μάρκελλος ἀστοχήσας τοῦ προσδοκωμένου, σύρας ὃ ἐφόρει ξίφος δέδωκεν ἑαυτῷ τρεῖς πληγὰς ἐν τῷ τρικλίνῳ συσχεθεὶς καὶ τελευτᾷ. Σέργιός τε, ὁ Αἰθερίου ἀνεψιός, διαδρὰς προσέφυγεν ἐν Βλαχέρναις, ὃν ἐξαγαγόντες τῆς ἐκκλησίας καὶ ἐξετάσαντες ἔπεισαν ὁμολογῆσαι, ὡς καὶ Ἰσάκιος ὁ ἀργυροπράτης καὶ Βελισάριος ὁ ἐνδοξότατος πατρίκιος καὶ αὐτὸς συνῄδει τῇ τοιαύτῃ ἐπιβουλῇ, καὶ Βῖτος ὁ ἀργυροπράτης καὶ Παῦλος, ὁ κουράτωρ τοῦ αὐτοῦ Βελισαρίου, ἐγίνωσκον τὴν σκέψιν. καὶ συσχεθέντων ἀμφοτέρων καὶ ἐκδοθέντων Προκοπίῳ τῷ ἐπάρχῳ, κατέθεντο καὶ κατεῖπον Βελισαρίου τοῦ πατρικίου. αὐτίκα οὖν ὁ βασιλεὺς γέγονεν ὑπὸ ἀγανάκτησιν Βελισαρίου· πολλοὶ δὲ καὶ φυγῇ ἐχρήσαντο. καὶ τῇ εʹ τοῦ Δεκεμβρίου μηνὸς ἐποίησεν ὁ βασιλεὺς σελέντιον ἐνέγκας καὶ τὸν ἁγιώτατον πατριάρχην Εὐτύχιον, κελεύσας ἀναγνωσθῆναι τὰς αὐτῶν καταθέσεις· καὶ ἀκούσας Βελισάριος μεγάλως ἐβαρήθη καὶ γέγονεν ὑπὸ ἀγανάκτησιν τοῦ βασιλέως. καὶ πέμψας ὁ βασιλεὺς ἔλαβε πάντας τοὺς ἀνθρώπους αὐτοῦ καὶ αὐτὸν ἐκάθισεν ἐν τῷ οἴκῳ αὐτοῦ παραφυλαττόμενον. τῷ δὲ Δεκεμβρίῳ μηνὶ κδʹ γέγονε τὰ ἐγκαίνια τῆς μεγάλης ἐκκλησίας τὸ δεύτερον· ἡ δὲ παννυχὶς τῶν αὐτῶν ἐγκαινίων γέγονεν εἰς τὸν ἅγιον Πλάτωνα, καὶ ἐξῆλθεν ἐκεῖθεν ὁ πατριάρχης Κωνσταντινουπόλεως Εὐτύχιος μετὰ τῆς λιτῆς, συμπαρόντος καὶ τοῦ βασιλέως, καθεζόμενος ἐν τῷ ὀχήματι καὶ φορῶν τὸ ἀποστολικὸν σχῆμα καὶ κρατῶν τὸ ἅγιον εὐαγγέλιον, πάντων ψαλλόντων τό· «Αρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν.» τῷ δ' αὐτῷ μηνὶ παρελήφθη μέρη τινὰ τῆς Ἀφρικῆς ὑπὸ τῶν Μαυριτάνων, ἐπαναστάντων αὐτῶν τῇ Ἀφρικῇ τρόπῳ τοιούτῳ. Κουτζίνας τις ὀνόματι ἐκ τοῦ αὐτοῦ ἔθνους, ἔξαρχος τῶν Μαυριτάνων, εἶχεν ἔθος λαμβάνειν παρὰ τοῦ κατὰ τὸν καιρὸν ἄρχοντος τῆς Ἀφρικῆς ῥητὸν χρυσίον. ἐλθόντος δὲ αὐτοῦ λαβεῖν αὐτό, Ἰωάννης, ὁ ἄρχων Ἀφρικῆς, ἐφόνευσεν αὐτόν. ἀνέστησαν δὲ τὰ τέκνα τοῦ αὐτοῦ Κουτζίνα ἐκδικοῦντες τὸ πατρῷον αἷμα, καὶ ἐπαναστάντες τῇ Ἀφρικῇ παρέλαβον αὐτῆς μέρη τινὰ πραιδεύσαντες. ὁ οὖν βασιλεὺς γνοὺς τοῦτο ἀπέστειλε πρὸς βοήθειαν τῆς Ἀφρικῆς Μαρκιανόν, τὸν ἀνεψιὸν αὐτοῦ καὶ στρατηλάτην, μετὰ ἐξερκέτου πρὸς τὸ εἰρηνεῦσαι τοὺς Μαύρους. καὶ προσερρύησαν αὐτῷ, καὶ εἰρήνευσεν ἡ Ἀφρική. τῷ δὲ Ἀπριλλίῳ μηνὶ διεδέχθη Προκόπιος, ὁ ἔπαρχος τῆς πόλεως, καὶ γέγονεν ἀντ' αὐτοῦ Ἀνδρέας, ὁ ἀπὸ λογοθετῶν. καὶ ἐξερχομένου αὐτοῦ ἐκ τοῦ παλατίου τῆς Χαλκῆς καθημένου ἐν τῷ ὀχήματι καὶ ἀπερχομένου εἰς τὸ πραιτώριον, ὑπήντησαν αὐτῷ οἱ Πράσινοι εἰς τὸ Λαῦσον· καὶ ἤρξαντο αὐτὸν ὑβρίζειν καὶ λιθάζειν· καὶ ἐγένετο ἀταξία μεγάλη ἐν τῇ Μέσῃ τῶν δύο μερῶν. καὶ εἰσῆλθον ἐν ταῖς φυλακαῖς, καὶ ἐκράτησεν ἡ μάχη ἀπὸ ὥρας ιʹ. καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰουστῖνον, τὸν ἀνεψιὸν αὐτοῦ καὶ κουροπαλάτην, καὶ ἀπεδίωξεν αὐτούς. καὶ πάλιν περὶ ὥραν ιβʹ συνέβαλον μάχην καὶ ἐκρατήθησαν καὶ ἐπόμπευσαν ἐπὶ πολλὰς ἡμέρας· καὶ ἔκοψαν τοὺς ἀντίχειρας αὐτῶν, ὅσοι μετὰ ξιφῶν ἐμαχήσαντο. καὶ τῇ ιθʹ τοῦ Ἰουλίου μηνὸς ἐδέχθη Βελισάριος ὁ πατρίκιος, ἀπολαβὼν καὶ πάσας αὐτοῦ τὰς ἀξίας. ἔφθασε δὲ καὶ Πέτρος ὁ μάγιστρος ἀπὸ Περσίδος ποιήσας πάκτα εἰρήνης ἔτη ιζʹ ἕνεκεν Λαζικῆς καὶ τῶν μερῶν τῆς ἀνατολῆς. τῷ δ' αὐτῷ μηνὶ ἦλθον εἰς Κωνσταντινούπολιν πρέσβεις Ἀσκήλ, τοῦ ῥηγὸς Ἑρμηχιόνων, τοῦ ἔσωθεν κειμένου τοῦ τῶν βαρβάρων ἔθνους πλησίον τοῦ ὠκεανοῦ. τῷ δὲ Αὐγούστῳ μηνὶ γέγονε λεῖψις ὕδατος, ὥστε σφαλισθῆναι τὰ δημόσια λουτρά, καὶ γενέσθαι φονοκόπια εἰς τὰ ὑδρεῖα.

Κόσμου ἔτη ͵ϛνϛʹ. Τῆς θείας σαρκώσεως ἔτη φνϛʹ. Ρωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ληʹ. λζʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. λθʹ. Ρώμης ἐπίσκοπος Ἰωάννης ἔτη ηʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Εὐτύχιος ἔτη ιγʹ. ιβʹ. Ἱεροσολύμων ἐπίσκοπος Πέτρος ἔτη κʹ. ιθʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. ιεʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη ιαʹ. εʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνος ιβʹ, ἀπῆλθεν ὁ βασιλεὺς Ἰουστινιανὸς χάριν εὐχῆς ἐν τοῖς Μυριαγγέλοις, ἤγουν ἐν Γερμίοις, πόλει τῆς Γαλατίας. τῷ δὲ Νοεμβρίῳ μηνὶ εἰσῆλθεν ἐν Βυζαντίῳ Ἀρέθας, ὁ πατρίκιος καὶ φύλαρχος τῶν Σαρακηνῶν, ὀφειλὰς ἀγαγεῖν τῷ βασιλεῖ, τίς τῶν τέκνων αὐτοῦ ὀφείλει μετὰ τὴν αὐτοῦ ἀποβίωσιν κρατῆσαι τῆς φυλαρχίας αὐτοῦ, καὶ περὶ τῶν γινομένων ὑπὸ Ἄμβρου, τοῦ υἱοῦ Ἀλαμουνδάρου, εἰς τοὺς τόπους αὐτοῦ. τῷ δὲ Δεκεμβρίῳ μηνὶ γέγονεν ἐμπυρισμὸς μέγας, καὶ ἐκαύθη τελείως ὁ ξενὼν τῶν Σαμψὼν καὶ τὰ ἔμπροσθεν τῶν Ρούφου οἰκήματα καὶ τὸ μεσίαυλον, τὸ πλησίον τῆς μεγάλης ἐκκλησίας, τὸ λεγόμενον Γαρσονοστάσιον, καὶ τὰ δύο ἀσκητήρια τὰ πλησίον τῆς ἁγίας Εἰρήνης σὺν τῷ μεσιαύλῳ αὐτῆς καὶ μέρος τοῦ νάρθηκος αὐτῆς. ληʹ. μʹ. δʹ. ιγʹ. κʹ. ιϛʹ. ϛʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαρτίῳ, ἰνδικτιῶνος ιγʹ, τελευτᾷ Βελισάριος ὁ πατρίκιος ἐν Βυζαντίῳ, καὶ ἡ τούτου περιουσία ἦλθεν εἰς τὸν δεσποτικὸν οἶκον τῶν Μαρίνης. τῇ δὲ αὐτῇ ιγʹ ἰνδικτιῶνι, μηνὶ Ἀπριλλίῳ ιβʹ, Εὐτύχιος, ὁ πατριάρχης Κωνσταντινουπόλεως, καθηρέθη καὶ ἐξωρίσθη ἐν Ἀμασείᾳ ὑπὸ Ἰουστινιανοῦ. καὶ γέγονεν ἀντ' αὐτοῦ Ἰωάννης ὁ ἀπὸ σχολαστικῶν, ἀποκρισιάριος ὢν Ἀντιοχείας τῆς μεγάλης καὶ πρεσβύτερος τῆς αὐτῆς ἐκκλησίας. Τῷ δ' αὐτῷ ἔτει Ἰουστινιανὸς ὁ βασιλεὺς τὸ περὶ φθαρτοῦ καὶ ἀφθάρτου κινήσας δόγμα καὶ ἴδικτον πανταχοῦ καταπέμψας ἀλλότριον τῆς εὐσεβείας, θεοῦ προφθάσαντος, ἐτελεύτησε μηνὶ Νοεμβρίῳ ιδʹ τῆς ἐχομένης ιδʹ ἰνδικτιῶνος, βασιλεύσας ἔτη ληʹ μῆνας ζʹ ἡμέρας ιγʹ. καὶ γίνεται τούτου διάδοχος ὁ ἀνεψιὸς αὐτοῦ Ἰουστῖνος ὁ κουροπαλάτης. Τῷ δ' αὐτῷ ἔτει Θεοδοσιανοὶ καὶ Γαϊανῖται ἐν Ἀλεξανδρείᾳ κτίζειν ἤρξαντο συνακτήρια, καὶ αὐθεντήσαντες οἱ Γαϊανῖται ἐπίσκοπον ἑαυτοῖς ἐχειροτόνησαν Ἐλπίδιον, τὸν ἀρχιδιάκονον αὐτῶν· ὃν ὁ βασιλεὺς δεδεμένον ἐλθεῖν προσέταξεν. ἐρχόμενος δὲ κατὰ τὸν Σίγριν ἀπέθανεν. Θεοδοσιανοὶ δὲ Δωρόθεον κρυπτῶς ἐν νυκτὶ ἐπίσκοπον ἑαυτοῖς ἐχειροτόνησαν. καὶ εἰς ἓν συνελθόντες οἵ τε Γαϊανῖται καὶ οἱ Θεοδοσιανοὶ κοινὸν ἐπίσκοπον ἑαυτοῖς ἐνεθρόνισαν. Ἰωάννην δέ τινα μοναχόν, ὃν οἱ Γαϊανῖται δόλον ὑπομεμενηκέναι νομίσαντες τὸν πώγωνα τοῦ ἀββᾶ σὺν τῷ δέρματι καὶ τῇ σαρκὶ ἐξέδειραν.
https://byzantium.gr/


Κόσμου ἔτη ͵ϛνηʹ. Τῆς θείας σαρκώσεως ἔτη φνηʹ. Ρωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη ιγʹ. αʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. μαʹ. Ρώμης ἐπίσκοπος Ἰωάννης ἔτη ηʹ. εʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιβʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Μακάριος ἔτη βʹ. αʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀπολινάριος ἔτη ιθʹ. ιζʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη ιαʹ. ζʹ. Τούτῳ τῷ ἔτει μηνὶ Νοεμβρίῳ ιδʹ, ἰνδικτιῶνος ιδʹ, ἐβασίλευσεν Ἰουστῖνος, ὁ ἀνεψιὸς Ἰουστινιανοῦ, στεφθεὶς ὑπὸ Ἰωάννου πατριάρχου τοῦ ἀπὸ σχολαστικῶν. ἦν δὲ τῷ γένει Θρᾴξ, μεγαλόψυχός τε καὶ εἰς πάντα ἐπιδέξιος, φιλοκτίστης. εἶχε δὲ καὶ γυναῖκα Σοφίαν ὀνόματι, ἥν τινα καὶ ἔστεψεν αὐγούσταν. εὐσεβὴς δὲ ὢν ἐπεκόσμησε τὰς ἐκκλησίας τὰς κτισθείσας ὑπὸ Ἰουστινιανοῦ, τήν τε μεγάλην ἐκκλησίαν καὶ τοὺς ἁγίους ἀποστόλους καὶ ἄλλας ἐκκλησίας καὶ μοναστήρια, χαρισάμενος αὐτοῖς κειμήλια καὶ πᾶσαν πρόσοδον. ἦν δὲ ὀρθόδοξος πάνυ. καὶ ἀπέστειλε τὸν ἀββᾶν Φωτεινόν, τὸν προγονὸν Βελισαρίου τοῦ πατρικίου, δοὺς αὐτῷ ἐξουσίαν κατὰ παντὸς προσώπου καὶ πράγματος τοῦ εἰρηνεῦσαι τὰς ἐκκλησίας πάσας τὰς Αἰγύπτου καὶ Ἀλεξανδρείας. βʹ. μβʹ. ϛʹ. βʹ. βʹ. ιηʹ. ηʹ. Τούτῳ τῷ ἔτει Αἰθέριος καὶ Αὔδιος καὶ ὁ σὺν αὐτοῖς ἰατρὸς ἐπεβούλευσαν τῷ βασιλεῖ Ἰουστίνῳ καὶ γνωσθέντες ἀπέθανον ξίφει. ἐποίησε δὲ ὑπατείαν καὶ ἔρριψε χρήματα πολλά, ὥστε πολλοὺς πλουτίσαι. Τῷ δ' αὐτῷ ἔτει ὁ ἀββᾶς Ἀγάθων, ἀδελφὸς Ἀπολιναρίουτοῦ ἐπισκόπου Ἀλεξανδρείας, ἐλθὼν εἰς Ἀλεξάνδρειαν καὶ λόγους εἰσπραττόμενος Εὐστόχιον μοναχόν, μέγαν ὄντα [καὶ] οἰκονόμον Ἀλεξανδρείας τότε, τῆς οἰκονομίας χάριν ἐφρούρησε τοῦτον· ὃς φυγὼν διὰ τῆς στέγης ἦλθεν ἐν Βυζαντίῳ, Μακαρίου τότε ἐκβληθέντος τῆς ἐκκλησίας κατὰ συσκευήν· καὶ ἐχειροτονήθη Εὐστόχιος ἀντὶ Μακαρίου ἐπίσκοπος Ἱεροσολύμων. Ἱεροσολύμων ἐπίσκοπος Εὐστόχιος ἔτος αʹ. γʹ. μγʹ. ζʹ. γʹ. αʹ. ιθʹ. θʹ. Τούτῳ τῷ ἔτει μεταστειλαμένη Σοφίᾳ, ἡ εὐσεβεστάτη αὐγούστα, τούς τε ἀργυροπράτας καὶ σημαδαρίους ἐκέλευσεν ἐνεχθῆναι τὰς ὁμολογίας τῶν χρεωστούτων καὶ τὰ σημάδια· καὶ ἐντυχοῦσα αὐτοῖς ἔλαβε τὰ σημάδια παρασχομένη αὐτὰ τοῖς χρεωστοῦσι καὶ ἀπέδωκεν αὐτὰ τοῖς ἰδίοις δεσπόταις· καὶ μεγάλως εὐφημίσθη ἐπὶ τούτῳ ὑπὸ πάσης τῆς πόλεως. Εὐστόχιος δὲ ἀπελθὼν εἰς Ἱεροσόλυμα μίσει τῷ πρὸς Ἀπολινάριον καὶ Ἀγάθωνα καὶ Μακάριον τοὺς τῆς νέας λαύρας μοναχοὺς ἐξέβαλεν ὡς Ὠριγενιστάς· καὶ διὰ τοῦτο ἐξεβλήθη· καὶ πάλιν ἀπεκατέστη Μακάριος εἰς τὸν ἴδιον θρόνον. Ἱεροσολύμων ἐπίσκοπος Μακάριος πάλιν ἔτη δʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. δʹ. μδʹ. ηʹ. δʹ. αʹ. αʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἱπποδρομίας ἐπιτελεσθείσης, καὶ φιλονεικούτων τῶν μερῶν πρὸς ἀλλήλους, ἔπεμψε μανδάτα εἰς ἑκάτερα τὰ μέρη ὁ βασιλεὺς λέγων εἰς μὲν τοὺς Βενέτους, ὅτι «Ἰουστινιανὸς ὁ βασιλεὺς παρ' ὑμῖν ἐτελεύτησεν,» εἰς δὲ τοὺς Πρασίνους, ὅτι «Ἰουστινιανὸς ὁ βασιλεὺς παρ' ὑμῖν ζῇ·» καὶ ἀκούσαντα τὰ μέρη ἐσίγησαν καὶ οὐκέτι ἐφιλονείκησαν. Τῷ δ' αὐτῷ ἔτει ἤρξατο κτίζειν τὸ παλάτιον τῶν Σοφιανῶν ἐπ' ὀνόματι τῆς αὐτοῦ γυναικὸς Σοφίας, προφάσει τοῦ ἐκεῖσε ταφῆναι Ἰοῦστον τὸν υἱὸν αὐτοῦ πρὸ τοῦ βασιλεῦσαι αὐτόν, ἔτι κουροπαλάτου ὄντος αὐτοῦ, ἐν τῷ οἴκῳ τοῦ ἀρχαγγέλου τῶν ἐκεῖσε, κοσμήσας αὐτὸ ὑπὸ διαφόρων πολυτίμων μαρμάρων. Ρώμης ἐπίσκοπος Βενέδικτος ἔτη [εʹ]. εʹ. μεʹ. [αʹ.] εʹ. βʹ. βʹ. ιαʹ. Τούτῳ τῷ ἔτει Ἰουστῖνος ὁ βασιλεὺς ἤρξατο κτίζειν τὸ παλάτιον τὸ δεύτερον ἐν τῷ προαστείῳ αὐτοῦ, ὃ εἶχε πρὸ τοῦ βασιλεῦσαι αὐτόν. ὁμοίως δὲ καὶ ἐν τῇ νήσῳ τῆς Πριγκίπου καὶ αὐτῷ ὄντι προαστείῳ αὐτοῦ ἐν τῷ λιμένι, καὶ τὴν ἐκκλησίαν τῶν ἁγίων Ἀναργύρων ἐν τοῖς Δαρείου. ἀπεκατέστησε δὲ καὶ τὸ λουτρὸν τοῦ Ταύρου τὸ δημόσιον καὶ ἐπωνόμασεν αὐτὸ Σοφιανὰς ἐπ' ὀνόματι τῆς γυναικὸς αὐτοῦ Σοφίας. Τῷ δ' αὐτῷ ἔτει Ἀναστάσιος, ὁ ἐπίσκοπος Ἀντιοχείας ὁ μέγας,καθαψάμενος ἐν τοῖς ἀντιγράφοις τῶν συνοδικῶν Ἰωάννου τοῦ Κωνσταντινουπόλεως, τοῦ χειροτονήσαντος Ἰωάννην τὸν Ἀλεξανδρείας, καὶ τούτου χειροτονηθέντος ἐξεβλήθη τῆς ἰδίας ἐπισκοπῆς κατὰ ἀγανάκτησιν Ἰουστίνου, καὶ ἐχειροτονήθη Γρηγόριος, μοναχὸς καὶ ἀποκρισιάριος τῆς μονῆς τῶν Βυζαντίων. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. ϛʹ. μϛʹ. [βʹ.] ϛʹ. γʹ. γʹ. αʹ. Τούτῳ τῷ ἔτει Ναρσῆς, ὁ κουβικουλάριος καὶ πρωτοσπαθάριος, ὁ ἀγαπητὸς τοῦ βασιλέως Ἰουστίνου, εἰς ὃν καὶ ἐλοιδορεῖτο, ἔκτισε τὴν οἰκίαν Ναρσοῦ καὶ τὴν μονὴν τῶν Καθαρῶν. ἀκούσας δὲ Ἰουστῖνος ὁ βασιλεὺς περὶ τοῦ ἀνεψιοῦ αὐτοῦ, ὃν εἶχεν ἐν Ἀλεξανδρείᾳ αὐγουστάλιον, ὅτι συσκευὴν μελετᾷ κατὰ τοῦ βασιλέως, πέμψας ἀπεκεφάλισεν αὐτόν. ζʹ. μζʹ. [γʹ.] ζʹ. δʹ. δʹ. βʹ. Τούτῳ τῷ ἔτει ἤρξατο κτίζειν Ἰουστῖνος τὴν ἐκκλησίαν τῶν ἁγίων ἀποστόλων Πέτρου καὶ Παύλου ἐν τῷ ὀρφανοτροφείῳ, καὶ τῶν ἁγίων ἀποστόλων ἐν τῷ Τρικόγχῳ, τὴν καεῖσαν ἐπὶ Ζήνωνος τοῦ βασιλέως. προσέθηκε δὲ καὶ εἰς τὴν ἐκκλησίαν τῆς ἁγίας θεοτόκου τῶν Βλαχερνῶν τὰς δύο ἀψῖδας, τῆς τε ἄρκτου καὶ μεσημβρίας, ἐν τῷ μεγάλῳ ναῷ καὶ ἐποίησε τὴν ἐκκλησίαν κατὰ σταυρίου. Τῷ δ' αὐτῷ ἔτει Ρωμαῖοί τε καὶ Πέρσαι τὴν εἰρήνην διέφθειραν, καὶ πάλιν ὁ Περσικὸς ἀνεκαινίσθη πόλεμος διὰ τὸ πρεσβεῦσαι τοὺς Ὁμηρίτας Ἰνδοὺς πρὸς Ρωμαίους, καὶ ἀποστεῖλαι τὸν βασιλέαἸουλιανὸν τὸν μαγιστριανὸν μετὰ σάκρας πρὸς Ἀρέθαν, τὸν βασιλέα τῶν Αἰθιόπων, διὰ τοῦ Νείλου ποταμοῦ ἀπὸ Ἀλεξανδρείας καὶ τῆς Ἰνδικῆς θαλάσσης· καὶ ἀπεδέχθη παρὰ τῷ βασιλεῖ Ἀρέθᾳ μετὰ χαρᾶς πολλῆς ὡς ἐφιεμένῳ τὴν φιλίαν τοῦ βασιλέως Ρωμαίων. ἐξηγεῖτο δὲ ἐπανελθὼν ὁ αὐτὸς Ἰουλιανός, ὅτι, ὅτε ἐδέξατο αὐτόν, γυμνὸς ἦν ὁ βασιλεὺς Ἀρέθας, καὶ κατὰ τοῦ ζώσματος αὐτοῦ εἶχεν εἰς τὰς ψύας αὐτοῦ λινόχρυσα ἱμάτια· κατὰ δὲ τῆς γαστρὸς ἐφόρει σχιστὰ διὰ μαργαριτῶν τιμίων, καὶ ἐν τοῖς βραχίοσιν ἀνὰ πέντε κλαβίων, καὶ χρυσᾶ ψέλια εἰς τὰς χεῖρας αὐτοῦ· ἐν δὲ τῇ κεφαλῇ αὐτοῦ λινόχρυσον φακιόλιν ἐσφενδονισμένον, ἔχον ἐξ ἀμφοτέρων τῶν δεσμῶν σειρὰς τέσσαρας, καὶ μανιάκην χρυσοῦν ἐν τῷ τραχήλῳ αὐτοῦ· καὶ ἵστατο ἐπάνω τεσσάρων ἐλεφάντων ἑστώτων καὶ ἐχόντων ζυγὸν καὶ τροχοὺς τέσσαρας, καὶ ἐπάνω ὡς ὄχημα ὑψηλὸν ἠμφιεσμένον χρυσέοις πετάλοις, ὥσπερ ἐστὶ τὰ τῶν ἀρχόντων τῶν ἐπαρχιῶν ὀχήματα· καὶ ἑστὼς ἐπάνω αὐτοῦ ἐβάσταζε σκουτάριν μικρὸν κεχρυσωμένον καὶ δύο λαγκίδια χρυσᾶ· καὶ ἡ σύγκλητος αὐτοῦ πᾶσα μετὰ ὅπλων ᾄδοντες μέλη μουσικά. εἰσενεχθεὶς οὖν ὁ πρέσβις τῶν Ρωμαίων καὶ προσκυνήσας ἐκελεύσθη παρ' αὐτοῦ ἀναστῆναι καὶ ἀχθῆναι πρὸς αὐτόν. δεξάμενος δὲ τὴν τοῦ βασιλέως σάκραν κατεφίλησε τὴν σφραγῖδα τὴν ἔχουσαν τὸ στηθάριον τοῦ βασιλέως· δεξάμενος δὲ καὶ τὰ δῶρα ἐχάρη μεγάλως. ἀναγνοὺς δὲ εὗρε περιέχοντα τοῦ ὁπλίσασθαι αὐτὸν κατὰ τοῦ βασιλέως Περσῶν, καὶ τὴν πλησιάζουσαν αὐτῷ χώραν τῶν Περσῶν ἀπολέσαι καὶ τοῦ λοιποῦ μηκέτι συνάλλαγμα ποιεῖν μετὰ τῶν Περσῶν, ἀλλὰ δι' ἧς ὑπέταξε χώρας τῶν Ὁμηριτῶν διὰ τοῦ Νείλου ποταμοῦ ἐπὶ τὴν Αἴγυπτον ἐν Ἀλεξανδρείᾳ τὴν πραγματείαν ποιεῖσθαι. εὐθέως δὲ στρατεύσας ὁ βασιλεὺς Ἀρέθας ἐπ' ὄψεσι τοῦ πρεσβευτοῦ Ρωμαίων ἐκίνησε πόλεμον κατὰ Περσῶν προπέμψας τοὺς ὑπ' αὐτὸν Σαρακηνούς. ἀπελθὼν δὲ καὶ αὐτὸς ἐπὶ τὴν Περσικὴν χώραν ἐξεπόρθησε πᾶσαν τὴν ἐν τοῖς μέρεσιν ἐκείνοις. κρατήσας δὲ ὁ βασιλεὺς Ἀρέθας τὴν κεφαλὴν Ἰουλιανοῦ καὶ δεδωκὼς αὐτῷ εἰρήνης φίλημα ἀπέλυσεν αὐτὸν ἐν πολλῇ θεραπείᾳ σὺν πολλοῖς χαρίσμασιν. ἐγένετο δὲ καὶ ἄλλη αἰτία ταράξασα τὸν Χοσρόην. Οὖννοι γὰρ κατ' ἐκεῖνο καιροῦ, οὓς Τούρκους λέγειν εἰώθαμεν, πρεσβεύουσι πρὸς Ἰουστῖνον διὰ τῆς τῶν Ἀλανῶν χώρας ἀποστείλαντες. τοῦτο φοβηθεὶς Χοσρόης προεφασίσατο τὴν τῶν Ἀρμενίων πρὸς αὐτὸν ἀνταρσίαν καὶ πρὸς Ἰουστῖνον προσχώρησιν καὶ ᾐτεῖτο τοὺς πρόσφυγας. ἐτέλει γὰρ ὁ βασιλεὺς τῶν Ρωμαίων ἀνὰ ἔτος πεντακοσίας λίτρας χρυσίου, ὅπως τὰ πλησιάζοντα τοῦ τόπου φρούρια διαφυλάττωσι Πέρσαι, ἵνα μὴ εἰσβαλόντα τὰ ἔθνη ἑκατέραν διαλύσωσι πολιτείαν· καὶ κοινοῖς ἀναλώμασι τὰ φρούρια ἐφυλάττοντο. ὁ δὲ Ἰουστῖνος ἔλυσε τὴν εἰρήνην φάσκων ἐπονείδιστον εἶναι φορολογεῖσθαι ὑπὸ τῶν Περσῶν τοὺς Ρωμαίους. διὰ τοῦτο χώραν ἔλαβεν ὁ μέγας οὗτος Περσῶν τε καὶ Ρωμαίων πόλεμος. ὁ δὲ Ἰουστῖνος Μαρτῖνον, τὸν πατρίκιον καὶ συγγενῆ αὐτοῦ, στρατηγὸν χειροτονήσας τῆς ἀνατολῆς κατὰ Περσῶν ἐξέπεμψεν.

Κόσμου ἔτη ͵ϛξεʹ. Τῆς θείας σαρκώσεως ἔτη φξεʹ. Ρωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη ιγʹ. ηʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη μηʹ. μηʹ. Ρώμης ἐπίσκοπος [Βενέδικτος] [ἔτη εʹ.] [δʹ.] Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιβʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. αʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. εʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. γʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ ϛʹ ἠσθένησεν ὁ βασιλεὺς καὶ ἐν λύπῃ γέγονε πρὸς Βαδουάριν τὸν ἴδιον ἀδελφὸν καὶ ὕβρισεν αὐτὸν ἐσχάτως, ἐπιτρέψας τοῖς κουβικουλαρίοις γρονθιζόμενον ἐξαγαγεῖν αὐτὸν ἐπὶ σελεντίου. ἦν δὲ κόμης τῶν βασιλικῶν σταύλων. μαθοῦσα δὲ Σοφία ἐλυπήθη καὶ ἐνεκάλεσε τῷ βασιλεῖ· ὁ δὲ μετεμελήθη καὶ κατελθὼν πρὸς αὐτὸν εἰς τὸν σταῦλον εἰσῆλθεν ἄφνω μετὰ τοῦ πραιποσίτου τῶν κουβικουλαρίων. ὁ δὲ Βαδουάριος ἰδὼν τὸν βασιλέα ἔφυγεν ἀπὸ ζακὸς εἰς ζάκα φόβῳ τοῦ βασιλέως. ὁ δὲ βασιλεὺς ἔκραξεν· «ὁρκίζω σε κατὰ τοῦ θεοῦ, ἀδελφέ μου, μεῖνόν με.» καὶ δραμὼν ἐκράτησεν αὐτόν, καὶ περιπλακεὶς κατεφίλησεν αὐτὸν λέγων· «ἔπταισά σοι, ἀδελφέ μου· ἀλλὰ δέξαι με ὡς ἀδελφόν σου πρῶτον καὶ ὡς βασιλέα. ἐκ γὰρ διαβολικῆς ἐνεργείας οἶδα ὅτι τοῦτο γέγονεν.» ὁ δὲ πεσὼν εἰς τοὺς πόδας αὐτοῦ κλαίων εἶπεν· «ἀληθῶς, δέσποτα, ἐξουσίαν ἔχεις· πλὴν παρουσίᾳ τῆς συγκλήτου εὐτέλισας τὸν δοῦλόν σου· ἄρτι, ὁ δεσπότης, τούτοις ἀπολόγησαι.» καὶ ἐδείκνυεν αὐτῷ τὰ ἄλογα. ὁ δὲ βασιλεὺς παρεκάλεσεν αὐτὸν συμφαγεῖν αὐτῷ, καὶ εἰρήνευσαν. Τῷ δ' αὐτῷ χρόνῳ γέγονε πόλεμος περὶ τὸ Σάργαθον Περσῶν καὶ Ρωμαίων μέγας, καὶ ἐνίκησαν οἱ Ρωμαῖοι. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιεʹ. θʹ. αʹ. [εʹ.] θʹ. βʹ. ϛʹ. δʹ. Τούτῳ τῷ ἔτει ἦλθον οἱ Ἄβαρεις εἰς τὰ μέρη τοῦ Δανουβίου, καὶ μαθὼν ὁ βασιλεὺς ἀπέστειλε Τιβέριον, τὸν κόμητα τῶν ἐκσκουβιτόρων, κατ' αὐτῶν· καὶ συμβαλὼν αὐτοῖς ἡττήθη αἰφνιδιασθεὶς ὑπ' αὐτῶν, καὶ ἀποβαλὼν πολλοὺς ὑπέστρεψεν. Ὁρμίσδας δέ, ὁ βασιλεὺς Περσῶν, Ἀρδαμάνην στρατηγὸν χειροτονήσας ἀπέστειλε περᾶσαι τὸν Εὐφράτην καὶ τὴν Ρωμαίων χώραν λυμήνασθαι. αὐτὸς δὲ παραλαβὼν τὰς δυνάμεις ἐπέστη τοῖς τὴν Νισίβιν πολιορκοῦσι Ρωμαίοις. ὁ δὲ Μαρτῖνος τοῦτο γνούς, καταλιπὼν τὴν Νισίβιν ἀνεχώρησεν ἐπὶ τὰ Ρωμαϊκὰ μέρη. Ἀρδαμάνης δὲ περὶ τὴν Ἀντιόχειαν γενόμενος καὶ διαφθείρας τὰ προάστεια τῆς πόλεως ἐπὶ τὴν Κοίλην Συρίαν ἐχώρει. οὕτω μὲν οὖν ὁ Ἀρδαμάνης αἰχμαλωσίας πολλῆς κρατήσας εἰς τὴν ἑαυτοῦ χώραν ἐπανέζευξεν. ὁ δὲ αὐτοκράτωρ Ἰουστῖνος ἐπὶ τοῖς πραττομένοις δεινοπαθῶν τὸν μὲν Μαρτῖνον τῆς στρατηγίας ἀπέπαυσεν, Ἀρχέλαον δὲ χειροτονεῖ στρατηγόν. ὁ δὲ Ἀρδαμάνης τὸ Δαρᾶς παρέλαβε καὶ οὕτως ὑπέστρεψεν. καὶ τοῦτο μαθὼν Ἰουστῖνος, καταπλαγεὶς τῷ μεγέθει τῆς συμφορᾶς νόσῳ παραφορᾶς περιβάλλεται καὶ σπονδὰς ποιῆσαι αἰτεῖται τῷ Ὁρμίσδᾳ, ὅστις ἐνιαυσιαίας σπονδὰς ποιῆσαι κατεδέξατο.

Κόσμου ἔτη ͵ϛξζʹ. Τῆς θείας σαρκώσεως ἔτη φξζʹ. Ρωμαίων βασιλεὺς Ἰουστῖνος ἔτη ιγʹ. ιʹ. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιεʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιβʹ. ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ζʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. εʹ. Τούτῳ τῷ ἔτει Ἰουστῖνος ὁ βασιλεὺς Τιβέριον, τὸν κόμητα τῶν ἐκσκουβιτόρων, υἱοποιησάμενος καίσαρα ἀνηγόρευσε καὶ συγκάθεδρον αὐτοῦ ἐποίησεν ἔν τε ταῖς ἱπποδρομίαις καὶ αἰσίαις ἡμέραις. ἦν γὰρ ὁ βασιλεὺς στυφόμενος τοὺς πόδας καὶ τὸ πλεῖον κατακείμενος. ιαʹ. γʹ. ιαʹ. δʹ. ηʹ. ϛʹ. Τούτῳ τῷ ἔτει ἔκτισεν Ἰουστῖνος τὸν μέγαν ἀγωγὸν τοῦ Οὐάλεντος καὶ ἐχορήγησε τῇ πόλει δαψίλειαν ὕδατος. ιβʹ. δʹ. ιβʹ. εʹ. θʹ. ζʹ. Τούτῳ τῷ ἔτει Ἰουστῖνος ὁ βασιλεὺς τὴν συναγωγὴν τῶν Ἑβραίων, τὴν οὖσαν ἐν τοῖς Χαλκοπρατείοις, ἀποσπάσας ἐξ αὐτῶν ἐποίησεν ἐκκλησίαν τῆς δεσποίνης ἡμῶν τῆς ἁγίας θεοτόκου, πλησιάζουσαν τῇ μεγάλῃ ἐκκλησίᾳ. Τῷ δ' αὐτῷ ἔτει μηνὶ Αὐγούστῳ λαʹ, ἰνδικτιῶνος ιʹ, ἐτελεύτησεν Ἰωάννης, ὁ ἐπίσκοπος Κωνσταντινουπόλεως. Κωνσταντινουπόλεως ἐπίσκοπος Εὐτύχιος πάλιν ἔτη δʹ. ιγʹ. εʹ. αʹ. ϛʹ. ιʹ. ηʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνος ιαʹ, Εὐτύχιος ἀπέλαβε πάλιν τὸν θρόνον Κωνσταντινουπόλεως. ὁ δὲ βασιλεὺς ἀσθενήσας καὶ μικρὸν ἀνεθεὶς τῆς νόσου προσεκαλέσατο τόν τε ἀρχιερέα καὶ τὴν σύγκλητον καὶ πάντας τοὺς ἱερεῖς καὶ πολιτευομένους· καὶ ἀγαγὼν τὸν καίσαρα Τιβέριον παρουσίᾳ πάντων ἀνηγόρευσεν αὐτὸν βασιλέα, τοῖσδε τοῖς λόγοις χρησάμενος· «ἴδε ὁ θεὸς ὁ ἀγαθύνας σε, τοῦτο τὸ σχῆμα ὁ θεός σοι δέδωκεν, οὐκ ἐγώ. τίμησον αὐτό, ἵνα τιμηθῇς ὑπ' αὐτοῦ. τίμησον τὴν μητέρα σου, τήν ποτέ σου δέσποιναν γενομένην. οἶδας, ὅτι πρῶτον αὐτῆς δοῦλος ἦς, νῦν δὲ υἱός. μὴ ἐπιχαρῇς αἵμασιν. μὴ ἐπικοινωνήσῃς φόνων. μὴ κακὸν ἀντὶ κακοῦ ἀποδώσῃς. μὴ εἰς ἔχθραν ὁμοιωθῇς ἐμοί· ἐγὼ γὰρ ὡς ἄνθρωπος ἔπταισα. καὶ γὰρ πταιστὸς καὶ ἐγενόμην καὶ ἀπέλαβον κατὰ τὰς ἁμαρτίας μου. ἀλλὰ δικάσομαι τοῖς ποιήσασί μοι τοῦτο ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ. μὴ ἐπάρῃ σε τοῦτο τὸ σχῆμα, ὡς καὶ ἐμέ. οὕτω πρόσεχε πᾶσιν, ὡς ἑαυτῷ. γνῶθι τίς ἦς καὶ τίς νῦν εἶ. μὴ ὑπερηφανήσῃς, καὶ οὐχ ἁμαρτάνεις. οἶδας τίς ἤμην, καὶ τίς ἐγενόμην, καὶ τί εἰμί. ὅλοι οὗτοι τέκνα σού εἰσι καὶ δοῦλοι. οἶδας, ὅτι τῶν σπλάγχνων μου προετίμησά σε. τούτους [οὓς] βλέπεις, ὅλους τῆς πολιτείας βλέπεις. πρόσεχε τῷ στρατιώτῃ σου. μὴ συκοφάντας δέξῃ. μὴ εἴπωσί σοί τινες, ὅτι ὁ πρό σου οὕτω διεγένετο· ταῦτα γὰρ λέγω ἀφ' ὧν ἔπαθον. οἱ ἔχοντες οὐσίας ἀπολαυέτωσαν αὐτῶν· τοῖς δὲ μὴ ἔχουσι δώρησαι.»
καὶ γενομένης εὐχῆς παρὰ τοῦ πατριάρχου, καὶ μετὰ τὸ λεχθῆναι παρὰ πάντων τὸ ἀμήν, ἔπεσεν ὁ καῖσαρ εἰς τοὺς πόδας τοῦ βασιλέως, καὶ ἔφη αὐτῷ ὁ βασιλεύς· «ἐὰν θέλῃς, εἰμί· ἐὰν θέλῃς, οὐκ εἰμί. ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα, ἃ ἐπελαθόμην εἰπεῖν σοι, αὐτὸς ἐμβαλεῖ εἰς τὴν καρδίαν σου.» ταῦτα διεξελθὼν ὁ βασιλεὺς ἐπλήρου δακρύων τὸ ἄθροισμα. τοῦ δὲ συλλόγου διαλυθέντος, ὁ Τιβέριος δῶρα τοῖς ὑπηκόοις διένειμε καὶ ὅσα ταῖς βασιλικαῖς ἀναγορεύσεσιν εἴθισται.

Κόσμου ἔτη ͵ϛοαʹ. Τῆς θείας σαρκώσεως ἔτη φοαʹ. Ρωμαίων βασιλεὺς Τιβέριος ἔτη δʹ. αʹ. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιεʹ. ϛʹ. Κωνσταντ. ἐπίσκοπος Εὐτύχιος ἔτη δʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. ζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιαʹ. ιαʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. θʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ, ἰνδικτιῶνος ιβʹ, ἐβασίλευσε Τιβέριος στεφθεὶς ὑπὸ Εὐτυχίου πατριάρχου, ὡς προλέλεκται. ὑπῆρχε δὲ τῷ γένει καὶ αὐτὸς Θρᾴξ. βασιλεύσαντος δὲ αὐτοῦ, ἔκραξαν τὰ μέρη ἐπὶ τῆς ἱπποδρομίας· «ἴδω, ἴδω τὴν αὐγούσταν Ρωμαίων.» ὁ δὲ ἔπεμψε μανδάτον λέγων· «ἡ ἄντικρυς τοῦ δημοσίου λουτροῦ Δαγιστέως, ἥ τις ὀνομάζεται ἐκκλησία; ὁμώνυμός ἐστιν ἡ αὐγούστα.» καὶ ἔκραξαν τὰ μέρη· «Ἀναστασία αὐγούστα, τούβικας. σῶσον, κύριε, οὓς ἐκέλευσας βασιλεύειν.»
ἀκούσασα δὲ Σοφία, ἡ τοῦ Ἰουστίνου γυνή, ἐπλήγη τὴν ψυχήν. ἐβούλετο γὰρ λαβεῖν Τιβέριον καὶ μεῖναι αὐγούστα. οὐ γὰρ ᾔδει ὅτι εἶχε γυναῖκα. τινὲς δὲ ἔλεγον, ὅτι καὶ ἐπὶ ζωῆς Ἰουστίνου προσεφιλώθη αὐτῷ, καὶ αὐτὴ ἔπεισεν Ἰουστῖνον τοῦ ποιῆσαι αὐτὸν καίσαρα. ὁ δὲ Τιβέριος πέμψας ἤγαγεν Ἀναστασίαν τὴν γυναῖκα αὐτοῦ ἔχουσαν καὶ θυγατέρας δύο ἐξ αὐτοῦ Χαριτὼ καὶ Κωνσταντῖναν. καὶ ἔστεψεν αὐτὴν αὐγούσταν καὶ ἔρριψεν ὑπατείαν πολλήν. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. βʹ. ζʹ. γʹ. ηʹ. αʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἔκτισεν ὁ βασιλεὺς Τιβέριος τὸ παλάτιον τὸ ἐν τῷ Ἰουλιανοῦ λιμένι καὶ ἐπωνόμασεν αὐτὸ ἐπ' ὀνόματι Σοφίας, τῆς γυναικὸς Ἰουστίνου· καὶ ἀπεκατέστησεν αὐτὴν ἐν αὐτῷ δεδωκὼς αὐτῇ καὶ κουβικουλαρίους εἰς ὑπουργίαν αὐτῆς, κελεύσας τιμᾶσθαι αὐτὴν ὡς μητέρα αὐτοῦ, κτίσας καὶ λουτρὸν καὶ πᾶσαν θεραπείαν αὐτῆς. ἀπέστειλε δὲ πρέσβεις πρὸς τὸν βασιλέα Περσῶν κατὰ τὸ ἔθος μηνύων τὴν ἀναγόρευσιν αὐτοῦ· καὶ οὐ προσήκατο τὴν εἰρήνην ὁ τῶν Περσῶν βασιλεύς. τότε Τιβέριος μεγάλας δυνάμεις συνήθροιζε καὶ διασπείρας τοὺς βασιλικοὺς θησαυροὺς πολλὰ στρατόπεδα ἐποίησεν, χειροτονήσας Ἰουστινιανόν τινα στρατηγὸν ἀνατολῆς· ὃς ἀναλαβὼν τὰς δυνάμεις ἐπὶ τὸ Δαρᾶς παραγίνεται. στρατοπεδεύουσι δὲ καὶ Πέρσαι πλησίον αὐτῶν στρατηγούμενοι ὑπὸ Ταμχοσρόου. τῆς δὲ παρατάξεως γενομένης, εἰς λόγους ἦλθον καὶ σπένδονται πρὸς ἀλλήλους, ἐφ' ᾧ χρόνον τριετῆ Ρωμαίους τε καὶ Πέρσας τὴν ἀνατολὴν μὴ λυμήνασθαι· τὸν δὲ πόλεμον ἐπὶ τὴν Ἀρμενίαν συστήσασθαι. γʹ. ηʹ. δʹ. θʹ. βʹ. ιαʹ. Τούτῳ τῷ ἔτει ὁ τῶν Περσῶν βασιλεὺς ἀναλαβὼν τὰς ἑαυτοῦ δυνάμεις ἐπὶ τὴν Ἀρμενίαν χωρεῖ. ἀκηκοὼς δὲ ὁ τῶν Ρωμαίων στρατηγὸς τὸν τῶν Περσῶν βασιλέα μέλλειν τὸν πόλεμον αὐτουργεῖν ἔκλυτος γέγονεν· δέος γὰρ εἰσῆλθεν εἰς τὸν λαὸν τῶν Ρωμαίων. διὰ τοῦτο λόγοις Ἰουστινιανὸς πρὸς τὰς δυνάμεις χρησάμενος ἀπέπαυσε τῆς δειλίας τὸ μάχιμον. πολέμου δὲ κροτηθέντος, καὶ τῆς τοξείας τῶν Περσῶν πολλῆς γεγονυίας, ὡς καὶ τὰς ἡλιακὰς ἀποκρύπτειν ἀκτῖνας, Ρωμαῖοι ταῖς ἀσπίσι τὰς ἐκ τῶν τόξων βολὰς ἀπορριψάμενοι τῆς κατασυστάδην μάχης ἀπήρχοντο· βαθείας δὲ καθεστώσης τῆς τῶν Ρωμαίων ἐκτάξεως, φέρειν οὐκ εἶχον οἱ Πέρσαι· καὶ τρέπεται ἡ τῶν Βαβυλωνίων πληθύς, καὶ ἀναιροῦνται πλήθη πολλά. παραλαμβάνουσι δὲ καὶ τὸ τῶν Περσῶν τοῦλδον καὶ τὸ βασιλικὸν σκηνοπήγιον καὶ πᾶσαν τὴν ἀποσκευὴν ἐπίδοξον οὖσαν. κρατοῦσι δὲ καὶ τῶν ἐλεφάντων οἱ Ρωμαῖοι καὶ πρὸς Τιβέριον πέμπουσι τὰ ἐπίσημα ἐκεῖνα καὶ βασιλικὰ λάφυρα. νομοθετεῖ τοίνυν ὁ τῶν Περσῶν βασιλεὺς τὴν αἰσχύνην μὴ φέρων μηκέτι βασιλέα Περσῶν εἰς πόλεμον ἐξέρχεσθαι. ὁ δὲ Ρωμαϊκὸς στρατὸς ἐπετίθετο ταῖς Περσικαῖς συμφοραῖς καὶ πρὸς τὰ ἐνδότερα τῆς Περσίδος ἐχώρησε καὶ πολλὴν αἰχμαλωσίαν καὶ ἅλωσιν ἐν Περσίδι πεποίηκε φθάσας καὶ μέσον τῆς Ὑρκανικῆς θαλάσσης. χειμῶνος δὲ γενομένου, οὐκ ἐπανέζευξαν οἱ Ρωμαῖοι εἰς τὰ ἴδια, ἀλλὰ ἐν Περσίδι παρεχείμασαν. Τῷ δ' αὐτῷ ἔτει ἤρξατο κτίζειν Τιβέριος τὸ δημόσιον Βλαχερνῶν καὶ ἀνενέωσε πολλὰς ἐκκλησίας καὶ ξενῶνας καὶ γηροκομεῖα· καὶ ἐκέλευσε γράφεσθαι ἑαυτὸν ἐν τοῖς συμβολαίοις Τιβέριος Κωνσταντῖνος. Κωνσταντινουπόλεως ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. δʹ. θʹ. αʹ. ιʹ. γʹ. ιβʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ἀπριλλίῳ ϛʹ, ἰνδικτιῶνος ιεʹ, ἐτελεύτησεν Εὐτύχιος ὁ πατριάρχης, καὶ ἐχειροτονήθη μετὰ ἓξ ἡμέρας Ἰωάννης, διάκονος τῆς μεγάλης ἐκκλησίας, ὁ Νηστευτής. ὁ δὲ βασιλεὺς Τιβέριος ἀγοράσας σώματα ἐθνικῶν κατέστησε στράτευμα εἰς ὄνομα ἴδιον, ἀμφιάσας καὶ καθοπλίσας αὐτοὺς χιλιάδας ιεʹ, δεδωκὼς αὐτοῖς στρατηγὸν Μαυρίκιον, τὸν κόμητα τῶν φοιδεράτων, καὶ ὑποστράτηγον αὐτοῦ Ναρσῆν· καὶ ἀπέστειλεν αὐτοὺς κατὰ Περσῶν. πολέμου δὲ κροτηθέντος μεγάλου, νικῶσι Ρωμαῖοι κατὰ κράτος καὶ ἀφείλαντο ἐκ τῶν Περσῶν πόλεις τε καὶ χώρας, ἃς ἐπὶ Ἰουστινιανοῦ καὶ Ἰουστίνου παρέλαβον. ἀπελθὼν δὲ Μαυρίκιος ἐν Κωνσταντινουπόλει ἐδέχθη ὑπὸ τοῦ βασιλέως μετὰ τιμῆς μεγάλης, καὶ ἐθριάμβευσε Τιβέριος τὰς νίκας Μαυρικίου καὶ προσελάβετο αὐτὸν γαμβρὸν εἰς Κωνσταντῖναν, τὴν ἑαυτοῦ θυγατέρα. ὁμοίως δὲ καὶ Γερμανῷ τῷ στρατηγῷ ἔζευξε τὴν θυγατέρα αὐτοῦ Χαριτώ, ποιήσας ἀμφοτέρους καίσαρας. Τῷ δὲ Αὐγούστῳ μηνὶ ιδʹ, ἰνδικτιῶνος ιεʹ, φαγὼν συκάμινα πρώϊμα ἀξιοθέατα νενοθευμένα φθίσει περιέπεσεν· καὶ μέλλων τεθνάναι προσκαλεσάμενος τὸν πατριάρχην Ἰωάννην καὶ τὴν σύγκλητον ἅμα τοῖς στρατεύμασιν ἐν τῷ τριβουναλίῳ καὶ ἀχθεὶς ἐν φορείῳ, λαλῆσαι μὴ δυνάμενος δι' ἐπαναγνωστικοῦ τὰ συμφέροντα τοῖς πράγμασι τῶν Ρωμαίων τῷ λαῷ κατάδηλα πεποίηκε καὶ Μαυρίκιον, τὸν ἴδιον γαμβρόν, βασιλέα ἀνηγόρευσεν. πάντων δὲ εὐφημησάντων τὸν βασιλέως σκοπὸν καὶ Μαυρίκιον τὸν βασιλέα, ὑποστρέψας Τιβέριος ἐν τῇ ἰδίᾳ κλίνῃ τέθνηκε βασιλεύσας ἔτη γʹ μῆνας ιʹ ἡμέρας ηʹ.

Κόσμου ἔτη ͵ϛοεʹ. Τῆς θείας σαρκώσεως ἔτη φοεʹ. Ρωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. αʹ. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιεʹ. ιʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. ιαʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. δʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. ιγʹ. Τούτῳ τῷ ἔτει ἐβασίλευσε Μαυρίκιος ἐτῶν ὑπάρχων μγʹ, καὶ μετ' ὀλίγον τὸν γάμον πεποίηκεν, Παύλου τοῦ πατρὸς αὐτοῦ ἐλθόντος εἰς τὸ Βυζάντιον, καὶ παρενύμφευσε Μαρίτης ὁ εὐνοῦχος τοῦ παλατίου μέγας ὑπάρχων. τῷ δὲ Ἀπριλλίῳ μηνὶ γέγονεν ἐν τῷ Φόρῳ ἐμπυρισμός, καὶ ἀνέμων καταιγίδες συνεργοῦσαι τῷ πυρὶ πολλὰς, οἰκίας διώλεσαν. καὶ τῇ ιʹ τοῦ Μαΐου μηνὸς γέγονε σεισμὸς μέγας, καὶ πάντες κατέφυγον εἰς τὰς ἐκκλησίας, καὶ τὸ γενέθλιον ἱππικὸν οὐκ ἐπετελέσθη. τῷ δ' αὐτῷ μηνὶ πρεσβεύουσιν οἱ Ἄβαρεις πρὸς τὸν αὐτοκράτορα Μαυρίκιον, οἳ πρὸ ὀλίγου χρόνου τὸ Σέρμιον χειρωσάμενοι, πόλιν τῆς Εὐρώπης ἐπίσημον, ἠξίουν ταῖς ὀγδοήκοντα χιλιάσι τοῦ χρυσοῦ, αἷς ἐλάμβανον κατ' ἔτος παρὰ Ρωμαίων, προστεθῆναι ἄλλας κʹ· ὁ δὲ βασιλεὺς εἰρήνης ἐφιέμενος τοῦτο κατεδέξατο. ᾔτησε δὲ καὶ ἐλέφαντα, ζῶον Ἰνδικόν, ἐκπεμφθῆναι αὐτῷ πρὸς θέαν· καὶ ὁ βασιλεὺς τὸν μείζονα πάντων ἀπέστειλε πρὸς αὐτόν· καὶ τοῦτον θεασάμενος πάλιν ἔπεμψεν αὐτὸν πρὸς τὸν βασιλέα. ὁμοίως καὶ κλίνην χρυσῆν ᾔτησε σταλῆναι αὐτῷ· ὁ δὲ βασιλεὺς καὶ ταύτην ἀπέστειλεν, αὐτὸς δὲ καὶ ταύτην ἀπέστρεψεν εὐτελίσας αὐτήν. ᾔτει δὲ πάλιν ἄλλας κʹ χιλιάδας προστεθῆναι ταῖς ρʹ. τοῦ δὲ βασιλέως μὴ καταδεξαμένου, στρατεύσας ὁ Χαγάνος τὴν Σιγγιδόνα πόλιν κατέστρεψε καὶ πολλὰς ἑτέρας πόλεις ἐχειρώσατο τὰς ὑπὸ τὸ Ἰλλυρικὸν τελούσας. παρέλαβε δὲ καὶ τὴν Ἀγχίαλον, ἠπείλει δὲ καὶ τὰ Μακρὰ τείχη καταστρέψαι. ὁ δὲ βασιλεὺς Ἐλπίδιον τὸν πατρίκιον σὺν Κομεντιόλῳ πρέσβεις πρὸς τὸν Χαγάνον ἐξαπέστειλεν. καὶ ὁ βάρβαρος ἐπὶ ταῖς τῶν πάκτων συνθήκαις εἰρήνην ἄγειν καθωμολόγησεν. ἐν δὲ τῇ ἀνατολῇ Ἰωάννην τὸν Μυστάκωνα στρατηγὸν Ἀρμενίας ὁ βασιλεὺς πεποίηκεν· ὃς ἐληλυθὼς ἐν τῷ Νυμφίῳ ποταμῷ, ἔνθα τῷ Τίγριδι μίγνυται, συμβάλλει πόλεμον μετὰ Καρδαρίγα (Καρδαρίγας δὲ οὐκ ἔστι κύριον ὄνομα, ἀλλ' ἀξία μεγίστη παρὰ Πέρσαις) τοῦ τῶν Περσῶν στρατηγοῦ, καὶ κρατοῦσι τῶν βαρβάρων οἱ Ρωμαῖοι. Κροῦς δὲ ὁ ὑποστράτηγος φθόνῳ ζηλοτυπήσας τρέπεται. τοῦτον ἰδόντες καὶ οἱ λοιποὶ τῶν Ρωμαίων ἐτράπησαν καὶ μόλις ἐπὶ τὸν χάρακα διασώζονται. δευτέρας δὲ συμβολῆς γενομένης ἡττῶνται Ρωμαῖοι καὶ πολλοὶ ἐξ αὐτῶν διεφθάρησαν. βʹ. ιαʹ. γʹ. ιβʹ. εʹ. ιδʹ. Τούτῳ τῷ ἔτει μηνὶ Δεκεμβρίῳ κεʹ, ἰνδικτιῶνος βʹ, ὕπατος ὁ βασιλεὺς ἀναγορεύεται, καὶ πολλοὺς θησαυροὺς τῇ πόλει ἐδωρήσατο. προβάλλεται δὲ Φιλιππικὸν στρατηγὸν τῆς ἑῴας ποιήσας αὐτὸν γαμβρὸν εἰς Γορδίαν τὴν ἰδίαν ἀδελφήν. ὁ δὲ Φιλιππικὸς καταλαβὼν τὰ Περσικὰ μέρη ἐπλησίασε τῇ Νισίβει· καὶ ἀθρόως εἰς τὴν Περσίδα εἰσβαλὼν πολλὴν αἰχμαλωσίαν ἔλαβεν. τοῦτο δὲ μαθὼν Καρδαρίγας, ὁ τῶν Περσῶν στρατηγός, ἔγκρυμμα ποιήσας ἠβουλήθη λοχῆσαι τὰ τῶν Ρωμαίων στρατόπεδα. ὁ δὲ Φιλιππικὸς τὴν αἰχμαλωσίαν διασώσας διὰ τῶν ὀρέων εἰς τὴν τῶν Μήδων χώραν παρέβαλε καὶ πολλὰ χωρία διέφθειρε τῆς Μηδικῆς καὶ ὑπέστρεψεν ἐπὶ τὰ Ρωμαϊκά. ὁ δὲ Χαγάνος τὴν εἰρήνην διαλῦσαι δόλῳ ἔσπευδεν. τὰ γὰρ Σκλαυινῶν ἔθνη κατὰ τῆς Θρᾴκης ἐξώπλισεν· ἅ τινα παρεγένοντο μέχρι τῶν Μακρῶν τειχέων πολλὴν ἅλωσιν ποιούμενα. ὁ δὲ βασιλεὺς τὰ τοῦ παλατίου στρατεύματα ἐξαγαγὼν τῆς πόλεως καὶ τοὺς δήμους φυλάττειν τὰ Μακρὰ τείχη ἐκέλευσεν. καὶ Κομεντίολον στρατηγὸν χειροτονήσας καὶ ἐξοπλίσας κατὰ τῶν βαρβάρων ἀπέστειλεν. ὁ δὲ ἀδοκήτως τοῖς βαρβάροις ἐπιπεσὼν πολλὰ πλήθη ἀνεῖλε καὶ τούτους ἀπήλασεν. παραγενόμενος δὲ ἐν Ἀδριανουπόλει περιέτυχεν Ἀρδαγάστῳ πλήθη Σκλαυινῶν μετὰ αἰχμαλωσίας ἐπιφερομένῳ· καὶ τούτῳ ἐπιπεσὼν τήν τε αἰχμαλωσίαν διέσωσε καὶ νίκην μεγάλην περιεβάλετο. γʹ. ιβʹ. δʹ. ιγʹ. ϛʹ. ιεʹ. Τούτῳ τῷ ἔτει Φιλιππικὸς ἀναλαβὼν τὰ στρατεύματα ἐπὶ τὴν Περσικὴν χώραν ἐξώρμησεν. καὶ καταλαβὼν τὴν Ἀρζανηνὴν μεγάλης αἰχμαλωσίας ἐκράτησε καὶ δειλίαν τοῖς Περσικοῖς ἐμποιεῖ στρατεύμασιν· νόσῳ δὲ περιπεσὼν ὁ Φιλιππικὸς ἐπὶ τὴν Μαρτυρόπολιν παραγίνεται χειροτονήσας τὸν Ἀνεψὶχ ἐξηγεῖσθαι τῶν λαῶν, καὶ Στέφανον ταγματάρχην προστησάμενος. ὁ δὲ Καρδαρίγας καταλαβὼν τὴν Μαρτυρόπολιν ταύτης τὰ προάστεια ἐμπρήσας πάντα ὑπέστρεψεν. ὁ δὲ Φιλιππικὸς ἐν Κωνσταντινουπόλει νοσῶν παραγέγονεν, καὶ τὰ στρατεύματα ὑπέστρεψεν ἀβλαβῶς εἰς τὰ ἴδια. Τῷ δ' αὐτῷ ἔτει ἐτέχθη τῷ βασιλεῖ υἱός, καὶ ἐπωνόμασεν αὐτὸν Θεοδόσιον. δʹ. ιγʹ. εʹ. ιδʹ. ζʹ. ιϛʹ. Τούτῳ τῷ ἔτει Φιλιππικὸς ἐξεληλυθὼς τῆς βασιλίδος πόλεως στρατοπεδεύεται ἐπὶ τὴν Ἄμιδαν πόλιν, καὶ ἀθροίσας τὸ ὁπλιτικὸν ἠρώτα, εἰ προθύμως ἔχουσι πρὸς τὸν πόλεμον χωρῆσαι. τῶν δὲ Ρωμαίων ὅρκοις πεισάντων αὐτὸν μετὰ προθυμίας πολεμεῖν παραγίνεται ἐπὶ τὸ Ἄρζαμον. ὁ δὲ Καρδαρίγας τοῦτο μαθὼν γέλωτι τὴν ἀκοὴν ἀπεπέμπετο, ἐνύπνιον εἶναι δοκῶν τὸ λεγόμενον. καλέσας δὲ τοὺς μάγους ἠρώτα, τίς ἔσται τῆς νίκης κύριος. οἱ δὲ τῶν δαιμόνων θεραπευταὶ Πέρσας ἔφασκον ὑπὸ τῶν θεῶν τὴν νίκην ἀπενέγκασθαι. σκιρτῶσι τοίνυν ἐπὶ τούτοις οἱ Πέρσαι ταῖς τῶν μάγων ὑποσχέσεσιν εὐφραινόμενοι καὶ δημιουργοῦσιν εὐθὺς ξυλοπέδας ἐκ ξύλου τε καὶ σιδήρου, ὅπως τοῖς Ρωμαίοις ὑποβάλωσιν. ὁ δὲ στρατηγὸς παρεγγυᾷ τοῖς Ρωμαίοις τοὺς γεωργικοὺς μὴ λυμαίνεσθαι πόνους, ὅπως μὴ ἡ μισοπόνηρος δικαιοσύνη τοῦ θεοῦ ἐπὶ τοὺς βαρβάρους μετοικίσῃ τὴν νίκην. τῇ οὖν ἐπιούσῃ ἀποστέλλει ὁ στρατηγὸς δύο φυλάρχους τῶν Σαρακηνῶν, καὶ ζωγροῦσι Πέρσας ζῶντας, δι' ὧν ἔγνωσαν τῶν ἐναντίων τὰ κινήματα· οἳ ἔφασαν τῇ κυριακῇ ἡμέρᾳ βούλεσθαι τοὺς βαρβάρους ἐπιθέσθαι τοῖς Ρωμαίοις. ὁ δὲ Φιλιππικὸς ἐξ ἑωθινοῦ τοὺς Ρωμαίους συντάξας τρισὶ φάλαγξιν ἀπήντα πρὸς πόλεμον. αὐτὸς δὲ ἀναλαβὼν τὴν θεανδρικὴν μορφήν, ἣν ἀχειροποίητον οἱ Ρωμαῖοι δοξάζουσιν, διατρέχων τὰς τάξεις τῷ ὁπλιτικῷ μετεδίδου θείας δυνάμεως. καὶ στὰς ὀπίσω τῆς παρατάξεως τοῦτο κατέχων τὸ ὅπλον δάκρυσι πολλοῖς τὸ θεῖον εὐμενίζετο· ὅστις τὰς οὐρανίους ταξιαρχίας συμμάχους προσελάβετο. τοῦ δὲ πολέμου κροτηθέντος, Βιταλιανὸς ὁ ταξίαρχος πάντων θρασύτερον κινηθεὶς τὴν φάλαγγα τῶν Περσῶν διέσπασε καὶ τὸ τοῦλδον παρέλαβεν. οἱ δὲ Ρωμαῖοι περὶ τὰ σκῦλα ἤρξαντο ἀσχολεῖσθαι· οὓς θεασάμενος ὁ Φιλιππικός, φοβηθεὶς μὴ εἰς τὰ λάφυρα καὶ οἱ λοιποὶ τραπέντες τῆς παρατάξεως ἐπιλάθωνται, καὶ στραφέντες οἱ βάρβαροι ἀπολέσωσιν αὐτούς, Θεοδώρῳ τῷ Ἰλιβινῷ τὴν ἑαυτοῦ περικεφαλαίαν περιθεὶς ἐξαπέστειλε τῷ ξίφει πλήττειν τοὺς ἐνασχολουμένους ἐπὶ τὰ λάφυρα. ὃν ἰδόντες καὶ νομίσαντες Φιλιππικὸν εἶναι, καταλιπόντες τὰ σκῦλα ἐπὶ τὸν πόλεμον ἐχώρησαν. τοῦ δὲ πολέμου κροτηθέντος ἐπὶ ὥρας πολλάς, φωνὴ γίνεται παρὰ τοῦ στρατηγοῦ τοὺς ἵππους τῶν Περσῶν πλήττειν τοῖς δόρασιν. τούτου δὲ γενομένου, ἐτράπη τὸ Περσικὸν στράτευμα, καὶ νίκην μεγάλην οἱ Ρωμαῖοι ἀνεδήσαντο καὶ πολλοὺς ἀνήλωσαν καὶ τούτους ἐσκύλευσαν. τῇ δὲ ὑστεραίᾳ ἀναλαβὼν τὰς ἑαυτοῦ δυνάμεις ὁ Καρδαρίγας πάλιν πρὸς πόλεμον ὁπλίζεται. καὶ δευτέρου πολέμου κροτηθέντος, νικῶσι πάλιν Ρωμαῖοι, καὶ ἀναιροῦνται Πέρσαι πολλοί, χειροῦνται δὲ καὶ ζῶντες δισχίλιοι καὶ εἰς Βυζάντιον πέμπονται. προσέφυγε δὲ καὶ Καρδαρίγας εἰς τὸ Δαρᾶς· οἱ δὲ Πέρσαι μεθ' ὕβρεων τοῦτον ἀπεπέμψαντο. ὁ δὲ Φιλιππικὸς Ἡράκλειον, τὸν Ἡρακλείου τοῦ αὐτοκράτορος πατέρα, ὑποστράτηγον ὄντα ἐπὶ κατασκοπῇ τῶν βαρβάρων ἐξέπεμψεν, καὶ αὐτὸς τοὺς ἐν πολέμῳ τραυματίας γενομένους πρὸς τὰς πόλεις ἰατρεύεσθαι παρέπεμψεν. ἀναλαβὼν δὲ τὸ στράτευμα εἰς τὴν Βαβυλωνίαν εἰσβάλλει καὶ τὸ Χλομαρῶν φρούριον παρακαθέζεται. ὁ δὲ Καρδαρίγας στρατολογεῖ ἰδιώτας μετὰ ὑποζυγίων καὶ ὀχλαγωγήσας στρατοπεδεύειν ἐκόμπαζε καὶ δι' ὀχυρῶν τόπων ἐν ἀσελήνῳ νυκτὶ ἐπὶ τὰ νῶτα γίνεται τῶν Ρωμαίων μηδαμῶς θαρρῶν χεῖρας αὐτοῖς ἐμβαλεῖν. φόβος δὲ ἄκαιρος ἐπιπεσὼν τῷ Φιλιππικῷ, καταλιπὼν τὸ φρούριον φυγῇ ἀλόγῳ ἐχρήσατο. καὶ τοῦτο γνόντες οἱ Ρωμαῖοι εἰς φυγὴν ἐτρέποντο διὰ τόπων δυσεξοδεύτων μεγάλοις κινδύνοις περιπεσόντες· ἦν γὰρ καὶ ἀσέληνος ἡ νύξ. ἡλίου δὲ ἀνατείλαντος τῆς συμφορᾶς ἀπηλλάττοντο. καταλαβόντες δὲ τὸν στρατηγὸν ὕβρεσιν αἰσχίσταις τοῦτον ἐβλασφήμουν. οἱ δὲ Πέρσαι ἐπίπλαστον νομίσαντες τὴν φυγὴν διῶξαι οὐκ ἐτόλμησαν. Ἡράκλειος δὲ διαπεράσας τὸν Τίγριν, ὅσα τῆς Μηδικῆς χώρας ἦσαν ἐπίσημα χωρία, παρεδίδου πυρί, καὶ οὕτω πρὸς Φιλιππικὸν ἀνέκαμψε μετὰ σκύλων πολλῶν.

Κόσμου ἔτη ͵ϛοθʹ. Τῆς θείας σαρκώσεως ἔτη φοθʹ. Ρωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. εʹ. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιεʹ. ιδʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. ϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. ιεʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. ηʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. ιζʹ. Τούτῳ τῷ ἔτει ὁ τῶν Ἀβάρων Χαγάνος τὰς σπονδὰς διαλύσας τήν τε Μυσίαν καὶ Σκυθίαν κατεπολέμει δεινῶς καταστρέψας τήν τε Ρατιάρναν καὶ Βονωνίαν καὶ Ἄκυς καὶ Δορόστολον καὶ Ζάρδαπα καὶ Μαρκιανούπολιν. ὁ δὲ Κομεντίολος ἐπὶ τὴν Ἀγχίαλον ἦλθε καὶ διελὼν τὸ στράτευμα τοὺς ἀδοκίμους ἐκ τῶν ἀριστέων διέκρινεν· καὶ τὴν μὲν ἄχρηστον δύναμιν μʹ χιλιάδας φυλάττειν τὸν χάρακα κελεύει, τοὺς δὲ ἐπιλέκτους ἑξακισχιλίους ὄντας παραλαβὼν δύο χιλιάδας παρέδωκε τῷ Κάστῳ καὶ δύο τῷ Μαρτίνῳ, καὶ τὰς δύο αὐτὸς ἀναλαβὼν κατὰ τῶν βαρβάρων χωρεῖ. ὁ δὲ Κάστος ἐλθὼν ἐπὶ τὰ Ζάρδαπα καὶ τὸν Αἷμον, εὑρὼν τοὺς βαρβάρους ἠμελημένους πολλοὺς διέφθειρεν. αἰχμαλωσίας δὲ κρατήσας πολλῆς δορυφόρῳ διασώζειν ἐδίδου. Μαρτῖνος δὲ εἰς τὰ περὶ Τόμεα τὴν πόλιν γενόμενος, τῷ Χαγάνῳ ἀπροσδοκήτως περιπεσὼν πολλοὺς τῆς αὐτοῦ δυνάμεως ἀνεῖλεν, ὥστε αὐτὸν φυγῇ τὴν σωτηρίαν πραγματεύσασθαι. ὁ δὲ Μαρτῖνος ἐπίδοξον νίκην ἀράμενος πρὸς τὸν στρατηγὸν ἐπανήρχετο, ἔνθα ἐπηγγείλατο ἀναμένειν αὐτούς. ὁ δὲ Κομεντίολος δειλίᾳ κατασχεθεὶς εἰς Μαρκιανούπολιν ὑπέστρεψεν. οἱ δὲ μὴ εὑρόντες αὐτὸν ἐπεσύναξαν τὰ ἴδια στρατεύματα καὶ ἐπὶ τοὺς στενωποὺς τοῦ Αἵμου στρατοπεδεύονται. ἰδὼν δὲ ὁ Μαρτῖνος τὸν Χαγάνον διαπερῶντα τὸν ποταμὸν πρὸς τὸν στρατηγὸν ἐπανῆλθεν. ὁ δὲ Κάστος τὸν ποταμὸν διαπεράσας καὶ πλησιάσας τοὺς προτρέχοντας τῶν Ἀβάρων τῆς μάχης κρατεῖ. σκαιοῦ δέ τινος δαίμονος ὑποθήκαις οὐκ ἀνέστρεψεν ἐπὶ τὸν στρατηγόν. τῇ δὲ ἐπιούσῃ κρατήσας τὰς διαβάσεις ὁ Χαγάνος ἀπέκλεισεν αὐτόν. περισχίζεται τοίνυν ὁ λαός, καὶ ἕκαστος ὡς εἶχε δυνάμεως διὰ τοῦ ἄλσους ἔφυγον. θηρεύονται τοίνυν τινὲς παρὰ τῶν βαρβάρων καὶ καταμηνύουσιν, ποῦ ἐκέκρυπτο Κάστος, καὶ τοῦτον ζωγρήσαντες περιεσκίρτων καὶ ἠγάλλοντο. ὁ δὲ Χαγάνος διὰ τῆς μεσημβρίας ὁδεύσας κατὰ τῆς Θρᾴκης χωρεῖ καὶ τὰ Μακρὰ τείχη κατέλαβεν. ὁ δὲ Κομεντίολος ἐν ταῖς ὕλαις τοῦ Αἵμου κρυπτόμενος ἐξῆλθε σὺν τῷ Μαρτίνῳ. καὶ καταλαβὼν τὸν Χαγάνον ἀνετοιμότατον διὰ τὸ τὴν πληθὺν τῶν βαρβάρων περικεχῦσθαι τῇ Θρᾴκῃ, πρώτῃ φυλακῇ κατ' αὐτοῦ χωρεῖ. καὶ ἦν αὐτῷ μέγα τῶν ἐπιχείρων τὸ κατόρθωμα, εἰ μὴ τύχῃ τινὶ παρεσφάλη τοῦ ἐγχειρήματος. ἑνὸς γὰρ ζώου τὸν φόρτον διαστρέψαντος, ἕτερος τὸν δεσπότην τοῦ ζώου προσφωνεῖ τὸν φόρτον ἀνορθῶσαι τῇ πατρῴᾳ φωνῇ· «τόρνα, τόρνα, φράτερ.» καὶ ὁ μὲν κύριος τῆς ἡμιόνου τὴν φωνὴν οὐκ ᾐσθάνετο, οἱ δὲ λαοὶ ἀκούσαντες καὶ τοὺς πολεμίους ἐπιστῆναι αὐτοῖς ὑπονοήσαντες εἰς φυγὴν ἐτράπησαν, «τόρνα, τόρνα» μεγίσταις φωναῖς ἀνακράζοντες. ὁ δὲ Χαγάνος μεγάλην δειλίαν περιβαλόμενος ἀκρατῶς ἔφυγεν. καὶ ἦν ἰδεῖν Ἀβάρους τε καὶ Ρωμαίους ἀλλήλους διαδιδράσκοντας, μηδενὸς διώκοντος. ὁ δὲ Χαγάνος ἀναλαβὼν τὰς δυνάμεις τὴν Ἀπειρίαν πόλιν παρεκάθισεν. εὑρὼν δὲ Βουσᾶν, τὸν τῆς πόλεως μαγγανάριν, ἀνελεῖν αὐτὸν ἐπειρᾶτο. ὁ δὲ Βουσᾶς παρεκάλει χρήματα ἱκανὰ αὐτῷ παρέχειν, εἴπερ τὸ ζῇν αὐτῷ φιλοτιμήσοιτο· οἱ δὲ τοῦτον δεσμήσαντες τῇ πόλει παρέστησαν. αὐτὸς δὲ ἐζήτει τοὺς τὴν πόλιν οἰκοῦντας ὠνήσασθαι αὐτόν, διηγούμενος ὅσα ὑπὲρ τῆς πόλεως ἠγωνίσατο. πολίτης δέ τις τὰ πλήθη ἀνέπειθε μὴ τοῦτο ποιεῖν, λόγος δὲ τοῦτον τῇ Βουσᾶ γυναικὶ παρευνάζεσθαι. ἐπεὶ τοίνυν κατεφρονήθη ὁ Βουσᾶς, ὑπισχνεῖτο τῷ Χαγάνῳ παραδιδόναι τὴν πόλιν, καὶ πολιορκητικὸν ὄργανον συμπηξάμενος, ὃν κριὸν ὀνομάζουσιν, τὴν πόλιν παρέλαβεν. μαθόντες δὲ οἱ βάρβαροι τὸ τεχνούργημα πλείστας καὶ ἄλλας πόλεις ἐδουλώσαντο καὶ μετὰ πολλῆς αἰχμαλωσίας ὑπέστρεψαν. ἀκούσαντες δὲ οἱ Βυζάντιοι, ὅτι Κάστος ὑπὸ τῶν βαρβάρων αἰχμάλωτος γέγονεν, μεγάλαις λοιδορίαις κατὰ Μαυρικίου ἐχρῶντο καὶ εἰς φανερὸν τοῦτον ἐβλασφήμουν. κατὰ τοῦτον δὲ τὸν χρόνον Ἡράκλειος, ὁ τοῦ Ἡρακλείου πατήρ, Περσικῷ φρουρίῳ προσβάλλει, καὶ τοῦτο εἷλεν· ὁμοίως καὶ Θεόδωρος τὸ Μα ζαρῶν φρούριον. ἀμφότεροι δὲ εἰς τὸ Βεϊουδὲς παραγίνονται. καὶ τοῦ φρουρίου ὀχυροῦ ὄντος, στρατιώτης τις, Σαπφήρης ὀνόματι, σκόλοπας τεχνουργήσας καὶ κατὰ τὰς ἁρμογὰς τῶν λίθων τούτους πηγνύων τὴν ἄνοδον ἐποιήσατο. ὡς δὲ ἐπέβη ἐκεῖνος τῇ στεφάνῃ τοῦ τείχους, Πέρσης ἀνὴρ τοῦτον ἐξώθησεν. πίπτει οὖν ὁ Σαπφήρης κάτω, καὶ ὑποδέχονται αὐτὸν οἱ Ρωμαῖοι ταῖς ἀσπίσιν· καὶ αὖθις τοῦ ἔργου κατατολμᾷ, καὶ πάλιν ἐξωθεῖται τοῦ ὀχυρώματος· πάλιν δὲ οἱ Ρωμαῖοι ταῖς ἀσπίσιν αὐτὸν ὑποδέχονται, καὶ πάλιν πρὸς τὴν ἐπιβουλὴν ἐνεχείρησεν. ἐπὶ δὲ τῇ κεφαλῇ τοῦ τείχους γενόμενος τὸν Πέρσην ἀπέτεμεν· εἶτα τὴν κεφαλὴν ὑπατεύσας Ρωμαίους θάρσους ἐνέπλησεν. καὶ πολλῶν μιμησαμένων τὸν ἀριστέα καὶ διὰ τῶν πασσάλων ἐπιβάντων τοῦ τείχους, παραδίδοται Ρωμαίοις τὸ φρούριον καὶ τοὺς μὲν τῶν Περσῶν ἀνεῖλον, τοὺς δὲ αἰχμαλώτους λαβόντες σὺν τῇ ἀποσκευῇ τὸ φρούριον ... παρέδωκαν. ὁ δὲ Φιλιππικὸς αὖθις εἰς Βυζάντιον τὴν ὁδὸν ἐποιήσατο Ἡράκλειον καταλιπὼν ἡγεμόνα Ρωμαίων. ἐλθὼν δὲ εἰς Ταρσὸν καὶ μαθών, ὅτι ὁ βασιλεὺς Πρίσκον στρατηγὸν ἀνατολῆς χειροτονήσας ἀπέστειλεν, γράφει Ἡρακλείῳ καταλιπόντι τὸ στράτευμα εἰς Ἀρμενίαν παραγενέσθαι πρὸς Ναρσῆν καὶ τὴν τοῦ Πρίσκου παρουσίαν κατάδηλον ποιῆσαι. ἦν γὰρ ὁ αὐτοκράτωρ τῷ Φιλιππικῷ κελεύσας τετάρτην μοῖραν τῆς ῥόγας τῷ στρατῷ ἀποστερῆσαι. ἐνόσει γὰρ Μαυρίκιος τὸ φιλόχρυσον. ὁ δὲ Φιλιππικὸς φοβηθεὶς μὴ ἀφορμὴ τυραννίδος γένηται τοῦτο, τῷ βασιλεῖ οὐχ ὑπήκουσε διά τε τοῦτο τῆς στρατηγίας ἀποπαύεται. Πρίσκος δὲ καταλαβὼν τὴν Ἀντιόχειαν προστάττει τοὺς στρατιώτας ἐπὶ τὸ Μονόκαρτον συναχθῆναι· προσκαλεῖται δὲ καὶ Γερμανόν, τὸν τὴν Ἐδεσηνῶν ἀρχὴν πεπιστευμένον, σὺν τῷ ἐπισκόπῳ· καὶ σὺν αὐτοῖς πρὸς τὸ στρατόπεδον ἀπήρχετο τὴν ἑορτὴν τοῦ πάσχα σὺν αὐτοῖς ποιησόμενος. οἱ δὲ ἡγεμόνες τοῦ στρατοῦ ὑπήντησαν αὐτῷ μετὰ τῶν βάνδων ἀπὸ δύο σημείων τοῦ στρατοπέδου. ὁ δὲ Πρίσκος κατὰ τὸ εἰωθὸς οὐκ ἀπέβη τοῦ ἵππου οὐδὲ ταῖς συνήθεσι προσηγορίαις ἐχρήσατο. ἐντεῦθεν αὐτῷ τοῦ μίσους γέγονεν ἔναρξις· ἐπὶ ταῖς κοιναῖς γὰρ ὕβρεσι τὰ πλήθη ἀνιῶνται. μετὰ δὲ τὴν ἑορτὴν τὰ τοῦ βασιλέως σοβαρῶς ἐπεδείκνυ γράμματα. συρρέουσι τοίνυν τὰ πλήθη ἐπὶ τὸ τοῦ στρατηγοῦ σκηνοπήγιον, τὰ μὲν ξίφη ἐπιφερόμενα, τὰ δὲ λίθους, τὰ δὲ ξύλα. γίνεται τοίνυν περιδεὴς ὁ Πρίσκος καὶ ἐπιβὰς τῷ ἵππῳ φυγῇ ἀπέδρα τὸν κίνδυνον. οἱ δὲ διαρρήξαντες τὸ τούτου σκηνοπήγιον πάντα τὰ αὐτοῦ διήρπασαν. ὁ δὲ καταλαβὼν τὴν Κωνσταντίαν ὑπὸ ἰατρῶν τὰς βολὰς τῶν λίθων καὶ τὰ ἕλκη ἐθεραπεύετο. καὶ ἀποστέλλει τὸν ἐπίσκοπον τῆς πόλεως ἀπολογούμενος τῷ στρατοπέδῳ, ὑπισχνούμενος πείθειν τὸν αὐτοκράτορα μηδὲν αὐτοῖς ἀποστερεῖν τῶν εἰωθότων παρασχέσθαι. ὁ δὲ στρατὸς τὸν ἐπίσκοπον μετὰ ὕβρεως ἀπεπέμπετο τόν τε Γερμανὸν ἄκοντα στρατηγὸν ἀνηγόρευσαν ἐπὶ ἀσπίδος ὑψώσαντες, τούς τε βασιλικοὺς ἀνδριάντας κατέστρεψαν καὶ τὰς τούτου εἰκόνας ἠφάνισαν· καὶ ἐπὶ τυραννίδα χωρεῖν ἤμελλον καὶ τὰς πόλεις σκυλεύειν, εἰ μὴ ὁ Γερμανὸς τοῦτο πολλῇ νουθεσίᾳ καὶ παραινέσει τούτους ἐκώλυσεν. ὁ δὲ Πρίσκος ταῦτα τῷ βασιλεῖ κατάδηλα πεποίηκεν. καὶ ὁ βασιλεὺς τὸν Φιλιππικὸν πάλιν στρατηγὸν τῆς ἀνατολῆς πεποίηκεν· καὶ ὁ Πρίσκος εἰς Βυζάντιον ὑπέστρεψεν. ὁ δὲ στρατὸς ὅρκοις κατησφαλίζετο μηδαμῶς ὑπὸ Μαυρικίου βασιλεύεσθαι. οἱ δὲ βάρβαροι ταῖς Ρωμαϊκαῖς συμφοραῖς ἐνετρύφων. ὁ δὲ αὐτοκράτωρ Ἀριστόβουλον, τὸν κουράτορα τῶν βασιλικῶν οἴκων, πρὸς τὸν στρατὸν ἀπέστειλεν, ὅπως ὅρκοις καὶ δώροις διαλύσῃ τὴν τυραννίδα· ὃ καὶ πεποίηκεν. τῆς δὲ τυραννίδος ἀποσπασθείσης, γίνεται Περσῶν καὶ Ρωμαίων κατὰ τὴν Μαρτυρόπολιν πόλεμος μέγιστος. τῶν δὲ Ρωμαίων δυνάμει καὶ στρατηγίᾳ καταπολεμησάντων τοὺς Πέρσας, ἀναιρεῖται ὁ τῶν Περσῶν στρατηγὸς Μαρουζᾶς. συλλαμβάνονται δὲ καὶ ζῶντες τρισχίλιοι καὶ οἱ τῶν Περσικῶν ταγμάτων ταξίαρχοι· χίλιοι δὲ μόνοι τὸν ἀριθμὸν διεσώθησαν, οἳ καὶ μετὰ κινδύνων ἐπὶ τὴν Περσίδα ἀνέστρεψαν. οἱ δὲ Ρωμαῖοι ἐκπέμπουσι πρὸς τὸν αὐτοκράτορα ἐκ τῶν Περσικῶν λαφύρων πολλὰ καὶ τοὺς ζωγρηθέντας ἅπαντας σὺν τοῖς βάνδοις. ὁ δὲ Μαυρίκιος ἔκτισε τὸν Καριανὸν ἔμβολον ἐν Βλαχέρναις ὑπογράψας ἐν αὐτῷ διὰ ζωγράφων τὰς ἑαυτοῦ πράξεις ἐκ παιδόθεν μέχρι τῆς αὐτοῦ βασιλείας· καὶ ἀνεπλήρωσε καὶ τὸ ἐν αὐτῷ δημόσιον λουτρόν.

Κόσμου ἔτη ͵ϛπʹ. Τῆς θείας σαρκώσεως ἔτη φπʹ. Ρωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ϛʹ. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιεʹ. ιεʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. ιϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. θʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. ιηʹ. Τούτῳ τῷ ἔτει μηνὶ Σεπτεμβρίῳ, ἰνδικτιῶνος ϛʹ, οἱ Λογγίβαρδοι πόλεμον κατὰ Ρωμαίων ἤραντο, καὶ τὰ τῶν Μαυρουσίων ἔθνη κατὰ τὴν Ἀφρικὴν μεγάλας ταραχὰς ἐποιήσαντο. ἐν δὲ τῇ Περσίδι φυλακὴ ὑπάρχει λεγομένη Λήθη, καὶ πολλοὺς ὁ τῶν Περσῶν βασιλεὺς ἀπὸ διαφόρων ἐθνῶν ἐν ταύτῃ κατέκλεισε σὺν τοῖς αἰχμαλώτοις τῆς πόλεως τοῦ Δαρᾶς. οὗτοι οὖν ἀπογνόντες ἑαυτῶν ἐπανίστανται κατὰ τῶν φυλασσόντων αὐτούς· καὶ ἀνελόντες τὸν Μαρουσᾶν καὶ τὴν τούτου κεφαλὴν λαβόντες εἰς τὸ Βυζάντιον ἧκαν· ὁ δὲ βασιλεὺς μετὰ χαρᾶς μεγάλης αὐτοὺς ὑπεδέξατο· τὸν δὲ Φιλιππικὸν μόλις στρατηγὸν ὁ στρατὸς κατεδέξατο. πολέμου δὲ Περσῶν καὶ Ρωμαίων ἐν Μαρτυροπόλει γεγονότος, ἡττῶνται Ρωμαῖοι. ὁ δὲ αὐτοκράτωρ πάλιν τῆς στρατηγίας τὸν Φιλιππικὸν διαδεξάμενος Κομεντίολον στρατηγὸν τῆς ἀνατολῆς ἀπέστειλεν. ὁ δὲ Κομεντίολος περὶ τὴν Νισίβιν γενόμενος καὶ οἱ Πέρσαι κατὰ τὸ Σαρβανῶν ἀλλήλοις συνέβαλον. Ἡράκλειος δέ, ὁ τοῦ Ἡρακλείου πατήρ, ἐνευδοκιμήσας ἐν τῷ πολέμῳ ἀνεῖλε τὸν τῶν Περσῶν στρατηγόν. Ἀφραάτου δὲ ἀναιρεθέντος, τρέπονται Πέρσαι, καὶ διώκουσι Ρωμαῖοι. πολλῆς δὲ ἁλώσεως ἐν αὐτοῖς γενομένης, παραλαμβάνουσι καὶ τὸ τοῦλδον καὶ πολλὰ λάφυρα ἐν Βυζαντίῳ ἐκπέμπουσιν. ὁ δὲ αὐτοκράτωρ ἱππικαῖς θεωρίαις καὶ πανηγύρεσι τὴν πόλιν ἐφαίδρυνε καὶ τὰς νίκας ἐθριάμβευσεν. ὁ δὲ Ὁρμίσδας, ὁ τῶν Περσῶν βασιλεύς, στρατηγὸν χειροτονήσας τὸν Βαρὰμ ἅμα δυνάμεσι πολλαῖς κατὰ Σουανίας ἐκπέμπει. ἀδοκήτως δὲ ταύτῃ ἐπιστάς, καταπολεμηθέντων τῶν Τούρκων ὑπὸ τῶν Περσῶν, τοσοῦτον Ὁρμίσδας ηὐξήθη, ὡς καὶ φόρους μʹ χιλιάδας χρυσοῦ παρὰ τῶν Τούρκων λαβεῖν, πρότερον τούτου τὰ ἴσα τοῖς Τούρκοις τελοῦντος. τοῦ δὲ Βαρὰμ περιδόξου κατὰ τὸν πόλεμον τοῦτον γεγονότος καὶ εἰς τὸν Ἀράξην ποταμὸν στρατοπεδευομένου, ὁ Μαυρίκιος τοῦτο μαθὼν Ρωμανὸν χειροτονεῖ στρατηγόν, καὶ ἐν Σουανίᾳ μετὰ δυνάμεως ἐκπέμπει. καταλαβὼν δὲ ὁ Ρωμανὸς τὴν Λαζικὴν καὶ εἰς τὸν Φάσιδα γενόμενος ποταμὸν ἐπὶ τὴν Ἀλβανίαν στρατοπεδεύεται. ὁ δὲ Βαρὰμ τὸν τῶν Ρωμαίων στρατὸν ἐπιδημήσαντα ἀκηκοὼς διεγέλα τὸ πρᾶγμα· ἐπεθύμει δὲ καὶ Ρωμαϊκῆς παρατάξεως πεῖραν λαβεῖν· οὐ γὰρ ἦν ποτε Ρωμαίους πολεμήσας. διαβὰς τοίνυν τὸν γείτονα ποταμόν, ὡς ἐπὶ τὰ ἐνδότερα μέρη τῆς Περσίδος τοὺς Ρωμαίους ἐφελκόμενος ᾔει· ὁ δὲ Ρωμανὸς τὴν Ρωμαϊκὴν πληθὺν ἐχώριζεν, τοὺς ἀδοκίμους εἰς τὸ τοῦλδον καταλιπών· καὶ δέκα χιλιάδας ἐπιλέκτους λαβὼν κατὰ τῶν βαρβάρων ἐχώρει, δύο δὲ χιλιάδας προτρέχειν τοῦ στρατοῦ παρακελεύεται· οἵ τινες συναντήσαντες τοὺς προτρέχοντας τῶν Περσῶν τούτους τρέπουσι καὶ πάντας ἀνήλωσαν. τῆς γὰρ φυγῆς γενομένης, καὶ κρημνοῦ συναντήσαντος αὐτοῖς, ἀποκλεισθέντες πάντες ἀνῃρέθησαν· οἱ δὲ Ρωμαῖοι μέχρι τοῦ χάρακος τῶν βαρβάρων ἐγένοντο, ὡς καταπλαγῆναι τὸν Βαρὰμ ἐπὶ τούτῳ. τοῦτο ἀκηκοὼς Ρωμανὸς παραθαρρύνει τὸ στρατόπεδον, καὶ παρατάσσονται ἐν πεδίῳ τῆς Ἀλβανίας. ὁ δὲ Βαρὰμ ἀπεπειρᾶτο κλέψαι τὸν πόλεμον, διητύχησε δὲ τοῦ βουλεύματος· συνέσει γὰρ ὁ Ρωμανὸς ἐκεκόσμητο. συμβαλόντων δὲ ἀλλήλοις, καὶ πολλῶν ἀναιρεθέντων βαρβάρων, μεγίστη Ρωμαίων γίνεται νίκη· σκυλεύονται τοίνυν οἱ βάρβαροι καὶ ταφῆς ἀμοιρήσαντες τοῖς θηρίοις γίνονται κατάβρωμα. τοῦτο ἀκούσας ὁ τῶν Περσῶν βασιλεὺς καὶ τὴν αἰσχύνην μὴ φέρων γυναικείαν ἐσθῆτα τῷ Βαρὰμ ἐξέπεμψεν, καὶ τῆς στρατηγίας τοῦτον ἀπέπαυσεν. νεωτερίζει τοίνυν ὁ Βαρὰμ καὶ πρὸς τυραννίδα χωρεῖ· καὶ ἀνθυβρίζει διὰ γραμμάτων τὸν Ὁρμίσδαν ἐπιγράψας τὴν ἐπιστολήν· Ὁρμίσδᾳ, τῇ θυγατρὶ Χοσρόου, ὁ Βαρὰμ ταῦτα ἐπιστέλλει. συναγαγὼν δὲ τὰ στρατεύματα ἔφασκεν ἀγανακτεῖν τὸν Ὁρμίσδαν κατὰ τῶν στρατευμάτων, ὡς ὑπὸ Ρωμαίων ἡττηθέντων. ἐπεδείκνυε δὲ καὶ ἐπίπλαστα γράμματα ὡς ἀπὸ Ὁρμίσδα πρὸς τὸ ὑπομειῶσαι τὰς τῶν στρατιωτῶν ῥόγας, ὑπομιμνήσκων αὐτοὺς τό τε ἀπηνὲς τοῦ Ὁρμίσδα καὶ ὠμότατον, τὸ φιλάργυρόν τε καὶ βίαιον, καὶ ὅπως φόνοις μὲν ἀρεσκόμενος, εἰρήνης δὲ ἀπεχόμενος, καὶ πῶς τοὺς μεγιστᾶνας δεσμοῖς καθυπέβαλεν, καὶ τοὺς μὲν ξίφει ἀπέτεμεν, τοὺς δὲ ἀπέπνιξεν ἐν τῷ Τίγριδι· καὶ πῶς κατηνάγκαζε Πέρσας ἐν μεγάλοις πολέμοις χωρεῖν, ὅπως διαφθαρῶσι καὶ μὴ κατ' αὐτοῦ στασιάσωσιν. τοιούτοις δὲ λόγοις συμβαλὼν ὁ Βαρὰμ τὰ στρατεύματα τυραννίδα μεγάλην κατὰ Ὁρμίσδα ἐξῆψεν· καὶ ὅρκοις τὸν Βαρὰμ ὀχυρώσαντες δογματίζουσι πάντες καθελεῖν τὸν Ὁρμίσδαν. ὁ δὲ Ὁρμίσδας Φεροχάνην, τὸν μάγιστρον αὐτοῦ, καθοπλίσας μετὰ δυνάμεως ἀπέστειλε κατὰ Βαράμ. ὁ δὲ Βαρὰμ ἐδήλου τῷ Φεροχάνῃ καὶ τοῖς στρατεύμασιν, ὅτι οὐ δεῖ ὅπλα κατὰ Περσῶν ἐπιφέρεσθαι Πέρσας· καὶ ὑπεμίμνησκεν αὐτοὺς τὴν τοῦ Ὁρμίσδα τραχύτητα, τὸ ἄδικον, τὸ αἱμοχαρὲς καὶ φιλόφονον, τὸ ἄπιστον καὶ ἀλαζονικόν τε καὶ βίαιον. τούτων αἰσθόμενοι ἀληθῶς εἰρημένων οἱ περὶ τὸν Φεροχάνην λαοὶ πρὸς Βαρὰμ μετατίθενται καὶ τὸν Φεροχάνην ἀνελόντες τῷ Βαρὰμ ἡνώθησαν καὶ ἐπὶ Κτησιφῶντα ὥρμησαν. ὁ δὲ Ὁρμίσδας εἶχεν ἐν δεσμοῖς Βινδόην τὸν ἐν ἀξίᾳ μεγάλῃ τελοῦντα. ἐν δὲ σάλῳ μεγάλῳ τῶν πραγμάτων ὄντων, Βεστάν, ὁ τοῦ Βινδόου ἀδελφός, εἰς τὴν φρουρὰν εἰσπηδήσας ἐξάγει Βινδόην, τὸν ἀδελφὸν αὐτοῦ, καὶ συναθροίσαντες πλῆθος ἀγροίκων τε καὶ πολιτικῶν τρίτῃ ὥρᾳ τῆς ἡμέρας εἰσέρχονται εἰς τὰ βασίλεια· καὶ εὑρόντες τὸν Ὁρμίσδαν ἐπὶ τοῦ θρόνου βασιλικῶς καθεζόμενον, ὕβρεσι τοῦτον πολλαῖς καθυπέβαλον. ὁ δὲ Βινδόης κρατήσας τὸν Ὁρμίσδαν ἀφείλατο τὸ διάδημα ἀπὸ τῆς κεφαλῆς αὐτοῦ καὶ εἰς φρουρὰν τοῦτον παρέδωκεν, παρεκάλει δὲ Χοσρόην τοῦ πατρῴου θρόνου ἀνθέξεσθαι. ὁ δὲ Ὁρμίσδας ἐκ τῆς φρουρᾶς ἄγγελον ἐξέπεμψε τοῖς Πέρσαις αἰτούμενος λαλῆσαι τὰ συμφέροντα τῇ Περσίδι. γίνεται τοίνυν τῇ ἐπαύριον, καὶ συνηθροίσθη ἡ σύγκλητος τῶν Περσῶν ἐν τοῖς βασιλείοις σὺν τῷ πλήθει, καὶ ἄγουσι τὸν Ὁρμίσδαν δέσμιον. ὁ δὲ Ὁρμίσδας ἀνεμίμνησκε Πέρσας, ὡς οὐ δεῖ περὶ τοὺς βασιλεῖς τοιαῦτα ἐξαμαρτάνειν, καὶ ὅσα, ἀφ' οὗ ἐβασίλευσεν, τρόπαια πεποίηκεν, καὶ ὅσα εὐεργέτησε Πέρσας, καὶ ὅπως Τούρκους τῇ Περσίδι φόρους τελεῖν πεποίηκεν, Ρωμαίους δὲ εἰρήνης ἐρᾷν, καὶ ὅπως τὴν Μαρτυρόπολιν παρέλαβεν· καὶ τὰς πατρῴας ἀριστείας ἐξήγγειλεν. ἠξίου δὲ ἀποχειροτονηθῆναι Χοσρόην τῆς βασιλείας ὡς φιλόδικον καὶ ἄπληστον καὶ αἱμοχαρῆ, ὑπεροπτικόν τε καὶ ὑβριστὴν καὶ φιλοπόλεμον· ὑπεῖναι δὲ αὐτῷ ἄλλον παῖδα, καὶ τοῦτον εἰς βασιλέα προχειρίσασθαι παρεκάλει. Βινδόης δὲ πρὸς τὸν Ὁρμίσδαν ἀντέλεγε καὶ τὰ τούτου σφάλματα εἰς μέσον προβαλλόμενος πάντας διήγειρε κατὰ Ὁρμίσδα· καὶ ἄγουσιν εἰς μέσον τήν τε γυναῖκα Ὁρμίσδα καὶ τὸν υἱόν· καὶ τοῖς † προσειωθόσιν ἐπ' ὄψεσιν Ὁρμίσδα τούτους ἐδιχοτόμησαν. τὸν δὲ Ὁρμίσδαν τυφλώσαντες τῇ φρουρᾷ ἐναπέθεντο. καὶ ὁ μὲν Χοσρόης ἄχρι τινὸς τὸν πατέρα ἐφιλοφρόνησεν ἐν τῇ φρουρᾷ πᾶσαν ἡδονὴν παρέχων· ὁ δὲ Ὁρμίσδας ὕβρεσι τοῦτον ἠμείβετο καταπατῶν τὰ ὑπὸ τοῦ βασιλέως πεμπόμενα. ὀργισθεὶς δὲ ὁ Χοσρόης ῥοπάλοις ἀγρίοις ἐκέλευσε κατὰ τῶν λαγόνων τυπτόμενον τοῦτον ἀποθανεῖν. τοῦτο δὲ ἐλύπησε τοὺς Πέρσας καὶ μῖσος κατὰ τοῦ Χοσρόου ἐνέθηκεν. Χοσρόης δὲ συναθροίσας δυνάμεις, τῶν βασιλείων ὑπεξελθὼν κατὰ τοῦ Βαρὰμ παρεγένετο ἐν πεδίῳ τοῦ Ζάβα ποταμοῦ, ἔνθα Βαρὰμ τὸν χάρακα εἶχεν. ὑπολαβὼν δὲ Χοσρόης, ὅτι τινὲς τῶν ἀρχόντων πρόσκεινται τῷ Βαράμ, τούτους ἐφόνευσεν. ταραχθέντος δὲ τοῦ λαοῦ, ἀποδιδράσκει Χοσρόης μετά τινων ὀλίγων· καὶ πάντες οἱ περὶ τὸν Χοσρόην τῷ Βαρὰμ προσεχώρησαν. ὁ δὲ Χοσρόης ἠπόρει, τί δρᾶσαι, ἐνίων μὲν συμβουλευόντων αὐτῷ πρὸς Τούρκους χωρεῖν, ἑτέρων δὲ πρὸς Ρωμαίους. ὁ δὲ Χοσρόης τοῦ ἵππου ἐπιβὰς καὶ τὸν χαλινὸν ἐάσας προστάττει πᾶσιν ἕπεσθαι τοῖς τοῦ ἵππου κινήμασιν· ὁ δὲ ἵππος ἐπὶ τὰ Ρωμαϊκὰ μέρη ἀπεκίνησεν. καὶ πρὸς τὸ Κερκέσιον παραγίνεται καὶ πρέσβεις ἐκπέμπει τὴν ἑαυτοῦ ἄφιξιν Ρωμαίοις κατάδηλον ποιούμενος. ἔτυχε δὲ Πρόβον τὸν πατρίκιον ἐκεῖ ὄντα τοῦτον ὑποδέξασθαι καὶ διὰ γραμμάτων τῷ βασιλεῖ μηνῦσαι τὰ κατ' αὐτόν. ὁ δὲ Βαρὰμ ἀπέστειλε πρέσβεις πρὸς Μαυρίκιον αἰτούμενος μὴ συμμαχῆσαι τῷ Χοσρόῃ· κελεύει δὲ ὁ βασιλεὺς Μαυρίκιος Κομεντιόλῳ στρατηγῷ εἰς Ἱεράπολιν τὸν Χοσρόην ὑποδέξασθαι καὶ βασιλικαῖς θεραπείαις τιμῆσαι. Τῷ δ' αὐτῷ ἔτει κατέδειξεν ὁ βασιλεὺς Μαυρίκιος γενέσθαι εἰς τὴν μνήμην τῆς ἁγίας θεοτόκου τὴν λιτὴν ἐν Βλαχέρναις καὶ ἐγκώμια λέγειν τῆς δεσποίνης, ὀνομάσας αὐτὴν Πανήγυριν.
https://byzantium.gr/
Κόσμου ἔτη ͵ϛπαʹ. Τῆς θείας σαρκώσεως ἔτη φπαʹ. Ρωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ζʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. ιζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. ιʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. ιθʹ. Τούτῳ τῷ ἔτει τεκνοποιηθεὶς ὁ βασιλεὺς Μαυρίκιος Χοσρόην, τὸν βασιλέα Περσῶν, Δομετιανόν, ἐπίσκοπον Μελιτηνῆς, πρὸς αὐτὸν ἐξέπεμψεν, τὸν ἴδιον συγγενῆ, σὺν Ναρσῇ, τὴν ἡγεμονίαν τοῦ πολέμου τούτῳ καταπιστεύσας. οἵ τινες παραλαβόντες τὸν Χοσρόην καὶ πάσας τὰς Ρωμαϊκὰς δυνάμεις εἰς τὴν Περσίδα εἰσβάλλουσιν. ὁ δὲ Βαρὰμ τοῦτο μαθών, τὰς περὶ αὐτὸν δυνάμεις ἀναλαβὼν ἐν τόπῳ Ἀλεξανδρινῆς ὀνομαζομένῳ ἐστρατοπέδευσεν, κωλύειν οἰόμενος τὰ ἐκ τῆς Ἀρμενίας ἐρχόμενα στρατεύματα τοῦ μὴ ἑνωθῆναι τῷ Ναρσῇ. ἐκέλευσε γὰρ Μαυρίκιος Ἰωάννην τὸν Μυστάκωνα, τὸν τῆς Ἀρμενίας στρατηλάτην, ἀναλαβεῖν τὰ στρατεύματα καὶ ἑνωθῆναι τῷ Ναρσῇ, τοῦ ἅμα συστήσασθαι τὸν πρὸς τὸν Βαρὰμ πόλεμον. διὰ δὲ τῆς νυκτὸς ἡνώθησαν πᾶσαι αἱ Ρωμαϊκαὶ δυνάμεις καὶ παρετάξαντο κατὰ Βαράμ. ὁ δὲ Βαρὰμ πρὸς τὸ ὄρος ἐστρατοπέδευσε δειλίᾳ κατεχόμενος. πολέμου δὲ φοβεροῦ κροτηθέντος, ὁ Ναρσῆς τῶν Ἰνδικῶν καταφρονήσας θηρίων τὴν μέσην τῶν βαρβάρων διέλυσε φάλαγγα. τούτου δὲ γενομένου καὶ αἱ λοιπαὶ τοῦ Βαρὰμ ἠσθένησαν φάλαγγες, καὶ γίνεται τοῦ τυράννου μεγάλη φυγή. ὁ δὲ Ναρσῆς ἀκατασχέτως διώκων ἀνῄρει τοὺς Πέρσας, ἓξ δὲ χιλιάδας ζωγρήσας πρὸς Χοσρόην δεσμίους ἤγαγεν· ὁ δὲ Χοσρόης πάντας ἀνεῖλε τῷ δόρατι. ὅσοι δὲ Τοῦρκοι ἐτύγχανον, τούτους τῷ αὐτοκράτορι εἰς Βυζάντιον ἔπεμψεν. τῶν δὲ Τούρκων ἐν τοῖς μετώποις τὸν τύπον τοῦ σταυροῦ διὰ μέλανος κεντητοῦ ἐχόντων, ἐρωτωμένων ὑπὸ τοῦ αὐτοκράτορος, ποίῳ τρόπῳ τοῦτο τὸ σημεῖον ἐπιφέρονται; οἱ Τοῦρκοι ἔφασκον πρὸ πολλῶν χρόνων λοιμὸν ἐν Τουρκίᾳ γενέσθαι, τινὰς δὲ τῶν ἐν αὐτοῖς Χριστιανῶν ὑποθέσθαι τοῦτο ποιῆσαι, ὡς ἐντεῦθεν σωτηρία κατὰ τὴν χώραν ἐγένετο. ὁ δὲ στρατὸς τῶν Ρωμαίων τὴν σκηνὴν τοῦ Βαρὰμ καὶ τὸ τοῦλδον παραλαβόντες μετὰ τῶν ἐλεφάντων τῷ Χοσρόῃ προσήνεγκαν. ὁ δὲ Βαρὰμ ἐπὶ τὰ ἐνδότερα μέρη τῆς Περσίδος τὴν φυγὴν ἐποιήσατο καὶ οὕτως ὁ κατ' αὐτὸν διαλύεται πόλεμος. ὁ δὲ Χοσρόης μεγάλην νίκην ἀναδησάμενος τὸν ἴδιον ἀπέλαβε θρόνον καὶ ἐπινίκια εἱστία Ρωμαίους. ὁ δὲ Ναρσῆς ἀναζευγνύων ἐπὶ τὰ ἴδια τῷ Χοσρόῃ ἔλεγεν· «μέμνησο, Χοσρόη, τῆς παρούσης ἡμέρας. Ρωμαῖοί σοι τὴν βασιλείαν χαρίζονται.» Χοσρόης δὲ τὴν δολοφονίαν δεδοικὼς ἐζήτει Μαυρίκιον χιλίους Ρωμαίους εἰς φυλακὴν αὐτοῦ ἔχειν· ὁ δὲ Μαυρίκιος ἀγάπην πολλὴν πρὸς τὸν βάρβαρον κεκτημένος ἐπλήρου τὸ αἴτημα αὐτοῦ. καὶ οὕτως ὁ Περσικὸς τῶν Ρωμαίων κατεπέπαυτο πόλεμος.

Κόσμου ἔτη ͵ϛπβʹ. Τῆς θείας σαρκώσεως ἔτη φπβʹ. Ρωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ηʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. θʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη κʹ. ιηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. ιαʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. κʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαρτίῳ κϛʹ, ἰνδικτιῶνος ηʹ, τῇ ἡμέρᾳ τοῦ ἁγίου πάσχα χρόνων τεσσάρων ἥμισυ ἐστέφθη Θεοδόσιος, ὁ υἱὸς τοῦ Μαυρικίου, ὑπὸ Ἰωάννου, πατριάρχου Κωνσταντινουπόλεως. τῷ δ' αὐτῷ ἔτει ὁ αὐτοκράτωρ Μαυρίκιος τὴν ἐκκλησίαν τῶν ἁγίων τεσσαράκοντα, ἣν ἀπήρξατο κτίζειν Τιβέριος, ἀνεπλήρωσεν ἐν τῇ Μέσῃ οὖσαν, ὅνπερ τόπον ἔλεγον πρώην εἶναι πραιτώριον. εἰρήνης δὲ βαθείας τὴν ἀνατολὴν καταλαβούσης, Ἀβαρικὸς ἐπὶ τὴν Εὐρώπην ἐκύμαινε πόλεμος. διὰ τοῦτο ὁ αὐτοκράτωρ Μαυρίκιος τὰς δυνάμεις ἀπὸ ἀνατολῆς ἐπὶ τὴν Θρᾴκην μετήγαγεν. θʹ. γʹ. ιʹ. ιθʹ. ιβʹ. καʹ. Τούτῳ τῷ ἔτει ἀρχομένου τοῦ ἔαρος, καὶ τῶν ταγμάτων τὴν Θρᾴκην καταλαβόντων, ἐξῆλθε σὺν αὐτοῖς ὁ Μαυρίκιος ἰδεῖν τὰ ὑπὸ τῶν βαρβάρων κατεστραμμένα. ἡ δὲ αὐγούστα καὶ ὁ πατριάρχης καὶ ἡ σύγκλητος παρεκάλουν τὸν βασιλέα μὴ αὐτουργῆσαι πόλεμον, ἀλλὰ στρατηγῷ τοῦτον ἐγχειρίσαι· ὁ δὲ οὐ κατεδέξατο. ἐξελθόντι δὲ αὐτῷ ἐν τῷ Ἑβδόμῳ γέγονεν ἡλίου ἔκλειψις. ἐπεγίνοντο δὲ καὶ ἐξαισίων πνευμάτων φυσήματα, νότος βίαιος. ἐν δὲ τῷ Ρηγίῳ ἐλθόντος, τῶν πενήτων τὰ πλήθη ἀργυρίοις ἐψυχαγώγησεν. ἐπὶ θήραν δὲ ἐξελθὼν ὁ αὐτοκράτωρ, ὗς ἄγριος παμμεγέθης κατὰ τοῦ καίσαρος ὥρμησεν. ὁ δὲ ἵππος διὰ τὸ φοβερὸν τοῦ θεάματος ἀποβαλεῖν τὸν καίσαρα ἐγχειρεῖ· ἐπὶ πολὺ δὲ ἀκαταστατήσας οὐκ ἠδυνήθη τὸν καίσαρα ῥῖψαι· ὁ δὲ ὗς ὑπ' οὐδενὸς τρωθεὶς ἀνεχώρησεν. ἐπὶ τὴν Πείρινθον δὲ διὰ ναυτιλίας τὴν πορείαν ποιούμενος, ἀνέμων ἐξαισίων καὶ βροχῆς γενομένης, τῶν ναυτῶν ἀπορησάντων, τὸ σκάφος ἐφέρετο τοῦ αὐτοκράτορος, ὥστε παραδόξως διασωθῆναι ἐν τῷ λεγομένῳ Δαονίῳ. τῇ δὲ νυκτὶ ἐκείνῃ γύναιον ἔτικτε καὶ βοὰς οἰκτρὰς ἠφίει· πρωΐας δὲ γενομένης, ἀπέστειλεν ὁ βασιλεὺς ἰδεῖν, τί τὸ συμβησόμενον. καὶ εἶδον παιδίον γεννηθὲν ὀφθαλμῶν καὶ βλεφάρων ἀμέτοχον, μήτε χεῖρας μήτε βραχίονας ἔχον, πρὸς δὲ τῷ ἰσχίῳ ἰχθύος οὐρὰ προσφυῶς ὑπῆρχεν αὐτῷ. τοῦτο δὲ ἰδὼν ὁ βασιλεὺς ἀνελεῖν προσέταξεν. ταύτῃ δὲ τῇ ἡμέρᾳ ὁ ἵππος τοῦ βασιλέως, ὁ τὸν χρυσοῦν περικείμενος κόσμον, ἀθρόως διερράγη πεσών. ὁ δὲ βασιλεὺς τούτοις πᾶσιν οἰωνισάμενος, περίλυπος ἦν. τῇ δὲ ὑστεραίᾳ ἄνδρες τρεῖς Σκλαυινοὶ τὸ γένος, μηδέν τι σιδηροῦν περιβαλλόμενοι, ὑπὸ Ρωμαίων ἐκρατήθησαν, κιθάρας μόνας βαστάζοντες. ὁ δὲ βασιλεὺς ἠρώτα, πόθεν τε εἶεν καὶ ποῦ τὰς διατριβὰς ἐποιοῦντο; οἱ δὲ τὸ μὲν γένος ἔφασαν πεφυκέναι Σκλαυινοί· πρὸς τῷ τέλει δὲ τοῦ δυτικοῦ ᾠκηκέναι ὠκεανοῦ· τὸν δὲ Χαγάνον πρὸς αὐτοὺς πρεσβείαν πέμψαι καὶ δῶρα τοῖς ἐθνάρχαις αὐτῶν τοῦ συμμαχῆσαι αὐτῷ κατὰ Ρωμαίων· οἱ δὲ ταξίαρχοι αὐτῶν ἀπέστειλαν αὐτοὺς ἀπολογήσασθαι τῷ Χαγάνῳ, ὅτι οὐ δύνανται διὰ τὸ μῆκος τῆς ὁδοῦ ἀποστεῖλαι αὐτῷ συμμαχίαν. ὀκτωκαίδεκα γὰρ μηνῶν ἔφασκον ποιήσασθαι ὁδοιπορίαν καὶ οὕτω τοῖς Ρωμαίοις περιπεσεῖν· κιθάρας δὲ περιφέρεσθαι ὡς μὴ εἰδότας ὅπλα περιβαλέσθαι τινά, τῆς χώρας αὐτῶν ἀγνοούσης τὸ σίδηρον. ὁ δὲ αὐτοκράτωρ θαυμάσας τήν τε ἡλικίαν καὶ τὰ μεγέθη τοῦ σώματος αὐτῶν, ἐπαινέσας εἰς Ἡράκλειαν αὐτοὺς παρέπεμψεν. καταλαβὼν δὲ τὴν Ἀγχίαλον καὶ μαθών, ὅτι πρέσβεις εἰς τὸ Βυζάντιον Περσῶν τε καὶ Φράγγων παρεγένοντο, ὑπέστρεψεν εἰς τὰ βασίλεια. ιʹ. δʹ. ιαʹ. κʹ. ιγʹ. κβʹ. Τούτῳ τῷ ἔτει ὁ Χαγάνος ἐζήτει προσθήκας ταῖς συνθήκαις λαμβάνειν, ὁ δὲ αὐτοκράτωρ τοὺς λόγους τοῦ βαρβάρου οὐ παρεδέξατο. διὰ τοῦτο ὁ Χαγάνος ἤρατο πάλιν τὸν πόλεμον καὶ πολιορκεῖ τὴν Σιγγιδόνα καὶ στρατοπεδεύει κατὰ τὸ Σέρμιον. ὁ δὲ αὐτοκράτωρ στρατηγὸν τῆς Εὐρώπης χειροτονεῖ τὸν Πρίσκον. ὁ δὲ Πρίσκος Σαλβιανὸν ὑποστράτηγον ποιήσας προτρέχειν ἐκέλευσεν· καὶ κατὰ τῶν βαρβάρων χωρήσαντες συγκροτοῦσι πόλεμον, καὶ νικῶσι Ρωμαῖοι. ὁ δὲ Χαγάνος τοῦτο ἀκηκοώς, ἀναλαβὼν τὰς δυνάμεις ἐχώρει πρὸς πόλεμον. ὁ δὲ Σαλβιανὸς ἰδὼν τὰ πλήθη καὶ καταπλαγεὶς πρὸς Πρίσκον ἀφικνεῖται. γνοὺς δὲ ὁ Χαγάνος τὴν τῶν Ρωμαίων ὑποχώρησιν εἰς Ἀγχίαλον ἐξέρχεται ἤτοι εἰς τὸν ἅγιον Ἀλέξανδρον καὶ τοῦτον τῷ παμφάγῳ πυρὶ παραδέδωκεν. μεταβὰς δὲ εἰς τὰ Δριζίπερα ἐπιχειρεῖ ἐκπορθῆσαι τὸ πόλισμα πολιορκητικὰ ἐξεργασάμενος ὄργανα. οἱ δὲ τὰ Δριζίπερα οἰκοῦντες ἐπίπλαστον ἀντεπαρετάξαντο θράσος. τάς τε γὰρ πύλας ἀναπετάσαντες ἠπείλουν τοῖς βαρβάροις πολεμεῖν ἐν δειλίᾳ ἐξαισίῳ ὄντες. τότε δὴ τότε θεῖά τις αὐτοῖς ἐπέστη δύναμις. μεσούσης γὰρ ἡμέρας ὁρᾷν ἔδοξαν οἱ βάρβαροι Ρωμαίων δυνάμεις ἐπεξιούσας τοῦ ἄστεως, καὶ μέλλειν συμπλέκεσθαι, καὶ καταπλαγέντες συντόνῳ φυγῇ ἀποδιδράσκουσι καὶ ἐπὶ τὴν Πείρινθον γίνονται. ὁ δὲ Πρίσκος μηδὲ θεωρεῖν φέρων τὰ πλήθη τῶν βαρβάρων, εἰς τὸ Τζουρουλὸν εἰσελθὼν τὸ φρούριον ἠσφαλίζετο. ὁ δὲ βάρβαρος τὸν Πρίσκον πολιορκεῖν ἐνεχείρει. ταῦτα δὲ ἀκηκοὼς Μαυρίκιος διηπόρει, τί δρᾶσαι, εὐβουλίᾳ δὲ καταστρατηγεῖ τῆς ἀπείρου δυνάμεως· καὶ ἕνα τῶν ἐκσκουβιτόρων μεγάλαις δωρεαῖς καὶ ὑποσχέσεσι πείθει ἑκοντὶ περιπεσεῖν τοῖς βαρβάροις· καὶ δίδωσιν αὐτῷ πρὸς Πρίσκον γράμματα περιέχοντα τάδε· «τῷ ἐνδοξοτάτῳ στρατηγῷ Πρίσκῳ. τὴν ἀλιτηρίαν τῶν βαρβάρων ἐγχείρησιν μὴ δειλιάσῃς· πρὸς γὰρ ἀπώλειαν αὐτῶν τοῦτο γέγονεν. γίνωσκε γὰρ ὅτι μετὰ πολλῆς αἰσχύνης ἔχει ὁ Χαγάνος ὑποστρέψαι εἰς τὴν ἀφιερωθεῖσαν αὐτῷ ὑπὸ Ρωμαίων χώραν. διὰ τοῦτο καρτερήσῃ ἡ σὴ ἐνδοξότης ἐν Τζουρουλῷ περιρέμβων αὐτούς. πέμπομεν γὰρ διὰ θαλάσσης πλοῖα καὶ αἰχμαλωτίζομεν τὰς φαμιλίας αὐτῶν. καὶ ἀναγκάζεται μετὰ αἰσχύνης καὶ ζημίας εἰς τὰ ἴδια ὑποστρέψαι.» ὁ δὲ Χαγάνος κρατήσας τὰ γράμματα καὶ ἀναγνοὺς γίνεται περιδεής. καὶ συνθήκας πρὸς τὸν Πρίσκον διαθέμενος καὶ εἰρηνεύσας ἐπὶ δώροις ὀλίγοις καὶ ἀναξιολόγοις εἰς τὴν ἑαυτοῦ ἐπανέζευξε γῆν μετὰ φυγῆς κραταιᾶς. Ἱεροσολύμων ἐπίσκοπος Ἀμὼς ἔτη ηʹ. ιαʹ. εʹ. ιβʹ. αʹ. ιδʹ. κγʹ. Τούτῳ τῷ ἔτει ὁ αὐτοκράτωρ Μαυρίκιος τὸν Πρίσκον σὺν πάσαις ταῖς Ρωμαϊκαῖς δυνάμεσιν ἐπὶ τὸν Ἴστρον ποταμὸν ἔπεμψεν, ὥστε τὰ Σκλαυινῶν ἔθνη διαπερᾶσαι κωλύσῃ. τούτου δὲ ἐλθόντος ἐπὶ τὸν Δορόστολον, ὁ Χαγάνος μαθὼν πρέσβεις ἐξέπεμψε πρὸς αὐτόν, καὶ κατῃτιᾶτο Ρωμαίους ἔναρξιν τῷ πολέμῳ διδόντας. ὁ δὲ Πρίσκος ἀπελογεῖτο, ὅτι «οὐ πρὸς Ἀβάρους τὸν πόλεμον ποιῆσαι παραγέγονα, ἀλλὰ πρὸς τὰ Σκλαυινῶν ἔθνη ὑπὸ τοῦ αὐτοκράτορος ἀπεστάλην.» ἀκηκοὼς δὲ ὁ Πρίσκος, ὅτι Ἀρδάγαστος τὰ πλήθη τῶν Σκλαυινῶν πρὸς τὸ πραιδεύειν διεσκόρπισεν, διαπεράσας τὸν Ἴστρον μεσούσης νυκτὸς ἀδοκήτως τῷ Ἀρδαγάστῳ συνέμιξεν. ὁ δὲ Ἀρδάγαστος τοῦ κινδύνου αἰσθόμενος ἵππου τε γυμνοῦ ἐπιβὰς μόλις διασώζεται. οἱ δὲ Ρωμαῖοι ἀνελόντες πλήθη Σκλαυινῶν καὶ τὴν περὶ τὸν Ἀρδάγαστον διατεμόντες χώραν αἰχμαλωσίας τε κρατήσαντες πολλοὺς εἰς τὸ Βυζάντιον ἔπεμπον διὰ Τατίμερος. ὁ δὲ Τατίμερ ἐκλύτως τὴν πορείαν ποιούμενος καὶ εἰς μέθην καὶ τρυφὴν ἐπιδιδοὺς ἠμέλει. καὶ τῇ τρίτῃ ἡμέρᾳ πλήθη Σκλαυινῶν ἐπιτίθενται αὐτῷ· καὶ δειλίᾳ συσχεθείς, φεύγων εἰς τὸ Βυζάντιον ἧκεν. οἱ δὲ σὺν αὐτῷ Ρωμαῖοι ἐγκρατῶς τοῖς Σκλαυινοῖς μαχησάμενοι κρατοῦσι τῶν βαρβάρων παραδόξως καὶ εἰς τὸ Βυζάντιον τὴν αἰχμαλωσίαν τῷ βασιλεῖ ἀποσώζουσιν· ὁ δὲ αὐτοκράτωρ εὐφρανθεὶς εὐχαριστηρίους ὕμνους μετὰ πάσης τῆς πόλεως τῷ θεῷ προσέφερεν. ὁ δὲ Πρίσκος θαρρήσας εἰς τὰ ἐσώτερα μέρη τῶν Σκλαυινῶν ἐχώρει. Γήπαις δὲ ἀνὴρ τῆς θρησκείας τῶν Χριστιανῶν ὑπάρχων αὐτομολεῖ πρὸς Ρωμαίους καὶ τὴν εἴσοδον τοῖς Ρωμαίοις ὑπέδειξεν· καὶ τῶν βαρβάρων ἐκράτησαν· ἔφησε δὲ καὶ Μουσούκιον, τὸν ῥῆγα τῶν βαρβάρων, ἀπὸ τριάκοντα σημείων διάγειν. προδοσίᾳ δὲ τοῦ Γήπαιδος διαβὰς τὸν ποταμὸν ὁ Πρίσκος μεσούσης νυκτὸς εὑρίσκει τὸν Μουσούκιον διεφθαρμένον τῇ μέθῃ· ἐπιτάφιον γὰρ ἑορτὴν τοῦ ἰδίου ἀδελφοῦ ἑώρταζεν· καὶ τοῦτον συλλαβόμενος ζῶντα φόνον πολὺν ἐν τοῖς βαρβάροις εἰργάσατο. πολλῆς δὲ αἰχμαλωσίας κρατήσαντες τρυφῇ καὶ μέθῃ ἑαυτοὺς ἐκδεδώκασιν. συναθροισθέντες δὲ οἱ βάρβαροι τοῖς νενικηκόσιν ἐφίστανται· καὶ ἦν ἂν ἡ ἀντίδοσις χαλεπωτέρα τῆς προϋπαρξάσης ἀνδραγαθίας, εἰ μὴ ὁ Γένζων μετὰ τῆς πεζικῆς δυνάμεως τῶν Ρωμαίων ἐπιστὰς μάχῃ κραταιᾷ διεκώλυσε τὰς ὁρμὰς τῶν βαρβάρων. ὁ δὲ Πρίσκος τοὺς τὴν φρουρὰν αὐτῷ πεπιστευμένους ἀνεσκολόπισεν. Τῷ δ' αὐτῷ χρόνῳ καὶ Παῦλος, ὁ τοῦ βασιλέως πατήρ, ἐτελεύτησεν ἐν Κωνσταντινουπόλει καὶ ἐτάφη ἐν τοῖς βασιλικοῖς μνήμασιν· ὁμοίως καὶ Ἀναστασία ἡ αὐγούστα, ἡ πενθερὰ Μαυρικίου, γυνὴ δὲ Τιβερίου τοῦ βασιλέως, καὶ αὐτὴ ἐτάφη μετὰ Τιβερίου, τοῦ ἀνδρὸς αὐτῆς.

Κόσμου ἔτη ͵ϛπϛʹ. Τῆς θείας σαρκώσεως ἔτη φπϛʹ. Ρωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ιβʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ϛʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ιγʹ. ιγʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀμὼς ἔτη ηʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. ιεʹ. Ἀντιοχείας ἐπίσκοπος Γρηγόριος ἔτη κδʹ. κδʹ. Τούτῳ τῷ ἔτει τοῦ Πρίσκου πάλιν τὸν Ἴστρον καταλαβόντος καὶ τὰ Σκλαυινῶν ἔθνη πραιδεύσαντος καὶ πολλὴν αἰχμαλωσίαν τῷ βασιλεῖ ἀναπέμψαντος, ὁ βασιλεὺς τὸν Τατίμερα ἀποστείλας πρὸς Πρίσκον παρακελεύεται αὐτόθι τὸν χειμῶνα διατρῖψαι τοὺς Ρωμαίους καιρόν. οἱ δὲ Ρωμαῖοι τοῦτο μεμαθηκότες ἀντέλεγον, ὡς οὐκ ἐνδέχεται τοῦτο γενέσθαι διά τε τὰ πλήθη τῶν βαρβάρων καὶ τὸ πολεμίαν ὑπεῖναι τὴν χώραν καὶ τὰ ψύχη ἀφόρητα. ὁ δὲ Πρίσκος λόγοις πιθανοῖς ἔπεισεν αὐτοὺς ἐκεῖ χειμάσαι καὶ τὴν τοῦ βασιλέως κέλευσιν πληρῶσαι. ὁ δὲ βασιλεὺς Μαυρίκιος ταῦτα ἀκηκοὼς Φιλιππικόν, τὸν ἴδιον γαμβρόν, τὸν τῆς ἀνατολῆς στρατηγόν, ἐποίησε κόμητα τῶν ἐκσκουβιτόρων θαρρῶν αὐτῷ, ὡς τὴν αὐτοῦ ἀδελφὴν αὐτῷ ζεύξας. ὁ δὲ Φιλιππικὸς ἤρξατο κτίζειν ἐν Χρυσοπόλει τὴν μονὴν τῆς παναγίας δεσποίνης ἡμῶν θεοτόκου καὶ παλάτιον ἐν αὐτῇ ὀφεῖλον ὑποδέχεσθαι Μαυρίκιον τὸν βασιλέα καὶ τὰ τέκνα αὐτοῦ, ποιήσας ἰχθυοτροφεῖα καὶ παραδείσια ἔνδοθεν [ἔσω] εἰς τὴν θεραπείαν αὐτοῦ, καὶ ἐν Κωνσταντινουπόλει τὴν οἰκίαν τὴν ἐπιλεγομένην τὰ Φιλιππικοῦ. Κωνσταντινουπόλεως ἐπίσκοπος Κυριακὸς ἔτη ιαʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος πάλιν ἔτη ϛʹ. ιγʹ. ζʹ. αʹ. γʹ. ιϛʹ. αʹ. Τούτῳ τῷ ἔτει εἰς τὰ τοῦ Βυζαντίου προάστεια τίκτονται τέρατα, παιδίον τετράπουν, καὶ ἄλλο δικόρυφον. λέγουσι δὲ οἱ τὰς ἱστορίας ἐπιμελῶς ἐγγράφοντες μὴ σημαίνειν ἀγαθὰ ταῖς πόλεσιν, ἐν αἷς ἂν τεχθῶσι τὰ τοιαῦτα. ὁ δὲ βασιλεὺς τὸν Πρίσκον τῆς στρατηγίας ἀποπαύει, Πέτρον δέ, τὸν ἑαυτοῦ ἀδελφόν, στρατηγὸν τῆς δυνάμεως ποιεῖται Ρωμαίων. ὁ μὲν οὖν Πρίσκος τὰς δυνάμεις ἀράμενος πρὶν ἢ τὸν Πέτρον φθάσαι διαπερᾷ τὸν ποταμόν· ὁ δὲ Χαγάνος τὴν μετάβασιν τοῦ Ρωμαϊκοῦ λαοῦ ἀκηκοὼς λίαν ἐθαύμαζε καὶ πρὸς τὸν Πρίσκον ἀπέστειλεν, μαθεῖν τὴν αἰτίαν ἐπιζητῶν καὶ μοῖραν λαβεῖν τῆς πραίδας καὶ οὕτω τὸν ποταμὸν διανήξασθαι. λίαν γὰρ ἐχαλέπαινεν ἐπὶ τοῖς εὐτυχήμασι τῶν Ρωμαίων. πέμπει τοίνυν ὁ Πρίσκος περὶ τούτων πρὸς τὸν Χαγάνον πρέσβιν Θεόδωρον τὸν ἰατρὸν ἀγχινοίᾳ καὶ συνέσει κεκοσμημένον. οὗτος ἑωρακὼς τὸν Χαγάνον μέγα φρονοῦντα καὶ τὰς ἀποκρίσεις ἀλαζονικώτερον ποιούμενον (ἠπείλει γὰρ πάντων τῶν ἐθνῶν αὐτὸν εἶναι κύριον) διηγήματι παλαιῷ τὸν βαρβαρικὸν κατεπράϋνε τῦφον. ἔφασκε γάρ· «ἄκουσον, Χαγάνε, ἐπωφελοῦς διηγήματος. Σεσῶστρις, ὁ τῶν Αἰγυπτίων βασιλεύς, περιφανής τε καὶ λίαν εὐδαίμων, τῷ πλούτῳ λαμπρὸς καὶ ταῖς δυνάμεσιν ἀκαταμάχητος, πλεῖστα καὶ μεγάλα ἐδουλώσατο ἔθνη· ἐντεῦθεν εἰς ἀλαζονείαν περιπεσών, χρυσοκόλλητον ὄχημα ἐκ λίθων τιμίων κατασκευάσας ἐπικάθηται τούτῳ καὶ ὑποβάλλει τῷ ζυγῷ τῶν ἡττηθέντων βασιλέων τέσσαρας ἕλκειν τὸ ὄχημα. τούτου δὲ γινομένου ἐν ἐπισήμῳ ἑορτῇ, εἷς τῶν τεσσάρων βασιλέων συχνῶς τὸ ὄμμα ἐπέστρεφεν εἰς τοὐπίσω καὶ τὸν τροχὸν ἑώρα κυλιόμενον· τῷ δὲ Σεσώστρει ἐπερωτῶντι, “διὰ τί ὄπισθεν ἐπιστηρίζεις τὰ ὄμματα;” τοῦτον εἰπεῖν· “τὸν τροχὸν θαυμάζω ἀστατοῦντα καὶ ἄλλοτε ἄλλως κινούμενον, καὶ ποτὲ μὲν τὰ ὑψηλὰ ταπεινοῦντα, αὖθις δὲ τὰ ταπεινὰ ἀνυψοῦντα.” τὸν δὲ Σεσῶστριν συνετῶς τὴν παραβολὴν ἐπισκέψαντα νομοθετῆσαι τὸ μηκέτι τοὺς βασιλεῖς ἕλκειν τὸ ὄχημα.» ὁ δὲ Χαγάνος ταῦτα ἀκηκοὼς καὶ ὑπογελάσας ἔφησε τὴν εἰρήνην ἄγειν, τῇ δὲ προαιρέσει Πρίσκου, εἴ τι ἂν θέλῃ τῶν λαφύρων τὸν Χαγάνον τιμῆσαι. ὁ δὲ Πρίσκος τὴν αἰχμαλωσίαν ἀπέδωκε τῷ Χαγάνῳ ὑπὲρ τῆς διαβάσεως. τὰ δὲ λάφυρα πάντα λαβὼν ἀκινδύνως τὸν ποταμὸν διεπέρασεν. ὁ δὲ Χαγάνος ταῦτα δεξάμενος ἥσθη μεγάλως· καὶ ὁ Πρίσκος εἰς Βυζάντιον ἧκεν. ὁ δὲ Πέτρος τὴν στρατηγίαν παρέλαβεν. ιδʹ. ηʹ. βʹ. δʹ. ιζʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐκέλευσεν ὁ βασιλεὺς Πέτρῳ τῷ στρατηγῷ, ὥστε τὴν τρίτην μοῖραν τῆς ῥόγας διὰ χρυσοῦ τοὺς Ρωμαίους λαβεῖν, καὶ τὴν τρίτην δι' ὅπλων, τὴν δὲ ἑτέραν τρίτην δι' ἐσθῆτος παντοίας. οἱ τοίνυν Ρωμαῖοι τοῦτο ἀκηκοότες πρὸς τυραννίδα ἐτρέποντο. ὁ δὲ στρατηγὸς φοβηθεὶς τοῖς στρατοπέδοις ἀπελογεῖτο, ὡς οὐκ ἀληθὲς τοῦτό ἐστιν. καὶ ἐπεδείκνυε τῷ στρατῷ ἕτερα γράμματα παρακελευόμενα αὐτῷ, ὥστε τοὺς ἀριστεύσαντας καὶ ἐκ τῶν κινδύνων διασωθέντας ἐν ταῖς πόλεσιν ἀναπαύεσθαι καὶ γηροτροφεῖσθαι ἐκ τῶν δημοσίων, τοὺς δὲ παῖδας τῶν στρατιωτῶν εἰς τοὺς τόπους τῶν οἰκείων γονέων ἐγγράφεσθαι· καὶ ταύτῃ τῇ πιθανότητι τὸν λαὸν κατεπράϋνεν, καὶ τὸν καίσαρα ἀνευφήμησαν. ταῦτα δὲ ὁ Πέτρος τῷ βασιλεῖ κατεμήνυσεν. ἐλθὼν δὲ ἐπὶ Μαρκιανούπολιν ἀποστέλλει χιλίους προτρέχειν. οὗτοι περιτυχόντες Σκλαυινοῖς ἐπιφερομένοις Ρωμαϊκὴν λεηλασίαν πολλὴν τούτους τρέπονται· οἱ δὲ βάρβαροι τὴν αἰχμαλωσίαν ἀποσφάξαντες ....... καὶ αἰχμαλωσίας πολλῆς κρατήσαντες ἐπὶ τὰ Ρωμαϊκὰ ὑπέστρεψαν. Τῷ δ' αὐτῷ ἔτει ἔκτισεν ὁ βασιλεὺς τὸ ἡλιακὸν τῆς Μαγναύρας τὸ στρογγύλον· καὶ ἔστησεν ἐν τῷ μεσιαύλῳ τὴν ἰδίαν στήλην, καὶ ἀπέθετο ἐκεῖ τὸ ἀρμαμέντον. ιεʹ. θʹ. γʹ. εʹ. ιηʹ. γʹ. Τούτῳ τῷ ἔτει Πέτρου τοῦ στρατηγοῦ κυνηγοῦντος, καὶ ὑὸς ἀγρίου αὐτῷ συναντήσαντος, τὸν πόδα τούτου ἐν δένδρῳ ἐξέθλιψεν, καὶ ἀφορήτοις ὀδύναις χρόνῳ πολλῷ ἐνοσιλεύετο. ὁ δὲ αὐτοκράτωρ γράμμασιν αἰσχίστοις καὶ ὀνειδισμοῖς ἀφορήτοις αὐτὸν περιέβαλεν ἀκούων Σκλαυινὰ ἔθνη κατὰ τοῦ Βυζαντίου κινεῖσθαι. ὁ δὲ Πέτρος βιασάμενος εἰς Νόβας παρεγένετο. οἱ δὲ τῆς πόλεως ἐπίσημοι στρατιῶται ἅμα τῷ ἐπισκόπῳ τῷ στρατηγῷ ὑπήντων· οὓς ἰδὼν ὁ στρατηγὸς καὶ θαυμάσας τήν τε ἐξόπλισιν καὶ ἀνδρείαν αὐτῶν κελεύει καταλιπόντας τὸ ἄστυ τῇ Ρωμαϊκῇ πληθύϊ συναναμίγνυσθαι· οἱ δὲ στρατιῶται ἐπὶ φρουρᾷ τῆς πόλεως συντεταγμένοι οὐκ ἐπείθοντο τοῦτο ποιῆσαι. θυμωθεὶς δὲ ὁ στρατηγὸς ἀπέστειλε Γένζωνα μετὰ πλήθους στρατιωτῶν. οἱ δὲ μαθόντες ἔφυγον εἰς τὴν ἐκκλησίαν καὶ τὰς θύρας τοῦ ναοῦ κλείσαντες ἐκάθηντο ἔνδον. ὁ δὲ Γένζων τῇ αἰδοῖ τοῦ ναοῦ ἄπρακτος διέμεινεν· Πέτρος δὲ ὀργισθεὶς ἀποχειροτονεῖ τὸν Γένζωνα τῆς στρατηγίας καὶ ἐκπέμπει σκρίβωνα ἠτιμωμένως τὸν ἐπίσκοπον πρὸς αὐτὸν ἀγαγεῖν. οἱ δὲ τῆς πόλεως πανοικεὶ συναχθέντες ἀτίμως τὸν σκρίβωνα τῆς πόλεως ἀπελαύνουσιν· καὶ τὰς πύλας τῆς πόλεως κλείσαντες τὸν μὲν Μαυρίκιον βασιλέα εὐφήμουν, τὸν δὲ στρατηγὸν ὕβρεσι περιέβαλλον· καὶ οὕτως ἀτίμως ὁ Πέτρος ἐκεῖθεν ἀνεχώρησεν. προπέμπει δὲ χιλίους ἐπὶ κατασκοπῇ· οἱ δὲ περιτυγχάνουσι Βουλγάροις χιλίοις τὸν ἀριθμόν. οἱ δὲ Βούλγαροι θαρροῦντες τῇ εἰρήνῃ τοῦ Χαγάνου ἀμερίμνως ἐβάδιζον· οἱ δὲ Ρωμαῖοι πρὸς τοὺς Βουλγάρους τὰς ὁρμὰς ἐποιοῦντο. οἱ δὲ Βούλγαροι ἀποστέλλουσιν ἄνδρας ἑπτὰ παραινοῦντες μὴ παραλῦσαι τὴν εἰρήνην. τούτων ἀκούσαντες οἱ προτρέχοντες μηνύουσι τῷ στρατηγῷ ταῦτα. ὁ δὲ στρατηγὸς ἔφη· «οὐδὲ εἰ ὁ αὐτοκράτωρ παρέλθῃ, τούτων φείσομαι.» συμβολῆς δὲ πολέμου γενομένης, τρέπονται Ρωμαῖοι. οἱ δὲ βάρβαροι οὐκ ἐδίωξαν αὐτούς, ἵνα μὴ νικῶντες κινδύνῳ περιπέσωσιν. ὁ δὲ στρατηγὸς τὸν ταξίαρχον τῶν προτρεχόντων χαλεπῶς ἐμαστίγωσεν. τοῦτο μαθὼν ὁ Χαγάνος πρέσβεις πρὸς τὸν Πέτρον ἐξέπεμψε τὴν ἔναρξιν αἰτιώμενος, καὶ ὡς Ρωμαῖοι ἄνευ δικαίας αἰτίας τὴν εἰρήνην διέλυσαν. ὁ δὲ Πέτρος ἀπατηλοῖς λόγοις χρησάμενος μὴ εἰδέναι τὴν κίνησιν διϊσχυρίζετο, διπλασίονα δὲ διδόναι τὰ σκῦλα ἅπαντα· καὶ οὕτως ἐν μοίραις δύο οἱ βάρβαροι τὰ ἀπολωλότα σκῦλα ἀναλαβόντες στέγουσι τὴν εἰρήνην. ὁ δὲ Πέτρος κατὰ Πηραγάστου, τοῦ ἐξάρχου τῶν Σκλαυινῶν, χωρεῖ, οἱ δὲ βάρβαροι περὶ τὴν ὄχθαν τοῦ ποταμοῦ τούτοις ὑπαντήσαντες διεκώλυον τοῦ περᾶσαι. οἱ δὲ Ρωμαῖοι ἀπὸ τῶν πορθμίων τοξεύοντες τούτους ἀπέστρεψαν· καὶ τραπέντων αὐτῶν, πλήττεται κατὰ τῆς λαγόνος ὁ Πηράγαστος καὶ θνήσκει. περάσαντες δὲ οἱ Ρωμαῖοι αἰχμαλωσίας πολλῆς ἐκράτησαν καὶ εἰς τὰ ἴδια ἐπανέζευξαν. πλανηθέντων δὲ τῶν ὁδηγῶν καὶ ἀνύδροις τόποις περιπεσόντων, ἐκινδύνευε τὸ στρατόπεδον· βαδίσαντες τοίνυν διὰ τῆς νυκτὸς περιτυγχάνουσι τῷ Ἡλιβακίᾳ ποταμῷ. λόχμης δὲ εἰς τὸ ἀντιπέρα ὑπούσης τῷ ποταμῷ, οἱ βάρβαροι ἐν ταύτῃ κρυπτόμενοι τοὺς ἀρυομένους τὸ ὕδωρ ἐτόξευον· μεγάλης τοίνυν ἐπηρείας τοῖς Ρωμαϊκοῖς γενομένης στρατεύμασιν, πρὸς φυγὴν ἐχώρησαν καταπολεμηθέντες ὑπὸ τῶν βαρβάρων. ὁ δὲ Μαυρίκιος ταῦτα ἀκηκοὼς τὸν Πέτρον τῆς στρατηγίας ἀπέπαυσε καὶ τὸν Πρίσκον πάλιν στρατηγὸν τῆς Θρᾴκης ἀπέστειλεν.

Κόσμου ἔτη ͵ϛϟʹ. Τῆς θείας σαρκώσεως ἔτη φϟʹ. Ρωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ιϛʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ιʹ. Κωνσταντ. ἐπίσκοπος Κυριακὸς ἔτη ιαʹ. δʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀμὼς ἔτη ηʹ. ϛʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. ιθʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη ϛʹ. δʹ. Τούτῳ τῷ ἔτει Πρίσκος ὁ στρατηγὸς ἐξελθὼν ἐν τῇ Θρᾴκῃ τὰς δυνάμεις ἠρίθμησε καὶ εὗρεν ὅτι πλῆθος πολὺ διεφθάρη ἐξ αὐτῶν. τούτους δὲ ἀναλαβὼν παραγίνεται εἰς τὸν Ἴστρον ποταμὸν εἰς Νόβας. ὁ δὲ Χαγάνος τοῦτο μαθὼν πρέσβεις ἐξέπεμψε τὴν αἰτίαν πυνθανόμενος τῆς ἀφίξεως. ὁ δὲ Πρίσκος προεφασίσατο διὰ κυνηγέσια ἐληλυθέναι. ὁ δὲ Χαγάνος, «οὐ δίκαιόν ἐστιν,» φησίν «ἐν ἀλλοτρίῳ τόπῳ κυνηγεῖν·» ὁ δὲ Πρίσκος ἴδιον ἔλεγεν εἶναι τὸν τόπον καὶ τὴν ἐξ ἀνατολῆς ἀπόδρασιν τῷ Χαγάνῳ ὠνείδιζεν. ὁ δὲ βάρβαρος τῆς Σιγγιδόνος τὸ τεῖχος κατέλυσεν, καὶ ἐπὶ τὴν τῶν Ρωμαίων γῆν ἐχώρει. τοῦτο μαθὼν Πρίσκος παραγίνεται εἰς τὴν νῆσον τοῦ Ἴστρου, καὶ παραλαβὼν δρόμωνας παραγίνεται πρὸς τὸν Χαγάνον εἰς Κωνσταντίολα, θέλων αὐτῷ ὁμιλῆσαι. ἐλθόντι δὲ τῷ Χαγάνῳ πρὸς τὴν ὄχθαν τοῦ ποταμοῦ ὁ Πρίσκος ἀπὸ τῆς νηὸς διελέγετο. ὁ δὲ Χαγάνος ἔφη πρὸς αὐτόν· «τί σοι, Πρίσκε, καὶ τῇ γῇ τῇ ἐμῇ; καὶ ταύτην βούλει διὰ ψεύδους λαβεῖν ἐκ τῶν χειρῶν μου; κρινεῖ ὁ θεὸς ἀναμέσον ἐμοῦ καὶ Μαυρικίου τοῦ βασιλέως. ἐκζητήσει τὸ αἷμα τοῦ στρατοῦ τῶν Ρωμαίων καὶ τοῦ στρατοῦ τοῦ ἐμοῦ ἐκ τῶν χειρῶν αὐτοῦ.» ὁ δὲ Πρίσκος ἔφη· «Σιγγιδόνα τὴν πόλιν ἀπόδος τοῖς Ρωμαίοις» ὁ δὲ ἔφη, «σὺ μίαν πόλιν ἐγχειρεῖς παρ' ἡμῶν λαβεῖν. ὄψει μετ' ὀλίγον πεντήκοντα πόλεις Ρωμαϊκὰς δουλουμένας Ἀβάροις.» ὁ δὲ Πρίσκος διὰ τοῦ ποταμοῦ τὰς ναῦς τῇ Σιγγιδόνι παραστησάμενος ταύτην ἐπόρθησε καὶ τοὺς Βουλγάρους ἐξ αὐτῆς ἐξεδίωξε καὶ τὸ τεῖχος κτίζειν ἀπήρξατο. ὁ δὲ Χαγάνος ἀγγέλους πρὸς αὐτὸν ἀπέστειλε καὶ τοὺς ψευδωνύμους ἑαυτοῦ θεοὺς διεμαρτύρατο καταιτιώμενος τῶν γινομένων τὸν Πρίσκον. χειμῶνος δὲ καταλαβόντος, ἑκάτεροι εἰς τὰ ἴδια ὑπεχώρησαν.
Τῷ δ' αὐτῷ ἔτει Πέτρος, ὁ ἀδελφὸς Μαυρικίου, ἔκτισε τὴν ἐκκλησίαν τῆς ἁγίας θεοτόκου τῶν Ἀρεοβίνδου κοσμήσας αὐτὴν ἐκ διαφόρων μαρμάρων· ὁμοίως καὶ Κυριακὸς ὁ πατριάρχης τὰ Διακονίσσης τὴν ἐκκλησίαν τῆς ἁγίας θεοτόκου. ιζʹ. ιαʹ. εʹ. ζʹ. κʹ. εʹ. Τούτῳ τῷ ἔτει συναθροίσας ὁ Χαγάνος τὰς περὶ αὐτὸν δυνάμεις ἐπὶ τὴν Δαλματίαν ἐχώρησε καὶ καταλαβὼν τὴν Βάλκης καὶ τὰς περὶ αὐτὴν μʹ πόλεις πάσας ἐπόρθησεν. ὁ δὲ Πρίσκος ταῦτα μεμαθηκὼς Γουδούην ἐπὶ κατασκοπῇ τῶν πραττομένων ἀπέστειλεν· καὶ καταλαβὼν τοὺς βαρβάρους διὰ δυσβάτων χωρίων τὴν βάδισιν ποιούμενος, περιτυγχάνει δύο βαρβάροις τῷ οἴνῳ κεκαρωμένοις· καὶ τούτους διηρώτα ὁ Γουδούης τὰ τῶν βαρβάρων κινήματα. οἱ δὲ ἔφασαν δισχιλίοις ὁπλίταις τὴν αἰχμαλωσίαν τὸν Χαγάνον παραδεδωκέναι καὶ πρὸς τὰ οἰκεῖα ἀποστεῖλαι. ταῦτα ὁ Γουδούης μεμαθηκὼς κρύπτεται ἐν μικρᾷ φάραγγι, καὶ ἐξ ἑωθινοῦ ἐπὶ τὰ νῶτα τούτων γενόμενος ἀθρόως πάντας ἀνεῖλεν· καὶ τὴν αἰχμαλωσίαν λαβὼν πρὸς τὸν Πρίσκον ἤγαγεν. ὁ δὲ Χαγάνος τὰ τῆς ἀποτυχίας μαθὼν εἰς τὴν ἑαυτοῦ ἐπανέζευξε χώραν· καὶ ὁ Πρίσκος ὑπέστρεψεν εἰς τὰ ἴδια.

Κόσμου ἔτη ͵ϛϟβʹ. Τῆς θείας σαρκώσεως ἔτη φϟβʹ. Ρωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ιηʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ιβʹ. Κωνσταντ. ἐπίσκοπος Κυριακὸς ἔτη ιαʹ. ϛʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἀμὼς ἔτη ηʹ. ηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. καʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη ϛʹ. ϛʹ. Τούτῳ τῷ ἔτει, ἰνδικτιῶνος γʹ, μηνὶ Μαρτίῳ, ἀναλαβὼν τὰς δυνάμεις ὁ Πρίσκος ἐπὶ τὴν Σιγγιδόνα παραγίνεται. ὁ δὲ Χαγάνος συναθροίσας τὴν ἑαυτοῦ δύναμιν ἄφνω τῇ Μυσίᾳ ἐφίσταται καὶ τὴν Τομέαν πόλιν ἐνεχείρει λαβεῖν. διὰ τοῦτο καὶ Πρίσκος τὴν Σιγγιδόνα καταλιπὼν τούτῳ ἐπλησίασεν. τῆς δὲ ἑορτῆς τοῦ πάσχα καταλαβούσης, καὶ τῶν Ρωμαίων λιμῷ τηκομένων, ἀκηκοὼς ὁ Χαγάνος τῷ Πρίσκῳ ἐδήλου ἁμάξας ἐκπέμψαι πρὸς αὐτόν, ὅπως δαπανήματα ἀποστείλῃ αὐτοῖς, ἵνα μετὰ ἱλαρότητος τὴν ἑαυτῶν ἑορτὴν ἐκπληρώσωσιν. τετρακοσίας τοίνυν ἁμάξας πληρώσας τούτοις ἐξέπεμψεν· ὁμοίως καὶ ὁ Πρίσκος εἴδη τινὰ Ἰνδικὰ ἀντέπεμψε τῷ βαρβάρῳ, πέπερί τε καὶ φύλλον Ἰνδικὸν καὶ κόστον καὶ κασσίαν καὶ ἕτερα τῶν ἐπιζητουμένων, καθεζομένου τοῦ Χαγάνου εἰς τὸ Σέρμιον· καὶ ταῦτα δεξάμενος ἥσθη ἐπ' αὐτοῖς· καὶ μέχρι τοῦ πληρωθῆναι τὴν ἑορτὴν Ρωμαῖοί τε καὶ οἱ βάρβαροι ἀλλήλοις συνηυλίζοντο, καὶ οὐκ ἦν φόβος ἐν ἑκατέραις δυνάμεσιν· τῆς δὲ ἑορτῆς πληρωθείσης διαχωρίζονται ἀπὸ τῶν Ρωμαίων οἱ βάρβαροι. ὁ δὲ Μαυρίκιος ἐπὶ συνάρσει δῆθεν τοῦ Πρίσκου Κομεντίολον ἀπέστειλε μετὰ πεζικῆς δυνάμεως. τοῦτο μαθὼν ὁ Χαγάνος ἐπὶ τὴν Μυσίαν κατὰ Κομεντιόλου στρατεύεται ἀπὸ λʹ σημείων τοῦ Κομεντιόλου. ὁ δὲ Κομεντίολος ἐν ἀπορρήτῳ ἄγγελον πρὸς τὸν Χαγάνον ἐξέπεμψεν. φασὶ δέ τινες τὸν Μαυρίκιον ὑποθέσθαι τῷ Κομεντιόλῳ, ὅπως τὸ Ρωμαϊκὸν στράτευμα παραδώσῃ πολέμοις διὰ τὰς ἀταξίας αὐτῶν. νυκτὸς δὲ μεσούσης ἐκέλευσε τὸν στρατὸν ὁπλίσασθαι, μὴ παραγυμνώσας τοῖς ὄχλοις μέλλειν πόλεμον συστήσασθαι. αὐτοὶ δὲ ὑπειληφότες, ὅτι γυμνασίας ἕνεκεν σιδηροφορεῖν αὐτοὺς ἐκέλευσεν, οὐχ ὡς ἔδει ὡπλίσαντο. ἡμέρας δὲ γενομένης, καὶ τῶν βαρβάρων καταλαβόντων, θρῦλος πολὺς τὸν στρατὸν κατέλαβεν· ὁ δὲ Κομεντίολος τὰς τάξεις ἐτάραττε καὶ αἴτιος αὐτοῖς ἀκαταστασίας ἐγένετο. οὕτω μὲν οὖν οἱ Ρωμαῖοι πρὸς φυγὴν ἐτρέποντο, οἱ δὲ βάρβαροι ἀστρατήγητον τὸν λαὸν εὑρηκότες ἀνηλεῶς τούτους ἐφόνευον. ὁ δὲ Κομεντίολος ἀσχήμῳ φυγῇ ἐπὶ τὰ Δριζίπερα γίνεται· οἱ δὲ τῆς πόλεως ὕβρεσι καὶ λίθοις βάλλοντες αὐτὸν τοῦ ἄστεως ἀποπέμπουσιν. οἱ δὲ βάρβαροι ἐπὶ τὰ Δριζίπερα ἐλθόντες τήν τε πόλιν ἐπόρθησαν καὶ τὸν ναὸν τοῦ ἁγίου Ἀλεξάνδρου ἐνέπρησαν, τόν τε τάφον αὐτοῦ ἠργυρωμένον εὑρόντες ἀνοσίως σκυλεύουσιν, καθυβρίσαντες καὶ τὸ σῶμα τοῦ μάρτυρος· καὶ πολλὴν αἰχμαλωσίαν ἐν τῇ Θρᾴκῃ ποιησάμενοι εὐωχοῦντο λαμπρῶς Ρωμαίων κατεπαιρόμενοι. τοῦ δὲ Κομεντιόλου ἐν Βυζαντίῳ καταλαβόντος, μέγιστος τάραχος καὶ κλύδων τῇ πόλει ἐνέσκηψεν· ὥστε φοβηθέντας βούλεσθαι τὴν Εὐρώπην καταλιπεῖν καὶ πρὸς τὴν Ἀσίαν ἐν Χαλκηδόνι μετοικισθῆναι. ὁ δὲ βασιλεὺς τά τε ἐκσκούβιτα ἀναλαβὼν καὶ ὁπλιτικὸν συλλεξάμενος ὅμιλον τὰ Μακρὰ διεφρούρησε τείχη. οἱ δὲ δῆμοι τὴν πόλιν ἐφύλαττον· καὶ ἡ σύγκλητος παρῄνει τὸν βασιλέα πρεσβείαν πρὸς τὸν Χαγάνον ἐκπέμψαι. ὁ δὲ θεὸς τὴν ἐκδίκησιν τοῦ μάρτυρος Ἀλεξάνδρου ποιούμενος λοιμικὴν νόσον τοῖς βαρβάροις ἔπεμψεν· καὶ ἐν μιᾷ ἡμέρᾳ ἑπτὰ υἱοὺς τοῦ Χαγάνου διὰ πυρετοῦ καὶ βουβῶνος ἀπέκτεινε σὺν πολλοῖς ἄλλοις ὄχλοις· ὥστε ἀντὶ χαρᾶς ἐπινικίου καὶ παιάνων καὶ ᾀσμάτων θρήνους καὶ δάκρυα καὶ πένθη ἀπαρηγόρητα ἔχειν τὸν βάρβαρον. ἡ δὲ σύγκλητος παρεκάλει τὸν καίσαρα πρεσβεῦσαι πρὸς τὸν Χαγάνον. ὁ δὲ βασιλεὺς τὸν Ἁρμάτζωνα ἀπέστειλε μετὰ δώρων πολλῶν πρὸς τὸν Χαγάνον εἰς τὰ Δριζίπερα, ὅστις λόγοις ἠπίοις τὸν βάρβαρον ἐκολάκευεν. ὁ δὲ βάρβαρος οὐκ ἠβούλετο τὰ δῶρα δέξασθαι, θρήνῳ ἀσχέτῳ τῶν παίδων κατεχόμενος. ἔφασκε δὲ πρὸς τὸν πρέσβιν· «κρινεῖ ὁ θεὸς ἀναμέσον ἐμοῦ καὶ Μαυρικίου τοῦ αὐτοκράτορος· αὐτὸς γὰρ τὴν εἰρήνην διέλυσεν· ἐγὼ δὲ τοὺς αἰχμαλώτους ἀποδίδωμι αὐτῷ κατὰ ψυχὴν νόμισμα ἓν κομιζόμενος παρ' αὐτοῦ.»
ὁ δὲ Μαυρίκιος οὐκ ἠνέσχετο δοῦναι· καὶ πάλιν ὁ Χαγάνος ᾐτήσατο ἀνὰ ἡμίσους λαβεῖν κατὰ ψυχήν· καὶ οὐδ' οὕτως ὁ βασιλεὺς δοῦναι κατεδέξατο, ἀλλ' οὐδὲ τεσσάρων κερατίων λαβεῖν. καὶ θυμωθεὶς ὁ Χαγάνος πάντας ἀπέκτεινε καὶ ἐπὶ τὰ ἴδια ἀνέζευξεν, πεντήκοντα χιλιάδας χρυσῶν ταῖς σπονδαῖς τοῖς Ρωμαίοις ἐπιθείς· καὶ τὸν Ἴστρον ποταμὸν μὴ διαβαίνειν ὡμολόγησαν. ἐκ τούτου πολὺ μῖσος ἐκινήθη κατὰ Μαυρικίου τοῦ βασιλέως, καὶ ἤρξαντο λοιδορίαις τοῦτον βάλλειν· ὁμοίως καὶ ὁ λαὸς ὁ ἐν τῇ Θρᾴκῃ πρὸς λοιδορίαν τοῦ βασιλέως ἐκινήθη. ὁ δὲ στρατὸς ἐντολικαρίους ἀπέπεμψε πρὸς τὸν βασιλέα κατὰ Κομεντιόλου ὡς προδοσίαν ἐν τῷ πολέμῳ ποιήσαντος, ἐν οἷς ἦν καὶ Φωκᾶς, ὅστις τῷ βασιλεῖ διαλεγόμενος βρυερῶς τούτῳ ἀντέλεγεν ἐν τῷ σελεντίῳ, ὥστε τινὰ τῶν πατρικίων τοῦτον ματζῶσαι καὶ τὸν πώγωνα αὐτοῦ τίλαι. ὁ δὲ βασιλεὺς οὐ κατεδέξατο τὴν κατὰ Κομεντιόλου τοῦ λαοῦ ἔγκλησιν, ἀλλὰ τούτους ἀπράκτους ἀπέλυσεν. διὰ τοῦτο καὶ ἡ ἐπιβουλὴ τοῦ βασιλέως ἀρχὴν ἐλάμβανεν. κατὰ δὲ τοῦτον τὸν χρόνον ἐν Αἰγύπτῳ ἐν τῷ Νείλῳ ποταμῷ, Μηνᾶ τοῦ ἐπάρχου μετὰ λαοῦ πορευομένου ἐν τόπῳ ἐπιλεγομένῳ Δῆλτα, ἡλίου ἀνίσχοντος, ζῶα ἀνθρωπόμορφα ἐφάνησαν ἐν τῷ ποταμῷ, ἀνήρ τε καὶ γυνή. καὶ ὁ μὲν ἀνὴρ εὔστερνος καταπληκτικός τε τὴν ὄψιν, ξανθὸς τὴν κόμην, μιξοπόλιος, καὶ μέχρι τῆς ὀσφύος ἐγύμνου τὴν φύσιν καὶ πᾶσιν ἐδείκνυτο γυμνός· τὰ δὲ λοιπὰ μέρη τοῦ σώματος τὸ ὕδωρ ἐκάλυπτεν. τοῦτον ὁ ἔπαρχος ὅρκοις ἔβαλεν, μὴ καταλῦσαι τὴν θεωρίαν, πρὶν ἅπαντες ἐμφορηθῶσι τῆς παραδόξου ταύτης ὁράσεως. ἡ δὲ γυνὴ τούς τε μαζοὺς εἶχε καὶ τὴν ὄψιν λείαν, καὶ τὴν κόμην βαθεῖαν. καὶ μέχρις ὥρας θʹ πᾶς ὁ λαὸς ἐθαύμαζεν ὁρῶν τὰ ζῶα ταῦτα. τῇ δὲ θʹ ὥρᾳ ἔδυσαν ἐν τῷ ποταμῷ. ὁ δὲ Μηνᾶς ταῦτα τῷ βασιλεῖ Μαυρικίῳ γεγράφηκεν.

Κόσμου ἔτη ͵ϛϟγʹ. Τῆς θείας σαρκώσεως ἔτη φϟγʹ. Ρωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. ιθʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ιγʹ. Κωνσταντ. ἐπίσκοπος Κυριακὸς ἔτη ιαʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰσάκιος ἔτη ηʹ. αʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. κβʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη θʹ. αʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαρτίῳ κϛʹ, ἰνδικτιῶνος δʹ, τῇ ἡμέρᾳ τοῦ ἁγίου πάσχα Σοφία ἡ αὐγούστα, ἡ γυνὴ Ἰουστίνου, ἅμα Κωνσταντίνῃ, τῇ γυναικὶ Μαυρικίου, στέμμα κατασκευάσασαι ὑπέρτιμον τῷ βασιλεῖ προσήγαγον. ὁ δὲ βασιλεὺς τοῦτο θεασάμενος, ἀπελθὼν εἰς τὴν ἐκκλησίαν τῷ θεῷ τοῦτο προσήγαγε καὶ ἐκρέμασεν αὐτὸ ἐπάνω τῆς ἁγίας τραπέζης διὰ τριχαλάστου ἁλυσιδίου διαλίθου καὶ χρυσοῦ. αἱ δὲ αὐγούσται μεγάλως ἐλυπήθησαν τοῦτο μαθοῦσαι, καὶ ἐν μάχῃ Κωνσταντῖνα ἡ αὐγούστα πρὸς τὸν βασιλέα τὴν ἑορτὴν ἐποίησεν. ὁ δὲ βασιλεὺς μὴ προσχὼν τὰς ἐγκλήσεις τῶν ἐν τῇ Θρᾴκῃ στρατευμάτων κατὰ Κομεντιόλου, ὁ αὐτὸς Κομεντίολος ἀναλαβὼν τὸ ὁπλιτικὸν ἔρχεται ἐπὶ τὸν Ἴστρον καὶ ἑνοῦται τῷ Πρίσκῳ ἐν Σιγγιδόνι· καὶ λύεται ἡ πρὸς τοὺς Ἀβάρους εἰρήνη. ταύτης λυθείσης, ἔρχονται εἰς τὸ Βιμηνάκιον, ἥτις ἐστὶ νῆσος μεγάλη τοῦ Ἴστρου. ταῦτα δὲ ἀκούσας ὁ Χαγάνος, συναθροίσας τὰς ἑαυτοῦ δυνάμεις ἐπὶ τὰ Ρωμαϊκὰ χωρεῖ· τοῖς δὲ τέσσαρσιν αὐτοῦ υἱοῖς παραδοὺς ἑτέρας δυνάμεις παρέστησε φρουρεῖν τὰς διαβάσεις τοῦ Ἴστρου. οἱ δὲ Ρωμαῖοι σχεδίας ποιήσαντες τὸν ποταμὸν διενήξαντο καὶ πόλεμον μετὰ τῶν υἱῶν τοῦ Χαγάνου συνεστήσαντο, Πρίσκου στρατηγοῦντος. ὁ γὰρ Κομεντίολος ἀσθενήσας εἰς τὸ Βιμηνάκιον τὴν νῆσον ἐκαθέζετο. ἐπὶ πολλὰς δὲ ὥρας τοῦ πολέμου κρατήσαντος, καὶ τοῦ ἡλίου δύναντος, τριακοσίων τε Ρωμαίων ἀναιρεθέντων, χιλιάδες τέσσαρες ἐκ τῶν βαρβάρων διώλοντο. ἕωθεν δὲ πάλιν συντάξαντες τὰ στρατεύματα πάλιν τοῦ πολέμου ἀπήρξαντο καὶ πάλιν ὀκτὼ χιλιάδας τῶν βαρβάρων ἀνεῖλον. ὁμοίως καὶ τῇ τρίτῃ ἡμέρᾳ παραταξάμενοι ἐκ τῶν ὑψηλοτέρων οἱ Ρωμαῖοι πρὸς τοὺς βαρβάρους ἐχώρησαν, καὶ τούτους τρέψαντες καὶ ἐπὶ τὰ ὕδατα τῆς λίμνης τοὺς Ἀβάρους ὠθήσαντες πολλοὺς ἐξ αὐτῶν ἀπέπνιξαν· ἐν οἷς καὶ οἱ τοῦ Χαγάνου παῖδες ἀπεπνίγησαν· καὶ νίκην οἱ Ρωμαῖοι περιφανῆ ἀνεδήσαντο. ὁ δὲ Χαγάνος συναθροίσας δυνάμεις πολλὰς κατὰ Ρωμαίων ἐπήρχετο· πολέμου δὲ κροτηθέντος, τρέπουσιν οἱ Ρωμαῖοι τοὺς βαρβάρους, καὶ πασῶν οἱ Ρωμαῖοι ἐπισημοτέραν ταύτην ἀπηνέγκαντο τὴν νίκην. ὁ δὲ Πρίσκος τέσσαρας χιλιάδας συντάξας τὸν Τίσσον ποταμὸν περᾶσαι ἐκέλευσε καὶ κατασκοπῆσαι τὰ τῶν βαρβάρων κινήματα. οἱ δὲ βάρβαροι μηδὲν τῶν γεγονότων ἐγνωκότες ἑορτὴν ἐπιτελοῦντες συνεποσίαζον. τούτοις οἱ Ρωμαῖοι κρυπτῶς ἐπιπεσόντες μέγιστον φόνον ἀπεργάζονται· τριάκοντα γὰρ χιλιάδας Γηπαίδων καὶ ἑτέρων βαρβάρων ἀπέκτειναν· καὶ πλείστην αἰχμαλωσίαν λαβόντες πρὸς τὸν Πρίσκον ὑπέστρεψαν. ὁ δὲ Χαγάνος πάλιν δυνάμεις συναθροίσας ἐπὶ τὸν Ἴστρον παραγίνεται· καὶ συμβαλόντες πόλεμον ἡττῶνται οἱ βάρβαροι καὶ εἰς τὰ ῥεῖθρα τοῦ ποταμοῦ ἀποπνίγονται. συναπόλλυνται δὲ τούτοις καὶ Σκλαυινοὶ πολλοί. ζῶντας δὲ ἐκράτησαν Ἀβάρους μὲν τρισχιλίους, Σκλαυινοὺς δὲ ὀκτακοσίους καὶ Γήπαιδας τρισχιλίους διακοσίους καὶ βαρβάρους δισχιλίους. ὁ δὲ Χαγάνος εἰς Μαυρίκιον τὸν βασιλέα πρέσβεις ἀπέστειλεν ἀναλαβεῖν τοὺς ζωγρηθέντας πειρώμενος. ὁ δὲ Μαυρίκιος μήπω μαθὼν τὴν περιφανῆ τῶν Ρωμαίων νίκην γράφει τῷ Πρίσκῳ ἀποδοῦναι τῷ Χαγάνῳ τοὺς Ἀβάρους καὶ μόνον. ὁ δὲ Κομεντίολος μόλις τῆς νόσου διαγενόμενος ἐξέρχεται εἰς Νόβας ζητῶν ὁδηγοὺς τοῦ ἐξαγαγεῖν αὐτὸν τὴν ὁδὸν Τραϊανοῦ τοῦ βασιλέως. γέρων δέ τις ταύτην ἐπιστάμενος ἔφασκε δυσχερῆ ταύτην εἶναι καὶ ἀδιόδευτον ἀπὸ ἐτῶν πολλῶν καὶ χειμῶνος ὄντος, ὑψηλὰ ὄρη καὶ χιόνας κεκτημένην. ὁ δὲ Κομεντίολος μὴ πεισθεὶς τοῖς λόγοις τοῦ γέροντος ἀπέρχεται διὰ τῆς ὁδοῦ ταύτης. ψύχους δὲ γεγονότος ἐξαισίου καὶ μεγάλου κρύους, διαφθείρονται πολλοὶ τῶν Ρωμαίων καὶ τῶν νωτοφόρων ζώων τὰ πλεῖστα. καὶ μόλις ἐπὶ τὴν Φιλιππούπολιν ἀφίκετο. κἀκεῖσε τῶν Ρωμαίων παραχειμασάντων, ὁ Κομεντίολος εἰς Βυζάντιον ἔρχεται. Τῷ δ' αὐτῷ ἔτει ἀνήρ τις τὸ μοναχικὸν σχῆμα περιβεβλημένος καὶ ἐν ἀσκήσει διαλάμπων, σπαθίον γυμνώσας ἀπὸ τοῦ φόρου μέχρι τῆς Χαλκῆς ξιφήρης διαδραμὼν τὸν αὐτοκράτορα τοῖς πᾶσιν ἐν φόνῳ μαχαίρας τεθνήξεσθαι προηγόρευσεν. ὁμοίως καὶ Ἡρωδιανὸς Μαυρικίῳ εἰς τὸ φανερὸν προανήγγειλε τὰ τούτῳ συμβησόμενα. τοῦ δὲ βασιλέως νυκτὶ ἀνυποδήτου λιτανεύοντος μετὰ πάσης τῆς πόλεως, παρερχομένου ἐν τοῖς Καρπιανοῦ, στασιάζουσιν ἐκ τοῦ πλήθους τινὲς καὶ λίθους κατὰ τοῦ βασιλέως ἔβαλλον, ὥστε μόλις τὸν βασιλέα σὺν Θεοδοσίῳ, τῷ υἱῷ αὐτοῦ, διασωθῆναι καὶ τὴν εὐχὴν πληρῶσαι ἐν Βλαχέρναις. οἱ δὲ δῆμοι εὑρόντες ἄνδρα προσομοιοῦντα Μαυρικίῳ καὶ βαλόντες αὐτῷ σαγίον μαῦρον καὶ ἀπὸ σκόρδων πλέξαντες στέφανον καὶ εἰς ὄνον τοῦτον καθίσαντες διέπαιζον λέγοντες· «εὕρηκε τὴν δαμαλίδα ἁπαλήν, καὶ ὡς τὸ καινὸν ἀλεκτόριν ταύτῃ πεπήδηκεν καὶ ἐποίησε παιδία ὡς τὰ ξυλοκούκουδα· καὶ οὐδεὶς τολμᾷ λαλῆσαι, ἀλλ' ὅλους ἐφίμωσεν· ἅγιέ μου, ἅγιε φοβερὲ καὶ δυνατέ, δὸς αὐτῷ κατὰ κρανίου, ἵνα μὴ ὑπεραίρεται· κἀγώ σοι τὸν βοῦν τὸν μέγαν προσαγάγω εἰς εὐχήν.» πολλοὺς δὲ τούτων πιάσας ὁ βασιλεὺς ἐτιμωρήσατο.

Κόσμου ἔτη ͵ϛϟδʹ. Τῆς θείας σαρκώσεως ἔτη φϟδʹ. Ρωμαίων βασιλεὺς Μαυρίκιος ἔτη κʹ. κʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ιδʹ. Κωνσταντ. ἐπίσκοπος Κυριακὸς ἔτη ιαʹ. ηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰσάκιος ἔτη ηʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. κγʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη θʹ. βʹ. Τούτῳ τῷ ἔτει μηνὶ Νοεμβρίῳ, ἰνδικτιῶνος εʹ, ὁ βασιλεὺς Μαυρίκιος Θεοδόσιον, τὸν αὐτοῦ υἱόν, συνῆψε πρὸς γάμον τῇ θυγατρὶ Γερμανοῦ τοῦ πατρικίου, στεφανώσαντος αὐτοὺς Κυριακοῦ, τοῦ πατριάρχου Κωνσταντινουπόλεως. τῷ δὲ Ἰαννουαρίῳ μηνὶ ιαʹ Δομετιανός, ὁ ἐπίσκοπος Μελιτηνῆς, ὁ συγγενὴς τοῦ βασιλέως, τέθνηκε καὶ ἐτάφη ἐν τοῖς ἁγίοις ἀποστόλοις ὑπὸ Κυριακοῦ τοῦ πατριάρχου καὶ πάσης τῆς συγκλήτου τιμηθεὶς ἐπιτάφια. ὁ δὲ βασιλεὺς Πέτρον, τὸν ἴδιον ἀδελφόν, στρατηγὸν πάλιν τῆς Θρᾴκης χειροτονήσας ἀπέστειλεν. ἠκηκόει γὰρ περὶ τοὺς Καταράκτας ἀθροισθῆναι τὰ τῶν βαρβάρων πλήθη τὸν Ἀψὴχ στρατηγὸν ἔχοντα. ὁ δὲ Πέτρος ἀπέστειλε πρὸς τὸν Ἀψὴχ πρεσβευτὴν περὶ εἰρήνης. ὁ δὲ Ἀψὴχ τοὺς Καταράκτας ἐκ τῶν Ρωμαίων ἐπεχείρει λαβεῖν· καὶ ὁ Χαγάνος ἐπὶ τὴν Κωνσταντίολαν ἐχώρησεν. οἱ δὲ Ρωμαῖοι ἐπὶ τὴν Θρᾴκην ἐπανέζευξαν καὶ εἰς Ἀδριανούπολιν ἀφίκοντο. ὁ δὲ βασιλεὺς μαθών, ὅτι ὁ Χαγάνος κατὰ τοῦ Βυζαντίου ἐπέρχεται, γράφει τῷ Πέτρῳ εἰς τὸν Ἴστρον ὑποστρέψαι, καὶ ἀποστέλλει Βώνοσον τὸν σκρίβωνα μετὰ ναυτιλίας τοῦ διαπερᾶναι τὸν λαόν. ἀποστείλας δὲ Πέτρος Γουδούην τὸν ὑποστράτηγον πέραν τοῦ Ἴστρου πολλῆς αἰχμαλωσίας ἐκράτησεν· ταῦτα μαθὼν ὁ Χαγάνος τὸν Ἀψὴχ μετὰ πλήθους ἀπέστειλεν, ὅπως τὸ τῶν Ἀντῶν διολέσῃ ἔθνος ὡς σύμμαχον τῶν Ρωμαίων. τούτου δὲ γενομένου τῶν βαρβάρων ἀπόμοιρα προσερρύη τοῖς Ρωμαίοις. ὁ δὲ Μαυρίκιος ἐν ἑαυτῷ γενόμενος καὶ εἰδώς, ὅτι οὐδὲν τὸν θεὸν λανθάνει, ἀλλὰ πᾶσιν ἀποδίδωσι κατὰ τὰ ἔργα αὐτῶν, καὶ ἐπιλογισάμενος τὸ σφάλμα, ὃ ἐποίησεν εἰς τὴν αἰχμαλωσίαν μὴ ἐξαγοράσας αὐτήν, συμφέρειν ἔκρινεν ἐν τῷ βίῳ τούτῳ ἀπολαβεῖν τὴν ἁμαρτίαν, καὶ μὴ ἐν τῷ μέλλοντι· καὶ ποιήσας δεήσεις ἐγγράφους ἀπέλυσεν εἰς πάντας τοὺς πατριαρχικοὺς θρόνους καὶ πάσας τὰς πολιτείας τὰς ὑπ' αὐτὸν καὶ εἰς τὰ μοναστήρια τὰ ἐν τῇ ἐρήμῳ καὶ ἐν Ἱεροσολύμοις καὶ εἰς τὰς λαύρας χρήματα καὶ κηροὺς καὶ θυμιάματα, ὅπως εὔξωνται ὑπὲρ αὐτοῦ, ἵνα ἐνταῦθα ἀπολάβῃ, καὶ μὴ ἐν τῷ μέλλοντι αἰῶνι. ἐσκανδαλίζετο δὲ καὶ εἰς Φιλιππικόν, τὸν γαμβρὸν αὐτοῦ, ὡς εἰς τὸ φῖ γράμμα ὀνομαζόμενον. ὁ δὲ Φιλιππικὸς διαφόρως ἐπώμνυτο τῷ βασιλεῖ, ὡς καθαρός ἐστιν εἰς τὴν δουλείαν αὐτοῦ καὶ οὐκ ἔχει παρ' αὐτῷ δόλον. τοῦ δὲ Μαυρικίου τὸν θεὸν ἱκετεύοντος τοῦ ἐλεηθῆναι τὴν ψυχὴν αὐτοῦ, ἐν μιᾷ κοιμωμένου αὐτοῦ εἶδεν ὀπτασίαν, εἰς τὴν χαλκῆν πύλην τοῦ παλατίου τῇ εἰκόνι τοῦ σωτῆρος ἑαυτὸν παρεστῶτα, καὶ λαὸν [πλεῖστον] παρεστῶτα αὐτῷ· καὶ φωνὴ γέγονεν ἐκ τοῦ χαρακτῆρος τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ λέγουσα· «δότε Μαυρίκιον.» καὶ κρατήσαντες αὐτὸν οἱ δίκης ὑπηρέται παρέστησαν τῷ πορφυρῷ ὀμφαλίῳ τῷ ἐκεῖσε. καὶ ἔφη πρὸς αὐτὸν ἡ θεία φωνή· «ποῦ θέλεις ἀποδώσω σοι; ὧδε, ἢ ἐν τῷ μέλλοντι αἰῶνι;» ὁ δὲ ἀκούσας ἔφη· «φιλάνθρωπε δέσποτα, δικαιοκρίτα, ὧδε μᾶλλον, καὶ μὴ ἐν τῷ μέλλοντι αἰῶνι.» καὶ ἐκέλευσεν ἡ θεία φωνὴ ἐκδοθῆναι Μαυρίκιον καὶ [Κωνσταντῖναν], τὴν γυναῖκα αὐτοῦ, καὶ τὰ τέκνα καὶ πᾶσαν τὴν συγγένειαν αὐτοῦ Φωκᾷ τῷ στρατιώτῃ. διυπνισθεὶς οὖν Μαυρίκιος καὶ καλέσας τὸν παρακοιμώμενον αὐτοῦ ἀπέστειλε πρὸς Φιλιππικόν, τὸν γαμβρὸν αὐτοῦ, ἐν σπουδῇ ἀγαγεῖν αὐτὸν πρὸς τὸν βασιλέα. ἀπελθὼν δὲ ὁ παρακοιμώμενος ἐκάλεσεν αὐτόν. ὁ δὲ ἐγερθεὶς καὶ προσκαλεσάμενος τὴν ἑαυτοῦ γυναῖκα ἠσπάσατο αὐτὴν λέγων· «σώζου, οὐκέτι μὲ θεωρεῖς.» ἡ δὲ ἀνέκραξε μετὰ κλαυθμοῦ φωνῇ μεγάλῃ πρὸς τὸν παρακοιμώμενον λέγουσα· «ὁρκῶ σε κατὰ τοῦ θεοῦ, τί ἐστι τὸ πρᾶγμα, δι' ὃ ζητεῖ αὐτὸν τῇ ὥρᾳ ταύτῃ;» ὁ δὲ ἐπωμόσατο ἀγνοεῖν, καὶ ὅτι «αἰφνίδιον ἐξ ὕπνου ἀναστὰς ὁ βασιλεὺς ἀπέστειλέ με.» ὁ δὲ Φιλιππικὸς ᾐτήσατο μεταλαβεῖν καὶ οὕτως ἀπῄει πρὸς τὸν βασιλέα. ἡ δὲ γυνὴ αὐτοῦ Γορδία ἔκειτο χαμαὶ ὀδυρομένη καὶ κλαίουσα καὶ τὸν θεὸν ἱκετεύουσα. εἰσελθὼν δὲ ὁ Φιλιππικὸς ἐν τῷ βασιλικῷ κοιτῶνι ἔρριψεν ἑαυτὸν εἰς τοὺς πόδας τοῦ βασιλέως. ὁ δὲ βασιλεὺς λέγει αὐτῷ· «συγχώρησόν μοι διὰ τὸν θεόν, ὅτι ἥμαρτόν σοι. ἕως γὰρ τοῦ νῦν ἐσκανδαλιζόμην εἰς σέ.» καὶ κελεύσας ἐξελθεῖν τὸν παρακοιμώμενον, ἀναστὰς ἔπεσεν εἰς τοὺς πόδας τοῦ Φιλιππικοῦ, λέγων· «συγχώρησόν μοι· ἀσφαλῶς γὰρ οἶδα ὅτι οὐδὲν ἥμαρτες εἰς ἐμέ. ἀλλ' εἰπέ μοι, τίνα γινώσκεις ἐν τοῖς ἡμετέροις τάγμασι Φωκᾶν στρατιώτην;» ὁ δὲ Φιλιππικὸς ἀναλογισάμενος λέγει αὐτῷ· «ἕνα γινώσκω, ὅς τις πρὸ καιροῦ ὀλίγου πεμφθεὶς ἐντολικάριος ἐκ τοῦ στρατοῦ ἀντέλεγε τῷ κράτει σου.» ὁ δὲ βασιλεὺς ἔφη· «ποίας ἐστὶν ἐντεύξεως;» ὁ δὲ Φιλιππικὸς εἶπεν· «νεώτερος, θρασὺς καὶ δειλός.» τότε λέγει Μαυρίκιος· «ἐὰν δειλός, καὶ φονεύς.» καὶ ἐξηγεῖτο τῷ Φιλιππικῷ τὴν τοῦ ὀνείρου ἀποκάλυψιν. τῇ δὲ νυκτὶ ἐκείνῃ ἐφάνη ἀστὴρ ἐν τῷ οὐρανῷ, ὁ λεγόμενος κομήτης. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ ἔφθασε καὶ ὁ ἀποσταλεὶς μαγιστριανὸς πρὸς τοὺς ἐν τῇ ἐρήμῳ ἁγίους πατέρας φέρων παρ' αὐτῶν ἀπόκρισιν τοιαύτην, ὅτι «ὁ θεὸς δεξάμενος τὴν μετάνοιάν σου σώζει τὴν ψυχήν σου καὶ μετὰ ἁγίων κατατάττει σε πανοικεί, τῆς δὲ βασιλείας μετὰ ἀτιμίας καὶ κινδύνου ἐκπίπτεις.» ταῦτα ἀκούσας Μαυρίκιος ἐδόξασε μεγάλως τὸν θεόν. τῆς τοίνυν μετοπωρινῆς ὥρας καταλαβούσης, καὶ Μαυρικίου τοῦ βασιλέως κελεύσαντος τῷ Πέτρῳ ἐν τῇ τῶν Σκλαυινῶν χώρᾳ τὸν λαὸν παραχειμάσαι, ἀντέστησαν οἱ Ρωμαῖοι μὴ καταδεχόμενοι τοῦτο ποιεῖν διά τε τὴν τῶν ἵππων ταπείνωσιν καὶ διὰ τὸ πολλὴν πραῖδαν ἐπιφέρεσθαι καὶ διὰ τὸ πλήθη βαρβάρων περικεχῦσθαι τῇ χώρᾳ, καὶ στάσιν ἐμελέτησαν. ὁ δὲ στρατηγὸς διαγανακτῶν κατὰ τοῦ λαοῦ εἰς ἀπόνοιαν αὐτοὺς ἐνέβαλεν. ἐπιπίπτουσι τοίνυν ὑετοὶ λάβροι τῷ λαῷ καὶ ψῦχος πολύ. ὁ δὲ Πέτρος ἀπὸ εἴκοσι μιλίων τῆς στρατιᾶς τὴν διατριβὴν ἐποιεῖτο. Μαυρίκιος δὲ τῷ Πέτρῳ ἐπώχλει διὰ γραμμάτων περᾶσαι τὸν Ἴστρον, καὶ τὰς χειμερινὰς ἀποτροφὰς τοῦ λαοῦ ἐκ τῆς τῶν Σκλαυινῶν χώρας ἀρύσασθαι, ὅπως μὴ δημοσίας σιτήσεις ἀναγκασθῇ τοῖς Ρωμαίοις παρασχέσθαι. ὁ δὲ στρατηγὸς μεταστειλάμενος τὸν Γουδούην ἔφησεν· «λίαν μοι βαρύτατα τὰ τοῦ βασιλέως προστάγματα ἐπὶ ἀλλοτρίας γῆς χειμάσαι Ρωμαίους· καὶ τὸ παρακοῦσαι χαλεπόν, καὶ τὸ ὑπακοῦσαι δεινότερον. οὐδὲν καλὸν τίκτει φιλαργυρία, μήτηρ δὲ πάντων τῶν κακῶν καθέστηκεν. ταύτην νοσῶν ὁ αὐτοκράτωρ τῶν μεγίστων κακῶν αἴτιος τοῖς Ρωμαίοις γίνεται.» μεταστειλάμενος δὲ τοὺς ταξιάρχας τοῦ λαοῦ τὸν τοῦ βασιλέως σκοπὸν αὐτοῖς παρεδήλωσεν. οἱ δὲ ἔφησαν τὸν λαὸν τοῦτο μὴ καταδέξασθαι. ὁ δὲ λαὸς τοῦτο ἀκούσας ἐστασίασεν· καὶ οἱ ἐπίσημοι ἄρχοντες φυγόντες ἐξ αὐτῶν πρὸς τὸν στρατηγὸν παρεγένοντο. τὰ δὲ πλήθη συναθροισθέντα προβάλλονται ἔξαρχον Φωκᾶν τὸν κένταρχον, καὶ ἐπὶ ἀσπίδος τοῦτον ὑψώσαντες εὐφήμησαν ἔξαρχον. καὶ ταῦτα ὁ Πέτρος ἀκηκοὼς εἰς φυγὴν ἐτράπη καὶ τῷ βασιλεῖ πάντα κατάδηλα ἐποίησεν. ὁ δὲ βασιλεὺς τὰ δυσχερῆ ταῦτα ἀκούσας κρύπτειν αὐτὰ τὰ πλήθη ἐπειρᾶτο. δευτέρα δὲ ἡμέρα, καὶ ἱππικὸν ἐπετέλεσε τὰ τῆς συμφορᾶς ἀποκρύπτων.
ὁ δὲ δῆμος τῶν Πρασίνων ἔκραζε λέγων· «Κωνσταντῖνος καὶ Δομεντζίολος, δέσποτα Ρωμαίων τρισαύγουστε, τῷ οἰκείῳ σου δήμῳ παρενοχλοῦσιν, ἵνα ὁ Κρούκης διοικήσῃ, εἰς ἃς ἔχομεν ἁμαρτίας. ὁ θεός, ὁ τὰ πάντα δημιουργήσας, ὑποτάξει σοι πάντα ἐχθρὸν καὶ πολέμιον ἐμφύλιόν τε καὶ ἀλλόφυλον χωρὶς αἱμάτων.»
ὁ δὲ βασιλεὺς τοῖς δήμοις ἐδήλου· «μηδὲν ὑμᾶς ταράξῃ ἀλόγων στρατιωτῶν ἀκοσμία καὶ ἀταξία.»
οἱ δὲ Βένετοι εἶπον· «ὁ θεός, ὁ κελεύσας σε βασιλεύειν, ὑποτάξει σοι πάντα τὸν πολεμοῦντα τὴν βασιλείαν σου. εἰ δὲ Ρωμαῖός ἐστιν ὁ ἀγνωμονῶν σε εἰς δουλείαν σου τοῦτον ὑποτάξει χωρὶς αἱμάτων.»
τούτους δὲ ὁ βασιλεὺς καθοπλίσας καὶ λόγοις ἠπίοις κατευνάσας σὺν τοῖς δημάρχοις φυλάττειν τὰ τείχη τῆς πόλεως προσέταξεν. τοῦ δὲ υἱοῦ τοῦ βασιλέως Θεοδοσίου ἅμα Γερμανοῦ, τοῦ πενθεροῦ αὐτοῦ, εἰς Καλλικράτειαν κυνηγετοῦντος, ἀποστέλλουσιν οἱ Ρωμαῖοι γράμματα πρὸς Θεοδόσιον ἀξιοῦντες ὑπ' αὐτοῦ βασιλεύεσθαι, εἰ δὲ μή, κἂν Γερμανὸν ἀναγορεῦσαι βασιλέα· μηδὲ γὰρ ἔτι ἀνέχεσθαι ὑπὸ Μαυρικίου βασιλεύεσθαι. ταῦτα ὁ Μαυρίκιος μαθὼν μεταστέλλεται τὸν υἱὸν πρὸς ἑαυτόν· Κομεντίολον δὲ τὰ τείχη φρουρεῖν προσέταττεν. τὸν δὲ Γερμανὸν σὺν τῷ υἱῷ Θεοδοσίῳ κατῃτιᾶτο τῶν συμφορῶν αἴτιον γεγονέναι. τοῦ δὲ Γερμανοῦ ἀπολογουμένου, Μαυρίκιος ἔφη· «ὦ Γερμανέ, δύο εἰσὶ τεκμήρια τῆς ὑπονοίας μου· τά τε ἐκ τοῦ λαοῦ πρός σε γράμματα, καὶ τοῦ φείδεσθαι τὸν λαὸν τῆς ἀγελαίας ἵππου τῆς νεμομένης σοι εἰς τὰ προάστεια. πάντα γὰρ διήρπασαν, καὶ τῶν σῶν ἐφείσαντο. φείδου, Γερμανέ, τοῦ μηκύνειν τὸν λόγον, οὐδὲν ἡδύτερον τοῦ διὰ ξίφους τεθνάναι.» ὁ δὲ Γερμανὸς εἰς τὸν ναὸν τῆς θεομήτορος τῶν Κύρου προσέφυγεν. καὶ ὁ βασιλεὺς τοῦτο μαθὼν Στέφανον τὸν εὐνοῦχον ἀπέστειλεν ὑπεξαγαγεῖν τὸν Γερμανὸν τῆς ἐκκλησίας. τοῦ δὲ Στεφάνου βιαίως ἐξαγαγεῖν τοῦτον θελήσαντος, οἱ τοῦ Γερμανοῦ ὑπασπισταὶ ἀντικαταστάντες ἐξωθοῦσι τὸν Στέφανον καὶ λαβόντες τὸν Γερμανὸν εἰς τὴν μεγάλην ἐκκλησίαν καταφεύγουσιν. ὁ δὲ βασιλεὺς ῥάβδοις ἐμαστίγου Θεοδόσιον, τὸν ἑαυτοῦ υἱόν. ἔφασκε γὰρ δι' αὐτοῦ τὸν Γερμανὸν φυγαδευθῆναι· καὶ ἀποστέλλει τοὺς ἐκσκουβίτορας τοῦ ἐξαγαγεῖν τῆς μεγάλης ἐκκλησίας τὸν Γερμανόν. ἐντεῦθεν θρῦλος μέγας τῇ πόλει ἐνέσκηψεν. ὁ δὲ Γερμανὸς ἠθέλησεν ἐξελθεῖν καὶ δοῦναι ἑαυτόν· τὰ δὲ πλήθη οὐ κατεδέξαντο, ἀλλ' ὕβρεσι μεγάλαις τὸν βασιλέα ἠτίμασαν λέγοντες· «μὴ σχοίη δέρμα ὁ φιλῶν σε, Μαυρίκιε Μαρκιανιστά.» οἱ τοίνυν τὰ τείχη φρουροῦντες ταῦτα μαθόντες τῆς φρουρᾶς κατημέλησαν. τότε οἱ τοῦ Πρασίνου μέρους τὴν οἰκίαν Κωνσταντίνου τοῦ λεγομένου Λάρδου καταφλέγουσιν. ὁ δὲ Μαυρίκιος μεσούσης τῆς νυκτὸς ἀποδυσάμενος τὴν βασίλειον στολὴν καὶ ἰδιωτικὴν περιβαλόμενος εἰς δρόμωνά τε εἰσελθὼν μετὰ τῆς γυναικὸς καὶ τῶν τέκνων αὐτοῦ καὶ Κωνσταντίνου ἀποδιδράσκει. τὰ πλήθη δὲ δι' ὅλης τῆς νυκτὸς αἰσχίσταις ὕβρεσι τὸν βασιλέα καθύβριζον, ἐπέσκωπτόν τε καὶ τὸν πατριάρχην Κυριακόν. λαίλαπος τοίνυν γενομένου μεγάλου, μετὰ κινδύνων μεγίστων διασώζεται ὁ Μαυρίκιος εἰς τὸν ἅγιον Αὐτόνομον. ἐν αὐτῇ δὲ τῇ νυκτὶ ἐπιτίθενται αὐτῷ καὶ νόσοι ἀρθρίτιδες, ἃς ποδαλγίας καὶ χειραλγίας καλοῦσιν. ἐντεῦθεν ἀποστέλλει Θεοδόσιον, τὸν ἑαυτοῦ υἱόν, μετὰ Κωνσταντίνου πρὸς Χοσρόην, τὸν βασιλέα Περσῶν, ὅπως ὑπομνησθῇ τῶν ὑπὸ Μαυρικίου γεγονότων αὐτῷ καὶ τὴν ἀνταπόδοσιν τῆς εὐεργεσίας προσνείμῃ τῷ υἱῷ αὐτοῦ. ὁ δὲ Γερμανὸς πέμπει πρὸς Σέργιον, τὸν δήμαρχον τοῦ Πρασίνου μέρους, ὅπως συναγωνίσηται αὐτῷ τοῦ βασιλεῦσαι, ὑποσχόμενος τιμῆσαι τὸ μέρος τοῦ Πρασίνου καὶ αὐτὸν μεγάλαις ἀξίαις περιβαλεῖν. ὁ δὲ Σέργιος τοῖς ἐπισημοτέροις τοῦ δήμου τοῦτο ἐθάρρησεν. οἱ δὲ τοῦτο οὐ κατεδέξαντο λέγοντες· «οὐκ ἄν ποτε Γερμανὸς τῆς τῶν Βενέτων προσπαθείας ἀποστήσεται.» οἱ δὲ Πράσινοι ἐξελθόντες εἰς τὸ Ρήγιον μεγάλαις εὐφημίαις ἐτίμων τὸν τύραννον Φωκᾶν, καὶ πείθουσιν αὐτὸν ἐν τῷ Ἑβδόμῳ παραγενέσθαι. πέμπει τοίνυν ὁ Φωκᾶς Θεόδωρον τὸν ἀσηκρήτην, καὶ εἰσελθὼν ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ἐπανέγνωσε τῷ λαῷ, ὅπως ὅ τε πατριάρχης οἱ δῆμοί τε καὶ ἡ σύγκλητος ἀφίκωνται ἐν τῷ Ἑβδόμῳ. τούτου τοίνυν γεγονότος, καὶ πάντων ἐν τῷ Ἑβδόμῳ ἀφικομένων, Κυριακὸς ὁ πατριάρχης ἀπῄτησε τὸν τύραννον ὁμολογίαν περὶ τῆς ὀρθοδόξου πίστεως καὶ τοῦ ἀτάραχον φυλάξαι τὴν ἐκκλησίαν. ἔδοξε δὲ ὁ τύραννος τὸν Γερμανὸν εἰς βασιλέα προτρέπεσθαι. τοῦ δὲ Γερμανοῦ κατειρωνευομένου μὴ θέλειν, καὶ τῶν δήμων εὐφημούντων τὸν τύραννον, ἀναγορεύεται τὸ κακόν, καὶ κύριος τῶν σκήπτρων ὁ τύραννος προχειρίζεται, καὶ κρατεῖ τῆς εὐδαιμονίας ἡ συμφορά, καὶ λαμβάνει τὴν ἔναρξιν τὰ μεγάλα τῶν Ρωμαίων ἀτυχήματα. ἡ δὲ ἀναγόρευσις τοῦ τυράννου εἰς τὸν ναὸν τοῦ βαπτιστοῦ Ἰωάννου ἐγένετο. δύο δὲ ἡμέρας ἐν τούτῳ διατρίψας τῇ τρίτῃ εἰς τὰ βασίλεια εἰσῆλθεν ἐπὶ βασιλικῆς ἁμάξης καθεζόμενος. τῇ δὲ πέμπτῃ ἡμέρᾳ Λεοντίαν, τὴν ἑαυτοῦ γυναῖκα, ἔστεψεν αὐγούσταν. καταστασιάζουσι τοίνυν τὰ μέρη πρὸς ἄλληλα ταύτῃ τῇ ἡμέρᾳ διὰ στάσεις τόπων. ὁ δὲ τύραννος Ἀλέξανδρον, τὸν συναντάρτην αὐτοῦ, ἐξέπεμψε κατευνάσαι τὰ μέρη. ὁ δὲ Ἀλέξανδρος Κοσμᾷ, τῷ τῶν Βενέτων δημάρχῳ, χεῖρας ἐπιβαλὼν ὤθησέ τε καὶ ὕβρισεν. οἱ δὲ Βένετοι ἀγανακτοῦντες ἔκραζον· «ὕπαγε· μάθε τὴν κατάστασιν, ὁ Μαυρίκιος οὐκ ἀπέθανεν.» ὁ δὲ τύραννος τούτων ἀκηκοὼς ἐπὶ τὸν τοῦ Μαυρικίου φόνον κινεῖται· καὶ ἀποστείλας στρατιώτας ἤγαγεν αὐτοὺς ἐν Χαλκηδόνι εἰς τὸν Εὐτροπίου λιμένα. καὶ προαναιροῦνται τοῦ βασιλέως οἱ παῖδες οἱ ἄρρενες ἐπ' ὄψεσιν αὐτοῦ πέντε, ἐντεῦθεν προκολάζων τὸν βασιλέα τῇ τῶν παίδων σφαγῇ· ὁ δὲ Μαυρίκιος φιλοσοφῶν τὸ δυστύχημα τὸν ἐπὶ πάντων ἐπεκαλεῖτο θεὸν καὶ πυκνῶς ἐφθέγγετο· «δίκαιος εἶ, κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου.» γίνεται τοίνυν τῶν παίδων ὁ θάνατος τοῦ πατρὸς ἐπιτάφιον προεπιδειξαμένου τὴν ἀρετὴν ἐν τῷ μεγέθει τῆς συμφορᾶς. τῆς γὰρ τιθηνῆς ὑποκλεψάσης ἕν τι τῶν βασιλικῶν μειρακίων καὶ πρὸς σφαγὴν τὸ ἑαυτῆς ἐπιδωσάσης, ὁ Μαυρίκιος οὐ κατεδέξατο, ἀλλὰ τὸ ἴδιον ἐπεζήτησεν· φασὶ δέ τινες, ὅτι, τούτου σφαγέντος, γάλα σὺν τῷ αἵματι ἔρρευσεν, ὥστε πάντας τοὺς ὁρῶντας θρηνῆσαι δεινῶς. οὕτω μὲν οὖν ὁ βασιλεὺς καὶ νόμων φύσεως ὑψηλότερος γεγονὼς ὑπαλλάττει τὸν βίον. οὐ διέλειπε δὲ τῇ Ρωμαίων βασιλείᾳ ἐξ ἐκείνου καιροῦ δυστυχήματα ποικίλα τε καὶ ἐξαίσια. ὅ τε γὰρ Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, τὴν εἰρήνην διέλυσεν, καὶ οἱ Ἄβαρεις τὴν Θρᾴκην διώλεσαν, καὶ ἄμφω τὰ στρατεύματα τῶν Ρωμαίων διεφθάρησαν, ὥστε, ὁπηνίκα Ἡράκλειος ἐβασίλευσε καὶ ἐξέτασιν τοῦ ὁπλιτικοῦ ἐποιήσατο εἰς τὸ ἀκριβές, ἐκ πάσης τῆς πληθύος τῆς εὑρεθείσης ἐπὶ τῆς τυραννίδος Μαυρικίῳ μετὰ Φωκᾶ οὐχ εὗρε περαιτέρω δύο ἀνδρῶν. οὕτως οἱ τὸν τύραννον προστησάμενοι ἐπὶ αὐτοῦ ἀνηλώθησαν.

Κόσμου ἔτη ͵ϛϟεʹ. Τῆς θείας σαρκώσεως ἔτη φϟεʹ. Ρωμαίων. βασιλεὺς Φωκᾶς ἔτη ζʹ. αʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ιεʹ. Κωνσταντ. ἐπίσκοπος Κυριακὸς ἔτη ιαʹ. θʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰσάκιος ἔτη ηʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Εὐλόγιος ἔτη κζʹ. κδʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη θʹ. γʹ. Τούτῳ τῷ ἔτει μηνὶ Νοεμβρίῳ, ἰνδικτιῶνος ϛʹ, βασιλεύσας Φωκᾶς ὁ τύραννος ἀνεῖλεν, ὡς προλέλεκται, Μαυρίκιον σὺν πέντε παισὶν ἄρρεσιν· καὶ τὰς τούτων κεφαλὰς ἐκέλευσε τεθῆναι ἐν τῷ Κάμπῳ τοῦ τριβουναλίου ἡμέρας ἱκανάς· καὶ ἐξήρχοντο οἱ τῆς πόλεως καὶ ἐθεώρουν αὐτάς, ἕως ἐπώζεσαν. ἀναιρεῖται δὲ καὶ Πέτρος, ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἄλλοι πολλοί. Θεοδόσιον δέ, τὸν υἱὸν αὐτοῦ, λόγος κρατεῖ πεφευγέναι καὶ σεσῶσθαι. ταύτην δὲ τὴν φήμην Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, ηὔξησεν ἄλλοτε ἄλλως ψευδόμενος καὶ παρ' ἑαυτῷ τοῦτον ἔχειν λέγων καὶ προνοεῖν δῆθεν, ἵνα τὴν Ρωμαίων βασιλείαν παραλάβῃ, δολερῶς δὲ τῆς τῶν Ρωμαίων βασιλείας ἐλπίζων κρατῆσαι, ὡς ἠλέγχθη πολυτρόπως, μάλιστα δὲ ἐκ τοῦ πολέμους αἰφνιδίους κινῆσαι καὶ μεγάλως λυμήνασθαι τὰ Ρωμαϊκά. τοῦ δὲ Φωκᾶ πρέσβιν πρὸς αὐτὸν ἀποστείλαντος Βίλιον, τοῦτον ἐκράτησε καὶ εἰς φυλακὴν ἀπέθετο, μηκέτι εἰς τὰ Ρωμαϊκὰ ὑποστρέψαι, γράμμασι δὲ ἀτίμοις τὸν Φωκᾶν ἀντημείβετο. Κωνσταντῖναν δὲ τὴν βασίλισσαν ἅμα ταῖς τρισὶ θυγατράσι ἐν οἰκίᾳ ἰδιωτικῇ, ἐπιλεγομένῃ τῶν Λέοντος, ὁ τύραννος κατέστησεν. Ἐν Ἀλεξανδρείᾳ τῇ πόλει καλλιγράφος τις, ἀνὴρ εὐλαβής, ἐκ παννυχίδος οἴκαδε πορευόμενος μεσούσης νυκτὸς ὁρᾷ τοὺς ἀνδριάντας ἐκ τῶν βωμῶν καθελκυσθέντας καὶ μεγάλῃ τῇ φωνῇ λέγοντας, ἀναιρεῖσθαι Μαυρίκιον καὶ τὰ τέκνα αὐτοῦ, καὶ πάντα τὰ ἐν Βυζαντίῳ πραχθέντα συμπτώματα. πρωΐας δὲ ἀπελθὼν ὁ ἀνὴρ τῷ αὐγουσταλίῳ ταῦτα διηγήσατο· ὁ δὲ παρήγγειλεν αὐτῷ μηδενὶ ταῦτα κατάδηλα ποιῆσαι, ἀπογραψάμενος δὲ τὴν ἡμέραν ἐκαραδόκει τὴν ἔκβασιν. ἐνάτη δὲ ἡμέρα, καὶ ἄγγελος κατέλαβε μηνύων τὴν Μαυρικίου ἀναίρεσιν. τότε ὁ αὐγουστάλιος τὴν τῶν δαιμόνων πρόρρησιν ἐπὶ λαοῦ ἐθριάμβευσεν. Ναρσῆς δέ, ὁ τῶν Ρωμαίων γενόμενος στρατηγός, κατὰ τοῦ τυράννου ἀντῆρε καὶ τὴν Ἔδεσαν ἐκράτησεν. γράφει τοίνυν Φωκᾶς Γερμανῷ τῷ στρατηγῷ πολιορκῆσαι τὴν Ἔδεσαν. ὁ δὲ Ναρσῆς γράφει πρὸς Χοσρόην, τὸν βασιλέα Περσῶν, ἀθροῖσαι δυνάμεις καὶ κατὰ Ρωμαίων συστήσασθαι πόλεμον. ἐποίησε δὲ Φωκᾶς τὸν ἴδιον ἀδελφὸν Δομεντζίολον μάγιστρον, καὶ τὸν Πρίσκον κόμητα ἐκσκουβιτόρων. βʹ. ιϛʹ. ιʹ. δʹ. κεʹ. δʹ. Τούτῳ τῷ ἔτει μηνὶ Δεκεμβρίῳ, ἰνδικτιῶνος ζʹ, προῆλθε Φωκᾶς ἐν ταῖς ἑορταῖς ῥίψας ὑπατείαν πολλήν. Χοσρόης δέ, ὁ βασιλεὺς τῶν Περσῶν, συναθροίσας δύναμιν πολλὴν κατὰ Ρωμαίων ἐξαπέστειλεν. ὁ δὲ Γερμανὸς ἀκούσας ἐφοβήθη, ἀναγκαζόμενος δὲ τοῦ πολέμου ἀπήρξατο. τοῦ δὲ Γερμανοῦ ἐν τῷ πολέμῳ πληγέντος, οἱ ὑπασπισταὶ τοῦτον διέσωσαν μέχρι Κωνσταντίνης, καὶ ἡττῶνται Ρωμαῖοι· ἑνδεκάτη δὲ ἡμέρα, καὶ ὁ Γερμανὸς ἐτελεύτησεν. ὁ δὲ Φωκᾶς τὰς δυνάμεις ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Ἀσίαν μετέφερε τῷ Χαγάνῳ τὰ πάκτα ἐπαυξήσας, νομίζων ἠρεμεῖν τῶν Ἀβάρων τὸ ἔθνος. ταύτας δὲ διελὼν τὰς μὲν κατὰ Περσῶν ἀπέστειλεν, τὰς δὲ πρὸς τὴν πολιορκίαν Ἐδέσης κατὰ Ναρσοῦ σὺν Λεοντίῳ εὐνούχῳ καὶ μεγιστάνῳ αὐτοῦ. ὁ δὲ Χοσρόης συναθροίσας δυνάμεις ἐπὶ τὸ Δαρᾶς γίνεται. Ναρσῆς δὲ ἐξελθὼν τῆς Ἐδέσης ἐπὶ τὴν Ἱεράπολινκατέφυγεν. ὁ δὲ Χοσρόης σὺν τοῖς Ρωμαίοις γίνεται εἰς τὸ Ἀρξαμοῦν, καὶ φρούριον ἀπὸ ἐλεφάντων συστησάμενος τοῦ πολέμου ἀπήρξατο καὶ νίκην μεγάλην ᾔρατο, πολλοὺς τῶν Ρωμαίων ζωγρήσας, οὓς καὶ ἀπέτεμεν. τούτων οὕτω πραχθέντων, ὁ Χοσρόης ἐπὶ τὴν ἑαυτοῦ γῆν ἐπανέζευξε Ζογγόῃ τὰς δυνάμεις καταλιπών. τοῦτο μαθὼν ὁ Φωκᾶς κατὰ Λεοντίου ἐμάνη καὶ χειροπέδαις σιδηραῖς ἀτίμως αὐτὸν εἰς Βυζάντιον φέρει καὶ χειροτονεῖ στρατηγὸν Δομεντζίολον, τὸν ἴδιον ἀνεψιόν, ὃν καὶ κουροπαλάτην ἐποίησεν. γʹ. ιζʹ. ιαʹ. εʹ. κϛʹ. εʹ. Τούτῳ τῷ ἔτει ἀπέστειλε Χοσρόης Καρδαρίγαν καὶ Ρουσμιάζαν, καὶ ἐπόρθησαν πολλὰς τῶν Ρωμαίων πολιτείας. ὁ δὲ Δομεντζίολος λόγον δοὺς τῷ Ναρσῇ καὶ ὅρκοις πολλοῖς πείσας αὐτὸν μηδεμίαν ἀδικίαν παρὰ τῷ Φωκᾷ ὑπομένειν, ἀπέλυσεν αὐτὸν πρὸς Φωκᾶν· ὁ δὲ Φωκᾶς μὴ φυλάξας τὸν λόγον τοῦτον πυρὶ κατέκαυσεν. ἐν λύπῃ οὖν μεγάλῃ γεγόνασιν οἱ Ρωμαῖοι, ὅτι φόβον μέγαν εἶχεν εἰς Πέρσας ὁ Ναρσῆς, ὥστε τὰ τέκνα τῶν Περσῶν ἀκούοντα τὸ ὄνομα Ναρσοῦ τρέμειν· οἱ δὲ Πέρσαι ἠγαλλιῶντο χαρᾷ μεγάλῃ. Κωνσταντινουπόλεως ἐπίσκοπος Θωμᾶς ἔτη γʹ. δʹ. ιηʹ. αʹ. ϛʹ. κζʹ. ϛʹ. Τούτῳ τῷ ἔτει σχολαστικὸς εὐνοῦχος, ἀνὴρ ἔνδοξος τοῦ παλατίου, μεσούσης νυκτὸς Κωνσταντῖναν τὴν δέσποιναν σὺν ταῖς τρισὶ θυγατράσιν αὐτῆς λαβὼν εἰς τὴν μεγάλην ἐκκλησίαν κατέφυγε τῇ βουλῇ Γερμανοῦ τοῦ πατρικίου, ὀρεγομένου τῆς βασιλείας. γίνεται τοίνυν ἐν τῇ πόλει στάσις μεγάλη. οἱ δὲ Πράσινοι ἀθροισθέντες ἐπὶ τὸν κοχλίαν ἐδυσφήμουν τὴν Κωνσταντῖναν· ὁ δὲ Γερμανὸς τῷ δημάρχῳ τῶν Πρασίνων τάλαντον χρυσίου ἀπέστειλεν, ὥστε συνεργῆσαι αὐτοῖς. τὰ δὲ πρωτεῖα τοῦ δήμου οὐ κατεδέξαντο τοῦτο. ὁ δὲ τύραννος ἔπεμψεν εἰς τὴν ἐκκλησίαν τοῦ ἀποσπάσαι τὰ γύναια· ὁ δὲ πατριάρχης Κυριακὸς ἀντεκαθίστατο τῷ τυράννῳ μὴ καταδεξάμενος ἐκ τοῦ ναοῦ ἀποσπάσαι τὰ γύναια τυραννικῶς. ὅρκοις δὲ βεβαιωθεὶς ὑπὸ τοῦ Φωκᾶ, ὡς οὐκ ἀδικήσει αὐτάς, ἐξάγονται τοῦ ἁγίου τεμένους καὶ ἐν μοναστηρίῳ ἐγκλείονται· τὸν δὲ Γερμανὸν ἀποκείρας ἐν ἱερεῦσι κατέταξε καὶ ἐν τῷ ἰδίῳ οἴκῳ παρεφύλαττεν. τότε καὶ Φιλιππικὸς τὴν κόμην ἑλόμενος ἱερωσύνης ἀξίαν ἀνέλαβε καὶ ἐν Χρυσοπόλει ἐν τῷ μοναστηρίῳ, ὃ ἔκτισεν, διέτριβεν. οἱ δὲ Πέρσαι ἐν τούτῳ τῷ ἔτει παρέλαβον τὸ Δαρᾶς καὶ πᾶσαν τὴν Μεσοποταμίαν καὶ Συρίαν αἰχμαλωσίαν πολλὴν ποιήσαντες, ἧς οὐκ ἔστιν ἀριθμός. τοῦ δὲ πατριάρχου Κυριακοῦ τελευτήσαντος, Θωμᾶς χειροτονεῖται ἀντ' αὐτοῦ, διάκονος καὶ σακελλάριος ὢν τῆς αὐτῆς ἐκκλησίας, μηνὶ Ὀκτωβρίῳ ιαʹ.

Κόσμου ἔτη ͵ϛϟθʹ. Τῆς θείας σαρκώσεως ἔτη φϟθʹ. Ρωμαίων βασιλεὺς Φωκᾶς ἔτη ζʹ. εʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. ιθʹ. Κωνσταντ. ἐπίσκοπος Θωμᾶς ἔτη γʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰσάκιος ἔτη ηʹ. ζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόδωρος ἔτη βʹ. αʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη θʹ. ζʹ. Τούτῳ τῷ ἔτει Φωκᾶς ὁ τύραννος ἔζευξε τὴν ἑαυτοῦ θυγατέρα Δομεντζίαν Πρίσκῳ τῷ πατρικίῳ καὶ κόμητι τῶν ἐκσκουβιτόρων, καὶ γενομένου τοῦ γάμου ἐν τῷ παλατίῳ τῶν Μαρίνης, ἐκέλευσεν ἱππικὸν ἀχθῆναι. οἱ δὲ δήμαρχοι τῶν δύο μερῶν ἐν τοῖς τετρακίοσι σὺν τῶν βασιλικῶν λαυράτων ἔστησαν Πρίσκου καὶ Δομεντζίας λαυράτα. ταῦτα ἰδὼν ὁ βασιλεὺς ἠγανάκτησεν, καὶ πέμψας ἤγαγε τοὺς δημάρχους Θεοφάνην καὶ Πάμφιλον, καὶ στήσας αὐτοὺς εἰς τὸ στάμα γυμνοὺς ἐκέλευσεν ἀποτμηθῆναι αὐτούς. πέμψας δὲ τὸν πρωτοκούρσορα αὐτοῦ ἠρώτα αὐτούς, τίνος ἐπιτρέψαντος τοῦτο πεποίηκαν; οἱ δὲ εἶπον, ὅτι κατὰ συνήθειαν οἱ γραμμισταὶ τοῦτο πεποίηκαν. ὁ δὲ δῆμος καὶ οἱ ὄχλοι ἔκραζον· «φιλανθρώπου δεσπότου πολλὰ τὰ ἔτη.» οἱ δὲ γραμμισταὶ ἐρωτηθέντες διὰ τί τοῦτο πεποίηκαν; ἔφησαν, ὅτι «τοῦ βασιλέως τέκνα ὀνομασθέντα ὑπὸ πάντων, ἡμεῖς ἀφ' ἑαυτῶν τοῦτο πεποιήκαμεν.» ὁ δὲ Πρίσκος φόβῳ συνεχόμενος τὴν ἀγανάκτησιν ἐδειλία τοῦ βασιλέως. τῶν δὲ ὄχλων κραζόντων φιλανθρωπευθῆναι αὐτοῖς, συνεχώρησεν ὁ Φωκᾶς· ἔκτοτε οὖν ὁ Πρίσκος μηνιάσας οὐκ ἦν ἐν ὀρθότητι μετὰ Φωκᾶ. γυνὴ δέ τις ὀνόματι Πετρωνία γίνεται τῇ βασιλίσσῃ Κωνσταντίνῃ ὡς ἀντὶ διακόνου πρὸς Γερμανὸν ἐκ Κωνσταντίνης τὰς ἀποκρίσεις ποιουμένη· τῆς δὲ φήμης πλατυνομένης Θεοδόσιον ζῇν, τὸν υἱὸν τοῦ Μαυρικίου, ἐλπίδας ἀγαθὰς ἥ τε Κωνσταντῖνα καὶ ὁ Γερμανὸς εἶχεν ἐπὶ τούτῳ· ἡ δὲ ἀνοσία Πετρωνία τῷ τυράννῳ ταῦτα κατάδηλα πεποίηκεν. ὁ δὲ τύραννος Κωνσταντῖναν Θεοπέμπτῳ τῷ ἐπάρχῳ πρὸς βάσανα ἔδωκεν· ἡ δὲ βασανιζομένη Ρωμανὸν τὸν πατρίκιον γινώσκειν τὰ παρ' αὐτῶν λαλούμενα ὡμολόγησεν. οὗτος δὲ κατασχεθεὶς καὶ ἐξετασθεὶς συγκατέθετο καὶ ἄλλους εἶναι συνεργοὺς αὐτοῦ πρὸς τὴν τοῦ τυράννου ἐπιβουλήν. κατεσχέθη δὲ καὶ Θεόδωρος, ὁ τῆς ἀνατολῆς ἔπαρχος, ὃν ὁ τύραννος βουνεύροις μαστίζων ἀνεῖλεν· Ἐλπιδίου τε τὰς χεῖρας καὶ τοὺς πόδας κόψας τῷ πυρὶ τοῦτον παρέδωκεν, τόν τε Ρωμανὸν ἀπεκεφάλισεν, τὴν δὲ Κωνσταντῖναν σὺν ταῖς τρισὶ θυγατράσιν ἐν τῷ μώλῳ Εὐτροπίου, ἔνθα καὶ Μαυρίκιος ἀνῃρέθη, ξίφει ἀπέτεμεν, τὸν Γερμανὸν δὲ καὶ τὴν τούτου θυγατέρα ἐν τῇ Πρώτῃ νήσῳ στόματι μαχαίρας ἀπέκτεινεν, ὁμοίως καὶ Ἰωάννην καὶ Τζίταν καὶ Πατρίκιον καὶ Θεοδόσιον, τὸν τὴν σουβαδιουβᾶ περικείμενον ἀξίαν, καὶ Ἀνδρέαν τὸν Σκόμβρον καὶ Δαυίδ, τὸν χαρτοφύλακα τῶν Ὁρμίσδου. Τῷ δ' αὐτῷ χρόνῳ οἱ Πέρσαι τὸν Εὐφράτην περάσαντες πᾶσαν τὴν Συρίαν καὶ Παλαιστίνην καὶ Φοινίκην ᾐχμαλώτευσαν πολλὴν ἅλωσιν ἐν τοῖς Ρωμαίοις ποιήσαντες.
< 1 2 3 4 >
https://byzantium.gr/
Επιμέλεια: Μανώλης Παπαθανασίου, Μάρτιος 2021