thyreos

Βυζαντινα κειμενα

 

  Προκοπιος
  Ιεροκλης
  Σιμοκαττης
  Θεοφανης
  Ιωαννης Σκυλιτζης
  Κωνσταντινος Ζ’
  Λεων Διακονος
  Μιχαηλ Ψελλος
  Μιχαηλ Ατταλειατης
  Νικητας Χωνιατης
  Γ. Ακροπολιτης
  Γ. Παχυμερης
  N. Γρηγορας
  Ι. Καντακουζηνος
  Γεωργιος Σφραντζης
  Χαλκοκονδυλης


Aspis

Θεοφάνης Ομολογητής

760 – 818
τίτλος έργου:

Χρονογραφία

Χρονογραφία ΙII
χρόνος συγγραφής: 811-814
πλήρης τίτλος:

ΧΡΟΝΟΓΡΑΦΙΑ ΑΠΟ ΔΙΟΚΛΗΤΙΑΝΟΥ ΕΩΣ ΜΙΧΑΗΛ ΚΑΙ ΘΕΟΦΥΛΑΚΤΟΥ ΤΩΝ ΒΑΣΙΛΕΩΝ

περιγραφή περιεχομένου:

H Ιστορία από την εποχή του Διοκλητιανού μέχρι τη βασιλεία του Μιχαήλ  Α’. Καλύπτονται τα χρόνια 284 – 813. Ακολουθείται η Αλεξανδρινή αρίθμηση ετών από κτήσεως κόσμου (έτος 5777=284μ.Χ.). Στην αρχή κάθε περιόδου αναγράφεται το έτος από κτήσεως, το έτος της θείας σαρκώσεως (γεννήσεως Χριστού), οι βασιλείες των βυζαντινών αυτοκρατόρων και των Περσών ηγεμόνων, οι Άραβες χαλίφες, οι πατριαρχίες των 5 πατριαρχείων και, τέλος, οι ινδικτιώνες (15ετίες).

Κείμενο :
< 1 2 3 4 >
[Χρονογραφία Θεοφάνους –ΙΙI (από το έτος 602 έως το 717)]

Κόσμου ἔτη ͵ϛρʹ. Τῆς θείας σαρκώσεως ἔτη χʹ. Ρωμαίων βασιλεὺς Φωκᾶς ἔτη ζʹ. ϛʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. κʹ. Κωνσταντ. ἐπίσκοπος Θωμᾶς ἔτη γʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰσάκιος ἔτη ηʹ. ηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Θεόδωρος ἔτη βʹ. βʹ. Ἀντιοχείας ἐπίσκοπος Ἀναστάσιος ἔτη θʹ. ηʹ. Τούτῳ τῷ ἔτει ὁ Πρίσκος μὴ ὑποφέρων ὁρᾷν τούς τε ἀδίκους φόνους καὶ τὰ κακὰ τὰ ὑπὸ Φωκᾶ γινόμενα ἔγραψε πρὸς Ἡράκλειον, τὸν πατρίκιον καὶ στρατηγὸν Ἀφρικῆς, ὥστε ἀποστεῖλαι Ἡράκλειον, τὸν υἱὸν αὐτοῦ, καὶ Νικήταν, τὸν υἱὸν Γρηγορᾶ τοῦ πατρικίου καὶ ὑποστρατήγου αὐτοῦ, ὅπως ἔλθωσι κατὰ τοῦ τυράννου Φωκᾶ· ἤκουε γὰρ μελετωμένην ἐν τῇ Ἀφρικῇ κατὰ Φωκᾶ ἀνταρσίαν· ὅθεν οὐδὲ τὰ πλοῖα τῆς Ἀφρικῆς ἐν τούτῳ τῷ χρόνῳ ἀνέβαλον. ἀπέκτεινε δὲ Φωκᾶς πᾶσαν τὴν συγγένειαν Μαυρικίου καὶ Κομεντίολον, τὸν στρατηγὸν τῆς Θρᾴκης, καὶ ἄλλους πολλοὺς ἀνηλεῶς. ἐγένετο δὲ ἐν τῷ χρόνῳ τούτῳ καὶ θανατικὸν καὶ σκνιπία παντὸς εἴδους. οἱ δὲ Πέρσαι ἐξῆλθον σὺν τῷ Καρδαρίγᾳ καὶ παρέλαβον τὴν Ἀρμενίαν καὶ τὴν Καππαδοκίαν, καὶ πολεμήσαντες ἔτρεψαν τὰ τῶν Ρωμαίων στρατεύματα· καὶ παρέλαβον τὴν Γαλατίαν καὶ τὴν Παφλαγονίαν· καὶ ἦλθον μέχρι Χαλκηδόνος λυμαινόμενοι ἀφειδῶς πᾶσαν ἡλικίαν. καὶ οἱ μὲν Πέρσαι ἔξω τῆς πόλεως ἐτυράννουν Ρωμαίους· Φωκᾶς δὲ ἔνδον τὰ χείρονα αὐτοῖς ἐποίει φονεύων καὶ αἰχμαλωτίζων. Κωνσταντινουπόλεως ἐπίσκοπος Σέργιος ἔτη κθʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιʹ. ͵ϛραʹ. χαʹ. ζʹ. καʹ. αʹ. αʹ. αʹ. θʹ. Τούτῳ τῷ ἔτει ἀτακτήσαντες οἱ Ἀντιοχεῖς Ἑβραῖοι στάσινἐποιήσαντο κατὰ Χριστιανῶν καὶ ἀποσφάττουσιν Ἀναστάσιον, τὸν μέγαν πατριάρχην Ἀντιοχείας, βαλόντες τὴν φύσιν αὐτοῦ ἐν τῷ στόματι αὐτοῦ· καὶ μετὰ τοῦτο σύραντες αὐτὸν ἐπὶ τὴν Μέσην ἐφόνευσαν καὶ πολλοὺς τῶν κτητόρων καὶ ἔκαυσαν αὐτούς. ὁ δὲ Φωκᾶς ἐποίησε κόμητα ἀνατολῆς Βώνοσον καὶ Κοττανᾶν στρατηλάτην καὶ ἀπέστειλεν αὐτοὺς κατ' αὐτῶν καὶ οὐκ ἠδύναντο παῦσαι τὴν στάσιν αὐτῶν. ἐπισυνάξαντες δὲ στρατόπεδα ἐπῆλθον αὐτοῖς καὶ πολλοὺς ἐφόνευσαν καὶ ἠκρωτηρίασαν καὶ τῆς πόλεως ἐξώρισαν. ὁ δὲ Φωκᾶς ἐποίησεν ἱππικόν, καὶ οἱ Πράσινοι ὕβρισαν αὐτόν, λέγοντες· «πάλιν εἰς τὸν καῦκον ἔπιες· πάλιν τὸν νοῦν ἀπώλεσας.» καὶ ἐπέτρεψεν ὁ Φωκᾶς Κοσμᾶν, τὸν ἔπαρχον τῆς πόλεως, καὶ πολλοὺς ἠκρωτηρίασε καὶ τὰ μέλη αὐτῶν ἐν τῇ σφενδόνῃ ἐκρέμασεν, ἄλλους δὲ ἀπεκεφάλισε καὶ ἑτέρους ἐν σάκκοις βαλὼν ἐν τῇ θαλάσσῃ ἀπέπνιξεν. σωρευθέντες δὲ οἱ Πράσινοι ἔβαλον πῦρ εἰς τὸ πραιτώριον καὶ ἔκαυσαν τὸ σέκρητον καὶ τὰ σκρινία καὶ τὰς φυλακάς. καὶ ἐξελθόντες οἱ ἐν ταῖς φυλακαῖς ἔφυγον. καὶ θυμωθεὶς ὁ Φωκᾶς ἐκέλευσε τοὺς Πρασίνους μηκέτι πολιτεύεσθαι. Ἡράκλειος δέ, ὁ στρατηγὸς Ἀφρικῆς, ἐνοχλούμενος ὑπὸ τῆς συγκλήτου ἐξώπλισε τὸν υἱὸν αὐτοῦ Ἡράκλειον τοῦ ἀπολῦσαι κατὰ Φωκᾶ τοῦ τυράννου· ὁμοίως καὶ ὁ ὑποστράτηγος αὐτοῦ Γρηγορᾶς ἀπέλυσε διὰ ξηρᾶς τὸν υἱὸν αὐτοῦ Νικήταν στοιχήσαντες, ἵνα ὅς τις προλάβῃ καὶ νικήσῃ τὸν τύραννον βασιλεύσῃ. Τῷ δ' αὐτῷ ἔτει γέγονε χειμὼν μέγας πάνυ, ὥστε παγῶσαι τὴν θάλασσαν· ἐν οἷς καὶ ἰχθὺς πολὺς ἐξερρίφη. τότε Φωκᾶς Μακρόβιον τὸν σκρίβωνα ἐκέλευσε τοξευθῆναι εἰς τὴν ἀγραρέαν καὶ εἰς τὸ καστέλλιν Θεοδοσιανῶν ἐν τῷ Ἑβδόμῳ κρεμασθέντα εἰς κοντάριν, εἰς ὃ γυμνάζονται οἱ τίρωνες, ἀποθανεῖν ὡς συγγνώσαντα τῇ ἐπιβουλῇ αὐτοῦ. Θεόδωρος γὰρ ὁ ἔπαρχος Καππαδόκης καὶ Ἐλπίδιος, ὁ ἐπάνω τοῦ ἀρμαμέντου, καὶ ἕτεροι διάφοροι βουλὴν ἐποίησαν ἀνελεῖν ἐπὶ ἱπποδρομίου τὸν Φωκᾶν. καὶ ποιήσας ἄριστον Θεόδωρος, ὁ ἔπαρχος τῶν πραιτωρίων, ἤρξατο ἐπιφαίνειν αὐτοῖς τὸν ἑαυτοῦ σκοπόν. συνέβη δὲ ἐκεῖ εὑρεθῆναι Ἀναστάσιον, κόμητα τῶν λαργιτιώνων. τοῦ οὖν ἀρίστου γινομένου καὶ ἐξηγουμένου τὰ τῆς ἐπιβουλῆς, μετεμελήθη Ἀναστάσιος εὑρεθεὶς ἐκεῖ καὶ οὐκ εἶπε τὰ τῆς καρδίας αὐτοῦ, ἀλλ' ἐσιώπα. ὁ δὲ Ἐλπίδιος ἐπέμενε λέγων· «οὐ θέλετε, ἵνα ἐν ὅσῳ κάθηται ἐν τῷ σέντζῳ ἐπὶ ἱπποδρομίας, πιάσω αὐτὸν καὶ ἐκκορακίσω τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ οὕτως αὐτὸν ἀποκτείνω;» καὶ ὑπέσχετο διδόναι αὐτοῖς ἄρματα. γνωσθέντος δὲ τοῦ πράγματος ἐκ διαβολῆς Ἀναστασίου τῷ Φωκᾷ, ἐκέλευσε τὸν ἔπαρχον καὶ τὸν Ἐλπίδιον καὶ τοὺς ἄρχοντας τοὺς ἐγνωκότας τὴν ἐπιβουλὴν ἐξετασθῆναι μετὰ πάσης ἀκριβείας. ἐξετασθέντων δὲ αὐτῶν κατέθεντο τὰ τῆς ἐπιβουλῆς, καὶ ὅτι Θεόδωρον ἐβούλοντο ποιῆσαι βασιλέα. ὁ δὲ Φωκᾶς ἐκέλευσεν ἀποκεφαλισθῆναι Θεόδωρον καὶ Ἐλπίδιον καὶ Ἀναστάσιον καὶ πάντας τοὺς ἐγνωκότας τὴν ἐπιβουλὴν αὐτοῦ.

Κόσμου ἔτη ͵ϛρβʹ. Τῆς θείας σαρκώσεως ἔτη χβʹ. Ρωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. αʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. κβʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιʹ. βʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ δʹ, ἡμέρᾳ βʹ, ἰνδικτιῶνος ιδʹ, ἧκεν Ἡράκλειος ἀπὸ Ἀφρικῆς φέρων πλοῖα καστελλωμένα, ἔχοντα ἐν τοῖς καταρτίοις κιβώτια καὶ εἰκόνας τῆς θεομήτορος, καθὰ καὶ ὁ Πισίδιος Γεώργιος λέγει, καὶ στρατὸν πολὺν ἀπὸ Ἀφρικῆς καὶ Μαυριτανίας· ὁμοίως καὶ Νικήτας, ὁ υἱὸς Γρηγορᾶ τοῦ πατρικίου, ἀπὸ Ἀλεξανδρείας καὶ Πενταπόλεως ἔχων μεθ' ἑαυτοῦ λαὸν πολὺν πεζικόν. ἦν δὲ Ἡράκλειος ὁρμασάμενος Εὐδοκίαν, τὴν θυγατέρα Ρογᾶ τοῦ Ἄφρου, ἥτις τῷ καιρῷ τούτῳ ἦν ἐν Κωνσταντινουπόλει ἅμα Ἐπιφανείᾳ, τῇ μητρὶ Ἡρακλείου. ἀκούσας δὲ ὁ Φωκᾶς, ὅτι ἐστὶν ἐν τῇ πόλει ἡ μήτηρ Ἡρακλείου καὶ ἡ τούτῳ μεμνηστευμένη Εὐδοκία, ἐκράτησεν αὐτὰς καὶ ἐφύλαξεν εἰς τὸ δεσποτικὸν μοναστήριον, τὸ ἐπιλεγόμενον τῆς Νέας Μετανοίας. καταλαβὼν δὲ Ἡράκλειος τὴν Ἄβυδον εὗρε Θεόδωρον, τὸν κόμητα τῆς Ἀβύδου, καὶ ἀνακρίνας ἔμαθε παρ' αὐτοῦ τὰ κινούμενα ἐν Κωνσταντινουπόλει. ὁ δὲ Φωκᾶς ἀπέστειλε τὸν ἀδελφὸν αὐτοῦ, Δομεντζίολον τὸν μάγιστρον, φυλάττειν τὰ Μακρὰ τείχη· μαθὼν δὲ ὁ μάγιστρος, ὅτι κατέλαβεν Ἡράκλειος τὴν Ἄβυδον, ἔφυγε καταλιπὼν τὰ τείχη καὶ εἰσῆλθεν ἐν Κωνσταντινουπόλει. ὁ δὲ Ἡράκλειος ἐδέξατο ἐν Ἀβύδῳ πάντας τοὺς ἐξορισθέντας ἄρχοντας, οὓς ἐξώρισε Φωκᾶς, καὶ ἀνῆλθε σὺν αὐτοῖς εἰς Ἡράκλειαν. Στέφανος δέ, ὁ τῆς Κυζίκου μητροπολίτης, λαβὼν στέμμα ἐκ τῆς ἐκκλησίας τῆς ἁγίας θεοτόκου Ἀρτάκης ἀπήγαγεν αὐτὸ τῷ Ἡρακλείῳ. καταλαβὼν δὲ τὴν Κωνσταντινούπολιν προσώρμισε τῷ λιμένι τῆς Σοφίας· καὶ πολέμου κροτηθέντος νικᾷ τῇ χάριτι τοῦ Χριστοῦ [Φωκᾶν] τὸν τύραννον. οἱ δὲ δῆμοι τοῦτον παραλαβόντες ἀνεῖλον, πυρὶ κατακαύσαντες αὐτὸν ἐν τῷ Βοΐ. εἰσελθὼν δὲ Ἡράκλειος εἰς τὰ βασίλεια ἐστέφθη ὑπὸ Σεργίου πατριάρχου ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου Στεφάνου ἐν τῷ παλατίῳ. ἐστέφθη δὲ τῇ αὐτῇ ἡμέρᾳ καὶ ἡ μεμνηστευμένη αὐτῷ Εὐδοκία αὐγούστα, καὶ ἔλαβον ἀμφότεροι παρὰ Σεργίου πατριάρχου τοὺς στεφάνους τοῦ γάμου· καὶ τῇ αὐτῇ ἡμέρᾳ ὁμοῦ αὐτοκράτωρ καὶ νυμφίος ἀναδείκνυται. τῷ δὲ Μαΐῳ μηνὶ ἐστράτευσαν οἱ Πέρσαι κατὰ Συρίας καὶ παρέλαβον τὴν Ἀπάμειαν καὶ τὴν Ἔδεσαν καὶ ἦλθον ἕως Ἀντιοχείας.οἱ δὲ Ρωμαῖοι συναντήσαντες αὐτοῖς ἐπολέμησαν, καὶ ἡττήθησαν Ρωμαῖοι· καὶ διωλέσθη πᾶς ὁ λαὸς τῶν Ρωμαίων, ὥστε ὀλίγους λίαν ἐξειλῆσαι. τῷ δὲ Ἰουλίῳ μηνὶ ζʹ, τῇ αὐτῇ ἰνδικτιῶνι, ἐτέχθη τῷ βασιλεῖ Ἐπιφάνεια, θυγάτηρ Εὐδοκίας, καὶ τῷ Αὐγούστῳ μηνὶ ιεʹ ἐβαπτίσθη ἐν Βλαχέρναις ὑπὸ Σεργίου πατριάρχου.

Κόσμου ἔτη ͵ϛργʹ. Τῆς θείας σαρκώσεως ἔτη χγʹ. Ρωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. βʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. κγʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἰωάννης ἔτη ιʹ. γʹ. Τούτῳ τῷ ἔτει παρέλαβον οἱ Πέρσαι Καισάρειαν τῆς Καππαδοκίας καὶ πολλὰς μυριάδας ἐν αὐτῇ ᾐχμαλώτευσαν. Ἡράκλειος δὲ ὁ βασιλεὺς εὗρε παραλελυμένα τὰ τῆς πολιτείας Ρωμαίων πράγματα. τήν τε γὰρ Εὐρώπην οἱ Ἄβαρεις ἠρήμωσαν, καὶ τὴν Ἀσίαν οἱ Πέρσαι πᾶσαν κατέστρεψαν καὶ τὰς πόλεις ᾐχμαλώτευσαν καὶ τὸν τῶν Ρωμαίων στρατὸν ἐν τοῖς πολέμοις ἀνήλωσαν. καὶ ταῦτα ἰδὼν ἐν ἀπορίᾳ ἦν, τί δράσῃ. ἐρευνήσας γὰρ τὸν στρατόν, εἰ ἄρα ἐσώζοντο ἐκ τῶν μετὰ Φωκᾶ κατὰ Μαυρικίου στρατευσάντων ἐπὶ τῆς τούτου τυραννίδος, δύο μόνους εὗρεν ἐν πᾶσι τοῖς θέμασιν. Τῷ δ' αὐτῷ ἔτει μηνὶ Μαΐῳ γʹ, ἰνδικτιῶνος ιεʹ, ἐτέχθη τῷ βασιλεῖ υἱὸς ἀπὸ Εὐδοκίας, Ἡράκλειος ὁ μικρός, ὁ καὶ νέος Κωνσταντῖνος. τῷ δὲ Αὐγούστῳ μηνὶ ιδʹ ἐτελεύτησεν Εὐδοκία ἡ αὐγούστα, τῇ αὐτῇ ιεʹ ἰνδικτιῶνι. γʹ. κδʹ. δʹ. δʹ. δʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ὀκτωβρίῳ δʹ, ἰνδικτιῶνος αʹ, ἐστέφθη Ἐπιφάνεια, ἡ θυγάτηρ Ἡρακλείου, ὑπὸ Σεργίου πατριάρχου αὐγούστα ἐν τῷ εὐκτηρίῳ τοῦ ἁγίου Στεφάνου ἐν τῷ παλατίῳ. τῷ δὲ Δεκεμβρίῳ μηνὶ κεʹ, τῇ αὐτῇ αʹ ἰνδικτιῶνι, ἐστέφθη Ἡράκλειος, ὁ υἱὸς Ἡρακλείου, ὁ νέος, ὁ καὶ Κωνσταντῖνος, ὑπὸ Σεργίου πατριάρχου. Τῷ δ' αὐτῷ ἔτει ἐπεστράτευσαν Σαρακηνοὶ κατὰ Συρίας καὶ λυμηνάμενοι ἱκανὰ χωρία ὑπέστρεψαν. δʹ. κεʹ. εʹ. εʹ. εʹ. Τούτῳ τῷ ἔτει παρέλαβον οἱ Πέρσαι τὴν Δαμασκὸν καὶ ᾐχμαλώτευσαν λαὸν πολύν. Ἡράκλειος δὲ ὁ βασιλεὺς πρέσβεις πρὸς Χοσρόην ἀπέστειλε παύσασθαι τοῦ ἐκχέειν ἀνηλεῶς τὰ αἵματα τῶν ἀνθρώπων καὶ ὁρίσαι φόρους καὶ λαμβάνειν πάκτα. ὁ δὲ τοὺς πρέσβεις ἀπράκτους ἀπέλυσεν, μὴ ποιησάμενος αὐτοῖς λόγον, ἐλπίζων τελείως παραλαβεῖν τὴν τῶν Ρωμαίων ἀρχήν. ὁ δὲ Ἡράκλειος τῷ αὐτῷ χρόνῳ ἔγημε Μαρτῖναν καὶ ἀνηγόρευσεν αὐτὴν αὐγούσταν στέψας αὐτὴν εἰς τὸν Αὐγουστέα, στεφθεῖσαν ὑπὸ Σεργίου πατριάρχου. εʹ. κϛʹ. ϛʹ. ϛʹ. ϛʹ. Τούτῳ τῷ ἔτει παρέλαβον οἱ Πέρσαι τὸν Ἰορδάνην καὶ Παλαιστίνην καὶ τὴν ἁγίαν πόλιν πολέμῳ καὶ πολλοὺς ἀπέκτειναν ἐν αὐτῇ διὰ χειρὸς τῶν Ἰουδαίων, ὥς φασί τινες, μυριάδας ἐννέα. οὗτοι γὰρ ὠνούμενοι τοὺς Χριστιανοὺς καθὰ εὐπόρει ἕκαστος ἀπέκτεινον αὐτούς. Ζαχαρίαν δέ, τὸν πατριάρχην Ἱεροσολύμων, καὶ τὰ τίμια καὶ ζωοποιὰ ξύλα λαβόντες σὺν αἰχμαλωσίᾳ πολλῇ ἐν Περσίδι ἀπήγαγον. Τῷ δ' αὐτῷ ἔτει ἐτέχθη τῷ βασιλεῖ ἀπὸ Μαρτίνης Κωνστανστῖνος ἕτερος, καὶ ἐβαπτίσθη ἐν Βλαχέρναις ὑπὸ Σεργίου πατριάρχου. ϛʹ. κζʹ. ζʹ. ζʹ. ζʹ. Τούτῳ τῷ ἔτει παρέλαβον οἱ Πέρσαι πᾶσαν τὴν Αἴγυπτον καὶ Ἀλεξάνδρειαν καὶ Λιβύην καὶ ἕως Αἰθιοπίας, καὶ λαβόντες αἰχμαλωσίαν πολλὴν καὶ λάφυρα πάμπολλα καὶ χρήματα ὑπέστρεψαν. τὴν δὲ Καρχηδόνα οὐκ ἴσχυσαν παραλαβεῖν, ἀλλὰ φρουρὰν ἐάσαντες τοῦ πολιορκεῖν αὐτὴν ἀνεχώρησαν. ζʹ. κηʹ. ηʹ. ηʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἐστράτευσαν οἱ Πέρσαι κατὰ Καρχηδόνος καὶ ταύτην παρέλαβον πολέμῳ. τῷ δ' αὐτῷ ἔτει μηνὶ Ἰαννουαρίῳ αʹ, ἰνδικτιῶνος εʹ, ὑπάτευσε Κωνσταντῖνος ὁ νέος, ὁ καὶ Ἡράκλειος καὶ Ἡρακλείου υἱός· καὶ προεβάλετο καίσαρα Κωνσταντῖνον τὸν μικρόν, τὸν ἴδιον ἀδελφόν, τὸν ἐξ Ἡρακλείου καὶ Μαρτίνης γεννηθέντα. ηʹ. κθʹ. θʹ. θʹ. θʹ. Τούτῳ τῷ ἔτει πάλιν Ἡράκλειος ἀπέστειλε πρέσβεις ἐν Περσίδι πρὸς Χοσρόην αἰτούμενος εἰρήνην. ὁ δὲ Χοσρόης καὶ πάλιν αὐτοὺς ἀπεπέμψατο εἰρηκώς· «οὐ φείσομαι ὑμῶν ἕως ἂν ἀρνήσησθε τὸν ἐσταυρωμένον, ὃν λέγετε θεὸν εἶναι, καὶ προσκυνήσητε τῷ ἡλίῳ.» θʹ. λʹ. ιʹ. ιʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἐστράτευσαν οἱ Ἄβαρεις κατὰ τῆς Θρᾴκης. καὶ ἀποστείλας Ἡράκλειος πρέσβεις πρὸς αὐτοὺς ᾐτεῖτο εἰρήνην· καὶ συνθεμένου τοῦ Χαγάνου ταύτην ποιεῖν, ἐξῆλθεν ὁ βασιλεὺς ἔξω τοῦ Μακροῦ τείχους μετὰ πάσης δορυφορίας βασιλικῆς καὶ δώρων πολλῶν καὶ μεγάλων ὑποδέξασθαι τὸν Χαγάνον, λαβὼν τὰ πιστὰ παρ' αὐτοῦ τοῦ ποιῆσαι πρὸς ἀλλήλους σπονδὰς εἰρηνικάς. ὁ δὲ βάρβαρος ἐκεῖνος τάς τε συνθήκας ἀθετήσας καὶ τοὺς ὅρκους ἄφνω τυραννικῶς κατὰ τοῦ βασιλέως ἐχώρησεν. ἐκπλαγεὶς δὲ ὁ βασιλεὺς τῷ ἀπροσδοκήτῳ τοῦ πράγματος φυγὰς ἐπὶ τὴν πόλιν ὑπέστρεψεν. λαβὼν δὲ ὁ βάρβαρος τήν τε βασιλικὴν ἀποσκευὴν καὶ δορυφορίαν καὶ ὅσους καταλαβεῖν ἠδυνήθη, ὑπέστρεψε πολλὰ χωρία τῆς Θρᾴκης ληϊσάμενος ἐκ τοῦ ἀπροσδοκήτου ἀπατηθέντας τῇ ἐλπίδι τῆς εἰρήνης.

Κόσμου ἔτη ͵ϛριαʹ. Τῆς θείας σαρκώσεως ἔτη χιαʹ. Ρωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. ιʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. λαʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. ιαʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. ιαʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. αʹ. Τούτῳ τῷ ἔτει Ἡράκλειος πρὸς τὸν Χαγάνον τῶν Ἀβάρωνπρέσβεις ἀποστείλας ἐνεκάλει περὶ τῶν ὑπ' αὐτοῦ γεγονότων ἀθέσμων καὶ πρὸς εἰρήνην προετρέπετο. ἐπιστρατεῦσαι γὰρ διανοούμενος κατὰ Περσίδος εἰρηνεύειν μετὰ τοῦ Χαγάνου ἤθελεν. ὁ δὲ Χαγάνος αἰδεσθεὶς τὴν τοῦ βασιλέως ἀγάπην μετανοεῖν ἐπηγγέλλετο καὶ εἰρήνην ποιεῖν ὑπισχνεῖτο· καὶ στοιχήσαντες πάκτα ὑπέστρεψαν οἱ πρέσβεις ἐν εἰρήνῃ. Τῷ δ' αὐτῷ ἔτει παρέλαβον οἱ Πέρσαι τὴν Ἄγκυραν Γαλατίας πολέμῳ. ιαʹ. λβʹ. ιβʹ. ιβʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐσκλήρυνε Χοσρόης τὸν ζυγὸν αὐτοῦ ἐπὶ πάντας ἀνθρώπους εἰς αἱμοβορίαν καὶ φορολογίαν. ἐπαρθεὶς γὰρ τῇ νίκῃ οὐκέτι ἐν τῷ καθεστῶτι εἶναι ἠδύνατο. τότε Ἡράκλειος ζῆλον θεοῦ ἀναλαβὼν καὶ μετὰ τῶν Ἀβάρων εἰρηνεύσας, ὡς ἐνόμιζεν, μετήνεγκε τὰ στρατεύματα τῆς Εὐρώπης ἐπὶ τὴν Ἀσίαν καὶ διενοεῖτο τῇ συνεργίᾳ τοῦ θεοῦ κατὰ Περσίδος χωρῆσαι. ιβʹ. λγʹ. ιγʹ. ιγʹ. γʹ. Τούτῳ τῷ ἔτει μηνὶ Ἀπριλλίῳ δʹ, ἰνδικτιῶνος ιʹ, τελέσας ὁ βασιλεὺς Ἡράκλειος τὴν ἑορτὴν τοῦ πάσχα εὐθέως τῇ δευτέρᾳ ἑσπέρας ἐκίνησε κατὰ Περσίδος. λαβὼν δὲ τὰ τῶν εὐαγῶν οἴκων χρήματα ἐν δανείῳ, ἀπορίᾳ κατεχόμενος ἔλαβε καὶ τῆς μεγάλης ἐκκλησίας πολυκάνδηλά τε καὶ ἕτερα σκεύη ὑπουργικά, χαράξας νομίσματά τε καὶ μιλιαρίσια πάμπολλα. κατέλιπε δὲ τὸν ἴδιον υἱὸν σὺν τῷ πατριάρχῃ Σεργίῳ ἐν Κωνσταντινουπόλει διοικεῖν τὰ πράγματα σὺν Βωνόσῳ τῷ πατρικίῳ, ἀνδρὶ ἐχέφρονι καὶ τὰ πάντα συνετῷ καὶ πεπειραμένῳ. ἔγραψε δὲ καὶ πρὸς τὸν Χαγάνον τῶν Ἀβάρων παρακλήσεις τοῦ ἐπικουρεῖν τὰ τῶν Ρωμαίων πράγματα, ὡς φιλίαν σπεισάμενον πρὸς αὐτόν, καὶ ἐπίτροπον τοῦ ἑαυτοῦ υἱοῦ τοῦτον ὠνόμασεν. ἀπάρας δὲ τῆς βασιλευούσης πόλεως ἐξῆλθε κατὰ τὰς λεγομένας Πύλας πλοῒ τὴν πορείαν ποιησάμενος. ἐντεῦθεν δὲ ἐπὶ τὰς τῶν θεμάτων χώρας ἀφικόμενος συνέλεγε τὰ στρατόπεδα καὶ προσετίθει αὐτοῖς νέαν στρατείαν. τούτους δὲ γυμνάζειν ἤρξατο καὶ τὰ πολεμικὰ ἔργα ἐξεπαίδευσεν. διχῇ γὰρ διελὼν τὸν στρατὸν παρατάξεις τε καὶ συμβολὰς πρὸς ἀλλήλους ἀναιμωτὶ ποιήσασθαι ἐκέλευσεν, κραυγήν τε πολεμικὴν καὶ παιᾶνας καὶ ἀλαλαγμὸν καὶ διέγερσιν ἔχειν τούτους ἐδίδασκεν, ἵνα, κἂν ἐν πολέμοις εὑρίσκωνται, μὴ ξενίζωνται, ἀλλὰ θαρροῦντες ὡς εἰς παίγνιον κατὰ τῶν ἐχθρῶν χωρήσωσιν. λαβὼν δὲ ὁ βασιλεὺς ἐν χερσὶ τὴν θεανδρικὴν μορφήν, ἣν χεῖρες οὐκ ἔγραψαν, ἀλλ' οἵαν ἐν εἰκόνι ὁ πάντα μορφῶν καὶ διαπλάττων λόγος ἄνευ γραφῆς μόρφωσιν, ὡς ἄνευ σπορᾶς κύησιν ἤνεγκεν, καὶ τούτῳ πεποιθὼς τῷ θεογράφῳ τύπῳ ἀπήρξατο τῶν ἀγώνων, πιστὰ δοὺς τῷ λαῷ, ὡς σὺν αὐτοῖς μέχρι θανάτου ἀγωνίσηται καὶ ὡς τέκνοις οἰκείοις τούτοις συναρμόσηται. ἐβούλετο γὰρ τὴν ἐξουσίαν οὐ φόβῳ, ὅσον ἐν πόθῳ ἔχειν. εὑρὼν δὲ τὸν στρατὸν εἰς ῥαθυμίαν πολλὴν καὶ δειλίαν, ἀταξίαν τε καὶ ἀκοσμίαν καθεστῶτα καὶ εἰς πολλὰ τῆς γῆς μέρη ἐσπαρμένον συντόμως πάντας εἰς ἓν συνήγαγεν. καὶ πάντες ὡς ἐκ μιᾶς συμφωνίας ὕμνησαν τὸ κράτος καὶ τὴν ἀνδρείαν τοῦ βασιλέως. αὐτὸς δὲ τοῖς λόγοις τούτους ἐπιρρωννύων ἔλεγεν· «ὁρᾶτε, ἀδελφοὶ καὶ τέκνα, ὡς οἱ ἐχθροὶ τοῦ θεοῦ κατεπάτησαν ἡμῶν τὴν χώραν καὶ τὰς πόλεις ἠρήμωσαν καὶ τὰ θυσιαστήρια κατέκαυσαν καὶ τὰς τραπέζας τῶν ἀναιμάκτων θυσιῶν αἱμάτων μιαιφόνων ἐπλήρωσαν, καὶ τὰς ἀδέκτους τῶν παθῶν ἐκκλησίας ἐν ἡδοναῖς χραίνουσιν ἐμπαθεστάταις.» πάλιν δὲ τὸν λαὸν πρὸς γυμνασίαν πολεμικὴν ὥπλιζε τάξεις δύο ἐνόπλους ποιησάμενος, σάλπιγγές τε καὶ φάλαγγες ἀσπίδων, καὶ λαὸς τεθωρακισμένος ἵστατο. ἐπεὶ δὲ ἀσφαλῶς συνέστησαν τὰ τάγματα, συμβαλεῖν ἀλλήλοις ἐκέλευσεν, ὠθισμοί τε βίαιοι καὶ συγκρούσματα πρὸς ἀλλήλους ἐγίνοντο, καὶ σχηματισμὸς πολέμου ἐδείκνυτο. καὶ ἦν ἰδεῖν φρικτὸν θέαμα φόβου χωρὶς κινδύνων, καὶ πρὸς φόνους συννεύσεις αἱμάτων δίχα, καὶ πρὸ τῆς ἀνάγκης τῆς ἀνάγκης τοὺς τρόπους, ὅπως ἕκαστος ἐκ τῆς ἀκινδύνου σφαγῆς λαβὼν ἀφορμὰς ἀσφαλέστερος μένῃ. οὕτω δὲ καθοπλίσας πάντας παρήγγειλεν ἀδικίας ἀπέχεσθαι καὶ εὐσεβείας ἀντέχεσθαι. παραγενόμενος δὲ ἐπὶ τὰ μέρη Ἀρμενίας προτρέχειν ἐκέλευσεν ἐπιλέκτους· τῶν δὲ Σαρακηνῶν τότε ὑπὸ πάκτων ὄντων τῶν Περσῶν πλῆθος ἱππέων λάθρα ἐπιπεσεῖν τῷ βασιλεῖ διενοεῖτο. οἱ δὲ προτρέχοντες τοῦ βασιλέως τούτοις συναντήσαντες τόν τε στρατηγὸν αὐτῶν δεσμώτην ἤγαγον πρὸς Ἡράκλειον καὶ τούτους τρεψάμενοι πολλοὺς ἀνεῖλον. ἐπεὶ δὲ χειμὼν κατέλαβεν, ἀποκλίνας ὁ βασιλεὺς πρὸς τὸ Πόντιον κλίμα, ἔδοξε τοῖς βαρβάροις ἐν τούτῳ αὐτὸν παραχειμάζοντα πολιορκεῖν. λαθὼν δὲ τοὺς Πέρσας καὶ ἐπιστραφεὶς εἰς τὴν Περσίδα εἰσβάλλει. τοῦτο μαθόντες οἱ βάρβαροι εἰς ῥᾳθυμίαν ἦλθον τῷ ἀπροσδοκήτῳ τῆς τούτου εἰσόδου. ὁ δὲ Σάρβαρος, ὁ τῶν Περσῶν στρατηγός, λαβὼν τὴν ἑαυτοῦ δύναμιν ἦλθεν ἐν Κιλικίᾳ, ὅπως ἐπὶ Ρωμανίαν ἐξελθὼν τοῦτον περιτρέψῃ. φοβηθεὶς δέ, μὴ διὰ τῆς Ἀρμενίας εἰς τὴν Περσίδα ὁ βασιλεὺς εἰσβαλὼν ταύτην ταράξῃ, οὐκ εἶχε τὸν ἑαυτοῦ λογισμὸν βεβηκότα, ὅ τι δράσῃ. ὅμως ἠναγκάσθη ἀκολουθεῖν ὀπίσω τοῦ Ρωμαϊκοῦ στρατοῦ, κλέψαι μεριμνῶν τὸν πόλεμον καὶ διὰ νυκτὸς ἀφεγγοῦς τούτοις προσβαλεῖν. πανσελήνου δὲ οὔσης τῆς νυκτός, ἀπεκρούσθη τοῦ σκέμματος, καὶ τὴν πρὶν σεβασμίαν αὐτῷ ἐδυσφήμει σελήνην. ἡ δὲ σελήνη ὑπέστη κατ' αὐτὴν τὴν νύκτα ἐκ τοῦ συμβεβηκότος. ἐκ τούτου ἐδειλία ὁ Σάρβαρος προσβαλεῖν τῷ βασιλεῖ καὶ τὰ ὄρη κατέλαβεν ὡς αἱ δορκάδες ὁρῶν τὴν καλλίτεχνον καὶ σοφὴν στρατηγίαν ἀφ' ὕψους τῶν Ρωμαίων. γνοὺς δὲ ὁ βασιλεὺς τὴν τούτου δειλίαν, θαρρῶν ἐν τόποις ηὐλίζετο ἀναπαύσεως πλήρεσιν, ἐρεθίζων τοῦτον πρὸς πόλεμον. κατερχόμενοι δὲ λάθρα τοῦ ὄρους πολλάκις συμπλοκὰς μερικὰς ἐποιοῦντο, καὶ ἐν παντὶ οἱ Ρωμαῖοι ἐπροτέρευον, καὶ θάρσος ἐπὶ πλεῖον ὁ στρατὸς ἐλάμβανεν, ὁρῶντες τὸν βασιλέα παντὶ προπηδῶντα καὶ εὐτόλμως πολεμοῦντα. Πέρσης δέ τις πρὸ ὀλίγου χρόνου πρόσφυξ γενόμενος ἐν τῷ στρατῷ τοῦ βασιλέως ἐτάττετο. οὗτος ἀποδρὰς πρὸς τοὺς Πέρσας ἀπῆλθεν ἐλπίζων αὐτοὺς τὴν Ρωμαίων στρατιὰν ὀλέσαι. ἰδὼν δὲ αὐτῶν τὴν δειλίαν μετὰ δεκάτην ἡμέραν πρὸς τὸν βασιλέα ἦλθε καὶ πᾶσαν ἀκριβῶς τὴν τῶν βαρβάρων ἐξεῖπεν ἀτολμίαν. ὁ δὲ Σάρβαρος μηκέτι ὑποφέρων τὴν ἐν τῷ ὄρει διατριβὴν ἠναγκάσθη πρὸς πόλεμον ὁρμῆσαι, εἰς τρία δὲ μέρη διελὼν τὸ στράτευμα κατῆλθεν ἄφνω ἐπιφωσκούσης ἡμέρας πρὸ τῆς τοῦ ἡλίου ἀναβάσεως εὐτρεπισάμενος πρὸς πόλεμον. ὁ δὲ βασιλεὺς προγνοὺς καὶ συντάξας τὸν στρατὸν ὁμοίως εἰς τρεῖς φάλαγγας εἰς τὴν μάχην προήγαγεν. τοῦ δὲ ἡλίου ἀνατείλαντος, καὶ τοῦ βασιλέως κατὰ ἀνατολὰς εὑρεθέντος, τοὺς Πέρσας ἐσκότιζεν ἡ τούτου ἀκτίς, ἣν ὡς θεὸν προσεκύνουν. ὁ δὲ βασιλεὺς ἐσχημάτισε τὸν λαὸν αὐτοῦ εἰς φυγὴν τραπέντας· καὶ λύσαντες ἐκεῖνοι τὰς φάλαγγας ἀκρατῶς διώκειν τούτους ἐνόμιζον. ἐπιστραφέντες οὖν οἱ Ρωμαῖοι εὐψύχως τούτους ἐτρέψαντο καὶ πολλοὺς ἀνεῖλον, ἐλάσαντές τε αὐτοὺς εἰς τὸ ὄρος εἰς κρημνοὺς αὐτοὺς ἐνέβαλον καὶ τόπους δυσβάτους καὶ πάντας αὐτῶν συνέτριψαν· ἐν δὲ τοῖς κρημνοῖς αἰγῶν ἀγρίων δίκην ἐσκηνοβάτουν. πολλοὺς δὲ καὶ ζῶντας ἐζώγρησαν. παρέλαβον δὲ καὶ τὸ τούτων στρατόπεδον καὶ πᾶσαν τὴν ἀποσκευὴν αὐτῶν. οἱ δὲ Ρωμαῖοι πρὸς ὕψος τὰς χεῖρας ἐκτείναντες τῷ θεῷ ηὐχαρίστουν καὶ τῷ στρατηγήσαντι καλῶς βασιλεῖ συντόνως προσηύχοντο. οἱ γὰρ πρὶν μηδὲ Περσικὴν κόνιν τολμήσαντες ἰδεῖν νῦν τὰς σκηνὰς τούτων ἀσαλεύτους εὑρόντες ἐλαφυραγώγησαν. τίς γὰρ ἤλπιζε τὸ τῶν Περσῶν δυσμαχώτατον γένος νῶτα δοῦναί ποτε Ρωμαίοις; ὁ δὲ βασιλεὺς τὸν στρατὸν σὺν τῷ στρατηγῷ καταλιπὼν εἰς Ἀρμενίαν παραχειμάσαι αὐτὸς εἰς Βυζάντιον ὑπέστρεψεν.

Κόσμου ἔτη ͵ϛριδʹ. Τῆς θείας σαρκώσεως ἔτη χιδʹ. Ρωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. ιγʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. λεʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. ιδʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. ιδʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. δʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαρτίῳ ιεʹ, ἰνδικτιῶνος ιαʹ, ἀπάρας ὁ βασιλεὺς Ἡράκλειος τῆς βασιλίδος πόλεως κατὰ τάχος ἀφίκετο εἰς Ἀρμενίαν. Χοσρόης δέ, ὁ τῶν Περσῶν βασιλεύς, ἀπέστειλε τὸν Σαρβαραζᾶν σὺν τῷ ἑαυτοῦ στρατῷ εἰσβαλεῖν εἰς τὴν τῶν Ρωμαίων γῆν. Ἡράκλειος δὲ ἔγραφε πρὸς Χοσρόην, ἢ τὴν εἰρήνην ἀσπάσασθαι, ἢ ἑαυτὸν εἰς τὴν Περσίδα σὺν τῷ ἑαυτοῦ στρατῷ εἰσβαλεῖν. ὁ δὲ Χοσρόης οὔτε τὴν εἰρήνην ἠσπάζετο οὔτε τι τὸν λόγον ἡγεῖτο, ὅτι Ἡράκλειος τολμᾷ τῇ Περσίδι πλησιάσαι. ὁ δὲ βασιλεὺς τῇ κʹ τοῦ Ἀπριλλίου μηνὸς εἰσέβαλεν εἰς τὴν Περσίδα. καὶ μαθὼν τοῦτο Χοσρόης τὸν Σαρβαραζᾶν ὑποστρέψαι ἐκέλευσεν· καὶ ἐπισυνάξας ἐκ πάσης τῆς Περσίδος τὰ ἑαυτοῦ στρατεύματα καὶ παραδοὺς αὐτὰ τῷ Σάϊν κατὰ τάχος ἑνωθῆναι αὐτὰ τῷ Σαρβαραζᾶν προσέταξε καὶ οὕτω χωρῆσαι κατὰ τοῦ βασιλέως. Ἡράκλειος δὲ προσκαλεσάμενος τὸ ἑαυτοῦ στράτευμα λόγοις παραινετικοῖς διήγειρεν αὐτούς, λέγων· «ἄνδρες ἀδελφοί μου, λάβωμεν εἰς νοῦν τὸν τοῦ θεοῦ φόβον καὶ ἀγωνισώμεθα τὴν τοῦ θεοῦ ὕβριν ἐκδικῆσαι. στῶμεν γενναίως κατ' ἐχθρῶν τῶν πολλὰ δεινὰ Χριστιανοῖς ἐργασαμένων. αἰδεσθῶμεν τὸ τῶν Ρωμαίων αὐτοδέσποτον κράτος, καὶ στῶμεν κατ' ἐχθρῶν δυσσεβῶς ὡπλισμένων. λάβωμεν πίστιν τῶν φόνων φονεύτριαν. ἀναλογισώμεθα ὅτι ἔνδον· ἐσμὲν τῆς τῶν Περσῶν γῆς καὶ μέγαν κίνδυνον φυγὴ φέρει. ἐκδικήσωμεν τὰς φθορὰς τῶν παρθένων, τὰ τετμημένα μέλη τῶν στρατιωτῶν ἡμῶν ὁρῶντες πονήσωμεν τὰς καρδίας. οὐκ ἔστιν ἄμισθος ὁ κίνδυνος, ἀλλ' αἰωνίου ζωῆς πρόξενος. στῶμεν ἀνδρείως, καὶ κύριος ὁ θεὸς συνεργήσει ἡμῖν, καὶ ὀλέσει τοὺς ἐχθροὺς ἡμῶν.» ταῦτα δὲ καὶ ἄλλα πολλὰ τοῦ βασιλέως παραινέσαντος τῷ λαῷ, ἀπεκρίθη αὐτῷ εἷς ὑπὲρ πάντων· «ἥπλωσας ἡμῶν τὰς καρδίας, δέσποτα, τὸ σὸν πλατύνας ἐν παραινέσει στόμα. ὤξυναν οἱ λόγοι σου τὰ ξίφη ἡμῶν, καὶ ἔμψυχα ταῦτα εἰργάσαντο. ἀνεπτέρωσας ἡμᾶς διὰ τῶν ῥημάτων σου. ἐρυθριῶμεν σὲ θεωροῦντες προάγοντα ἡμῶν ἐν ταῖς μάχαις, καὶ ἑπόμεθα ἐν πᾶσι τοῖς σοῖς κελεύσμασιν.» ὁ δὲ βασιλεὺς ἀναλαβὼν τὸ στράτευμα εὐθὺς ἐν τῇ ἐνδοτέρᾳ Περσίδι ἐχώρησε πυρὶ καταφλέγων τὰς πόλεις καὶ τὰς κώμας· καὶ γίνεταί τι θαῦμα κἀνταῦθα φοβερόν. ἐν γὰρ τῇ θερινῇ τροπῇ ἀὴρ γέγονε δροσώδης ψυχαγωγῶν τὸν τῶν Ρωμαίων στρατόν, ὥστε ἀγαθὰς ἐλπίδας ἀναλαβεῖν αὐτούς. ἀκούσας δὲ Ἡράκλειος, ὅτι Χοσρόης ἐν Γαζακῷ τῇ πόλει ἐστὶ σὺν μʹ χιλιάσιν ἀνδρῶν πολεμιστῶν, ὥρμησε κατ' αὐτοῦ· καὶ προπέμψας τινὰς τῶν ὑπ' αὐτὸν Σαρακηνοὺς προτρέχειν, συναντῶσι τῇ τοῦ Χοσρόου βίγλᾳ, καὶ τούτων τοὺς μὲν ἀνεῖλον, τοὺς δὲ πεδήσαντες σὺν τῷ στρατηγῷ αὐτῶν τῷ βασιλεῖ προσήνεγκαν. τοῦτο μαθὼν Χοσρόης, καταλιπὼν τὴν πόλιν καὶ τὸ στράτευμα φυγῇ ἐχρήσατο. ὁ δὲ Ἡράκλειος ἐπιδιώξας τοὺς μὲν φθάσας ἀνεῖλεν, οἱ δὲ λοιποὶ φυγόντες διεσκεδάσθησαν. καὶ καταλαβὼν ὁ βασιλεὺς τὴν Γαζακῶν πόλιν ἐν τοῖς ταύτης προαστείοις ἀνελάμβανε τὸν στρατὸν αὐτοῦ. οἱ δὲ καταφυγόντες πρὸς αὐτὸν Πέρσαι ἔλεγον, ὅτι φυγὼν ὁ Χοσρόης πυρὶ ἀνήλωσε πάντα τὰ λήϊα ἐν ἐκείνοις τοῖς τόποις ἐλθὼν εἰς Θηβαρμαῒς τὴν πόλιν ἐν τῇ ἀνατολῇ, ἐν ᾗ ὑπῆρχεν ὁ ναὸς τοῦ Πυρὸς καὶ τὰ χρήματα Κροίσου, τοῦ Λυδῶν βασιλέως, καὶ ἡ πλάνη τῶν ἀνθράκων. ταῦτα λαβὼν ἐπὶ τὸ Δασταγὲρδ ἐχώρει. ὁ δὲ βασιλεὺς ἀπάρας ἀπὸ Γαζακῶν καταλαμβάνει τὴν Θηβαρμαΐς· καὶ εἰσελθὼν ἐν ταύτῃ πυρὶ ἀνήλωσε τὸν τοῦ Πυρὸς ναὸν καὶ πᾶσαν τὴν πόλιν πυρὶ ἀναλώσας κατεδίωκεν ὀπίσω Χοσρόου ἐν τοῖς στενοῖς τῆς τῶν Μήδων χώρας, καὶ ἐν ταύταις ταῖς δυσχωρίαις τόπον ἐκ τόπου ὁ Χοσρόης ἤμειβεν· καὶ ὁ Ἡράκλειος τοῦτον διώκων πολλὰς πόλεις ἐπόρθησε καὶ χώρας. χειμῶνος δὲ καταλαβόντος, βουλὴν ἐποιεῖτο ποῦ παραχειμάσαι μετὰ τοῦ λαοῦ αὐτοῦ· καὶ οἱ μὲν ἔφασκον ἐν Ἀλβανίᾳ, οἱ δὲ κατ' αὐτὸν εἰσβαλεῖν τὸν Χοσρόην. ὁ δὲ βασιλεὺς ἐκέλευσε τὸν λαὸν ἁγνίζεσθαι τρεῖς ἡμέρας, καὶ ἀνοίξας τὰ τοῦ θεοῦ εὐαγγέλια εὗρεν ἐπιτρέποντα αὐτῷ ἐν Ἀλβανίᾳ παραχειμάσαι. εὐθέως οὖν ἐπιστρέψας ὥρμησεν ἐν Ἀλβανίᾳ. ἐν δὲ τῷ μεταξὺ τῆς ὁδοῦ ἔχων πολλὴν αἰχμαλωσίαν Περσῶν σὺν αὐτῷ οὐκ ὀλίγας ἐπιδρομὰς ὑπὸ τῶν Περσικῶν στρατευμάτων ἐδέχετο· αὐτὸς δὲ τῇ τοῦ θεοῦ συνεργίᾳ νίκην κατὰ πάντων ἤρατο. χειμῶνος δὲ σφοδροῦ ἐπιπεσόντος αὐτῷ ἐν τῇ ὁδῷ καὶ κρύους, φθάσας αὐτὸς ἐν Ἀλβανίᾳ νʹ χιλιάδας δεσμίους ἔχων τούτους τῇ εὐσυμπαθήτῳ αὐτοῦ καρδίᾳ ἐλεήσας τῶν δεσμῶν ἔλυσεν, καὶ ἐπιμελείας καὶ ἀναπαύσεως μετεδίδου· ὥστε πάντες μετὰ δακρύων τούτῳ ηὔχοντο ῥύστῃ γενέσθαι καὶ τῆς Περσίδος, τὸν κοσμόλεθρον ἀνελόντι Χοσρόην. ιδʹ. λϛʹ. ιεʹ. ιεʹ. εʹ. Τούτῳ τῷ ἔτει Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, Σαραβλαγγᾶν προεβάλετο στρατηγόν, ἄνδρα δραστήριον καὶ τύφῳ πολλῷ ἐπηρμένον· καὶ παραδοὺς αὐτῷ στρατὸν τοὺς λεγομένους Χοσροηγέτας καὶ Περοζίτας ἐν Ἀλβανίᾳ ἔστειλε κατὰ Ἡρακλείου. εἰσβαλόντες δὲ εἰς τὰ ἄκρα τῆς Ἀλβανίας οὐκ ἐθάρρησαν κατὰ πρόσωπον τοῦ βασιλέως πρὸς πόλεμον στῆναι· ἀλλὰ τὰς ἐπὶ Περσίδα ἀγούσας κλεισούρας ἐκράτησαν νομίζοντες τοῦτον λοχῆσαι. ὁ δὲ Ἡράκλειος ἅμα ἔαρι ἀπάρας τῆς Ἀλβανίας δι' ὑπτίων πεδίων καὶ τὰς τροφὰς δαψιλῶς εὐπορούντων τὴν πάροδον ἐποιεῖτο ἐπὶ Περσίδα, εἰ καὶ μήκους διάστημα πολλῇ ὁδῷ ἤνυεν. ὁ δὲ Σαραβλαγγᾶς διὰ τῆς στενῆς ὁδοῦ ὡς διὰ συντόμου ἤλαυνε τοῦ προλαβεῖν αὐτὸν ἐν τῇ χώρᾳ Περσίδος. Ἡράκλειος δὲ παρῄνει τῷ λαῷ λέγων· «γνῶμεν, ἀδελφοί, ὡς ἡ στρατιὰ τῶν Περσῶν ἐν τοῖς δυσβάτοις τόποις πλανωμένη τούς τε ἵππους αὐτῶν παραλύει καὶ αὐτοὺς ἐκνευροῖ. ἡμεῖς δὲ σπεύσωμεν κατὰ Χοσρόου χωρῆσαι ἐν πολλῷ τάχει, ὥστε ἐκ τοῦ ἀπροσδοκήτου ἐπιπεσόντες αὐτὸν θορυβήσωμεν.» ὁ δὲ λαὸς οὐ συνεβούλευε τοῦτο ποιῆσαι, μάλιστα οἱ τῶν Λαζῶν καὶ τῶν Ἀβασγῶν καὶ τῶν Ἰβήρων σύμμαχοι. ἐντεῦθεν ἐν συμφοραῖς περιπίπτουσιν. κατέλαβε γὰρ καὶ Σαρβαραζᾶς μετὰ τοῦ λαοῦ αὐτοῦ, οὓς ἐξώπλισε Χοσρόης πάσῃ δυνάμει καὶ ἀπέστειλε κατὰ Ἡρακλείου διὰ τῆς Ἀρμενίας. Σαραβλαγγᾶς δὲ ἠκολούθει ἐκ τῶν ὄπισθεν αὐτοῦ καὶ οὐ συνέβαλεν αὐτῷ ἐκδεχόμενος ἑνωθῆναι τῷ Σαρβαραζᾷ καὶ οὕτω τὸν πόλεμον συστήσασθαι. γνόντες δὲ οἱ Ρωμαῖοι τὴν ἔφοδον τοῦ Σαρβαραζᾶ εἰς δειλίαν ἐτράπησαν καὶ τοῖς ποσὶ τοῦ βασιλέως προσέπεσον δάκρυσι μετανοοῦντες διὰ τὴν κακῶς γενομένην αὐτῶν παρακοήν, γνόντες οἷον κακόν ἐστι δοῦλον μὴ εἴκειν τοῖς τοῦ δεσπότου βουλεύμασιν· καὶ ἔλεγον· «τὴν χεῖρά σου, δέσποτα, πρὶν ἀπολέσθαι ἡμᾶς τοὺς ἀθλίους· εἴκομεν γάρ σοι, ἐν οἷς ἂν κελεύῃς.» τότε ὁ βασιλεὺς ἔσπευσε συμβαλεῖν τῷ Σαραβλαγγᾷ, πρὶν ἢ ἑνωθῆναι τῷ λαῷ τοῦ Σαρβαραζᾶ, καὶ πολλὰς ἐκδρομὰς κατ' αὐτοῦ ποιησάμενος ἐν νυκτί τε καὶ ἡμέρᾳ εἰς δειλίαν αὐτὸν κατέστησεν· καὶ ὄπισθεν ἀμφοτέρους ἐάσας κατὰ Χοσρόου μετὰ σπουδῆς ἤλαυνεν. αὐτομολοῦσι δὲ δύο τῶν Ρωμαίων πρὸς τοὺς Πέρσας καὶ πείθουσιν αὐτοὺς ἐκ δειλανδρίας φεύγειν τοὺς Ρωμαίους. ἦλθε δὲ αὐτοῖς καὶ φήμη ἑτέρα, τὸν Σάϊν, στρατηγὸν Περσῶν, καταλαμβάνειν μεθ' ἑτέρου στρατεύματος εἰς βοήθειαν· καὶ τοῦτο μαθόντες Σαραβλαγγᾶς τε καὶ Σαρβαραζᾶς ἠγωνίσαντο προσβαλεῖν τῷ Ἡρακλείῳ πρὸς πόλεμον, πρὶν ἢ φθάσαι τὸν Σάϊν καὶ τῆς νίκης εἰς ἑαυτὸν μετενεγκεῖν τὸ κλέος. πιστεύσαντες δὲ καὶ τοῖς αὐτομόλοις ἐχώρησαν κατὰ Ἡρακλείου, καὶ πλησιάσαντες αὐτῷ ἠπλήκευσαν βουλόμενοι ἅμα τῷ πρωῒ συμβαλεῖν. ὁ δὲ Ἡράκλειος ἀπάρας ἀπὸ ἑσπέρας ὥδευσε δι' ὅλης τῆς νυκτός· καὶ μακρὰν γενόμενος ἀπ' αὐτῶν εὑρών τε πεδίον χλοηφόρον ἠπλήκευσεν ἐν αὐτῷ. οἱ δὲ βάρβαροι νομίσαντες ἐκ δειλίας φεύγειν ἀκόσμως ἤλαυνον τοῦ καταλαβεῖν αὐτόν. αὐτὸς δὲ ὑπαντήσας αὐτοῖς ἐκρότησε πόλεμον κατ' αὐτῶν. καταλαβὼν δὲ βουνόν τινα ἀλσώδη καὶ ἐπισωρεύσας τὸν λαὸν αὐτοῦ τῇ τοῦ θεοῦ συνεργίᾳ τρέπει τοὺς βαρβάρους, καὶ τούτους διὰ τῶν φαράγγων διώξας πλῆθος πολὺ ἀνεῖλεν. πίπτει δὲ καὶ ὁ Σαραβλαγγᾶς ξίφει πληγεὶς τὸ νῶτον. καὶ τούτων μεταξὺ τῶν ἀγώνων ὄντων, ἔφθασε καὶ ὁ Σάϊν σὺν τῷ ἑαυτοῦ στρατῷ, καὶ τοῦτον τρεψάμενος ὁ βασιλεὺς καὶ πολλοὺς ἐξ αὐτῶν ἀνελὼν τοὺς λοιποὺς διέσπειρε φεύγοντας· παρέλαβε δὲ καὶ τὸ τοῦλδον αὐτῶν. ὁ δὲ Σαρβαραζᾶς ἑνωθεὶς τῷ Σάϊν ἐπεσύναξε τοὺς σωθέντας βαρβάρους· καὶ πάλιν διενοοῦντο κατὰ Ἡρακλείου χωρεῖν. ὁ δὲ βασιλεὺς ἐπὶ τὴν τῶν Οὔννων χώραν καὶ τὰς τούτων δυσχωρίας ἤλαυνεν ἔν τε τραχέσι τόποις καὶ δυσβάτοις. οἱ δὲ βάρβαροι ὀπίσω αὐτοῦ ἠκολούθουν. οἱ δὲ Λαζοὶ ἅμα τοῖς Ἀβασγοῖς δειλιάσαντες ἀπέσπασαν ἑαυτοὺς τῆς τῶν Ρωμαίων συμμαχίας καὶ πρὸς τὴν ἰδίαν χώραν ἀνεχώρησαν. ὁ δὲ Σάϊν ἡσθεὶς ἐπὶ τούτῳ θυμῷ πολλῷ σὺν τῷ Σαρβάρῳ ἐχώρει κατὰ Ἡρακλείου. ὁ δὲ βασιλεὺς ἐπισυνάξας τὸν στρατὸν λόγοις ἀνεπτέρωσε καὶ παραινέσει τούτους ἤλειφε λέγων· «τὸ πλῆθος ὑμᾶς τῶν ἐχθρῶν, ἀδελφοί, μὴ ταραττέτω. θεοῦ γὰρ θέλοντος, εἷς διώξει χιλίους. θύσωμεν οὖν τῷ θεῷ ἑαυτοὺς ὑπὲρ τῆς τῶν ἀδελφῶν ἡμῶν σωτηρίας. λάβωμεν στέφος μαρτύρων, ἵνα καὶ ὁ μέλλων ἡμᾶς χρόνος ἐπαινέσῃ, καὶ ὁ θεὸς τοὺς μισθοὺς ἀποδώσῃ.» τούτοις καὶ ἄλλοις πλείοσι λόγοις παραθαρσύνας τὸν στρατὸν φαιδρῷ τῷ προσώπῳ παρατάττει τὸν πόλεμον, καὶ στάντες ἀπ' ἀλλήλων ἀπὸ μικροῦ διαστήματος ἀπὸ πρωῒ μέχρις ἑσπέρας ἀλλήλοις οὐ συνέβαλον. ἑσπέρας δὲ καταλαβούσης, ὁ βασιλεὺς τῆς ὁδοιπορίας εἴχετο. οἱ δὲ βάρβαροι πάλιν ὀπίσω αὐτοῦ ἤλαυνον. ἐναλλάξαντες δὲ τὴν ὁδὸν καὶ τοῦτον προλαβεῖν θελήσαντες ἐμπίπτουσιν εἰς τόπους τελματώδεις καὶ πλανῶνται καὶ εἰς μέγαν κίνδυνον ἦλθον. ὁ δὲ βασιλεὺς διαβὰς τὰ μέρη Περσαρμενίας παρέτρεχεν. τῆς δὲ γῆς ἐκείνης ὑπὸ Περσῶν κρατουμένης, πολλοὶ συνέτρεχον τῷ Σαρβαραζᾷ, καὶ ἐπηύξει τὸν ἑαυτοῦ λαόν. χειμῶνος δὲ γεγονότος, ἐσκορπίσθη τὸ πλῆθος ἐν τοῖς ἰδίοις τόποις πρὸς τὸ ἀναπαύεσθαι ἐν τοῖς οἴκοις αὐτῶν. τοῦτο δὲ Ἡράκλειος μαθὼν διανοεῖται ἐν νυκτὶ κλέψαι τὸν πόλεμον· καὶ τοῦ χειμῶνος ἐπικειμένου, καὶ ὑποψίας μηδεμιᾶς οὔσης τῷ Σαρβάρῳ, ἐπιλεξάμενος ἵππους εὐσθενεῖς καὶ τοῦ στρατοῦ τοὺς ἀνδρειοτέρους διχῆ ὁπλίσας τοὺς μὲν προάγειν ἐκέλευσε κατὰ τοῦ Σαρβάρου, αὐτὸς δὲ σὺν τοῖς ἑτέροις ὀπίσω τούτων εἵπετο. σπεύσαντες δὲ διὰ τῆς νυκτὸς καὶ καταλαβόντες τὸ χωρίον Σαλβανῶν ὥρᾳ θʹ τῆς νυκτός, Περσῶν ἐν αὐτῷ ὄντων καὶ γνόντων τὴν ἔφοδον, οἳ καὶ διαναστάντες ὥρμησαν κατ' αὐτῶν. οἱ δὲ Ρωμαῖοι τούτους πάντας ἀνεῖλον παρὲξ ἑνός, ὅστις τῷ Σαρβάρῳ ἐμήνυσεν. ὁ δὲ Σάρβαρος ἀναστὰς καὶ ἐπιβὰς ἵππῳ γυμνός τε καὶ ἀνυπόδητος φυγῇ τὴν σωτηρίαν ἐπορίσατο. τούτου δὲ τὰς γυναῖκας καὶ πᾶν τὸ Περσικὸν ἄνθος ἄρχοντάς τε καὶ σατράπας καὶ στρατιώτας ἐπιλέκτους καταλαβὼν ἀνελθόντας ἐν ταῖς τῶν οἴκων στέγαις καὶ πόλεμον κροτοῦντας διὰ τοῦ πυρὸς καθεῖλεν· καὶ οὓς μὲν ἔκτεινεν, οὓς δὲ πυρὶ ἀνήλωσεν, ἄλλοι δὲ χειροπέδαις ἐδεσμήθησαν καὶ μικροῦ δεῖν οὐδεὶς ἐκτὸς Σαρβάρου διεσώθη. ἔλαβον δὲ καὶ τὰ ὅπλα Σαρβάρου χρυσῆν ἀσπίδα τε καὶ μάχαιραν καὶ δόρυ καὶ τὴν διάλιθον καὶ χρυσῆν ζώνην καὶ τὰ ὑποδήματα αὐτοῦ. καὶ ταῦτα πάντα λαβὼν χωρεῖ κατὰ τῶν διεσπαρμένων ἐν τοῖς χωρίοις· οἵτινες μαθόντες τὴν τοῦ Σαρβάρου φυγὴν ἀκρατῶς ἔφυγον. αὐτὸς δὲ διώξας πολλοὺς αὐτῶν ἔκτεινε καὶ δεσμίους ἔλαβεν, καὶ οἱ λοιποὶ ἐν Περσίδι μετ' αἰσχύνης ὑπέστρεψαν. ὁ δὲ βασιλεὺς ἐπισυνάξας τὸ ἑαυτοῦ στρατόπεδον μετὰ χαρᾶς ἐν ἐκείνοις τοῖς τόποις παρεχείμασεν.
https://byzantium.gr/
Κόσμου ἔτη ͵ϛριϛʹ. Τῆς θείας σαρκώσεως ἔτη χιϛʹ. Ρωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. ιεʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. λζʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. ιʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. ιʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. ςʹ. Τούτῳ τῷ ἔτει μηνὶ Μαρτίῳ αʹ ἐπισυνάξας ὁ βασιλεὺς Ἡράκλειος τὸ ἑαυτοῦ στράτευμα βουλὴν ἐποιεῖτο, ποίᾳ ὁδῷ πορευθῇ. δύο γὰρ ὁδοὶ αὐτῷ προέκειντο στεναί τε καὶ δύσβατοι, ἡ μὲν ἐπὶ Τάραντον φέρουσα, ἡ δὲ ἐπὶ τὴν τῶν Σύρων γῆν. καὶ ἡ μὲν ἐπὶ Τάραντον διαφορωτέρα μὲν ἦν, ἀλλ' ἀπορίαν εἶχε πασῶν τῶν τροφῶν· ἡ δὲ ἐπὶ τὴν τῶν Σύρων τὸν Ταῦρον ὑπερβαίνουσα εὐπορίαν τε καὶ δαψίλειαν τῶν τροφῶν παρεῖχεν. ταύτην συγκρίνουσι πάντες, εἰ καὶ ἀποτομωτέρα καὶ χιόνι πολλῷ κατεχομένη ὑπῆρχεν. ταύτην δὲ κόπῳ πολλῷ ὑπερβάντες ἑπτὰ ἡμέραις καταλαμβάνουσι τὸν Τίγριν ποταμόν· καὶ τοῦτον περάσαντες καταλαμβάνουσι τὴν Μαρτυρόπολιν καὶ τὴν Ἄμιδαν· καὶ διαναπαύονται ὅ τε στρατὸς καὶ ἡ αἰχμαλωσία. ἐντεῦθεν καὶ γράμματα πρὸς τὸ Βυζάντιον ὁ βασιλεὺς ἠδυνήθη ἀποστεῖλαι καὶ τὰ καθ' ἑαυτὸν πάντα δηλῶσαι καὶ χαρὰν πολλὴν ἐμποιῆσαι τῇ πόλει. ὁ δὲ Σάρβαρος ἐπισυνάξας τὸν ἑαυτοῦ διασπαρέντα λαὸν ἐπῆλθε κατ' αὐτοῦ. ἐπιλεξάμενος δὲ ὁ βασιλεὺς ἴλην στρατιωτῶν ἀπέλυσε φυλάττειν τὰς πρὸς αὐτὸν ἀγούσας κλεισούρας· καὶ τὰς πρὸς ἀνατολὴν αὐτὸς ἐκδραμὼν διεξόδους ἀντιπρόσωπος ᾔει τῷ Σαρβάρῳ, καὶ περάσας τὸν Νυμφίον ποταμὸν κατέλαβε τὸν Εὐφράτην, ἐν οἷς ἦν πλεκτὴ γέφυρα ἐκ σχοίνων τε καὶ νηῶν. ὁ δὲ Σάρβαρος λύσας τὰ σχοινία τῆς γεφύρας ἀπὸ μιᾶς ὄχθης ἐπὶ τὴν ἑτέραν πᾶσαν τὴν γέφυραν μετήγαγεν. ἐλθὼν δὲ ὁ βασιλεὺς καὶ μὴ εὑρὼν περᾶσαι διὰ τῆς γεφύρας, παραδραμὼν εὗρε πόρον· καὶ ἀκινδύνως τοῦτον ἐπέρασε παραδόξως τῷ Μαρτίῳ μηνί, καὶ καταλαμβάνει τὰ Σαμόσατα· καὶ πάλιν τὸν Ταῦρον ὑπερβὰς εἰς Γερμανίκειαν ἀφίκετο, καὶ περάσας τὴν Ἄδανα ἦλθε πρὸς τὸν Σάρον ποταμόν. ὁ δὲ Σάρβαρος τὴν γέφυραν πάλιν εἰς τὸν ἴδιον τόπον ἐκτείνας τὸν Εὐφράτην ἐπέρασεν ἀνεμποδίστως καὶ ἠκολούθει ὀπίσω αὐτοῦ. ὁ δὲ βασιλεὺς περάσας τὴν γέφυραν τοῦ Σάρου καὶ εὑρὼν ἀνάπαυσιν τοῦ τε στρατοῦ καὶ τῶν ἀλόγων, ἐν αὐτῷ ἀπληκεύσας διανέπαυσεν αὐτούς· καταλαμβάνει δὲ καὶ ὁ Σάρβαρος εἰς τὸ ἀντίπερα μέρος. εὑρὼν δὲ τὴν γέφυραν καὶ τὰ ἐν αὐτῇ προπύργια ὑπὸ Ρωμαίων κρατηθέντα ἠπλήκευσεν. ἐκτρέχοντες δὲ διὰ τῆς γεφύρας πολλοὶ τῶν Ρωμαίων ἀτάκτως τοῖς Πέρσαις προσέβαλλον καὶ πολλὴν συγκοπὴν αὐτοῖς ἐποίουν· ὁ δὲ βασιλεὺς τούτους διεκώλυσεν ἀτάκτως παρεκθέειν, μήπως ὁδὸς γένηται τοῖς ἐναντίοις συνελθεῖν εἰς τὴν γέφυραν καὶ συμπερᾶσαι· ὁ δὲ λαὸς οὐκ ἐπείθετο τῷ βασιλεῖ. ὁ δὲ Σάρβαρος ποιήσας ἐγκρύμματα καὶ δείξας ἑαυτὸν ὡς φεύγοντα εἵλκυσε πολλοὺς Ρωμαίους παρὰ γνώμην τοῦ βασιλέως εἰς δίωξιν αὐτοῦ περᾶσαι· ὑποστρέψας δὲ καὶ τούτους τρεψάμενος, ὅσους ἔξω τῆς γεφύρας ἔφθασεν, ἀνεῖλε δίκην ὑποσχόντας τῆς παρακοῆς. ὁ δὲ βασιλεὺς ἑωρακὼς τοὺς βαρβάρους τῇ διώξει τὴν τάξιν λύσαντας, καὶ ἐκ τῶν ἐφεστώτων Ρωμαίων τοῖς προπυργίοις πολλοὺς ἀναιρουμένους, κατ' αὐτῶν ἐχώρησεν. ἀνὴρ δέ τις γιγαντιαῖος τῷ βασιλεῖ συναντήσας μέσον τῆς γεφύρας προσέβαλεν· ὁ δὲ βασιλεὺς τοῦτον πατάξας ἐν τῷ ῥείθρῳ τοῦ ποταμοῦ ἔρριψεν. τούτου δὲ πεσόντος, εἰς φυγὴν ἐτράπησαν οἱ βάρβαροι καὶ τῇ στενώσει τῆς γεφύρας ὡς βάτραχοι εἰς τὸν ποταμὸν ἑαυτοὺς ἔρριπτον· ἄλλοι δὲ καὶ τοῖς ξίφεσιν ἀνῃροῦντο· τὸ δὲ πλῆθος τῶν βαρβάρων πρὸς τὰ χείλη τοῦ ποταμοῦ χυθὲν ἐτόξευόν τε καὶ ἀνθίσταντο μὴ ἐῶντες τοὺς Ρωμαίους περᾶσαι. ὁ δὲ βασιλεὺς περάσας γενναίως τοῖς βαρβάροις ἀνθίστατο μετὰ ὀλίγων τινῶν τῆς αὐτοῦ ἑταιρίας ἀγωνιζόμενος ὑπὲρ ἄνθρωπον, ὡς καὶ τὸν Σάρβαρον ἐκπλαγῆναι καὶ πρὸς Κοσμᾶν τινα πλησίον αὐτοῦ ἑστῶτα πρόσφυγα Ρωμαίων μαγαρίτην εἰπεῖν· «ὁρᾷς τὸν καίσαρα, ὦ Κοσμᾶ, πῶς θρασὺς πρὸς τὴν μάχην ἵσταται καὶ πρὸς τοσοῦτο πλῆθος μόνος ἀγωνίζεται καὶ ὡς ἄκμων τὰς βολὰς ἀποπτύει.» ἐκ γὰρ τῶν ἀληθινῶν τζαγγίων ἐγνωρίζετο καὶ πολλὰς πληγὰς ἐδέχετο, εἰ καὶ οὐδεμίαν ἐν τούτῳ τῷ πολέμῳ καιρίαν. πᾶσαν δὲ τὴν ἡμέραν ἐν τούτῳ τῷ πολέμῳ μαχησάμενοι, τῆς ἑσπέρας καταλαβούσης, ἀπ' ἀλλήλων διέστησαν· καὶ ὁ Σάρβαρος φοβηθεὶς διὰ τῆς νυκτὸς εἰς τὰ ὀπίσω ὑπέστρεψεν. ὁ δὲ βασιλεὺς ἐπισυνάξας τὸν ἑαυτοῦ λαὸν εἰς Σεβάστειαν τὴν πόλιν ὥρμησεν, καὶ περάσας τὸν Ἅλυν ποταμὸν ἐν ταύτῃ τῇ χώρᾳ διέτριβεν ὅλον τὸν χειμῶνα. ὁ δὲ Χοσρόης μανεὶς καὶ ἀποστείλας ἔλαβε τὰ κειμήλια τῶν ἐν πάσῃ τῇ ὑπὸ Πέρσαις ἐκκλησιῶν. καὶ ἠνάγκαζε τοὺς Χριστιανοὺς γενέσθαι εἰς τὴν τοῦ Νεστορίου θρησκείαν πρὸς τὸ πλῆξαι τὸν βασιλέα. ιʹ. ληʹ. ιζʹ. ιζʹ. ζʹ. Τούτῳ τῷ ἔτει Χοσρόης, ὁ τῶν Περσῶν βασιλεύς, νέαν ἐποιήσατο στρατείαν στρατεύσας ξένους τε καὶ πολίτας καὶ οἰκέτας, ἐκ παντὸς γένους ἐκλογὴν ποιούμενος· καὶ ταύτην τὴν ἐκλογὴν τῷ Σάϊν παραδοὺς στρατηγῷ ἄλλας τε νʹ χιλιάδας ἐκ τῆς φάλαγγος τοῦ Σαρβάρου ἐπιλογὴν λαβὼν τούτῳ συνῆψε καὶ ὠνόμασε χρυσολόγχεις· καὶ τούτους ἀπέστειλε κατὰ τοῦ βασιλέως. τὸν δὲ Σάρβαρον σὺν τῷ λοιπῷ αὐτοῦ στρατῷ κατὰ Κωνσταντινουπόλεως ἀπέστειλεν, ὅπως τοὺς ἐκ δύσεως Οὔννους, οὓς Ἀβάρους καλοῦσιν, Βουλγάροις τε καὶ Σκλάβοις καὶ Γηπαίδαις συμφωνήσας, κατὰ τῆς πόλεως χωρήσωσι καὶ ταύτην πολιορκήσωσιν. γνοὺς δὲ τοῦτο ὁ βασιλεὺς τὸν ἑαυτοῦ στρατὸν εἰς τρεῖς διαιρέσεις ἐχώρισεν· καὶ τοὺς μὲν ἐξέπεμψεν εἰς τὸ φυλάξαι τὴν πόλιν, τοὺς δὲ παραδοὺς Θεοδώρῳ, τῷ ἰδίῳ ἀδελφῷ, κατὰ τοῦ Σάϊν πολεμεῖν ἐκέλευσεν· τὸ δὲ τρίτον μέρος αὐτὸς λαβὼν ἐπὶ Λαζικὴν ἐχώρει, καὶ ἐν ταύτῃ διατρίβων τοὺς Τούρκους ἐκ τῆς ἑῴας, οὓς Χάζαρεις ὀνομάζουσιν, εἰς συμμαχίαν προσεκαλέσατο. ὁ δὲ Σάϊν ἅμα τῷ νεοσυλλέκτῳ λαῷ καταλαβὼν τὸν τοῦ βασιλέως ἀδελφὸν Θεόδωρον πρὸς πόλεμον ὡπλίσατο. τοῦ δὲ θεοῦ διὰ τῶν πρεσβειῶν τῆς πανυμνήτου θεοτόκου συνεργήσαντος, καὶ πολέμου κροτηθέντος, χάλαζα παραδόξως κατὰ τῶν βαρβάρων κατηνέχθη καὶ πολλοὺς αὐτῶν ἐπάταξεν, ἡ δὲ τῶν Ρωμαίων παράταξις γαλήνης ἀπήλαυεν. τρέπουσι δὲ οἱ Ρωμαῖοι τοὺς Πέρσας καὶ ἀναιροῦσι πλῆθος πολύ. τοῦτο μαθὼν Χοσρόης ὠργίζετο κατὰ τοῦ Σάϊν· ὁ δὲ Σάϊν ἐκ πολλῆς ἀθυμίας εἰς νόσον ἐμπεσὼν ἐτελεύτησεν. τούτου δὲ τὸ σῶμα κελεύσει Χοσρόου ἅλατι ταριχευθὲν πρὸς αὐτὸν ἐκομίσθη, καὶ τοῦτο νεκρὸν πολλαῖς αἰκίαις ὑπέβαλλεν. οἱ δὲ Χάζαρεις διαρρήξαντες τὰς Κασπίας πύλας ἐν Περσίδι εἰσβάλλουσιν εἰς τὴν χώραν τοῦ Ἀδραϊγὰν σὺν τῷ ἑαυτῶν στρατηγῷ Ζιέβηλ, δευτέρῳ ὄντι τοῦ Χαγάνου τῇ ἀξίᾳ· καὶ ἐν οἷς ἂν τόποις διέβαινον, τούς τε Πέρσας ᾐχμαλώτευον καὶ τὰς πόλεις καὶ κώμας τῷ πυρὶ παρεδίδουν. ἀπάρας δὲ καὶ ὁ βασιλεὺς ἀπὸ Λαζικῆς τούτοις συνήντησεν. ὁ δὲ Ζιέβηλ τοῦτον ἰδὼν καὶ προσδραμὼν κατασπάζεται αὐτοῦ τὸν τράχηλον καὶ προσεκύνησεν αὐτόν, ὁρώντων τῶν Περσῶν ἐκ τῆς πόλεως τοῦ Τιφίλιος. πᾶς δὲ ὁ λαὸς τῶν Τούρκων εἰς γῆν πεσόντες πρηνεῖς, ἐκταθέντες ἐπὶ στόμα τὸν βασιλέα ἐτίμων τιμὴν τὴν παρ' ἔθνεσι ξένην. ὁμοίως καὶ οἱ ἄρχοντες αὐτῶν ἐπὶ πετρῶν ἀναβάντες τῷ αὐτῷ σχήματι ἔπεσον. προσήνεγκε δὲ ὁ Ζιέβηλ καὶ τὸν ἑαυτοῦ υἱὸν ἀρχιγένειον τῷ βασιλεῖ, ἡδυνόμενος τοῖς τούτου λόγοις καὶ ἐκπληττόμενος τήν τε θέαν καὶ τὴν φρόνησιν αὐτοῦ. ἐπιλεξάμενος δὲ ὁ Ζιέβηλ χιλιάδας μʹ ἀνδρῶν γενναίων ἔδωκε τῷ βασιλεῖ πρὸς συμμαχίαν καὶ αὐτὸς ὑπέστρεψεν εἰς τὴν ἰδίαν χώραν. τούτους δὲ λαβὼν ὁ βασιλεὺς κατὰ Χοσρόου ἐχώρει. ὁ δὲ Σάρβαρος τῇ Χαλκηδόνι προσβαλών, καὶ οἱ Ἄβαρεις ἐκ τῆς Θρᾴκης τῇ πόλει πλησιάσαντες, ταύτην ἑλεῖν ἐβούλοντο, καὶ πολλὰς μηχανὰς κατ' αὐτῆς κινήσαντες καὶ εἰς σκάφη γλυπτὰ ἐκ τοῦ Ἴστρου πλῆθος ἄπειρον καὶ ἀριθμοῦ κρεῖττον ἐνέγκαντες τὸν κόλπον τοῦ Κέρατος ἐπλήρωσαν. δέκα δὲ ἡμέρας τῇ πόλει παρακαθίσαντες διά τε γῆς καὶ θαλάττης τῇ τοῦ θεοῦ δυνάμει καὶ συνεργίᾳ καὶ ταῖς πρεσβείαις τῆς ἀχράντου καὶ θεομήτορος παρθένου ἡττήθησαν· καὶ πλήθη πολλὰ ἀποβαλόντες ἔν τε γῇ καὶ θαλάττῃ, μετὰ μεγάλης αἰσχύνης εἰς τοὺς ἑαυτῶν τόπους ὑπέστρεψαν. ὁ δὲ Σάρβαρος τῇ Χαλκηδόνι παρακαθεζόμενος οὐ μετέστη, ἀλλ' αὐτόθι ἐχείμασε κουρσεύων καὶ πραιδεύων τὰ περατικὰ μέρη καὶ τὰς πόλεις αὐτῶν.

Κόσμου ἔτη ͵ϛριηʹ. Τῆς θείας σαρκώσεως ἔτη χιγʹ. Ρωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. ιζʹ. Περσῶν βασιλεὺς Χοσρόης ἔτη λθʹ. λθʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. ιηʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. ιηʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἀπὸ μηνὸς Σεπτεμβρίου εἰσβαλὼν ἐν Περσίδι Ἡράκλειος σὺν τοῖς Τούρκοις ἀπροσδοκήτως διὰ τὸν χειμῶνα εἰς ἔκστασιν ἐνέβαλε τὸν Χοσρόην τοῦτο μαθόντα. οἱ δὲ Τοῦρκοι τόν τε χειμῶνα ὁρῶντες καὶ τὰς συνεχεῖς ἐπιδρομὰς τῶν Περσῶν, μὴ ὑποφέροντες συγκοπιᾷν τῷ βασιλεῖ ἤρξαντο κατ' ὀλίγον ὑπορρέειν, καὶ πάντες ἀφέντες αὐτὸν ὑπέστρεψαν. ὁ δὲ βασιλεὺς διελάλησε τῷ ἑαυτοῦ λαῷ, λέγων· «γνῶτε, ἀδελφοί, ὅτι οὐδεὶς ἡμῖν συμμαχῆσαι θέλει, ἀλλ' ἢ μόνος ὁ θεὸς καὶ ἡ τοῦτον τεκοῦσα ἀσπόρως μήτηρ, ἵνα δείξῃ τὴν ἑαυτοῦ δυναστείαν, ἐπειδὴ οὐκ ἐν πλήθει λαῶν ἢ ὅπλων ἡ σωτηρία ἐστίν, ἀλλ' εἰς τοὺς ἐλπίζοντας ἐν τῷ ἐλέει αὐτοῦ καταπέμπει τὴν βοήθειαν αὐτοῦ.» ὁ δὲ Χοσρόης ἐπισυνάξας πάντα τὰ στρατεύματα αὐτοῦ προβάλλεται στρατηγὸν ἐπ' αὐτοὺς Ραζάτην, ἄνδρα πολεμικώτατον καὶ ἀνδρεῖον, καὶ κατὰ Ἡρακλείου τοῦτον ἀπέστειλεν. ὁ δὲ βασιλεὺς τάς τε πόλεις τῆς Περσίδος ἐπυρπόλει καὶ τὰς κώμας, καὶ τοὺς καταλαμβανομένους Πέρσας ἀνήλισκε ῥομφαίᾳ. τῇ δὲ θʹ τοῦ Ὀκτωβρίου μηνὸς τῆς ιεʹ ἰνδικτιῶνος κατέλαβεν εἰς τὴν χώραν Χαμαηθᾶ καὶ διανέπαυσε τὸν λαὸν ἑβδομάδα μίαν. ὁ δὲ Ραζάτης ἐλθὼν εἰς τὸ Γαζακὸν ἐγενήθη ὀπίσω αὐτοῦ καὶ ἠκολούθει, τῶν Ρωμαίων δαπανώντων ἔμπροσθεν τὰς τροφάς. αὐτὸς δὲ ὀπίσω ὡς κύων πεινῶν μόλις ἐκ τῶν ψιχίων αὐτοῦ ἐτρέφετο· καὶ ἐκ τοῦ μὴ εὑρίσκειν αὐτὸν δαπάνας πολλὰ τῶν ἀλόγων αὐτοῦ διεφθάρησαν. τῇ δὲ αʹ τοῦ Δεκεμβρίου μηνὸς κατέλαβεν ὁ βασιλεὺς ποταμὸν μέγαν Ζάβαν, καὶ τοῦτον περάσας ἠπλήκευσε πλησίον Νινευὶ τῆς πόλεως. κατέλαβε δὲ καὶ ὁ Ραζάτης εἰς τὸ πέραμα ἐπακολουθῶν αὐτῷ καὶ κατελθὼν ἀπὸ τριῶν μιλίων εὗρεν ἄλλο πέραμα καὶ ἐπέρασεν. ὁ δὲ βασιλεὺς ἀποστείλας Βαάνην τὸν στρατηλάτην μετὰ ἐπιλέκτων στρατιωτῶν ὀλίγων εὗρε βάνδον τῶν Περσῶν, καὶ φονεύσας αὐτοῦ τὸν κόμητα ἤνεγκεν αὐτοῦ τὴν κεφαλὴν καὶ τὸ σπαθὶν αὐτοῦ ὁλόχρυσον· καὶ πολλοὺς φονεύσας ζῶντας ἤνεγκεν κʹ, ἐν οἷς ἦν καὶ ὁ σπαθάριος τοῦ Ραζάτου· ὅστις καὶ ἀνήγγειλε τῷ βασιλεῖ, ὅτι πολεμῆσαι αὐτὸν βούλεται ὁ Ραζάτης, οὕτω κελευσθεὶς παρὰ Χοσρόου, καὶ τρισχιλίους ὡπλισμένους ἀπέστειλεν αὐτῷ. ἀλλ' ἀκμὴν οὐκ ἔφθασαν. ταῦτα δὲ μαθὼν ὁ βασιλεὺς προαπέλυσε τὸ τοῦλδον ἔμπροσθεν· καὶ αὐτὸς ἐπηκολούθει σκεπτόμενος εὑρεῖν τόπον, ἐν ᾧ ὤφειλε πολεμῆσαι πρὸ τοῦ ἑνωθῶσιν αὐτοῖς οἱ τρισχίλιοι. εὑρὼν δὲ πεδίον ἐπιδέξιον πρὸς πόλεμον καὶ διαλαλήσας τῷ λαῷ παρετάξατο. ὁ δὲ Ραζάτης καταλαβὼν καὶ αὐτὸς παρετάξατο τρισὶ φούλκοις καὶ κατὰ τοῦ βασιλέως ἐχώρησεν. τῇ δὲ ιβʹ τοῦ Δεκεμβρίου μηνὸς ἡμέρᾳ σαββάτῳ ἐκροτήθη ὁ πόλεμος· καὶ προπηδήσας πάντων ὁ βασιλεὺς ἄρχοντι τῶν Περσῶν συνήντησεν· καὶ τῇ τοῦ θεοῦ δυνάμει καὶ τῇ βοηθείᾳ τῆς θεοτόκου τοῦτον κατέβαλεν· καὶ οἱ σὺν αὐτῷ προεκπηδήσαντες ἐτράπησαν· καὶ αὖθις ὁ βασιλεὺς ἄλλῳ συναντήσας καὶ τοῦτον κατέβαλεν. προσέβαλε δὲ αὐτῷ καὶ τρίτος, ὃς καὶ δέδωκεν αὐτῷ μετὰ δόρατος εἰς τὸ χεῖλος καὶ τοῦτο ἔπληξεν. ὁ δὲ βασιλεὺς καὶ τοῦτον ἀνεῖλεν· καὶ τῶν σαλπίγγων ἠχησασῶν συνέβαλον ἀλλήλοις ἀμφότερα τὰ μέρη, καί, μάχης κροτηθείσης σφοδρᾶς, ἐπληγώθη ὑπὸ τῶν πεζῶν ὁ τοῦ βασιλέως ἵππος φάλβας, ὁ λεγόμενος Δόρκων, εἰς τὸν μηρὸν αὐτοῦ λαβὼν κονταρέαν· πολλὰς δὲ καὶ σπαθέας ἐν τῇ ὄψει ἔλαβεν· ἀλλὰ φορῶν κατάφρακτα νευρικὰ οὐκ ἐβλάπτετο, οὐδὲ αὐταὶ ἐνήργουν. πίπτει δὲ ἐν τῷ πολέμῳ ὁ Ραζάτης καὶ οἱ τρεῖς τουρμάρχαι τῶν Περσῶν καὶ οἱ ἄρχοντες σχεδὸν πάντες καὶ τὸ πλεῖον τοῦ στρατοῦ αὐτῶν. ἐσφάγησαν δὲ καὶ Ρωμαῖοι νʹ, καὶ ἐπληγώθησαν ἱκανοί, ἀλλ' οὐκ ἀπέθανον, εἰ μὴ ἄλλοι δέκα· ἐκροτήθη δὲ ὁ πόλεμος ἀπὸ πρωῒ ἕως ὥρας ιαʹ. ἐπῆραν δὲ οἱ Ρωμαῖοι τῶν Περσῶν βάνδα κηʹ χωρὶς τῶν κλασθέντων, καὶ σκυλεύσαντες τοὺς νεκροὺς ἔλαβον τὰ λωρίκια αὐτῶν καὶ τὰς κασσίδας καὶ πάντα τὰ ἄρματα· καὶ ἔμειναν ἀπ' ἀλλήλων ἀπὸ δύο σαγιττοβολῶν. τροπὴ γὰρ οὐ γέγονεν. οἱ δὲ τῶν Ρωμαίων λαοὶ τῇ νυκτὶ ἐπότισαν τὰ ἄλογα αὐτῶν καὶ παρέβαλον. οἱ δὲ Πέρσαι καβαλλάριοι ἵσταντο ἕως ὥρας ἑβδόμης τῆς νυκτὸς ἐπάνω τῶν σκηνωμάτων τῶν τεθνεώτων Περσῶν· καὶ τῇ ὀγδόῃ ὥρᾳ τῆς νυκτὸς κινήσαντες ὑπέστρεψαν εἰς τὸ φωσάτον αὐτῶν, καὶ τοῦτο λαβόντες ἀπῆλθον καὶ ἠπλήκευσαν εἰς πρόποδα ὄρους τραχεινοῦ πεφοβημένοι. πολλὰ δὲ σπαθία ὁλόχρυσα καὶ ζώνας διαχρύσους καὶ μαργαρίτας καὶ τὸ σκουτάριν τοῦ Ραζάτου ὁλόχρυσον ἔλαβον ἔχον πέταλα ρκʹ, καὶ τὸ λωρίκιν αὐτοῦ ὁλόχρυσον ἔλαβον, καὶ τὸ σκαραμάγγιν αὐτοῦ ἤνεγκαν σὺν τῇ κεφαλῇ αὐτοῦ καὶ τὰ βραχιόλια αὐτοῦ καὶ τὴν σέλλαν αὐτοῦ ὁλόχρυσον· ἐκρατήθη δὲ ζῶν Βαρσαμούσης, ὁ ἄρχων τῶν Ἰβήρων τῶν ὑπὸ Πέρσας. οὐδεὶς δὲ μέμνηται τοιούτου πολέμου γεγονότος μεταξὺ Περσῶν καὶ Ρωμαίων, [οὐχ] ὅτι ἐν ὅλῃ τῇ ἡμέρᾳ ἔσχε στάμα ὁ πόλεμος. ἐνίκησαν οἱ Ρωμαῖοι· ἀλλὰ τοῦτο γέγονε μόνῃ τῇ τοῦ θεοῦ βοηθείᾳ. ὁ δὲ βασιλεὺς θαρσοποιήσας τὸν στρατὸν κατὰ Χοσρόου ἤλαυνεν, ὅπως τοῦτον ἐκφοβήσῃ, καὶ ἀποστείλας προσκαλέσηται τὸν Σάρβαρον ἐκ τοῦ Βυζαντίου [τῆς Χαλκηδόνος.] τῇ δὲ εἰκάδι πρώτῃ τοῦ Δεκεμβρίου μηνὸς ἔμαθεν ὁ βασιλεύς, ὅτι ὁ λαὸς τοῦ Ραζάτου ὁ ἐκ τοῦ πολέμου ἐξειλήσας ἡνώθη τοῖς ὑπὸ Χοσρόου ἀποσταλεῖσι τρισχιλίοις, καὶ ἀκολουθεῖ ὀπίσω αὐτοῦ καταλαβὼν τὴν Νινευί. καὶ περάσας ὁ βασιλεὺς τὸν μέγαν Ζάβαν πέμπει Γεώργιον τὸν τουρμάρχην μετὰ χιλίων στρατιωτῶν, ἵνα ἐλάσῃ πρὸς τὸ κρατῆσαι τὰς γεφύρας τοῦ μικροῦ Ζάβα πρὸ τοῦ γνῶναι τὸν Χοσρόην. ἐλάσας δὲ Γεώργιος μίλια μηʹ διὰ τῆς νυκτὸς ἐκράτησε τὰς τέσσαρας γεφύρας τοῦ μικροῦ Ζάβα· καὶ εὑρὼν ἐν τοῖς καστελλίοις Πέρσας, τούτους ἐζώγρησεν. τῇ δὲ εἰκάδι τρίτῃ τοῦ Δεκεμβρίου μηνὸς φθάσας ὁ βασιλεὺς εἰς τὰς γεφύρας ἐπέρασε καὶ ἠπλήκευσεν εἰς τοὺς οἴκους τοῦ Ἰεσδέμ· καὶ ἀνέπαυσε τόν τε στρατὸν καὶ τὰ ἄλογα καὶ ἐποίησε τὴν ἑορτὴν τῆς Χριστοῦ γεννήσεως ἐν ἐκείνῳ τῷ τόπῳ. γνοὺς δὲ Χοσρόης, ὅτι ἐκράτησαν οἱ Ρωμαῖοι τὰς γεφύρας τοῦ μικροῦ Ζάβα, ἀπέστειλε πρὸς τὸν Περσικὸν λαὸν τὸν μετὰ τοῦ Ραζάτου, ἵνα πολὺ σπουδάσωσι καὶ προλάβωσι τὸν βασιλέα καὶ ἀπέλθωσι πρὸς αὐτόν. σπεύσαντες δὲ αὐτοὶ καὶ περάσαντες τὸν μικρὸν Ζάβαν ἐν ἄλλοις τόποις προεποίησαν τὸν βασιλέα καὶ ἔμπροσθεν ἐπορεύοντο. καταλαβὼν δὲ ὁ βασιλεὺς παλάτιον, τὸ ἐπιλεγόμενον Δεζεριδάν, τοῦτο κατέστρεψε καὶ πυρὶ παρέδωκεν. οἱ δὲ Πέρσαι περάσαντες τὴν τοῦ Τορνᾶ ποταμοῦ γέφυραν ἠπλήκευσαν ἐκεῖ. καταλαβὼν δὲ ὁ βασιλεὺς ἕτερον παλάτιον τοῦ Χοσρόου, τὸ ἐπιλεγόμενον Ρούσα, καὶ τοῦτο κατέστρεψεν. ὑφωρᾶτο δὲ ὅτι ἐν τῇ γεφύρᾳ τοῦ Τορνᾶ ποταμοῦ οἱ ἐχθροὶ πολεμεῖν αὐτὸν μέλλουσιν. ἀλλὰ τοῦτον ἰδόντες, καταλιπόντες τὴν γέφυραν ἔφυγον. ὁ δὲ βασιλεὺς περάσας ἀκωλύτως κατέλαβεν εἰς ἕτερον παλάτιον, τὸ ἐπιλεγόμενον Βεκλάλ· ἐνταῦθα καὶ ἱπποδρομίαν ἔκτισε καὶ τοῦτο κατέστρεψεν. τινὲς δὲ τῶν Ἀρμενίων τῶν συνόντων τοῖς Πέρσαις ἦλθον πρὸς τὸν βασιλέα νυκτὸς λέγοντες, ὅτι «ὁ Χοσρόης μετὰ τῶν ἐλεφάντων καὶ τοῦ ἰδίου στρατοῦ ἀπὸ πέντε μιλίων ἔνθεν τοῦ παλατίου τοῦ ἐπιλεγομένου Δασταγὲρδ εἰς τόπον ἐπιλεγόμενον Βαρασρὼθ ἀπληκευμένος ἐστίν, καὶ ὅτι ἐδήλωσε τὸν στρατὸν ἐκεῖ σωρευθῆναι, ἵνα πολεμήσωσί σε. ἔστι γὰρ ἐκεῖ καὶ ποταμὸς δύσβατος στενὴν γέφυραν ἔχων καὶ στενώματα πολλὰ ἀπὸ οἰκημάτων. καὶ ῥύακες σαπροί.» ὁ δὲ βασιλεὺς βουλευσάμενος μετὰ τῶν ἀρχόντων καὶ τοῦ στρατοῦ ἐκάθισεν ἐν τῷ παλατίῳ Βεκλάλ. εὗρε γὰρ ἐν αὐτῷ ἐν ἑνὶ περιβόλῳ στρουθεῶνας τριακοσίους σιτευτούς, καὶ ἐν ἄλλῳ περὶ πεντακοσίας δορκάδας σιτευτάς, καὶ ἐν ἄλλῳ ἑκατὸν ὀνάγρους σιτευτούς· καὶ πάντα ἐδωρήσατο τῷ λαῷ. καὶ τὴν πρώτην τοῦ Ἰαννουαρίου μηνὸς ἐποίησαν ἐκεῖσε. εὗρον γὰρ καὶ πρόβατα καὶ χοίρους καὶ βόας, ὧν οὐκ ἦν ἀριθμός. καὶ ἀνεπαύσατο πᾶς ὁ λαὸς ἀπολαύοντες καὶ δοξάζοντες τὸν θεόν. πιάσαντες δὲ τοὺς νέμοντας ταῦτα ἔγνωσαν παρ' αὐτῶν ἀκριβῶς, ὡς ὁ Χοσρόης ἀπὸ εἰκάδος τρίτης τοῦ Δεκεμβρίου μηνὸς μαθών, ὅτι ὁ βασιλεὺς ἐπέρασε τὴν γέφυραν τοῦ Τορνᾶ, παραχρῆμα ἐκίνησεν ἐκ τοῦ παλατίου τοῦ ἐν Δασταγὲρδ ἐν τάχει πολλῷ ἀπελευσόμενος εἰς Κτησιφῶντα, πάντα τὰ χρήματα, ἃ εἶχεν ἐν τῷ παλατίῳ, ἐμβαλὼν τοῖς τε ἐλέφασι καὶ ταῖς καμήλοις καὶ ἡμιόνοις τῆς ὑπηρεσίας αὐτοῦ, γράψας καὶ τῷ λαῷ τοῦ Ραζάτου, ἵνα εἰσέλθωσιν εἰς τὸ αὐτὸ παλάτιον καὶ τὰς τῶν ἀρχόντων οἰκίας καὶ ὅ τι ἂν εὑρεθῇ ἐν ταύταις ἀπενέγκωσιν. ὁ οὖν βασιλεὺς τὸ μὲν ἥμισυ τοῦ στρατοῦ ἔπεμψεν ἐν Δασταγέρδ, αὐτὸς δὲ δι' ἄλλης ὁδοῦ ἀπῆλθεν εἰς ἕτερον παλάτιον, τὸ ἐπιλεγόμενον Βεβδάρχ. καὶ τοῦτο καταστρέψαντες καὶ πυρὶ παραδόντες εὐχαρίστουν τῷ θεῷ τῷ διὰ τῶν πρεσβειῶν τῆς θεοτόκου τοιαῦτα θαυμάσια ποιήσαντι. τίς γὰρ ἤλπιζε φυγεῖν τὸν Χοσρόην ἀπὸ προσώπου τοῦ βασιλέως Ρωμαίων ἐκ τῶν ἐν τῷ Δασταγὲρδ παλατίων αὐτοῦ καὶ εἰς Κτησιφῶντα ἀπελθεῖν, ὅπου ἀπὸ κδʹ ἐτῶν οὐκ ἠνέσχετο ἰδεῖν Κτησιφῶντα, ἀλλὰ καὶ ἐν Δασταγὲρδ ἦν τὰ βασίλεια αὐτοῦ; εὗρον δὲ οἱ λαοὶ τῶν Ρωμαίων ἐν τῷ παλατίῳ αὐτοῦ ἐν τῷ Δασταγὲρδ τριακόσια βάνδα Ρωμαίων, ἅπερ ἐν διαφόροις χρόνοις ἔλαβον· εὗρον δὲ καὶ εἴδη ἀπομείναντα, ἀλόην πολλὴν καὶ ξύλα μεγάλα ἀλόης ἀπὸ ἑβδομήκοντα καὶ ὀγδοήκοντα λιτρῶν καὶ μέταξιν πολλὴν καὶ πίπερ καὶ χαρβάσια καμίσια πολλὰ ὑπὲρ τὸ μέτρον, σάχαρ τε καὶ ζιγγίβερ καὶ ἄλλα εἴδη πολλά. τινὲς δὲ καὶ ἄσιμον, καὶ ὁλοσήρικα ἱμάτια, νακοτάπητά τε καὶ ταπήτια ἀπὸ βελόνης πλῆθος πολὺ καὶ καλὰ πάνυ, ἅπερ διὰ τὸ βάρος πάντα κατέκαυσαν· καὶ τοὺς παπυλεῶνας τοῦ Χοσρόου καὶ τοὺς ἐμβόλους, οὓς ἔστενεν, ὅτε ἐν κάμπῳ ἠπλήκευεν, πάντα κατέκαυσαν, καὶ στήλας αὐτοῦ πολλάς· εὗρον δὲ καὶ ἐν τούτοις τοῖς παλατίοις στρουθεῶνας καὶ δορκάδας καὶ ὀνάγρους καὶ ταῶνας καὶ φασιανοὺς πλῆθος ἄπειρον, καὶ εἰς τὸ κυνήγιον αὐτοῦ λέοντας καὶ τίγρεις παμμεγέθεις ζῶντας. προσέφυγον δὲ τῷ βασιλεῖ πολλοὶ ἐκ τῶν αἰχμαλώτων Ἐδεσηνοὶ καὶ Ἀλεξανδρεῖς, καὶ ἐξ ἄλλων πόλεων πλῆθος πολύ. ἐποίησε δὲ ὁ βασιλεὺς καὶ τὴν ἑορτὴν τῶν φώτων ἐν Δασταγὲρδ εὐφραίνων καὶ ἀνακτώμενος τόν τε λαὸν καὶ τὰ ἄλογα, καὶ καταστρέφων τὰ τοῦ Χοσρόου παλάτια κτίσματα ὑπέρτιμα ὄντα καὶ θαυμαστὰ καὶ καταπληκτικά, ἅπερ ἕως ἐδάφους καθεῖλεν, ἵνα μάθῃ Χοσρόης, οἷον πόνον εἶχον Ρωμαῖοι τῶν πόλεων ἐρημουμένων παρ' αὐτοῦ καὶ πυρπολουμένων. ἐκρατήθησαν δὲ καὶ ἐκ τῶν διαιταρίων τοῦ παλατίου πολλοί. ἐρωτώμενοι δὲ καὶ αὐτοί, πότε ἀνεχώρησεν ἐκ τοῦ Δασταγέρδ, ἔφασκον, ὅτι «πρὸ θʹ ἡμερῶν τοῦ καταλαβεῖν ὑμᾶς ἀκούσας τὴν παρουσίαν ὑμῶν κρυπτῶς ἐτρύπησε τὸ τεῖχος τῆς πόλεως τὸ πλησίον τοῦ παλατίου· καὶ οὕτως ἀπαρακράτητα διὰ τῶν κήπων ἐξῆλθεν αὐτὸς καὶ ἡ γυνὴ καὶ τὰ τέκνα αὐτοῦ διὰ τὸ μὴ γενέσθαι θόρυβον ἐν τῇ πόλει.» καὶ οὔτε τὰ στρατεύματα αὐτοῦ ἔγνωσαν, οὔτε οἱ ἄρχοντες, ἕως οὗ ἀπῆλθε πέντε μίλια· καὶ τότε ἐδήλωσεν, ἵνα ἐπακολουθήσωσιν αὐτῷ ἐπὶ Κτησιφῶντα· καὶ ὁ μὴ δυνάμενος ποιῆσαι πέντε μίλια τὴν ἡμέραν φεύγων ἐποίησεν κεʹ. καὶ αἱ γυναῖκες καὶ τὰ τέκνα αὐτοῦ τὰ μὴ θεωροῦντα ἀλλήλους τότε φύρδην ἔφυγον ἀλλήλους παρωθούμενα. τῆς δὲ νυκτὸς καταλαβούσης εἰσῆλθε Χοσρόης εἰς οἶκον γεωργοῦ μηδαμινοῦ μεῖναι μόλις χωρηθεὶς ἐν τῇ τούτου θύρᾳ, ἣν ἰδὼν ἔσχατον Ἡράκλειος ἐθαύμασεν. διὰ δὲ τριῶν ἡμερῶν κατέλαβε τὴν Κτησιφῶντα· καὶ ὁ χρησμοδοτηθεὶς ὑπὸ τῶν γοήτων καὶ ἀστρολόγων πρὸ κδʹ ἐτῶν, ὅτε τὸ Δαρᾶς ἐπολιόρκησεν ἐπὶ τῶν χρόνων Φωκᾶ, τοῦ βασιλέως Ρωμαίων, ὅτι, ἐν οἵῳ καιρῷ ἀπέλθῃ ἐν Κτησιφῶντι, ἀπολεῖται· καὶ μὴ ἀνασχόμενος ἀπὸ τοῦ Δασταγὲρδ ἐπὶ τὸ μέρος ἐκεῖνο μίλιον ἓν πορευθῆναι, τότε φεύγων ἐν ταύτῃ ἀπῆλθεν. καὶ οὐδὲ ἐν ταύτῃ ἐθάρρησε στῆναι, ἀλλὰ περάσας τὴν ποντογέφυραν τοῦ Τίγριδος ποταμοῦ εἰς τὴν ἐκεῖθεν πόλιν, τὴν λεγομένην Σελεύκειαν παρ' ἡμῖν, παρὰ δὲ Πέρσαις Γουεδεσήρ, πάντα τὰ χρήματα ἐν αὐτῇ ἀπέθετο, καὶ ἐκάθισεν ἐκεῖ μετὰ Σειρέμ, τῆς γυναικὸς αὐτοῦ, καὶ μετὰ ἑτέρων τριῶν γυναικῶν, τῶν καὶ θυγατέρων αὐτοῦ· τὰς δὲ λοιπὰς αὐτοῦ γυναῖκας καὶ τὰ πολλὰ αὐτοῦ τέκνα παρέπεμψεν ἀπὸ μʹ μιλίων εἰς τὸ ἀνατολικώτερον μέρος εἰς τόπον ὀχυρόν. τινὲς δὲ τῶν Περσῶν διέβαλλον τὸν Σάρβαρον πρὸς Χοσρόην ὡς τὰ τῶν Ρωμαίων φρονοῦντα καὶ καταλαλοῦντα αὐτοῦ· καὶ ἀποστέλλει σπαθάριον αὐτοῦ μετὰ κελεύσεως αὐτοῦ πρὸς Καρδαρίγαν τὸν συστράτηγον Σαρβάρου εἰς Χαλκηδόνα γράψας αὐτῷ, ἵνα τὸν Σάρβαρον ἀποκτείνῃ καὶ οὕτω τὸν λαὸν τῶν Περσῶν ἀναλαβὼν σπεύσῃ ἐπὶ Περσίδα εἰς συμμαχίαν αὐτοῦ. ὁ δὲ τὰ γράμματα κομίζων περὶ τὴν Γαλατίαν συλλαμβάνεται ὑπὸ τῶν Ρωμαίων. οἱ δὲ συλλαβόντες αὐτὸν διαλαθόντες τοὺς Πέρσας εἰς τὸ Βυζάντιον τοῦτον ἀπήγαγον καὶ τῷ υἱῷ τοῦ βασιλέως τοῦτον παρέδωκαν. ὁ δὲ βασιλεὺς μαθὼν παρὰ τοῦ ἀποστολιμαίου τὴν ἀλήθειαν Σάρβαρον παραχρῆμα μεταπέμπεται. εἰσελθὼν οὖν παρέστη τῷ βασιλεῖ. ὁ δὲ βασιλεὺς τὴν πρὸς Καρδαρίγαν ἐπιστολὴν τούτῳ ἐπιδοὺς καὶ τὸν ἀποσταλέντα ὑπέδειξεν, καὶ ἀνέγνω τὴν ἐπιστολήν, καὶ πληροφορηθεὶς τὸ ἀληθὲς παραχρῆμα ἐτράπη καὶ συνθήκας μετὰ τοῦ υἱοῦ τοῦ βασιλέως καὶ τοῦ πατριάρχου ποιεῖ. καὶ φαλσεύσας τὴν Χοσρόου ἐπιστολὴν σὺν αὐτῷ ἐντίθησιν ἐν αὐτῇ ἄλλους υʹ σατράπας καὶ ἄρχοντας καὶ χιλιάρχους καὶ ἑκατοντάρχους ἀποκτανθῆναι, καὶ ἐπιθεὶς εὐφυῶς τὴν σφραγῖδα συναθροίζει τοὺς ἡγεμόνας καὶ αὐτὸν τὸν Καρδαρίγαν, καὶ ἀναγνοὺς τὴν ἐπιστολὴν ἔφη πρὸς τὸν Καρδαρίγαν· «συνορᾷς τοῦτο ποιεῖν;» οἱ δὲ ἄρχοντες θυμοῦ πλησθέντες τὸν Χοσρόην ἀπεκήρυττον καὶ πρὸς τὸν βασιλέα συνθήκας εἰρηνικὰς ἐποίησαν, καὶ κοινῇ βουλευσάμενοι ἔδοξεν, ἵνα ἐκ Χαλκηδόνος ἀναχωρήσωσι καὶ ἐπὶ τὰ ἴδια ἀπέλθωσι μηδὲν λυμαινόμενοι. ὁ δὲ Ἡράκλειος ἔγραψε τῷ Χοσρόῃ· «ἐγὼ διώκω καὶ πρὸς εἰρήνην τρέχω. οὐ γὰρ ἑκὼν πυρπολῶ τὴν Περσίδα, ἀλλὰ βιασθεὶς ὑπὸ σοῦ. ῥίψωμεν οὖν κἂν νῦν τὰ ὅπλα καὶ εἰρήνην ἀσπασώμεθα· σβέσωμεν τὸ πῦρ, πρὶν τὸ πᾶν καταφλέξῃ.» τούτου δὲ μὴ καταδεξαμένου, μεγάλως τὸ μῖσος τοῦ λαοῦ τῆς Περσίδος ηὐξήθη κατ' αὐτοῦ. καὶ ἐστράτευσε Χοσρόης πάντας τοὺς ἀνθρώπους τῶν ἀρχόντων αὐτοῦ καὶ πᾶσαν τὴν ὑπουργίαν αὐτοῦ καὶ τῶν γυναικῶν αὐτοῦ, καὶ τούτους ὁπλίσας πάντας ἀπέλυσεν ἑνωθῆναι τῷ στρατῷ τοῦ Ραζάτου, καὶ στῆναι εἰς τὸν Ναρβᾶν ποταμὸν ἀπὸ ιβʹ μιλίων Κτησιφῶντος· καὶ ἐκέλευσεν αὐτούς, ἵνα, ἡνίκα περάσῃ τὸν ποταμὸν ὁ βασιλεύς, κόψωσι τὴν γέφυραν καὶ τὴν ποντογέφυραν. ὁ δὲ βασιλεὺς τῇ ἑβδόμῃ τοῦ Ἰαννουαρίου μηνὸς κινήσας ἐκ τοῦ Δασταγὲρδ καὶ περιπατήσας τρεῖς ἡμέρας ἠπλήκευσεν ἀπὸ ιβʹ μιλίων τοῦ Ναρβᾶ ποταμοῦ, ὅπου ἦν τὸ φωσάτον τῶν Περσῶν, ἐν οἷς εἶχον καὶ διακοσίους ἐλέφαντας· καὶ ἀπέστειλεν ὁ βασιλεὺς Γεώργιον τὸν τουρμάρχην τῶν Ἀρμενιάκων, ἵνα ἀπέλθῃ μέχρι τοῦ ποταμοῦ καὶ καταμάθῃ, εἰ ἔχει πέραμα ὁ Ναρβᾶς. καὶ εὑρών, ὅτι ἔκοψαν τὰς γεφύρας, καὶ οὐκ ἔχει πέραμα ὁ Ναρβᾶς, ὑπέστρεψε πρὸς τὸν βασιλέα. καὶ ἀποκινήσας ὁ βασιλεὺς ἦλθεν εἰς τὸν Σιάζουρον, καὶ περιήρχετο πυρπολῶν τὰς χώρας καὶ τὰς πόλεις ὅλον τὸν Φεβρουάριον μῆνα. τῷ δὲ Μαρτίῳ μηνὶ ἐλθὼν εἰς χωρίον λεγόμενον Βάρζαν ἐποίησεν ἑπτὰ ἡμέρας καὶ ἀπέστειλε Μεζέζιον τὸν στρατηγὸν εἰς κοῦρσον. καὶ προσερρύη αὐτῷ Γουνδαβουσᾶν, ὅς τις χιλίαρχος ἦν τῆς στρατιᾶς Σαρβάρου, μετὰ ἄλλων πέντε, τριῶν μὲν κομήτων, δύο δὲ ἀξιωματικῶν· καὶ ἤγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα. ὅς τις Γουνδαβουσᾶν ἀναγκαῖα πράγματα τῷ βασιλεῖ ἀπήγγειλε λέγων, ὅτι «ὅταν ἔφυγεν ὁ Χοσρόης ἀπὸ τοῦ Δασταγὲρδ καὶ ἀπῆλθεν ἐν Κτησιφῶντι καὶ Σελευκείᾳ, ἠσθένησε δυσεντερίᾳ καὶ ἠθέλησε τὸν υἱὸν Μερδασὰν τὸν τεχθέντα ἐκ τῆς Σειρὲμ στέψαι· καὶ ὅτι ἀντεπέρασε τὸν ποταμὸν πάλιν καὶ ἤνεγκε μεθ' ἑαυτοῦ τὸν Μερδασὰν καὶ τὴν Σειρὲμ καὶ τὸν ἄλλον αὐτῆς Σαλιάρ· τὸν δὲ πρωτότοκον αὐτοῦ υἱὸν Σιρόην καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τὰς γυναῖκας αὐτοῦ ἔασε πέραν τοῦ ποταμοῦ. καὶ γνοὺς Σιρόης, ὅτι τὸν Μερδασὰν θέλει στέψαι, ἐταράχθη καὶ ἔπεμψε τὸν συγγάλακτον αὐτοῦ πρὸς Γουνδαβουσᾶν δηλώσας αὐτῷ, ὅτι “ἐλθὲ πέραν τοῦ ποταμοῦ, ἵνα συντύχω σοι.” ὁ δὲ Γουνδαβουσᾶν ἐφοβήθη τὸν Χοσρόην περᾶσαι, καὶ δηλοῖ αὐτῷ, ὅτι “γράψον μοι διὰ τοῦ συγγαλάκτου σου, εἴ τι θέλεις.” καὶ ἔγραψεν αὐτῷ Σιρόης, ὅτι “γινώσκεις, πῶς ἡ πολιτεία τῶν Περσῶν ἀπώλετο ἐκ τοῦ κακοῦ ἀνθρώπου Χοσρόου, καὶ θέλει στέψαι τὸν Μερδασάν, καὶ ἐμὲ τὸν πρωτότοκον αὐτοῦ περιεφρόνησεν. καὶ ἐὰν λαλήσῃς τὸν στρατόν, ἵνα δέξωνταί με, καὶ τὰς ῥόγας αὐτῶν ἐπαυξῆσαι ἔχω καὶ εἰρήνην ποιῶ μετὰ τοῦ βασιλέως Ρωμαίων καὶ μετὰ τῶν Τούρκων, καὶ καλῶς ἔχομεν ζῆσαι. καὶ σπούδασον μετὰ τοῦ λαοῦ σου, ἵνα ἐγὼ βασιλεύσω· καὶ πάντας ὑμᾶς προαναβιβάσαι ἔχω καὶ συγκροτῆσαι, καὶ κατ' ἐξαίρετον σέ.” καὶ ὅτι ἐδήλωσα αὐτῷ διὰ τοῦ συγγαλάκτου αὐτοῦ, ὅτι, εἴ τι δύναμαι, λαλῆσαι ἔχω τὸν στρατὸν καὶ μοχθῆσαι. καὶ ἐλάλησα κβʹ κόμητας καὶ ἐποίησα αὐτοὺς τῆς γνώμης μου καὶ ἄλλους ἄρχοντας καὶ στρατιώτας πολλούς. καὶ ταῦτα ἐδήλωσα τῷ Σιρόῃ, καὶ ἐδήλωσέ μοι, ἵνα τῇ κγʹ τοῦ Μαρτίου μηνὸς λάβω ταξάτους νεωτέρους καὶ εἰς τὴν ποντογέφυραν τοῦ Τίγριδος ποταμοῦ ὑπαντήσω αὐτῷ, καὶ λάβωμεν αὐτὸν εἰς τὸν στρατὸν καὶ κινήσωμεν κατὰ Χοσρόου. καὶ ὅτι μετὰ Σιρόου εἰσὶ καὶ οἱ δύο υἱοὶ τοῦ Σαρβαραζᾶ, καὶ ὁ υἱὸς τοῦ Ἰεσδέμ, καὶ ἄλλα πολλὰ τέκνα ἀρχόντων, καὶ ὁ υἱὸς τοῦ Ἀράμ, πάντες ἐπίλεκτοι· καὶ ὅτι εἰ μὲν δυνηθῶσιν ἀνελεῖν τὸν Χοσρόην, εὖ καὶ καλῶς· εἰ δὲ ἀστοχήσωσιν, πάντες σὺν τῷ Σιρόῃ προσρύονται τῷ βασιλεῖ· καὶ ἀπέστειλέ με πρὸς σέ, δέσποτα· αἰδεῖται γὰρ τὴν βασιλείαν τῶν Ρωμαίων, ὅτι τὸν Χοσρόην ἔσωσέ ποτε, καὶ πολλὰ κακὰ ἔπαθεν ἐξ αὐτοῦ ἡ τῶν Ρωμαίων γῆ, καὶ ὅτι διὰ τὴν ἐκείνου ἀγνωμοσύνην οὐδὲ ἐμοὶ ἔχει ὁ βασιλεὺς πιστεῦσαι.» ὁ δὲ βασιλεὺς τοῦτον πάλιν πρὸς Σιρόην ἀποστείλας ἐδήλωσεν ἀνοῖξαι τὰς φυλακὰς καὶ τοὺς κατεχομένους ἐν αὐταῖς Ρωμαίους ἐκβάλαι καὶ δοῦναι αὐτοῖς ὅπλα, καὶ οὕτω ἀποκινῆσαι κατὰ Χοσρόου. ὁ δὲ Σιρόης ὑπακούσας τῷ βασιλεῖ καὶ ἐκβαλὼν τοὺς κατακλείστους ἐπῆλθε τῷ πατροκτόνῳ πατρὶ Χοσρόῃ. αὐτὸς δὲ φυγεῖν δοκιμάσας καὶ μὴ ἰσχύσας ἐκρατήθη. τοῦτον δὲ δεσμήσαντες σφοδρῶς σιδηροπέδαις ὀπισθάγκωνα τοῖς τε ποσὶ καὶ τῷ τραχήλῳ βάρη σιδηρᾶ περιέθηκαν καὶ εἰσάγουσιν αὐτὸν εἰς τὸν οἶκον τοῦ σκότους, ὃν αὐτὸς ὠχύρωσεν ἐκ νέας κτίσας εἰς ἀπόθεσιν χρημάτων, καὶ ἄρτον πενιχρὸν τούτῳ διδόντες καὶ ὕδωρ ἐλιμαγχόνουν· ἔφη γὰρ ὁ Σιρόης, ὅτι «τὸν χρυσὸν φάγῃ, ὃν συνήγαγε μάτην, δι' ὃν πολλοὺς ἐλιμαγχόνησε καὶ τὸν κόσμον ἠρήμωσεν.» ἀπέστειλε δὲ πρὸς αὐτὸν τοὺς σατράπας ὑβρίζειν καὶ ἐμπτύειν αὐτόν, καὶ ἀγαγὼν Μερδασάν, τὸν υἱὸν αὐτοῦ, ὃν ἐβούλετο στέψαι, ἐνώπιον αὐτοῦ ἔσφαξεν, καὶ πάντα τὰ λοιπὰ τέκνα αὐτοῦ ἐνώπιον αὐτοῦ ἀνεῖλον, καὶ ἀπέστειλε πάντα ἐχθρὸν αὐτοῦ ὑβρίζειν καὶ τύπτειν καὶ ἐμπτύειν αὐτόν. πέντε δὲ ἡμέρας τοῦτο ποιήσαντες, ἐκέλευσεν ὁ Σιρόης τόξοις τοῦτον ἀνελεῖν, καὶ οὕτως κατὰ μικρὸν ἐν δεινοῖς παρέδωκε τὴν πονηρὰν αὐτοῦ ψυχήν. τότε ὁ Σιρόης γράφει πρὸς Ἡράκλειον εὐαγγελιζόμενος αὐτῷ τὴν τοῦ μιαροῦ Χοσρόου ἀναίρεσιν· καὶ εἰρήνην ἀειπαγῆ πρὸς αὐτὸν ποιησάμενος πάντας τοὺς ἐν φρουραῖς Χριστιανοὺς καὶ τοὺς ἐν Περσίδι πάσῃ αἰχμαλώτους ἀπέδωκεν αὐτῷ σὺν τῷ πατριάρχῃ Ζαχαρίᾳ καὶ τοῖς τιμίοις καὶ ζωοποιοῖς ξύλοις τοῖς ἐξ Ἱεροσολύμων ληφθεῖσιν ὑπὸ Σαρβαραζᾶ, ὅταν τὴν Ἱερουσαλὴμ παρέλαβεν. Περσῶν βασιλεὺς Σιρόης ἔτος αʹ. ͵ϛριθʹ. χιθʹ. ιηʹ. αʹ. ιθʹ. ιθʹ. θʹ. Τούτῳ τῷ ἔτει εἰρήνης γενομένης μεταξὺ Περσῶν καὶ Ρωμαίων, ἀπέστειλεν ὁ βασιλεὺς Θεόδωρον, τὸν ἑαυτοῦ ἀδελφόν, μετὰ γραμμάτων καὶ ἀνθρώπων Σιρόου, τοῦ βασιλέως Περσῶν, ὅπως τοὺς ἐν Ἐδέσῃ καὶ Παλαιστίνῃ καὶ Ἱεροσολύμοις καὶ ταῖς λοιπαῖς πόλεσι τῶν Ρωμαίων Πέρσας μετὰ εἰρήνης ἀποστρέψωσιν ἐν Περσίδι, καὶ ἀβλαβῶς παρέλθωσι τὴν τῶν Ρωμαίων γῆν. ὁ δὲ βασιλεὺς ἐν ἓξ ἔτεσι καταπολεμήσας τὴν Περσίδα, τῷ ζʹ ἔτει εἰρηνεύσας μετὰ χαρᾶς μεγάλης ἐπὶ Κωνσταντινούπολιν ὑπέστρεψε μυστικήν τινα θεωρίαν ἐν τούτῳ πληρώσας. ἐν γὰρ ἓξ ἡμέραις πᾶσαν τὴν κτίσιν δημιουργήσας ὁ θεὸς τὴν ἑβδόμην ἀναπαύσεως ἡμέραν ἐκάλεσεν· οὕτω καὶ αὐτὸς ἐν τοῖς ἓξ χρόνοις πολλοὺς πόνους διανύσας τῷ ἑβδόμῳ ἔτει μετ' εἰρήνης καὶ χαρᾶς ἐν τῇ πόλει ὑποστρέψας ἀνεπαύσατο. ὁ δὲ λαὸς τῆς πόλεως τὴν ἔλευσιν αὐτοῦ μαθόντες ἀκατασχέτῳ πόθῳ πάντες εἰς τὴν Ἱερείαν ἐξῆλθον εἰς συνάντησιν αὐτοῦ, σὺν τῷ πατριάρχῃ καὶ Κωνσταντίνῳ, τῷ βασιλεῖ καὶ υἱῷ αὐτοῦ, βαστάζοντες κλάδους ἐλαιῶν καὶ λαμπάδας, εὐφημοῦντες αὐτὸν μετὰ χαρᾶς καὶ δακρύων. προσελθὼν δὲ ὁ υἱὸς αὐτοῦ ἔπεσεν ἐπὶ τοὺς πόδας αὐτοῦ, καὶ περιπλακεὶς αὐτῷ ἔβρεξαν ἀμφότεροι τὴν γῆν τοῖς δάκρυσιν. τοῦτο θεασάμενος ὁ λαός, ἅπαντες εὐχαριστηρίους ὕμνους τῷ θεῷ ἀνέπεμπον· καὶ οὕτω λαβόντες τὸν βασιλέα σκιρτῶντες εἰσῆλθον ἐν τῇ πόλει. Περσῶν βασιλεὺς Ἀδεσὴρ μῆνας ζʹ. ͵ϛρκʹ. χκʹ. ιθʹ. αʹ. κʹ. κʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἀπάρας ὁ βασιλεὺς ἅμα ἔαρι ἀπὸ τῆς βασιλευούσης πόλεως ἐπὶ τὰ Ἱεροσόλυμα ἐπορεύετο ἀπαγαγὼν τὰ τίμια καὶ ζωοποιὰ ξύλα τοῦ ἀποδοῦναι τῷ θεῷ τὴν εὐχαριστίαν. ἐλθόντι δὲ αὐτῷ ἐν Τιβεριάδι κατηγόρησαν οἱ Χριστιανοὶ Βενιαμίν τινα ὀνόματι ὡς κακοποιοῦντα αὐτούς. ἦν γὰρ ἐνούσιος σφόδρα, καὶ ὑπεδέξατο τὸν βασιλέα καὶ τὸν στρατὸν αὐτοῦ. ὁ δὲ βασιλεὺς κατέκρινεν αὐτὸν λέγων· «διὰ ποίαν αἰτίαν κακοποιεῖς τοὺς Χριστιανούς;» ὁ δὲ εἶπεν· «ὡς ἐχθροὺς τῆς πίστεώς μου.» ἦν γὰρ Ἰουδαῖος. τότε ὁ βασιλεὺς νουθετήσας αὐτὸν καὶ πείσας ἐβάπτισεν εἰς τὸν οἶκον Εὐσταθίου τοῦ Νεαπολίτου, Χριστιανοῦ ὄντος καὶ αὐτοῦ ὑποδεξαμένου τὸν βασιλέα. εἰσελθὼν δὲ ὁ βασιλεὺς ἐν Ἱεροσολύμοις καὶ ἀποκαταστήσας Ζαχαρίαν τὸν πατριάρχην καὶ τὰ τίμια καὶ ζωοποιὰ ξύλα εἰς τὸν ἴδιον τόπον καὶ πολλὰ εὐχαριστήσας τῷ θεῷ ἀπήλασε τοὺς Ἑβραίους ἀπὸ τῆς ἁγίας πόλεως, κελεύσας μὴ ἔχειν αὐτοὺς ἐξουσίαν ἀπὸ τριῶν μιλίων τῆς ἁγίας πόλεως πλησιάζειν. καταλαβὼν δὲ τὴν Ἔδεσαν ἀπέδωκε τὴν ἐκκλησίαν τοῖς ὀρθοδόξοις ὑπὸ Νεστοριανῶν κατεχομένην ἀπὸ Χοσρόου. καὶ ἐλθὼν εἰς Ἱεράπολιν ἤκουσεν, ὅτι Σιρόης τέθνηκεν, ὁ τῶν Περσῶν βασιλεύς, Ἀδεσὴρ δέ, ὁ τούτου υἱός, τὴν βασιλείαν τῶν Περσῶν παρέλαβεν. τούτου δὲ μῆνας ζʹ κρατήσαντος τῆς ἀρχῆς ἐπανέστη αὐτῷ Σαρβαραζᾶς, καὶ τοῦτον πατάξας ἐβασίλευσε τῶν Περσῶν μῆνας βʹ. τοῦτον δὲ ἀνελόντες οἱ Πέρσαι Βοράνην κατεστήσαντο εἰς βασιλέα, τὴν θυγατέρα Χοσρόου, ἥτις ἐκράτησε τῆς βασιλείας τῶν Περσῶν μῆνας ζʹ. ταύτην δὲ διεδέξατο Ὁρμίσδας ὑπὸ τῶν Σαρακηνῶν διωχθείς, καὶ γέγονεν ἡ βασιλεία τῶν Περσῶν ὑπὸ τοὺς Ἄραβας μέχρι τῆς σήμερον.

Κόσμου ἔτη ͵ϛρκαʹ. Τῆς θείας σαρκώσεως ἔτη χκαʹ. Ρωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. κʹ. Περσῶν βασιλεὺς Ὁρμίσδας ἔτη ιαʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. καʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. καʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. ιαʹ. Τούτῳ τῷ ἔτει τοῦ βασιλέως Ἡρακλείου ὄντος ἐν Ἱεραπόλει,ἦλθε πρὸς αὐτὸν Ἀθανάσιος, ὁ πατριάρχης τῶν Ἰακωβιτῶν, δεινὸς ἀνὴρ καὶ κακοῦργος τῇ τῶν Σύρων ἐμφύτῳ πανουργίᾳ, καὶ κινήσας πρὸς τὸν βασιλέα περὶ πίστεως λόγους ὑπισχνεῖτο αὐτῷ Ἡράκλειος, εἰ τὴν ἐν Χαλκηδόνι σύνοδον ἀποδέξηται, πατριάρχην αὐτὸν ποιεῖν Ἀντιοχείας. ὁ δὲ ὑποκριθεὶς ἐδέξατο τὴν σύνοδον ὁμολογήσας τὰς δύο ἐν Χριστῷ ἡνωμένας φύσεις· ἠρώτησέ τε τὸν βασιλέα περὶ τῆς ἐνεργείας καὶ τῶν θελημάτων, τὸ πῶς δεῖ ταῦτα λέγειν ἐν Χριστῷ, διπλᾶ ἢ μοναδικά; ὁ δὲ βασιλεὺς ξενοφωνηθεὶς γράφει πρὸς Σέργιον, τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον, προσκαλεῖται δὲ καὶ Κῦρον, τὸν Φάσιδος ἐπίσκοπον, καὶ τοῦτον ἐρωτήσας εὗρεν αὐτὸν συμφωνοῦντα τῷ Σεργίῳ εἰς τὸ ἓν θέλημα καὶ τὴν μίαν ἐνέργειαν. Σέργιος γάρ, ἅτε Συρογενὴς καὶ γονέων Ἰακωβιτῶν ὑπάρχων, μίαν φυσικὴν θέλησιν καὶ μίαν ἐνέργειαν ἐν Χριστῷ ὡμολόγησε καὶ ἔγραψεν. ὁ δὲ βασιλεὺς ἀμφοτέρων στοιχήσας τὴν βουλὴν εὗρε καὶ τὸν Ἀθανάσιον συμφωνοῦντα αὐτοῖς. ἐγίνωσκε γάρ, ὅτι, ἔνθα μία ἐνέργεια εὕρηται, ἐκεῖ καὶ μία φύσις γνωρίζεται. βεβαιωθεὶς δὲ ὁ βασιλεὺς ἐν τούτῳ γράφει πρὸς Ἰωάννην, τὸν πάπαν Ρώμης, ἀμφοτέρων τὴν γνώμην· ὁ δὲ οὐ κατεδέξατο αὐτῶν τὴν αἵρεσιν. Γεωργίου δὲ τοῦ Ἀλεξανδρείας τελευτήσαντος, ἀποστέλλεται Κῦρος ἐπίσκοπος Ἀλεξανδρείας, καὶ ἑνωθεὶς Θεοδώρῳ, τῷ ἐπισκόπῳ τῆς Φαράν, ἐποίησε τὴν ὑδροβαφῆ ἐκείνην ἕνωσιν, μίαν καὶ αὐτοὶ γράψαντες ἐν Χριστῷ φυσικὴν ἐνέργειαν. τούτων δὲ οὕτω παρακολουθησάντων, εἰς μέγα ὄνειδος ἡ σύνοδος Χαλκηδόνος καὶ ἡ καθολικὴ περιέπεσεν ἐκκλησία. κατεκαυχῶντο γὰρ οἱ Ἰακωβῖται καὶ οἱ Θεοδοσιανοὶ φάσκοντες, ὅτι «οὐχ ἡμεῖς τῇ Χαλκηδόνι, ἀλλ' ἡ Χαλκηδὼν μᾶλλον ἡμῖν ἐκοινώνησεν, διὰ τῆς μιᾶς ἐνεργείας μίαν ὁμολογήσασα φύσιν Χριστοῦ.» ἐν τούτοις Σωφρόνιος χειροτονεῖται ἐπίσκοπος Ἱεροσολύμων, καὶ συναθροίσας τοὺς ὑπ' αὐτὸν ἐπισκόπους τὸ μονοθέλητον δόγμα ἀνεθεμάτισε καὶ συνοδικὰ Σεργίῳ τῷ Κωνσταντινουπόλεως καὶ Ἰωάννῃ τῷ Ρώμης ἀπέστειλεν. ἀκούσας δὲ ταῦτα Ἡράκλειος ᾐσχύνθη, καὶ καταλύσαι μὲν τὰ οἰκεῖα οὐκ ἠθέλησεν, καὶ πάλιν τὸν ὀνειδισμὸν οὐχ ὑπέφερεν. τότε δή, ὡς μέγα τι νομίζων ποιεῖν, ἐκτίθεται τὸ λεγόμενον ἴδικτον, περιέχον μήτε μίαν, μήτε δύο ὁμολογεῖν ἐνεργείας ἐν Χριστῷ, ὅπερ ἀναγνόντες οἱ τὰ Σευήρου φρονοῦντες ἐπὶ καπηλείων καὶ βαλανείων διέσυραν τὴν καθολικὴν ἐκκλησίαν, λέγοντες· «πρώην μὲν τὰ Νεστορίου φρονοῦντες οἱ Χαλκηδονῖται ἀνένηψαν ἐπιστρέψαντες εἰς τὴν ἀλήθειαν, ἑνωθέντες ἡμῖν διὰ τῆς μιᾶς ἐνεργείας εἰς τὴν μίαν τοῦ Χριστοῦ φύσιν. νῦν δὲ καταγνόντες τοῦ καλῶς ἔχοντος ἀπώλεσαν ἀμφότερα, μήτε μίαν, μήτε δύο ἐν Χριστῷ ὁμολογοῦντες.»
μετὰ δὲ τὴν τελευτὴν Σεργίου Πύρρος τὸν θρόνον Κωνσταντινουπόλεως διεδέξατο, ὅς τις τὰ δογματισθέντα ὑπὸ Σεργίου καὶ Κύρου ἀσεβῶς ἐκράτυνεν. τοῦ δὲ Ἡρακλείου τελευτήσαντος, καὶ τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίνου βασιλεύσαντος, Πύρρος σὺν τῇ Μαρτίνῃ φαρμάκῳ τοῦτον ἀνεῖλεν, καὶ βασιλεύει Ἡρακλωνᾶς, ὁ τῆς Μαρτίνης υἱός. ἡ δὲ σύγκλητος καὶ ἡ πόλις Πύρρον ὡς ἀσεβῆ σὺν τῇ Μαρτίνῃ καὶ τῷ υἱῷ αὐτῆς ἐξέωσαν· καὶ βασιλεύει Κώνστας, ὁ Κωνσταντίνου υἱός, καὶ χειροτονεῖται Παῦλος ἐπίσκοπος Κωνσταντινουπόλεως, καὶ αὐτὸς αἱρετικός. Ἰωάννης δέ, ὁ Ρώμης ἐπίσκοπος, συναθροίσας σύνοδον ἐπισκόπων τὴν τῶν Μονοθελητῶν αἵρεσιν ἀνεθεμάτισεν. ὁμοίως καὶ ἐν Ἀφρικῇ καὶ Βυζακίῳ καὶ Νουμιδίᾳ καὶ Μαυριτανίᾳ διάφοροι ἐπίσκοποι συναθροισθέντες τοὺς Μονοφυσίτας ἀνεθεμάτισαν. Ἰωάννου δὲ τοῦ Ρώμης κοιμηθέντος, Θεόδωρος χειροτονεῖται πάπας ἀντ' αὐτοῦ. Πύρρος δὲ τὴν Ἀφρικὴν καταλαβὼν συνοψίζεται τῷ ἁγιωτάτῳ ἀββᾷ Μαξίμῳ, τῷ αἰδεσίμῳ ἐν μοναχικοῖς κατορθώμασιν, καὶ τοῖς ἐκεῖσε ἐνθέοις ἱεράρχαις, οἵ τινες τοῦτον ἐλέγξαντες καὶ πείσαντες πρὸς τὸν πάπαν Θεόδωρον ἀπέστειλαν ἐν Ρώμῃ. καὶ λίβελλον ὀρθοδοξίας ἐπιδεδωκὼς τῷ πάπᾳ ἐδέχθη ὑπ' αὐτοῦ. τῆς δὲ Ρώμης ὑποχωρήσας καὶ ἐν Ραβέννῃ ἐλθὼν ὡς κύων ἐπὶ τὸ ἴδιον ἐξέραμα ἐπέστρεψεν. τοῦτο δὲ μαθὼν ὁ πάπας Θεόδωρος τὸ πλήρωμα τῆς ἐκκλησίας συγκαλέσας καὶ τὸν τάφον τοῦ κορυφαίου τῶν ἀποστόλων καταλαβών, αἰτήσας τὸ θεῖον ποτήριον, ἐκ τοῦ ζωοποιοῦ αἵματος τοῦ Χριστοῦ τῷ μέλανι ἐπιστάξας οἰκείᾳ χειρὶ τὴν καθαίρεσιν Πύρρου καὶ τῶν κοινωνούντων αὐτῷ ποιεῖται. Πύρρου δὲ τὴν Κωνσταντινούπολιν καταλαβόντος, καὶ Παύλου ἀποθανόντος, οἱ τολμηροὶ ἑτερόδοξοι τὸν Πύρρον πάλιν τῷ θρόνῳ Κωνσταντινουπόλεως ἐγκατέστησαν. Θεοδώρου δὲ τοῦ πάπα τελευτήσαντος, Μαρτῖνος ὁ ἁγιώτατος χειροτονεῖται ἐν Ρώμῃ. καταλαβόντος δὲ καὶ Μαξίμου ἀπὸ Ἀφρικῆς ἐν Ρώμῃ καὶ τὸν πάπαν Μαρτῖνον πρὸς ζῆλον ἐξάψαντος, σύνοδον ρνʹ ἐπισκόπων συναθροίσαντες Σέργιον καὶ Πύρρον, Κῦρον καὶ Παῦλον ἀνεθεμάτισαν, τὰς δὲ δύο θελήσεις καὶ ἐνεργείας Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἐτράνωσαν καὶ ἐκήρυξαν τῷ θʹ ἔτει τῆς βασιλείας Κώνσταντος, ἔγγονος Ἡρακλείου, ἰνδικτιῶνι ηʹ. ὅς τις μαθὼν καὶ θυμοῦ πλησθεὶς τόν τε ἅγιον Μαρτῖνον καὶ Μάξιμον ἐνέγκας ἐν Κωνσταντινουπόλει καὶ βασανίσας ἐξορίᾳ παρέπεμψεν ἐν Χερσῶνι καὶ τοῖς κλίμασιν· πολλοὺς δὲ καὶ τῶν ἑσπερίων ἐπισκόπους ἐτιμωρήσατο. μετὰ δὲ τὴν ἐξορίαν Μαρτίνου Ἀγάθων χειροτονεῖται πάπας Ρώμης, ὅς τις κινηθεὶς ζήλῳ θεοῦ, σύνοδον ἱερὰν καὶ αὐτὸς συναθροίσας τὴν τῶν Μονοθελητῶν αἵρεσιν ἀπεκήρυξεν, τὰς δύο θελήσεις καὶ ἐνεργείας τρανώσας. οὕτω δὲ τῆς ἐκκλησίας τότε ὑπό τε τῶν βασιλέων καὶ τῶν δυσσεβῶν ἱερέων ταραττομένης, ἀνέστη ὁ ἐρημικώτατος Ἀμαλὴκ τύπτων ἡμᾶς τὸν λαὸν τοῦ Χριστοῦ, καὶ γίνεται πρώτη φοβερὰ πτῶσις τοῦ Ρωμαϊκοῦ στρατοῦ, ἡ κατὰ τὸν Γαβιθᾶν λέγω καὶ Ἱερμουχὰν καὶ τὴν Δάθεσμον αἱμοχυσία· μεθ' ἣν αἱ Παλαιστινῶν καὶ Καισαρέων καὶ Ἱεροσολύμων ἁλώσεις, εἶτα ὁ Αἰγύπτιος ὄλεθρος, καὶ καθεξῆς ἡ τῶν μεσογείων καὶ νήσων καὶ πάσης Ρωμανίας αἰχμαλωσία, καὶ ἡ ἐν Φοίνικι παντελὴς τοῦ Ρωμαϊκοῦ στρατοῦ τε καὶ στόλου ἀπώλεια, καὶ πάντων τῶν χριστιανικῶν λαῶν καὶ τόπων ἐρήμωσις, ἥτις οὐκ ἐπαύσατο, ἄχρις ἂν ὁ τῆς ἐκκλησίας διώκτης ἐν Σικελίᾳ κακῶς ἀνῃρέθη.
https://byzantium.gr/
Κόσμου ἔτη ͵ϛρκβʹ. Τῆς θείας σαρκώσεως ἔτη χκβʹ. Ρωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. καʹ. Ἀράβων ἀρχηγὸς Μουάμεδ ἔτη θʹ. θʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. κβʹ. Ἱεροσολύμων ἐπίσκοπος Ζαχαρίας ἔτη κβʹ. κβʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. ιβʹ. Τούτῳ τῷ ἔτει ἀπεβίω Μουάμεδ, ὁ τῶν Σαρακηνῶν ἀρχηγὸς καὶ ψευδοπροφήτης, προχειρισάμενος Ἀβουβάχαρον συγγενῆ αὐτοῦ εἰς τὴν ἀρχὴν αὐτοῦ. καὶ τῷ αὐτῷ χρόνῳ ἦλθεν ἡ ἀκοὴ αὐτοῦ καὶ πάντες ἐφοβήθησαν. οἱ δὲ πεπλανημένοι Ἑβραῖοι ἐν ἀρχῇ τῆς παρουσίας αὐτοῦ ἐνόμισαν εἶναι αὐτὸν τὸν παρ' αὐτοῖς προσδοκώμενον Χριστόν, ὡς καί τινας τῶν προυχόντων αὐτῶν προσελθεῖν αὐτῷ καὶ δέξασθαι τὴν αὐτοῦ θρησκείαν καὶ ἀφῆσαι τὴν τοῦ θεόπτου Μωσέως. ἦσαν δὲ τὸν ἀριθμὸν δέκα οἱ τοῦτο πεποιηκότες, καὶ σὺν αὐτῷ διῆγον ἄχρι τῆς σφαγῆς αὐτοῦ. θεωρήσαντες δὲ αὐτὸν ἐσθίοντα ἀπὸ καμήλου ἔγνωσαν, ὅτι οὐκ ἔστιν αὐτός, ὃν ἐνόμισαν, καὶ ἠπόρουν τί πρᾶξαι, καὶ ἀφῆσαι αὐτοῦ τὴν θρησκείαν δειλιῶντες οἱ τάλανες ἐδίδασκον αὐτὸν ἀθέμιτα καθ' ἡμῶν τῶν Χριστιανῶν· καὶ διῆγον σὺν αὐτῷ. ἀναγκαῖον δὲ ἡγοῦμαι διηγήσασθαι περὶ τῆς τούτου γενεᾶς· οὗτος ἐκ μιᾶς γενικωτάτης φυλῆς κατήγετο ἐξ Ἰσμαήλ, υἱοῦ Ἀβραάμ. Νίζαρος γάρ, ὁ τοῦ Ἰσμαὴλ ἀπόγονος, πατὴρπάντων αὐτῶν ἀναγορεύεται. οὗτος γεννᾷ υἱοὺς δύο, Μούδαρον καὶ Ραβίαν. Μούδαρος γεννᾷ Κούρασον καὶ Κάϊσον καὶ Θεμίμην καὶ Ἄσαδον καὶ ἄλλους ἀγνώστους. οὗτοι πάντες ᾤκουν τὴν Μαδιανῖτιν ἔρημον καὶ ἐν αὐτῇ ἐκτηνοτρόφουν ἐν σκηναῖς κατοικοῦντες. εἰσὶ δὲ καὶ ἐνδότεροι τούτων μὴ ὄντες τῆς φυλῆς αὐτῶν, ἀλλὰ τοῦ Ἰεκτάν, οἱ λεγόμενοι Ἀμανῖται, τοῦτ' ἔστιν Ὁμηρῖται. ἐπραγματεύοντο δέ τινες αὐτῶν ἐν ταῖς καμήλοις αὐτῶν. ἀπόρου δὲ καὶ ὀρφανοῦ ὄντος τοῦ προειρημένου Μουάμεδ, ἔδοξεν αὐτῷ εἰσιέναι πρός τινα γυναῖκα πλουσίαν, συγγενῆ αὐτοῦ οὖσαν, ὀνόματι Χαδίγαν, μίσθιον ἐπὶ τῷ καμηλεύειν καὶ πραγματεύεσθαι ἐν Αἰγύπτῳ καὶ Παλαιστίνῃ. κατ' ὀλίγον δὲ παρρησιασάμενος ὑπεισῆλθε τῇ γυναικὶ χήρᾳ οὔσῃ, καὶ ἔλαβεν αὐτὴν γυναῖκα καὶ ἔσχε τὰς καμήλους αὐτῆς καὶ τὴν ὕπαρξιν. ἐρχόμενος δὲ ἐν Παλαιστίνῃ συνανεστρέφετο Ἰουδαίοις τε καὶ Χριστιανοῖς. ἐθηρᾶτο δὲ παρ' αὐτῶν τινὰ γραφικά, καὶ ἔσχε τὸ πάθος τῆς ἐπιληψίας. καὶ νοήσασα ἡ τούτου γυνὴ σφόδρα ἐλυπεῖτο, ὡς εὐγενὴς οὖσα καὶ τῷ τοιούτῳ συναφθεῖσα, οὐ μόνον ἀπόρῳ ὄντι, ἀλλὰ καὶ ἐπιληπτικῷ. τροποῦται δὲ αὐτὸς θεραπεῦσαι αὐτὴν οὕτω λέγων, ὅτι «ὀπτασίαν τινὰ ἀγγέλου λεγομένου Γαβριὴλ θεωρῶ, καὶ μὴ ὑποφέρων τὴν τούτου θέαν ὀλιγωρῶ καὶ πίπτω.» αὕτη δὲ ἔχουσα μοναχόν τινα διὰ κακοπιστίαν ἐξόριστον ἐκεῖσε οἰκοῦντα, φίλον αὐτῆς, ἀνήγγειλεν αὐτῷ πάντα καὶ τὸ ὄνομα τοῦ ἀγγέλου. κἀκεῖνος θέλων πληροφορῆσαι αὐτὴν εἶπεν αὐτῇ ὅτι «ἀλήθειαν εἴρηκεν· καὶ γὰρ οὗτος ὁ ἄγγελος ἐκπέμπεται πρὸς πάντας προφήτας.» αὕτη δὲ πρώτη δεξαμένη τὸν λόγον τοῦ ψευδαββᾶ ἐπίστευσεν αὐτῷ, καὶ ἐκήρυξεν ἄλλαις γυναιξὶν ὁμοφύλοις αὐτῆς προφήτην αὐτὸν εἶναι. καὶ οὕτως ἐκ γυναικῶν ἡ φήμη ἦλθεν εἰς ἄνδρας, πρῶτον Ἀβουβάχαρον, ὃν καὶ διάδοχον κατέλιπεν. καὶ ἐκράτησεν ἡ αἵρεσις αὐτοῦ τὰ μέρη τῆς Ἐθρίβου διὰ πολέμου τὸ ἔσχατον· πρώην μὲν κρυπτῶς ἔτη δέκα, καὶ διὰ πολέμου ὁμοίως δέκα, καὶ φανερῶς ἐννέα. ἐδίδαξε δὲ τοὺς ἑαυτοῦ ὑπηκόους, ὅτι ὁ ἀποκτέννων ἐχθρόν, ἢ ὑπὸ ἐχθροῦ ἀποκτεννόμενος εἰς παράδεισον εἰσέρχεται. τὸν δὲ παράδεισον σαρκικῆς βρώσεως καὶ πόσεως καὶ μίξεως γυναικῶν ἔλεγεν· ποταμόν τε οἴνου καὶ μέλιτος καὶ γάλακτος, καὶ γυναικῶν οὐ τῶν παρουσῶν, ἀλλ' ἄλλων, καὶ τὴν μίξιν πολυχρόνιον εἶναι, καὶ διαρκῆ τὴν ἡδονήν· καὶ ἄλλα τινὰ ἀσωτίας καὶ μωρίας μεστά· συμπαθεῖν δὲ ἀλλήλοις, καὶ βοηθεῖν ἀδικουμένοις. Ἐν αὐτῷ δὲ τῷ ἔτει, ἰνδικτιῶνος δʹ, μηνὶ Νοεμβρίῳ ζʹ, ἐγεννήθη Ἡρακλείῳ ἐν τῇ ἀνατολῇ Δαβίδ, ὁ υἱὸς αὐτοῦ· τῇ αὐτῇ ἡμέρᾳ καὶ Ἡράκλειος ἐτέχθη, υἱὸς Ἡρακλείου τοῦ μικροῦ τοῦ καὶ Κωνσταντίνου, υἱοῦ Ἡρακλείου τοῦ μεγάλου. καὶ ἐβαπτίσθη ἐν Βλαχέρναις ὑπὸ Σεργίου πατριάρχου τῇ εʹ ἰνδικτιῶνι μηνὶ Νοεμβρίῳ γʹ. Ἀράβων ἀρχηγὸς Ἀβουβάχαρος ἔτη γʹ. Ἱεροσολύμων ἐπίσκοπος Μόδεστος ἔτη βʹ. ͵ϛρκγʹ. χκγʹ. κβʹ. αʹ. κγʹ. αʹ. ιγʹ. Τούτῳ τῷ ἔτει ἐπανέστησαν Πέρσαι κατ' ἀλλήλων καὶ ἐπολέμησαν ἑαυτούς. ἐν αὐτῷ δὲ τῷ καιρῷ ὁ βασιλεὺς τῶν Ἰνδῶν πέμπει συγχαρίκια τῷ Ἡρακλείῳ ἐπὶ τῇ τῶν Περσῶν νίκῃ, μαργαρίτας καὶ λίθους τιμίους ἱκανούς. ἦν δὲ προτελευτήσας ὁ Μουάμεδ, ὃς ἦν στήσας τέσσαρας ἀμηραίους τοῦ πολεμεῖν τοὺς ἐξ Ἀράβων γένους Χριστιανούς· καὶ ἦλθον κατέναντι Μουχέων κώμης λεγομένης, ἐν ᾗ ὑπῆρχε Θεόδωρος ὁ βικάριος, θέλοντες ἐπιρρίψαι κατὰ τῶν Ἀράβων τῇ ἡμέρᾳ τῆς εἰδωλοθυσίας αὐτῶν. μαθὼν δὲ τοῦτο ὁ βικάριος παρά τινος κορασηνοῦ, Κουταβᾶ λεγομένου καὶ μισθίου αὐτοῦ γενομένου, συνάγει πάντας τοὺς στρατιώτας τῶν παραφυλάκων τῆς ἐρήμου, καὶ ἀκριβωσάμενος παρὰ τοῦ Σαρακηνοῦ τὴν ἡμέραν καὶ τὴν ὥραν, ἐν ᾗ ἤμελλον ἐπιρρίπτειν αὐτοῖς, αὐτὸς ἐπιρρίψας αὐτοῖς ἐν χωρίῳ ἐπιλεγομένῳ Μόθους ἀποκτέννει τρεῖς ἀμηραίους καὶ τὸ πλῆθος τοῦ λαοῦ. ἐξῆλθε δὲ εἷς ἀμηρᾶς ὁ Χάλεδος, ὃν λέγουσι τὴν μάχαιραν τοῦ θεοῦ. ἦσαν δέ τινες τῶν πλησίον Ἀράβων λαμβάνοντες παρὰ τῶν βασιλέων ῥόγας μικρὰς πρὸς τὸ φυλάξαι τὰ στόμια τῆς ἐρήμου. ἐν αὐτῷ δὲ τῷ καιρῷ ἦλθέ τις εὐνοῦχος δίδων τὰς ῥόγας τῶν στρατιωτῶν, καὶ ἐλθόντες οἱ Ἄραβες κατὰ τὸ ἔθος λαβεῖν τὴν ῥόγαν αὐτῶν, ὁ εὐνοῦχος ἀπεδίωξεν αὐτούς, λέγων ὅτι «ὁ δεσπότης μόγις τοῖς στρατιώταις δίδωσι ῥόγας, πόσῳ μᾶλλον τοῖς κυσὶ τούτοις;» θλιβέντες οὖν οἱ Ἄραβες ἀπῆλθον πρὸς τοὺς ὁμοφύλους, καὶ αὐτοὶ ὡδήγησαν αὐτοὺς ἐπὶ τὴν χώραν Γάζης στομίου οὔσης τῆς ἐρήμου κατὰ τὸ Σιναῖον ὄρος πλουσίας σφόδρα.

Κόσμου ἔτη ͵ϛρκδʹ. Τῆς θείας σαρκώσεως ἔτη χκδʹ. Ρωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. κγʹ. Ἀράβων ἀρχηγὸς Ἀβουβάχαρος ἔτη γʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. κδʹ. Ἱεροσολύμων ἐπίσκοπος Μόδεστος ἔτη βʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Γεώργιος ἔτη ιδʹ. ιδʹ. Τούτῳ τῷ ἔτει ἔπεμψεν Ἀβουβάχαρος στρατηγοὺς τέσσαρας, οἳ καὶ ὁδηγηθέντες, ὡς προέφην. ὑπὸ τῶν Ἀράβων ἦλθον καὶ ἔλαβον τὴν Ἥραν καὶ πᾶσαν τὴν χώραν Γάζης. μόγις δὲ ἐλθών ποτε ἀπὸ Καισαρείας Παλαιστίνης Σέργιος σὺν στρατιώταις ὀλίγοις καὶ συμβαλὼν πόλεμον κτείνεται πρῶτος σὺν τοῖς στρατιώταις τριακοσίοις οὖσιν. καὶ πολλοὺς αἰχμαλώτους λαβόντες καὶ λάφυρα πολλὰ ὑπέστρεψαν μετὰ λαμπρᾶς νίκης. Αὐτῷ δὲ τῷ χρόνῳ σεισμὸς ἐγένετο κατὰ τὴν Παλαιστίνην· καὶ ἐφάνη σημεῖον ἐν τῷ οὐρανῷ κατὰ μεσημβρίαν, ὁ λεγόμενος δοκίτης, προμηνύων τὴν τῶν Ἀράβων ἐπικράτησιν· ἔμεινε δὲ ἡμέρας λʹ διατείνων ἀπὸ μεσημβρίας ἕως ἄρκτου. ἦν δὲ ξιφοειδής. Ἱεροσολύμων ἐπίσκοπος Σωφρόνιος ἔτη γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κῦρος ἔτη ιʹ. κδʹ. γʹ. κεʹ. αʹ. αʹ. Τούτῳ τῷ ἔτει Ἀβουβάχαρος τελευτᾷ ἀμηρεύσας ἔτη δύο ἥμισυ· καὶ παραλαμβάνει τὴν ἀρχὴν Οὔμαρος· ὃς πέμψας στρατιὰν κατὰ τῆς Ἀραβίας παραλαμβάνει Βόστραν τὴν πόλιν μετὰ καὶ ἄλλων πόλεων. ἀπεδήμησαν δὲ μέχρι τοῦ Γαβιθᾶ. τούτοις συμβαλὼν Θεόδωρος, ὁ τοῦ βασιλέως Ἡρακλείου ἀδελφός, ἡττήθη καὶ πρὸς τὸν βασιλέα ἐν Ἐδέσῃ ἔρχεται. ὁ δὲ βασιλεὺς προχειρίζεται ἕτερον στρατηγόν, ὀνόματι Βαάνην, καὶ Θεόδωρον σακελλάριον μετὰ Ρωμαϊκῆς δυνάμεως πέμπει κατὰ Ἀράβων· παραγενόμενος δὲ εἰς Ἔμεσαν συναντᾷ πλῆθος Σαρακηνῶν, καὶ ἀποκτείνας αὐτοὺς καὶ τὸν ἀμηρεύοντα αὐτῶν, τοὺς λοιποὺς ἀπελαύνει ἄχρι Δαμασκοῦ· κἀκεῖσε παρὰ τὸν Βαρδανήσιον ποταμὸν παραφωσατεύει. Ἡράκλειος δὲ τὴν Συρίαν καταλιπὼν ὡς ἀπελπίσας, ἄρας καὶ τὰ τίμια ξύλα ἀπὸ Ἱερουσαλὴμ ἐπὶ τὴν Κωνσταντινούπολιν ἀπῄει. Βαάνην δὲ ἀπὸ Δαμασκοῦ εἰς Ἔμεσαν στρέφει καὶ Θεόδωρον σακελλάριον ἔχοντας στρατὸν χιλιάδας μʹ, καὶ διώκουσι τοὺς Ἄραβας ἀπὸ Ἐμέσης ἕως Δαμασκοῦ.

Κόσμου ἔτη ͵ϛρκʹ. Τῆς θείας σαρκώσεως ἔτη χκʹ. Ρωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. κεʹ. Ἀράβων ἀρχηγὸς Οὔμαρος ἔτη ιβʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. κʹ. Ἱεροσολύμων ἐπίσκοπος Σωφρόνιος ἔτη γʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κῦρος ἔτη ιʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσαν οἱ Σαρακηνοὶ τὴν Ἀραβίαν καταλιπόντες ἐπὶ τὰ μέρη Δαμασκοῦ πλῆθος ὄντες ἄπειρον. Βαάνης δὲ μαθὼν πρὸς τὸν βασιλικὸν σακελλάριον ἀποστέλλει, ἵνα καταλάβῃ μετὰ τοῦ ἑαυτοῦ στρατοῦ εἰς βοήθειαν αὐτοῦ διὰ τὸ πλῆθος εἶναι τοὺς Ἄραβας. κατέλαβε δὲ ὁ σακελλάριος πρὸς Βαάνην, καὶ ἀπάραντες ἀπὸ Ἐμέσης συναντῶσι τοῖς Ἄραψιν, καὶ συμβολῆς γενομένης τῇ πρώτῃ ἡμέρᾳ, ἥτις ἦν τρίτη τῆς ἑβδομάδος, κγʹ τοῦ Λώου μηνός, ἡττῶνται οἱ περὶ τὸν σακελλάριον. στασιάσαντες δὲ οἱ τοῦ Βαάνους Βαάνην προχειρίζονται βασιλέα καὶ Ἡράκλειον ἀπεκήρυξαν. τότε οἱ περὶ τὸν σακελλάριον ὑπεχώρησαν, καὶ οἱ Σαρακηνοὶ εὑρόντες ἄδειαν συμβάλλουσι πόλεμον. ἀνέμου δὲ πνεύσαντος κατὰ Ρωμαίων νότου, μὴ δυνηθέντες ἀντωπῆσαι τοῖς ἐχθροῖς διὰ τὸν κονιορτὸν ἡττῶνται. καὶ ἑαυτοὺς βαλόντες εἰς τὰς στενόδους τοῦ Ἱερμουχθᾶ ποταμοῦ ἐκεῖ ἀπώλοντο ἄρδην. ἦσαν δὲ ἀμφοτέρων τῶν στρατηγῶν χιλιάδες μʹ. τότε οἱ Σαρακηνοὶ νικήσαντες λαμπρῶς ἐπὶ τὴν Δαμασκὸν ἔρχονται καὶ ταύτην παραλαμβάνουσι καὶ τὰς χώρας τῆς Φοινίκης· καὶ οἰκίζονται ἐκεῖ, καὶ στρατεύουσι κατ' Αἰγύπτου. μαθὼν δὲ Κῦρος, ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος, τὴν τούτων ὁρμὴν ἐσπούδασεν, καὶ φοβούμενος τὴν πλεονεξίαν αὐτῶν πάκτα στοιχήσας ὑπισχνεῖται ὅτι ιβʹ μυριάδας δηναρίων κατ' ἔτος παρέξει αὐτοῖς ἡ Αἴγυπτος καὶ χρυσίον διὰ τὰς ὁρισθείσας ἐνοχὰς πέμψει. καὶ ταῦτα παρασχὼν διὰ τριῶν ἐτῶν ἀμέτοχον ἔστησε τῆς ὀλέθρου τὴν Αἴγυπτον. κατηγορεῖται δὲ ὁ Κῦρος ἐπὶ τοῦ βασιλέως, ὡς τὸ χρυσίον τῆς Αἰγύπτου τοῖς Σαρακηνοῖς δούς· καὶ ἀποστείλας μετ' ὀργῆς τοῦτον μετεπέμψατο, Μανουὴλ δέ τινα Ἀρμένιον τῷ γένει ἐκπέμπει αὐγουστάλιον. πληρωθέντος δὲ τοῦ χρόνου, οἱ τῶν Σαρακηνῶν πράκτορες παρεγένοντο λαβεῖν τὸ χρυσίον. ὁ δὲ Μανουὴλ ἀπράκτους αὐτοὺς ἐξελαύνει λέγων, ὅτι «οὔκ εἰμι ἐγὼ Κῦρος ὁ ἄοπλος, ἵνα τέλη ὑμῖν παράσχω, ἀλλ' ἐγὼ ἔνοπλός εἰμι.» τούτων δὲ ἀπελθόντων, εὐθέως ὁπλίζονται οἱ Σαρακηνοὶ κατ' Αἰγύπτου καὶ συνάψαντες κατὰ Μανουὴλ πόλεμον ἀπελαύνουσι τοῦτον, αὐτὸς δὲ μετ' ὀλίγων τινῶν εἰς Ἀλεξάνδρειαν διασώζεται. τότε οἱ Σαρακηνοὶ ἐφορολόγησαν τὴν Αἴγυπτον. ἀκούσας δὲ Ἡράκλειος τὰ πραχθέντα ἀποστέλλει Κῦρον πρὸς τὸ πεῖσαι αὐτοὺς ἀναχωρῆσαι τῆς Αἰγύπτου τῷ πρώτῳ στοιχήματι· καὶ ἀπελθὼν ὁ Κῦρος εἰς τὴν παρεμβολὴν τῶν Σαρακηνῶν ὑπεραπελογεῖτο ὡς ἀναίτιος ὢν τῆς παραβάσεως, καὶ εἰ βούλοιντο τὴν προτέραν συμφωνίαν ὅρκοις βεβαιῶσαι. πρὸς τούτοις οἱ Σαρακηνοὶ οὐκ ἐπείσθησαν λέγοντες τῷ ἐπισκόπῳ· «δύνῃ τοῦτον τὸν παμμεγέθη στύλον καταπιεῖν;» ὁ δὲ εἶπεν· «οὐκ ἐνδέχεται.» ἔφησαν δέ· «οὐδὲ ἡμῖν ἐνδέχεται ἀναχωρῆσαι τῆς Αἰγύπτου ἔτι.»

Κόσμου ἔτη ͵ϛρκζʹ. Τῆς θείας σαρκώσεως ἔτη χκζʹ. Ρωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. κʹ. Ἀράβων ἀρχηγὸς Οὔμαρος ἔτη ιβʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Σέργιος ἔτη κθʹ. κζʹ. Ἱεροσολύμων ἐπίσκοπος Σωφρόνιος ἔτη γʹ. γʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κῦρος ἔτη ιʹ. γʹ. Τούτῳ τῷ ἔτει. ἐπεστράτευσεν Οὔμαρος κατὰ Παλαιστίνης, καὶ παρακαθίσας τὴν ἁγίαν πόλιν διετῆ χρόνον παρέλαβεν αὐτὴν λόγῳ· Σωφρόνιος γάρ, ὁ Ἱεροσολύμων ἀρχιερεύς, λόγον ἔλαβε πάσης Παλαιστίνης ἀσφαλείας. εἰσελθὼν δὲ Οὔμαρος εἰς τὴν ἁγίαν πόλιν τριχίνοις ἐκ καμήλων ἐνδύμασιν ἠμφιεσμένος ἐρρυπωμένοις ὑπόκρισίν τε σατανικὴν ἐνδεικνύμενος τὸν ναὸν ἐζήτησε τῶν Ἰουδαίων, ὃν ᾠκοδόμησε Σολομών, προσκυνητήριον αὐτὸν ποιῆσαι τῆς αὐτοῦ βλασφημίας. τοῦτον ἰδὼν Σωφρόνιος ἔφη· «ἐπ' ἀληθείας τοῦτό ἐστι τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὸς ἐν τόπῳ ἁγίῳ.» πολλοῖς τε δάκρυσι τὸ Χριστιανῶν φῦλον ἀπωδύρετο τῆς εὐσεβείας ὁ πρόμαχος. ὄντος δὲ αὐτοῦ ἐν τοῖς ἐκεῖσε, παρεκάλεσεν αὐτὸν ὁ πατριάρχης δέξασθαι παρ' αὐτοῦ σινδόνιον σὺν ἐνδύματι ἐνδύσασθαι. ὁ δὲ οὐκ ἠνέσχετο ἐνδύσασθαι αὐτά. μόγις οὖν ἔπεισε φορέσαι, ἕως οὗ ἐπλύθησαν τὰ ἱμάτια αὐτοῦ, καὶ πάλιν ἀπέστρεψεν αὐτὰ τῷ Σωφρονίῳ καὶ ἐφόρεσε τὰ ἴδια. ἐν τούτοις ἀπεβίω Σωφρόνιος, ὁ λόγῳ καὶ πράξει τὴν Ἱεροσολύμων κατακοσμήσας ἐκκλησίαν καὶ κατὰ τῆς Ἡρακλείου καὶ τῶν σὺν αὐτῷ Μονοθελητῶν κακοδοξίας ἀγωνισάμενος Σεργίου καὶ Πύρρου. Τῷ δ' αὐτῷ ἔτει ἀπολύει Οὔμαρος τὸν Ἰὰδ εἰς Συρίαν, καὶ ὑπέταξε πᾶσαν τὴν Συρίαν τοῖς Σαρακηνοῖς. κζʹ. γʹ. κηʹ. δʹ. Τούτῳ τῷ ἔτει ἦλθεν Ἰωάννης, ὁ ἐπίκλην Καταίας, ὁ ἐπίτροπος Ὀσροηνῆς πρὸς Ἰὰδ εἰς Χαλκίδα, καὶ ἐστοίχησε δοῦναι αὐτῷ κατ' ἐνιαυτὸν δέκα μυριάδας νομισμάτων, τοῦ μὴ περᾶσαι τὸν Εὐφράτην, μήτε εἰρηνικῶς, μήτε πολεμικῶς, ἕως οὗ τὴν ποσότητα τοῦ χρυσίου ἀποδίδωσιν. ἐπὶ τούτοις Ἰωάννης εἰς Ἔδεσαν ἀνέστρεψε καὶ τὸν ἐνιαύσιον φόρον ἀνύσας πρὸς Ἰὰδ ἐκπέμπει. Ἡράκλειος δὲ τοῦτο ἀκούσας ὑπαίτιον ἔκρινε τὸν Ἰωάννην ὡς ἄνευ τῆς βασιλικῆς εἰδήσεως τοῦτο πεποιηκότα, καὶ τοῦτον μεταπεμψάμενος ἐξορίᾳ κατέκρινεν. ἀντ' αὐτοῦ δὲ ἐκπέμπει Πτολεμαῖόν τινα στρατηλάτην. κηʹ. δʹ. κθʹ. εʹ. Τούτῳ τῷ ἔτει παρέλαβον οἱ Ἄραβες τὴν Ἀντιόχειαν. καὶ ἐπέμφθη Μαυΐας ὑπὸ Οὐμάρου στρατηγὸς καὶ ἀμηρᾶς πάσης τῆς ὑπὸ τοὺς Σαρακηνοὺς χώρας ἀπὸ Αἰγύπτου ἕως Εὐφράτου.

Κόσμου ἔτη ͵ϛρλʹ. Τῆς θείας σαρκώσεως ἔτη χλʹ. Ρωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. κθʹ. Ἀράβων ἀρχηγὸς Οὔμαρος ἔτη ιβʹ. εʹ. Κωνσταντ. ἐπίσκοπος Πύρρος ἔτη γʹ. αʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κῦρος ἔτη ιʹ. ςʹ. Τούτῳ τῷ ἔτει ἐπέρασεν Ἰὰδ πᾶσαν στρατιὰν τὸν Εὐφράτην καὶ καταλαμβάνει τὴν Ἔδεσαν. οἱ δὲ Ἐδεσηνοὶ ἀνοίξαντες ἔλαβον λόγον σὺν τῇ χώρᾳ καὶ τῷ στρατηλάτῃ καὶ τοῖς σὺν αὐτῷ Ρωμαίοις. καὶ ἀπέρχονται ἐπὶ Κωνσταντίαν, καὶ πολιορκήσαντες αὐτὴν αἱροῦσιν αὐτὴν πολέμῳ καὶ τʹ Ρωμαίους ἀνήλωσαν. καὶ ἐκεῖθεν ἀπῆλθον εἰς τὸ Δαρᾶς καὶ ταύτην λαμβάνουσι πολέμῳ καὶ πολλοὺς ἐν αὐτῇ ἀπώλεσαν· καὶ οὕτω πᾶσαν τὴν Μεσοποταμίαν παρέλαβεν Ἰάδ. λʹ. ςʹ. βʹ. ζʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσαν οἱ Σαρακηνοὶ κατὰ Περσίδος καὶ συνάπτουσι πόλεμον μετ' αὐτῶν, καὶ νικήσαντες κατὰ κράτος πάντας τοὺς Πέρσας ὑπέταξαν. Ὁρμίσδας δέ, ὁ τῶν Περσῶν βασιλεύς, φυγῇ χρησάμενος ἐπὶ τοὺς ἐνδοτέρους Πέρσας ἀφεὶς τὰ βασίλεια κατέλαβεν. οἱ δὲ Σαρακηνοὶ ᾐχμαλώτευσαν τὰς τοῦ Χοσρόου θυγατέρας μετὰ πάσης τῆς βασιλικῆς ἀποσκευῆς· καὶ ἤχθησαν πρὸς Οὔμαρον. Αὐτῷ δὲ τῷ χρόνῳ ἐκέλευσεν Οὔμαρ ἀναγραφῆναι πᾶσαν τὴν ὑπ' αὐτὸν οἰκουμένην. ἐγένετο δὲ ἡ ἀναγραφὴ ἀνθρώπων καὶ κτηνῶν καὶ φυτῶν. λαʹ. ζʹ. γʹ. ηʹ. Τούτῳ τῷ ἔτει τελευτᾷ Ἡράκλειος ὁ βασιλεὺς μηνὶ Μαρτίῳ, ἰνδικτιῶνος ιδʹ, ὑδεριάσας, βασιλεύσας ἔτη λʹ καὶ μῆνας ιʹ. βασιλεύει δὲ μετ' αὐτὸν Κωνσταντῖνος, ὁ υἱὸς αὐτοῦ, μῆνας δʹ, καὶ φαρμακευθεὶς ὑπὸ Μαρτίνης, τῆς αὐτοῦ μητρυιᾶς, καὶ Πύρρου πατριάρχου τελευτᾷ. καὶ βασιλεύει Ἡρακλωνᾶς, ὁ Μαρτίνης υἱός, σὺν τῇ μητρὶ Μαρτίνῃ. Ρωμαίων βασιλεὺς Ἡρακλωνᾶς μῆνας ςʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Παῦλος ἔτη ιβʹ. αʹ. ηʹ. αʹ. θʹ. Τούτῳ τῷ ἔτει παραλαμβάνει Μαυΐας Καισάρειαν τῆς Παλαιστίνης μετὰ ἑπταετίαν τῆς πολιορκίας αὐτῆς· καὶ κτέννει ἐν αὐτῇ Ρωμαίους χιλιάδας ἑπτά. Τούτῳ τῷ ἔτει ἀπώσατο ἡ σύγκλητος Ἡρακλωνᾶν ἅμα Μαρτίνῃ τῇ μητρὶ αὐτοῦ καὶ Βαλεντίνῳ· καὶ ἐγλωσσοκόπησαν Μαρτῖναν, καὶ ἐρρινοκόπησαν Ἡρακλωνᾶν, καὶ ἐξορίσαντες αὐτοὺς ἀνεβίβασαν Κώνσταν, υἱὸν Κωνσταντίνου, ἔγγονα Ἡρακλείου, ἐπὶ τῆς ἀρχῆς· καὶ ἐκράτησεν ἔτη κζʹ. Πύρρου δὲ ἐκβληθέντος τῆς ἐπισκοπῆς, ἐχειροτονήθη πατριάρχης Κωνσταντινουπόλεως Παῦλος πρεσβύτερος καὶ οἰκονόμος τῆς ἐκκλησίας μηνὶ Ὀκτωβρίῳ ἰνδικτιῶνος ιεʹ, ἐπισκοπήσας ἔτη ιβʹ.

Κόσμου ἔτη ͵ϛρλδʹ. Τῆς θείας σαρκώσεως ἔτη χλδʹ. Ρωμαίων βασιλεὺς Κώνστας ἔτη κζʹ. αʹ. Ἀράβων ἀρχηγὸς Οὔμαρος ἔτη ιβʹ. θʹ. Κωνσταντ. ἐπίσκοπος Παῦλος ἔτη ιβʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κῦρος ἔτη ιʹ. ιʹ. Τούτῳ τῷ ἔτει βασιλεύσας Κώνστας πρὸς τὴν σύγκλητον ἔλεγεν· «τοῦ ἐμὲ γεγεννηκότος πατρὸς Κωνσταντίνου, ὃς ἐπὶ ζωῆς τοῦ ἰδίου πατρός, ἐμοῦ δὲ πάππου, Ἡρακλείου ἱκανὸν σὺν αὐτῷ ἐβασίλευσε χρόνον, μετὰ τοῦτον δὲ καὶ λίαν βραχύν· τὰς γὰρ χρηστοτάτας ἐλπίδας ὁ Μαρτίνης, τῆς αὐτοῦ μητρυιᾶς, φθόνος συνδιατμήξας τοῦ ζῇν ἀπήλλαξεν, καὶ τοῦτο διὰ Ἡρακλωνᾶν, τὸν ἐξ αὐτῆς καὶ Ἡρακλείου ἀθεμίτως γεγεννημένον· ἣν μάλιστα μετὰ τοῦ τέκνου ἡ ὑμετέρα σὺν θεῷ ψῆφος τῆς βασιλείας δικαίως ἐξέβαλεν, πρὸς τὸ μὴ ἰδεῖν ἐκνομώτατον τὴν βασιλείαν Ρωμαίων, τοῦτο μάλα ἐγνωκυῖα ἡ ὑμετέρα ὑπερφυὴς σεμνοπρέπεια. διὸ παρακαλῶ ὑμᾶς ἔχειν συμβούλους καὶ γνώμονας τῆς κοινῆς τῶν ὑπηκόων σωτηρίας.» ταῦτα εἰπὼν ἀπέλυσε τὴν σύγκλητον δωρεαῖς δαψιλέσι φιλοτιμησάμενος. βʹ. ιʹ. γʹ. ιαʹ. Τούτῳ τῷ ἔτει ἤρξατο Οὔμαρ οἰκοδομεῖν τὸν ναὸν ἐν Ἱερουσαλήμ, καὶ οὐχ ἵστατο τὸ κτίσμα ἀλλὰ κατέπιπτεν· πυθομένῳ δὲ τὴν αἰτίαν εἶπον οἱ Ἰουδαῖοι ὅτι· «ἐὰν τὸν σταυρὸν τὸν ὄντα ἐπάνω τοῦ ναοῦ τοῦ ὄρους τῶν ἐλαιῶν οὐκ ἐπάρητε, οὐ στήκει τὸ κτίσμα.» ἕνεκεν ταύτης τῆς ὑποθέσεως ἐπήρθη ὁ σταυρὸς ἐκεῖθεν, καὶ οὕτω συνεστάθη αὐτῶν ἡ οἰκοδομή. διὰ ταύτην τὴν αἰτίαν πολλοὺς σταυροὺς κατήγαγον οἱ μισόχριστοι.
Ἀλεξανδρείας ἐπίσκοπος Πέτρος ἔτη ιʹ. γʹ. ιαʹ. δʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐστασίασε Βαλεντινιανὸς ὁ πατρίκιος κατὰ Κώνσταντος, καὶ πέμψας ὁ βασιλεὺς τοῦτον ἀνεῖλε καὶ τὸν λαὸν εἰς τὴν ἑαυτοῦ εὔνοιαν μετήγαγεν. καὶ ἔκλειψις ἡλίου ἐγένετο μηνὶ Δίῳ πέμπτῃ, ἡμέρᾳ ἕκτῃ, ὥρᾳ ἐννάτῃ. δʹ. ιβʹ. εʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐδολοφονήθη Οὔμαρ, ὁ τῶν Σαρακηνῶν ἀρχηγός, μηνὶ Δίῳ ἡμέρᾳ εʹ ὑπό τινος Πέρσου μαγαρίτου. προσκυνοῦντα γὰρ αὐτὸν εὑρηκὼς ἐκέντησε κατὰ γαστρὸς διελάσας τὸ ξίφος καὶ οὕτω τοῦ ζῇν ἀπήλλαξεν ἀμηρεύσαντα ἔτη ιβʹ, καὶ μετ' αὐτὸν ἵσταται Οὐθμάν, ὁ τούτου συγγενής, ὁ υἱὸς τοῦ Φάν. Ἀράβων ἀρχηγὸς Οὐθμὰν ἔτη ιʹ. εʹ. αʹ. ςʹ. γʹ. Τούτῳ τῷ ἔτει ἐστασίασε Γρηγόριος ὁ πατρίκιος Ἀφρικῆς σὺν τοῖς Ἄφροις.

Κόσμου ἔτη ͵ϛρλθʹ. Τῆς θείας σαρκώσεως ἔτη χλθʹ. Ρωμαίων βασιλεὺς Κώνστας ἔτη κζʹ. ςʹ. Ἀράβων ἀρχηγὸς Οὐθμὰν ἔτη ιʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Παῦλος ἔτη ιβʹ. ζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Πέτρος ἔτη ιʹ. δʹ. Τούτῳ τῷ ἔτει γέγονε κατὰ τῆς γῆς ἄνεμος βίαιος καὶ πολλὰ φυτὰ ἐξερρίζωσε καὶ παμμεγέθη δένδρα ἀνέσπασε πρόρριζα, καὶ πολλοὺς στύλους κιονιτῶν κατέβαλεν. τῷ δ' αὐτῷ ἔτει ἐπεστράτευσαν Σαρακηνοὶ τὴν Ἀφρικὴν καὶ συμβαλόντες τῷ τυράννῳ Γρηγορίῳ τοῦτον τρέπουσι καὶ τοὺς σὺν αὐτῷ κτέννουσι καὶ τοῦτον τῆς Ἀφρικῆς ἀπελαύνουσιν· καὶ στοιχήσαντες φόρους μετὰ τῶν Ἄφρων ὑπέστρεψαν. ζʹ. γʹ. ηʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μαυΐας διὰ θαλάσσης τὴν Κύπρον· εἶχε δὲ σκάφη αψʹ καὶ παρέλαβε Κωνσταντίαν σὺν τῇ νήσῳ πάσῃ, καὶ ταύτην ἐλυμήνατο. ἀκούσας δὲ καὶ Κακόριζον κουβικουλάριον κατ' αὐτοῦ μετὰ πλείστης δυνάμεως Ρωμαϊκῆς ἐρχόμενον ἀνέπλευσε κατέναντι Ἀράδου, καὶ καθορμίσας τὴν ἑαυτοῦ ναυστολίαν τὴν πολίχνην τῆς νήσου, τὸν Κάστελλον, ἐπειρᾶτο παραλαβεῖν παντοίαις μηχαναῖς χρώμενος. μηδὲν δὲ ἐξισχύσας πέμπει πρὸς αὐτοὺς ἐπίσκοπόν τινα, Θωμάριχον τοὔνομα, ἐκφοβῶν αὐτοὺς ἀφιέναι τὴν πόλιν καὶ ὑποσπόνδους εἶναι, ἐξιέναι δὲ τῆς νήσου. ὡς οὖν πρὸς αὐτοὺς εἰσῄει ὁ ἐπίσκοπος, τοῦτον ἐκράτησαν ἔνδον, Μαυΐᾳ δὲ οὐκ εἶξαν. καὶ δὴ ἀνονήτου γενομένης τῆς κατὰ Ἄραδον πολιορκίας, ἀνέστρεψεν ἐν Δαμασκῷ, ἐπεὶ ὁ χειμὼν κατέλαβεν. ηʹ. δʹ. θʹ. ςʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μαυΐας κατὰ τῆς Ἀράδου σφοδρῶς παραταξάμενος, καὶ ταύτην λόγῳ παρέλαβεν εἰς τὸ κατοικεῖν αὐτοὺς ἔνθα βούλονται· τὴν δὲ πόλιν ἐνέπρησε καὶ ἀπετείχισεν, καὶ τὴν νῆσον ἀοίκητον κατέστησεν ἕως τοῦ νῦν. Τῷ δ' αὐτῷ ἔτει γέγονεν ἐν Ρώμῃ σύνοδος ὑπὸ Μαρτίνου τοῦ πάπα κατὰ τῶν Μονοθελητῶν. θʹ. εʹ. ιʹ. ζʹ. Τούτῳ τῷ ἔτει Βουσοὺρ στρατοπεδάρχης σὺν τοῖς Ἄραψιν ἐπεστράτευσε κατὰ Ἰσαυρίας· καὶ κτείνας πολλοὺς ᾐχμαλώτευσε καὶ μετὰ πεντακισχιλίων δεσμίων ὑπέστρεψεν. πέμπει δὲ ὁ βασιλεὺς Κώνστας Προκόπιόν τινα πρὸς Μαυΐαν ζητῶν εἰρήνην. ὃ καὶ γέγονεν ἔτη βʹ, Γρηγόριον, υἱὸν Θεοδώρου, λαβὼν Μαυΐας ἐνέχυρον ἐν Δαμασκῷ. ιʹ. ςʹ. ιαʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἐστασίασε Πασαγνάθης, ὁ τῶν Ἀρμενίων πατρίκιος, τῷ βασιλεῖ καὶ σπονδὰς μετὰ Μαυΐου πεποίηκε δεδωκὼς αὐτῷ καὶ τὸν ἴδιον υἱόν. καὶ ἀκούσας ὁ βασιλεὺς ἦλθεν ἕως Καισαρείας Καππαδοκίας καὶ ἀπελπίσας τῆς Ἀρμενίας ὑπέστρεψεν.

Κόσμου ἔτη ͵ϛρμδʹ. Τῆς θείας σαρκώσεως ἔτη χμδʹ. Ρωμαίων βασιλεὺς Κώνστας ἔτη κζʹ. ιαʹ. Ἀράβων ἀρχηγὸς Οὐθμὰν ἔτη ιʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Παῦλος ἔτη ιβʹ. ιβʹ. Ἀλεξανδρείας ἐπίσκοπος Πέτρος ἔτη ιʹ. θʹ. Τούτῳ τῷ ἔτει Γρηγόριος, ἀδελφιδὸς Ἡρακλείου, ἐν Ἡλιουπόλει ἀπέθανε καὶ σμυρνισθεὶς εἰσήχθη ἐν Κωνσταντινουπόλει. τῷ δ' αὐτῷ ἔτει κόνις ἐξ οὐρανοῦ κατηνέχθη, καὶ φόβος μέγας ἐπέπεσε τοῖς ἀνθρώποις. Κωνσταντινουπόλεως ἐπίσκοπος Πέτρος ἔτη ιβʹ. Παῦλος τελευτᾷ καὶ Πύρρος πάλιν ἀπεκατεστάθη μῆνας δʹ ἡμέρας κγʹ. ιβʹ. ηʹ. αʹ. ιʹ. Τούτῳ τῷ ἔτει Μαυΐας τὴν Ρόδον καταλαβὼν καθεῖλε τὸν κολοσσὸν Ρόδου μετὰ ατξʹ ἔτη τῆς αὐτοῦ ἱδρύσεως, ὃν Ἰουδαῖός τις ὠνησάμενος ἔμπορος Ἐδεσηνὸς ἐννακοσίας καμήλους ἐφόρτωσεν αὐτοῦ τὸν χαλκόν. τῷ δ' αὐτῷ ἔτει Ἄβιβος, ὁ τῶν Ἀράβων στρατηγός, τὴν Ἀρμενίαν ἐπεστράτευσε καὶ περιτυχὼν Μαυριανόν, τὸν τῶν Ρωμαίων στρατηγόν, καταδιώκει αὐτὸν ἕως τῶν Καυκασίων ὀρέων καὶ τὴν χώραν ἐληΐσατο. ιγʹ. θʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐπέτρεψε Μαυΐας γενέσθαι ἐξόπλισιν μεγάλην τῶν πλοίων πρὸς τὸ ἀνελθεῖν τὸν στόλον αὐτοῦ κατὰ Κωνσταντινουπόλεως. ἡ δὲ πᾶσα ἑτοιμασία ἐν Τριπόλει ἦν τῇ κατὰ Φοινίκην. τοῦτο δὲ θεασάμενοι δύο ἀδελφοί τινες φιλόχριστοι ἐν Τριπόλει καταμένοντες, υἱοὶ Βουκινάτορος, ζήλῳ θεοῦ τρωθέντες ἐπὶ τὸ δεσμωτήριον τῆς πόλεως ὥρμησαν (εἶχε δὲ πλῆθος δεσμίων Ρωμαίων) καὶ διαρρήξαντες τὰς πύλας καὶ τοὺς δεσμίους λύσαντες ἐπὶ τὸν ἀμηρᾶν τῆς πόλεως ὥρμησαν, καὶ κτείναντες αὐτόν τε καὶ τοὺς σὺν αὐτῷ καὶ τὴν ἀποσκευὴν ἅπασαν πυρὶ καταναλώσαντες ἐπὶ τὴν Ρωμανίαν ἀπέπλευσαν. πλὴν οὐδ' οὕτως τῆς αὐτῆς ἐπαύσαντο ἐξαρτήσεως· ἀλλ' ὁ μὲν Μαυΐας στρατεύει ἐπὶ Καισάρειαν Καππαδοκίας, Ἀβουλαθὰρ δὲ ἀρχηγὸν κατέστησε τῆς αὐτῆς πλοιοποιΐας· ὃς παραγενόμενος εἰς τὸν λεγόμενον Φοίνικα τῆς Λυκίας, ἔνθα ἦν ὁ βασιλεὺς Κώνστας μετὰ τοῦ Ρωμαϊκοῦ στόλου, ναυμαχεῖ μετ' αὐτοῦ. μέλλοντος δὲ τοῦ βασιλέως ναυμαχεῖν, θεωρεῖ κατ' ὄναρ τῇ νυκτὶ ἐκείνῃ εἶναι αὐτὸν ἐν Θεσσαλονίκῃ. διϋπνισθεὶς δὲ διηγήσατό τινι ὀνειροκρίτῃ τὸ ὅραμα. ὁ δὲ ἔφη· «ὦ βασιλεῦ, εἴθοις μὴ ἐκοιμήθης, μήτε ὄνειρον εἶδες. τὸ γὰρ εἶναί σε ἐν Θεσσαλονίκῃ “θὲς ἄλλῳ νίκην” ἐγκρίνεται, τοῦτ' ἔστι πρὸς τὸν ἐχθρόν σου ἡ νίκη τρέπεται.» τοῦ δὲ βασιλέως μηδὲν ποιησαμένου πρὸς παράταξιν ναυμαχίας, τὸν Ρωμαϊκὸν στόλον προσῃτήσατο εἰς πόλεμον. καὶ συμβαλόντες ἀλλήλοις ἡττῶνται Ρωμαῖοι, καὶ συγκιρνᾶται ἡ θάλασσα τῷ αἵματι τῶν Ρωμαίων. ἐνέδυσε δὲ ὁ βασιλεὺς ἄλλον τὴν ἐσθῆτα αὐτοῦ. καὶ εἰσπηδήσας ὁ υἱὸς τοῦ Βουκινάτορος ὁ προλεχθεὶς εἰς τὸ βασιλικὸν σκάφος, τὸν βασιλέα ἀφαρπάσας καὶ εἰς ἕτερον σκάφος τοῦτον μεταβαλὼν παραδόξως διέσωσεν. αὐτὸς δὲ ἀνδρείως ἐπιστὰς τῇ βασιλικῇ νηῒ πολλοὺς ἀνεῖλεν ὁ γενναιότατος θανάτῳ ἑαυτὸν παραδοὺς ὑπὲρ τοῦ βασιλέως. τοῦτον δὲ κυκλώσαντες οἱ πολέμιοι καὶ ἐν μέσῳ κατασχόντες ἐδόκουν αὐτὸν εἶναι τὸν βασιλέα. μετὰ δὲ τὸ πολλοὺς ἀνελεῖν ἔκτειναν αὐτὸν οἱ πολέμιοι σὺν τῷ φοροῦντι τὴν βασιλικὴν ἐσθῆτα. ὁ δὲ βασιλεὺς οὕτω τροπωσάμενος σώζεται καὶ καταλιπὼν πάντας ἀπέπλευσεν ἐν Κωνσταντινουπόλει. ιδʹ. ιʹ. γʹ. Τούτῳ τῷ ἔτει ἐδολοφονήθη Οὐθμάν, ὁ τῶν Ἀράβων ἀρχηγός, ὑπὸ τῶν ἐν Ἐθρίβοις, ἀμηρεύσας ἔτη ιʹ. γέγονε δὲ ἀνασοβὴ μέσον αὐτῶν. ὅσοι γὰρ κατὰ τὴν ἔρημον ὑπῆρχον, τὸν Ἀλὴ ἤθελον, ἀνεψιὸν τοῦ Ἀλή, γαμβρὸν ὄντα τοῦ Μουάμεδ· οἱ δὲ κατὰ Συρίαν καὶ Αἴγυπτον τὸν Μαυΐαν ἤθελον· ὃς καὶ ἐνίκησε καὶ ἐκράτησεν ἔτη κδʹ. Ἀράβων ἀρχηγὸς Μαυΐας ἔτη κδʹ. ιεʹ. αʹ. δʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μαυΐας κατὰ Ἀλή· καὶ συναθροίζονται ἀμφότεροι ἀναμέσον Βαρβαλισσοῦ εἰς τὸ Καισάριον πλησίον τοῦ Εὐφράτου. οἱ δὲ τοῦ Μαυΐου ἐπικρατέστεροι γεγονότες τὸ ὕδωρ ἔλαβον· εἰς δίψαν δὲ ἐλθόντες οἱ τοῦ Ἀλὴ ἐλιποτάκτουν. Μαυΐας δὲ οὐκ ἤθελε πολεμῆσαι· ἀλλ' ἀπονητὶ τὴν νίκην ἤρατο. ιʹ. βʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν ὁ βασιλεὺς κατὰ Σκλαυινίας καὶ ᾐχμαλώτευσε πολλοὺς καὶ ὑπέταξεν. τῷ δ' αὐτῷ ἔτει καὶ τὰ κατὰ τὸν ἅγιον Μάξιμον καὶ τοὺς μαθητὰς αὐτοῦ ἐπράχθη ὑπὲρ τῆς ὀρθῆς πίστεως ἀγωνισαμένων κατὰ τῶν Μονοθελητῶν. οὓς Κώνστας εἰς τὴν ἑαυτοῦ κακοδοξίαν μὴ ἰσχύσας μετενέγκαι, τὴν θεόσοφον καὶ πολυμαθεστάτην γλῶσσαν τοῦ ἁγίου ἀπέτεμε μετὰ τῆς δεξιᾶς χειρὸς αὐτοῦ, ὡς πλεῖστα κατὰ τῆς αὐτοῦ δυσσεβείας σὺν τοῖς μαθηταῖς αὐτοῦ Ἀναστασίοις συγγραψαμένου, ἃ καὶ κατ' ἔπος οὗτοι γεγράφασιν, ὡς οἱ φιλομαθεῖς γινώσκουσιν. ιζʹ. γʹ. ςʹ. Τούτῳ τῷ ἔτει ἐστοιχήθη μεταξὺ Ρωμαίων καὶ Ἀράβων, τοῦ Μαυΐου πρεσβεύσαντος διὰ τὴν ἀνταρσίαν, ἵνα τελῶσι τοῖς Ρωμαίοις οἱ Ἄραβες καθ' ἡμέραν νομίσματα χίλια καὶ ἵππον καὶ δοῦλον. γέγονε δὲ καὶ σεισμὸς μέγας ἐν τούτῳ τῷ χρόνῳ καὶ πτῶσις ἔν τε τῇ Παλαιστίνῃ καὶ Συρίᾳ μηνὶ Δαισίῳ ἰνδικτιῶνος βʹ. Τῷ δ' αὐτῷ ἔτει ἐξωρίσθη Μαρτῖνος, ὁ ἁγιώτατος πάπας Ρώμης, ὑπὲρ τῆς ἀληθείας γενναίως ἀγωνισάμενος καὶ ὁμολογητὴς γενόμενος, ἐν τοῖς κλίμασι τῆς ἀνατολῆς τελευτήσας. ιηʹ. δʹ. ζʹ. Τούτῳ τῷ ἔτει ἀνεῖλε Κώνστας Θεοδόσιον, τὸν ἴδιον ἀδελφόν. τῶν δὲ Ἀράβων ὄντων εἰς τὸ Σαπφίν, ἐδολοφονήθη Ἀλή, ὁ τῆς Περσίδος· καὶ μονοκρατορεῖ Μαυΐας βασιλικῶς κατοικήσας ἐν Δαμασκῷ καὶ τοὺς θησαυροὺς ἐκεῖ ἀποθέμενος τῶν χρημάτων. ιθʹ. εʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἀνεφάνη αἵρεσις Ἀράβων, οἱ λεγόμενοι Χαρουργῖται. Μαυΐας δὲ τούτους χειρωσάμενος τοὺς ἐν Περσίδι ἐταπείνωσεν, τοὺς δὲ ἐν Συρίᾳ ὕψωσεν· καὶ τοὺς μὲν ἐκάλεσεν Ἰσαμίτας, τοὺς δὲ Ἡρακίτας. καὶ τῶν μὲν Ἰσαμιτῶν τὰς ῥόγας ἀνήνεγκεν ἕως σʹ νομισμάτων, τῶν δὲ Ἡρακιτῶν κατήνεγκεν ἕως λʹ νομισμάτων. κʹ. ςʹ. θʹ. Τούτῳ τῷ ἔτει καταλιπὼν ὁ βασιλεὺς Κωνσταντινούπολιν μετέστη ἐν Συρακούσῃ τῆς Σικελίας, βουληθεὶς ἐν Ρώμῃ τὴν βασιλείαν μεταστῆσαι. καὶ πέμπει τοῦ ἀγαγεῖν τὴν γυναῖκα αὐτοῦ καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ, Κωνσταντῖνον, Ἡράκλειον καὶ Τιβέριον· οἱ δὲ Βυζάντιοι οὐκ ἀπέλυσαν αὐτούς. καʹ. ζʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσαν οἱ Ἄραβες κατὰ Ρωμανίας καὶ πολλοὺς ᾐχμαλώτευσαν καὶ τόπους πλείους ἠρήμωσαν. κβʹ. ηʹ. ιαʹ. Τούτῳ τῷ ἔτει ᾐχμαλωτίσθη μέρος τῆς Σικελίας, καὶ ᾠκίσθησαν ἐν Δαμασκῷ θελήσει αὐτῶν. κγʹ. θʹ. ιβʹ. Τούτῳ τῷ ἔτει ἐγένετο πλάνη τῶν νηστειῶν. καὶ ἐπεστράτευσεν ὁ Ἀβδεραχμάν, ὁ τοῦ Χαλέδου, τὴν Ρωμανίαν καὶ ἐν αὐτῇ ἐχείμασε καὶ πολλὰς ἐλυμήνατο χώρας. οἱ δὲ Σκλαυινοὶ τούτῳ προσρυέντες σὺν αὐτῷ ἐν Συρίᾳ κατῆλθον χιλιάδες πέντε, καὶ ᾠκίσθησαν εἰς τὴν Ἀπαμέων χώραν ἐν κώμῃ Σελευκοβόλῳ. Κωνσταντινουπόλεως ἐπίσκοπος Θωμᾶς ἔτη γʹ. κδʹ. ιʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Βουσοὺρ κατὰ Ρωμανίας· καὶ ἀπέθανε Θωμάριχος, ὁ ἐπίσκοπος Ἀπαμείας· καὶ ἐκάη ὁ ἐπίσκοπος Ἐμέσης. κεʹ. ιαʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε πάλιν Βουσοὺρ τὴν Ρωμανίαν καὶ ἐλυμήνατο τὰ μέρη Ἑξαπόλεως, καὶ Φαδαλᾶς ἐκεῖ ἐχείμασεν. κʹ. ιβʹ. γʹ. Τούτῳ τῷ ἔτει ὁ τῶν Ἀρμενιάκων στρατηγὸς Σαβώριος Περσογενὴς ἐστασίασε κατὰ Κώνστα τοῦ βασιλέως καὶ πέμπει πρὸς Μαυΐαν Σέργιον τὸν στρατηλάτην ὑποσχόμενος τῷ Μαυΐᾳ ὑποτάξαι τὴν Ρωμανίαν, εἰ αὐτῷ συμμαχήσει κατὰ τοῦ βασιλέως. γνοὺς δὲ Κωνσταντῖνος, ὁ υἱὸς τοῦ βασιλέως, ἀποστέλλει καὶ αὐτὸς πρὸς Μαυΐαν Ἀνδρέαν τὸν κουβικουλάριον μετὰ δώρων, ὅπως μὴ συνδώσῃ τῷ ἀντάρτῃ. καταλαβὼν δὲ Ἀνδρέας τὴν Δαμασκὸν εὗρε Σέργιον προλαβόντα, ὁ δὲ Μαυΐας ὑπεκρίνετο συμπαθεῖν τῷ βασιλεῖ. ἦν δὲ Σέργιος καθήμενος πρὸς Μαυΐαν, καὶ εἰσελθόντος Ἀνδρέου, ἰδὼν αὐτὸν ὁ Σέργιος ἐπηγέρθη. ὁ δὲ Μαυΐας ἐμέμψατο τὸν Σέργιον, λέγων· «τί ἐδειλίασας;» ὁ δὲ Σέργιος ἀπελογήσατο κατὰ συνήθειαν τοῦτο πεποιηκέναι. στραφεὶς δὲ Μαυΐας λέγει τῷ Ἀνδρέᾳ· «τί ζητεῖς;» ὁ δὲ λέγει· «ἵνα δώσῃς βοήθειαν κατὰ τοῦ ἀντάρτου.» ὁ δὲ λέγει. «ἀμφότεροι ἐχθροί ἐστε· καὶ τῷ πλείω παρέχοντί μοι δίδωμι.» καὶ ὁ Ἀνδρέας ἔφη πρὸς αὐτόν· «μὴ ἀμφιβάλῃς, ἀμηρᾶ, ὅτι ὀλίγα παρὰ βασιλέως κρεῖττόν σοι, ἢ πλεῖστα παρὰ ἀντάρτου· ὅμως, ὡς ἐρασμίως ἔχεις, ποίει.» καὶ ταῦτα εἰπὼν Ἀνδρέας ἐσιώπησεν. ὁ δὲ Μαυΐας λέγει· «σκέπτομαι περὶ τούτου·» καὶ κελεύει ἀμφοτέρους ἐξελθεῖν. προσκαλεσάμενος δὲ Μαυΐας κατ' ἰδίαν τὸν Σέργιον λέγει αὐτῷ· «μηκέτι προσκυνήσῃς τῷ Ἀνδρέᾳ, ἐπεὶ οὐδὲν ἀνύσεις.» καὶ τῇ ἐπαύριον προλαβὼν ὁ Σέργιος τὸν Ἀνδρέαν πρὸς Μαυΐαν ἐκάθητο. καὶ εἰσελθόντος τοῦ Ἀνδρέου, οὐκ ἐπηγέρθη καθὼς χθές. ὁ δὲ Ἀνδρέας περιβλεψάμενος τῷ Σεργίῳ δεινῶς ὕβρισε καὶ ἠπείλησε λέγων, ὅτι· «εἰ ζῶ, δεῖξαί σοι ἔχω τὸ τίς εἰμί.» ὁ δὲ Σέργιος ἔφη· «οὐκ ἐπεγείρομαί σοι, ὅτι οὐκ εἶ ἀνήρ, οὐδὲ γυνή.» ἀμφοτέρους δὲ παύσας ὁ Μαυΐας τῷ Ἀνδρέᾳ ἔφη· «στοίχησον δοῦναι καθὼς ὁ Σέργιος δίδωσιν·»
«καὶ πόσον ἔστιν;» ἔφη Ἀνδρέας. ὁ δὲ Μαυΐας εἶπεν· «τὴν εἰσφορὰν τῶν δημοσίων παρέχειν τοῖς Ἄραψιν.» καὶ ὁ Ἀνδρέας ἔφη· «βαβαί σοι, Μαυΐα, συμβουλεύεις τὸ σῶμα δοῦναι, τὴν δὲ σκιὰν κατέχειν. ὡς θέλεις, μετὰ Σεργίου στοίχει· ἐγὼ γὰρ τοῦτο οὐ ποιῶ. πλὴν σὲ παρεῶντες, πρὸς τὸν θεόν, ὡς δυνατώτερόν σου ὄντα ὑπερασπίζειν Ρωμαίοις, καταφεύγομεν καὶ ἐπ' αὐτῷ τὰς ἐλπίδας τιθέμεθα.» ταῦτα εἰπὼν λέγει τῷ Μαυΐᾳ· «σώζου·» καὶ ἐξῆλθεν ἀπὸ Δαμασκοῦ ἐπὶ τὴν Μελιτηνὴν διὰ τὸ τὸν τύραννον εἶναι ἐν τοῖς μέρεσιν ἐκείνοις, ἐν οἷς καὶ Σέργιος εἶχε πορεύεσθαι. ὡς δὲ κατέλαβε τὴν Ἀραβισσόν, περιτυγχάνει τῷ κλεισουροφύλακι. οὐ γὰρ συναπῄει τῷ τυράννῳ. τούτῳ δὲ προστάττει παρατηρεῖν τὸν Σέργιον ἐπανερχόμενον, ἵνα αὐτὸν ἀγάγῃ πρὸς αὐτόν. αὐτὸς δὲ ἐπορεύθη εἰς Ἀμνησίαν τὸν Σέργιον ἐκδεχόμενος, τὰ δὲ πεπραγμένα τῷ βασιλεῖ ἐδήλωσεν. Σέργιος δὲ στοιχήσας μετὰ Μαυΐου τὰ δοκοῦντα παρέλαβε Φαδαλᾶν, στρατηγὸν Ἀράβων, μετὰ βοηθείας βαρβαρικῆς συμμαχεῖν τῷ Σαβωρίῳ. προπορευόμενος δὲ ὁ Σέργιος τῷ Φαδαλᾷ καὶ περιχαρῶς πρὸς Σαβώριον ἀπερχόμενος περιπίπτει ἐν ταῖς κλεισούραις τοῖς τοῦ Ἀνδρέου λόχοις. καὶ τοῦτον κρατήσαντες πρὸς Ἀνδρέαν φέρουσι δέσμιον. ὁ δὲ Σέργιος ἰδὼν τὸν Ἀνδρέαν ῥίπτει ἑαυτὸν εἰς τοὺς πόδας αὐτοῦ δεόμενος φείσασθαι αὐτοῦ. ὁ δὲ πρὸς αὐτόν· «σὺ εἶ Σέργιος ὁ ἐγκαυχώμενος ἐν τοῖς αἰδοίοις ἐπὶ Μαυΐου, κἀμὲ θηλυδρίαν ἀποκαλῶν. ἰδού· ἀπὸ τοῦ νῦν τὰ αἰδοῖά σου οὐδέν σε ὠφελήσουσιν, ἀλλὰ καὶ θανατώσουσιν.» ταῦτα εἰπὼν ἐπιτρέπει ἐκτμηθῆναι αὐτοῦ τὰ αἰδοῖα, καὶ ἐκρέμασεν αὐτὸν ἐπὶ ξύλου. ὁ δὲ Κωνσταντῖνος ἀκούσας τὴν τοῦ Φαδαλᾶ ἄφιξιν εἰς τὴν Σαβωρίου βοήθειαν ἀποστέλλει Νικηφόρον τὸν πατρίκιον μετὰ Ρωμαϊκῆς δυνάμεως ἀντιτάξασθαι τῷ Σαβωρίῳ. ἦν δὲ Σαβώριος εἰς Ἀδριανούπολιν, καὶ ὡς ἐπύθετο Νικηφόρον ἔρχεσθαι πρὸς αὐτόν, ἐγύμναζεν ἑαυτὸν πρὸς πόλεμον. συνέβη δὲ ἐν μιᾷ τῶν ἡμερῶν κατὰ τὸ εἰωθὸς τοῦτον τῆς πόλεως ἔφιππον ἐξελαύνειν. ὡς δὲ γέγονε πλησίον τῆς πύλης τῆς πόλεως, δίδωσι τῷ ἵππῳ τῇ μάστιγι. ὁ δὲ ἀφηνιάσας καὶ τούτου τὴν κεφαλὴν τῇ πύλῃ προσρήξας κακῶς τοῦ ζῇν ἀπήλλαξεν· καὶ οὕτως ὁ θεὸς τὴν νίκην ἐδωρήσατο τῷ βασιλεῖ. Φαδαλᾶς οὖν ἐλθὼν εἰς τὴν Ἑξάπολιν καὶ μαθὼν πάντα ἠπόρησεν, καὶ ἀποστέλλει πρὸς Μαυΐαν αἰτῶν βοήθειαν διὰ τὸ τοὺς Ρωμαίους εἰς ὁμόνοιαν ἐλθεῖν. πέμπει δὲ αὐτῷ Μαυΐας τὸν υἱὸν αὐτοῦ Ἰζίδ, καθοπλίσας αὐτὸν πλήθει βαρβάρων. παρεγένοντο δὲ ἀμφότεροι εἰς Χαλκηδόνα καὶ ᾐχμαλώτευσαν πολλούς, παρέλαβον δὲ καὶ τὸ Ἀμώριον τῆς Φρυγίας εʹ χιλιάδας ἐνόπλων ἀνδρῶν ἀφέντες εἰς φυλακὴν αὐτοῦ, καὶ ἀνέκαμψαν εἰς Συρίαν. χειμῶνος δὲ γενομένου πέμπει ὁ βασιλεὺς τὸν αὐτὸν Ἀνδρέαν τὸν κουβικουλάριον, καὶ χιόνος πολλῆς οὔσης, ἐν νυκτὶ καταλαμβάνει· καὶ διὰ ξύλων ἀνέρχονται ἐπὶ τὸ τεῖχος καὶ εἰσέρχονται εἰς τὸ Ἀμώριον· καὶ πάντας κτείνουσι τοὺς Ἄραβας, τὰς εʹ χιλιάδας, καὶ οὐχ ὑπελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς. ἐν αὐτῷ δὲ τῷ χειμῶνι πλημμύρα ὑδάτων γέγονεν εἰς Ἔδεσαν, καὶ πολλοὶ ἀπώλοντο· ἐφάνη δὲ καὶ σημεῖον ἐν τῷ οὐρανῷ. Κωνσταντινουπόλεως ἐπίσκοπος Ἰωάννης ἔτη ςʹ. ͵ϛρξʹ. κξʹ. κζʹ. ιγʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐδολοφονήθη ὁ βασιλεὺς Κώνστας ἐν Σικελίᾳ ἐν Συρακούσῃ ἐν τῷ βαλανείῳ, ᾧ ὄνομα Δάφνη. ἦν δὲ ἡ αἰτία αὕτη. μετὰ τὴν ἀναίρεσιν Θεοδοσίου, τοῦ ἀδελφοῦ αὐτοῦ, ἐμισήθη ὑπὸ τῶν Βυζαντίων, καὶ μάλιστα ὅτι καὶ Μαρτῖνον, τὸν ἁγιώτατον πάπαν Ρώμης, ἀτίμως ἤγαγεν ἐν Κωνσταντινουπόλει καὶ ἐξώρισεν εἰς τὰ τῆς Χερσῶνος κλίματα, καὶ Μάξιμον τὸν σοφώτατον καὶ ὁμολογητὴν ἐγλωσσοτόμησεν καὶ ἐχειροκόπησε καὶ πολλοὺς τῶν ὀρθοδόξων αἰκίαις καὶ ἐξορίαις καὶ δημεύσεσι κατεδίκασε διὰ τὸ μὴ πείθεσθαι τῇ αἱρέσει αὐτοῦ, καὶ τοὺς δύο Ἀναστασίους μαθητὰς ὑπάρχοντας τοῦ ὁμολογητοῦ καὶ μάρτυρος Μαξίμου ἐξορίαις καὶ βασάνοις ἐπέδωκεν. διά τοι ταῦτα ἐμισήθη σφοδρῶς παρὰ πάντων. δειλιάσας δὲ ἠβουλήθη μετενέγκαι τὸ βασίλειον εἰς Ρώμην. ὅθεν καὶ τὴν βασίλισσαν καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ ἐπᾶραι ἠθέλησεν, εἰ μὴ Ἀνδρέας ὁ κουβικουλάριος καὶ Θεόδωρος ὁ Κολωνείας τὴν τούτου βουλὴν διεκώλυσαν. ἐποίησε δὲ ἐν Σικελίᾳ ἔτη ςʹ. εἰσελθόντι δὲ αὐτῷ ἐν τῷ εἰρημένῳ βαλανείῳ συνεισῆλθεν αὐτῷ τις Ἀνδρέας, υἱὸς Τρωΐλου, ὑπουργῶν αὐτῷ. ὡς δὲ ἤρξατο γαλλικῷ σμήχεσθαι, λαβὼν Ἀνδρέας τὸ κάδιον δίδωσι κατὰ κορυφῆς τοῦ βασιλέως καὶ εὐθέως ἀπέδρα. τοῦ δὲ βασιλέως χρονίσαντος ἐν τῷ βαλανείῳ, εἰσπηδῶσιν οἱ ἔξω καὶ εὑρίσκουσι τὸν βασιλέα τεθνηκότα· καὶ τοῦτον θάψαντες Μιζίζιόν τινα Ἀρμένιον βασιλέα πεποίηκαν βιασάμενοι τοῦτον· ἦν γὰρ λίαν εὐπρεπὴς καὶ ὡραιότατος. ἀκούσας δὲ Κωνσταντῖνος τὴν τοῦ πατρὸς ἀποβίωσιν μετὰ πλείστης ναυστολίας τὴν Σικελίαν κατέλαβεν, καὶ χειρωσάμενος Μιζίζιον τοῦτον ἀναιρεῖ σὺν τῶν φονέων τοῦ ἰδίου πατρός. καὶ καταστήσας τὰ ἑσπέρια ἐπὶ τὴν Κωνσταντινούπολιν ὥρμησεν, καὶ βασιλεύει τῶν Ρωμαίων μετὰ Τιβερίου καὶ Ἡρακλείου, τῶν ἰδίων ἀδελφῶν. Ρωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη ιζʹ. αʹ. ιδʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐβασίλευσε Κωνσταντῖνος σὺν τοῖς ἀδελφοῖς αὐτοῦ. καὶ ἐπεστράτευσαν Σαρακηνοὶ τὴν Ἀφρικὴν καὶ ᾐχμαλώτευσαν χιλιάδας πʹ, ὥς φασιν. οἱ δὲ τοῦ θέματος τῶν ἀνατολικῶν ἦλθον ἐν Χρυσοπόλει λέγοντες ὅτι· «εἰς τριάδα πιστεύομεν· τοὺς τρεῖς στέψωμεν.» ἐταράχθη δὲ Κωνσταντῖνος, διότι αὐτὸς μόνος ἦν ἐστεμμένος, οἱ δὲ ἀδελφοὶ αὐτοῦ οὐδεμίαν ἀξίαν εἶχον· καὶ ἀποστείλας Θεόδωρον τὸν πατρίκιον τὸν Κολωνείας ἐτροπώσατο αὐτοὺς ἐπαινέσας αὐτούς, καὶ ἔλαβε τὰ πρωτεῖα αὐτῶν τοῦ εἰσελθεῖν ἐν τῇ πόλει καὶ μετὰ τῆς συγκλήτου βουλεύσασθαι καὶ ποιῆσαι τὸ θέλημα αὐτῶν. εὐθέως δὲ ὁ βασιλεὺς τούτους ἐφούρκισεν ἀντιπέραν ἐν Συκαῖς. καὶ τοῦτο ἰδόντες καὶ καταισχυνθέντες ἀπῆλθον ἐν ὀδύνῃ εἰς τὰ ἴδια. ὁ δὲ βασιλεὺς τοὺς ἀδελφοὺς αὐτοῦ ἐρρινοκόπησεν.
https://byzantium.gr/
Κόσμου ἔτη ͵ϛρξβʹ. Τῆς θείας σαρκώσεως ἔτη χξβʹ. Ρωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη ιζʹ. βʹ. Ἀράβων ἀρχηγὸς Μαυΐας ἔτη κδʹ. ιεʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη ςʹ. γʹ. Τούτῳ τῷ ἔτει χειμὼν μέγας ἐγένετο, καὶ πολλοὶ ἐκινδύνευσαν ἄνθρωποι καὶ θηρία. καὶ ἐχείμασε Φαδαλᾶς εἰς Κύζικον. γʹ. ιʹ. δʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Βουσοὺρ καὶ ᾐχμαλώτευσε πολλοὺς καὶ ὑπέστρεψεν. δʹ. ιζʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐφάνη Ἴρις ἐν τῷ οὐρανῷ, καὶ ἔφριξε πᾶσα σάρξ, ἐν μηνὶ Μαρτίῳ Δύστρῳ, ὥστε λέγειν πάντας ὅτι συντέλειά ἐστιν. Τούτῳ τῷ χρόνῳ στόλον μέγαν ἐξαρτίσαντες οἱ ἀρνηταὶ τοῦ Χριστοῦ καὶ παραπλεύσαντες τὴν Κιλικίαν παρεχείμασαν, εἰς Σμύρνην Μουάμεδ ὁ τοῦ Ἀβδελᾶ, Κάϊσος δὲ εἰς Κιλικίαν καὶ Λυκίαν. καὶ ἐγένετο θανατικὸν ἐν Αἰγύπτῳ. ἀπέστειλε δὲ καὶ Χαλὲ τὸν ἀμηραῖον μετὰ καὶ ἑτέρου στόλου πρὸς βοήθειαν αὐτῶν, ὡς ἱκανώτατον καὶ τολμηρὸν πρὸς μάχην. ὁ δὲ προλεχθεὶς Κωνσταντῖνος τὴν τοιαύτην τῶν θεομάχων κατὰ Κωνσταντινουπόλεως κίνησιν ἐγνωκὼς κατεσκεύασε καὶ αὐτὸς διήρεις εὐμεγέθεις κακκαβοπυρφόρους καὶ δρόμωνας σιφωνοφόρους καὶ τούτους προσορμίσαι ἐκέλευσεν ἐν τῷ Προκλιανησίῳ τῶν Καισαρίου λιμένι. εʹ. ιηʹ. ςʹ. Τούτῳ τῷ ἔτει ὁ προλεχθεὶς τῶν θεομάχων στόλος ἀναβάλας προσώρμισεν ἐν τοῖς Θρᾳκῴοις μέρεσιν ἀπὸ τῆς πρὸς δύσιν ἀκρότητος τοῦ Ἑβδόμου, ἤτοι τῆς λεγομένης Μαγναύρας, μέχρι πάλιν τοῦ πρὸς ἀνατολὴν ἀκρωτηρίου τοῦ λεγομένου Κυκλοβίου. κατὰ πᾶσαν οὖν ἡμέραν συμβολὴ πολέμου ἐκροτεῖτο ἀπὸ πρωῒ ἕως ἑσπέρας, ἀπὸ τοῦ βραχιαλίου τῆς Χρυσῆς πόρτης μέχρι τοῦ Κυκλοβίου ἑαυτοὺς ὠθοῦντες καὶ ἀντωθούμενοι. ἐν τούτοις οὖν διετέλεσαν ἀπὸ τοῦ Ἀπριλλίου μηνὸς μέχρι τοῦ Σεπτεμβρίου. καὶ ὑποστρέψαντες ἀπέρχονται ἐν Κυζίκῳ, καὶ ταύτην παραλαβόντες ἐκεῖσε παρεχείμαζον. καὶ κατὰ τὸ ἔαρ ἀναβάλλων ὁμοίως πόλεμον διὰ θαλάσσης συνῆπτε μετὰ τῶν Χριστιανῶν. ἐπὶ ἑπτὰ δὲ ἔτη τὰ αὐτὰ τελέσαντες, καὶ αἰσχυνθέντες τῇ τοῦ θεοῦ βοηθείᾳ καὶ τῆς θεομήτορος, πλῆθός τε ἀποβαλόντες ἀνδρῶν μαχίμων, καὶ τραυματίας μεγίστης εἰς αὐτοὺς γενομένης, ἀνθυπέστρεψαν μετὰ μεγάλης λύπης. ἐκπορίζων δὲ ὁ αὐτὸς θεοβύθιστος στόλος κατελήφθη ὑπὸ χειμερίου ζάλης καὶ πνεύματος καταιγίδος ἐπὶ τὰ μέρη τοῦ Συλλαίου καὶ συντριβεὶς ὁλοκλήρως ὤλετο. Σουφιᾶν δέ, ὁ υἱὸς τοῦ Ἀΰφ, ὁ δεύτερος ἀδελφός, συνέβαλε πόλεμον μετὰ Φλώρου καὶ Πετρωνᾶ καὶ Κυπριανοῦ ἐχόντων δύναμιν Ρωμαϊκήν· καὶ κτείνονται Ἄραβες χιλιάδες λʹ. τότε Καλλίνικος ἀρχιτέκτων ἀπὸ Ἡλιουπόλεως Συρίας προσφυγὼν τοῖς Ρωμαίοις πῦρ θαλάσσιον κατασκευάσας τὰ τῶν Ἀράβων σκάφη ἐνέπρησε καὶ σύμψυχα κατέκαυσεν. καὶ οὕτως οἱ Ρωμαῖοι μετὰ νίκης ὑπέστρεψαν καὶ τὸ θαλάσσιον πῦρ εὗρον. Κωνσταντινουπόλεως ἐπίσκοπος Κωνσταντῖνος ἔτη βʹ. ςʹ. ιθʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐχείμασεν Ἀβδελᾶς, υἱὸς Κάϊς, καὶ Φαδαλᾶς εἰς Κρήτην. ζʹ. κʹ. βʹ. Τούτῳ τῷ ἔτει ὤφθη σημεῖον ἐν τῷ οὐρανῷ ἐν ἡμέρᾳ σαββάτῳ. Κωνσταντινουπόλεως ἐπίσκοπος Θεόδωρος ἔτη βʹ. ηʹ. καʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐγένετο ἀκρὶς μεγάλη κατὰ Συρίαν καὶ Μεσοποταμίαν.

Κόσμου ἔτη ͵ϛρξθʹ. Τῆς θείας σαρκώσεως ἔτη χξθʹ. Ρωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη ιζʹ. θʹ. Ἀράβων ἀρχηγὸς Μαυΐας ἔτη κδʹ. κβʹ. Κωνσταντ. ἐπίσκοπος Θεόδωρος ἔτη βʹ. βʹ. Τούτῳ τῷ ἔτει εἰσῆλθον Μαρδαῖται εἰς τὸν Λίβανον καὶ ἐκράτησαν ἀπὸ τοῦ Μαύρου ὄρους ἕως τῆς ἁγίας πόλεως καὶ ἐχειρώσαντο τὰς τοῦ Λιβάνου περιωπάς· καὶ πολλοὶ δοῦλοι καὶ αἰχμάλωτοι καὶ αὐτόχθονες πρὸς αὐτοὺς κατέφυγον, ὥστε δι' ὀλίγου χρόνου εἰς πολλὰς χιλιάδας γενέσθαι. καὶ ταῦτα μαθὼν Μαυΐας καὶ οἱ σύμβουλοι αὐτοῦ ἐφοβήθησαν σφόδρα συλλογισάμενοι, ὅτι τὸ βασίλειον τῶν Ρωμαίων ὑπὸ θεοῦ φρουρεῖται. καὶ ἀποστέλλει πρέσβεις πρὸς τὸν αὐτοκράτορα Κωνσταντῖνον ζητῶν εἰρήνην, ὑποσχόμενος καὶ ἐτήσια τῷ βασιλεῖ παρέχειν πάκτα. ὁ δὲ βασιλεὺς τοὺς τοιούτους πρέσβεις δεξάμενος καὶ τὴν αἴτησιν αὐτῶν ἀκηκοὼς ἀπέστειλε σὺν αὐτοῖς ἐν Συρίᾳ Ἰωάννην τὸν πατρίκιον, τὸ ἐπίκλην Πιτζιγαῦδιν, ὡς ἀρχαιογενῆ τῆς πολιτείας καὶ πολύπειρον ὄντα καὶ μεγάλης ἀντεχόμενον φρονήσεως, ἐπὶ τὸ ἁρμοδίως διαλεχθῆναι τοῖς Ἄραψι καὶ τὰ τῆς εἰρήνης συμφωνῆσαι. τούτου δὲ καταλαβόντος ἐν Συρίᾳ, ὁ Μαυΐας σώρευμα πεποιηκὼς τῶν τε ἀμηραίων καὶ κορασηνῶν ἐδέξατο αὐτὸν μετὰ μεγάλης τιμῆς. πολλῶν οὖν ἀναμεταξὺ αὐτῶν εἰρηνικῶν λεχθέντων λόγων, συνεφωνήθη πρὸς ἑκατέρους ἔγγραφον γενέσθαι εἰρήνης μεθ' ὅρκου λόγον ἐπὶ συμφώνου ἐτησίου πάκτου, παρέχεσθαι τῇ Ρωμαϊκῇ πολιτείᾳ παρὰ τῶν Ἀγαρηνῶν χρυσοῦ χιλιάδας τρεῖς καὶ ἄνδρας αἰχμαλώτους νʹ καὶ ἵππους εὐγενεῖς νʹ. ταῦτα στοιχηθέντα μεταξὺ τῶν δύο μερῶν ἐπὶ χρόνους λʹ φυλάττεσθαι πλατεῖαν εἰρήνην ἀναμέσον Ρωμαίων καὶ Ἀράβων πεποίηκεν· καὶ τῶν τοιούτων καθολικῶν δύο ἐγγράφων λόγων πρὸς ἀλλήλους μεθ' ὅρκων γεγονότων καὶ ἀλλήλοις ἐπιδοθέντων, ὁ πολλαχῶς λεχθεὶς πανεύφημος ἀνὴρ πρὸς τὸν βασιλέα ὑπέστρεψε μετὰ καὶ δώρων πολλῶν. ταῦτα μαθόντες οἱ τὰ ἑσπέρια οἰκοῦντες μέρη, ὅ τε Χαγάνος τῶν Ἀβάρων καὶ οἱ ἐπέκεινα ῥῆγες ἔξαρχοί τε καὶ κάσταλδοι καὶ οἱ ἐξοχώτατοι τῶν πρὸς τὴν δύσιν ἐθνῶν, διὰ πρεσβευτῶν δῶρα τῷ βασιλεῖ στείλαντες εἰρηνικὴν πρὸς αὐτοὺς ἀγάπην κυρωθῆναι ᾐτήσαντο. εἴξας οὖν ὁ βασιλεὺς ταῖς αὐτῶν αἰτήσεσιν ἐκύρωσε καὶ πρὸς αὐτοὺς δεσποτικὴν εἰρήνην. καὶ ἐγένετο ἀμεριμνία μεγάλη ἔν τε τῇ ἀνατολῇ καὶ δύσει. Κωνσταντινουπόλεως ἐπίσκοπος Γεώργιος ἔτη ςʹ.͵ϛροʹ. χοʹ. ιʹ. κγʹ. αʹ. Τούτῳ τῷ ἔτει γέγονε σεισμὸς μέγας κατὰ τὴν Μεσοποταμίαν, ἐν ᾧ πίπτει τὸ βατᾶν καὶ ὁ τροῦλλος τῆς ἐκκλησίας Ἐδέσης· καὶ κτίζει αὐτὸν Μαυΐας σπουδῇ τῶν Χριστιανῶν. ιαʹ. κδʹ. βʹ. Τούτῳ τῷ ἔτει ἀπεβίω Μαυΐας, ὁ τῶν Σαρακηνῶν πρωτοσύμβουλος, μηνὶ Ἀρτεμισίῳ ςʹ ἰνδικτιῶνος αʹ. γέγονε δὲ στρατηγὸς ἔτη κʹ, καὶ ἀμήρευσεν ἔτη κδʹ, καὶ ἦρξεν Ἰζίδ, ὁ υἱὸς αὐτοῦ. Καὶ τούτῳ τῷ χρόνῳ τὸ τῶν Βουλγάρων ἔθνος ἐπῆλθε τῇ Θρᾴκῃ. ἀναγκαῖον δὲ εἰπεῖν καὶ περὶ τῆς ἀρχαιότητος τῶν Οὐννογουνδούρων Βουλγάρων καὶ Κοτράγων. ἐν τοῖς ἀρκτῴοις περατικοῖς μέρεσι τοῦ Εὐξείνου πόντου, ἐν τῇ λεγομένῃ Μαιώτιδι λίμνῃ, εἰς ἣν εἰσάγεται ποταμὸς μέγιστος ἀπὸ τοῦ ὠκεανοῦ καταφερόμενος διὰ τῆς τῶν Σαρματῶν γῆς, λεγόμενος Ἄτελ, εἰς ὃν εἰσάγεται ὁ λεγόμενος Τάναϊς ποταμὸς καὶ αὐτὸς ἀπὸ τῶν Ἰβηρίων πυλῶν ἐξερχόμενος τῶν ἐν τοῖς Καυκασίοις ὄρεσιν, ἀπὸ δὲ τῆς μίξεως τοῦ Τάναϊ καὶ τοῦ Ἄτελ, (ἄνωθεν τῆς προλεχθείσης Μαιώτιδος λίμνης σχιζομένου τοῦ Ἄτελ) ἔρχεται ὁ λεγόμενος Κοῦφις ποταμός, καὶ ἀποδίδει εἰς τὸ τέλος τῆς Ποντικῆς θαλάσσης πλησίον τῶν Νεκροπήλων εἰς τὸ ἄκρωμα τὸ λεγόμενον Κριοῦ Πρόσωπον. ἀπὸ δὲ τῆς προσημανθείσης λίμνης ἴσα ποταμῷ θάλασσα, καὶ εἰσάγεται εἰς τὴν τοῦ Εὐξείνου πόντου θάλασσαν διὰ τῆς γῆς Βοσφόρου καὶ Κιμμερίου, ἐξ οὗ ποταμοῦ ἀγρεύεται τὸ λεγόμενον μουρζοῦλιν καὶ τὰ τούτου ὅμοια, καὶ εἰς μὲν τὰ πρὸς ἀνατολὴν μέρη τῆς προκειμένης λίμνης ἐπὶ Φαναγουρίαν καὶ τοὺς ἐκεῖσε οἰκοῦντας Ἑβραίους παράκεινται ἔθνη πλεῖστα· ἀπὸ δὲ τῆς αὐτῆς λίμνης ἐπὶ τὸν λεγόμενον Κοῦφιν ποταμόν, ἔνθα τὸ ξυστὸν ἀγρεύεται Βουλγαρικὸν ὀψάριν, ἡ παλαιὰ Βουλγαρία ἐστὶν ἡ μεγάλη, καὶ οἱ λεγόμενοι Κότραγοι ὁμόφυλοι αὐτῶν καὶ οὗτοι τυγχάνοντες. ἐπὶ δὲ τῶν χρόνων Κωνσταντίνου, τοῦ εἰς τὴν δύσιν, Κροβάτου τοῦ κυροῦ τῆς λεχθείσης Βουλγαρίας καὶ τῶν Κοτράγων τὸν βίον μεταλλάξαντος καὶ πέντε καταλιπόντος υἱοὺς καὶ διατυπώσαντος μηδαμῶς τούτους ἀποχωρισθῆναι ἐκ τῆς πρὸς ἀλλήλους διαίτης, διὰ τὸ πάντη κυριεύειν αὐτοὺς καὶ ἑτέρῳ μὴ δουλωθῆναι ἔθνει, μετ' ὀλίγον δὲ χρόνον τῆς ἐκείνου τελευτῆς εἰς διαίρεσιν ἐληλυθότες οἱ αὐτοῦ πέντε υἱοὶ διέστησαν ἀπ' ἀλλήλων μετὰ τοῦ ἐν ὑπεξουσιότητι ἑκάστου αὐτῶν ὑποκειμένου λαοῦ. καὶ ὁ μὲν πρῶτος υἱὸς ὁ λεγόμενος Βατβαιᾶν τὴν ἐντολὴν τοῦ οἰκείου φυλάξας πατρὸς διέμεινεν ἐν τῇ προγονικῇ αὐτοῦ γῇ μέχρι τῆς δεῦρο. ὁ δὲ δεύτερος τούτου ἀδελφός, ὁ λεγόμενος Κότραγος, τὸν Τάναϊν διαβὰς ποταμὸν ἀπέναντι τοῦ πρώτου ᾤκησεν ἀδελφοῦ. ὁ δὲ τέταρτος καὶ ὁ πέμπτος τὸν Ἴστρον ἤτοι Δανοῦβιν λεγόμενον περαιωθέντες ποταμόν, ὁ μὲν εἰς Πανονίαν τῆς Ἀβαρίας ὑποταγεὶς τῷ Χαγάνῳ τῶν Ἀβάρων ἔμεινεν ἐκεῖ μετὰ τῆς δυνάμεως αὐτοῦ, ὁ δὲ τὴν πρὸς τῇ Ραβέννῃ Πεντάπολιν καταλαβὼν ὑπὸ τὴν βασιλείαν τῶν Χριστιανῶν γέγονεν. ἔπειτα τούτων ὁ τρίτος, Ἀσπαροὺχ λεγόμενος, τὸν Δάναπριν καὶ Δάναστριν περάσας καὶ τὸν Ὄγλον καταλαβὼν βορειοτέρους τοῦ Δανουβίου ποταμοὺς μεταξὺ τούτου κἀκείνων ᾤκησεν, ἀσφαλῆ καὶ δυσμάχητον εἶναι τὸν τόπον στοχασάμενος ἐξ ἑκάστου μέρους· τελματώδης γὰρ ἔμπροσθεν, καὶ ἄλλοθεν τοῖς ποταμοῖς στεφανούμενος, πολλὴν τῷ ἔθνει τεταπεινωμένῳ διὰ τὸν μερισμὸν τὴν ἐκ τῶν πολεμίων παρεῖχεν ἄνεσιν. τούτων δὲ οὕτως εἰς πέντε μέρη διαιρεθέντων καὶ ἐν βραχύτητι καταντησάντων, ἐξῆλθε τὸ μέγα ἔθνος τῶν Χαζάρων ἀπὸ τοῦ ἐνδοτέρου βάθους Βερζιλίας τῆς πρώτης Σαρματίας καὶ ἐδέσποσε πάσης τῆς περατικῆς γῆς μέχρι τῆς Ποντικῆς θαλάσσης· καὶ τὸν πρῶτον ἀδελφὸν Βατβαιᾶν, τῆς πρώτης Βουλγαρίας ἄρχοντα, ὑποτελῆς καταστήσας φόρους παρ' αὐτοῦ κομίζεται μέχρι τοῦ νῦν. ὁ δὲ βασιλεὺς Κωνσταντῖνος μεμαθηκώς, ὅτι ἐξάπινα ἔθνος ῥυπαρὸν καὶ ἀκάθαρτον ἐκεῖθεν τοῦ Δανουβίου εἰς τὸν Ὄγλον ἐσκήνωσεν, καὶ τὰ πλησιάζοντα τῷ Δανουβίῳ ἐκτρέχει καὶ λυμαίνεται, τοῦτ' ἔστι τὴν νῦν κρατουμένην ὑπ' αὐτῶν χώραν, ὑπὸ Χριστιανῶν τότε κρατουμένην, ἠνιάθη σφόδρα· καὶ κελεύει περᾶσαι πάντα τὰ θέματα ἐν τῇ Θρᾴκῃ. καὶ ἐξοπλίσας στόλον διά τε γῆς καὶ θαλάσσης κατ' αὐτῶν ἀπεκίνησε πολέμῳ τούτους ἐκδιῶξαι πειρώμενος, καὶ διὰ μὲν τῆς πρὸς τῷ Ὄγλῳ καλουμένῳ καὶ Δανουβίῳ ἠπείρου τὰ πεζικὰ παρατάξας, διὰ δὲ τῆς πλησιαζούσης ἀκτῆς τὰς ναῦς προσορμίσας. τοῦτο δὲ τὸ ἀθρόον καὶ παμπληθὲς τῆς παρατάξεως οἱ Βούλγαροι θεασάμενοι, τῆς ἑαυτῶν ἀπεγνωκότες σωτηρίας εἰς τὸ προλεχθὲν ὀχύρωμα καταφεύγουσι καὶ ἑαυτοὺς ἀσφαλίζονται. ἐν τρισὶ δὲ καὶ τέτρασιν ἡμέραις ἐκ τοῦ τοιούτου ὀχυρώματος αὐτῶν μὲν ἐξελθεῖν μὴ τολμησάντων, τῶν δὲ Ρωμαίων πόλεμον μὴ συναψάντων διὰ τὴν προκειμένην τῶν τελμάτων πρόφασιν, στοχασάμενον τὸ μιαρὸν ἔθνος τὴν χαυνότητα τῶν Ρωμαίων ἀνελάβετο καὶ προθυμότερον γέγονεν. τοῦ δὲ βασιλέως ἐν ποδαλγίᾳ ὀξυπαθήσαντος καὶ ἐπὶ Μεσημβρίαν βιασθέντος ὑποστρέψαι διὰ συνήθειαν λουτροῦ ἅμα πέντε δρομώνων καὶ τῶν οἰκείων αὐτοῦ ἀνθρώπων, κατέλιπε τοὺς στρατηγοὺς καὶ τὸν λαὸν κελεύσας παρακονδακίζειν καὶ ὑποσῦραι αὐτοὺς ἐκ τοῦ ὀχυρώματος καὶ πόλεμον πρὸς αὐτοὺς κροτῆσαι, εἰ τύχοι αὐτοὺς ἐξελθεῖν· εἰ δὲ μή, κἂν παρακαθίσαι αὐτοὺς καὶ φυλάττειν ἐν τοῖς ἐρύμασιν. οἱ δὲ τοῦ καβαλλαρικοῦ τὸν βασιλέα φεύγειν διαφημίσαντες καὶ φόβῳ συσχεθέντες τῇ αὐτῇ φυγῇ ἐχρήσαντο, μηδενὸς διώκοντος. οἱ δὲ Βούλγαροι τοῦτο θεασάμενοι ἐπεδίωκον ὀπίσω αὐτῶν καὶ τοὺς πλείστους ξίφει ἀνεῖλον, πολλοὺς δὲ καὶ ἐτραυμάτισαν. καὶ καταδιώξαντες αὐτοὺς μέχρι τοῦ Δανουβίου καὶ τοῦτον περάσαντες καὶ ἐλθόντες ἐπὶ τὴν λεγομένην Βάρναν πλησίον Ὀδύσσου καὶ τοῦ ἐκεῖσε μεσογαίου, τὸν τόπον ἑωρακότες ἐν πολλῇ ἀσφαλείᾳ διακείμενον, ἐκ μὲν τῶν ὄπισθεν διὰ τοῦ Δανουβίου ποταμοῦ, ἔμπροσθεν δὲ καὶ ἐκ πλαγίων διὰ κλεισουρῶν καὶ τῆς Ποντικῆς θαλάσσης, κυριευσάντων δὲ αὐτῶν καὶ τῶν παρακειμένων Σκλαυινῶν ἐθνῶν τὰς λεγομένας ἑπτὰ γενεάς, τοὺς μὲν Σέβερεις κατῴκισαν ἀπὸ τῆς ἔμπροσθεν κλεισούρας Βερεγάβων ἐπὶ τὰ πρὸς ἀνατολὴν μέρη, εἰς δὲ τὰ πρὸς μεσημβρίαν καὶ δύσιν μέχρις Ἀβαρίας τὰς ὑπολοίπους ἑπτὰ γενεὰς ὑπὸ πάκτον ὄντας· ἐν τούτοις οὖν πλατυνθέντων αὐτῶν ἐγαυρίασαν, καὶ ἤρξαντο τὰ ὑπὸ τὴν Ρωμαϊκὴν πολιτείαν ὄντα κάστρα τε καὶ χωρία ἐπιρρίπτειν καὶ αἰχμαλωτίζειν. ὅθεν ἀναγκασθεὶς ὁ βασιλεὺς εἰρήνευσε μετ' αὐτῶν, ἐτήσια αὐτοῖς συμφωνήσας πάκτα παρέχειν ἐπ' αἰσχύνῃ Ρωμαίων διὰ πλῆθος πταισμάτων· θαυμαστὸν γὰρ ἦν ἀκουόμενον τοῖς μακρὰν καὶ τοῖς ἐγγύς, ὅτι ὁ πάντας ὑποτελεῖς ἑαυτῷ καταστησάμενος, τούς τε κατὰ τὴν ἑῴαν καὶ δύσιν καὶ ἄρκτον καὶ μεσημβρίαν, ὑπὸ τοῦδε τοῦ μυσαροῦ καὶ νεοφανοῦς ἔθνους ἡττήθη. ἀλλ' οὗτος μὲν ἐκ προνοίας θεοῦ τοῦτο συμβεβηκέναι Χριστιανοῖς πιστεύσας, εὐαγγελικῶς διανοησάμενος εἰρήνευσεν· καὶ ἦν ἕως τελευτῆς αὐτοῦ ἠρεμῶν ἐκ πάντων πολεμίων σπουδὴν ἔχων ἐξαίρετον ἑνῶσαι τὰς ἁπανταχῆ διῃρημένας ἁγίας τοῦ θεοῦ ἐκκλησίας ἀπὸ τῶν χρόνων Ἡρακλείου τοῦ βασιλέως καὶ προπάππου αὐτοῦ, καὶ Σεργίου τοῦ κακόφρονος καὶ Πύρρου, τῶν ἀναξίως ἡγησαμένων τοῦ θρόνου Κωνσταντινουπόλεως, μίαν τε θέλησιν καὶ μίαν ἐνέργειαν ἐπὶ τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δογματισάντων, ὧν τὰς κακοδοξίας ἀνατρέψαι σπουδάζων ὁ αὐτὸς χριστιανικώτατος βασιλεὺς σύνοδον οἰκουμενικὴν συναθροίσας ἐπισκόπων σπθʹ ἐν Κωνσταντινουπόλει, τά τε προκεκυρωμένα ἐν ταῖς προλαβούσαις ἁγίαις καὶ οἰκουμενικαῖς πέντε συνόδοις ἐπεβεβαίωσε δόγματα, καὶ τὸ τῶν δύο θελημάτων καὶ ἐνεργειῶν εὐσεβὲς θεσπισθῆναι δόγμα συνεψηφίσατο κατὰ τὴν αὐτὴν ἁγίαν καὶ ἀκριβεστάτην ἕκτην οἰκουμενικὴν σύνοδον, ἧς καὶ ἐξῆρχον ὁ αὐτός τε πανευσεβὴς βασιλεὺς Κωνσταντῖνος καὶ οἱ εὐσεβεῖς ἱεράρχαι. Ἀράβων ἀρχηγὸς Ἀζὶδ ἔτη γʹ. ͵ϛροβʹ. χοβʹ. ιβʹ. αʹ. γʹ. Τούτῳ τῷ ἔτει συνηθροίσθη ἡ ἁγία καὶ οἰκουμενικὴ ἕκτη σύνοδος ἐν Κωνσταντινουπόλει τῶν σπθʹ ἁγίων ἐπισκόπων καὶ πατέρων κατὰ ἐπιτροπὴν τοῦ εὐσεβοῦς βασιλέως Κωνσταντίνου.

Κόσμου ἔτη ͵ϛρογʹ. Τῆς θείας σαρκώσεως ἔτη χογʹ. Ρωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη ιζʹ. ιγʹ. Ἀράβων ἀρχηγὸς Ἀζὶδ ἔτη γʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Γεώργιος ἔτη ςʹ. δʹ. Τούτῳ τῷ ἔτει ἀπώσατο Κωνσταντῖνος τοὺς ἀδελφοὺς αὐτοῦ τῆς βασιλείας, Ἡράκλειον καὶ Τιβέριον, καὶ μόνος ἐβασίλευσε σὺν Ἰουστινιανῷ τῷ υἱῷ αὐτοῦ. ιδʹ. γʹ. εʹ. Τούτῳ τῷ ἔτει Μουχτὰρ ὁ ψεύστης τυραννήσας ἐπικρατὴς γέγονε τῆς Περσίδος, ἀπεκάλει δὲ ἑαυτὸν προφήτην. καὶ ἐταράχθησαν οἱ Ἄραβες. Ἀράβων ἀρχηγὸς Μαρουὰμ ἔτος αʹ. ιεʹ. αʹ. ςʹ. Τούτῳ τῷ ἔτει ἀπεβίω Ἰζίδ, καὶ ταραχθέντες οἱ Ἄραβες τοῦἘθρίβου διηγέρθησαν καταστήσαντες ἀρχηγὸν ἑαυτοῖς Ἀβδελᾶν τινα, υἱὸν Ζουβέρ. καὶ συναχθέντες οἱ Φοίνικες καὶ οἱ Παλαιστίνης ἐπὶ τὴν Δαμασκὸν ἔρχονται καὶ ἕως τοῦ Γαβιθᾶ πρὸς Ἀσάν, ἀμηρᾶν Παλαιστίνης· καὶ δίδουσι χεῖρας δεξιὰς τῷ Μαρουὰμ καὶ ἱστῶσιν αὐτὸν ἀρχηγόν, καὶ ἀμηρεύει μῆνας θʹ. καὶ τελευτήσαντος αὐτοῦ, Ἀβιμέλεχ, ὁ υἱὸς αὐτοῦ, διαδέχεται τὴν ἀρχὴν ἀμηρεύσας ἔτη καʹ ἥμισυ, καὶ χειροῦται τοὺς τυράννους καὶ ἀποκτέννει τὸν Ἀβδελᾶν, υἱὸν Ζουβέρ, καὶ Δάδαχον. Ἀράβων ἀρχηγὸς Ἀβιμέλεχ ἔτη κβʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Θεόδωρος πάλιν ἔτη γʹ. ιʹ. αʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐγένετο λιμὸς καὶ θανατικὸν μέγα ἐν Συρίᾳ, καὶ Ἀβιμέλεχ ἐκράτησε τοῦ ἔθνους. τῶν δὲ Μαρδαϊτῶν ἐπιτιθεμένων τοῖς μέρεσι τοῦ Λιβάνου, καὶ τοῦ λοιμοῦ ἐπικρατοῦντος, ὁ αὐτὸς Ἀβιμέλεχ τὴν ἐπὶ Μαυΐου ζητηθεῖσαν εἰρήνην αἰτεῖται ἀποστείλας πρέσβεις πρὸς τὸν βασιλέα, τὰς αὐτὰς τξεʹ χιλιάδας τοῦ χρυσοῦ νομισμάτων συνθέμενος τελεῖν, καὶ τοὺς τξεʹ δούλους, καὶ ὁμοίως εὐγενεῖς ἵππους τξεʹ. ιζʹ. βʹ. βʹ. Τούτῳ τῷ ἔτει ἀνεπάη ὁ εὐσεβὴς βασιλεὺς Κωνσταντῖνος κρατήσας ἔτη ιζʹ, καὶ ἐβασίλευσεν Ἰουστινιανὸς ὁ υἱὸς αὐτοῦ. [̓Ιστέον ὅτι μάτην ληρωδῶς φλυαροῦσί τινες λέγοντες μετὰ τέσσαρα ἔτη γεγονέναι τοὺς παρ' αὐτοῖς φημιζομένους τῆς ἕκτης συνόδου κεφαλαιώδεις τύπους. ὡς γὰρ ἐν πᾶσι ψευδηγοροῦντες ἐλέγχονται, ἀποδείκνυνται καὶ ἐν τούτοις μηδὲν ἀληθὲς λέγοντες. ἡ γὰρ ἀκριβὴς χρονικὴ ἀποσημείωσις τὴν κατὰ τῶν Μονοθελητῶν ἁγίαν οἰκουμενικὴν ἕκτην σύνοδον ἐν τῷ ιβʹ ἔτει τῆς βασιλείας Κωνσταντίνου, ἐκγόνου Ἡρακλείου, γενέσθαι λέγει, ἐν ἔτει ἀπὸ κτίσεως κόσμου ͵ϛροβʹ. καὶ ὅτι μετὰ τοῦτο ἐβασίλευσεν ὁ αὐτὸς Κωνσταντῖνος ἔτη εʹ, καὶ τελευτήσαντος αὐτοῦ, ἐμονάρχησεν Ἰουστινιανός, ὁ υἱὸς αὐτοῦ, ἔτη ιʹ, ἐκβληθέντος δὲ Ἰουστινιανοῦ ἐκράτησε Λεόντιος ἔτη γʹ, καὶ μετὰ Λεόντιον Τιβέριος ὁ καὶ Ἀψίμαρος ἔτη ζʹ, καὶ πάλιν Ἰουστινιανὸς ὁ ἐκβληθεὶς ἔτη ςʹ. ὡς εὑρίσκεσθαι ἐξ αὐτῶν τῶν ἐκδεδομένων τύπων τῷ βʹ ἔτει τῆς ἐσχάτης βασιλείας τοῦ αὐτοῦ ῥινοκοπημένου Ἰουστινιανοῦ ἐκτεθεῖσθαι αὐτοὺς περιέχοντας ἐν τῷ γʹ τύπῳ αὐταῖς λέξεσιν οὕτως· «συνορῶμεν ὥστε τοὺς μὲν δυσὶ γάμοις περιπαρέντας καὶ μέχρι τῆς ιεʹ τοῦ παρελθόντος Ἰαννουαρίου μηνὸς τῆς παρελθούσης δʹ ἰνδικτιῶνος ἔτους ͵ϛρθʹ δουλωθέντας τῇ ἁμαρτίᾳ καὶ μὴ ἐκνῆψαι αὐτῆς προελομένους καθαιρέσει κανονικῇ ὑποβαλεῖν.» καὶ μεθ' ἕτερα· «τοὺς δὲ μετὰ τὴν χειροτονίαν γάμῳ ἑνὶ παρανόμως προσομιλήσαντας, τοῦτ' ἔστι πρεσβυτέρους καὶ διακόνους καὶ ὑποδιακόνους, ἤδη ἐπὶ βραχύν τινα χρόνον εἱρχθέντας τῆς ἱερᾶς λειτουργίας καὶ ἐπιτιμηθέντας αὖθις αὐτοὺς τοῖς οἰκείοις ἀποκαταστῆναι βαθμοῖς, μηδαμῶς ἑτέρῳ μείζονι προκόπτοντας βαθμῷ, προδήλως διαλυθέντος αὐτοῖς τοῦ ἀθέσμου συνοικεσίου.» ὥστε ἐξ αὐτῆς τῆς χρονικῆς ἀποσημειώσεως ἀριδήλως φαίνεσθαι συναγόμενα ἀπὸ τῆς ἁγίας οἰκουμενικῆς ἕκτης συνόδου ἕως τῶν ἐκδεδομένων τύπων ἔτη κζʹ, πατριαρχοῦντος ἐν τῇ ἁγίᾳ οἰκουμενικῇ συνόδῳ Κωνσταντινουπόλεως Γεωργίου, ἔτος ἄγοντος τῆς πατριαρχίας γʹ, καὶ μετὰ τὴν σύνοδον πατριαρχήσαντος ἄλλα ἔτη γʹ, μετὰ δὲ τοῦτον Θεοδώρου ἔτη γʹ, καὶ Παύλου ἔτη ζʹ, καὶ Καλλινίκου ἔτη ιβʹ, καὶ Κύρου ἔτη βʹ, ὡς συνάγεσθαι καὶ ἐξ αὐτῶν τῶν πατριαρχῶν ἔτη κζʹ. ἀπὸ δὲ τῶν ἐκδεδομένων τύπων ἕως τοῦ πρώτου ἔτους Φιλιππικοῦ ἔτη εʹ· καὶ ἐν τῷ αὐτῷ πρώτῳ ἔτει τῆς βασιλείας Φιλιππικοῦ γενέσθαι ἐμμανῆ σύνοδον κατὰ τῆς ἁγίας οἰκουμενικῆς ἕκτης συνόδου· καὶ ἐξωσθέντος Κύρου τῷ ςʹ ἔτει τῆς πατριαρχίας αὐτοῦ, γενέσθαι Ἰωάννην πατριάρχην Κωνσταντινουπόλεως, Ἀνδρέαν δὲ μητροπολίτην τῆς Κρήτης καὶ Γερμανὸν μητροπολίτην Κυζίκου, ὑπογράψαντας προδήλως καὶ ἀναθεματίσαντας μετὰ πάντων τῶν κατὰ τοὺς αὐτοὺς χρόνους τὴν προρρηθεῖσαν κατὰ τῶν Μονοθελητῶν ἁγίαν οἰκουμενικὴν ςʹ σύνοδον· μετὰ δὲ ἔτη γʹ τελευτήσαντος Ἰωάννου, μετατεθῆναι Γερμανὸν ἀπὸ Κυζίκου, καὶ πατριαρχῆσαι Κωνσταντινουπόλεως, καὶ τῷ ιγʹ ἔτει τῆς βασιλείας Λέοντος ἐξορισθῆναι, καὶ γενέσθαι Ἀναστάσιον καὶ πατριαρχῆσαι ἔτη κδʹ· καὶ μετ' αὐτὸν Κωνσταντῖνον ἔτη ιβʹ, καὶ Νικήταν ιδʹ, καὶ Παῦλον εʹ, καὶ Ταράσιον καʹ, καὶ Νικηφόρον ηʹ, καὶ Θεόδοτον ςʹ, καὶ Ἀντώνιον ιʹ, καὶ Ἰωάννην τὸν Λεκανόμαντιν ἔτη ςʹ καὶ μῆνα αʹ.]

Κόσμου ἔτη ͵ϛροηʹ. Τῆς θείας σαρκώσεως ἔτη χοηʹ. Ρωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ιʹ. αʹ. Ἀράβων ἀρχηγὸς Ἀβιμέλεχ ἔτη κβʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Θεόδωρος ἔτη γʹ. γʹ. Τούτῳ τῷ ἔτει ἀποστέλλει Ἀβιμέλεχ πρὸς Ἰουστινιανὸν βεβαιῶσαιτὴν εἰρήνην, καὶ ἐστοιχήθη ἡ εἰρήνη οὕτως· ἵνα ὁ βασιλεὺς παύσῃ τὸ τῶν Μαρδαϊτῶν τάγμα ἐκ τοῦ Λιβάνου, καὶ διακωλύσῃ τὰς ἐπιδρομὰς αὐτῶν· καὶ Ἀβιμέλεχ δώσῃ τοῖς Ρωμαίοις καθ' ἑκάστην ἡμέραν νομίσματα χίλια καὶ ἵππον καὶ δοῦλον· καὶ ἵνα ἔχωσι κοινὰ κατὰ τὸ ἴσον τοὺς φόρους τῆς Κύπρου καὶ Ἀρμενίας καὶ Ἰβηρίας. καὶ ἔπεμψεν ὁ βασιλεὺς Παῦλον τὸν μαγιστριανὸν πρὸς Ἀβιμέλεχ ἀσφαλίσασθαι τὰ στοιχηθέντα, καὶ γέγονεν ἔγγραφος ἀσφάλεια μετὰ μαρτύρων. καὶ φιλοτιμηθεὶς ὁ μαγιστριανὸς ὑπέστρεψεν. καὶ πέμψας ὁ βασιλεὺς προσελάβετο τοὺς Μαρδαΐτας χιλιάδας ιβʹ τὴν Ρωμαϊκὴν δυναστείαν ἀκρωτηριάσας. πᾶσαι γὰρ αἱ νῦν οἰκούμεναι παρὰ τῶν Ἀράβων εἰς τὰ ἄκρα πόλεις ἀπὸ Μομψουεστίας καὶ ἕως τετάρτης Ἀρμενίας ἀνίσχυροι καὶ ἀοίκητοι ἐτύγχανον διὰ τὴν ἔφοδον τῶν Μαρδαϊτῶν· ὧν παρασταλέντων, πάνδεινα κακὰ πέπονθεν ἡ Ρωμανία ὑπὸ τῶν Ἀράβων μέχρι τοῦ νῦν. Τῷ δ' αὐτῷ ἔτει πέμπει Ἀβιμέλεχ Ζίαδον, τὸν ἀδελφὸν Μαυΐου, εἰς Περσίδα κατὰ Μουχτὰρ τοῦ ψεύστου καὶ τυράννου. καὶ ἀνῃρέθη Ζίαδος ὑπὸ Μουχτάρ. καὶ ἀκούσας Ἀβιμέλεχ ἔρχεται εἰς Μεσοποταμίαν καὶ τυραννεῖται ὑπὸ Σαΐδου· ὃν ἐπανελθὼν διὰ λόγου τὴν Δαμασκὸν πέπεικεν ἀνοῖξαι προκαταληφθεῖσαν ὑπ' αὐτοῦ, καὶ μετὰ τοῦτο δολοφονεῖ αὐτόν. Ἰουστινιανὸς δὲ νεώτερος ὤν, ὡς ιʹ χρόνων, καὶ ἀβούλως τὰ κατ' αὐτὸν διοικῶν ἀποστέλλει Λεόντιον τὸν στρατηγὸν ἐπὶ τὴν Ἀρμενίαν μετὰ Ρωμαϊκῆς δυνάμεως, καὶ τοὺς ἐκεῖσε Σαρακηνοὺς κτείνας ὑποτάσσει Ρωμαίοις, ὡσαύτως καὶ Ἰβηρίαν καὶ Ἀλβανίαν, Βουκανίαν τε καὶ Μηδίαν καὶ φορολογήσας τὰς χώρας πάμπολλα χρήματα τῷ βασιλεῖ ἀπέστειλεν. Ἀβιμέλεχ δὲ ταῦτα μεμαθηκὼς καταλαμβάνει τὸ Κερκήσιον καὶ τὴν Θεούπολιν ὑπέταξεν. Κωνσταντινουπόλεως ἐπίσκοπος Παῦλος ἔτη ζʹ. βʹ. δʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐγένετο λιμὸς ἐν Συρίᾳ· καὶ πολλοὶ εἰσῆλθον εἰς Ρωμανίαν. καὶ ἐλθὼν ὁ βασιλεὺς εἰς Ἀρμενίαν ἐκεῖ ἐδέξατο τοὺς ἐν τῷ Λιβάνῳ Μαρδαΐτας, χάλκεον τεῖχος διαλύσας. παρέλυσε δὲ καὶ τὴν μετὰ τῶν Βουλγάρων παγιωθεῖσαν εἰρήνην διαταράξας τοὺς ὑπὸ τοῦ οἰκείου πατρὸς ἐνορδίνους γεγονότας τύπους, καὶ κελεύει περᾶσαι ἐπὶ τὴν Θρᾴκην τὰ καβαλλαρικὰ θέματα βουλόμενος τούς τε Βουλγάρους καὶ τὰς Σκλαυινίας αἰχμαλωτίσαι. ͵ϛρπʹ. χπʹ. γʹ. εʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἰουστινιανὸς κατὰ Σκλαυινίας καὶ Βουλγαρίας. καὶ τοὺς μὲν Βουλγάρους πρὸς τὸ παρὸν ὑπηντηκότας ὤθησεν, μέχρι δὲ Θεσσαλονίκης ἐκδραμών, πολλὰ πλήθη τῶν Σκλάβων τὰ μὲν πολέμῳ, τὰ δὲ προσρυέντα παραλαβὼν εἰς τὰ τοῦ Ὀψικίου διὰ τῆς Ἀβύδου περάσας κατέστησε μέρη. ἐν δὲ τῷ ὑποστρέφειν αὐτὸν ὁδοστατηθεὶς ὑπὸ τῶν Βουλγάρων ἐν τῷ στενῷ τῆς κλεισούρας μετὰ σφαγῆς τοῦ οἰκείου λαοῦ καὶ τραυματίας πολλῆς μόλις ἀντιπαρελθεῖν ἠδυνήθη. Τῷ δ' αὐτῷ ἔτει καὶ Ἀβδελᾶς ὁ Ζουβὴρ Μούσαβον τὸν ἴδιον ἀδελφὸν πέμπει κατὰ Μουκτάρου· καὶ συμβαλὼν μετ' αὐτοῦ τρέπεται ὁ Μούκταρος καὶ φεύγει ἐπὶ Συρίαν· καὶ φθάσας αὐτὸν κτείνει αὐτόν. Ἀβιμέλεχ δὲ στρατεύει κατὰ Μουσάρου καὶ νικήσας κτείνει αὐτὸν καὶ ὑπέταξε πᾶσαν τὴν Περσίδα.

Κόσμου ἔτη ͵ϛρπαʹ. Τῆς θείας σαρκώσεως ἔτη χπαʹ. Ρωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ιʹ. δʹ. Ἀράβων ἀρχηγὸς Ἀβιμέλεχ ἔτη κβʹ. ςʹ. Κωνσταντ. ἐπίσκοπος Παῦλος ἔτη ζʹ. γʹ. Τούτῳ τῷ ἔτει ἀπέστειλεν Ἀβιμέλεχ κατὰ τοῦ Ζουβεὶρ Χαγὰν εἰς τὸ Μάκκα, καὶ κτείνει αὐτὸν ἐκεῖ ὁ Χαγάν· καὶ ὑποτάξαντος τῷ Ἀβιμέλεχ τὴν χώραν τοῦ Χαγὰν ἐναντιουμένην αὐτῷ, ἐνέπρησε τὸν οἶκον τοῦ εἰδώλου αὐτοῦ σὺν τῷ εἰδώλῳ τῆς σεβασμιότητος αὐτῶν· δι' ἣν αἰτίαν τὸν Χαγὰν στρατηγὸν τῆς Περσίδος προεβάλετο. καὶ ὑπετάγη τῷ Ἀβιμέλεχ ἥ τε Περσὶς καὶ Μεσοποταμία καὶ ἡ μεγάλη Ἀραβία τοῦ Ἐθρίβου· καὶ οἱ ἐμφύλιοι πόλεμοι αὐτῶν ἔπαυσαν. εʹ. ζʹ. δʹ. Τούτῳ τῷ ἔτει τέλος ἔσχε καὶ ἀπαλλαγὴν παντὸς πολέμου ἡ τῶν Ἀράβων ἀρχή· καὶ εἰρήνευσεν Ἀβιμέλεχ ὑποτάξας πάντας. ςʹ. ηʹ. εʹ. Τούτῳ τῷ ἔτει τὴν πρὸς Ἀβιμέλεχ εἰρήνην Ἰουστινιανὸς ἐξἀνοίας ἔλυσεν· καὶ γὰρ τὴν Κυπρίων νῆσον ἀλόγως μετοικίσαι ἐσπούδασε καὶ τὸ σταλὲν χάραγμα παρὰ Ἀβιμέλεχ νεοφανὲς ὂν καὶ μηδέποτε γεγονὸς οὐ προσεδέξατο. πλῆθος δὲ Κυπρίων περώντων κατεποντίσθη, καὶ ἀπὸ ἀρρωστίας ὤλοντο· καὶ οἱ λοιποὶ ἐστράφησαν εἰς Κύπρον. καὶ ἀκούσας ταῦτα Ἀβιμέλεχ, ὑποκριθεὶς σατανικῶς παρεκάλει μὴ λυθῆναι τὴν εἰρήνην, ἀλλὰ δεχθῆναι τὴν αὐτοῦ μονήταν, ὡς τῶν Ἀράβων μὴ καταδεχομένων τὴν τῶν Ρωμαίων χαραγὴν ἐν τοῖς ἰδίοις νομίσμασιν, τῆς ὁλκῆς τοῦ χρυσοῦ διδομένης καὶ μηδεμιᾶς ζημίας τοῖς Ρωμαίοις γινομένης ἐκ τοῦ νέα χαράσσειν Ἄραβας. ὁ δὲ τὴν παράκλησιν εἰς φόβον νομίσας, οὐκ ἐννοήσας, ὅτι τὸ σπουδαζόμενον αὐτοῖς ἦν παῦσαι τὴν τῶν Μαρδαϊτῶν ἐπαγωγήν, καὶ οὕτω διὰ δοκουμένης εὐλόγου προφάσεως λῦσαι τὴν εἰρήνην· ὃ καὶ ἐγένετο. καὶ ἀπέστειλεν Ἀβιμέλεχ οἰκοδομῆσαι τὸν τοῦ Μάκκα ναόν. καὶ ἠθέλησεν ἐπᾶραι τοὺς κίονας τῆς ἁγίας Γεθσημανῆ. καὶ παρεκάλεσεν αὐτὸν Σέργιός τις ἀνὴρ χριστιανικώτατος, ὁ τοῦ Μανσοῦρ, γενικὸς λογοθέτης καὶ λίαν ᾠκειωμένος τῷ αὐτῷ Ἀβιμέλεχ, καὶ Πατρίκιος, ὁ τούτου ἐφάμιλλος τῶν κατὰ τὴν Παλαιστίνην Χριστιανῶν προύχων, ὁ ἐπίκλην Κλαυσῦς, αἰτούμενοι μὴ γενέσθαι τοῦτο, ἀλλὰ δι' ἱκεσίας αὐτῶν πεῖσαι Ἰουστινιανὸν ἀποστεῖλαι ἄλλους ἀντ' αὐτῶν· ὅπερ καὶ γέγονεν. ζʹ. θʹ. ςʹ. Τούτῳ τῷ ἔτει Ἰουστινιανὸς ἐπελέξατο ἐκ τῶν μετοικισθέντων ὑπ' αὐτοῦ Σκλάβων καὶ ἐστράτευσε χιλιάδας λʹ καὶ ὁπλίσας αὐτοὺς ἐπωνόμασεν αὐτοὺς λαὸν περιούσιον, ἄρχοντά τε αὐτῶν Νέβουλον τοὔνομα. θαρρήσας δὲ εἰς αὐτοὺς γεγράφηκε τοῖς Ἄραψι μὴ ἐμμένειν αὐτὸν τῇ ἐγγράφως συμφωνηθείσῃ εἰρήνῃ. καὶ παραλαβὼν τὸν περιούσιον λαὸν καὶ πάντα τὰ καβαλλαρικὰ θέματα ἐπορεύθη ἐν Σεβαστοπόλει τῇ παρὰ θάλασσαν. τῶν δὲ Ἀράβων ὑποκρινομένων καὶ μὴ αἱρουμένων λῦσαι τὴν εἰρήνην, ἀλλὰ τῇ βασιλικῇ αἰτίᾳ καὶ προπετείᾳ τοῦτο πρᾶξαι ἀναγκαζομένων, ὁπλισθέντες καὶ αὐτοὶ παρεγένοντο ἐν Σεβαστοπόλει, προμαρτυρούμενοι τῷ βασιλεῖ τὰ μεθ' ὅρκων ἀναμεταξὺ αὐτῶν συμφωνηθέντα μὴ διαστραφῆναι· ἐπεί τοί γε ἔκδικος καὶ κριτὴς ὁ θεὸς τῶν αἰτίων γενήσεται. τοῦ δὲ βασιλέως μηδὲ δι' ἀκοῆς τὰ τοιαῦτα ἀνασχομένου, ἀλλὰ πρὸς μάχην μᾶλλον κατεπείγοντος, τὸν τῆς εἰρήνης ἔγγραφον λόγον λύσαντες καὶ ἐπὶ ὑψηλῆς ἄστας ἀντὶ φλαμούλου προάγειν κρεμάσαντες κατὰ τῶν Ρωμαίων ὥρμησαν, Μουάμεδ στρατηγὸν ἔχοντες, καὶ συνέβαλον πόλεμον. καὶ τὸ μὲν πρῶτον ἡττήθησαν Ἄραβες. ὑποβαλὼν δὲ Μουάμεδ τῷ συμμαχοῦντι Ρωμαίοις στρατηγῷ τῶν Σκλάβων, πέμπει αὐτῷ κούκουρον γέμον νομισμάτων, καὶ πολλαῖς ὑποσχέσεσι τοῦτον ἀπατήσας πείθει προσφυγεῖν πρὸς αὐτοὺς μετὰ καὶ κʹ χιλιάδων Σκλάβων, καὶ οὕτω Ρωμαίοις τὴν φυγὴν περιεποιήσατο. τότε Ἰουστινιανὸς ἀνεῖλε τὸ τούτων ἐγκατάλειμμα σὺν γυναιξὶ καὶ τέκνοις παρὰ τῷ λεγομένῳ Λευκάτῃ, τόπῳ κρημνώδει καὶ παραθαλασσίῳ κατὰ τὸν Νικομηδειάσιον κόλπον κειμένῳ. ηʹ. ιʹ. ζʹ. Τούτῳ τῷ ἔτει Σαββάτιος, ὁ πατρίκιος Ἀρμενίας, μαθὼν τὴν τῶν Ρωμαίων ἧτταν τὴν Ἀρμενίαν παρέδωκε τοῖς Ἄραψιν, καὶ ὑπετάγηαὐτοῖς καὶ ἡ ἔσω Περσίς, ἡ λεγομένη Χωρασάν, καὶ φύεται ἐκεῖσε παράβουλος ὀνόματι Σαβῖνος, καὶ πολλοὺς τῶν Ἀράβων ἀπέκτεινε καὶ αὐτὸν τὸν Χαγάνον παρ' ὀλίγον τελείως ποταμόπνικτον ἐποίει. ἔκτοτε ἐπὶ πλεῖον θρασυνθέντες οἱ Ἀγαρηνοὶ τὴν Ρωμανίαν ἐλυμήναντο.

Κόσμου ἔτη ͵ϛρπʹ. Τῆς θείας σαρκώσεως ἔτη χπʹ. Ρωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ιʹ. θʹ. Ἀράβων ἀρχηγὸς Ἀβιμέλεχ ἔτη κβʹ. ιαʹ. Κωνσταντ. ἐπίσκοπος Καλλίνικος ἔτη ιβʹ. αʹ. Τούτῳ τῷ ἔτει ἔκλειψις γέγονεν ἡλίου μηνὶ Ὑπερβερεταίῳ εʹ ἡμέρᾳ αʹ ὥρᾳ γʹ, ὥστε φανῆναί τινας λαμπροὺς ἀστέρας. καὶ ἐπεστράτευσε Μουάμεδ τὴν Ρωμανίαν, ἔχων μεθ' ἑαυτοῦ τοὺς πρόσφυγας Σκλάβους ὡς ἐμπείρους τῆς Ρωμανίας, καὶ πολλοὺς ᾐχμαλώτευσεν. ἐγένετο δὲ καὶ ἀναίρεσις τῶν χοίρων ἐν Συρίᾳ. Ἰουστινιανὸς δὲ εἰς τὰ τοῦ παλατίου κτίσματα ἐπεμελεῖτο. καὶ ἔκτισε τὸν Ἰουστινιανοῦ τρίκλινον λεγόμενον καὶ τὰ τοῦ παλατίου περιτειχίσματα· καὶ ἐπέστησεν ἐπείκτην Στέφανον τὸν Πέρσην, σακελλάριον αὐτοῦ καὶ πρωτοευνοῦχον, κύριον καὶ ἐξουσιαστήν, λίαν ὄντα αἱμοβόρον καὶ ἀπηνῆ· ὅστις ἀνηλεῶς τοὺς μὲν ὄπερας αἰκίζειν οὐκ ἠρκεῖτο, ἀλλὰ καὶ λιθοβολεῖν αὐτούς τε καὶ τοὺς τούτων ἐπιστάτας. τοῦ δὲ βασιλέως ἀποδημήσαντος, κατετόλμησεν ὁ ἄγριος θὴρ ἐκεῖνος καὶ τὴν αὐτοῦ μητέρα Ἀναστασίαν τὴν αὐγούσταν παιδικῶς δι' ἀβηνῶν μαστιγῶσαι. ἐν τούτοις δὲ καὶ εἰς ἅπαν τὸ πολιτικὸν πλῆθος πολλὰ κακὰ ἐνδειξάμενος μισητὸν τὸν βασιλέα πεποίηκεν. ὁμοίως καὶ εἰς τὰ τοῦ γενικοῦ λογοθεσίου πράγματα κατέστησεν ἀββᾶν τινα ὀνόματι Θεόδοτον, ἔγκλειστον τὸ πρότερον ὄντα ἐν τοῖς Θρᾳκῴοις τοῦ Στενοῦ μέρεσιν, καὶ αὐτὸν δεινότατον καὶ ἀτίθασον λίαν ὑπάρχοντα, ὅστις πλείστους τῆς πολιτείας ἄρχοντας καὶ ἐμφανεῖς ἄνδρας οὐκ ἐκ τῶν διοικητῶν μόνον, ἀλλὰ καὶ ἐκ τῶν τῆς πόλεως οἰκητόρων, εἰκῆ καὶ μάτην ἀπροφασίστως, ἀπαιτήσεις καὶ ἐκταγὰς καὶ δημεύσεις ποιούμενος σχοίνοις τε τούτους κρεμνῶν καὶ ἀχύροις ὑποκαπνίζων. ἔτι δὲ καὶ ὁ ἔπαρχος βασιλικῇ κελεύσει πλείστους ἄνδρας ἐν εἱρκταῖς κατακλείσας ἐπὶ χρόνους τηρεῖσθαι πεποίηκεν. ταῦτα πάντα ἐπηύξησε τὸ μῖσος τοῦ λαοῦ πρὸς τὸν βασιλέα. ὁ δὲ βασιλεὺς ἀπῄτει Καλλίνικον τὸν πατριάρχην ποιῆσαι εὐχήν, ἵνα καταλύσῃ τὴν ἐκκλησίαν τῆς ἁγίας θεοτόκου τῶν μητροπολίτου τὴν οὖσαν πλησίον τοῦ παλατίου, θέλων ἐν τῷ τόπῳ στῆσαι φιάλην καὶ βάθρα κτίσαι τοῦ δήμου τῶν Βενέτων, ὅπως ἐκεῖ δέχωνται τὸν βασιλέα. ὁ δὲ πατριάρχης ἔλεγεν ὅτι· «εὐχὴν ἐπὶ συστάσει ἐκκλησίας ἔχομεν, ἐπὶ δὲ καταλύσει ἐκκλησίας οὐ παρελάβομεν.» βιαζομένου δὲ αὐτὸν τοῦ βασιλέως καὶ πάντως ἀπαιτοῦντος τὴν εὐχήν, ἔφη ὁ πατριάρχης· «δόξα τῷ θεῷ τῷ ἀνεχομένῳ πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.» καὶ τοῦτο ἀκούσαντες κατέλυσαν τὴν ἐκκλησίαν καὶ ἐποίησαν τὴν φιάλην. καὶ ἐποίησαν τὴν ἐκκλησίαν τῶν μητροπολίτου εἰς τὸ Πετρίν. ιʹ. ιβʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μουάμεδ τὴν τετάρτην Ἀρμενίαν καὶ αἰχμαλωτεύσας πολλοὺς ἀνέστρεψεν. Ἐν αὐτῷ δὲ τῷ ἔτει Ἰουστινιανὸς ἐξεβλήθη τῆς βασιλείας τρόπῳ τοιῷδε· ἐκέλευσε Στεφάνῳ τῷ πατρικίῳ καὶ στρατηγῷ, τὸ ἐπίκλην Ρουσίῳ, νυκτὸς ἀποκτεῖναι τὸν δῆμον Κωνσταντινουπόλεως, ἄρξασθαι δὲ ἀπὸ τοῦ πατριάρχου. Λεόντιος δὲ ὁ πατρίκιος καὶ στρατηγὸς τῶν ἀνατολικῶν γενόμενος καὶ ἐν πολέμοις εὐδοκιμήσας ἐν φρουρᾷ τε χρόνους τρεῖς ποιήσας, κατηγορηθεὶς ἐξάπινα ἀνεκλήθη καὶ στρατηγὸς Ἑλλάδος προεβλήθη. ἐκελεύσθη δὲ εἰς τρεῖς ἐμβληθῆναι δρόμωνας καὶ αὐθημερὸν ἀποκινῆσαι τῆς πόλεως. τῇ δὲ αὐτῇ νυκτὶ ἐν τῷ Ἰουλιανησίῳ λιμένι τῶν Σοφίας πλησίον τῶν Μαύρου πρὸς τὸ ἐκπορίσαι τῆς πόλεως μεθορμίσαντος, συνετάσσετο τοῖς πρὸς αὐτὸν ἀπερχομένοις φίλοις, ἐν οἷς πρὸς αὐτὸν παρεγένοντο καὶ οἱ γνήσιοι αὐτοῦ φίλοι, Παῦλος μοναχὸς τῶν Καλλιστράτου, ὁ καὶ ἀστρονόμος, Γρηγόριος ὁ Καππάδοξ ὁ καὶ κλεισουριάρχης γενόμενος, ἔπειτα δὲ μοναχὸς καὶ ἡγούμενος τῶν Φλώρου· οἵ τινες ἐν τῇ φυλακῇ πυκνοτέρως αὐτὸν ἐπισκεπτόμενοι διεβεβαιοῦντο αὐτὸν βασιλεύσειν τῶν Ρωμαίων. ὁ δὲ Λεόντιος λέγει πρὸς αὐτούς· «ὑμεῖς διεβεβαιώσασθέ με ἐν τῇ φυλακῇ περὶ βασιλείας· καὶ νῦν ἡ ζωή μου ἐν κακοῖς τελειοῦται. ὄπισθεν γάρ μου ἔσομαι κατὰ πᾶσαν ὥραν ἐκδεχόμενος τὸν θάνατον.» οἱ δὲ εἶπον· «αὐτὸς μὴ ὀκνήσῃς, καὶ τοῦτο εὐθέως πληροῦται. ἐπάκουσον ἡμῖν μόνον, καὶ ἀκολούθησον ἡμῖν.» καὶ λαβὼν ὁ Λεόντιος τοὺς ἀνθρώπους αὐτοῦ, καὶ ἄρματα, ὅσα εἶχεν, ἀνῆλθεν εἰς τὸ πραιτώριον σιγῇ πολλῇ, καὶ κρούσαντες τὴν πύλην προεφασίσαντο τὸν βασιλέα παραγεγονέναι ἐπὶ τὸ διοικῆσαί τινας τῶν ἐκεῖσε ὄντων. μηνυθέντος δὲ τοῦ τηνικαῦτα ὑπάρχου καὶ συντόμως ἐλθόντος καὶ τὰς πύλας ἀνοίξαντος, χειροῦται ὑπὸ Λεοντίου καὶ ῥαπισθεὶς ἐπεδήθη χεῖρας καὶ πόδας. εἰσελθὼν δὲ ὁ Λεόντιος καὶ τὰς φυλακὰς ἀνοίξας λύσας τε τοὺς καθειργμένους ἄνδρας πολλοὺς καὶ γενναίους, ἀπὸ ἓξ καὶ ὀκτὼ χρόνων ἐγκεκλεισμένους, στρατιώτας τοὺς πλείονας τυγχάνοντας, καὶ τούτους ὁπλίσας εἰς τὸν Φόρον ἐξῆλθε σὺν αὐτοῖς κράζων· «ὅσοι Χριστιανοὶ εἰς τὴν ἁγίαν Σοφίαν.» καὶ πέμψας καθ' ἕκαστον ῥεγεῶνα τὴν αὐτὴν φωνὴν ἀνακράζειν προσέταξεν. τὸ δὲ πλῆθος τῆς πόλεως θορυβηθὲν σπουδῇ εἰς τὸν λουτῆρα τῆς ἐκκλησίας συνηθροίσθη. αὐτὸς δὲ ἅμα τοῖς δυσὶ μοναχοῖς καὶ φίλοις αὐτοῦ σὺν καί τινων τῶν ἐκ τῆς φυλακῆς ἐξελθόντων ἐμφανεστέρων ἀνδρῶν εἰς τὸ πατριαρχεῖον ἀνῆλθε πρὸς τὸν πατριάρχην. εὑρὼν δὲ καὶ αὐτὸν τεταραγμένον διὰ τὰ κελευσθέντα τῷ πατρικίῳ Στεφάνῳ τῷ Ρουσίῳ πείθει αὐτὸν κατελθεῖν εἰς τὸν λουτῆρα καὶ φωνῆσαι οὕτως· «αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος.» ἅπαν δὲ τὸ πλῆθος ἦραν φωνήν· «ἀνασκαφῇ τὰ ὀστέα Ἰουστινιανοῦ.» καὶ οὕτως ἐν τῷ ἱπποδρομίῳ ἐξέδραμε πᾶς ὁ λαός. ἡμέρας δὲ γενομένης, ἐξάγουσι τὸν Ἰουστινιανὸν εἰς τὸ ἱπποδρόμιον διὰ τῆς σφενδόνης καὶ ῥινοκοπήσαντες ἅμα καὶ γλωσσοκοπήσαντες ἐξώρισαν ἐν Χερσῶνι· ὁ δὲ ὄχλος συλλαβόμενος τόν τε Θεόδοτον τὸν μοναχὸν καὶ γενικὸν λογοθέτην καὶ Στέφανον τὸν σακελλάριον τὸν Πέρσην, σχοίνοις τε ἐκ ποδῶν τούτους δήσαντες σύρουσι διὰ τῆς μέσης λεωφόρου καὶ εἰς τὸν Βοῦν ἀπαγαγόντες κατέκαυσαν· καὶ οὕτω Λεόντιον βασιλέα εὐφήμησαν. Ρωμαίων βασιλεὺς Λεόντιος ἔτη γʹ. αʹ. ιγʹ. γʹ. Τούτῳ τῷ ἔτει Λεόντιος ἐβασίλευσε καὶ πάντοθεν εἰρηνικῶς διέμεινεν. βʹ. ιδʹ. δʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἄλιδος τὴν Ρωμανίαν καὶ πολλοὺς αἰχμαλωτίσας ὑπέστρεψεν. καὶ ἐστασίασε Σέργιος, ὁ πατρίκιος τῆς Λαζικῆς, ὁ τοῦ Βαρνουκίου, καὶ ταύτην τοῖς Ἄραψιν ὑπέταξεν. ͵ϛρʹ. χʹ. γʹ. ιʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσαν οἱ Ἄραβες τὴν Ἀφρικὴν καὶ ταύτην παρέλαβον καὶ ἐκ τοῦ οἰκείου στρατοῦ ταξατιῶνα ἐν αὐτῇ κατέστησαν. ὁ δὲ Λεόντιος ταῦτα μαθὼν ἀποστέλλει τὸν πατρίκιον Ἰωάννην, ἄνδρα ἱκανόν, μετὰ πάντων τῶν Ρωμαϊκῶν πλωϊμάτων. τούτου δὲ ἐν Καρθαγέννῃ φθάσαντος καὶ πολέμῳ τὴν τοῦ ἐκεῖσε λιμένος ἅλυσιν ἀνοίξαντος καὶ τοὺς ἐχθροὺς τρέψαντος καὶ ἐκδιώξαντος, ἅπαντα τὰ τῆς Ἀφρικῆς κάστρα ἠλευθέρωσε καὶ καταλιπὼν ταξατιῶνα ἴδιον τῷ βασιλεῖ ταῦτα ἀνήγαγε καὶ ἐκεῖσε ἐχείμασε κέλευσιν παρ' αὐτοῦ ἐκδεχόμενος. ὁ δὲ πρωτοσύμβουλος ταῦτα μαθὼν δυνατώτερον καὶ πολὺν στόλον κατ' αὐτῶν ἀποστέλλει καὶ τὸν προλεχθέντα Ἰωάννην σὺν τῷ αὐτοῦ στόλῳ πολέμῳ τοῦ λιμένος διώκει· καὶ εἰς περίδρομον λιτὸν ἔνδον παραλαβὼν ἔξωθεν φωσατικῶς ἠπλήκευσεν. ὁ δὲ προλεχθεὶς ἐπὶ Ρωμανίαν ἀνέκαμψε πλειοτέραν δύναμιν παρὰ τοῦ βασιλέως βουλόμενος κομίσασθαι καὶ ἦλθεν ἕως Κρήτης ἐπὶ τὸν βασιλέα πορευόμενος. ὁ δὲ στρατὸς ὑπὸ τῶν ἰδίων ἀρχόντων [ἑλκόμενος καὶ] πρὸς τὸν βασιλέα ἀναβαλεῖν μὴ βουλόμενος (εἶχε γὰρ αὐτοὺς φόβος καὶ αἰσχύνη) εἰς βουλὴν πονηρὰν ἐξετράπη, καὶ τοῦτον ἀνέσκαψαν ψηφισάμενοι βασιλέα Ἀψίμαρον, δρουγγάριον τῶν Κιβυραιωτῶν εἰς Κουρικιώτας ὑπάρχοντα, Τιβέριον αὐτὸν μετονομάσαντες. τοῦ δὲ Λεοντίου ἐν Κωνσταντινουπόλει τὸν Νεωρήσιον λιμένα ἐκκαθαίροντος, ἡ τοῦ βουβῶνος λύμη ἐνέσκηψε τῇ πόλει καὶ πλῆθος λαοῦ ἐν τέσσαρσι μησὶ διέφθειρεν. καταλαμβάνει δὲ Ἀψίμαρος ἅμα τῷ συνόντι αὐτῷ στόλῳ καὶ προσώρμισεν ἀντικρὺ τῆς πόλεως ἐν Συκαῖς. ἐπὶ χρόνον δέʹ τινα τῆς πόλεως Λεόντιον προδοῦναι μὴ βουλομένης, προδοσία γέγονε διὰ τοῦ μονοτείχους Βλαχερνῶν ὑπὸ ἐξωτικῶν ἀρχόντων τῶν τὰς κλεῖς τοῦ χερσαίου τείχους μεθ' ὅρκου φρικτοῦ ἐκ τῆς ἁγίας τραπέζης ἐμπιστευθέντων· οὗτοι δι' ἐπιβουλῆς παρέδωκαν τὴν πόλιν. εἰσελθόντες δὲ οἱ τῶν πλωϊμάτων στρατιῶται εἰς τοὺς οἴκους τῶν πολιτῶν ἐγύμνωσαν τοὺς οἰκήτορας αὐτῶν. ὁ δὲ Ἀψίμαρος τὸν μὲν Λεόντον ἐρρινοκόπησε καὶ ἐν τῇ μονῇ τῆς Δελμάτου ὑπὸ φυλακὴν εἶναι προσέταξεν, τοὺς δὲ ἄρχοντας καὶ φίλους αὐτοῦ ὡς συναποθανόντας αὐτῷ τύψας καὶ δημεύσας ἐξώρισεν· Ἡράκλειόν τε, τὸν γνήσιον αὐτοῦ ἀδελφόν, ὡς λίαν ἱκανώτατον, μονοστράτηγον πάντων τῶν ἔξω καβαλλαρικῶν θεμάτων προβαλόμενος ἐπὶ τὰ μέρη Καππαδοκίας καὶ τῶν κλεισουρῶν διατρέχειν καὶ τὴν κατ' ἐχθρῶν ποιεῖσθαι φροντίδα τε καὶ διοίκησιν ἀπέστειλεν.

Κόσμου ἔτη ͵ϛραʹ. Τῆς θείας σαρκώσεως ἔτη χ αʹ. Ρωμαίων βασιλεὺς Ἀψίμαρος ἔτη ζʹ. αʹ. Ἀράβων ἀρχηγὸς Ἀβιμέλεχ ἔτη κβʹ. ιʹ. Κωνσταντ. ἐπίσκοπος Καλλίνικος ἔτη ιβʹ. ςʹ. Τούτῳ τῷ ἔτει Ἀψίμαρος τῆς βασιλείας ἐκράτησεν. καὶ ἐστασίασεν Ἀβδεραχμὰν ἐν Περσίδι καὶ ἐκυρίευσεν αὐτῆς καὶ ἐδίωξε τὸν Χαγὰν ἀπ' αὐτῆς. βʹ. ιζʹ. ζʹ. Τούτῳ τῷ ἔτει γέγονε θανατικὸν μέγα. καὶ ἐπεστράτευσε Μουάμεδ σὺν τῷ πλήθει τῶν Ἀράβων κατὰ τοῦ Ἀβδεραχμάν, καὶ καταλαβὼν τὴν Περσίδα ἑνοῦται τῷ Χαγάν, καὶ πολεμήσαντες τὸν Ἀβδεραχμὰν κτείνουσιν αὐτὸν καὶ πάλιν τῷ Χαγὰν τὴν Περσικὴν ἐνεχείρισαν. οἱ δὲ Ρωμαῖοι κατέδραμον Συρίαν καὶ ἔρχονται ἕως τὸ Σαμόσατον, καὶ προνομεύσαντες τὴν πέριξ χώραν πολλοὺς ἀπέκτειναν, ὥς φασιν, χιλιάδας σʹ Ἀράβων· καὶ πλεῖστα σκῦλα λαβόντες καὶ αἰχμαλωσίαν πολλὴν Ἀράβων ὑπέστρεψαν φόβον μέγαν ἐμποιήσαντες εἰς αὐτούς. γʹ. ιηʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἀβδελᾶς Ρωμανίαν, καὶ πολιορκήσας Τάραντον καὶ μηδὲν ἀνύσας ὑπέστρεψε καὶ ᾠκοδόμησε τὴν Μομψουεστίαν καὶ ἔθετο ἐν αὐτῇ φύλακας. δʹ. ιθʹ. θʹ. Τούτῳ τῷ ἔτει Βαάνης, ὁ ἐπίκλην Ἑπταδαίμων, τὴν τετάρτην Ἀρμενίαν τοῖς Ἄραψιν ὑπέταξεν. Ἀψίμαρος δὲ Φιλιππικόν, τὸνυἱὸν Νικηφόρου τοῦ πατρικίου, εἰς Κεφαληνίαν ἐξώρισεν ὡς ὀνειροπολούμενον βασιλεύειν· ἔφασκε γὰρ ἑωρακέναι κατ' ὄναρ, ὅτι ἡ κεφαλὴ αὐτοῦ ἐσκιάζετο ὑπὸ ἀετοῦ. ἀκούσας δὲ ταῦτα ὁ βασιλεὺς παραχρῆμα αὐτὸν ἐξώρισεν. εʹ. κʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἐστασίασαν οἱ ἄρχοντες Ἀρμενίας κατὰ τῶν Σαρακηνῶν καὶ τοὺς ἐν Ἀρμενίᾳ Σαρακηνοὺς ἀπέκτειναν. καὶ αὖθις πρὸς Ἀψίμαρον πέμπουσι καὶ Ρωμαίους εἰς τὴν αὐτῶν χώραν φέρουσιν. ὁ δὲ Μουάμεδ ἐπιστρατεύσας κατ' αὐτῶν πολλοὺς κτείνει, καὶ τὴν μὲν Ἀρμενίαν Σαρακηνοῖς ὑποτάσσει, τοὺς δὲ μεγιστᾶνας τῶν Ἀρμενίων σωρεύσας ἐν τόπῳ ἑνὶ ζωοκαύστους ἐποίησεν. κατ' αὐτὸν δὲ τὸν χρόνον ἐπεστράτευσεν Ἄζαρ τὴν Κιλικίαν μετὰ χιλιάδων δέκα· καὶ περιτυχὼν αὐτῷ Ἡράκλειος, ὁ ἀδελφὸς τοῦ βασιλέως, τοὺς πλείστους ἀπέκτεινε καὶ τοὺς λοιποὺς δεσμίους τῷ βασιλεῖ ἀπέστειλεν. ςʹ. καʹ. ιαʹ. Τούτῳ τῷ ἔτει Ἄζιδος, ὁ τοῦ Χουνεΐ, ἐπεστράτευσε τὴν Κιλικίαν· καὶ πολιορκήσας τὸ Σίσιον κάστρον, κατέλαβεν ὁ τοῦ βασιλέως ἀδελφὸς Ἡράκλειος καὶ πολεμήσας αὐτὸν κτείνει δώδεκα χιλιάδας Ἀράβων. τοῦ δὲ Ἰουστινιανοῦ ἐν Χερσῶνι διάγοντος καὶ δημηγοροῦντος ἑαυτὸν πάλιν βασιλεύειν μέλλοντα, οἱ τῶν ἐκεῖσε οἰκήτορες τὸν ἐκ τῆς βασιλείας κίνδυνον φοβηθέντες ἐβουλεύσαντο τοῦτον ἀνελεῖν ἢ τῷ βασιλεῖ παραπέμψαι. αὐτὸς δὲ διεγνωκὼς ἠδυνήθη διεκφυγεῖν, καὶ εἰς τὸ Δαρᾶς καταδραμὼν ᾐτήσατο τῷ τῶν Χαζάρων Χαγάνῳ συνοψισθῆναι. αὐτὸς δὲ μαθὼν ἐδέξατο αὐτὸν μετὰ τιμῆς μεγάλης καὶ ἐξέδοτο αὐτῷ εἰς γυναῖκα Θεοδώραν, τὴν γνησίαν αὐτοῦ ἀδελφήν. μετ' ὀλίγον δὲ χρόνον αἰτησάμενος τῷ Χαγάνῳ κατῆλθεν εἰς Φαναγουρίαν κἀκεῖ διέτριβε μετὰ Θεοδώρας. ταῦτα ἀκούσας Ἀψίμαρος πέμπει πρὸς τὸν Χαγάνον ὑποσχόμενος αὐτῷ παρέχειν πολλὰ δῶρα, εἰ τὸν Ἰουστινιανὸν ζῶντα αὐτῷ παραπέμψει· εἰ δὲ μή, κἂν τὴν αὐτοῦ κεφαλήν. εἴξαντος δὲ τοῦ Χαγάνου τῇ τοιαύτῃ αἰτήσει, παραφυλακὴν αὐτῷ ἔπεμψεν, ὡς δῆθεν διὰ τὸ μὴ ὑπὸ τῶν ἰδίων ὁμοφύλων ἐπιβουλευθῆναι, ἐντειλάμενος Παπατζύν, τὸν ἐκ προσώπου αὐτοῦ ἐκεῖσε ὄντα, καὶ Βαλγίτζιν, τὸν ἄρχοντα Βοσφόρου, ἵνα, ὅταν δηλωθῇ αὐτοῖς, ἀνέλωσιν Ἰουστινιανόν. τούτων δὲ δι' οἰκέτου τοῦ Χαγάνου τῇ Θεοδώρᾳ μηνυθέντων καὶ τῷ Ἰουστινιανῷ γνωσθέντων, προσκαλεσάμενος τὸν λεχθέντα Παπατζὺν κατ' ἰδίαν ὁμιλῆσαι, κόρδᾳ τοῦτον ἀπῆγξεν· ὁμοίως δὲ καὶ Βαλγίτζιν τὸν ἄρχοντα. εὐθέως δὲ ἀποστέλλει Θεοδώραν ἐν Χαζαρίᾳ, αὐτὸς δὲ ἀπὸ Φαναγουρίαν λάθρα δραπετεύσας εἰς Τόμιν κατῆλθεν. καὶ εὑρηκὼς ἁλιάδα ἐξηρτισμένην ἐπέβη ἐπ' αὐτὴν καὶ παραπλεύσας τὴν Ἀσσάδα ἦλθε μέχρι Συμβόλου πλησίον τῆς Χερσῶνος. καὶ ἀποστείλας κρυπτῶς ἐν Χερσῶνι ἐπῆρε Βαρισβακούριον καὶ τὸν ἀδελφὸν αὐτοῦ, τόν τε Σαλιβᾶν καὶ Στέφανον, καὶ τὸν Μωρόπαυλον σὺν Θεοφίλῳ· καὶ σὺν αὐτοῖς ἀποπλεύσας διέβη τὸν φάρον Χερσῶνος. εἶθ' οὕτως παραπλεύσας τὰ Νεκρόπηλα τὸ στόμιόν τε τοῦ Δάναπρι καὶ τοῦ Δάναστρι, κλύδωνος γεγονότος, ἀπέγνωσαν πάντες τὴν ἑαυτῶν σωτηρίαν. Μυάκης δέ, ὁ οἰκειακὸς αὐτοῦ ἄνθρωπος, ἔφη αὐτῷ· «ἰδοὺ ἀποθνήσκομεν, δέσποτα, τάξαι τῷ θεῷ περὶ τῆς σωτηρίας σου, ἵνα, ἐὰν ὁ θεὸς ἀποδώσῃ σοι τὴν βασιλείαν σου, μηδένα ἀμύνεσθαι τῶν ἐχθρῶν σου.» ὁ δὲ ἀποκριθεὶς ἐν θυμῷ λέγει αὐτῷ· «ἐὰν φείσωμαί τινος ἐξ αὐτῶν, ὁ θεὸς ἐνταῦθά με καταποντίσῃ.» καὶ ἀκινδύνως ἐκ τοῦ κλύδωνος ἐκείνου ἐξῆλθε καὶ εἰσῆλθεν εἰς τὸν Δανοῦβιν ποταμόν. ἀποστείλαντος δὲ αὐτοῦ Στέφανον πρὸς Τέρβελιν, τὸν κῦριν Βουλγαρίας, ἐπὶ τῷ δοῦναι αὐτῷ σύναρσιν, ὅπως κρατήσῃ τὴν προγονικὴν αὐτοῦ βασιλείαν, ὑπέσχετο αὐτῷ πλεῖστα παρέχειν δῶρα καὶ τὴν ἑαυτοῦ θυγατέρα εἰς γυναῖκα. αὐτοῦ δὲ πάντα ὑπακούειν καὶ συντρέχειν ἐνομότως ὑποσχομένου καὶ τοῦτον μετὰ τιμῆς δεξαμένου, συγκινεῖ πάντα τὸν ὑποκείμενον αὐτῷ λαὸν τῶν Βουλγάρων καὶ Σκλάβων· καὶ τῷ ἐρχομένῳ χρόνῳ ὁπλισθέντες ἐπὶ τὴν βασιλεύουσαν πόλιν παρεγένοντο.

Κόσμου ἔτη ͵ϛρ ζʹ. Τῆς θείας σαρκώσεως ἔτη χ ζʹ. Ρωμαίων βασιλεὺς Ἀψίμαρος ἔτη ζʹ. ζʹ Ἀράβων ἀρχηγὸς Ἀβιμέλεχ ἔτη κβʹ. κβʹ. Κωνσταντ. ἐπίσκοπος Καλλίνικος ἔτη ιβʹ. ιβʹ. Τούτῳ τῷ ἔτει τέθνηκεν Ἀβιμέλεχ, ὁ τῶν Ἀράβων ἀρχηγός,καὶ ἐκράτησεν Οὐαλίδ, ὁ υἱὸς αὐτοῦ. Τῷ δ' αὐτῷ ἔτει Ἰουστινιανὸς τὴν βασιλίδα πόλιν καταλαβὼν ἅμα Τέρβελι καὶ τῶν σὺν αὐτῷ Βουλγάρων ἠπλήκευσεν εἰς τὴν Χαρσίου πόρταν καὶ ἕως Βλαχερνῶν. καὶ ἐπὶ τρεῖς ἡμέρας προσλαλοῦντες τοῖς ἐν τῇ πόλει ὑβρίζοντο παρ' αὐτῶν, καὶ οὐδὲ λόγον κατεδέχοντο. ὁ δὲ Ἰουστινιανὸς μετ' ὀλίγων ὁμοφύλων πολέμου χωρὶς διὰ τοῦ ἀγωγοῦ εἰσελθὼν καὶ θόρυβον ἀνασκαφῆς βαλὼν τὴν πόλιν παρέλαβε καὶ πρὸς βραχὺ ἐσκήνωσεν ἐν τῷ παλατίῳ Βλαχερνῶν. Ρωμαίων βασιλεὺς Ἰουστινιανὸς πάλιν ἔτη ςʹ. Ἀράβων ἀρχηγὸς Οὐαλὶδ ἔτη θʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Κῦρος ἔτη ςʹ. αʹ. αʹ. αʹ. Τούτῳ τῷ ἔτει Ἰουστινιανὸς τὴν βασιλείαν ἀπολαμβάνει, καὶ πολλὰ δῶρα δοὺς τῷ Τέρβελι καὶ βασιλικὰ σκεύη ἀπέλυσεν αὐτὸν ἐν εἰρήνῃ. Ἀψίμαρος δὲ καταλιπὼν τὴν πόλιν εἰς Ἀπολλωνιάδα φεύγει, καταδιωχθεὶς δὲ συλλαμβάνεται καὶ πρὸς Ἰουστινιανὸν ἄγεται. καὶ Ἡράκλειος δὲ ἀπὸ Θρᾴκης δεδεμένος ἤχθη σὺν πᾶσι τοῖς συνασπιζομένοις αὐτοῖς ἄρχουσιν, οὓς ἐν τῷ τείχει πάντας ἐφούρκισεν. ἀποστείλας δὲ καὶ εἰς τὰ μεσόγαια πλείους ἐξ αὐτῶν εὑρὼν ἐμπράκτους καὶ ἀπράκτους ὁμοίως ἀπέκτεινεν. τὸν δὲ Ἀψίμαρον καὶ Λεόντιον ἁλύσεσι δεδεμένους εἰς πᾶσαν πόλιν πομπεῦσαι πεποίηκεν· καὶ τοῦ ἱππικοῦ ἀγομένου, καὶ αὐτοῦ ἐν τῷ σένζῳ καθεζομένου, ἤχθησαν συρόμενοι δημοσίᾳ καὶ ἐρρίφησαν ὑποταγάδην αὐτῷ· καὶ ἐπάτησε τὸν τράχηλον αὐτῶν ἄχρις ἀπολύσεως τοῦ πρώτου βαΐου, τοῦ δήμου βοήσαντος, ὅτι «ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπέβης, καὶ κατεπάτησας λέοντα καὶ δράκοντα·» καὶ τούτους ἀποστείλας ἐν τῷ Κυνηγίῳ ἀπεκεφάλισεν. Καλλίνικον δὲ τὸν πατριάρχην τυφλώσας ἐν τῇ Ρώμῃ ἐξώρισεν· καὶ ἀντ' αὐτοῦ Κῦρον, τὸν ἐν τῇ νήσῳ Ἀμάστρης ἔγκλειστον ὄντα, ὡς προσημάναντα αὐτῷ τὴν τῆς δευτέρας βασιλείας ἀποκατάστασιν προεβάλετο. ἀναρίθμητον δὲ πλῆθος ἔκ τε τοῦ πολιτικοῦ καὶ τοῦ στρατιωτικοῦ καταλόγου ἀπώλεσεν, πολλοὺς δὲ καὶ ἐν σάκκοις ἐμβαλὼν ἐν τῇ θαλάσσῃ πικροθανάτους ἐποίει, ἄλλους δὲ πρὸς ἀριστόδειπνον κλητορεύων ἅμα τῷ ἀναστῆναι οὓς μὲν ἐφούρκιζεν, οὓς δὲ ἀπέτεμνεν· κἀντεῦθεν μέγας φόβος συνεῖχε πάντας. ἀπέστειλε δὲ στόλον πρὸς τὸ ἀγαγεῖν ἐκ Χαζαρίας τὴν ἑαυτοῦ γυναῖκα, καὶ πολλὰ σκάφη ἐβυθίσθησαν σύμψυχα. ἀκούσας δὲ ὁ Χαγάνος δηλοῖ αὐτῷ· «ὦ ἀνόητε, οὐκ ἔδει σε διὰ δύο ἢ τριῶν σκαφῶν λαβεῖν σου τὴν γυναῖκα, καὶ μὴ ἀποκτεῖναι τοσοῦτον πλῆθος; ἢ δοκεῖς ὅτι καὶ ταύτην πολέμῳ λαμβάνεις; ἰδοὺ ἐτέχθη σοι καὶ υἱός, καὶ ἀπόστειλον, λάβε αὐτούς.» ὁ δὲ ἀποστείλας Θεοφύλακτον κουβικουλάριον ἤγαγε τὴν Θεοδώραν καὶ Τιβέριον, τὸν υἱὸν αὐτῆς, καὶ ἔστεψεν αὐτούς· καὶ συνεβασίλευσαν αὐτῷ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. βʹ. βʹ. βʹ. βʹ. Τούτῳ τῷ ἔτει Οὐαλὶδ ἥρπασε τὴν καθολικὴν Δαμασκοῦ ἁγιωτάτην ἐκκλησίαν φθόνῳ τῷ πρὸς Χριστιανοὺς ὁ ἀλιτήριος διὰ τὸ ὑπερβάλλον κάλλος τοῦ τοιούτου ναοῦ· καὶ ἐκώλυσε γράφεσθαι Ἑλληνιστὶ τοὺς δημοσίους τῶν λογοθεσίων κώδικας, ἀλλ' ἐν Ἀραβίοις αὐτὰ παρασημαίνεσθαι, χωρὶς τῶν ψήφων, ἐπειδὴ ἀδύνατον τῇ ἐκείνων γλώσσῃ μονάδα ἢ δυάδα ἢ τριάδα ἢ ὀκτὼ ἥμισυ ἢ τρία γράφεσθαι· διὸ καὶ ἕως σήμερόν εἰσι σὺν αὐτοῖς νοτάριοι Χριστιανοί.

Κόσμου ἔτη ͵ϛσʹ. Τῆς θείας σαρκώσεως ἔτη ψʹ. Ρωμαίων βασιλεὺς Ἰουστινιανὸς ἔτη ςʹ. γʹ. Ἀράβων ἀρχηγὸς Οὐαλὶδ ἔτη θʹ. γʹ. Κωνσταντ. ἐπίσκοπος Κῦρος ἔτη ςʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. γʹ. Τούτῳ τῷ ἔτει Ἰουστινιανὸς τὴν ἀναμεταξὺ Ρωμαίων καὶ Βουλγάρων εἰρήνην διέστρεψε καὶ περάσας τὰ καβαλλαρικὰ θέματα εἰς τὴν Θρᾴκην καὶ ἐξοπλίσας πλώϊμον κατὰ Βουλγάρων καὶ Τέρβελι ὥρμησεν. καταλαβὼν δὲ τὴν Ἀγχίαλον τὸ μὲν πλώϊμον ἔμπροσθεν τοῦ κάστρου προσώρμισεν, τὰ δὲ καβαλλαρικὰ εἰς τοὺς ἄνωθεν κάμπους ἀπαραφυλάκτως καὶ πάσης ὑποψίας ἐκτὸς ἀπληκεῦσαι προσέταξεν. τοῦ δὲ λαοῦ σκορπισθέντος ὡς πρόβατα ἐπὶ τοὺς κάμπους πρὸς τὸ συλλέξαι χόρτον, εἶδον ἐκ τῶν ὀρέων οἱ κατάσκοποι τῶν Βουλγάρων τὴν τῶν Ρωμαίων ματαίαν διοίκησιν· καὶ σωρευθέντες ὡς θῆρες ἐξάπινα ἐπιρρίψαντες μεγάλως διέφθειραν τὸ Ρωμαϊκὸν ποίμνιον, πολλὴν αἰχμαλωσίαν τε καὶ ἵππους καὶ ἄρματα δίχα τῶν ἀναιρεθέντων λαβόντες. ὁ δὲ Ἰουστινιανὸς ἐν τῷ κάστρῳ καταφυγὼν σὺν τοῖς περισωθεῖσιν ἐπὶ τρισὶν ἡμέραις ἀπέκλεισε τὰς πύλας. θεασάμενος δὲ τὴν τῶν Βουλγάρων παραμονὴν αὐτὸς πρῶτος τὸν ἑαυτοῦ ἵππον νευροκοπήσας πάντας τὸ αὐτὸ ποιῆσαι παρεκελεύσατο. τρόπαια δὲ ἐπὶ τῶν τειχῶν θέμενος διὰ νυκτὸς εἰς τὰ σκάφη ἐπιβὰς λαθραίως ἀπέπλευσε καὶ μετ' αἰσχύνης τῇ πόλει παραγέγονεν. δʹ. δʹ. δʹ. δʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μασαλμᾶς καὶ Ἄβας τὴν Τύανον διὰ τὴν μανίαν τοῦ ἀποκτανθέντος στρατοῦ σὺν τῷ Μαϊουμᾶ ὑπὸ Μαριανοῦ, καὶ ταύτην πολιορκοῦντες παρεχείμασαν ἐκεῖ. καὶ ἀποστέλλει πρὸς αὐτοὺς ὁ βασιλεὺς δύο στρατηγούς, Θεόδωρον τὸν Καρτεροῦκαν καὶ Θεοφύλακτον τὸν Σαλιβᾶν μετὰ στρατοῦ καὶ γεωργικοῦ λαοῦ χωρικοβοηθείας πρὸς τὸ πολεμῆσαι καὶ ἐκδιῶξαι αὐτούς. αὐτοὶ δὲ εἰς ἔριν ἀλλήλων ἐλθόντες καὶ ἀτάκτως συμβαλόντες αὐτοῖς τρέπονται, καὶ πολλαὶ χιλιάδες ἀπώλοντο, καὶ ᾐχμαλωτεύθησαν πολλοί. λαβόντες δὲ τὸ τοῦλδον καὶ τὰ τούτων βρώματα παρεκάθισαν, ἕως οὗ παρέλαβον τὴν πόλιν. λειφθέντες γὰρ ἦσαν τὰ βρώματα, καὶ ἤμελλον ἀναχωρεῖν. οἱ δὲ τῆς πόλεως Τυάνων ταῦτα ἰδόντες καὶ ἀπογνόντες ἔλαβον λόγον τῆς ἑαυτῶν ἀπαθείας καὶ ἐξῆλθον πρὸς αὐτοὺς καταλιπόντες τὴν πόλιν ἔρημον ἕως τοῦ νῦν. οἱ δὲ τὸν λόγον μὴ φυλάξαντες τούτους εἰς τὴν ἔρημον ἐξώρισαν, καὶ πολλοὺς δούλους ἐκράτησαν. ͵ϛσβʹ. ψβʹ. εʹ. εʹ. εʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἄβας τὴν Ρωμανίαν καὶ πολλοὺς αἰχμαλωτίσας ὑπέστρεψεν. καὶ ἤρξατο κτίζειν τὸ Γαρὶς εἰς τὴν χώραν Ἡλιουπόλεως. ςʹ. ςʹ. ςʹ. ςʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Οὐθμὰν τὴν Κιλικίαν καὶ πολλὰ κάστρα ὑπὸ λόγον παρέλαβεν. προεδόθη αὐτοῖς καὶ τὸ Κάμαχον σὺν τοῖς παρακειμένοις τόποις. Ἰουστινιανὸς δὲ ἀπέλυσε Μαῦρον τὸν πατρίκιον εἰς Χερσῶνα διὰ μνησικακίαν σὺν Στεφάνῳ πατρικίῳ, τὸ ἐπίκλην Ἀσμίκτῳ, ἐξοπλίσας στόλον πολύν, μνησθεὶς τῆς κατ' αὐτοῦ γενομένης ἐπιβουλῆς ὑπό τε τῶν Χερσωνιτῶν καὶ Βοσφοριανῶν καὶ τῶν λοιπῶν κλιμάτων, πᾶσαν ναῦν δρομώνων τε καὶ τριηρῶν καὶ σκαφῶν μυριαγωγῶν καὶ ἁλιάδων καὶ ἕως χελανδίων, ἀπὸ διανομῆς τῶν οἰκούντων τὴν πόλιν συγκλητικῶν τε καὶ ἐργαστηριακῶν καὶ δημοτῶν καὶ παντὸς ὀφφικίου. καὶ τούτους ἀποστείλας παρήγγειλε πάντας τοὺς οἰκοῦντας ἐν ἐκείνοις τοῖς κάστροις τῷ ξίφει ὀλοθρεῦσαι καὶ μηδένα ζωογονῆσαι, παραδεδωκὼς αὐτοῖς καὶ Ἡλίαν τὸν σπαθάριον ὀφείλοντα ἄρχοντα Χερσῶνος καταστῆναι. οἱ δὲ τὴν Χερσῶνα καταλαβόντες, μηδενὸς αὐτοῖς ἀντιστάντος, τὰ κάστρα παρέλαβον καὶ πάντας τῷ ξίφει ἀνεῖλον χωρὶς τῶν μειρακίων, ὡς νηπίων τούτων φεισάμενοι καὶ πρὸς δουλείαν περιποιηθέντων. Τουδοῦνον δέ, τὸν ἄρχοντα Χερσῶνος ὡς ἐκ προσώπου τοῦ Χαγάνου ὄντα, καὶ Ζώϊλον, τὸν ἐκ σειρᾶς καὶ γένους ὄντα πρωτοπολίτην, καὶ ἑτέρους τεσσαράκοντα ἐμφανεῖς καὶ πρωτεύοντας τῆς Χερσῶνος συμφαμίλους δεσμίους πρὸς τὸν βασιλέα ἀπέστειλαν, ἑτέρους δὲ ἑπτὰ τῶν πρωτευόντων Χερσῶνος εἰς σούβλας ξυλίνας προσαρτήσαντες ἐπὶ πυρὸς ὤπτησαν, ἄλλους δὲ εἴκοσιν ἐξάγκωνα δήσαντες καὶ εἰς χελανδίου λώρους προσδήσαντες καὶ λίθοις τοῦτο γεμίσαντες εἰς βυθὸν κατεπόντισαν. τοῦ δὲ Ἰουστινιανοῦ ταῦτα μαθόντος καὶ ἐπὶ τῇ τῶν μειρακίων σωτηρίᾳ μανέντος, ἐκέλευσε σπουδαίως αὐτοὺς πρὸς αὐτὸν παραγενέσθαι. ἀποκινήσαντος δὲ τοῦ στόλου τῷ Ὀκτωβρίῳ μηνί, καὶ ἐν τῷ πελάγει φθασθέντος ἐν τῇ τοῦ ἄστρου ἐπιτολῇ τοῦ λεγομένου Ταυρουρᾶ, μικροῦ δεῖν ἅπας ὁ στόλος κατεποντίσθη· καὶ ἠριθμήθησαν οἱ ἐν τῷ ναυαγίῳ ἀποθανόντες χιλιάδες ογʹ. τοῦ δὲ Ἰουστινιανοῦ ταῦτα μαθόντος καὶ μὴ λυπηθέντος, μᾶλλον μὲν οὖν χαρᾶς πλησθέντος καὶ τῆς τοιαύτης μανίας ἀκμὴν ἐχομένου καὶ κραυγικῶς ἐπαπειλοῦντος, πάλιν ἕτερον ἐκπέμπειν στόλον καὶ ἀροτριᾷν ἅπαντας καὶ ἐξεδαφίζειν ἕως οὐροῦντα πρὸς τοῖχον, ἤκουσαν ταῦτα οἱ τῶν κάστρων ἐκείνων καὶ ἑαυτοὺς ἠσφαλίσαντο, καὶ ἀναγκασθέντες κατὰ τοῦ βασιλέως φρονῆσαι ἀπέστειλαν πρὸς τὸν Χαγάνον εἰς Χαζαρίαν αἰτούμενοι λαὸν πρὸς φυλακὴν αὐτῶν. ἐπὶ τούτοις οὖν διεγείρεται καὶ Ἡλίας ὁ σπαθάριος καὶ Βαρδάνης ὁ ἐξόριστος, τὸ τηνικαῦτα ἀνακληθεὶς ἀπὸ Κεφαληνίας καὶ σὺν τῷ στόλῳ εἰς Χερσῶνα ὤν. ὁ δὲ Ἰουστινιανὸς ταῦτα μαθὼν ἀπέστειλε μετ' ὀλίγων δρομώνων Γεώργιον τὸν πατρίκιον, τὸ ἐπίκλην Σύρον, καὶ γενικὸν λογοθέτην, καὶ Ἰωάννην τὸν ἔπαρχον, καὶ Χριστοφόρον, τουρμάρχην τῶν Θρᾳκησίων, μετὰ καὶ τριακοσίων ἐξωπλισμένων, παραδεδωκὼς αὐτοῖς Τουδοῦνόν τε καὶ Ζώϊλον ὀφείλοντας ἀποκατασταθῆναι κατὰ τὸ πρότερον ἐν Χερσῶνι, δι' ἀποκρισιαρίου δὲ ἀπολογήσασθαι τῷ Χαγάνῳ, ἀγαγεῖν δὲ πρὸς αὐτὸν Ἡλίαν καὶ Βαρδάνην. τῶν δὲ περασάντων ἐν Χερσῶνι, οἱ τῆς πόλεως Χερσῶνος τούτοις περιλογὴν οὐκ ἐποίησαν. τῇ δὲ ἐπαύριον τούτους μόνους εἰσελθεῖν οἱ τῆς πόλεως προτρεψάμενοι τὰς πύλας ἀπέκλεισαν, καὶ τὸν μὲν γενικὸν λογοθέτην ἅμα τῷ ἐπάρχῳ ξίφει ἀνεῖλον, τὸν δὲ Τουδοῦνον ἅμα Ζωΐλῳ καὶ τῷ λεχθέντι τουρμάρχῃ σὺν τοῖς τριακοσίοις στρατιώταις τοῖς Χαζάροις παρέδωκαν καὶ πρὸς τὸν Χαγάνον ἀπέστειλαν. τοῦ δὲ Τουδούνου κατὰ τὴν ὁδὸν τεθνηκότος, οἱ Χάζαρεις εἰς δοχὴν αὐτοῦ ἀπέκτειναν τὸν τουρμάρχην σὺν τοῖς τριακοσίοις στρατιώταις. τότε οἱ Χερσῶνος καὶ τῶν λοιπῶν κάστρων τὸν μὲν Ἰουστινιανὸν ἀνέσκαψαν, τὸν δὲ ἐκεῖσε ἐξόριστον Βαρδάνην Φιλιππικὸν καὶ βασιλέα εὐφήμησαν. ταῦτα μαθὼν Ἰουστινιανὸς καὶ ἐπὶ πλέον ἐκμανεὶς τὰ μὲν τέκνα τοῦ σπαθαρίου Ἡλία εἰς τὸν τῆς μητρὸς ἀπέσφαξε κόλπον, ταύτην δὲ ἠνάγκασε τῷ οἰκείῳ αὐτῆς ζευχθῆναι μαγείρῳ Ἰνδῷ ὄντι· εἶθ' οὕτω τε πλώϊμον ἕτερον κατασκευάσας ἀποστέλλει Μαῦρον τὸν πατρίκιον, τὸν Βέσσον, παραδεδωκὼς αὐτῷ πρὸς καστρομαχίαν κριόν, μαγγανικά τε καὶ πᾶσαν ἑλέπολιν, ἐντειλάμενος αὐτῷ, τὰ μὲν τείχη Χερσῶνος ἐδαφίσαι καὶ πᾶσαν τὴν πόλιν, μηδεμίαν δὲ ψυχὴν ἐξ αὐτῆς ζωογονῆσαι, πυκνοτέρως δὲ δι' ἀναφορῶν τὰ αὐτῷ πεπραγμένα δηλοῦν. τούτου δὲ περάσαντος καὶ διὰ τοῦ κριοῦ τὸν λεγόμενον Κεντηναρήσιον πύργον καταβαλόντος, ἅμα δὲ καὶ τὸν πλησίον αὐτοῦ Σύαγρον καλούμενον, Χαζάρων δὲ καταλαβόντων, ἐγένετο ἀνοχὴ τοῦ πολέμου. Βαρδάνης δὲ ἐκφυγὼν πρὸς τὸν Χαγάνον ᾤχετο. ἀπράκτου δὲ τοῦ στόλου γεγονότος καὶ πρὸς τὸν βασιλέα ὑποστρέψαι μὴ τολμῶντος, τὸν μὲν Ἰουστινιανὸν ἀνέσκαψαν, τὸν δὲ Βαρδάνην ὡς βασιλέα καὶ αὐτοὶ εὐφήμησαν. ᾐτήσαντο δὲ τὸν Χαγάνον δοθῆναι αὐτοῖς τὸν Φιλιππικόν. τοῦ δὲ Χαγάνου λόγον αὐτοὺς ἀπαιτήσαντος τοῦ μὴ προδοθῆναι αὐτὸν ὑπ' αὐτῶν καὶ τοῦ κομίσασθαι αὐτὸν κατὰ ἄνδρα ἀνὰ νομίσματος ἑνός, οἱ δὲ παραχρῆμα ταῦτα δόντες παρέλαβον τὸν Φιλιππικὸν βασιλέα. ἐν δὲ τῷ χρονίζειν τὸν στόλον, ἀναφορᾶς τε μὴ ἐλθούσης, ἐστοχάσατο Ἰουστινιανὸς τὴν αἰτίαν, καὶ ἐπάρας σὺν αὐτῷ τοὺς τοῦ Ὀψικίου καὶ μέρος Θρᾳκησίων ἀνῆλθεν ἕως Σινώπης πρὸς τὸ διαγνῶναι τὰ ἐν Χερσῶνι. ἐν δὲ τῷ σκοπεύειν αὐτὸν τὰ περατικὰ μέρη ὁρᾷ τὸν στόλον ἐπὶ τὴν πόλιν ἀρμενίζοντα καὶ βρύξας ὡς λέων καὶ αὐτὸς ἐπὶ τὴν πόλιν ὥρμησεν. τοῦ δὲ Φιλιππικοῦ προλαβόντος καὶ τὴν πόλιν κρατήσαντος, αὐτὸς ἐπὶ τὸν Δαματρῦν ἐλθὼν ἐν αὐτῷ σὺν τοῖς αὐτοῦ ἠπλήκευσεν. ὁ δὲ Φιλιππικὸς ἀποστέλλει εὐθέως κατὰ μὲν τοῦ Τιβερίου Μαῦρον τὸν πατρίκιον σὺν Ἰωάννῃ σπαθαρίῳ, τὸ ἐπίκλην Στρούθῳ, τὸν δὲ Ἡλίαν ὁμοίως μετὰ κούρσου κατὰ Ἰουστινιανοῦ εἰς τὸν Δαματρῦν, καὶ ἕτερον πάλιν κατὰ τοῦ Βαρισβακουρίου φυγῇ χρησαμένου. καὶ ὁ μὲν Μαῦρος ἅμα τοῦ ῥηθέντος Στρούθου ἐν Βλαχέρναις πορευθεὶς εὗρε τὸν Τιβέριον κρατοῦντα τῇ μιᾷ χειρὶ τὸ κιονάκιον τῆς ἁγίας τραπέζης τοῦ θυσιαστηρίου τῆς θεομήτορος, καὶ τῇ ἑτέρᾳ τὰ τίμια ξύλα καὶ ἐν τῷ τραχήλῳ φυλακτά, ἔξωθεν δὲ τοῦ βήματος παρακαθεζομένην Ἀναστασίαν, τὴν τοῦ πατρὸς αὐτοῦ μητέρα. ἥ τις τοῖς ποσὶ τοῦ Μαύρου κυλινδουμένη ᾐτεῖτο μὴ ἀποκτανθῆναι τὸν αὐτῆς ἔγγονα Τιβέριον, ὡς μηδὲν ἄτοπον πράξαντα. αὐτῆς δὲ τοὺς πόδας τούτου κατεχούσης καὶ μετὰ δακρύων ἱκετευούσης, εἰσελθὼν ὁ Στροῦθος ἔνδον τοῦ βήματος βίᾳ ἀφήρπασεν αὐτόν· καὶ τὰ μὲν τίμια ξύλα ἐξ αὐτοῦ ἄρας ἐπάνω τῆς τραπέζης ἐπέθηκεν, τὰ δὲ φυλακτὰ εἰς τὸν ἴδιον προσήρτησε τράχηλον. καὶ λαβόντες τὸν παῖδα ἐπὶ τῷ ἄνω τῶν Καλλινίκης παραπορτίῳ καὶ τοῦτον ἐκδύσαντες καὶ ἐπὶ τῆς φλιᾶς ἁπλώσαντες δίκην προβάτου αὐτὸν ἐλαρυγγοτόμησαν, καὶ τοῦτον ἐν τῷ ναῷ τῶν ἁγίων ἀναργύρων, τῷ λεγομένῳ Παυλίνης, ταφῆναι προσέταξαν. χειρωθεὶς δὲ καὶ Βαρισβακούριος, ὁ πρωτοπατρίκιος καὶ κόμης τοῦ Ὀψικίου, καὶ αὐτὸς ἀνῃρέθη. ὁ δὲ Ἡλίας ἅμα τῷ συνόντι αὐτῷ λαῷ ἀνελθὼν ἐν τῷ Δαματρῦ καὶ εἰς λόγους μετὰ τοῦ ἐκεῖσε ὄντος στρατοῦ ἐλθὼν λόγον τε ἀπαθείας τῷ συνόντι τῷ Ἰουστινιανῷ λαῷ δεδωκώς, διῃρέθησαν ἅπαντες καὶ ἀπέδρασαν ἐκ τοῦ Ἰουστινιανοῦ, μόνον αὐτὸν καταλιπόντες καὶ τῷ μέρει τοῦ Φιλιππικοῦ προσρυέντες. τότε ὁ προλεχθεὶς Ἡλίας σπαθάριος θυμῷ ἐπιδραμὼν καὶ τὸν τούτου τράχηλον δραξάμενος τῷ παραμηρίῳ, ᾧ ἦν διεζωσμένος, ἀπέτεμε τὴν αὐτοῦ κάραν καὶ διὰ Ρωμανοῦ σπαθαρίου πρὸς Φιλιππικὸν ἀπέστειλεν· ὁ δὲ Φιλιππικὸς διὰ τοῦ αὐτοῦ σπαθαρίου ταύτην ἐπὶ τὰ δυτικὰ μέρη ἕως Ρώμης ἐξέπεμψεν. πρὸ δὲ τοῦ βασιλεῦσαι αὐτὸν ἐν τῇ μονῇ τῶν Καλλιστράτου ἔγκλειστος ἦν προορατικὸς καὶ αἱρετικός, ὅστις ἀνελθόντι τῷ Φιλιππικῷ εἶπεν αὐτῷ, ὅτι «βασιλεία σοι κεῖται.» ὁ δὲ ἐταράχθη, καὶ λέγει ὁ ἔγκλειστος· «εἰ ὁ θεὸς κελεύει, σὺ τί ἀντιλέγεις; τοῦτο δὲ λέγω σοι, ὅτι ἡ ἕκτη σύνοδος κακῶς ἐγένετο· ἐὰν οὖν βασιλεύσῃς, ταύτην ῥίψον, καὶ γενέσθαι σοι ἔχει ἡ βασιλεία κραταιὰ καὶ πολυχρόνιος.» ὁ δὲ συνέθετο αὐτῷ μεθ' ὅρκου τοῦτο ποιεῖν. τοῦ δὲ Λεοντίου διαδεξαμένου τὸν Ἰουστινιανόν, ἀνέρχεται Φιλιππικὸς πρὸς τὸν ἔγκλειστον. ὁ δὲ λέγει αὐτῷ· «μὴ σπουδάσῃς, γενέσθαι ἔχει.» βασιλεύσαντος δὲ καὶ Ἀψιμάρου, πάλιν ἀνῆλθε πρὸς αὐτόν, καὶ πάλιν εἶπεν αὐτῷ, ὅτι «μὴ σπουδάσῃς, ἐκεῖνο περιμένει σε.» θαρρήσαντος δὲ Φιλιππικοῦ τινι τῶν φίλων αὐτοῦ, ἐμήνυσε τῷ Ἀψιμάρῳ. ὁ δὲ δείρας καὶ κουρεύσας αὐτὸν καὶ σιδηρώσας ἐξώρισεν εἰς Κεφαληνίαν. βασιλεύσαντος δὲ Ἰουστινιανοῦ, πάλιν ἀνεκαλέσατο αὐτόν. καὶ βασιλεύσας ἐποίησε ψευδοσύνοδον ἐπισκόπων κατὰ τὸν λόγον τοῦ ψευδαββᾶ καὶ ἐγκλείστου καὶ ἔρριψε τὴν ἁγίαν καὶ οἰκουμενικὴν ἕκτην σύνοδον. καὶ τῷ αὐτῷ χρόνῳ ἐτυφλώθη ὁ μάταιος. ἐν πολλῇ δὲ ἀμεριμνίᾳ εἰς τὰ βασίλεια διατελῶν πλήθη τε χρημάτων καὶ λαμπροτάτων οὐσιῶν ἐκεῖσε εὑρὼν ἐκ πλειόνων χρόνων ὑπὸ τῶν προβεβασιλευκότων συναχθέντων ἐκ δημεύσεων καὶ διαφόρων προφάσεων, καὶ μάλιστα ὑπὸ τοῦ εἰρημένου Ἰουστινιανοῦ, ταῦτα εἰκῆ καὶ μάτην ἀπόνως διεσκόρπισεν. καὶ ἐν μὲν ταῖς διαλαλιαῖς αὐτοῦ λόγιος καὶ ἐχέφρων ἐλογίζετο, ἐν δὲ ταῖς πράξεσιν αὐτοῦ ἀσέμνως καὶ ἀνικάνως τὸν βίον διατελῶν πάντη ἀδόκιμος ἐδείκνυτο. ἦν δὲ καὶ αἱρετικὸς καὶ μοιχός. Κῦρον δὲ τὸν πατριάρχην ἐξωθήσας τῆς ἐκκλησίας Ἰωάννην τὸν αὐτοῦ συμμύστην καὶ συναιρετικὸν προεβάλετο.

Κόσμου ἔτη ͵ϛσδʹ. Τῆς θείας σαρκώσεως ἔτη ψδʹ. Ρωμαίων βασιλεὺς Φιλιππικὸς ἔτη βʹ. αʹ. Ἀράβων ἀρχηγὸς Οὐαλὶδ ἔτη θʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη γʹ. αʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. ζʹ. Τούτῳ τῷ ἔτει Φιλιππικὸς τοὺς Ἀρμενίους τῆς ἑαυτοῦ γῆς ἐξελάσας Μελιτηνὴν καὶ τὴν τετάρτην Ἀρμενίαν οἰκῆσαι ἠνάγκασεν. Μασαλμᾶς δὲ τὴν Ἀμάσειαν παρέλαβε σὺν ἄλλοις καστελλίοις καὶ πολλῇ αἰχμαλωσίᾳ· Γεώργιός τε, ὁ Ἀπαμείας ἐπίσκοπος μετῳκίσθη ἐν Μαρτυροπόλει. Φιλιππικὸς δὲ οὐκ ᾐσχύνθη ἐκμανῶς κινηθῆναι κατὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς ἕκτης συνόδου, ἀνατρέπειν σπεύδων τὰ ὑπ' αὐτῆς βεβαιωθέντα θεῖα δόγματα. εὗρε δὲ ὁμόφρονας αὐτοῦ Ἰωάννην, ὃν ἐπίσκοπον Κωνσταντινουπόλεως πεποίηκε καθελὼν Κῦρον, τὸν ταύτης πρόεδρον, ὃν καὶ περιώρισεν ἐν τῷ τῆς Χώρας μοναστηρίῳ· Γερμανόν τε τὸν μετὰ ταῦτα τὸν θρόνον Κωνσταντινουπόλεως κατασχόντα, ἐπίσκοπον τὸ τηνικαῦτα ὑπάρχοντα Κυζίκου, καὶ Ἀνδρέαν καὶ αὐτὸν ἐπίσκοπον Κρήτης ὄντα, Νικόλαόν τε τὸν ἀπὸ καυκοδιακόνων σοφιστὴν γεγονότα τῆς ἰατρικῆς ἐπιστήμης κυέστορά τε τότε ὑπάρχοντα, Ἐλπίδιόν τε διάκονον τῆς μεγάλης ἐκκλησίας, Ἀντίοχόν τε τὸν χαρτοφύλακα καὶ ἑτέρους τούτων ὁμοιοτρόπους· οἵτινες καὶ ἐγγράφως ἀνεθεμάτισαν τὴν ἁγίαν ἕκτην σύνοδον. τῶν δὲ Βουλγάρων διὰ τοῦ Φιλέα λάθρα ἐπὶ τὸ Στενὸν καταρριψάντων καὶ μεγάλην σφαγὴν πεποιηκότων καὶ ἕως τῆς πόλεως ἐκδραμόντων, καὶ πολλοὺς περαματίζοντας, γάμους τε ἐνουσίους καὶ δαψιλεστάτους ἀρίστους μετὰ ποικίλου ἀργύρου καὶ λοιπῆς ἀποσκευῆς εὑρηκότων, καὶ ἕως τῆς Χρυσῆς πόρτης διαδραμόντων καὶ τὴν ἅπασαν Θρᾴκην αἰχμαλωτισάντων, ὑπέστρεψαν ἀβλαβεῖς εἰς τὰ ἴδια μετὰ κτηνῶν ἀμέτρων. ὁμοίως καὶ οἱ Ἄραβες τὴν Μίσθειαν παρέλαβον καὶ ἕτερα κάστρα, πλείστων φαμιλιῶν καὶ κτηνῶν ἀναριθμήτων ἅλωσιν ποιησάμενοι. βʹ. ηʹ. βʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν Ἄβας τὴν Ρωμανίαν καὶ παρέλαβεν Ἀντιόχειαν Πισιδίας μετὰ πολλῆς αἰχμαλωσίας, καὶ ὑπέστρεψεν. ἐγένετο δὲ σεισμὸς μέγας κατὰ τὴν Συρίαν μηνὶ Περιτίῳ κηʹ. διετοῦς δὲ χρόνου τῆς βασιλείας Φιλιππικοῦ ἐν τούτοις παραδραμόντος, καὶ τοῦ γενεθλίου ἱππικοῦ ἐπιτελουμένου, Πρασίνων νικησάντων, ἔδοξε τῷ βασιλεῖ τῷ σαββάτῳ τῆς πεντηκοστῆς καβαλλάριον μετὰ δοχῆς καὶ ὀργάνων εἰσελθεῖν καὶ λούσασθαι εἰς τὸ δημόσιον λουτρὸν τοῦ Ζευξίππου καὶ μετὰ πολιτῶν ἀρχαιογενῶν ἀριστῆσαι. ἐν δὲ τῷ μεσημβρίζειν αὐτὸν ἐξάπινα διὰ τῆς Χρυσῆς πόρτης εἰσῆλθε Ροῦφος, ὁ πρωτοστράτωρ τοῦ Ὀψικίου, ὑπὸ βουλὴν Γεωργίου, πατρικίου καὶ κόμητος τοῦ Ὀψικίου, τὸ ἐπίκλην Βουράφου, καὶ Θεοδώρου πατρικίου τοῦ Μυακίου, μετὰ τῶν ταξάτων, ὧν εἶχεν ἐν τῇ Θρᾴκῃ τοῦ αὐτοῦ θέματος, καὶ εἰσδραμὼν εἰς τὸ παλάτιον εὗρε τὸν Φιλιππικὸν μεσημβρίζοντα, καὶ ἁρπάσας αὐτὸν ἀνήνεγκεν εἰς τὸ ὀρνατώριον τῶν Πρασίνων κἀκεῖ αὐτὸν ἐτύφλωσεν, μηδενὸς διεγνωκότος. τῇ δὲ ἐπαύριον, ἤγουν τῇ πεντηκοστῇ, σωρευθέντος τοῦ λαοῦ εἰς τὴν μεγάλην ἐκκλησίαν, ἐστέφθη Ἀρτέμιος ὁ πρωτοασηκρήτης, μετονομασθεὶς Ἀναστάσιος. τῷ δὲ σαββάτῳ μετὰ τὴν πεντηκοστὴν ἐτυφλώθη Θεόδωρος ὁ Μυάκης, καὶ τῷ δευτέρῳ σαββάτῳ ἐτυφλώθη Γεώργιος ὁ Βούραφος, καὶ ἐξωρίσθησαν ἐν Θεσσαλονίκῃ.

Κόσμου ἔτη ͵ϛσʹ. Τῆς θείας σαρκώσεως ἔτη ψʹ. Ρωμαίων βασιλεὺς Ἀρτέμιος ἔτη βʹ. αʹ. Ἀράβων ἀρχηγὸς Οὐαλὶδ ἔτη θʹ. θʹ. Κωνσταντ. ἐπίσκοπος Ἰωάννης ἔτη γʹ. γʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. θʹ. Τούτῳ τῷ ἔτει ἐκούρσευσε Μασαλμᾶς τὴν Ρωμανίαν, καὶ σκυλεύσας τὴν Γαλατίαν ὑπέστρεψε μετ' αἰχμαλωσίας καὶ σκύλων πολλῶν. ὁ δὲ Ἀρτέμιος στρατηγοὺς ἱκανωτάτους προβαλλόμενος εἰς τὰ καβαλλαρικὰ θέματα, καὶ λογιωτάτους εἰς τὰ πολιτικά, ἐν ἀδείᾳ διετέλει. τῶν δὲ Ἀράβων ὁπλιζομένων κατὰ Ρωμανίας διά τε γῆς καὶ θαλάσσης, ἀπέστειλεν ὁ βασιλεὺς ἄρχοντας ἐν Συρίᾳ πρὸς Οὐαλίδ, ὡς δῆθεν τὰ τῆς εἰρήνης προσλαλῆσαι, Δανιὴλ τὸν Σινωπίτην, πατρίκιον καὶ ἔπαρχον τῆς πόλεως, ἐντειλάμενος αὐτῷ ἐν ἀκριβείᾳ διερευνῆσαι περὶ τῆς κατὰ Ρωμανίας κινήσεως καὶ δυνάμεως αὐτῶν. τοῦ δὲ ἀπελθόντος καὶ ὑποστρέψαντος, ἀπήγγειλε τῷ βασιλεῖ τὴν μεγάλην κατὰ τῆς βασιλίδος πόλεως διά τε γῆς καὶ θαλάσσης ἐξόπλισιν αὐτῶν ..... ὅτι ἕκαστος φροντιζέτω τὰς ἑαυτοῦ δαπάνας ἕως τοῦ τριετοῦς χρόνου, ὁ δὲ τοῦτο ἀπορῶν ἀποτρεχέτω τῆς πόλεως. ἔστησε δὲ ἐπείκτας καὶ ἤρξατο κτίζειν δρόμωνάς τε καὶ διήρεις πυρσοφόρους καὶ μεγίστας τριήρεις· καὶ τὰ παράλια δὲ ἀνεκαίνισε τείχη, ὡσαύτως δὲ καὶ τὰ χερσαῖα, στήσας τοξοβολίστρας καὶ τετραρέας εἰς τοὺς πύργους καὶ μαγγανικά· καὶ κατὰ τὸ δυνατὸν αὐτῷ τὴν πόλιν ὀχυρώσας γεννήματά τε πλεῖστα εἰς τὰ βασιλικὰ ὄρια ἀπέθετο καὶ καθ' ἑαυτὸν ἠσφαλίσατο. Ἀράβων ἀρχηγὸς Σουλεϊμὰν ἔτη γʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Γερμανὸς ἔτη ιεʹ. βʹ. αʹ. αʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἀπεβίω Οὐαλίδ, καὶ Σουλεϊμὰν διαδέχεται τὴν ἀρχήν. τῷ δ' αὐτῷ δευτέρῳ ἔτει τῆς βασιλείας Ἀρτεμίου, τοῦ καὶ Ἀναστασίου, τῆς ιγʹ ἰνδικτιῶνος μηνὶ Αὐγούστῳ ιαʹ, μετετέθη Γερμανὸς ἀπὸ τῆς μητροπόλεως Κυζίκου εἰς Κωνσταντινούπολιν· ἐφ' ᾗ καὶ κιτατόριν μεταθεσίμου τὸ ὑποτεταγμένον ἐκπεφώνηται· ψήφῳ καὶ δοκιμασίᾳ τῶν θεοσεβεστάτων πρεσβυτέρων καὶ διακόνων, καὶ παντὸς τοῦ εὐαγοῦς κλήρου, καὶ τῆς ἱερᾶς συγκλήτου, καὶ τοῦ φιλοχρίστου λαοῦ τῆς θεοφυλάκτου ταύτης καὶ βασιλίδος πόλεως, ἡ θεία χάρις, ἡ πάντοτε τὰ ἀσθενῆ θεραπεύουσα καὶ τὰ λείποντα ἀναπληροῦσα, μετατίθησι Γερμανόν, τὸν ὁσιώτατον πρόεδρον τῆς Κυζικηνῶν μητροπόλεως, εἰς ἐπίσκοπον ταύτης τῆς θεοφυλάκτου καὶ βασιλίδος πόλεως. ἐγένετο δὲ ἡ παροῦσα μετάθεσις κατὰ παρουσίαν Μιχαήλ, τοῦ ὁσιωτάτου πρεσβυτέρου καὶ ἀποκρισιαρίου τοῦ ἀποστολικοῦ θρόνου, καὶ λοιπῶν ἱερέων καὶ ἐπισκόπων, ἐπὶ Ἀρτεμίου βασιλέως. μαθὼν δὲ Ἀρτέμιος, ὅτι στόλος τῶν Σαρακηνῶν ἀπὸ Ἀλεξανδρείας ἐπὶ τὸν Φοίνικα ἀνέδραμε πρὸς τὸ κόψαι ξυλὴν κυπαρισσίνην, ἐπιλεξάμενος ἐκ τοῦ οἰκείου στόλου τὰ εὔδρομα σκάφη ἔβαλε ταξάτους ἐκ τοῦ Ὀψικίου θέματος, καὶ εἰς τὴν Ρόδον ἀθροισθῆναι ἐκέλευσε πάντας καὶ προεβάλετο στρατηγὸν καὶ κεφαλὴν αὐτῶν τὸν διάκονον Ἰωάννην τῆς μεγάλης ἐκκλησίας, τὸν ἐπιλεγόμενον παπᾶν Ἰωαννάκιν τὸ τηνικαῦτα λογοθέτην γενικὸν ὑπάρχοντα. αὐτοῦ δὲ ἐν τῇ Ρόδῳ καταλαβόντος, καὶ τῶν πλωΐμων συναθροισθέντων, διελάλει τοῖς ἄρχουσι περὶ τοῦ ἀποκινῆσαι αὐτούς, καὶ ἀπελθεῖν εἰς τὸν Φοίνικα, πρὸς τὸ καῦσαι τὴν ξυλὴν καὶ τὴν εὑρισκομένην ἐξάρτυσιν τῶν Ἀγαρηνῶν. πάντων δὲ προθύμως ὑπακουσάντων, οἱ τοῦ Ὀψικίου οὐ κατεδέξαντο· καὶ τὸν μὲν βασιλέα ἀνέσκαψαν, τὸν δὲ διάκονον Ἰωάννην ῥομφαίαις ἀνεῖλον. ἐντεῦθεν λοιπὸν οἱ στόλοι διαιρεθέντες εἰς τοὺς ἰδίους ἀπέπλευσαν τόπους, οἱ δὲ κακοῦργοι κατὰ τῆς βασιλίδος ἀνέβαλον πόλεως. ἐλθόντων δὲ αὐτῶν ἐν τῷ Ἀδραμυτίῳ, ἀκεφάλων ὄντων, εὗρον ἐκεῖ ἄνδρα ἐντόπιον Θεοδόσιον ὀνόματι, ἐκλήπτορα τῶν δημοσίων φόρων ὑπάρχοντα, ἀπράγμονά τε καὶ ἰδιώτην, καὶ προετρέψαντο αὐτὸν τοῦ βασιλεύειν. ὁ δὲ φυγῇ χρησάμενος εἰς τὸ ὄρος ἐκρύβη. εὑρόντες δὲ αὐτὸν εὐφήμησαν αὐτὸν βιασάμενοι ὡς βασιλέα. ὁ δὲ Ἀρτέμιος ταῦτα μαθὼν ἐπέστησε τῇ πόλει οἰκειακοὺς αὐτοῦ ἀνθρώπους ἄρχοντας ἅμα τοῦ κατασκευασθέντος ὑπ' αὐτοῦ στόλου, καὶ ἐξοπλίσας αὐτοὺς αὐτὸς ἐξῆλθεν ἐν Νικαίᾳ τῇ πόλει, κἀκεῖσε ἑαυτὸν ἠσφαλίσατο. οἱ δὲ ἀντάρται ἀναβαλόντες καὶ συγκινήσαντες ὅλον τὸ θέμα τοῦ Ὀψικίου καὶ τοὺς Γοτθογραίκους, συλλαμβάνονται πλεῖστα μικρά τε καὶ μεγάλα πραγματευτικὰ σκάφη καὶ διά τε γῆς καὶ θαλάσσης ἐν Χρυσοπόλει ἀνέδραμον. τοῦ δὲ τῆς πόλεως στόλου εἰς τὸν λιμένα τοῦ ἁγίου Μάμαντος ὁρμοῦντος, καθ' ἑκάστην ἡμέραν ἐπολέμουν ἀλλήλους ἐπὶ μῆνας ἕξ. τοῦ δὲ τῆς πόλεως στόλου ἐπὶ τὸν τοῦ Νεωρίου τῆς πόλεως λιμένα μεθορμίσαντος, περάσας ὁ Θεοδόσιος τὰ Θρᾳκῷα ἐκράτησε μέρη. προδοσίας δὲ γενομένης, διὰ τῆς πόρτης τοῦ μονοτείχους τῶν Βλαχερνῶν τὴν πόλιν ἔλαβον. οἱ δὲ παράνομοι λαοὶ τοῦ Ὀψικίου ἅμα τῶν Γοτθογραίκων τῇ νυκτὶ εἰς τοὺς οἴκους τῶν πολιτῶν διαδραμόντες μεγίστην εἰργάσαντο ἅλωσιν, μηδενὸς φεισάμενοι· τοὺς δὲ ἐν αὐτῇ ὑπάρχοντας τοῦ Ἀρτεμίου ἄρχοντας ἅμα Γερμανῷ τῷ πατριάρχῃ Κωνσταντινουπόλεως συλλαβόμενοι ἐν Νικαίᾳ ἀπήγαγον πρὸς πίστωσιν Ἀρτεμίου καὶ τῶν σὺν αὐτῷ ὄντων. ὁ δὲ Ἀρτέμιος τούτους θεασάμενος ἀπέγνω ἑαυτοῦ καὶ ἑαυτὸν παρέδωκε λόγον τε ἀπαθείας αἰτησάμενος τὸ μοναδικὸν περιεβάλετο σχῆμα. ὁ δὲ Θεοδόσιος ἀβλαβῆ τοῦτον διατηρήσας ἐν Θεσσαλονίκῃ ἐξώρισεν. ἐβασίλευσε δὲ Φιλιππικὸς μὲν ἔτη βʹ καὶ μῆνας θʹ, Ἀρτέμιος δὲ ἔτος αʹ καὶ μῆνας γʹ. Λέων δέ, τῶν ἀνατολικῶν στρατηγὸς ὤν, Ἀρτεμίου ὑπερμαχῶν οὐχ ὑπετάγη Θεοδοσίῳ· εἶχε δὲ συμπνέοντα αὐτῷ καὶ συντρέχοντα Ἀρτάυασδον Ἀρμένιον, τῶν Ἀρμενιάκων στρατηγόν, ᾧκαὶ συνέθετο δοῦναι τὴν ἑαυτοῦ θυγατέρα εἰς γυναῖκα· ὃ καὶ πεποίηκεν.

Κόσμου ἔτη ͵ϛσηʹ. Τῆς θείας σαρκώσεως ἔτη ψηʹ. Ρωμαίων βασιλεὺς Θεοδόσιος ἔτος αʹ. αʹ. Ἀράβων ἀρχηγὸς Σουλεϊμὰν ἔτη γʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Γερμανὸς ἔτη ιεʹ. βʹ. Ἱεροσολύμων ἐπίσκοπος Ἰωάννης ἔτη λʹ. ιαʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μασαλμᾶς κατὰ Κωνσταντινουπόλεως καὶ προέπεμψε Σουλεϊμὰν μετὰ στρατοῦ διὰ ξηρᾶς, Οὔμαρον δὲ διὰ θαλάσσης. αὐτὸς δὲ ὀπίσω αὐτῶν μετὰ πολλῆς ἀποσκευῆς πολεμικῆς ἧκεν. Σουλεϊμὰν δὲ καὶ Βάκχαρος ἐπὶ τὸ Ἀμώριον φθάσαντες γράφουσι πρὸς Λέοντα, τὸν στρατηγὸν τῶν ἀνατολικῶν, ὅτι «οἴδαμεν, ὅτι ἡ βασιλεία τῶν Ρωμαίων σοι ἁρμόζει, ἐλθὲ οὖν πρὸς ἡμᾶς, καὶ ἂς λαλήσωμεν τὰ πρὸς εἰρήνην.» θεωρήσας οὖν ὁ Σουλεϊμὰν τὸ Ἀμώριον στρατὸν μὴ ἔχον καὶ πρὸς τὸν στρατηγὸν ἐν ἔχθρᾳ διακείμενον διὰ τὴν πρὸς Ἀρτέμιον συμμαχίαν, παρεκάθισεν αὐτό, βουλόμενος ἐκεῖ ἐκδέξασθαι καὶ τὸν Μασαλμᾶν. ἅμα δὲ ἐπλησίασε τῇ πόλει, ἤρξαντο οἱ Σαρακηνοὶ εὐφημεῖν τὸν στρατηγὸν Λέοντα βασιλέα, παρακαλοῦντες καὶ τοὺς ἔσω τὸ αὐτὸ ποιεῖν. ἰδόντες δὲ οἱ τοῦ Ἀμωρίου, ὅτι οἱ Σαρακηνοὶ πόθῳ αὐτὸν εὐφήμουν, εὐφήμησαν καὶ αὐτοί. γνοὺς δὲ ὁ στρατηγὸς ὅτι ταξάτων καὶ ἀρχόντων οὐκ ὄντων μέλλει ἀπολέσθαι τὸ Ἀμώριον, δηλοῖ τῷ Σουλεϊμάν, ὅτι «ἐὰν θέλῃς ἵνα ἔλθω πρός σε καὶ τὰ πρὸς εἰρήνην λαλήσωμεν, διὰ τί παρακαθέζῃ τὴν πόλιν;» ὁ δὲ πρὸς αὐτόν· «ἐλθέ, καὶ ἀναχωρῶ.» καὶ λαβὼν ὁ στρατηγὸς λόγον παρ' αὐτοῦ μετὰ τριακοσίων καβαλλαρίων παραγίνεται πρὸς αὐτόν. ἰδόντες δὲ αὐτὸν οἱ Ἀγαρηνοί, φορέσαντες τὰ λωρίκια καὶ τὰ κατάφρακτα αὐτῶν ὑπήντησαν αὐτῷ, καὶ ἠπλήκευσεν ἀπὸ ἡμίσεως μιλίου τοῦ φωσάτου αὐτῶν. ἐπὶ τρισὶ δὲ ἡμέραις προερχομένου αὐτοῦ πρὸς αὐτούς, ἐλάλουν τὰ πρὸς εἰρήνην καὶ τοῦ ἀναχωρῆσαι αὐτοὺς τῆς πόλεως. οἱ δὲ ἔφασκον, ὅτι «στοίχησον τὴν εἰρήνην, καὶ τότε ἀναχωροῦμεν.» γνοὺς δὲ ὁ στρατηγὸς ὅτι βούλονται αὐτὸν κρατῆσαι, ἐκάλεσεν ἐκ τῶν ἐμφανῶν Σαρακηνῶν πλείστους εἰς δεῖπνον, καὶ ἐσθιόντων αὐτῶν ἀπέστειλε Σουλεϊμὰν τρισχιλίους Σαρακηνοὺς λωρικάτους κυκλῶσαι καὶ φυλάττειν αὐτὸν πρὸς τὸ μὴ διαδρᾶσαι. ἡ δὲ βίγλα γνοῦσα ἐδήλωσεν αὐτῷ, ὅτι «πλῆθος Σαρακηνῶν κύκλῳ ἡμῶν ἵστανται καβαλλάριοι.» ἐλθὼν δὲ εἷς ἐξ αὐτῶν καβαλλάριος ὀνόματι Ζοῦβερ, ἔστη ἔμπροσθεν λέγων, ὅτι «δοῦλος ἔφυγε κλέψας χρῆμα πολύ, καὶ δι' ἐκεῖνον ἐκαβαλλικεύσαμεν.» ὁ δὲ στρατηγὸς τὴν τέχνην τῆς ἀπάτης αὐτῶν ἐγνωκὼς ἔφη πρὸς αὐτούς· «μὴ περισπασθῆτε. ὅπου γὰρ δήποτε ἂν ἀπέλθῃ ἐν τοῖς κάστροις ἡμῶν, εὑρίσκομεν αὐτόν.» λυπηθεὶς δὲ ἠδυνήθη κρυπτῶς δι' ἀνθρώπου αὐτοῦ δηλῶσαι τοῖς τοῦ Ἀμωρίου, ὅτι «φοβήθητε τὸν θεόν, μὴ προδώσητε ἑαυτούς. ἰδοὺ γὰρ πλησιάζει καὶ ὁ Μασαλμᾶς.» καὶ ἐξέρχεται ὁ ἐπίσκοπος πρὸς αὐτόν, καὶ ταῦτα αὐτὰ λαλεῖ αὐτῷ. γνοὺς δὲ ὁ Σουλεϊμάν, ὅτι ἐξῆλθε πρὸς αὐτὸν ὁ ἐπίσκοπος, πέμπουσι πρὸς τὸν στρατηγόν, ὅτι «δὸς ἡμῖν τὸν ἐπίσκοπον.» ὁ δὲ περιστατηθεὶς ἔκρυψεν αὐτὸν εἰπὼν ἑνὶ τῶν ἀνθρώπων αὐτοῦ, ὅτι «ἡμῶν ὁμιλούντων, ἔνδυσον αὐτὸν ἑτέραν στολὴν καὶ ὡς διὰ ξύλα ἢ ὕδωρ ἀπόλυσον αὐτὸν πορευθῆναι εἰς τὰ ὄρη.» ἐνισταμένων δὲ τῶν Σαρακηνῶν περὶ τοῦ ἐπισκόπου, λέγει ὁ στρατηγός· «οὐκ ἔστιν ὧδε, πλὴν ἀπέλθετε πρὸς τὸν ἀμηρᾶν, καὶ ἔρχομαι κἀγώ, καὶ περὶ πάντων λαλοῦμεν.» αὐτοὶ δὲ λογισάμενοι, ὅτι εἰσερχομένου αὐτοῦ εἰς τὸν ἀμηρᾶν ἐν μέσῳ αὐτῶν κρατοῦσιν αὐτόν, ἀφῆκαν αὐτόν. καβαλλικεύσας δὲ σὺν διακοσίοις ἀνθρώποις αὐτοῦ, ὡς δῆθεν κυνηγῶν, ἔδωκεν ἐπὶ τὰ ἀριστερά. οἱ οὖν συνόντες αὐτῷ Σαρακηνοὶ λέγουσιν αὐτῷ. «ποῦ ἀπέρχῃ;» ὁ δὲ εἶπεν, ὅτι «εἰς τὰ λιβάδια θέλω μεταπληκεῦσαι.» οἱ δὲ εἶπον, ὅτι «ἡ βουλή σου οὐκ ἔστιν ἀγαθή, καὶ οὐκ ἐρχόμεθα μετὰ σοῦ.» τότε λέγει ὁ στρατηγὸς τοῖς ἰδίοις αὐτοῦ, ὅτι «λόγον ἡμῖν δόντες κρατῆσαι ἡμᾶς ἠθέλησαν, καὶ δι' ἡμῶν τοὺς Χριστιανοὺς ἀπολέσαι· ἐκ τῶν ἀνθρώπων ἡμῶν ἢ τῶν ἀλόγων τῶν ἀπομεινάντων οὐδένα κρατοῦσιν.» καὶ πορευθεὶς μίλια δέκα ἠπλήκευσεν. τῇ δὲ ἐπαύριον πέμπει τὸν δομέστικον τῶν στρατόρων αὐτοῦ, καὶ δηλοῖ αὐτοῖς, ὅτι «λόγον μοι ἐδώκατε, καὶ δόλῳ κρατῆσαί με ἠθελήσατε· διὰ τοῦτο ἀνεχώρησα.» ὁ δὲ Μασαλμᾶς ὑπερβὰς ἦν τὰς κλεισούρας, ὁ δὲ Σουλεϊμὰν τοῦτο οὐκ ἔγνω. ἐστασίασαν δὲ οἱ ἀμηραῖοι καὶ ὁ λαὸς κατὰ τοῦ Σουλεϊμάν, ὅτι «τί παρακαθεζόμεθα τὰ τείχη καὶ οὐ κουρσεύομεν;» καὶ ἐκτρέψαντες τὰς τένδας ἀνεχώρησαν. ὁ δὲ στρατηγὸς Νικαίαν τὸν τουρμάρχην μετὰ ωʹ στρατιωτῶν εἰσήνεγκεν εἰς τὸ Ἀμώριον ἐκβαλὼν καὶ τὰ πλεῖστα γυναικόπαιδα. καὶ ἀπέρχεται αὐτὸς εἰς Πισιδίαν. τοῦ δὲ Μασαλμᾶ ἐλθόντος εἰς Καππαδοκίαν, ἀπογνόντες ἑαυτῶν οἱ Καππάδοκες ἐξῆλθον πρὸς αὐτὸν παρακαλοῦντες αὐτὸν λαβεῖν αὐτούς. ἀκούων δὲ ὁ Μασαλμᾶς τὴν ἔχθραν, ἣν εἶχε Θεοδόσιος ὁ βασιλεὺς πρὸς τὸν στρατηγόν, βουλόμενος τοῦτον δελεάσαι καὶ εἰρηνεῦσαι μετ' αὐτοῦ καὶ δι' αὐτοῦ τὴν Ρωμανίαν ὑποτάξαι, λέγει αὐτοῖς· «οὔκ ἐστε τοῦ στρατηγοῦ;» οἱ δὲ εἶπον· «ναί.» «ποιεῖτε, εἴ τι ποιεῖ ἐκεῖνος;» ὅτι «ναί.» τότε λέγει αὐτοῖς· «ἀπέλθετε ἐν τοῖς κάστροις ὑμῶν, καί τινα μὴ φοβηθῆτε.» καὶ παρήγγειλε τὸν λαὸν αὐτοῦ τοῦ μὴ πραιδεῦσαι ἐν πάσαις ταῖς ἐπαρχίαις τοῦ στρατηγοῦ. ταῦτα γνοὺς ὁ στρατηγὸς καὶ ἐννοηθείς, ὅτι ὁ Σουλεϊμὰν δηλοῖ τῷ Μασαλμᾷ, ὅτι ἀφῆκεν αὐτὸν καὶ ἀνεχώρησεν, ἀπέστειλε γράμματα πρὸς τὸν Μασαλμᾶν, ὅτι «ἐγγύς σου ἐβουλόμην ἐλθεῖν· ἀλλ' ὁ Σουλεϊμάν, ἀπελθόντος μου πρὸς αὐτόν, ἠβουλήθη κρατῆσαί με, καὶ νῦν φοβοῦμαι ἐλθεῖν πρὸς σέ.» λέγει οὖν ὁ Μασαλμᾶς τῷ ἀνθρώπῳ τοῦ στρατηγοῦ· «οἶδα ὅτι ἐμπαίζει με ὁ στρατηγὸς διὰ τὸ ὅλως μὴ πραιδεῦσαί με τὰς ἐπαρχίας αὐτοῦ.» λέγει αὐτῷ ὁ ἄνθρωπος τοῦ στρατηγοῦ· «οὐκ ἔστιν οὕτως· ἀλλ' ἐν ἀληθείᾳ σοι γράφει.» τότε ἐρωτᾷ· «τὸ Ἀμώριον πῶς ἐστὶν ἐγγὺς αὐτοῦ;» ἔφη· «καλῶς, καὶ ἐν ὑποταγῇ αὐτοῦ.» ὀξυνθεὶς δὲ ὕβρισεν αὐτόν, εἰπών· «τί ψεύδῃ;» ἐκεῖνος εἶπεν, ὅτι «ὡς εἶπον, οὕτως ἐστίν, καὶ ταξάτους ἔβαλε μετὰ καὶ τουρμάρχου ἐν αὐτῷ· καὶ ἐξήγαγε τὰς περισσὰς φαμιλίας.» θλῖψιν οὖν μεγάλην δεξάμενος περὶ τούτου ὁ Μασαλμᾶς καὶ θυμωθεὶς ἐδίωξεν αὐτόν. βουλὴν γὰρ εἶχε διὰ τοῦ καλοκαιρίου λαβεῖν αὐτὸ καὶ ἐκδέξασθαι τὸν στόλον, καὶ οὕτω ἐπὶ τὴν Ἀσίαν κατελθεῖν καὶ χειμάσαι. πάλιν οὖν ζητήσας τὸν ἄνθρωπον τοῦ στρατηγοῦ ἐπανακρίνει αὐτόν. ὁ δὲ πρὸς αὐτὸν ἐνωμότως ἔφη, ὅτι «πάντα ἅπερ λέγω σοι ἀληθῆ ὑπάρχει. ἀλλὰ καὶ χίλιοι ταξάτοι σὺν τῷ τουρμάρχῃ ἐκεῖ εἰσῆλθον· πᾶσαν δὲ ὕπαρξιν τῶν ἐκεῖσε καὶ τὰς ἀπόρους φαμιλίας ἐξήγαγε τῶν ἐκεῖ.» ταῦτα ἀκούσας γράφει τῷ στρατηγῷ, ὅτι «ἐλθὲ ἐγγὺς μοῦ, καὶ εἰρηνεύω μετὰ σοῦ, καὶ πάντα ὡς θέλεις ποιῶ.» θεωρήσας δὲ ὁ στρατηγὸς ὅτι ἐπὶ Μασαλαιὸν ἐπλησίασεν, καὶ ὅτι ἐν ἄλλαις πέντε ἡμέραις παρέρχεται τὰς ἐπαρχίας αὐτοῦ, πέμπει πρὸς αὐτὸν δύο ὑπάτους καὶ δηλοῖ αὐτῷ, ὅτι «τὰ γράμματά σου ἐδεξάμην καὶ τὴν προαίρεσίν σου ἀπεδεξάμην, καὶ ἰδοὺ ἔρχομαι πρὸς σέ. ἀλλ' ὡς ἐπίστασαι, στρατηγός εἰμι, καὶ χρήματα καὶ ἄργυρος καὶ λαός μοι ἔχει ἀκολουθῆσαι. πέμψον μοι περὶ ἑκάστου λόγον. καὶ εἰ μέν, καθὼς ἐπιζητῶ ἐξ ὑμῶν, γένηται τὸ πρᾶγμά μου, εὖ καὶ καλῶς, ἐπεὶ κἂν ἀζήμιος καὶ ἄθλιπτος ἐπανελεύσομαι.» τῶν οὖν ὑπάτων καταφθασάντων αὐτὸν εἰς Θεοδοσιανά, λέγει πρὸς αὐτοὺς ὁ Μασαλμᾶς· «ᾔδειν ὅτι ἐμπαίζει με ὁ στρατηγὸς ὑμῶν.» ἐκεῖνοι δὲ ἔφησαν· «μὴ γένοιτο.» τότε πεποιηκὼς ὃν ἐπεζήτησαν λόγον, ἀπολύει αὐτούς. ἐν ὅσῳ οὖν οἱ ὕπατοι μετὰ τοῦ ἐνυπογράφου λόγου πρὸς τὸν στρατηγὸν ἀπήρχοντο, ὁ Μασαλμᾶς πλήθη πολλὰ ἔχων καὶ μὴ δυνάμενος πώποτε στῆναι παραγίνεται εἰς Ἀκροϊνόν. ἰδὼν δὲ ὁ στρατηγός, ὅτι παρῆλθε τὰς ἐπαρχίας αὐτοῦ, ἐπὶ τὴν Νικομήδειαν ἀπέρχεται. περιτυχὼν δὲ τὸν τοῦ Θεοδοσίου υἱὸν χειροῦται τοῦτον μετὰ πάσης τῆς βασιλικῆς ὑπουργίας καὶ τῶν ἐν τέλει ἀνδρῶν τοῦ παλατίου. ὁ δὲ Μασαλμᾶς κατελθὼν εἰς Ἀσίαν ἐκεῖ παρεχείμασεν, καὶ Οὔμαρος ἐν Κιλικίᾳ. ὁ δὲ στρατηγὸς παραλαβὼν τὸν υἱὸν τοῦ βασιλέως καὶ συμβουλευσάμενος τοῖς σὺν αὐτῷ ἔρχεται εἰς Χρυσόπολιν. γνοὺς δὲ Θεοδόσιος τὰ πραχθέντα καὶ βουλευσάμενος Γερμανὸν τὸν πατριάρχην καὶ τὴν σύγκλητον, ἔλαβε λόγον διὰ τοῦ αὐτοῦ πατριάρχου παρὰ Λέοντος τῆς αὐτοῦ ἀβλαβείας καὶ τοῦ ἀσάλευτον φυλάττειν τὴν ἐκκλησίαν, καὶ οὕτως ἐγχειρίζει αὐτῷ τὴν βασιλείαν.
Θεοδόσιος δὲ σὺν τῷ υἱῷ αὐτοῦ κληρικοὶ γεγονότες τὸν ὑπόλοιπον χρόνον τῆς ζωῆς αὐτῶν ἐν εἰρήνῃ διῆξαν. ἐλθὼν δὲ Μασαλμᾶς ἐν τῇ Περγάμῳ ταύτην παρεκάθισε καὶ παραχωρήσει θεοῦ ταύτην παρέλαβεν, ἐκ διαβολικῆς ἐνεργείας. εἰσηγήσεσι γάρ τινος μάγου ἐνέγκαντες οἱ τῆς πόλεως ἔγκυον γυναῖκα πρὸς τὸ τεκεῖν οὖσαν, ταύτην ἀνέτεμον· καὶ λαβόντες τὸ βρέφος καὶ ἐπὶ κακκάβου ἑψήσαντες, εἰς τὴν τοιαύτην θεοβδέλυκτον θυσίαν πάντες οἱ πολεμεῖν βουλόμενοι τὰ μανίκια τῆς δεξιᾶς αὐτῶν χειρὸς κατέβαψαν καὶ ἐντεῦθεν τοῖς ἐχθροῖς παρεδόθησαν.
< 1 2 3 4 >
https://byzantium.gr/
Επιμέλεια: Μανώλης Παπαθανασίου, Μάρτιος 2021