▶ Προκοπιος
|
||||||||||
▶ Ιεροκλης
|
||||||||||
▶ Σιμοκαττης
|
||||||||||
▶ Θεοφανης
|
||||||||||
▶ Ιωαννης Σκυλιτζης
|
||||||||||
▶ Κωνσταντινος Ζ’
|
||||||||||
▶ Λεων Διακονος
|
||||||||||
▶ Μιχαηλ Ψελλος
|
||||||||||
▶ Μιχαηλ Ατταλειατης
|
||||||||||
▶ Νικητας Χωνιατης
|
||||||||||
▶ Γ. Ακροπολιτης
|
||||||||||
▶ Γ. Παχυμερης
|
||||||||||
▶ N. Γρηγορας
|
||||||||||
▶ Ι. Καντακουζηνος
|
||||||||||
▶ Γεωργιος Σφραντζης
|
||||||||||
▶ Χαλκοκονδυλης
|
Λαόνικος Χαλκοκονδύλης1430 – 1490
|
τίτλος έργου:
— Αποδείξεις Ιστοριών — τόμοι Γ’ & Δ’
χρόνος συγγραφής: 1455-1465
|
πλήρης τίτλος: ΛΑΟΝΙΚΟΥ ΑΠΟΔΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ |
περιεχόμενο : Το έργο αποτελείται από 10 τόμους και καλύπτει την περίοδο 1298 –1463. Αφηγείται τη βαθμιαία πτώση της αυτοκρατορίας και την άνοδο των Οθωμανών. Χρησιμοποιεί ευρέως τον όρο «Έλληνες» αντί «Ρωμαίοι». Οι τόμοι Γ’ και Δ’ ασχολούνται με την καταγωγή των Σκυθών (που τους συνδέει με τους Τούρκους) και με τις μάχες του σουλτάνου Βαγιαζήτ και των διαδόχων του. |
Κείμενο : |
ΛΑΟΝΙΚΟΥ ΑΠΟΔΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Γ.Τεμήρεω μέντοι ἡ πρώτη ἔλασις ἐγένετο ἐπὶ Σεβάστειαν, πόλιν τῆς Καππαδοκίας εὐδαίμονα. ὡς γὰρ ἠγγέλλετο οὐδὲν ὑγιὲς Παιαζήτεω εἶναι ἔστε ἐπὶ τῶν τῆς Ἀσίας ἡγεμόνων Τούρκων καὶ ἐς τὴν πρὸς τοὺς ἡγεμόνας διαλλαγήν, οὓς τὴν χώραν σύμπασαν ἀφελόμενος ἐξήλασεν, ὡς γὰρ δὴ ἐπιπέμποντι οὐδὲν ἐπὶ πλέον προὐχώρει, ὧν ἐπέστελλεν αὐτῷ, ἀλλ' ἑώρα τε ἐς πολλά τε ἄλλα καὶ βλάσφημα ἐξενηνεγμένον, παρεσκευάζετο ἐλαύνειν ἐπὶ Σεβάστειαν. ἀρχὴ δὲ αὐτῷ, ἥ τε ἐπὶ τὴν ἀρχὴν πάροδος, καὶ ὡς τὸν μὲν πολεμῶν, τὰ δὲ καὶ σπενδόμενος δέει τῷ ἀμφ' αὑτὸν ξύμπασαν ὑπηγάγετο ἑαυτῷ τὴν Ἀσίαν, ὧδε αὐτῷ ξυμβῆναι ἐπυθόμεθα. Οὗτος μὲν δὴ ὁ Τεμήρης ἐγένετο πατρὸς Σαγγάλεω, ἀνδρὸς ἰδιώτου, ὃς ἐπεί τε ἠγάγετο τὴν γυναῖκα αὐτοῦ, λέγεται ξυμβῆναι αὐτῷ τοιόνδε. ὡς δὴ ἐγένετο Τεμήρης, τήν τε τῆς πόλεως φορβὴν ἐπιτετραμμένος ἱπποφορβός τε ἦν, καὶ τοῖς τε περὶ αὐτὰ δὴ τὰ χωρία τὰς φορβὰς ἐπινεμομένοις συνιών τε καὶ διαλεγόμενος συνέθετο αὐτοῖς, ὡς ἀπὸ κλοπῆς σφίσιν, ἢν δύνωνται, χρημάτων κτῆσιν ποιησόμενοι ἐπ' ἄλλην ἴωσι χώραν· καὶ δεινὸς κλέπτειν γενόμενος ἵππους τε καὶ ὑποζύγια καὶ προβάτων πλῆθος ἐληλακέναι. οὐδὲν ὑγιὲς ἦν αὐτοῦ τὸ παράπαν. καί ποτε ἐπὶ μάνδραν λέγεται ἀναβῆναι, καὶ ὀφθέντα ὑπὸ τῶν δεσποτῶν τοῦ οἴκου ἅλλεσθαι δὴ ἅλμα μέγιστον ἀπὸ τοῦ τείχους τῆς μάνδρας ἐς τὴν γῆν· τά τε γὰρ ὑποζύγια καὶ κτήνη ἐν τῇδε τῇ χώρᾳ περιβάλλεται τείχη, ὡς μέγιστα εἶναι καὶ μὴ ἀναβῆναι εὐπετῆ. ὡς δὲ ἥλατο, ἐπιτριβῆναί τε αὐτῷ τὸν πόδα, καὶ χωλὸν γενέσθαι τὸ ἀπὸ τοῦδε. λέγεται μὲν οὖν ὡς μαχόμενον πληγῆναί τε τὸν πόδα καὶ χωλεύοντα διαγενέσθαι τὸ ἐντεῦθεν. μάχης δὲ γενομένης πρὸς τοὺς περιοίκους, ἐλαύνοντα αὐτόν τε ἅμα καὶ οἳ συνέθεντο τὴν ἀρχήν, τὴν ἵππων φορβὴν οἴχεσθαι ἐπὶ τοὺς πολεμίους, ἐντεῦθεν προσλαβόμενον, ὅτῳ ἂν περιτύχοι, καὶ ἀναπείθοντα κατασχεῖν χώραν τε ἐρυμνήν, καὶ ὡς ἐπιτηδείως ἔχειν πρὸς λῃστείαν. ἐντεῦθεν δὲ ὁρμώμενον λῃστεύειν τοὺς διιόντας καὶ κατακρίνειν ἀφειδῶς. καὶ χρήματα ἐπικτησάμενον ἑταίρους τε προσκτήσασθαι αὑτῷ ἄλλους τε δὴ καὶ ἄνδρε δύω, Χαϊδάρην τε καὶ Μυρζίην. τὸ γένος, ᾗ δὴ λέγεται, γενέσθαι τούτω Μασσαγέτα. τούτοιν δὲ ἑκατέρῳ προσχρώμενον περιτυχεῖν τε τοῖς πολεμίοις ληϊζομένοις τὴν χώραν, καὶ τρεψάμενον ἐπεξελθεῖν διαφθείραντα τοὺς ἱπποδρόμους τῶν ἐναντίων. τῆς δὲ φήμης ἐπὶ τὴν πόλιν ἐλθούσης, ἐπιτρέψαι τε αὐτῷ στρατιωτῶν μοῖραν οὐκ ὀλίγην καὶ χρήματα, ὥστε θεραπεύειν τοὺς στρατιώτας. καὶ δὴ τὸ ἀπὸ τοῦδε ἐπεγείραντα τὴν σὺν αὐτῷ στρατιὰν καὶ ἐξοτρύνοντα ἀμφὶ τῇ πολεμίων ἔχειν χώρᾳ, ἀνδράποδά τε καὶ ὑποζύγια ὡς πλεῖστα ἐπάγοντα ἐς τὴν πόλιν. τὸν δὲ βασιλέα Μασσαγετῶν ἐνιδόντα τοῦτο ἐς τὸν Τεμήρην, ἀξιοῦντα παρ' ἑαυτῷ τιμῆς τῆς μεγίστης, καὶ στρατηγὸν ἀποδεδειχέναι ξυμπάσης ἤδη τῆς ὑπ' αὐτὸν στρατιᾶς. καὶ ἐντεῦθεν δὴ δρόμους τε ἀνύσαι μεγίστους τῶν πώποτε γενομένων σὺν τῇ στρατιᾷ, ὥστε καταλαμβάνειν τοὺς πολεμίους ἄφνω ἐπιπίπτοντα αὐτοῖς καὶ διαφθείροντα τὸν ἐκείνων στρατόν. καὶ δὴ καὶ ἐς χεῖρας ἐλθόντα τοῖς ἐναντίοις φασὶν αὐτὸν μαχεσάμενον τρέψασθαι, καὶ ἐπιδιώκοντα ἐλάσαι τε ἐς Βαβυλῶνα, τὸ Παγδάτιν οὕτω καλούμενον, καὶ πολιορκοῦντα μεταπέμψασθαι τὸν ἑαυτοῦ δεσπότην βασιλέα. μετὰ δὲ ταῦτα οὐ πολὺν χρόνον τελευτήσαντος τοῦ βασιλέως, γῆμαί τε τὴν γυναῖκα τοῦ δεσπότου αὐτοῦ καὶ ἐς τὴν βασιλείαν καταστῆναι. ὡς δὲ ἐς τὴν βασιλείαν ἀφίκετο, ἐπιὼν τό τε Παγδάτιν καὶ τὸ Σαμαρχάνδιν ἐπολιόρκει. καὶ οὐ πολὺ ὕστερον, ὡς ἔξοδον ποιησάμενοι οἱ τῆς πόλεως οὐδὲν πλέον ἔσχον, ἀλλ' ἡττημένοι ἐσῆλθον ἐς τὴν πόλιν καὶ ἐπολιορκοῦντο, προσεχώρησαν αὐτῷ καθ' ὁμολογίαν. ὡς ἐπὶ τὴν τῆς Σαμαρχάνδης ἀρχὴν παρεγένετο, προδοσίαν συνθέμενον τοῖς ἐν τῇ Βαβυλῶνι αὐτόν, Χαϊδάρῃ ἐς τοῦτο χρησάμενον ὑπηρέτῃ. Τὸν μέντοι Μυρζίην ἄνδρα ἐπιεικῆ τε ἅμα καὶ συγκιρνῶντα τὸν Τεμήρεω, θυμοῦ κατέχειν ἐμφερόμενον, ἐφ' ὅ τι ἂν ἡγήσαιτο, μὴ προσήκειν αὐτῷ τὴν ἀρχήν, ἐξηγεῖσθαί τε αὐτῷ τὴν ἐς τὰ συσσιτήρια Τεμήρεω ἐσήγησιν. τήν τε γὰρ στρατιὰν αὐτῶν ξύμπασαν Μυρζίεω ὑποτιθεμένου ἐπιδιελόμενος ὁ Τεμήρης ἔστε δεκάρχας καὶ λοχαγοὺς καὶ δὴ καὶ ἐνωμοτίας, τὸν δεκάρχην παρεγγύα δίαιταν παρεχόμενον τοῖς μεθ' ἑαυτοῦ στρατιώταις παρεῖναι αὐτίκα τῷ λοχαγῷ, τὴν ταχίστην παρεχόμενον τοὺς στρατιώτας, ἐπειδὰν παραγγέλῃ, τοὺς δὲ αὖ παραγενομένους τῷ σφετέρῳ. γενομένους δὲ ἐς τὰ συσσίτια, οὐδένα λείπεσθαι, ὅτῳ μὴ εἴη χῶρος αὐτῷ ἀποδεδειγμένος. καὶ τήν τε ἀγορὰν σιτίζεσθαι ἐκέλευε κατὰ τὰ δεδογμένα ἐπὶ τοῦ λοιποῦ στρατεύματος. κινεῖν δὲ τούς τε ἄρχοντας αὐτῶν ἑκάστους θαμὰ ἐπὶ τὰ ὑπὸ τῶν μεγάλων στρατηγῶν παραγγελλόμενα, ὥστε ξυμβαίνειν κατάσκοπον εἰσιόντα ἐς τὸ Τεμήρεω στρατόπεδον λεληθέναι πώποτε, οὔτε ξένον, ὃς ἂν παρὼν τυγχάνῃ ἐν τῷ στρατοπέδῳ. τούτους δὲ αὖ ἀνδρὶ ἑτέρῳ ἐπιτετράφθαι, καταλύειν παρ' ἑαυτῷ τοὺς ξένους, εἰ τυγχάνοιεν παραγενόμενοι ἐς τὸ στρατόπεδον σίτου δεόμενοι. ὥστε νεύματι τοῦ μεγάλου βασιλέως κινεῖσθαι πάντα δὴ τὸν στρατόν, ἐφ' ὅ τι ἂν γένοιτο, καὶ ἐκείνου δὴ ἄγοντος τὰ πάντα ἐφ' ἑνὶ συνθήματι ἰέναι αὐτίκα, ἐν τάχει παραγενόμενος ἐπὶ τὴν χρείαν καθίστασθαι αὐτίκα μάλα ἰόντα. ἑσπέρας δὲ γενομένης, ὁπότε τὸ σύνθημα λαμβάνοιεν οἱ στρατιῶται ὑπὸ τοῦ μεγάλου ἡγεμόνος, θεῖν δρόμον αὐτόν τινα ἕκαστον ἐπὶ τὴν ἑαυτοῦ σκηνὴν ἐς τοὺς συσκήνους ἰόντα. γενομένων δὲ ἐν ταῖς σκηναῖς τῶν στρατιωτῶν, τὰς φυλακὰς περινοστεῖν τε τὸ στρατόπεδον, εἴ τινά που ἴδοιεν ἐκτὸς τῶν σκηνῶν γενόμενον, τοῦτον λαβόντες ἐτιμωροῦντο. εἰ δέ τις κατάσκοπος παρὼν τύχῃ ἐν τῷ στρατοπέδῳ, οὐκ ἔχων, ὅποι τράποιτο, λείπεσθαι ἐκτὸς τῶν σκηνῶν καὶ οὕτως αὐτίκα ἁλίσκεσθαι. ταύτῃ μὲν δὴ λέγεται γίνεσθαι τὰ Τεμήρεω συσσίτια· Χαϊδάρην δὲ τόν γε ἑταῖρον αὐτῷ ὀξύν τε ἐς τὸ ὑπηρετεῖν αὐτῷ τὰ δέοντα γεγονέναι, ἐποτρύνειν τε αὐτὸν βασιλέα ἐπὶ τοὺς πολέμους, μηδαμῇ ἐς ῥᾳστώνην τρεπόμενον. Λέγουσι δὲ Μυρζίην, ἐπείτε παρέλαβε τὴν τῆς Σαμαρχάνδης βασιλείαν, διαχρήσασθαι τρόπῳ τοιῷδε. ἐπεί τε σὺν τούτοις ἅμα περιιὼν Τεμήρης λῃστής τε καθειστήκει καὶ ἐχρηματίζετο, διαλεγομένων ἐπ' εὐτυχήματι τῶν ἑταίρων, καὶ εὐφημιζόντων Τεμήρην ὡς ἐν βραχεῖ ἤδη ἐς τὰ Σαμαρχάνδης βασίλεια παρεσομένου, ὑπολαβὼν ὁ Μυρζίης "ἀλλ' ὦ τᾶν" ἔφη, "τοιαῦτά ἐστι τὰ Σαμαρχάνδης βασίλεια, ὥστε οὐκ εὐπετῆ χειρωθῆναι ὑπὸ Τεμήρεω, ἀνδρὸς λῃστοῦ καὶ ἰδιώτου. εἰ δ' εἴη ποτὲ τοῦτο αὐτῷ γενέσθαι, ὥστε ἐπὶ τὴν Σαμαρχάνδης ἀρχὴν παριέναι, μὴ ἔτι περιὼν διαγενοίμην, ἀλλὰ τεθναίην αὐτίκα ἐψευσμένος." ταῦτα μὲν σπουδῇ ἐῴκει ὑποδείκνυσθαι, συντυχίᾳ δέ τινι οὐκ ἀγαθῇ χρήσασθαι ἐς τὸ ἀπόφθεγμα. χρόνου δὲ ἐπιγενομένου, ὡς ἐς τὴν ἀρχὴν παρεγένετο τῆς πόλεως, τιμῆσαι μὲν ἀρετῆς ἕνεκα ὑπὲρ τὸν Χαϊδάρην, φάσκοντα δὲ αὐτῷ, ὡς ἐκεῖνο δὴ τὸ ἔπος ἐπὶ μαρτύρων ἄλλων εἰρημένον αὐτῷ δέοι μεταδιώκειν, ὅπερ διισχυριζόμενος ὑπέβαλεν ἑαυτὸν θανάτῳ, ἀναμιμνήσκων, ὡς εἴπερ ἐς τὰ Σαμαρχάνδης βασίλεια παραγένοιτο, ψευσθείη τε αὐτὸς τῆς γνώμης, ἔνοχος εἶ τοῦ θανάτου ὑπὸ Τεμήρεω. διηπόρει τε, ὅπως ἂν αὐτῷ θεραπεύοιτο τὴν δεξιὰν παρασχόντι τῷ βασιλεῖ, ἰδιώτῃ τότε ὄντι, μὴ παραβῆναι τὴν συνθήκην. ἔλεγε δὲ πρὸς Μυρζίην τοιάδε. "Οἶσθα, οἶμαι, ὦ Μυρζίη, σύ τε καὶ σύμπαντες οἱ ἄλλοι, ὅσοι ἐπὶ τήνδε τὴν ἀρχὴν τὰ πράγματα προηγάγομεν. δύο τούτω ὡς μάλιστα ἡμῖν ἐπιβεβαιωσάμενοι ἐπὶ τὴν βασιλείαν παρῄειμεν, σπουδήν τε ἅμα ὡς οἷόν τε μεταδιώκοντες, καὶ ἐμπεδοῦντες ἡμῖν, ὅ τι ἂν συνθέμενοι τοῖς τε ἐπιτηδείοις καὶ ἐναντίοις, οὐχ ὅπως δὴ ὅρκῳ, ἀλλὰ καὶ λόγῳ ἐψηφισμένοι ὦμεν αὐτοῖς, ὡς οὐδὲν ἔτι οὐδαμοῦ ὂν ἀσφαλέστερον οὐδὲ ἐχυρώτερον ἔρυμά τε καὶ ὅπλον ἐς τὸν βίον τόνδε ἀνθρώπῳ ἢ συμφώνῳ τε εἶναι ἐς τὰ πάντα καὶ μὴ διαφωνοῦντι φρονεῖν ἄλλοτε ἄλλως, ἐπειδὴ πολλάκις ἔφαμεν τούτῳ μόνῳ ἴσχειν ὁμοιότητα τῷ θεῷ. ὅτου δ' ἂν τῶν ἀνθρώπων μηδὲν ὑγιὲς εἴη λέγοντος, πῶς ἂν δὴ πράττοντος εὖ γένοιτ' ἂν πώποτε αὐτῷ; μέμνησο δέ, ὡς ἐμοῦ τῆς δεξιᾶς λαβόμενος ἔφησθα τεθνάναι ἕτοιμος εἶναι, εἰ ἐπὶ τὰ βασίλεια πάριμεν· καὶ ἐπὶ μαρτύρων δὲ τοῦτό σοι εἰρημένον συνθέσθαι. ὥρα οὖν σοι τά τε λεχθέντα ἐπιτελέσαι, καὶ τὴν δεξιὰν τὴν ἡμετέραν ἀπολύσασθαι τῆς συνθήκης." Μυρζίης δὲ ἀμείβετο τοῖσδε. "ἀλλ' ὅπως μέν, ὦ βασιλεῦ, ἐπὶ τήνδε τὴν ἀρχήν, ὅπως σοι γένοιτο, καὶ σὺ οἶσθα καὶ πάντες οὗτοι οἱ συμπαρόντες συνίσασι, καὶ ὡς πάντα τὰ ἔσχατα ὑποδυόμενος, ὥστε σοὶ εὖ γενέσθαι ὁτιοῦν. καὶ τραύματα δὲ ἔστιν ἰδεῖν, ὅσα λαβὼν οὐδὲ πώποτε ὑπελογιζόμην δεινὸν πρὸ τοῦ χαρίζεσθαι. εἰ δέ ἐστιν ὁτιοῦν ἡμῖν εἰρημένον, οὐκ ἀγαθῇ τύχῃ δέοι ἂν μὴ χαρίζεσθαι τοῖς ἐπιτηδείοις, ὑφ' ὧν μεγάλα εὖ πεπονθὼς εἴης. ἐκεῖνο δή, βασιλεῦ, ἰδιωτέρῳ μὲν ὄντι τἀνθρώπῳ οὐ πάνυ τι ἐμπεδοῦν τὸ καὶ ἑαυτοῦ βίον. ἐπειδὰν δέ σοι τὸ ἄρχειν ἑτέρως ἀφίκηται, τότε δὴ οὐ θεμιτὸν ᾖ παραβῆναι, εἴ τι συνέθετο. καὶ ἡμῖν ὁ θεὸς πολλὰ ἀγαθὰ παρέχεται διὰ τὸ συγγνώμην ἴσχειν τοῖς ἐξαμαρτάνουσιν ἐς ἡμᾶς ὁτιοῦν. ἢν δέ μοι καὶ ταύτην παραιτουμένῳ χαρίσαιο τὴν ἁμαρτίαν, καὶ πλείω τούτων σοι γένοιτο ἀγαθά." Ταῦτα λέγων οὐκ ἔπειθε φάσκοντα δεῖν συγγνώμην ἴσχειν, οἷς ἂν μὴ ἑκούσια ᾖ τὰ ἁμαρτήματα. πῶς δ' ἂν σώζοιτο αὐτῷ ἡ τύχη, μὴ τὸν ἀντίπαλον διωσαμένῳ; ταῦτα εἰπὼν τόν τε Μυρζίην διεχρήσατο, καὶ ἐπένθει αὐτὸν δημοσίᾳ ἐπὶ συχνόν τινα χρόνον, θάψας βασιλικῶς.Μετὰ δὲ ταῦτα ἐπὶ Ὑρκανίους ἐστρατεύετο καὶ τὴν ταύτῃ θάλασσαν, καὶ ἔθνη τε οὐκ ὀλίγα ἐς τὴν θάλασσαν τήνδε Ὑρκανίαν ἐνοικοῦντα παράλια κατεστρέφετο. λέγεται δὲ αὕτη καὶ Κασπία ἐς τὴν τοῦ ἔθνους τούτου ἐπωνυμίαν· διήκει δὲ κατὰ μεσημβρίαν Σάκας τε ἔχων καὶ Καδουσίους ἐπὶ σταδίους τρισμυρίους, πρὸς ἕω δὲ καὶ βορρᾶν Μασσαγέτας, γένος ἄλκιμόν τε καὶ ἐν πολέμοις εὐδοκιμοῦν, ἐπὶ σταδίους δισμυρίους μάλιστα. τοῦτο δὲ τὸ γένος ἐλαῦνον ἐπὶ τὴν Περσῶν χώραν λέγεται καταστρεψάμενον πολίσματα κατασχεῖν ἔστιν ἅ, καὶ Τεμήρην τοῦ γένους τούτου γενόμενον σὺν τοῖς Μασσαγέταις ὁρμᾶσθαι ἐπὶ τὴν Σαμαρχάνδης ἀρχὴν καὶ Ἀσσυρίων τὴν χώραν καταστρεψάμενον ἔχειν. τὴν μέντοι θάλασσαν ταύτην ὑπὸ ποταμῶν ἐς αὐτὴν οὐκ ὀλίγων ἐκδιδόντων μεγίστην τε γίνεσθαι καὶ ἐπὶ πολλοὺς σταδίους διήκειν, οὐδαμῇ ἐκδιδοῦσαν, ᾗ λέγεται, εἰς τὴν ἐκτὸς θάλασσαν. διώρυχα μέντοι ἐπυθόμην ἔγωγε ἀπὸ ταύτης διήκειν καὶ ἐς τὴν Ἰνδικὴν θάλασσαν ἐκδιδοῖ. ἐνοικοῦσι δὲ τὴν θάλασσαν τήνδε ἔθνη πολλά τε καὶ ἄλκιμα. καὶ ἰχθύας μὲν φέρει αὕτη ἡ θάλασσα πολλούς τε καὶ ἀγαθούς, φέρει δὲ καὶ ὄστρεα μαργαρίτας ἔχοντα, ᾗπερ δὴ καὶ ἡ Ἰνδικὴ θάλασσα. καὶ πλοῖα πολλὰ πλεῖ τὴν θάλασσαν ταύτην, παρὰ ἀλλήλους ἐπιπλέοντα φορτίων πλέα. ἔστι δὲ αὕτη ἡ θάλασσα πρὸς ἕω μάλιστα τῆς Ἀσίας, ἐς ἣν ἐκδιδοῖ ὅ τε Ἀράξης ποταμὸς μέγιστος καὶ Χοάσπης πρὸς ἕω ῥέων, καὶ ποταμοὶ δὲ ἄλλοι οὐκ ὀλίγοι. τὰ μέντοι ἐς τήνδε τὴν θάλασσαν ἔθνη ὑπὸ Καδουσίων τε ἄρχεσθαι πρόσθεν ἔφαμεν, καὶ τούς γε φόρους αὐτῶν ἐς τὴν Καδουσίων πόλιν ἔτους ἑκάστου ἐπάγειν ἐπὶ τούτους. Ὡς τοὺς Ὑρκανίους ὑπηγάγετο Τεμήρης καὶ τὸν βασιλέα τούτων ἀνεῖλεν, ἐστρατεύετο ἐπὶ Καδουσίους. καὶ οὗτοι μὲν συλλέξαντες στρατιὰν μεγίστην παρεσκευάζοντο ὡς ἀμυνούμενοι, ἢν ἐπίῃ Τεμήρης· Τεμήρης δὲ, ὡς ᾔσθετο τούτους στρατευομένους, πέμπει Χαϊδάρην ἐπὶ τὴν πόλιν αὐτῶν ὡς ἑλοῦντα τὴν ταχίστην καὶ πολιορκήσοντα· αὐτὸς δὲ ἐπέμενεν ἐστρατοπεδευμένος παρεγγυτάτω τοῖς Καδουσίοις. ἐνταῦθα δὲ ὡς ἐπύθοντο οἱ Καδούσιοι τοὺς πολεμίους ἐς τὴν πόλιν αὐτῶν ἰόντας, τὰ ἔμπαλιν γενόμενοι ἴεντο οὐδενὶ κόσμῳ ἐς τὴν πόλιν. ἐνταῦθα ἐπιτίθεται αὐτοῖς ἰοῦσιν ἐπὶ τὴν πόλιν Τεμήρης σὺν τῷ ἑαυτοῦ στρατῷ, καὶ τεταραγμένοις ἐμβαλὼν ἐτρέψατο, καὶ διώκων ἐπὶ τὴν πόλιν ἤλαυνε, καὶ πολιορκήσας ἐπὶ χρόνον τινὰ παρεστήσατο. Μετὰ δὲ ταῦτα ἐστρατεύετο ἐπὶ Ἀραβίαν. γένος δὲ Ἄραβες μέγα τε καὶ ὄλβιον καὶ ἀνὰ τὴν Ἀσίαν οὐδενὸς τὰ εἰς εὐδαιμονίαν λειπόμενον, παλαιόν τε ὂν καὶ ἐπὶ πολὺ τῆς Ἀσίας διῆκον, προσχρώμενόν τε τῇ θαλάσσῃ τῇ ἐρυθρᾷ καλουμένῃ. ἔστι δὲ ἡ χώρα αὕτη μεγίστη τε καὶ καλλίστη οἰκῆσαι τῶν κατὰ τὴν Ἀσίαν χωρῶν. ᾤκηται δὲ ὑπὸ ἀνδρῶν δικαιοτάτων καὶ τὰ ἐς θρησκείαν αὐτῶν σοφωτάτων. καὶ βασιλέα νομίζουσιν οὐ τύραννον, ἀλλ' ἐς τὸ ἰσοδίαιτον μᾶλλον καὶ ἰσόνομον καθιστάμενον σφίσιν. ἔστι δ' αὐτοῖς βασίλεια ἐν τῇ πόλει τῇ παρὰ τὴν θάλασσαν ..... καλουμένῃ, μεγάλη τε καὶ πλούτῳ προφέρουσα. ὁμορεῖ δὲ τῇ τε Αἰγύπτῳ καὶ Περσῶν χώρᾳ καὶ Ἀσσυρίων. ἀπὸ γὰρ Κολχίδος καὶ Φάσιδος χώρας ἐς τὴν θάλασσαν τὴν ἐς κοίλην Συρίαν, ἐς τὴν Λαοδίκειαν καλουμένην πόλιν, εἴη δ' ἂν ὁδὸς ἡμερῶν .... ἀνδρὶ εὐζώνῳ πεζῇ διαπορευομένῳ τὴν χώραν, καὶ τὸ ἐντεῦθεν κάτω Ἀσίας ὡσεὶ χερρόνησον γεγενῆσθαι, καὶ τήν τε Ἀραβίαν ἐκτὸς γίνεσθαι τῆς Ἀσίας. ἔστι δὲ ἡ χώρα αὕτη ἐπίφορος, δένδρων τε καὶ φοινίκων πεπληρωμένη, καὶ ἐν μέσῳ δυοῖν ποταμοῖν περίρρυτος γενομένη καρπούς τε ἐκφέρει ὑπερφυεῖς τῷ μεγέθει καὶ πολλαπλασίους, ὥστε εὐδαίμονα ὑπὸ τῶν παλαιοτέρων κεκλῆσθαι ἀνδρῶν. διὰ ταῦτα ἐπὶ ταύτην τὴν Ἀραβίαν, ὅτι Καδουσίοις ὑπ' αὐτοῦ πολεμουμένοις συνεμάχει αἰτιασάμενος, ἐστρατεύετο. καὶ δὶς μὲν ἐμαχέσατο τῷ Ἀράβων στρατεύματι, καὶ οὐδ' ὣς ἠδυνήθη τρέψασθαι· μετὰ δὲ διαπρεσβευσάμενος, ὥστε στρατιὰν δοῦναι καὶ φόρον ἀπάγειν τοῦ ἔτους, ὅσον ἂν σφίσιν ἐπιτάττοι, σπονδάς τε ἐποιήσατο καὶ τότε ἐλθεῖν ἐπ' αὐτὸν Ἀράβων πρέσβεις, οἳ καὶ ἀφικόμενοι προΐσχοντό τε τὴν χώραν τοῦ ἥρωος μὴ λεηλατεῖν, καὶ ἐδέοντο σφᾶς, ἅτε γένος τε ὄντας τοῦ νομοθέτου, καὶ πατέρας εἶναι τῶν ἐς τήνδε τοῦ ἥρωος τελούντων θρησκείαν. νομίζεται δὲ τοῦτο τὸ γένος εὐαγές τε καὶ ἅγιον, ὅτι τε προῆλθεν ἐκ τῆς χώρας αὐτῶν Μεχμέτης ὁ νομοθέτης, καὶ σὺν τῷ Ὀμάρῃ τὴν νομοθεσίαν δεξαμένῳ ἐπὶ τὴν τῆς Ἀσίας ἀρχὴν προεληλύθεισαν, μεγάλα ἀποδειξάμενοι ἔργα. Ὁ μέντοι νομοθέτης τούτων ὁ Μεχμέτης παῖς λέγεται γενέσθαι Ἀλίεω, ἀπὸ Ἀραβίας τῆς εὐδαίμονος. ἐκθέμενος δὲ τὴν νομοθεσίαν αὐτοῦ ἀρχὴν μέντοι μηδὲν βιάζεσθαι, ἀναπείθοντά τε τοὺς Ἄραβας καὶ Σύρους μετὰ ταῦτα· μετὰ δὲ ταῦτα προσλαβόμενον τοῦ Ἀλίεω δυνάστου τε τῆς χώρας καὶ ἐπιτηδείου αὐτῷ, ὡς μάλιστα ἐπιόντα προσάγεσθαι αὐτῷ ἐς τὴν νομοθεσίαν, ὅποι ἂν ἐπίῃ, τοὺς τὴν χώραν οἰκοῦντας. ἀνίει τε τὴν νομοθεσίαν ἔστε τὴν ῥᾳστώνην καὶ τὴν τοῦ θείου βακχείαν μέντοι, συνεχῆ δὲ ὡς μάλιστα μελέτην. νομίζεται γὰρ αὐτῷ τετράκις τῆς ἡμέρας προσεύχεσθαι τῷ θεῷ, ὑπ' οὐδενὸς κωλυόμενον εἰς τοῦτο, ὥστε μὴ προσεύξασθαι. τῇ δὲ τῆς Ἀφροδίτης ἡμέρᾳ κοινῇ τε ἅπαντας ἐς τοὺς ναοὺς ἰόντας προσεύχεσθαι· νομίζεται μηδ' ὁτιοῦν, μήτε ἄγαλμα, μήτε ἄλλο τι τῶν γεγραμμένων προσβαλόμενον σφίσιν ἐς τὴν προσευχὴν ἐν τοῖς ναοῖς. ἱερεῖς τε σφίσιν καθιστῶντες, ὥστε πρὸ τοῦ ναοῦ ἐς περιωπήν τινα πύργον πεποιημένον ἀναβαίνοντα προσεύχεσθαι τῷ θεῷ μεγάλῃ φωνῇ καὶ αἰεὶ τὰς νομιζομένας εὐχὰς ποιεῖσθαι κεκραγότα γεγωνότερον. ἐς μὲν οὖν τὴν προσευχὴν αὐτοῦ γένος δὲ τοῦτο ἴσμεν ἐς τὰ μάλιστα ἐντεταμένον, μηδ' ὁτιοῦν ἀνιέναι προσδεχομένους· ἐς δὲ τὰ ἄλλα τά τε ἐς δίαιταν καὶ ἐς τὸν βίον αὐτοῖς οὔτε κεκολασμένον νομίζεται, ὥστε μὴ ἐς τὸ τοῦ βίου ἡδὺ πολιτεύεσθαι· οὕτω τὴν φύσιν μηδαμῇ βιάζεται. γυναῖκας μὲν γὰρ ἄγεσθαι, παλλακίδας μέντοι ἀπὸ ἀνδραπόδων, ὅσαις ἂν ἕκαστος οἷός τε εἴη τροφὴν παρέχεσθαι ἐς τὸν βίον. γυναῖκας δὲ κουριδίας ἄγεσθαι ἐς τὰς πέντε, καὶ τούς τε ἀπὸ ἀνδραπόδων παῖδας νομίζεσθαι σφίσιν οὐ νόθους. ἂν δὲ ἀπὸ παλλακίδων ἐλευθέρων γένωνται σφίσι παῖδες, νόθοι τε αὐτοῖς νομίζονται, καὶ οὐκ εἰς τὴν πατρῴαν οὐσίαν εἰσέρχονται. ὠνοῦνται δὲ καὶ τὰς κουριδίας, ὅσου ἄν τις βούλοιτο ἐκδοῦναι τὴν ἑαυτοῦ θυγατέρα. λαμπάδων δὲ προενηνεγμένων σφίσιν ἐς τοὺς γάμους ἄγονται τὰς γυναῖκας. ἂν δὲ ἀχθεσθεὶς τῇ γυναικὶ ὁ ἀνὴρ ἐπείπῃ τοῦ λοιποῦ ἀπὸ τριῶν σπληνῶν ἀποσχέσθαι αὐτῆς, ἤδη ἠλλοτρίωται τῷ λόγῳ ἡ γυνὴ τοῦ ἀνδρός. νομίζεται δὲ αἴσχιστον, ἣν ἄν τις ἀποπέμψηται, αὖθις αὐτὴν ἀγαγέσθαι· ἂν δὲ μὴ ὑπὸ ἑτέρου μοιχευθῇ, οὐκ ἔξεστιν ἀπάγειν. οἴνῳ δὲ χρῆσθαι ἀθέμιτον ἀπαγορεύει τῷ γένει τούτῳ, καὶ μὴ λουσάμενον μὴ ἐξεῖναι αὐτῷ ἐς τὴν προσευχὴν ἰέναι. δεκατείαν δέ τινα ἐξελόμενος τῷ θεῷ τοῦ ἔτους, ἐς νηστείαν αὐτοὺς προάγεται ἐς τριάκοντα καὶ ἐπέκεινα ἡμέρας. τῆς μέντοι ἡμέρας ὅλης μηδ' ὁτιοῦν προσίεσθαι μήτε τροφῆς, μήτε πόσεως, ἑσπέρας δέ, ὅταν ἄστρα φαίνηται, σιτίζεσθαι· πάντων δὲ μάλιστα τὸν χρόνον τοῦτον μὴ ἐξεῖναι οἴνου πιέσθαι τὸ παράπαν. περιτέμνεσθαι δὲ τὸ αἰδοῖον χρῆναι παντάπασιν. Ἰησοῦν δὲ θεοῦ τε ἀπόστολον γενέσθαι νομίζει, καὶ ἐξ ἀγγέλου τοῦ Γαβριὴλ καὶ ἐκ τῆς Μαρίας, παρθένου τε οὔσης καὶ μηδενὶ ἀνδρὶ συγγενομένης γεννῆσαι Ἰησοῦν, ἥρωά τινα μείζω ἢ κατὰ ἄνθρωπον· καὶ ἐς τὴν τελευτὴν τοῦδε τοῦ κόσμου, ἐπειδὰν ἐς κρίσιν τῶν σφίσι βεβιωμένων καθιστῶνται οἱ ἄνθρωποι, τόν γε Ἰησοῦν φασιν ἄγεσθαι διαιτητὴν τοῦ κόσμου. συὸς δὲ μὴ ἅπτεσθαι θέμις εἶναι, καὶ τά γε ζῷα πάντα ἐσθίουσιν, ἂν μέντοι ἐπὶ σφαγὴν γένωνται. θεὸν μὲν οὖν ἕνα ἐφιστῶσι τῷδε τῷ παντί, ὑπηρέταις δὲ χρώμενον τοῖς πυρίνοις, ᾗ φασί, νόοις. πεπομφέναι δὲ Μεχμέτην ἐς τὰ ἐλλιπῆ τοῖς πρότερον ἐπιπεμφθεῖσιν ὑπὸ θεοῦ ἐς τὴν οἰκουμένην νομοθέταις. κάθαρσιν δὲ ἡγοῦνται τήν τε περιτομὴν σφίσι πάντων δὴ μάλιστα, ἐν ᾗ καὶ γάμους ποιοῦνται. ταφὰς δὲ αὐτοῖς παρὰ τὰς ὁδοὺς νομίζεται γίνεσθαι, καὶ μηδὲν ἄλλῃ ἐξεῖναι θάπτειν. θάπτουσι δὲ λούσαντες καὶ ξυρῷ ἅμα τὸ σῶμα. νομίζεται δ' ἔτι καὶ τόδε, ὃς ἂν μὴ πείθηται τῷ νόμῳ, τελευτᾶν τῷ σιδήρῳ. Ἀρμενίους δὲ μόνους τῶν ἄλλων ἐθνῶν διαφερομένων σφίσιν ἐς τὴν θρησκείαν οὐκ ἀνδραποδίζεσθαι, ὡς Ἀρμενίῳ τινὶ προειρηκότι τὸ γὰρ κλέος αὐτοῦ ἐς τὴν οἰκουμένην ἐσόμενον. διὰ τοῦτο μὴ ἐπιτρέπειν ἀνδραποδίζεσθαι Ἀρμενίους. Ταῦτα μέντοι ἐς τὴν νομοθεσίαν ἀποδεδειγμένους αὐτῷ ὡς πλεῖστον τῆς οἰκουμένης κατέχειν μέρος, καὶ ἐπὶ μέγα ἐλθεῖν ἔστε τὴν Ἀσίαν καὶ ἐς τὴν Λιβύην καὶ ἐς μοῖραν τῆς Εὐρώπης οὐκ ὀλίγην, τὴν ἐς Σκύθας τε καὶ τοὺς νῦν Τούρκους, καὶ ἐς τὴν Ἰβηρίαν τούς γε Λίβυας. λέγεται δὲ τελευτῆσαι ἐπὶ παιδὶ Ἀλίῃ βασιλεύοντι Ἀραβίας· ἐκεῖνόν τε γὰρ ὡς νομοθέτην προσέμενόν τε, καὶ πειθόμενοι αὐτῷ, ἐφ' ὅ τί γε ἂν ἐξηγοῖτο, ἐπέτρεψάν τε αὐτῷ τὰ πράγματα καὶ σφᾶς αὐτοὺς χρῆσθαι, ὅπως ἂν βούλοιτο. μετὰ δὲ ταῦτα στρατόν τε συναγείρας ὡς πλεῖστον, ἐπῄει τῆς τε Αἰγύπτου καὶ τῆς ἄλλης Ἀραβίας ἔστιν ἃ καταστρεψόμενος, καὶ τὴν ψάμμον διαβὰς τῆς Ἀραβίας τὰ τῇδε αὐτοῦ ἔθνη ὑπηγάγετο. βασιλεύσας ἔτη δέκα ἐτελεύτησε δὲ ἐν χωρίῳ τινὶ Μεκέ, οὑτωσὶ καλουμένῳ. καὶ ὅ τε στρατὸς καὶ οἱ τὴν χώραν οἰκοῦντες ἔθαψάν τε μεγαλοπρεπῶς καὶ ἐπένθησαν μεγάλως. καὶ τελετὰς αὐτῷ ποιοῦνται οἱ Ἄραβες ἀνὰ πᾶν ἔτος ὡς ἥρωί τε καὶ ὑπὸ θεοῦ τάχα ἐς τὴν νομοθεσίαν σφίσιν ἀνδρὶ εὐαγεῖ ἀποδεδειγμένῳ. τά τε ἐς τὴν νομοθεσίαν ἐπιεικεῖ τε καὶ οὐ τυράννῳ γενομένῳ οὕτως γεγενῆσθαι. Ἐπεὶ δὲ ἐτελεύτησεν, Ὀμάρης ὁ τῶν μαθητῶν αὐτοῦ δοκιμώτατος, ὑπὸ τοῦ παιδὸς αὐτοῦ τὴν ἀρχὴν παραδεξάμενος, καὶ τὸν στρατὸν ἅμα ἀγόμενος, πρῶτον μὲν ἐπὶ Συρίαν ἐλαύνων τήν τε χώραν ὑπηγάγετο, τὰ μὲν πολεμῶν, τὰ δὲ ἀναπείθων τε, σπενδόμενος ἐπὶ ῥητοῖς. μετὰ δὲ ταῦτα Κίλικάς τε ἐχειρώσατο καὶ Φρύγας καὶ Μυσούς τε καὶ Ἴωνας, πρὸς δὲ καὶ τὰ ἄνω τῆς Ἀσίας ἐπιὼν κατεστρέφετο, τήν τε νομοθεσίαν ἐπιβεβαιούμενος τοῖς ἀνὰ τὴν Ἀσίαν ἔθνεσι τῶν βαρβάρων, καὶ τῶν ξυμμαθητῶν αὐτοῦ ἔς τινας ἄλλους ἄλλῃ διαπέμπων, πείθειν τε πειρώμενος. καὶ τάφον τῷ Μεχμέτῃ πολυτελῆ κατασκευασάμενος αὐτοῦ ὑπερεγένετο, τελετάς τε ἐπετέλει αὐτῷ μεγάλας τε ἀνὰ πᾶν ἔτος, καὶ τοὺς ἄλλους ἔπειθεν αὐτῷ τε προσεύχεσθαι καὶ ἐς τὸν τάφον αὐτοῦ φοιτῶντας δικαίους γίνεσθαι· καὶ νῦν ἀπό τε τῆς Ἀσίας καὶ τῆς Λιβύης καὶ ἀπὸ τῆς Εὐρώπης δὴ οὐκ ὀλίγοι ἰόντες ἐς τὸ μνῆμα τοῦ Μεχμέτεω μέγα τε σφίσιν οἴονται ἐς εὐδαιμονίαν αὐτοῖς φέρειν τὸ τοιοῦτον. πορεύονται δ' οἱ μέν, οἱ δὲ ἀργυρίου τελοῦσι τοῖς ὑπὲρ σφῶν αὐτῶν βουλομένοις ἰέναι. ἔστι δὴ ὁδὸς χαλεπωτάτη ἴεσθαι διὰ τὴν ψάμμον, ἐπὶ καμήλων δὲ τὴν τροφὴν φερουσῶν καὶ τὸ ὕδωρ· ἀφθόνως γὰρ οὐκ ἔχουσι χρῆσθαι αὐτῷ τὸ παράπαν. καὶ οὕτω δὴ τὰ ἐπιτήδεια συσκευασάμενοι σφίσιν ἀναβαίνουσί τε ἐπὶ τὰς καμήλους, σημείοις διαχρώμενοι ἐς τὴν πορείαν ταῖς τοῦ μαγνήτου ἀποδείξεσιν, ᾗ δὴ ἀπὸ τῆς ἄρκτου ἐπιλεγόμενοι, ὅποι τῆς οἰκουμένης ἴεσθαι δεῖ αὐτούς, τούτῳ τεκμαιρόμενοι τὴν ὁδὸν διαπορεύονται. ἐπειδὰν δὲ ἀφίκωνται ἐς χώρας αὖθις τινάς, ἐν αἷς ἔνεστιν ὕδωρ, ὑδρευσάμενοι ταύτῃ ἐντεῦθεν ἀπιοῦσι, καὶ ἀφικνοῦνται ἡμέραις τεσσαράκοντα τὴν ψάμμον διαβάντες ἐς τὸ σῆμα τοῦ Μεχμέτεω. λέγεται δὲ τὸ σῆμα τοῦτο ὑπὸ λίθων πολυτελεστάτων κατασκευασθῆναι, καὶ ἐν μέσῳ τοῦ ναοῦ τὸ σῆμα μετεωριζόμενον ἀπαιωρεῖσθαι. [ὅπερ ἀπίθανόν μοι δοκεῖ.] διέχει δὲ ἀπὸ τοῦ χώρου τούτου, ἐν ᾧ τὸ σῆμα αὐτοῦ, ἐπὶ τὸν ..... ὡσεὶ σταδίους ἐνενήκοντα, καὶ ἐξιόντες ἐντεῦθεν ἴενται ἐπὶ τὸν χῶρον τοῦτον. τούς τε νόμους αὐτοῦ καὶ τὰ Ἀλκωρὰ ἐκτέθειται· τῇ τε ἀθανασίᾳ τιθέμενοι τῆς ψυχῆς, ἀγνωμοσύνης οὐδέν τι πάνυ οἴονται μετεῖναι τῷ θείῳ. Ταῦτα μὲν οὖν τὴν τοῦ Μεχμέτεω νομοθεσίαν ἐς τοσοῦτον ἀναγεγράφθω ἡμῖν· Τεμήρης δ' ὡς τὴν χώραν ταύτην ληϊσάμενος, καὶ πόλεις ἑλὼν ἐνίας, ὑπεκομίζετο ἐπὶ Σαμαρχάνδης. Σκύθας δὲ ὡρμημένους ἐπυνθάνετο ἀπὸ Τανάϊδος τήν τε χώραν αὐτοῦ ἐπιδραμεῖν καὶ ληΐσασθαι οὐκ ὀλίγα· χαλεπῶς δὲ ἔφερεν. ἐντεῦθεν δὲ αὐτίκα ἴετο ὁμόσε ἐπὶ τοὺς Χαταΐδας. λέγονται δὲ οὗτοι εἶναι Μασσαγέται τὸ παλαιόν, καὶ διαβάντες τὸν Ἀράξην τῆς ἐπὶ τάδε τοῦ ποταμοῦ χώρας ἐπὶ πολὺ διεξελθεῖν, καὶ ὑφ' αὑτοῖς ποιησαμένους ἐνοικῆσαι. τούτους παρεσκευάζετο ὡς ἑλῶν, καὶ στράτευμα ποιησάμενος ἐς ὀγδοήκοντα μυριάδας ἐστρατεύετο ἐπ' αὐτούς. καὶ συμβαλὼν μάχῃ τε ἐκράτησε τοὺς Χαταΐδας, καὶ ἐπὶ τὴν ἀγορὰν αὐτῶν τούτων καὶ ἐπὶ τὰ βασίλεια ἐλαύνων ὁμολογίᾳ τε παρεστήσατο, καὶ μισθωσάμενος παμπόλλους αὐτῶν, τούς γε κρατίστους τὰ ἐς πόλεμον γενομένους, ᾤχετο ἄγων. ὁμήρους δὲ λαβὼν καὶ τῶν ἀρίστων τοὺς παῖδας, καὶ φόρον ταξάμενος τούτοις ἀπάγειν τοῦ ἐνιαυτοῦ, ἀπήλαυνε. τὰ δὲ Χατάϊα πόλις ἐστὶ πρὸς ἕω τῆς Ὑρκανίας μεγάλη τε καὶ εὐδαίμων, πλήθει τε ἀνθρώπων καὶ ὄλβῳ καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ προφέρουσα τῶν ἐν τῇ Ἀσίᾳ πόλεων πλὴν Σαμαρχάνδης καὶ Μέμφιος, εὐνομουμένη δὲ τὸ παλαιὸν ὑπὸ Μασσαγετῶν. τῶν μέντοι Περσῶν τοὺς πλείστους μισθωσάμενος τούτους, οἷα τῶν τε Σκυθῶν ἐμπείρους ὡς τὰ πολλὰ γενομένους καὶ τὰ ἐς τὴν δίαιταν οὐκέτι ἁβροὺς ὄντας, ἐν νῷ ἔχων ἐπὶ Σκύθας στρατεύεσθαι, ἐπὶ τὴν ἀγορὰν αὐτῶν τὴν Οὐρδὰν καλουμένην, καὶ πυνθανόμενος, ὡς εἴη τε τὸ γένος τοῦτο παλαιότατόν τε τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν, καὶ οὐδένα ἔτι τῶν πρὸ αὐτοῦ βασιλέων χειρώσασθαι τοῦτο τὸ γένος, κακὰ δὲ ὡς πλεῖστα ἐργασάμενον ποιῆσαι τήν τε Ἀσίαν καὶ Εὐρώπην, ἐπιδρομῇ τὰ πλείω ταμιευόμενον τῇ χώρᾳ. ταῦτα δὲ ἐπὶ νοῦν τιθέμενον, καὶ ὡς Δαρείῳ τῷ Ὑστάσπεω βασιλεῖ γενομένῳ Περσῶν καὶ ἐπιστρατεύσαντι αὐτοὺς οὐδέν τι προὐχώρησεν, ὥρμητο αὐτὸς ἐπὶ τοῦτο τὸ κλέος ἰέναι. ὥστε δὲ αὐτοῦ ἔχεσθαί τε τοῦ ἔργου ἐγγυτέρω τούτων γενόμενον, ἐς τὴν χώραν Χεσίην πόλιν κατοικίσας ἀπό τε τῆς Σαμαρχάνδης καὶ στρατιωτῶν καὶ τῶν ἀρίστων αὐτῷ στελλομένων ἐς τὴν ἀποικίαν ᾤκισε πόλιν Χεσίην οὕτω καλουμένην, μεγάλην τε καὶ εὐδαίμονα ἅτε τοῦ βασιλέως ἐν αὐτῇ διατρίβοντος καὶ τῶν ἀρίστων αὐτοῦ, τῶν τε τῆς Ἀσίας στρατῶν ἐς αὐτὴν συνιόντων. μεγάλη τε ἐν βραχεῖ ἐγένετο ἡ Χεσίη, καὶ εὐνομήθη μέντοι καὶ ὕστερον, οὐχ ἥκιστα δὲ βασιλέως Τεμήρεω περιόντος. ὅποι μὲν οὖν τῆς Ἀσίας ᾤκισται ἡ πόλις αὕτη, καὶ εἴτε ἐν τῇ Ἀσσυρίᾳ χώρᾳ, εἴτε καὶ ἐν τῇ Μήδων, οὐκ ἔχω τεκμήρασθαι. λέγουσι μέν τινες Νῖνον τὴν Χεσίην γενέσθαι τὸ παλαιὸν καὶ ἐς τὴν Ἀσσυρίων χώραν τετάχθαι, τεκμαιρόμενοι τοῦτο ἀπὸ τῆς Παγδατίνης Βαβυλῶνος. οἰκίσας δὲ Χεσίην πόλιν, καὶ τὰ βασίλεια ἐν αὐτῇ ποιησάμενος, ἐπενόει ἐπὶ Αἴγυπτόν τε καὶ ἐπὶ Σκύθας στρατεύεσθαι καὶ τὴν τούτων ἀγορὰν Οὐρδὰν καλουμένην, καὶ στρατὸν μέγαν συναγείρας καὶ τοὺς Χαταΐδας· συμπαραλαβὼν ἤλαυνεν εὐθὺ Τανάϊδος. Ἐνταῦθα πυθόμενοι Σκύθαι Τεμήρην βασιλέα ἐπὶ σφᾶς ἐπιόντα μεγάλῃ παρασκευῇ, τήν τε εἴσοδον ἔπεμπον στράτευμα προκαταληψομένους τῶν ὀρέων, ᾗ ἔμελλε Τεμήρης σὺν τῷ στρατῷ αὐτοῦ διιέναι. Σκύθαι μὲν οὗτοι τὸ πάλαι ἐς μοίρας τινὰς διῃρημένοι ἐνέμοντο τὴν χώραν ἀπὸ Ἴστρου ἔστε ἐπὶ τοὺς ὑπὸ τὸν Καύκασον. νῦν δὲ γένος μέντοι τούτων ἐς τὴν Ἀσίαν γενόμενον, τὰ πρὸς ἕω αὐτοῦ τε ἐνοικῆσαν τὴν ἐπὶ τάδε τῆς Ἀσίας χώραν, καὶ ἐπὶ πολλὰ τετραμμένον, Σαχαταῖοι ἐκλήθησαν, ὑπὲρ τὴν τῶν Περσῶν χώραν ἐς τοὺς Σάκας τε καὶ Καδουσίους· ἀφ' ὧν δὴ καὶ Τεμήρην αὐτὸν οἴονται γεγονέναι τινές. ἔστι δὲ τοῦτο τὸ γένος ἄλκιμόν τε τῶν κατὰ τὴν Ἀσίαν καὶ πολεμικώτατον, καὶ σὺν τούτοις λέγεται Τεμήρης τὴν ἡγεμονίαν τῶν ἐν τῇ Ἀσίᾳ παραλαβεῖν, πλὴν Ἰνδῶν. οἱ δὲ λοιποὶ Σκύθαι κατὰ ταὐτὸ φρονοῦσί τε καὶ ὑφ' ἑνὶ ἄρχονται βασιλεῖ, κατὰ Οὐρδὰν τὴν καλουμένην ἀγορὰν τὰ βασίλεια ποιούμενοι, ἀποδεικνύμενοι σφίσι βασιλέα γένους τε ὄντα τοῦ βασιλείου τὸ παλαιότατον. καὶ ἔστι δὴ καὶ ἀλλαχοῦ τῆς Εὐρώπης ἐς τὸν Βόσπορον μοῖρα τούτων οὐκ ὀλίγη, ἀνὰ τὴν χώραν ταύτην διεσκεδασμένον, ὑπὸ βασιλεῖ ταττόμενον, οἴκου τῶν βασιλέων, ὄνομα δὲ τούτῳ Ἀτζικερίης. οὗτοι μὲν οὖν ὡς ἐπετράποντο σφᾶς τούτῳ τῷ βασιλεῖ, ἐς τήνδε ἀφικόμενοι τὴν χώραν, ἐπελάσαντες ἐς τὸν Ἴστρον, καὶ δὴ καὶ τὸν Ἴστρον διαβάντες, μοῖρά τις οὐκ ὀλίγη τῆς Θρᾴκης λεηλατοῦντες ἐπέδραμον, καὶ ἀνεχώρουν ἀπὸ Σαρματίας ἐπὶ τὸν Τάναϊν ἰόντες. καὶ πολλὰ μὲν τοῦ γένους τούτου αὐτοῦ παρὰ τὸν Ἴστρον ἐνέμειναν. ὧν τὸ πλέον ἐπὶ Παιαζήτεω διαβὰν τὸν Ἴστρον [ἐνέμειναν] ᾠκίσθη χωρὶς ἕκαστον μέρος τοῦ γένους τούτου γενόμενον. τὸ δὲ ὑπολειφθὲν μέρος αὐτοῦ πέραν τοῦ Ἴστρου παρὰ Καζιμήρῳ τῷ βασιλεῖ Λιτουάνων τὴν δίαιταν ἔχουσι, τὴν γῆν νεμόμενοι ἐς ἔτι καὶ νῦν, ἔς τε τὸν πρὸς τοὺς περιοίκους αὐτῷ πόλεμον συμβαλλόμενοι τὰ κράτιστα· ὅπου γὰρ ἂν τὸ γένος τοῦτο τυγχάνωσιν ὄντες, δοκοῦσί τε τὰ ἐς πόλεμον καὶ εἰσὶ κράτιστοι. οἱ δὲ περὶ τὸν Βόσπορον καὶ τὴν Ταυρικὴν νῆσον καλουμένην, διείργουσαν λίμνην τε τὴν Μαιώτιδα καὶ τόν γε Εὔξεινον πόντον, ὑπὸ τῷ βασιλεῖ Ἀτζικερίῃ τά τε ἔθνη τὰ ἐς γῆν ληϊζόμενοι κατεστρέψαντο ἐς φόρου ἀπαγωγήν, τούς τε Γότθους καλουμένους καὶ Ἰανυΐους τοὺς τὴν τοῦ Καφᾶ πόλιν ἐνοικοῦντας. καὶ Σαρματίας μέρος τι ἀπάγει τούτῳ τῷ βασιλεῖ φόρον. Σαρμάται μὲν οὖν οἱ πρὸς Εὔξεινον πόντον καὶ οἱ πρὸς ὠκεανὸν τῷ μεγάλῳ Σκυθῶν βασιλεῖ τῶν ἐν τῇ ἀγορᾷ φόρον ἀπάγουσιν, ἐξ ὅτου τὴν Σαρματίαν ἐπιδραμόντες τὰ μὲν ἠνδραποδίσαντο, τὰ δὲ ληϊσάμενοι κατέσχον ἐπὶ συχνόν τινα χρόνον, καὶ ταύτῃ τὸ ἀπὸ τοῦδε φόρον τε ἐτάξαντο τῷ βασιλεῖ τῷ μεγάλῳ, καὶ ἔτους ἑκάστου ἀπάγουσι. Σαρματία μὲν οὖν διήκει ἀπὸ Σκυθῶν τῶν νομάδων ἐπὶ Δᾶκας τε καὶ Λιτουάνους, γένος τῶν Ἰλλυριῶν φωνῇ τὰ πολλὰ διαχρώμενον. καὶ διαίτῃ τε καὶ ἤθεσι τοῦ Ἰησοῦ νόμοις ἔποικοι, ἐπὶ τοὺς Ἕλληνας μᾶλλον τετραμμένοι οὐ πάνυ συμφέρονται τῷ Ρωμαίων ἀρχιερεῖ, Ἑλληνικῷ δὲ ἀρχιερεῖ χρῶνται, καὶ τούτῳ πείθονται τὰ ἐς θρησκείαν τε καὶ δίαιταν σφίσι. καὶ ἤθεσι τοῖς αὐτοῖς Ἑλλήνων διαχρώμενοι, σκευῇ τῇ Σκυθῶν παραπλησίᾳ προσχρῶνται. τὰ μέντοι πρὸς Εὔξεινον πόντον Σαρματῶν γένη, ἀπὸ Λευκοπολίχνης καλουμένης, ἡγεμονίαι τε διαλαγχάνουσι τὰ πολλά, τό τε Μοσχόβιόν τε καὶ Κίεβος καὶ Τοφάρι καὶ Χαρκόβιον, πόλεις ὑπὸ τυράννους εὐθυνόμεναι, ἐς τὴν μέλαιναν οὕτω ὑπὸ σφῶν αὐτῶν καλουμένην Σαρματίαν τελοῦσι. τὰ δὲ πρὸς ὠκεανὸν ὑπὸ τὴν ἄρκτον οἰκημένα γένη λευκὴν Σαρματίαν καλοῦσι. πρὸς μέντοι ὠκεανὸν πόλις Οὐγκράτης καλουμένη, ἐς ἀριστοκρατίαν τετραμμένη, ὄλβον τε παρέχεται καὶ αὑτὴν εὐδαιμονίᾳ ὑπερφέρουσαν τῶν ἄλλων τῆς Σαρματίας πόλεων, τῆς τε λευκῆς καὶ μελαίνης οὑτωσὶ καλουμένης. καὶ διήκει ἐπ' ὠκεανὸν αὕτη ἡ χώρα, Ἰνφλάντη καλουμένη. ἔνθα δὴ ὁρμίζονται καὶ αἱ ἀπὸ Δανίας νῆες καὶ Γερμανίας, φορτία φέρουσαι Βρετανικά τε ἅμα καὶ Κελτικὰ ἐς τήνδε τὴν χώραν. ἀπὸ μὲν οὖν Τανάϊδος ἐς ὠκεανὸν τὸν Βρετανικὸν καὶ ἐπὶ τὴν Κελτῶν χώραν εἴη ἂν ὁδὸς τὸ μακρότατον ἡμερῶν πέντε καὶ τριάκοντα τὸ οἰκούμενον ἐπὶ μῆκος, ἐπὶ πλάτος δὲ τὸ μὲν ὑπὲρ τὸν Τάναϊν χώραν εἶναι μεγίστην, ἀπὸ Σαρματίας ἔστε ἐπὶ τὴν Ἀσσυρίων χώραν. Σκύθαι νέμονται τήνδε. ἔστι μὲν οὖν, ὡς ἔμοιγε καταφαίνεται, τὰ ὑπὲρ τὸν Τάναϊν χώρα μεγίστη δὴ τῶν ἐν τῇ Εὐρώπῃ κατ' ἄμφω, μῆκός τε δὴ καὶ πλάτος ἐπὶ μήκιστον διήκουσα. Πέρμιοι δὲ οἰκοῦσι τὸ πρὸς βορρᾶν ὑπὲρ τοὺς Σαρμάτας, ὅμοροι δέ εἰσι Σαρματῶν, καὶ φωνὴν τὴν αὐτὴν ἵενται οἱ Σαρμάται τοῖς Περμίοις. λέγεται δὲ περὶ Περμίων τάδε, ὡς ἔστι γένος ἀπὸ ἄγρας τὸ πλέον τοῦ βίου σφίσι ποιούμενον καί ... Ἡ μέντοι πρὸς ὠκεανὸν διήκουσα Σαρματία ἐπὶ Προυσίαν καλουμένην χώραν διήκει καὶ ἐπὶ τοὺς ταύτῃ λευκοφόρους Ναζηραίους καὶ ἱερὸν τὸ ἐν τῇδε τῇ χώρᾳ. δοκοῦσι δὲ γένος τοῦτο εἶναι Γερμανοί, καὶ φωνῇ τῇ αὐτῶν ἐκείνων προσχρώμενοι καὶ διαίτῃ. οἰκοῦσι δὲ πόλεις περικαλλεῖς καὶ εὐνομουμένας ἐς τὸ κράτιστον. ἔστι δὲ τούτοις ἱερόν, ᾗ δὲ καὶ τὸ ἐν Ἰβηρίᾳ ἱερὸν νομίζεται καὶ ἐν τῇ Ρόδῳ ἐνοικοῦν Ναζηραίων γένος. ταῦτα γὰρ δὴ τὰ τρία ἱερὰ ἀνὰ τὴν οἰκουμένην ἐς τὴν τοῦ Ἰησοῦ θρησκείαν ἐπὶ τοὺς βαρβάρους ᾠκημένα δὴ καταφανῆ ἐστι, τό τε ἐν Ἰβηρίᾳ πρὸς τοὺς ταύτῃ τῶν Λιβύων διαβάντας, καὶ Προυσίων πρός τε τοὺς Σαμώτας καὶ Σκυθῶν τοὺς νομάδας, αὐτοῦ ταύτῃ ἀγχοῦ τὸ παλαιὸν ᾠκισμένους, καὶ Ροδίων δὲ πρὸς τοὺς ἐν Αἰγύπτῳ τε καὶ Παλαιστίνῃ διὰ τὸν τοῦ Ἰησοῦ τάφον καὶ πρὸς τοὺς ἐν τῇ Ἀσίᾳ βαρβάρους. Προυσίων δὲ ἔχονται Σαμῶται, γένος ἄλκιμόν τε καὶ οὐδενὶ τῶν περιοίκων ὁμοδίαιτον, οὐδὲ ὁμόγλωσσον. νομίζει δὴ τοῦτο τὸ γένος θεοὺς Ἀπόλλω τε καὶ Ἄρτεμιν· διαίτῃ δὲ χρῶνται τῇ πάλαι Ἑλληνικῇ καὶ ἤθεσι, σκευῇ δὲ τῇ Προυσίων παραπλησίᾳ. Τούτων δὲ ἔχονται Βοέμοι, τῇ τε Σαμωτῶν δόξῃ τιθέμενοι καὶ τῇ Γερμανῶν οἱ ἐν τῇ χώρᾳ ταύτῃ ἐνοικοῦντες, σκευῇ τῇ τῶν Παιόνων παραπλησίᾳ ἐσκευασμένοι. ἔνεστι δὲ αὐτοῖς μητρόπολις, πόλις εὐδαίμων τε καὶ πολυάνθρωπος, Βράγα οὑτωσὶ καλουμένη, καὶ πολλοὶ τῆς πόλεως ταύτης οὐ πολὺς χρόνος ἐπεὶ ἐπαύσαντο τῷ πυρὶ καὶ τῷ ἡλίῳ θρησκεύειν. μόνον δὲ τὸ ἔθνος τοῦτο τῶν ἐν τῇ Εὐρώπῃ ἐκτὸς γενόμενον ταῖς ἐγνωσμέναις ἡμῖν ἐν τῷ παρόντι θρησκείαις, τῆς τε τοῦ Ἰησοῦ φημι καὶ τῆς τοῦ Μεχμέτεω καὶ Μωσέως· ταύτας γάρ τοι σχεδόν τι ἴσμεν διακατέχειν τήν τε ἐγνωσμένην ὡς τὰ πολλὰ ἡμῖν οἰκουμένην. ἔστι μέντοι, ᾗ πυνθάνομαι, καὶ τὰ ὑπὲρ τὴν Κασπίαν θάλασσαν καὶ τοὺς Μασσαγέτας ἔθνος Ἰνδικὸν ἐς ταύτην τετραμμένον τὴν θρησκείαν τοῦ Ἀπόλλωνος. νομίζει δὲ ἐκεῖνο τὸ γένος καὶ θεοὺς ἔτι ἄλλους, Δία τε καὶ Ἥραν, ὡς προϊόντι πρόσω τοῦ λόγου δηλωθήσεται. Καὶ περὶ μὲν τούτων ταύτῃ ἐπὶ τοσοῦτον εἰρήσθω· Πολάνοι δὲ ἔχονται Σαρματῶν, καὶ τῇ φωνῇ τούτων νομίζουσι, καὶ ἤθεσι δὲ καὶ διαίτῃ τῇ Ρωμαίων παραπλησίᾳ. Πολάνων δὲ ἔχονται Λιτουάνοι ἐπὶ Εὔξεινον πόντον καὶ ἐπὶ Σαρματίαν καθήκοντες καὶ οὗτοι. ἡ μὲν μέλαινα Πογδανία, ἡ ἐν τῇ Λευκοπολίχνῃ καλουμένῃ τὰ βασίλεια ἔχουσα, ἀπὸ Δακῶν τῶν παρὰ τὸν Ἴστρον ἐπὶ Λιτουάνους καὶ Σαρμάτας διήκει. γένος δέ ἐστι τοῦτο δόκιμον, ᾗ ἄν τις τεκμαίροιτο, τήν τε φωνὴν τὴν αὐτὴν ἱέμενον, καὶ ἀπὸ παλαιοῦ διεσχισμένον διχῇ τὸ γένος ἐς τυραννίδας καὶ ἡγεμονίας δύο κατέστη. Λιτουάνοι δὲ οὔτε Σαρμάταις εἰσὶν ὁμόγλωσσοι, οὔτε Παίοσιν, οὔτε μὲν Γερμανοῖς, οὐ μὴν οὐδὲ Δαξίν, ἰδίᾳ δὲ τὸ παράπαν νομίζουσι φωνῇ. ἔστι δὲ αὐτοῖς βασίλεια πόλις μεγάλη τε καὶ πολυάνθρωπος καὶ εὐδαίμων. καὶ δοκεῖ τοῦτο τὸ γένος εἶναί τε μέγα τῶν ἀμφὶ τήνδε τὴν χώραν ἐθνῶν καὶ ἀνδρειότατον, καὶ πρός τε τοὺς Προυσίους τοὺς Γερμανοὺς καὶ Πολάνους διαπολεμοῦν περί τε ὅρων τῶν ἐς τὴν χώραν. ἔστι δὲ καὶ τοῦτο τὸ γένος πρὸς τὰ τῶν Ρωμαίων ἔθη καὶ δίαιταν τετραμμένον, σκευῇ δὲ τῇ Σαρματῶν παραπλησίᾳ χρωμένους, καὶ τῇ μελαίνῃ Πογδανίᾳ ὅμορος τὰ πολλὰ οὖσα πρὸς τούτους ἀγωνίζεται. Σαρμάται δὲ φωνῇ διαχρῶνται παραπλησίᾳ τῇ Ἰλλυριῶν τῶν ἐς τὸν Ἰόνιον παροικούντων ἔστε ἐπὶ Ἑνετούς. ὁπότεροι μὲν τούτων παλαιότεροι, καὶ τὴν ἑτέρων ὁπότεροι τούτων χώραν ἐπινέμονται, ἢ Ἰλλυριοὶ ἐπέκεινα τῆς Εὐρώπης διαβάντες Πολανίαν τε καὶ Σαρματίαν ᾤκησαν, ἢ Σαρμάται δὲ ἐπὶ τάδε τοῦ Ἴστρου γενόμενοι τήν τε Μυσίαν καὶ Τριβαλλῶν χώραν καὶ δὴ καὶ Ἰλλυριῶν τῶν πρὸς τὸν Ἰόνιον ἄχρι δὴ Ἑνετῶν ᾤκησαν, οὔτεἄλλου τινὸς ἐπυθόμην τῶν παλαιοτέρων διεξιόντος, οὔτ' ἂν ἔχοιμι πάντῃ ὡς ἀληθῆ διασημήνασθαι. Ἐπάνειμι δὲ ἐπὶ Σκύθας τοὺς νομάδας, ὃ δὴ γένος μέγιστόν τε καὶ ἰσχυρὸν καὶ γενναιότατόν ἐστιν, οἷον οὐδενὶ τῶν κατὰ τὴν οἰκουμένην ἐθνῶν παραβάλλειν, ἂν μὴ πολλαχῇ ἀνὰ τὴν οἰκουμένην κατά τε Ἀσίαν καὶ Εὐρώπην ἐσκεδασμένον ἄλλῃ τε τῆς αὐτῶν βασιλείας ᾠκίσθη, ὡς τῇ ἐπιδρομῇ τὰ πολλὰ χρησάμενον· ᾗ δὲ χώρᾳ ἠρέσκετο, ταύτῃ ἐναπολειφθὲν ᾤκησεν. εἰ μὲν οὖν ἐφρόνει κατὰ τάδε, τὴν αὐτὴν ἐνοικοῦν χώραν, καὶ ὑφ' ἑνὶ γένοιτο βασιλεῖ, οὐδένες οἱ τῶν ἐν τῇ οἰκουμένῃ ἐνίσταντο ἄν, ὥστε μὴ συνομολογεῖν αὐτῷ. νῦν δὲ ἁπανταχῇ τῆς Ἀσίας ἐπινεμόμενον καὶ ἐν τῇ Εὐρώπῃ, ἐπὶ τῇ Θρᾴκῃ τε καὶ ἐς τὸν Βόσπορον ἐνοικοῦν, ἀπῴκισται τῆς σφῶν αὐτῶν βασιλείας τῆς ἐς τὸ Οὐρδάν. οἱ μὲν οὖν ἐς τὸν Βόσπορον τὴν ταύτῃ χώραν ἐπινεμόμενοι καὶ τὴν ὅμορον λεηλατοῦντες, τήν τε Τζαρκάσων καὶ Μιγκρελίων καὶ Σαρματῶν, καὶ ἀνδράποδα ὡς πλεῖστα ἀγόμενοι ἐπὶ τὸν Βόσπορον, ἐπὶ Καφᾶν πόλιν καὶ ἐς τὴν Μαιώτιδα καλουμένην λίμνην ἀπάγοντες, ὀλίγου τε αὐτὰ ἀποδιδόμενοι τοῖς τε Ἑνετῶν καὶ Ἰανυΐων ἐμπόροις, οὕτω δὴ βιοτεύουσι. Σκύθαι δὲ οἱ ἐν τῇ ἀγορᾷ ἐπὶ ἁμαξῶν τε καὶ ὑποζυγίων τὸν βίον ποιούμενοι, γάλακτι τὰ πολλὰ ἵππων τε καὶ κρέᾳ διαχρώμενοι, οὔτε σίτῳ, οὔτε κριθῇ καταφανεῖς εἰσὶ διαχρώμενοι, μελίνῃ δὲ τὸ πλέον καὶ σηκάλῃ, λινᾶς τε ἐσθῆτας φοροῦντες ἐς τὸν τῶν λίθων ὄλβον εὐδαιμονέστατοι καὶ πλουσιώτατοι νομίζονται. τόξοις δὲ χρῶνται, τὸ σύμπαν εἰπεῖν, καὶ ξίφεσι βαρβαρικοῖς, καὶ θυρεοῖς τοῖς τῶν Δακῶν παραπλησίοις, πίλοις δὲ τὰ πολλὰ χρώμενοι, οὔτε ᾗ περὶ Σαρματίαν οἰκοῦντες, οὔτε ἱματίοις ἀπὸ ἐρίων, ὅτι μὴ λινοῖς νομίζουσι. διήκει δὲ ἡ ἀγορὰ τούτων τῶν Σκυθῶν καὶ τοῦ μεγάλου βασιλέως ἐπὶ ὁδὸν πεντεκαίδεκα ἡμερῶν, ὥστε ἐπινέμεσθαι τὴν χώραν ἐς τὸ ἐπιτηδειότατον σφίσι καταστάντες, καὶ κατ' ὀλίγους διεσκεδασμένοι, ἀφ' ἑκατέρου πλαγίου καθιστάμενοι ἐφ' ἑνός· τήν τε ἀγορὰν ποιοῦνται ἐπὶ μήκιστον, καὶ διανέμονται τὴν χώραν, τοῖς ὑποζυγίοις ἄφθονον παρεχόμενοι, καὶ αὐτοί τε ἐς τάξιν τὴν ἀρίστην ὑπὸ σφῶν νομιζομένην καθιστάμενοι. κατ' αὐτὸν δὲ μόνον τὸν βασιλέα καὶ τοὺς ταύτῃ ἀρίστους ἐπὶ κύκλους καταστάντες, καὶ περιόδους ποιούμενοι, βασίλειά τε παρέχουσι τῷ βασιλεῖ ἀπὸ ξύλων κατεσκευασμένα. ἐπιδιελόμενοι δὲ εἰς μοίρας ταύτην σύμπασαν τὴν ἀγοράν, ἄρχοντάς τε ἐφιστᾶσι τούτων, καὶ ἐπειδὰν παραγγέλῃ βασιλεύς, χωροῦσιν, ἐφ' ὅ τι ἂν γένηται χρεία. Τότε μὲν οὖν, ὡς ἐστρατεύετο Τεμήρης ἐλαύνων τὸν τῆς Ἀσίας στρατόν, καὶ ἐπύθοντο ἐπὶ σφᾶς στρατευόμενον, βασιλεὺς μέντοι τήν τε ἀγορὰν σύμπασαν ἐς στρατὸν ποιησάμενος ἐστρατοπεδεύετο, ἐπὶ πολλοὺς τὸ βάθος ποιησάμενος. καὶ αὐτὸς μὲν ταύτῃ ταξάμενος ἴετο ὁμόσε ἐπὶ τοὺς πολεμίους, μοῖραν δὲ προέπεμψε τὴν πάροδον καταληψομένους, ᾗ ἔμελλε διαπορεύεσθαι Τεμήρης ὁ βασιλεύς, καὶ διακωλῦσαι ἐκέλευεν, ὅποι δύναιντο, ὡς κράτιστα μαχομένους τῷ Τεμήρῃ. οὗτος μὲν δὴ παραλαβὼν τὴν μεθ' ἑαυτοῦ μοῖραν, Τεμήρης δὲ ὡς ἐπῄει τὸν στρατόν, εὐθὺ Τανάϊδος ἐπορεύετο, ἐν δεξιᾷ ἔχων τὸν Καύκασον. ἐπεὶ δὲ εἰσέβαλεν ἐς τὴν Σκυθικήν, εὗρε τοὺς Σκύθας ἐστρατοπεδευμένους. καὶ ὡς ᾔσθοντο ἐπιόντα, παρετάσσοντο ὡς ἐς μάχην. καὶ αὐτός τε ἀντιπαρετάσσετο, καὶ μάχην μέν τινα ἐποιήσαντο ἐν τῇ παρόδῳ, καὶ οὐδὲν πλέον ἔσχε Τεμήρης ἐν τῇ μάχῃ ταύτῃ. μετὰ δέ, ὡς ἐπηυλίσατο, τῇ ὑστεραίᾳ αὖθις παρετάσσετο, καὶ ἐμαχέσαντο καὶ ἐξεκρούσαντο αὐτόν, ὥστε μηδ' ὁπωσοῦν ἐξεῖναι αὐτὸν παριέναι εἴσω καὶ ἐσβάλλειν ἐς τὴν χώραν. καὶ αὐτοῦ τε διέφθειρε τοῦ στρατεύματος αὐτοῦ οὐκ ὀλίγους ὑπὸ τῶν Σκυθῶν. μετὰ δέ, ὡς οὐχ οἷός τε ἐγένετο εἴσω παρελθεῖν διακωλυόμενος, ἀπήγαγε τὸν στρατὸν καὶ ἀνεχώρει ἐπ' οἴκου. Τοῦ δ' ἐπιγενομένου θέρους στρατιὰν ὡς μεγίστην συλλέξας, καὶ ἐπὶ Αἴγυπτον ἐν νῷ ἔχων στρατεύεσθαι, μετὰ δὲ συστρέψας, ἤλαυνεν αὖθις ἐπὶ Σκύθας, σταθμοὺς ἐλαύνων ὡς μεγίστους. καὶ ἔφθη τε δὴ ἐσβαλὼν ἐς τὴν Σκυθικήν, καὶ συνέμιξε μοίρᾳ τινὶ αὐτοῦ ἐπὶ τὴν ἔφοδον ἐπειγομένοις, καὶ συμβαλὼν αὐτῇ ἐτρέψατο. οὐ μέντοι γε ἀπεγένετο, ὅ τι καὶ ἄξιον λόγου, ἐν ταύτῃ τῇ συμβολῇ. οἱ γὰρ Σκύθαι μέγιστον δὴ τοῦτο ἔχουσιν ἀγαθόν· ἐν τῇ τροπῇ συστρεφόμενοι αὖθις ἐλαύνουσιν ἐπὶ τοὺς πολεμίους, οὐδέν τι κατὰ τὴν τροπὴν χαλεπὸν ὑφιστάμενοι, μετὰ δέ, ὡς ἐπὶ τὸν βασιλέα Σκυθῶν ἤλασε, παρετάξατό τε εἰς μάχην, καὶ οἱ Σκύθαι νυκτὸς ἀπεχώρουν ὡσεὶ σταδίους εἴκοσι καὶ ἑκατόν. ὡς δὲ ἐπῄει Τεμήρης, διημερεύων ἐπήλαυνε, νυκτὸς αὖθις ἀπεχώρουν οἱ Σκύθαι, ὥστε δὴ ταῦτα ποιούμενος ἔκαμνε τῷ Τεμήρῃ ὁ στρατός, καὶ προεκαλεῖτο ἐς μάχην τῶν Σκυθῶν βασιλέα. μετὰ δὲ ταῦτα στρατοπεδευσάμενος ἐς τὴν ὑστεραίαν παρετάξατο κατὰ ἴλας. Τεμήρης δὲ παρετάσσετο ἐπὶ πολὺ τὸ βάθος, ἔχων ἐπὶ τὸ δεξιὸν Χαϊδάρην σὺν τοῖς Μασσαγέταις, ἐπὶ δὲ τὸ εὐώνυμον τὸν παῖδα αὐτοῦ Σαχροῦχον σὺν τοῖς Πέρσαις τε καὶ Ἀσσυρίοις, καὶ Χαταΐων, ὅσοι εἵποντο. ἐπεὶ δὲ συνέμισγον ἀλλήλοις τὰ στρατεύματα, καὶ ἐμάχοντο, μάχης τε καρτερᾶς γενομένης οὐδέν τι πλέον ἔσχον οἱ Σκύθαι. μετὰ δέ, ὡς ὠσάμενοι εἴχοντο τοῦ ἔργου ἐντονώτερον οἱ Σκύθαι, οὐδ' ὣς ἐτρέψαντο τὸν Τεμήρεω στρατόν, ἀπετράποντο, καὶ ἀπέβαλον ἐν ταύτῃ τῇ μάχῃ οὐκ ὀλίγους. καὶ ἔπεσον ἀπὸ τοῦ στρατοῦ τῶν Περσῶν οὐκ ὀλίγοι. ὕστερον μέντοι, ὡς οὐδὲν ἔπρασσον οἱ Σκύθαι μαχόμενοι τῷ Τεμήρεω στρατῷ, ἤλαυνον ἐς τὸ πρόσω ἐχόμενοι, ὡς ἐντὸς τῆς χώρας τοὺς πολεμίους ἀποληψόμενοι. ὁ μέντοι Τεμήρης συστραφεὶς ἤλαυνέ τε αὐτὸς τὰ ἔμπαλιν γενόμενος, καί πως ἔφθη ἐς τὸν Τάναϊν ἀφικόμενος. μετὰ δὲ ταῦτα ἐς τὴν Ἰβηρίαν τὴν ἐν τῇ Ἀσίᾳ ἀφικόμενος ἀπεχώρει διὰ τῆς Κολχίδος, τὸν Φᾶσιν αὐτοῦ διαβὰς ποταμόν, τὸν ἀπὸ Καυκάσου ῥέοντα ἐπὶ Εὔξεινον πόντον. ἐσβαλὼν δὲ ἐς τὴν Ἀρμενίων χώραν ἀπήλαυνεν ἐπὶ Χεσίης. ἐπεπράγει δὲ οὕτω αὐτοῦ τὸ στράτευμα ἐς τὴν ἐπὶ Σκύθαις ταύτην ἔλασιν. τῷ δὲ τρίτῳ ἔτει παρασκευασάμενοι οἱ Σκύθαι ὡς ἀμυνούμενοι βασιλέα Τεμήρην, ἤλασάν τε καὶ ἐπέδραμον χώραν τὴν ὑπὲρ τοὺς Ἀσσυρίους. ἐπρεσβεύετο μὲν οὖν ὕστερον περὶ σπονδῶν πρός τε τὸν βασιλέα τοῦ Οὐρδὰν καὶ πρὸς σύμπασαν τὴν ἀγοράν, ἐπιγαμίαν τε ὑπισχνούμενος, καὶ σπονδάς τε ἐποιήσαντο, ἐφ' ᾧ ξένους τε καὶ φίλους εἶναι ἀλλήλοις. Ὡς δὲ τὰ πρὸς τοὺς Σκύθας καθίστη, ἤλαυνεν ἐπὶ Συρίαν κοίλην. ἐλάσας δὲ ἐπὶ Δαμασκὸν τήν τε πόλιν ἐπολιόρκει, καὶ μηχανὰς προσφέρων τῷ τείχει εἷλε τε κατὰ κράτος τὴν πόλιν καὶ ἠνδραποδίσατο, πόλιν μεγίστην δὴ τότε οὖσαν καὶ εὐδαιμονεστάτην, καμήλους τε ἐντεῦθεν ἀπήγαγεν ἐς ὀκτακισχιλίους τὰς πάσας. ὄλβον δὴ μέγιστον ἐν ταύτῃ τῇ πόλει ληϊσάμενος ἀπήλαυνεν ὀπίσω ἐπ' οἴκου, λείαν τε πολλὴν καὶ εὐδαίμονα ἀγόμενος. ἐπρεσβεύετο μέντοι καὶ πρὸς τὸν τῆς Μέμφιος βασιλέα, Σουλδάνον οὕτω δὴ ἐξόχως καλούμενον, καὶ ἠξίου κοίλης Συρίας ὑποχωρῆσαί οἱ, ὥστε ἐς σπονδάς τε ἰέναι αὐτῷ καὶ εἰρήνην ἐπὶ τούτῳ ποιεῖσθαι. ὡς δὲ προπέμποντι οὐ προεχώρει, ἤδη παρασκευασάμενος, ἑλών τε καὶ ἀνδραποδισάμενος τὴν Δαμασκὸν πόλιν εὐδαίμονα, ἀπεχώρει δι' αἰτίαν, ἥν τινα ἐς τὸ πρόσω τοῦ λόγου ἰὼν σημανῶ. Ὁ δὲ τῆς Μέμφιος βασιλεὺς χώρας τε ἄρχει οὐκ ὀλίγης καὶ εὐδαίμονος· ἀπὸ Ἀράβων ἀρξάμενος Συρίαν τε κοίλην καὶ Παλαιστίνην καὶ σύμπασαν δὴ Αἴγυπτον ὑφ' αὑτῷ ἔχει. βασιλεὺς δὲ καθίσταται τῆς Μέμφιος καὶ τῆς ἀρχῆς τῆσδε τρόπῳ τοιῷδε. ὅσοι τῶν ἀνδραπόδων ἀρετῆς τι μεταποιοῦνται ἐν ταύτῃ τῇ χώρᾳ, ὑπὸ βασιλέως καθίστανται ἐς τοὺς στρατιώτας. εἰσὶ δὲ οὗτοι δορυφοροῦντες βασιλέα, ἀμφὶ τοὺς δισμυρίους, Μαμαλούκιδες καλούμενοι. ἀπὸ τούτων δέ, ὅσοι ἐπίσημοι ἐπὶ τὸ κατεργάζεσθαι ὁτιοῦν τῶν ὑπὸ βασιλέως τεταγμένων, οὗτοι ἐς τὰς ἀρχὰς κατὰ βραχὺ καθιστάμενοι ἐπὶ μεῖζον χωροῦσι τύχης ἅμα κἀπὶ βασιλέως, καὶ ἐς τὰ πρῶτα τιμῆς ἀξιούμενοι ἐπὶ τοὺς καλουμένους Μελικαμηράδας καθίστανται, ἀφ' ὧν δὴ τῆς χώρας ἐπ' αὐτὴν ἤδη χωροῦσι τὴν βασιλέως χώραν, καὶ ἐπὶ τὴν τῆς Μέμφιος ἀρχὴν καὶ συμπάσης τῆς τε Αἰγύπτου Ἀραβίας τε καὶ Παλαιστίνης καὶ τῶν ἄλλων ἀρχῶν, ὅσαι ὑπὸ τούτῳ τῷ βασιλεῖ τάττονται. Μελικαμηράδες εἰσὶν ἀρχαὶ ἐς τὰς πόλεις τὰς ὑπὸ τήνδε τὴν βασιλείαν ἐπισήμους, ἄρχοντες καθιστάμενοι ὑπὸ βασιλέως. τὴν δὲ πόλιν ταύτην τῆς Μέμφιος μεγίστην δὴ πασῶν τῶν κατὰ τὴν οἰκουμένην πόλεων ἔστε τὴν ἄλλην εὐδαιμονίαν καὶ τὸ πλῆθος τῶν ἀνθρώπων. ὅ τε γὰρ περίβολος ταύτης τῆς χώρας ἐς ἑπτακοσίους μάλιστα σταδίους διήκων. εὐνομεῖται δὲ κάλλιστα πασῶν δὴ, ὧν ἡμεῖς ἴσμεν, πόλεων. οἰκίας δὲ ἔχειν καλλίστας λέγεται ἐς τὰς πεντήκοντα μυριάδας. ῥεῖ δὲ διὰ μέσης τῆς πόλεως Νεῖλος ποταμός, κράτιστον ὕδωρ παρεχόμενος, ῥέων ἀπὸ ἀργυροῦ ὄρους. Αἴγυπτον δὲ σύμπασαν ἀρδεύει ἐς τὰ κάλλιστα κατὰ τὰς διώρυχας ὑπὸ τῶν ἑκασταχῇ χωρῶν κατεσκευασμένων, ὥστε τὴν χώραν ἄρδειν ἐπιτηδείως ἔχειν. οἰκοῦσι δὲ τὴν χώραν ταύτην Μονοθελῆται καὶ Ἰακωβῖται, ἔθνη τε οὐκ ὀλίγα, καὶ τῶν ἐς τὴν τοῦ Ἰησοῦ τοῦ θεοῦ θρησκείαν τελούντων τε καὶ φρονούντων ἄλλων ἄλλῃ, οὔτε κατὰ τοὺς Ρωμαίους, οὔτε κατὰ τὰ Ἕλλησι δεδογμένα ἐς τὴν θρησκείαν φρονοῦντες· ἀλλ' ὅσοι μέν εἰσιν Ἀρμένιοι πλεῖστοι ἀνὰ τὴν χώραν ταύτην, Μονοθελῆται δὴ καὶ Ἰακωβῖται καὶ Μανιχαῖοι πάμπολλοι. διήκει δὲ ἡ χώρα τοῦ τῆς Μέμφιος βασιλέως ἀπὸ Λιβύης ἔστε πόλιν Χαλεπίην οὕτω καλουμένην κατὰ τὴν Ἀσίαν· νομίζεται δ' οὗτος ὁ βασιλεὺς ὑπό τε τῶν ἐν τῇ Ἀσίᾳ ἐθνῶν καὶ ὑπὸ τῶν τῆς Λιβύης καὶ δὴ καὶ ὑπὸ τῶν ἐν τῇ Εὐρώπῃ ἀρχιερεύς τε τὰ ἐς τὴν θρησκείαν αὐτῶν καὶ τὰ ἐς τοὺς νόμους τοῦ Μεχμέτεω, παμπόλλων αὐτοῦ ταύτῃ διδασκομένων τοὺς τῆς θρησκείας αὐτοῦ νόμους, καὶ ὡς ἀπὸ τῶν παλαιοτέρων ἀρχιερεύς τε ἐνομίσθη, καὶ γράμμασι τοῖς τούτων ἀποδείκνυσθαι ἀκριβέστατα δὴ τὸν τοῦ Μεχμέτεω νόμον. τὸν δὲ τάφον Ἰησοῦ κατὰ τὴν Παλαιστίνην κατέχοντες μέγα τε ἀποφέρονται κέρδος, καὶ ἄρχοντες μέγιστοι δὴ τοῦ βασιλέως οἴκου ἐς φυλακὴν τοῦ σήματος καθίστανται. διήκει δὲ Αἴγυπτος ἀπὸ Φάρου τῆς Ἀλεξανδρείας ἔστε Ἰτουραίαν χώραν, ἐπὶ σταδίους μάλιστά πη.... ὁ δὲ Νεῖλος ὁ τῆς Αἰγύπτου ποταμὸς ἐκδιδοῖ ἐς θάλασσαν πρὸς βορρᾶν ἄνεμον κατὰ Ἀλεξάνδρειαν τῆς Αἰγύπτου. Ἐντεῦθεν ἄρχεται ἡ Παλαιστίνη διήκουσα ἔστε ἐπὶ κοίλην Συρίαν. ἐν ταύτῃ δ' ἔστι τὸ τοῦ κυρίου Ἰησοῦ σῆμα, κατὰ τὴν Ἱεροσολύμων πόλιν, ἣ δὴ κατέσκαπται. καὶ αὗται μὲν παράλιαι χῶραι· κοίλη δὲ Συρία διήκει ἐπὶ Ἀραβίαν ἐπὶ τὴν ἐρυθρὰν θάλασσαν τῷ πρὸς ἕω ἰόντι. διαβάντι δὲ τὴν θάλασσαν ψάμμος τε δέχεται αὐτοῦ ταύτῃ διαπορευομένων ἐπὶ τὸ σῆμα τοῦ Μεχμέτεω. αὕτη δ' ἡ χώρα βασιλέως τῆς Μέμφιος οὖσα, πρὸς δὲ καὶ ἡ Φοινίκη. δύναμις δέ ἐστι τῷ βασιλεῖ τῷδε κατὰ θάλασσαν ἀξιόχρεως, ἔνθα δὴ ἐφίσταται Σάμος, πλοῖα τε καὶ τριήρεις. Κύπρον τε ὑπηγάγετο, καὶ ἐπὶ Ρόδον καὶ Κύπρον πέμψαι τά τε πλοῖα καὶ στρατὸν σὺν αὐτοῖς. διαπλεύσας δὲ τήν τε πόλιν ἐπολιόρκει, καὶ τὴν νῆσον ληϊσάμενος προσέβαλέ τε τῷ τείχει ἐπὶ ἡμέρας ἱκανάς· καὶ ὡς οὐδὲν προὐχώρει ἡ τῆς πόλεως αἵρεσις, ἀπεχώρησεν ἐπ' οἴκου. τὴν μέντοι Κύπρον ὑπηγάγετο, καὶ τόν τε βασιλέα Κύπρου ἄγων τε ᾤχετο· ἀφ' οὗ δῆτα χρόνου φόρον τε ἀπάγει ἡ Κύπρος τῷδε τῷ βασιλεῖ. δοκεῖ δὲ ἡ νῆσος αὕτη ὑπὸ τόνδε γενέσθαι τὸν βασιλέα τὸ παλαιόν. Κελτοὶ δὲ ὡς ἀφίκοντο ἐπὶ τὸ τοῦ Ἰησοῦ τοῦ θεοῦ σῆμα, δουλωσάμενοι τήν τε νῆσον ταύτην ὑπηγάγοντο σφίσι, στόλον ἐπαγόμενοι καὶ δύναμιν ἀξιόχρεων. ᾗ καὶ Ἑνετοὶ Ἀμαθοῦν πόλιν εὐδαίμονα χειρωσάμενοι ἐπὶ συχνόν τινα χρόνον διακατεῖχον, ὁρμητήριον τῆς πρὸς Αἴγυπτον ἐμπορίας αὐτῶν. καὶ τὸ ἐντεῦθεν ἀπὸ Κελτῶν βασιλεῖς διαγενόμενοι βασιλεύουσιν ἐν ταύτῃ τῇ νήσῳ. νέμονται μέντοι καὶ οἱ Ἄραβες μέρος τι τῆς νήσου ταύτης καὶ πόλιν καλουμένην Ἀμμοχώστην. τῷ μὲν οὖν βασιλεῖ Μέμφιός τε καὶ Αἰγύπτου πόλεμός τέ ἐστι πρὸς τοὺς ἐν τῇ Ἀραβίᾳ καὶ πρὸς τοὺς ἀπὸ τῆς Λιβύης, διαφερομένους περὶ γῆς ὅρων, μαχεσαμένῳ τά τε ἄλλα καὶ δὴ διὰ Χαλέπιον. Χαλέπιον δὲ πόλις αὐτοῦ ἐν τῇ Ἀσίᾳ μεγάλη τε καὶ εὐδαίμων, καὶ ἐμπορίαν παρεχομένη τῆς τε Ἀσίας καὶ Αἰγύπτου καὶ Ἀραβίας. ἵππους δὲ ἐκφέρει ἡ χώρα αὕτη γενναίους. δοκεῖ δὲ καὶ ἥ τε Αἴγυπτος καὶ ἡ πρὸς Λιβύην χώρα φέρειν ἵππους τε ἀγαθοὺς καὶ καμήλους. Τὴν μέντοι Χαλεπίην πόλιν Τεμήρης, ὅτε δὴ καὶ ἐπὶ Δαμασκὸν ἐστρατεύετο, ὑπηγάγετο, καὶ κοίλης Συρίας οὐκ ὀλίγην χώραν καταστρεψάμενος ἀπεχώρει δι' αἰτίαν τήνδε. ὁ γάρ τοι τῆς Χαταΐης βασιλεὺς τῶν ἐννέα καλούμενος, οὗτος δ' ἂν καὶ ὁ τῆς Ἰνδίας βασιλεύς, διαβὰς τὸν Ἀράξην τήν τε χώραν ἐπέδραμε τοῦ Τεμήρεω, καὶ ἀνδράποδα ὡς πλεῖστα ἀπάγων ᾤχετο αὖθις ἐπ' οἴκου ἀποχωρῶν. ἤγαγε δὲ στρατόν, ᾗ λέγεται, ἐς τεσσαράκοντα καὶ ἑκατὸν μυριάδας. Τεμήρης δὲ ὡς ἤλαυνε τὴν ταχίστην, τῆς μὲν χώρας ὑφιέμενος, τῷ δὲ τάχει ἐπειγόμενος διαφυλάξαι, ὅσα τε ἦν αὐτῷ ὁμοροῦντα, τὴν Χαταΐων χώραν, καὶ ἐν τῇ Περσῶν αὖθις καὶ Καδουσίων ἀρχῇ οὐκ ἔφθη καταλαβὼν τὸν βασιλέα. ἐντεῦθεν διαπρεσβευσάμενος, σπονδάς τε ἐποιήσατο, ἐν νῷ ἔχων ἐπὶ Παιαζήτην τὸν Ἀμουράτεω στρατεύεσθαι. ἐποιήσατο οὖν σπονδάς, ἐφ' ᾧ ἀπάγειν φόρον ἱκανὸν ὑπὲρ τῆς τῶν Μασσαγετῶν χώρας, ἣν καταστρεψάμενος εἶχεν. Ὡς δὲ πρὸς τοῦτον σπονδάς τε ἐποιήσατο καὶ εἰρήνην, ξυνηνέχθη αὐτῷ τὰ ἐς τοὺς ἀπὸ τῆς κάτω Ἀσίας Τούρκων ἡγεμόνας ἀφῖχθαί τε παρ' ἑαυτόν, καὶ τὰ περὶ τὴν Μελιτήνην. ἐπολιορκήσαντο ταύτην τῷ Παιαζήτῃ. παρασκευασάμενος δὲ στρατὸν μέγιστον ἤλαυνεν ἐπὶ Σεβάστειαν, πόλιν τῆς Καππαδοκίας εὐδαίμονα. δοκεῖ δὲ αὕτη ἡ πόλις βασίλεια γενέσθαι τοῦ πρότερον βασιλέως Τούρκων, καὶ ἀπὸ ταύτης ὁρμωμένους τοὺς Τούρκους τὸ παλαιὸν χώραν ὑπαγομένους τῆς τε Ἀσίας οὐκ ὀλίγην, ἐς τὸν Ἑλλήσποντόν τε καὶ ἀντικρὺ Βυζαντίου χώραν τὴν ἐς τὴν Ἀσίαν ἐπιδραμεῖν χειρὶ πολλῇ ἀφικομένους. Τεμήρης μὲν οὖν ὡς ἀφίκετο, ἐπολιόρκει τὴν πόλιν· Παιαζήτης δὲ ἀπῆν τότε, ἐπὶ Λεβάδειαν τῆς Βοιωτίας καὶ ἐπὶ Πελοπόννησον καὶ Θετταλίαν στρατευόμενος. κατέλιπε δὲ ἐν τῇ Σεβαστείᾳ στρατόν τε τὸν τῆς Ἀσίας καὶ παῖδα Ὀρθογρούλην, καὶ ταύτῃ καταστησάμενος αὐτὸς μὲν ἐπὶ Πελοπόννησον ἐστρατεύετο. ἔνθα δὴ πυθομένῳ, ὡς Τεμήρης ἐλάσας πολιορκοίη Σεβάστειαν, ἤλαυνε τὰ ἔμπαλιν γενόμενος, καὶ οὐκ ἐξεγένετο αὐτῷ ἐσβαλεῖν ἐς τὴν Πελοπόννησον. ἐπειγόμενος δὲ τὴν ἐπὶ τὴν Ἀσίαν πορείαν ἐπύθετο ἁλῶναί τε τὴν πόλιν καὶ ἀνδραποδισάμενον οἴχεσθαι αὖθις ἀπιόντα ἐπὶ Χεσίης. ὡς γὰρ δὴ προσέβαλεν ἐπὶ ἡμέρας ἱκανάς, οἱ ἀπὸ τῆς πόλεως ἐξεκρούσαντο τὸν Τεμήρεω στρατόν. ἐνταῦθα ἔχων μεθ' ἑαυτοῦ ὀρυκτὰς ἐς ὀκτακισχιλίους τὸν ἀριθμόν, ὑπώρυσσον ὑπὸ τὴν γῆν ὀρύγματα φέροντα ἐς τὸ τεῖχος τῆς πόλεως ἁπανταχῇ. καὶ ἔνια μὲν οἱ τῆς πόλεως ᾔσθοντό τε, καὶ ἀντορύσσοντες καὶ αὐτοὶ ἐξεκρούσαντο· τὰ δὲ πλέω ἠνύετο αὐτῷ ἅτε πολυχειρίᾳ ἐργαζομένων. ὡς δὴ ἤδη τὰ τείχη ὀρώρυκτο καὶ ἐπὶ ξύλων ἤδη ἦν μετέωρα, πῦρ ἐνιέντες κατεβλήθη τε τὰ τείχη αὐτόματα, καὶ ἐπιπεσόντες ἐνταῦθα οἱ τοῦ Τεμήρεω στρατιῶται εἰσέπιπτον ἐς τὴν πόλιν, καὶ οὕτω κατέσχον αὐτήν. καὶ τοὺς μὲν ἄνδρας, παρεγγυήσαντος τοῦ βασιλέως, αὐτίκα ἑλόντες τὴν πόλιν διεχρήσαντο· παῖδας δὲ καὶ γυναῖκας τῆς πόλεως ἐς ἕνα χῶρον ἀγαγὼν τήν τε ἵππον ἐπαφεὶς κατεχρήσατο, ὥστε μηδένα τῶν τῆς πόλεως, μήτε ἄνδρα, μήτε γυναῖκα, μήτε παῖδα, περιγενέσθαι, οἰκτρότατα δὲ ξυμπάντων τῶν ἐν τῇ πόλει θανόντων. λέγεται δὲ γενέσθαι ἀνθρώπους ἀμφὶ τὰς δώδεκα μυριάδας. πρὸς δὲ καὶ ἐλεφαντιώντων ἐν ταύτῃ τῇ πόλει πλῆθος εὑράμενον λέγεται κελεῦσαι ἀνελεῖν. τούτους μὲν οὖν, ὅπῃ ᾔσθετο περιόντας, οὐκέτι εἴα ζῶντας περινοστεῖν, ἀλλ' ὡς ᾔσθετο, τοῦ ζῆν ἀπήλλαττεν, οὐ θέμις εἶναι φάσκων εἰς τοιαύτην γενομένους τύχην περιιέναι τούς τε λοιποὺς τῶν ἀνθρώπων διαφθείροντας καὶ αὐτοὺς ὡς τὰ πολλὰ παραπαίοντας. λέγεται δὲ ταύτης τῆς πόλεως τὴν συμφορὰν ὑπερβαλέσθαι τὰς πώποτε γενομένας τῶν πόλεων ξυμφοράς. Ὀρθογρούλην δὲ τὸν παῖδα Παιαζήτεω συλλαβὼν ζῶντα ἐπὶ ἡμέρας περιῆγε, μετὰ δὲ ταῦτα ἀνελεῖν ἐκέλευσε. Παιαζήτης δὲ ὡς ἐπύθετο ἕκαστα μετ' οὐ πολύ, ἅτε δὴ ἡ πόλις ἁλοῦσα διεφθάρη, καὶ ὁ παῖς αὐτοῦ μετ' οὐ πολὺ ἤγγελτο τελευτῆσαι ὑπὸ βασιλέως Τεμήρεω, ξυμφορᾷ τε ἐχρῆτο ὡς μάλιστα καὶ ἐν πένθει ἦν. διαβάς τε γὰρ δὴ ἐς τὴν Ἀσίαν, ὡς βοσκόν τινα ἑωράκει αὐλοῦντα, λέγεται δὴ εἰπεῖν, ἐπιδηλώσαντα τὸ πάθος αὐτῷ, οἷον ἦν, "αὐλεῖ δὴ ᾠδήν, οὔτε Σεβάστειαν ἀπώλεσεν, οὔτε παῖδα Ὀρθογρούλην." ἦν γὰρ δή, ὡς λέγεται, Ὀρθογρούλης τῶν ἡλίκων τὰ πάντα κράτιστος, καὶ ἐξηγήσασθαι ἐπὶ πόλεμον ἱκανός· διὸ δὴ καὶ ἐν τῇ Ἀσίᾳ κατέλιπεν αὐτόν, ἐπιτρέψας τὴν ἀρχὴν αὐτῷ, ᾗ δοκοίη αὐτῷ ἐς τὸ ἐπιτηδειότατον καθιστάναι. Κατὰ μὲν οὖν τὴν ἐς τὴν Σεβάστειαν ἔλασιν Τεμήρεω τοσαῦτα ἐγένετο· μετ' οὐ πολὺ δὲ καὶ ἡ πρεσβεία ἐφίκετο παρὰ τὸν Λαίλαπα Παιαζήτην, καὶ ἐκέλευσεν αὐτὸν ἀποδοῦναι τε τὴν χώραν τοῖς ἡγεμόσι, καὶ τάς τε δισχιλίας καμήλους βουτύρου, καὶ σκηνὰς δὴ δισχιλίας, αἷς εἰώθασιν οἱ νομάδες ἀνὰ τὴν Ἀσίαν χρῆσθαι, καὶ ἐν τοῖς ναοῖς τοῖς ὑπὸ τὴν Παιαζήτεω ἀρχὴν μνημονεύεσθαι αὐτὸν ὡς βασιλέα, καὶ νομίσματι δὲ χρῆσθαι τῷ βασιλέως Τεμήρη ἐς σύμπασαν τὴν ἀρχὴν αὐτοῦ, καθελόντα τὸ ἑαυτοῦ νόμισμα. πρὸς δὲ καὶ τῶν παίδων αὐτοῦ ἕνα ᾐτοῦντο παραγίνεσθαι ἐς τὰς Τεμήρεω θύρας. καὶ ἢν ταῦτα ποιῇ, φίλον τε καὶ ἐπιτήδειον ἔσεσθαι Τεμήρεω βασιλέως· ἢν δὲ μὴ ποιήσῃ, χρῆσθαι αὐτῷ ὡς πολεμίῳ βασιλέα Τεμήρην. ᾗ δὲ δὴ λέγεται θυμωθέντα τὸν Παιαζήτην ἐκεῖνο δὴ τὸ ἔπος εἰπεῖν, ὃ καὶ πρότερόν μοι δεδήλωται, ὡς ἢν μὴ ἐπικαταβὰς ἀφίκοιτο ἐπ' αὐτόν, τὴν γυναῖκα αὐτοῦ ἐς τρὶς ἀποπεμψάμενον ἀπολαβεῖν αὖθις· ὃ δὴ αἰσχύνην φέρει μεγάλην, εἰρῆσθαι ὁτῳοῦν τὸ ἔπος τοῦτο. Προθέμενος μὲν οὖν τὰ παρὰ τῆς πρεσβείας αὐτοῦ τὸ Παιαζήτεω ἔπος ὁ Τεμήρης οὐκέτι ἐς ἀναβολὴν ἐποιεῖτο τὴν ἔλασιν, καὶ αὐτίκα παρασκευασάμενος στρατὸν τόν τε παρ' ἑαυτῷ Σκυθῶν τῶν νομάδων καὶ Τζαχαταΐδων, ἐς ὀγδοήκοντα, ὡς λέγεται, μυριάδας, ἤλαυνεν ἐπὶ Παιαζήτην διὰ Φρυγίας τε καὶ Λυδίας τὴν πορείαν ποιούμενος. Παιαζήτης δὲ ὡς ἐξορκώσας Τεμήρην, ἢν μὴ ὡς ἠδύνατο κράτιστα παρεσκευασμένος ἐπῄει, συναγείρας στρατὸν ὡς ἠδύνατο μέγιστον, συμπαραλαβὼν καὶ τοὺς Τριβαλλοὺς αὐτοῦ δορυφόρους, ἐς μυρίους μάλιστά που γενομένους τούτους, ἐφ' οἷς δὲ μέγα ἐφρόνει ὡς, ὅποι παρατυγχάνοιεν, ἀνδρῶν ἀγαθῶν γενομένων, καὶ προθέμενος ὡς Ἀλέξανδρος ὁ Φιλίππου τοὺς Μακεδόνας ἔχων μεθ' ἑαυτοῦ καὶ ἐς τὴν Ἀσίαν διαβάς, Δαρεῖον αἰτιασάμενος τῆς ἐς τοὺς Ἕλληνας Ξέρξεω ἐλάσεως, τῷ ἑαυτοῦ ἐλάσσονι δὴ στρατῷ ἐπιὼν κατεστρέψατο, καὶ τὴν Ἀσίαν ὑφ' αὑτῷ ἐποιήσατο, ἔστε ἐπὶ Ὕφασιν τῆς Ἀσίας ἐληλάκει· ἐπίστευε δὲ καὶ αὐτὸς τῷ ἑαυτοῦ στρατεύματι ἐπιὼν καθαιρήσειν ταχὺ πάνυ τὴν Τεμήρεω βασιλείαν καὶ ἐπὶ Ἰνδοὺς ἀφικέσθαι. παραλαβὼν δὴ οὖν τό τε Εὐρώπης καὶ Ἀσίας στράτευμα, ἐς δώδεκα μυριάδας, ἴετο ὁμόσε ἐπὶ τὸν Τεμήρην, φθῆναι αὐτὸν βουλόμενος ἐν τῇ χώρᾳ ἐστρατοπεδευμένον πρὸς τῷ Εὐφράτῃ, ἐν νῷ ἔχων βασιλεῖ Τεμήρῃ μαχέσασθαι. Τεμήρης δὲ ἐπῄει διὰ Φρυγίας ἐλαύνων. Παιαζήτης δὲ διὰ τῆς Καππαδοκίας ἐπείγετο, φθῆναι αὐτὸν πρὸς τῷ Εὐφράτῃ κατὰ τὴν Ἀρμενίων χώραν βουλόμενος. ὡς δὲ ἐν τῇ Ἀρμενίων γενόμενος χώρᾳ ἐπύθετο Τεμήρην ἤδη ἐν τῇ ἑαυτοῦ ἀναστρέφεσθαι χώρᾳ, διὰ Φρυγίας ἐλάσαντα, τὰ ἔμπαλιν γενόμενος ἐπορεύετο εὐθὺ Φρυγίας, ὡς δὴ καὶ Τεμήρην αὐτὸν ἴεσθαι ἐπυνθάνετο. ταχὺ δὲ ἐπειγομένων ἠνύετο ὁ δρόμος, ὥστε τὰ στρατεύματα αὐτοῦ πολλὴν διανύσαντα πορείαν δι' ὀλίγου ἔκαμνέ τε χαλεπῶς φέροντα, καὶ ἤχθετο αὐτῷ, ὅτι μὴ ἐν δέοντι ἐχρήσατο τῇ ἑαυτοῦ τόλμᾳ. ξυνέβαινε δὲ καὶ τῷ μηδενὶ ἐπιτρέπειν τοῦ στρατοῦ ἐπὶ πυροὺς καὶ κριθὰς ἐπὶ Προύσης, ὥρα ἦν παραβάλλειν τὸν ἵππον, χαλεπαίνειν τε αὐτῷ τὰ στρατεύματα καὶ ἀπαγορεύειν. ἀπείρηται γὰρ μηδενὶ ἐξεῖναι εἰς πυροὺς εἰσιέναι· ὅν τινα δ' ἂν λάβοι εἰσελθόντα, ἐτιμωρεῖτο. λέγεται δὲ αὐτῷ ἐστρατοπεδευμένῳ περὶ Καππαδοκίαν πνεῦμα βιαιότατον, ἐπιπνεῦσαν τῷ στρατεύματι αὐτοῦ, τάς τε σκηνὰς ἀπενεγκάμενον ἐπὶ πολὺ ἀποσπᾶσαι καὶ μετεώρους ποιησάμενον καταλαβεῖν, καὶ τοῦτο κατ' αὐτοῦ γενέσθαι οἰωνὸν εἰς τὰ στρατεύματα. μετὰ δὲ ταῦτα ὡς ἀπελαύνοντι ἐπὶ τὴν Φρυγίαν ἐσκήνωτο, τήν τε σκηνὴν αὐτοῦ ἐς τρεῖς συστησαμένους τοὺς ἀμφ' αὐτὸν παῖδας αὐτόματον πεσοῦσαν, εἴτε τῆς γῆς μὴ δυναμένης κατέχειν τὰ σχοινία τῆς σκηνῆς, εἴτε καὶ ἄλλῃ πῃ ξυνέβη τοῦτο· τῇ τε γῇ ἀπειρῆσθαι αὐτῷ, μὴ ἐπιβαίνειν τῆς Φρυγίας, Ἑλλήνων τέ τινες αὐτοῦ παραγενόμενοι ἢ Τριβαλλῶν οἰωνίζοντο. λέγεται μὲν οὖν καὶ πρὶν ἢ ἐπὶ τὴν Ἀσίαν διαβῆναι, Ἀλίη τὸν Χαρατίνεω παῖδα, ἄνδρα δὴ τῶν παρ' ἑαυτῷ τὰ ἐς σύνεσιν οὐδενὸς λειπόμενον, χρηματίσαι αὐτῷ μὴ στρατεύεσθαι ἐπὶ Τεμήρην, τρόπῳ δὲ ὅτῳ δύναιτο ἀσφαλεστάτῳ διαλύεσθαι αὐτῷ τὴν πρὸς Τεμήρην διαφοράν. ἐκέλευε δὲ ἑαυτὸν πέμπειν, καὶ ὑπισχνεῖτο διαλλάξαι τε αὐτῷ βασιλέα Τεμήρην, ᾗ ἂν αὐτὸς βούλοιτο. τὸν δὲ ὑπολαβόντα φάναι, ὡς οὐ τῇ ἐκείνου συνέσει πιστεύων ἀφίκοιτο ἐπὶ μέγα εὐδαιμονίας, ἡγεμόνας τοσούτους καταστρεψάμενον, ἀλλὰ τῇ ἑαυτοῦ ὁρμῇ τε καὶ γενναιότητι· τύχῃ δὲ εἰπεῖν καὶ τόλμῃ ἐπιτραπομένους τῶν βασιλέων πολλούς, καὶ δίχα συνέσεως μεγάλης, ἐπιδείξασθαι ἔργα, συνέσει δὲ τὸ πᾶν ἐπιτρέψαντας αἴσχιστα ἀπολέσθαι. Μετὰ δὲ ταῦτα, ὡς ἐν τῇ Ἀρμενίων ἐγένετο ἐπὶ Τεμήρην στρατευόμενος, ἐβουλεύετο ὡς δὴ κράτιστα τὴν μάχην ποιήσαιτο. μεταπεμψάμενος δὲ τοὺς ἀρίστους ἐς βουλὴν καθίστατο. καί τινων γενομένων ἐπ' ἀμφότερα ταῖς γνώμαις, λέγεται Πραΐμην τὸν Ἀλίεω, μέγιστον δὴ παρὰ τῷ Παιαζήτῃ δυνάμενον, βουλεύοντα λέξαι τοιάδε. "Ὦ βασιλεῦ, ἐπ' ἄνδρας παρασκευάζῃ στρατεύεσθαι τά τε πολέμια λεγομένους εἶναι ἀγαθοὺς ὑπὸ πάντων, ὅσοι δὴ τῆς τε γνώμης αὐτῶν καὶ ἀρετῆς ἐπειράσαντο. τούτοις ἐγὼ εἰς λόγους ὡς τὰ πολλὰ ἀφικόμην, ἐπυθόμην τήν τε ἀρετὴν εἶναι παντὸς λόγου ἀξίαν, καὶ πλῆθος δὴ πολλαπλάσιον τοῦ ἡμετέρου στρατεύματος ἀγγέλλεται ἡμῖν εἶναι τὸ Τεμήρεω στράτευμα· ὥστε κατ' ἄμφω δὴ τούτω οὔτ' ἂν συμβουλεύσαιμι θαρροῦντα τῷ ἡμετέρῳ στρατῷ ἰέναι ὁμόσε ἐς τὸ Τεμήρεω στρατόπεδον. ἀλλ' οὐδέν, εἰ μαχεσάμενοι περιγενοίμεθα, εἴη ἂν ἡμῖν ὄφελος ὁτῳοῦν. εἰ μὲν γὰρ ἐς τὴν ἐκείνων ἐσβάλλοντες ἐμαχόμεθα, ἦν ἂν ὁμοῦ ξύμπαντα ἀγαθά, περί τε τῆς ἀρχῆς ἐκείνου ἀγωνίζεσθαι καὶ περὶ τῆς δυνάμεως. νῦν δὲ καὶ ἢν εἰς μάχην καθιστάμενοι μαχεσώμεθα, οὐδὲν διὰ τοῦτο ἡμῖν ἔσται. ἢν δέ, ὅπερ ἀπεύχομαι, ἐς τοὐναντίον ἡμῖν τὰ πράγματα περιστῇ, σκόπει δὴ ὦ βασιλεῦ ὁποῖον ἀποβήσεταί σοι ἀπὸ τούτου, τήν τε δύναμιν ἅμα καὶ βασιλείαν ἀποβαλόντι. ξυμβαίνει δὴ οὖν σοι μὴ ἀπὸ τοῦ ἴσου ἀγωνίζεσθαι σοὶ κἀκείνῳ. πείθομαι δὲ μηδὲ σύμπαντι τῷ στρατεύματι Τεμήρην βασιλέα, εἰ σωφρονεῖ, τὴν μάχην ποιήσασθαι, ἀλλ' ἐς μοίρας ἱκανὰς διελόμενος αὐτοῦ τὰ στρατεύματα διαπειρᾶσθαι ἡμῶν· καὶ εἰ μὲν τῇ μιᾷ μοίρᾳ ἐναντία ἰόντες περιγενοίμεθα, τῇ ἑτέρᾳ αὖθις μετ' οὐ πολὺ χρησάμενος, ἐς ὃ δὴ ἀπαγορεύειν ἡμᾶς καμόντας μαχομένοις ἐκείνοις· οὐ γὰρ τοιοῦτόν ἐστιν τὸ ἐκείνου στράτευμα, οἷον ἐπειδὰν ἐς χεῖρας ἀφίκηται, αὐτίκα ἐς φυγὴν τραπόμενον οἴχεσθαι· ἀλλὰ καὶ ἐν τῇ τροπῇ βέλτιον ἡμῶν, ἀναλαμβάνειν τε σφᾶς συνιόντας πυνθάνομαι, καὶ ἀναμαχομένους μεγάλα ἀποδείκνυσθαι ἔργα. δοκεῖ οὖν μοι ὁμόσε μέντοι μὴ ἴεσθαι ἐπὶ τὸ Τεμήρεω στράτευμα, διὰ δὲ τῶν ὀρέων πορευομένους ἐφέπεσθαι, ὅτι ἐγγύτατα γενομένους, καὶ ὅποι τε προχωροίη, κακοῦντας ἐν μέρει τὸ ἐκείνου στράτευμα. δῆλα δ' ἂν γένοιτο ταύτῃ, ὡς οὔτε ἐπιδρομῇ χρήσαιτ' ἂν ἔτι τοῦ λοιποῦ ἐφισταμένων ἡμῶν καὶ ἐπισπομένων ἐγγύτατα, σιτίζεσθαί τε οὐκ ἂν ἔτι τοῦ λοιποῦ δύναιτο ἱκανῶς, ὥστε ἀποχρῶντα εἶναι αὐτῷ τὰ ἐπιτήδεια. ἐπειδὰν δ' ἐν τῇ ἐκείνου γενώμεθα ἐπισπόμενοι τῷ Τεμήρῃ στρατεύματι, τηνικαῦτα δὴ ὁρμωμένῳ οἴκαδε τῷ στρατεύματι καὶ ἐχομένῳ τῆς οἴκαδε ὁδοῦ ἐπέχοιμέν τε ἂν καὶ ἀμυνόμενοι μαχεσαίμεθα." Ταῦτα εἰπόντος τοῦ Πραΐμεω, ταύτῃ ἐτράποντο καὶ οἱ λοιποὶ τὴν ψῆφον τιθέμενοι. βασιλεὺς δὲ Παιαζήτης λέγεται εἰπεῖν τάδε. "Τὸ πλῆθος ἔοικεν, ὦ ἄνδρες, ᾗ ἐγὼ τεκμαίρομαι. ὑμᾶς δεδίττεσθαι. ἀλλ' ἐκεῖνο δὴ καὶ ὑμεῖς ἴστε, ὡς πλήθους οὐδὲν ὑγιές ἐστιν, ὅπου ἂν ἀρετὴ παραγένηται. ἴστε δὴ καὶ Ξέρξην τὸν Δαρείου, βασιλέα Περσῶν, πλήθη ὁπόσα ἀγόμενος καὶ ἐς τὴν Εὐρώπην διαβὰς παρὰ βραχὺ ἐπῄει ἀποθανούμενος, εἰ μὴ Μαρδόνιος ὑποστὰς ἐπήμυνεν αὐτῷ τὸν ὄλεθρον ἐπανιόντι ἐς Σοῦσα. καὶ Ἀλέξανδρον ἴστε, ὡς Δαρείῳ μαχεσάμενος τήν τε βασιλείαν ἀφείλετο καὶ αὐτὸν ἀπέκτεινε. καὶ πολλοὺς δὲ πυθέσθαι οἶμαι τῶν ἡμετέρων Τούρκων ὀλίγῃ χειρὶ μεγάλα ἀποδείξασθαι ἔργα. καὶ ἡμεῖς δ' ἐν τῇ Εὐρώπῃ θαμὰ δὲ ἐπὶ τὰς μάχας ἰόντες γένη τε ἐτρεψάμεθα γενναιότατα δὴ γενόμενα τῶν ἐς τὴν οἰκουμένην ἐθνῶν, Κελτούς τε καὶ Παίονας. καὶ διὰ ταῦτα μὴ οὕτω φαυλίζων ἡμᾶς ἐς γενναιότητα κακίους τε καὶ φαυλοτέρους ἀποφαίνου Σκυθῶν τε καὶ Τζαχαταΐων, οἳ ξίφει οὐδεπώποτε οὐδαμῇ ἐχρήσαντο, ἀλλ' ᾗ τόξῳ μόνῳ καὶ ὀϊστοῖς βάλλοντες ἐς χεῖρας ἰέναι οὐ πάνυ τι ἐθέλουσι" Ταῦτα εἰπόντος τοῦ βασιλέως λέγεται τὸν Εἰενὲ ἄρχοντα ἐπειπεῖν τοιάδε. "Ἐπεὶ τοίνυν δοκεῖ σοι, ὦ βασιλεῦ, ἐπὶ τοὺς πολεμίους ἡμᾶς ὁμόσε ἰέναι, ἴθι δὴ πειθόμενος ἐμοὶ τούς τε θησαυροὺς ἀνεῳγὼς δίδου τῷ στρατεύματι πονήσαντι δὴ καὶ κεκμηκότι, ὡς ἐφ' ὅ τι ἂν γένοιτο τὰ πράγματα ἰόντα, τούτων δὲ τῶν σῶν θησαυρῶν οὕτω διδομένων τοῖς στρατιώταις ἐν κέρδει ἐσομένων ἡμῖν καὶ οὐκ ἀπολουμένων. ἤν τε ἐφ' ἡμῖν γένηται, πολλαπλάσια ἕξομεν κερδανοῦντες· ἤν τε ἐπὶ τῷ Πέρσῃ, ἄμεινον ὂν ταύτῃ γενόμενον." Ταῦτα λέγων οὐκ ἔπειθε Παιαζήτην, ἔνθα γνώμην ἀποφηνάμενος ὡς τῇ Τεμήρεω σφραγῖδι ἐσφράγισται ἄρα τὰ Παιαζήτεω χρήματα, καὶ διὰ ταῦτα οὐ τολμῴη αὐτὰ διανεῖμαι τοῖς στρατιώταις. Ταῦτα μὲν οὖν ἐς τοσοῦτον ἐβουλεύετο Παιαζήτῃ· μετὰ δὲ ταῦτα, ὡς ἐλαύνων οὐκ ἀνίει, ἀφίκετο ἐπὶ Οὔγκραν τῆς Φρυγίας πόλιν, ἔνθα δὴ καὶ Τεμήρης ἐστρατοπεδεύετο, ἐπὶ Μυσίαν ἐν νῷ ἔχων καὶ ἐπὶ Προῦσαν τὰ βασίλεια Παιαζήτεω στρατεύεσθαι. ὡς δὲ ἀγχοῦ ἐγένετο τοῦ Τεμήρεω στρατεύματος, ἐστρατοπεδεύετο καὶ αὐτὸς ἐπὶ σταδίους πεντεκαίδεκα ἀπὸ τοῦ Τεμήρεω στρατοπέδου. ἔνθα δὴ λέγεται τὸν Τεμήρην, ὡς ἐπιόντα στρατοπεδεύεσθαι ἐπύθετο, θαυμάσαι τε τὴν τόλμαν αὐτοῦ, καὶ ὡς ἀπὸ Ἀρμενίων ταχὺ παρεγένετο ἐπ' αὐτόν, καὶ ὡς οὕτω ἐκ τοῦ ἐμφανοῦς καθίστατο αὐτῷ ἐς μάχην, οὕτω δὴ ἐν τάχει σὺν τῷ στρατεύματι ἐλαύνων. καὶ ἐφ' ἵππου δὴ λέγεται ἀναβάντα ἐλάσαι τε ὅτι ἐγγυτάτω τοῦ στρατοπέδου Παιαζήτεω, καὶ τὰς φυλακὰς θεασάμενον καὶ τὸ στρατόπεδον, ὡς ἐσκήνωτο, ἀνακαγχάσαι τε καὶ εἰπεῖν· "ἄξιος ἡμῖν οὗτος λαίλαπι παραβάλλεσθαι τῆς τόλμης αὐτοῦ, οὐ μέντοι γε ἀρετῆς ἕνεκα χαίρων γε ἀπαλλάξεται. ἔοικεν ὑπὸ δαίμονος πολεμίου ἐλαύνεσθαι οὕτω πάνυ· μελαγχολᾷ γὰρ δὴ ὁ κακοδαίμων καὶ οὐκέτι σωφρονεῖ." ταῦτα εἰπόντα ἐλάσαι τε ἐπὶ τὸ ἑαυτοῦ στρατόπεδον. καὶ τῇ ὑστεραίᾳ αὐτὸν σὺν τοῖς ἀρίστοις αὐτοῦ, ἔχοντα ἀμφὶ τῇ ...., ἐπιπέμψαι Σαχροῦχον τὸν παῖδα αὐτοῦ ἐπὶ Παιαζήτην. Ἐνταῦθα ὡς ᾔσθετο ἐπιὸν τὸ Τεμήρεω στράτευμα κατ' αὐτοῦ, παρετάξατο καὶ αὐτὸς ἐπὶ λόφου τινὸς ὡς μαχούμενος. καὶ τὸ εὐώνυμον αὐτοῦ μέρος τοῦ κέρατος εἶχεν ὁ τῆς ἕω στρατηγός, τὸ δὲ δεξιὸν εἶχεν ὁ τῆς Εὐρώπης ἡγεμών· ἐν μέσῳ δὲ ἐπὶ τοῦ λόφου ἵδρυτο ὁ Παιαζήτης σὺν τοῖς νεήλυσι καὶ τοῖς ἀμφ' αὑτόν. Σαχροῦχος δὲ ἔχων τοὺς Τζαχατάϊδας καὶ τῶν Περσῶν τοὺς ἀρίστους ἐπῄει συντεταγμένῳ τῷ στρατεύματι ἐπὶ Παιαζήτην. οὐ μέντοι γε ἐκυκλοῦτο, ἀλλὰ ἐδίδου χώραν ἀπιέναι, εἰ βούλοιντο, ὡς ἂν μὴ κυκλούμενοι σφῶν ἀμείνονες γένοιντο, περὶ ψυχῆς ἀγωνιζόμενοι. συνέβαλέ τε κατὰ τὸ τῆς Εὐρώπης στράτευμα, καὶ ἐμάχετο. ὡς ἐπὶ πολὺ μὲν τῆς ἡμέρας ἐμάχοντο, ὥστε μηδ' ἀναπαύεσθαι ἔχειν τὸ Παιαζήτου στράτευμα. Τριβαλλοὶ δὲ ἐνταῦθα ἄνδρες γενόμενοι ἀγαθοὶ ἐμάχοντο ἀξίως λόγου, καὶ ἐμβαλόντες ἐς τοὺς Τζαχατάϊδας τά τε δόρατα κατέαξαν, καὶ διηγωνίζοντο ἐντεταμένως ἐχόμενοι τοῦ ἔργου. Παιαζήτης δὲ ὡς ἑώρα τὸ τῆς Εὐρώπης αὐτῷ στράτευμα κινηθὲν ἐς πρόσω καὶ μαχόμενον, ἀνεκαλεῖτο μὲν ἐν τῇ ἀκμῇ τῆς Εὐρώπης τὸν στρατηγόν, ὀρρωδῶν μὴ παρασυρεὶς κυκλωθείη καὶ κινδυνεύσῃ διαφθαρῆναι, μετεπέμπετο δὲ ἐς τὸν χῶρον, ἐς ὃν ἵδρυτο τὴν ἀρχήν. καὶ πρῶτα μὲν οὐχ ὑπήκουσε, δεδιὼς τὸ πρᾶγμα· μετὰ δέ, ὡς ἐπιφερομένου αὐτῷ τοῦ βασιλέως καὶ βλασφημοῦντος, ἀνεκαλεῖτο τὴν σύνταξιν. ἐνταῦθα οἱ Τζαχατάϊδες ἐπεισπεσόντες τοῖς Τούρκοις ἐπέκειντο πάνυ φονεύοντες, ἐς ὃ δὴ ἐς φυγὴν κατέστησαν αὐτοὺς τραπῆναι. ἐνταῦθα ὡς ὥρμηντο ἐς φυγήν, ἐπικειμένων τῶν πολεμίων καὶ τὸ ἀπὸ τῆς Ἀσίας στράτευμα αὐτίκα ἐς φυγὴν ὥρμητο. καὶ αὐτίκα ὁ Παιαζήτης ἰδὼν ταῦτα οὐκέτι ἐνέμεινεν, ἀλλ' ἐπὶ ἵππον θήλειαν ἀναβὰς ἔφευγε κατὰ κράτος. ἐνταῦθα ὡς πρότερον κήρυγμα πεποιημένου Τεμήρεω βασιλέως μηδένα κατακαίνειν τῶν τοῦ Παιαζήτου, μόνον δὲ ἀπεκδυόμενοι τούτους ἠφίεσαν· οὐ γὰρ ἐξῆν ὁμοφύλους ὄντας ἀνδραποδίζεσθαι. Παιαζήτης δὲ τἀναντία τούτων κηρύξας ἐς τὸ στρατόπεδον, ὡς ὃν ἂν λάβοιεν τοῦ Τεμήρεω στρατοῦ, πάντας κατακτείνειν. Σαχροῦχος μὲν οὖν ὡς ἐτρέψατο Παιαζήτην, ἤδη τὰ στρατεύματα Τεμήρεω, καὶ ὅσα ἐμάχοντο καὶ ὅσα ἐπὶ τοῦ στρατοπέδου ἐτύγχανεν ὄντα, ὥρμητο ἐπὶ τὸν Παιαζήτεω στρατὸν φθῆναι βουλόμενος. καὶ ἐπὶ τὴν χώραν ἐτράποντο ἐπὶ διαρπαγήν, ἐπιδρομῇ χρησάμενοι, ἔστε τὴν Ἰωνίαν καὶ ἐς τὸν Ἑλλήσποντον, ἔνθα δὴ πολλαὶ μὲν κῶμαι ἐλήφθησαν, πολίσματα δὲ ἐρημώθη ὅτι πλεῖστα, τῶν ἱπποδρόμων τοῦ Τεμήρεω ἀνὰ τὴν χώραν τοῦ Παιαζήτεω διαθεόντων ἁπανταχῇ. Περὶ δὲ τὸν Παιαζήτην τοιόνδε ξυνηνέχθη γενέσθαι. ὡς γὰρ ἔθει ἀνὰ κράτος οὗτος, ἐπέκειντό τε καὶ ἐπεδίωκον οἱ Τζαχατάϊδες, ἁμιλλώμενοι ἑλεῖν αὐτόν. καὶ πολὺ μὲν προήλαυνεν ἅτε ἐπὶ ἵππῳ ταχυτάτῳ ἐπιφερόμενος· μετὰ δέ, ὡς ἐπὶ τὸν ποταμὸν ἀφίκετο, τὴν ἵππον λέγουσι διψήσασαν καρτερῶς ἐθελῆσαι τοῦ ὕδατος Παιαζήτης γὰρ ἐνόσει τὼ χεῖρε καὶ τὼ πόδε ὑπὸ ποδάγρας, καὶ κατασχεῖν οὐχ οἷός τε ἐγένετο. ἐνταῦθα δὴ ὑποχαλάσαι τὴν ἵππον ὑπὸ τοῦ ὕδατος καὶ λειφθῆναι τοῦ δρόμου, ὥστε τοὺς στρατιώτας Τεμήρη συλλαβεῖν τε Παιαζήτην, καὶ ἀγαγεῖν παρὰ βασιλέα Τεμήρην. Ἑάλωσαν μὲν οὖν ἐν τῇ μάχῃ ταύτῃ καὶ Μωσῆς καὶ πάντες σχεδὸν οἱ τοῦ Παιαζήτεω ἄρχοντες· οὐ μὴν χαλεπὸν ἔπαθον ὁτιοῦν, πλὴν τῶν ἱματίων. καὶ γὰρ Μωσῆς ἐδόκει τε τῶν ἄλλων κράτιστος γεγονέναι· καὶ διὰ τοῦτο περιῆγεν ἔχων τῷ στρατοπέδῳ καὶ δίαιταν παρεχόμενος. ἑάλω δὲ καὶ ἡ γυνὴ τοῦ Παιαζήτεω ἐν Προύσῃ· καὶ γὰρ τήν τε Προῦσαν ἐπέδραμον, καὶ τὰς γυναικωνίτιδας ἀφείλοντο. πρὸς δὲ καὶ τὴν Ἐλεαζάρου θυγατέρα, Παιαζήτεω δὲ γυναῖκα, ἑλόντες ἀπήγαγον παρὰ βασιλέα. Μουσουλμάνης μὲν οὖν καὶ Ἰησοῦς καὶ Μεχμέτης καὶ οἱ λοιποὶ τῶν Παιαζήτεω παίδων κατελείφθησαν, καὶ οἱ μὲν ἐν τῇ Εὐρώπῃ, οἱ δ' ἐν τῇ Ἀσίᾳ ὄντες διεσώζοντο, ὅποι ἑκάστῳ προὐχώρει. Τῷ μέντοι Παιαζήτῃ, ὡς ἤχθη ἐναντίον βασιλέως, λέγεται εἰπεῖν αὐτῷ τοιάδε. "ὦ κακόδαιμον, τί δὲ οὕτω πάνυ τὸν σαυτοῦ δαίμονα ἐβιάζου, προκαλούμενος ἡμᾶς ἐπὶ μάχην; ἢ οὐκ ἐπύθου, ὡς τῷ ἐμῷ τῷδε στρατεύματι δυστήνων παῖδες ἀντέστησαν;" Παιαζήτης δὲ ὑπολαβὼν ἀμείβετο, ᾗ δὴ λέγεται, ὡς οὐκ ἂν δὴ ἐς τοῦτο τύχης ἀφικοίμην, ἂν μὴ αὐτῷ παρείχετο πράγματα ἐκεῖνος, τά τε ἄλλα καὶ ἀπὸ ἐθνῶν τῷ Μεχμέτῃ τῷ ἥρωι πολεμίων θαμὰ ἀνακαλούμενος. "ἀλλ' ἢν μὴ ἐτετύφωσο" ἔφη Τεμήρης, "οὕτω μέγα πάνυ φρονῶν, οὐκ ἂν δὴ ἐς τοῦτο συμφορᾶς, οἶμαι, ἀφίκου· οὕτω γὰρ εἴωθε τὸ θεῖον τὰ πάνυ μέγα φρονοῦντα καὶ πεφυσημένα μειοῦν ὡς τὰ πολλὰ καὶ σμικρύνειν." ἐνταῦθα δὴ ἐπιμέμψασθαι αὐτῷ λέγεται βασιλέα Τεμήρην τὴν ἐπὶ τοὺς κύνας τε καὶ ἱέρακας φιλοτιμίαν, ὡς ἀνδρὶ κυνηγῷ ἐῴκει τὴν τέχνην, καὶ οὐκ ἄρχοντι ἄγοντι ἐς πολέμους· λέγεται γὰρ Παιαζήτης ἐς τοὺς ἑπτακισχιλίους κτήσασθαι ἱερακοφόρους καὶ κύνας ἀμφὶ τοὺς ἑξακισχιλίους. ἐνταῦθα τόν τε Παιαζήτην φάναι ὑπολαβόντα "ἀλλὰ σοὶ μὲν τῷ Σκύθῃ, ληστῇ ἔτι ὄντι καὶ ταύτην ἐπιτηδεύοντι τὴν τέχνην, οὐ πάνυ τι ἂν προσήκει ἄγρας οὐδὲ κυνηγεσίων· ἐμοὶ δὲ ἐς τοῦτό τε γεννηθέντι καὶ τεθραμμένῳ, τῷ Ἀμουράτεω τοῦ Ὀρχάνεω, βασιλέων παιδί, μετῆν καὶ κυνῶν καὶ ἱεράκων φιλοτιμίας." ἐνταῦθα δὴ ἀχθεσθέντα τὸν βασιλέα περιαχθῆναι ἐς τὸ στρατόπεδον ἐκέλευσεν ἐπὶ ἡμιόνου, καὶ συριττόμενον ὑπὸ τοῦ στρατοπέδου περιαγαγεῖν. ὡς δὲ περιαχθέντα ἤγαγον, ἔρεσθαι αὐτὸν λέγεται, εἰ τοῦ γένους ἐκεῖνα τυγχάνει ἐπιτηδεύματα, ὡς τὰ τῶν ἱεράκων τε καὶ κυνῶν. μετὰ δὲ ταῦτα ἐν φυλακῇ ἐποιήσατο, καὶ ἄρας σὺν τῷ στρατεύματι ἤλαυνεν ἐπὶ Ἰωνίαν καὶ τὴν ταύτῃ πάραλον χώραν, ἐν νῷ ἔχων αὐτοῦ τε διαχειμάσαι καὶ ἦρος ἐπιφαινομένου ἐς τὴν Εὐρώπην διαβῆναι. ἐπενόει γάρ, ὡς καὶ πρότερόν μοι δεδήλωται, ἐς τὴν Εὐρώπην διαβὰς πᾶσάν τε ὑφ' αὑτῷ ποιήσασθαι, ἐς ὃ δὴ ἐπὶ τὰς Ἡρακλείους ἀφίκηται στήλας, ἐντεῦθεν δὲ αὖθις ἐς Λιβύην διαβῆναι, καὶ διὰ τῆς Λιβύης ἐπανιέναι ἐς τὴν ἑαυτοῦ χώραν, ξύμπασαν ὑπαγόμενος τὴν ταύτῃ ἤπειρον τῆς οἰκουμένης. ἐπρεσβεύετο μὲν οὖν καὶ πρὸς τὸν Βυζαντίου βασιλέα, τήν τε διάβασιν αἰτούμενος αὐτὸν πλοῖά τε καὶ τριήρεις. Λέγεται δὲ καὶ τόδε βασιλεὺς Τεμήρης ἐς Παιαζήτην. ὡς γὰρ ἀπήχθη ἡ γυνὴ αὐτοῦ, Ἐλεαζάρου θυγάτηρ, ἧς δὴ μάλιστα τῶν ἄλλων ἐραστὴς ἐτύγχανε Παιαζήτης καὶ περιῆγε μεθ' ἑαυτοῦ ἔχων ἐν τῷ στρατοπέδῳ, ἐπιστῆσαί οἱ ἐναντίον τοῦ ἀνδρὸς αὐτῆς, οἰνοχοῆσαί οἱ. τὸν δὲ εὖ μάλα ἀχθεσθέντα εἰπεῖν λέγεται "ἀλλ' οὔτ' ἂν συμφώνως τῷ σῷ πατρὶ καὶ μητρὶ ἐργάζοιο· ἰδιωτῶν γὰρ τούτων καὶ πενήτων γενόμενος δίκαιος οὔτ' ἂν εἴης ὥστ' ἂν ἐπικερτομῆσαι βασιλέων παισί τε καὶ γυναιξί, καὶ ἐξυβρίζεις ἐς τοὺς σοὺς τῇ φύσει δεσπότας." τούτῳ μὲν τοιαῦτα λέγοντι γέλωτά τε ἐποίει τοὺς λόγους, καὶ ἐπιχλευάζων ἐπέσκωπτεν οἷα οὐδὲν ὑγιὲς οὔτε φρονοῦντι οὔτε λέγοντι. Οἱ μέντοι Παιαζήτεω ἄρχοντες, ἐς λόγους ἀφικόμενοι τοῖς Τεμήρεω ὀρυκταῖς, ᾗ φασιν, ὑπέσχοντο ἀργύριον τελέσαι πάμπολυ, εἰ ὑφέλοιντο Παιαζήτην ὑπορύξαντες. ἔνθα δὴ ὄρυγμά τε ποιησάμενοι ἐν τῷ στρατοπέδῳ, καὶ εἰς τὴν σκηνήν, ἐν ᾗ ἐσκήνου Παιαζήτης ἐν φυλακῇ ὤν, ἐξιόντες, ὤφθησαν ὑπὸ τῶν ταύτῃ φυλάκων καὶ ἑάλωσαν· οὐ γὰρ ἐντὸς ἐγένοντο τῆς σκηνῆς, ἀλλ' ἐκτός, ᾗ ἐφύλασσον πέριξ γενόμενοι ἄνδρες ὑπὸ Τεμήρεω ταχθέντες. ταύτῃ ὡς ἐξῄεσαν καὶ ἑάλωσαν, ἀπετάμοντο τὰς κεφαλὰς ὑπὸ βασιλέως. Ἐπὶ Σμύρνης μὲν οὖν ἀφικόμενος τήν τε Σμύρνην εἷλε τροχίσκοις, καὶ τὴν ἐν τῷ αἰγιαλῷ ἄκραν ὑπὸ Ρωμαίων ταύτῃ κατεχομένην ὑπορύξας κατέβαλέ τε, καὶ ταύτην ἑλὼν πολίσματά τε ἄλλα τῆς χώρας ταύτης ἐπελαύνων ᾕρει, ὡς οἱ προὐχώρει προσβάλλοντι ἐφ' ἕκαστον. τριχῇ γάρ, λέγεται, διῄρει τὰς πόλεις Τεμήρης τοῖς τε τροχοῖς. κύκλοι δὲ ὄντες οὗτοι καὶ κλίμακας ἔχοντες ἐντός, ὥστε ἀναβαίνειν ἐπὶ τὸ τεῖχος, ἐς τὴν τάφρον ἄγοντες ἐπετίθεσαν ἄνδρες διακόσιοι ἕκαστον τεταγμένοι, διὰ τοῦ τροχοῦ εἰσιὼν ἕκαστος, ἐς τὸ πέραν τε ἐγίγνετο τῆς τάφρου, στεγαζόμενοι ὑπὸ τοῦ τροχοῦ. ὡς δὲ πέραν γίγνοιντο, ἀνέβαινον τὰς κλίμακας, καὶ οὕτω ᾕρουν τὴν πόλιν. μετὰ δὲ πολλοὶ ὄντες αὐτῷ ἐν τῷ στρατοπέδῳ ἔχουν τὴν πόλιν, ὥστε ἐπὶ τὸ τεῖχος τὰ χώματα ἀναβαίνειν, καὶ ἄνω διὰ τῶν χωμάτων ἡλίσκετο αὐτῷ τὸ τεῖχος. εἶχε δὲ καὶ ὀρυκτὰς ἐς μυρίους, καὶ ὀρύσσοντες τὰ τείχη ἐπὶ μετεώρων ξύλων καθειστήκεσαν. μετὰ δὲ ταῦτα πῦρ ἐνιεὶς τὰ ξύλα, καὶ ὡς ἐκαίετο τὰ ξύλα, τὰ τείχη εὐπετῶς ἔπιπτον, καὶ ταύτῃ ἐσέπιπτον ἐς τὴν πόλιν. Οὕτω μὲν οὖν ᾕρει Τεμήρης τὰς πόλεις· ὡς δὲ ἤδη ἔαρ ὑπέφαινεν, ἀφίκετο παρ' αὐτὸν ἀγγελία, ὡς τοῦ Ἰνδῶν βασιλέως πρεσβεία ἀφικομένη ἐπὶ Χεσίην μεγάλῃ χειρὶ δεινά τε τὴν πόλιν ἐργάσαιτο, καὶ ἐπὶ τοὺς θησαυροὺς παριὼν τοῦ βασιλέως τόν τε φόρον λαβὼν οἴχοιτο, καὶ ἀπειλοίη, ὡς οὐκέτι ἐμμένοι ταῖς σπονδαῖς ὁ Ἰνδῶν βασιλεύς. ταῦτα ὡς ἐπύθετο, περιδεὴς γενόμενος, μὴ ἐπειδὴ ἀφίκοιτο ἡ πρεσβεία παρὰ βασιλέα τῶν Ἰνδῶν, ἐπιὼν καταστρέφοιτο τὴν ἑαυτοῦ χώραν, σχόντος αὐτοῦ ἀμφὶ τοὺς ἐπήλυδας πολέμους, καὶ ἅμα ἐσῄει αὐτὸν καὶ τὰ ἀνθρώπεια ἐν οὐδενὶ ἑστηκότα ἀσφαλεῖ, καὶ δεινὰ ποιησάμενος τοὺς Ἰνδοὺς πρέσβεις ἐξυβρίσαι ἐς αὐτὸν οὕτως ἀναίδην, ἤλαυνεν, ὡς εἶχε τάχιστα, ἐπὶ Χεσίης, τόν τε Παιαζήτην ἔχων μεθ' ἑαυτοῦ καὶ τὸν παῖδα αὐτοῦ. καὶ οὐδένα λόγον ἐποιεῖτο αὐτοῦ Τεμήρης, ἀπέδρα ἐπὶ τὴν πατρῴαν χώραν. Παιαζήτην δὲ ὑπὸ λύπης νοσήσαντα τελευτῆσαι τὸν βίον ἔφασαν. οὕτω μὲν οὖν ἐτελεύτησε Παιαζήτης ὁ Ἀμουράτεω, ἀνὴρ ὁρμήν τε καὶ τόλμαν ἐπιδειξάμενος, ὅποι ἂν παραγένοιτο, ἀξίαν λόγου, καὶ τόλμῃ μεγάλῃ ἀποδειξάμενος ἔργα κατά τε Ἀσίαν καὶ Εὐρώπην, βασιλεύσας ἔτη πέντε καὶ εἴκοσιν. ἦν δὲ οὕτως αὐθάδης, ὥστε μηδενὶ πείθεσθαι, ὡς ἑαυτῷ θαρρούντως χωρεῖν ἐπὶ τοὺς πολεμίους. ἐτελεύτησε δὲ ἐν τῇ Ἰωνίᾳ, διαχειμάζοντος αὐτοῦ Τεμήρεω τὸν στρατόν. Ὁ δὲ Ἰνδῶν βασιλεὺς οὗτος ἐστὶν ὁ τῶν ἐννέα βασιλέων τοὔνομα ἔχων, Τζαχατάης βασιλεύς. τῶν ἐννέα δὲ βασιλέων βασιλέα γενόμενον τοῦτον, τὸν διὰ τοὺς Μασσαγέτας στρατὸν μέγαν ἐπὶ Τεμήρην ἐπιπέμψαντα, λέγεται τόν τε Ἀράξην ἐπιόντα διαβῆναι, καὶ τὰ πλέω τῆς ταύτῃ χώρας καταστρεψάμενον ἐπ' οἴκου αὖθις ἀποχωρῆσαι. Σίνης τε βασιλεύει καὶ Ἰνδίας [καὶ] ξυμπάσης, καὶ διήκει αὐτῷ ἡ χώρα ἐπὶ Ταπροβάνην νῆσον, ἐς Ἰνδικὴν θάλασσαν, ἐς ἣν οἱ μέγιστοι τῆς Ἰνδίας χώρας ποταμοὶ ἐκδιδοῦσιν, ὅ τε Γάγγης, Ἰνδός, Ἀκεσίνης, Ὑδάσπης, ὙδραώτηςὝφασις, μέγιστοι δὴ οὗτοι ὄντες τῆς χώρας. φέρει δὲ ἡ Ἰνδικὴ χώρα ἀγαθὰ μὲν πολλὰ καὶ ὄλβον πολύν, καὶ ὅ τε βασιλεὺς ξυμπάσης τῆς χώρας ὑπ' αὐτὸν γενομένης. ὁρμώμενος δὲ οὗτος ἀπὸ τῆς ὑπὲρ Γάγγην χώρας καὶ τῆς παραλίου Ἰνδικῆς καὶ Ταπροβάνης, ἐλθεῖν ἐπὶ τὸν βασιλέα Χαταΐης, τῆς χώρας τῆς ἐντὸς Γάγγου καὶ Ἰνδοῦ, καὶ καταστρεψάμενον τὴν ταύτῃ χώραν τὰ βασίλεια ἐν ταύτῃ δὴ τῇ πόλει ποιήσασθαι· ξυμβῆναι δὲ τότε γενέσθαι ὑφ' ἑνὶ βασιλεῖ ξύμπασαν τὴν Ἰνδικὴν χώραν. νομίζουσι δὲ οὗτοι θεούς, οἵ τε τὴν Χαταΐην χώραν οἰκοῦντες, Ἀπόλλω τε καὶ Ἄρτεμιν καὶ δὴ καὶ Ἥραν. φωνὴν δὲ οὐ τὴναὐτὴν σφίσιν ἵενται, ἀλλ' ἐς ἔθνη τε πολλὰ διῃρημένα εὐνομεῖται ἐπὶ πλεῖστον δὴ ἀνθρώπων κατά τε πόλεις καὶ κώμας. θυσίας δὲ ἀνάγουσιν ἵππους μὲν τῷ Ἀπόλλωνι, βοῦς δὲ τῇ Ἥρᾳ· τῇ δὲ Ἀρτέμιδι θύουσι παῖδας ἀρτίως ἡβάσκοντας ἀνὰ πᾶν ἔτος. φέρει δὲ ἡ χώρα αὕτη πυροὺς μὲν ἐπὶ πεντεκαίδεκα πήχεις, ὡς λέγεται, βασιλικούς, καὶ κριθὰς δὲ τὸν αὐτὸν τρόπον, καὶ μελίνην ἐς τὸ αὐτὸ μέγεθος. καλαμίνοις δὲ πλοίοις χρώμενοι διαπορθμεύουσι τὸν ποταμόν. φέρει δὲ ἡ Ἰνδική, ὡς λέγουσι, τοσοῦτον τὸ μέγεθος, ὥστε ἀπ' αὐτοῦ ναυπηγεῖσθαι πλοῖα μεδίμνων τεσσαράκοντα Ἑλληνικῶν. τὸ μὲν γένος τοῦτο οὐ πάνυ γνωστὸν ἡμῖν γενόμενον πολλὰς ἀπιστίας παρέχει μὴ πείθεσθαι περὶ αὐτῶν, ὅσα πυνθάνομαι. ἥ τε γὰρ χώρα αὕτη πρόσω ἐκποδὼν γενομένη οὐ πάνυ ἐπιτήδειος εἴσω ᾤκηται τε καὶ ὅποι ἔχει ἠθῶν τε καὶ διαίτης. γένος μέντοι ἰσχυρότατον γενόμενον τὸ παλαιὸν τούς τε Περσῶν βασιλεῖς καὶ Ἀσσυρίων, ἡγουμένους τῆς Ἀσίας, θεραπεύειν μὲν τοὺς Ἰνδῶν βασιλεῖς, ἐπεί τε Σεμίραμις καὶ Κῦρος ὁ τοῦ Καμβύσου τὸν Ἀράξην διαβάντες μεγάλῳ τῷ πολέμῳ ἐχρήσαντο. ἥ τε γὰρ Σεμίραμις τῶν Ἀσσυρίων βασίλισσα ἐπὶ τῶν Ἰνδῶν βασιλέα ἐλαύνουσα μεγάλῃ παρασκευῇ, ἐπεί τε τὸν ποταμὸν διέβη, ἐπεπράγει τε χαλεπώτατα καὶ αὐτοῦ ταύτῃ ἐτελεύτησε. μετὰ δὲ ταῦτα Κῦρος ὁ Καμβύσεω, Περσῶν βασιλεύς, λέγεται δὴ τόν τε Ἀράξην διαβάς, καὶ διαγωνισάμενος πρὸς τοὺς Μασσαγέτας ἔπραξέ τε τὰ χαλεπώτατα, καὶ αὐτοῦ ὑπὸ γυναικὸς Τομύριος τῆς Μασσαγετῶν βασιλευούσης ἀποθανεῖν. Τεμήρης μὲν οὖν ὡς ὑπὸ τοῦ ἀγγέλου ἐπύθετο τὰ περὶ τὴν πρεσβείαν τοῦ Χαταΐης βασιλέως, ἀπήλαυνεν, ὡς εἶχε τάχους, ἐπὶ Χεσίης. Παιαζήτης δέ, ὡς εἴρηται, κατὰ τὴν ὁδὸν ἐτελεύτησεν, ὑπενεχθεὶς ἐς τὴν μέλαιναν ὑπὸ λύπης. Μωϋσῆς δὲ ὁ παῖς αὐτοῦ, ἀφεθεὶς ὑπὸ βασιλέως Τεμήρη, ἐπὶ τὴν πατρῴαν χώραν ἀφίκετο. βασιλεὺς δὲ Τεμήρης ὡς ἐγένετο ἐς τὰ βασίλεια τὰ ἑαυτοῦ, τά τε ἐν τῇ ἀρχῇ αὐτοῦ καθίστη, ᾗ ἐδόκει κάλλιστα ἔχειν αὐτῷ, καὶ πρὸς τὸν Ἰνδῶν βασιλέα διενεχθεὶς ἐπολέμει. μετὰ δὲ ταῦτα εἰρήνην τε ἐποιήσατο, ἐφ' ᾧ τε ξένοι τε καὶ φίλοι εἶναι ἀλλήλοις. Τούτῳ ἐγένοντο παῖδες Σαχροῦχός τε καὶ Παϊαγγούρης καὶ Ἀβδυλατούφης. Σαχροῦχον τὸν πρεσβύτερον παῖδα αὐτοῦ κατέλιπε βασιλέα ἀποδειξάμενος. αὐτὸς δὲ περὶ ἔρωτας ἔχων καὶ ἐνταῦθα πολυπραγμονῶν ἐτελεύτησε. λέγεται γὰρ δὴ Τεμήρης μάλιστα δὴ ἀνθρώπων ἐς τοσοῦτο ὑπὸ φύσεως ἀχθῆναι, ὥστε νεανίσκους ἐναντίον αὐτοῦ γυναιξὶ κελεύειν μίσγεσθαι, ὥστε καὶ τὴν φύσιν ἐρεθίζειν αὐτοῦ ἐπὶ τοῦτο. ὡς δὲ ἀπὸ ἐρώτων γένοιτο, ἐπὶ πολεμίους αὐτίκα δὴ τρέπεσθαι, μηδέποτε ἡσυχίαν ἄγοντα. καὶ ἐξυβρίσαι δὴ λέγεται τὴν φύσιν αὐτοῦ ἐς τὴν δίαιταν περὶ ἀφροδίσια γενόμενον. Τούτου μὲν δὴ τελευτήσαντος ἔσχε τὴν βασιλείαν Σαχροῦχος, ἀνὴρ τά τε ἄλλα ἐπιεικής, καὶ τοῖς περιοίκοις τὰ πολλὰ σπενδόμενός τε καὶ ἡσυχίαν ἄγων διετέλει. μετ' οὐ πολὺ τελευτήσαντος Σαχρούχου τοῦ Τεμήρεω Παϊαγγούρης ὁ νεώτερος παῖς ἔσχε τὴν βασιλείαν, πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ διενεχθείς. Οὐλίης μὲν γὰρ τήν τε Καδουσίων χώραν καὶ Ὑρκανίαν κατέχων πρὸς Ἀβδυλατούφην τὸν ἀδελφὸν διενεχθεὶς ἐπολέμει, καὶ ὡς Παϊαγγούρης ἐπαγόμενος, τήν τε χώραν ἀφείλετο, καὶ αὐτὸν ζωγρήσας εἶχεν ἐν φυλακῇ. μετὰ δὲ ταῦτα τελευτήσαντος Παϊαγγούρεω Τζοκίης ἔσχε τὴν βασιλείαν. πρὸς τοῦτον Μπαϊμπούρης τῶν ἐννέα βασιλέων ἐπιγαμίαν ποιησάμενος καὶ ἐπιτραφθεὶς ἔσχε τὴν βασιλείαν· καὶ τὰ Σαμαρχάνδης πράγματα κατασχών, καὶ Ἰνδῶν συμμαχίαν ἐπαγόμενος, πρός τε τὸν Τζοκίην Παϊαγγούρεω ἐπολέμει παῖδα. Τζοκίης μὲν οὖν τούς τε Σκύθας ἐπαγόμενος, καὶ τῆς Ἀσσυρίων χώρας βασιλεύων ἐπὶ Παϊαγγούρην τὸν ἀδελφὸν τόν τε πόλεμον διέφερε καὶ στρατευσάμενος μάχῃ τε ἐκράτησε καὶ Σαμαρχάνδην παρεστήσατο. οὐ πολὺ δὲ ὕστερον τῶν ἐννέα βασιλεῖ συμμάχῳ χρησάμενος καὶ ἐν τῷ Ταβρέζῃ πόλει εὐδαίμονι Ἀσσυρίων τὰ βασίλεια ποιησάμενος πρός τε τοὺς Λευκάρνας πολεμῶν διετέλει καὶ Σαμαχίην πόλιν ἐπολιόρκει, τὰ τοῦ Καραϊλούκεω βασίλεια. Ταβρέζη δὲ πόλις εἶναι μεγάλη τε καὶ εὐδαίμων καὶ τῶν ἐν τῇ Ἀσίᾳ μετά γε Σαμαρχάνδην χρημάτων τε προσόδῳ καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ προέχουσα· σῆράς τε τρέφει ἡ χώρα αὕτη μέταξάν τε καλλίστην ποιουμένη καὶ τῆς Σαμαχίης ἀμείνω. φέρει δὲ καὶ κριμίζιν σῆρα οὕτω καλούμενον πορφυροῦν, ἐπὶ τὰ ἱμάτια, τά τε ἀπὸ ἐρίων καὶ σηρῶν, βαφὴν ἐνδεικνύμενα ἀξίαν λόγου. ἔστι δὲ πλέα τὰ ἐν τῇδε τῇ χώρᾳ Περσῶν τῶν Ἀτζαμίων καλουμένων· ὅσοι γὰρ τὴν Ἀτζαμίωνφωνὴν προΐενται, Πέρσαι τε οὗτοι σύμπαντες καὶ τῇ Περσῶν φωνῇ διαλέγονται. οἰκοῦσί τε Ταβρέζην τε καὶ Καγινὸν καὶ Νιγετίην, πόλεις εὐδαίμονας τῶν Μήδων καὶ Ἀσσυρίων χώρας. Σαμαχίη δὲ πρὸς τῇ Ἀρμενίων χώρᾳ ᾠκημένη, πόλις εὐδαίμων τε καὶ πολυάνθρωπος. Ἀπὸ δὲ τῆς θυγατρὸς Τζοκίεω, Καραϊσούφεω δὲ γυναικός, ἐγένετο Τζανισᾶς παῖς Καραϊσούφεω, Τζοκίεω δὲ ἀπόγονος. οὗτος τε Παγδατίης τῆς Βαβυλῶνος ἐπῆρξε, καὶ Ἀσσυρίων τὴν χώραν καταστρεψάμενος Ταβρέζην τε ἑαυτῷ ὑπηγάγετο καὶ πρὸς τὸν Μπαϊμπούρεω παῖδα διεπολέμει. ἐπελάσας δὲ πρὸς Ἐρτζιγγάνιν ἐπολιόρκει παραστησάμενος, καὶ τὴν Ἀρμενίων ἐντὸς Εὐφράτου χώραν ἐτύγχανεν οὖσαν ὑπηγάγετο. μετὰ δὲ τοῦ Τζοκίεω παιδὸς ὡρμημένου ἀπὸ Σαμαρχάνδης τήν τε Βαβυλῶνα ἐπολιόρκει, καὶ αὐτὸν ἐπιόντα οἱ μάχῃ ἐπεκράτησε. καὶ τὴν Βαβυλῶνα ἑλών, ἐπὶ Ταβρέζην ἐλαύνων, ἐς τόνδε συνδιαφέρει τὸν πόλεμον. Χασάνης μέντοι ὁ μακρός, Σκενδέρεω τοῦ τὸ Ἐρτζιγγάνιν διακατέχοντος ἀπόγονος ὢν καὶ τῆς Καραϊλούκεω μοίρας, ἐπὶ τὴν ἀρχὴν παρεγένετο τὴν Ἀρμενίων, συνελαυνομένων αὐτῷ τῶν τε Καραϊλούκεω παίδων. οὗτοι γὰρ ὡς ὑπὸ τοῦ βασιλέως Τζανισᾶ, Καραϊσούφεω παιδός, ἐν Σαμαχίῃ πολιορκούμενοι ἐν ἀπόρῳ εἴχοντο, προσεδέοντο τοῦ Μπαϊμπούρεω ἐσβαλεῖν ἐς τὴν Μηδικήν, ὃς πεισθείς τε ἐσέβαλε, καὶ ἀπανέστη τε ὁ Τζανισᾶς ἀποχωρῶν πρὸς τὸν Μπαϊμπούρην, τὰ μὲν συμβάλλων, τὰ δὲ ληϊζόμενος τὴν χώραν ἐκείνου. οἱ μέντοι ἡγεμόνες, ὅ τε Μενδεσίας, Ἀϊδίνης καὶ Σαρχάνης, ἁλόντος Παιαζήτεω τήν τε χώραν κατέλαβον ἐπικελεύοντος Τεμήρεω, καὶ ἐς τὴν ἑαυτοῦ χώραν καθίστατο ἕκαστος. ὁρῶν δὲ Χασάνης συμβαλλομένην αὐτῷ δύναμιν ἀξιόχρεων, τήν τε Ἀρμενίων χώραν ὑπηγάγετο καὶ τοὺς Τζάνιδας, καὶ πρὸς τοὺς Κολχίδος βασιλεῖς ἐπιγαμίαν ποιησάμενος εἰρήνην ἐποιήσατο. https://byzantium.gr/ ΛΑΟΝΙΚΟΥ ΑΠΟΔΕΙΞΙΣ ΙΣΤΟΡΙΩΝ Δ.μὲν οὖν τὴν Τεμήρεω ἀναχώρησιν ἐπὶ Χεσίης Ἰησοῦς ὁ πρεσβύτερος τῶν Παιαζήτεω. παίδων τήν τε βασιλείαν κατέσχε, συλλέξας τε τοὺς ἀρίστους τῶν θυρῶν τοῦ πατρός, καὶ νεήλυδας προσαγόμενος, ὅσους δὴ ἠδύνατο. τῷ γὰρ δὴ Παιαζήτῃ ἐγένοντο παῖδες οἵδε, Ἰησοῦς τε καὶ Μουσουλμάνης καὶ Μωσῆς καὶ Μεχμέτης καὶ Ἰησοῦς ὁ νεώτερος καὶ Μουσταφᾶς. Ἰησοῦς μὲναὐτίκα μετὰ τὴν Τεμήρεω ἀναχώρησιν ἐν τῇ Ἀσίᾳ γενόμενος, ἔχων τούς τε νεήλυδας μετ' αὐτοῦ καὶ τῶν ἀρίστων, ὅσοι διέφυγον βασιλέα Τεμήρην, τά τε Προύσης βασίλεια ἔσχε, καὶ τὴν ἄλλην τῆς Ἀσίας ἀρχὴν ἑαυτῷ ὑπαγόμενος τάς τε ἀρχὰς διένειμε, καὶ ἐς τὴν Εὐρώπην διαβὰς τήν τε βασιλείαν κατέσχεν Ἑλλήνων ἐπὶ τὰ Εὐρώπης βασίλεια ὄντων. καὶ ἄρχοντα δὲ ἐφίστησιν ἐν τῇ Εὐρώπῃ, ᾗ δὴ αὐτῷ ἐπιτηδείως ἔχειν ἐφαίνετο. Μουσουλμάνης μὲν οὖν ὁρμώμενος ἀπὸ Βυζαντίου συνίστατο ἐπὶ τὸν Ἰησοῦν, καὶ τὰ πολέμια γενόμενος ἀνὴρ ἀγαθός, καὶ ἐπ' αὐτὸν προσγενομένων τῶν τῆς Εὐρώπης ἀρίστων καὶ νεηλύδων, ὅσοι τε αὐτοῦ ἐνῴκουν, ἐπῄει τε διὰ τῆς Εὐρώπης ἐπεξελθὼν καὶ ὑπαγόμενος ταύτην ἑαυτῷ, ἀπόντος τοῦ Ἰησοῦ ἐς τὴν Ἀσίαν καὶ διατρίβοντος. μετὰ δὲ ταῦτα ἐς τὴν Ἀσίαν διαβάς, ἔχων τὸ ἀπὸ τῆς Εὐρώπης στράτευμα, ἐστρατεύετο ἐπὶ Ἰησοῦν τὸν ἀδελφὸν διατρίβοντα περὶ Καππαδοκίαν, ἐπεὶ συνεμάχουν οἱ τοῦ Σινωπίου ἡγεμόνες αὐτῷ καὶ οἱ τῆς συμμαχίας λοιποὶ τῶν τυράννων. συμβαλὼν δὲ αὐτοῦ ταύτῃ τῷ ἀδελφῷ καὶ τρεψάμενος πολλά τε τοῦ στρατεύματος αὐτοῦ ἐν τῇ μάχῃ διέφθειρε, καὶ δὴ καὶ Ἰησοῦν ζωγρήσας διεχρήσατο βασιλεύσαντα ἔτη τέσσαρα. Οὗτος μὲν δὴ οὕτω καθαιρεθεὶς ὑπὸ Μουσουλμάνεω ἐτελεύτησεν· ὡς δὲ Μουσουλμάνης ἐς τὴν βασιλείαν κατέστη καὶ ἐβασίλευε, Μωσῆς μεμαθημένος. καὶ ἀφεθεὶς ὑπὸ Τεμήρεω βασιλέως ἐκομίζετο ἐπὶ τὴν πατρῴαν χώραν καὶ ἐπὶ θαλάττης. ἀφικόμενος δὲ ἐπὶ τοὺς Ὀμούρεω παῖδας τοὺς Μουσουλμάνεω πολεμίους διὰ τὴν πρὸς τὸν Ἰησοῦν αὐτῶν συμμαχίαν, ἐπὶ Σινώπην τε καὶ Καστάμονα, καὶ ἐντεῦθεν ἐπὶ Δακίαν διαβὰς διὰ τοῦ Εὐξείνου πόντου καὶ ἐπὶ Μύρξαν τὸν Δακίας ἡγεμόνα, αὐτῷ τε διελέχθη τά τε ἄλλα, καὶ ὡς ἢν ἐπὶ τὴν βασιλείαν συνεπιλάβηται, δοῦναι αὐτῷ πρόσοδον ἐν τῇ Εὐρώπῃ καὶ χώραν οὐκ ὀλίγην. πρός τε γὰρ Ἕλληνας πολέμια ἦν αὐτῷ, ἐπεί τε Μύρξεω παῖδα αὐτοῦ ἐν Βυζαντίῳ ὑπεδέξαντο, καὶ ὑπέσχοντο τὴν ἀρχὴν αὐτῷ μετὰ Μουσουλμάνεω ἐπιτηδείου συγκατεργάσεσθαι. οὗτος μὲν οὖν τόν τε Μωσῆν ὑπεδέξατο ἄσμενος, καὶ αὐτῷ παρείχετο τήν τε δίαιταν καὶ τὰ ἐπιτήδεια, καὶ τὸν στρατὸν δὲ αὐτῷ ἐδίδου. ἐντεῦθεν δὲ ὡς ἐς τὴν Ἀσίαν Μουσουλμάνης ἀπῆν, ἐπιρρεόντων αὐτῷ τῶν ἀπὸ τῆς Εὐρώπης, ὅσοι ἤχθοντο Μουσουλμάνῃ οὐκ εὖ φερόμενοι παρ' αὐτῷ, καὶ ὁρμώμενος λαβών τε τούτους καὶ ἀπὸ Δακῶν στρατὸν ἱκανόν, ἐπισπομένου αὐτῷ καὶ Δάνου τοῦ Δακῶν ἡγεμόνος, τήν τε Εὐρώπην κατέσχε, καὶ ἐπὶ τὰ βασίλεια τῆς Ἀδριανουπόλεως παριὼν καθειστήκει τε βασιλεύς, καὶ ἐπὶ τὸν ἀδελφὸν ἐς τὴν Ἀσίαν παρεσκευάζετο στρατεύεσθαι. Μουσουλμάνης δὲ ἠπείγετο καὶ αὐτὸς φθῆναι πρότερος ἐς τὴν Ἀσίαν διαβάς· διέγνω γὰρ καὶ ἀμφοῖν ἄμεινον καὶ πρὸς τοῦ ἑτέρου εἶναι, ὁπότερος ἂν ἐπὶ τὴν τοῦ ἑτέρου ἀρχὴν διαβὰς τὴν μάχην ποιήσαιτο αὐτοῦ καὶ μὴ ἐπιμείνῃ τὸν ἀδελφὸν ἐπιόντα. διαβάς τε ἐπὶ τὸ Βυζάντιον, ὥστε αὐτῷ φίλια εἶναι πρὸς τὸν Βυζαντίου βασιλέα, ἄγεται τὴν βασιλέως υἱιδοῦν Ἰανυΐου τοῦ Ντόρια θυγατέρα. Υἱιδοῦν δὲ τοῦ βασιλέως Ἑλλήνων ἀγόμενος Μουσουλμάνης ὁ Παιαζήτεω παῖς, καὶ ἐς Βυζάντιον διαβὰς ἐστρατεύετο ἐπὶ τὸν ἀδελφόν. Μωσῆς δὲ ὡς τάχιστα ἐπύθετο παρὰ βασιλέα Ἑλλήνων καταλύειν ἐν Βυζαντίῳ, αὐτίκα ἐπήλαυνε, καὶ ἀπολαβὼν ἐν Βυζαντίῳ οὐκ εἴα ἐς τὴν Εὐρώπην ἐξελθόντα ἀναστρέφεσθαι. Μουσουλμάνης μὲν οὖν στρατόν, ὡς ἠδύνατο, μέγιστον ἀπὸ τῆς Ἀσίας διαπορθμεύσας ἐπὶ τὴν Βυζαντίου χώραν αὐτοῦ ἐστρατοπεδεύετο, καὶ τόν γε ἀδελφὸν ἐπιόντα ἐπέμεινεν. ἐνταῦθα ὡς ἄμφω ἐς μάχην παρετάξαντο, συνέβαλον καὶ ἐμάχοντο. Μωσῆς μὲν τούς τε Δᾶκας καὶ Τριβαλλοὺς ἔχων μεθ' ἑαυτοῦ καὶ Στέπανον τὸν Ἐλεαζάρου παῖδα καὶ τὸ ἀπὸ τῆς Εὐρώπης στράτευμα Τούρκων παρετάσσετο. βασιλεὺς μὲν δὴ πρὸς τοῦτον λόγους πέμψας συνεβουλεύετο αὐτῷ ἐν τῇ παρατάξει θαρροῦντα ἰέναι ἐπὶ τὸ Βυζάντιον παρὰ βασιλέα Μωσέως πολὺ ἀμείνω τε καὶ ἐπιεικέστερον· ἦν γὰρ δὴ Μωσῆς τά τε ἄλλα ἐπαχθὴς ἐς τοὺς συμμάχους καὶ ἐς ὀργὴν ταχύς. Στέπανος μὲν οὖν ἐν τῇ παρατάξει, ὡς τῷ Ἑλλήνων συνέθετο βασιλεῖ τε καὶ Μουσουλμάνῃ, αὐτομολήσαντες ἀφίκοντο ἐπὶ Βυζάντιον· Μωσῆς δὲ ὡς ἐμάχετο συμμίξας τῷ ἀδελφῷ, τούς τε ἀπὸ τῆς Ἀσίας ἐτρέψατο καὶ ἐπεξελθὼν ἐδίωκε. Μουσουλμάνης δὲ ὡς ἡττηθεὶς ἀνεχώρει ἐπὶ Βυζάντιον, ὡς ἐγένετο παρὰ τῇ πόλει, ἐπιλεξάμενος βουλὴν γενναιοτάτην καὶ ἔχων μεθ' ἑαυτοῦ ὡσεὶ πεντακοσίους ἄνδρας, ἐπιρρεόντων καὶ ἄλλων τινῶν, ὑποδυόμενος τὴν τῆς πόλεως τάφρον, ἔχοντος τοῦ ἀδελφοῦ Μωσέως ἀμφὶ τὴν δίωξιν καὶ διαφθείροντος σὺν τοῖς ἑαυτοῦ, ὡς ἐπεξέρχοιτο τοὺς πολεμίους, ἐπὶ τὸ στρατόπεδον αὐτοῦ ἀφικόμενος τό τε στρατόπεδον κατειλήφει, καὶ τοὺς ἐπιγινομένους ἀπὸ τῆς μάχης, οἳ καταφεύγουσί τε καὶ ἐπανῄεσαν, διέφθειρε. καὶ ὡς ἐπανήκει τε αὐτὸς Μωσῆς ἐλαύνων ἐπὶ τὸ στρατόπεδον ἀπὸ τῆς μάχης, καὶ ἔγνω δὴ κατειλημμένον τὸ στρατόπεδον, αὐτίκα ἐς φυγήν τε αὐτὸς ἐτράπετο καὶ τοῦ στρατεύματος διέφυγε, καὶ ἄλλῃ ἄλλος, ᾗ ἑκάστῳ προὐχώρει. οἱ μέν τινες καὶ ἐπ' αὐτὸν αὐτίκα ἰόντες τὸν Μουσουλμάνην ὡς βασιλέα προσεκύνουν, καὶ ἐξελαύνοντι ἐφείποντο. Μουσουλμάνης μὲν δὴ οὕτω τὰ πράγματα ἔσχεν ἀμφὶ ταῖν ἠπείροιν, γενναιότατα δὲ πάντων, ὧν ἡμεῖς ἴσμεν, πρὸς τὸν ἀδελφὸν διαγωνισάμενος. ἐπελάσας μὲν οὖν ἐς τὴν Ἀδριανούπολιν τὰ βασίλεια, τήν τε βασιλείαν καὶ τὴν ἀρχὴν καθίστη αὑτῷ, ᾗ ἐδόκει κράτιστα ἔχειν. Μωσῆς μὲν οὖν ἐς τὴν παρίστριον χώραν ἀφικόμενος, καὶ συγγενόμενος Μύρξεω Δάνῳ τῷ Δακίας ἡγεμόνι καὶ πρότερον ὄντι συνήθει αὐτῷ, διέτριβε παρὰ τῷ Αἵμῳ, παραμείβων ἄλλην ἐξ ἄλλης χώραν. Μουσουλμάνου δὲ ῥᾳθυμοῦντός τε καὶ περὶ ὁμιλίαν ἔχοντος τά τε πράγματα οἰδαίνετο. οἵτε γὰρ ἄρχοντες αὐτῷ τε ἤχθοντο ὡς οὐδὲν ὑγιὲς ὂν αὐτοῦ, καὶ τῷ ἀδελφῷ αὐτοῦ προσγενομένων κατὰ βραχὺ τῶν Τούρκων οὐδένα λόγον ἐποιεῖτο. ὡς μὲν οὖν ἐπὶ τὴν βασιλείαν ἀφίκετο, τήν τε Θέρμην τοῖς Ἕλλησιν ἀπέδωκε καὶ Ζητοῦνιν καὶ τὴν παράλιον τῆς Ἀσίας χώραν, καὶ ἐπιτήδειος ὢν ἐχαρίσατο αὐτοῖς, εἴ του δέοιντο, ὡς δυνατὸν ἦν αὐτῷ. ἐπρεσβεύοντο μὲν οὖν αὐτῷ καὶ οἱ Ἕλληνες, βουλευόμενοι μὴ ἀνεῖναι αὐτὸν ἐς τὴν ὁμιλίαν οὕτω πάνυ, ὡς ἐπισφαλές τε ὂν αὐτῷ καὶ οὐδαμῇ ἐμπεδοῦν αὐτῷ τὴν βασιλείαν πρὸς τὸν ἀδελφόν. τούτων μὲν οὐδένα λόγον ποιούμενος, ἕωθεν δὲ καὶ ἐς ἑσπέραν περὶ τὴν ἀκρατοποσίαν διετέλει, προπίνων τοῖς ἀρίστοις, καὶ ὡς ἀναπαύοιτο, ἐπεγειρόμενος αὖθις ἐς ὁμιλίαν καθίστατο. λέγεται δέ, ὡς ἔχοντος ἐν ταῖς χερσὶ τὴν φιάλην ἔλαφος ἐπὶ τὸ στρατόπεδον περιὼν διῄει, καὶ ἐπιθορυβούντων αὐτῷ τῶν στρατιωτῶν, ὡς ἡ ἔλαφος ἐπιπαρῇ, ἀγχοῦ γενόμενος ἐπειρᾶτο, εἰ φιάλην ἐπὶ τοῦ κέρατος φέροι, ὡς ταύτην ἀνακτησόμενος ἐπὶ τῆς ὁμιλίας. ἦν μέντοι ἄλλως ὁ Μουσουλμάνης ἐπιεικὴς καὶ τὸ σῶμα ῥωμαλέος καὶ ὁρμὴν ἐς τὸ μάχεσθαι κράτιστος, Μωσῆς δὲ τοὐναντίον θυμοῦ τε ἀκρατέστερος ὡς ἐπίπαν, καὶ ταχὺς δὲ μάλιστα ἐς ὀργήν, καὶ ἕπεσθαι τῷ δυσμενεῖ μηδὲν ἀνιέντα. ἐπείτε οὖν ἐπιγενομένων αὐτῷ οὐκ ὀλίγων ἐς τὸ πεδίον κατέβη καὶ ἐπὶ Μουσουλμάνην ἤλαυνε, Χασάνης τε ὁ τῶν νεηλύδων ἄρχων καὶ Βρενέζης ἔχων ἱπποδρόμους τῆς Εὐρώπης ηὐτομόλησαν αὐτίκα παρὰ Μωσέα. ὁ δὲ ὡς ᾔσθετο τοὺς νεήλυδας ἀφεστηκότας ἰέναι ἐπὶ τὸν ἀδελφόν, ἤλαυνεν εὐθὺ Βυζαντίου ἐπὶ τοῖς Ἕλλησι καὶ τὴν Βυζαντίου βασιλείαν ἐν νῷ ἔχων συμμῖξαι, ὡς ἐντεῦθεν αὖ ἐπὶ τὴν Ἀσίαν διαβὰς ἐπιχειροῖ τὰ ἐν τῇ Ἀσίᾳ πράγματα. καὶ ὡς ἔχων τοῖς Τούρκοις ἐπίδηλος ἦν κατὰ τὴν ὁδὸν τὴν ἐς τὸ Βυζάντιον φέρουσαν, ἐνταῦθα συλλεγέντες οἱ τήνδε τὴν χώραν οἰκοῦντες Τοῦρκοι τόν τε Μουσουλμάνην ἐζώγρησαν καὶ ἀπήγαγον παρὰ Μωσέα, χαριζόμενοι τῷ βασιλεῖ. ὁ μέντοι Μωσῆς τόν τε ἀδελφὸν διεχρήσατο καὶ τούς γε Τούρκους πανοικί, οἳ συλλαβόντες ἧκον ἄγοντες, πυρὶ σὺν γυναιξί τε ἅμα καὶ παισὶν ἐνέπρησε, φάμενος ἀθέμιτα ἐργασαμένους, καὶ βασιλέα σφῶν αὐτῶν συλλαβόντες ταύτην τὴν δίκην ὑπέχοιεν. Αὐτὸς δὴ ὑπέλαβε τὴν βασιλείαν, καὶ ἐς τὴν Ἀσίαν διαβὰς κατεστήσατο τὰ ἐκείνου πράγματα, καὶ ἐδόκει αὐτῷ ἀσφαλέστατα ἕξειν. καὶ ἐπήλαυνεν ἐν νῷ ἔχων πολιορκήσειν Βυζάντιον, καὶ τῇ τε Θέρμῃ πόλεμον ἐπήνεγκε, καὶ τῷ Τριβαλλῶν ἡγεμόνι πολεμῶν διεγένετο, τήν τε χώραν αὐτοῦ θ' ἅμα ληϊζόμενος καὶ Σπενδερόβην τὴν μητρόπολιν αὐτοῦ πολιορκῶν. Στέπανος μὲν οὖν οὗτος Ἐλεαζάρου Παιαζήτεω τῆς γυναικὸς ἀδελφός, Βοῦλκος δὲ τοὔνομα ἔχων, ὡς Ἐλεάζαρος ἐτελεύτησε, τήν τε ἡγεμονίαν παρέλαβε καὶ ἐτυράννευε, τῷ τε Παιαζήτῃ συστρατευόμενος, ᾗ ἂν παραγγέλλῃ. καὶ τότε δὴ ἐν τῇ πρὸς Μουσουλμάνην γενομένῃ μάχῃ πρὸς τῷ Βυζαντίῳ μετέστη τε ἀπὸ Μωσέως ἐπὶ τὸν ἀδελφὸν καὶ ηὐτομόλησε· δι' ἃ δὲ πόλεμον ἐπιφέρων τήν τε πόλιν αὐτοῦ ἐπολιόρκει καὶ τὴν χώραν ἐδῄου ὡς δὲ ἐπελαύνων ἐπολιόρκει Βυζάντιον, ἐξηρτύετό τε ἅμα ἐπιφέρων τε καὶ ἐπέχων, ὅσα τῆς χώρας ἠδύνατο, καὶ τριήρεις καὶ πλοῖα, ὡς ἠδύνατο, πλεῖστα ναυπηγησάμενος ἐπῄει διά τε τῆς ἠπείρου καὶ διὰ θαλάσσης. ἐνταῦθα πληρώσαντες οἱ Ἕλληνες πλοῖα, ὅσα ἐπῆν αὐτοῖς, καὶ δὴ καὶ τριήρεις, ἡγουμένου Ἐμμανουήλου τοῦ νόθου Ἰωάννου τοῦ βασιλέως παιδός, ἀντανήγοντό τε καὶ ἐναυμάχησαν· καὶ ἐνίκησαν οἱ Ἕλληνες. οὗτος δὲ ὁ Ἐμμανουῆλος, ὁ τοῦ βασιλέως παῖς, τὰ ἐς γνῶσιν καὶ φρόνησιν οὐδενὸς λειπόμενος, ἐπὶ τὸ ἐξηγεῖσθαι ἐς πόλεμον ἱκανός τε ἐδόκει ἐν τῷ τότε παρόντι καὶ ηὐδοκίμει. δι' ἃ δὴ εὐδοκιμῶν ἑάλω τε ὑπὸ τοῦ ἀδελφοῦ βασιλέως, καὶ ἐσπεσὼν ἐς εἱρκτὴν διεγένετο ἐπὶ ἔτη ἑπτακαίδεκα σὺν τοῖς παισὶν αὐτοῦ. Μωσῆς μὲν οὖν ὡς ἐσφάλη τὴν κατὰ θάλασσαν δύναμιν, ἐπιὼν διὰ τῆς ἠπείρου ἐδῄου τε τὴν Βυζαντίου χώραν καὶ Θέρμην, ἣν ἐπολιόρκει καὶ Τριβαλλοῖς ἐπολέμει. πρὸς μὲν οὖν τοὺς ἐν τῇ Ἀσία Τούρκων ἡγεμόνας σπονδὰς ποιησάμενος εἰρήνην ἦγε, καὶ ἐν τῇ Εὐρώπῃ τὰ πολλὰ διατρίβων ἐτύγχανεν. Ἕλληνες μὲν οὖν, ὡς ἐτελεύτησε Μουσουλμάνης, ἐπαγόμενοι τὸν παῖδα αὐτοῦ, τοὔνομα Ὀρχάνην, συνέστησαν ἐπὶ Μωσεῖ· μετὰ δὲ ταῦτα ἔπεμψαν ἐς τὴν Θέρμην, ὡς ἐντεῦθεν τῷ τε Μπογδάνῳ καὶ τοῖς ἄλλοις τοῖς ταύτῃ Τούρκων διὰ χρημάτων ἐπικούροις ὁρμώμενός τε ἐπὶ τὴν Εὐρώπην ἐπελαύνοι καὶ τὴν χώραν κατάσχοι. ὁ μέντοι παῖς ἐπετέτραπτο ἀνδρὶ Τούρκῳ ἀπὸ Ἀσίας, Παλαπάνῳ τοὔνομα, τὰ μὲν ἄλλα οὐκ ἀγεννεῖ, πιστῷ δὲ οὐ πάνυ. καὶ ἐς τὴν Θέρμην ἀφίκετο, ἐξιὼν δ' ἐντεῦθεν ᾔει διὰ τῆς Μακεδονίας ἐπὶ Βέρροιάν τε καὶ τὴν ταύτῃ χώραν, καὶ προσχωρούντων αὐτῷ τῶν ταύτῃ ἐπινεμομένων Τούρκων ἤλαυνεν ἐπὶ Θετταλίαν. Μωσῆς δὲ ὡς ἐπύθετο τὸν Μουσουλμάνεω παῖδα τήν τε χώραν ὑπαγόμενον καὶ ἐλαύνοντα ἐπὶ Θετταλίαν, συντίθεται προδοσίαν τῷ Παλαπάνῳ, ὥστε παραδοῦναι αὐτῷ τὸν παῖδα ἐπιόντι καὶ διασημῆναι ἑκάστοτε, ὅποι ἐλαύνοιεν περιιόντες. οὗτος μὲν οὖν ὡς ἑκασταχοῦ ποι τῆς χώρας ἐπίοι, διεσήμαινέ τε τῷ Μωσεῖ καὶ ἐδήλου, ᾗ ἐπιὼν σφίσιν τε περιτύχοι καὶ τὸν παῖδα παραδοίη αὐτῷ. ἐγένοντο μὲν οὖν οἱ ἀμφὶ τὸν παῖδα ἐπὶ τὸ ἐς Θετταλίαν καθῆκον ὄρος τῆς Μακεδονίας, καὶ ἐνταῦθα ὡς ὑπεσημήνατο ὑπὸ Παλαπάνεω τῷ Μωσεῖ, ἐπιὼν τόν τε παῖδα ἐζώγρησε καὶ τὸν στρατὸν διέφθειρε. μετὰ δὲ ταῦτα ἐπὶ τὴν Μπογδάνου χώραν ἀφικόμενος τήν τε χώραν αὐτῷ ταύτῃ ὑπηγάγετο, καὶ τοῖς Ἕλλησι διαπολεμῶν προσεῖχεν ἐντεταμένως. Ἕλληνες μὲν οὖν οὕτως ἐπολεμοῦντο. καὶ Ἰησοῦς ὁ νεώτερος τῶν Παιαζήτεω παίδων ἐπὶ τοὺς Ἕλληνας ἀφικόμενος ἔστε τὴν τοῦ Ἰησοῦ θρησκείαν μετέβαλλε, καὶ οὐ πολλῷ ὕστερον ἐτελεύτησε. Μεχμέτης μὲν οὖν, καὶ οὗτος Μωσέως μὲν ἀδελφός, παῖς δὲ Παιαζήτεω, ἀπὸ τῆς Καραμάνου χώρας ὁρμώμενος, ἐπειδὴ ἐν ἱκανῷ ἡλικίας ἦν, τούς τε συγγενεῖς τῶν Τούρκων μετῄει, οἷς ἐπὶ τὴν ἀρχὴν ἐπιπαριών. καὶ διαπρεσβευομένων, καὶ τῶν Ἑλλήνων ὑποδεχομένων καὶ αὐτῶν κατὰ δύναμιν ἐς τὴν βασιλείαν αὐτῷ συλλήψεσθαι, τήν τε Ἀσίαν ὑπηγάγετο, ἀχθομένων τῶν τῆς Ἀσίας ἀρίστων τῆς Μωσέως ἐν ἀρχῇ τυραννίδος καὶ προσχωρούντων τῷ Μεχμέτῃ, τῆς τε Ἀσίας ὑπῆρξε καὶ ἐπεὶ τὴν Εὐρώπην ὑπηγάγετο. οὗτος μὲν δή, ὡς Μουσουλμάνης τε ἐβασίλευε καὶ Μωσῆς καὶ Ἰησοῦς, πρότερον οἱ τὸ παιδίον ἐπιτετραμμένοι, μὴ κατάδηλον, ὅποι τυγχάνοι ὂν τὸ παιδίον γενόμενον τοῖς ἀδελφοῖς, δεδοικότες, μὴ συλληφθείη τε καὶ ἀπόλοιτο, χορδοποιοῦ τινός, ἐν Προύσῃ παρεκατέθεντο, ὡς ἂν τὴν τέχνην ἐκμανθάνοι. καὶ μετὰ ταῦτα, ὡς ἐνταῦθα τῆς ἡλικίας ἦν, ὅπῃ ἀντιλαβέσθαι τῶν πραγμάτων αὐτῶν οἷός τ' ἦν, ἐχώρει ἐπὶ Καραμᾶνον τὸν Ἀλισούριον. καὶ ἐντεῦθεν δή, ὡς πρόσθεν μοι ἐδηλοῦτο, ὁρμώμενος τῆς τε Ἀσίας εὐπετῶς ἦρξε, συνεπιλαβομένου τοῦ Καραμάνου καί τινων ἄλλων ἡγεμόνων τῶν ἐν τῇ Ἀσίᾳ, καὶ ἐπὶ Βυζάντιον διαβὰς τῷ τε Ἑλλήνων βασιλεῖ ἐς λόγους ἀφίκετο, καὶ ὅρκια ποιησάμενοι, ᾗ ἐδόκει αὐτοῖς ἐπιτηδείως ἔχειν, ἤλαυνεν ἐπὶ τῶν Τριβαλλῶν ἡγεμόνα, τὰ τῆς Θρᾴκης, ὡς συμμίξων τε ἐκείνῳ καὶ προσλαβὼν τὴν ἐκείνου δύναμιν ἐπίῃ μαχούμενος τῷ ἀδελφῷ. Μωσῆς μέντοι, ἐπεὶ ἐπύθετο τάχιστα διαβαίνοντα ἀπὸ τῆς Ἀσίας, ἐπήλαυνε σὺν πολλῷ τῷ στρατεύματι ἐπ' αὐτόν, καί ποι τῆς χώρας διελαύνοντι κατὰ Χαριούπολιν προσέμιξε τῷ ἀδελφῷ καὶ ἐς μάχην καθίστατο. συνταξάμενος δὲ ἐπῄει· καὶ ὁ ἀδελφὸς αὐτοῦ Μεχμέτης ἀντεπῄει συντεταγμένῳ τῷ στρατεύματι. καὶ ὡς ὁμόσε ἐγένοντο τοῖν ἀδελφοῖν τὰ στρατεύματα, τὸ μὲν τῆς Ἀσίας διαβὰν σὺν τῷ Μεχμέτῃ, τὸ δὲ ἀπὸ τῆς Εὐρώπης, συνέμισγον καὶ ἐμάχοντο. μετ' οὐ πολὺ δὲ ἐτράπετο τὸ ἀπὸ τῆς Ἀσίας στράτευμα, καὶ ὥρμητο ἐς φυγήν. Μεχμέτης μὲν δὴ ὁ χορδίνης ἐπὶ Ἀλίην Παιαζήτεω παῖδα ἐς Βυζάντιον διεσώζετο, καὶ τὰ στρατεύματα διεσώζοντο. ἐντεῦθεν αὖθις ἐπὶ τὴν Ἀσίαν διαβάντα ἐπερρώννυντό τε αὖ καὶ ἀνελαμβάνοντο σφᾶς, ὡς αὖθις ἐπιόντες καὶ ἀναμαχούμενοι τῷ Μωσεῖ περὶ τῶν ἄλλων πραγμάτων. χρόνου δὲ οὐ πολλοῦ διελθόντος συναγείρας τὸ τῆς Ἀσίας στράτευμα διεπορθμεύετο ὑπὸ τῶν Ἑλλήνων ἐς τὴν Εὐρώπην. ἐς μὲν οὖν τὴν Ἀσίαν διαβῆναι τὸν Μωσέα διεκώλυον Ἕλληνες, ἐπεὶ ἐπεκράτουν τὴν τῆς θαλάττης διάβασιν, καὶ τόν τε Ἑλλήσποντον ἐπετήρουν καὶ τὸ ἐν Προποντίδι Ἱερόν. Μεχμέτης μὲν οὖν, ὡς ἐς τὴν Εὐρώπην διέβη αὐτῷ τὰ στρατεύματα, ἴετο εὐθὺ Τριβαλλῶν ὡς τὴν δύναμιν ἐκείνων προσληψόμενος ἀξιόχρεων οὖσαν. ὡς δὲ ἠπείγετο συμμῖξαι Μωσῆς, ὡς ἐγένετο ἐν Πανίου χώρᾳ οὕτω καλουμένῃ τῇ ὑπὲρ τὸν Αἷμον χώρᾳ, ἐνταῦθα καταλαμβάνει ἐπίπροσθεν γενόμενος διὰ τοῦ ὄρους ὁ Μωσῆς τοῦ ἀδελφοῦ. καὶ ὡς ᾔσθετο ἐπιόντα τὸν ἀδελφὸν ἐγγυτάτω οἱ γενέσθαι, παρετάξατό τε καὶ εἰς μάχην καθίστη. μετ' οὐ πολὺ δὲ ἐτράπετο, καὶ φεύγων ᾤχετο ἐπὶ τῶν Τριβαλλῶν ἡγεμόνα. καὶ ἐπειδὴ διέτριβεν αὐτοῦ, ἔπεμπε λόγους παρὰ τῶν Τούρκων τοὺς ἀρίστους περὶ ἀποστάσεως, πρός τε Χασάνην τῶν ἐπηλύδων ἄρχοντα καὶ ἐπὶ Βρενέζεα καὶ Ἀμουράτην. οἱ δὲ τούς τε λόγους προΐεντο καὶ σφίσι λόγον ἐδίδοσαν περὶ ἀποστάσεως. ἐντεῦθεν Βρενέζης αὐτός τε αὐτομολεῖ παρὰ Μεχμέτην, ἔχων παρ' ἑαυτῷ Τούρκους τε ὡς πλείστους καὶ δὴ καὶ τοὺς παῖδας Χασάνη σὺν τῶν νεηλύδων τοῖς ἀρίστοις. ἐντεῦθεν ὡς τῷ Μεχμέτῃ προσεγένετο δύναμις, ὥστε διαπειρᾶσθαι ἱκανὸς εἶναι τοῦ ἀδελφοῦ, λαβὼν καὶ τὸν Τριβαλλῶν ἡγεμόνα μεθ' ἑαυτοῦ ἤλαυνεν ἐπὶ τὸν ἀδελφὸν ὡς μαχούμενος. Μωσῆς μὲν οὖν διανοούμενος ἐμποδὼν γενέσθαι τῷ ἀδελφῷ, ὥστε μὴ ἐξελαύνειν εἰς τὴν Εὐρώπην καὶ προσάγεσθαι αὐτῷ τὴν χώραν, ἔχων τάς τε θύρας καὶ τὸ τῆς Εὐρώπης στράτευμα ἅπαν πλὴν τῶν παρὰ Μεχμέτην αὐτομολησάντων, διέτριβε κατὰ τὴν τῶν Μυσῶν χώραν. ἐνταῦθα ἐξελθὼν ὁ Μεχμέτης ἐστρατοπεδεύετο. ὡς δὲ ἀγχοῦ γενόμενος τῷ στρατεύματι Μωσέως, παρετάξατο εἰς μάχην· καὶ εἶχε μὲν τὸ εὐώνυμον αὐτοῦ κέρας ὁ τῶν Τριβαλλῶν ἡγεμών, τὸ δεξιὸν δὲ Βρενέζης σὺν τοῖς παισὶν αὐτοῦ· παρῆσαν γὰρ αὐτῷ παῖδες γενόμενοι ἀγαθοὶ Βαράμος τε καὶ Ἀλίης καὶ Βείκης καὶ Ἰησοῦς. ἐπειδὴ δὲ καὶ Μωσῆς παραταξάμενος εἶχεν ἐν τάξει τὰ στρατεύματα αὑτοῦ, καὶ παριὼν ἐπεσκόπει καὶ καθίστη, ὡς αὐτῷ ἐδόκει, παρελαύνων ἁπανταχῇ, ἐνταῦθα Χασάνης ὁ τῶν νεηλύδων ἄρχων αὐτομολήσας, τότε δὴ προσελάσας τῷ ἵππῳ ἐπὶ τὸ Μωσέως στράτευμα ἐφώνει πρὸς τοὺς νεήλυδας. "Ὦ παῖδες, τί διαμέλλετε καὶ οὐκ ἐξέρχεσθε ὅτι τάχιστα ἐπὶ τὸν βασιλέα ὑμῶν, ἄνδρα τε τῶν τοῦ γένους Ὀτουμανίδων δικαιότατόν τε καὶ ἐπιεικέστατον καὶ πάντας δὴ τοῦ γένους αὐτοῦ ὑπερβαλλόμενον ἀρετῇ, ἀλλὰ ἀνέχεσθε ὑβριζόμενοι καὶ κακῶς πράττοντες ὑπ' ἀνδρὸς ὑβριστοῦ τῇ φύσει καὶ ἀλαζόνος καὶ ἑαυτῷ καὶ τοῖς ἐπιτηδείοις αὐτοῦ οὐδὲν ὑγιὲς ἔχοντος;" Ταῦτα λέγοντος τοῦ Χασάνεω, ὥσπερ ἐλαύνων ἐπὶ τὰς συντάξεις ἤκουεν, ὅ τι λέγοι ὁ ἀνὴρ οὗτος, ὑπολαβὼν δέ τις ἔφασκεν. "Ἀλλ' ὦ βασιλεῦ, οὐχ ὁρᾷς Χασάνην τὸν νεηλύδων ἄρχοντα, μέγα τιμηθέντα ὑπὸ σοῦ, ὡς ἐξυβρίζει τοὺς νεήλυδας ἐπικαλούμενος ἐπὶ ἀπόστασιν;" Ἐνταῦθα ὡς ἤκουσε ταῦτα Μωσῆς, οὐκέτι ἐπέσχεν αὑτόν, ἀλλὰ ἐπαφεὶς τὸν ἵππον ἐκέντει ἐπὶ τὸν Χασάνην ὡς ἀναιρήσων, καὶ ἔθει ἀνὰ κράτος. Χασάνης μὲν οὖν ἐπεί τε τάχιστα ᾔσθετο Μωσέα ἀνὰ κράτος ἐλαύνοντα ἐπ' αὐτόν, ἔφευγέ τε αὐτὸς κατὰ δύναμιν, Μωσῆς δὴ ἐφείπετο διώκων. ἐνταῦθα καταλαβὼν φεύγοντα καθαιρεῖ τῷ ξίφει τὸν ἄνδρα, ἄνωθεν καθεὶς τὸ ξίφος. θεράπων δὲ τοῦ Χασάνεω, ὡς ἐπεῖδε τὸν δεσπότην αὐτοῦ ἀναιρεθέντα, καὶ ὡς τὸ δεύτερον Μωσῆς ἐπανατεινόμενος τὸ ξίφος παίσων αὖθις, κατῆρεν ὁ Χασάνεω θεράπων, καὶ τὴν χεῖρα ἐπανατεινόμενος τὴν χεῖρα ἀφεῖλε τῷ ξίφει. ὁ δὲ ὡς ᾔσθετο τῆς χειρὸς αὐτοῦ πεσούσης, ἤλαυνε μέντοι ἐπὶ τὸ στρατόπεδον. καὶ ὡς ᾔσθοντο αὐτὸν τὰ στρατεύματα λελωβημένον, φεύγοντες ᾤχοντο πρὸς τὸν ἀδελφόν. ἐνταῦθα δὴ καὶ αὐτὸς οὐδὲν ἐπέχων δρόμῳ ᾤχετο φεύγων ἐπὶ τὴν Δακίας χώραν. Μεχμέτης μὲν οὖν αὐτίκα, ὡς τὰ στρατεύματα ᾔει ἐπ' αὐτὸν καὶ τὰ πράγματα αὐτῷ ἐγένετο, αὐτίκα ἐδόκει τὸν ἀδελφὸν ἐπιδιώκειν. καὶ κάμνοντα αὐτὸν καὶ σὺν τῇ μιᾷ χειρὶ ἐλαύνοντα καὶ ἔς τι ἕλος ἐμβαλόντα συλλαμβάνουσι, καὶ ἄγοντες παρὰ τῷ ἀδελφῷ, κατεχρήσατο αὐτίκα ἀγχόνῃ τὸν λαιμὸν βιασάμενος. ἐνταῦθα Μεχμέτης ὁ Παιαζήτεω τὴν βασιλείαν παραλαβών, τούς τε Ἕλληνας ἐπιτηδείους ὄντας αὐτῷ, τῷ Τριβαλλῶν ἡγεμόνι χώραν ἐδωρήσατο ἱκανὴν τῇ παροίκῳ αὐτοῦ. μετὰ δὲ ταῦτα στράτευμα ἐπιπέμψας ἐπὶ τὴν Δακίας χώραν ταύτην τε ἐδῄου. ἐς ὃν δὴ πρέσβεις πέμψας ὁ τῶν Δακῶν ἡγεμὼν σπονδάς τε ἐποιήσατο, ἐφ' ᾧ ἀπάγειν φόρον, ὅν τινα ἐτάξατο αὐτῷ Μεχμέτης ὁ βασιλεύς. Ἕλληοι μέντοι φιλία ἦν αὐτῷ διὰ τέλους. διὸ καὶ Ἐμμανουῆλος ὁ Βυζαντίου βασιλεὺς ἐπὶ Πελοπόννησον ἀφικόμενος τόν τε Ἰσθμὸν ἐτείχισε, καὶ τοὺς Πελοποννησίους αὐτοῦ μεταπεμψάμενος, ἐπειδὴ ἐτείχισε τὸν Ἰσθμόν. ὁ δὲ Ἰσθμὸς οὗτος ξύμπασαν τὴν Πελοπόννησον, ὥστε νῆσος γενέσθαι, διείργει, ἐς δύο καὶ τεσσαράκοντα σταδίους ἀπὸ θαλάττης εἰς θάλατταν καθήκων, καθ' ὃν δὴ χῶρον καὶ Ἴσθμια ἐτελεῖτο τοῖς Ἕλλησι. διήκει δὲ ἀπὸ Κορίνθου πόλεως σταδίους πέντε καὶ εἴκοσι. τοῦτον τὸν Ἰσθμὸν ἐλαύνοντος Ξέρξεω τοῦ Δαρείου ἐπὶ τὰς Ἀθήνας ἐτειχίσαντο Πελοποννήσιοι, διακωλύειν βουλόμενοι μὴ παριέναι εἴσω τῆς Πελοποννήσου τὸν βάρβαρον. μετὰ δὲ ταῦτα Ἰουστινιανὸς ὁ Ρωμαίων βασιλεὺς τὸ δεύτερον ἐτείχισε. καὶ οὗτος δή, ὡς εἰρηναῖα αὐτῷ πρὸς Μεχμέτην τὸν Παιαζήτεω, ἐς Πελοπόννησον ἀφικόμενος τόν τε ἀδελφὸν αὐτοῦ καθίστη ἐπὶ τὴν ἀρχὴν τῆς Πελοποννήσου καὶ τὸν Ἰσθμὸν ἐτείχισεν, ὥστε αὐτῷ τελέσαι τοὺς Πελοποννησίους ἐπὶ τὴν τοῦ Ἰσθμοῦ φυλακὴν χρήματα. προηγόρευε μὲν οὖν ἐς τὸν Ἰσθμὸν συλλέγεσθαι. οἱ δὲ ἐπείθοντο καὶ συλλεχθέντες ἐτείχιζον, συμβαλλόμενον ἕκαστον τὴν ἑαυτοῦ δύναμιν. ἐπείτε δὴ ἐς τέλος ἤγαγε τὸ τείχισμα, ἐνταῦθα συλλαμβάνει τοὺς Πελοποννησίων ἄρχοντας, οἳ πολὺν κατέχοντες χρόνον τὴν χώραν οὐδέν τι πάνυ πείθεσθαι τοῖς Ἑλλήνων ἡγεμόσι βούλοιντο, ὅ τι μὴ σφίσιν αὐτοῖς δοκοῦν ἔς τι ὠφελεῖν αὐτούς. τότε μὲν δὴ συλλαβὼν τούτους ἐκομίζετο ἐπὶ Βυζάντιον, ἔχων καὶ τοὺς Πελοποννησίους ἐν φυλακῇ. Τούτους μὲν ᾤχετο ἄγων· Μεχμέτης δὲ ὡς ἐβασίλευε, χρόνου ἐπιγινομένου ἐστρατεύετο ἐπὶ τὸν Ἰσμαήλην Σινώπης ἡγεμόνα, ὅτι τῷ Μωσεῖ φίλος τε ἐδόκει καὶ ἐπιτήδειος ὡς συμβαλέσθαι ἐς τὸν καθ' ἑαυτοῦ πόλεμον. πρεσβείαν δὲ πέμψας καὶ ταξάμενος ἀπάγειν φόρον τὴν τοῦ χαλκοῦ πρόσοδον, (δοκεῖ γὰρ τοῦτο τὸ χωρίον τῶν κατὰ τὴν Ἀσίαν φέρειν μόνον, ὧν ἡμεῖς ἴσμεν, τὸν χαλκόν) τούτου δὲ τὴν πρόσοδον παραδοὺς τῷ βασιλεῖ Μεχμέτῃ σπονδάς τε ἐποιήσατο καὶ τὸν πόλεμον κατελύσατο. Πρὸς μέντοι τοὺς Οὐενετοὺς διενεχθεὶς ἐπολέμησε διά τε τὴν πρὸς Ἰόνιον χώραν τῶν Οὐενετῶν, ἣν ἐπιπέμψας στρατεύματα ἐδῄου. ἔνθα δὴ διαπρεσβευσάμενοι, ὡς οὐδὲν εὕραντο ἐπιτήδειον, ἐπολέμουν αὐτῷ. δοκεῖ δὲ τοῦτο τὸ γένος παλαιόν τε γενέσθαι καὶ τῶν κατὰ τὸν Ἰόνιον Εὐγανέων κράτιστον δὴ εἶναι καὶ γενναιότατον. ᾤκουν δὲ τὸ πρῶτον χώραν τὴν πρὸς τῷ μυχῷ τοῦ Ἰονίου ἀπὸ Ἰλλυριῶν καθήκουσαν ἐπὶ Ἰταλίαν, καὶ Ἑνετοιμὲν τὸ παλαιὸν ὠνομάζοντο, μετὰ δὲ ταῦτα Οὐενετοὶ ἐκλήθησαν. ὁρμώμενοι δὲ ἀπὸ τῆς ἠπείρου, τὰ μὲν προαιρέσει, τὰ δὲ καὶ ἀνάγκῃ, δῃουμένης τῆς χώρας αὐτῶν, ὥστε ἐν ἀσφαλεῖ μᾶλλον ᾤκησθαι, ἐπὶ νῆσόν τινα βραχεῖαν καὶ τεναγώδη ἀπὸ τῆς ἠπείρου ἐς πεντεκαίδεκα σταδίους ᾤκησαν. ἀπὸ σμικροῦ δέ τινος ὁρμώμενοι, συλλεγομένων ἐς αὐτοὺς καὶ τῶν ἀπὸ τῆς ἠπείρου περιοίκων, ὑπὸ τῶν πολεμίων ὅτι μάλιστα κακουμένων, καὶ προσγινομένων ἀεὶ ἀπὸ τῆς ἠπείρου, ᾠκίσθη τε ὁ χῶρος οὗτος καὶ εὐνομήθη. ἐς μέγα δυνάμεως ἐχώρει δὲ ἡ πόλις αὕτη εὐνομουμένων τε τῶν ἐς αὐτὴν συνεληλυθότων· ἀπό τε τῆς ἠπείρου ἐπισήμων ἀνδρῶν εἴ τινα τήν τε χώραν ἀφελόμενοι οἱ πολέμιοι ἐπιδιώκοιεν, ἐνταῦθα γενόμενος ᾤκει. μεγάλης δὲ τῆς πόλεως ἐν βραχεῖ γενομένης πολλοί τε Ἑλλήνων τε καὶ Ρωμαίων καὶ ἄλλων συχνῶν γενῶν ἄνδρες, γένους ὄντες περιφανοῦς, ἤν τις ἐν τῇ πατρίδι αὑτοῦ μὴ εὖ φέροιτο, εἴτε ὑπὸ τῶν ἀντιστασιωτῶν διωκόμενοι, εἴτε ὑπὸ τῶν πολεμίων ἐξελαυνόμενοι, ἐς ταύτην δὴ τὴν πόλιν συνελέγοντο, ἄνδρες ἐπίσημοί τε καὶ ἀγαθοὶ καὶ παῖδες ἀνδρῶν τε ὄντες ἐπιφανῶν καὶ χώρας ἀρχόντων οὐ φαύλης. τοῦτο μὲν ἐκ τῆς κατὰ τὸν Ἰόνιον χώρας καὶ τῆς Ἑλλάδος, τοῦτο δὲ καὶ ἐκ τῆς Ἰταλίας ἐξελαυνόμενοι καὶ ἐνταῦθα ἀφικόμενοι ᾤκουν δὴ ἀσφαλέστερον. Ἐχούσης δὲ τῆς πόλεως ἐμπορίαν, ὅτι μάλιστα ἀνάγκης ἀποδεικνυμένης ἐς τοῦτο τρέπεσθαι ἕνα ἕκαστον, διὰ τὸ μηδαμῇ τῆς ἠπείρου τοὺς ἐποίκους ἀντέχεσθαι, μηδέ, ὅσα φέρει ἡ ἤπειρος, ἐργαζομένων τὴν γῆν, ἀλλὰ καὶ ἀπὸ θαλάττης ἐσκομιζομένων τὰ ἐπιτήδεια ἐς τὴν πόλιν, χρήματα μεγάλα ἐργασάμενοι ἀπὸ τούτου τήν τε δύναμιν ἀξιόχρεω ἀπεδείκνυντο ἁπανταχῇ, καὶ τὴν πόλιν διῴκουν οἰκημάτων τε τῷ πολυτελεῖ καὶ μεγαλοπρεπείᾳ οἰκιῶν καὶ ναῶν. τριήρεις δὲ ναυπηγησάμενοι οὐκ ὀλίγας, καὶ δυνάμεις περιβαλόμενοι ἰσχυράς, πρός τε τοὺς ἐν τῇ θαλάττῃ δυνατοὺς δοκοῦντας γενέσθαι προσενηνεγμένοι φθόνῳ διεπολέμουν, δέει ἐπ' αὐτοὺς τὸν πόλεμον ἐπιφερόντων τῷ δοκεῖν ἐπὶ μέγα ἤδη χωρῆσαι δυνάμεως. τήν τε πρὸς τὸν Ἰόνιον χώραν ἐκπλέοντι ἐπ' ἀριστερά, ἀπ' αὐτοῦ δὴ τοῦ μυχοῦ, χώραν τε οὖσαν οὐ φαύλην καὶ πόλεις εὐδαίμονας ὑπηγάγοντο· ἐπὶ δὲ τὸ Αἰγαῖον πέλαγος ἀφικέσθαι· τούς τε παράπλους αὐτοῦ ταύτῃ καταστρεψάμενοι Κέρκυράν τε ἐχειρώσαντο σύμπασαν καὶ Εὔβοιάν τε καὶ Κρήτην καὶ Πελοποννήσου τὰς πόλεις. καὶ ἐπὶ Συρίαν δὲ ἀφικόμενοι στόλῳ καὶ Κυρήνην πόλιν ὑφ' αὑτοῖς ποιησάμενοι μεγάλα ἀπεδείκνυντο ἔργα, πρός τε τοὺς βαρβάρους ταύτῃ πολλαχῇ διαναυμαχήσαντες καὶ τῆς θαλάσσης τῆς ἐντὸς Ἡρακλείων στηλῶν ἐπικρατήσαντες. κατά τε Εὐρώπην πρὸς τοὺς ἐν τῇ θαλάττῃ δοκοῦντας δύνασθαι ὁτιοῦν διεπολέμουν. καὶ Ἰταλίας μέντοι τῆς παράπλου οὐδέν, ὅ τι καὶ ἄξιον λόγου, ὑπηγάγοντο σφίσιν, ὅτι μὴ Ραβέννην πόλιν εὐδαίμονα τελευτήσαντος τοῦ ἐν αὐτῇ ἡγεμόνος, διὰ τὸ μὴ ἐς τὸ ὁμόφυλον ἰέναι πολέμῳ, ἀλλ' ἐπὶ τοὺς ἀλλοφύλους διαναυμαχεῖν. ἐπολέμησαν δὲ οὗτοι πρός τε τοὺς Ἕλληνας, καὶ ναυμαχίαις περιγενόμενοι τήν τε μητρόπολιν ἐχειρώσαντο ἐπισπομένων σφίσι καὶ ἑσπερίων συχνῶν, ἐξηγουμένων δ' αὐτῶν ἐπὶ τοὺς Ἕλληνας. καὶ ὡς τῆς ἠπείρου ἀντέχεσθαι ἤρξαντο, ἐν βραχεῖ δὴ χώραν τῆς ἠπείρου ἐκτήσαντο ἀγαθήν, καὶ ὀχυρὰν τὴν πόλιν αὑτῶν παρείχοντο, κατ' ἄμφω τὼ δυνάμεε ἐπὶ μέγα αὔξοντες. πρός τε τοὺς τῆς ἠπείρου ἡγεμόνας διενεχθέντες ἐπολέμησαν ἐπὶ πολλὰς γενεὰς τὸν πόλεμον, καὶ διέφερον χρημάτων προσόδῳ τὴν πόλιν μεγάλην ἑαυτοῖς παρασκευασάμενοι.Μετὰ δὲ ταῦτα καὶ ὑπὸ Βαρβαρόσσης βασιλέως τῆς Ἰταλίας πρὸς ἑσπέραν χώρας [πρὸς] τὸν Ρώμης ἀρχιερέα ἐκπεσόντα τε τῆς ἀρχῆς καὶ τῆς Ρωμαίων πόλεως, κατήγαγόν τε τὸν ἀρχιερέα, καὶ πρὸς τὸν βασιλέα πολεμήσαντες, ὥστε ἐμπεδῶσαι τῷ ἀρχιερεῖ τὴν ἀρχήν, ναυμαχίᾳ τε ἐπεκράτησαν καὶ κατήγαγον. καὶ πρός τε τοὺς Ἰανυΐους, δοκοῦντας τῆς κατὰ τὰ χωρία ἐκεῖσε καὶ τὴν πάραλον τῆς Ἰταλίας ἐπικρατεῖν, πόλεμον ἐξενεγκόντες μεγάλα ἀποδείξασθαι ἔργα, πολλαχῇ διαναυμαχήσαντες καὶ περιγενόμενοι. οὗτοι τοιγαροῦν τὸν πρὸς τοὺς Οὐενετοὺς πόλεμον ἀναιρούμενοι ὀλίγου δεῖν τὴν πόλιν αὐτὴν ἐχειρώσαντο, ἐπιπλεύσαντες τριήρεσι καὶ ναυσὶν ἐπὶ τὸν Οὐενετῶν λιμένα, καὶ εἰσελθόντες κατὰ τὸ ἐπὶ Κιόζην. πόλις δὲ αὐτῶν ᾤκηται, ὅπῃ δὴ ὁ λιμὴν μέγας τε ὢν καὶ πεντακοσίους σταδίους διήκων λήγει ἐς τὴν κατὰ τὸν Ἠριδανὸν χώραν· ταύτῃ γὰρ Ἠριδανός, μέγας τε τῶν κατὰ τὴν Ἰταλίαν ποταμῶν καὶ ναυσὶ πλόιμος, πρὸς ταύτῃ δὴ ἐκδιδοῖ ἐς τὴν θάλασσαν, ταύτῃ δὴ οὖν εἰσελθοῦσαι αἱ νῆες τῶν Ἰανυΐων ἐπὶ τὸν Οὐενετῶν λιμένα τήν τε Κιόζην κατέσχον καὶ ἠνδραποδίσαντο. μετὰ δὲ ταῦτα πρὸς τὴν πόλιν διεπρεσβεύοντο. καὶ ἐν ἀπόρῳ δὲ ὄντες οἱ ἐν τῇ πόλει, καὶ οὐκ ἔχοντες, ὅ τι γένωνται, ὑπακοῦσαί τε τοῖς Ἰανυΐοις ἔφασαν ἕτοιμοι εἶναι, καὶ ὡς ἂν δοκοίη αὐτοῖς ξύμφορον εἶναι καὶ ἐπιτήδειον, πολιτεύεσθαι, καὶ αἰτεῖσθαι σφᾶς ἐκέλευον, ὅ τι βούλονται, ὡς παρεχομένων ἑτοίμως αὐτοῖς ταῦτα. οἱ δὲ ὡς τὰ παρὰ τῆς πόλεως ἤκουσαν, οἰόμενοι τὴν πόλιν καταλήψεσθαι αὐθαδέστερόν τε ἀπεκρίναντο τῇ πρεσβείᾳ, φάμενοι αἰτεῖσθαι αὐτοὺς ἐπὶ τρεῖς ἡμέρας ἐξεῖναι σφίσι διαρπάζειν τὴν πόλιν. οἱ μέντοι πρέσβεις ὡς ἀπεχώρησαν καὶ τὰ ἐπεσταλμένα τῇ πόλει ἀπήγγελον, ἥ τε σύγκλητος καὶ ὁ δῆμος ὑπεραχθεσθεὶς τῇ τῶν πολεμίων αὐθαδείᾳ τε καὶ ἀκολασίᾳ ναῦς τε αὐτίκα ἐπλήρωσαν, ὅσας ἠδύναντο, καὶ αὐτοὶ ἐς τὰς ναῦς ἐμβάντες ἀνήγοντο ἐς τὸν λιμένα. οἵ τε Ἰανυΐοι ἀντανήγοντο, καὶ αὐτίκα ἐν τῷ λιμένι ἐναυμάχησαν, καὶ οὐδὲν πλέον ἔσχον οἱ πολέμιοι. ἐνταῦθα ὡς ἐπετράποντο ἡττημένοι εἰς Κιόζην, αὐτίκα οἱ Οὐενετοὶ ναῦν φέροντες μεγίστην τῶν παρὰ σφίσι νεῶν ἐς τὸ τοῦ λιμένος στόμα, ᾗ δὴ εἰσῄεσαν οἱ πολέμιοι, κατέδυσαν αὐτοῦ ταύτῃ (ἔστι γὰρ τοῦτο στενώτατον), καὶ τὸ στόμα ἐπικλείσαντες λιμῷ τοὺς Ἰανυΐους ἐν τῇ Κιόζῃ ἐξεπολιόρκησαν. ἀπεπειρῶντο μὲν οὖν καὶ τῆς διώρυχος, ἣ ἐκ τοῦ Ἠριδανοῦ ἐς τὸν λιμένα ἀφικνεῖται, διορύσσοντες, ὥστε ἐκπλοίμοι γενέσθαι ταῖς ἑαυτῶν ναυσὶν ἐπὶ τὸν Ἠριδανόν· ἀλλ' οὐχ οἷοί τε ἐγένοντο ἀνύσαι τοὖργον. ἐδόκει δὲ καὶ ὁ Παταβίου ἡγεμὼν συμβαλέσθαι αὐτοῖς ἐς τόν τε πόλεμον, διάφορος ὢν τοῖς Οὐενετοῖς. οὗτοι μὲν λιμῷ ἐκπολιορκηθέντες ὑπὸ τῆς Οὐενετῶν πόλεως παρέδοσαν σφᾶς χρῆσθαι σφίσιν, ὅ τι βούλονται, καὶ ταύτῃ αἴσχιστα ἀπώλοντο, οὐκέτι παρὰ τὸ δέον σωφρονισθέντες. οἱ δὲ Οὐενετοὶ τὸ ἀπὸ τοῦδε στρατευόμενοι ἐπὶ τὴν Ἰανυΐων πόλιν πολλαχῇ τε ἐναυμάχησαν καὶ ἐπεκράτησαν, δύναμίν τε περιποιούμενοι τὸ ἀπὸ τοῦδε, καὶ τῆς θαλάσσης εἴργοντες τῆς κατ' ἐκείνην τὴν χώραν· ἔνθα δὴ ξυμφορᾷ περιέπεσεν ἡ πόλις αὕτη οὐ τῇ ἐπιτυχούσῃ διὰ τὰς ναυμαχίας ταύτας. ὕστερον μέντοι τόν τε τοῦ Παταβίου ἡγεμόνα τισάμενοι, τήν τε πόλιν ἐπολιόρκησαν, καὶ ὑπαγόμενοι τῆς ἠπείρου ἀντείχοντο βεβαιότερον ἐς σφᾶς ἐχυροῦντες τὴν ἀρχὴν τῆς ἠπείρου. καὶ πρότερον μέντοι ἀρχήν τινα ἐς τὴν κατὰ τὴν ἤπειρον κτησάμενοι, καὶ Ταρβίζιον πόλιν εὐδαίμονα ἐπικτησάμενοι, προήγαγον τὴν χώραν αὐτῶν, ἐπαγομένων τῶν τῆς πόλεως ἔχθει τῷ σφετέρῳ πρὸς τοὺς σφῶν ἡγεμόνας. καὶ ὑστερούμενοι, ὡς τὸ Πατάβιον ἐχειρώσαντο τοῦ ἡγεμόνος Καραρίων τῆς οἰκίας πρὸς τούτους διενεχθέντος, ὁρμώμενοι ἀπὸ τούτου πόλεις τε ἄλλας οὐκ ὀλίγας κατεστρέψαντο τῶν κατὰ τὴν Ἰταλίαν χώραν καὶ ἐς τὴν Λιγυρίαν, ἄλλας τε δὴ καὶ Οὐηρώνην πόλιν εὐδαίμονα, ἐξελάσαντες τοὺς ἡγεμόνας αὐτῆς Κλιμακίων τῆς οἰκίας οὕτω καλουμένους, καὶ Οὐικεντίαν καὶ Πρηξίαν, ὀλβίας τε πόλεις καὶ ἐπισήμους τῶν νῦν κατὰ τὴν Ἰταλίαν. Μετὰ δὲ ταῦτα πρὸς τὸν Λιγυρίας τύραννον διενεχθέντες ἐπολέμουν ἐπὶ συχνὰ ἔτη. ἔστι δ' ὁ ἡγεμὼν οὗτος οἰκίας τῶν Μαριαγγέλων, ἄρχων δὲ Μεδιολάνου πόλεως. ἦν δὲ ἐπιτηδεύμασί τε ὀλβιωτάτη, καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ προέχει τῶν ἐν τῇ Ἰταλίᾳ πόλεων, καὶ πολυάνθρωπος οὖσα παλαιοτάτη τε δοκεῖ γενέσθαι καὶ αἰεί τε, ἐξ ὅτου ᾠκίσθη, εὐδαιμονῆσαι τοῖς τε ἐπιτηδεύμασι τοῖς πολεμικοῖς καὶ ὅπλων κατασκευῇ. μεσόγαιος δ' οὖσα ἡ πόλις αὕτη διέχει ἀπὸ θαλάσσης τῆς Ἰανυΐων σταδίους ἀμφὶ τοὺς ἑξακοσίους, ἀγχοῦ δὲ ᾤκηται τῆς Γαλατίας, ἥτις καὶ Σαβόϊα χώρα κέκληται. ῥεῖ δὲ ποταμὸς διὰ τῆς πόλεως, καὶ ἐκδιδοῖ οὗτος ἐς Τεσίνην ποταμὸν πρὸς Παβίῃ πόλει. Τεσίνης δ' αὖ ἐπιρρεῖ ἐς τὸν Ἠριδανὸν πρὸς Πλακεντίῃ πόλει μεγάλῃ τῆς Λιγυρίας· οὗτος μὲν ᾗ ἐκδιδοῖ, πρότερόν μοι δεδήλωται· λέγονται δ' οἱ τῆς οἰκίας ταύτης ἐς τὴν Μεδιολάνου καὶ τῆς ἄλλης Λιγυρίας ἀρχὴν καταστῆναι τρόπῳ τοιῷδε. δράκων ἀπὸ ὄρεος φοιτῶν ἐς τὴν πόλιν ἀνθρώπους διαφθείρων οὐκ ἐπαύσατο, τούς τε ἐπὶ τὰ ἔργα ἐπιόντας καὶ ἐπὶ τοὺς ἀγρούς, γυναῖκα μέν, ᾗ λέγεται, οὐδέν τι ποιούμενος, καὶ τούς γε ἄνδρας ἐπὶ συχνὸν χρόνον διελυμαίνετο. καὶ πολλοὶ δὴ ἐπ' αὐτὸν ἐπελθόντες πολλά τε καὶ ἀνήκεστα πρὸς τοῦ θηρὸς ἐπεπόνθεισαν· ἤνυον δὲ οὐδέν. οὗτος δὴ ὁ Μαριάγγελος, πρῶτος τῆς οἰκίας ταύτης, Βρετανὸς δὲ τὸ γένος, θεράποντα ἐξοπλίσας πανοπλίᾳ καὶ αὐτὸς ἐνεδύσατο πανοπλίαν. μετὰ δέ, ὡς ᾖσαν ἐπὶ τὸν θῆρα, τὸν μέντοι θεράποντα χανὼν κατὰ μέσον ἐσεφόρει ἐς τὸν λαιμὸν αὐτοῦ· ὡς δ' ἤδη χανὼν οὔτε ἐντὸς λαβεῖν οἷός τε ἐγένετο, οὔτε ἐς τοὐπίσω ἐξορμῆσαι, πελέκει τὴν κεφαλὴν τοῦ δράκοντος καταίρων διέτεμε. καὶ ὁ μέντοι δράκων ταύτῃ ἔπεσε, καὶ ἡ πόλις ἠλευθέρωτο τοῦ θηρὸς πολεμοῦντος αὐτῇ. καὶ οὕτω δὴ στρατηγόν τε σφίσιν οἱ τὸ Μεδιόλανον ἐνοικοῦντες ἐστήσαντο, καὶ ἡγεῖσθαι ἐκέλευον ἐπὶ τοὺς πολεμίους ὡς ἄνδρα ἀγαθὸν γενόμενον. μετ' οὐ πολὺν δὲ χρόνον ἡγεμών τε κατέστη, δορυφόρους ἔχων ἀμφ' αὑτὸν καὶ τοὺς ἐν τῇ πόλει πείθεσθαι ἀναγκάζων. οὕτω δὴ ἄρξαντος ταύτης τῆς χώρας ἐπὶ τέσσαρας γενεὰς ἐς τὸν Φίλιππον ἡ ἀρχὴ περιῆλθε, πρὸς ὃν δὴ οἱ Οὐενετοὶ ἐπολέμουν διενεχθέντες, τά τε ἄλλα καὶ στρατηγοὺς ἑλόμενοι σφίσιν ἐς τὸν πόλεμον ἄνδρας τε ἀγαθοὺς καὶ χώρας ἄρχοντας οὐκ ὀλίγης. πρῶτον μέντοι Καραμινιόλαν στρατηγὸν εἵλοντο ἐπὶ τὸν Λιγυρίας ἄρχοντα. καὶ ὡς αὐτοῦ συνίεσαν καταπροδιδόντος τὴν χώραν καὶ συντιθεμένου τῷ Μεδιολάνου ἡγεμόνι, συλλαβόντες ἀνεῖλον, καὶ Φραγκίσκον τὸν Φορτίαν ἐπίκλην μεταπεμπόμενοι ἡγεῖσθαι τε αὐτῶν ἐκέλευον καὶ ἐτίμων μεγάλως, τά τε ἄλλα εὐδοκιμοῦντα καὶ πόλεις τῆς Λιγυρίων χώρας οὐκ ὀλίγας παραστησάμενον, τήν τε ἀρχὴν τῆς ἠπείρου ἐπὶ μέγα προήγαγε δυνάμεως. ὡς μὲν οὖν πρὸς τούτους πολεμοῦντας ἀλλήλοις ξύμπασα ἡ Ἰταλία διέστη πρὸς ἑκατέρους, καὶ ὡς ἐπολέμησαν, ἐς τὸ πρόσω ἰόντι τοῦ λόγου δηλοῦταί μοι, ὡς ἐγένετο. Ἐπάνειμι δὴ ἐπὶ τὴν Οὐενετῶν πόλιν, ὡς ταύτῃ τῇ πόλει ἐγένετο τύχη ἐπ' ἀμφότερα τῇ πόλει ἐναλλὰξ συμβάν. καὶ αὕτη ἐς τόνδε τὸν πόλεμον ἑλομένη ἑαυτῇ στρατηγοὺς τὰ πολέμια ἀγαθούς, ἐν δὲ δὴ καὶ ὃν ἐσήμηνα Καραμινιόλαν, κηδεστὴν γενόμενον τοῦ Λιγύρων τυράννου. τοῦτον μέντοι ὡς ἐπιβουλεύοντα σφίσι λαβόντες ἀπέκτειναν, Φορτίαν δὲ μεταπεμψάμενοι ἐστήσαντο σφίσι στρατηγὸν ἑλόμενοι. ὡς μὲν οὖν ἔργα ἀποδεικνυμένους μεγάλα τε καὶ ἄξια λόγου, ἐπὶ χίλια ἔτη εὐδαίμονας διαγενομένους, ἄλλοις πολλαχῇ κατὰ τὴν Ἰταλίαν ἐνευδοκιμῆσαι κατάδηλόν ἐστι, καὶ ἐμπεδῶσαι αὐτῇ τὰ κατὰ τὴν ἀρχήν, ὡς ἐλάχιστα ἐσφάλλετο ὑπὸ τῶν πολιτῶν, τῇδέ πῃ ἂν κατάδηλος γένοιτο ἡ τῆς πόλεως διοίκησις, ὡς ἐν βραχεῖ διασημῆναι. ἦν γὰρ αὕτη ἡ πόλις τὸ παλαιὸν δημοκρατία, καὶ ὑπὸ δήμοις τε ἅμα ἐν ταῖς ἀρχαῖς αὐτῶν, ἃς ᾑρεῖτο, τὴν πόλιν, ᾗ ἐδόκει καλῶς ἔχειν σφίσι, διῴκουν. μετὰ δὲ ταῦτα, ὡς ἐπὶ τὰ ἔργα σφῶν οἱ δημόται ἐτρέποντο, καὶ οὐκέτι σχολὴν ἦγον, ὥστε ἐπὶ τὴν διοίκησιν λόγον ποιεῖσθαι, ὡς ἑκάστοτε ἀναγκάζοι βουλεύεσθαι ὁ χρόνος, ἐπιλεξάμενοι τοὺς ἀρίστους, εἴτε τύχῃ τινί, εἴτε δὴ καὶ ψήφῳ ἑλόμενοι, οὕτω περὶ τούτους ἐς ἀριστοκρατίαν τὸ παράπαν ἐτράπη, καὶ τὸ ἀπὸ τοῦδε εἰσέτι καὶ νῦν ἀσφαλῶς διῳκημένη ἐπὶ μέγα δυνάμεως ἐχώρησε. διοικεῖται δὲ κατὰ τάδε. Ἔστιν ἡ μεγάλη βουλὴ καλουμένη αὐτοῖς, ἐν ᾗ ἐπὶ ἡμέρας ὀκτὼ σχολὴν ἄγουσιν. ἐν ταύτῃ δὲ τῇ βουλῇ τάς τε ἀρχὰς τῶν πόλεων αἱροῦνται, ψήφους τιθέμενοι, καὶ τὰς ἐν τῇ πόλει αὐτῇ ἀρχάς, ὅπῃ ἂν καθιστῶνται. νομίζεται δὲ ἐξεῖναι, ὡς ἔτη τέσσαρα καὶ εἴκοσι γεγονὼς εἴη, εἰσιέναι ἐς ταύτην τὴν βουλήν, ἢν αὐτῷ τὴν ἀρχὴν συνεχωρήθη γε εἰσιέναι, κἂν συγκλητικὸς ᾖ. εἴησαν δ' ἂν οὗτοι ἀμφὶ τοὺς δισχιλίους, οἱ τάς τε ψήφους τιθέμενοι καὶ τὰς ἀρχὰς ξυμπάσης ἤδη τῆς ἀρχῆς αἱρούμενοι. ἡγεμὼν δὲ τούτων ἐστίν, ὃν ἂν ἕλωνται, τὸν παρ' αὐτοῖς κράτιστον δοκοῦντα γενέσθαι. φέρει δ' οὗτος δύο ψήφους, τιθέμενος ᾖ ἂν βούλοιτο προστίθεσθαι. μένει δ' οὗτος ἡγεμὼν τιμώμενός τε τὰ πρῶτα ὑπὸ τῶν συγκλητικῶν καὶ ἐν τοῖς βασιλείοις ἐπιμένων, ἔχων τήν τε δαπάνην ὑπὸ τῶν τῆς πόλεως προεστηκότων. πάρεισι δ' αὐτῷ βουληφόροι ἄνδρες ἓξ τὸν ἀριθμόν, ἑταῖροί τε αὐτῷ ὄντες καὶ τὴν τιμὴν τῆς ἡγεμονίας συγκατεργαζόμενοι, ἐπὶ μῆνας ἓξ ἀπαλλαττόμενοι τῆς σφῶν οὗτοι ἀρχῆς. μετὰ δὲ τὴν μεγάλην βουλὴν ἔστιν ἡ βουλὴ γερουσία κλητῶν καλουμένη, ἀμφὶ τοὺς τριακοσίους. αἱροῦνται δὲ τούτους ἤδη καὶ τὰς λοιπὰς ἀρχὰς ἐν τῇ μεγάλῃ βουλῇ, ἐπιλεξάμενοι τοὺς τἀμείνω φρονοῦντας. κἀν ταύτῃ δὴ τῇ τῶν κλητῶν ἐπονομαζομένῃ βουλῇ περί τε πολέμων καὶ εἰρήνης βουλεύονται καὶ πρεσβειῶν, ὅ τι ἂν ᾖ δεδογμένον τούτοις, πείθεσθαι αὐτίκα τὴν πόλιν, καὶ ἐς ὅ τι ἂν δόξῃ ταύτῃ τῇ βουλῇ, ξύμπασαν τὴν πόλιν ἰέναι. ἐπὶ δὲ τοῖς τῶν ὅλων ἐγκλήμασιν ἐφεστᾶσιν ἄρχοντες δέκα, οἵ τινες τά τε ἐγκλήματα καὶ τὰς ποινὰς ἐπιφέρουσιν ἑνὶ ἑκάστῳ. ἔξεστι δὲ τούτοις τόν τε ἡγεμόνα λαβόντες θάνατον ἀπάγεσθαι, ὑπὸ μηδεμιᾶς τῶν ἀρχῶν ἀπαιτουμένους τὴν αἰτίαν τῆς δίκης. διαιτῆσαι γὰρ οὕτως, καὶ καθίστανται ἤδη ξυμπάσης τῆς πόλεως ἐς τὰς εὐθύνας τῶν ὁτιοῦν περί τινα ἐξαμαρτόντων ἢ περὶ τὴν πόλιν ἢ ἐς ἀλλήλους· ἄγονται δὲ θανάτου, ὅντινα ἂν ὑπόδικον εὕρωσι, καθίστανται δὲ καὶ ἐς τὰς ἄλλας δίκας δικασταί, τῶν τε ἐπιχωρίων ἄλλοι καὶ ἐς τοὺς ξένους ἄλλοι. ἐπὶ τούτοις ἐφιστᾶσιν ἄρχοντας τεσσαράκοντα, ἐς οὓς ἐπειδὰν αἱ δίκαι ἀνενεχθῶσιν, εὐθύνουσι τὰς ψήφους ἐς τὸ σφίσιν ἐπὶ τὸ ὡς κράτιστα ἔχειν δοκοῦν. ἢν δὲ μὴ συμφέρωνται ἐς τὴν δίκην, ἐπὶ τὴν τῶν κλητῶν βουλὴν ἀναφέρεται, κἀκεῖ πολυπραγμονεῖται καὶ τὴν ἀπόβασιν ἴσχει. εἰσὶ μὲν οὖν καὶ ἄλλαι ἀρχαὶ οὐκ ὀλίγαι τῆς πόλεως, φυλακῆς τε πέρι καθήκουσαι, καὶ ἐς τοὺς νυκτὸς ἀστασίαν τινὰ ἐς τὴν πόλιν πράσσοντας. καὶ ἀγορανόμοι ἕτεροι καθίστανται τοὺς φόρους τῶν ἐπί τινι πραγμάτων καὶ ἐς τὰς προσόδους τῆς πόλεως ἀπαιτήσεις· οἱ δὴ τὰς προσόδους πράττοντες καθιστάμενοι, ἐφ' οὓς δὴ τὰ τῆς ξυμπάσης πόλεως χρήματα καὶ οἱ φόροι ἀναφέρονται. ἄρχοντες δὲ οἱ γεραιρότεροι τε καὶ ἀξιώματι προέχειν δοκοῦντες καθίστανται διὰ βίου ὡς ἐργῶδες ὂν κατ' ἐνιαυτὸν λογίζεσθαι τὰς προσόδους τε καὶ ἐξόδους τῆς πόλεως, ὅ τι ἂν ἀπογένοιτό τε καὶ περιγένοιτο αὐτῶν τῶν χρημάτων. ἀπὸ μὲν οὖν τούτων αἱροῦνται σφίσιν ἡγεμόνα, ἐπειδὰν σφίσι τελευτήσῃ. ἐς τὰ πρῶτα τιμῆς ἀνήκουσιν ἐς ταύτην τὴν πολιτείαν· τούς τε γὰρ θησαυροὺς καὶ τὰς προσόδους ἐφορῶσιν οὗτοι καὶ ἐπιτροπεύουσι. χρηματίζουσι δὲ σφίσιν ἐς τὴν ἀρχὴν αὐτῶν, σὺν τῷ ἡγεμόνι παραγενόμενοι ἔστε ἀκρόασιν πρέσβεων καὶ τῶν μεγάλων εἴτε βασιλέων εἴτε καὶ ἡγεμόνων ἀναφοράς. καὶ ἄνδρες οὗτοι ἡ τῆς πόλεως ὅλη ἐξουσία, ὀνομάζεται δὲ καὶ ἡγεμονία. Προέχει δ' αὕτη ἡ πόλις δυοῖν τῶν ἐν τῇ Ἰταλίᾳ πόλεων, οἰκιῶν τε εὐπρεπείᾳ καὶ κατασκευῇ τῶν ἐπὶ τῆς θαλάσσης οἰκοδομημάτων, ὡς τὸ ἐπίπαν τῆς πόλεως, καὶ πλούτῳ τῶν ἐν τῇ πόλει ἐνοικούντων, ἅτε τῆς πόλεως ἐπὶ ἐμπορίαν ἐπιτηδείως ἐχούσης ὡς μάλιστα καὶ χρήματα εὐπετῶς ποριζομένης. κεκόσμηται δὲ ἡ πόλις αὕτη τά τε ἄλλα, καὶ ἐπινείῳ ἐντὸς τῆς πόλεως ᾠκοδομημένῳ, καλλίστῳ τε ἰδεῖν καὶ εὐπρεπεστάτῳ, ταῖς τριήρεσιν ἐξηρτυμένῳ ὡς πλείσταις καὶ πλοίοις ἄλλοις παμπόλλοις, καὶ τῇ κατασκευῇ τούτων ἀφθόνως τε ἐχούσῃ αὐτοῦ ἀπό τε ὅπλων καὶ ἄλλων, ὅσα ἐς χρείαν φέρει ταῖς ναυσί. διήκει δὲ ἐπὶ πέντε σταδίους, καὶ ἄνδρες ὡς πλεῖστοι ἐργαζόμενοι αὐτοῦ καθ' ἑκάστην ἐς τὰς ναῦς. ἄρχοντας δὲ αἱροῦνται τοῦ ἐνιαυτοῦ δύο ἐς τὸ ἐπίνειον τοῦτο καὶ ἐς ξύμπασαν τὴν κατασκευήν. ἵπποις δὲ οὐδέν τι χρῆται ἡ πόλις αὕτη, ἀλλὰ πεζῇ τε ἐπ' ἀλλήλους φοιτῶσι καὶ πλοιαρίοις, τῇ μὲν τῆς θαλάσσης διὰ τῶν οἰκιῶν διηκούσης, τῇ δὲ καὶ ἀκτῶν κατεστρωμένων πλίνθοις ἁπανταχῇ τῆς πόλεως. τείχει δὲ οὐδὲν περιβέβληται ἡ πόλις. Τὰς μέντοι ἀρχὰς τῶν σφετέρων πόλεων ἔστε τὴν ἤπειρον τῆς Ἰταλίας καὶ ἐς τὴν παράλιον χώραν αὐτῶν διὰ τέλους δὲ ὡς ἐπὶ τὸ πολὺ αἱροῦνται. ἐπειδὰν δὲ ἐπανίωσιν ἐς τὴν πόλιν, ἤν τι μὴ ὀρθῶς πεπραγμένον ᾖ αὐτῷ, τάς τε εὐθύνας δίδωσι καὶ δίκην, ἐφ' οἷς μὴ καλῶς πεπολιτευμένα τυγχάνει αὐτῷ. καὶ αἱροῦνται μὲν οὗτοι στρατηγὸν σφίσιν οὐκ ἐπιχώριον ἐς τὰ στρατεύματα τῆς ἠπείρου, δεδιότες μὴ προσαγόμενοι τοὺς στρατιώτας περὶ τὴν ἀρχὴν νεωτερίσωσι καὶ κινδυνεύσῃ αὐτοῖς διαφθαρῆναι τὰ πράγματα. ἐς μέντοι τὴν ἀρχὴν τῆς θαλάσσης οὐκ ἔχοντες, ὅπως ἐπάγωνται ἀλλοτρίους, καθιστᾶσί τε ἐκ τῶν ἐπιχωρίων αὐτοκράτορας, ἐπειδὰν πολεμεῖν ἐξέρχωνται, καὶ ἰδίᾳ κατ' ἐνιαυτὸν τὰς δέκα τριήρεις, ἃς ἐπιπέμπουσιν ἔτους ἑκάστου ἔστε τὸν Ἰόνιον καὶ ἐς τὸ Αἰγαῖον τῶν νεῶν αὐτῶν, αἳ ἐπὶ ἐμπορίαν ἀφικνοῦνται ἐπὶ Αἴγυπτον καὶ Λιβύην καὶ ὠκεανὸν καὶ Εὔξεινον πόντον. καὶ καθαιροῦντες τὸ λῃστρικόν, ὅποι ἂν περιτύχωσιν, αἱ δέκα αὗται τριήρεις διατρίβουσιν ὅλον ἐνιαυτόν, ἐς ὅπερ αἱ δέκα ἀφικνούμεναι ἀπαλλάττουσι ταύτας τῆς φυλακῆς. ἐπιπέμπουσι δὲ καὶ τριήρεις ἐπὶ ἐμπορίαν ἡ πόλις, ἐξωνουμένων τῶν πολιτῶν ταύτας, ἔστε Ἀλεξάνδρειαν καὶ Συρίαν καὶ Τάναϊν καὶ ἐς τὰς Βρετανικὰς νήσους καὶ ἐς τὴν Λιβύην. εἴησαν δ' ἂν αἱ τριήρεις αὗται δύο καὶ εἴκοσι, μείζους τῶν ἄλλων τριήρεων, ἅτε ἐπὶ ἐμπορίαν κατεσκευασμέναι. νομίζεται δ' αὐτοῖς ἐφ' ἑκάστης νεὼς καὶ παῖδας συγκλητικῶν ἀνδρῶν ἐπὶ τὴν ἐμπορίαν ἀφικνεῖσθαι, μεμισθωμένους καὶ τούτους σὺν τῇ νηὶ ἐπὶ τὴν ἐμπορίαν. Ἐξεύρηται μὲν οὖν τούτοις τοῖς Οὐενετοῖς πρὸς τὸν Λιγυρίας τύραννον διαπολεμοῦσι χρήματα τῇ τε ἄλλῃ καὶ δὴ καὶ τῶν πολιτῶν ἑκάστου τῆς οὐσίας ὁ δεκατισμός, πρὸς οὓς δὴ τάττει ἡ πόλις ἐτήσιον πρόσοδον οἷα τοῦ χρέους ἀπόδοσιν. καὶ ἅττα δ' ἂν ἐπαγγέλῃ λαμβάνειν τοὺς πολίτας, τρία δὴ ἕκαστον ἐπαγγέλλει ἀποδιδόναι ἔτους ἑκάστου. οὐκ ἔστιν, ὅτε ἐπὶ τοὺς παῖδάς τε καὶ ἐγγόνους οὐκ ἀφικνεῖται ἡ τοιαύτη πρόσοδος. ἐξωνοῦνται μὲν ἔνιοι ταύτας οὐκ ὀλίγου τινὸς παρὰ τῶν ἐνδεῶς τοῦ βίου σφίσιν ἐχόντων καὶ εὐδαιμονοῦσι. Δοκεῖ δὲ ἡ πόλις αὕτη Οὐενετῶν ἀπὸ παλαιοῦ εὐνομουμένη μηδένα φθῆναι ἐπὶ νεωτερισμὸν ἀφικέσθαι, πλὴν δὴ Βαϊμοῦνδον νεανίαν, ὀλβιώτατον δοκοῦντα γενέσθαι, ἀνακτώμενον τὸ πλῆθος ἐπὶ τοῦτο ὡρμῆσθαι· ἀπὸ οἰκίας δέ τινος βληθέντα ὑπὸ γυναικὸς ἄνωθεν, ἐν τῇ ὁδῷ προϊόντα ἐπὶ τὰ βασίλεια ἐπισπομένου αὐτῷ τοῦ πλήθους καὶ δεσπότην σφῶν καὶ τῆς πόλεως ἀποδεικνυμένου, καὶ ταύτῃ βληθέντα λίθῳ ἀποθανεῖν. ὕστερον μέντοι οὐδένες, ὅ τι καὶ ἄξιον λόγου, ἐς νεωτερισμὸν περὶ τὴν πόλιν ταύτην ἐξηνέχθησαν, δεινῶς τοῦτο φυλαττομένης τῆς πόλεως μὴ συμβῆναι αὐτῇ, ὅτι μὴ τὸν παῖδα τοῦ ἡγεμόνος τῶν Φουσκαρέων οἰκίας φασὶ νεωτερίζοντα ἑαλωκέναι ὑπὸ τῶν τῆς πόλεως δικαστῶν, καὶ ἐς ἀνάγκας ἀφικόμενον μεγάλας μηδ' ὁτιοῦν εὑρίσκειν ἐν ἑαυτῷ. καὶ τὸν μὲν νεανίαν ἐκπεπτωκέναι διὰ τὴν ἑαυτῷ ἐπενεχθεῖσαν αἰτίαν· ὅθεν καὶ εὐφροσύνην εὐπορησάμενον κατελθεῖν. καὶ αὖθις ἁλῶναι διαφθείραντα τὸν ἄνδρα ἐκεῖνον, ὃς ἀπῆγεν αὐτὸν προδοσίας. ἐς ἀνάγκας ἰόντα τὸν οὕτως ἐκπεπτωκότα διατρίβειν ἐν Κρήτῃ. ἐπιφερομένης δ' ἐς αὐτὸν αὖθις αἰτίας, ἐπὶ τοῦτο μεταπεμψαμένους τοὺς δέκα τῆς πόλεως πολυπραγμονεῖν, καὶ οὐχ εὑρόντας ἀποπέμψαι τε αὖθις ἐς Κρήτην, καὶ μετ' οὐ πολὺ αὐτοῦ τελευτῆσαι. Ὡς μὲν οὖν τῇ πόλει ταύτῃ πόλεμον ἐπαγγείλας Μεχμέτης ὁ Παιαζήτεω παῖς, καὶ τριήρεις ἐπλήρωσαν ἐπὶ ταῖς προφυλακαῖς ἄλλας ἀεὶ καὶ δύο γενομένας, ἔπλεον αὗται εὐθὺ Ἑλλησπόντου, ἡγουμένου Πέτρου τοῦ Λαυρεδάνων οἰκίας, ἐς ὕστερον καὶ τὴν ἐπὶ τοὺς Ἰανυΐους στρατηγίαν, καὶ στρατηγικῶς εὐδοκίμησεν. οὗτος δὴ οὖν σὺν ταῖς ναυσὶν ἀφικόμενος ἐς τὸν Ἑλλήσποντον ἐπὶ τῆς Καλλιουπόλεως ἀνεκώχευε μετεώρους τὰς ναῦς ἐν τῷ πελάγει, ἑκὼν μὲν οὐχ ὑπάρχων πολέμου· ἐδόκει τε γὰρ εἰρήνην τε εἶναι καὶ τὰς σπονδὰς μὴ λελύσθαι, καὶ ἀμύνειν μέντοι ἐπηγγέλλετο αὐτῷ, ὑπάρξαι δὲ πολέμου μηκέτι. ἐδόκει τε γὰρ καὶ μὴ πολεμεῖν, τῶν πόλεων σφίσι ἐν τῇ τοῦ Μεχμέτεω χώρᾳ ὑπὸ Τούρκων μὴ κακῶς πάσχειν, ἔν τε τῇ πρὸς τὸν Ἰόνιον καὶ ἐν τῷ Αἰγαίῳ πελάγει. τούτῳ μὲν οὖν οὕτω ἐπιτέτακται ὑπὸ τῆς συγκλήτου, ἀμυνόμενον μὲν διαναυμαχῆσαι, ἑκόντα δὲ εἶναι μὴ ὑπάρξαι πολέμου. ὡς δὲ ἀφίκετο ἐς τὸν Ἑλλήσποντον καὶ ἀπὸ τῆς Ἀσίας ἑδραιοῦντο αἱ τριήρεις, ὁ τῆς Καλλιουπόλεως ὕπαρχος οὐκέτι ἀνασχετὸν ἐποιεῖτο τοὺς Οὐενετοὺς οὕτω περιφανῶς ὑβρίζειν ἐς τὴν βασιλέως χώραν καὶ αὐτὸ τὸ ἐπίνειον αὐτοῦ, καὶ ὡς ἐπλήρου δὲ τὰς ναῦς, ἀντανήγετο καὶ οὗτος, ἔχων τριήρεις πέντε καὶ εἴκοσι, νῆας δὲ ἄλλας ἀμφὶ τὰς ὀγδοήκοντα, ὡς δεδιττόμενος τοὺς Οὐενετοὺς τῷ βασιλέως ναυτικῷ. οὗτοι μὲν προῄεσαν ἐπὶ Προικόνησον, μετεώρους ἔχοντας τὰς ναῦς αὐτῶν. ἡ δὲ Πελοποννησία ὑπολέλειπτο ὡς ὕστερον ἀναγομένη. ἐνταῦθα ὡς ἀγχοῦ ἐγένετο τριήρης μία τοῦ βασιλέως, μετεπέμπετο ὁ ἡγεμὼν τῶν Οὐενετῶν σημεῖον ἐπάρας, κελεύων ἕπεσθαι καὶ μὴ ἐμβάλλειν. οἰόμενος δ' ὁ τῆς τριήρους ἄρχων τῆς Πελοποννησίας ὡς κελεύοι ἐμβάλλειν, τὸ σύνθημα οἰόμενός οἱ γενέσθαι ὑπὸ τοῦ στρατηγοῦ, ἐμβάλλει τε τῇ τοῦ βασιλέως νηὶ καὶ καταδύει. αἱ δὲ λοιπαὶ τῶν βαρβαρικῶν νεῶν ἰδοῦσαι ὡς ὑπῆρκτο πολέμου καὶ ἐς μάχην καθίστανται, ἐπείγονται ἐπαμύνειν βουλόμεναι ἐπὶ τὴν Πελοποννησίαν ναῦν. ἐνταῦθα δὴ αἱ λοιπαὶ τῶν Οὐενετῶν τριήρεις κατιδοῦσαι τὸ γεγονός, ὡς ἐπὶ τὴν σφετέραν αἱ βαρβαρικαὶ νῆες ἐπείγονται, ἀντανήγοντο καὶ αὗται ἐπὶ ναυμαχίαν. καὶ ὡς ἐναυμάχουν, διέκπλουν τε ἐποιήσαντο, καὶ καταδύσαντες ναῦς τέ τινας καὶ ζωγρήσαντες τὰς λοιπὰς ἐς τὴν γῆν ἐτρέψαντο καὶ ἐνίκησαν Οὐενετοί, ναῦς λαβόντες τῶν βαρβάρων τρισκαίδεκα, κενὰς δὲ τὰς πλείους· οἱ γὰρ Τοῦρκοι, ὡς ἁλίσκοιτο ἡ ναῦς, ἐς τὴν θάλασσαν ἔπιπτον καὶ ἐξένεον ἐπὶ τὴν γῆν. ἐνταῦθα ὡς ἤδη πόλεμον τοῖς Οὐενετοῖς ἀνελομένοις πρὸς βασιλέα Μεχμέτην, τήν τε Λάμψακον πολιορκίᾳ παρεστήσαντο καὶ φυλακὴν ἐγκατέλιπον, καὶ αὐτοὶ ᾤχοντο ἐπ' οἴκου ἀποπλέοντες. ἐνταῦθα μέντοι οἵ τε Οὐενετοὶ τοῦτον τὸν στρατηγόν, ὃς περιεγένετο τοῦ τῶν βαρβάρων στόλου, ἤγοντο θανάτου ὡς πρότερον ὑπάρξαντα ἀδικίας καὶ λελυκότα τὰς σπονδὰς παρὰ τὰ ἐπεσταλμένα αὐτῷ. καὶ ἐν δίκῃ γενόμενος παρὰ δικασταῖς ἀπελύθη μὴ αὐτὸς πρότερος ὑπάρξαι τοῦ πρὸς βάρβαρον πολέμου. μετ' οὐ πολὺν δὲ χρόνον διεπρεσβεύσαντο καὶ σπονδὰς ἐποιήσαντο. Ἐς τούτους μὲν οὖν οὕτως ἔσχε τῷ βασιλεῖ Μεχμέτῃ· τοῖς δὲ Ἕλλησιν ἐπιτήδειός τε καὶ συνήθης ἠξίου θεραπεύειν, ὅτου ἂν δεήσαιντο παρ' ἑαυτῷ, δι' αἰτίαν τήνδε. Μουσταφᾶς γάρ τοι ὁ τῶν Παιαζήτεω παίδων, μιμησάμενος Μωσέα τὸν ἀδελφόν, καὶ πρὸς τὸν Σινώπης ἄρχοντα πολέμιον ὄντα τῷ ἀδελφῷ Μεχμέτῃ ἀφικόμενος, καὶ ὅρκια ποιησάμενος, ὥστε ξένους εἶναί τε καὶ φίλους ἀλλήλοις, καὶ πρὸς τὸν Δακίας ἡγεμόνα διαπρεσβευσάμενος, ὡς αὐτὸν ἄσμενος ὑπεδέχετο καὶ τἆλλα ὑπισχνεῖτο συγκατεργάζεσθαι τὰ ἐς τὴν βασιλείαν, διέβη τε εἰς τὴν Δακίαν Μουσταφᾶς, καὶ χρόνον αὐτόθι διατρίψας συχνόν, ἔχων ἄνδρας τριακοσίους ἔπρασσε πρὸς τοὺς Τούρκων ἀρίστους, μετιὼν ἕκαστον. ὡς δ' οὐδὲν προεχώρει (ἦν γὰρ Μεχμέτης τά τε ἄλλα ἐπιεικὴς καὶ ἐς τὸ θεραπεύειν τοὺς ἀρίστους τῶν Τούρκων οὐκ ἀδόκιμος, τρόπου τε ἡσυχίου, ψευδῆ τε παῖδα ἐνέφηνεν εἶναι τοῦ Παιαζήτεω τὸν Μουσταφᾶν, καὶ ὡς οὐδαμῇ καταφανῆ σχόντες τὴν διατριβὴν αὐτῷ· τὸν δὲ παῖδα τούτου τελευτῆσαι παρ' ἀνδρὶ ἐπιτηδείῳ καὶ τὸν τρόπον δικαιοτάτῳ, ὃς ἀφῖκτο παρ' ἑαυτὸν τὸν θάνατον τοῦ παιδὸς διασημῆναι), ἐνταῦθα Μουσταφᾶς, ὡς οὐδὲν αὐτῷ κατὰ νοῦν ἐπέβαινεν ἀπὸ Δακίας, καὶ οἰόμενος ἑαυτῷ ἄμεινον ἐξεῖναι, ἢν ἐπὶ τοὺς Ἕλληνας ἀφίκηται ἐν μέσῳ τῆς ἀρχῆς Μεχμέτεω ἱδρυμένους, ἐλαύνει ἀπὸ Δακίας διὰ μέσης τῆς Θρᾴκης ἐπὶ τὴν Θέρμην, πόλιν Ἑλληνίδα. καὶ ἐς λόγους ἀφικόμενος τῷ Ἑλλήνων ἄρχοντι εἰσῄει τε εἰς τὴν πόλιν καὶ κατελήφθη. Μεχμέτης δὲ ὡς ἐπύθετο τάχιστα ἐς τὴν Θέρμην ἀφικέσθαι τὸν ἀδελφόν, αὐτίκα οὐδὲν ἐπισχὼν δρομαῖος ἐπῄει ἐπὶ τὴν Θέρμην, παραλαβὼν στρατόν, καὶ ἐζήτει τὸν ἀδελφὸν τοὺς Ἕλληνας. ὁ μέντοι τῆς Θέρμης ἄρχων ἄγγελον πέμψας ἐπὶ τὸν Βυζαντίου βασιλέα ἐδήλου τε, ὡς ἔχει αὐτῷ περὶ τοῦ παιδὸς Παιαζήτεω Μουσταφᾶ, καὶ ὡς Μεχμέτης ἐπελαύνων ἐξαιτοῖτο τὸν ἀδελφὸν οἷα ψευδῆ ὄντα καὶ διαφθείροντά γε αὐτοῦ. βασιλεὺς δὲ πρέσβυν τε ἔπεμψε πρὸς Μεχμέτην, καὶ συνέθετο αὐτῷ τὸν Μουσταφᾶν ἐς φυλακήν τε ποιήσασθαι καὶ μηδαμῇ μεθιέναι τε ἀπιόντα. καὶ ἐπὶ τούτῳ ὅρκιά τε ἐποιήσαντο, καὶ Μουσταφᾶν ἐν Ἐπιδαύρῳ τῆς Πελοποννήσου καὶ ἐν τῇ ἄκρᾳ τῆς πόλεως καθείρξαντες, αὐτόν τε τὸν Μουσταφᾶν, καὶ τὸν Σμύρνης ἄρχοντα Ζουναΐτην, ἅμα αὐτῷ ἀπὸ Δακίας ἐπὶ τὴν Θέρμην ἀφικόμενον καὶ συνεπιλαβόμενον τοῦ πρὸς Μεχμέτην πολέμου. τούτους μὲν οὖν Ἕλληνες εἶχον ἐν φυλακῇ ἐπὶ συχνόν τινα χρόνον, μετὰ δὲ ταῦτα ἤγαγον ἐς τὴν Λῆμνον καὶ ἐς τὴν Ἴμβρον, καὶ αὐτοῦ εἶχον ἐν φυλακῇ, ἐς ὃ δὴ ἐτελεύτησε Μεχμέτης ὁ Παιαζήτεω. τότε μὲν δὴ χαριζόμενοι τῷ βασιλεῖ οἱ Ἕλληνες, καὶ τὴν ὁμοίαν ἀνταποδιδόντες, κατέθεντο τούτους ἐν Ἐπιδαύρῳ τῆς Πελοποννήσου· καὶ οὐκ ἔστιν, ὅτου ἀποτύχοιεν διὰ ταῦτα παρὰ βασιλεῖ Μεχμέτῃ. Τότε μὲν οὖν παρασχὸν σφίσιν ἐν βελτίονί τε τῆς πρόσθεν ἐπὶ πολὺν χρόνον ἀεὶ καταστάσει ἐτύγχανον ὄντες, εὖ πράττοντες, καὶ τήν τε Πελοπόννησον καθίστασαν ἐπὶ τὸ σφίσι δοκοῦν ἕξειν ὡς συμφερώτατα. Ἐμμανουήλῳ μέντοι ἐγένοντο παῖδες ὅ τε Ἰωάννης ὁ πρεσβύτερος, ὃν δὴ τοῖς Ἕλλησιν ἀπεδείξατο βασιλέα, καὶ Ἀνδρόνικος καὶ Θεόδωρος μετὰ τοῦτον καὶ Κωνσταντῖνος καὶ Δημήτριος καὶ Θωμᾶς. τῷ μέντοι Ἰωάννῃ τῷ πρεσβυτέρῳ, πάντων τῶν ἄλλων κρατίστῳ δοκοῦντι γενέσθαι, τήν τε βασιλείαν ἐπέτρεψε, καὶ ἀπὸ Ἰταλίας ἀγόμενος αὐτῷ γυναῖκα τοῦ Μονφεράτου ἡγεμόνος θυγατέρα, ἐπιεικῆ μὲν τὸν τρόπον, ἀηδῆ δὲ τὴν ὄψιν, διαδήματι ταινιώσας ἀρχιερέα τε καὶ βασιλέα ἐστήσατο τοῖς Ἕλλησι. ταύτην μὲν οὖν, ὡς οὔτε συνῴκει οὔτε συνεγένετο, ἐς ἔχθος ἀφικόμενος καὶ ἀηδῶς ἔχων αὐτῇ ἐπί τινα χρόνον, καὶ ἥ τε γυνὴ τοῦ βασιλέως ἐνεώρα ἐς αὑτὴν τὸν ἄνδρα ἀηδῶς ἔχοντα, καὶ αὑτὴν ἀπεχθάνεσθαι τῷ ἀνδρὶ ἐς τὰ μάλιστα, ἐπιβᾶσα νεὼς ἐχώρει ἀποπλέουσα ἐπὶ Ἰταλίας παρὰ τοὺς προσήκοντας. ἠγάγετο δὲ γυναῖκα τὴν ἀπὸ Σαρματίας, τοῦ Σαρματῶν ἡγεμόνος θυγατέρα. οὗτος μὲν οὖν οὕτω διατεθεὶς ἐβασίλευεν, Ἀνδρονίκῳ μὲν τήν τε Θέρμην ἐπέτρεψεν οἰκεῖν, ἀνδρὶ οὐκ ἀγεννεῖ μετά γε Ἰωάννην τὸν βασιλέα. καὶ ἐπί τινα χρόνον διαγενόμενος ἐς νόσον περιῆλθεν ἐλεφαντίασιν, καὶ τὴν Θέρμην ἀπέδοτο τοῖς Οὐενετοῖς, ὡς τῆς τε πόλεως οὐκ ἐπιτηδείως ἐχούσης ἐς φυλακὴν αὐτῆς, καὶ σφίσι τὰ πράγματα πονήρως ἤδη ἔχοντα. καὶ ὡς ἐδέδοκτο ἤδη αὐτοῖς ταύτῃ σφίσι τε αὐτοῖς καὶ τῇ πόλει ἄμεινον ἔσεσθαι, ἀπέδοτο ταύτην τοῖς Οὐενετοῖς οὐ πολλοῦ τινός. Ἀνδρόνικος μέντοι ἐς Πελοπόννησον παρὰ τὸν ἀδελφὸν ἀφικόμενος τήν τε δίαιταν εἶχεν ἐν Μαντινείᾳ τῆς Λακωνικῆς, ἐς ὃ δὴ ἐπικρατοῦντος τοῦ νοσήματος ἤδη τελέως ἐτελεύτησε. τὸν δὲ Θεόδωρον τούτου παῖδα ὄντα βασιλεὺς Ἐμμανουῆλος ἐπεπόμφει παρὰ ἀδελφὸν αὑτοῦ Θεόδωρον τὸν πορφυρογέννητον, ἐφ' ᾧ διάδοχόν τε τὸν παῖδα καταλιπεῖν ἐπὶ τῇ Πελοποννήσῳ. καὶ ὡς ἐδέξατο τοῦτον ἀδελφοῦ τε παῖδα καὶ ἐπιτηδείου, εἶχέ τε παρ' ἑαυτῷ, καὶ ὡς ἐτελεύτα, κατέλιπε τὴν ἀρχὴν αὐτῷ. οὗτος δὲ ὡς ἐπὶ τὴν ἡγεμονίαν κατέστη, ἔγημέ τε γυναῖκα ἀπὸ Ἰταλίας, θυγατέρα Μαλατέστα τοῦ Μάρκης ἡγεμόνος, τῷ τε κάλλει διαπρέπουσαν καὶ τῇ ἄλλῃ κοσμιότητι. ὕστερον μέντοι, ὡς ἐς μῖσός τε ἀφίκετο τῇ γυναικὶ καὶ ἐς ἔχθος ἀφικόμενος ἐς διαφορὰν κατέστη, ἐς τὴν Ναζηραίων δίαιταν ὥρμητο γενέσθαι, καὶ τόν τε ἀδελφὸν αὑτοῦ μετεπέμπετο ἐπὶ τὴν ἀρχήν, ὡς ἐπεί οἱ ἐδόκει ἰέναι ἐς τὸ Ναζηραίων σχῆμα, τήν τε ἀρχὴν ἐπιτρέψων αὐτῷ καὶ τὴν οὐσίαν. οὗτος μέντοι οὐκ εἰς μακρὰν αὖθις μετέβαλλεν, ἀποτρεπομένων τῶν ἀρίστων αὐτοῦ ἀπὸ τούτου καὶ οὐκ ἐπιτρεπόντων ἰέναι αὐτῷ, εἰς ὃ ὥρμητο. τῷ μὲν οὖν πρεσβυτέρῳ Θεοδώρῳ τῷ πάτρῳ παῖς οὐκ ἐγένετο ἀπὸ τῆς Ραινερίου θυγατρός, νόθοι δὲ ἐγένοντο. ἠγάγετο γὰρ οὗτος τὴν τοῦ Ἀθηνῶν τυράννου θυγατέρα, πασῶν δὴ λεγομένην εἶναι καλλίστην τῶν εἰς ἐκεῖνον τὸν χρόνον κάλλει διενεγκουσῶν. Ραινέριος δὲ οὗτος Κορίνθου τε ἐτυράννευε καὶ Ἀθηνῶν, τῆς τε Βοιωτίας ἐπῆρξεν ἔστε ἐπὶ Θετταλίαν χωρῆσαι. ἐπῆρξε δὲ τρόπῳ τοιῷδε. ὁπότε ἐπὶ τοὺς Ἕλληνας ἐνάγοντος τοῦ Ρωμαίων ἀρχιερέως ἐστρατεύοντο οἱ ἀπὸ τῆς ἑσπέρας Κελτοί τε ἅμα καὶ Οὐενετοί, τότε δὴ καὶ οἱ ἀπὸ Νεαπόλεως τοῦ βασιλέως καὶ ἀπὸ Τυρρηνῶν ὥρμηντο ἄνδρες καὶ Ἰανυΐων μέγα δυνάμενοι ἐπὶ τὴν τῆς Πελοποννήσου τε ἅμα καὶ τῆς ἄλλης Ἑλλάδος καταστροφήν. καὶ τὴν μέντοι Πελοπόννησον κατεστρέψαντο ἄλλοι τε καὶ ἀπὸ τῆς Ἰανυΐων μοίρας, τοῦ οἴκου Ζαχαριῶν, τήν τε Ἀχαΐαν καὶ Ἤλιδος τὰ πλείω καὶ δὴ καὶ Πύλον καὶ Μεσήνης χώραν οὐκ ὀλίγην, ἔστε ἐπὶ Λακωνικὴν ἐλάσαι. τὴν μέντοι μεσόγαιον τῆς Πελοποννήσου κατεῖχον αὐτοὶ τότε Πελοποννήσιοι Ἕλληνες. ξύμπασαν δὲ τὴν παράλιον τῆς Πελοποννήσου οἱ ἀπὸ τῆς ἑσπέρας καταστρεψάμενοι εἶχον, Κελτοί τε δὴ καὶ Κελτίβηρες, καὶ τῶν Ἰανυΐων καὶ Τυρρηνῶν ἄλλοι τε καὶ δὴ καὶ Ραινέριος ἀπὸ Φλωρεντίας ἀφικόμενος ἐπὶ τῇ στρατιᾷ ταύτῃ, τοῦ οἴκου τῶν Ἀζαϊόλων, τήν τε Ἀττικὴν κατέσχε καὶ Βοιωτίαν, ὡς καὶ πρότερόν μοι δεδήλωται, καὶ Φωκίδος χώρας τὰ πλείω. Λίγυρες μέντοι τὴν Εὔβοιαν πολλῷ ἔτι παλαιότερον κατέσχον· ἀφ' ὧν ἐπιτραπέντες οἱ Οὐενετοὶ ἐπὶ ῥητῷ τῆς νήσου ἐπέβησαν. μετὰ δὲ ταῦτα κατὰ βραχὺ προϊόντες ξύμπασάν τε τὴν Εὔβοιαν κατέσχον, ἐς διαφορὰν σφίσι τῶν Λιγύρων ἀφικνουμένων, καὶ τήν τε χώραν καὶ προσόδους αὐτῶν, ὅσοι τοῖς Οὐενετοῖς ἐπιτήδειοι ἐτύγχανον ὄντες, εἰσέτι καὶ νῦν διατελοῦσιν ἔχοντες, καὶ κατὰ ταῦτα ἐμμένοντες, ἐφ' οἷς σπενδόμενοι αὐτοῖς ξυνέβησαν κατὰ τὴν νῆσον οἱ Οὐενετοί. ὁ μέντοι Ραινέριος καὶ οἱ Κελτίβηρες, καὶ Κελτῶν ὅσοι ἐπὶ τὴν τῆς Ἑλλάδος καταστροφὴν ἐγένοντο, πολλῷ ὕστερον τούτων φαίνονται ἀφικόμενοι ἐπὶ τὸν χῶρον τοῦτον. Ραινέριος δὲ καὶ πολλῷ ἔτι νέηλυς ὤν, ἐπιγαμίαν τε πρὸς τοὺς ἐν τῇ Εὐβοίᾳ Λιγύρων ποιησάμενος καὶ Προθυμοῦ τινος θυγατέρα ἔγημε, καὶ τήν τε χώραν κατασχὼν Κόρινθόν τε ἐχειρώσατο, καὶ τὴν Πελοπόννησον ἐπενόει ὅτι τάχιστα ὑφ' αὑτῷ ποιήσασθαι. ὕστερον μέντοι ἀφικομένου τοῦ Ἑλλήνων βασιλέως ἀδελφοῦ, ἐπιγαμίαν πρὸς τοῦτον ἐπεποίητο, καὶ θυγατέρα ἡρμόσατο τούτῳ τῷ ἡγεμόνι Θεοδώρῳ, κάλλει, ὡς ἔφην, πασῶν τῶν τότε διαφέρουσαν, καὶ τήν τε Κόρινθον ἐπὶ τῇ ἑαυτοῦ τελευτῇ κατέλιπεν· ὑπέσχετο γάρ, ὁπότε αὐτῷ τὴν θυγατέρα ἡρμόσατο, ἐς φερνὴν αὐτῷ ταύτην, ἐπειδὰν τελευτήσῃ. Ἡρμόσατο δὲ καὶ ἑτέραν αὑτοῦ θυγατέρα Καρούλῳ τῷ Ἀκαρνανίας τε καὶ Αἰτωλίας ἡγεμόνι. οὗτος γάρ, ὡς οἱ τῆς χώρας ταύτης ἄρχοντες πρότερον προσήκοντές τε ἦσαν τοῦ Παρθενόπης τῆς Νεαπόλεως καλουμένης βασιλέως, καὶ ὡς ὑπό τε τῶν περιοίκων καὶ τῶν ταύτῃ ἐθνῶν ἀπελαύνοντο ἐκ τῆς χώρας ἄρχοντες ἀπαλλαττόμενοι ἐπὶ Ἰταλίας, Κεφαλληνία δὲ καὶ Ζάκυνθος καὶ αἱ Ἐχινάδες νῆσοι, ὅσαι ταύτῃ ᾠκημέναι ἐτύγχανον, ἐς τουτονὶ τὸν βασιλέα τετραμμέναι ἁρμοστήν τε ἐδέχοντο καὶ ἄρχοντα τοῦ βασιλέως Παρθενόπης. ἀφίκοντο μὲν δὴ καὶ ἄλλοι πρόσθεν ἁρμοσταὶ εἰς τὰς νήσους ταύτας, ἐν δὲ δὴ καὶ Κάρουλος οὑτοσίν, ὁ τῆς οἰκίας Τόκων καλούμενος, ἔχων ἑταίρους μεθ' ἑαυτοῦ ἄνδρας ἀγαθούς, τόν τε Ρῶσον καὶ Γυΐδον καὶ Μυλειαρέσην. καὶ ὡς ἐν τῇ Κεφαλληνίᾳ διατρίβοντες προσέσχον τε τῇ Ἠπείρῳ, ἐπαγομένων τῶν Ἠπειρωτῶν, τήν τε χώραν ἐκτήσαντο σφίσιν ὑπήκοον καὶ κατὰ βραχὺ τήν τε Ἀκαρνανίαν. Ἀλβανοὶ δὲ ὡρμημένοι ἀπὸ Ἐπιδάμνου καὶ τὸ πρὸς ἕω βαδίζοντες Θετταλίαν τε ὑπηγάγοντο σφίσι καὶ τῆς μεσογαίου Μακεδονίας τὰ πλέω, Ἀργυροπολίχνην τε καὶ Καστορίαν. ἀφικόμενοι δὲ ἐπὶ Θετταλίαν τήν τε χώραν σφίσιν ὑποχείριον ποιησάμενοι, καὶ τὰς πόλεις ἐπιδιελόμενοι, κατὰ σφᾶς ἐνέμοντο τὴν χώραν, νομάδες τε ὄντες καὶ οὐδαμῇ ἔτι βέβαιον σφῶν αὐτῶν τὴν οἴκησιν ποιούμενοι. ἐπεὶ δὲ καὶ ἐς Ἀκαρνανίαν ἀφικόμενοι γνώμῃ τοῦ ἡγεμόνος Ἀκαρνανίας, ἀφιεμένου αὐτοῖς τῆς χώρας, ἐνέμοντό τε τήνδε τὴν χώραν. μετὰ δὲ ταῦτα συνίσταντο ἀλλήλοις ὡς τοῖς Ἕλλησιν ἐπιθησόμενοι, ὅπως ἂν αὐτοῖς προχωροίη. καὶ δή ποτε τοῦ ἡγεμόνος (Ἰσαάκιος δ' ἦν τοὔνομα) ἐπὶ ἄγραν φοιτῶντος ἀφικνουμένου, ἐπέθεντό τε αὐτῷ οἱ Ἀλβανοί, ἡγουμένου αὐτοῖς Σπάτα, ἀνδρὸς ὁρμήν τε καὶ τόλμαν ἐπιδεικνυμένου σφίσιν ἐν τῷ τότε παρόντι ξύμφορον ἐς τὰ παρόντα αὐτοῖς καὶ οὐκ ἀδόκιμον. καὶ τὸν μὲν ἡγεμόνα αὐτοῦ ταύτῃ ἀνεῖλον, τὴν δὲ χώραν αὐτίκα ὑπελαύνοντες κατέσχον τε καὶ ἐζώγρησαν τοὺς ἐν τοῖς ἀγροῖς, συλλαμβάνοντες, ᾧ ἂν περιτύχοιεν. μετὰ δὲ ταῦτα πολιορκοῦντές τε Ἄρτην τῆς Ἀκαρνανίας πόλιν παρεστήσαντο, καὶ τὴν χώραν ταύτην ὑφ' αὑτοῖς ποιησάμενοι τὴν τῶν ἑσπερίων χώραν ἐδῄουν, οὐδὲν ἔτι ἐς ἡσυχίαν ἐνδιδόντες. μετὰ δὲ ταῦτα οἱ τῆς Νεαπόλεως ἄρχοντες, ἀπὸ Κερκύρας τῆς νήσου ὁρμώμενοι (εἶχον δὲ τότε τὴν νῆσον οἱ Παρθενόπης βασιλεῖς) καὶ παρασκευασάμενοι στρατόν, ἴεντο ἐπὶ τὴν Ἀκαρνανίαν ὡς τούς τε Ἀλβανοὺς τὴν χώραν ἀφαιρησόμενοι καὶ Ἄρτην τῆς Ἀκαρνανίας καταστρεψόμενοι λαβόντες. ἀφικόμενοι δὲ ἐς Ἄρτην τήν τε πόλιν ἐπολιόρκουν καὶ μηχανὰς προσέφερον τῷ τείχει ὡς αἱρήσοντες. Σπάτας δὲ ὁ τῶν Ἀλβανῶν ἡγεμὼν (οὐ γὰρ εἰσῄει ἐς τὴν πόλιν, ἀλλ' ἐκτὸς περιῄει τὴν χώραν) τούς τε Ἀλβανοὺς συλλέξας ἐς ταὐτὸ καὶ βουλευσάμενος, ὡς αὐτῷ εἵποντο ἑτοίμως εἰς τὸν κίνδυνον, ἄφνω ἐπεισπίπτουσι τῷ Ἰταλῶν στρατεύματι, ὃ ἐπολιόρκει τὴν πόλιν, καὶ τρεψάμενοι ἐς φυγὴν πολλοὺς μὲν διέφθειραν, τοὺς δὲ πλείους ἐζώγρησαν. συνεπελάβετο δὲ αὐτοῖς ἐς τόνδε τὸν πόλεμον καὶ Πρεάλουπας ὁ τῆς Αἰτωλίας ἡγεμών, ἀνὴρ Τριβαλλός, ὃς ἐπιγαμίαν πρὸς τὸν Σπάταν τῆς Ἄρτης ἡγεμόνα ἐπεποίητο. οὕτω μὲν οὖν κατέσχον οἱ Σπαταῖοι τὴν χώραν τῆς Ἀκαρνανίας· μετὰ δὲ ταῦτα ὡρμημένου τοῦ Καρούλου ἀπὸ τῶν νήσων σὺν τοῖς ἑταίροις αὐτοῦ καί τινων τῶν τῆς χώρας ἅτε δὴ ἀχθομένων τῇ Ἀλβανῶν τυραννίδι, τήν τε χώραν κατεστρέψαντο τῆς Ἀκαρνανίας, πρὸς δὲ καὶ τὴν Αἰτωλίαν, ἀφελόμενοι Ἰζάουλον τὸν τότε ἡγεμονεύοντα Ἀκαρνάνων τε τῆς πόλεως καὶ χώρας τε τῆς Αἰτωλίας ἤδη. Ἡ δὲ ἀρχὴ τῆς Αἰτωλίας οὖσα τὸ πρότερον Θωμᾶ τοῦ Πρεαλουπῶν Τριβαλλοῦ, περιῆλθεν ἐς τοῦτον δὴ τὸν Ἰζάουλον τρόπῳ τοιῷδε. ὡς συνεπελάβετο ὁ Πρεάλουπας τῷ τε Σπάτᾳ καὶ τοῖς Ἀλβανοῖς ἐς τὸν πρὸς Ἰταλοὺς πόλεμον, πολιορκοῦντας Ἄρτην μητρόπολιν τῆς Ἀκαρνανίας χώρας, ἑάλωσαν δὴ ἐν τῇ μάχῃ ταύτῃ ἄλλοι τε πολλοὶ τῶν παρὰ σφίσιν εὐδοκιμούντων τῷ γένει καὶ δὴ καὶ Ἰζάουλος, εἷς τῶν ἀρίστων λεγόμενος γενέσθαι τοῦ Παρθενόπης βασιλέως νεανίας, τὸ μὲν εἶδος οὐκ ἀηδής, ἐπιεικὴς δὲ τὸν τρόπον καὶ ἡσύχιος. τοῦτον σὺν πολλοῖς ἄλλοις ἀγόμενος ὁ Πρεάλουπας εἰς τὰ οἰκεῖα ὡς ἀνδράποδά τε περιεῖπε καὶ εἶχεν ἐν φυλακῇ. ἐς τὰ βασίλεια διατρίβων κατεῖχεν ὡς χρημάτων ἐς τοὺς προσήκοντας ἐσαῦθις ἀποδιδόμενος, ἢν αἰτοῖντο αὐτούς. ἡ δὲ γυνὴ τούτου ὡς ἑώρα τὸν νεανίαν, ἠράσθη τε αὐτοῦ· ἦν γὰρ καὶ ἐς ἄλλους πρότερον φοιτῶσα ἄνδρας καὶ ἀκόλαστος. συγγινομένη τοίνυν τῷ νεανίᾳ, καὶ ἐπιμαινομένη αὐτῷ ἐς τὸν ἔρωτα, συντίθεται αὐτῷ ἐπὶ τῷ ἀνδρὶ ἐπιβουλήν. καὶ ἐξηγουμένης τῆς γυναικὸς ἐς τὴν κοίτην, ὡς ἀνεπαύετο Πρεάλουπας ὁ ἡγεμών, ἀνεῖλέ τε αὐτὸν ἅμα σὺν τῇ γυναικί. καὶ ἅμα συγκατίσχει τὴν ἡγεμονίαν αὐτῷ. ἐπειδὴ ἐτυράννευεν, οὐδενὶ τῶν ἐν τῇ πόλει ἄλλῳ ἢ τῇ γυναικὶ ἀρεσκόμενος. ἡ μέντοι δίκη τοῦ Πρεαλούπη οὐκ εἰς μακρὰν κατέλαβε τὸν παῖδα αὐτοῦ ἀπὸ ταύτης δὴ τῆς γυναικὸς γενόμενον αὐτῷ· τοῦτον γάρ τοι, ὡς ἐφοίτα παρὰ βασιλέα Μωσέα αἰτούμενος συμμαχίαν τε καὶ ἐπικουρίαν ἐπὶ Κάρουλον τὸν τότε δὴ Ἀκαρνανίας τύραννον, συλλαβὼν ὥστε τὴν χώραν αὐτοῦ κατασχεῖν, ἐξέκοψε τὼ ὀφθαλμώ. τὴν μέντοι χώραν οὐδεὶς κατεστρέψατο τῆς Ἰωαννίνων πόλεως. ἐπαγομένη τοῦτον δὴ τὸν Κάρουλον ἐπὶ σφίσιν ἄρχοντα, καὶ ἐπιτετραμμένου αὐτῷ διέπειν τὰ τῆς πόλεως πράγματα καὶ ἀντεχομένου ἐς τὸν πόλεμον κράτιστα. ἡ μέντοι ἀρχὴ αὕτη Τριβαλλῶν οὖσα τὸ παλαιὸν οὕτω ἔστε Ἰζάουλον καὶ ἐπὶ Κάρουλον τὸν ἡγεμόνα περιῆλθεν. οὕτω δὲ ἄμφω τὼ χώρα κατασχὼν οὗτος, καὶ τὴν πρὸς τῷ Ἀχελῴῳ χώραν τό τε Βάλτον καλούμενον καὶ Ἀγγελοπολίχνην ἔστε ἐπὶ Ναύπακτον τὴν καταντικρὺ Ἀχαΐας, ἐπεκράτει τῆς χώρας καὶ ἐτυράννευεν ἐπὶ μέγα χωρήσας δυνάμεως, ἀνὴρ τά τε ἐς ἀρχὴν καὶ ἐς τὸν πόλεμον δοκῶν γενέσθαι οὐδενὸς τῶν τότε ἡγουμένων λειπόμενος. καὶ ἐν πολέμοις πρὸς τοὺς περιοίκους μέγα εὐδοκιμῶν ἠγάγετο, ὡς πρότερόν μοι ἐλέγετο, τοῦ Ἀθηνῶν τε καὶ Κορίνθου ἡγεμόνος θυγατέρα ἐς γάμον. Τούτῳ τῷ ἡγεμόνι παῖς ἐγένετο νόθος· ἀπὸ γὰρ τῆς Εὐβοΐδος αὐτῷ γυναικὸς ἄρρενος οὐκ ἔτυχε γόνου. νόθῳ δὲ τῷ παιδὶ ἦν ὄνομα Ἀντώνιος. τούτῳ Ἀντωνίῳ τήν τε Βοιωτίαν κατέλιπε καὶ τὴν Θηβῶν πόλιν· τὴν γὰρ Κόρινθον κατέλιπε τῷ κηδεστῇ αὐτοῦ Θεοδώρῳ τῷ βασιλέως ἀδελφῷ. τὴν δὲ Ἀθηνῶν πόλιν, ἀφελόμενος ταύτην τὸ πρόσθεν τοὺς Κελτίβηρας ἀπὸ Ναβάρης (εἶχον γὰρ δὴ καὶ ταύτην οἱ Ἴβηρες καταστρεψάμενοι) κατέλιπε τοῖς Οὐενετοῖς. ὁ μέντοι παῖς αὐτοῦ Ἀντώνιος οὗτος, ὡς παρὰ τοῦ πατρὸς παρεδέξατο τὴν τῆς Βοιωτίας ἀρχὴν (τὴν γὰρ δὴ Φωκίδα χώραν ἄλλην καὶ Λεβάδειαν ὑπηγάγετο Παιαζήτης ὁ Ἀμουράτεω, προσθέμενος τῇ ἑαυτοῦ ἀρχῇ, ὡς πρότερόν μοι δεδήλωται), οὗτος δὴ οὖν ἐπὶ τοὺς Οὐενετοὺς ἐξήνεγκε πόλεμον, καὶ τὰς Ἀθήνας ἐπολιόρκει προσέχων ἐντεταμένως. οἱ μέντοι Οὐενετοὶ δεινὸν ποιησάμενοι πολιορκεῖσθαι τὴν πόλιν αὐτῶν, καὶ ἀμύνειν βουλόμενοι, καὶ ἐπὶ τὴν Θηβῶν διανοούμενοι πόλιν ἰέναι, στρατόν τε τὸν ἀπὸ τῆς Εὐβοίας, ὅσον ἠδύναντο, συλλέξαντες καὶ ὁπλισμόν, ἀπὸ τῆς Εὐβοίας ἐχώρουν ἐπὶ τὴν Βοιωτίαν καὶ ἐπὶ τὴν πόλιν. Ἀντώνιος δὲ πυθόμενος τοὺς Οὐενετοὺς στρατευομένους ἐπ' αὐτόν, λόχους ποιησάμενος διττοὺς κατὰ τὴν ὁδόν, ᾗ ἐπύθετο μέλλοντας διαπορεύεσθαι τούς τε Εὐβοέας ἅμα καὶ Οὐενετούς, τὸν μὲν ἐνεδρεύσας ἐς τὸ πρόσω τῆς ὁδοῦ, τὸν δὲ ἐς τὸ ὄπισθεν, ἐπέμενεν ἐμβαλεῖν ἐς τὸ μέσον τοὺς πολεμίους. ἐνταῦθα οὖν ὡς οἱ Οὐενετοὶ ἐπορεύοντο ἐπὶ τὴν Θηβῶν πόλιν (διέχει δ' ἡ πόλις αὕτη ἀπὸ Εὐβοίας σταδίους ὡσεὶ ρνʹ) καὶ ᾔεσαν ἐξωπλισμένοι τε ἅμα καὶ πολλοὶ ὄντες ἐπὶ τὰς Θήβας (ἦσαν δὲ ἀμφὶ τοὺς ἑξακισχιλίους), ἐπιπεσὼν τούτοις ἄφνω ὁ Ἀντώνιος, ἔχων κατὰ τοὺς λόχους οὐ πλείους τῶν τριακοσίων, καὶ ἐπ' ἀμφοῖν ἅμα ἐπιφανεὶς τοῖς Οὐενετοῖς ἐς φυγήν τε ἐτρέψατο, καὶ πολλούς τε αὐτῶν διέφθειρε, τοὺς δὲ ἐζώγρησε, καὶ τοὺς τότε ἡγεμόνας τῆς χώρας αὐτῶν ἐζώγρησε. καὶ ἀπιὼν αὖθις ἐς τοὐπίσω ἐπολιόρκει τὴν Ἀθηνῶν πόλιν, ἐς ὃ δὴ προδοσίαν συνθεμένων αὐτῷ τῶν Ἀθηναίων τήν τε πόλιν κατέσχε, καὶ οὐ πολλῷ ὕστερον πολιορκῶν τὴν ἀκρόπολιν παρεστήσατο, καὶ ἐτυράννευε τῆς τε Ἀττικῆς ἅμα καὶ Βοιωτίας. καὶ ἀφικόμενος ἐς τὰς Παιαζήτεω μὲν πρῶτα θύρας, τοῦ πατρὸς αὐτοῦ ἔτι περιόντος, μετὰ δὲ ταῦτα ἐς τὰς Μωσέως τε καὶ Μουσουλμάνεω καὶ δὴ καὶ Μεχμέτεω θύρας, ἐθεράπευέ τε χρήμασι τὰς βασιλέως θύρας, καὶ κατὰ τὴν χώραν ἄρχων ἀδεῶς τοῦ λοιποῦ διῃτᾶτο. λέγεται μὲν δὴ καὶ οὗτος καὶ δοκεῖ γενέσθαι ἀνὴρ τά τε ἄλλα εὐδοκιμῶν, καὶ ἐπεί τε παρέλαβε τὴν Ἀθηνῶν πόλιν, ἐπί τε τὰς βασιλέως θύρας οὐδέν τι πολλῷ ἀφικόμενος, ἐπιτηδείους τε αὑτῷ σχεῖν καὶ συνήθεις τοὺς ἀμφὶ τὸν βασιλέα. ἐτυράννευε δὲ γήμας γυναῖκα ἀνδρὸς ἰδιώτου ἀπὸ Θηβῶν. ὡς γὰρ ἀνῆγον οἱ Θηβαῖοι χοροὺς ἐπὶ γάμῳ τινί, καὶ ἦν ἰερέως θυγάτηρ ὑπ' ἀνδρὶ γεγενημένη, οὐκ ἀηδὴς μέντοι, τὸν δὲ τρόπον ἐπιεικής τε ἅμα καὶ σώφρων, ἠράσθη τε αὐτῆς ἐν τῷ χορῷ ἅμα, καὶ ἐρασθεὶς ἀπάγεται ταύτην. ἐπιμανεὶς δὲ τῷ ἔρωτι οὐ πολλῷ ὕστερον ἔγημέ τε αὐτήν, καὶ εὐδαιμόνως βιοτεύων ἐτύγχανεν, ἐξοικονομῶν τε τὴν ἀρχὴν ἐπὶ τὸ ὡς κάλλιστα ἔχειν δοκοῦν ἅμα τοῖς τε ἐν τῇ χώρᾳ καὶ τοῖς ἄλλοις. οὗτος μὲν οὖν καὶ πρὸς τὸν ἐν τῇ Αἰγίνῃ ἄρχοντα Γαλεώτου παῖδα, τοῦ ἐπὶ ῥώμῃ σώματος ἐπισήμου ὄντος, ἐπιγαμίαν ποιησάμενος ἐπὶ θετῇ αὐτοῦ θυγατρί, καὶ ἀπὸ Εὐβοίας νεανίαν τῆς Γεωργίου οἰκίας κηδεστὴν ἐπὶ ἑτέρᾳ αὐτοῦ θετῇ ποιησάμενος, πρός τε τοὺς Οὐενετοὺς σπονδάς τε ποιησάμενος ἡσυχίαν ἦγε. καὶ Γαλεώτου τὸν παῖδα, Αἰγίνης δὲ ἄρχοντα, ἐπιτήδειον ἔχων, παρ' αὐτὸν φοιτῶντα ἐθεράπευε, καὶ σωφρονῶν ἐπὶ πολὺ δὴ τοῦ χρόνου διεγένετο εὐδαιμονῶν, ἀπό τε τῆς κατὰ τὴν ἀρχὴν οἰκονομίας πλοῦτον ἑαυτῷ περιποιούμενος καὶ τὴν πόλιν ὡς οἷόν τε μάλιστα κοσμῶν. Τούτων μὲν πέρι ἐς τοσοῦτον ἐπιμνησάμενος, ἐπάνειμι δὴ ἐπὶ Θεόδωρον τὸν βασιλέως παῖδα, ἡγεμόνα Σπάρτης τε καὶ ἄλλης Πελοποννήσου, ὃς ὑπὸ Θεοδώρου τοῦ πάτρωος ἐξετρέφετο ἅμα καὶ ἐπαιδεύθη, μετὰ δὲ ταῦτα κατελείφθη ἐς τὴν ἀρχὴν αὐτοῦ ἡγεμών. ἐς τοῦτον δὲ ἀφικόμενος ὁ πατὴρ αὐτοῦ Ἐμμανουῆλος ὁ Βυζαντίου βασιλεὺς τόν τε παῖδα καθίστη ἐς τὴν ἀρχὴν βεβαιότερον, καὶ ἐπὶ τῷ ἀδελφῷ ἤδη τετελευτηκότι λόγον ἐπικήδειον ἐξετραγῴδει διεξιὼν ἐπὶ τῷ τάφῳ αὐτοῦ, ἀπολοφυρόμενός τε ἅμα τὸν ἐπιτήδειον ἀδελφόν. καὶ μετὰ ταῦτα μεταπεμπόμενος τοὺς Πελοποννησίους ἐς Ἰσθμὸν τόν τε Ἰσθμὸν ἐτείχισε καὶ φυλακὴν καταστησάμενος αὐτοῦ ἀπῄει ἀποπλέων ἐπὶ Βυζαντίου, ἔχων μεθ' ἑαυτοῦ καὶ τοὺς Πελοποννησίων ἄρχοντας ἐν φυλακῇ. Ταῦτα μὲν οὖν κατὰ τοὺς τῶν Ἑλλήνων βασιλεῖς συνηνέχθη ἐς ἐκεῖνον τὸν χρόνον· ἐπὶ δὲ Μεχμέτεω ἄμεινον σφίσιν ἔχοντες ἔστε τὴν ἀρχὴν καὶ ἐς τὴν ἄλλην αὐτῶν βιοτήν, ἐπεὶ ἠσφαλίζοντο τὴν πρὸς βασιλέα Μεχμέτην εἰρήνην τε καὶ σπονδὰς ἐμπεδοῦντες, ὡς οἷόν τε μάλιστα αὐτοῖς. δι' ἃ δὴ καὶ ὁ βασιλεὺς Μεχμέτης ἐνέργει, ὡς περὶ πλείστου ποιοῖντο τὴν ἑαυτοῦ εἰρήνην, καὶ πᾶν ὁτιοῦν μᾶλλον πεισομένους, ὥστε τὴν ξενίην σφίσι μὴ διαλύεσθαι, ἐχαρίζετό τε αὐτοῖς, ὅ τι ᾤετο ἐν χάριτι ποιεῖσθαι αὐτοῖς, τά τε ἄλλα καὶ ἐπὶ τῷ παιδὶ αὐτοῦ Ἀμουράτῃ. ἤστην γὰρ αὐτῷ δύω παῖδε, Ἀμουράτης μὲν ὁ πρεσβύτερος, Μουσταφᾶς δὲ ὁ νεώτερος καὶ ἔτι παῖς ὤν. τούτοιν τὸν μὲν Ἀμουράτην ἐς τὴν Εὐρώπην διενοεῖτο καταλιπεῖν, τὸν δὲ ἕτερον ἐς τὴν Ἀσίαν βασιλέα. καὶ ἐπιδιελόμενος τούτοις τὴν ἀρχὴν ἐγκατέλιπεν, ὥστε παῖδας ἐμμένειν, οἷς ἐπέτρεψε, τῷ Βυζαντίου βασιλεῖ κατὰ ταῦτα συλλαμβάνειν, ἤν τις ἀδικῇ, μὴ ἐπιτρέπειν, ἀλλὰ τῷ ἀδικουμένῳ τιμωρεῖν κατὰ δύναμιν. τὴν μέντοι Δακίαν στρατεύματα ἐπιπέμψας τήν τε χώραν ἐληΐζετο καὶ Παιονοδακίαν, Βρενέζεω τοῦ Χοτζαθερίζεω θεράποντος ἡγουμένου τε καὶ ἔργα μεγάλα ἀποδεικνυμένου, πρὸς δὲ καὶ Μιχαήλεω τοῦ τῆς Εὐρώπης αὐτῷ στρατηγοῦ στρατιάν τε ἄγοντος ἐπὶ τοὺς Παίονας καὶ Παιονοδακίαν καὶ δὴ καὶ Ἰλλυριούς. Βρενέζῃ μέντοι ἔργα ἐστὶν ἀποδεδειγμένα ἄξια λόγου κατὰ τὴν Εὐρώπην, ἄλλα τε καὶ ἐπὶ Ἰλλυριοὺς καὶ Παίονας καὶ ἐπὶ Πελοπόννησον στρατευσαμένῳ, πλεῖστα δὲ τοῦ γένους τούτου ἐπὶ στρατηγίας καθισταμένου, σὺν τοῖς Εὐρώπης ἱπποδρόμοις, ὥστε αὐτῷ αὐτίκα ἑπομένους, ὅποι ἂν ἐξηγοῖτο, ἀποφέρεσθαι κέρδη ὡς μέγιστα, καὶ ἐπὶ τῶν Ἑνετῶν χώραν ἀφικόμενον καὶ ἀνδραποδισάμενον τὴν χώραν, ἀνδράποδα ἀπαγαγόμενον πλουτίσαι τοὺς ἐφεπομένους Τούρκων καὶ μέγα ὀλβίους ἀποδεικνύναι ὡς ἐν βραχεῖ. ἔστι δὲ καὶ οἰκοδομήματα ἀνὰ τὴν Εὐρώπην ἁπανταχῇ οὐκ ὀλίγα Βρενέζῃ πεποιημένα, ὥστε ὡς μνημόσυνα ἐς τοὺς ἐπιγιγνομένους καταλιπεῖν. ὕστερον μέντοι ἐπὶ Μωσέως τοῦ Παιαζήτεω συνέβη τε αὐτὸν μεταστησάμενον ἐπὶ Μεχμέτην τὸν ἀδελφὸν τοῖς γε παισὶν αὑτοῦ ὑφέσθαι τῆς στρατηγίας, καὶ τὸ ἐντεῦθεν ἡγουμένους τοὺς Βρενέζεω παῖδας, Ἰησοῦν καὶ Βαράμον καὶ δὴ καὶ Ἀλίην, ἐπὶ μέγα δόξης ἀφίκοντο ἀνὰ τὴν Εὐρώπην. ᾤκει δὲ Βρενέζης τὰ Ἰανιτζὰ πόλιν, ἣν δὴ αὐτὸς οἰκῆσαι παρὰ βασιλέως ἐδωρήθη, ἑαυτῷ τε καὶ τοῖς παισὶν ἀνήκειν τὴν πόλιν, αἰεί, ὁτουοῦν ἂν δέοιτο, ὑπηρετοῦντας τῷ βασιλεῖ. τὰ δὲ Ἰανιτζὰ πόλις ἐστὶ παρὰ τῷ Ἀξιῷ ποταμῷ, καὶ κῶμαι παρ' αὐτὴν τὴν πόλιν Βρενέζεω οὐκ ὀλίγαι. ἐπὶ μέντοι Μεχμέτεω μετὰ δὲ Βρενέζη Τουραχάνης παρὰ Τούρκοις εὐδοκιμῶν ἐπὶ στρατηγίας τε ἐξῄει ἐπισπομένων αὐτῷ τῶν ἱπποδρόμων, καὶ τύχῃ χρώμενος ἀγαθῇ τὴν πολεμίων ἐληΐζετο χώραν. εἶχε δὲ Βυδίνην τότε ὑπὸ Μεχμέτεω ἐπιτετραμμένος ἄρχειν, καὶ ἐς Παιονίαν διαβαίνων, μέγα εὐδοκιμῶν ἐν τῇ Εὐρώπῃ. https://byzantium.gr/
Επιμέλεια: Μανώλης Παπαθανασίου, Μάρτιος 2021
|
|