thyreos

Βυζαντινα κειμενα

 

  Προκοπιος
  Ιεροκλης
  Σιμοκαττης
  Θεοφανης
  Ιωαννης Σκυλιτζης
  Κωνσταντινος Ζ’
  Λεων Διακονος
  Μιχαηλ Ψελλος
  Μιχαηλ Ατταλειατης
  Νικητας Χωνιατης
  Γ. Ακροπολιτης
  Γ. Παχυμερης
  N. Γρηγορας
  Ι. Καντακουζηνος
  Γεωργιος Σφραντζης
  Χαλκοκονδυλης


Aspis

Προκόπιος o Καισαρεύς

500 – 565
τίτλος έργου:

Υπέρ των Πολέμων

Βιβλίο 8
χρόνος έκδοσης: 545-553
πλήρης τίτλος:

Υπέρ των πολέμων λόγοι (De Bellis)

περιγραφή περιεχομένου:

Εξιστόρηση των πολεμικών γεγονότων της περιόδου 527 – 553 σε 8 βιβλία. Τα δύο πρώτα βιβλία ασχολούνται με τον πόλεμο εναντίον των Περσών (De Bello Persico), το 3ο και 4ο με τον πόλεμο εναντίον των Βανδάλων στην Αφρική (De Bello Vandalico) και τα επόμενα 4 περιγράφουν τον πόλεμο εναντίον των Οστρογότθων στην Ιταλία (De Bello Gothico)

Κείμενο :
< 1 2 3 4 5 6 7 8 >

[Βιβλίο 8 – De Bello Gothico]

8.1 ΠΡΟΚΟΠΙΟΥ ΚΑΙΣΑΡΕΩΣ ΥΠΕΡ ΤΩΝ ΠΟΛΕΜΩΝ ΛΟΓΟΣ ΟΓΔΟΟΣ.

8.1.1 Ὅσα μὲν ἄχρι τοῦδέ μοι δεδιήγηται, τῇδε ξυγγέγραπται ᾗπερ δυνατὰ ἐγεγόνει ἐπὶ χωρίων ἐφ' ὧν δὴ ἔργα τὰ πολέμια ξυνηνέχθη γενέσθαι διελόντι τε καὶ ἁρμοσαμένῳ τοὺς λόγους, οἵπερ ἤδη ἐξενεχθέντες πανταχόθι δεδήλωνται τῆς Ρωμαίων ἀρχῆς. τὸ δὲ ἐνθένδε οὐκέτι μοι τρόπῳ τῷ εἰρημένῳ ξυγκείσεται.
8.1.2 γράμμασι γὰρ τοῖς ἐς τὸ πᾶν δεδηλωμένοις οὐκέτι εἶχον τὰ ἐπιγινόμενα ἐναρμόζεσθαι, ἀλλ' ὅσα κατὰ τοὺς πολέμους τούσδε γεγονέναι ξυνέβη, ἔτι μέντοι καὶ ἐς τὸ Μήδων γένος, ἐπειδὴ τοὺς ἔμπροσθεν λόγους ἐξήνεγκα, ἐν τῷδέ μοι τῷ λόγῳ πάντα γεγράψεται, ἱστορίαν τε αὐτῶν ἐπάναγκες ποικίλην ξυγκεῖσθαι. ἤδη μὲν οὖν ὅσα ξυνέβη ἄχρι ἐς τὸ τέταρτον ἔτος τῆς πενταετηρίδος ἐκεχειρίας, ἣ Ρωμαίοις ἐγεγόνει καὶ Πέρσαις, ἐν τοῖς ἔμπροσθέν μοι δεδιήγηται λόγοις· τῷ δὲ ἐπιγινομένῳ ἐνιαυτῷ Μηδικῆς στρατιᾶς πολὺς ὅμιλος ἐς γῆν τὴν Κολχίδα ἐσέβαλον. οἷσπερ ἐφειστήκει Πέρσης ἀνὴρ, Χοριάνης ὄνομα, πολέμων ἐσάγαν πολλῶν ἔμπειρος. καὶ αὐτῷ ξύμμαχοι βάρβαροι τοῦ Ἀλανῶν γένους πολλοὶ εἵποντο. οὗτος ὁ στρατὸς ἐπειδὴ ἀφίκοντο ἐς χώραν τῆς Λαζικῆς, ἣ ἐπικαλεῖται Μοχήρησις, ἐν ἐπιτηδείῳ στρατοπεδευσάμενοι ἔμενον. ῥεῖ δέ πη ἐνταῦθα ποταμὸς Ἵππις, οὐ μέγας οὐδὲ ναυσίπορος, ἀλλὰ καὶ ἱππεῦσι καὶ ἀνδράσι πεζοῖς ἐσβατὸς, οὗ δὴ ἐν δεξιᾷ τὸν χάρακα ἐποιήσαντο, οὐ παρὰ τὴν ὄχθην, ἀλλὰ κατὰ πολὺ ἄποθεν. ὅπως δὲ τοῖς τάδε ἀναλεγομένοις ἔκδηλα τὰ ἐπὶ Λαζικῆς χωρία ἔσται ὅσα τε γένη ἀνθρώπων ἀμφ' αὐτὴν ἵδρυνται, καὶ μὴ ὑπὲρ τῶν ἀφανῶν σφίσιν ὥσπερ οἱ σκιαμαχοῦντες διαλέγεσθαι ἀναγκάζωνται, οὔ μοι ἀπὸ καιροῦ ἔδοξεν εἶναι ἀναγράψασθαι ἐνταῦθα τοῦ λόγου ὅντινα δὴ τρόπον ἄνθρωποι οἰκοῦσι τὸν Εὔξεινον καλούμενον Πόντον, οὐκ ἀγνοοῦντι μὲν ὡς καὶ τῶν παλαιοτέρων τισὶ γέγραπται ταῦτα, οἰομένῳ δὲ οὐκ ἐς τὸ ἀκριβὲς αὐτοῖς πάντα εἰρῆσθαι· ὧν γέ τινες Τραπεζουντίων ὁμόρους ἢ Σάνους ἔφασαν, οἳ τανῦν Τζάνοι ἐπικαλοῦνται, ἢ Κόλχους εἶναι, Λαζοὺς ἑτέρους καλέσαντες, οἳ καὶ νῦν ἐπὶ τούτου προσαγορεύονται τοῦ ὀνόματος. καίτοι ἔστι τούτων οὐδέτερον. Τζάνοι μὲν γὰρ τῆς παραλίας ὡς ἀπωτάτω ὄντες προσοικοῦσι τοὺς Ἀρμενίους ἐν τῇ μεσογείᾳ καὶ ὄρη πολλὰ μεταξὺ ἀποκρέμαται, λίαν τε ἄβατα καὶ ὅλως κρημνώδη, χώρα τε πολλὴ ἔρημος ἀνθρώπων ἐς ἀεὶ οὖσα καὶ χαράδραι ἀνέκβατοι καὶ λόφοι ὑλώδεις καὶ σήραγγες ἀδιέξοδοι, οἷς δὴ ἅπασι μὴ ἐπιθαλάσσιοι εἶναι διείργονται Τζάνοι. Κόλχους δὲ οὐχ οἷόν τέ ἐστι μὴ τοὺς Λαζοὺς εἶναι, ἐπεὶ παρὰ Φᾶσιν ποταμὸν ᾤκηνται· τὸ δὲ ὄνομα μόνον οἱ Κόλχοι, ὥσπερ ἀνθρώπων ἔθνη καὶ πολλὰ ἕτερα, τανῦν ἐς τὸ Λαζῶν μεταβέβληται. χωρὶς δὲ τούτων καὶ μέγας αἰὼν μετὰ τοὺς ἐκεῖνα ἀναγραψαμένους ἐπιγενόμενος ἀεί τε συννεωτερίζων τοῖς πράγμασι τὰ πολλὰ τῶν καθεστώτων τὰ πρότερα νεοχμῶσαι ἴσχυσεν, ἐθνῶν τε μεταστάσεσι καὶ ἀρχόντων καὶ ὀνομάτων διαδοχαῖς. ἅπερ μοι διαμετρήσασθαι ἀναγκαιότατον ἔδοξεν εἶναι, οὐ τὰ μυθώδη περὶ αὐτῶν ἀπαγγέλλοντι ἢ ἄλλως ἀρχαῖα, οὐδὲ ὅπη ποτὲ Πόντου τοῦ Εὐξείνου δεθῆναι τὸν Προμηθέα ποιηταὶ λέγουσι· μύθου γὰρ ἱστορίαν παρὰ πολὺ κεχωρίσθαι οἶμαι· ἀλλ' ἐς τὸ ἀκριβὲς διεξιόντι τά τε ὀνόματα καὶ τὰ πράγματα, ὅσα δὴ τανῦν ἐπιχωριάζει τῶν τόπων ἐκείνων ἑκάστῳ.

8.2.1 Οὗτος τοίνυν ὁ Πόντος ἄρχεται μὲν ἐκ Βυζαντίου καὶ Καλχηδόνος, τελευτᾷ δὲ ἐς Κόλχων τὴν γῆν.
καὶ αὐτὸν ἐν δεξιᾷ ἐσπλέοντι Βιθυνοί τε καὶ οἱ αὐτῶν ἐχόμενοι Ὁνωριάται καὶ Παφλαγόνες ᾤκηνται, οἳ δὴ ἄλλα τε χωρία καὶ Ἡράκλειάν τε καὶ Ἄμαστριν ἐπιθαλασσίας πόλεις ἔχουσι, καὶ μετ' αὐτοὺς οἱ Ποντικοὶ ἐπικαλούμενοι μέχρι ἐς Τραπεζοῦντα πόλιν καὶ τὰ ταύτης ὅρια. ἐνταῦθα πολίσματά τε ἄλλα ἐπιθαλασσίδια καὶ Σινώπη τε καὶ Ἀμισὸς οἰκεῖται, Ἀμισοῦ δὲ ἄγχιστα τό τε Θεμίσκουρον καλούμενον καὶ Θερμώδων ποταμός ἐστιν, οὗ δὴ τὸ τῶν Ἀμαζόνων στρατόπεδον γεγενῆσθαί φασιν. ἀλλὰ περὶ μὲν Ἀμαζόνων γεγράψεταί μοι οὐ πολλῷ ὄπισθεν. Τραπεζουντίων δὲ τὰ ὅρια διήκει ἔς τε κώμην Σουσούρμενα καὶ τὸ Ριζαῖον καλούμενον χωρίον, ὅπερ Τραπεζουντίων διέχει δυοῖν ἡμέραιν ὁδὸν διὰ τῆς παραλίας ἐς Λαζικὴν ἰόντι.
Τραπεζοῦντος δέ μοι ἐπιμνησθέντι οὐ παριτέον τὸ πλείστῳ παραλόγῳ τῇδε ξυμβαῖνον. τὸ γὰρ μέλι ἐν ἅπασι τοῖς περὶ Τραπεζοῦντα χωρίοις πικρὸν γίνεται, ἐνταῦθα μόνον στασιαζομένης τῆς ἀμφ' αὐτὸ δόξης.
8.2.5 τούτων δὲ δὴ τῶν χωρίων ἐν δεξιᾷ τὰ Τζανικῆς ὄρη πάντα ἀνέχει, ἐπέκεινά τε αὐτῶν Ἀρμένιοι Ρωμαίων κατήκοοι ᾤκηνται. ἐκ τούτων δὲ τῶν Τζανικῶν ὀρῶν κάτεισι ποταμὸς Βόας ὄνομα, ὃς δὴ ἔς τε λόχμας παμπληθεῖς ἰὼν καὶ χώραν λοφώδη περιερχόμενος φέρεται μὲν ἄγχιστα τῶν Λαζικῆς χωρίων, ποιεῖται δὲ τὰς ἐκβολὰς ἐς τὸν Εὔξεινον καλούμενον Πόντον, οὐ μέντοι Βόας καλούμενος. ἐπειδὰν γὰρ τῆς θαλάσσης ἐγγὺς ἵκηται, τὸ μὲν ὄνομα μεθίησι τοῦτο, ἑτέρας δὲ τὸ ἐνθένδε προσηγορίας μεταλαγχάνει, ἐκ τῶν οἱ ἐπιγινομένων ὄνομα κτώμενος. Ἄκαμψιν γὰρ αὐτὸν τὸ λοιπὸν καλοῦσιν οἱ ἐπιχώριοι, τούτου δὴ ἕνεκα, ὅτι δὴ κάμψαι αὐτὸν τῇ θαλάσσῃ ἀναμιχθέντα ἀμήχανά ἐστιν, ἐπεὶ ξὺν ῥύμῃ τοσαύτῃ καὶ ὀξύτητι τοῦ ῥοῦ τὰς ἐκβολὰς ποιεῖται, ταραχὴν τοῦ ῥοθίου πολλὴν ἐπίπροσθεν ἐργαζόμενος, ὥστε ὡς πορρωτάτω τῆς θαλάσσης ἰὼν ἄπορον ποιεῖται τὸν ταύτῃ διάπλουν· οἵ τε ναυτιλλόμενοι ἐνταῦθα τοῦ Πόντου, εἴτε Λαζικῆς εὐθὺ πλέοντες εἴτε καὶ ἐνθένδε ἀπάραντες, οὐκέτι ἑξῆς διαπλεῖν δύνανται. κάμψαι γὰρ τοῦ ποταμοῦ τὸν ῥοῦν οὐδαμῆ ἔχουσιν, ἀλλὰ πορρωτάτω μὲν ἀναγόμενοι τοῦ ἐκείνῃ πελάγους, ἐπὶ μέσον δέ που τὸν Πόντον ἰόντες, οὕτω δὴ ἀπαλλάσσεσθαι τῆς τοῦ ποταμοῦ ἐκβολῆς δύνανται. τὰ μὲν οὖν ἀμφὶ ποταμὸν Βόαν τοιαῦτά ἐστι.
8.2.10 Μετὰ δὲ τὸ Ριζαῖον αὐτονόμων ἀνθρώπων ὅροι ἐκδέχονται, οἳ δὴ Ρωμαίων τε καὶ Λαζῶν μεταξὺ ᾤκηνται. καὶ κώμη τις, Ἀθῆναι ὄνομα, ἐνταῦθα οἰκεῖται, οὐχ ὅτι Ἀθηναίων ἄποικοι, ὥσπερ τινὲς οἴονται, τῇδε ἱδρύσαντο, ἀλλὰ γυνή τις Ἀθηναία ὄνομα ἐν τοῖς ἄνω χρόνοις κυρία ἐγεγόνει τῆς χώρας, ἧσπερ ὁ τάφος ἐνταῦθα καὶ εἰς ἐμέ ἐστι. μετὰ δὲ Ἀθήνας Ἄρχαβίς τε οἰκεῖται καὶ Ἀψαροῦς, πόλις ἀρχαία, ἣ τοῦ Ριζαίου διέχει ὁδῷ ἡμερῶν τριῶν μάλιστα. αὕτη Ἄψυρτος τὸ παλαιὸν ὠνομάζετο, ὁμώνυμος τῷ ἀνθρώπῳ διὰ τὸ πάθος γεγενημένη. ἐνταῦθα γάρ φασιν οἱ ἐπιχώριοι ἐξ ἐπιβουλῆς Μηδείας τε καὶ Ἰάσονος τὸν Ἄψυρτον ἐξ ἀνθρώπων ἀφανισθῆναι, καὶ δι' αὐτὸ τὴν ἐπωνυμίαν τὸ χωρίον λαβεῖν. ὁ μὲν γὰρ ἐν ἐκείνῳ ἀπέθνησκε, τὸ δὲ ἀπ' αὐτοῦ ὠνομάζετο. ἀλλὰ πολὺς ἄγαν μετὰ ταῦτα ἐπιρρεύσας ὁ χρόνος καὶ ἀνθρώπων ἀναρίθμοις διαδοχαῖς ἐνακμάσας αὐτὸς διαφθεῖραι μὲν τὴν τῶν πραγμάτων ἐπιβολὴν ἴσχυσεν ἐξ ὧν τὸ ὄνομα ξύγκειται τοῦτο, ἐς δὲ τὸν νῦν φαινόμενον τρόπον μεταρρυθμῆσαι τὴν προσηγορίαν τῷ τόπῳ. τούτου δὲ τοῦ Ἀψύρτου καὶ τάφος ἐς τῆς πόλεως τὰ πρὸς ἀνίσχοντα ἥλιόν ἐστιν. αὕτη πόλις ἦν τὸ παλαιὸν πολυάνθρωπος, καὶ τείχους μὲν αὐτὴν περιέβαλε μέγα τι χρῆμα, θεάτρῳ δὲ καὶ ἱπποδρόμῳ ἐκαλλωπίζετο καὶ τοῖς ἄλλοις ἅπασιν, οἷσπερ πόλεως μέγεθος δείκνυσθαι εἴωθε. νῦν δὲ δὴ αὐτῶν ἄλλο οὐδὲν ἀπολέλειπται, ὅτι μὴ τῆς κατασκευῆς τὰ ἐδάφη.
8.2.15 Ὥστε εἰκότως θαυμάσειεν ἄν τις τῶν Κόλχους φαμένων Τραπεζουντίοις ὁμόρους εἶναι. ταύτῃ μὲν γὰρ καὶ τὸ δέρας ξὺν τῇ Μηδείᾳ συλήσας Ἰάσων οὐκ ἐπὶ τὴν Ἑλλάδα καὶ τὰ πάτρια ἤθη φυγὼν φαίνοιτο, ἀλλ' ἔμπαλιν ἐπὶ Φᾶσιν τε ποταμὸν καὶ τοὺς ἐνδοτάτω βαρβάρους. λέγουσι μὲν οὖν ὡς κατὰ τοὺς Τραϊανοῦ τοῦ Ρωμαίων αὐτοκράτορος χρόνους κατάλογοι Ρωμαίων στρατιωτῶν ἐνταῦθά τε καὶ μέχρι ἐς Λαζοὺς καὶ Σαγίνας ἵδρυντο. τὰ δὲ νῦν ἄνθρωποι ἐνταῦθα οἰκοῦσιν οὔτε τοῦ Ρωμαίων οὔτε τοῦ Λαζῶν βασιλέως κατήκοοι ὄντες, πλήν γε δὴ ὅτι Χριστιανοῖς οὖσιν οἱ Λαζῶν ἐπίσκοποι τοὺς ἱερεῖς καθίστανται σφίσι. καὶ αὐτοὶ ἔνσπονδοί τε καὶ φίλοι ἀμφοτέροις ἐθέλοντες εἶναι, τοὺς ἐξ ἐκατέρων παρὰ τοὺς ἑτέρους ἀεὶ στελλομένους παραπέμψειν διηνεκῶς ὡμολόγησαν. ὃ δὴ φαίνονται καὶ ἐς ἐμὲ δρῶντες. ἀκάτοις γὰρ ἰδίαις τοὺς παρὰ θατέρου βασιλέως ἐς τὸν ἕτερον στελλομένους ἀγγέλους ναυτιλλόμενοι παραπέμπουσι. φόρου μέντοι ὑποτελεῖς οὐδαμῆ γεγένηνται ἐς τόδε τοῦ χρόνου. τούτων δὲ τῶν χωρίων ἐν δεξιᾷ ὄρη τε λίαν ἀπότομα ἀποκρέμαται καὶ χώρα ἔρημος ἐπὶ πλεῖστον διήκει. καὶ αὐτῆς ὕπερθεν οἱ Περσαρμένιοι καλούμενοι ᾤκηνται, καὶ Ἀρμένιοι οἳ Ρωμαίων κατήκοοί εἰσι μέχρι ἐς τοὺς Ἰβηρίας ὅρους διήκοντες.
8.2.21 Ἐκ δὲ Ἀψαροῦντος πόλεως ἐς Πέτραν τε πόλιν καὶ τοὺς Λαζῶν ὅρους, οὗ δὴ τελευτᾷ ὁ Εὔξεινος Πόντος, μιᾶς ἐστιν ἡμέρας ὁδός. ἀπολήγων δὲ ὁ Πόντος ἐνταῦθα μηνοειδῆ τίθεται τὴν ἀκτήν. καὶ ὁ μὲν τοῦ μηνοειδοῦς τούτου διάπλους ἐς πεντήκοντά τε καὶ πεντακοσίους μάλιστα σταδίους διήκει, τὰ δὲ αὐτοῦ ὄπισθεν ξύμπαντα Λαζική τέ ἐστι καὶ ὠνόμασται. μετὰ δὲ αὐτοὺς κατὰ τὴν μεσόγαιαν Σκυμνία τε καὶ Σουανία ἐστί. ταῦτα δὲ τὰ ἔθνη Λαζῶν κατήκοα τυγχάνει ὄντα. καὶ ἄρχοντας μὲν οἱ τῇδε ἄνθρωποι τῶν ὁμογενῶν τινας ἔχουσιν, ἐπειδὰν δὲ τῶν ἀρχόντων τινὶ ἐπιγένηται ἡ τέλειος ἡμέρα τοῦ βίου, ἕτερον αὐτοῖς ἀντικαθίστασθαι πρὸς τοῦ Λαζῶν βασιλέως ἐς ἀεὶ εἴθισται. ταύτης δὲ τῆς χώρας ἐκ πλαγίου μὲν παρ' αὐτὴν μάλιστα τὴν Ἰβηρίαν Μέσχοι Ἰβήρων ἐκ παλαιοῦ κατήκοοι ᾤκηνται, τὰ οἰκία ἐν ὄρεσιν ἔχοντες. ὄρη δὲ τὰ Μέσχων οὐ σκληρὰ οὐδὲ καρπῶν ἄφορά ἐστιν, ἀλλ' εὐθηνοῦσιν ἀγαθοῖς ἅπασιν, ἐπεὶ καὶ οἱ Μέσχοι γεωργοὶ δεξιοὶ καὶ ἀμπελῶνες τυγχάνουσιν ἐκεῖ ὄντες.
8.2.26 ταύτῃ δὲ τῇ χώρᾳ ὄρη ἐπίκεινται ἄγαν τε ὑψηλὰ καὶ ἀμφιλαφῆ καὶ δεινῶς ἄβατα. καὶ ταῦτα μὲν ἄχρι ἐς τὰ Καυκάσια ὄρη διήκει· ὄπισθεν δὲ αὐτῶν πρὸς ἀνίσχοντα ἥλιον Ἰβηρία ἐστὶ, μέχρι ἐς Περσαρμενίους διήκουσα. διὰ δὲ τῶν ὀρῶν, ἃ ταύτῃ ἀνέχει, Φᾶσις ποταμὸς κάτεισιν, ἐκ τῶν Καυκασίων ἀρχόμενος καὶ κατὰ μέσον τὸ μηνοειδὲς τοῦ Πόντου ἐκβάλλει. ταύτῃ τε ἤπειρον ἑκατέραν αὐτὸν διορίζειν τινὲς οἴονται. τὰ μὲν γὰρ ἐν ἀριστερᾷ κατιόντος τοῦ ῥοῦ Ἀσία ἐστὶ, τὰ δὲ ἐν δεξιᾷ Εὐρώπη ὠνόμασται. κατὰ μὲν οὖν τὴν τῆς Εὐρώπης μοῖραν ξύμπαντα Λαζῶν τὰ οἰκία ξυμβαίνει εἶναι, ἐπὶ θάτερα δὲ οὔτε πόλισμα οὔτε ἄλλο τι ὀχύρωμα οὔτε κώμην τινὰ λόγου ἀξίαν Λαζοὶ ἔχουσι, πλήν γε δὴ ὅτι Πέτραν Ρωμαῖοι ἐνταῦθα ἐδείμαντο πρότερον. κατὰ ταύτην δέ που τὴν Λαζικῆς μοῖραν ἀπέκειτο, ὥσπερ οἱ ἐπιχώριοι λέγουσι, καὶ τὸ δέρας ἐκεῖνο, οὗπερ ἕνεκα οἱ ποιηταὶ τὴν Ἀργὼ ἀποτετορνεῦσθαι μυθολογοῦσι. λέγουσι δὲ ταῦτα, ἐμὴν γνώμην, ἀληθιζόμενοι ἥκιστα. οὐ γὰρ ἂν, οἶμαι, λαθὼν τὸν Αἰήτην Ἰάσων ἐνθένδε ἀπηλλάσσετο ξὺν τῇ Μηδείᾳ τὸ δέρας ἔχων, εἰ μὴ τά τε βασίλεια καὶ τὰ ἄλλα τῶν Κόλχων οἰκία τοῦ χωρίου διείργετο Φάσιδι ποταμῷ, ἵνα δὴ τὸ δέρας ἐκεῖνο κεῖσθαι ξυνέβαινεν, ὃ δὴ καὶ οἱ ποιηταὶ παραδηλοῦσιν οἱ τὰ τοιαῦτα ἀναγραψάμενοι.
8.2.32 ὁ μὲν οὖν Φᾶσις τῇδε φερόμενος, ᾗπέρ μοι δεδιήγηται, ἐς αὐτόν που λήγοντα ἐκβάλλει τὸν Εὔξεινον Πόντον. τοῦ δὲ μηνοειδοῦς κατὰ μὲν τὴν μίαν ἀρχὴν, ἣ τῆς Ἀσίας ἐστὶ, Πέτρα ἡ πόλις ἐτύγχανεν οὖσα, ἐν δὲ δὴ τῇ ἀντιπέρας ἀκτῇ κατὰ τὴν τῆς Εὐρώπης μοῖραν Ἀψιλίων ἡ χώρα ἐστί· Λαζῶν δὲ κατήκοοί εἰσι καὶ Χριστιανοὶ γεγόνασιν ἐκ παλαιοῦ οἱ Ἀψίλιοι, ὥσπερ καὶ τἄλλα ξύμπαντα ἔθνη, ὧνπερ ἐμνήσθην ἐς τόδε τοῦ λόγου. Ταύτης δὲ τῆς χώρας καθύπερθεν ὄρος τὸ Καυκάσιόν ἐστι. τοῦτο δὲ τὸ ὄρος, ὁ Καύκασος, ἐς τοσόνδε ὕψος ἀνέχει, ὥστε δὴ αὐτοῦ τῶν μὲν ὑπερβολῶν οὔτε ὄμβρους οὔτε νιφετοὺς ἐπιψαύειν ποτέ. τῶν γὰρ νεφελῶν αὐτὰς ἁπασῶν καθυπερτέρας ξυμβαίνει εἶναι. τὰ δὲ μέσα μέχρι τῶν ἐσχάτων χιόνων ἔμπλεα διηνεκές ἐστι. καὶ ἀπ' αὐτοῦ οἱ πρόποδες ὑψηλοὶ ἐσάγαν τυγχάνουσιν ὄντες, οὐδέν τι καταδεέστεροι τῶν ἐν τοῖς ὄρεσι τοῖς ἄλλοις σκοπέλων. τῶν δὲ τοῦ Καυκασίου ὄρους προπόδων οἱ μὲν πρός τε βορρᾶν ἄνεμον καὶ ἥλιον δύοντα τετραμμένοι ἔς τε Ἰλλυριοὺς καὶ Θρᾷκας διήκουσιν, οἱ δὲ πρός τε ἀνίσχοντα ἥλιον καὶ ἄνεμον νότον ἐς τὰς διεξόδους ἐξικνοῦνται αὐτὰς, αἳ τὰ τῇδε ᾠκημένα Οὐννικὰ ἔθνη ἐς γῆν τήν τε Περσῶν καὶ Ρωμαίων ἄγουσιν. ὧνπερ ἁτέρα μὲν Τζοὺρ ἐπικέκληται, ἡ δὲ δὴ ἑτέρα Πύλη ἐκ παλαιοῦ Κασπία ἐκλήθη. ταύτην δὲ τὴν χώραν, ἣ ἐξ ὄρους τοῦ Καυκάσου ἄχρι ἐς τὰς Κασπίας κατατείνει Πύλας, Ἀλανοὶ ἔχουσιν, αὐτόνομον ἔθνος, οἳ δὴ καὶ Πέρσαις τὰ πολλὰ ξυμμαχοῦσιν, ἐπί τε Ρωμαίους καὶ ἄλλους πολεμίους στρατεύουσι. τὰ μὲν οὖν ἀμφὶ τῷ ὄρει τῷ Καυκασίῳ ταύτῃ πη ἔχει.
8.3.5 Οὖννοι δὲ, οἱ Σάβειροι ἐπικαλούμενοι, ἐνταῦθα ᾤκηνται καὶ ἄλλα ἄττα Οὐννικὰ ἔθνη. ἐνθένδε μὲν τὰς Ἀμαζόνας ὡρμῆσθαί φασιν, ἀμφὶ δὲ τὸ Θεμίσκουρον καὶ ποταμὸν τὸν Θερμώδοντα ἐνστρατοπεδεύσασθαι, ᾗπέρ μοι ἔναγχος εἴρηται, οὗ δὴ πόλις ἐν τῷ παρόντι Ἀμισός ἐστι. τανῦν δὲ οὐδαμῆ τῶν ἀμφὶ τὸ Καυκάσιον ὄρος χωρίων Ἀμαζόνων τις μνήμη ἢ ὄνομα διασώζεται, καίτοι καὶ Στράβωνι καὶ ἄλλοις τισὶ λόγοι ἀμφ' αὐταῖς πολλοὶ εἴρηνται. ἀλλά μοι δοκοῦσι μάλιστα πάντων τά γε κατὰ τὰς Ἀμαζόνας ξὺν τῷ ἀληθεῖ λόγῳ εἰπεῖν, ὅσοι ἔφασαν οὐ πώποτε γένος γυναικῶν ἀνδρείων γεγονέναι, οὐδ' ἐν ὄρει μόνῳ τῷ Καυκασίῳ τὴν τῶν ἀνθρώπων φύσιν θεσμῶν τῶν οἰκείων ἐξίστασθαι, ἀλλὰ βαρβάρους ἐκ τῶνδε τῶν χωρίων στρατῷ μεγάλῳ ξὺν γυναιξὶ ταῖς αὐτῶν ἰδίαις ἐπὶ τὴν Ἀσίαν στρατεῦσαι, στρατόπεδόν τε ἀμφὶ ποταμὸν Θερμώδοντα ποιησαμένους ἐνταῦθα μὲν τὰς γυναῖκας ἀπολιπεῖν, αὐτοὺς δὲ γῆν τῆς Ἀσίας τὴν πολλὴν καταθέοντας, ὑπαντιασάντων σφίσι τῶν τῇδε ᾠκημένων, ἅπαντας ἐξ ἀνθρώπων ἀφανισθῆναι, οὐδένα τε αὐτῶν τὸ παράπαν ἐπανήκειν ἐς τῶν γυναικῶν τὸ χαράκωμα, καὶ τὸ λοιπὸν ταύτας δὴ τὰς γυναῖκας, δέει τῶν περιοίκων καὶ ἀπορίᾳ τῶν ἐπιτηδείων ἀναγκασθείσας, τό τε ἀρρενωπὸν ἀμφιέσασθαι οὔτι ἐθελουσίας καὶ ἀνελομένας τὴν πρὸς τῶν ἀνδρῶν ἐν τῷ στρατοπέδῳ ἀπολελειμμένην τῶν ὅπλων σκευὴν, καὶ ταύτῃ ἐξοπλισαμένας ὡς ἄριστα ἔργα ἀνδρεῖα ξὺν ἀρετῇ ἐπιδείξασθαι, διωθουμένης ἐς τοῦτο αὐτὰς τῆς ἀνάγκης, ἕως δὴ ἁπάσαις διαφθαρῆναι ξυνέπεσε. ταῦτα δὲ ὧδέ πη γεγονέναι καὶ ξὺν τοῖς ἀνδράσι τὰς Ἀμαζόνας στρατεύσασθαι καὶ αὐτὸς οἴομαι, τεκμηριούμενος οἷς δὴ καὶ χρόνῳ τῷ κατ' ἐμὲ ξυνηνέχθη γενέσθαι. τὰ γὰρ ἐπιτηδεύματα μέχρι ἐς τοὺς ἀπογόνους παραπεμπόμενα τῶν προγεγενημένων τῆς φύσεως ἴνδαλμα γίνεται. Οὔννων τοίνυν καταδραμόντων πολλάκις τὴν Ρωμαίων ἀρχὴν, τοῖς τε ὑπαντιάσασιν ἐς χεῖρας ἐλθόντων, τινὰς μὲν αὐτῶν πεσεῖν ἐνταῦθα τετύχηκε, μετὰ δὲ τῶν βαρβάρων τὴν ἀναχώρησιν Ρωμαῖοι διερευνώμενοι τῶν πεπτωκότων τὰ σώματα καὶ γυναῖκας ἐν αὐτοῖς εὗρον. ἄλλο μέντοι γυναικῶν στράτευμα οὐδαμῆ τῆς Ἀσίας ἢ τῆς Εὐρώπης ἐπιχωριάζον ἐφάνη. οὐ μὴν οὐδὲ τὰ Καυκάσια ὄρη ἀνδρῶν ἔρημα γεγενῆσθαι πώποτε ἀκοῇ ἴσμεν. περὶ μὲν οὖν τῶν Ἀμαζόνων τοσαῦτα εἰρήσθω. Μετὰ δὲ Ἀψιλίους τε καὶ τοῦ μηνοειδοῦς τὴν ἑτέραν ἀρχὴν ἐς τὴν παραλίαν Ἀβασγοὶ ᾤκηνται, ἄχρι ἐς τὰ Καυκάσια ὄρη διήκοντες. οἱ δὲ Ἀβασγοὶ Λαζῶν μὲν κατήκοοι ἐκ παλαιοῦ ἦσαν, ἄρχοντας δὲ ὁμογενεῖς δύο ἐσαεὶ εἶχον. ὧν ἅτερος μὲν ἐς τῆς χώρας τὰ πρὸς ἑσπέραν, ὁ δὲ δὴ ἕτερος ἐς τὰ πρὸς ἀνίσχοντα ἥλιον ἵδρυτο. οἱ δὲ βάρβαροι οὗτοι μέχρι μὲν ἐς ἐμὲ ἄλση τε καὶ ὕλας ἐσέβοντο. θεοὺς γὰρ τὰ δένδρα βαρβάρῳ τινὶ ἀφελείᾳ ὑπώπτευον εἶναι. πρὸς δὲ τῶν ἐν σφίσιν ἀρχόντων τὰ δεινότατα διὰ φιλοχρηματίας μέγεθος ἔπασχον. ἄμφω γὰρ αὐτῶν οἱ βασιλεῖς, ὅσους ἂν παῖδας ἐν τούτῳ τῷ ἔθνει ἀγαθούς τε τὴν ὄψιν καὶ τὸ σῶμα καλοὺς ἴδοιεν, τούτους δὴ ὀκνήσει οὐδεμιᾷ ἐκ τῶν γειναμένων ἀφέλκοντες εὐνούχους τε ἀπεργαζόμενοι ἀπεδίδοντο ἐς Ρωμαίων τὴν γῆν τοῖς ὠνεῖσθαι βουλομένοις χρημάτων μεγάλων. τούς τε αὐτῶν πατέρας ἔκτεινον εὐθὺς, τοῦ μὴ αὐτῶν τινας τίσασθαί ποτε τῆς ἐς τοὺς παῖδας ἀδικίας τὸν βασιλέα ἐγχειριεῖν, μηδὲ ὑπόπτους αὐτοῖς τῶν κατηκόων τινὰς ἐνταῦθα εἶναι. ἥ τε τῶν υἱέων εὐμορφία σφίσιν ἐς τὸν ὄλεθρον ἀπεκρίνετο. διεφθείροντο γὰρ οἱ ταλαίπωροι, παίδων θανάσιμον δεδυστυχηκότες εὐπρέπειαν. καὶ ἀπ' αὐτοῦ τῶν ἐν Ρωμαίοις εὐνούχων οἱ πλεῖστοι καὶ οὐχ ἥκιστα ἐν τῇ βασιλέως αὐλῇ γένος Ἀβασγοὶ ἐτύγχανον ὄντες. ἐπὶ τούτου δὲ Ἰουστινιανοῦ βασιλεύοντος ἅπαντα Ἀβασγοῖς ἐπὶ τὸ ἡμερώτερον τετύχηκε μεταμπίσχεσθαι. τά τε γὰρ Χριστιανῶν δόγματα εἵλοντο καὶ αὐτοῖς Ἰουστινιανὸς βασιλεὺς τῶν τινα ἐκ Παλατίου εὐνούχων στείλας, Ἀβασγὸν γένος, Εὐφρατᾶν ὄνομα, τοῖς αὐτῶν βασιλεῦσι διαρρήδην ἀπεῖπε μηδένα τὸ λοιπὸν ἐν τούτῳ τῷ ἔθνει τὴν ἀρρενωπίαν ἀποψιλοῦσθαι, σιδήρῳ βιαζομένης τῆς φύσεως. ὃ δὴ ἄσμενοι Ἀβασγοὶ ἤκουσαν. καὶ τῇ τοῦ Ρωμαίων βασιλέως ἐπιτάξει θαρροῦντες ἤδη τὸ ἔργον τοῦτο σθένει παντὶ διεκώλυον. ἐδεδίει γὰρ αὐτῶν ἕκαστος μή ποτε παιδίου πατὴρ εὐπρεποῦς γένηται. τότε δὴ Ἰουστινιανὸς βασιλεὺς καὶ ἱερὸν τῆς θεοτόκου ἐν Ἀβασγοῖς οἰκοδομησάμενος, ἱερεῖς τε αὐτοῖς καταστησάμενος, διεπράξατο ἅπαντα αὐτοὺς ἤθη τῶν Χριστιανῶν ἐκδιδάσκεσθαι, τούς τε βασιλεῖς ἄμφω Ἀβασγοὶ καθελόντες αὐτίκα ἐν ἐλευθερίᾳ βιοτεύειν ἐδόκουν. ταῦτα μὲν οὖν τῇδε ἐχώρησε.

8.4.1 Μετὰ δὲ τοὺς Ἀβασγῶν ὅρους κατὰ μὲν ὄρος τὸ Καυκάσιον Βροῦχοι ᾤκηνται, Ἀβασγῶν τε καὶ Ἀλανῶν μεταξὺ ὄντες. κατὰ δὲ τὴν παραλίαν Πόντου τοῦ Εὐξείνου Ζῆχοι ἵδρυνται. τοῖς δὲ δὴ Ζήχοις κατὰ μὲν παλαιὸν ὁ Ρωμαίων αὐτοκράτωρ βασιλέα καθίστη, τὸ δὲ νῦν οὐδ' ὁτιοῦν Ρωμαίοις ἐπακούουσιν οἱ βάρβαροι οὗτοι. μετὰ δὲ αὐτοὺς Σαγίναι μὲν οἰκοῦσι, μοῖραν δὲ αὐτῶν τῆς παραλίας Ρωμαῖοι ἐκ παλαιοῦ ἔσχον. φρούριά τε δειμάμενοι ἐπιθαλασσίδια δύο, Σεβαστόπολίν τε καὶ Πιτιοῦντα, δυοῖν ἡμέραιν ὁδῷ ἀλλήλοιν διέχοντα, φρουρὰν ἐνταῦθα στρατιωτῶν τὸ ἐξ ἀρχῆς κατεστήσαντο. τὰ μὲν γὰρ πρότερα κατάλογοι Ρωμαίων στρατιωτῶν τὰ ἐπὶ τῆς ἀκτῆς πάντα χωρία ἐκ τῶν Τραπεζοῦντος ὁρίων ἄχρι ἐς τοὺς Σαγίνας εἶχον, ᾗπέρ μοι εἴρηται· νῦν δὲ μόνα τὰ δύο ταῦτα φρούρια ἐλέλειπτο σφίσιν, οὗ δὴ τὰ φυλακτήρια καὶ ἐς ἐμὲ εἶχον, ἐπειδὴ Χοσρόης, ὁ Περσῶν βασιλεὺς, Λαζῶν αὐτὸν ἐπαγαγομένων ἐς τὴν Πέτραν, στράτευμα Περσῶν ἐνταῦθα στέλλειν ἐν σπουδῇ εἶχε, τούς τε τὰ φρούρια ταῦτα καθέξοντας καὶ καθιζησομένους ἐν τοῖς ἐνταῦθα φυλακτηρίοις. ἅπερ ἐπεὶ οἱ Ρωμαίων στρατιῶται προμαθεῖν ἴσχυσαν, προτερήσαντες τάς τε οἰκίας ἐνέπρησαν καὶ τὰ τείχη ἐς τὸ ἔδαφος καθελόντες ἔς τε τὰς ἀκάτους μελλήσει οὐδεμιᾷ ἐσβάντες ἐς ἤπειρον εὐθὺς τὴν ἀντιπέρας καὶ Τραπεζοῦντα πόλιν ἐχώρησαν, ζημιώσαντες μὲν τῇ τῶν φρουρίων διαφθορᾷ τὴν Ρωμαίων ἀρχὴν, κέρδος δὲ αὐτῇ πορισάμενοι μέγα, ὅτι δὴ τῆς χώρας ἐγκρατεῖς οὐ γεγόνασιν οἱ πολέμιοι. ἄπρακτοι γὰρ ἀπ' αὐτοῦ ἐς τὴν Πέτραν ἀνέστρεφον Πέρσαι. ταῦτα μὲν οὖν τῇδε ξυνηνέχθη γενέσθαι.
8.4.7 Ὑπὲρ δὲ Σαγίνας Οὐννικὰ ἔθνη πολλὰ ἵδρυνται. τὸ δ' ἐντεῦθεν Εὐλυσία μὲν ἡ χώρα ὠνόμασται, βάρβαροι δὲ αὐτῆς ἄνθρωποι τά τε παράλια καὶ τὴν μεσόγειον ἔχουσι, μέχρι ἐς τὴν Μαιῶτιν καλουμένην Λίμνην καὶ ποταμὸν Τάναϊν, ὃς δὴ ἐς τὴν Λίμνην ἐσβάλλει. αὕτη δὲ ἡ Λίμνη ἐς τὴν ἀκτὴν Πόντου τοῦ Εὐξείνου τὰς ἐκβολὰς ποιεῖται. ἄνθρωποι δὲ, οἳ ταύτῃ ᾤκηνται, Κιμμέριοι μὲν τὸ παλαιὸν ὠνομάζοντο, τανῦν δὲ Οὐτίγουροι καλοῦνται. καὶ αὐτῶν καθύπερθεν ἐς βορρᾶν ἄνεμον ἔθνη τὰ Ἀντῶν ἄμετρα ἵδρυνται. παρὰ δὲ τὸν χῶρον αὐτὸν, ὅθεν ἡ τῆς Λίμνης ἐκβολὴ ἄρχεται, Γότθοι οἱ Τετραξῖται καλούμενοι ᾤκηνται, οὐ πολλοὶ ὄντες, οἳ δὴ τὰ Χριστιανῶν νόμιμα σεβόμενοι περιστέλλουσιν οὐδενὸς ἧσσον. (Τάναϊν δὲ καλοῦσιν οἱ ἐπιχώριοι καὶ τὴν ἐκβολὴν ταύτην, ἥπερ ἐκ Λίμνης ἀρξαμένη τῆς Μαιώτιδος ἄχρι ἐς τὸν Εὔξεινον Πόντον ἥπερ διήκει, ἐς ὁδὸν ἡμερῶν, ὥς φασιν, εἴκοσιν. ἀλλὰ καὶ τὸν ἄνεμον, ὃς ἐνθένδε πνεῖ, Ταναΐτην προσαγορεύουσιν.) εἴτε δὲ τῆς Ἀρείου δόξης ἐγένοντό ποτε οἱ Γότθοι οὗτοι, ὥσπερ καὶ τὰ ἄλλα Γοτθικὰ ἔθνη, εἴτε καὶ ἄλλο τι ἀμφὶ τῇ δόξῃ αὐτοῖς ἤσκητο, οὐκ ἔχω εἰπεῖν, ἐπεὶ οὐδὲ αὐτοὶ ἴσασιν, ἀλλ' ἀφελείᾳ τε τανῦν καὶ ἀπραγμοσύνῃ πολλῇ τιμῶσι τὴν δόξαν.
8.4.12 οὗτοι ὀλίγῳ πρότερον (λέγω δὲ, ἡνίκα πρῶτόν τε καὶ εἰκοστὸν ἔτος Ἰουστινιανὸς βασιλεὺς τὴν αὐτοκράτορα εἶχεν ἀρχὴν) πρέσβεις τέτταρας ἐς Βυζάντιον ἔπεμψαν, ἐπίσκοπον σφίσι τινὰ δεόμενοι δοῦναι· ἐπεὶ ὅστις μὲν αὐτοῖς ἱερεὺς ἦν, τετελευτήκει οὐ πολλῷ πρότερον, ἔγνωσαν δὲ ὡς καὶ Ἀβασγοῖς ἱερέα βασιλεὺς πέμψειε, καὶ αὐτοῖς προθυμότατα Ἰουστινιανὸς βασιλεὺς ἐπιτελῆ ποιήσας τὴν δέησιν ἀπεπέμψατο. οἱ δὲ πρέσβεις οὗτοι δέει Οὔννων τῶν Οὐτιγούρων ἐς μὲν τὸ ἐμφανὲς, αὐτηκόων πολλῶν ὄντων, ἀποστοματίζοντες ὅτου δὴ ἕνεκα ἥκοιεν, ἄλλο οὐδὲν ὅτι μὴ τὰ ἀμφὶ τῷ ἱερεῖ βασιλεῖ ἤγγειλαν, ὡς λαθραιότατα δὲ ξυγγενόμενοι ἅπαντα φράζουσιν, ὅσα συνοίσειν τῇ Ρωμαίων ἀρχῇ ἔμελλε, ξυγκρουομένων ἐς ἀλλήλους ἀεὶ τῶν σφίσι προσοίκων βαρβάρων. ὅντινα δὲ τρόπον οἱ Τετραξῖται καὶ ὅθεν ἀναστάντες ἐνταῦθα ἱδρύσαντο, ἐρῶν ἔρχομαι.

8.5.1 Πάλαι μὲν Οὔννων, τῶν τότε Κιμμερίων καλουμένων, πολύς τις ὅμιλος τὰ χωρία ταῦτα ἐνέμοντο, ὧν ἄρτι ἐμνήσθην, βασιλεύς τε εἷς ἅπασιν ἐφειστήκει.
8.5.2 καί ποτέ τις αὐτῶν τὴν ἀρχὴν ἔσχεν, ᾧ δὴ παῖδες ἐγένοντο δύο, ἅτερος μὲν Οὐτιγοὺρ ὄνομα, Κουτριγοὺρ δὲ ὁ ἕτερος. οἵπερ, ἐπειδὴ αὐτοῖν ὁ πατὴρ τὸν βίον συνεμετρήσατο, τήν τε ἀρχὴν ἄμφω ἐν σφίσιν αὐτοῖς διεδάσαντο καὶ τὴν ἐπωνυμίαν τοῖς ἀρχομένοις αὐτοῖς ἔδοσαν. οἱ μὲν γὰρ Οὐτίγουροι, οἱ δὲ Κουτρίγουροι καὶ ἐς ἐμὲ ὀνομάζονται. οὗτοι μὲν ἅπαντες τῇδε ᾤκηντο, κοινὰ μὲν τὰ ἐπιτηδεύματα ξύμπαντα ἔχοντες, οὐκ ἐπιμιγνύμενοι δὲ ἀνθρώποις, οἳ δὴ τῆς τε Λίμνης καὶ τῆς ἐνθένδε ἐκροῆς ἐς τὰ ἐπὶ θάτερα ἵδρυντο, ἐπεὶ οὔτε διέβαινόν ποτε τὰ ὕδατα ταῦτα οὔτε διαβατὰ εἶναι ὑπώπτευον, πρὸς τὰ εὐκολώτατα περίφοβοι ὄντες, τῷ μηδὲ ἀποπειράσασθαι αὐτῶν πώποτε, ἀλλ' ἀμελέτητοι τῆς διαβάσεως παντάπασιν εἶναι. (Λίμνην δὲ τὴν Μαιῶτιν καὶ τὴν ἐξ αὐτῆς ἐκβολὴν ὑπερβάντι εὐθὺς μὲν ἐς αὐτήν που τὴν ταύτης ἀκτὴν οἱ Τετραξῖται καλούμενοι Γότθοι τὸ παλαιὸν ᾤκηντο, ὧν ἐπεμνήσθην ἀρτίως· πολλῷ δὲ αὐτῶν ἄποθεν Γότθοι τε καὶ Οὐισίγοτθοι καὶ Βανδίλοι καὶ τὰ ἄλλα Γοτθικὰ γένη ξύμπαντα ἵδρυντο. οἳ δὴ καὶ Σκύθαι ἐν τοῖς ἄνω χρόνοις ἐπεκαλοῦντο, ἐπεὶ πάντα τὰ ἔθνη, ἅπερ τὰ ἐκείνῃ χωρία εἶχον, Σκυθικὰ μὲν ἐπὶ κοινῆς ὀνομάζεται, ἔνιοι δὲ αὐτῶν Σαυρομάται ἢ Μελάγχλαινοι, ἢ ἄλλο τι ἐπεκαλοῦντο.) προϊόντος δὲ τοῦ χρόνου φασὶν, εἴπερ ὁ λόγος ὑγιής ἐστι, τῶν μὲν Κιμμερίων νεανίας τινὰς ἐν κυνηγεσίῳ διατριβὴν ἔχειν, ἔλαφον δὲ μίαν πρὸς αὐτῶν φεύγουσαν ἐς τὰ ὕδατα ἐσπηδῆσαι ταῦτα. τούς τε νεανίας, εἴτε φιλοτιμίᾳ εἴτε φιλονεικίᾳ τινὶ ἐχομένους, ἢ καί τι δαιμόνιον αὐτοὺς κατηνάγκασε, τῇ ἐλάφῳ ἐπισπέσθαι ταύτῃ, μηχανῇ τε μεθίεσθαι αὐτῆς οὐδεμιᾷ, ἕως ξὺν αὐτῇ ἐς τὴν ἀντιπέρας ἀκτὴν ἵκοντο. καὶ τὸ μὲν διωκόμενον ὅ τι ποτ' ἦν εὐθὺς ἀφανισθῆναι̣ (δοκεῖν γάρ μοι οὐδὲ ἄλλου του ἕνεκα ἐνταῦθα ἐφάνη, ὅτι μὴ τοῦ γενέσθαι κακῶς τοῖς τῇδε ᾠκημένοις βαρβάροις) τοὺς δὲ νεανίας τοῦ μὲν κυνηγεσίου ἀποτυχεῖν, μάχης δὲ ἀφορμὴν καὶ λείας εὑρέσθαι. ἐς ἤθη γὰρ τὰ πάτρια ὅτι τάχιστα ἐπανήκοντες ἔνδηλα πᾶσι Κιμμερίοις πεποίηνται ὅτι δὴ ταῦτα βατὰ σφίσι τὰ ὕδατα εἴη. ἀνελόμενοι οὖν αὐτίκα τὰ ὅπλα πανδημεί τε διαβάντες ἐγένοντο μελλήσει οὐδεμιᾷ ἐν τῇ ἀντιπέρας ἠπείρῳ, Βανδίλων μὲν ἤδη ἐνθένδε ἀναστάντων ἐπί τε Λιβύης ἱδρυσαμένων, ἐν Ἱσπανίᾳ δὲ Οὐισιγότθων οἰκησαμένων. Γότθοις οὖν τοῖς ἐς τὰ τῇδε ᾠκημένοις πεδία ἐξαπιναίως ἐπιπεσόντες πολλοὺς μὲν ἔκτειναν, τοὺς δὲ λοιποὺς ἐτρέψαντο ἅπαντας. ὅσοι τε αὐτοὺς διαφυγεῖν ἴσχυσαν, ξὺν παισί τε καὶ γυναιξὶν ἐνθένδε ἀναστάντες ἀπέλιπον μὲν τὰ πάτρια ἤθη, διαπορθμευσάμενοι δὲ ποταμὸν Ἴστρον ἐν γῇ τῇ Ρωμαίων ἐγένοντο. καὶ πολλὰ μὲν τοὺς ταύτῃ ᾠκημένους δεινὰ ἔδρασαν, μετὰ δὲ δόντος βασιλέως ᾠκήσαντο ἐς τὰ ἐπὶ Θρᾴκης χωρία, καὶ τὰ μὲν ξυνεμάχουν Ρωμαίοις, τάς τε συντάξεις ὥσπερ οἱ ἄλλοι στρατιῶται πρὸς βασιλέως κομιζόμενοι ἀνὰ πᾶν ἔτος καὶ φοιδερᾶτοι ἐπικληθέντες· οὕτω γὰρ αὐτοὺς τότε Λατίνων φωνῇ ἐκάλεσαν Ρωμαῖοι, ἐκεῖνο, οἶμαι, παραδηλοῦντες, ὅτι δὴ οὐχ ἡσσημένοι αὐτῶν τῷ πολέμῳ Γότθοι, ἀλλ' ἐπὶ ξυνθήκαις τισὶν ἔνσπονδοι ἐγένοντο σφίσι. φοίδερα γὰρ Λατῖνοι τὰς ἐν πολέμῳ καλοῦσι ξυνθήκας, ᾗπέρ μοι ἐν τοῖς ἔμπροσθεν δεδήλωται λόγοις· τὰ δὲ καὶ πόλεμον πρὸς αὐτοὺς διέφερον οὐδενὶ λόγῳ, ἕως ᾤχοντο ἀπιόντες ἐς Ἰταλίαν, Θευδερίχου ἡγουμένου σφίσι. τὰ μὲν οὖν τῶν Γότθων τῇδε κεχώρηκεν.
8.5.15 Οὖννοι δὲ αὐτῶν τοὺς μὲν κτείναντες, τοὺς δὲ, ὥσπερ ἐρρήθη, ἐξαναστήσαντες τὴν χώραν ἔσχον. καὶ αὐτῶν Κουτρίγουροι μὲν παῖδάς τε καὶ γυναῖκας μεταπεμψάμενοι ἐνταῦθα ἱδρύσαντο, οὗ δὴ καὶ ἐς ἐμὲ ᾤκηνται. καὶ δῶρα μὲν πολλὰ πρὸς βασιλέως ἀνὰ πᾶν ἔτος κομίζονται, καὶ ὣς δὲ διαβαίνοντες ποταμὸν Ἴστρον καταθέουσιν ἐσαεὶ τὴν βασιλέως χώραν, ἔνσπονδοί τε καὶ πολέμιοι Ρωμαίοις ὄντες. Οὐτίγουροι δὲ ξὺν τῷ ἡγουμένῳ ἐπ' οἴκου ἀπεκομίζοντο, μόνοι τὸ λοιπὸν ἐνταῦθα καθιζησόμενοι. οἵπερ ἐπειδὴ Λίμνης τῆς Μαιώτιδος ἀγχοῦ ἐγένοντο, Γότθοις ἐνταῦθα τοῖς Τετραξίταις καλουμένοις ἐνέτυχον. καὶ τὰ μὲν πρῶτα φραξάμενοι ταῖς ἀσπίσιν οἱ Γότθοι ἀντικρὺ τοῖς ἐπιοῦσιν ὡς ἀμυνόμενοι ἔστησαν, σθένει τε τῷ σφετέρῳ καὶ χωρίου ἰσχύϊ θαρσοῦντες· αὐτοὶ γὰρ ἀλκιμώτατοι ἁπάντων εἰσὶ τῶν τῇδε βαρβάρων. καὶ ἡ πρώτη τῆς Μαιώτιδος ἐκροὴ, οὗ δὴ τότε οἱ Τετραξῖται Γότθοι ἵδρυντο, ἐν κόλπῳ ξυνιοῦσα μηνοειδεῖ, περιβαλοῦσά τε αὐτοὺς ἐκ τοῦ ἐπὶ πλεῖστον, μίαν ἐπ' αὐτοὺς εἴσοδον οὐ λίαν εὐρεῖαν τοῖς ἐπιοῦσι παρείχετο. ὕστερον δὲ (οὔτε γὰρ Οὖννοι χρόνον τινὰ τρίβεσθαι σφίσιν ἐνταῦθα ἤθελον, οἵ τε Γότθοι τῷ τῶν πολεμίων ὁμίλῳ ἐπὶ πολὺ ἀνθέξειν οὐδαμῆ ἤλπιζον) ἐς λόγους ἀλλήλοις ξυνίασιν, ἐφ' ᾧ ἀναμιχθέντες κοινῇ ποιήσονται τὴν διάβασιν, καὶ οἱ Γότθοι ἱδρύσονται μὲν ἐν τῇ ἀντιπέρας ἠπείρῳ παρ' αὐτὴν τῆς ἐκβολῆς μάλιστα τὴν ἀκτὴν, ἵνα δὴ καὶ τανῦν ἵδρυνται, φίλοι δὲ καὶ ξύμμαχοι τὸ λοιπὸν Οὐτιγούροις ὄντες ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ σφίσιν ἐνταῦθα βιώσονται τὸν πάντα αἰῶνα.
8.5.22 οὕτω μὲν οὖν οἵδε οἱ Γότθοι τῇδε ἱδρύσαντο καὶ τῶν Κουτριγούρων, ὥσπερ μοι εἴρηται, ἀπολελειμμένων ἐν γῇ τῇ ἐπὶ θάτερα τῆς Λίμνης οὔσῃ μόνοι Οὐτίγουροι τὴν χώραν ἔσχον, πράγματα Ρωμαίοις ὡς ἥκιστα παρεχόμενοι, ἐπεὶ οὐδὲ αὐτῶν ἄγχιστα ᾤκηνται, ἀλλ' ἔθνεσι πολλοῖς διειργόμενοι μεταξὺ οὖσιν ἀκουσίῳ ἀπραγμοσύνῃ ἐς αὐτοὺς ἔχονται.
8.5.23 Ὑπερβάντι δὲ Λίμνην τε τὴν Μαιώτιδα καὶ ποταμὸν Τάναϊν ἐπὶ πλεῖστον μὲν τῶν τῇδε πεδίων Κουτρίγουροι Οὖννοι, ᾗπέρ μοι ἐρρήθη, ᾠκήσαντο· μετὰ δὲ αὐτοὺς Σκύθαι τε καὶ Ταῦροι ξύμπασαν ἔχουσι τὴν ταύτῃ χώραν, ἧσπερ μοῖρά τις Ταυρικὴ καὶ νῦν ἐπικαλεῖται, ἵνα δὴ καὶ τῆς Ἀρτέμιδος τὸν νεὼν γεγονέναι φασὶν, οὗπέρ ποτε ἡ τοῦ Ἀγαμέμνονος Ἰφιγένεια προὔστη. καίτοι Ἀρμένιοι ἐν τῇ παρ' αὐτοῖς Κελεσηνῇ καλουμένῃ χώρᾳ τὸν νεὼν τοῦτον γεγονέναι φασὶ Σκύθας τε τηνικάδε ξύμπαντας καλεῖσθαι τοὺς ἐνταῦθα ἀνθρώπους, τεκμηριούμενοι τοῖς ἀμφί τε Ὀρέστῃ καὶ πόλει Κομάνῃ δεδιηγημένοις μοι ἐς ἐκεῖνο τοῦ λόγου. ἀλλὰ περὶ μὲν τούτων λεγέτω ἕκαστος ὥς πη αὐτῷ βουλομένῳ ἐστί· πολλὰ γὰρ τῶν ἑτέρωθι γεγενημένων, ἴσως δὲ καὶ οὐδαμῆ ξυμπεπτωκότων, ἄνθρωποι προσποιεῖσθαι φιλοῦσιν ὡς πάτρια ἤθη, ἀγανακτοῦντες, ἢν μὴ τῇ δοκήσει τῇ αὐτῶν ἅπαντες ἕπωνται. μετὰ δὲ τὰ ἔθνη ταῦτα πόλις θαλασσία οἰκεῖται, Βόσπορος ὄνομα, Ρωμαίων κατήκοος γενομένη οὐ πολλῷ πρότερον. ἐκ δὲ Βοσπόρου πόλεως ἐς πόλιν Χερσῶνα ἰόντι, ἣ κεῖται μὲν ἐν τῇ παραλίᾳ, Ρωμαίων δὲ καὶ αὐτὴ κατήκοος ἐκ παλαιοῦ ἐστι, βάρβαροι, Οὐννικὰ ἔθνη, τὰ μεταξὺ ἅπαντα ἔχουσι. καὶ ἄλλα δὲ πολίσματα δύο ἀγχοῦ Χερσῶνος, Κῆποί τε καὶ Φανάγουρις καλούμενα, Ρωμαίων κατήκοα ἐκ παλαιοῦ τε καὶ ἐς ἐμὲ ἦν. ἅπερ οὐ πολλῷ ἔμπροσθεν βαρβάρων τῶν πλησιοχώρων ἑλόντες τινὲς ἐς ἔδαφος καθεῖλον. ἐκ δὲ Χερσῶνος πόλεως ἐς τὰς ἐκβολὰς ποταμοῦ Ἴστρου, ὃν καὶ Δανούβιον καλοῦσιν, ὁδὸς μέν ἐστιν ἡμερῶν δέκα, βάρβαροι δὲ τὰ ἐκείνῃ ξύμπαντα ἔχουσιν. Ἴστρος δὲ ποταμὸς ἐξ ὀρέων μὲν τῶν Κελτικῶν ῥεῖ, περιιὼν δὲ τὰς Ἰταλίας ἐσχατιὰς, φερόμενός τε ἐπὶ τὰ Δακῶν καὶ Ἰλλυριῶν καὶ τὰ ἐπὶ Θρᾴκης χωρία, ἐκβάλλει ἐς τὸν Εὔξεινον Πόντον. τὰ δὲ ἐνθένδε ἅπαντα μέχρι ἐς Βυζάντιον τοῦ Ρωμαίων βασιλέως τυγχάνει ὄντα. ἡ μὲν οὖν τοῦ Εὐξείνου Πόντου περίοδος ἐκ Καλχηδόνος μέχρι ἐς Βυζάντιον ταύτῃ πη ἔχει. ἐς ὅσον δὲ ἡ περίοδος ἥδε διήκει, ἅπαντα μὲν ἐς τὸ ἀκριβὲς οὐκ ἔχω εἰπεῖν, βαρβάρων, ὥσπερ μοι ἐρρήθη, ᾠκημένων ἐνταῦθα τοσούτων τὸ πλῆθος, ἐπιμιξίας τε Ρωμαίοις παρ' αὐτῶν τινας, ὅτι μὴ ὅσα κατὰ πρεσβείαν, ἴσως οὐδεμιᾶς οὔσης· ἐπεὶ οὐδὲ τοῖς πρότερον ταῦτα ἐγκεχειρηκόσι διαμετρήσασθαι ἐς τὸ ἀκριβές τι ξυμβαίνει εἰρῆσθαι. ἐκεῖνο μέντοι διαφανές ἐστιν, ὡς Πόντου τοῦ Εὐξείνου τὰ ἐν δεξιᾷ, εἴη δ' ἂν ἐκ Καλχηδόνος ἐς ποταμὸν Φᾶσιν, δυοῖν καὶ πεντήκοντα ὁδὸς ἡμερῶν ἐστιν εὐζώνῳ ἀνδρί· ᾧ δὴ οὐκ ἄπο τρόπου τεκμηριούμενος φαίη ἄν τις καὶ τὴν ἑτέραν τοῦ Πόντου μοῖραν μέτρου τοῦδε εἶναι οὐ πολλῷ ἄποθεν.

8.6.1 Ἐπεὶ δὲ ἀφικόμεθα ἐνταῦθα τοῦ λόγου, ἀναγράψασθαι οὔ μοι ἄπο καιροῦ ἔδοξεν εἶναι ὅσα δὴ ἀμφὶ τοῖς ὁρίοις τῆς τε Ἀσίας καὶ τῆς Εὐρώπης διαμάχονται πρὸς ἀλλήλους οἱ ταῦτα δεινοί. λέγουσι μὲν γάρ τινες αὐτῶν τὰ ἠπείρω ταύτα διορίζειν ποταμὸν Τάναϊν, ἀπισχυριζόμενοι μὲν χρῆναι τὰς τομὰς φυσικὰς εἶναι, τεκμηριούμενοι δὲ ὡς ἡ μὲν θάλασσα προϊοῦσα ἐκ τῶν ἑσπερίων ἐπὶ τὴν ἑῴαν φέρεται μοῖραν, ποταμὸς δὲ Τάναϊς ἐκ τῶν ἀρκτῴων φερόμενος ἐς ἄνεμον νότον μεταξὺ ταῖν ἠπείροιν χωρεῖ· ἔμπαλιν δὲ τὸν Αἰγύπτιον Νεῖλον ἐκ μεσημβρίας ἰόντα πρὸς βορρᾶν ἄνεμον Ἀσίας τε καὶ Λιβύης μεταξὺ φέρεσθαι.
ἄλλοι δὲ ἀπ' ἐναντίας αὐτοῖς ἰόντες οὐχ ὑγιᾶ τὸν λόγον ἰσχυρίζονται εἶναι. λέγουσι γὰρ ὡς τὰ μὲν ἠπείρω ταύτα τὸ ἐξ ἀρχῆς ὅ τε ἐν Γαδείροις διορίζει πορθμὸς ἀπ' Ὠκεανοῦ ἐξιὼν καὶ ἡ προϊοῦσα ἐνθένδε θάλασσα, καὶ τὰ μὲν τοῦ πορθμοῦ καὶ τῆς θαλάσσης ἐν δεξιᾷ Λιβύη τε καὶ Ἀσία ὠνόμασται, τὰ δὲ ἐν ἀριστερᾷ πάντα Εὐρώπη ἐκλήθη μέχρι που ἐς λήγοντα τὸν Εὔξεινον καλούμενον Πόντον. τούτων δὲ δὴ τοιούτων ὄντων ὁ μὲν Τάναϊς ποταμὸς ἐν γῇ τῆς Εὐρώπης τικτόμενος ἐκβάλλει ἐς Λίμνην τὴν Μαιώτιδα, ἡ δὲ Λίμνη ἐς τὸν Εὔξεινον Πόντον τὰς ἐκβολὰς ποιεῖται οὔτε λήγοντα οὔτε μὴν κατὰ μέσον, ἀλλ' ἔτι πρόσω. τὰ δὲ εὐώνυμα τούτου δὴ τοῦ Πόντου τῇ τῆς Ἀσίας λογίζεται μοίρᾳ· χωρὶς δὲ τούτων ποταμὸς Τάναϊς ἐξ ὀρέων τῶν Ριπαίων καλουμένων ἔξεισιν, ἅπερ ἐν γῇ τῇ Εὐρώπῃ ἐστὶν, ὥσπερ καὶ αὐτοὶ οἱ ταῦτα ἐκ παλαιοῦ ἀναγραψάμενοι ὁμολογοῦσι. τούτων δὲ τῶν Ριπαίων ὀρῶν τὸν Ὠκεανὸν ὡς ἀπωτάτω ξυμβαίνει εἶναι. τὰ τοίνυν αὐτῶν τε καὶ Τανάϊδος ποταμοῦ ὄπισθεν ξύμπαντα Εὐρωπαῖα ἐφ' ἑκάτερα ἐπάναγκες εἶναι. πόθεν οὖν ἄρα ποτὲ ἄρχεται ἤπειρον ἑκατέραν διορίζειν ὁ Τάναϊς οὐ ῥᾴδιον εἶναι εἰπεῖν. ἢν δέ τινα ποταμὸν διορίζειν ἄμφω τὰ ἠπείρω λεκτέον, οὗτος δὴ ἐκεῖνος ὁ Φᾶσις ἂν εἴη. καταντικρὺ γὰρ πορθμοῦ τοῦ ἐν Γαδείροις φερόμενος ταῖν ἠπείροιν κατὰ μέσον χωρεῖ, ἐπεὶ ὁ μὲν πορθμὸς ἐξ Ὠκεανοῦ ἐξιὼν θάλασσαν τήνδε ἀπεργαζόμενος τὰ ἠπείρω ταύτα ἐφ' ἑκάτερα ἔχει, ὁ δὲ Φᾶσις κατ' αὐτόν που λήγοντα μάλιστα ἰὼν τὸν Εὔξεινον Πόντον ἐς τοῦ μηνοειδοῦς τὰ μέσα ἐκβάλλει, τὴν τῆς γῆς ἐκτομὴν ἀπὸ τῆς θαλάσσης διαφανῶς ἐκδεχόμενος. ταῦτα μὲν οὖν ἑκάτεροι προτεινόμενοι διαμάχονται. ὡς δὲ οὐ μόνος ὁ πρότερος λόγος, ἀλλὰ καὶ οὗτος, ὅνπερ ἀρτίως ἐλέγομεν, μήκει τε χρόνου κεκόμψευται καὶ ἀνδρῶν τινων παλαιοτάτων δόξῃ, ἐγὼ δηλώσω, ἐκεῖνο εἰδὼς ὡς ἐκ τοῦ ἐπὶ πλεῖστον ἄνθρωποι ἅπαντες, ἤν τινος φθάσωσι λόγου ἀρχαίου πεποιημένοι τὴν μάθησιν, οὐκέτι ἐθέλουσι τῇ τῆς ἀληθείας ζητήσει ἐμφιλοχωροῦντες ταλαιπωρεῖν, οὐδὲ νεωτέραν τινὰ μεταμαθεῖν ἀμφ' αὐτῷ δόξαν, ἀλλὰ ἀεὶ αὐτοῖς τὸ μὲν παλαιότερον ὑγιές τε δοκεῖ καὶ ἔντιμον εἶναι, τὸ δὲ κατ' αὐτοὺς εὐκαταφρόνητον νομίζεται εἶναι καὶ ἐπὶ τὸ γελοιῶδες χωρεῖ. πρὸς δὲ τούτοις τανῦν οὐ περὶ νοερῶν ἢ νοητῶν τινος ἢ ἀφανῶν ἄλλως γίγνεται ζήτησις, ἀλλὰ περὶ ποταμοῦ τε καὶ χώρας· ἅπερ ὁ χρόνος οὔτε ἀμείβειν οὔτε πη ἀποκρύψασθαι ἴσχυσεν. ἥ τε γὰρ πεῖρα ἐγγὺς καὶ ἡ ὄψις ἐς μαρτυρίαν ἱκανωτάτη, οὐδέν τε παρεμποδισθήσεσθαι οἶμαι τοῖς τὸ ἀληθὲς εὑρέσθαι ἐν σπουδῇ ἔχουσιν. ὁ τοίνυν Ἁλικαρνασεὺς Ἡρόδοτος ἐν τῇ τῶν ἱστοριῶν τετάρτῃ φησὶ μίαν μὲν εἶναι τὴν γῆν ξύμπασαν, νομίζεσθαι δὲ εἰς μοίρας τε καὶ προσηγορίας τρεῖς διαιρεῖσθαι, Λιβύην τε καὶ Ἀσίαν καὶ Εὐρώπην. καὶ αὐτῶν Λιβύης μὲν καὶ τῆς Ἀσίας Νεῖλον τὸν Αἰγύπτιον ποταμὸν μεταξὺ φέρεσθαι, τὴν δὲ δὴ Ἀσίαν τε καὶ Εὐρώπην διορίζειν τὸν Κόλχον Φᾶσιν. εἰδὼς δέ τινας ἀμφὶ Τανάϊδι ποταμῷ ταῦτα οἴεσθαι, καὶ τοῦτο ἐν ὑστέρῳ ἐπεῖπε. καί μοι οὐκ ἄπο καιροῦ ἔδοξεν εἶναι αὐτὰ τοῦ Ἡροδότου τὰ γράμματα τῷ λόγῳ ἐνθεῖναι ὧδέ πη ἔχοντα
«Οὐδὲ ἔχω συμβαλέσθαι ἀπὸ τοῦ μιῇ ἐούσῃ γῇ ὀνόματα τριφάσια κέαται, ἐπωνυμίην ἔχοντα γυναικῶν, καὶ ὁρίσματα αὐτῇ Νεῖλός τε ὁ Αἰγύπτιος ποταμὸς ἐτέθη καὶ Φᾶσις ὁ Κόλχος. οἱ δὲ Τάναϊν ποταμὸν τὸν Μαιήτην καὶ πορθμήια τὰ Κιμμέρια λέγουσιν.» ἀλλὰ καὶ ὁ τραγῳδοποιὸς Αἰσχύλος ἐν Προμηθεῖ τῷ Λυομένῳ εὐθὺς ἀρχόμενος τῆς τραγῳδίας τὸν ποταμὸν Φᾶσιν τέρμονα καλεῖ γῆς τε τῆς Ἀσίας καὶ τῆς Εὐρώπης.
8.6.16 Κἀκεῖνο δέ μοι ἐν τῷ παρόντι εἰρήσεται, ὡς τούτων δὴ τῶν τὰ τοιαῦτα σοφῶν οἱ μὲν τὴν Μαιῶτιν οἴονται Λίμνην ἀπεργάζεσθαι τὸν Εὔξεινον Πόντον, καὶ αὐτοῦ τὸ μὲν ἐν ἀριστερᾷ, τὸ δὲ ἐν δεξιᾷ τῆς Λίμνης χωρεῖν, μητέρα τε διὰ τοῦτο τοῦ Πόντου καλεῖσθαι τὴν Λίμνην. ταῦτά τέ φασι τεκμηριούμενοι, ὅτι δὴ ἐκ τοῦ καλουμένου Ἱεροῦ ἡ τούτου δὴ τοῦ Πόντου ἐκροὴ ἐπὶ Βυζαντίου καθάπερ τις ποταμὸς κάτεισι, καὶ ἀπ' αὐτοῦ πέρας εἶναι τοῦτο τοῦ Πόντου οἴονται. οἱ δὲ τοῦ λόγου κατηγοροῦντες ἀποφαίνουσιν ὅτι δὴ μία τις ἐξ Ὠκεανοῦ ξύμπασα ἡ θάλασσα οὖσα καὶ οὐδαμῆ ἑτέρωθι ἀπολήγουσα ἐς γῆν τὴν Λαζῶν κατατείνει, πλήν γε εἰ μή τις, φασὶ, τὸ ἐν τοῖς ὀνόμασι διαλλάσσον ἑτερότητα εἴπῃ, ὅτι δὴ τὸ ἐνθένδε ἡ θάλασσα Πόντος ὠνόμασται. εἰ δὲ τὰ ῥεύματα ἐκ τοῦ Ἱεροῦ καλουμένου κάτεισιν ἐς Βυζάντιον, οὐδὲν τοῦτο πρᾶγμα. τὰ γὰρ ἐν πορθμοῖς ἅπασι ξυμπίπτοντα πάθη οὐδενὶ λόγῳ φαίνεται εἴκοντα, οὐδέ τις αὐτὰ φράσαι πώποτε ἱκανὸς γέγονεν. ἀλλὰ καὶ ὁ Σταγειρίτης Ἀριστοτέλης, σοφὸς ἀνὴρ ἐν τοῖς μάλιστα, ἐν Χαλκίδι τῇ τῆς Εὐβοίας τούτου δὴ ἕνεκα γεγονὼς, κατανοῶν τε τὸν ταύτῃ πορθμὸν, ὅνπερ Εὔριπον ὀνομάζουσι, καὶ λόγον τὸν φυσικὸν ἐς τὸ ἀκριβὲς διερευνᾶσθαι βουλόμενος, ὅπως δὴ καὶ ὅντινα τρόπον ἐνίοτε μὲν τὰ τοῦ πορθμοῦ τούτου ῥεύματα ἐκ δυσμῶν φέρεται, ἐνίοτε δὲ ἐξ ἡλίου ἀνατολῶν, καὶ κατὰ ταῦτα πλεῖν τὰ πλοῖα ξύμπαντα ἐνταῦθα ξυμβαίνει, ἢν δέ ποτε τοῦ ῥοῦ ἐξ ἀνίσχοντος ἡλίου ἰόντος, ἀρξαμένων τε τῶν ναυτῶν ἐνθένδε ξὺν τῇ τοῦ ῥοθίου ἐπιρροῇ ναυτίλλεσθαι, ᾗπερ εἰώθει, ἀπ' ἐναντίας αὐτοῦ τὸ ῥεῦμα ἴῃ, ὅπερ πολλάκις ἐνταῦθα φιλεῖ γίνεσθαι, ἀναστρέφει μὲν τὰ πλοῖα ταῦτα εὐθὺς ἔνθεν ὥρμηται, τὰ δὲ ἄλλα ἐκ δυσμῶν ἐπὶ θάτερα πλεῖ, καίπερ αὐτοῖς τῶν ἀνέμων τινὸς ὡς ἥκιστα ἐπιπνεύσαντος, ἀλλὰ γαλήνης τε βαθείας τινὸς καὶ νηνεμίας ἐνταῦθα οὔσης, ταῦτα ὁ Σταγειρίτης ἐννοῶν τε καὶ ἀνακυκλῶν ἐπὶ χρόνου μῆκος, δυσθανατῶν ἐπὶ ξυννοίᾳ ἀφίκετο ἐς τὸ μέτρον τοῦ βίου. οὐ μὴν ἀλλὰ κἀν τῷ τὴν Ἰταλίαν τε καὶ Σικελίαν διείργοντι πορθμῷ πολλὰ τῷ παραλόγῳ γίνεσθαι πέφυκε. δοκεῖ γὰρ ἐκ τοῦ Ἀδριατικοῦ καλουμένου πελάγους τὸ ῥεῦμα ἐκεῖσε ἰέναι. καίτοι ἐξ Ὠκεανοῦ καὶ Γαδείρων ἡ τῆς θαλάσσης πρόοδος γίνεται. ἀλλὰ καὶ ἴλιγγοι ἐξαπιναίως ἐνταῦθα συχνοὶ ἀπ' οὐδεμιᾶς ἡμῖν φαινομένης αἰτίας τὰς ναῦς διαχρῶνται. καὶ διὰ τοῦτο οἱ ποιηταὶ λέγουσι πρὸς τῆς Χαρύβδεως ῥοφεῖσθαι τὰ πλοῖα, ὅσα ἂν τύχῃ τηνικάδε ὄντα ἐν τῷ πορθμῷ τούτῳ. οὗτοι δὲ ταῦτα δὴ ἅπαντα οἴονται τὰ πλείστῳ παραλόγῳ ἐν πᾶσι ξυμβαίνοντα τοῖς πορθμοῖς, ἐκ τῆς ἄγχιστα οὔσης ἑκατέρωθεν ἠπείρου ξυμβαίνειν. βιαζόμενον γάρ φασι τῇ στενοχωρίᾳ τὸ ῥόθιον ἐς ἀτόπους τινὰς καὶ λόγον οὐκ ἐχούσας ἀνάγκας χωρεῖν. ὥστε εἰ καὶ ὁ ῥοῦς ἐκ τοῦ Ἱεροῦ καλουμένου ἐς Βυζάντιον δοκεῖ φέρεσθαι, οὐκ ἄν τις τήν τε θάλασσαν καὶ τὸν Εὔξεινον Πόντον ἀπολήγειν ἰσχυρίσαιτο ἐνταῦθα εἰκότως. οὐ γὰρ ἐπὶ στερρᾶς τινος ὁ λόγος ὅδε φύσεως ἕστηκεν, ἀλλ' ἡ στενοχωρία κἀνταῦθα νικάτω. οὐ μὴν οὐδὲ παντάπασι τὸ τοιοῦτον ταύτῃ πη ἔχει. λέγουσι γὰρ οἱ ἀσπαλιεῖς τῶν τῇδε χωρίων ὡς οὐχ ὅλος δὴ εὐθὺ τοῦ Βυζαντίου ὁ ῥοῦς κάτεισιν, ἀλλ' αὐτοῦ τὰ μὲν ἄνω, ἅπερ ἡμῖν διαφανῆ ἐστι, κατὰ ταῦτα ἰέναι ξυμβαίνει, τὰ μέντοι ἔνερθεν, ἵνα δὴ ἄβυσσός ἐστί τε καὶ ὠνόμασται, τὴν ἐναντίαν τοῖς ἄνω διαρρήδην χωρεῖν, ἔμπαλίν τε τοῦ φαινομένου ἐσαεὶ φέρεσθαι. ταῦτά τοι, ἐπειδὰν ἄγραν μετιόντες ἰχθύων τὰ λίνα ἐνταῦθά πη ἀπορρίψωσι, ταῦτα δὲ ἀεὶ τῷ ῥεύματι βιαζόμενα τὴν ἐπὶ τὸ Ἱερὸν φέρεσθαι. ἐν δὲ Λαζικῇ πανταχόθεν ἡ γῆ τῆς θαλάσσης ἀποκρουομένη τὴν πρόοδον καὶ ἀναχαιτίζουσα τὸν αὐτῆς δρόμον, πρῶτόν τε καὶ μόνον ἀπολήγειν αὐτὴν ἐνταῦθα ποιεῖ, τοῦ δημιουργοῦ δηλονότι τὰ ὅρια σφίσι τῇδε θεμένου. ἁπτομένη γὰρ ἡ θάλασσα τῆς ταύτῃ ἠϊόνος οὔτε πρόσω χωρεῖ οὔτε πη ἐς ὕψος ἐπαίρεται μεῖζον, καίπερ πανταχόθεν ἀεὶ περιρρεομένη ποταμῶν ἐκβολαῖς ἀναρίθμων τε καὶ ὑπερφυῶν ἄγαν, ἀλλ' ἀναποδίζουσα ὀπίσω ἐπάνεισιν αὖθις καὶ μέτρον διαριθμουμένη τὸ ταύτης ἴδιον, διασώζει τὸν ἐξ αὐτῆς ὅρον, ὥσπερ τινὰ δειμαίνουσα νόμον, ἀνάγκῃ τε τῇ ἀπ' αὐτοῦ ἐς τὸ ἀκριβὲς σφιγγομένη καὶ φυλασσομένη μή τι τῶν ξυγκειμένων ἐκβᾶσα φανείη. τὰς γὰρ ἄλλας ἁπάσας τῆς θαλάσσης ἀκτὰς οὐκ ἀπ' ἐναντίας αὐτῇ, ἀλλ' ἐκ πλαγίου ξυμβαίνει κεῖσθαι. ἀλλὰ περὶ μὲν τούτων γινωσκέτω τε καὶ λεγέτω ἕκαστος ὅπη αὐτῷ φίλον.
https://byzantium.gr/
8.7.1 Ὅτου δὲ ὁ Χοσρόης ἕνεκα Λαζικῆς μεταποιεῖσθαι διὰ σπουδῆς εἶχεν ἤδη μὲν πρόσθεν μοι ἐρρήθη· ὃ δὲ δὴ αὐτόν τε καὶ Πέρσας μάλιστα πάντων ἐς τοῦτο ἤνεγκεν, ἐνταῦθα δηλώσω, ὅτι δὴ καὶ χώραν τήνδε περιηγησάμενος ξύμπασαν σαφῆ τὸν περὶ τούτου πεποίηκα λόγον. πολλάκις οἱ βάρβαροι οὗτοι, Χοσρόου σφίσιν ἡγουμένου, στρατῷ μεγάλῳ ἐμβαλόντες ἐς Ρωμαίων τὴν γῆν οὐκ εὐδιήγητα μὲν τοῖς πολεμίοις ἐπήνεγκαν πάθη, ἅπερ μοι ἐν τοῖς ὑπὲρ αὐτῶν λόγοις ἐρρήθη, αὐτοῖς δὲ ὄφελος οὐδ' ὁτιοῦν ἀπενεγκαμένοις ἐνθένδε τοῖς τε χρήμασι καὶ τοῖς σώμασι προσκεκακῶσθαι ξυνέπεσε. πολλοὺς γὰρ ἀποβεβληκότες ἀεὶ ἀπηλλάσσοντο ἐκ Ρωμαίων τῆς γῆς. διὸ δὴ ἐς ἤθη ἐπανιόντες τὰ πάτρια Χοσρόῃ ὡς λαθραιότατα ἐλοιδοροῦντο καὶ διαφθορέα τοῦ Περσῶν γένους αὐτὸν ἀπεκάλουν.
8.7.4 καί ποτε καὶ ἐκ Λαζικῆς ἐπανήκοντες, ἐπειδὴ ἐνταῦθα πάθεσιν ἔτυχον ὡμιληκότες ἀνηκέστοις τισὶ, ξυστήσεσθαί τε ἐκ τοῦ ἐμφανοῦς ἐπ' αὐτὸν ἔμελλον καὶ διαχρήσεσθαι θανάτῳ οἰκτίστῳ, εἰ μὴ προμαθὼν ἐφυλάξατο, θωπείᾳ πολλῇ τοὺς ἐν σφίσι λογιμωτάτους περιελθών. καὶ ἀπ' αὐτοῦ ἀπολογεῖσθαι τὴν κατηγορίαν ἐθέλων μέγα τι ὄφελος Περσῶν τῇ ἀρχῇ ἐκπορίζεσθαι διὰ σπουδῆς εἶχε. πόλει γοῦν Δάρας αὐτίκα ἐγκεχειρηκὼς ἀπεκρούσθη ἐνθένδε, ὥσπερ μοι εἴρηται, ἐς ἀπόγνωσίν τε τῆς τοῦ χωρίου ἐπικρατήσεως παντάπασιν ἦλθεν. οὐδὲ γὰρ αὐτὸ ἐξ ἐπιδρομῆς ἐξαιρήσειν τὸ λοιπὸν εἶχεν, οὕτω φυλασσομένων τῶν ἐκείνῃ φρουρῶν, οὐ μὴν οὐδὲ πολιορκῶν μηχανῇ τινι περιέσεσθαι αὐτῶν ἤλπιζε. τά τε γὰρ ἄλλα τῶν ἐπιτηδείων ἐσαεὶ ἐν πόλει Δάρας διαρκῶς ἐστιν ἐξεπίτηδες ἀποκείμενα, ὅπως δὴ ἐς μέγα τι χρόνου διαρκέσειε μῆκος, καὶ πηγὴ ἄγχιστά πη φυομένη ἐν χώρῳ κρημνώδει ποταμὸν ἀπεργάζεται μέγαν, ὅσπερ τῆς πόλεως εὐθὺ φέρεται, οὐ δυναμένων τῶν ἐπιβουλεύειν ἐφιεμένων ἑτέρωσέ πη αὐτὸν ἀποτρέπειν ἢ τρόπῳ τῳ ἄλλῳ διὰ τὴν δυσχωρίαν βιάζεσθαι. ἐπειδὰν δὲ τοῦ περιβόλου ἐντὸς γένηται, τήν τε πόλιν περιιὼν ξύμπασαν καὶ τὰς ταύτῃ δεξαμενὰς ἐμπλησάμενος εἶτα ἔξεισιν, ὡς ἀγχοτάτω τε τοῦ περιβόλου ἐς χάος ἐμπεσὼν ἀφανίζεται. καὶ ὅπη ποτὲ τὸ ἐνθένδε ἐκδίδωσιν οὐδενὶ γέγονε φανερὸν ἐς τόδε τοῦ χρόνου. τοῦτο δὲ τὸ χάος οὐκ ἐπὶ παλαιοῦ γεγονὸς ἔτυχεν, ἀλλὰ χρόνῳ πολλῷ ὕστερον ἢ τὴν πόλιν Ἀναστάσιος βασιλεὺς ἐδείματο ταύτην ἡ φύσις αὐτὸ τοῦ χωρίου ἀπαυτοματίσασα ἔθετο, καὶ διὰ τοῦτο ξυμβαίνει τοῖς προσεδρεύειν ἐθέλουσιν ἀμφὶ πόλιν Δάρας πιέζεσθαι ὕδατος ἀπορίᾳ πολλῇ.
8.7.10 Ταύτης οὖν, ὥσπερ μοι εἴρηται, ἀποτυχὼν ὁ Χοσρόης τῆς πείρας ἐς ἔννοιαν ἦλθεν ὡς, ἢν καὶ πόλιν οἱ Ρωμαίων ἑτέραν τινὰ παραστήσασθαι δυνατὰ εἴη, ἀλλὰ καθίζεσθαι οὐ μή ποτε οἷός τε εἴη ἐν μέσῳ Ρωμαίων, ὀχυρωμάτων τοῖς πολεμίοις ἀπολελειμμένων ὀπίσω πολλῶν. καὶ Ἀντιόχειαν γὰρ τούτου δὴ εἵνεκα ἐς ἔδαφος καθελὼν ἡνίκα ἐξεῖλεν, ἀπηλλάγη ἐκ Ρωμαίων τῆς γῆς. διὸ δὴ μετεωρισθεὶς τὴν διάνοιαν ἐπὶ μακροτέρας ἐλπίδος ὠχεῖτο, διερευνώμενος ἀμήχανα ἔργα.
8.7.12 ἀκοῇ γὰρ ἔχων ὅντινα τρόπον ἐπ' ἀριστερᾷ Πόντου τοῦ Εὐξείνου οὗτοι δὴ βάρβαροι, οἳ ἀμφὶ τὴν Μαιῶτιν ᾤκηνται Λίμνην, καὶ ἀδεῶς κατατρέχουσι Ρωμαίων τὴν γῆν, οὕτω καὶ Πέρσαις Λαζικὴν ἔχουσι πόνῳ οὐδενὶ δυνατὰ ἔσεσθαι ἔλεγεν, ἡνίκα ἂν βουλομένοις ᾖ, εὐθὺ Βυζαντίου ἰέναι, οὐδαμῆ διαπορθμευομένοις τὴν θάλασσαν, ὥσπερ καὶ τὰ ἄλλα βαρβαρικὰ ἔθνη, ἃ ταύτῃ ἵδρυται, ἐσαεὶ δρῶσι. διὰ ταῦτα μὲν Λαζικῆς Πέρσαι μεταποιοῦνται. ἐγὼ δὲ ὅθεν τὴν ἐκβολὴν τοῦ λόγου ἐποιησάμην ἐπάνειμι.

8.8.1 Χοριάνης μὲν οὖν καὶ ὁ Μήδων στρατὸς ἐστρατοπεδεύσαντο ἀμφὶ ποταμὸν Ἵππιν. ἐπειδὴ δὲ ταῦτα Γουβάζης τε, ὁ Κόλχων βασιλεὺς, ἔμαθε καὶ Δαγισθαῖος, ὅσπερ ἡγεῖτο τοῦ Ρωμαίων στρατοῦ, ἐπίκοινα βουλευσάμενοι ἦγον ἐπὶ τοὺς πολεμίους τὸ Ρωμαίων καὶ Λαζῶν στράτευμα. γενόμενοί τε Ἵππιδος τοῦ ποταμοῦ ἐπὶ θάτερα καὶ αὐτοῦ ἐνστρατοπεδευσάμενοι τὰ παρόντα ἐν βουλῇ εἶχον, πότερα μένουσί τε αὐτοῖς καὶ δεχομένοις ἐπιόντας τοὺς πολεμίους ξυνοίσει μᾶλλον ἢ ἐπὶ τοὺς πολεμίους σφίσιν ἰτέον, ὅπως δὴ θάρσους τοῦ σφετέρου ποιησάμενοι ἐπίδειξιν Πέρσαις, ἔνδηλά τε τοῖς ἐναντίοις καταστησάμενοι ὡς καταφρονήματι ἐπ' αὐτοὺς ἴωσι, τῆς τε ξυμβολῆς αὐτῆς ἄρχοντες δουλῶσαι τῶν ἀνθισταμένων τὸ φρόνημα ἱκανοὶ εἶεν. ἐπειδή τε ἡ γνώμη ἐνίκα τῶν ἐπὶ τοὺς πολεμίους παρακαλούντων, ὥρμηντο ἐπ' αὐτοὺς εὐθὺς ἅπαντες. ἐνταῦθα Λαζοὶ Ρωμαίοις ξυντάσσεσθαι οὐκέτι ἠξίουν, προτεινόμενοι ὅτι δὴ Ρωμαῖοι μὲν οὔτε πατρίδος οὔτε τῶν ἀναγκαιοτάτων προκινδυνεύοντες ἐς τὸν ἀγῶνα καθίστανται, αὐτοῖς δὲ ὑπέρ τε παίδων καὶ γυναικῶν καὶ γῆς τῆς πατρῴας ὁ κίνδυνός ἐστιν.
8.8.4 ὥστε κἂν γυναῖκας τὰς σφετέρας ἐρυθριῷεν, εἰ σφίσι πρὸς τῶν ἐναντίων ξυμβαίη κρατεῖσθαι. ταύτῃ δὴ τῇ ἀνάγκῃ τὴν οὐκ οὖσαν αὐτοῖς ἀρετὴν αὐτοσχεδιάσειν ὑπώπτευον. πρῶτοί τε αὐτοὶ κατὰ μόνας ὤργων τοῖς πολεμίοις ὁμόσε ἰέναι, ὅπως αὐτοὺς μὴ ξυνταράξωσιν ἐν τῷ ἔργῳ Ρωμαῖοι, οὐχ ὅμοια σφίσιν ἐς τὸν κίνδυνον προθυμούμενοι. ταῦτα νεανιευσαμένων Λαζῶν περιχαρὴς ὁ Γουβάζης γενόμενος μικρόν τε ἄποθεν Ρωμαίων αὐτοὺς ξυγκαλέσας τοιάδε παρεκελεύσατο
«Παραίνεσιν μὲν ἐς εὐψυχίαν ὁρμῶσαν οὐκ οἶδα εἴ τινα δεῖ πρὸς ὑμᾶς, ὦ ἄνδρες, ποιεῖσθαι. οἷς γὰρ ἡ τῶν πραγμάτων ἀνάγκη τὴν προθυμίαν ἀνίστησι, παρακελεύσεως ἂν οὐδεμιᾶς προσδεῖν οἴομαι, ὅπερ καὶ ἡμῖν ἔν γε τῷ παρόντι τετύχηκεν. ὑπὲρ γυναικῶν γὰρ καὶ παίδων καὶ γῆς τῆς πατρῴας καὶ ἁπλῶς εἰπεῖν ὑπὲρ τῶν ὅλων ὁ κίνδυνός ἐστιν, ὑπὲρ ὧν ἡμῖν ἐπίασι Πέρσαι. τοῖς δέ τι ἀφαιρεῖσθαι τῶν ὑπαρχόντων βιαζομένοις οὐδεὶς τῶν πάντων παραχωρεῖ, ὑπερμάχεσθαι τῶν προσηκόντων ἀναγκαζούσης τῆς φύσεως. οὐκ ἀγνοεῖτε δὲ ὡς Πέρσαις τὴν πλεονεξίαν οὐδὲν ἵστησιν, ἐν ἐξουσίᾳ γεγονόσι τοῦ δύνασθαι, οὐδὲ ἄρξουσι μόνον ἡμῶν ἢ τάξουσι φόρους ἢ τὰ ἄλλα κατηκόους ποιήσονται, εἴ τι μὴ ἐπιλελήσμεθα ὧν Χοσρόης ἐγκεχείρηκεν ἐφ' ἡμῖν οὐ πολλῷ πρότερον, ἢν νῦν περιέσονται ἡμῶν τῷ πολέμῳ.
8.8.11 ἀλλὰ μηδὲ ἄχρι τοῦ λόγου προϊέτω μοι τὰ τῆς Περσῶν πείρας, μηδὲ διαλιπέτω τὸ Λαζῶν ὄνομα. οὐ χαλεπὸς δὲ, ὦ ἄνδρες, ἡμῖν ὁ πρὸς Μήδους ἀγὼν, πολλάκις αὐτοῖς καὶ ἐς χεῖρας ἐλθοῦσι καὶ ὑπερβαλλομένοις τῇ μάχῃ. τῷ γὰρ ξυνειθισμένῳ τὸ δύσκολον οὐδαμῆ πάρεστι, προδαπανηθείσης τῆς τοῦ ἔργου ταλαιπωρίας μελέτῃ καὶ πείρᾳ. ὥστε διὰ τοῦτο καὶ καταφρονεῖν τῶν πολεμίων ἅτε νενικημένων ἐν ξυμβολαῖς καὶ οὐχ ὁμοίως θρασυνομένων ἡμᾶς δεήσει. φρόνημα γὰρ δουλωθὲν ἅπαξ παλινδρομεῖν ἥκιστα εἴωθε. ταῦτα τοίνυν ἐκλογιζόμενοι μετὰ τῆς ἀγαθῆς ἐλπίδος τοῖς ἐναντίοις ὁμόσε χωρεῖτε.»
8.8.14 Τοσαῦτα Γουβάζης εἰπὼν ἐξῆγε τὸ Λαζῶν στράτευμα, καὶ ἐτάξαντο ὧδε. πρῶτοι μὲν οἱ Λαζῶν ἱππεῖς τεταγμένοι ἀπ' ἐναντίας ᾔεσαν, ὄπισθεν δὲ οὐκ ἄγχιστά πη, ἀλλ' ὡς ἀπωτάτω, ἡ Ρωμαίων ἵππος αὐτοῖς εἵπετο.
8.8.15 τούτων δὲ δὴ τῶν Ρωμαίων ἡγοῦντο Φιλήγαγός τε, Γήπαις γένος, δραστήριος ἀνὴρ, καὶ Ἰωάννης Ἀρμένιος,διαφερόντως ἀγαθὸς τὰ πολέμια, Θωμᾶ υἱὸς, ὅνπερ ἐπίκλησιν ἐκάλουν Γούζην, οὗ δὴ κἀν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην. ἐν ὑστέρῳ δὲ Γουβάζης τε ὁ Λαζῶν βασιλεὺς καὶ Δαγισθαῖος ὁ Ρωμαίων στρατηγὸς ξὺν τοῖς ἀμφοτέρων πεζοῖς εἵποντο, λογισάμενοι ὡς, εἰ τοῖς ἱππεῦσι τραπῆναι ξυμβαίη, ἐς αὐτοὺς ῥᾷστα σωθήσονται. Ρωμαῖοι μὲν οὖν καὶ Λαζοὶ τῷ τρόπῳ τούτῳ ἐτάξαντο, Χοριάνης δὲ ἄνδρας μὲν χιλίους τῶν οἱ ἑπομένων ἀπολεξάμενος τεθωρακισμένους τε καὶ τὰ ἄλλα ἐξωπλισμένους ὡς ἄριστα, πρόσω ἐπὶ κατασκοπῇ ἔπεμψεν, αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ ὄπισθεν ᾔει, φυλακτήριον ὀλίγων τινῶν ἐν τῷ στρατοπέδῳ ἀπολιπών. προτερήσασα δὲ ἡ Λαζῶν ἵππος ἀτιμάζει τὰς ἐπαγγελίας οἷς ἔδρασεν, ἐπὶ τῶν ἔργων διαβαλοῦσα τὰς πρόσθεν ἐλπίδας. τοῖς γὰρ τῶν πολεμίων προδρόμοις ἐντετυχηκότες ἐξαπιναίως οὐκ ἐνεγκόντες τε τὴν αὐτῶν ὄψιν, τρέψαντες αὐτίκα τοὺς ἵππους, κόσμῳ οὐδενὶ ὀπίσω ἀνέστρεφον, τοῖς τε Ρωμαίοις ἐπειγόμενοι ἀνεμίγνυντο, ἐς αὐτοὺς οὐκ ἀπαξιοῦντες καταφυγεῖν, οἷς δὴ ξυντάσσεσθαι τὰ πρότερα ὤκνουν.
8.8.20 ἐπειδὴ δὲ ἀμφότεροι ἀλλήλων ἄγχιστα ἵκοντο, χειρῶν μὲν τὰ πρότερα οὐδέτεροι ἦρχον οὐδὲ ξυνέμισγον, ἀλλὰ τῶν ἐναντίων ἑκάτεροι ἐπιόντων μὲν ἀνεπόδιζον, ὑποχωρούντων δὲ ἐπεβάτευον, ἔς τε ὑπαγωγὰς καὶ παλινδιώξεις καὶ ἀγχιστρόφους μεταβολὰς πολύν τινα κατέτριψαν χρόνον.
8.8.21 Ἦν δέ τις Ἀρταβάνης ὄνομα ἐν τούτῳ τῷ Ρωμαίωνστρατῷ, Περσαρμένιος γένος, ὅσπερ ἐς Ἀρμενίους τοὺς Ρωμαίων κατηκόους πολλῷ πρότερον ἀπηυτομοληκὼς ἔτυχεν, οὐχ ἁπλῶς, ἀλλὰ φόνῳ Περσῶν εἴκοσι καὶ ἑκατὸν ἀνδρῶν μαχίμων, Ρωμαίοις τὴν ἐς αὐτοὺς πίστιν πεποιημένος ἐχέγγυον. Βαλεριανῷ γὰρ τότε στρατηγοῦντι ἐν Ἀρμενίοις ἐς ὄψιν ἐλθὼν ἄνδρας πεντήκοντα Ρωμαίους οἱ αὐτῷ διδόναι ἐδεῖτο. τυχών τε ὧνπερ ἐβούλετο, ἐς φρούριον ἐν Περσαρμενίοις κείμενον ᾔει. οὗ δὴ ἑκατόν τε καὶ εἴκοσι Περσῶν φυλακτήριον ὑπὸ τῷ φρουρίῳ αὐτὸν ξὺν τοῖς ἑπομένοις ἐδέξαντο, οὔπω ἔνδηλον ὄντα ὅτι δὴ μεταπορευθεὶς τὴν πολιτείαν νεωτερίζει. ὁ δὲ τούς τε εἴκοσι καὶ ἑκατὸν κτείνας καὶ ξύμπαντα ληϊσάμενος τὰ ἐν τῷ φρουρίῳ χρήματα, μεγάλα ὑπερφυῶς ὄντα, παρὰ Βαλεριανὸν καὶ τὸ Ρωμαίων στράτευμα ἦλθε, πιστός τε σφίσιν ἀπ' αὐτοῦ φανεὶς Ρωμαίοις τὸ λοιπὸν ξυνεστράτευεν. οὗτος Ἀρταβάνης ἐν ταύτῃ τῇ μάχῃ δύο ξὺν αὑτῷ τῶν Ρωμαίων στρατιωτῶν ἐπαγόμενος ἐν μεταιχμίῳ ἐγένετο, οὗ δὴ ἀφίκοντο καὶ τῶν πολεμίων τινές. ἐφ' οὓς Ἀρταβάνης ὁρμήσας, τῶν Περσῶν ἕνα, ψυχῆς τε ἀρετῇ καὶ σώματος ἀλκῇ ἐπιεικῶς μέγαν, τῷ δόρατι εὐθὺς ἔκτεινεν, ἔκ τε τοῦ ἵππου ῥίψας προσουδίζει χαμαί. τῶν δέ τις βαρβάρων παρὰ τῷ πεπτωκότι ἑστὼς ξίφει κατὰ κόρρης τὸν Ἀρταβάνην ἐπάταξεν οὐ καιρίαν πληγήν. ἅτερός τε τῶν τῷ Ἀρταβάνῃ ἐπισπομένων, Γότθος γένος, τοῦτον δὴ τὸν ἄνδρα, τὴν χεῖρα ἔτι ἐν τῇ τοῦ Ἀρταβάνου κεφαλῇ ἔχοντα, κατὰ λαγόνα ἐπιτυχὼν τὴν εὐώνυμον διεχρήσατο. καὶ οἱ χίλιοι τοῖς ξυμπεπτωκόσιν ἐκπεπληγμένοι ὀπίσω ἐχώρουν, τόν τε Χοριάνην σὺν τῷ ἄλλῳ Περσῶν τε καὶ Ἀλανῶν στρατῷ ἔμενον καὶ οὐκ ἐς μακρὰν ἀνεμίγνυντο σφίσιν.
8.8.29 Ἤδη δὲ καὶ οἱ ἀμφὶ Γουβάζην καὶ Δαγισθαῖον πεζοὶ ἐς ἱππεῖς τοὺς σφετέρους ἀφίκοντο καὶ ἡ μάχη ἐν χερσὶν ἀμφοτέρωθεν ἦν. τότε δὴ Φιλήγαγός τε καὶ Ἰωάννης, ἐλάσσους εἶναι ἢ ἐνεγκεῖν ἐπιοῦσαν τὴν τῶν βαρβάρων ἵππον οἰόμενοι, μάλιστα ἐπεὶ ἀπέγνωσαν τὴν Λαζῶν δύναμιν, ἀπὸ τῶν ἵππων ἀποθορόντες ταὐτὸ ποιεῖν ἀναγκάζουσι Ρωμαίους τε καὶ Λαζοὺς ἅπαντας. ἐς φάλαγγά τε ὡς βαθυτάτην ταξάμενοι πεζοὶ μετωπηδὸν ἀντίοι τοῖς πολεμίοις ἔστησαν ἅπαντες, τὰ δόρατα ἐπανατεινόμενοι σφίσιν. οἱ δὲ βάρβαροι οὐκ ἔχοντες ὅ τι γένωνται (οὔτε γὰρ ἐπιδραμεῖν πεζοῖς γε οὖσι τοῖς ἐναντίοις ἐδύναντο οὔτε αὐτῶν ξυνταράξαι τὴν φάλαγγα οἷοί τε ἦσαν) ἐπεὶ αὐτοῖς οἱ ἵπποι ταῖς τε τῶν δοράτων αἰχμαῖς καὶ τῷ τῶν ἀσπίδων πατάγῳ ἀχθόμενοι ἀνεχαίτιζον, ἐπὶ τὰ τόξα ἔβλεπον ἅπαντες, ἐλπίδι θαρσοῦντες ὡς πλήθει βελῶν ῥᾷστα τοὺς πολεμίους ἐς φυγὴν τρέψονται. καὶ Ρωμαῖοι ξὺν Λαζοῖς ἅπασι ταὐτὸ τοῦτο ἐποίουν. ἑκατέρωθέν τε συχνὰ ἐς ἀλλήλους τοξεύματα ᾔει, ἔκ τε ἀμφοτέρων πολλοὶ ἔπιπτον.
8.8.34 Πέρσαι μὲν οὖν καὶ Ἀλανοὶ μάλιστα συνεχῆ τὰ βέλη πολλῷ ἔτι μᾶλλον ἢ οἱ ἐναντίοι ἀφίεσαν. ἀλλ' αὐτῶν τὰ πολλὰ ἐς τὰς ἀσπίδας ξυνέβαινεν ἀποκρούεσθαι. ἐν τούτῳ δὲ τῷ πολέμῳ Χοριάνῃ τῷ Περσῶν ἄρχοντι βεβλῆσθαι ξυνέβη. ὑφ' ὅτου μέντοι οὗτος ἀνὴρ βληθείη, φανερὸν οὐδενὶ γέγονε· τύχῃ γάρ τινι ἐκ τοῦ ὁμίλου ἰὼν ὁ ἄτρακτος ἔς τε τοῦ ἀνθρώπου τὸν αὐχένα παγεὶς εὐθυωρὸν αὐτὸν διεχρήσατο, ἑνός τε θανάτῳ ἀνδρὸς ἥ τε μάχη ἐκλίθη καὶ πρὸς τοὺς Ρωμαίους ἡ νίκη ἐχώρει. ὁ μὲν γὰρ ἐκ τοῦ ἵππου ἐς τὸ ἔδαφος ἐπὶ στόμα πεσὼν ἔκειτο, δρόμῳ δὲ πολλῷ ἐπὶ τὸ χαράκωμα οἱ βάρβαροι ᾔεσαν, οἵ τε Ρωμαῖοι ξὺν τοῖς Λαζοῖς ἐπισπόμενοι πολλοὺς ἔκτεινον, ἐλπίδα ἔχοντες αἱρήσειν αὐτοβοεὶ τὸ τῶν ἐναντίων στρατόπεδον. ἀλλά τις τῶν Ἀλανῶν ἐς εὐψυχίας πέρι καὶ σώματος ἰσχύος εὖ ἥκων, τοξεύειν τε συχνὰ ἐφ' ἑκάτερα διαφερόντως ἐξεπιστάμενος, ἐς τοῦ χάρακος τὴν εἴσοδον στενοτάτην οὖσαν εἱστήκει, ἐμπόδιός τε τοῖς ἐπιοῦσι παρὰ δόξαν ἐπὶ πλεῖστον ἐγίνετο. Ἰωάννης δὲ, ὁ τοῦ Θωμᾶ παῖς, μόνος ὡς ἀγχοτάτω παρ' αὐτὸν ἥκων ἐξαπιναίως τὸν ἄνθρωπον δόρατι ἔκτεινεν, οὕτω τε Ρωμαῖοι καὶ Λαζοὶ τοῦ στρατοπέδου ἐκράτησαν. καὶ τῶν βαρβάρων πλεῖστοι μὲν αὐτοῦ διεφθάρησαν, οἱ δὲ λοιποὶ ἀπεκομίσθησαν ἐς τὰ πάτρια ἤθη, ὡς ἑκάστῳ δυνατὰ γέγονεν. αὕτη μὲν οὖν ἡ Περσῶν ἐσβολὴ ἐς γῆν τὴν Κολχίδα γενομένη ἐς τοῦτο ἐτελεύτα. καὶ ἄλλη δὲ Περσῶν στρατιὰ τοὺς ἐν Πέτρᾳ φρουροὺς τῷ τε τῶν ἐπιτηδείων πλήθει καὶ πᾶσι τοῖς ἄλλοις ἐπιρρώσαντες ἀνεχώρησαν.

8.9.1 Ἐν τούτῳ δὲ τάδε ξυνηνέχθη γενέσθαι. Λαζοὶ Δαγισθαῖον ἐς βασιλέα διέβαλλον, ἐς Βυζάντιον ἥκοντες, προδοσίαν τε καὶ μηδισμὸν ἐπιφέροντες. Πέρσαις γὰρ αὐτὸν ἰσχυρίζοντο ἀναπεισθέντα οὐ βεβουλῆσθαι καταπεπτωκότος τοῦ Πέτρας περιβόλου ἐπιβατεῦσαι, τούς τε πολεμίους θυλάκους μεταξὺ ψάμμου ἐμπλησαμένους καὶ αὐτῶν τὰς ἐπιβολὰς ἀντὶ λίθων ποιησαμένους τοῦ περιβόλου ὅσα καταπεπτώκει ταύτῃ κρατύνασθαι. ἔλεγόν τε ὡς Δαγισθαῖος, εἴτε χρήμασιν εἴτε ὀλιγωρίᾳ ἐς τοῦτο ἠγμένος, τὴν ἐπίθεσιν ἐς ἕτερόν τινα χρόνον ἀπέθετο, καὶ τοῦ καιροῦ τὴν ἀκμὴν ἐν τῷ παραυτίκα μεθῆκεν, ἧς γε οὐκέτι ἀντιλαβέσθαι οἷός τε ἐγεγόνει. αὐτὸν οὖν βασιλεὺς ἐν τῷ οἰκήματι καθείρξας ἐτήρει· Βέσσαν δὲ, ἐξ Ἰταλίας οὐ πολλῷ ἔμπροσθεν ἥκοντα, στρατηγὸν Ἀρμενίων καταστησάμενος ἐς Λαζικὴν πέμπει, ἄρχειν ἐπαγγείλας τοῦ ἐνταῦθα Ρωμαίων στρατοῦ. οὗ δὴ καὶ Βενῖλος, ὁ Βούζου ἀδελφὸς, ξὺν στρατῷ ἤδη σταλεὶς ἔτυχε καὶ Ὀδόναχός τε καὶ ὁ Βάβας ἐκ Θρᾴκης καὶ Οὐλίγαγος Ἔρουλος γένος. ὅ τε Ναβέδης ἐσβαλὼν ἐς Λαζικὴν στρατῷ ἄλλο μέν τι λόγου ἄξιον οὐδὲν ἔδρασεν, Ἀβασγοῖς δὲ ἀποστᾶσιν ἀπό τε Ρωμαίων καὶ Λαζῶν ἐπιχωριάσας τῇ στρατιᾷ ταύτῃ, παῖδας τῶν ἐν σφίσι λογίμων ἑξήκοντα ἐν ὁμήρων λόγῳ πρὸς αὐτῶν ἔλαβε. τότε δὲ ποιούμενος ὁ Ναβέδης ὁδοῦ πάρεργον, καὶ Θεοδώραν Ὀψίτῃ ξυνοικήσασαν (ὃς ἐγεγόνει Γουβάζου μὲν θεῖος, Λαζῶν δὲ βασιλεὺς) εὑρὼν ἐν Ἀψιλίοις εἷλεν, ἔς τε τὰ Περσῶν ἤθη ἀπήνεγκε. Ρωμαία δὲ γένος ἡ γυνὴ ἐτύγχανεν οὖσα, ἐπεὶ ἐκ παλαιοῦ οἱ Λαζῶν βασιλεῖς ἐς Βυζάντιον πέμποντες βασιλέως τε γνώμῃ ξυνιόντες ἐς κῆδός τισι τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς γυναῖκας ἐνθένδε γαμετὰς ἐκομίζοντο. καὶ Γουβάζης ἀμέλει Ρωμαίας γυναικὸς ἐγεγόνει γένος. ὅτου δὲ ἕνεκα οἱ Ἀβασγοὶ οὗτοι ἐς ἀπόστασιν εἶδον, ἐγὼ δηλώσω.
8.9.10 Ἐπειδὴ βασιλεῖς τοὺς σφετέρους καθεῖλον, ᾗπέρ μοι ἔναγχος δεδιήγηται, στρατιῶται Ρωμαίων πρὸς βασιλέως στελλόμενοι ἐπεχωρίαζόν τε αὐτοῖς ἐκ τοῦ ἐπὶ πλεῖστον καὶ προσποιεῖσθαι τῇ Ρωμαίων ἀρχῇ τὴν χώραν ἠξίουν, καινά τε αὐτοῖς ἄττα ἐπέταττον. οἷσπερ Ἀβασγοὶ βιαιοτέροις οὖσιν ἀτεχνῶς ἤχθοντο. δείσαντες οὖν μὴ Ρωμαίων δοῦλοι τὸ λοιπὸν ἔσονται, τοὺς ἄρχοντας αὖθις κατεστήσαντο σφίσιν Ὀψίτην μὲν ὄνομα ἐς τῆς χώρας τὰ πρὸς ἀνίσχοντα ἥλιον, Σκεπαρνᾶν δὲ ἐς τὰ πρὸς ἑσπέραν. ἐς ἀγαθῶν γὰρ ἐκπεπτωκότες ἀπόγνωσιν τὰ πρότερον δόξαντα σφίσι μοχθηρὰ εἶναι τῶν ἐπιγενομένων ἅτε πονηροτέρων ὄντων, ὡς τὸ εἰκὸς, ἀντηλλάσσοντο, δύναμίν τε ἀπ' αὐτοῦ τὴν Ρωμαίων δειμαίνοντες Πέρσαις ὡς λαθραιότατα προσεχώρησαν. ἅπερ ἐπεὶ βασιλεὺς Ἰουστινιανὸς ἤκουσε, Βέσσαν ἐκέλευε στράτευμα λόγου ἄξιον ἐπ' αὐτοὺς στεῖλαι. ὁ δὲ πολλοὺς ἀπολεξάμενος τοῦ Ρωμαίων στρατοῦ, καὶ ἄρχοντας ἐπιστήσας αὐτοῖς Οὐλίγαγόν τε καὶ Ἰωάννην τὸν Θωμᾶ υἱὸν, αὐτίκα ἐπὶ τοὺς Ἀβασγοὺς ναυσὶν ἔπεμψεν. ἐτύγχανε δὲ ἅτερος μὲν τῶν ἐν Ἀβασγοῖς ἡγουμένων, Σκεπαρνᾶς ὄνομα, ἐν Πέρσαις τινὰ διατριβὴν ἔχων. μετάπεμπτος γὰρ ὀλίγῳ πρότερον παρὰ Χοσρόην ἀφῖκτο. ὁ δὲ δὴ ἕτερος, τὴν Ρωμαίων μαθὼν ἔφοδον, τούς τε Ἀβασγοὺς ἅπαντας ἤγειρε καὶ ὑπαντιάζειν διὰ σπουδῆς εἶχεν.
8.9.15 Ἔστι δὲ χῶρος μετὰ τοὺς Ἀψιλίας ὅρους ἐν τῇ ἐς τὴν Ἀβασγίαν εἰσόδῳ τοιόσδε· ὄρος ὑψηλὸν ἐκ τῶν Καυκασίων ἀρχόμενον καὶ κατὰ βραχὺ ἐλασσούμενόν τε καὶ ὑπολῆγον ὥσπερ τις κλῖμαξ κατατείνει καὶ τελευτᾷ ἐς τὸν Εὔξεινον Πόντον. καὶ φρούριον μὲν ἐχυρώτατόν τε καὶ μεγέθους πέρι ἀξιολογώτατον ἐκ παλαιοῦ Ἀβασγοὶ ἐν τῇ ὑπωρείᾳ τοῦ ὄρους τούτου ἐδείμαντο. οὗ δὴ καταφεύγοντες ἐκκρούουσιν ἀεὶ τὰς τῶν πολεμίων ἐφόδους, οὐδαμῆ ἐχόντων τὴν δυσχωρίαν βιάζεσθαι. μία δὲ εἴσοδος εἰσάγουσά ἐστιν ἔς τε τὸ φρούριον τοῦτο καὶ ἐς τὴν ἄλλην Ἀβασγῶν χώραν, ἥπερ ἀνδράσι σύνδυο ἐρχομένοις ἀπόρευτος τυγχάνει οὖσα. μηχανὴ γὰρ οὐδεμία ἐστὶν ὅτι μὴ κατ' ἄνδρα καὶ μόλις πεζεύοντα ἐνθένδε ἰέναι. τῆς τε ἀτραποῦ ταύτης ὑπέρκειται φάραγξ ἐσάγαν σκληρὰ ἐκ τοῦ φρουρίου διήκουσα μέχρι ἐς τὴν θάλασσαν.
8.9.19 φέρεται δὲ καὶ προσηγορίαν τῆς φάραγγος ἀξίαν ὁ χῶρος, ἐπεὶ αὐτὸν ἑλληνίζοντες οἱ τῇδε ἄνθρωποι τὰ Τραχέα καλοῦσιν. ὁ μὲν οὖν Ρωμαίων στόλος μεταξὺ ὁρίων τῶν τε Ἀβασγῶν καὶ Ἀψιλίων κατέπλευσεν, Ἰωάννης δὲ καὶ Οὐλίγαγος ἐς τὴν γῆν τοὺς στρατιώτας ἀποβιβάσαντες πεζῇ ἐχώρουν, οἵ τε ναῦται ταῖς ἀκάτοις ἁπάσαις παρὰ τὴν ἠϊόνα τῷ στρατῷ εἵποντο. ἐπειδὴ δὲ τῶν Τραχέων ὡς ἀγχοτάτω ἐγένοντο, ἐξωπλισμένους τε ὁρῶσιν Ἀβασγοὺς ἅπαντας καὶ τῆς ἀτραποῦ ὕπερθεν, ἧς ἄρτι ἐμνήσθην, κατὰ τὴν φάραγγα ὅλην ἐν τάξει ἑστῶτας, ἀμηχανίᾳ τε πολλῇ εἴχοντο θέσθαι τὰ σφίσι παρόντα οὐδαμῆ ἔχοντες, ἕως ἐν αὑτῷ πολλὰ λογισάμενος Ἰωάννης ἄκεσίν τινα τοῦ κακοῦ εὗρε. τὸν γὰρ Οὐλίγαγον ξὺν τῷ ἡμίσει τοῦ στρατοῦ ἐνταῦθα ἐάσας αὐτὸς τοὺς ἄλλους ἐπαγόμενος τὰς ἀκάτους ἐπλήρου. ἐρέσσοντές τε χῶρον τὸν τῶν Τραχέων περιῆλθόν τε καὶ διέβησαν ὅλον καὶ κατὰ νώτου τῶν πολεμίων ταύτῃ ἐγένοντο. ἄραντες οὖν τὰ σημεῖα ἐς αὐτοὺς ᾔεσαν. Ἀβασγοὶ δὲ τοὺς πολεμίους σφίσιν ἑκατέρωθεν ἐγκειμένους ἰδόντες ἐς ἀλκὴν μὲν οὐκέτι ἔβλεπον, οὐδὲ τὴν τάξιν ἐφύλασσον, ἐς ὑπαγωγὴν δὲ ξὺν πολλῇ ἀκοσμίᾳ τραπόμενοι πρόσω ἐχώρουν, οὕτω τῷ δέει καὶ τῇ ἀπ' αὐτοῦ ἀμηχανίᾳ συμποδιζόμενοι ὥστε οὔτε τὴν πατρῴαν σφίσι δυσχωρίαν ἔτι διαγινώσκειν ἐδύναντο οὔτε πη εὐπετῶς ἐνθένδε ἰέναι. Ρωμαῖοι δὲ αὐτοῖς ἑκατέρωθεν ἐπισπόμενοί τε καὶ καταλαβόντες πολλοὺς ἔκτειναν. δρόμῳ τε ξὺν τοῖς φεύγουσιν ἐς τὸ φρούριον ἀφικόμενοι ἀνακεκλιμένης ἔτι ἐπιτυγχάνουσι τῆς ταύτῃ πυλίδος. οἱ γὰρ φύλακες ἐπιθεῖναι τὰς θύρας οὐδαμῆ εἶχον, ἀλλὰ τοὺς φεύγοντας ἔτι ἐδέχοντο. τῶν τε φυγόντων τοῖς διώκουσιν ἀναμιχθέντων ἐπὶ τὰς πύλας ἵενται ἅπαντες, οἱ μὲν ἐπιθυμίᾳ τοῦ σώζεσθαι, οἱ δὲ τοῦ τὸ φρούριον ἐξελεῖν. ἀνακεκλιμένας οὖν τὰς πύλας εὑρόντες συνεισέβαλον ἐς ταύτας ἀλλήλοις. οἱ γὰρ πυλωροὶ οὔτε διακρίνειν ἀπὸ τῶν πολεμίων τοὺς Ἀβασγοὺς εἶχον οὔτε τὰς πύλας ὑπερβιαζομένου τοῦ ὁμίλου ἐπιτιθέναι. καὶ οἱ μὲν Ἀβασγοὶ ἄσμενοι ἐντὸς τοῦ περιβόλου γενόμενοι ξὺν τῷ φρουρίῳ ἡλίσκοντο, Ρωμαῖοι δὲ τῶν ἐναντίων κεκρατηκέναι οἰόμενοι πόνῳ δυσκολωτέρῳ ἐνταῦθα ὡμίλουν. τῶν γὰρ οἰκιῶν συχνῶν τε οὐσῶν καὶ οὐ λίαν διεχουσῶν ἀλλήλων, ἀλλὰ καὶ τρόπον τείχους πανταχόθεν συμπεφραγμένων, Ἀβασγοὶ ἐς αὐτὰς ἀναβάντες καὶ σθένει παντὶ ἀμυνόμενοι, τοὺς πολεμίους κατὰ κορυφὴν ἔβαλλον, πόνῳ καὶ φόβῳ καὶ τῷ ἐς παῖδάς τε καὶ γυναῖκας ἐλέῳ καὶ τῇ ἐνθένδε ἀπορίᾳ ἐχόμενοι, ἕως Ρωμαίοις ἐμπρῆσαι τὰς οἰκίας ἐς ἔννοιαν ἦλθε. πῦρ τοίνυν αὐταῖς πανταχόθεν ἀνάψαντες τοῦ ἀγῶνος παντάπασι τούτου ἐκράτησαν. Ὀψίτης μὲν οὖν, ὁ τῶν Ἀβασγῶν ἄρχων, ξὺν ὀλίγοις τισὶ φυγεῖν ἴσχυσεν, ἔς τε Οὔννους τοὺς πλησιοχώρους καὶ ὄρος τὸ Καυκάσιον ἀνεχώρησε. τοῖς δὲ δὴ ἄλλοις ἢ ξὺν ταῖς οἰκίαις ἐξηνθρακωμένοις τετεφρῶσθαι ξυνέβη, ἢ ὑπὸ ταῖς τῶν πολεμίων γεγονέναι χερσίν. ἐζώγρησαν δὲ Ρωμαῖοι καὶ τὰς τῶν ἀρχόντων γυναῖκας ξὺν γόνῳ παντὶ, τοῦ τε φρουρίου τὸν περίβολον ἐς ἔδαφος καθεῖλον καὶ τὴν χώραν ἔρημον κατεστήσαντο ἐκ τοῦ ἐπὶ πλεῖστον. Ἀβασγοῖς μὲν οὖν τὰ τῆς ἀποστάσεως ἐς τοῦτο ἐτελεύτα, ἐν δὲ Ἀψιλίοις ἐγένετο τάδε.

8.10.1 Ἀψίλιοι μὲν ἐκ παλαιοῦ κατήκοοι Λαζῶν τυγχάνουσιν ὄντες. ἔστι δέ τι φρούριον ἐν ταύτῃ τῇ χώρᾳ ἐχυρὸν μάλιστα, Τζιβιλὴν αὐτὸ καλοῦσιν οἱ ἐπιχώριοι.
8.10.2 τῶν δέ τις ἐν Λαζοῖς λογίμων, Τερδέτης ὄνομα, ὅσπερ εἶχε τὴν τοῦ καλουμένου μαγίστρου ἀρχὴν ἐν τούτῳ τῷ ἔθνει, Γουβάζῃ τῷ τῶν Λαζῶν βασιλεῖ προσκεκρουκώς τε καὶ χαλεπῶς ἔχων, Πέρσαις ὡμολόγησε λάθρα τοῦτο δὴ ἐνδώσειν τὸ φρούριον, στράτευμά τε Περσῶν ἐπαγόμενος ἐπὶ ταύτῃ τῇ πράξει ἐς Ἀψιλίαν ᾔει. καὶ ἐπεὶ ἄγχιστα τοῦ φρουρίου ἐγένοντο, προτερήσας αὐτὸς ξὺν τοῖς ἑπομένοις οἱ Λαζοῖς ἐντὸς τοῦ περιβόλου ἐγένετο, ἐπεὶ οἱ τὸ φυλακτήριον ταύτῃ ἔχοντες ἀπιστεῖν τῷ Λαζῶν ἄρχοντι οὐδαμῆ εἶχον, οὐδεμιᾷ ἐς αὐτὸν ὑποψίᾳ ἐχόμενοι. οὕτω τε ἀφικόμενον τὸ Περσῶν στράτευμα τῷ φρουρίῳ ὁ Τερδέτης ἐδέξατο. καὶ ἀπ' αὐτοῦ Μῆδοι οὐ Λαζικὴν μόνον, ἀλλὰ καὶ Ἀψιλίαν ἔχεσθαι τότε πρὸς αὐτῶν ᾤοντο. οὔτε δὲ Ρωμαῖοι οὔτε Λαζοὶ ἀσχολίᾳ τῇ ἀμφὶ Πέτρᾳ τε καὶ τῷ Μήδων στρατῷ πιεζόμενοι Ἀψιλίοις ἐπαμύνειν ἔσχον.
8.10.5 ἦν δέ τις γυνὴ τῷ ἄρχοντι τοῦ ἐνταῦθα φυλακτηρίου, Ἀψιλία γένος, τὴν ὄψιν εὐπρεπὴς μάλιστα. ταύτης δὴ τῆς γυναικὸς ἐκτόπως ἐρασθεὶς ἐξαπιναίως ὁ τοῦ Περσῶν στρατεύματος ἄρχων τὰ μὲν πρῶτα πειρᾶν ἤρξατο, ἔπειτα δὲ, ἐπεί οἱ πρὸς τῆς γυναικὸς οὐδὲν προὐχώρει, βιάζεσθαι μελλήσει αὐτὴν οὐδεμιᾷ ἐνεχείρησεν. οἷς δὴ ὀξυθυμωθεὶς ὁ τῆς γυναικὸς ἀνὴρ, αὐτόν τε νύκτωρ καὶ τοὺς ξὺν αὐτῷ ἐς τὸ φρούριον εἰσεληλυθότας ἅπαντας ἔκτεινε, παρανάλωμα τῆς τοῦ ἄρχοντος ἐπιθυμίας γεγενημένους, καὶ τὸ φρούριον ἔσχεν αὐτός. Ἀψίλιοί τε Κόλχων διὰ τοῦτο ἀπέστησαν, ἐπικαλοῦντες ὅτι δὴ σφᾶς πρὸς Περσῶν κακουμένους προσποιεῖσθαι οὐδαμῆ ἤθελον. ἀλλὰ Γουβάζης Ρωμαίων χιλίους καὶ Ἰωάννην τὸν Θωμᾶ υἱὸν, οὗπερ ἔναγχος ἐπεμνήσθην, ἐπ' αὐτοὺς ἔπεμψεν· ὅσπερ αὐτοὺς πολλὰ τιθασσεύων ἐπαγαγέσθαι ἀμαχητὶ ἔσχε καὶ Λαζῶν κατηκόους κατεστήσατο αὖθις. τὰ μὲν οὖν ἀμφί τε Ἀψιλίοις καὶ Τζιβιλῇ τῷ φρουρίῳ τῇδε ἐχώρησεν.
8.10.8 Ὑπὸ τοῦτον δὲ τὸν χρόνον Χοσρόῃ ξυνέβη μηδὲ τὸν γόνον τῇ ἀπανθρωπίᾳ τῇ αὐτοῦ ἀνέπαφον μεῖναι. τῶν γάρ οἱ παίδων ὁ πρεσβύτατος Ἀνασώζαδος ὄνομα (δύναται δὲ τοῦτο τῇ Περσῶν φωνῇ ἀθανατίζων) προσκεκρουκὼς αὐτῷ ἔτυχεν, ἄλλα τε πολλὰ τῇ ἐς τὴν δίαιταν παρανομίᾳ ἐξαμαρτὼν καὶ ταῖς γυναιξὶ τοῦ πατρὸς ὀκνήσει οὐδεμιᾷ ἐς εὐνὴν συνιών. τὰ μὲν οὖν πρῶτα φυγῇ τὸν παῖδα τοῦτον ὁ Χοσρόης ἐζημίωσεν. ἔστι δέ τις ἐν Πέρσαις Οὐαζαΐνη χώρα, ἀγαθὴ μάλιστα, οὗ δὴ πόλις Βηλαπατὼν καλουμένη οἰκεῖται, ἑπτὰ ἡμερῶν ὁδῷ Κτησιφῶντος διέχουσα. ἐνταῦθα τοῦ πατρὸς ἐπαγγείλαντος Ἀνασώζαδος οὗτος διατριβὴν εἶχε. τότε δὲ τῷ Χοσρόῃ χαλεπώτατα νοσῆσαι ξυνέβη, ὥστε καὶ ἐλέχθη ἐξ ἀνθρώπων ἀφανισθῆναι· νοσώδης γὰρ ἦν ὁ Χοσρόης φύσει. ἀμέλει καὶ τοὺς ἰατροὺς πανταχόθεν πολλάκις ἀμφ' αὑτὸν ἤγειρεν, ἐν τοῖς καὶ Τριβοῦνος ὁ ἰατρὸς ἦν, Παλαιστῖνος γένος.
8.10.12 ὁ δὲ Τριβοῦνος οὗτος λόγιος μὲν ἦν καὶ τὰ ἐς τέχνην τὴν ἰατρικὴν οὐδενὸς ἥσσων, ἄλλως δὲ σώφρων τε καὶ θεοφιλὴς καὶ τῆς ἐπιεικείας ἐς ἄκρον ἥκων.
καί ποτε Χοσρόην κακῶς τοῦ σώματος ἔχοντα ἰασάμενος ἀπηλλάγη ἐκ τῆς Περσῶν χώρας, δῶρα πολλά τε καὶ λόγου ἄξια πρὸς τοῦ ἀνθρώπου κεκομισμένος.
8.10.14 ἡνίκα τοίνυν ἡ ταύτης προτέρα ἐκεχειρία ἐγένετο, Ἰουστινιανὸν βασιλέα Χοσρόης τὸν ἰατρὸν τοῦτον συνδιαιτησόμενον αὑτῷ ἐς ἐνιαυτὸν ᾔτησε δοῦναι. τῆς τέ οἱ αἰτήσεως ἐπιτελεσθείσης, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, ἐκέλευσε τὸν Τριβοῦνον ὁ Χοσρόης αἰτεῖσθαι ὅτου ἂν δέηται. ὁ δὲ ἄλλο οὐδὲν ᾔτει τῶν πάντων χρημάτων ἢ ὥστε οἱ Ρωμαίων τῶν αἰχμαλώτων τινὰς Χοσρόην ἀφεῖναι. ὁ δέ οἱ ἄλλους τε τρισχιλίους ἀφῆκε καὶ ὅσους πρὸς ὄνομα ἐξῃτήσατο ἐν τοῖς αἰχμαλώτοις λογίμους ὄντας, κλέος τε μέγα ἐκ τοῦ ἔργου τούτου ἐς πάντας ἀνθρώπους ὁ Τριβοῦνος ἔσχε. ταῦτα μὲν οὖν τῇδε ξυνηνέχθη γενέσθαι.
8.10.17 Ἐπειδὴ δὲ Ἀνασώζαδος τὰ Χοσρόῃ τῷ πατρὶ ἀμφὶ τῇ νόσῳ ξυμπεσόντα ἔγνω, τῆς βασιλείας ἐπιβατεύων, νεώτερα πράγματα ἔπρασσε. τοῦ τε πατρός οἱ ῥαΐσαντος, οὐδέν τι ἧσσον τήν τε πόλιν αὐτὸς ἀποστήσας καὶ ὅπλα ἀντάρας ἐς τὸν πόλεμον ἀκμάζων ᾔει. ταῦτα ὁ Χοσρόης ἀκούσας στρατιάν τε καὶ στρατηγὸν Φάβριζον ἐπ' αὐτὸν ἔπεμψε. νικήσας οὖν τῇ μάχῃ ὁ Φάβριζος ὑποχείριόν τε τὸν Ἀνασώζαδον πεποιημένος παρὰ Χοσρόην οὐ πολλῷ ὕστερον ἤνεγκε. καὶ ὃς τοὺς τοῦ παιδὸς ὀφθαλμοὺς ἐλωβήσατο, οὐ τὰς ὄψεις ἀφελόμενος, ἀλλὰ βλέφαρά τε ἄνω καὶ κάτω ἀκοσμίᾳ πολλῇ ἀντιστρέψας. περόνην γὰρ σιδηρᾶν πυρακτώσας τινὰ καὶ ταύτῃ μυόντοιν τοῖν τοῦ παιδὸς ὀφθαλμοῖν τὰ ἔξω χρίσας, οὕτω δὴ τῶν βλεφάρων τὸν κόσμον λωβήσασθαι ἔσχε. ταῦτα δὲ Χοσρόης τούτου δὴ ἕνεκα. ἐποίει μόνον, ὅπως ἂν τῷ παιδὶ ἀναστέλληται ἡ ἐπὶ τῇ βασιλείᾳ ἐλπίς. ἄνδρα γὰρ λώβῃ ἐχόμενον οὐκέτι ὁ νόμος ἐφίησι βασιλέα καθίστασθαι Πέρσαις, ὥσπερ κἀν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.

8.11.1 Τῷ μὲν οὖν Ἀνασωζάδῳ τά τε τῆς τύχης καὶ τοῦ τρόπου ἐς τοῦτο ἐτελεύτα· τὸ δὲ πέμπτον ἔτος τῆς ἐκεχειρίας διήνυστο. καὶ Πέτρον μὲν ἄνδρα πατρίκιον, τὴν τοῦ μαγίστρου ἀρχὴν ἔχοντα, παρὰ Χοσρόην Ἰουστινιανὸς βασιλεὺς ἔστελλεν, ἐφ' ᾧ τὰς σπονδὰς ἀμφὶ τῇ ἑῴᾳ παντάπασι διοικήσονται. ὁ δὲ αὐτὸν ἀπεπέμψατο, ἕψεσθαί οἱ ἄνδρα οὐκ ἐς μακρὰν ὑποσχόμενος τὸν ταῦτα διαθησόμενον, ὅπη ἑκατέροις ξυνοίσειν μέλλει. Ἰσδιγούσναν τε αὖθις οὐ πολλῷ ὕστερον ἔπεμψεν, ὀφρυάζοντά τε καὶ ἀλαζονείᾳ τινὶ ἀμυθήτῳ ἐχόμενον, οὗ δὴ ὅ τε τῦφος καὶ τὸ φύσημα φορητὸν εἶναι Ρωμαίων οὐδενὶ ἔδοξεν. ἐπήγετο δὲ τήν τε γυναῖκα καὶ τὰς παῖδας καὶ τὸν ἀδελφὸν, ἑπομένων τε καὶ θεραπευόντων πάμπολυ πλῆθος. εἴκασεν ἄν τις ἐς παράταξιν τοὺς ἄνδρας ἰέναι. εἵποντο δὲ αὐτῷ καὶ δύο τῶν ἐν Πέρσαις λογιμωτάτων, οἳ δὴ καὶ διαδήματα ἐπὶ τῶν κεφαλῶν χρυσᾶ ἐφόρουν. ἔδακνέ τε τοὺς ἐν Βυζαντίῳ ἀνθρώπους, ὅτι δὴ αὐτὸν Ἰουστινιανὸς βασιλεὺς οὐ κατὰ πρεσβευτὴν, ἀλλὰ πολλῷ ἔτι μᾶλλον φιλοφροσύνης τε καὶ μεγαλοπρεπείας ἠξίωσε.
Βραδούκιος μέντοι ξὺν αὐτῷ ἐς Βυζάντιον οὐκέτι ἦλθεν, ἐπεὶ Χοσρόην φασὶν αὐτὸν ἐξ ἀνθρώπων ἀφανίσαι, ἄλλο οὐδὲν τῷ ἀνθρώπῳ ἐπενεγκόντα, πλήν γε δὴ ὅτι ὁμοτράπεζος τῷ Ρωμαίων βασιλεῖ γέγονεν. «οὐ γὰρ ἂν», ἔφη, «ἑρμηνεύς γε ὢν ἐς τοῦτο ἀξιώματος πρὸς βασιλέως ἀφίκετο, εἰ μὴ καταπροδοὺς ἔτυχε τὰ Περσῶν πράγματα.» τινὲς δὲ τὸν Ἰσδιγούσναν αὐτὸν διαβαλεῖν φασιν, ὡς λάθρα Ρωμαίοις ἐς λόγους ἔλθοι.
8.11.10 τὰ δὲ πρῶτα ὁ πρεσβευτὴς οὗτος βασιλεῖ ἐντυχὼν οὐ μικρὸν ἀμφὶ τῇ εἰρήνῃ, οὐ μέγα εἶπεν, ἀλλ' ᾐτιᾶτο Ρωμαίους ἐς τὴν ἐκεχειρίαν ἠδικηκέναι, Ἀρέθαν τε καὶ Σαρακηνοὺς τοὺς Ρωμαίων ἐνσπόνδους Ἀλαμουνδάρῳἐν σπονδαῖς λυμήνασθαι φάσκων, ἄλλα τε οὐκ ἀξιόλογα ἐπιφέρων ἐγκλήματα, ὧνπέρ μοι ἐπιμνησθῆναι οὔτι ἀναγκαῖον ἔδοξεν εἶναι. Ἐν μὲν οὖν Βυζαντίῳ ταῦτα ἐπράσσετο. Βέσσας δὲ παντὶ τῷ Ρωμαίων στρατῷ Πέτρας ἐς πολιορκίαν καθίστατο. Ρωμαῖοι μὲν οὖν ἀμφὶ τὸ τεῖχος διώρυσσον, ἵνα δὴ καὶ Δαγισθαῖος τὰ πρότερα τὴν διώρυχα πεποιημένος τὸν περίβολον ταύτῃ καθεῖλεν. ὅτου δὲ δὴ ἕνεκα ἐς τὸν αὐτὸν χῶρον ὤρυσσον, ἐγὼ δηλώσω. οἱ τὴν πόλιν τὸ ἐξ ἀρχῆς ταύτην δειμάμενοι, ἐπὶ πέτρας μὲν ἔθεντο ἐκ τοῦ ἐπὶ πλεῖστον τὰ τοῦ περιβόλου θεμέλια, ἐνιαχῆ δὲ καὶ ὑπὲρ χώματος αὐτὰ ξυνέβαινε κεῖσθαι. ἦν δέ τις τοῦ τείχους μοῖρα ἐς τῆς πόλεως τὰ πρὸς ἑσπέραν οὐ λίαν εὐρεῖα, ἧς δὴ ἑκατέρωθεν ἐπὶ πέτρας τινὸς σκληρᾶς τε καὶ ἀμηχάνου τοῦ περιβόλου τὰ θεμέλια ἐτεκτήναντο. ταύτην τοίνυν τὴν μοῖραν Δαγισθαῖός τε τὰ πρότερα καὶ τανῦν Βέσσας διώρυσσον ὁμοίως, οὐκ ἐφιείσης τῆς τοῦ χωρίου φύσεως σφίσι περαιτέρω ἰέναι, ἀλλὰ τὸ τῆς διώρυχος μῆκος συμμετρούσης τε αὐτοῖς καὶ πρυτανευούσης εἰκότως.
8.11.15 ἡνίκα οὖν Πέρσαι μετὰ τὴν Δαγισθαίου ὑπαγωγὴν τὸ καταπεπτωκὸς τοῦτο τοῦ τείχους ἀνοικοδομήσασθαι ἤθελον, οὐ κατὰ τὰ πρότερα τὴν οἰκοδομίαν πεποίηνται, ἀλλὰ τρόπῳ τοιῷδε. κάχληκος τὸν κενωθέντα ἐμπλησάμενοι χῶρον δοκοὺς παχείας αὐτοῦ ὕπερθεν ἔθεντο, ἅσπερ ἐνδελεχέστατα ξύσαντες ὁμαλάς τε παντάπασι καταστησάμενοι ἔζευξαν μὲν ἐς ἀλλήλας ἐς μέγα τι εὖρος, κρηπῖδα δὲ αὐτὰς ἀντὶ θεμελίων ποιησάμενοι τοῦ περιβόλου καθύπερθεν αὐτῶν ἐτεκτήναντο τὴν οἰκοδομίαν ἐμπείρως. ὅπερ οὐ ξυνέντες Ρωμαῖοι ἔνερθεν τῶν θεμελίων ποιεῖσθαι τὴν διώρυχα ᾤοντο. καὶ τὸν χῶρον κενώσαντες ὅλον ἐκ τῶν δοκῶν, ὧνπερ ἐπεμνήσθην ἀρτίως, ἐπὶ πλεῖστον τῆς γῆς τὸν μὲν περίβολον κατασεῖσαι κατὰ πολὺ ἴσχυσαν, μοῖρά τε αὐτοῦ ἐξαπιναίως κατεπεπτώκει, οὐ μέντοι οὔτε πη ἐπὶ θάτερα τὸ πεπτωκὸς τοῦτο ἐκλίθη οὔτε τις αὐτῷ τῶν λίθων ἐπιβολὴ ξυνεταράχθη, ἀλλ' ἀκραιφνὲς ὅλον εὐθείᾳ τινὶ καταβάσει, ὥσπερ ἐκ μηχανῆς, ἐς τὸν κενωθέντα χῶρον καταβὰν ἔστη, καὶ τὴν οἰκείαν ἐφύλασσε χώραν, οὐκ ἐς ὕψος ὅσον τὰ πρότερα, ἀλλ' ἔς τι ἧσσον. κενωθέντος οὖν παντὸς τοῦ τῶν δοκῶν ἔνερθεν χώρου ὑφιζάνειν αὐτὰς ἐνταῦθα ξὺν τῇ ὑπὲρ αὐτὰς οἰκοδομίᾳ πάσῃ ξυνέβη. τοῖς δὲ Ρωμαίοις οὐδ' ὣς ἐσβατὸν ἐγεγόνει τὸ τεῖχος. ὁ γὰρ τῶν Περσῶν ὅμιλος, ἡνίκα πολὺς ξὺν τῷ Μερμερόῃ ἐνταῦθα ἦλθε, μέγα τι χρῆμα τῇ πρόσθεν οἰκοδομίᾳ ἐνθέμενοι ὑψηλὸν ἐσάγαν τὸν περίβολον ἐτεκτήναντο.
8.11.20 Ρωμαῖοι μὲν οὖν, ἐπειδὴ τοῦ περιβόλου τὸ κατασεισθὲν αὖθις ἑστηκὸς εἶδον, διηποροῦντό τε καὶ ἀμηχανίᾳ πολλῇ εἴχοντο. οὔτε γὰρ διορύσσειν ἔτι ἠδύναντο, ἐς τοῦτο ἀποκεκριμένης τῆς κατώρυχος σφίσι, κριῷ τε χρῆσθαι οὐδαμῆ εἶχον, ἐπεὶ ἐν μὲν τῷ ἀνάντει ἐτειχομάχουν, ἡ δὲ μηχανὴ αὕτη ἐφέλκεσθαι οὐχ οἵα τέ ἐστιν ὅτι μὴ ἐν χωρίῳ ὁμαλῷ τε καὶ λίαν ὑπτίῳ.
8.11.22 Τύχῃ δέ τινι ξυνεκύρησεν ἐν τούτῳ τῷ Ρωμαίων στρατῷ εἶναι βαρβάρων τῶν Σαβείρων ὀλίγους τινὰς ἐξ αἰτίας τοιᾶσδε. οἱ Σάβειροι ἔθνος μέν ἐστιν Οὐννικὸν, ᾤκηνται δὲ ἀμφὶ τὰ Καυκάσια ὄρη, πάμπολυ πλῆθος μὲν ἐσάγαν ὄντες, ἐς ἀρχὰς δὲ πολλὰς ἐπιεικῶς διῃρημένοι. τούτων δὲ τῶν ἀρχόντων οἱ μέν τινές εἰσι τῷ Ρωμαίων αὐτοκράτορι, οἱ δὲ τῷ Περσῶν βασιλεῖ ἐκ παλαιοῦ γνώριμοι. τοῖν τε βασιλέοιν ἑκάτερος χρυσίον εἰώθει τακτὸν τοῖς αὑτοῦ ἐνσπόνδοις προΐεσθαι, οὐκ ἐπέτειον μέντοι, ἀλλ' ἡνίκα ἂν ἐς τοῦτο αὐτὸν ἡ χρεία ἐνάγοι. τότε οὖν Ἰουστινιανὸς βασιλεὺς τῶν Σαβείρων τούς οἱ ἐπιτηδείους ἐς τὴν ὁμαιχμίαν παρακαλῶν ἔστειλέ τινα τὸν τὰ χρήματα παρ' αὐτοὺς κομιοῦντα. ὁ δὲ (πολεμίων γὰρ μεταξὺ ὄντων ἐς ὄρη τὰ Καυκάσια ἰέναι ξὺν τῷ ἀσφαλεῖ ἄλλως τε καὶ χρήματα ἐπαγόμενος οὐδαμῆ εἶχεν) ἀφικνεῖται μὲν παρά τε τὸν Βέσσαν καὶ τὸ Ρωμαίων στρατόπεδον, ὅπερ ἐς τὴν Πέτρας πολιορκίαν καθίστατο, παρὰ δὲ τοὺς Σαβείρους πέμψας ἐκέλευσεν αὐτῶν τινας ὅτι τάχιστα τοὺς τὰ χρήματα ληψομένους παρ' αὐτὸν ἥκειν, οἵ τε βάρβαροι τρεῖς ἀπολεξάμενοι τῶν ἐν σφίσιν ἀρχόντων, ξὺν ὀλίγοις τισὶν ἐς Λαζικὴν εὐθὺς ἔπεμψαν· οἳ δὴ ἐνταῦθα γενόμενοι ξὺν τῷ Ρωμαίων στρατῷ ἐς τήνδε τὴν τειχομαχίαν κατέστησαν. οὗτοι ἐπειδὴ Ρωμαίους εἶδον ἀπογνόντας τε καὶ ἀπορουμένους τὸ παρὸν θέσθαι, μηχανήν τινα ἐπετεχνήσαντο, οἵα οὔτε Ρωμαίων οὔτε Περσῶν τινι, ἐξ οὗ γεγόνασιν ἄνθρωποι, ἐς ἔννοιαν ἦλθε, καίτοι τεχνιτῶν μὲν πολὺς ὅμιλος ἐν ἑκατέρᾳ πολιτείᾳ γέγονέ τε ἀεὶ καὶ τανῦν ἐστιν. ἐς χρείαν δὲ πολλάκις ἐς τὸν πάντα αἰῶνα κατέστησαν τῆς μηχανῆς ἑκάτεροι ταύτης, ἐς ἐρύματά τε τειχομαχοῦντες ἐν χωρίοις σκληροῖς καὶ δυσβάτοις τισὶ κείμενα· ἀλλ' αὐτῶν οὐδενὶ τὸ ἐνθύμημα τοῦτο γεγένηται, ὅπερ τούτοις δὴ τοῖς βαρβάροις τανῦν γέγονεν· οὕτως ἀεὶ προϊόντι τῷ χρόνῳ συννεωτερίζειν τῶν πραγμάτων τὰς ἐπινοίας φιλεῖ τῶν ἀνθρώπων ἡ φύσις.
κριὸν γὰρ αὐτοσχεδιάζουσιν οἱ Σάβειροι οὗτοι, οὐχ ᾗπερ εἰώθει, ἀλλὰ καινουργήσαντες ἑτέρῳ τῳ τρόπῳ.
8.11.30 οὐ γὰρ δοκοὺς ἐς τὴν μηχανὴν ταύτην, οὐκ ὀρθὰς, οὐκ ἐγκαρσίας ἐμβέβληνται, ἀλλὰ ῥάβδους παχείας τινὰς ἐς ἀλλήλας ξυνδέοντες, καὶ αὐτὰς ἀντὶ τῶν δοκῶν πανταχόθι ἐναρμοσάμενοι, βύρσαις τε τὴν μηχανὴν καλύψαντες ὅλην τὸ τοῦ κριοῦ διεσώσαντο σχῆμα, μίαν δοκὸν μόνην, ᾗπερ εἴθισται, κατὰ μέσην τὴν μηχανὴν ἁλύσεσιν ἀναρτήσαντες χαλαραῖς τισιν, ἧσπερ τὸ ἄκρον ὀξὺ γεγενημένον καὶ σιδήρῳ περικαλυφθὲν ὥσπερ βέλους ἀκὶς ἔμελλε συχνὰ κατὰ τοῦ περιβόλου ἐμβάλλεσθαι. οὕτω δὲ κούφην τὴν μηχανὴν ἀπειργάσαντο, ὥστε οὐκέτι αὐτὴν πρὸς ἀνδρῶν τῶν ἔνδον ὄντων ἐφέλκεσθαι ἢ διωθεῖσθαι ἀναγκαῖον ἐγίνετο, ἀλλ' ἄνδρες τεσσαράκοντα, οἳ καὶ τὴν δοκὸν ἀνασύρειν τε καὶ κατὰ τοῦ περιβόλου ἐμβάλλεσθαι ἔμελλον, ἔνδον τῆς μηχανῆς ὄντες καὶ ὑπὸ τῶν βυρσῶν καλυπτόμενοι ἔφερον τὸν κριὸν ἐπὶ τῶν ὤμων οὐδενὶ πόνῳ. τρεῖς μὲν οὗτοι οἱ βάρβαροι μηχανὰς τοιαύτας εἰργάσαντο, τὰς δοκοὺς ξὺν τῷ σιδήρῳ ἐκ τῶν κριῶν ἀφελόμενοι, οὓς δὴ Ρωμαῖοι ἐν παρασκευῇ ἔχοντες οὐχ οἷοί τε ἦσαν ἐς τὸ τεῖχος ἐφέλκειν· ὑποδύντες δὲ αὐτῶν ἑκάστην οὐχ ἥσσους ἢ κατὰ τεσσαράκοντα στρατιῶται Ρωμαῖοι ἀριστίνδην ἀπολεχθέντες ὡς ἀγχοτάτω τοῦ τείχους ἔθεντο. ἑκατέρωθεν δὲ μηχανῆς ἑκάστης ἕτεροι ἵσταντο, τεθωρακισμένοι τε καὶ κράνεσι τὰς κεφαλὰς ἐς τὸ ἀκριβὲς κεκαλυμμένοι καὶ κοντοὺς ἔχοντες, ὧνπερ τὰ ἄκρα σιδηρίοις ἀγκιστροειδέσιν ἐρήρειστο, τούτου δὴ παρεσκευασμένων αὐτοῖς ἕνεκα, ὅπως, ἐπειδὰν ἡ τοῦ κριοῦ ἐς τὸν περίβολον ἐμβολὴ ξυγχέῃ τὰς τῶν λίθων ἐπιβολὰς, τούτοις δὴ τοῖς κοντοῖς περιαιρεῖν τε τοὺς ξυγχεομένους τῶν λίθων καὶ ἀπορρίπτειν δυνατοὶ εἶεν.
8.11.34 Ρωμαῖοι μὲν οὖν ἔργου εἴχοντο καὶ τὸ τεῖχος ἤδη συχναῖς ταῖς ἐμβολαῖς κατεσείετο, οἱ δὲ τῶν μηχανῶν ἐφ' ἑκάτερα ὄντες τοῖς ἀγκιστροειδέσι κοντοῖς τῶν λίθων τοὺς ξυνταρασσομένους ἀπὸ τῆς κατὰ τὴν οἰκοδομίαν ξυνθήκης ἐρρίπτουν, ἁλώσεσθαί τε ἡ πόλις αὐτίκα δὴ μάλα ἐπίδοξος ἦν. οἱ δὲ Πέρσαι ἐπενόουν τάδε. ξύλινον πύργον, ὅσπερ αὐτοῖς ἐκ παλαιοῦ παρεσκεύαστο, καθύπερθεν τοῦ περιβόλου ἐτίθεντο, ἀνδρῶν ἔμπλεων τῶν ἐν σφίσι μαχιμωτάτων, ἥλοις τε σιδηροῖς καὶ θώραξι τάς τε κεφαλὰς καὶ τὸ ἄλλο σῶμα περιβαλόντων. ἀγγεῖα δὲ θείου τε καὶ ἀσφάλτου ἐμπλησάμενοι καὶ φαρμάκου, ὅπερ Μῆδοι μὲν νάφθαν καλοῦσιν, Ἕλληνες δὲ Μηδείας ἔλαιον, πυρί τε ταῦτα ὑφάψαντες ἐπὶ τὰς μηχανὰς τῶν κριῶν ἔβαλλον, ἅσπερ ὀλίγου ἐμπιπράναι πάσας ἐδέησαν. ἀλλ' οἱ παρὰ ταύτας, ὥσπερ μοι ἐρρήθη, ἑστῶτες, τοῖς κοντοῖς, ὧνπερ ἐπεμνήσθην ἀρτίως, ἐνδελεχέστατα περιαιροῦντες τὰ βαλλόμενα καὶ περικαθαίροντες, ἅπαντα ἐς τὸ ἔδαφος ἐκ τῶν μηχανῶν εὐθὺς ἐρρίπτουν. οὐκ ἐπὶ πολὺ δὲ πρὸς τὸ ἔργον τοῦτο ἀνθέξειν ὑπώπτευον. τὸ γὰρ πῦρ οὗ προσψαύσειεν ἐνεπίμπρα αὐτίκα, εἰ μὴ εὐθυωρὸν ἀποβληθείη. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε.
8.11.39 Βέσσας δὲ αὐτὸς τεθωρακισμένος καὶ ἅπαν ἐξοπλίσας τὸ στράτευμα κλίμακας πολλὰς ἐς τὸ πεπτωκὸς τοῦ τείχους προῆγε. καὶ λόγῳ τοσοῦτον παραθαρρύνας, ὅσον μὴ ἀμβλῦναι τοῦ καιροῦ τὴν ἀκμὴν, ἔργοις τῆς παρακελεύσεως τὰ λοιπὰ ἔνειμεν. ἀνὴρ γὰρ πλέον ἢ ἑβδομήκοντα γεγονὼς ἐτῶν καὶ παντάπασιν ἔξωρος ὢν ἤδη πρῶτος ἐπέβη τῆς κλίμακος. ἐνταῦθα μάχη καὶ ἀρετῆς ἐπίδειξις γίνεται Ρωμαίοις τε καὶ Πέρσαις οἵαν ἔγωγε κατὰ τοῦτον τὸν χρόνον οὐδαμῆ οἶμαι ξυνενεχθῆναι. τὸ μὲν γὰρ βαρβάρων πλῆθος εἰς δισχιλίους καὶ τριακοσίους ξυνῄει, Ρωμαῖοι δὲ ἐς ἑξακισχιλίους ἐτύγχανον ὄντες. καὶ αὐτῶν ἑκατέρωθεν ὅσοι οὐ διεφθάρησαν τραυματίαι σχεδόν τι γεγόνασι πάντες, ὀλίγοις τε λίαν ἐπ' ἀθῴοις τοῖς σώμασι περιεῖναι ξυνέβη. Ρωμαῖοι μὲν οὖν τὴν ἀνάβασιν ἐβιάζοντο δυνάμει τῇ πάσῃ, Πέρσαι δὲ αὐτοὺς πόνῳ πολλῷ ἀπεκρούοντο. ἀμφοτέρωθεν δὲ κτεινομένων πολλῶν οὐ μακράν που ἐγένοντο τοῦ ἀπεῶσθαι τὸν κίνδυνον Πέρσαι. ὠθισμοῦ γὰρ πολλοῦ ἐν τῇ τῶν κλιμάκων ὑπερβολῇ γεγενημένου ἄλλοι τε Ρωμαίων συχνοὶ ἅτε πολεμίοις καθύπερθεν οὖσι μαχόμενοι ἔθνησκον καὶ Βέσσας ὁ στρατηγὸς ἐς τὸ ἔδαφος πεσὼν ἔκειτο. καὶ τότε δὴ κραυγῆς ἐξαισίας πρὸς ἀμφοτέρων γεγενημένης οἱ μὲν βάρβαροι πανταχόθεν ξυρρέοντες ἐπ' αὐτὸν ἔβαλον, οἱ δὲ δορυφόροι ξυνέστησάν τε σπουδῇ ἀμφ' αὐτὸν καὶ κράνη μὲν ἐν ταῖς κεφαλαῖς ἔχοντες, θώρακας δὲ ἀμπεχόμενοι πάντες, ἔτι μέντοι καθύπερθεν ταῖς ἀσπίσι φραξάμενοι καὶ ἐν χρῷ ξυνιόντες ἀλλήλοις, ὀροφῆς αὐτῷ σχῆμα ἐποίουν καὶ τόν τε στρατηγὸν ὡς ἀσφαλέστατα ἔκρυψαν καὶ τὰ βαλλόμενα παντὶ σθένει ἀπεκρούοντο. καὶ πάταγος μὲν τῶν ἀεὶ πεμπομένων κἀν ταῖς ἀσπίσιν τε καὶ τοῖς ἄλλοις ὅπλοις ἀποκαυλιζομένων πολὺς ἐγεγόνει, κραυγῇ δὲ καὶ ἄσθματι καὶ ταλαιπωρίᾳ ἕκαστος εἴχετο. Ρωμαῖοί τε ἅπαντες τῷ στρατηγῷ ἀμύνειν ἐν σπουδῇ ἔχοντες ἔβαλον ἐς τὸ τεῖχος, οὐδένα ἀνιέντες καιρὸν, καὶ ταύτῃ τοὺς πολεμίους ἀνέστελλον. τότε δὴ ὁ Βέσσας (οὐδὲ γὰρ ἐξανίστασθαι εἶχε, τῆς ὁπλίσεως ἀντιστατούσης, ἄλλως τε καὶ τοῦ σώματός οἱ οὐκ εὐσταλοῦς ὄντος, ἦν γὰρ οὗτος ἀνὴρ εὔσαρκός τε καὶ, ὅπερ ἐρρήθη, ἐσχατογέρων) οὐκ ἐς ἀμηχανίαν ἐξέπεσε, καίπερ ἐς τοσοῦτον κινδύνου ἥκων, ἀλλὰ βουλεύεταί τι ἐκ τοῦ αἰφνιδίου, ᾧπερ αὑτόν τε καὶ τὰ Ρωμαίων πράγματα διασώσασθαι ἔσχε. τοῖς γὰρ δορυφόροις ἐπέστελλε σύρειν τε αὐτὸν ἐκ ποδὸς καὶ ὡς ἀπωτάτω τοῦ τείχους ἐφέλκειν. οἱ δὲ κατὰ ταῦτα ἐποίουν. καὶ αὐτὸν οἱ μὲν ἔσυρον, οἱ δὲ ξὺν αὐτῷ ὑπεχώρουν, τὰς μὲν ἀσπίδας ὕπερθεν ἐπ' ἀλλήλους ἔχοντες, τοσαύτην δὲ ποιούμενοι βάδισιν, ὅσον ἐκεῖνος ἐσύρετο, ὡς μὴ ἀπαρακάλυπτος γεγονὼς πρὸς τῶν πολεμίων βληθείη. ἐπειδὴ δὲ ὁ Βέσσας ἐν τῷ ἀσφαλεῖ ἐγεγόνει, ἐξανίστατό τε καὶ παρακελευσάμενος ἐπὶ τὸ τεῖχος ᾔει, τῆς τε κλίμακος ἐπιβατεύσας αὖθις ἐπὶ τὴν ἀνάβασιν ὥρμητο.
8.11.52 ἐπισπόμενοι δὲ Ρωμαῖοι πάντες ἔργα ἐς τοὺς πολεμίους ἐπεδείκνυντο ἀρετῆς ἄξια. περίφοβοί τε γενόμενοι Πέρσαι καιρὸν σφίσι τινὰ τοὺς ἐναντίους διδόναι ᾔτουν, ὅπως συσκευασάμενοι ἀπαλλάσσωνται τὴν πόλιν ἐνδόντες. Βέσσας δὲ δολώσεις αὐτοὺς ἐπιτεχνάσασθαι ὑποτοπάζων, ὅπως μεταξὺ κρατύνωνται τὸ τοῦ περιβόλου ὀχύρωμα, τὴν μὲν ξυμβολὴν καταπαύειν ἔφη οὐχ οἷός τε εἶναι, τοὺς δὲ ἀμφὶ τῇ ὁμολογίᾳ βουλομένους αὐτῷ ξυγγενέσθαι, τῶν στρατοπέδων μαχομένων, οὐδέν τι ἧσσον εἰς ἑτέραν τινὰ ξὺν αὐτῷ ἰέναι τοῦ τείχους μοῖραν, δείξας τι χωρίον αὐτοῖς. τῶν δὲ οὐκ ἐνδεχομένων τὸν λόγον γίνεται μὲν αὖθις καρτερά τις μάχη καὶ ὠθισμὸς πολὺς, ἔτι δὲ ἀγχωμάλου τῆς ξυμβολῆς οὔσης ξυνηνέχθη τὸ τεῖχος ἑτέρωθι, οὗπερ διορύξαντες Ρωμαῖοι πρότερον ἔτυχον, ἐξαπιναίως καταπεσεῖν. ἐνταῦθα οὖν πολλοὶ ἐξ ἀμφοτέρων ξυνέρρεον. καὶ Ρωμαῖοι μὲν πλήθει τοὺς πολεμίους παρὰ πολὺ ὑπεραίροντες, καίπερ δίχα διῃρημένοι, πολλῷ ἔτι μᾶλλον βάλλοντές τε καὶ ὠθοῦντες καρτερώτατα τοῖς ἐναντίοις ἐνέκειντο. Πέρσαι δὲ οὐκέτι ὁμοίως ἀντεῖχον, ἑκατέρωθι βιαζόμενοι, ἀλλὰ διαιρεθεῖσα ἡ ὀλιγανθρωπία ἐς ἄμφω τὰ μέρη διαφανὴς ἦν. οὕτω δὲ πονουμένων ἀμφοτέρων ἔτι τῶν στρατευμάτων καὶ οὔτε Περσῶν ἀποκρούεσθαι δυναμένων ἐγκειμένους σφίσι τοὺς πολεμίους οὔτε Ρωμαίων βιάζεσθαι παντάπασι τὴν εἴσοδον οἵων τε ὄντων, νεανίας ἀνὴρ, Ἀρμένιος γένος, Ἰωάννης ὄνομα, Θωμᾶ υἱὸς, ὅνπερ ἐπίκλησιν ἐκάλουν Γούζην, τὰ μὲν καταπεπτωκότα τοῦ περιβόλου καὶ τοὺς ἐνταῦθα ὠθισμοὺς εἴασεν, Ἀρμενίων δὲ τῶν οἱ ἑπομένων ἐπαγαγόμενος ὀλίγους τινὰς διὰ τοῦ κρημνώδους, ᾗπερ ἅπαντες τὴν πόλιν ἀνάλωτον εἶναι ὑπώπτευον, βιασάμενος ἀνέβη τοὺς ταύτῃ φρουρούς. κατά τε τὰς ἐπάλξεις γενόμενος ἕνα Περσῶν τῶν τῇδε ἀμυνομένων, ὅσπερ μαχιμώτατος ἐδόκει εἶναι, δόρατι ἔκτεινεν. ἐσβατόν τε Ρωμαίοις ξυνηνέχθη τρόπῳ τοιῷδε.
8.11.59 Πέρσαι, οἳ ἐν πύργῳ τῷ ξυλίνῳ ἑστήκεσαν, μέγα τι χρῆμα τῶν πυρφόρων ἀγγείων ὑφῆψαν, ὅπως τῶν βαλλομένων τῷ περιόντι καταφλέξαι αὐτοῖς ἀνδράσι τὰς μηχανὰς οἷοί τε ὦσιν, οὐ δυναμένων τῶν ἀμυνομένων ἅπαντα τοῖς κοντοῖς διωθεῖσθαι. πνεῦμα δὲ νότου σκληρόν τε καὶ ὑπερφυὲς ἄγαν ἐξαπιναίως ἐξ ἐναντίας αὐτοῖς ξὺν πολλῷ πατάγῳ ἐπιπεσὸν, τῶν τοῦ πύργου σανίδων ἀμηγέπη μιᾶς ἥψατο. οὐ ξυνιέντων δὲ αὐτίκα τῶν ἐνταῦθα Περσῶν (πόνῳ γὰρ καὶ θορύβῳ καὶ δέει καὶ ταραχῇ ἀμέτρῳ εἴχοντο ἅπαντες, ἥ τε ἀνάγκη αὐτοῖς παρῃρεῖτο τὴν αἴσθησιν) ἡ φλὸξ κατὰ βραχὺ αἰρομένη τῷ τε τῆς Μηδείας ἐπωνύμῳ ἐλαίῳ καὶ οἷσπερ ἄλλοις ἐξήρτυτο τὸν πύργον ὅλον καὶ Πέρσας τοὺς ἐνταῦθα ἐνέπρησεν. ἐξηνθρακωμένοι τε ἅπαντες ἔπεσον, οἱ μὲν ἐντὸς τοῦ περιβόλου, οἱ δὲ τούτου ἐκτὸς, ἵνα δὴ αἵ τε μηχαναὶ καὶ οἱ ἀμφ' αὐτὰς Ρωμαῖοι ἑστήκεσαν· οὕτω δὲ καὶ οἱ ἄλλοι Ρωμαῖοι, ὅσοι δὴ ἐς τοῦ περιβόλου τὰ καταπεπτωκότα ἐμάχοντο, ἐνδιδόντων σφίσι τῶν πολεμίων ἔς τε ὀλιγωρίαν ἐμπεπτωκότων, ἐντὸς τοῦ περιβόλου ἐγένοντο, καὶ κατ' ἄκρας ἡ Πέτρα ἑάλω. τῶν μὲν οὖν Περσῶν ἐς πεντακοσίους ἐς τὴν ἀκρόπολιν ἀναδραμόντες καὶ τὸ ἐκείνῃ καταλαβόντες ὀχύρωμα ἡσυχῆ ἔμενον, τοὺς δὲ ἄλλους Ρωμαῖοι, ὅσους οὐκ ἔκτειναν ἐν τῇ ξυμβολῇ, ἐζώγρησαν ἅπαντας ἐς τριάκοντα καὶ ἑπτακοσίους μάλιστα ὄντας. καὶ αὐτῶν ὀκτὼ μὲν καὶ δέκα ἀκραιφνεῖς εὗρον, οἱ δὲ λοιποὶ ἅπαντες τραυματίαι ὄντες ἐτύγχανον. ἔπεσον δὲ καὶ Ρωμαίων πολλοί τε καὶ ἄριστοι, καὶ Ἰωάννης ὁ Θωμᾶ υἱὸς, λίθῳ τὴν κεφαλὴν ἐν τῇ ἐς τὴν πόλιν εἰσόδῳ πρός του τῶν βαρβάρων βληθεὶς ἔργα τε θαυμαστὰ ἐς τοὺς πολεμίους ἐπιδειξάμενος.

8.12.1 Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Ρωμαῖοι τῶν βαρβάρων τοὺς τὴν ἀκρόπολιν καταλαβόντας πολιορκοῦντες λόγους προὔφερον, τήν τε σωτηρίαν αὐτοῖς προτεινόμενοι καὶ τὰ πιστὰ δώσειν ὑπὲρ τούτων ὁμολογοῦντες, ταύτῃ Πέρσας καραδοκοῦντες σφᾶς αὐτοὺς ἐγχειριεῖν σφίσιν. οἱ δὲ αὐτῶν οὐκ ἐνδεχόμενοι τοὺς λόγους ἐς ἀντίστασιν εἶδον, καίπερ οὐκ ἐπὶ πολὺ ἀνθέξειν τῇ ταλαιπωρίᾳ οἰόμενοι, ἀλλὰ δι' ἀρετὴν θανατῶντες. Βέσσας δὲ αὐτοὺς ἀποστῆσαι τῆς γνώμης ἐθέλων ἀντικαταστῆσαί τε ἐς τὴν τῆς σωτηρίας ἐπιθυμίαν, τῶν τινα Ρωμαίων στρατιωτῶν ὡς πλησιαίτατα αὐτοῖς ἰέναι κελεύει παραίνεσίν τέ τινα ἐς τοὺς ἀνθρώπους ποιήσασθαι, δηλώσας ὅσα δὴ ἐς αὐτοὺς εἰπεῖν βούλοιτο. καὶ ὃς ἀγχοτάτω γενόμενος ἔλεξε τοιάδε
«Τί πεπονθότες ἐφ' ὑμῖν αὐτοῖς, ὦ βέλτιστοι Πέρσαι, τὸν ὄλεθρον διατείνεσθε τοῦτον, ἐπιτηδεύοντες τὰ θανάσιμα σπουδῇ ἀλογίστῳ καὶ τῆς ἀρετῆς τὰ ἐπιτηδεύματα διαφανῶς ἀτιμάζοντες; οὐ γάρ ἐστιν ἀνδρεῖον τὸ τοῖς ἀμηχάνοις ἀντιστατεῖν, οὐδὲ ξυνετὸν τὸ μὴ βούλεσθαι τοῖς κεκρατηκόσιν ὑπείκειν· οὐδὲ μὴν ἄδοξον τὸ τύχῃ τῇ παρούσῃ ἑπομένους βιῶναι.
8.12.5 ἀνάγκη γὰρ οὐδὲ ἀγαθῆς τινος ἐλπίδος τυχοῦσα τὴν ἀτιμίαν ἐκφεύγει δικαίως, ἢν καὶ τῶν ἔργων περιβάλληται τὰ αἰσχρότατα. κακῷ γὰρ τῷ ἀμηχάνῳ τὸ σύγγνωμον ἕπεσθαι πέφυκε. μὴ τοίνυν τὴν ἀπόνοιαν ἐν προὔπτῳ ζηλοῦτε κινδύνῳ, μηδὲ τῆς σωτηρίας τὴν ἀλαζονείαν ἀλλάξασθε, ἀλλ' ἐνθυμεῖσθε ὡς ἀναβιώσεσθαι μὲν τοὺς τετελευτηκότας ἀδύνατον, οἱ δὲ περιόντες καὶ χρόνῳ διαχρήσονται σφᾶς αὐτοὺς ὕστερον, ἤν γε τοῦτο κρεῖσσον εἶναι δοκῇ. βουλεύσασθε οὖν τὴν ὑστάτην βουλὴν καὶ περισκοπεῖσθε τὰ ξύμφορα, ἐκεῖνο εἰδότες, ὡς ταῦτα ἂν τῶν βουλευμάτων τὰ βέλτιστα εἴη ἐν οἷς τὸ μεταμέλειν τοῖς βουλευσαμένοις ἐν ἐξουσίᾳ ἔσται. ὡς ἡμεῖς γε ὑμᾶς καὶ ζυγομαχοῦντας οἰκτείρομεν καὶ θανατώντων φειδόμεθα καὶ πρὸς τὸν βίον ἐνδιαθρυπτομένους τε καὶ βλακεύοντας ἐλεεῖν ἀξιοῦμεν, ᾗ Ρωμαίοις Χριστιανοῖς νόμος. ἄλλο τε ὑμῖν περιέσται οὐδὲν, πλήν γε δὴ ὅτι τὴν πολιτείαν ἐπὶ τὰ βελτίω μεταβαλόντες Ἰουστινιανὸν ἀντὶ Χοσρόου κύριον ἕξετε· ὑπὲρ γὰρ τούτων ὑμῖν καὶ τὰ πιστὰ δώσειν ὁμολογοῦμεν. μὴ τοίνυν ὑμᾶς αὐτοὺς διαχρήσησθε, παρὸν σώζεσθαι. οὐ γὰρ εὐτυχὲς ἐμφιλοχωρεῖν τοῖς δεινοῖς ἐπ' οὐδεμιᾷ τὸ παράπαν ὀνήσει, ἐπεὶ οὐκ ἀνδραγαθίζεσθαι, ἀλλὰ θανατᾶν τοῦτό γε. γενναῖος δὲ ὃς ἂν ἐγκαρτερῇ τὰ δεινότατα, ἡνίκα τι προσδοκᾷ ἀπ' αὐτοῦ χρήσιμον. οὐ γὰρ ἐπαινοῦσι τὴν ἑκούσιον τελευτὴν ἄνθρωποι, ἔνθα δή τις ἐπίκειται κρείσσων τῷ κατ' αὐτὴν κινδύνῳ ἐλπὶς, ἀλλὰ βίου μὲν καταστροφὴ ἄχρηστος ἄνοια προπετὴς, τὸ δὲ εἰς θάνατον ἀνόητον θράσος τοῦ δραστηρίου πρόσχημα οὐκ εὐπρεπὲς τοῖς γε σώφροσιν εἶναι δοκεῖ. καίτοι καὶ τοῦτο ἐκλογίζεσθαι χρὴ, μή τι δόξητε καὶ εἰς τὸ θεῖον ἀγνωμονεῖν. εἰ γὰρ ἀπολεῖν ἐβούλετο, ὦ ἄνδρες, ὑμᾶς, οὐκ ἂν, οἶμαι, παραδεδώκει τοῖς διασώζειν ἐφιεμένοις. τὰ μὲν οὖν παρ' ἡμῶν τοιαῦτά ἐστι. βουλεύσεσθε δὲ ὑμεῖς δηλονότι, ὧνπερ ἀξίοις ὑμῖν ξυμβαίνει εἶναι.»
8.12.14 Ἡ μὲν παραίνεσις ταύτῃ πη εἶχε. Πέρσαι δὲ τοὺς λόγους οὐδὲ ὅσον ἀκοῇ δέχεσθαι ἤθελον, ἀλλ' ἐθελοκωφοῦντες ὅτι δὴ οὐκ ἐπαΐοιεν προσεποιοῦντο. καὶ τότε, τοῦ στρατηγοῦ ἐγκελευσαμένου, Ρωμαῖοι πῦρ τῇ ἀκροπόλει ἐμβέβληνται, τῷ τρόπῳ τούτῳ ἐνδώσειν τὰ σώματα σφίσι τοὺς πολεμίους οἰόμενοι. τῆς δὲ φλογὸς ἐπὶ μέγα χωρούσης οἱ βάρβαροι, τοῦ πάθους αὐτοῖς ἐν ὀφθαλμοῖς ὄντος, ἐξεπιστάμενοι ὅτι δὴ σφίσιν αὐτίκα δὴ μάλα τετεφρῶσθαι ξυμβήσεται, ἐλπίδα οὐδεμίαν ἔχοντες, οὐδὲ εἰδότες καθ' ὅ τι σωθήσονται ἀμυνόμενοι, οὐδ' ὣς ὑποχείριοι τοῖς πολεμίοις γενέσθαι ἤθελον, ἀλλὰ ξὺν τῇ ἀκροπόλει εὐθὺς ἅπαντες, θαυμάζοντος τὰ ποιούμενα τοῦ Ρωμαίων στρατοῦ, καταφλεγόμενοι διεφθάρησαν. δι' ὅσης τε σπουδῆς ὁ Χοσρόης Λαζικὴν ἦγε, τηνικάδε φανερὸν γέγονεν· ὅς γε στρατιώτας μὲν τοὺς πάντων λογιμωτάτους ἀπολεξάμενος ἐν τῷ τῆς Πέτρας κατεστήσατο φυλακτηρίῳ, ὅπλα δὲ κατέθετο τοσαῦτα τὸ πλῆθος, ὥστε ληϊσαμένων αὐτὰ Ρωμαίων στρατιώτῃ ἑκάστῳ πέντε ἀνδρῶν ἐπιβαλεῖν σκευὴν, καίτοι κἀν τῇ ἀκροπόλει πολλὰ καυθῆναι ξυνέβη. εὕρηται δὲ καὶ σίτου καὶ τεταριχευμένων κρεῶν μέγα τι χρῆμα καὶ τῶν ἄλλων ἐπιτηδείων, ὅσα δὴ ἔμελλε πενταετὲς τοῖς πολιορκουμένοις πᾶσιν ἐπαρκέσειν. οἶνον δὲ οὐκ ἔτυχον ἐνταῦθα καταθέμενοι Πέρσαι, πλήν γε ὅτι τόν τε ὀξίνην καὶ διαρκῆ κύαμον. ἐπεὶ δὲ καὶ ὕδωρ ἐκ τοῦ ὀχετοῦ ἐπιρρέον ἐνταῦθα Ρωμαῖοι εὗρον, ἐν θαύματι μεγάλῳ γενόμενοι διηποροῦντο, ἕως τὸν πάντα λόγον ἀμφὶ τοῖς κρυφίοις ὀχετοῖς ἔμαθον. ὅ τι δὲ τοῦτό ἐστιν αὐτίκα δηλώσω.
8.12.21 Ἡνίκα Πέτραν ὁ Χοσρόης ἑλὼν τῇδε τὸ φυλακτήριον κατεστήσατο, εὖ εἰδὼς ὡς Ρωμαῖοι προσεδρεύσουσι μὲν αὐτῇ μηχανῇ πάσῃ, εὐθὺς δὲ διελεῖν τὴν ὀχεταγωγίαν μελλήσει οὐδεμιᾷ ἐγχειρήσουσιν, ἐπενόει τοιάδε. τοῦτο δὴ τὸ ὕδωρ, ὅπερ ἐς τὴν πόλιν εἰσήγετο, ἐς τρεῖς διελὼν μοίρας κατώρυχά τε βαθεῖαν κομιδῆ ποιησάμενος, ὀχετοὺς ἐτεκτήνατο τρεῖς, τὸν ἕνα μὲν κάτω ἐς τῆς κατώρυχος ταύτης τὰ ἔσχατα, κόπρῳ καὶ λίθοις καλύψας ἄχρι ἐς τὰ τῆς κατώρυχος μέσα· ἐνταῦθά τε κρύψας τὸν δεύτερον, ὕπερθεν τὸν τρίτον ἐδείματο, ὑπὲρ γῆς τε ὄντα καὶ ὁρατὸν πᾶσιν· ὥστε τριώροφον κεκρυμμένως τὸν ὀχετὸν εἶναι. ὧνπερ οὐ ξυνέντες κατ' ἀρχὰς τῆς πολιορκίας Ρωμαῖοι τοῦτον δὴ τὸν διαφανῆ ὀχετὸν διελόντες, ἐπίπροσθέν τε οὐκ ἐπεξαγαγόντες τὸν ἐπὶ διώρυχι πόνον, ἀλλὰ τοῦ ἔργου πρὸ τῆς ἐνθένδε ἀπωλείας ἀποπαυσάμενοι, ᾤοντο ἐνδεῖν τοῖς πολιορκουμένοις τὸ ὕδωρ, σφαλλούσης αὐτοῖς τὴν διάνοιαν τῆς παρὰ τὸ πονεῖσθαι ὀλιγωρίας. τῆς δὲ προσεδρείας μηκυνομένης, τῶν τινας πολεμίων λαβόντες Ρωμαῖοι ἔμαθον ἐκ τοῦ ὀχετοῦ τοὺς πολιορκουμένους ὑδρεύεσθαι. κατορύξαντες τοίνυν τὸν χῶρον εὑρίσκουσι τὸν δεύτερον ὀχετὸν ἐνταῦθά πη ὄντα, καὶ τοῦτον διελόντες αὐτίκα ᾤοντο ταύτῃ πᾶσαν κατειργάσθαι τῶν πολεμίων τὴν δύναμιν, οὐδὲ τοῖς δευτέροις ἐν τῇ ἀπ' αὐτῶν διδασκαλίᾳ παιδευθέντες τὰ πρότερα. ἐπεὶ δὲ καὶ τὴν πόλιν ἑλόντες ἐπιρρέον, ὥσπερ μοι ἐρρήθη, ἐκ τοῦ ὀχετοῦ τὸ ὕδωρ εἶδον, ἐθαύμαζόν τε καὶ ἀπορίᾳ πολλῇ εἴχοντο. τὸ δὲ γεγονὸς παρὰ τῶν αἰχμαλώτων ἀκούσαντες, τῆς τε τῶν πολεμίων ἐς τὰ ἔργα ἐπιμελείας καὶ τῆς σφετέρας παρὰ τοὺς πόνους ὀλιγωρίας ὀπίσω τῶν πραγμάτων ᾐσθάνοντο. τοὺς μὲν οὖν αἰχμαλώτους ἅπαντας ὁ Βέσσας εὐθὺς βασιλεῖ ἔπεμψε, τὸν δὲ Πέτρας περίβολον ἐς ἔδαφος καθεῖλεν, ὡς μὴ πράγματα οἱ πολέμιοι σφίσιν αὖθις παρέχωνται.
8.12.29 καὶ αὐτὸν βασιλεὺς ἀποδεδειγμένης τῆς ἀρετῆς ἐπῄνεσεν ἐς τὰ μάλιστα καὶ τῆς εὐβουλίας, ὅτι δὴ ὅλον καθεῖλε τὸ τεῖχος. γέγονεν οὖν ὁ Βέσσας αὖθις οἷς τε εὐημέρησεν οἷς τε ἀρετῆς πεποίηται δήλωσιν ἀπόβλεπτος ἐς πάντας ἀνθρώπους. ἡνίκα μὲν γὰρ ἐπὶ τῷ Ρώμης φυλακτηρίῳ ἐτέτακτο, ἐλπίδα Ρωμαῖοι πολλὴν ἐπ' αὐτῷ εἶχον ἅτε ἀνδρειοτάτῳ διαγεγονότι τὰ πρότερα. ἐπεὶ δὲ αὐτῷ ἐνταῦθα δεδυστυχηκέναι ξυνέπεσε, Ρώμης τε οὕτω τοῖς Γότθοις ἁλούσης, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, καὶ διεφθαρμένου ἐκ τοῦ ἐπὶ πλεῖστον Ρωμαίων τοῦ γένους, βασιλεὺς μὲν Ἰουστινιανὸς οὕτω δὴ ἐς Βυζάντιον ἀναστρέψαντα στρατηγὸν κατεστήσατο ἐπὶ Πέρσας αὐτόν.
8.12.33 διέσυρον δὲ τὴν πρᾶξιν ὡς εἰπεῖν ἅπαντες καὶ τὰ βασιλεῖ βεβουλευμένα ἐχλεύαζον, εἰ τῷ Βέσσᾳ τούτῳ, Γότθων τε ἡσσηθέντι κατὰ κράτος καὶ τυμβογέροντι γεγενημένῳ, πόλεμον τὸν Μηδικὸν ἐγχειρίσειεν ἐπὶ δυσμαῖς βίου. ἀλλὰ τούτων σχεδόν τι ἅπασι δεδογμένων, εὐτυχίᾳ τε καὶ ἀρετῇ τοιᾷδε τῷ στρατηγῷ τῷδε ξυνηνέχθη χρῆσθαι. οὕτως ἄρα οὐχ ᾗπερ τοῖς ἀνθρώποις δοκεῖ, ἀλλὰ τῇ ἐκ θεοῦ ῥοπῇ πρυτανεύεται τὰ ἀνθρώπεια, ὃ δὴ τύχην εἰώθασι καλεῖν ἄνθρωποι, οὐκ εἰδότες ὅτου δὴ ἕνεκα ταύτῃ πρόεισι τὰ ξυμβαίνοντα, ᾗπερ αὐτοῖς ἔνδηλα γίνεται. τῷ γὰρ παραλόγῳ δοκοῦντι εἶναι φιλεῖ τὸ τῆς τύχης ὄνομα προσχωρεῖν. ἀλλὰ ταῦτα μὲν ὥς πη ἑκάστῳ φίλον, ταύτῃ δοκείτω.
https://byzantium.gr/
8.13.1 Μερμερόης δὲ, δείσας μή τι Πέτρᾳ τε καὶ Πέρσαις τοῖς τῇδε ἀπολελειμμένοις φλαῦρον διὰ χρόνου μῆκος ξυμβαίη, ἄρας παντὶ τῷ στρατῷ ἐνταῦθα ᾔει, ἐπεὶ αὐτὸν ὁ καιρὸς μετὰ τὴν τοῦ χειμῶνος ὥραν ἐς τοῦτο ἐνῆγε. μεταξὺ δὲ τὰ ξυμπεσόντα μαθὼν ἅπαντα τῆς μὲν ὁδοῦ ταύτης τὸ παράπαν ἀπέσχετο, εὖ εἰδὼς ὅτι δὴ ἐκτὸς ποταμοῦ Φάσιδος ἄλλο τι χωρίον Λαζοῖς ὅτι μὴ τὸ ἐν Πέτρᾳ οὐκ ἦν. ἀναστρέψας δὲ καὶ καταλαβὼν τὰς ἐξ Ἰβηρίας ἐπὶ γῆν τὴν Κολχίδα εἰσόδους, ἵνα δὴ ὁ Φᾶσις διαβατός ἐστιν, αὐτόν τε πεζῇ διαμείψας καὶ οὐχ ἥκιστα ποταμὸν, Ρέοντα ὄνομα, οὐδὲ αὐτὸν ἐκείνῃ ναυσίπορον ὄντα, τοῦ τε Φάσιδος ἐν δεξιᾷ ταύτῃ γενόμενος ἐπὶ πόλιν, Ἀρχαιόπολιν ὄνομα, ἣ πρώτη τε καὶ μεγίστη ἐν Λαζοῖς ἐστιν, ἐπῆγε τὸ στράτευμα. ἦσαν δὲ ὀλίγων χωρὶς ἱππεῖς ἅπαντες, καὶ αὐτοῖς ἐλέφαντες ὀκτὼ εἵποντο. ἐφ' ὧν δὴ ἔμελλον ἱστάμενοι Πέρσαι τοὺς πολεμίους ὥσπερ ἐκ πύργων κατὰ κορυφῆς ἐνθένδε βάλλειν. ὥστε εἰκότως ἄν τις Περσῶν τὴν ἐς τοὺς πολέμους ταλαιπωρίαν τε καὶ ἐπιτέχνησιν ἀγασθείη, οἵ γε τὴν ἐξ Ἰβηρίας ἐς τὴν Κολχίδα ὁδὸν φέρουσαν, κρημνώδεσί τε νάπαις καὶ δυσχωρίαις λοχμώδεσι πανταχόθι ξυνεχομένην, ὕλαις τε οὕτως ἀμφιλαφέσι καλυπτομένην, ὡς καὶ ἀνδρὶ εὐζώνῳ δοκεῖν ἀπόρευτον τὰ πρότερα εἶναι, οὕτως ὁμαλῆ κατεστήσαντο ὥστε οὐχ ὅσον τὴν ἵππον αὐτῶν ὅλην πόνῳ οὐδενὶ ἐνθένδε ἰέναι, ἀλλὰ καὶ τῶν ἐλεφάντων ὅσους βούλοιντο ἐπαγομένους ταύτῃ στρατεύειν. ἦλθον δὲ αὐτοῖς καὶ σύμμαχοι Οὖννοι ἐκ τῶν Σαβείρων καλουμένων δισχίλιοί τε καὶ μύριοι.
8.13.7 ἀλλὰ δείσας ὁ Μερμερόης μὴ ἐς πλῆθος τοσοῦτον ὄντες οἱ βάρβαροι οὗτοι μήτε τι αὐτῷ ὑπακούειν ἐπαγγέλλοντι ἐθελήσωσιν, ἀλλὰ καί τι ἀνήκεστον ἐς τὸ Περσῶν στράτευμα δράσωσι, τετρακισχιλίους μὲν ξυστρατεύεσθαι σφίσιν εἴασε, τοὺς δὲ λοιποὺς χρήμασι πολλοῖς δωρησάμενος ἐς τὰ πάτρια ἤθη ἀφῆκεν ἰέναι. ὁ δὲ Ρωμαίων στρατὸς δισχίλιοι μὲν καὶ μύριοι ἦσαν, οὐ μὴν ἀγηγερμένοι ἐς ταὐτὸ ἅπαντες, ἀλλ' ἐν μὲν τῷ ἐν Ἀρχαιοπόλει φυλακτηρίῳ τρισχίλιοι ἦσαν, ὧν Ὀδόναχός τε καὶ Βάβας ἦρχον, ἄμφω ἀγαθοὶ τὰ πολέμια· οἱ δὲ δὴ ἄλλοι ἐντὸς τῶν ἐκβολῶν ποταμοῦ Φάσιδος ἐνστρατοπεδευσάμενοι ἔμενον, ἐκεῖνο διανοούμενοι, ὥστε ἤν πη ἐπισκήψῃ ὁ τῶν πολεμίων στρατὸς, αὐτοὶ ἐνθένδε ἐξανιστάμενοι βοηθοῖεν δυνάμει τῇ πάσῃ. ἦρχον δὲ αὐτῶν Βενῖλός τε καὶ Οὐλίγαγος.
8.13.10 ξυνῆν δὲ αὐτοῖς καὶ Οὐαράζης ὁ Περσαρμένιος, ἄρτι ἐξ Ἰταλίας ἥκων. ᾧ δὴ Τζάνοι ὀκτακόσιοι εἵποντο.
8.13.11 Βέσσας γὰρ, ἐπειδὴ τάχιστα τὴν Πέτραν εἷλε, πονεῖν μὲν ἔτι οὐδαμῆ ἤθελεν, ἐς δὲ Ποντικοὺς καὶ Ἀρμενίους ἀποχωρήσας ἐπεμελεῖτο ὡς ἔνι μάλιστα τῶν ἀπὸ τῆς ἀρχῆς αὐτοῦ πόρων, ταύτῃ τε τῇ σμικρολογίᾳ τὰ Ρωμαίων αὖθις πράγματα ἔσφηλεν. εἰ γὰρ εὐθὺς τότε νενικηκὼς, ᾗπέρ μοι εἴρηται, καὶ τὴν Πέτραν ἑλὼν ἐς τὰ Λαζῶν τε καὶ Ἰβήρων ὅρια ἦλθε καὶ τὰς ἐκείνῃ δυσχωρίας ἐφράξατο, οὐκ ἄν, μοι δοκεῖ, ἔτι Περσῶν στράτευμα ἐς Λαζικὴν ᾔει. νῦν δὲ ὁ στρατηγὸς οὗτος τοῦ πόνου τούτου ὀλιγωρήσας μόνον οὐχὶ τοῖς πολεμίοις Λαζικὴν αὐτοχειρὶ παραδέδωκε, τῆς ἐκ βασιλέως ὀργῆς ὀλίγα φροντίσας. εἰώθει γὰρ Ἰουστινιανὸς βασιλεὺς ἐπιχωρεῖν τὰ πολλὰ τοῖς ἄρχουσιν ἁμαρτάνουσι, καὶ ἀπ' αὐτοῦ ἔς τε τὴν δίαιταν καὶ τὴν πολιτείαν ἐκ τοῦ ἐπὶ πλεῖστον παρανομοῦντες ἡλίσκοντο.
8.13.15 Ἦν δὲ Λαζῶν φρούρια δύο πρὸς αὐτοῖς μάλιστα τοῖς Ἰβηρίας ὁρίοις, Σκάνδα τε καὶ Σαραπανίς. ἅπερ ἐν δυσχωρίαις κείμενα χαλεπαῖς τισι καὶ ὅλως δυσκόλοις δυσπρόσοδα ὑπερφυῶς ὄντα ἐτύγχανε. ταῦτα Λαζοὶ μὲν τὸ παλαιὸν πόνῳ πολλῷ ἐφρούρουν, ἐπεὶ ἐνταῦθα τῶν ἐδωδίμων τὸ παράπαν οὐδὲν φύεται, ἀλλὰ φέροντες ἄνθρωποι ἐπὶ τῶν ὤμων τὰ ἐπιτήδεια ἐσεκομίζοντο. βασιλεὺς δὲ Ἰουστινιανὸς κατ' ἀρχὰς τοῦδε τοῦ πολέμου Λαζοὺς ἀναστήσας ἐνθένδε Ρωμαίων φρουρὰν στρατιωτῶν κατεστήσατο. οἳ δὴ οὐ πολλῷ ὕστερον, πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, τὰ φρούρια ταῦτα ἐξέλιπον, ἐπεὶ αὐτοὶ μὲν ἐλύμοις ἀποζῆν ὥσπερ οἱ Κόλχοι ἐς πλείω χρόνον, οὐκ εἰωθὸς σφίσιν, ὡς ἥκιστα εἶχον, Λαζοὶ δὲ αὐτοῖς μακρὰν ὁδὸν πορευόμενοι φέροντές τε τὰ ἐπιτήδεια πάντα οὐκέτι ἀντεῖχον. Πέρσαι δὲ αὐτὰ καταλαβόντες ἔσχον, ἔν τε ταῖς σπονδαῖς αὐτὰ Ρωμαῖοι ἀπέλαβον τὰς ἀντιδόσεις Βώλου τε τοῦ φρουρίου καὶ τοῦ Φαραγγίου πεποιημένοι, ὥσπερ μοι ταῦτα ἐν τοῖς ἔμπροσθεν λόγοις πάντα ἐρρήθη. Λαζοὶ μὲν οὖν ταῦτα τὰ φρούρια ἐς ἔδαφος καθεῖλον, ὡς μὴ αὐτὰ Πέρσαι ἐπιτειχίσματα κατὰ σφῶν ἔχοιεν. Πέρσαι δὲ αὐτοῖν θάτερον, ὅπερ Σκάνδα καλοῦσιν, αὖθις οἰκοδομησάμενοι ἔσχον, ὅ τε Μερμερόης ἐπίπροσθεν ἦγε τὸν Μήδων στρατόν.
8.13.21 Ἦν δὲ πόλις ἐν τῷ πεδίῳ, Ροδόπολις ὄνομα, ἥπερ ὑπηντίαζε πρώτη τοῖς ἐς τὴν Κολχίδα ἐξ Ἰβηρίας ἐσβάλλουσιν, εὐέφοδός τε καὶ ἐπιμαχωτάτη ἐς τὰ μάλιστα. διὸ δὴ αὐτὴν πολλῷ πρότερον δείσαντες Λαζοὶ τὴν Περσῶν ἔφοδον ἐς ἔδαφος καθεῖλον. ὅπερ ἐπεὶ οἱ Πέρσαι ἔμαθον, εὐθὺ Ἀρχαιοπόλεως ᾔεσαν. γνοὺς δὲ ὁ Μερμερόης τοὺς πολεμίους ἀμφὶ τὰς ἐκβολὰς ἐνστρατοπεδεύεσθαι ποταμοῦ Φάσιδος ἐπ' αὐτοὺς ἤλαυνεν. ἄμεινον γάρ οἱ ἔδοξεν εἶναι τούτους πρότερον ἐξελόντι οὕτω δὴ ἐς τῆς Ἀρχαιοπόλεως τὴν πολιορκίαν καθίστασθαι, ὡς μὴ ὄπισθεν αὐτοὶ ἰόντες κακουργήσωσι τὸ Περσῶν στράτευμα. ὡς ἀγχοτάτω δὲ τοῦ Ἀρχαιοπόλεως περιβόλου γενόμενος ἠσπάσατο ἐρεσχελῶν τε τοὺς ταύτῃ Ρωμαίους, καί τι νεανιευσάμενος ὡς αὐτίκα δὴ μάλα ἐπανήξει σφίσι. βουλομένῳ γάρ οἱ αὐτῷ ἔφασκεν εἶναι Ρωμαίους τοὺς ἄλλους προσειπεῖν πρότερον, οἳ δὴ ἐνστρατοπεδεύονται ἀμφὶ ποταμὸν Φᾶσιν. οἱ δὲ ἀποκρινάμενοι ἰέναι μὲν αὐτὸν ἐκέλευον ὅπη βούλοιτο, ἰσχυρίσαντο μέντοι ὡς, ἢν τοῖς ἐκείνῃ Ρωμαίοις ἐντύχῃ, οὐ μή ποτε αὐτοῖς ἐπανήξει. ταῦτα ἐπεὶ οἱ τοῦ Ρωμαίων στρατοῦ ἄρχοντες ἔμαθον, κατωρρώδησάν τε καὶ ἥσσους οἰόμενοι εἶναι ἢ φέρειν τῶν ἐπιόντων τὴν δύναμιν ἐς τὰς σφίσι παρεσκευασμένας ἀκάτους ἐμβάντες ποταμὸν Φᾶσιν διεπορθμεύσαντο ἅπαντες, τῶν σφίσι παρόντων ἐπιτηδείων, ὅσα μὲν διακομίζειν οἷοί τε ἦσαν, ἐν ταῖς ἀκάτοις ἐνθέμενοι, τὰ δὲ ἄλλα ἐς τὸν ποταμὸν ἐμβεβλημένοι, ὅπως μὴ αὐτοῖς οἱ πολέμιοι τρυφᾶν δύνωνται. γενόμενος οὖν ἐνταῦθα παντὶ τῷ στρατῷ ὁ Μερμερόης οὐ πολλῷ ὕστερον, ἔρημόν τε παντάπασιν ἰδὼν τὸ τῶν πολεμίων στρατόπεδον ἤσχαλλέ τε καὶ ἀπορούμενος ἐδυσφορεῖτο. καύσας τε τὸ Ρωμαίων χαράκωμα καὶ τῷ θυμῷ ζέων ἀνέστρεφεν αὐτίκα καὶ τὸ στράτευμα ἐπὶ τὴν Ἀρχαιόπολιν ἦγε.

8.14.1 Κεῖται δὲ Ἀρχαιόπολις ἐπὶ λόφου τινὸς σκληροῦ ἐσάγαν, καὶ ποταμὸς αὐτὴν παραρρεῖ ἐξ ὀρῶν κατιὼν, ἅπερ τῆς πόλεως καθύπερθέν ἐστι. πύλαι δὲ αὐτῇ αἱ μὲν κάτω εἰσὶ, φέρουσαι παρὰ τοῦ λόφου τὴν ὑπώρειαν, οὐκ ἀπρόσοδοι μέντοι, ἀλλ' ὅσον ἄνοδον ἐκ τοῦ πεδίου τινὰ ἐς αὐτὰς οὐχ ὁμαλῆ εἶναι· αἱ δὲ ἄνω ἐς τὸ κρημνῶδες ἐξάγουσαι αὐτὰς δυσπρόσοδοι ἐσάγαν εἰσί. χῶροι γὰρ λοχμώδεις πρὸ τούτων τῶν πυλῶν εἰσιν, ἐπὶ πλεῖστον διήκοντες. ἐπεί τε ὕδατος ἄλλου τοῖς τῇδε ᾠκημένοις οὐδαμῆ μέτεστι, τείχη δύο ἐνθένδε οἱ τὴν πόλιν δειμάμενοι ἄχρι ἐς τὸν ποταμὸν ἐτεκτήναντο, ὅπως ἂν σφίσιν ἐν τῷ ἀσφαλεῖ τὸ τοῦ ποταμοῦ ὕδωρ ἀρύεσθαι δυνατὰ εἴη. Μερμερόης οὖν παντὶ σθένει τειχομαχεῖν ἐνταῦθα σπουδάζων τε καὶ διατεινόμενος ἐποίει τάδε. πρῶτα μὲν τοῖς Σαβείροις ἐπήγγειλε κριοὺς παμπληθεῖς ἐργάζεσθαι, οἵους ἂν φέρειν ἄνθρωποι ἐπὶ τῶν ὤμων δυνατοὶ εἶεν, ἐπεὶ μηχανὰς μὲν τὰς συνειθισμένας τρόπῳ οὐδενὶ ἐς Ἀρχαιοπόλεως τὸν περίβολον ἐπάγεσθαι εἶχε, κατὰ τὸν τοῦ ὄρους πρόποδα κείμενον, ἠκηκόει δὲ ὅσα τοῖς Ρωμαίων ἐνσπόνδοις Σαβείροις ἀμφὶ τὸ Πέτρας τεῖχος ἐργασθείη οὐ πολλῷ ἔμπροσθεν, καὶ τοῖς ἐπινενοημένοις ἑπόμενος τὴν ἐκ τῆς πείρας ὠφέλειαν μετῄει.
8.14.5 οἱ δὲ τὰ ἐπαγγελλόμενα ἐποίουν. κριούς τε αὐτίκα συχνοὺς ἐτεκτήναντο, ᾗπέρ μοι ἔναγχος Ρωμαίοις εἰργάσθαι Σαβείρους ἐρρήθη. ἔπειτα δὲ τοὺς μὲν Δολομίτας καλουμένους κατὰ τῆς πόλεως τὰ κρημνώδη στέλλει ἐνοχλεῖν ἐπιστείλας τοὺς ταύτῃ πολεμίους δυνάμει τῇ πάσῃ. οἱ δὲ Δολομῖται οὗτοι βάρβαροι μέν εἰσιν, ᾠκημένοι ἐν Πέρσαις μέσοις, οὐ μὴν κατήκοοι γεγόνασι βασιλέως τοῦ Περσῶν πώποτε. ἱδρυμένοι γὰρ ἐν ὄρεσιν ἀποτόμοις τε καὶ ὅλως ἀβάτοις αὐτόνομοι ὄντες ἐκ παλαιοῦ διαγεγόνασιν ἐς τόδε τοῦ χρόνου· μισθαρνοῦντες δὲ ἀεὶ συστρατεύουσι Πέρσαις ἐπὶ πολεμίους τοὺς σφετέρους ἰοῦσι. καὶ πεζοὶ μέν εἰσιν ἅπαντες, ξίφος τε καὶ ἀσπίδα φέρων ἕκαστος καὶ ἀκόντια ἐν ταῖς χερσὶ τρία. θεῖν δὲ λίαν ἔν τε τοῖς κρημνοῖς καὶ τῶν ὀρῶν ταῖς ὑπερβολαῖς ἐξεπίστανται, ὥσπερ ἐν πεδίῳ ὑπτίῳ. καὶ διὰ τοῦτο Μερμερόης αὐτοὺς τῇδε τειχομαχεῖν ἔταξεν, αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ ἐπὶ πύλας τὰς κάτω τούς τε κριοὺς καὶ τοὺς ἐλέφαντας ἐπαγόμενος ᾔει. οἱ μὲν οὖν Πέρσαι ξὺν τοῖς Σαβείροις ἐς τὸ τεῖχος συχνὰ βάλλοντες, τοῖς τε τοξεύμασι καλύψαντες τὸν ταύτῃ ἀέρα, οὐ μακράν που ἐγένοντο ἀναγκάσαι τοὺς ἐνταῦθα Ρωμαίους ἐκλιπεῖν τὰς ἐπάλξεις. οἱ δὲ Δολομῖται τὰ δοράτια ἐκ τῶν κρημνῶν ἐκτὸς τοῦ περιβόλου ἐσακοντίζοντες πολλῷ ἔτι μᾶλλον τοὺς κατ' αὐτοὺς πολεμίους ἐλύπουν. πανταχόθι τε Ρωμαίοις τὰ πράγματα πονηρά τε καὶ κινδύνων ἔμπλεα ἐγεγόνει, ἔσχατα ἐσχάτων κακὰ πάσχουσι.
8.14.14 Τότε δὴ Ὀδόναχός τε καὶ Βάβας, εἴτε ἀρετὴν ἐνδεικνύμενοι εἴτε τῶν στρατιωτῶν ἀποπειρᾶσθαι βουλόμενοι, ἢ καί τι αὐτοὺς θεῖον ἐκίνησεν, εἴασαν μὲν τῶν στρατιωτῶν ὀλίγους τινὰς, οἷς δὴ ἐπέστελλον ἀπὸ τῶν ἐπάλξεων τοὺς τειχομαχοῦντας ἀμύνασθαι, τοὺς πλείστους δὲ ξυγκαλέσαντες βραχεῖάν τινα παρακέλευσιν ἐποιήσαντο καὶ ἔλεξαν τάδε «Τὸν μὲν παρόντα κίνδυνον, ἄνδρες συστρατιῶται, καὶ τὴν περιλαβοῦσαν ἡμᾶς ἀνάγκην ὁρᾶτε. δεῖ δὲ ἡμᾶς τούτοις δὴ τοῖς κακοῖς ὡς ἥκιστα εἴκειν. τοὺς γὰρ εἰς ἀπόγνωσιν σωτηρίας ἐλθόντας τοῦτο ἂν διασώσασθαι δύναιτο μόνον, τὸ μὴ τῆς σωτηρίας ἐφίεσθαι· ἐπεὶ τῷ φιλοψύχῳ τὸ διαφθείρεσθαι ἐκ τοῦ ἐπὶ πλεῖστον ἕπεσθαι πέφυκε. καὶ τόδε δὲ ὑμᾶς ἐννοεῖν ἐν τοῖς παροῦσι δεινοῖς δεήσει, ὡς ἐκ τῶν ἐπάλξεων τῶνδε ἀμυνομένοις τοὺς πολεμίους οὐκ ἐν βεβαίῳ τὰ τῆς σωτηρίας ἡμῖν κείσεται, ἢν καὶ τὴν ἀγωνίαν ὡς προθυμότατα διενέγκωμεν. μάχη γὰρ ἐκ διεστηκότων ξυνισταμένη ἀνδραγαθίζεσθαι οὐδενὶ ξυγχωρεῖ, ἀλλ' ἐς τὸ τῆς τύχης ὡς τὰ πολλὰ περιίσταται κράτος. ἢν μέντοι ἡ ξυμβολὴ ξυσταδὸν γένηται, τά τε τῆς προθυμίας ἐκ τοῦ ἐπὶ πλεῖστον κρατήσει καὶ μετὰ τῆς ἀνδρίας ἡ νίκη χωρήσει. ἄνευ δὲ τούτων εὐημερήσαντες μὲν ἐν τῇ ξυμβολῇ οἱ ἀπὸ τοῦ περιβόλου μαχόμενοι οὐδὲν ἄν τι τῆς εὐημερίας ἀπόναιντο μέγα, ἐπεὶ ἐν μὲν τῷ παραυτίκα τοὺς πολεμίους σφίσιν ἀπεῶσθαι ξυμβαίνει, ἐς δὲ τὴν ὑστεραίαν ὁ κίνδυνος αὖθις ἐν ἀκμῇ γίνεται, καὶ κατὰ μικρὸν δὲ σφαλέντες αὐτοῖς, ὡς τὸ εἰκὸς, συνδιαφθείρονται τοῖς ὀχυρώμασιν. ἐκ χειρὸς δὲ τοὺς ἐναντίους νενικηκότες ἐν τῷ ἀσφαλεῖ τὴν σωτηρίαν τὸ λοιπὸν ἕξουσιν. ὧν ἐνθυμηθέντες ἴωμεν ἐπὶ τοὺς πολεμίους προθυμίᾳ τῇ πάσῃ, τὴν ἄνωθεν ἐπικουρίαν ἐπαγαγόμενοι, εὐέλπιδές τε τῇ προσπεσούσῃ τανῦν ἀπογνώσει γεγενημένοι.
8.14.21 τοὺς γὰρ ἐλπίδα σωτηρίας τινὸς ἐν σφίσιν αὐτοῖς οὐδαμῆ ἔχοντας τὸ θεῖον ἀεὶ διασώζεσθαι μάλιστα εἴωθε.»
8.14.22 Τοσαῦτα Ὀδόναχός τε καὶ Βάβας παρακελευσάμενοι τάς τε πύλας ἀνέῳγον καὶ τὸ στράτευμα δρόμῳ ἐξῆγον, ὀλίγων ἀπολελειμμένων ἐνταῦθά τινων ἐξ αἰτίας τοιᾶσδε.
8.14.23 τῶν τις Λαζῶν τῇ προτεραίᾳ, λόγιμος μὲν ὢν ἐν τούτῳ τῷ ἔθνει, ἐν Ἀρχαιοπόλει δὲ ᾠκημένος, ἔπρασσε πρὸς Μερμερόην ἐπὶ τῇ πατρίδι προδοσίας πέρι. ὁ δέ οἱ ἄλλο οὐδὲν ἐπήγγελλε χαρίζεσθαι Πέρσαις, πλήν γε δὴ ὅπως, ἡνίκα ἐς τειχομαχίαν καθιστῶνται, τὰ οἰκία ἐμπρήσῃ λάθρα, ἔνθα ὅ τε σῖτος καὶ τὰ λοιπὰ τῶν ἐπιτηδείων ἀπέκειτο. ἐπέστελλε δὲ ταῦτα, δυοῖν γενήσεσθαι τὸ ἕτερον λογισάμενος· ἢ γὰρ Ρωμαίους περὶ τὸ πῦρ τοῦτο σπουδάζοντάς τε καὶ διατριβὴν ποιουμένους ἐνδώσειν σφίσι κατ' ἐξουσίαν ἐπιβατεύειν τοῦ περιβόλου, ἢ τειχομαχοῦντας ἀποκρούεσθαι βουλομένους Πέρσας ταῦτα δὴ τὰ οἰκία ἐν ὀλιγωρίᾳ ποιήσεσθαι· καιομένων δὲ τῷ τρόπῳ τούτῳ τοῦ τε σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων πόνῳ σφᾶς οὐδενὶ πολιορκίᾳ ἐν χρόνῳ ὀλίγῳ Ἀρχαιόπολιν ἐξαιρήσειν. τοιαύτῃ μὲν γνώμῃ ὁ Μερμερόης τούτῳ δὴ τῷ Λαζῷ ταῦτα ἐπέστελλεν· ὁ δέ οἱ τὴν ἐπίταξιν ὡμολόγει ἐπιτελῆ δράσειν, ἡνίκα τὴν τειχομαχίαν ἀκμάζουσαν ἴδῃ, πῦρ ὡς λαθραιότατα τοῖς δωματίοις τούτοις ἐνάψας. αἰρομένην δὲ τὴν φλόγα ἐξαπιναίως Ρωμαῖοι ἰδόντες ὀλίγοι μέν τινες ἐβοήθουν ἐνταῦθα, καὶ πόνῳ πολλῷ τὸ πῦρ ἔσβεσαν ἀμηγέπη λυμηνάμενον, οἱ δὲ λοιποὶ ἅπαντες, ὥσπερ ἐρρήθη, ἐπὶ τοὺς πολεμίους ἐχώρησαν. ἐμπεσόντες δὲ αὐτοῖς ἐκ τοῦ αἰφνιδίου καὶ τῷ ἀπροσδοκήτῳ ἐκπλήξαντες πολλοὺς ἔκτεινον, οὔτε ἀμυνομένους οὔτε χεῖρας αὐτοῖς ἀνταίρειν τολμῶντας. Πέρσαι γὰρ ὀλίγους κομιδῆ τοὺς πολεμίους ὄντας ἐπεξιέναι σφίσιν ἐν ἐλπίδι οὐδεμιᾷ ἔχοντες ἀλλήλων διεστηκότες ὡς ἐς τειχομαχίαν ἐτετάχατο ξὺν ἀκοσμίᾳ. καὶ οἱ μὲν ἐπὶ τῶν ὤμων τοὺς κριοὺς φέροντες ἄνοπλοί τε καὶ τὰ ἐς μάχην ἀπαράσκευοι, ὡς τὸ εἰκὸς, ἦσαν, οἱ δὲ δὴ ἄλλοι τὰ τόξα ἐντεταμένα ἐν χερσὶν ἔχοντες συσταδὸν ἐγκειμένους τοὺς πολεμίους ἀμύνεσθαι μηχανῇ οὐδεμιᾷ εἶχον. οὕτω δὴ κόπτοντες Ρωμαῖοι ἐπιστροφάδην αὐτοὺς διεχρῶντο. ξυνέβη δὲ τότε καὶ τῶν ἐλεφάντων ἕνα πληγέντα, ὡς ἔνιοί φασιν, ἢ ἀπὸ ταὐτομάτου ξυνταραχθέντα, περιστρέφεσθαί τε οὐδενὶ κόσμῳ καὶ ἀναχαιτίζειν, καὶ τοὺς μὲν ἐπιβάτας ῥίπτειν, τῶν δὲ δὴ ἄλλων τὴν τάξιν ἐκλύειν. καὶ ἀπ' αὐτοῦ οἱ μὲν βάρβαροι ἀνεπόδιζον, Ρωμαῖοι δὲ ἀδεέστερον τοὺς ἐν ποσὶν ἀεὶ διεχρῶντο. θαυμάσειε δ' ἄν τις ἐνταῦθα δικαίως, εἰ Ρωμαῖοι μὲν, ἐξεπιστάμενοι καθ' ὅ τι χρὴ ἀποκρούσασθαι τῶν πολεμίων τὴν διὰ τῶν ἐλεφάντων ἐπίθεσιν, τῶν δεόντων οὐδὲν ἔδρασαν, τοῖς παροῦσι δηλονότι ξυνταραχθέντες, ἀπὸ ταὐτομάτου δὲ τὸ τοιοῦτον σφίσι ξυνηνέχθη γενέσθαι. ὅ τι δὲ τοῦτό ἐστιν, αὐτίκα δηλώσω.
8.14.35 Ἡνίκα Χοσρόης τε καὶ ὁ Μήδων στρατὸς ἐτειχομάχουν ἀμφὶ τὸν Ἐδέσσης περίβολον, τῶν τις ἐλεφάντων, ἐπιβεβηκότος οἱ ὁμίλου πολλοῦ τῶν ἐν Πέρσαις μαχιμωτάτων, ἀγχοῦ τοῦ περιβόλου γενόμενος ἐπίδοξος ἦν ὅτι δὴ δι' ὀλίγου βιασάμενος τοὺς ἀπὸ τοῦ ἐκείνῃ πύργου ἀμυνομένους ἅτε κατὰ κορυφὴν συχνὰ βαλλομένους τὴν πόλιν αἱρήσει. ἐδόκει γάρ τις μηχανὴ τὸ τοιοῦτον ἑλέπολις εἶναι. ἀλλὰ Ρωμαῖοι χοῖρον ἐκ τοῦ πύργου ἐπικρεμάσαντες τὸν κίνδυνον τοῦτον διέφυγον. κραυγμὸν γάρ τινα, ὢν, ὡς τὸ εἰκὸς, ἠρτημένος, ὁ χοῖρος ἐνθένδε ἠφίει, ὅνπερ ὁ ἐλέφας ἀχθόμενος ἀνεχαίτιζε καὶ κατὰ βραχὺ ἀναποδίζων ὀπίσω ἐχώρει.
8.14.38 ἐκεῖνο μὲν οὖν ταύτῃ ἐχώρησε. νῦν δὲ τὸ παρειμένον τῇ Ρωμαίων ὀλιγωρίᾳ ἡ τύχη ἐπλήρου. ἀλλ' ἐπειδὴ Ἐδέσσης ἐμνήσθην, οὐ σιωπήσομαι τὸ ἐκείνῃ τέρας πρὸ τοῦδε τοῦ πολέμου ξυνενεχθέν. ἡνίκα γὰρ ὁ Χοσρόης λύειν ἔμελλε τὰς ἀπεράντους καλουμένας σπονδὰς, γυνή τις ἐν πόλει βρέφος ἐκύει τὰ μὲν ἄλλα ἐπιεικῶς ἀνθρωπόμορφον, δύο δέ τοι κεφαλὰς ἔχον.
8.14.40 ὃ δὴ τοῖς ἀποβεβηκόσι φανερὸν γέγονεν. Ἔδεσσά τε γὰρ καὶ ἡ ἑῴα σχεδόν τι πᾶσα καὶ πρὸς βορρᾶν ἄνεμον ἡ πολλὴ Ρωμαίων ἀρχὴ βασιλεῦσι περιμάχητος δυοῖν γέγονε. ταῦτα μὲν οὖν τῇδε ξυνέπεσεν. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.
Τῆς δὲ ταραχῆς οὕτως ἐπιπεσούσης τῷ Μήδων στρατῷ, ὅσοι δὴ αὐτῶν ὄπισθεν ἐτετάχατο, τὴν μὲν ταραχὴν τῶν ἔμπροσθεν ὄντων θεώμενοι, τὸ δὲ ξυμβεβηκὸς οὐδαμῆ πεπυσμένοι, κατωρρώδησαν, ἔς τε ὑπαγωγὴν ξὺν πολλῇ ἀκοσμίᾳ ἐτράποντο. ταὐτὸ δὲ τοῦτο καὶ οἱ Δολομῖται παθόντες (ἐξ ὑπερδεξίων γὰρ μαχόμενοι τὰ ποιούμενα πάντα ἑώρων) αἰσχράν τινα φυγὴν ἔφευγον, ἥ τε τροπὴ λαμπρὰ ἐγεγόνει. καὶ τετρακισχίλιοι μὲν τῶν βαρβάρων αὐτοῦ ἔπεσον, ἐν τοῖς καὶ τῶν ἀρχόντων τρεῖς τετύχηκεν εἶναι, τέσσαρα δὲ τῶν Περσικῶν σημείων Ρωμαῖοι εἷλον, ἅπερ εὐθὺς ἐς Βυζάντιον βασιλεῖ ἔπεμψαν. ἵππους δέ φασιν αὐτῶν οὐχ ἥσσους ἢ ἐς δισμυρίους ἀπολωλέναι, οὐ βληθέντας οὐδὲ πληγέντας πρὸς τῶν πολεμίων, ἀλλὰ μακρὰν μὲν ὁδὸν πορευθέντας, κόπῳ δὲ ὡμιληκότας ἐν ταύτῃ πολλῷ, τροφῶν δὲ, ἐπεὶ ἐν Λαζικῇ ἐγένοντο, ὡς ἥκιστα ἐς κόρον ἐλθόντας, οὕτω τε λιμῷ καὶ ἀσθενείᾳ πιεζομένους πολλῇ διεφθάρθαι.
8.14.45 Ταύτης δὲ τῆς πείρας ὁ Μερμερόης ἀποτυχὼν παντὶ τῷ στρατῷ ἐς Μοχήρησιν ἀπεχώρησεν, ἐπεὶ καὶ Ἀρχαιοπόλεως ἀποτυχόντες, Λαζικῆς τῆς ἄλλης τὴν ἐπικράτησιν ἐκ τοῦ ἐπὶ πλεῖστον οἱ Πέρσαι εἶχον. Ἀρχαιοπόλεως δὲ ἡ Μοχήρησις ἡμέρας μιᾶς ὁδῷ ἀπέχει, πολλὰς καὶ πολυανθρώπους κώμας ἔχουσα. καὶ γῆς τῆς Κολχίδος αὕτη μάλιστα ἡ ἀρίστη ἐστίν· ἐπεὶ καὶ οἶνος ἐνταῦθα καὶ οἱ ἄλλοι καρποὶ ἀγαθοὶ φύονται, καίτοι τά γε ἄλλα τῆς Λαζικῆς οὐ ταύτῃ ἔχει. ταύτην παραρρεῖ τὴν χώραν ποταμὸς, Ρέων ὄνομα, οὗ δὴ καὶ φρούριον ᾠκοδομήσαντο ἐκ παλαιοῦ Κόλχοι, οὗπερ ὕστερον αὐτοὶ τὸ πλεῖστον ἐς ἔδαφος καθεῖλον, ἐπεὶ ἐν πεδίῳ κείμενον ἐσάγαν ὑπτίῳ εὐέφοδον σφίσιν ἔδοξεν εἶναι. Κοτιάϊον δὲ τότε τὸ φρούριον ὠνομάζετο τῇ Ἑλλήνων φωνῇ, νῦν μέντοι Κόταϊς αὐτὸ καλοῦσι Λαζοὶ τῇ τῆς φωνῆς ἀγνοίᾳ τὴν τοῦ ὀνόματος διαφθείροντες ἁρμονίαν. ταῦτα μὲν Ἀριανὸς οὕτως ἱστόρησεν. ἕτεροι δέ φασι πόλιν τε γεγονέναι ἐν τοῖς ἄνω χρόνοις τὸ χωρίον καὶ Κοίταιον καλεῖσθαι· ἔνθεν τε τὸν Αἰήτην ὡρμῆσθαι, καὶ ἀπ' αὐτοῦ τοὺς ποιητὰς αὐτόν τε Κοιταϊέα καὶ γῆν τὴν Κολχίδα Κοιταΐδα καλεῖν. τοῦτο Μερμερόης τανῦν ἀνοικοδομήσασθαι ἐν σπουδῇ ἔχων, ἐπεὶ οὐδεμίαν παρασκευὴν τοῦ ἔργου εἶχεν, ἅμα δὲ καὶ ὁ χειμὼν ἤδη ἐνέκειτο, ξύλινα τοῦ φρουρίου ὅσα καταπεπτώκει ὡς τάχιστα ποιησάμενος αὐτοῦ ἔμενε. τοῦ δὲ Κόταϊς ἄγχιστα φρούριον ἐχυρώτατόν ἐστιν, Οὐθιμέρεος ὄνομα· ἐν ᾧ δὴ φυλακτήριον ἐς τὸ ἀκριβὲς οἱ Λαζοὶ εἶχον. μετεῖχον δὲ σφίσι τῆς τοῦ φρουρίου φυλακῆς καὶ Ρωμαῖοι στρατιῶται ὀλίγοι τινές. ὁ μὲν οὖν Μερμερόης τῷ παντὶ στρατῷ ἐνταῦθα καθῆστο, γῆς τε τῆς Κολχίδος τὰ κάλλιστα ἔχων, ἐμπόδιός τε τοῖς ἐναντίοις γινόμενος ἐς τὸ Οὐθιμέρεος φρούριον τῶν ἐπιτηδείων τι ἐσκομίζεσθαι, ἢ ἐς χώραν τήν τε Σουανίαν καὶ τὴν Σκυμνίαν καλουμένην ἰέναι, καίπερ σφίσιν αὐτῆς κατηκόου οὔσης. πολεμίων γὰρ ἐν Μοχηρήσιδι ὄντων, Λαζοῖς τε καὶ Ρωμαίοις ὁδοῦ ἀποκεκλεῖσθαι τῆς εἰς τὰ ταύτῃ χωρία ξυμβαίνει. τὰ μὲν οὖν στρατόπεδα ἐπὶ Λαζικῆς ἐφέρετο τῇδε.

8.15.1 Ἐν δὲ Βυζαντίῳ ὁ Χοσρόου πρεσβευτὴς Ἰσδιγούσνας ἀμφὶ τῇ εἰρήνῃ ἐς λόγους Ἰουστινιανῷ βασιλεῖ ξυνιὼν πολύ τι χρόνου κατέτριψε μῆκος. πολλά τε διαφιλονεικήσαντες ἐν ὑστάτῳ ξυνέβησαν, ἐφ' ᾧ πενταετῆ μὲν τὴν ἐκεχειρίαν ἐν τῇ ἑκατέρου βασιλέως ἐπικρατείᾳ εἶναι, φοιτῶντας δὲ παρ' ἀλλήλους ἑκατέρωθεν καὶ ἀδεῶς ἐπικηρυκευομένους ἐν τούτῳ τῷ χρόνῳ τά τε ἀμφὶ Λαζικῇ καὶ Σαρακηνοῖς διάφορα διοικήσασθαι. ξυνέκειτο δὲ Πέρσας πρὸς Ρωμαίων λαβεῖν ὑπὲρ μὲν τῆς ἐκεχειρίας τῶν πέντε τούτων ἐνιαυτῶν κεντηνάρια χρυσοῦ εἴκοσιν, ὑπὲρ δὲ μηνῶν ὀκτωκαίδεκα, οὓς δὴ μετὰ τὴν προτέραν ἐκεχειρίαν ἐς ταύτην διαδραμεῖν μεταξὺ ἔτυχεν, ἕως ἑκάτεροι παρ' ἀλλήλους ἐπρέσβευον, ἕτερα κεντηνάρια ἕξ. ἐπὶ τούτῳ γὰρ ἔφασκον Πέρσαι καὶ τοὺς ὑπὲρ τῶν σπονδῶν λόγους ξυγκεχωρηκέναι γενέσθαι. ταῦτα δὲ τὰ εἴκοσι κεντηνάρια Ἰσδιγούσνας μὲν αὐτόθεν ἠξίου κομίζεσθαι, βασιλεὺς δὲ ἤθελεν ἐς ἕκαστον ἔτος τέτταρα δοῦναι, τούτου δὴ ἕνεκα, τοῦ μὴ παραβῆναι τὰς ξυνθήκας Χοσρόην ἐνέχυρον ἔχειν. ὕστερον μέντοι τὸ ξυγκείμενον ἅπαν χρυσίον Ρωμαῖοι Πέρσαις εὐθὺς ἔδοσαν, τοῦ μὴ δοκεῖν δασμοὺς ἀνὰ πᾶν ἔτος αὐτοῖς ἀποφέρειν. τὰ γὰρ αἰσχρὰ ὀνόματα, οὐ τὰ πράγματα, εἰώθασιν ἄνθρωποι ἐκ τοῦ ἐπὶ πλεῖστον αἰσχύνεσθαι.
8.15.8 ἦν δέ τις ἐν Πέρσαις Βερσαβοῦς ὄνομα, λόγιμός τε διαφερόντως καὶ Χοσρόῃ βασιλεῖ ἐς τὰ μάλιστα φίλος. ὅνπερ ποτὲ Βαλεριανὸς ἐν Ἀρμενίοις παραπεπτωκότα ἐν ξυμβολῇ δορυάλωτον εἷλεν, ἔς τε Βυζάντιον αὐτίκα βασιλεῖ ἔπεμψε. καὶ αὐτῷ χρόνος πολὺς φυλασσομένῳ ἐνταῦθα ἐτρίβη. βουλομένῳ τε ἦν τῷ Χοσρόῃ χρημάτων ὑπὲρ αὐτοῦ προΐεσθαι πλῆθος, ὅπως τὸν Βερσαβοῦν ἐπανήκοντα ἴδῃ ἐς τὰ Περσῶν ἤθη. ἀλλὰ νῦν ἐξαιτησαμένου αὐτὸν Ἰσδιγούσνα Ἰουστινιανὸς βασιλεὺς τὸν ἄνδρα ἀφῆκεν. ἐπηγγέλλετο γὰρ βασιλεῖ ὁ πρεσβευτὴς οὗτος ἀναπείσειν Χοσρόην, ἐκ τῆς Λαζικῆς ἀναστῆσαι τὸ Περσῶν στράτευμα. ἐγένετο δὲ ἡ ἐκεχειρία ἥδε Ρωμαίοις τε καὶ Πέρσαις, πέμπτον τε καὶ εἰκοστὸν ἐνιαυτὸν Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος. ταύταις δὲ ταῖς σπονδαῖς Ρωμαίων οἱ πλεῖστοι ἐπιεικῶς ἤχθοντο. καὶ εἰ μὲν δικαίαν τινὰ ἢ ἀλόγιστον ἐποιοῦντο τὴν μέμψιν, οἷά γε τὰ τῶν ἀρχομένων, οὐκ ἔχω εἰπεῖν.
8.15.14 Ἔλεγον δὲ ὅτι δὴ Λαζικῆς βεβαιότατα πρὸς Περσῶν ἀρχομένης αἱ ξυνθῆκαι αὗται γεγόνασιν, ὡς μή τις πενταετὲς αὐτοὺς ἐνοχλήσῃ, ἀλλ' ἀδεέστερόν τε καὶ ἀπονώτερον γῆς τῆς Κολχίδος τὰ κάλλιστα πάντα τοῦτον τὸν χρόνον ἐνοικεῖν δύνωνται. ὅθεν αὐτοὺς τὸ λοιπὸν ἐξελάσαι οὐδεμιᾷ Ρωμαῖοι ἐς ἅπαντα τὸν αἰῶνα μηχανῇ ἕξουσιν, ἀλλὰ καὶ τὸ Βυζάντιον ἐνθένδε Πέρσαις εὐέφοδον τὸ λοιπὸν ἔσται. ταῦτα οὖν ἀποσκοποῦντες οἱ πολλοὶ ἤσχαλλον καὶ δυσφορούμενοι διηποροῦντο. καὶ ὅτι Πέρσαι τὸ ἐκ παλαιοῦ μὲν σφίσιν ἐν σπουδῇ γεγονὸς, δόξαν δὲ οὔτε πολέμῳ κρατήσειν οὔτε τῳ ἄλλῳ τρόπῳ δυνατὸν ἔσεσθαι, λέγω δὲ, ὅπως ἐς δασμοῦ ἀπαγωγὴν ὑπόφοροι αὐτῶν Ρωμαῖοι ἔσονται, ἰσχυρότατα ἐν τῷ παρόντι τῷ τῆς ἐκεχειρίας ὀνόματι ἐκρατύναντο. τάξας γὰρ ὁ Χοσρόης Ρωμαίοις κεντηναρίων ἐπέτειον τεσσάρων δασμὸν, οὗπερ γλιχόμενος τὸ ἐξ ἀρχῆς διαφανὴς ἦν, ἐς ἕνδεκα ἔτη τανῦν καὶ μῆνας ἓξ εὐπρεπεῖ λόγῳ, ἓξ καὶ τεσσαράκοντα κεντηνάρια τῇ τῆς ἐκεχειρίας κεκόμισται σκήψει, ὄνομα τῷ δασμῷ τὰς σπονδὰς θέμενος, καίπερ ἐπὶ Λαζικῆς μεταξὺ βιαζόμενός τε καὶ πολεμῶν, ᾗπερ ἐρρήθη. ὧνπερ Ρωμαῖοι σφᾶς αὐτοὺς ῥύσασθαι ἐς τὸν ἔπειτα χρόνον ἐν ἐλπίδι τὸ λοιπὸν οὐδεμιᾷ εἶχον, ἀλλὰ φόρου ὑποτελεῖς Πέρσαις ᾔσθοντο οὐ κεκρυμμένως γεγενημένοι. ταῦτα μὲν οὖν ταύτῃ ἐπέπρακτο. Ἰσδιγούσνας δὲ χρήματά τε περιβαλόμενος, ὅσα οὐδεὶς πρέσβεων πώποτε, καὶ πάντων, οἶμαι, πλουσιώτατος Περσῶν γεγονὼς ἐπ' οἴκου ἀπεκομίσθη, ἐπεὶ αὐτὸν Ἰουστινιανὸς βασιλεὺς ἐτετιμήκει τε ἐν τοῖς μάλιστα καὶ χρήμασι μεγάλοις δωρησάμενος ἀπεπέμψατο. μόνος δὲ πρέσβεων ἁπάντων οὗτος ἐς πεῖραν φυλακῆς οὐδεμιᾶς ἦλθεν, ἀλλ' αὐτός τε καὶ ὅσοι αὐτῷ βάρβαροι εἵποντο πολλοὶ ἐσάγαν ὄντες ἐν πολλῇ ἐξουσίᾳ ἐγένοντο, ἐπὶ χρόνου μῆκος ἐντυγχάνειν τε καὶ ξυγγίνεσθαι οἷς ἂν βούλοιντο, καὶ τῆς πόλεως πανταχόσε περιπάτους ποιεῖσθαι, ὠνεῖσθαί τε καὶ ἀποδίδοσθαι ὅσα ἦν βουλομένοις σφίσι, καὶ ξυμβόλαια ποιεῖσθαι πάντα ἐργασίᾳ τε τῇ περὶ ταῦτα ἐνδιατρίβειν ξὺν πάσῃ ἀδείᾳ, καθάπερ ἐν πόλει αὐτῶν ἰδίᾳ, Ρωμαίων αὐτοῖς οὐδενὸς ἑπομένου ἢ ξυνόντος ὅλως ἢ τηρεῖν ἀξιοῦντος, ᾗπερ εἰώθει.
8.15.21 Ἐν τούτῳ τῷ χρόνῳ τετύχηκέ τι τῶν οὔπω πρότερον, ὅσα γε ἡμᾶς εἰδέναι, γεγονότων ξυνενεχθῆναι. τοῦ μὲν γὰρ ἔτους μετόπωρον ἦν, αὐχμὸς δὲ καὶ πνιγμὸς ὥσπερ θέρους μέσου ἐγένετο θαυμαστὸν ὅσον· ὥστε ἀμέλει ῥόδων μὲν πλῆθος ἅτε ἦρος ὄντος ἐφύη, τῶν εἰωθότων οὐδενὶ τὸ παράπαν διαλλασσόντων.
καρποὺς δὲ τὰ δένδρα σχεδόν τι ἅπαντα νέους τινὰς αὖθις ἤνεγκε, κἀν ταῖς ἀμπέλοις οὐδέν τι ἧσσον ἐγένοντο βότρυες, καίπερ τοῦ τρυγήτου γεγενημένου ἡμέραις ἤδη οὐ πολλαῖς ἔμπροσθεν. οἷς δὴ οἱ ταῦτα δεινοὶ τεκμηριούμενοι προὔλεγον ἀπροσδόκητον μέγα τι ἔσεσθαι, οἱ μὲν ἀγαθὸν, οἱ δὲ τοὐναντίον. ἐγὼ δὲ ταῦτα μὲν κατά τι ξυμβεβηκὸς γεγονέναι οἶμαι, νότων ἐπὶ πλεῖστον ἀνέμων, ᾗπερ εἰώθει, ἐπιπεσόντων καὶ θέρμης ἐνθένδε παρὰ τὰ ξυνειθισμένα πολλῆς τε καὶ οὐ κατὰ φύσιν τῆς ὥρας ἐπιγενομένης τῇ χώρᾳ. εἰ δέ τι, ὥσπερ οὗτοί φασι, καὶ σημαίνει παρὰ δόξαν ἐσόμενον, βεβαιότατα ἐκ τῶν ἀποβησομένων εἰσόμεθα.

8.16.1 Ἐν ᾧ δὲ τάδε ἀμφὶ ταῖς σπονδαῖς Ρωμαίοις τε καὶ Πέρσαις ἐν Βυζαντίῳ ἐπράσσετο, ἐν τούτῳ ἐπὶ Λαζικῆς τάδε ξυνηνέχθη γενέσθαι. Γουβάζης ὁ Λαζῶν βασιλεὺς Ρωμαίοις εὐνοϊκῶς ἔσχεν, ἐπεί οἱ Χοσρόην, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἐπιβουλεύειν θάνατον ᾔσθετο. τῶν δὲ ἄλλων Λαζῶν οἱ πλεῖστοι ἀνήκεστα πρὸς τῶν Ρωμαίων στρατιωτῶν δεινὰ πάσχοντες καὶ διαφερόντως τοῖς ἄρχουσι τοῦ στρατοῦ ἀχθόμενοι ἐμήδιζον ἐκ τοῦ ἐπὶ πλεῖστον, οὐ τὰ Περσῶν ἀσπαζόμενοι, ἀλλ' ἀπαλλαξείοντες τῆς Ρωμαίων ἀρχῆς καὶ τῶν δυσχερῶν τὰ τέως μὴ παρόντα αἱρούμενοι. ἦν δέ τις ἐν Λαζοῖς οὐκ ἀφανὴς ἀνὴρ Θεοφόβιος ὄνομα, ὅσπερ τῷ Μερμερόῃ λαθραιότατα ἐς λόγους ξυμμίξας φρούριον ἐνδώσειν τὸ Οὐθιμέρεος ὡμολόγησεν. ὁ δὲ αὐτὸν ἐλπίσι μεγάλαις ἐπάρας ἐς τὴν πρᾶξιν ὥρμησε ταύτην, φίλον μὲν αὐτὸν ἐν τοῖς μάλιστα Χοσρόῃ βασιλεῖ ἐκ τοῦ ἔργου τούτου ἰσχυρισάμενος ἔσεσθαι, Πέρσαις δὲ ἀνάγραπτον ἐπ' εὐεργεσίᾳ ἐς τὸν πάντα αἰῶνα, καὶ ἀπ' αὐτοῦ δόξῃ τε καὶ πλούτῳ καὶ δυνάμει αὐτὸν γενήσεσθαι μέγαν. οἷς δὴ Θεοφόβιος ἐπαρθεὶς πολλῷ ἔτι μᾶλλον εἰς τὸ ἔργον ἠπείγετο. καὶ ἦν γὰρ οὐδεμία ἐπιμιξία Ρωμαίοις τε καὶ Λαζοῖς τότε, ἀλλ' οἱ μὲν Πέρσαι πολλῇ ἐξουσίᾳ πανταχόσε περιήρχοντο τῶν ταύτῃ χωρίων, Ρωμαίων δὲ καὶ Λαζῶν οἱ μὲν παρὰ ποταμὸν Φᾶσιν ἐλάνθανον, οἱ δὲ Ἀρχαιόπολιν ἢ ἄλλο τι τῶν ἐκείνῃ ὀχυρωμάτων καταλαβόντες ἐκρύπτοντο· καὶ Γουβάζης αὐτὸς, ὁ Λαζῶν βασιλεὺς, ἐς τῶν ὀρῶν τὰς ὑπερβολὰς ἡσυχῆ ἔμενε.
8.16.7 πόνῳ γοῦν ὁ Θεοφόβιος οὐδενὶ ἴσχυσε τὴν ὑπόσχεσιν τῷ Μερμερόῃ ἐπιτελέσαι. ἐν γὰρ τῷ φρουρίῳ γενόμενος ἔφασκε Λαζοῖς τε καὶ Ρωμαίοις, οἳ τὸ ἐνταῦθα φυλακτήριον εἶχον, ὡς ἅπας μὲν ὁ Ρωμαίων στρατὸς ἀπολώλει, Γουβάζῃ δὲ βασιλεῖ καὶ Λαζοῖς τοῖς ἀμφ' αὐτὸν ἅπασι διαφθαρείη τὰ πράγματα, Κολχὶς δὲ ξύμπασα πρὸς Περσῶν ἔχοιτο, καὶ οὐδέ τις ἐλπὶς Ρωμαίοις ποτὲ ἢ τῷ Γουβάζῃ ἀνασωθήσεσθαι τῆς χώρας τὸ κράτος. τὰ μὲν γὰρ πρότερα κατὰ μόνας ταῦτα τὸν Μερμερόην διαπεπρᾶχθαι, μυριάδας τε πλέον ἑπτὰ ἐπαγαγόμενον Περσῶν μαχίμων ἀνδρῶν καὶ βαρβάρους Σαβείρους παμπληθεῖς· νῦν δὲ καὶ βασιλέα Χοσρόην στρατῷ ἀμυθήτῳ ἐνθάδε ἥκοντα ἐξαπιναίως αὐτοῖς ἀναμεμίχθαι καὶ οὐκ ἂν τὸ λοιπὸν οὐδὲ αὐτὴν Κόλχων τῇ στρατιᾷ ταύτῃ τὴν γῆν ἐπαρκέσειν. ταῦτα τερατευσάμενος Θεοφόβιος, ἐς δέος μέγα καὶ ἀμηχανίαν κατεστήσατο τοὺς ἐνταῦθα φρουρούς. καὶ αὐτὸν ἐλιπάρουν πρὸς θεοῦ τοῦ πατρῴου ἱκετεύοντες τὰ παρόντα ὅση δύναμις εὖ θέσθαι σφίσι. καὶ ὃς αὐτοῖς ὡμολόγει πρὸς τοῦ Χοσρόου ἀμφὶ τῇ σωτηρίᾳ τὰ πιστὰ οἴσειν, ἐφ' ᾧ τὸ φρούριον ἐνδώσουσι Πέρσαις. ἐπεί τε τοὺς ἀνθρώπους ταῦτα ἤρεσκεν, αὐτίκα ἐνθένδε ἀπαλλαγεὶς αὖθίς τε τῷ Μερμερόῃ ἐς ὄψιν ἥκων ἅπαντα ἔφραζεν.
8.16.12 ὁ δὲ Περσῶν ἄνδρας τοὺς δοκιμωτάτους ἀπολεξάμενος ξὺν αὐτῷ ἐς τὸ Οὐθιμέρεος ἔπεμψε, τά τε πιστὰ παρεξομένους ἀμφί τε τοῖς χρήμασι καὶ τῇ σωτηρίᾳ τοῖς τῇδε φρουροῖς καὶ τὸ φρούριον τοῦτο καθέξοντας. οὕτω μὲν Πέρσαι τὸ Οὐθιμέρεος φρούριον ἔσχον καὶ Λαζικῆς τὴν ἐπικράτησιν ἰσχυρότατα ἐκρατύναντο. οὐ μόνην δὲ Λαζικὴν ταύτην οἱ Πέρσαι ὑποχειρίαν πεποίηνται, ἀλλὰ καὶ Σκυμνίαν τε καὶ Σουανίαν, ἐκ δὲ Μοχηρήσιδος ἄχρι ἐς Ἰβηρίαν ἄβατα Ρωμαίοις τε καὶ τῷ Λαζῶν βασιλεῖ ξύμπαντα τὰ ἐκείνῃ χωρία τῷ τρόπῳ τούτῳ ἐγένετο. ἀμύνεσθαι δὲ τοὺς πολεμίους οὔτε Ρωμαῖοι οὔτε Λαζοὶ εἶχον, ἐπεὶ οὐδὲ καταβαίνειν ἐκ τῶν ὀρῶν ἢ τῶν ὀχυρωμάτων ἐτόλμων οὐδέ πη τοῖς πολεμίοις ἐπεξιέναι.
8.16.16 Μερμερόης δὲ τῆς τοῦ χειμῶνος ἐγκειμένης ὥρας ξύλινον μὲν τεῖχος ἐν Κόταϊς ἐτεκτήνατο, φρουράν τε Περσῶν τῶν μαχίμων οὐχ ἧσσον ἢ τρισχιλίων ἐνταῦθα καταστησάμενος, ἔν τε τῷ Οὐθιμέρεος ἄνδρας αὐτάρκεις ἀπολιπών. οἰκοδομησάμενος δὲ καὶ τὸ ἄλλο Λαζῶν φρούριον, ὃ δὴ καλοῦσι Σαραπανὶν, πρὸς αὐτοῖς μάλιστα τοῖς ἐσχάτοις ὁρίοις Λαζικῆς κείμενον, αὐτοῦ ἔμενεν. ἔπειτα δὲ Ρωμαίους τε καὶ Λαζοὺς ἀγείρεσθαί τε μαθὼν καὶ ἀμφὶ τὰς ἐκβολὰς ἐνστρατοπεδεύεσθαι ποταμοῦ Φάσιδος, παντὶ τῷ στρατῷ ἐπ' αὐτοὺς ᾔει. ὅπερ ἐπεὶ Γουβάζης τε καὶ οἱ τοῦ Ρωμαίων στρατοῦ ἄρχοντες ἔμαθον, οὐχ ὑποστάντες τῶν πολεμίων τὴν ἔφοδον διελύθησάν τε καὶ διεσώθησαν ὥς πη ἑκάστῳ δυνατὰ γέγονεν. ὅ τε Γουβάζης ἀναδραμὼν ἐς τῶν ὀρῶν τὰς ὑπερβολὰς διεχείμαζε ξύν τε τοῖς παισὶ καὶ τῇ γυναικὶ καὶ τοῖς ἐς τὰ μάλιστα ἐπιτηδείοις, τῇ μὲν ἀμηχανίᾳ τῶν παρόντων κακῶν διαμαχόμενος πρὸς τὴν ἀπὸ τῆς ὥρας ἀνάγκην, ἐλπίδι δὲ τοῦ Βυζαντίου ἐς τὸν μέλλοντα χρόνον θαρσῶν, ταύτῃ τε τὴν τύχην παρηγορῶν τὴν τότε παροῦσαν, οἷά γε τὰ ἀνθρώπεια, καὶ καραδοκῶν τὰ βελτίω. καὶ οἱ ἄλλοι δὲ Λαζοὶ τῇ πρὸς βασιλέα Γουβάζην αἰδοῖ τὴν τοῦ χειμῶνος ὥραν οὐδέν τι ἧσσον ἐν τοῖς σκοπέλοις κατέτριβον, δύσκολον μὲν ἐνταῦθα οὐδὲν πρὸς τῶν πολεμίων δειμαίνοντες, ἐπεὶ τοῖς ἐπιβουλεύουσιν, ἄλλως τε καὶ κατὰ τὸν χειμῶνα, ταῦτα τὰ ὄρη ἀμήχανά τε καὶ ὅλως ἀπρόσοδα ξυμβαίνει εἶναι, λιμῷ δὲ καὶ ψύχει καὶ τῇ ἄλλῃ κακοπαθείᾳ δυσθανατῶντες. ὁ δὲ Μερμερόης οἰκία τε πολλὰ κατ' ἐξουσίαν ᾠκοδομήσατο ἐν ταῖς κατὰ τὴν Μοχήρησιν κώμαις καὶ τὰ ἐπιτήδεια πανταχόθι καταστησάμενος τῶν τῇδε χωρίων, τῶν τε αὐτομόλων περιπέμπων τινὰς ἐς τῶν ὀρῶν τὰς ἀκρωρείας καὶ τὰ πιστὰ παρεχόμενος ἐπαγαγέσθαι πολλοὺς ἴσχυσεν· οἷς δὴ καὶ τῶν ἀναγκαίων ἀπορουμένοις ἐχορήγει συχνὰ καὶ ὡς οἰκείων ἐπεμελεῖτο, τά τε ἄλλα διῳκεῖτο ξὺν ἀδείᾳ πολλῇ ἅτε τῆς χώρας γεγονὼς κύριος. καὶ πρὸς Γουβάζην ἔγραψε τάδε
«Δύο ταῦτα ῥυθμίζει τοῖς ἀνθρώποις τὸν βίον, δύναμίς τε καὶ φρόνησις. οἱ μὲν γὰρ τῷ δυνατῷ περιόντες τῶν πέλας αὐτοί τε βιοτεύουσι κατ' ἐξουσίαν καὶ ὅπη βούλονται τοὺς καταδεεστέρους ἐσαεὶ ἄγουσιν, οἱ δὲ διὰ τὴν ἀσθένειαν δεδουλωμένοι τοῖς κρείττοσι, τῷ ξυνετῷ τὴν ἀδυναμίαν ἰώμενοι, θωπείᾳ τοὺς κρατοῦντας μετίασι καὶ οὐδέν τι ἧσσον ἐν τοῖς οἰκείοις βιοῦν δύνανται, πάντων ἀπολαύοντες τῇ κολακείᾳ, ὧνπερ αὐτοῖς διὰ τὴν ἀσθένειαν στερεῖσθαι ξυμβαίνει. καὶ ταῦτα οὐ παρὰ μὲν τῶν ἐθνῶν τισι σφίσι φέρεται οὕτως, παρὰ δὲ τοῖς ἄλλοις οὐ ταύτῃ πη ἔχει, ἀλλὰ ἀνθρώποις ὡς εἰπεῖν ἅπασι πανταχόθι γῆς τῆς οἰκουμένης ὥσπερ ἄλλο τι ἐμπέπηγε φύσει.
8.16.25 καὶ σὺ τοίνυν, ὦ φίλε Γουβάζη, ἢν μὲν οἴει περιέσεσθαι Περσῶν τῷ πολέμῳ, μήτε μέλλε μήτε σοι ἐμπόδιον γινέσθω μηδέν. εὑρήσεις γὰρ ἡμᾶς τῆς Λαζικῆς ἔνθα ἂν βούλοιο ὑφισταμένους τε τὴν σὴν ἔφοδον καὶ ἀντιπαραταττομένους ὑπὲρ χώρας τῆσδε ὅση δύναμις· ὥστε παρέσται σοι διαγωνιζομένῳ ἀνδραγαθίζεσθαι πρὸς ἡμᾶς. εἰ μέντοι ἀδύνατος ὢν Περσῶν τῇ δυνάμει ἀντιτάσσεσθαι καὶ αὐτὸς οἶδας, σὺ δὲ, ὦ 'γαθὲ, τὸ δεύτερον διαχείριζε, τὸ γνῶθι σαυτὸν, καὶ προσκύνει τὸν σαυτοῦ δεσπότην Χοσρόην ἅτε βασιλέα καὶ νενικηκότα καὶ κύριον. αἴτει τέ σοι τῶν πεπραγμένων ἵλεων εἶναι, ὅπως ἂν τὸ λοιπὸν δυνατὸς εἴης τῶν ἐνοχλούντων ἀπηλλάχθαι κακῶν. ὡς ἔγωγε ἀναδέχομαι βασιλέα Χοσρόην ἵλεών τέ σοι γενήσεσθαι καὶ τὰ πιστὰ δώσειν, ὁμήρους σοι παρεχόμενον παῖδας τῶν ἐν Πέρσαις λογίμων ἀρχόντων, ὡς τά τε ἄλλα καὶ τὴν σωτηρίαν καὶ τὴν βασιλείαν τὴν σὴν τὸν πάντα αἰῶνα ἐν ἀσφαλείᾳ ἕξεις. εἰ δέ σοι τούτων οὐδέτερον βουλομένῳ ἐστὶν, ἀλλὰ σὺ ἔς τινα ἑτέραν ἀπιὼν χώραν δὸς τοῖς διὰ τὴν σὴν ἀβουλίαν ταλαιπώροις γενομένοις Λαζοῖς ἀναπνεῦσαί ποτε καὶ ἀπὸ δυσκόλων τῶν αὐτοῖς ἐγκειμένων ἀνενεγκεῖν, μηδὲ αὐτοῖς ἀπέραντον ὄλεθρον τόνδε προστρίβεσθαι βούλου ἐπὶ σφαλερᾶς τῆς ἐλπίδος ὀχούμενος· λέγω δὲ τῆς Ρωμαίων ἐπικουρίας. οὐ γάρ σοι τιμωρεῖν ποτε δυνατοὶ ἔσονται, ὥσπερ οὐδὲ ἄχρι ἐς τὴν ἡμέραν δεδύνηνται τήνδε.» Μερμερόης μὲν ταῦτα ἔγραψε.
8.16.32 Γουβάζην δὲ οὐδ' ὣς ἔπειθεν, ἀλλ' ἐν τοῖς τῶν ὀρῶν κολωνοῖς ἔμενε, καραδοκῶν τὴν ἐκ Ρωμαίων ἐπικουρίαν καὶ τῷ ἐς τὸν Χοσρόην ἔχθει ὡς ἥκιστα ἐς τὴν Ρωμαίων ἀπόγνωσιν ἐγκλίνειν ἐθέλων. οἱ γὰρ ἄνθρωποι τὴν διάνοιαν ἐκ τοῦ ἐπὶ πλεῖστον πρὸς τὴν τοῦ βουλήματος ἁρμόζονται χρείαν, καὶ λόγῳ μὲν τῷ ἀρέσκοντι αὐτοὺς ἀεὶ προσχωροῦσι, καὶ προσίενται τὰ ἐξ αὐτοῦ πάντα, οὐ διασκοπούμενοι μὴ ψευδὴς εἴη, τῷ δὲ λυποῦντι χαλεπῶς ἔχοντες ἀπιστοῦσιν, οὐ διερευνώμενοι μὴ ἀληθὴς εἴη.

8.17.1 Ὑπὸ τοῦτον τὸν χρόνον τῶν τινες μοναχῶν ἐξ Ἰνδῶν ἥκοντες, γνόντες τε ὡς Ἰουστινιανῷ βασιλεῖ διὰ σπουδῆς εἴη μηκέτι πρὸς Περσῶν τὴν μέταξαν ὠνεῖσθαι Ρωμαίους, ἐς βασιλέα γενόμενοι οὕτω δὴ τὰ ἀμφὶ τῇ μετάξῃ διοικήσεσθαι ὡμολόγουν, ὡς μηκέτι Ρωμαῖοι ἐκ Περσῶν τῶν σφίσι πολεμίων ἢ ἄλλου του ἔθνους τὸ ἐμπόλημα τοῦτο ποιήσωνται· χρόνου γὰρ κατατρῖψαι μῆκος ἐν χώρᾳ ὑπὲρ Ἰνδῶν ἔθνη τὰ πολλὰ οὔσῃ, ἥπερ Σηρίνδα ὀνομάζεται, ταύτῃ τε ἐς τὸ ἀκριβὲς ἐκμεμαθηκέναι ὁποίᾳ ποτὲ μηχανῇ γίνεσθαι τὴν μέταξαν ἐν γῇ τῇ Ρωμαίων δυνατὰ εἴη. ἐνδελεχέστατα δὲ διερευνωμένῳ τῷ βασιλεῖ καὶ ἀναπυνθανομένῳ εἰ ὁ λόγος ἀληθὴς εἴη ἔφασκον οἱ μοναχοὶ σκώληκάς τινας τῆς μετάξης δημιουργοὺς εἶναι, τῆς φύσεως αὐτοῖς διδασκάλου τε οὔσης καὶ διηνεκῶς ἀναγκαζούσης ἐργάζεσθαι. ἀλλὰ τοὺς μὲν σκώληκας ἐνθάδε ζῶντας διακομίζειν ἀμήχανα εἶναι, τὸν δὲ αὐτῶν γόνον εὔπορόν τε καὶ ῥᾴδιον ὅλως. εἶναι δὲ τῶν σκωλήκων τῶνδε τὸν γόνον ᾠὰ ἑκάστου ἀνάριθμα.
8.17.5 ταῦτα δὲ τὰ ᾠὰ χρόνῳ πολλῷ τῆς γονῆς ὕστερον κόπρῳ καλύψαντες ἄνθρωποι ταύτῃ τε διαρκῆ θερμήναντες χρόνον ζῷα ποιοῦσι. ταῦτα εἰπόντας ὁ βασιλεὺς μεγάλοις τοὺς ἄνδρας ἀγαθοῖς δωρήσασθαι ὁμολογήσας τῷ ἔργῳ πείθει ἐπιρρῶσαι τὸν λόγον. οἱ δὲ γενόμενοι ἐν Σηρίνδῃ αὖθις τά τε ᾠὰ μετήνεγκαν ἐς Βυζάντιον, ἐς σκώληκάς τε αὐτὰ τρόπῳ ᾧπερ ἐρρήθη μεταπεφυκέναι διαπραξάμενοι τρέφουσί τε συκαμίνου φύλλοις, καὶ ἀπ' αὐτοῦ γίνεσθαι μέταξαν τὸ λοιπὸν κατεστήσαντο ἐν Ρωμαίων τῇ γῇ. τότε μὲν οὖν τά τε κατὰ τὸν πόλεμον πράγματα Ρωμαίοις τε καὶ Πέρσαις καὶ τὰ ἀμφὶ μετάξῃ ταύτῃ πη ἔσχε.
8.17.9 Μετὰ δὲ τὴν τοῦ χειμῶνος ὥραν ἀφικόμενος παρὰ Χοσρόην σὺν τοῖς χρήμασιν Ἰσδιγούσνας τὰ ξυγκείμενα σφίσιν ἐσήγγελλε. καὶ ὃς τὰ μὲν χρήματα κεκομισμένος τὴν ἐκεχειρίαν μελλήσει οὐδεμιᾷ ἐπεσφράγισε, Λαζικῆς δὲ μεθίεσθαι οὐδαμῆ ἤθελεν. ἀλλὰ καὶ τοῖς χρήμασι τούτοις Οὔννων τῶν Σαβείρων ἑταιρισάμενος μέγα τι χρῆμα ξὺν Πέρσαις τισὶ τῷ Μερμερόῃ εὐθὺς ἔπεμψεν. ᾧ δὴ ἐπέστελλεν ἔργου ἔχεσθαι δυνάμει τῇ πάσῃ, καὶ μὴν καὶ ἐλέφαντάς οἱ πολλοὺς ἔστειλε. Μερμερόης δὲ παντὶ τῷ Περσῶν τε καὶ Οὔννων στρατῷ ἐκ Μοχηρήσιδος ἀναστὰς ἐπὶ τὰ Λαζῶν ὀχυρώματα ᾔει, τοὺς ἐλέφαντας ἐπαγόμενος. Ρωμαῖοι δὲ οὐδαμῆ ὑπηντίαζον, ἀλλ' ἀμφὶ τὰς ἐκβολὰς Φάσιδος ποταμοῦ, Μαρτίνου ἡγουμένου σφίσι, χωρίου ἰσχύι σφᾶς αὐτοὺς ὡς ἀσφαλέστατα κρατυνάμενοι ἡσυχῆ ἔμενον. ξυνῆν δὲ αὐτοῖς καὶ Γουβάζης ὁ Λαζῶν βασιλεύς. οὗτος δὲ ὁ Μήδων στρατὸς, τύχης αὐτῷ ξυμβάσης τινὸς, οὐδὲν ἄχαρι οὔτε Ρωμαίων οὔτε Λαζῶν τινα ἔδρασε. τὰ μὲν γὰρ πρῶτα ὁ Μερμερόης ἐν φρουρίῳ τῳ μαθὼν τὴν Γουβάζου ἀδελφὴν εἶναι, ἐπ' αὐτὸ ἐπῆγε τὸ στράτευμα ὡς ἐξαιρήσων μηχανῇ πάσῃ.
8.17.15 καρτερώτατα δὲ ἀμυνομένων τῶν ταύτῃ φρουρῶν καὶ χωρίου σφίσι ξυλλαμβανούσης τῆς φύσεως ὀχυρότητι ἄπρακτοι ἐνθένδε ἀποκρουσθέντες οἱ βάρβαροι ἀνεχώρησαν· ἔπειτα ἐπὶ Ἀβασγοὺς σπουδῇ ἵεντο. Ρωμαῖοι δὲ οἱ ἐν Τζιβιλῇ φρουρὰν ἔχοντες τὴν δίοδον καταλαμβάνοντες στενοτάτην τε καὶ κρημνώδη οὖσαν, ᾗπέρ μοι ἔμπροσθεν εἴρηται, τὸ παράπαν τε ἀδιέξοδον, ἐμπόδιοι σφίσιν ἐγένοντο. διὸ δὴ οὐκ ἔχων ὁ Μερμερόης καθ' ὅ τι τοὺς ἀνθισταμένους βιάζηται, ὑπῆγεν ὀπίσω τὸ στράτευμα ἐπί τε Ἀρχαιόπολιν ὡς πολιορκήσων αὐτίκα ᾔει. τοῦ τε περιβόλου ἀποπειρασάμενος, ἐπεὶ οὐδὲν προὐχώρει, ἀνέστρεφεν αὖθις. Ρωμαῖοι δὲ ἀναχωροῦσιν ἐπισπόμενοι τοῖς πολεμίοις ἐν δυσχωρίᾳ πολλοὺς ἔκτεινον, ἐν τοῖς καὶ τῶν Σαβείρων τὸν ἄρχοντα ξυνηνέχθη πεσεῖν. μάχης τε καρτερᾶς ἀμφὶ τῷ νεκρῷ γενομένης ὕστερον Πέρσαι περὶ λύχνων ἁφὰς βιασάμενοι τοὺς ἐναντίους ἐτρέψαντο, ἐπί τε Κόταϊς καὶ Μοχήρησιν ἀπεχώρησαν. ταῦτα μὲν οὖν Ρωμαίοις τε καὶ Πέρσαις ἐπέπρακτο τῇδε.
8.17.20 Τὰ μέντοι ἐπὶ Λιβύης ἅπαντα Ρωμαίοις εὖ τε καὶ καλῶς καθειστήκει. τῷ γὰρ Ἰωάννῃ, ὅνπερ ἐνταῦθα βασιλεὺς Ἰουστινιανὸς στρατηγὸν κατεστήσατο, εὐτυχήματα λόγου τε καὶ ἀκοῆς κρείσσω ξυνηνέχθη γενέσθαι. ὃς δὴ ἕνα τῶν ἐν Μαυρουσίοις ἀρχόντων ἑταιρισάμενος, Κουτζίναν ὄνομα, τά τε πρότερα μάχῃ τοὺς ἄλλους ἐνίκησε καὶ οὐ πολλῷ ὕστερον Ἀντάλαν τε καὶ Ἰαύδαν, οἳ Μαυρουσίων τῶν ἐν Βυζακίῳ τε καὶ Νουμιδίᾳ τὸ κράτος εἶχον, ὑποχειρίους πεποίηται, εἵποντό τε αὐτῷ ἐν ἀνδραπόδων λόγῳ. καὶ ἀπ' αὐτοῦ πολέμιον Ρωμαίοις οὐδὲν ὑπὸ τοῦτον τὸν χρόνον ἔν γε Λιβύῃ ἐγένετο. τοῖς μέντοι φθάσασι πολέμοις τε καὶ στάσεσιν ἔρημος ἀνθρώπων ἡ χώρα ἐκ τοῦ ἐπὶ πλεῖστον οὖσα διέμεινεν.

8.18.1 Ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε, ἐν τούτῳ τάδε ξυνηνέχθη ἐν Εὐρώπῃ γενέσθαι. Γήπαιδες μὲν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, τὰς σπονδὰς θέμενοι πρὸς Λαγγοβάρδας τοὺς σφίσι πολεμίους ὄντας ἐτύγχανον. παντάπασι δὲ οὐχ οἷοί τε ὄντες τὰ διάφορα πρὸς αὐτοὺς διαλῦσαι πολεμητέα σφίσιν οὐ πολλῷ ὕστερον ᾤοντο εἶναι. Γήπαιδες μὲν οὖν καὶ Λαγγοβάρδαι πανδημεὶ ἐπ' ἀλλήλους τῷ πολέμῳ ἀκμάζοντες ᾔεσαν. ἡγεῖτο δὲ τῶν μὲν Γηπαίδων Θορισὶν, τῶν δὲ Λαγγοβαρδῶν Αὐδουὶν ὄνομα. καὶ αὐτῶν ἑκατέρῳ ἀνδρῶν μυριάδες πολλαὶ εἵποντο. ἤδη μὲν οὖν ἄγχιστά πη ἀμφότεροι ἦλθον, οὔπω δὲ τὰ στρατόπεδα πρὸς ἀλλήλων καθεωρῶντο. δείματα δὲ τὰ πανικὰ καλούμενα ἐξαπιναίως ἑκατέροις ἐπιπεσόντα φεύγοντας ἀπ' αἰτίας οὐδεμιᾶς ἅπαντας ὀπίσω ἀπήνεγκε, μόνων τῶν ἀρχόντων αὐτοῦ ἀπολελειμμένων ξὺν ὀλίγοις τισίν. οἵπερ αὐτοὺς ἀνθέλκειν τε καὶ τῆς ὑπαγωγῆς ἀναχαιτίζειν ἀποπειρασάμενοι οὐδὲν ἤνυον οὔτε θωπείαις οἰκτραῖς οὔτε ἀπειλαῖς φοβεραῖς χρώμενοι.
8.18.7 περιδεὴς οὖν γεγονὼς Αὐδουὶν ὁρῶν διασκεδαννυμένους ἀκόσμως οὕτως (οὐ γὰρ ᾔδει τοὺς πολεμίους τὴν ὁμοίαν κεκληρῶσθαι τύχην) τῶν οἱ ἑπομένων τινὰς ἐπὶ πρεσβείᾳ παρὰ τοὺς ἐναντίους εὐθὺς ἔπεμψε τὴν εἰρήνην αἰτησομένους. οἵπερ, ἐπεὶ παρὰ τὸν ἄρχοντα τῶν Γηπαίδων Θορισὶν ἀφικόμενοι τὰ πρασσόμενα εἶδον, ἔκ τε τῶν ἐν σφίσιν αὐτοῖς τετυχηκότων κατενόησαν τὰ τοῖς πολεμίοις ξυνενεχθέντα καὶ τῷ Θορισὶν ἐς ὄψιν ἐλθόντες ἀνεπυνθάνοντο αὐτοῦ ὅπη ποτέ οἱ γῆς τῶν ἀρχομένων τὸ πλῆθος εἴη. καὶ ὃς τῶν ξυμπεπτωκότων οὐδὲν ἀρνηθεὶς Φεύγουσιν οὐδενὸς διώκοντος» ἔφη. οἱ δὲ ὑπολαβόντες «Ταὐτὸ τοῦτο» φασὶ «Λαγγοβάρδαι πεπόνθασιν. ἀληθιζομένῳ γάρ σοι, ὦ βασιλεῦ, οὐδέν τι τῶν ἡμετέρων ἀποκρυψόμεθα. οὐκοῦν ἐπειδὴ τὰ γένη ταῦτα διολωλέναι ὡς ἥκιστα βουλομένῳ τῷ θεῷ ἐστι καὶ ἀπ' αὐτοῦ διέλυσε τὴν παράταξιν, σωτήριον ἀμφοτέροις ἐπιβαλὼν δέος, φέρε δὴ καὶ ἡμεῖς ἐπιχωρήσωμεν τῇ τοῦ θεοῦ γνώμῃ, τὸν πόλεμον καταλύοντες.» «Ἔστω, γινέσθω ταῦτα» ὁ Θορισὶν ἔφη. δυοῖν τε οὕτως ἐνιαυτοῖν ἐκεχειρίαν πεποίηνται, ὅπως μεταξὺ ἐπικηρυκευόμενοί τε καὶ παρ' ἀλλήλους ἀεὶ φοιτῶντες ἅπαντα ἐς τὸ ἀκριβὲς τὰ διάφορα διαλύσωσι. τότε μὲν οὖν οὕτως ἑκάτεροι ἀνεχώρησαν.
8.18.12 Ἐν δὲ τῇ ἐκεχειρίᾳ ταύτῃ οὐχ οἷοί τε γεγενημένοι ἐς τῶν ἀντιλεγομένων τὴν διάλυσιν ἀλλήλοις ξυμβῆναι, αὖθις ἐπὶ τὰ πολέμια ἔργα χωρεῖν ἔμελλον. δειμαίνοντές τε Γήπαιδες τὴν Ρωμαίων ἀρχὴν (ἐπίδοξοι γὰρ ἦσαν ὡς Λαγγοβάρδαις ξυντάξονται) τῶν τινας Οὔννων ἐς τὴν ὁμαιχμίαν ἐπάγεσθαι διενοοῦντο. ἔπεμψαν οὖν παρὰ τῶν Κουτριγούρων τοὺς ἄρχοντας, οἳ δὴ ἐνθένδε ᾤκηνται Λίμνης τῆς Μαιώτιδος, καὶ αὐτῶν ἐδέοντο πόλεμον τὸν πρὸς Λαγγοβάρδας ξυνδιενεγκεῖν σφίσιν. οἱ δὲ αὐτοῖς δισχιλίους τε καὶ μυρίους εὐθὺς ἔπεμψαν, ὧν ἄλλοι τε ἡγοῦντο καὶ Χινιαλὼν, ἀνὴρ διαφερόντως ἀγαθὸς τὰ πολέμια. Γήπαιδες δὲ τούτων δὴ τῶν βαρβάρων τῇ παρουσίᾳ ἐν τῷ παρόντι ἀχθόμενοι, ἐπεὶ οὔπω ὁ τῆς μάχης ἐνειστήκει καιρὸς, ἀλλ' ἐνιαυτὸς ταῖς ξυνθήκαις ἔτι ἐλέλειπτο, πείθουσιν αὐτοὺς καταθεῖν μεταξὺ τὴν βασιλέως γῆν, πάρεργον τῆς σφετέρας ἀκαιρίας πεποιημένοι τὴν ἐς Ρωμαίους ἐπιβουλήν. ἐπεὶ δὲ Ρωμαῖοι τὴν διάβασιν ποταμοῦ Ἴστρου ἐς τὸ ἀκριβὲς ἔν τε Ἰλλυριοῖς καὶ τοῖς ἐπὶ Θρᾴκης χωρίοις ἐφρούρουν, αὐτοὶ τούτους δὴ τοὺς Οὔννους ἐν χώρᾳ τῇ κατ' αὐτοὺς διαπορθμεύσαντες ποταμὸν Ἴστρον ἐς τὰ Ρωμαίων ἤθη ἀφίεσαν. καὶ οἱ μὲν πάντα σχεδόν τι ἐληΐσαντο τὰ ἐκείνῃ χωρία, βασιλεὺς δὲ Ἰουστινιανὸς ἐπενόει τάδε. πέμψας παρὰ Οὔννων τῶν Οὐτιγούρων τοὺς ἄρχοντας, οἳ δὴ ἐπέκεινα Λίμνης ᾤκηνται τῆς Μαιώτιδος, ἐμέμφετό τε καὶ ἄδικον αὐτῶν ἀπεκάλει τὴν ἐς Κουτριγούρους ἀπραγμοσύνην, εἴπερ τὸ τοὺς φίλους διαφθειρομένους περιορᾶν ἐν τοῖς τῶν ἔργων ἀδικωτάτοις καταλέγειν δεήσει.
8.18.19 αὐτῶν γὰρ Κουτρίγουροι, ἔφη, πλησιοχώρων ὄντων ἀφροντιστήσαντες, καὶ ταῦτα ἐκ Βυζαντίου χρήματα μεγάλα κομιζόμενοι ἀνὰ πᾶν ἔτος, τρόπῳ οὐδενὶ τῆς ἐς Ρωμαίους ἀδικίας οὐ θέλουσιν ἀποπαύεσθαι, ἀλλ' ὁσημέραι καταθέουσί τε καὶ ληΐζονται αὐτοὺς οὐδενὶ λόγῳ. τούτων δὲ αὐτοὶ οὐδὲν τὸ μέρος κερδαίνοντες, οὐδὲ τῆς λείας Κουτριγούροις διαλαγχάνοντες, οὐ προσποιοῦνται κακουμένους Ρωμαίους, καίπερ αὐτοῖς φίλοι ἐκ παλαιοῦ ἐς τὰ μάλιστα ὄντες. ταῦτα σημήνας τοῖς Οὐτιγούροις Ἰουστινιανὸς βασιλεὺς καὶ χρήμασι μὲν αὐτοὺς δωρησάμενος, ὑπομνήσας δὲ ὅσων δώρων καὶ πρότερον πολλάκις πρὸς αὐτοῦ ἔτυχον, ἀναπείθει σφᾶς ἔφοδον αὐτίκα ἐς τῶν Κουτριγούρων τοὺς ὑπολελειμμένους ποιήσασθαι. οἱ δὲ Γότθων τῶν σφίσι προσοίκων, οἳ δὴ Τετραξῖται καλοῦνται, δισχιλίους ἐς ξυμμαχίαν ἐπαγόμενοι διέβησαν πανδημεὶ ποταμὸν Τάναϊν. ἦρχε δὲ αὐτῶν Σανδὶλ, ἀνὴρ ξυνετώτατος μὲν καὶ πολέμων πολλῶν ἔμπειρος, ἐς ἀλκὴν δὲ καὶ ἀνδρίαν ἱκανῶς πεφυκώς. ἐπεὶ δὲ τοῦ ποταμοῦ τὴν διάβασιν ἐποιήσαντο, τῶν Κουτριγούρων πολλοῖς ὑπαντιάσασιν ἐς χεῖρας ἦλθον. ὧνπερ ἰσχυρότατα τοὺς ἐπιόντας ἀμυνομένων ἐπὶ μακρότατον μὲν ἡ μάχη ἐγεγόνει, μετὰ δὲ Οὐτίγουροι τρεψάμενοι τοὺς ἐναντίους πολλοὺς ἔκτειναν. ὀλίγοι δέ τινες φεύγοντες, ὅπη αὐτῶν ἑκάστῳ δυνατὰ γέγονε, διεσώθησαν. καὶ αὐτῶν οἱ πολέμιοι παῖδάς τε καὶ γυναῖκας ἀνδραποδίσαντες ἐπ' οἴκου ἀπεκομίσθησαν.
https://byzantium.gr/
8.19.1 Τούτων δὲ τῶν βαρβάρων τότε πρὸς ἀλλήλους διαμαχομένων ᾗπέρ μοι εἴρηται, τοῦ τε κινδύνου σφίσι κατὰ τὴν ἀγωνίαν ἀκμάζοντος, εὐτυχίᾳ χρῆσθαι Ρωμαίοις ξυνηνέχθη πολλῇ. ὅσοι γὰρ αὐτῶν ὑπὸ Κουτριγούροις ἐν αἰχμαλώτων λόγῳ ὄντες ἐτύγχανον, ἐς μυριάδας, ὥς φασι, ξυνιόντες πολλὰς, ἐν τῷ πόνῳ τούτῳ διαλαθόντες ἐνθένδε τε κατὰ τάχος ἐξαναστάντες οὐδενὸς σφίσιν ἐπισπομένου ἐς τὰ πάτρια ἤθη ἀφίκοντο, καὶ νίκης ἀλλοτρίας ἐν τοῖς ἀναγκαιοτάτοις ἀπώναντο. βασιλεὺς δὲ Ἰουστινιανὸς Ἀράτιον στρατηγὸν στείλας παρά τε Χινιαλὼν καὶ Οὔννους τοὺς ἄλλους, ἀγγεῖλαι μὲν ἐκέλευε τὰ σφίσιν ἐν γῇ τῇ σφετέρᾳ αὐτῶν ξυνενεχθέντα, χρήματα δὲ αὐτοῖς προϊέμενον πεῖσαι ἀπαλλάσσεσθαι ὅτι τάχιστα ἐκ Ρωμαίων τῆς γῆς. οἱ δὲ τῶν τε Οὐτιγούρων τὴν ἔφοδον γνόντες καὶ χρήματα μεγάλα πρὸς τοῦ Ἀρατίου κεκομισμένοι ξυνέβησαν μήτε φόνον ἔτι ἐργάσεσθαι μήτε ἀνδραποδιεῖν Ρωμαίων μηδένα μήτε τι ἄλλο ἄχαρι δράσειν, ἀλλὰ τὴν ἀναχώρησιν ἅτε διὰ φίλων ποιήσεσθαι τῶν τῇδε ἀνθρώπων. ξυνέκειτο δὲ καὶ τοῦτο, ὥστε, εἰ μὲν δυνατοὶ εἶεν οἱ βάρβαροι οὗτοι ἐν γῇ τῇ πατρῴᾳ ἐπανιόντες ἱδρύεσθαι, μένειν τε αὐτοῦ καὶ πίστεως τῆς ἐς Ρωμαίους τὸ λοιπὸν ἔχεσθαι· ἢν δέ γε αὐτοῖς ἐν ταύτῃ μένειν ἀδύνατα ᾖ, ἐπανιέναι μὲν αὖθις αὐτοὺς ἐς γῆν τὴν Ρωμαίων, βασιλέα δὲ σφᾶς δωρήσασθαί τισι τῶν ἐπὶ Θρᾴκης χωρίων, ἐφ' ᾧ ἐνταῦθα ἐνοικησάμενοι ἔνσπονδοί τε τὸν πάντα αἰῶνα Ρωμαίοις ἔσονται καὶ τὴν χώραν ἐς τὸ ἀκριβὲς ξυμφυλάξουσιν ἐκ πάντων βαρβάρων.
8.19.6 Ἤδη δὲ καὶ Οὔννων τῶν ἡσσημένων ἐν τῇ ξυμβολῇ καὶ διαφυγόντων τοὺς Οὐτιγούρους δισχίλιοι ἦλθον ἐς Ρωμαίων τὴν γῆν, παῖδάς τε καὶ γυναῖκας ἐπαγόμενοι· ἡγοῦντο δὲ αὐτῶν ἄλλοι τε καὶ Σιννίων, ὅσπερ ξὺν Βελισαρίῳ πολλῷ πρότερον ἐπί τε Γελίμερα καὶ Βανδίλους ἐστράτευσε· γίνονταί τε Ἰουστινιανοῦ βασιλέως ἱκέται. καὶ ὃς αὐτοὺς ὑπεδέξατο προθυμίᾳ τῇ πάσῃ, ἔν τε χωρίοις ἱδρύσασθαι τοῖς ἐπὶ Θρᾴκης ἐκέλευσεν. ἅπερ ἐπεὶ Σανδὶλ, ὁ τῶν Οὐτιγούρων βασιλεὺς, ἔμαθε, παρωξυσμένος τε καὶ περιωργισμένος, εἰ αὐτὸς μὲν Κουτριγούρους ὁμογενεῖς ὄντας ἀδικίας τῆς ἐς Ρωμαίους τιννύμενος ἐξ ἠθῶν ἀναστήσειεν αὐτοὺς τῶν πατρίων, οἱ δὲ βασιλέως σφᾶς ἐνδεξαμένου ἐνοικησάμενοι ἐν Ρωμαίων τῇ γῇ πολλῷ ἄμεινον βιοτεύσουσιν, ἔπεμψε πρέσβεις ἐς βασιλέα τὰ πεπραγμένα ὀνειδιοῦντας, οὐκ ἐπιστολὴν αὐτοῖς τινα ἐγχειρίσας, ἐπεὶ γραμμάτων παντάπασιν Οὖννοι ἀνήκοοί τε καὶ ἀμελέτητοι ἐς τόδε εἰσὶ καὶ οὔτε γραμματιστήν τινα ἔχουσιν οὔτε τῳ περὶ τὰ γράμματα πόνῳ συναύξεται αὐτοῖς τὰ παιδία, βαρβαρικώτερον δὲ ἅπαντα ἀποστοματιοῦντας, ὅσα δὴ αὐτὸς ἐπιστείλειε σφίσιν.
8.19.9 ἀφικόμενοι οὖν οἱ πρέσβεις ἐς ὄψιν Ἰουστινιανῷ βασιλεῖ λέγειν οἱ ἔφασαν δι' αὐτῶν ὡς ἐν ἐπιστολῇ τάδε βασιλέα Σανδίλ «Παροιμίαν τινὰ ἐκ παιδὸς ἀκηκοὼς οἶδα, καὶ εἴ τι μὴ αὐτῆς ἐπιλέλησμαι, τοιαύτη τις ἡ παροιμία τυγχάνει οὖσα. τὸ θηρίον ὁ λύκος τῆς μὲν τριχὸς, φασὶν, ἴσως ἄν τι καὶ παραλλάξαι οὐκ ἀδύνατος εἴη, τὴν μέντοι γνώμην οὐ μεταστρέφει, οὐκ ἀφιείσης αὐτῷ μεθαρμοσαμένῳ ταύτην τῆς φύσεως. ταῦτα μὲν», παροιμιαζόμενός φησιν ὁ Σανδὶλ, «τῶν πρεσβυτέρων ἀκήκοα, πλαγίῳ τινὶ παραδηλούντων τὰ ἀνθρώπινα λόγῳ. οἶδα δέ τι καὶ ἀπὸ τῆς πείρας μαθὼν, οἷα εἰκὸς ἦν ἀγροικιζόμενον βάρβαρον ἐκμαθεῖν· τοὺς κύνας οἱ ποιμένες ἐπιτιτθίους ὄντας ἀναιρούμενοι οὐκ ἀπημελημένως οἴκοι ἐκτρέφουσιν, εὔγνωμον δὲ τοῖς σιτίζουσι ζῷον ὁ κύων καὶ τὰ ἐς χάριν μνημονικώτατον. πράσσεται οὖν ταῦτα τοῖς ποιμέσι τούτου δὴ ἕνεκα, τοῦ τῶν λύκων ἐπιόντων ποτὲ διακρούεσθαι τὰς ἐκείνων ἐφόδους τοὺς κύνας παραστάτας τε καὶ σωτῆρας τοῖς προβατίοις καθισταμένους. καὶ ταῦτα ἐν γῇ τῇ πάσῃ γίνεσθαι οἴομαι.
8.19.13 τεθέαται γὰρ τῶν πάντων οὐδεὶς οὔτε ποίμνῃ κύνας ἐπιβουλεύσαντας οὔτε λύκους ἀμυνομένους αὐτῆς πώποτε, ἀλλ' ὥσπερ τινὰ τοῦτον ἡ φύσις θεσμὸν κυσί τε καὶ προβάτοις καὶ λύκοις νομοθετήσασα ἔθετο. οἶμαι δὲ κἀν τῇ βασιλείᾳ τῇ σῇ, οὗ δὴ πραγμάτων ἐκ τοῦ ἐπὶ πλεῖστον ἁπάντων, τάχα δέ που καὶ τῶν ἀμηχάνων περιουσίαν ξυμβαίνει εἶναι, παράλλαξιν τούτων τινὰ οὐδαμῆ γίγνεσθαι. ἢ γοῦν τοῖς πρέσβεσι τοῖς ἐμοῖς δείξατε ὅπως ἄν τι καὶ τῶν οὐκ εἰωθότων ἐπὶ γήραος οὐδῷ μάθοιμεν· εἰ δὲ ἀραρότως ταῦτα πανταχῆ πέφυκεν, οὐ καλόν σοί ἐστι Κουτριγούρων τὸ γένος ξεναγεῖσθαι, οἶμαι, τεθολωμένον ἐπαγαγομένῳ γειτόνημα, καὶ οὓς ὄντας ὑπερορίους οὐκ ἤνεγκας, τανῦν ἐνδήμους πεποιημένῳ. αὐτοί τε γὰρ τρόπον ἐς Ρωμαίους τὸν οἰκεῖον ἐνδείξονται οὐ πολλῷ ὕστερον, καὶ τούτου χωρὶς οὔτε πολέμιος ἐπιλείψει διαφθείρων τὴν Ρωμαίων ἀρχὴν, ἐλπίδι τοῦ ἡσσηθεὶς ἀμείνων ἔσεσθαι παρὰ σοὶ, οὔτε φίλος περιέσται Ρωμαίοις, ἐμπόδιός ποτε τοῖς καταθέουσι γῆν τὴν ὑμετέραν ἐσόμενος, δέει τοῦ μὴ, ἐπειδὰν φέρηται παρὰ τῆς τύχης τὰ κράτιστα, τοὺς ἡσσημένους ἐπιδεῖν ἐπιφανέστερον αὑτοῦ παρ' ὑμῖν πράσσοντας, εἴ γε ἡμεῖς μὲν ἐν χώρᾳ ἐρήμῳ τε καὶ ἄλλως ἀγόνῳ τὰ διαιτητήρια ἔχομεν, τοῖς δὲ Κουτριγούροις σιτωνεῖν τε καὶ τοῖς οἰνῶσι κατακραιπαλᾶν ἐν ἐξουσίᾳ ἐστὶ καὶ παροψίδας αἱρεῖσθαι πάσας. πάντως δέ πη καὶ βαλανείων αὐτοῖς μέτεστι, καὶ χρυσοφοροῦσιν οἱ πλανῆται καὶ ἱματίων οὐκ ἀμοιροῦσι λεπτῶν τε καὶ πεποικιλμένων καὶ καταληλειμμένων χρυσῷ.
8.19.18 καίτοι Κουτρίγουροι μὲν Ρωμαίων ἀνάριθμα πλήθη ἐξηνδραποδικότες τὰ πρότερα μετήνεγκαν ἐς γῆν τὴν σφετέραν. οἷς δὴ τὰ ἀνδραποδώδη πάντα ἐπέχειν οὐ πάρεργον τοῖς καταράτοις ἐγίνετο, ἀλλὰ καὶ μάστιγας οὐχ ἡμαρτηκόσιν ἐντεῖναι καὶ θανατοῦν ἴσως πρόχειρον ἦν, καὶ ὅσα ἄλλα δεσπότῃ βαρβάρῳ ὅ τε τρόπος καὶ ἡ ἐξουσία ἐφίησιν. ἡμεῖς δὲ πόνοις τε ἡμετέροις καὶ κινδύνοις ἐς ψυχὴν φέρουσι τύχης αὐτοὺς ἀπαλλάξαντες τῆς τότε κρατούσης τοῖς γειναμένοις ἀπέδομεν, διαπονήματα ἡμῖν τοῦ πολέμου γεγενημένους. ὧν δὴ τὰς ἀμοιβὰς πρὸς ὑμῶν ἀπ' ἐναντίας ἑκάτεροι κεκομίσμεθα, εἴ γε ἡμεῖς μὲν ἀπολαύομεν ἔτι τῶν πατρίων κακῶν, οἱ δὲ τοῖς δι' ἀρετὴν ἡμετέραν ἀποφυγοῦσι τὴν αὐτῶν δούλωσιν χώρας τῆς ἐκείνων ἰσομοιροῦντες διαλαγχάνουσι.»
8.19.22 τοσαῦτα μὲν Οὐτιγούρων οἱ πρέσβεις εἶπον. βασιλεὺς δὲ αὐτοὺς πολλὰ τιθασσεύσας καὶ δώρων πλήθει παρηγορήσας οὐκ ἐς μακρὰν ἀπεπέμψατο. ταῦτα μὲν οὖν τῇδε ξυνηνέχθη γενέσθαι.

8.20.1 Κατὰ δὲ τὸν χρόνον τοῦτον τῷ τε Οὐάρνων ἔθνει καὶ στρατιώταις νησιώταις, οἳ δὴ ἐν νήσῳ τῇ Βριττίᾳ καλουμένῃ ᾤκηνται, πόλεμος καὶ μάχη ἐγένετο ἐξ αἰτίας τοιᾶσδε. Οὔαρνοι μὲν ὑπὲρ Ἴστρον ποταμὸν ἵδρυνται, διήκουσι δὲ ἄχρι ἐς Ὠκεανὸν τὸν ἀρκτῷον καὶ ποταμὸν Ρῆνον, ὅσπερ αὐτούς τε διορίζει καὶ Φράγγους καὶ τὰ ἄλλα ἔθνη, ἃ ταύτῃ ἵδρυνται. οὗτοι ἅπαντες, ὅσοι τὸ παλαιὸν ἀμφὶ Ρῆνον ἑκατέρωθεν ποταμὸν ᾤκηντο, ἰδίου μέν τινος ὀνόματος ἕκαστοι μετελάγχανον, ὧν δὴ ἔθνος ἓν Γερμανοὶ ὀνομάζονται, ἐπὶ κοινῆς δὲ Γερμανοὶ ἐκαλοῦντο ἅπαντες. Βριττία δὲ ἡ νῆσος ἐπὶ τούτου μὲν Ὠκεανοῦ κεῖται, τῆς ἠϊόνος οὐ πολλῷ ἄποθεν, ἀλλ' ὅσον ἀπὸ σταδίων διακοσίων καταντικρὺ τῶν τοῦ Ρήνου ἐκβολῶν μάλιστα, Βρεττανίας δὲ καὶ Θούλης τῆς νήσου μεταξύ ἐστιν. ἐπεὶ Βρεττανία μὲν πρὸς δύοντά που κεῖται ἥλιον κατὰ τῆς Ἱσπανῶν τὰ ἔσχατα χώρας, ἀμφὶ σταδίους οὐχ ἧσσον ἢ ἐς τετρακισχιλίους τῆς ἠπείρου διέχουσα, Βριττία δὲ ἐς τῆς Γαλλίας τὰ ὄπισθεν, ἃ δὴ πρὸς Ὠκεανὸν τετραμμένα, Ἱσπανίας δηλονότι καὶ Βρεττανίας πρὸς βορρᾶν ἄνεμον. Θούλη δὲ, ὅσα γε ἀνθρώπους εἰδέναι, ἐς Ὠκεανοῦ τοῦ πρὸς τῇ ἄρκτῳ τὰ ἔσχατα κεῖται. ἀλλὰ τὰ μὲν ἀμφὶ Βρεττανίᾳ καὶ Θούλῃ ἐν τοῖς ἔμπροσθέν μοι λόγοις ἐρρήθη· Βριττίαν δὲ τὴν νῆσον ἔθνη τρία πολυανθρωπότατα ἔχουσι, βασιλεύς τε εἷς αὐτῶν ἑκάστῳ ἐφέστηκε. καὶ ὀνόματα κεῖται τοῖς ἔθνεσι τούτοις Ἀγγίλοι τε καὶ Φρίσσονες καὶ οἱ τῇ νήσῳ ὁμώνυμοι Βρίττωνες. τοσαύτη δὲ ἡ τῶνδε τῶν ἐθνῶν πολυανθρωπία φαίνεται οὖσα, ὥστε ἀνὰ πᾶν ἔτος κατὰ πολλοὺς ἐνθένδε μετανιστάμενοι ξὺν γυναιξὶ καὶ παισὶν ἐς Φράγγους χωροῦσιν. οἱ δὲ αὐτοὺς ἐνοικίζουσιν ἐς γῆς τῆς σφετέρας τὴν ἐρημοτέραν δοκοῦσαν εἶναι, καὶ ἀπ' αὐτοῦ τὴν νῆσον προσποιεῖσθαί φασιν. ὥστε ἀμέλει οὐ πολλῷ πρότερον ὁ Φράγγων βασιλεὺς ἐπὶ πρεσβείᾳ τῶν οἱ ἐπιτηδείων τινὰς παρὰ βασιλέα Ἰουστινιανὸν ἐς Βυζάντιον στείλας ἄνδρας αὐτοῖς ἐκ τῶν Ἀγγίλων ξυνέπεμψε, φιλοτιμούμενος ὡς καὶ ἡ νῆσος ἥδε πρὸς αὐτοῦ ἄρχεται. τὰ μὲν οὖν κατὰ τὴν Βριττίαν καλουμένην νῆσον τοιαῦτά ἐστι.
8.20.11 Τῶν δὲ Οὐάρνων ἀνήρ τις οὐ πολλῷ πρότερον, Ἑρμεγίσκλος ὄνομα, ἦρχεν. ὅσπερ τὴν βασιλείαν κρατύνασθαι διὰ σπουδῆς ἔχων, τὴν Θευδιβέρτου ἀδελφὴν τοῦ Φράγγων ἄρχοντος γυναῖκα γαμετὴν ἐποιήσατο. τετελευτήκει γὰρ αὐτῷ ἔναγχος ἡ πρότερον ξυνοικοῦσα γυνὴ, παιδὸς ἑνὸς γενομένη μήτηρ, ὃν καὶ ἀπέλιπε τῷ πατρὶ Ράδιγιν ὄνομα, ᾧ δὴ ὁ πατὴρ παρθένου κόρης, γένους Βριττίας, ἐμνήστευσε γάμον, ἧσπερ ἀδελφὸς βασιλεὺς ἦν τότε Ἀγγίλων τοῦ ἔθνους, χρήματα μεγάλα τῷ τῆς μνηστείας αὐτῇ δεδωκὼς λόγῳ. οὗτος ἀνὴρ ξὺν Οὐάρνων τοῖς λογιμωτάτοις ἐν χωρίῳ τῳ ἱππευόμενος ὄρνιν τινὰ ἐπὶ δένδρου τε καθήμενον εἶδε καὶ πολλὰ κρώζοντα. εἴτε δὲ τοῦ ὄρνιθος τῆς φωνῆς ξυνεὶς εἴτε ἄλλο μέν τι ἐξεπιστάμενος, ξυνεῖναι δὲ τοῦ ὄρνιθος μαντευομένου τερατευσάμενος, τοῖς παροῦσιν εὐθὺς ἔφασκεν ὡς τεθνήξεται τεσσαράκοντα ἡμέραις ὕστερον. τοῦτο γὰρ αὐτῷ τὴν τοῦ ὄρνιθος δηλοῦν πρόρρησιν. «Ἐγὼ μὲν οὖν προορώμενος» ἔφη «ὅπως δὴ ὡς ἀσφαλέστατα ξὺν τῇ ἀπραγμοσύνῃ βιώσεσθε, τοῖς τε Φράγγοις ἐς κῆδος συνῆλθον, γυναῖκα ἐνθένδε τὴν ἐμοὶ ξυνοικοῦσαν ἐπαγαγόμενος, καὶ τῷ παιδὶ τῷ 'μῷ περιβέβλημαι τὴν Βριττίαν μνηστήν. ἀλλὰ νῦν, ἐπεὶ ἐγὼ μὲν τεθνήξεσθαι ὑποτοπάζω αὐτίκα δὴ μάλα, εἰμὶ δὲ ἄπαις ἄρσενός τε καὶ θήλεος γόνου, ὅσα γε τὰ γυναικὸς τῆσδε, πρὸς δὲ καὶ ὁ παῖς ἀνυμέναιός τε καὶ ἄνυμφος ἔτι νῦν ἐστι, φέρε ὑμῖν ἐπικοινώσομαι τὴν ἐμὴν διάνοιαν, καὶ εἴ τι ὑμῖν οὐκ ἀσύμφορον δόξειεν εἶναι, ὑμεῖς δὲ αὐτὴν, ἐπειδὰν ἀφίκωμαι τάχιστα ἐς τὸ μέτρον τοῦ βίου, τύχῃ ἀγαθῇ κατακυροῦντες διαπεραίνετε. οἶμαι τοίνυν Οὐάρνοις ξυνοίσειν τὴν κηδείαν ἐς Φράγγους μᾶλλον ἢ ἐς τοὺς νησιώτας ποιεῖσθαι. Βρίττιοι μὲν γὰρ οὐδὲ ὅσον ἐπιμίγνυσθαι ὑμῖν οἷοί τέ εἰσιν, ὅτι μὴ ὀψέ τε καὶ μόλις· Οὔαρνοι δὲ καὶ Φράγγοι τουτὶ μόνον τοῦ Ρήνου τὸ ὕδωρ μεταξὺ ἔχουσιν, ὥστε αὐτοὺς ἐν γειτόνων μὲν ὡς πλησιαίτατα ὄντας ὑμῖν, ἐς δυνάμεως δὲ κεχωρηκότας μέγα τι χρῆμα, ἐν προχείρῳ ἔχειν εὖ ποιεῖν τε ὑμᾶς καὶ λυμαίνεσθαι, ἡνίκα ἂν αὐτοῖς βουλομένοις εἴη. λυμανοῦνται δὲ πάντως, ἢν μὴ τὸ κῆδος αὐτοῖς ἐμπόδιον ἔσται. βαρεῖα γὰρ φύσει τοῖς ἀνθρώποις ὑπερβάλλουσα αὐτοὺς τῶν πλησιοχώρων δύναμις γίνεται καὶ πρὸς ἀδικίαν ἑτοιμοτάτη, ἐπεὶ γείτονι δυνατῷ ῥᾴδιον ἐπὶ τοὺς πέλας οὐδὲν ἀδικοῦντας ἐκπορίζεσθαι πολέμου αἰτίας. ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, παρείσθω μὲν ὑμῖν τοῦ παιδὸς τοῦδε νησιῶτις μνηστὴ χρήματα πάντα, ὅσα παρ' ἡμῶν κεκομισμένη τούτου δὴ ἕνεκα ἔτυχε, τῆς ὕβρεως ἀπενεγκαμένη μισθὸν, ᾗ νόμος ἀνθρώπων ὁ κοινὸς βούλεται· Ράδιγις δὲ ὁ παῖς ξυνοικιζέσθω τῇ μητρυιᾷ τὸ λοιπὸν τῇ αὑτοῦ, καθάπερ ὁ πάτριος ἡμῖν ἐφίησι νόμος.»
8.20.21 Ὁ μὲν ταῦτα εἰπὼν τῇ τεσσαρακοστῇ ἀπὸ τῆς προρρήσεως ἡμέρᾳ νοσήσας τὴν πεπρωμένην ἀνέπλησεν. ὁ δὲ τοῦ Ἑρμεγίσκλου υἱὸς, Οὐάρνων τὴν βασιλείαν παραλαβὼν, γνώμῃ τῶν ἐν βαρβάροις τοῖσδε λογίμων ἀνδρῶν ἐπιτελῆ ἐποίει τὴν τοῦ τετελευτηκότος βουλὴν καὶ τὸν γάμον αὐτίκα τῇ μνηστῇ ἀπειπὼν τῇ μητρυιᾷ ξυνοικίζεται. ἐπειδὴ δὲ ταῦτα ἡ τοῦ Ραδίγιδος μνηστὴ ἔμαθεν, οὐκ ἐνεγκοῦσα τὴν τοῦ πράγματος συμφορὰν, τίσασθαι αὐτὸν τῆς εἰς αὐτὴν ὕβρεως ὥρμητο.
8.20.23 τίμιον γὰρ οὕτω τοῖς ἐκείνῃ βαρβάροις σωφροσύνη νομίζεται εἶναι, ὥστε δὴ μόνου παρ' αὐτοῖς ξυντετυχηκότος ὀνόματος γάμου, μὴ ἐπιγενομένου τοῦ ἔργου, δοκεῖ πεπορνεῦσθαι γυνή. τὰ μὲν οὖν πρῶτα πέμψασα πρὸς αὐτὸν ἐπὶ πρεσβείᾳ τῶν οἱ ἐπιτηδείων τινὰς ἀνεπυνθάνετο ὅτου δὴ ὑβρίσειεν ἐς αὐτὴν ἕνεκα, οὔτε πεπορνευμένην οὔτε τι ἄλλο εἰργασμένην εἰς αὐτὸν ἄχαρι. ἐπεὶ δὲ ἀνύτειν οὐδὲν ταύτῃ ἐδύνατο, τὸ ἀρρενωπὸν ἀνελομένη ἐπὶ πολέμια ἔργα ἐχώρει.
8.20.26 ναῦς οὖν αὐτίκα τετρακοσίας ἀγείρασα στράτευμά τε αὐταῖς ἐνθεμένη οὐχ ἧσσον ἢ μυριάδων δέκα μαχίμων ἀνδρῶν, αὐτὴ ἐξηγεῖτο ἐπὶ τοὺς Οὐάρνους τῇ στρατιᾷ ταύτῃ. ἐπήγετο δὲ καὶ τῶν ἀδελφῶν τῶν ἑαυτῆς ἕνα, ξυνδιοικησόμενον αὐτῇ τὰ παρόντα, οὐχ ὡς μέντοι τὴν βασιλείαν ἔχειν, ἀλλ' ἔτι ἐν ἰδιώτου τελοῦντα μοίρᾳ. ἄλκιμοι δέ εἰσι πάντων μάλιστα βαρβάρων ὧν ἡμεῖς ἴσμεν οἱ νησιῶται οὗτοι, ἔς τε τὰς ξυμβολὰς πεζοὶ ἴασιν. οὐ γὰρ ὅσον εἰσὶ τοῦ ἱππεύεσθαι ἀμελέτητοι, ἀλλ' οὐδὲ ἵππον ὅ τι ποτέ ἐστιν ἐπίστασθαι σφίσι ξυμβαίνει, ἐπεὶ ἵππον ἐν ταύτῃ τῇ νήσῳ οὐδὲ ὅσα κατ' εἰκόνα θεῶνται. οὐ γάρ ποτε τὸ ζῷον τοῦτο ἔν γε Βριττίᾳ γεγονὸς φαίνεται. εἰ δέ ποτε αὐτῶν τισιν ἐπὶ πρεσβείᾳ ἢ ἄλλου του ἕνεκα Ρωμαίοις ἢ Φράγγοις ἢ ἄλλῳ τῳ ἵππους ἔχοντι ἐπιχωριάσασθαι ξυμβαίη, ἐνταῦθά τε ἵπποις ὀχεῖσθαι αὐτοῖς ἐπάναγκες εἴη, ἀναθρώσκειν μὲν ἐπ' αὐτοὺς οὐδεμιᾷ μηχανῇ ἔχουσιν, ἕτεροι δὲ αὐτοὺς μετεωρίζοντες ἄνθρωποι ἐπὶ τοὺς ἵππους ἀναβιβάζουσιν, ἀπαλλάσσεσθαί τε βουλομένους ἐνθένδε αὖθις αἴροντες ἐπὶ τῆς γῆς κατατίθενται. οὐ μὴν οὐδὲ Οὔαρνοι ἱππόται εἰσὶν, ἀλλὰ πεζοὶ καὶ αὐτοὶ ἅπαντες. οὗτοι μὲν οὖν οἱ βάρβαροι τοιοίδε εἰσί. περίνεως δὲ οὐκ ἦν ἐν τούτῳ τῷ στόλῳ, ἀλλ' αὐτερέται πάντες. οὐδὲ ἱστία τούτοις δὴ τοῖς νησιώταις τυγχάνει ὄντα, ἀλλ' ἐρέσσοντες ἀεὶ ναυτίλλονται μόνον.
8.20.32 Ἐπειδὴ δὲ κατέπλευσαν εἰς τὴν ἤπειρον, παρθένος μὲν, ἥπερ αὐτῶν ἦρχε, χαράκωμα ἐχυρὸν πηξαμένη παρ' αὐτὴν μάλιστα τὴν ἐκβολὴν ποταμοῦ Ρήνου ξὺν ὀλίγοις τισὶν αὐτοῦ ἔμενε, παντὶ δὲ τῷ ἄλλῳ στρατῷ τὸν ἀδελφὸν ἐπὶ τοὺς πολεμίους ἐξηγεῖσθαι κελεύει.
ἐστρατοπεδεύοντο δὲ Οὔαρνοι τότε τῆς τε Ὠκεανοῦ ἠϊόνος καὶ Ρήνου ἐκβολῆς οὐ πολλῷ ἄποθεν. οὗ δὴ ἀφικομένων κατὰ τάχος Ἀγγίλων ξυνέμιξαν μὲν ἀμφότεροι ἐς χεῖρας ἀλλήλοις, ἡσσῶνται δὲ κατὰ κράτος Οὔαρνοι. καὶ αὐτῶν πίπτουσι μὲν πολλοὶ ἐν τούτῳ τῷ πόνῳ, οἱ λοιποὶ δὲ ξὺν τῷ βασιλεῖ ἐς ὑπαγωγὴν τρέπονται ἅπαντες, οἵ τε Ἀγγίλοι τὴν δίωξιν ἐπ' αὐτοὺς δι' ὀλίγου πεποιημένοι, ᾗ θέμις πεζοῖς, ἐς τὸ στρατόπεδον ἀπεχώρησαν. οὕσπερ ἐκάκιζεν ἐπανήκοντας ἐς αὐτὴν ἡ παρθένος, τῷ τε ἀδελφῷ ἐλοιδορεῖτο πικρότατα, οὐδὲν τῇ στρατιᾷ λόγου ἄξιον ἰσχυριζομένη πεπρᾶχθαι, ἐπεὶ μὴ ἀγάγοιεν αὐτῇ ζῶντα Ράδιγιν.
8.20.36 καὶ αὐτῶν ἀπολεξαμένη τοὺς μάλιστα μαχιμωτάτους εὐθὺς ἔστειλεν, ἀπαγγείλασα δορυάλωτον ἀγαγεῖν τὸν ἄνδρα μηχανῇ πάσῃ. οἱ δὲ τὴν αὐτῆς ἐπιτελοῦντες ἐπίταξιν περιήρχοντο διερευνώμενοι ξύμπαντα ἐς τὸ ἀκριβὲς τὰ ἐκείνῃ χωρία, ἕως ἐν ὕλῃ ἀμφιλαφεῖ κρυπτόμενον Ράδιγιν εὗρον· δήσαντές τε αὐτὸν τῇ παιδὶ ἀπεκόμισαν. καὶ ὁ μὲν αὐτῆς ἐν ὀφθαλμοῖς εἱστήκει, τρέμων τε καὶ τεθνήξεσθαι αὐτίκα δὴ μάλα ὑποτοπάζων θανάτῳ οἰκτίστῳ· ἡ δὲ αὐτὸν ἐκ τοῦ παραδόξου οὔτε ἀπέκτεινεν οὔτε τι ἄλλο ἄχαρι ἔδρασεν, ἀλλὰ ὀνειδίσασα τὴν ἐς αὐτὴν ὕβριν ἀνεπυνθάνετο τοῦ ἀνθρώπου ὅτου δὴ ἕνεκα ἠλογηκὼς τὰ ξυγκείμενα ἑτέρᾳ γυναικὶ ἐς εὐνὴν ξυνέλθοι, καὶ ταῦτα οὐ πεπορνευμένης αὐτῷ τῆς μνηστῆς. καὶ ὃς τὴν αἰτίαν ἀπολογούμενος τὰς τοῦ πατρὸς ἐντολὰς καὶ τὴν τῶν ἀρχομένων σπουδὴν προὔφερεν, ἱκεσίους τε προὐτείνετο λόγους καὶ λιταῖς ἀνέμισγε τὴν ἀπολογίαν πολλαῖς, ἐς τὴν ἀνάγκην ἀναφέρων τὸ ἔγκλημα. βουλομένῃ τε αὐτῇ ξυνοικισθήσεσθαι ὡμολόγει καὶ τὰ οὐκ ἐν δίκῃ τὸ πρότερόν οἱ αὐτῷ πεπραγμένα τοῖς ἐπιγενησομένοις ἰάσεσθαι. ἐπεὶ δὲ τὴν παῖδα ταῦτα ἤρεσκε, τῶν τε δεσμῶν ἀφεῖτο Ράδιγις τῆς τε ἄλλης φιλοφροσύνης ἠξίωτο, ἀποπέμπεται μὲν τὴν Θευδιβέρτου εὐθὺς ἀδελφὴν, τὴν δὲ Βριττίαν ἐγήματο. ταῦτα μὲν τῇδε κεχώρηκεν.
8.20.42 Ἐν ταύτῃ δὲ τῇ Βριττίᾳ νήσῳ τεῖχος ἐδείμαντο μακρὸν οἱ πάλαι ἄνθρωποι, δίχα τέμνον αὐτῆς πολλήν τινα μοῖραν· τοῦ δὲ τείχους ὅ τε ἀὴρ καὶ ἡ γῆ καὶ τὰ ἄλλα πάντα οὐχ ὁμοίως ἐφ' ἑκάτερά ἐστι. τὰ μὲν γὰρ τοῦ τείχους πρὸς ἀνίσχοντα ἥλιον εὐεξία τε ἀέρων ἐστὶ συμμεταβαλλομένη ταῖς ὥραις, θέρους μὲν μετρίως ἀλεεινὴ, ψυχεινὴ δὲ χειμῶνος· καὶ ἄνθρωποι μὲν πολλοὶ ᾤκηνται κατὰ ταὐτὰ βιοτεύοντες τοῖς ἄλλοις ἀνθρώποις, τά τε δένδρα καρποῖς ἐν ἐπιτηδείῳ γινομένοις ὡραίοις ἀνθεῖ, τά τε λήϊα τῶν ἄλλων οὐδὲν καταδεέστερον τέθηλεν· ἀλλὰ καὶ ὕδασιν ἡ χώρα ἐναβρυνομένη διαρκῶς φαίνεται. πρὸς δύοντα δὲ πᾶν τοὐναντίον, ὥστε ἀμέλει ἀνθρώπῳ μὲν οὐδὲ ἡμιώριον δυνατόν ἐστιν ἐνταῦθα βιῶναι, ἔχις δὲ καὶ ὄφεις ἀνάριθμοι καὶ ἄλλων θηρίων παντοδαπὰ γένη διακεκλήρωται τὸν χῶρον ἐκεῖνον. καὶ, τὸ δὴ παραλογώτατον, οἱ ἐπιχώριοι λέγουσιν ὡς, εἴ τις ἄνθρωπος τὸ τεῖχος ἀμείψας ἐπὶ θάτερα ἴοι, εὐθυωρὸν θνήσκει, τὸ λοιμῶδες τῶν ἐκείνῃ ἀέρων ὡς ἥκιστα φέρων, τοῖς τε θηρίοις ἐνθάδε ἰοῦσιν ὁ θάνατος εὐθὺς ὑπαντιάζων ἐκδέχεται. ἐνταῦθα δέ μοι γενομένῳ τῆς ἱστορίας ἐπάναγκές ἐστι λόγου μυθολογίᾳ ἐμφερεστάτου ἐπιμνησθῆναι, ὃς δή μοι οὔτε πιστὸς τὸ παράπαν ἔδοξεν εἶναι, καίπερ ἀεὶ πρὸς ἀνδρῶν ἐκφερόμενος ἀναρίθμων, οἳ δὴ τῶν μὲν πρασσομένων αὐτουργοὶ, τῶν δὲ λόγων αὐτήκοοι ἰσχυρίζοντο γεγονέναι, οὔτε παριτέος παντάπασιν, ὡς μὴ τά γε ἀμφὶ Βριττίᾳ τῇ νήσῳ ἀναγραφόμενος ἀγνοίας τινὸς τῶν τῇδε ξυμβαινόντων διηνεκῶς ἀπενέγκωμαι δόξαν.
8.20.48 Λέγουσιν οὖν τὰς τῶν ἀποβιούντων ἀνθρώπων ψυχὰς ἐς τοῦτο ἀεὶ διακομίζεσθαι τὸ χωρίον. ὅντινα δὲ τρόπον, αὐτίκα δηλώσω, σπουδαιότατα μὲν ἀπαγγελλόντων ἀκηκοὼς πολλάκις τῶν τῇδε ἀνθρώπων, ἐς ὀνείρων δέ τινα δύναμιν ἀποκεκρίσθαι νενομικὼς τὰ θρυλλούμενα. παρὰ τὴν ἀκτὴν τοῦ κατὰ τὴν Βριττίαν Ὠκεανοῦ νῆσον κώμας παμπληθεῖς ξυμβαίνει εἶναι. οἰκοῦσι δὲ αὐτὰς ἄνθρωποι σαγηνεύοντές τε καὶ γῆν γεωργοῦντες καὶ ἐπ' ἐμπορίαν ναυτιλλόμενοι ἐς τήνδε τὴν νῆσον, τὰ μὲν ἄλλα Φράγγων κατήκοοι ὄντες, φόρου μέντοι ἀπαγωγὴν οὐπώποτε παρασχόμενοι, ὑφειμένου αὐτοῖς ἐκ παλαιοῦ τοῦδε τοῦ ἄχθους, ὑπουργίας τινὸς, ὥς φασιν, ἕνεκα, ἥ μοι ἐν τῷ παρόντι λελέξεται. λέγουσιν οἱ ταύτῃ ἄνθρωποι ἐκ περιτροπῆς ἐπικεῖσθαι τὰς τῶν ψυχῶν παραπομπὰς σφίσιν. ὅσοις οὖν τῇ ἐπιγενησομένῃ νυκτὶ ἐς τὸ ἐπιτήδευμα τοῦτο τῇ τῆς ὑπουργίας διαδοχῇ ἰτέον ἐστὶν, οὗτοι δὴ ἐπειδὰν τάχιστα ξυσκοτάζῃ, ἐς τὰς οἰκίας τὰς αὑτῶν ἀναχωροῦντες καθεύδουσι, προσδεχόμενοι τὸν συναγωγέα τοῦ πράγματος. ἀωρὶ δὲ τῶν νυκτῶν τῶν μὲν θυρῶν σφίσιν ἀρασσομένων αἰσθάνονται, φωνῆς δέ τινος ἀφανοῦς ἐπαΐουσιν ἐπὶ τὸ ἔργον αὐτοὺς ξυγκαλούσης.
8.20.52 αὐτοί τε ὀκνήσει οὐδεμιᾷ ἐκ τῶν στρωμάτων ἐξανιστάμενοι ἐπὶ τὴν ἠϊόνα βαδίζουσιν, οὐ ξυνιέντες μὲν ὁποία ποτὲ ἀνάγκη αὐτοὺς ἐς τοῦτο ἐνάγει, ἀλλ' ὅμως ἀναγκαζόμενοι. ἐνταῦθα δὲ ἀκάτους παρεσκευασμένας ὁρῶσιν ἐρήμους τὸ παράπαν ἀνθρώπων, οὐ τὰς σφετέρας μέντοι, ἀλλ' ἑτέρας τινὰς, ἐς ἃς δὴ ἐσβάντες τῶν κωπῶν ἅπτονται. καὶ τῶν βάρεων αἰσθάνονται ἀχθομένων μὲν ἐπιβατῶν πλήθει, ἄχρι δὲ ἐς σανίδας τε ἄκρας καὶ τῶν κωπῶν τὴν χώραν τῷ ῥοθίῳ βεβαπτισμένων, ἀποδεουσῶν τε τοῦ ὕδατος ὅσον οὐδὲ δάκτυλον ἕνα, αὐτοὶ μέντοι οὐδένα θεῶνται, ἀλλὰ καὶ μίαν ἐρέσσοντες ὥραν ἐς τὴν Βριττίαν καταίρουσι.
8.20.55 καίτοι ταῖς ἀκάτοις ἡνίκα ταῖς αὑτῶν ἰδίαις ναυτίλλονται, οὐχ ἱστίοις χρώμενοι, ἀλλ' ἐρέσσοντες, ἐς νύκτα τε καὶ ἡμέραν μόλις ἐνταῦθα διαπορθμεύονται· ἐς τὴν νῆσον δὲ καταπλεύσαντες ἀποφορτιζόμενοι ἀπαλλάσσονται αὐτίκα δὴ μάλα, τῶν βάρεων σφίσι κούφων γινομένων ἐκ τοῦ αἰφνιδίου κἀκ τοῦ ῥοθίου ἐπαιρομένων ἔν τε τῷ ὕδατι καταδυομένων οὐδέν τι ἄλλο, πλήν γε ὅσα ἐς τὴν τρόπιν αὐτήν. καὶ αὐτοὶ μὲν ἀνθρώπων οὐδένα ὁρῶσιν οὔτε ξυμπλέοντα οὔτε ἀπαλλασσόμενον τῆς νηὸς, φωνῆς δὲ ἀκούειν τινὸς ἐνθένδε φασὶ τοῖς ὑποδεχομένοις ἀπαγγέλλειν δοκούσης πρὸς ὄνομα τῶν συμπεπλευκότων αὐτοῖς ἕκαστον, τά τε ἀξιώματα ἐπιλεγούσης οἷς πρώην ἐχρῶντο καὶ πατρόθεν αὐτοὺς ἀνακαλούσης. ἢν δὲ καὶ γυναῖκες ξυνδιαπορθμευσάμεναι αὐτοῖς τύχωσι, τῶν ἀνδρῶν ἀποστοματίζουσι τὰ ὀνόματα οἷσπερ ξυνοικοῦσαι ἐβίων.
8.20.58 ταῦτα μὲν οὖν οἱ τῇδε ἄνθρωποι ξυμβαίνειν φασίν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.

8.21.1 Οὕτω μὲν οὖν τὰ κατὰ τοὺς πολέμους ἐν χώρᾳ ἑκάστῃ ξυνηνέχθη γενέσθαι. ὁ δὲ Γοτθικὸς πόλεμος ἐφέρετο ὧδε. Βελισάριον μὲν ἐς Βυζάντιον μεταπεμψάμενος βασιλεὺς, ᾗπέρ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, διὰ τιμῆς ἦγε, καὶ οὐδὲ Γερμανοῦ τετελευτηκότος πέμπειν αὐτὸν ἐς τὴν Ἰταλίαν διενοεῖτο, ἀλλὰ καὶ στρατηγὸν τῆς ἑῴας ὄντα, τῶν βασιλικῶν σωματοφυλάκων ἄρχοντα καταστησάμενος, αὐτοῦ κατεῖχεν. ἦν τε τῷ ἀξιώματι πρῶτος ὁ Βελισάριος Ρωμαίων ἁπάντων, καίτοι τινὲς αὐτῶν πρότεροι ἀνάγραπτοί τε ἐς πατρικίους γεγόνασι καὶ ἐς αὐτὸν ἀναβεβήκεσαν τῶν ὑπάτων τὸν δίφρον. ἀλλὰ καὶ ὣς αὐτῷ τῶν πρωτείων ἐξίσταντο πάντες, αἰσχυνόμενοι κατὰ τῆς ἀρετῆς τῷ νόμῳ χρῆσθαι καὶ τὸ ἀπ' αὐτοῦ δικαίωμα περιβάλλεσθαι. ταῦτά τε βασιλέα κομιδῆ ἤρεσκεν. Ἰωάννης δὲ ὁ Βιταλιανοῦ διεχείμαζεν ἐν Σάλωσι. προσδεχόμενοί τε αὐτὸν ἐν Ἰταλίᾳ τοῦτον δὴ τὸν χρόνον οἱ τοῦ Ρωμαίων στρατοῦ ἄρχοντες ἄπρακτοι ἔμενον. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἑκκαιδέκατον ἔτος ἐτελεύτα τῷ Γοτθικῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.
8.21.5 Τῷ δὲ ἐπιγενομένῳ ἐνιαυτῷ Ἰωάννης μὲν διενοεῖτο ἐκ Σαλώνων τε ἐξανίστασθαι καὶ τῷ στρατῷ ἐξηγεῖσθαι ὅτι τάχιστα ἐπὶ Τουτίλαν τε καὶ Γότθους. βασιλεὺς δὲ αὐτὸν διεκώλυεν, αὐτοῦ τε μένειν ἐπέστελλεν, ἕως Ναρσῆς ὁ εὐνοῦχος ἀφίκηται. αὐτὸν γὰρ τοῦδε αὐτοκράτορα καταστήσασθαι τοῦ πολέμου ἐβούλευσεν.
8.21.7 ὅτου δὲ δὴ ἕνεκα ταῦτα βουλομένῳ βασιλεῖ εἴη διαρρήδην μὲν τῶν πάντων οὐδενὶ φανερὸν γέγονε· βασιλέως γὰρ βούλευμα ἔκπυστον ὅτι μὴ αὐτοῦ ἐθελουσίου ἀμήχανά ἐστιν· ἃ δὲ ὑποπτεύοντες ἄνθρωποι ἔλεγον, ἐγὼ δηλώσω. ἔννοια Ἰουστινιανῷ βασιλεῖ γέγονεν ὡς οἱ ἄλλοι τοῦ Ρωμαίων στρατοῦ ἄρχοντες Ἰωάννου ἐπακούειν ὡς ἥκιστα ἐθελήσουσιν, οὐκ ἀξιοῦντες καταδεέστεροί τι αὐτοῦ τὸ ἀξίωμα εἶναι.
καὶ ἀπ' αὐτοῦ ἔδεισε μὴ διχοστατοῦντες τῇ γνώμῃ ἢ ἐθελοκακοῦντες τῷ φθόνῳ ξυγχέωσι τὰ πρασσόμενα.
8.21.10 ἤκουσα δὲ καὶ τόνδε τὸν λόγον ἀπαγγέλλοντος Ρωμαίου ἀνδρὸς, ἡνίκα ἐπὶ Ρώμης διατριβὴν εἶχον· ἦν δὲ οὗτος ἀνὴρ τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς. ἔλεγεν οὖν ὁ Ρωμαῖος οὗτος ὡς ἄρχοι μὲν Ἰταλίας ποτὲ Ἀταλάριχος ὁ Θευδερίχου θυγατριδοῦς, βοῶν δέ τις ἀγέλη ἐς Ρώμην ὑπὸ τοῦτον τὸν χρόνον ἀμφὶ δείλην ὀψίαν ἐξ ἀγροῦ ἥκει διὰ τῆς ἀγορᾶς, ἣν Φόρον Εἰρήνης καλοῦσι Ρωμαῖοι. ἐνταῦθα γάρ πη ὁ τῆς Εἰρήνης νεὼς κεραυνόβλητος γενόμενος ἐκ παλαιοῦ κεῖται. ἔστι δέ τις ἀρχαία πρὸ ταύτης δὴ τῆς ἀγορᾶς κρήνη, καὶ βοῦς ἐπὶ ταύτης χαλκοῦς ἕστηκε, Φειδίου, οἶμαι, τοῦ Ἀθηναίου ἢ Λυσίππου ἔργον. ἀγάλματα γὰρ ἐν χώρῳ τούτῳ πολλὰ τούτοιν δὴ τοῖν ἀνδροῖν ποιήματά ἐστιν. οὗ δὴ καὶ Φειδίου ἔργον ἕτερον· τοῦτο γὰρ λέγει τὰ ἐν τῷ ἀγάλματι γράμματα. ἐνταῦθα καὶ τὸ τοῦ Μύρωνος βοΐδιον. ἐπιμελὲς γὰρ ἐγεγόνει τοῖς πάλαι Ρωμαίοις τῆς Ἑλλάδος τὰ κάλλιστα πάντα ἐγκαλλωπίσματα Ρώμης ποιήσασθαι. ἕνα δὲ ταῦρον ἔφη τῶν τηνικάδε παριόντων εὐνοῦχον τῆς τε ἀγέλης ἀπολειπόμενον καὶ ταύτης δὴ τῆς κρήνης ἐπιβατεύσαντα καθύπερθεν βοὸς τοῦ χαλκοῦ στῆναι. τύχῃ δέ τινι παριόντα τινὰ, Τοῦσκον γένος, κομιδῆ ἄγροικον δόξαντα εἶναι, ξυμβάλλοντα τὸ ποιούμενον φάναι (εἰσὶ γὰρ μαντικοὶ καὶ ἐς ἐμὲ Τοῦσκοι) ὡς εὐνοῦχός ποτε καταλύσει τὸν ἄρχοντα Ρώμης. καὶ τηνικάδε μὲν ὅ τε Τοῦσκος ἐκεῖνος καὶ ὁ παρ' αὐτοῦ λόγος γέλωτα ὦφλε. πρὸ γὰρ τῆς πείρας ἀεὶ ἄνθρωποι τὰς προρρήσεις φιλοῦσι χλευάζειν, οὐκ ἀναχαιτίζοντος αὐτοὺς τοῦ ἐλέγχου, τῷ μήτε ἀποβεβηκέναι τὰ πράγματα μήτε τὸν περὶ αὐτῶν λόγον εἶναι πιστὸν, ἀλλὰ μύθῳ τινὶ γελοιώδει ἐμφερῆ φαίνεσθαι. νῦν δὲ δὴ ἅπαντες τὸ ξύμβολον τοῦτο τοῖς ἀποβεβηκόσιν ὑποχωροῦντες θαυμάζουσι. καὶ διὰ τοῦτο ἴσως ἐπὶ Τουτίλαν ἐστρατήγει Ναρσῆς, ἢ στοχαζομένης τοῦ ἐσομένου τῆς βασιλέως γνώμης, ἢ πρυτανευούσης τὸ δέον τῆς τύχης. ὁ μὲν οὖν Ναρσῆς στράτευμά τε λόγου ἄξιον καὶ χρήματα μεγάλα πρὸς βασιλέως κεκομισμένος ἐστέλλετο. ἐπειδὴ δὲ ξὺν τοῖς ἑπομένοις ἐν μέσῃ Θρᾴκῃ ἐγένετο, χρόνον τινὰ ἐν Φιλιππουπόλει ἀποκεκλεισμένος τῆς ὁδοῦ ἔμεινε. στράτευμα γὰρ Οὐννικὸν ἐπισκῆψαν τῇ Ρωμαίων ἀρχῇ ἅπαντα ἦγόν τε καὶ ἔφερον, οὐδενὸς σφίσιν ἀντιστατοῦντος. ἐπειδὴ δὲ αὐτῶν οἱ μέν τινες ἐπὶ Θεσσαλονίκην, οἱ δὲ τὴν ἐπὶ τὸ Βυζάντιον ᾔεσαν, μόλις ἐνθένδε ἀπαλλαγεὶς ἐπίπροσθεν ᾔει.

8.22.1 Ἐν ᾧ δὲ ὁ μὲν Ἰωάννης ἐπὶ Σαλώνων Ναρσῆν ἔμενε, Ναρσῆς δὲ Οὔννων τῇ ἐφόδῳ συμποδιζόμενος σχολαίτερον ᾔει, ἐν τούτῳ ὁ Τουτίλας προσδεχόμενος τὴν Ναρσοῦ στρατιὰν ἐποίει τάδε. ἄλλους τε Ρωμαίους καί τινας τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς ἐν Ρώμῃ καθίστη, τοὺς λοιποὺς ἐπὶ Καμπανίας ἐάσας. καὶ αὐτοὺς ἐκέλευεν ὅση δύναμις ἐπιμελεῖσθαι τῆς πόλεως, ἐνδεικνύμενος ὅτι δὴ αὐτῷ μεταμέλει τῶν οἱ ἐς Ρώμην εἰργασμένων τὰ πρότερα, ἐπεὶ ἐμπρήσας αὐτῆς πολλὰ ἔτυχεν, ἄλλως τε καὶ ὑπὲρ Τίβεριν ποταμόν. οἱ δὲ καθεστῶτες ἐν αἰχμαλώτων λόγῳ καὶ περιῃρημένοι χρήματα πάντα, μὴ ὅτι τῶν κοινῶν, ἀλλ' οὐδὲ τῶν ἰδίᾳ σφίσι προσηκόντων δυνατοὶ ἦσαν μεταποιεῖσθαι. καίτοι ἀνθρώπων μάλιστα πάντων ὧν ἡμεῖς ἴσμεν φιλοπόλιδες Ρωμαῖοι τυγχάνουσιν ὄντες, περιστέλλειν τε τὰ πάτρια πάντα καὶ διασώζεσθαι ἐν σπουδῇ ἔχουσιν, ὅπως δὴ μηδὲν ἀφανίζηται Ρώμῃ τοῦ παλαιοῦ κόσμου. οἵ γε καὶ πολύν τινα βεβαρβαρωμένοι αἰῶνα τάς τε πόλεως διεσώσαντο οἰκοδομίας καὶ τῶν ἐγκαλλωπισμάτων τὰ πλεῖστα, ὅσα οἷόν τε ἦν, χρόνῳ τε τοσούτῳ τὸ μῆκος καὶ τῷ ἀπαμελεῖσθαι δι' ἀρετὴν τῶν πεποιημένων ἀντέχειν. ἔτι μέντοι καὶ ὅσα μνημεῖα τοῦ γένους ἐλέλειπτο ἔτι, ἐν τοῖς καὶ ἡ ναῦς Αἰνείου, τοῦ τῆς πόλεως οἰκιστοῦ, καὶ εἰς τόδε κεῖται, θέαμα παντελῶς ἄπιστον. νεώσοικον γὰρ ποιησάμενοι ἐν μέσῃ τῇ πόλει, παρὰ τὴν τοῦ Τιβέριδος ὄχθην, ἐνταῦθά τε αὐτὴν καταθέμενοι, ἐξ ἐκείνου τηροῦσιν. ἥπερ ὁποία ποτέ ἐστιν αὐτὸς θεασάμενος ἐρῶν ἔρχομαι. μονήρης τε ἡ ναῦς ἥδε καὶ περιμήκης ἄγαν τυγχάνει οὖσα, μῆκος μὲν ποδῶν εἴκοσι καὶ ἑκατὸν, εὖρος δὲ πέντε καὶ εἴκοσι, τὸ δέ γε ὕψος τοσαύτη ἐστὶν ὅσον αὐτὴν ἐρέσσεσθαι μὴ ἀδύνατα εἶναι.
8.22.10 ξύλων δὲ κόλλημα οὐδὲ ἓν τὸ παράπαν ἐνταῦθά ἐστιν οὐδὲ σιδήρων ἄλλῃ τινὶ μηχανῇ τὰ ξύλα τοῦ πλοίου εἰς ἄλληλά πη ἐρήρεισται, ἀλλὰ μονοειδῆ ξύμπαντά ἐστι λόγου τε καὶ ἀκοῆς κρείσσω καὶ μόνῳ γεγονότα, ὅσα γε ἡμᾶς εἰδέναι, ἐν τῷδε τῷ πλοίῳ. ἥ τε γὰρ τρόπις μονοφυὴς οὖσα ἐκ πρύμνης ἄκρας ἄχρι ἐς τὴν πρῷραν διήκει, κατὰ βραχὺ μὲν θαυμασίως ἐπὶ τὸ κοῖλον ὑποχωροῦσα, καὶ αὖ πάλιν ἐνθένδε κατὰ λόγον εὖ μάλα ἐπὶ τὸ ὀρθόν τε καὶ διατεταμένον ἐπανιοῦσα.
8.22.12 τά τε παχέα ξύμπαντα ξύλα ἐς τὴν τρόπιν ἐναρμοσθέντα (ἅπερ οἱ μὲν ποιηταὶ δρυόχους καλοῦσιν, ἕτεροι δὲ νομέας) ἐκ τοίχου μὲν ἕκαστον θατέρου ἄχρι ἐς τῆς νεὼς διήκει τὸν ἕτερον τοῖχον. ὑφιζάνοντα δὲ καὶ αὐτὰ ἐξ ἑκατέρας ἄκρας καμπὴν ποιεῖται διαφερόντως εὐπρόσωπον, ὅπως ἂν τὴν νῆα μάλιστα κοίλην ἀποτετορνεῦσθαι ξυμβαίη, εἴτε τῆς φύσεως κατὰ τὴν τῆς χρείας ἀνάγκην τά τε ξύλα διακοψάσης καὶ ξυναρμοσαμένης τὰ πρότερα τὸ κύρτωμα τοῦτο εἴτε χειροποιήτῳ τέχνῃ τε καὶ μηχανῇ ἄλλῃ τῆς τῶν νομέων ἀνωμαλίας ἐν ἐπιτηδείῳ γεγενημένης. σανίς τε πρὸς ἐπὶ τούτοις ἑκάστη ἐκ πρύμνης ἄκρας ἐς τῆς νηὸς ἐξικνεῖται τὴν ἑτέραν ἀρχὴν, μονοειδὴς οὖσα καὶ κέντρα σιδηρᾶ τούτου ἕνεκα προσλαβοῦσα μόνον, ὅπως δὴ ταῖς δοκοῖς ἐναρμοσθεῖσα τὸν τοῖχον ποιῇ. οὕτω μὲν ἡ ναῦς ἥδε πεποιημένη κρείσσω παρέχεται τοῦ λόγου τὴν ὄψιν, ἐπεὶ τῶν ἔργων τὰ πλείστῳ παραλόγῳ ξυμβαίνοντα οὐκ εὐδιήγητα τίθεται τοῖς ἀνθρώποις ἀεὶ τῶν πραγμάτων ἡ φύσις, ἀλλὰ ταῖς ἐπινοίαις τὰ ξυνειθισμένα νικῶσα καὶ τοῦ λόγου κρατεῖ. τούτων δὲ δὴ τῶν ξύλων οὐδὲν οὔτε σέσηπεν οὔτε τι ὑποφαίνει ὡς σαπρὸν εἴη, ἀλλ' ἀκραιφνὴς πανταχόθι οὖσα ἡ ναῦς, ὥσπερ ὑπόγυον τῷ τεχνίτῃ τῷ αὐτῆς, ὅστις ποτ' ἦν, νεναυπηγημένη, ἔρρωται καὶ ἐς ἐμὲ θαυμαστὸν ὅσον. τὰ μὲν οὖν ἀμφὶ τῇ τοῦ Αἰνείου νηὶ ταύτῃ ἔχει. Τουτίλας δὲ πλοῖα μακρὰ ἐς τριακόσια Γότθων πληρώσας ἐς τὴν Ἑλλάδα ἐκέλευεν ἰέναι, ληΐζεσθαι τοὺς παραπίπτοντας ἐπιστείλας δυνάμει τῇ πάσῃ.
8.22.18 οὗτος δὲ ὁ στόλος ἄχρι ἐς τὴν Φαιάκων χώραν, ἣ νῦν Κέρκυρα ἐπικαλεῖται, οὐδὲν ἄχαρι ἐργάζεσθαι ἔσχε. νῆσον γὰρ οὐδεμίαν ἐν τῷδε τῷ διάπλῳ οἰκουμένην ξυμβαίνει εἶναι ἐκ τοῦ κατὰ τὴν Χάρυβδιν πορθμοῦ μέχρι ἐς τὴν Κέρκυραν, ὥστε πολλάκις ἐγὼ ἐνταῦθα γενόμενος διηπορούμην ὅπη ποτὲ ἄρα τῆς Καλυψοῦς ἡ νῆσος εἴη. ταύτης γὰρ τῆς θαλάσσης οὐδαμῆ νῆσον τεθέαμαι, ὅτι μὴ τρεῖς, οὐ πολλῷ ἄποθεν τῆς Φαιακίδος, ἀλλ' ὅσον ἀπὸ σταδίων τριακοσίων, ἄγχιστά πη ἀλλήλων οὔσας, βραχείας κομιδῆ καὶ οὐδὲ ἀνθρώπων οἰκία ἐχούσας οὔτε ζῴων οὔτε ἄλλων τὸ παράπαν οὐδέν. Ὀθονοὶ δὲ καλοῦνται τανῦν αἱ νῆσοι αὗται. καὶ φαίη ἄν τις τὴν Καλυψὼ ἐνταῦθα γενέσθαι, καὶ ἀπ' αὐτοῦ τὸν Ὀδυσσέα γῆς τῆς Φαιακίδος ὄντα οὐ πολλῷ ἄποθεν ἢ σχεδίᾳ, ὥς φησιν Ὅμηρος, ἢ ἄλλῳ τῳ τρόπῳ νεώς τινος χωρὶς ἐνθένδε διαπορθμεύσασθαι. ἀλλὰ ταῦτα ἡμῖν ὅσον τεκμηριοῦσθαι εἰρήσθω. τοῖς γὰρ παλαιοτάτοις ἐς τὸ ἀκριβὲς ἐναρμόσασθαι τὸν ἀληθῆ λόγον οὐ ῥᾴδιον, ἐπεὶ ὁ πολὺς χρόνος τά τε τῶν χωρίων ὀνόματα καὶ τὴν ἀμφ' αὐτοῖς δόξαν ἐκ τοῦ ἐπὶ πλεῖστον μεταβάλλειν φιλεῖ. τὸ πλοῖον ἀμέλει, ὅπερ ἐν γῇ τῇ Φαιάκων ἐκ λίθου λευκοῦ πεποιημένον παρὰ τὴν ταύτης ἀκτὴν ἕστηκεν, ἐκεῖνό τινες οἴονται εἶναι, ὃ τὸν Ὀδυσσέα ἐς τὴν Ἰθάκην ἐκόμισεν, ἡνίκα ξεναγεῖσθαι αὐτὸν ἐνταῦθα ξυνέβη. καίτοι οὐ μονοειδὲς τὸ πλοῖον τοῦτό ἐστιν, ἀλλὰ ἐκ λίθων ὅτι μάλιστα πολλῶν ξύγκειται.
8.22.25 καὶ γράμματα ἐν αὐτῷ ἐγκεκόλαπται καὶ διαρρήδην βοᾷ τῶν τινα ἐμπόρων ἐν τοῖς ἄνω χρόνοις ἱδρύσασθαι τὸ ἀνάθημα τοῦτο Διὶ τῷ Κασίῳ. Δία γὰρ Κάσιον ἐτίμων ποτὲ οἱ τῇδε ἄνθρωποι, ἐπεὶ καὶ ἡ πόλις, ἐν ᾗ τὸ πλοῖον τοῦτο ἕστηκεν, ἐς τόνδε τὸν χρόνον Κασώπη ἐπικαλεῖται. τοῦτον δὲ τὸν τρόπον ἐκ λίθων πολλῶν καὶ ἡ ναῦς ἐκείνη πεποίηται, ἣν Ἀγαμέμνων ὁ τοῦ Ἀτρέως τῆς Εὐβοίας ἐν Γεραιστῷ ἀνέθηκε τῇ Ἀρτέμιδι, ἀφοσιούμενος κἀν τούτῳ τὴν ἐς αὐτὴν ὕβριν, ἡνίκα διὰ τὸ τῆς Ἰφιγενείας πάθος τὸν ἀπόπλουν ἡ Ἄρτεμις ξυνεχώρει τοῖς Ἕλλησιν. ἃ δὴ γράμματα ἐν πλοίῳ τούτῳ ἢ τηνικάδε ἢ ὕστερον ξυσθέντα δηλοῖ ἐν ἑξαμέτρῳ. ὧν τὰ μὲν πλεῖστα ἐξίτηλα χρόνῳ τῷ μακρῷ γέγονε, τὰ δὲ πρῶτα καὶ ἐς τόδε διαφαίνεται λέγοντα ὧδε Νῆά με λαϊνέην ἱδρύσατο τῇδ' Ἀγαμέμνων, Ἑλλήνων στρατιῆς σῆμα πλοϊζομένης. καὶ ἐν ἀρχῇ ἔχει «Τύννιχος ἐποίει Ἀρτέμιδι Βολοσίᾳ.» οὕτω γὰρ τὴν Εἰλείθυιαν ἐν τοῖς ἄνω χρόνοις ἐκάλουν, ἐπεὶ καὶ βολὰς τὰς ὠδῖνας ὠνόμαζον. ἐμοὶ δὲ αὖθις ὅθενπερ ἐξέβην ἰτέον.
8.22.30 Ἐπειδὴ ἐς τὴν Κέρκυραν οὗτος ὁ Γότθων στόλος ἀφίκετο, αὐτήν τε ἦγον καὶ ἔφερον ἐξ ἐπιδρομῆς καὶ ὅσαι ἄλλαι αὐτῇ νῆσοι ἐπίκεινται, αἳ Συβόται καλοῦνται· διαβάντες δὲ καὶ εἰς τὴν ἤπειρον ἐξαπιναίως ἅπαντα ἐληΐζοντο τὰ ἀμφὶ Δωδώνην χωρία καὶ διαφερόντως Νικόπολίν τε καὶ Ἀγχίαλον, οὗ δὴ Ἀγχίσην, τὸν Αἰνείου πατέρα, ἐξ Ἰλίου ἁλούσης ξὺν τῷ παιδὶ πλέοντά φασιν οἱ ἐπιχώριοι ἐξ ἀνθρώπων ἀφανισθῆναι καὶ τὴν ἐπωνυμίαν τῷ χωρίῳ δοῦναι. περιιόντες δὲ τὴν παραλίαν ὅλην καὶ ναυσὶ Ρωμαίων ἐντυχόντες πολλαῖς αὐτοῖς φορτίοις ἁπάσας εἷλον. ἐν ταῖς εἶναι ξυνέβη καὶ τῶν νηῶν τινας, αἳ τῇ Ναρσοῦ στρατιᾷ ἐκ τῆς Ἑλλάδος τὰ ἐπιτήδεια ἔφερον. ταῦτα μὲν οὖν τῇδε ξυνηνέχθη γενέσθαι.
https://byzantium.gr/
8.23.1 Τουτίλας δὲ πολλῷ πρότερον Γότθων στράτευμα ἐς Πικηνοὺς ἐτύγχανε πέμψας, ἐφ' ᾧ δὴ τὸν Ἀγκῶνα ἐξελοῦσιν· οἷς δὴ ἄρχοντας τοὺς ἐν Γότθοις δοκιμωτάτους ἐπέστησε, Σκιποῦάρ τε καὶ Γίβαλ καὶ Γουνδοὺλφ, ὅσπερ Βελισαρίου δορυφόρος ἐγεγόνει ποτέ. τινὲς δὲ αὐτὸν Ἰνδοὺλφ ἐκάλουν. οἷς δὴ καὶ πλοῖα μακρὰ ἑπτὰ καὶ τεσσαράκοντα ἔδωκεν, ὅπως τὸ φρούριον κατὰ γῆν τε καὶ θάλασσαν πολιορκοῦντες ῥᾷόν τε καὶ ἀπονώτερον τὴν αὐτοῦ ἐπικράτειαν θήσονται. χρόνου δὲ ταύτῃ τῇ προσεδρείᾳ τριβέντος συχνοῦ, συνέβαινε τοὺς πολιορκουμένους τῇ τῶν ἀναγκαίων ἀπορίᾳ πιέζεσθαι. ἅπερ ἐπεὶ Βαλεριανὸς ἔμαθεν, ἐπὶ Ραβέννης διατριβὴν ἔχων, ἀμύνειν τε κατὰ μόνας τοῖς ἐν τῷ Ἀγκῶνι Ρωμαίοις οὐχ οἷός τε ὢν, πέμψας πρὸς Ἰωάννην τὸν Βιταλιανοῦ ἀδελφιδοῦν ἐπὶ Σαλώνων ὄντα ἔγραψε τάδε
«Μόνος ὁ Ἀγκὼν ἡμῖν τοῦ κόλπου ἐντὸς ἀπολέλειπται, ὡς αὐτὸς οἶσθα, εἴπερ ἔτι νῦν ἀπολέλειπται. οὕτω γὰρ τοῖς ἐν τούτῳ Ρωμαίοις πικρότατα πολιορκουμένοις τὰ πράγματα ἔχει ὥστε δέδοικα μὴ βοηθοῦντες ἔξωροι ὦμεν, ὀπίσω τοῦ καιροῦ τὴν σπουδὴν ἔχοντες, ἕωλόν τε τὴν ὑπὲρ αὐτοῦ προθυμίαν ποιούμενοι. ἀλλὰ παύσομαι. ἡ γὰρ τῶν πολιορκουμένων ἀνάγκη μακροτέραν τὴν ἐπιστολὴν οὐκ ἐᾷ γίνεσθαι τὸν χρόνον ἐφ' ἑαυτὴν ἀκριβῶς σφίγγουσα καὶ ὁ κίνδυνος ὀξυτέραν τοῦ λόγου τὴν ἐπικουρίαν ζητῶν.» ταύτην Ἰωάννης ἀναλεξάμενος τὴν ἐπιστολὴν, καίπερ αὐτῷ πρὸς βασιλέως ἀπορρηθὲν, αὐτοκέλευστος ἐτόλμα ἰέναι, τῶν οἱ πρὸς αὐτοκράτορος ἐπηγγελμένων προὐργιαιτέραν τὴν ἀπὸ τῆς τύχης στενοχωρίαν πεποιημένος. ἄνδρας τε ἀπολεξάμενος, οὓς μάλιστα πάντων ἀγαθοὺς τὰ πολέμια ᾤετο εἶναι, καὶ αὐτῶν ὀκτὼ καὶ τριάκοντα πλοῖα μακρὰ ἐμπλησάμενος πλέοντά τε ὡς τάχιστα καὶ πρὸς πόλεμον τὸν ἐν θαλάσσῃ ὡς ἄριστα πεποιημένα, ἔνιά τε αὐτοῖς τῶν ἐπιτηδείων ἐνθέμενος, ἄρας ἐκ Σαλώνων τῷ Σκάρδωνι προσέσχεν. οὗ δὴ καὶ Βαλεριανὸς ξὺν ναυσὶ δώδεκα οὐκ ἐς μακρὰν ἦλθεν.
Ἐπειδὴ δὲ ἀλλήλοις ξυνέμιξαν, κοινολογησάμενοί τε καὶ τὰ σφίσι ξύμφορα δόξαντα εἶναι βεβουλευμένοι, ἐνθένδε μὲν ἀποπλέουσιν, ἐς δὲ ἤπειρον τὴν ἀντιπέρας κατάραντες ἐς χωρίον ὁρμίζονται, ὃ δὴ Σενογαλλίαν Ρωμαῖοι καλοῦσι, τοῦ Ἀγκῶνος οὐ πολλῷ ἄποθεν.
8.23.10 ὅπερ ἐπεὶ οἱ Γότθων στρατηγοὶ ἔμαθον, πλοῖα μακρὰ καὶ αὐτοὶ τὰ σφίσι παρόντα, ἑπτὰ καὶ τεσσαράκοντα ὄντα, Γότθων τῶν λογίμων αὐτίκα ἐπλήρουν. τὸ δὲ ἄλλο στράτευμα ἐπὶ τῇ προσεδρείᾳ τοῦ φρουρίου ἀπολιπόντες εὐθὺ τῶν πολεμίων ἐχώρουν. ἡγεῖτο δὲ τῶν μὲν ἐπὶ τῇ πολιορκίᾳ μεμενηκότων ὁ Σκιποῦαρ, τῶν δὲ δὴ ἐν ταῖς ναυσὶν ὄντων Γίβαλ τε καὶ Γουνδούλφ.
ἐπειδή τε ἄγχιστα ἀλλήλων ἐγένοντο, τάς τε ναῦς ἑκάτεροι ἀνεκώχευον καὶ ξυναγαγόντες αὐτὰς ἐς ὀλίγον παραίνεσιν ἐς τοὺς στρατιώτας ἐποιοῦντό τινα.
πρῶτοί τε Ἰωάννης καὶ Βαλεριανὸς ἔλεξαν τοιάδε «Μηδεὶς ὑμῶν, ὦ ξυστρατιῶται, ὑπὲρ τοῦ Ἀγκῶνος μόνου τούτου καὶ τῶν ἐν αὐτῷ πολιορκουμένων Ρωμαίων ἀγωνιεῖσθαι τανῦν οἰέσθω, μηδὲ ἄχρι τοῦδε ἀποκριθήσεσθαι ἡμῖν τὴν ξυμβολὴν τήνδε, ἀλλὰ ξύμπαν, ὡς συνελόντας εἰπεῖν, τὸ τοῦ πολέμου κεφάλαιον ἐνταῦθα ἑστάναι, ἔνθα τε ἂν ἀποκλῖναι ξυμβαίη τὴν μάχην, συγκληροῦσθαι αὐτῇ καὶ τῆς τύχης τὸ πέρας.
8.23.15 οὑτωσὶ γὰρ περὶ τῶν παρόντων σκοπεῖσθε· πολλή τις ἐπὶ ταῖς δαπάναις ἀπόκειται τοῦ πολέμου ῥοπὴ, τούς τε τῶν ἐπιτηδείων σπανίζοντας ἡττᾶσθαι τῶν πολεμίων ἐπάναγκες. λιμῷ γὰρ οὐκ οἶδεν ἡ ἀρετὴ ξυνοικίζεσθαι, πεινῆν τε καὶ ἀνδραγαθίζεσθαι οὐκ ἀνεχομένης τῆς φύσεως. τούτων δὲ τοιούτων ὄντων ἄλλο μὲν οὐδὲν ὀχύρωμα ἡμῖν ἐκ τοῦ Δρυοῦντος ἐς Ράβενναν ἀπολέλειπται, ὅπη ἂν τὰ ἐδώδιμα ἡμῖν τε καὶ ἵπποις τοῖς ἡμετέροις ἀποκεῖσθαι δεήσει, οὕτω τε οἱ πολέμιοι κρατοῦσι τῆς χώρας ὥστε φίλιον οὐδὲν μεμένηκεν ἡμῖν ἐνταῦθα χωρίον, ὅθεν ἂν καὶ κατὰ βραχὺ τῶν τι ἐπιτηδείων ἐκπορίζεσθαι χρή. ἐς δὲ τὸν Ἀγκῶνα ἡμῖν ἡ προσδοκία μεμένηκε πᾶσα τοῦ καὶ τοῖς ἐξ ἠπείρου τῆς ἀντιπέρας καταίρουσιν ἐνταῦθα προσχεῖν δυνατοῖς εἶναι καὶ ἀσφάλειαν ἔχειν.
8.23.19 οὐκοῦν εὐημερήσαντες ἐν τῇ ξυμβολῇ τήμερον καὶ βασιλεῖ τὸν Ἀγκῶνα, ὡς τὸ εἰκὸς, κρατυνάμενοι τάχα ἂν καὶ τὰ ἄλλα τοῦ πρὸς Γότθους πολέμου ἐν ἐλπίσιν ἀγαθαῖς τὸ λοιπὸν ἕξομεν. σφαλέντες δὲ ἐν ταύτῃ τῇ μάχῃ, ἄλλο μέντοι πικρὸν οὐκ ἂν εἴποιμεν, ἀλλὰ δοίη τὴν Ἰταλίας ἐπικράτησιν ὁ θεὸς Ρωμαίοις διηνεκῆ εἶναι. κἀκεῖνο δὲ λογίζεσθαι ἡμῖν ἄξιον, ὡς κακοῖς ἐν τῷ ἔργῳ γινομένοις ἡμῖν οὐδὲ ἀποφεύγειν ἐξόν. οὔτε γὰρ τὴν γῆν ἕξετε πρὸς τῶν ἐναντίων κατειλημμένην οὔτε τὴν θάλασσαν πλώιμον, οὕτω θαλασσοκρατούντων τῶν πολεμίων, ἀλλὰ περιέστηκεν ἡμῖν ἡ τῆς σωτηρίας ἐλπὶς ἐν ταῖς χερσὶν οὖσα καὶ ξυμμεταβαλλομένη τοῖς κατὰ τὴν ἀγώνισιν ἔργοις.
8.23.22 ἀνδραγαθίζεσθε τοίνυν ὅση δύναμις, τοῦτο ἐκεῖνο ἐκλογιζόμενοι, ὡς ἡσσηθέντες μὲν ἐν τῷ παρόντι τὴν ὑστάτην ἧτταν κληρώσεσθε, νενικηκότες δὲ μετὰ τῶν ἄγαν εὐδαιμόνων ξὺν τῇ εὐκλείᾳ τετάξεσθε.»
8.23.23 Ἰωάννης μὲν καὶ Βαλεριανὸς τοσαῦτα εἶπον. καὶ οἱ Γότθων δὲ ἄρχοντες τοιάνδε τὴν παράκλησιν ἐποιήσαντο «Ἐπειδὴ πάσης ἀπεληλαμένοι τῆς Ἰταλίας καὶ πολύν τινα χρόνον οὐκ ἴσμεν ἐν ὁποίοις ποτὲ μυχοῖς οἵδε οἱ κατάρατοι τῆς γῆς ἢ τῆς θαλάσσης διαλαθόντες τανῦν ἡμῖν τετολμήκασιν ἐς χεῖρας ἰέναι, καὶ ὡς ἀναμαχούμενοι ἐφ' ἡμᾶς ἥκουσιν, ἐπάναγκες αὐτοῖς τὸ ἐκ τῆς ἀβουλίας ἐγγενόμενον θράσος ἀναχαιτίζειν προθυμίᾳ τῇ πάσῃ, ὡς μὴ ἐνδιδόντων ἡμῶν τὰ τῆς ἀπονοίας αὐτοῖς ἐς μέγα χωροίη. ἀμαθία γὰρ οὐ κατ' ἀρχὰς ἀναστελλομένη ἀναβαίνει μὲν ἐπ' ἄπειρον τόλμαν, ἐς ἀνηκέστους δὲ τῶν παραπιπτόντων τελευτᾷ συμφοράς. δείξατε τοίνυν αὐτοῖς ὅτι τάχιστα ὡς Γραικοί τε εἰσι καὶ ἄνανδροι φύσει καὶ ἡσσημένοι θρασύνονται, μηδὲ συγχωρήσητε τὴν διάπειραν αὐτοῖς πρόσω ἰέναι. ἀνανδρία γὰρ καταφρονηθεῖσα ἐπὶ παρρησίαν ἐξάγεται μείζω, ἐπεὶ τῷ προϊέναι τὸ θάρσος ἄοκνον γίνεται. ἐπὶ πολὺ δὲ ἀνθέξειν αὐτοὺς ἀνδραγαθιζομένοις ὑμῖν μηδαμῶς οἴεσθε. φρόνημα γὰρ τῇ δυνάμει τῶν αὐτῷ χρωμένων μὴ συμμετρούμενον πρὸ μὲν τοῦ ἔργου ἐπαιρόμενον ἐν ἀκμῇ φαίνεται, ἀρξαμένης δὲ τῆς ξυμβολῆς καταρρεῖν εἴωθεν.
8.23.28 ὅτε τοίνυν ταῦτα οὕτως ἔχει, ἀναμνήσθητε μὲν ὅντινα τρόπον οἱ πολέμιοι πολλάκις ἀποπειρασάμενοι τῆς ἀρετῆς τῆς ὑμετέρας ἀπήλλαξαν, ἐκλογίζεσθε δὲ ὡς οὐκ ἀμείνους ἐκ τοῦ αἰφνιδίου γεγενημένοι ἐφ' ἡμᾶς ὥρμηνται, ἀλλὰ τὰ παραπλήσια τοῖς προλαβοῦσι τετολμηκότες, τὴν ὁμοίαν καὶ νῦν κληρώσονται τύχην.»
8.23.29 Τοσαῦτα καὶ οἱ τῶν Γότθων ἄρχοντες παρακελευσάμενοι καὶ τοῖς πολεμίοις ὑπαντιάσαντες μελλήσει οὐδεμιᾷ ἐς χεῖρας ἦλθον. ἦν τε ἡ ναυμαχία ἐσάγαν ἰσχυρὰ, πεζομαχίᾳ ἐμφερὴς οὖσα. τάς τε γὰρ ναῦς μετωπηδὸν ἀντιπρώρους ταῖς τῶν ἐναντίων ἑκάτεροι στήσαντες τὰ τοξεύματα ἐς ἀλλήλους ἀφίεσαν, καὶ αὐτῶν ὅσοι ἀρετῆς τι μετεποιοῦντο, ἄγχιστά πη ἀλλήλων γινόμενοι ἐν χρῷ τε ξυνιόντες ἀπὸ τῶν καταστρωμάτων ξυνέμισγον, ξίφεσί τε καὶ δόρασιν, ὥσπερ ἐν πεδίῳ, μαχόμενοι. καὶ τὰ μὲν προοίμια τοῦ ἀγῶνος τοῦδε τοιαῦτα ἐγεγόνει. ὕστερον δὲ οἱ βάρβαροι ἀπειρίᾳ τοῦ ναυμαχεῖν ξὺν πολλῇ ἀταξίᾳ τὴν ξυμβολὴν τήνδε διέφερον· οἱ μὲν γὰρ αὐτῶν οὕτως ἀπ' ἀλλήλων διίσταντο ὥστε διδόναι τοῖς πολεμίοις αὐτοὺς κατὰ μόνας ἐμβάλλειν, οἱ δὲ συχνοὶ ἐς ταὐτὸ ξυνιόντες πρὸς ἀλλήλων ἀεὶ τῇ τῶν πλοίων στενοχωρίᾳ ξυνεποδίζοντο. εἴκασεν ἄν τις φορμηδὸν αὐτοῖς τὰ τῶν πλοίων ἰκρία ξυγκεῖσθαι. καὶ οὐδὲ τοξεύειν ἐς τῶν ἐναντίων τοὺς διεστῶτας ἠδύναντο, ὅτι μὴ ὀψέ τε καὶ μόλις, οὐδὲ ξίφεσιν ἢ δόρασι χρῆσθαι, ἡνίκα ἂν σφίσιν ἐγκειμένους αὐτοὺς ἴδοιεν, ἀλλὰ κραυγῇ τε καὶ ὠθισμῷ ἐν σφίσιν αὐτοῖς διηνεκῶς εἴχοντο, ξυγκρούοντές τε ἀεὶ ἐς ἀλλήλους καὶ τοῖς κοντοῖς αὖθις διωθούμενοι οὐδενὶ κόσμῳ, καὶ πὴ μὲν συμφύροντες τῇ στενοχωρίᾳ τὸ μέτωπον, πὴ δὲ ἀποφοιτῶντες πολλῷ ἄποθεν ἐπὶ πονηρῷ τῶν σφετέρων ἑκάτεροι. τάς τε παρακελεύσεις αὐτῶν ἕκαστος ἐς τοὺς ἄγχιστα ὄντας ξὺν ὀλολυγῇ πολλῇ ἐποιοῦντο, οὐκ ἐπὶ τοὺς πολεμίους, ἀλλ' ὅπως τὰς διαστάσεις αὐτοὶ ἀπ' ἀλλήλων ἐργάζωνται. ἠσχολημένοι τε τῇ ἐς ἀλλήλους ἀμηχανίᾳ τῆς κατὰ σφῶν νίκης αἰτιώτατοι τοῖς πολεμίοις ἐγίνοντο. οἱ δὲ Ρωμαῖοι ἀνδρείως μὲν τὰ ἐς τὴν ξυμβολὴν, ἐμπείρως δὲ τὰ ἐς τὴν ναυμαχίαν διαχειρίζοντες, τά τε πλοῖα μετωπηδὸν στήσαντες, καὶ οὔτε κατὰ πολὺ διεστῶτες ἀλλήλων οὔτε μὴν ἄγχιστα ξυνιόντες περαιτέρω τῆς χρείας, ἀλλὰ συμμέτρους ἀεὶ τάς τε ξυνόδους καὶ διαστάσεις ποιούμενοι, ἢν μὲν ναῦν πολεμίαν ἀποσκεδαννυμένην τῶν ἄλλων θεῷντο, κατέδυον ἐμβάλλοντες οὐδενὶ πόνῳ, εἰ δέ που ξύγχυσιν ἐς τῶν πολεμίων τινὰς ἴδοιεν, ἐνταῦθα τά τε τοξεύματα συχνὰ ἔπεμπον καὶ ἡνίκα σφίσιν ἐπιπέσοιεν, ἀτάκτοις οὖσι καὶ συντριβέσι γεγενημένοις τῷ τῆς ἀταξίας καμάτῳ, ἐκ χειρὸς αὐτοὺς διεχρῶντο. ἀπειρηκότες οὖν οἱ βάρβαροι πρός τε τὰ τῆς τύχης ἐναντιώματα καὶ τὰς κατὰ τὴν μάχην ἁμαρτάδας ξυμπεπτωκυίας, οὐκ εἶχον καθ' ὅ τι μαχέσονται, οὐδὲ ναυμαχοῦντες, οὐ μέντοι οὐδὲ καθάπερ ἐν πεζομαχίᾳ ἐπὶ τῶν καταστρωμάτων ἑστῶτες, ἀλλὰ ῥίψαντες τὴν ἀγώνισιν ἐπικινδύνως ἠτρέμιζον, ἐπὶ τῇ τύχῃ καταλιπόντες. διὸ δὴ ἐς ὑπαγωγὴν οἱ Γότθοι αἰσχρὰν ξὺν πολλῇ ἀκοσμίᾳ ἐτράποντο, καὶ οὔτε ἀλκῆς οὔτε φυγῆς τινος εὐπρεποῦς οὔτε του ἄλλου ἐς σωτηρίαν αὐτοὺς ἄγοντος ἐμέμνηντο ἔτι, ἀλλὰ μεταξὺ πλοίων τῶν πολεμίων ὡς τὰ πολλὰ σκεδαννύμενοι διηποροῦντο. καὶ αὐτῶν τινες ναυσὶν ἕνδεκα διέφυγον καὶ λαθόντες ἐσώθησαν, οἱ δὲ λοιποὶ ἅπαντες ὑπὸ τοῖς πολεμίοις ἐγένοντο. ὧν δὴ πολλοὺς μὲν αὐτοχειρὶ Ρωμαῖοι διέφθειρον, πολλοὺς δὲ αὐταῖς ναυσὶ καταδύοντες ἔκτεινον· τῶν δὲ στρατηγῶν Γουνδοὺλφ μὲν ξὺν ταῖς ἕνδεκα ναυσὶ λαθὼν ἔφυγε, τὸν δὲ δὴ ἕτερον ἐζώγρησαν Ρωμαῖοι. καὶ ἔπειτα οἱ ἐν ταῖς ἕνδεκα ναυσὶν ἐς τὴν γῆν ἀποβάντες τὰ μὲν πλοῖα εὐθὺς ἔκαυσαν, ὡς μὴ ὑπὸ τῶν πολεμίων ταῖς χερσὶ γένωνται, αὐτοὶ δὲ πεζῇ ἐς τὸ στρατόπεδον ἐκομίσθησαν, ὃ τοὺς ἐν Ἀγκῶνι ἐπολιόρκουν. φράσαντές τε αὐτοῖς τὰ ξυμπεσόντα εὐθυωρὸν ξὺν αὐτοῖς τὴν ἀναχώρησιν ἐποιήσαντο, τὸ στρατόπεδον τοῖς πολεμίοις ἀπολιπόντες, καὶ δρόμῳ τε καὶ θορύβῳ πολλῷ ἐς Αὔξιμον πόλιν ἐγγύς πη οὖσαν ἀνέδραμον. Ρωμαῖοι δὲ ἀφικόμενοι ἐς τὸν Ἀγκῶνα οὐ πολλῷ ὕστερον τό τε στρατόπεδον τῶν πολεμίων ἀνδρῶν ἔρημον αἱροῦσι καὶ τὰ ἐπιτήδεια τοῖς ἐν τῷ φρουρίῳ ἐσκομίσαντες ἀπέπλευσαν ἐνθένδε. καὶ Βαλεριανὸς μὲν ἐπὶ Ραβέννης ἐχώρησεν, Ἰωάννης δὲ ἐς Σάλωνας ἀνέστρεψεν. αὕτη διαφερόντως ἡ μάχη τό τε φρόνημα καὶ τὴν δύναμιν Τουτίλα καὶ Γότθων κατέλυσεν.

8.24.1 Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον τῇδε Ρωμαίοις τὰ πράγματα εἶχεν ἐν Σικελίᾳ. Λιβέριος μὲν ἐνθένδε βασιλεῖ ἐς Βυζάντιον μετάπεμπτος ἦλθεν, Ἀρταβάνης δὲ, τοῦτο βασιλεῖ δεδογμένον, παντὸς ἦρχε τοῦ ἐν Σικελίᾳ Ρωμαίων στρατοῦ. ὃς δὴ Γότθους τοὺς ἐν τοῖς ἐκείνῃ φρουρίοις ἀπολελειμμένους, ὀλίγους κομιδῆ ὄντας, πολιορκῶν, μάχῃ τε αὐτῶν τοὺς ἐπεξιόντας νικήσας ἐς πᾶσάν τε ἀπορίαν τῶν ἀναγκαίων καταστησάμενος ὕστερον ὁμολογίᾳ ξύμπαντας εἷλεν. οἷς οἱ Γότθοι περίφοβοί τε γεγενημένοι καὶ τοῖς κατὰ τὴν ναυμαχίαν ξυμπεπτωκόσι περιαλγοῦντες τὸν πόλεμον ἀπεγίνωσκον, ἤδη δυσέλπιδες τὸ παράπαν γεγενημένοι, λογιζόμενοί τε ὡς ἐν τῷ παρόντι δὴ αἰσχρῶς ἡσσημένοι τῶν πολεμίων καὶ παντάπασι διεφθαρμένοι, ἤν τις Ρωμαίοις βοήθεια καὶ κατὰ βραχὺ ἐπιγένηται, τρόπῳ οὐδενὶ ἀντέχειν αὐτοῖς οὐδὲ χρόνου ῥοπήν τινα ἱκανοὶ ἔσονται ἢ ἐπὶ τῆς Ἰταλίας ἑστήξειν. οὐ μὴν οὐδὲ κατὰ πρεσβείαν διαπράξασθαί τι ἐκ βασιλέως ἐν ἐλπίδι εἶχον. πολλάκις γὰρ ἐς αὐτὸν πρέσβεις ὁ Τουτίλας ἐτύγχανε πέμψας. οἳ, ἐπεὶ ἐς ὄψιν Ἰουστινιανῷ βασιλεῖ ἦλθον, ἀνεδίδαξαν μὲν ὡς τῆς Ἰταλίας τὰ μὲν πολλὰ κατέλαβον Φράγγοι, ἡ δὲ λοιπὴ ἔρημος ἀνθρώπων τῷ πολέμῳ ἐπὶ πλεῖστον γεγένηται, Σικελίας δὲ καὶ Δαλματίας, αἵπερ ἀκραιφνεῖς διέμειναν μόναι, Ρωμαίοις ἐξίστανται Γότθοι, δασμοὺς δὲ καὶ φόρους ὑπὲρ τῆς ἐρήμου ἀποφέρειν ὁμολογοῦσιν ἀνὰ πᾶν ἔτος καὶ συμμαχήσειν ἐφ' οὓς ἂν βασιλεὺς βούλοιτο καὶ τὰ ἄλλα κατήκοοι αὐτῷ ἔσεσθαι. ἀλλὰ βασιλεὺς μάθησιν οὐδεμίαν τῶν λεγομένων ποιούμενος τοὺς πρέσβεις ἅπαντας ἀπεπέμπετο, πρὸς τὸ Γότθων ὄνομα χαλεπῶς ἔχων, ἄρδην τε αὐτὸ τῆς Ρωμαίων ἀρχῆς ἐξελάσαι διανοούμενος. ταῦτα μὲν οὖν τῇδε ξυνηνέχθη γενέσθαι.
8.24.6 Θευδίβερτος δὲ, ὁ Φράγγων ἀρχηγὸς, οὐ πολλῷ ἔμπροσθεν ἐξ ἀνθρώπων ἠφάνιστο νόσῳ, Λιγουρίας τε χωρία ἄττα καὶ Ἄλπεις Κουτίας καὶ Βενετιῶν τὰ πολλὰ οὐδενὶ λόγῳ ἐς ἀπαγωγὴν φόρου ὑποτελῆ ποιησάμενος. τὴν γὰρ ἀσχολίαν τῶν μαχομένων οἰκείαν οἱ Φράγγοι εὐκαιρίαν πεποιημένοι τοῖς ἐκείνων περιμαχήτοις αὐτοὶ ἀκινδύνως ἐπλούτουν. καὶ Γότθοις μὲν πολίσματα ὀλίγα ἐν Βενετίοις διέμεινε, τά τε ἐπιθαλασσίδια χωρία Ρωμαίοις· τὰ δὲ ἄλλα ὑποχείρια σφίσιν ἅπαντα πεποίηνται Φράγγοι. Ρωμαίων τε καὶ Γότθων πόλεμον τόνδε ᾗπέρ μοι εἴρηται πρὸς ἀλλήλους διαφερόντων καὶ πολεμίους οὐ δυναμένων ἐπικτᾶσθαι καινοὺς, Γότθοι τε καὶ Φράγγοι ἐς λόγους ἀλλήλοις ξυνίασι, καὶ ξυνέκειτο, μέχρι μὲν ἂν Γότθοι πρὸς Ρωμαίους τὸν πόλεμον διαφέροιεν, ἔχοντας ἑκατέρους ὧνπερ ἐγένοντο ἐγκρατεῖς ἡσυχῆ μένειν, μηδέν τε σφίσι πρὸς ἀλλήλους πολέμιον εἶναι. ἢν δέ γε βασιλέως ποτὲ Ἰουστινιανοῦ περιέσεσθαι Τουτίλαν τῷ πολέμῳ συμβαίη, τηνικάδε Γότθους τε καὶ Φράγγους διοικήσασθαι ταῦτα, ὅπη ἂν συνοίσειν ἑκατέροις δοκῇ. ἀλλὰ ταῦτα μὲν τῇδε ξυνέκειτο. τὴν δὲ Θευδιβέρτου ἀρχὴν διεδέξατο Θευδίβαλδος ὁ παῖς. βασιλεύς τε Ἰουστινιανὸς Λεόντιον, τὸν Ἀθανασίου γαμβρὸν, ἄνδρα ἐκ βουλῆς, πρεσβευτὴν παρ' αὐτὸν ἔπεμψεν ἔς τε ὁμαιχμίαν παρακαλῶν ἐπὶ Τουτίλαν τε καὶ Γότθους καὶ χωρίων ἐκστῆναι τῶν ἐπὶ τῆς Ἰταλίας αἰτούμενος, ὧνπερ Θευδίβερτος οὐ δέον ἐπιβατεῦσαι διὰ σπουδῆς ἔσχε.
8.24.12 Λεόντιος δὲ, ἐπειδὴ παρὰ Θευδίβαλδον ἀφίκετο, ἔλεξεν ὧδε «Ἴσως μέν τι καὶ ἄλλοις παρὰ τὰς ἐλπίδας τισὶ τετυχηκέναι ξυνέπεσεν, ὁποῖον δὲ Ρωμαίοις τανῦν πρὸς ὑμῶν γεγονέναι ξυνέβη, οὐδενὶ, οἶμαι, ξυνηνέχθη πώποτε τῶν πάντων ἀνθρώπων. βασιλεὺς μὲν γὰρ Ἰουστινιανὸς οὐ πρότερον κατέστη ἐς πόλεμον τόνδε, οὐδὲ Γότθοις πολεμησείων ἔνδηλος γέγονεν, ἕως αὐτῷ Φράγγοι φιλίας τε καὶ ξυμμαχίας ὀνόματι χρήματα μεγάλα κεκομισμένοι τὴν ἀγωνίαν ξυλλήψεσθαι ὡμολόγησαν. οἱ δὲ οὐχ ὅπως τι δρᾶν τῶν ὡμολογημένων ἠξίωσαν, ἀλλὰ καὶ προσηδικήκασι Ρωμαίους τοιαῦτα οἷα οὐδ' ἄν τις ὑποπτεῦσαι ῥᾳδίως ἔσχεν. ὁ γὰρ πατὴρ ὁ σὸς Θευδίβερτος χώρας ἐπιβατεῦσαι ὑπέστη, οὐδὲν αὐτῷ προσῆκον, ἧσπερ βασιλεὺς πόνῳ τε πολλῷ καὶ κινδύνοις πολέμου, καὶ ταῦτα Φράγγων ἁπάντων ἐκποδὼν ἱσταμένων, κύριος γέγονε. διόπερ τανῦν ἐς ὑμᾶς ἥκω, οὐχ ὅπως μέμψομαι ἢ αἰτιάσομαι, ἀλλ' αἰτησόμενός τε καὶ παραινέσων ὅσα ξυνοίσειν ὑμῖν αὐτοῖς μέλλει. λέγω δὲ, ὅπως βεβαιότατα μὲν διασώζητε τὴν ὑπάρχουσαν ὑμῖν εὐπραξίαν, συγχωρήσητε δὲ Ρωμαίους ἔχειν τὰ αὐτῶν ἴδια· τοὺς γὰρ δύναμιν περιβεβλημένους μεγάλην καὶ βραχέων τινῶν οὐχ ὁσία κτῆσις ἀφαιρεῖσθαι πολλάκις τὰ παρόντα αὐτοῖς ἐκ παλαιοῦ ἀγαθὰ ἴσχυσεν, ἐπεὶ τὸ εὔδαιμον τῷ ἀδίκῳ ἐς ταὐτὸ ξυνιέναι οὐδαμῆ εἴωθε, καὶ μὴν καὶ ὅπως ἡμῖν τὸν πρὸς Τουτίλαν ξυνδιενέγκητε πόλεμον, τὴν τοῦ πατρὸς ὑποτελοῦντες ὁμολογίαν. τοῦτο γὰρ ἂν πρέπον γνησίοις παισὶ πάντων μάλιστα, ἐπανορθοῦν μὲν, εἴ τι τοῖς γειναμένοις ἡμαρτῆσθαι ξυμβαίνει, περιστέλλειν δὲ καὶ κρατύνεσθαι ὅσα δὴ αὐτοῖς ἄριστα εἴργασται. ἐπεὶ καὶ τῶν ἀνθρώπων ταῦτα διαφερόντως εὐκτὰ τοῖς συνετωτάτοις ἂν εἴη, ὅπως δὴ αὐτῶν τὰ μὲν τῶν ἐπιτηδευμάτων ἄριστα οἱ παῖδες ζηλοῖεν, εἰ δέ τι αὐτοῖς οὐκ ὀρθῶς πέπρακται, μὴ ὑπ' ἄλλου του τὸ τοιοῦτον ἢ ὑπὸ τῶν παίδων ἄμεινον ἔσεσθαι. καίτοι ἐχρῆν ὑμᾶς ἀκλήτους Ρωμαίοις πόλεμον τόνδε ξυνάρασθαι. πρὸς Γότθους γὰρ ἡμῖν ὁ ἀγών ἐστιν, οἳ τὸ ἐξ ἀρχῆς ἐχθροί τε καὶ ὅλως ἄπιστοι γεγόνασι Φράγγοις, ἄσπονδά τε αὐτοῖς καὶ ἀκήρυκτα πολεμοῦντες τὸν πάντα αἰῶνα. οἳ δὴ νῦν μὲν δέει τῷ ἐξ ἡμῶν οὐκ ἀπαξιοῦσι κολακικοὶ ἐς ὑμᾶς εἶναι· εἰ δέ ποτε ἡμῶν ἀπαλλαγεῖεν, οὐκ ἐς μακρὰν τὴν ἐς Φράγγους ἐνδείξονται γνώμην. πονηροὶ γὰρ ἄνθρωποι τὸν αὑτῶν τρόπον ἀμείβειν μὲν οὐκ εὐτυχοῦντες, οὐ πράσσοντες κακῶς δύνανται, ἀποκρύπτειν δὲ αὐτὸν ἐκ τοῦ ἐπὶ πλεῖστον ἐν κακοπαθείαις εἰώθασιν, ἄλλως τε ἢν καὶ τῶν πέλας τινὸς δέωνται, τῆς χρείας αὐτοὺς συγκαλύπτειν ἀναγκαζούσης τὴν μοχθηρίαν. ὧν ἐνθυμηθέντες ἀνανεοῦτε μὲν τὴν ἐς βασιλέα φιλίαν, ἀμύνεσθε δὲ τοὺς ἄνωθεν ὑμῖν δυσμενεῖς δυνάμει τῇ πάσῃ.»
8.24.25 Λεόντιος μὲν τοσαῦτα εἶπε. Θευδίβαλδος δὲ ἀμείβεται ὧδε «Συμμάχους μὲν ἐπὶ Γότθους ἡμᾶς οὐκ ὀρθῶς οὐδὲ τὰ δίκαια ποιοῦντες καλεῖτε. φίλοι γὰρ ἡμῖν τανῦν Γότθοι τυγχάνουσιν ὄντες. εἰ δὲ ἀβέβαιοι Φράγγοι ἐς αὐτοὺς εἶεν, οὐδὲ ὑμῖν ποτε πιστοὶ ἔσονται. γνώμη γὰρ ἅπαξ μοχθηρὰ ἐς τοὺς φίλους ὀφθεῖσα ἐκτρέπεσθαι τῆς δικαίας ὁδοῦ ἀεὶ πέφυκεν. ὧν μέντοι ἐπεμνήσθητε χωρίων ἕνεκα, τοσαῦτα ἐροῦμεν, ὡς ὁ πατὴρ ὁ ἐμὸς Θευδίβερτος οὔτε βιάσασθαι πώποτε τῶν ὁμόρων τινὰ ἐν σπουδῇ ἔσχεν οὔτε κτήμασιν ἀλλοτρίοις ἐπιπηδᾶν. τεκμήριον δέ· οὐ γάρ εἰμι πλούσιος. οὐ τοίνυν οὐδὲ τὰ χωρία ταῦτα Ρωμαίους ἀφελόμενος, ἀλλὰ Τουτίλα ἔχοντος ἤδη αὐτὰ καὶ διαρρήδην ἐνδιδόντος καταλαβὼν ἔσχεν, ἐφ' ᾧ χρῆν μάλιστα βασιλέα Ἰουστινιανὸν συνήδεσθαι Φράγγοις. ὁ γὰρ τούς τι ἀφελομένους τῶν αὐτοῦ κτημάτων ἰδίων ὑφ' ἑτέρων τινῶν βιασθέντας ὁρῶν, εἰκότως ἂν χαίροι, τὴν δίκην ἐκτετικέναι ὀρθῶς καὶ δικαίως τοὺς αὐτὸν ἠδικηκότας οἰόμενος, ἢν μὴ ἐς τοὺς βιασαμένους αὐτὸς φθονερὸς γένηται, ἐπεὶ τὸ προσποιεῖσθαι τὰ τῶν ἐχθρῶν δικαιώματα ἐς φθόνον ὡς τὰ πολλὰ περιίστασθαι οἴονται ἄνθρωποι. δικασταῖς μέντοι ἐπιτρέπειν οἷοί τέ ἐσμεν τὴν περὶ τούτων διάγνωσιν, ὥστε εἴ τι Ρωμαίους ἀφελέσθαι τὸν πατέρα τὸν ἐμὸν φανερὸν γένηται, τοῦτο ἡμᾶς ἀποτιννύναι μελλήσει οὐδεμιᾷ ἐπάναγκες εἴη. ὑπέρ τε τούτων πρέσβεις ἐς Βυζάντιον σταλήσονται παρ' ἡμῶν οὐ πολλῷ ὕστερον.» τοσαῦτα εἰπὼν τόν τε Λεόντιον ἀπεπέμψατο καὶ πρεσβευτὴν Λεύδαρδον, ἄνδρα Φράγγον, τέταρτον αὐτὸν παρὰ βασιλέα Ἰουστινιανὸν ἔστειλε. καὶ οἱ μὲν ἐς Βυζάντιον ἀφικόμενοι ἔπρασσον ὧνπερ ἕνεκα ἦλθον.
8.24.31 Τουτίλας δὲ νήσους τὰς Λιβύῃ προσηκούσας καταλαβεῖν διὰ σπουδῆς εἶχε. στόλον οὖν αὐτίκα νηῶν ἀγείρας καὶ στράτευμα τούτῳ ἐνθέμενος ἀξιόχρεων ἔς τε Κουρσικὴν καὶ Σαρδὼ στέλλει. οἱ δὲ τὰ μὲν πρῶτα ἐς Κουρσικὴν ἀποπλεύσαντες, οὐδενὸς αὐτῆς ἀμυνομένου, τὴν νῆσον ἔσχον, μετὰ δὲ καὶ Σαρδὼ κατέλαβον. ἄμφω δὲ τὰ νήσω ὁ Τουτίλας ὑποτελεῖς ἐς ἀπαγωγὴν φόρου πεποίηται. ὅπερ Ἰωάννης μαθὼν, ὃς τοῦ ἐν Λιβύῃ Ρωμαίων στρατοῦ ἦρχε, στόλον τε νηῶν καὶ στρατιωτῶν πλῆθος ἐς Σαρδὼ ἔπεμψεν. οἵπερ ἐπειδὴ Καρανάλεως πόλεως ἄγχιστα ἵκοντο, ἐνστρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίστασθαι διενοοῦντο. τειχομαχεῖν γὰρ οὐκ ᾤοντο οἷοί τε εἶναι, ἐπεὶ Γότθοι ἐνταῦθα φυλακτήριον διαρκὲς εἶχον. ἐπειδὴ δὲ ταῦτα οἱ βάρβαροι ἔγνωσαν, ἐπεξελθόντες ἐκ τῆς πόλεως καὶ τοῖς πολεμίοις ἐξαπιναίως ἐπιπεσόντες τρεψάμενοί τε αὐτοὺς οὐδενὶ πόνῳ πολλοὺς ἔκτειναν. οἱ δὲ λοιποὶ φεύγοντες, ἐν μὲν τῷ παραυτίκα ἐς τὰς ναῦς διεσώθησαν, ὀλίγῳ δὲ ὕστερον ἐνθένδε ἀπάραντες ἐς Καρχηδόνα παντὶ τῷ στόλῳ ἀφίκοντο. ἐνταῦθά τε διαχειμάσαντες ἔμενον, ἐφ' ᾧ δὴ ἅμα ἦρι ἀρχομένῳ παρασκευῇ πλείονι ἐπί τε Κουρσικὴν καὶ Σαρδὼ αὖθις στρατεύσωσι. ταύτην δὲ τὴν Σαρδὼ τανῦν Σαρδινίαν καλοῦσιν. ἐνταῦθα φύεσθαι ξυμβαίνει πόαν ἧς δὴ ἀπογευομένοις ἀνθρώποις αὐτίκα σπασμὸς θανάσιμος ἐπιγίνεται, οἳ δὴ τελευτῶσιν οὐ πολλῷ ὕστερον, γέλωτα γελᾶν ἀπὸ τοῦ σπασμοῦ δοκοῦντές τινα, ὅνπερ ὁμωνύμως τῇ χώρᾳ Σαρδώνιον καλοῦσι. τὴν δὲ Κουρσικὴν οἱ πάλαι ἄνθρωποι Κύρνον ἐκάλουν. ἐνταῦθα, ὥσπερ ἄνθρωποι πίθηκες γίνονται, οὕτω δή τινων ἵππων ἀγέλαι εἰσὶ τῶν προβατίων ὀλίγῳ μειζόνων. ταῦτα μὲν οὖν τοιαῦτά ἐστι.

8.25.1 Σκλαβηνῶν δὲ πολὺς ὅμιλος Ἰλλυριοῖς ἐπισκήψαντες πάθη ἐνταῦθα οὐκ εὐδιήγητα εἰργάσαντο. βασιλεὺς δὲ Ἰουστινιανὸς στράτευμα ἐπ' αὐτοὺς ἔπεμψεν, οὗ δὴ ἄλλοι τε καὶ οἱ Γερμανοῦ παῖδες ἡγοῦντο.
8.25.2 οἵπερ τῷ πλήθει τῶν πολεμίων παρὰ πολὺ ἐλασσούμενοι χωρῆσαι μὲν αὐτοῖς ὁμόσε οὐδαμῆ ἴσχυσαν, ὄπισθεν δὲ ἀεὶ μένοντες τῶν βαρβάρων τοὺς ἀπολειπομένους ἐσίνοντο. καὶ πολλοὺς μὲν αὐτῶν ἔκτεινον, τινὰς δὲ καὶ ζωγρήσαντες βασιλεῖ ἔπεμψαν. οὐδὲν μέντοι ἧσσον οἱ βάρβαροι οὗτοι τὰ δεινὰ ἔδρασαν.
8.25.4 ἐν ταύτῃ τε τῇ λεηλασίᾳ χρόνου τι μέγα κατατρίψαντες μῆκος τὰς μὲν ὁδοὺς νεκρῶν ἀνέπλησαν ἁπάσας, ἐξανδραποδίσαντες δὲ ἀνάριθμα πλήθη καὶ ληϊσάμενοι ξύμπαντα, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, ἐπ' οἴκου ἀπεκομίσθησαν σὺν πάσῃ τῇ λείᾳ. οὐδὲ γὰρ διαπορθμευομένους ποταμὸν Ἴστρον ἴσχυσαν σφᾶς ἐνεδρεῦσαι Ρωμαῖοι ἢ ἄλλῳ τῳ βιάσασθαι τρόπῳ, ἐπεὶ Γήπαιδες αὐτοὺς μισθαρνήσαντες ὑπεδέξαντο καὶ διεπόρθμευσαν μακρόμισθοι γεγενημένοι. ἐπὶ κεφαλῇ γὰρ ἑκάστῃ κατὰ στατῆρα χρυσοῦν ἡ μίσθωσις ἦν.
διόπερ βασιλεὺς ἐδυσφορεῖτο, οὐκ ἔχων τὸ λοιπὸν ὅπη ποτὲ αὐτοὺς ἀναστέλλοι διαβαίνοντας ποταμὸν Ἴστρον, ἐφ' ᾧ ληΐσονται τὴν Ρωμαίων ἀρχὴν, ἢ ξὺν ταῖς ὠφελίαις τὴν ἀποπορείαν ποιουμένους ἐνθένδε, ἤθελέ τε τούτων δὴ ἕνεκα Γηπαίδων τῷ ἔθνει ἐς συνθήκας καταστῆναί τινας.
8.25.7 Ἐν τούτῳ δὲ Γήπαιδές τε καὶ Λαγγοβάρδαι αὖθις πολεμησείοντες ἐπ' ἀλλήλους ᾔεσαν. Γήπαιδές τε τὴν Ρωμαίων δειμαίνοντες δύναμιν (ἀνήκοοι γὰρ οὐδαμῆ ἦσαν ὡς Ἰουστινιανὸς βασιλεὺς ὁμαιχμίαν διωμότως πρὸς Λαγγοβάρδας πεποίηται) φίλοι καὶ ξύμμαχοι Ρωμαίοις γενέσθαι ἐν σπουδῇ ἔσχον. πρέσβεις οὖν ἐς Βυζάντιον εὐθὺς πέμπουσι, βασιλέα καὶ αὐτοὶ ἐς τὴν ὁμαιχμίαν παρακαλοῦντες. καὶ ὃς αὐτοῖς μελλήσει οὐδεμιᾷ ἐπὶ τῇ ξυμμαχίᾳ τὰ πιστὰ ἔδωκε. δεηθέντων δὲ τῶν πρέσβεων τῶνδε καὶ τῶν ἀπὸ τῆς συγκλήτου βουλῆς ἄνδρες δυοκαίδεκα ὅρκια δόντες, ταύτας αὐτοῖς τὰς συνθήκας ἐπέρρωσαν. οὐ πολλῷ δὲ ὕστερον Λαγγοβάρδαις κατὰ τὸ ξυμμαχικὸν δεομένοις στρατιὰν ἐς ξυμμαχίαν ἐπὶ Γήπαιδας Ἰουστινιανὸς βασιλεὺς ἔπεμψεν, ἐπενεγκὼν Γήπαισι Σκλαβηνῶν τινας ἐπὶ πονηρῷ τῶν Ρωμαίων μετὰ τὰς ξυνθήκας διαβιβάσαι ποταμὸν Ἴστρον. ἡγοῦντο δὲ τῆς στρατιᾶς ταύτης Ἰουστῖνός τε καὶ Ἰουστινιανὸς οἱ Γερμανοῦ παῖδες Ἀράτιός τε καὶ Σουαρτούας, ὃς πρὸς Ἰουστινιανοῦ μὲν ἄρχων Ἐρούλοις κατέστη πρότερον, ἐπαναστάντων δέ οἱ τῶν ἀπὸ Θούλης τῆς νήσου ἡκόντων, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ἐς βασιλέα τε ἀφίκετο φεύγων καὶ Ρωμαίοις στρατηγὸς τῶν ἐν Βυζαντίῳ καταλόγων εὐθὺς γέγονε, καὶ Ἀμαλαφρίδας, Γότθος ἀνὴρ, Ἀμαλαφρίδης μὲν θυγατριδοῦς, τῆς Θευδερίχου τοῦ Γότθων βασιλέως ἀδελφῆς, Ἑρμενεφρίδου δὲ υἱὸς τοῦ Θορίγγων ἡγησαμένου. ὅνπερ Βελισάριος μὲν σὺν Οὐιττίγιδι ἐς Βυζάντιον ἤγαγε, βασιλεὺς δὲ Ρωμαίων ἄρχοντα κατεστήσατο, καὶ τὴν αὐτοῦ ἀδελφὴν Αὐδουὶν τῷ Λαγγοβαρδῶν ἄρχοντι κατηγγύησε. τοῦ δὲ στρατοῦ τούτου οὐδεὶς παρὰ Λαγγοβάρδας ἀφίκετο, ὅτι μὴ οὗτος Ἀμαλαφρίδας σὺν τοῖς ἑπομένοις. οἱ γὰρ ἄλλοι ἐν Ἰλλυριοῖς ἀμφὶ πόλιν Οὐλπίαναν βασιλέως ἐπαγγείλαντος διατριβὴν ἔσχον, στάσεως ἐνταῦθα πρὸς τῶν οἰκητόρων γεγενημένης, ὧνπερ ἕνεκα σφίσιν αὐτοῖς οἱ Χριστιανοὶ διαμάχονται, ᾗπέρ μοι ἐν λόγοις τοῖς ὑπὲρ τούτων γεγράψεται. οἱ μὲν οὖν Λαγγοβάρδαι πανδημεὶ σὺν τῷ Ἀμαλαφρίδᾳ ἐς τὰ Γηπαίδων ἤθη ἀφίκοντο, ὑπαντιασάντων δὲ τῶν Γηπαίδων σφίσι καὶ μάχης καρτερᾶς γενομένης ἡσσῶνται Γήπαιδες, καὶ αὐτῶν παμπληθεῖς φασιν ἐν τῷ πόνῳ τούτῳ ἀποθανεῖν.
8.25.15 Αὐδουίν τε, ὁ τῶν Λαγγοβαρδῶν βασιλεὺς, τῶν οἱ ἑπομένων τινὰς ἐς Βυζάντιον πέμψας εὐαγγέλια μὲν Ἰουστινιανῷ βασιλεῖ ἐδήλου, νενικημένων τῶν πολεμίων, ἐμέμφετο δὲ οὐ παραγενέσθαι οἱ κατὰ τὸ ξυμμαχικὸν τὸν τοῦ βασιλέως στρατὸν, καίπερ Λαγγοβαρδῶν τοσούτων τὸ πλῆθος ἔναγχος ἐσταλμένων ἐφ' ᾧ Ναρσῇ ξυστρατεύσωσιν ἐπὶ Τουτίλαν τε καὶ Γότθους. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε. Ἐν τούτῳ δὲ τῷ χρόνῳ σεισμοὶ κατὰ τὴν Ἑλλάδα ἐπιπεσόντες ἐξαίσιοι τήν τε Βοιωτίαν καὶ Ἀχαίαν καὶ τὰ περὶ κόλπον τὸν Κρισαῖον κατέσεισαν. καὶ χωρία μὲν ἀνάριθμα, πόλεις δὲ ὀκτὼ ἐς ἔδαφος καθεῖλον, ἐν ταῖς Χαιρώνειά τε καὶ Κορώνεια ἦν καὶ Πάτραι καὶ Ναύπακτος ὅλη, ἔνθα δὴ καὶ φόνος γέγονεν ἀνθρώπων πολύς. καὶ χάος δὲ τῆς γῆς πολλαχῆ ἀποσχισθείσης γεγένηται. τὰ δὲ διαιρεθέντα ἔνια σχῆμα μὲν αὖθις ἐς ταὐτὸ ξυνιόντα τὸ πρότερον τῇ γῇ σχῆμά τε καὶ εἶδος ἀπέδωκεν, ἔστι δὲ οὗ καὶ διεστηκότα μεμένηκεν· ὥστε οὐδὲ ἀλλήλοις ἐπιμίγνυσθαι οἱ τῇδε ἄνθρωποί εἰσι δυνατοὶ ὅτι μὴ περιόδοις πολλαῖς χρώμενοι. ἐν δέ γε τῷ πορθμῷ, ὅνπερ μεταξὺ Θεσσαλίας τε καὶ Βοιωτίας ξυμβαίνει εἶναι, γέγονέ τις ἐκ τοῦ αἰφνιδίου τῆς θαλάσσης ἐπιρροὴ ἀμφί τε πόλιν τὴν Ἐχιναίων καλουμένην καὶ τὴν ἐν Βοιωτοῖς Σκάρφειαν.
8.25.20 πόρρω τε τῆς ἠπείρου ἀναβᾶσα καὶ κατακλύσασα τὰ ἐκείνῃ χωρία ἐς ἔδαφος καθεῖλεν εὐθύς. χρόνος τε τῇ θαλάσσῃ πολὺς ἐπιχωριαζούσῃ τῇ ἠπείρῳ ἐτρίβη, ὥστε τοῖς ἀνθρώποις πεζῇ ἰοῦσι βατὰς ἐπὶ πλεῖστον γενέσθαι τὰς νήσους, αἵπερ ἔντοσθεν τοῦ πορθμοῦ τούτου τυγχάνουσιν οὖσαι, τοῦ τῆς θαλάσσης δηλονότι ῥοθίου ἐκλιπόντος μὲν τὴν αὑτοῦ χώραν, ἐπιπολάζοντος δὲ παρὰ δόξαν τὴν γῆν ἄχρι ἐς τὰ ὄρη, ἃ ταύτῃ ἀνέχει. ἡνίκα δὲ τῇ θαλάσσῃ ἐς τὰ οἰκεῖα ἐπανιέναι ξυνέπεσεν, ἰχθύες ἐν τῇ γῇ ἀπελείποντο, ὧνπερ ἡ ὄψις ἀήθης παντάπασιν οὖσα τοῖς τῇδε ἀνθρώποις τερατώδης τις ἔδοξεν εἶναι. οὓς δὴ ἐδωδίμους εἶναι οἰόμενοι ἀνείλοντο μὲν ὡς ἑψήσοντες, θέρμης δὲ αὐτῶν τῆς ἐκ τοῦ πυρὸς ἁψαμένης ἐς ἰχῶράς τε καὶ σηπεδόνας οὐ φορητὰς τὸ σῶμα ὅλον ἀποκεκρίσθαι ξυνέπεσεν.
ἀμφὶ δὲ τὰ ἐκείνῃ χωρία, οὗ δὴ τὸ Σχίσμα ὠνόμασται, καὶ σεισμὸς ὑπερμεγέθης γενόμενος πλείω φόνον ἀνθρώπων ἢ ἐν πάσῃ τῇ ἄλλῃ Ἑλλάδι εἰργάσατο, μάλιστα ἐπεί τινα ἑορτὴν πανηγυρίζοντες ἔτυχον ἐκ πάσης τε τῆς Ἑλλάδος ἐνταῦθα τότε τούτου δὴ ἕνεκα ξυνειλεγμένοι πολλοί.
8.25.24 Ἐν δὲ Ἰταλίᾳ τάδε ξυνέπεσε. Κροτωνιᾶται καὶ στρατιῶται οἱ τὸ φυλακτήριον ταύτῃ ἔχοντες, ὧν Παλλάδιος ἦρχε, πικρότατα πρὸς Γότθων πολιορκούμενοι καὶ πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ, πολλάκις μὲν λαθόντες τοὺς πολεμίους ἔπεμψαν ἐν Σικελίᾳ, μαρτυρόμενοι τοὺς ἐνταῦθα τοῦ Ρωμαίων στρατοῦ ἄρχοντας καὶ διαφερόντως τὸν Ἀρταβάνην, ὡς εἰ μὴ βοηθοῖεν ὅτι τάχιστα σφίσιν, οὔτι ἐθελουσίως σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν οὐ πολλῷ ὕστερον τοῖς πολεμίοις ἐνδώσουσιν. οὐδεὶς δὲ ἐνθένθε αὐτοῖς ἐπικουρήσων ἦλθε. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἑπτακαιδέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.

8.26.1 Βασιλεὺς δὲ μαθὼν τὰ ἐν Κρότωνι πρασσόμενα πέμψας ἐς τὴν Ἑλλάδα ἐκέλευε τοὺς ἐν Θερμοπύλαις φρουροὺς ἔς τε τὴν Ἰταλίαν πλεῖν κατὰ τάχος καὶ τοῖς ἐν Κρότωνι πολιορκουμένοις βοηθεῖν δυνάμει τῇ πάσῃ. οἱ δὲ κατὰ ταῦτα ἐποίουν. ἄραντές τε σπουδῇ πολλῇ καὶ πνεύματος ἐπιφόρου ἐπιτυχόντες ἀπροσδόκητοι τῷ Κροτωνιατῶν λιμένι προσέσχον. οἵ τε βάρβαροι ἐξαπιναίως τὸν στόλον ἰδόντες αὐτίκα δὴ μάλα ἐς δέος μέγα ἐμπεπτωκότες θορύβῳ πολλῷ τὴν πολιορκίαν διέλυσαν. καὶ αὐτῶν οἱ μέν τινες ναυσὶν ἐς τὸν Ταραντηνῶν λιμένα διέφυγον, οἱ δὲ πεζῇ ἰόντες ἐς ὄρος τὸ Σκύλαιον ἀνεχώρησαν· ἃ δὴ ξυνενεχθέντα πολλῷ ἔτι μᾶλλον ἐδούλωσε Γότθων τὸ φρόνημα. καὶ ἀπ' αὐτοῦ Ράγναρίς τε, Γότθος ἀνὴρ δόκιμος μάλιστα, ὃς τοῦ ἐν Ταραντηνοῖς φυλακτηρίου ἦρχε, καὶ Μόρας, ὅσπερ ἐφειστήκει τοῖς ἐν Ἀχεροντίᾳ φρουροῖς, Πακουρίῳ τῷ Περανίου τῶν ἐν Δρυοῦντι Ρωμαίων ἄρχοντι, γνώμῃ τῶν σφίσιν ἑπομένων, ἐς λόγους ἦλθον, ἐφ' ᾧ δὴ ἀμφὶ τῇ σωτηρίᾳ τὰ πιστὰ πρὸς Ἰουστινιανοῦ βασιλέως λαβόντες Ρωμαίοις σφᾶς αὐτοὺς ἐγχειρίσουσι ξὺν τοῖς ἑπομένοις καὶ τὰ ὀχυρώματα, ὧνπερ ἐπὶ τῇ φυλακῇ καταστάντες ἐτύγχανον. ἐπὶ ταύτῃ μὲν οὖν τῇ ὁμολογίᾳ Πακούριος ἐπὶ Βυζαντίου κομίζεται.
8.26.5 Ναρσῆς δὲ ἐκ Σαλώνων ἄρας ἐπὶ Τουτίλαν τε καὶ Γότθους ᾔει παντὶ τῷ Ρωμαίων στρατῷ, μεγάλῳ ὑπερφυῶς ὄντι. χρήματα γὰρ κεκομισμένος ἐπιεικῶς μεγάλα πρὸς βασιλέως ἐτύγχανεν. ἀφ' ὧν δὴ ἔμελλε στρατιάν τε ἀξιολογωτάτην ἀγεῖραι καὶ ταῖς ἄλλαις ἐπαρκέσειν τοῦ πολέμου ἀνάγκαις, τοῖς δὲ δὴ ἐπὶ τῆς Ἰταλίας στρατιώταις ἐκλῦσαι τὰ πρόσθεν ὀφλήματα πάντα, ἐφ' οἷσπερ αὐτοῖς ὑπερήμερος χρόνου πολλοῦ βασιλεὺς ἐγεγόνει, οὐ κομιζομένοις ἐκ τοῦ δημοσίου, ᾗπερ εἴθισται, τὰς σφίσι τεταγμένας συντάξεις· ἔτι μέντοι καὶ αὐτῶν βιάσασθαι τῶν παρὰ Τουτίλαν ἀπηυτομοληκότων τὰς γνώμας, ὥστε δὴ αὐτοὺς τοῖς χρήμασι τούτοις χειροήθεις γεγενημένους τὴν ἐπὶ τῇ πολιτείᾳ μεταγνῶναι προαίρεσιν. λίαν γὰρ τὰ πρότερα πόλεμον τόνδε ἀπημελημένως διαφέρων Ἰουστινιανὸς βασιλεὺς ἀξιολογωτάτην αὐτοῦ πεποίηται τὴν παρασκευὴν ἐν ὑστάτῳ. ἐπειδὴ γὰρ αὐτόν οἱ ὁ Ναρσῆς ἐγκείμενον εἶδεν, ἐφ' ᾧ ἐς Ἰταλίαν στρατεύοι, φιλοτιμίαν ἐνδέδεικται στρατηγῷ πρέπουσαν, οὐκ ἄλλως βασιλεῖ ἐπαγγέλλοντι ὑπηρετήσειν ὁμολογήσας, ἢν μὴ τὰς δυνάμεις ἀξιομάχους ἐπάγεσθαι μέλλῃ. χρήματά τε οὖν καὶ σώματα καὶ ὅπλα τῷ τρόπῳ τούτῳ ἐπαξίως πρὸς τοῦ βασιλέως κεκόμισται τῆς Ρωμαίων ἀρχῆς, καὶ προθυμίαν αὐτὸς ἀοκνοτάτην ἐπιδειξάμενος ἀξιόχρεων στρατιὰν ἐξήγειρεν. ἔκ τε γὰρ Βυζαντίου ἐπηγάγετο Ρωμαίων στρατιωτῶν μέγα τι χρῆμα κἀκ τῶν ἐπὶ Θρᾴκης χωρίων ἔκ τε Ἰλλυριῶν πολλοὺς ἤθροισε. καὶ Ἰωάννης δὲ ξύν τε τῷ οἰκείῳ στρατεύματι καὶ τῷ πρὸς Γερμανοῦ τοῦ κηδεστοῦ ἀπολελειμμένῳ ξὺν αὐτῷ ᾔει. καὶ Αὐδουὶν, ὁ Λαγγοβαρδῶν ἡγούμενος, χρήμασι πολλοῖς ἀναπεισθεὶς Ἰουστινιανῷ βασιλεῖ καὶ τῇ τῆς ὁμαιχμίας ξυνθήκῃ, πεντακοσίους τε καὶ δισχιλίους τῶν οἱ ἑπομένων ἀπολεξάμενος ἄνδρας ἀγαθοὺς τὰ πολέμια ἐς ξυμμαχίαν αὐτῷ ἔπεμψεν, οἷς δὴ καὶ θεραπεία εἵπετο μαχίμων ἀνδρῶν πλέον ἢ τρισχιλίων.
8.26.13 εἵποντο δὲ αὐτῷ καὶ τοῦ Ἐρούλων ἔθνους πλέον ἢ τρισχίλιοι, ἱππεῖς ἅπαντες, ὧν ἄλλοι τε καὶ Φιλημοὺθ ἦρχον, καὶ Οὖννοί τε παμπληθεῖς καὶ Δαγισθαῖος ξὺν τοῖς ἑπομένοις ἐκ τοῦ δεσμωτηρίου διὰ τοῦτο ἀπαλλαγεὶς, καὶ Καβάδης, Πέρσας ἔχων αὐτομόλους πολλοὺς, ὁ Ζάμου μὲν υἱὸς, Καβάδου δὲ τοῦ Περσῶν βασιλέως υἱωνὸς, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε τοῦ χαναράγγου σπουδῇ διαφυγόντος τε Χοσρόην τὸν θεῖον καὶ πολλῷ πρότερον ἀφικομένου ἐς τὰ Ρωμαίων ἤθη· καὶ Ἄσβαδος, νεανίας τις, Γήπαις γένος, διαφερόντως δραστήριος, ὁμογενεῖς τετρακοσίους ξὺν αὑτῷ ἔχων, ἄνδρας ἀγαθοὺς τὰ πολέμια· καὶ Ἀροὺθ, Ἔρουλος μὲν τὸ γένος, ἐκ παιδὸς δὲ Ρωμαίων τὴν δίαιταν στέρξας καὶ τὴν Μαυρικίου τοῦ Μούνδου γυναῖκα γαμετὴν ποιησάμενος, αὐτός τε μαχιμώτατος ὢν καὶ πολλοὺς τοῦ Ἐρούλων ἔθνους ἑπομένους ἔχων ἐν πολέμου κινδύνοις ὡς μάλιστα δοκιμωτάτους· Ἰωάννης τε, ὁ Φαγᾶς τὴν ἐπίκλησιν, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, Ρωμαίων ἐπαγαγόμενος ὅμιλον ἀνδρῶν μαχίμων. ἦν οὖν μεγαλοδωρότατος ὁ Ναρσῆς καὶ πρὸς τὸ εὖ ποιεῖν τοὺς δεομένους ὀξὺς ἐσάγαν, δύναμίν τε πολλὴν περιβεβλημένος ἐκ βασιλέως ἀδεέστερον ἐς τὰ σπουδαζόμενα ἐχρῆτο τῇ γνώμῃ. καὶ ἀπ' αὐτοῦ πολλοὶ ἐν τοῖς ἔμπροσθεν χρόνοις ἄρχοντές τε καὶ στρατιῶται εὐεργέτου αὐτοῦ ἔτυχον. ἐπεὶ οὖν ἀποδέδεικτο στρατηγὸς ἐπὶ Τουτίλαν τε καὶ Γότθους, ὡς ἀσμενέστατα ἕκαστοι στρατεύεσθαι ὑπ' αὐτῷ ἤθελον, οἱ μὲν ἐκτίνειν οἱ ἐθέλοντες παλαιὰς χάριτας, οἱ δὲ καραδοκοῦντες, ὡς τὸ εἰκὸς, μεγάλων ἀγαθῶν παρ' αὐτοῦ τεύξεσθαι. μάλιστα δὲ αὐτῷ Ἔρουλοί τε καὶ οἱ ἄλλοι βάρβαροι εὐνοϊκῶς εἶχον, διαφερόντως πρὸς τοῦ ἀνθρώπου εὖ πεπονθότες.
8.26.18 Ἐπειδὴ δὲ Βενετίων ὡς ἀγχοτάτω ἐγένοντο, παρὰ τῶν Φράγγων τοὺς ἡγεμόνας, οἳ τῶν ἐκείνῃ φυλακτηρίων ἦρχον, ἄγγελον στείλας ᾐτεῖτο τὴν δίοδον σφίσιν ἅτε φίλοις οὖσι παρέχεσθαι. οἱ δὲ τοῦτο Ναρσῇ ἐπιτρέψειν οὐδεμιᾷ μηχανῇ ἔφασαν, ἐς μὲν τὸ ἐμφανὲς τὴν αἰτίαν οὐκ ἐξενεγκόντες, ἀλλ', ὡς ἔνι μάλιστα κατακρυψάμενοι, τοῦ Φράγγων ἕνεκα ξυμφόρου ἢ τῆς ἐς τοὺς Γότθους εὐνοίας τὴν κωλύμην ποιεῖσθαι, σκῆψιν δέ τινα οὐ λίαν εὐπρόσωπον δόξασαν εἶναι προβεβλημένοι, ὅτι δὴ Λαγγοβάρδας τοὺς σφίσι πολεμιωτάτους οὗτος ἐπαγόμενος ἥκει. ἐπὶ τούτοις διαπορουμένῳ τὴν ἀρχὴν τῷ Ναρσῇ καὶ Ἰταλῶν τῶν οἱ παρόντων ἀμφὶ τῷ πρακτέῳ πυνθανομένῳ ἐσήγγελλόν τινες ὡς εἰ καὶ Φράγγοι παρήσουσι σφᾶς τήνδε τὴν δίοδον ποιεῖσθαι, ἀλλ' ἐς Ράβενναν ἐνθένδε κομίζεσθαι οὐδαμῆ ἕξουσιν, οὐδὲ τὴν πορείαν ταύτην ποιεῖσθαι ὅτι μὴ ἄχρι ἐς πόλιν Βερώνην. Τουτίλαν γὰρ ἀπολεξάμενον εἴ τι δόκιμον ἦν ἐν τῷ Γότθων στρατῷ, στρατηγόν τε αὐτοῖς καταστησάμενον Τεΐαν τὸν Γότθον, ἄνδρα διαφερόντως ἀγαθὸν τὰ πολέμια, στεῖλαι ἐς πόλιν Βερώνην Γότθων κατήκοον οὖσαν, ἐφ' ᾧ τῷ Ρωμαίων στρατῷ διακωλύοι τὴν πάροδον, ὅσα γε δυνατά. καὶ ἦν δὲ οὕτως. ἐπειδή τε ὁ Τεΐας ἐγένετο ἐν πόλει Βερώνῃ, τὴν ἐκείνῃ δίοδον τοῖς πολεμίοις ἀπέφραξε πᾶσαν, ἀδιέξοδά τε καὶ ὅλως ἄπορα πανταχόσε ἀμφὶ ποταμὸν Πάδον τὰ χωρία εἶναι ἀνάγκῃ χειροποιήτῳ σκευωρησάμενος, καὶ πὴ μὲν λόχμας τε καὶ τάφρους καὶ φάραγγας τεκτηνάμενος, πὴ δὲ τέλμινάς τε ὡς βαθυτάτας καὶ χώρους τεναγώδεις τινὰς αὐτὸς τῷ Γότθων στρατῷ ἐφύλασσεν ἐς τὸ ἀκριβὲς, ὡς ὁμόσε χωρῆσαι Ρωμαίοις, ἤν τι ἀποπειρῶνται τῆς ἐνθένδε ὁδοῦ. ταῦτα δὲ Τουτίλας ἐμηχανᾶτο, οἰόμενος διὰ μὲν τῆς παραλίας κόλπου τοῦ Ἰονίου Ρωμαίοις μήποτε δυνατὰ ἔσεσθαι τὴν πορείαν ποιεῖσθαι, ἐπεὶ ναυσίποροι ποταμοὶ παμπληθεῖς ἐνταῦθα ἐκβολὰς ἔχοντες ἀπόρευτα παντάπασι παρέχονται εἶναι τὰ ἐκείνῃ χωρία· ναῦς δὲ αὐτοὺς τοσαύτας τὸ πλῆθος ὡς ἥκιστα ἔχειν, ὥστε δὴ ἀθρόους παντὶ τῷ στρατῷ διαπορθμεύεσθαι τὸν Ἰόνιον κόλπον, ἢν δέ γε κατ' ὀλίγους ναυτίλλωνται, αὐτὸς ἂν τῷ καταλοίπῳ στρατῷ τῶν Γότθων τοὺς ἑκάστοτε ἀποβαίνοντας πόνῳ οὐδενὶ ἀναστείλειε. τοιαύτῃ μὲν οὖν γνώμῃ ὅ τε Τουτίλας ἐπήγγελλε ταῦτα καὶ ὁ Τεΐας ἐποίει. Ναρσῇ δὲ λίαν ἀμηχανοῦντι Ἰωάννης ὁ Βιταλιανοῦ, τῶν τῇδε χωρίων ἐμπείρως ἔχων, παρῄνει παντὶ τῷ στρατῷ μὲν κατὰ τὴν παραλίαν ἰέναι, κατηκόων σφίσιν ὄντων, ὡς προδεδήλωται, τῶν τῇδε ἀνθρώπων, παρακολουθεῖν δὲ τῶν νηῶν τινας καὶ ἀκάτους πολλάς. ἐπειδὰν γὰρ ὁ στρατὸς ἐπὶ ταῖς τῶν ποταμῶν ἐκβολαῖς γένωνται, γέφυραν ἐκ τῶν ἀκάτων τούτων τῷ τοῦ ποταμοῦ ῥοθίῳ ἐναρμοσάμενοι, ῥᾷον ἂν καὶ ἀπονώτερον ποιήσαιντο τὴν διάβασιν. ὁ μὲν Ἰωάννης ταῦτα παρῄνει, πείθεται δὲ Ναρσῆς, καὶ τῷ τρόπῳ τούτῳ παντὶ τῷ στρατῷ ἐπὶ Ραβέννης κομίζεται.

8.27.1 Ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε, ἐν τούτῳ τάδε ξυνηνέχθη γενέσθαι. Ἰλδιγισὰλ Λαγγοβάρδας ἀνὴρ, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε τοῦ Αὐδουὶν ὄντος ἐχθροῦ, ὃς τούτων δὴ τῶν βαρβάρων ἡγεῖτο (αὐτῷ γὰρ τὴν ἀρχὴν κατὰ γένος προσήκουσαν Αὐδουὶν βιασάμενος ἔσχεν) ἐξ ἠθῶν ἀποδρὰς τῶν πατρίων ἐπὶ Βυζαντίου κομίζεται. οὗ δὴ αὐτὸν ἀφικόμενον Ἰουστινιανὸς βασιλεὺς ἐν τοῖς μάλιστα φιλοφροσύνης ἠξίωσεν, ἄρχοντά τε κατεστήσατο ἑνὸς τῶν ἐπὶ τοῦ Παλατίου φυλακῆς τεταγμένων λόχων, οὕσπερ σχολὰς ὀνομάζουσιν. εἵποντο δὲ αὐτῷ τοῦ Λαγγοβαρδῶν ἔθνους ἄνδρες ἀγαθοὶ τὰ πολέμια οὐχ ἥσσους ἢ τριακόσιοι, οἳ δὴ μίαν πρῶτον ἐπὶ Θρᾴκης δίαιταν εἶχον. τὸν Ἰλδιγισὰλ οὖν Αὐδουὶν μὲν πρὸς βασιλέως Ἰουστινιανοῦ ἐξῃτεῖτο ἅτε φίλος τε Ρωμαίοις καὶ ξύμμαχος ὢν, μισθὸν τῆς φιλίας τὴν προδοσίαν αὐτῷ τοῦ ἱκέτου εἰσπραττόμενος. ὁ δὲ τρόπῳ οὐδενὶ ἐδίδου. χρόνῳ δὲ ὕστερον Ἰλδιγισὰλ, ἐνδεέστερον ἢ κατὰ τὴν ἀξίαν αὐτοῦ καὶ τὴν Ρωμαίων δόξαν ἐπικαλῶν οἱ αὐτῷ τήν τε τιμὴν καὶ τὰ ἐπιτήδεια εἶναι, δυσφορουμένῳ ἐπὶ πλεῖστον ἐῴκει· ὃ δὴ Γόαρ κατενόησε, Γότθος ἀνὴρ, πάλαι τε δορυάλωτος ἐν τῷδε τῷ πολέμῳ ἐκ Δαλματίας ἐνταῦθα ἥκων, ἡνίκα τὸν πόλεμον Οὐίττιγις ὁ Γότθων βασιλεὺς πρὸς Ρωμαίους διέφερε· θυμοειδὴς δὲ ὢν καὶ δραστήριος ἄγαν πρὸς τύχην τὴν παροῦσαν ζυγομαχῶν διαγέγονεν. ἐπειδὴ δὲ Γότθοι μετὰ τὴν Οὐιττίγιδος ἐπικράτησιν ἐς ἀπόστασιν εἶδον, βασιλεῖ ὅπλα ἀντάραντες, κακουργῶν ἐπὶ τῇ πολιτείᾳ διαφανῶς ἥλω. φυγῇ δὲ ζημιωθεὶς τῆς Αἰγύπτου ἐς τὴν Ἀντινόου κομίζεται, καὶ χρόνος αὐτῷ πολὺς ἐν τῇ ποινῇ ταύτῃ ἐτρίβη. ἀλλ' ὕστερον οἰκτισάμενος βασιλεὺς κατήγαγεν ἐς Βυζάντιον. οὗτος ὁ Γόαρ τὸν Ἰλδιγισὰλ ἰδὼν ἀσχάλλοντα, ἧπέρ μοι εἴρηται, ἐνδελεχέστατα νουθετῶν ἀναπείθει δρασμῷ χρήσασθαι, ξὺν αὐτῷ ὁμολογήσας ἐκ Βυζαντίου ἀπαλλαγήσεσθαι. ἐπειδὴ δὲ αὐτοῖς ἡ βουλὴ ἤρεσκε, φεύγουσι μὲν ἐξαπιναίως ξὺν ὀλίγοις τισὶν, ἐς δὲ Ἄπρων ἀφικόμενοι τὴν Θρᾳκῶν πόλιν ἀναμίγνυνται Λαγγοβάρδαις τοῖς τῇδε οὖσι. τοῖς τε βασιλικοῖς ἱπποφορβίοις κατατυχόντες μέγα τι χρῆμα ἵππων ἐνθένδε ἐπαγόμενοι πρόσω ἐχώρουν. ὧνπερ ἐπειδὴ βασιλεὺς ᾔσθετο, ἔς τε Θρᾴκην ὅλην καὶ Ἰλλυριοὺς στείλας ἄρχουσί τε πᾶσι καὶ στρατιώταις ἐπέστελλε τοῖς δραπέταις τούτοις σθένει παντὶ ὑπαντιάσαι. καὶ πρῶτα μὲν Οὔννων τῶν Κουτριγούρων καλουμένων ὀλίγοι τινὲς (οἳ δὴ ἐξ ἠθῶν τῶν πατρίων ἐξαναστάντες, ᾗπέρ μοι οὐ πολλῷ ἔμπροσθεν δεδιήγηται, δόντος βασιλέως ἐπὶ τῆς Θρᾴκης ἱδρύσαντο) τοῖς φεύγουσι τούτοις ἐς χεῖρας ἦλθον. ἡσσηθέντες δὲ μάχῃ τινὲς μὲν πίπτουσιν, οἱ δὲ λοιποὶ τραπόμενοι οὐκέτι ἐδίωκον, ἀλλ' αὐτοῦ ἔμενον. οὕτω τε Θρᾴκην ὅλην διεληλύθασιν Ἰλδιγισάλ τε καὶ Γόαρ ξὺν τοῖς ἑπομένοις, οὐδενὸς ἐνοχλοῦντος. ἐν Ἰλλυριοῖς δὲ γενόμενοι Ρωμαίων στρατὸν εὗρον ἐπὶ τῷ σφῶν πονηρῷ ξὺν ἐπιμελείᾳ ξυνειλεγμένον. τοῦ δὲ στρατοῦ τούτου ἄλλοι τέ τινες καὶ Ἀράτιός τε καὶ Ρεκίθαγγος καὶ Λεωνιανὸς καὶ Ἀριμοὺθ ἦρχον, οἳ δὴ ἐτύγχανον τὴν ἡμέραν ἱππεύσαντες ὅλην. ἔς τε χῶρον ὑλώδη ἀφικόμενοι περὶ λύχνων ἁφὰς ἔστησαν, ὡς αὐλισόμενοί τε καὶ διανυκτερεύσοντες ἐνταῦθα τὴν νύκτα ἐκείνην. τοῖς μὲν οὖν στρατιώταις ἐπέστελλον οἱ ἄρχοντες οὗτοι τά τε ἄλλα καὶ ἵππων τῶν σφετέρων ἐπιμελεῖσθαι καὶ παρὰ τὸν ταύτῃ ῥέοντα ποταμὸν αὑτοὺς ἀναψύχειν, παρηγοροῦντας τὸν τῆς ὁδοῦ κόπον. αὐτοί τε κατὰ τρεῖς ἢ τέτταρας ἕκαστος δορυφόρους ἐπαγόμενοι ἀποκεκρυμμένως τοῦ ποταμοῦ ἔπινον· δίψει γὰρ, ὡς τὸ εἰκὸς, χαλεπῇ εἴχοντο. οἱ δὲ ἀμφὶ Γόαρ καὶ Ἰλδιγισὰλ ἀγχοῦ που ὄντες καὶ σκοποὺς πέμψαντες ταῦτα ἔγνωσαν. ἀπροσδόκητοί τε πίνουσιν αὐτοῖς ἐπιστάντες ἅπαντας ἔκτειναν, καὶ τὸ λοιπὸν ἀδεέστερον σφίσιν αὐτοῖς τὰ ἐς τὴν πορείαν ᾗπερ ἐβούλοντο διῳκήσαντο. ἄναρχοι γὰρ οἱ στρατιῶται γενόμενοι διηποροῦντό τε καὶ παντάπασιν ἀμηχανοῦντες ὀπίσω ἀπήλαυνον. Γόαρ μὲν οὖν καὶ Ἰλδιγισὰλ οὕτω διαφυγόντες ἐς Γήπαιδας ἦλθον.
8.27.19 Ἐτύγχανε δὲ καί τις ἐκ Γηπαίδων, Οὐστρίγοτθος ὄνομα, ἐς Λαγγοβάρδας φυγὼν τρόπῳ τοιῷδε. Ἐλεμοῦνδος μὲν ὁ Γηπαίδων γεγονὼς βασιλεὺς οὐ πολλῷ ἔμπροσθεν ἐξ ἀνθρώπων ἠφάνιστο νόσῳ, τούτου δή οἱ μόνου τοῦ Οὐστριγότθου ἀπολελειμμένου παιδὸς, ὅνπερ ὁ Θορισὶν βιασάμενος (μειράκιον γὰρ ἦν ἔτι) τὴν ἀρχὴν ἔσχε. διὸ δὴ ὁ παῖς οὐκ ἔχων τὸν ἠδικηκότα καθ' ὅ τι ἀμύνηται, ἐξ ἠθῶν ἀναστὰς τῶν πατρίων ἐς Λαγγοβάρδας Γήπαισι πολεμίους ὄντας ἀπιὼν ᾤχετο. ἐγένοντο δὲ Γήπαισιν ὀλίγῳ ὕστερον πρός τε βασιλέα Ἰουστινιανὸν καὶ τὸ Λαγγοβαρδῶν ἔθνος διαλλαγαὶ, ὁρκίοις τε ἀλλήλους δεινοτάτοις κατέλαβον ἦ μὴν τὸ λοιπὸν φιλίαν τὴν ἐς ἀλλήλους ἀπέραντον διασώσασθαι. ἐπειδή τε αὐτοῖς τὰ ἐς τὰς διαλλαγὰς βεβαιότατα ξυνετελέσθη, βασιλεύς τε Ἰουστινιανὸς καὶ Αὐδουὶν ὁ τῶν Λαγγοβαρδῶν ἡγούμενος παρὰ Θορισὶν τὸν Γηπαίδων ἄρχοντα πέμψαντες τὸν Ἰλδιγισὰλ ἅτε κοινὸν ἐχθρὸν ἐξῃτοῦντο, τὴν ἐς τὸν ἱκέτην τὸν αὐτοῦ προδοσίαν δεόμενοι δήλωσιν τῆς ἐς αὐτοὺς φιλίας ποιήσασθαι πρώτην. καὶ ὃς τοῖς Γηπαίδων λογίμοις κοινολογησάμενος τὰ παρόντα σπουδῇ ἀνεπυνθάνετο εἰ ποιητέα οἱ τὰ πρὸς τοῖν βασιλέοιν αἰτούμενα εἴη.
8.27.24 οἱ δὲ ἄντικρυς μὴ ποιήσειν ἀπεῖπον, κρεῖσσον ἀπισχυρισάμενοι εἶναι Γηπαίδων τῷ ἔθνει αὐταῖς τε γυναιξὶ καὶ γόνῳ παντὶ διολωλέναι αὐτίκα δὴ μάλα ἢ ἀνοσίοις ἐπ' ἀσεβήματι γενέσθαι τοιούτῳ. ταῦτα ἀκούσας ὁ Θορισὶν ἐς ἀμηχανίαν ἐξέπιπτεν. οὔτε γὰρ ἀκουσίων τῶν ἀρχομένων ἐπιτελέσαι τὸ ἔργον εἶχεν οὔτε ἀνακυκλεῖν πόλεμον, πόνῳ τε καὶ χρόνῳ πεπαυμένον πολλῷ, πρός τε Ρωμαίους καὶ Λαγγοβάρδας ἔτι ἤθελεν. ὕστερον μέντοι ἐπενόει τάδε. πέμψας παρὰ τὸν Αὐδουὶν ἐξῃτεῖτο τὸν Ἐλεμούνδου υἱὸν Οὐστρίγοτθον, ἐπὶ τὴν ὁμοίαν αὐτῷ ἁμαρτάδα ὁρμῶν, τῶν τε ἱκετῶν ἀνταλλάσσεσθαι τὴν προδοσίαν παρακαλῶν.
8.27.27 τῇ γὰρ τῆς ἐμφεροῦς ἀτοπίας ὀκνήσει τὴν ἐπίταξιν αὐτῶν ἀναχαιτίσειν εἶχεν, ἀλλ' Αὐδουὶν αὐτὸν μηδεμιᾷ μελλήσει τῇ παρανομίᾳ καὶ ὁμολογίᾳ λήψεσθαι. τούτων τε αὐτοῖς δεδογμένων ἐξεπιστάμενοι ὡς οὔτε Λαγγοβάρδαι οὔτε Γήπαιδες ἐθέλουσι τοῦ μιάσματος μεταλαχεῖν σφίσιν, ἐς μὲν οὖν τὸ ἐμφανὲς οὐδὲν ἔδρασαν, ἑκάτερος δὲ δόλῳ τὸν θατέρου ἐχθρὸν ἔκτεινεν. ὅντινα μέντοι τρόπον, ἀφίημι λέγειν. οὐ γὰρ ὁμολογοῦσιν ἀλλήλοις οἱ ἀμφ' αὐτοῖν λόγοι, ἀλλὰ κατὰ πολὺ διαλλάσσουσιν οἷά γε τῶν πραγμάτων τὰ λαθραιότατα. τὰ μὲν οὖν κατὰ Ἰλδιγισὰλ καὶ Οὐστρίγοτθον ἐς τοῦτο ἐτελεύτα.

8.28.1 Τοῖς δὲ ἀμφὶ Ναρσῆν ἀφικομένοις ἐς Ράβενναν πόλιν ἀνεμίγνυντο Βαλεριανὸς καὶ Ἰουστῖνος οἱ στρατηγοὶ, καὶ εἴ τι ἄλλο στράτευμα Ρωμαίων ταύτῃ ἐλέλειπτο. ἐπειδὴ δὲ αὐτοῖς ἐννέα ἡμερῶν χρόνος ἐς Ράβενναν ἐτέτριπτο, Οὐσδρίλας, Γότθος ἀνὴρ, διαφερόντως ἀγαθὸς τὰ πολέμια, τοῦ ἐν Ἀριμίνῳ φυλακτηρίου ἄρχων, πρὸς Βαλεριανὸν ἔγραψε τάδε «Πάντα ταῖς φήμαις καταλαβόντες, τοῖς τε φάσμασιν ἤδη ξύμπασαν Ἰταλίαν συσχόντες καὶ ὀφρυάσαντες οὐχ ὅσα γε τὰ ἀνθρώπεια, ταύτῃ τε Γότθους, ὥσπερ οἴεσθε, δεδιξάμενοι, εἶτα κάθησθε νῦν ἐν Ραβέννῃ τῷ μὲν ἀποκεκρύφθαι ὡς ἥκιστα τοῖς πολεμίοις ἔνδηλοι, οἶμαι, ξυμφρουροῦντες ἔτι τὸ φρόνημα τοῦτο, βαρβάρων δὲ παμμίκτῳ ὁμίλῳ τὴν οὐδαμόθεν προσήκουσαν ὑμῖν κατατρίβοντες χώραν. ἀλλ' ἀνάστητε ὅτι τάχιστα καὶ πολεμίων ἔργων τὸ λοιπὸν ἅπτεσθε, δείξατέ τε ὑμᾶς αὐτοὺς Γότθοις, μηδὲ ἀναρτήσητε μακροτέραις ἐλπίσιν ἡμᾶς, προσδεχομένους ἐκ παλαιοῦ τὸ θέαμα.» ἡ μὲν γραφὴ τοσαῦτα ἐδήλου. ἐπειδὴ δὲ ταῦτα Ναρσῆς ἀπενεχθέντα εἶδε, Γότθων τῆς ἀλαζονείας γελάσας, καθίστατο εὐθὺς παντὶ τῷ στρατῷ ἐς τὴν ἔξοδον, φρουρὰν ξὺν Ἰουστίνῳ ἐν Ραβέννῃ ἀπολιπών.
8.28.5 γενόμενοί τε πόλεως Ἀριμίνου ἄγχιστα, εὗρον οὐκ εὐπετῆ σφίσι τὸ ἐνθένδε τὴν δίοδον οὖσαν, Γότθων περιῃρηκότων τὴν ἐκείνῃ γέφυραν οὐ πολλῷ πρότερον.
ὁ γὰρ ποταμὸς ὁ τὴν Ἀρίμινον παραρρέων ἀνδρὶ μὲν ἀόπλῳ ἑνὶ πεζῇ ἰόντι μόλις διαβατὸς γίνεται διὰ τῆς γεφύρας πόνῳ τε καὶ ταλαιπωρίᾳ πολλῇ, καὶ ταῦτα μηδενὸς ἐνοχλοῦντος ἢ τὴν δίοδον ἀναστέλλοντος· πλήθει δὲ ἀνθρώπων καὶ διαφερόντως ἐξωπλισμένων, ἄλλως τε καὶ πολεμίων ἀντιστατούντων, τρόπῳ ὁτῳοῦν ἐνταῦθα διαπορθμεύσασθαι ἀδύνατά ἐστι. διόπερ ὁ Ναρσῆς ἐν τῷ γεφύρας χώρῳ γενόμενος ξὺν ὀλίγοις τισὶν ἀπορούμενος ἐπὶ πλεῖστον διεσκοπεῖτο ὁπόθεν ἄν ποτε πόρον τινὰ τῷ πράγματι εὕροι. οὗ δὴ καὶ Οὐσδρίλας τινὰς ἐπαγαγόμενος ἱππέων ἦλθε, μή τι τῶν πρασσομένων αὐτὸν διαλάθοι. τῶν δέ τις Ναρσῇ ἐπισπομένων τὸ τόξον ἐντείνας ἐπ' αὐτοὺς ἔβαλλεν, ἑνί τε τῶν ἵππων κατατυχὼν εὐθὺς ἔκτεινεν. οἵ τε ἀμφὶ τὸν Οὐσδρίλαν τότε μὲν ἐνθένδε κατὰ τάχος ἀπαλλαγέντες ἐντὸς τοῦ περιβόλου ἐγένοντο, αὐτίκα δὲ καὶ ἄλλους ἐπαγαγόμενοι τῶν σφίσι μαχιμωτάτων διὰ πύλης ἑτέρας ἐπ' αὐτοὺς ἵεντο, ὡς ἀπροσδόκητοί τε αὐτοῖς ἐπιπεσόντες καὶ τὸν Ναρσῆν διαχρησόμενοι αὐτίκα δὴ μάλα. ἐπὶ θάτερα γὰρ τοῦ ποταμοῦ διερευνώμενος τῇ στρατιᾷ τὴν διάβασιν ἤδη ἀφῖκτο. ἀλλὰ τῶν τινες Ἐρούλων τύχῃ αὐτοῖς τινι ἐνταῦθα ὑπαντιάσαντες κτείνουσί τε τὸν Οὐσδρίλαν, καὶ ὅστις ποτὲ ἦν ἐπιγνωσθέντα παρὰ Ρωμαίου ἀνδρὸς τὴν κεφαλὴν ἀφαιρούμενοι, ἐς τὸ Ρωμαίων στρατόπεδον ἦλθον, καὶ Ναρσῇ ἐπιδείξαντες τῇ προθυμίᾳ ἐπέρρωσαν πάντας, τεκμηριουμένους τῷ ξυμβεβηκότι τὰ ἐκ τοῦ θεοῦ Γότθοις πολέμια εἶναι· οἵ γε τῶν πολεμίων τῷ στρατηγῷ ἐνεδρεύσαντες αὐτοὶ οὐκ ἐξ ἐπιβουλῆς ἢ προνοίας τινὸς τὸν ἄρχοντα σφῶν ἐξαπιναίως ἀφῄρηντο.
8.28.11 Ναρσῆς δὲ, καίπερ Οὐσδρίλα πεπτωκότος, ὃς τοῦ ἐν Ἀριμήνῳ φυλακτηρίου ἦρχε, πρόσω ἤπειγε τὸ στράτευμα. οὔτε γὰρ Ἀρίμηνον οὔτε ἄλλο τι χωρίον πρὸς τῶν πολεμίων ἐχόμενον ἐνοχλεῖν ἤθελεν, ὡς μή τις αὐτῷ τρίβοιτο χρόνος, μηδὲ τῷ παρέργῳ τῆς χρείας ἡ σπουδαιοτάτη διείργοιτο πρᾶξις. τῶν δὲ πολεμίων ἅτε πεπτωκότος σφίσι τοῦ ἄρχοντος ἡσυχαζόντων τε καὶ οὐκέτι ἐμποδίων καθισταμένων ὁ Ναρσῆς ἀδεέστερον γεφύρᾳ τὸν ποταμὸν ζεύξας διεβίβασε πόνῳ οὐδενὶ τὸν στρατὸν ἅπαντα. ὁδοῦ δὲ τῆς Φλαμηνίας ἐνθένδε ἀφέμενος ἐν ἀριστερᾷ ᾔει. Πέτρας γὰρ τῆς Περτούσης καλουμένης, ἧσπέρ μοι τὸ τοῦ ὀχυρώματος καρτερὸν χωρίου φύσει ἐν τοῖς ἔμπροσθεν δεδιήγηται λόγοις, κατειλημμένης τοῖς ἐναντίοις πολλῷ πρότερον, ἀπόρευτα Ρωμαίοις καὶ παντάπασιν ἀδιέξοδα, ὅσα γε κατὰ τὴν Φλαμηνίαν ὁδὸν, ὄντα ἐτύγχανεν. ὁδὸν οὖν ὁ Ναρσῆς διὰ ταῦτα τὴν ἐπιτομωτέραν ἀφεὶς τὴν βάσιμον ᾔει.

8.29.1 Τῷ μὲν οὖν Ρωμαίων στρατῷ τά γε ἀμφὶ τῇ πορείᾳ ταύτῃ πη εἶχε. Τουτίλας δὲ πεπυσμένος ἤδη τὰ ἐν Βενετίαις ξυνενεχθέντα Τεΐαν μὲν τὰ πρῶτα καὶ τὴν ξὺν αὐτῷ στρατιὰν προσδεχόμενος ἐν τοῖς ἐπὶ Ρώμης χωρίοις ἡσυχῆ ἔμενεν. ἐπειδὴ δὲ παρῆσαν, μόνοι τε δισχίλιοι ἱππεῖς ἐλείποντο ἔτι, τούτους δὴ οὐκ ἀναμείνας ὁ Τουτίλας, ἀλλὰ παντὶ ἄρας τῷ ἄλλῳ στρατῷ ὡς τοῖς πολεμίοις ἐν ἐπιτηδείῳ ὑπαντιάσων ᾔει. ἐν δὲ τῇ ὁδῷ ταύτῃ τά τε τῷ Οὐσδρίλᾳ συμπεπτωκότα καὶ Ἀρίμηνον τοὺς πολεμίους διαβεβηκέναι μαθὼν, ὅλην μὲν Τουσκίαν ἀμείψας, ἐν ὄρει δὲ τῷ Ἀπεννίνῳ καλουμένῳ γενόμενος, αὐτοῦ ἐνστρατοπεδευσάμενος, ἔμενεν ἄγχιστα κώμης, ἥνπερ οἱ ἐπιχώριοι Ταγίνας καλοῦσιν. ἥ τε Ρωμαίων στρατιὰ Ναρσοῦ ἡγουμένου οὐ πολλῷ ὕστερον ἐν τῷ ὄρει καὶ αὐτοὶ τῷ Ἀπεννίνῳ ἐνστρατοπεδευσάμενοι ἔμενον, σταδίους ἑκατὸν μάλιστα τοῦ τῶν ἐναντίων στρατοπέδου διέχοντες, ἐν χωρίῳ ὁμαλῷ μὲν, λόφους δὲ ἄγχιστά πη περιβεβλημένῳ πολλοὺς, ἵνα δή ποτε στρατηγοῦντα Ρωμαίων Κάμιλλον τῶν Γάλλων ὅμιλον διαφθεῖραι μάχῃ νενικηκότα φασί. φέρει δὲ καὶ εἰς ἐμὲ μαρτύριον τοῦ ἔργου τούτου τὴν προσηγορίαν ὁ χῶρος καὶ διασώζει τῇ μνήμῃ τῶν Γάλλων τὸ πάθος, Βουσταγαλλώρων καλούμενος. βοῦστα γὰρ Λατῖνοι τὰ ἐκ τῆς πυρᾶς καλοῦσι λείψανα. τύμβοι τε τῇδε γεώλοφοι τῶν νεκρῶν ἐκείνων παμπληθεῖς εἰσιν. αὐτίκα δὲ στείλας ἐνθένδε Ναρσῆς τῶν οἱ ἐπιτηδείων τινὰς παραίνεσιν ἐπήγγελλε ποιεῖσθαι τῷ Τουτίλᾳ καταθέσθαι μὲν τὰ πολέμια, βουλεύεσθαι δὲ εἰρηναῖά ποτε, διαριθμουμένῳ ὅτι δὴ αὐτὸς, ἀνθρώπων ἄρχων ὀλίγων τέ τινων καὶ ὑπόγυον νόμῳ οὐδενὶ ξυνειλεγμένων, πάσῃ τῇ Ρωμαίων ἀρχῇ ἐπὶ πλεῖστον διαμάχεσθαι οὐκ ἂν δύναιτο. ἔφη δὲ αὐτοῖς καὶ τοῦτο, ὥστε δὴ αὐτὸν, εἰ πολεμησείοντα ἴδοιεν, μελλήσει οὐδεμιᾷ ἐγκελεύεσθαι τακτὴν διορίσαι τινὰ ἡμέραν τῇ μάχῃ. ἐπειδὴ γοῦν οἱ πρέσβεις οὗτοι τῷ Τουτίλᾳ ἐς ὄψιν ἦλθον, τὰ ἐπιτεταγμένα ἐποίουν. καὶ ὁ μὲν νεανιευόμενος ἐκομψεύετο ὡς τρόπῳ αὐτοῖς παντὶ πολεμητέον εἴη, οἱ δὲ ὑπολαβόντες «Ἀλλ', ὦ γενναῖε» ἔφασαν «ῥητόν τινα καιρὸν τῇ ξυμβολῇ τίθει». καὶ ὃς αὐτίκα «ὀκτὼ ἡμερῶν ξυμμίξωμεν» ἔφη. οἱ μὲν οὖν πρέσβεις παρὰ τὸν Ναρσῆν ἐπανήκοντες τὰ ξυγκείμενα σφίσιν ἐπήγγελλον, ὁ δὲ Τουτίλαν δολώσεις ὑποτοπάζων ἐπινοεῖν παρεσκευάζετο ὡς τῇ ὑστεραίᾳ μαχούμενος. καὶ ἔτυχέ γε τῆς τῶν πολεμίων ἐννοίας. ἡμέρᾳ γὰρ τῇ ἐπιγενομένῃ αὐτάγγελος παντὶ τῷ στρατῷ παρῆν ὁ Τουτίλας. ἤδη δὲ ἀλλήλοις ἑκάτεροι ἀντεκάθηντο, οὐ πλέον ἢ δυοῖν διέχοντες τοξευμάτων βολαῖν.
8.29.11 Ἦν γέ τι γεώλοφον ἐνταῦθα βραχὺ, ὃ δὴ καταλαβεῖν ἀμφότεροι διὰ σπουδῆς εἶχον, ἐν ἐπιτηδείῳ σφίσιν οἰόμενοι κεῖσθαι, ὅπως τε βάλλειν τοὺς ἐναντίους ἐξ ὑπερδεξίων ἔχοιεν καὶ ὅτι χῶροι λοφώδεις, ᾗπέρ μοι δεδήλωται, ἐνταῦθά πη ἦσαν, ταύτῃ τοι κυκλώσασθαί τινας τὸ Ρωμαίων στρατόπεδον κατὰ νώτου ἰόντας ἀμήχανον ἦν, ὅτι μὴ διὰ μιᾶς τινος ἀτραποῦ, ἣ παρὰ τὸ γεώλοφον ἐτύγχανεν οὖσα. διὸ δὴ περὶ πλείονος αὐτὸ ποιεῖσθαι ἀμφοτέροις ἐπάναγκες ἦν, Γότθοις μὲν, ὅπως ἐν τῇ ξυμβολῇ κυκλωσάμενοι τοὺς πολεμίους ἐν ἀμφιβόλῳ ποιήσονται, Ρωμαίοις δὲ, ὅπως δὴ ταῦτα μὴ πάθοιεν. ἀλλὰ προτερήσας Ναρσῆς πεντήκοντα ἐκ καταλόγου πεζοὺς ἀπολέξας ἀωρὶ νύκτωρ ὡς καταληψομένους τε καὶ καθέξοντας αὐτὸ ἔστειλε. καὶ οἱ μὲν οὐδενὸς σφίσι τῶν πολεμίων ἐμποδὼν ἱσταμένου ἐνταῦθα γενόμενοι ἡσυχῆ ἔμενον. ἔστι δέ τις χειμάρρους τοῦ γεωλόφου ἐπίπροσθεν, παρὰ μὲν τὴν ἀτραπὸν, ἧς ἄρτι ἐμνήσθην, τοῦ δὲ χώρου καταντικρὺ οὗ ἐστρατοπεδεύσαντο Γότθοι, οὗ δὴ οἱ πεντήκοντα ἔστησαν, ἐν χρῷ μὲν ξυνιόντες ἀλλήλοις, ἐς φάλαγγα δὲ ὡς ἐν στενοχωρίᾳ ξυντεταγμένοι. μεθ' ἡμέραν δὲ τὸ γεγονὸς ἰδὼν Τουτίλας ἀπώσασθαι αὐτοὺς ἐν σπουδῇ εἶχεν. ἴλην τε ἱππέων εὐθὺς ἐπ' αὐτοὺς ἔπεμψεν, ἐξελᾶν ὅτι τάχιστα ἐνθένδε αὐτοὺς ἐπιστείλας.
8.29.17 οἱ μὲν οὖν ἱππεῖς θορύβῳ τε πολλῷ καὶ κραυγῇ ἐπ' αὐτοὺς ἵεντο, ὡς αὐτοβοεὶ ἐξαιρήσοντες, οἱ δὲ εἰς ὀλίγον ξυντεταγμένοι καὶ ταῖς μὲν ἀσπίσι φραξάμενοι, τὰ δὲ δοράτια ἐπανατεινάμενοι ἔστησαν. εἶτα οἱ μὲν Γότθοι σπουδῇ ἐπιόντες ξυνταράξαντες αὑτοὺς ἤλαυνον, οἱ δὲ πεντήκοντα, τῶν τε ἀσπίδων τῷ ὠθισμῷ καὶ τῶν δορατίων τῇ ἐπιβολῇ πυκνοτάτῃ οὔσῃ καὶ οὐδαμῆ ξυγκεχυμένῃ ὡς καρτερώτατα τοὺς ἐπιόντας ἠμύνοντο, ἐξεπίτηδές τε πάταγον ταῖς ἀσπίσιν ἐποίουν, ταύτῃ μὲν τοὺς ἵππους ἀεὶ δεδισσόμενοι, τοὺς δὲ ἄνδρας ταῖς τῶν δορατίων αἰχμαῖς. καὶ οἵ τε ἵπποι ἀνεχαιτίζοντο τῇ τε δυσχωρίᾳ καὶ τῶν ἀσπίδων τῷ πατάγῳ λίαν ἀχθόμενοι καὶ διέξοδον οὐδαμῆ ἔχοντες, οἵ τε ἄνδρες ἀπεκναίοντο, ἀνθρώποις τε οὕτω ξυμφραξαμένοις μαχόμενοι καὶ τρόπῳ οὐδενὶ εἴκουσι, καὶ ἵπποις ἐγκελευόμενοι ὡς ἥκιστα ἐπαΐουσιν. ἀποκρουσθέντες τε τὴν πρώτην ὀπίσω ἐχώρουν. καὶ αὖθις ἀποπειρασάμενοι καὶ ταὐτὰ πάσχοντες ἀνεπόδιζον. πολλάκις τε οὕτως ἀπαλλάξαντες οὐκέτι ἠνώχλουν, ἀλλ' ἑτέραν ἴλην Τουτίλας ἐς τὸ ἔργον τοῦτο ἀντικαθίστη.
8.29.21 ὧνπερ ὁμοίως τοῖς προτέροις ἀπαλλαγέντων ἕτεροι ἐς τὴν πρᾶξιν καθίσταντο. πολλάς τε ἴλας ὁ Τουτίλας οὕτως ἀμείψας ἐπὶ πάσαις τε ἄπρακτος γεγονὼς εἶτα ἀπεῖπεν. οἱ μὲν οὖν πεντήκοντα κλέος ὑπὲρ ἀρετῆς ἀπήνεγκαν μέγα, δύο δὲ αὐτῶν διαφερόντως ἐν τῷ πόνῳ τούτῳ ἠρίστευσαν, Παῦλός τε καὶ Ἀνσίλας, οἳ δὴ ἐκπεπηδηκότες τῆς φάλαγγος δήλωσιν ἀρετῆς μάλιστα πάντων πεποίηνται. τοὺς μὲν γὰρ ἀκινάκας σπασάμενοι κατέθεντο εἰς τὸ ἔδαφος, τὰ δὲ τόξα ἐντεινάμενοι ἔβαλλον ἐπικαιριώτατα στοχαζόμενοι τῶν πολεμίων. καὶ πολλοὺς μὲν ἄνδρας, πολλοὺς δὲ ἵππους διεχρήσαντο, ἕως ἔτι εἶχον τοὺς ἀτράκτους αὐτοῖς αἱ φαρέτραι. ἐπειδὴ δὲ ἅπαντα αὐτοὺς τὰ βέλη ἤδη ἐπιλελοίπει, οἱ δὲ τά τε ξίφη ἀνελόμενοι καὶ τὰς ἀσπίδας προβεβλημένοι κατὰ μόνας τοὺς ἐπιόντας ἠμύνοντο.
8.29.25 ἐπειδάν τε ἱππευόμενοι τῶν ἐναντίων τινὲς ξὺν τοῖς δόρασιν ἐπ' αὐτοὺς ἴοιεν, οἱ δὲ τοῖς ξίφεσι παίοντες ἀπεκαύλιζον τῶν δοράτων εὐθὺς τὰς αἰχμάς. πολλάκις δὲ αὐτῶν οὕτω δὴ ἀναστελλόντων τὰς τῶν πολεμίων ἐπιδρομὰς ξυνηνέχθη τὸ θατέρου ξίφος (ἦν δὲ οὗτος ἀνὴρ Παῦλος ὀνόματι) τῷ συγκεκάμφθαι τῇ ἐς τὰ ξύλα συνεχεῖ τομῇ καὶ τὸ παράπαν ἀχρεῖον εἶναι.
8.29.27 ὅπερ αὐτίκα μὲν προσουδίζει χαμαὶ, χερσὶ δὲ ἀμφοτέραις ἐπιλαβόμενος τῶν δοράτων ἀφῃρεῖτο τοὺς ἐπιόντας. τέτταρά τε δόρατα οὕτω τοὺς πολεμίους διαφανῶς ἀφελόμενος αἰτιώτατος γέγονε τοῦ τὴν πρᾶξιν αὐτοὺς ἀπογνῶναι. διὸ δὴ αὐτὸν καὶ ὑπασπιστὴν αὑτοῦ ἴδιον ἀπὸ τοῦ ἔργου τούτου Ναρσῆς τὸ λοιπὸν κατεστήσατο.

8.30.1 Ταῦτα μὲν οὖν τῇδε κεχώρηκεν. ἑκάτεροι δὲ παρεσκευάζοντο εἰς παράταξιν. καὶ Ναρσῆς τὸ στράτευμα ἐν χώρῳ ὀλίγῳ ξυναγαγὼν τοιάδε παρεκελεύσατο «Τοῖς μὲν ἐξ ἀντιπάλου τῆς δυνάμεως ἐς ἀγωνίαν τοῖς πολεμίοις καθισταμένοις παρακελεύσεώς τε ἂν ἴσως δεήσειε πολλῆς καὶ παραινέσεως ἐς τὴν προθυμίαν ὁρμώσης, ὅπως δὴ ταύτῃ τῶν ἐναντίων πλεονεκτοῦντες κατὰ νοῦν μάλιστα τῆς παρατάξεως ἀπαλλάξωσιν· ὑμῖν δὲ, ὦ ἄνδρες, οἷς καὶ τῇ ἀρετῇ καὶ τῷ πλήθει καὶ τῇ ἄλλῃ παρασκευῇ πάσῃ πολλῷ τῷ διαλλάσσοντι πρὸς καταδεεστέρους ἡ μάχη ἐστὶν, οὐδὲν ἄλλο προσδεῖν οἴομαι ἢ τῷ θεῷ ἵλεῳ ἐς ξυμβολὴν τήνδε καθίστασθαι. εὐχῇ τοίνυν αὐτὸν ἐνδελεχέστατα ἐς ξυμμαχίαν ἐπαγόμενοι πολλῷ τῷ καταφρονήματι ἐπὶ τούτων δὴ τῶν λῃστῶν τὴν ἐπικράτησιν ἵεσθε, οἵ γε δοῦλοι βασιλέως τοῦ μεγάλου τὸ ἐξ ἀρχῆς ὄντες καὶ δραπέται γεγενημένοι τύραννόν τε αὑτοῖς ἀγελαῖόν τινα ἐκ τοῦ συρφετοῦ προστησάμενοι ἐπικλοπώτερον συνταράξαι τὴν Ρωμαίων ἀρχὴν ἐπὶ καιροῦ τινος ἴσχυσαν. καίτοι τούτους γε ἡμῖν οὐδὲ ἀντιπαρατάσσεσθαι νῦν τὰ εἰκότα λογιζομένους ὑπώπτευσεν ἄν τις. οἱ δὲ θράσει θανατῶντες ἀλογίστῳ τινὶ καὶ μανιώδη προπέτειαν ἐνδεικνύμενοι προὖπτον αὐτοῖς θάνατον ἀναιρεῖσθαι τολμῶσιν, οὐ προβεβλημένοι τὴν ἀγαθὴν ἐλπίδα, οὐδὲ τί ἐπιγενήσεται σφίσιν αὐτοῖς ἐκ τοῦ παραλόγου καὶ τοῦ παραδόξου καραδοκοῦντες, ἀλλὰ πρὸς τοῦ θεοῦ διαρρήδην ἐπὶ τὰς ποινὰς τῶν πεπολιτευμένων ἀγόμενοι. ὧν γὰρ ἄνωθέν τι κατεγνώσθη παθεῖν, χωροῦσιν ἐπὶ τὰς τιμωρίας αὐτόματοι. χωρὶς δὲ τούτων ὑμεῖς μὲν πολιτείας εὐνόμου προκινδυνεύοντες καθίστασθε εἰς ξυμβολὴν τήνδε, οἱ δὲ νεωτερίζουσιν ἐπὶ τοῖς νόμοις ζυγομαχοῦντες, οὐ παραπέμψειν τι τῶν ὑπαρχόντων ἐς διαδόχους προσδοκῶντές τινας, ἀλλ' εὖ εἰδότες ὡς συναπολεῖται αὐτοῖς ἅπαντα καὶ μετ' ἐφημέρου βιοτεύουσι τῆς ἐλπίδος. ὥστε καταφρονεῖσθαι τὰ μάλιστά εἰσιν ἄξιοι. τῶν γὰρ οὐ νόμῳ καὶ ἀγαθῇ πολιτείᾳ ξυνισταμένων ἀπολέλειπται μὲν ἀρετὴ πᾶσα, διακέκριται δὲ, ὡς τὸ εἰκὸς, ἡ νίκη, οὐκ εἰωθυῖα ταῖς ἀρεταῖς ἀντιτάσσεσθαι.» τοιαύτην μὲν ὁ Ναρσῆς τὴν παρακέλευσιν ἐποιήσατο. καὶ Τουτίλας δὲ τεθηπότας τὴν Ρωμαίων στρατιὰν τούς οἱ ἑπομένους ὁρῶν ξυγκαλέσας καὶ αὐτὸς ἅπαντας ἔλεξε τάδε «Ὑστάτην ὑμῖν παραίνεσιν ποιησόμενος ἐνταῦθα ὑμᾶς, ἄνδρες ξυστρατιῶται, ξυνήγαγον. ἄλλης γὰρ, οἶμαι, παρακελεύσεως μετὰ τήνδε τὴν ξυμβολὴν οὐκέτι δεήσει, ἀλλὰ τὸν πόλεμον ἐς ἡμέραν μίαν ἀποκεκρίσθαι ξυμβήσεται πάντως. οὕτω γὰρ ἡμᾶς τε καὶ βασιλέα Ἰουστινιανὸν ἐκνενευρίσθαι τετύχηκε καὶ περιῃρῆσθαι δυνάμεις ἁπάσας, πόνοις τε καὶ μάχαις καὶ ταλαιπωρίαις ὡμιληκότας ἐπὶ χρόνου παμμέγεθες μῆκος, ἀπειρηκέναι τε πρὸς τὰς τοῦ πολέμου ἀνάγκας, ὥστε, ἢν τῇ ξυμβολῇ τῇ νῦν τῶν ἐναντίων περιεσόμεθα, οὐδαμῶς ἀναποδιεῖν τὸ λοιπὸν ἕξουσιν, ἢν δὲ ἡμεῖς τι προσπταίσωμεν ἐν ταύτῃ τῇ μάχῃ, ἐλπὶς οὐδεμία εἰς τὸ ἀναμαχήσεσθαι λελείψεται Γότθοις, ἀλλὰ τὴν ἧσσαν ἑκατέροις σκῆψιν ἐς τὴν ἡσυχίαν εὐπρόσωπον διαρκῶς ἕξομεν. ἀπολέγοντες γὰρ ἄνθρωποι πρὸς τῶν πραγμάτων τὰ πονηρότατα ἐς αὐτὰ ἐπανιέναι οὐκέτι τολμῶσιν, ἀλλὰ καὶ σφόδρα ἴσως διωθουμένης αὐτοὺς ἐπὶ ταῦτα τῆς χρείας ταῖς γνώμαις ἀναχαιτίζονται, δεδισσομένης αὐτοῖς τὰς ψυχὰς τῆς τῶν κακῶν μνήμης. τοσαῦτα, ὦ ἄνδρες, ἀκηκοότες ἀνδραγαθίζεσθε μὲν τῷ παντὶ σθένει, μηδεμίαν ἐς ἄλλον τινὰ χρόνον ἀποτιθέμενοι τῆς ψυχῆς ἀρετὴν, ταλαιπωρεῖσθε δὲ ἀλκῇ τῇ πάσῃ, μηδὲ τὸ σῶμα ταμιευόμενοι ἐς κίνδυνον ἄλλον. ὅπλων δὲ ὑμῖν γινέσθω καὶ ἵππων μηδεμία φειδὼ, ὡς οὐκέτι χρησίμων ἐσομένων ὑμῖν. ἅπαντα γὰρ προκατατρίψασα τὰ ἄλλα ἡ τύχη, μόνην τῆς ἐλπίδος τὴν κεφαλὴν εἰς τὴν ἡμέραν ἐφύλαξε ταύτην. τὴν εὐψυχίαν τοίνυν ἀσκεῖτε καὶ πρὸς εὐτολμίαν παρασκευάζεσθε. οἷς γὰρ ἐπὶ τριχὸς ἡ ἐλπὶς, ὥσπερ τανῦν ὑμῖν, ἕστηκεν, οὐδὲ χρόνου τινὰ βραχυτάτην ῥοπὴν ἀναπεπτωκέναι ξυνοίσει. παρεληλυθυίας γὰρ τῆς ἀκμῆς τοῦ καιροῦ ἀνόνητος ἡ σπουδὴ τὸ λοιπὸν γίνεται, κἂν διαφερόντως ὑπέρογκος ᾖ, οὐκ ἐνδεχομένης τῶν πραγμάτων τῆς φύσεως ἀρετὴν ἕωλον, ἐπεὶ παρελθούσης τῆς χρείας ἔξωρα καὶ τὰ ἐπιγινόμενα ἐπάναγκες εἶναι. οἶμαι τοίνυν προσήκειν ὑμᾶς ἐπικαιριώτατα ἐνεργολαβεῖν τὴν ἀγώνισιν, ὡς ἂν δυνήσεσθε, καὶ τοῖς ἀπ' αὐτῆς ἀγαθοῖς χρῆσθαι. ἐξεπίστασθέ τε ὡς ἐν τῷ παρόντι ὡς ἀξιώλεθρος μάλιστα ἡ φυγὴ γίνεται. φεύγουσι γὰρ ἄνθρωποι λιπόντες τὴν τάξιν οὐκ ἄλλου τοῦ ἕνεκα ἢ ὅπως βιώσονται· ἢν δὲ θάνατον ἡ φυγὴ προὖπτον ἐπάγεσθαι μέλλῃ, ὁ τὸν κίνδυνον ὑποστὰς τοῦ φυγόντος πολλῷ ἔτι μᾶλλον ἐν ἀσφαλεῖ ἔσται. τοῦ δὲ τῶν πολεμίων ὁμίλου ὑπερφρονεῖν ἄξιον, ἐξ ἐθνῶν ξυνειλεγμένων ὅτι μάλιστα πλείστων. ξυμμαχία γὰρ πολλαχόθεν ἐρανισθεῖσα οὔτε τὴν πίστιν οὔτε τὴν δύναμιν ἀσφαλῆ φέρεται, ἀλλὰ σχιζομένη τοῖς γένεσι μερίζεται καὶ ταῖς γνώμαις εἰκότως. μηδὲ γὰρ οἴεσθε Οὔννους τε καὶ Λαγγοβάρδας καὶ Ἐρούλους ποτὲ, χρημάτων αὐτοῖς μεμισθωμένους οὐκ οἶδα ὁπόσων, προκινδυνεύσειν αὐτῶν ἄχρι ἐς θάνατον. οὐ γὰρ οὕτως αὐτοῖς ἡ ψυχὴ ἄτιμος ὥστε καὶ ἀργυρίου τὰ δευτερεῖα παρ' αὐτοῖς φέρεσθαι, ἀλλ' εὖ οἶδα ὡς μάχεσθαι τὰ ἐς τὴν ὄψιν ποιούμενοι ἐθελοκακήσουσιν αὐτίκα δὴ μάλα, ἢ κεκομισμένοι τὴν μίσθωσιν, ἢ τὴν ἐπίταξιν ὑποτετελεκότες τῶν ἐν σφίσιν ἀρχόντων. τοῖς γὰρ ἀνθρώποις καὶ τὰ τῶν πραγμάτων τερπνότατα δοκοῦντα εἶναι μὴ ὅτι πολέμια, ἢν μὴ κατὰ γνώμην αὐτοῖς πράσσηται, ἀλλὰ βιασθεῖσιν ἢ μισθαρνήσασιν ἢ ἄλλῳ τῳ ἀναγκασθεῖσιν, οὐκέτι αὐτοῖς ἐπὶ τὸ καταθύμιον ἀποκεκρίσθαι ξυμβήσεται, ἀλλὰ τῷ ἀναγκαίῳ μοχθηρὰ φαίνεται. ὧν ἐνθυμηθέντες προθυμίᾳ τῇ πάσῃ ὁμόσε τοῖς πολεμίοις χωρήσωμεν.»

8.31.1 Τοσαῦτα μὲν οὖν καὶ ὁ Τουτίλας εἶπε. τὰ δὲ στρατεύματα ἐς μάχην ξυνῄει καὶ ἐτάξαντο ὧδε. μετωπηδὸν μὲν ἀμφοτέρωθεν ἅπαντες ἔστησαν, ὡς βαθύτατόν τε καὶ περίμηκες τῆς φάλαγγος τὸ μέτωπον ποιησόμενοι. τῶν δὲ Ρωμαίων κέρας μὲν τὸ ἀριστερὸν Ναρσῆς τε καὶ Ἰωάννης ἀμφὶ τὸ γεώλοφον εἶχον καὶ ξὺν αὐτοῖς εἴ τι ἄριστον ἐν τῷ Ρωμαίων στρατῷ ἐτύγχανεν ὄν· ἑκατέρῳ γὰρ τῶν ἄλλων χωρὶς στρατιωτῶν, δορυφόρων τε καὶ ὑπασπιστῶν καὶ βαρβάρων Οὔννων εἵπετο πλῆθος ἀριστίνδην συνειλεγμένων· κατὰ δὲ δεξιὸν Βαλεριανός τε καὶ Ἰωάννης ὁ Φαγᾶς σὺν τῷ Δαγισθαίῳ καὶ οἱ κατάλοιποι Ρωμαῖοι ἐτάξαντο πάντες. πεζοὺς μέντοι τοξότας ἐκ τῶν καταλόγου στρατιωτῶν ὀκτακισχιλίους μάλιστα ἔστησαν ἐς ἄμφω τὰ κέρα. κατὰ δὲ τὰ μέσα τῆς φάλαγγος τούς τε Λαγγοβάρδας καὶ τὸ Ἐρούλων ἔθνος καὶ πάντας τοὺς ἄλλους βαρβάρους ὁ Ναρσῆς ἔταξεν, ἔκ τε τῶν ἵππων ἀποβιβάσας καὶ πεζοὺς εἶναι καταστησάμενος, ὅπως ἂν μὴ κακοὶ ἐν τῷ ἔργῳ γενόμενοι ἢ ἐθελοκακοῦντες, ἂν οὕτω τύχῃ, ἐς ὑπαγωγὴν ὀξύτεροι εἶεν. τὸ μέντοι πέρας κέρως τοῦ εὐωνύμου τῶν Ρωμαίων μετώπου Ναρσῆς ἐγγώνιον κατεστήσατο, πεντακοσίους τε καὶ χιλίους ἱππεῖς ἐνταῦθα στήσας. προείρητο δὲ τοῖς μὲν πεντακοσίοις τε καὶ χιλίοις, ἐπειδὰν τάχιστα τῶν Ρωμαίων τισὶ τραπῆναι ξυμβαίη, ἐπιβοηθεῖν αὐτοῖς ἐν σπουδῇ, τοῖς δὲ χιλίοις, ὁπηνίκα οἱ τῶν πολεμίων πεζοὶ ἔργου ἄρχωνται, κατόπισθέν τε αὐτῶν αὐτίκα γενέσθαι καὶ ἀμφιβόλους ποιήσασθαι. καὶ ὁ Τουτίλας δὲ τρόπῳ τῷ αὐτῷ τοῖς πολεμίοις ἀντίαν τὴν στρατιὰν ξύμπασαν ἔστησε. καὶ περιιὼν τὴν οἰκείαν παράταξιν τοὺς στρατιώτας παρεθράσυνέ τε καὶ παρεκάλει ἐς εὐτολμίαν προσώπῳ καὶ λόγῳ. καὶ ὁ Ναρσῆς δὲ ταὐτὸ τοῦτο ἐποίει, ψέλλιά τε καὶ στρεπτοὺς καὶ χαλινοὺς χρυσοῦς ἐπὶ κοντῶν μετεωρίσας καὶ ἄλλα ἄττα τῆς ἐς τὸν κίνδυνον προθυμίας ὑπεκκαύματα ἐνδεικνύμενος. χρόνον δέ τινα μάχης οὐδέτεροι ἦρχον, ἀλλ' ἡσυχῆ ἀμφότεροι ἔμενον, προσδεχόμενοι τὴν τῶν ἐναντίων ἐπίθεσιν.
8.31.11 Μετὰ δὲ εἷς ἐκ τοῦ Γότθων στρατοῦ, Κόκκας ὄνομα, δόξαν ἐπὶ τῷ δραστηρίῳ διαρκῶς ἔχων, τὸν ἵππον ἐξελάσας, ἄγχιστα ἦλθε τοῦ Ρωμαίων στρατοῦ, προὐκαλεῖτό τε, εἴ τίς οἱ βούλοιτο πρὸς μονομαχίαν ἐπεξιέναι. ὁ δὲ Κόκκας οὗτος εἷς τῶν Ρωμαίων στρατιωτῶν ἐτύγχανεν ὢν τῶν παρὰ Τουτίλαν ἀπηυτομοληκότων τὰ πρότερα. καί οἱ αὐτίκα τῶν τις Ναρσοῦ δορυφόρων ἀντίος ἔστη, Ἀρμένιος γένος, Ἀνζαλᾶς ὄνομα, καὶ αὐτὸς ἵππῳ ὀχούμενος. ὁ μὲν οὖν Κόκκας ὁρμήσας πρῶτος ὡς τῷ δόρατι παίσων ἐπὶ τὸν πολέμιον ἵετο, καταστοχαζόμενος τῆς ἐκείνου γαστρός. ὁ δ' Ἀνζαλᾶς ἐξαπιναίως τὸν ἵππον ἐκκλίνας ἀνόνητον αὐτὸν κατεστήσατο γενέσθαι τῆς οἰκείας ὁρμῆς. ταύτῃ τε αὐτὸς ἐκ πλαγίου τοῦ πολεμίου γενόμενος ἐς πλευρὰν αὐτοῦ τὴν ἀριστερὰν τὸ δόρυ ὦσε. καὶ ὁ μὲν ἐκ τοῦ ἵππου πεσὼν ἐς τὸ ἔδαφος νεκρὸς ἔκειτο· κραυγὴ δὲ ἀπὸ τοῦ Ρωμαίων στρατοῦ ὑπερφυὴς ἤρθη, οὐδ' ὣς μέντοι μάχης τινὸς οὐδέτεροι ἦρξαν. Τουτίλας δὲ μόνος ἐν μεταιχμίῳ ἐγένετο, οὐ μονομαχήσων, ἀλλὰ τὸν καιρὸν τοῖς ἐναντίοις τοῦτον ἐκκρούσων. Γότθων γὰρ τοὺς ἀπολειπομένους δισχιλίους ἄγχιστά πη προσιέναι μαθὼν ἀπετίθετο ἐς τὴν αὐτῶν παρουσίαν τὴν ξυμβολὴν, ἐποίει δὲ τάδε. πρῶτα μὲν οὐκ ἀπηξίου τοῖς πολεμίοις ἐνδείκνυσθαι ὅστις ποτὲ εἴη. τήν τε γὰρ τῶν ὅπλων σκευὴν κατακόρως τῷ χρυσῷ κατειλημμένην ἠμπίσχετο καὶ τῶν οἱ φαλάρων ὁ κόσμος ἔκ τε τοῦ πίλου καὶ τοῦ δόρατος ἁλουργός τε καὶ ἄλλως βασιλικὸς ἀπεκρέματο θαυμαστὸς ὅσος. καὶ αὐτὸς ὑπερφυεῖ ὀχούμενος ἵππῳ παιδιὰν ἐν μεταιχμίῳ ἔπαιζε τὴν ἐνόπλιον ἐπισταμένως. τόν τε γὰρ ἵππον ἐν κύκλῳ περιελίσσων, ἐπὶ θάτερά τε ἀναστρέφων αὖθις κυκλοτερεῖς πεποίητο δρόμους. καὶ ἱππευόμενος μεθίει ταῖς αὔραις τὸ δόρυ, ἀπ' αὐτῶν τε κραδαινόμενον ἁρπασάμενος εἶτα ἐκ χειρὸς ἐς χεῖρα παραπέμπων συχνὰ ἐφ' ἑκάτερα, καὶ μεταβιβάζων ἐμπείρως, ἐφιλοτιμεῖτο τῇ ἐς τὰ τοιαῦτα μελέτῃ, ὑπτιάζων καὶ ἰσχιάζων καὶ πρὸς ἑκάτερα ἐγκλινόμενος, ὥσπερ ἐκ παιδὸς ἀκριβῶς τὰ ἐς τὴν ὀρχήστραν δεδιδαγμένος.
8.31.21 ταῦτά τε ποιῶν πᾶσαν κατέτριψε τὴν δείλην πρωΐαν. ἐπὶ πλεῖστον δὲ τὴν τῆς μάχης ἀναβολὴν μηκύνειν ἐθέλων ἔπεμψεν ἐς τὸ Ρωμαίων στρατόπεδον, φάσκων ἐθέλειν αὐτοῖς ἐς λόγους ξυμμῖξαι. Ναρσῆς δὲ φενακίζειν αὐτὸν ἰσχυρίζετο, εἴ γε πολεμησείων τὰ πρότερα, ἡνίκα τοῦ προτείνεσθαι λόγους ἐξουσία εἴη, νῦν ἐν μεταιχμίῳ γενόμενος ἐς τοὺς διαλόγους χωροίη.

8.32.1 Ἐν τούτῳ δὲ Γότθοις καὶ οἱ δισχίλιοι ἧκον· οὕσπερ ἐς τὸ χαράκωμα Τουτίλας ἀφικέσθαι μαθὼν, ἐπειδὴ καὶ ὁ καιρὸς ἐς ἄριστον ἦγεν, αὐτός τε ἐς σκηνὴν τὴν οἰκείαν ἐχώρησε καὶ Γότθοι διαλύσαντες τὴν παράταξιν ὀπίσω ἀνέστρεφον. ἐν δὲ τῇ καταλύσει τῇ αὐτοῦ γεγονὼς Τουτίλας τοὺς δισχιλίους ἤδη παρόντας εὗρε. τό τε ἄριστον ἅπαντας αἱρεῖσθαι κελεύσας καὶ τὴν τῶν ὅπλων σκευὴν μεταμφιασάμενος ἅπαντας ἐξωπλίσατο μὲν ἐς τὸ ἀκριβὲς ἐν στρατιωτῶν λόγῳ, εὐθὺς δὲ τὴν στρατιὰν ἐπὶ τοὺς πολεμίους ἐξῆγεν, ἀπροσδόκητος αὐτοῖς ἐπιπεσεῖσθαι οἰόμενος καὶ ταύτῃ αἱρήσειν. ἀλλ' οὐδ' ὣς ἀπαρασκεύους Ρωμαίους εὗρε. δείσας γὰρ ὁ Ναρσῆς, ὅπερ ἐγένετο, μὴ σφίσιν ἀπροσδοκήτοις ἐπιπέσοιεν οἱ πολέμιοι, ἀπεῖπεν ἅπασι μήτε ἄριστον αἱρεῖσθαι μήτε ἀποδαρθεῖν μήτε μὴν ἀποθωρακίσασθαι τῶν πάντων μηδένα μήτε τοῦ χαλινοῦ μεθεῖναι τὸν ἵππον. οὐ μέντοι οὐδὲ ἀποσίτους τὸ παράπαν αὐτοὺς εἴασεν, ἀλλ' ἐν τῇ τάξει καὶ τῇ τῶν ὅπλων σκευῇ ἀκρατισαμένους ἐκέλευσε διηνεκὲς οὕτως ἀποσκοποῦντας καραδοκεῖν τῶν πολεμίων τὴν ἔφοδον. τρόπῳ μέντοι τῷ αὐτῷ οὐκέτι ἐτάξαντο, ἀλλὰ Ρωμαίοις μὲν τὰ κέρα, ἐν οἷς κατὰ τετρακισχιλίους οἱ πεζοὶ τοξόται εἱστήκεισαν, ἐπὶ τὸ μηνοειδὲς τοῦ Ναρσοῦ γνώμῃ ἐτράπετο. Γότθοι δὲ οἱ πεζοὶ ἅπαντες ὄπισθεν τῶν ἱππέων ἀθρόοι ἵσταντο, ἐφ' ᾧ, ἢν τοῖς ἱππεῦσι τραπῆναι ξυμβῇ, ἀναστρέφοντες μὲν ἐπ' αὐτοὺς οἱ φεύγοντες σώζοιντο, ἐπίκοινα δὲ ἀμφότεροι εὐθὺς χωρήσαιεν. προείρητο δὲ Γότθοις ἅπασι μήτε τοξεύματι μήτε ἄλλῳ ὁτῳοῦν ἐς συμβολὴν τήνδε ὅτι μὴ τοῖς δόρασι χρῆσθαι. διὸ δὴ Τουτίλαν πρὸς τῆς ἀβουλίας καταστρατηγηθῆναι τῆς αὑτοῦ ξυνηνέχθη· ὅς γε καθιστάμενος ἐς τήνδε τὴν μάχην οὐκ οἶδα ὅτῳ ἀναπεισθεὶς παρείχετο τοῖς ἐναντίοις τὴν αὑτοῦ στρατιὰν οὔτε τῇ ὁπλίσει ἀντίξουν οὔτε τῇ τάξει ἀντίρροπον οὔτε τῳ ἄλλῳ ἀντίπαλον, ἐπεὶ Ρωμαῖοι μὲν ἑκάστοις ὡς ἐπικαιρότατα ἦν ἐν τῷ ἔργῳ ἐχρῶντο, ἢ τοξεύοντες, ἢ δόρατα ὠθοῦντες, ἢ ξίφη διαχειρίζοντες, ἢ ἄλλο τι ἐνεργοῦντες τῶν σφίσι προχείρων κἀν τῷ παρόντι ἐπιτηδείων, οἱ μὲν ἱππευόμενοι, οἱ δὲ καὶ πεζῇ ἐς τὴν παράταξιν καθιστάμενοι, κατὰ τὸ τῇ χρείᾳ ξυνοῖσον, καὶ πὴ μὲν κύκλωσιν τῶν πολεμίων διαπρασσόμενοι, πὴ δὲ προσιόντας δεχόμενοι καὶ ταῖς ἀσπίσιν ἀποκρουόμενοι τὴν ἐπίθεσιν. οἱ δὲ τῶν Γότθων ἱππεῖς, τῶν πεζῶν σφίσιν ἀπολελειμμένων ὀπίσω, μόνοις θαρσοῦντες τοῖς δόρασιν ὁρμῇ ἀνεπισκέπτῳ ἐπῄεσαν, ἔν τε τῷ πόνῳ γενόμενοι τῆς σφετέρας ἀβουλίας ἀπώναντο. ἐπὶ μέσους γὰρ τοὺς πολεμίους ὁρμήσαντες ἔλαθον σφᾶς αὐτοὺς ἐν μέσῳ πεζῶν τῶν ὀκτακισχιλίων γενόμενοι, τοῖς τε τοξεύμασι πρὸς αὐτῶν βαλλόμενοι ἑκατέρωθεν ἀπεῖπον εὐθὺς, ἐπεὶ οἱ τοξόται ἄμφω τοῦ μετώπου τὰ κέρα ἐπὶ τὸ μηνοειδὲς κατὰ βραχὺ ἔτρεπον, ᾗπέρ μοι ἔμπροσθεν εἴρηται. πολλοὺς μὲν οὖν ἄνδρας, πολλοὺς δὲ ἵππους ἐν τῷ πόνῳ τούτῳ Γότθοι ἀπέβαλον, οὔπω τοῖς ἐναντίοις ξυμμίξαντες, πολλῶν τε ἀνηκέστων κακῶν ἐς πεῖραν ἐλθόντες ὀψέ τε καὶ μόλις ἐς τῶν πολεμίων ἀφίκοντο τὴν παράταξιν. ἐνταῦθα τῶν Ρωμαίων τινὰς ἢ τῶν σφίσι ξυμμάχων βαρβάρων μᾶλλον τῶν ἄλλων θαυμάζειν οὐκ ἔχω. μία γὰρ ἁπάντων προθυμία τε καὶ ἀρετὴ καὶ ἐναγώνισις ἦν, ἕκαστοί τε τῶν ἐναντίων ἐπιόντων σφίσιν ὡς καρτερώτατα δεξάμενοι τὴν ἐπιδρομὴν ἀπεώσαντο. ἤδη δὲ ἀμφὶ τὰ πρὸς ἑσπέραν ἦν καὶ τὰ στρατόπεδα ἐξαπιναίως ἐκινήθη ἑκάτερα, Γότθων μὲν ἐς ὑπαγωγὴν, Ρωμαίων δὲ ἐς τὴν δίωξιν. ὡρμημένοις γὰρ ἐς αὐτοὺς Γότθοι οὐκ ἀντεῖχον τοῖς πολεμίοις, ἀλλ' ἐνεδίδοσαν ἐπιόντων αὐτῶν καὶ προτροπάδην ἀνέστρεφον, καταπεπληγμένοι αὐτῶν τῷ τε ὁμίλῳ καὶ τῇ εὐκοσμίᾳ. ἐς ἀλκήν τε οὐδαμῆ ἔβλεπον, ὥσπερ φάσματα ἐπιπεσόντα σφίσι δειμαίνοντες ἢ ἐξ οὐρανοῦ πολεμούμενοι. δι' ὀλίγου δὲ εἰς πεζοὺς αὐτοῖς τοὺς σφετέρους ἀφικομένοις πολλῷ ἔτι μᾶλλον τὸ κακὸν ᾔρετο καὶ πρόσω ἐχώρει. οὐ γὰρ ἐν κόσμῳ τὴν ἀναχώρησιν ποιησάμενοι ἐς αὐτοὺς ἦλθον, ὡς ἀναπνεύσοντές τε καὶ ξὺν αὐτοῖς ἀναμαχούμενοι, ᾗπερ εἴθισται, ἢ ὠθισμῷ τοὺς διώκοντας ἀπωσόμενοι ἢ παλίωξιν ἐγχειρίσοντες ἢ ἄλλην τινὰ πολέμου ἰδέαν, ἀλλ' οὕτως ἀτάκτως ὥστε αὐτῶν τισι καὶ διεφθάρθαι τῆς ἵππου ἐπιπεσούσης ξυνέπεσε. διόπερ αὐτοὺς οἱ πεζοὶ οὔτε διαστάντες ἐδέξαντο οὔτε διασωσόμενοι ἔστησαν, ἀλλὰ ξὺν αὐτοῖς προτροπάδην ἅπαντες ἔφευγον, ἔνθα δὴ καὶ ἀλλήλους ὥσπερ ἐν νυκτομαχίᾳ διέφθειρον. ὅ τε τῶν Ρωμαίων στρατὸς, τῆς ἐκείνων ἀπολαύοντες ὀρρωδίας, φειδοῖ οὐδεμιᾷ τοὺς ἐν ποσὶν ἀεὶ ἔκτεινον, οὔτε ἀμυνομένους οὔτε ἀντιβλέπειν τολμῶντας, ἀλλὰ σφᾶς αὐτοὺς τοῖς πολεμίοις παρεχομένους ὅ τι βούλοιντο χρῆσθαι· οὕτω δὴ αὐτοῖς τά τε δείματα ἐπεκάθιζε καὶ ὁ φόβος ἐκράτει. καὶ αὐτῶν ἑξακισχίλιοι μὲν ἐν τῷ ἔργῳ τούτῳ ἀπέθανον, πολλοὶ δὲ σφᾶς αὐτοὺς ἐνεχείρισαν τοῖς ἐναντίοις. οἳ δὴ αὐτοὺς ἐν μὲν τῷ παρόντι ἐζώγρησαν, οὐ πολλῷ δὲ ὕστερον ἔκτειναν. οὐ μόνον δὲ Γότθοι ἀνῄρηντο, ἀλλὰ καὶ τῶν πάλαι Ρωμαίων στρατιωτῶν πλεῖστοι, τῶν τὸ πρότερον ἀποταξαμένων μὲν τῇ Ρωμαίων στρατιᾷ, ἀπηυτομοληκότων δὲ, ᾗπέρ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, παρὰ Τουτίλαν τε καὶ Γότθους. ὅσοις δὲ δὴ τοῦ Γότθων στρατοῦ μήτε ἀπολωλέναι μήτε ὑπὸ τῶν πολεμίων ταῖς χερσὶ ξυνηνέχθη γενέσθαι, οὗτοι διαλαθεῖν τε καὶ φυγεῖν ἴσχυσαν, ὡς αὐτῶν ἕκαστος ἵππου ἢ ποδῶν ἢ τύχης ἔσχεν ἢ καιροῦ ἢ χώρου φέροντος ἐς τοῦτο ἐπιτυχεῖν.
8.32.22 Ἥδε μὲν οὖν ἡ μάχη ἐς τοῦτο ἐτελεύτα καὶ ξυνεσκόταζε παντάπασιν ἤδη. Τουτίλαν δὲ φεύγοντα ἐν σκότῳ σὺν ἀνδράσιν οὐ πλέον ἢ πέντε οὖσιν, ὧνπερ ὁ Σκιποῦαρ εἷς ἐτύγχανεν ὢν, τῶν τινες Ρωμαίων ἐδίωκον, οὐκ εἰδότες ὡς Τουτίλας εἴη· ἐν τοῖς καὶ Ἄσβαδον τὸν Γήπαιδα ξυνέβαινεν εἶναι. ὅσπερ ἐπεὶ Τουτίλα ἀγχοτάτω ἐγένετο, ὡς τῷ δόρατι αὐτὸν κατὰ τῶν νώτων παίσων ἐπῄει. Γοτθικὸν δέ τι μειράκιον ἐκ τῆς Τουτίλα οἰκίας φεύγοντι τῷ δεσπότῃ ἑπόμενον, τύχην τε ἀπαξιοῦν τὴν τότε παροῦσαν, ἀνέκραγε μέγα «Τί τοῦτο, ὦ κύων, τὸν δεσπότην τὸν σαυτοῦ πλήξων ὥρμηκας;» ὁ μὲν οὖν Ἄσβαδος ἐπὶ Τουτίλαν τὸ δόρυ σθένει παντὶ ὦσεν, αὐτὸς δὲ πρὸς τοῦ Σκιποῦαρ τὸν πόδα πληγεὶς αὐτοῦ ἔμεινε. καὶ αὐτὸς δὲ Σκιποῦαρ πρός του τῶν διωκόντων πληγεὶς ἔστη, οἵ τε ξὺν Ἀσβάδῳ πεποιημένοι τὴν δίωξιν, τέτταρες ὄντες, ὅπως αὐτὸν διασώσοιντο, οὐκέτι ἐδίωκον, ἀλλὰ ξὺν αὐτῷ ὀπίσω ἀνέστρεφον. οἱ δὲ τῷ Τουτίλᾳ ἐπισπόμενοι, διώκειν σφᾶς ἔτι τοὺς πολεμίους οἰόμενοι, οὐδέν τι ἧσσον πρόσω ἤλαυνον, καίπερ αὐτὸν καιρίαν πληγέντα καὶ λειποψυχοῦντα βεβαιότατα ἐπαγόμενοι, πρυτανευούσης αὐτοῖς τῆς ἀνάγκης τὸν βίαιον δρόμον. σταδίους δὲ ἀνύσαντες τέσσαράς τε καὶ ὀγδοήκοντα ἐς χωρίον ἀφίκοντο Κάπρας ὄνομα. οὗ δὴ τὸ λοιπὸν ἡσυχάζοντες Τουτίλα τὴν πληγὴν ἐθεράπευον, ὅσπερ οὐ πολλῷ ὕστερον τὸν βίον ἐξεμέτρησεν. ἐνταῦθά τε αὐτὸν οἱ ἐπισπόμενοι κρύψαντες τῇ γῇ ἀνεχώρησαν. αὕτη γέγονε Τουτίλᾳ τῆς τε ἀρχῆς καὶ τοῦ βίου καταστροφὴ, ἔτη ἕνδεκα Γότθων ἄρξαντι, οὐκ ἐπαξίως ἐπιγενομένη τῶν ἔμπροσθεν αὐτῷ πεπραγμένων, ἐπεὶ καὶ τὰ πράγματα πρότερον τῷ ἀνθρώπῳ ἐχώρησε, καὶ τοῖς ἔργοις οὐ κατὰ λόγον ἡ τελευτὴ ἐπεγένετο. ἀλλὰ καὶ νῦν ἡ τύχη ὡραϊζομένη τε διαφανῶς καὶ διασύρουσα τὰ ἀνθρώπεια τό τε παράλογον τὸ αὐτῆς ἴδιον καὶ τὸ τοῦ βουλήματος ἀπροφάσιστον ἐπιδέδεικται, Τουτίλᾳ μὲν τὴν εὐδαιμονίαν ἐξ αἰτίας οὐδεμιᾶς ἐπὶ χρόνου μῆκος αὐτοματίσασα, δειλίαν δὲ οὕτω τῷ ἀνθρώπῳ καὶ καταστροφὴν ἀπαυθαδισαμένη ἐξ οὐ προσηκόντων ἐν τῷ παρόντι. ἀλλὰ ταῦτα μὲν ἀνθρώπῳ, οἶμαι, καταληπτὰ οὔτε γέγονε πώποτε οὔτε μήποτε ὕστερον ἔσται· λέγεται δὲ ἀεὶ καὶ δοξάζεται διαψιθυριζόμενα ἐς τὸν πάντα αἰῶνα, ὥς πη ἑκάστῳ φίλον, λόγῳ τῷ εἰκότι δοκοῦντι εἶναι παρηγοροῦντι τὴν ἄγνοιαν. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι.
8.32.31 Τουτίλαν γοῦν Ρωμαῖοι οὕτως ἐξ ἀνθρώπων ἀφανισθῆναι οὐκ ἔγνωσαν, ἕως αὐτοῖς γυνὴ μία, Γότθα γένος, ἔφρασέ τε καὶ τὸν τάφον ἐπέδειξεν. οἵ τε ἀκηκοότες οὐχ ὑγιᾶ τὸν λόγον εἶναι οἰόμενοι, ἐν τῷ χωρίῳ ἐγένοντο, καὶ τὴν θήκην ὀκνήσει οὐδεμιᾷ διορύξαντες ἐξήνεγκαν μὲν τὸν Τουτίλαν ἐνθένδε νεκρὸν, ἐπιγνόντες δὲ αὐτὸν, ὥς φασι, καὶ τούτου δὴ τοῦ θεάματος ἐμπλησάμενοι τὴν σφετέραν ἐπιθυμίαν αὖθις αὐτὸν τῇ γῇ ἔκρυψαν, ἔς τε Ναρσῆν αὐτίκα τὸν πάντα λόγον ἀνήνεγκαν. τινὲς δὲ οὐχ οὕτω τά γε κατὰ Τουτίλαν καὶ τήνδε τὴν μάχην ξυμβῆναι, ἀλλὰ τρόπῳ τῳ ἑτέρῳ φασίν· ὅνπερ μοι ἀναγράψασθαι οὔ τοι ἄπο τρόπου ἔδοξεν εἶναι. λέγουσι γὰρ οὐκ ἀπροφάσιστον οὐδὲ παράλογον τὴν ὑπαγωγὴν ξυνενεχθῆναι τῷ Γότθων στρατῷ, ἀλλὰ Ρωμαίων ἀκροβολιζομένων τινῶν βέλος ἐκ τοξεύματος τῷ Τουτίλᾳ ἐξαπιναίως ἐπιπεσεῖν, οὐκ ἐκ προνοίας τοῦ πέμψαντος, ἐπεὶ Τουτίλας ἐν στρατιώτου λόγῳ ὡπλισμένος τε καὶ παρατεταγμένος ὅπου δὴ τῆς φάλαγγος ἀπημελημένος εἱστήκει, οὐ βουλόμενος τοῖς πολεμίοις ἔνδηλος εἶναι, οὐδέ πη αὑτὸν ἐς ἐπιβουλὴν παρεχόμενος, ἀλλὰ τύχης τούτῳ ταῦτα σκευωρουμένης τινὸς καὶ ἰθυνάσης ἐπὶ τὸ τοῦ ἀνθρώπου σῶμα τὸν ἄτρακτον· καὶ αὐτὸν μὲν καιρίαν βληθέντα, ὡς ἔνι μάλιστα, περιώδυνον γεγενημένον ἔξω γενέσθαι τῆς φάλαγγος ξύν τε ὀλίγοις κατὰ βραχὺ ὀπίσω ἰέναι.
8.32.35 καὶ μέχρι μὲν ἐς Κάπρας ἀντέχοντα τῇ ταλαιπωρίᾳ τὸν ἵππον ἐλᾶν, ἐνταῦθα δὲ λειποψυχήσαντα τὸ λοιπὸν μεῖναι τὴν πληγὴν θεραπεύσοντα, οὐ πολλῷ τε ὕστερον αὐτῷ ἐπιγενέσθαι τὴν τέλειον ἡμέραν τοῦ βίου. τὴν δὲ Γότθων στρατιὰν οὔτε ἄλλως ἀξιόμαχον τοῖς ἐναντίοις οὖσαν, ἀλλὰ καὶ ἀπομάχου σφίσι παρὰ δόξαν γεγενημένου τοῦ ἄρχοντος, ἐν θάμβει γενέσθαι, εἰ μόνος αὐτοῖς οὐκ ἐξ ἐπιβουλῆς τῶν πολεμίων ὁ Τουτίλας καιρίαν βληθείη, καὶ ἀπ' αὐτοῦ περιφόβους τε καὶ ἀθύμους γεγενημένους ἔς τε ὀρρωδίαν ὅρον οὐκ ἔχουσαν καὶ ὑπαγωγὴν οὕτως αἰσχρὰν ἐμπεπτωκέναι. ἀλλὰ περὶ μὲν τούτων λεγέτω ἕκαστος ὅπη γινώσκει.

8.33.1 Ναρσῆς δὲ περιχαρὴς τοῖς ξυμπεπτωκόσι γενόμενος ἐπαναφέρων οὐκ ἀνίει ἐς τὸν θεὸν ἅπαντα, ὅπερ καὶ ὁ ἀληθὴς λόγος ἐγίνετο, τά τε ἐν ποσὶ διῳκεῖτο. καὶ πρῶτα μὲν τῶν οἱ ἐπισπομένων Λαγγοβαρδῶν ἀπαλλαξείων τῆς ἀτοπίας (οἵ γε πρὸς τῇ ἄλλῃ ἐς τὴν δίαιταν παρανομίᾳ τάς τε οἰκοδομίας, αἷς ἂν ἐντύχοιεν, ἐνεπίμπρασαν καὶ γυναιξὶ ταῖς ἐς τὰ ἱερὰ καταφευγούσαις βιαζόμενοι ἐπλησίαζον) χρήμασι μεγάλοις αὐτοὺς δεξιωσάμενος ἐς τὰ πάτρια ἤθη ἀφῆκεν ἰέναι, Βαλεριανόν τε καὶ Δαμιανὸν, τὸν αὑτοῦ ἀδελφιδοῦν, ξὺν τοῖς ἑπομένοις ἐξηγεῖσθαι τῆς ὁδοῦ ἄχρι ἐς τὰ Ρωμαίων ὅρια σφίσι κελεύσας, ὅπως μηδενὶ ἐν τῇ ἀποπορείᾳ λυμήνωνται. ἐπειδὴ δὲ Λαγγοβάρδαι ἀπηλλάγησαν ἐκ Ρωμαίων τῆς γῆς, Βαλεριανὸς ἐστρατοπεδεύσατο ἀμφὶ πόλιν Βερώναν, ὡς πολιορκήσων τε καὶ παραστησόμενος αὐτὴν βασιλεῖ. δείσαντές τε οἱ τὸ φυλακτήριον ταύτῃ ἔχοντες Βαλεριανῷ ἐς λόγους ἦλθον, ὡς σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ὁμολογίᾳ ἐνδώσοντες. ἃ δὴ Φράγγοι μαθόντες, ὅσοι φρουρὰν ἐς τὰ ἐπὶ Βενετίας χωρία εἶχον, διεκώλυον προθυμίᾳ τῇ πάσῃ τῆς χώρας ἅτε αὐτοῖς προσηκούσης ἀξιοῦντες μεταποιεῖσθαι. καὶ ἀπ' αὐτοῦ ἄπρακτος ἐνθένδε παντὶ τῷ στρατεύματι Βαλεριανὸς ἀνεχώρησε. Γότθοι δὲ, ὅσοι ἀποφυγόντες ἐκ τῆς ξυμβολῆς διεσώθησαν, διαβάντες ποταμὸν Πάδον, πόλιν τε Τικινὸν καὶ τὰ ἐκείνῃ χωρία ἔσχον, ἄρχοντά τε τὸν Τεΐαν κατεστήσαντο σφίσιν. ὃς δὴ τὰ χρήματα εὑρὼν ἅπαντα, ὅσα Τουτίλας ἔτυχεν ἐν Τικινῷ καταθέμενος, Φράγγους ἐς ξυμμαχίαν ἐπαγαγέσθαι διενοεῖτο, Γότθους δὲ ὡς ἐκ τῶν παρόντων διεῖπέ τε καὶ διεκόσμει, ξυλλέγων σπουδῇ ἀμφ' αὑτὸν ἅπαντας. ταῦτα ὁ Ναρσῆς ἀκούσας Βαλεριανὸν μὲν ἐκέλευσε πᾶσι τοῖς ἑπομένοις ἀμφὶ Πάδον ποταμὸν φυλακὴν ἔχειν, ὅπως μὴ Γότθοι ἀδεέστερον ξυστήσεσθαι δυνατοὶ εἶεν, αὐτὸς δὲ παντὶ τῷ ἄλλῳ στρατῷ ἐπὶ Ρώμην ᾔει. ἐν Τούσκοις τε γενόμενος Ναρνίαν μὲν ὁμολογίᾳ εἷλε, καὶ Σπολιτινοῖς ἀτειχίστοις οὖσι φρουρὰν ἔλιπεν, ἀνοικοδομήσασθαι ὅτι τάχιστα ἐπιστείλας ὅσα τοῦ περιβόλου καθελόντες ἐτύγχανον Γότθοι. ἔπεμψε δὲ καί τινας ἀποπειρασομένους τοῦ ἐν Περυσίᾳ φυλακτηρίου. ἡγοῦντο δὲ τῶν ἐν Περυσίᾳ φρουρῶν αὐτόμολοι γεγονότες Ρωμαῖοι δύο, Μελιγήδιός τε καὶ Οὔλιφος, ὅσπερ Κυπριανοῦ δορυφόρος γεγονὼς πρότερον, Τουτίλᾳ πολλά οἱ ἐπαγγειλαμένῳ ἀναπεισθεὶς Κυπριανὸν τότε ἄρχοντα τοῦ ἐνταῦθα φυλακτηρίου δόλῳ ἔκτεινεν. ὁ μὲν οὖν Μελιγήδιος λόγους τοῦ Ναρσοῦ ἐνδεξάμενος ἐβουλεύετο ξὺν τοῖς οἱ ἑπομένοις Ρωμαίοις τὴν πόλιν ἐνδοῦναι, οἱ δὲ ἀμφὶ τὸν Οὔλιφον τῶν πρασσομένων αἰσθόμενοι ξυνίσταντο ἐπ' αὐτοὺς ἐκ τοῦ ἐμφανοῦς. καὶ Οὔλιφος μὲν ξὺν τοῖς οἱ ὁμογνωμονοῦσιν αὐτοῦ διεφθάρη, Μελιγήδιος δὲ παρέδωκε Περυσίαν Ρωμαίοις αὐτίκα. τῷ μέντοι Οὐλίφῳ ξυνέβη τίσις ἐκ τοῦ θεοῦ δηλονότι ἐπιπεσοῦσα, ἐν αὐτῷ μάλιστα διεφθάρθαι τῷ χώρῳ, ἵνα δὴ αὐτὸς τὸν Κυπριανὸν διεχρήσατο. ταῦτα μὲν δὴ οὕτω κεχώρηκε.
8.33.13 Γότθοι δὲ οἱ ἐν Ρώμῃ φυλακὴν ἔχοντες ἐπειδὴ Ναρσῆν τε καὶ τὸν Ρωμαίων στρατὸν ἐπὶ σφᾶς ἰόντας ἄγχιστά πη ἐπύθοντο εἶναι, παρεσκευάζοντο ὡς τὰ δυνατὰ σφίσιν ὑπαντιάσοντες. ἐτύγχανε δὲ Τουτίλας πολλὰς μὲν ἐμπρησάμενος τῆς πόλεως οἰκοδομίας, ἡνίκα δὴ αὐτὴν τὸ πρῶτον ἐξεῖλεν. ** ἐν ὑστάτῳ δὲ λογισάμενος, ὡς ἐς ὀλίγους ἀποκεκριμένοι οὐχ οἷοί τέ εἰσι τὸ λοιπὸν Γότθοι ἅπαντα τὸν περίβολον Ρώμης διαφυλάξαι, τειχίσματι βραχεῖ ὀλίγην τινὰ τῆς πόλεως μοῖραν ἀμφὶ τὸν Ἀδριανοῦ περιβαλὼν τάφον καὶ αὐτὸ τῷ προτέρῳ τείχει ἐνάψας φρουρίου κατεστήσατο σχῆμα. ἐνταῦθά τε τὰ σφίσιν αὐτοῖς τιμιώτατα καταθέμενοι Γότθοι ἐς μὲν τὸ ἀκριβὲς τὸ φρούριον τοῦτο ἐφύλασσον, τὸ δὲ ἄλλο τῆς πόλεως τεῖχος ἀπημελημένον ὑπερεώρων. φρουροὺς τοίνυν σφῶν ἐν τούτῳ τῷ χωρίῳ τηνικάδε ἀπολιπόντες ὀλίγους τινὰς οἱ λοιποὶ ἅπαντες ἀμφὶ τὰς ἐπάλξεις τοῦ τῆς πόλεως γενόμενοι τείχους τῶν πολεμίων ἀποπειράσασθαι τειχομαχούντων ἐν σπουδῇ εἶχον. ὅλον μὲν οὖν τὸν Ρώμης περίβολον διὰ μεγέθους ὑπερβολὴν οὔτε Ρωμαῖοι ἐπιόντες περιβάλλεσθαι εἶχον οὔτε Γότθοι φρουρεῖν. διασκεδαννύμενοι δὲ οἱ μὲν ὅπη παρατύχοι προσέβαλλον, οἱ δὲ ὡς ἐκ τῶν παρόντων ἠμύνοντο. καὶ Ναρσῆς μὲν τοξοτῶν ἐπαγόμενος μέγα τι χρῆμα ἐς μοῖράν τινα τοῦ περιβόλου ἐπέσκηπτεν, ἑτέρωθι δὲ Ἰωάννης ὁ Βιταλιανοῦ ξὺν τοῖς οἱ ἑπομένοις προσέβαλλε. Φιλημοὺς δὲ καὶ οἱ Ἔρουλοι κατ' ἄλλο τι μέρος ἠνώχλουν, ἑκαστάτω τε αὐτῶν οἱ λοιποὶ εἵποντο. ἐτειχομάχουν δὲ ἅπαντες ὡς ἀπωτάτω ἀλλήλων ὄντες. καὶ κατ' αὐτοὺς οἱ βάρβαροι ξυνιστάμενοι ἐδέχοντο τὴν ἐπίθεσιν. τὰ μέντοι ἄλλα τοῦ περιβόλου, ἵνα δὴ Ρωμαίων οὐκ ἐγένετο προσβολὴ, ἀνδρῶν ἔρημα παντάπασιν ἦν, Γότθων ἁπάντων, ὅπη ἂν οἱ πολέμιοι ἐπισκήψαιεν, ἀγειρομένων, ᾗπέρ μοι εἴρηται. ἐν τούτῳ δὲ γνώμῃ Ναρσοῦ ὁ Δαγισθαῖος στρατιώτας τε παμπληθεῖς ἔχων καὶ τό τε Ναρσοῦ καὶ τὸ Ἰωάννου σημεῖον καὶ κλίμακας πολλὰς ἐπαγόμενος μοίρᾳ τινὶ τοῦ περιβόλου ἐξαπιναίως ἐπέσκηψε, φρουρᾶς τὸ παράπαν ἐρήμῳ οὔσῃ. τάς τε κλίμακας εὐθὺς ἁπάσας οὐδενὸς ἀμυνομένου τῷ τείχει ἐρείσας πόνῳ οὐδενὶ ξὺν τοῖς ἑπομένοις ἐντὸς τοῦ περιβόλου ἐγένετο, τάς τε πύλας κατ' ἐξουσίαν ἀνέῳγον. ὧνπερ αὐτίκα Γότθοι αἰσθόμενοι οὐκέτι ἐς ἀλκὴν ἔβλεπον, ἀλλ' ἔφευγον ἅπαντες ὅπη αὐτῶν ἑκάστῳ δυνατὰ ἐγεγόνει. καὶ οἱ μὲν εἰς τὸ φρούριον εἰσεπήδησαν, οἱ δὲ δὴ ἐς τὸν Πόρτον ἐχώρησαν δρόμῳ. ἐνταῦθά μοι τοῦ λόγου ἔννοια γέγονεν ὅντινα ἡ τύχη διαχλευάζει τὰ ἀνθρώπεια τρόπον, οὐκ ἀεὶ κατὰ ταὐτὰ παρὰ τοὺς ἀνθρώπους ἰοῦσα οὐδὲ ἴσοις αὐτοὺς ὀφθαλμοῖς βλέπουσα, ἀλλὰ ξυμμεταβαλλομένη χρόνῳ καὶ τόπῳ, καὶ παίζει ἐς αὐτοὺς παιδιάν τινα παρὰ τὸν καιρὸν ἢ τὸν χῶρον ἢ τὸν τρόπον διαλλάσσουσα τὴν τῶν ταλαιπώρων ἀξίαν, εἴ γε ὁ Ρώμην μὲν ἀπολωλεκὼς τὰ πρότερα Βέσσας οὐ πολλῷ ὕστερον ἀνεσώσατο Ρωμαίοις τῆς Λαζικῆς Πέτραν, ἔμπαλιν δὲ ὁ Δαγισθαῖος Πέτραν τοῖς πολεμίοις μεθεὶς ἀνεκτήσατο ἐν χρόνῳ ὀλίγῳ βασιλεῖ Ρώμην. ἀλλὰ ταῦτα μὲν γέγονέ τε τὸ ἐξ ἀρχῆς καὶ ἀεὶ ἔσται, ἕως ἂν ἡ αὐτὴ τύχη ἀνθρώποις ᾖ. Ναρσῆς δὲ τότε παντὶ τῷ στρατῷ ἐπὶ τὸ φρούριον πολεμῶν ᾔει. κατορρωδήσαντές τε οἱ βάρβαροι καὶ τὰ πιστὰ ὑπὲρ τῶν σωμάτων κεκομισμένοι σφᾶς τε αὐτοὺς καὶ τὸ φρούριόν οἱ αὐτίκα δὴ μάλα παρέδοσαν, ἕκτον τε καὶ εἰκοστὸν ἔτος Ἰουστινιανοῦ βασιλέως τὴν αὐτοκράτορα ἀρχὴν ἔχοντος. οὕτω τε Ρώμη ἐπὶ τούτου βασιλεύοντος τὸ πέμπτον ἑάλω, ἧσπερ εὐθὺς ὁ Ναρσῆς τῶν πυλῶν τὰς κλεῖς βασιλεῖ ἔπεμψε.

8.34.1 Τότε δὴ τοῖς ἀνθρώποις διαφανέστατα ἐπιδέδεικται ὡς ἅπασιν, οἷσπερ ἔδει γενέσθαι κακῶς, καὶ τὰ εὐτυχήματα δοκοῦντα εἶναι εἰς ὄλεθρον ἀποκέκριται, κατὰ νοῦν τε ἀπαλλάξαντες ἴσως τῇ τοιαύτῃ εὐημερίᾳ ξυνδιαφθείρονται. Ρωμαίων γὰρ τῇ τε ξυγκλήτῳ βουλῇ καὶ τῷ δήμῳ τὴν νίκην τήνδε πολλῷ ἔτι μᾶλλον φθόρου αἰτίαν ξυνηνέχθη γενέσθαι τρόπῳ τοιῷδε. Γότθοι μὲν φεύγοντες καὶ τὴν Ἰταλίας ἐπικράτησιν ἀπογνόντες, ὁδοῦ ποιούμενοι πάρεργον, τοὺς παρατυχόντας σφίσι Ρωμαίους οὐδεμιᾷ διεχρῶντο φειδοῖ. οἱ δὲ βάρβαροι τοῦ Ρωμαίων στρατοῦ ὡς πολεμίοις ἐχρῶντο πᾶσιν, οἷς ἂν ἐντύχοιεν ἐν τῇ ἐς τὴν πόλιν εἰσόδῳ. πρὸς δὲ καὶ τόδε αὐτοῖς ξυνηνέχθη γενέσθαι. πολλοὶ τῶν ἀπὸ τῆς ξυγκλήτου βουλῆς, τοῦτο Τουτίλᾳ δεδογμένον, τὰ πρότερα ἔμενον ἐς τὰ ἐπὶ Καμπανίας χωρία. ὧνπέρ τινες, ἐπεὶ Ρώμην ἔχεσθαι πρὸς τοῦ βασιλέως στρατοῦ ἔγνωσαν, ἐκ Καμπανίας ἐξαναστάντες ἐς αὐτὴν ᾔεσαν. ὃ δὴ Γότθοι μαθόντες, ὅσοι ἐν τοῖς ταύτῃ ὀχυρώμασιν ἐτύγχανον ὄντες, ἅπαντα διερευνώμενοι τὰ ἐκείνῃ χωρία τοὺς πατρικίους ἅπαντας ἔκτειναν. ἐν τοῖς καὶ Μάξιμος ἦν, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην.
8.34.7 ἐτύγχανε δὲ καὶ Τουτίλας, ἡνίκα Ναρσῇ ὑπαντιάσων ἐνθένδε ᾔει, τῶν ἐκ πόλεως ἑκάστης δοκίμων Ρωμαίων τοὺς παῖδας ἀγείρας καὶ αὐτῶν ἐς τριακοσίους ἀπολεξάμενος, οὕσπερ μάλιστα τὸ σῶμα καλοὺς ᾤετο εἶναι, τοῖς μὲν γειναμένοις ὅτι δὴ αὐτῷ ξυνδιαιτήσονται ὑπειπὼν, ὁμήρους δέ οἱ λόγῳ τῷ ἀληθεῖ ἐσομένους.
8.34.8 καὶ αὐτοὺς Τουτίλας μὲν τότε ὑπὲρ ποταμὸν Πάδον ἐκέλευσεν εἶναι, Τεΐας δὲ τανῦν ἐνταῦθα εὑρὼν ἅπαντας ἔκτεινε.
8.34.9 Ράγναρίς τε, Γότθος ἀνὴρ, ὅσπερ ἡγεῖτο τοῦ ἐν Ταραντηνοῖς φυλακτηρίου, καίπερ τὰ πιστὰ γνώμῃ βασιλέως πρὸς τοῦ Πακουρίου κεκομισμένος, Ρωμαίοις τε προσχωρήσειν ὁμολογήσας, ᾗπέρ μοι ἔμπροσθεν εἴρηται, παρασχόμενος δὲ καὶ Γότθους ἓξ ἐν ὁμήρων λόγῳ ἐπὶ ταύτῃ δὴ τῇ ὁμολογίᾳ Ρωμαίοις, ἐπειδὴ Τεΐαν ἤκουσε βασιλέα καταστάντα Γότθοις τούς τε Φράγγους ἐς ἐπικουρίαν ἐπαγαγέσθαι καὶ παντὶ τῷ στρατῷ τοῖς πολεμίοις ἐθέλειν ὁμόσε ἰέναι, μεταπορευθεὶς τὴν βουλὴν ἐπιτελεῖν τὰ ὡμολογημένα οὐδαμῆ ἤθελε. σπουδάζων δὲ καὶ διατεινόμενος τοὺς ὁμήρους ἀπολαβεῖν ἐπενόει τάδε. πέμψας παρὰ τὸν Πακούριον ᾔτει σταλῆναί οἱ τῶν Ρωμαίων στρατιωτῶν ὀλίγους τινὰς, ἐφ' ᾧ ξὺν τῷ ἀσφαλεῖ ἔς τε τὸν Δρυοῦντα ἰέναι σφίσι δυνατὰ εἴη ἐνθένδε τε διαπορθμευσαμένοις τὸν Ἰόνιον κόλπον ἐπὶ Βυζαντίου κομίζεσθαι. ὁ μὲν οὖν Πακούριος μακρὰν ἀπολελειμμένος τῶν τῷ ἀνθρώπῳ βεβουλευμένων τῶν οἱ ἑπομένων πεντήκοντα στέλλει. ὁ δὲ αὐτοὺς τῷ φρουρίῳ δεξάμενος καθεῖρξεν εὐθὺς, τῷ τε Πακουρίῳ ἐσήμαινεν ὡς, εἴπερ αὐτῷ τοὺς στρατιώτας βουλομένῳ εἴη τοὺς αὑτοῦ ῥύεσθαι, ἀποδιδόναι δεήσει τοὺς Γότθων ὁμήρους. ταῦτα ἀκούσας Πακούριος ὀλίγους μέν τινας ἐπὶ τῇ τοῦ Δρυοῦντος φυλακῇ εἴασε, παντὶ δὲ τῷ ἄλλῳ στρατῷ ἐπὶ τοὺς πολεμίους αὐτίκα ᾔει. Ράγναρις δὲ τοὺς μὲν πεντήκοντα μελλήσει οὐδεμιᾷ ἔκτεινεν, ὡς ὑπαντιάσων δὲ τοῖς πολεμίοις ἐκ τοῦ Τάραντος τοὺς Γότθους ἐξῆγεν. ἐπειδή τε ἀλλήλοις ξυνέμιξαν, ἡσσῶνται Γότθοι. Ράγναρίς τε αὐτοῦ ἀποβαλὼν πλείστους ξὺν τοῖς καταλοίποις δρασμῷ εἴχετο. ἐς μέντοι τὸν Τάραντα εἰσελθεῖν οὐδαμῆ ἴσχυσε, πανταχόθεν αὐτὸν περιβεβλημένων Ρωμαίων, ἀλλ' ἐς Ἀχεροντίδα ἐλθὼν ἔμεινε. ταῦτα μὲν οὖν τοιαύτῃ ἐγεγόνει. Ρωμαῖοι δὲ οὐ πολλῷ ὕστερον τόν τε Πόρτον πολιορκήσαντες ὁμολογίᾳ εἷλον καὶ φρούριον ἐν Τούσκοις, ὃ δὴ Νέπα καλοῦσι, καὶ τὸ ἐν Πέτρᾳ τῇ Περτούσῃ ὀνομαζομένῃ ὀχύρωμα.
8.34.17 Τεΐας δὲ (οὐ γὰρ ἀξιομάχους τῷ Ρωμαίων στρατῷ Γότθους κατὰ μόνας ᾤετο εἶναι) παρὰ Θευδίβαλδον τὸν Φράγγων ἄρχοντα ἔπεμψε, χρήματα πολλὰ προτεινόμενος ἐπί τε ξυμμαχίαν παρακαλῶν. ἀλλὰ Φράγγοι τὰ ξύμφορα, οἶμαι, βεβουλευμένοι οὔτε ὑπὲρ τῆς Γότθων οὔτε ὑπὲρ τῆς τῶν Ρωμαίων ὠφελείας ἐβούλοντο θνήσκειν, ἀλλὰ σφίσιν αὐτοῖς προσποιεῖν Ἰταλίαν ἐν σπουδῇ εἶχον, καὶ τούτου δὴ ἕνεκα τοὺς ἐν πολέμῳ κινδύνους ὑφίστασθαι ἤθελον. ἐτύγχανε δὲ Τουτίλας ἔνια μὲν τῶν χρημάτων ἐν Τικινῷ καταθέμενος, ᾗπέρ μοι ἔμπροσθεν εἴρηται, τὰ δὲ πλεῖστα ἐν φρουρίῳ ἐχυρῷ μάλιστα, ὅπερ ἐν Κύμῃ τῇ ἐπὶ Καμπανίας ξυμβαίνει εἶναι, καὶ φρουροὺς ἐνταῦθα καταστησάμενος, ἄρχοντά τε αὐτοῖς τὸν ἀδελφὸν τὸν αὑτοῦ ξὺν Ἡρωδιανῷ ἐπιστήσας.
8.34.20 τούτους δὴ βουλόμενος ὁ Ναρσῆς ἐξελεῖν ἐς Κύμην τινὰς τοὺς τὸ φρούριον πολιορκήσοντας ἔπεμψεν, αὐτὸς δὲ Ρώμην διακοσμῶν αὐτοῦ ἔμεινε. καὶ ἄλλους στείλας ἐκέλευε Κεντουκέλλας πολιορκεῖν. Τεΐας δὲ ἀμφὶ τοὺς ἐν Κύμῃ φρουροὺς καὶ τὰ χρήματα δείσας, ἀπογνούς τε τὴν ἀπὸ τῶν Φράγγων ἐλπίδα, τούς οἱ ἑπομένους διέτασσεν ὡς τοῖς πολεμίοις ὁμόσε χωρήσων. ὧνπερ αἰσθόμενος ὁ Ναρσῆς Ἰωάννην τε τὸν Βιταλιανοῦ ἀδελφιδοῦν καὶ Φιλημοὺθ ξὺν τῷ οἰκείῳ στρατεύματι ἐς τὰ ἐπὶ Τουσκίας χωρία ἰέναι κελεύει, ἐνταῦθά τε καθιζησομένους καὶ τοῖς ἐναντίοις ἀναχαιτίσοντας τὴν ἐπὶ Καμπανίας ὁδὸν, ὅπως οἱ Κύμην πολιορκοῦντες ἀδεέστερον αὐτὴν ἢ βίᾳ ἢ ὁμολογίᾳ ἐξελεῖν δύναιντο.
8.34.23 ἀλλὰ Τεΐας ὁδοὺς μὲν ἐν δεξιᾷ τὰς ἐπιτομωτάτας ἐπὶ τὸ πλεῖστον ἀφεὶς, περιόδους δὲ πολλὰς καὶ μακροτάτας περιβαλόμενος, διά τε τῆς παραλίας κόλπου τοῦ Ἰονίου ἰὼν, ἐς Καμπανίαν ἀφίκετο, τοὺς πολεμίους λαθὼν ἅπαντας. ὅπερ ἐπεὶ Ναρσῆς ἔμαθε, τούς τε ἀμφὶ τὸν Ἰωάννην καὶ Φιλημοὺθ μετεπέμπετο, οἳ τὴν δίοδον ἐν Τούσκοις ἐφρούρουν, καὶ Βαλεριανὸν ἄρτι Πέτραν ἐξαιροῦντα τὴν Περτοῦσαν καλουμένην μετεκάλει ξὺν τοῖς ἑπομένοις, τάς τε δυνάμεις ξυνήγειρε, παντί τε καὶ αὐτὸς τῷ στρατῷ ὡς ἐς μάχην ξυντεταγμένος ἐς Καμπανοὺς ᾔει.

8.35.1 Ἔστι δέ τι ὄρος ἐπὶ Καμπανίας ὁ Βέβιος, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, ὅτι δὴ πολλάκις ἀφίησιν ἦχον μυκηθμῷ ἐμφερῆ. καὶ ἐπειδὰν αὐτῷ τοῦτο ξυμβαίη, ὁ δὲ καὶ κόνεως ἐπὶ τούτῳ ζεούσης μέγα τι χρῆμα ἐρεύγεται. ταῦτα μὲν ἐς ἐκεῖνό μοι τοῦ λόγου ἐρρήθη. τούτου δὴ τοῦ ὄρους, ᾗπερ καὶ τῆς κατὰ τὴν Σικελίαν Αἴτνης, κενὰ τὰ ἐν μέσῳ ἐκ τῶν ἐσχάτων ἄχρι ἐς τὴν ὑπερβολὴν ἀπὸ ταὐτομάτου τετύχηκεν εἶναι, οὗ δὴ ἔνερθεν διηνεκὲς τὸ πῦρ καίεται. ἐς τόσον δὲ βάθος τοῦτο δὴ τὸ κενὸν διήκειν ξυμβαίνει ὥστε δὴ ἀνθρώπῳ ἐν τῇ ἀκρωρείᾳ ἑστῶτι ὑπερκύπτειν τε τολμῶντι ἐνθένδε οὐ ῥᾳδίως ἡ φλὸξ ὁρατὴ γίνεται. ὁπηνίκα δὲ ξυνενεχθείη τῷ ὄρει τῷδε τὴν κόνιν, ᾗπέρ μοι ἐρρήθη, ἐρεύγεσθαι, καὶ πέτρας ἀποτεμνομένη ἀπὸ τῶν τοῦ Βεβίου ἐσχάτων ἡ φλὸξ ὑπὲρ τὴν κορυφὴν τοῦ ὄρους τούτου μετεωρίζει, τὰς μὲν βραχείας, τὰς δὲ καὶ μεγάλας κομιδῆ οὔσας, ἐνθένδε τε αὐτὰς ἀποπεμπομένη ὅπη παρατύχοι διασκεδάννυσι. ῥέει δὲ καὶ ῥύαξ ἐνταῦθα πυρὸς ἐκ τῆς ἀκρωρείας κατατείνων ἄχρι ἐς τοῦ ὄρους τὸν πρόποδα καὶ ἔτι πρόσω, ἅπερ ἅπαντα καὶ κατὰ τὴν Αἴτνην γίνεσθαι πέφυκεν. ὄχθας δὲ ποιεῖται ὑψηλὰς ἑκατέρωθεν ὁ τοῦ πυρὸς ῥύαξ, τὰ ἔνερθεν τέμνων. καὶ φερομένη μὲν ἐπὶ τοῦ ῥύακος τὰ πρῶτα ἡ φλὸξ καιομένῃ εἰκάζεται ὕδατος ἐκροῇ· ἐπεὶ δὲ αὐτῇ ἀποσβεσθῆναι ξυμβαίη, ἀναστέλλεται μὲν τῷ ῥύακι ὁ δρόμος εὐθὺς, ἐπίπροσθέν τε ὁ ῥοῦς οὐδαμῆ πρόεισι, τὸ δὲ ὑφιζάνον τούτου δὴ τοῦ πυρὸς πηλὸς φαίνεται σποδιᾷ ἐμφερής.
8.35.7 Κατὰ τούτου δὴ τοῦ Βεβίου τὸν πρόποδα ὕδατος πηγαὶ ποτίμου εἰσί. καὶ ποταμὸς ἀπ' αὐτῶν πρόεισι Δράκων ὄνομα, ὃς δὴ ἄγχιστά πη τῆς Νουκερίας πόλεως φέρεται. τούτου τοῦ ποταμοῦ ἑκατέρωθεν ἐστρατοπεδεύσαντο ἀμφότεροι τότε. ἔστι δὲ ὁ Δράκων τὸ μὲν ῥεῦμα βραχὺς, οὐ μέντοι ἐσβατὸς οὔτε ἱππεῦσιν οὔτε πεζοῖς, ἐπεὶ ἐν στενῷ ξυνάγων τὸν ῥοῦν τήν τε γῆν ἀποτεμνόμενος ὡς βαθύτατα ἑκατέρωθεν ὥσπερ ἀποκρεμαμένας ποιεῖται τὰς ὄχθας. πότερα δὲ τῆς γῆς ἢ τοῦ ὕδατος φέρεται τὴν αἰτίαν ἡ φύσις οὐκ ἔχω εἰδέναι. καταλαβόντες δὲ τοῦ ποταμοῦ τὴν γέφυραν Γότθοι, ἐπεὶ αὐτῆς ἐστρατοπεδεύσαντο ἄγχιστα, πύργους τε ξυλίνους ταύτῃ ἐνθέμενοι μηχανάς τε ἄλλας καὶ τὰς βαλλίστρας καλουμένας ἐνταῦθα πεποίηνται, ὅπως ἐνθένδε κατὰ κορυφὴν τῶν πολεμίων ἐνοχλοῦντας δύνωνται βάλλειν. ἐκ χειρὸς μὲν οὖν γίνεσθαί τινα ξυμβολὴν ἀμήχανα ἦν, τοῦ ποταμοῦ, ᾗπέρ μοι εἴρηται, μεταξὺ ὄντος· ἀμφότεροι δὲ ὡς ἀγχοτάτω τῆς κατ' αὐτὸν ὄχθης γενόμενοι τοξεύμασι τὰ πολλὰ ἐς ἀλλήλους ἐχρῶντο. ἐγίνοντο δὲ καὶ μονομαχίαι τινὲς, Γότθου ἀνδρὸς, ἂν οὕτω τύχοι, ἐκ προκλήσεως τὴν γέφυραν διαβαίνοντος. χρόνος τε μηνῶν δυοῖν τοῖν στρατοπέδοιν ἐς τοῦτο ἐτρίβη. ἕως μὲν οὖν ἐθαλασσοκράτουν ἐνταῦθα οἱ Γότθοι, ἐσκομιζόμενοι τὰ ἐπιτήδεια ναυσὶν ἀντεῖχον, ἐπεὶ τῆς θαλάσσης ἐστρατοπεδεύοντο οὐ πολλῷ ἄποθεν. ὕστερον δὲ Ρωμαῖοι τά τε πλοῖα τῶν πολεμίων προδοσίᾳ Γότθου ἀνδρὸς εἷλον, ὃς δὴ ταῖς ναυσὶν ἐφειστήκει πάσαις, καὶ αὐτοῖς νῆες ἀνάριθμοι ἦλθον ἔκ τε Σικελίας καὶ τῆς ἄλλης ἀρχῆς. ἅμα δὲ καὶ ὁ Ναρσῆς πύργους ξυλίνους ἐπὶ τοῦ ποταμοῦ τῇ ὄχθῃ καταστησάμενος δουλῶσαι τῶν ἐναντίων τὸ φρόνημα παντελῶς ἴσχυσεν. οἷς δὴ οἱ Γότθοι περίφοβοι γεγενημένοι καὶ πιεζόμενοι τῶν ἀναγκαίων τῇ ἀπορίᾳ ἐς ὄρος ἄγχιστα ὂν καταφεύγουσιν, ὅπερ Ρωμαῖοι Γάλακτος Ὄρος τῇ Λατίνων καλοῦσι φωνῇ· οὗ δὴ αὐτοῖς Ρωμαῖοι ἐπισπέσθαι οὐδαμῆ εἶχον, τῆς δυσχωρίας ἀντιστατούσης. ἀλλὰ τοῖς βαρβάροις αὐτίκα ἐνταῦθα ἀναβεβηκόσι μετέμελεν, ἐπεὶ τῶν ἐπιτηδείων πολλῷ ἔτι μᾶλλον ἐσπάνιζον, σφίσι τε αὐτοῖς καὶ τοῖς ἵπποις ἐκπορίζεσθαι αὐτὰ οὐδεμιᾷ μηχανῇ ἔχοντες. διὸ δὴ τὴν ἐν ξυμβολῇ τοῦ βίου καταστροφὴν αἱρετωτέραν τῆς πρὸς τοῦ λιμοῦ εἶναι οἰόμενοι ὁμόσε τοῖς πολεμίοις παρὰ δόξαν ἐχώρουν, ἀπροσδόκητοί τε αὐτοῖς ἐξαπιναίως ἐπέπεσον. Ρωμαῖοι δὲ αὐτοὺς ὡς ἐκ τῶν παρόντων ἀμυνούμενοι ἔστησαν, οὐ κατὰ ἄρχοντας ἢ λόχους ἢ καταλόγους τὴν τάξιν καταστησάμενοι, οὐδὲ τρόπῳ τῳ ἄλλῳ διακεκριμένοι ἀλλήλων, οὐδὲ τῶν σφίσι παραγγελλομένων ἐν τῇ ξυμβολῇ ἀκουσόμενοι, ἀλλ' ἀλκῇ τῇ πάσῃ, ὅπη ποτὲ παρατύχῃ, τοῖς πολεμίοις ἀντιταξόμενοι. Γότθοι μὲν οὖν τῶν ἵππων ἀφέμενοι πρῶτοι πεζῇ μετωπηδὸν εἰς βαθεῖαν φάλαγγα ἔστησαν ἅπαντες, καὶ Ρωμαῖοι δὲ ταῦτα ἰδόντες τοὺς ἵππους ἀφῆκαν, καὶ τρόπῳ τῷ αὐτῷ ἐτάξαντο πάντες.
8.35.20 Ἐνταῦθά μοι μάχη τε πολλοῦ λόγου ἀξία καὶ ἀνδρὸς ἀρετὴ οὐδὲ τῶν τινος λεγομένων ἡρώων, οἶμαι, καταδεεστέρα γεγράψεται, ἧς δὴ ὁ Τεΐας δήλωσιν ἐν τῷ παρόντι πεποίηται. Γότθους μὲν ἐς εὐτολμίαν ἡ τῶν παρόντων ἀπόγνωσις ὥρμα, Ρωμαῖοι δὲ αὐτοὺς, καίπερ ἀπονενοημένους ὁρῶντες, ὑφίσταντο δυνάμει τῇ πάσῃ, τοῖς καταδεεστέροις ἐρυθριῶντες ὑποχωρεῖν, ἀμφότεροί τε θυμῷ ἐπὶ τοὺς πέλας πολλῷ ἵεντο, οἱ μὲν θανατῶντες, οἱ δὲ ἀρετῶντες. καὶ ἡ μὲν μάχη πρωὶ ἤρξατο, Τεΐας δὲ πᾶσιν ἔνδηλος γεγενημένος καὶ τὴν μὲν ἀσπίδα προβεβλημένος, ἐπανατεινόμενος δὲ τὸ δόρυ, πρῶτος ξὺν ὀλίγοις τισὶ τῆς φάλαγγος ἔστη. Ρωμαῖοι δὲ αὐτὸν ἰδόντες, οἰόμενοί τε, ἢν αὐτὸς πέσῃ, διαλυθήσεσθαι τὴν ξυμβολὴν σφίσιν αὐτίκα δὴ μάλα, ξυνίσταντο ἐπ' αὐτὸν ὅσοι ἀρετῆς μετεποιοῦντο, παμπληθεῖς ὄντες, καὶ τὰ δόρατα ἐς αὐτὸν ἅπαντες οἱ μὲν ὤθουν, οἱ δὲ ἐσηκόντιζον. αὐτὸς δὲ ὑπὸ τῇ ἀσπίδι κεκαλυμμένος ταύτῃ μὲν τὰ δόρατα ἐδέχετο πάντα, ἐμπίπτων δὲ αὐτοὺς ἐκ τοῦ αἰφνιδίου πολλοὺς διεχρῆτο. καὶ ὁπηνίκα οἱ τὴν ἀσπίδα ἔμπλεων οὖσαν πεπηγότων δοράτων θεῷτο, τῶν τινι ὑπασπιστῶν ταύτην παραδιδοὺς ἑτέραν ᾑρεῖτο. οὕτω μαχόμενος ἐς τῆς ἡμέρας τὸ τριτημόριον διαγέγονε, καὶ τότε δὴ δώδεκα μὲν αὐτῷ δόρατα ἐμπεπηγότα ἡ ἀσπὶς εἶχε, κινεῖν δὲ αὐτὴν ὅπη βούλοιτο καὶ ἀποκρούεσθαι τοὺς ἐπιόντας οὐκέτι ἴσχυε. τῶν δέ τινα ὑπασπιστῶν μετεκάλει σπουδῇ, οὐ τὴν τάξιν λιπὼν οὐδὲ ὅσον ἄχρι ἐς δάκτυλον ἕνα οὐδὲ ἀναποδίσας, ἢ τοὺς πολεμίους ἐπὶ τὰ πρόσω ἐπαγαγόμενος, οὐδὲ ἐπιστραφεὶς, οὐδὲ τὰ νῶτα τῇ ἀσπίδι ἐρείσας, οὐ μὴν οὐδὲ πλάγιος γεγονὼς, ἀλλ' ὥσπερ τῷ ἐδάφει ἐρηρεισμένος αὐτοῦ μετὰ τῆς ἀσπίδος εἱστήκει, κτείνων τε τῇ δεξιᾷ χειρὶ καὶ ἀποκρουόμενος τῇ λαιᾷ καὶ ἀνακαλῶν τὸ τοῦ ὑπασπιστοῦ ὄνομα. καὶ ὁ μὲν αὐτῷ μετὰ τῆς ἀσπίδος παρῆν, ὁ δὲ ταύτην εὐθὺς τῆς βαρυνομένης τοῖς δόρασιν ἀντηλλάσσετο.
ἐν τούτῳ δέ οἱ χρόνου τινὰ βραχεῖαν στιγμὴν γυμνῷ γενέσθαι τὰ στέρνα ξυνέβη, τύχῃ τέ οἱ ξυνέπεσε τότε ἀκοντίῳ βεβλῆσθαι καὶ ἀπ' αὐτοῦ εὐθυωρὸν θνήσκει.
8.35.30 καὶ αὐτοῦ τὴν κεφαλὴν ἐπὶ κοντοῦ μετεωρίσαντες τῶν Ρωμαίων τινὲς στρατιᾷ ἑκατέρᾳ περιιόντες ἐδείκνυον, Ρωμαίοις μὲν, ὅπως δὴ θαρσήσωσι μᾶλλον, Γότθοις δὲ, ὅπως ἀπογνόντες τὸν πόλεμον καταλύσωσιν. οὐ μὴν οὐδ' ὣς τὴν ξυμβολὴν κατέλυσαν Γότθοι, ἀλλ' ἄχρι ἐς νύκτα ἐμάχοντο, καίπερ ἐξεπιστάμενοι τὸν βασιλέα τεθνάναι σφίσιν. ἐπειδὴ δὲ ξυνεσκόταζεν, αὐτοῦ ἑκάτεροι διαλυθέντες ἐν τῇ τῶν ὅπλων σκευῇ ἐνυκτέρευσαν. ἡμέρᾳ δὲ τῇ ἐπιγενομένῃ ἀναστάντες ὄρθρου τρόπῳ τῷ αὐτῷ αὖθις ἐτάξαντο καὶ μέχρι ἐς νύκτα ἐμάχοντο, καὶ οὔτε ὑπεχώρουν ἀλλήλοις οὔτε πη ἐτρέποντο ἢ ἀνεπόδιζον, καίπερ ἀμφοτέρωθεν κτεινομένων πολλῶν, ἀλλ' ἀπηγριωμένοι τῷ ἐς ἀλλήλους ἀπηνεῖ ἔργου εἴχοντο, Γότθοι μὲν εὖ εἰδότες ὅτι δὴ τὴν ὑστάτην διαφέρουσι μάχην, Ρωμαῖοι δὲ αὐτῶν ἐλασσοῦσθαι ἀπαξιοῦντες. ἐν ὑστάτῳ δὲ οἱ βάρβαροι παρὰ τὸν Ναρσῆν πέμψαντες τῶν λογίμων τινὰς μεμαθηκέναι μὲν ἔλεγον ὡς πρὸς τὸν θεὸν σφίσιν ὁ ἀγὼν γένοιτο· αἰσθάνεσθαι γὰρ τὴν ἀντιταχθεῖσαν αὐτοῖς δύναμιν· καὶ τοῖς ξυμπεσοῦσι ξυμβάλλοντες τὴν τῶν πραγμάτων ἀλήθειαν γνωσιμαχεῖν τὸ λοιπὸν βούλεσθαι καὶ ἀπολιπεῖν τὴν ἀγώνισιν, οὐ μέντοι βασιλεῖ ἐπακούσοντες, ἀλλὰ ξὺν τῶν ἄλλων βαρβάρων τισὶν αὐτόνομοι βιοτεύσοντες, ἐδέοντό τε εἰρηναίαν σφίσι τὴν ἀναχώρησιν ἐνδοῦναι Ρωμαίους, οὐ φθονοῦντας αὐτοῖς λογισμοῦ σώφρονος, ἀλλὰ καὶ χρήμασι τοῖς αὐτῶν ὥσπερ ἐφοδίοις αὐτοὺς δωρουμένους, ὅσα δὴ ἐν τοῖς ἐπὶ τῆς Ἰταλίας φρουρίοις αὐτῶν ἕκαστος ἐναποθέμενος ἔτυχε πρότερον. ταῦτα ὁ μὲν Ναρσῆς ἐν βουλῇ ἐποιεῖτο. Ἰωάννης δὲ ὁ Βιταλιανοῦ παρῄνει δέησιν ἐνδέχεσθαι τήνδε, καὶ μὴ περαιτέρω θανατῶσιν ἀνθρώποις διὰ μάχης ἰέναι, μηδὲ ἀποπειράσασθαι τόλμης ἐν ἀπογνώσει φυομένης τοῦ βίου, ἣ καὶ τοῖς αὐτῆς ἐχομένοις καὶ τοῖς ὑπαντιάζουσι χαλεπὴ γίνεται. «ἀρκεῖ γὰρ», ἔφη, «τοῖς γε σώφροσι τὸ νικᾶν, τὸ δὲ ὑπεράγαν ἐθέλειν ἴσως ἄν τῳ καὶ ἐς τὸ ἀξύμφορον τρέποιτο.» πείθεται τῇ ὑποθήκῃ Ναρσῆς, καὶ ξυνέβησαν ἐφ' ᾧ τῶν βαρβάρων οἱ ἀπολελειμμένοι χρήματα κεκομισμένοι τὰ αὐτῶν ἴδια ἐκ πάσης ἀπαλλάξονται Ἰταλίας εὐθὺς, πόλεμόν τε μηχανῇ οὐδεμιᾷ πρὸς Ρωμαίους διοίσουσιν ἔτι. Γότθοι μὲν οὖν μεταξὺ χίλιοι τοῦ στρατοπέδου ἐξαναστάντες ἐς Τικινόν τε πόλιν καὶ χωρία τὰ ὑπὲρ ποταμὸν Πάδον ἐχώρησαν, ὧν ἄλλοι τε ἡγοῦντο καὶ Ἰνδοὺλφ, οὗπερ πρότερον ἐπεμνήσθην. οἱ δὲ λοιποὶ ἅπαντες ὅρκια δόντες τὰ ξυγκείμενα πάντα ἐπέρρωσαν.

οὕτω τε καὶ Κύμην καὶ τὰ λοιπὰ πάντα ἐξεῖλον Ρωμαῖοι, καὶ τὸ ὀκτωκαιδέκατον ἔτος ξυνετελεύτα τῷ Γοτθικῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.
https://byzantium.gr/
< 1 2 3 4 5 6 7 8 >
Επιμέλεια: Μανώλης Παπαθανασίου, Φεβρουάριος 2021