thyreos

Βυζαντινα κειμενα

 

  Προκοπιος
  Ιεροκλης
  Σιμοκαττης
  Θεοφανης
  Ιωαννης Σκυλιτζης
  Κωνσταντινος Ζ’
  Λεων Διακονος
  Μιχαηλ Ψελλος
  Μιχαηλ Ατταλειατης
  Νικητας Χωνιατης
  Γ. Ακροπολιτης
  Γ. Παχυμερης
  N. Γρηγορας
  Ι. Καντακουζηνος
  Γεωργιος Σφραντζης
  Χαλκοκονδυλης


Aspis

Νικήτας Χωνιάτης - Ακομινάτος

1155 – 1216
τίτλος έργου:

– Χρονική Διήγησις –

χρόνος έκδοσης: περί το 1210
πλήρης τίτλος:

ΧΡΟΝΙΚΗ ΔΙΗΓΗΣΙΣ ΤΟΥ ΧΩΝΙΑΤΟΥ ΚΥΡ ΝΙΚΗΤΑ ΑΡΧΟΜΕΝΗ ΑΠΟ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ ΚΑΙ ΛΗΓΟΥΣΑ ΜΕΧΡΙ ΤΗΣ ΑΛΩΣΕΩΣ ΤΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

περιεχόμενο:

Αφήγηση γεγονότων της ιστορίας της Κωνσταντινούπολης από το 1118 έως το 1207.  Το παρόν 5ο μέρος καλύπτει την περίοδο από το 1204 έως το 1207, δηλαδή τα γεγονότα που ακολούθησαν την άλωση από τους Σταυροφόρους.

Κείμενο :
< 1 2 3 4 5 >

[περίοδος 1204-1207]

ΤΟΥ ΑΥΤΟΥ ΧΩΝΙΑΤΟΥ ΤΑ ΜΕΤΑ ΤΗΝ ΑΛΩΣΙΝ ΤΗΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΣΥΜΒΑΝΤΑ ΤΟΙΣ ΡΩΜΑΙΟΙΣ

Σόλων, ὁ τῶν Ἀθηναίων τὰ κράτιστα, ὑποτυφομένην ὁρῶν τὴν Πεισιστράτειον νεωτέρισιν πολλάκις μὲν διειλέχθη τοῖς Ἀθηναίοις πειρώμενος κατασβέσαι τὴν τυραννίδα, εὖ μάλα εἰδὼς εὐμαρέστερον τὸ τὴν ἀρχὴν συνιστάμενον παῦσαι κακὸν καὶ κωλῦσαι πῆξιν ἄρτι δεχόμενον ἢ γοῦν προβὰν ἤδη καὶ κρατυνθὲν ἐκκόψαι καὶ ἀνελεῖν· οὐδενὸς δ᾿ αὐτῷ προσέχοντος, μηδὲ πείθειν δυνάμενος, μετὰ χεῖρας ὅπλα λαβὼν πρὸς ταῖς εἰσόδοις αὐτὰ κατέθετο, εἴ πως ἐκκαλέσαιτο οὕτω καὶ παροξυνεῖ τοῦ δήμου τινὰς πρὸς ζῆλον τὸν ὅμοιον. ὡς δ᾿ οὐκ ἐξηρέθιστό τις πρὸς ταῦτα, οὔτε μὴν συνεπωτρύνετό οἱ πρὸς τὴν τοῦ τυράννου καθαίρεσιν, λέγεται εἰπεῖν “ἔγωγε, ὡς εἶχον, τῇ πατρίδι ἐπήμυνα,” καὶ τὸ λοιπὸν ἡσυχίαν ἄγειν καὶ γράφειν ποιήματα καὶ διατωθάζειν Ἀθηναίους ἐς ἀβουλίαν, ὧν ἔνια μὴ παρασυρέντα τῷ χρόνου ῥεύματι οὑτωσί πως ξυντέθεινται· εἰ δὲ πεπόνθατε λυγρὰ δι᾿ ὑμετέραν κακότητα, μή τι θεοῖς μῆνιν τούτων ἐμφέρετε· αὐτοὶ γὰρ ταῦτ᾿ ηὐξήσατ᾿ ἐρύματα δόντες, καὶ διὰ ταῦτα κακὴν ἔσχετε δουλοσύνην.

Εἰ γοῦν λέγων καὶ πράττων ὁ Σόλων πρὸς πειθήνιον λόγοις ὁμήγυριν ἠλέγχετο μάτην ἀμφότερα μετιών, Σόλων ἐκεῖνος ὁ Κοδρίδης μὲν τὸ γένος, τῷ δὲ τῆς σοφίας περιόντι μικροῦ πᾶσαν τὴν τετράκλιμον διελθών, ὁποῖον ἄν τις τῶν καθ᾿ ἡμᾶς εἰσενηνοχὼς τοῖς κοινοῖς ἐπήρκεσεν ἂν πράγμασιν, ὧν οἱ μὲν βασιλεῖς ἐν ῥᾳθυμίᾳ τραφέντες ἦσαν ἐξ ἀρχῆς καὶ ῥέγκοντες ἡδύτερον Ἐνδυμίωνος καὶ τὰ δεῖπνα πρωϊαίτερον προσιέμενοι καὶ τοσοῦτον τῆς τῶν πραγμάτων εὐκαιρίας ἐκδιιστάμενοι, οἷα καὶ φαύλως ἐν τοῖς ὅλοις ἠγμένοι, ὡς ἐν χειμῶνι μὲν τὰ ἄνθη ἐπιζητεῖν, ἔαρος δὲ ποθεῖν ὀπωρίζεσθαι, τὸ δὲ πολίτευμα ἐμπορικόν τε καὶ κάπηλον τὸ φρονεῖν καὶ μὴ μόνον οὐχὶ σάλπιγξι τοῦ λέχους ἐξανιστάμενον, ἀλλ᾿ οὐδ᾿ ᾠδαῖς ὀρνίθων διυπνιζόμενον, οἷα καθεῦδον νήγρετον καὶ μὴ ἐγνωκός ποτε πόλεμον.

Τὸ δέ γε συντιθέναι ποιήματα καὶ τῶν διαμαρτόντων καθάπτεσθαι ἦν μὲν καὶ τοῦ μεγαλείου Σόλωνος, ἦν δ', ὡς ἔοικε, καὶ τοῦ τότε δήμου τῶν Ἀθηναίων, κνωμένου τὸ οὖς ταῖς τῶν εἰσηγήσεων χρησίμοις καὶ ἠρέμα ὑπενδιδόντος ταῖς τῶν ἀρίστων ἀνδρῶν παραιφάσεσι. καὶ ἄλλως δὲ τῷ πρὸς ὄνειδος ᾄδειν τιθασσοῖς λόγων μέροψιν ἔνεστί τι καὶ γλυκάζον σὺν τῷ στύφοντι ἐμφαινόμενον· καὶ ἡ μνήμη, ὅσα δὴ καὶ ῥιπὶς τὸ παραμένον ἐν ψυχῇ καὶ ἐνθαπτόμενον ἐμπύρευμα τοῦ καλοῦ κατὰ ζῶσαν ἔτι φλόγα πυρὸς ἀναθάλπουσα, τὴν ἐφ᾿ ὁμοίοις ἐσέπειτα διαμαρτίαν φυλάττεσθαι διανίστησι. τοῖς δ᾿ ἐς ἡμᾶς τῆς Κωνσταντίνου οἰκήτορσιν, εἰπεῖν δὲ καὶ τοῖς ἐκ τῶν ἄλλων ὁρμωμένοις χωρῶν, οἱ ἔλεγχοι μώλωπες ἀκριβῶς. τοῖς δὲ πολλοῖς οὐδ᾿ ὦτα πεφύτευται τετρημένα εἰς νοῦν, οὐδ᾿ ἡ Παφία τῆς ἐλευθερίας ὁποία τίς ἐστιν, ἐς δεῦρο κατείληπται, ὡς οὐδὲ γλυκύτης μέλιτος τοῖς μηδέπω γευσαμένοις μέλιτος.

Ἐπεὶ τοίνυν ἀσύμφωνα τοῖς Σόλωνος τὰ ἡμέτερα, ἄγε τὰ μὲν τῶν ἐλέγχων παρήσομεν βούκεντρα, ἐς οὐδὲν ἕτερον προσληφθησόμενα ὅτι μὴ τῶν πλείστων ἑτεροζύγησιν (εἰσὶ γάρ, εἰσὶν οἳ χόρτον ἐν τοῖς κέρασιν ἔχουσι), τῆς δ᾿ ἱστορίας καθ᾿ εἱρμὸν ἑξόμεθα. εἰ γὰρ καὶ τὰ τῶν βαρβάρων ᾄδειν ἀπειπάμεθα, ἀλλ᾿ οὖν τοῦ δρασσομένου σοφοὺς ἐν τῇ σοφίᾳ αὐτῶν ἐν πολλοῖς τοὺς ὑψαύχενας σφήλαντος καὶ τὰ πρόσωπα αὐτῶν ἀτιμίας πλήσαντος καὶ παραδόντος εἰς ὄλεθρον βαρβαρωτέροις ἑαυτῶν ἔθνεσι, χρεὼν μηδ᾿ ἡμᾶς τὴν σιωπὴν ἐς τέλος ἑλέσθαι, χρήσασθαι δὲ τῷ λόγῳ πρὸς ἀνθομολόγησιν τῶν τεραστίων Θεοῦ, τοῦ “ζῶ ἐγὼ” λέγοντος “εἰς τὸν αἰῶνα, καὶ ἀνταποδώσω δίκην τοῖς ἐχθροῖς μου καὶ τοῖς μισοῦσί με ἐξολόθρευσιν,” καὶ αὖ πάλιν πρὸς Ἀβραὰμ “τὸ δὲ ἔθνος, ᾧ δουλεύσουσι, κρινῶ ἐγώ.” Εἶχε μὲν δὴ οὕτω ταῦτα, καὶ ἡ Κωνσταντίνου καλλίπολις, τὸ κοινὸν ἁπάντων ἐθνῶν ἐντρύφημά τε καὶ περιλάλημα, ᾐθάλωται πυρὶ καὶ ἠμαύρωται, ἑάλω τε καὶ τοῦ πλούτου παντὸς κεκένωται, ὅσος τε δημόσιος ἦν καὶ τοῖς λεῷς ἐπῳκείωτο καὶ ὅσος θεῷ ἀφωσίωτο, παρὰ γενῶν ἑσπερίων σποραδικῶν, ἀφαυρῶν τὰ πλεῖστα καὶ ἀνωνύμων, εἰς λῃστρικὸν μὲν ἔκπλουν συγκροτηθέντων, ὀργάνῳ δὲ χρησαμένων καὶ προσωπείῳ εὐτυπώτῳ τῆς καθ᾿ ἡμῶν κινήσεως τῷ κρούσασθαι πρύμναν εἰς ἄμυναν Ἰσαακίου τοῦ ἐξ Ἀγγέλων καὶ ὃν ἐκεῖνος ἐφύτευσεν, ὡς μὴ ὤφελεν, ἐπ᾿ ἀπωλείᾳ τῆς πατρίδος, ὃν καὶ καλῶν κάλλιστον καὶ σφίσιν ἐπέραστον ἀγώγιμον ἐπεφέροντο· ἡ γὰρ ὑπτιότης καὶ οἰκουρότης τῶν τὰ Ρωμαίων χειριζόντων πράγματα δικαστὰς ἡμῶν καὶ κολαστὰς τοὺς λῃστὰς ἐπεισήνεγκεν.

Ἐπὶ δὲ τοῖς συμβᾶσι πᾶσι τῇ βασιλίδι οὐδὲν σημεῖον ὑψόθεν ἢ καὶ γῆθεν ἐκφανθὲν ἔγνωσται, ὁποῖα ἄττα πολλὰ τοῖς πρότερον ξυνηνέχθησαν συμφορὰς ἀνδρῶν καὶ κακῶν ἐπαγωγὰς κηρεσιφόρους ὑποσημαίνοντα. οὔτε γὰρ ψιάδες οὐρανόθεν ὕσθησαν αἱματόεσσαι, οὔτε θέρος ἔναιμον παρεξήλλακται, οὔτε λίθοι πυρόεντες ἐξ αἰθέρος ἠνέχθησαν, οὔτε τι ἕτερον ὡράθη καινουργηθὲν ὁπωσοῦν, ἀλλ᾿ ἐμβάδι ἀψόφῳ καὶ χερσὶν ἀκροτήτοις πολύπους καὶ πολύχειρ τῇ πόλει καὶ ἡμῖν ἡ δίκη ἐπεισπεσοῦσα δυσπότμους ἐν ἀνθρώποις εἰργάσατο, τιμωρὸς ὀφθεῖσα φιλότιμος.

Καὶ τὴν μὲν ἡμέραν ἐκείνην, καθ᾿ ἣν ἡ πόλις ἑάλωκεν, οἱ σκυλευταὶ ταῖς ὁπῃοῦν οἰκίαις ἐναυλισάμενοι τά τε ἔνδον διήρπαζον καὶ περὶ τῶν ἀφανῶν τοὺς δεσπότας ἀνέκρινον, πληγὰς ἐντείνοντες ἐνίοις, πολλοῖς δὲ καὶ προσηνῶς συγγινόμενοι, ταῖς δ᾿ ἀπειλαῖς ἐπὶ πᾶσι χρώμενοι· ὡς δὲ τὰ μὲν εἶχον, τὰ δ᾿ ἐξέφαινον, τὰ μὲν ὀφθαλμοῖς προκείμενα καὶ πρὸς τῶν ἐχόντων προσαγόμενα, τὰ δ᾿ ὑπὸ σφῶν αὐτῶν ἀναδιφώμενα, καὶ φειδώ τις οὐκ ἦν παρὰ σφίσιν οὐδὲ τῶν ἐνόντων μετάδοσις πρὸς τοὺς ἔχοντας, οὔτε μὴν συμμέθεξις ἑστίας ἢ ἑστιάσεως, ἀλλ᾿ ὑπεροψία καὶ ἀμιξία καὶ μεθ᾿ ὕβρεων ἀπαγωγὴ καὶ ἀπόπεμψις, ἔδοξε διὰ ταῦτα τοῖς στρατηγοῦσιν ἀνεικέναι τοῖς βουλομένοις τὴν ἐκ τῆς πόλεως ἄπαρσιν. κατὰ συμμορίας τοίνυν ἀγειρόμενοι ἐξῄεσαν, ῥακίοις ἐσπειραμένοι, ἀπαστίᾳ ἐκτετηγμένοι, τὸν χρῶτα τραπέντες, νεκρώδεις τὰς ὄψεις καὶ ὕφαιμοι τοὺς ὀφθαλμούς, ὡς πλέον αἵμασιν ἤπερ δάκρυσι κλαίοντες. οἱ μὲν γὰρ θρήνων τὰς οὐσίας εἶχον ὑπόθεσιν, οἱ δὲ τὴν τούτων ἀποβολὴν ὡς οὔπω θλῖβον ἐς μὴ λόγον τιθέμενοι ἢ ὡραῖον γάμου κόριον ὠλοφύροντο ἁρπαγὲν παρ᾿ ὅτου καὶ διακορηθὲν ἢ ἀλόχου στέρησιν ἐπωδύροντο, καὶ ἄλλος ἄλλο τι κακὸν ἀνῴμωζε πορευόμενος.

Ἵνα δὲ καὶ τὰ κατ᾿ ἐμὲ συνείρω τῇ ἱστορίᾳ, πολλοὶ τῶν συνήθων εἰς τοὐμὸν συνέδραμον οἴκημα τῆς στυγνῆς ἐκείνης καὶ δυσωνύμου ὄντως ἐπιφαυσάσης ἡμέρας, ὑπόστωον οὖσαν καὶ χαλεπὴν προσπελάσαι καὶ ζοφώδη τὴν εἴσοδον· ὁ γὰρ ἄμαχος τῷ κάλλει καὶ τῷ μεγέθει μέγιστος οἶκος ἡμῶν ἐν τοῖς Σφωρακίου ἱδρυμένος ὑπὸ τοῦ δευτέρου πυρὸς ἠφάνισται. ἦν δὲ καὶ ἄλλως εὐμαρὲς ἐκεῖθεν εἰς τὸν Μέγιστον εἰσδῦναι Ναόν, ἐπειδὴ καὶ τῷ τεμένει συνέκειτο. ἀλλ᾿ ἦν ἀνεξερεύνητον οὐδὲν τοῖς στρατεύμασιν, οὐδὲ τόπος εὐαγὴς καὶ τῇ θέσει παρέχων ἀσφάλειαν ἀσινὲς ἐτήρει τὸ προσρυόμενον, ἀλλ᾿ ὅπῃ τις ἂν καὶ προσέδραμεν, ἀπεσπᾶτο πρὸς τῶν εἰσιόντων ἐκεῖ πολεμίων καὶ ἔνθα πρὸς βουλῆς ἐκείνοις ἀπήγετο. ταῦθ᾿ ὁρῶντες ἡμεῖς ἀνομούμενα, ὡς ἐκ τῶν παρόντων εἴχομεν, τὸ σύμφορον μέτιμεν.

Ἦν οὖν ἐμοί τις συνήθης τε καὶ συνέστιος ἐκ τοῦ τῶν Βενετίκων προελθὼν γένους, κομιδῆς ἀξιούμενος καὶ τῆς ἐς τὸ σῶμα ἀσφαλείας κομιδῇ μετέχων τοῖς οὖσιν ἅμα καὶ γυναικί. οὗτος χρήσιμος ἡμῖν ἐν τοῖς τότε καιροῖς δείκνυται. θωρακισάμενος γὰρ καὶ τὸν ἔμπορον εἰς στρατιώτην μεταμειψάμενος μάλα ἐμβριθῶς ἀπεκρούετο μέχρι τινὸς τοὺς εἰσιόντας τὸ οἴκημα σκυλευτάς, τὸν συνοπλίτην ἐκείνοις ὑποκρινόμενος καὶ προειληφέναι τὴν οἰκίαν σχηματιζόμενος, συμβαρβαρίζων ἅμα σφίσι καὶ τὰ εἰκότα διαλεγόμενος. ὡς δ᾿ οἱ μὲν κατὰ πλῆθος εἰσέρρεον, ὁ δ᾿ ἀντέχειν ἀπείρηκε, καὶ μάλιστα πρὸς τοὺς ἐκ τῶν Φραγγίσκων ἐπεισιόντας μὴ τοῖς ἄλλοις ὄντας παραπλησίους καὶ τὰς γνώμας καὶ τὰ σώματα, μόνον δὲ τὸν οὐρανὸν δεδιέναι κομπάζοντας, μὴ εἴη σφίσιν ἐπιπεσών, μεταχωρεῖν ἐκεῖθεν ἡμῖν ὑποτίθησιν, ἵνα μὴ πρὸς τοῖς βαρβάροις γενόμενοι ἐν μὲν δεσμοῖς οἱ ἄνδρες ἡμεῖς διὰ χρήματα εἴημεν, αἱ δὲ γυναῖκες ἐν ὕβρεσι καὶ ἀσέμνοις ἀπαγωγαῖς.

Τοῦ χρηστοῦ τοίνυν ἐκείνου καὶ πρώην μὲν οἰκότριβός τε καὶ πρόσφυγος, τότε δ᾿ ἀγαθοῦ συνεργάτου κἀν τοῖς καιρίοις ὑπερασπίζοντος ἐς ἄλλην οἰκίαν ἡγησαμένου, γνωστοὺς ἡμῖν Βενετίκους τρέφουσαν, κατὰ βραχεῖς ἔξιμεν ἐκεῖθεν, ὡς δορίκτητος ἐκείνῳ κλῆρος ἐκ χειρὸς ἑλκόμενοι κατηφεῖς καὶ δυσείμονες καὶ οὕτω παραπεμπόμενοι.

Ἐπεὶ δ᾿ ἐκεῖνο τὸ μέρος τῆς πόλεως εἰς κλῆρον τοῖς Φραγγίσκοις ἐπέλαχε, μετανάσται πάλιν γινόμεθα. ὅτε καὶ τῶν ἐπὶ τῆς θεραπείας ἡμῶν ἄλλων ἄλλῃ διασπαρέντων καὶ πάντων ἀναθρώπως ἡμᾶς παρεικότων ἐπωμάδια φέρειν ἡμεῖς ἠναγκάσμεθα τὰ μήπω τῶν παιδαρίων ποσὶ χρώμενα, στέγειν δὲ ὑπὸ μάλην καὶ ἄρρενα παῖδα ὑπομαστίδιον καὶ χωρεῖν οὕτω διὰ μέσων τῶν ἀγυιῶν.

Ἡμέρας τοίνυν πέντε μετὰ τὴν ἅλωσιν τῇ πόλει προσμείναντες ἀπαίρομεν καὶ ἡμεῖς. ἦν δὲ τότε σάββατον, κατὰ θεῖον οἶμαι καὶ μὴ περίπτωσιν τυχηρὰν ἢ συγκυρίαν οὑτωσί πως συμβὰν ἄλογον, καὶ χειμών, ἐπὶ δὲ καὶ πρὸς ὠδῖσιν ἔτι ἡμῶν ἡ σύζυγος, ὥστε καὶ τὸ τοῦ Χριστοῦ προαγόρευμα, ὅ φησιν “εὔξασθε μὴ γενέσθαι τὴν φυγὴν ὑμῶν χειμῶνος ἢ σαββάτου,” καὶ “οὐαὶ ταῖς ἐν γαστρὶ ἐχούσαις ἐν ἐκείναις ταῖς ἡμέραις,” ὡς εἴπερ ἐφ᾿ ἡμῖν προείρητο, πέρας ἀτεχνῶς εἴληφεν. ὡς δ᾿ ἱκανοὶ συνήθεις καὶ συγγενεῖς καὶ πλῆθος ἕτερον κατὰ θέαν ἡμῶν συνδραμὸν τῆς πορείας εἰχόμεθα, ἐπ᾿ ἴσης ἀγορᾷ μυρμήκων διιόντες τὰς τριόδους, προσυπήντων ἡμῖν οἱ στρατοί, οὐχ ὡπλισμένοι πρὸς ἀκρίβειαν, μαχαίρας δ᾿ ἐπιμήκεις παρὰ πλευρὸν πλάγιον τοῦ ἵππου ἐξηρτημένοι καὶ παραξιφίδια ταῖς ζώναις ἐνειμένα φέροντες, οἱ μὲν τῶν σκύλων ἔμφορτοι, οἱ δὲ τοὺς παριόντας αἰχμαλώτους ἐξιχνιάζοντες, εἰ λαμπρὰν ἐσθῆτα περίκεινται διερρωγότι περιστελλομένην χιτῶνι ἢ γοῦν ἀργύριον καὶ χρυσίον τῷ κόλπῳ ἐνθάπτουσιν, οἱ δὲ καὶ γυναικῶν ταῖς κάλλει διαφερούσαις πεπηγόσι βλέμμασι μηδὲ ῥᾳδίως ἀποσπωμένοις ἐνατενίζοντες ὡς ἁρπάσοντες αὐτίκα καὶ βιασόμενοι. περὶ ταῖς γυναιξὶ τοίνυν ἡμεῖς δείσαντες τὰς μὲν ὡς ἐν σηκῷ τῷ μέσῳ ἡμῶν ἀπειλήφειμεν, ταῖς δὲ νεάνισιν ἐπεσκήψαμεν ἐντρίψασθαι πηλῷ τὰ πρόσωπα ἀντίρροπα τῶν πρώην κομμώσεων καὶ τὸν πυρσὸν οὕτω κατασβέσαι τῶν παρειῶν, ἵνα μὴ ὡς ἐν νυκτὶ φρυκτωρούμενον πῦρ προκαλῆται τοὺς ὁδευτὰς πρῶτα μὲν θεατάς, ἔπειτα ἐραστάς, ἐκ δὲ τούτου καὶ βιαστάς, ἀνεύθυνον ὁρῶντας τὸ ἴδιον θέλημα ἅμα καὶ χεῖρας ἱκέτιδας αἴροντες εἰς θεὸν καὶ μετὰ συνοχῆς καρδίας τὸ στῆθος τύπτοντες καὶ δακρύοις τὰ ὄμματα τέγγοντες, εἴ πως ἅπαντες καὶ πᾶσαι τοὺς ὠμηστὰς ἐκείνους θῆρας σχοίημεν ἀδιαλώβητοι παρελθεῖν. ἔδει δὲ διὰ τῆς Χρυσείας πύλης ἡμᾶς διελθεῖν.

Ὡς δὲ περὶ τὸν νεὼν ἥκομεν Μωκίου τοῦ καλλιμάρτυρος, ὑβριστὴς καὶ ἀνόσιος βάρβαρος ὡς ἀμνάδα λύκος ἐκ μέσων ἡμῶν ἀφαρπάζει κόρην εὐπλόκαμον, τινὸς τῶν ἐπὶ τῷ δικάζειν θυγάτριον. πρὸς τὴν οἰκτροτάτην τοίνυν ταυτηνὶ θέαν ἡ μὲν συνοδία πᾶσα διαθροηθέντες ἐξεβοήσαμεν, ὁ δὲ πατὴρ τῆς παιδὸς γήρᾳ καὶ νόσῳ τετρυχωμένος, τότε δὲ καὶ σφαλεὶς κατὰ τέλματος, ὀλοφυρόμενος καὶ τῷ πηλῷ φυρόμενος δόχμιος ἔκειτο, ὡς εἰς συκίνην ἐπικουρίαν ἀφορῶν συχνάκις ἐμέ, καὶ πρὸς ὄνομα δεόμενος συνάρασθαί οἱ τὰ δυνατὰ πρὸς τὴν τῆς παιδὸς ἀπόλυσιν. ἐπιστραφεὶς οὖν αὐτίκα μάλα, ὡς εἶχον, κατ᾿ ἴχνια τοῦ ἅρπαγος ἔβαινον, μετὰ δακρύων τὴν βίαν ἐπιβοώμενος καὶ σχήμασιν ἱλασίμοις εἰς ἀρωγὴν ἐπισπώμενος τοὺς μὴ πάντῃ ἀμαθεῖς τῆς ἡμετέρας φωνῆς ἐκ τοῦ στρατεύματος παριόντας, ἔστι δ᾿ ὧν καὶ χειρὸς ἁπτόμενος. καὶ ἴσχυσά τινας οὕτως ἐς οἶκτον προκαλέσασθαι, ὡς μετιέναι ζητεῖν ἐκεῖνον τὸν ἀναιδῆ καὶ φιλόσαρκον.

Ἡγούμην τοίνυν αὐτός, οἱ δ᾿ ἐφείποντο. ὡς δ᾿ ἐπέστημεν ἔνθα ὁ φιλογύνης κατέλυεν, ὁ μὲν τὴν κόρην εἴσω ἐκπέμψας πρὸς τοῖς πυλῶσιν εἱστήκει, τοὺς ἀντιστησομένους ἀποκρουσόμενος, ἔγωγε δὲ δακτύλῳ αὐτὸν ὑποδείξας “οὗτος” εἶπον “ὁ ἐπὶ μάρτυρι τῷ φωτὶ ἀδικῶν καὶ τῶν εὖ γεγονότων ὑμῶν παραβλεπόμενος τὰ ἐντάλματα. ὑμεῖς μὲν γὰρ γυναιξὶ ταῖς ὑπὸ ζυγὸν καὶ ταῖς ὅλως ἀπειράτοις ἀνδρὸς καί γε ἔτι ταῖς ἀποθριξαμέναις θεῷ μηδὲ μοιχικοῦ μέχρι βλέμματος, εἰ δυνατόν, συνελθεῖν ἐθεσπίσατε καὶ ὅρκοις τὰ περὶ τούτων φρικώδεσι διειλήφατε· ὁ δὲ ἀποφλαυρίσας τὰς ὑμῶν ἐντολάς, ταῖς παρθενικαῖς ἐπὶ μάρτυσι πολλοῖς ὀνηδὸν ἐπιβρωμώμενος οὐχὶ δέδιε. τοῖς αὐτῶν οὖν ὑμῶν νόμοις καὶ τοῖς ἐν χερσὶν ἡμῖν ἐπαμύνατε, μαλαχθέντες τούτοις τοῖς δάκρυσιν, ἃ καὶ θεὸς προσίεται καὶ ἡμῖν ἡ φύσις ἐς τὸν πρὸς ἀλλήλους οἶκτον βοήθημα μέγιστον τοῖς ὀφθαλμοῖς ἐπωχέτευσεν. εἰ δὲ καὶ πατέρες παίδων ὑμεῖς, ναὶ πρὸς τῶν συλλέκτρων καὶ τῶν φίλων ὑμῖν τέκνων τοῖς ἱκέταις ὑμῶν χεῖρα ὀρέξατε, ναὶ πρὸς τοῦ τάφου τοῦ θεοδέγμονος καὶ τῶν Χριστοῦ παραιφάσεων, αἳ τοῖς ἀπ᾿ αὐτοῦ καλουμένοις κοινῶς πᾶσιν ὑποτιθέασιν ἐκεῖνα ποιεῖν τοῖς ἀνθρώποις, ἃ καὶ σφίσιν ὑπ᾿ ἐκείνων γίνεσθαι βούλονται.” Τούτοις τοῖς ῥήμασιν ὡς ἐξ ἐφόδου χρησάμενος τὰ τῶν ἀνδρῶν ἐκείνων φρονήματα διανέστησα. οὐκοῦν ἐνέκειντο τὴν κόρην αἰτούμενοι. ὁ δὲ τὰ μὲν πρῶτα ὑπερεώρα, ἔρωτι καὶ θυμῷ τυραννικωτάτοις δυσὶ πάθεσιν ἐνισχόμενος· ὡς δὲ εἰς ὀργὴν ἐπιφρίσσοντας ἑώρα τοὺς ἄνδρας καὶ προτείνοντας ἐκείνῳ τὴν ἐπὶ σκόλοπος ἀπαιώρησιν ὡς ἀδίκῳ ἅμα καὶ ἀναιδεῖ, τὸ δ᾿ ὅλον οὐκ ἀπὸ χειλέων μόνον, ἀλλὰ καὶ καρδίας τὴν διάλεξιν ἐκείνῳ πεποιημένους, ἐνδίδωσί τε μόγις καὶ τὴν κόρην ἀποδίδωσι. περιχαρὴς οὖν ἐπὶ τῇ θέᾳ τῆς παιδὸς φανεὶς ὁ πατὴρ καὶ σπείσας θεῷ δάκρυα ἐπὶ τοῖς ἀστεφανώτοις ἐκείνοις καὶ ἀνυμεναίοις νυμφεύμασιν ἀναστὰς αὖθις σὺν ἡμῖν ἐπορεύετο.

Ὡς δὲ τῆς πόλεως ἐξῄειμεν, ἄλλοι μὲν ἄλλως ἀνθωμολογοῦντο θεῷ χαριστήρια καὶ τὰ καθ᾿ αὑτοὺς ἀνωλόλυζον, ἐγὼ δὲ ῥίψας ἐμαυτὸν ὡς εἶχον εἰς τοὔδαφος μόνον οὐκ ἐμεμψιμοίρουν τοῖς τείχεσιν ὡς μόνοις ἀπαθέσι, μηδὲ κατάγουσι δάκρυα, μήτε μὴν εἰς χῶμα κειμένοις, ἀλλ᾿ ὀρθίαν εἰσέτι στάσιν ἔχουσιν. “εἰ γὰρ ὧν ἕνεκα ἔκτισθε” εἶπον “ἐς τέλος ἤδη ἐξέλιπον, πυρὶ καὶ πολέμῳ ἠμαυρωμένα, τί ὑμῖν ἔτι καὶ τῷ ἑστάναι; καὶ τίνα περιστελεῖτε μετέπειτα, εἰ μή γε τοῖς πολεμίοις ἀποτενεῖτε τὸν ὄλεθρον ἐν ἡμέρᾳ ὀργῆς, ὅταν ἀναστῇ Κύριος θραῦσαι τοὺς ἡμᾶς οὕτω διαθεμένους, ἐπιβεβηκὼς ἴσως ἐπὶ δυσμῶν κατὰ τὴν Δαυιτικὴν προαγόρευσιν; καὶ σὺ δὲ ὦ πόλις” ἔφην “βασίλεια, πόλις περιοχῆς, πόλις τοῦ βασιλέως τοῦ μεγάλου, σκήνωμα Ὑψίστου, αἴνεσις καὶ ὕμνησις τῶν αὐτοῦ θεραπόντων καὶ προσφιλὲς ξενοδόχημα, καὶ βασιλὶς μὲν τῶν βασιλίδων πόλεων, ᾆσμα δὲ ᾀσμάτων καὶ λαμπρότης λαμπροτήτων καὶ τῶν σπανίων πανταχοῦ θεαμάτων σπανιώτερον ὅραμα, τίς ὁ διασπάσας ἡμᾶς ἀπὸ σοῦ ὡς ἐκ μητρὸς φίλης τέκνα φιλούμενα; τίνες γενοίμεθα; ποῖ τραποίμεθα; ποίαν παραψυχὴν εὕροιμεν γυμνοί, ὡς ἐκ κοιλίας μητρὸς τῶν σῶν ἐκσπασθέντες κόλπων; πότε σε θεασόμεθα οὐχ ὡς νῦν πεδίον ἀφανισμοῦ καὶ κοιλάδα κλαυθμῶνος καὶ πατουμένην ὑπὸ στρατοπέδων εἴτε μὴν ἐξουθενημένην καὶ ἀπωσμένην, ἀλλ᾿ ἐξαιρουμένην καὶ σωζομένην καὶ προσκυνουμένην ὑπὸ τῶν ταπεινωσάντων σε καὶ παροξυνάντων σε καὶ γάλα ἐθνῶν θηλάζουσαν καὶ πλοῦτον βασιλέων ὡς πρώην ἔδουσαν; πότε δὲ καὶ ὡς φύλλα συκῆς καὶ χιτῶνας δερματίνους ἀποβαλούμεθα τὰ ῥικνὰ ταῦτα ῥάκη καὶ μηδὲ τοῦ παντὸς ἐξικνούμενα σώματος, ἃ ἡμῖν περιέθεντο οἱ ἐπίβουλοι ὡς ὄφις ἀλλόφυλοι, τὰ σύνοικα ἡμῖν κακὰ καὶ ἐπίβουλα.

Ἀλλ᾿ ἵλασαι θεόν, ἁγιωτάτη τῶν πόλεων· προβαλοῦ τοὺς νεώς, τὰ τῶν μαρτύρων λειπόμενα, τὰς συμφορὰς αὐτάς, τῶν πειρατηρίων τὸ μέγεθος, ὧν εἰς κόρον μετέσχηκας ἀνδράσιν ἀνοσίοις ἐκδοθεῖσα εἰς πύρωσιν. ἐπικάλεσαι γάρ με, φησίν, ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.

Ἆρα δὲ προσθήσω καὶ εἰς σέ ποτε ἐπιβλέψαι, παμμέγιστε ναὲ καὶ θειότατε, οὐρανὲ ἐπίγειε, θρόνε δόξης Θεοῦ, Χερουβικὸν ὄχημα, στερέωμα δεύτερον, ἀγγέλλον τὴν τῶν χειρῶν Θεοῦ ποίησιν, θέαμα καὶ ἔργον ἑναδικὸν καὶ εὔροιζον πάσης τῆς γῆς ἀγαλλίαμα; καὶ τίς ὁ ἐπαγγελλόμενος, εἰ μὴ μόνος ὁ ἐν οἷς πέπονθε πειραθεὶς τοῖς πειραζομένοις βοηθεῖν ἐπιστάμενος καὶ ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτὸν καὶ ποιῶν πάντα καὶ μετασκευάζων ἀεὶ πρὸς τὸ βέλτιον.” Ταῦτ᾿ ἐξ ὑπεράντλου ταῖς ἀχθηδόσι ψυχῆς κενώσαντες πορευόμενοι ἐπορευόμεθα, κλαίοντες καὶ βάλλοντες τοὺς θρήνους ὡς σπέρματα. εἰ δὲ καὶ ἐρχόμενοι ἥξομεν, αἴροντες ἐν ἀγαλλιάσει τὰ τῆς δεξιωτέρας ἀλλοιώσεως δράγματα, δῶρον τοῦτο Θεοῦ τοῦ παρακαλοῦντος τοὺς ὀλιγοψύχους καὶ σωτηρίου περιτιθέντος ἱμάτιον καὶ χιτῶνα εὐφροσύνης ἐνδύοντος.

Προῆγε δὲ ἡμῶν ὁ οἰκουμενικὸς ἀρχιποίμην, μὴ πήραν φέρων, μὴ χρυσὸν ἐπὶ τὴν ὀσφύν, ἄραβδος καὶ ἀσάνδαλος καὶ χιτώνιον ἓν περικείμενος, ἐντελὴς εὐαγγελικὸς ἀπόστολος, ἢ μᾶλλον τοῦ Χριστοῦ ἀντίμιμος, παρ᾿ ὅσον ὀναρίῳ πτωχικῷ ἐποχούμενος μεθίστατο τῆς νέας Σιών, οὐ τὸν ἐπ᾿ αὐτῆς ἐσχεδίαζε θρίαμβον.

Τότε δ᾿ οὖν πέρας τῆς ὁδοῦ τὴν Σηλυμβρίαν ἡμεῖς θέμενοι τοῦ λοιποῦ τοῦ πλάνου πεπαύμεθα, ἀνύβριστοι πανοικί, τὸ μέγα τοῦ Θεοῦ περὶ ἡμᾶς φιλοτίμημα καὶ ἀείμνηστον καὶ τέλειον δώρημα, μηδ᾿ ἀρθρέμβολα καὶ σχοινοδέσμους κἀπὶ τῶν κροτάφων ἀστραγάλους ὡς πολλοὶ τῶν καθ᾿ ἡμᾶς δεξάμενοι διὰ χρημάτων ἀπόδοσιν καὶ πρὸς μόνου Θεοῦ τρεφόμενοι τοῦ τὴν τροφὴν ἐν εὐκαιρίᾳ πᾶσι βραβεύοντος καὶ τοὺς νεοσσοὺς τῶν κοράκων τοὺς ἐπικαλουμένους αὐτὸν δειπνίζοντος ἐς τὸ ἄφθονον, ἔτι γε μὴν τὰ μήτε νήθοντα, μήτε σπείροντα κρίνα τοῦ ἀγροῦ φιλοτίμως ἐνδύοντος.

Οἱ δ᾿ ἀγκροῖκοι καὶ ἀγελαῖοι ἐπεκερτόμουν μᾶλλον τοῖς ἐκ Βυζαντίου ἡμῖν καὶ τὴν ἐν πτωχείᾳ καὶ γυμνότητι κακουχίαν ἰσοπολιτείαν ἀφρόνως ὠνόμαζον, οὐ τοῖς τῶν πέλας κακοῖς παιδευόμενοι. πολλοὶ δὲ καὶ ἀνομίαν ὑπολαμβάνοντες “εὐλογητὸς Κύριος, ὅτι πεπλουτήκαμεν” ἔλεγον, ὀλίγου τὰς τῶν συμφυλετῶν οὐσίας ἀποδιδομένας ὠνούμενοι. οὐ γάρ πω βουθοίνας εἰσῳκίσαντο Λατίνους, καὶ εἴδοσαν, ὅπως μὲν τὸν οἶνον ἄκρατον ὁμοῦ καὶ ζωρότερον ὥσπερ καὶ τὸν χόλον ἀκέραστον χέουσιν, ὅπως δὲ Ρωμαίοις ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει προσφέρονται.

Καὶ τοιαῦτα μὲν τὰ ἡμέτερα καὶ τῶν οἳ συνεκοινώνουν ἡμῖν σχήματος καὶ τῶν λογικῶν ἐν μεθέξει παιδεύσεων. οἱ δ᾿ ἐκ τῆς φαύλης συμμορίας καὶ ἀγοραῖοι ἐχρηματίζοντο καὶ πάλιν τὰ θεῖα βεβηλοῦντες ὑπὸ Λατίνων ἀποδιδόμενα καὶ ὡς κοινὸν ἀργύριον ἐμπορευόμενοι, ὡς εἴπερ τῶν ναῶν ἀφῃρημένα καὶ τὸ εἶναι τοῦ Θεοῦ ἀπεβάλοντο. τὸ δέ γε ἀντίπαλον ἐν ἀσελγείαις ἦν καὶ τρυφαῖς, καὶ τούτων ταῖς ἀσέμνοις μάλιστα καὶ τῶν Ρωμαϊκῶν ἐν κωμῳδίᾳ ἐθῶν. τῶν γὰρ ἱματίων τὰ πλατύσημα μὴ κατὰ χρείαν, πρὸς δὲ γέλων περιβαλλόμενοι τὰς ἀγυιὰς περιῄεσαν, καὶ τὰς ὀθονοσκεπεῖς ἐπικρανίους καλύπτρας ταῖς κορυφαῖς τῶν ὀχημάτων περιτιθέντες καὶ τὰ κατὰ νώτου κεχυμένα λευκόλινα ταῖς γένυσιν αὐτῶν περιδέοντες ἄλλῃ καὶ ἄλλῃ τῆς πόλεως ἐξιππάζοντο. οἱ δὲ γραφέας δόνακας καὶ δοχεῖα μέλανος φέροντες τόμοις τὴν χεῖρα ἐδίδοσαν, ὡς γραμματέας ἡμᾶς τωθάζοντες. οἱ δὲ πλείους τὰς μὲν ὑπὸ σφῶν βιασθείσας ἐπὶ τῶν ἵππων ἀνεῖχον, τανυπέπλους τινὰς καὶ ἀπηνηκώτους καὶ τὰς τρίχας συνεστραμμένας εἰς ὀπίσθιον ἕνα πλοχμόν, τὰ δὲ γυναικεῖα τυμπάνια καὶ τὰ τῶν οὔλων καὶ λευκῶν τριχῶν ἐπικροτάφια καθέματα τοῖς ἵπποις περιετίθεσαν. ἐκώμαζόν τε καὶ ἠκρατίζοντο πανημέριοι, οἱ μὲν βρωμάτων μαγγανείαις προσκείμενοι, οἱ δὲ καὶ τὴν πάτριον ἐδωδὴν παρατιθέμενοι ἐπιδείπνιον, ἥτις ἦν νῶτοι βοείων κρεῶν διαχαλώμενοι λέβησι καὶ συῶν τεμάχη ταριχηρὰ κυάμοις ἀλητοῖς συνεψόμενα, ὥσπερ καὶ τὸ ἐκ σκορόδων ἐπέμβαμμά τε καὶ σύνθεμα ἐξ ἄλλων χυμῶν δριμυσσόντων τὴν αἴσθησιν. ἐπεὶ δὲ καὶ τὰ σκῦλα διενείμαντο, οὐκ ἦν τις παρ᾿ ἐκείνοις διαστολὴ ἐπίπλων καὶ σκευῶν βεβήλων τε καὶ ἁγίων. ἀλλ᾿ ἐπ᾿ ἴσης ἅπασιν εἰς τὰς σωματικὰς χρείας ἐκέχρηντο, καὶ Θεοῦ καὶ Θέμιδος κατὰ μηδὲν ἐμπαζόμενοι. τὰ δὲ τοῦ Χριστοῦ καὶ τῶν ἁγίων θεῖα εἰκάσματα εἰς ἕδρας καὶ ποδῶν θρανίδας παρῆγον.

Ὡς δὲ καὶ κλήρους πόλεων καὶ χωρῶν ἤρξαντο βάλλειν, ἦν ἰδέσθαι καὶ θέσθαι διὰ πλείστου ὅτι τοῦ θαύματος ἀνδρῶν τυφομανῶν μὴ ξυμβλητὴν ἀπόνοιαν, εἴτ᾿ οὖν παράνοιαν εἰπεῖν οἰκειότερον. ὡς γὰρ βασιλέων ἤδη βασιλεῖς καθεστῶτες καὶ τὸ περίγειον ἅπαν ἐν χερσὶν ἔχοντες τοῖς μὲν Ρωμαϊκοῖς σχοινίσμασιν ἀπογραφεῖς ἐπέστησαν, γνῶναι πρότερον τὰς ἐπετείους ἀποφορὰς θέλοντες, εἶθ᾿ οὕτω κατὰ πάλους αὐτὰ μερίσασθαι, τὰς δὲ παρ᾿ ἄλλοις ἔθνεσι καὶ βασιλεῦσι καρπουμένας ἀρχὰς καὶ ἐξουσίας ἐκ τοῦ αὐτίκα διείλοντο. ἥ τε οὖν ἐν πόλεσιν εὐδαίμων καὶ πρὸς τῷ Νείλῳ κειμένη Ἀλεξάνδρεια τῷ κλήρῳ ὑπέκειτο καὶ Λιβύη, καὶ Λιβύης τὰ ἐς Νομάδας καὶ Γάδειρα παρατείνοντα, Πάρθοι τε καὶ Πέρσαι, ἔτι δὲ καὶ Ἴβηρες ἑῷοι καὶ Ἀσσυρία γῆ καὶ Ὑρκάνιος, καὶ ὅσα οἱ πρὸς ἕω μέγιστοι ποταμοὶ τοῖς ὕδασι διειλήφασιν. ἀλλ᾿ οὐδὲ τὰ πρὸς βορρᾶν νενευκότα κλίματα εἰάθη ἀκλήρωτα, ἀλλὰ κἀκεῖνα οἱ αὐτοὶ διενείμαντο. καὶ ὁ μὲν ὡς ἱπποτρόφους καὶ φόροις περιβριθεῖς ἃς ἐκληρώσατο πόλεις δι᾿ ἐπαίνου ἐτίθετο καὶ τοῦ κλήρου ἑαυτὸν ἐμακάριζεν, ὁ δὲ ὡς κομώσας ἄλλοις ἀγαθοῖς θαυμάζων οὐκ ἔληγεν. οἱ δὲ καὶ περὶ κλήρου πόλεων ἤρισαν καὶ ἀντέδοσαν ἄλλοις ἕτεροι καὶ ἀντέλαβον πόλεις καὶ ὅρια. τινὲς δὲ καὶ μάλα δόξαν ἀσπάσιον τὸ Ἰκόνιον εἰς κλῆρον εἰληφέναι διηγωνίσαντο.

Καὶ πύλας τῆς πόλεως καὶ τέμαχος τῆς ἁλύσεως, ἣ διαταθεῖσα ξυνεῖχε τὸν ναύσταθμον, τοῖς ἐν Συρίᾳ ὁμογενέσι μετὰ πλοίων πεπόμφασι καὶ διαφῆκαν ἀγγέλους ἁπανταχῇ τὴν τῆς πόλεως διατρανώσοντας ἅλωσιν.

Δεῆσαν δὲ καὶ βασιλέα χρισθῆναι, εἰς τὸν μέγιστον νεὼν παραγίνονται τῶν ὁπαδῶν τοῦ Χριστοῦ· ἐκεῖσε γὰρ συνερχόμενοι περὶ τῶν πρακτέων σφίσιν ἐβουλεύοντο. καὶ τὰ μὲν πρῶτα κατά τι πάτριον ἔθιμον κρατῆρας τέσσαρας στοιχηδὸν ἐσκέπτοντο διαθέσθαι, ὧν εἷς τὴν ἀναίμακτον θυσίαν στέγειν ἤμελλε, καὶ οὕτως ἐνδοῦναι τοῖς θυηπόλοις ἐφ᾿ ἑκάστῃ κλήσει τῶν εἰς ἀρχὴν ἐπιλεγέντων αἴρειν ἕνα τῶν σκύφων καὶ προσάγειν αὐτοῖς· ἐκεῖνος δ᾿ ἦν ὁ τῶν λοιπῶν εἰς τὴν ἀρχὴν προκριθησόμενος, ὁ καὶ λαχὼν τὸ ποτήριον τὸ τοῦ θείου σώματος καὶ αἵματος τοῦ Χριστοῦ μέτοχον.

Δόξαν δὲ τῷ Βενετίας δουκὶ τῷ Δανδούλῳ εἰς ψῆφον ἀπολυθῆναι τὴν πρόβλησιν, ἐκλέγονται ψηφηφόροι πέντε μὲν ἐκ τοῦ τῶν Φραγγίσκων καὶ Λαμπάρδων γένους, οἱ παρ᾿ ἐκείνοις ἄριστοι, ἐκ δὲ τῶν Βενετίκων ὁμοίως ἕτεροι πέντε. καὶ τῆς τῶν πλειόνων ψήφου κρατησάσης ὁ τῆς ἀρχῆς ἔπεσε κλῆρος πρὸς Βαλδουῖνον τὸν τῆς Φλάντρας κόμητα, πλήν, ὡς ᾔδετο παρὰ πᾶσι, κατὰ δόλον τε καὶ περίνοιαν τοῦ δουκὸς Βενετίας Δανδούλου.

Πηρὸς γὰρ ὢν οὗτος τὰς ὄψεις καὶ τοῦ κλήρου κατὰ τοῦτο τῶν ἀρξόντων διαγραφεὶς ἠβούλετο χειρίζειν τὴν βασιλείαν τὸν τὸ ἦθός τε ἱλαρώτερον καὶ μὴ τὸ φρονεῖν ἀρχικώτερον, τὸ δ᾿ ἐν μείζονι παρ᾿ ἐκείνῳ μᾶλλον σπουδῇ, καὶ τὴν ἰδίαν χώραν κληρούμενον τῶν τῆς Βενετίας ὅρων διισταμένην κατὰ πολύ, ὡς εἴ ποτε διχονοήσειαν ἀλλήλοις βασιλεὺς καὶ Βενέτικοι, μὴ εἴη ἐκ τοῦ σχεδὸν βασιλεῖ δυνάμεις πλείους οἰκειακὰς μεταπέμπεσθαι ἢ γοῦν εὐμαρῶς εἰσιέναι τὰ Βενετίκων ὅρια καὶ ταῦτα ὁπωσδὴ κατατρέχειν καὶ σίνεσθαι, ἃ δὴ πάντα ᾔδει πρὸς ἰσχύος ἔχοντα δρᾶν τὸν Βονιφάτιον μαρκέσιον ἐκ Λαμπαρδίας τὴν γένεσιν ἕλκοντα· Λαμπαρδίαν δὲ οἰκεῖσθαι παράλιον καὶ ῥᾳδίας εἶναι τὰς ἐκεῖθεν εἰς τὴν Ρωμαίων ἐκπλοίας, καὶ Βενετίᾳ δὲ ἀγχουροῦσαν πολλὰ ἂν κατ᾿ εὐπέτειαν Βενετίκοις κακουργεῖν ἀποτρόπαια. ὑπ᾿ ἐννοιῶν τοίνυν τοιῶνδε μὴ πάντῃ ἀλογίστων κεκινημένος ὁ Δάνδουλος, καὶ τὰ πολλοῖς τῶν ὁρώντων δυστέκμαρτα ταῖς τοῦ νοῦ καταλαμβάνων ὁράσεσιν ὁ πηρὸς ἐκεῖνος τὰς κόρας τοῦ σώματος παρεκρούσατο μὲν τὸν Βονιφάτιον μαρκέσιον, τῶν δὲ Βενετίκων καὶ τῶν Φραγγίσκων εἰς μίαν συνδραμόντων γνώμην τὸν Βαλδουῖνον ἀνθείλετο, εἰδὼς ἐκ τῶν κάτω Γαλλιῶν ὁρμώμενον, Γαλλιῶν δὲ καὶ Βενετίας ἐς τοσοῦτον τοὺς ὅρους ἀφεστάναι, ἐς ὅσον Βενετία Ρωμαίων ἀποσχοινίζεται, καὶ ἅμα οἱ Βαλδουῖνον ὅλῃ ψυχῇ προσκεχηνότα καὶ ἀσμένως ὡς πατρὶ προσφερόμενον, μήτε μὴν ὑπὸ χρονίας γυμνασίας ἐντακέντα πράγμασιν, ὁποῖον ἠπίστατο τὸν μαρκέσιον· οὐ γάρ πω Βαλδουῖνος τριάκοντα καὶ δύο ἔτη γεγένητο.

Ἦν δὲ καὶ ἄλλως ὁ ἀνὴρ οὗτος εὐλαβὴς τὰ πρὸς θεόν, ὡς ἐλέγετο, καὶ τὴν δίαιταν ἐγκρατής, γυναικὶ δὲ μηδὲ μέχρι βλέμματος προσεσχηκὼς ἐφ᾿ ὅσον χρόνον τῆς οἰκείας γαμετῆς ἀπεφοίτησεν, ἀλλὰ καὶ [πρὸς] τὸν εἰς θεὸν ὑμνητήριον καὶ πρὸς πᾶσαν ἀνάγκην ἀρέμβαστος.ὸ δὲ μέγιστον, δὶς εἶχεν ἑκάστης ἑβδομάδος τὸν ἑσπέρας ἐπεμβοῶντα μηδένα τῶν ἀρχείων ἐντὸς κατευνάζεσθαι μὴ νομίμῳ γυναικὶ πλησιάζοντα.

Βασιλεύσας τοίνυν ὁ Βαλδουῖνος ἐς μέρη ἔξεισι τὰ ἑσπέρια, οὐχ ὡς αὐτὰ χειρωσόμενος (πάντα γάρ οἱ ἁλώσιμα ᾤετο, “πᾷ βῶ καὶ κινήσω τὰν γᾶν τῷ δόρατι” μικροῦ κομπάζων καὶ λίαν ἀγερώχως φθεγγόμενος), ἀλλ᾿ ὡς διὰ φιλίων χώρων παρελευσόμενος καὶ βασιλεὺς Ρωμαίων ἀναγορευθησόμενος πρὸς παντός, οὗ χάριν οὐδὲ κομιδῆς οἱασοῦν κατηξιώκει τινὰς τῶν Ρωμαίων ἐκ τοῦ στρατιωτικοῦ τε καὶ πολιτικοῦ συντάγματος, ἀλλ᾿ ἁπαξάπαντας ἀπεπέμψατο. τοῦτο δὲ καὶ τοῖς ἄλλοις τοῦ στρατοῦ ἡγεμόσι καὶ κόμησι δέδοκτο· τὴν γὰρ ἀνδρείαν τῶν συννόμων ἀρετῶν ἀφορίζοντες καὶ ταύτην ἑαυτοῖς οἰκειοῦντες ὡς συγγενὲς καὶ σύντροφον ἐπιτήδευμα οὐδὲν τῶν ἄλλων ἐθνῶν εἰς Ἄρεος ἔργα παρασυμβεβλῆσθαι σφίσιν ἠνείχοντο. ἀλλ᾿ οὐδέ τις τῶν Χαρίτων ἢ τῶν Μουσῶν παρὰ τοῖς βαρβάροις τούτοις ἐπεξενίζετο· καὶ παρὰ τοῦτο οἶμαι καὶ τὴν φύσιν ἦσαν ἀνήμεροι καὶ τὸν χόλον εἶχον τοῦ λόγου προτρέχοντα.

Διελθὼν τοίνυν τὰς Θρᾳκίας πόλεις ὁ Βαλδουῖνος τῇ μὲν Ὀρεστιάδι φρουρὰν ἐγκατέλεξεν, ὁμοίως δὲ καὶ κατὰ τὸ Διδυμότειχον καὶ τὴν ἐκ Φιλίππου παρώνυμον πόλιν διεπράξατο. ὡς δ᾿ εἰς Ξάνθειαν ἵκετο, λόχον οἱ ἐκεῖσε ὑποκαθίσαντες Σεναχηρείμ τινος ἐξηγουμένου τῷ στρατεύματι λάθρᾳ ἐπέθεντο· μικρὸν δέ τι φανέντες ἀπεκρύψαντο, ἐπανιόντες δείλανδροι ὅθεν ἐξῄεσαν θρασυκάρδιοι. ὁ δὲ ἀμαχεὶ ἐκ τοῦδε προυχώρει πρὸς τὴν Θεσσαλονικέων μητρόπολιν. ἐφείπετο δέ οἱ ὁ Βονιφάτιος μαρκέσιος, τὴν ἐκ Παιόνων Μαρίαν ἐπαγόμενος, Ἰσαακίῳ μὲν τῷ ἐξ Ἀγγέλων ἁρμοσθεῖσαν πρότερον, μετὰ δὲ τὴν ἐκείνου ἐκβίωσιν καὶ τὴν τῆς πόλεως ἅλωσιν συνευνασθεῖσαν αὐτῷ κατὰ νόμους.

Ἐπεὶ δὲ ὁ μὲν Βαλδουῖνος αὐλίζοιτο κατὰ Μοσυνόπολιν, ὁ δὲ μαρκέσιος πύθοιτο παρὰ πλείστων μηδέ ποτε προθέσθαι τὸν Βαλδουῖνον ὑπεκστῆναί οἱ τῆς λογίμης Θεσσαλονίκης, καθάπερ δὴ καὶ ξυνέθετο, ἀλλὰ κατὰ τοῦτο προϊέναι καὶ συντόνου ἔχεσθαι τῆς πορείας ὡς τὴν πόλιν εἰσιὼν ἰδιώσαιτο, αὖος ἦν ἐφ᾿ ἱκανόν, ὥσπερ ὑπὸ κεραυνοῦ βληθείς. οὐκοῦν ὑπ᾿ ἀθυμίας φανεὶς κατακώχιμος παλίμπους φέρεται, Γραϊκῶν ἀπατηλότερον καὶ τὸ ἦθος ἄπιστον καὶ παλίμβολον ὑπὲρ ὄστρακον καὶ κύβον τὸν Βαλδουῖνον ἀποκαλῶν. ἀμέλει τοι καὶ κατειληφὼς τὸ Διδυμότειχον καὶ παντοίως αὐτὸ κρατυνάμενος, ἐπὶ δὲ τὰς Θρᾳκίας πόλεις ἀναστατῶν πλὴν τῆς Ὀρεστιάδος (ταύτην γὰρ ἀντιπαρήρχετο πλεῖστον ὅσον τὸ ἐκ Βαλδουίνου στέγουσαν ὁπλομάχον) φόρους συνέταττε καὶ Ρωμαίους ξυνήγειρεν, εἴ τι φρικῶδες ἀνθρώποις καὶ θειότατον ὄνομα φέρων διὰ γλώττης, καὶ μαρτυρόμενος ἀπείπασθαι μὲν τὰς μεθ᾿ ὁμοφύλων σπονδὰς καὶ τὴν προτέραν σύμπνοιαν, Ρωμαίοις δὲ προσχωρῆσαι λαμπρῶς. ταῦτα λέγων καὶ διομνύμενος προσεμηχανήσατό τι καὶ ἕτερον ποιοῦν τὰ ῥήματα εὐπαράδεκτα· τὸν γὰρ πρωτότοκον υἱέα τῆς συζευχθείσης αὐτῷ Μαρίας (κλῆσις τουτῳῒ Μανουὴλ) βασιλέα Ρωμαίων ἀνηγορεύκει, ὑπεκστὰς ἐκείνῳ καὶ σχήματος καὶ ὀνόματος καὶ τὸ προσωπεῖον τοῦτο καὶ πρόσχημα κατὰ στίφη τοὺς Ρωμαίους ἀγήοχε. καὶ τοιούτοις μὲν ἐνεπόνει ὁ μαρκέσιος, μὴ πρὸς ἀλήθειαν ὅλως δρωμένοις, ὡς τὰ μετέπειτα καθυπέφηνε.

Τοῦ δέ γε Βαλδουίνου τῇ Θεσσαλονίκῃ ἐγγίσαντος, ἅπας ἐξερρύησαν ὁ λεὼς καὶ μετ᾿ εὐσήμων βοῶν σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν περιχαρῶς ἐνδιδόασιν. ἱκέτευσαν μέντοι μήτ᾿ αὐτὸν Βαλδουῖνον ἐπιβῆναι τῆς πόλεως, μήτε μὴν εἴσω τὸ στράτευμα συγχωρῆσαι παρελθεῖν· δεδιέναι γὰρ μὴ τὰ ἐκείνου παριδὸν ἐντάλματα τὴν πόλιν σκυλεύσειεν, οἷα μηδ᾿ ὑφ᾿ ἕνα ταττόμενον ἡγεμόνα, ἀλλ᾿ ἐκ πολλῶν ἀγηγερμένον φυλαρχιῶν καὶ πλείστοις ὑποκείμενον ἄρχουσιν. ὁ Βαλδουῖνος τοίνυν τοῦτο μὲν ταῖς τῶν αἰτήσεων εὐλόγοις καθυπαχθείς, τοῦτο δὲ βάλλουσαν ἔχων μηδ᾿ ἀγαθὰ διδοῦσαν φαντάζεσθαι τὴν μαρκεσίου μετ᾿ ὀργῆς ὑποχώρησιν, ἐν πολλοῖς δὲ καὶ κεντοῦντα τὴν ἀκοὴν τὰ ὑπ᾿ ἐκείνου γινόμενα, τοῖς Θεσσαλονικεῦσι προσέσχε καὶ γράμμα σφίσιν ἐρυθρόγραφον ἐνεχείρισε, πᾶσι τοῖς ἐθίμοις τῇ πόλει τὸ ἔμπεδον χαριζόμενον.

Ἀμέλει καὶ πρὸς ἡμέρας ἐναυλισάμενος ἔξωθεν, καὶ φιλοφρονηθεὶς τὰ εἰκότα ἐπάνεισιν αὖθις εἰς τὸ Βυζάντιον· ἤδη γὰρ καὶ ἀγγελίαν τοῦτ᾿ αὐτὸ ἐπισκήπτουσαν δεξάμενος ἦν πρός τε τοῦ δουκὸς Βενετίας Δανδούλου καὶ ὅσοι τῶν κομήτων τῇ Κωνσταντινουπόλει παρέμενον. ὡς ἐπανῆκε τοίνυν ὁ Βαλδουῖνος, μετάπεμπτος γίνεται καὶ μαρκέσιος, Ἰοφρέ τινος ἐπιδεδημηκότος αὐτῷ, μέγα παρὰ τοῖς τῶν Λατίνων δυναμένου στρατεύμασι (μαρισκάλδος ἦν τὸ ἀξίωμα ὁ ἀνήρ, δηλοῖ δὲ καθ᾿ Ἕλληνας ἡ φωνὴ τὸν πρωτοστράτορα), καὶ πίστεις δόντος ὡς οὐδέν τι παραγενόμενος πείσεται ἀηδές. ἀπαντήσας καὶ τῷ Βαλδουίνῳ σπεισάμενος ἀφίσταται μὲν τοῦ Διδυμοτείχου, ἐς δὲ Θεσσαλονίκην κάτεισι καὶ παρὰ πάντων ἀμαχεὶ προσδεχθεὶς τὴν πόλιν εἴσεισι, τὸν καιρὸν ἐν τῷ αὐτίκα καθυποδὺς καὶ τὸ τοῦ τρόπου σκαιῶδές τε καὶ στρεβλόχειλον ἐπικρυψάμενος. πλὴν οὐκ ἐπὶ πολὺ τοῖς δεδογμένοις ἐμμείνας, τῇ δὲ γαλῇ παρομοιωθείς, ἣν διήλεγξε τὸ στέαρ παρεισπεσόν, ἐς χρήματα τοὺς Θεσσαλονικεῖς ἐζημίωσεν, εὐθαλεῖς τὰς ὑπάρξεις εἶναι μαθών. εἶτα καὶ τὰς τῶν οἰκήσεων καλλίστας ἐκ τῶν ἐχόντων ἀφελόμενος τοῖς ἐκ τῆς ἱππάδος ἐκείνῳ διαδέδωκεν εἰς ἐνοίκησιν.

Ἐκ δὲ τούτου τὴν σύλλεκτρον Μαρίαν καὶ μοῖραν τῆς στρατιᾶς ἐκεῖσε καταλιπὼν ἔξεισιν αὐτὸς καὶ τὰς πόλεις μέτεισιν, ὅσαι τε περὶ Σέρρας καθυπτιάζουσι καὶ τοῖς ὅροις τῆς Βερροίας προσήνωνται καὶ ὅσαι πρὸς τὰ Τέμπη τὰ Θετταλῶν παρατείνουσι. κρατήσας οὖν τουτωνὶ παρὰ δόξαν ἔγνω καὶ Λαρίσσης αὐτῆς ἐπιβῆναι καὶ δι᾿ Ἑλλάδος ἐλάσαι καὶ χειρώσασθαι τὴν τοῦ Πέλοπος, κρίνων ἀεὶ τὰ εἰλημμένα μικρὰ καὶ τοῖς ἔμπροσθεν προβαίνειν ἐρῶν διὰ τὴν τῶν Ρωμαίων ἀφέλειαν. συνείποντο δέ οἱ καὶ τῶν Ρωμαίων τινές, καὶ μάλιστα τῶν εὖ γεγονότων, παλεύοντες τὰς χώρας καὶ τὰς τρίβους διομαλίζοντες, κατὰ μὲν ἀπάτην καὶ δόλον τῷ πρωτοτόκῳ τῆς Μαρίας υἱῷ (τοῦτον γὰρ βασιλικῶς ἐσταλμένον καὶ μετ᾿ εὐφήμων φωνῶν προπεμπόμενον, ὥσπερ οἱ Θρᾷκες πρότερον, οὕτω καὶ Μακεδόνες τῷ τότε καὶ Θεσσαλοὶ καὶ ὅσα ἐς Ἑλλάδα καθήκουσιν ἀσμένως ἐδέχοντο), πρὸς δ᾿ ἀληθῆ πρᾶξιν μαρκεσίῳ καὶ Λατίνοις προοδευταὶ καὶ τῶν πρακτέων εἰσηγηταὶ καὶ τῆς πατρίδος προαγωγοὶ γινόμενοι.

Καὶ μαρκέσιος μὲν ἐθνῶν οὕτω κρατίστων καὶ πόλεων μεγίστων ἐγκρατὴς ἀμαχεὶ διεδείκνυτο καὶ πολλῷ πλειόνων τοῦ παρ᾿ ἐκείνῳ στρατεύματος, εἰ πόλιν καὶ ἄνδρα τῷ ἀριθμῷ τις ὑπέβαλεν· ὁ δέ γε Βαλδουῖνος ἐς τὸ Βυζάντιον ἀφικόμενος ἔγνω μηδ᾿ αὐτὸς ἡσυχῇ καθῆσθαι, μηδ᾿ ἀπόμαχον εἰκῇ τὴν ὑπὸ οἷ τεταγμένην οἰκουρεῖν στρατιάν, ἀλλ᾿ ἐς Ἀσίαν ταύτην διαβιβάσαι καὶ τῶν ἐκεῖ πειράσασθαι πόλεων, ἐξερεθισθεὶς εἰς τόδε τὸ ἔργον πρός τε τῶν Ἑλλησποντίων Λατίνων, ὧν ἡ πόλις Πηγαὶ κατωνόμασται, καὶ τῶν Τρωϊκῶν Ἀρμενίων· οὗτοι γὰρ οὐδὲ βραχύ τι γοῦν καθυφῆκαν τὸν Βαλδουῖνον ἐνάγοντες καὶ τοὺς ἄλλους κόμητας ἐξερεθίζοντες ὡς εἰς προκείμενον ἕρμαιον διαβῆναι τὴν τῶν ἑῴων πόλεων χείρωσιν.

Περὶ μῆνα τοίνυν τὸν φυλλοχόον ἔξεισιν Ἐρρῆς ὁ τοῦ Βαλδουίνου κασίγνητος καὶ Πέτρος ὁ ἐκ Πράτζης ὁρμώμενος, ἀνὴρ ἡρωϊκὸς τὴν ἰσχύν, καὶ πρὸς τῇ παράλῳ Καλλιπόλει γενόμενοι ἐς ἕω διαπλωΐζονται. καὶ ὁ μὲν Ἐρρῆς συμμίξας τοῖς ἐν Τροΐᾳ Ἀρμενίοις καὶ συμμαχίδας ἴλας ἐκεῖθεν ἐπαμησάμενος ἔκειρε τὰς πόλεις καὶ διετίθει κακῶς, ὅσαι μὴ ἐκείνῳ συνέβαινον, κρατήσας δὲ καὶ τῆς Ἴδης τοῦ ὄρους καὶ διὰ τῶν ταύτης στενῶν παρελθὼν εἰς τὸ Ἀτραμύττιον προκεχώρηκεν.

Ὁ δ᾿ ἐκ Πράτζης Πέτρος ἄρας ἐκ τοῦ τῶν Πηγῶν πολίσματος τὴν ἐς τὸ Λοπάδιον στέλλεται. ἀπήντων δὲ αὐτῷ μετὰ πλείστων Ρωμαϊκῶν δυνάμεων περὶ τὸ λεγόμενον Ποιμανηνὸν οἱ περὶ τὸν Λάσκαριν Θεόδωρον. οἱ δὲ τὴν κατ᾿ αὐτῶν ἐμβολὴν τῶν Λατίνων οὐκ ἐνεγκόντες, οἱ μὲν ἐς φυγὴν ὁρῶσιν, ὁ δὲ Πέτρος ἐς τὸ Λοπάδιον ἄπεισι, μηδένα ἔχων τὸν ἐς χεῖρας ἰόντα, ἀλλ᾿ εὑρίσκων πάντας μετὰ σταυρικῶν σημείων καὶ τῶν θείων λογίων δεξιουμένους αὐτόν, οἳ καὶ κακῶν ἀπαθεῖς διέμειναν. τοῦτο δὲ καὶ ταῖς λοιπαῖς συνέβαινε πόλεσιν, ὅσαι μὴ χωρεῖν διὰ μάχης Λατίνοις ἐγνώκεισαν, εἰ καὶ πονηρὸν ἐς θεραπείαν χρῆμα Λατῖνος, φωνὴ ἀσύμφωνος Ἕλλησι, γνώμη φιλοχρήματος, ὀφθαλμὸς ἀπαιδαγώγητος, γαστὴρ ἀκόρεστος, ὀργίλος καὶ δριμεῖα ψυχή, καὶ χεὶρ διφῶσα τὸ ξίφος διὰ παντός.

Πεῖραν δὲ καὶ τῶν ἐν τῇ πόλει τῇ Προύσῃ λαβεῖν οἱ Λατῖνοι θέλοντες καὶ γνῶναι πρὸς οἷς εἰσιν, ἐπεὶ μηδὲ προσεῖχόν σφισι Προυσαῖοι, ἀλλὰ σῖτα παρεσκευακότες διαρκῆ πρὸς πολιορκίαν χρονίαν καὶ τῇ θέσει τοῦ τόπου πιστεύοντες μὴ ἄν ποτε βίᾳ ἁλῶναι, ὅτι καὶ ἐπὶ γηλόφου ᾤκισται Προῦσα καὶ τεῖχος ἐχυρὸν περιβέβληται, ἄραντες ἐκ Λοπαδίου τῇ Προύσῃ προσίασι καὶ τὸ μεσημβρινὸν τεῖχος διειληφότες, καθ᾿ ὃ τὸ μὲν ὄρος ὁ Ὄλυμπος ἀναχωρεῖ τι βραχὺ τῆς πόλεως, ὁ δὲ πετρώδης λόφος ὁ τὴν πόλιν διαλαμβάνων μεθίησιν ἐκεῖσε τὴν ὅλην τοῦ χώρου διάζωσιν, ἐνέκειντο τοὺς ἔνδον αἰτούμενοι τῇ πόλει σφᾶς εἰσδέξασθαι, ὡς οὕτω τῶν πρὸς βουλῆς ἐπιτευξομένους, ὅπερ ἀνάγκη μὴ εὑρεῖν ὕστερον, ἡνίκα τὴν μὲν πόλιν ὡς ἐς χείρωσιν αὐτοὶ περιέλθοιεν, τὰ δὲ τείχη ταῖς ἑλεπόλεσι τύπτοιντο. μηδὲν δὲ φρονούντων πρὸς ταῦτα ἐνδόσιμον τῶν ἐντός, ἐνίων δὲ καὶ θαρρησάντων τὴν ἔξοδον καὶ πολλοὺς τῶν ἐπισήμων βαλόντων βέλεσι καὶ καταβαλόντων, αὐτίκα, ὡς οὐχ αἱρετέον ἐδόκει τὸ τεῖχος, καὶ μάλιστα τοῖς ἐξ ἐφόδου προσβάλλουσιν, ἐκεῖθεν μεθίστανται.

Οἱ δὲ Προυσαῖοι πρὸς τὴν τῶν Λατίνων ἄπαρσιν ἔτι μᾶλλον πλησθέντες φρονήματος κατὰ πλείους ἐπέκειντο. τὰ δ᾿ αὐτὰ ἔδρων καὶ οἳ τῶν ὑπερδεξίων ἐλάβοντο, δι᾿ ὧν τὸ πολέμιον ἵετο. οὐ βραχεῖς δὲ καὶ ἀποστάντες Λατίνων ἶσα τοῖς μὴ δεξαμένοις Λατίνους κατὰ Λατίνων ὡπλίσαντο καὶ πολλοὺς αὐτῶν ἀπέκτειναν. ἦσαν δὲ καὶ οὕτως τὰ Λατίνων αὖθις ἐπικρατέστερα καὶ σφαγαὶ προύβησαν συχναὶ καὶ ἄλλῃ μέν, ἀλλὰ δὴ καὶ κατὰ τὸ πόλισμα τὴν Καισάρειαν.

Ἶσα δὲ τούτοις καὶ ὁ Φιλαδελφεὺς Θεόδωρος προθέμενος διαπράξασθαι διὰ μάχης χωρεῖ τῷ Ἐρρῇ περὶ τὸ Ἀτραμύττιον διατρίβοντι. ἀμέλει καὶ μὴ προσδόκιμος ἐπιὼν τῷ ἀνδρὶ τὰ μὲν πρῶτα πρὸς τὸ πλῆθος ἀποκναῖσαι τοῦτον πεποίηκεν· ὡς δὲ διακινδυνευτέα τῷ Ἐρρῇ ἐδόκει, ἡ ἱππὰς ἐς παράταξιν διατίθεται. ἡ δὲ ὀρθὰ τὰ δόρατα ἀνατείνασα τὴν ἀπὸ τῶν Ρωμαίων ἐγχείρησιν ἐπέμενεν. ἐπεὶ δὲ ῥᾳθύμως εἶχον Ρωμαῖοι πρὸς τὴν τῆς μάχης πρωτούργησιν, κατὰ μὲν δράκοντα φλογωπὸν ὁλκοῖς λορδούμενοι στρατευμάτων καὶ φολίσιν ἐπιφρίσσοντες ὅπλων καὶ ὡς εἰς χάσμα διανοιγόμενοι στόματος ταῖς ἑκατέρων τῶν κεράτων ἀναπτύξεσι, πρὸς δὲ τὰς ἐπελάσεις ἀτονώτερον ἔχοντες καὶ νωθέστερον, ὡς ἀπὸ ἑνὸς συνθήματος οὗτοι τὰ ξυστὰ ἀπευθύναντες καὶ κατὰ τὸ σύνηθες ἀλαλάξαντες, αὐτοῦ δὴ τοῦ Ἐρρῆ τῶν ἄλλων προεκθορόντος καὶ διὰ μέσων τῶν τάξεων τὸν ἵππον ἐλάσαντος, διασκεδάζουσι Ρωμαίους καί σφισιν ἐπικείμενοι φεύγουσι φόνου πάρεργον πλείστους ἔθεντο, οἷα τῶν ἱππέων Ρωμαίων καὶ πρὸς τὴν πρώτην ἔμπτωσιν τῶν Λατίνων καὶ τὴν τῶν δοράτων ἀγκώνισιν ὅλοις ἀποδράντων ῥυτῆρσι καὶ τὰς πεζικὰς τάξεις παρεικότων εἰς κεράϊσιν τοῖς ἀντιμάχοις καὶ προνομήν.

Καὶ τῇδε μὲν τὰ κατ᾿ Ἀσίαν ἐφέρετο· τὰ δὲ Θετταλὰ Τέμπη ἐκπεριελθὼν μαρκέσιος ὑφ᾿ ἡγεμόσι Ρωμαίοις ἦγε διὰ ταχέων ἐν τοῖς μὴ ὀρειαίοις τὴν δύναμιν, ὥστε καὶ ἔλαθε τὰ πεδινὰ τῶν Λαρισσαίων κατέχων τοὺς ταῖς ἄκραις ἐφεστῶτας Ρωμαίους καὶ τὰς ὑπερβολὰς τηροῦντας ἐπιμελῶς, αἳ τὸν μὲν Πηνειὸν ποταμὸν ἐς τὸ στενότατον πάντῃ ξυνάγουσιν, ὡς καὶ καχλάζειν ἐν πολλοῖς ἐπὶ μέγα τὸ ῥόθιον καὶ τὰς ὄχθας τῇ τῶν κτύπων ἀντιπέμψει συνεπηχεῖν, περὶ δὲ τὰς τῶν ὀρῶν ὑποβάσεις μίαν ἀτραπὸν παρανοίγουσι, συνεπτυγμένην καὶ ταύτην καὶ χαλεπὴν τοῖς βαδίζουσιν, ὥστε πῃ μηδ᾿ ἐπὶ τεσσάρων ἀσπίδων αὐτὴν ἀναπτύσσεσθαι, ὑπὸ πετρῶν λισσάδων καὶ ποταμίου ῥεύματος ἐς τὸ πάντῃ συνιοῦσαν στενόπορον. ἐκ δὲ Λαρίσσης ἄρας προυχώρει τοῖς ἔμπροσθεν, μηδενὸς ἐς χεῖρας αὐτῷ προσιέναι θαρρεῖν ἔχοντος. ὀψὲ δὲ καὶ μόλις περὶ τὰς Θερμοπύλας λόχον ὁ Σγουρὸς Λέων ὑποκαθίσας, μηδὲν δέ τι καὶ δράσας γενναῖον, ἀλλὰ καὶ πρὸς μόνην τὴν τῶν ἱππέων Λατίνων ὄψιν ἀλλοφρονήσας φυγὰς ἐκεῖθεν ἐς τὸν Ἀκροκόρινθον ᾤχετο.

Ὁ δὲ Σγουρὸς οὗτος ἐκ τοῦ Ναυπλίου γεγενημένος χρόνον μέν τινα τῶν ἐκ τοῦ γένους βίᾳ μᾶλλον ἤπερ πειθοῖ κατίσχυε, πατρῷόν τι μέτρον ἀναπληρῶν καὶ χειρίζων οὐχ αἱμάτων καθαρεῦον κληρούχημα· ἀεὶ δὲ τῷ τῶν πραγμάτων ἀνωμάλῳ ἐπιδιδοὺς καὶ τοῖς στασιώδεσι καιροῖς οἰδαινόμενος μέγας ἐκ μικροῦ πρόεισιν, ὡς οἱ χείμαρροι τοῖς ὄμβροις καὶ τοῖς βιαίοις τὰ κύματα πνεύμασι. τὸ γὰρ ἱππόβοτον Ἄργος ὑπονοθεύσας καὶ ἐπὶ τῷδε τὴν Κόρινθον ληϊσάμενος καὶ προϊὼν ἀεὶ τοῖς λῃστεύμασιν εἶτα καὶ ταῖς Ἀθήναις αὐταῖς προσήραξε μετὰ πολεμικῶν νεῶν καὶ τὸν Ἰσθμὸν διελθόντος στρατεύματος, ἐλπίσι θαλπόμενος ὡς εὐμαρῶς κρατήσει τῆς ἀκροπόλεως ἢ γοῦν ἑλεπόλεις ἐπιστήσας ὡς ἀπόλεμον θροήσει τὸ ἔνδον ἀπομαχόμενον. ἦν δ᾿ ἀναπεμπάζων φρεσὶ καὶ εἰκαίως διανοούμενος τὰ μὴ πέρας ὅλως δεξόμενα.

Ὁ γὰρ ἀρχιποίμην Ἀθηνῶν Μιχαὴλ (κασίγνητος οὗτος ἐμός, ναὶ ἐμός· ἐγκαλλωπίζομαι γὰρ τῇ ὁμογνιότητι καὶ χαίρω καθ᾿ αἷμα τῷ ἀνδρὶ συναπτόμενος, εἰ καὶ τῆς ἀρετῆς καὶ τοῦ λόγου κατὰ διάμετρον ἐκδιίσταμαι) τὸ οἰκεῖον λάχος ὁρῶν τῶν αὐτοῦ βουλῶν καὶ εὐχῶν ἐξεχόμενον, ἐπεὶ παρεμβαλόντα θεάσαιτο τὸν Σγουρόν, ἔγνω μετιέναι τοῦτον θεοφιλῶς, εἴ πως ἐκεῖθεν ἀποστῆσαι δυνήσεται μηδ᾿ ἄλλως ἀσυνήθως ἔχοντα πρὸς αὐτόν, ἐς δὲ λόγους ἐληλυθότα πολλάκις. καὶ δὴ ὡς ἐξ ὑπερδεξίων τῆς πόλεως τοξεύει παραινέσεων βέλεμνα καὶ τῇ ποιμαντικῇ σφενδόνῃ ἀκροβολίζεται διαφιεὶς θεόπλοκα ῥήματα. ἔστι δ᾿ ὅπῃ καὶ ὡς ἐξ ἑλεπόλεων τῶν πνευματικῶν ἀπειλῶν πειρᾶται κατασείειν τὸ ἐκείνου φρόνημα, μὴ δεῖν λέγων ἀπὸ Χριστοῦ καλούμενον καὶ Ρωμαίοις συνεξεταζόμενον διὰ μάχης Ρωμαίοις χωρεῖν, εἰ μὴ πιστοῦται μόνοις χείλεσι τὸν Χριστώνυμον, ὡς ἐσθῆτι καὶ γλώττῃ τὸν Ρωμαίοις ὁμόφωνον, τῇ δὲ καρδίᾳ πόρρω πλάζοιτο τῶν καλουμένων ἀπὸ Χριστοῦ.ί δὲ καὶ ἔχων Ἀθηναίοις ἐπεγκαλεῖν τῇ Ἀττικῇ ἐπεστράτευσε; τοῖς μὲν γὰρ γείτοσιν Ἀργείοις εἶχεν ἄν τι καὶ ἐπάγειν ὡς ὁμόροις αἰτίαμα, ποιοῦν ἀνεύθυνον ὁπωσδὴ τὴν τῆς ἐκείνων καταδρομήν, ὡς ἄρα καὶ Κορινθίοις προσῆψεν ἔναγχος ἔγκλημα τὰς τοῦ ἀρχιποίμενος Κορίνθου κατ᾿ αὐτοῦ πολλάκις ἐπιβουλάς, ὁπόθεν καὶ τὸ Ναύπλιον στρατιὰν Ρωμαίων ἐπιδραμοῦσαν ἑώρακε καὶ νῆας ἐς αὐτὸ καταπλευσάσας πολεμικάς· Ἀθηναῖοι δὲ καὶ αὐτός, ὥσπερ τοπικῶς ἀφεστήκασιν, οὕτω καὶ τοῦ ἔχειν πράγματα καὶ κατ᾿ ἀλλήλων χωρεῖν φιλονείκως πλεῖστον διείργονται. τὰ δὲ πρὸς τὸν ἱερέα τῆς πόλεως οὐδὲν ὅτι μὴ τὰ πάντα θεοφιλῆ καὶ πνευματικά, εἴ γε ὁ μὲν πατέρα καὶ ποιμένα τοῦτον ὀνομάζειν οὐκ ἀπηνήνατο καὶ τὰ τῆς αὐτοῦ γλώττης ῥήματα ὅσα καὶ γλυκὺ μελίκηρον ὠρεκτία διὰ παντὸς δρέπεσθαι, ὁ δὲ παισὶ τοῖς κατὰ πνεῦμα τὸν Σγουρὸν ἐνέγραφε.

Τοιοῖσδε χρώμενος ὅπλοις ἐκεῖθεν παρῃτεῖτο τὸν ἄνδρα μεταχωρεῖν. ὁ δὲ τὸ δύνασθαι βιάζεσθαι πρόφασιν ἀπαρακάλυπτον προβαλλόμενος καὶ τὸν καιρὸν ἐνάγων ὁρᾶν παντὶ τὸ πρὸς ἰσχύος δρᾶν ὑποβάλλοντα ὡς οἷα τῆς τῶν πόλεων πασῶν κορωνίδος τὰ τῶν ὅλων πασχούσης χείριστα, ἔτι δὲ καί τινα νεανίαν ἐκδοθῆναί οἱ πρὸς θάνατον πολὺς ἐνέκειτο ἐκζητῶν, ὃν ἄλλος μὲν καὶ μὴ αἰτησαμένῳ μετὰ περιχαρείας προύδωκεν ἄν, σπέρμα ἄνομον κρίνων ὡς πολλοῖς παραίτιον ἀπωλείας καὶ πᾶν ὅ τι χείριστον κατὰ τῆς ἑαυτοῦ πατρίδος καὶ χειρὶ καὶ γνώμῃ διαπραξάμενον· ὁ δὲ τὸν λαμπρὸν διώκτην τῆς ἐνεγκούσης καὶ τῆς κατὰ πνεῦμα τιθηνοῦ ἐκκλησίας ὑβριστὴν καὶ ἐπίβουλον καὶ τὴν χεῖρα κατ᾿ αὐτοῦ πολλάκις ὁπλίσαντα τοῖς φιλουμένοις εὐαγγελικῶς ἐγγράφων καὶ περιέπων ὡς πρόσφυγα τὸν Σγουρὸν παρεβλέπετο.

Ὡς δ᾿ οὐκ εἶχε καὶ πείθειν ταῖς σοφαῖς ταύταις ὑποθημοσύναις ἐκεῖνον τὸν θηριώνυμον, μᾶλλον μὲν οὖν καὶ κατ᾿ ἀσπίδα κωφεύουσαν ἑκοντὶ τὰ ὦτα πρὸς ταύτας ἑώρα βύοντα καὶ βέλη παντοδαπὰ τοῖς ἐπὶ τῆς ἀκροπόλεως ἀφιέντα, κατὰ τοῦ ἀνοσίου καὶ αἰτίου τῶν φυομένων κακῶν ἅπαν ἀποτρόπαιον τραπέσθαι θεὸν ἱλασάμενος τῶν τειχῶν ἄνωθεν κἀκεῖνος ἀνθίστησι μηχανήματα καὶ τοῖς τείχεσιν ἐφίστησι τὸ βάλλειν ἐκ χειρὸς δυνάμενον.

Καὶ τί γὰρ οὐκ ἂν διεπεπράχει τῶν πολεμίων εἰς ἀποσόβησιν ἀνὴρ ἥκων διὰ πάσης σοφίας καὶ παντοίαν μάθησιν λογικὴν ὡς οὐδὲ μίαν ἕτερος ἐπιών, ὅσαι τε θυραῖαι καὶ ὅσαι ἡμέτεραι; εἰ δ᾿ ἠβούλετο, εἶχεν ἂν καὶ πῦρ ὕσειν ἐπ᾿ ἀτασθάλους ἢ σφῆκας ἐπαφεῖναι τῷ στρατοπέδῳ, εἴτε τι ἕτερον ἐκείνοις ὀλέθριον αἰτήσασθαι θεόθεν καὶ λήψεσθαι· οὐδὲ γὰρ ἂν τὸ θεῖον ἐβράδυνεν, εἰ χεῖρες ὑψώθησαν ἐκεῖναι, εἰ χείλη διήρθησαν ἐκεῖνα πρὸς Θεοῦ ἐπίκλησιν. ἀπῆγε δ᾿ αὐτὸν τοῦ τοιοῦτόν τι ὅλως διανοήσασθαί τε καὶ διαπράξασθαι ὁ καὶ τοὺς υἱοὺς τῆς βροντῆς ἐπισχὼν τοῦ πῦρ ὑψόθεν κατενεγκεῖν ἐν τῷ εἰπεῖν “οὐκ οἴδατε ποίου ἐστὲ πνεύματος.” Πρὸς οὖν τοιοῦτον ἀντίμαχον, οὕτω μὲν ἴδριν τῶν τακτικῶν, οὕτω δὲ τὸν λόγον πολύν, οὕτω δὲ τὴν ἀρετὴν ἀπαράμιλλον, ὁ ἀντίπαλος Σγουρὸς ἀπειπών, καὶ γνοὺς ὡς εἰκῇ ταῖς τῆς ἀκροπόλεως ῥαχίαις διακυρίττεται, τὸν θυμὸν ἐκριπίζει κατὰ τῆς πόλεως, ἧς οὐκ ἔσχε χειρώσασθαι τὴν ἀκρόπολιν, καὶ δὴ τοῖς οἰκοπέδοις ἐνίησι πῦρ καὶ προνομεύει τῶν ζώων τὰ εἰς ζεύγλην καὶ δίαιταν ἐπιτήδεια. καὶ μεθ᾿ ἡμέρας ἐκεῖθεν ἀπαναστὰς ταῖς Θήβαις προσβάλλει ταῖς ἑπταπύλοις. καὶ ταύτας ὡς ἐξ ἐφόδου παραστησάμενος ἐπιτείνει πρὸς τὰ πρόσω τὸ πρόθυμον.

Οὐκοῦν Θερμοπύλας διιὼν καὶ τὴν Οἴτην ὑποκαταβὰς εἰς Λάρισσαν ἔξεισι καὶ τῷ βασιλεῖ Ἀλεξίῳ συγγίνεται· (οὗτος γὰρ τῶν τοῦ βορρᾶ πλευρῶν κατασυρεὶς καὶ τῆς ἐν πόλεσιν ἀρχούσης ἐκσφαιρισθεὶς τοῖς Θετταλοῖς παρέβαλε Τέμπεσιν), ἐπὶ δὲ καὶ τῆς ἐκείνου θυγατρὸς Εὐδοκίας εὐνέτης γίνεται. αὕτη δὲ Στεφάνῳ συναφθεῖσα πρότερον τῷ ἀρχηγοῦντι τῶν Τριβαλλῶν παρὰ μὲν ἐκείνου ἐμβριθῶς ἀποπέμπεται, τὸ δὲ Βυζάντιον κατειληφυῖα εἰς γυναῖκα ἄγεται ὕστερον μετὰ τὴν ἅλωσιν τῆς πόλεως καὶ τὴν ἐκ ταύτης ἀπονόστησιν Ἀλεξίῳ τῷ Δούκᾳ, ὃς ἐπωνομάζετο Μούρτζουφλος καὶ τὰ σκῆπτρα Ρωμαίων λοῖσθος ἐνεχειρίσατο. πλὴν οὐδ᾿ οὗτος ὁ Δούκας ἕως γήρως καὶ πρεσβείου τῇ Εὐδοκίᾳ συνῴκησεν· ὁ γὰρ ταύτης πατὴρ Ἀλέξιος, οὐκ οἶδ᾿ ὅ τι παθών, σὺν δόλῳ τὸν ἄνδρα συνείληφε καὶ κακῶς ἐς τὰς κόρας διέθετο, πλάνης πλάνητα μισῶν κομιδῇ καὶ φυγὰς βασιλείας τῷ ἀποπεσόντι ταύτης ἀντικαθήμενος.

Μετ᾿ οὐ πολὺν δέ τινα χρόνον τῆς πηρώσεως εἰς χεῖρας ἐμπεσὼν τῶν Λατίνων ὁ Δούκας ἐς τὸ Βυζάντιον ἀνακομίζεται καὶ ὑπὸ δίκην ἀχθεὶς ὡς τὸν ἑαυτοῦ κύριον καὶ βασιλέα συνειληφὼς καὶ τοῦ ζῆν ἐξαγαγὼν δι᾿ ἀγχόνης ἀπελογήσατο μὲν προδότην τῆς πατρίδος ἐκεῖνον ὀφθῆναι καὶ ἀξίως τὰ εἰκότα παθεῖν, μὴ μόνῳ δέ οἱ ταῦτα διαπραχθῆναι, ἀλλὰ καὶ τοῖς ἄλλοις, ὅσοι κατ᾿ οἰκείωσιν καὶ γένος ἐκείνῳ συνήπτοντο. οἱ δὲ μὴ προσσχόντες οἷς εἴρηκεν, οὔτε μὴν οἷς ἔτι ὤδινεν εἰπεῖν τὰς ἀκοὰς ὁποσονοῦν ὑποσχόντες καταψηφίζονται θάνατον τοῦ ἀνδρὸς καινότροπόν τε καὶ βιαιότατον. εἰς γὰρ τὸν ἐν τῷ Ταύρῳ ἱστάμενον ὑψιτενῆ κίονα τοῦτον ἀνενεγκόντες βάλλουσιν ἐκεῖθεν κάτω· ὁ δὲ ἐπὶ πόδας μέχρι τινὸς κατιών, εἶτα ἀνατραπεὶς κατωκάρα καὶ μετὰ βραχὺ καταρραγεὶς δόχμιος ἐξέρρηξεν οἰκτρότατα τὴν ψυχήν.

Τῇ γοῦν Εὐδοκίᾳ συναφθεὶς ὁ Σγουρὸς τοῦ μαρκεσίου τῇ Ἑλλάδι προσάγοντος αὐτός, ὡς μικρῷ πρόσθεν εἰρήκειν, τὸ ἐν Θερμοπύλαις ἐτήρει τέναγος καὶ τὸ ἐπικρεμάμενον ταύταις σκιόεν ὄρος καὶ ὑψικόρυμβον καὶ τἆλλ', ὁπόσα τὴν Ἑλλάδα δυσπρόσοδον τίθησιν. ἀλλὰ καὶ οὕτω κατὰ πᾶσαν εὐμάρειαν οἱ ἐκεῖσε τῷ μαρκεσίῳ ὑπέκυπτον ἀγεννεῖ καὶ καταβεβλημένῳ φρονήματι καὶ προσχωρεῖν ἀεί πως ἐγνωκότι τοῖς κρείττοσι, καὶ ταῦτα μὴ στρατιὰν ἄγοντι μυριάνθρωπον, μηδὲ συμβαίνουσαν ταῖς γνώμαις, ἀλλ᾿ ἀσύμφωνον ἐν πλείστοις ὡς ἐκ πόλεων ἡλισμένην πολλῶν. ἐλάσας δὲ κἀπὶ τὴν Βοιωτίαν αὐτήν, ὡς οὐδέ τις ἐπανήκων οἴκαδε χρόνιος, ὑπὸ τῶν Καδμείων ἀσμένως προσδέχεται. προϊὼν δὲ κρατεῖ καὶ τῆς Ἀττικῆς καὶ τῇ ἀκροπόλει φρουρὰν ἐγκαθίστησιν. εἶχε δὲ ὁ προεδρεύων ἱερατικῶς τῆς πόλεως, ὥσπερ Σγουρὸν πρότερον, οὕτω καὶ τότε μαρκέσιον ἀποπέμψασθαι· μὴ εἶναι δὲ δοκιμάζων καιρὸν ἀντιστάσεως, οἷα τῆς τῶν πόλεων βασιλίδος ἁλούσης, τῆς δ᾿ ἑσπερίου καὶ ἑῴας ὑπὸ Ρωμαίους λήξεως τὴν σκιὰν ὑπιούσης τοῦ Λατινικοῦ δόρατος, ἀναιμωτὶ τοῦ ἐρύματος ὑπεξίσταται. ἐπὶ πᾶσιν οὐδ᾿ Εὔβοια γενναῖον βλέπει τι καὶ ἐλεύθερον, ἀλλὰ καὶ αὕτη χεῖρα προτείνει καὶ τοῦ παλιρροθίου πορθμοῦ ταχύτερον μεθαρμόζεται καὶ ὑποστρώννυσι τὴν διαβάθραν εὐροωτέρῳ τοῦ Εὐρίπου στρατεύματι καὶ φρούριον ὁρᾷ δομηθὲν ἐπ᾿ αὐτῷ γε δὴ τῷ πορθμῷ καὶ στρατιὰν ἱζάνουσαν ἔνδοθεν πρὸς τὸ ἀνάρρουν ἀναστοιβάζουσαν δήπου τὰ τῶν Εὐβοέων ἀγχίστροφα διαβούλια καὶ τὸ τῆς γνώμης παλίμβολον ἐπισχήσουσαν.

Ἀλλὰ τί; προφθάνει μου τὸν λόγον τὸ βάρβαρον καὶ τοῦ πτεροῦ τῆς ἱστορίας ταχυπετέστερον φέρεται καὶ οὐδέ πῃ ὡς ἀντίξουν ἐπέχεται. ἡ μὲν γὰρ ἔτι προνομεῦον αὐτὸ τὰς Θήβας καὶ χειρούμενον Ἀθήνας, τῆς δ᾿ Εὐβοίας ἐπιβαῖνον διέξεισι· τὸ δέ, ὡς μὴ πεζαίτερον ὄν, ἀλλὰ πτηνὸν καὶ ἀέριον, ὑπερπτὰν τὴν ἱστορίαν χωρεῖ πρὸς Ἰσθμόν, τροποῦται τὸ πρὸ Ἰσθμοῦ προσεδρεῦον Ρωμαϊκόν, πρόεισιν εἰς πόλιν πρὸς Ἰσθμῷ κειμένην καὶ πάλαι ἀφνειὸν τὴν Κόρινθον, μεθίσταται πρὸς Ἄργος, περιπαπταίνει τοὺς Λάκωνας, ἐς Ἀχαΐαν ἔνθεν προσβάλλει, ἐκ τοῦδε τὴν Μεθώνην μετέρχεται καὶ ὁρμᾷ πρὸς Πύλον τὴν πατρίδα Νέστορος. οἶμαι δ᾿ ὡς Ἀλφειῷ ἐπιστὰν ἀρύσεται τοῦ ῥείθρου καὶ λούσεται καὶ μνήμην λήψεται παλαιοῦ χαρίεντος διηγήματος· καὶ μαθὸν τὸν ποταμὸν τῷ τῆς Ἀρεθούσης ὑγραινόμενον ἔρωτι, Σικελικῆς πηγῆς καὶ παῖδας Ἰταλῶν ποτιζούσης, δέδια μὴ καὶ αὐτὸ τυραννῆσαν τὸ ὕδωρ γράψῃ καθ᾿ ὑγρῶν καὶ δι᾿ Ἀλφειοῦ τοῖς ἐκ τοῦ γένους ἐκεῖσε διασαφήσειε τὰ καθ᾿ Ἑλλήνων ἀνδραγαθήματα.

Ἀλλ᾿ ὦ Ἕλλην ποταμὲ Ἀλφειέ, ῥεῦμα ῥέον δι᾿ ἅλμης πότιμον, ξενίζον ἄκουσμα, ἐμπύρευμα ἔρωτος, μὴ δὴ τὰ Ἑλλήνια δυσπραγήματα τοῖς ἐν Σικελίᾳ βαρβάροις διατρανώσειας, μηδ᾿ ἔκπυστα θείης ὅσα οἱ ἐκ σφῶν ἐπιστρατεύσαντες Ἕλλησι καθ᾿ Ἑλλήνων ἐμεγαλούργησαν, ἵνα μὴ χοροὶ στῶσι καὶ παιᾶνες ᾀσθῶσι καὶ πλείους κατάρωσιν οἱ διάφοροι. βραχύ τι ἐπίμεινον· ἀλλοπρόσαλλος ἡ μάχη, πεττευτὰ τὰ ἀνθρώπινα, καὶ νίκη ἐπαμείβεται ἄνδρας. οὐδ᾿ Ἀλεξάνδρῳ φασὶ τὰ ἐπὶ πᾶσιν ἀπρόσκοπα, οὐδ᾿ ἀδιάπτωτος ἡ τύχη παράπαν τοῦ Καίσαρος. ναὶ πρὸς αὐτῆς τῆς Ἀρεθούσης καὶ τῶν ἀνεπάφων ἅλμης φιλοτήτων καὶ τοῦ ἐρωτόεντος νάματος. ἀλλ᾿ εἶεν.

Ὁ δὲ δὴ Σγουρὸς ἐπὶ τούτοις ἠπορηκὼς καὶ τὸ Ἄργος ὁρῶν ἐχόμενον καὶ τὰς περιοικίδας πόλεις συνειλημμέναις ὡς ἐς ἄντρον λάσιος θὴρ ἢ ὡς ὄφις ἑρπυστὴς ἐς χειὰν συσπειρᾶται τὸν Ἀκροκόρινθον· ὁ δέ ἐστιν ἡ τῆς πάλαι πόλεως Κορίνθου ἀκρόπολις, ἐπ᾿ ἀνάντους ὄρους κειμένη καὶ δυσάλωτος τοῖς προσβάλλουσιν. ἀποκρουσθεὶς τοίνυν τοῦ Ἀκροκορίνθου μαρκέσιος, ἀλλὰ μηδὲ τὴν ἐς τὸ Ναύπλιον πάροδον ῥᾳδίαν θεώμενος διὰ τὴν τῶν ἐρυμάτων ἐχυρότητα καὶ τὴν τῶν ἀπομαχομένων ἰσχυρότητα, χρονοτριβεῖν ἐφ᾿ ἑκατέροις προτίθησιν, ἐς δὲ τὸν Ἀκροκόρινθον καὶ φρούριον ἀντίθετον ἀνίστησιν ᾗ μάλιστα ἐπίμαχος ὁ χῶρος αὐτῷ κατεφαίνετο.

Ἦν ἂν οὖν τὰ Ρωμαίων Ἀσιανά τε καὶ ἑσπέρια ὅρια μηδὲ τελείου ἔτους παριππευκότος τοῖς Λατινικοῖς ἁπαξάπαντα γένεσι δουλοπρεπῶς ὑποκύψαντα (ἤδη γὰρ καὶ ὁ εἰς βασιλέα χρισθεὶς Βαλδουῖνος κατὰ Νικαίας καὶ Προύσης τὸ δόρυ διαγκοινήσασθαι προύθετο), εἰ μή γε ὁ βουλὰς ἐθνῶν ἀθετῶν Κύριος καὶ διασκορπίζων ἔθνη τὰ τοὺς πολέμους ἐθέλοντα ὑπέλαβεν ἡμᾶς εἰς τέλος ἐκλείποντας. ὁ γὰρ δὴ φυγὰς βασιλεὺς τῷ μαρκεσίῳ εἰς ὄψιν ἐλθὼν ἄρτου μετρητοῦ καὶ κοτύλης κεράσματος τὰ τῆς βασιλείας ἀνταλλάττεται σύμβολα καὶ εἰς χῶρον τῇ τύχῃ φερώνυμον (Ἁλμυρὸς δ᾿ ὁ χῶρος κικλήσκεται) τὰς διατριβὰς τελέσων ἐκπέμπεται σὺν Εὐφροσύνῃ τῇ ὁμευνέτιδι.

Οἱ τῷ βασιλεῖ τοίνυν συναποδράντες Ρωμαῖοι (ἦσαν δὲ τούτων οἱ πλείους ἐπίσημοι τὸ γένος καὶ οὐκ ἄδοξοι τὰ πρὸς πόλεμον καὶ πατρίδας τὰς ἐν Θρᾴκῃ πόλεις αὐχοῦντες) ἤθελον καὶ οὗτοι συνεῖναι τῷ μαρκεσίῳ καὶ τὰ δυνατὰ ὑπουργεῖν· ὁ δὲ μὴ χρείαν φάμενος ἔχειν Ρωμαίων στρατιωτῶν, οὕτως αὐτοὺς ἀπεπέμψατο. τῷ βασιλεῖ δ᾿ ἔπειτα Βαλδουίνῳ περὶ τοῦ προσδεχθῆναί οἱ προτείνουσι δέησιν. ὡς δ᾿ ἦσαν, ὅ φασι, καὶ πάλιν κενὴν ᾄδοντες, τῷ Ἰωάννῃ προσῄεσαν, ὃς τραφεὶς ἐν τῷ Αἵμῳ καὶ γεννηθεὶς μικροῦ πᾶσαν τὴν ὑπὸ Ρωμαίους ἑσπέριον ἐπικράτειαν διέφθειρε καὶ ἠφάνισε πολέμοις ἀπολικμῶν, Σκυθικαῖς ἐφόδοις ἐξερημῶν καὶ πολυτρόποις ἐκτρίβων κακώσεσιν. ὁ δὲ τούτους ἀσμένως προσδέχεται· ἦν γὰρ τὸ τῶν Λατίνων ἀγέρωχον φρόνημα ὑφορώμενος καὶ τὴν τούτων λόγχην ὡς φλογίνην ῥομφαίαν ὑποβλεπόμενος, ἐπεὶ καὶ περὶ φιλίας στείλας πρέσβεις οὐχ ὡς βασιλεὺς φίλοις, ἀλλ᾿ ὡς ὑπηρέτης δεσπόταις προσδιαλέγεσθαι σφίσιν ἐν τοῖς πρὸς αὐτοὺς ἐπετάττετο γράμμασιν, ἢ μὴν ἀπεκδέχεσθαι σφᾶς κατ᾿ αὐτοῦ τὰ ὅπλα βαστάζοντας καὶ κείροντας κατ᾿ εὐπέτειαν τὴν Μυσίαν, ἣν μὴ δέον καρποῦται τοῖς κυρίοις Ρωμαίοις ἐπαναστάς, κἀκεῖνον ἐς τὴν προτέραν τύχην ἐπαναλύοντας.

Διαφίησι τοίνυν ἐς τὰς πατρίδας ἐπανιέναι τοὺς ἐπήλυδας αὐτῷ Ρωμαίους ὁ Ἰωάννης καὶ δρᾶν ὃ δύνανται κακὸν τοὺς Λατίνους μετ᾿ εὐμεθόδων τῶν ἐγχειρήσεων, ἕως τὰ κατ᾿ αὐτοὺς ἐπὶ τὸ κρεῖττον ἐκεῖνος διάθηται. ἐπανεικότες οὖν ἐς τὰ σφέτερα τὰς τῶν Θρᾳκῶν καὶ Μακεδόνων πόλεις διαφιστῶσι, συναιρομένων σφίσι τῶν Βλάχων. πλεῖστοι γοῦν ἐντεῦθεν τῶν τὰς πόλεις διανειμαμένων Λατίνων ἐς αὐτὸ ζημιοῦνται τὸ ζῆν, οἱ δὲ καὶ φυγάδες ἐς Βυζάντιον ἐπανήκουσιν. ἀλλὰ καὶ οἱ ἐν Διδυμοτείχῳ διαχειρίζονται καὶ οἱ ἐν Ὀρεστιάδι μετανάσται γίνονται.

Καὶ τοῦτο τὸ ἔργον ἐλευθεροῖ μὲν τὴν ἕω Λατίνων παρὰ πᾶσαν δόκησιν, ἐπανεικότων εἰς τὸν καθ᾿ ἑσπέραν πόλεμον, ἐκκρούει δὲ τοῦ ἄγαν καὶ πρὸς βραχὺ μετριόφρονας τίθησι τοὺς κατασχόντας τὴν Ἑλλάδα καὶ τὸ τοῦ Πέλοπος ἔδαφος.

Καὶ ἵνα καθ᾿ εἱρμὸν τῷ λέγειν δοίημεν ὁπόσα ἐνθένδε ξυμβέβηκε, Ρωμαῖοι μὲν τὴν ἐξ Ἀδριανοῦ τὴν κλῆσιν λαχοῦσαν καί γε τὸ Διδυμότειχον κρατυνάμενοι κατὰ χώραν ἔμενον, οὐ μικρὰν ἀπὸ τῶν Βλάχων σύναρσιν ἔχοντες· ὁ δέ γε Ἰωάννης τὰς οἰκείας τάξεις καὶ τὸ ἐκ Σκυθῶν ἐπίκουρον ἐπαγόμενος, μηδ᾿ ἀριθμῷ σχεδὸν ὑποπῖπτον, λεληθέναι τὰ πολλὰ τοὺς Λατίνους ἐτίθει διὰ σπουδῆς.

Ὡς δ᾿ εἶχε τὴν τῶν Ρωμαίων ἐνωτισάμενος ἐπανάστασιν ὅ τε βασιλεὺς Βαλδουῖνος καὶ ἡ τῶν ἄλλων ἀρχηγῶν τριττύς (ὁ γὰρ δὴ κόμης τοῦ ἁγίου Παύλου ἀπεγεγόνει θανάτῳ καὶ τέθαπται κατὰ τὴν μονὴν τῶν Μαγγάνων ἐν τῷ τῆς σεβαστῆς τῆς Σκληραίνης μνήματι), ἐκ μὲν τοῦ αὐτίκα στέλλεται στρατιὰ τὰς πόλεις μετελευσομένη τὰς ἀποστάσας. Βιζύη μὲν οὖν καὶ Τζουρουλὸς ἐπανήλθοσαν καὶ ὡς πρώην ὑπέκυπτον· τὴν δὲ πολισθεῖσαν Ἀρκαδίῳ κενωθεῖσαν εὗρον τοῦ ἐν πλούτῳ καὶ δόξῃ λεώ. νυκτὸς δ᾿ ἐπιθεμένων σφίσι Ρωμαίων, οἷς ἡ πόλις ἥδε πατρὶς καὶ οἳ συνεληλύθασι τούτοις ἐπίκουροι, πρῶτον μὲν ἡσύχασαν ἐν ὅπλοις γενόμενοι καὶ πρὸς φρουρὰν τὰ τείχη διείλοντο· ὑποφαυσάσης δὲ τῆς ἕω Ρωμαίους κατασκεψάμενοι μήτε παρατάξει, μήτε μὴν μεθόδοις χρωμένους στρατηγικαῖς, ἀλλ᾿ οὖδ᾿ ἐς ἀκρίβειαν ὡπλισμένους, ξυντεταγμένην τὴν δύναμιν ὡς ἐς μάχην ἐξάγειν ἐγνώκεσαν. ὡς δ᾿ ἀπήντων αὐτοῖς Ρωμαῖοι μετὰ θάρσους τοῖς τείχεσιν ἐπεγχρίπτοντες (ᾤοντο γὰρ δειλίαν τὴν τῶν Λατίνων ἀσφάλειαν), διεκχέονται τῶν πυλῶν καί σφισι συμπλέκονται, καὶ πρὸς μικρὸν ἀντισχόντες Ρωμαῖοι τρέπονται. καὶ γίνεται τῆς ἡμέρας ἐκείνης ἐλεεινὸν καὶ οἴκτιστον θέαμα· μηδενὸς γὰρ λαβόντες φειδώ, κατὰ δὲ πάντων τῷ ξίφει χρησάμενοι τὴν γῆν ἐπίαναν αἵμασι καὶ τῶν πεσόντων οὐδεὶς ὁσίας τετύχηκε. ταυτὶ μὲν οὖν ἡ προεξιοῦσα δέδρακε στρατιά· οὐδὲ γὰρ περαιτέρω χωρεῖν τεθάρρηκε, Ρωμαίων μὲν καὶ Βλάχων μετὰ μοίρας Σκυθικῆς περιιόντων, τῶν δ᾿ ἄλλων ἐς τὴν Ἀδριανοῦ συνδραμόντων ὡς εἰς σῶζον κρησφύγετον.

Κατὰ δέ γε μῆνα τὸν Μάρτιον ἔξεισιν ὁ βασιλεὺς Βαλδουῖνος καὶ ὁ Πλέης κόμης Δολόϊκος, ἐπὶ δ᾿ αὐτοῖς ὁ δοὺξ Βενετίας Ἐρίκος Δάνδουλος, μετὰ τῶν οἰκείων ἕκαστος τάξεων. ἀμέλει καὶ κατειληφότες τὴν Ἀδριανοῦ καὶ βαλόντες ἐκεῖσέ πῃ στρατήγιον ἐς ὅσον μὴ εἶναι βέλους ἐντὸς τῇ ὑστεραίᾳ τὰς δυνάμεις προσῆγον τῷ τείχει καὶ ἵστων τὰς μηχανάς. τῶν δ᾿ ἐντὸς ἀμυνομένων εὐρώστως, οὐδέν τι πλέον ἐφ᾿ ἡμέραις ἐπέραινον πλείοσι τοῦ βάλλεσθαι καὶ βάλλειν διὰ τὴν τῶν τειχῶν ἐχυρότητα. οὐκοῦν τὰ βάθρα τῶν τειχῶν ἀνεμόχλευον ἀφανῶς ὑποσαλεύειν τὰ τείχη πειρώμενοι, ἐς ὅτι μήκιστον ὑπονομεύοντες καὶ τὸν χοῦν λεληθότως ἀναφέροντες καὶ ὑπερείσματα ἐκ ξύλων εὐπρήστων ταῖς ὀρυγαῖς ἐφιστῶντες καὶ πολυχειρίᾳ τὸ ἔργον ἀνύοντες. ἦσαν δὲ καὶ Ρωμαῖοι πρὸς ταῦτα διατεχνώμενοι τὰ τῇ πόλει σωτήρια.

Ἀλλ᾿ οὔπω συχνοὶ παρίππευσαν ἥλιοι, καὶ μοῖραν διαφεὶς ὁ Ἰωάννης Σκυθικοῦ στρατεύματος τοῖς ζώοις τῆς διαίτης καὶ τοῖς ὀχήμασιν ἐντέλλεται προσβαλεῖν, ἃ περὶ τὸ στρατόπεδον τῶν Λατίνων τὰ χλωρὰ τῆς ὕλης ἐδρέποντο, διὰ τοῦδε τοῦ μεθοδεύματος γνῶναι βουλόμενος, ὁποῖα τὰ τῶν πολεμίων εἰσὶ διαβούλια καὶ ὅπως τὰς εἰς πόλεμον ἐκτάξεις τιθέασιν. οἱ δὲ καὶ πρὸς τὴν πρώτην τῶν Σκυθῶν θέαν ἐνθουσιώδους πλησθέντες ὁρμήματος πρὸς τοῖς ἵπποις καὶ τοῖς δόρασι γίνονται. καὶ οἱ μὲν τῆς ἐπὶ Σκύθας κατὰ κράτος εἴχοντο, οἱ δὲ τὰ νῶτα μεταβαλόντες συντόνου δρασμοῦ ἥπτοντο, ἐς τοὐπίσω τὰ βέλη πέμποντες καὶ μηδ᾿ οὕτω τοῦ φεύγειν προτροπάδην ἐπιληθόμενοι· οἱ δὲ ἐπέκειντο καὶ οὕτως διώκοντες, κἂν οὐδὲν ἤνυον πτηνώδεσι καὶ κούφοις διὰ τὴν ὅπλισιν ἀνδράσιν ἐπικείμενοι. καὶ τοιοῦτον μὲν πέρας τὰ τῆς τοθ᾿ ἡμέρας εἰλήφεσαν.

Ἐκ δὲ τούτου Ἰωάννης μὲν τὸ οἰκεῖον στράτευμα ἔχων αὐλῶσιν ἐνελόχα καὶ φάραγγας ὑπεδύετο καὶ τόποις ἐπῃρμένοις εἰς γήλοφα παρεβύετο, μηδ᾿ εἰ πάρεστιν εἰδέναι σπεύδων τοὺς ἀντιπίπτοντας, ἐκ δὲ τῆς Σκυθίδος φάλαγγος, ἧς ὁ Κοτζᾶς ἡγεμόνευεν, αὖ πάλιν ἐπελαύνειν τῷ στρατοπέδῳ τῶν Λατίνων διαφῆκε συχνοὺς καὶ ταὐτὰ τοῖς πρότερον δρᾶν ἐγκελεύεται κἀκείνης ἔχεσθαι τῆς πορείας ἐπαναστρέφοντας, ἧς καὶ πρότερον εἴχοντο. οἱ δὲ ὡς τοὺς Σκύθας αὖθις θεάσαιντο, πρὸς σπουδὴν καὶ αὐτίκα μάλα καθοπλισάμενοι καὶ ὑπὲρ τὴν ἔναγχος εὐρώστως ἐπέκειντο τὰ δόρατα σείοντες κἀπὶ τὸ μᾶλλον καὶ μᾶλλον τὸν δρόμον ἐπέτεινον. ὡς δὲ τὸ Σκυθικὸν προῆγεν εὐπετῶς, τὰ πολλὰ μηδὲ τοξεῦον ὄπισθεν, ὡς μὲν κούφως ἐσταλμένον, ὡς δὲ καὶ δρομικωτέροις ἵπποις ὀχούμενον, ἔλαθον ἐς πλεῖστον ὅσον οἱ Λατῖνοι ἐξιππασάμενοι καὶ τῶν χωρίων ἁψάμενοι ἀμαθῶς, ἐν οἷς αἱ πάγαι καὶ οἱ λόχοι καὶ τὰ ἔνεδρα διεσκεύαστο.

Ἀμέλει καὶ Σκυθικοῖς ἀκμῆσι περιπεπτωκότες στρατοῖς αὐτοὶ τῇ τῆς ὁδοῦ συντονίᾳ ἐκτονωθέντες καὶ λαμπρῶς ἤδη τῶν ἵππων σφίσιν ἀποκναισάντων ἐν μέσῳ ἀπολαμβάνονται· οἱ γὰρ Σκύθαι ὡς ἐς κύκλωσιν αὐτοὺς περιῄεσαν. οἱ δέ, ὡς ἐν χερσὶν ἦν ὁ ἀγών, τῷ πλήθει τῶν Σκυθῶν βιαζόμενοι ἀνετρέποντο τῶν ἵππων, πολλῶν ἕνα περιιόντων, καὶ δρέπανα καὶ βρόχους ἐδέχοντο κατὰ τῶν αὐχένων οἱ σκληροτράχηλοι καὶ τὸ χρῆμα τῶν ἵππων κατῃκίζετο· ὡς γὰρ μέλαν νέφος καὶ συνεχὲς τῶν Σκυθῶν ἐπεισπεπτωκότων, οὔτε ἵππων ἐξελιγμοῖς χρήσασθαι εἶχον, οὔτε διαφυγὰς δρᾶν. ἔπεσον οὖν ὁπόσον τοῦ Λατινικοῦ στίφους ἐπίλεκτον καὶ ταῖς τῶν δοράτων ἀγκοινήσεσι περιώνυμον. πίπτει δὲ καὶ ὁ τῆς Πλέης κόμης Δολόϊκος, ὁ δὲ Βαλδουῖνος χειροῦται καὶ ζωγρίας ἐς Μυσίαν ἀπάγεται κἀκεῖθεν ἐς Τέρνοβον κομισθεὶς εἱρκτῇ παραδίδοται καὶ δεσμοὺς ἕως τραχήλου ὑφίσταται. τὸ δ᾿ ἀρχαιότατον καὶ πολυτροπώτατον κακὸν καὶ τῶν ἀπευκταίων πάντων Ρωμαίοις πρωτουργὸν αἴτιον, ὁ τῆς Βενετίας δοὺξ Δάνδουλος, ὕστατος ἐλαύνων κἀκ τῶν φυγάδων τὴν τοῦ στρατεύματος ἧτταν ἐνωτισάμενος ἐκ τοῦ αὐτίκα μεταστρέψας τὰ χαλινὰ ἐς τὸ στρατόπεδον φέρεται.

Ὡς δὲ καὶ νὺξ ἐπῆλθε (περὶ γὰρ ὀψίαν ὁ πόλεμος γέγονε), φῶτα εἰσενέγκασθαι ταῖς σκηναῖς ἐπισκήπτει καὶ πλείστους αἴρειν πυρσοὺς εἰς ἔμφασιν τοῦ μὴ πᾶσαν ἐκτριβῆναι τὴν στρατιάν, μηδὲ σφᾶς ἀποδειλιᾶσαι τὸν πόλεμον. περὶ δὲ πρώτην φυλακὴν τῆς νυκτὸς ἀναστὰς ἐκεῖθεν ἐς τὴν παράλιον ἵκετο Ραιδεστὸν καὶ συμμίξας Ἐρρῇ τῷ τοῦ Βαλδουίνου κασιγνήτῳ ἄρτι ἐξ Ἀτραμυττίου ἐπανήκοντι μετὰ τῶν ἐκ Τροΐας Ἀρμενίων, οἵπερ αὐτῷ συνεστράτευον, ἐς τὸ Βυζάντιον ἐπανέζευξε, διερρηγμένος τὸν στήμονα τῶν ἐντέρων τοῖς πολλοῖς παρασάγγαις, οὓς ἐν τῷ φεύγειν διίππευσε, καὶ διῳδηκὼς ἐπὶ μέγα τὸν κυλινδροφύλακα θύλακον.

Ρωμαῖοι δ᾿ ἐπὶ τούτοις, ὅσοι τῇ Κωνσταντίνου προσέμενον, τῷ δέει τοὺς ὀδόντας ἐβάμβαινον, ἔτι προκείμενον ἔχοντες ὀφθαλμοῖς τὸν κατὰ σφῶν ἐκξιφισμὸν τῶν Λατίνων καὶ τὴν διαρπαγὴν τῶν προσόντων, ἃ κατ᾿ οὐδένα δίκαιον λόγον ὑπέστησαν μετὰ τὴν ἐκ τῆς πόλεως ἄπαρσιν Βαλδουίνου, πέμπτην ἄγοντος καὶ εἰκοστὴν τοῦ Μαρτίου μηνὸς τῆς τότε τρεχούσης ὀγδόης ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ τρισκαιδεκάτου ἔτους. ἀλλὰ καὶ ἡμεῖς ἔτι παροικοῦντες τῇ Σηλυμβρίᾳ τὰ τῶν κακῶν ἔσχατα εἰκάζομεν πείσεσθαι, τὴν τῶν Δαονιτῶν ἀναίρεσιν ἐκ γειτόνων οὖσαν μόνον οὐκ ἐπόψιον ἔχοντες καὶ παρὰ πόδας τοὺς σφαγέας θεώμενοι τὴν Σηλυμβρίαν εἰσιόντας ξιφήρεις καὶ τὰς ἡμῶν ἀγκαλίδας καὶ τὰ ῥάκια προνομεύοντας.

Δεκὰς μὲν οὖν ἐπὶ δυάδι τοῦ Ἀπριλλίου μηνὸς ἐνειστήκει τῆς ἑβδόμης ἰνδικτιῶνος τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ δωδεκάτου ἔτους, καὶ ἡ βασιλὶς πόλις πρὸς Λατίνων κεχείρωται· τῇ δὲ πέμπτῃ καὶ δεκάτῃ τοῦ αὐτοῦ μηνὸς τῆς ὀγδόης ἰνδικτιῶνος ὑπὸ Σκυθῶν Λατῖνοι κατηγωνίσθησαν.

Ἀλλὰ τίνα τὰ ἐφεξῆς; ἑτέρα μάστιξ στιλβοῦται Ρωμαίοις βαρύστονός τις καὶ πολυσύμφορος. ὁ γὰρ Μυσὸς Ἰωάννης, ἐχθρὸς ἅμα καὶ ἐκδικητὴς Ρωμαίοις δεικνύμενος, ἐκδίδωσι τοῖς Σκύθαις εἰς προνομὴν ὅσαι κωμοπόλεις τῷ Βυζαντίῳ ἐγγίζουσαι φόρους τοῖς Λατίνοις εἰσέφερον. καὶ ἦν ἰδεῖν ἀλλότροπόν τι κακὸν καὶ ἀσύνηθες καὶ πᾶσαν ὑπερπαῖον θεοκίνητον μάστιγα. τὴν γὰρ αὐτὴν γῆν καὶ τὸ αὐτὸ ἔθνος ἐδῄουν γένη διττά, πῇ μὲν ἑκάτερα, πῇ δὲ θάτερον παρὰ θάτερον ἐπεισπίπτοντα. Σκύθαι τε γὰρ τὰ ἐν ποσὶν ἐπιόντες ἔκειρον καί τινας τῶν κάλλει διαπρεπῶν αἰχμαλώτων μετὰ μαστίγωσιν τοῖς ἑαυτῶν ἐπέθυσαν δαίμοσιν ἀναρτήσαντες, καὶ Λατῖνοι τῇ κατὰ σφῶν ἐπαναστάσει Ρωμαίων καὶ τῷ πρὸς Σκυθῶν ἡττηθῆναι διαπριόμενοι οὐδὲν ἔλαττον Ρωμαίους ἐδῄουν. οὐδεὶς τοίνυν τόπος ἦν σώζων τε καὶ λυτρούμενος, ἠπείρου μὲν κακῶν ἀπείρων πληθούσης καὶ τῶν ὀλεθρίων οὔσης ὀλεθριωτέρας, μονοκρότων δὲ σκαφῶν καθ᾿ ἅλα περιπλεόντων ἐκ τοῦ Λατινικοῦ συντάγματος λῃστείᾳ τε καὶ πειρατείᾳ κακῶς τιθέντων τὸ ὁθενοῦν ἀναγόμενον.

Ὁ δέ γε Ἰωάννης ταῖς Θρᾳκίαις μὴ ἐμβραδύνας πόλεσιν ἄπεισιν ἐς Θεσσαλονίκην, πρὸς τὸ δοκοῦν ἐκείνῳ τὰ ἐκεῖσε καταστησόμενος πράγματα καὶ τὰς πόλεις ἀποστήσων τῶν Λατίνων καὶ μεθαρμόσων πρὸς ἑαυτόν. οὐκοῦν ἀφιγμένος εἰς Σέρρας μετὰ τῶν ἐκεῖσε Λατίνων συρρήγνυσι πόλεμον καὶ μεθ᾿ αἱμάτων ῥεύσεις πολλὰς καὶ τούτων νικητὴς ἀναδείκνυται. οἱ γὰρ Λατῖνοι τῷ σφετέρῳ τε ἀκριβεῖ πρὸς τὰς μάχας καὶ τῷ τῆς ἀντεμβολῆς ἑτοίμῳ τὸν Ἰωάννην δεξάμενοι πολλοὺς τῶν ὑπ᾿ αὐτὸν κατέστρωσαν· μετ᾿ οὐ πολὺ δὲ ἡττηθὲν τὸ Λατινικὸν καὶ πρὸς τὴν πόλιν τὰς Σέρρας τραπόμενον οὐκ ἔφθη συγκλεῖσαι τὰς πύλας καὶ εἴσω τῶν τειχισμῶν συνεισπίπτουσιν οἱ τῶν φευγόντων ὀπίσω φερόμενοι Βλάχοι τε καὶ Ρωμαῖοι. καὶ οὕτως ἡ πόλις εἴχετο. εἶτα ἡ μὲν ἦν ἐν πυρὶ καὶ τῇ τῶν τειχῶν καθαιρέσει, τὸ δὲ συλληφθὲν ἐν ἀπαγωγαῖς καὶ δεσμοῖς. τοῦ δὲ Λατινικοῦ στρατεύματος ὁπόσον μὴ κατὰ τὸν πόλεμον ἀπεγένετο, ὃ μὲν ὡς ἑκάστοις προυχώρει σέσωστο, ὃ δὲ τῆς ἄκρας λαβόμενον ἔνδον ἐπέμενε.

Τῇ δ᾿ ὑστεραίᾳ περιελθὼν τὴν ἄκραν ὁ Ἰωάννης τοῖς ἐς αὐτὴν ξυμφυγοῦσι Λατίνοις παραδοῦναί οἱ τὸ χωρίον καὶ σώζεσθαι διακηρυκεύεται. οἱ δὲ οὐδὲν ἐφρόνουν ἐνδόσιμον, τὴν ἀπὸ τοῦ μαρκεσίου καραδοκοῦντες σύναρσιν. καὶ ἐν τούτῳ κλίμακας ὁ Ἰωάννης ηὐτρέπισε καὶ κατὰ λόφον ἀντικείμενον τῇ ἄκρᾳ μεγίστην ἐπιστήσας ἑλέπολιν τὰ τείχη ἔτυπτεν. οἱ δ᾿ ἐπὶ τῆς ἄκρας ὁπόσα τῶν τειχῶν ἀμυντήρια προπετάσαντές τε καὶ προεκτείναντες ἐπέμενον ἀνθιστάμενοι. ἐπεὶ δὲ θεάσαιντο τὸν Ἰωάννην ὡς ἐν περιτειχισμῷ τὴν ἄκραν διειληφότα παντὶ τῷ στρατεύματι καὶ πᾶσαν ἀποκλείσαντα σφίσι πάροδον, ὡς μηδὲ ποσὶ δύνασθαί τινα κλέψαι τὴν εἰς τὸν μαρκέσιον ἄφιξιν, ἐνδοῦναί οἱ τὴν ἄκραν ἤθελον, εἰ σφίσι σπένδοιτο καὶ συγχωροίη τὴν ἔξοδον ἀπαθῶς, ὡς ὅπλων καὶ τῶν ἵππων ἔχουσι. τοῦ δὲ μηδ᾿ ἄκροις ὠσὶ τὰς ἐπὶ ταῖς ξυνθήκαις ταύταις παραδεξαμένου σπονδάς, αἰτοῦνται τὴν ἐς τὰ σφέτερα ἤθη μεθ᾿ ἡγεμόνων ὁδοῦ μέχρι τῶν Παιονικῶν ὁρίων ἀπόπεμψιν. καὶ ὡς προύβησαν ἐπὶ τούτοις ὅρκια, ὁ μὲν εἶχε τὴν ἄκραν, οἱ δ᾿ ἀκίνδυνον τὴν ἐξέλευσιν.

Ἀλλ᾿ οἷα καὶ τὰ κατὰ τὸν ἡγεμόνα σφῶν τὸν μαρκέσιον; χρεὼν γὰρ μηδὲ ταῦτα παρελθεῖν ἀνιστόρητα. ἔτι τοῖς κατὰ τὴν νῆσον τοῦ Πέλοπος διαπονούμενος πράγμασι καὶ διὰ μάχης χωρῶν τῷ Σγουρῷ, γράμματά οἱ τῆς γυναικὸς χειρίζεται τοὺς Θεσσαλονικεῖς νεωτερίσαι διασαφοῦντα, καὶ αὐτὴν μὲν ἐξωσθεῖσαν τῆς πόλεως εἰς τὴν ἀκρόπολιν ἀναδραμεῖν καὶ συχνὰς ἡμέρας ἤδη πολιορκεῖσθαι, τὴν δὲ πόλιν εἰσιόντα κατέχειν Βλάχον τινά, Ἐτζυϊσμένον τὴν κλῆσιν, φρουροῦντα τὸν Πρόσακον καὶ ὅσα τῶν ἐκεῖθι τῷ Ἰωάννῃ κατήκοα.

Ὡς οὖν πύθοιτο ταῦτα μαρκέσιος, ἔγνω τὴν ταχίστην ἀρήγειν καὶ τὴν πορείαν ἐπανιὼν ἐπέτεινε. μήπω δὲ τῇ Θεσσαλονίκῃ ἐγγίσας συμβάλλει τοῖς ἀγγέλλουσι τὴν τῶν πολεμίων ἧτταν καὶ ἀποσόβησιν καὶ τὴν ἐσαῦθις ἠρεμίαν τῆς πόλεως. ἀμέλει καὶ τοῖς τοιούτοις ἀκούσμασιν ἐνησθεὶς καὶ φιλενδεικτῶν πρὸς τοὺς οἰκείους μεταστρέψας τὰ ἡνία τῶν Σκοπίων ἰθὺ φέρεται, τὸν Ἰωάννην ἀμύνασθαι θέλων τῶν εἰς αὐτὸν γεγονότων. ἀλλ᾿ οὔπω ἔφθη ἐπιβαλεῖν οἷς ὤδινε πράγμασι, καὶ ἄγγελος ἕτερος ἐφίσταται τὴν τοῦ κόμητος Πλέης ἀναδιδάσκων ἀπώλειαν καὶ τὴν τοῦ βασιλέως Βαλδουίνου κατάσχεσιν. ἣν οὖν ὥδευε πρότερον πάλιν ἁψάμενος τὴν Θεσσαλονίκην εἴσεισι· καὶ γνοὺς ἀληθῆ ὅσα διὰ γραμμάτων πέπυστο πρότερον ἐπικαλαμᾶται τὸ μὴ ἀκριβῶς ἀμηθὲν ἐκ τοῦ ληΐου τῆς πόλεως ἐν τῷ ἀμήτῳ τοῦ πολέμου, ὃς πρὸ τῆς ἐκείνου συνέστη ἀφίξεως. οὓς μὲν γὰρ τῶν πολιτῶν ζημιώσας ἐς χρήματα γυμνοτέρους ὑπέρου διαφῆκε τῆς πόλεως, οὓς δὲ ἀπέκτεινεν, οὓς δὲ καὶ ἀπεκρέμασεν ἐκ τοῦ λαώδους πλήθους καὶ τοῦ ἱερωμένου θεῷ τάγματος· καὶ τὸν δυσπραγῆ ἐν βασιλεῦσιν Ἀλέξιον καὶ τὴν τούτου σύνευνον Εὐφροσύνην διαποντίους τῷ τῶν Ἀλαμανῶν ἐξέπεμψεν ἄρχοντι. φεῦ φεῦ τοῦ καινοῦ τοῦδε καὶ ἀνηκούστου παρὰ Ρωμαίοις ἀκούσματος, εἰπεῖν δὲ καὶ ἀθεάτου ἐς δεῦρο θεάματος.

Ταῖς δὲ Σέρραις ἐμβαλεῖν τὸν Ἰωάννην ἐνωτισάμενος, μήπω δὲ καὶ τὸ πέρας τοῦ συστάντος ἐκεῖσε προτέρου πολέμου πυθόμενος, στέλλει τοὺς συναρήξοντας τοῖς ἐν ταῖς Σέρραις ὁμοφύλοις. οἱ δ᾿ ἐν τῷ ἀπιέναι τὰ ξυνενεχθέντα μαθόντες τὸν μὲν πόλεμον οὐδαμῶς διελύσαντο, ὡς ἤδη ἐν τῷ δεινῷ καθεστῶτες, καίπερ εἰδότες γενησόμενον πρὸς πολὺ περιόντα πολέμιον· συρρήξαντες δὲ τοῖς ἐναντίοις κατὰ κράτος ἡττῶνται καὶ τρέπονται, Σκυθῶν αὐτοῖς προσβαλόντων οὕτω συχνῶν κἀκ τῶν ἄλλῃ καὶ ἄλλῃ ἐκπιπτόντων, ὡς ἔστι καὶ τὰ σμήνη θεάσασθαι τῶν σίμβλων προϊόντα τῶν μελισσῶν καὶ τοὺς σφῆκας ἐξιπταμένους τῶν ἐνοδίων χηραμῶν. οὐκοῦν τοιαῖσδε μάχαις διτταῖς τὸ ἧττον ἀπενεγκάμενος ὁ μαρκέσιος αὐτὸς μὲν εἴσω τῆς Θεσσαλονίκης ἐγκλείεται, ὁ δέ γε Ἰωάννης κατὰ πᾶσαν ἄδειαν ἐς Βέρροιαν ἄπεισι καὶ τὰς λοιπὰς πόλεις, ὅσαι μαρκεσίῳ ὑπέκυπτον, ἑαυτῷ προσῳκείωσεν.

Ὡς δ᾿ εἶχον οἱ ἐν τῇ πόλει Λατῖνοι καὶ τάσδε τὰς δυσπραγίας ἐνωτισάμενοι, περὶ τοῦ ποιητέου σφίσι σκέψιν τιθέασιν, ὁμοῦ γενομένων τοῦ τε Ἐρρῆ, ὃς ἦν τοῦ βασιλέως Βαλδουίνου κασίγνητος, καὶ Μαρίνου τοῦ δουκὸς Βενετίας· ὁ γὰρ Δάνδουλος τὸ ζῆν κατέστρεψεν. ἔδοξε τοίνυν ἅπασι χωρεῖν ἐπὶ πόλεμον καὶ τὴν δύναμιν ἄγειν κατὰ τῶν Θρᾳκίων πόλεων, ὁπόσαι Λατίνων ἀπέστησαν, ἕως ἔτι θερμὸς τῶν πολλῶν ὁ ζῆλος καὶ Ρωμαίων Ἰωάννης ἀποδιίσταται, πολέμοις ἐναπειλημμένος ἄλλοις κἀκείνοις τὴν ἅπασαν σχολὴν χαριζόμενος. ἀμέλει καὶ μοῖραν τοῦ κατὰ σφᾶς στρατεύματος προεκπέμψαντες, ἣν ῥοῦταν ὠνόμαζον, πᾶν τὸ πρὸς ἰσχύος ἀνεπεγκλήτως δρᾶν ἐνδεδώκασιν ἐν τῷ τὰς πόλεις ἐπιέναι τὰς ἀποστάσας· ὅθεν καὶ προηγούμενον τόδε τὸ σύνταγμα οὐδὲν τῶν ἀνηκέστων καὶ ἀθεμίτων ἐκπεριίστατο. ἀλλὰ καὶ Βενέτικοι νῆας μακρὰς καθελκύσαντες τὰ ἑῷα πάραλα μέρη ἐλῄστευον πειρατεύοντες, τῷ Πανίῳ τε καὶ τῇ Καλλιουπόλει προσσχόντες ὅσα χείριστα καὶ τῶν Χριστιανικῶν ἐθῶν ἀλλότρια διεπράξαντο. ἦσαν οὖν πολύμορφα τὰ δεινὰ καὶ τοῖς πάσχουσιν αὐτὰ Ρωμαίοις βαρυαλγέστατα καὶ ἀνύποιστα.

Ἐξιὼν δὲ καὶ αὐτὸς Ἐρρῆς, τὴν Ἀρκαδιούπολιν ὡς ἀνέμοις μόνοις οἰκήσιμον παραλλάξας, τὴν δὲ εἴσοδον τοῦ Ἄπρω βιασάμενος, ἀνημέρως τοῖς ἐκεῖ προσφέρεται, τὸ ἐνοικοῦν ἐκδοὺς εἰς σφαγήν, ὡς εἰ ποίμνιον ἦν καὶ βουκόλιον, ἀλλ᾿ οὐ Χριστώνυμον τὸ κτεινόμενον, καὶ βίᾳ μᾶλλον ἤπερ πειθοῖ τοῖς Βλάχοις ὑποκύψαν, μηδὲ προσχωρῆσαν ἑκουσιότητι. πολλοὶ δὲ καὶ σχοινόδετοι κατὰ κώμας καὶ πόλεις περιαγόμενοι ζωγρίαι τὰ λύτρα ἐρανιζόμενοι τοῖς συνειληφόσι κατετίθεσαν. οἱ δ᾿ ἐν ταῖς ἀπαγωγαῖς ταύταις ἢ νοσηλείᾳ σώματος προσπαλαίσαντες ἢ τῷ τῆς ὁδοιπορίας μήκει ἐκτονωθέντες τῆς τραχηλοκάκης ἀνιέμενοι οὐμενοῦν ὡς ὁμόπιστοι φθινύθειν εἰῶντο καὶ παρακατατίθεσθαι μόρῳ φυσικῷ τὴν ψυχήν, ἀλλ᾿ ἀπεδειροτομοῦντο ξίφεσιν, εἴτε μὴν κατὰ σπλάγχνων βαθεῖαν ἐδέχοντο τὴν πληγήν.

Ὁ δ᾿ Ἐρρῆς τὴν Ὀρεστιάδα καταλαβὼν στρατοπεδεύεται περὶ αὐτήν, χάρακά τε βαλὼν καὶ βαθεῖαν τάφρον ὀρωρυχὼς (ταύτην γὰρ τὴν πόλιν ἀγώνισμα καὶ ἆθλον καὶ συμπέρασμα τῶν πόνων οἱ Λατῖνοι ᾤοντο) μὴ ἂν ἑτέρως ἐκεῖθεν ἀπονοστῆσαι τοῖς ἐν τῇ πόλει διήγγελλεν, εἰ μήτ᾿ αὐτοὶ ξυμβαῖεν ὁμολογίαις ἢ γοῦν νόμῳ πολεμίῳ σφᾶς αὐτὸς παραστήσαιτο. οἱ δὲ καὶ πρὸς μόνην τὴν τῶν συμβάσεων ἐνήχησιν ἀποκναίοντες μὴ Ρωμαίοις ἐκ τοῦδε καὶ Λατίνοις ἔλεγον εἶναι ὅρκια πιστά, ἐπειδὴ καθάπαξ Λατῖνοι τὰ μὲν ἐς πίστιν ἀβέβαιοι, τοῖς δὲ προσχωροῦσι θηριώδεις, τοῖς δὲ πολέμῳ χειρουμένοις ἀνηλεέστατοι παρὰ Ρωμαίοις ἐγνώσθησαν.

Ταῦτα πυθόμενος Ἐρρῆς πρὸς ἔργοις γίνεται. δισσαῖς μὲν οὖν τάφροις ὀρυκταῖς περιεζωσμένην τὴν πόλιν εὐρείαις τε καὶ βαθείαις εὕρατο, τοὺς δὲ πύργους τῆς πόλεως ἐπὶ τῶν ἄκρων δεξαμένους ἐκ δοκάδων πήγματα, ἐς πολὺ τοῦ ἀέρος ἀναβαίνοντα καὶ προκαλύμματα ἔχοντας ἐκ διφθερῶν τε καὶ δέρρεων, ὡς μήτε πυριφλέκτοις βάλλοιντο βέλεσι, καὶ ἐς προβολὴν ἐσόμενα τοῖς ἀπὸ τούτων μάχεσθαι μέλλουσιν. ἀλλὰ καὶ τῶν ξυλίνων ἄνωθεν πύργων ἱστοὶ κατεπάγησαν ἔχοντες οἷα καὶ ὅσα ἐπιχυθέντα ἐξάψαι τε φλόγα καὶ εἰς μέγα προκαλέσασθαι πέφυκεν. ἐνιαχοῦ δὲ καὶ ἐπ᾿ αὐτῶν προυφαίνοντο τεκτονικὰ πολεμιστῶν ἀνδρῶν ἀναπαύματα, ὁποῖα εἰσανίασιν οἱ ἐπὶ τῶν ἰκρίων τὸν βυθὸν διορῶντες καὶ τὰ ἔθνη τῶν νεπόδων ἐπισκοπεύοντες. ἐπί τινων δὲ καὶ λίθους δι᾿ ἁλύσεων ἠρτημένους, ἐπιχαλωμένους διὰ μηχανῶν καὶ αὖ πάλιν ἀναφερομένους καὶ πρὸς τὰς χρείας τῶν καιρῶν μεταγομένους, ἐπὶ δὲ καὶ τέσσαρα πρὸς τοῖς δέκα πετροβόλα ὄργανα ἐπὶ τῶν πύργων ἱστάμενα.

Ἔδοξεν οὖν Ἐρρῇ τε καὶ τῷ στρατεύματι τῆς μὲν ἔξω τάφρου πολέμῳ κρατῆσαι, χωσθείσης δὲ τῆς δευτέρας προσάγειν οὕτω τὰς μηχανὰς τοῖς τείχεσι. πονήρως οὖν ἡ ἐφεξῆς τάφρος μετὰ τὴν τῆς πρώτης ἅλωσιν ἐχωννύετο καὶ κόρσαι ἀναύχενες καὶ ἄκορσα σώματα τῶν πιπτόντων ἀμφοτέρωθεν ἀπεπλήρουν ἐν πολλοῖς τὴν τῆς τάφρου κένωσιν. ὡς δ᾿ ὀψέ ποτε καὶ μεθ᾿ αἵματα κέχωστο, προσάγουσι τὰς πυργοειδεῖς τοῖς τείχεσι κλίμακας. ἔνθα ἡ μὲν τῇ τάφρῳ ἐνίσχεται καὶ ὑποχαλᾷ τῆς ὀρθότητος τῷ ἔτι μανῷ καὶ διακένῳ καὶ νεοχύτῳ τῆς χώσεως, ἡ δὲ λοιπὴ τῶν τειχῶν ἰθὺ προβᾶσα οὔπω διαβάθραν ἔβαλε, καὶ τοῖς ἐκ τῶν ἱστῶν ᾐωρημένοις ἄνωθεν τῶν πύργων βάρεσι τῶν λίθων πιεσθεῖσα καὶ τοῖς ἐκ μηχανῶν ἀφέμασι συντριβεῖσα πρὸς οὐδὲν ἐγένετο χρήσιμος. μάλιστα μὲν οὖν καὶ πολλοὶ τῶν ἀπ᾿ αὐτῆς μαχομένων κακῶς ἔπαθον, ἐν οἷς ἦν καὶ Πέτρος ὁ ἐκ Πράτζης, ὁ κράτιστος ἅμα πάντων καὶ εἰς ἀνδρείαν ὀνομαστότατος, λίθῳ τὸ κρανίον κατεαγείς. καὶ τότε μὲν οὕτως τὰ Λατινικὰ διαπεπτώκασι διαβούλια.

Τῇ δ᾿ ὑστεραίᾳ τοῖς τείχεσιν οἱ πύργοι πάλιν προσάγονται καθ᾿ ἕτερον μέρος τῆς πόλεως καὶ εἰσάνεισί σφας τὸ τοῦ στρατεύματος μαχιμώτατον. ἐν τούτῳ δὲ οἱ τῆς πόλεως ἀπομαχόμενοι ὀλίγου πᾶσαν τὴν μηχανὴν ταῖς βάρεσιν ἰδόντες ἐγγίσασαν καὶ γέφυραν ποιητὴν πρὸς τῶν ἐπ᾿ αὐτῆς τεταγμένων διαγομένην καὶ τῶν τειχῶν ἐπιψαύουσαν, ἀναπετάσαντες τὰς πύλας ἐπεκθέουσι μεθ᾿ ὅπλων καὶ τῶν ὅσα τρέφουσι πῦρ καὶ τὴν φλόγα ἐπὶ μέγα αἴρουσι καὶ μάχη κρατερωτέρα τῶν πρώην συνίσταται. ἄπρακτοι τοίνυν καὶ τότε μεταχωρήσαντες καὶ αὐτὰ εἶχον τὰ μηχανήματα ἐπ᾿ ὄψεσιν αὐτῶν ἐμπιπρώμενα. ἀλλὰ κἀκ τῶν ἔξωθεν στρατεύματα Βλάχων τε καὶ Σκυθῶν περιιόντα τὸν χάρακα οὐκ εἴων ἐς τὴν παρεμβολὴν εἰσάγεσθαι τὰ βιώσιμα.

Ἀμηχανίᾳ τοίνυν ληφθέντες καὶ διατεθέντες ἀθυμότερον, στείλαντες ἐς Βυζάντιον σύναρσιν ᾔτουν ὑφ᾿ ἑτέρας νεαλοῦς δυνάμεως. καὶ ἦσαν οἵ γε ὑπ᾿ ἀνάγκης μᾶλλόν τι ἤπερ κατὰ γνώμην ἐξῄεσαν, ἀφορισμῷ καὶ ἀναθέματι μὴ οὕτω δρῶντες ὑποβαλλόμενοι πρός τε τοῦ καρδιναρίου Μαρτίνου καὶ Θωμᾶ τοῦ προσεχῶς ἐκ Βενετίας ἀφιγμένου πατριάρχου Κωνσταντινουπόλεως. ἦν δὲ οὗτος ἐσθῆτά τε τὴν πάτριον περικείμενος, συνυφασμένην μικροῦ τῷ σώματι καὶ ῥαφιδουμένην ἑκάστης τὰ εἰς καρποὺς καὶ τὸ στῆθος ἀφιεῖσαν ἄνετον, καὶ τὸ γένειον ξυρόμενος δρώπακος ἀκριβέστερον, ὡς εἶναι τὸ τῶν παρειῶν ἐδάφιον μηδ᾿ ὑποφαιούμενον ὅλως ταῖς πρώταις ἀνατολαῖς τῶν τριχῶν, ἀλλ᾿ ὡς ληϊστὸν παντάπασιν ἄχλοον.

Μήπω δὲ τῆς ξυμμαχίας ἡκούσης καχεξία κατέσχε τὴν στρατιὰν ὑπό τε τῶν καταβεβλημένων ταῖς σκηναῖς νεκρῶν καὶ τοῦ τῶν ἀήθων ἐς βρῶσιν ἅψασθαι τοὺς πλείους ἢ τοὺς ἅπαντας. ἄραντες τοίνυν ἐκεῖθεν νυκτὸς ἀπενόστησαν καὶ τοῖς περὶ τὸ Πάμφυλον χωρίοις ἐναυλισάμενοι τῶν ἀνηνύτων καὶ μακρῶν καμάτων ἑαυτοὺς ἀνεκώχευον. οὐχ οὗτοι δὲ μόνον τοῖς κακοῖς τοῖσδε περιεπάρησαν, ἀλλὰ καὶ οἵτινες αὐτοῖς ξυμμῖξαι καὶ συνελθεῖν ἀπεθάρρησαν ἐξιόντες τῆς πόλεως, Βλαχικοῖς καὶ Σκυθικοῖς ἐγκύρσαντες τάγμασι μικροῦ δεῖν ἅπαντες διεφθάρησαν.

Ὅθεν ἐς συμπήξεις ἄλλων μηχανῶν ἀπιδόντες ἱστοὺς διαρμένων νηῶν ἐκ τῶν παραλίων ξυνέλεγον πόλεων, καὶ ὅσων δὲ ὑπεσπάνιζον ἐκ τῶν τῆς Προποντίδος ὀρῶν ταυτὶ ἀπέτεμνον, ἐργεπείκτην πεπομφότες ἐκεῖσε τὸν τῆς Πετούνης κόμητα Κόνωνα. ἐπεὶ δὲ εἶχον ἅλις τῶν ἑλεπόλεων, ἐν πολλοῖς αὐτὰς καὶ σιδήροις διαλαβόντες, ὡς εἶεν τοῦ πυρὸς σθεναρώτεραι, πρὸς τοῖς πολέμοις καὶ πάλιν γίνονται Καὶ δὴ τὴν Ὀρεστιάδα παρεικότες, ὡς ἐξ ὧν ἔπαθον οὐχ ἁλώσιμόν σφισι δόξασαν, ἔγνων τῷ Διδυμοτείχῳ προσβαλεῖν. οὐκοῦν καὶ παρ᾿ αὐτῷ στρατοπεδευσάμενοι πολιορκεῖν ἐς νέωτα τὸ φρούριον διηρρένωντο καὶ τὰ τειχομαχεῖα προσάγειν, ὡς ἂν ἐξέλωσιν, ἡτοιμάζοντο. ἀλλ᾿ οὔπω ἐπὶ τῷ παροξυσμῷ τούτῳ τῶν Λατίνων ἔδυ ὁ ἥλιος, καὶ πληροῦται νεφῶν ὁ ἀὴρ καὶ ῥαγδαίας βροχῆς θεόθεν ἀφορισθείσης ἐν τοῖς ἀνόπιν τοῦ Διδυμοτείχου μέρεσιν ὁ τῷ φρουρίῳ παραρρέων Εὗρος διευρυνθεὶς ὑετῷ καὶ μέγας ἐκ μικροῦ τῷ τότε φανεὶς τὰς πεδιάδας ἐξυδατοῖ καὶ τῷ στρατοπέδῳ τῶν Λατίνων ἐξαπιναίως ἐπικλυσθεὶς ὅπλα παρασύρει καὶ μηχανάς, ἵππους ἀπάγει πολεμιστάς, ἄνδρας διανηχομένους τὸν Ἀχέροντα δείκνυσιν· εἰ δ᾿ οὐκ ἦν εἰσέτι φαυσιβολῶν ἥλιος, ἀλλὰ τὸ δεινὸν νυκτὸς ἐπεγένετο, τὸ πλεῖον ἂν ἀπώλετο τοῦ στρατεύματος. τῷ δ᾿ ἐξαισίῳ τοῦ πράγματος καταπλαγέντες ὁπόσοι τῶν Λατίνων ἐς νοῦν ἔβαπτον, μηδ᾿ αἱμάτων ἄνδρες ἐς τὸ παντελὲς ἐτύγχανον ὄντες, μεταναστεύσειν ἐκεῖθεν εἵλοντο καὶ τοῖς ἄλλοις οὕτω ποιεῖν ὑπέθεντο. ἀλλὰ καὶ τὸ λοιπὸν τῆς στρατιᾶς εἰς θαῦμα τὸ γεγονὸς θέμενοι ταχέως ἐξῆραν ἐκεῖθεν. καὶ οἱ μὲν σὺν αὐτῷ τῷ Ἐρρῇ τὴν Κωνσταντίνου κατέλαβον, οἱ δὲ τὰς πόλεις φρουρεῖν ἐπετράπησαν, ὁπόσαι χερσαῖαί τε καὶ ἀγχίαλοι Λατίνοις ὑπήκουον.

Πλὴν οὐδ᾿ οὕτως ἠρέμησαν τὰ δεινά, οὔτε μὴν βελτίω παρὰ τοῦτο Ρωμαίοις ἐφάνη τὰ πράγματα. ἥ τε γὰρ Λατίνων ὑπεροψία καὶ πρὸς Ρωμαίους ὑποψία καὶ τὸ τοῦ φρονήματος ἀκαθαίρετον τῆς πρώην προθέσεως εἴχετο καὶ ἃ δρᾶν οὐκ εἶχον τοὺς ἀποστάντας καὶ καθ᾿ ὧν πολλάκις τὰς λόγχας ἠκόνησαν, ταῦτα τοῖς ὑπὸ χεῖρα ἔτι ἐπέφερον καὶ κατ᾿ αὐτῶν τοὺς ὀδόντας ἔβρυχον. καὶ ἡ τῶν πρὸς ἕω Ρωμαίων περὶ τὸ κακῶς πάσχον ὁμογενὲς ἀνεπίστροφος γνώμη καὶ ἡ παντελὴς παρόρασις καὶ ἐπίλησις οὐκ εὐφόρητα ἔβαλλεν· οὔτε γὰρ χρήμασιν οὔτε στρατεύμασι τῶν δυσμικῶν ἀντελαμβάνοντο πόλεων.

Ἀλλ᾿ οἱ μὲν Λατῖνοι τῆς Ἀσίας ἀναχωρήσαντες τὴν Θρᾴκην ἔκοπτον, μόνην ἀναρριπτοῦσαν τὸν ὑπὲρ ἐλευθερίας Ρωμαίων κίνδυνον· οἱ δὲ τοῦ ἐκ σφῶν κινδύνου παρὰ δόξαν ἀνεθέντες οὐδενὸς ἦσαν ἀγαθοῦ, οὔτε μὴν σωτήριόν τι καὶ φυλακτήριον ἑαυτοῖς καὶ τοῖς φυλέταις μετήλθοσαν, ἀλλ᾿ εἰς νοῦν ἀδόκιμον παραδοθέντες, ὥστε τὰ μὴ καθήκοντα δρᾶν καὶ μηδαμῶς ἰέναι πρὸς αἴσθησιν, κατὰ δήμους καὶ φατρίας διέστησαν, πόλεις ἐξέμηναν, κατ᾿ ἀλλήλων ὡπλίσθησαν, τοὺς θεσμοὺς τῆς συγγενείας ἠγνόησαν, καὶ γεγόνασι φυλὴ φυλὴ καὶ Ἰσραὴλ καὶ Ἰούδας, τὸ πάλαι παρὰ τῷ προφήτῃ θρηνούμενον, οἱ μὲν τῷδε συννεύσαντες καὶ ὡς βασιλεῖ σφῶν προσφερόμενοι, οἱ δ᾿ ἐκείνῳ προσρέψαντες, ὡς καὶ τοῖς πολλοῖς κρίνεσθαι εἰς κατάραν καὶ πλησμονὴν καὶ τῆς ὁμογενείας ἀπαλλοτρίωσιν. ὡς δέ ποτε συνέδραμον ἐς φιλίαν, οὐδ᾿ οὕτω μὲν ὡς εἰς μίαν συνηρμόσθησαν γνώμην, οὐδ᾿ ἐς συνασπισμὸν ἀλλήλους παρακροτήσαντες ἐπαρῆξαι ὅλως ταῖς ἑσπερίαις προέθεντο πόλεσιν, ἀλλ᾿ εἰς χειροτονίας βλέψαντες βασιλέων οἱ μὲν κατὰ τὰ ποτώμενα τῶν ζώων συμφορηδὸν συνανίπτανται τῷδε καὶ συναπαίρουσιν, οἱ δὲ καὶ ῥάμνους ἀκανθώδεις ἐς ἀρχὴν προχειρίζονται. καὶ ἦν πολυαρχία πάλιν τὸ γεγονὸς ἐπινεμομένη τὴν ἕω καὶ θηρίον τρικάρηνον ὑπὸ τῶν ἀβελτέρων διαπλεχθέν.

Ὁ μὲν γὰρ Μαυροζώμης Μανουὴλ τὸν Καϊχοσρόην ὑποδύς, οὐ πάνυ πρὸ πολλοῦ τῇ σφετέρᾳ θυγατρὶ συναφθέντα καὶ τῆς Ἰκονιαρχίας αὖθις λαβόμενον, ἧς εἶχε πρότερον ἐκπεσών, πάντα ἦν μηχανώμενος, εἴ πως αὐτοῦ συναιρομένου τοῦ βασιλείου τύχῃ ὀνόματος, καὶ τὴν ὅσην ποτίζει Μαίανδρος ἐπιὼν μετὰ Τούρκων ἔφθειρέ τε καὶ ἔκειρεν.

Ὁ δὲ Λάσκαρις Θεόδωρος, ὡς γένει διαπρεπέστατος καὶ κήδει βασιλείῳ περίδοξος, ἀποκρουσάμενος ἐκεῖνον τὸ ἐξέρυθρον πέδιλον ὑποδύεται καὶ βασιλεὺς Ρωμαίων ὑφ᾿ ὅλων τῶν ἑῴων ἀναγορεύεται πόλεων.

Ὁ δ᾿ ἐκ Κομνηνῶν Δαυὶδ στρατολογήσας Παφλαγόνας καὶ οἳ τὴν Ποντικὴν οἰκοῦσιν Ἡράκλειαν καὶ μοῖραν μισθωσάμενος Ἰβήρων τῶν πινόντων τοῦ Φάσιδος κώμας καὶ πόλεις ὑπεποιεῖτο καὶ τὸν οἰκεῖον μεγαλύνων κασίγνητον, ᾧ ἡ κλῆσις Ἀλέξιος, πρόδρομος ἐκείνου καὶ προκῆρυξ ἐγίνετο. ὁ δὲ ἔμελλεν ἀεὶ χρονίζων ἐν τοῖς τῆς Τραπεζοῦντος μέρεσι καὶ παροιμιακὸς ἐδείκνυτο Ὕλας, φωνούμενος καὶ μὴ ὀπτανόμενος.

Ἐπεὶ δὲ καὶ τῇ Νικομήδους ὁ Δαυὶδ οὗτος προσεπέλασε διά τινος αὐτῷ στρατηγοῦντος μείρακος, Συναδηνοῦ τὴν ἐπίκλησιν, στράτευμα ξυναγείρας ὁ Λάσκαρις κατ᾿ αὐτοῦ ἔπεισι, διὰ μὲν τῆς τετριμμένης καὶ λείας ἔμφασιν δοὺς πορεύεσθαι, ἐκπεριελθὼν δὲ τραχεῖαν ἄλλην καὶ δύσβατον καὶ προσπεσὼν ἀφώρατος τῷ Συναδηνῷ. ὅθεν καταστρατηγήσας οὕτω τὸν νεανίαν αὐτόν τε συνείληφε καὶ τὸ ἐκείνου στράτευμα διεσκέδασε καὶ τὸν Δαυὶδ μὴ περαιτέρω προϊέναι τῆς Ποντικῆς Ἡρακλείας παρέπεισε.

Μετ᾿ οὐ πολὺ δὲ καὶ τῷ Μαυροζώμῃ συμπλακεὶς φυγάδα δείκνυσι τοῦτον. καὶ τοὺς Τούρκους κατὰ κράτος τρεψάμενος οὓς μὲν διέφθειρεν, οὓς δὲ ἐξώγρησε, καὶ τούτων μάλιστα οἳ τῆς στρατιᾶς προετάττοντο καὶ τὸ γένος ἦσαν ἐπίσημοι.

Καὶ τῇδε μὲν τὰ πρὸς ἕω ἐφέρετο· ὁ δὲ Μυσὸς Ἰωάννης τῇ Φιλιππουπόλει ἐπιστρατεύσας αἱρεῖ ταύτην πολέμῳ καὶ καθαιρεῖ προνομεύσας καὶ πολλοὺς τῶν ἔνδον ὑποδικάζει τοῖς ξίφεσι, καὶ πάλαι μὲν ἐνσκολιευόμενος τῇ πόλει καὶ τῇ ταύτης ἐφεδρεύων ἁλώσει καὶ βαρυμηνιῶν τοῖς οἰκήτορσιν ὡς μηδ᾿ ὅλως αὐτῷ ὑποκύπτουσιν μηδ᾿ ὡς βασιλεῖ προσέχουσιν, ἀλλ᾿ ὡς αἱμάτων ἄνδρα ἐκτρεπομένοις, καὶ τότε δὲ πρὸς πλείονα θυμὸν ἐκκαυθεὶς ὑπὸ βαρβάρου φρονήματος οἷς τὸν Ἀσπιέτην Ἀλέξιον εἰσῳκίσαντο, κἀκείνῳ μὲν ὡς ἀρχηγῷ ὑπέκειντο σφῶν, αὐτὸν δ᾿ ἐπιόντα μεθ᾿ ὅπλων πολλαχῇ ἀπεκρούσαντο.

Ἦν δ᾿ ἂν ἡ πόλις ἥδε κακῶν ἀθιγής, εἰ καθ᾿ ἑαυτὴν διεξήγετο, τοῦτο μὲν ἠπίως προσφερομένη Λατίνοις, τοῦτο δὲ τὸν Μυσὸν Ἰωάννην οὐκ ἐκτρεπομένη παντάπασι. νῦν δ᾿ ἑπομένη τῇ μητρὶ παῖς, ἐξ ὧν ἀκροσφαλὴς ἐκείνη γέγονε καὶ εὐάλωτος βασιλὶς οὖσα καὶ πασῶν ὑπερκειμένη πόλεων, ἐκ τούτων δὴ καὶ αὕτη χείροσι κακοῖς προσωμίλησε, καθ᾿ ὅσον προνομαῖς ἐκδοθεῖσα καὶ μαχαίρας στόματι ἔτι καὶ προσκαθῄρηται καὶ εἰς περιφανὲς ἐρείπιον κατηδάφισται, καθ᾿ ἓν μόνον τοὺς ὀφθαλμοὺς διαχέον τῶν θεωμένων, τὸ ἐκ ποδῶν ἀνηρτῆσθαι τὸν Ἀσπιέτην ἐπ᾿ ἰθυτενοῦς σκόλοπος διατετορημένον τοὺς ἐπισφυρίους τένοντας καὶ κάλως ἐπὶ τούτων δεξάμενον.

Τὰ δ᾿ ἐπὶ τούτοις, οὐκ ἔλαθον τὸν Ἰωάννην οἱ τῷ Ἀσπιέτῃ σύμφρονες καὶ πρὸς ὕψος βασιλείας ἐκεῖνον κουφίσαντες· ὅθεν ὑφορώμενοι μὴ δίκας δοῖεν ὡς ἀλλοπρόσαλλοι, ἀφίστανται λαμπρῶς. ἀμέλει καὶ ἐκποδὼν χωρισθέντες οἱ μὲν προσίασι Θεοδώρῳ τῷ Λάσκαρι, τῶν ἑῴων κρατοῦντι πόλεων, οἱ δὲ συνδραμόντες ἐς Ὀρεστιάδα, ἄλλοι δ᾿ εἰσιόντες τὸ Διδυμότειχον Λατίνοις σπένδονται. καὶ πέμψαντες ἀγγέλους σφίσι στρατηγὸν ἐξαιτοῦνται τὸν Βρανᾶν Θεόδωρον.

Βραχὺ τὸ ἐν μέσῳ, καὶ τὴν Μυσίαν εἰσιὼν Ἰωάννης καὶ τὰ ἐκεῖ πρὸς τὸ εὖ διαθέμενος καὶ κολάσεσι βαρείας καὶ θανάτοις καινοῖς τοὺς ἀποστάντας ὑπενεγκὼν ἔγνω μετ᾿ ὀργιλώδους καὶ φονίου βλέμματος καὶ γνώμης ἀσυμπαθοῦς ἐπιστρατεύειν Ρωμαίοις, οὐκέτι φάσκων τὰς σφῶν δολοφροσύνας ὑφίστασθαι δύνασθαι καὶ τὸ ἄπιστον ἦθος καὶ τὸ τῆς αὐτῆς ὥρας πολλάκις παλιμπετὲς φρόνημα. τοίνυν ἀναρραγεὶς ἐς ὀργὴν στρατευμάτων Σκυθικῶν μελισσῶνας τοῖς ἐαρινοῖς ἀνθαμίλλους ἄνθεσι διαφίησι.

Τινὰ μὲν οὖν αὐτῶν ὡς οὐδὲ μυρμήκων στρατεύματα τὰς ἱερὰς ἅλως ἀμφιπονούμενα τὴν Ἀδριανοῦ διειλήφασι, τινὰ δὲ προσπελάσαντα τῷ Ρουσίῳ πρὸς ἀντιμάχησιν ἐπισπῶνται τὸ τῇ πόλει ταύτῃ ἐφεδρεῦον ἐκ Λατίνων ὁπλιτικόν. κράτιστον δὲ ἦν τοῦτο διαφερόντως τῶν ἄλλων καὶ ὑψηλὸν μὲν τὰ σώματα, θαυμαστὸν δὲ ταῖς μελέταις ταῖς κατὰ πόλεμον καὶ παρά τινος Τερῆ στρατηγούμενον, ἀνδρὸς τῶν πάνυ ἐπισήμων καὶ εὐγενῶν. τὸ μὲν οὖν ὁπλισάμενον ᾔει τὴν ταχίστην, ἔνθα ἐξ ὀπτήρων ἐπύθετο τοὺς Σκύθας κατασκηνοῦν· οἱ δὲ τὴν ἐς αὐτοὺς τῶν Λατίνων φθάσαντες ἔφοδον εἰς τὸν τῷ Ρουσίῳ περικείμενον τόπον λεληθότως παρεμβάλλουσι, καὶ δὴ ἐπανιοῦσι τοῖς Λατίνοις ὀφθέντες τῷ τε τῆς θέας ἀδοκήτῳ διαθροοῦσι καὶ φαντάζεσθαι τὰ μὴ χρηστὰ τῷ πλήθει διδόασιν. ἀμέλει καὶ συμπλοκῆς καρτερᾶς γενομένης καὶ ταῖς ἀνδραγαθίαις ἐξισουμένων ἑκατέρων, τελευτῶν πολλὰ δράσαντες οἱ Λατῖνοι σχεδὸν ἀπέθανον ἅπαντες.

Τῆς δὲ μάχης ταύτης οὕτω γεγενημένης, ἕτεραι Σκυθῶν ἀποσπάδες μυριάριθμοί τε καὶ μάχιμοι περὶ τὸν Ἄπρων ἐλάσασαι τοῦτον εὐπετῶς χειροῦνται καὶ τὸ ὅλον αἱροῦσιν αὐτοβοεί· καὶ τὸν μὲν καθεῖλον, τοῦ δ᾿ ἐνόντος πλήθους ὃ μὲν ἀπέκτειναν οἱ Σκύθαι, ὃ δ᾿ ἀπήνεγκαν εἰς λαφυροπώλησιν συνδοῦντες καὶ τὰς χεῖρας ἀποστρέφοντες. πολλοὺς δὲ καὶ πυρὶ παρέδοσαν νικῶντες, οὐ μὴν καὶ ταῖς νίκαις ἀνθρωπίνως χρώμενοι.

Ἐκ δὲ τῆς θερμῆς ταυτησὶ μάχης ἐπὶ τὴν παράλιον τραπόμενοι Ραιδεστὸν τὸν μὲν Βρανᾶν Θεόδωρον, ὃς ἡγεμόνευε τῶν ἐς Ὀρεστιάδα στελλομένων Λατίνων, καὶ πρὸ τοῦ ἐπιστῆναί σφας ἐκεῖθι φυγάδα δεδείχασιν ὥσπερ καὶ τὸ συνεπόμενον ἐκείνῳ στράτευμα, τὴν δὲ πόλιν ὁλοσχερῶς καὶ κατὰ κράτος ἑλόντες ἠνδραποδίσαντο. εἶτα καὶ εἰς ἔδαφος βάλλουσιν, ἀθάνατον τὴν πρὸς ἡμᾶς ἔχθραν ὑπὸ Βλάχων ἔχειν δεδιδαγμένοι καὶ πρὸς παῖδας ἀπὸ παίδων παραπέμπειν ἀείμνηστον.ὸ δὲ πρόθυμον μὴ καταψύξαντες, ἀπηντηκότες ἐκεῖθεν ἐς Πέρινθον, ἐκ δὲ ταύτης εἰς τὸ Δαόνιον οὐδενὸς εἰς χεῖρας ἰόντος διὰ τὸ τῆς τόλμης παράβολον, καθ᾿ ἡλικίαν αὐτὰς ᾐχμαλώτευσαν καὶ τὰ τείχη κατήρειψαν.

Οὐ μόνα δὲ τὰ πρὸς θάλασσαν οὕτως ἔπραττον ταῖς τῶν Σκυθῶν εὐχειρίαις καὶ γενναιότησι καὶ τῶν ἑπομένων σφίσιν ἐκ τοῦ Βλαχικοῦ συστήματος, οἱ καὶ μᾶλλον τοῖς περιβόλοις τῶν πόλεων ἐπεβούλευον σκαπάνας καὶ πτύα χειριζόμενοι, ἀλλὰ καὶ τὰ τῆς ἅλμης ἀφιστάμενα πάντα τοῖς αὐτοῖς καὶ χείροσι κακοῖς προσεπάλαιον, μηδεμιᾶς ἐλπίδος εἰς σωτηρίαν ὑποκειμένης, ἐπεὶ καὶ οἱ ἀήθως ἐκ δουλείας ἐλευθερίας ηὐμοιρηκότες, τῶν μεγίστων ἀεὶ ἐφιέμενοι οὐδένα μὲν τοῦ δυσπραγήσειν αὖθις λόγον τιθέασιν, ταῖς δὲ παρατυχούσαις τύχαις καὶ νίκαις ὡς ἐπὶ πλεῖστον ἐπεξερχόμενοι τῶν μὲν πρώην τέλεον ἐπιλήθονται, τοῖς δ᾿ ἐνεστῶσι γήθονταί τε καὶ ἐνυβρίζουσι.

Διὰ ταῦτα τοίνυν ἥ τε λαχοῦσα πολιστὴν τὸν Ἀρκάδιον καὶ Μεσήνη ἐπὶ τῇδε καὶ πρὸς αὐτῇ Τζουρουλὸς τὰ τῶν δεινῶν πεπόνθασιν ἔσχατα καὶ ἀγροὶ καὶ κῶμαι καὶ τἆλλ', ὁπόσα ταῖς πόλεσι ταύταις ὑπέκυπτον πρότερον καὶ ὅσα ἐς αὐτὴν τὴν πόλεων πασῶν προεδρεύουσαν παρατείνουσι, ταῖς Σκυθικαῖς χερσὶ καθυπέκυψαν.

Ἐπὶ πᾶσι καὶ οἱ τὸ πόλισμα τὸν Ἀθύραν οἰκοῦντες ὀλέθροις ἀνηκέστοις περιεπάρησαν. τὰ μὲν γὰρ πρῶτα ἐπὶ χρήμασι τοῖς Σκύθαις συνέβησαν καὶ ἦσαν οἳ ἐκ Σκυθῶν ἀφιγμένοι τὰ ἐκ χρυσοῦ ἐισέπραττον κόμματα· πρὸς δ᾿ ἑσπέραν ἐνίων ἀπαντησάντων ἐκεῖσε τοῦ Λατινικοῦ συντάγματος, ὃ συνῆν ἐν Ραιδεστῷ τῷ Βρανᾷ, κεχαρισμένως σφίσιν, ἀλλ᾿ οὐ προσάντως οἱ ἐν Ἀθύρᾳ προσφέρονται· ᾤοντο γὰρ ὡς συμπαραμενοῦσιν ἐκεῖθι καὶ τὸν κατὰ Σκυθῶν ἀγῶνα ἐπαποδύσονται. ἀλλ᾿ οἱ μὲν περὶ πρώτην φυλακὴν τῆς νυκτὸς ἐκεῖθεν μεθίστανται, λαθεῖν τοὺς Σκύθας καὶ παρελθεῖν σπουδὴν τιθέμενοι, κἂν ἐξέπεσον τῶν κατὰ σκοπόν, Σκυθῶν ἑτέραις μοίραις προελασάσαις ἐγκύρσαντες κατ᾿ αὐτὸ τὸ Ρήγιον καὶ πάντες ὡς διὰ βραχέος ἐς τὸ ζῆν κινδυνεύσαντες. οἱ δὲ Σκύθαι μετὰ τὴν τῶν Λατίνων ἀπονόστησιν ὑπὸ τῶν τὰ χρήματα συλλεγόντων ὁμογενῶν λάθρᾳ περὶ μέσας νύκτας διὰ τοῦ τείχους ἀνιμηθέντες καὶ τῶν πυλῶν ἐγκρατεῖς γενόμενοι τὰ ξίφη σπασάμενοι σὺν ἀλαλαγῇ φρικαλέᾳ τοῖς πλείστοις ἔτι καταδαρθάνουσιν ἐπεισπίπτουσιν, ὅτε μηδὲ διαδρᾶναι ῥᾴδιον ᾖν.

Γίνεται οὖν τῆς νυκτὸς ἐκείνης ἔργον χρῇζον δακρύων κατὰ ποταμοὺς ῥεόντων ἀένναα· οὐ γὰρ μόνον ἄρρενές τε καὶ θήλειαι τοῦτο μὲν ἀνῃρέθησαν, τοῦτο δὲ ἀπήχθησαν δορυάλωτοι, ἀλλ᾿ οὐδὲ τὰ ὑπομαστίδια τῶν παίδων τοῦ κακοῦ ἐφάνη ἀνώτερα, ἀλλ᾿ ἀπεθερίσθη καὶ ταῦτα κατὰ χλόην καὶ ἄνθος εὐμάραντον ὑπὸ τῶν ἐλέῳ ἀναλώτων ἐκείνων ἀνδρῶν καὶ μηδαμῶς εἰδότων ὡς ἀδικεῖ τὴν φύσιν καὶ τὸν θεσμὸν ἀθετεῖ τὸν ἀνθρώπινον ὁ περαιτέρω τῆς νίκης καὶ τοῦ κρατεῖν τῶν ἐναντίων θυμῷ χρώμενος. τὸ δὲ δὴ μείζονος πένθους ἄξιον, προκατειληφότες οἱ ἄσπονδοι τὰς ᾐόνας τοὺς ἐπ᾿ αὐτὰς συνδραμόντας οὓς μὲν διήλαυνον ξίφεσιν, οὓς δὲ ἀπῆγον ὀπίσω, οὓς δὲ κατὰ βυθῶν ἠνάγκαζον φέρεσθαι καὶ τοῖς ὕδασιν ἐναπόλλυσθαι· βραχεῖς δὲ καὶ σκαφῶν λαβόμενοι διεσώθησαν· ἦσαν δ᾿ οἳ καὶ διαμαρτόντες τῆς ἀναβάθρας εἰς τὰς παρεξειρεσίας ὤλισθον καὶ περιερρύησαν εἰς τὴν θάλασσαν. οὕτω μέγα ἦν τὸ δεινὸν καὶ πολυειδὲς καὶ μικροῦ πανώλεια τῶν ἐκεῖ.

Ἐκ δὲ τούτου κατὰ συναγωγὰς καὶ στρατόπεδα τοῖς ἔμπροσθεν προβαῖνον τὸ βάρβαρον ὡσεὶ καὶ σφοδρά τις λαῖλαψ διεφόρει τὸ πᾶν, ἢ γοῦν ὡσεὶ πῦρ, ὃ διαφλέγει δρυμόν, τὰ ἐν ποσὶν ἐπενέμετο. ἦν δὲ τῶν πάντων οὐδὲν ἀνεξερεύνητόν τε καὶ ἀπρονόμευτον, ἀλλ᾿ ἐκ πλείστων καὶ μεγίστων πόλεων ἀσκύλευτοί τε καὶ ἀκαθαίρετοι Βιζύη τε καὶ Σηλυμβρία παρὰ Σκυθῶν ὑπελείφθησαν· μόναι γὰρ αὗται οὐχ ὅπως ἰσχυροῖς διειλημμέναι τείχεσιν, ἀλλὰ καὶ τῇ τῶν τόπων θέσει μάλιστα κρατυνόμεναι τὸν παντελῆ διέδρασαν ὄλεθρον, μηδ᾿ ἄλλως ἀπὸ Λατίνων οὖσαι ἀνεπισκόπητοι.

Ἰταλοὶ μὲν οὖν ἐπὶ τούτοις εἰς ἀγεννὲς καταβληθέντες φρόνημα ὡς εἰς μάνδραν τὴν Κωνσταντίνου ἐνειλοῦντο καὶ τῶν ὅσα τοῖς πολιορκουμένοις χρήσιμα ἐπεμέλοντο, τὰ πρὸς χέρσον τείχη διανειμάμενοι, καὶ Ρωμαίοις ἐνέδοσαν ἔνθα σφίσι βουλητὸν ἀπανίστασθαι. τὸ δὲ πολέμιον χρονίσαν ἐν τοῖς μικρὸν ἄποθεν τῆς πόλεως χωρίοις, πολλάκις δὲ καὶ τοῖς τείχεσι προσεγγίσαν ἐν τῷ μάχης ἐξάπτεσθαι, ἔστι δ᾿ ὅτε καὶ διὰ τῆς λεγομένης τοῦ ἁγίου Ρωμανοῦ πύλης κατ᾿ ὀλιγίστους ἐπεισιὸν πρὸς ἀνδρείας ἐπίδειξιν, εἰπεῖν δὲ καὶ τύχης, ἥτις ἐν ταῖς τότε πράξεσιν αὐτοῖς συνεφείπετο, καὶ μετὰ φόνον τῶν ἐν ταῖς πύλαις αὐτίκα μάλα ἐπαναλῦσαν, ἐς τὰ οἴκοι πάλιν πανστρατὶ ἐπανέζευξε, κατὰ μὲν ἀγέλας κτηνῶν τὸ αἰχμάλωτον, κατὰ δὲ τῶν ἄστρων τὴν πολυπλήθειαν τὰ ὑπὸ ζυγὸν καὶ δίαιταν ζῷα ἐληλακός.

Ἔπειτα μετὰ πλείστων καὶ κρατίστων δυνάμεων ἐξιὼν ὁ Ἰωάννης παντὸς ἔργου κρεῖττον καὶ προυργιαίτατον τίθησι τὴν Ἀδριανοῦ χειρώσασθαι καὶ καταστρέψασθαι τὸ Διδυμότειχον, κρίνων τάσδε τὰς πόλεις ἆθλον τοῦ πολέμου παντός, καὶ ὡς εἴη ἅμα οὕτως αὐτῷ τῆς Θρᾴκης ἀπαναστῆσαι Ρωμαίους καὶ θηρίοις ἀνεικέναι μόνοις αὐτὴν εἰς ἐνοίκησιν. περὶ τοίνυν τὸ Διδυμότειχον καταστρατοπεδευσάμενος καὶ τὸ χωρίον ὁρῶν ὑπερδέξιον χαλεπόν τε καὶ ἄπορον αἱρεθῆναι μεταφέρειν τὸν ποταμὸν Εὗρον ἐπεβάλετο, περικλώμενον τῷ φρουρίῳ καὶ διὰ καθόδων τοῖς πολλοῖς ἀγνώστων τοὺς ἔνδον ποτίζοντα. καὶ μηχανὰς περιστήσας τὸ τεῖχος ἔτυπτεν, ἐν οἷσπερ εἴκαζε μὴ πάμπαν εἶναι τοῖς προσβάλλουσιν ἀκατάσειστον, οὔτε μὴν προεκλύοιντο τὰ διαφιέμενα τῶν λίθων βάρη τῷ διαστήματι.

Οἱ δ᾿ ἔνδον τὸν Ἰωάννην ἐκμειλισσόμενοι παραλογάς τινας καὶ φάσεις εὐπρεπεῖς καὶ παρακλήσεις αἱμύλους προσῆγον καὶ πόρρωθεν καὶ ὡς βασιλέα σφῶν ἀνευφήμουν ἐφιστάμενοι ταῖς ἐπάλξεσι καὶ φόροις ὑποκεῖσθαι καθωμολόγουν καὶ πάντα δρᾶν συνετίθεντο προθύμως, ὁπόσα ἂν ἐκεῖνος ἔχῃ διατάττεσθαι, πλὴν τοῦ δέξασθαι αὐτὸν τῷ πολίσματι. ὁ δὲ πρὸς ὀργὴν ἐκφερόμενος καὶ χαλεπαίνων οὐδαμῶς αὐτοὺς ἐπὶ τούτοις προσίετο, ἀλλ᾿ ὑπεκστῆναί οἱ τοῦ φρουρίου πολὺς ἐγκείμενος, ὡς καὶ μόνον οὕτω σπεισόμενος, κατ᾿ οὐδὲν ἠφίετο τοῦ ἀγῶνος ἐπάλξεις ἀποσύρων τῇ βίᾳ καὶ τῷ ῥοίζῳ καὶ τῷ μεγέθει τῶν ἀφιεμένων χερμάδων καὶ γωνίας πύργων κατασπῶν καὶ καταρρηγνὺς τὰ τούτων θωράκια. οἱ δ᾿ ἐντὸς δρυφάκτους καὶ γέρρα πηξάμενοι καὶ νεόδορα νάκη τοῖς τείχεσι προπετάσαντες, ὡς περιολισθαίνοιεν αὐτοῖς κολπουμένοις ὅσα αἱ μηχαναὶ διηφίεσαν, ἕως μὲν ἀνοχὴν τῷ μαχησμῷ παρεῖχεν ὁ Ἰωάννης, καὶ οὗτοι σχήμασιν ἱλασίμοις καὶ ῥήμασιν ἐναισίμοις ἐπλάττοντο τὸν ὑποβαίνοντα καὶ ἐτέχναζον· ἡνίκα δ᾿ ἐκεῖνος ἀποβιβάζων τῶν ἵππων τὸ γενναῖον τῆς στρατιᾶς κατὰ τὰ παρερρωγότα μέρη τοῦ τείχους τοῦτο διέταττε πεφραγμένον τοῖς ὅπλοις πάντοθεν ἢ καὶ πρὸς ἐπιβατηρίους ἔβλεπε μηχανὰς καὶ τὸ λοιπὸν ἀντιπαρεξέτεινε στράτευμα πολλαχῇ, τότε καὶ αὐτοὶ τὰ τῶν ὑποπιπτόντων ἀποδυόμενοι προσωπεῖα καὶ τὸν λαμπρὸν πολέμιον παραφαίνοντες ἐν οἷς εἶχον ἠμύνοντο, ἐν τοῖς τείχεσι κειμένην ὁρῶντες τὴν σωτηρίαν καὶ μηδὲν τῆς ἀνάγκης βιαιότερον ἕτερον κρίνοντες, ἀπογνώσει τε καὶ θυμῷ στρατηγούμενοι οὐκ ἐλάσσω ἔδρων ὧν ἔπασχον χειρῶν καὶ τόλμης ἔργα ἐπιδεικνύμενοι.

Ἱκανῶς οὖν ἐπὶ τῇ πολιορκίᾳ ταύτῃ χρονοτριβήσας ὁ βάρβαρος ἐπάνεισιν ἐς Μυσίαν, περισβεσθεὶς μὲν καὶ τὴν ὁρμὴν ἀπορίᾳ ὡς καὶ ὕλης ἐκλειπούσης φλόξ, ἀλλὰ δὴ καὶ περιψοφηθεὶς ὑπὸ φήμης ἑτέρῳ ἐξ ἑτέρου παραδιδούσης καὶ πολλαχῇ διατρεχούσης Λατινικὸν στῖφος ἔντροφον πολέμῳ πρὸς ἐπικουρίαν τῶν ἐκεῖθι μέλλειν ἀφίξεσθαι.

Τότε δὲ μαλακῷ θανάτῳ τὸν βίον προήκατο καὶ ὁ πατριάρχης Ἰωάννης ὁ Καματηρός, καταλελυκὼς πλάνης καὶ ἄποικος ἐς τὸ Διδυμότειχον.

Οἱ δ᾿ ἐξ Ἰταλῶν οὐκ ἀηδῶς ἀλλ᾿ ὠσὶν ὀρθίοις δεξάμενοι τὴν ἐς Ὀρεστιάδα καὶ τὸ Διδυμότειχον πρόσκλησιν τῶν Ρωμαίων, ὡς δῆθεν τὰ κατὰ σφᾶς διομαλίσουσαν πράγματα, ὅτι καὶ πρὸς τῶν πόλεων τῶνδε πρώτως ἀποστασῶν καταρραγῆναι ᾤοντο, ἄραντες ἐκ τῆς Κωνσταντίνου τὴν μὲν πρώτην πρὸς τῷ Ἀθύρᾳ στρατοπεδεύουσι, τῇ δ᾿ ὑστεραίᾳ εἴσω Σηλυμβρίας παρήλθοσαν. ἐκεῖθεν δ᾿ ἡμέρας τινὰς διαγαγόντες, ἐπισιτισάμενοι τὴν Ἀδριανοῦ κατειλήφασι.

Τοιαῦτα δ᾿ ἦν τὰ ὑπὸ Σκυθῶν καὶ Βλάχων ἐν ταῖς τότε διαπραχθέντα ἐπιδρομαῖς, ὁποῖα οὖς οὐκ ἤκουσεν, οὔτε ὀφθαλμὸς ἑώρακε πώποτε, οὔτε μὴν ἐπὶ καρδίαν τινὸς ἀναβέβηκε. πόλεις μέγισται πρὶν καὶ περίπυστοι, μυριάνθρωποι κωμοπόλεις, ἀξιοθέατοι ἀγροὶ καὶ λειμῶνες καλλιφύτευτοι, παράδεισοι εὐθαλεῖς ἀειρρύτοις νάμασιν ἀγλαόκαρποι, ὑψόροφοι δόμοι καὶ οἰκήσεις περίβλεπτοι ἐς ὑπερβολὴν πεφιλοτεχνημέναι καὶ χρώμασι πολυειδέσι διηνθισμέναι, παντοδαπαί τε χάριτες βαλανείων καὶ καρποβριθεῖς ἡμερίδες καὶ λήϊα τῷ σίτῳ ἀκμάζοντα καὶ ἄλλ᾿ ἕτερα μυρία, ὁπόσα φύουσιν ὧραι καὶ τὸν ἥμερον βίον ἀγάλλουσι καὶ τιθέασιν ἐπιτερπὲς καὶ πάσαις χάρισι περιστεφὲς καὶ πολυάρατον τὸ περίγειον, ταῦτα δὴ πάντα ἔρημα ἀνθρώπων ὁρώμενα ἐχίνοις μόνοις καὶ θηρίοις οἰκήσιμα ἦν. εἶπεν ἄν τις ἐπιστὰς ἐκείνοις καὶ πλεῖστα κοψάμενος καὶ δάκρυ χεάμενος καὶ κόνιν πασάμενος καταστροφὴν ὁρᾶν τοῦ παντός, ἢ γοῦν τῶν ὄντων ἑτέραν παραγωγήν, καθ᾿ ἣν ὁ μὲν θεὸς ἀπεφαίνετο χόρτον καὶ βοτάνην καὶ σπεῖρον σπέρμα κατὰ γένος τε καὶ καθ᾿ ὁμοιότητα ἐκ τῶν λαγόνων τῆς γῆς ἀναδίδοσθαι, ὁ δ᾿ ἄνθρωπος οὔπω ἦν ὁ τούτοις χρησόμενος. πόθεν ἂν ἐπλούτησα γλῶτταν εἰς τοσούτων κακῶν διαρκῆ φιλότιμον ἀπαρίθμησιν ἢ φωνῆς μέγεθος διαπεμπούσης τοῖς πόρρωθεν τὰ γραφόμενα; Ὡς δυστυχὴς ἐγὼ συγγραφεύς, οἵοις κακοῖς ἐταμιευόμην, οἵοις ἐμοῖς τε καὶ τῶν φυλετῶν δυσπραγήμασι τὸν λόγον χαρίζομαι. τίς γὰρ ἂν καὶ σχοίη ὅλως ὑπενεγκεῖν τοιαῦτα θεώμενος τρόπαια πρὸς τῶν πολεμίων ἀνεγειρόμενα; οἱ μὲν γὰρ πάλαι ταῖς μάχαις κρατοῦντες, ἀνθρώπινα φρονοῦντες, οὐδ᾿ ἀθάνατα τὰ μίση τηρεῖν δοκιμάζοντες, διὰ ξύλων καὶ βραχέων λίθων ἀνίστων τὰ τρόπαια, ὅπως ὀλίγον χρόνον διαμεμενηκότα παρέρχηται, ὡς μηδὲ φιλίας ὑπομνήματα ὄντα, ἀλλ᾿ ἔχθρας καὶ προχύσεως αἱμάτων ἐμπυρεύματα. νυνὶ δὲ πόλεων κατασκαφαὶ καὶ τοῦ παντὸς ἀφανίσεις δείγματα τῆς νίκης πρὸς τῶν βαρβάρων ἐξεύρηται, οἷς θεόθεν εἰς μαστίγωσιν ἐκδεδόμεθα. οὐκ ἀνεχόμενοι δέ, εἰ μὴ καὶ τὸν κολοφῶνα τῶν ἀτοπημάτων προσεπιθήσουσι καὶ προσεπαγάγωσι τὰ παλαμναιότατα, καί γε τῶν Ρωμαίων τινὰς συγκατέχωσαν ζῶντας τοῖς φυσικῷ μόρῳ ἢ καὶ νόμῳ πολεμίῳ καταστρέψασι τὸ ζῆν ὁμοφύλοις ἐκείνοις, συνεντυμβεύσαντές σφισιν ἱππάρια δρομικά, οἷς ἐπεκάθηντο, καὶ τόξα κερουλκὰ καὶ ἀμφήκη φάσγανα, μὴ ὄντος λυτρουμένου μηδὲ σώζοντος. οὕτω παρὰ βαρβάροις οὐ φειδώ τις καὶ συστολὴ τῶν ἀνομοίων τῇ φύσει πράξεων.

Ἦσαν δ᾿ ἡμέραι πασχάλιοι τῆς ἐνάτης διιππευούσης ἐπινεμήσεως τοῦ ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ τεσσαρεσκαιδεκάτου ἔτους, ἡνίκα τὰ οἰκτρὰ ταῦτα καὶ πᾶσαν ἀκοὴν καὶ θέαν δεινὴν ὑπερπαίοντα συνηνέχθησαν. παιάνων τοίνυν καὶ στεναγμάτων ξύμπας ἐπεπλήρωτο χῶρος, ὃν ἐπῆλθε τὸ Σκυθικόν, καὶ θρῆνος καὶ οὐαὶ καὶ κλαυθμὸς τὸν ἦχον ὑπερεφώνει τὸν ἑορτάσιμον. καὶ ὅτε τάφων κένωσις καὶ ᾅδου καθαίρεσις καὶ τὰ ἐκ νεκάδων ἀνεγερτήρια τοῖς εὐσεβοῦσιν ᾔδετο, τότε εἰς κευθμῶνας γῆς καὶ τὰ τοῦ ᾅδου ζοφερὰ καὶ φοβερὰ σκηνώματα κατὰ συνόδους αἱ πόλεις καθίεντο. τὰς δ᾿ ἀπαγωγάς, τὰς δὲ προνομάς, τὴν δ᾿ ἐναπερριμμένην ταῖς τριόδοις ἄωρον ἡλικίαν καὶ τοὺς διαξιφισμοὺς τῶν προηκόντων χρόνῳ σωμάτων τίς οὕτω πολύδακρυς καὶ πολύθρηνος ἐν ἀνθρώποις ὡς ἀξίως καὶ πενθῆσαι καὶ δεξιώσασθαι δάκρυσι; Πρὸ δὲ τῆς ἐπιδρομῆς τῆσδε τῆς Σκυθικῆς περὶ τὰ Θρᾳκικὰ πεδία κορωνῶν καὶ κοράκων στρατόπεδα, ἃ μὲν ἀπὸ μερῶν τῶν βορείων, ἃ δ᾿ ἐκ τῶν νοτίων, κατ᾿ ἐξαισίαν τινὰ καὶ μὴ αὐτόματον συνδρομὴν εἰς ἕνα συνεληλυθότα χῶρον ἀλλήλοις συνέρραξαν καὶ κατευμεγεθήσαντες οἱ κόρακες τὰς τῶν ἐκ νότου κολοιῶν ἐτρέψαντο φάλαγγας.

Οὐ μόνον δὲ τὰ Θρᾳκῷα ὁ δαίμων ἀντιπεριέστησεν εἰς τοιαύτην ἀθλιότητα καὶ πειρασμῶν μὲν ἀνερράγη θάλασσα, κακῶν δ᾿ ἀνηκέστων κλυδώνιον ἔζεσε καὶ συμφορῶν ἀνερριπίσθησαν λαίλαπες, ἀλλὰ καὶ τὰ καθ᾿ ἑσπέραν οὐ πρὸς ἔλαττον ἔπασχον. Ἀθήνας μὲν γὰρ καὶ Θήβας καὶ Εὔβοιαν καὶ τὰ περὶ Μεθώνην καὶ Πάτρας σπεῖρα Καμπανῶν καὶ μοῖρα Λατίνων εὐσύνοπτος ὡσεὶ καὶ κτήσεις διενείμαντο πατρῴας, οἱ δὲ σφῶν δεσπόζοντες πρότερον ἐν προπηλακισμῷ καὶ ἀτιμίᾳ ἠνείχοντο σφίσι μᾶλλον καθυποκύπτειν ἢ νυγμόν τινα λαβεῖν ἐς ψυχὴν καὶ ὑπὲρ ἑαυτῶν καὶ τέκνων ἀνδρίσασθαι, μήτ᾿ αὐτόθεν εἰς ἐλεύθερον παροξυνθέντες φρόνημα, μήτ᾿ ὀψέ ποτε νοῦν ἔχειν ἀρξάμενοι. εἰσὶ δ᾿ οἳ καὶ εἰς ὁλοσχερῆ φιλοτιμίαν κατὰ τῆς ἑαυτῶν πατρίδος ὑπεκκαέντες, ἀνδραποδώδεις ἄνθρωποι, τρυφῇ καὶ ταῖς ἄλλαις ἀπονοίαις διεφθαρμένοι, ὀχυρωμάτων καὶ φρουρίων ἀποτόμων λαβόμενοι, οἱ δὲ καὶ πόλεων εὐτειχίστων ἐπιβάντες, κακοδαίμονας τυραννίδας περιεβάλλοντο, καὶ δέον φιλεχθρεῖν Λατίνοις, οἱ δ᾿ ἀντωφθάλμουν ἀλλήλοις καὶ Λατίνοις, τὸ καινόν, ἐσπένδοντο.

Ὁ μὲν γὰρ Σγουρὸς Λέων Κόρινθον διεῖπε καὶ Ναύπλιον, ὡς καὶ ἔμπροσθεν ἐρρέθη μοι· ὁ δὲ Χαμάρετος Λέων τῆς κοίλης κρατῶν Λακεδαίμονος τύραννος ἦν τῶν Λακώνων. Αἰτωλίαν δὲ καὶ τὰ τῇ Νικοπόλει προσοριζόμενα καὶ ὅσα πρόεισιν ἐς Ἐπίδαμνον ὁ Μιχαὴλ ἰδιώσατο, ὃν ἐκ σπερμάτων σκοτίων ὁ σεβαστοκράτωρ ἐφύτευσεν Ἰωάννης ὁ Δούκας. ὁ δὲ μαρκέσιος Βονιφάτιος τῇ Θεσσαλονίκῃ προσεδρεύων ὑποκειμένην εἶχεν ἑαυτῷ τὴν ἐς Ἁλμυρὸν ἐκτεινομένην ἀγχίαλον πᾶσαν καὶ πεδίων ἤρχετο Λαρισσαίων καὶ μετελάγχανε τῶν φόρων ὁπόσοι ἐξ Ἑλλάδος καὶ τῆς νήσου τοῦ Πέλοπος εἰσεπράττοντο. ἐπὶ δὲ τούτοις καὶ ἄλλος τις τὰ Θετταλίας κατέχων μετέωρα, ἃ νῦν μεγάλη Βλαχία κικλήσκεται, τοπάρχης ἦν τῶν ἐκεῖ.

Εἰς τοσαύτας δὲ τυραννίδας διαιρεθείσης τῆς ἑσπέρας τί μὲν τῶν καλῶν οὐκ ἀπῆν, τί δὲ τῶν κακῶν οὐ παρῆν; χρημάτων ἀφαιρέσεις, τῶν θρεψαμένων ἐκτοπίσεις, σφαγαὶ καὶ φυγαί, καὶ μυρία πρὸς τούτοις ἄλλα δεινά, ὧν τὰ πλείω οἱ ἐκ Ρωμαίων ἐπετόλμων τύραννοι, μάλιστα δ᾿ ἁπάντων ὁ Σγουρὸς Λέων, ὃς οὐδὲ τῆς γειναμένης εὖ ποιῶν ἐφείσατο, ἀλλὰ καὶ τῷ τῆς μητροπόλεως Κορίνθου ἀρχιποίμενι Νικολάῳ σπεισάμενος καὶ τὰς πρώην διχονοίας διαλυσάμενος καὶ σύσσιτον οὕτω τὸν ἄνδρα παρειληφὼς τὸ μὲν σῶμα συνέστιος ἦν, τὸ δὲ φρόνημα δυσμενὴς ὁποῖος καὶ πρότερον, ὅθεν τὰς κόρας αἱμάξας εἶτα καὶ κατὰ σκοπέλων ἀφίησι.

Κατὰ δὲ τὴν ἕω Προυσαῖοι μὲν καὶ Νικαεῖς, Λυδοί τε οἱ φιλόμολποι καὶ Σμύρνη καὶ Ἔφεσος καὶ τὰ μεταξὺ τούτων κείμενα ὡς βασιλεῖ προσανεῖχον Θεοδώρῳ τῷ Λάσκαρι. ὁ δὲ καὶ νῆας μακρὰς τεκτηνάμενος τὰς πλείους τῶν νήσων ὑπηγάγετο. σπεισάμενος δὲ καὶ Καϊχοσρόῃ, τῷ τοῦ Ἰκονίου σουλτάνῳ, μέρος ἀπένειμε τῆς ἀρχῆς τῷ κηδεστῇ ἐκείνου Μανουὴλ τῷ Μαυροζώμῃ· τὸ δὲ ἦν ἡ ἐμοῦ τοῦ συγγραφέως Νικήτα πατρὶς αἱ Χῶναι καὶ ἡ ἀγχιτέρμων ταύτῃ Φρυγικὴ Λαοδίκεια καὶ εἰς ὅσα περικλᾶται Μαίανδρος ἀπερυγγάνων ἐς ἅλα τὰ νάματα. Δαυὶδ δὲ καὶ Ἀλέξιος οἱ ἐξ υἱέως φύντες τοῦ τῶν Ρωμαίων τυραννήσαντος Ἀνδρονίκου (Μανουὴλ ἐκείνῳ τὸ ὄνομα), ὁ μὲν τὴν κατὰ Πόντον Ἡράκλειαν καὶ Παφλαγόνας διεῖπεν, ὁ δ᾿ Ἀλέξιος Οἰναίου τε καὶ Σινωπέων τῆς πόλεως καὶ Τραπεζοῦντος αὐτῆς τὴν δυναστείαν περιεζώννυτο. τὴν δ᾿ Ἀττάλου διῴκει τις ἕτερος, τὴν κλῆσιν Ἀλδεβραντῖνος, ἐξ Ἰταλῶν μὲν τὴν γένεσιν ἕλκων, ἀκριβῶς δ᾿ ἐντεθραμμένος τοῖς Ρωμαϊκοῖς ἔθεσι. κἀν τῇ Ρόδῳ τῇ νήσῳ ἄλλος τις ἐπρωτίστευε.

Καὶ δέον ὡμονοηκότας προβουλεύσασθαί τι καὶ καταπράξασθαι προφυλακτικὸν μὲν τῶν μήπω κακῶς πεπονθότων τῆς πατρίδος μερῶν, ἀνακλητικὸν δὲ τῶν ἡλωκυιῶν πόλεων, οἱ δὲ εἰς δοξομανίαν ἐκτραχηλισθέντες καὶ καλεῖσθαι τύραννοι θέλοντες καθ᾿ ἑαυτῶν ὥπλιζον τὰς χεῖρας, βακτηρίαν καὶ νῆψιν, εἴπῃ δ᾿ ἄν τις καὶ πανοπλίαν καὶ τρόπαιον ἐξ ἐφόδου τοῖς τῶν Ρωμαίων πολεμίοις τὸ διχονοεῖν ἀλλήλοις καὶ διεστάναι βραβεύοντες. ἦν τοίνυν τοῦ βουλομένου παντὸς ἐκ τοῦ τῶν Λατίνων πολυσπεροῦς συντάγματος τὰ γραφικὰ ταῦτα ἐπᾴδειν Ρωμαίοις ἐπιστρατεύοντος “διώξας καταλήψομαι, μεριῶ σκῦλα, ἐμπλήσω ψυχήν μου, ἀνελῶ τῇ μαχαίρᾳ μου, κυριεύσει ἡ χείρ μου.” Πολλοὶ τοίνυν μέτριον συγκροτήσαντες στόλον καὶ ἱππότας βραχεῖς μισθωσάμενοι Ρωμαϊκαῖς ἐγκατεκολπίζοντο νήσοις ὡς πάντῃ πάντως ἐρημαζούσαις τοῦ ἐπαρήξοντος. ὅθεν πειραταί τινες Γενουῖται, περιψήματα ἀνδρῶν καὶ ἀμβλώματα, οὐ κατὰ τοῦτο μέν τινος ὑπερφέροντες, κατὰ δ᾿ ἐκεῖνο τὰ δεύτερα φέροντες, ἀλλ᾿ ἁπανταχῇ πονήρως πράττοντες καὶ δυσδαιμόνως, στρογγύλων πέντε νηῶν ὁθενοῦν εὐπορήσαντες καὶ σκάφη τρίκροτα κατηρτικότες πρὸς τοῖς εἴκοσι τέσσαρα ἐς τὴν Κρήτην διαπλωΐζονται· καὶ πλασάμενοι τοὺς ἐμπόρους, εἶτα ἐπιθέμενοι ὡς πολέμιοι, τῆς νήσου ξυμπάσης κατίσχυσαν εὐμαρέστατα.

Τότε καὶ ὁ κρατῶν Ἰκονίου Καϊχοσρόης κατὰ τῆς Ἀτταλείας ἐστράτευσεν, αὐτοβοεὶ τὴν πόλιν ἑλεῖν φανταζόμενος ὡς οὐχ ἱκανὴν οὖσαν ἑαυτὴν διασώσασθαι. τὴν δ᾿ ἐκείνου ἔφοδον προεγνωκότες ὅ τε πολίαρχος Ἀλδεβραντῖνος καὶ οἳ σὺν αὐτῷ τοῖς κοινοῖς ἐπεστάτουν πράγμασι πέμψαντες ἐς Κύπρον συμμαχίαν ἐκεῖθεν εἰλήφασι πεζικοῦ στρατεύματος, ἐς διακοσίους ἀριθμουμένην Λατίνους. κἀπειδήπερ εἰς χεῖρας ὁ πόλεμος ἐγεγόνει καὶ περιείληφε τὴν πόλιν τὸ Περσικὸν στράτευμα, οἱ ἐκ Λατίνων ἐς φάλαγγα πυκνωθέντες καὶ τοῖς Πέρσαις ἐποφθέντες ἀπρόοπτοι τοῖς Ἀτταλεῦσιν ἐπήμυναν, καὶ οὕτω τῶν βαρβάρων καταστάντων ἐς δέος, ἔκ τε τοῦ σφῶν στρατεύματος πολλοὶ διαφθείρονται καὶ Καϊχοσρόης ἐκεῖθεν μεθίσταται, μὴ πλείους ἡμερῶν τῶν ἑκκαίδεκα περὶ τὴν Ἀττάλου βαλὼν στρατόπεδον.

Ἀλλὰ καὶ Θεόδωρος ὁ Λάσκαρις κατὰ τοῦ ἐν Πόντῳ Δαυὶδ στρατιὰν ἀγείρας τῆς μὲν Πλουσιάδος ἐπέβη καὶ τῆς πρὸς Δαυὶδ φιλίας ἐκείνην ἀπέστησε, τοξότιδα πᾶσαν οὖσαν καὶ μάχιμον· εἷλε δ᾿ ἂν καὶ Ἡράκλειαν καὶ τὸν Δαυὶδ δραπέτην ἐκεῖθεν ἔδειξεν, εἰ μὴ Λατίνων τῇ Νικομήδους παρεμβαλόντων κατ᾿ ἐπικουρίαν Δαυίδ, ἐπεὶ καὶ εἶχε τούτοις Δαυὶδ σπεισάμενος, ἐν ἀμφινοίᾳ κατέστη ὁ Λάσκαρις. εἷλκε μὲν γὰρ αὐτὸν ἐντεῦθεν προθυμία καὶ τόλμα κατὰ Λατίνων, ἐκεῖθεν δ᾿ αὖθις ἀντέσπα τὸ ἐν χερσὶν ἔργον, ὡσεὶ καὶ ἐντὸς Ἡρακλείας οἰόμενον εἶναι καὶ κυριεύειν τῆς πόλεως, καὶ πολλάκις ἑκάτερον καὶ ὡς ἐπὶ τρυτάνης ζυγοῦ καὶ μετὰ συνοχῆς ἕκαστον. ὡς δ᾿ ἐκεκρίκει συμφορώτερον μᾶλλον ἤπερ θρασύτερον ἐπὶ τοὺς ὑπερασπιστὰς ἵεσθαι τοῦ Δαυίδ, ἐπανακάμπτει μὲν εἰς αὐτούς, ἣν ὥδευε παρεικώς· οἱ δὲ τὰ περὶ τούτου πυθόμενοι συστάδην μὲν παρακινδυνεύειν οὐκ ἔγνωσαν, μεθίστανται δὲ νυκτὸς καὶ εἰσίασι τὸ Βυζάντιον.

Ὁ δέ γε Δαυὶδ ὡς οὔκουν ἐβάλετο κατὰ νοῦν, παρὰ δόξαν τοῦ κινδύνου ῥυσθείς, ὃν ἔγγιον εἶχε προσέρποντα καὶ σχεδὸν οὐδ᾿ ὅσα γόνυ κνήμης ἑαυτοῦ ἀφιστάμενον, ἀπρὶξ μὲν καὶ πάλιν τῆς Ἡρακλείας ἔχεται· τοὺς δ᾿ ἐν Βυζαντίῳ Λατίνους τῆς συμμάχου διαμειβόμενος στρατιᾶς σιτηγῶν πλοίων δεξιοῦται καταγωγαῖς καὶ κρέασιν ὑείοις ταριχηροῖς καὶ παρ᾿ αὐτῶν αἰτεῖται δευτέραν σύναρσιν καὶ λιπαρεῖ ταῖς πρὸς τὸν Λάσκαριν γραφαῖς καὶ σπονδαῖς τοῖς ὑποκειμένοις σφίσι κἀκεῖνον ἐντάττεσθαι καὶ τὴν ὑπ᾿ αὐτὸν πᾶσαν χώραν ταῖς ὑπὸ Λατίνους ἐγκρίνεσθαι. ἀμέλει καὶ ὡς εἶχε ταῦτα καταθεμένους, πύθοιτο δὲ καὶ τὸν Λάσκαριν ἐκ Νικαίας εἰς Προῦσαν μετάραντα, ἐξ Ἡρακλείας πρόεισι καὶ αὐτὸς τῷ συμμαχικῷ γαυριῶν, ὅπερ ἐκ Βυζαντίου προσεχῶς ἐκείνῳ ἀπέσταλτο, γυμνασίαν τε καὶ ἀνάπειραν ἑαυτοῦ κἀκείνων ποιούμενος, τὸν Σαγγάριον διαβὰς ποταμὸν ὑπηκόους κωμοπόλεις τῷ Λάσκαρι ἔκειρε. καὶ μεθ᾿ ἡμέρας μὲν αὐτὸς ἐκεῖθεν μεθίσταται ὁμήρους ἐκ τῆς Πλουσιάδος δεξάμενος, ἐνίοις δὲ καὶ δεσμὰ περιθέμενος διὰ τὸ σφᾶς προσχωρῆσαι τῷ Λάσκαρι· οἱ δ᾿ Ἰταλοὶ περί που τοὺς τριακοσίους ὁρώμενοι παρεσκευάζοντο μὲν καὶ περαιτέρω χωρεῖν κἀκ τῶν κοίλων πρὸς τὰ μετέωρα ἔβαινον, ἐπελθόντος δ᾿ αὐτοῖς ἀπροόπτως περὶ τὰς τῆς Νικομηδείας Τραχείας Ἀνδρονίκου τοῦ Γίδου καὶ γενομένης συμβολῆς, ἡττῶνται μετὰ πλείστας ἀμοιβὰς τοῦ πολέμου, οἱ δὲ καὶ ζωγροῦνται τοῖς περισχοῦσι τὰ ὄρη καὶ ταῖς προλελοχισμέναις ὑπὸ σφῶν περιπεσόντες ἐνέδραις, ὡς μηδὲ πυρφόρον ὑπολελεῖφθαι σχεδὸν τὸν τῷ Δαυὶδ ἀπαγγελοῦντα τουτοῒ τὸ δυσπράγημα.

Ἀλλὰ καὶ Πέτρος ὁ ἐκ Πράτζης, οὗ καὶ πρόσθεν ἐμνήσθημεν (μεγέθει δὲ οὗτος σώματος θαυμασίῳ ἐκέκαστο καὶ ψυχῆς γενναίῳ περιεβλέπετο παραστήματι), ταῖς Πηγαῖς τῇ πόλει προσδεχθῆναι φιλονεικῶν ἅτε δίκαιον ἐπ᾿ αὐταῖς ἔχειν ἰσχυριζόμενος ὡς οἷα πρώτως ἐκεῖ καταχθείς, ἡνίκα Λατῖνοι τὸν κατὰ τῶν πρὸς αὐγὰς ἡλίου Ρωμαίων ἐπανείλοντο πόλεμον, καὶ ἄλλοτε μὲν εἰσδῦναι ταύτας ἐκ τοῦ προφανοῦς ἐπειράσατο, ἀποπεμφθεὶς δὲ ὡς τῶν ἔνδοθι φρονούντων φίλα τῷ Λάσκαρι, ἔδοξε μὲν ἀποσχέσθαι ταυτησὶ τῆς προθέσεως, ὁ δ᾿ ἐνεδρεύων ἦν καὶ πάλιν, ὅτι μηδὲ προύπτως εἶχε βιάζεσθαι. τῶν γοῦν Πηγαϊτῶν τινας ὑποκλέψας καὶ διαφθείρας λάθρᾳ καὶ κατὰ βραχεῖς τοὺς οἰκείους ταῖς Πηγαῖς ἐπεισάγει, πολυωρουμένους παρὰ Σθλάβου τινὸς Βαρηνοῦ καὶ τῶν τούτου συνωμοτῶν. πέρας δὲ καὶ αὐτὸς ὁ Πέτρος καιροφυλακήσας τὰς Πηγὰς ὑπεισδέδυκε καὶ νυκτὸς ἐπιθέμενος σὺν οὐδενὶ πόνῳ τοὺς ἐναντίους διώσατο καὶ τῆς ὅλης κεκράτηκε πόλεως.

Οὑτωσὶ δὲ πραττομένων τούτων οἱ τὴν Ἀδριανοῦ κατειληφότες Λατῖνοι τὰ μὲν πρῶτα περὶ αὐτὴν ἐνηυλίσαντο καὶ ἀγορὰ τῆς πόλεως ἔξω πεποίητο· εἶτα καὶ συναιχμίαν μετὰ Ρωμαίων ἀποδειξάμενοι τῶν πόλεών τινας περιέρχονται κακῶς παθούσας ὑπὸ Σκυθῶν, καὶ ταύτας, ὡς ὁ καιρὸς ἐδίδου, καταστησάμενοι εἶτα καὶ τῶν τῆς Ροδόπης σχοινισμάτων ἅπτονται. μηδένα δὲ πολέμιον ἔχοντες ἐξαπτόμενον, μήτε μὴν ὅλως σφίσιν ὑποφαινόμενον, εἰσίασι τὸ ἔρυμα τὸν Στενίμαχον καὶ μεθιστῶσιν ἐκεῖθεν τοὺς ὁμογενεῖς σφῶν, ἀποσπάδας ὄντας τῶν τὴν Φιλίππου διεπόντων πρότερον, καὶ οὕτως ἐς Ὀρεστιάδα πάλιν ἐπαναλύουσιν. ἀλλὰ καὶ μοῖραν στρατεύματος Θεοδώρῳ τῷ Βρανᾷ παραδόντες στρατηγεῖν τῶν ἐκεῖ καταλείπουσιν. αὐτοὶ δ᾿ ἐπανίασιν ἐς Βυζάντιον καὶ εἰς βασιλέα χρίουσι τὸν Ἐρρῆν, ὃς ἦν αὐτοκασίγνητος Βαλδουίνου τοῦ πρώτως ἐκ Λατίνων τῆς Κωνσταντίνου κατάρξαντος. ἐνιαυτὸν δ᾿ ἕνα καὶ μῆνας τέσσαρας ἄνευ βασιλέως τὰ κοινὰ χειρίζοντες πράγματα οὐκ ἄλλως κατένευσαν χρῖσμα βασιλείας ὁτῳδὴ τῶν ἐκ γένους χαρίσασθαι, εἰ μὴ πρότερον τὸν τοῦ Βαλδουίνου θάνατον ἠκριβώσαντο.

Ἀκουέτωσαν ταῦτα Ρωμαῖοι οἱ χρίοντες ἅμα καὶ τὸν διὰ τάχους καθαιρήσοντα τὸν χριόμενον τῷ νῷ συλλαμβάνοντες. εἰκότως οὖν καὶ μητρόλεθροι ἔχιδναι καὶ γένος ἀπολωλεκὸς βουλὴν καὶ τέκνα μωμητὰ καὶ υἱοὶ ἄνομοι οἱ ἐς ἡμᾶς πρὸς ὅπλα ἔχοντες παρὰ πᾶσιν ἀκούουσιν ἔθνεσιν.

Ὁ δὲ τοῦ Βαλδουίνου θάνατος οὕτω συμβέβηκεν. ἐν τῷ Σκυθικῷ συλληφθεὶς πολέμῳ καὶ δεσμοῖς ὑποβληθείς, ὡς ἐρρέθη μοι, συχνὸν ἤδη χρόνον καθείργνυτο ἐς τὸν Τέρνοβον. ἀποστάντος δὲ τοῦ Ἀσπιέτου καὶ τῶν τῆς αὐτῆς ἐκείνῳ ἑταιρείας τε καὶ συντροφίας προσερρυηκότων, Λατίνοις θυμῷ ὑπερζέσας ὁ Ἰωάννης, καὶ τοῦ πάθους ἀεὶ ἐπίτασιν λαμβάνοντος, εἰς μανιώδη σχεδὸν ἐξώκειλε διάθεσιν· ὅθεν τῆς εἱρκτῆς τὸν ἄνδρα ἐξαγαγὼν κελεύει τοὺς μὲν πόδας ἀπὸ γόνατος, τὰς δὲ χεῖρας ἐκ βραχιόνων Τενεδείῳ ἄντικρυς πελέκει ἀποκοπῆναι, εἶτα καὶ κατὰ κεφαλῆς ἐπὶ φάραγγος ὠθησθῆναι. οὐκοῦν καὶ τρεῖς ἐξαρκέσας ἡμέρας, βορὰ προκείμενος ὄρνισιν, ἐλεεινῶς τὸν βίον κατέστρεψεν.

Οὐ τοῦτον δὲ μόνον ἀπανθρώπως οὕτω τοῦ ζῆν ἐξήγαγεν, ἀλλὰ καὶ οὓς καθεῖρξε Ρωμαίους οἰκτρῶς ἀπώλεσε, μὴ φωνὴν μηδ᾿ ἱκεσίαν ἐξ αὐτῶν ὅλως ἀνασχόμενος ἐνωτίσασθαι. ἐν οἷς καὶ τὸν τοῦ δρόμου λογοθέτην Κωνσταντῖνον τὸν Τορνίκην, ὑποδρηστεύσαντα μὲν ἀκοντὶ τὸ πλέον μετὰ τὴν τῆς πόλεως ἅλωσιν τῷ βασιλεῖ Βαλδουίνῳ καὶ τὸν ἐκ πολέμου διαδράντα κίνδυνον, καθ᾿ ὃν ὑπὸ Σκυθῶν ἐκεῖνος ἑάλωκε, προσρυέντα δ᾿ ἔπειτα τῷ Ἰωάννῃ καὶ παρὰ τούτῳ δυνηθῆναι τὰ μέγιστα φανταζόμενον οἷς πολλάκις παρ᾿ ἐκεῖνον ἀπὸ Ρωμαίων πρέσβις ἐπιπεφοίτηκε, ξενίαν δ᾿ εὑράμενον τὸ πολλὰς ὑπὸ ξιφῶν κατὰ παντὸς τοῦ σώματος δέξασθαι καὶ μηδ᾿ ὁσίας τυχεῖν μετὰ τὴν ἀναίρεσιν.

Οἱ δέ γε Λατῖνοι καὶ τὰ πάλαι ᾀδόμενα στοιχειώδη τῆς πόλεως φυλακτήρια καὶ κατὰ τεῖχος καὶ τάφρον προσεξευρημένα τοῖς κατ᾿ αὐτῆς ξυντάττουσι φάλαγγας καὶ λόχους καθίζουσι δυσμενέσιν (εἰ δὲ καὶ ἀληθῶς, οὐκ ἔχω λέγειν σαφῶς) καθαιρεῖν ἐγνώκεσαν, καὶ τούτων μάλιστα ὁπόσα κατὰ τοῦ σφῶν ἀνεστηλῶσθαι γένους ἐμάνθανον. ὅθεν μεθ᾿ ἑτέρων ἀνδρεικέλων ἐκ χαλκοῦ πεποιημένων, ἃ τῶν προτέρων κατενήνεκται βάσεων καὶ πυρὶ παρεδόθησαν, οὐδὲ τὴν ἐμπροσθίαν εὐώνυμον χηλὴν τοῦ ἵππου ἀπεριέργαστον εἴασαν, ὃς ἐπὶ λιθίνου λευκοῦ τετραπλεύρου κατὰ τὸν λεγόμενον Ταῦρον χαλκοῦς ἱστάμενος ἡρωϊκόν τινα τὴν ἰσχὺν ἄνδρα καὶ τὸ εἶδος ἀξιοθέατον ἐπὶ τῶν νώτων ὀχεῖ, μηδ᾿ αὐτὸς ἀπέχων τοῦ ἄγασθαι διὰ τὴν ἐπὶ πᾶσι τῆς τέχνης ἀκρίβειαν, ἀφάλαρος, φριμάσσων καὶ τὸ οὖς ἀνιστῶν ὡς πρὸς σάλπιγγα.οῦτον οἱ μέν φασιν εἶναι Πήγασον καὶ τὸν ἀναβάτην Βελλεροφόντην, οἱ δὲ τὸν Ἰησοῦν τοῦ Ναυῆ ὁτῳδὴ ἐπικαθήμενον ἵππῳ καὶ δῆλον εἶναι τὸν ἄνδρα τῇ διασκευῇ τοῦ εἰκάσματος πρὸς τὴν ἁρματηλασίαν ἡλίου καὶ τὸν δρόμον τὸν σεληναῖον τὴν δεξιὰν χεῖρα ἐκτείνοντα, ὡς σταῖεν τοῦ πρόσω χωρεῖν, καὶ σφαιρικὸν ἐκ χαλκοῦ σχῆμα τῷ κοίλῳ τῆς λαιᾶς χειρὸς ὑπανέχοντα. ἀναμοχλεύσαντες τοίνυν ῥαιστῆρσι τὸ πέλμα τὸ ἵππειον, ἀνθρωπόμορφον εὑρίσκουσιν ἴνδαλμα ὑποκείμενον, πλειόνως εἰκάζον ἐκ τοῦ τῶν Βουλγάρων τινὰ γένους, ἐς τὸ διαμπερὲς ἐληλαμένον ἥλῳ καὶ μολίβδῳ πάντῃ κατειλημμένον, ἢ γοῦν Λατῖνον διατυποῦν, ὥσπερ δὴ καὶ πάλαι πρὸς τῶν ὅλων διαπεφήμιστο. καὶ τὸ μὲν τῇ τῶν ἀργυρογνωμόνων χωνείᾳ καθίεται· Λατῖνοι δ᾿ ἔπραττον ταῦτα οὐκ ἐκ δειλάνδρου παντάπασι γνώμης, ὡς ἀποφανεῖταί τις καταφρονητικῶς ἔχων ἐς αὐτούς, ἀλλὰ μετιόντες πάντα καὶ διατεχνώμενοι, μή πως ἐκπέσωσιν ἧς ἐπέβησαν πόλεως, οὐδὲ τὰ τοιαδὶ τῶν ἀκουσμάτων ἀπεριέργαστα παρατρέχειν ἐδοκίμαζον, οἷα μηδ᾿ εἰκαίως ὑφ᾿ ἁπάντων διαθρυλλούμενα, ἀλλὰ τὸ εἰκαστικὸν τῇ ἐπινοίᾳ συνάπτοντες ἐδικαίουν μὴ ἐᾶν ἀνεξέταστα, πρὸς οὐδεμίαν τῶν πράξεων ἀναπίπτοντες.

Τίς γὰρ οὐκ ἴσησιν ὡς ἧς ἂν ἐπιβαῖεν χώρας καὶ πόλεως, καθάπερ οἰκείας αὐτῆς δραττόμενοι καὶ ἀπρὶξ ἐχόμενοι πρὸς οὐδὲν ἀποκναίουσι δυσχερές, ὡς οὐκέτ᾿ ὄντων τῶν οἴκοι ἐπιλαθόμενοι; ἀπεναντίας δρῶντες τοῖς ἡμετέροις οἳ τοῖς βουλομένοις καὶ τῶν ἐσχάτων ἐπενδυτῶν ὑπεξίστανται καὶ τὸν χοῦν τῶν ποδῶν αὐτῶν ἀφιστάμενοι τῶν πατρίδων ἀσμένως ἀποτινάσσονται, οὐχ ὡς εὐαγγελικοὶ μαθηταί, ἀλλ᾿ ὡς ἀχρεῖοι καὶ ἀγεννέστατοι μαχηταὶ καὶ γυναικῶν ἐς πόλεμον ἀτολμότεροι καὶ πρὸς τὴν ὄψιν τῶν δυσμενῶν ἀτεχνῶς πάσχοντες ταῦτα δὴ τὰ Ὁμήρεια “τοῦ μὲν [γάρ τε] κακοῦ τρέπεται χρὼς ἄλλυδις ἄλλῃ, οὐδέ οἱ ἀτρέμας ἧσθαι ἐρητύετ᾿ ἐν φρεσὶ θυμός, ἀλλὰ μετοκλάζει καὶ ἐπ᾿ ἀμφοτέρους πόδας ἵζει. ἐν δὲ τέ οἱ κραδίη μέγα στέρνοισι πατάσσει Κῆρας ὀϊομένῳ, πάταγος δέ τε γίνετ᾿ ὀδόντων.” Θαυμάσαι δ᾿ ἄν τις τοὺς ἄνδρας τούσδε περιεργασάμενος, εἰ μὴ καὶ ἑαυτοὺς προϊόντος τοῦ χρόνου δίχα πόνου διεξεργάσονται, οὕτω μὲν πρὸς τοὺς ἐναντίους ἀεὶ ἐνδιδόντες καὶ μαλακιζόμενοι, πρὸς δὲ τοὺς ὁμοφύλους ἀναιδεῖς καὶ θρασεῖς καὶ αὐθάδεις ὁρώμενοι, οἵ γε καὶ τοῖς ἐκ τῆς συγκλήτου βουλῆς ἡμῖν τὴν τῆς πόλεως ἐπιγραφόμενοι ἅλωσιν οὔτε τὸν τῆς δίκης δεδίασι παντέφορον ὀφθαλμὸν αὐτοὶ καταπροδόντες κἀκείνην δὴ καὶ ἡμᾶς, οὔτε πρὸς τὴν ὑπερβολὴν τοῦ ψεύδους αἰσχύνονται. τὸ δὲ καὶ δακρύων ἄξιον ὡς ἀνθρώπων ἀναλγήτων πάθημα καὶ δυστύχημα, οὐ μόνον τὴν ἐπανάκλησιν αὐτῆς ἀπεύχονται ὡς πλείους ὧν εἶχον κτήσεις περιβαλόμενοι, ἀλλὰ καὶ βραδυτῆτα τῷ θεῷ ἐγκαλοῦσιν ὡς μὴ πάλαι καὶ χειρόνως τὰ κατ᾿ αὐτὴν καὶ ἡμᾶς διαθεμένῳ, ἀλλ᾿ ἐς δεῦρο τὸν ὄλεθρον ἀποτείναντι καὶ φειδοῖ καὶ φιλανθρωπίᾳ δικάσαντι. καὶ δέον τοῖς ἡμῶν αὐτῶν κακοῖς ἁρμόζεσθαι πρὸς συμπάθειαν, οὐ πόλιν, οὐχ ἑστίαν, οὐ πορισμὸν τῶν πρὸς τὸ ζῆν ἐχόντων, οὓς ᾔδεσαν πάλαι περιωνύμους πλούτου βαθύτητι καὶ δυναστείας λαμπρότητι, οἱ δὲ ξεναγοῦσι σκώμμασι καὶ περιβάλλουσιν ὡς ἱμᾶσι τοῖς ὀνείδεσιν, οὐδ᾿ ὅλως παρὰ τὴν ἀρχὴν τοῦτο ἐλπίσαντας.

Ἦ γὰρ ἂν οὐδ᾿ ἐπέβημεν ὅλως τῆς ἑῴας γῆς, τὸν μετὰ τοιούτων ἀνθρώπων ἀλεείνοντες πάτον καὶ κατὰ τὸν πάλαι Βελλεροφόντην πεδίον ζητοῦντες Ἠλύσιον ἢ τὸν Ἱερεμίου ἔσχατον σταθμόν. μενοῦν γε οὐδὲ δι᾿ ὄχλου τισὶ γεγόναμεν, πρὸς μόνον εὐελπιστοῦντες τὸν χορηγὸν τοῖς πᾶσι τροφῆς πατέρα θεόν, ὃς πρότερον μὲν δι᾿ Ἐλισσαιὲ παλάθαις καὶ κριθίνοις ἄρτοις βραχέσιν ἑκατὸν εἱστίασεν ἄνδρας, ὕστερον δ᾿ αὐτὸς βραχυτέροις μυριάδας πεινώντων ἐδεξιώσατο καὶ τὰ τοῦ κόρου λείψανα πλείω τῶν ἐδηδομένων συλλέξαι τοῖς συμποσιάρχαις μύσταις παρέσχετο, ἐπὶ θαύματι θαῦμα τετελεκὼς ἐξαισίῳ ἐξαισιώτερον. ὅθεν κατὰ μόνον τὸ σύννομον αὐτοῖς συμφερόμενοι, ἐξ ὅτου τὴν παρ᾿ Ἀσκανίᾳ λίμνῃ τῆς Βιθυνῶν ἐπαρχίας προεδρεύουσαν Νίκαιαν παροικεῖν εἱλόμεθα ὡς αἰχμάλωτοι, καὶ παρὰ τοῖς αὐτοῖς συνιόντες τεμένεσιν ἀσυναφεῖς τἆλλα καθεωράμεθα.

Ἀλλὰ τί μοι καὶ τῷ τὴν ἱστορίαν παρακινεῖν ταῖς τοιαῖσδε τῶν διηγήσεων καὶ παριστᾶν ἐντεῦθεν ὡς ἀκράτου ποτηρίου καὶ τρυγοφόρου κύλικος τὰ τῶν Ρωμαίων ἁπαξάπαντα προσδεᾶ; περὶ τὴν νύσσαν τοίνυν τὸ λέγειν αὖθις ἐπαναγέσθω καὶ τῶν προκειμένων ἐχέσθω μοι.

Τῇδε μὲν οὖν καὶ ταῦτα ἐφέρετο. ὁ δέ γε Ἐρρῆς βασιλεύσας ἐπεὶ πύθοιτο παρὰ τῶν εἰς Ὀρεστιάδα καταλειφθέντων ὁμογενῶν Σκυθῶν αὖθις καὶ Βλάχων ἐξιέναι στρατεύματα καὶ τὸ μὲν Διδυμότειχον καθελεῖν, αὐτὴν δὲ τὴν ἐξ Ἀδριανοῦ καλουμένην ὑπονοθεύειν, εἴ πως καὶ ταύτης περιγενήσονται, μὴ πρὸς τὸ πλῆθος δείσας τῶν ἀντιπάλων, μηδ᾿ ἐν νῷ βαλόμενος ὅλως τὰ τῶν προτέρων πολέμων ἀτυχήματα, πάλιν τὴν ἔξοδον ἀπεθάρρησε καὶ τοὺς τῷ Βρανᾷ συνεκδήμους ὁμοφύλους ἐκσῶσαι γλιχόμενος καὶ τὰ τῶν Ρωμαίων περιθάλψειν ἐγκαταλείμματα, οἳ περὶ τὰς οὐχ ἑκὰς τῆς πόλεως κωμοπόλεις αὖθις συνδεδραμήκασι. περὶ τὴν Ἀδριανοῦ τοίνυν κατηντηκὼς καὶ τοὺς Βλάχους κατωπτευκώς, πρὸς τὴν ὄψιν τῶν Λατίνων ἀποδειλιάσαντας, μήτε σώματα λαβόντων μείζονα τῶν προτέρων μήτε ψυχὰς κτησαμένων ἀλκιμωτέρας, τὸ δὲ σύνηθες θράσος καὶ τὴν ἐν πολέμοις ἕξιν οὐκ ἀπολωλότων οἷς πεπόνθασι, μέχρι Κρηνοῦ καὶ Βερόης ἐλάσας, ἐκ δὲ τούτων τὴν Ἀγαθόπολιν διελθὼν καὶ παρεμβαλὼν ἐς Ἀγχίαλον, καὶ πολλὰ μὲν δράσας ἐξ ὧν καὶ χρήματα καὶ σώματα καὶ ζῴων ἀγέλας ἔλαβεν, οὐδὲν δέ τι καθυπομείνας δεινόν, ἀπαθὴς ὑπέστρεψε καὶ τὴν Κωνσταντίνου κατέλαβεν.

ΤΟΥ ΑΥΤΟΥ ΜΑΚΑΡΙΤΟΥ ΚΥΡ ΝΙΚΗΤΑ ΤΟΥ ΧΩΝΕΙΑΤΟΥ ΑΠΟ ΤΗΣ ΑΥΤΟΥ ΙΣΤΟΡΙΑΣ ΤΗΣ ΠΕΡΙ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ Ἵνα δὲ μὴ μακροτέρᾳ τῇ ἱστορίᾳ χρώμενοι πολυπλοκωτέρας ἐντεῦθεν τὰς λύπας κτώμεθα, ταυτὶ μὲν παρήσομεν, ἐκεῖνα δ᾿ ἐν ἐπιτομῇ τῷ λόγῳ δώσομεν.

Τῆς γὰρ ἡμετέρας βασιλείας ἄρτι διαπεττευθείσης ἐς τοὺς Φραγγίσκους, ὁμοίως δὲ καὶ τῆς ἀρχιερωσύνης κληρωθείσης τοῖς Βενετίκοις, οἷς ἐπίσταται κρίμασιν ὁ τοῦ κοσμικοῦ τοῦδε σκάφους σκευαστὴς καὶ κυβερνήτης Κύριος, ἵκετο ἐκ Βενετίας πατριάρχης Κωνσταντινουπόλεως Θωμᾶς τις τοὔνομα, τὴν μὲν ἡλικίαν μέσος, τὴν δὲ σωματικὴν πλάσιν λακκευτοῦ συὸς εὐτραφέστερος· ἦν δὲ καὶ λεῖος ξυρῷ τὸ τοῦ προσώπου ἔδαφος, ὡς οἱ λοιποὶ τῶν ἐκ τοῦ γένους ἐκείνῳ, καὶ τὰς ἐνστηθίους παρατετιλμένος τρίχας ἀκριβέστερον δρώπακος, ἀμπεχόμενος δὲ καὶ στολὴν συνυφασμένην μικροῦ τῷ δέρματι καὶ ῥαφιδουμένην ἑκάστης τὰ ἐς καρπούς, δακτύλιόν τε τῇ χειρὶ περιστρέφων, ἐνίοτε δὲ καὶ τὰ ἐκ δέρρεων ἐς δακτύλους διεσχισμένα τῶν χειρῶν φυλακτήρια περικείμενος. ὡρᾶτο δὲ καὶ τὸ περὶ αὐτὸν ὡσιωμένον θεῷ σύστημα καὶ τὴν θυωρὸν ἀμφιπονούμενον τράπεζαν τῆς αὐτῆς ἐχόμενον κεραμείας καὶ τῷ καθηγεμόνι πανείκελον τὰ ἐς στολὴν καὶ δίαιταν καὶ τὸν τοῦ πώγωνος θερισμόν.

Ἐκ πρώτης δ᾿ ὅ φασι γραμμῆς τὸ ἐθνικὸν παραδεικνύντες φιλόχρυσον ἐννοοῦσι πόρον λημματισμοῦ καινόν τε ἅμα καὶ λαθόντα ξύμπαντας, οἳ τὴν βασιλίδα πόλιν ἐσκύλευσαν. τὰς γὰρ τῶν βασιλέων θήκας ἀνοίξαντες, ὁπόσαι ἔνεισι τῷ ἡρῴῳ τῷ περὶ τὸ μέγα τέμενος ἱδρυμένῳ τῶν τοῦ Χριστοῦ μαθητῶν, λωποδυτοῦσι νυκτὸς ἁπάσας καὶ παναθεμίτως ἐγκολπίζονται, εἴ τις χρύσειος κόσμος ἢ μαργάρων σφαίρωμα ἢ λίθος διαυγὴς καὶ πολύτιμος ἀδιάφθορος εἰσέτι ταύταις ἐνέκειτο. εὑρόντες δὲ καὶ τὸν νεκρὸν Ἰουστινιανοῦ τοῦ βασιλέως τοῖς μακραίωσιν ἀπαραλύμαντον ἔτεσι τὸ μὲν ὁραθὲν ἐν θαύματι ἔθεντο, τῶν δὲ νεκροταφίων οὐμενοῦν οὐδ᾿ ὅλως ἀπέσχοντο. ἔστιν οὖν εἰπεῖν ὡς οὔτε τῶν ἔτι ζώντων, οὔτε μὴν τῶν ἀπελθόντων οἱ ἐκ γενῶν τῶν ἑσπερίων ἐφείσαντο, ἀλλ᾿ ἐκ Θεοῦ καὶ τῶν αὐτοῦ θεραπόντων ἀρξάμενοι πᾶσαν ἐπὶ πᾶσιν ἀδιαφορίαν τε καὶ ἀσέβειαν ἐπεδείξαντο.

Μετ᾿ οὐ πολὺ δὲ κατασπῶσι καὶ τὸ τοῦ Μεγίστου Νεὼ καταπέτασμα ἐς μυρίας πολλάκις ἀργύρου μνᾶς ἀριθμούμενον, καὶ τούτου εὐροιζοτέρου παντός, καὶ εἰς βάθος χρυσῷ πυκαζόμενον.

Ἐπεὶ δὲ χρημάτων καὶ οὕτως ἐσπάνιζον (οὐδὲ γὰρ φιλοπλουτίας κόρον ὅτε δὴ τὸ βάρβαρον ἴσησι) τοῖς χαλκοῖς ἐποφθαλμίζουσιν ἀνδριᾶσι καὶ παραδιδόασι τούτους πυρί.

Ἥ τε οὖν ἐν τῇ Κωνσταντινείῳ ἀγορᾷ ἱσταμένη πολύχαλκος Ἥρα κέκοπται εἰς στατῆρας καὶ χωνείᾳ παραδίδοται, ἧς ἡ κεφαλὴ μόγις τέτρασι βοῶν ὑποτρόχοις ζεύγμασιν ἐς τὸ μέγα παλάτιον ἀποκεκόμισται.

Καὶ ἐπ᾿ αὐτῇ ὁ Πάρις Ἀλέξανδρος τῆς βάσεως ἀνατέτραπται, συνεστὼς Ἀφροδίτῃ καὶ χειρίζων ταύτῃ τὸ χρύσεον μῆλον τῆς Ἔριδος.

Τὸ δὲ τετράπλευρον χαλκοῦν μηχάνημα μετέωρον ἀναβαῖνον καὶ μικροῦ τοῖς τῶν κιόνων μείζοσιν ἐς ὕψος ἀνθαμιλλώμενον, ὅσοι πολλαχῇ τῆς πόλεως ἀνεστήκασι, τίς οὐκ ἂν ὀφθαλμὸν ἐκείνῳ ἐπιβαλὼν τῆς ποικιλίας ἐθαύμασεν; ἅπας μουσικὸς ὄρνις τὰ ἐαρινὰ μελῳδῶν ἐκεῖ ἐντετύπωτο· γεηπόνων ἔργα καὶ αὐλοὶ καὶ γαυλοὶ καὶ προβάτων βληχήματα καὶ ἀρνῶν σκιρτήματα ἐξεικόνιστο· ὑφήπλωτο καὶ θαλάττιον πέλαγος καὶ νεπόδων ἀγέλαι καθωρῶντο, οἱ μὲν ζωγρούμενοι, οἱ δὲ τὰ δίκτυα τυραννοῦντες καὶ κατὰ βυθοῦ πάλιν ἀνέτως φερόμενοι· οἱ δ᾿ Ἔρωτες σύνδυο καὶ σύντρεις ἀλλήλοις ἀνθοπλιζόμενοι, γυμνοὶ περιβλημάτων, ἐβάλλοντο μήλοις καὶ ἔβαλλον, γλυκεῖ περιβρασσόμενοι γέλωτι. τοῦ δὲ τοιούτου τετραπλεύρου ἐς ὀξὺ σχῆμα κατὰ πυραμίδα τελευτῶντος ἀπῃώρητο ἄνωθεν γυναικόμορφον εἴκασμα καὶ ταῖς πρώταις τῶν ἀνέμων κινήσεσι περισοβούμενον· ὁπόθεν καὶ Ἀνεμοδούλιον ἐπεκέκλητο.

Πλὴν ἀλλὰ καὶ τοῦτο τὸ περικαλλέστατον ἔργον τοῖς χοανευταῖς παρέδοσαν, ὥσπερ καὶ τὸν ἐν τῷ Ταύρῳ ἐπὶ τραπεζώδους βάσεως ἔφιππον ἱστάμενον ἄνδρα, τὸν ἡρωϊκὸν τὸ εἶδος καὶ τὸ μέγεθος ἀξιάγαστον. εἶναι δὲ οὗτος ἐλέγετο παρὰ μὲν ἐνίοις Ἰησοῦς ὁ τοῦ Ναυῆ, τεκμαιρομένοις τὸν ἄνδρα τῇ πρὸς ἥλιον ἐκτάσει τῆς χειρὸς ἤδη τῆς πρὸς δύσιν πορείας ἐχόμενον καὶ τὴν κατὰ Γαβαὼν στάσιν οἱονεὶ ἐπιτάσσοντα, ὡς δ᾿ ἐδόκει τοῖς πλείοσιν, ὁ ἐν τῇ νήσῳ τοῦ Πέλοπος γεννηθεὶς καὶ τραφεὶς Βελλεροφόντης Πηγάσῳ ἐπικαθήμενος· ἦν γὰρ ὁ ἵππος ἀχάλινος, ὁποῖος ὁ Πήγασος παραδίδοται, ἄνετα κροαίνων κατὰ πεδίων καὶ πάντα ἀδοξῶν ἀναβάτην ὡς πτηνὸς ἅμα καὶ πεζὸς φερόμενος. ἀλλὰ καὶ φήμη παλαίφατος καὶ ἐς ἡμᾶς διαβαίνουσα τοῖς τῶν ἁπάντων ἐνέκειτο στόμασιν ἐν τῇ ἐμπροσθίῳ τοῦ ἵππου τοῦδε λαιᾷ χηλῇ ἀνδρείκελον κεύθεσθαι, τισὶ μὲν ἐκ τοῦ τῶν Βενετίκων γένους τινὸς εἶναι παραδιδόμενον, ἄλλοις δ᾿ ἑτέρου τῶν μὴ ἐνσπόνδων Ρωμαίοις ἐπιζεφυρίων ἐθνῶν ἢ καὶ τῶν Βουλγάρων ἑνός. πολλάκις οὖν ἡ τῆς χηλῆς ἐπεποιήθη ἀσφάλισις ἐς τὸ πάντῃ ἀφώρατον ὧν ᾔδετο κρύπτειν ἔνδοθι. κατατεμαχισθέντος δὲ τοῦ ἵππου καὶ σὺν τῷ ἀναβάτῃ παραπεμφθέντος πυρὶ εὕρηται καὶ τὸ τῇ ὁπλῇ τοῦ ἵππου ἐντυμβευόμενον χαλκῆρες ἴνδαλμα καὶ ἦν περικείμενον χλαῖναν, ὁποίαν τῶν θρεμμάτων τὰ ἔρια πλέκουσιν· ὀλίγα δὲ τῶν ἐπ᾿ αὐτῷ πεφασμένων οἱ Λατῖνοι φροντίσαντες πυρὶ καὶ τοῦτο ἐνέβαλον.

Ἀλλ᾿ οὐδὲ τῶν ἐν τῷ ἱππικῷ ἱσταμένων ἀγαλμάτων καὶ ἀλλοίων θαυμαστῶν ἔργων τὴν καταστροφὴν παρῆκαν οἱ τοῦ καλοῦ ἀνέραστοι οὗτοι βάρβαροι, ἀλλὰ καὶ ταῦτα κεκόφασιν εἰς νόμισμα, ἀνταλλασσόμενοι μικρῶν τὰ μεγάλα καὶ τὰ δαπάναις πονηθέντα μεγίσταις οὐτιδανῶν ἀντιδιδόντες κερμάτων.

Κατήρειπτο οὖν Ἡρακλῆς ὁ τριέσπερος μέγας μεγαλωστὶ κοφίνῳ ἐνιδρυμένος, τῆς λεοντῆς ὑπεστρωμένης ἄνωθεν, δεινὸν ὁρώσης κἀν τῷ χαλκῷ καὶ μικροῦ βρυχηθμὸν ἀφιείσης καὶ διαθροούσης τὸ ἐφιστάμενον ἐκεῖσε τοῦ πλήθους ἀπάλαμνον. ἐκάθητο δὲ μὴ γωρυτὸν ἐξημμένος, μὴ τόξον ταῖν χεροῖν φέρων, μὴ τὸ ῥόπαλον προβαλλόμενος, ἀλλὰ τὴν μὲν δεξιὰν βάσιν ἐκτείνων ὥσπερ καὶ τὴν αὐτὴν χεῖρα ἐς ὅσον ἐξῆν, τὸν δ᾿ εὐώνυμον πόδα κάμπτων ἐς γόνυ καὶ τὴν λαιὰν χεῖρα ἐπ᾿ ἀγκῶνος ἐρείδων, εἶτα τὸ λεῖπον τῆς χειρὸς ἀνατείνων καὶ τῷ πλατεῖ ταύτης ἀθυμίας πλήρης καθυποκλίνων ἠρέμα τὴν κεφαλὴν καὶ τὰς ἰδίας οὕτω τύχας ἀποκλαιόμενος καὶ δυσχεραίνων τοῖς ἄθλοις, ὅσους αὐτῷ Εὐρυσθεὺς οὐ κατὰ χρείαν, κατὰ δὲ φθόνον μᾶλλον ἠγωνοθέτει, τῷ τῆς τύχης περιόντι φυσώμενος. ἦν δὲ τὸ στέρνον εὐρύς, τοὺς ὤμους πλατύς, τὴν τρίχα οὖλος, τὰς πυγὰς πίων, βριαρὸς τοὺς βραχίονας, καὶ εἰς τόσον προήκων μέγεθος, ἐς ὅσον, οἶμαι, καὶ τὸν ἀρχέτυπον Ἡρακλῆν εἴκασεν ἂν ἀναδραμεῖν ὁ Λυσίμαχος ὁ πρῶτον ἅμα καὶ ὕστατον τῶν ἑαυτοῦ χειρῶν πανάριστον φιλοτέχνημα τουτονὶ χαλκουργήσας, καὶ οὕτω μέγιστον ὡς τὴν περιειλοῦσαν τὸν αὐτοῦ ἀντίχειρα μήρινθον ἐς ἀνδρεῖον ζωστῆρα ἐκτείνεσθαι καὶ τὴν κνήμην τοῦ ποδὸς εἰς ἀνδρόμηκες. τοιοῦτον δ᾿ ὄντα τὸν Ἡρακλῆν οὐ παρῆλθον ἀκαθαίρετον οἱ τὴν ἀνδρείαν τῶν συννόμων ἀρετῶν διιστῶντες καὶ ταύτην ἑαυτοῖς οἰκειοῦντες καὶ περὶ πλείστου τιθέμενοι.

Τούτῳ δὲ συγκαθεῖλον καὶ τὸν σεσαγμένον καὶ σὺν ὀγκηθμῷ στελλόμενον ὄνον καὶ τὸν τούτῳ ἐφεπόμενον ὀνηγόν, οὓς ἐν Ἀκτίῳ ἔστησε Καῖσαρ ὁ Αὔγουστος, ὅ ἐστιν ἡ καθ᾿ Ἑλλάδα Νικόπολις, ἡνίκα νυκτὸς ἐξιὼν τὸ τοῦ Ἀντωνίου κατασκέψασθαι στράτευμα ἀνδρὶ ἐνέτυχεν ὄνον ἐλαύνοντι καὶ πυθόμενος, ὅστις εἴη καὶ ἔνθα πορεύεται, ἤκουσεν ὡς καλοῦμαι Νίκων καὶ ὁ ἐμὸς ὄνος Νίκανδρος, ἀφικνοῦμαι δὲ πρὸς τὴν τοῦ Καίσαρος στρατιάν.” Οὐδὲ μὴν τῆς ὑαίνης τε καὶ λυκαίνης τὰς χεῖρας ἀπήγαγον, ἃς Ρῶμος καὶ Ρωμύλος ἐθήλασαν· στατήρων δὲ βραχέων, καὶ τούτων χαλκῶν, τὰ παλαιὰ σεμνώματα τοῦ γένους ἀπέδοσαν καὶ καθῆκαν αὐτὰς ἐς τὸ χωνευτήριον. ἔτι γε μὴν καὶ τὸν ἄνδρα τὸν παλαίοντα λέοντι· καὶ τὸν ἵππον τὸν Νειλῷον, ἐς οὐραῖον ἠκανθωμένον λεπίσι τὰ ὄπισθεν τοῦ σώματος λήγοντα· καὶ τὸν σείοντα τὴν προνομαίαν ἐλέφαντα· τὰς Σφίγγας ἐπὶ τούτοις, τὰς εὐειδεῖς ὡς γυναῖκας τὰ ἔμπροσθεν καὶ φρικτὰς ὡς θηρία τὰ ὄπισθεν, καινοτέρας δὲ ὡς καὶ πεζῇ βαινούσας καὶ κούφως τῷ πτερῷ φερομένας καὶ διαμιλλωμένας τοῖς τῶν ὀρνίθων μεγαλοπτέρυξι· καὶ τὸν ἀχάλινον ἵππον ὀρθιάζοντα τὸ οὖς καὶ φριμάσσοντα, γαῦρόν τε καὶ εὐήνιον προποδίζοντα· καὶ τὸ ἀρχαῖον κακόν, τὴν Σκύλλαν, μέχρι μὲν ἰξύος γυναικεῖον εἶδος προφαίνουσαν, καὶ τοῦτο προτενὲς καὶ ὑπερμαζῶν καὶ μεστὸν ἀγριότητος, τὰ δ᾿ ἔκτοτε διεσχισμένον εἰς θῆρας ἐμπηδῶντας τῇ τοῦ Ὀδυσσέως νηῒ καὶ συχνοὺς τῶν ἑταίρων καταβροχθίζοντας.

Ἦν δ᾿ ἐν τῷ ἱππικῷ καὶ χάλκεος ἀετὸς ἀνακείμενος, τοῦ ἐκ Τυάνων Ἀπολλωνίου καινὸν μεθόδευμα καὶ τῆς ἐκείνου γοητείας μεγαλοπρεπὲς μαγγάνευμα. παραβαλὼν γάρ ποτε Βυζαντίοις παρεκλήθη τὰ τῶν ὄφεων κατευνάσαι δήγματα, ὑφ᾿ ὧν ἔπασχον ἐκεῖνοι κακῶς. ἀμέλει καὶ συνερίθοις ταῖς ἀρρητουργίαις χρησάμενος, ὧν ὑφηγηταὶ δαίμονες καὶ ὅσοι τὰ τούτων πρεσβεύουσιν ὄργια, ἐπὶ στήλης ἀνίστησιν ἀετόν, ἡδονὴν ἐνστάζον ψυχαῖς ὅραμα καὶ πεῖθον χρονοτριβεῖν τοὺς αὐτοῦ θέας κατατρυφῶντας ὡς τοὺς ὑπέχοντας ἀκοὴν τὰ τῶν Σειρήνων δυσπαρόδευτα μελῳδήματα. διῇρκε μὲν γὰρ ὡς ἐς πτῆσιν τὰς πτέρυγας, ὄφις δὲ τοῖς ποσὶν ὑποκείμενος καὶ λορδούμενος ἐς ὁλκοὺς ἀπεῖργεν αὐτὸν τῆς ἀναφορᾶς, οἷα τοῖς ἄκροις τοῦ σώματος ὡς πρὸς δῆγμα ἐγχρίπτων ταῖς πτέρυξιν. ἤνυε δὲ ὁ ἰοβόλος οὐδέν· ταῖς γὰρ τῶν ὀνύχων ἐμπερονηθεὶς ἀκωκαῖς ἔσβεστο τὴν ὁρμὴν καὶ ὑπνώττειν μᾶλλον ἐδόκει ἢ γοῦν πρὸς καταπάλαισιν τοῦ ὄρνιθος ταῖς ἐκείνου προσφύεσθαι πτέρυξι. καὶ ὁ μὲν ὄφις οὕτω πνέων τὰ λοίσθια καὶ τὸν ἰὸν εἶχεν ἑαυτῷ συνθνήσκοντα· ὁ δ᾿ ἀετὸς γαῦρον ὁρῶν καὶ μόνον οὐχὶ κλώζων τὰ ἐπινίκια ὥρμα συνεξᾶραι τὸν ὄφιν καὶ ἅμα οἱ διαέριος φέρεσθαι, τεκμαίρεσθαι τοῦτο διδοὺς τῷ χαροπῷ τοῦ βλέμματος καὶ τῇ νεκρώσει τοῦ ὄφεως, ὃν εἶπέ τις ἂν ἰδὼν ἐπιλελησμένον τῶν ἑλίξεων καὶ τοῦ δάκνειν ἐς ὄλεθρον καὶ τοὺς λοιποὺς Βυζαντίους ὄφεις τῷ καθ᾿ αὑτὸν διασοβεῖν ὑποδείγματι καὶ πείθειν ταῖς χειαῖς συσπειρᾶσθαι καὶ παραβύεσθαι. οὐ μόνον δὲ καθ᾿ ὅσα εἰρήκειμεν ἀξιάγαστον ἦν τουτὶ τὸ ἀέτειον εἴκασμα, ἀλλ᾿ ὅτι καὶ τὰ τῆς ἡμέρας ὡριαῖα τμήματα διὰ τῶν ἐν ταῖς πτέρυξι κεχαραγμένων γραμμῶν, οὐσῶν δυοκαίδεκα, τρανότατα ὑπεδήλου τοῖς τὰς ὄψεις ἐκείνῳ σὺν λόγῳ προσβάλλουσιν, ἡνίκα μὴ νεφέλαις ἐγνοφοῦτο τὰς ἀκτῖνας ὁ ἥλιος.

Τί δὲ ἡ λευκώλενος Ἑλένη καλλίσφυρός τε καὶ δολιχόδειρος, ἡ τὸ Πανελλήνιον ἐς Τροίαν ἀθροίσασα καὶ καθελοῦσα Τροίαν, ἐκ δὲ ταύτης προσοκείλασα Νείλῳ κἀκεῖθεν αὖθις ἐς ἤθη τὰ Λακώνων ἐπαναλύσασα χρόνιος; ἆρ᾿ ἐμείλιξε τοὺς δυσμειλίκτους; ἆρ᾿ ἐμάλθαξε τοὺς σιδηρόφρονας; οὐμενοῦν οὐδ᾿ ὅλως τοιοῦτόν τι δεδύνηται ἡ πάντα θεατὴν τῷ κάλλει δουλαγωγήσασα, καίπερ ἐστολισμένη θεατρικῶς καὶ δροσώδης ὁρωμένη κἀν τῷ χαλκῷ καὶ ὑγραινομένη πρὸς ἔρωτα τῷ χιτῶνι, τῷ κρηδέμνῳ, τῇ στεφάνῃ καὶ τῷ πλοχμῷ τῶν τριχῶν· ὁ μὲν γὰρ ἀραχνίων λεπτότερος ἦν, τὸ δὲ δαιδάλεον ἐπανέκειτο, ἡ δὲ διέδει τὸ μέτωπον χρυσοῦ καὶ τιμαλφῶν λίθων ὑποκρινομένη διαύγειαν, ὁ δὲ τὸ τῆς κόμης κεχυμένον καὶ διασοβούμενον πνεύμασιν ὀπισθίῳ δεσμεύματι περιέσφιγγεν ἕως κνημῶν ἐκτεινόμενον. ἦν δὲ καὶ τὰ χείλη καλύκων δίκην ἠρέμα παρανοιγόμενα, ὡς καὶ δοκεῖν ἀφιέναι φωνήν· τὸ δὲ χάριεν μειδίαμα εὐθέως προσυπαντῶν καὶ χαρμονῆς πιμπλῶν τὸν θεώμενον καὶ τὸ τοῦ βλέμματος χαροπὸν καὶ τὰς ἁψῖδας τῶν ὀφρύων καὶ τὴν λοιπὴν εὐφυΐαν τοῦ σώματος οὐκ ἦν, ὁποῖα ἦν, διαγράψαι λόγῳ καὶ παραστῆσαι τοῖς ἔπειτα.

Ἀλλ᾿ ὦ Τυνδαρὶς Ἑλένη, κάλλος αὐτόθεν καλόν, Ἐρώτων μόσχευμα, Ἀφροδίτης τημελούχημα, πανάριστον φύσεως δώρημα, Τρώων καὶ Ἑλλήνων βράβευμα, ποῦ σοι τὸ νηπενθὲς καὶ κακῶν ἁπάντων ἐπίληθες φάρμακον, ὃ Θώνου σοι παράκοιτις ἐχαρίσατο; ποῦ δὲ τὰ ἄμαχα φίλτρα; πῶς οὐκ ἐχρήσω τούτοις ὡς πάλαι καὶ νῦν; ἀλλ᾿ οἶμαί σοι ταῖς Μοίραις πέπρωται τῇ τοῦ πυρὸς ὑποπεσεῖν ἐρωῇ, μηδ᾿ ἐν εἰκόνι παυσαμένην ἀνακάειν τοὺς ὁρῶντας εἰς ἔρωτας· εἶπον δ᾿ ἂν ὡς καὶ ἀντίποινα τοῦ τὴν Τροίαν ᾐθαλῶσθαι πυρὶ ταῖς σαῖς σχετλίως φρυκτευθέντι φιλότησιν οἱ Αἰνειάδαι οὗτοι πυρί <σε> κατέκριναν. ἀλλ᾿ οὐκ ἐᾷ με τὸ χρυσομανὲς τῶν ἀνδρῶν διανοήσασθαί τι τοιοῦτον καὶ φθέγξασθαι, ὑφ᾿ οὗ τὰ σπάνια πανταχοῦ καὶ καλῶν κάλλιστα ἔργα παντελεῖ ἀφανισμῷ παρεπέμφθησαν, εἰπεῖν δὲ καὶ τὸ τὰς ἑαυτῶν γυναῖκας ὀβολῶν μετρίων πολλάκις ἀποδιδόναι καὶ ἀποπέμπεσθαι, καὶ μᾶλλον εἰ προσανέχουσι τηλίᾳ καὶ προστετήκασι πεττοῖς πανημέριοι ἢ καὶ πρὸς ὁρμὴν ἄλογον καὶ μανιώδη, οὐ μὴν ἀνδρείαν ἔμφρονα, κατ᾿ ἀλλήλων ἐνθουσιῶσι καὶ τὴν Ἄρεος σκευὴν περιτίθενται, τῆς νίκης προτιθέντες ἆθλον πάντα τὰ προσόντα σφίσιν, αὐτὰς τὰς κουριδίους ἀλόχους, ἐξ ὧν πατέρες ἠκηκόεισαν τέκνων, ἔτι δὲ τὸ μέγα χρῆμα καὶ τοῖς ἄλλοις δυσπαραίτητον τὴν ψυχήν, καὶ ἧς ἕνεκα τὰ πάντα περισπουδάζουσιν ἄνθρωποι. ἄλλως τε ποῦ παρ᾿ ἀγραμμάτοις βαρβάροις καὶ τέλεον ἀναλφαβήτοις ἀνάγνωσις καὶ γνῶσις τῶν ἐπὶ σοὶ ῥαψῳδηθέντων ἐκείνων ἐπῶν “οὐ νέμεσις Τρῶας καὶ ἐϋκνήμιδας Ἀχαιοὺς τοιῇδ᾿ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· αἰνῶς ἀθανάτῃσι θεαῖς εἰς ὦπα ἔοικεν”; Δοτέον κἀκεῖνο τῷ λόγῳ. ἀνέκειτο ἐπὶ στήλης νεοειδὲς τὴν ὄψιν γύναιον, αὐτὸ τῆς ἡλικίας ἄγον τὸ χαριέστατον, ἐς τοὐπίσω τὴν κόμην ἀναδούμενον ἐπ᾿ ἀμφότερα τοῦ μετώπου συνεστραμμένην, οὐχ ὑπεραιωρούμενον, ἀλλ᾿ ὡς ἁπτὸν εἴη τοῖς ἐς αὐτὸ τὰς χεῖρας ἐκτείνουσι.ούτου δὴ τοῦ μορφάσματος ἡ δεξιὰ χείρ, μηδενὸς ὑπόντος ἐρείσματος, ἄνδρα ἔφιππον ἀφ᾿ ἑνὸς ἱππείου ποδὸς ἐπὶ παλάμας ἀνεῖχεν ὡς οὐδὲ σκύφον κεράσματος ἕτερος. ἦν δ᾿ ὁ μὲν ἀναβάτης σφριγῶν τὸ σῶμα, φραττόμενος θώρακι, κνημῖσι τὼ πόδε περιστελλόμενος, πνέων ἀτεχνῶς πόλεμον· ὁ δὲ ἵππος ἀνίστη τὸ οὖς ὡς πρὸς σάλπιγγα, ὑψηλὸς τὸν αὐχένα, τὰς ὄψεις δριμὺς καὶ τὸν ἐκ τοῦ θυμοῦ δρόμον προφαίνων τοῖς ὀφθαλμοῖς· οἱ δὲ πόδες ἀνεφέροντο ἀέριοι τὸ πολεμικὸν ἐπιδεικνύντες σάλευμα.

Μετὰ δὲ τὸ εἴκασμα τουτὶ ἄγχιστα τοῦ τῶν τετρώρων ἑῴου καμπτῆρος, ὃς ἐπεκέκλητο τοῦ Ρουσίου, ἁρματηλάται ἄνδρες ἀνεστήλωντο, τῆς διφρευτικῆς προγράμματα δεξιότητος, μόνον οὐχὶ διαπρυσίως τῇ διαθέσει τῶν χειρῶν τοῖς διφρηλάταις παρεγγυώμενοι ὡς χρὴ προσπελῶντας τῇ νύσσῃ μὴ ἐφεῖναι τὰ χαλινά, ἀλλ᾿ ἐγκλίνειν ἀνασειρασμῷ τοὺς ἵππους καὶ συνεχεῖ καὶ σφοδροτέρῳ χρῆσθαι τῷ μύωπι, ὅπως περικλώμενοι τῆς νύσσης ἐχόμενα ἐῶσι τὸν συντρέχοντα ἀντίτεχνον τὴν ἐκ περιόδου ἐλᾶν καὶ ὕστατον ἔρχεσθαι, κἂν ἵππους δρομικωτέρους ἡνιοχῇ καὶ τὴν ἁμιλλητήριον τέχνην ὁρῷτο εὐπαίδευτος.

Ὁ δὲ λόγος καὶ ἄλλο τι προσθήσει τοῖς εἰρημένοις· οὐδὲ γὰρ συγγράψασθαι τὰ πάντα προύθετο. χάριεν τὴν θέαν καὶ τὴν τέχνην μικροῦ τῶν πάντων θαυμασιώτερον βάσις ἦν λιθίνη καὶ ἐπ᾿ αὐτῆς χαλκήλατον ζῷον παρὰ τοσοῦτον οὐκ ἀναμφήριστον βοῦν εἰκονίζον, παρ᾿ ὅσον βραχύκερκον ἦν μηδὲ βαθεῖαν καθεικὸς φάρυγγα, οἵαν οἱ Αἰγύπτιοι βόες τρέφουσι, μήτε μὴν χηλαῖς ὁπλιζόμενον. συνεῖχε δὲ τοῦτο ταῖς γένυσι καὶ εἰς πνῖγμα συνέθλιβε ζῷον ἕτερον δι᾿ ὅλου τοῦ σώματος λεπίσι θωρακιζόμενον οὕτω τραχείαις, ὡς καὶ ἐν χαλκῷ λυπεῖν τὸν ἁπτόμενον. ᾔδετο δὲ τὸ μὲν βασιλίσκον εἶναι, τὸ δὲ ἀσπίδα τὸ συμμαρπτόμενον τούτου τῷ στόματι· οὐκ ὀλίγοις δὲ τὸ μὲν Νειλῷος βοῦς, τὸ δὲ κροκόδειλος εἶναι εἰκάζετο.

Ἐμοὶ μὲν οὖν οὐ μέλον τοῦ τῶν δοξῶν ἀνομοίου, εἰπεῖν δὲ τὸ καινήν τινα τὴν πάλην ἀμφότερον τίθεσθαι καὶ δρᾶν ἐν μέρει καὶ πάσχειν κακῶς ὑπ᾿ ἀλλήλων ἑκάτερα, ὀλλύναι τε καὶ ὄλλυσθαι, καὶ κρατεῖν ἐν ταὐτῷ καὶ κρατεῖσθαι, καὶ νικᾶν ἄμφω καὶ ὑπ᾿ ἀλλήλων καταπαλαίεσθαι. τὸ μὲν γάρ, ὁ καὶ φημιζόμενος βασιλίσκος, διῳδήκει ἅπαν ἐκ κεφαλῆς ἕως καὶ αὐτοῦ τοῦ τῶν ποδῶν πέλματος καὶ κατιωμένον ὅλον τὸ σῶμα καὶ ὑπὲρ τὸ βατράχειον χρῶμα ἐχλώριζε, τοῦ φαρμάκου διαδραμόντος τὴν τοῦ ζῴου ξύμπασαν διαρτίαν καὶ εἰς θάνατον χρώσαντος. ἐς γόνυ τοίνυν συνίζανε, τὸ ὄμμα ἔσβεστο τῆς ζωτικῆς ἐκμαρανθείσης δυνάμεως· μᾶλλον μὲν οὖν ἐδίδου τοῖς ὁρῶσι δοξάζειν ὡς πάλαι ἂν ἀνατέτραπτο νεκρωθέν, εἰ μὴ τῶν ποδῶν αἱ βάσεις ὑπήρειδον καὶ πρὸς στάσιν ὑπανεῖχον ὄρθιον. ἦν δὲ καὶ θάτερον ὁμοίως, τὸ ταῖς γένυσιν ἐνισχόμενον, βραχὺ μὲν τὸ οὐραῖον ἀσπαῖρον, μέγα δὲ κεχηνὸς τῷ ἀπάγχεσθαι τῇ τῶν γομφίων ξυνοχῇ· καὶ ξυντείνεσθαι μὲν ἐῴκει καὶ ὁρμᾶν πειρᾶσθαι τοῦ τῶν ὀδόντων ἕρκους διεκδῦναι καὶ διεκπεσεῖν τοῦ χάσματος, οὐκ ἴσχυε δέ, ὅτι τὰ μετὰ τοὺς ὤμους εὐθὺς καὶ τῶν ποδῶν τοὺς ἐμπροσθίους καὶ ὅσα τῷ οὐραίῳ συνήπτοντο μέρη τοῦ σώματος ἡ τοῦ στόματος ξυνεῖχε διάστασις καὶ ταῖς γένυσιν ἐνεπείρετο.

Καὶ τὰ μὲν οὕτως ἦσαν ὑπ᾿ ἀλλήλων νεκρούμενα καὶ κοινὴ μὲν ἀμφοῖν ἡ ἅμιλλα, κοινὴ δὲ καὶ ἡ ἄμυνα, ἰσοπαλὴς δὲ ἡ νίκη, σύντροχος δὲ καὶ ὁ θάνατος. ἐμοὶ δ᾿ ἔπεισιν εἰπεῖν ὡς τὸ φθείρεσθαι παρ᾿ ἀλλήλων καὶ σὺν ἀλλήλοις ἀπάγεσθαι τὴν ἐς θάνατον τὰ τῶν κακῶν κηρεσιφόρα καὶ ἀνθρώποις ὀλέθρια μὴ μόνον ἐν εἰκόσιν εἴη διατυποῦσθαι ἢ καὶ τοῖς ἀλκιμωτέροις τῶν ζῴων τοῦτο ἐπισυμβαίνειν, ἀλλὰ καὶ παρ᾿ ἔθνεσι συχνάκις γίνεσθαι, ὁποῖα τοῖς Ρωμαίοις ἡμῖν ἐπεστράτευσε, φονῶντα κατ᾿ ἀλλήλων καὶ ὑπ᾿ ἀλλήλων, ὀλλύμενα δυνάμει Χριστοῦ τοῦ διασκορπίζοντος ἔθνη τὰ τοὺς πολέμους θέλοντα καὶ μὴ χαίροντος αἵμασιν, ὃς καὶ δίκαιον ἐπ᾿ ἀσπίδα καὶ βασιλίσκον δείκνυσιν ἐπιβαίνοντα καὶ λέοντα καταπατοῦντα καὶ δράκοντα.


< 1 2 3 4 5 >