thyreos

Βυζαντινα κειμενα

 

  Προκοπιος
  Ιεροκλης
  Σιμοκαττης
  Θεοφανης
  Ιωαννης Σκυλιτζης
  Κωνσταντινος Ζ’
  Λεων Διακονος
  Μιχαηλ Ψελλος
  Μιχαηλ Ατταλειατης
  Νικητας Χωνιατης
  Γ. Ακροπολιτης
  Γ. Παχυμερης
  N. Γρηγορας
  Ι. Καντακουζηνος
  Γεωργιος Σφραντζης
  Χαλκοκονδυλης


Aspis

Ιωάννης Σκυλίτζης

1040 – 1101
τίτλος έργου:

Σύνοψις Ιστοριών

χρόνος έκδοσης: 1095
πλήρης τίτλος:

ΣΥΝΟΨΙΣ ΙΣΤΟΡΙΩΝ ΑΡΧΟΜΕΝΗ ΑΠΟ ΤΗΣ ΑΝΑΙΡΕΣΕΩΣ ΝΙΚΗΦΟΡΟΥ ΒΑΣΙΛΕΩΣ ΤΟΥ ΑΠΟ ΓΕΝΙΚΩΝ ΚΑΙ ΜΕΧΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ ΣΥΓΓΡΑΦΕΙΣΑ ΠΑΡΑ ΙΩΑΝΝΟΥ ΚΟΥΡΟΠΑΛΑΤΟΥ ΚΑΙ ΓΕΓΟΝΟΤΟΣ ΜΕΓΑΛΟΥ ΔΡΟΥΓΓΑΡΙΟΥ ΤΗΣ ΒΙΓΛΑΣ ΤΟΥ ΣΚΥΛΙΤΖΗ

αντικείμενο:

Καλύπτει τα γεγονότα κατά τις βασιλείες των Βυζαντινών αυτοκρατόρων από το θάνατο του Νικηφόρου Α΄ το 811 έως την εκθρόνιση του Μιχαήλ ΣΤ' το 1057. Σε χειρόγραφο του έργου που βρίσκεται στη Μαδρίτη περιλαμβάνονται 574 μοναδικές εικονογραφήσεις-μινιατούρες.


Κείμενο :
< 1 2 3 4 5 >

[Bas1.t]

ΒΑΣΙΛΕΙΟΣ Ο ΜΑΚΕΔΩΝ Ο ΚΕΦΑΛΑΣ

[Bas1.1] Ἀναιρεθέντος δ', ὡς εἴπομεν, τοῦ Μιχαὴλ τὸ τῆς μοναρχίας ἀνεδήσατο κράτος ὁ Βασίλειος. ὅστις δὲ οὗτος ἦν καὶ ὅθεν ὥρμητο, κἀκ ποίας αἰτίας εἰς τὴν βασίλειον ἀνῄει περιωπὴν ἐκ ταπεινῆς καὶ ἀλαμποῦς ὁρμώμενος τύχης, ἄνωθεν ἀναλαβὼν ὁ λόγος διατρανώσει. ἤνεγκε τοίνυν ἡ τῶν Μακεδόνων χώρα αὐτόν, εἷλκε δὲ τὸ γένος ἐξ Ἀρμενίων, ἐκ πάνυ λαμπρᾶς καταγόμενος τῆς τῶν Ἀρσακιδῶν σειρᾶς, ἐξ ἧς μόνης νόμος ἦν βασιλεύεσθαι Πάρθους καὶ Μήδους καὶ Ἀρμενίους διὰ τὸ κλέος τοῦ πρώτου Ἀρσάκου τοῦ ἀνακτησαμένου τοῖς Πάρθοις τὴν βασιλείαν ὑπὸ Περσῶν ἐσφετερισμένην. καὶ συνέβη μέχρι πολλοῦ τοὺς τοῦ Ἀρσάκου ἀπογόνους βασιλεύειν τῶν εἰρημένων ἐθνῶν. ἔσχατος δὲ τῆς βασιλείας ἐκπεσὼν Ἀρτάβανος τῆς προγονικῆς, καὶ ὁ τούτου ἀδελφὸς Κλειένης, φυγάδες εἰς τὸ Βυζάντιον παραγίνονται. Λέων ὁ μέγας τότε τὴν τῶν Ῥωμαίων ἴθυνε βασιλείαν. οὗτος οὖν τοὺς ἄνδρας ὑποδεξάμενος καὶ ἀξιοπρεπῶς τιμήσας οἴκησιν τὴν προσήκουσαν ἐν τῇ βασιλίδι ἀπένειμεν. ὅπερ μαθὼν ὁ τῶν Περσῶν βασιλεὺς γράμμασιν αὐτοὺς μετεκαλεῖτο, εἰς τὴν πατρῴαν ὑπισχνούμενος ἡγεμονίαν ἐγκαταστῆσαι. δεξαμένων δ' ἐκείνων τὰ γράμματα καὶ περὶ τοῦ πρακτέου διασκοπουμένων, μηνύεται διά τινος τῶν ὑπηρετουμένων αὐτοῖς πάντα τῷ βασιλεῖ καὶ ἡ ἐπιστολὴ ἐγχειρίζεται. γνωσθέντος δὲ τοῦ πράγματος τούτου τῷ βασιλεῖ, καὶ ὅτι οἱ πλάνητες οὗτοι καὶ ἐπήλυδες τῶν ἐπισημοτέρων εἰσίν, εἴς τινα πολίχνην τῆς Μακεδονίας Νίκην ὀνομαζομένην μετὰ γυναικῶν καὶ τέκνων αὐτοὺς κατοικίζει. εἶτα πάλιν τῆς Περσῶν βασιλείας ὑπὸ τῶν Σαρακηνῶν ἀνατραπείσης τὰ παραπλήσια καὶ ὁ τηνικαῦτα ἀμερμουμνῆς διεπράξατο, καὶ γράμμασι μετεκαλεῖτο τοὺς ἐν Μακεδονίᾳ τῶν Ἀρσακιδῶν ἀπογόνους. φωραθέντος δὲ καὶ τούτου τοῦ δράματος Ἡρακλείῳ τῷ βασιλεῖ, καὶ ὅτι οὐκ εὐνοίᾳ τῇ πρὸς αὐτοὺς ἡ μετάκλησις γίνεται, ἀλλ' ὥστε δι' αὐτῶν τὸ τῶν Ἀρμενίων καὶ Πάρθων γένος ὑπήκοον γενέσθαι, εἰς Φιλίππους αὐτούς (μία δὲ καὶ αὕτη τῶν Μακεδονικῶν πόλεων) μετοικίζει, εἶτα πάλιν ἐκεῖθεν εἰς Ἀδριανούπολιν. εὐθέτου δὲ τοῦ τόπου φανέντος τοῖς ξένοις, εἰς πλῆθος κατέστησαν, ἀσύγχυτον τὸ γένος διαφυλάττοντες.

[Bas1.2] Χρόνοις δὲ ὕστερον, ἡνίκα Κωνσταντῖνος σὺν Εἰρήνῃ τῇ μητρὶ ἐβασίλευεν, ἀνήρ τις Μαΐκτης τοὔνομα, εἰς τὸ τῶν Ἀρσακιδῶν ἀναφέρων γένος, κατά τινα χρείαν εἰσῄει εἰς τὴν βασιλεύουσαν, ὃς ἀνδρὶ περιτυγχάνει τυχαίως ὁμογενεῖ Λέοντι τοὔνομα, καὶ εἰς ὁμιλίαν αὐτῷ καταστὰς ὅλος τῆς τούτου φιλίας ἐγένετο. ὡς δὲ κατενόησε καὶ αὐτὸν τοῦ τῶν Ἀρσακιδῶν αἵματος εἶναι, ἐν Ἀδριανουπόλει οἰκοῦντα, προκρίνει τῆς ἰδίας τὴν ἀλλοτρίαν διὰ τὴν τοῦ ἀνδρὸς ἀρετήν, καὶ τὸ πρὸς αὐτὸν ἀσπασάμενος κῆδος μίαν τῶν αὐτοῦ θυγατέρων ἠγάγετο. ἐξ ὧν ὁ τοῦ ἱστορουμένου προῆλθε πατήρ, ῥώμῃ τε διαφέρων καὶ τῇ λοιπῇ τοῦ σώματος θέσει. ὃν γυνή τις εὐγενής, τῆς τοῦ μεγάλου Κωνσταντίνου, ὥς φασι, καταγομένη σειρᾶς, γαμβρὸν ἐπὶ τῇ ἰδίᾳ ἄγεται θυγατρὶ λίαν εὐπρεπεστάτῃ, ἐξ ἧς ἐτέχθη Βασίλειος, πολλὰ πρὸ τῆς γεννήσεως φέρων σύμβολα τῆς βασιλείας. ἐκ τοιούτων γεννητόρων προαχθεὶς ὁ Βασίλειος ἐλευθερίως ἀνήγετο. ἐπεὶ δὲ Κροῦμος ὁ τῶν Βουλγάρων ἄρχων, ταῖς κατὰ Ῥωμαίων νίκαις πεφυσημένος, μέγα στρατόπεδον ἀγείρας ἐπολιόρκει τὴν Ἀδριανούπολιν, μηδενὸς χεῖρα ἀντᾶραι τούτῳ τολμῶντος ἀνυποστάτῳ τυγχάνοντι διὰ τὰς προηγησαμένας εὐτυχίας, χρόνον τῇ πόλει περικαθίσας ἐφ' ἱκανὸν ὡμολόγει ταύτην διὰ τὴν τῶν ἀναγκαίων ἔνδειαν παραστήσασθαι καὶ πάντας τοὺς ἐν αὐτῇ, οἷς ἠριθμεῖτο καὶ ὁ τῆς πόλεως ἀρχιερεὺς Μανουήλ, εἰς Βουλγαρίαν μετέστησε. συνέβη μετὰ τῶν ἄλλων καὶ τοὺς τοῦ Βασιλείου γεννήτορας, ὑπομάζιον αὐτὸν ἔτι φέροντας, εἰς τὴν τῶν Βουλγάρων ἀπαχθῆναι γῆν. ἔνθα αὐτός τε ὁ κλεινὸς ἀρχιερεὺς καὶ οἱ τοῦ Βασιλείου γεννήτορες καὶ τὸ σὺν τῷ ἀρχιερεῖ πλῆθος ἀνόθευτον τὴν εἰς Χριστὸν πίστιν διατηρήσαντες πολλοὺς τῶν Βουλγάρων πρὸς τὴν ὀρθόδοξον πίστιν μετήγαγον, μήπω τοῦ ἔθνους μετηγμένου πρὸς θεοσέβειαν, καὶ πολλαχοῦ τῆς Βουλγαρικῆς γῆς Χριστιανικῆς διδασκαλίας κατεβέβληντο σπέρματα. ἀλλὰ Κροῦμος μὲν ἔφθη καταλύσασθαι τὴν ζωήν, Μουρτάγων δὲ ὁ τούτου διάδοχος πολλῷ τὸν ἀπελθόντα νικῶν εἰς θηριωδίαν, αὐτὸ τὸ γινόμενον οὐκ ἀγνοήσας, καὶ ὅτι τὸ τῶν Βουλγάρων ἠρέμα γένος πρὸς Χριστιανισμὸν μεταφέρεται, θυμοῦ τε πλήρης καθίσταται, καὶ τόν τε θεῖον ἀρχιερέα Μανουὴλ καὶ τοὺς ἐξοχωτάτους τῶν περὶ αὐτὸν μετὰ θυμοῦ παραστησάμενος πρῶτον μὲν ἠπίως μεταστῆσαι ἐπειρᾶτο καὶ ὁμαλῶς τῆς ὀρθοδόξου καὶ ἀμωμήτου τῶν Χριστιανῶν πίστεως, ἐπεὶ δὲ κρείττους αὐτοὺς κατενόησε καὶ ὑποσχέσεων καὶ ἀπειλῶν, μετὰ πολλὰς αἰκίας τῷ διὰ μαρτυρίου παραδίδωσι θανάτῳ. καὶ Μανουὴλ μὲν ὁ κλεινὸς ἀρχιερεὺς οὕτω τῷ διὰ μαρτυρίου τέλει συνάμα τοῖς ὑπ' αὐτὸν ἐμφανέσι τὴν ἑαυτοῦ ἐπισφραγίζει ζωήν, καὶ πολλοὺς τῶν καθ' αἷμα προσηκόντων συνέβη μαρτυρικῆς εὐκλείας ἀξιωθῆναι. ἐπεὶ δὲ ἔδει ποτὲ καθόδου τυχεῖν τοὺς ὑπολελειμμένους αἰχμαλώτους, ἄνωθεν τοῦ θεοῦ τὴν ἔξοδον αὐτοῖς πραγματευομένου, ὁ τῶν Βουλγάρων ἀρχηγὸς πολλάκις θραυσθείς, καὶ μὴ δυνάμενος ἐπὶ πλέον πρὸς τὰς Ῥωμαϊκὰς δυνάμεις ἀντικαθίστασθαι, εἰρήνην ἀντὶ τῆς μάχης ἀσπάζεται καὶ ἀπολύει τῆς αἰχμαλωσίας τὸν λαόν. ἄρτι δὲ συναλιζόντων τῶν αἰχμαλώτων, καὶ μελλόντων ἤδη πρὸς τὰ πάτρια ἤθη παλινοστεῖν, ὁ ἄρχων θεωρὸς ἐγίνετο τῶν αἰχμαλώτων, καὶ τὸν παῖδα κατιδὼν Βασίλειον ἤδη τὴν παιδικὴν παραλλάσσοντα ἡλικίαν καὶ τῆς ἐφήβου ἁπτόμενον πρὸς ἑαυτὸν μετεκαλεῖτο, ἐλευθέριον ἰδὼν ἐνορῶντα καὶ χαρίεν ὑπογελῶντα καὶ περισκαίροντα, καὶ ἐγγὺς παραστάντα ταῖς χερσὶν <ἠθέλησε> κατασχεῖν καὶ ἀσπάσασθαι καὶ μῆλον ὑπερφυὲς τὸ μέγεθος αὐτῷ παρασχεῖν. ὅπερ οὗτος ἀκάκως πάνυ καὶ θαρραλέως τοῖς τοῦ ἄρχοντος ἐπερειδόμενος γόνασι διδόμενον ὑπεδέξατο, ἐν τῷ ἀπλάστῳ ἤθει καὶ ἀπεριέργῳ τὴν ἑαυτοῦ εὐγένειαν ἐνδεικνύμενος, ὡς ἐκπλαγῆναι μὲν τὸν ἄρχοντα, ἀγανακτεῖν δὲ λεληθότως τοὺς ὑπ' αὐτόν, εἰ τοιοῦτος ὢν ὁ νέος συγχωροῖτο οἴκοι παλινοστεῖν.

[Bas1.3] Ἀλλ' ἀπελύθησαν ὅμως εὐμενείᾳ θεοῦ πρὸς τὰ οἰκεῖα ὁ ἀπαθὴς αἰχμάλωτος τῶν Ῥωμαίων λαός, συνεξῆλθον δὲ καὶ οἱ τοῦ Βασιλείου γονεῖς, τὸν φίλτατον ἑαυτῶν παῖδα προσεπαγόμενοι. φασὶ δὲ καὶ πολλὰ σημεῖα συνενεχθῆναι τούτῳ, γνώριμον καθιστῶντα τὸν ἄνδρα, ὡς εἰς τὴν βασίλειον ἀναχθείη περιωπήν. ἀλλὰ τὰ μὲν ἄλλα παριτέον τῷ λόγῳ, ὡς παρολκὴν ἐμποιοῦντα. ὃ δ' οὐ θέμις παραδοῦναι σιγῇ, τοῦτο καὶ διηγήσομαι. θέρους ἦν ἀκμή, καὶ οἱ τὸν παῖδα γεγεννηκότες ἐξῆλθον εἰς τὸν ἴδιον ἀγρόν, τοὺς θεριστὰς πρὸς τὸ ἔργον ἐντείνοντες. καὶ οὗτοι μὲν ἦσαν πρὸς τούτοις, τὸ δὲ παιδίον, ἵνα μὴ ὑπὸ τοῦ θάλπους καταφλέγοιτο τοῦ ἡλίου, σκηνήν τινα σχεδιάσαντες ἐκ τοῦ συνδέσμου τῶν ἀσταχύων ἐν ταύτῃ τοῦτο κοιμηθησόμενον ἔθεντο, ἅμα μὲν τῆς τοῦ ἡλίου θέρμης τὸν καύσωνα ἀβλαβῶς διελθεῖν μηχανώμενοι, ἅμα δὲ καὶ ὡς ἀπερικόπως ὑπνώττοι, μὴ ὑπό τινος ἔξωθεν ἐνοχλούμενον. ἀλλ' ἐκεῖνοι μὲν τὴν στιβάδα, ὡς ὁ καιρὸς ἐδίδου, σχεδιάσαντες καὶ τὸν παῖδα κατακοιμήσαντες ᾤχοντο πρὸς τὸ ἔργον. τοῦ ἡλίου δὲ τὰς ἀκτῖνας ἐπαφιέντος τῷ παιδὶ καὶ οὐ μικρῶς τοῦτον παρενοχλοῦντος ἀετὸς ἐπικαταπτὰς ἡπλωμέναις

[Bas1.3.17] ταῖς πτέρυξι τὸ παιδίον ἐσκίαζεν. ἀρθείσης δὲ παρὰ τῶν ἰδόντων φωνῆς, μή τι καὶ πάθῃ παρὰ τοῦ ζῴου εὐλαβηθέντων, ἡ μήτηρ εὐθὺς πρὸς τὸν παῖδα δραμοῦσα, ὡς εὗρε τοῦτον ἡδέως καθεύδοντα, ἰδοῦσα δὲ καὶ τὸν ἀετὸν σκιὰν ταῖς πτέρυξι τῷ παιδὶ περιποιούμενον καὶ μηδὲ πρὸς τὴν ταύτης ἐκπλαγέντα ἐπέλευσιν, ἀλλ' ὥσπερ καὶ χάριν ἀπαιτοῦντα αὐτήν, κατὰ μὲν τὸ πρόχειρον οὐκ εἰς νοῦν ἐβάλλετο τὸ θεοπρόπιον, ἀλλ' ὡς εἶχε λίθον ἀπὸ τῆς γῆς λαβοῦσα τὸν ἀετὸν ἀπεδίωκε. καὶ οὗτος μὲν μικρὸν ἀπέπτη, τῆς δὲ γυναικὸς πρὸς τὸν ἄνδρα ὑποστρεψάσης πάλιν παρῆν ὁ ἀετὸς κατὰ τὸ πρότερον σχῆμα ἡπλωμέναις ταῖς πτέρυξι τὸ παιδίον ἐπισκιάζων. καὶ πάλιν ἦρτο φωνὴ παρὰ τῶν θεατῶν διωλύγιος, καὶ ἡ μήτηρ πρὸς τὸ παιδίον, καὶ λίθῳ πάλιν ὁ ἀετὸς ἀποσοβούμενος, καὶ ἡ τῆς μητρὸς πρὸς τοὺς ἐργαζομένους ὑποστροφή. ὡς δὲ καὶ τρὶς καὶ πολλάκις τοῦτο ἐγένετο, μόλις ποτὲ συναίσθησιν τοῦ θείου λαμβάνει συμβόλου, καὶ τεκμηριοῦται διὰ τῶν προλαβόντων τὰ γενόμενα ὕστερον. ἐτρέφετο τοίνυν διὰ πάσης ἐπιμελείας ὁ παῖς ὑπὸ μόνοις τοῖς φύσασιν.

[Bas1.4] Ἤδη δὲ αὐτοῦ τὴν τῶν νεανίσκων παραμείψαντος ἡλικίαν ὑπαπῄει μὲν ὁ πατὴρ τοῦ βίου, χηρεία δὲ περὶ τὴν μητέρα καὶ ὀρφανία περὶ τουτονὶ τὸν νεανίαν, καὶ ἐντεῦθεν ἀνίαι καὶ θλίψεις ἐφύοντο. ἐπέρρει δὲ καὶ φροντίδων ἑσμός, τῆς περὶ τὸν οἶκον ἐπιμελείας καὶ τῆς μητρικῆς προνοίας καὶ τῶν ἀδελφῶν ἄρτι ἀφ' ἑαυτοῦ ἐξημμένης. ἐπείπερ γεωργία μικρά τις ἐπικουρία ἐδόκει αὐτῷ καὶ συνεργὸς πρὸς τὸν βίον, βουλεύεται πρὸς τὴν βασιλεύουσαν εἰσελθεῖν, κἀντεῦθεν ἑαυτῷ τε καὶ τοῖς φιλτάτοις ἐπαξίως πορίσαι τὰ δέοντα. καὶ τοῦτον μὲν εἶχεν ὁ πρὸς τὴν βασιλεύουσαν ἔρως, ἀνθεῖλκε δὲ καὶ κατεῖχεν ἡ μήτηρ, μὴ συγχωροῦσα ποιῆσαι τὸ βουλευόμενον, ἀλλὰ προσμένειν καὶ γηροτροφεῖν παρακαλοῦσα, ἀπελθοῦσαν δὲ παραπέμψαι ταῖς ἑαυτοῦ χερσὶ καὶ οὕτω πορείαν στείλασθαι τὴν αὐτῷ καταθύμιον· ἀλλὰ καὶ οὕτως αὐτὴν ἔχουσαν δυσαποσπάστως αἱ βιοτικαὶ φροντίδες ἀναπείθουσιν ἀπολῦσαι. ἄρας οὖν ἐκ Μακεδονίας τὴν βασιλίδα καταλαμβάνει. καὶ τὸ μεταξὺ διανύσας διάστημα καὶ κατὰ τὰς χρυσᾶς πύλας τῆς βασιλίδος γενόμενος, καὶ δι' αὐτῶν εἰσελθὼν ἤδη πρὸς ἑσπέραν τῆς ἡμέρας οὔσης ἐν τῷ τοῦ ἁγίου μάρτυρος Διομήδους μοναστηρίῳ, κατὰ τὰ ἐν τοῖς προαυλίοις βάθρα πρὸ τοῦ πυλῶνος, κατάκοπος ὤν, ἀτημελῶς καὶ ὡς ἔτυχεν ἐπιρρίψας ἑαυτὸν ἀνεπαύετο. περὶ πρώτην δὲ φυλακὴν τῆς νυκτὸς ὄναρ τῷ τῆς μονῆς ἡγουμένῳ ὁ μάρτυς ἐφίσταται Διομήδης, κελεύων ἐξελθεῖν εἰς τὸν τῆς μονῆς πυλῶνα καὶ ὀνομαστὶ καλέσαι Βασίλειον καὶ τὸν ὑπακούσαντα εἰσαγαγεῖν εἰς τὸ μοναστήριον καὶ ἐπιμελείας ἀξιῶσαι. κεχρισμένον γὰρ εἶναι τοῦτον βασιλέα παρὰ θεοῦ, καὶ αὐτὸν μέλλειν εἰς ἀνοικοδομὴν καὶ αὔξησιν τῆς παρούσης γενέσθαι μονῆς. ὁ δὲ καθηγούμενος φάντασμα τὸ θεαθὲν εἶναι ὑπολογισάμενος ἐν οὐδενὶ λόγῳ τὰ λαληθέντα ἐποιήσατο, ἀλλὰ πάλιν ἑαυτὸν τῷ ὕπνῳ ἐπεδεδώκει. τὰ ὅμοια δὲ πάλιν ἐκ δευτέρου θεασάμενος, ἐπεὶ μὴ ἀνέφερε νωθής τις ὢν καὶ ὑπνώδης, ἐκ τρίτου βλέπει τὸν μάρτυρα, οὐκεθ' ἡσύχως καὶ πράως παρακελευόμενον, ἀλλὰ καὶ λίαν σφοδρῶς ἀπειλοῦντα καὶ μάστιγας τῷ δοκεῖν ἐπιφέροντα, εἰ μὴ θᾶττον ὑπηρετήσει τοῖς λεγομένοις. τότε δ' οὖν ἔμφοβος διϋπνισθεὶς καὶ τὸν ὄκνον ἐκτιναξάμενος τῷ πυλῶνι ἐφίσταται καὶ κατὰ τὸ θεῖον πρόσταγμα ἐκάλει ’Βασίλειε.‘ καὶ ὃς εὐθύς· ’ἰδοὺ ἐγώ, κύριε. τί προστάσσεις τῷ δούλῳ σου;‘ εἴσω δὲ αὐτὸν τῆς μονῆς εἰσαγαγὼν δεούσης τε θεραπείας καὶ ἐπιμελείας ἠξίωσε καὶ πάσης μετέδωκε φιλανθρωπίας. εἶτ' ἐχεμυθεῖν ἀσφαλισάμενος καὶ μὴ ἔκπυστον πρός τινα θέσθαι, ἀλλὰ παρ' ἑαυτῷ φυλάττειν τὸ μυστήριον παρεγγυάσας, τὴν τοῦ μάρτυρος αὐτῷ ἐφανέρωσε πρόρρησιν καὶ μεμνῆσθαι μετὰ τὴν ἔκβασιν τῶν πραγμάτων ἑαυτοῦ τε καὶ τῆς μονῆς ἐδυσώπει. τοῦ δὲ ὡς ὑπὲρ ἑαυτὸν τὸ πρᾶγμα ἀποσειομένου, καὶ μᾶλλον ἀξιοῦντος τὸν ἡγούμενον εἰσοικισθῆναί τινι τῶν ἐμφανεστέρων εἰς δουλείαν, ἀσπασίως ἑαυτὸν εἰς τοῦτο ἐκδέδωκεν ὁ ἡγούμενος, καὶ ἐπεὶ συνήθως εἶχε πρὸς τὴν τοιαύτην μονὴν ὁ τοῦ βασιλέως Μιχαὴλ καὶ Βάρδα τοῦ καίσαρος συγγενὴς Θεόφιλος, ὃν ὑποκοριζόμενοι διὰ τὸ μικρὸν τῆς ἡλικίας Θεοφιλίτζην ἐκάλουν, τούτῳ συνέστησε τὸν Βασίλειον ἀεὶ σπουδὴν ἔχοντι γενναίους καὶ εὐειδεῖς καὶ ἐπ' ἀνδρείᾳ διαβοήτους κεκτῆσθαι περὶ αὐτὸν ὑπηρέτας. τοιούτους γὰρ προσλαμβάνων σηρικαῖς τε εὐθὺς ἐκόσμει ἐσθῆσι καὶ τῇ ἄλλῃ καταστολῇ διαπρεπῶς κατελάμπρυνε. τούτοις ἐγκαταλεγέντα τὸν Βασίλειον καὶ κατὰ πολὺ προέχειν τῶν ἄλλων δοκοῦντα κατὰ τὴν σωματικὴν ῥώμην καὶ ψυχικὴν ἀνδρείαν πρωτοστράτωρα τοῦτον προβάλλεται. ἀεὶ δὲ τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος ἡμέραν ἐξ ἡμέρας ἐπὶ πλέον ἠγαπᾶτο παρὰ τοῦ Θεοφίλου καὶ ἐπὶ τοῖς οἰκείοις προτερήμασιν ἐθαυμάζετο. ἦν γὰρ κατά τε χεῖρα γενναῖος καὶ κατὰ ψυχὴν θαρραλέος καὶ πρὸς πᾶν τὸ κελευόμενον ὀξύς τε καὶ ἐπιτήδειος.

[Bas1.5] Καὶ ὁ μὲν Βασίλειος ἦν ἐν τούτοις, ἡ δὲ μήτηρ αὐτοῦ ἐγλίχετο μαθεῖν, πῶς αὐτῷ τὰ κατὰ τὴν ὁδὸν ἔσχε καὶ ποία τις αὐτὸν παῦλα τῶν πόνων ἐδέξατο. δυσθυμοῦσα δὲ καὶ ἀσχάλλουσα ὁρᾷ καθ' ὕπνους μέγα φυτὸν κυπαρίσσῳ προσεοικός, ἔνδον τῆς αὐτῆς αὐλῆς ἑστηκός, χρυσοῖς πυκναζόμενον φύλλοις καὶ χρυσοῦς τοὺς κλάδους καὶ τὸ στέλεχος ἔχον, οὗ ἐφύπερθεν ὁ ταύτης υἱὸς Βασίλειος ἐκαθέζετο. διϋπνισθεῖσα δὲ διηγεῖται τὸ ὅραμά τινι τῶν εὐλαβῶν γυναικῶν. ἡ δὲ εὐθυμεῖν τε ἐπέτρεπεν ἐπὶ τῷ υἱῷ καὶ τὸ ὁραθὲν ἐπικρίνουσα βασιλέα Ῥωμαίων γενέσθαι τὸν υἱὸν αὐτῆς ἀπεφαίνετο. τοῖς προτέροις οὖν καὶ τοῦτο προσβαλοῦσα λοιπὸν ἡ μήτηρ οὐκέτι τὸ ἀπὸ τοῦδε περὶ αὐτοῦ ἐδυσφόρει, ἀλλ' ἔχαιρε καὶ χρηστὰς ἐπὶ τῷ υἱῷ ἔτρεφε τὰς ἐλπίδας.

[Bas1.6] Συνέβη δὲ κατ' ἐκεῖνο καιροῦ Θεόφιλον τὸν τοῦ Βασιλείου κύριον δημοσίων χάριν πραγμάτων ἀποσταλῆναι εἰς Πελοπόννησον. εἵπετο τούτῳ καὶ ὁ Βασίλειος, τὴν ἀφωρισμένην αὐτῷ ὑπηρεσίαν ἀποπληρῶν. ἐλθόντων δ' εἰς Ἀχαΐαν εἰσῄει μὲν ὁ Θεόφιλος εἰς τὸν τοῦ πρωτοκλήτου ἀποστόλου Ἀνδρέου ναὸν προσευξόμενος, οὐ συνεισῆλθε δ' αὐτῷ ὁ Βασίλειος τότε, τῇ οἰκείᾳ διακονίᾳ, ὡς ἔοικεν, ἀπασχοληθείς. ὕστερον δὲ καὶ αὐτὸς τῷ ἀποστόλῳ ἀποπληρῶν τὰ καθήκοντα, καιροῦ δραξάμενος, εἴσεισι μόνος εἰς τὸν ναόν. ἐφήδρευε δέ τις τῷ θείῳ τεμένει τοῦ ἀποστόλου μοναχὸς ἀρετῆς ἀντιποιούμενος διὰ βίου. οὗτος τὸν μὲν Θεόφιλον εἰσελθόντα μετὰ τοσαύτης δορυφορίας οὔτε ὑπεδέξατο οὔτε ἀναστὰς κατησπάσατο οὔτε τινὸς ἠξίωσε μικρᾶς γοῦν προσρήσεως, ὕστερον δὲ τοῦ Βασιλείου εἰσερχομένου, ὡς εἴρηται, μόνου ὑπεξανέστη τε ὥς τινι τῶν κρειττόνων, καὶ τὴν ἐξ ἔθους τοῖς βασιλεῦσι πρέπουσαν εὐφημίαν προσήνεγκεν. ὅπερ τῶν ἐκεῖσε παρατυχόντων ἰδόντες τινὲς τῇ κατὰ τοὺς τόπους ἐκείνους πρωτευούσῃ κατά τε τρόπον καὶ εὐγένειαν γυναικί, ἣ Δανιηλὶς ἀπὸ τοῦ ταύτης ἀνδρὸς ὠνομάζετο, ἀπαγγέλλουσιν. ἐκείνη δὲ τὸ διοπτικὸν τοῦ μοναχοῦ, μηδ' ὅτι προορατικοῦ χαρίσματος ἠξίωται ἀγνοοῦσα, οὐκ ἐγένετο περὶ τὸ λεχθὲν ἀμελής, ἀλλ' ἅμα τε ἤκουσε καὶ προσκαλεσαμένη τὸν μοναχὸν ὀνειδιστικὰ πρὸς αὐτὸν διεξῄει ῥήματα· ’τοσοῦτος χρόνος‘, λέγουσα, ’πάτερ πνευματικέ, ἐξ οὗ σοι γνώριμος ἐγὼ καθέστηκα, καὶ οἶδάς με κατὰ τὸν τόπον ἐν πᾶσι τῶν πολλῶν διαφέρουσαν, καὶ οὐδέποτε οὔτε ἐπηγέρθης θεα-

[Bas1.6.23] σάμενός με, οὔτε ἐπηύξω μοι. ἀλλ' οὐδὲ τῷ ἐμῷ υἱῷ ἢ τῷ ἐκγόνῳ τὴν τοιαύτην ἀπένειμας φιλοφροσύνην. καὶ πῶς νῦν ἄνθρωπον εὐτελῆ καὶ ξένον καὶ πένητα διανύοντα βίον ἰδὼν ὑπεξανέστης καὶ ὡς βασιλέα ἐτίμησας;‘ ’οὐχ ὡς ἕνα τῶν τυχόντων εἶδον τὸν ἄνδρα ἐγώ,‘ ἀντέφησεν ὁ μοναχός, ’ἀλλ' ὡς ἐκ θεοῦ βασιλέα Ῥωμαίων ὑπὸ Χριστοῦ προκεχειρισμένον ἰδὼν ἐξανέστην καὶ ἐπευφήμησα. τοῖς γὰρ ὑπὸ θεοῦ τετιμημένοις ὀφειλομένη πάντως ἐστὶ καὶ ἡ ἐξ ἀνθρώπων τιμή.‘ ὁ μὲν οὖν Θεόφιλος τὰ προστεταγμένα ἀνύσας εἴχετο πάλιν τῆς ἐπὶ τὴν βασιλίδα ὁδοῦ, ὁ δὲ Βασίλειος ἀσθενείᾳ συσχεθεὶς σώματος αὐτόθι καταλιμπάνεται. ἐπιμελείας δὲ τῆς προσηκούσης τυχὼν πρὸς τὴν ἄνοδον ἡτοιμάζετο. ὃν μετακαλεσαμένη ἡ προρρηθεῖσα γυνὴ Δανιηλὶς δώροις αὐτὸν καὶ μεγάλοις δεξιοῦται χαρίσμασι, μηδὲν ἕτερον ἐπιζητήσασα παρ' αὐτοῦ, ἢ πνευματικῆς ἀδελφότητος συνδέσμῳ συνδεθῆναι πρὸς Ἰωάννην τὸν ταύτης υἱόν. ὁ δὲ πρὸς τὸ αὐτοῦ ἀποβλέπων εὐτελὲς καὶ τὸ περιφανὲς τῆς γυναικός, ὡς ὑπὲρ αὐτὸν μᾶλλον οὖσαν διωθεῖτο τὴν ἔντευξιν. πλείονα δὲ παράκλησιν δεξάμενος ἐκπληροῖ τὸν ταύτης σκοπόν. ἐκπληρωθείσης δὲ τῇ γυναικὶ τῆς ἐφέσεως ἔδοξεν αὐτῇ μὴ ἐπικρύπτειν τὸ βούλημα τοῦ θεοῦ, ἀλλὰ δημοσιεύειν καὶ φανερὰ τιθέναι τὰ μεγαλεῖα τοῦ θεοῦ, οἷς οἶδε τρόποις προλεγόμενα καὶ δηλοποιούμενα. ἰδίᾳ τοίνυν παραστησαμένη τὸν Βασίλειον· ’ἴσθι‘, ἔφη, ’ὦ τέκνον, ὡς ὁ θεός σε ἐπὶ μεγάλης μέλλει τιθέναι τῆς σκοπιᾶς καὶ κύριον ἀποδεικνύειν πάσης τῆς γῆς. εἰς ἔργον οὖν ἐκβάσης τῆς ἐμῆς προρρήσεως οὐδὲν ἕτερον αἰτῶ παρὰ σοῦ, ἀλλ' ἢ τὸ μόνον ἀγαπᾶσθαι καὶ ἐλεεῖσθαι ἐμέ τε καὶ τοὺς ἐξ ἐμοῦ.‘ ὁ δέ, εἰ δοίη τελεσθῆναι θεὸς τὰ μηνυόμενα, κυρίαν αὐτὴν ἀποφῆναι κατεπηγγείλατο πάσης, εἰ οἷόν τε, ἐκείνης τῆς γῆς. καὶ οὕτως ἀσπασάμενος τὴν γυναῖκα ἀνῄει πρὸς τὴν βασιλεύουσαν καὶ τὸν ἑαυτοῦ κύριον. ἀπὸ δὲ τῶν ἐντεῦθεν αὐτῷ προσγενομένων χρημάτων ἐξωνησάμενος ἐν Μακεδονίᾳ κτήσεις ἱκανὰς κατέστησεν ἐπὶ εὐπορίας ἅπαντας τοὺς προσήκοντας δαψιλοῦς, συνῆν δ' ὅμως καὶ διηκόνει τῷ κυρίῳ αὐτοῦ.

[Bas1.7] Ἔν τινι δὲ τῶν ἡμερῶν Ἀντίγονος ὁ τῶν σχολῶν ἀφηγούμενος, ὁ τοῦ καίσαρος Βάρδα υἱός, ἑστίασιν πολυτελῆ κατασκευασάμενος δαιτυμόνα εἶχε τὰ πρῶτα τῶν ἀνακειμένων τὸν ἑαυτοῦ πατέρα Βάρδαν τὸν καίσαρα, ὃς πολλοὺς καὶ ἄλλους τῶν συγγενῶν καὶ φίλων καὶ συνήθων παραλαβὼν πρὸς τὴν εὐωχίαν ἀπῄει. συμπαρῆσαν δ' αὐτῷ καὶ Βούλγαροι συνήθεις καὶ φίλοι, οὕτω παρατυχὸν τῇ βασιλίδι ἐνδιατρίβοντες. οὐκ ἀπῆν δὲ τῆς πανδαισίας οὐδὲ Θεόφιλος ὁ τοῦ Βασιλείου κύριος, οἷα συγγενὴς καὶ αὐτὸς τοῦ καίσαρος. τοῦ δὲ πότου προϊόντος καὶ ἀκμαζούσης τῆς εὐωχίας, ἐπεὶ ἔτυχον οἱ Βούλγαροι ἔχοντές τινα μεθ' ἑαυτῶν ἄνδρα ἀθλητικὸν καὶ ἐπὶ ἰσχύϊ σεμνυνόμενον σώματος, ἐδόκουν ἐπ' αὐτῷ μέγα φρονεῖν καὶ ἠλαζονεύοντο, καὶ μηδένα εἶναι τὸν εἰς χεῖρας αὐτῷ συμπεσεῖν δυνάμενον ἐμεγαλαύχουν. λέγει γοῦν περὶ μέσας τραπέζας ὁ Θεόφιλος πρὸς τὸν καίσαρα, ὡς ’εἰ ἀρέσκει τῇ σῇ ἐξουσίᾳ, ἔστι τις τῶν ὑπηρετούντων μοι δυνάμενος συμπλακῆναι τῷ περιβοήτῳ τούτῳ Βουλγάρῳ. μέγα γὰρ ὄνειδος Ῥωμαίοις, εἰ οὗτος ἀκαταγώνιστος οὕτως ἐν Βουλγαρίᾳ παραγένηται.‘ ἀποδεξαμένου δὲ τὸν λόγον τοῦ καίσαρος καὶ προστάξαντος εἰς μέσον ἄγεσθαι τὸν νεανίαν ὁ πατρίκιος Κωνσταντῖνος ὁ Θωμᾶ τοῦ λογοθέτου πατήρ, σφόδρα φιλίως πρὸς τὸν Βασίλειον διακείμενος, ἅτε καὶ αὐτὸς ἐξ Ἀρμενίων τὴν τοῦ γένους ἕλκων σειράν, κάθυγρον ἰδὼν τὸν τόπον, ἐν ᾧπερ ἔμελλον οἱ παλαισταὶ συμπλακῆναι, καὶ δείσας τὸν ἐκ τῆς ὑγρότητος ὄλισθον, κόνιν καὶ πρίσμα ἀπὸ ξύλων ἐπιρραίνει τῷ ἐδάφει. οὗ γενομένου συμπλακεὶς τῷ Βουλγάρῳ ὁ Βασίλειος, καὶ ὥσπερ τι παιδίον νεογνὸν πιέσας καὶ περισφίγξας αὐτόν, ὥσπερ τινὰ δεσμὸν χόρτου ἢ πόκον ἐρίου κούφως οὕτω καὶ ῥᾳδίως μετεωρίσας ἐπάνω τῆς τραπέζης ἀπέρριψε. τοῦτο γενόμενον χαρᾶς μὲν τοὺς Ῥωμαίους, αἰσχύνης δὲ τοὺς Βουλγάρους ἐνέπλησεν. ἀπ' ἐκείνης δὲ τῆς ἡμέρας ἐπὶ πλέον ἡ τοῦ Βασιλείου ἡπλοῦτο φήμη ἀνὰ τὴν βασιλεύουσαν, καὶ τοῖς ἁπάντων διεφέρετο στόμασι περίβλεπτος ἤδη καθεστηκώς.

[Bas1.8] Συνέβη δὲ καὶ ἄλλο τι τὸ ἐπὶ πλέον δόξης ἐξᾶραν αὐτόν. ἵππος ἦν παρὰ τῷ βασιλεῖ Μιχαὴλ σκληραύχην τε καὶ δυσήνιος, ἡλικίᾳ μὲν καὶ κάλλει καὶ τάχει καὶ ὡραιότητι εἴδους τοὺς πώποτε θαυμαζομένους ὑπερβαλλόμενος, ὅς, εἰ ἔτυχε λυθεὶς τῶν δεσμῶν, ἢ ἄλλως πως ἀφεθείς, λίαν ἦν δυσχερὴς εἰς χεῖρας αὖθις ἐλθεῖν καὶ πολλὰ πράγματα πρὸς τὸ κατασχεῖν παρεῖχε τοῖς ἱπποκόμοις. τοῦτον ἐπικαθήμενος τὸν ἵππον ὁ βασιλεὺς πρὸς θήραν ἐξῄει, καὶ κατευστοχήσας λαγῳοῦ τῇ ῥάβδῳ τοῦ ἵππου καθήλατο πρὸς τὸ σφάξαι τὸν λαγῳόν. ἄφετος δὲ ὁ ἵππος καταλειφθεὶς ἀπεσκίρτα καὶ ἀπεπήδα. καὶ πολλῶν συνδραμόντων ἱπποκόμων τε καὶ ἀρχόντων καὶ τῶν λοιπῶν τῶν περὶ τὸν βασιλέα οὐκ ἦν τινι δυνατὸν κατασχεῖν τὸν ἵππον, ὥστε θυμωθέντα τὸν βασιλέα κελεῦσαι, εἰ κρατηθείη, διακοπῆναι τοὺς ὀπισθίους αὐτοῦ τῶν ποδῶν. παρῃτεῖτο δὲ ὁ καῖσαρ καὶ ἐδεῖτο τοῦ βασιλέως, μὴ διὰ μίαν κακίαν τοσαύτην ἀρετὴν ἵππου μάτην παραπολέσθαι. καὶ οἱ μὲν ἦσαν ἐν διαλογισμοῖς τοιούτοις, ὁ δὲ Βασίλειος παραδραμὼν τῷ κυρίῳ αὐτοῦ· ’εἰ παραδράμω τὸν βασιλικὸν ἵππον,‘ ἔφη, ’καὶ ἀπὸ τοῦ ἐμοῦ ἵππου ἐκτιναχθεὶς ἔποχος αὐτῷ γένωμαι, ἆρά γε διὰ τὴν βασιλικὴν ἐφεστρίδα καὶ τὸν κοκκοβαφῆ χαλινὸν ἀγανακτήσει ὁ βασιλεὺς κατ' ἐμοῦ;‘ τοῦ δὲ πρὸς οὖς ὑπομνήσαντος τὸν βασιλέα, κἀκείνου κελεύσαντος τοῦτο γενέσθαι, εὐφυῶς ὁ Βασίλειος τὸν ἑαυτοῦ παρελάσας ἵππον καὶ τῷ τοῦ βασιλέως κατὰ παράλληλον ἐξισώσας γραμμὴν ἥλατό τε εὐθέως καὶ πρὸς τὸν βασιλικὸν ἀπεπήδησεν ἵππον, μέγα θαῦμα ἐνεὶς τοῖς παρατυχοῦσι καὶ θεωμένοις. θαυμάσας δὲ καὶ ὁ βασιλεὺς τὴν μετ' ἀνδρείας εὐφυΐαν αὐτοῦ καὶ σύνεσιν, εὐθέως ἀποσπάσας αὐτὸν ἀπὸ τοῦ Θεοφιλίτζη ἐν τοῖς ἑαυτοῦ κατέταξε στράτωρσιν, ἠγάπα τε διαφερόντως αὐτὸν καὶ ταῖς κατὰ μικρὸν προόδοις εἰς τὴν τοῦ πρωτοστράτωρος τάξιν ἀνήγαγε.

[Bas1.9] Κυνηγεσίας δέ ποτε γενομένης τῷ βασιλεῖ κατὰ τὸ Φιλοπάτιον, προεπορεύετο τούτου ὁ πρωτοστράτωρ ἔφιππος, ἐπιφερόμενος ἐπὶ ζώνης καὶ τὸ βασιλικὸν βαρδούκιον. θορύβου δὲ καὶ βοῆς γενομένης ὑπὸ τοῦ πλήθους λύκος τῆς ὕλης ἐξέθορε παμμεγέθης. ὁρμήσας δὲ κατόπιν αὐτοῦ ὁ Βασίλειος ἔρριψε κατ' αὐτοῦ τὸ βασιλικὸν βαρδούκιον, καὶ τυχὼν τοῦ θηρίου κατὰ τὸ μέσον τῆς κεφαλῆς ταύτην ἐδιχοτόμησεν. ὄπισθεν δὲ τοῦ βασιλέως κατὰ τὸ σύνηθες ἑπόμενος ὁ καῖσαρ, καὶ τὸ γεγονὸς θεασάμενος, εἰπεῖν λέγεται πρός τινα τῶν συνήθων ἐν μυστηρίῳ· ’τοῦτον, ὦ τᾶν, ἡγοῦμαι τὸν ἄνθρωπον ὄλεθρον γενήσεσθαι ἄρδην τῆς ἡμῶν γενεᾶς.‘ φασὶ δ', ὅτι καὶ Λέων αὐτὸ τοῦτο προεθέσπισεν ὁ φιλόσοφος, ὀνομαστὶ τὸν ἄνδρα καλέσας καὶ σημεῖα ὑποφήνας τινὰ καὶ τῷ δακτύλῳ δείξας, καὶ τοῦτον ἔσεσθαι προειπὼν τῆς συμπάσης ὑμῶν γενεᾶς τὸν ὄλεθρον.

[Bas1.10] Ἐνήδρευεν οὖν ἀεὶ ὁ καῖσαρ, ἤνυε δὲ οὐδέν. ἀκυρῶσαι γὰρ παγχάλεπον ἦν, ὅπερ ἅπαξ τῇ προνοίᾳ γενέσθαι ἐδόκει. περάσαντος δέ ποτε τοῦ βασιλέως πάλιν κυνηγεσίου χάριν εἰς τὸ Ἀρμάμεντον καὶ μετὰ τὴν κυνηγεσίαν εὐωχουμένου συνάμα τῇ μητρὶ Θεοδώρᾳ καί τισι τῶν συγγενῶν καὶ οἰκειοτάτων, εἰσεκλήθη ὁ πρωτοστράτωρ τοῦ βασιλέως

[Bas1.10.6] κελεύσαντος. πρὸς ὃν ἡ βασιλὶς πυκνότερον ἐνητένιζε, κατανοοῦσα καὶ παρεπισκοποῦσα τὰ κατ' αὐτόν. ἐπιγνοῦσα δέ τι γνώρισμα καὶ σημεῖον ἐν αὐτῷ, εὐθέως ἰλίγγῳ κατασχεθεῖσα καὶ λειποθυμίᾳ βληθεῖσα εἰς γῆν κατέπεσε. θορυβηθέντος δὲ τοῦ βασιλέως ἐπὶ τούτῳ καὶ τῶν περὶ τὸν βασιλέα ὕδωρ τε εὐθὺς ἐκομίζετο καὶ μύρα τῶν εὐωδῶν, οἷς ἐπιρραίνοντες τὴν δέσποιναν ἀνεκαλοῦντο τοῦ πτώματος. μόλις δ' οὖν εἰς ἑαυτὴν ἐλθοῦσα καὶ τοῦ σκότου ἀνενεγκοῦσα, ὡς ἠρωτᾶτο παρὰ τοῦ υἱοῦ καὶ βασιλέως, ἐκ ποίας αἰτίας ἐπενεχθείη αὐτῇ τουτὶ τὸ πάθος, μόλις ἐφ' ἑαυτῆς γενομένη τάδε πρὸς τὸν υἱὸν ἀπεκρίνατο· ’ὅν, ὦ τέκνον, τοῦτον λέγεις Βασίλειον, ὁ τῆς ἡμετέρας ἐστὶν ἀφανισμὸς γενεᾶς. εἶδον γὰρ ἐν αὐτῷ σημεῖον πάλαι μοι παρὰ τοῦ σοῦ προεξηγηθὲν πατρός, πρὸς ὅπερ ἰλιγγιάσασα εἰς γῆν κατώλισθον.‘ ὁ δὲ βασιλεὺς τοῦτο μὲν λόγοις ἀποτρεπτικοῖς, τοῦτο δὲ καὶ πληροφορίαις ἐνωμότοις ἀπῆγε τὴν μητέρα τοῦ δέους, εἰς τὸ καθεστὼς ἐπανάγων καὶ παραμυθούμενος, ’τὸν ἄνθρωπον τοῦτον,‘ λέγων, ’ἴσθι, ὦ δέσποινα καὶ μῆτερ ἐμή, ἄνδρα μὲν εἶναι γενναῖον, ῥώμῃ τε ἀνυπόστατον καὶ ψυχῆς εὐγενείᾳ ἀσύγκριτον, πιστὸν δὲ τὰ εἰς ἡμᾶς καὶ εὔνουν καὶ κατ' οὐδενὸς κακονούστατον.‘ καὶ τότε μὲν τὴν τῆς τοιαύτης τύχης ἐπήρειαν οὕτω παρέδραμεν ὁ Βασίλειος.

[Bas1.11] Δαμιανοῦ δὲ τοῦ παρακοιμωμένου, ὃς εὐνοῦχός τε ἦν καὶ Σκύθης καὶ τῇ τῶν πατρικίων ἀξίᾳ τετίμητο, τὰ πραττόμενα παρὰ τοῦ βασιλέως κακίζοντος, ὡς οὐ κατὰ τὸ δέον τελούμενα, ἐξαιρέτως δὲ τὰ παρὰ τοῦ θείου αὐτοῦ Βάρδα τοῦ καίσαρος, ἀνηρεθίσθη ποτὲ πρὸς ἐπιστροφὴν ὁ βασιλεύς, λίαν ἀμβλὺς καὶ νωχελὴς πρὸς ἀντίληψιν πραγμάτων ὑπάρχων, καὶ ἐνίας τῶν τοῦ καίσαρος πράξεων ἀνέτρεπε τάχα καὶ διωρθοῦτο. ὅπερ μὴ φέρων ὁ καῖσαρ λαθρηδὸν κατὰ τοῦ Δαμιανοῦ συσκευάζεται, καὶ πολλαῖς διαβολαῖς κατ' αὐτοῦ πρὸς τὸν βασιλέα χρησάμενος, καὶ πιθανῶς σοφισάμενος τὰς κατηγορίας, ἴσχυσε μεταστῆσαι τὸν βασιλέα τῆς περὶ τὸν Δαμιανὸν εὐνοίας, ὡς καὶ διαδέξασθαι δυνηθῆναι τῆς οἰκείας ἀξίας αὐτόν. ἐξωσθέντος οὖν ἐκείνου ἐχήρευε λοιπὸν ἐπὶ χρόνον τινὰ τὸ τοῦ παρακοιμωμένου λειτούργημα. τοῦ καίσαρος δὲ καὶ τῆς περὶ αὐτὸν φατρίας ἄλλον καὶ ἄλλον εἰς τοῦτο προβιβαζόντων, ἡ τοῦ θεοῦ πρόνοια ἀοράτως, ὡς αὐτῇ βουλητόν, τὰ πράγματα διεξάγουσα πᾶσαν φρόνησιν καὶ πανουργίαν ἀπέδειξεν ἄπρακτον. μετὰ χρόνον γάρ τινα προβάλλεται παρακοιμώμενον ὁ βασιλεὺς τὸν Βασίλειον, τιμήσας αὐτὸν καὶ πατρικιότητι καὶ γυναικὶ συζεύξας εὐπρεπείᾳ τε σώματος καὶ κάλλει καὶ σωφροσύνῃ πασῶν πρωτευούσῃ τῶν κατ' αὐτήν. αὕτη δὲ ἦν θυγάτηρ τοῦ παρὰ πάντων ἐπὶ φρονήσει καὶ εὐγενείᾳ διαβοήτου Ἴγγερος, τοῦ γένους καταγομένου τῶν Μαρτινακίων. τούτου δὲ γενομένου καὶ προσθήκην τῆς πρὸς τὸν Βασίλειον τοῦ βασιλέως ἀγάπης ἐπιδιδούσης ἀεὶ ὁρῶν ὁ καῖσαρ, καὶ τῷ φθόνῳ δακνόμενος καὶ περὶ τοῦ μέλλοντος ὀρρωδῶν, ἔλεγε πολλάκις πρὸς τοὺς αὐτὸν ἀναπείσαντας ἀποσκευάσασθαι τὸν Δαμιανόν, ὅτι ’ταῖς κακοβουλίαις ὑμῶν πιθήσας ἐγώ, ἐξώσας ἀλώπεκα, λέοντα ἀντεισήγαγον, ἵνα πάντας ἡμᾶς ἀθρόως λαφύξηται‘.

[Bas1.12] Ἄρτι δὲ τοῦ βασιλέως Μιχαὴλ κατὰ Κρητῶν ἐξελάσαντος μετὰ Βάρδα καίσαρος τοῦ θείου αὐτοῦ καὶ σοβαρώτερον ἁπτομένου τῶν πραγμάτων τοῦ Βάρδα καὶ κατὰ μικρὸν ἀνιῶντος τὸν βασιλέα καὶ τοῖς περὶ αὐτὸν ὑπονοίας ἀφορμὴν διδόντος, ἐπεὶ ἐν τοῖς Κήποις ἐγένοντο (τόπος δὲ οἱ Κῆποι κατὰ τὴν παράλιον, ἔνθα πρὸς τὴν θάλασσαν εἰσβολὰς ποιεῖται ὁ Μαίανδρος ποταμός), ἐνταῦθα δὴ τῆς συσκευῆς καὶ μελέτης γενομένης τοῖς περὶ τὸν βασιλέα, ἵνα μὴ καταταχηθέντες πάθωσι μᾶλλον ἢ δράσωσιν, ἐπισπεύσαντες ἀναιροῦσι τὸν Βάρδαν, καθὼς ἄνωθεν ὁ λόγος διαρρήδην ἐδήλωσε, περιπλακέντα τοῖς τοῦ βασιλέως ποσί. πρώτην ἦγε τηνικαῦτα μὴν ὁ Ἀπρίλλιος τῆς τεσσαρεσκαιδεκάτης ἐπινεμήσεως. ἀποκτανθέντος δὲ τοῦ Βάρδα εὐθὺς ὁ βασιλεὺς τήν τε στρατοπεδείαν καταλύει καὶ νόστου πρὸς τὴν βασιλεύουσαν μέμνηται. ἐπανελθὼν δὲ πρὸς τὸ Βυζάντιον, ἐπείπερ οἰκείας ἠμοίρει γονῆς, εἰσποιεῖταί τε τὸν Βασίλειον καὶ εἰς τὴν τῶν μαγίστρων ἀναβιβάζει τιμήν.

[Bas1.13] Ὃ μὴ φέρων ὑπὸ φθόνου Συμβάτιος ὁ λογοθέτης τοῦ δρόμου, ὁ τοῦ καίσαρος Βάρδα γαμβρός, προφασισάμενος τὸ μὴ δύνασθαι ζῆν ἐπὶ τῆς βασιλίδος τὴν τῶν Θρᾳκησίων ἐξαιτεῖ στρατηγίαν, καὶ δὴ καὶ λαμβάνει. ὀλίγου δὲ καιροῦ παρελθόντος καὶ τῆς βασιλείου ἀρχῆς ἐπισφαλῶς κυβερνωμένης, ἅτε τοῦ βασιλέως πρὸς ἄλλοις, ἀλλ' οὐ ταῖς τῶν πραγμάτων διοικήσεσι τὸν νοῦν ἔχοντος, καὶ τοῦ θανάτου δὲ τοῦ Βάρδα καθαρῶς ἐλέγξαντος τὴν αὐτοῦ οὐθένειαν καὶ ἀφέλειαν (ἐκείνου γὰρ ἐπαγρυπνοῦντος ὡς κοινωνοῦ τῶν πραγμάτων καὶ τῆς διοικήσεως, καθ' ὅσον οἷόν τε ἀντεχομένου, τῇ τούτου ἐπιμελείᾳ καὶ σπουδῇ ἡ τοῦ βασιλέως οὐθένεια ἐκαλύπτετο. ἐπεὶ δ' ἐκεῖνος ἀπεσφάγη καὶ ἡ πᾶσα τῆς βασιλείας φροντὶς εἰς μόνον περιέστη τὸν βασιλέα, τότε δὴ καθαρῶς τὸ αὐτοῦ ἀνεπιτήδειον καὶ πρὸς τὰς πολιτικὰς πράξεις ἀποπεφυκὸς ἐξηλέγχετο), ἐγίνοντο γὰρ παρὰ τοῦ κοινοῦ συνεχεῖς διαγογγυσμοὶ κατὰ τοῦ βασιλέως, καὶ οὔθ' ἡ σύγκλητος οὔτε τὸ πολίτευμα τοῖς πραττομένοις ἠρέσκοντο, καὶ αὐτὸ δὴ τὸ στράτευμα ἀνασεσεισμένον καὶ κεκινημένον ἐτύγχανεν. ἅτινα διὰ τῶν οἰκειοτάτων ὁ βασιλεὺς ἐνωτιζόμενος, καὶ τὴν ἑαυτοῦ κατανοῶν πρὸς τὰς κοσμικὰς μεταχειρήσεις ἀνεπιτηδειότητα, ἅμα δὲ καὶ ἐπανάστασιν εὐλαβηθείς, κοινωνὸν ἔγνω τῶν πραγμάτων προσλαβέσθαι καὶ τῆς ἀρχῆς. καὶ ἐπεὶ πρὸ ὀλίγου, ὡς ἄνωθεν εἴπομεν, υἱοποιησάμενος ἦν τὸν Βασίλειον, ᾔδει δὲ αὐτὸν καὶ ἀνδρείᾳ καὶ συνέσει τῶν πολλῶν διαφέροντα καὶ ἱκανὸν ἀναπληροῦν αὐτοῦ τὸ ἐν τῇ κυβερνήσει τοῦ κοσμικοῦ σκάφους ὑστέρημα, τὸ πλέον δὲ καὶ ὑπερτάτης δυνάμεως ἐναγούσης εἰς τοῦτο αὐτόν, καὶ βασιλείας τιμῇ καὶ δόξῃ καὶ χρίσματι κατακοσμεῖ τὸν Βασίλειον, κατὰ τὴν ἁγίαν ἡμέραν τῆς πεντηκοστῆς, ἐν τῷ περιωνύμῳ τῆς τοῦ θεοῦ σοφίας ναῷ, δημοσίαν πρόοδον ποιησάμενος, καὶ τῷ Βασιλείῳ τὸν βασίλειον περιτίθησι στέφανον, ἕκτην πρὸς εἴκοσιν ἄγοντος τοῦ Μαΐου μηνὸς τῆς τεσσαρεσκαιδεκάτης ἐπινεμήσεως. τοῦτο μαθὼν ὁ Συμβάτιος μετρίως οὐκ ἤνεγκεν, ἀλλὰ συνεργὸν εἰληφὼς καὶ τὸν πατρίκιον Πηγάνην (στρατηγέτης δὲ καὶ οὗτος τοῦ Ὀψικίου ἐτύγχανε) πρὸς ἀπόστασιν εἶδον, Μιχαὴλ μὲν εὐφημοῦντες τὸν βασιλέα, ὡς ἂν ἐκ τούτου τὰ πλήθη ἐπάγοιντο, καὶ μὴ δοκοῖεν χεῖρας αἴρειν κατὰ τοῦ αὐτοκράτορος, δυσφημοῦντες δὲ τὸν Βασίλειον καὶ μυρίαις πλύνοντες ὕβρεσι. καὶ ταῦτα μὲν ἐπράττετο θέρους. χειμὼν δ' ἐπιστὰς τὰς συστάσεις τούτων διέλυσε, τῶν ἀργηγῶν τῆς ἀπονοίας φυγῇ τὴν σωτηρίαν πραγματευσαμένων. ὁ μὲν οὖν Συμβάτιος τὴν Πλατεῖαν Πέτραν (φρούριον δὲ τοῦτο ἐρυμνὸν καὶ δυσάλωτον κατὰ τὴν Ἀσίαν διακείμενον) ὑπεισέρχεται, ὁ δὲ Πηγάνης κατέσχε τὸ Κοτυάειον. ἀλλὰ μετὰ μικρὸν καταπολεμηθέντες δέσμιοι πρὸς αὐτὸν ἀναφέρονται τὸν βασιλέα. οἳ καὶ τοὺς ὀφθαλμοὺς πηρωθέντες, τοῦ Συμβατίου δὲ καὶ τὴν δεξιὰν ἀποτμηθέντος, τοῦ Πηγάνου δὲ καὶ τὴν ῥῖνα, ἐξορίαις παραπέμπονται.

[Bas1.14] Πάντες δ' εὐφράνθησαν ἐπὶ τῇ ἀναρρήσει τοῦ Βασιλείου οἱ τῆς Ῥωμαίων βασιλείας ὑπήκοοι, γλιχόμενοι ἄνδρα θεάσασθαι ἐπὶ τῶν οἰάκων τῆς βασιλείας καθήμενον ἰδιωτικῆς τε τύχης πεπειραμένον καὶ μὴ ἀγνοοῦντα, οἷα πάσχουσιν ὑπὸ τῶν δυνατωτέρων οἱ ταπεινότεροι.

[Bas1.14.5] ἐλύπει γὰρ αὐτοὺς καὶ ἡ τοῦ βασιλέως Μιχαὴλ ἀρχὴ λίαν ὑγρὰ καὶ ἐκδεδιῃτημένη ὑπάρχουσα, καὶ μηδὲν ἄλλο ἔργον ἔχουσα, ἀλλ' ἢ κώμους καὶ μέθας καὶ εὐθηνοῦσαν ἱπποδρομίαν καὶ γελωτοποιοὺς καὶ τὰς ἄλλας τὰς παρεξηυλημένας τῶν πράξεων, ὧν ὡς ἐν παρόδῳ μνείαν ἄνωθεν ὁ λόγος διὰ βραχέων ἔθετο, τοὺς βασιλικοὺς θησαυροὺς κιναίδοις καὶ ζαμβυκιστρίοις καὶ ὀρχηστρίσι καὶ ἀκολάστων ὅλων πληθύϊ δικράνοις ὅλοις ἀποκενοῦντος. ἀφ' ὧν τὰ μὲν Ῥωμαίων ἐστενοχωρεῖτο πράγματα, αὐτὸς δὲ στενοχωρούμενος ὑπὸ τῆς ἐνδείας, καὶ μὴ ἔχων, ὅ τι καὶ δράσειεν, ἀδίκους πόρους ἐπενοεῖτο, εἰς θεραπείαν τάχα τῆς χρείας, καὶ χεῖρας ἀνοσίους ἐπέβαλλε τοῖς κατὰ μηδὲν ὅλως αὐτῷ προσήκουσι. κατέπαιζε δὲ καὶ τὸ θεῖον μετὰ μιαρῶν καὶ ἀσελγῶν ἀνδρογύνων. καὶ οὐδὲν ἦν ἀρρητούργημα, ὃ μὴ δι' αὐτοῦ καὶ τῶν ἄλλως παρατρεφομένων αὐτῷ καὶ ἐλέγετο καὶ ἐπράττετο. ἀποτρέπειν δὲ τῶν τοιούτων ἀθεμίτων ἔργων τοῦτον βουλόμενος ὁ Βασίλειος πολλάκις πειραθεὶς οὐ μόνον οὐκ ἴσχυσε, μᾶλλον μὲν οὖν καὶ πρὸς ὀργὴν ἀνηρέθισε, καὶ μελετᾶν κατ' αὐτοῦ σκαιὰ καὶ ἄτοπα ἀνεκίνησε, καθὼς ἐν τοῖς ἔμπροσθεν εἴρηται.

[Bas1.15] Ταῖς δὲ κατ' αὐτοῦ συνεχέσιν ἐπιβουλαῖς καὶ μελέταις ἐκδειματωθεὶς ὁ Βασίλειος δρᾶσαί τι μᾶλλον πρὸ τοῦ παθεῖν ἠγωνίσατο. οὐκοῦν καὶ παρασκευασάμενος μετά τινων οἰκείων τε καὶ συγγενῶν καὶ τῶν προκοιτούντων ἐν τοῖς βασιλείοις στρατιωτῶν ἀναιρεῖ τὸν βασιλέα ἐν τοῖς παλατίοις τοῦ ἁγίου μεγαλομάρτυρος Μάμαντος. καὶ Μιχαὴλ μὲν οὕτω βιοὺς ἀνειμένως καὶ μαλθακῶς τοιοῦτον καὶ τὸ τέλος ἐδέξατο, ἀναγορεύεται δὲ μόναρχος εὐθὺς ὁ Βασίλειος παρά τε τῶν συνωμοτῶν πρῶτον, εἶτα καὶ τῆς συγκλήτου βουλῆς καὶ τῶν βασιλικῶν ταγμάτων καὶ παντὸς τοῦ στρατεύματος καὶ τῆς πληθύος τῆς ἀστικῆς. ἅμα δὲ τῷ παρελθεῖν ἐπὶ τὴν τῶν ὅλων ἀρχήν, προσκαλεσάμενος αὐτίκα τὴν γερουσίαν καὶ τοὺς ἐν ἀξιώμασι προὔχοντας, τὸν βασιλικὸν ἀνέῳξε θησαυρόν, καὶ οὐδὲν ἕτερον ἐκ τοῦ τοσούτου τῶν χρημάτων πλήθους εὑρέθη, εἰ μή, ὡς καὶ πρόσθεν εἴρηται, τρία μόνα κεντηνάρια. ζητήσας οὖν ὁ βασιλεὺς τὴν τῆς ἐξόδου ἀπογραφήν, καὶ ταύτην εὑρὼν παρά τινι γέροντι εὐνούχῳ, καὶ μαθών, ὅπῃ ταῦτα ἐχώρησε, βουλὴν περὶ τούτου προὔθετο τοῖς ἀρίστοις. ψήφου δὲ παρὰ πάντων δοθείσης ἐκείνους τοὺς κακῶς ταῦτα λαβόντας ἀντιστρέψαι τὰ ληφθέντα πρὸς τὸ δημόσιον, ὁ Βασίλειος, τοῦ ἄγαν ὑπενδιδούς, τὰ ἡμίση ὧν ἕκαστος ἔλαβεν ἀντιστρέψαι πρὸς τὸ βασιλικὸν ταμιεῖον ἐκέλευσε. καὶ οὕτως ἀπὸ τούτων ἐπισυνήχθη τῷ δημοσίῳ χρυσίου κεντηνάρια τριακόσια. ἐποιήσατο δὲ καὶ πρόοδον ὁ βασιλεὺς δημοσίαν ἐπὶ τὸν μέγαν τῆς τοῦ θεοῦ λόγου σοφίας ναόν, καὶ χρήματα πολλὰ ἐν τῷ ὑποστρέφειν τῷ πλήθει διένειμεν, οὐκ ἐκ τῶν δημοσίων, ἀλλ' ἐκ τῶν ἰδίᾳ διαφερόντων αὐτῷ. προσεγένετο δὲ αὐτῷ πλῆθος χρημάτων ἀπροσδόκητον καὶ ἀπὸ θησαυρῶν κεκρυμμένων ἀναφανέντων τῆς γῆς. εὑρέθη δὲ καὶ ἐν τῷ εἰδικῷ χρυσίον οὐκ ὀλίγον, ὅπερ ὁ προβεβασιλευκὼς Μιχαὴλ συνέλεξε, τὴν θρυλουμένην ἐκείνην πλάτανον χωνεύσας καὶ τοὺς δύο ὁλοχρύσους γρῦπας καὶ τοὺς δύο χρυσοῦς σφυρηλάτους λέοντας καὶ τὸ ὁλόχρυσον ὄργανον καὶ ἕτερα τῶν ἐπὶ τῆς τραπέζης χρυσωμάτων ἔργα διάφορα, καὶ βασιλικὰς καὶ αὐγουστικὰς στολάς, οἷσπερ ἔμελλεν ἀποχρήσασθαι πρὸς τὰ αὐτῷ καταθύμια, φθάσαν δὲ τὸ χρεὼν εἰς Βασίλειον ταῦτα διεβιβάσθη. ἀλλὰ ταῦτα μὲν ὕστερον.

[Bas1.16] Ἄρτι δὲ τῆς ἀρχῆς ἐπιβὰς ὁ Βασίλειος πρῶτον μὲν ἐπὶ τὰς ἀρχὰς ἀδωροτάτους ἐκλεγόμενος προεβάλλετο καὶ μαρτυρουμένους τὰς ἰδίας χεῖρας καθαρὰς παντοίου διαφυλάττειν λήμματος, εἶθ' οὕτως δικαιοσύνης ἐπεμελεῖτο, καὶ ἰσονομίαν ἐμπολιτεύεσθαι τοῖς ἀρχομένοις καὶ τὸ μὴ καταδυναστεύεσθαι ὑπὸ τῶν πλουσίων τοὺς πενεστέρους ἐπραγματεύσατο. πανταχοῦ δὲ διατάγματα ἐξετίθει τέλεον ἐξαρθῆναι τὴν ἀδικίαν ὁρίζοντα. δικαστάς τε ἔταξε, σιτηρεσίοις καὶ φιλοτιμίαις παντοδαπαῖς αὐτοὺς μεγαλύνας καὶ τάξας διημερεύειν καὶ τὰς διενέξεις διαλύειν τῶν φιλονεικούντων, τόπους ἐπιτηδείους ἀφορίσας αὐτοῖς, τήν τε Μαγναύραν καὶ τὸν καλούμενον ἱππόδρομον καὶ τὴν λεγομένην Χαλκῆν, χρόνῳ μογήσασαν καὶ ὅσον οὐδέπω πεσεῖν κινδυνεύουσαν ἐπισκευάσας καὶ καινουργήσας. ἔταξε δὲ καὶ τροφὴν τοῖς πενεστέροις τῶν τὰς δίκας ἐχόντων, ἵνα μὴ ὑπὸ ἐνδείας πιεζόμενοι ταῖς δίκαις ἀπαγορεύοιεν. ἐπεδίδου δὲ καὶ ἑαυτὸν εἰς τὸ τοιοῦτον μέρος, ὁπηνίκα τῶν στρατειῶν ἔτυχεν ἄγων σχολὴν καὶ τοῦ χρηματίζειν ταῖς ἁπανταχόθεν πρεσβείαις, καὶ εἰς τὸ λεγόμενον γενικὸν κατιὼν τοὺς εἰσπραττομένους ἐσκόπει παρὰ τοῦ δημοσίου, μή που τις ἀδίκως εἰσπράττοιτο, καὶ οὕτως τοῖς ἀδικουμένοις ἐπήμυνε. λέγεται δ', ὅτι κατελθόντος αὐτοῦ εἰς τὴν εἰρημένην διατριβήν, ὡς οὐδεὶς ἔτυχεν ἐγκαλῶν, ὑποτοπάσας εἴργεσθαι ὑπό τινων τῆς εἰς αὐτὸν εἰσόδου τοὺς δεομένους, ἀπέστειλέ τινας τῶν δορυφόρων κατὰ πολλὰ μέρη τῆς πόλεως ζητήσοντας, εἴ τίς ἐστι βοηθείας δεόμενος. ὡς δ' ἐπανῆλθον ἐκεῖνοι μηδένα μηδαμῶς εὑρηκέναι λέγοντες, μεθ' ἡδονῆς τε ἀπέσταξε δάκρυον καὶ θεῷ τὴν εὐχαριστίαν ἀπέδωκεν. ὁρῶν δέ, ὅτι ἔστι τις τοῖς πονηροῖς εἰς τὸ ἀδικεῖν ἀφορμὴ διὰ τὸ σύντομον ἀπὸ τῶν ἐν τοῖς ἀριθμοῖς μορίων, τοῦ ἡμίσεώς φημι καὶ ἕκτου καὶ δωδεκάτου καὶ τῶν τοιούτων, χρωμένων τοῖς παλαιοῖς σημείοις τῶν γραφέων, ἠθέλησε καὶ τὴν τοιαύτην τῶν ἀδικεῖν ἑλομένων περιελεῖν ἀφορμήν, καὶ διωρίσατο γράμμασι λιτοῖς, ἃ καὶ τοῖς ἀγροίκοις ἀναγινώσκεσθαι ῥᾴδιον, τὰ τοιαῦτα γράφεσθαι σημεῖα, οἴκοθεν καταβαλὼν καὶ τὴν τῶν χαρτίων δαπάνην καὶ τὴν τῶν γραμμάτων καὶ τὴν τῶν γραφέων. ἐπιστροφὴν δ' ἐποιήσατο καὶ τῶν ἐκκλησιαστικῶν πραγμάτων, ἐκβαλὼν μὲν τῆς ἀρχιερωσύνης μετὰ συνόδου συναθροισθείσης τὸν ἐπεισπηδήσαντα τῇ ἀρχῇ Φώτιον, σχολάζειν κελεύσας, ἕως ἂν τὸν δικαίως ταχθέντα πρὸς αὐτὸν μεταστήσῃ θεός, ἀντεισαγαγὼν δὲ τὸν κακῶς καὶ παρανόμως ἐκβληθέντα παρὰ τοῦ Βάρδα Ἰγνάτιον, καὶ οὕτω γαληνιᾶν τὰς ἐκκλησίας τοῦ θεοῦ παρεσκεύασεν. ἀλλὰ καὶ τοὺς πολιτικοὺς νόμους πολλὴν ἀσάφειαν καὶ σύγχυσιν ἔχοντας ἰδὼν καὶ τούτους κατὰ τὸ προσῆκον προσφόρως ἐπανορθώσασθαι ἔσπευσε, καὶ τῶν μὲν ἀνῃρημένων τὴν ἀχρηστίαν περιελεῖν, τῶν δὲ κυρίων ἀνακαθᾶραι τὸ πλῆθος. οὐκ ἔσχε δὲ καιρὸν προκαταληφθεὶς θανάτῳ. ἐξεπλήρωσε δὲ τὸ ἔργον Λέων ὁ υἱὸς αὐτοῦ μετὰ ταῦτα.

[Bas1.17] Κατὰ τὸ πρῶτον ἔτος τῆς βασιλείας τοῦ Βασιλείου ἐπιβουλὴ καὶ συσκευή τις ἐγένετο κατ' αὐτοῦ, Γεωργίου καὶ Συμβατίου ἐξαρχόντων τῆς μελέτης τῶν πατρικίων. φωραθέντος δὲ τοῦ κακουργήματος, προφανῶν δὲ γενομένων καὶ τῶν ἐλέγχων, οὗτοι μὲν ἐκκόπτονται τοὺς ὀφθαλμοὺς ὡς πρωτουργοὶ τῆς συμβουλῆς, τὸ δὲ λοιπὸν ἅπαν στῖφος τῶν συνωμοτῶν πομπευθέντες ἐξωρίσθησαν. ἀνακόπτων δὲ τὰς ἐπιβουλὰς τῶν βασιλειώντων στέφει Κωνσταντῖνον καὶ Λέοντα τοὺς οἰκείους υἱούς. τῷ δὲ τρίτῳ ἔτει τῆς μοναρχίας ἀναγορεύει καὶ Ἀλέξανδρον τὸν τρίτον υἱόν. τὸν δὲ νεώτερον πάντων Στέφανον ἱεροῖ καὶ τῇ τοῦ θεοῦ καταλέγει ἐκκλησίᾳ. ἐπεὶ δὲ καὶ τέσσαρες ἦσαν αὐτῷ θυγατέρες, ἐν τῷ θείῳ σεμνείῳ τῆς πανευφήμου μάρτυρος Εὐφημίας καὶ ταύτας καθιεροῖ.

[Bas1.18] Οὕτω δ', ὡς ἐδόκει, εὖ διαθεὶς τὰ οἰκεῖα, ἠπείγετο καὶ κατὰ τῶν ἀντιτασσομένων τῇ Ῥωμανίᾳ ἐκστρατεῦσαι. καὶ δὴ τοὺς στρατιωτικοὺς καταλόγους ἐλαττωθέντας παρὰ τοῦ πρῴην βεβασιλευκότος Μιχαὴλ

[Bas1.18.4] ἐκ τοῦ διακοπῆναι τὰς ῥόγας αὐτῶν καὶ τὰ σιτηρέσια, διὰ νέων συλλογῆς ἀναπληρώσας τὰς φάλαγγας κατὰ τῶν βαρβάρων ἐστράτευσε, καὶ πρότερον μὲν κατὰ τῆς Τεφρικῆς, ἧς ὁ Χρυσόχειρ ἡγεῖτο, ἐπ' ἀνδρείᾳ καὶ συνέσει διαφέρειν δοκῶν καὶ σφόδρα τὰ Ῥωμαίων κατατρέχων καὶ ληϊζόμενος. κατὰ τούτου καὶ τῆς πόλεως ἐκστρατεύει ὁ βασιλεύς. τοῦ δὲ μὴ ὑποστάντος τὴν ἐπέλευσιν, ἀλλ' εἴσω τειχῶν γενομένου, καταδραμὼν τὴν ὑπ' αὐτὸν ἅπασαν χώραν ὁ βασιλεὺς καὶ ληϊσάμενος, καὶ πρὸς αὐτῷ τῷ τείχει τῆς Τεφρικῆς ἔθετο τὴν παρεμβολήν, διὰ προσεδρείας μακρὰς ἑλεῖν τὸ ἔρυμα οἰηθείς. ἐπεὶ δὲ κατενόησε πάντοθεν κατωχυρωμένον αὐτό, καὶ ἀνέλπιστον ἦν ἁλωθῆναι πολιορκίᾳ (ἤδη γὰρ κατεδήδοτο καὶ πάντα τὰ ἐν τῇ χώρᾳ ἀναγκαῖα), ἔλυσε τὴν πολιορκίαν, τὰ πλησιάζοντα τῇ Τεφρικῇ φρούρια ἐκπορθήσας, τὴν Ἄβαραν, τὸν Κοπτόν, τὴν Σπάθην καὶ ἄλλα πολλά. ἀγείρας δὲ τὸν στρατὸν ἐκεῖθεν ἐπανῄει μετὰ λαμπρῶν τῶν τροπαίων τε καὶ λαφύρων. ληϊζομένης δὲ τῆς περὶ τὴν Τεφρικὴν χώρας καὶ πορθουμένης ἡ γειτονοῦσα ταύτῃ πόλις τῶν Ἰσμαηλιτῶν, ᾗ Τάρας ἡ ἐπωνυμία, ὁμαιχμίαν ἔχουσα καὶ κοινοπραγίαν μετὰ τῆς Τεφρικῆς, ὀρρωδήσασα τὸν κίνδυνον, πρέσβεις πέμψασα εἰρήνης ἠξίου τυχεῖν καὶ ταῖς συμμαχίσιν ἐγγραφῆναι Ῥωμαίων. καὶ δὴ καὶ ἔτυχε τοῦ βασιλέως μετὰ προσηνείας δεξαμένου τὴν πρεσβείαν. προσερρύη δὲ καὶ ὁ Κουρτίκιος, γένος ὢν Ἀρμένιος, ὃς κατεῖχε τὴν Λώκαναν καὶ τὰς ἐσχατιὰς τῶν Ῥωμαίων συνεχῶς ἐπόρθει καὶ κατεστρέφετο, ἑαυτὸν παραδοὺς τῷ βασιλεῖ καὶ τὴν πόλιν καὶ τὸν ὑπείκοντα αὐτῷ λαόν. ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, λαὸν ὁ βασιλεὺς ἐκπέμψας κατὰ τῆς λεγομένης Ζαπέτρας ἐπιλέκτων πολεμιστῶν, καὶ τῶν Σαμοσάτων εὐτύχησεν, ἐξ ἐφόδου τὰ στενὰ τοῦ στρατοῦ διελθόντος αὐτῇ τε τῇ πόλει ἐξαίφνης ἐπεισπεσόντος· κατεσχέθη τε γὰρ ἡ πόλις τῷ ἀπροσδοκήτῳ, καὶ λαὸς ἀπεσφάγη πολὺς καὶ αἰχμαλωσία ἐλήφθη ἄπειρος καὶ δέσμιοι Ῥωμαῖοι χρονίων δεσμῶν ἠλευθερώθησαν. πυρπολήσας δ' ὁ πεμφθεὶς λαὸς τὰ συμπαρακείμενα τῆς χώρας καὶ τὰ Σαμόσατα ἐξεπόρθησε καὶ ὁμοίᾳ ῥύμῃ περαιωθεὶς τὸν Εὐφράτην καὶ πᾶσαν τὴν περαίαν αἰχμαλωτίσας καὶ πολλὴν συλλέξας αἰχμαλωσίαν καὶ λάφυρα, ὑπέστρεψεν ἀσινὴς πρὸς τὸν αὐτοκράτορα πρὸς τῷ Ἀτζαρνοὺκ ποταμῷ τὴν παρεμβολὴν ἔχοντα. ἐντεῦθεν ἄρας ὁ βασιλεὺς μετὰ παντὸς τοῦ στρατοῦ τὴν ἐπὶ Μελιτηνὴν ἄγουσαν ὥδευε. προσπελάσας δὲ τῷ Εὐφράτῃ καὶ ὥρᾳ θέρους πελαγίζοντα τοῦτον εὑρὼν καὶ παντελῶς ἄβατον γεφυρώσας τὸν ποταμὸν διεπέρασε. καὶ πολλὰ τῆς χώρας λυμηνάμενος καὶ καταστρεψάμενος, ἑλὼν δὲ καὶ τὸ φρούριον, ὃ Ῥαψάκιον λέγεται, μέρος δὲ τοῦ στρατοῦ τὴν μεταξὺ Ἀρσίνου καὶ Εὐφράτου χώραν ἐκπέμψας καταδραμεῖν ἐκέλευσε, οἳ πᾶσαν αὐτὴν ἀπτέρῳ τάχει διαδραμόντες τό τε λεγόμενον Καρκίκιον καὶ τὸ Χαχὸν καὶ τὸ Ἄμαν καὶ τὸ Μουρὴξ καὶ τὸ Ἄβδηλα ἐξεπόρθησαν. αὐτὸς δὲ τῇ Μελιτηνῇ προσβαλὼν εὐανδρούσῃ τότε καὶ πληθύϊ βαρβάρων γεγανωμένῃ, ἐπεὶ τοῖς τείχεσιν ἐπλησίασε, βαρβαρικὰς ὑπεδέξατο φάλαγγας μετὰ φρυαγμάτων καὶ ἀλαλαγμῶν ἀπαντώσας αὐτῷ, οἷς νεανικῶς ἐμμίξας καὶ πρῶτος τῆς φάλαγγος προϊστάμενος τοὺς ἀντιτεταγμένους ἐτρέψατο, εἶθ' οἱ λοιποὶ τοὺς ἄλλους, καὶ μέχρι τοῦ ἄστεος ἀναιροῦντες ἐδίωκον, ὡς καταστρωθῆναι τὸ μεταξὺ ἔδαφος καὶ πληρωθῆναι νεκρῶν, ἁλῶναι δὲ καὶ ζῶντας οὐκ ὀλίγους, τοὺς δὲ λοιποὺς ἀγεννῶς εἴσω τειχῶν συγκλεισθῆναι. ἐβουλήθη μὲν οὖν ὁ βασιλεὺς ἑλεπόλεσι καὶ μηχαναῖς ἀποπειρᾶσθαι τοῦ χωρίου. ὡς δ' ἑώρα τὴν πόλιν εὔπυργον καὶ πλήθει τῶν ἀμυνομένων ἀπὸ τοῦ τείχους βρίθουσαν, ἐπύθετο δὲ καὶ παρὰ τῶν αὐτομόλων ἀφθονίαν ἔχειν πολλὴν τῶν ἐπιτηδείων καὶ μὴ δεδιέναι χρονίαν πολιορκίαν, ἄρας ἐντεῦθεν τῇ Μανιχαίων προσβάλλει γῇ καὶ πάντα τὰ ἐν ποσὶν ἐκτεφρώσας τὸ Ἀργαοὺθ λεγόμενον φρούριον καὶ τὸ Κουτακίου καὶ τὸ Στεφάνου καὶ τὸ Ἀραχὰχ ἐμπρήσας κατέσκαψεν. ἐκεῖθεν ἀγείρας τὸν στρατὸν τῆς ἐπὶ τὴν βασιλεύουσαν εἴχετο. τοὺς μὲν οὖν ἀριστεύσαντας τῶν στρατιωτῶν τιμήσας ἀπέλυσεν, αὐτὸς δὲ τὴν βασιλίδα καταλαβὼν καὶ περαιωθεὶς εἰς Θρᾴκην, ἐκ τοῦ Ἑβδόμου τε δημοσίαν ποιησάμενος πρόοδον, διὰ τῆς Χρυσῆς πόρτης εἰσελθὼν καὶ θρίαμβον καταγαγὼν μεγαλοπρεπέστατον τοῦ δήμου παντὸς ἐπινικίαις φωναῖς καὶ εὐφημίαις αὐτὸν μεγαλύνοντος ἄχρι τοῦ ναοῦ τῆς τοῦ θεοῦ ἐνυποστάτου σοφίας. ἐκεῖσε γὰρ γενόμενος καὶ τῷ θεῷ εὐχαριστηρίους ἀποδοὺς ὕμνους παρὰ Ἰγνατίου τε τοῦ πατριάρχου ταινιωθεὶς νικητικοῖς στεφάνοις ἐπανῆκεν εἰς τὰ βασίλεια, μικρόν τε συνησθεὶς τῇ γυναικὶ καὶ τοῖς τέκνοις τῶν πολιτικῶν αὖθις εἴχετο διοικήσεων.

[Bas1.19] Τῷ δ' ἐπιόντι χρόνῳ τοῦ τῶν Μανιχαίων ἐξηγουμένου Χρυσόχειρος εἰς τὴν τῶν Ῥωμαίων ἐμβαλόντος βαρεῖ στρατῷ καὶ ταύτην ληϊζομένου ἀποστέλλει κατ' αὐτοῦ συνήθως ὁ βασιλεὺς τὸν τῶν σχολῶν ἐξηγούμενον. οὗτος δὲ πάντα τὸν Ῥωμαϊκὸν στρατὸν συμπαρειληφώς, ἐπειδὴ σταδαίᾳ μάχῃ κρῖναι τὸ πᾶν ἐδειλία, παρείπετο τέως αὐτῷ ἀπό τινος διαστήματος καὶ τὰς μερικὰς ἀνεῖργε καταδρομὰς καὶ οὐ συνεχώρει κατὰ τῆς χώρας ἀδεῶς διασκίδνασθαι. ὡς οὖν τὰ μὲν δρῶν, τὰ δὲ ἀπρακτῶν ὁ βάρβαρος ἤδη καὶ τῆς πρὸς τὰ οἴκοι ἐπανόδου ἐμέμνητο, καὶ μετὰ λείας συχνῆς ὑπέστρεψεν, ὁ δομέστικος τῶν σχολῶν δύο τῶν στρατηγῶν ἀφώρισε, τόν τε τοῦ Χαρσιανοῦ καὶ τῶν Ἀρμενιακῶν, μετὰ τῆς περὶ αὐτὸν δυνάμεως ἕκαστον συμπαρομαρτεῖν τῷ Χρυσόχειρι ἄχρι τοῦ λεγομένου Βαθυρρύακος, κἀκεῖθεν εἰ μὲν ἐπαφήσει, φησί, κατὰ τῶν Ῥωμαϊκῶν ὁρίων στρατόν, δῆλα θέσθαι αὐτῷ τὰ περὶ τούτου, εἰ δ' οἴκαδε ἀμεταστρεπτὶ βαδίζειεν, ἐάσαντας τοῦτον αὖθις ἐπανελθεῖν πρὸς αὐτόν. ἑσπέρας οὖν καταλαβούσης, καὶ τοῦ βαρβαρικοῦ στρατεύματος γεγονότος κατὰ τὸν Βαθυρρύακα αὐλισαμένου τε κατὰ τὴν τοῦ ὄρους ὑπώρειαν, τῶν δὲ εἰρημένων στρατηγῶν κατασχόντων τὰ τούτου μετεωρότερα καὶ τὸ μέλλον ἀποσκοπούντων, ἐμπίπτει τις ἔρις περὶ πρωτείων καὶ ἅμιλλα τοῖς τῶν δύο θεμάτων στρατιώταις. οἱ μὲν γὰρ τοῦ Χαρσιανοῦ ἑαυτοῖς τὰ τῆς ἀνδρείας ἐνίσταντο ἁρμόζειν πρωτεῖα, ἔμπαλιν δὲ ἑαυτοῖς οἱ Ἀρμενιακοί. ὡς οὖν ἐπὶ πλεῖστον ἐχώρει τὰ τῆς φιλονεικίας καὶ πρὸς τὸ μεγάλαυχον ἑκάτερον ἔρρεπε τῶν ταγμάτων, ἐνταῦθα δὴ λέγεται παρά τινος λεχθῆναι τοῦ τῶν Ἀρμενιακῶν συστήματος, ὡς ’ἵνα τί μάτην, ὦ συστρατιῶται, ἀπρεπῶς θρασυνόμεθα, ἐξὸν τοῖς ἔργοις ἀναμφισβήτητον ἀρετὴν ἐπιδείξασθαι; οἱ πολέμιοι γὰρ οὐ μακράν, καὶ ἔξεστιν ἐπὶ τῶν ἔργων φανῆναι τοὺς ἀριστεῖς.‘ τοὺς τοιούτους τοίνυν λόγους διενωτισθέντες οἱ στρατηγοὶ καὶ τὴν πρὸς ἀνδρείαν ὁρμὴν κατανοήσαντες τοῦ λαοῦ, καταμαθόντες δὲ καὶ τὴν ἀπὸ τοῦ τόπου βοήθειαν, ὅτι ἐξ ὑπερδεξίων μέλλουσιν ἐπιτίθεσθαι τοῖς πολεμίοις ἐν κοίλῳ κειμένοις τόπῳ, διχῇ διαιροῦσι τὴν δύναμιν. καὶ τὸ μὲν ἔκκριτον ταύτης ἄχρις ἑξακοσίων μετ' αὐτῶν γε τῶν στρατηγῶν προσβαλεῖν ἐκρίθη τῷ τῶν βαρβάρων στρατῷ. τὸ δὲ λοιπὸν καὶ εὐαρίθμητον τῆς Ῥωμαϊκῆς στρατιᾶς εἰς δόκησιν πλήθους αὐτοῦ που συσκευάσαντες πρὸς τὰ μετέωρα καὶ σύνθημα δόντες, ἵν' ὅταν οὗτοι προσβάλωσι τοῖς ἐχθροῖς, κἀκεῖνον σὺν ἀλαλαγμῷ μεγίστῳ καὶ σάλπιγξιν ἐκπληκτικὴν βοὴν ἀναρρήξωσι, συνεπηχούντων καὶ τῶν ὀρέων, καὶ οὕτως ἀφανῶς διὰ τῆς νυκτὸς τῇ στρατοπεδείᾳ τῶν ἐχθρῶν πλησιάζωσι. καὶ τοιούτου δοθέντος

[Bas1.19.38] συνθήματος, οὔπω τοῦ ἡλίου τὰς ἀκρωρείας αὐγάζοντος, βοῇ στιβαρᾷ παιανίσαντες καὶ τὸ ’σταυρὸς νενίκηκε‘ συμβοήσαντες ἐπιτίθενται τοῖς ἐχθροῖς, συνεπαλαλαξάντων ἀπὸ τοῦ ὄρους καὶ τῶν λοιπῶν. εὐθὺς οὖν οἱ βάρβαροι τῷ ἀνελπίστῳ καταπλαγέντες καὶ μήτε συστῆναι, μήτε τὸ ἐπιὸν πλῆθος, ὅσον ἐστί, λαβόντες καιρὸν κατιδεῖν, μήτ' ἄλλο τι σωτήριον ἑαυτοῖς ἐκ τοῦ παραχρῆμα βουλεύσασθαι, ὥρμησαν πρὸς φυγήν. τῶν οὖν διωκόντων Ῥωμαίων καὶ τοὺς μὴ συνόντας ἐπιβοωμένων στρατηγοὺς καὶ τὰ τάγματα καὶ τὸν τῶν σχολῶν ἀφηγούμενον, καθάπερ αὐτοῖς συνετέτακτο, καὶ τῶν φευγόντων εἰς πλείονα συνελαυνομένων φόβον καὶ ταραχήν, συνέβη μέχρι μιλίων τριάκοντα γενέσθαι τὴν δίωξιν καὶ τὸν μεταξὺ χῶρον ἀπείροις καταστρωθῆναι νεκροῖς. τότε δὴ καὶ ὁ ἀναιδὴς Χρυσόχειρ σὺν ὀλίγοις φεύγων τῶν μετ' αὐτοῦ, ἐπεὶ καταδιώκειν ἔγνω Ῥωμαῖόν τινα Πουλάδην τὴν προσηγορίαν, ὃν αἰχμάλωτον ἔλαβέ ποτε κατὰ τὴν Τεφρικὴν καὶ διὰ ἀστεϊσμὸν καὶ χάριτα καὶ συνήθη εἶχε καὶ γνώριμον, θεασάμενος αὐτὸν καὶ γνωρίσας, ἐπιστραφείς· ’τί σοι‘, φησίν, ’ὦ ἄθλιε, διεπραξάμην, Πουλάδη, κακόν, ὅτι με οὕτω καταδιώκεις μανιωδῶς ἐπιθυμῶν ἀνελεῖν;‘ ὁ δὲ συντόμως ὑπολαβών· ’τῶν εὐεργεσιῶν σου, πάτρων, τὴν ἀμοιβήν‘, ἔφη, ’ἀποδοῦναί σοι κατὰ τὴν παροῦσαν ἡμέραν πεποιθώς εἰμι ἐν θεῷ.‘ ὁ μὲν οὖν προῄει οἷά τις ἐμβρόντητος καὶ βεβλαμμένος τὰς φρένας, ὁ δὲ ἐφείπετο μετ' εὐτολμίας νεανικῆς. τάφρῳ δὲ βαθείᾳ ὁ διωκόμενος ἐντυχὼν καὶ ὑπερπηδῆσαι ταύτην τὸν ἵππον μὴ συγχωρῶν βάλλεται κατόπιν παρὰ τοῦ Πουλάδη φθάσαντος κοντῷ κατὰ τῆς πλευρᾶς. καὶ ὁ μὲν εὐθέως περιδινηθεὶς τῷ ἀλγήματι κατερρύη τοῦ ἵππου, τῶν δὲ σὺν αὐτῷ τις (Διακονίτζης τούτῳ ἦν τὸ ἐπώνυμον) τοῦ ἵππου ῥίψας ἑαυτὸν ἐπιμελείας ἠξίου τὸν πεσόντα, τοῖς τε οἰκείοις γόνασι τὴν ἐκείνου κεφαλὴν ἐπιθεὶς καὶ τὸ συμβὰν ὀδυρόμενος. ἐν τοσούτῳ δὲ προσγίνονται τῷ Πουλάδῃ καὶ ἕτεροι, καὶ καθαλλόμενοι τῶν ἵππων τὴν τοῦ Χρυσόχειρος ἀποτέμνουσι κεφαλὴν ἤδη θανατῶντος καὶ ἐκλιμπάνοντος. δεσμοῦσι δὲ καὶ τὸν Διακονίτζην καὶ τοῖς ἄλλοις αἰχμαλώτοις συγκαταλέγουσιν. εὐθὺς οὖν εὐαγγέλια πρὸς τὸν βασιλέα ἐκπέμπονται, μεθ' ὧν ἦν καὶ ἡ τοῦ Χρυσόχειρος κεφαλή. πεσόντος οὖν τοῦ Χρυσόχειρος συναπεμαράνθη πᾶσα ἡ ἀνθοῦσα τῆς Τεφρικῆς εὐανδρία. καὶ τὰ μὲν κατὰ τὴν Τεφρικὴν τοιοῦτον ἔσχε τὸ τέλος, καὶ ἐν ὥρᾳ μιᾷ ἡ ἐπὶ μεῖζον δόξης ἀρθεῖσα ὕψος τῶν Μανιχαίων πληθὺς ὡσεὶ καπνὸς διελύθη.

[Bas1.20] Ἰγνατίου δὲ τοῦ πατριάρχου τὴν παροῦσαν ἀλλαξαμένου ζωὴν ἀπέδωκεν αὖθις τὴν ἐκκλησίαν Φωτίῳ ὁ βασιλεύς.

[Bas1.21] Κατὰ τοῦτον τὸν καιρὸν ἐπιβουλὴ μηνύεται τῷ βασιλεῖ παρά τινος τῶν συνωμοτῶν, ἔξαρχον ἔχουσα τὸν πατρίκιον Ῥωμανὸν τὸν Κουρκούαν. καὶ δὴ συλληφθέντων τῶν ἐπιβουλευσάντων, ὁ μὲν Κουρκούας ἐπηρώθη τοὺς ὀφθαλμούς, οἱ δὲ λοιποὶ τυφθέντες καὶ καρέντες ἐξωρίσθησαν.

[Bas1.22] Ὁ αὐτὸς βασιλεὺς καὶ τὸ Λοῦλον φρούριον ὑπὸ Σαρακηνῶν κατεχόμενον ἀνεκτήσατο. προσέθετο δ' αὐτῷ καὶ τὸ Μελοῦος καὶ δεσπότην τὸν βασιλέα ἀνηγόρευσεν. ἐξεπόρθησε δὲ καὶ τὴν τῶν Μανιχαίων μητρόπολιν τὴν Κάμαν δι' ἑαυτοῦ.

[Bas1.23] Ἔαρος δὲ ἤδη λάμποντος τὸν πρεσβύτερον τῶν υἱῶν εἰληφὼς Κωνσταντῖνον ἐκστρατεύει κατὰ Συρίας. καὶ τὴν πρὸς τῷ Ἀργέῳ Καισάρειαν τὴν πρώτην καταλαβὼν τῶν Καππαδοκῶν ἐκεῖσέ τε αὐλισάμενος τὴν μὲν ἄλλην πληθὺν τακτικαῖς ἐξεπόνει μελέταις, μοῖραν δὲ τοῦ στρατοῦ ἀποτεμὼν κατόπτας ἐξέπεμψεν, αὐτὸς δὲ κατόπιν ἐφείπετο. οἱ δὲ προόπται καὶ πρόδρομοι τὰς ἐρήμους ὀξέως διαδραμόντες φρούριον τὸ λεγόμενον Ψιλόκαστρον καὶ τὸ ἕτερον τὸ καλούμενον Φυρόκαστρον ἐξεπόρθησαν καὶ τοὺς ἐποίκους τούτων ἠνδραποδίσαντο. ἐφ' οἷς καταπλαγέντες οἱ τὸ τοῦ Φαλακροῦ λεγόμενον κάστρον οἰκοῦντες ἑκουσίως προσεχώρησαν τοῖς Ῥωμαίοις. ὁ δὲ τοῦ Ἄμβρων υἱὸς Ἀπάβδελε, ὁ τῆς Ἀναβάρζης ἀμηρᾶς, ἕως μὲν μακρὰν ἀπεῖχεν ὁ βασιλεύς, βαρβαρικῶς ἐθρασύνετο, ἐπεὶ δὲ ἤγγιζε, τῷ τῶν Μελιτηνῶν στίφει συμμίξας φυγῇ τὴν μετ' αὐτοῦ σωτηρίαν ἐπραγματεύσατο. ὁ δὲ βασιλεὺς τήν τε Κασάμαν ἐξεπόρθησε καὶ τὴν Καρβὰν τὴν Ἄρδαλάν τε καὶ τὴν Ἐρημοσυκέαν, ὁπηνίκα καὶ Σήμας ἐκεῖνος ὁ τοῦ Ταὴλ τὰς δυσχωρίας κατέχων τοῦ Ταύρου καὶ ἐξ ἐφόδου τὰς τῶν Ῥωμαίων λυμαινόμενος ἐσχατιὰς πρὸς τὸν βασιλέα κατέφυγε. μετὰ ταῦτα τὸν Ὀνοπνίκτην λεγόμενον ποταμὸν καὶ τὸν Σάρον διαπεράσας ὁ βασιλεὺς μετὰ τοῦ στρατοῦ ἦλθεν εἰς Κουκουσόν, καὶ τὰς ἐκεῖ λόχμας ἀποκαθάρας καὶ τὴν ἄβατον εὐπόρευτον πεποιηκὼς τῶν ἐνταῦθα λόχων ἐκράτησε. πρὸς δὲ τὴν Καλίπολιν καὶ Παδασίαν φθάσας δυσβάτοις τε περιτυχὼν καὶ ἀποκρήμνοις ὁδοῖς τοὺς ὑπὸ χεῖρα παραμυθούμενος πεζῇ καὶ βάδην αὐτὸς προεπορεύετο τοῦ στρατοῦ. ὑπερβὰς δὲ τὰ στενὰ τοῦ Ταύρου τῇ Γερμανικείᾳ προσβάλλει. ἐπεὶ δὲ τὸ ἀνθιστάμενον ἅπαν τοῖς τείχεσι συνεκλείετο καὶ οὐδεὶς ἐτόλμα εἰς χεῖρας ἐλθεῖν, τὰ πρὸ τῆς πόλεως κάλλη κείρας καὶ πυρὶ παραδοὺς πρὸς Ἄδαταν παρεγένετο τὴν πόλιν. καὶ τῶν ταύτης δὲ ἐποίκων μὴ τολμώντων ἐν τοῖς ὑπαίθροις διαγωνίζεσθαι, ἀλλ' εἴσω συνελαθέντων τειχῶν, τὰ ἔξω τῆς πόλεως ληϊσάμενος καὶ ἀποτεφρώσας, ἐκπολιορκήσας δὲ καὶ τὸ πολίχνιον, ὃ Γέροντα ἐκάλουν, καὶ διαρπάσαι ἐφεὶς τοῖς στρατιώταις, τελευταῖον αὐτοῖς προσβάλλει τοῖς τείχεσι, καὶ παντοδαπὰς προσέφερε μηχανάς, καὶ ἐνεργὸς ἦν ἐν τῇ πολιορκίᾳ, ἐλπίδας οὐ μικρὰς ἔχων αἱρήσειν τὴν πόλιν διὰ τὸ τῆς περὶ αὐτὸν δυνάμεως βάρος. εὐρώστους δὲ τοὺς ἔνδον εὑρὼν καὶ ἀδεῶς τὰ προσπίπτοντα φέροντας, ἀνοχὴν τῷ πολέμῳ δοὺς ἐπυνθάνετο τῶν ἔνδον, ἐφ' ὅτῳ πεποιθότες, τῆς πατρίδος αὐτῶν ἤδη μελλούσης παραλαμβάνεσθαι, ὀλίγον αὐτοῦ λόγον ποιούμενοι φαίνονται. πρὸς ὃν ἀπεκρίνατό τις τῶν γεραιτέρων πληροφορίαν ἐσχηκέναι οὐχ ὑπὸ σοῦ νῦν πολιορκηθῆναι τὴν πόλιν, ἀλλ' ὑφ' ἑτέρου τινὸς πεπρωμένον εἶναι ταύτην ληφθῆναί σοι κατὰ γένος προσήκοντος (Κωνσταντῖνος τούτῳ τὸ ὄνομα), καὶ διὰ τοῦτο μὴ καταπλήττεσθαι τοῖς προσπίπτουσι. τοῦ δὲ τὸν υἱὸν ἐπιδείξαντος, καὶ ὡς Κωνσταντῖνος καλεῖται εἰπόντος, οὐ τοῦτον ὁ ἐξηγούμενος ἔλεγεν εἶναι τὸν Κωνσταντῖνον, ὃς αὐτῶν μέλλει ποιῆσαι τὴν πόλιν ἀνάστατον, ἄλλον δέ τινα μετὰ χρόνον συχνὸν τῶν ἀπογόνων τῶν σῶν. ἐφ' οἷς ὁ βασιλεὺς ὀργισθεὶς καὶ ἔργοις ἐξελέγξαι βουληθεὶς ψεῦδος τὴν πρόρρησιν συντονώτερον ἥπτετο τῆς πολιορκίας. ὡς δὲ πάντων πονούντων μὴ προβαίνουσαν ἑώρα τὴν σπουδήν, ἐπεγένετο δὲ καὶ κρύος ἀμήχανον τοὺς ἐν ὑπαίθρῳ σφοδρῶς λυμαινόμενον, ἔλυσε τὴν πολιορκίαν. ἐν δὲ τῷ ὑποστρέφειν τὸ πολὺ τῶν αἰχμαλώτων διὰ τὸ βάρος ξίφει κελεύσας ἀποφορτίσασθαι τῆς πρὸς τὴν βασιλεύουσαν εἴχετο, πολὺ δέος τοῖς ἐκ τῆς Ἄγαρ καταλιπών. προσδοκήσας δὲ ἐπιθήσεσθαι αὐτοῖς, κατὰ τὰ στενὰ λόχους ἐν τοῖς ἐπικαίροις ἀφεὶς πολλοὺς τῶν ἐλλοχώντων ἐζώγρησε. πρὸς ἅπερ Ἀβδελομέλερ ὁ τοῦ τόπου κατάρχων ἀπειρηκὼς πρέσβεις ἐκπέμψας ἀδείας καὶ εἰρήνης ἐδεῖτο τυχεῖν· οὗ τὴν δέησιν δεξάμενος ὁ βασιλεὺς σύμμαχον αὐτὸν τὸ ἀπὸ τοῦδε ἔσχε κατὰ τῶν ὁμοφύλων ἐθελοντήν. ἐκεῖθεν τὸν Ἀργέον διελθὼν πρὸς Καισάρειαν γενόμενος ἔκ τε Κολωνείας καὶ Μεσοποταμίας ἐπινικίους ἀγγελίας ἐδέξατο, κομισθέντων αὐτῷ λαφύρων καὶ αἰχμαλώτων πολλῶν Κούρτων τε καὶ Σαρακηνῶν, οὓς ἅπαντας τῷ ξίφει ἀπεσκευά-

[Bas1.23.58] σατο. ἦν γὰρ προκαταπεπλησμένον τὸ στράτευμα λαφύρων καὶ αἰχμαλώτων πολλῶν ἀπό τε Συρίας καὶ Τεφρικῆς, καὶ οὐκ ἐβούλετο καὶ τούτους ἔχειν δύσχρηστον παρακολούθημα. ἐν Μηδαείῳ δὲ γενόμενος καὶ τιμὰς διανείμας τοῖς ἀριστεῦσι καὶ πρὸς παραχειμασίαν ἐκπέμψας αὐτὸς εὔζωνος πρὸς τὴν βασιλεύουσαν ἔφθασε, καὶ κατὰ τὸ εἰωθὸς διὰ τοῦ πατριάρχου τὸν τῆς νίκης ἐδέξατο στέφανον καὶ παρὰ τοῦ πλήθους τὰς ἐπινικίους ᾠδάς.

[Bas1.24] Ἤδη δὲ τῆς Τεφρικῆς ἀπομαρανθείσης ἡ τῶν Ταρσιτῶν ἰσχὺς θάλλειν καὶ αὐξάνεσθαι ἤρχετο, καὶ πάλιν ἀπὸ τούτων αἱ τῶν Ῥωμαϊκῶν ὁρίων ἐσχατιαὶ δεινῶς ἐπιέζοντο. καθ' ὧν Ἀνδρέας ἐκεῖνος ὁ στρατηλάτης ὁ ἐκ Σκυθῶν πολλάκις ἠνδρίσατο, καὶ πολλοὺς τῶν εἰς προνομὴν ἐκτρεχόντων ἀνῄρει καὶ αἰχμαλώτους ἐλάμβανεν. ὃν ὁ βασιλεὺς πατρικιότητί τε ἐτίμησε καὶ εἰς τὴν ἀρχὴν τῶν σχολῶν προβιβάζει. τότε δὴ μᾶλλον ἀπὸ μείζονος ἐξουσίας τε καὶ δυνάμεως ὁ Ἀνδρέας ἐμφανέσι μάχαις πολλάκις πρός τε τοὺς ἀπὸ Μελιτηνῆς καὶ τοὺς ἀπὸ Ταρσοῦ παρετάξατο καὶ νενίκηκε. καί ποτε μετὰ φρυάγματος γράμματα πέμψαντος τῷ Ἀνδρέᾳ τοῦ ἀμηρεύοντος τῆς Ταρσοῦ βλασφημίας ἀνάπλεα, δηλοῦντα ὡς· ’ἴδω, εἴ σε ὁ τῆς Μαρίας ὠφελήσει υἱὸς καὶ αὕτη ἡ τοῦτον τεκοῦσα, ὅταν ἐξέλθω κατὰ σοῦ μετὰ τῆς περὶ ἐμὲ δυνάμεως,‘ τὸ λοίδορον γραμματεῖον οὗτος δεξάμενος τῇ εἰκόνι τῆς θεομήτορος ἀπεκρέμασεν, ἐπειπών· ’ἴδε, ὦ μῆτερ τοῦ λόγου τε καὶ θεοῦ, καὶ σύ, ὁ ταύτης υἱός τε καὶ θεός, οἷα ὠνείδισε καὶ ἐφρυάξατο κατὰ σοῦ καὶ τοῦ σοῦ περιουσίου λαοῦ ὁ βάρβαρος οὗτος καὶ ἀλαζών.‘ ταῦτα δὲ εἰπὼν ἄρας τὰς Ῥωμαϊκὰς δυνάμεις ἐπῄει κατὰ Ταρσοῦ. καὶ δὴ κατὰ τὸ Ποδανδὸν γενόμενος, κἀκεῖ τοῖς ἐναντίοις συμμίξας τρέπεται φόνῳ πολλῷ τὸ τῶν βαρβάρων πλῆθος, πρότερον αὐτοῦ πεσόντος τοῦ ἀμηρᾶ. ὀλίγοι δέ τινες μόγις πρὸς Ταρσὸν ἀποσώζονται. θάψας δὲ τοὺς οἰκείους καὶ τοὺς πολεμίους εἰς ἕνα χῶρον συναγαγὼν καὶ μέγαν ποιησάμενος κολωνὸν εἰς στήλην καὶ τοῖς μετέπειτα πρὸς τὰ οἰκεῖα ὑπέστρεψε μετὰ λαφύρων καὶ αἰχμαλωσίας πολλῆς. ἔγραψε δὲ καὶ τῷ βασιλεῖ δηλοποιήσας τὴν νίκην.

[Bas1.25] Οἷα δὲ φιλεῖ ποιεῖν ὁ φθόνος, ἐνδιαβάλλουσιν οἱ πονηροὶ τὸν ἄνδρα πρὸς βασιλέα, καὶ ῥᾴδιόν οἱ κατασχεῖν λέγοντες τὴν Ταρσόν, ὁ δὲ μελλήσει καὶ ῥᾳθυμίᾳ προήκατο τὸν καιρόν. ὑφ' ὧν πολλάκις λεγομένων ἀναπεισθεὶς ὁ βασιλεὺς παραλύει τῆς ἀρχῆς τὸν ἄνδρα, καὶ ἀντ' ἐκείνου προβάλλεται τὸν Στυπειώτην λεγόμενον, τήν τε Ταρσὸν ἐξελεῖν ὑπισχνούμενον καὶ ἄλλα πολλὰ φρυαττόμενον. ὃς αὐτίκα παραλαβὼν τὰς δυνάμεις ἦγε κατὰ Ταρσοῦ, μηδὲν στρατηγικὸν ἐννοήσας μηδ' εὐβουλίας ἐπάξιον. πλησίον δὲ γενόμενος τῆς Ταρσοῦ αὐλίζεται κατά τινα τόπον, ὃς Χρυσόβουλλον λέγεται, μήτε τάφρον ἀξιόλογον μήτε στρατοπεδείαν ὀχυρὰν προστησάμενος. ὃν κατανοήσαντες οἱ Ταρσεῖς ἀμελῶς διακείμενον ἐπιτίθενται τούτῳ νυκτὸς στρατηγήματι χρησάμενοι τοιούτῳ. ὀλιγανδροῦντες γὰρ ἐκ τῆς πρὸς τὸν Ἀνδρέαν ἥττης, καὶ μὴ ὄντες ἀξιόμαχοι πρὸς παράταξιν, ἵππους συναγαγόντες συχνοὺς καὶ βύρσας ξηρὰς ἐξάψαντες ἀπὸ τῶν ἱππείων οὐρῶν, ὑφ' ἓν παράγγελμα κατὰ πολλὰ τοῦ Ῥωμαϊκοῦ στρατοπέδου ἐπαφιᾶσι μέρη, ὄπιθεν δὲ αὐτοὶ ταῖς σάλπιγξι καὶ τοῖς τυμπάνοις ἐπιδουπήσαντες μέσον τοῦ χάρακος γυμνοῖς τοῖς ξίφεσιν εἰσεπήδησαν. ταραχῆς οὖν ἐμπεσούσης τῷ τῶν Ῥωμαίων στρατεύματι καὶ δειλίας, συνταραχθέντων ὁμοῦ καὶ τῶν ἀνδρῶν καὶ τῶν ἵππων καὶ ἀλλήλοις περιπιπτόντων, συνέβη τοὺς βαρβάρους κρατῆσαι καὶ φόνον ἄπειρον ἀπεργάσασθαι τῶν Ῥωμαίων, τῶν πλείστων δυσκλεῶς συμπατουμένων καὶ συμπνιγομένων ὑφ' ἑαυτῶν. οὕτω δὲ παραδόξως κρατήσαντες οἱ Ταρσεῖς καὶ τὴν Ῥωμαϊκὴν ἰσχὺν κατακόψαντες βαρβαρικοῖς ἀλαλαγμοῖς ἐπαιάνιζον.

[Bas1.26] Καὶ τὰ μὲν πρὸς ἀνίσχοντα ἥλιον οὕτως εἶχε, τὰ δὲ πρὸς ἑσπέραν ἄπεισι λέξων ὁ λόγος. καὶ τούτων γάρ, ὁμοίως τοῖς λοιποῖς, ἐπὶ πλέον ἀμεληθέντων ἐπὶ τῆς βασιλείας τοῦ Μιχαήλ, καὶ πάσης σχεδὸν Ἰταλίας, ὅση τῇ βασιλείᾳ Ῥωμαίων ἀνήκει, καὶ τῶν πλείστων τῆς Σικελίας ὑπὸ τῆς τῶν Καρχηδονίων δυνάμεως καταπολεμηθείσης καὶ ὑποφόρου τοῖς βαρβάροις γεγενημένης, ἔτι δὲ καὶ τῶν ἐν Παννονίᾳ καὶ Δαλματίᾳ καὶ τῶν ἐπέκεινα τούτων διακειμένων Σκυθῶν, Χωροβάτων φημὶ καὶ Σέρβων καὶ Ζαχλούβων Τερβουνιωτῶν τε καὶ Καναλιτῶν καὶ Διοκλητιανῶν καὶ Ῥεντανῶν, τῆς ἀνέκαθεν Ῥωμαίων ἐπικρατείας ἀφηνιασάντων καὶ αὐτονόμων καθεστηκότων, συνεπέθεντο μετὰ τοῦ καιροῦ καὶ οἱ ἀπὸ Καρχηδόνος Ἀγαρηνοί. καὶ ἄρχοντας ἐπιστήσαντες τόν τε Σολδάνον καὶ Σάβαν καὶ τὸν Καλφούς, ἐμπειρίᾳ πολεμικῇ διαφέρειν μεμαρτυρημένους τῶν ὁμοφύλων, ἓξ καὶ τριάκοντα πλοίων πολεμικῶν κατὰ Δαλματίας στόλον ἀπέστειλαν, ὑφ' οὗ διάφοροι πόλεις ἑάλωσαν Δαλματῶν, οἷον ἥ τε Βούτομα, ἡ Ῥῶσα καὶ τὰ κάτω Δεκάτορα. προχωρούντων δὲ κατὰ νοῦν τῶν πραγμάτων τοῖς Ἀγαρηνοῖς, ἦλθον καὶ ὑπὸ τὴν τοῦ ὅλου ἔθνους μητρόπολιν, ἣ Ῥαούσιον λέγεται, καὶ ταύτην ἐπὶ χρόνον ἐπολιόρκουν πολύν, ἐκθύμως τῶν ἔνδον ἀγωνιζομένων. ἐπεὶ δὲ χρόνῳ ταλαιπωρούμενοι οἱ Ῥαούσιοι εἰς τὰς ἐσχάτας συνηλαύνοντο ἀπορίας, πέμπουσι πρέσβεις ὡς βασιλέα ὑπὸ τῆς ἀνάγκης στενοχωρούμενοι, ἐπαμῦναι παρακαλοῦντες τοῖς κινδυνεύουσιν ὑποχειρίοις γενέσθαι τῶν ἀρνητῶν τοῦ Χριστοῦ. μήπω δὲ τῶν πρέσβεων ἀφικομένων Μιχαὴλ μὲν ὁ βασιλεὺς θνῄσκει, καταλαμβάνουσι δὲ τὸν Βασίλειον οἱ πρεσβευταί. ὧν ἐπιμελῶς ἀκροασάμενος καὶ ὅλος τοῦ πάθους γενόμενος, στόλον ἐξαρτυσάμενος νεῶν ἑκατόν, καὶ ἄνδρα τούτοις ἐπιστήσας ἐμπειρίᾳ καὶ συνέσει τῶν πολλῶν διαφέροντα τὸν πατρίκιον Νικήταν καὶ δρουγγάριον τῶν πλωΐμων τὸν τὴν ἐπωνυμίαν Ὠορύφαν, κατὰ τῶν πολεμίων ἐκπέμπει. οἱ δὲ τῇ πολιορκίᾳ τοῦ Ῥαουσίου προσμένοντες Ἀγαρηνοὶ διά τινων αὐτομόλων μαθόντες τὴν πρὸς τὸν βασιλέα τῶν Ῥαουσίων πρεσβείαν, ἀπεγνωκότες δὲ καὶ τὴν σύντομον ἅλωσιν, τοῦτο δὲ καὶ τὴν ἐκ βασιλέως φοβηθέντες ἀφίξεσθαι μέλλουσαν βοήθειαν, λύουσι τὴν πολιορκίαν, κατὰ δὲ τὴν Ἰταλίαν, ἣ νῦν Λαγγοβαρδία ὠνόμασται, διαπεράσαντες τὸ κάστρον τῆς Βάρεως ἐξεπόρθησαν καὶ αὐτόθι κατασκηνώσαντες, καὶ τοῖς ἐγγίζουσι καθ' ἑκάστην ἐπιτιθέμενοι καὶ ἀεί τι προσλαμβάνοντες πᾶσαν τὴν Λαγγοβαρδίαν ἄχρι καὶ αὐτῆς σχεδὸν τῆς ποτε μεγαλοδόξου Ῥώμης ἐκράτησαν. τὸ δὲ γενόμενον ἐν Δαλματίᾳ παρὰ τῆς Ῥωμαϊκῆς ἐπικουρίας, καὶ τὰ προμνημονευθέντα γένη τῶν Σκυθῶν θεασάμενα, οἵ τε Χρωβάτοι καὶ Σέρβοι καὶ οἱ λοιποί, πρέσβεις πρὸς βασιλέα στέλλουσιν ἀξιοῦντες ζεύγλῃ τῆς Ῥωμαϊκῆς ἐξουσίας ὑπεισελθεῖν. ὧν ὡς εὐλόγου τῆς δεήσεως ἐπακούσας ὁ βασιλεὺς φιλανθρώπως αὐτοὺς προσεδέξατο, καὶ πάντες τῇ Ῥωμαϊκῇ ἐπανῆλθον ἀρχῇ, δεξάμενοι ἄρχοντας τῶν οἰκείων καὶ ὁμοφύλων, τῶν δὲ περικαθημένων Ἀγαρηνῶν τὸ Ῥαούσιον ἔτι περὶ τὴν Ἰταλίαν διατρεχόντων καὶ συνεχῶς κατατριβόντων αὐτήν, φροντίζων ὁ βασιλεὺς, ὅπως τούτους ἀποσκευάσηται, ἐπεὶ ἐγίνωσκε μὴ ἀξιόμαχον εἶναι τὸν μετὰ τοῦ Ὠορύφα στόλον, πρὸς Δολοῗχον, τὸν ῥῆγα Φραγγίας καὶ τὸν πάπαν Ῥώμης διαπρεσβεύεται, συνεπικουρῆσαι ταῖς ἑαυτοῦ δυνάμεσιν ἐξαιτῶν καὶ μετὰ τούτων κατὰ τῶν ἀθέων συμπαρατάξασθαι, καὶ τὰς ὀλίγῳ πρόσθεν μνημονευθείσας χώρας τῶν Σκλαβηνῶν κελεύσας συνεπιλαβέσθαι, τοῦ ἔργου καὶ τοὺς τοῦ Ῥαουσίου οἰκήτορας. ὧν ὁμοῦ πάντων γεγενημένων καὶ μεγάλης

[Bas1.26.51] ἀθροισθείσης δυνάμεως, ἐπεὶ καὶ ὁ Ῥωμαίων ναύαρχος ἐμπειρίᾳ στρατηγικῇ ἐκεκόσμητο, θᾶττον ἡ Βάρις ἁλίσκεται. τὸν δὲ Σουλδάνον καὶ τὸν ὑπ' αὐτὸν λαὸν τῶν Ἀγαρηνῶν ὁ ἄρχων Φραγγίας ἀναλαβόμενος αἰχμαλώτους ἐπ' οἶκον ἀπήγαγε. καὶ ἡ μὲν κατὰ τὴν ἑσπέραν πρώτη στρατεία τῷ Βασιλείῳ τοιοῦτον πέρας ἐδέξατο.

[Bas1.27] Ὁ δὲ Σουλδάνος αἰχμάλωτος, ὡς εἴρηται, παρὰ τοῦ ῥηγὸς ληφθεὶς καὶ ἐν Καπύῃ ἀχθείς, ἐπὶ διετίαν ὅλην ἐνδιατρίψας οὐδέποτε παρά τινος ὤφθη γελῶν. ὁ δὲ ῥὴξ τῷ κατάφωρον αὐτὸν γελῶντα πεποιηκότι χρυσίου δόσιν κατεπηγγείλατο. προσήγγειλεν οὖν τίς ποτε τῷ ῥηγὶ γελῶντα τὸν Σουλδάνον θεάσασθαι, καὶ τούτου παρείχετο μάρτυρας. ὃν καλέσας ὁ ῥὴξ τὴν μεταβολὴν τοῦ γέλωτος ἐπυνθάνετο. ὁ δέ· ’ἅμαξαν‘, φησί, ’κατιδὼν καὶ τοὺς ταύτης κατανοήσας τροχούς, πῶς ὁ μὲν ταπεινὸς αἴρεται, ὁ δὲ μετέωρος ταπεινοῦται, καὶ ὡς εἰκόνα ταῦτα λαβὼν τῆς ἀσταθμήτου καὶ ἀβεβαίου τῶν ἀνθρώπων εὐδαιμονίας, ἐγέλασα, ἅμα μὲν ἐνθυμηθείς, πῶς ἐφ' οὕτως ἀβεβαίῳ πράγματι ἐπαιρόμεθα, ἅμα δὲ καὶ οὐκ ἀδύνατον οἰηθεὶς τὸ καὶ ἐμέ, ὥσπερ ἐκ μετεώρου γεγονότα ταπεινόν, οὕτω καὶ ἐκ τοῦ χαμερποῦς ἐνδέχεσθαι πάλιν ἀρθῆναι πρὸς μέγεθος.‘ τούτων ἀκούσας ὁ ῥὴξ καὶ ἔννοιαν τῶν οἰκείων λαβὼν συνετόν τε τὸν ἄνδρα λογισάμενος διά τε τὴν προηγησαμένην ἀρχὴν καὶ τὸ γῆρας καὶ τὸ εὐτυχίας τε ἅμα καὶ δυστυχίας πειραθῆναι, παρρησίας τε μετεδίδου αὐτῷ καὶ συνδιαιτήσεως.

[Bas1.28] Ὁ δὲ δόλιος ὢν καὶ πανοῦργος μηχανὴν ῥάπτει κατὰ τοῦ ῥηγός, ἥτις τὸν μὲν ῥῆγα τῆς Καπύης ἐδίωξεν, ἑαυτῷ δὲ τὴν πρὸς τὰ οἰκεῖα ὑποστροφὴν ἐχαρίσατο. εἰδὼς γὰρ ὁ τοιοῦτος, ὡς αἱ δύο Ἰταλικαὶ πόλεις αὗται, ἥ τε Καπύη καὶ ἡ Βενεβενδός, οὐ πρὸ πολλοῦ προσκτηθεῖσαι τῷ ῥηγὶ βεβαίαν οὐ φυλάττουσι τὴν πρὸς αὐτὸν πίστιν, ἀλλ' ἀεὶ τὴν ἐλευθερίαν φαντάζονται, οὐκ ἀγνοῶν δέ, ὅτι καὶ διὰ φροντίδος ἐστὶ τῷ ῥηγὶ ἡ τούτων βεβαία καὶ ἀσφαλὴς κατάσχεσις, πρόσεισι τῷ ῥηγὶ καί φησιν· ’ὁρῶν σε διὰ παντός, ὦ βασιλεῦ, μεριμνῶντα καὶ φροντίζοντα, πῶς ἂν ἀσφαλῶς καθέξεις τὰς Ἰταλικὰς ταύτας πόλεις, ἔρχομαι προσοίσων βουλήν. ἴσθι οὖν, ὦ γενναιότατε, ὡς οὐκ ἄλλως σοι ἀμετάπτωτος ἡ τῶν πόλεων τούτων κατάσχεσις ἔσεται, εἰ μὴ τοὺς προὔχοντας τούτων εἰς τὰ ἤθη μετοικίσεις τῶν Φράγγων. φύσει γὰρ τὸ ἀκουσίως δουλούμενον ἀντέχεται τῆς ἐλευθερίας, καὶ καιροῦ λαβόμενον ἐκρήσσει τὸ σπουδαζόμενον.‘ τούτοις ἡσθεὶς τοῖς λόγοις ὁ ῥήξ, καὶ λυσιτελεῖν αὐτῷ οἰηθείς, ἐγνώκει οὕτω ποιεῖν. κλοιοὶ τοίνυν ἐχαλκεύοντο καὶ δεσμὰ λεληθότως, ὡς ἐπί τινι τάχα χρείᾳ κατεπειγούσῃ. οὕτω δὲ τὸν ῥῆγα εὐμηχάνως ὁ Σουλδάνος ἀνδραποδίσας πρόσεισι τοῖς ἐξάρχοις τῶν πολιτῶν (καὶ γὰρ δὴ καὶ τούτοις συνήθης ἐγένετο καὶ συνεχῶς ὁμιλῶν διετέλει), καί φησι πρὸς αὐτούς· ’ἀπόρρητόν τι ἐξενεγκεῖν βούλομαι πρὸς ὑμᾶς, δέδοικα δέ, μὴ ἔκπυστον γενόμενον ἐμοί τε ὄλεθρον, καὶ ὑμῖν κίνδυνον προξενήσῃ.‘ τῶν δὲ διομοσαμένων ἐχεμυθήσειν καὶ ἀνέκφορον τηρῆσαι τὸ λαληθέν, τὸν ῥῆγα ἔφη βούλεσθαι πάντας ὑμᾶς πρὸς τὴν ἑαυτοῦ χώραν τῆς Φραγγίας σιδηροδεσμίους ἐκπέμψαι, ὡς οὐκ ἄλλως οὔσης αὐτῷ ἀσφαλοῦς τῆς τῶν ὑμετέρων διακρατήσεως πόλεων. τῶν δὲ ἐνδοιαζόντων καὶ μὴ πιστὰ τὰ λεγόμενα ἡγουμένων, ζητούντων δὲ σαφεστέραν τῶν μηνυμάτων κατάληψιν, λαβόμενός τινος τῶν ἀρχόντων ἀπῆλθεν εἰς τοὺς χαλκεῖς, καὶ διερευνᾶσθαι παρεκελεύετο, τίνα τὰ μετ' ἐπιτάσεως χαλκευόμενα· ἐπεὶ δὲ μάθοι, ὅτι ἁλύσεις εἰσὶ καὶ πέδαι, ἐπανελθὼν πληροφορίαν ἐδίδου τοῖς ἄρχουσιν εὐνοϊκῶς τὸν ἄνδρα λαλεῖν, καὶ τὰ λαλούμενα ἀληθῆ τυγχάνειν καὶ ταῖς ἡμῶν σωτήρια πόλεσι. πληροφορίαν οὖν λαβόντες οἱ ἄρχοντες καὶ σύνεδροι τῶν ῥηθεισῶν πόλεων τρόπον ἐζήτουν, ὅπως τὸν ῥῆγα ἀμύνωνται. καὶ δὴ πρὸς κυνηγέσιον ἐξελθόντος ποτὲ ἀποκλείουσι κατ' αὐτοῦ τὰς πύλας καὶ οὐκέτι συγχωροῦσιν αὐτῷ τὴν εἴσοδον. ὁ δὲ μηδὲν ἐκ τοῦ παραχρῆμα δυνάμενος διαπράξασθαι πρὸς τὴν ἑαυτοῦ ὑπενόστησε χώραν. πρόσεισιν οὖν τοῖς ἄρχουσιν ὁ Σουλδάνος τὴν χάριν τῆς μηνύσεως ἀπαιτῶν. ἡ δὲ ἦν τὸ ἀπολυθῆναι καὶ ἐλευθερίως συγχωρηθῆναι ἀπελθεῖν εἰς τὴν ἑαυτοῦ πατρίδα. ἀπολυθεὶς οὖν, ὡς τάχα εὐεργετήσας, καὶ εἰς Καρχηδόνα γενόμενος καὶ τὴν ἰδίαν ἀνακτησάμενος ἀρχήν, ἐκστρατεύει κατὰ Καπύης καὶ τῆς Βενεβενδοῦ. καὶ χάρακα πήξας ὀχυρὸν ἐνεργῶς ἐπολιόρκει τὰς πόλεις. στενοχωρούμενοι δὲ ὑπὸ τῆς πολιορκίας οἱ πολῖται διαπρεσβεύονται πρὸς τὸν ῥῆγα, συγγνώμην τε τῆς ἁμαρτάδος αἰτοῦντες καὶ συμμαχίαν ζητοῦντες. ἀλλὰ μεθ' ὕβρεως ἀποπέμπονται, ἐπιχαίρειν εἰπόντος τῇ ἀπωλείᾳ αὐτῶν. ἀπράκτων δὲ τῶν πρεσβευτῶν ἐπαναστρεψάντων διαπορούμενοι, καὶ μὴ ἔχοντες, ὅ τι καὶ δράσειαν, πιεζόμενοι δὲ δεινῶς καὶ ταῖς τῆς πολιορκίας ἀνάγκαις, στέλλουσιν ἄγγελον πρὸς Βασίλειον τὸν βασιλέα Ῥωμαίων, βοήθειαν ἐξαιτούμενοι. οὗτος δὲ τὴν πρεσβείαν δεξάμενος θᾶττον ἐκπέμπει τὸν πρεσβευτήν, θαρρεῖν παρεγγυήσοντα, ὡς μετὰ μικρὸν ἥξει τε αὐτοῖς ἀποχρῶσα βοήθεια καὶ τῆς ἀνάγκης αὐτοὺς ἐξελεῖται. ὑποστρέψας οὖν ὁ πρεσβευτὴς αἰχμάλωτος ἐγένετο τοῖς ἐχθροῖς. ὃν παραστησάμενος ὁ Σουλδάνος ’δυοῖν‘, ἔφη, ’προκειμένοιν ὁδοῖν ἔξεστί σοι τὴν ὠφελιμωτέραν ἑλέσθαι. εἰ μὲν γὰρ θέλεις τὴν σεαυτοῦ σωτηρίαν δωρεῶν τε τυχεῖν καὶ χαρίτων πολλῶν, λάλησον πρὸς τοὺς πέμψαντας ἐν ἐπηκόῳ, ὡς ἀπείρηται τῷ βασιλεῖ Ῥωμαίων ἡ πρὸς ὑμᾶς συμμαχία, καὶ σωθήσῃ. τῶν ἀληθινῶν δ' ἐπαγγελιῶν ἐχομένῳ σοι ἕψεται ταχύτατος θάνατος.‘ τοῦ δ' ἀγγελιαφόρου συνθεμένου τὸ θέλημα ποιήσειν τοῦ ἀμηρᾶ, ἐπεὶ ὡς ἀπὸ τόξου βολῆς τῷ τείχει προσήγγισαν, τοὺς πρώτους ὁ πρεσβευτὴς παραγενέσθαι τῆς πόλεως ἐξῃτήσατο. καὶ δὴ παραγενομένων, τοιούτων πρὸς αὐτοὺς ἤρξατο λόγων· ’εἰ καὶ πρόδηλός μοι τυγχάνει ὁ θάνατος, ὦ πατέρες, καὶ τὸ ξίφος ἐν τῇ σφαγῇ, ἀλλ' ὅμως οὐκ ἀποκρύψομαι τὴν ἀλήθειαν. αἰτῶ δὲ ἀποδοῦναί μοι τὴν χάριν εἰς τὰ ἐμὰ ἔκγονα καὶ τὴν σύνευνον. ἐγὼ γάρ, ὦ κύριοί μου, εἰ καὶ ταῖς τῶν πολεμίων κατέχομαι χερσίν, ἀλλά γε τὴν πρεσβείαν μου ἐξεπλήρωσα καὶ συντόμως προσδέχεσθε τὴν ἐκ τοῦ βασιλέως τῶν Ῥωμαίων βοήθειαν. διὸ στῆτε γενναίως. ἔρχεται γὰρ ὁ ῥυόμενος ὑμᾶς, εἰ καὶ μὴ ἐμέ.‘ οὗτος μὲν οὖν τοσαῦτα καὶ τοιαῦτα εἰπὼν εὐθέως ὑπὸ τῶν ὑπηρετῶν τοῦ Σουλδάνου τοῖς ξίφεσιν εἰς μικρὰ μέρη καὶ μόρια κατετμήθη. ὁ Σουλδάνος δὲ τὴν ἐκ τοῦ βασιλέως ἐλευσομένην βοήθειαν ὀρρωδήσας ἔλυσε τὴν πολιορκίαν καὶ οἴκαδε ὑπεχώρησεν. αἱ δὲ εἰρημέναι πόλεις τὸ ἀπὸ τοῦδε διετέλεσαν φίλαι καὶ σύμμαχοι καθεστῶσαι Ῥωμαίων. post Ῥωμ. add. ACEB: μόνην τὴν περιφανεστέραν τῆς Ἰταλίας πόλιν Ἰοντὸν ἐρείπιον θεὶς καὶ τὸν ἐν αὐτῇ λαὸν σὺν ἑαυτῷ λαβὼν εἰς Καρχηδόνα μετήγαγεν. ἀλλ' ὁ βασιλεὺς ἀντ' αὐτῆς ἑτέραν ἀνήγειρε περικλυζομένην θαλάσσῃ πάντοθεν, μόνην δὲ τὴν εἴσοδον ξηρὰν ἔχουσαν στενωτάτην λίαν καὶ μόνην παρεχομένην τοῖς εἰσιοῦσι τὴν δι' ἑαυτῆς πάροδον. ἐπεὶ δὲ καὶ οἰκητόρων ἔδει αὐτῇ, ἐκ τοῦ Πόντου ἀγαγὼν λαὸν ταύτην ἐνῴκισεν, ἐκ πόλεως Ἡρακλείας τοῦτον λαβών, Καλίπολιν ἐπονομάσας αὐτήν. ὅθεν καὶ Ῥωμαϊκοῖς ἔθεσι καὶ στολαῖς καὶ τῇ ἄλλῃ πάσῃ πολιτικῇ καταστάσει ἄγονται ἄχρι τῆς σήμερον.

[Bas1.29] Κατὰ τοῦτον τὸν χρόνον καὶ Ἐσμὰν ὁ τῆς Ταρσοῦ ἀμηρᾶς τῇ προηγησαμένῃ ἐπαιρόμενος νίκῃ τριάκοντα πλοῖα μέγιστα ἐξαρ-

[Bas1.29.3] τυσάμενος (κουμπάρια ταῦτα καλεῖν εἰώθασιν οἱ Σαρακηνοί) τῇ πόλει ἐπιτίθεται τοῦ Εὐρίπου. προγνόντος δὲ τοῦτο τοῦ βασιλέως ὁ στρατηγὸς τῆς Ἑλλάδος (ὁ Οἰνιάτης οὗτος ἦν) κελεύσει βασιλικῇ τὸν ἱκανὸν εἰς φυλακὴν τῆς πόλεως λαὸν ἀπὸ πάσης Ἑλλάδος εἰσήγαγε καὶ τοῖς τείχεσι τὴν προσήκουσαν παρασκευὴν προσηνέγκατο, πετροβόλα τε ὄργανα καὶ τοξοβόλα τεκτηνάμενος, καὶ ἁπλῷ λόγῳ μηδὲν τῶν δυναμένων ἀποσοβεῖν πολιορκίαν ἀμυντηρίων ἀπολιπών. ἐπεὶ δὲ κατέλαβε καὶ ὁ τῶν Ταρσέων στόλος καὶ τοῖς τείχεσιν ἤδη προσήγγιζε, καὶ βελῶν ἀφέσει συχνῶν ἀναστέλλειν ἠγωνίζετο τοὺς ἀπὸ τῶν τειχῶν ἀμυνομένους, θυμοῦ καὶ προθυμίας πλήρεις οἱ τοῦ Εὐρίπου γενόμενοι τοῖς πετροβόλοις τῶν ὀργάνων καὶ τοῖς καταπελτικοῖς βέλεσι καὶ τοῖς τόξοις καὶ τοῖς ἐκ χειρῶν λίθοις ἀπὸ τῶν τειχῶν γενναίως ἠμύνοντο, καὶ συχνοὺς τῶν βαρβάρων καθ' ἑκάστην ἀνήλισκον. ἐπιτηρήσαντες δὲ καὶ πνεῦμα ἐπίφορον ἐπαφήκασι τὰς ἑαυτῶν τριήρεις ταῖς ἐναντίαις, καὶ πολλὰς τῷ ὑγρῷ πυρὶ κατενέπρησαν. πρὸς ἅπερ ἀμηχανῶν ὁ βάρβαρος καὶ εἰδώς, ὡς ἔφεσις καὶ ἔρως χρημάτων πολλοὺς παρασκευάζει καταφρονεῖν τοῦ θανάτου, ἀσπίδα μεγάλην πρὸ τοῦ χάρακος θεὶς καὶ χρυσίου ταύτην πεπληρωκὼς τοῦτο γέρας ἔφη δώσειν μετὰ καὶ παρθένων ἐπιλέκτων αἰχμαλωτίδων ἑκατόν, τῷ πρώτως ἐπιβάντι τοῦ τείχους καὶ τοῖς ὁμοφύλοις τὴν νίκην βραβεύσαντι. ὅπερ οἱ ἐκ τῆς πόλεως θεασάμενοι, εὐθύς τε τὸν νοῦν τῶν πραττομένων κατανοήσαντες, παρακλητικοῖς τε λόγοις καὶ διεγερτικοῖς πρὸς ἀλκὴν ἑαυτοὺς παραθαρρύναντες, καὶ ὑφ' ἓν σύνθημα τὰς πύλας τῆς πόλεως ἀνοίξαντες ἀνδρείως κατὰ τῶν βαρβάρων ἐξώρμησαν. καὶ κατὰ τὴν πρώτην συμβολὴν καιρίαν δεξαμένου τοῦ ἀμηρᾶ πληγὴν καὶ πεσόντος, καὶ πολλῶν ἄλλων σὺν αὐτῷ ἀναιρεθέντων, οἱ λοιποὶ ἐτράπησαν πρὸς φυγήν. ἐπικειμένων δὲ τῶν διωκόντων μέχρι τῶν ὑπολοίπων νεῶν κατεσφάττοντο, καὶ φόνος ἐγένετο τῶν βαρβάρων πολύς. οἱ δὲ περιλειφθέντες ὀλίγας πληρώσαντες τῶν νεῶν μετ' αἰσχύνης ἀπέφυγον πρὸς τὰ ἴδια. καὶ ὁ μὲν ἐκ τῆς Ταρσοῦ στόλος τοιοῦτον ἔσχε τὸ πέρας.

[Bas1.30] Ἕτερος δὲ πάλιν ἀπὸ τῆς Κρήτης ἀντηγείρετο στόλος. Σαὴτ γὰρ τοῦ Ἀπόχαψ ἀρχηγοῦ τῆς Κρήτης ὑπάρχοντος Φωτιός τις ἀνὴρ πολεμιστὴς καὶ δραστήριος παρ' αὐτοῦ κατὰ Ῥωμαίων ἐστέλλετο μετὰ ἑπτὰ καὶ εἴκοσι κουμπαρίων καὶ πλήθους μυοπαρώνων καὶ πεντηκοντόρων, ἃς δὴ γαλέας κατονομάζειν εἰώθασιν, ὃς ἐξορμήσας ἐκ Κρήτης τὰς ἐν τῷ Αἰγαίῳ νήσους καὶ τὰς παραλίους κατεληΐζετο καὶ μέχρι τῆς ἐν Ἑλλησπόντῳ Προικοννήσου κατέλαβε, τὰ παρατυχόντα ἀνδραποδιζόμενός τε καὶ διαφθείρων. τούτῳ συναντήσας μετὰ τοῦ Ῥωμαϊκοῦ στόλου ὁ πατρίκιος Νικήτας καὶ δρουγγάριος τῶν πλωΐμων ὁ Ὠορύφας καὶ τοῦ Ῥωμαϊκοῦ στόλου κατάρχειν λαχὼν περὶ τὸ στόμα τοῦ Αἰγαίου παρὰ τὴν Καρδίαν, καὶ μάχην καρτερὰν συστησάμενος, εὐθὺς τὰ μὲν εἴκοσι τῶν Κρητικῶν σκαφῶν τῷ ὑγρῷ πυρὶ συγκατέφλεξε, καὶ τοὺς ἐν αὐτοῖς βαρβάρους μάχαιρα καὶ πῦρ καὶ ὕδωρ διεμερίσαντο. ὅσα δὲ τὸν ἐκ τῆς ναυμαχίας καὶ τὸν ἐκ τῆς θαλάσσης διέφυγον κίνδυνον, φυγῇ τὴν σωτηρίαν ἐπραγματεύσαντο.

[Bas1.31] Ἀλλὰ καίπερ οὕτως δεινῶς θραυσθέντες οἱ Κρῆτες οὐκ ἠγάπησαν ἠρεμεῖν, ἀλλὰ πάλιν τῶν κατὰ θάλασσαν ἀντείχοντο πραγμάτων καὶ λῃστρίδας ἐξαρτυσάμενοι ναῦς τὴν Πελοπόννησον καὶ τὰς κάτωθεν αὐτῆς νήσους ἐλύπουν, τὸν ἄνωθεν ῥηθέντα Φώτιον ναύαρχον ἔχοντες. ἐξορμᾷ καὶ κατὰ τούτων ὁ τοῦ Ῥωμαϊκοῦ στόλου ἐξηγούμενος Νικήτας πατρίκιος ὁ Ὠορύφας, ἐπιφόρῳ δὲ καὶ αἰσίῳ χρησάμενος πνεύματι δι' ὀλίγων ἡμερῶν καταλαμβάνει τὴν Πελοπόννησον καὶ τῷ λιμένι προσίσχει τῶν Κεγχρεῶν. μαθὼν δέ, ὅτι τὰ τῶν ἐχθρῶν σκάφη τὰ δυτικώτερα μέρη Πελοποννήσου ληΐζεται, Μεθώνην καὶ Πύλον καὶ Πάτρας καὶ τὰ προσεχῆ Κορίνθῳ χωρία, βουλὴν βουλεύεται συνετὴν καὶ σοφήν. ἰλιγγιάσας γὰρ περιοδεῦσαι τὴν Πελοπόννησον διά τε Ταινάρου καὶ Μαλεοῦ, καὶ χιλίων μιλίων μῆκος τηνάλλως ἀναμετρήσασθαι καὶ τοῦ προσήκοντος ὑστερῆσαι καιροῦ, ὡς εἶχεν, εὐθὺς ἐν νυκτὶ διὰ τοῦ κατὰ Κόρινθον ἰσθμοῦ, πολυχειρίᾳ χρησάμενος, πρὸς τὴν ἐκεῖθεν θάλασσαν κατὰ τὸ ξηρὸν διαβιβάζει τὰς ναῦς. ἐμβιβάσας τε τὸν λαὸν ἐν αὐταῖς ἔργου εἴχετο. καὶ οὕτω μηδὲν πεπυσμένοις περὶ αὐτοῦ τοῖς πολεμίοις αἰφνίδιον ἐπιτίθεται καὶ τῷ παρ' ἐλπίδας δέει συγχέας καὶ συνταράξας αὐτῶν τοὺς λογισμοὺς οὐδὲ συστῆναι καὶ ἀλκῆς μνησθῆναι συνεχώρησεν, ἀλλ' εὐθὺς ἰδεῖν πρὸς φυγήν. τὰς μὲν οὖν πυρπολήσας, τὰς δὲ καταποντώσας τῶν πολεμίων νεῶν, καὶ τῶν βαρβάρων τοὺς μὲν ἀνελὼν τῷ ξίφει, τοὺς δὲ ὑποβρυχίους τῷ βυθῷ ποιησάμενος, καὶ τὸν τῶν νεῶν ἀρχηγὸν ἀνελών, τοὺς λοιποὺς διασκεδασθῆναι κατὰ τὴν νῆσον ἠνάγκασεν. αὐτὸς δὲ σαγηνεύων ὕστερον καὶ ζωγρῶν διαφόροις τιμωρίαις ὑπέβαλλε, τοὺς μὲν τὴν τῆς σαρκὸς δορὰν ἀφαιρούμενος, καὶ μᾶλλον τοὺς ἀρνησαμένους τὸ βάπτισμα τοῦ Χριστοῦ, τοῦτο παρ' αὐτῶν ἀφαιρεῖσθαι λέγων καὶ οὐδὲν ἴδιον, ἐκ δὲ τῶν ἱμάντας ἀπὸ τοῦ ἰνίου ἄχρι τῶν σφυρῶν μετ' ὀδύνης ἐξέλκων, ἄλλους σχοινίοις αἰωρῶν, εἶτα πρὸς λέβητας πίσσης καχλαζούσης μεστοὺς καθιμῶν, καὶ ἄλλους παντοίαις ἄλλαις κακῶν καθυποβάλλων ἰδέαις. καὶ ταῦτα διαπραξάμενος δέος εἰς αὐτοὺς ἐνέβαλε, καὶ ὀκνηροτέρους ἐποίησε, μὴ κατὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐκστρατείας ἐκπέμπειν.

[Bas1.32] Καὶ ἄλλη δὲ δύναμις ναυτικὴ ἀπὸ τῆς ἑσπέρας ὥσπερ τις λαῖλαψ ἢ καταιγὶς κατὰ τῆς Ῥωμανίας ἐπήλασεν. ὁ γὰρ τῆς Ἀφρικῆς ἡγεμὼν παμμεγέθεις ναῦς ἑξήκοντα τὸν ἀριθμὸν κατασκευασάμενος κατὰ τῆς Ῥωμαϊκῆς ἐπικρατείας ἐξώρμησε καὶ τὰ μεταξὺ ληϊζόμενος καὶ πολλὰ σώματα λαμβάνων αἰχμάλωτα ἄχρι Κεφαληνίας καὶ Ζακύνθου τῶν νήσων ἀφίκετο. εὐθὺς οὖν ὁ μετὰ τὸν Νικήταν τῶν ναυτικῶν κατάρχων δυνάμεων (Νάσαρ δὲ οὗτος ἦν) μετὰ δυνάμεως ἐκπέμπεται ἁδρᾶς τριήρων καὶ ἄλλων νεῶν ταχυναυτουσῶν. σύντομον δὲ τὸν ἔκπλουν ποιησάμενος οὗτος καὶ οὐρίῳ χρησάμενος πνεύματι δι' ὀλίγου χρόνου τὴν Μεθώνην κατέλαβε. θᾶττον δὲ ἐπιθέσθαι τοῖς πολεμίοις διεκωλύθη ἀπὸ τοιαύτης αἰτίας. τῶν γὰρ ἐρετῶν οὐκ ὀλίγοι πρὸς τὸν κίνδυνον ἀποδειλιάσαντες κατ' ὀλίγους λαθραίως ἀπέφευγον. ὧν τῇ λειποταξίᾳ τὸ προσῆκον τάχος ἀφῃρέθη ὁ στρατηγός. οὐ γὰρ ἔκρινε δέον ἐμφρόνως κεκενωμένων αὐτοῦ τῶν σκαφῶν ἐπελθεῖν τοῖς ἐχθροῖς. μηνύει δὲ τὸ συμβὰν διὰ ταχυδρόμου τῷ βασιλεῖ. ὁ δὲ καὶ λόγου θᾶττον τοὺς λειποτάκτας ἐζώγρησε καὶ ποινὴν εἰς ἐκφόβησιν τῶν λοιπῶν τῷ δοκεῖν ἐπιτίθησι, κελεύσας νυκτὸς ἄνδρας τριάκοντα τὸν ἀριθμὸν ἀπὸ τῶν ἐν τῷ πραιτωρίῳ κατεχομένων Σαρακηνῶν ἀφελέσθαι τούτων τε ἀσβόλῃ τὰ πρόσωπα ἀλλοιῶσαι, κἀν τῷ ἱπποδρόμῳ τε ἀγαγεῖν, διὰ μαστίγων τε ἐπεξελθεῖν καὶ ἀτίμως ἐκπεμφθῆναι εἰς Πελοπόννησον, ὡς τάχα πρωτουργοὺς τῆς φυγῆς, κἀκεῖσε ἀναιρεθῆναι, ὅθεν δὴ καὶ πεφεύγασιν. ὃ δὴ καὶ γέγονε, καὶ ἀνεσκολοπίσθησαν οἱ τριάκοντα Σαρακηνοί, ὡς δῆθεν οἱ λειποτάκται. καὶ φόβος ἐγένετο μέγας εἰς πάντα τὸν Ῥωμαϊκὸν στόλον, καὶ πᾶσαν μαλακίαν ἀπέθεντο καὶ τρυφήν, καὶ ἄγειν ταχέως πρὸς τοὺς πολεμίους παρεκάλουν τὸν ἡγεμόνα.

[Bas1.33] Ἐν τούτοις δὲ καὶ αὐτὸς τὸ λεῖπον τῆς στρατιᾶς ἀπὸ τῶν ἐκ Πελοποννήσου στρατιωτῶν ἀναπληρώσας καὶ τὸν στρατηγὸν τοῦ τόπου συνεργὸν προσλαβόμενος πρὸς ἐπίθεσιν εὐτρεπίζεται. τῶν δὲ Σαρακηνῶν κατωφρυωμένων ἤδη καὶ πολλὴν δειλίαν καταγνόντων

[Bas1.33.5] τοῦ Ῥωμαϊκοῦ στόλου διὰ τὴν πρόσθεν ἀργίαν, καὶ ἐπ' ἀδείας πολλῆς ἐξερχομένων ἀπὸ τῶν οἰκείων νεῶν καὶ τὰ προσπίπτοντα ληϊζομένων, ἐξαίφνης πλησίον αὐτῶν ἐφάνη ὁ τῶν Ῥωμαίων ναύαρχος καὶ σύνθημα δοὺς ἐπιτίθεται τοῖς πολεμίοις ἀπροόπτως ἐν τῇ νυκτί. καὶ μήτε συστῆναι, μήτε πρὸς ἀλκὴν τραπῆναι σχόντες καιρὸν ἀκλεῶς ἀπεσφάττοντο, καὶ αἱ νῆες πυρὶ μετὰ τῶν ἐπιβατῶν παρεδίδοντο. τὰς δὲ ληφθείσας ἀσινεῖς ὥσπερ ἀνάθημά τι ὁ στρατηγὸς Νάσαρ δίδωσι τῷ θεῷ, τῇ κατὰ Μεθώνην ἐκκλησίᾳ αὐτὰς ἀποχαρισάμενος. ὃν ἐπὶ τοῖς πεπραγμένοις ἐπαινέσας ὁ βασιλεὺς προσωτέρω χωρεῖν ἐκελεύετο. ἐπὶ τοῖς προτέροις οὖν προτερήμασι προθύμου τοῦ στρατοῦ τυγχάνοντος διαπεραιοῦται πρὸς Σικελίαν καὶ τὰς ἐνταῦθα πόλεις, ὅσαι τοῖς Καρχηδονίοις ὑπῆρχον ὑπόφοροι, ἐπιὼν ἐπόρθει καὶ κατεστρέφετο, καὶ φορτηγῶν νεῶν παμπόλλων ἐκράτησεν, ὧν ὁ φόρτος ἄλλα τε ἦν πολλὰ τῶν τιμιωτέρων καὶ δὴ καὶ ἔλαιον δαψιλές. ἐς τοσοῦτον δέ φασιν εὔωνον τότε γενέσθαι τὸ ἔλαιον, ὥστε ὀβολοῦ τὴν λίτραν πιπράσκεσθαι. περαιωθεὶς δὲ καὶ πρὸς τὰ τῆς Ἰταλίας μέρη ὁ αὐτὸς στόλος καὶ ταῖς ἐκεῖσε ἱππικαῖς Ῥωμαϊκαῖς δυνάμεσιν ἑνωθείς, ὧν Προκόπιος ἡγεῖτο ὁ τοῦ βασιλέως πρωτοβεστιάριος καὶ Λέων πατρίκιος ὁ Θρᾳκῶν καὶ Μακεδόνων ἀρχηγέτης, ὃν Ἀποστύπην ἐκάλουν, ἀξιέπαινα ἔργα εἰργάσατο. τόν τε γὰρ ἐξ Ἀφρικῆς πάλιν ἐξελθόντα στόλον ἐν τῇ νήσῳ ταῖς Στήλαις συγκυρήσας κατεπολέμησε καὶ τὰ ὑπὸ τῶν Ἀγαρηνῶν κατεχόμενα φρούρια ἔν τε Καλαβρίᾳ καὶ Λογγιβαρδίᾳ πλὴν ὀλίγων τῆς βαρβαρικῆς χειρὸς ἠλευθέρωσε καὶ τῇ Ῥωμαϊκῇ ἐξουσίᾳ ἐπανεσώσατο. καὶ ὁ μὲν Νάσαρ καὶ ὁ μετ' αὐτοῦ Ῥωμαϊκὸς στόλος τοιούτων τροπαίων εὐμοίρησεν ἐκ θεοῦ καὶ μετὰ πολλῶν λαφύρων καὶ νικητικῶν στεφάνων ἐπανῆλθε πρὸς βασιλέα.

[Bas1.34] Αἱ δὲ κατὰ Λογγιβαρδίαν πεζικαὶ δυνάμεις οὐ πάντῃ τὴν βάσκανον διέφυγον νέμεσιν, ἀλλ' ἔργα μὲν ἀνδρικὰ καὶ λαμπρὰ διεπράξαντο, ἐξ ἔριδος δὲ καὶ φιλονεικίας κατ' αὐτὸν συμπεσούσης τὸν ἀγῶνα ἀπολωλέναι συνέβη τὸν μείζονα στρατηγόν. τοῦ γὰρ Λέοντος κατά τι διενεχθέντος πρὸς τὸν Προκόπιον καὶ πρὸ τοῦ διαλλαγῆναι συμβολῆς γενομένης πρὸς τοὺς ἐχθρούς, συνέβη τὸν μὲν Ἀποστύπην μετὰ τῶν Θρᾳκῶν καὶ Μακεδόνων κατὰ τὸ δεξιὸν μέρος ἀγωνιζόμενον κρατεῖν τῶν ἐχθρῶν καὶ πολὺν φόνον ἐργάζεσθαι τῶν Σαρακηνῶν, κατὰ θάτερον δὲ τὸν Προκόπιον ἀντιταττόμενον, μετὰ τῶν Σκλαβηνῶν καὶ δυτικῶν ὑπὸ τῶν ἐναντίων πιέζεσθαι. μὴ πεμφθείσης δὲ παρὰ τοῦ συστρατήγου βοηθείας τῷ πονοῦντι διὰ τὴν προηγησαμένην φιλονεικίαν, ἐνέκλινε πρὸς τροπὴν τὸ κατὰ τὸν Προκόπιον μέρος, καὶ αὐτὸς ἐκεῖνος ἀπεσφάγη ἡρωϊκῶς ἀγωνισάμενος καὶ κατ' αὐτὸν τὸν ἀγῶνα πεσών. ὁ δὲ Λέων θέλων τι καὶ ἕτερον ἀπεργάσασθαι λαμπρὸν καὶ τὸ ἐκ τῆς ἔριδος συσκιάσαι συμβὰν ἀτύχημα, τὸ οἰκεῖον στράτευμα λαβὼν καὶ τοὺς διασωθέντας ἐκ τῆς τροπῆς τῶν ταττομένων ὑπὸ τὸν Προκόπιον συμπαραλαβών, τὸ Τάραντος κάστρον ἔτι παρὰ τῶν Ἀγαρηνῶν κατεχόμενον ἐξεπολιόρκησε καὶ πάντα τὸν ἐν αὐτῷ λαὸν ἐξηνδραποδίσατο, ἐξ ὧν τό τε στρατιωτικὸν ὠφέλησεν ἀποχρώντως καὶ τῷ βασιλεῖ προσήγαγε λάφυρα. ἀλλ' οὐκ ἐξιλέωσεν ἐν τούτοις τὸν βασιλέα, ἀλλὰ μαθὼν τὴν αἰτίαν τῆς τοῦ Προκοπίου σφαγῆς τῆς τε ἀρχῆς τοῦτον παρέλυσε καὶ ἐξόριστον κατὰ τὸ Κοτυάειον, ἔνθα τὴν οἴκησιν εἶχε, παρέπεμψε.

[Bas1.35] Βαϊάνου δὲ τοῦ πρώτου τῶν ἱπποκόμων αὐτοῦ καί τινων ἄλλων τῶν ἐξυπηρετησαμένων αὐτῷ γραφὴν καθοσιώσεως ἐνστησαμένων κατ' αὐτοῦ, μαθόντες τοῦτο Βάρδας καὶ Δαβὶδ οἱ παῖδες αὐτοῦ τὸν μὲν Βαϊάνον ἀναιροῦσι, φοβηθέντες δὲ τὴν ἐκ βασιλέως ὀργὴν διὰ τὸ τόλμημα, ἀνειληφότες καὶ τὸν σφῶν πατέρα, ὥρμησαν πρὸς Συρίαν φυγεῖν. ὅπερ πυθόμενος ὁ βασιλεὺς ἀπέστειλε τὸν τῆς ἑταιρείας ἄρχοντα μετὰ καί τινων στρατιωτῶν, ἐντειλάμενος καταταχῆσαι καὶ κατασχεῖν αὐτούς. οἳ δὴ καὶ ἐπισπεύσαντες καταλαμβάνουσιν αὐτοὺς ἐν Καππαδοκίᾳ συντόνως τὴν ἐπὶ Συρίαν ἐλαύνοντας. μέλλοντες δὲ κωλῦσαι τούτους προσωτέρω χωρεῖν εὗρον ἀνθισταμένους. καὶ συμπληγάδος γενομένης οἱ μὲν δύο παῖδες αὐτοῦ μαχόμενοι πίπτουσιν, αὐτὸς δὲ ζωγρίᾳ ληφθεὶς ἤχθη πρὸς βασιλέα καὶ τοῖς νόμοις ἐξεδόθη. καταψηφισθεὶς οὖν ἐξεκόπη τὸν ἕνα τῶν ὀφθαλμῶν, ἀφῃρέθη δὲ καὶ τὴν μίαν τῶν χειρῶν, καὶ τὸ λοιπὸν ἐν μεσημβρίᾳ ἐξόριστος κατεγήρασεν.

[Bas1.36] Ἐν ᾧ δ' οὕτω κατὰ τὴν ἑσπέραν διὰ τῶν στρατηγῶν τῷ βασιλεῖ κατεπράττετο, οἱ ἐκ μεσημβρίας Ἄραβες σχολάζειν τὸν βασιλέα νομίσαντες ἀνεθάρσησαν καὶ πάλιν τῶν κατὰ θάλασσαν ἅπτεσθαι πραγμάτων διέγνωσαν. ναῦς οὖν τεκτηνάμενοι κατά τε τὴν Αἴγυπτον καὶ τὰς ἐν Φοινίκῃ καὶ Συρίᾳ παραλίους πόλεις κατὰ Ῥωμαίων ἐκστρατεύειν διενοοῦντο, σκοποὺς πέμψαντες πρότερον, ἐφ' ᾧ μαθεῖν, πῶς ἔχει τὰ βασιλέως. οὐδ' ἀλαοσκοπίην εἶχεν ὁ βασιλεύς, ἀλλὰ πάντα διέγνωστο αὐτῷ τὰ ἐν Συρίᾳ πραττόμενα. ναυπηγήσας οὖν καὶ αὐτὸς στόλον ἀξιόμαχον συνεῖχεν ἐν τῇ βασιλίδι καὶ τὸ μέλλον ἐκαραδόκει. ἵνα δὲ μὴ ἀργὸς ὑπάρχων ὁ στόλος ἄτακτος γίνοιτο (τίκτει γὰρ κατὰ τὸν ποιητὴν οὐδὲν ἐσθλὸν εἰκαία σχολή), ἐν τῇ ἀνοικοδομῇ τοῦ κατὰ τὴν βασίλειον αὐλὴν ἐγειρομένου τότε ναοῦ εἰς ὄνομα τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν ἀρχιστρατήγων καὶ Ἠλιοῦ τοῦ Θεσβίτου διωρίσατο αὐτοὺς ὑπουργεῖν, ἑτοίμους ὄντας, ἵν', ὅταν ὑπερκύψῃ τῶν ὁρίων Συρίας ὁ στόλος, ἐμπαρασκεύους αὐτοὺς ἀποσταλῆναι πρὸς τὴν ἐκείνων ἀντιπαράταξιν. καὶ ὁ μὲν βασιλεὺς ᾠκονομήσατο οὕτως. ὁ δὲ τῶν Σαρακηνῶν σκοπὸς καταλαβὼν τὴν βασιλίδα καὶ πάντα εὐτρεπῆ κατιδὼν ἐπανελθὼν πρὸς τοὺς πέμψαντας, ὅσα εἶδεν, ἀπήγγειλεν. οἱ δὲ καταπτήξαντες τὴν ἡσυχίαν ἠγάπησαν.

[Bas1.37] Καρχηδόνιοι δὲ πάλιν διὰ τὰς προηγησαμένας ἥττας δεδιότες, μή πως Ῥωμαϊκὸς στόλος κατὰ τῆς αὐτῶν ἐκπεμφθῇ χώρας, ναῦς ἱκανὰς ἐτεκτήναντο. ἦρος δὲ ἐπιλάμποντος, ὡς οὐδεμίαν δύναμιν ἐκ βασιλέως ἐκπεμφθεῖσαν ἐμάνθανον, ὑποτοπήσαντες πρὸς ἄλλους ἄσχολον εἶναι τὸν βασιλέα ἐκστρατεύουσι κατὰ Σικελίας, καὶ δὴ πρὸς τὴν πόλιν τὰς Συρακούσας προσσχόντες ταύτην ἐπολιόρκουν, καὶ τὰ ἐκτὸς ἐδῄουν τῆς χώρας καὶ ἐληΐζοντο. τοῦ δὲ στρατηγοῦ τῆς Σικελίας δῆλα ταῦτα θέντος τῷ βασιλεῖ, εὐθέως ἡ προευτρεπισθεῖσα ναυτικὴ δύναμις κἀν τῇ κτίσει τοῦ ναοῦ προσεδρεύουσα πρὸς Σικελίαν ἐκπέμπεται, Ἀδριανὸν τὸν πατρίκιον ἔχουσα ναύαρχον. ὃς τῆς βασιλίδος ἀπάρας, μὴ εὐθυπλοῶν δέ, μόλις κατῆλθεν εἰς Πελοπόννησον, κατὰ δὲ τὴν Μονεμβασίαν ἐν τῷ καλουμένῳ λιμένι τοῦ Ἱέρακος προσορμίσας ἐπίφορον ἐξεδέχετο πνεῦμα. ἐπὶ πολὺ δὲ χρονοτριβοῦντος αὐτοῦ κατὰ τὸν εἰρημένον λιμένα, καὶ μὴ βουλομένου κατὰ τὰς νηνεμίας εἰρησίᾳ χρῆσθαι, μηδὲ πρὸς ἐναντίον παραβάλλεσθαι κῦμα, τῶν Ἀγαρηνῶν σφοδρότερον ἐπικειμένων τῇ πολιορκίᾳ, συνέβη τὴν πόλιν ἁλῶναι καὶ τῶν ἐν αὐτῇ φόνον γενέσθαι πολύν, τοὺς δὲ λοιποὺς αἰχμαλωτισθῆναι, κατασκαφῆναι δὲ καὶ τὴν πόλιν, καὶ τοὺς ἐν αὐτῇ πυρποληθῆναι θείους ναούς, περιβόητον καὶ λαμπρὰν μέχρι τοῦδε γενομένην καὶ πολλοὺς βαρβαρικοὺς ἀποσεισαμένην πολέμους, ἐν ἀκαρεῖ δὲ χρόνου πᾶσαν ἀποβεβληκυῖαν τὴν εὔκλειαν. τοῦ δὲ συμβάντος αἴσθησιν ἔλαβεν ὁ Ἀδριανὸς τοῦτον τὸν τρόπον. τόπος ἐστὶ κατὰ τὴν Πελοπόννησον Ἔλος προσαγορευόμενος, διὰ τὸ συνηρεφὲς τῆς ἐκεῖσε ὕλης ταύτην λαχὼν τὴν προσωνυμίαν. ἐν τούτῳ τὸ τῶν Ῥωμαίων ηὐλίζετο ναυτι-

[Bas1.37.25] κόν. μιᾷ γοῦν τῶν νυκτῶν τῶν ἐκεῖσε ἐγκατοικούντων δαιμόνων πρὸς ἀλλήλους διαλεγομένων ἤκουσαν οἱ νομεῖς, ὡς ἑάλω τὴν χθὲς ἡμέραν Συράκουσα καὶ κατάσκαπται. ἐξ ἑτέρου δὲ πρὸς ἕτερον διαπορθμευομένου τοῦ λόγου ἔφθασε καὶ πρὸς Ἀδριανὸν τὸ διήγημα. ὁ δὲ τοὺς ποιμένας μετακαλεσάμενος καὶ πολυπραγμονήσας εὗρε τὰ ἀκουσθέντα τοῖς ἐκείνων ἐπιβεβαιούμενα λόγοις. βουληθεὶς δὲ καὶ αὐτήκοος γενέσθαι μετὰ τῶν ποιμένων ἐν τῷ τόπῳ γενόμενος καὶ δι' αὐτῶν ἐρώτησιν τοῖς δαίμοσι προσαγηοχὼς ἤκουσεν, ὡς ἤδη ἑάλω Συράκουσα. ἀδημονίᾳ δὲ καὶ λύπῃ ληφθεὶς πάλιν ἀνέφερε καὶ παρεμυθεῖτο ἑαυτόν, μὴ χρῆναι πιστεύειν κρίνων λόγοις δαιμονίων ἀπατηλοῖς. ἐσημειώσατο δὲ τέως τὴν ἡμέραν. καὶ μετὰ δεκάτην ἧκον αὐτάγγελοι τῶν φυγάδων τὸ γεγονὸς ἀτύχημα διηγούμενοι. ἀφ' ὧν πληροφορηθεὶς ὁ Ἀδριανὸς εὐθὺς ἀνεζεύγνυ, καὶ τὴν βασιλίδα ταχέως μετὰ τοῦ στόλου καταλαμβάνει, καὶ τῇ μεγάλῃ ἐκκλησίᾳ ἱκέτης προσέφυγεν. ἀλλ' οὐδὲν αὐτὸν εἰς παντελῆ ἀποφυγὴν ὤνησεν ἡ καταφυγή. ἐκεῖθεν γὰρ ἀποσπασθεὶς ἐξωρίσθη. ἀποστέλλεται δὲ Στέφανος ὁ τὴν προσηγορίαν Μαξέντιος ὁ Καππαδόκης μετά τε Θρᾳκῶν καὶ Μακεδόνων καὶ Καππαδοκῶν ἐπιλέκτων στρατηγὸς Λογγιβαρδίας. καὶ ταύτην καταλαβὼν καὶ διὰ ἀνανδρίαν καὶ τρυφὴν μηδὲν ἄξιον λόγου διαπραξάμενος παραλύεται τῆς ἀρχῆς.

[Bas1.38] Ἀποστέλλεται δὲ ἀντ' αὐτοῦ Νικηφόρος ὁ κατὰ τὸν Φωκᾶν προσαγορευόμενος, ἀνὴρ γενναῖός τε καὶ δραστήριος. ἐπήγετο δὲ μεθ' ἑαυτοῦ δύναμίν τε ἱκανὴν καὶ τάγμα Μανιχαίων, ἔξαρχον ἔχον τὸν τοῦ Χρυσόχειρος ἐκεῖνον Διακονίτζην. καταλαβὼν οὖν τὸν τόπον καὶ ταῖς μετὰ τοῦ Στεφάνου δυνάμεσιν ἑνωθεὶς πολλὰ καὶ ἀξιέπαινα κατὰ τῶν Σαρακηνῶν ἐστήσατο τρόπαια. πρῶτον μὲν γὰρ ἀντιταξαμένους ἐτρέψατο τοὺς ἐχθρούς, ἐχειρώσατο δὲ μετὰ ταῦτα καὶ τὴν πόλιν Ἀμαντίαν καὶ τὰς Τρόπας καὶ τὴν ἁγίαν Σεβηρίνην, καὶ μάχαις ἄλλαις πολλαῖς καὶ ἀντιπαρατάξεσι κατηγωνίσατο τοὺς ἀντιπάλους. καὶ τὰ μὲν ἐν τοῖς καιροῖς τοῦ Βασιλείου γεγονότα πολεμικὰ ἔργα τοιαῦτά τε καὶ τοσαῦτα.

[Bas1.39] Ὁ δὲ τὸν μέγιστον ἐν μάρτυσι Διομήδην κειμηλίοις πολυτιμοτάτοις καὶ ἀναθήμασι λαμπροῖς λαμπρῶς κατεκόσμησε καὶ κτημάτων ἐπιδόσει εὐπροσόδων ἐφιλοτιμήσατο καὶ παντοίως ὑπερῆρε καὶ κατεπλούτισε.

[Bas1.40] Καὶ τῆς Δανιηλίδος τὸν υἱόν, ὃν ἀδελφότητος συνδέσμῳ πνευματικῆς ᾠκειώσατο, τῷ τῶν πρωτοσπαθαρίων ἐτίμησεν ἀξιώματι καὶ παρρησίας μεγίστης μετέδωκε. καὶ Δανιηλίδα τὴν γραῦν πρὸς ἑαυτὸν μετεστείλατο. ἥτις, ἐπεὶ μὴ οἵα τε ἦν ἔποχος ἵππῳ γενέσθαι, ἐπὶ σκίμποδος ἑαυτὴν ἀνακλίνασα καὶ τριακοσίους τῶν οἰκετῶν ἀπολέξασα νέους καὶ ἰσχυροὺς βασταζομένη τῆς πορείας εἴχετο, ἀμοιβαδὸν αἰρόντων τὸν σκίμποδα. καταλαβοῦσα δὲ τὴν βασιλίδα τῶν πόλεων, δοχῆς γενομένης, ὡς ἔθος, ἐν τῇ Μαγναύρᾳ, εἰσήχθη πρὸς βασιλέα ἐντίμως, εἰσαγαγοῦσα καὶ δῶρα πολυτελῆ· ὧν ἕκαστον διεξιέναι ἀπειροκαλίας γραφὴν παρεισάγει. ἀποδεχθεῖσα δὲ ἀναλόγως τῆς προθυμίας καὶ ἐνδιατρίψασα κατὰ τὴν βασιλίδα, ἐφ' ὅσον αὐτῇ φίλον ἦν, πρὸς τὴν οἰκείαν χώραν ἀνθυπενόστησε. συνέβη δ' αὐτὴν καὶ πάλιν εἰσελθεῖν εἰς τὴν βασιλίδα. τοῦ γὰρ βασιλέως ἀποθανόντος καὶ τὴν ἀρχὴν τοῦ υἱοῦ αὐτοῦ Λέοντος διαδεξαμένου εἰσῆλθε πάλιν ἡ γραῦς μεθ' ὁμοίων τῶν δώρων, καὶ τοῦτον ἀσπασαμένη καὶ κληρονόμον τῆς ὑπάρξεως γράψασα κατελθοῦσα εἰς τὰ ἴδια μετὰ μικρὸν ἐτελεύτησεν. ἀλλὰ ταῦτα μὲν ὕστερον.

[Bas1.41] Βασίλειος δὲ ὁ βασιλεὺς καὶ τῶν θείων ναῶν πολλοὺς ὑπὸ τῶν προηγησαμένων κλόνων διαρραγέντας τε καὶ κατασεισθέντας, τινὰς δὲ καὶ τελέως καταβληθέντας, ἐπιμελείας ἠξίωσε, τοὺς μὲν ἐκ καινῆς ἀναστήσας, τοῖς δὲ τὴν ἀσθένειαν ἐπιρρώσας, τοῖς δὲ κάλλος καὶ ὡραιότητα χαρισάμενος. πρῶτον μὲν γὰρ τῆς τοῦ θεοῦ μεγάλης σοφίας τὴν πρὸς δύσιν ἁψῖδα τὴν μεγάλην τε καὶ μετάρσιον εἰς πολλὰ διαρραγεῖσαν καὶ πεσεῖν κινδυνεύουσαν ἐμπειρίᾳ τεχνιτῶν περισφίγξας ἀσφαλῆ καὶ μόνιμον ἀπειργάσατο. ἐν ᾗ καὶ τὴν τῆς θεομήτορος εἰκόνα βρέφος ἠγκαλισμένην ἀνιστόρησε, καὶ Πέτρον καὶ Παῦλον τοὺς κορυφαίους τῶν ἀποστόλων παρ' ἑκάτερα ἀνεστήλωσε. καὶ τὰ λοιπὰ δὲ ῥήγματα καὶ τὰ σαθρώματα τῶν τοίχων ἐπηνωρθώσατο. παρεμυθήσατο δὲ καὶ τὰς προσόδους ἐλαττωθείσας, ἐνδείᾳ ἐλαίου τῶν ἱερῶν λύχνων ἀποσβεσθῆναι κινδυνευόντων, δωρεᾷ μεγίστου κτήματος, ὃ προσαγορεύεται Μάνταια, τοῖς τε λύχνοις τὸ φῶς ἄσβεστον ἐχορήγησε καὶ τοῖς ὑμνοπόλοις τοῦ θείου ναοῦ δαψιλέστερον χορηγεῖσθαι ἐποίησε τὰ ὀψώνια ἐκ τῆς προσόδου τοῦ κτήματος. καὶ τὸν θεῖον δὲ τῶν ἁγίων μαρτύρων Σεργίου καὶ Βάκχου νεών, τῆς προτέρας εὐπρεπείας διαπεσόντα, οἷα τῶν ἐν αὐτῷ ἱερῶν εἰκόνων ἀποξεσθεισῶν, ἐξ ὅτου Ἰωάννης πατριάρχης ἐγεγόνει, ὁ τὴν ἡγουμενείαν τῶν ἐν αὐτῷ διενεγκὼν μοναχῶν, ἐπὶ Θεοφίλου τοῦ πάλαι βασιλεύσαντος, ὑπομνήσει Ἰγνατίου τοῦ ἡγιασμένου πατριάρχου ἱεραῖς εἰκόσι κατεκόσμησε, περιποιησάμενος καὶ τἆλλα τὰ περὶ τοῦτον σαθρώματα. τοῦτον καλοῦσι μὲν τοῦ Ὁρμίσδου, ἐδομήθη δὲ ἐκ καινῆς κατὰ τὸ σχῆμα τῆς μεγάλης ἐκκλησίας ὑπὸ Ἰουστινιανοῦ τοῦ μεγάλου, καθὼς ἡ ἐν τῇ στεφάνῃ τῆς τοιαύτης ἐκκλησίας ἐπιγραφὴ μαρτυρεῖ, ἔχουσα οὕτως: ἄλλοι μὲν βασιλῆες ἐτιμήσαντο θανόντας ἀνέρας, ὧν ἀνόνητος ἔην πόνος. ἡμέτερος δὲ εὐσεβείην σκηπτοῦχος Ἰουστινιανὸς ἀέξων Σέργιον αἰγλήεντι δόμῳ θεράποντα γεραίρει Χριστοῦ παμμεδέοντος, τὸν οὐ πυρὸς ἀτμὸς ἀνάπτων, οὐ ξίφος, οὐχ ἑτέρη βασάνων ἐτάραξεν ἀνάγκη, ἀλλὰ θεοῦ τέτληκεν ὑπὲρ Χριστοῖο δαμῆναι, αἵματι κερδαίνων δόμον οὐρανόν. ἀλλ' ἐνὶ πᾶσι κοιρανίην βασιλῆος ἀκοιμήτοιο φυλάξοι, καὶ κράτος αὐξήσειε θεοστεφέος Θεοδώρης, ἧς νόος εὐσεβείῃ φαιδρύνεται, ἧς πόνος αἰεὶ ἀκτεάνων θρεπτῆρες ἀφειδέες εἰσὶν ἀγῶνες. καὶ τὸν θεῖον δὲ τῶν ἀποστόλων ναὸν τῆς προτέρας εὐπρεπείας διαπεσόντα ἐρείσμασι καὶ ταῖς τῶν πεπονηκότων βοηθείαις κατοχυρώσας θῆκε νέον ἡβώοντα κατὰ τὴν ποίησιν. καὶ τὸν ἐν τῇ Πηγῇ δὲ τῆς θεοτόκου ναὸν τὸ ἀρχαῖον ἀποβαλόντα κάλλος ἀνενεώσατο. καὶ τὸν ἕτερον τῆς θεοτόκου ναόν, ὃς τὸ Σίγμα κατονομάζεται, τέλεον ὑπὸ σεισμοῦ καταπεσόντα ἐκ βάθρων ἀνῳκοδόμησε καὶ ἑδραῖον καὶ ὡραιότατον ἢ πρότερον ἀπειργάσατο. καὶ τὸν ἐν Αὐρηλιαναῖς Στεφάνου τοῦ πρωτομάρτυρος ἄχρις ἐδάφους καταπεσόντα ἐκ θεμελίων ἀνήγειρε. καὶ τοὺς δύο δὲ τοῦ βαπτιστοῦ σηκοὺς ἔν τε τῇ Στροβιλαίᾳ καὶ Μακεδονιαναῖς, τὸν μὲν ἐκ βάθρων, τοῦ δὲ τὸ πλεῖστον ἀνῳκοδόμησε. καὶ τὸν τοῦ ἀποστόλου δὲ Φιλίππου, καὶ τὸν πρὸς ἑσπέραν αὐτοῦ κείμενον τοῦ εὐαγγελιστοῦ Λουκᾶ, πτῶμα πεσόντας δεινὸν ἐκ βάθρων ἀνέκτισεν. ἐπεποιήσατο δὲ καὶ τὸ μέγα τέμενος Μωκίου τοῦ μάρτυρος καὶ τὸ ἄδυτον τούτου καταβληθὲν ἄχρι γῆς, ὡς καὶ τὴν ἱερὰν κατεάξαι τράπεζαν, ἐπιμελείας ἠξίωσε καὶ τοῦ πτώματος ἤγειρε. καὶ τὸν πλησιάζοντα δὲ τούτῳ Ἀνδρέου τοῦ πρωτοκλήτου ναὸν πεσόντα εἰς τὸ ἀρχαῖον κάλλος ἀνήγαγε. καὶ τὸν τοῦ ἁγίου Ῥωμανοῦ καὶ τὸν τῆς ἁγίας Ἄννης ἐν τῷ Δευτέρῳ καὶ τὸν τοῦ μεγαλομάρτυρος Δημητρίου καὶ τὸν τοῦ μάρτυρος Αἰμιλιανοῦ τὸν ἐν τῇ Ῥάβδῳ ἐκ παλαιῶν νέους εἰργάσατο. ἐπὶ τούτοις καὶ τὸν τοῦ ἁγίου Ναζαρίου καταπεσόντα ἀνέστησε. κἀν τοῖς ἐμβόλοις τοῦ Δομνίνου τὸν τῆς Χριστοῦ ἀναστάσεως καὶ Ἀναστασίας τῆς μάρτυρος περικαλλῆ ναὸν ἐπισκευάσας ἐλάμπρυνε, λιθίνην ἀντὶ ξυλίνης τὴν ὀροφὴν ἐργασά-

[Bas1.41.59] μενος. καὶ Πλάτωνος τοῦ μεγάλου ἐν μάρτυσι πεσόντα ἀνέστησε, καὶ τὸν ἐγγίζοντα τούτῳ τῶν καλλινίκων μαρτύρων ναὸν Ἑσπέρου τε καὶ Ζωῆς ἐπεποιήσατο. καὶ τὸν τοῦ μάρτυρος Ἀκακίου ἐν τῷ Ἑπτασκάλῳ πτῶσιν ἀπειλοῦντα ἐπισκευάσας τοῦ πτώματος ἥρπασε. παραπλησίως καὶ τὸν τοῦ προφήτου Ἠλιοῦ κατὰ τὸ Πετρίον λαμπρῶς ἀνεκτήσατο. ἀνήγειρε δὲ καὶ ἐκ καινῆς ἐν ταῖς βασιλείοις αὐλαῖς εἰς ὄνομα τοῦ δεσπότου Χριστοῦ καὶ τοῦ πρώτου τῶν ἀγγέλων Μιχαὴλ καὶ Ἠλιοῦ τοῦ προφήτου. ἔτι δὲ καὶ τῆς θεομήτορος καὶ Νικολάου τοῦ περιωνύμου ἐν ἱεράρχαις τὸν περικαλλῆ τουτονὶ ναόν, ὃν Νέαν ἐκκλησίαν κατονομάζουσιν, εἰς εὐπρέπειαν καὶ κάλλος καὶ ὡραιότητα μηδενὶ ἑτέρῳ ὑπερβολὴν ἢ σύγκρισιν καταλιμπάνοντα, προσόδους τε ἔταξεν ἱκανὰς εἴς τε φωταγωγίαν καὶ χρείαν τῶν δοξολογούντων. καὶ τί δεῖ διεξιόντα ἐπὶ πλέον μηκύνειν; αὐτὸ τὸ ἔργον τοῖς θεωμένοις παρίστησι τὴν οἰκείαν καλλονὴν καὶ πολυτέλειαν. καὶ ἄλλους δὲ πολλοὺς θείους ναοὺς ἐντὸς τοῦ παλατίου ἐδομήσατο, εἰς ὄνομα Ἠλιοῦ τοῦ προφήτου καὶ τοῦ μάρτυρος Κλήμεντος καὶ τοῦ σωτῆρος Χριστοῦ καὶ τοῦ ἀποστόλου Πέτρου καὶ τοῦ ἀρχιστρατήγου, ὧν τὴν ὡραιότητα παραστήσασθαι ποιητικὴ ἂν ἠτόνησε μεγαληγορία. πολλὰ δὲ κἀν τοῖς βασιλείοις ἀνέστησεν, ὡς ἄν τις εἴποι, βασιλείων βασίλεια. ταῦτα δὲ ἀριθμεῖσθαι οὐκ ἀναγκαῖον. ἔργον δὲ τούτου τοῦ βασιλέως καὶ ὁ λεγόμενος οἶκος τὰ Μάγγανα καὶ ὁ ἕτερος ὁ Νέος καλούμενος. οὓς ἀπὸ τοιαύτης κατεσκεύασε προαιρέσεως. μὴ βουλόμενος γὰρ τὰ δημόσια πράγματα εἰς οἰκείας καταναλίσκειν χρείας τοὺς τοιούτους ἀνῳκοδόμησεν οἴκους, καὶ προσόδους ἐκ γεωργίας ἀπέταξεν αὐτοῖς ἱκανάς, ἀφ' ὧν ἡ βασιλικὴ πανδαισία αὐτοῦ τε καὶ τῶν ἀνὰ πᾶν ἔτος ὑπ' αὐτοῦ κεκλημένων ἄφθονον καὶ δικαίαν τὴν χορηγίαν ἔμελλεν ἔχειν ἀεί. ἐδομήσατο δὲ καὶ τὰ ἐν Πηγαῖς παλάτια καὶ τὰ ἐν τοῖς Ἱερείοις ἐκαλλωπίσατο, ἀνακαθάρας καὶ τὴν ἀπογαιωθεῖσαν κινστέρναν, ἣν Ἡράκλειος ὁ βασιλεὺς προσχώσας παράδεισον φυτῶν καὶ λαχάνων εἰργάσατο. ὅπερ ἐποίησε καὶ ἐν ταῖς οὔσαις ἐντὸς τοῦ παλατίου, τῇ τε πρὸ τῆς Μαγναύρας καὶ τῇ μεταξὺ Ἰουστινιανοῦ τρικλίνου καὶ τοῦ Λαυσιακοῦ. ὁ γὰρ εἰρημένος βασιλεὺς Ἡράκλειος παρὰ Στεφάνου τοῦ φιλοσόφου μαθών, τὴν γένεσιν αὐτοῦ πολυπραγμονήσαντος, ὡς ἐξ ὕδατος αὐτὸν δεῖ τελευτᾶν, τὰς τῶν κινστερνῶν, ὡς εἴρηται, προσχώσεις εἰργάσατο. τὰ ἐν τοῖς Ἱερείοις ἀποκαθάρας βασίλεια εἰς τὸ ἀρχαῖον σχῆμα ἀνήγαγε, καὶ ἀντὶ παραδείσου δοχεῖον ἀπειργάσατο ὕδατος ἀφθόνου καὶ διειδοῦς. ἐδείματο δὲ κἀν τῷ φόρῳ ναὸν περικαλλέστατον ἐπ' ὀνόματι τῆς θεοτόκου, ὡς ἂν ἔχοιεν αὐτὸν οἱ πραγματευόμενοι οἶκον προσευχῆς, ὁπότε ταῖς πραγματείαις ἐμβραδύνωσι. καὶ τὸν τοῦ ἁγίου Φωκᾶ δὲ ναὸν ἐν τῷ Στενῷ ἐπισκευάσας καὶ καλλωπίσας οἰκητήριον μοναχῶν ἀπετέλεσε, τάξας προσόδους ἱκανὰς εἰς διάρκειαν τῶν ἐν αὐτῷ ἀσκουμένων. ἀνεκαίνισε δὲ καὶ τὸν μέγαν τοῦ ἀρχιστρατήγου ναὸν τὸν ἐν τῷ Σωσθενίῳ ἤδη καταπεσόντα, καὶ εἰς τὸ φαινόμενον κάλλος μετήγαγε.

[Bas1.42] Πολλοὺς δὲ καὶ τῶν Ἰουδαίων δωρεῶν ἐπαγγελίαις καὶ δόσεσι καὶ δώρων ἀνταλλαγαῖς τοῦ θείου κατηξίωσε βαπτίσματος. καὶ τὸ τῶν Βουλγάρων δὲ γένος ἀρτιπαγὲς ὂν πρὸς θεοσέβειαν μοναχῶν ἀποστολῇ εὐλαβῶν καὶ ἱερέων ἀρετῇ κεκοσμημένων ἐβεβαίωσε πρὸς τὴν πίστιν. καὶ τοῖς Ῥῶς δὲ συμβάσεις θέμενος ἐν μετοχῇ γενέσθαι τοῦ σωτηρίου βαπτίσματος αἴτιος γέγονε, πεμφθέντος αὐτοῖς καὶ ἀρχιερέως.

[Bas1.43] Ἀλλ' ἄξιον διηγήσασθαι καὶ τὸ γεγονὸς θαῦμα παρὰ τοῦ πεμφθέντος ἀρχιερέως. ἔτι γὰρ τῇ δεισιδαιμονίᾳ κατεχόμενος αὐτός τε ὁ ἄρχων καὶ οἱ μεγιστᾶνες αὐτοῦ καὶ τὸ ἅπαν ἔθνος, καὶ σκοπούμενοι περί τε τῆς πρῴην αὐτῶν θρησκείας καὶ τῆς τῶν Χριστιανῶν πίστεως, εἰσκαλοῦσι τὸν ἄρτι πρὸς αὐτοὺς φοιτήσαντα ἀρχιερέα. ὃν ὁ ἄρχων ἐπηρώτα, τίνα τὰ παρ' αὐτοῦ καταγγελλόμενα καὶ αὐτοῖς διδάσκεσθαι μέλλοντα. τοῦ δὲ τὴν ἱερὰν τοῦ θείου εὐαγγελίου προτείναντος βίβλον, καί τινα θαύματα ἐξηγουμένου τῶν ὑπὸ τοῦ θεοῦ ἐν τῇ ἀνθρωπίνῃ ἐπιδημίᾳ τερατουργηθέντων, ’εἰ μή τι τῶν ὁμοίων τὸ πλῆθος‘, ἔφη, ’τῶν Ῥῶς καὶ ἡμεῖς θεασόμεθα, καὶ μάλιστα, ὁποῖον λέγεις ἐν τῇ καμίνῳ τῶν τριῶν παίδων γενέσθαι, οὐκ ἄν σοι ὅλως πιστεύσωμεν.‘ ὁ δὲ τῷ ἀψευδεῖ πιστεύσας λόγῳ τοῦ εἰπόντος ὅτι· ’ὃ ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, λήψεσθε,‘ καὶ ’ὁ πιστεύων εἰς ἐμὲ τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, καὶ αὐτὸς ποιήσει, καὶ μείζονα τούτων ποιήσει‘, ἔφη πρὸς αὐτούς· ’εἰ καὶ μὴ ἔξεστιν ἐκπειράζειν κύριον τὸν θεόν, ὅμως, εἰ ἐκ ψυχῆς διεγνώκατε προσελθεῖν τῷ θεῷ, αἰτήσασθε, ὅπερ βούλεσθε, καὶ ποιήσει τοῦτο πάντως διὰ τὴν πίστιν ὑμῶν ὁ θεός, κἂν ἡμεῖς ἐσμεν ἐλάχιστοι καὶ ἀνάξιοι‘. οἱ δὲ εὐθέως ᾐτήσαντο τὴν τοῦ θείου εὐαγγελίου πυκτίδα ἐν τῇ παρ' αὐτῶν ἀναφθείσῃ ῥιφῆναι πυρκαϊᾷ, καὶ εἰ ἀβλαβὴς αὕτη τηρηθείη, προσελθεῖν καὶ αὐτοὺς τῷ παρ' αὐτοῦ κηρυσσομένῳ θεῷ. ἔδοξε ταῦτα, καὶ τοῦ ἱερέως πρὸς θεὸν τοὺς ὀφθαλμοὺς καὶ τὰς χεῖρας ἐπάραντος καί· ’δόξασόν σου τὸ ἅγιον ὄνομα, Ἰησοῦ Χριστέ, ὁ θεὸς ἡμῶν‘ εἰπόντος, ἐν ὀφθαλμοῖς τοῦ ἔθνους τουτουῒ ἐρρίφη εἰς τὴν κάμινον ἡ τοῦ ἁγίου εὐαγγελίου βίβλος. ἐφ' ὥρας δὲ ἱκανὰς τῆς καμίνου ἐκκαιομένης, εἶτα καὶ τέλεον μαρανθείσης, εὑρέθη τὸ ἱερὸν πυκτίον διαμεῖναν ἀπαθὲς καὶ ἀλώβητον, μηδεμίαν ὑπὸ τοῦ πυρὸς δεξάμενον λύμην. ὅπερ ἰδόντες οἱ βάρβαροι, καὶ τῷ μεγέθει καταπλαγέντες τοῦ θαύματος, ἀνενδοιάστως πρὸς τὸ βάπτισμα ηὐτομόλουν.

[Bas1.44] Κατὰ τοῦτον τὸν χρόνον Κωνσταντῖνος ὁ πρεσβύτερος τῶν τοῦ βασιλέως υἱῶν τὸν βίον ἐξέλιπε νόσῳ πυρεκτικῇ, πένθος ἀμύθητον καταλιπὼν τῷ πατρί· ἀλλὰ τοῦτο μὲν ὁ βασιλεὺς πράως ἤνεγκε, παρεμυθήσατο δὲ τὴν σύζυγον καὶ τὰ τέκνα.

[Bas1.45] Ἐναγόμενος δὲ παρὰ τῶν προϊσταμένων τοῦ δημοσίου ὁ βασιλεὺς ἐπόπτας εἰς τὰ θέματα ἐκπέμψαι, ὡς ἂν δυναμένων ἐκ τούτου τῶν δημοσίων συντελειῶν ἐπιδοῦναι, προσποιησάμενος ἀποδέχεσθαι τὴν ὑπόμνησιν, ἐκλέξασθαι καὶ εὐτρεπίσαι προσέταξε, καὶ αὐτῷ προσαγαγεῖν τοὺς μέλλοντας τὸ τοιοῦτον ἔργον ἐπιτελέσαι καλῶς. ἐπιλεξάμενος δ' ὁ γενικός, οὓς ἐδόκει διακονῆσαι πρὸς τὸ τοιοῦτον ἔργον ὀρθῶς, καὶ τὰς τῶν ἐκλεγέντων προσηγορίας εἰσαγαγών, πολλῆς ἐνομίσθη μέμψεως ἄξιος, εἰ τοιούτους οἴοιτο λειτουργοὺς ἔσεσθαι ἀξίους πρὸς τοιοῦτον λειτούργημα. τοῦ δὲ μὴ ἔχειν κρείττονας ἀνθυπενεγκόντος ἐν ὅλῳ τῷ πολιτεύματι, ὑπολαβὼν ὁ βασιλεύς· ’τὸ τῆς προκειμένης διακονίας ἔργον τοιοῦτον παρ' ἐμοὶ κρίνεται, ὥστε, εἴπερ οἷόν τε ἦν, αὐτὸν ἐμὲ πρὸς τὴν τούτου διοίκησιν ἐξελθεῖν. ἐπεὶ δὲ τοῦτό ἐστι καὶ ἀπρεπὲς καὶ ἀδύνατον, ἐξ ἀνάγκης ἐπὶ τοῖς δυσὶ τῆς πολιτείας μαγίστροις, οἳ καὶ χρόνῳ καὶ πείρᾳ καὶ ταῖς πολλαῖς ἐν τῷ μακρῷ βίῳ τῶν πολιτικῶν ἀρχῶν διοικήσεσιν, ἐν αἷς ἐξητάσθησαν, ἀκίβδηλον καὶ καθαρὸν τῆς ἀρετῆς ἐξενηνόχασι τὸ δοκίμιον, τὰς ἐλπίδας σαλεύων, καὶ τὴν διακονίαν ὑπὸ τούτων ἀνυσθῆναι δεόντως θαρρῶ. ἀπελθὼν οὖν‘, φησίν, ’αὐτὸς σὺ ἀπάγγειλον αὐτοῖς τὸ τῆς διακονίας εἶδος καὶ τὸ θέλημα τὸ ἐμόν. καὶ βουλομένων ἐξελθεῖν ἐπευδοκῶ καὶ αὐτός.‘ ὡς δ' ἀκούσαντες οἱ ἄνδρες ἦλθον εἰς ἔκπληξιν, καὶ τὸ γῆρας ἀνθ' ἱκετηρίας προὐβάλλοντο καὶ τοὺς προηγησαμένους ὑπὲρ τοῦ πολιτεύματος κόπους, καὶ παρενεχθῆναι ἐξ αὐτῶν τὴν

[Bas1.45.22] τοιαύτην ὑπηρεσίαν ἱκέτευσαν, ὑπέστρεψεν ἄπρακτος ὁ πεμφθεὶς καὶ τῷ βασιλεῖ τὰ παρ' ἐκείνων λαληθέντα ἀπήγγειλεν. ἅπερ ἀκούσας· ’εἰ τὸ ἐμὲ ἐξελθεῖν δοκεῖ εἶναι ἀδύνατον, παραιτοῦνται δὲ τὴν ὑπουργίαν καὶ οἱ λαμπρότατοι μάγιστροι, οὐδένα ἔχων τοῦ πράγματος διοικητὴν ἀξιόχρεων καταλειφθῆναι τοῦτο ἀνεπίσκεπτον βούλομαι. κρεῖττον γάρ‘, φησί, ’παρακερδαίνειν τινὰς ἀπὸ τῶν τοῦ δημοσίου μὴ καλῶς, ἢ κακῶς ὑποπτεύειν ζημίαν ὑποστῆναί τινα ἐπιτρίβουσαν αὐτὸν καὶ συμπνίγουσαν. καὶ διὰ τοῦτο πάντα τὸν τῆς αὐτοκρατορίας αὐτοῦ χρόνον ἔμεινεν ἀνεξίσωτος, ἢ φάναι μᾶλλον, ἐλεύθερος καὶ ἀδιάπρακτος ὁ ὑπὸ τὴν Ῥωμαϊκὴν ἐξουσίαν ἅπας τῶν ὅλων θεμάτων λαός.

[Bas1.46] Τοῦ πρεσβυτέρου δὲ τῶν υἱῶν τοῦ βασιλέως Κωνσταντίνου, ὡς εἴπομεν, τὸν βίον μετημειφότος, καὶ τοῦ φίλτρου καὶ τῶν ἐλπίδων ἐπὶ τὸν δεύτερον υἱὸν Λέοντα μεταπεσόντων, δεινῶς ὁ φθόνος ὁπλίζεται κατ' αὐτοῦ. καὶ ὅπως, τὰ ἑπόμενα δηλώσει τρανότερον. μοναχὸς ἦν τις τῶν πάνυ φιλουμένων καὶ πιστευομένων Βασιλείῳ τῷ βασιλεῖ, ἦν δὲ καὶ ἱερεύς, ὃν Σανδαβαρηνὸν κατωνόμαζον. ὃς εἰ καὶ παρὰ τοῦ βασιλέως ἐστέργετο, ἀλλ' οὐκ εἶχε παρὰ τοῖς ἄλλοις δόξαν χρηστήν, καὶ διὰ τοῦτο πολλάκις καὶ παρὰ Λέοντος τοῦ υἱοῦ τοῦ βασιλέως διεκωμῳδεῖτο, ὡς ἀπατεὼν καὶ γόης καὶ τὸν βασιλέα τῶν καθηκόντων ἐξάγων λογισμῶν καὶ εἰς ἃ μὴ δεῖ παρασύρων. ὑφ' ὧν δακνόμενος ἐκεῖνος τὴν ψυχὴν καὶ ἀνταμύνασθαι σπεύδων τὸν λυποῦντα φιλίαν ὑποκρίνεται πρὸς τὸν Λέοντα, καί ποτέ φησι πρὸς αὐτόν· ‘ἵνα τί, ὦ βασιλεῦ, νεανίας ἤδη ὢν καὶ παρὰ τῷ πατρί σου φιλούμενος, μὴ ἐπιφέρῃ ῥομφαίαν, ἢ μάχαιραν, ὅταν κατ' ἀγροὺς συνιππάζῃ σου τῷ πατρί, ἵνα καὶ αὐτῷ, εἰ κατὰ θηρίου χρείαν σχῇ, ἐπιδίδως; καὶ εἴ τι λαθραῖον πολλάκις κατ' αὐτοῦ ἐπιβούλευμα γένηται, μὴ ἄνοπλος εὑρεθῇς, ἀλλ' ἔχῃς τι, μεθ' ὅτου δυνήσῃ τοὺς πατρικοὺς ἐχθροὺς ἀνταμύνασθαι;’ οὐχ ὑπειδόμενος δὲ τὸν δόλον ὁ Λέων, οὐδὲ συννοήσας τὴν μηχανὴν δέχεται τὴν συμβουλήν, καὶ μάχαιραν ἐντὸς τοῦ ὑποδήματος ἐπιφέρεσθαι πείθεται. γνοὺς δὲ ὁ Σανδαβαρηνὸς εἰς ἔργον χωρήσασαν τὴν αὐτοῦ σκευωρίαν, πρόσεισι τῷ βασιλεῖ καί φησι· ‘γνωστόν σοι ἔστω, ὦ βασιλεῦ, ὡς ἐπιβουλεύει τῇ ζωῇ σου ὁ σὸς υἱός. καὶ εἰ ἀπιστεῖς, ὅταν κατὰ θήραν ἐξίῃς, κέλευσον περιαιρεθῆναι τὰ πέδιλα τῶν ποδῶν αὐτοῦ καὶ εἰ εὑρεθείη ξίφος ἐπιφερόμενος, ἔσται πάντως ἡ ἐμὴ συμβουλὴ συμφέρουσα.’ ἐλέχθη ταῦτα, ἔξοδος κατηγγέλθη βασιλική, συνεξῆλθεν ἅπαν τὸ εἰωθός, ἔξεισι καὶ Λέων ὁ τοῦ βασιλέως υἱός. καὶ κατά τινα τόπον γενόμενος ὁ βασιλεὺς προσποιεῖται χρείαν ἔχειν μαχαίρας, καὶ ἐπεζήτει ταύτην μετ' ἐπιτάσεως. μηδὲν οὖν τῶν ὑπονοουμένων τῷ πατρὶ προειδόμενος ὁ υἱός, ἀπονήρως ἐφελκυσάμενος, ἣν ἐπεφέρετο μάχαιραν ἐπιδίδωσι τῷ πατρί. τούτου γενομένου αἱ μὲν τοῦ Σανδαβαρηνοῦ προσαγγελίαι εὐθὺς ἐπιστεύοντο, αἱ δὲ παρὰ τοῦ Λέοντος ἀπολογίαι μάταιοι καὶ κεναί. ὑποστρέψας οὖν ὁ βασιλεὺς εἰς τὰ βασίλεια πρὸς ὀργὴν κατὰ τοῦ υἱοῦ διανίσταται, καὶ ἔν τινι τῶν βασιλείων οἴκων, ὃς Μαργαρίτης κατονομάζεται, ἔμφρουρον τοῦτον πεποίηκεν, ἀφαιρεῖται δὲ καὶ τὰ τῆς βασιλείας παράσημα. διηρεθίζετο δὲ παρὰ τοῦ Σανδαβαρηνοῦ καὶ τοὺς λύχνους ἀποσβέσαι τῶν ὀφθαλμῶν αὐτοῦ. ἀλλὰ τοῦτο μὲν ἐκωλύθη ποιῆσαι ὑπὸ τοῦ πατριάρχου καὶ τῆς συγκλήτου βουλῆς, τῆς εἱρκτῆς δὲ ὅμως εἶχεν ἐντός. χρόνου δὲ παραδραμόντος συχνοῦ καὶ πολλάκις τῆς συγκλήτου βουληθείσης διαπρεσβεύσασθαι περὶ τούτου, καὶ κατ' ἄλλην καὶ ἄλλην αἰτίαν ἄλλως καὶ ἄλλως κωλυομένης πρόφασις δίδοται εὔλογος, ἐξ ἧς ὡδηγήθησαν εἰς τὸ κατανύσαι τὰ σπουδαζόμενα. ζῷον ἦν τι πτηνὸν ἐν κλωβῷ κατὰ τὰ βασίλεια αἰωρούμενον πρὸς θέαν καὶ τέρψιν τῶν θεωμένων καὶ ἀκουόντων (ψιττακὸς ὄνομα τῷ ζῴῳ), μιμηλὸν καὶ πολύφωνον. ὅπερ, εἴτε πρός τινων διδαχθέν, εἴτ' ἄλλως πως ἐξ αὐτομάτου πολλάκις ‘αἲ αἲ κῦρι Λέον’ ἐφθέγγετο. εὐωχίας δέ ποτε τελουμένης τῷ βασιλεῖ καὶ τῶν πρώτων τῆς βουλῆς συνεστιωμένων αὐτῷ, καὶ τοῦ ὄρνιθος πολλάκις φθεγγομένου τὸ προρρηθέν, ἐπιστυγνάσαντες οἱ δαιτυμόνες τῆς εὐωχίας ἐπαύσαντο καὶ ἐπὶ συννοίας ἐκάθηντο. οἷσπερ προσσχὼν ὁ βασιλεὺς τὴν αἰτίαν τῆς ἀποχῆς τῶν βρωμάτων ἐπήρετο. οἱ δὲ δακρύων ὑποπλησθέντες τοὺς ὀφθαλμούς· ‘τίνα, ὦ δέσποτα’, εἶπον, ‘βρῶσιν φαγούμεθα, οὕτως ὑπὸ τῆς φωνῆς τοῦ ἀλόγου τούτου ὀνειδιζόμενοι, δοκοῦντες ἡμεῖς λογικοί τε καὶ φιλοδέσποτοι, ὅτι αὐτὸ μὲν τὸ ἄλογον ζῷον τὸν οἰκεῖον ἀνακαλεῖται δεσπότην, ἡμεῖς δὲ τρυφῶντες λήθην τοῦ μηδὲν ἀδικήσαντος ἐλάβομεν δεσπότου. εἰ μὲν γὰρ ἀδικῶν ἐλέγχεται καὶ κατὰ τοῦ πατρὸς εὐτρεπίσας τὴν δεξιάν, αὐτόχειρες ἡμεῖς τούτου γενησόμεθα πάντες, τοῦ αἵματος αὐτοῦ μὴ λαμβάνοντες κόρον. εἰ δ' ἐφ' οἷς ἐνεκλήθη διαφεύγει τὸν ἔλεγχον, μέχρι τίνος ἡ συκοφάντις γλῶσσα κατ' αὐτοῦ δυναμοῦται;’ μαλαχθεὶς οὖν τοῖς τοιούτοις λόγοις ὁ βασιλεὺς τότε μὲν καθεσθῆναι τούτους προσέταξε, σκοπῆσαι δ' αὐτὸς περὶ τοῦ πράγματος ἐπηγγείλατο. μετ' οὐ πολὺ δὲ πρὸς τὴν φύσιν ἐπανελθὼν ἐξάγει τε τῆς φρουρᾶς καὶ εἰς ὄψιν ἄγει τὸν υἱὸν καὶ τὴν πένθιμον ἀμείβει στολὴν καὶ τὸ περιττὸν τῆς ἐν τῇ λύπῃ τραφείσης κόμης περιαιρεῖ καὶ τὴν προτέραν τῆς βασιλείας τιμὴν ἀποδίδωσιν.

[Bas1.47] Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ διαρροίας νόσῳ ἁλίσκεται, καὶ κατὰ μικρὸν τῇ τοιαύτῃ τηκεδόνι κατεμαραίνετο. διαθεὶς δ', ὡς ἐδόκει, τὰ τῆς βασιλείας, καὶ τὸν κληρονόμον καὶ διάδοχον γνώριμον ποιησάμενος τὸν βίον ἀπέλιπε, συμβασιλεύσας μὲν τῷ πρὸ αὐτοῦ Μιχαὴλ χρόνον ἕνα, ἑτέροις δὲ ἐννεακαίδεκα χρόνοις περὶ τὴν αὐτοκράτορα τῆς βασιλείας ἐνδιαπρέψας ἀρχήν. διαδέχεται δὲ τὴν ὅλην τῆς ἐξουσίας ἀρχὴν Λέων ὁ καθ' ἡλικίαν πρῶτος τῶν περιόντων υἱῶν.

[Leo6.t]

ΛΕΩΝ Ο ΦΙΛΟΣΟΦΟΣ

[Leo6.1] Λέων δὲ τῶν ὅλων γενόμενος κύριος, τῶν ἄλλων τῶν συμβαλλομένων τῷ πολιτεύματι ὀλίγα ἢ τὸ παράπαν μὴ φροντίσας, τῷ θυμῷ δὲ σφαδᾴζων, καὶ τὴν παρὰ τοῦ Σανδαβαρηνοῦ κατ' αὐτοῦ συστᾶσαν σκευωρίαν ἔναυλον ἔχων, εὐθὺς διαναστῆναι ἔκρινε πρὸς ἐκδίκησιν, προκαταστησάμενος εὐλογοφανεῖς αἰτίας, ὡς ἂν δόξειε τὰ πραττόμενα μετ' εὐλόγου πράττεσθαι ἀφορμῆς, καὶ τὰ ἐμπόδια ἐκ μέσου περιελών. εἰδὼς γάρ, ὡς οὐκ ἄν τι δυνηθείη φλαῦρον ἐνδείξασθαι κατὰ τοῦ Σανδαβαρηνοῦ, Φωτίου τὸν πατριαρχικὸν ἰθύνοντος θρόνον· προστήσεσθαι γὰρ αὐτοῦ γενναιότερον καὶ ἀντιλήψεσθαι ὑπετόπασε, καὶ μὴ συγχωρῆσαι τυραννικόν τι παθεῖν. καὶ γὰρ δὴ καὶ ἐφέρετο λόγος, ὡς αὐτὸς ὁ Φώτιος οἰκείῳ συγγενεῖ μνηστευόμενος τὴν βασιλείαν καὶ τῷ Σανδαβαρηνῷ κοινολογησάμενος, καὶ δόξαν ἀμφοῖν μὴ ἄλλως ἐπιτυχεῖν τοῦ ἐφετοῦ, εἰ μὴ ὁ Λέων ἐκποδὼν γένοιτο, τὴν προειρημένην ἔρραψαν κατ' αὐτοῦ συκοφαντίαν. τοῦτον οὖν ἔγνω πρῶτον μετακινῆσαι τοῦ θρόνου, καὶ ταχέως ἐκπέμψας τὸν μάγιστρον Ἀνδρέαν τὸν στρατηλάτην, ἅμα τῷ μαγίστρῳ Ἰωάννῃ καὶ γεγονότι λογοθέτῃ τοῦ δρόμου τῷ Ἁγιοπολίτῃ, κατὰ τὴν μεγάλην ἐκκλησίαν ἀνελθεῖν ἐν τῷ ἄμβωνι τῆς ἐκκλησίας προσέταξε, καὶ τὰς τοῦ πατριάρχου Φωτίου αἰτίας πάντων εἰς ἐπήκοον ἀναγνόντας τοῦ θρόνου τοῦτον καταγαγεῖν, κἀν τῇ τῶν Ἁρμονιανῶν περιορίσαι μονῇ. κατὰ πόδας δὲ Στέφανον σύγκελλον, τὸν ἑαυτοῦ ἀδελφόν, ὁ βασιλεὺς πατριάρχην προβάλλεται, ὅτι μὴ τοῖς ζῶσιν ἠριθμεῖτο ὁ Ἡρακλείας, ὑπὸ Θεοφάνους χειροτονηθέντα τοῦ

[Leo6.1.23] πρωτοθρόνου. πέμψας δὲ διὰ ταχέων εἰς τὴν Εὐχάϊτα, τὸν Σανδαβαρηνὸν Θεόδωρον τὴν εἰρημένην ἐκκλησίαν πηδαλιουχοῦντα εἰσαγαγεῖν ὡς αὐτὸν προσέταξεν.

[Leo6.2] Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, τὸν στρατηλάτην Ἀνδρέαν καὶ ἄλλους συγκλητικοὺς πολλοὺς εἰς τὸ ἐν Χρυσοπόλει τοῦ Φιλιππικοῦ μοναστήριον ἐκπέμψας μετὰ κλήρου καὶ κηρῶν καὶ λαμπάδων καὶ ἀρωμάτων ἐξαγαγεῖν τοῦ τάφου τὸν ἀναιρεθέντα βασιλέα Μιχαὴλ διωρίσατο, ἐν κυπαρισσίνῳ τε λάρνακι καταθεῖναι, καὶ ἐντίμως καὶ βασιλικῶς περιστείλαντας ἐν τῇ πόλει εἰσαγαγεῖν κἀκεῖθεν μετὰ ᾠδῶν καὶ ὕμνων ἄχρι τοῦ ναοῦ τῶν ἁγίων ἀποστόλων προπέμψαι, ἑπομένων ἐκεῖσε καὶ τῶν τοῦ βασιλέως ἀδελφῶν Ἀλεξάνδρου καὶ Στεφάνου τοῦ πατριάρχου, καὶ ἐν λάρνακι καταθεῖναι μαρμαρίνῃ. ὃ καὶ ἐγένετο.

[Leo6.3] Προεβάλλετο δὲ καὶ Στυλιανὸν τὸν Ζαουτζᾶν μάγιστρον καὶ λογοθέτην τοῦ δρόμου. ἤδη γὰρ ἤρξατο πλησιάζειν τῇ αὐτοῦ θυγατρί, ζώσης ἔτι τῆς κατὰ νόμους συνεζευγμένης αὐτῷ γυναικὸς τῆς αὐγούστης Θεοφανοῦς, ἀκουούσης καὶ βλεπούσης τὰ γινόμενα, καὶ μηδαμῶς τῷ τῆς ζηλοτυπίας πάθει ἀναφλεχθείσης ποτέ.

[Leo6.4] Κατὰ πόδας δὲ παρελήφθη παρὰ τῶν Ἀγαρηνῶν καὶ ἡ κατὰ τὸ Χαρσιανὸν διακειμένη πόλις ἡ Ὑψηλή, καὶ ᾐχμαλωτίσθη ἅπας ὁ ἐν αὐτῇ λαός.

[Leo6.5] Ἐγένετο δὲ καὶ ἐμπρησμὸς κατὰ τὸ μεσημβρινὸν μέρος τῆς πόλεως, ἐν τῇ λεγομένῃ Σιδηρᾷ. ἔργον δὲ τούτου γέγονε καὶ ὁ ναὸς τοῦ ἁγίου ἀποστόλου Θωμᾶ, ὃν τεφρωθέντα καὶ αἰθάλην γενόμενον ὁ βασιλεὺς αὖθις πολυτελῶς ἀνεκαίνισεν.

[Leo6.6] Εἰσήχθη δὲ καὶ ὁ Σανδαβαρηνὸς εἰς τὴν πόλιν, καὶ ὑπέθεντο τῷ βασιλεῖ Ἀνδρέας ὁ στρατηλάτης καὶ Στέφανος μάγιστρος, οἱ πολλὰ παρὰ τοῦ Σανδαβαρηνοῦ πρὸς Βασίλειον τὸν βασιλέα διαβληθέντες, ἐξετάσαι τὰ τῆς γενομένης κατ' αὐτοῦ τοῦ βασιλέως γραφῆς. διεβεβαιοῦντο δὲ καὶ δυνατὸν εἶναι ἐξελεγχθῆναι, ὡς βουλόμενοι Φώτιός τε ὁ πατριάρχης καὶ αὐτὸς ὁ Σανδαβαρηνός τινα τῶν τοῦ Φωτίου συγγενῶν εἰς τὴν βασιλείαν ἀναγαγεῖν τὸ μελετηθὲν ὑπεκρίναντο δρᾶμα. πεμφθέντες οὖν τινες πρὸς βασιλέως ἀγαγεῖν τόν τε Φώτιον καὶ τὸν Σανδαβαρηνὸν ἐν τοῖς παλατίοις τῶν Πηγῶν ἐκελεύσθησαν, ἰδίᾳ μέντοι ὥριστο φρουρεῖσθαι ἑκάτερον. ἐξετασταὶ δὲ καὶ διαγνώμονες τῶν κατ' αὐτῶν κινουμένων αὐτός τε ὁ στρατηλάτης ἐπέμφθη Ἀνδρέας καὶ ὁ μάγιστρος Στέφανος καὶ ὁ μάγιστρος ὁ Ἁγιοπολίτης καὶ Κρατερὸς καὶ Γοῦβερ οἱ πατρίκιοι. ἀγαγόντες οὖν τὸν πατριάρχην Φώτιον καὶ ἐντίμως ἐπὶ θρόνου καθίσαντες, καὶ αὐτοὶ καθεσθέντες, τὴν ἐξέτασιν ἐποιοῦντο. καί φησιν ὁ στρατηλάτης πρὸς τὸν πατριάρχην· ‘γνωρίζεις, ὦ δέσποτα, τὸν μοναχὸν Θεόδωρον;’ ὁ δὲ· ‘μοναχοὺς οἶδα Θεοδώρους πολλούς. ποῖον δὲ Θεόδωρον λέγεις, οὐκ οἶδα.’ τοῦ δὲ Ἀνδρέου προσθεμένου τὴν τοῦ Σανδαβαρηνοῦ προσηγορίαν, ὁ πατριάρχης· ‘γινώσκω’, ἔφη, ‘τὸν ἄνδρα, ἐπίσκοπον τῶν Εὐχαΐτων ὑπάρχοντα.’ ἐνεχθέντος δὲ καὶ τοῦ Σανδαβαρηνοῦ φησι πρὸς αὐτὸν ὁ Ἀνδρέας· ‘ὁ βασιλεύς σοι δηλοῖ, ποῦ εἰσὶ τὰ χρήματα καὶ τὰ πράγματα τῆς βασιλείας μου;’ ὁ δὲ ὑπολαβών· ‘παρ' ἐκείνοις, οἷς δέδωκε ταῦτα ὁ κατὰ τὴν ἡμέραν βασιλεύς. ἐπεὶ δὲ νῦν ἐπιζητεῖ ταῦτα ὁ ἄρτι κρατῶν, ἐξουσίαν ἔχει καὶ ζητεῖν ταῦτα καὶ λαμβάνειν.’ καὶ ὁ Ἀνδρέας· ‘εἰπὲ τέως, σὺ τίνα ἐβουλεύου βασιλέα ποιῆσαι, τῷ πατρὶ τοῦ βασιλέως ὑποτιθεὶς τοῦ οἰκείου παιδὸς ἐξορύξαι τοὺς ὀφθαλμούς; σὸν συγγενῆ, ἢ τοῦ πατριάρχου;’ ὁ δὲ ἐξώμνυτο μηδέν, ὧν κατηγορεῖται, εἰδέναι. καί φησιν ὁ μάγιστρος Στέφανος· ‘εἶτα, ὦ πολύτροπε καὶ μηχανορράφε, πῶς ἐμήνυσας τῷ βασιλεῖ ἐξελέγξειν περὶ τούτου τὸν πατριάρχην;’ καὶ ὅς, ὡς ἤκουσε τούτου τοῦ λόγου, εὐθέως ἐπιλαμβάνεται τῶν τοῦ πατριάρχου ποδῶν, ‘ὁρκίζω σε, δέσποτα, κατὰ τοῦ θεοῦ’, λέγων, ‘πρότερόν με καθαιρῆσαι, καὶ τότε γυμνὸν ἱερωσύνης παραλαβέτωσαν καὶ κολαζέτωσαν ὡς κακοῦργον. οὐδὲν γὰρ τοιοῦτον σύνοιδα ἐμαυτῷ, οὔτε τῷ βασιλεῖ ἐμήνυσα.’ ὁ δὲ πατριάρχης ἀναλαμβάνων αὐτὸν καὶ τῶν ποδῶν ἀνιστῶν φησί· ‘μὰ τὴν ἐμὴν σωτηρίαν, κῦρι Θεόδωρε, ἀρχιεπίσκοπος εἶ καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι.’ θυμωθεὶς δὲ Ἀνδρέας ὁ στρατηλάτης· ‘καὶ οὐκ ἐμήνυσας δι' ἐμοῦ τῷ βασιλεῖ, ἀπατεὼν καὶ γόης, τὸν πατριάρχην περὶ τούτου ἐλέγξαι;’ ὁ δὲ καὶ πάλιν ἀπηρνεῖτο μηδὲν εἰδέναι. ὑποστρεψάντων δὲ τῶν ἀρχόντων καὶ τὰ λαληθέντα γνώριμα θεμένων τῷ βασιλεῖ, αὐτὸς τῷ θυμῷ φλεγμαίνων, καὶ πλέον διὰ τὸ μὴ κατὰ τοῦ πατριάρχου εὔλογον αἰτίαν εὑρεῖν, ἀποστείλας ἐμάστιξε τὸν Σανδαβαρηνὸν ἀπηνῶς καὶ ἐν Ἀθήναις ἐξώρισε, καὶ κατόπιν ἀποστείλας ἐτύφλωσε καὶ κατὰ τὴν ἕω μετέθηκε. μετὰ δὲ χρόνων πολλῶν παρολκὴν ἀνεκαλέσατο τοῦτον, καὶ σιτήσεις τούτῳ ἀφώρισεν ἀπὸ τῆς νέας ἐκκλησίας. ἐτελεύτησε δὲ μετὰ θάνατον Λέοντος, ἐπὶ Ζωῆς τῆς αὐτοῦ γυναικὸς καὶ Κωνσταντίνου τοῦ υἱοῦ αὐτοῦ βασιλευόντων.

[Leo6.7] Τῷ δευτέρῳ ἔτει τῆς βασιλείας Λέοντος Ἀγίων ὁ Λογγιβαρδίας δούξ, γαμβρὸς δὲ τοῦ ῥηγὸς Φραγγίας, τὸν θάνατον πυθόμενος Βασιλείου τοῦ βασιλέως ἀπέστη τῆς πρὸς Ῥωμαίους φιλίας καὶ πᾶσαν τὴν χώραν ὑφ' ἑαυτὸν ἐποιήσατο. τοῦτο γνοὺς ὁ βασιλεὺς τὸν πατρίκιον Κωνσταντῖνον, τὸν ἐπὶ τῆς αὐτοῦ τραπέζης, μετὰ τῶν δυτικῶν ἐκπέμπει κατ' αὐτοῦ θεμάτων. συμβολῆς δὲ γενομένης οἱ περὶ τὸν Κωνσταντῖνον ἡττήθησαν καὶ κατεκόπησαν, μόγις ἐκείνου περισωθέντος.

[Leo6.8] Κατὰ τοῦτον τὸν καιρὸν ἐγένετο καὶ ἡλίου ἔκλειψις περὶ ὥραν τῆς ἡμέρας ἕκτην, ὥστε καὶ ἀστέρας φανῆναι, ἀνέμων τε βιαία πνοὴ καὶ ἀστραπαὶ καὶ βρονταὶ φρικώδεις καὶ σκηπτοὶ καυσώδεις, ὑφ' ὧν καὶ ἄνδρες ἑπτὰ ἐν τοῖς ἀναβαθμοῖς τοῦ ἁγίου Κωνσταντίνου ἐν τῷ φόρῳ ἐκεραυνώθησαν.

[Leo6.9] Ἐπολιορκήθη δὲ καὶ ὑπὸ Σαρακηνῶν ἡ Σάμος, συμπαραληφθέντος καὶ τοῦ στρατηγοῦντος ἐν αὐτῇ Κωνσταντίνου πατρικίου τοῦ Πασπαλᾶ.

[Leo6.10] Ὁ δὲ βασιλεὺς τῷ πρὸς Ζωὴν τὴν θυγατέρα τοῦ Ζαουτζᾶ φίλτρῳ νικώμενος τιμᾷ τὸν ταύτης πατέρα βασιλεοπάτορα, αὐτὸς τὸ ἀξίωμα καινουργήσας μὴ πρότερον ὄν. ἡ γὰρ Ζωὴ μέγιστον ἐπὶ κάλλει καὶ εὐπρεπείᾳ τῷ τότε διαλάμπουσα συνέζευκτο μὲν ἀνδρὶ Θεοδώρῳ πατρικίῳ τῷ Γουνιαζίτζῃ, ἐκείνου δὲ δολοφονηθέντος φαρμάκῳ ἐπαλλακεύετο τῷ βασιλεῖ καὶ ζώσης τῆς αὐτοῦ γυναικός.

[Leo6.11] Τῷ δ' ἐπιόντι ἔτει Στέφανος ὁ τοῦ βασιλέως ἀδελφὸς καὶ πατριάρχης ἀπέλιπε τὴν ζωήν, καὶ προεχειρίσθη Ἀντώνιος ἀντ' αὐτοῦ πατριάρχης, ὁ τὴν ἐπωνυμίαν Καυλέας.

[Leo6.12] Καὶ τὰ μὲν κατὰ πόλιν ἐφέρετο οὕτως, Συμεὼν δ' ὁ τῶν Βουλγάρων ἄρχων τὰς πρὸς Ῥωμαίους σπονδὰς διαλύσασθαι σπεύδων πρόφασιν εὗρε τοιαύτην. δοῦλος ἦν εὐνοῦχος τῷ βασιλεοπάτορι Μουσικὸς καλούμενος. οὗτος συμφιλιωθεὶς ἀνδράσιν ἐμπορικοῖς καὶ φιλοκερδέσι, βουλόμενος κερδαίνειν αὐτούς, τῇ πρὸς τὸν Ζαουτζᾶν χρησάμενος παρρησίᾳ τὰς ἐκ Βουλγαρίας εἰσαγομένας πραγματείας εἰς τὴν πόλιν εὐθέως μετέστησεν ἐν Θεσσαλονίκῃ, καὶ τοὺς εἰρημένους ἐμπόρους τελώνας ἐκεῖσε κατέστησεν, οἵτινες κακῶς διετίθεσαν τοὺς τὰς πραγματείας μετιόντας Βουλγάρους, βαρέα εἰσπραττόμενοι τελωνήματα. τῶν δὲ Βουλγάρων ἀναγγειλάντων ταῦτα τῷ Συμεών, καὶ τούτου δῆλα τῷ βασιλεῖ καταστήσαντος, ἐπεὶ τῇ πρὸς τὸν Ζαουτζᾶν προσπαθείᾳ νικώμενος πάντα ὡς λῆρον ἡγήσατο καὶ οὐδεμιᾶς ἠξίωσεν ἐπιστροφῆς, μανεὶς ὁ Συμεών, καὶ ἄλλως, ὡς εἴρηται, πρόφασιν εὐπρόσωπον ζητῶν, αἴρει κατὰ Ῥωμαίων τὰ ὅπλα. ὅπερ ἀκούσας ὁ βασιλεὺς καὶ αὐτὸς ἀνθοπλίζεται, καὶ

[Leo6.12.15] Προκόπιον τὸν Κρηνίτην τὴν τοῦ στρατηλάτου μετιόντα λειτουργίαν λαῷ πολλῷ καὶ ἄρχουσι καθοπλίσας, δούς τε αὐτῷ καὶ Κουρτίκιον τὸν Ἀρμένιον, ἐκπέμπει κατὰ τοῦ Συμεών. συρραγέντων δ' ἐν Μακεδονίᾳ τῶν στρατευμάτων ἡττῶνται Ῥωμαῖοι, καὶ κατασφάττεται αὐτός τε ὁ Κρηνίτης καὶ ὁ Κουρτίκιος Ἀρμένιος καὶ ἄλλοι πολλοὶ τῶν κατασχεθέντων ἀπὸ τῆς ἑταιρείας τοῦ βασιλέως, τοῦ Συμεὼν ἀποτεμόντος τὰς ῥῖνας καὶ εἰς τὴν πόλιν ἐκπεπομφότος πρὸς αἰσχύνην Ῥωμαίων. τῷ τοιούτῳ δὲ πάθει καὶ τῷ προπηλακισμῷ τοῦ Συμεὼν περιαλγὴς ὁ βασιλεὺς γενόμενος Νικήταν πατρίκιον τὸν τὴν ἐπωνυμίαν Σκληρὸν διὰ τοῦ Ἴστρου πρὸς τοὺς Τούρκους τοὺς καὶ Οὔγγρους καλουμένους ἀπέστειλεν, ἐφ' ᾧ περαιώσασθαι τὸν ποταμὸν καὶ τὴν Βουλγαρίαν τὸν ἐνόντα τρόπον λυμήνασθαι. ὁ δὲ τοῖς Τούρκοις συμμίξας καὶ πείσας κατὰ Βουλγάρων ὅπλα κινεῖν ὁμήρους τε λαβὼν εἰς βασιλέα ὑπέστρεψεν. ἀλλὰ δὴ καὶ αὐτὸς ὁ βασιλεὺς διά τε γῆς καὶ θαλάττης ἐγνώκει Βουλγάροις πολεμεῖν. διὰ μὲν οὖν θαλάσσης Εὐστάθιον ἐκπέμπει τὸν πατρίκιον καὶ δρουγγάριον, διὰ δὲ γῆς τὸν πατρίκιον Νικηφόρον τὸν Φωκᾶν, προβαλλόμενος αὐτὸν μετὰ τὸν Ἀνδρέου θάνατον δομέστικον τῶν σχολῶν. ὧν μέχρι Βουλγαρίας ἀφικομένων ὁ βασιλεὺς ἔτι τὴν εἰρήνην στέργων τὸν κοιαίστωρα Κωνσταντινάκιον ἐκπέμπει πρὸς Συμεών. ὃν οὗτος κατασχὼν τίθησιν ἐν φρουρᾷ, δολίως πρὸς αὐτὸν ἀφικέσθαι νομίσας. ἀσχολουμένου δὲ ἐπὶ τὸ στράτευμα τὸ περὶ τὸν Φωκᾶν τοῦ Συμεὼν οἱ Τοῦρκοι περαιωθέντες τὸν ποταμὸν πᾶσαν τὴν Βουλγαρίαν ἐληΐσαντο. ὅπερ ὡς ἠγγέλθη τῷ Συμεών, τὸν Φωκᾶν ἀφεὶς κατὰ τῶν Τούρκων ἐτράπετο. γλιχόμενοι δὲ καὶ αὐτοὶ συμπλακῆναι τοῖς Βουλγάροις περαιωθέντες τὸν Ἴστρον τούτοις προσβάλλουσι καὶ νικῶσι κατὰ κράτος, μόλις τοῦ Συμεὼν ἐν Δοροστόλῳ περισωθέντος, ὃ καὶ Δρίστρα καλεῖται. νικήσαντες οὖν οἱ Τοῦρκοι ᾐτήσαντο τὸν βασιλέα τοὺς κατασχεθέντας ὑπ' αὐτῶν αἰχμαλώτους ὠνήσασθαι. πρὸς ὃ καὶ κατανεύσας τοὺς πολίτας ἐξαπέστειλεν εἰς τὴν τούτων ἐξώνησιν. θραυσθεὶς οὖν ὁ Συμεὼν διὰ τοῦ δρουγγαρίου Εὐσταθίου τὸν βασιλέα ἱκέτευε περὶ τῆς εἰρήνης. πρὸς ἣν ὑπεῖξεν ὁ βασιλεὺς καὶ τὸν Χοιροσφάκτην Λέοντα ἐπὶ τῷ ποιήσασθαι ἐξαπέστειλε τὰς σπονδάς, καὶ ὁ δομέστικος τῶν σχολῶν ὁ Φωκᾶς καὶ ὁ δρουγγάριος ὑποστρέψαι μετὰ τοῦ λαοῦ ἐκελεύσθησαν. ὁ δὲ Συμεὼν ἀπελθόντα πρὸς αὐτὸν τὸν Χοιροσφάκτην Λέοντα ἐν εἱρκτῇ κατέσχε, μηδὲ λόγου αὐτὸν ἀξιώσας. ἐκστρατεύσας δὲ βαρεῖ στρατῷ κατὰ τῶν Τούρκων, μὴ δυνηθέντος τοῦ βασιλέως διὰ τὸ αἰφνίδιόν τε καὶ ἀπροσδόκητον βοήθειαν αὐτοῖς παρασχεῖν, αὐτούς τε ἐτρέψατο καὶ τὴν χώραν πᾶσαν κατέδραμε. γαυριῶν δ' ἐπὶ τῇ νίκῃ καὶ φρυαττόμενος ἔγραψε πρὸς τὸν βασιλέα, μὴ πρότερον ποιῆσαι εἰρήνην, πρὶν ἂν ἀπολήψεσθαι τοὺς αἰχμαλώτους Βουλγάρους. ἐπένευσε πρὸς τοῦτο ὁ βασιλεύς. ἦλθεν οὖν μετὰ τοῦ Χοιροσφάκτου Θεόδωρός τις οἰκεῖος ὢν τῷ Συμεών, καὶ παρειλήφει πάντας.

[Leo6.13] Ἐξόχως δὲ τὸν δομέστικον Νικηφόρον τὸν Φωκᾶν ὑπὸ τοῦ βασιλέως ἀγαπώμενον ὁ βασιλεοπάτωρ Ζαουτζᾶς γαμβρὸν ἐσπούδαζε ποιῆσαι. ἀπαναινομένου δὲ πρὸς τοῦτο καὶ ὀργὴν ὑποπτεύοντος ἐκ βασιλέως θυμωθεὶς ὁ Ζαουτζᾶς καὶ αἰτίας κατ' αὐτοῦ ῥάψας παρέλυσε τοῦτον τῆς ἀρχῆς. προβαλλόμενος ἀντ' αὐτοῦ Κατακαλὼν μάγιστρον τὸν Ἀβίδηλαν. ἐπ' ὀλίγον δὲ σχολάσας ὁ Νικηφόρος στρατηγὸς τῶν Θρᾳκησίων προβάλλεται. ἀριστείας δὲ πολλὰς ἐν πάσαις ταῖς αὐτοῦ ἀρχαῖς διαπραξάμενος καὶ πολλὰ κατὰ τῶν Ἀγαρηνῶν καὶ ἄλλων ἐθνῶν στήσας τρόπαια τελευτᾷ τὸν βίον ἐν γήρει βαθεῖ, δύο παῖδας καταλιπὼν Βάρδαν καὶ Λέοντα.

[Leo6.14] Ὁ δὲ βασιλεύς, μὴ θελήσαντος τοῦ Συμεὼν τὰς σπονδὰς ἐκπληρῶσαι, ἔγνω δεῖν αὐτὸν καταπολεμῆσαι καὶ τελείῳ ἀφανισμῷ παραδοῦναι. διορισάμενος τοίνυν πάντα περαιωθῆναι τὰ τῆς ἀνατολῆς θέματά τε καὶ τάγματα, παρασκευάσας δὲ καὶ τὰ δυτικὰ καὶ ἄλλον οὐκ ὀλίγον λαόν, ἐκπέμπει κατὰ τοῦ Συμεών, ἔξαρχον αὐτοῖς ἐπιστήσας καὶ ἡγεμόνα τὸν δομέστικον τῶν σχολῶν Κατακαλών, συνεπόμενον ἔχοντα καὶ τὸν πατρίκιον Θεοδόσιον καὶ πρωτοβεστιάριον. ἐρχομένῳ τοίνυν τῷ Συμεὼν συναντῶσι κατὰ τὸ Βουλγαρόφυγον, καὶ πολέμου κροτηθέντος τρέπονται Ῥωμαῖοι, καὶ πολὺς ἐγένετο φθόρος, ἀπώλετο δὲ καὶ αὐτὸς ὁ πρωτοβεστιάριος, αἰσχρῶς τοῦ δομεστίκου μετ' ὀλίγων τινῶν ἐν τῷ Βουλγαροφύγῳ περισωθέντος.

[Leo6.15] Ἀπελθόντος δὲ τοῦ βασιλέως ἐν τοῖς λεγομένοις ἀγροῖς τοῦ Δαμιανοῦ μετὰ Ζωῆς τῆς τοῦ Ζαουτζᾶ, καὶ δόξαν αὐτῷ μεῖναι ἐκεῖ, ἐπιβουλὴν συνεστήσαντο κατ' αὐτοῦ ὁ τοῦ Ζαουτζᾶ υἱὸς Λέων, Χριστοφόρος ὁ Τζάντζης καί τινες ἄλλοι. τῆς δὲ Ζωῆς τὸν θροῦν ἐνωτισθείσης ὁ βασιλεὺς διϋπνίσθη, ἐν πλοίῳ τε εἰσελθὼν εὐθὺς ἀπὸ Πηγῶν διεπέρασε κατὰ τὰ βασίλεια. καὶ Ἰωάννην μὲν τὸν τῆς βίγλας δρουγγάριον διεδέξατο ὡς ῥᾴθυμον τάχα περὶ τὴν ἑαυτοῦ φυλακήν, τὸν δὲ Ζαουτζᾶν ἀπεστρέφετο μέχρι τινός, ἕως οὗ Λέων ὁ μάγιστρος, ᾧ Θεοδοτάκης ἐπώνυμον, φίλος ὢν ἀμφοῖν, τούτους κατήλλαξε.

[Leo6.16] Τῆς δὲ αὐγούστης Θεοφανοῦς τελευτησάσης στέφει Λέων ὁ βασιλεὺς Ζωὴν τὴν θυγατέρα τοῦ Ζαουτζᾶ καὶ εὐλογεῖται παρά τινος κληρικοῦ τοῦ παλατίου. καὶ ὁ μὲν εὐθὺς καθῃρέθη, ἡ δὲ μετὰ τὴν ἀναγόρευσιν ἔτος ἓν καὶ μῆνας ὀκτὼ ζήσασα ἐτελεύτησε. λάρνακος δὲ ἑτοιμαζομένης, ὥστε τὸ ταύτης ἀποτεθῆναι σῶμα, γράμματα εὑρέθησαν ἐν αὐτῇ ἐγκεκολαμμένα οὑτωσὶ διεξιόντα· ‘θυγάτηρ Βαβυλῶνος ἡ ταλαίπωρος.’

[Leo6.17] Βασίλειος δὲ ὁ ἐπείκτης τοῦ βασιλέως, ἀνεψιὸς ὢν τοῦ Ζαουτζᾶ, μελετῶν κατὰ τοῦ βασιλέως τὸ ἀπόρρητον ἐκοινώσατο Σαμωνᾷ κουβικουλαρίῳ τῷ ἐξ Ἀγαρηνῶν, πίστεις λαβών, ὡς ἀνέκφορον διαφυλάξει τὸ μυστήριον. δόντος δὲ πίστεις ἐξέφηνεν αὐτῷ πάντα τὰ βουλευόμενα. ὁ δὲ εὐθέως ἐξιππασάμενος ἄπεισι πρὸς τὸν βασιλέα, καὶ ἰδίᾳ παραλαβὼν αὐτόν· ‘θέλω τί σοι εἰπεῖν, ὦ βασιλεῦ, ὅπερ ἐμοὶ μὲν ῥηθέν, σοὶ δὲ σιωπηθὲν θάνατον προξενεῖ.’ καὶ διεξῆλθε πᾶσαν τὴν τοῦ Βασιλείου ἐπιβουλήν. τοῦ δὲ βασιλέως διαπιστοῦντος, ὁ Σαμωνᾶς πληροφορῆσαι τοῦτον βουλόμενος δύο τινὰς τῶν οἰκειοτάτων ἐξαποστεῖλαι πρὸς τὴν αὐτοῦ οἰκίαν ᾐτήσατο, ἀξιώσας ἐν ἀποκρύφῳ στῆναι τούτους, ὁπηνίκα ὁ Βασίλειος ἀφίκηται πρὸς αὐτόν, κἀπειδὰν οὗτος παραγένηται καὶ ὁμιλῶσιν ἀλλήλοις, τὰ λεγόμενα παρ' ἀμφοῖν ἀπογράφεσθαι. ἐδέξατο τὸν λόγον ἡδέως ὁ βασιλεύς, καὶ πέμπει Χριστοφόρον τὸν πρωτοβεστιάριον καὶ Καλοκυρὸν ἕνα τῶν ἑαυτοῦ προκοίτων, οἵπερ ἐν τῇ καταγωγῇ γενόμενοι τοῦ Σαμωνᾶ κἀκεῖσε κρυβέντες προσέμενον τὸ μέλλον. ἀπατηθέντος δὲ τοῦ Βασιλείου καὶ παραγενομένου πρὸς τὸν Σαμωνᾶν, τῆς διαλέξεώς τε χώραν λαμβανούσης, ἐκφαυλιζομένων δὲ καὶ τῶν ἀπορρήτων, οἱ παρὰ τοῦ βασιλέως πεμφθέντες τὰ λεγόμενα ἀπεγράφοντο, καὶ τελευταῖον ἐκείνους ἀριστῶντας καταλιπόντες κρυφίως τε ὑπεξελθόντες ἀπῆλθον πρὸς βασιλέα τὰ γραφέντα κομίζοντες. ἀναγνοὺς δὲ ταῦτα τὸν μὲν Βασίλειον παραυτίκα εἰς Μακεδονίαν ἀπέστειλεν, ἐπὶ διανομῇ τάχα ψυχικῶν τῆς θείας αὐτοῦ Ζωῆς, κατέσχε δὲ καὶ τὸν τῆς βίγλας δρουγγάριον διὰ τοῦ Στυπειώτου, ὑπεξήγαγε δὲ καὶ τῆς πόλεως Νικόλαον τὸν ἑταιρειάρχην. εἶτα ἀγαγὼν ἀπὸ Μακεδονίας τὸν Βασίλειον καὶ ἀνακρίνας ἐν μέσῃ τε θριαμβεύσας τῇ πόλει ἐν Ἀθήναις ἐξώρισε. συγκαλεσάμενος δὲ πᾶσαν τὴν σύγκλητον, ἐπ' αὐτῶν ἀνέγνω τὰ ὑπὸ τοῦ Σαμωνᾶ μηνυθέντα. οἱ δὲ τοῦτον ἐπαινέσαντες μεγίστης

[Leo6.17.28] εἶναι τιμῆς ἄξιον προσειρήκασι. καὶ ὁ βασιλεὺς παραυτίκα τῇ τοῦ πρωτοσπαθαρίου τοῦτον ἀξιοῖ τιμῇ, καὶ οἰκεῖον αὐτῷ κατεστήσατο.

[Leo6.18] Τελευτήσαντος δὲ καὶ τοῦ πατριάρχου Ἀντωνίου προχειρίζεται ὁ μυστικὸς Νικόλαος, ἐπὶ συνέσει καὶ σοφίᾳ δοκῶν πρωτεύειν.

[Leo6.19] Λέων δὲ ὁ βασιλεὺς μὴ δυνάμενος τὰ κατὰ τύπον ἐκτελεῖν κλητώρια, αὐγούστης μὴ οὔσης, στέφει Ἄνναν τὴν θυγατέρα Ζωῆς τῆς τοῦ Ζαουτζᾶ. ἠγάγετο δὲ καὶ κόρην ἐκ τοῦ Ὀψικίου, ὡραίαν τε καὶ περικαλλῆ, τοὔνομα Εὐδοκίαν, ἣν δὴ καὶ ἔστεψεν. ἐγκύμων δὲ γενομένη καὶ μέλλουσα τίκτειν ἀπέθανε καὶ αὐτὴ καὶ τὸ ἔμβρυον.

[Leo6.20] Τιμῶν δὲ τὴν προτέραν αὐτοῦ γαμετὴν Θεοφανὼ ὁ βασιλεὺς ἐπ' ὀνόματι ταύτης ᾠκοδόμησε ναὸν ἀγχοῦ τῶν ἁγίων ἀποστόλων περικαλλῆ. ἀνήγειρε δὲ καὶ ναὸν ἄλλον κατὰ τοὺς τόπους εἰς ὄνομα τοῦ ἁγίου Λαζάρου, ἐν ᾧ καὶ τὸ τοῦ ἁγίου μετακομίσας ἀπέθετο σῶμα, καὶ τῆς ἀδελφῆς αὐτοῦ Μαρίας τῆς Μαγδαληνῆς.

[Leo6.21] Τοῦ δὲ στόλου ἐν ταῖς τῶν τοιούτων κτίσεσιν ἀσχολουμένου ὁ τῶν Ἀγαρηνῶν στόλος τὸ ἐν Σικελίᾳ ἐξεπολιόρκησε Ταυρομένιον, καὶ πολὺς τῶν Ῥωμαίων ἐγένετο φόνος. κατεσχέθη δὲ καὶ ἡ νῆσος Λῆμνος ὑπὸ τῶν Ἀγαρηνῶν καὶ ἠνδραποδίσθη λαὸς οὐκ ὀλίγος. συνήθους δὲ προελεύσεως γενομένης κατὰ τὴν ἡμέραν τῆς μεσοπεντηκοστῆς ἐν τῷ ναῷ τοῦ ἁγίου Μωκίου, ἀπῆλθε μετὰ προόδου καὶ Λέων ὁ βασιλεύς. ἐν δὲ τῷ μέλλειν εἰσοδεύειν καὶ πλησίον γενέσθαι τῶν ἁγίων θυρῶν, ἄνθρωπός τις ἐκπεπηδηκὼς ἐκ τοῦ ἄμβωνος ῥάβδῳ παχείᾳ καὶ ἰσχυρᾷ ἔπαισεν αὐτὸν κατὰ κεφαλῆς. καὶ κἂν ἐθανάτωσε παρευθύ, εἰ μὴ τὸ ἄκρον τῆς ῥάβδου τῷ αἰωρημένῳ λύχνῳ προσκεκρουκὸς τῆς βιαίας μικρὸν ἀνεσχέθη φορᾶς. αἵματος δὲ σφοδροῦ ἐκ τῆς τοῦ βασιλέως καταρρέοντος κεφαλῆς ταραχή τε καὶ φυγὴ τῶν ἀρχόντων ἐγένετο. Ἀλέξανδρος δὲ ὁ τοῦ βασιλέως ἀδελφὸς νόσον σκηψάμενος οὐ παρῆν ἐν τῇ εἰσόδῳ, καὶ δέδωκεν ὑπόνοιαν τοῖς πολλοῖς τὴν τοιαύτην ἐπιβουλὴν αὐτὸς συρράψαι. ὁ δὲ τὸν βασιλέα πλήξας κατασχεθεὶς καὶ πολλὰς ὑπομείνας βασάνους, ἐπεὶ μηδένα καθωμολόγει συνίστορα, χεῖρας καὶ πόδας ἐκτμηθεὶς ἐν τῇ τοῦ ἱππικοῦ ἐκαύθη Σφενδόνῃ. ἐσχόλασε δ' ἔκτοτε καὶ ἡ τοιαύτη προέλευσις, κἂν ὁ σοφώτατος μοναχὸς Μάρκος, οἰκονόμος ὢν τῆς τοιαύτης μονῆς, ὁ τὸ τετραῴδιον τοῦ μεγάλου <σαββάτου> ἀναπληρώσας <τοῦ μεγάλου> Κοσμᾶ, πολλὰ κατεδεήθη τοῦ βασιλέως. τούτου γὰρ δεομένου καὶ τοῦ βασιλέως ἀπαναινομένου φησὶν ὁ μοναχός. ‘μὴ ὀργίζου, μηδὲ χαλέπαινε, ὦ βασιλεῦ. προγεγραμμένον γὰρ ἦν παθεῖν σε παρὰ τοῦ προφήτου Δαβίδ, εἰρηκότος· ’ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τῷ ἁγίῳ σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου.‘ δεῖ οὖν σε, δέσποτα, ἀπὸ τοῦ νῦν ἐπ' ἄλλα δέκα ἔτη κατασχεῖν τὴν βασιλείαν.’ ὃ δὴ καὶ γέγονεν. ἀπέθανε γὰρ κατ' αὐτὴν τὴν ἡμέραν μετὰ δέκα χρόνους, ἐν ᾗ καὶ ἐπλήγη.

[Leo6.22] Ἠγάγετο δὲ καὶ τετάρτην γυναῖκα Λέων ὁ βασιλεύς, Ζωὴν τὴν Καρβωνοψίναν, ἥτις ἐβίω χρόνον συχνὸν μετ' αὐτοῦ ἀστεφής.

[Leo6.23] Τῶν δὲ Βουλγάρων ταῖς ἐφόδοις Ῥωμαίους ἐπιτριβόντων, οἱ ἐξ Ἄγαρ μαθόντες τοῦτο στόλον ἐξαρτύσαντες κατὰ τῶν παραλίων τῆς ἀρχῆς Ῥωμαίων ἐκπέμπουσιν, ἐπιστήσαντες τῷ στόλῳ ναύαρχον Λέοντα τὸν Ἀτταλέα, τὴν Χριστιανῶν ἐξομοσάμενον πίστιν, κἀν τῇ Τριπόλει οἰκήσαντα, κἀξ αὐτῆς εἰληφότα τὴν προσηγορίαν. ἔφθασε δὲ τὸν βασιλέα ἡ περὶ τοῦ Τριπολίτου ἀγγελία κατὰ τὸ ἐμπόριον τοῦ Βοαιτίου, ἐκεῖσε γενόμενον ἐπὶ τῷ ἀνακαινίσαι τὴν μονὴν Χριστοφόρου πρωτοβεστιαρίου αὐτοῦ. προσετίθεσαν δ' οἱ ἀγγελιαφόροι, ὡς κατ' αὐτῆς ἔχει τὴν ὁρμὴν τῆς βασιλίδος. πέμπει οὖν ὁ βασιλεὺς Εὐστάθιον τὸν τηνικαῦτα δρουγγάριον τῶν πλωΐμων μετὰ τοῦ στόλου, ὃς μὴ δυνηθεὶς ἀντιτάξασθαι τῷ Τριπολίτῃ ὑπεστράφη κενός. ἑπόμενος δὲ τούτῳ ὁ Τριπολίτης εἰσῆλθεν εἰς τὰ στενὰ τοῦ Ἑλλησπόντου, καὶ μέχρι τοῦ Παρίου κατέλαβεν. ὅπερ τῷ βασιλεῖ ἀγγελθὲν εἰς μεγάλην ἐνέβαλεν ἀθυμίαν καὶ ταραχήν. Ἱμερίῳ γοῦν τῷ πρωτοασηκρῆτις τὴν ναυτικὴν ἐγχειρίσας δύναμιν κατὰ τοῦ Τριπολίτου ἀπέστειλεν, ὃς Ἄβυδον διελθὼν καὶ τὸ Αἰγαῖον πέλαγος Στροβίλῳ προσορμίζει, εἶτα καταίρει πρὸς Ἴμβρον. Σαμοθρᾴκην δὲ διαβὰς κατέλαβε τοὺς πολεμίους ναυλοχοῦντας ἐν Θάσῳ. πλὴν πλήθει τε καὶ προθυμίᾳ ὑπερέχοντας αὐτοὺς ἰδών, οὐδὲ πλησιάσαι τούτοις τετόλμηκεν. ὁ δὲ Τριπολίτης ὀπισθόρμητος γεγονὼς καὶ κατὰ Θεσσαλονίκην γενόμενος ταύτην ἐπολιόρκησε, κατασχεθέντος καὶ Λέοντος τοῦ στρατηγοῦ ἐν αὐτῇ, ᾧ Χατζιλάκιος τὸ ἐπώνυμον. ἐγένετο δὲ χύσις αἱμάτων πολλὴ καὶ αἰχμαλωσία.

[Leo6.24] Ῥοδοφύλης δέ τις κουβικουλάριος κατά τινα χρείαν ἐν Σικελίᾳ πεμφθεὶς μετὰ χρυσίου λιτρῶν ἑκατόν, νόσῳ περιπεσὼν ἐν Θεσσαλονίκῃ εἰσῆλθεν ἐφ' ᾧ ἐπιμελείας ἀξιωθῆναι. ὃνπερ κατασχὼν ὁ Τριπολίτης καὶ πολλὰ βασανίσας διὰ τὸ χρυσίον ἀπέκτεινε μηδὲν ἔχειν ἰσχυριζόμενον. τοῦτο γὰρ ἔτυχε καταλιπὼν ἐν τῇ ὁδῷ, ὅπερ Συμεὼν ἀσηκρῆτις διερχόμενος ἀνείλετο. καὶ τοῦ Τριπολίτου βουληθέντος καταστρέψαι τὴν πόλιν ὁ Συμεὼν λαβεῖν αὐτὸν χρυσίον ἐμήνυσε καὶ τῆς καταστροφῆς ἀποσχέσθαι. ὃ καὶ γέγονε, καὶ λαβὼν τὸ χρυσίον ὁ Τριπολίτης ἀπενόστησεν. ἀποδεξάμενος δὲ τὸν Συμεὼν τοῦ ἔργου ὁ βασιλεὺς πατρίκιον καὶ πρωτοασηκρῆτις τετίμηκε. πυθόμενος δὲ τὴν τῶν Σαρακηνῶν ὑποστροφὴν ὁ ναύαρχος Ἱμέριος πρὸς τὴν κατ' αὐτῶν διανίσταται δίωξιν. οἱ δὲ τῇ Κρήτῃ προσίσχουσι, καὶ ἀπόμοιραν δόντες τοῖς Κρησὶ τῆς λείας ἀβλαβεῖς οἴκαδε ἀπενόστησαν, ἄπρακτον ἐν Λήμνῳ καταλιπόντες τὸν Ἱμέριον. ὁ δὲ βασιλεὺς πρὸς τὴν ἕω δύο γενναιοτάτω ἐκπέμπει στρατηγώ, Εὐστάθιόν τε τοῦ γένους τῶν Ἀργυρῶν καταγόμενον καὶ Ἀνδρόνικον τὸν ἐκ τοῦ Δουκός, οἵτινες πολλὰ τρόπαια ἐστήσαντο κατὰ τῶν Ἀγαρηνῶν.

[Leo6.25] Σαμωνᾶς δὲ ὁ τὴν ἐπιβουλὴν καταμηνύσας διαφερόντως τιμώμενος τῷ βασιλεῖ ἐξελθεῖν ἐν τῇ αὐτοῦ μονῇ προφασισάμενος φυγῇ ἐχρήσατο ἅμα χρήμασι καὶ ἵπποις, τοὺς ἐν ἑκάστῳ σταθμῷ δημοσίους ἵππους ἀγκυλοκοπῶν. ἀποστέλλει οὖν ὁ βασιλεὺς καταδιῶξαι αὐτὸν Βασίλειον ἑταιρειάρχην τὸν Καματηρὸν καὶ τὸν Κρηνίτην Γεώργιον. ἤδη δὲ τὸν Ἅλυν διαπερῶντα τὸν Σαμωνᾶν κατέλαβε Νικηφόρος δρουγγάριος ὁ Καμινᾶς, καὶ κατέσχεν ἱκετεύοντα πολλὰ καὶ ὑπισχνούμενον δώσειν. ἐπεὶ δὲ οὐκ ἔπειθεν, εἰς τὸν ἐν τῷ Σιριχᾷ καταφεύγει σταυρὸν εὐχῆς χάριν ἐληλυθέναι προφασισάμενος. ἐλθὼν οὖν Κωνσταντῖνος ὁ τοῦ Ἀνδρονίκου τοῦ Δουκὸς υἱὸς καὶ τοῦτον ἀναλαβὼν ἐν τῇ πόλει ὑπέστρεψεν. εἰσελθόντων δὲ ἐν Κωνσταντινουπόλει, τὸν μὲν ἐν τῇ τοῦ καίσαρος Βάρδα οἰκίᾳ φυλάττεσθαι προσέταξεν ὁ βασιλεύς, Κωνσταντίνῳ δὲ τῷ Δουκί, ἐπείπερ ἐπληροφορήθη, ὡς ταῖς ἀληθείαις προσφεύγων ἦν ἐν Μελιτηνῇ ὁ Σαμωνᾶς, παρήγγειλε, μὴ τοῦτο ἐνώπιον τῆς συγκλήτου εἰπεῖν, ἀλλ' ὅτι ἐν τῷ Σιριχᾷ χάριν εὐχῆς ἀπῄει. ἐβούλετο γὰρ συγγνώμης τοῦτον τυχεῖν. ἕωθεν δὲ προσκαλεσάμενος τὴν σύγκλητον καὶ εἰς μέσον τὸν Κωνσταντῖνον παραγαγὼν ἠρώτα μεθ' ὅρκων, οὑτωσὶ λέγων· ‘πρὸς τοῦ θεοῦ καὶ τῆς ἐμῆς κεφαλῆς, ἔφευγεν ἐν Συρίᾳ ὁ Σαμωνᾶς ἢ οὔ;’ ὁ δὲ τοὺς ὅρκους εὐλαβηθείς (παρηγγέλθη γὰρ ἄνευ ὅρκων πρῶτον τὴν ἀλήθειαν ἀποκρύψασθαι) ὡμολόγησε πάντων ἐνώπιον, ὅτιπερ εἰς τὴν ἑαυτοῦ πατρίδα ἀπῄει Μελιτηνήν. ὁ δὲ βασιλεὺς τὸν μὲν Κωνσταντῖνον μετ' ὀργῆς ἀπεπέμψατο, τὸν δὲ Σαμωνᾶν ἐν

[Leo6.25.23] τοῖς τοῦ καίσαρος κατέχεσθαι διωρίσατο. καὶ μετὰ ταῦτα ἐκεῖθέν τε ἐξεβλήθη καὶ τῆς προτέρας ἠξιώθη τιμῆς.

[Leo6.26] Ἐτέχθη δὲ τῷ βασιλεῖ ἀπὸ Ζωῆς τῆς τετάρτης αὐτοῦ γαμετῆς παιδίον ἄρρεν, οὗπερ ἐν τῇ γεννήσει κομήτης ἐφάνη, τὰς ἀκτῖνας ἐπ' ἀνατολὰς ἀφιεὶς καὶ λάμπων ἄχρι τεσσαράκοντα ἡμερῶν. ἐβάπτισε δὲ τὸ παιδίον ἐν τῇ ἁγίᾳ σοφίᾳ Νικόλαος ὁ πατριάρχης, ἀναδεξαμένων αὐτὸ ἀπὸ τῶν ἁγιασμάτων Ἀλεξάνδρου <τοῦ αὐταδέλφου> τοῦ βασιλέως, τοῦ πατρικίου Σαμωνᾶ καὶ τῶν τῆς συγκλήτου ἐξόχων. εὐλογήθη δὲ μετὰ Ζωῆς ὁ Λέων ὑπὸ Θωμᾶ πρεσβυτέρου, ὅστις καὶ καθῃρέθη, καὶ <αὐγοῦσταν> αὐτὴν ἀνηγόρευσε. διὰ ταύτην οὖν τὴν αἰτίαν ὁ πατριάρχης εἰς τὴν ἐκκλησίαν εἰσέρχεσθαι διεκώλυε τὸν βασιλέα, ὅθεν διὰ τοῦ δεξιοῦ μέρους διήρχετο εἰς τὸ μιτατώριον.

[Leo6.27] Προεβλήθη δὲ καὶ ὁ πατρίκιος Σαμωνᾶς παρακοιμώμενος, πρὸς πᾶσαν παρανομίαν καὶ κακίαν συνεργὸς αὐτῷ καθεστὼς δεξιώτατος. παρεσκεύασε γὰρ τὸν βασιλέα ἀναγκάσαι τὸν πατριάρχην καὶ ἄκοντα προσδέξασθαι αὐτὸν ἐν τῇ ἐκκλησίᾳ. ὁ δὲ κατὰ τὴν ἀρχὴν τοῦ Φεβρουαρίου μηνὸς μεταπεμψάμενος αὐτὸν λιπαρῶς ἐδεῖτο προσδεχθῆναι. ἐπεὶ δὲ μὴ προσίετο τὴν ἔντευξιν, ἀπὸ τοῦ λεγομένου Βουκολέοντος πλοίῳ μακρῷ ἐμβιβάσαντες διαπερῶσιν ἐν τῇ Ἱερείᾳ, ἀφ' ἧς πεζῇ τὴν ὁδοιπορίαν ποιούμενον ἄγουσιν εἰς τὸ παρ' αὐτοῦ κτισθὲν μοναστήριον τῶν Γαλακρηνῶν. οὐ πολὺς παρῆλθε καιρός, καὶ χειροτονεῖται πατριάρχης ὁ σύγκελλος Εὐθύμιος, ἀνὴρ θεοσεβὴς καὶ ἀρετῆς ἥκων εἰς τὸ ἀκρότατον. φασὶ δ', ὅτι καὶ ἀπαναινόμενος τὴν ἱερωσύνην θείᾳ ἀποκαλύψει ἐπείσθη αὐτὴν καταδέξασθαι. διενοεῖτο δὲ ὁ βασιλεύς, πολλῶν ἐλλογίμων ἀνδρῶν εἰς τοῦτο συνεργούντων αὐτῷ, νόμον θεῖναι τοῦ ἄγεσθαι τὸν ἄνδρα κατὰ ταὐτὸν τρεῖς ἢ καὶ τέσσαρας γυναῖκας. ἀλλὰ τοῦτο μὲν πάσῃ σπουδῇ διεκώλυσεν ὁ πατριάρχης.

[Leo6.28] Ἰουνίῳ δὲ μηνὶ προσεκλήθη Λέων ὁ βασιλεὺς παρὰ Κωνσταντίνου τοῦ Λιβὸς εἰς τὴν καινουργηθεῖσαν παρ' αὐτοῦ μονὴν ἔγγιον τῶν ἁγίων ἀποστόλων, ἐφ' ᾧ τὰ ἐγκαίνια ἐπιτελέσαι καὶ ἀριστῆσαι. ἐξαίφνης οὖν ἔπνευσεν ἄνεμος λὶψ σφοδρός, καὶ συνέσεισεν οἰκοδομὰς πολλὰς καὶ συνετάραξε τοὺς ἀνθρώπους καὶ ἐξεφόβησεν, ὡς πάντας φεύγειν ἐκ τῶν οἰκιῶν εἰς τὰ ὕπαιθρα. ὄμβρος δὲ ἐπιγενόμενος ἔστησε τὴν τοιαύτην καταιγίδα.

[Leo6.29] Στόλου δὲ τῶν Ἀγαρηνῶν κατὰ Ῥωμαίων ἐξελθόντος ὁ βασιλεὺς Ἱμέριον τὸν λογοθέτην τοῦ δρόμου ἀρχηγέτην τοῦ Ῥωμαϊκοῦ κατεστήσατο στόλου. προσετάχθη δὲ καὶ Ἀνδρόνικος ὁ Δοὺξ συνεισελθεῖν αὐτῷ καὶ ἀγωνίσασθαι κατὰ τῶν Ἀγαρηνῶν. ὁ δὲ Σαμωνᾶς τῷ τῶν Δουκῶν γένει ἀκατάλλακτος ὢν ἐχθρὸς διὰ τὴν παρὰ τοῦ Κωνσταντίνου κατάσχεσιν ὑποθείς τινι τῶν Ἀνδρονίκου φίλων ἔπεισε γράψαι λαθραίως, μὴ ἐν τοῖς πλοίοις εἰσελθεῖν, τοῦ Ἱμερίου παράγγελμα ἔχοντος ἐκ βασιλέως, ὑποβολῇ τοῦ Σαμωνᾶ, ἐκτυφλῶσαι αὐτόν. ὡς οὖν ἐδέξατο τὸ γράμμα, οὐκ ἤθελε τῷ Ἱμερίῳ συνελθεῖν. διὸ καὶ μόνος ἠναγκάσθη κατὰ τὴν ἕκτην τοῦ Ὀκτωβρίου μηνὸς συμβαλεῖν τοῖς ἐχθροῖς. καὶ συμβαλὼν ἐτρέψατο κατὰ κράτος καὶ ἠφάνισε. τοῦτο μαθὼν ὁ Ἀνδρόνικος καὶ τοῖς ὅλοις ἀπεγνωκώς, συσκευασάμενος ἅμα συγγενέσι καὶ δούλοις αὐτοῦ ἀπελθὼν κατέσχε τι φρούριον ἄνωθεν τοῦ Ἰκονίου διακείμενον, ὃ Καβάλαν ὠνόμαζον, καὶ εἰς ἀποστασίαν ἔβλεψεν. οὐκ ἀνίει δ' ὁ Σαμωνᾶς ἀφορμῆς δραξάμενος καὶ παροξύνων καὶ συνταράσσων τὸν βασιλέα, καὶ λέγων, ὡς ‘ἐγὼ πάλαι κατανενοήκειν τὸν ἄνθρωπον, καὶ ὡς ἀποστασίαν ὠδίνει, καὶ ὡς χρὴ προκαταλαβεῖν τὰς ὁρμὰς αὐτοῦ. ἐπεὶ δὲ τῇ σῇ μελλήσει, ὦ βασιλεῦ, παρεῖται μὲν ὁ ἐπιτήδειος καὶ ῥᾷστος καιρός, καὶ ᾤχετο ἐκ μέσων ἡμῶν τῶν χειρῶν ὁ πολέμιος, τὸν δεύτερον κἂν πλοῦν ποιητέον, μὴ καὶ λάθῃ δράσας τι μᾶλλον, ἢ παθών. τούτοις τοῖς λόγοις ὥσπερ ὑπό τινος πλήκτρου νυγεὶς ὁ βασιλεὺς τὸν Ἰβηρίτζην Γρηγορᾶν, δομέστικον τῶν σχολῶν καὶ κηδεστὴν Ἀνδρονίκου τυγχάνοντα, μετὰ δυνάμεως ἁδρᾶς ἀποστέλλει κατ' Ἀνδρονίκου. ὅπερ μαθὼν ἐκεῖνος, καὶ ὡς ὁ πατριάρχης Νικόλαος, ᾧ τὰ πολλὰ ἐθάρρει, ἐξεβλήθη τῆς ἐκκλησίας, καταλιπὼν τὴν Καβάλαν πανοικὶ προσέφυγε τοῖς Ἀγαρηνοῖς. ὃν ὁ ἀμερμουμνῆς ἐντίμως καὶ μεγαλοπρεπῶς ὑπεδέξατο. ἀναλογιζόμενος δ' ὁ βασιλεύς, οἷον ἀπώλεσε στρατηγόν, καὶ οἷον ἕξειν πολέμιον ἔμελλεν, ἤσχαλλε καὶ ἐδυσφόρει καὶ τρόπον ἐζήτει, πῶς ἂν αὐτὸν Ῥωμαίοις ἐπανασώσηται. ἐγένετο οὖν γράμμα βασιλικὸν πᾶσάν τε ἀμνηστίαν αὐτῷ κακῶν χαριζόμενον, τὴν οἴκαδέ τε ἐπιστροφὴν ἐπιτρέπον, καὶ τὴν προτέραν εὐημερίαν καθυπισχνούμενον, καὶ μυρίας ἄλλας δωρεὰς καὶ εὐεργεσίας. ὅπερ ἐλίξαντες κηρῷ λαμπάδι προσεοικότι διδοῦσί τινι τῶν Σαρακηνῶν ἀπὸ τοῦ πραιτωρίου ἐκβληθέντι καὶ μεγαλοπρεπῶς φιλοφρονηθέντι, ἐπισκήψαντες ἀπελθεῖν ἐν Συρίᾳ καὶ ἐγχειρίσαι τοῦτο τῷ Ἀνδρονίκῳ. ἀπελθόντα γοῦν τὸν Σαρακηνὸν προσλαβόμενος ἰδίᾳ ὁ Σαμωνᾶς· ’οἶδας, ὃ κατέχεις;‘ ἠρώτα, τὸν κηρὸν αἰνιξάμενος. ἀγνοεῖν δ' ἐκείνου φήσαντος ’ὁ δοθείς σοι κηρός, ὦ φίλος,‘ ἔφη, ’τῆς Συρίας ἐστὶν ἡ ἀπώλεια. καὶ εἴ τι κήδῃ τοῦ ἔθνους τοῦ σοῦ καὶ τῶν ὁμοπίστων, χερσὶ κατάθου τοῦτο τοῦ Οὐζήρ.‘ ὥστε δὲ διακονῆσαι τοῖς ὑπ' αὐτοῦ παραγγελθεῖσι, καὶ δώροις αὐτὸν μεγίστοις πολυτελῶς ἐφιλοφρονήσατο. ἀπελθὼν οὖν ὁ Σαρακηνὸς ἐνεχείρισε τῷ Οὐζὴρ τὸν κηρόν. ὃν καθελὼν ἐκεῖνος καὶ τὸ γραμμάτιον εὑρών, καὶ τὸν ἐν τούτῳ κείμενον ἀναλεξάμενος νοῦν, ἀπήγγειλε τῷ ἀμερμουμνῇ. καὶ εὐθὺς Ἀνδρόνικον καὶ τοὺς σὺν αὐτῷ τὸ δεσμωτήριον ὑπεδέχετο. ἐπὶ πολὺ οὖν κακουχούμενοι, καὶ μὴ φέροντες τὰ ἐκ τῆς φυλακῆς λυπηρά, ἠναγκάσθησάν τινες τὴν οἰκείαν ἐξομόσασθαι πίστιν. ὁ μὲν οὖν Ἀνδρόνικος οὕτω καὶ τὸν βίον κατέλυσε. Κωνσταντῖνος δὲ ὁ τούτου υἱὸς πρὸ τοῦ θανεῖν ἐκεῖνον, εἰδήσει καὶ τοῦ πατρός, συσκευασάμενος μετὰ καί τινων ἄλλων τῶν περὶ αὐτόν (ἐτύγχανον γὰρ συχνοὶ μετ' αὐτοῦ ἔτι ἐν τῇ φρουρᾷ καθειργμένοι διὰ τὸ μὴ θελῆσαι τὸ οἰκεῖον ἀπώμοτον θέσθαι σέβας) τὰ δεσμὰ διαρρήξαντες ἐξέρχονται τῆς φυλακῆς, καὶ καλωδίῳ ἑαυτοὺς καθιμήσαντες ἵππων τε εὐπορήσαντες ἀπεδίδρασκον. στρατιωτῶν δὲ πεμφθέντων εἰς τὴν κατάσχεσιν τούτων, νῦν μὲν ὑποστρέφοντες καὶ πολεμοῦντες, νῦν δὲ χρυσίον ῥιπτοῦντες ἀπεσκευάζοντο τοὺς διώκοντας, καὶ οὕτως ἴσχυσαν ἐπιβῆναι τῶν ὁρίων Ῥωμαίων. ταχὺ μὲν οὖν ὁ βασιλεὺς τὸν Κωνσταντῖνον μετεπέμψατο, καὶ ὡς αὐτὸν ἀγαγὼν δώροις παντοίοις αὐτὸν καὶ τοὺς περὶ αὐτὸν ἐφιλοφρονήσατο.

[Leo6.30] Πληρωθείσης δὲ τῆς ἐντυχίας, ἐν τῷ μέλλειν ἀπὸ τοῦ χρυσοτρικλίνου ἐξιέναι τὸν Κωνσταντῖνον (ἐκεῖσε γὰρ ἐποιήσατο τὴν αὐτοῦ δοχὴν ὁ βασιλεύς) ὑποστρέψαι κελεύσας αὐτόν, ἐνατενίσας πρὸς τὰς ἐστηλωμένας ἄνωθεν τῆς πύλης εἰκόνας τοῦ Χριστοῦ καὶ τῆς θεομήτορος ὁ βασιλεύς, τάδε πρὸς τὸν Κωνσταντῖνον εἰρήκει· ’μή σε πλανάτω, ὦ Κωνσταντῖνε, τὸ ὄνομα, μηδὲ διὰ τοῦτο οἴου κατάρξειν Ῥωμαίων. ἡ βασιλεία γὰρ τῷ ἐμῷ υἱῷ Κωνσταντίνῳ ἐκ θεοῦ τεταμίευται, καὶ τοῦτό μοι δῆλον γέγονεν ἐκ προρρήσεων θείων ἀνδρῶν καὶ προορᾶν τὰ μέλλοντα διὰ καθαρότητος κτησαμένων. ἔμμενε οὖν τῇ δοθείσῃ σοι τάξει, καὶ μὴ φαντάζου τὰ ὑπὲρ σεαυτόν. ἢ μὴν ἴσθι, ὡς τυραννήσαντος ἡ κεφαλή σου σώματος ἄτερ διὰ τῆσδε τῆς πύλης εἰσελεύσεται.‘ ὃ καὶ γέγονεν ὕστερον. μετὰ θάνατον γὰρ τοῦ Λέοντος τυραννήσας ὁ Κωνσταντῖνος ἀνῃρέθη

[Leo6.30.13] ἐν τῷ τοῦ γενικοῦ σεκρέτῳ, καὶ διὰ τῆς ῥηθείσης πύλης λύθρῳ καὶ αἵματι σταζομένη εἰσήχθη ἡ τούτου κεφαλὴ εἰς τὰ βασίλεια. ὁ δὲ βασιλεὺς διά τινα ὑπόνοιαν Εὐστάθιον μάγιστρον τὸν Ἀργυρὸν μετεκίνησε τῆς ἀρχῆς (ἦν γὰρ δρουγγάριος τῆς βίγλας), ὃς καὶ ἀπιὼν οἴκαδε φαρμάκῳ κατεργασθεὶς ἐτελεύτησε, πολὺν πόθον αὐτοῦ τῷ τε στρατῷ καὶ τῷ στόλῳ καταλιπών, μεμνημένοις τῶν ἀνδραγαθημάτων αὐτοῦ. ἐτάφη δὲ κατὰ τὸ Χαρσιανὸν ἐν τῇ μονῇ τῆς ἁγίας Ἐλισάβετ, ἣν Λέων ὁ πάππος αὐτοῦ ἐκαινούργησεν, ὃς καὶ τὸ τῶν Ἀργυρῶν ἐπίθετον ἐκληρώσατο πρῶτος, εἴτε διὰ καθαρότητα βίου, εἴτε καὶ δι' εὐπρέπειαν σώματος, εἴτε καὶ διά τινα τρόπον τῆς αὐτοῦ γενναιότητος. τοσοῦτον γὰρ περιῆν ὁ ἀνὴρ τῶν ἐπὶ τοῦ βασιλέως Μιχαὴλ γενομένων ἀνθρώπων, ὥστε μόνος μετὰ τῶν οἰκογενῶν συνερρήγνυτο τοῖς ἐκ Τεφρικῆς Μανιχαίοις καὶ τοῖς ἐκ Μελιτηνῆς Ἀγαρηνοῖς, καὶ τούτους ῥᾳδίως ἐτρέπετο. καὶ τὸ ὄνομα αὐτοῦ μόνον φημιζόμενον φόβητρον ἦν πᾶσι τοῖς ἀντιπάλοις.

[Leo6.31] Χάριν δὲ ἀλλαγίου ἐκπεμφθέντες ἀπό τε Ταρσοῦ καὶ Μελιτηνῆς ὅ τε Ἀβελβάκης ἐκεῖνος, καὶ ὁ τοῦ Σαμωνᾶ πατὴρ κατέλαβον τὴν βασιλεύουσαν. καὶ τούτους ὁ βασιλεὺς ἐδέξατο μεγάλην δοχὴν ποιήσας καὶ κόσμῳ πολλῷ τὴν Μαγναύραν κατακοσμήσας. ἐκαλλώπισε δὲ καὶ τὴν μεγάλην ἐκκλησίαν πολυτελῶς, καὶ εἰσήγαγε τούτους ἐκεῖσε, καὶ τὰ τίμια ὑπέδειξεν ἅπαντα καὶ τὰ τῇ θείᾳ λατρείᾳ λειτουργοῦντα σκεύη. τοῦτο δὲ ἀνάξιον ἦν Χριστιανικῆς καταστάσεως, ἀλλοφύλοις ἀνθρώποις καὶ ἀλλοπίστοις ἐκθεατὰ ποιεῖν τὰ καὶ τοῖς μὴ καλῶς βιοῦσιν εὐσεβέσιν ἀθέατα. ὁ δὲ τοῦ Σαμωνᾶ πατὴρ τὴν παρρησίαν, ἣν ὁ τούτου υἱὸς εἶχε πρὸς βασιλέα, καὶ τὴν τιμὴν θεασάμενος καὶ τὴν δόξαν, ᾑρετίσατο συνεῖναι τῷ υἱῷ, Μελιτηνὴν τὴν πατρίδα ἀπαρνησάμενος. Σαμωνᾶς δὲ οὐ συνεχώρει, παρῄνει δὲ μᾶλλον εἰς τὰ οἰκεῖα ὑπονοστῆσαι καὶ τῆς ἰδίας ἔχεσθαι πίστεως, προσμένειν δὲ καὶ αὐτόν, εἰ καιροῦ λάβοιτο, ἐκεῖσε γενέσθαι.

[Leo6.32] Τῆς δὲ ἑορτῆς ἐπιστάσης, ἐν ᾗ τὸ πνεῦμα τὸ ἅγιον ἐν πυρίναις γλώσσαις τοῖς ἀποστόλοις ἐφοίτησεν, ἔστεψε τὸν οἰκεῖον υἱὸν Κωνσταντῖνον ὁ βασιλεὺς διὰ Εὐθυμίου τοῦ πατριάρχου. σπεύδων δὲ ὁ Σαμωνᾶς τὴν τῆς βασιλίδος πρὸς ἑαυτὸν ἐπισπάσασθαι εὔνοιαν Κωνσταντῖνον τὸν ἑαυτοῦ ὑπηρέτην ἐκτομίαν ὄντα καὶ τῆς τῶν Παφλαγόνων ὁρμώμενον χώρας τῇ αὐγούστῃ παρέσχεν ὑπηρετεῖν. τοσοῦτον δὲ οὗτος ἠγαπήθη παρ' αὐτῆς καὶ Λέοντος τοῦ βασιλέως, ὡς καὶ αὐτὸν τὸν Σαμωνᾶν διερεθίσαι πρὸς φθόνον, καὶ διαλοιδορεῖσθαι αὐτῷ πρὸς βασιλέα, ὡς τῇ αὐγούστῃ τάχα πλησιάζοντι. ὅπερ ὡς ἀληθὲς πιστεύσας, ἀποστείλας ἀπέκειρεν αὐτὸν μοναχὸν ἐν τῇ τοῦ ἁγίου Ταρασίου μονῇ δι' αὐτοῦ τοῦ Σαμωνᾶ. μετ' ὀλίγον δὲ πάλιν μεταγνοὺς καὶ προσλαβεῖν τοῦτον ἐθέλων μετήγαγε δι' αὐτοῦ τοῦ Σαμωνᾶ εἰς τὴν μονὴν τῶν Σπειρῶν. ἐν τῷ Δαματρύϊ οὖν ἐξελθὼν ὁ βασιλεὺς καὶ ἐν τῇ τοῦ Σαμωνᾶ ἀριστήσας μονῇ, καὶ θεασάμενος τὸν Κωνσταντῖνον εὐθέως διεκελεύσατο, καὶ ἀπέδυσαν αὐτὸν τὰ τοῦ μονήρους βίου ἄμφια καὶ ἐνέδυσαν στολὴν κοσμικήν. καὶ εὐωχούμενός τε παρ' αὐτοῦ δοθῆναί οἱ ἐκέλευσε τὸ ποτήριον ἐν τῷ ἀρίστῳ, καὶ εἰσερχόμενος ἐν τῷ παλατίῳ ἐφείλκετο καὶ αὐτὸν μετ' αὐτοῦ. ὁρῶν δὲ ὁ Σαμωνᾶς αὐξανομένην τὴν πρὸς τὸν Κωνσταντῖνον τοῦ βασιλέως ἀγάπην ἐπιβουλὴν κατ' αὐτοῦ ῥάπτει, τόνδε συντεθειμένην τὸν τρόπον. κοινολογησάμενος Μεγίστῳ τῷ κοιτωνίτῃ καὶ Μιχαὴλ τῷ Τζιρίθωνι γραμμάτιον συντίθησι λοιδορίας ἔχον κατὰ τοῦ βασιλέως ἀπείρους, Κωνσταντίνου τοῦ Ῥοδίου, ὃς ὑπεγραμμάτευε τῷ Σαμωνᾷ, τοῦτο συνθέντος. ὅπερ γράψαντες καὶ σφραγίσαντες ἐν τῷ μιτατωρίῳ ἔρριψαν. τοῦ δὲ βασιλέως δημοσίαν πρόοδον ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ποιησαμένου, κἀν τῷ μιτατωρίῳ εἰσελθόντος, καὶ ἐν ᾧ ηὔχετο τόπῳ τοῦτο ἐρριμένον ἰδόντος, εἰληφότος, τε καὶ ἀναγνόντος πολλὴ κατέσχεν ἀπορία τοὺς συμπαρόντας, διστάζοντος ἑκάστου καὶ ἀγνοοῦντος τὸν ῥίψαντα. κατέσχε δὲ καὶ τὸν βασιλέα ἀθυμία πολλή, καὶ τὸν πεποιηκότα ἐζήτει. γέγονε δὲ κατὰ τὸν αὐτὸν χρόνον καὶ ἔκλειψις σελήνης μεγίστη, δι' ἣν ὁ βασιλεὺς τὸν μητροπολίτην Συνάδων μετεκαλέσατο Παντολέοντα, τῆς ἀστρονομικῆς παιδείας ἐν μυήσει τυγχάνοντα, τὸ τῆς ἐκλείψεως ἀποτέλεσμα μαθεῖν ὀριγνώμενος. ὃν εἰσερχόμενον πρὸς τὸν βασιλέα ὁ Σαμωνᾶς ἰδίᾳ παραλαβὼν ἠρώτησεν, εἰς τίνα τὴν κάκωσιν ἔσεσθαι, καὶ τόνδε φάναι, ὅτι ’εἰς σέ. τὴν τρισκαιδεκάτην δὲ τοῦ Ἰουνίου διερχόμενος ἡμέραν οὐδὲν ἔκτοτε πείσῃ κακόν.‘ ἐρωτηθεὶς δὲ καὶ παρὰ τοῦ βασιλέως περὶ τούτου εἶπεν, ὅτι εἰς τὸ δεύτερον πρόσωπον ἡ κάκωσις ἀποσκήψει. ὑπώπτευεν οὖν ὁ βασιλεὺς δεύτερον πρόσωπον εἶναι τὸν ἑαυτοῦ ἀδελφὸν Ἀλέξανδρον. καὶ τὰ μὲν τῆς προρρήσεως, ἣν ἔσχεν ἀπόβασιν, προϊὼν ὁ λόγος δηλώσει. Μιχαὴλ δὲ τοῦ Τζιρίθωνος κατ' ἰδίαν τῷ βασιλεῖ προσελθόντος καὶ καταμηνύσαντος, ὡς ὁ Σαμωνᾶς εἴη τὸ πιττάκιον πεποιηκώς, παρευθὺ καταβιβάζεται εἰς τὸν οἶκον αὐτοῦ καὶ ἀποκείρεται μοναχός, εἶτα ἐν τῇ μονῇ τοῦ πατριάρχου Εὐθυμίου ἀπάγεται, κἀκεῖθεν διαλοιδορηθεὶς εἰς τὴν τοῦ Μαρτινακίου μετατίθεται. ταῦτα δὲ ἐπράχθη, μήπω τῆς ὡρισμένης προθεσμίας παρὰ τοῦ μητροπολίτου διαδραμούσης. ἐποίησε δὲ ἀντ' αὐτοῦ τὸν Κωνσταντῖνον παρακοιμώμενον. ἔκτισε δὲ αὐτῷ καὶ μοναστήριον ἐν ταῖς Νοσιαῖς, ἐπ' ὀνόματι τοῦ σωτῆρος, ἣν καὶ ἐνεκαίνισεν ἅμα Εὐθυμίῳ τῷ πατριάρχῃ.

[Leo6.33] Ἀγαρηνῶν δὲ ἐξελθόντων μετὰ πλοίων τριακοσίων, ὧν ἡγεῖτο Δαμιανός τε ὁ τῆς Τύρου ἀμηρᾶς καὶ Λέων ὁ Τριπολίτης, Ἱμέριος ὁ λογοθέτης ναύαρχος ὢν τῶν Ῥωμαίων κατὰ τὸν Ὀκτώβριον μῆνα συνήντησε τούτοις κατὰ τὴν Σάμον, ἧς ἐστρατήγει Ῥωμανὸς ὁ Λακαπηνός. καὶ συμπλακεὶς τοῖς μετ' αὐτοῦ ἡττήθη, καὶ τῶν ὑπ' αὐτὸν νεῶν διασκεδασθεισῶν μόλις αὐτὸς διεσώθη εἰς Μιτυλήνην.

[Leo6.34] Κοιλιακῷ δὲ νοσήματι ληφθεὶς ὁ βασιλεύς, καὶ ἐπὶ χρόνον τῷ τοιούτῳ πάθει κατεργασθεὶς καὶ εἰς ἐσχάτην ἀδυναμίαν ἐληλακώς, μόλις ἠδυνήθη ἐν τῷ τῆς ἐγκρατείας καιρῷ τὴν συνήθη ποιήσασθαι δημηγορίαν. συνηθροισμένης γὰρ τῆς συγκλήτου τοιούτων ἤρξατο πρὸς αὐτοὺς λόγων· ’τὸ μὲν ἐμὸν σαρκίον, ὦ φίλοι, νόσῳ ἐκτρυχωθὲν ἀπέρρευσε, καὶ ἡ ἰσχὺς ἐπιλέλοιπε, καὶ τάχα οὐκέτι μεθ' ὑμῶν βιοτεύω, οὐδὲ καταλήψομαι τὴν τοῦ δεσπότου Χριστοῦ ἀνάστασιν. μίαν τοίνυν καὶ τελευταίαν ὑμᾶς αἰτῶ τήνδε τὴν χάριν, ἀπομνημονεῦσαι ἣν εἶχον πρὸς ὑμᾶς χρηστὴν διάθεσιν, καὶ ἀντὶ ταύτης εὔνοιαν τῇ ἐμῇ συζύγῳ διατηρῆσαι καὶ τῷ υἱῷ.‘ καὶ ἡ μὲν τοῦ βασιλέως δημηγορία τοιαύτη, ἡ δὲ σύγκλητος βουλὴ ὑπέσχετο δακρυρροοῦσα καὶ μετ' ὀλοφυρμῶν λύπῃ μὲν συνέχεσθαι ἀπαραμυθήτῳ τοιούτου στερισκομένη δεσπότου καὶ βασιλέως, εὔνοιαν δὲ διατηρήσειν εἴς τε τὴν δέσποιναν καὶ τὸν ἡμέτερον δεσπότην καὶ βασιλέα τὸν σὸν υἱόν, ὥστε, εἰ δεήσει, μυριάκις ἔμπροσθεν αὐτῶν ἀποθανεῖν. ταῦτα εἰποῦσα ἡ σύγκλητος καὶ τελευταῖον ἀσπασμὸν ἀποδοῦσα τῷ βασιλεῖ ἀπηλλάγη. οὐ μήν γε καὶ εὐθὺς ὁ βασιλεὺς ἐτελεύτησεν, ἀλλὰ διετέλεσε νοσηλευόμενος καὶ σφακελιζόμενος ἄχρι τῆς ἑνδεκάτης τοῦ Μαΐου μηνός, καθ' ἣν ἀπηλλάγη τοῦ βίου Ἀλεξάνδρῳ τῷ αὐτοῦ ἀδελφῷ τὰ τῆς βασιλείας παραδοὺς σκῆπτρα. ὃν ἰδών, ὥς φασιν, ἐρχόμενον κατὰ τὴν τελευταίαν ἐντυχίαν εἰπεῖν λέγεται· ’ἴδε ὁ κακὸς καιρὸς μετὰ τοὺς δεκατρεῖς μῆνας.‘

[Leo6.34.22] προσέκειτο δὲ τοῖς μαθήμασιν ὁ τοιοῦτος βασιλεύς, καὶ μάλιστα τῇ περὶ τὴν ἀστρονομίαν ἀποτελεσματικῇ. καὶ στιχηρὰ δὲ μελίσας τῇ ἐκκλησίᾳ παρέδωκε ψάλλεσθαι πάσης ἡδύτητος ἀνάπλεα. καὶ ἐπιστολαὶ δὲ αὐτοῦ καὶ ἄλλα πονήματα πάσης παιδεύσεως περίπλεα φέρονται, πρὸς τὸν ἀρχαῖον χαρακτῆρα ἀποτετορευμένα. ἀνέγνωσε δὲ καὶ τὰ Ἀρχιμήδεια ἀκριβῶς καὶ ὡς οὐδεὶς ἕτερος τῶν κατ' αὐτόν. παραδοὺς τοίνυν, ὡς εἴρηται, τὸ τῆς βασιλείας κράτος, καὶ πολλὰ παρακαλέσας τὸν αὐτοῦ υἱὸν Κωνσταντῖνον παιδοτροφῆσαι καὶ ἐπιμελείας ἀξιοῦν προσηκούσης, τελευταῖον δὲ καὶ διάδοχον αὐτοῦ καταλιπεῖν, ἐτελεύτησεν.

[Alexand.t]

ΑΛΕΞΑΝΔΡΟΣ

[Alexand.1] Ἀλέξανδρος δὲ ὁ τοῦ Λέοντος ἀδελφός, ἤδη νεανίας ὢν καὶ τὸ εἰκοστὸν τῆς ἡλικίας αὐτοῦ παραμείβων ἔτος, τοῦ Λέοντος ἀποθανόντος παρέλαβε τὰς τῆς βασιλείας ἡνίας, συμβασιλεύοντος αὐτῷ καὶ Κωνσταντίνου τοῦ Λέοντος παιδός. ὃς ἅμα τε ἐπέβη τῆς βασιλείας καὶ ἅμα ἐκπέμψας ἤγαγε Νικόλαον ἐκ Γαλακρηνῶν τὸν πατριάρχην, καὶ τοῦ θρόνου καταγαγὼν τὸν Εὐθύμιον ἀνήγαγε τὸ δεύτερον τὸν Νικόλαον. καὶ ἅμα αὐτῷ καθεσθεὶς ἐν τῇ Μαγναύρᾳ, σελεντίου γενομένου, τὴν τοῦ Εὐθυμίου καθαίρεσιν ἐποιήσατο. ὃν οἱ προσκείμενοι τῷ Νικολάῳ κληρικοὶ ἅμα τῇ καθαιρέσει ὥσπερ ἄγριοι ἐμπηδῶντες θῆρες ἔπληττον, κονδύλους ἐνέτριβον, ἐκολάφιζον, τὴν ἱεροπρεπῆ ἀπέτιλλον γενειάδα, ἐπὶ τράχηλον ὤθουν, καὶ ἄλλας ἀνυποίστους ποινὰς τούτῳ ἐπέφερον, ἐπιβάτην ἀποκαλοῦντες καὶ μοιχὸν καὶ ἀλλοτρίᾳ ἐπεισπηδήσαντα γυναικί. ὁ δὲ ἱερὸς ἐκεῖνος ἀνὴρ πράως πάντα καὶ ἡσύχως ὑπέφερεν. ὑπερόριος οὖν ἐν τοῖς Ἀγαθοῦ σταλείς, καὶ μετὰ μικρὸν χρόνον ἀποβιούς, ἐν τῇ πόλει εἰσαχθεὶς θάπτεται εἰς τὴν αὐτοῦ μονήν. ὁ δὲ κληρικὸς ὁ τὰς πολιὰς αὐτοῦ τίλας ὑποστρέψας κατ' αὐτὴν τὴν ὥραν εἰς τὴν οἰκίαν αὐτοῦ εὗρε ταύτην ἐμπεπρησμένην καὶ τὴν θυγατέρα παρειμένην καὶ ἐκλελυμένην, ἥτις καὶ διήρκεσεν ἐπὶ χρόνους ἱκανοὺς μεταιτοῦσα καὶ τὰς πρὸς τὸ ζῆν ἀφορμὰς συλλέγουσα.

[Alexand.2] Ὁ δὲ βασιλεὺς Ἀλέξανδρος καὶ πάλαι βίον ἁβροδίαιτον ἔχων καὶ διακεχυμένον καὶ πρὸς μόνα ἐπτοημένον τὰ κυνηγέσια καὶ τὰς ἄλλας ἀκολάστους καὶ ἐκδεδιῃτημένας τῶν πράξεων, καὶ μηδὲν βασιλέως ἔργον εἰδὼς διαπράττεσθαι, ἀλλὰ τρυφαῖς καὶ ἀσελγείαις σχολάζειν ἠγαπηκώς, ἐπεὶ τῆς βασιλείας καὶ τῶν ὅλων ἐγένετο ἐγκρατής, οὐδὲν ἄξιον λόγου ἢ διενοήσατο ἢ κατεπράξατο. μοναρχήσας γὰρ Ἰωάννην τινὰ ἀγύρτην καὶ μηδενὸς ἄξιον λόγου (Λαζάρης τούτῳ ἐπώνυμον) ῥαίκτωρα πεποίηκεν, ὃς καὶ μετὰ μικρὸν κακῶς ἀπέρρηξε τὴν ζωήν, ἐν τῷ Ἑβδόμῳ σφαιρίζων ὁ κληρικός. ὡσαύτως καὶ Γαβριηλόπωλον καὶ Βασιλίτζην, συμπαίστορας αὐτῷ ὄντας πρὸ τῆς βασιλείας καὶ τῶν ἀκολάστων πράξεων κοινωνοὺς καὶ θεράποντας, πλείστοις τε χρήμασι περιήντλησε καὶ εἰς πατρικιότητος τιμὴν ἀνεβίβασεν. ἐβούλετο δ', ὥς φασιν, εἰ μὴ θεὸς ἐπέσχε, τὸν Βασιλίτζην εἰς τὸν βασίλειον θρόνον ἀναγαγεῖν καὶ Κωνσταντῖνον τὸν οἰκεῖον εὐνουχίσαι ἀνεψιόν. ὃ καὶ ἐγένετο ἄν, εἰ μὴ θεὸς μὲν πρότερον διεκώλυσεν, ἔπειθ' οἱ πρὸς Λέοντα τὸν τοῦ παιδὸς πατέρα διαφυλάττοντες εὔνοιαν, ποτὲ μὲν λέγοντες, ὡς νήπιός ἐστι, ποτὲ δέ, ὡς ἀσθενής, καὶ οὕτω κατὰ μικρὸν ἀποβουκολήσαντες τὸν Ἀλέξανδρον τὸν παῖδα διεσώσαντο, τοῦ θανάτου καταλαβόντος ἐκεῖνον.

[Alexand.3] Ἐπὶ τούτου βασιλεύσαντος ἐφάνη κομήτης ἐκ δύσεως, ὃν ξιφίαν καλοῦσιν οἱ περὶ ταῦτα δεινοί. τοῦτον δὲ ἔλεγον αἱμάτων χύσιν προσημαίνειν ἐν τῇ βασιλίδι.

[Alexand.4] Ὁ δὲ βασιλεὺς πλάνοις καὶ γόησιν ἐκδεδωκὼς ἑαυτὸν καὶ πυνθανόμενος περὶ τῆς ἑαυτοῦ βασιλείας, εἰ μακροχρόνιος ἔσεται, ὑπέσχοντο μακρόβιον αὐτὸν ἔσεσθαι, εἰ ὁ ἐν τῷ ἱππικῷ ἑστηκὼς σύαγρος ὁ χαλκοῦς, αἰδοῖα καὶ ὀδόντας μὴ ἔχων, προσλάβοι παρ' αὐτοῦ. στοιχεῖον γὰρ αὐτοῦ εἶναι τοῦτον προφανῶς· Λέοντι γὰρ ἀντιμάχεται τῷ αὐτοῦ, φασίν, ἀδελφῷ. οἷς πεισθεὶς ὁ ταῖς ἀληθείαις χοιρόβιος τὰ λείποντα μέρη τῷ χοίρῳ προσανενέωσε. τῇ τοιαύτῃ οὖν ἐχόμενος ἀπονοίᾳ ἱππικὸν πεποιηκὼς τοὺς ἱεροὺς τῶν ἐκκλησιῶν πέπλους καὶ τοὺς θείους λύχνους καὶ τοὺς λαμπτῆρας ἀναλαβὼν τὸ ἱππικὸν κατεκόσμησε, τὰ θεῷ ἀνατεθειμένα κοινῶν, ἢ μᾶλλον εἰπεῖν, τοῖς εἰδώλοις ἀνατιθεὶς ὁ δείλαιος.

[Alexand.5] Ἱμέριον δὲ τὸν λογοθέτην ἐκ τῆς ἥττης τῶν Ἀγαρηνῶν ὑποστρέψαντα καὶ τὴν βασιλίδα κατειληφότα ἀποστείλας περιώρισεν ἐν τῇ μονῇ τῶν Καλυπῶν, ἐπαπειλούμενος, ὡς ἐχθρῷ τούτῳ χρήσασθαι διὰ τὸ καὶ αὐτὸν πολλὰ κατ' αὐτοῦ συνθέσθαι ἐν ταῖς ἡμέραις τοῦ ἀδελφοῦ. οὗτος δὲ μικρὸν τῇ ἐξορίᾳ βιοὺς ἀπέθανεν ὑπὸ τῆς θλίψεως κατεργασθείς.

[Alexand.6] Τοῦ Βουλγάρων δὲ ἄρχοντος Συμεὼν πρέσβεις πεπομφότος τοὺς πευσομένους, εἰ τὴν εἰρήνην ἀσπάζοιτο καὶ τιμὴν φυλάττοι πρὸς αὐτόν, ὁποίαν ὁ προβεβασιλευκὼς ἀδελφὸς αὐτοῦ, τοὺς μὲν πρέσβεις ἀτίμως ἐξέπεμψεν, ὑπερόγκους καὶ ἀλαζόνας λόγους καὶ φρυαγματώδεις ἐκπέμψας καὶ ἀπειλαῖς χρησάμενος κατὰ Συμεών, ἐν τούτοις καταπλήττειν τοῦτον οἰόμενος. ὑποστρεψάντων δὲ τῶν πρέσβεων πρὸς τὸν Συμεών, μὴ ἐνεγκὼν οὗτος μετρίως τὰς ἐκ τοῦ Ἀλεξάνδρου ὕβρεις καὶ τὰ φρυάγματα καὶ τὰς ἀπειλὰς ἔλυσε τὴν εἰρήνην καὶ κατὰ Ῥωμαίων ἔκρινεν ὅπλα κινεῖν.

[Alexand.7] Ἀλέξανδρος δὲ τῇ ἕκτῃ τοῦ Ἰουνίου μηνὸς λουσάμενος καὶ ἀριστήσας καὶ οἰνωθεὶς μετὰ τοὺς ὕπνους κατῆλθε σφαιρίσων. πόνου δέ τινος γεννηθέντος ἐν τοῖς ἐγκάτοις αὐτοῦ ἀπὸ τῆς τῶν βρωμάτων ἀπληστίας καὶ τῆς μέθης ἀνελθὼν ἐν τῷ παλατίῳ, αἵματος αὐτοῦ πολλοῦ ἐκ τῶν ῥινῶν καὶ τῶν αἰδοίων ῥυέντος, μετὰ μίαν ἡμέραν ἐτελεύτησεν, ἐπιτρόπους καταλιπὼν τὸν πατριάρχην Νικόλαον, τὸν μάγιστρον Στέφανον, τὸν μάγιστρον Ἰωάννην τὸν Ἐλαδᾶν, Ἰωάννην τὸν ῥαίκτορα, τὸν Βασιλίτζην καὶ τὸν Γαβριηλόπωλον, τὴν βασιλείαν παραδοὺς Κωνσταντίνῳ τῷ οἰκείῳ ἀνεψιῷ. ἀποθανὼν δὲ ἐτέθη μετὰ τοῦ πατρὸς αὐτοῦ Βασιλείου.


https://byzantium.gr/
< 1 2 3 4 5 >