thyreos

Βυζαντινα κειμενα

 

  Προκοπιος
  Ιεροκλης
  Σιμοκαττης
  Θεοφανης
  Ιωαννης Σκυλιτζης
  Κωνσταντινος Ζ’
  Λεων Διακονος
  Μιχαηλ Ψελλος
  Μιχαηλ Ατταλειατης
  Νικητας Χωνιατης
  Γ. Ακροπολιτης
  Γ. Παχυμερης
  N. Γρηγορας
  Ι. Καντακουζηνος
  Γεωργιος Σφραντζης
  Χαλκοκονδυλης


Aspis

Ιωάννης Σκυλίτζης

1040 – 1101
τίτλος έργου:

Σύνοψις Ιστοριών

χρόνος έκδοσης: 1095
πλήρης τίτλος:

ΣΥΝΟΨΙΣ ΙΣΤΟΡΙΩΝ ΑΡΧΟΜΕΝΗ ΑΠΟ ΤΗΣ ΑΝΑΙΡΕΣΕΩΣ ΝΙΚΗΦΟΡΟΥ ΒΑΣΙΛΕΩΣ ΤΟΥ ΑΠΟ ΓΕΝΙΚΩΝ ΚΑΙ ΜΕΧΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ ΣΥΓΓΡΑΦΕΙΣΑ ΠΑΡΑ ΙΩΑΝΝΟΥ ΚΟΥΡΟΠΑΛΑΤΟΥ ΚΑΙ ΓΕΓΟΝΟΤΟΣ ΜΕΓΑΛΟΥ ΔΡΟΥΓΓΑΡΙΟΥ ΤΗΣ ΒΙΓΛΑΣ ΤΟΥ ΣΚΥΛΙΤΖΗ

αντικείμενο:

Καλύπτει τα γεγονότα κατά τις βασιλείες των Βυζαντινών αυτοκρατόρων από το θάνατο του Νικηφόρου Α΄ το 811 έως την εκθρόνιση του Μιχαήλ ΣΤ' το 1057. Σε χειρόγραφο του έργου που βρίσκεται στη Μαδρίτη περιλαμβάνονται 574 μοναδικές εικονογραφήσεις-μινιατούρες.


Κείμενο :
< 1 2 3 4 5 >

[Const7.t]

ΚΩΝΣΤΑΝΤΙΝΟΣ Ο ΥΙΟΣ ΛΕΟΝΤΟΣ

[Const7.1] Οὕτω μὲν τὸν τρόπον, ὃν εἴπομεν, ἀποθανόντος Ἀλεξάνδρου ἐς Κωνσταντῖνον τὸν υἱὸν Λέοντος, ἕβδομον τῆς ἡλικίας ἄγοντα ἔτος, τὸ βασίλειον περιελήλυθε κράτος, ὑπὸ ἐπιτρόπους τελοῦντα τοὺς ἄνωθεν ἠριθμημένους. λαβόμενος οὖν τῆς ἐξουσίας Νικόλαος ὁ πατριάρχης, ὡς καὶ αὐτὸς ἐπιτρόπος ὤν, συνάμα τοῖς ἄλλοις ἐπηδαλιούχει τὰ τοῦ κοινοῦ.

[Const7.2] Τῶν δὲ πραγμάτων οὕτως ἐχόντων, καὶ τῆς βασιλείας, ὡς εἴπομεν, παρὰ τῶν ἐπιτρόπων ἰθυνομένης, Κωνσταντῖνος ὁ τοῦ Δουκὸς Ἀνδρονίκου υἱός, δομέστικος τῶν σχολῶν τυγχάνων καὶ δυναστείαν περιβεβλημένος μεγίστην, γράμμασι τῶν ἐν τῇ βασιλίδι φίλων καὶ συγγενῶν αὐτοῦ παρακινηθείς, γεγραφότων ἀκέφαλον εἶναι τὴν βασιλείαν, καὶ κακῶς διεξάγεσθαι, καὶ μικρὸν ὅσον κινδυνεύειν ὀλεθρίῳ κινδύνῳ ὑποπεσεῖν, αὐτόν τε ἀνακαλουμένων ὡς ἐχέφρονα καὶ ἀνδρεῖον καὶ μόνον δυνάμενον ἐπαξίως κυβερνᾶν τὴν περιβόητον τῶν Ῥωμαίων ἀρχήν, προσθεμένων δ', ὅτι καὶ ἡ σύγκλητος αὐτὸν ἀσπάζεται καὶ ὁ πολιτικὸς ὄχλος, καὶ ἐπισπευδόντων, ὡς τάχος καταλαβεῖν, συνειδότος, ὥς φασι, καὶ τοῦ πατριάρχου Νικολάου καὶ τοῖς γραφεῖσι συνευδοκοῦντος διὰ τὸ μήπω τὰς διαθήκας Ἀλεξάνδρου ἀναγνωσθῆναι, μηδὲ γνωσθῆναι αὐτῷ, ὡς ἐπίτροπος γέγραπται καὶ αὐτὸς τοῦ παιδός, Ἀρταβάσδου πρὸς τοῦτο διακονήσαντος καὶ παρὰ τοῦτο πρώτου τῶν ἱερέων τῆς μεγάλης ἐκκλησίας μετέπειτα γενομένου. πατὴρ δ' ὁ Ἀρτάβασδος ἦν Ἀνδρέου

[Const7.2.16] τοῦ ἐπὶ ζωγραφικῇ τέχνῃ λάμψαντος. ὁ Κωνσταντῖνος καὶ πρότερον ὀνειροπολῶν τὴν βασιλείαν καὶ διὰ παντὸς αὐτῆς ἐφιέμενος, καὶ μηδέποτε ἄλλοσέ πῃ, ἀλλ' ἢ πρὸς τὴν τοιαύτην ὄρεξιν τετραμμένον ἔχων τὸν νοῦν δεξάμενος τὰ γράμματα ταχύ τε ἐπείσθη καὶ ταχὺ τὴν βασιλίδα κατέλαβεν, ἑπομένους ἔχων τοὺς τῶν στρατευμάτων ἐκκρίτους. καὶ τῶν νυκτῶν ἀωρὶ διὰ πυλίδος εἰσελθὼν τοῦ πρωτοβεστιαρίου Μιχαήλ, πλησίον οὔσης τῆς ἀκροπόλεως, ἐν τῷ οἴκῳ τοῦ μαγίστρου Γρηγορᾶ τοῦ Ἰβηρίτζη (πενθερὸς δὲ ὁ Γρηγορᾶς τοῦ Κωνσταντίνου) παρεγένετο, ἐν ᾗ διανυκτηρεύων μετὰ τῶν σὺν αὐτῷ διετέλει. Νικήτας δὲ ἀσηκρῆτις τὴν ἔλευσιν αἰσθόμενος τοῦ Κωνσταντίνου τῷ πατρικίῳ Κωνσταντίνῳ τῷ Ἐλαδικῷ τυγχάνοντι μοναχῷ θᾶττον ἐμήνυσε, καὶ παρειληφὼς αὐτὸν κατὰ τὴν αὐτὴν νύκτα πεφοιτήκασι πρὸς τὸν Δοῦκα. βουλὴν δὲ ποιησάμενοι, μήπω τῆς ἡμέρας καταλαμπούσης, μετὰ λαμπάδων καὶ λαοῦ πολλοῦ καὶ ὄχλου τὴν τοῦ ἱπποδρόμου πύλην καταλαμβάνουσι, Κωνσταντῖνον ἀνευφημοῦντες αὐτοκράτορα. τῶν δὲ ἔνδον εὐσθενῶς ἀντεχομένων καὶ μὴ ἀνοιγνύντων οἱ τὰς πύλας ὁ τοῦ Κωνσταντίνου πρῶτος τῶν ἱπποκόμων ἐπ' ἀνδρείᾳ μέγα φρονῶν καὶ βιαιότερον, ἢ μᾶλλον εἰπεῖν, ἀτακτότερον τῇ ἀνοίξει ἐπιχειρῶν τῶν πυλῶν λογχεύεται παρά τινος τῶν εἴσω διὰ τῆς ἁρμογῆς τῶν θυρῶν. καὶ θνῄσκει μὲν οὗτος εὐθύς, ὁ Κωνσταντῖνος δὲ ἀποκρουσθεὶς ἐκεῖθεν καὶ τῷ τῆς βασιλείας ἔρωτι οἷά τινι μέθῃ κάτοχος ὢν καὶ μὴ καθεστῶτας ἔχων τοὺς λογισμοὺς ἄρας ἐκεῖθεν εἰς τὸ ἱπποδρόμιον παραγίνεται, κακὸν οἰωνὸν τὴν τοῦ ἱπποκόμου ἔχων σφαγήν, ὅμως δὲ τῶν δεδογμένων οὐκ ἀφιστάμενος. ἐκεῖθεν οὖν εὐφημούμενος κατέλαβε τὴν λεγομένην Χαλκῆν καὶ δι' αὐτῆς εἰσελθὼν ἔφθασεν ἄχρι τῶν ἐξκουβίτων. ὁ δὲ μάγιστρος Ἰωάννης ὁ Ἐλαδᾶς, εἷς ὑπάρχων τῶν ἐπιτρόπων, ἐκλογήν, ὡς ὁ καιρὸς ἐδίδου, τῶν ἑταιρειῶν καὶ τῶν ἐλατῶν ποιησάμενος καὶ καθοπλίσας, ὅπως ποτὲ ἕκαστος ἅρματος εὐπόρει, ἀπέστειλε κατὰ τοῦ Δουκός. οἵτινες φθάσαντες τοῖς περὶ τὸν Δοῦκα συμπλέκονται καὶ γίνεται φόνος πολὺς ἑκατέρωθεν. ἔπεσε δὲ καὶ Γρηγορᾶς ὁ τοῦ Δουκὸς υἱὸς καὶ Μιχαὴλ ὁ ἀνεψιὸς αὐτοῦ καὶ Κουρτίκιος ὁ Ἀρμένιος. ταῦτα ταραχῆς οὐ μικρᾶς τὸν Κωνσταντῖνον ἐμπίπλησι. σπεύδων οὖν ἐπιρρῶσαι τὸ ἑαυτοῦ μέρος, τὸν ἵππον ἐλάσας ἠπείγετο συμμῖξαι τοῖς ἔμπροσθεν. ὁ δ' ἵππος ταῖς ἐκεῖσε ὑπεστρωμέναις κατολισθήσας πλαξὶν εἰς γῆν τὸν ἐπιβάτην κατέβαλε, καί τις αὐτὸν κατὰ γῆς ἐρριμένον καὶ μεμονωμένον καταλαβών (οἱ γὰρ ἄλλοι διεσκεδάσθησαν ἅπαντες) ξίφει τὴν τούτου ἀπέτεμε κεφαλὴν καὶ δρομαίως τῷ βασιλεῖ ἀπήνεγκε Κωνσταντίνῳ. τὸ δὲ τοιαύτην αὐτὸν καταλήψεσθαι τύχην προεγνωσμένον ἦν τοῖς ἐπιτρόποις καὶ ἐξ ἑτέρας αἰτίας. Νικόλαός τις δημοσιώνης τῶν ἐν Χαλδίᾳ εἰσπράξεων τὰς συντελείας κατασπαθήσας καὶ μὴ ἔχων, ὅθεν ἀποδῷ τὸ δημόσιον ὄφλημα, φυγὰς εἰς Συρίαν ᾤχετο, ἐξομοσάμενος τὴν καθ' ἡμᾶς εὐσεβῆ θρησκείαν ἀστρολογίας ἀντεποιεῖτο. οὗτος ἐν ὀθόνῃ μελαίνῃ γράμματα γράψας ἀπεστάλκει τῷ λογοθέτῃ Θωμᾷ, καὶ τῆς ὀθόνης ῥυφθείσης δι' ὕδατος φανερὰ τὰ γράμματα γέγονεν. ἦν δὲ ὁ νοῦς τῶν γεγραμμένων οὗτος· ’μὴ φοβηθῆτε ἀπὸ τοῦ πυρροῦ πετεινοῦ τοῦ Δουκός. νεωτερισθήσεται γὰρ ἀφρόνως, καὶ εὐθέως ὀλοθρευθήσεται.‘ τοιοῦτον δὲ τέλος λαβούσης τῆς ἀποστασίας, παραυτίκα μὲν ὁ μάγιστρος Γρηγορᾶς καὶ πενθερὸς τοῦ Κωνσταντίνου μετὰ Λέοντος πατρικίου τοῦ Χοιροσφάκτου τῷ θείῳ τεμένει τῆς τοῦ θεοῦ σοφίας προσέδραμον. οὓς ἐκεῖθεν ἀποσπάσαντες οἱ ἐπίτροποι ἀπέκειραν μοναχοὺς ἐν τῇ τοῦ Στουδίου μονῇ. Κωνσταντῖνον δὲ πατρίκιον τὸν Ἐλαδικὸν βουνεύροις τύψαντες ἀφειδῶς διὰ μέσης τῆς πόλεως ἐθριάμβευσαν καὶ ἐν τῇ μονῇ τοῦ Δαλμάτου ἀπέκλεισαν. Λέοντα δὲ πατρίκιον τὸν Κατακαλίτζην καὶ Ἀβεσσαλὼμ πατρίκιον τὸν τοῦ Ἀροτρᾶ ἐκτυφλώσαντες ἐν ἐξορίᾳ παρέπεμψαν, Κωνσταντῖνον τε τὸν τοῦ Εὐλαμπίου καὶ ἑτέρους σὺν αὐτῷ Φιλόθεος ὁ ἔπαρχος ἐν τῇ τοῦ ἱππικοῦ σφενδόνῃ ἀπέτεμε. Νικήτας δὲ ὁ ἀσηκρῆτις καὶ Κωνσταντῖνος ὁ Λίψ, καίπερ ἀναζητηθέντες πολλά, οὐχ εὑρέθησαν. τὸν δὲ πατρίκιον Αἰγίδην, τὸν ἐπ' ἀνδρείᾳ περιβόητον, καί τινας σὺν αὐτῷ στρατηγοὺς οὐκ ἀσήμους, ἀπὸ τῆς ἐν Χρυσοπόλει δαμάλεως καὶ μέχρι τοῦ τόπου τοῦ λεγομένου Λευκατίου ἀνεσκολόπισαν. πολλοὶ δ' ἂν καὶ ἄλλοι ἀπωλώλεισαν τῶν συγκλητικῶν παρὰ τῶν λεγομένων ἐπιτρόπων ἀνηλεῶς τε καὶ ἀναιτίως, εἰ μή τινες παρρησιασάμενοι τῶν δικαστῶν τῆς ἀδίκου ὁρμῆς ἀνεχαίτισαν, φάμενοι, ὡς ’παιδὸς ὄντος τοῦ βασιλέως καὶ μὴ νοοῦντος τὰ πεπραγμένα, πῶς ἄνευ τῆς αὐτοῦ κελεύσεως τολμᾶτε τοιαῦτα διαπράττεσθαι;‘ οἱ δὲ ἐπίτροποι καὶ τὴν τοῦ Δουκὸς ἀποκείραντες γυναῖκα εἰς τὸν ἐν Παφλαγονίᾳ οἶκον αὐτῆς ἐξαπέστειλαν. ἐξέτεμον δὲ καὶ Στέφανον τὸν ταύτης υἱόν.

[Const7.3] Ἀλλὰ τούτων κατὰ τὴν πόλιν πραττομένων Συμεὼν ὁ Βουλγαρίας ἄρχων μετὰ βαρείας δυνάμεως εἰσβολὴν κατὰ Ῥωμαίων ἐποιήσατο, καὶ τὴν βασιλίδα φθάσας χάρακα περιέβαλεν ἀπό τε Βλαχερνῶν καὶ μέχρι τῆς λεγομένης Πόρτης χρυσῆς καὶ μετέωρος ἦν ταῖς ἐλπίσι ῥᾳδίως ταύτην ἑλεῖν. καταμαθὼν δὲ τὴν ὀχυρότητα τῶν τειχῶν καὶ τὸ πλῆθος τῶν τειχοφυλακούντων καὶ τὴν τῶν πετροβόλων καὶ τοξοβόλων ὀργάνων δαψίλειαν, ἀφέμενος τῶν ἐλπίδων ἐν τῷ Ἑβδόμῳ ὑπέστρεψεν, εἰρηνικὰς σπονδὰς ἐξαιτούμενος. τῶν δ' ἐπιτρόπων ἀσμενέστατα δεξαμένων τὸν λόγον ἀποστέλλει ὁ Συμεὼν τὸν ἑαυτοῦ μάγιστρον Θεόδωρον ὁμιλῆσαι περὶ εἰρήνης. οὗ παραγενομένου καὶ λόγων κινηθέντων πολλῶν ὁ πατριάρχης ἅμα τοῖς λοιποῖς ἐπιτρόποις ἀναλαβόντες τὸν βασιλέα ἐν τοῖς παλατίοις ἦλθον τῶν Βλαχερνῶν, καὶ ὁμήρους δόντες ἀξιολόγους εἰσήγαγον τὸν Συμεὼν ἐν τῷ παλατίῳ, καὶ συνειστιάθη τῷ βασιλεῖ, τοῦ Συμεὼν ὑποκλίναντος τῷ πατριάρχῃ τὴν κεφαλὴν καὶ εὐχὴν δεξαμένου παρ' αὐτοῦ, ἐπιθέντος, ὥς φασι, τῇ τοῦ βαρβάρου κεφαλῇ ἀντὶ στεφάνου τὸ ἴδιον ἐπιρριπτάριον. μετὰ δὲ τὴν ἑστίασιν, ἀσυμβάτων γενομένων περὶ τῆς εἰρήνης, δώροις ὅ τε Συμεὼν καὶ οἱ τούτου παῖδες φιλοφρονηθέντες εἰς τὴν ἰδίαν ἀπηλλάγησαν χώραν. καὶ ταῦτα μὲν ἐπράττετο τῇδε.

[Const7.4] Τοῦ δὲ βασιλέως Κωνσταντίνου διὰ παντὸς ὀδυρομένου καὶ τὴν ἑαυτοῦ ἀνακαλουμένου μητέρα (ἤδη γὰρ αὐτὴν κατήγαγε τοῦ παλατίου Ἀλέξανδρος) ἀναβιβάζουσι καὶ ἄκοντες πάλιν αὐτήν. ἀνελθοῦσα οὖν καὶ ἐγκρατὴς γενομένη τῆς βασιλείας προσλαμβάνεται τὸν παρακοιμώμενον Κωνσταντῖνον καὶ Ἀναστάσιον καὶ Κωνσταντῖνον τοὺς αὐταδέλφους τοὺς τὴν ἐπωνυμίαν Γογγυλίους. συμβουλεύσαντος δὲ καὶ Ἰωάννου τοῦ Ἐλαδᾶ καταβιβάζουσι τοὺς οἰκείους Ἀλεξάνδρου, Ἰωάννην τὸν ῥαίκτωρα, τὸν Γαβριηλόπωλον, τὸν Βασιλίτζην καὶ τοὺς λοιπούς. προβάλλεται δὲ καὶ Ζωὴ αὐγοῦστα Δομίνικον ἑταιρειάρχην δραστήριον δοκοῦντα καὶ τοῖς αὐτῆς προσκείμενον προστάγμασιν, οὗ τῇ συμβουλῇ καταβιβάζεται ὁ πατριάρχης τοῦ παλατίου. καὶ ὁ μάγιστρος δὲ Ἰωάννης ὁ Ἐλαδᾶς κατῆλθεν ἑκουσίως, νόσῳ βληθείς, ὑφ' ἧς καὶ ἀπεβίω Κωνσταντῖνος δὲ ὁ παρακοιμώμενος ὑφ' ἑαυτὸν ἀγαγεῖν τὴν ἅπασαν τῆς βασιλείας ἡνίαν βουλόμενος, καὶ μηδένα ἔχειν τὸν ἐμποδίζοντα, διαβάλλει τὸν ἑταιρειάρχην εἰς τὴν αὐγοῦσταν ὡς σφετεριζόμενον τὴν βασιλείαν εἰς τὸν ἑαυτοῦ ἀδελφόν. οὗ τοῖς λόγοις πεισθεῖσα πατρίκιον αὐτὸν τιμᾷ, καὶ κατελθόντα, ὡς ἔθος, λαβεῖν εὐχὴν οἴκοι μένειν προσέταξε. προχειρίζε-

[Const7.4.18] ται δὲ ἀντ' αὐτοῦ Ἰωάννην τὸν Γαριδᾶν ἑταιρειάρχην, καὶ Δαμιανὸν εὐνοῦχον ἀρτιφανῆ τῆς βίγλας δρουγγάριον.

[Const7.5] Ἄγοντος δὲ καὶ φέροντος τοῦ Συμεὼν τὰ Θρᾳκῷα μέρη, καὶ τῆς αὐγούστης φροντιζούσης μετὰ τῶν ἐν τέλει, ὅπως αὐτοῦ παύσωσι τὰς ἐπιδρομάς, Ἰωάννης ὁ Βογᾶς ὑπέσχετο πατρίκιος τιμηθεὶς ἀγαγεῖν κατ' αὐτοῦ Πατζινάκας, καὶ τυχὼν τῆς αἰτήσεως, δῶρα λαβὼν ἄπεισιν εἰς Πατζινακίαν. καὶ σπεισάμενος καὶ ὁμήρους εἰληφὼς ἐπάνεισιν ἐν τῇ πόλει, συνθεμένων τῶν Πατζινάκων τὸν Ἴστρον περαιώσασθαι καὶ Βουλγάροις πολεμεῖν. ηὐτομόλησε δὲ τότε καὶ Ἀσώτιος ἀνὴρ ὀνομαστός, υἱὸς ὢν τοῦ ἄρχοντος τῶν ἀρχόντων. ἐλέγετο δὲ οὗτος ῥάβδον σιδηρᾶν ἀμφοτέραις χερσὶ τῶν ἄκρων λαμβάνων περικλᾶν τῇ τῶν χειρῶν βίᾳ καὶ κάμπτειν, τῆς ἀντιτύπου τοῦ σιδήρου βίας ὑπεικούσης τῇ τῶν χειρῶν ἰσχύϊ. ὃν φιλοφρόνως ἡ δέσποινα δεξαμένη οἴκαδε πάλιν ὑπονοστῆσαι πεποίηκε.

[Const7.6] Πολιορκοῦντος δὲ τοῦ Συμεὼν τὴν Ἀδριανούπολιν ἐφ' ἡμέρας ἱκανὰς καὶ μηδὲν ἀνύοντος, Παγκρατούκας τις γένος ὢν Ἀρμένιος καὶ εἷς τῶν φυλάττειν τεταγμένων τὴν πόλιν χρυσίῳ δελεασθεὶς προὔδωκεν αὐτὴν τῷ Συμεών. μετ' ὀλίγον δὲ ἀπεστάλη παρὰ τῆς αὐγούστης Βασίλειος πατρίκιος ὁ ἐπὶ τοῦ κανικλείου καὶ Νικήτας ὁ Ἑλλαδικός, καὶ χρυσίῳ καὶ χρήμασι πλείστοις πάλιν αὐτὴν ἀνεκτήσαντο.

[Const7.7] Τούτῳ τῷ ἔτει καὶ Δαμιανὸς ὁ τῆς Τύρου ἀμηρᾶς μετὰ πολεμικῶν πλοίων καὶ δυνάμεως πολλῆς εἰσβολὴν ἐποιήσατο κατὰ Ῥωμαίων, καὶ τὴν Στρόβηλον καταλαβὼν ἐνεργῶς αὐτὴν ἐπολιόρκει. καὶ ἐξεπόρθησεν ἄν, εἰ μὴ νοσήσας ἀπεβίω, ὑποστρεψάντων διὰ κενῆς τῶν Σαρακηνῶν.

[Const7.8] Μὴ φέρουσα δὲ Ζωὴ ἡ βασιλὶς τὰς τοῦ Συμεὼν συνεχεῖς ἐπιδρομὰς καὶ βουλομένη ταύτας ἀνακόψαι, δέον ἐγνώκει μετὰ τῆς συγκλήτου εἶναι σπείσασθαι τοῖς Σαρακηνοῖς, καὶ πάντα τὸν ἐν τῇ ἕῳ στρατὸν διαπερᾶσαι πρὸς τὴν ἑσπέραν, καὶ ἑνωθέντων τῶν τε ἑῴων καὶ τῶν δυτικῶν στρατευμάτων πόλεμον συστήσασθαι κατὰ τῶν Βουλγάρων, καὶ τελέως ἀφανίσαι αὐτούς. ἔδοξε τοῦτο, καὶ πεμφθεὶς εἰς Συρίαν Ἰωάννης πατρίκιος ὁ Ῥαδηνὸς καὶ Μιχαὴλ ὁ Τοξαρᾶς ἐσπείσαντο τοῖς Σαρακηνοῖς. καὶ δὴ τῆς ἀπ' αὐτῶν ἀπαλλαγεῖσα φροντίδος ἡ βασιλὶς τὴν συνήθη διανομὴν τῆς ῥόγας κελεύσασα γενέσθαι τῶν στρατευμάτων, Λέοντι τε μαγίστρῳ τῷ Φωκᾷ ταῦτα παραδοῦσα, δομεστίκῳ τῶν σχολῶν τυγχάνοντι, ἀπᾶραι κατὰ Βουλγάρων ἐπέτρεψεν. ἀθροισθέντων δὲ πάντων τῶν θεμάτων καὶ τῶν ταγμάτων κατὰ τὴν Διάβασιν (πεδίον δὲ ἡ Διάβασις μέγα καὶ πρὸς ὑποδοχὴν στρατοῦ ἐπιτήδειον) ἀποσταλεὶς ὁ πρωτοπαπᾶς τοῦ παλατίου μετὰ τῶν τιμίων ξύλων παρεσκεύασε προσκυνήσαντας πάντας ἐπομόσασθαι συναποθνῄσκειν ἀλλήλοις. καὶ τοῦ ὅρκου τελεσθέντος πανστρατὶ κατὰ Βουλγάρων ἐξώρμησαν. ἦρχον δὲ τοῦ μὲν τάγματος τῶν ἐξκουβίτων Ἰωάννης ὁ Γράψων, ἀνὴρ πολεμικὸς καὶ πολλάκις ἐν μάχαις ἀνδραγαθήσας, τοῦ δὲ ἱκανάτου Ὀλβιανὸς ὁ Μαρούλης, ἀνὴρ δεδοκιμασμένος, καὶ Ῥωμανὸς καὶ Λέων οἱ τοῦ Ἀργυροῦ παῖδες καὶ Βάρδας ὁ Φωκᾶς ἑτέρων ταγμάτων ἐξῆρχον. συνῆν δὲ τούτοις καὶ Μελίας ὁ μάγιστρος μετὰ τῶν Ἀρμενίων καὶ πλεῖστοι ἄλλοι στρατηγοὶ τῶν θεμάτων. παρείπετο δὲ καὶ Κωνσταντῖνος πατρίκιος ὁ Λίψ, ὡς τάχα σύμβουλος Λέοντι τῷ δομεστίκῳ τῶν σχολῶν. κατὰ δὲ τὴν ἕκτην τοῦ Αὐγούστου μηνός, τῆς πέμπτης ἰνδικτιῶνος, πολέμου συρραγέντος Ῥωμαίοις τε καὶ Βουλγάροις πρὸς τῷ Ἀχελῴῳ φρουρίῳ τρέπονται κατὰ κράτος οἱ Βούλγαροι, καὶ φόνος αὐτῶν ἐγένετο πολύς. ἱδρῶτι δὲ τοῦ δομεστίκου περιρρανθέντος πολλῷ καὶ λειποθυμήσαντος καὶ τοῦ ἵππου ἀποβάντος ἐπί τινι πηγῇ καὶ τὸν ἱδρῶτα ἀποπλύνοντος καὶ ἑαυτὸν ἀποψύχοντος, τὸν δεσμὸν ἀπορρήξας ὁ ἵππος τυχαίως ἔθει διὰ τοῦ στρατοπέδου κενὸς ἐπιβάτου. ὃν οἱ στρατιῶται θεώμενοι γνώριμον ὄντα, καὶ τὸν δομέστικον πεσεῖν ὑποτοπάσαντες εἰς πτοίαν ἐνέπεσον καὶ κατεβλήθησαν τὰς ψυχὰς καὶ τῆς διώξεως ἔστησαν, ἔνιοι δὲ καὶ παλίντροποι γεγόνασιν. ἐξ ὑπερδεξίων δὲ ταῦτα θεώμενος ὁ Συμεών (οὐ γὰρ ἔτυχεν ἀσύντακτον τὴν φυγὴν ποιησάμενος) ἐπαφῆκε τοὺς Βουλγάρους κατὰ Ῥωμαίων. οἱ δὲ καὶ πρότερον, ὡς εἴπομεν, τὰς γνώμας θλασθέντες καὶ τεθηπότες, ὡς καὶ αἰφνίδιον ἐπιόντας ἐθεάσαντο τοὺς Βουλγάρους, τρέπονται πανστρατί, καὶ γέγονε φυγὴ φρικωδεστάτη, τῶν μὲν ὑπ' ἀλλήλων συμπατουμένων, τῶν δὲ ὑπὸ τῶν ἐναντίων ἀναιρουμένων. Λέων δ' ὁ δομέστικος ἐν Μεσημβρίᾳ διεσώθη φυγών. ἔπεσε δὲ λαὸς οὐ τῶν κοινῶν στρατιωτῶν, ἀλλὰ καὶ στρατηγοὶ καὶ ταγματάρχαι ἀριθμοῦ κρείττους. ἐσφάγη δὲ καὶ Κωνσταντῖνος ὁ Λὶψ καὶ ὁ τῶν ἐξκουβίτων ἔξαρχος Ἰωάννης μάγιστρος ὁ Γράψων.

[Const7.9] Ἦν δὲ ἀποσταλεὶς ὁ πατρίκιος Ῥωμανὸς ὁ Λακαπηνός, δρουγγάριος τηνικαῦτα τῶν πλωΐμων ὤν, μετὰ παντὸς τοῦ στόλου παραπλεῖν τοῖς αἰγιαλοῖς προσταχθεὶς καὶ εἰς βοήθειαν τυγχάνειν τῷ Λέοντι, διαπερᾶσαι δὲ καὶ τοὺς παρὰ τοῦ Βογᾶ ἀχθέντας Πατζινάκας εἰς συμμαχίαν Ῥωμαίων. διενέξεως δὲ γενομένης μέσον τοῦ Ῥωμανοῦ καὶ τοῦ Βογᾶ ἰδόντες αὐτοὺς οἱ Πατζινάκαι στασιάζοντας πρὸς ἀλλήλους, ὑπέστρεψαν εἰς τὰ ἴδια, καὶ γέγονεν ἡ ἐξ αὐτῶν βοήθεια ἄπρακτος καὶ ἀνόνητος. ἄλλοι δὲ οὐχ οὕτω φασὶ γενέσθαι τὴν τροπὴν Ῥωμαίων, τρόπον δὲ ἕτερον. τρεψαμένου γὰρ τοῦ Φωκᾶ τὸν Συμεὼν καὶ διώκοντος φήμη τις ἐξαίφνης ἔφθασε πρὸς αὐτὸν ἀπαγγέλλουσα, ὡς ὁ δρουγγάριος τῶν πλωΐμων ἄπεισι μετὰ τοῦ στόλου παντὸς παραληψόμενος τὴν βασιλείαν. ὁ δὲ τῇ ἀκοῇ καταβροντηθείς (ἐσφετερίζετο γὰρ εἰς ἑαυτὸν τὸ τῆς βασιλείας κράτος) καταλιπὼν τὸ διώκειν ὑπέστρεψεν εἰς τὴν παρεμβολήν, ὡς τάχα τὸ ὂν μαθησόμενος. διαδοθέντος δὲ λόγου πρὸς τὸν στρατόν, ὡς ὁ δομέστικος πέφευγεν, ἀλκῆς ἐπιλησθέντες οἱ λοιποὶ ἐποίουν ὁμοίως. οὓς ἰδὼν ὁ Συμεὼν φεύγοντας (ἵστατο γάρ, ὡς εἴρηται, ἐν εὐκαίρῳ τόπῳ τὸ τέλος ἀφορῶν τοῦ ἀγῶνος) ἐξεχύθη πανστρατὶ καὶ παλίντροπον τὴν φυγὴν ἐποιήσατο. οὗτος μὲν δὴ καὶ ὁ δεύτερος λόγος. εἴτε δὲ οὕτως, εἴτε ἐκείνως ἡ ἀλήθεια ἔχει, ὅμως ἐτράπησαν οἱ Ῥωμαῖοι καὶ τὰ λεχθέντα ἄνωθεν διεπράχθη. μετὰ τὴν τροπὴν δὲ τῶν σωθέντων ἐκ τοῦ πολέμου παραγενομένων τὰ κατὰ τὸν Ῥωμανὸν καὶ τὸν Βογᾶν ἐκινήθη. καὶ εἰς τοσοῦτον κινδύνου περιέστη τῷ δρουγγαρίῳ τὰ πράγματα, ὡς ψῆφον κατ' αὐτοῦ ἐξενεχθῆναι παρὰ τῶν δικαστῶν καταδικάζουσαν αὐτὸν ἐκκοπῆναι τὰς ὄψεις, ὡς ἀμελείᾳ ἢ μᾶλλον κακουργίᾳ μὴ διαπεράσαντα Πατζινάκας, πάλιν δὲ μηδὲ τοὺς ἀπὸ τῆς τροπῆς δεχόμενον ὑποστρέψαντας. τοῦτο δὲ ἂν ἐπεπόνθει, εἰ μὴ Στέφανος μάγιστρος ὁ τῶν ἐπιτρόπων εἷς καὶ Κωνσταντῖνος πατρίκιος ὁ Γογγύλης, πολλὰ δυνάμενοι παρὰ τῇ δεσποίνῃ, αὐτὸν ἐξερρύσαντο. Συμεὼν δὲ ἐπαρθεὶς τῇ νίκῃ καὶ γαυριῶν ἄρας ἅπαν αὐτοῦ τὸ στράτευμα κατὰ τῆς βασιλίδος ἠπείγετο. ἐξῆλθεν οὖν πάλιν ὁ δομέστικος Λέων ὁ Φωκᾶς καὶ ὁ ἑταιρειάρχης Ἰωάννης καὶ Νικόλαος ὁ Κωνσταντίνου τοῦ Δουκὸς υἱὸς μετά τινων στρατιωτῶν τῶν παρευρεθέντων εἰς συνάντησιν αὐτοῦ. καὶ κατὰ τὸν τόπον τὸν λεγόμενον Κατασύρτας ἀπομοίρᾳ τινὶ Βουλγάρων εἰς προνομὴν πεμφθείσῃ συνηντηκότες προσρήγνυνται τούτοις καὶ τρέπονται εὐπετῶς. ἀκραιφνοῦς δὲ πάλιν ἑτέρας ἐπεισπεσούσης ὑφίστανται καὶ ταύτην ῥᾳδίως τε καὶ ἀνδρικώτερον, καὶ γίνεται μάχη καρτερὰ καὶ ἐπὶ πολὺν διαρκέσασα χρόνον, καὶ τρέπονται μὲν οἱ Βούλγαροι, ἐσφάγη δὲ Νικόλαος ὁ τοῦ Δουκὸς υἱός, ἡρωϊκῶς ἀγωνισάμενος, καὶ

[Const7.9.39] αἴτιος τῆς νίκης Ῥωμαίοις γενόμενος. καὶ τὰ μὲν κατὰ τὸν πόλεμον συνηνέχθη γενέσθαι οὕτως.

[Const7.10] Τὰ δὲ κατὰ πόλιν ἐνόσει δεινῶς, πολλῶν καὶ μεγίστων ἐπιμαινομένων τῇ βασιλείᾳ καὶ τῷ ταύτης ἔρωτι φλεγομένων, ὧν κορυφαῖος ἦν ὁ Φωκᾶς. ὑπάρχων γὰρ οὗτος ἐπ' ἀδελφῇ γαμβρὸς τοῦ παρακοιμωμένου Κωνσταντίνου, μεγάλα τότε τῶν ἐν τοῖς βασιλείοις δυναμένου εὐνούχων, καὶ ἐπ' αὐτῷ πλεῖστα θαρρῶν ῥᾳδίως ᾤετο τὸ τῆς βασιλείας καθέξειν κράτος. διὸ καὶ πολὺς ἐφέρετο, καὶ οὐ κρύβδην, ἀλλὰ φανερῶς ταύτης ἀντεποιεῖτο, ὡσπερεὶ πατρῴου πράγματος καὶ προγονόθεν ἀνήκοντος αὐτῷ καὶ ὅσον οὔπω ἥξειν εἰς αὐτόν, ὡς εἰς νόμιμον διαδοχὴν ἐφαντάζετο. οὗ τὴν ὁρμὴν ἀκατάσχετον οὖσαν φοβηθεὶς ὁ τοῦ βασιλέως Κωνσταντίνου παιδαγωγὸς Θεόδωρος, καὶ μή τι πάθῃ δείσας ὁ βασιλεύς, ὑπέθετο τῷ βασιλεῖ Κωνσταντίνῳ λαθραίως προσλαβέσθαι τὸν πατρίκιον Ῥωμανὸν καὶ δρουγγάριον τῶν πλωΐμων, πατρικὸν ὄντα δοῦλον καὶ τὰ αὐτοῦ φρονοῦντα διὰ παντός, ὥστε συνεῖναι καὶ διαφυλάττειν αὐτὸν καί, εἰ δεήσει, σύμμαχον ἔχειν καὶ βοηθόν. ἐντυχίας οὖν πρῶτον περὶ τούτου γενομένης ὁ Ῥωμανὸς ἀπείπατο, καὶ πάλιν καὶ πολλάκις πειραθέντων τῶν ἀμφὶ τὸν Θεόδωρον ἀπείπατο. ἐπεὶ δὲ γραμμάτιον αὐτόχειρον χαράξας ὁ βασιλεὺς καὶ φοινικοῖς ὑποσημάνας γράμμασιν ἀπέστειλεν αὐτῷ, εἶξέ τε ἐπὶ χεῖρας τοῦτο λαβὼν καὶ καθυπέσχετο τὴν τοῦ παρακοιμωμένου Κωνσταντίνου καὶ τῶν συγγενῶν αὐτοῦ ἐπίθεσιν κωλῦσαι κατὰ τὸ ἐγχωροῦν. τὰ μὲν οὖν λαληθέντα καὶ στοιχηθέντα οὕτω προέβη, καὶ διὰ τῆς ἀγορᾶς καὶ τῶν λεωφόρων καὶ τῶν στενωπῶν ὑπεψιθυρίζετο. ὁ δὲ παρακοιμώμενος, καίπερ οὐκ ἀνήκοος ὢν τῶν κατ' αὐτοῦ μελετωμένων, κατεφρόνει, μὴ ἄν ποτε οἰηθεὶς τολμῆσαί τινα ἐπιχείρησιν κατ' αὐτοῦ ποιήσασθαι. ἐξελθὼν οὖν καὶ τὴν συνήθη διανομὴν τῆς ῥόγας ποιησάμενος τῶν πλωΐμων, καὶ τὸν Ῥωμανὸν ἐπισπεύδων τάχιον ἐκπλεῦσαι, περιπίπτει τῷ λόχῳ. δουλικῷ γὰρ ἐν σχήματι προσυπαντήσας ὁ Ῥωμανὸς αὐτῷ καὶ προθύμως ποιήσειν τὸ κελευσθὲν ἐπαγγελλόμενος ἠρέμα καὶ κατὰ μικρὸν ἦγεν αὐτὸν εἰς τὴν ἐνέδραν. μηδὲν δὲ ἐπαισθέσθαι τῶν μελετωμένων δυνηθέντος τοῦ παρακοιμωμένου, ἀλλ' ἀκάκως καὶ χωρὶς ὑπονοίας διαλεγομένου, καὶ μᾶλλον ἔγγιστα προσιόντος αὐτῷ, καὶ πυθομένου, εἰ ἔχει ἄνδρας εὐειδεῖς καὶ γενναίους καὶ τὴν βασιλικὴν ἐρέττειν ἐπιτηδείους τριήρη, τοῦ δὲ καὶ ἔχειν καὶ ἐγγὺς παρεῖναι τούτους εἰρηκότος, καὶ τῇ κεφαλῇ νεύσαντος ἥκειν πλησίον τινὰς τῶν εὐειδεστέρων, ὁ Κωνσταντῖνος θεασάμενος τούτους, καὶ τάχα ἀποδεξάμενος, ἀπαίρειν ἠπείγετο. ὁ δὲ Ῥωμανὸς ἔγγιστα τούτου περιπατῶν, ὡς πλησίον ἐγένοντο τῇ στρατηγίδι τριήρει, κατασχὼν τὸν Κωνσταντῖνον καὶ μηδὲν πλέον εἰπών, ἀλλ' ἢ μόνον· ’ἄρατε τοῦτον,‘ αὐτὸς μὲν ἔστη, οἱ δὲ πρὸς τὸ ἔργον ὄντες ηὐτρεπισμένοι εἰσήγαγον εἰς τὴν ναυαρχίδα καὶ ἐν ἀσφαλείᾳ κατεῖχον, μηδενὸς ἐπαμῦναι τοῦτον τολμήσαντος τῶν συνεπομένων αὐτῷ, ἀλλὰ πάντων παραυτίκα διασπαρέντων. τῆς φήμης οὖν ἐξαρθείσης ταραχὴ κατέσχε πᾶσαν τὴν πόλιν, τυραννίδος, ὡς εἰκός, ἐπίθεσιν λογισαμένην. φθάσαντος οὖν τοῦ λόγου καὶ μέχρι τῆς βασιλίδος Ζωῆς, εἰς ἀμηχανίαν καὶ οἱ ἐν τέλει ἐνέπιπτον. προσκαλεῖται γοῦν ἡ βασιλὶς τὸν πατριάρχην Νικόλαον καὶ τοὺς τῆς συγκλήτου λογάδας, κοινολογησαμένη τε μετ' αὐτῶν ἐκπέμπει πρὸς Ῥωμανόν, τὴν αἰτίαν τοῦ γεγονότος μαθεῖν ἐθέλουσα. τῶν πεμφθέντων γενομένων, ἔνθα προσώρμουν αἱ τριήρεις, καὶ μελλόντων ζήτησιν ποιεῖσθαι τῆς τοῦ παρακοιμωμένου κατασχέσεως, ὁ τῶν πλωΐμων διαναστὰς ἀκόλαστος ὄχλος λίθοις αὐτοὺς ἐξήλασαν. ἕωθεν οὖν ἡ βασιλὶς ἐξελθοῦσα περὶ τὸν Βουκολέοντα καὶ τὸν υἱὸν μεταστειλαμένην καὶ τοὺς περὶ αὐτὸν ἐπηρώτα, πῶς γέγονεν ἡ ἀνταρσία αὕτη. μηδενὸς δὲ ἀποκριναμένου, ὁ παιδαγωγὸς τοῦ βασιλέως Θεόδωρος ἔφη· ’διὰ τὸ ἀπολέσαι, ὦ δέσποινα, Λέοντα μὲν τὸν Φωκᾶν τὰ στρατόπεδα, Κωνσταντῖνον δὲ τὸν παρακοιμώμενον τὸ παλάτιον, ἡ τοιαύτη γέγονε κίνησις.‘

[Const7.11] Ὁ βασιλεὺς δὲ εἰς ἑαυτὸν τὴν ἐξουσίαν ἀπὸ τῆς μητρὸς ἐφελκόμενος τὸν πατριάρχην Νικόλαον σὺν τῷ μαγίστρῳ Στεφάνῳ ἀνήγαγεν ἐν τῷ παλατίῳ, καὶ τῇ ἐπαύριον στέλλουσιν Ἰωάννην τὸν Τουβάκην τὴν αὐγοῦσταν τοῦ παλατίου καταβιβάσαι. ἡ δὲ μετ' ὀλολυγῆς καὶ δακρύων τῷ ἑαυτῆς προσπλακεῖσα υἱῷ πρὸς συμπάθειαν αὐτὸν μητρικὴν καὶ οἶκτον ἐκίνησε. διὸ καί φησι πρὸς τοὺς ἄγοντας· ’ἐάσατε εἶναι μετ' ἐμοῦ τὴν μητέρα μου.‘ οἱ δὲ ἅμα τῷ λόγῳ ταύτην κατέλιπον. προεβάλλετο δ' ὁ βασιλεὺς δομέστικον τῶν σχολῶν, διαδεξάμενος τὸν Φωκᾶν, τὸν μάγιστρον Ἰωάννην τὸν Γαριδᾶν, τὴν ἐκ τοῦ Λέοντος δεδοικὼς ἐπανάστασιν. τῇ αἰτήσει τε τούτου προεβλήθησαν Συμεὼν ὁ υἱὸς αὐτοῦ καὶ Θεόδωρος ὁ τῆς γυναικὸς αὐτοῦ ἀδελφός, ὁ Ζουφινέζερ, ἑταιρειάρχαι. ὅρκοις τε οὖν καταληφθεὶς ὑπὸ τοῦ βασιλέως κατῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ παραχρῆμα οἱ συγγενεῖς αὐτοῦ ἀπελύθησαν τῶν βασιλείων. ὅπερ μαθὼν ἐκεῖνος ἀγωνίᾳ καὶ φόβῳ ἐλήφθη. εὐθὺς οὖν ἐξιππασάμενος ἀπῆλθεν ἐν τῷ ναυστάθμῳ πρὸς τὸν Ῥωμανὸν τὸν δρουγγάριον, τὴν ὕβριν, ἣν ὑπέστη, καὶ τὸν προπηλακισμὸν διηγούμενος. κοινοπραγήσαντες οὖν καὶ ὅρκοις ἀλλήλους κατασφαλισάμενοι καὶ κῆδος εἰς τοὺς ἑαυτῶν ποιησάμενοι παῖδας ἐν τῷ κρυπτῷ κατεῖχον τὸ σπουδαζόμενον. ὁ δὲ Ῥωμανὸς πέμψας εἰς τὸ παλάτιον περὶ τοῦ γεγονότος ἀπελογεῖτο, μὴ ἀνταρσίαν εἶναι, μηδὲ ἀπόστασιν ὀμνύμενος τὰ πραχθέντα. τὴν τοῦ Φωκᾶ δὲ ἐπίθεσιν ὑφορώμενος, φησί, καὶ δεδιὼς περὶ τοῦ βασιλέως, μή τι καὶ πάθῃ φλαῦρον, ἐν τῷ παλατίῳ ἀνελθεῖν ἠβουλήθη καὶ φυλακὴν τούτου ποιήσασθαι καὶ τοῦ βασιλέως. μὴ πιστεύοντος δὲ τοῦ πατριάρχου, μηδὲ τὰ λεγόμενα δεχομένου, ἐπισπέρχει Θεόδωρος ὁ παιδαγωγὸς τὸν Ῥωμανὸν ἄραντα πάντα τὸν στόλον ἀφικέσθαι πρὸς τὸ τοῦ παλατίου νεώριον ἐν τῷ Βουκολέοντι. μέλλοντος δὲ τούτου καὶ ἀναδυομένου, οἱ πρὸς τὴν λεληθυῖαν πρᾶξιν τοῦτον ἐνάγοντες ἀνέπεισαν καὶ ἄκοντα ποιῆσαι τὸ κελευόμενον. ἀμέλει καὶ κατ' αὐτὴν τὴν ἡμέραν τῆς ἑορτῆς τοῦ εὐαγγελισμοῦ ἐξαρτίσας τὸν στόλον πολεμικῶς ἀφικνεῖται πρὸς τὸν Βουκολέοντα. καὶ Στέφανος μὲν εὐθὺς ὁ μάγιστρος κάτεισι τῶν βασιλείων, ἄνεισι δ' ὁ πατρίκιος Νικήτας, κηδεστὴς ὢν Ῥωμανοῦ, καὶ κατάγει τὸν πατριάρχην. οἱ δὲ περὶ τὸν βασιλέα τὰ τίμια καὶ ζωοποιὰ ξύλα πέμψαντες πρὸς τὸν Ῥωμανὸν καὶ ὅρκοις αὐτὸν κατασφαλισάμενοι φοβερωτάτοις καὶ ἀραῖς παλαμναιοτάταις, μηδέποτε δόλιον κατὰ τοῦ βασιλέως ἐννοήσασθαι, συγχωροῦσι μετ' ὀλίγων αὐτὸν ἀνελθεῖν ἐν τῷ παλατίῳ. ὅνπερ δεξάμενος ὁ βασιλεὺς ἀνελθόντα καὶ προσκυνήσαντα εἰσάγει κατὰ τὸν ἐν τῷ Φάρῳ ναὸν καὶ πίστεις αὐτῷ δοὺς καὶ λαβὼν προχειρίζεται τοῦτον μέγαν ἑταιρειάρχην. γράμματα οὖν εὐθὺς ἐφοίτα πρὸς Λέοντα τὸν Φωκᾶν μὴ ὀλιγωρῆσαι, μηδ' ἀπογνῶναι, μηδὲ σκαιόν τι βουλεύσασθαι, ἀλλὰ προσμεῖναι μικρὸν ἡσύχως ἐν τῷ οἰκείῳ οἴκῳ διοριζόμενα, ὡς μελλούσης γενέσθαι διὰ βραχέων τῆς αὐτοῦ προνοίας. τὰ παραπλήσια δὲ γράψαι πρὸς αὐτὸν καὶ τὸν παρακοιμώμενον κατηνάγκασε Κωνσταντῖνον. ἅπερ δεξάμενος ὁ Φωκᾶς ἡσυχίαν ἦγεν ἐν τῷ κατὰ τὴν Καππαδοκίαν οἴκῳ αὐτοῦ.

[Const7.12] Τῇ δὲ πέμπτῃ ἑβδομάδι τῶν ἁγίων νηστειῶν δίδοται παρὰ Κωνσταντίνου τοῦ βασιλέως ἀρραβὼν γαμικοῦ συναλλάγματος Ἑλένῃ τῇ θυγατρὶ Ῥωμανοῦ, καὶ τῇ τρίτῃ τῇ λεγομένῃ τῆς Γαλιλαίας στεφα-

[Const7.12.4] νοῦται μετ' αὐτῆς παρὰ Νικολάου πατριάρχου ὁ βασιλεύς, τὸν Ῥωμανὸν βασιλεοπάτορα προβαλλόμενος, καὶ ἀντ' αὐτοῦ ἑταιρειάρχην Χριστοφόρον τὸν τούτου υἱόν.

[Const7.13] Καὶ μετὰ μικρὸν Λέων ὁ Φωκᾶς ἀναπεισθεὶς ὑπὸ τῶν ἑαυτοῦ συγγενῶν καὶ τῶν ταγμάτων πρὸς ἀποστασίαν ἀπεῖδε, καὶ ἀποστείλας προσελάβετο μετ' αὐτοῦ τὸν παρακοιμώμενον Κωνσταντῖνον, καὶ Κωνσταντῖνον καὶ Ἀναστάσιον τοὺς Γογγυλίους καὶ αὐταδέλφους, καὶ Κωνσταντῖνον τὸν τῆς Μαλελίας, πληροφορῶν ἅπαντας ὑπὲρ τοῦ βασιλέως Κωνσταντίνου τὰ ὅπλα αἴρειν. Ῥωμανὸς δὲ χρυσοβούλλια ἐκθέμενος ἀνατροπὴν ἔχοντα τῆς τοῦ Φωκᾶ προφάσεως, καὶ τῇ χειρὶ τοῦ βασιλέως καὶ τῇ σφραγῖδι ταῦτ' ἐμπεδώσας μετά τινος γυναικὸς ἑταιρίδος, ἣν διὰ τὴν τοιαύτην ὑπηρεσίαν καὶ Βασιλικὴν ὕστερον προσηγόρευσαν, ἐν τῷ τοῦ Λέοντος στρατοπέδῳ ἐξέπεμψε, καὶ ἕτερα δὲ μετά τινος κληρικοῦ Μιχαὴλ ὑποσχέσεσι τιμῶν καὶ δωρεῶν διαφθείροντα τοὺς τῶν ταγμάτων ἐξάρχους καὶ τὸν λαόν. ἀλλ' οὗτος μὲν ὁ Μιχαὴλ φωραθεὶς ὑπὸ τοῦ Φωκᾶ καὶ τυφθεὶς ἀνηλεῶς ἀπετμήθη τὰ ὦτα. ἔλαθε δ' ἡ γυνὴ ἐν τῷ στρατῷ διασπείρασα, ἃ ἐπήγετο. πρῶτον οὖν ὁ τοῦ Βαρέος Μιχαὴλ υἱὸς Κωνσταντῖνος, τοῦ τάγματος ἄρχων τῶν ἱκανάτων, καταλιπὼν τὸν Λέοντα τῷ Ῥωμανῷ προσεχώρησεν. ᾧτινι καὶ ὁ Βαλάντης καὶ ὁ λεγόμενος Ἄτζμωρος, τουρμάρχαι καὶ ἄμφω ὄντες, ἐπηκολούθησαν. Λέων δὲ ὅμως ὁ Φωκᾶς τὴν Χρυσόπολιν καταλαβών, καὶ τὸν λαὸν παρατάξας κατὰ τὴν ἀντιπέραν ἐν τῷ κίονι ἱσταμένην λιθίνην δάμαλιν ἐξεφόβει τοὺς ἐν τῇ πόλει. Ῥωμανὸς δὲ μετὰ δρόμωνος τὸν ἐπὶ τοῦ κανικλείου Συμεὼν ἐκπέμψας πρὸς τὸν τοῦ ἀποστάτου λαὸν καὶ χρυσόβουλλον ἐνσεσημασμένον παρὰ τοῦ βασιλέως ἐνεχείρισεν αὐτῷ, καὶ παρηγγύησε πάντα τρόπον σπουδάσαι τῷ λαῷ τοῦτο ὑπαναγνῶναι. ὁ δὲ τοῦ χρυσοβούλλου νοῦς εἶχεν οὕτως· ’ἡ βασιλεία μου φύλακα αὐτῆς ἐγρηγορώτατον καὶ πιστότατον οὐδένα τῶν ὑπὸ χεῖρα, ἢ Ῥωμανὸν εὑροῦσα, τούτῳ μετὰ θεὸν τὴν ἑαυτῆς φυλακὴν κατεπίστευσε, καὶ ἀντὶ πατρὸς αὐτὸν κρίνει, σπλάγχνα πατρικὰ πρὸς αὐτὴν ἐνδεικνύμενον. Λέοντα δὲ τὸν Φωκᾶν ἀεὶ ταύτῃ προσπολεμοῦντα καὶ ἐπιβουλεύοντα, καὶ νῦν τὴν κρυπτομένην αὐτοῦ μοχθηρίαν φανερώσαντα, οὔτε δομέστικον εἶναι βούλεται, οὐθ' ἕνα κρίνει τῶν ὑπηκόων, ἀλλ' ἀποστάτην καὶ τύραννον, καὶ χωρὶς ἐμῆς βουλῆς τὴν τοιαύτην ἀνταρσίαν συστήσαντα, ἵν' εἰς ἑαυτὸν τὸ τῆς βασιλείας ἐπισπάσηται κράτος. τοῦτο οὖν εἰδὼς ὁ ἐμὸς λαὸς τὸ δέον συνιέναι θέλησον, καὶ τὸν προγονικὸν ἐπιγνοὺς δεσπότην τῆς πικρᾶς τυραννίδος ἀπόστηθι.‘ τοῦ δὲ Συμεὼν γενομένου κατὰ τὴν παρεμβολὴν καὶ τὸ χρυσοβούλλιον φανερῶς ἐκπέμψαντος τῷ λαῷ, ὡς τοῦτο ἀνέγνωσαν καὶ τὸν ἐν αὐτῷ νοῦν κατενόησαν, ἤρξαντο πάντες ἀναχωρεῖν καὶ τῷ βασιλεοπάτορι προσρύεσθαι Ῥωμανῷ. ὁ Φωκᾶς δὲ πρῶτον μὲν πειραθεὶς τὴν ἀνάγνωσιν κωλῦσαι τοῦ χρυσοβούλλου καὶ μὴ δυνηθείς, εἶτα καὶ ὑπορρέουσαν κατὰ μικρὸν τὴν ἑαυτοῦ βλέπων δύναμιν, τοῖς ὅλοις ἀπειρηκὼς φυγῇ τὴν σωτηρίαν ἐπραγματεύετο, καὶ μετά τινων ὀλίγων τῶν πιστοτάτων τὸ φρούριον κατέλαβεν Ἀτεοῦς. ἀποκρουσθεὶς δ' ἐκεῖθεν ἔν τινι χωρίῳ κατήντησεν, Ὠὴ Λέων τὸ χωρίον κατονομάζεται. κἀκεῖσε παρὰ Μιχαὴλ τοῦ Βαρέος καί τινων ἄλλων πλείστων ἐπ' αὐτὸν συστάντων συλλαμβάνεται. στέλλεται τοίνυν Ἰωάννης ὁ Τουβάκης καὶ Λέων ὁ Πασιλᾶς εἰσαγαγεῖν αὐτὸν εἰς τὴν βασιλεύουσαν. οἱ δὲ τοῦτον κρατήσαντες ἀπετύφλωσαν, ὡς μὲν ἔνιοι λέγουσιν, ἐντολὴν λαθραίαν εἰληφότες ἐκ Ῥωμανοῦ, ὡς δ' οἱ περὶ τὸν Ῥωμανὸν διενίσταντο, αὐθαιρέτῳ γνώμῃ καὶ προαιρέσει. καὶ γὰρ δὴ καὶ ἐδόκει ἀγανακτεῖν ὁ Ῥωμανός, ὡς παρὰ τὴν αὐτοῦ θέλησιν γεγονότος τοῦ ἔργου. ἡ μὲν οὖν τοῦ Λέοντος ἀποστασία τοιοῦτον ἔσχε τὸ τέλος.

[Const7.14] Συνέστη δὲ καὶ ἑτέρα ἐπιβουλὴ κατὰ Ῥωμανοῦ, παρά τινος Κωνσταντίνου Κτηματινοῦ, Δαβὶδ τοῦ Κουμουλιανοῦ καὶ Μιχαὴλ κουράτωρος τῶν Μαγγάνων. οὗτοι γὰρ νεανίας τινὰς καθοπλίσαντες κατὰ τὸ κυνήγιον ἐξελθόντα τὸν Ῥωμανὸν ἐπετρέψαντο διαχειρίσασθαι. ὧν γνωσθέντων καὶ συλληφθέντες οἱ τῆς ἐπιβουλῆς πρωτουργοὶ τοὺς ὀφθαλμοὺς ἐπηρώθησαν καὶ διὰ μέσης τῆς πόλεως περιήχθησαν. συνῆν δὲ ταύτῃ τῇ ἀτίμῳ περιαγωγῇ καὶ Λέων ὁ Φωκᾶς, ἡμιόνῳ ἐφεζόμενος. κατηγορήθη δὲ καὶ Ζωὴ ἡ βασιλὶς τῇ ζωῇ ἐπιβουλεύουσα Ῥωμανοῦ, καὶ τοῦ παλατίου κατάγεται, κἀν τῇ τῆς ἁγίας Εὐφημίας μονῇ ἀποκείρεται. ἐξεβλήθη δὲ τῆς πόλεως καὶ Θεοφύλακτος πατρίκιος καὶ Θεόδωρος ὁ παιδαγωγὸς τοῦ βασιλέως καὶ ὁ τούτου ὁμαίμων Συμεών, καὶ ἐν τῷ Ὀψικίῳ διάγειν ἐτάχθησαν, ὡς τάχα κατὰ Ῥωμανοῦ μελετῶντες. ὑπούργησε δὲ πρὸς τὸν ἐξοστρακισμὸν τῶν τοιούτων ὁ δρουγγάριος τῆς βίγλας Ἰωάννης, ὁ Κουρκούας, αἰφνίδιον συναρπάσας αὐτοὺς καὶ πλοίοις εἰς τὴν περαίαν διαβιβάσας. τῇ δὲ εἰκάδι τετάρτῃ τοῦ Σεπτεμβρίου μηνὸς ἀνάγεται Ῥωμανὸς εἰς τὴν τοῦ καίσαρος ἀξίαν, καὶ Δεκεμβρίου μηνὸς τῷ τῆς βασιλείας διαδήματι στέφεται, ἐπιτροπῇ τοῦ βασιλέως Κωνσταντίνου, τοῦ πατριάρχου Νικολάου αὐτὸν ἀναδήσαντος.

[Roman1.t]

ΡΩΜΑΝΟΣ Ο ΛΑΚΑΠΗΝΟΣ

[Roman1.1] Ῥωμανὸς δὲ ταινιωθεὶς τῷ βασιλικῷ διαδήματι στέφει κατ' αὐτὴν τὴν ἡμέραν τῶν ἁγίων φώτων καὶ τὴν ἑαυτοῦ σύζυγον Θεοδώραν. Μαΐῳ δὲ μηνὶ κατὰ τὴν τῆς ἁγίας πεντηκοστῆς ἡμέραν στέφει καὶ τὸν ἑαυτοῦ υἱὸν Χριστοφόρον διὰ Κωνσταντίνου τάχα, κατὰ μὲν τὸ φαινόμενον ἐθέλοντος καὶ καταδεχομένου διὰ τὴν βίαν, ἐν δὲ τῷ ἀφανεῖ ἀλύοντος καὶ τὴν συμφορὰν ἀποκλαιομένου εἰς ἑαυτόν. καὶ μόνοι οἱ δύο κατὰ τὴν τοιαύτην προῆλθον προέλευσιν.

[Roman1.2] Ἰουλίῳ δὲ μηνὶ ἰνδικτιῶνος ὀγδόης ἡ τῆς ἐκκλησίας γέγονεν ἕνωσις, ἑνωθέντων τῶν διαφερομένων μητροπολιτῶν τε καὶ κληρικῶν τῶν ἀπὸ Νικολάου πατριάρχου καὶ Εὐθυμίου διεσχισμένων. ὁ δὲ βασιλεὺς Ῥωμανὸς ἐξορίζει τὸν μάγιστρον Στέφανον εἰς τὴν Ἀντιγόνου νῆσον, ὡς τῆς βασιλείας τάχα ὀριγνώμενον, καὶ μοναχὸν ἀποκείρει, σὺν αὐτῷ δὲ καὶ Θεοφάνην τὸν Τειχεώτην καὶ Παῦλον τὸν ὀρφανοτρόφον, τοὺς οἰκειοτάτους αὐτῷ. προκένσου δὲ γενομένου ἐν τῷ τριβουναλίῳ, αἰφνίδιον οἱ βασιλεῖς εἰς τὸ παλάτιον ὑποστρέφουσιν ἐπιβουλῆς μηνυθείσης αὐτοῖς. κατασχεθέντες δὲ οἱ ἔξαρχοι, ὅ τε πατρίκιος Ἀρσένιος καὶ ὁ μαγγλαβίτης Παῦλος, τυφλωθέντες καὶ δημευθέντες ἐξωρίσθησαν. ἠγάγετο δὲ τούτῳ τῷ ἔτει καὶ γαμβρὸν ἐπὶ τῇ αὐτοῦ θυγατρὶ Ἀγάθῃ Ῥωμανὸς ὁ βασιλεὺς Λέοντα τὸν τοῦ Ἀργυροῦ, ἄνδρα γενναῖον, καὶ κάλλει σώματος καὶ ἰδέᾳ ὑπερφέροντα, συνέσει τε καὶ φρονήσει κοσμούμενον.

[Roman1.3] Ἐγένετο δὲ ἐν τῷ αὐτῷ χρόνῳ καὶ τὰ κατὰ τὸν Ῥεντάκιον. οὗτος ἐξ Ἑλλάδος ὡρμημένος τὸν ἑαυτοῦ γεννήτορα ἐπεχείρησεν ἀνελεῖν. δεδιὼς δ' ἐκεῖνος τὴν τοῦ υἱοῦ ἀταξίαν πλοίου ἐπιβὰς ἔπλει πρὸς τὸ Βυζάντιον, ὡς τάχα βασιλέως δεησόμενος ἀνακοπὴν γενέσθαι τῆς τοῦ υἱοῦ ἀπαιδευσίας. ἀνιὼν δὲ κατεσχέθη παρὰ τῶν ἐν τῇ Κρήτῃ Σαρακηνῶν. καὶ ὁ Ῥεντάκιος ὑποχείριον ἔχων τὸν πατρῷον πλοῦτον, ἀνελθὼν μετ' αὐτοῦ εἰς τὴν μεγαλόπολιν, τῷ θείῳ τεμένει τῆς τοῦ θεοῦ σοφίας προσέδραμε, κἀν τούτῳ προσκαθήμενος τὴν πατρικὴν κατεσπάθα οὐσίαν. οὐκ ἔλαθε τοῦτο τὸν Ῥωμανόν, ἀλλὰ γνοὺς ἐξαγαγεῖν ἐβουλεύσατο τοῦτον τῆς ἐκκλησίας καὶ παιδεῦσαι. ὁ δὲ πληροφορίαν σχὼν βασιλικὰ πλασάμενος γράμματα, ὡς δῆθεν ἐκπεμφθέντα πρὸς τὸν Συμεών, αὐτομολήσειν ἐβουλεύσατο πρὸς τοὺς Βουλγάρους. καὶ ἐλεγχ-

[Roman1.3.13] θεὶς τῆς τε οὐσίας καὶ τῶν ὀφθαλμῶν στερεῖται.

[Roman1.4] Ἀδραλέστου δὲ τοῦ δομεστίκου τῶν σχολῶν ἀποθανόντος προεβλήθη Πόθος ὁ Ἀργυρός. καὶ τῶν Βουλγάρων ἄχρι τῶν Κατασυρτῶν ἐξελασάντων, ἔξεισι καὶ αὐτὸς μετὰ τῶν ταγμάτων, καὶ κατασκηνοῖ κατὰ τὴν λεγομένην Θερμόπολιν. ἐκεῖθεν δὲ Μιχαὴλ ταγματάρχην τὸν τοῦ πατρικίου Μωρολέοντος υἱὸν, ἐπὶ κατασκοπὴν τῶν Βουλγάρων ἐκπέμπει. ὁ δὲ ἀπροόπτως ταῖς βαρβαρικαῖς ἐμπεσὼν ἐνέδραις, ἐπείπερ ἄφυκτα ἦν, τρέπεται πρὸς ἀλκήν, καὶ πολλοὺς τῶν Βουλγάρων ἀνελὼν καὶ τρεψάμενος, καιρίαν δὲ τυπεὶς καὶ αὐτός, ἐπανῆκεν εἰς τὴν βασιλίδα καὶ μετὰ μικρὸν ἐτελεύτησε.

[Roman1.5] Τότε δὴ καὶ τῷ βασιλεῖ Ῥωμανῷ ἐπιβουλὴ μηνύεται κατ' αὐτοῦ, προστάτην ἔχουσα τὸν σακελλάριον Ἀναστάσιον, ὑπὲρ τοῦ βασιλέως Κωνσταντίνου δῆθεν ἀγωνιζόμενον. καὶ τῶν αἰτίων συσχεθέντων ἕκαστος κατὰ τὸ δόξαν ἐτιμωρήθη τῷ βασιλεῖ Ῥωμανῷ, τοῦ Ἀναστασίου ἀποκαρέντος μοναχοῦ. ἐξ ἦς αἰτίας καὶ ὁ Κωνσταντῖνος ὑποβιβάζεται, καὶ δεύτερος ἀνηγορεύετο βασιλεύς, πρῶτος δὲ ὁ Ῥωμανός, προφασισάμενος οὕτως μόνως δυνατὸν εἶναι κατευνασθῆναι τὰς ἐπιβουλάς, διὰ πράγματα πρόσκαιρα καὶ βασιλείαν φθαρτὴν καὶ ἐπίκηρον, ἐπιορκίᾳ περιπεσὼν καὶ τοῦ θεοῦ γενόμενος μήκοθεν. καὶ τὰ μὲν κατὰ τὴν πόλιν ἐφέρετο τῇδε.

[Roman1.6] Ὁ δὲ Συμεὼν πάλιν δύναμιν βαρεῖαν ἐκπέμπει κατὰ Ῥωμαίων, ἔξαρχον ἔχουσαν Χαγάνον, ἕνα τῶν παρ' αὐτῷ μέγα δυναμένων, καὶ Μινικὸν τῶν ἱπποκόμων τὸν πρῶτον, οἷς ἐπέσκηψε κατ' αὐτῆς ὡς τάχιστα τῆς πόλεως ἐκστρατεύειν. ὧν τὴν ἔφοδον ἀναμαθὼν ὁ βασιλεὺς Ῥωμανὸς καὶ λογισάμενος, μή πως ἐπελθόντες τὰ κάλλιστα τῶν πλησιαζόντων τῇ πόλει παλατίων καὶ οἰκημάτων πυρπολήσωσι, τὸν ῥαίκτωρα Ἰωάννην ἅμα Λέοντι καὶ Πόθῳ τοῖς Ἀργυροῖς ἐκπέμπει μετὰ πλήθους ἱκανοῦ ἔκ τε τῆς βασιλικῶς ἑταιρείας καὶ τῶν ταγματικῶν, οἷς συνῆν καὶ ὁ πατρίκιος Ἀλέξιος καὶ δρουγγάριος τῶν πλωΐμων ὁ Μωσηλὲ μετὰ τῶν ὑπ' αὐτὸν πλωΐμων. κατὰ δὲ τὴν πέμπτην ἑβδομάδα τῶν νηστειῶν διατάξαντες τὸν λαὸν ἐν τοῖς πεδινοῖς τῶν Πηγῶν τόποις προσέμενον. ἐκεῖθεν δὲ τῶν Βουλγάρων ἀναφανέντων καὶ βοῇ χρησαμένων ἀσήμῳ καὶ σφοδρῶς ἐπελασάντων κατ' αὐτῶν, φεύγει μὲν ὁ ῥαίκτωρ Ἰωάννης, σφάττεται δὲ ὑπὲρ αὐτοῦ ἀγωνιζόμενος Φωτεινὸς πατρίκιος ὁ τοῦ Πλατύποδος υἱὸς καὶ ἄλλοι οὐκ ὀλίγοι. μόλις οὖν ὁ ῥαίκτωρ διασωθεὶς εἰσῆλθεν εἰς τὸν δρόμωνα. τοῦτο καὶ Ἀλέξιος ὁ δρουγγάριος ποιῆσαι βουληθείς, καὶ μὴ δυνηθεὶς ἀνελθεῖν, ἐν τῇ τοῦ δρόμωνος ὑποβάθρᾳ πεσὼν ἐν τῇ θαλάσσῃ σὺν τῷ αὐτοῦ πρωτομανδάτωρι ἀπεπνίγη. Λέων δὲ καὶ Πόθος οἱ Ἀργυροὶ ἐν τῷ Καστελλίῳ διαφυγόντες ἐσώθησαν. τοῦ δὲ λοιποῦ πλήθους οἱ μὲν τὰς τῶν πολεμίων χεῖρας φεύγοντες ἀπεπνίγησαν, οἱ δὲ σιδήρου γεγόνασι παρανάλωμα, οἱ δὲ χερσὶ βαρβαρικαῖς συνελήφθησαν. οἱ δὲ Βούλγαροι κατὰ πολλὴν τοῦ κωλύσοντος ἐρημίαν τά τε τῶν Πηγῶν ἐνέπρησαν παλάτια καὶ ἅπαν τὸ Στενὸν ἐπυρπόλησαν.

[Roman1.7] Εἰκάδι δὲ Φεβρουραρίου μηνός, ἰνδικτιῶνος δεκάτης, θνῄσκει Θεοδώρα ἡ σύμβιος Ῥωμανοῦ καὶ θάπτεται ἐν τῷ Μυρελαίῳ. ἀνηγορεύθη δὲ αὐγοῦστα Σοφία ἡ τοῦ βασιλέως Χριστοφόρου γυνή. παρεγένετο δὲ καὶ ἐξ Ἰβηρίας ὁ κουροπαλάτης ὁ Ἴβηρ, καὶ διὰ μέσης τῆς ἀγορᾶς διελθὼν κεκοσμημένης λαμπρῶς μετὰ δόξης πολλῆς καὶ τιμῆς ὑπεδέχθη. ὃν καὶ ἐν τῇ ἁγίᾳ τοῦ θεοῦ σοφίᾳ ἀπέστειλεν ὁ βασιλεὺς τὸ κάλλος αὐτῆς θεάσασθαι καὶ τὸ μέγεθος. ἀπελθὼν οὖν καὶ τοῦ ναοῦ τὴν καλλονὴν καταπλαγεὶς καὶ τὸν πολυτελῆ κόσμον ὑπερθαυμάσας, καὶ ἀληθῶς θεοῦ καταγώγιον τὸν ἱερὸν τουτονὶ χῶρον εἰπὼν ὑπέστρεψεν εἰς τὰ ἴδια.

[Roman1.8] Τῶν δὲ Βουλγάρων πάλιν εἰσβολὴν ποιησαμένων κατὰ τῆς Ῥωμαίων χώρας, καὶ τοῖς παλατίοις τῆς βασιλίδος ἐγγισάντων Θεοδώρας, ὡς οὐδὲν ἦν τὸ προσιστάμενον, πυρὶ ταῦτα παρέδοσαν. ὁ δὲ βασιλεὺς Ῥωμανὸς ἄριστον ποιησάμενος πολυτελὲς τοὺς τῶν ταγμάτων ἄρχοντας συνεκάλεσε. συνῆν δὲ τούτοις καὶ ὁ τὴν ἐπωνυμίαν Σακτίκιος, τοῦ τάγματος ἄρχων τῶν ἐξκουβίτων. ἐπίδοσιν δὲ λαμβανούσης τῆς εὐωχίας λόγος ἐκινήθη περὶ τῶν Βουλγάρων. καὶ τοῦ βασιλέως ἐπαγωγὰ πολλὰ εἰρηκότος πρὸς ὁρμὴν ἐπανιστῶντα ἐνθουσιώδη καὶ παρακαλοῦντα εὐψύχως ἐξελθεῖν κατὰ τῶν ἐναντίων καὶ τῆς σφῶν ὑπεραγωνίσασθαι πατρίδος, πάντες συνέθεντο ἑτοίμως ἐξελθεῖν καὶ τῶν Χριστιανῶν ὑπεραγωνίσασθαι. ἕωθεν οὖν καθοπλισθεὶς ὁ Σακτίκιος, ὄπισθεν τῶν Βουλγάρων γενόμενος καὶ εἰς τὸ στρατόπεδον αὐτῶν εἰσελθών, τῶν πλειόνων ἐπὶ διαρπαγὴν σκύλων σκεδασθέντων κατὰ τὴν χώραν, πάντας τοὺς ἐν τῇ παρεμβολῇ εὑρεθέντας κατέσφαξε. μαθὸν οὖν τὸ πλῆθος τῶν Βουλγάρων ὑπὸ τῶν διαδράντων τὸ γεγονὸς ὑποστρέφουσιν ἐν τῷ στρατοπέδῳ. καὶ συμπλοκῆς γενομένης ἀκμῆτες οἱ Βούλγαροι πρὸς κεκμηκότας μαχόμενοι καὶ ἀκραιφνεῖς πρὸς ἤδη τῷ προηγησαμένῳ πολέμῳ κεκακωμένους ἄνδρας τρέπουσι τὸν Σακτίκιον σὺν ὀλίγοις τὴν προσβολὴν τῶν ἐναντίων δεξάμενον. γενναίως οὖν ἀγωνισάμενος καὶ πολλοὺς ἀνελὼν τῶν πολεμίων, ἐπειδὴ κατισχύετο, μεθίησι τοῦ ἵππου τὸν χαλινὸν καὶ νῶτα δοὺς ἔφευγεν. ἔν τινι δὲ ποταμῷ γενόμενος καὶ τοῦτον διαπερῶν, καὶ τῇ ἰλύϊ τοῦ ἵππου ἐμπαγέντος, καταλαμβάνεται παρὰ τῶν Βουλγάρων καὶ δέχεται πληγὴν καιρίαν κατὰ τῆς ἕδρας καὶ τοῦ μηροῦ. καὶ τοῦ ἵππου δὲ ἀνασπασθέντος ἐκ τῆς ἰλύος σπουδῇ καὶ συνεργίᾳ τῶν θεραπόντων αὐτοῦ, νῦν μὲν φεύγων, νῦν δ' ὑποστρέφων μετὰ τῶν ὑπ' αὐτὸν καὶ τοὺς ἐπιόντας ἀνακόπτων τῶν Βουλγάρων, διασῴζεται μέχρι τῶν Βλαχερνῶν καὶ ἐν τῷ ναῷ τῆς ἁγίας σοροῦ τεθεὶς τῇ ἐπιούσῃ νυκτὶ ἐτελεύτησε, μέγα πένθος οὐ τῷ βασιλεῖ μόνον, ἀλλὰ καὶ τῷ στρατῷ καὶ παντὶ τῷ πλήθει Ῥωμαίων ἀπολιπών.

[Roman1.9] Ἐγένετο δὲ καὶ ἑτέρα τις ἀποστασία κατὰ τοῦ βασιλέως ἐν Χαλδίᾳ, ὑποθήκῃ τοῦ στρατηγοῦντος αὐτῆς Βάρδα πατρικίου τοῦ Βοΐλα. ἐξῆρχον δὲ τοῦ νεωτερισμοῦ Ἀδριανός τις Χάλδος καὶ Τατζάτης ὁ Ἀρμένιος, πλούσιοι σφόδρα. κατασχόντες οὖν οὗτοι φρούριον τὸ λεγόμενον Παΐπερτε κατὰ τοῦ βασιλέως ὡπλίζοντο. ἀλλ' ὀξὺς ἐπιφανείς (ἔτυχε γὰρ ἐνδημῶν ἐν Καισαρείᾳ ὁ τῶν σχολῶν ἐξηγούμενος Ἰωάννης ὁ Κουρκούας) τὴν σύστασιν διεσκέδασε, τοὺς ἐμφανεστέρους τῶν κατασχεθέντων ἀποτυφλώσας καὶ τὰς οὐσίας δημεύσας, τοὺς δὲ πενιχροὺς καὶ ἀσήμους ἀθῴους κελεύσας, ὅπῃ βούλονται, ἀπιέναι. μόνος δὲ ὁ Τατζάτης φρούριον ἐπί τινος ὑψηλοῦ λόφου κατεσκευασμένον κατεσχηκώς, καὶ λόγον τοῦ μή τι κακὸν παθεῖν δεξάμενος ἀπὸ τοῦ δομεστίκου καὶ λαβών, εἰσῆλθεν ἐν τῇ βασιλίδι καὶ τῇ τοῦ μαγγλαβίτου ἀξίᾳ τιμηθεὶς ἐν τῷ οἴκῳ τῶν Μαγγάνων ἐτηρεῖτο. δρασμὸν δὲ βουλευσάμενος ἁλίσκεται καὶ τῶν ὀφθαλμῶν στερεῖται. Βάρδας δὲ ὁ Βοΐλας φιλίως πρὸς αὐτὸν διακειμένου τοῦ βασιλέως ἀπεκάρη μοναχός, μηδὲν ἄλλο ἀνιαρὸν πεπονθώς.

[Roman1.10] Συμεὼν δὲ ὁ τῶν Βουλγάρων καθηγεμὼν τὴν Ἀδριανούπολιν καταλαβὼν καὶ ταύτην χάραξι καὶ τάφροις περιστοιχίσας ἐπιμελῶς ἐπολιόρκει. ἐστρατήγει δὲ τῆς πόλεως ὁ πατρίκιος Λέων, ὃν διὰ τὴν ὀξύρροπον πρὸς τοὺς πολέμους ὁρμὴν καὶ Μωρολέοντα ἐκάλουν. οὗτος εὐψύχως τὴν πολιορκίαν ἐδέξατο, καὶ γενναιότατα ποτὲ μὲν ἀπὸ τοῦ τείχους τοὺς προσιόντας τῶν Βουλγάρων ἠμύνετο, ποτὲ δὲ τὰς πύλας ἀναπεταννὺς ἐπετίθετο σὺν ῥύμῃ ἀνυποστάτῳ καὶ ῥᾳδίως ἐτρέπετο. ἐπεὶ δὲ ὁ σῖτος τοὺς ἐν τῇ πόλει ἐπιλελοίπει καὶ λιμὸς ἐπίεζε τοὺς ἔν-

[Roman1.10.9] δοθεν κραταιός, μηδαμόθεν ἐλπίδα ἔχοντες ἐπισιτισμοῦ, τῇ ἐνδείᾳ πιεσθέντες προδεδώκασι τὴν πόλιν καὶ ἑαυτοὺς καὶ τὸν στρατηγὸν τοῖς Βουλγάροις. ὃν χειρωσάμενος ὁ Συμεών, καὶ ὧν εἰς τοὺς Βουλγάρους ἐνεδείξατο μεμνημένος κακῶν, μυρίαις αἰκίαις τιμωρησάμενος τελευταῖον ἀπέκτεινε θανάτῳ πικρῷ. Βουλγάρους οὖν ἐπιστήσας φύλακας τῇ πόλει ὑπεχώρησεν· οἵτινες Ῥωμαϊκὸν στρατόπεδον ἀκηκοότες ἥκειν κατ' αὐτῶν καταλιπόντες τὴν πόλιν ἔφυγον, καὶ πάλιν ἡ Ἀδριανούπολις ὑπὸ Ῥωμαίους ἐγένετο.

[Roman1.11] Τότε δὴ καὶ Λέων ὁ Τριπολίτης μετὰ δυνάμεως πολλῆς καὶ πλοίων πολεμικῶν ἐξῆλθε κατὰ Ῥωμαίων. ὃν ἐν τῇ νήσῳ Λήμνῳ ναυλοχοῦντα Ἰωάννης πατρίκιος καὶ δρουγγάριος τῶν πλωΐμων ὁ Ῥαδηνὸς κατονομαζόμενος αἰφνίδιον ἐπιφανεὶς ῥᾳδίως ἐτρέψατο, τῶν Ἀγαρηνῶν σχεδὸν πάντων ἀνῃρημένων, τοῦ δὲ Τριπολίτου μόνου φυγῇ τὴν σωτηρίαν πορισαμένου.

[Roman1.12] Σεπτεμβρίῳ δὲ μηνί, ἰνδικτιῶνος δευτέρας, ὁ ἄρχων Βουλγαρίας Συμεὼν πανστρατὶ κατὰ Κωνσταντινουπόλεως ἐκστρατεύει καὶ ληΐζεται μὲν Μακεδονίαν, ἐμπιπρᾷ δὲ τὰ ἐπὶ Θρᾴκης χωρία, καὶ πάντα καταστρέφει τὰ ἐν ποσίν. ἔγγιστα δὲ Βλαχερνῶν στρατόπεδον πήξας ἐπεζήτησεν ἀποσταλῆναι αὐτῷ τὸν πατριάρχην. Νικόλαον καί τινας τῶν ἐν τέλει, ὥστε περὶ εἰρήνης διαλεχθῆναι. λαβόντες οὖν ὁμήρους παρ' ἀλλήλων, ὡς οὐδεμία τις ἐπακολουθήσει ἐπιβουλή, καὶ τοῦ πατριάρχου τοῖς ὅρκοις ἀναθαρρήσαντος, γέγονε λόγος, ὁποίους δεῖ τῶν συγκλητικῶν τούτῳ συνεξελθεῖν. προεκρίθη γοῦν ὁ πατρίκιος Μιχαὴλ ὁ Στυπειώτης καὶ Ἰωάννης ὁ μυστικὸς καὶ παραδυναστεύων. ἤδη γὰρ Ἰωάννης ὁ ῥαίκτωρ διαβληθεὶς πρὸς τὸν βασιλέα, κατελθὼν τοῦ παλατίου, ἐν τῇ αὐτοῦ μονῇ τὴν κοσμικὴν ἀπεκείρατο τρίχα. ἀφικομένους οὖν αὐτοὺς πρὸς τὸν Συμεὼν καὶ μέλλοντας κινεῖν λόγους περὶ εἰρήνης, τούτους μὲν ἀπεπέμψατο, αὐτὸν δὲ τὸν βασιλέα Ῥωμανὸν ἐπεζήτει θεάσασθαι. πεπληροφόρητο γὰρ ἄνδρα συνετὸν αὐτὸν εἶναι καὶ ἀληθῆ. ἀσπασίως δὲ ὁ Ῥωμανὸς ἐδέξατο τοῦτο. ἀποστείλας οὖν ἐν τῷ τοῦ Κοσμιδίου αἰγιαλῷ κατεσκεύασεν ἐν τῇ θαλάσσῃ ὀχυρωτάτην ἀπόβασιν, ὥστε τὴν βασιλικὴν τριήρη διεκπλέουσαν ἐν αὐτῇ προσορμίζεσθαι, περιφράξας αὐτὴν πάντοθεν διατειχμίσμασι, μέσον δὲ θριγκίον γενέσθαι προσέταξεν, ἔνθα ἀλλήλοις ἔμελλον ὁμιλεῖν. ὁ δὲ Συμεὼν ἀποστείλας ἐνέπρησε τὸν τῆς ὑπεραγίας θεοτόκου ναὸν τὸν ἐν τῇ Πηγῇ, ὃν ὁ βασιλεὺς Ἰουστινιανὸς ἐδομήσατο, ἐπυρπόλησε καὶ τὰ κύκλῳ σύμπαντα, καὶ δῆλος ἦν ἐκ τούτου μὴ εἰρήνην ἀξιῶν. ὁ δὲ βασιλεὺς ἐν τῷ ναῷ γενόμενος τῶν Βλαχερνῶν ἅμα τῷ πατριάρχῃ, καὶ ἐν τῇ ἁγίᾳ σορῷ εἰσελθὼν καὶ ἱκετηρίας ᾠδὰς ἀποδοὺς τῷ θεῷ, τὸ ὠμοφόριον τῆς θεοτόκου λαβὼν ἐξῄει τοῦ ναοῦ, ὅπλοις ἀσφαλέσι φραξάμενος. τὸν σὺν αὐτῷ οὖν στόλον κοσμήσας ἀριπρεπῶς τὸν ὡρισμένον κατείληφε τόπον. ἐννάτη τοῦ Νοεμβρίου μηνὸς ἦν, ὅτε ταῦτα ἐγίνετο. παρεγένετο δὲ καὶ ὁ Συμεὼν πλῆθος ἐπαγόμενος εἰς πολλὰς διῃρημένον τὰς παρατάξεις καὶ τὰς ἰδέας. οἱ μὲν γὰρ ἦσαν χρυσάσπιδες καὶ χρυσᾶ δόρατα ἔχοντες, οἱ δὲ ἀργυράσπιδες, οἱ δὲ χαλκάσπιδες, οἱ δὲ ἄλλῃ χροιᾷ, ὥς πῃ ἑκάστῳ ἐδόκει, ἐκεκόσμηντο. οἵτινες μέσον αὐτῶν εἰληφότες τὸν Συμεὼν ὡς βασιλέα εὐφήμουν Ῥωμαϊκῇ τῇ φωνῇ. πάντες δὲ οἱ ἐν τέλει καὶ ὁ ἀστικὸς δῆμος ἐκ τῶν τειχῶν ἐθεῶντο τὰ δρώμενα. πρῶτος οὖν ὁ βασιλεὺς Ῥωμανὸς τὴν εἰρημένην ἀποβάθραν καταλαβὼν τὸν Συμεὼν ἐξεδέχετο. ὅμηρα δὲ δόντες ἀλλήλοις, καὶ τὴν ἀποβάθραν οἱ Βούλγαροι διερευνήσαντες ἀκριβῶς, μή πού τις δόλος ἢ ἐνέδρα κρύπτηται, τότε κατελθεῖν τὸν Συμεὼν τοῦ ἵππου προετρέψαντο καὶ εἰσελθεῖν πρὸς τὸν βασιλέα. ἠσπάσαντο γοῦν ἀλλήλους, καὶ περὶ εἰρήνης ἤρξαντο διαλέγεσθαι. φασὶ δ' οὖν εἰπεῖν τὸν Ῥωμανὸν πρὸς τὸν Συμεών· ’ἀκήκοά σε Χριστιανὸν ἄνθρωπον καὶ θεοσεβῆ, βλέπω δὲ τὰ ἔργα μηδαμῶς τοῖς λόγοις συμβαίνοντα. εἰ μὲν γὰρ ἀληθὴς Χριστιανὸς ὑπάρχεις, στῆσόν ποτε τὰς ἀδίκους σφαγὰς καὶ τὰς χύσεις τῶν ἀνοσίων αἱμάτων, καὶ σπεῖσαι μεθ' ἡμῶν τῶν Χριστιανῶν, Χριστιανὸς καὶ αὐτὸς ὢν καὶ ὀνομαζόμενος, καὶ μὴ θέλε μολύνεσθαι Χριστιανῶν δεξιὰς αἵμασιν ὁμοπίστων Χριστιανῶν. ἄνθρωπος εἶ καὶ αὐτός, θάνατον προσδοκῶν καὶ ἀνάστασιν καὶ κρίσιν καὶ ἀνταπόδοσιν τῶν βεβιωμένων. σήμερον ὑπάρχεις, καὶ αὔριον εἰς κόνιν διαλυθήσῃ. εἰ πλούτου ἐρῶν ταῦτα ποιεῖς, ἐγώ σε τούτου ἐμπλήσω εἰς κόρον. μόνον ἄσπασαι τὴν εἰρήνην καὶ ἀγάπησον τὴν ὁμόνοιαν, ἵνα καὶ αὐτὸς βίον ζήσῃς εἰρηνικὸν καὶ ἀναίμακτον, καὶ οἱ Χριστιανοὶ παύσωνταί ποτε κατ' ἀλλήλων ὅπλα κινοῦντες.‘ καὶ ταῦτα μὲν εἶπεν ὁ βασιλεύς, αἰδεσθεὶς δὲ ὁ Συμεὼν τὴν τούτου ταπείνωσιν ὑπέσχετο τὴν εἰρήνην ποιήσασθαι. καὶ ἀσπασάμενοι ἀλλήλους διεχωρίσθησαν, τοῦ βασιλέως δώροις μεγαλοπρεπέσι δεξιωσαμένου τὸν Συμεών. συμβέβηκε δέ τι τεράστιον τότε, ὡς ἄξιον εἶναι καὶ διηγήσασθαι. δύο φασὶν ἀετοὺς τῶν βασιλέων ὁμιλούντων ἄνωθεν αὐτῶν ὑπερπτῆναι, κλάγξαι τε καὶ ἀλλήλοις συμμῖξαι καὶ παραυτίκα διαζευχθῆναι, καὶ τὸν μὲν ἐπὶ τὴν πόλιν ἐλθεῖν, τὸν δὲ ἐπὶ τὴν Θρᾴκην ἀποπτῆναι. τοῦτο δὲ οἱ περὶ τὰς ὀρνιθοσκοπίας ἐπτοημένοι οὐκ αἴσιον ἔκριναν οἰωνόν. ἀσυμβάτους γὰρ διαλυθήσεσθαι ἐπὶ τῇ εἰρήνῃ ἀμφοτέρους ἔφησαν. ὁ δὲ Συμεὼν ὑποστρέψας τοῖς οἰκείοις ἄρχουσι τὴν τοῦ βασιλέως ἐξηγεῖτο μετριότητα καὶ τὸ πρὸς τὰ χρήματα προετικόν τε καὶ ἐλευθέριον.

[Roman1.13] Κατὰ δὲ τὴν ἑορτὴν τῶν Χριστουγέννων, ἰνδικτιῶνος δευτέρας, Ῥωμανὸς ὁ βασιλεὺς στέφει τοὺς δύο υἱοὺς αὐτοῦ, Στέφανον καὶ Κωνσταντῖνον ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ. τὸν δὲ λοιπὸν υἱὸν αὐτοῦ Θεοφύλακτον ὁ πατριάρχης ἀπέκειρε κληρικόν, χειροτονήσας αὐτὸν ὑποδιάκονον, προχειρισάμενος καὶ σύγκελλον, πρότερον διελθόντα εἰς τὰ ἅγια μετὰ τοῦ τάγματος τῶν ὑποδιακόνων. ἐτίμησε δὲ καὶ τὸν μυστικὸν Ἰωάννην καὶ παραδυναστεύοντα πατρίκιον καὶ ἀνθύπατον.

[Roman1.14] Πεντεκαιδεκάτῃ δὲ Μαΐου μηνός, ἰνδικτιῶνος τρίτης, τελευτᾷ ὁ πατριάρχης Νικόλαος, κρατήσας ἐν τῇ δευτέρᾳ ἀναρρήσει ἔτη τρισκαίδεκα. καὶ καθίσταται Αὐγούστῳ μηνὶ πατριάρχης ὁ τῆς Ἀμασείας μητροπολίτης Στέφανος. κατηγορηθεὶς δὲ καὶ ὁ μυστικός, ὡς τὴν βασιλείαν σφετεριζόμενος ὑποθήκῃ τοῦ πατρικίου Κοσμᾶ καὶ λογοθέτου τοῦ δρόμου, μνηστευομένου τοῦτον εἰς τὴν ἑαυτοῦ θυγατέρα, καταβιβάζεται τοῦ παλατίου. συγχωρεῖται δ' ὅμως εἰσέρχεσθαι καὶ προσκυνεῖν τὸν βασιλέα. στέργων γὰρ αὐτὸν ὁ βασιλεὺς τελέως ἀπώσασθαι οὐκ ἐβούλετο. ἐγκειμένων δὲ τῶν κατηγόρων καὶ σαφῆ δεικνύντων τὴν κατηγορίαν, ἐρευνήσας ὁ βασιλεὺς καὶ ἀληθῆ τὰ κατ' αὐτοῦ εὑρὼν λαληθέντα ἔμελλε κατασχεῖν καὶ ἐξετάσαι. ὁ δὲ τοῦτο προγνοὺς φυγῇ τὴν Μονοκάστανον λεγομένην καταλαμβάνει μονὴν καὶ ἀποκείρεται μοναχός. τὸν δὲ πατρίκιον Κοσμᾶν καὶ λογοθέτην αἰκισάμενος ὁ βασιλεὺς ἐν τῷ ὡρολογίῳ παρέλυσε τῆς ἀρχῆς. προβάλλεται δὲ ἀντὶ τοῦ μυστικοῦ Ἰωάννου τὸν πρωτοβεστιάριον Θεοφάνην παραδυναστεύοντα.

[Roman1.15] Ἐγένετο τηνικαῦτα καὶ σεισμὸς ἐν τῷ θέματι τῶν Θρᾳκησίων καὶ χάσματα γῆς καταπληκτικά, ὥστε πολλὰ χωρία καὶ ἐκκλησίας αὐτάνδρους καταποθῆναι.

[Roman1.16] Μαΐῳ δὲ μηνί, ἰνδικτιῶνος πεντεκαιδεκάτης, εἰσβολὴν Συμεὼν ὁ τῆς Βουλγαρίας ἄρχων ἐποιήσατο κατὰ Χρωβάτων, καὶ συμβαλὼν μετ' αὐτῶν καὶ ἡττηθεὶς ἐν ταῖς τῶν ὀρῶν δυσχωρίαις ἅπαν τὸ ἑαυτοῦ ἀπώλεσε στράτευμα.

[Roman1.17] Ἰωάννης δέ τις ἀστρονόμος προσελθὼν τῷ βασιλεῖ ἔφησεν, ὡς, εἰ πέμψας ἀποκόψει τὴν κεφαλὴν τῆς ἱσταμένης ἄνωθεν τῆς ἐν τῷ Ξηρολόφῳ ἁψῖδος καὶ πρὸς δύσιν βλεπούσης στήλης, ἀποθανεῖται ὁ Συμεὼν παραυτίκα. αὐτῷ γὰρ ἐστοιχειῶσθαι τὴν τοιαύτην στήλην. ὁ δὲ τοῖς ἐκείνου πιθήσας λόγοις ἀπέτεμε τὴν κεφαλὴν τῆς στήλης καὶ αὐτῇ τῇ ὥρᾳ, καθὼς ἀκριβωσάμενος ἔγνω ὁ βασιλεύς, ὁ Συμεὼν ἐν Βουλγαρίᾳ τέθνηκε νόσῳ κατακαρδίῳ ἁλούς.

[Roman1.18] Οὗ τελευτήσαντος τὴν τῶν Βουλγάρων ἀρχὴν Πέτρος κατέσχεν ὁ ἐκ τῆς δευτέρας αὐτοῦ γυναικὸς τῆς ἀδελφῆς Γεωργίου τοῦ Σουρσουβούλη, ὃν καὶ ἐπίτροπον τοῖς ἑαυτοῦ παισὶν ὁ Συμεὼν ἐγκατέστησε. Μιχαὴλ γὰρ τὸν ἐκ τῆς προτέρας ἀποτεχθέντα παῖδα αὐτῷ ἔτι ζῶν ὁ Συμεὼν ἀπέκειρε μοναχόν. τὰ γοῦν πέριξ ἔθνη, Τοῦρκοι, Σέρβοι, Χρωβάτοι, καὶ οἱ λοιποί, τὴν τοῦ Συμεὼν ἀναμαθόντες τελευτὴν ἐκστρατεύειν κατὰ Βουλγάρων ἐβουλεύοντο. κατέσχε δὲ καὶ λιμὸς μέγας σὺν ἀκρίδι τὸ Βουλγάρων ἔθνος, ἰσχυρῶς ἐκπιέζων καὶ καταδαπανῶν τὰ πλήθη καὶ τοὺς καρπούς. ἐδεδοίκεισαν μὲν οὖν οἱ Βούλγαροι καὶ τὴν τῶν ἄλλων ἔφοδον ἐθνῶν, ἐδεδίεσαν δὲ πλέον τὴν τῶν Ῥωμαίων ἐπέλευσιν. βουλευσάμενος οὖν μετὰ τῶν περὶ αὐτὸν ὁ Πέτρος ἔγνω δεῖν ἐπιστρατεῦσαι Ῥωμαίοις ἐπὶ καταπλήξει. καταλαμβάνουσι τοίνυν τὴν Μακεδονίαν. εἶτα μαθόντες, ὡς ἔξεισι κατ' αὐτῶν ὁ βασιλεύς, πέμπουσι λάθρᾳ τινὰ μοναχὸν Πέτρος τε ὁ ἄρχων Βουλγαρίας καὶ ὁ τῶν παίδων τοῦ Συμεὼν ἐπιτροπεύων Γεώργιος, γράμματα ἐπαγόμενον. ἔφραζε δὲ τὰ γράμματα, ὡς βούλονται Ῥωμαίοις σπείσασθαι, εἰ αἱροῦνται δέ, καὶ γαμικὸν συστήσασθαι συνάλλαγμα μετ' αὐτῶν. ὃν ἀφικόμενον ὁ βασιλεὺς ἀσμενέστατα προσδεξάμενος εὐθέως ἀπέστειλε μετὰ δρόμωνος μοναχόν τινα Θεοδόσιον καὶ Κωνσταντῖνον βασιλικὸν κληρικὸν τὸν Ῥόδιον, συλλαλῆσαι τοῖς Βουλγάροις τὰ εἰς εἰρήνην ἐν Μεσημβρίᾳ. οἵτινες παραγενόμενοι καὶ τὰ εἰκότα διαλεχθέντες ὑπέστρεψαν διὰ ξηρᾶς ἅμα Στεφάνῳ τινὶ περιωνύμῳ ἐν Βουλγαρίᾳ. κατόπιν δὲ τούτων παρεγένετο καὶ ὁ ἐπίτροπος Γεώργιος ὁ Σουρσουβούλης καὶ ἄλλοι τινὲς τῶν ἐπιφανῶν. καὶ εἰς ὄψιν ἐλθόντες τῷ βασιλεῖ, θεασάμενοι δὲ καὶ τὴν θυγατέρα Χριστοφόρου τοῦ βασιλέως Μαρίαν καὶ ἐπ' αὐτῇ μεγάλως ἀρεσθέντες (ἦν γὰρ ὑπερφέρουσα τῷ κάλλει), ἔγραψαν τῷ Πέτρῳ διὰ τάχους παραγενέσθαι, σύμφωνα ποιησάμενοι πρότερον περὶ τῆς εἰρήνης. ἀπεστάλη δὲ καὶ Νικήτας μάγιστρος, ὁ τοῦ βασιλέως συμπένθερος Ῥωμανοῦ, ὑπαντῆσαι καὶ ἀγαγεῖν τὸν Πέτρον μέχρι τῆς βασιλίδος. οὗ καταλαβόντος ἐν Βλαχέρναις ὁ βασιλεὺς μετὰ τριήρους ἐλθὼν τοῦτον ἠσπάσατο καὶ φιλοτίμως ἐδεξιώσατο. ἀλλήλοις οὖν τὰ εἰκότα προσομιλήσαντες τά τε τῆς εἰρήνης σύμβολα καὶ τὰ τοῦ γάμου ἐπεραιώσαντο, τοῦ πρωτοβεστιαρίου Θεοφάνους ἐν πᾶσι μεσολαβοῦντος. καὶ τῇ ὀγδόῃ τοῦ Ὀκτωβρίου μηνὸς ἐξελθὼν ὁ πατριάρχης Στέφανος ἅμα τῷ πρωτοβεστιαρίῳ Θεοφάνει καὶ πάσῃ τῇ συγκλήτῳ εὐλόγησε Πέτρον τε καὶ Μαρίαν ἐν τῷ ναῷ τῆς ὑπεραγίας θεοτόκου τῆς Πηγῆς, παρανυμφευόντων τοῦ πρωτοβεστιαρίου καὶ τοῦ Σουρσουβούλη. φαιδρῶν δὲ καὶ πολυτελῶν γενομένων τῶν γάμων εἰσῆλθεν ὁ πρωτοβεστιάριος ἅμα τῇ θυγατρὶ τοῦ βασιλέως ἐν τῇ πόλει. τρίτην δὲ μετὰ τὸν γάμον ἑστίασιν ἐν τῇ τῶν Πηγῶν ἀποβάθρᾳ ποιήσας ὁ βασιλεύς, παρ' αὐτῇ τῇ ἀποβάθρᾳ τοῦ βασιλικοῦ δρόμωνος ἱσταμένου, συνειστιάθη τῷ Πέτρῳ. παρῆσαν δὲ τῇ εὐωχίᾳ καὶ Κωνσταντῖνος ὁ βασιλεὺς καὶ Χριστοφόρος. ἐγένετο δὲ στάσις οὐ μικρὰ παρὰ τῶν Βουλγάρων, ἐνισταμένων πρότερον εὐφημηθῆναι τὸν Χριστοφόρον, εἶτα καὶ τὸν Κωνσταντῖνον. ὧν τῇ ἐνστάσει παραχωρῶν ὁ βασιλεὺς Ῥωμανὸς ἐκέλευσεν οὕτω γενέσθαι. πάντων δὲ τῶν ἐν τοῖς τοιούτοις εἰωθότων πράττεσθαι συντελεσθέντων ἀπῆρεν ἡ Μαρία σὺν τῷ οἰκείῳ συζύγῳ καὶ τῆς πρὸς Βουλγαρίαν ἥψατο, προπεμφθεῖσα παρὰ τῶν γονέων αὐτῆς καὶ τοῦ πρωτοβεστιαρίου μέχρι τοῦ Ἑβδόμου. καὶ τὰ μὲν ἐν τῇ πόλει τοῦτον ἐτελεῖτο τὸν τρόπον.

[Roman1.19] Ὁ δὲ δομέστικος τῶν σχολῶν Ἰωάννης μάγιστρος ὁ Κουρκούας, ἄγων καὶ φέρων τὰ τῆς Συρίας καὶ ἅπαν ἀντίξουν καταστρεφόμενος, καὶ πλεῖστα φρούρια καὶ ὀχυρώματα καὶ πόλεις βαρβαρικὰς καθελών, ἔφθασε καὶ μέχρι τῆς περιβοήτου Μελιτηνῆς, πολιορκίᾳ δὲ τοὺς ἔνδον στενοχωρήσας ἠνάγκασε πρὸς συμβάσεις ἰδεῖν. παρεγένετο οὖν πρὸς αὐτὸν Ἀπόχαψ ὁ τοῦ Ἄμερ ἔκγονος, ἀμηρᾶς ὑπάρχων Μελιτηνῆς, καὶ Ἀποσαλὰθ ὁ τῶν ἐν αὐτῇ κατάρχων ταγμάτων. οὓς προσδεξάμενος ὁ δομέστικος ἱλαρῶς καὶ μετὰ προσηνείας πρὸς τὸν αὐτοκράτορα ἐξαπέστειλεν. ἐντυχόντες οὖν αὐτῷ καὶ εἰρηνικὰ ποιήσαντες σύμφωνα ὑπέστρεψαν εἰς τὰ ἴδια, τοῖς φίλοις καὶ συμμάχοις Ῥωμαίων καταγραφέντες καὶ μετ' αὐτῶν κατὰ τῶν ὁμοφύλων καθοπλιζόμενοι. τελευτήσαντος δὲ τοῦ Ἀπόχαψ καὶ τοῦ Ἀποσαλὰθ διελύθη τὰ τῆς εἰρήνης. ἐκστρατεύει οὖν κατ' αὐτῶν ὁ εἰρημένος δομέστικος, ᾧ συνῆν μετὰ τῶν Ἀρμενίων καὶ ὁ μάγιστρος ὁ Μελίας. καὶ πρότερον μὲν πολέμῳ τοὺς Μελιτηνοὺς συνήλασαν εἴσω τείχους κατατολμήσαντας ἀντιποιήσασθαι τῶν ὑπαίθρων. ἔπειτα περικαθίσαντες τὴν πόλιν καὶ μετὰ συντονίας ταύτην πολιορκήσαντες πολέμου νόμῳ κατέσχον. κατέδραμον δὲ καὶ πάντα τὰ πέριξ καὶ ἐχειρώσαντο καὶ δοῦλα Ῥωμαίοις εἰργάσαντο. τὴν μὲν οὖν Μελιτηνὴν εἰς κουρατωρείαν καταστήσας ὁ βασιλεὺς καὶ πᾶσαν τὴν περιοικίδα, πολλὴν συντέλειαν τῷ δημοσίῳ προσήγαγε.

[Roman1.20] Νικήτας δὲ ὁ μάγιστρος καὶ πενθερὸς Χριστοφόρου τοῦ βασιλέως κατηγορηθείς, ὡς ὑποτιθέμενος τῷ Χριστοφόρῳ κατὰ τοῦ ἰδίου γενέσθαι πατρὸς καὶ τοῦτον ἐξῶσαι τῆς βασιλείας, ἐξεβλήθη τῆς πόλεως καὶ ἀπεκάρη μοναχός.

[Roman1.21] Μηνὶ δὲ Ἰουλίῳ πεντεκαιδεκάτῃ, ἰνδικτιῶνος ἕκτης, ἐτελεύτησεν ὁ Ἀμασείας Στέφανος, πατριαρχήσας ἔτη δύο καὶ μῆνας ἕνδεκα. Δεκεμβρίῳ δὲ μηνὶ ἄγουσι Τρύφωνα μοναχὸν καὶ χειροτονοῦσι πατριάρχην ἐπὶ χρόνῳ ῥητῷ, μέχρις ἂν Θεοφύλακτος ὁ τοῦ βασιλέως υἱὸς εἰς μέτρον φθάσῃ τῆς νομίμου ἡλικίας.

[Roman1.22] Τῷ αὐτῷ δὲ μηνὶ γέγονε χειμὼν ἀφόρητος, ὡς κρυσταλλωθῆναι τὴν γῆν ἐπὶ ἡμέρας ἑκατὸν εἴκοσιν. ἐπηκολούθησε δὲ τῷ χειμῶνι καὶ ὁ μέγας λιμός, τοὺς πώποτε γενομένους ὑπερβαλλόμενος, καὶ θάνατος ἀπὸ τούτου, ὡς μὴ δύνασθαι τοὺς ζῶντας ἐκκομίζειν τοὺς τεθνεῶτας, τοῦ βασιλέως πολλὴν πρόνοιαν ποιησαμένου κατὰ τὸ δυνατὸν καὶ τοῦ χειμῶνος καὶ τοῦ λιμοῦ δι' εὐποιϊῶν καὶ ἄλλων βοηθημάτων παντοδαπῶν.

[Roman1.23] Πέτρῳ δὲ τῷ Βουλγαρίας ἄρχοντι ἐπέθετο Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ μεθ' ἑτέρων τῶν μέγα δυναμένων ἐν Βουλγαρίᾳ. καὶ φωραθεὶς αὐτὸς μὲν τύπτεται καὶ καθείργνυται, οἱ δὲ λοιποὶ πάντες ταῖς ἐσχάταις ὑπεβλήθησαν τιμωρίαις. δῆλα δὲ ἔθετο καὶ τῷ βασιλεῖ Ῥωμανῷ Πέτρος τὰ γεγενημένα. ἅπερ μαθὼν οὗτος τὸν μοναχὸν Ἰωάννην τόν ποτε ῥαίκτωρα πέπομφε, προφάσει μὲν ἀλλαγίου, τῇ δ' ἀληθείᾳ Ἰωάννην ποικιλοτρόπως εὑρεῖν καὶ εἰς Κωνσταντινούπολιν ἀγαγεῖν. ὃ δὴ καὶ γέγονε. καὶ δυνηθεὶς ὁ ῥαίκτωρ ἀποκλέψαι τὸν Ἰωάννην, ἐν πλοίῳ ἀπὸ Μεσημβρίας εἰσελθών, ἅμα αὐτῷ τὴν βασιλίδα κατέλαβε. καὶ μετ' οὐ πολὺ τὸ μοναχικὸν ἀπορρίψας σχῆμα καὶ γυναῖκα αἰτήσας ἔλαβε, προσέλαβε δὲ καὶ οἶκον καὶ κτήματα πάμπολλα. καὶ Μιχαὴλ δέ, ὁ τοῦ Πέτρου ἕτερος ἀδελφός, τὴν Βουλγαρικὴν ἱμειρόμενος κατασχεῖν ἐξουσίαν, φρούριον καταλαβὼν ἐρυμνὸν ἀνέσειε τὰ Βουλγάρων, καὶ πολλοὶ

[Roman1.23.14] προσερρύησαν αὐτῷ. μετὰ μικρὸν δὲ τούτου ἀποθανόντος δεδιότες οἱ προσρυέντες τὴν τοῦ Πέτρου ἀγανάκτησιν ἐπῆλθον ταῖς Ῥωμαϊκαῖς χώραις διὰ Μακεδονίας καὶ Στρυμόνος καὶ Ἑλλάδος, καταλαβόντες τὴν Νικόπολιν, πάντα τὰ ἐν ποσὶ ληϊσάμενοι καὶ τέλος ἐν αὐτῇ σαββατίσαντες. οἵτινες ὕστερον διαφόρως καταπολεμηθέντες ὑποχείριοι Ῥωμαίων ἐγένοντο.

[Roman1.24] Κατὰ τούτους τοὺς χρόνους ἔπεσε λίθος ἀπὸ τῆς ἐν τῷ φόρῳ ἁψῖδος, ὃν κοσμίτην καλεῖν εἰώθασι, καὶ ἀπέκτεινεν ἄνδρας ἑξήκοντα. ἐγένετο δὲ καὶ ἐμπρησμὸς φοβερὸς ἔγγιστα τῆς ὑπεραγίας θεοτόκου τοῦ φόρου, καὶ ἐπυρπολήθη ὁ ἔμβολος ἄχρι τῶν λεγομένων Ψιχῶν.

[Roman1.25] Ἐτελεύτησε δὲ καὶ Χριστοφόρος ὁ βασιλεύς, μηνὶ Αὐγούστῳ, ἰνδικτιῶνος τετάρτης, καὶ ἐτάφη ἐν τῇ μονῇ τοῦ πατρὸς αὐτοῦ.

[Roman1.26] Τοῦ ῥητοῦ δὲ χρόνου τελεσθέντος, ὃν ἔθετο Τρύφων ὁ πατριάρχης, οὐκ ἤθελε κατελθεῖν τοῦ θρόνου, ὡς ὑπέσχετο, ἀλλὰ κρίσεις ἐζήτει καὶ αἰτιάματα κατ' αὐτοῦ προβληθῆναι, δι' ἃ τῆς ἐκκλησίας ἐκβάλλεται. ἀμηχανοῦντος δ' ἐπὶ τούτῳ τοῦ βασιλέως καὶ μὴ ἔχοντος, ὅ τι καὶ χρήσαιτο, ὁ Καισαρείας Θεοφάνης, ὃν δὴ καὶ Χοιρινὸν ἐκάλουν, κωτίλος ἀνήρ, ἀλύοντα βλέπων τὸν βασιλέα καὶ τὸν ἐμπαιγμὸν καὶ τὴν ἀπάτην μὴ φέροντα, ὑπέσχετο αὐτῷ εἰς τέλος ἄξαι τὸ σπουδαζόμενον. ἀποδεξαμένου δὲ τοῦ βασιλέως τὴν ὑπόσχεσιν, ἀπάτῃ περιέρχεται τὸν πατριάρχην, καὶ προσελθὼν ἔφη πρὸς αὐτόν· ’πολλὴ μέν, ὦ δέσποτα, ἡ κατὰ σοῦ τῆς βασιλείας ἐπίθεσις, καὶ αἰτιάσεις ζητεῖ δυναμένας σε κατασπάσαι τοῦ θρόνου, πολλὰ δὲ μοχθῶν οὐχ εὑρίσκει. πῶς γὰρ ἂν τοῦ ἀναιτίου αἰτίασις ἅψαιτο. ἓν δὲ προφέρουσιν αἴτιον οἱ σπουδασταὶ τῆς σῆς καθαιρέσεως, φάσκοντες μὴ ὅλως εἰδέναι σε γράμματα. εἰ οὖν τοῦτο ἀποτρέψασθαι δυνηθείημεν, λύκος πάντως χανὼν φανήσονται οἱ κατὰ σοῦ μελετῶντες. εἴ τι οὖν μοι πείθῃ, ἐπὶ παρουσίᾳ πάσης τῆς συνόδου γράψας ἐν ἀγράφῳ χαρτίῳ τὸ σὸν ὄνομα καὶ τὸ τῆς ἱερωσύνης ἀξίωμα πέμψον τῷ βασιλεῖ, ὡς ἂν πληροφορηθῇ καὶ τῆς τοιαύτης ἐλπίδος ἐκπεσὼν ἀπόσχηται τοῦ κατὰ σοῦ μελετᾶν.‘ ἔδοξε λυσιτελὴς ἡ παραίνεσις. εὐθὺς οὖν συνηθροίζετο σύνοδος, καὶ συναθροισθείσης φησὶ πρὸς αὐτὴν ὁ πατριάρχης· ’οἱ τοῦ θρόνου με βουλόμενοι καταγαγεῖν ἀδίκως, ὦ θεῖοι συλλειτουργοί, πολλὰς μηχανὰς κεκινηκότες, ὥστε εὔλογον αἰτίαν εὑρεῖν καὶ δι' αὐτῆς με ἐξοστρακίσαι, οὐχ εὗρον. τελευταίαν οὖν μοι προσάπτουσιν αἰτίαν ταύτην. φασί με ἀγράμματον εἶναι. νῦν οὖν ἐπ' ὄψει πάντων ὑμῶν τάδε χαράσσω τὰ γράμματα, ἵν' ἰδόντες καὶ πληροφορηθέντες οἱ συκοφάνται ἀπόσχωνται τοῦ ἀδίκως μοι ἐνοχλεῖν. εἶπε, καὶ γραμματεῖον ἄγραφον εἰληφὼς ἐπ' ὄψει πάντων ὑπέγραψεν οὕτως· ‘Τρύφων ἐλέῳ θεοῦ ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως, νέας Ῥώμης, καὶ οἰκουμενικὸς πατριάρχης.’ καὶ γράψας ἐκπέμπει διὰ τοῦ πρωτοθρόνου τῷ βασιλεῖ. ὅπερ λαβὼν ἐπὶ χεῖρας οὗτος, καὶ ἄγραφον ἕτερον χαρτίον ἄνωθεν προσανυφάνας παραίτησιν ἔγραψεν, ὡς ἀνάξιος ὢν ἐξίσταται τῷ βουλομένῳ τοῦ θρόνου. τῆς δὲ τοιαύτης παραιτήσεως προκομισθείσης ἐπὶ συνόδου κατάγεται τῆς ἐκκλησίας ὁ Τρύφων, πολλὰ τὴν ἀπάτην ὀλοφυρόμενος καὶ τῷ πρωτοθρόνῳ ἐπιμεμφόμενος. καὶ μετὰ χρόνον ἕνα καὶ μῆνας πέντε (τοσοῦτον γὰρ ὁ τῆς ἡλικίας τοῦ Θεοφυλάκτου ἐνέδει χρόνος πρὸς τελειότητα καὶ χειροθεσίαν ἀρχιερωσύνης) Φεβρουαρίῳ, δευτέρας ἰνδικτιῶνος, χειροτονεῖται πατριάρχης Θεοφύλακτος ὁ τοῦ βασιλέως υἱός.

[Roman1.27] Βασίλειος δέ τις Μακεδών, Κωνσταντῖνον τὸν τοῦ Δουκὸς ἑαυτὸν ἐπιφημίσας, πολλοὺς ἐξαπατήσας πρὸς ἑαυτὸν ἐπεσπάσατο, καὶ περιπατῶν ἐκύκα καὶ συνετάραττε τὰς πόλεις καὶ πρὸς ἀποστασίαν ἐκίνει. συσχεθεὶς δὲ παρά τινος τουρμάρχου Ἐλεφαντίνου τὴν προσηγορίαν, καὶ ὡς βασιλέα ἀχθεὶς τῆς μιᾶς ἀλλοτριοῦται χειρός. εἶτα πάλιν, ὡς ἀφείθη, χεῖρα χαλκῆν ἑαυτῷ περιθεὶς καὶ σπάθην ὑπερμεγέθη κατασκευάσας περιενόστει τὸ Ὀψίκιον, τοὺς ἀφελεστέρους πλανῶν, ὡς αὐτὸς εἴη Κωνσταντῖνος ὁ τοῦ Δουκός. μεγάλην οὖν χεῖρα συναθροίσας ἀποστασίαν κινεῖ. καὶ τὸ φρούριον κατασχών, ὃ Πλατεῖα πέτρα κατονομάζεται, πᾶν εἶδος ἐν τούτῳ ἀπέθετο, ἀφ' οὗπερ ἐξορμώμενος ἐλεηλάτει τὰ παρατυχόντα καὶ ἐληΐζετο. πέμψας οὖν ὁ βασιλεὺς στρατὸν κατ' αὐτοῦ αὐτόν τε συλλαμβάνει καὶ τοὺς σὺν αὐτῷ. καὶ πολλὰ ἀνακρίνας μαθεῖν, μή τινες εἶεν τῶν ἐν τέλει συνίστορες, τελευταῖον μηδὲν καίριον καταλαβών, ἐν τῷ λεγομένῳ Ἀμαστριανῷ πυρὶ τὸν τοιοῦτον παραδίδωσιν.

[Roman1.28] Ἄγεται δὲ καὶ γυναῖκα Στεφάνῳ τῷ υἱῷ ὁ βασιλεὺς Ῥωμανὸς Ἄνναν τὴν θυγατέρα τοῦ Γαβαλᾶ. ἅμα δὲ τῷ νυμφικῷ στεφάνῳ καὶ τὸ τῆς βασιλείας διάδημα αὐτῇ ἐπετίθετο.

[Roman1.29] Ἐγένετο δὲ καὶ εἰσβολὴ Τούρκων κατὰ Ῥωμαίων Ἀπριλλίῳ μηνί, ἰνδικτιῶνος ἑβδόμης, καὶ κατέδραμον πᾶσαν τὴν δύσιν μέχρι τῆς πόλεως. ἀπεστάλη γοῦν ὁ πατρίκιος Θεοφάνης καὶ πρωτοβεστιάριος, καὶ ἀλλάγιον μετ' αὐτῶν ἐποιήσατο, μηδενὸς χρήματος φεισαμένου τοῦ βασιλέως πρὸς τὴν τῶν αἰχμαλώτων ἀνάρρυσιν.

[Roman1.30] Ἐνυμφεύθη δὲ καὶ Κωνσταντίνῳ τῷ λοιπῷ υἱῷ τοῦ βασιλέως κόρη τις Ἑλένη τοὔνομα, ἐκ γένους τῶν Ἀρμενιακῶν ἕλκουσα τὴν σειράν, θυγάτηρ Ἀδριανοῦ πατρικίου. ἧς μετὰ μικρὸν ἀποθανούσης προσήρμοσεν αὐτῷ ἑτέραν, Θεοφανὼ τοὔνομα, ἐκ γένους καταγομένην τοῦ Μάμαντος.

[Roman1.31] Δεκάτῃ δὲ καὶ τετάρτῃ ἰνδικτιῶνι, Ἰουνίῳ μηνί, ἐπέλευσις κατὰ τῆς πόλεως ἐγένετο Ῥωσικοῦ στόλου πλοίων χιλιάδων δέκα. ἐξῆλθεν οὖν κατ' αὐτῶν ὁ πατρίκιος καὶ πρωτοβεστιάριος Θεοφάνης μετὰ τοῦ στόλου, κἀν τῷ Ἱερῷ προσωρμίσατο, ἐκείνων ἐν τῷ Φάρῳ καὶ τῷ ἐπέκεινα αἰγιαλῷ ναυλοχούντων. καιροσκοπήσας οὖν ἀθρόον τούτοις ἐπέθετο, καὶ τήν τε σύνταξιν αὐτῶν διέλυσε καὶ πολλὰ τῶν πλοίων τῷ σκευαστῷ πυρὶ ἀπετέφρωσε, τὰ δὲ τελέως ἐτρέψατο. οἱ περιλειφθέντες οὖν τῶν Ῥῶς περαιοῦνται εἰς τὴν ἀνατολὴν καὶ κατὰ τὰ λεγόμενα Σγόρα προσίσχουσι. Βάρδας δὲ πατρίκιος, ὁ τοῦ Φωκᾶ υἱός, τοὺς αἰγιαλοὺς παρατρέχων μεθ' ἱππέων καὶ ἐκκρίτων ἀνδρῶν, συντάγματι τούτων ἱκανῷ πρὸς συλλογὴν τροφῆς ἐκπεμφθέντι συναντήσας ἐτρέψατο καὶ κατέσφαξεν. ἀλλὰ μὴν καὶ ὁ δομέστικος τῶν σχολῶν ὁ Κουρκούας, ὀξὺς ἐπιφανεὶς μετὰ τῶν ταγμάτων καὶ ἀποσπάδας τούτους εὑρίσκων τῇδε κἀκεῖσε πλανωμένους, κακῶς διετίθει. ἃ δὲ οὗτοι ἔδρασαν κακὰ πρὸ τοῦ καταπολεμηθῆναι, πᾶσαν ὑπερεκπίπτει τραγῳδίαν. τοὺς μὲν γὰρ τῶν ἁλισκομένων ἀνεσταύρουν, τοὺς δὲ τῇ γῇ προσεπαττάλευον, τοὺς δὲ ὥσπερ σκοποὺς ἱστῶντες βέλεσι κατετόξευον. ὅσοι δὲ τῶν ἁλόντων ἱερωσύνης ἠξίωντο, τούτων ἥλοις ὀξέσι διεπερόνουν τὰς κεφαλάς. οὐκ ὀλίγους δὲ καὶ θείους ναοὺς ἐπυρπόλησαν. ἀλλὰ ταῦτα μὲν πρότερον. ἐπεὶ δέ, ὡς ἄνωθεν ἐρρέθη, καταναυμαχηθέντες καὶ διὰ γῆς οὐχ ἥκιστα κακωθέντες συσταλέντες ἠρέμουν ἐν τοῖς σφετέροις πλοίοις, καὶ ἤδη αὐτοῖς ἐπιλελοίπει τὰ ἐπιτήδεια, ἐβουλεύοντο μὲν εἰς τὰ ἴδια ὑπονοστῆσαι, ἐδεδίεσαν δὲ τὸν στόλον παραγειτονοῦντα καὶ τὸν ἀπόπλουν φυλάττοντα. καιρὸν δ' ὅμως τηρήσαντες καὶ σύνθημα δόντες καὶ τὰ πρυμνήσια λύσαντες ἀπέπλεον. οὐκ ἔλαθον δὲ τὸν πατρίκιον καὶ πρωτοβεστιάριον Θεοφάνην, ἀλλὰ γνοὺς οὗτος τὴν αὐτῶν ἀναχώρησιν ὑπαντιάζει τούτοις εὐθύς, καὶ γίνεται ναυμαχία δευτέρα, καὶ τρέπονται πάλιν οἱ Ῥῶς. καὶ τὰ μὲν τῶν σκαφῶν βυθῷ παρεδόθησαν, τὰ δὲ σίδηρος καὶ πῦρ ἐμερίσαντο, τὰ δὲ αὔτανδρα ὑπὸ ταῖς τῶν Ῥωμαίων χερσὶν ἐγένοντο, ὀλίγα δὲ τὴν τοῦ

[Roman1.31.30] πολέμου διαφυγόντα ἀνάγκην πρὸς τὰ οἰκεῖα ἐχώρησαν.

[Roman1.32] Ἀνθ' ὧν ὁ βασιλεὺς τὸν πρωτοβεστιάριον ἀποδεξάμενος καὶ παρακοιμώμενον αὐτὸν προεβάλλετο. φθόνου δὲ κινηθέντος κατὰ τοῦ δομεστίκου τῶν σχολῶν Ἰωάννου τοῦ Κουρκούα παρὰ τῶν ἄλλων βασιλέων (ἐβούλετο γὰρ Ῥωμανὸς ὁ βασιλεὺς Εὐφροσύνην τὴν τοῦ δομεστίκου θυγατέρα νύμφην ἀγαγέσθαι τῷ οἰκείῳ ἐκγόνῳ Ῥωμανῷ <τῷ υἱῷ> τοῦ ἐσχάτου παιδὸς αὐτοῦ Κωνσταντίνου) ἠναγκάσθη τῆς ἀρχῆς αὐτὸν παραλῦσαι, ἐπὶ δυσὶ καὶ εἴκοσι χρόνοις καὶ μησὶν ἑπτὰ ἀδιαδόχως τὴν τοῦ δομεστίκου ἀρχὴν ἰθύναντα, καὶ πᾶσαν, ὡς εἰπεῖν, τὴν Συρίαν καταδραμόντα καὶ ταπεινώσαντα. ὅτῳ δὲ βουλητὸν τὰς ἐκείνου μαθεῖν ἀριστείας, ζητησάτω τὴν πονηθεῖσαν βίβλον παρά τινος Μανουὴλ πρωτοσπαθαρίου καὶ κριτοῦ (ἐν ὀκτὼ γὰρ βίβλοις ἐκεῖνος τὰ τούτου ἀνδραγαθήματα συνεγράψατο), καὶ ἐξ αὐτῆς εἴσεται, οἷος ἦν ὁ ἀνὴρ τὰ πολεμικά. παραπλησίως τούτῳ καὶ Θεόφιλος ὁ τούτου ὁμαίμων, ὁ πάππος Ἰωάννου τοῦ μετὰ ταῦτα βασιλεύσαντος, τὰς ἐν Μεσοποταμίᾳ τῶν Σαρακηνῶν πόλεις διέθετο, στρατηγὸς ἐν αὐτῇ γεγονὼς καὶ ταπεινώσας καὶ τελέως ἀφανίσας τοὺς ἐκ τῆς Ἄγαρ. καὶ Ῥωμανὸς δὲ ὁ πατρίκιος, ὁ τοῦ δομεστίκου Ἰωάννου υἱός, στρατηγὸς καταστὰς πολλά τε φρούρια παρεστήσατο καὶ πλείστων λαφύρων αἴτιος ὑπῆρξε τοῖς Ῥωμαίοις. τοῦ Ἰωάννου δὲ παραλυθέντος τῆς ἀρχῆς προβάλλεται δομέστικος τῶν σχολῶν ὁ Πανθήριος, ὁ τοῦ βασιλέως Ῥωμανοῦ συγγενής.

[Roman1.33] Ἱλασκόμενος δὲ τὸν θεὸν ὁ βασιλεὺς Ῥωμανὸς διὰ τὴν τῶν ὅρκων παράβασιν, καὶ μετανοῶν ἐφ' οἷς κακῶς παρεσπόνδησεν, ἐποίει μὲν καὶ ἄλλας εὐποιΐας, ἃς καταλέγειν ἔργον, ἀπέτισε δὲ καὶ τὰ χρέα τῆς πόλεως ἀπό τε πλουσίων καὶ πενήτων, δεδοικώς, ὥς φασι, κεντηνάρια δεκαεννέα, τὰ δὲ γραμματεῖα κατακαύσας ἐν τῷ κατὰ τὴν Χαλκῆν πορφυρῷ ὀμφαλίῳ. δέδωκε δὲ καὶ τὰ ἐνοίκια τῆς πόλεως ἀπὸ τοῦ ὑψηλοτέρου καὶ μέχρι τοῦ ἐσχάτου. ἃ δὲ διετυπώσατο γίνεσθαι ψυχικὰ ἐπετείως ἐν τῇ παρ' αὐτοῦ νεουργηθείσῃ μονῇ τοῦ Μυρελαίου, ἴσασι πάντες μέχρι τοῦ νῦν τελούμενα.

[Roman1.34] Κατὰ δὲ τὴν πρώτην ἰνδικτιῶνα τῶν Τούρκων πάλιν ἐπιδρομὴν ποιησαμένων κατὰ Ῥωμαίων, ὁ παρακοιμώμενος Θεοφάνης ἐξελθὼν ἐσπείσατο μετ' αὐτῶν καὶ λαβὼν ὁμήρους ὑπέστρεψε.

[Roman1.35] Δευτέρᾳ δὲ ἰνδικτιῶνι Πασχάλιον πρωτοσπαθάριον καὶ στρατηγὸν Λογγιβαρδίας ἐξέπεμψεν ὁ βασιλεὺς πρὸς τὸν ῥῆγα Φραγγίας Οὔγωνα, τὴν αὐτοῦ θυγατέρα ἐπιζητῶν νυμφευθῆναι τῷ τοῦ Πορφυρογεννήτου υἱῷ Ῥωμανῷ. ἥτις καὶ ἀχθεῖσα μετὰ πλούτου πολλοῦ συνήφθη Ῥωμανῷ. συνεβίωσε δὲ μετ' αὐτοῦ ἔτη πέντε καὶ ἀπέθανεν.

[Roman1.36] Ἐγένετο δὲ καὶ βίαιος ἄνεμος μηνὶ Δεκεμβρίῳ. καὶ καταπεσόντες οἱ λεγόμενοι Δῆμοι συνέτριψαν τὰ κάτωθεν αὐτῶν βάθρα καὶ τὰ λεγόμενα στηθέα.

[Roman1.37] Τῆς πόλεως δὲ Ἐδέσσης πολιορκουμένης παρὰ τῶν Ῥωμαϊκῶν δυνάμεων, στενοχωρηθέντες οἱ Ἐδεσσηνοὶ τοῖς ἐκ τῆς πολιορκίας δεινοῖς διεπρεσβεύσαντο πρὸς βασιλέα, αἰτούμενοι ἀπαναστῆναι τῆς προσεδρείας τὸν λαόν, καὶ ὑπισχνοῦντο ἀντίλυτρον δοῦναι τὸ τοῦ Χριστοῦ ἅγιον ἐκμαγεῖον. λυθείσης οὖν τῆς πολιορκίας ἐδόθη τὸ θεῖον ἐκτύπωμα καὶ εἰς τὴν βασιλίδα ἤχθη, ὑποδεξαμένου τοῦτο τοῦ βασιλέως μετὰ λαμπρᾶς καὶ πρεπούσης δορυφορίας διὰ τοῦ παρακοιμωμένου Θεοφάνους.

[Roman1.38] Κατὰ ταύτας τὰς ἡμέρας ἐξ Ἀρμενίας ἐφοίτησε τέρας ἐν τῇ βασιλευούσῃ, παῖδες ἄρρενες συμφυεῖς ἐκ μιᾶς προελθόντες γαστρός. ἐξηλάθησαν δὲ τῆς πόλεως ὡς πονηρὸς οἰωνός. ἐπὶ δὲ Κωνσταντίνου πάλιν εἰσῆλθον. ἐπεὶ δὲ συνέβη τὸν ἕνα τελευτῆσαι, ἐπειράθησαν οἱ ἐμπειρότεροι τῶν ἰατρῶν τὸ νεκρωθὲν ἀποτεμεῖν μέρος. οὗ τμηθέντος τὸ ζῶν ἐπιβεβιωκὸς μικρὸν ἐτελεύτησεν.

[Roman1.39] Ὁ δὲ βασιλεὺς Ῥωμανὸς καὶ πάντας μὲν ἐτίμα τοὺς μοναχούς, διαφερόντως δὲ τὸν μοναχὸν Σέργιον τὸν ἀνεψιὸν Φωτίου τοῦ πατριάρχου, ἀρεταῖς ὄντα κατάκομον καὶ πᾶσι κοσμούμενον τοῖς καλοῖς, ὃς διὰ παντὸς παρῄνει τῷ βασιλεῖ τῶν παίδων ἐπιμελεῖσθαι καὶ μὴ ἀπαιδεύτους τούτους ἐᾶν, μή πως καὶ αὐτὸς πάθῃ τὸ τοῦ Ἠλεί. τῇ δὲ αὐτῇ ἰνδικτιῶνι κατήγαγον τὸν βασιλέα Ῥωμανὸν τοῦ παλατίου καὶ εἰς τὴν Πρώτην ἀγαγόντες νῆσον ἀπέκειραν μοναχόν. τίνες δὲ οἱ τοῦτον κατασπάσαντες τῆς ἀρχῆς, καὶ τίνα τρόπον, ἐν τοῖς ἐπαγομένοις λελέξεται.

[Const7 iterum.t]

ΚΩΝΣΤΑΝΤΙΝΟΣ ΠΑΛΙΝ ΑΥΤΟΚΡΑΤΩΡ

[Const7 iterum.1] Κωνσταντίνου τοῦ βασιλέως ἐν κομιδῇ νέᾳ τῇ ἡλικίᾳ ἀπορφανισθέντος, καὶ τῶν πραγμάτων ὑπό τε τῆς μητρὸς αὐτοῦ Ζωῆς καὶ τῶν ἐπιτρόπων, οὓς ἔμπροσθεν ἠριθμησάμεθα διοικουμένων, ὁ παρακοιμώμενος Κωνσταντῖνος μεγάλα παρὰ τῇ βασιλίδι δυνάμενος, ἐπ' ἀδελφῇ τε γαμβρὸν ἔχων τὸν μάγιστρον Λέοντα τὸν Φωκᾶν, δομέστικον ὄντα τῶν σχολῶν τῆς ἀνατολῆς, καὶ παρὰ τοῦτο τὰς ἡνίας ἁπάσας τῆς βασιλείας, ὅπῃ καὶ βούλοιτο, περιφέρων, νύκτωρ καὶ μεθ' ἡμέραν ἐμελέτα εἰς τὸν ἑαυτοῦ γαμβρὸν τὴν βασιλείαν μετενεγκεῖν, τὸν Κωνσταντῖνον ἐκποδὼν ποιησάμενος. ὅπερ συννενοηκὼς ὁ τοῦ Πορφυρογεννήτου παιδαγωγὸς Θεόδωρος, ὡς ἄνωθεν εἴρηται, σπουδὴν ἔθετο τὸν πρεσβύτην Ῥωμανὸν δρουγγάριον τηνικαῦτα τῶν πλωΐμων τυγχάνοντα οἰκειώσασθαι καὶ τοῖς ἀνακτόροις εἰσαγαγεῖν, ὡς τάχα φύλακα καὶ πρόμαχον τοῦ βασιλέως ἐσόμενον. οὑτοσὶ δ' ἀναχθεὶς καὶ ταῖς κατὰ μικρὸν ἀνόδοις τῆς πάσης δυναστείας γενόμενος ἐγκρατὴς οὐκ ἐνέμεινε τοῖς δοθεῖσιν, ἀλλὰ τοὺς δεδομένους ἀθετήσας ὅρκους (ἦν γὰρ φρικωδεστάταις ὁρκωμοσίαις ἑαυτὸν καταδεσμήσας, μὴ ἄν ποτε βασιλείας ἔφεσιν ἐσχηκέναι) ἑαυτόν τε ἀνηγόρευσε βασιλέα, ἑκουσίως τοῦ Πορφυρογεννήτου ἀέκοντί γε θυμῷ (τοῦτο δὴ τὸ Ὁμηρικόν) περιθέντος αὐτῷ τὸ διάδημα, καὶ οὐ μόνον ἑαυτόν, ἀλλ' ἤδη μετὰ μικρὸν καὶ Χριστοφόρον τὸν υἱόν. διαλιπὼν δ' ὀλίγον, καὶ Στέφανον καὶ Κωνσταντῖνον ἀνηγόρευσε τοὺς υἱεῖς. βασιλεὺς δὲ ἀναρρηθεὶς οὐκ ἠγάπησε τῇ ἀναρρήσει, οὐδὲ τὴν δευτέραν χώραν ἔχειν ἠσμένισεν, ἀλλ' ἐκ μέσου τὸν παιδαγωγὸν θέμενος καὶ τοὺς λοιποὺς τοὺς ὅσοι ἐδόκουν προσίστασθαι, πρῶτός τε αὐτοκράτωρ ἀνευφημεῖτο καὶ τὴν πᾶσαν τῶν πραγμάτων διεκόσμει διοίκησιν. μετ' αὐτὸν δὲ ἀνηγορεύοντο οἱ υἱεῖς, καὶ τελευταῖος πάντων ὁ Κωνσταντῖνος. οὗτος τοίνυν ὁ Κωνσταντῖνος σχῆμα μόνον καὶ ὄνομα τῆς βασιλείας ἔχων, τῶν δὲ ἡδέων ταύτης ἐστερημένος, διὰ παντὸς ἐγλίχετο καὶ ἐπηύχετο τὴν πατρῴαν ἐπανασώσασθαι ἀρχήν, τοὺς ἐπεισάκτους ἐκποδὼν θέμενος, τοῦτο δὲ οὐκ ἄλλως ᾤετο ἀγαγεῖν εἰς ἔργον, εἰ μὴ τοὺς υἱοὺς ἐκπολεμώσει τῷ πατρί. ὁ μὲν οὖν Χριστοφόρος ἔφθασε τὸν βίον ἀπολιπεῖν, περιῆσαν δ' ἔτι Στέφανος καὶ Κωνσταντῖνος. τούτων ἐγνώκει ἀποπειραθῆναι, μή πως δυνηθῇ ἐκπληρῶσαι τὸ σπουδαζόμενον. καὶ τοῦ μὲν Κωνσταντίνου (ἦν γὰρ στερεωτέρας οὗτος φρενός) ἀποπειραθῆναι οὐκ ἐτόλμησε, τρέψαι δὲ τὴν πᾶσαν μηχανὴν καὶ ἀπόπειραν ἔκρινε πρὸς τὸν Στέφανον, κουφότερόν τε ὄντα τὸν λογισμὸν καὶ ῥᾳδίως μεταφερόμενον, πρὸς ὅ τι καὶ βούλοιτο. λαμβάνει πρὸς τοῦτο συλλήπτορα καὶ συνεργὸν εὐφυῆ τινα ἄνδρα καὶ δόλους πλέξαι καὶ μηχανορραφῆσαι δεινόν. Βασίλειος οὗτος ἐτύγχανεν, ὁ Πετεινὸς τὴν προσηγορίαν, ἐν τῷ τάγματι τῆς ἑταιρείας κατειλεγμένος, καὶ συνήθης καὶ φίλος ἐξέτι νέων ὑπάρχων τῷ Κωνσταντίνω. τοῦτον κοινωνὸν προσειλήφει τοῦ σκέμματος, καὶ δι' αὐτοῦ φίλον θέσθαι κατηπείχθη τὸν Στέφανον, λόγοις αἱμυλίοις ὑποκλαπέντα καὶ ἀπάταις καὶ μηχαναῖς παρενηνεγμένον τοῦ λογισμοῦ. πάντα γὰρ

[Const7 iterum.1.44] τρόπον σπουδάσας ὁ Πετεινὸς τῷ Στεφάνῳ φιλιωθῆναι, ἐπειδὴ πεφιλίωτο, προσῄει τε συνεχῶς καὶ λόγους προσῆγε καὶ συμβουλὰς ὑποκνιζούσας αὐτὸν καὶ κατὰ μικρὸν ἀπαγούσας τοῦ λογισμοῦ, ‘ἵνα τί’, λέγων, ‘ὦ βασιλεῦ, νέος ὢν ἰσχύϊ τε ῥωμαλέος, καὶ ψυχῆς γενναιότητι ὑπερφέρων, καὶ φρονήσει πεπυκνωμένος, τὰ πράγματα παρορᾷς ἀπὸ λεπτοῦ καὶ παλαιοῦ καὶ διερρωγότος μίτου,’ τὸν αὐτοῦ πατέρα ὑπαινιττόμενος, ἐξαρτώμενα ‘καὶ οὐ διανίστασαι, καὶ τοῦτον μὲν ὡς ἐμπόδιον ταῖς σαῖς γενναιοτάταις ὁρμαῖς ἐκποδὼν ποιεῖς, αὐτὸς δὲ τῶν πραγμάτων ἀντιλαμβάνῃ, δυνάμενος οὐχ ὅπως τὴν Ῥωμαίων βασιλείαν μόνην, ἀλλὰ καὶ πολλὰς ὁμοῦ κυβερνᾶν; ἄγε δή, πείσθητί μοι τὰ λυσιτελῆ συμβουλεύοντι, καὶ διαναστὰς ἀντισχέσθαι θέλησον τῶν πραγμάτων, καὶ τὰ μὲν Ῥωμαίων ἀναθηλῆσαι παρασκεύασον, τὰ δὲ τῶν ἐχθρῶν ταπείνωσον, καὶ δεῖξον ἔργοις αὐτοῖς, ὡς οὐ διὰ κενῆς, οὐδὲ μάτην ἡ ἐπανθοῦσά σοι ὥρα καὶ τὰ λοιπὰ τῆς ψυχῆς ἐκ θεοῦ σοι δεδώρηνται προτερήματα. ἕξεις δὲ εἰς τοῦτο συναγωνιστὴν καὶ συλλήπτορα καὶ τὸν σὸν γαμβρὸν τὸν Πορφυρογέννητον, λίαν θεοκλυτοῦντα καὶ ἱμειρόμενον τῆς τοῦ σοῦ πατρὸς ἐλευθερωθῆναι βαρύτητος καὶ παρὰ σοῦ κατόψεσθαι τὴν βασιλείαν κυβερνωμένην.’ τούτοις ὑποσυρεὶς τοῖς λόγοις ὁ Στέφανος κατεσχέθη τῇ τῆς αὐτοκρατορίας ἐπιθυμίᾳ καὶ ἄσχετον ὄρεξιν ἀνεδέξατο τοῦ καταγαγεῖν τὸν ἑαυτοῦ πατέρα τῆς βασιλείας. μέλλων δὲ ἐγχειρεῖν τοῖς δοχθεῖσι καὶ λόγους αἰνιττομένους τὸ σπουδαζόμενον ὑποσπείρει τῷ ἀδελφῷ. ἐπεὶ δὲ οὗτος καὶ πρὸς τὴν πρώτην ἀκοὴν ἄτεγκτος ἦν, καὶ παρῄνει μᾶλλον, μὴ θαρρεῖν τῷ γαμβρῷ, ἀλλὰ τῆς πατρῴας ἐξέσθαι ἐνουθέτει πίστεως καὶ φιλίας, τοῦτον μὲν παρῆκεν ὡς ἐμπόδιον μᾶλλον, ἀλλ' οὐ συνεργὸν ἐσόμενον, αὐτὸς δ' ᾠήθη, ὡς ἀνυστόν, ἐγχειρῆσαι τοῖς δεδογμένοις. προσεταιρισάμενος οὖν σὺν τῷ ῥηθέντι Βασιλείῳ καὶ τὸν μοναχὸν Μαριανὸν τὸν υἱὸν Λέοντος τοῦ Ἀργυροῦ, ὑπὸ τοῦ βασιλέως Ῥωμανοῦ λίαν καὶ τιμώμενον καὶ πιστευόμενον, καί τινας ἄλλους σὺν αὐτοῖς, εὐκαιρήσας κατασπᾷ τῆς ἀρχῆς τὸν αὐτοῦ πατέρα, μηνὶ Δεκεμβρίῳ ἑξκαιδεκάτῃ, ἰνδικτιῶνος τρίτης, ἔτους ͵Ϛυνγʹ, εἰκοστὸν ἕκτον ἀνύοντα ἐν τῇ βασιλείᾳ ἐνιαυτόν, καὶ τῇ νήσῳ Πρώτῃ περιορίζει, ἀποκείρας καὶ ἄκοντα τοῦτον μοναχόν.

[Const7 iterum.2] Κατενεχθέντος οὖν τοῦ Ῥωμανοῦ εὐθέως ὁ Στέφανος γενναιότερον ἥπτετο τῶν πραγμάτων, κοινοπραγοῦντα ἔχων τόν τε γαμβρὸν καὶ τὸν ἀδελφόν. ἐπεὶ δὲ μὴ ἐν πᾶσιν ὁμοίως ἠρέσκοντο, ἀλλ' ἔσθ' ὅπῃ καὶ διεφώνουν, ἀρχὴ προσκρουμάτων ἐκ ταύτης τῆς αἰτίας ἐφύετο, καὶ ὑπώπτευον ἀλλήλους καὶ ὑφωρῶντο, τὸν μὲν Πορφυρογέννητον ὁ Στέφανος, ἐκεῖνον δὲ αὖθις ὁ Πορφυρογέννητος, καὶ κατ' ἀλλήλων ἀκόλαστα ἀλλόκοτα. καὶ σπουδὴν μὲν ὁ Στέφανος καὶ ἀγῶνα οὐ τὸν τυχόντα κατεβάλλετο εἰς τὸ καταγαγεῖν τὸν ἀδελφὸν καὶ τὸν γαμβρὸν καὶ μόναρχος ὑπολειφθῆναι τοῖς πράγμασιν. ἀλλ' ἐπεὶ κατὰ τὸν ποιητὴν εἰσὶ καὶ ἄλλα πυρὸς θερμότερα, ἔλαθε παθὼν μᾶλλον ἢ δράσας, τοῦ Κωνσταντίνου, ἐπείπερ ᾔσθετο ἐπιβουλευόμενος, ἀναβολὴν μὴ δεδωκότος τῇ ἐγχειρήσει, πολλὰ καὶ τῆς γυναικὸς αὐτοῦ Ἑλένης ἐρεθισάσης αὐτὸν πρὸς τὸ καταγαγεῖν τῆς βασιλείας τοὺς ἀδελφούς. ἐκφήνας οὖν τὸ μυστήριον τῷ εἰρημένῳ Βασιλείῳ τῷ Πετεινῷ, καὶ δι' αὐτοῦ προσκτησάμενος τὸν Μαριανόν, ἔτι δὲ Νικηφόρον καὶ Λέοντα τοὺς υἱοὺς Βάρδα τοῦ Φωκᾶ, Νικόλαόν τε καὶ Λέοντα τοὺς Τορνικίους, καὶ ἄλλους οὐκ ὀλίγους, μηδὲν ὑφορωμένους τὸν Στέφανον καὶ τὸν Κωνσταντῖνον, κατ' αὐτὸν τὸν καιρὸν τοῦ ἀρίστου συναριστοῦντας αὐτῷ, ἀναρπάστους τίθησι καὶ καταβιβάζει τῶν βασιλείων, τῇ εἰκάδι ἑβδόμῃ τοῦ Ἰαννουαρίου μηνός, τῆς αὐτῆς τρίτης ἰνδικτιῶνος, καὶ πλοιαρίοις ἐνθέμενος ὑπερορίζει τὸν μὲν ἐν τῇ Πανόρμῳ νήσῳ, τὸν Κωνσταντῖνον δὲ ἐν τῇ Τερεβίνθῳ. καὶ διὰ Βασιλείου τοῦ Καισαρείας καὶ Ἀναστασίου τοῦ Ἡρακλείας καὶ ἄμφω κληρικοὺς ἀποκείρει, μεταστήσας οὐκ εἰς μακρὰν τὸν μὲν Στέφανον ἐν Προικοννήσῳ, εἶτα ἐν Ῥόδῳ καὶ τελευταῖον ἐν Μιτυλήνῃ, τὸν δὲ Κωνσταντῖνον ἐν Σαμοθρᾴκῃ. ἀλλ' ὁ μὲν Στέφανος μεγαλοψύχως τὰς ἐπενεχθείσας φέρων αὐτῷ τύχας διετέλεσεν ἐπὶ ἔτη ἐννεακαίδεκα βιοτεύων ἐν τῇ Λέσβῳ. ὁ Κωνσταντῖνος δὲ ὀλιγώρως διατεθεὶς καὶ θερμότερον τοῦ δέοντος κατεξανιστάμενος καὶ πολλάκις ἐπιχειρήσας φυγεῖν, μετὰ δεύτερον χρόνον τοῦ τῆς βασιλείας ἐκπεσεῖν τὸν φυλάττοντα τοῦτον δολοφονήσας ὑπὸ τῶν περιλοίπων καὶ αὐτὸς ἀποσφάττεται. μηνὶ δὲ Ἰουλίῳ τῆς ἕκτης ἰνδικτιῶνος καὶ Ῥωμανὸς ὁ τούτων πατὴρ ἀπέτισε τὸ χρεών, καὶ ἐν τῷ Μυρελαίῳ θάπτεται.

[Const7 iterum.3] Ὁ δὲ Πορφυρογέννητος τὰ ὕποπτα περιελὼν ἐκ μέσου, καὶ μόνος τὴν αὐτοκράτορα περιζωσάμενος ἀρχήν, κατὰ τὸ θεῖον πάσχα τῆς αὐτῆς ἰνδικτιῶνος καὶ τῷ υἱῷ Ῥωμανῷ περιτίθησι διάδημα, τελέσαντος δὴ τὰς εὐχὰς Θεοφυλάκτου τοῦ πατριάρχου. δοκῶν δέ τις γενναῖος ἀναφανῆναι καὶ τῶν τῇ βασιλείᾳ διαφερόντων ἐπιμελέστερον ἀντιλήψεσθαι, εἰ μόνος κατάρξοι, μαλακώτερος ὤφθη τῆς ὑπολήψεως, μηδὲν ἄξιον τῆς εἰς αὐτὸν προσδοκίας ἐπιδειξάμενος. οἴνου τε γὰρ ἥττητο, καὶ τῶν ἐπιπόνων τὰ ῥᾷστα προέκρινε, δυσπαραίτητός τε ἦν ἐν τοῖς πταίσμασι καὶ ἀσυμπαθὴς κολαστής, ἀδιάφορός τε περὶ τὰς προβολὰς τῶν ἀρχηγῶν, οὐκ ἀριστίνδην ταύτας ἰθύνεσθαι καὶ κατ' ἐπιλογὴν ἐθέλων, ὅπερ ἔργον ἐστὶ μεγαλοπρεποῦς ἐξουσίας, ἀλλὰ τῷ παρατυχόντι ἀρχὴν ἐμπιστεύων, στρατηγίαν τυχὸν ἢ πολιταρχίαν, ἀδοκιμάστως, ὡς ἐκ τούτου συμβῆναι πάντα τινὰ χυδαῖον καὶ διαβεβλημένον εἰς τὰς μεγίστας τῶν πολιτικῶν ἀρχῶν προχειρίζεσθαι, πολλὰ πρὸς τοῦτο συνεργούσης καὶ Ἑλένης τῆς αὐτοῦ γαμετῆς καὶ Βασιλείου τοῦ παρακοιμωμένου, ὠνίους τὰς ἀρχὰς ποιεῖν παρασκευαζόντων. οὐ παντάπασι δὲ ἄμοιρος ἦν καὶ πράξεων ἀγαθῶν ὁ Κωνσταντῖνος. ἡ γὰρ ῥηθῆναι μέλλουσα ἀξιάγαστος οὖσα καὶ θαυμαστὴ ἐπισκιάσαι καὶ ἀμαυρῶσαι ἴσχυσε πολλὰ τῶν αὐτοῦ ἐλαττωμάτων. τὰς γὰρ ἐπιστήμας, ἀριθμητικήν, μουσικήν, ἀστρονομίαν, γεωμετρίαν, στερεομετρίαν, καὶ τὴν ἐν πάσαις ἔποχον φιλοσοφίαν, ἐκ μακροῦ χρόνου ἀμελείᾳ καὶ ἀμαθίᾳ τῶν κρατούντων ἀπολωλυίας οἰκείᾳ σπουδῇ ἀνεκτήσατο, τοὺς ἐφ' ἑκάστῃ τούτων ἀρίστους τε καὶ δοκίμους ἀναζητήσας καὶ εὑρὼν καὶ διδασκάλους ἐπιστήσας καὶ τοὺς σπουδαίους ἀποδεχόμενός τε καὶ συγκροτῶν. διὸ καὶ τὴν ἀλογίαν ἀπελάσας οὐκ ἐν μακρῷ τῷ χρόνῳ ἐπὶ τὸ λογικώτερον μετερρύθμισε τὸ πολίτευμα. ἐπεμελήθη δὲ καὶ τῶν βαναύσων καὶ χειρωνάκτων τεχνῶν, καὶ εἰς ἐπίδοσιν μεγάλην καὶ ταύτας ἀνήνεγκεν. ἦν δὲ καὶ τὰ πρὸς θεὸν εὐσεβὴς καὶ φιλότιμος, μηδέποτε ἐν ταῖς τυπικαῖς τῶν θείων ναῶν προσελεύσεσι κενὸς καὶ ἄκαρπος ὀφθεὶς τῷ θεῷ, ἀλλ' ἀναθήμασι δωρούμενος μεγαλοπρεπέσι καὶ φιλοχρίστῳ βασιλεῖ πρέπουσιν. ἠμείψατο δὲ καὶ τοὺς συνεργήσαντας αὐτῷ πρὸς τὴν τῶν αὐταδέλφων καθαίρεσιν ταῖσδε ταῖς εὐεργεσίαις, Βάρδαν μὲν τὸν Φωκᾶν μάγιστρον τιμήσας καὶ δομέστικον τῶν σχολῶν τῆς ἀνατολῆς, Νικηφόρον τε καὶ Λέοντα τοὺς τούτου υἱεῖς, τὸν μὲν τῶν Ἀνατολικῶν στρατηγόν, τὸν Νικηφόρον, τὸν δὲ τῆς Καππαδοκίας, τὸν Λέοντα, προχειρισάμενος, καὶ Κωνσταντῖνον θάτερον τῶν υἱῶν τῆς Σελευκείας, Βασίλειον δὲ τὸν Πετεινὸν ἐξάρχοντα τῆς μεγάλης ἑταιρείας, Μαριανὸν τὸν Ἀργυρὸν κόμητα τοῦ στάβλου καὶ τὸν Κουρτίκιον Μανουὴλ τῆς

[Const7 iterum.3.39] βίγλας δρουγγάριον. ἐξευνούχισε δὲ καὶ Ῥωμανὸν τὸν τοῦ Στεφάνου υἱόν, τὸν μετέπειτα σεβαστοφόρον γενόμενον, ἔτι δὲ καὶ Βασίλειον τὸν ἐκ δούλης ἀποτεχθέντα Ῥωμανῷ τῷ γέροντι. Μιχαὴλ δὲ τὸν υἱὸν Χριστοφόρου τοῦ βασιλέως ἀπέκειρε κληρικόν.

[Const7 iterum.4] Ἀδαμαντίνοις δ', ὡς ᾤετο, δεσμοῖς τὴν βασιλείαν ἀσφαλισάμενος καὶ πᾶσαν ὑποψίαν ἀποσεισάμενος, καὶ δόξας ἐν τῷ ἀσφαλεῖ καθεστάναι, μικροῦ δεῖν ἐκινδύνευσε δυσὶ μεγίσταις ἐπιβουλαῖς περιπεσών. Θεοφάνης τε γὰρ ὁ παρακοιμώμενος ἐβουλήθη τὸν πρεσβύτην Ῥωμανὸν ἐκ τῆς νήσου Πρώτης εἰς τὸ παλάτιον ἀγαγεῖν, καὶ ἄλλους οὐκ ὀλίγους ἔχων συνίστορας. καί τινες δὲ ἕτεροι, ἤτοι Λέων ὁ Κλάδων, Γρηγόριος ὁ Μακεδὼν καὶ Θεοδόσιος ὁ πρῶτος τῶν τοῦ Στεφάνου ἱπποκόμων καὶ Ἰωάννης ὁ ῥαίκτωρ, τὸν Στέφανον ἐβουλεύσαντο ἐκ Μιτυλήνης ἀγαγεῖν καὶ τῇ βασιλείᾳ ἐγκαθιδρῦσαι. ἀλλ' ὑπό τινων συνωμοτῶν μηνυθέντων τῶν βουλευμάτων, ὁ μὲν Θεοφάνης ἐξωρίσθη σὺν τοῖς αὐτοῦ συνεργοῖς, οἱ δὲ τοῦ Στεφάνου ἀντιποιούμενοι τυφθέντες καὶ δημευθέντες καὶ τὰς ῥῖνας τμηθέντες ἐξωρίσθησαν.

[Const7 iterum.5] Οὐ διέλιπον δὲ καὶ οἱ Τοῦρκοι εἰσβολὰς εἰς τὴν Ῥωμαίων ποιούμενοι καὶ ταύτην δῃοῦντες, μέχρις οὗ Βουλοσουδὴς ὁ τούτων ἀρχηγὸς τὴν τῶν Χριστιανῶν πίστιν ἀσπάζεσθαι ὑποκριθεὶς κατειλήφει τὴν Κωνσταντίνου. καὶ βαπτισθεὶς ὑπὸ τοῦ βασιλέως ἀναδέχεται Κωνσταντίνου, τῇ τῶν πατρικίων ἀξίᾳ τιμηθεὶς καὶ πλείστων χρημάτων ὑπάρξας κύριος, εἶτ' αὖθις οἴκαδε ὑποστρέψας. μετ' οὐ πολὺ δὲ καὶ Γυλᾶς, ἄρχων ὢν καὶ αὐτὸς τῶν Τούρκων, εἴσεισιν εἰς τὴν βασιλίδα καὶ βαπτίζεται, τῶν ἴσων ἀξιωθεὶς καὶ αὐτὸς εὐεργεσιῶν καὶ τιμῶν. ἀνελάβετο δὲ μεθ' ἑαυτοῦ καί τινα μοναχὸν Ἱερόθεον τοὔνομα, δόξαν εὐλαβείας ἔχοντα, ἐπίσκοπον Τουρκίας παρὰ τοῦ Θεοφυλάκτου χειροτονηθέντα, ὃς ἐκεῖσε γενόμενος πολλοὺς ἀπὸ τῆς βαρβαρικῆς πλάνης εἰς τὸν χριστιανισμὸν ἐπανήγαγεν, ἀλλ' ὁ μὲν Γυλᾶς ἐνέμεινε τῇ πίστει, μητ' αὐτὸς ἔφοδόν ποτε κατὰ Ῥωμαίων πεποιηκώς, μήτε τοὺς ἁλισκομένους Χριστιανοὺς ἀτημελήτους ἐῶν, ἀλλ' ἐξωνούμενος καὶ ἐπιμελείας ἀξιῶν καὶ ἐλευθερῶν. Βουλοσουδὴς δὲ τὰς πρὸς θεὸν συνθήκας ἠθετηκὼς πολλάκις σὺν παντὶ τῷ ἔθνει κατὰ Ῥωμαίων ἐξήλασε. τὸ αὐτὸ δὲ τοῦτο καὶ κατὰ Φράγγων ποιῆσαι διανοηθεὶς καὶ ἁλοὺς ἀνεσκολοπίσθη ὑπὸ Ὤτου τοῦ βασιλέως αὐτῶν.

[Const7 iterum.6] Καὶ ἡ τοῦ ποτε κατὰ Ῥωμαίων ἐκπλεύσαντος ἄρχοντος τῶν Ῥῶς γαμετή, Ἔλγα τοὔνομα, τοῦ ἀνδρὸς αὐτῆς ἀποθανόντος παρεγένετο ἐν Κωνσταντινουπόλει. καὶ βαπτισθεῖσα καὶ προαίρεσιν εἰλικρινοῦς ἐπιδεικνυμένη πίστεως, ἀξίως τιμηθεῖσα τῆς προαιρέσεως ἐπ' οἴκου ἀνέδραμε.

[Const7 iterum.7] Τῆς δὲ τῷ Ῥωμανῷ νυμφευθείσης κόρης τῆς Οὔγωνος παιδὸς ἀποθανούσης, ὡς εἴπομεν, παρθένου, νυμφεύεται αὐτῷ ὁ βασιλεὺς καὶ πατὴρ ἑτέραν γυναῖκα, οὔ τινα τῶν ἐπιφανῶν, ἀλλ' ἐκ χυδαίων φυεῖσαν καὶ τὴν τέχνην καπήλων, Ἀναστασὼ καλουμένην, Θεοφανὼ δ' ὑπ' ἐκείνου μετονομασθεῖσαν.

[Const7 iterum.8] Τοῦ ἀμηρᾶ δὲ τῆς Ταρσοῦ ἐκστρατείαν κατὰ Ῥωμαίων ποιησαμένου, ἐν τῇ κώμῃ δὲ τῇ Ἡρακλέος λαὸν πεπομφότος εἰς προνομήν, πρεσβύτερός τις Θέμελ ὀνομαζόμενος τὴν ἀναίμακτον ἐπιτελῶν λειτουργίαν, ὡς ἔγνω τὴν τῶν Σαρακηνῶν ἔφοδον, λιπὼν τὴν ἱερουργίαν, καὶ ὡς εἶχε στολῆς ἐξελθών, λαβόμενός τε ταῖς χερσὶ τοῦ σημαντῆρος τῆς ἐκκλησίας, ἐν τούτῳ τοὺς ἐπιόντας ἠμύνετο, καὶ πολλοὺς μὲν ἐτραυμάτισεν, ἀπέκτεινε δὲ καὶ ἱκανούς, τοὺς δὲ λοιποὺς εἰς φυγὴν ἐτρέψατο. ἀποκλεισθεὶς δὲ παρὰ τοῦ ἐπισκόπου τῆς ἱερουργίας, ἐπεὶ μὴ ἔπειθε συγχωρηθῆναι, τοῖς Ἀγαρηνοῖς προσερρύη καὶ τὸν χριστιανισμὸν ἐξωμόσατο, καὶ σὺν αὐτοῖς ἐξιὼν οὐ μόνον Καππαδοκίαν καὶ τὰ ἐγγίζοντα ταύτῃ ἐδῄου θέματα, ἀλλὰ δὴ καὶ μέχρι τῆς μικρᾶς λεγομένης Ἀσίας ἔφθασεν. ὅσα δὲ δεινὰ διεπράξατο, οὐδὲ γράφειν ἡμῖν θεμιτόν.

[Const7 iterum.9] Ἤδη δέ, ὡς εἴπομεν, προχειρισθεὶς δομέστικος τῶν σχολῶν Βάρδας ὁ Φωκᾶς οὐδὲν ὅ τι καὶ λόγου ἄξιον ἀπειργάσατο. ὁπότε μὲν γὰρ ὑφ' ἑτέρους ἐτάττετο, στρατηγὸς θαυμαστὸς ἀνεφαίνετο, ὁπηνίκα δὲ ἡ ἐξουσία τῶν στρατευμάτων ἁπάντων τῆς ἑαυτοῦ γνώμης ἐξήρτητο, ὀλίγα, ἢ οὐδὲν ὤνησε τὴν Ῥωμαίων ἀρχήν. νοσήσας γὰρ τὴν πλεονεξίαν ἐξέστη τῶν ἑαυτοῦ λογισμῶν. ὅθεν καί ποτε τοῖς τοῦ Χαμβδᾶν ἀπροσδοκήτως περιπεσών, πάντων, ὥς φασι, καταλελοιπότων αὐτόν, μικροῦ δεῖν αἰχμάλωτος ἐγεγόνει, εἰ μὴ συνασπίσαντες οἱ θεράποντες τῆς αἰχμαλωσίας αὐτὸν ἐλυτρώσαντο. ἐτρώθη δὲ κατὰ τὸ μέτωπον γενναίῳ καὶ βαθεῖ τῷ τραύματι, ὡς καὶ μέχρι τελευτῆς ἁδρὰν τὴν οὐλὴν περιφέρειν. Νικηφόρος δὲ καὶ Λέων οἱ τούτου υἱοί, ἐφύπερθεν παντὸς ὄντες αἰσχροῦ λήμματος καὶ τοὺς ὑπηκόους ὡς γνησίους υἱοὺς περιέποντες, μεγάλα τὴν τῶν Ῥωμαίων ἀρχὴν ὠφέλησαν. καὶ τὰ μὲν τοῦ Νικηφόρου προτερήματα, ἵνα μὴ τὸ τῆς ἱστορίας συνεχὲς διακόπτηται, ἐν τοῖς περὶ ἐκείνου λελέξεται. ὁ δὲ Λέων Ἀπολασαεὶρ, ἐπίσημον ἄνδρα καὶ τοῦ Χαμβδᾶν συγγενῆ, σὺν ἀπείρῳ πλήθει κατὰ Ῥωμαίων ἐξελθόντα τρεψάμενος καὶ κατασχὼν ἐν Κωνσταντινουπόλει ἀπέστειλε, τοῦ ἄλλου πλήθους τὸ μὲν ἐν τῇ τοῦ πολέμου προσβολῇ κατακτείνας, τὸ δὲ ζωγρήσας. ὃν ἀχθέντα πρὸς τὴν βασιλίδα ὁ βασιλεὺς Κωνσταντῖνος θρίαμβον ποιήσας καὶ κατὰ τοῦ τραχήλου πατήσας τιμαῖς τε καὶ δωρεαῖς ἐφιλοφρονήσατο. Κωνσταντῖνον δὲ τὸν λοιπὸν υἱὸν τοῦ Φωκᾶ ζωγρίαν λαβὼν ὁ Χαμβδᾶν καὶ εἰς τὸ Χάλεπ ἀγαγών, καὶ πολλὰ σπουδάσας εἰς τὴν μυσαρὰν αὐτοῦ θρησκείαν τοῦτον μεταγαγεῖν, ὡς οὐκ ἔπεισε, φαρμάκοις αὐτὸν διέφθειρε. τῇ ἀκοῇ δὲ ταύτῃ περιαλγὴς γενόμενος ὁ Βάρδας πάντας, οὓς κατεῖχεν αἰχμαλώτους συγγενεῖς τοῦ Χαμβδᾶν ξίφει κατέκοψε. καὶ παρὰ τοῦτο ὁ τὸ ἀλλάγιον πεμφθεὶς ποιήσασθαι Παῦλος μάγιστρος ὁ Μονομάχος ἄπρακτος ὑπέστρεψεν. ἀσχέτῳ δὲ περιωδυνίᾳ διὰ τοὺς συγγενεῖς ληφθεὶς ὁ Χαμβδᾶν ἐκστρατεύει κατὰ Ῥωμαίων, ἄγων μετ' αὐτοῦ καὶ τὸν παρὰ βασιλέως πεμφθέντα ὡς αὐτὸν πρεσβευτὴν περὶ εἰρήνης, Νικήταν πατρίκιον τὸν Χαλκούτζην, καὶ πολλοὺς κἀγαθοὺς ἄνδρας τῶν ἀνδρειοτάτων καὶ γενναίων Ῥωμαίων ἐζώγρησε. τοῦ δὲ Νικήτα λάθρᾳ τῷ Φωκᾷ μηνύοντος πάντα τὰ βουλευόμενα τῷ Χαμβδᾶν καὶ τὰς ὁδούς, ὅθεν μέλλει ποιήσασθαι τὴν ὑποστροφήν, λόχους ὁ Φωκᾶς ἐγκαθίζει περί τινα τόπον εἴσοδον ἔχοντα στενὴν καὶ κρημνώδη, ἐν ᾧ γενόμενος ὁ Χαμβδᾶν, ἐπεὶ κατὰ μέσην ἐγένετο τὴν στενοχωρίαν, κυκλοῦται παρὰ τῶν λόχων. ἐξαναστάντες γὰρ τῆς ἐνέδρας οἱ ἐπὶ τούτῳ τεταγμένοι πέτρας τε ὑπερμεγέθεις κατ' αὐτῶν ἐκύλιον καὶ βέλη εἰς αὐτοὺς ἔπεμπον παντοδαπά. καὶ ὁ μὲν Χαλκούτζης προευτρεπισάμενος καὶ δώροις ὑποποιησάμενός τινας τῶν Σαρακηνῶν τῆς φυγῆς ὑπηρέτας, ἔλαθεν ἀποδρὰς μετὰ πάντων αὐτοῦ τῶν οἰκείων, τῶν Ἀγαρηνῶν δὲ πέπτωκε πλῆθος ἀμύθητον. ὁ δὲ Χαμβδᾶν οὓς εἶχε δεσμίους ἀποσφάξας, σὺν ὀλίγοις ἀκλεῶς καὶ ἀτάκτως τὸν κίνδυνον ἴσχυσε διαφυγεῖν.

[Const7 iterum.10] Ἔτει δὲ δωδεκάτῳ τῆς Κωνσταντίνου βασιλείας, τοῦ δὲ κόσμου ἑξακισχιλιοστῷ τετρακοσιοστῷ ἑξηκοστῷ τετάρτῳ, μηνὶ Φεβρουαρίῳ εἰκάδι ἑβδόμῃ, ἰνδικτιῶνος τεσσαρεσκαιδεκάτης, κατέλυσε τὸν βίον Θεοφύλακτος ὁ πατριάρχης, ἀρχιερατεύσας ἐπ' ἔτη εἴκοσι καὶ τρία, ἡμέρας εἰκοσιπέντε, ἑξκαίδεκα μὲν ἐτῶν ὤν, ὅτε τοὺς τῆς ἐκκλησίας ἀκανονίστως παρείληφεν οἴακας, ὑπὸ παιδαγωγοὺς δέ, φεῦ μοι, ὁ ἀρχιερεὺς μέχρι τινὸς διετέλεσε. καὶ εἴθε γε διὰ παντὸς τοῦτο ἦν. ἐδόκει γὰρ εἶναι

[Const7 iterum.10.8] σεμνὸς καὶ μέτριος. τῆς ἐντελεστέρας δὲ ἡλικίας ἀρξάμενος ἤδη, καὶ καθ' ἑαυτὸν βιοῦν ἐαθεὶς οὐδὲν τῶν αἰσχίστων καὶ παντελῶς ἀπηγορευμένων πράττειν ἐνέλιπεν, ὠνίους προτιθεὶς τοὺς τῆς ἐκκλησίας βαθμοὺς καὶ τὰς προβολὰς τῶν ἀρχιερέων, καὶ ἄλλα πράττων, ὅσα τοῖς ἀληθινοῖς ἀρχιερεῦσιν ἀπεοικότα ἐτύγχανεν, ἱππομανῶν καὶ κυνηγεσίοις ἐνασχολούμενος, καὶ λοιπὰς ἀπρεπεῖς διαπραττόμενος πράξεις, ἃς κατὰ μέρος διεξιέναι πρὸς τῷ ἀπρεπεῖ καὶ ἀθέμιτον. μιᾶς δὲ δίκαιον ἐπιμνησθῆναι εἰς ἔνδειξιν τῆς ἀπαιδεύτου γνώμης αὐτοῦ. ἔρως αὐτὸν κατεῖχεν ἄσχετος τῆς τῶν ἵππων κτήσεως, καὶ λέγεται ὑπὲρ δισχιλίους πορίσασθαι, ὧν τῆς κομιδῆς διὰ παντὸς ἐφρόντιζεν, οὐ χόρτον αὐτοῖς παρατιθεὶς καὶ κριθάς, κώνων δὲ καρποὺς καὶ θάσια καὶ πιστάκια, ἔτι τε φοινίκων καὶ ἰσχάδων καὶ σταφίδων τὰ λιπαρώτερα, εὐωδεστάτῳ οἴνῳ μιγνύς, καὶ κρόκον καὶ κιννάμωμον καὶ βάλσαμον καὶ ἕτερα ἀρώματα τοῖς ῥηθεῖσι συμφύρων, ἑκάστῳ τῶν ἵππων παρετίθει βρῶσιν. φασὶ δ', ὅτι λειτουργοῦντί ποτε αὐτῷ κατὰ τὴν μεγάλην τοῦ θείου δείπνου πέμπτην ἡμέραν, καὶ τὰς εὐχὰς ἤδη τῶν μυστηρίων ἀναγινώσκοντι, ὁ τὴν ἐπιμέλειαν τῶν ἵππων ἐπιτετραμμένος διάκονος ἐπιστὰς εὐαγγέλιον τούτῳ κεκόμικεν, ὡς ἄρα τετοκυῖα εἴη ἡ ἐπισημοτάτη φορβάς, προσθεὶς καὶ τὸ ὄνομα. ὁ δ' ὑπὸ περιχαρείας τὸ τῆς θείας λειτουργίας ὑπόλοιπον ὡς ἔτυχεν ἐκπληρώσας δρομαῖος ἀφικνεῖται πρὸς τὸ Κοσμίδιον, καὶ τὸν τεχθέντα πῶλον ἑωρακὼς καὶ τοῦ ἀλόγου θεάματος ἐμφορηθεὶς ὑπέστρεψεν εἰς τὴν μεγάλην ἐκκλησίαν, τὴν τῶν ἁγίων παθῶν τοῦ σωτῆρος ἡμῶν καὶ θεοῦ ἐκτελέσων ὑμνῳδίαν. ἔργον ἐκείνου καὶ τὸ νῦν κρατοῦν ἔθος, ἐν ταῖς λαμπραῖς καὶ δημοτελέσιν ἑορταῖς ὑβρίζεσθαι τὸν θεὸν καὶ τὰς τῶν ἁγίων μνήμας διὰ λυγισμάτων ἀπρεπῶν καὶ γελώτων καὶ παραφόρων κραυγῶν τελουμένων τῶν ἑωθινῶν ὕμνων, οὓς ἔδει μετὰ κατανύξεως καὶ συντριμμοῦ καρδίας ὑπὲρ τῆς ἑαυτῶν ἡμᾶς σωτηρίας προσφέρειν θεῷ. πλῆθος γὰρ συστησάμενος ἐπιρρήτων ἀνδρῶν καὶ ἔξαρχον αὐτοῖς ἐπιστήσας Εὐθύμιόν τινα Κασνὴν λεγόμενον, ὃν αὐτὸς δομέστικον τῆς ἐκκλησίας προὐβάλλετο, τὰς Σατανικὰς ὀρχήσεις καὶ τὰς ἀσήμους κραυγὰς καὶ τὰ ἐκ τριόδων καὶ χαμαιτυπείων ἠρανισμένα ᾄσματα τελεῖσθαι ἐδίδαξεν. οὕτως δὲ βιοτεύων καταστρέφει τὸν βίον ἐν τῷ ἀτάκτως ἱππάζεσθαι, ἔν τινι τείχει τῶν παραθαλαττίων θραυσθεὶς καὶ αἷμα ἀναγαγὼν διὰ τοῦ στόματος, ἐπὶ δύο δ' ἔτη νοσηλευόμενος καὶ ὑδέρῳ περιπεσὼν ἐτελεύτησε.

[Const7 iterum.11] Καὶ χειροτονεῖται κατὰ τὴν τρίτην τοῦ Ἀπριλλίου μηνός, τῆς αὐτῆς ἰνδικτιῶνος, ἀντ' αὐτοῦ πατριάρχης Πολύευκτος μοναχός, τῆς Κωνσταντίνου καὶ θρέμμα τυγχάνων καὶ παίδευμα, ὑπὸ τῶν γονέων μὲν εὐνουχισθείς, ἐπὶ πολὺν δὲ χρόνον τῇ μοναδικῇ πολιτείᾳ ἐνδιαπρέψας. ὃν ὁ βασιλεὺς διὰ τὸ τῆς σοφίας ὑπερβάλλον καὶ τὴν τοῦ ἤθους ἁπλότητα καὶ ἀκτημοσύνην χειροτονεῖ πατριάρχην, οὐ τοῦ Ἡρακλείας, ὡς ἔθος, ἀλλὰ Βασιλείου τοῦ Καισαρείας τὴν χειροθεσίαν πεπληρωκότος. Νικηφόρος γὰρ ὁ τῆς Ἡρακλείας πρόεδρος τῷ βασιλεῖ κατά τι προσκεκρουκὼς οὐ συνεχωρήθη τὴν χειροθεσίαν ποιήσασθαι. ὅθεν καὶ ψόγος οὐχ ὁ τυχὼν προσετρίβη οὐ τῷ προτρέψαντι μόνον καὶ τῷ χειροθετήσαντι, ἀλλὰ καὶ αὐτῷ τῷ χειροτονηθέντι, ὡς καταδεξαμένῳ τὴν ἀκανόνιστον χειροθεσίαν. χειροτονηθεὶς δ' ὅμως καὶ παρρησιασάμενος τὴν ἀλήθειαν πολλὴν καταδρομὴν ἐποιεῖτο τῆς πλεονεξίας τῶν συγγενῶν τοῦ πρεσβύτου Ῥωμανοῦ, κἀν τῷ μεγάλῳ σαββάτῳ τὸν βασιλέα εἰς τὴν μεγάλην ἐκκλησίαν ἐλθόντα ἐνῆγε πρὸς τὴν τῶν πραχθέντων ἐκδίκησιν. ὅπερ οὐχ ἡδέως οὗτος ἐδέξατο. ἀλλὰ καὶ Βασίλειος, ὁ μετὰ ταῦτα παρακοιμώμενος, ὁ ἀπὸ δούλης τεχθεὶς τῷ πρεσβύτῃ Ῥωμανῷ, Ἑλένην τὴν αὐτοῦ ἀδελφὴν καὶ δέσποιναν ὑποποιησάμενος, οὕτω παρεσκεύασε καὶ διέθηκε τὸν Κωνσταντῖνον, μὴ μεταγινώσκειν μόνον ἐπὶ τῇ τοῦ πατριάρχου προβολῇ, ἀλλὰ καὶ ζητεῖν ἀφορμήν, πῶς ἂν αὐτὸν καταγάγοι τοῦ θρόνου, πολλὰ καὶ Θεοδώρου τοῦ Κυζίκου κατ' αὐτοῦ διερεθίζοντος τοῦτον.

[Const7 iterum.12] Ὥσπερ δὲ τοῦ χρόνου φιλοτιμησαμένου κατὰ ταὐτὸν ὁμογνώμονας ἐπιδείξασθαι πατριάρχας, καὶ τὴν τῶν ἑσπερίων Ῥωμαίων ἐκκλησίαν ἰθύνειν ἔλαχεν Ἰωάννης ὁ τοῦ Ἀλβερίχου υἱός, πρὸς πᾶσαν ἀσέλγειαν καὶ κακίαν ὑπάρχων ἐπιρρεπής. ὃν Ὦτος ὁ τῶν Φράγγων βασιλεὺς ἀπελάσας ἕτερον ἀντεισήγαγε τῇ ἐκκλησίᾳ ποιμένα.

[Const7 iterum.13] Ὁ δὲ Πολύευκτος τῷ πρώτῳ τῆς ἱερατείας αὐτοῦ χρόνῳ τοῖς ἱεροῖς ἐνέταξε διπτύχοις Εὐθυμίου τοῦ πατριάρχου τὸ ὄνομα τοῦ τὸν βασιλέα Λέοντα δεξαμένου εἰς κοινωνίαν, ὁπηνίκα τὴν τετάρτην ἠγάγετο γυναῖκα. πρὸς τοῦτό τινες τῶν ἀρχιερέων πρὸς ὀλίγου ἀντέστησαν τῷ Πολυεύκτῳ μὴ κοινωνεῖν, ἀλλὰ κατ' ὀλίγον τῷ τοῦ κρατοῦντος ἀκολουθήσαντες θελήματι γέλωτα παρέσχον τοῖς διακρινομένοις.

[Const7 iterum.14] Ἤχθη δὲ κατὰ τὸν αὐτὸν καιρὸν καὶ ἡ τιμία χεὶρ τοῦ προδρόμου εἰς τὴν βασιλίδα ἐξ Ἀντιοχείας, ἀποκλαπεῖσα παρά τινος διακόνου Ἰὼβ τοὔνομα· ἣν καταλαβοῦσαν τὴν Χαλκηδόνα ὁ βασιλεὺς τὴν βασιλικὴν ἐκπέμψας τριήρη, καὶ τῆς συγκλήτου ὅσον ἐπίσημον ἐξελθόντος καὶ τοῦ πατριάρχου Πολυεύκτου σὺν παντὶ τῷ κλήρῳ μετὰ κηρῶν καὶ λαμπάδων καὶ θυμιαμάτων, εἰς τὰ βασίλεια ἤγαγεν.

[Const7 iterum.15] Ὁ δὲ τῶν σχολῶν δομέστικος Βάρδας κατὰ τῶν ἑῴων Ἀγαρηνῶν ἐκστρατεύσας τὰ ἐν ποσὶν ἅπαντα κατεστρέψατο, ἑλὼν καὶ φρούρια ἱκανά, ἐκπολιορκήσας δὲ καὶ τὴν περιβόητον Ἄδαταν. ὁ δὲ βασιλεὺς βουλόμενος καὶ τοὺς ἐν τῇ Κρήτῃ Σαρακηνοὺς συνεχῶς ἐκστρατεύοντας καὶ τὰ παράλια τῆς Ῥωμαϊκῆς γῆς δῃοῦντας καὶ κατατρέχοντας ἐκφοβῆσαι καὶ τῆς ἀσχέτου ἀνακόψαι ὁρμῆς, στρατὸν ὅτι πλεῖστον συλλέξας καὶ στόλον εὐτρεπίσας οὐκ ἀγεννῆ ἐκπέμπει κατὰ τῆς νήσου, στρατηγὸν ἐπιστήσας τοῖς πᾶσι Κωνσταντῖνον πατρίκιον τὸν Γογγύλιον, θηλυδρίαν ἄνθρωπον καὶ σκιατραφῆ καὶ ἀπειροπόλεμον καὶ ἕνα τῶν ἐν τῷ παλατίῳ θαλαμηπόλων. ὃς εἰς τὴν νῆσον περαιωθεὶς καὶ μηδὲν ἄξιον διαπραξάμενος στρατηγοῦ, μήτε στρατοπεδείαν πηξάμενος ἀσφαλῆ μήτε σκοποὺς ἐπιστήσας καὶ κατοπτῆρας καὶ δι' αὐτῶν τὰς βαρβαρικὰς φυλαξάμενος ἐφόδους, κινδύνῳ μεγίστῳ περιπίπτει. οἱ γὰρ νησιῶται τὴν ἀπειρίαν καὶ τὴν ἀμέλειαν κατανενοηκότες τοῦ στρατηγοῦ, καιρὸν ἐπιζητήσαντες ἐπιτήδειον ἐξαίφνης ἐπιτίθενται τῷ στρατεύματι, καὶ τρέπονται μὲν τοῦτο ῥᾳδίως, ὡς πολλοὺς τῶν Ῥωμαίων αἰχμαλωσίᾳ καὶ σιδήρῳ διαμερισθῆναι, κατέσχον δὲ καὶ τὸ στρατόπεδον αὐτό, τῶν Ῥωμαίων αἰσχίστως ἀποφυγόντων. μικροῦ δ' ἂν ἑάλω καὶ ὁ Γογγύλιος, εἰ μὴ συνασπίσαντες οἱ θεράποντες ἐξερρύσαντο αὐτὸν τῆς αἰχμαλωσίας καὶ εἰς τὴν ναυαρχίδα ἐμβιβάσαντες διεσώσαντο.

[Const7 iterum.16] Ῥωμανὸς δὲ ὁ τοῦ βασιλέως Κωνσταντίνου υἱὸς τελεωτέρας ἤδη ἁψάμενος ἡλικίας, καὶ μὴ φέρων ὁρᾶν τὰ πράγματα ὑπὸ τοῦ πατρὸς αὐτοῦ διοικούμενα, φαρμάκῳ τοῦτον ἐκποδὼν ποιήσασθαι ἐβουλεύσατο, εἰδήσει καὶ τῆς αὐτοῦ γαμετῆς τῆς καπηλίδος. μέλλοντος γὰρ τοῦ Κωνσταντίνου καθαρτήριον πόμα λαβεῖν, λαθόντες οὗτοι δηλητήριον τούτῳ ἐκέρασαν, καὶ Νικήταν τὸν ἐπὶ τῆς τραπέζης παρέπεισαν ἐγχέαι τοῦτο τῷ βασιλεῖ. μέλλων δ' ἐκεῖνος αὐτὸ λαβεῖν κείμενον ἔμπροσθεν τῶν σεπτῶν εἰκόνων, εἴτε τύχῃ τινί, εἴτε καὶ ἑκουσίως ὀλισθήσας τὸ πλέον ἐξέχεε. τὸ δὲ λοιπὸν ποθὲν ὑπὸ τοῦ Κωνσταντίνου ἀργὸν ἐφάνη καὶ ἄπρακτον, διὰ τὴν ὀλιγότητα τὴν οἰκείαν ἀποβαλὸν ἐνέρ-

[Const7 iterum.16.11] γειαν. πλὴν καὶ οὕτως ὁ Κωνσταντῖνος μόλις περιγενέσθαι ἴσχυσεν, ἐπισκήψαντος δὴ τοῦ δηλητηρίου ἐν τῇ πλευρᾷ αὐτοῦ καὶ κακῶς διαθεμένου αὐτόν.

[Const7 iterum.17] Πεντεκαιδεκάτῳ δὲ χρόνῳ τῆς αὐτοῦ βασιλείας, κατὰ τὸν Σεπτέμβριον μῆνα τῆς τρίτης ἰνδικτιῶνος, ἐν ἔτει κοσμικῷ ἑξακισχιλιοστῷ τετρακοσιοστῷ ἑξηκοστῷ ὀγδόῳ, ἔξεισι Κωνσταντῖνος ὁ βασιλεὺς ἐν τῷ τοῦ Ὀλύμπου ὄρει, τῷ μὲν δοκεῖν ταῖς τῶν ἐκεῖσε πατέρων εὐχαῖς θωρακισθῆναι καὶ μετ' αὐτῶν κατὰ Σαρακηνῶν ἐν Συρίᾳ στρατεῦσαι, ἀληθεῖ δὲ λόγῳ ἑνωθῆναι Θεοδώρῳ τῷ τῆς Κυζίκου προεδρεύοντι, ἐκεῖσε τότε τὰς διατριβὰς ποιουμένῳ, καὶ μετ' αὐτοῦ περὶ τῆς καθαιρέσεως τοῦ Πολυεύκτου βουλεύσασθαι. ἐκεῖσε γοῦν γενόμενος, εἴτε σωματικῇ πλημμελείᾳ, εἴτε πάλιν ὑπὸ τοῦ παιδὸς φαρμαχθείς, ὀδυνώμενος ἀνεχώρησε, κλινοπετής τε κατὰ τὸ τέλος τοῦ Ὀκτωβρίου τὴν βασιλίδα κατέλαβε, καὶ τῇ ἐννάτῃ τοῦ Νοεμβρίου μηνὸς τελευτᾷ ἄπρακτα τὰ βεβουλευμένα λιπών, ζήσας ἅπαντα τὸν τῆς ζωῆς αὐτοῦ χρόνον ἔτη πεντηκοντατέσσαρα καὶ μῆνας δύο, συμβασιλεύσας μὲν τῷ πατρὶ καὶ Ἀλεξάνδρῳ τῷ θείῳ καὶ τῇ αὐτοῦ μητρὶ ἔτη τρισκαίδεκα, αὖθις δὲ τῷ Ῥωμανῷ τυραννήσαντι ἔτη εἰκοσιέξ, καὶ μετὰ τὴν ἐκείνου τῆς βασιλείας ἔκπτωσιν μονοκρατορήσας ἔτη πεντεκαίδεκα. θάπτεται δὲ θανὼν σὺν τῷ οἰκείῳ πατρί, μέχρι τελευταίας ἀναπνοῆς ἐγκοτῶν τῷ Πολυεύκτῳ καὶ τὴν αὐτοῦ καθαίρεσιν φανταζόμενος.

[Const7 iterum.18] Πρὸ δέ τινων ἡμερῶν τῆς αὐτοῦ τελευτῆς, ἐπί τινα χρόνον συχνόν, ἑσπέρας καταλαμβανούσης λίθοι ἄνωθεν ἐκπεμπόμενοι καὶ ἐντὸς τῶν αὐτοῦ διαιτημάτων σὺν πολλῷ ῥοίζῳ πίπτοντες ἐξαισίους ἀπετέλουν κτύπους. δόξας δ' ἀπὸ τῶν τῆς Μαγναύρας ὑπερῴων τούτους φέρεσθαι φύλακας ἐπὶ πολλαῖς νυξὶν ἀφώρισεν, εἴ πού τινα λάβοι τῶν τοῦτο τολμώντων. ἀλλ' ἔλαθε μάτην πονῶν. ἦν γὰρ τὸ γινόμενον οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐξ ὑπερτέρας τελούμενον δυνάμεως.

[Roman2.t]

ΡΩΜΑΝΟΣ Ο ΝΕΟΣ



[Roman2.1] Μεταστάντος δὲ τοῦ Κωνσταντίνου καὶ πρὸς τὴν ἐκεῖθεν διαβάντος κατάστασιν, Ῥωμανὸς ὁ τούτου υἱὸς ἐγκρατὴς γίνεται τῆς ἀρχῆς. καὶ ἄρχοντας προβαλλόμενος εὐνοϊκοὺς αὐτῷ καὶ θυμήρεις, καὶ τὴν βασιλείαν, ὡς ἐνῆν, κρατυνάμενος, κατὰ τὴν ἑορτὴν τοῦ πάσχα τῆς αὐτῆς τρίτης ἰνδικτιῶνος στέφει καὶ Βασίλειον τὸν υἱὸν αὐτοῦ διὰ τῶν χειρῶν Πολυεύκτου τοῦ πατριάρχου ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ.

[Roman2.2] Τῷ δ' ἐπιόντι ἔτει τίκτεται πάλιν αὐτῷ ἕτερος υἱὸς ἐν τοῖς τῶν Πηγῶν παλατίοις, ὃν ἐπὶ τῷ πατρὶ Κωνσταντῖνον ὠνόμασε.

[Roman2.3] Νέος δ' ὢν καὶ εὐπαθείαις ἑαυτὸν ἐπιδεδωκὼς τὰς τῶν ὅλων φροντίδας Ἰωσὴφ ἐνεχείρισε τῷ πραιποσίτῳ καὶ παρακοιμωμένῳ, ᾧ Βρίγγας ἡ ἐπωνυμία. αὐτὸς δὲ οὐδὲν ἄλλο διὰ φροντίδος εἶχεν, ἢ τὸ μεθ' ἡταιρηκότων καὶ βεβήλων ἀνδραρίων καὶ μαχλάδων καὶ μίμων καὶ γελοτοποιῶν τὰς ἐκδεδιῃτημένας μεταδιώκειν τῶν πράξεων. τοίνυν καὶ κληρικόν τινα Ἰωάννην, ἐκτομίαν ὄντα, διά τινας ἀσέμνους πράξεις ὑπὸ Κωνσταντίνου τοῦ βασιλέως ἀπειληθέντα καὶ μοναχικὸν ἀμφιασάμενον σχῆμα, καὶ μέχρι τῆς ἐκείνου κρυπτόμενον τελευτῆς, ὡς ἤδη ἐπελάβετο τῆς ἀρχῆς, τοῦ τῶν μοναχῶν ἀποδύσας σχήματος καὶ τὸ τῶν κληρικῶν μεταμφιάσας τοῖς ἑαυτοῦ θαλαμηπόλοις κατέταξε. ζήλου δὲ πλησθεὶς ὁ Πολύευκτος πολὺς ἦν ἐγκείμενος καὶ τὸν βασιλέα παρενοχλῶν, τῆς ἑαυτοῦ θεραπείας τοῦτον ἀπώσασθαι, ὡς ἐξομοσάμενον τὸ τῶν μοναζόντων ἐπάγγελμα. ἐκείνου δὲ παραιτουμένου, καὶ μὴ ταῖς ἀληθείαις φάσκοντος ἐνδεδύσθαι τοῦτον τὸ σχῆμα ἢ εὐχὴν παρά τινος τῶν ἱερέων λαβεῖν, ἀλλὰ μόνον ὑποκρίνασθαι τὸν μονάδα βίον διὰ τὸν τοῦ βασιλέως φόβον, ἐξαπατηθεὶς ὁ Πολύευκτος ἀφῆκε τοῦτον, πολλὰ καὶ τοῦ Ἰωσὴφ σπουδάσαντος. καὶ διῆγε μέχρι τῆς τελευτῆς Ῥωμανοῦ κοσμικῶς ζῶν καὶ νεωτερικῶς· ἐκείνου δὲ τελευτήσαντος, τὸ μὲν σχῆμα τῶν μοναστῶν ἀμφιέννυται αὖθις, τὴν δέ γε γνώμην αὐτοῦ οὐκ ἠλλοίωσε.

[Roman2.4] Τούτῳ τῷ ἔτει Νικηφόρον μάγιστρον τὸν Φωκᾶν, δομέστικον ἤδη προβεβλημένον τῶν σχολῶν τῆς ἀνατολῆς παρὰ Κωνσταντίνου τοῦ βασιλέως, καὶ πολλὰ τρόπαια στήσαντα κατὰ τῶν ἑῴων Σαρακηνῶν, καὶ τόν τε τῆς Ταρσοῦ ἀμηρᾶν Καραμώνην καὶ Χαμβδᾶν τὸν τοῦ Χάλεπ καὶ τὸν Τριπόλεως Ἰζὴθ ὁλοσχερῶς ταπεινώσαντα, πέμπει κατὰ τῶν ἐν Κρήτῃ Σαρακηνῶν, πλῆθος ἐπιλέκτων στρατιωτῶν ἐπιδοὺς αὐτῷ καὶ στόλον κατηρτισμένον καλῶς. ἐν τῇ νήσῳ δ' οὗτος περαιωθείς, καὶ κατὰ τὴν πρώτην ἀπόβασιν παροῦσι καὶ κωλύουσι συμπλακεὶς τοῖς Ἀγαρηνοῖς καὶ τούτους τρεψάμενος, αὐτός τε ἀσφαλῶς ἀπέβη καὶ τὸν στρατὸν ἀπεβίβασεν ἀκινδύνως. χάρακά τε οὖν ἐπήξατο καρτερόν, τάφρῳ βαθείᾳ καὶ σταυρώμασι καὶ πασσάλοις τοῦτον κατοχυρώσας, καὶ τὸν στόλον ἐν ὅρμοις γαληνοτάτοις ὁρμίσας καὶ πάντα καταστησάμενος κατὰ τὸ ἀσφαλὲς ἐνεργῶς ἥπτετο τῆς πολιορκίας τῶν ἐν τῇ νήσῳ πόλεων, καὶ δι' ὅλων ἑπτὰ μηνῶν πάσαις μηχαναῖς πολιορκητικῶν ὀργάνων χρησάμενος καὶ τὰ τείχη καταστρέφων τάς τε πόλεις καὶ τὰ φρούρια ἐχειρώσατο. τῇ ἑβδόμῃ δὲ τοῦ Μαρτίου μηνός, τῆς τετάρτης ἰνδικτιῶνος, καὶ τὴν πασῶν ὀχυρωτέραν πόλιν, ἣν ἐγχωρίως Χάνδακα ἐκάλουν, πεπορθηκώς, καὶ τὸν ἀμηρεύοντα τῆς νήσου Κουρούπην ὄνομα λαβὼν αἰχμάλωτον καὶ Ἀνεμᾶν τὸν μετ' αὐτὸν ἐν τῇ νήσῳ πρωτεύοντα, καὶ τὴν νῆσον ὅλην δουλωσάμενος, ἔμελλε μὲν ἐπὶ πλείονα προσμεῖναι χρόνον καὶ τὰ κατ' αὐτὴν καταστήσεσθαι, φήμης δὲ κρατούσης, ὡς ὁ μέλλων κατασχεῖν αὐτὴν Ῥωμαῖος ἀνὴρ ἐξ ἀνάγκης βασιλεύσει Ῥωμαίων, ἅμα τῷ γνωσθῆναι τὴν τῆς νήσου κατάσχεσιν ταῖς τοῦ Ἰωσὴφ ὑποθήκαις ἀποστείλας ὁ Ῥωμανὸς προσεκαλέσατο τὸν Νικηφόρον ἐκεῖθεν. ἔτι δὲ τοῦ Νικηφόρου τῇ Κρήτῃ ἐνδιατρίβοντος, ἵνα μὴ τὴν ἑῴαν κατατρέχοιεν οἱ τῆς ἀνατολῆς Ἄραβες, καὶ μᾶλλον Χαμβδᾶν ὁ τοῦ Χάλεπ ἀμηρᾶς, πολεμικὸς ὢν καὶ τῶν ἄλλων δραστηριώτερος, Λέοντα τὸν Φωκᾶν τὸν τοῦ Νικηφόρου ἀδελφὸν μάγιστρον τιμήσας ὁ Ῥωμανὸς τὴν τοῦ δομεστίκου διακονίαν διέπειν ἀπέστειλεν. οὗτος δὲ διαπεράσας καὶ τῷ Χαμβδᾶν συναντήσας ἔν τινι χωρίῳ Ἀδρασσῷ λεγομένῳ τρέπεται τοῦτον κατὰ κράτος καὶ ἀφανισμῷ παραδίδωσι, τῶν μὲν ἐν τῇ προσβολῇ πεσόντων οὐδ' ἀριθμῷ καθυποβληθῆναι δυναμένων, τῶν δὲ ἁλόντων καὶ ἐν τῇ πόλει πεμφθέντων τοσοῦτον ἦν τὸ πλῆθος, ὡς πληρῶσαι δούλων καὶ τὰς ἀστικὰς οἰκίας καὶ τοὺς ἀγρούς. μόνος δὲ ὁ τούτων ἀρχηγὸς Χαμβδᾶν σὺν ὀλίγοις λίαν τὸν κίνδυνον διαδρὰς εἰς τὰ οἰκεῖα ἤθη ἀνεκομίσθη. εἰσελθόντα δὲ τὸν Λέοντα μάλα φιλοφρόνως ὁ βασιλεὺς ὑπεδέξατο ἐπινικίοις τε θριάμβοις τετίμηκε καὶ γερῶν τῶν κατ' ἀξίαν ἠξίωσε τιμήσας καὶ προβιβάσας καὶ πάντας τοὺς σὺν αὐτῷ ἀριστεύσαντας.

[Roman2.5] Τῷ δὲ δευτέρῳ ἔτει τῆς βασιλείας Ῥωμανοῦ πολλοὶ τῶν πολιτευομένων ἑάλωσαν ἐπιβεβουλευκότες αὐτῷ. εἶχον δὲ πρωτουργὸν καὶ πρωταίτιον Βασίλειον μάγιστρον τὸν λεγόμενον Πετεινὸν καί τινας ἄλλους τῶν ἐπισήμων, τὸν πατρίκιον Πασχάλιον καὶ τὸν πατρίκιον Βάρδαν τὸν τοῦ Λιβός, καὶ Νικόλαον τὸν Χαλκούτζην. οἵτινες ἐβουλεύσαντο κατὰ τὴν ἡμέραν τῶν ἱππικῶν ἀγώνων κατιόντα διαχειρίσασθαι τὸν βασιλέα, καὶ τὸν Βασίλειον ἐπὶ τοῦ βασιλικοῦ καθίσαντες θρόνου ἀναγορεῦσαι βασιλέα. ἀλλὰ τῆς ἐπιβουλῆς μηνυθείσης τῷ βασιλεῖ παρά τινος τῶν συνωμοτῶν, Ἰωαννικίου τοὔνομα, τῷ γένει Σαρακηνοῦ, πρὶν ἢ τὴν κυρίαν ἐνστῆναι, κρατηθέντες παρὰ τοῦ Ἰωσὴφ καὶ ἐλεγχθέντες καὶ

[Roman2.5.11] ἀπηνῶς αἰκισθέντες ἄνευ μόνου τοῦ Βασιλείου, καὶ κατ' αὐτὴν τὴν τοῦ ἀγῶνος ἡμέραν θριαμβευθέντες, ἐξορίᾳ παρεπέμφθησαν καὶ ἀπεκάρησαν μοναχοί. χρόνον δέ τινα βραχὺν ἐν αὐτῇ ταλαιπωρηθέντες ἀνεκλήθησαν φιλανθρώπως αὐτοῖς χρησαμένου τοῦ Ῥωμανοῦ. μόνος δὲ Βασίλειος ὁ Πετεινὸς ἔκφρων γενόμενος ἐτελεύτησεν ἐν Προικοννήσῳ, τῆς δίκης αὐτὸν μετελθούσης, ἀνθ' ὧν δολίως εἰς Στέφανον ἐνεδείξατο τὸν βασιλέα, προδεδωκὼς τοῦτον τῷ Κωνσταντίνῳ.

[Roman2.6] Τὰ δὲ περὶ τὸν Πετεινὸν καὶ τοὺς ἄλλους ἰδὼν ὁ μάγιστρος Ῥωμανὸς ὁ Σαρωνίτης, ἐπὶ θυγατρὶ γαμβρὸς ὢν Ῥωμανοῦ τοῦ γέροντος, καὶ μὴ τὰ ὅμοια καὶ αὐτὸς πάθοι φοβηθείς, φθονούμενος διὰ τὴν ἑαυτοῦ περιφάνειαν καὶ ὑποπτευόμενος, τὴν ἑαυτοῦ οὐσίαν τοῖς τέκνοις, ὡς ἐβούλετο, διαμερίσας καὶ τὴν ὑπόλοιπον πένησι διανείμας, τὸ τῶν μοναχῶν περιβάλλεται ἔνδυμα. καὶ ἐν τῇ τῶν Ἐλεγμῶν μονῇ γενόμενος, καὶ χρόνον συχνὸν ἐν αὐτῇ παραμείνας, ὑπὸ τῶν μετὰ ταῦτα βασιλέων ἐτιμήθη διαφερόντως.

[Roman2.7] Κατὰ τούτους τοὺς χρόνους ἀνήρ τις ἀνεφάνη Φιλώραιος καλούμενος, ὑπασπιστὴς ὢν Ῥωμανοῦ μαγίστρου τοῦ Μωσηλέ, τοῦ ἐγγόνου Ῥωμανοῦ τοῦ γέροντος. οὗτος ἄνωθεν ἵππου ὠκυτάτου ἐπὶ τῆς ἐφεστρίδος ἱστάμενος ὄρθιος, καὶ ξίφος ταῖς χερσὶ βαστάζων, τοῦ ἵππου τρέχοντος, ὅσον ἐδύνατο, κυκλῶν ἐπῄει τὸν εὔριπον τῆς ἱπποδρομίας, στρέφων ἄνω καὶ κάτω τὸ ξίφος καὶ μηδ' ὅλως ὑπολισθαίνων τῆς στάσεως.

[Roman2.8] Ἐπέδωκε δ' ἐν ταῖς ἡμέραις ταύταις καὶ πάλαι τὴν Ῥωμαίων ἐπιόν τε καὶ λυμαινόμενον καὶ διαφθεῖρον τοὺς βόας τὸ λοιμικὸν πάθος, ὃ κράβρα κατονομάζεται. φασὶ δὲ τὴν ἀρχὴν τοῦτο λαβεῖν ἐπὶ τῶν ἡμερῶν τοῦ γέροντος Ῥωμανοῦ. ἔγγιστα γὰρ τῆς τοῦ Βόνου κινστέρνης ἀναψυχὴν ἑαυτῷ τῆς θερινῆς θέρμης παλάτια τοῦ Ῥωμανοῦ ἀνεγείροντος, καὶ τῶν θεμελίων καταβαλλομένων, βοός φασιν εὑρεθῆναι μαρμαρίνου κεφαλήν, ἣν οἱ εὑρόντες συντρίψαντες εἰς τὴν τοῦ τιτάνου κάμινον βάλλουσιν. ἐξ ἐκείνου δ' ἄχρι τῶν τῇδε χρόνων οὐκ ἐπαύσαντο πανταχοῦ τῆς γῆς, ὁπόσην ἡ τῶν Ῥωμαίων περιέχει δυναστεία, τὰ τῶν βοῶν διαφθείρεσθαι γένη.

[Roman2.9] Ὁ δὲ Ῥωμανὸς παρορμώμενος ὑπὸ τῆς αὐτοῦ γυναικὸς κατενεγκεῖν ἐπειράθη τῶν βασιλείων Ἑλένην τε τὴν μητέρα καὶ τὰς ἀδελφάς, καὶ ἐν τοῖς παλατίοις τῶν Ἀντιόχου περιορίσαι. γνοῦσα δὲ τοῦτο ἡ Ἑλένη καὶ πρὸς θρήνους τραπεῖσα καὶ ἀρὰς ἐδυσώπησε τὸν υἱόν, διευλαβηθέντα τὰς ἐξ αὐτῆς κατάρας. ἀλλ' αὕτη μὲν εἰάθη μένειν κατὰ χώραν, τὰς δ' ἀδελφὰς καταγαγὼν διὰ Ἰωάννου καθηγεμόνος τῶν Στουδίου ἀπέκειρε μοναχάς. αἱ δὲ ἅμα τῇ ὑποχωρήσει τούτου τὴν μοναχικὴν ἀποδυσάμεναι ἐσθῆτα ἐκρεωφάγουν. ἡ δὲ Ἑλένη τῇ τῶν θυγατέρων καταγωγῇ περιαλγήσασα, καὶ μικρὸν ἐπιζήσασα χρόνον, τῇ εἰκοστῇ τοῦ Σεπτεμβρίου μηνὸς τῆς πέμπτης ἰνδικτιῶνος ἀπεβίω, καὶ βασιλικῶς ἐκκομισθεῖσα ἐτάφη ἐν τῇ λάρνακι τοῦ πατρός.

[Roman2.10] Νικηφόρος δὲ ὁ Φωκᾶς, ὡς ἔμπροσθεν εἴρηται, προσταχθεὶς ἐκ Κρήτης ἐπανελθεῖν, οὐ συνεχωρήθη εἰσελθεῖν εἰς τὴν βασιλεύουσαν, ἀλλ' ἐν τῇ ἀνατολῇ ἐκελεύσθη παραγενέσθαι μετὰ παντὸς τοῦ στρατοῦ. ἀναλαμβάνων γὰρ ἑαυτὸν ἐκ τῆς προτέρας ἥττης ὁ Χαμβδᾶν ἀναφέρειν ἤρξατο πάλιν, καὶ στρατὸν ἀξιόμαχον ἠθροικὼς προσδόκιμος ἦν ἐπιθήσεσθαι τοῖς Ῥωμαίων πράγμασιν. ἀλλ' ἐν Συρίᾳ γενόμενος ὁ Φωκᾶς, καὶ σταδαίᾳ μάχῃ τοῦτον τρεψάμενος καὶ κατὰ κράτος ἡττήσας καὶ εἰς τὰ ἐνδότερα τῆς Συρίας ἀπελάσας, τὴν πόλιν Βέρροιαν ἐξεπόρθησε δίχα τῆς ἀκροπόλεως, καὶ πολὺν πλοῦτον καὶ λείαν καὶ αἰχμαλώτους ἔλαβεν, ἐλευθερώσας καὶ τοὺς ἐκεῖσε δεσμίους κατεχομένους Χριστιανοὺς καὶ ἐπ' οἴκου ἐκπέμψας.

[Roman2.11] Πεντεκαιδεκάτῃ δὲ Μαρτίου μηνός, τῆς ἕκτης ἰνδικτιῶνος, ἐν ἔτει ἑξακισχιλιοστῷ τετρακοσιοστῷ ἑβδομηκοστῷ πρώτῳ ἐτελεύτησε Ῥωμανὸς ὁ βασιλεύς, ἐτῶν ὑπάρχων εἰκοσιτεσσάρων, βασιλεύσας ἔτη τρισκαίδεκα, μῆνας τέσσαρας, καὶ ἡμέρας πέντε, ὡς μέν τινες, προκαταναλώσας τὸ ἑαυτοῦ σαρκίον ταῖς αἰσχίσταις καὶ φιληδόνοις πράξεσιν, ὡς δ' ἕτερος ἔχει λόγος, φαρμάκοις ἀναιρεθείς.

[Bas+Const.t]

ΒΑΣΙΛΕΙΟΣ ΚΑΙ ΚΩΝΣΤΑΝΤΙΝΟΣ

[Bas+Const.1] Διαδέχονται δὲ τὴν αὐτοῦ βασιλείαν Βασίλειος καὶ Κωνσταντῖνος οἱ παῖδες αὐτοῦ σὺν Θεοφανὼ τῇ μητρί, τεχθείσης αὐτῷ καὶ θυγατρὸς πρὸ δύο ἡμερῶν τῆς αὐτοῦ τελευτῆς, ἣν Ἄνναν ὠνόμασαν.

[Bas+Const.2] Ἦν δὲ ὁ Ῥωμανὸς μέγας τὴν ἡλικίαν, εἰ καὶ ἐλάττων ἦν τοῦ πατρός, τὸ ἦθος ἥμερον ἔχων καὶ πρᾶον καὶ τὸ φρόνημα μέτριον. καίπερ δὲ νέος ὤν, ἀγχίνους ἦν καὶ ὀξὺς καὶ τὰ πολιτικὰ κυβερνᾶν ἱκανώτατος, εἴπερ ἄρα συνεχωρεῖτο παρὰ τῶν θεραπόντων. ἀλλὰ τοῦτον οἱ οἰκειότατοι ταῖς τῆς νεότητος ἐκδεδωκότες ὁρμαῖς, ἵν' ἐκεῖνοι τὰ κοινὰ μετιόντες πλοῦτον ἄφατον ἀποθησαυρίσωσιν, ἀνενέργητον καὶ ἀνεπιτήδειον ἀπεφήναντο.

[Bas+Const.3] Ἀπριλλίῳ δὲ μηνί, τῆς αὐτῆς ἕκτης ἰνδικτιῶνος, εἴσεισιν ὁ Φωκᾶς Νικηφόρος κελεύσει τῆς δεσποίνης, τοῦ Ἰωσὴφ καθάπαξ καὶ πάλιν κωλύοντος, ἐν Κωνσταντινουπόλει. καὶ ἀπὸ τῶν ἐκ τῆς Κρήτης λαφύρων καὶ τῆς Βερροίας ἐθριάμβευσεν ἐν τῷ ἱπποδρομίῳ, κομίσας καὶ μέρος τι τοῦ ἱματίου τοῦ βαπτιστοῦ Ἰωάννου, ὅπερ εὗρεν ἐν τῇ Βερροίᾳ ἐναποκείμενον. τοῦτον δὲ ἐδεδίει καὶ δι' ὑποψίας εἶχεν ὁ Βρίγγας. ἀλλ' ὑπούλως οὗτος ὑποκρινάμενος ἐξαπατῆσαι τοῦτον ἴσχυσε τρόπῳ τοιῷδε. ἕνα τινὰ τῶν ὑπασπιστῶν εἰληφὼς ὁ Φωκᾶς περὶ ὥραν ἀρίστου εἰς τὸν οἶκον ἄπεισι τοῦ Ἰωσήφ, καὶ κόψας τὴν θύραν, ὅστις εἴη μηνύειν ἐκέλευε τῷ θυρωρῷ. μηνύσαντος δέ, κελευσθεὶς ἐπείσεισι, καὶ κατ' ἰδίαν παραλαβὼν τὸν Ἰωσὴφ δείκνυσιν αὐτῷ τρίχινον ἔνδυμα, ὅπερ ἔνδοθεν τῶν ἱματίων ἠμφίεστο, καὶ μεθ' ὅρκων ἐπληροφόρησεν, ὡς τὴν τῶν μοναχῶν ἀσπαζόμενος πολιτείαν πάλαι ἂν περιεβάλετο τὸ σχῆμα καὶ τῶν βιωτικῶν ὑπεξήγαγεν ἑαυτὸν φροντίδων, εἰ μὴ ἐπέσχεν αὐτὸν ἡ τῶν βασιλέων προσπάθεια Κωνσταντίνου καὶ Ῥωμανοῦ, καὶ μέλλει ὅσον οὔπω τὸν οἰκεῖον ἐκπληρῶσαι σκοπόν. καὶ μὴ μάτην ὑποπτεύεσθαι καθικέτευσε. τοῦτο θεασάμενος ὁ Ἰωσὴφ πίπτει εὐθέως πρὸς τοὺς πόδας αὐτοῦ, μετάνοιαν ἐκζητῶν, καὶ ὡς οὐ πιστεύσει τινὶ πληροφορῶν λέγοντί ποτε κατ' αὐτοῦ.

[Bas+Const.4] Ὑφωρᾶτο δὲ ὁ Βρίγγας καὶ Στέφανον τὸν βασιλέα, μέχρι τότε τοῖς ζῶσι συναριθμούμενον καὶ ἐξόριστον ἐν Μηθύμνῃ τυγχάνοντα, καὶ διὰ παντὸς ἐφρόντιζεν ὑπὸ ἀκριβεστέραν αὐτὸν εἶναι φυλακήν. ἀλλ' ἐκεῖνος κατὰ τὴν ἑορτὴν τοῦ μεγάλου σαββάτου τῶν θείων μετεσχηκὼς μυστηρίων εὐθὺς τέθνηκεν αἰφνιδίως, μηδεμιᾶς προηγησαμένης αἰτίας, ἀλλὰ τῆς Θεοφανοῦς, εἰ καὶ πόρρωθεν κατῴκιστο, κατεργασαμένης αὐτόν.

[Bas+Const.5] Πέτρος δὲ ὁ τῶν Βουλγάρων βασιλεὺς τῆς γυναικὸς αὐτοῦ θανούσης τὴν εἰρήνην τάχα ἀνανεούμενος, σπονδὰς πρὸς τοὺς βασιλεῖς ἔθετο, ὁμήρους δοὺς καὶ τοὺς οἰκείους δύο υἱοὺς Βορίσην καὶ Ῥωμανόν. καὶ μετὰ μικρὸν ἀπεβίω. οἱ δὲ υἱοὶ αὐτοῦ ἐν Βουλγαρίᾳ ἐπέμφθησαν μετὰ ταῦτα, ἐφ' ᾧ τῆς πατρῴας ἀντισχέσθαι βασιλείας, καὶ τοὺς κομητοπώλους ἀπείρξωσι τῆς πρόσω φορᾶς. Δαβὶδ γὰρ καὶ Μωσῆς καὶ Ἀαρὼν καὶ Σαμουήλ, ἑνὸς ὄντες παῖδες τῶν μέγα δυνηθέντων ἐν Βουλγαρίᾳ κομήτων, πρὸς ἀποστασίαν ἀπεῖδον καὶ τὰ Βουλγάρων ἀνέσειον. καὶ ταῦτα μὲν συνηνέχθη ὧδε.

[Bas+Const.6] Ὁ δὲ Βρίγγας, ὃν εἴπομεν τρόπον, ἀπατηθεὶς ὑπὸ τοῦ Νικηφόρου, καὶ τοῦτον ἐάσας οἴκαδε ἀπελθεῖν, μετεμέλετο, καὶ ἐν δεινῷ ἐποιεῖτο, ὅτιπερ ἐντὸς ἀρκύων ἔχων τὸ θήραμα ἔλαθε τοῦτο φρενοβλαβῶς προ-

[Bas+Const.6.4] ηκάμενος. ἐμερίμνα γοῦν πῶς καὶ ποίᾳ μηχανῇ τῆς ἀπὸ τούτων ἀπολυθείη φροντίδος. ἔδοξεν οὖν αὐτῷ λυσιτελέστατον εἶναι πρὸς Ἰωάννην μάγιστρον γράψαι τὸν Τζιμισκήν, ἄνδρα θυμοειδῆ καὶ δραστήριον ὄντα, καὶ μετὰ τὸν Φωκᾶν ἐν τοῖς Ῥωμαίων ἐπισημότατον στρατηγοῖς, στρατηγὸν τηνικαῦτα τῶν Ἀνατολικῶν ὑπάρχοντα, ἔτι δὲ καὶ πρὸς τὸν μάγιστρον Ῥωμανὸν τὸν Κουρκούαν, φανερώτατον καὶ ἐπίσημον καὶ αὐτὸν στρατηλάτην ὄντα τῆς ἀνατολῆς, γράμματα πέμψαι, καὶ φιλοτιμιῶν ὑποσχέσεσι καὶ δωρεῶν καὶ τιμῶν διεγεῖραι τούτους πρὸς καθαίρεσιν τοῦ Φωκᾶ. ἐγένοντο τὰ γράμματα, καὶ ὁ νοῦς τῶν γεγραμμένων ὑπῆρχεν οὗτος. εἰ διαναστάντες καθαιρήσουσι τὸν Φωκᾶν καὶ μοναχὸν ἀποκείρουσιν, ἢ τρόπον ἄλλον ἐκ μέσου ποιήσουσι, τὴν μὲν τοῦ δομεστίκου τῶν σχολῶν τῆς ἀνατολῆς μεγίστην ἀρχὴν λήψεται ὁ Ἰωάννης, τὴν δὲ τοῦ δομεστίκου τῆς δύσεως ὁ Ῥωμανός. κομισθέντων οὖν τῶν γραμμάτων τοῖς δηλωθεῖσιν ἀνδράσιν, ἐπείπερ σχετικῶς ἐκεῖνοι εἶχον πρὸς τὸν Φωκᾶν, ὑπαναγινώσκουσί τε αὐτῷ εὐθέως τὰ γράμματα, καὶ διαναστῆναι πρὸς ἀλκὴν καὶ γενναῖόν τι καὶ νεανικὸν ἐννοήσασθαι παρεκάλουν. ὀκνοῦντα δὲ καὶ ἀναδυόμενον καὶ αὐτοχείρως ἠπείλουν διαχειρίσασθαι. διὸ καὶ πρὸς τὸν τοῦ θανάτου ἀποδειλιάσας κίνδυνον τὴν πρόκλησιν ὑπεδέξατο. καὶ δευτέρᾳ τοῦ Ἰουλίου μηνός, τῆς αὐτῆς ἕκτης ἰνδικτιῶνος, ὑπὸ τῶν ἐν τῇ ἕῳ στρατευμάτων ἁπάντων παρακεκινημένων ὑπὸ τοῦ Τζιμισκῆ Ῥωμαίων ἀναγορεύεται βασιλεύς.

[Bas+Const.7] Καὶ εἷς μὲν λόγος φέρεται οὕτως, ἕτερος δέ, ὁ καὶ δοκῶν ἀληθέστερος, ὡς πολὺν ὤδινε χρόνον τὴν τῆς βασιλείας ἐπιθυμίαν, καὶ οὐ τοσοῦτον αὐτὸν ὁ ταύτης ἔρως ἐξέφλεγεν, ὅσον ὁ τῆς βασιλίδος Θεοφανοῦς, ἐντυχόντα τε αὐτῇ, ὅτε τῇ βασιλευούσῃ διῆγε, καὶ πολλάκις πρὸς αὐτὴν ἐκπέμψαντα τὸν οἰκειότατον ὑπηρέτην αὐτοῦ Μιχαήλ. τοῦτο γὰρ καταφωράσας ὁ Βρίγγας ὑπόπτως διέκειτο πρὸς αὐτόν. τῆς τοίνυν ἀναρρήσεως αὐτοῦ φημισθείσης ἐν Κωνσταντινουπόλει, καὶ τῶν πραγμάτων ἐν ταραχῇ καθεστώτων, ὁ τὴν φροντίδα τῶν ὅλων ἀνεζωσμένος Ἰωσὴφ ἠγωνία καὶ διηπορεῖτο, ὅ τι καὶ δράσειεν, ὅτι μηδὲ τοῖς πολίταις εὔνους ἦν διὰ τὸ δυσέντευκτον. κατελθόντος οὖν ἐν Χρυσοπόλει μετὰ παντὸς τοῦ στρατοῦ Νικηφόρου τοῦ Φωκᾶ μετ' εὐφημιῶν, ἐβουλεύσατο ὁ Βρίγγας βασιλέα τινὰ προβαλέσθαι, διὰ τούτου οἰόμενος τὸν τόνον ἐκλῦσαι τῆς ὁρμῆς τοῦ στρατοῦ. τέως δὲ τῆς ἀναρρήσεως, ὡς εἴπομεν, γενομένης τοῦ Φωκᾶ, Βάρδας μὲν ὁ τούτου πατήρ (ἔτυχε γὰρ ἐνδημῶν τῇ βασιλίδι) ἱκέτης εἰσέρχεται πρὸς τὴν μεγάλην ἐκκλησίαν, Λέων δὲ ὁ ἐκείνου ἀδελφός, καίπερ φυλαττόμενος ἀκριβῶς, λαθὼν ἀπέδρα καὶ τῷ οἰκείῳ ἡνώθη ὁμαίμονι. οὗ γενομένου παρείθη τὴν ψυχὴν καὶ ἐν πάσῃ ἀμηχανίᾳ κατέστη ὁ Βρίγγας. ἦν γὰρ καὶ ἀνεπιτήδειος ἐν καιροῖς δυσκόλοις ὄχλον κολακεῦσαι καὶ καταδημαγωγῆσαι πλῆθος. δέον γὰρ προσηνέσι λόγοις καὶ θωπευτικοῖς τὴν τοῦ πλήθους καταμαλάξαι ὁρμήν, ὁ δὲ μᾶλλον καὶ ἐξετράχυνε καὶ ἠγρίωσε. πάντων γὰρ ἐν τῇ μεγάλῃ συντρεχόντων ἐκκλησίᾳ, αὐτὸς τὸ πλῆθος ἐκδειματῶν λόγους ἐπαφῆκεν ὑπερηφάνους τε καὶ τραχεῖς, ‘ἐγώ’, φήσας, ‘καταπαύσω ὑμῶν τὴν ἰταμότητα καὶ ἀναισχυντίαν. ποιήσω γὰρ τὸν τοῦ νομίσματος ὠνουμένους σῖτον ἀποφέρεσθαι ἐν τῷ κόλπῳ.’ οὔπω παρῆλθεν ὁλόκληρος ἡμέρα, ἀφ' οὗ τοῦτο εἴρηκε (κυριακὴ γὰρ ἦν, ἐννάτην ἄγοντος τοῦ Αὐγούστου μηνός), καὶ τῇ ἑσπέρᾳ τῆς αὐτῆς ἡμέρας Βασίλειος ὁ Κωνσταντίνου τοῦ βασιλέως παρακοιμώμενος, δυσμενὴς καὶ ἔχθιστος ὢν τῷ Ἰωσήφ, τοῖς ἑαυτοῦ φίλοις καὶ συγγενέσι τοὺς οἰκείους μίξας θεράποντας κατὰ πολλὰ μέρη τῆς πόλεως πέπομφεν εἰς τοὺς οἴκους τῶν ἀντιπραττόντων αὐτῷ. καὶ ἀπὸ πρώτης ὥρας τῆς δευτέρας ἡμέρας μέχρις ἕκτης κατέστρεψαν καὶ ἐξηδάφισαν οἰκίας πλείστας τῶν πολιτῶν, ὧν ἐπισημοτέρα ἦν ἡ τοῦ Ἰωσήφ. οὐ γὰρ μόνον τῶν ἀντιβαίνειν δοκούντων ἐμφανῶν καὶ πολιτικῶν ἀνδρῶν, ἀλλὰ καὶ πολλῶν ἄλλων εὐτελεστέρων, ὧν οὐκ ἀριθμητὸν τὸ πλῆθος, οἰκίαι κατεσκάφησαν. ᾧ γάρ ποτε διαφορὰ μετά τινος ἦν, πλῆθος ἀτάκτων μεθ' ἑαυτοῦ ἐπαγόμενος, μηδενὸς κωλύοντος, τοῦτον ἠφάνιζε. πολλοὶ δ' ἐν τῇ τοιαύτῃ ἀταξίᾳ καὶ ἄνθρωποι ἐφονεύθησαν. ταῦτα δὲ ποιοῦντες ἔν τε ταῖς πλατείαις τῆς πόλεως λεωφόροις ἔν τε ταῖς ἀγοραῖς ἔν τε τοῖς στενωποῖς Νικηφόρον ἀνευφήμουν καλλίνικον. τοῦτο τὸ ἔργον ἐξάγει μὲν τῆς μεγάλης ἐκκλησίας Βάρδαν τὸν πατέρα τοῦ Φωκᾶ, φυγάδα οἰκτρὸν καὶ ὅσον οὐδέπω τὸν κίνδυνον ἐκδεχόμενον, Ἰωσήφ τε τὸν παρακοιμώμενον, τὸν πρὸ τοῦ μεγάλα φυσῶντα καὶ ἐπαιρόμενον, εἰς αὐτὴν ἀντεισάγει ἱκέτην ἐλεεινὸν καὶ τὴν ἑαυτοῦ σωτηρίαν ἀμφίβολον ἔχοντα. οἱ δὲ περὶ τὸν παρακοιμώμενον Βασίλειον τριήρεις καταρτίσαντες καὶ τὸν βασιλικὸν εἰληφότες δρόμωνα μετὰ παντὸς τοῦ στόλου περαιοῦνται ἐν Χρυσοπόλει, καὶ τὸν Νικηφόρον ἐκεῖθεν ἀναλαβόμενοι ἄγουσιν εἰς τὸ Ἕβδομον, αὐτόθεν τε αὐτοί τε καὶ πᾶς ὁ δῆμος τῆς πόλεως μετ' εὐφημιῶν καὶ κρότων καὶ σαλπίγγων καὶ κυμβάλων δημοσίας γενομένης προόδου διὰ τῆς Χρυσῆς πόρτης εἰσάγουσιν εἰς τὴν βασιλίδα. γενόμενοι δὲ ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ Πολύευκτον παρεσκεύασαν τὸν πατριάρχην καὶ τῷ βασιλικῷ αὐτὸν ταινιῶσαι διαδήματι. στέφει οὖν τοῦτον ὁ Πολύευκτος ἐν τῷ ἄμβωνι τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας, ἡμέρα δὲ ἦν κυριακή, ἑξκαιδεκάτην τοῦ Αὐγούστου μηνὸς ἄγοντος, τῆς ἕκτης ἰνδικτιῶνος.

[Niceph2.t]

ΝΙΚΗΦΟΡΟΣ Ο ΦΩΚΑΣ

[Niceph2.1] Ἀποστείλας δὲ τὸν μοναχὸν καὶ σύγκελλον Ἀντώνιον τὸν Στουδίτην τὴν Θεοφανὼ τῶν βασιλείων καταβιβάζει καὶ εἰς τὰ παλάτια τοῦ Πετρίου ἐκπέμπει. μετ' ὀλίγον δὲ ἐξόριστον τίθησιν ἐν Παφλαγονίᾳ καὶ τὸν παρακοιμώμενον Ἰωσὴφ καὶ αὖθις μετ' οὐ πολὺν χρόνον μεταβιβάζει ἔν τινι μοναστηρίῳ λεγομένῳ τοῦ Ἀσηκρῆτις, ἐν τοῖς Πυθίοις. ὃς ἐπὶ δύο ὅλους ἐκεῖσε ἐνδιατρίψας ἐνιαυτοὺς ἀπεβίω. χειροτονεῖ δὲ καὶ Βάρδαν τὸν ἑαυτοῦ πατέρα καίσαρα.

[Niceph2.2] Τῇ δὲ εἰκάδι τοῦ Σεπτεμβρίου μηνὸς τὸ προσωπεῖον καὶ τὴν σκηνὴν ἀποθέμενος ἄγεται νόμιμον γαμετὴν τὴν Θεοφανώ. τότε δὲ καὶ κρεῶν ἀπεγεύσατο, πρότερον ἀπεχόμενος κρεωδαισίας, ἐξ ὅτου Βάρδας ὁ ἐκ τῆς προτέρας αὐτοῦ γυναικὸς ἀποτεχθεὶς αὐτῷ υἱός, ἱππαζόμενος ἐν τῷ πεδίῳ καὶ τῷ οἰκείῳ προσπαίζων ἀνεψιῷ τῷ Πλεύσῃ, μετὰ δόρατος βληθεὶς ἀκουσίως τέθνηκε. τοῦτο δὲ εἴτε ἐγκρατευόμενος ἐποίει, εἴτε καὶ λαθεῖν τοὺς κρατοῦντας ὑποκρινόμενος, μόνος ἂν εἰδείη μετὰ θεὸν ἐκεῖνος. τοῦ γάμου δὲ τελεσθέντος ἐν τῇ κατὰ τὸ παλάτιον Νέᾳ ἐκκλησίᾳ, ἐπείπερ ἔμελλεν εἴσοδος ἐν τῷ θυσιαστηρίῳ γενέσθαι, τῆς χειρὸς κατέχων αὐτὸν ὁ Πολύευκτος καὶ ταῖς ἱεραῖς ἐγγίσας κιγκλίσιν, εἴσεισι μὲν ἐκεῖνος εἰς τὰ ἄδυτα, ἐκεῖνον δ' ἐξώθησεν ὄπισθεν, ἐπειπὼν μὴ πρότερον συγχωρηθήσεσθαι αὐτὸν εἰς τὸ θυσιατήριον εἰσελθεῖν, πρὶν ἂν δέξηται ἐπιτίμια δευτερογαμούντων. ἐλύπησε δὲ ἐν τούτῳ τὸν Νικηφόρον, καὶ οὐ διέλιπεν ἐγκοτῶν αὐτῷ μέχρι τῆς τελευτῆς. διεδέδοτο δὲ καὶ λόγος ἁπανταχοῦ, ὃς οὐ μικρῶς διετάραξε τὴν ἐκκλησίαν, ὅτιπερ ὁ Νικηφόρος ἀπὸ τοῦ ἁγίου βαπτίσματος ἀνάδοχος ἐγένετο τῶν τῆς Θεοφανοῦς ἑνὸς παίδων. ταύτην δὲ τὴν φήμην ὡς εὔλογον ἀφορμὴν δεξάμενος ὁ Πολύευκτος, ἢ χωρισθῆναι αὐτὸν τῆς γυναικὸς ἀπεμάχετο κατὰ τὸν κανόνα, ἢ τῆς ἐκκλησίας ἀναχωρεῖν. ὃ δὴ καὶ πεποίηκε, τῆς Θεοφανοῦς ἐξεχόμενος. συγκαλεσά-

[Niceph2.2.20] μενος δὲ τοὺς ἐνδημοῦντας ἐπισκόπους ἐν τῇ πόλει καὶ τοὺς τῆς συγκλήτου λογάδας, σκέψιν περὶ τούτου προέθετο. πάντες δὲ οὗτοι τοῦ Κοπρωνύμου εἶναι τὸν νόμον ἔλεγον, καὶ δέον αὐτὸν μὴ φυλάττεσθαι ἔκρινον. τοῦτ' ἄρα καὶ λίβελλον ἀφέσεως ὑπογράψαντες τούτῳ ἐπιδεδώκασιν. ἔτι δ' ἀναβαλλόμενον τὸν Πολύευκτον κοινωνῆσαι τῷ βασιλεῖ ὁ καῖσαρ ἐπληροφόρησεν, ὡς οὐκ ἀνάδοχος γέγονεν. ἀλλὰ καὶ Στυλιανὸς ὁ πρωτοπαπᾶς τοῦ μεγάλου παλατίου, ἐξ οὗ πρώτου ἐλέγετο ἡ τοιαύτη φήμη διαδραμεῖν, ἐνώπιον ἐλθὼν τῆς συνόδου καὶ τῆς συγκλήτου ἐξωμόσατο μήτ' ἰδεῖν, μήτε πρός τινας ἀνειπεῖν, ὡς ἄρα Βάρδας ἢ Νικηφόρος ἀνάδοχος γένοιτο. ὁ δὲ Πολύευκτος καίπερ φανερῶς ἐπιορκοῦντα εἰδὼς τὸν Στυλιανόν, τὸ τῆς συντεκνίας συγκεχώρηκεν ἔγκλημα, καὶ ὁ πάλαι ἐνιστάμενος δευτερογαμίας ἐπιτίμια ἐπιθεῖναι καὶ τὸ μέγα τοῦτο παρῆκεν ἁμάρτημα.

[Niceph2.3] Νικηφόρος δὲ τῷ πρώτῳ τῆς αὐτοῦ βασιλείας ἔτει ἐκπέμπει κατὰ τῶν ἐν Σικελίᾳ Σαρακηνῶν τὸν πατρίκιον Μανουὴλ καὶ νόθον υἱὸν τοῦ πατραδέλφου αὐτοῦ Λέοντος, τοῦ χρηματίσαντος δομεστίκου τῶν σχολῶν καὶ ἐπὶ Ῥωμανοῦ τοῦ γέροντος τυφλωθέντος, στρατὸν αὐτῷ δοὺς καὶ στόλον ἀξιόμαχον. ἀδοξίαν γὰρ ἐδόκει προστρίβεσθαι ἑαυτῷ, εἰ τούτου κρατοῦντος ἡ Ῥωμαίων βασιλεία δασμοφορεῖ τοῖς Σαρακηνοῖς.

[Niceph2.4] Ἀλλ' ἀναγκαῖον εἰπεῖν ἐπιδραμόντας, τίς ἡ πρὸς τοὺς Σαρακηνοὺς δασμοφορία, καὶ ὅθεν εἴληφε τὴν ἀρχήν. τῆς πόλεως γὰρ τῶν Συρακουσῶν ὑπὸ τῶν ἐν Ἀφρικῇ Σαρακηνῶν ἁλούσης ἐπὶ τῶν χρόνων Βασιλείου τοῦ Μακεδόνος, καὶ τὴν ὅλην συνέβη νῆσον ὑπ' αὐτῶν κατασχεθῆναι καὶ τὰς αὐτῆς πόλεις κατασκαφῆναι, τῆς Πανόρμου μόνης περιποιηθείσης, ἐξ ἧς ὡς ἔκ τινος ὁρμητηρίου ὁρμώμενοι οἱ Ἀγαρηνοὶ τὴν ἀντιπέραθεν γῆν ἐπεκτήσαντο. ἐκεῖθέν τε διαπορθμευόμενοι τὰς νήσους ἐδῄουν ἄχρι Πελοποννήσου, καὶ ὅσον οὔπω προσδόκιμοι παραστήσεσθαι ἦσαν. ἀμηχανῶν οὖν ὁ βασιλεὺς Βασίλειος, καὶ ἄξιον ὑπηρέτην ἀναζητῶν τῆς τοιαύτης ὑπηρεσίας, τὸν πατρίκιον ἔκρινε Νικηφόρον καὶ δομέστικον τῶν σχολῶν, ἐπωνυμίαν τοῦ Φωκᾶ φέροντα, ἀπό τινος τῶν προγόνων αὐτοῦ ἀριστεύσαντος. πάππος ὁ Νικηφόρος ἦν τοῦ βασιλέως Νικηφόρου, ἀνὴρ γενναῖος καὶ συνετός, τὰ πρὸς θεὸν εὐσεβὴς καὶ πρὸς ἀνθρώπους δίκαιος. οὗτος μετά τινος στρατοῦ εἰς Ἰταλίαν περαιωθεὶς ἐντὸς ὀλίγου τῆς Ἰταλίας ἀπήλασε τοὺς Σαρακηνοὺς καὶ ἐν Σικελίᾳ ἡσυχάζειν ἠνάγκασε. τούτου τοῦ ἀνδρὸς καὶ ναὸν λέγεται δομήσασθαι τοὺς Ἰταλοὺς εἰς μνήμην ἄληστον τῆς αὐτοῦ ἀρετῆς, οὐ διὰ τὴν ἐλευθερίαν μόνην, ἀλλὰ καὶ δι' ἕτερον ἔργον ἀξιαφήγητον. οἱ γὰρ Ῥωμαῖοι ἐν τῷ μέλλειν οἴκαδε ὑποστρέφειν μετὰ τοῦ σφῶν στρατηγοῦ πολλοὺς τῶν Ἰταλῶν κατασχόντες ἔσπευδον δούλους εἰς τὴν περαίαν διαβιβάζειν. οὗ γνωσθέντος μηδὲν ὅλως εἰπὼν ὁ Νικηφόρος, μηδ' ὑπόνοιάν τινα δεδωκὼς πρὸ τοῦ ἐν Βρεντησίῳ γενέσθαι (ἐκεῖθεν γὰρ ἔμελλον πρὸς τὴν Ἰλλυρίδα διαπερᾶν), ὡς ἐκεῖσε ἐγένοντο, αὐτὸς δι' ἑαυτοῦ ἕκαστον τῶν στρατιωτῶν ἐμβιβάζων τοῖς πλοίοις περᾶν παρεσκεύασε καὶ οὕτως τοὺς ἐγχωρίους εἴασε τὴν ἑαυτῶν χώραν ἀδεῶς κατοικεῖν. διετέλεσεν οὖν εἰρηνεύουσα ἡ Ἰταλία μέχρι τῶν χρόνων τοῦ Πορφυρογεννήτου Κωνσταντίνου καὶ τῆς αὐτοῦ μητρός. ἐπ' ἐκείνων δὲ πάλιν κινηθέντες οἱ Σαρακηνοὶ μηδενὸς κωλύοντος τὴν Ἰταλίαν κατέτρεχον. συνιδόντες οὖν οἱ κρατοῦντες, ὡς οὐχ οἷοί τέ εἰσι πρός τε τοὺς ἑῴους Σαρακηνοὺς καὶ πρὸς τοὺς ἑσπερίους ἀντέχειν, ἤδη καὶ τῶν Βουλγάρων τὰς σπονδὰς λελυκότων, σπείσασθαι ἐγνώκεισαν μετὰ τῶν ἐν Σικελίᾳ Σαρακηνῶν. ἐγένοντο οὖν σύμφωνα δι' Εὐσταθίου στρατηγοῦ Καλαβρίας, ἑνὸς ὄντος τῶν βασιλικῶν θαλαμηπόλων, ἐφ' ᾧ δασμὸν ἐτήσιον δίδοσθαι τοῖς Σαρακηνοῖς χρυσίου χιλιάδας δύο ἐπὶ εἴκοσι.

[Niceph2.5] Γενομένων δὲ τῶν σπονδῶν Ἰωάννην πατρίκιον τὸν ἐπίκλην Μουζάλωνα στρατηγὸν τῆς Καλαβρίας προὐβάλλοντο, ὃς φορτικῶς κατάρχων τῶν ἐγχωρίων ὑπ' αὐτῶν ἀπεσφάγη, προσχωρησάντων τῷ ῥηγὶ Λογγιβαρδίας Δανδούλφῳ, Ῥωμανοῦ τοῦ γέροντος ἄρτι τὰ σκῆπτρα κατέχοντος Ῥωμαίων. ὑφ' οὗ συμφέρον ἐνομίσθη στρατιώτας πεμφθῆναι μετὰ νεῶν, τὸ ἀπορραγὲν τῆς ὁλότητος μέρος ἐπανασώσασθαι. προεπέμφθη δὲ Κοσμᾶς πατρίκιος ὁ Θεσσαλονικεύς, γνώριμος ὢν τῷ Δανδούλφῳ. καὶ περαιωθεὶς οὗτος εἰς Ἰταλίαν καὶ τῷ Δανδούλφῳ συμμίξας παρῄνει ἀποσχέσθαι τῆς χώρας Ῥωμαίων καὶ τῷ βασιλεῖ συμφιλιωθῆναι καὶ ἀντὶ πολεμίου φίλον αὐτὸν ποιῆσαι καὶ σύμμαχον. ἀπαναινομένου δὲ τούτου τὸ πρῶτον, ὁ Κοσμᾶς ἀνὴρ φρόνιμος ὢν καὶ συνετός· ‘ἐμοὶ μέν’, εἶπε πρὸς τὸν Δανδοῦλφον, ‘χρέος ἦν τὰ σωτήρια συμβουλεῦσαι τῷ φίλῳ. εἰ δὲ αὐτὸς πεισθῆναί μοι οὐ θέλεις τὰ λυσιτελῆ συμβουλεύοντι, τότε γνώσῃ τῆς ἀληθείας διαμαρτήσας κατὰ πολύ, ὅταν σεαυτόν τε καὶ τὸ ἔθνος ἅπαν μεγίστοις ὑποβαλὼν κινδύνοις ἀπαγορεύσῃς, μὴ δυνάμενος πρὸς οὕτω μεγάλην καὶ ἰσχυρὰν ἀντιτάττεσθαι δυναστείαν.’ συνεὶς οὖν ὁ Δανδοῦλφος τὰ δέοντα συμβουλεύειν τὸν πατρίκιον, ἐδέξατο τὴν παραίνεσιν καὶ ἐσπείσατο, νουθετήσας καὶ τοὺς ἄρχοντας τῶν ἀποστάντων θεμάτων τῇ προτέρᾳ προσδραμεῖν ἀρχῇ καὶ τὸν σφῶν ἐπιγνῶναι βασιλέα, ὧν πεισθέντων εἰρήνη βαθεῖα πάλιν κατεῖχε τὰ ἐν Ἰταλίᾳ καὶ Λογγιβαρδίᾳ πράγματα.

[Niceph2.6] Ὁ δὲ τῶν Βουλγάρων ἀρχηγὸς Συμεὼν πολλὰ κατὰ Ῥωμαίων στήσας τρόπαια καὶ φρονηματισθεὶς ἐπὶ τούτοις καὶ τὴν Ῥωμαίων ὠνειροπόλει βασιλείαν. τοίνυν πρὸς Φατλοῦν τὸν δυνάστην τῶν Ἄφρων ἐκπέμψας προετρέπετο στόλον κατὰ τῆς βασιλίδος ἀναγαγεῖν, ὑπισχνεῖτο δὲ καὶ αὐτὸς διὰ Θρᾴκης ἐλθεῖν βαρὺν στρατὸν ἐπαγόμενος, καὶ γενομένων ὑφ' ἓν τῶν στρατευμάτων διά τε γῆς καὶ θαλάσσης ἐκπολιορκῆσαι τὴν βασιλεύουσαν, καὶ τὸν ταύτης πλοῦτον ἐπ' ἴσης διανείμασθαι, καὶ αὐτὸν μὲν ἐπ' οἴκου ὑπονοστῆσαι, τοῦτον δὲ τῇ Κωνσταντινουπόλει καταλιπεῖν. ἔλαθον οὖν οἱ Βούλγαροι πρὸς τὴν Ἀφρικὴν ἀποπλεύσαντες, καὶ δόξαντος τοῦ Συμεὼν ὠφέλιμα παραινεῖν εἰλήφασί τινας Σαρακηνοὺς ἐλλογίμους, ὥστε ἐμπεδῶσαι τὰ δεδογμένα. ἐν τῷ ὑποστρέφειν δὲ περιπίπτουσι τοῖς Καλαβροῖς καὶ πρὸς τὸ Βυζάντιον ἀναπέμπονται μετὰ τῶν Σαρακηνῶν. οὓς ἰδὼν ὁ βασιλεύς (Ῥωμανὸς δὲ ἦν ὁ γέρων) καὶ τὴν κοινοπραγίαν μαθὼν ἀκριβῶς, καὶ ὡς, εἰ τοῦτο γένηται, κατανοήσας οὐ μικραῖς φροντίσιν ὑποπεσεῖται, δεῖν ᾠήθη μεγαλοφροσύνῃ καὶ εὐεργεσίᾳ τοὺς Σαρακηνοὺς ἀναχαιτίσαι τῆς παρούσης ὁρμῆς. τοὺς μὲν οὖν Βουλγάρους ἔθετο ἐν φυλακῇ, δώροις δὲ τοὺς Σαρακηνοὺς ἁδροῖς φιλοτιμησάμενος, ἔτι δὲ καὶ ξένια τῷ αὐτῶν ἐκπέμψας δεσπότῃ πολύτιμα, ἀπαθεῖς κακῶν ἐξαπέστειλε, φράζειν εἰπὼν τῷ κυρίῳ αὐτῶν, ὡς οὕτως ἀμείβειν οἴδασιν οἱ βασιλεῖς Ῥωμαίων τοὺς ἑαυτῶν πολεμίους. ἀπελογίσατο δὲ καὶ περὶ τῆς ἐτησίου δασμοφορίας, ὡς οὐκ ἀναβολῇ τούτου καὶ ὑπερθέσει ὑστέρησεν, ἀλλὰ διὰ τὴν ἐπικρατοῦσαν τηνικαῦτα κατὰ τὸν τόπον ταραχήν. ἐπαναδραμόντων οὖν πρὸς τὸν οἰκεῖον δυνάστην τῶν Σαρακηνῶν, καὶ ἅ τε πάθοιεν πρὸς τοῦ βασιλέως διηγησαμένων καὶ τὰς εἰς αὐτοὺς φιλοφροσύνας ἐξυμνησάντων, ἀποδεδωκότων δὲ καὶ ἅπερ ἐπήγοντο πρὸς ἐκεῖνον δῶρα, ἡσθεὶς ὁ Φατλοὺμ ἐπὶ πᾶσιν, οἷς ἤκουσε, τῶν τε ὀφειλομένων αὐτῷ φόρων τὰ ἡμίση Ῥωμαίοις ἐχαρίσατο καὶ ἀπὸ τῶν εἴκοσι καὶ δύο χιλιάδων τὰς ἕνδεκα ἐκκέκοφεν. ἐδίδοντο οὖν ἐξ ἐκείνου μέχρι τῆς τοῦ Νικηφόρου ἀναρ-

[Niceph2.6.30] ρήσεως τοῖς Σαρακηνοῖς ταῦτα. ἀλλὰ σωφρονούντων μὲν ἀρχόντων καὶ δικαίων τῆς χώρας τυγχανούσης, αὐτοί τε οἱ ἀρχόμενοι ἄλυπον ἦγον ζωήν, καὶ ὁ δασμὸς ἀπεδίδοτο τοῖς Σαρακηνοῖς ἀπραγμόνως· ὁπηνίκα δ' ἡ ἀρχὴ ἀδίκοις καὶ πλεονέκταις ἐνεπιστεύετο, καὶ τὸ ὑπήκοον ἐκακοῦτο καὶ αἱ πρὸς τοὺς Σαρακηνοὺς σπονδαὶ διεσείοντο. καὶ γὰρ δὴ παρὰ τοῦ Πορφυρογεννήτου ὁ Κρινίτης Χάλδος τῆς Καλαβρίας γενόμενος στρατηγὸς τοὺς ἐν Ἀφρικῇ καὶ Σικελίᾳ Σαρακηνοὺς μέλλοντας ἄρδην ὑπὸ τοῦ λιμοῦ καὶ τοῦ πολέμου τῶν ἐν Κυρήνῃ Σαρακηνῶν ἀπολωλέναι, δι' οἰκείαν πλεονεξίαν ἀνεκτήσατο καὶ τοὺς ὑπὸ χεῖρα οὐ μετρίως ἐκάκωσε. πάσας γὰρ τὰς πρὸς τὸ ζῆν ἀφορμὰς εὐώνως ἀπὸ τῶν ἐγχωρίων ὠνούμενος, πολλοῦ τοῖς Σαρακηνοῖς ἐπίπρασκεν, ἀπραγμόνως παρέχουσι τὰς τιμὰς τῷ εὐπόρως ἔχειν χρυσίου διὰ τὴν ἐκ τοῦ λιμοῦ καὶ τῶν πολεμίων στενοχωρίαν. πλὴν ὁ μὲν Κρινίτης ὑπὸ τοῦ Κωνσταντίνου παραλυθεὶς τῆς ἀρχῆς τά τε χρήματα ἀφῃρέθη μετ' αἰσχύνης καὶ καταγηράσας ἀπέθανε. κατὰ δὲ τὸν τοῦ πολέμου καιρὸν φυγάδας Καρχηδονίους αὐτομολήσαντας οἱ Ῥωμαῖοι ἐδέξαντο, οὓς οὐδαμῶς ἀπῄτουν οἱ Καρχηδόνιοι. μᾶλλον μὲν οὖν καὶ τὸν ἐτήσιον δασμὸν συνεχώρουν, μή πως δεδοικότες κωλύσωσιν οἱ Ῥωμαῖοι σκανδαλισθέντες τὴν τῶν ἐπιτηδείων ὠνὴν καὶ κινδυνεύσωσιν οὗτοι διαφθαρῆναι λιμῷ. ὕστερον δὲ τοῦ πολέμου διαλυθέντος τούς τε αὐτομόλους ἐζήτουν καὶ τὴν δασμοφορίαν. μηδενὸς δὲ προσέχοντος αὐτοῖς διέλυσαν τὴν εἰρήνην, καὶ περαιούμενοι καθ' ἑκάστην τὴν Καλαβρίαν ἐδῄουν.

[Niceph2.7] Κωνσταντῖνος τοίνυν ὁ βασιλεὺς μὴ θελήσας, ὥσπερ ὁ πενθερὸς αὐτοῦ, μειλιχίως ὑπελθεῖν τοὺς Σαρακηνοὺς καὶ τὴν εἰρήνην ἀνανεώσασθαι, ἀλλὰ πολέμῳ μᾶλλον κρῖναι τὰ πράγματα διανοηθείς, δύναμιν ἀξιόμαχον συναγείρας καὶ ἄρχοντα ἐπιστήσας αὐτῇ τὸν πατρίκιον Μαλακηνὸν εἰς Καλαβρίαν ἀπέστειλεν, ἑνωθῆναι κελεύσας τῷ στρατηγῷ τῆς χώρας (Πασχάλιος δ' οὗτος ἦν, ὁ πρὸ μικροῦ μνημονευθείς) καὶ κοινῇ μετ' αὐτοῦ ἀναδέξασθαι τὸν παρὰ τῶν Καρχηδονίων καὶ Σικελῶν ἐπισειόμενον πόλεμον. ἐπέστησε δὲ καὶ τῷ πεμφθέντι στόλῳ τὸν Μακροϊωάννην. οἵτινες κατὰ χώραν γενόμενοι μυρία ἔδρων εἰς τοὺς αὐτόχθονας κακά, πλεονεκτοῦντες καὶ ἄλλα ποιοῦντες, ἃ καὶ αὐτοὶ ἂν ὤκνησαν οἱ πολέμιοι. ταῦτα πυθόμενος ὁ τῶν Σαρακηνῶν ἀμηρᾶς Ἀβουλχαρέ (ἤδη γὰρ ὁ Φατλοὺμ ἐτεθνήκει) καὶ τοὺς ἑαυτοῦ παραθαρρύνας καὶ μὴ φοβηθῆναι παραινέσας στρατὸν τοιαῦτα εἰς τοὺς οἰκείους ἐνδεικνύμενον τὰ κακά, πόλεμον ὑπαντιάσας συνίστησι κραταιὸν καὶ νίκην ἤρατο ἀρίστην τε καὶ καλλίστην. μικροῦ γὰρ ἑάλωσαν καὶ οἱ στρατηγοὶ ζωγρίαι.

[Niceph2.8] Μετὰ δὲ τοῦτο Κωνσταντῖνος ὁ βασιλεὺς Ἰωάννην ἀσηκρῆτις, τὸν τὴν ἐπωνυμίαν Πιλάτον, περὶ εἰρήνης ἐκπέμπει διαλεξόμενον τοῖς Σαρακηνοῖς. εἰωθότες δ' οὗτοι μὴ ταῖς νίκαις ἐπαίρεσθαι, ἀλλὰ τὴν εἰρήνην καὶ κρατοῦντες ἀσπάζεσθαι, προθύμως ὑπήκουσαν καὶ ἐπί τινα χρόνον εἰρήνην ἔθεντο. τούτου δὲ διερρυηκότος πάλιν διαπερῶντες ἐλεηλάτουν τοὺς Καλαβρούς. καὶ πάλιν ὁ Κωνσταντῖνος δύναμιν κατ' αὐτῶν καὶ ναυτικὴν ἐκπέμπει καὶ πεζικήν. ἦρχον δὲ τῆς μὲν ναυτικῆς δυνάμεως ὁ τὴν ἐπωνυμίαν Κραμβέας καὶ ὁ Μωρολέων, ἐστρατήγει δὲ τῶν πεζῶν ὁ πατρίκιος Μαριανὸς ὁ Ἀργυρός. γενόμενοι δ' ἐν Ἱδροῦντι καὶ τὰς ναῦς νεωλκήσαντες ηὐτρεπίζοντο πρὸς τὸν εἰς Σικελίαν ἀπόπλουν. οἱ δὲ Σαρακηνοὶ τῇ φήμῃ διαταραχθέντες (ἐπίσταται γὰρ αὕτη τὰ μικρὰ μεγεθύνειν καὶ τὰ πράγματα πρὸς τὸ φοβερώτερον ἐξαγγέλλειν) καὶ μή τι πάθωσι δείσαντες διὰ τὸ αἰφνιδίως αὐτοῖς ἀπαρασκεύοις γειτονῆσαι τοὺς πολεμίους, Πανικῷ δείματι συσχεθέντες καὶ τὸ ἑαυτῶν καταλιπόντες στρατόπεδον ἔφυγον ἐκ τοῦ Ῥηγίου καὶ πρὸς τὴν Σικελίαν ἐπεραιώθησαν. ἐν δὲ τῷ πρὸς Πάνορμον ἀποπλεῖν βαρυτάτῳ χειμῶνι περιπεσόντες, καὶ τῶν σκαφῶν ὑπὸ τοῦ κλύδωνος συντριβέντων, μᾶλλον δὲ ὑπὸ Χριστοῦ τοῦ θεοῦ τοῦ παρ' αὐτῶν βλασφημουμένου, διολώλασιν ἅπαντες. σπένδονται τοίνυν τοῖς Ῥωμαίοις, καὶ διετηρήθη τὰ τῆς εἰρήνης μέχρι τῆς ἀναρρήσεως τοῦ Φωκᾶ.

[Niceph2.9] Ἄρτι δ' οὗτος ἀναγορευθεὶς βασιλεύς, πέρα δεινῶν ἡγησάμενος δασμοφορῆσαι Σαρακηνοῖς, τὸν Μανουήλ, ὡς εἴπομεν, ἀποστέλλει μετὰ δυνάμεως κατ' αὐτῶν. οὗτος δὲ νέαν ἄγων τὴν ἡλικίαν καὶ στρατιώταις κατατετάχθαι, οὐ μήν γε καὶ στρατηγεῖν ἄξιος ὤν, ὑπάρχων δὲ καὶ πολλοῖς πάθεσιν ἄλλοις κατάσχετος καὶ μηδὲ τῶν τὰ κρείττω συμβουλευόντων ἐπιστρεφόμενος, ἔν τισι τόποις τραχέσι τε καὶ δυσβάτοις τῆς Σικελίας μετὰ παντὸς ἀποκλεισθεὶς τοῦ στρατοῦ παραδίδοται πανωλεθρίᾳ. ἑάλω δὲ ζωγρίας καὶ Νικήτας πατρίκιος καὶ τοῦ στόλου δρουγγάριος ὁ εὐνοῦχος καὶ εἰς Ἀφρικὴν δέσμιος πέμπεται. καὶ ὁ μὲν Μανουὴλ τοιαύτης ἔτυχε τῆς καταστροφῆς, παραίτιος ἀπωλείας γενόμενος καὶ παντὶ τῷ στρατῷ.

[Niceph2.10] Ὁ δὲ βασιλεὺς ἐν τούτῳ τῷ χρόνῳ ἐκπέμπει κατὰ Κιλικίας Ἰωάννην μάγιστρον καὶ δομέστικον τῶν σχολῶν τῆς ἀνατολῆς ἤδη προβεβλημένον, τὸν Τζιμισκήν. γενόμενος δ' οὗτος πρὸς πόλιν Ἄδαναν καὶ πλῆθος καταλαβὼν ἐπιλέκτων Ἀγαρηνῶν συνειλεγμένων ἐκ πάσης τῆς Κιλικίας, συμπλέκεται τούτῳ καὶ τρέπεται κατὰ κράτος. οἱ μὲν οὖν ἄλλοι τῶν Ἀγαρηνῶν νόμῳ πολέμου κατεκόπησαν· μέρος δὲ τοῦ στρατοῦ ὡσεὶ πεντακισχίλιοι τὸν ἀριθμὸν ὄντες φεύγουσιν εἴς τινα λόφον δύσβατον καὶ ἀπόκρημνον, πεζοί, τοὺς ἵππους ἀποβάντες, καὶ τῇ τοῦ τόπου θαρρήσαντες εὐκαιρίᾳ εὐρώστως τοὺς ἐπιόντας ἠμύνοντο. οὓς καὶ περιστοιχίσας ὁ Ἰωάννης, ὅτι μὴ μεθ' ἵππων οἷός τε ἦν αὐτοῖς συμβαλεῖν, πεζεῦσαι προστάξας τοὺς στρατιώτας ἄνεισι μετ' αὐτῶν πεζὸς καὶ αὐτός. καὶ καταγωνισάμενος πάντας ἀπέσφαξε, νῶτα μηδενὸς δεδωκότος, ὡς ῥεῦσαι διὰ τοῦ πρανοῦς εἰς τὸ πεδίον τὸ αἷμα ποταμηδόν, καὶ ἀπὸ τούτου τοῦ συμπτώματος κληθῆναι τὸν βουνὸν βουνὸν αἵματος. τοῦτο τὸ ἔργον ἐπὶ πλέον ἐξῆρε τὸ ὄνομα τοῦ Ἰωάννου καὶ τοῖς Σαρακηνοῖς τελείας καταστροφῆς γέγονεν αἴτιον.

[Niceph2.11] Ὁ δὲ Νικηφόρος κατὰ τὸ δεύτερον ἔτος τῆς αὐτοῦ βασιλείας, ἐν μηνὶ Ἰουλίῳ, ἰνδικτιῶνος ἑβδόμης, ἔξεισι κατὰ Κιλικίας σὺν βαρεῖ στρατῷ Ῥωμαίων καὶ συμμάχων Ἰβήρων καὶ Ἀρμενίων, ἔχων Θεοφανὼ τὴν γαμετὴν σὺν τοῖς τέκνοις αὐτῆς. ἐκείνην μὲν οὖν ἔξωθεν τῆς Κιλικίας ἔν τινι φρουρίῳ καταλιμπάνει, Δριζίῳ προσαγορευομένῳ, αὐτὸς δ' εἰσελθὼν εἰς Κιλικίαν Ἀνάβαρζαν καὶ Ῥωσσὸν καὶ Ἄδαναν τὰς πόλεις καὶ ἕτερα οὐκ ὀλίγα φρούρια κατεστρέψατο. ἐπὶ δὲ Ταρσὸν καὶ τὴν Μόψου ἑστίαν ἀπελθεῖν οὐκ ἐθάρρησε, χειμῶνος ἤδη καταλαβόντος. καὶ στρατὸν τὸν ἀποχρῶντα καταλιπὼν ἐκεῖσε ἔξεισιν ἐν Καππαδοκίᾳ παραχειμάσων.

[Niceph2.12] Ἦρος δὲ ἀρχομένου πάλιν εἰσῆλθεν ἐν Κιλικίᾳ, καὶ διχῇ διελὼν τὰ στρατεύματα τὴν μὲν Ταρσὸν πολιορκεῖν ἀφῆκε Λέοντα τὸν ἀδελφόν, αὐτὸς δὲ τὸ λοιπὸν ἀράμενος τῆς στρατιᾶς τῇ Μόψου ἑστίᾳ προσέσχεν. ἐνεργῷ δὲ χρησάμενος τῇ πολιορκίᾳ, ἔχων δὲ καὶ τὸν λιμὸν ἐπαρήγοντα, παραλαμβάνει τὸ ἓν μέρος τῆς πόλεως. τέμνεται γὰρ ἡ πόλις αὕτη μέσον τῷ Σάρῳ ποταμῷ, ὡς δοκεῖν δύο πόλεις εἶναι. τοῦ ἑνὸς οὖν, ὡς εἴρηται, μέρους ἁλόντος ἐπὶ τὸ ἕτερον οἱ Σαρακηνοὶ καταφεύγουσι, τὸ ἑαλωκὸς πανταχόθεν ὑφάψαντες. σφοδρότερον δὲ χρησαμένου τοῦ βασιλέως τῇ πολιορκίᾳ, ἑάλω καὶ τὸ ἕτερον μέρος, μηδενὸς ἐκεῖθεν διαφυγόντος. ὁ δὲ τὴν Ταρσὸν παρακαθήμενος Λέων ὁ τοῦ βασι-

[Niceph2.12.11] λέως ἀδελφός, ἐπὶ χορτολογίαν καὶ συλλογὴν τῶν ἐπιτηδείων μέρος ἀποστείλας τῆς στρατιᾶς ἔξαρχον ἐχούσης τὸν Μοναστηριώτην ἠτύχησεν. ἀφυλάκτως γὰρ διασκεδασθέντας τοὺς προνομεύοντας νυκτὸς οἱ Ταρσεῖς ἐξελθόντες, ὡς μηδενὶ συναίσθησιν τῆς ἐξόδου παρεσχηκέναι, ἐπιτίθενται διεσπαρμένοις αὐτοῖς καὶ οὐκ ὀλίγους διέφθειραν, ἐν οἷς ἦν καὶ ὁ Μοναστηριώτης αὐτός. τὴν δὲ τῆς Μόψου ἑστίας ἅλωσιν οἱ Ταρσεῖς ἐγνωκότες, πιεζόμενοι δὲ καὶ τῇ πολιορκίᾳ καὶ τῷ λιμῷ, διεπρεσβεύσαντο πρὸς τὸν Λέοντα, ἐπικαλούμενοι τὸν βασιλέα καὶ λιπαροῦντες ἀπαθεῖς κακῶν ἀφεθῆναι καὶ τὴν ἑαυτῶν παραδεδωκέναι πόλιν. ὁ δὲ ῥητόν τι φορτίον ἕκαστον ἀφεὶς ἀποφέρεσθαι, τὸν ἄλλον ἅπαντα πλοῦτον κατέσχε τῆς πόλεως.

[Niceph2.13] Μετὰ δὲ τρεῖς ἡμέρας τοῦ τὴν πόλιν ἁλῶναι στόλος μέγιστος ἐξ Αἰγύπτου βοηθήσων τῇ Ταρσῷ παρεγένετο, πλήρης ὑπάρχων σίτου καὶ τῶν ἄλλων τῶν πρὸς τὸ ζῆν ἀναγκαίων. οὐ συνεχωρήθη δὲ προσσχεῖν τῇ γῇ, οὐδ' ἀποβῆναι παρὰ τῶν ὑπὸ τοῦ βασιλέως ταχθέντων τὴν παραλίαν τηρεῖν στρατιωτῶν. καὶ μὴ ἔχοντες, ὅ τι χρήσονται τοῖς παροῦσιν ὑπέστρεψαν, ναυαγίοις μεγάλοις περιπεσόντες ἀπό τε ἀνέμων ἀταξίας καὶ τῆς ἐπιθέσεως τῶν τοῦ βασιλέως πολεμικῶν πλοίων.

[Niceph2.14] Δῃώσας δὲ καὶ τεφρώσας καὶ τὰς λοιπὰς πόλεις τῆς Κιλικίας τῷ Ὀκτωβρίῳ μηνί, τῆς ἐννάτης ἰνδικτιῶνος, ὑπέστρεψεν εἰς Κωνσταντινούπολιν, ἔχων μεθ' ἑαυτοῦ καὶ τὰς τῆς Ταρσοῦ πύλας καὶ τὰς τῆς Μόψου ἑστίας, ἃς καὶ χρυσῷ καταστίξας ἔξωθεν ἀνάθημα τῇ βασιλίδι διεκόμισε, τὰς μὲν κατὰ τὴν ἀκρόπολιν στήσας, τὰς δὲ κατὰ τὸ τῆς Χρυσῆς πόρτης τεῖχος. διεκόμισε δὲ καὶ τῷ θεῷ δῶρον καὶ δεκάτην τῆς ἑαυτοῦ στρατιᾶς τοὺς αἰχμαλωτευθέντας τιμίους σταυρούς, ὁπηνίκα δομέστικος τῶν σχολῶν ὢν ὁ Στυπειώτης καὶ τὴν Ταρσὸν παρακαθήμενος παντελεῖ πανωλεθρίᾳ τῇ οἰκείᾳ ἀβουλίᾳ καθυπέβαλε τὰ στρατεύματα· οὓς δὴ καὶ τῷ πανσέπτῳ τεμένει τῆς τοῦ θεοῦ λόγου σοφίας ἀνέθετο.

[Niceph2.15] Τῷ δὲ αὐτῷ δευτέρῳ τῆς αὐτοῦ βασιλείας χρόνῳ ὁ Νικηφόρος καὶ πᾶσαν τὴν νῆσον Κύπρον τῇ τῶν Ῥωμαίων προσήγαγεν ἐπικρατείᾳ, τοὺς Ἀγαρηνοὺς ἀπελάσας ἐκεῖθεν διὰ Νικήτα πατρικίου καὶ στρατηγοῦ τοῦ Χαλκούτζη. τῷ δὲ τρίτῳ ἔτει τῆς βασιλείας αὐτοῦ, ἔαρος ἐπιστάντος, πάλιν εἰσβολὴν ἐποιήσατο κατὰ Συρίας ὁ βασιλεύς. καὶ γενόμενος κατὰ τὴν Ἀντιόχειαν, ταύτῃ μὲν οὐ προσέβαλεν, ἐλπίσας μηδὲ τὴν ἀκοὴν αὐτοῦ ὑποστήσεσθαι τοὺς Ἀντιοχεῖς ἐκπεπληγμένους τὰ εἰς τὰς πόλεις τῆς Κιλικίας συμβεβηκότα. ἀλλὰ παρελθὼν αὐτὴν εἰς τὰ ἐνδότερα μέρη τῆς Συρίας ἐχώρησε, καὶ πόλεις πολλὰς καὶ χώρας καταστρεψάμενος πρὸς τῷ Λιβάνῳ κειμένας καὶ τῇ παραλίᾳ τῷ Δεκεμβρίῳ μηνὶ ὑπέστρεψεν. εὐσθενῶς δὲ τῶν Ἀντιοχέων προσδεχομένων τὸν πόλεμον διὰ τὸ πλεῖστον λαὸν ἐκ τῆς περιοικίδος εἰσελθεῖν εἰς τὴν πόλιν ἐπὶ βοηθείᾳ, ἐπιλελοιπότων δὲ καὶ τῶν ἀναγκαίων τῷ Ῥωμαϊκῷ στρατῷ, γενέσθαι δὲ καὶ τέλμα ἀδιεξίτητον ἐκ τοῦ πολὺν ὄμβρον οὐρανόθεν καταρραγῆναι, ὑπεχώρησεν ἄπρακτος καὶ τὴν βασιλίδα κατέλαβε, φέρων μεθ' ἑαυτοῦ καὶ τὸν ἔχοντα ἀχειρότευκτον ἐκτύπωμα τῆς μορφῆς τοῦ Χριστοῦ καὶ θεοῦ ἡμῶν κέραμον, ὃν εὗρεν ἐν Ἱεραπόλει, ταύτην πεπορθηκώς, καὶ τῶν τριχῶν τοῦ βαπτιστοῦ Ἰωάννου βόστρυχον ἕνα πεπιλημένον αἵματι.

[Niceph2.16] Τοιοῦτος δ' ὢν ὁ Νικηφόρος καὶ τοιαύταις χρησάμενος στρατηγίαις καὶ ἐπὶ τοσοῦτον τὰ Ῥωμαίων αὐξήσας πράγματα (κατέσχε γὰρ πλέον τῶν ἑκατὸν πόλεις καὶ φρούρια Κιλικίας τε καὶ Συρίας καὶ Φοινίκης Λιβανισίας, ὧν μέγιστα καὶ ἐπισημότερα ἡ Ἀνάζαρβος καὶ ἡ Ἄδανα, ἡ Μόψου ἑστία, ἡ Ταρσός, τὸ Παγράς, τὸ Συννέφιον, ἡ Λαοδίκεια, τὸ Χάλεπ, ἔθετο δὲ καὶ ὑποφόρους τήν τε ἐν Φοινίκῃ Τρίπολιν καὶ τὴν Δαμασκόν) ὅμως μισητὸς ἐγένετο παρὰ παντὸς ἀνθρώπου, καὶ πάντες ἐδίψων τὴν τούτου θεάσασθαι καταστροφήν. τὰς δὲ αἰτίας ἀπαριθμήσει ὁ λόγος ἐν καιρῷ τῷ προσήκοντι.

[Niceph2.17] Ὑποστρέφων δ' ὁ Νικηφόρος ἐξ Ἀντιοχείας πρὸς τὴν βασιλίδα, ἐν τῷ διέρχεσθαι τὸν Ταῦρον, ὃ Μαῦρον ὄρος ἐπιχωρίως λέγεται, φρούριον κατὰ τὸ μέσον τοῦ ὄρους δομησάμενος ἔν τινι λόφῳ ἐρυμνοτάτῳ, Μιχαὴλ τὸν Βούρτζην πατρίκιον τιμήσας ἐν τῷ φρουρίῳ κατέλιπε, στρατηγὸν ὀνομάσας τοῦτον τοῦ Μαύρου ὄρους, ἐπισκήψας προσμένειν ἀγρύπνως καὶ τοὺς Ἀντιοχεῖς πάσῃ μηχανῇ κωλύειν ἐξιέναι καὶ τὰ πρὸς ζωὴν εἰσκομίζεσθαι ἐπιτήδεια. κατέλιπε δὲ καὶ Πέτρον ἕνα τῶν ἑαυτοῦ εὐνούχων, δοῦλον ὑπάρχοντα, δραστήριον ἄνθρωπον, ὃν δὴ καὶ στρατοπεδάρχην πεποίηκεν ἐν Κιλικίᾳ, εἰς παραχειμασίαν τὸν στρατὸν διασκορπίσαι κελεύσας καὶ τὴν αὐτοῦ μένειν εἰς τοὐπιὸν ἔτος ἔλευσιν. ἐλέγετο δ', ὅτι δυνάμενος ἐξ ἐφόδου ἑλεῖν τὴν Ἀντιόχειαν ὁ βασιλεὺς οὐκ ἠθέλησεν, ἀλλ' ἐξεπίτηδες παρεῖλκε καὶ παρεβίβαζε τὴν ταύτης κατάσχεσιν, δεδιὼς τὸν φημιζόμενον λόγον. καὶ γὰρ δὴ καὶ ἐν τοῖς ἁπάντων ἐφέρετο στόμασιν, ὡς ἅμα τῇ ἁλώσει τῆς πόλεως Ἀντιοχείας καὶ ὁ βασιλεὺς τεθνήξεται. ἀμέλει καὶ τῷ τοιούτῳ λόγῳ δειλαινόμενος οὔτ' αὐτὸς προσεπέλασε τῇ Ἀντιοχείᾳ, καὶ τῷ Πέτρῳ δὲ καὶ τῷ Βούρτζῃ παρήγγειλε μηδεμίαν προσβολὴν ποιήσασθαι κατ' αὐτῆς. ἀλλ' ἐκεῖνος μὲν ταῦτα καταστησάμενος, ὡς εἴπομεν, εἴσεισιν εἰς τὴν βασιλεύουσαν. ὁ Βούρτζης δὲ τῇ Ἀντιοχείᾳ γειτονῶν καὶ κλέος ἑαυτῷ ἄσβεστον περιποιήσασθαι ἱμειρόμενος, μικρὰ φροντίσας τῶν τοῦ βασιλέως ὑποθηκῶν, νύκτωρ καὶ μεθ' ἡμέραν ἐσκέπτετο, εἴ πως δυνηθείη κατασχεῖν τὴν πόλιν. ἀπῄει οὖν συνεχῶς καὶ λόγους μετὰ τῶν Ἀντιοχέων ἐκίνει συμβατικούς. ἀλαζονευομένων δ' ἐκείνων καὶ τὰς συμβάσεις διωθουμένων, ἔλαθεν ἐκεῖνος φιλιωθῆναί τινι τῶν Σαρακηνῶν (Αὔλαξ οὗτος ἦν), ὃν ὑποκλέψας δώροις καὶ ὑποσχέσεσιν ἴσχυσε λαβεῖν τὸ μέτρον ἑνὸς τῶν πρὸς δύσιν τῆς Ἀντιοχείας πύργων Κάλλα τοὔνομα. καὶ μετὰ τούτου τεκτηνάμενος κλίμακας πρὸς τὸ ἄκρον ἐξικνουμένας τοῦ πύργου, νύκτα τε ἀφεγγῆ ἐπιτηρήσας καὶ ἔπομβρον, ἔλαθε τὰς κλίμακας προσερείσας τῷ τείχει. καὶ ἀναβὰς μετὰ τριακοσίων τῶν ὑπ' αὐτὸν τοὺς μὲν φύλακας ἀποσφάττει τοῦ πύργου, ἔτι δὲ καὶ τοῦ γειτονοῦντος αὐτῷ. καὶ μετὰ τῶν τριακοσίων τοὺς δύο τούτους πύργους κατεσχηκὼς ἄγγελον εὐθέως ἐκπέμπει πρὸς τὸν στρατοπεδάρχην, μηνύων ἐπιταχῦναι καὶ ἐλθεῖν μετὰ παντὸς τοῦ στρατοῦ, ὡς τῆς πόλεως ἤδη κατασχεθείσης. ὁ δὲ Πέτρος τὰς ἀγγελίας δεξάμενος ὤκνει καὶ ἀνεδύετο, τὴν ἐκ τοῦ βασιλέως δεδοικὼς ἀγανάκτησιν, μή τι καὶ κακὸν ἀπολαύσῃ, ὡς παραβάτης τῶν αὐτοῦ προσταγμάτων. ἐγκειμένου δὲ τοῦ Βούρτζη καὶ ἄλλον ἐπ' ἄλλῳ πέμποντος ἄγγελον καὶ τὴν ἔλευσιν ἐπιταχύνοντος καὶ πληροφοροῦντος, ὡς ἐπὶ πλέον ἀντέχειν οὐ δύναται πρὸς τὴν πολιορκίαν (καὶ γὰρ δὴ μαθόντες οἱ Ἀντιοχεῖς τὴν τῶν πύργων κατάσχεσιν συνέρρεον πανταχόθεν καὶ ἐκπολιορκεῖν τοὺς πύργους ἠπείγοντο, βέλη ἀφιέντες παντοδαπὰ καὶ μηχανὰς ποικίλας καὶ πῦρ ὑφῆπτον, καὶ ἄλλα ἐποίουν, ὁπόσα ποιεῖν ἔδει τοὺς κινδυνεύοντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολωλέναι, ἀποβαλεῖν δὲ καὶ πόλιν πασῶν ὑπερκειμένην τῶν ἀνὰ τὴν ἕω πόλεων) πτοηθεὶς ὁ στρατοπεδάρχης, μὴ τοσούτων ἀπολωλότων καὶ τηλικούτων ἀνδρῶν διὰ τὴν ἐκείνου ἀπείθειαν καὶ πόλεως τηλικαύτης ἡ πολιτεία Ῥωμαίων ὑποστῇ ζημίαν, ἄκων καὶ μὴ βουλόμενος καταταχήσας παρεγένετο σὺν παντὶ τῷ στρατῷ, εὑρὼν τοὺς περὶ τὸν Βούρτζην λίαν ἀπειρηκότας. ἐπὶ τρισὶ γὰρ

[Niceph2.17.49] νυχθημέροις ἦσαν πολιορκούμενοι. οὗ τὴν ἔφοδον ἐγνωκότες οἱ Ἀντιοχεῖς παρελύθησαν τὰς ψυχὰς καὶ τῆς συντονίας ἐνέδωκαν. ἀδείας δὲ λαβόμενος ὁ Βούρτζης κάτεισι πρὸς τὴν πύλην, καὶ σπάθῃ τὸν μοχλὸν τῆς κλειδὸς διατεμὼν ἀνοίγνυσι τὰς πύλας, καὶ τὸν Πέτρον εἰσάγει σὺν παντὶ τῷ στρατεύματι. καὶ οὕτω παρελήφθη ἡ μεγάλη καὶ περιφανὴς Ἀντιόχεια. ὅπερ πυθόμενος ὁ Νικηφόρος, εὐφρανθῆναι δέον ἐπὶ ἁλώσει τηλικαύτης πόλεως καὶ τὰ κατ' αὐτὸν ἐπιτρέψαι θεῷ, ὁ δὲ τοὐναντίον ἤλγησε τὴν ψυχὴν τὸν στρατοπεδάρχην τε ἐν αἰτίαις εἶχε, καὶ τὸν Βούρτζην οὐ μόνον οὐκ ἀπεδέξατο τῆς προθυμίας καὶ τῆς ἀνδρείας καὶ γέρα παρέσχεν ἐπάξια τῆς αὐτοῦ ἀνδραγαθίας, ἀλλὰ καὶ ὕβρεσι πλύνας παρέλυσε τῆς ἀρχῆς καὶ οἴκοι μένειν ἐπέταξεν.

[Niceph2.18] Αὕτη ἡ αἰτία καὶ τὰ λοιπὰ τὰ ῥηθήσεσθαι μέλλοντα μισητὸν τοῖς πᾶσι καὶ βδελυκτὸν τὸν Νικηφόρον εἰργάσαντο. πρῶτον μὲν γάρ, ὅτε τὴν ἀρχὴν τὰ κατ' αὐτὸν ἐκινήθη, μυρίαις πλημμελείαις χρωμένων τῶν σὺν αὐτῷ στρατιωτῶν ἐπιστροφὴν οὐκ ἐτίθει, λέγων· ‘οὐδὲν θαυμαστόν, εἰ ἐν τοσούτῳ πλήθει λαοῦ ἀτακτοῦσί τινες.’ καὶ αὖθις εἰσελθὼν ἐν τῇ πόλει πολλῶν καὶ διαφανῶν καὶ ἰδιωτῶν διαρπαγέντων οὐδεμίαν ἐκδίκησιν ἐποιήσατο, ἀλλὰ παρεβλέπετο τὰς ἀτοπίας, ἐνευωχούμενος ταῖς ἀσελγείαις, αἷς οἱ ἀτακτοῦντες προσκείμενοι κακῶς τοὺς πολίτας διετίθουν, καὶ ταῦτα συνεργήσαντας αὐτῷ πρὸς τὴν τῆς βασιλείας ἀνάληψιν οὐ μικρῶς. εἶτα καὶ πρὸς ταξείδιον συνεχῶς ἐξιὼν δεινῶς ἐκάκου τὸ ὑπὸ χεῖρα οὐ μόνον προσθήκαις συντελειῶν καὶ ἄλλαις συνεισφοραῖς παντοίων εἰδῶν, ἀλλὰ καὶ λεηλασίαις ἀνυποστάτοις, πρὸς τοῖς εἰρημένοις ἐκκόψας καὶ μέρος τι τῶν παρεχομένων τῇ συγκλήτῳ βουλῇ φιλοτιμημάτων διὰ τό, ὡς ἔλεγε, σπανίζειν χρημάτων ἐν τοῖς πολέμοις, πρὸς δὲ καὶ τὰς παρέχεσθαι τυπωθείσας δόσεις πρὸς εὐαγεῖς οἴκους καὶ ἐκκλησίας παρά τινων εὐσεβῶν βασιλέων τέλεον ἐκκόψας, καὶ νόμον ἐκθέμενος, μὴ τὰς ἐκκλησίας ἀκινήτοις πλατύνεσθαι, κακῶς φάσκων ὑπὸ τῶν ἐπισκόπων δαπανᾶσθαι τὰ πτωχικὰ χρήματα καὶ τοὺς στρατευομένους ὀλιγοῦσθαι, καὶ τὸ δὴ πάντων χαλεπώτερον, καὶ νόμον ἐκθέμενος, ἐν ᾧ καί τινες ἐπίσκοποι τῶν εὐριπίστων καὶ κολάκων ὑπέγραψαν, διοριζόμενον, μὴ ἄνευ τῆς αὐτοῦ γνώμης καὶ προτροπῆς ἐπίσκοπον ἢ ψηφίζεσθαι, ἢ προχειρίζεσθαι. ἐπισκόπου τε τεθνηκότος βασιλικὸν ἐκπέμπων ἄνθρωπον ἐσταθμημένην ποιεῖν τὴν ἔξοδον προσέταττε, καὶ τὰ περιττὰ ἀνελαμβάνετο. καὶ ἄλλα τινὰ διατάγματα ἐτίθει πᾶσαν ἰδέαν ἀνάγκης ὑπερεκπίπτοντα, ἃ κατὰ μέρος διεξιέναι μεγαληγόρου δεῖται καὶ φρενὸς καὶ γλώττης. ἐσπούδασε δὲ καὶ νόμον θεῖναι τοὺς ἐν πολέμοις ἀποθνῄσκοντας στρατιώτας μαρτυρικῶν ἀξιοῦσθαι γερῶν, ἐν μόνῳ τῷ πολέμῳ τιθέμενος καὶ οὐκ ἐν ἄλλῳ τινὶ τὴν τῆς ψυχῆς σωτηρίαν. κατήπειγε δὲ καὶ τὸν πατριάρχην καὶ τοὺς ἐπισκόπους συνθέσθαι τῷ δόγματι. ἀλλά τινες τούτων γενναίως ἀντιστάντες ἀπεῖρξαν αὐτὸν τοῦ σκοποῦ, προθέντες εἰς μέσον τὸν τοῦ μεγάλου Βασιλείου κανόνα, ἐπὶ τριετίαν ἀκοινωνήτους εἶναι λέγοντα τοὺς πολέμιον ἔν τινι πολέμῳ ἀνῃρηκότας. ἠλάττωσε δὲ καὶ τὸ νόμισμα, τὸ λεγόμενον τεταρτηρὸν ἐπινοήσας. διπλοῦ δὲ τοῦ νομίσματος ἔκτοτε γεγονότος, ἡ μὲν εἴσπραξις τῶν δημοσίων φόρων τὸ βαρύτερον ἀπῄτει, ἐν δὲ ταῖς ἐξόδοις τὸ μικρὸν ἐσκορπίζετο. νόμου δὲ καὶ ἔθους ὄντων πάντα χαρακτῆρα βασιλέως, εἰ μὴ τῷ σταθμῷ ἐλαττοῖτο, δύναμιν ἔχειν ἰσότιμον, ὁ δὲ τὸν ἑαυτοῦ προκεκρίσθαι ἐνομοθέτησεν, ὑποβιβάσας τοὺς τῶν ἄλλων. ἐξ ἧς αἰτίας οὐ μικρῶς ἔθλιψε τὸ ὑπήκοον ἐν τοῖς λεγομένοις ἀλλαγίοις. καὶ τὸ δὴ χείριστον, ἐκ τῆς τοιαύτης αἰτίας τοῦ πολιτεύματος πιεζομένου οὐδεμίαν εὐθηνίαν ἐδέξαντο τὰ ὠνούμενα. πλέον δὲ τῶν ἄλλων ἠνίασε τοὺς ἀνθρώπους, καίπερ λίαν ὄντων χαλεπωτάτων, ἡ τοῦ τείχους κτίσις τῶν παλατίων. πολλὰ γὰρ ἔργα κύκλῳ ὄντα τοῦ παλατίου, εἰς κάλλος καὶ μέγεθος ἐξειργασμένα, καταστρεψάμενος ἀκρόπολιν καὶ τυραννεῖον κατὰ τῶν ἀθλίων πολιτῶν ἀπειργάσατο, ἀποθήκας καὶ σιτοβολῶνας ἔνδοθεν καὶ ἰπνοὺς καὶ κλιβάνους ἐργασάμενος καὶ πληρώσας εἰδῶν. προεθέσπιστο γὰρ αὐτῷ ἔνδοθεν τοῦ παλατίου ἀποθανεῖν, ἠγνόει δ', ὡς ἔοικεν, ὡς, εἰ μὴ κύριος φυλάξει πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων. τοῦ τείχους γὰρ τελειωθέντος, τότε συνέβη καὶ αὐτὸν κατ' αὐτὴν τὴν ἡμέραν ἀποθανεῖν, ὁπηνίκα τὰς κλεῖς ὁ τὴν ἐπιμέλειαν ἐπιτετραμμένος φέρων αὐτῷ ἐνεχείρισε.

[Niceph2.19] Προσεγένετο τοῖς εἰρημένοις καὶ ἕτερον, ὅπερ ἐπὶ πλέον ἐξῆρε τὸ κατ' αὐτοῦ μῖσος. συμβολῆς γενομένης κατ' αὐτὴν τὴν ἑορτὴν τοῦ ἁγίου πάσχα μέσον πλωΐμων καὶ Ἀρμενίων πολὺς ἀνθρώπων ἐγένετο φθόρος, μικροῦ δ' ἂν ἀπεβίω καὶ ὁ μάγιστρος Σισίνιος καὶ ἔπαρχος. διεδέδοτο δὲ φήμη ἐκ τούτου, ὡς χαλεπαίνων ὁ Νικηφόρος τοῖς πολίταις, ὡς αἰτίοις τάχα τῆς ἀταξίας, ἐν ἡμέρᾳ ἱπποδρομίας μέλλει σαγηνεύσας τὸν δῆμον τιμωρήσασθαι. καὶ δὴ μετὰ μικρὸν ἱπποδρομίας τελουμένης βουλόμενος ὁ Νικηφόρος ἐνδείξασθαι τοῖς πολίταις καὶ τὴν τοῦ πολέμου συμβολὴν ὁποία, τάχα δ' ἴσως καὶ ἐκφοβῆσαι, ξίφη γυμνὰ λαβόντας τινὰς προσέταξεν ὡς ἐν προσχήματι πολεμίων παῖξαι, εἰς ἑστίασιν τάχα τῶν θεατῶν. τούτου δὲ γενομένου τὸν νοῦν τῶν βλεπομένων ἀγνοήσαντες οἱ θεωροὶ καὶ τὴν κρατοῦσαν φήμην τέλος ἤδη λαμβάνειν ὑποτοπάσαντες δρομαίως ἐπὶ τὰς ἐξόδους ἐχώρουν κρημνώδεις οὔσας καὶ σφαλεράς, καὶ ὑπ' ἀλλήλων συμπατούμενοι ἀπέθνῃσκον. καὶ κἂν ἀπώλοντο πάντες ὑπ' ἀλλήλων καταπατούμενοι, εἰ μὴ ὁ βασιλεὺς ὡράθη ἐπὶ τοῦ θώκου καθήμενος ἀδεής τε καὶ ἄτρεπτος. ὃν ἰδόντες ὁ δῆμος μὴ παρακινηθέντα, καὶ κατανοήσαντες, ὡς ἄκοντος αὐτοῦ γέγονε τὸ γενόμενον, ἔστησαν τῆς φυγῆς.

[Niceph2.20] Πρόοδον δὲ δημοσίαν ποιήσαντα τὸν Νικηφόρον ἐν τῇ Πηγῇ κατὰ τὴν ἑορτὴν τῆς ἀναλήψεως Χριστοῦ καὶ ὑποστρέφοντα οἱ συγγενεῖς τῶν ἐν τῷ ἱπποδρομίῳ ἀπολωλότων δεξάμενοι ἐν τῇ τῶν ἀρτοπρατείων ἀγορᾷ ὕβρεις ἠφίεσαν ἀπρεπεῖς κατ' αὐτοῦ, ἀλάστορα καὶ παλαμναῖον ἀποκαλοῦντες καὶ ὁμοφύλοις αἵμασι μιαρόν, καὶ κόνιν καὶ λίθους ἔπεμπον εἰς αὐτὸν ἄχρι τῆς ἀγορᾶς τοῦ μεγάλου Κωνσταντίνου. καὶ κἂν ἀπεπάγη τῷ δέει, εἰ μή τινες ἐντιμότεροι τῶν πολιτῶν προλαβόντες τοὺς μὲν ἀτακτοῦντας ἀνέστειλαν, αὐτὸν δὲ εὐφημοῦντες ἄχρι τοῦ παλατίου προέπεμψαν. διὰ ταῦτα πάντα ἀπηχθῆσθαι παρὰ τῶν πολιτῶν ἐπιστάμενος καὶ ἐπίθεσιν ὑφορώμενος τὴν ἀκρόπολιν ἐδομήσατο. ἀλλ' οὐκ ἠδυνήθη διαφυγεῖν τὸ χρεών, ἀλλ' ὅτε καλῶς ἔχειν αὐτῷ τὰ πάντα ᾠήθη, ἀπέρρηξε τὴν ζωήν. καὶ ὅπως, ἐν τῷ πρέποντι καιρῷ ῥηθήσεται. τετάρτῳ δὲ τῆς αὐτοῦ βασιλείας ἔτει, μηνὶ Ἰουνίῳ, τῆς δεκάτης ἰνδικτιῶνος, τὰς ἐν τῇ Θρᾴκῃ πόλεις ἐξῄει ἐπισκεψόμενος, καὶ γενόμενος ἄχρι τῆς λεγομένης μεγάλης τάφρου ἔγραψε Πέτρῳ τῷ Βουλγαρίας ἄρχοντι, μὴ ἐᾶν τοὺς Τούρκους διαπερᾶν τὸν Ἴστρον καὶ τὰ Ῥωμαίων λυμαίνεσθαι. τούτου δὲ μὴ προσέχοντος, ἀλλὰ παντοίαις ἀφορμαῖς παρακρούοντος, τὸν τοῦ ἐκ Χερσῶνος πρωτεύοντος υἱὸν ὁ Νικηφόρος τὸν Καλοκυρὸν πατρικιότητι τιμήσας πρὸς τὸν ἄρχοντα Ῥωσίας ἐκπέμπει Σφενδοσθλάβον, δωρεῶν ὑποσχέσεσι καὶ φιλοτιμιῶν οὐκ ὀλίγων ἀναπείθων ἐκστρατεῦσαι κατὰ Βουλγάρων. πεισθέντες οὖν οἱ Ῥῶς καὶ ἐπελθόντες τῇ Βουλγαρίᾳ κατὰ τὸν Αὔγουστον μῆνα, τῆς ἑνδεκάτης ἰνδικτιῶνος, πέμπτῳ τῆς βασιλείας ἔτει αὐτοῦ

[Niceph2.20.24] Νικηφόρου, πολλὰς πόλεις καὶ χώρας ἠδάφισαν τῶν Βουλγάρων, καὶ λείαν ὅτι πλείστην περιβαλλόμενοι ὑπέστρεψαν εἰς τὰ ἴδια. καὶ τῷ ἕκτῳ δὲ πάλιν τῆς βασιλείας αὐτοῦ χρόνῳ ἐπεστράτευσαν κατὰ Βουλγαρίας καὶ τὰ ὅμοια τῶν προτέρων, ἢ καὶ χείρονα διεπράξαντο. δευτέρᾳ δὲ Σεπτεμβρίου μηνός, ὥρᾳ τῆς νυκτὸς δωδεκάτῃ, ἰνδικτιῶνος ἑνδεκάτης, γέγονε βρασμὸς καὶ κλόνος γῆς ἐξαίσιος, καὶ ἔπαθε κακῶς Ὁνωριὰς καὶ Παφλαγονία. ἐγένοντο δὲ καὶ ἄνεμοι κατὰ τὸν Μάϊον μῆνα τῆς αὐτῆς ἰνδικτιῶνος σκληροὶ καὶ καυματώδεις, οἵτινες τοὺς καρποὺς διέφθειραν αὐταῖς ἀμπέλοις καὶ δένδρεσιν, ὡς ἐντεῦθεν κατὰ τὴν δωδεκάτην ἰνδικτιῶνα σφοδρότατον ἐπενεχθῆναι λιμόν. καὶ δέον τὸν βασιλέα τῆς τῶν ὑπηκόων φροντίσαι σωτηρίας, ὁ δὲ τὸν βασιλικὸν σῖτον γλίσχρως πωλῶν καὶ καταπραγματευόμενος τὴν συμφορὰν τῶν ὑπὸ χεῖρα, ηὔχει ὥς τι μέγα κατωρθωκώς, ὅτι μοδίου τῷ νομίσματι πιπρασκομένου αὐτὸς δύο πωλεῖσθαι τοῦτον ἐπέταξε, μὴ τὸν Μακεδόνα μιμησάμενος βασιλέα Βασίλειον. οὗτος γὰρ κατὰ τὴν καινὴν κυριακὴν ἀπερχόμενος ἐν τῷ τῶν μεγάλων ἀποστόλων ναῷ καὶ θεασάμενος πολίτας τινὰς ἱεροπρεπεῖς μὲν καὶ σεμνούς, ἄλλως δὲ σκυθρωποὺς καὶ κατηφιῶντας, ἐγγὺς ἑαυτοῦ παραστησάμενος, διὰ τί μὴ καὶ αὐτοὶ λαμπροφοροῦντες ἐν τῇ ἑορτῇ πάρεισιν ἀνηρώτα, ἀλλ' ὡς ἂν ἐν μεγάλῃ συμφορᾷ τῆς πόλεως οὔσης στυγνάζουσι. πρὸς ὃν ἀπεκρίνατό τις τῶν πολιτῶν· ‘σοί, ὦ δέσποτα, καὶ τοῖς ἑστῶσιν ἔγγιστά σου πρέπει τὸ λαμπροφορεῖν καὶ χαίρειν. οἷς δὲ τοῦ θανάτου πρόσεστι προσδοκία, τὰ τοιαῦτα ἀπεοίκασιν. ἢ ἀγνοεῖς, ὅτι δύο μέδιμνοι σίτου τῷ νομίσματι πιπράσκονται διὰ τὴν τῶν ἀνέμων τραχύτητα;’ πρὸς ταῦτα βύθιον ἀνοιμώξας ὁ βασιλεὺς συμπαθείας ἀπέσταξε δάκρυον, καὶ τούτους μὲν παρεμυθήσατο δαψιλῶς, ἐπανελθὼν δ' εἰς τὰ βασίλεια τοὺς τὰς πολιτικὰς καὶ βασιλικὰς συναγαγὼν μετερχομένους φροντίδας μυρίαις ὕβρεσι καὶ ἀραῖς καθυπέβαλεν, ὅτι μὴ αὐτῷ περὶ τῆς σιτοδείας ἐμήνυσαν, καὶ εὐθὺς τὸν βασιλικὸν καὶ δημόσιον σῖτον προθέμενος δώδεκα τοῦ νομίσματος δίδοσθαι παρεκελεύσατο. οὗ τὴν προαίρεσιν ἀποδεξάμενος ὁ θεὸς εὐθηνίαν πολλὴν τοῖς ἀνθρώποις παρέσχετο. ἀλλὰ ταῦτα μὲν εἰς ἔπαινον ἐκείνου ἐρρέθη. ὁ δὲ Νικηφόρος ἔχαιρε μᾶλλον, ἢ ἐβοήθει θλιβομένους ὁρῶν τοὺς ὑπηκόους. καὶ οὐχ οὗτος μόνος, ἀλλὰ καὶ Λέων ὁ ἀδελφὸς αὐτοῦ, ταῖς καπηλείαις προσκείμενος τῶν εἰδῶν, πολλῶν καὶ ποικίλων δεινῶν τὴν οἰκουμένην ἐνέπλησεν. ὧν τὴν αἰσχροκέρδειαν εὐτραπέλως οἱ πολῖται διεκωμῴδουν. ἐξελθόντος γάρ ποτε τοῦ βασιλέως ἐν τῷ πεδίῳ, ὥστε γυμνάσαι τὸν στρατόν, ἐπεί τις ἦλθε πολιὸς τὴν τρίχα καὶ ἐπειρᾶτο συναριθμηθῆναι τοῖς στρατιώταις, φησὶ πρὸς αὐτόν· ‘σὺ δέ, ὦ ἄνθρωπε, γέρων ὤν, πῶς τοῖς ἐμοῖς στρατιώταις ἐπείγῃ συναριθμηθῆναι;’ ὁ δ' εὐστόχως ὑπολαβών· ‘πολὺ δυνατώτερός εἰμι νῦν’, ἔφη, ‘ἢ ὅτε ἤκμαζον.’ αὐτοῦ δέ· ‘καὶ πῶς;’ ἐρομένου, ‘ὅτι περ,’ ἔφη, ‘τὸν τοῦ νομίσματος σῖτον πρότερον δυσὶν ἡμιόνοις ἐπιφορτίζων ἐπὶ τῆς σῆς βασιλείας δύο νομισμάτων σῖτον ἀβαρῶς ἐπὶ τῶν ὤμων φέρω.’ συνεὶς οὖν τὴν εἰρωνείαν ἀνεχώρησε, μηδὲν ταραχθείς.

[Niceph2.21] Οἱ δὲ Σαρακηνοὶ μετὰ τὸ ἁλῶναι τὰς ἐν Συρίᾳ καὶ Κιλικίᾳ πόλεις τὸν ἀρχιερέα τῶν Ἱεροσολύμων Ἰωάννην ζῶντα κατέκαυσαν ὡς ταῖς ὑποθήκαις αὐτοῦ τάχα μέλλοντος τοῦ Νικηφόρου ἀφίξεσθαι πρὸς αὐτούς, ἐνέπρησαν δὲ καὶ τὸν περικαλλῆ ναὸν τοῦ κυριακοῦ τάφου. τὸ δ' αὐτὸ τοῦτο πεποιήκασι καὶ οἱ Ἀντιοχεῖς, Χριστοφόρον τὸν αὐτῶν ἀνελόντες ἀρχιερέα. προσερρύησαν δὲ τῷ βασιλεῖ Γρηγόριος καὶ Παγκράτιος οἱ αὐτάδελφοι, τῆς ἑαυτῶν παραχωρήσαντες αὐτῷ χώρας τοῦ Ταρών. οὓς πατρικίους τιμήσας καὶ κτήσεσιν ἐφιλοφρονήσατο πολυπροσόδοις. ἐγένετο δὲ καὶ ἡλίου ἔκλειψις τῇ εἰκάδι δευτέρᾳ τοῦ Δεκεμβρίου μηνός, περὶ τρίτην ὥραν, ὡς καὶ ἄστρα φανῆναι.

[Niceph2.22] Ἡ δὲ βασιλὶς Θεοφανὼ ἀποστρεφομένη τὴν συνουσίαν τοῦ Νικηφόρου, τινὰ τῶν τοῦ Τζιμισκῆ μεταπεμψαμένη εἰσκαλεῖται τοῦτον ἐν τῷ ἰδίῳ οἴκῳ σχολάζοντα. ἔφθη γὰρ ὁ βασιλεὺς διά τινα ὑποψίαν τῆς τοῦ δομεστίκου παραλύσας τοῦτον ἀρχῆς καὶ ἐν τῷ ἰδίῳ οἴκῳ ἀπρόϊτον εἶναι κελεύσας. ὃν ἐκεῖθεν ὁ πεμφθεὶς ἀναλαβόμενος (διεπράξατο γὰρ ἡ μοιχαλὶς καὶ γράμματα τοῦτον δέξασθαι τὴν κάθοδον ἐπιτρέποντα) ἀφίκετο εἰς Χαλκηδόνα. καὶ τοῦ βασιλέως ὑπομνησθέντος, εἰ δεῖ τοῦτον εἰσελθεῖν ἐν τῇ βασιλίδι, κἀκείνου προσμένειν μικρὸν ἐπιτρέψαντος, ἐκείνη νυκτὸς ἑνδεκάτῃ τοῦ Δεκεμβρίου μηνός, ἰνδικτιῶνος τρισκαιδεκάτης, ἔτους ἑξακισχιλιοστοῦ τετρακοσιοστοῦ ἑβδομηκοστοῦ ὀγδόου, ἀποστείλασα ἄγει τοῦτον πρὸς τὸν κάτωθεν τῶν παλατίων χειροποίητον λιμένα, καὶ κοφίνῳ ἀνιμήσατο μετὰ πάντων τῶν περὶ αὐτόν. ἦσαν δὲ ὁ πατρίκιος Μιχαὴλ ὁ Βούρτζης, Λέων ταξιάρχης ὁ Ἀβαλάντης καὶ τῶν τοῦ Τζιμισκῆ πιστικωτάτων ὁ Ἀτζυποθεόδωρος καὶ ἕτεροι δύο. οἵτινες ἀνελθόντες καὶ ξιφήρεις εἰς τὸν τοῦ βασιλέως εἰσελθόντες κοιτῶνα, ἐπεὶ μὴ εὗρον αὐτὸν ἐν τῇ συνήθει κλίνῃ, φωραθῆναι ὑπονοήσαντες μικροῦ δεῖν ἑαυτοὺς κατεκρήμνισαν, εἰ μή που ἀνδράριόν τι τῶν ἐκ τῆς γυναικωνίτιδος εὑρηκότες ὑπ' αὐτοῦ ὁδηγοῦνται. καὶ καταλαμβάνουσιν αὐτὸν ἐπ' ἐδάφους κείμενον καὶ στρωμνὴν ἔχοντα πῖλον κοκκοβαφῆ καὶ ἄρκτου δέρμα, ὅπερ λαβὼν ἦν παρὰ Μιχαὴλ μοναχοῦ τοῦ Μαλεΐνου, τοῦ θείου αὐτοῦ. τοῦτον ἄρτι πρὸς ὕπνον τραπέντα καὶ μηδαμῶς ἐπαισθόμενον τῆς ἀφίξεως τῶν μελλόντων αὐτὸν ἀναιρεῖν, ὁ Τζιμισκὴς τῷ ποδὶ νύξας ἐξύπνισεν. ἐξυπνισθέντα δὲ καὶ τῆς δεξιᾶς χειρὸς τὸν ἀγκῶνα τῇ γῇ προσερείσαντα καὶ τὴν κεφαλὴν ἀνακουφίσαντα, ἐπιφέρει γυμνῷ τῷ ξίφει κατὰ τῆς κορυφῆς ἀσκεποῦς οὔσης (ἐπεπτώκει γὰρ ἐγειρομένου τὸ τῆς κεφαλῆς αὐτοῦ κάλυμμα) Λέων ὁ Ἀβαλάντης γενναίαν πληγήν, καὶ διελαύνει μέσον τὸ κρανίον. εἶτα τῆς στρωμνῆς αὐτὸν ἀναστήσαντες ἄγουσι πρὸς τὸν Τζιμισκὴν ἐπὶ τῆς βασιλικῆς καθίσαντα κλίνης, καὶ πολλὰ ἐμπαροινήσαντες καὶ κατονειδίσαντες καὶ δυσφημήσαντες εἰς αὐτὸν μηδὲν ἄλλο λέγοντα, ἀλλ' ἢ ‘κύριε ἐλέησον’ καὶ ‘θεοτόκε βοήθει,’ τελευταῖον ἐπείπερ κατεφωράθησαν παρὰ τῶν προκοίτων τοῦ παλατίου καὶ συνίστατο ἐπ' αὐτοὺς πλῆθος ἀμυνομένων, ἀποσφάττουσι τοῦτον, καὶ τὴν κεφαλὴν ἀποτεμόντες διά τινος θυρίδος τοῖς εἰς βοήθειαν συντρέχουσιν ὑποδεικνύουσι. καὶ οἱ μὲν οὕτω κατεστορέσθησαν, τοῖς δὲ περὶ τὸν Τζιμισκὴν καιρὸς ἐδόθη ἀδεῶς καὶ μετὰ ἀδείας πάντα ποιεῖν.

[Niceph2.23] Λέγεται δ', ὅτι πρὸ δέκα ἡμερῶν τοῦ θανάτου ἔγγραφον εὗρεν ὁ βασιλεὺς ἐρριμμένον ἐν τῷ κοιτῶνι αὐτοῦ καὶ μηνῦον ἀσφαλίσασθαι αὐτόν, ὡς ἐπιβουλευόμενον ὑπὸ τοῦ Τζιμισκῆ. καί τινα δὲ κληρικόν φασι κατὰ τὴν ἑσπέραν τῆς ἀναιρέσεως δεδωκέναι αὐτῷ γράμμα περιέχον πρὸς ἔπος ταῦτα· ‘ὦ βασιλεῦ, ἀσφάλισαι σεαυτόν. κίνδυνος γάρ σοι κατὰ ταύτην τὴν νύκτα οὐ μικρὸς ἀρτύεται.’ τὸ δὲ γραμμάτιον ἄλλοι μὲν λέγουσιν, ὡς ὑπολαβὼν ὁ βασιλεὺς δεητήριον εἶναι οὐκ ἀνέγνω τοῦτο, ἄλλοι δ', ὅτι ἀνέγνω μέν, ἀλλ' ἠμέλησε τῆς ἑαυτοῦ φυλακῆς, τοῦ χρεὼν ἐμποδίσαντος, ἀποθανόντος δὲ τούτου εὑρέθη ἔχον τὰ γεγραμμένα. ἄλλοι δ', ὅτι ἀναγνοὺς ἐπέτρεψε τὴν ζήτησιν καὶ φυλακὴν τῷ πρωτοβεστιαρίῳ, ἔγραψε δὲ καὶ τῷ ἀδελφῷ Λέοντι ἐπ' οἴκου διάγοντι λαὸν ἔνοπλον εἰληφέναι καὶ φοιτῆσαι τὴν ταχίστην πρὸς τὸ παλάτιον. τοῦτο δὲ διακομισθὲν ἐκεῖνος δεξάμενος, καὶ μηδ' ἀνελίξας (ἔτυχε γὰρ κυβεύων

[Niceph2.23.14] μετά τινων καὶ δαιμονίως τῇ παιδιᾷ χρώμενος) ἔθετο ἐν τῇ ἑαυτοῦ κλίνῃ ὑπὸ τὴν τύλην. ἄρτι δὲ τοῦ παιγνίου διαλυθέντος τὸ γραμμάτιον ἐπελθὼν καὶ τὸν ἐγκείμενον νοῦν συνεὶς τῶν γραφέντων, δύναμιν ὡς ὁ καιρὸς ἀπῄτει συνηθροικὼς ἀπῄει πρὸς τὰ βασίλεια. γενόμενος δὲ κατὰ τὴν ἐν τῷ ἱπποδρομίῳ σφενδόνην ἤκουσέ τινων διαλεγομένων πρὸς ἀλλήλους, ὡς ἄρα εἴη Νικηφόρος ἀνῃρημένος ὁ βασιλεύς, ἤκουσε δὲ καὶ τῶν ἐν ταῖς πλατείαις καὶ τοῖς στενωποῖς ἀνευφημούντων τὸν Ἰωάννην. τῷ ἀνελπίστῳ δὲ καταπλαγεὶς καὶ μηδὲν ἐννοήσας γενναῖον, ᾗ τάχους εἶχε σὺν τῷ υἱῷ Νικηφόρῳ τῇ μεγάλῃ προσέρχεται ἐκκλησίᾳ. καὶ τὰ μὲν λεγόμενα ταῦτα. εἰ δὲ ἀληθῶς, ἢ ψευδῶς, οὐκ ἔχω λέγειν. θνῄσκει δ' ὅμως ὁ Νικηφόρος ἔνδον τοῦ παλατίου κατεργασθείς. πεντήκοντα καὶ ἑπτὰ ἐτῶν ὢν τηνικαῦτα. τῇ δὲ ἑσπέρᾳ τῆς αὐτῆς ἡμέρας προστάξει τοῦ Ἰωάννου πρὸς ἑσπέραν βαθεῖαν τῇ ὁσίᾳ παρεπέμφθη· θήκῃ γὰρ ξυλίνῃ, ὡς ἔτυχεν, αὐτὸν περιστείλαντες εἰς τὸν θεῖον τῶν ἀποστόλων σηκὸν μέσον νυκτῶν αὐτὸν ἐξεκόμισαν καὶ κατὰ τὸ ἡρῷον, ἔνθα τὸ τοῦ θείου καὶ ἀοιδίμου Κωνσταντίνου σῶμα κατάκειται, ἐν μιᾷ τῶν βασιλικῶν σορῶν ἐκήδευσαν. τὴν δὲ ἰδέαν τοιόσδε τις ἦν. ὄψις αὐτῷ πρὸς τὸ μέλαν πλέον ἢ τὸ λευκὸν ἀποκλίνουσα, κόμη βαθεῖα καὶ κυανή, ὀφθαλμοὶ μέλανες ἐπὶ συννοίας πεφροντικότες, δασείαις ταῖς ὀφρύσιν ὑποκαθήμενοι. ῥὶς μέση ἔχουσα λεπτότητός τε καὶ παχύτητος, ἠρέμα συμπεραινομένη γρυπότητι. ὑπήνη σύμμετρος, ἀραιὰν παρὰ τὰς γνάθους προβαλλομένη τὴν πολιάν. ἀγκυλαῖος τὴν ἡλικίαν καὶ στιβαρός, εὐρύτατος τὸ στέρνον καὶ ὤμους ὡς μάλιστα, τὴν μέντοι ἀνδρίαν καὶ ῥώμην κατὰ τὸν θρυλλούμενον Ἡρακλῆν. φρονήσει δὲ καὶ σωφροσύνῃ πάντων κατευμεγέθει τῶν κατ' ἐκείνην τὴν γενεὰν γεγενημένων ἀνδρῶν. ἐν δὲ τῇ σορῷ αὐτοῦ ὁ Μελιτηνῆς μητροπολίτης Ἰωάννης ταῦτα ἐπέγραψε· Τὸν ἀνδράσι πρὶν καὶ τομώτερον ξίφους πάρεργον οὗτος καὶ γυναικὸς καὶ ξίφους. ὃς τῷ κράτει πρὶν γῆς ὅλης εἶχε κράτος, ὥσπερ μικρὸς γῆς μικρὸν ᾤκησε μέρος. τὸν πρὶν σεβαστόν, ὡς δοκῶ, καὶ θηρίοις, ἀνεῖλεν ἡ σύγκοιτος ἓν δοκοῦν μέλος. ὁ μηδὲ νυξὶ μικρὸν ὑπνώττειν θέλων ἐν τῷ τάφῳ νῦν μακρὸν ὑπνώττει χρόνον. θέαμα πικρόν. ἀλλ' ἀνάστα νῦν, ἄναξ, καὶ τάττε πεζούς, ἱππότας, τοξοκράτας, τὸ σὸν στράτευμα, τὰς φάλαγγας, τοὺς λόχους. ὁρμᾷ καθ' ἡμῶν Ῥωσικὴ πανοπλία, Σκυθῶν ἔθνη σφύζουσιν εἰς φονουργίας, λεηλατοῦσι πᾶν ἔθνος τὴν σὴν πόλιν, οὓς ἐπτόει πρὶν καὶ γεγραμμένος τύπος πρὸ τῶν πυλῶν σὸς ἐν πόλει Βυζαντίου. ναί, μὴ παρόψει ταῦτα. ῥῖψον τὸν λίθον τόν σε κρατοῦντα, καὶ λίθοις τὰ θηρία τὰ τῶν ἐθνῶν δίωκε. δὸς δὲ καὶ πέτρας στηριγμὸν ἡμῖν ἀρραγεστάτην βάσιν. εἰ δ' οὐ προκύψαι τοῦ τάφου μικρὸν θέλεις, κἂν ῥῆξον ἐκ γῆς ἔθνεσιν φωνὴν μόνην. ἴσως σκορπίσῃ ταύτῃ καὶ τρέψῃ μόνῃ. εἰ δ' οὐδὲ τοῦτο, τῷ τάφῳ τῷ σῷ δέχου σύμπαντας ἡμᾶς· ὁ νεκρὸς γὰρ ἀρκέσεις σῴζειν τὰ πλήθη τῶν ὅλων χριστωνύμων, ὦ πλὴν γυναικὸς τὰ δ' ἄλλα Νικηφόρος. ἀλλὰ ταῦτα μὲν οὕτω συντέθειται.

[John1.t]

ΙΩΑΝΝΗΣ Ο ΤΖΙΜΙΣΚΗΣ

[John1.1] Ἰωάννης δὲ ὁ Τζιμισκὴς τῆς Ῥωμαίων ἀρχῆς ἀποθανόντος τοῦ Νικηφόρου ἀνεδέξατο τὰς φροντίδας, συμβασιλεύοντας ἔχων αὐτῷ Βασίλειον καὶ Κωνσταντῖνον τοὺς υἱεῖς Ῥωμανοῦ, ὧν ὁ μὲν Βασίλειος ἕβδομον εἷλκε τῆς ἡλικίας ἔτος, ἅτερος δ' ὁ Κωνσταντῖνος πέμπτον. εὐθὺς οὖν Βασίλειον τὸν παρακοιμώμενον, ὃν Νικηφόρος ὁ βασιλεὺς οὐ μικρὰ συμβαλλόμενον αὐτῷ πρὸς τὴν τῆς βασιλείας κατάσχεσιν πρόεδρον τετίμηκε, μή πω πρότερον ὄντος τοῦ ἀξιώματος, πρώτου δ' αὐτοῦ τοῦτο ἐφευρηκότος, νυκτὸς μεταπεμψάμενος κοινωνὸν τῆς ἀρχῆς προσελάβετο, ἅτε ἐν πολλοῖς χρόνοις τά τε πολιτικὰ μετελθόντα ἐπὶ τοῦ οἰκείου πατρὸς Ῥωμανοῦ τοῦ γέροντος καὶ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου τοῦ γαμβροῦ αὐτοῦ, καὶ πλειστάκις κατὰ τῶν Ἀγαρηνῶν ἐκστρατεύσαντα, καὶ δυσχερείαις πραγμάτων εἰδότα εὐφυῶς προσαρμόζεσθαι. ὃς εὐθὺς τὴν ἐπιτροπὴν εἰληφὼς τῶν πραγμάτων πάντας τοὺς εὔνοιαν τῷ Νικηφόρῳ φυλάττοντας ἐκ μέσου πεποίηκε, Λέοντα μὲν τὸν κουροπαλάτην ἐν Λέσβῳ περιορίσας καὶ Νικηφόρον βέστην τὸν τούτου υἱὸν ἐν τῇ Ἴμβρῳ, Βάρδαν δὲ τὸν νεώτερον δοῦκα τότε Χαλδίας καὶ Κολωνείας τυγχάνοντα τὴν ἀρχὴν ἀφελόμενος ἐν Ἀμασείᾳ παρέπεμψε γράμμασι. καὶ τοὺς ἄλλους δέ, ὅσοι πολιτικὰς ἢ στρατιωτικὰς μετῄεσαν ἀρχὰς τῶν ἀρχῶν παραλύσας, οἰκείους ἐπέστησε καὶ τῷ νέῳ βασιλεῖ φυλάττοντας εὔνοιαν, τοῖς τε παρὰ τοῦ Νικηφόρου φυγαδευθεῖσι κάθοδον ἐπιτρέπει, καὶ πρό γε τῶν ἄλλων τοῖς ἀρχιερεῦσι, τῷ μὴ θέλειν ὑπογράψαι τῷ τόμῳ, ὃν εἰς κατατομὴν καὶ ὕβριν τῆς ἐκκλησίας ἐξεῦρεν ἐκεῖνος ἐξορισθεῖσιν, ὡς ἤδη φθάσας ὁ λόγος ἱστόρησεν.

[John1.2] Οὕτω δὲ τῶν πραγμάτων οἰκονομηθέντων, κατὰ τὴν αὐτὴν νύκτα πάσης ὑποψίας ἀπολυθεὶς ἄπεισι μετ' ὀλίγων ὁ βασιλεὺς εἰς τὴν μεγάλην ἐκκλησίαν, χερσὶ τοῦ πατριάρχου λαβεῖν βουλόμενος τὸ διάδημα. ὃν ἐλθόντα εἰσελθεῖν οὐκ εἴασεν ὁ Πολύευκτος, μὴ ἄξιον εἶναι φήσας ἐπιβῆναι θείου ναοῦ νεαρῷ καὶ ἀτμίζοντι ἔτι τῷ συγγενικῷ αἵματι σταζομένας τὰς χεῖρας ἔχοντα, ἀλλὰ σπεῦσαι ἔργα μετανοίας ἐνδείξασθαι, καὶ οὕτως ἐφίεσθαι πατεῖν ἔδαφος οἴκου κυρίου. τοῦ δὲ Ἰωάννου ἠπίως δεξαμένου τὴν ἐπιτίμησιν καὶ πάντα πρᾶξαι μετ' εὐπειθείας ἐπαγγειλαμένου, ἀπολογησαμένου δ', ὅτι καὶ αὐτόχειρ οὐκ αὐτὸς ἐγένετο τοῦ Νικηφόρου, ἀλλ' ὁ Βαλάντης καὶ ὁ Ἀτζυποθεόδωρος ἐπιτροπῇ τῆς δεσποίνης, ταύτην μὲν ὁ πατριάρχης προσέταττε τῶν ἀνακτόρων κατενεχθῆναι καὶ ἔν τινι νήσῳ περιορισθῆναι, ἐξοστρακισθῆναι δὲ καὶ τοὺς τοῦ Νικηφόρου αὐτόχειρας, διαρραγῆναι δὲ καὶ τὸν τόμον, ὃν ἐπὶ συγχύσει τῶν ἐκκλησιαστικῶν ὁ Νικηφόρος πραγμάτων ἐξέθετο. εὐθέως οὖν ὁ Ἰωάννης ἐκείνους τε ἐξῶσε τῆς πόλεως καὶ τὴν Θεοφανὼ ἐν Προικοννήσῳ ἐξώρισεν. ἥτις ἐκεῖθεν ὕστερον λάθρᾳ φυγοῦσα καὶ τῇ μεγάλῃ προσφυγοῦσα ἐκκλησίᾳ, διὰ τοῦ παρακοιμωμένου Βασιλείου ἐκβληθεῖσα ἐν τῷ θέματι τῶν Ἀρμενιακῶν ἐξωρίσθη εἰς τὴν παρὰ τοῦ βασιλέως νεουργηθεῖσαν μονὴν τὴν Δαμίδειαν, ἐνυβρίσασα πρότερον εἰς τὸν βασιλέα πολλὰ καὶ ἐς τὸν Βασίλειον, Σκύθην καὶ βάρβαρον ἀποκαλέσασα καὶ κατὰ κόρρης αὐτῷ κονδύλους ἐπιτρίψασα. ἐξωρίσθη δὲ σὺν αὐτῇ καὶ ἡ ταύτης μήτηρ ἐν Μαντινείῳ. ἐνεχθεὶς δὲ ὁ τόμος ἐρράγη καὶ τῇ ἐκκλησίᾳ ἐχαρίσθη ἡ προτέρα ἐλευθερία.

[John1.3] Τούτων οὖν πραχθέντων, ὑποσχομένου δὲ τοῦ Ἰωάννου καὶ εἰς ἐξίλασμα τῆς ἁμαρτάδος πένησι διανεῖμαι, ἣν ἰδιωτεύων εἶχε περιουσίαν, ὁ Πολύευκτος ἐπιτρέπει τὴν εἴσοδον, καὶ κατὰ τὴν ἑορτὴν τῆς Χριστοῦ τοῦ θεοῦ ἡμῶν γεννήσεως εἰσελθόντα τοῦτον τῷ τῆς βασιλείας ἀναδεῖ διαδήματι. πολὺν δὲ σάλον καὶ ταραχὴν ἐχούσης τῆς βασιλείας ἔν τε τῇ ἕῳ καὶ τῇ ἑσπέρᾳ (αἵ τε γὰρ ληφθεῖσαι κατὰ Κιλικίαν καὶ Φοινίκην καὶ Κοίλην Συρίαν πόλεις τῶν Ἀγαρηνῶν, μὴ σχόντος τοῦ Νικηφόρου καιρὸν τὰ κατ' αὐτὰς διαθέσθαι καλῶς καὶ ἀσφαλίσασθαι, πρὸς ἀποστασίαν ἀπέβλεπον, καὶ ἡ τῶν Ῥῶς κίνησις οὐ καλῶς πρότερον ἐπὶ Βουλγάρους μελετηθεῖσα μέγιστον ἐπέσειε τοῖς πράγμασι κίνδυνον, καὶ λιμὸς ἐπὶ πέντε ὅλους ἐνιαυτοὺς τὴν Ῥωμαίων ἐπινεμόμενος σφόδρα τὰς πόλεις ἐπίεζε) διεσκοπεῖτο καὶ ἐμερίμνα, πῶς ἂν τὰ τοιαῦτα θεραπευθείη κακὰ

[John1.3.13] καὶ τὸ ἐξ αὐτῶν ἀποσκευασθείη ἐλπιζόμενον δέος. τέως δὲ τῆς πρὸς τῷ Ὀρόντῃ Ἀντιοχείας χηρευούσης ἀρχιερέως, Θεόδωρόν τινα προχειρίζεται μοναχὸν πᾶσι κομῶντα τοῖς ἀγαθοῖς καὶ αὐτῷ προθεσπίσαντα τὴν ἀνάρρησιν, καὶ παρεγγυησάμενον μὴ ἐπισπεῦσαι, ὡς τοῦ θεοῦ μέλλοντος αὐτὸν εἰς τὸ τῆς βασιλείας ὕψος ἀναβιβάσαι, ἢ μὴν γινώσκειν, ὡς, εἰ ὀλιγώρως διατεθεὶς ἐπιταχύνει τὴν τῆς βασιλείας κατάσχεσιν, τῆς ἑαυτοῦ ψυχῆς ἐπίβουλος ἔσεται. ἀξιώσαντα δὲ καὶ τοὺς Μανιχαίους, τὴν ἕω πᾶσαν ἐπινεμομένους καὶ λυμαινομένους τῇ μεταδόσει τῆς μυσαρᾶς αὐτῶν θρησκείας, πρὸς τὴν ἑσπέραν ἀποικίσαι καὶ εἴς τινα ἐσχατιὰν ἐγκατοικίσαι πανέρημον, ὃ καὶ πεποίηκεν ὕστερον, ἀπαναστήσας τούτους καὶ τῇ Φιλιππουπόλει ἐγκατοικίσας. ἐπὶ τριάκοντα δὲ καὶ πέντε μόνας ἡμέρας μετὰ τὴν ἀναγόρευσιν καὶ ὁ Πολύευκτος ἐπιβιοὺς κατέλυσε τὴν ζωήν. καὶ προχειρίζεται ἀντ' αὐτοῦ πατριάρχης Βασίλειος μοναχὸς ὁ Σκαμανδρηνός, ἐπ' ἀρετῆς τελειότητι μαρτυρούμενος. καὶ τὰ μὲν πολιτικὰ ἐφέρετο τῇδε.

[John1.4] Τῇ ἁλώσει δὲ τῆς Ἀντιοχείας καὶ τῶν λοιπῶν πόλεων, ἃς ἄνωθεν ἀπηριθμησάμεθα, περιαλγεῖς γεγονότες οἱ ἁπανταχοῦ γῆς ὄντες Σαρακηνοὶ καὶ τὰ λοιπὰ ἔθνη τὰ τὴν ὁμοίαν αὐτοῖς σέβοντα θρησκείαν, Αἰγύπτιοι, Πέρσαι, Ἄραβες, Ἐλαμῖται, καὶ οἱ τὴν Εὐδαίμονα λεγομένην οἰκοῦντες καὶ τὸ Σαβά, συμφωνήσαντες καὶ ὁμαιχμίαν θέμενοι, δύναμιν πανταχόθεν ἠθροικότες μεγάλην καὶ ἡγεμονεύειν αὐτῆς τάξαντες Καρχηδονίους, Ζώχαρ ἔχοντες ἄρχοντα, πρακτικὸν ἄνδρα καὶ τὰ ἐς πολέμους δεινόν, ὡς ἂν ἀκριβεῖς καὶ ἐπιστήμονας τῶν τε κατὰ γῆν καὶ θάλατταν ἔργων, ἐξῆλθον κατὰ Ῥωμαίων, ὑφ' ἓν τὰς πάσας συναγαγόντες δυνάμεις, ἐς ἑκατὸν μαχίμων ἀνδρῶν χιλιάδας ἀριθμουμένας, καὶ τὴν κατὰ Δάφνην Ἀντιόχειαν καταλαβόντες ἐπολιόρκουν ἐπιμελῶς. γενναίως δὲ τῶν ἔνδον καὶ εὐψύχως τὴν πολιορκίαν ὑφισταμένων ἐπὶ μακρὸν ἐπετείνετο ἡ προσεδρεία. ἀγγελθείσης δὲ τῆς τῶν ἐθνῶν συνόδου τῷ βασιλεῖ γράμματα ταχέως ἐπέμποντο πρὸς τὸν στρατηγὸν Μεσοποταμίας, τὰς ἐκεῖσε κελεύοντα δυνάμεις ἀθροῖσαι καὶ βοηθῆσαι τοῖς πολιορκουμένοις. ἔπεμψε δὲ ἄρχοντα τοῦ ὅλου στρατοῦ μετὰ καὶ δυνάμεων ἄλλων τὸν πατρίκιον Νικόλαον, ἕνα ὄντα τῶν ᾠκειωμένων αὐτῷ εὐνούχων, ὃς ταῖς λοιπαῖς προσμίξας δυνάμεσι καὶ συμπλακεὶς τοῖς βαρβάροις μυριοπλασίοις οὖσιν ἐτρέψατο λαμπρῶς καὶ ἐσκέδασεν ἑνὶ πολέμῳ καὶ τὰς ὑπὸ Ῥωμαίους οὔσας πόλεις ἐν τῷ ἀσφαλεῖ κατεστήσατο.

[John1.5] Τῷ ἔθνει δὲ τῶν Ῥῶς, ὃν εἴπομεν τρόπον τὴν Βουλγαρίαν χειρωσαμένῳ, δορυαλώτους δὲ κατασχόντι καὶ τοὺς δύο υἱοὺς τοῦ Πέτρου Βορίσην καὶ Ῥωμανόν, οὐκέτι ἦν βουλητὸν ἡ ἐπ' οἴκου ὑποστροφή, ἀλλὰ τὴν τοῦ τόπου θαυμάσαντες εὐφυΐαν, μακρὰ χαίρειν εἰπόντες ταῖς πρὸς Νικηφόρον τὸν βασιλέα γενομέναις συνθήκαις, συμφέρον ἐνόμισαν ἑαυτοῖς μεῖναι κατὰ χώραν καὶ τῆς γῆς κυριεύειν. ἐνῆγε δὲ πρὸς τοῦτο πλέον αὐτοὺς καὶ ὁ Καλοκυρός, λέγων, εἰ παρ' αὐτῶν ἀναγορευθῇ βασιλεὺς Ῥωμαίων αὐτός, τῆς τε Βουλγαρίας ἐκστήσεται καὶ σπονδὰς ποιήσει διηνεκεῖς, καὶ τὰς συμφωνηθείσας δοθῆναι δόσεις αὐτοῖς παρέξει πολλαπλασίως, καὶ συμμάχους ἕξει καὶ φίλους αὐτοὺς διὰ βίου. οἷστισι ῥήμασι χαυνωθέντες οἱ Ῥῶς τῆς τε Βουλγαρίας ὡς δορυκτήτου ἀντεποιοῦντο κτήματος, καὶ διαπρεσβευσάμενον τὸν βασιλέα καὶ ὑποσχόμενον ἐπιτελέσειν ἅπαντα τὰ τῷ Νικηφόρῳ ἐπηγγελμένα οὐ προσεδέξαντο, ἀποκρίσεις δόντες βαρβαρικῆς πεπληρωμένας ἀλαζονείας, ὡς ἀναγκασθῆναι τοῦτον διὰ μάχης κρῖναι τὰ πράγματα. γράμμασιν οὖν ἐν ὀλίγῳ τὰς ἑῴας δυνάμεις πρὸς τὴν ἑσπέραν διαβιβάσας ἄρχοντά τε αὐταῖς ἐπιστήσας, ὃν ὠνόμασε στρατηλάτην Βάρδαν μάγιστρον τὸν Σκληρόν, οὗ τὴν ἀδελφὴν Μαρίαν νόμιμον ἠγάγετο γαμετὴν ἰδιωτεύων ὁ βασιλεύς, ἔμελλεν ἔαρος ἐφισταμένου καὶ αὐτὸς ἐξορμῆσαι. οἱ Ῥῶς δὲ καὶ ὁ τούτων ἀρχηγὸς Σφενδοσθλάβος, τὴν τοῦ Ῥωμαϊκοῦ στρατεύματος ὡς ἐπύθοντο περαίωσιν, κοινοπραγήσαντες δεδουλωμένοις ἤδη τοῖς Βουλγάροις, προσειληφότες δὲ καὶ συμμάχους τούς τε Πατζινάκας καὶ τοὺς πρὸς δύσιν ἐν Παννονίᾳ κατῳκημένους Τούρκους, καὶ διὰ πάντων στρατὸν πολεμιστὴν ἠθροικότες ἐς ὀκτακισχιλίους ἐπὶ τριάκοντα μυριάσι κορυφουμένους καὶ τὸν Αἶμον διαβάντες, πᾶσαν ἐπυρπόλουν τὴν Θρᾴκην καὶ ἐληΐζοντο, πηξάμενοι παρεμβολὴν ἀγχοῦ που τῶν τειχῶν Ἀρκαδιουπόλεως, κἀκεῖσε τὴν συμπλοκὴν ἐκδεχόμενοι τοῦ πολέμου. ὁ δὲ μάγιστρος Βάρδας ὁ Σκληρὸς ὡς ἤσθετο κατὰ πολὺ τῷ πλήθει λειπόμενος (περιΐστατο γὰρ αὐτῷ πᾶσα ἡ στρατιὰ εἰς δώδεκα χιλιάδας) στρατηγικαῖς ἔγνω ἀπάταις τοὺς ἐναντίους περιελθεῖν καὶ τέχνῃ καὶ μηχανῇ τὰ τοσαῦτα κατεργάσασθαι πλήθη. ὃ δὴ καὶ γέγονε. συγκλείσας γὰρ ἑαυτὸν σὺν τῇ στρατιᾷ εἴσω τειχῶν, πολλὰ προκαλουμένων τῶν πολεμίων ἐξελθεῖν καὶ περὶ τῶν ὅλων διαγωνίσασθαι οὐχ ὑπήκουσεν, ἀλλ' ἐκαρτέρει ὡς τάχα δειλιάσας, βλέπων τοὺς ἀντιπάλους τὰ παρατυχόντα φέροντάς τε καὶ ἄγοντας. τοῦτο δὲ τὸ βούλευμα μεγάλην καταφρόνησιν ἐνεποίησε τοῖς βαρβάροις. οἰηθέντες γάρ, ὡς ταῖς ἀληθείαις δειλίᾳ συνεχόμενος ὁ Σκληρὸς συγκεκλεικὼς ἔχει τείχους ἔνδον τὰς Ῥωμαϊκὰς φάλαγγας, ἐπεξελθεῖν μὴ τολμῶν, ἀδεῶς τε ἐσκεδάννυντο καὶ ἀμελῶς ἐστρατοπέδευον καὶ τῆς πρεπούσης ἠμέλουν φυλακῆς, πότοις καὶ μέθαις καὶ αὐλοῖς καὶ κυμβάλοις καὶ ὀρχήσεσι βαρβαρικαῖς διανυκτερεύοντες καὶ μηδενὸς τῶν δεόντων ἐπιμελούμενοι. καιροῦ τοίνυν ἐπιτηδείου λαβόμενος ὁ Βάρδας καὶ ὅπως ἐπίθηται τοῖς ἐχθροῖς εὖ μάλα διασκοπήσας, καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν ὁρίσας καὶ λόχους καὶ ἐνέδρας νυκτὸς ἐπί τινων εὐκαιροτάτων χωρίων στησάμενος Ἰωάννην πατρίκιον τὸν Ἀλακασσέα μετά τινος ὀλίγης δυνάμεως ἐκπέμπει, προτρέχειν κελεύσας καὶ διασκοπεῖν τοὺς ἐχθροὺς καὶ θαμὰ πρὸς αὐτὸν μηνύειν καὶ ὅπῃ πάρεισιν ἀναδιδάσκειν, ἐπισκήψας δὲ καὶ συμμῖξαι τούτοις ἐγγίσασι καὶ ἅμα τῇ συμπλοκῇ δοῦναι τὰ νῶτα καὶ δόκησιν φευγόντων παρεσχηκέναι, μὴ ἀκρατῶς μέντοι γε φεύγειν, ὅλῳ ῥυτῆρι ἐνδόντας τοῖς ἵπποις τοὺς χαλινούς, ἀλλ' ἠρέμα καὶ μετὰ τάξεως, ὅπῃ δὲ παρείκοι, καὶ ὑποστρέφοντας συρρήγνυσθαι τοῖς ἐχθροῖς, καὶ οὕτω ποιεῖν, μέχρις ἂν εἰς τοὺς λόχους τούτους καὶ τὰς ἐνέδρας ἐναποκλείσωσι, τότε δὲ ἀκόσμως φεύγειν καὶ προτροπάδην. τριχῇ δὲ τῶν βαρβάρων διαιρεθέντων Βούλγαροι μὲν καὶ Ῥῶς τὴν πρώτην ἀνεπλήρουν μερίδα, Τοῦρκοι δὲ καθ' ἑαυτοὺς ἦσαν μόνοι καὶ Πατζινάκαι ὡσαύτως· ἐρχόμενος οὖν ὁ Ἰωάννης συμπλέκεται τοῖς Πατζινάκαις κατὰ τύχην συνηντηκώς, καὶ ὥσπερ ἦν αὐτῷ παρηγγελμένον, προσποιεῖται φυγήν, σχολαίαν τὴν ἀναχώρησιν ποιούμενος. ἐνέκειντο δ' οἱ Πατζινάκαι τὰς ἑαυτῶν λύσαντες τάξεις, ὡς τάχα τοὺς φεύγοντας ἀφανίσοιεν ἄρδην. ἐκεῖνοι δὲ νῦν μὲν φεύγοντες μετὰ τάξεως, νῦν δ' ὑποστρέφοντες καὶ ἀμυνόμενοι ἔθεον πρὸς τοὺς λόχους. ἐπεὶ δὲ καὶ ἐς μέσους ἐγένοντο τούτους, τότε δὴ ἀνέντες τοὺς χαλινοὺς ἀκρατῶς ἔφευγον, καὶ οἱ Πατζινάκαι διεκχυθέντες ἀτάκτως ἐδίωκον. ἐπιφανέντος δ' ἐξαίφνης τοῦ μαγίστρου μετὰ παντὸς τοῦ στρατοῦ, τῷ ἀπροσδοκήτῳ καταπλαγέντες τὴν μὲν δίωξιν ἐπέσχον, οὐ μήν γε καὶ ἐς φυγὴν ἀπεῖδον, ἀλλ' ἔμενον, ἤν τις ἐπίοι δεξόμενοι. μετὰ σφοδρᾶς δὲ ῥύμης τῶν περὶ τὸν μάγιστρον συμπεσόντων αὐτοῖς, καὶ τῆς λοιπῆς φάλαγγος ὄπισθεν ἐρχομένης μετ' εὐκοσμίας καὶ τάξεως,

[John1.5.68] πίπτουσιν εὐθὺς οἱ ἀλκιμώτεροι τῶν Σκυθῶν. καὶ κατὰ βάθος τῆς φάλαγγος σχισθείσης ἐς μέσους ἐμπίπτουσιν οἱ Πατζινάκαι τοὺς λόχους, τῶν κεράτων συνελθόντων ἀλλήλοις καὶ κύκλωσιν ἀποτελεσάντων. ἐπ' ὀλίγον οὖν ἀντισχόντες ἐνέκλιναν καὶ πάντες σχεδὸν κατεκόπησαν.

[John1.6] Οὕτω δὲ τούτους τρεψάμενος ὁ Βάρδας καὶ διὰ τῶν αἰχμαλώτων μαθών, ὡς καὶ οἱ λοιποὶ ἀκμῆτες ὄντες προσμένουσι συντεταγμένοι τὸν πόλεμον, τρέπεται τὴν ταχίστην πρὸς ἐκείνους. ἄρτι δ' ἐκεῖνοι τὸ τῶν Πατζινάκων ἐγνωκότες ἀτύχημα κατεκλάσθησαν τὰς ψυχὰς τῷ ἀδοκήτῳ τῆς συμφορᾶς. ὅμως παρακαλέσαντες ἑαυτοὺς καὶ τοὺς ἐκ τῆς φυγῆς σκεδασθέντας ἀνακαλεσάμενοι προσβάλλουσι τοῖς Ῥωμαίοις, οἱ μὲν ἱππεῖς προδραμόντες, οἱ δὲ πεζοὶ κατόπιν ἐρχόμενοι. ὡς δὲ καὶ κατὰ τὴν πρώτην προσβολὴν ἀνεκόπησαν οἱ ἱππεῖς τὰς ὁρμὰς ὑπὸ Ῥαμαίων ἀνυποστάτων φανέντων, ἐκκλίναντες εἰς τοὺς πεζοὺς συνηλάθησαν. ἐκεῖσε δὲ πάλιν γενόμενοι ἀνελάμβανον ἑαυτοὺς καὶ τοὺς Ῥωμαίους ἐπερχομένους προσέμενον. καὶ ἦν μὲν ἄχρι τινὸς ἡ μάχη ἀγχώμαλος, ἕως οὗ Σκύθης τις μεγέθει σώματος καὶ ἀνδρείᾳ ψυχῆς ἐπαιρόμενος τῶν ἄλλων ὑπερπηδήσας ἐπ' αὐτὸν τὸν μάγιστον φέρεται παριππεύοντα καὶ τὰς τάξεις παραθαρρύνοντα, καὶ ξίφει παίει κατὰ τοῦ κράνους. τοῦ δὲ ξίφους περιολισθήσαντος ἄπρακτος ἐγένετο ἡ βολή. τοῦτον δὲ ὁ μάγιστρος ξίφει παίει κατὰ τοῦ κράνους. βάρει δὲ τῆς χειρὸς καὶ βαφῇ τοῦ σιδήρου οὕτω γέγονεν ἐνεργὸς ἡ πλῆξις, ὡς δίχα ὅλον διατμηθῆναι τὸν Σκύθην. καὶ Κωνσταντῖνος δὲ πατρίκιος ὁ τοῦ μαγίστρου ἀδελφὸς τῷ ἀδελφῷ βοηθῶν ἕτερον Σκύθην συναιρόμενον τῷ ῥηθέντι καὶ ἰταμώτερον φερόμενον παῖσαι κατὰ τῆς κεφαλῆς ἐσπούδασεν. ἐκείνου δ' ἐπὶ θάτερα κλίναντος ἑαυτὸν διαμαρτήσας ὁ Κωνσταντῖνος καταφέρει τὸ ξίφος εἰς τὸν αὐχένα τοῦ ἵππου καὶ ἀποτέμνει τοῦ τραχήλου τὴν κεφαλήν. πεσόντος δὲ τοῦ Σκύθου, ἀποβὰς τοῦ ἵππου καὶ τῇ χειρὶ τῆς γενειάδος δραξάμενος ἀποσφάττει τοῦτον. τοῦτο τὸ ἔργον Ῥωμαίους μὲν ἐπέρρωσε καὶ θαρραλεωτέρους ἐποίησε, δειλίας δὲ καὶ φόβου τοὺς Σκύθας ἐνέπλησε. καὶ ταχὺ ἐπιλελησμένοι ἀλκῆς τὰ νῶτα δεδώκασι καὶ ἀσέμνως καὶ μετὰ πολλῆς ἔφευγον ἀκοσμίας. εἵποντο δὲ οἱ Ῥωμαῖοι, καὶ ἅπαν τὸ πεδίον νεκρῶν ἐμπεπλήκασιν. ἥλωσαν δὲ καὶ ζωγρίαι τῶν πεσόντων πλείους. ἐγένοντο δὲ καὶ πλὴν ὀλίγων πάντες οἱ περιλειφθέντες τραυματίαι. καὶ οὐδεὶς ἂν διέδρα τὸν κίνδυνον, εἰ μὴ νὺξ ἐπιγενομένη ἐπέσχε τῆς διώξεως τοὺς Ῥωμαίους. καὶ τῶν μὲν βαρβάρων ἐκ τοσούτων μυριάδων ὀλίγοι παντελῶς διεγένοντο, Ῥωμαῖοι δὲ ἔπεσον ἐν τῇ μάχῃ εἴκοσι καὶ πέντε, τραυματίαι δ' ἐγένοντο ὁμοῦ τι σύμπαντες.

[John1.7] Οὔπω τέλος εἶχε τῷ Σκληρῷ τὰ τοῦ Σκυθικοῦ πολέμου, οὐδὲ προσεγένετο τοῖς Ῥωμαίοις τὸν ἐκ τῆς μάχης ἀποπλύνασθαι λύθρον, καὶ γράμματα ἐφοίτων βασιλικὰ μετάκλητον ποιοῦντα ἐς βασιλέα τὸν μάγιστρον. ὃν ἀφικόμενον ἐς τὴν Ἀσίαν περαιωθῆναι κελεύει τὰ πρὸς τὸν προκείμενον ἀρκοῦντα ἀγῶνα εἰληφότα στρατεύματα. ἔτυχε γὰρ Βάρδας ὁ Φωκᾶς ἀποδρὰς ἐξ Ἀμασείας, ἣν οἰκεῖν κατεκέκριτο, μετὰ συγγενῶν καὶ φίλων καὶ συνήθων, μεθ' ὧν ἀφανῶς συνωμόσατο τὴν ἐν Καππαδοκίᾳ καταλαβεῖν Καισάρειαν, κἀκεῖσε ἑταιρικὸν οὐκ ὀλίγον ἀθροίσας, ὧν ἦσαν ἔξαρχοι οἱ τοῦ πατρικίου Θεοδούλου παῖδες τοῦ Παρσακουτηνοῦ Θεόδωρος καὶ Νικηφόρος καί τις πατρίκιος ἄλλος Συμεὼν ὁ Ἀμπελᾶς, διάδημα περιθεὶς ἑαυτῷ καὶ τὰ λοιπὰ τῆς βασιλείας ἀνειληφὼς γνωρίσματα ἀποστασίαν κατὰ τοῦ βασιλέως κινῆσαι, τοῦ πατρὸς αὐτοῦ Λέοντος τοῦ κουροπαλάτου τοὺς μὲν ἀναπείσαντος δώροις εἰς τοῦτο, τοὺς δὲ ὑποσχέσεσιν ἀξιωμάτων καὶ κτήσεων, ὑπηρέτῃ πρὸς τοῦτο χρησαμένου τῷ τῆς Ἀβύδου ἐπισκόπῳ. ἐβούλετο δὲ καὶ αὐτὸς ἐκ τῆς Λέσβου διαπερᾶν λάθρᾳ σὺν τῷ υἱῷ Νικηφόρῳ εἰς τὰ ἐπὶ Θρᾴκην χωρία. γνωσθέντος δὲ τούτου τῷ βασιλεῖ, ἐπεὶ καὶ ὁ ἐπίσκοπος συνειλημμένος καὶ τοὺς ἐλέγχους οὐχ οἷός τε ὢν διαδιδράσκειν πάντα ἐξοῖσεν εἰς τοὐμφανές, παρεδόθη τοῖς δικασταῖς ὁ κουροπαλάτης, καὶ ὑπὸ πάντων τούτων προστιμᾶται τεθνάναι σὺν τῷ υἱῷ. ἐπιεικέστερον δὲ χρησαμένου τοῦ βασιλέως, ἀειφυγίᾳ καὶ τῶν ὀμμάτων πηρώσει καὶ ἄμφω καταδικάζονται, λεληθότως, ὡς λέγεται, τοῦ βασιλέως παραγγείλαντος τοῖς δημίοις μηδαμῶς τὰς ὄψεις τούτων λωβήσασθαι, ἀλλὰ δόκησιν μὲν παρασχεῖν ἐκτυφλώσεως, ἔργῳ δ' ἐᾶσαι τούτους τὸ οἰκεῖον ἀποφέρεσθαι φῶς, ἀποκρύψαι δὲ καί, ὅτι προστεταγμένον ἦν τοῦτο παρὰ τοῦ βασιλέως, ἑαυτοῖς δὲ τὸ ἔργον ἀναθέσθαι, ὡς τάχα φιλανθρωπευσαμένοις καὶ χαρισαμένοις τὸ βλέπειν αὐτοῖς. καὶ τὰ μὲν περὶ τοῦ κουροπαλάτου ἐς τοῦτο ἐτελεύτα. διαβὰς δὲ ὁ Σκληρὸς τὴν Ἀσίαν κἀν τῷ Δορυλαίῳ γενόμενος πρῶτον μὲν ἀπεπειρᾶτο τοῦ Φωκᾶ καὶ τῶν τούτῳ συναιρομένων, εἴ πως δυνηθείη αὐτοὺς ἀγαθῶν ὑποσχέσεσιν ἀποστῆναι πεῖσαι τῶν βεβουλευμένων (καὶ γὰρ δὴ καὶ παραγγελίαν εἶχεν ἐκ βασιλέως, ὡς ἀνυστὸν ἀγωνίσασθαι ἐμφυλίου αἵματος καθαρὰς διατηρῆσαι τὰς χεῖρας)· ὡς δ' ἀνηνύτοις ἔγνω ἐπιχειρῶν (ἐθρασύνοντο γὰρ μᾶλλον, ἢ ἐχαυνοῦντο ταῖς πρεσβείαις οἱ ἀποστάται), ἔργου ἤδη ἅπτεσθαι ἔκρινε, καὶ τὸν στρατὸν ἀγείρας ἀπῄει πρὸς τὴν Καισάρειαν. ὅπερ οἱ σὺν τῷ Φωκᾷ ἐγνωκότες, καὶ τὸ ἐπ' ἀδήλοις ἐλπίσιν ὀχεῖσθαι ἐάσαντες καὶ τὰ ἐν χερσὶ προτιμήσαντες, τὰς ἐκ τοῦ βασιλέως διδομένας αὐτοῖς δωρεὰς δεξάμενοι νυκτὸς ἐπιγενομένης αὐτομολοῦσι πρὸς τὸν Σκληρόν, πρῶτος μὲν ὁ Διογένης Ἀδράλεστος, εἶτα καὶ ὁ Ἀμπελᾶς καὶ οἱ τοῦ Θεοδούλου παῖδες, οἱ καὶ τὸ πᾶν τῆς ἀποστασίας προκαταρτύσαντες καὶ ἐφεξῆς τὸ λοιπὸν ἅπαν πλῆθος, ὡς μόνον ἀθρόον μετὰ τῶν ἑαυτοῦ θεραπόντων περιλειφθῆναι τὸν Φωκᾶν. πάσης δὲ βοηθείας ἔρημος οὗτος ἀπολειφθεὶς καὶ ἀνίᾳ βαπτισθεὶς καὶ λύπῃ κατὰ τῶν παρακινησάντων, εἶτα προδεδωκότων, κατηνέχθη πρὸς ὕπνον ἤδη νυκτὸς ἐπιστάσης. ἔδοξεν οὖν ὑπνώττων ἀγανακτεῖν καὶ ἀλύειν καὶ περὶ τῶν ἀδικησάντων διαλέγεσθαι τῷ θεῷ· ‘δίκασον κύριε’, λέγων, ‘τοὺς ἀδικοῦντάς με’. ἐν ᾧ δὲ ἔμελλε καὶ τὰ ἑπόμενα εἰπεῖν τοῦ ψαλμοῦ, ἤκουσε φωνῆς λεγούσης μὴ περαιτέρω προβῆναι. ἔφθασε γὰρ ὁ Σκληρὸς προειληφέναι τὸ ἐπίλοιπον τῆς ᾠδῆς. διαναστὰς οὖν σύντρομος, ὡς ἔγνω πάσης ἐλπίδος ὠλισθηκὼς ὡς εἶχεν ἐξιππασάμενος μετὰ τῶν περὶ αὐτὸν πρὸς τὸ φρούριον ἔφευγε τὸν Τυροποιόν. γνωσθέντος δὲ τοῦ δρασμοῦ τῷ μαγίστρῳ Βάρδᾳ τῷ Σκληρῷ, ἱππεῖς ἀπεστέλλοντο εὔζωνοι καταταχῆσαι καὶ καταλαβεῖν αὐτὸν πρὸ τοῦ εἰς τὸ φρούριον εἰσελθεῖν. οἵτινες συντόνῳ χρησάμενοι τῇ διώξει καταλαμβάνουσιν αὐτὸν κατὰ τὸ πεδίον καὶ μέλλοντα ὅσον οὐδέπω ταῖς τοῦ φρουρίου προσεγγίζειν ὑπωρείαις. εἶς δὲ τούτων τόλμῃ προφέρων τῶν ἄλλων καὶ γενναιότητι, τοὔνομα Κωνσταντῖνος, Χάρων τὴν προσηγορίαν, τοὺς ἄλλους κατόπιν λιπὼν μετὰ συντονίας ἐπήρχετο τῷ Φωκᾷ, ὄπισθεν οὐραγοῦντι τῶν ἑαυτοῦ, καὶ ἤν τις ἐπίῃ δέξασθαι προθύμως παρεσκευασμένῳ. τοῦτον πόρρωθεν ἰδὼν καὶ γνωρίσας ὁ Χάρων ὕβρεσιν ἀσέμνοις καὶ ἀπρεπέσιν ἔβαλλεν, ἀγεννῆ καὶ ἄνανδρον ἀποκαλῶν, καὶ προσμένειν κελεύων μικρόν, ὥστε τὰ γέρα τῆς ἀποστασίας λαβεῖν. ὁ δὲ τῶν ὕβρεων ἐπακούων, καὶ ὅστις ὁ λέγων μὴ ἀγνοήσας, ἐπισχὼν τὸν χαλινὸν καὶ πρὸς ἐκεῖνον ἐπιστραφείς· ‘ἔδει σε, ὦ ἄνθρωπε,’ ἔφη, ‘τὸ ἀστάθμητον λογισάμενον τῆς τῶν ἀνθρώπων τύχης μὴ προσονειδίζειν, μηδ' ἐπεμβαίνειν ἀνθρώπῳ ταῖς

[John1.7.66] ἐξ αὐτῆς ἐπηρείαις ἠναγκασμένῳ, ἀλλ' οἰκτείρειν μᾶλλον καὶ ἐλεεῖν τὸν δυστυχοῦντα ἐμέ, πατέρα μὲν ἐσχηκότα κουροπαλάτην, πάππον καίσαρα, θεῖον βασιλέα, δοῦκα δὲ καὶ αὐτὸν γεγονότα καὶ τοῖς ἀνωτάτω συναριθμηθέντα, νυνὶ δὲ ἐσχάτοις κακοῖς ὑποβεβλημένον καὶ ἀκληρήμασι.’ τοῦ δέ· ‘καλὰ ταῦτα, ὦ κακὴ κεφαλή, λέγεσθαι πρὸς παῖδας τοὺς δυναμένους ἀπατηθῆναι, ἐμὲ δὲ οὐ φενακίσεις τοῖς τοιούτοις σου λογυδρίοις’, καὶ τὸν ἵππον μυωπίζοντος καὶ θρασύτερον προσιόντος, σπασάμενος ὁ Φωκᾶς τὴν ἐν τῇ ἐφεστρίδι παρῃωρημένην κορύνην καὶ ὑπαντιάσας παίει τοῦτον κατὰ τοῦ κράνους. καὶ αὐτὸν μὲν ἀποδείκνυσι νεκρὸν παραυτίκα, ἐμποδίσαι μὴ δυνηθείσης τῆς κόρυθος τῇ βίᾳ τῆς πληγῆς, ἐκεῖνος δὲ ἀποστρέψας τὸν χαλινὸν εἴχετο τῆς ὁδοῦ. οἱ δὲ διώκοντες κατόπιν ἐρχόμενοι καὶ ἔνθα ὁ Χάρων τεθνηκὼς ἔκειτο γενόμενοι, καὶ τῷ ἀνυποστάτῳ τοῦ πτώματος ἐκπληττόμενοι πάντες ἵστων τὴν δίωξιν, μηδενὸς τολμῶντος προσωτέρω ἰέναι. καὶ οὕτως ἀδείας λαβόμενος ὁ Φωκᾶς ἄνεισιν εἰς τὸ φρούριον. παρεγένετο μετὰ ταῦτα καὶ ὁ Σκληρός, συνεχῶς πρὸς ἐκεῖνον πέμπων, καὶ κήδεσθαι μεθ' ὅρκων γράφων ὡς κηδεστοῦ (νύμφην γὰρ ἐπὶ τἀδελφῷ Κωνσταντίνῳ τὴν ἐκείνου εἶχεν ἀδελφὴν Σοφίαν) καὶ συμβουλεύων προσχωρῆσαι τῷ βασιλεῖ καὶ τὴν ἑαυτοῦ διὰ τῆς αὐτομολίας συμπάθειαν ἐπισπάσασθαι. ὅρκους λαβών, ὡς οὐδέν τι πείσεται φλαῦρον, παραδίδωσιν ἑαυτὸν τῷ Σκληρῷ σὺν τοῖς συνοῦσιν αὐτῷ. ὃν μηδὲν ἄλλο παθόντα κακόν, μόνον δὲ γενόμενον κληρικὸν ἐν τῇ νήσῳ Χίῳ ὑπερορίζει ὁ βασιλεύς. τὸν δὲ Σκληρὸν εὐζώνως μετὰ τῶν κούφων ταγμάτων διαβῆναι πάλιν κελεύει πρὸς τὴν ἑσπέραν.

[John1.8] Ἄγεται δὲ ἑαυτῷ γυναῖκα ὁ Ἰωάννης Θεοδώραν τὴν ἀδελφὴν Ῥωμανοῦ, θυγατέρα δὲ τοῦ Πορφυρογεννήτου Κωνσταντίνου. καὶ ταύτῃ τῇ πράξει μεγάλως εὔφρανε τοὺς πολίτας, ὡς τὸ τῆς βασιλείας κράτος περιφυλάττων τῷ γένει.

[John1.9] Δευτέρῳ δὲ ἔτει τῆς βασιλείας αὐτοῦ μέλλων ἐκστρατεύειν κατὰ τῶν Ῥῶς τά τε στρατεύματα φιλοτιμίαις ἀνελάμβανε, καὶ στρατηγοὺς ἐφίστα ἐπὶ συνέσει καὶ ἐμπειρίᾳ στρατηγημάτων βεβοημένους, καὶ τῶν ἄλλων ἐπεμελεῖτο παρασκευῶν, ἵνα μηδενὸς σπανίζοι τὸ στράτευμα. ἐπεμελήθη δὲ καὶ τοῦ στόλου διὰ Λέοντος τοῦ μετὰ ταῦτα πρωτοβεστιαρίου, δρουγγαρίου τότε τῶν πλωΐμων τυγχάνοντος, τὰ μὲν παλαιὰ ἐπισκευάσας, κατασκευάσας δὲ καὶ ἄλλα καινὰ καὶ στόλον ἀξιόλογον καταστησάμενος. ἐπεὶ δὲ πάντα καλῶς εἶχεν αὐτῷ ἔαρος ἐπιστάντος, τῷ θεῷ τὰ ἐξιτήρια θύσας καὶ συνταξάμενος τοῖς πολίταις ἔξεισι τῆς βασιλίδος. γενομένῳ δ' αὐτῷ κατὰ τὴν Ῥαιδεστὸν δύο συναντῶσι πρεσβευταὶ τῶν Σκυθῶν, τῷ δοκεῖν μὲν πρεσβείαν ἀποπληροῦντες, ἔργῳ δὲ τὰ Ῥωμαίων ἐλθόντες κατασκοπῆσαι πράγματα. οὓς ὀνειδίζοντας καὶ ἄδικα πάσχειν ἐπιβοωμένους προσέταξεν ὁ βασιλεὺς περιελθεῖν ἅπαν τὸ στρατόπεδον καὶ θεωροὺς γενέσθαι τῶν τάξεων (οὐδὲ γὰρ ἠγνόησε τῆς ἀφίξεως τὴν αἰτίαν), περιελθόντας δὲ καὶ πάντα κατασκοπήσαντας ἀπαλλάττεσθαι παρεκελεύετο καὶ τῷ σφῶν ἡγουμένῳ λέγειν, ὡς μετὰ τοιαύτης εὐκοσμίας καὶ πειθηνίου λαοῦ ὁ Ῥωμαίων βασιλεὺς ἔρχεται ὠχυρωμένος πολεμήσων αὐτῷ. καὶ τοὺς μὲν πρεσβευτὰς ὑποχωρῆσαι πεποίηκεν οὕτως, αὐτὸς δὲ κατόπιν εὐζώνους λαβών, πεζοὺς μὲν ἀμφὶ τὰς πέντε χιλιάδας, ἱππεῖς δὲ ἐς τετρακισχιλίους, τὸ δὲ λοιπὸν ἅπαν πλῆθος σχολαίως ἕπεσθαι κελεύσας μετὰ Βασιλείου τοῦ παρακοιμωμένου, τὸν Αἷμον διαβὰς ἀπρόοπτος ἐς τὴν πολεμίαν ἐσβάλλει καὶ ἐγγὺς τῆς πόλεως τῆς μεγάλης Περσθλάβας, ἥτις εἶχε τὰ τῶν Βουλγάρων βασίλεια, τὴν στρατοπεδείαν ἐπήξατο. τοῦτο αἰφνιδίως γενόμενον τοὺς μὲν Σκύθας εἰς ἔκστασιν καὶ ἀμηχανίαν ἐνέβαλε, Καλοκύρης δὲ ὁ τῶν παρόντων κακῶν πρωτουργός τε καὶ αἴτιος μηδὲ τὴν τῆς σάλπιγγος ἠχὴν ἐνωτίσασθαι καρτερήσας (ἔτυχε γὰρ καὶ οὗτος ἐκεῖσε ἐνδιατρίβων), ἐπείπερ ᾔσθετο τὸν βασιλέα παραγενέσθαι αὐτὸν αὐτουργὸν ἐσόμενον τοῦ πολέμου, λάθρᾳ τοῦ ἄστεος ὑπεκδὺς πρὸς τὴν παρεμβολὴν ἀποδιδράσκει τῶν Ῥῶς. ὃν ἰδόντες οὗτοι καὶ τὴν τοῦ βασιλέως πυθόμενοι ἄφιξιν ἐς ταραχὴν οὐ μετρίαν ἐνέπιπτον. ἀναλαβόντες δ' ὅμως ἑαυτούς, τοῦ Σφενδοσθλάβου πολλὰ παραινετικὰ ῥήματα καὶ τῷ καιρῷ δημηγορήσαντος πρόσφορα, ἀφικνοῦνται καὶ παραστρατοπεδεύουσι τοῖς Ῥωμαίοις. τέως δὲ τὸ συνὸν τῷ βασιλεῖ στράτευμα εἰς τὸ πρὸ τῆς πόλεως πεδίον παραγενόμενοι αἰφνιδίως μηδὲν προσδοκοῦσι τοῖς πολεμίοις ἐμπίπτουσι, καταλαμβάνουσι δὲ ἔξω τειχῶν τὴν ἐνόπλιον παιδείαν γυμναζομένους ἄνδρας εἰς ὀκτακισχιλίους καὶ πεντακοσίους ἀριθμουμένους, οἵτινες ἐπὶ χρόνον τινὰ ἀντισχόντες, εἶτα καταπονηθέντες ἔφευγον. καὶ οἱ μὲν ἀκλεῶς ἀνῃρέθησαν, οἱ δὲ εἰς τὴν πόλιν διασῴζονται. ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, οἱ ἔνδον ὄντες τῆς πόλεως Σκύθαι, τὴν ἀπρόοπτον ἐπέλευσιν αἰσθόμενοι τῶν Ῥωμαίων καὶ τὴν πρὸς τοὺς σφετέρους συμπλοκήν, ἕκαστος, ὡς ὁ καιρὸς ἐδίδου, τὸ προστυχὸν λαμβάνοντες ὅπλον ἐξῄεσαν εἰς βοήθειαν. οὓς συναντῶντες οἱ Ῥωμαῖοι ἀσύντακτον καὶ διεσπασμένην τὴν πορείαν ποιοῦντας ἔκτεινον. διὸ μηδ' ἀντισχεῖν κἂν ἐπὶ μικρὸν χρόνον δυνηθέντες κλίνουσιν εἰς φυγήν. προδραμόντων δὲ τῶν ἱππέων τῆς Ῥωμαίων φάλαγγος καὶ τὴν ἐς τὴν πόλιν φέρουσαν ἐπιτειχισάντων, ἀνὰ τὸ πεδίον ἐσκεδασμένοι φεύγοντες καὶ καταλαμβανόμενοι ἀνῃροῦντο, ὡς ἅπαντα τὰ ὁμαλὰ πληρωθῆναι νεκρῶν, ζωγρίας δὲ ἁλῶναι ἀριθμοῦ κρείττους. Σφάγγελος δὲ ὁ πάσης τῆς ἐν Περσθλάβᾳ στρατιᾶς ἐξηγούμενος (ἐτάττετο δὲ δεύτερος μετὰ τὸν Σφενδοσθλάβον ἐν Σκύθαις) καὶ περὶ αὐτῆς, ὡς εἰκός, δείσας τῆς πόλεως, τὰς πύλας ἀποκλείσας καὶ μοχλοῖς ἐξασφαλισάμενος ἄνεισιν εἰς τὸ τεῖχος καὶ παντοίοις βέλεσι καὶ λίθοις τοὺς ἐπιόντας Ῥωμαίους ἠμύνετο. νὺξ μὲν οὖν ἐπιγενομένη διέλυσε τὴν πολιορκίαν, ἕωθεν δὲ ὁ πρόεδρος Βασίλειος ἀνεφάνη μετὰ τοῦ κατόπιν παντὸς πλήθους. καὶ ὁ βασιλεὺς τῇ τούτου ἐλεύσει περιχαρὴς γενόμενος ἄνεισιν ἐπί τινος γεωλόφου, ὡς εἴη τοῖς Σκύθαις καταφανής, τὰ δὲ πλήθη ἐς ταὐτὸ συνελθόντα ἐκύκλουν τὴν πόλιν. ὡς δὲ πολλὰ τοῦ βασιλέως παρακαλοῦντος ἐνδοῦναι τῆς ἐνστάσεως καὶ μὴ ἄρδην ἀπολωλέναι οὐκ ἐπείθοντο κατιέναι τοῦ τείχους, θυμοῦ δικαίου πλησθέντες οἱ Ῥωμαῖοι εἴχοντο τῆς πολιορκίας, τόξοις τε τοὺς ἄνωθεν εἴργοντες καὶ κλίμακας τοῖς τείχεσι προσερείδοντες. καί τις στρατιώτης γεννάδας, ξίφος τῇ δεξιᾷ κατέχων καὶ τῇ λαιᾷ ἄνωθεν τῆς κεφαλῆς τὴν ἀσπίδα προβεβλημένος, πρῶτος διὰ μιᾶς τῶν κλιμάκων ἀναρριχώμενος, καὶ τῇ μὲν ἀσπίδι τὰς βολὰς ἀποκρουόμενος, τῷ δὲ ξίφει τοὺς ἐπιόντας καὶ κωλύοντας ἀμυνόμενος, ἄνεισι διὰ τῶν ἐπάλξεων, καὶ τοὺς ἐκεῖσε πάντας διασκεδάσας ἄδειαν ἀνόδου τοῖς κατόπιν παρέσχετο. ὃν μιμησάμενος ἄλλος καὶ αὖ ἄλλος καὶ πολλοὶ ἕτεροι. καὶ συνασπισμοῦ γενομένου οἱ Σκύθαι κατισχυόμενοι ἑαυτοὺς ἀπὸ τῶν τειχῶν κατεκρήμνιζον. πολλοὶ δὲ καὶ ἄλλοι Ῥωμαῖοι κατὰ ζῆλον τῶν προτέρων καὶ ἐν διαφόροις τόποις διὰ κλιμάκων ἀνέβαινον εἰς τὸ τεῖχος. καὶ τῶν Σκυθῶν θορυβουμένων ἔλαθόν τινες ἀμογητὶ πρὸς τὰς πύλας ἐλθεῖν, καὶ ταύτας ἀναπετάσαντες εἰσῆγον τὸ στράτευμα. καὶ τοῦτον τὸν τρόπον τῆς πόλεως ἁλούσης, οἱ μὲν Σκύθαι ἀνὰ τοὺς στενωποὺς φεύγοντες καὶ καταλαμβανόμενοι ἀνῃροῦντο, γυναῖκες δὲ καὶ παιδία ᾐχμαλωτίζοντο. ἑάλω δὲ καὶ Βορίσης ὁ βασιλεὺς τῶν Βουλγάρων ἅμα γυναικὶ καὶ τέ-

[John1.9.77] κνοις, ἔτι τὰ παράσημα φέρων τῆς βασιλείας καὶ εἰς βασιλέα ἀπήχθη. τούτῳ δὲ ὁ βασιλεὺς φιλανθρώπως ἐχρήσατο, αὐτόν τε βασιλέα Βουλγάρων ἀποκαλῶν, καὶ πάντας τοὺς ἁλισκομένους Βουλγάρους ἀνέτους ἀφιεὶς καὶ ἐλευθέρους, ὅπῃ καὶ βούλοιντο, ἀπιέναι, οὐκ ἐπὶ δουλείᾳ φάσκων Βουλγάρων, ἀλλ' ἐπ' ἐλευθερίᾳ μᾶλλον ἀφίξεσθαι, Ῥῶς δὲ μόνους γινώσκειν ἐχθροὺς καὶ τούτοις χρῆσθαι ὡς πολεμίοις.

[John1.10] Οἱ δὲ τῶν Σκυθῶν γενναιότεροι ὀχύρωμά τι κατειληφότες ἐντὸς τῶν τῆς πόλεως βασιλείων, ὀκτακισχίλιοι τὸν ἀριθμόν, ἐπί τινα χρόνον ἐλάνθανον καὶ πολλοὺς τῶν καθ' ἱστορίαν ἐκεῖσε γενομένων, ἢ σκύλων ἁρπαγὴν ἀσυμφανῶς κρατοῦντες ἀπέκτεινον. οὗ γνωσθέντος τῷ βασιλεῖ στρατὸς ἐπ' αὐτοὺς ἐστέλλετο ἀξιόμαχος. ὀκνηρῶς δὲ εἶχον οἱ πεμπόμενοι καὶ τῆς πολιορκίας ἐδειλίων ἀποπειρᾶσθαι, οὐκ ἐπειδὴ τοὺς Ῥῶς ἐφοβοῦντο, ἀλλ' ἐπειδὴ ὁ τόπος ὀχυρὸς ἦν καὶ ἀνάλωτος. καὶ τοῦτο δὲ ὁ βασιλεὺς εὐχερῶς διελύσατο, τὰ ὅπλα λαβὼν καὶ πεζὸς ἔμπροσθεν τῶν ἄλλων προπορευόμενος· τοῦτο γὰρ ἰδόντες οἱ στρατιῶται ἀθρόοι τὰ ὅπλα λαβόντες ἔθεον, ἕκαστος τὸν βασιλέα προλαβεῖν ἐπειγόμενοι, καὶ μετὰ βοῆς καὶ ἀλαλαγμοῦ τῷ φρουρίῳ προσβάλλουσιν. ἐκθύμως δὲ τῶν Ῥῶς ὑπομενόντων τὴν πολιορκίαν, πῦρ εἰς πολλὰ μέρη ὑφάψαντες, οὕτω τοὺς ἀνθισταμένους κατηγωνίσαντο. μὴ στέγοντες γὰρ τὴν τοῦ πυρὸς δύναμιν καὶ τὴν Ῥωμαϊκὴν χεῖρα, ἕκαστος ἑαυτὸν κρημνίζοντες ἀπεδίδρασκον. καὶ πολλοὶ μὲν ἀνήλωντο τῷ πυρί, πολλοὶ δὲ κρημνιζόμενοι ἀπώλοντο, τοὺς δὲ λοιποὺς μάχαιρα καὶ αἰχμαλωσία διεδέξαντο. καὶ ἡ μὲν πόλις τοῦτον ἑάλω τὸν τρόπον, ἐν δυσὶν ὅλαις ἡμέραις μὴ ἀντισχοῦσα. ταύτην δὲ ἁλοῦσαν ἀνακτησάμενος ὁ βασιλεὺς καὶ φρουρὰν ἀξιόλογον ἐπιστήσας, καὶ τὰ πρὸς τὸ ζῆν ἐπιτήδεια δαψιλῶς παρασκευασάμενος, καὶ τὴν τῆς ἁγίας ἀναστάσεως τελέσας ἡμέραν, καὶ ἐξ ἑαυτοῦ Ἰωαννούπολιν μετονομάσας τὴν πόλιν, τῇ ἐπαύριον τῆς ἐπὶ τὸ Δορόστολον, ὃ καὶ Δρίστρα καλεῖται, εἴχετο πορείας.

[John1.11] Ὁ δὲ Σφενδοσθλάβος τὴν τῆς Περσθλάβας πυθόμενος ἅλωσιν ἐς ταραχὴν ἐνέπεσεν, ὡς εἰκός, οὐ μήν γε καὶ τοῦ φρονήματος καθυφῆκεν, ἀλλὰ παραθαρρύνας τοὺς περὶ αὐτὸν καὶ νῦν μᾶλλον ἀγαθοὺς ἄνδρας ἀναφανῆναι παρακαλέσας, τἆλλά τε, ὡς ἐνῆν, καταστησάμενος, καὶ πάντας, οὓς εἶχεν ἐν ὑποψίᾳ τῶν Βουλγάρων, ἀμφὶ τοὺς τριακοσίους ὄντας τὸν ἀριθμόν, ἀνελών, ἔξεισι κατὰ Ῥωμαίων. ὁ δὲ βασιλεὺς τὰς ἐν τῇ παρόδῳ πόλεις ἑλὼν καὶ στρατηγοὺς αὐταῖς ἐπιστήσας πολλά τε φρούρια καὶ πολίσματα ἐκπορθήσας καὶ τοῖς στρατιώταις εἰς ἁρπαγὴν δεδωκώς, εἴχετο τῆς ὁδοῦ. τῶν δὲ σκοπῶν ἥκειν φρασάντων Σκύθας τινάς, λαὸν ἐπίλεκτον ἐκπέμπει. Θεόδωρόν τε τὸν ἐκ Μισθείας αὐτῶν τῷ πλήθει ἀρχηγὸν ἐπιστήσας προηγεῖσθαι ἐπέσκηψε τοῦ στρατοῦ κατασκοπεῖν τε τὸ πλῆθος τῶν ἐναντίων καὶ αὐτῷ διδόναι γνῶσιν, εἰ προχωροίη δέ, καὶ διάπειραν τῆς αὐτῶν ἰσχύος ἀκροβολισάμενον εἰληφέναι. αὐτὸς δὲ κατόπιν εἵπετο ξυντεταγμένος μετὰ πάσης τῆς στρατιᾶς. οἱ σὺν τῷ Θεοδώρῳ γοῦν ἐπείπερ εἰς χεῖρας ἦλθον τοῖς πολεμίοις, ἐμπίπτουσι τούτοις ῥαγδαῖοι. οἱ δὲ Ῥῶς ἐνέδραν εὐλαβηθέντες πρόσω μὲν οὐκέτι ἐχώρουν, πολλῶν δὲ πληγέντων καί τινων δὲ πεσόντων ἐκκλίναντες ἐς τὰ πλησίον σκεδάννυνται ὄρη καὶ τὰς ἐκεῖσε νάπας βαθείας καὶ ἀμφιλαφεῖς τυγχανούσας, καὶ διὰ τῆς ὀρεινῆς ἐπὶ τὴν Δρίστραν ἐπανασῴζονται. ἦσαν δὲ τὸ πλῆθος οὗτοι ἑπτακισχίλιοι, οἱ δὲ τούτοις συμπλακέντες καὶ τρεψάμενοι Ῥωμαῖοι τὸν ἀριθμὸν τριακόσιοι. ἑνωθέντες δ' οἱ Σκύθαι τῷ Σφενδοσθλάβῳ, καὶ τοῦτον ἐκεῖθεν ἀναστήσαντες μετὰ παντὸς τοῦ στρατοῦ, πρὸ δώδεκα τοῦ Δοροστόλου μιλίων αὐλίζονται, ἐς τριακοσίας καὶ τριάκοντα χιλιάδας ἀριθμούμενοι καὶ τὸν βασιλέα ἐπιόντα ἐκθύμως καὶ ῥωμαλέως ἐκδεχόμενοι. οἱ δὲ Ῥωμαῖοι ταῖς ἐξ ὑπογύου νίκαις γαυρούμενοι καὶ τὴν τὰ πάντα κρῖναι μέλλουσαν μάχην προσεκδεχόμενοι, εἰδότες δ', ὅτι καὶ θεὸν συλλήπτορα ἕξουσιν, οὐ τοῖς ἀδίκων χειρῶν ἄρχουσι φιλοῦντα, ἀλλὰ τοῖς ἀδικουμένοις διὰ παντὸς ἐπαρήγειν, οὐ μόνον οἱ εὐψυχότεροι, ἤδη δὲ καὶ οἱ καταπλῆγες καὶ μαλακοὶ τὰς ψυχὰς πρόθυμοι καὶ θαρραλέοι ἐγίνοντο καὶ πρὸς τὴν συμπλοκὴν λίαν ἐσφᾴδαζον. εἰς ὄψιν δὲ τῶν στρατευμάτων ἀλλήλοις γενομένων καὶ λόγοις παρακλητικοῖς τοῦ τε βασιλέως καὶ τοῦ Σφενδοσθλάβου τοὺς οἰκείους ἐπιρρωσάντων καὶ τὰ τῷ καιρῷ πρόσφορα παρακελευσαμένων, ὡς αἱ σάλπιγγες τὸ ἐνυάλιον ἤχησαν, συρρήγνυνται ἀλλήλοις τὰ πλήθη τὴν αὐτὴν ἔχοντα προθυμίαν. καὶ κατὰ μὲν τὴν πρώτην προσβολὴν οἱ Ῥωμαῖοι μετὰ ῥύμης ἐπενεχθέντες σφοδρᾶς καὶ πολλοὺς καταβαλόντες τὰς βαρβαρικὰς τάξεις κατέσεισαν· οὐ μήν γε καὶ ὑπαγωγὴ τῶν ἐναντίων ἐγένετο, οὔτε τῶν Ῥωμαίων λαμπρὸς διωγμός, ἀλλ' ἐπιρρώσαντες πάλιν ἑαυτοὺς οἱ Σκύθαι αὖθις ἐπῆλθον μετ' ἀλαλαγμοῦ τοῖς Ῥωμαίοις. καὶ μέχρι μέν τινος ἰσοπαλὴς ἦν ὁ ἀγών, ἤδη δὲ περὶ δείλην ὀψίαν τῆς ἡμέρας οὔσης οἱ Ῥωμαῖοι παρακαλέσαντες ἀλλήλους καὶ τρόπον τινὰ στομώσαντες ταῖς παραινέσεσιν ἐπέβρισαν τῷ εὐωνύμῳ κέρατι τῶν Σκυθῶν καὶ πολλοὺς τῷ ἀνυποστάτῳ κατέβαλον τῆς ὁρμῆς. συνισταμένων δὲ τῶν Ῥῶς ἐπὶ τὸ πεπονηκός, τῶν περὶ αὐτὸν ὁ βασιλεὺς εἰς ἐπικουρίαν ἐκπέμπει τινάς, κατόπιν δὲ καὶ αὐτὸς εἵπετο ἀνακεκαλυμμένοις τοῖς παρασήμοις τῆς βασιλείας, τὸ δόρυ διηγκωνισμένος τόν τε ἵππον κεντρίζων θαμὰ καὶ τῇ βοῇ διεγείρων τοὺς στρατιώτας. ἀγῶνος δὲ καρτεροῦ συστάντος καὶ πολλὰς μετακλίσεις δεξαμένης τῆς μάχης (δυοκαίδεκα γάρ φασι τροπὰς δέξασθαι τὸν ἀγῶνα) μόλις οἱ Ῥῶς ἀπειρηκότες πρὸς τοὺς κινδύνους ἀκόσμῳ φυγῇ πρὸς τὸ πεδίον ἐσκίδναντο. οἷς οἱ Ῥωμαῖοι ἑπόμενοι τοὺς καταλαμβανομένους ἀνήλισκον. ἔπεσον οὖν πολλοί, καὶ πλείους ἑάλωσαν. ὅσοι δὲ διαδρᾶναι τὸν κίνδυνον ἴσχυσαν, εἰς τὸ Δορόστολον διασῴζονται.

[John1.12] Ὁ δὲ βασιλεὺς τὰ ἐπινίκια θύσας τῷ καλλινίκῳ μάρτυρι Γεωργίῳ (ἦν γὰρ κατὰ τὴν ἡμέραν τῆς αὐτοῦ μνήμης συρράξας τοῖς πολεμίοις) τῇ ἐπιούσῃ καὶ αὐτὸς τῆς πρὸς τὸ Δορόστολον ἥψατο, ἐκεῖσε τε γενόμενος στρατοπεδείαν ἐπήξατο ὀχυράν. οὐ μέντοι γε καὶ πολιορκίας ἥψατο, δεδιώς, μή πως ἀφυλάκτου τοῦ ποταμοῦ τυγχάνοντος ἀποδρᾶσαι μετὰ τῶν νηῶν δυνηθεῖεν οἱ Ῥῶς, αὐλισάμενος δὲ προσέμενε τὸν Ῥωμαϊκὸν στόλον. ἐν τῷ μεταξὺ δὲ ὁ Σφενδοσθλάβος οὓς κατεῖχε ζωγρίας Βουλγάρους, ἀμφὶ τὰς εἴκοσι χιλιάδας ἀριθμουμένους, σιδηροπέδαις καὶ ἄλλοις δεσμοῖς ἠσφαλίσατο, ἐπανάστασιν φοβηθεὶς καὶ πρὸς ὑποδοχὴν ηὐτρεπίζετο τῆς πολιορκίας. ἤδη δὲ καὶ τοῦ στόλου καταλαβόντος ἐπεχείρει τῇ τειχομαχίᾳ ὁ βασιλεύς, καὶ πολλάκις ἐπεκδραμόντας τοὺς Σκύθας ἐτρέψατο. μιᾷ δὲ τῶν ἡμερῶν σκεδασθεῖσι τοῖς Ῥωμαίοις εἰς ἄριστον περὶ δείλην ὀψίαν οἱ βάρβαροι, εἰς δύο διαιρεθέντες μέρη, ἱππεῖς καὶ πεζοὶ ἐκ πυλίδων δύο τῆς πόλεως, τῆς τε κατὰ ἀνατολάς, ἣν φρουρεῖν ἐτέτακτο Πέτρος ὁ στρατοπεδάρχης μετὰ Θρᾳκῶν καὶ Μακεδόνων, καὶ τῆς πρὸς δύσιν, ὅπου Βάρδας ὁ Σκληρὸς μετὰ τῶν ἑῴων δυνάμεων τὴν φυλακὴν ἐπετέτραπτο, ἐξῆλθον παραταξάμενοι, τότε πρῶτον φανέντες ἔφιπποι. τὰς γὰρ προηγησαμένας μάχας πεζοὶ διηγωνίσαντο. οὓς εὐρώστως οἱ Ῥωμαῖοι δεξάμενοι ἐκθύμως ἐμάχοντο. καὶ μέχρι πολλοῦ ἰσοτάλαντος ἦν ὁ ἀγών. τέλος δὲ τῇ σφετέρᾳ ἀρετῇ Ῥωμαῖοι τρέπουσι τοὺς βαρβάρους καὶ πρὸς τεῖχος συγκλείουσι,

[John1.12.22] πολλῶν κἀν τῷ ἀγῶνι τῷδε πεσόντων, καὶ μᾶλλον ἱππέων, μηδενὸς δὲ τῶν Ῥωμαίων τραυματισθέντος, ἀλλ' ἢ μόνων ἵππων πεσόντων τριῶν. οὕτω δὲ θραυσθέντες οἱ βάρβαροι καὶ εἴσω τείχους συνελαθέντες νυκτὸς ἐπιγενομένης διενυκτέρευον ἄγρυπνοι καὶ τοὺς ἐν τῇ μάχῃ πεσόντας ἀπωλοφύροντο ἀγρίοις καὶ φρικώδεσιν ὀδυρμοῖς, ὡς δοκεῖν τοὺς ἀκούοντας θηρίων εἶναι βρυχηθμοὺς καὶ ὠρυγάς, ἀλλ' οὐ θρήνους ἀνθρώπων καὶ οἰμωγάς. ἡμέρας δὲ ἄρτι διαγελώσης πάντας τοὺς ἔν τισι φρουρίοις ἐς φυλακὴν ἐσκεδασμένους ἀνεκαλοῦντο ἐς τὸ Δορόστολον, καὶ ταχέως ἧκον μετακληθέντες. καὶ ὁ βασιλεὺς δὲ ἀνειληφὼς ὅλην τὴν δύναμιν ἦλθεν εἰς τὸ πρὸ τῆς πόλεως πεδίον καὶ πρὸς πόλεμον ἠρέθιζε τοὺς βαρβάρους. ἐπεὶ δὲ μὴ ἐξῄεσαν, εἰς τὴν στρατοπεδείαν ὑποστρέψας ἡσυχίαν ἦγε καὶ προσῆλθον αὐτῷ πρέσβεις ἐκ Κωνσταντείας καὶ τῶν ἄλλων φρουρίων τῶν πέραν ἱδρυμένων τοῦ Ἴστρου, ἀμνηστίαν κακῶν αἰτούμενοι καὶ ἑαυτοὺς ἐγχειρίζοντες σὺν τοῖς ὀχυρώμασιν. οὓς προσηνῶς δεξάμενος ἀπέστειλε τοὺς παραληψομένους τὰ φρούρια καὶ στρατιὰν ἀποχρῶσαν εἰς τὴν αὐτῶν φυλακήν. ἤδη δὲ ἑσπέρας καταλαβούσης τὰς πάσας πύλας τῆς πόλεως ἀναπετάσαντες οἱ Ῥῶς, πολλῷ τῶν προτέρων πλείονες ὄντες, ἐπιπίπτουσι τοῖς Ῥωμαίοις ἀνελπίστως διὰ τὴν νύκτα διάγουσι· καὶ κατὰ μὲν τὴν πρώτην συμβολὴν ἔδοξαν προτερῆσαι, μετὰ μικρὸν δὲ ὑπερέσχον Ῥωμαῖοι. ὡς γὰρ συνέβη πεσεῖν τὸν Σφάγγελον ἡρωϊκῶς ἀγωνιζόμενον, συνεχύθησαν τῇ τοῦ πεσόντος στερήσει καὶ τὰς ὁρμὰς ἐχαυνώθησαν. ὅμως ἀνένδοτοι παρ' ὅλην τὴν νύκτα διέμειναν καὶ τὴν ἐπιοῦσαν ἡμέραν μέχρι σταθηρᾶς μεσημβρίας. τότε δὲ τοῦ βασιλέως δύναμιν πεπομφότος ἐφ' ᾧ τοῖς βαρβάροις ἀποκλεῖσαι τὴν εἰς τὴν πόλιν εἴσοδον, γνόντες οἱ Ῥῶς αὐτίκα ἔκλιναν εἰς φυγήν, καὶ τὰς πρὸς τὴν πόλιν εἰσόδους ἐπιτετειχισμένας εὑρόντες ἔφευγον διὰ τοῦ πεδίου καὶ καταλαμβανόμενοι ἀνῃροῦντο. ὁ δὲ Σφενδοσθλάβος νυκτὸς ἐπιγενομένης διώρυγι βαθείᾳ τὸ τῆς πόλεως ἐστεφάνωσε τεῖχος, ἵνα μὴ εὐχερῶς ἔχοιεν οἱ Ῥωμαῖοι μεθ' ὁρμῆς τῷ τῆς πόλεως τείχει πελάζειν. καὶ οὕτω τὴν πόλιν ἀσφαλισάμενος ἔγνω δεῖν εὐψυχότατα τὴν πολιορκίαν προσδέχεσθαι. ἐπεὶ δὲ τὸ πλέον τῆς στρατιᾶς διέκειντο κακῶς ἀπὸ τῶν τραυμάτων, συνεπελάμβανε δὲ καὶ λιμὸς ἤδη τῶν ἀναγκαίων δαπανηθέντων αὐτοῖς, καὶ μηδ' ἔξωθεν τὰ πρὸς χρείαν συνεχωροῦντο αὐτοῖς εἰσκομίζεσθαι παρὰ τῶν Ῥωμαίων, νύκτα βαθεῖαν καὶ ἀσέληνον ἐπιτηρήσας ὁ Σφενδοσθλάβος, καθ' ἣν ὑετός τε ῥαγδαῖος ἐξ οὐρανοῦ κατηνέχθη καὶ χάλαζα φοβερὰ ἐπερράγη καὶ βρονταὶ καὶ ἀστραπαὶ φρικωδέστατοι, μονοξύλοις ἐμβὰς μετὰ δισχιλίων ἀνδρῶν ἔξεισιν εἰς ἐπισιτισμόν. συλλεξάμενοι δὲ ὅθεν εὐπόρησεν ἕκαστος σῖτον καὶ κέγχρον καὶ εἴδη ἄλλα συνεκτικὰ τῆς ζωῆς, ἀνήγοντο διὰ τοῦ ποταμοῦ τοῖς μονοξύλοις εἰς τὸ Δορόστολον. ἐν δὲ τῷ ἀναπλεῖν θεασάμενοι κατὰ τὸ χεῖλος τοῦ ποταμοῦ θεράποντας οὐκ ὀλίγους τῶν στρατιωτῶν τοὺς μὲν ἵππους ποτίζοντας, τοὺς δὲ χορτολογοῦντας, ἄλλους δὲ καὶ ξυλεύοντας, ἀποβάντες τῶν πλοίων διὰ τῆς ὕλης ἀψοφητὶ βαδίζοντες ἀδοκήτως ἐκ τἀφανοῦς ἐμπίπτουσιν αὐτοῖς, καὶ πολλοὺς μὲν τούτων ἀπέκτειναν, τοὺς δὲ λοιποὺς ἐπὶ τὰς πλησίον λόχμας σκεδασθῆναι ἠνάγκασαν. αὖθις δ' εἰς τὰς σκάφας ἐμβάντες καὶ οὐρίῳ φερόμενοι πνεύματι πρὸς τὸ Δορόστολον φέρονται. τοῦτο δὲ γνωσθὲν εἰς μεγάλην ἀνίαν ἐμβάλλει τὸν βασιλέα, καὶ τοὺς ἀρχηγοὺς τοῦ στόλου ἐν αἰτίᾳ μεγάλῃ ἔσχεν, ὅτι μὴ ἐπῄσθοντο τοῦ ἐκ Δοροστόλου τῶν βαρβάρων ἀπόπλου. ἐπηπείλησε δὲ καὶ θάνατον αὐτοῖς, εἰ ἔτι ἅπαξ τοιοῦτόν τι λάθῃ γενέσθαι. καὶ οἱ μὲν τὰς παρ' ἑκάτερα ὄχθας τοῦ ποταμοῦ ἐτήρουν ἐπιμελῶς, ὁ δὲ βασιλεὺς ἐφ' ὅλας πέντε καὶ ἑξήκοντα ἡμέρας τῇ πολιορκίᾳ χρησάμενος, καὶ καθ' ἑκάστην πολεμῶν καὶ μὴ ἀνιείς, δέον ἐνόμισε διὰ προσεδρείας καὶ λιμοῦ ἀποπειρᾶσθαι τῆς πόλεως. διὸ καὶ πάντοθεν τάφροις τὰς ὁδοὺς ἀποκλείσας καὶ φυλακὰς ἐπιστήσας αὐταῖς, ὡς μή τις ἐξίοι τὰ ἐπιτήδεια κομίσων, ἐκάθητο ἠρεμῶν. καὶ τὰ μὲν ἐν Δοροστόλῳ ἐφέρετο τῇδε.

[John1.13] Λέων δὲ ὁ κουροπαλάτης καὶ Νικηφόρος ὁ τούτου παῖς, δοκήσει μέν, ὡς εἴπομεν ἔμπροσθεν, πηρωθέντες, ἔτι δ' ἀσινεῖς τὰς ὁράσεις ἔχοντες, εἰς τυραννίδα καὶ αὖθις παρεσκευάζοντο, πολλοὺς τῶν ἐν τῇ πόλει καὶ τῶν ἐν τοῖς βασιλείοις φρουρῶν ὑποφθείραντες. καὶ ἐπεὶ τὰ κατὰ γνώμην αὐτοῖς ἀπηρτίσθη, πλοῖον μισθωσάμενοι καὶ ἐν αὐτῷ ἐμβάντες ἀπαίρουσι τῆς νήσου, ἣν οἰκεῖν κατεκρίθησαν, καὶ πρὸς τὴν ἀντίπορθμον τῆς πόλεως ἤπειρον γίνονται κατὰ τὸ προάστειον, ὃ κατονομάζουσι Πηλαμύδα, ἐκεῖθέν τε περὶ πρώτας ἀλεκτρυόνων ᾠδὰς ἐπὶ τὸ Βυζάντιον ἔρχονται. ἑνὸς δὲ τῶν συνιστόρων δῆλον θεμένου τὸ ἔργον Λέοντι τῷ δρουγγαρίῳ τοῦ στόλου, τὴν φυλακὴν ἐπιτετραμμένῳ τῶν βασιλείων σὺν Βασιλείῳ τῷ ῥαίκτωρι, ὁ δὲ δύναμιν ἀξιόχρεων ἐπὶ κατασχέσει τοῦ κουροπαλάτου καὶ τοῦ παιδὸς αὐτοῦ ἐκπέμπει. ὅπερ οὗτοι μαθόντες εἰς τὴν μεγάλην καταφεύγουσιν ἐκκλησίαν. ἐκεῖθεν δὲ ἀποσπασθέντες εἰς τὴν Πρώτην νῆσον ἐξαπεστάλησαν, κἀκεῖσε τοὺς ὀφθαλμοὺς ἐξωρύχθησαν. ἐφάνη δὲ κατ' ἐκεῖνο καιροῦ καὶ ἄλλο τι ὡς οἷον ἄξιον εἶναι καὶ διηγήσεως. πινάκιον ἐκ λίθου Προικοννησίας ἐπὶ παραδείσου τινὸς τῶν συγκλητικῶν εὑρέθη ἀμελῶς ἐρριμμένον, εἰκονισμένας ἔχον δύο ἀνθρωπίνας μορφὰς ἐπὶ τῆς ἐπιφανείας, μίαν μὲν ἀνδρός, ἑτέραν δὲ γυναικός. ἐν δὲ τῷ μετώπῳ τῆς πινακίδος ἦν γεγραμμένον ἐπίγραμμα ὧδέ πῃ διεξιόν· ‘Ἰωάννου καὶ Θεοδώρας τῶν φιλοχρίστων πολλὰ τὰ ἔτη.’ ὅπερ τινὰς μὲν εἰς ἔκπληξιν ἦγεν, ὅπως τὰ ἐνεστῶτα μάλα προεδηλοῦτο σαφῶς. τινὲς δὲ μὴ ἀπηλλάχθαι τὸ πρᾶγμα σκευωρίας καὶ μαγγανείας ἐνόμιζον, τὸν τοῦ παραδείσου δεσπότην διὰ τῆσδε τῆς μηχανῆς τὴν βασιλικὴν πρὸς ἑαυτὸν ἐκκαλεῖσθαι οἰηθέντες προσπάθειαν. εἴτε δὲ οὕτως, εἴτε ἐκείνως ἡ ἀλήθεια ἔχει, φράζειν οὐκ ἔχω.

[John1.14] Οἱ δὲ Σκύθαι ἔνδοθεν τῷ λιμῷ πιεζόμενοι, ἐκτὸς ὑπὸ τῶν τειχομαχικῶν ὀργάνων κακούμενοι, καὶ κατ' ἐξαίρετον ἐν ἐκείνῳ τῷ τόπῳ, ὃν ὁ μάγιστρος Ἰωάννης ὁ Ῥωμανοῦ τοῦ Κουρκούα υἱὸς φυλάττειν ἐτέτακτο (τὸ γὰρ ἐκεῖσε πετρόβολον ὄργανον οὐ μικρῶς τοὺς ἐντὸς ἐπημαίνετο), ἀποκρίναντές τινας τῶν ἀλκιμωτέρων ὁπλίτας ψιλοῖς ἐπιμεμιγμένους ἐπὶ τὸ τοιοῦτον ἐκπέμπουσιν ὄργανον, εἴ πως δυνηθεῖεν αὐτὸ κατεργάσασθαι. τοῦτο γνοὺς ὁ Κουρκούας, ὅ τι κράτιστον ἦν περὶ αὐτὸν ἀναλαβόμενος, ἐβοήθει διὰ ταχέων. ἐς μέσους δὲ τοὺς Σκύθας γενόμενος ἀκοντίῳ βληθέντος αὐτοῦ τοῦ ἵππου καὶ σὺν αὐτῷ πεπτωκότος ἀναιρεῖται κρεουργηθείς. οἱ Ῥωμαῖοι δὲ ἐπιδραμόντες καὶ τοῖς Ῥῶς συμπλακέντες τό τε ὄργανον ἀβλαβὲς διετήρησαν καὶ τοὺς Σκύθας ὠσάμενοι συνέκλεισαν εἰς τὴν πόλιν. Ἰουλίου δὲ καταλαβόντος μηνὸς καὶ εἰκοστὴν ἡμέραν ἄγοντος, ἐξῆλθον οἱ Ῥῶς παμπληθεῖς καὶ τοῖς Ῥωμαίοις συμπλακέντες ἐμάχοντο, παραθαρρύνοντα ἔχοντες καὶ πρὸς τοὺς ἀγῶνας ἀλείφοντα ἄνδρα τινὰ παρὰ Σκύθαις ἐπισημότατον, Ἴκμορα τοὔνομα, μετὰ Σφάγγελον τὸν ἀναιρεθέντα τιμώμενον, οὔτε κατὰ συγγένειαν τὴν ἐξ αἵματος ἐν τοῖς μάλιστα ἀγόμενον παρ' αὐτοῖς, οὔτε κατὰ συμπάθειαν, ἀλλ' ἐκ μόνης ἀρετῆς παρὰ πᾶσι σεβόμενον. τοῦτον ἰδὼν Ἀνεμᾶς ὁ τῶν Κρητῶν τοῦ βασιλέως υἱὸς Κουρουπᾶ, εἷς ὢν τῶν βασιλικῶν σωματοφυλάκων, αὐτόν τε εὐψύχως ἀγωνιζόμενον καὶ τοὺς

[John1.14.21] λοιποὺς εἰς τοῦτο παρορμῶντα καὶ διεγείροντα καὶ τὰς τῶν Ῥωμαίων τάξεις διαταράσσοντα, μήτε πρὸς τὸ μέγεθος καταπλαγεὶς τοῦ ἀνδρός, μήτε τὴν ἀλκὴν δειλιάσας, ἀλλὰ περικαρδίῳ θέρμῃ ληφθεὶς καὶ τὸν ἵππον τῇδε κἀκεῖσε παρακινήσας, μεθ' ὁρμῆς ἀκατασχέτου τὸ παρῃωρημένον τῷ μηρῷ αὐτοῦ ξίφος σπασάμενος ἵεται κατὰ τοῦ Σκύθου, καὶ παίει τοῦτον τῷ φασγάνῳ κατὰ τοῦ ἀριστεροῦ ὤμου περὶ τὴν κλεῖδα, καὶ ἀποτέμνει τὸν αὐχένα, ὡς συμβῆναι τὴν κεφαλὴν σὺν τῇ δεξιᾷ χειρὶ ἐκκοπεῖσαν πεσεῖν εἰς τὸ ἔδαφος. καὶ ὁ μὲν Σκύθης ἔκειτο πεσών, ὁ δ' Ἀνεμᾶς ἀσινὴς ἐπανῆκε πρὸς τὸ στρατόπεδον. ἤρθη ἐπὶ τῷ ἔργῳ φωνὴ παμμιγής, τῶν μὲν Ῥωμαίων ἀλαλαξάντων ἐπὶ τῇ νίκῃ, τῶν δὲ Σκυθῶν ἀσήμως ὀλολυξάντων καὶ τῆς ἑαυτῶν ὑπενδόντων ἐνστάσεως. ἐπιβρισάντων δὲ τῶν Ῥωμαίων ἐς φυγὴν ἐγκεκλίκασι καὶ ἀκλεῶς εἰς τὴν πόλιν ἐσῴζοντο. ἔπεσον δὲ πολλοὶ κατὰ τήνδε τὴν ἡμέραν, ὑπ' ἀλλήλων τε συμπατούμενοι διὰ τὴν στενοχωρίαν καὶ ὑπὸ Ῥωμαίων σφαττόμενοι τῷ καταλαμβάνεσθαι. μικροῦ δ' ἂν ἑάλω καὶ ὁ Σφενδοσθλάβος αὐτός, εἰ μὴ νὺξ ἐπιγενομένη τοῦτον ἐρρύσατο. οἱ δὲ τὸν κίνδυνον διαδράντες, ἐντὸς τοῦ περιβόλου γενόμενοι, κωκυτὸν ἐπὶ τῷ τοῦ Ἴκμορος θανάτῳ μέγαν ἐκόψαντο. τοὺς δὲ πεσόντας τῶν βαρβάρων σκυλεύοντες οἱ Ῥωμαῖοι εὗρον καὶ γυναῖκας ἐν τοῖς ἀναιρεθεῖσι κειμένας ἀνδρικῶς ἐσταλμένας καὶ μετὰ τῶν ἀνδρῶν πρὸς Ῥωμαίους ἀγωνισαμένας.

[John1.15] Ἐπεὶ δὲ τοῖς βαρβάροις κακῶς ἐφέρετο τὰ τοῦ πολέμου καὶ ξυμμαχίας ἦν ἐλπὶς οὐδαμοῦ (οἵ τε γὰρ ὁμόφυλοι ἦσαν μακράν, καὶ τὰ ὅμορα βάρβαρα τῶν ἐθνῶν δείσαντα τοὺς Ῥωμαίους ἀπείπαντο τὴν βοήθειαν, ἐπιλελοίπει δ' αὐτοὺς καὶ τὰ ἐπιτήδεια, καὶ οὐδαμόθεν ἦν εἰσκομίσασθαι δυνατόν, τοῦ Ῥωμαϊκοῦ στόλου τὰς ὄχθας ἀκριβῶς τηροῦντος τοῦ ποταμοῦ. ἐπέρρει δὲ καὶ τοῖς Ῥωμαίοις ἑκάστης ἡμέρας ὡς ἔκ τινος ἀφθόνου πηγῆς πάντα τὰ ἀγαθά, καὶ ἱππικαὶ καὶ πεζικαὶ δυνάμεις διὰ παντὸς προσετίθεντο· καὶ οὐδὲ τοῖς † κελητίοις ἑαυτῶν ἐμβάντας ἀποδρᾶναι ἦν δυνατόν, τῶν διεξόδων, ὡς εἴπομεν, ἀκριβῶς φυλαττομένων) βουλὴν συστησάμενοι οἱ μὲν νυκτὸς συνεβούλευον κλέψαι τὴν ἀναχώρησιν, ἄλλοι δὲ δεξιὰς καὶ πίστεις παρὰ Ῥωμαίων αἰτήσασθαι, οἷα μὴ ἄλλως δυνατῆς οὔσης τῆς ὑποχωρήσεως, καὶ οὕτω πρὸς τὰ οἰκεῖα ἀπᾶραι. καὶ ἄλλων ὥς πῃ ἑκάστῳ ὁ καιρὸς ἐδίδου συμβουλευσάντων, πάντων δὲ καθάπαξ καταθέσθαι τὸν πόλεμον ἐπιθυμούντων, ὁ Σφενδοσθλάβος παρῄνει μᾶλλον ἔτι ἅπαξ πολεμῆσαι Ῥωμαίοις, καὶ ἢ καλῶς ἀγωνισαμένους ἐπικρατεῖς τῶν ἐναντίων γενέσθαι, ἢ ἡττηθέντας αἰσχίστης ζωῆς καὶ ἐπονειδίστου εὐκλεᾶ καὶ μακάριον προτιμήσασθαι θάνατον. ἀβίωτον γὰρ ἔσται αὐτοῖς δρασμῷ τὴν σωτηρίαν πορισαμένοις, εἴπερ μέλλοιεν εὐκαταφρόνητοι ἔσεσθαι τοῖς γειτονοῦσιν ἔθνεσιν, ἃ τὸ πρόσθεν αὐτοὺς σφοδρῶς ἐδεδίεσαν. ἤρεσεν ἡ τοῦ Σφενδοσθλάβου βουλή, καὶ κατέθεντο πάντες τὸν ὑπὲρ ψυχῆς ἔσχατον ἀναδέχεσθαι κίνδυνον ταῖς ὅλαις δυνάμεσι. τῇ γοῦν ἐπιούσῃ ἐξελθόντες τοῦ ἄστεος πανδημεὶ καὶ τὰς πύλας ἀποκλείσαντες, ὡς μή τινι δυνατὸν εἴη τραπέντι διασῴζεσθαι πρὸς τὴν πόλιν, συμβάλλουσι τοῖς Ῥωμαίοις. ἀγῶνος δὲ καρτεροῦ συστάντος καὶ τῶν βαρβάρων εὐψύχως ἀγωνιζομένων, τῷ ἡλίῳ καυσούμενοι οἱ Ῥωμαῖοι καὶ δίψει πονούμενοι ὡς πανοπλῖται (ἦν γὰρ καὶ σταθηρὰ μεσημβρία) ἤρξαντο ἐνδιδόναι. ὅπερ αἰσθόμενος ὁ βασιλεὺς διὰ ταχέων μετὰ τῶν περὶ αὐτὸν ἐβοήθει, καὶ αὐτὸς μὲν τὴν ἀκμὴν ὑπεδέξατο τοῦ πολέμου, τῷ δὲ πεπονηκότι στρατεύματι ὑπὸ ἡλίου καὶ δίψης ἀσκοὺς οἴνου καὶ ὕδατος πλήρεις προσέταξε κομίζειν. οἷς χρησάμενοι καὶ τὴν δίψαν καὶ τὸν τοῦ ἡλίου καύσωνα ἀποκρουσάμενοι καὶ ἑαυτοὺς ἀναλαβόντες μετὰ σφοδρότητος καὶ ῥύμης τοῖς Σκύθαις ἐπέρραξαν. ἐκείνων δὲ γενναίως ὑποδεξαμένων ἦν ἡ μάχη ἰσοπαλής, μέχρις ἂν ὁ βασιλεὺς τὴν στενοχωρίαν φρασάμενος τοῦ τόπου, καὶ ἐκ τούτου κατανοήσας τοῖς Σκύθαις ἐπιγίνεσθαι τὴν καρτερίαν τῷ τοὺς Ῥωμαίους ἐστενοχωρῆσθαι καὶ μὴ οἵους εἶναι ἔργα πρέποντα τῆς ἑαυτῶν ἀλκῆς ἐπιδείκνυσθαι, ἐπέσκηψε τοῖς στρατηγοῖς εἴκειν εἰς τοὐπίσω πρὸς τὸ πεδίον, καὶ τῆς πόλεως πόρρω ἀφίστασθαι δόκησιν φευγόντων παρέχοντας, μὴ μέντοι γε προτροπάδην, ἀλλ' ἠρέμα καὶ κατ' ὀλίγον εἴκοντας, κἀπειδὰν ἄποθεν αὐτοὺς διώκοντας τῆς πόλεως ἐκκαλέσωνται, αἰφνίδιον παρενεγκόντας τοὺς χαλινοὺς ἐπιστρέφειν τοὺς ἵππους καὶ τούτοις συμπλέκεσθαι. καὶ οἱ μὲν ἐποίουν τὸ κελευσθέν, οἱ δὲ Ῥῶς τὴν εἰς τοὐπίσω ὑποχώρησιν τῶν Ῥωμαίων φυγὴν οἰηθέντες, ἀλλήλους παρακαλεσάμενοι εἵποντο σὺν ἀλαλαγμῷ. ὡς δὲ κατὰ τὸν ὡρισμένον ἐγένοντο τόπον οἱ Ῥωμαῖοι, ἐπιστραφέντες προσρήγνυνται τούτοις γενναίως. ἐνταῦθα μάχης ἰσχυρᾶς γενομένης συνέβη στρατηγὸν Θεόδωρον τὸν ἐκ Μισθείας τοῦ ἵππου αὐτοῦ λογχευθέντος πεσεῖν κατὰ γῆς. περὶ τοῦτον ἅμιλλα ἐγένετο καρτερά, τῶν μὲν Ῥῶς ἀνελέσθαι, τῶν δὲ Ῥωμαίων, ὅπως μὴ ἀφαιρεθείη φιλοτιμουμένων. οὗτος γὰρ ὁ Θεόδωρος τοῦ ἵππου πεσὼν ἕνα τινὰ τῶν Σκυθῶν τῆς ζώνης δραξάμενος καὶ τῇδε κἀκεῖσε τῷ χειρὸς σθένει κινῶν ὥς τι μικρὸν ἀσπιδίσκιον κοῦφον, τὰς κατ' αὐτοῦ πεμπομένας αἰχμὰς ἀπεκρούετο, καὶ κατὰ μικρὸν πρὸς τοὺς Ῥωμαίους ὑπανεχώρει ὀπισθοκινήτῳ τῇ πορείᾳ. τέλος ἐπιβρίσαντες οἱ Ῥωμαῖοι τούς τε Σκύθας ἀπώσαντο καὶ τὸν ἄνδρα τοῦ κινδύνου ἐρρύσαντο. καὶ τὰ στρατεύματα διελύθησαν τελείως, μηδαμῶς ἔτι κρίσιν τοῦ πολέμου λαβόντος.

[John1.16] Ὁ βασιλεὺς δὲ εὐψυχότερον νῦν μᾶλλον ἢ πρότερον ὁρῶν ἀγωνιζομένους τοὺς Σκύθας, καὶ τὴν τοῦ χρόνου τριβὴν βαρούμενος, οἰκτείρων δὲ καὶ τοὺς Ῥωμαίους ταλαιπωρουμένους καὶ τῷ πολέμῳ κακῶς πάσχοντας, μονομαχίᾳ ᾠήθη κρῖναι τὰ πράγματα. καὶ δὴ διαπρεσβεύεται πρὸς τὸν Σφενδοσθλάβον, προκαλούμενος αὐτὸν εἰς μονομαχίαν, δέον εἶναι λέγων ἑνὸς ἀνδρὸς θανάτῳ κριθῆναι τὸ ἔργον ἢ κατασφάττεσθαι καὶ κατὰ μικρὸν δαπανᾶσθαι τὰ ἔθνη, καὶ τὸν νικήσαντα κύριον εἶναι τῶν ὅλων. οὗτος δὲ τὴν μὲν πρόκλησιν οὐκ ἐδέξατο, λόγους δ' ἐπαφῆκεν ὑπεροπτικούς, ὡς τὰ κατ' αὐτὸν ἄμεινον αὐτὸς τοῦ ἐχθροῦ σκοπήσει. αὐτὸς δέ, εἰ μὴ ζῆν ἄγει σχολήν, εἰσὶ μυρίαι ἄλλαι θανάτου ὁδοί. τούτων ὁποίαν αἱρεῖται, ἑλέσθω. ταῦτα δὲ φρυαξάμενος τῆς πολεμικῆς εἴχετο παρασκευῆς προθυμότερον. ὁ δὲ βασιλεὺς τὸν ἐκ προκλήσεως ἀπογνοὺς ἀγῶνα, πᾶσι τρόποις ἐμηχανᾶτο τὴν εἰς τὴν πόλιν ἀποκλεῖσαι εἴσοδον τοῖς βαρβάροις, καὶ πρὸς τὸ ἔργον ἐκπέμπει Βάρδαν μάγιστρον τὸν Σκληρὸν μετὰ τῶν ταγμάτων, ὧν ἐστρατήγει. τὸν δὲ πατρίκιον Ῥωμανὸν τὸν υἱὸν Κωνσταντίνου βασιλέως, τοῦ υἱοῦ τοῦ πρεσβυτέρου Ῥωμανοῦ, καὶ Πέτρον τὸν στρατοπεδάρχην, μεθ' ὧν ἐξῆρχον δυνάμεων, προσράξαι τοῖς πολεμίοις ἐπέτρεψεν. οἳ δὴ προσβαλόντες τοῖς Σκύθαις ἐμάχοντο καρτερῶς. ἐκθύμως δὲ κἀκείνων ὑποδεξαμένων, πολλὰς τροπὰς καὶ μετακλίσεις συνέβη τὸν πόλεμον δέξασθαι, καὶ ἐφ' ἱκανὸν χρόνον ἰσοτάλαντος ἦν ἡ μάχη. ἐνταῦθα πάλιν ὁ τοῦ τῆς Κρήτης ἀμηρᾶ υἱὸς Ἀνεμᾶς, τῇδε κἀκεῖσε τὸν ἵππον μετακινήσας καὶ σφοδρότερον μυωπίσας, κατ' αὐτοῦ τοῦ Σφενδοσθλάβου φέρεται μετὰ λήμματος νεανικοῦ, καὶ τὴν φάλαγγα διασχίσας τῶν δυσμενῶν παίει τοῦτον τῷ ξίφει κατὰ μέσην τὴν κεφαλήν, καὶ καταβάλλει μὲν τοῦ ἵππου, οὐ μήν γε καὶ ἀναιρεῖ ἐπαρκεσάντων τῶν ὅπλων, ἃ ἐνεδέδυτο. αὐτὸς μέντοι κυκλωθεὶς καὶ ὑπὸ πολλῶν

[John1.16.28] βαλλόμενος ἀναιρεῖται, ἡρωϊκῶς καταστρέψας τὸν βίον καὶ θαῦμα μέγα καὶ τοῖς ἀντιπάλοις γενόμενος.

[John1.17] Λέγεται δὲ καὶ θειοτέρας τότε τυχεῖν τοὺς Ῥωμαίους ἐπικουρίας. θύελλα γάρ τις ἐκ νότου κατὰ πρόσωπον ἀρθεῖσα ἵστατο τῶν Σκυθῶν, μὴ συγχωροῦσα χρῆσθαι κατὰ τὴν μάχην ταῖς προαιρέσεσι. καί τις ἀνὴρ ὦπτο παντὶ τῷ στρατοπέδῳ Ῥωμαίων ἐφ' ἵππου λευκοῦ προαγωνιζόμενος καὶ τὰς τῶν πολεμίων κλονῶν καὶ διαταράσσων φάλαγγας, μηδενὶ πρότερον ἢ μετὰ ταῦτα γενόμενος γνώριμος, ὃν ἔφασκον εἶναι ἕνα τῶν καλλινίκων μαρτύρων Θεοδώρων. τούτοις δὲ προμάχοις ἀεὶ καὶ προβόλοις κατὰ τῶν πολεμίων ἐχρῆτο ὁ βασιλεύς. καὶ γὰρ δὴ καὶ συνέτυχε τόνδε τὸν ἀγῶνα κατ' αὐτὴν συνενεχθῆναι τὴν ἡμέραν, καθ' ἣν εἰώθαμεν ἑορτάζειν τὴν μνήμην τοῦ στρατηλάτου. καὶ γυνὴ δέ τις ἐν Βυζαντίῳ σεμνὴ ὑπερτάτης δυνάμεως εἶναι τὸ φάσμα ἐπιστοῦτο, μιᾷ πρότερον τῆς συμπλοκῆς ἡμέρᾳ ὄναρ θεασαμένη, καὶ δόξασα τῇ θεοτόκῳ παρίστασθαι καὶ λεγούσης ἀκοῦσαι πρός τινα στρατιώτην· ‘κῦρι Θεόδωρε, ὁ ἐμὸς καὶ σὸς Ἰωάννης περιστάσει συνέχεται, καὶ σπεῦσον εἰς τὴν αὐτοῦ βοήθειαν,’ καὶ ἡλίου ἀνίσχοντος τοῖς γείτοσιν ἐξηγησαμένη. καὶ τὰ μὲν ὁραθέντα ταῦτα, τρέπονται δὲ πάλιν οἱ Σκύθαι, καὶ ἀποκεκλεισμένας τὰς τῆς πόλεως εὑρόντες πύλας ὑπὸ τοῦ Σκληροῦ ἀνὰ τὸ πεδίον ἐσκεδάννυντο, καὶ ἀνῃρέθησαν ὑπ' ἀλλήλων τε συμπατούμενοι καὶ ὑπὸ Ῥωμαίων συγκοπτόμενοι ἀριθμοῦ κρείττους, τραυματίαι δὲ ἐγένοντο σχεδόν τι πάντες. τὸν μάρτυρα δ' ὁ βασιλεὺς τιμῶν καὶ τῆς ἐπικουρίας ἀποτιννὺς αὐτῷ τὰς ἀμοιβάς, τὸν ναὸν, ἐν ᾧ τὸ θεῖον αὐτοῦ ἀπόκειται σῶμα ἐκ βάθρων καταβαλὼν μέγαν τε καὶ κάλλιστον ᾠκοδόμησε, μεγαλοπρεπεῖς αὐτῷ κτήσεις προσαφορίσας. ὃν καὶ ἀντὶ Εὐχανείας Θεοδωρόπολιν κατωνόμασεν.

[John1.18] Ὁ δὲ Σφενδοσθλάβος πᾶσαν μετελθὼν μηχανὴν καὶ διὰ πασῶν ἐλαττούμενος, ὡς ἔγνω μηδεμίαν αὐτῷ ὑπολελεῖφθαι ἐλπίδα, πρὸς συνθήκας ἀπέβλεψε. πέμπει οὖν πρὸς βασιλέα πρεσβευτὰς πίστεις ἐξαιτούμενος, ἐφ' ᾧ συμμάχοις καὶ φίλοις Ῥωμαίων καταλεγεὶς ἀσινὴς συγχωρηθείη ἐπ' οἴκου ἀναχωρῆσαι μετὰ τῶν ἀμφ' αὐτόν, ἀδεῶς τε τὸν βουλόμενον Σκύθην ἐμπορίας χάριν φοιτᾶν. δεξάμενος δὲ τὴν πρεσβείαν ὁ βασιλεὺς καὶ τὸ ᾀδόμενον λόγιον ἐπειπών, ὡς ἔθος Ῥωμαίοις τοὺς πολεμίους πλέον εὐεργεσίαις ἢ ὅπλοις νικᾶν πάντα τὰ αἰτούμενα ἐβεβαίωσε. γενομένων δὲ τῶν σπονδῶν ὁ Σφενδοσθλάβος καὶ εἰς ὁμιλίαν ἐλθεῖν ἐδεήθη τῷ βασιλεῖ. ἐπινεύσαντος δὲ καὶ πρὸς τοῦτο ἀφίκετο. καὶ συμμίξαντες ἀλλήλοις καὶ διαλεχθέντες περὶ ὧν ἂν ἐβούλοντο, ἀπηλλάγησαν. ὁ δὲ βασιλεύς, αἰτήσαντος καὶ τοῦτο τοῦ Σφενδοσθλάβου, καὶ πρὸς Πατζινάκας διαπρεσβεύεται, εἰ βούλονται, φίλους αὐτοὺς καὶ συμμάχους ἀξιῶν ἔχειν, καὶ μὴ διαπερᾶν τὸν Ἴστρον καὶ τὰ Βουλγάρων ληΐζεσθαι, παραχωρῆσαι δὲ καὶ τοῖς Ῥῶς ἀκωλύτως διελθεῖν τὴν αὐτῶν γῆν καὶ οἴκαδε ἀπελθεῖν. ἀπεπλήρου δὲ τὴν πρεσβείαν Θεόφιλος ὁ τῶν Εὐχαΐτων ἀρχιερεύς. οἱ δὲ τὴν πρεσβείαν δεξάμενοι, τὴν διάβασιν μόνην ἀπαγορεύσαντες τῶν Ῥῶς, πρὸς τἆλλα σπονδὰς ἔθεντο. τῶν δὲ Ῥῶς ἀποπλευσάντων, τῶν παρὰ ταῖς ὄχθαις φρουρίων τοῦ ποταμοῦ καὶ πόλεων πρόνοιαν θέμενος ὁ βασιλεὺς ἐς ἤθη τὰ Ῥωμαίων ἀνέζευξεν. ὃν ὁ τῆς πόλεως ἀρχιερεὺς μετὰ τῆς συνόδου καὶ πάντες οἱ ἐν τέλει μετὰ παιάνων καὶ ἐπινικίων εὐφημιῶν ὑπεδέξαντο στεφανηφοροῦντες, τέθριππον ὄχημα λευκοπώλων ἔχοντες ἡτοιμασμένον πάνυ διαπρεπῶς καὶ τούτου ἐπιβάντα ἀξιοῦντες θριαμβεῦσαι τὸν βασιλέα. ὁ δὲ μηδὲν σοβαρὸν ἐθέλων, ἀλλὰ μέτριον ἑαυτὸν ἐπιδεικνύμενος, τοὺς μὲν προσενεχθέντας ἀνειλήφει στεφάνους καὶ ἵππῳ λευκῷ τὸν θρίαμβον ἐξεπλήρωσεν, ἐν δὲ τῷ ἅρματι τὰς Βουλγαρικὰς θεὶς τῶν βασιλέων στολὰς καὶ ἄνωθεν τούτων εἰκόνα τῆς θεομήτορος ὡς πολιούχου, προπορεύεσθαι ἑαυτοῦ διετάξατο. ἐν δὲ τῷ λεγομένῳ φόρῳ γενόμενος καὶ ἀποχρώντως εὐφημηθεὶς καὶ τῇ θεομήτορι καὶ τῷ ταύτης υἱῷ τὰς ἐπινικίους εὐχαριστίας παρεσχηκώς, τὰ παράσημα τῆς Βουλγαρικῆς βασιλείας ἐπ' ὄψει τῶν πολιτῶν τὸν Βορίσην ἀποδιδύσκει. τὰ δὲ ἦν στέφανος ἐκ χρυσοῦ καὶ τιάρα νενησμένη ἐκ βύσσου καὶ πέδιλα ἐρυθρά. ἐκεῖθεν εἰς τὴν μεγάλην φοιτήσας ἐκκλησίαν καὶ ἐν αὐτῇ τὸν Βουλγαρικὸν στέφανον ἀνάθημα τῷ θεῷ δεδωκώς, ἀναγαγὼν δὲ καὶ τὸν Βορίσην εἰς τὸ τῶν μαγίστρων ἀξίωμα, ἐπορεύθη εἰς τὰ βασίλεια. ὁ δὲ Σφενδοσθλάβος οἴκαδε ὑποστρέφων ἐν τῷ διϊέναι τὴν τῶν Πατζινάκων γῆν περιπίπτει ἐνέδραις ἤδη προευτρεπισθείσαις καὶ ὑποδεχομέναις αὐτόν, καὶ ἄρδην αὐτός τε καὶ τὸ συνὸν αὐτῷ ἀπόλλυται πλῆθος, μηνιώντων αὐτῷ τῶν Πατζινάκων διὰ τὰς εἰς Ῥωμαίους σπονδάς.

[John1.19] Ὁ δὲ βασιλεὺς χαριστήρια τῶν τροπαίων ἀποδιδοὺς τῷ σωτῆρι Χριστῷ ναὸν ἄνωθεν τῆς ἁψῖδος τῆς Χαλκῆς ἀνῳκοδόμησεν ἐκ καινῆς, μηδενὸς φεισάμενος τῶν εἰς πολυτέλειαν συντεινόντων καὶ κόσμον. ἀφῆκε δὲ καὶ τοῖς ὑποφόροις πᾶσι τὸ λεγόμενον καπνικόν. προσέταξε δὲ ἐν τῷ νομίσματι καὶ τῷ ὀβολῷ εἰκόνα ἐγγράφεσθαι τοῦ σωτῆρος, μὴ πρότερον τούτου γινομένου. ἐγράφοντο δὲ καὶ γράμματα Ῥωμαϊστὶ ἐν θατέρῳ μέρει ὧδέ πῃ διεξιόντα· ‘Ἰησοῦς Χριστὸς βασιλεὺς βασιλέων.’ τοῦτο δὲ καὶ οἱ καθεξῆς ἐτήρησαν βασιλεῖς. Βασιλείου δὲ τοῦ πατριάρχου ἐπ' αἰτίαις διαβληθέντος καὶ συνοδικῶς καθαιρεθέντος, προεβλήθη πατριάρχης Ἀντώνιος ὁ Στουδίτης.

[John1.20] Αὐγούστῳ δὲ μηνί, ἰνδικτιῶνος τρίτης, ἐφάνη καὶ κομήτης ὁ λεγόμενος πωγωνίας, καὶ ἐφαίνετο ἕως Ὀκτωβρίου μηνὸς τῆς τετάρτης ἰνδικτιῶνος. προεμήνυε δ' οὗτος τὸν τοῦ βασιλέως θάνατον καὶ τὰς μελλούσας κατασχεῖν τὴν Ῥωμαίων γῆν ἐκ τῶν ἐμφυλίων πολέμων ἀπαραμυθήτους τύχας.

[John1.21] Τῶν δ' ὑπὸ τοῦ βασιλέως Νικηφόρου προσκτηθεισῶν πόλεων καὶ τῶν ὑποφόρων γενομένων Ῥωμαίοις, ὡς ἔμπροσθεν εἴρηται, ἀραμένων πτέρναν καὶ τὴν Ῥωμαϊκὴν ἀποσεισαμένων ἐξουσίαν, ἔξεισι κατ' αὐτῶν ὁ βασιλεὺς καὶ ἄπεισιν ἄχρι Δαμασκοῦ.

[John1.22] Καὶ τὰς μὲν πειθοῖ καὶ λόγῳ, τὰς δὲ πολέμῳ καὶ βίᾳ ἀνακτησάμενος, καὶ πάντα κατὰ τὸ πρέπον καταστησάμενος, ἀνεζεύγνυε πρὸς τὴν βασιλίδα. γενόμενος δὲ κατὰ τὴν Ἀνάβαρζαν καὶ τὸν Ποδανδὸν καὶ τὰς λοιπὰς παροδεύων χώρας, καὶ βλέπων τὰ ἐν ποσί, κτήσεις τε ὁρῶν πολυτελεῖς καὶ χωρία εὐφυῆ τε καὶ πάμφορα, διεπυνθάνετο τοὺς παρευρημένους, τίνος ἂν καὶ εἶεν αὗται. ὡς δ' ἐμάνθανε παρὰ τῶν ἐρωτωμένων, ὅτι περ τοῦ παρακοιμωμένου εἰσὶ Βασιλείου πᾶσαι, αὕτη μὲν καὶ αὕτη τῇ Ῥωμαίων προσκτηθεῖσαι ἔναγχος παρὰ Νικηφόρου τοῦ βασιλέως, αὕτη δὲ παρὰ τοῦδε τοῦ δομεστίκου τῶν σχολῶν, καὶ αὕτη παρὰ τοῦ δεῖνος, καὶ αὕτη καὶ αὕτη παρὰ σοῦ, καὶ τῷ Βασιλείῳ δεδώρηνται, οὐδὲν δέ, ὅτι καὶ λόγου ἄξιον εἶδεν ὑπολελειμμένον τῶν προσκτηθέντων τῷ δημοσίῳ, γενόμενος περιαλγὴς καὶ βύθιον στενάξας· ‘δεινόν, ὦ παρόντες,’ ἔφη, ‘εἰ τὰ δημόσια καταναλίσκονται χρήματα καὶ τὰ Ῥωμαϊκὰ ταλαιπωροῦνται στρατεύματα καὶ οἱ βασιλεῖς ὑπερορίους ἀναδέχονται κόπους, τὰ δὲ ἐκ τῶν τοσούτων προσκτώμενα μόχθων ἑνὸς εὐνούχου γίνονται κτῆμα.’ καὶ ὁ μὲν βασιλεὺς ταῦτα, τῶν τις δὲ παρόντων τῷ Βασιλείῳ τὸν τοῦ βασιλέως λόγον διαπορθμεύσας ἀνηρέθισε πρὸς ὀργήν. καὶ ἔκτοτε εὐκαιρίαν ἐζήτει τὸν βασιλέα ἀποσκευάσασθαι. θωπείαις οὖν ὑπελθών ποτε καὶ δώροις ἐξαπατήσας τὸν ἐγχεῖν εἰωθότα τὸν οἶνον τῷ βασιλεῖ, καὶ δηλητήριον κερασάμενος οὐ

[John1.22.21] τῶν δραστικωτάτων καὶ ταχὺν ἐπιφερόντων τὸν κίνδυνον, ἀλλὰ τῶν σχολαίως καὶ κατὰ μικρὸν ἀναλισκόντων τὴν τοῦ πεπωκότος δύναμιν, κεράννυσι τῷ βασιλεῖ. καὶ πιὼν καὶ κατ' ὀλίγον νοσηλευόμενος καὶ τῆς οἰκείας δυνάμεως ἀποπίπτων, τελευταῖον δὲ καὶ τοὺς ὤμους ἀνθρακιάσας, αἵματος πολλοῦ ῥυέντος αὐτῷ διὰ τῶν ὀφθαλμῶν, εἰσελθὼν ἐν τῇ βασιλίδι κατέλυσε τὴν ζωήν, βασιλεύσας ἔτη ἕξ, τοσούτους τε μῆνας καὶ πρός, καὶ διαδόχους καταλιπὼν τῆς ζωῆς Βασίλειον καὶ Κωνσταντῖνον τοὺς παῖδας τοῦ Ῥωμανοῦ. τὴν δὲ ἰδέαν τοιόσδε τις ἦν· λευκὸς μὲν τὴν ὄψιν καὶ εὔχρους, τὴν κόμην φέρων ξανθὴν καὶ ἀραιάν, ἐπὶ μέτωπον. ὀφθαλμοὶ τούτῳ ἀνδρώδεις καὶ χαρωποί, ῥὶς λεπτή τε καὶ σύμμετρος, γένυς ἡ ἄνωθεν πυρσὴ καὶ εἰς πλαίσιον καθειμένη παρὰ τὸ μέτριον, ἡ δὲ κάτωθεν μεμετρημένη, ὡς τὸ εἰκός, καὶ μήτι ἐνδεῶς ἔχουσα. τὴν δὲ ἡλικίαν βραχύς τις ἦν, εἰ καὶ στέρνον εὐρὺ καὶ μετάφρενον εἶχε. γιγαντώδης δὲ τούτῳ ἐνῆν ἰσχύς, καὶ ταῖς χερσὶν εὐαγωγία καὶ ἀλκή τις ἀκαταγώνιστος· ἡρωϊκὴ γὰρ αὐτῷ ψυχὴ ἀνεκέκρατο, ἀδεής τε καὶ ἀκατάπληκτος, ἐν οὕτω βραχεῖ σώματι ἀποδεδειγμένη τόλμαν ὑπερφυῆ. ἐς ὅλην γὰρ φάλαγγα οὐκ ἀπεδειλία μόνος ὁρμᾶν, πλείστους τε κατακαίνων ἀπτέρῳ τάχει πρὸς τοὺς οἰκείους διανέκαμπτεν, ἐν ἅλμασι δὲ καὶ σφαιρισμοῖς καὶ ἀκοντισμοῖς καὶ τόξων ἐντάσει καὶ βολαῖς πάντων κατευμεγέθει τῶν τότε. ἵππους τε τέσσαρας κέλητας ἱστὰς στοιχηδὸν ἐκ τοῦ θατέρου μέρους καθαλλόμενος ἐπὶ τὸν πύματον ὥς τις πτηνὸς ἐφίζανε. βέλος τε ἀφιεὶς διὰ δακτυλίου ὀπῆς τοῦ σκοποῦ κατεστοχάζετο σφαῖράν τε ἐκ σκύτους κατειργασμένην ἐν πυθμένι ὑελλίνου σκύφους τιθείς, τὸν ἵππον μύωπι κεντρίζων θαμὰ καὶ τὸν δρόμον ἐπιταχύνων, ῥάβδῳ παίων τὴν σφαῖραν αὐτὴν μὲν ἀναθρῴσκειν καὶ πέτεσθαι κατειργάζετο, τὸ δὲ σκύφος ἐπὶ χώρας ἔμενεν ἀμετακίνητον. μεγαλόδωρός τε ἦν καὶ φιλοδωρότατος, καὶ οὐδεὶς αὐτὸν αἰτησάμενος ἀπῆλθε κενός, εἰ μὴ Βασίλειος ὁ παρακοιμώμενος ἐπεῖχεν αὐτόν. ἐλάττωμα δὲ τούτῳ προσῆν, ὅτι τε περὶ πότους ἔστιν ὅτε παρὰ τὸ προσῆκον ἐκώμαζε καὶ περὶ τὰς τοῦ σώματος ἡδονὰς διεπτόητο. ἦν δὲ ὅτε ἐβασίλευσεν ἐτῶν τεσσαράκοντα καὶ πέντε, θνῄσκει δὲ ζήσας τὰ πάντα ἔτη πεντήκοντα πρὸς τῷ ἑνί. Ὁ Σεβαστείας κατὰ τὴν ἑνδεκάτην (ιαʹ A) τοῦ Ἰαννουαρίου μηνὸς βασιλεῦσαί φησι τὸν Βασίλειον. ᾧ μᾶλλον πιστευτέον.


https://byzantium.gr/
< 1 2 3 4 5 >