▶ Προκοπιος
|
||||||||||
▶ Ιεροκλης
|
||||||||||
▶ Σιμοκαττης
|
||||||||||
▶ Θεοφανης
|
||||||||||
▶ Ιωαννης Σκυλιτζης
|
||||||||||
▶ Κωνσταντινος Ζ’
|
||||||||||
▶ Λεων Διακονος
|
||||||||||
▶ Μιχαηλ Ψελλος
|
||||||||||
▶ Μιχαηλ Ατταλειατης
|
||||||||||
▶ Νικητας Χωνιατης
|
||||||||||
▶ Γ. Ακροπολιτης
|
||||||||||
▶ Γ. Παχυμερης
|
||||||||||
▶ N. Γρηγορας
|
||||||||||
▶ Ι. Καντακουζηνος
|
||||||||||
▶ Γεωργιος Σφραντζης
|
||||||||||
▶ Χαλκοκονδυλης
|
Ιωάννης Σκυλίτζης1040 – 1101
|
τίτλος έργου: – Σύνοψις Ιστοριών –χρόνος έκδοσης: 1095
|
πλήρης τίτλος: ΣΥΝΟΨΙΣ ΙΣΤΟΡΙΩΝ ΑΡΧΟΜΕΝΗ ΑΠΟ ΤΗΣ ΑΝΑΙΡΕΣΕΩΣ ΝΙΚΗΦΟΡΟΥ ΒΑΣΙΛΕΩΣ ΤΟΥ ΑΠΟ ΓΕΝΙΚΩΝ ΚΑΙ ΜΕΧΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ ΣΥΓΓΡΑΦΕΙΣΑ ΠΑΡΑ ΙΩΑΝΝΟΥ ΚΟΥΡΟΠΑΛΑΤΟΥ ΚΑΙ ΓΕΓΟΝΟΤΟΣ ΜΕΓΑΛΟΥ ΔΡΟΥΓΓΑΡΙΟΥ ΤΗΣ ΒΙΓΛΑΣ ΤΟΥ ΣΚΥΛΙΤΖΗ |
αντικείμενο: Καλύπτει τα γεγονότα κατά τις βασιλείες των Βυζαντινών αυτοκρατόρων από το θάνατο του Νικηφόρου Α΄ το 811 έως την εκθρόνιση του Μιχαήλ ΣΤ' το 1057. Σε χειρόγραφο του έργου που βρίσκεται στη Μαδρίτη περιλαμβάνονται 574 μοναδικές εικονογραφήσεις-μινιατούρες. |
Κείμενο : |
[Roman3.t] ΡΩΜΑΝΟΣ Ο ΑΡΓΥΡΟΣ[Roman3.1] Οὕτω δὲ παρὰ πᾶσαν ἐλπίδα καὶ προσδοκίαν τὸν τῆς πηρώσεως κίνδυνον διαδρὰς ὁ Ῥωμανὸς τὸ τῆς βασιλείας περιζώννυται κράτος, καὶ βασιλεὺς αὐτοκράτωρ ἅμα Ζωῇ τῇ τοῦ Κωνσταντίνου ἀναγορεύεται θυγατρί. ἅμα τε οὖν ἐπὶ τὸν βασίλειον ἐκάθισε θρόνον, καὶ ἅμα προοιμίοις ἀγαθοῖς καὶ ἐπιβατηρίοις ἐπαινετοῖς ἐδεξιοῦτο τοὺς ὑπὸ χεῖρα, ἀπὸ τῆς εὐσεβείας πρότερον ἀρξάμενος ἀγαθοεργεῖν. ἐνδέουσαν γὰρ τὴν πρόσοδον τῆς μεγάλης εἰδὼς ἐκκλησίας, ἅτε οἰκονόμος ταύτης γενόμενος ἐν τοῖς ἔμπροσθεν χρόνοις, καὶ τῶν ἄλλων, ὁπόσαις ὑπηρετεῖ-[Roman3.1.9] σθαι ἔθος παρὰ τοῦ ταύτης κλήρου, ὀγδοήκοντα ἀνὰ πᾶν ἔτος χρυσίου λίτρας χορηγεῖσθαι τούτοις τετύπωκεν εἰς προσθήκην ἀπὸ τοῦ βασιλικοῦ ταμιείου. ἐξέκοψε δὲ καὶ τέλεον ἀπερρίζωσε τὸ ἀλληλέγγυον, ὅπερ ἐμελέτα μὲν ὁ Κωνσταντῖνος ποιῆσαι, οὐκ ἔφθασε δέ. ἐκένωσε δὲ καὶ τὰς φυλακὰς τῶν καθειργμένων διά τινας εὐθύνας, τὰ μὲν δημόσια χρέα χαριζόμενος, ἀποτιννὺς δὲ τὰ ἰδιωτικά. ἀπελυτρώσατο δὲ καὶ τοὺς κατεχομένους αἰχμαλώτους ἐν Πατζινακίᾳ. ἐτίμησε δὲ καὶ συγκέλλους μητροπολίτας τρεῖς, τὸν Ἐφέσου Κυριακὸν ὡς τοῦ πατριάρχου ὁμαίμονα, Δημήτριον τὸν Κυζίκου ὡς λίαν αὐτῷ καὶ πρὸ τῆς βασιλείας πεφιλημένον, καὶ Μιχαὴλ τὸν Εὐχαΐτων καθ' αἷμα τούτῳ ἐγγίζοντα διὰ τὸ ἀναφέρειν τὸ γένος εἰς τοὺς λεγομένους Ῥαδηνούς. Ἰωάννην δὲ τὸν τοῦ Βασιλείου τοῦ βασιλέως πρωτονοτάριον, ἤδη τὴν κοσμικὴν κειράμενον τρίχα, μεταπεμψάμενος καὶ σύγκελλον τιμήσας τῇ τῆς ἑαυτοῦ συζύγου ἀδελφῇ Θεοδώρᾳ φρουρὸν κατέστησε. πολλοὺς δὲ καὶ τῶν λειτουργῶν τοῦ θεοῦ ἐκ τῶν ἀλληλεγγύων εἰς ἐσχάτην ἐλθόντας ἀνεκτήσατο πενίαν, καὶ τοὺς ἄλλους δυσφοροῦντας καὶ πιεζομένους ἀπορίαις παραμυθίας ἠξίωσε. παρέσχε δὲ καὶ χρημάτων πλῆθος ἀριθμοῦ κρεῖττον ὑπὲρ σωτηρίας ψυχῆς τοῦ ἑαυτοῦ πενθεροῦ. ἠξίωσε δὲ παραπλησίως καὶ τοὺς ὅσοι κακῶς ἔπαθον ὑπ' αὐτοῦ, τοὺς μὲν εἰς ἀξιώματα προβιβάσας, τοὺς δὲ ἐν κτήμασι καὶ ἄλλους ἐν χρήμασι παραμυθησάμενος. ἀνήγαγε δὲ καὶ εἰς τὸ λαμπρὸν τῶν μαγίστρων ἀξίωμα τὸν ἐπ' ἀδελφῇ γαμβρὸν αὐτοῦ Ῥωμανὸν τὸν Σκληρόν, ὃν ὁ Κωνσταντῖνος, ὡς εἴπομεν, ἀπετύφλωσεν. ἀνεκαλέσατο δὲ καὶ τῆς χρονίας ὑπερορίας Νικηφόρον τὸν Ξιφίαν, ὃς ἐθελοντὴς ἐν τῇ μονῇ τῶν Στουδίου τὸ τῶν μοναχῶν ἠμφιέσατο σχῆμα. [Roman3.2] Κατὰ τοῦτον τὸν χρόνον ὗσεν ὁ θεὸς ὑετὸν σύμμετρον καὶ εὐφορία γέγονε τῶν καρπῶν, κατ' ἐξαίρετον δὲ τῆς ἐλαίας. ἐγένετο δὲ κατὰ τὴν ἡμέραν τῆς ἁγίας πεντηκοστῆς ταραχὴ διὰ τὴν καθέδραν ἐν τῇ λειτουργίᾳ, μὴ καταδεξαμένων τῶν μητροπολιτῶν προκαθίσαι αὐτῶν τοὺς συγκέλλους ἐν τῷ συνθρόνῳ. [Roman3.3] Κατὰ τοῦτον τὸν χρόνον διαβληθεὶς ὁ μάγιστρος Προυσιάνος ὁ Βούλγαρος κοινοπραγεῖν Θεοδώρᾳ τῇ τῆς βασιλίδος ἀδελφῇ καὶ τῆς βασιλείας ἀντιποιεῖσθαι εἰς τὸ τοῦ Μανουὴλ μοναστήριον φρουρεῖται. ἐπικρατησάσης δὲ τῆς κατηγορίας αὐτὸς μὲν ἀποτυφλοῦται, ἡ δὲ μήτηρ αὐτοῦ ἡ ζωστὴ τῆς πόλεως ἐκβάλλεται. καὶ Κωνσταντῖνος ὁ Διογένης, γαμβρὸς ὢν τοῦ βασιλέως ἐπὶ θυγατρὶ τοῦ ἀδελφοῦ αὐτοῦ Βασιλείου, ἀπὸ Σιρμίου μετατεθεὶς εἰς Θεσσαλονίκην γίνεται δούξ, κατηγορηθεὶς δὲ παρὰ Ὀρέστου τοῦ θεράποντος Βασιλείου τοῦ βασιλέως ὡς μελετῶν ἀποστασίαν, στρατηγὸς εἰς Θρᾳκησίους στέλλεται. φανερᾶς δὲ τῆς κατηγορίας γενομένης ἄγεται δέσμιος ἐν τῇ βασιλίδι καὶ ἐν πύργῳ βάλλεται. οἱ δὲ τούτου συνωμόται, ὁ πρωτονοτάριος Ἰωάννης καὶ σύγκελλος, ὁ πατρίκιος Εὐστάθιος καὶ στρατηγὸς ὁ Δαφνομήλης, Μιχαὴλ Θεόγνωστος καὶ Σαμουὴλ οἱ τοῦ μαγίστρου Μιχαὴλ τοῦ Βούρτζη ἔκγονοι, Γεώργιός τε καὶ Βαρασβατζὲ ὁ ἐν τῷ ὄρει τῷ Ἄθῳ τὴν τῶν Ἰβήρων μονὴν συστησάμενος, οἱ τοῦ πατρικίου Θευδάτου ἀνεψιοί, δεινῶς τυφθέντες καὶ διὰ μέσης τῆς λεωφόρου παραπεμφθέντες ἐξορίᾳ παρεπέμφθησαν. κατηνέχθη δὲ καὶ Θεοδώρα τῶν ἀνακτόρων, καὶ εἰς τὸ λεγόμενον περιωρίσθη Πετρίον. Ὀκτωβρίῳ δὲ μηνὶ κατὰ τὴν τριακοστὴν πρώτην ἡμέραν τοῦ μηνὸς χύσις ἀστέρος ἐγένετο, ἐκ δυσμῶν πρὸς ἀνατολὴν τὴν πορείαν ποιοῦντος. καὶ κατ' αὐτὴν τὴν ἡμέραν πτῶσις οὐ μικρὰ γέγονε τοῦ Ῥωμαϊκοῦ στρατοῦ ἐν Συρίᾳ, στρατηγοῦντος τῆς μεγάλης Ἀντιοχείας Μιχαὴλ τοῦ Σπονδύλη. ἐγένετο δὲ καὶ ὄμβρων ἐπίκλυσις, ἐπικρατήσασα ἕως τοῦ Μαρτίου μηνός, τῶν ποταμῶν ὑπερχυθέντων καὶ τῶν κοίλων πελαγισάντων, ὡς ἀποπνιγῆναι σχεδὸν πάντα τὰ ζῷα καὶ τοὺς καταβληθέντας καρποὺς τῇ γῇ καὶ διὰ τοῦτο λιμὸν κατὰ τὸν ἐπιόντα χρόνον ἐπακολουθῆσαι δεινόν. βουλόμενος δὲ ὁ βασιλεὺς τὸ γεγονὸς ἐν Συρίᾳ ἀτύχημα ἐξιάσασθαι, ὥρμητο κατὰ τῆς Βερροίας ἐκστρατεῦσαι. ἐκπέμπει γοῦν μετ' εὐζώνου δυνάμεως Κωνσταντῖνον πατρίκιον τὸν Καραντηνὸν τὸν ἐπ' ἀδελφῇ τούτου γαμβρόν, ἀπελθεῖν ἐπισκήψας καὶ κατασκοπῆσαι τὰς εἰσόδους καὶ κατὰ τὸ δυνατὸν πημαίνεσθαι τοὺς ἐχθρούς, παρατάξεως δὲ καθολικῆς ἀπέχεσθαι μέχρι τῆς αὐτοῦ παρουσίας. ἐν ὅσῳ δὲ ὁ στρατὸς αὐτῷ συνηθροίζετο, ὁ μὲν τῆς Ἀβασγίας ἄρχων Γεώργιος νόσῳ τελευτᾷ, ἡ δὲ τούτου σύνοικος πρέσβεις ἐς βασιλέα στείλασα μετὰ δώρων σπονδάς τε εἰρηνικὰς ἐζήτει καὶ τῷ ταύτης υἱῷ τῷ Παγκρατίῳ τὴν συνοικήσουσαν. ἧς τὴν πρεσβείαν ἀποδεξάμενος ὁ βασιλεὺς τάς τε σπονδὰς ἐκύρωσε καὶ Ἑλένην τὴν ἑαυτοῦ ἀνεψιάν, τὴν θυγατέρα τοῦ ἀδελφοῦ αὐτοῦ Βασιλείου, νύμφην ἐς Ἀβασγίαν ἀπέστειλε, τὸν νυμφίον Παγράτιον ἐς τῶν κουροπαλατῶν ἀναβιβάσας τὸ ὕψος. [Roman3.4] Κατὰ τοῦτον τὸν χρόνον γέγονέ τι τεράστιον παράδοξον ἐν τῷ θέματι τῶν Θρᾳκησίων, περὶ τὰς ὑπωρείας τοῦ ὄρους Κουζηνᾶ, ἐν ᾧ πηγὴ ἦν καλλίστου καὶ διειδοῦς ὕδατος. φωνή τις ἐξηκούετο μετὰ ὀδυρμοῦ καὶ οὐαὶ καὶ θρήνων, παρεμφερὴς ὀλοφυρμῷ γυναικός. καὶ οὐχ ἅπαξ ἢ δὶς τοῦτο, ἀλλ' ἀπὸ Μαρτίου μηνὸς ἄχρις Ἰουνίου αὐτοῦ καθ' ἡμέραν καὶ νύκτα. ἀπιόντων δέ τινων ἐπὶ κατασκοπῇ πρὸς τὸν τόπον, ἔνθα ἡ φωνὴ ἐξηχεῖτο, ἀλλαχοῦ μετέπιπτεν ἡ ὀλολυγή. τοῦτο δέ, ὡς ἔοικε, προεμήνυε τὴν φθάσασαν ῥηθῆναι ἀτυχίαν τῶν Ῥωμαίων ἐν τῇ Κοίλῃ Συρίᾳ. τοῦ γὰρ βασιλέως Νικηφόρου τὰς πλείστας Συρίας καὶ Φοινίκης πόλεις παραστησαμένου, καὶ τοῦ μετ' αὐτὸν Ἰωάννου τὰ ἑαλωκότα κρατυναμένου καὶ μέχρι Δαμασκοῦ τὴν ἐπικράτειαν παρατείναντος, ἐπείπερ ὁ μετ' αὐτοὺς Βασίλειος πρότερον μὲν ὑπὸ τῶν ἐμφυλίων ἀσχολούμενος πολέμων, ὕστερον δὲ καὶ τοῖς κατὰ τοῦ Σαμουὴλ ἔργοις προσλιπαρῶν οὐκ ἔσχεν εὐκαιρίαν καλῶς καὶ ὡς ἐνεδέχετο τὰ ἐν τῇ ἑῴᾳ κατασφαλίσασθαι, ἀλλ' ὅσον ἐν φαντασίᾳ γενόμενος ἐκεῖσε, καὶ ὡς ὁ καιρὸς ἀπῄτει ταῦτα καταστησάμενος, εἶθ' ὑποστρέψας καὶ ἀσχολίαν ἔμμονον ἔχων καὶ φροντίδα τὸ τῶν Βουλγάρων ὑποτάξαι γένος, ἀφορμὴ γέγονε τοῦ τὸν ζυγὸν ἀπορρῖψαι τὰς δυνατωτέρας τῶν πόλεων καὶ τὴν ἑαυτῶν ἀναζητεῖν ἐλευθερίαν. ἀλλ' ἕως μὲν οὗτος περιῆν, ἐμελετᾶτο μὲν ἡ ἀπόστασις, κρύβδην δὲ καὶ οὐ φανερῶς. τούτου δὲ τὸ χρεὼν ἀποτίσαντος, καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Κωνσταντίνου ἀμελῶς βασιλεύοντος καὶ ῥᾳθύμως, καὶ ἐπ' ἐκείνοις ἔχοντος τὸν σκοπόν, ἅπερ ὁ λόγος φθάσας ἐστηλογράφησε, τῶν δ' ἄλλων ὀλιγωρίαν κατασκεδάσαντος οὐ τὴν τυχοῦσαν, ἀδείας οἱ Σαρακηνοὶ λαβόμενοι τάς τε ἐν ταῖς πόλεσι φρουρὰς ἐξεπόρθησαν, ἀνελόντες καὶ τοὺς φρουρούς, κατ' ἐξαίρετον δὲ ὁ τῆς Βερροίας ἀρχηγός, ἣν καὶ Χάλεπ καλοῦσιν. ἐκδρομάς τε γὰρ ἐποίει συνεχεῖς, καὶ τὴν Ἀντιόχειαν ἐκάκου καὶ τὰ ὁμοροῦντα ἔθνη καὶ πρόσοικα τὰ τοῖς Ῥωμαίοις ὑπήκοα. πρὸς ὃν Σπονδύλης, τῆς Ἀντιοχείας, ὡς εἴρηται, κατάρχων ἐκστρατεύει ἔτι περιόντος τοῦ Κωνσταντίνου, βουλόμενος τάχα νεανικόν τι καὶ γενναῖον ἐνδείξασθαι. καὶ συμβαλὼν τῷ τῆς Βερροίας ἐξηγουμένῳ ἡττᾶται, καὶ πολὺς μὲν γίνεται τῶν σὺν αὐτῷ φθόρος, αὐτὸς δὲ αἴσχιστα εἰς Ἀντιόχειαν διασῴζεται. κατεστρατήγησε δ' αὐτὸν καί τις Ἄραψ, Μουσάραφ τὴν προσηγορίαν, τρόπῳ τοιῷδε. οὗτος γὰρ ὁ Μουσάραφ δορυάλωτος κατεχόμενος ἐν Ἀντιοχείᾳ (ἦν γὰρ κατασχεθεὶς ὑπὸ Πόθου τοῦ Ἀργυροῦ), ἐπείπερ αἱ [Roman3.4.36] τῆς ἡγεμονίας ἡνίαι εἰς τὸν Σπονδύλην μετέπεσον, κατανενοηκὼς τὸν ἄνθρωπον εὐρίπιστον, ὑπέσχετο μεγάλα χρησιμεῦσαι Ῥωμαίοις, εἰ ἀνεθείη τῶν δεσμῶν, καὶ πάντα ἐπιτελέσειε τὰ κατὰ σκοπόν. τά τε γὰρ ὁμόφυλα κακῶσαι κατεπηγγέλλετο, καὶ τόπον ὑποδεικνύς, εἰ φρούριον ἐν αὐτῷ δομηθείη καὶ αὐτῷ παραδοθείη, οὐ μικρὸν ὄφελος ἔσεσθαι Ῥωμαίοις. οὗ τὰς ῥᾳδιουργίας μὴ συνεὶς ὁ Σπονδύλης τῶν τε κλοιῶν ἀφῆκεν αὐτόν, καὶ τὸ φρούριον, ὡς ἐκέλευεν, ἐδομήσατο, καὶ αὐτῷ τὴν φυλακὴν ἐπετρέψατο, χιλίους φρουροὺς ἐγκαταστήσας ἐν τούτῳ Ῥωμαίους. ὁ δὲ Μουσάραφ τυχών, οὗπερ ηὔχετο καιροῦ, λάθρᾳ τῷ Τριπόλεως ἀμηρᾷ καὶ Τούσβερ τῷ ἀρχιστρατήγῳ τοῦ Αἰγυπτίου προσδιαλεχθείς, λαὸν ὑπ' αὐτῶν πεμφθέντα δεξάμενος τούς τε χιλίους ἀναιρεῖ καὶ τὸ φρούριον αὐτοῖς παραδίδωσι. καὶ οὐ διέλιπον ἐξ ἐκείνου ἐξ ὑπερδεξίων φερόμενοι οἱ Σαρακηνοὶ διαφθείρειν τὰ ἐν Συρίᾳ Ῥωμαίοις ὑπήκοα καὶ λυμαίνεσθαι. [Roman3.5] Ἀλλὰ τοῦτον μὲν ὁ Ῥωμανὸς μεθίστησι τῆς ἀρχῆς, διάδοχον αὐτοῦ πέμψας Κωνσταντῖνον τὸν ἐπ' ἀδελφῇ γαμβρὸν αὐτοῦ τὸν Καραντηνόν, ηὐτρεπίζετο δὲ καὶ αὐτὸς κατόπιν ἀπελθεῖν κατὰ τῶν Σαρακηνῶν. ἤδη δὲ τὸ Φιλομίλιον καταλαβόντος αὐτοῦ ἦλθον πρέσβεις ἐκ Βερροίας μετὰ δώρων ὅτι πολλῶν, παρακαλοῦντες συμπαθείας τυχεῖν καὶ τὴν πρὶν δουλείαν ἐπαναδέξασθαι καὶ τοὺς ἐτησίους εὐγνωμόνως προσφέρειν φόρους. πολλῶν δὲ κἀγαθῶν στρατιωτῶν τῶν συστρατευομένων αὐτῷ παρακαλούντων τὴν πρόκλησιν δέξασθαι, ὧν εἷς ἦν καὶ ὁ πατρίκιος Ἰωάννης ὁ Χάλδος, καὶ μὴ ἐκστρατεῦσαι κατὰ Συρίας ἐν καιρῷ θέρους, ὁπότε τό τε ὕδωρ ἐν αὐτῇ σπανίζει καὶ τὸ τῶν Ἀράβων ἔθνος ἀνυπόστατόν ἐστιν, οἷα ἐνειθισμένον φέρειν γενναίως τὰ ἐγχώρια θάλπη καὶ τοὺς φλογμοὺς καὶ τοὺς καύσωνας, οἱ δὲ Ῥωμαῖοι πανοπλῖται τυγχάνοντες οὐ τληπαθῶς ἔχουσι πρὸς τὴν ὥραν, μηδενὸς ἐπιστροφὴν ποιησάμενος, ἀλλ' ἐξ ὑπογύου τὰ τῶν πρὸ αὐτοῦ βασιλέων ἔχων ἀνδραγαθήματα, καὶ σπεύδων ἀνδρῷόν τι καὶ αὐτὸς ἐπιδείξασθαι, ἄπεισιν ἐν Συρίᾳ. καὶ στρατοπεδείαν πηξάμενος ἔν τινι φρουρίῳ δύο ἡμερῶν ὁδὸν Βερροίας ἀπέχοντι (Ἀζάζιον ὄνομα τῷ φρουρίῳ) ἐσκόπει τὸ μέλλον. ἐν ᾧ κατεσκηνωμένος τὸν τῶν ἐξκουβίτων ἄρχοντα τὸν πατρίκιον Λέοντα τὸν Χοιροσφάκτην μετὰ τοῦ οἰκείου τάγματος ἐπὶ κατασκοπῇ στέλλει, εἴ τινές τε ἐπίοιεν κατοψόμενον Ἄραβες, καὶ ὅπῃ δὴ λυσιτελὲς μεταθεῖναι τὴν στρατοπεδείαν. ἀλλὰ τοῦτον οἱ ἐνεδρεύοντες καὶ τὰ ἐν μεταξὺ πεδία φυλάσσοντες Ἄραβες καιροσκοπήσαντες καὶ αἰφνίδιον ἐπιθέμενοι κατέσχον, τὸν δὲ μετ' αὐτοῦ λαὸν διεσκέδασαν. ἐς τοσοῦτον δὲ προῆλθον τόλμης καὶ ἀναιδείας, ὡς καὶ ἀναφανδὸν ἐπικόπτειν Ῥωμαίοις τὴν χορτολογίαν καὶ τὴν τῶν ἄλλων ἀναγκαίων συλλογήν. πλέον δ' αὐτοὺς ἐκάκουν ἐν τοῖς ὕδασι· πιεζόμενοι γὰρ οἱ Ῥωμαῖοι καὶ ἡ τούτων ἵππος καὶ τὰ ὑποζύγια, ὑπὸ τῆς ἀνάγκης τοῦ δίψους εἰς προφανῆ ἑαυτοὺς συνώθουν τὸν κίνδυνον, καὶ ἁλισκόμενοι ἀπώλλυντο. τότε δὴ καὶ Κωνσταντῖνος πατρίκιος ὁ Δαλασσηνὸς ἐκπεμφθεὶς ἀνακόψαι τοὺς ἐπεμβαίνοντας καὶ ἀνδρικόν τι καὶ γενναῖον διαπράξασθαι, καὶ τούτοις συμπλακεὶς καὶ ἀκόσμως φυγὼν μεγάλης συγχύσεως καὶ ταραχῆς τὰ Ῥωμαίων ἐνέπλησε καὶ τὸν βασιλέα αὐτόν. ἐπανελθόντος γὰρ αὐτοῦ τεθορυβημένου καὶ τὸ στρατόπεδον ἅπαν ταραχῆς ἐμφορήσαντος καὶ ἀκοσμίας, οὐκέτι τοῦ λοιποῦ λόγος μάχης ἐτύγχανεν, ἀλλ' ἕκαστος, ὥς πῃ δυνατὸν ἦν, τὴν ἑαυτοῦ ἐπραγματεύετο σωτηρίαν. βουλῆς οὖν προτεθείσης, ἔδοξεν ἕωθεν διαλύσαντας τὴν τάφρον ἐπαναζευγνύειν εἰς Ἀντιόχειαν. καὶ δὴ κατὰ τὴν δευτέραν τοῦ Αὐγούστου μηνός, ἰνδικτιῶνος τρισκαιδεκάτης, ἔτους ἑξακισχιλιοστοῦ πεντακοσιοστοῦ τριακοστοῦ ὀγδόου, κατὰ τὰ βεβουλευμένα τὰς τῆς στρατοπεδείας ἀνοίξαντες πύλας ἁπανταχῇ τῆς ἐπ' Ἀντιόχειαν εἴχοντο, οἱ πλείους μὲν κοιλιακῷ κατειργασμένοι νοσήματι, οἱ πλείους δὲ καὶ ὑπὸ τῆς ἀνάγκης τοῦ δίψους κατειργασμένοι. οἷς ἐξελθοῦσι τῆς παρεμβολῆς μετὰ ῥύμης οἱ Ἄραβες ἐπιτίθενται. τῶν δὲ μηδ' ὅλως ὑποστάντων τὴν ὁρμήν, γίνεται τροπὴ φρικωδεστάτη, καὶ οἱ μὲν ὑπ' ἀλλήλων ἐπατοῦντο καὶ διεφθείροντο, οἱ δὲ ζωγρίαι ἡλίσκοντο. ἔνθα τι καὶ συνέβη χαρίεν γενέσθαι. τῶν γὰρ στρατηγῶν, οἷς ἐπ' ἀνδρείᾳ ὄνομα ἦν, καὶ τῶν στρατιωτῶν μηδενὸς ὑποστῆναι τολμῶντος τὸν κίνδυνον, ἀλλ' ἀκλεῶς ἀποδιδρασκόντων, εὐνοῦχός τις τῶν θαλαμηπόλων τὴν ἑαυτοῦ φερομένην ἰδὼν ἀποσκευὴν καὶ τοὺς ὑπηρέτας, καὶ μὴ ἐνεγκὼν μετρίως τὸ πάθος, τὸν ἵππον τῇδε κἀκεῖσε συνταράξας ἔπεισι μετὰ σφοδρᾶς ὁρμῆς κατὰ τῶν Σαρακηνῶν, καὶ τόξον ἐντείνας βάλλει μὲν ἕνα, τρέπει δὲ τοὺς ἄλλους, καὶ τὰ ἑαυτοῦ ἑλὼν ὑπέστρεψε γεγηθὼς οὐκ ἐμπειρίᾳ πολεμικῇ, ἀλλ' ἔρωτι χρημάτων τῆς ἑαυτοῦ ἀλογίσας ζωῆς ὁ ταλαίπωρος τομίας, τοῦ χρημάτων ἔρωτος τὸν τῆς ζωῆς κίνδυνον ἐξώσαντος ὡς πορρωτέρω. ὁ δὲ βασιλεὺς ἐγγὺς ἐλθὼν τοῦ ἁλῶναι περισῴζεται εἰς Ἀντιόχειαν, ἐκθύμως ἀγωνισαμένων τῶν βασιλικῶν ἑταίρων καὶ διασωσάντων ἑαυτούς τε καὶ τὸν βασιλέα. [Roman3.6] Τότε δὴ Γεωργίου τοῦ Μανιάκη τοῦ θέματος στρατηγοῦντος Τελούχ, Ἄραβες ὀκτακόσιοι μετὰ γαύρου τοῦ φρονήματος ὑποστρέψαντες ἀπὸ τῆς τροπῆς καὶ πρὸς αὐτὸν παραγενόμενοι εἴκειν τὴν ταχίστην ἐκέλευον καὶ τὴν πόλιν καταλιπεῖν τοῦ βασιλέως ἑαλωκότος καὶ παντὸς τοῦ Ῥωμαϊκοῦ στρατεύματος ἄρδην ἀπολωλότος, καὶ μὴ ἑαυτὸν προφανεῖ κινδύνῳ ἐκδεδωκέναι. ἡμέρας γὰρ διαλαμπούσης οἰκτρῶς αὐτός τε καὶ οἱ σὺν αὐτῷ ἀπολοῦνται περιστοιχηθέντες. ὁ δὲ δέχεσθαι τάχα τὴν παραίνεσιν δόξας καὶ ποιήσειν τὸ κελευόμενον ὑποπτευθείς, σῖτά τε καὶ ποτὰ τούτοις ἀποχρώντως ἐκπέμψας διαναπαύειν ἐκέλευεν ἑαυτούς, ὡς ἁμ' ἡμέρᾳ αὐτὸς μὲν σὺν τοῖς συνοῦσιν αὐτῷ ἀπαλλαγήσεται, αὐτοὺς δὲ κυρίους καταστήσει τῆς πόλεως Τελοὺχ καὶ πάντων τῶν Ῥωμαϊκῶν χρημάτων. οἱ δὲ τοῖς τε λόγοις καὶ τοῖς ἔργοις φενακισθέντες, καὶ ὡς αὔριον τάχα ἀπολήψεσθαι τὰ πάντα ὑπειληφότες, πρὸς πότους καὶ μέθας ἐτράπησαν καὶ ἐν πάσῃ ἀδείᾳ καὶ ἀμεριμνίᾳ διενυκτέρευον. ὁ δὲ περὶ μέσας νύκτας οἰνωμένοις αὐτοῖς καὶ ἀφροντίστως ἐπιτίθεται κοιμωμένοις, καὶ τούτους μὲν πάντας ἀπέσφαξεν, ὑφείλετο δὲ καὶ διακοσίας ὀγδοήκοντα καμήλους πεφορτωμένας καὶ πλήρεις ἀγαθῶν παντοίων Ῥωμαϊκῶν. τὰς δὲ ῥῖνας καὶ τὰ ὦτα τῶν πεσόντων ἀποτεμὼν διεκόμισεν ἐν Καππαδοκίᾳ τῷ βασιλεῖ, ἤδη ἀπὸ τῆς φυγῆς κατειληφότι τὸν τοῦ Φωκᾶ οἶκον καὶ ἐν αὐτῷ διατρίβοντι. ὃν ὁ βασιλεὺς τοῦ ἔργου ἀποδεξάμενος κατεπάνω τῆς κάτω Μηδίας ἀποδείκνυσιν. [Roman3.7] Ἀπαίρων δὲ τῆς Συρίας δομέστικον μὲν τῶν σχολῶν ἀποδείκνυσι Συμεὼν τὸν τοῦ πενθεροῦ αὐτοῦ Κωνσταντίνου θεράποντα, ἡγεμόνα δὲ Ἀντιοχείας Νικήταν τὸν ἐκ Μισθείας. τούτοις ἐνετείλατο κατὰ τὸ δυνατὸν ἀποπειρᾶσθαι τοῦ παρὰ τοῦ Μουσάραφ κτισθέντος φρουρίου, ᾧ Μενῖκος ὄνομα, μή πως δυνηθεῖεν ἀπαλλάξαι Συρίαν τῶν ἐκ τοῦ Μουσάραφ ἐπιδρομῶν. ἀφυῶς δὲ τούτων καὶ ἀμαθῶς ἐπιχειρησάντων τῇ πολιορκίᾳ, νυκτὸς ὁ Μουσάραφ ὑπεκδραμὼν τοῦ φρουρίου τάς τε ἑλεπόλεις ἐνέπρησε καὶ τούτους ἐκεῖθεν αἰσχρῶς ἀπεδίωξεν. ὅπερ πυθόμενος ὁ βασιλεύς, καὶ μὴ φέρων τὴν ὕβριν, Θεόκτιστον πρωτοσπαθάριον, ἕνα τῶν πιστικωτάτων αὐτῷ ὑπάρχοντα διακόνων καὶ μέγαν ἑταιρειάρχην τῷ τότε χρηματίζοντα, μετὰ δυνάμεως ἁδρᾶς Ῥωμαίων τε καὶ ἐθνικῶν κατὰ Συρίας ἐκπέμπει, στρατηγὸν αὐτοκράτορα τοῦτον προ- [Roman3.7.13] χειρισάμενος, καὶ ἐπισκήψας τῷ Τριπόλεως συμμῖξαι ἀμηρᾷ Πινζαρὰχ καὶ μετ' αὐτοῦ τὰ τῶν Ἀράβων λυμαίνεσθαι. ἔτυχε γὰρ οὗτος ὁ Πινζαρὰχ διά τι πρόσκρουσμα πρὸ μικροῦ ἀποστατῆσαι τοῦ Αἰγυπτίων ἀμερμουμνῆ καὶ ὅπλα κινῆσαι κατ' αὐτοῦ. καὶ τοῦ Αἰγυπτίου τὸν Τοῦρκον Τοῦσπερ, ἄρχοντα τυγχάνοντα τῶν αὐτοῦ ταγμάτων, μετὰ χειρὸς ἀξιολόγου ἐπὶ καθαιρέσει τοῦ Πινζαρὰχ πεπομφότος, ὡς οὗτος ᾔσθετο μὴ ἀξιόμαχος εἶναι αὐτὸς καθ' αὑτὸν τῇ τῶν Αἰγυπτίων συμπλακῆναι δυνάμει, τῷ βασιλεῖ Ῥωμαίων προσρύεται καὶ ὁμαιχμίαν αἰτεῖ. οὗ τὴν αἴτησιν μὴ παριδὼν ὁ Ῥωμανὸς τὸν Θεόκτιστον μετὰ πλήθους ἀξιολόγου ἐξέπεμψε, συμμαχίαν τε παρασχεῖν τῷ Πινζαρὰχ κελεύσας, καὶ ἐκ παρόδου τοῦ φρουρίου Μενίκου ἀντιποιεῖσθαι. ὃς ἀπελθὼν καὶ συμμίξας τῷ Πινζαρὰχ ἔργου εἴχετο. καὶ ὁ μὲν Αἰγυπτίων ἀρχιστράτηγος Τοῦσπερ τῷ αἰφνιδίῳ τῆς ἐφόδου καὶ τῷ πλήθει καταπλαγεὶς οἴκαδε ὑπενόστησεν. οὐκ ἤνεγκε δὲ οὐδ' ὁ Μουσάραφ τὴν ἐπέλευσιν τῶν πολεμίων, ἀλλὰ τὸν Μενῖκον ἀφεὶς ἔφυγε καὶ περὶ τὰ ὅρια Τριπόλεως συσχεθεὶς ἀνῃρέθη. παρειλήφασι δὲ οἱ περὶ τὸν Θεόκτιστον αὐτό τε τὸ φρούριον τὸν Μενῖκον, παραδοθέντα αὐτοῖς ὑπὸ ἀδελφόπαιδος τοῦ Μουσάραφ, καὶ ἕτερον φρούριον ἐπί τινος ἀποτόμου κείμενον πέτρας, τὸ λεγόμενον Ἀργυρόκαστρον. ταῦτα δὲ οὕτω καταστησάμενος ὁ Θεόκτιστος εἰσῆλθεν εἰς τὴν βασιλίδα, ἐπαγόμενος μεθ' ἑαυτοῦ καὶ Ἀλὰχ τὸν τοῦ Πινζαρὰχ υἱόν, ὃν καὶ πατρικιότητος ὁ αὐτοκράτωρ ἠξίωσε. κατόπιν δὲ ἦλθε καὶ ὁ Πινζαράχ, προπεμπόμενος καὶ δυροφορούμενος παρὰ τοῦ χρηματίσαντος ἄρχοντος Ἀντιοχείας Νικήτα τοῦ ἐκ Μισθείας. ὃν ὁ βασιλεὺς φιλοφρόνως ἀποδεξάμενος καὶ δώροις καὶ εὐεργεσίαις δεξιωσάμενος οὐ μικραῖς οἴκαδε χαίροντα ἐξαπέστειλεν. ἐλυτρώσατο δὲ καὶ τῆς αἰχμαλωσίας τὸν Χοιροσφάκτην καὶ τοῖς οἰκείοις ἀπέδωκε. [Roman3.8] Τοῦ πρωτοσπαθαρίου δὲ Ὀρέστου, ὃν ὑπὸ Βασιλείου τοῦ βασιλέως ἐν Σικελίᾳ πεμφθῆναι ὁ λόγος ἐδήλωσεν ἄνωθεν, ἀπείρως ἔχοντος περὶ τὰ πολεμικὰ καὶ ἀτέχνως ἐπιχειροῦντος τοῖς πράγμασιν, οἱ ἐκ Σικελίας Σαρακηνοὶ καιροφυλακήσαντες καὶ αἰφνίδιον ἐπιθέμενοι τοῖς Ῥωμαίοις, ἤδη καὶ κοιλιακῷ νοσήματι ἀπὸ τρυφῆς κατασχεθεῖσιν, ὄλεθρον οὐκ ὀλίγον εἰργάσαντο, ἀνακτώμενος δὲ τὸ γεγονὸς ἀτύχημα ὁ βασιλεὺς δύναμιν ἀξιόμαχον ἔκ τε Ἑλλάδος καὶ Μακεδονίας ἀθροίσας ἐν Ἰταλίᾳ ἐκπέμπει, κἂν οὐδέν τι γενναῖον δρᾶσαι ἴσχυσεν ἀφελείᾳ καὶ κακότητι τοῦ στρατηγοῦ. τούτῳ τῷ ἔτει ἑξακισχιλιοστῷ πεντακοσιοστῷ τριακοστῷ ἐννάτῳ τυγχάνοντι, ἰνδικτιῶνος τεσσαρεσκαιδεκάτης, καὶ ὁ Προυσιάνος ἑκουσίως ἀποκείρεται μοναχός, καὶ ἡ μήτηρ αὐτοῦ ἐκ Μαντινείου τῆς ἐν Βουκελλαρίῳ μονῆς εἰς Θρᾳκησίους μεταβιβάζεται, καὶ Κωνσταντῖνος πατρίκιος ὁ Διογένης ἐκβληθεὶς τοῦ πύργου ἐν τῇ μονῇ τῶν Στουδίου ἀποκείρεται μοναχός. ὁ δὲ βασιλεὺς Ῥωμανὸς τὸν οἶκον τοῦ Τριακονταφύλλου ἐξωνησάμενος εἰς μοναστήριον μετεσκεύασεν ἐπ' ὀνόματι τῆς δεσποίνης ἡμῶν θεοτόκου, μηδεμιᾶς πολυτελείας φεισάμενος, συντρίψας μέντοι τῇ προφάσει ταύτῃ οὐ μικρῶς τὸ ὑπήκοον καὶ κακώσας ἔν τε ταῖς τῶν λίθων καὶ τῶν ἄλλων εἰδῶν διακομιδαῖς. καταλαμπρύνει δὲ καὶ τὰ κιονόκρανα τῆς μεγάλης ἐκκλησίας καὶ τῆς ὑπεραγίας θεοτόκου τῶν Βλαχερνῶν ἀργύρῳ καὶ χρυσῷ. μέλλων δὲ καὶ τὸ θυσιαστήριον ἐπιποιεῖσθαι τῶν Βλαχερνῶν εὗρε κρεμαμένην εἰκόνα παλαιάν, ἣν ἀνακαινισθῆναι προσέταξεν. ἐξηργυρωμένον δὲ τὸ χρίσμα τοῦ τοίχου ἰδὼν καθαιρεθῆναι προσέταξε καὶ νέον γενέσθαι. καθαιρεθέντος δὲ τοῦ χρίσματος εὑρέθη εἰκὼν ὑλογραφική, σανίδιον ἐπιστήθιον κρατούσης τῆς θεοτόκου τὸν κύριον καὶ θεὸν ἡμῶν, ἀμόλυντος διαμείνασα ἀπὸ τῶν ἡμερῶν τοῦ Κοπρωνύμου ἕως τῆσδε τῆς ἡμέρας, ἐτῶν διελθόντων τριακοσίων. [Roman3.9] Τῷ δὲ ἑξακισχιλιοστῷ πεντακοσιοστῷ τετρακοστῷ ἔτει, ἰνδικτιῶνος πεντεκαιδεκάτης, μηνὶ Σεπτεμβρίῳ, ἦλθε πρὸς τὸν βασιλέα Ῥωμανὸν μετὰ δώρων πολλῶν ὁ τοῦ Χαλεπίτου υἱὸς Ἄμερ, ἐξαιτῶν ἀνανεῶσαι τὴν εἰρήνην καὶ τοὺς πρόσθεν παρέχειν φόρους. καὶ δὴ στέλλεται Θεοφύλακτος πρωτοσπαθάριος ὁ Ἀθηναῖος, καὶ τάς τε σπονδὰς ἐβεβαίωσε καὶ κοινοπραγίαν μετὰ τῶν Χαλεπιτῶν ἔθετο. Ζωὴ δὲ ἡ βασιλὶς μετὰ τὴν ὕψωσιν τοῦ τιμίου σταυροῦ αἰφνίδιον ἀπελθοῦσα εἰς τὸ Πετρίον τὴν ἑαυτῆς ἀδελφὴν Θεοδώραν ἀπέκειρε μοναχήν, ἀδύνατον ἄλλως εἶναι φήσασα παυθῆναι τὰς ἐπιβουλὰς καὶ τὰ σκάνδαλα. δέδωκε δὲ καὶ τὴν οἰκείαν ἀνεψιὰν ὁ βασιλεὺς Ῥωμανὸς μετὰ πολλῶν ἕδνων εἰς εὐνὴν τῷ τῆς μεγάλης Ἀρμενίας ἐξουσιάρχῃ. μέλλων δὲ δευτέραν εἰσβολὴν τάχα ποιήσασθαι κατὰ Συρίας ὁ βασιλεὺς ἐξῆλθεν εἰς τὰ Μεσάνακτα. ἐκεῖσε δὲ τούτου ἐνδιατρίβοντος μηνύεται τῇ βασιλίδι Ζωῇ διὰ Θεοφάνους τοῦ Θεσσαλονικέως, ὡς Κωνσταντῖνος ὁ Διογένης κοινολογησάμενος τῇ ταύτης ἀδελφῇ Θεοδώρᾳ ἀπόδρασιν πρὸς τὸ Ἰλλυρικὸν μελετᾷ, εἰδήσει τοῦ μητροπολίτου Δυρραχίου καὶ τοῦ ἐπισκόπου Περιθεωρίου. καὶ εὐθὺς ἀνάρπαστοι οἵ τε ἐπίσκοποι καὶ ὁ Διογένης γίνονται. καὶ ὁ μὲν Κωνσταντῖνος ἐταζόμενος ἐν τῷ παλατίῳ τῶν Βλαχερνῶν διὰ Ἰωάννου πραιποσίτου, τοῦ μετὰ ταῦτα ὀρφανοτρόφου καὶ ἀδελφοῦ τοῦ βεβασιλευκότος Μιχαήλ, ἑαυτὸν ἀποκρημνίσας τοῦ τείχους καὶ ἐκτραχηλισθεὶς ἀπέθανε ῥιφεὶς μετὰ τῶν αὐτοφόνων, οἱ δὲ ἐπίσκοποι ὡς τὸν βασιλέα πρὸς τὰ Μεσάνακτα ἐξεπέμφθησαν κἀκεῖθεν ἠλευθερώθησαν. [Roman3.10] Εἰκάδι δὲ ὀγδόῃ Ἰουλίου μηνός, ἡμέρᾳ ἕκτῃ, ὥρᾳ δευτέρᾳ τῆς νυκτός, ἀστέρος ἐγένετο χύσις ἐκ μεσημβρίας πρὸς ἄρκτον, πᾶσαν περιαστράψαντος τὴν γῆν. καὶ μετὰ μικρὸν ἀγγέλλονται τὰ κατασχόντα τὴν Ῥωμαίων ἀτυχήματα, Ἄραβες μὲν ληϊσάμενοι Μεσοποταμίαν ἄχρι Μελιτηνῆς, Πατζινάκαι δὲ τὸν Ἴστρον διαβάντες καὶ τὴν Μυσίαν κακῶς διαθέμενοι, Σαρακηνοὶ δὲ τὴν παράλιον καταδραμόντες τοῦ Ἰλλυρικοῦ μέχρι Κερκύρας καὶ αὐτὴν πυρπολήσαντες. ἀλλ' οἱ μὲν ἄλλοι ἀπήμονες κακῶν οἴκαδε ὑπενόστησαν, Σαρακηνοὶ δὲ ὑπό τε Ῥαουσαίων καὶ τοῦ στρατηγοῦντος ἐν Ναυπλίῳ Νικηφόρου πατρικίου τοῦ Καραντηνοῦ κακῶς ἔπαθον, καταπολεμηθέντες καὶ τὰ πλείω ἀποβαλόντες τῶν σκαφῶν. οἱ δὲ περισωθέντες, οὓς εἶχον Ῥωμαίους αἰχμαλώτους ἀποκτείναντες, ἐν τῷ οἴκαδε ὑποστρέφειν ναυαγίῳ περιπεσόντες περὶ τὸ Σικελικὸν πέλαγος διεφθάρησαν. [Roman3.11] Τούτῳ τῷ ἔτει καὶ λιμὸς καὶ λοιμὸς ἐπέδραμε Καππαδοκίαν, Παφλαγονίαν, Ἀρμενιακόν, καὶ Ὁνωριάδα, ὡς καὶ αὐτοὺς τοὺς τῶν θεμάτων ἐποίκους τὰς πατρίδας καταλιπόντας μετοικίαν ζητεῖν. οἷς ὁ βασιλεὺς ἐν τῷ ἀπὸ τῶν Μεσανάκτων εἰσιέναι πρὸς τὴν βασιλίδα συνηντηκὼς καὶ τὴν αἰτίαν τῆς ἀπαναστάσεως μὴ ἀγνοήσας, ὑποστρέφειν οἴκαδε κατηνάγκαζε, χρυσίῳ ἀναλαμβάνων καὶ τοῖς ἄλλοις τοῖς πρὸς τὸ ζῇν ἀναγκαίοις. καὶ Μιχαὴλ δὲ ὁ τῆς Ἀγκύρας τότε τὴν ἐκκλησίαν πηδαλιουχῶν ἔργα ἀρετῆς ἐπεδείξατο ἄξια, μηδενὸς φεισάμενος τῶν τεινόντων εἰς σωτηρίαν τῶν τοῦ λιμοῦ καὶ λοιμοῦ τραυματιῶν. [Roman3.12] Τῇ δὲ τρισκαιδεκάτῃ τοῦ Αὐγούστου μηνός, ἡμέρᾳ κυριακῇ, ὥρᾳ πρώτῃ τῆς νυκτός, ἐν ἔτει τῷ ἑξακισχιλιοστῷ πεντακοσιοστῷ σαρακοστῷ, γέγονε σεισμὸς μέγας. εἰσῆλθε δὲ καὶ ὁ βασιλεὺς ἐν τῇ βασιλίδι, καὶ τῆς προτέρας αὐτοῦ γυναικὸς Ἑλένης ἀποθανούσης μεγάλας διαδόσεις ὑπὲρ αὐτῆς ἐποιήσατο. τούτῳ τῷ ἔτει κατὰ τὴν εἰκοστὴν τοῦ Φεβρουαρίου μηνὸς καὶ ἀστὴρ διῆξεν ἀπὸ βορρᾶ πρὸς μεσημβρίαν [Roman3.12.7] μετ' ἤχου καὶ κτύπου. ἐφαίνετο δὲ ἄχρι τῆς πεντεκαιδεκάτης Μαρτίου, τόξον ὕπερθεν ἔχων. Μαρτίου δὲ ἕκτῃ, ἡμέρᾳ τρίτῃ, γέγονε σεισμός. [Roman3.13] Ἐγένετο δὲ κατὰ τοῦτον τὸν χρόνον καὶ ἐκδρομὴ Ἄφρων Σαρακηνῶν πλοίων χιλίων, πολεμιστὰς ἐχόντων μυρίους, οἵτινες πολλὰ τὰς νήσους καὶ τὰς παραλίους ἐκάκωσαν. ὧν μέρει τινὶ συμπλακεὶς Νικηφόρος ὁ Καραντηνὸς ἐτρέψατο, καὶ πεντακοσίους πεπεδημένους Σαρακηνοὺς τῷ βασιλεῖ ἐξαπέστειλε. τούτῳ τῷ ἔτει καὶ Γεώργιος πρωτοσπαθάριος ὁ Μανιάκης, ὁ Γουδελίου τοῦ Μανιάκη υἱός, τῶν παρευφρατιδίων στρατηγῶν πόλεων καὶ ἐν Σαμοσάτῳ τὰς οἰκήσεις ἔχων τῆς παρὰ τῇ Ὀσροηνῇ πόλεως ἀπεπειράθη Ἐδέσσης. ταύτης γὰρ τὴν ἐπιστασίαν Σαλαμάνης ἔχων ὁ Τοῦρκος, παρὰ τοῦ ἀμηρᾶ Μαρτυρουπόλεως ἤτοι Μιεφερκεὶμ ἐπιτετραμμένην αὐτῷ, καὶ δώροις καὶ ὑποσχέσεσι καὶ τιμαῖς διαφθαρεὶς παραδίδωσι τῷ Μανιάκῃ ἀωρὶ τῶν νυκτῶν, ὃς τρεῖς πύργους λίαν ὀχυρωτάτους κατασχὼν εὐψύχως τοὺς πολιορκοῦντας ἠμύνετο, βοήθειαν ἔξωθεν ἐπικαλούμενος. Ἀπομερβάνης δὲ ὁ τοῦ Μιεφερκεὶμ ἀμηρᾶς τὴν ἅλωσιν μαθὼν καὶ ὀξὺς ἐπιφανεὶς μετὰ δυνάμεως οὐκ ὀλίγης ἐπεχείρησε μὲν τῇ πολιορκίᾳ τῶν πύργων, γενναίως δὲ ὑποστάντος τοῦ Γεωργίου ἀποκρουσθεὶς καὶ μὴ ἔχων, ὅ τι καὶ δράσειεν, ἀποκείρας τὰ κάλλιστα τῶν οἰκημάτων καὶ διαφθείρας τὸν τῆς πόλεως κόσμον καὶ αὐτῆς τῆς μεγάλης ἐκκλησίας, καὶ καμήλοις ἐπιθεὶς τὰ κάλλιστα καὶ τὰ περίλοιπα τῆς πόλεως πυρὶ παραδούς, ὑπεχώρησεν εἰς Μαρτυρούπολιν. ἀδείας δὲ τυχὼν ὁ Μανιάκης, τὸ ἐν μέσῳ τῆς πόλεως κείμενον φρούριον ἐν λοφώδει [κείμενον] πέτρᾳ κατασχών, δύναμίν τε ἔξωθεν προσκαλεσάμενος, ἀσφαλῶς τὴν πόλιν κατέσχεν. εὑρὼν δὲ καὶ τὴν ἰδιόγραφον ἐπιστολὴν τοῦ δεσπότου καὶ κυρίου Ἰησοῦ Χριστοῦ, τὴν πρὸς Αὔγαρον πεμφθεῖσαν, τῷ βασιλεῖ ἐν Βυζαντίῳ ἀπέστειλεν. [Roman3.14] Ἀζίου δὲ τοῦ Αἰγυπτίου μανέντος καὶ πολλὰ κακὰ εἰς Χριστιανοὺς ἐνδειξαμένου, καταστρέψαντος δὲ καὶ τὸν ἐν Ἱεροσολύμοις ναὸν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, εἶτα καὶ αὐτοῦ αἴσχιστα καταλύσαντος τὴν ζωήν, ὁ υἱὸς αὐτοῦ, ἀπό τινος Ῥωμαίας γυναικὸς αἰχμαλώτου τεχθεὶς αὐτῷ, ἐπέτρεψε τοῖς βουλομένοις οἰκοδομεῖν τὸν ναόν, ὃν ἀποστείλας ὁ βασιλεὺς φιλοτίμως οἰκοδομῆσαι ἠπείγετο. ἀλλὰ φθάσαν τὸ χρεὼν ἐνεπόδισε, καὶ ὁ μετ' αὐτὸν Μιχαὴλ ἐκπληρωτὴς τοῦ ἔργου ἐγένετο. [Roman3.15] Καὶ ὁ μάγιστρος δὲ Βασίλειος, ὁ ἐπ' ἀδελφῇ τοῦ βασιλέως γαμβρός, ὁ Σκληρός, παρὰ Κωνσταντίνου ἐκτυφλωθείς, ἄστατον γνώμην ἔχων καὶ ἀλλοπρόσαλλον, εἰ καὶ μάγιστρος ἐτετίμητο καὶ πολλῶν ἠξίωτο εὐεργεσιῶν παρὰ τοῦ Ῥωμανοῦ, ὅμως ἐπιβουλὴν μελετᾷ κατ' αὐτοῦ. ἀλλὰ φωραθεὶς τῆς πόλεως ἐκβάλλεται σὺν τῇ γυναικί. [Roman3.16] Ἀπέστειλε δὲ καὶ ἐξ Ἐδέσσης ὁ Μανιάκης τῷ βασιλεῖ ἐνιαύσιον φόρον, λίτρας πεντήκοντα. καὶ ὁ τῆς Τριπόλεως δὲ ἀμηρᾶς ὁ Πινζαράχ, κατισχυόμενος παρὰ τῶν Αἰγυπτίων, φυγὰς τὴν βασιλίδα κατέλαβεν. ὃν ὁ βασιλεὺς πάλιν μετὰ πλείστης δυνάμεως σὺν τῷ ἑταιρειάρχῃ Θεοκτίστῳ εἰς Συρίαν ἐκπέπομφεν. ἐξέπεμψε δὲ καὶ μετὰ στόλου τὸν πρωτοσπαθάριον Τεκνέαν τὸν ἐξ Ἀβύδου εἰς Αἴγυπτον, τὰ τοῦ Νείλου στόματα, ὅπῃ παρείκοι, κακώσοντα καὶ αὐτὴν Ἀλεξάνδρειαν. ὃς εὐθυπλοήσας καὶ μέχρις αὐτῆς ἐλάσας Ἀλεξανδρείας πλοῖά τε πάμπλειστα ἐχειρώσατο καὶ λείαν ὅτι πολλὴν περιβαλλόμενος ὑπέστρεψεν ἀσινής. παρέδωκε δὲ καὶ τὸ φρούριον τὸ λεγόμενον Περκρὶν ὁ κατέχων αὐτὸ Σαρακηνὸς Ἀλείμ, ἔγγιστα Βαβυλῶνος διακείμενον, τῷ βασιλεῖ Ῥωμαίων, ἐλπίσας πατρικιότητός τε καὶ πλείστων ἄλλων ἀμοιβῶν ἀξιωθῆναι, διὰ τοῦ υἱοῦ αὐτοῦ τὴν πρὸς τὸν βασιλέα ποιησάμενος ἔντευξιν. καὶ τὸ μὲν φρούριον παρειλήφει ὁ πατρίκιος Νικόλαος ὁ Βούλγαρος, ᾧ Χρυσήλιος τὸ ἐπώνυμον, ὁ δὲ τοῦ Σαρακηνοῦ υἱὸς εἰσελθὼν ἐν Βυζαντίῳ καὶ διὰ τὸ τὸν βασιλέα συνέχεσθαι ἀρρωστήματι μηδεμιᾶς τυχὼν ἐπιστροφῆς καὶ μετὰ θυμοῦ ὑποστρέψας ἀνέπεισε τὸν γεννήσαντα ἀντιλαβέσθαι τοῦ οἰκείου φρουρίου, ὅστις λάθρᾳ τοῖς ὁμόροις Πέρσαις κοινοπραγήσας νυκτός τε τὸ φρούριον ἀπέκλεψε καὶ ἑξακισχιλίους ἄνδρας Ῥωμαίους πολεμιστὰς ἀπέκτεινε ῥᾳστώνῃ καὶ ἀμελείᾳ τοῦ κατέχοντος τοῦτο Χρυσηλίου. ἀλλὰ μετὰ μικρὸν ὁ πατρίκιος Νικήτας ὁ Πηγονίτης ἄρχειν ἐκεῖσε πεμφθεὶς καὶ ἐπιμόνῳ χρησάμενος πολιορκίᾳ μετὰ Ῥῶς καὶ λοιπῆς ἄλλης Ῥωμαϊκῆς δυνάμεως, τό τε φρούριον κατὰ κράτος εἷλε πολιορκίᾳ καὶ τὸν Ἀλεὶμ σὺν τῷ υἱῷ ἀπέκτεινε. τότε δὴ καὶ Ἀλδὴ ἡ Γεωργίου τοῦ Ἀβασγοῦ γυνή, τοῦ γένους οὖσα τῶν Ἀλανῶν, προσερρύη τῷ βασιλεῖ, παραδοῦσα καὶ τὸ ὀχυρώτατον φρούριον τὴν Ἀνακουφίαν. ἧς τὸν υἱὸν Δημήτριον ὁ βασιλεὺς τῷ τῶν μαγίστρων τετίμηκεν ἀξιώματι. ἔστησε δὲ πάλιν τρόπαιον κατὰ τῶν Σαρακηνῶν ὁ Καραντηνός, ἐξελθόντων ἐπὶ λεηλασίᾳ καὶ δεσμίους Σαρακηνοὺς ἑξακοσίους πέπομφε τῷ βασιλεῖ. [Roman3.17] Τούτῳ τῷ ͵Ϛφμζʹ ἔτει, ἑπτακαιδεκάτῃ Φεβρουαρίου μηνός, σεισμοῦ γεγονότος κακῶς ἔπαθον αἱ ἐν Συρίᾳ πόλεις. καὶ τοῦ Ὀρέστου δὲ παραλυθέντος τῆς ἀρχῆς Λέων μὲν ὁ λεγόμενος Ὦπος τοῦ πεζικοῦ στρατοῦ κατάρχειν ἐκπέμπεται ἐν Ἰταλίᾳ, τοῦ δὲ πλωΐμου Ἰωάννης, εἷς ὢν τῶν θαλαμηπόλων Βασιλείου τοῦ βασιλέως. τῆς δὲ ἀκρίδος τὰ ἑῷα ἐπὶ πολὺν χρόνον διαφθειρούσης θέματα, ἠναγκάσθησαν οἱ ἔποικοι τούτων καὶ τέκνα πωλῆσαι καὶ ἐν Θρᾴκῃ ἀποικισθῆναι. οἷς ἅπασιν ἀνὰ τρία διδοὺς νομίσματα ὁ βασιλεὺς ὑποστρέφειν οἴκαδε παρεσκεύαζεν, ἕως ἡ ἀκρὶς ἀνέμῳ ἀρθεῖσα βιαίῳ εἰς τὸ τῆς Ἑλλησπόντου πεσοῦσα διεφθάρη πέλαγος καὶ ἐκβρασθεῖσα πρὸς τὸν αἰγιαλὸν τὴν παράλιον ψάμμον ἐκάλυψεν. ὁ δὲ βασιλεὺς τούς τε τῶν ὑδάτων ὁλκοὺς ἐπεποιήσατο τοὺς τὸ ὕδωρ τῇ πόλει εἰσάγοντας, καὶ τὰς δεχομένας τοῦτο καστέλλους καὶ τὸ λωβοτροφεῖον καὶ πάντας τοὺς κακῶς παθόντας ξενῶνας ὑπὸ τοῦ σεισμοῦ, καὶ ἁπλῶς πάντων ἐπεμελεῖτο τῶν ἀγαθῶν ἔργων. νόσῳ δὲ χρονίᾳ βάλλεται καὶ τριχορρυεῖ γένυν τε καὶ τὴν κόμην, κατεργασθείς, ὥς φασιν, ὑπὸ Ἰωάννου τοῦ μετὰ ταῦτα ὀρφανοτρόφου. οὗτος γὰρ ὁ Ἰωάννης καὶ πρὸ τῆς βασιλείας ὑπηρετῶν τῷ Ῥωμανῷ, ἄρτι τοῦ κράτους ἐπιβάντος αὐτοῦ μεγάλην δύναμιν ἔσχεν. ἦσαν δὲ αὐτῷ καὶ ἕτεροι ἀδελφοί, Μιχαήλ, Νικήτας, Κωνσταντῖνός τε καὶ Γεώργιος. ἀλλ' αὐτὸς μὲν ὁ Ἰωάννης καὶ Κωνσταντῖνος καὶ Γεώργιος ὑπῆρχον εὐνοῦχοι, ἀγυρτικὴν μετιόντες τέχνην, ὁ δὲ Νικήτας εἶχε μὲν τὰ παιδογόνα καὶ τὸν πρῶτον ἤδη ἐπήνθει ἴουλον, ὁ δὲ Μιχαὴλ τῆς ἀνδρικῆς ἤδη ἡλικίας ἁπτόμενος εὐπρεπέστατος ἦν τὴν ὄψιν. ἄμφω δὲ τὴν ἀργυραμοιβὴν μετῄεσαν ἐπιστήμην καὶ τὰ ἀργύρια ἐκιβδήλευον. τούτους οἰκειωθέντας ἅπαντας τῷ βασιλεῖ διὰ τοῦ Ἰωάννου ἡ τύχη, τὴν μέλλουσαν καταλήψεσθαι δυναστείαν αὐτοὺς ὑποδηλοῦσα, ἐπὶ μέγα διὰ παντὸς ἐξῇρε δυνάμεως. οἵ τε γὰρ ἄλλοι ἐν διαφόροις ἀρχαῖς ἐξητάζοντο, καὶ ὁ Μιχαὴλ ὑπὸ τοῦ βασιλέως ἄρχων προὐβέβλητο τοῦ πανθέου. πρὸς τοῦτον ἡ βασιλὶς ἔρωτα δαιμονιώδη σχοῦσα καὶ μανικόν, καὶ κρυφίους ἐντυχίας ποιησαμένη, σκοτίως ἐπεμίγνυτο. διὸ καί φασι χρονίοις φαρμάκοις κατεργασθεὶς ὁ βασιλεὺς θυμαλγέσι νόσοις ἐσφακελίζετο, καιρὸν ἐπιζητούσης τῆς βασιλίδος τοῦ τὸν μὲν βασιλέα ἀποσκευάσασθαι ἀνυπονοήτως, τὸν Μιχαὴλ δὲ εἰς τὸν βασίλειον θρόνον ἀναγαγεῖν. ὅθεν καὶ φαρμάκοις, ὡς εἴρηται, οὐκ ὠκυμόροις, ἀλλὰ σχολαίτατον καὶ βραδὺν ἐπάγουσι θάνατον [Roman3.17.35] καταπραχθεὶς οἰκτρὸν καὶ ἐπώδυνον διήντλει τὸν βίον, κλινοπετὴς ὢν καὶ ὅλῃ ψυχῇ τὸν θάνατον ἐκκαλούμενος. διήρκεσεν οὖν ἄχρι τῆς ἑνδεκάτης τοῦ Ἀπριλλίου μηνός, τῆς δευτέρας ἰνδικτιῶνος, τοῦ ͵Ϛφμβʹ ἔτους. τότε δὲ κατὰ τὴν ἡμέραν τῆς ἁγίας μεγάλης πέμπτης τὴν διανομὴν τῆς τῶν συγκλητικῶν ποιησάμενος ῥόγας, καὶ ἐπιθυμήσας λούσασθαι κατὰ τὸ ἐν τῷ μεγάλῳ παλατίῳ βαλανεῖον καὶ εἰσελθὼν οἰκτρῶς ἀποπνίγεται ὑπὸ τῶν περὶ τὸν Μιχαὴλ ἐν τῇ κολυμβήθρᾳ τοῦ λοετροῦ, βασιλεύσας ἐπ' ἔτη πέντε καὶ μῆνας ἕξ. καὶ ταύτῃ τῇ νυκτὶ τῶν ἁγίων παθῶν ψαλλομένων μηνύεται ὁ πατριάρχης Ἀλέξιος ὑπὸ τοῦ βασιλέως Ῥωμανοῦ τάχα ἀνελθεῖν ἐν τοῖς ἀνακτόροις καὶ ἀνελθὼν εὑρίσκει μὲν νεκρὸν τὸν ἄνακτα Ῥωμανόν, τοῦ χρυσοτρικλίνου δὲ κοσμηθέντος ἐπὶ βήματος καθίσασα ἡ Ζωὴ ἐξάγει τὸν Μιχαήλ, καὶ τὸν πατριάρχην καταναγκάζει ἱερολογῆσαι τοῦτον αὐτῇ. ὁ δὲ τῷ λόγῳ ἐκθαμβηθεὶς ἵστατο ἐννεὸς καὶ πρὸς τὴν ἱερολογίαν ἐνεδοίαζεν. ἀλλ' ὁ Ἰωάννης σὺν τῇ Ζωῇ πεντήκοντα μὲν χρυσίου λίτρας τῷ πατριάρχῃ, πεντήκοντα δὲ τῷ κλήρῳ δοὺς ἔπεισεν ἱεροτελεστίας αὐτοὺς ἀξιῶσαι. [Mich4.t] ΜΙΧΑΗΛ Ο ΠΑΦΛΑΓΩΝ[Mich4.1] Τὸν ῥηθέντα δὲ τρόπον ἀναιρεθεὶς Ῥωμανὸς ὁ βασιλεὺς θάπτεται ἐν τῇ παρ' αὐτοῦ νεουργηθείσῃ τῆς περιβλέπτου μονῇ, κατ' αὐτὴν τὴν ἁγίαν μεγάλην παρασκευήν.[Mich4.2] Ἡ Ζωὴ δὲ τὸν Μιχαὴλ ἐπὶ τὸν βασίλειον ἐνιδρύσασα θρόνον ᾠήθη μὲν ἀντὶ ἀνδρὸς καὶ βασιλέως δοῦλον καὶ διάκονον ἕξειν, καὶ ἤδη τοὺς πατρῴους εὐνούχους εἰσαγαγοῦσα εἰς τὰ ἀνάκτορα γενναιότερον ἥπτετο τῶν πραγμάτων. ἀλλ' ἀπέβη πάντα ταύτῃ εἰς τοὐναντίον λαμπρῶς. ὁ γὰρ τοῦ βασιλέως ἀδελφὸς Ἰωάννης, πρακτικὸς ἄνθρωπος ὢν καὶ δραστήριος, ἅμα τε ἐπέβη τῶν βασιλείων, καὶ δεδιὼς περὶ τἀδελφοῦ (ἑώρα γὰρ ὡς εἰς παράδειγμα τὸν Ῥωμανόν), μή τι καὶ πάθῃ δεινόν, τοὺς μὲν εὐνούχους τῆς βασιλίδος καταβιβάζει τοῦ παλατίου καὶ τὰς πιστικωτάτας τῶν θεραπαινίδων αὐτῇ ἀποσκευάζεται, γυναῖκας δὲ τῶν κατὰ γένος αὐτῷ προσηκόντων φρουροὺς ἐφίστησι τῇ βασιλίδι καὶ φύλακας. καὶ οὐδὲ μικρὸν ἢ μέγα ἦν, ὃ μὴ μετὰ γνώμης αὐτοῦ διεπράττετο. περιπάτων τε γὰρ ἐκωλύετο καὶ βαλανείων οὐ μετεῖχε, μὴ αὐτοῦ ἐπιτρέψαντος, καὶ ὅλως περιῄρητο αὐτῇ πᾶσα ψυχαγωγία. πάντα δὲ τὰ ἔνδον καταστησάμενος γράμματα κατὰ πάσης ἐκπέμπει τῆς οἰκουμένης, γνωρίζοντα τοῖς πᾶσιν, ὡς εἴη μὲν Ῥωμανὸς ὁ βασιλεὺς τὸ φυσικὸν ἀποδεδωκὼς χρέος, ἀνηγόρευται δὲ ὁ Μιχαὴλ ἔτι ζῶντος ἐκείνου καὶ ἐπιτρέποντος, καὶ τῇ βασιλίδι συζεύγνυται. πρὸς ἅπερ πάντες μὲν ὑπεκλίνοντο οἱ ἄλλοι, καὶ δι' εὐφήμου φωνῆς τὸν νέον ἐμεγάλυνον βασιλέα. μόνος δὲ Κωνσταντῖνος πατρίκιος ὁ Δαλασσηνός, οἴκαδε διατρίβων, οὐκ ἤνεγκε πράως τὴν ἀκοήν, ἀλλὰ καὶ ἀπεδυσπέτησε πρὸς τὰ φημιζόμενα καὶ διὰ θαύματος ἦγε, πῶς πλείστων ἀγαθῶν ὄντων ἀνδρῶν ἐξ οἴκων λαμπρῶν καὶ ἐπισήμου γένους χυδαῖος καὶ τριωβολιμαῖος ἄνθρωπος τῶν ἄλλων προτετίμητο πάντων καὶ δεσπότης καὶ βασιλεὺς ἀνηγόρευτο. τοῦτο δὲ πυθόμενος ὁ Ἰωάννης ἐπλήσθη μέν, ὡς εἰκός, θορύβου καὶ ταραχῆς, ἐμελέτα δὲ καὶ ἐσκέπτετο, πῶς ἂν καὶ τόνδε τὸν ἄνδρα ὑπὸ τὴν ἑαυτοῦ θεῖτο σαγήνην. καὶ δὴ στέλλεται πρὸς αὐτὸν εἷς τῶν εὐνούχων ὁ λεγόμενος Ἐργοδότης, ἐπιτήδειος ὑπηρετεῖν εἰς τὰ τοιοῦτα, ἐφ' ᾧ ὅρκους δοῦναί τε καὶ λαβεῖν καὶ ἀγαγεῖν τὸν ἄνδρα ἐς βασιλέα. καὶ ὁ μὲν ἄπεισιν εἰς τὸν Δαλασσηνόν, ὁ Ἰωάννης δὲ τήν τε σύγκλητον ὑπεποιεῖτο καὶ τὸ κοινὸν καὶ τὴν τῶν πολλῶν ἐπεσπᾶτο εὔνοιαν, βαθμοῖς μὲν τοὺς τῆς συγκλήτου προὔχοντας ἀξιωμάτων ὑψῶν, δωρεῶν δὲ διανομαῖς καὶ χάρισι μειλισσόμενος τὸ κοινόν, καὶ καθάπαξ οἰκειούμενος τὸ ὑπήκοον. ὅτι δὲ μὴ ἀρεστὰ τὰ γεγονότα ἦν τῷ θεῷ, διεδείχθη τρανῶς ἐκ προοιμίων αὐτῶν. κατὰ γὰρ τὴν ἑνδεκάτην ὥραν τῆς ἁγίας καὶ μεγάλης κυριακῆς χάλαζα κατηνέχθη ἀφόρητος καὶ ῥαγδαία, ὡς συντριβῆναι μὴ μόνον τὰ δένδρα κάρπιμά τε καὶ ἄκαρπα, ἀλλὰ δῆτα καὶ οἰκίας πεσεῖν καὶ ναοὺς καὶ τὰ λήϊα καὶ τὰς ἀμπέλους μέχρις ἐδάφους, ὡς ἐπισυμβῆναι κατὰ τοῦτον τὸν χρόνον παντοίων καρπῶν ἀφορίαν γενέσθαι. γέγονε δὲ καὶ χύσις ἀστέρος κατὰ τὴν κυριακὴν τὴν μετὰ τὸ πάσχα, περὶ ὥραν τρίτην τῆς νυκτός, τῇ μαρμαρυγῇ τῆς λαμπρότητος τοὺς ἀστέρας πάντας ἀποκαλύψαντος, ὡς καὶ δόκησιν παρασχεῖν τοῖς πολλοῖς ἡλίου ἀνατολῆς. ἐλήφθη δὲ καὶ ὁ βασιλεὺς δαιμονίῳ. ὃ σεμνολογοῦντες οἱ περὶ τοῦτον μανικὸν ἀπεκάλουν νόσημα, καὶ παρέμεινεν ἄχρι τέλους τῆς αὐτοῦ βιοτῆς, μηθ' ὑπὸ θείας δυνάμεως, μηθ' ὑπὸ ἰατρῶν θεραπείαν λαβών, ἀλλ' ἐλεεινῶς κατατεινόμενος καὶ βασανιζόμενος. [Mich4.3] Ἄρτι δὲ τοῦ Ἐργοδότου πρὸς τὸν Δαλασσηνὸν ἀφικομένου, πιστεῦσαι μὲν οὗτος τοῖς ὅρκοις καὶ σὺν αὐτῷ ἀπελθεῖν ἐν τῷ Βυζαντίῳ οὐκ ἠθέλησεν, τῶν τινὰ δὲ πέμψας πιστοτάτων αὐτῷ ὅρκους τε ἀπῄτησε μείζονας τοῦ μή τι παθεῖν χαλεπόν, καὶ ἀπελθεῖν ἐπηγγείλατο. πέμπεται τοίνυν Κωνσταντῖνος ὁ Φαγίτζης εὐνοῦχος, ἄνθρωπος Παφλαγὼν καὶ συνήθης τῷ βασιλεῖ, τά τε τίμια ἐπαγόμενος ξύλα καὶ τὸ ἅγιον ἐκμαγεῖον καὶ τὴν πρὸς Αὔγαρον ἰδιόγραφον ἐπιστολὴν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ εἰκόνα τῆς ὑπεραγίας θεοτόκου. ὃς ἀπελθὼν καὶ ὅρκους τῷ Κωνσταντίνῳ δοὺς καὶ λαβών, ἔρχεται μετ' αὐτοῦ εἰς τὸ Βυζάντιον. ἐλθόντα δὲ τοῦτον φιλοφρόνως ὁ βασιλεὺς ὑπεδέξατο, καὶ ἀνθύπατον τιμήσας καὶ δώροις μεγίστοις δεξιωσάμενος ἀνέτως καὶ ἀδεῶς προσέταξε διάγειν ἐν τῷ ὄντι κατὰ τὰ Κύρου οἴκῳ αὐτοῦ. [Mich4.4] Τούτῳ τῷ χρόνῳ καὶ ἄλλο τι συνέβη ἀξιαφήγητον. τῶν εἰς παραχειμασίαν ἐν τῷ θέματι τῶν Θρᾳκησίων διεσπαρμένων Βαράγγων γυναῖκά τις ἐγχωρίαν εὑρὼν ἐπ' ἐρημίας ἀπεπειρᾶτο τῆς σωφροσύνης αὐτῆς. ὡς δ' οὐκ ἔπειθε, καὶ βίαν ἤδη ἐπῆγεν, ἡ δὲ τὸν ἀκινάκην σπασαμένη τἀνδρὸς παίει κατὰ καρδίας τὸν βάρβαρον καὶ εὐθὺς ἀναιρεῖ. τοῦ δὲ ἔργου διαδοθέντος ἐν τῇ περιχώρῳ συναθροισθέντες οἱ Βάραγγοι τήν τε γυναῖκα στεφανοῦσι, δόντες αὐτῇ καὶ τὴν ἅπασαν οὐσίαν τοῦ βιαστοῦ, κἀκεῖνον ἄταφον ῥιπτοῦσι κατὰ τῶν βιοθανάτων τὸν νόμον. τὰ δὲ τῆς ἀκρίδος στρατόπεδα, ὡς ἤδη φθάσαντες εἴπομεν, κατὰ τὴν Ἑλλησπόντου αἰγιαλῖτιν ψάμμον διαφθαρέντα αὖθις ἀνεφύη αὐτομάτως καὶ τὴν παράλιον πάλιν τοῦ Ἑλλησπόντου κατέμαρπτε, καὶ ἐπὶ τριετίαν ὅλην διετέλεσε κεραΐζοντα τὸ θέμα τῶν Θρᾳκησίων, καὶ ἐν Περγάμῳ γενόμενα διεφθάρη, θεασαμένου τινὸς πρότερον τῶν ὑπηρετουμένων τῷ ἐπισκόπῳ θέαμα οὐκ ὄναρ, ἀλλ' ὕπαρ. ἐδόκει γὰρ ὁρᾶν εὐνοῦχόν τινα λευχείμονα, ἐξαστράπτοντα τὴν μορφήν. καὶ ὃς τριῶν παρακειμένων ἔμπροσθεν αὐτοῦ σάκκων, λῦσαι προσετετάχει καὶ κενῶσαι τὸν ἕνα, εἶτα τὸν δεύτερον, καὶ ἐφεξῆς τὸν τρίτον. τοῦ δέ, ὡς ἐκελεύσθη, ποιήσαντος, ὁ μὲν πρῶτος ὄφεις καὶ ἐχίδνας καὶ σκορπίους ἐξέβρασεν, ὁ δὲ δεύτερος φρύνους καὶ ἀσπίδας καὶ βασιλίσκους καὶ κεράστας καὶ ἕτερα ἰοβόλα, ὁ δὲ τρίτος κανθάρους καὶ σκνίπας καὶ σφῆκας καί τινα ἄλλα τῶν ὀπισθοκέντρων ζῴων. καὶ ὁ μὲν ἐπὶ τῷ θεάματι ἵστατο ἐννεός, ὁ δὲ φαιδρὸς ἐκεῖνος ἀνὴρ ἔγγιστα παραστησάμενος αὐτόν· ‘ταῦτα’, ἔφη, ‘ἐπῆλθέ τε καὶ ἐπελεύσεται ἐφ' ὑμᾶς διὰ τὴν παράβασιν τῶν τοῦ θεοῦ ἐντολῶν καὶ τὸ γενόμενον ἀνόσιον εἴς τε τὸν βασιλέα Ῥωμανὸν καὶ εἰς τὴν αὐτοῦ κοίτην.’ καὶ ταῦτα μὲν συνηνέχθη τῇδε. [Mich4.5] Μιχαὴλ δὲ ὁ βασιλεὺς ὑπό τε τῆς δαιμονίου νόσου εἰργόμενος, καὶ ἄλλως πρὸς μεταχείρησιν πραγμάτων νωθρός τις ὢν καὶ ἀμβλύς, σχῆμα μὲν εἶχε τῆς βασιλείας καὶ ὄνομα, ἡ δὲ τῶν πραγμάτων ἐνέργεια ἅπασα πολιτικῶν τε καὶ στρατιωτικῶν ἐν ταῖς χερσὶν ἦν τοῦ Ἰωάννου. εὐθὺς οὖν προχειρίζεται Νικήταν τὸν ἑαυτοῦ ἀδελφὸν δοῦκα Ἀντιοχείας, ὃν ἀπελθόντα εἰσελθεῖν ἐν τῇ πόλει οὐ συνεχώρησαν οἱ Ἀντιοχεῖς. πρὸ μικροῦ γὰρ φορολόγος τις, Σαλίβας τὴν προσηγορίαν, τὰ κατ' αὐτοὺς ἐπιτετραμμένος καὶ βαρέως τοῖς ἀνθρώποις ἐπενηνεγμένος κτείνεται παρὰ τοῦ δήμου τῶν Ἀντιοχέων. διὰ οὖν τὸν τούτου φόνον, ἵνα μή τι καὶ ἀνήκεστον πάθωσι δεδιότες οἱ Ἀντιοχεῖς, ἀπέκλεισαν τῷ Νικήτᾳ τὴν εἴσοδον. ὅρκοις δὲ τούτου πιστωσαμένου, ὡς ἀμνηστία κακῶν αὐτοῖς ἔσεται, καὶ οὐδὲν οὐδεὶς πείσεται ἄχαρι διὰ τὸν τοῦ Σαλίβα φόνον, συγχωροῦσι τὴν εἴσοδον. ὁ δὲ τῆς πόλεως ἐπειλημμένος καὶ κύριος τῶν πραγμάτων γενόμενος, ὀλίγα ἢ οὐδὲν τῶν ὅρκων φροντίσας, ἀμφὶ μὲν τοὺς ἑκατὸν ἄνδρας ἀπέκτεινεν ἀποτεμών τε καὶ ἀνασκολοπίσας, ἕνδεκα δὲ τοὺς προὔχοντας ζαπλούτους ἄνδρας καὶ γένει περιφανεῖς δεσμεύσας, ὧν κορυφαῖος ἦν ὁ πατρίκιος Ἐλπίδιος, δεσμίους ἐκπέμπει πρὸς τὸ Βυζάντιον, γράψας τῷ ἀδελφῷ Ἰωάννῃ, μὴ διὰ τὸν τοῦ Σαλίβα φόνον κωλυθῆναι αὐτῷ τὴν εἰς τὴν πόλιν εἴσοδον, ἀλλὰ διὰ τὴν εἰς τὸν Δαλασσηνὸν εὔνοιαν. τοῦτο τῆς προαποκειμένης ὑπονοίας κατὰ τοῦ Δαλασσηνοῦ τῷ Ἰωάννῃ ζώπυρον ἐγεγόνει καὶ εἰς πυρσὸν ἀνήπτετο. καὶ εὐθὺς ἄγεται εἰς τὰ βασίλεια, καὶ κατὰ τὴν τρίτην τοῦ Αὐγούστου μηνὸς τῆς δευτέρας ἰνδικτιῶνος ἐν τῇ νήσῳ Πλάτῃ περιορίζεται. βάλλεται δὲ καὶ ἔν τινι πύργῳ ὁ ἐπὶ θυγατρὶ γαμβρὸς αὐτοῦ Κωνσταντῖνος ὁ Δοῦκας, ὅτιπερ ἐπεβοᾶτο τὴν ἀδικίαν καὶ τὴν παράβασιν τῶν ὅρκων ἐξήλεγχε καὶ τὸν θεὸν ἐμαρτύρετο. ἔπαθον δὲ δι' αὐτὸν καὶ ἄνδρες τρεῖς τῶν ἐκ τῆς Μικρᾶς Ἀσίας εὐγενεῖς καὶ πλούσιοι, ὁ Γουδέλης, ὁ Βαϊανὸς καὶ ὁ λεγόμενος Προβατᾶς, δημευθείσης τῆς οὐσίας αὐτῶν καὶ Κωνσταντίνῳ τῷ τοῦ βασιλέως ἀφορισθείσης ἀδελφῷ. τότε καὶ Συμεὼν πρωτοβεστιάριος, ὁ τῶν θεραπόντων τοῦ βασιλέως εἷς Κωνσταντίνου, ὅτι μὴ ἠρέσκετο τοῖς δρωμένοις, ἀλλὰ τὴν εἰς τὸν Δαλασσηνὸν ἀδικίαν ἐπεβοᾶτο καὶ τὴν τῶν ὅρκων ἀθέτησιν τῶν βασιλείων, διώκεται καὶ τῆς πόλεως, κἀν τῷ Ὀλύμπῳ γενόμενος τὴν κοσμικὴν ἀπέθετο τρίχα, καρεὶς ἐν τῷ παρ' αὐτοῦ νεουργηθέντι μοναστηρίῳ. [Mich4.6] Τῷ δ' αὐτῷ ἔτει καὶ σεισμοῦ γενομένου, κακῶς ἔπαθον τὰ Ἱεροσόλυμα, τεθνηκότων ἀνθρώπων πολλῶν ἐν τοῖς τῶν οἰκιῶν καὶ τῶν ἐκκλησιῶν συμπτώμασι, σειομένης τῆς γῆς ἄχρι τεσσαράκοντα ἡμερῶν. τῷ δὲ Σεπτεμβρίῳ μηνὶ τοῦ ͵Ϛφμγʹ ἔτους, στῦλος πυρὸς ἐφαίνετο κατὰ τὴν ἑῴαν, τὴν κορυφὴν κεκλιμένην φέρων πρὸς μεσημβρίαν. καθ' ἃς ἡμέρας καὶ οἱ Σαρακηνοὶ ᾖραν τὰ Μύρα. ἐξεδίωξαν δὲ καὶ Βερροιαῖοι οἱ καὶ Χαλεπῖται τὸν παρὰ τοῦ βασιλέως Ῥωμανοῦ πεμφθέντα αὐτοῖς ἁρμοστήν. καὶ Παγκράτιος δὲ ὁ σεβαστός, Ῥωμανὸν τὸν βασιλέα δῆθεν ἐκδικῶν ὡς θεῖον τῆς γυναικὸς αὐτοῦ, τήν τε πρὸς Ῥωμαίους εἰρήνην ἀπείπατο καὶ τὰ πρῴην δοθέντα φρούρια καὶ κάστρα ἅπαντα ἀνεκτήσατο. περαιωθέντες δὲ καὶ τὸν Ἴστρον οἱ Πατζινάκαι πᾶσαν ἐληΐσαντο τὴν Μυσίαν ἄχρι Θεσσαλονίκης, καὶ τὰ τῶν Ἄφρων πλοῖα τὰς Κυκλάδας οὐ μικρῶς ἐλυμήναντο. ὧν οὐδεμία φροντὶς ἦν τῷ Ἰωάννῃ, μόνην δ' ἔμμονον ἀσχολίαν εἶχεν, ὅπως ἂν ὁ Δαλασσηνὸς ἀσφαλῶς τηροῖτο, καὶ μὴ τὰς αὐτοῦ λάθοι διαδρὰς πλεκτάνας. καὶ δῆτα μεταγαγὼν ἀπὸ τῆς νήσου Πλάτης αὐτὸν πύργῳ καθείργνυσιν ἀσφαλεῖ, ἐπιστήσας αὐτῷ φρουροὺς οὐκ ἀγεννεῖς. μεταστέλλεται δὲ ἐξ Ἐδέσσης καὶ Γεώργιον πατρίκιον τὸν Μανιάκην, καὶ τοῦτον μὲν ἄρχειν ἐκπέμπει τῆς ἄνω Μηδίας τῆς καὶ Βαασπρακανίας, ἐν Ἐδέσσῃ δὲ πέμπει Λέοντα τὸν Λεπενδρηνόν. ἕλκους δὲ διανεμομένου τὸ τοῦ ὀρφανοτρόφου στόμα καὶ πάσης ἰατρικῆς τέχνης ἀπειρηκυίας, ὄναρ αὐτῷ ἐπιστὰς ὁ μέγας ἐν θαύμασι Νικόλαος ἥκειν ἐν Μύροις τὴν ταχίστην ἐκέλευεν, ὡς ἐκεῖσε τευξόμενος θεραπείας. ὁ δὲ θᾶττον, ἢ λόγος ἐκεῖσε φοιτήσας, καὶ μύροις καὶ ἄλλαις πολυτελείαις τὸν τοῦ μεγάλου θεῖον δεξιωσάμενος ναόν, καὶ τείχει περικλείσας τὴν τῶν Μυρέων πόλιν ὀχυρωτάτῳ, θεραπείας τυχὼν ἐπάνεισιν ὑγιής. [Mich4.7] Νικήτα δὲ τοῦ στρατηγοῦντος Ἀντιοχείας τῆς ἐν Συρίᾳ καταστρέψαντος τὴν ζωήν, ἅτερος τῶν ἀδελφῶν ὁ Κωνσταντῖνος καθίσταται τούτου διάδοχος, καὶ Γεώργιος ὁ λοιπὸς πρωτοβεστιάριος γίνεται, τοῦ Συμεών, ὡς εἴπομεν, τὸ μοναχικὸν ἐνδυσαμένου σχῆμα. ἐλευθεροῖ δὲ καὶ τοὺς καθειργμένους Ἀντιοχεῖς τῆς χρονίου καθείρξεως ὁ βασιλεύς, ἀναγαγὼν καὶ πρὸς τὸ τοῦ καίσαρος περίοπτον ὕψος Μιχαὴλ τὸν τῆς ἑαυτοῦ ἀδελφῆς Μαρίας υἱόν. ἀποκλαιόμενος δὲ καὶ τὴν εἰς τὸν βασιλέα Ῥωμανὸν ἄχρι τέλους διετέλεσεν ἁμαρτάδα, τὸν θεὸν ἱλασκόμενος δι' ἀγαθοεργιῶν καὶ τῶν εἰς τοὺς πένητας μεταδόσεων, μοναστήριά τε ἐκ καινῆς ἀνεγείρων καὶ μοναχοὺς ἐγκατοικίζων, καὶ ἄλλας πράξεις ἐπιτελῶν οὐ μεμπτάς. αὗται δ' ἂν ἦσαν ἀνύσιμοι, εἰ τήν τε βασιλείαν ἀπέρριψε, δι' ἣν τὰ τοιαῦτα κακά, καὶ τὴν μοιχαλίδα ἀπώσατο, καὶ καθ' ἑαυτὸν ἀπεκλαίετο τὴν ἁμαρτίαν. τούτων δὲ μηδὲν πεπραχώς, ἀλλ' ἐκείνῃ τε συνὼν καὶ τῆς βασιλείας ὁλοσχερῶς ἀντεχόμενος, κἀκ τῶν δημοσίων καὶ κοινῶν τὰς δοκούσας εὐποιΐας ἀποπληρῶν, εἶθ' ὑπολαμβάνων συγχωρήσεως τυχεῖν, ἀνόητον ἐλογίζετο τὸ θεῖον καὶ ἄδικον, ἀλλοτρίοις χρήμασιν ὠνούμενον τὴν μετάνοιαν. [Mich4.8] Τῷ δὲ ͵Ϛφμγʹ ἔτει, ἰνδικτιῶνος τρίτης, Μαΐῳ μηνί, Ἄφροι καὶ Σικελοὶ καταδραμόντες τὰς Κυκλάδας καὶ τὰ τοῦ Θρᾳκησίου παράλια, τελευταῖον κατεπολεμήθησαν ὑπὸ τῶν ἐκεῖσε φυλαττόντων, καὶ πεντακόσιοι μὲν ζῶντες ὡς βασιλέα ἤχθησαν, οἱ δὲ λοιποὶ πάντες ἀνεσκολοπίσθησαν ἐν τῇ παραλίῳ ἀπὸ Ἀτραμυτίου καὶ μέχρι Στροβίλου. πέμπει δὲ καὶ πρεσβευτὴν εἰς Σικελίαν ὁ Ἰωάννης Γεώργιον τὸν Προβατᾶν, περὶ εἰρήνης διαλεξόμενον τῷ ταύτης ἀμηρεύοντι. ὃς ἀπελθὼν καὶ δεξιῶς διαλεχθείς, εἰληφὼς τὸν τοῦ ἀμηρᾶ υἱὸν ἤγαγεν εἰς τὴν βασιλεύουσαν. κατὰ τοῦτον τὸν χρόνον σεισμοῦ γεγονότος χάσματα γέγονεν ἐν Βουκελλαρίοις, καὶ κατεπόθησαν ὁλόκληρα χωρία πέντε. ἔνθα συνέβη καὶ Νικηφόρον πρόεδρον τὸν Κωνσταντίνου τοῦ βασιλέως εὐνοῦχον ἐνδιατρίβοντα μικροῦ δεῖν κινδυνεῦσαι, διαφυγόντα δὲ παρ' ἐλπίδα τὸν κίνδυνον ἀποκαρῆναι μοναχὸν ἐν τῇ μονῇ τῶν Στουδίου. [Mich4.9] Ἀπολάφαρ δὲ Μουχούμετ ὁ Σικελίας ἄρχων, ὁμαιχμίαν μετὰ τοῦ βασιλέως θέμενος, ἐτιμήθη μάγιστρος. τοῦ δὲ ἀδελφοῦ αὐτοῦ Ἀπόχαψ ἀντάραντος αὐτῷ κατισχυόμενος ἐς τὴν βασιλέως βοήθειαν καταφεύγει. καὶ δὴ στέλλεται μετὰ δυνάμεως ἐν Λογγιβαρδίᾳ Γεώργιος πατρίκιος ὁ Μανιάκης στρατηγὸς αὐτοκράτωρ, σὺν αὐτῷ δὲ καὶ ἄρχων τοῦ στόλου Στέφανος πατρίκιος, ὁ ἐπ' ἀδελφῇ τοῦ βασιλέως γαμβρός. Σαρακηνῶν δὲ Ἄφρων καὶ Σικελῶν μετὰ σκαφῶν οὐκ ὀλίγων ἐπιδραμόντων τὰς νήσους καὶ τὴν παράλιον, ὁ Κιβυρραιωτῶν ἀρχηγὸς Κωνσταντῖνος ὁ Χαγὲ συμπλακεὶς αὐτοῖς μετὰ τοῦ ἐγχωρίου στόλου ἐτρέψατο κατὰ κράτος, καὶ πεντακοσίους μὲν αἰχμαλώτους πέμπει τῷ βασιλεῖ, τοὺς δὲ λοιποὺς κατεπόντισεν. ἀφορήτου δὲ παγετοῦ γενομένου καὶ τοῦ Ἴστρου κρυσταλλωθέντος, οἱ Πατζινάκαι περαιωθέντες οὐ μικρῶς τὴν Μυσίαν καὶ Θρᾴκην μέχρι Μακεδονίας ἐκάκωσαν. ἐπῆλθε δὲ πάλιν ἀκρὶς τοῖς Θρᾳκησίοις, [Mich4.9.14] καὶ κακῶς διέθετο τοὺς καρπούς. [Mich4.10] Τῷ δὲ ͵Ϛφμδʹ ἔτει, ἰνδικτιῶνος τετάρτης, διὰ τοῦ ἔαρος τρεῖς εἰσβολὰς οἱ Πατζινάκαι ποιησάμενοι κατὰ Ῥωμαίων ἄρδην τὰ παρατυχόντα ἠφάνισαν, ἡβηδὸν τοὺς ἁλισκομένους ἀναιροῦντες καὶ τιμωρίαις τοὺς αἰχμαλώτους ὑποβάλλοντες ἀνεκδιηγήτοις. εἷλον δὲ καὶ στρατηγοὺς πέντε ζωγρίας, Ἰωάννην τὸν Δερμοκαΐτην, Βάρδαν τὸν Πίτζην, Λέοντα τὸν Χαλκούτζην, Κωνσταντῖνον τὸν Πτερωτὸν καὶ Μιχαὴλ τὸν Στραβοτριχάρην. ἐτελεύτησαν δὲ καὶ οἱ τῶν Ῥῶς ἄρχοντες, Νεσισθλάβος καὶ Ἱεροσθλάβος, καὶ ἄρχειν προεκρίθη τῶν Ῥῶς συγγενὴς τῶν τελευτησάντων Ζινίσθλαβος. καὶ ἡ Σερβία Ῥωμαίων ἀφηνιάσασα μετὰ θάνατον Ῥωμανοῦ τοῦ βασιλέως αὖθις ἐσπείσατο. Ἄμερ δὲ τοῦ τῆς Αἰγύπτου ἀμερμουμνῆ τελευτήσαντος, ἡ γυνὴ αὐτοῦ Χριστιανὴ οὖσα διαπρεσβεύεται ἅμα τῷ υἱῷ πρὸς βασιλέα περὶ εἰρήνης. ἧς ἀποδεξάμενος τὴν προαίρεσιν ὁ βασιλεὺς σπονδὰς τριακοντούτεις ἔθετο μετ' αὐτῆς. Δεκεμβρίῳ δὲ μηνί, ἰνδικτιῶνος πέμπτης, ἔτους ͵Ϛφμεʹ, κατὰ τὴν ὀκτωκαιδεκάτην τοῦ μηνός, περὶ τετάρτην ὥραν τῆς νυκτός, γεγόνασι σεισμοὶ τρεῖς, δύο μικροὶ καὶ εἷς μέγας. Γεωργίου δὲ πατρικίου τοῦ Μανιάκη, ὡς εἴπομεν, ἐξ Ἐδέσσης μετατεθέντος καὶ τοῦ Λεπενδρηνοῦ ἄρχειν ἐν αὐτῇ ταχθέντος, οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν Ἄραβες κοινοπραγίαν θέμενοι ἐπῆλθον τῇ Ἐδέσσῃ καὶ ἐπολιόρκουν τὴν πόλιν. καὶ μικροῦ δ' ἂν ἑάλω, εἰ μὴ Κωνσταντῖνος ὁ τοῦ βασιλέως ἀδελφὸς βοήθειαν ἀποχρῶσαν ἐξ Ἀντιοχείας πεπομφὼς ταύτην παρ' ἐλπίδας ἐρρύσατο. ὃν ὁ βασιλεὺς τοῦ ἔργου ἀποδεξάμενος δομέστικον προβάλλεται τῶν σχολῶν τῆς ἀνατολῆς. προχειρίζεται δὲ καὶ Νικομηδείας ἐπίσκοπος Ἀντώνιος ὁ Πάχης εὐνοῦχος, κατὰ γένος προσήκων τῷ βασιλεῖ, μηδὲν ἄξιον ἔχων ἐπισκόπου, ἀλλὰ βοῦν ἀφωνίας ἐπὶ τῇ γλώσσῃ φέρων. καὶ Ἰωάννου δὲ τοῦ Βουλγαρίας ἀρχιεπισκόπου κοιμηθέντος, ἕτερον ὁ βασιλεὺς προχειρίζεται, Παφλαγονίας μὲν ὁρμώμενον, κἂν τῇ μεγάλῃ δὲ ἐκκλησίᾳ διαπρέψαντα, καὶ τὸ τοῦ χαρτοφυλάκου διακόνημα ἐν πολλοῖς ἔτεσιν διανύσαντα, ἔρωτι δὲ ἡσυχίας καὶ τῷ μὴ καλῶς τὰ θεῖα οἰκονομεῖσθαι παραιτησάμενον τοὺς ἐν μέσῳ θορύβους, καὶ διὰ τὸ μὴ θέλειν τῷ πατριάρχῃ προσκρούειν ἡσυχάζοντα καὶ ἰδιοπραγοῦντα. οὗτος Λέων μὲν ἐκαλεῖτο, πᾶσαν δὲ παιδείαν ἐξήσκητο τήν τε θύραθεν καὶ τὴν ἡμετέραν, ἐπιστὰς δὲ τῇ Βουλγαρίᾳ πολλὰ μνημεῖα τῆς αὐτοῦ ἀρετῆς καταλέλοιπεν. αὐχμοῦ δὲ γενομένου, ὡς ἐπὶ μῆνας ὅλους ἓξ μὴ καταρραγῆναι ὑετόν, λιτανείαν ἐποιήσαντο οἱ τοῦ βασιλέως ἀδελφοί, ὁ μὲν Ἰωάννης βαστάζων τὸ ἅγιον μανδύλιον, ὁ μέγας δομέστικος τὴν πρὸς Αὔγαρον ἐπιστολὴν τοῦ Χριστοῦ καὶ ὁ πρωτοβεστιάριος Γεώργιος τὰ ἅγια σπάργανα. καὶ πεζῇ ὁδεύσαντες ἀπὸ τοῦ μεγάλου παλατίου ἀφίκοντο ἄχρι τοῦ ναοῦ τῆς ὑπεραγίας θεοτόκου τῶν Βλαχερνῶν. ἐποίησε δὲ καὶ ἑτέραν λιτὴν ὁ πατριάρχης σὺν τῷ κλήρῳ. οὐ μόνον δὲ οὐκ ἔβρεξεν, ἀλλὰ καὶ χάλαζα παμμεγέθης καταρραγεῖσα συνέτριψε τὰ δένδρα καὶ τὰς κεράμους τῆς πόλεως. σιτοδείας δὲ κατασχούσης τὴν πόλιν, ὁ Ἰωάννης ἐξωνήσατο ἀπὸ Πελοποννήσου καὶ Ἑλλάδος σίτου χιλιάδας ἑκατόν, καὶ δι' αὐτῶν τοὺς πολίτας παρεμυθήσατο. [Mich4.11] Ἐν δὲ Σικελίᾳ, ὡς εἴρηται, τῶν δύο ἀδελφῶν στασιαζόντων καὶ τοῦ Ἀπολάφαρ ὑπερισχύοντος, ἅτερος τῶν ἀδελφῶν τὸν τῆς Ἀφρικῆς ἄρχοντα Οὔμερ εἰς συνεργίαν καλεῖ. καὶ ὃς ὑπισχνεῖται συμμαχήσειν, εἰ κατάσχεσιν ἐν τῇ νήσῳ λάβῃ τινά. προθύμως δὲ τοῦ Σικελοῦ κατανεύσαντος εἰς τοῦτο ἀφικνεῖται, καὶ συμπλακεὶς τῷ Ἀπολάφαρ ἔτι δυνάμεως τῆς μετὰ τοῦ πατρικίου Γεωργίου τοῦ Μανιάκη ὑστερούσης τῆς εἰς συμμαχίαν τούτου πεμφθείσης τρέπεται τοῦτον κατὰ κράτος. ὁ δὲ πρὸς τὸν ἄρχοντα Λογγιβαρδίας καταφυγὼν Λέοντα τὸν Ὦπον ᾔτει βοήθειαν. καὶ ὅς, ἣν εἶχε δύναμιν ἐκ τοῦ παρείκοντος συναθροίσας περαιοῦται εἰς Σικελίαν, καὶ πολλάκις συμβαλὼν τῷ τῶν Ἄφρων ἀρχηγῷ καὶ ὑπερτερήσας ἀνέκοψε τοῦτον τῆς ἀσχέτου ὁρμῆς. εἶτα μαθών, ὡς οἱ ἀδελφοὶ σπένδονται καὶ μέλλουσιν ἑνωθέντες ἐπιθέσθαι Ῥωμαίοις, διαπεροῦται πάλιν εἰς Ἰταλίαν, αἰχμαλώτων Ῥωμαίων ἀμφὶ τὰς πεντεκαίδεκα χιλιάδας συνεισελθόντων ἐν τοῖς πλοίοις αὐτῷ καὶ διασωθέντων ἐν Ἰταλίᾳ καὶ αὖθις οἴκαδε διαπερασάντων. ἀδείας οὖν δραξάμενος ὁ Καρχηδόνιος ἐπέκειτο τῇ Σικελίᾳ καὶ κατὰ πολλὴν ἄδειαν αὐτὴν ἐκεράϊζε. καὶ τὰ μὲν κατὰ Σικελίαν εἶχεν οὕτως. [Mich4.12] Ἐκτόπως δὲ τοῦ Ἰωάννου τοῦ θρόνου Κωνσταντινουπόλεως ἐρῶντος, κοινοπραγήσαντες ὁ τῆς Κυζίκου Δημήτριος, Ἀντώνιος ὁ Νικομηδείας, ὁ τῆς Σίδης καὶ Ἀγκύρας οἱ αὐτάδελφοι σὺν ἄλλοις μητροπολίταις ἐβουλεύσαντο τοῦ θρόνου καταγαγεῖν τὸν Ἀλέξιον καὶ ἀντ' αὐτοῦ Ἰωάννην τῷ θρόνῳ ἐγκαταστῆσαι. πρὸς οὓς Ἀλέξιος ὁ πατριάρχης μετὰ τοῦ λοιποῦ μέρους τῆς ἐκκλησίας μηνύματα ἐκπέμπει, δηλοῦντα· ‘ἐπειδή, ὥς φατε, οὐ ψήφῳ ἀρχιερέων, ἀλλὰ προστάξει Βασιλείου τοῦ βασιλέως ἐπέβην τοῦ θρόνου ἀκανονίστως, καθαιρεθήτωσαν, οὓς ἐχειροτόνησα μητροπολίτας ἐπὶ ἕνδεκα πρὸς τῷ ἡμίσει χρόνους τὴν ἐκκλησίαν ἰθύνας, ἀναθεματισθήτωσαν δὲ καί, οὓς ἔστεψα τρεῖς βασιλεῖς, καὶ ἐξίσταμαι τοῦ θρόνου τῷ βουλομένῳ.’ ταύτην δεξάμενοι τὴν ἀγγελίαν οἱ περὶ τὸν Δημήτριον, καὶ αἰσχύνης καὶ δέους πλησθέντες (ἦσαν γὰρ οἱ πλείους ὑπ' αὐτοῦ χειροτονηθέντες), ἠσπάσαντο σιωπήν, καὶ λοιπὸν ὁ Ἰωάννης ἐπέσχε τὴν ἐπὶ τῇ κατασχέσει τοῦ θρόνου ὄρεξιν. [Mich4.13] Τῷ δὲ ͵ϚφμϚʹ ἔτει, ἰνδικτιῶνος ἕκτης, Νοεμβρίου δευτέρᾳ, γέγονε σεισμὸς περὶ ὥραν δεκάτην τῆς ἡμέρας, καὶ διετέλεσεν ἡ γῆ σειομένη ἄχρι ὅλου τοῦ Ἰαννουαρίου μηνός. γέγονε δὲ καὶ λιμὸς κατά τε Θρᾴκην καὶ Μακεδονίαν, Στρυμόνα καὶ Θεσσαλονίκην, καὶ μέχρι Θετταλίας. καταβοησάντων δὲ τῶν κληρικῶν Θεσσαλονίκης Θεοφάνους τοῦ μητροπολίτου, ὡς ἀποκρατοῦντος τὰς συνήθεις σιτήσεις αὐτῶν, ὁ βασιλεὺς τῇ Θεσσαλονίκῃ ἐνδιατρίβων λόγοις παραινετικοῖς ἐκέχρητο πρὸς αὐτόν, καὶ παρῄνει μὴ ἀποστερεῖν τὸν τῆς ἐκκλησίας λαὸν τῶν ἀπὸ νόμου σιτηρεσίων. τοῦ δὲ τραχυνομένου καὶ μὴ ὑπείκοντος, ἔγνω δεῖν ὁ βασιλεὺς ἀπάτῃ περιελθεῖν αὐτὸν καὶ κολάσαι τὴν ἀπληστίαν αὐτοῦ. πέμπει οὖν τινα τῶν ὑπηρετούντων αὐτῷ, ἐξαιτῶν ἐκδανεῖσαί οἱ κεντηνάριον ἕν, μέχρις ἂν ἐκ Βυζαντίου χρυσίον διακομισθείη. ὁ δὲ ἐνωμότως ἀπηρνήσατο μὴ ἔχειν πλὴν τριάκοντα λιτρῶν. καὶ τοῦτον μὲν ἐκποδὼν μεθίστησιν ὁ βασιλεύς, ἀποστείλας δὲ καὶ τὰ ταμιεῖα αὐτοῦ διερευνησάμενος εὗρε χρυσίου κεντηνάρια τριάκοντα καὶ τρία. ἐξ ὧν δίδωσι μὲν τοῖς κληρικοῖς τὰ ὀφειλόμενα ἀπὸ πρώτου ἔτους τῆς ἀρχιερωσύνης τοῦ Θεοφάνους ἕως τῆς ἐνεστώσης ὥρας, τὰ δὲ λοιπὰ πένησι διανέμει, καὶ τὸν μητροπολίτην ἐξωθεῖ τῆς ἐκκλησίας καὶ ἔν τινι κτήματι περιορίζει. ἐφίστησι δὲ Προμηθέα τῇ μητροπόλει, παρ' οὗ καὶ οὗτος σιτηρέσια λαμβάνειν τετύπωτο καὶ καθ' ἑαυτὸν διάγειν. [Mich4.14] Παγκρατίου δὲ τοῦ ἐξουσιαστοῦ Ἀβασγίας σφοδρῶς ἐπικειμένου τῷ κατεπάνω Ἰβηρίας τῷ Ἰασίτῃ, ὁ Ἰωάννης μετὰ τῶν στρατευμάτων πάντων τὸν δομέστικον Κωνσταντῖνον τῶν σχολῶν, τὸν αὐτοῦ ἀδελφόν, ἐκπέμπει, καθυποσχόμενος συνεκπέμψαι τούτῳ καὶ τὸν Δαλασσηνόν, ὡς ἂν ἔχῃ τοῦτον σύμβουλον καὶ παραστάτην ἐν τοῖς πολέμοις. τοῦτο δὲ οὐκ ἐποίησε, καὶ λοιπὸν ἄπρακτος ὁ δομέστικος ὑπενόστησε. [Mich4.15] Μέλλοντος δὲ τοῦ Ἰωάννου καθαρσίου μετασχεῖν φαρμάκου, [Mich4.15.2] γνοῦσα τοῦτο Ζωὴ ἡ βασιλὶς διά τινος τῶν οἰκειοτάτων αὐτῇ εὐνούχων τοῦ λεγομένου Σγουρίτζη δώροις ὑποφθείρει τὸν ἰατρὸν οὐκ ὀλίγοις, ὑποσχομένη ἐς βίου τε περιφάνειαν ἄξειν αὐτὸν καὶ πλούτου ὑπεροχήν, εἰ κεράσει τῷ φαρμάκῳ καὶ δηλητήριον. παιδαρίου δέ τινος τῶν ὑπηρετούντων τῷ ἰατρῷ μηνύσαντος τὸ σκευώρημα τῷ Ἰωάννῃ, καὶ τῆς ἐπιβουλῆς ἐλεγχθείσης, ὁ μὲν ἰατρὸς εἰς Ἀντιόχειαν τὴν ἑαυτοῦ ἐξορίζεται πατρίδα, ὁ δὲ τὸ δηλητήριον συσκευασάμενος Κωνσταντῖνος πρωτοσπαθάριος ὁ Μουκουπέλης ἐξωθεῖται τῆς πόλεως, καὶ ἡ βασιλὶς ἐν ὑποψίαις ἔκειτο μείζοσιν. [Mich4.16] Ἄρτι δὲ καὶ Γεωργίου πατρικίου τοῦ Μανιάκη τὴν Σικελίαν καταλαβόντος, οἱ ταύτης ἄρχοντες καὶ αὐτάδελφοι σπεισάμενοι πρὸς ἀλλήλους ἔσπευδον ἀπελάσαι τοῦτον τῆς νήσου. διὸ καὶ συμμαχίαν ἐξ Ἀφρικῆς μετεπέμψαντο χιλιάδας πεντήκοντα. ἧς ἐλθούσης γίνεται συμβολὴ κραταιὰ κατὰ τὰ λεγόμενα Ῥήματα, καὶ τρέπεται κατὰ κράτος τοὺς Καρχηδονίους ὁ Μανιάκης, τοσούτου γενομένου φόνου, ὡς τὸν παραρρέοντα ποταμὸν πλημμυρῆσαι τῷ αἵματι. μετὰ δὲ ταῦτα εἷλε πόλεις Σικελικὰς τρισκαίδεκα, καὶ κατὰ μικρὸν προϊὼν πᾶσαν ἐχειρώσατο τὴν νῆσον. [Mich4.17] Τῷ δὲ ͵ϚφμϚʹ ἔτει, ἰνδικτιῶνος ἕκτης, γέγονεν ἐπιβουλὴ κατὰ τῆς πόλεως Ἐδέσσης· καὶ μικροῦ ἂν ἑάλω, εἰ μὴ θεὸς διεσώσατο. στρατηγοῦντος γὰρ ἐν αὐτῇ τοῦ πρωτοσπαθαρίου Βαρασβατζὲ τοῦ Ἴβηρος, ἄρχοντες τῶν Ἀράβων δώδεκα, ἱππεῖς ἔχοντες πεντακοσίους καὶ καμήλους πεντακοσίας, κιβώτια φερούσας χίλια ἔνδοθεν ἔχοντα χιλίους ὁπλίτας, τὴν Ἔδεσσαν κατειλήφασι, φάσκοντες, ὡς βασιλέα ἀπιέναι δῶρα κομίζοντες. ἦν δὲ αὐτοῖς ἡ ὁρμὴ ἔνδον τῆς πόλεως εἰσαγαγεῖν τὰ κιβώτια καὶ νύκτωρ τοὺς ὁπλίτας ἐκβαλεῖν καὶ κατασχεῖν τὴν πόλιν. ὁ δὲ στρατηγὸς τοὺς μὲν ἄρχοντας φιλοφρόνως ἐδέξατο καὶ εἱστία, τοὺς δὲ ἱππεῖς καὶ τὴν ἀποσκευὴν ἔξωθεν διαιτᾶσθαι ἐκέλευσε. πένης δέ τις Ἀρμένιος μεταιτῶν ἔνθα ηὐλίζοντο γενόμενος οἱ Σαρακηνοί, ἤκουσέ τινος τῶν ἐν τῷ κιβωτίῳ (ᾔδει γὰρ καὶ τὴν τῶν Σαρακηνῶν διάλεκτον) διερωτῶντός τινος, ὅποι πάρεισι, καὶ δραμὼν ἀπήγγειλε τῷ στρατηγῷ. ὁ δὲ τοὺς ἄρχοντας ἐσθίειν ἐάσας ἐξῆλθε μεθ' ὁπλιτῶν, καὶ διαρρήξας τὰ κιβώτια καὶ τοὺς ὁπλίτας ἔνδον εὑρὼν ἅπαντας ἄρδην ἀπέσφαξε σὺν τοῖς ἱππεῦσι καὶ τοῖς καμηλοκόμοις. εἶτα πρὸς τὴν πόλιν ὑποστρέψας τοὺς ἕνδεκα τῶν ἀρχόντων ἀπέκτεινεν, ἕνα δὲ τὸν κρείττονα ἄγγελον τῶν γεγονότων ἐπ' οἴκου ἀπέστειλεν, ἀποτεμὼν χεῖρας αὐτοῦ καὶ ὦτα καὶ ῥῖνα. [Mich4.18] Τῷ δὲ ͵Ϛφμζʹ ἔτει, ἰνδικτιῶνος ἑβδόμης, ἐπιτείνων τὸ πρὸς τὸν Δαλασσηνὸν ἔχθος ὁ Ἰωάννης ὑπερορίζει καὶ Θεοφύλακτον πατρίκιον τὸν αὐτοῦ ἀδελφόν, καὶ τὸν ἕτερον ἀδελφὸν αὐτοῦ τὸν πατρίκιον Ῥωμανόν, καὶ Ἀδριανὸν τὸν ἀνεψιὸν αὐτῶν καὶ τοὺς λοιποὺς τοὺς κατὰ γένος αὐτῷ ἐγγίζοντας. ἔσπευδε γὰρ ἀφανίσαι τὸ γένος αὐτοῦ. ποριμώτατος δὲ ὢν πρὸς ἣν ἄν τις εἴποι κακίαν, πᾶσαν ἐφεῦρεν ὁδὸν ἀδικίας, προσθεὶς ἐπέκεινα τῶν δημοσίων τελεσμάτων διδόναι ἕκαστον τῶν χωρίων ὑπὲρ ἀερικοῦ κατὰ τὴν ποιότητα καὶ ἰσχὺν αὐτῶν, τὸ μὲν νομίσματα τέσσαρα, τὸ δὲ ἕξ, καὶ ἄχρι τῶν εἴκοσι, καὶ ἄλλους πόρους αἰσχροὺς τοῦ κερδαλέου χάριν, οὓς καὶ λέγειν αἰσχύνη. φασὶ δέ, ὅτι καὶ (τοῦ Μανιάκη eras.) τοῦ μανῆναι τὴν βασιλίδα ἐπὶ τῷ αὐτοῦ ἀδελφῷ αὐτὸς ἐγένετο αἴτιος. κατανοήσας γὰρ αὐτὴν παιδοποιῆσαι ὀρεγομένην, γυναῖκάς τινας παρεσκεύασε προσιούσας τῇ δεσποίνῃ καταβοᾶν αὐτῆς, ὡς ἂν ἀναγκάσῃ αὐτὸν διὰ προσταγμάτων τρέφειν, ἃ ἐξ αὐτοῦ ἔτεκον. ὅθεν ὑποτοπήσασα εἷπε· ‘συμφθαρήσεται αὐτῷ, τέξεται, καὶ ἡ βασιλεία ἕξει διάδοχον.’ ᾠκειώσατό τε αὐτόν, ὡς προλέλεκται, καὶ σκοτίως ἐν παραβύστῳ ἐμίγνυτο, οὐ τοσοῦτον ἡττωμένη τῆς ὥρας αὐτοῦ, ὅσον ἐπιθυμοῦσα γονῆς εὐμοιρῆσαι ἐξ αὐτοῦ. ὁ δὲ βασιλεὺς κατατεινόμενος ὑπὸ τοῦ δαίμονος καὶ μὴ εὑρίσκων ἐλευθερίαν, ἔπεμψεν ἐν πᾶσι τοῖς θέμασι καὶ ἐν ταῖς νήσοις τοῖς μὲν πρεσβυτέροις ἀνὰ νομίσματα δύο, τοῖς δὲ μοναχοῖς ἀνὰ νόμισμα ἕν. ἐβάπτιζε δὲ καὶ παῖδας ἀρτιγενεῖς, διδοὺς ἀνὰ νόμισμα ἓν καὶ μιλιαρίσια τέσσαρα. ἀλλ' οὐδὲν τούτων ὤνησεν αὐτόν. μᾶλλον γὰρ ἐπετείνετο τὸ κακόν, συνεπιλαβομένης καὶ νόσου ὑδρωπικῆς. κατὰ τοῦτον τὸν χρόνον καὶ σεισμοὶ γεγόνασι συνεχεῖς καὶ ὄμβρων ἐπίκλυσις σφοδρά. ἐπεκράτησε δὲ καὶ ἔν τισι τῶν θεμάτων τὸ τῆς κυνάγχης νόσημα, ὡς ἀδυνατεῖν τοὺς ζῶντας ἐκφέρειν τοὺς τεθνεῶτας. [Mich4.19] Φεβρουαρίου δὲ μηνὸς δευτέρᾳ, ἰνδικτιῶνος ὀγδόης, ἔτους ͵Ϛφμηʹ, γέγονε σεισμὸς φρικώδης, καὶ ἔπαθον μὲν καὶ ἄλλοι τόποι καὶ πόλεις, ἐγένετο δὲ ἡ Σμύρνα ἐλεεινὸν θέαμα, καταπεσόντων τῶν καλλίστων οἰκοδομημάτων αὐτῆς καὶ πολλοὺς τῶν οἰκητόρων ἀναλωσάντων. [Mich4.20] Ἐν δὲ Σικελίᾳ ἀναλαβὼν πάλιν ἑαυτὸν ὁ Καρχηδόνιος, καὶ δύναμιν πολλῷ μείζονα τῆς προτέρας ἀθροίσας, ἔρχεται πρὸς Σικελίαν τὸν Μανιάκην ἐκεῖθεν ἐξωθήσων. καὶ στρατοπεδευσάμενος ἔν τινι πεδιάδι ὑπτίᾳ καὶ ἀναπεπταμένῃ (Δραγῖναι ἡ πεδιὰς ἐκαλεῖτο) ἐκαιροσκόπει τὸν πόλεμον. τοῦτο δὲ μαθὼν καὶ ὁ Μανιάκης, ἄρας τὰς περὶ αὐτὸν δυνάμεις ὑπαντιάζει, ἐπισκήψας πρότερον τῷ πατρικίῳ Στεφάνῳ τῷ τοῦ βασιλέως γαμβρῷ, τοῦ στόλου, ὡς εἴπομεν, ἄρχοντι, ἀσφαλῶς τηρεῖν τὴν παράλιον, μή πως πολέμου κροτηθέντος τραπεὶς ὁ Καρχηδόνιος λάθῃ διαδρὰς καὶ οἴκαδε παλινοστήσῃ. καὶ δὴ συμβαλὼν τρέπεται τοῦτον ἀνὰ κράτος. καὶ πίπτει μὲν τῶν Ἄφρων πλῆθος ὑπὲρ τὰς πεντήκοντα χιλιάδας, αὐτὸς δὲ ὁ τούτων ἄρχων διαδρὰς τὸν κίνδυνον ἔρχεται ἐν τῷ αἰγιαλῷ καὶ κελητίῳ ἐπιβὰς καὶ τὰς τοῦ Στεφάνου λαθὼν φυλακὰς ἀπέδρασε πρὸς τὴν οἰκείαν χώραν. ὅπερ μαθὼν ὁ Μανιάκης ἐν δεινῷ τε ἐποιεῖτο, καὶ τὸν Στέφανον συμμίξαντα τούτῳ ὕβρεσί τε ἀτόποις κατέκλυσε καὶ τὸν σειρομάστην ἀνατείνας ἔπαισεν αὐτὸν κατὰ τῆς κεφαλῆς οὐκ ὀλίγας, ῥᾴθυμον ἀποκαλῶν καὶ ἄνανδρον καὶ τῶν τοῦ βασιλέως προδότην πραγμάτων. ὁ δὲ μὴ ἐνεγκὼν μετρίως τὸν προπηλακισμὸν καὶ τὴν ὕβριν γράμματα πέμπει ταχὺ πρὸς τὸν ὀρφανοτρόφον μηνύοντα, ὡς ἀπόστασιν εἴη μελετῶν ὁ Μανιάκης κατὰ τοῦ βασιλέως. καὶ ὁ μὲν εὐθὺς δέσμιος εἰς τὴν βασιλίδα εἰσάγεται καὶ καθείργνυται σὺν Βασιλείῳ πατρικίῳ τῷ Θεοδωροκάνῳ, ἡ δὲ πᾶσα τῆς ἀρχῆς ἐξουσία εἰς τὸν Στέφανον μετατίθεται, συνεκπεμφθέντος αὐτῷ καί τινος εὐνούχου Βασιλείου πραιποσίτου τοῦ Πεδιαδίτου. οἵτινες οὐκ ἐν βραχεῖ τὰ πράγματα διεφθάρκασιν, αἰσχροκερδείᾳ καὶ δειλίᾳ καὶ ῥᾳστώνῃ καταπροδόντες τὴν Σικελίαν. ὁ γὰρ Μανιάκης αἱρῶν τὰς τῆς νήσου πόλεις ἀκροπόλεις ἐν αὐταῖς ᾠκοδόμει καὶ φρουροὺς ἐφίστα τοὺς ἱκανούς, ἵνα μὴ οἱ ἐγχώριοι δύναιντ' ἂν ἐξ ἐπιβουλῆς ἀνακτᾶσθαι τὰς πόλεις. τούτου δὲ δεσμίου, ὡς εἴρηται, ἐς Βυζάντιον ἀναχθέντος, τῆς ὀλιγωρίας καὶ ῥᾳθυμίας τῶν ἀρχόντων καταδραμόντες οἱ ἐγχώριοι, καὶ δύναμιν Καρχηδονίων προσειληφότες ἐπιτίθενται ταῖς πόλεσι, καὶ τάς τε ἄκρας κατέσκαψαν, τῶν φρουρῶν κρατήσαντες, καὶ τὰς πόλεις πάσας ἐπανεσώσαντο, πλὴν Μεσήνης. ταύτην γὰρ ἔλαχε φρουρῶν ὁ πρωτοσπαθάριος Κατακαλὼν καὶ τοῦ τάγματος ἄρχων τῶν Ἀρμενιακῶν, ὁ τὴν ἐπωνυμίαν Κεκαυμένος, τριακοσίους ἱππότας ἔχων μεθ' ἑαυτοῦ καὶ πεντήκοντα πεζούς. σπεύδοντες οὖν οἱ νησιῶται μηδὲ ζώπυρον ὑπολειφθῆναι Ῥωμαϊκῆς δυνάμεως ἐμφωλεῦον τῇ νήσῳ, πάντα τὸν ὅπλον κινῆσαι δυνάμενον ἀθροίσαντες καὶ συμμαχικὸν οὐκ ὀλίγον [Mich4.20.38] Καρχηδονίων, ἀπελθόντες ἐν Μεσήνῃ τὴν πόλιν περιεστοίχισαν. τοῦ δὲ κλείσαντος τὰς πύλας ἐπὶ τρεῖς ἡμέρας καὶ μηδένα προπηδᾶν ἐῶντος τῆς τάφρου, ἀλλὰ δόκησιν δειλίας παρεσχηκότος, καταφρονήσαντες οἱ Σαρακηνοὶ ἀδεῶς τε ἐσκεδάννυντο καὶ νύκτωρ καὶ μεθ' ἡμέραν ἐν πότοις καὶ αὐλοῖς καὶ κυμβάλοις ἦσαν, ὡς τάχα τῆς πόλεως ἐς τὴν αὔριον μελλούσης ἁλώσεσθαι. ἡμέρᾳ δὲ τετάρτῃ, καθ' ἣν εἰώθαμεν ἐκτελεῖν τὴν μεσοπεντηκοστήν, κατανοήσας ὁ Κεκαυμένος τὴν ἀμέλειαν καὶ ῥᾳθυμίαν τῶν Σαρακηνῶν, καὶ ὅτι ἐν πολλῇ ἀμεριμνίᾳ διάγουσιν, οὐδένα λόγον τῶν ἐντὸς τοῦ τείχους ποιούμενοι, τὸν ἑαυτοῦ παραθαρρύνας λαὸν καὶ τὴν ἀναίμακτον τοῖς ἱερεῦσιν ἐπιτελέσαι κελεύσας θυσίαν, καὶ τῶν θείων ἅμα πᾶσι μετεσχηκὼς μυστηρίων, περὶ ὥραν ἀρίστου τὰς τῆς πόλεως πύλας ἀναπετάσας προσρήγνυται μετὰ μεγίστης ῥύμης τοῖς ἐναντίοις μεθύουσι καὶ καρηβαροῦσιν, αὐτὸς πρῶτος μετὰ τῶν σὺν αὐτῷ ἐπὶ τὴν σκηνὴν ἐξιππασάμενος Ἀπολάφαρ τοῦ τῆς νήσου ἄρχοντος. καὶ οὗτος μὲν εὐθὺς ἀναιρεῖται, ἀκροσφαλὴς ὑπὸ μέθης ὑπάρχων, διαρρήγνυται δὲ καὶ ἡ αὐτοῦ σκηνή. ἔπιπτον δὲ καὶ οἱ ἄλλοι τῶν Σαρακηνῶν κατὰ σωρείας ὑπὸ μέθης σφαλλόμενοι, καὶ τῷ ἀπροσδοκήτῳ τῆς ἐπιθέσεως μηδ' ὅλως πρὸς ἀλκὴν ἀποβλέψαι ἰσχύσαντες. γίνεται οὖν τροπὴ ὅλου τοῦ στρατοπέδου, τῶν Σαρακηνῶν ὑπ' ἀλλήλων συμπατουμένων καὶ ἀναιρουμένων, ὡς πληρωθῆναι νεκρῶν τὸ πεδίον καὶ τὰς ἔγγιστα φάραγγας καὶ τοὺς ποταμούς, ὡς ἐκ τοσούτων μυριάδων ὀλίγους πάνυ ἐν Πανόρμῳ διασωθῆναι. ἐλήφθη δὲ καὶ τὸ στρατόπεδον ἅπαν, χρυσοῦ καὶ ἀργύρου καὶ μαργάρων καὶ λίθων γέμον πολυτελῶν, οὕς, ὡς λέγεται, μεδίμνοις οἱ στρατιῶται διεμοιράσαντο. καὶ οὕτω μὲν ἡ πᾶσα Σικελία δι' ὀλίγου χειρωθεῖσα παρὰ τοῦ Μανιάκη, ἐν βραχεῖ χρόνῳ ἀμελείᾳ καὶ κακότητι στρατηγῶν γέγονε πάλιν ὑπὸ Σαρακηνοὺς, μόνης τῆς Μεσήνης ὑπολειφθείσης καθ' ὃν τρόπον εἰρήκαμεν, τοῦ Στεφάνου καὶ τοῦ Πεδιαδίτου φυγόντων ἐν Λογγιβαρδίᾳ. καὶ τὰ μὲν ἐν Σικελίᾳ ἐφέρετο ταύτῃ. [Mich4.21] Ὁ δὲ βασιλεὺς Μιχαὴλ τῇ Θεσσαλονίκῃ ὡς τὰ πολλὰ διέτριβε, προσλιπαρῶν τῷ τάφῳ τοῦ καλλινίκου μάρτυρος Δημητρίου καὶ ἀπαλλαγὴν εὑρέσθαι τῆς νόσου γλιχόμενος. καὶ ἥπτετο μὲν τῶν πραγμάτων οὐδ' ὁπωστιοῦν, ὅ τι μὴ πᾶσα ἀνάγκη, ἐφέρετο δὲ ἡ διοίκησις καὶ τῶν κοινῶν μεταχείρησις ὑπὸ τῷ Ἰωάννῃ. καὶ οὐδὲν εἶδος βέβηλον καὶ παράνομον ἐπινοίας περιελείφθη, ὃ μὴ ἐξεῦρεν εἰς συντριμμὸν καὶ κάκωσιν τῶν ὑπὸ χεῖρα. καταλέγειν δὲ ἕκαστον τούτων Ἡράκλειος ἆθλος. καὶ διέκειντο πάντες ἄνθρωποι ὑπὸ τῆς βαρείας ταύτης τυραννίδος ἀγόμενοι ἐπὶ πολὺ θεοκλυτοῦντες καὶ ἀπαλλαγὴν ἐξαιτούμενοι. ἔσειε δὲ καὶ συνεχῶς ὁ θεός, καὶ δείματα καὶ φόβητρα κατεῖχον τὴν οἰκουμένην, ἐν οὐρανῷ κομητῶν ἐπιτολαί, ἐν ἀέρι ἄνεμοι καὶ ὄμβροι ῥαγδαῖοι, ἐν γῇ δὲ βρασμοὶ καὶ κλόνοι. ταῦτα δὲ προεμήνυον, οἶμαι, τὴν μέλλουσαν ὅσον οὐδέπω γενέσθαι καταστροφὴν τῶν τυράννων. Μαΐῳ δὲ μηνὶ τοῦ ͵Ϛφμηʹ ἔτους, ἰνδικτιῶνος ὀγδόης, ἡ ἀδελφὴ τοῦ βασιλέως Μαρία, μήτηρ δὲ τοῦ καίσαρος, ἄπεισιν ἐν Ἐφέσῳ εἰς προσκύνησιν τοῦ ἠγαπημένου. καὶ ἐν τῷ διϊέναι πολλὰ τῶν παραλόγως πραττομένων μαθοῦσα, ὑποστρέψασα εἰς τὸ Βυζάντιον ἀπήγγειλε πάντα τῷ ἀδελφῷ Ἰωάννῃ, καὶ παρεκάλει ἀναστολήν τινα γενέσθαι τῆς πονηρίας. ὁ δὲ μετὰ γέλωτος αὐτὴν ἀπεπέμψατο, γυναικεῖα φρονεῖν εἰπὼν καὶ ἀγνοεῖν, ὅσων ἡ πολιτεία δεῖται Ῥωμαίων. ἐν Θεσσαλονίκῃ δέ, ὡς εἴπομεν, τῷ βασιλεῖ διατρίβοντι χρυσίον ὁ Ἰωάννης ἔπεμψε κεντηνάρια δέκα, ὑπὸ στροβίλων δὲ πνευμάτων ἀναρπασθὲν τὸ πλοῖον τοῖς Ἰλλυρικοῖς προσερράγη αἰγιαλοῖς καὶ συνετρίβη. τὸ δὲ χρυσίον ἀφείλετο Στέφανος ὁ καὶ Βοϊσθλάβος, ὁ τῶν Σέρβων ἄρχων, πρὸ μικροῦ τῆς πόλεως ἀποδρὰς καὶ τὸν τόπον τῶν Σέρβων κατεσχηκώς, Θεόφιλον ἐκεῖθεν τὸν Ἐρωτικὸν ἀπελάσας. ὁ δ' Ἰωάννης ὤνιον προτιθέμενος τὰς ἀρχάς, καὶ πᾶσι χαλινὸν ἐνδιδοὺς ἀδικίας, μυρίων συμφορῶν ἐνέπλησε τὴν οἰκουμένην, ἀδεῶς τῶν κριτῶν φορολογούντων τοὺς ἐγχωρίους, καὶ μηδενὸς ἐπιστροφὴν ὅλως τιθεμένου τῶν γινομένων. [Mich4.22] Ὁ δὲ βασιλεὺς ἐν Θεσσαλονίκῃ μαθὼν τὴν τοῦ χρυσίου ἀπώλειαν, γράφει τῷ Στεφάνῳ ἐκπέμψαι πρὸς αὐτὸν τὸ ἴδιον καὶ μὴ θελῆσαι αὐθαίρετον ἀνελέσθαι πόλεμον. τοῦ δὲ μηδεμίαν ποιησαμένου ἐπιστροφήν, στρατὸν ὁ βασιλεὺς ἐκπέμπει κατ' αὐτοῦ, ἄρχοντα ἔχοντα Γεώργιον ἐκτομίαν τὸν Προβατᾶν. ὁ δὲ τὸν τόπον καταλαβών, καὶ δυσχωρίαις καὶ φάραγξι καὶ δυσβάτοις ἀπερισκέπτως ἐμπεσὼν τόποις, τό τε στράτευμα ὅλον ἀπώλεσε καὶ αὐτὸς δυσχερῶς διεσώθη. [Mich4.23] Τούτῳ τῷ ἔτει καὶ ἡ ἀποστασία γέγονε Βουλγαρίας μετὰ εἰκοστὸν πρῶτον ἔτος τῆς αὐτῶν καταδουλώσεως καὶ ὑποταγῆς τοῦτον τὸν τρόπον. Πέτρος τις Βούλγαρος, Δελεάνος τὴν προσηγορίαν, δοῦλος Βυζαντίου τινὸς ἀνδρὸς ἀποδρὰς ἐκ τῆς πόλεως ἐπλανᾶτο ἐν Βουλγαρίᾳ, καὶ κατήντησεν ἄχρι Μοράβου καὶ Βελεγράδων (φρούρια δὲ ταῦτα τῆς Πανονίας κατὰ τὴν περαίαν τοῦ Ἴστρου διακείμενα καὶ γειτονοῦντα τῷ κράλῃ Τουρκίας), καὶ υἱὸν ἑαυτὸν ἐφήμιζε Ῥωμανοῦ τοῦ υἱοῦ τοῦ Σαμουήλ, τεχθέντα αὐτῷ ἀπὸ τῆς θυγατρὸς τοῦ κράλη Οὐγγρίας, ἣν ἔτι ζῶντος αὐτοῦ Σαμουὴλ μισήσας ἐδίωξε καὶ ἠγάγετο τὴν πανωραίαν Εἰρήνην τὴν Λαρισσαίαν καὶ τὸ γένος ἀνέσειε τῶν Βουλγάρων, πρὸ ὀλίγου τὸν τράχηλον ὑποβαλὸν τῇ δουλείᾳ καὶ λίαν ὀριγνώμενον ἐλευθερίας. διὸ καὶ πιστεύσαντες τοῖς παρ' αὐτοῦ λεγομένοις βασιλέα τε αὐτὸν Βουλγαρίας ἀναγορεύουσι, καὶ ἄραντες ἐκεῖθεν διά τε Ναϊσσοῦ καὶ τῶν Σκούπων, τῆς μητροπόλεως Βουλγαρίας, ἵεντο ἀνακηρύττοντες καὶ ἀνευφημοῦντες τοῦτον, καὶ πάντα τὸν παρευρεθέντα Ῥωμαῖον ἀνηλεῶς καὶ ἀπανθρώπως ἀναιροῦντες. ὅπερ μαθὼν Βασίλειος ὁ Συναδηνός, στρατηγὸς Δυρραχίου τυγχάνων, ἄρας τὰς ἐγχωρίους δυνάμεις ἔσπευδεν ὑπαντῆσαι τῷ Δελεάνῳ, πρὶν ἢ ἐπὶ μέγα ἀρθῆναι τὸ κακὸν καὶ πυρκαϊὰν ἀναφθῆναι. γενόμενος δὲ κατὰ τὴν λεγομένην Δέβριν, καὶ προσκρούσας κατά τι μετά τινος τῶν ὑποστρατήγων Μιχαὴλ τοῦ Δερμοκαΐτου, διαβάλλεται ἐς βασιλέα, ὡς μελετῶν τυραννίδα. καὶ ὁ μὲν εὐθὺς παραλύεται τῆς ἀρχῆς καὶ ἐν Θεσσαλονίκῃ ἀχθεὶς ἐν φυλακῇ βάλλεται, στρατηγεῖν δὲ ἀντ' αὐτοῦ προχειρίζεται ὁ Δερμοκαΐτης, ὃς ἀπείρως καὶ φαύλως διοικῶν τὴν ἀρχὴν ἐν βραχεῖ χρόνου τὰ πάντα ἀνέτρεψε. πλεονεκτούμενοι γὰρ οἱ ὑπ' αὐτὸν καὶ ἀδικούμενοι, καὶ τοὺς ἑαυτῶν ἵππους καὶ τὰ ἅρματα ἀφαιρούμενοι καὶ ἄλλο πᾶν, ὅπερ ἦν αὐτοῖς ἄξιον λόγου, κατεξανίστανται τοῦ στρατηγοῦ. ἀλλ' ὁ μέν, ὡς ᾔσθετο ἐπιβουλευόμενος, νυκτὸς διαλαθὼν ἔφυγεν. οἱ δὲ τῷ ἐκ βασιλέως δέει βαλλόμενοι ἀποστασίαν τε μελετῶσι καί τινα τῶν συνόντων αὐτοῖς στρατιωτῶν, Τειχομηρὸν τοὔνομα, ἐπ' ἀνδρείᾳ καὶ συνέσει μεμαρτυρημένον, βασιλέα προχειρίζονται Βουλγαρίας. καὶ λοιπὸν γεγόνασι δύο στάσεις Βουλγάρων, ἡ μὲν τὸν Δελεάνον ἀνευφημοῦσα, θατέρα δὲ τὸν Τειχομηρόν. ἀλλ' ὁ μὲν Δελεάνος γράμματα φιλικὰ πρὸς τὸν Τειχομηρὸν γράψας καὶ ἐπὶ κοινοπραγίαν καλέσας ἔπεισεν ἐλθεῖν. ἐπεὶ δὲ ἡνώθη τὰ δύο συστήματα τῶν Βουλγάρων, συγκαλεσάμενος ἅπαντας ὁ Δελεάνος παρεκάλει, εἰ μὲν πεπληροφόρηνται ἀπὸ τοῦ Σαμουὴλ ἕλκειν αὐτὸν τὴν σειρὰν καὶ ὑπ' αὐτοῦ αἱροῦνται βασιλεύεσθαι, ἐκποδὼν ποιήσασθαι τὸν Τειχομηρόν, εἰ δ' ἀπὸ τρόπου τοῦτο αὐτοῖς, αὐτὸν μὲν ἀποσκευάσασθαι, [Mich4.23.40] ἄρχεσθαι δὲ ὑπὸ τοῦ Τειχομηροῦ. ‘δύο γάρ’, φησιν, ‘ἐριθακοὺς μία λόχμη οὐ τρέφει, οὔτε μία χώρα εὐοδωθήσεται ὑπὸ δύο κυβερνωμένη ἀρχηγῶν.’ ταῦτα δὲ εἰπόντος αὐτοῦ θόρυβός τε ἤρθη πολύς, καὶ μόνον αὐτὸν βούλονται ἔχειν ἔφασαν αὐτοκράτορα ἀρχηγόν. καὶ ἅμα τῇ βουλῇ λίθους ἄραντες λιθολευστοῦσι τὸν ἄθλιον Τειχομηρόν. καὶ ὁ μὲν ὡς ἐν ὀνείρῳ δόξας ἄρξαι σὺν τῇ ἀρχῇ καταστρέφει καὶ τὴν ζωήν, πᾶσα δὲ ἡ ἐξουσία μεθίσταται εἰς τὸν Δελεάνον. ἀποστέλλει γε μὴν καὶ καθαιρεῖ τὸ φρούριον τὴν Βασιλίδα. οὗτος δὲ τὰς δυνάμεις ἄρας ἁπάσας ἀπῄει πρὸς Θεσσαλονίκην κατὰ τοῦ βασιλέως. ὅπερ μαθὼν ἐκεῖνος ἀσυντάκτως ᾤχετο ἐς Βυζάντιον, καταλιπὼν πᾶσαν τὴν ἀποσκευὴν καὶ τὴν σκηνὴν καὶ ὅσον χρυσίον ἦν καὶ ἄργυρος καὶ ὑφάσματα, ἅπερ Μανουὴλ ὁ Ἰβάτζης, ᾠκειωμένος ὢν τῷ βασιλεῖ, προσταχθεὶς ἀφελέσθαι καὶ ἐπακολουθεῖν, ἀναλαβόμενος προσεχώρησε τῷ Δελεάνῳ μετὰ καί τινος Κοιτωνίτου, ἑνὸς τῶν θαλαμηπόλων εὐνούχων. [Mich4.24] Γέγονε δὲ καὶ αὐχμὸς κατὰ τοῦτον τὸν χρόνον, ὡς σχεδὸν ἀποξηρανθῆναι τὰς ἀφθόνους πηγὰς καὶ τοὺς ἀεννάους ποταμούς. ἐγένετο δὲ καὶ ἐμπρησμὸς ἐν τῇ Ἐξαρτήσει, κατὰ τὴν ἕκτην τοῦ Αὐγούστου μηνός, καὶ ἐνεπρήσθησαν αἱ ἐκεῖσε ἱστάμεναι πᾶσαι τριήρεις μετὰ τῆς ἑαυτῶν παρασκευῆς. [Mich4.25] Ὁ δὲ Δελεάνος ἀποσκευασάμενος, ὡς εἴπομεν, τὸν Τειχομηρὸν καὶ πάντων τῶν πραγμάτων κύριος καταστὰς γενναίως ἐξηγεῖτο τῶν ἔργων. καὶ πρότερον μὲν ἀποστείλας πλῆθος στρατηγὸν ἔχον τὸν λεγόμενον Καυκάνον εἷλε τὸ Δυρράχιον. ἀπέστειλε δὲ καὶ στρατιὰν ἑτέραν ἐν Ἑλλάδι, στρατηγουμένην ὑπὸ Ἀνθίμου, ᾗτινι ὑπαντιάσας ὁ Ἀλακασσεὺς καὶ συμμίξας ἐν Θήβαις τρέπεται, καὶ ἀναιρεῖται πλῆθος τῶν Θηβαίων πολύ. τότε δὴ καὶ τὸ θέμα τῶν Νικοπολῶν, πλὴν Ναυπάκτου, προσερρύη Βουλγάροις δι' αἰτίαν τὴν ῥηθήσεσθαι μέλλουσαν. Βυζάντιος γάρ τις ἄνθρωπος Ἰωάννης τοὔνομα, Κουτζομύτης τὴν ἐπωνυμίαν, πράκτωρ τῶν ἐκεῖσε δημοσίων φόρων πεμφθεὶς καὶ βαρέως προσενηνεγμένος τοῖς ἐγχωρίοις ἑαυτῷ τε ὄλεθρον προεξένησε καὶ ἀποστάσεως αἴτιος γέγονε τοῖς Νικοπολίταις. μὴ φέροντες γὰρ τὴν αὐτοῦ πλεονεξίαν ἀποστατοῦσι, καὶ αὐτὸν μὲν εἰς μέλη καὶ μέρη κατέτεμον, αὐτοὶ δὲ τὸν βασιλέα δυσφημήσαντες Ῥωμαίων τοῖς Βουλγάροις προσέθεντο. οὐ τοσοῦτον δὲ διὰ τὸ πρὸς τὸν Δελεάνον φίλτρον ἀφηνίασαν καὶ τὸν Ῥωμαϊκὸν ζυγὸν ἀπέρριψαν, ὅσον διὰ τὴν τοῦ ὀρφανοτρόφου ἀπληστίαν καὶ πρὸς τὰς ὑπάρξεις ὑπερβολήν. Βασιλείου γὰρ τοῦ βασιλέως, ὁπηνίκα Βουλγάρους ἐχειρώσατο, μὴ νεοχμῶσαι θελήσαντος ὅλως, μηδὲ μετακινῆσαι τὰ πράγματα, ἀλλ' ἐπὶ τῆς αὐτῆς μένειν καταστάσεως καὶ οὕτω διεξάγεσθαι, καθώς που ὁ Σαμουὴλ διωρίσατο, καὶ διδόναι τὸν ζεῦγος βοῶν ἔχοντα Βούλγαρον εἰς τὸ κοινὸν σίτου μόδιον ἕνα καὶ κέγχρου τοσοῦτον καὶ οἴνου στάμνον ἕνα, ὁ ὀρφανοτρόφος ἀντὶ τῶν εἰδῶν νομίσματα δίδοσθαι διωρίσατο. ὅπερ μὴ εὐφόρως οἱ ἐγχώριοι φέροντες, εὑρόντες δὲ καὶ καιρὸν εὔκαιρον τὴν τοῦ Δελεάνου ἐπιφάνειαν, τὴν Ῥωμαϊκὴν ἀπεσείσαντο ἡγεμονίαν καὶ πρὸς τὸ ἀρχαῖον ἐπανέδραμον ἔθος. [Mich4.26] Ἐγένετο κατὰ τοῦτον τὸν καιρὸν μελέτη τυραννίδος κατὰ τοῦ βασιλέως, ἔξαρχον ἔχουσα Μιχαὴλ τὸν λεγόμενον Κηρουλάριον καὶ Ἰωάννην τὸν Μακρεμβολίτην καὶ ἄλλους οὐκ ὀλίγους τῶν πολιτῶν, οἳ καὶ δημευθέντες ἐξωρίσθησαν. καὶ ἑτέρα δέ τις ἐπισύστασις γέγονε κατὰ Κωνσταντίνου τοῦ μεγάλου δομεστίκου ἐν Μεσανάκτοις. ἧς μηνυθείσης αὐτῷ Μιχαὴλ μὲν ὁ Γαβρᾶς καὶ Θεοδόσιος ὁ Μεσανύκτης καὶ ἄλλοι πολλοὶ τῶν ταγματικῶν ἀρχόντων ἐκπηροῦνται τοὺς ὀφθαλμούς, Γρηγόριον δὲ πατρίκιον τὸν Ταρωνίτην ἔξαρχον, ὡς ἐλέγετο, καὶ πρωτουργὸν τῆς συστάσεως ὄντα ὠμῇ βύρσῃ βοὸς διὰ παντὸς τοῦ σώματος καλύψας ὁ Κωνσταντῖνος, καὶ μόνης τῆς ἀναπνοῆς ἔξοδον ἀφεὶς καὶ τῆς ὄψεως, πρὸς τὸν ὀρφανοτρόφον ἀπέστειλε. [Mich4.27] Σεπτεμβρίου δὲ μηνός, ἰνδικτιῶνος ἐννάτης τοῦ ͵Ϛφμθʹ ἔτους, Ἀλουσιάνος πατρίκιος καὶ στρατηγὸς Θεοδοσιουπόλεως, ὁ τοῦ Ἀαρὼν δεύτερος υἱός, ἄφνω τῆς πόλεως ἀποδρὰς τῷ Δελεάνῳ προσέρχεται ἐξ αἰτίας τοιαύτης. ἐν Θεοδοσιουπόλει καὶ γὰρ στρατηγῶν οὗτος καὶ ὡς ἄδικος κατηγορηθείς, πρὶν ἢ ἐξετάσει δοθῆναι τὰ κατ' αὐτοῦ λεγόμενα, ἀπῃτήθη παρὰ τοῦ Ἰωάννου λίτρας χρυσίου πεντήκοντα, προσαφῃρέθη δὲ καὶ γυναικεῖον χωρίον, ὅπερ εἶχεν ἐν τῷ Χαρσιανῷ κάλλιστον. δεηθεὶς δὲ περὶ τούτου τοῦ βασιλέως πολλὰ καὶ μὴ τυχὼν ἐπιστροφῆς, πάντοθεν ἀπογνούς, στολὴν λαβὼν Ἀρμενίων, καὶ ὡς τάχα θεράπων τοῦ Θεοδωροκάνου Βασιλείου ἐς τὸν βασιλέα εἰς Θεσσαλονίκην ἀπιών, λαθὼν πάντας ἔφυγε καὶ ἐν Ὀστροβῷ διασῴζεται, ἐκεῖσε πανσυδὶ τοῦ Δελεάνου ἐστρατοπεδευμένου τυγχάνοντος. τοῦτον περιχαρῶς δεξάμενος ὁ Δελεάνος (ἐδεδοίκει γάρ, μή πως προστεθῶσιν αὐτῷ μᾶλλον οἱ Βούλγαροι ὡς εἰς βασιλικὸν αἷμα τὴν ἀναφορὰν ἔχοντι) καὶ κοινωνόν, ὡς ἐδόκει, τῆς βασιλείας παρειληφώς, στρατιὰν αὐτῷ δίδωσι χιλιάδας τεσσαράκοντα, ἀπελθεῖν κελεύσας καὶ ἐκπολιορκῆσαι Θεσσαλονίκην. ἦρχε δὲ τότε τῆς πόλεως Θεσσαλονίκης Κωνσταντῖνος πατρίκιος ὁ τοῦ βασιλέως ἀνεψιός, ὃς ἀπελθὼν καὶ τάφρον περιβαλλόμενος ἐπιμελῶς εἴχετο τῆς πολιορκίας. ἐπὶ ἓξ δὲ ἡμέρας ἀποπειρασάμενος τῆς πόλεως ἑλεπόλεσι καὶ μηχαναῖς καὶ πάντοθεν ἀποκρουσθεὶς καὶ τοῖς πᾶσιν ἀπειρηκὼς διὰ προσεδρείας ἐδόκει ἀνύσαι τὸ σπουδαζόμενον. μιᾷ δὲ τῶν ἡμερῶν τῷ τάφῳ τοῦ μεγαλομάρτυρος Δημητρίου προσελθόντες οἱ ἐπιχώριοι, καὶ πάννυχον ἐπιτελέσαντες δέησιν καὶ τῷ μύρῳ τῷ ἐκ τοῦ θείου τάφου βλύζοντι χρισάμενοι, ὡς ἐκ μιᾶς ὁρμῆς ἀναπετάσαντες τὰς πύλας ἐξέρχονται κατὰ τῶν Βουλγάρων. συνῆν δὲ τοῖς Θεσσαλονικεῦσι τὸ τάγμα τῶν μεγαθύμων. ἐξελθόντες δὲ καὶ τῷ ἀπροσδοκήτῳ καταπληξάμενοι τρέπουσι τοὺς Βουλγάρους, μηδ' ὅλως πρὸς ἄμυναν ἢ ἀλκὴν στῆναι βουληθέντας, τοῦ μάρτυρος προηγουμένου τῆς Ῥωμαϊκῆς στρατιᾶς καὶ τὴν πορείαν προομαλίζοντος, καθὼς ἐνωμότως διεβεβαίουν οἱ αἰχμαλωτισθέντες Βούλγαροι, λέγοντες νεανίαν ἔφιππον ὁρᾶν προηγούμενον τῆς Ῥωμαϊκῆς φάλλαγος, ἐξ οὗ πῦρ ἐξαλλόμενον ἐπυρπόλει τοὺς ἐναντίους. ἔπεσον οὖν πλείω τῶν πεντεκαίδεκα χιλιάδων, δορυάλωτοι δὲ ἐλήφθησαν οὐκ ἐλάττους τούτων. οἱ δὲ λοιποὶ αἰσχίστως σὺν τῷ Ἀλουσιάνῳ πρὸς τὸν Δελεάνον διασῴζονται. [Mich4.28] Τούτῳ τῷ ἔτει, ἰνδικτιῶνος ἐννάτης, Ἰουνίου δεκάτῃ, περὶ ὥραν τῆς ἡμέρας δωδεκάτην, γέγονε σεισμός. [Mich4.29] Μετὰ δὲ τὴν τροπὴν ἑνωθέντες ὅ τε Δελεάνος καὶ ὁ Ἀλουσιάνος ὑπενοοῦντο ἀλλήλους, ὁ μὲν διὰ τὴν ἧτταν αἰσχυνόμενος, ὁ δὲ προδοσίαν ὑποπτεύων, καὶ ἐπεβούλευον ἀλλήλοις καιροφυλακοῦντες. σκευασάμενος οὖν ὁ Ἀλουσιάνος μετά τινων οἰκείων αὐτῷ καὶ ἄριστον ποιήσας καὶ εἰς εὐωχίαν καλέσας τὸν Δελεάνον, κραιπαλοῦντα καὶ μεθύοντα κατασχὼν ἀπετύφλωσεν, ὡς μηδὲ συναίσθησιν ὅλως τοῖς Βουλγάροις δοθῆναι τοῦ γεγονότος. καὶ φυγὼν ἔρχεται ἐν Μοσυνουπόλει πρὸς τὸν βασιλέα. καὶ τοῦτον μὲν ὁ βασιλεὺς εἰς τὸ Βυζάντιον πρὸς τὸν ὀρφανοτρόφον ἐκπέμπει, ἐς τὸ τῶν μαγίστρων ὕψος ἀναβιβάσας, αὐτὸς δὲ ἄρας ἐκ Μοσυνουπόλεως ἄπεισιν ἐν Θεσσαλονίκῃ. ἐκεῖθεν δὲ διαβὰς εἴσεισιν ἐν Βουλγαρίᾳ, καὶ τὸν Δελεάνον κατασχὼν ἔπεμψεν ἐν Θεσσαλονίκῃ, αὐτὸς δὲ πρὸς τὰ ἐνδότερα γενόμενος-ἔτι γὰρ Μανουὴλ ὁ Ἰβάτζης δέμα ξύλινον κατασκευάσας κατὰ τὸν Πρίλαπον ᾤετο [Mich4.29.14] ἀπεῖρξαι προσωτέρω χωρεῖν τὴν βασιλικὴν στρατιὰν καὶ τὰ ἔνδον κατέχειν. ἀλλ' ὁ βασιλεὺς ἐκεῖσε γενόμενος λόγου θᾶττον τό τε ξύλινον τεῖχος διέρρηξε καὶ τὸ σύστημα τῶν Βουλγάρων διεσκέδασε καὶ τὸν Ἰβάτζην κατέσχε. καὶ καταστησάμενος πάντα τὰ ἐν Βουλγαρίᾳ καὶ στρατηγοὺς ἐν τοῖς θέμασι τάξας, εἴσεισιν ἐν τῇ βασιλίδι, ἐπαγόμενος μεθ' ἑαυτοῦ τόν τε Δελεάνον καὶ τὸν Ἰβάτζην. τῇ δὲ κατεχούσῃ τοῦτον νόσῳ ἐντρυχωθεὶς καὶ πάντοθεν τῆς ἰδίας ἀπογνοὺς σωτηρίας ἀποκείρεται μοναχὸς παρὰ τοῦ μοναχοῦ Κοσμᾶ τοῦ Τζιντζιλουκίου, ὃς διὰ παντὸς συνῆν αὐτῷ καὶ ἐνουθέτει τὰ δέοντα. Δεκεμβρίου δὲ δεκάτῃ, τοῦ ͵Ϛφνʹ ἔτους, ἰνδικτιῶνος δεκάτης, θνῄσκει ἐν μετανοίᾳ καὶ ἐξομολογήσει, τὴν εἰς τὸν βασιλέα Ῥωμανὸν ἁμαρτάδα ἀποκλαιόμενος, βασιλεύσας ἐπὶ ἔτη ἑπτὰ καὶ μῆνας ὀκτώ, ἀνὴρ τἆλλα μὲν ἐπιεικὴς καὶ χρηστὸς καὶ εὐλαβῶς δόξας βιοῦν, πλὴν τοῦ εἰς τὸν βασιλέα Ῥωμανὸν ἁμαρτήματος. ἀλλὰ καὶ τοῦτο οἱ πολλοὶ τῷ ὀρφανοτρόφῳ προσάπτουσιν. [Mich4.t] ΜΙΧΑΗΛ Ο ΚΑΛΑΦΑΤΗΣ[Mich4.1] Τοιούτῳ δὲ τέλει χρησαμένου τοῦ Μιχαὴλ τὸ πᾶν κράτος περιέστη ὡς εἰς κληρονόμον τὴν βασιλίδα Ζωήν. τοιγαροῦν καὶ νεανικώτερον ἥπτετο τῶν πραγμάτων, συνεργοὺς ἔχουσα τοὺς τοῦ πατρὸς εὐνούχους, οὓς ἄνωθεν ὁ λόγος πολλάκις ἀπηριθμήσατο. πλὴν οὐ παρέμεινεν ἐπὶ τοῦ αὐτοῦ φρονήματος, ἀλλ' ἀποβλέψασα πρὸς τὸν ὄγκον τῆς βασιλείας καὶ διαγνοῦσα, ὡς οὐκ ἄν ποτε καθ' ἑαυτὴν αὐτὴ δυνηθείη ὀρθῶς τὰ κοινὰ διεξάγειν, καὶ ἀλυσιτελὲς νομίσασα τὸ ἀβασίλευτον καὶ ἄναρχον τὴν τηλικαύτην εἶναι ἀρχήν, καὶ δέον εἶναι κρίνασα προχειρίσασθαι βασιλέα τὸν δυνάμενον ἀντιλαμβάνεσθαι τῶν πραγμάτων ἐν ταῖς συμβαινούσαις τῶν περιστάσεων, καὶ ἐπὶ τρεῖς ὅλας ἡμέρας περὶ τούτου διασκοπήσασα, τὸν τοῦ βασιλέως ἀνεψιὸν καὶ ὁμώνυμον, τὸν υἱὸν τοῦ Στεφάνου τοῦ ἐν Σικελίᾳ τὰ πράγματα διαφθείραντος, καίσαρα ὄντα καὶ δραστήριον δοκοῦντα καὶ περὶ τὰ πράγματα δεξιόν, ὅρκοις πρότερον φρικωδεστάτοις κατασφαλίσασα, ὡς κυρίαν αὐτὴν ἕξει διὰ βίου καὶ δέσποιναν καὶ μητέρα, πράττουσαν, ἅττα δὴ καὶ κελεύει ποιεῖν, εἰσποιητὸν προσλαμβάνεται υἱὸν καὶ βασιλέα Ῥωμαίων ἀναγορεύει, τῷ βασιλικῷ ταινιώσασα διαδήματι, πρότερον ἐκποδὼν ποιησαμένη τὸν ὀρφανοτρόφον καὶ ἐς τὸ μοναστήριον τῶν Μονοβατῶν ἐξορίσασα, παραπλησίως καὶ Κωνσταντῖνον τὸν δομέστικον τῶν σχολῶν τῆς ἀρχῆς παραλύσασα καὶ ἐν τοῖς τοῦ Ὀψικίου κτήμασιν αὐτοῦ τῆς ἁψῖδος τοῦτον περιορίσασα, ὡσαύτως καὶ Γεώργιον τὸν πρωτοβεστιάριον ἐν τοῖς κατὰ Παφλαγονίαν κτήμασιν αὐτοῦ στείλασα. κατ' αὐτὴν δὲ τὴν ὥραν, καθ' ἣν ἀνεδεῖτο τῷ διαδήματι ὁ Μιχαήλ, σκοτώσει καὶ ἰλίγγῳ ληφθεὶς ἐγγὺς ἦλθε τοῦ πεσεῖν. μόλις δ' οὖν αὐτὸν ἀνεκαλέσαντο μύροις καὶ ἀρώμασι καὶ λοιποῖς ἄλλοις εὐώδεσιν εἴδεσιν. ἐκλονεῖτο δὲ καὶ ἡ γῆ παρ' ὅλους τοὺς τέσσαρας μῆνας τῆς βασιλείας αὐτοῦ. τέως δὲ στεφθεὶς παρὰ τοῦ πατριάρχου καὶ βασιλεὺς καταστὰς τιμαῖς καὶ ἀξιώμασι τὴν σύγκλητον καὶ δωρεῶν διανομαῖς τὸ κοινὸν ἀνελάμβανεν. ἐντεύξει δὲ τῇ πρὸς τὴν δέσποιναν καὶ Κωνσταντῖνον τὸν δομέστικον μετακαλεσάμενος τῆς ὑπερορίας καὶ νωβελίσσιμον τιμήσας εἶχε μεθ' ἑαυτοῦ. δόξας δὲ ἐν βεβαίῳ ἑστάναι αἰφνίδιον ἔπεσε. γράμμασι γὰρ τοῦ ὀρφανοτρόφου καὶ συμβουλίαις τοῦ δομεστίκου διαφθαρείς, λεγόντων πολλάκις, μὴ πιστεύειν τῇ δεσποίνῃ, ἀλλὰ φυλάττεσθαι ταύτην, ἵνα μὴ παραπλήσια πάθῃ τῷ τε θείῳ αὐτοῦ καὶ βασιλεῖ Μιχαὴλ καὶ τῷ πρὸ αὐτοῦ Ῥωμανῷ, γοητείαις, ὡς ἔφασκον, κατεργασθέντι, καὶ συμβουλευόντων, εἰ οἷόν τε, ἐκποδὼν θέσθαι αὐτὴν καὶ σπεῦσαι μὴ προληφθῆναι, καὶ συνεχεῖς τὰς προσβολὰς περὶ ταὐτοῦ ποιούμενοι πράγματος ἀναπεῖσαι ἴσχυσαν ἐπιβουλὴν κατ' αὐτῆς μελετῆσαι. ἔδοξεν οὖν ἀποπειραθῆναι τῶν πολιτῶν πρότερον, οἵαν ἔχουσι περὶ αὐτοῦ γνώμην, καὶ εἰ μὲν χρηστὴν διάθεσιν φανῶσι φυλάττοντες εἰς αὐτὸν καὶ φιλίαν ὀρθήν, τότε δὴ καὶ ἐγχειρῆσαι τῇ μελέτῃ, εἰ δὲ τοὐναντίον, ἡσυχίαν ἄγειν. τῇ κυριακῇ οὖν τῇ μετὰ τὸ ἅγιον πάσχα προέλευσιν δημοσίαν κηρύξας ἐν τῷ τῶν ἁγίων ἀποστόλων ναῷ, καὶ δι' αὐτῆς ἀποπειραθῆναι κρίνας τῆς γνώμης τῶν πολιτῶν, ἀπῆλθεν ἐστεφανωμένος μετὰ τῆς συγκλήτου, πάσης τῆς πόλεως ἀθροισθείσης εἰς τὴν θέαν, σκεύη χρύσεα καὶ ἀργύρεα τῶν τὴν λεωφόρον κατοικούντων ἀποκρεμμανύντων καὶ πέπλους καὶ ἄλλα ὑφάσματα χρυσοϋφῆ, κἀν ταῖς εὐφημίαις προτεθυμημένων καὶ αὐτάς, εἰ οἷόν τε, ἐκκενῶσαι τὰς ψυχάς. οἷς δελεασθεὶς ὁ δείλαιος τῷ ἐξ εὐνοίας ὑπολαβεῖν ταῦτα γίνεσθαι, ὑποστρέψας ἐν τῷ μεγάλῳ παλατίῳ, τῷ μὲν πατριάρχῃ μηνύει ἀπελθεῖν εἰς τὴν ἐν τῷ Στενῷ μονὴν αὐτοῦ καὶ προσδέχεσθαι αὐτὸν τῇ ἐπαύριον, δοὺς αὐτῷ καὶ χρυσίου λίτρας τέσσαρας διὰ τὴν μέλλουσαν εἰς αὐτὸν γενέσθαι τάχα ὑποδοχήν. νυκτὸς δὲ τὴν βασιλίδα κατασπᾷ τοῦ θρόνου καὶ περιορίζει εἰς Πρίγκιπον, ἀποκεῖραι τοῖς ἄγουσι κελεύσας αὐτὴν καὶ διακομίσαι τούτῳ τὰς τρίχας αὐτῆς. καὶ οἱ μὲν πεμφθέντες ἐποίησαν, ὡς ἐκελεύσθησαν, ἕωθεν δ' οὗτος ἀναφορὰν γράψας καὶ τῷ τῆς πόλεως ἐπάρχῳ δοὺς ἀναγνῶναι ἐν τῷ τοῦ μεγάλου Κωνσταντίνου φόρῳ τοῖς πολίταις ἐκέλευσεν. ἐδήλου δὲ ἡ ἀναφορά, ὅτιπερ ‘κακόνους ἡ Ζωὴ περὶ τὴν βασιλείαν μου φανεῖσα ἐξώρισται παρ' ἐμοῦ, συμφρονῶν δὲ ταύτῃ καὶ ὁ Ἀλέξιος ἐξεβλήθη τῆς ἐκκλησίας. ὑμεῖς δὲ ὁ ἐμὸς λαός, εἰ τὴν αὐτὴν διατηροίητε εὔνοιαν πρὸς ἐμέ, μεγάλων τιμῶν καὶ ἀγαθῶν τεύξεσθε καὶ ζωὴν ἄλυπον καὶ καθαρὰν ζήσεσθε.’ ἀναγνόντος οὖν τοῦ ἐπάρχου τὴν ἀναφορὰν εἰς ἐπήκοον τοῦ λαοῦ, φωνή τις ἐξηκούσθη, μηδενὸς εὑρεθέντος τοῦ κεκραγότος, ὡς ‘ἡμεῖς σταυροπάτην καλαφάτην βασιλέα οὐ θέλομεν, ἀλλὰ τὴν ἀρχέγονον καὶ κληρονόμον καὶ ἡμετέραν μητέρα Ζωήν.’ καὶ εὐθὺς ἅπας ὁ λαὸς ὡς ἐκ μιᾶς φωνῆς ἐβόων· ‘ἀνασκαφείη τὰ ὀστᾶ τοῦ καλαφάτου.’ καὶ ἀναλαβόντες ἕκαστος λίθους καὶ βάθρα καὶ τὰ παρατυχόντα ξύλα τὸν μὲν ἔπαρχον (ἦν δὲ Ἀναστάσιος πατρίκιος ὁ τῷ πατρὶ τῆς Ζωῆς ὑπηρετησάμενος) μικροῦ δεῖν καὶ ἀπέκτειναν, εἰ μὴ φυγῇ χρησάμενος ἐπορίσατο τὴν ἑαυτοῦ σωτηρίαν· αὐτοὶ δὲ εἰς τὴν μεγάλην δραμόντες ἐκκλησίαν-ἔτυχε γὰρ καὶ ὁ πατριάρχης τὴν αὐτοῦ ὑποστροφὴν ὠνησάμενος, τὸν μὲν βασιλέα ἐδυσφήμει, τὴν δὲ τῆς βασιλίδος ἐζήτει ἀνακομιδήν· προσέδραμον τοίνυν πάντες οἱ τοῦ πατρὸς αὐτῆς εὐνοῦχοι καὶ Κωνσταντῖνος πατρίκιος ὁ Καβάσιλας καὶ τὸ λοιπὸν ἅπαν πλῆθος τῆς συγκλήτου, καὶ κοινῇ συμβουλῇ πέμψαντες ἄγουσι τὴν Θεοδώραν ἀπὸ τοῦ Πετρίου εἰς τὴν μεγάλην ἐκκλησίαν, καὶ ἐνδύσαντες αὐτὴν ἁλουργίδα βασιλικὴν ἄνασσαν εὐφημοῦσι σὺν Ζωῇ τῇ ταύτης ἀδελφῇ. καὶ ὁρμήσαντες πρὸς τὸ παλάτιον καταγαγεῖν ἠπείγοντο τῶν ἀνακτόρων τὸν Μιχαήλ. ὁ δὲ πρὸς τὴν ὀργὴν τοῦ λαοῦ καὶ τὴν κίνησιν ἀποδειλιάσας, εὐθὺς ἀποστείλας ἤγαγε τὴν Ζωὴν ἐν τῷ παλατίῳ, καὶ ἀποδύσας αὐτὴν τὰ μοναχικὰ μετημφίασε βασιλικοῖς περιβλήμασι. προκύψας οὖν ἀπὸ τοῦ ἐν τῷ ἱπποδρομίῳ καθίσματος καὶ δημηγορῆσαι πειραθεὶς πρὸς τὸν λαόν, ὅτι τε ἡ βασιλὶς ἤχθη, καὶ ὅτι πάντα καλῶς ἔχει αὐτοῖς τὰ κατὰ σκοπόν, οὐ συνεχωρήθη, ὕβρεσί τε πανταχόθεν πλυνόμενος καὶ λίθοις κάτωθεν καὶ τόξοις βαλλόμενος. καὶ λοιπὸν ἀπογνοὺς ἐγνώκει εἰς τὸ μοναστήριον ἀπελθεῖν τῶν Στουδίου καὶ ἀποκείρασθαι. ἀλλ' οὐκ ἀφῆκεν αὐτὸν ὁ δομέστικος, εἰπὼν μὴ οὕτω ῥᾳδίως καταλι-[Mich5.1.88] πεῖν τὴν ἀρχὴν καὶ ὑποχωρῆσαι, ἀλλὰ γενναίως ἀντιστῆναι, καὶ ἢ πάντως ὑπερισχῦσαι, ἢ μεγαλοψύχως καὶ βασιλικῶς ὡς πρέπον ἐστὶν ἀποθανεῖν βασιλεῖ. ταύτης δὲ τῆς γνώμης ἐπικρατησάσης, τοὺς ἐν τῷ παλατίῳ πάντας, ὡς ὁ καιρὸς ἐδίδου, καθοπλίσας αὐτός, καὶ ὁ νωβελίσσιμος δὲ πάντα τὸν ἑαυτοῦ λαὸν ἀπὸ τοῦ ἰδίου οἴκου μεταπεμψάμενος ἔνοπλον (ἔτυχε δὲ ἐκ Σικελίας ἄρτι ἐλθὼν καὶ ὁ στρατηγὸς Κατακαλὼν ὁ Κεκαυμένος, τὰ ἐκ Μεσήνης εὐαγγέλια κομίσας) γενναίως ἀντείχετο τῶν πραγμάτων. τοῦ δὲ δήμου τριχῇ διαιρεθέντος, καὶ μέρους μὲν ἐν τῷ ἱππικῷ προσβαλόντος, ἑτέρου δὲ κατὰ τὰ ἐξκούβιτα, τοῦ δὲ λοιποῦ κατὰ τὸ τζυκανιστήριον, καὶ οἱ περὶ τὸν βασιλέα εἰς τρία τὴν ἑαυτῶν διελόντες δύναμιν ἠμύνοντο κραταιῶς. καὶ γίνεται φόνος πολὺς τῶν πολιτῶν, οἷα γυμνῶν καὶ ἀόπλων πρὸς ἐνόπλους ἀγωνιζομένων μετὰ ξύλων καὶ λίθων καὶ τῶν παρατυχόντων εἰδῶν. φασὶ γάρ, ὡς ἀπώλοντο κατὰ ταύτην τὴν ἡμέραν (ἦν δὲ τρίτη τοῦ ἀντίπασχα) ἄνδρες ἀμφὶ τὰς τρεῖς χιλιάδας. τέλος ἴσχυσαν οἱ πολῖται τῷ πλήθει ὑπερτεροῦντες ἐπικρατέστεροι τῶν τοῦ βασιλέως γενέσθαι. καὶ διαρρήξαντες τὰς πύλας τοῦ παλατίου καὶ εἴσω γενόμενοι τό τε ἐναποκείμενον ἐν τοῖς σεκρέτοις διαρπάζουσι χρυσίον καὶ τὰ λοιπὰ τὰ εὑρισκόμενα εἴδη, διαρρήσσουσι δὲ καὶ τὰς δημοσίας ἀπογραφάς, καὶ τὸν βασιλέα συλλαβεῖν ἔσπευδον. ὁ δὲ ἐπείπερ ἔγνω κατισχυόμενος, τῷ βασιλικῷ ἐπιβὰς δρόμωνι μετὰ τοῦ νωβελισσίμου καί τινων οἰκειοτάτων αὐτῷ, καταλιπὼν ἐν τῷ παλατίῳ τὴν Ζωήν, ᾤχετο φυγὰς εἰς τὴν μονὴν τῶν Στουδίου τῇ τετράδι πρωΐας, καὶ εὐθὺς ἠμφιάσατο τὸ τῶν μοναχῶν σχῆμα συνάμα τῷ θείῳ αὐτοῦ. [Mich5.2] Καὶ ὁ μὲν πόλεμος, ἀρξάμενος ἀπὸ δευτέρας ὥρας τῆς δευτέρας ἡμέρας τοῦ ἀντίπασχα, ἔληξε νυκτὸς τῆς τρίτης ἡμέρας. ἡ δὲ Ζωὴ πάλιν ἐγκρατὴς γενομένη τῆς βασιλείας ἐβουλεύετο μὲν τὴν ἑαυτῆς ἀδελφὴν Θεοδώραν παρώσασθαι, ἐκωλύθη δὲ παρὰ τοῦ πλήθους συμβασιλεύειν αὐτῇ καὶ ταύτην αἰτησαμένου. ἔρχεται οὖν καὶ ἡ Θεοδώρα ἀπὸ τῆς μεγάλης ἐξελθοῦσα ἐκκλησίας εἰς τὸ παλάτιον. συναθροισθείσης δὲ καὶ τῆς συγκλήτου, δημηγορήσασα ἡ Ζωὴ πρότερον μὲν πρὸς τὴν σύγκλητον, εἶτα καὶ ἔκ τινος περιωπῆς πρὸς τὸ πλῆθος, αὐτοῖς μὲν εὐχαριστίας, ὡς εἰκός, ἀπέδοτο καὶ εὐχὰς τῆς εἰς αὐτὴν εὐνοίας, τὴν περὶ τοῦ βασιλέως δὲ γνώμην ἐζήτει, τί δεῖ γενέσθαι αὐτόν. καὶ πάντες ὁμοφώνως ἀνέκραγον· ‘αἶρε τὸν παλαμναῖον, ποίησον ἐκ μέσου τὸν ἀλιτήριον· ἀνασκολοπισθήτω, σταυρωθήτω, τυφλωθήτω.’ ἡ δὲ ὤκνει πρὸς τὴν τιμωρίαν καὶ συμπαθὴς τῷ δυστυχοῦντι ἐγίνετο. ἀλλ' ἡ Θεοδώρα ὀργῆς ὑποπλησθεῖσα καὶ παρρησίας τῷ νεωστὶ προβληθέντι ἐπάρχῳ (ἦν δὲ ὁ Καμπανάρης) κελεύει μετὰ σπουδῆς ἀπελθεῖν καὶ ἐξορύξαι αὐτοῦ τε καὶ τοῦ θείου τούτου τοὺς ὀφθαλμούς. ὃς ἐξελθὼν συνεπομένου αὐτῷ καὶ τοῦ δήμου παντὸς ἀπῆλθεν εἰς τὰ Στουδίου. ὁ δὲ Μιχαὴλ καὶ ὁ τούτου θεῖος ὡς ᾔσθοντο τὴν τοῦ λαοῦ παρουσίαν, ἐν τοῖς ἀδύτοις τοῦ ναοῦ τοῦ προδρόμου κατέφυγον. ἀλλὰ φλεγμαίνων ἔτι τῷ θυμῷ διὰ τοὺς ἀναιρεθέντας ὁ δῆμος εἴσεισι πρὸς βίαν εἰς τὸν θεῖον ναόν, καὶ ἀφαρπάσαντες ἐκεῖθεν αὐτοὺς εἷλκον διὰ τῆς ἀγορᾶς ἀπὸ τῶν ποδῶν, καὶ ἄνωθεν τῆς περιβλέπτου μονῆς ἐν τῷ τόπῳ τῷ καλουμένῳ Σίγματι ἀγαγόντες ἀποτυφλοῦσι καὶ ἄμφω, τοῦ Μιχαὴλ πολλὰ καθικετεύσαντος πρότερον τὸν ἑαυτοῦ τυφλωθῆναι θεῖον, ὡς πάντων τῶν γενομένων κακῶν καὶ πρωτουργὸν καὶ αἴτιον· ὃ καὶ ἐγένετο. τυφλωθέντες οὖν ἐξορίζονται, ὁ μὲν Μιχαὴλ εἰς τὸ μοναστήριον τῶν Ἐλεγμῶν εἰκάδι πρώτῃ μηνὸς Ἀπριλλίου, ἰνδικτιῶνος δεκάτης τοῦ ͵Ϛφνʹ ἔτους, βασιλεύσας ἐπὶ μῆνας τέσσαρας καὶ ἡμέρας πέντε, καὶ οἱ συγγενεῖς δὲ πάντες αὐτοῦ ἄλλος ἀλλαχοῦ διεσπάρησαν. [Const9.t] ΚΩΝΣΤΑΝΤΙΝΟΣ Ο ΜΟΝΟΜΑΧΟΣ[Const9.1] Πάλιν δὲ τῆς ἀρχῆς ἐς τὴν Ζωὴν μετακυλισθείσης, συμβασιλεύουσαν ἔχουσαν, ὡς εἴπομεν, οὐχ ἑκοῦσαν καὶ τὴν ἀδελφὴν Θεοδώραν, τιμῶν μὲν ἡ σύγκλητος προβιβασμοῖς ἐγεραίρετο καὶ δωρεῶν διανομαῖς τὸ κοινόν, καὶ τὰ πράγματα προμηθείας τῆς ἐνδεχομένης ἐτύγχανε, γραμμάτων ἁπανταχοῦ καὶ διαταγμάτων ἐκπεμπομένων, ἀπριάτην τε τὰς ἀρχὰς γίνεσθαι, καὶ μὴ ὠνίους, ὡς πρότερον, ὑπισχνουμένων, καὶ πᾶσαν ἀδικίαν ἐκ μέσου διοριζομένων ἐλαύνεσθαι. τούτων δὲ καταστάντων, ὡς τοῖς κρατοῦσιν ἐδόκει, ἤχθη καὶ ὁ νωβελίσσιμος Κωνσταντῖνος ἀπὸ τῆς ὑπερορίας καὶ περὶ τῶν δημοσίων ἀνακρινόμενος χρημάτων, τὰς ἀπειλὰς πτοηθείς, ὑπέδειξεν ἐν τῷ κατὰ τοὺς ἁγίους ἀποστόλους οἴκῳ αὐτοῦ κεκρυμμένα ἔν τινι κινστέρνῃ χρυσίου κεντηνάρια πεντήκοντα ἐπὶ τρισί. καὶ ταῦτα μὲν διεκομίσθη τῇ βασιλίδι, ἐκεῖνον δ' αὖθις ἡ ὑπερορία ἐδέξατο. προχειρίζεται δὲ ἡ βασιλὶς δομέστικον τῶν σχολῶν τῆς ἀνατολῆς Νικόλαον πρόεδρον τὸν εὐνοῦχον τοῦ ἰδίου πατρός, καὶ δοῦκα τῆς δύσεως Κωνσταντῖνον πατρίκιον τὸν Καβάσιλαν· τὸν δὲ πατρίκιον Γεώργιον τὸν Μανιάκην, ἤδη παρὰ τοῦ Μιχαὴλ φθάσαντα τῆς φρουρᾶς ἀπολυθῆναι, μάγιστρον τιμήσασα στρατηγὸν αὐτοκράτορα τῶν ἐν Ἰταλίᾳ ταγμάτων ἐκπέμπει. καὶ ταῦτα μὲν γέγονεν οὕτως. βουλῆς δὲ προτεθείσης περὶ βασιλέως, καὶ δόξαν τοῖς πᾶσι βασιλέα προχειρισθῆναι καὶ τῇ Ζωῇ νομίμως συναφθῆναι, ἔσπευδε μὲν αὐτὴ Κωνσταντῖνον ἀγαγέσθαι τὸν κατεπάνω, ὃν δὴ καὶ Ἀρτοκλίνην ἀφ' ἧς ὑπηρεσίας μετεχειρίσατο ἀπεκάλουν. ἦν γὰρ ὁ ἀνὴρ εὐπρεπὴς τὴν ὥραν, ἐλέγετο δὲ καὶ λάθρᾳ τῇ Ζωῇ πλησιάζειν. ἀλλὰ τοῦτον μὲν ἡ σύνοικος φαρμάκοις ἐξάγει τοῦ βίου, οὐκ ἐπειδὴ ἀποστόργως εἶχε πρὸς αὐτόν, ἀλλ' ἐπειδὴ ἔμελλε τούτου ἔτι ζῶντος στερίσκεσθαι. καὶ λοιπὸν ἀστοχήσασα ἡ βασιλὶς τοῦ σκοποῦ, μεταπέμπεται ἀπὸ τῆς ἐξορίας Κωνσταντῖνον τὸν Μονομάχον, παρὰ τοῦ ὀρφανοτρόφου τὴν νῆσον Μιτυλήνην κατακριθέντα οἰκεῖν διὰ τὸ παρὰ πάντων φημίζεσθαι, ὡς μέλλει κρατῆσαι τῆς βασιλείας. τοῦτον γάρ, ὁπηνίκα τὸν ἕτερον ἐβουλεύετο Κωνσταντῖνον εἰς τὸν βασίλειον θρόνον ἀναγαγεῖν, δικαστὴν Ἑλλήνων προεχειρίσατο· ἐπεὶ δὲ κἀκεῖνος, ὡς εἴπομεν, κατειργάσθη φαρμάκῳ, ὁ ῥηθεὶς Μονομάχος καὶ τῷ θανόντι ὁμώνυμος πρὸς τρόπου ἐνομίσθη τῇ βασιλίδι. ἤχθη οὖν πρὸς τὸν ἄγχιστα τοῦ Ἀθύρος διακείμενον ναὸν τοῦ ἀρχιστρατήγου τὸν ἐν Δαμοκρανείᾳ. καὶ πεμφθεὶς Στέφανος εἷς ὢν τῶν θαλαμηπόλων εὐνούχων τῆς βασιλίδος ὁ Περγαμηνὸς ἀποδιδύσκει μὲν αὐτὸν τὴν ἰδιωτικὴν στολήν, ἀμφιέννυσι δὲ πορφυρίδα βασιλικήν, καὶ δρόμωνι ἐμβιβάσας ἄγει πρὸς τὰ βασίλεια. ᾧ τινι ἀχθέντι συνάπτεται εἰς κοινωνίαν γάμου ἡ βασιλίς, τῆς ἱερολογίας γενομένης παρὰ τοῦ πρώτου τῶν πρεσβυτέρων τῆς Νέας, ὃς Στυπὴς ὠνομάζετο, ἑνδεκάτην τότε τοῦ Ἰουνίου μηνὸς ἄγοντος, τοῦ, ͵Ϛφνʹ ἔτους. στέφεται δὲ τῇ ἐπαύριον παρὰ τοῦ πατριάρχου.[Const9.2] Καὶ ἤδη τῶν σκήπτρων γενόμενος ἐγκρατής, πάντας μὲν τοὺς συγκλητικοὺς βαθμοῖς ἀξιωμάτων κατὰ τὴν ἑκάστου προεβίβασεν ἀξίαν, καὶ χρυσίου δὲ διανομαῖς τὸ πλῆθος ἐφιλοτιμήσατο. ἐξαπέστειλε δὲ καὶ ἀναφορὰς ἐν πᾶσι τοῖς θέμασι, τήν τε ἀνάρρησιν αὐτοῦ δηλούσας, καὶ ὑπισχνουμένας παντὸς μὲν ἀγαθοῦ βλύσιν καὶ παρρησίαν, πάσης δὲ κακίας ἀποτομήν. μετεβίβασε δὲ καὶ Ἰωάννην τὸν ὀρφανοτρόφον μετὰ πάντων, ὧν εἶχεν, ἀπὸ τῆς μονῆς τῶν Μονοβάτων ἐς τὴν νῆσον Λέσβον, καὶ Μιχαὴλ τὸν πρὸ τοῦ βασιλέα εἰς Χίον, καὶ Κωνσταντῖνον τὸν νωβελίσσιμον εἰς Σάμον. καὶ ταῦτα μὲν ἐπράχθη ἐν προοιμίοις τῷ Μονομά- [Const9.2.10] χῳ, κατὰ τὴν δεκάτην ἰνδικτιῶνα. κατὰ δὲ τὴν ἕκτην τοῦ Ὀκτωβρίου μηνός, τῆς ἑνδεκάτης ἰνδικτιῶνος, τοῦ ͵Ϛφναʹ ἔτους, ἐφάνη κομήτης ἀπὸ τῆς ἕω πρὸς δύσιν ποιούμενος τὴν πορείαν, καὶ ὡρᾶτο λάμπων παρ' ὅλον τοῦτον τὸν μῆνα. προεμήνυε δ' οὗτος τὰς μελλούσας ἐπισυμβῆναι κοσμικὰς συμφοράς. Στεφάνου γὰρ τοῦ καὶ Βοϊσθλάβου, ὥσπερ ἔμπροσθεν ἐρρήθη, ἀποδράντος ἐκ Βυζαντίου καὶ τὰ Ἰλλυρικὰ κατασχόντος ὄρη, καὶ Τριβαλλοὺς καὶ Σέρβους καὶ τὰ πρόσοικα γένη καὶ Ῥωμαίοις ὑπήκοα κατατρέχοντος καὶ ληϊζομένου, μὴ φέρων ὁ Μονομάχος τὰς ἐκείνου καταδρομὰς τῷ ἄρχοντι τῷ τότε τοῦ Δυρραχίου (ἦν δὲ Μιχαὴλ πατρίκιος, ὁ Ἀναστασίου τοῦ λογοθέτου υἱός) γράμμασιν ἐγκελεύεται τὸν ὑπ' αὐτὸν ἀθροῖσαι τοῦ Δυρραχίου στρατόν, ἔτι δὲ καὶ τὰς στρατιὰς τῶν ἐγγιζόντων τούτῳ θεμάτων καὶ αὐτῷ ὑποκειμένων, καὶ συνάμα τοῖς ὑποστρατήγοις εἰς Τριβαλλοὺς ἀπελθεῖν καὶ καταπολεμῆσαι τὸν Στέφανον. ὁ δὲ πολεμικῆς ἐπιστήμης ἀπέχων μακράν, οἷα σκιατραφὴς ἄνθρωπος καὶ ἐμπαθείαις ἐντεθραμμένος, ἀφυῶς καὶ ἀτέχνως ἐπιχειρήσας τῷ ἔργῳ μεγάλης αἴτιος ἀτυχίας τῷ Ῥωμαίων ἐγένετο πολιτεύματι. ἀθροίσας γάρ, ἃς προσετέτακτο δυνάμεις, ἅς φασιν οὔσας περὶ τὰς ἑξήκοντα χιλιάδας, εἴσεισιν εἰς Τριβαλλόν, διοδεύσας ὁδοὺς ἀνάντεις καὶ τραχείας καὶ ἀποκρήμνους καὶ στενοχώρους, ὡς μὴ ἐν ταὐτῷ δύνασθαι δύο ἱππότας βαδίζειν, ἐνδόντων, ὥς φασιν, ἐξεπίτηδες καὶ τῶν Σέρβων καὶ συγχωρησάντων τὴν εἴσοδον, μήτε τῆς ὑποστροφῆς φροντίσας, μήτε φυλακὴν ἀξιόμαχον ἐπιστήσας ταῖς στενοχωρίαις. ἐκεῖνος μὲν οὖν εἰσελθὼν ἐδῄου τὰς πεδιάδας καὶ ἐπυρπόλει, οἱ δὲ Σέρβοι καταλαβόντες ἐφύλαττον τὰ στενὰ καὶ ἀπόκρημνα τῆς τρίβου καὶ προσέμενον τὴν ὑποστροφήν. ὡς δὲ ἅλις τῷ Μιχαὴλ ἐδόκει τὰ τῆς λεηλασίας, καὶ λείαν πολλὴν καὶ αἰχμαλωσίαν περιεβάλετο, καὶ καιρὸς ἐφάνη ἀναζυγῆς, κἀν ταῖς στενοχωρίαις ὁδοιποροῦντες ἐγένοντο, τότε δὴ ἀφ' ὕψους οἱ πολέμιοι χερμάσι τε βάλλοντες καὶ τόξοις καὶ παντοίοις ἑκηβόλοις ὀργάνοις καὶ λίθους ὑπερμεγέθεις κυλίοντες ἀνῄρουν, τῶν περὶ τὸν Μιχαὴλ μήτε χερσί, μηθ' ὅπλοις χρήσασθαι δυναμένων, μήτ' ἀρετῆς ὅλως ἐπιδείξασθαι ἔργον. καὶ οἱ μὲν αὐτόθι βαλλόμενοι ἔπιπτον, οἱ δὲ κατεκρημνίζοντο καὶ ἐλεεινῶς ἀνηλίσκοντο, ὡς πληρωθῆναι νεκρῶν τὰς παρακειμένας φάραγγας καὶ τοὺς ῥύακας καὶ βατὰς γίνεσθαι τοῖς διώκουσιν. ἔπεσον οὖν περί που τὰς τεσσαράκοντα χιλιάδας, ἀνῃρέθησαν δὲ καὶ στρατηγοὶ ἑπτά. οἱ δὲ λοιποὶ ἐν ταῖς λόχμαις καὶ ταῖς νάπαις καὶ ταῖς συναγκείαις κρυβέντες τῶν ὀρέων καὶ τοὺς τῶν ἐναντίων διαδράντες ὀφθαλμούς, καὶ διὰ τῶν κορυφῶν τούτων ἀναρριχώμενοι, νυκτὸς διεσώθησαν πεζοὶ καὶ γυμνοὶ καὶ τοῖς ὁρῶσι θέαμα οἰκτρὸν καὶ ἐλεεινὸν καὶ θρήνων ἐπάξιον. διεσώθη δὲ μετ' αὐτῶν καὶ ὁ Μιχαήλ, τὴν ἴσην καὶ αὐτὸς περικείμενος τύχην. [Const9.3] Γεώργιος δὲ μάγιστρος ὁ Μανιάκης ἐν Ἰταλίᾳ, ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται λόγοις, παρὰ Ζωῆς τῆς βασιλίδος πεμφθεὶς ἐφ' ᾧ καταστήσασθαι τὰ ἐκεῖ (ἐνόσει γὰρ τὰ πάντα καὶ κακῶς ἐφέρετο ἀπειρίᾳ καὶ φαυλότητι ἀρχηγῶν), πρὸς ἀποστασίαν ἀπεῖδεν. ἄξιον δὲ εἰπεῖν ἐπιδραμόντας καὶ τὰς αἰτίας εἰς ἀκριβῆ γνῶσιν τῶν τῷ βιβλίῳ ἐντυγχανόντων. ὅτε γὰρ οὗτος πρῶτον εἰς Ἰταλίαν ἐπέμφθη παρὰ τοῦ βασιλέως Μιχαὴλ συμμαχήσων Ἀπολάφαρ Μουχούμετ τῷ τῆς Σικελίας ἄρχοντι πολεμουμένῳ παρὰ τοῦ οἰκείου ἀδελφοῦ καὶ τῶν Ἄφρων, ἔτυχε προσεταιρισάμενος καὶ Φράγγους πεντακοσίους ἀπὸ τῶν πέραν τῶν Ἄλπεων Γαλλιῶν μεταπεμφθέντας καὶ ἀρχηγὸν ἔχοντας Ἀρδουῖνον τὴν κλῆσιν, χώρας τινὸς ἄρχοντα καὶ ὑπὸ μηδενὸς ἀγόμενον, μεθ' ὧν τὰ τῶν Σαρακηνῶν εἰργάσατο τρόπαια. ἐπεὶ δὲ οὗτος συκοφαντηθεὶς παρελύθη τῆς ἀρχῆς καὶ εἰς τὴν πόλιν εἰσαχθεὶς καθείρχθη, καὶ ἄρχειν ἀντ' αὐτοῦ τῆς Ἰταλίας ἐπέμφθη Μιχαὴλ πρωτοσπαθάριος ὁ Δοκειανός, ἀνεπιτήδειος ἄνθρωπος καὶ πρὸς μεταχείρησιν πραγμάτων οὐκ εὐφυής, οὐκ ἐδεήθη χρόνου συγχέαι καὶ διαφθεῖραι τὰ πάντα. μὴ παρέχων γὰρ κατὰ καιρὸν τοῖς Φράγγοις τὸ παρεχόμενον αὐτοῖς ἐφ' ἕκαστον μῆνα σιτηρέσιον, μᾶλλον δέ, ὥς φασι, καὶ τὸν ἡγεμόνα τούτων, ἀφιγμένον ὡς αὐτὸν ἐφ' ᾧ παρακαλέσαι ἠπίως χρῆσθαι τοῖς στρατιώταις καὶ μὴ ἀποστερεῖν τούτους τοῦ τῶν πόνων μισθοῦ, ὑβρίσας καὶ μαστιγώσας ἀτίμως ἠνάγκασε τοὺς ἀνθρώπους ἀποστατῆσαι. ὧν ὅπλα κεκινηκότων οὗτος ἁπάσας ἀθροῖσαι τὰς Ῥωμαϊκὰς δυνάμεις καὶ τούτοις συμμῖξαι οὐκ ἠθέλησεν, ἀλλ' ἓν εἰληφὼς τάγμα τὸ τοῦ Ὀψικίου καὶ μέρος τῶν Θρᾳκησίων, καὶ συμβαλὼν αὐτοῖς ἐν Κάνναις περὶ τὸν Ἄμφιδον ποταμόν, ἔνθα καὶ κατὰ τοὺς πάλαι χρόνους Ἀννίβας τὰς πολλὰς τῶν Ῥωμαίων κατέκοψε μυριάδας, ἡττήθη καὶ τὸ πλέον ἀπέβαλε τῆς στρατιᾶς, αἰσχίστως καὶ αὐτὸς ἐν Κάνναις διασωθείς. οὕτω δὲ πληγεὶς οὐδὲ μετὰ τὴν πληγὴν κατὰ τὸν ἐν παροιμίαις ἁλιέα νοῦν ἔσχεν, οὐδ' ὀχυρώσας ἑαυτὸν πάσῃ τῇ στρατιᾷ προσέβαλε τοῖς ἐχθροῖς, ἀλλ' ὑπὸ θράσους, ὡς ἔοικε, στρατηγούμενος αὐτούς τε τοὺς ἡττηθέντας πάλιν ἀναλαβὼν καὶ Πισσίδας καὶ Λυκαόνας, οἵπερ ἀναπληροῦσι τὸ τάγμα τῶν φοιδεράτων, περὶ τὰς λεγομένας Ὥρας προσρήγνυται τοῖς ἐχθροῖς καὶ τρέπεται αὖθις κατὰ κράτος, προσεταιρισαμένων τῶν Φράγγων καὶ ἄλλο πλῆθος οὐκ ὀλίγον ἀπὸ τῶν Ἰταλῶν τῶν περὶ τὸν Πάδον τὸν ποταμὸν καὶ τὰς ὑπωρείας οἰκούντων τῶν Ἄλπεων. τοῦτο δὲ πυθόμενος Μιχαὴλ ὁ βασιλεὺς τοῦτον μὲν μετέστησε τῆς ἀρχῆς. ἔπεμψε δὲ τὸν Βοϊωάννην, δοκοῦντα πρακτικὸν ἄνδρα εἶναι καὶ ἐν πολέμοις εὐδόκιμον, καὶ εἰς ἐκεῖνον ἀναφέροντα τὴν τοῦ γένους ἀναφορὰν τὸν ἐπὶ Βασιλείου τοῦ βασιλέως ἐν Ἰταλίᾳ πεμφθέντα Βοϊωάννην, ὃς πᾶσαν τὴν Ἰταλίαν μέχρι Ῥώμης τότε τῷ βασιλεῖ παρεστήσατο. ἀλλὰ καὶ οὗτος ἀπελθὼν κατὰ χώραν καὶ νεαλῆ καὶ ἀκμαίαν δύναμιν μὴ λαβών, ἀλλ' ἀναγκασθεὶς μετὰ τῶν προηττημένων συμβαλεῖν τοῖς ἐχθροῖς κατὰ τὴν Μονόπολιν ἤδη κραταιωθεῖσι καὶ τῆς χώρας ὡς ἰδίας ἀντεχομένοις, ἡττηθεὶς ἑάλω, καὶ ὁ σὺν αὐτῷ στρατός, ὅσοι μὴ σιδήρου γεγόνασι παρανάλωμα, ἄλλος ἀλλαχοῦ διεσκεδάσθησαν, διασωθέντες ἐν τοῖς ἔτι τὰ Ῥωμαίων φρονοῦσι φρουρίοις. καὶ λοιπὸν οἱ Φράγγοι τῆς Ἰταλίας ὡς δορυκτήτου ἀντεποιοῦντο κτήματος, τῶν ἐγχωρίων ὧν μὲν ἑκουσίως, ὧν δὲ βίᾳ καὶ ἀνάγκῃ προσχωρούντων αὐτοῖς, πλὴν Βρενδισίου καὶ Ἱδροῦντος καὶ Τάραντός τε καὶ Βάρεως. αὗται γὰρ αἱ τέτταρες πόλεις παρέμειναν πίστεις Ῥωμαίοις φυλάττουσαι. Μιχαὴλ δὲ τοῦ βασιλέως ἀποθανόντος καὶ τοῦ μετ' αὐτὸν ἐξωσθέντος τῆς βασιλείας, ὁ Μανιάκης, ὡς ἄνωθεν εἴρηται, πεμφθεὶς εἰς Ἰταλίαν παρὰ τῆς Ζωῆς, εἰ καὶ μὴ δύναμιν ἀξιόχρεων εἶχεν, ὅμως μετὰ τῆς παρούσης στρατηγικαῖς μηχαναῖς χρησάμενος ἐκδιῶξαι ἴσχυσε τοὺς Φράγγους τῆς Ἰταλίας περὶ Καπύην καὶ Βενεβενδὸν καὶ Νεάπολιν, καὶ μετρίαν κατάστασιν καὶ γαλήνην παρέσχε τοῖς πράγμασιν. οὗτος ὁ Μανιάκης κατὰ τὸ θέμα τῶν Ἀνατολικῶν τὰς οἰκήσεις ἔχων καὶ Ῥωμανῷ γειτονῶν τῷ Σκληρῷ, διαφερόμενος πρὸς αὐτὸν πολλάκις ἐπεχείρησεν τοῦτον ἀνελεῖν, εἰ μὴ φυγῇ τὴν ἑαυτοῦ ἐπορίσατο σωτηρίαν. ἐπεὶ δὲ τὰ Ῥωμαίων σκῆπτρα ἐς Κωνσταντῖνον ἦλθε τὸν Μονομάχον καὶ ὁ Σκληρὸς ἐπὶ μέγα τύχης ἦρτο (ἐπαλλακεύετο γὰρ τῷ Μονομάχῳ ἡ τοῦ Σκληροῦ ἀδελφή) μάγιστρος τιμηθεὶς καὶ πρωτοστράτωρ, τῶν εἰς αὐτὸν μεμνημένος τοῦ Γεωργίου καταδρομῶν, [Const9.3.62] καταχρώμενος τῇ ἐξουσίᾳ καὶ τὴν ἀπουσίαν κατατρέχων τοῦ Μανιάκη, τά τε ἀνήκοντα αὐτῷ ἐδῄου καὶ ἔκειρε χωρία καὶ εἰς τὴν τούτου κοίτην ἀνέδην ἐξύβρισεν. ἅπερ ἐκεῖνος ἐν Ἰταλίᾳ πυθόμενος ἤσχαλε καὶ διεπρίετο τῷ θυμῷ. ἄρτι δὲ καὶ σπουδῇ τοῦ Ῥωμανοῦ παραλυθεὶς τῆς ἀρχῆς καὶ τοῖς πᾶσιν ἀπεγνωκώς (ᾔδει γάρ, ὡς οὐκ εἰς χρηστὸν αὐτῷ τέλος ἡ εἰς τὸ Βυζάντιον ἄφιξις τελευτήσει), τὰς ἐν Ἰταλίᾳ δυνάμεις ἀνασείσας καὶ διαφθείρας, διψώντων τῶν στρατιωτῶν τὰς οἰκείας ἰδεῖν πατρίδας, ὅπλα κατὰ τοῦ βασιλέως κινεῖ. καὶ τὸν μὲν πεμφθέντα διάδοχον αὐτοῦ (ἦν δὲ ὁ πρωτοσπαθάριος Πάρδος, ἀνὴρ Βυζάντιος, καὶ δι' ἄλλο μὲν οὐδὲν ἀγαθόν, ὅτι δὲ γνώριμος ἦν τῷ βασιλεῖ, τηλικαύτης χώρας ἄρχειν πεμφθείς) ἀναιρεῖ, αὐτὸς δ' ἑαυτῷ διάδημα περιθεὶς καὶ τὰ τῆς βασιλείας παράσημα ἀναλαβὼν ἀναγορεύεται βασιλεύς, καὶ πλοίοις ἐμβιβάσας τὰς δυνάμεις περαιοῦται ἐν Βουλγαρίᾳ. τοῦτο μαθὼν ὁ βασιλεὺς εἰς ταραχὴν οὐ τὴν τυχοῦσαν ἐνέπεσε. καὶ γράμματα πρὸς αὐτὸν ἐκπέμπει παντὸς ἀπολύοντα φόβου τοῦτον καὶ τοὺς σὺν αὐτῷ, παρακαλοῦντά τε ἀποθέσθαι τὰ ὅπλα, καὶ ὑπισχνούμενα πᾶσαν εὐεργεσίαν. ἐπεὶ δ' ἐκεῖνος ἄτεγκτος ἦν καὶ οὐ μεθίετο τοῦ σκοποῦ, ἀγηοχὼς καὶ αὐτός, ἃς εἶχε δυνάμεις, καὶ στρατηγὸν αὐταῖς ἐπιστήσας αὐτοκράτορα τὸν σεβαστοφόρον Στέφανον τὸν ἐν Δαμοκρανείᾳ τὰ τῆς βασιλείας εὐαγγέλια τούτῳ διακομίσαντα, ἐκπέμπει κατὰ τοῦ ἀποστάτου. καὶ συναντῶσι τὰ στρατεύματα κατὰ τὸν λεγόμενον Ὀστροβὸν ἐν τῷ Μαρμαρίῳ καὶ συμπλοκῆς γενομένης τρέπονται οἱ περὶ τὸν Στέφανον, αὐτοῦ τοῦ Μανιάκη προηγουμένου καὶ τὰς φάλαγγας διακόπτοντος. καὶ αὐτὸν ὡς βασιλέα εὐφήμουν. ἐν ὅσῳ δὲ ταῦτα ἐγίνετο, αἰφνιδίως ἐκ τοῦ ἵππου πεσὼν οὗτος ἀπέθανε, μηδενὸς φανέντος τοῦ τοῦτον τρώσαντος. εὑρέθη γὰρ ἔχων κατὰ τοῦ στήθους καιρίαν πληγήν. τούτου δὲ γνωσθέντος τῷ ἐναντίῳ στρατεύματι, ἀποτέμνεται μὲν ἡ κεφαλὴ τοῦ Γεωργίου, συλλαμβάνονται δὲ καὶ πάντες οἱ αὐτῷ συναράμενοι, ἅμα τῇ πτώσει τοῦ ἀρχηγοῦ τὰ ὅπλα ῥίψαντες καὶ ἑαυτοὺς ἐγχειρίσαντες. καὶ τῷ μὲν βασιλεῖ ἄγγελος ἐπέμφθη κομίζων τὰ εὐαγγέλια τῆς νίκης, εἴσεισι δὲ μεθ' ἡμέρας τινὰς καὶ ὁ Στέφανος τὴν κεφαλὴν ἄγων τοῦ Μανιάκη καὶ τοὺς κρατηθέντας ἐν τῷ πολέμῳ. καὶ διὰ μέσης τῆς Πλατείας θριαμβεύσας προηγουμένης τῆς κεφαλῆς ἄνωθεν δόρατος, καὶ τῶν ἀποστατῶν ὄνοις ἐποχουμένων, αὐτὸς ὄπισθεν εἵπετο, ἵππῳ λευκῷ ἐφεζόμενος. καὶ τὰ μὲν περὶ τὸν Μανιάκην τοιοῦτον εἴληφε τέλος. [Const9.4] Γέγονε δέ τις καὶ ἄλλη ἀποστασία ἐν Κύπρῳ κατὰ τοῦτον τὸν χρόνον, πρωτουργὸν ἔχουσα Θεόφιλον τὸν Ἐρωτικόν. οὗτος γὰρ τῆς νήσου στρατηγῶν καὶ νεωτέρων ἀεὶ πραγμάτων ἐφιέμενος, ἐπείπερ ἐπύθετο τὴν τοῦ Καλαφάτου καταστροφὴν καὶ τὴν κατέχουσαν τὰ πράγματα σύγχυσιν, καιρὸν εὔθετον εὑρεῖν οἰηθεὶς πρὸς τὸ σπουδαζόμενον, τό τε ἔθνος ἅπαν τῶν Κυπρίων ἀνάπτει, καὶ τὸν δικαστὴν καὶ πράκτορα τῶν δημοσίων φόρων τὸν πρωτοσπαθάριον Θεοφύλακτον ἀνελεῖν παρασκευάζει, ἔγκλημα τούτῳ ἐπενεγκών, ὡς βαρείας τὰς τῶν συντελειῶν ποιουμένῳ εἰσπράξεις. ἀλλὰ πρὸς τοῦτον οὐκ ἐδέησε τῷ Μονομάχῳ μακροτέρας τριβῆς. χειροῦται γὰρ αὐτὸν ἐκπεμφθεὶς ὅ τε τοῦ στόλου κατάρχων Κωνσταντῖνος πατρίκιος ὁ Χαγέ, τὸ ἔθνος ἅπαν τῶν Κυπρίων ὑποποιησάμενος, καὶ ἐς βασιλέα ἄγει. ἀχθέντα δὲ θῆλυν ὁ βασιλεὺς ἐνδύσας στολὴν καὶ ἐν τῷ ἱππικῷ ἱπποδρομίας ἀγομένης θριαμβεύσας καὶ τῶν ὑπαρχόντων ψιλώσας ἀπέλυσε. [Const9.5] Τῇ δὲ εἰκοστῇ τοῦ Φεβρουαρίου μηνός, τῆς ἑνδεκάτης ἰνδικτιῶνος, κατέλυσε τὴν ζωὴν Ἀλέξιος ὁ πατριάρχης, καὶ ἀνάγεται εἰς τὸν αὐτοῦ θρόνον Μιχαὴλ ὁ Κηρουλάριος κατὰ τὴν ἡμέραν τοῦ εὐαγγελισμοῦ, μοναχὸς ὤν, ἐξ οὗπερ ὁ ὀρφανοτρόφος αὐτὸν διὰ τὴν ἐπιβουλὴν ἐξώρισε. προσαγγέλλεται δὲ τῷ βασιλεῖ καὶ χρυσίον ἀποτεθησαυρισμένον ἐν τῇ τοῦ Ἀλεξίου μονῇ, καὶ πέμψας ἀναλαμβάνεται τοῦτο, εἰς κεντηνάρια ποσούμενον εἴκοσι καὶ πέντε. Μαΐου δὲ δευτέρᾳ, τῆς αὐτῆς ἰνδικτιῶνος, ἐκτυφλοῦται καὶ ὁ ὀρφανοτρόφος ἐν τῷ λεγομένῳ χωρίῳ τῶν Μαρυκάτων, ὡς μέν τινές φασιν, ὑπὸ Θεοδώρας ἄκοντος τοῦ βασιλέως, ὡς δὲ ὁ τῶν πολλῶν κρατεῖ λόγος, παρ' αὐτοῦ τούτου ἐγκοτῶντος αὐτῷ διὰ τὰς ὑπερορίας, καὶ τῇ τρισκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς ἀποθνῄσκει. Ἰουλίῳ δὲ μηνὶ τῆς αὐτῆς ἰνδικτιῶνος κατηγορήθη καὶ Στέφανος ὁ σεβαστοφόρος, ὡς ἐπιβουλεύων τῷ βασιλεῖ καὶ βασιλέα βουλόμενος ποιῆσαι Λέοντα πατρίκιον καὶ στρατηγὸν Μελιτηνῆς, τὸν υἱὸν τοῦ Λαμπροῦ. καὶ ὁ μὲν Στέφανος τῶν ὑπαρχόντων γυμνωθεὶς καὶ μοναχὸς ἀποκαρεὶς ἐξωρίσθη, ὁ δὲ Λαμπρὸς ἀπηνῶς ἐτασθεὶς καὶ τὰς ὄψεις πηρωθεὶς καὶ διὰ τῆς ἀγορᾶς πομπευθεὶς μετὰ μικρὸν ἀπέθανεν. [Const9.6] Ἐγένετο δὲ καὶ κατὰ τὸν Ἰούλιον μῆνα τῆς αὐτῆς ἰνδικτιῶνος καὶ ἡ τοῦ ἔθνους τῶν Ῥῶς κίνησις κατὰ τῆς βασιλίδος. οὗτοι γὰρ κοινοπραγοῦντες μέχρι τοῦδε Ῥωμαίοις καὶ εἰρηνεύοντες μετ' αὐτῶν, ἀδεῶς τε ἀλλήλοις ἐπεμίγνυντο καὶ ἐμπόρους ἐς ἀλλήλους ἔπεμπον. κατὰ δὲ τοῦτον τὸν χρόνον φιλονεικίας γενομένης ἐν Βυζαντίῳ μετά τινων ἐμπόρων Σκυθῶν, συμπληγάδος τε ἐξ αὐτοῦ ἐπακολουθησάσης καί τινος Σκύθου φονευθέντος ἐπιφανοῦς, ὁ τότε κατάρχων τοῦ γένους τούτων Βλαδιμηρός, ἀνὴρ ὁρμητίας καὶ τὰ πολλὰ τῷ θυμῷ χαριζόμενος, πυθόμενος τὸ συμβὰν καὶ δεινοπαθήσας καὶ μὴ δοὺς ἀναβολὴν ἢ καιρὸν τῷ κινήματι, τῶν ὑπ' αὐτὸν ἀγείρας ὅσον μάχιμον, προσεταιρισάμενος δὲ καὶ συμμαχικὸν οὐκ ὀλίγον ἀπὸ τῶν κατοικούντων ἐν ταῖς προσαρκτίοις τοῦ Ὠκεανοῦ νήσοις ἐθνῶν, καὶ πλῆθος ἀθροίσας, ὥς φασι, περὶ τὰς ἑκατὸν χιλιάδας, καὶ πλοίοις ἐγχωρίοις τοῖς λεγομένοις ἐμβαλὼν μονοξύλοις κατὰ τῆς πόλεως ἐξορμᾷ. τοῦτο μαθὼν ὁ βασιλεὺς πέμπει μὲν πρεσβευτάς, ἐξαιτῶν καταθέσθαι τὰ ὅπλα καὶ ὑπισχνούμενος ἐξιάσασθαι, εἴ τι δὴ καὶ γέγονεν ἄτοπον, καὶ μὴ διὰ μικρὸν ἐθελῆσαι πρᾶγμα τὴν ἐκ μακροῦ παγιωθεῖσαν διαλῦσαι εἰρήνην καὶ τὰ ἔθνη κατ' ἀλλήλων ἀνάψαι. ἐπεὶ δὲ δεξάμενος αὐτὸς τὰ γράμματα τούς τε πρέσβεις ἀτίμως ἐδίωξε καὶ ὑπερηφάνους καὶ σοβαρὰς ἀπέδωκεν ἀπολογίας, ἀπεγνωκὼς ὁ βασιλεὺς τὴν εἰρήνην καὶ αὐτός, ὡς ἐνῆν, ἀντεπαρετάττετο. καὶ τοὺς μὲν ἐνδημοῦντας τῇ βασιλίδι ἐμπόρους τῶν Σκυθῶν, ἔτι δὲ καὶ τοὺς κατὰ συμμαχίαν παρόντας διασκεδάσας ἐν τοῖς θέμασι καὶ ἀσφαλισάμενος, ἵνα μὴ καὶ ἀπὸ τῶν ἔνδον ἐπιβουλή τις ἀνεγερθῇ ὡς ὁ καιρὸς ἐδίδου καὶ τὸ τοῦ ἔργου ὀξύρροπον, τάς τε βασιλικὰς ἐξαρτύσας τριήρεις καὶ ἄλλας οὐκ ὀλίγας ἀπὸ τῶν εὐσταλῶν καὶ κούφων, καὶ λαοῦ πληρώσας ἀπὸ τῶν παρατυχόντων ἐν Βυζαντίῳ τότε στρατιωτῶν, καὶ αὐτὸς οὗτος τῷ βασιλικῷ ἐπιβὰς δρόμωνι ἔξεισι καὶ τοῖς Σκύθαις ὑπαντιάζει κατὰ τὸ τοῦ Πόντου στόμα ἐν τῷ λεγομένῳ ναυλοχοῦσι Φάρῳ, παρεπομένην ἔχων διὰ τῆς ξηρᾶς καὶ ἱππικὴν στρατιὰν οὐκ ὀλίγην. ἐπεὶ δὲ ἀντιμέτωποι ἔστησαν αἱ δυνάμεις, ἔργου μὲν οὐδέτερον μέρος ἥπτετο· οἵ τε γὰρ Σκύθαι ἐπὶ τοῦ λιμένος, ἔνθα προσώρμουν, ἑστῶτες ἡσυχίαν ἦγον, καὶ ὁ βασιλεὺς τὴν ἐκείνων προσμένων κίνησιν ἐκαρτέρει. ἐπεὶ δὲ ὁ καιρὸς ἐτρίβετο καὶ ἡ ὥρα ἦν πρὸς ὀψέ, πρέσβεις ὁ βασιλεὺς πάλιν ἐκπέμπει περὶ εἰρήνης, καὶ πάλιν ἀτίμως ἀποπέμπει τούτους ὁ βάρβαρος, μηνύσας, εἰ βούλεται τῷ βασιλεῖ καταθέσθαι τὰ ὅπλα, δοῦναι παντὶ τῷ ἑπομένῳ αὐτῷ στρατῷ [Const9.6.36] ἀνὰ χρυσίου λίτρας τρεῖς. ἀμηχάνου δὲ φανείσης τῆς ἀποκρίσεως, ἔγνω δεῖν ἔργου ἔχεσθαι. ὡς δ' ἐκεῖνοι ἀτρέμας εἶχον, μεταστειλάμενος ὁ βασιλεὺς τὸν μάγιστρον Βασίλειον τὸν Θεοδωροκάνον, τρεῖς εἰληφέναι προστάττει τριήρεις δρομάδας καὶ ἀπελθεῖν καὶ ἀποπειράσασθαι τῶν Σκυθῶν, εἴπερ δυνηθείη ἀκροβολιζόμενος πρὸς πόλεμον αὐτοὺς ἐπισπάσασθαι. ὁ δὲ τὰς τριήρεις εἰληφὼς καὶ πρὸς τοὺς Σκύθας γενόμενος, οὐ δι' ἀκροβολισμοῦ τῆς αὐτῶν ἀπεπειρᾶτο γνώμης, ἀλλ' εἰς μέσους ἑαυτὸν ὠθήσας ἑπτὰ μὲν σκάφη τῷ σκευαστῷ καταφλέγει πυρί, τρία δὲ αὔτανδρα ποντίζει. χειροῦται δὲ καὶ ἓν αὐτὸς εἰσπηδήσας εἰς αὐτό, καὶ τῶν ἔνδον οὓς μὲν ἀποσφάξας, οὓς δὲ καὶ τροπωσάμενος τὴν τόλμαν καταπλαγέντας αὐτοῦ. οἱ δὲ Σκύθαι καὶ τὸν βασιλέα ἤδη ὁρῶντες ἐρχόμενον σὺν παντὶ τῷ στόλῳ καὶ λογισάμενοι, ὅπερ ἦν εἰκός, εἰ τοιαῦτα πεπόνθασι τρισὶ τριήρεσι πολεμούσαις ἀντιστάντες, τί ἂν πάθοιεν παντὶ τῷ στόλῳ βιαζόμενοι συμπλέκεσθαι, ἀπέβλεψαν πρὸς φυγήν, καὶ εἰς τόπους ἀπορριφέντες σκοπέλους ἔχοντας καὶ πέτρας ὑφάλους τὰ πλείω τῶν σκαφῶν ἀπεβάλλοντο, ἐπιτιθεμένων τούτοις ἀπὸ τῆς ξηρᾶς καὶ τῶν παραπορευομένων στρατιωτῶν καὶ ἀπολλύντων αὐτούς, ὡς εὑρεθῆναι μετὰ ταῦτα ἐν τοῖς αἰγιαλοῖς νεκροὺς ἐριμμένους ἀμφὶ τὰς πεντεκαίδεκα χιλιάδας. ὁ μὲν οὖν βασιλεὺς μετὰ τὴν τῶν Σκυθῶν ἧτταν ἐφ' ὅλας δύο προσμείνας ἡμέρας, κατὰ τὴν τρίτην ὑπέστρεψεν εἰς τὴν βασιλίδα, δύο τάγματα καταλιπὼν καὶ τὰς λεγομένας ἑταιρείας, ὑφ' ἡγεμόνι ταττόμενα Νικολάῳ τῷ παρακοιμωμένῳ καὶ Βασιλείῳ μαγίστρῳ τῷ Θεοδωροκάνῳ, ἐφ' ᾧ τοὺς αἰγιαλοὺς ἐπισκοπεῖν καὶ παρατρέχειν καὶ φυλάττεσθαι, μή τις ἀπόβασις γένηται τῶν βαρβάρων, τὸν δὲ πάντα στόλον κατὰ τὸν Φάρον προσμένειν κελεύσας. καὶ ὁ μὲν βασιλεὺς ταῦτα διαπραξάμενος εἰσῆλθεν εἰς τὸ Βυζάντιον, οἱ περὶ τὸν παρακοιμώμενον δὲ καὶ τὸν Θεοδωροκάνον τοὺς αἰγιαλοὺς περιϊόντες, ἔνθα μετὰ τὴν τροπὴν ἐξεβράσθη τὰ σώματα τῶν βαρβάρων, πολλῆς λείας καὶ σκύλων ἐγένοντο κύριοι. καὶ τριήρεις δὲ τέτταρες ἐπὶ εἴκοσι τοῦ λοιποῦ διαιρεθεῖσαι στόλου εἵποντο φεύγουσι τοῖς βαρβάροις. ἔν τινι δὲ κόλπῳ ναυλοχούντων αὐτῶν παρῆλθον αὗται διώκουσαι. καὶ γνόντες οἱ Σκύθαι τὴν ὀλιγότητα καὶ ἀκριβῶς καταλαβόντες, ὡς οὐ πλείους τῶν φαινομένων εἰσίν, ὑπερκερώσεις ποιησάμενοι ἀπὸ τοῦ ἔνθεν κἀκεῖθεν ἀκρωτηρίου καὶ συντόνῳ τῇ εἰρεσίᾳ χρώμενοι ἔσπευδον ἐγκολπώσασθαι τοὺς ἐναντίους. οἱ δὲ Ῥωμαῖοι ἐκ τῆς προτέρας κωπηλασίας καὶ τοῦ διωγμοῦ κατάκοποι ὄντες καὶ πρὸς τὸ πλῆθος τῶν βαρβαρικῶν σκαφῶν ἀποδειλιάσαντες, ἔκλιναν πρὸς φυγήν· ἐπεὶ δὲ ἔφθασαν τὰ τῶν βαρβάρων σκάφη στεφανώσαντα τὸ στόμα κατασχεῖν τοῦ κόλπου καὶ ἄπορος ἦν ἡ πρὸς τὸ πέλαγος ἔξοδος, Κωνσταντῖνος μὲν πατρίκιος ὁ Καβαλλούριος, στρατηγὸς ὢν τῶν Κιβυρραιωτῶν, γενναίως ἔστη πρὸς πόλεμον μετὰ τῆς ἑαυτοῦ τριήρους καὶ λοιπῶν δέκα, καὶ εὐρώστως μαχόμενος κατεκόπη, ἐλήφθησαν δὲ καὶ τέτταρες τριήρεις αὔτανδροι σὺν τῇ ναυαρχίδι, καὶ πάντες οἱ ἐν αὐταῖς ἀπεσφάγησαν, τὰ δὲ λοιπὰ Ῥωμαϊκὰ πλοῖα ἐν βράχεσι καὶ ἀκταῖς καὶ σκοπέλοις ἀπερρίφησαν. ὧν συντριβέντων οἱ μὲν τῶν ἐν αὐταῖς ὑποβρύχιοι γεγόνασι τῇ θαλάσσῃ, ἄλλοι δὲ ἑάλωσαν ὑπὸ τῶν βαρβάρων καὶ μαχαίρᾳ παρεδόθησαν καὶ δουλείᾳ, οἱ δὲ διασωθέντες πεζοὶ καὶ γυμνοὶ εἰς τὸ οἰκεῖον στρατόπεδον ἀνεσώθησαν. οἱ δὲ Σκύθαι, ὡς οὐκ εἰς ἔργον ἐχώρει αὐτοῖς τὰ τῶν ἐλπίδων, τῆς ἐπ' οἴκου πορείας ἐμνήσθησαν. ὑποστρέφουσι δὲ τούτοις διά τε γῆς καὶ θαλάσσης (οὐδὲ γὰρ ἐξήρκουν τοῖς πᾶσι τὰ σκάφη, τὰ μὲν ὑπὸ τῆς προηγησαμένης ναυμαχίας καταποντισθέντα τε καὶ ληφθέντα, τὰ δὲ ὑπὸ κλύδωνος καὶ τρικυμίας θλασθέντα, καὶ διὰ τοῦτο οἱ πλείους πεζῇ τὴν ὁδοιπορίαν ἐποιοῦντο) συναντήσας Κατακαλὼν βέστης ὁ Κεκαυμένος, ἄρχων ὢν τῶν παρὰ τὸν Ἴστρον πόλεων καὶ χωρίων, κατὰ τὸν αἰγιαλὸν τῆς λεγομένης Βάρνας καὶ συμβαλὼν ἐτρέψατο, καὶ ἀπέκτεινε μὲν πολλούς, ὀκτακοσίους δὲ ζωγρίας λαβὼν πεπεδημένους ἐκπέμπει τῷ βασιλεῖ. οὗτος γὰρ ὁ ἀνὴρ καὶ ὅτε πρῶτον τῶν οἰκείων ἠθῶν ἀπαναστάντες οἱ Σκύθαι πρὸς τὴν βασιλίδα ἠπείγοντο καὶ ἐς τὴν λαχοῦσαν αὐτὸν ἀρχὴν ἀποβάντες προνομὰς ἐποιοῦντο, τὸν ἀμφ' αὑτὸν ἀθροίσας λαὸν προσέρραξε τούτοις, καὶ γενναίως ἀγωνισάμενος ἐτρέψατό τε κατὰ κράτος καὶ εἰς τὰ οἰκεῖα σκάφη φυγεῖν ἠνάγκασε. καὶ πάλιν δὲ τὰ ἀγχίαλα τῆς ὑπ' αὐτὸν ἀρχῆς φυλάττων χωρία καὶ προσμένων τὸ τέλος, ὑποστρέφοντας δεξάμενος καὶ καρτερῶς ὑποστὰς εἰργάσατο τὰ εἰρημένα. [Const9.7] Σεπτεμβρίῳ δὲ μηνί, ἰνδικτιῶνος δωδεκάτης, ἔτους ͵Ϛρνβʹ, ἔπνευσεν ἄνεμος σφοδρός, ὡς διαφθαρῆναι σχεδὸν τοὺς τῶν ἀμπέλων καρπούς. Μιχαὴλ δὲ ὁ πατριάρχης ἅμα τῷ χειροτονηθῆναι τὸν πάπαν Ῥώμης τῶν διπτύχων ἐξέβαλε, τὸ τῶν ἀζύμων ζήτημα ἐπενεγκὼν αὐτῷ τῆς ἐκβολῆς αἴτιον· συνήργει δὲ τούτῳ Πέτρος τε ὁ Ἀντιοχείας πατριάρχης καὶ Λέων ὁ Βουλγαρίας ἀρχιεπίσκοπος καὶ τὸ τῆς ἐκκλησίας ἅπαν ἐλλογιμώτερον. προσκρούων δὲ καὶ πρὸς τὸν τηνικαῦτα τῆς μονῆς τοῦ Στουδίου ἡγούμενον Μιχαήλ, ᾧ Μερμέντουλος τὸ ἐπώνυμον, τοῦ ἐπ' ἐκκλησίας ἀναγινωσκομένου συνοδικοῦ τὸν ἐν ἁγίοις Θεόδωρον τὸν Στουδίτην ἐξέβαλε. μὴ ἐνεγκὼν δὲ ὁ Μερμέντουλος τὸ γεγονός, τῷ βασιλεῖ προσελθὼν τοῦτο αὐτῷ διανήγγειλε. διὸ προστάξει βασιλικῇ ἀνεγνώσθη τὸ συνοδικὸν τῇ κυριακῇ τῆς Σαμαρείτιδος. καὶ τὰ μὲν ἄλλα πάντα κατὰ τὸ ἔθος ἀνεγνώσθησαν, τὸ δὲ τοῦ μεγάλου Θεοδώρου ὄνομα ὁ πατριάρχης ἀναστὰς ἐξεφώνησε μεγάλῃ καὶ διατόρῳ φωνῇ. καὶ οὕτω κατευνάσθη ἡ περὶ τούτου τῶν τε μοναχῶν καὶ τοῦ Μερμεντούλου στάσις. κατὰ τοῦτον τὸν χρόνον ἑορτῆς ἀγομένης τῶν ἁγίων τεσσαράκοντα μαρτύρων, ἐν τῇ ἐννάτῃ τοῦ Μαρτίου μηνός, μέλλων ὁ βασιλεὺς εἰς προσκύνησιν ἀπελθεῖν τῶν ἁγίων δημοσίᾳ προόδῳ κατεστασιάσθη παρὰ τοῦ δήμου. ἐξελθόντος γὰρ τούτου πεζῇ μετὰ πολλῆς δορυφορίας ἀπὸ τοῦ παλατίου καὶ εὐφημίας, καὶ τὸν ἐν τῇ Χαλκῇ καταλαβόντος ναὸν τοῦ σωτῆρος, καὶ μέλλοντος ἐκεῖθεν ἐξιππάσασθαι καὶ πρὸς τὸν τῶν μαρτύρων ἀφικέσθαι σηκόν, ἐξαίφνης ἐξηχήθη φωνὴ ἀπὸ μέσου τοῦ πλήθους· ‘ἡμεῖς τὴν Σκλήραιναν βασίλισσαν οὐ θέλομεν, οὐδὲ δι' αὐτὴν αἱ μάνναι ἡμῶν αἱ πορφυρογέννητοι Ζωή τε καὶ Θεοδώρα θανοῦνται.’ καὶ εὐθὺς συνεχύθη τὰ πάντα, καὶ ταραχὴ κατέσχε τὸ πλῆθος, καὶ ἐζήτει τὸν βασιλέα διαχειρίσασθαι. καὶ εἰ μὴ τάχιον αἱ βασιλίδες προκύψασαι ἄνωθεν κατεστόρεσαν τὸ πλῆθος, ἀπωλώλεισαν ἂν οὐκ ὀλίγοι, ἴσως δὲ καὶ αὐτὸς ὁ βασιλεύς. κατευνασθείσης δὲ τῆς ταραχῆς ὑπέστρεψεν εἰς τὰ βασίλεια, τὴν ἐς τοὺς μάρτυρας ἄφιξιν παραιτησάμενος. παλλακευομένης γὰρ τῆς θυγατρὸς τοῦ Σκληροῦ τῷ βασιλεῖ οὐκ ὀλίγος ἦν γογγυσμὸς τοῦ τε δήμου καὶ τῆς συγκλήτου καὶ τῶν ἀδελφῶν καὶ δεσποινῶν. ὃν καὶ ὁ τηνικαῦτα ἐν μοναχοῖς διαπρέπων ὁ οὕτω Στηθάτος λεγόμενος ἐκώλυε μέν, ἤνυε δὲ οὐδέν. πάντῃ γὰρ ἥττητο τῆς ὥρας αὐτῆς ὁ βασιλεύς. ἦν δὲ ὁ Στηθάτος οὗτος ἀρετῆς εἰς ἄκραν ἐπιμελούμενος καὶ νηστείᾳ καὶ σκληραγωγίᾳ καὶ πάσῃ ἄλλῃ ἀρετῇ ἐντήκων τὸ σῶμα ἑαυτοῦ, ὡς καί ποτε τεσσαράκοντα ἡμέρας ἄσιτος διατελέσαι, μηδενὸς τὸ παράπαν ἐν τῷ μέσῳ γευσάμενος. [Const9.8] Ἰνδικτιῶνος δὲ τρισκαιδεκάτης ὁ κατὰ τοῦ Ἀνίου ἀρχὴν ἐλάμβανε πόλεμος. ἀλλὰ ῥητέον ἄνωθεν, πῶς καὶ διὰ τίνα τρόπον ἡσυχίαν ἄγοντι [Const9.8.3] τῷ τοῦ Ἀνίου τοπάρχῃ καὶ μηδὲν ἀπαίσιον διαπραττομένῳ Κωνσταντῖνος ὁ βασιλεὺς πολεμεῖν ἐπεχείρησεν. ὅτε Γεώργιος ὁ τῶν Ἰβήρων ἀρχηγὸς ὅπλα κατὰ Ῥωμαίων ἐκίνησε, συμμαχῶν ἦν αὐτῷ καὶ Ἰωβανεσίκης ὁ τῆς τοῦ Ἀνίου κυριεύων χώρας. ἐπεί δ', ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται, Βασίλειος ὁ βασιλεὺς ἀνελθὼν ἐν Ἰβηρίᾳ παρατάξεσιν ἠγωνίσατο κατὰ τοῦ Γεωργίου καὶ τοῦτον ἐτρέψατο καὶ συνέτριψε, φοβηθεὶς ὁ Ἰωβανεσίκης, μή πως ὁ βασιλεὺς μηνιῶν διὰ τὴν συμμαχίαν ἀνήκεστόν τι εἰς αὐτὸν διαπράξηται, τὰς κλεῖς τῆς πόλεως εἰληφὼς αὐτομολεῖ πρὸς τὸν βασιλέα, καὶ ἑαυτόν τε ἐγχειρίζει ἐθελοντὴς καὶ τὰς κλεῖς παραδίδωσιν. ὁ δὲ τῆς συνέσεως τοῦτον ἀποδεξάμενος μάγιστρόν τε τιμᾷ καὶ ἄρχοντα διὰ βίου Ἀνίου καὶ τῆς λεγομένης μεγάλης Ἀρμενίας προβάλλεται, ἔγγραφον ἀπαιτήσας ἀπ' αὐτοῦ γραμματεῖον, ὡς μετὰ τὴν αὐτοῦ τελευτὴν ἐπανήξει πᾶσα ἡ τοιαύτη ἀρχὴ ἐς τὰ δίκαια αὐτοῦ καὶ μέρος ἔσεται τῆς τῶν Ῥωμαίων ἀρχῆς. ἐγένετο ταῦτα. καὶ θνῄσκει μὲν ὁ βασιλεύς, θνῄσκει δὲ μετὰ χρόνους ἱκανοὺς καὶ ὁ Ἰωβανεσίκης· καὶ θανόντος αὐτοῦ Κακίκιος ὁ τούτου υἱὸς διαδεξάμενος τὴν ἀρχὴν εἰρήνην μὲν διετήρει πρὸς Ῥωμαίους καὶ ὁμαιχμίαν, κατεῖχε μέντοι τὴν πατρῷαν ἀρχήν, καὶ ἀποδοῦναι Ῥωμαίοις οὐκ ἤθελεν, ὡς τὸ πατρικὸν ἐβούλετο γραμματεῖον. εὑρὼν οὖν ἐν τοῖς ἀνακτόροις τὸ γραμματεῖον ὁ Μονομάχος ἀπῄτει καὶ τὸ Ἀνίον καὶ τὴν πᾶσαν μεγάλην Ἀρμενίαν ὡς Βασιλείου τοῦ βασιλέως διάδοχος. τοῦ δὲ δοῦλον μὲν ἑαυτὸν ἀνομολογοῦντος Ῥωμαίων, ἀποστῆναι δὲ τῆς πατρῴας ἀρχῆς μὴ ἐθέλοντος, πολεμητέον ἐδόκει τῷ βασιλεῖ. καὶ δὴ στρατὸν ἀγείρας καὶ Μιχαὴλ βέστῃ τῷ Ἰασσίτῃ ἐγχειρίσας, ἄρχοντι φθάσαντι προβληθῆναι τῆς Ἰβηρίας, πολεμεῖν ἐπεσκόπει τῷ Κακικίῳ. ὁ δὲ ἀπελθών, καθ' ὅσον οἷόν τ' ἦν, ἔσπευδεν ἐκπληροῦν τὰ προστεταγμένα. ὅπερ γνοὺς ὁ Κακίκιος, καὶ ὅτι ἀντὶ φίλου καὶ συμμάχου πολέμιος κέκριται, καὶ αὐτὸς τὰς αὐτοῦ δυνάμεις ἀγηοχὼς κατὰ τὸ ἐγχωροῦν τοὺς ἐπιόντας ἠμύνετο. κακῶς δὲ φερομένων τῶν πραγμάτων τῷ Ἰασσίτῃ, πέμπεται καὶ Νικόλαος πρόεδρος καὶ δομέστικος τῶν σχολῶν, ὁ τοῦ βασιλέως Κωνσταντίνου παρακοιμώμενος, μετὰ βαρείας χειρός, ὥστε τῷ πλήθει καὶ τῇ δυνάμει καταγωνίσασθαι τὸν Κακίκιον. στέλλονται δὲ γράμματα βασιλέως πρὸς Ἀπλησφάρην τὸν ἄρχοντα τοῦ Τιβίου καὶ τῆς περὶ τὸν Ἀράξην ποταμὸν Περσαρμενίας, παρακαλοῦντα τοῦτον κατὰ τὸ δυνατὸν δῃοῦν τὴν μεγάλην Ἀρμενίαν καὶ τὴν ὑποκειμένην χώραν τῷ Κακικίῳ. ἀπελθὼν οὖν ὁ Νικόλαος ἐκεῖνος μὲν ἔργου εἴχετο, τὰ δὲ γράμματα πέμπει πρὸς τὸν Ἀπλησφάρην, γράψας καὶ αὐτὸς καὶ παροτρύνας καὶ δώροις καὶ ὑποσχέσεσιν ἐρεθίσας ἐνεργοὺς θέσθαι τὰς βουλήσεις τοῦ βασιλέως. ὁ δὲ τὰ γράμματα δεξάμενος ἀμείβεται ἐπιτελῆ ποιῆσαι τὰ κεκελευσμένα, εἰ γράμμα πεμφθείη τούτῳ βασιλικὸν ἀσφάλειαν παρέχον αὐτῷ πάντα ἔχειν ἐν βεβαίῳ δεσποτικῶς τὰ φρούρια καὶ χωρία, ὅσαπερ ἰσχύσειε νόμῳ πολέμου κτήσασθαι ἀπὸ τῶν διαφερόντων τῷ Κακικίῳ. ἐδέξατο τὸν λόγον ὁ βασιλεύς, καὶ χρυσοβούλλοις γραφαῖς ἐπιβεβαιοῖ, ὅσα ὁ Ἀπλησφάρης ᾐτήσατο. καὶ δεξάμενος οὗτος τὰ γράμματα ἔργου ἥπτετο, καὶ πολλὰ τῶν τοῦ Κακικίου ἐκπολιορκήσας κατέσχεν ὀχυρώματα καὶ χωρία. ὁ δὲ Κακίκιος ὑπό τε τῆς Ῥωμαϊκῆς δυνάμεως πολεμούμενος ὑπό τε τοῦ ἄρχοντος τοῦ Τιβίου λεηλατούμενος, καὶ τοῖς πᾶσιν ἀπεγνωκώς, σπένδεται πρὸς τὸν παρακοιμώμενον καὶ προσχωρεῖ τῷ βασιλεῖ δι' αὐτοῦ, παραδοὺς τὴν πόλιν. καὶ ὁ μὲν ἐς τὸν βασιλέα ἐλθὼν καὶ μάγιστρος τιμηθείς, καὶ χωρία πολυπρόσοδα κατά τε Καππαδοκίαν καὶ τὸν Χαρσιανὸν καὶ τὸν Λικανδὸν εἰληφώς, εἰρηνικὸν καὶ ἀτάραχον τὸ ἀπὸ τοῦδε ἔζη βίον. ὁ δὲ Μονομάχος τὰ ἐκπολιορκηθέντα φρούρια παρὰ τοῦ Τιβιώτου καὶ χωρία ὡς μέρη τοῦ Ἀνίου ἐπιζητῶν, ἐπεὶ ἐκεῖνος ἑκών γε εἶναι οὐ μεθίετο τούτων, ἀλλ' ἀντείχετο τῆς χρυσοβούλλου γραφῆς, ἀναιρεῖται πόλεμον πρὸς αὐτόν, καὶ πάλιν προστάττει τῷ παρακοιμωμένῳ μετά τε τῆς Ῥωμαϊκῆς χειρὸς τοῦ τε Ἰβηρικοῦ στρατοῦ καὶ τῆς ἐν τῇ μεγάλῃ Ἀρμενίᾳ δυνάμεως, ἧς κατῆρχεν ὁ Ἀνιώτης, τῷ Ἀπλησφάρῃ πολεμεῖν. πάσας οὖν οὗτος ἠθροικὼς τὰς δυνάμεις, καὶ ἄρχοντα αὐταῖς ἐπιστήσας Μιχαὴλ βεστάρχην τὸν Ἰασσίτην καὶ τὸν ἑαυτοῦ δοῦλον Κωνσταντῖνον μάγιστρον τὸν Ἀλανόν, κατὰ τοῦ Τιβίου ἐκπέμπει. ὁ δὲ Ἀπλησφάρης στρατηγικώτατος ἄνθρωπος ὤν, εἴπερ τις ἄλλος, καὶ ἔργα πολεμικὰ καὶ βουλὰς ἐχθρῶν διασκεδάσαι δυνάμενος, πρὸς μὲν τὴν Ῥωμαϊκὴν δύναμιν εἰδὼς ἑαυτὸν μὴ ἀξιόχρεων οὐκ ἀντιπαρετάξατο, εἴσω δὲ τειχῶν συγκλείσας ἑαυτὸν καὶ τὸν παραρρέοντα μετοχετεύσας ποταμόν, καὶ πᾶσαν ἐπικλύσας τὴν πεδιάδα καὶ ἀποτελματώσας πηλώδη τε οὖσαν καὶ τεναγώδη, προσέμενε τὴν ἐπέλευσιν τῶν ἐναντίων, παρασπείρας ἐν τοῖς κύκλωθεν τῆς πόλεως οὖσιν ἀμπελῶσι τοξότας πεζούς, καὶ κρύπτεσθαι καὶ προσμένειν κελεύσας, ἄχρις ἂν αὐτὸς τῇ σάλπιγγι ἐπισημήνηται τὸ ἐνυάλιον. οἱ δὲ τῶν Ῥωμαίων ἄρχοντες τόν τε εἰς τὴν πόλιν συγκλεισμὸν καὶ τὴν τῆς πεδιάδος ἐπίκλυσιν δειλίας ἔργον καὶ ἀπογνώσεως κρίναντες, ἄτακτοι καὶ σποράδην ἄλλοι μὲν τοὺς ἵππους ἀποβάντες, ἄλλοι δὲ καὶ ἔφιπποι, ὥς πῃ ἕκαστος ἐβούλετο, πρὸς τὴν πόλιν ἔτρεχον, ὡς αὐτοβοεὶ ταύτην αἱρήσοντες. ἐπεὶ δὲ ἔνδον ἐγένοντο τῶν ἐν μέσῳ τῶν ἀμπελώνων ὁδῶν καὶ ἄχρι τῆς πόλεως ἔφθασαν, τότε δὴ τῇ σάλπιγγι σημήνας ὁ Ἀπλησφάρης ἔργου ἐκέλευσεν ἔχεσθαι, καὶ ἐξαναστάντες ἀπὸ τῶν λόχων οἱ πεζοὶ οἱ μὲν τόξοις, οἱ δὲ λίθοις ἔβαλλον, ἄλλοι δὲ ἐτίτρωσκον ἀπὸ τῶν θριγγῶν, τῶν Ῥωμαίων κωλυομένων ὑπὸ τούτων τοὺς πολεμίους ἀμύνασθαι. γίνεται οὖν τροπὴ μεγάλη, καὶ σφάζεται Ῥωμαίων ἄπειρον πλῆθος, φυγεῖν μὴ δυναμένων τῶν ἵππων, ἀλλ' ἐμπιπτόντων εἰς τὸν πηλὸν καὶ τὰ τέλματα. μόλις οὖν διασωθεὶς ὁ Ἰασσίτης σὺν τῷ Κωνσταντίνῳ ἐν τῷ Ἀνίῳ αὐτάγγελοι τῆς συμφορᾶς τῷ Νικολάῳ γεγόνασιν. ἀγγελθέντος δὲ τοῦ συμβάντος ἀτυχήματος τῷ βασιλεῖ, ὁ μὲν Νικόλαος καὶ ὁ Ἰασσίτης ἀφαιροῦνται τὰς ἀρχάς, προχειρίζονται δὲ ἀντὶ μὲν τοῦ Ἰασσίτου δοὺξ Ἰβηρίας ὁ Κεκαυμένος, ἀντὶ δὲ τοῦ Νικολάου στρατηγὸς αὐτοκράτωρ Κωνσταντῖνος ὁ τῆς μεγάλης ἑταιρείας ἄρχων, εὐνοῦχος ἄνθρωπος, ἐκ Σαρακηνῶν ἕλκων τὸ γένος καὶ τῷ βασιλεῖ ὑπηρετήσας πρὸ τῆς βασιλείας καὶ πίστιν τηρῶν ἐς αὐτόν· οἳ δὴ καὶ κατὰ χώραν γενόμενοι καὶ τὰς δυνάμεις συνηθροικότες ἔργου εἴχοντο. καὶ τῇ μὲν πόλει τοῦ Τιβίου, ἥτις ἦν τοῦ παντὸς ἔθνους μητρόπολις, προσβαλεῖν οὐκ ἠθέλησαν, ἀπεπειρῶντο δὲ τῶν λοιπῶν φρουρίων, τῶν ὅσα τῷ Ἀνίῳ ὑπέκειντο. καὶ αἱροῦσι μὲν τὴν Ἁγίαν Μαρίαν καὶ τὸ λεγόμενον Ἀμπίερ καὶ τὸν Ἅγιον Γρηγόριον, λίαν ἐρυμνὰ καὶ ἀπόκρημνα ὀχυρώματα, τοῦ Ἀπλησφάρη πολλάκις ἐπιχειρήσαντος βοηθῆσαι αὐτοῖς πολιορκουμένοις, καὶ τοσαυτάκις ἡττηθέντος. ἔρχονται δὲ καὶ ἐπὶ τὸ φρούριον τὸ καλούμενον Χελιδόνιον, ἐπὶ βουνοῦ τε ἀποκρήμνου ἱδρυμένον καὶ οὐ πόρρω κείμενον τοῦ Τιβίου· καὶ κυκλωσάμενοι τοῦτο τάφροις καὶ χάραξι διὰ προσεδρείας ἠπείγοντο παραστήσεσθαι. καὶ γὰρ δὴ καὶ ἐσπάνιζον τῶν ἀναγκαίων οἱ εἴσω τείχους, μὴ φθάσαντες εἰσκομίσασθαι τὰ ἐπιτήδεια διὰ τὸ τῆς προσβολῆς ὀξύρροπον. καὶ παρεστήσαντο ἂν καὶ τοῦτο, εἰ μὴ αἰφνιδίως ἡ τοῦ πατρικίου Λέοντος [Const9.8.103] τοῦ Τορνικίου ἐξ ἑσπέρας ἀνήφθη ἀποστασία. οὗτος γὰρ στρατηγῶν ἐν Ἰβηρίᾳ καὶ διαβληθεὶς ὡς τυραννιῶν τῆς ἀρχῆς παραστέλλεται καὶ μοναχὸς ἀποκείρεται, καὶ εἰς τὴν πόλιν ἀχθεὶς οἴκοι μένειν ἐν Ἀδριανουπόλει προστάττεται. μὴ ἐνεγκὼν δὲ εὐφόρως τὰ εἰς αὐτὸν γεγονότα ἀνιαρά, λάθρᾳ καὶ κατὰ μικρὸν τοὺς ἐν Ἀδριανουπόλει πρότερον ὑποποιεῖται στρατηγούς, ὁπόσοι ἔτυχον ὄντες παρεωραμένοι καὶ ἄπρακτοι· διὰ δὲ τούτων καὶ τῶν αὐτοῦ συγγενῶν ὑποφθείρας καὶ τοὺς ὅσοι τῶν Μακεδονικῶν ἦρχον ταγμάτων καὶ Θρᾳκικῶν, καὶ τοὺς ὅσοι ἐσχόλαζον στρατιώτας, καὶ τοὺς ὅσοι ταῖς λεηλασίαις καὶ διαρπαγαῖς ἔχαιρον, καὶ χεῖρα ἱκανὴν συστησάμενος ἀναγορεύεται βασιλεύς, καὶ ἅπαντα τὸν ὑπ' αὐτὸν ἀγείρας λαὸν ὀξὺς ἐπιφαίνεται τῇ βασιλίδι, τοῦ βασιλέως μήτε λαὸν ἱκανὸν ἔχοντος πρὸς ἀντιπαράταξιν, μήτε πιστεύοντος τοῖς πολίταις ὡς εὔνοιαν καὶ πίστιν φυλάξουσιν εἰς αὐτόν. καὶ διὰ τοῦτο ἄγγελος εἰς τὸν Κωνσταντῖνον ἐν Ἰβηρίᾳ πέμπεται δημοσίοις ἔποχος ἵπποις μετὰ γραμμάτων βασιλικῶν κελευόντων τῶν ἐν χερσὶν ἀμελήσαντα ἔργων ἀφικέσθαι ὡς τάχος μετὰ τῶν δυνάμεων ἐς τὴν βασιλίδα. δεξάμενος δ' οὗτος τὰ γράμματα, καίτοι ἐν χεροῖν ἔχων τὸ φρούριον, λύει μὲν τὴν πολιορκίαν, σπένδεται δὲ τῷ Ἀπλησφάρῃ, ἀσφαλισάμενος αὐτὸν ἀραῖς καὶ ὅρκοις, ὡς εὔνοιαν διαφυλάξει τῷ βασιλεῖ καὶ οὐδέποτε μελετήσει φαῦλον κατὰ Ῥωμαίων. οὕτω δὲ πράξας καὶ τὰς δυνάμεις ἀναλαβὼν σπουδαίως ἠπείγετο πρὸς τὴν βασιλίδα. καὶ τὸ μὲν Χελιδόνιον τοῦτον τὸν τρόπον διαδιδράσκει τὴν ἅλωσιν. ὁ δὲ Κωνσταντῖνος μετὰ τῶν ἑῴων ταγμάτων καὶ παντὸς τοῦ στρατοῦ κατελθών, αὐτὸς μὲν εἴσεισιν εἰς τὴν βασιλίδα, τὸ δὲ πλῆθος ἅπαν περαιοῦται προστάξει τοῦ βασιλέως εἰς Θρᾴκην, τὸ μὲν κατὰ τὴν ἀντίπορθμον τῇ βασιλίδι Χρυσόπολιν, τὸ δὲ κατὰ τὴν τοῦ Ἑλλησπόντου Ἄβυδον. ἀλλὰ τοῦτο μὲν ὕστερον· πρὶν ἢ δὲ τὰς δυνάμεις ἐλθεῖν, ὁ Τορνίκιος κατὰ τὸν Σεπτέμβριον μῆνα, τῆς πρώτης ἰνδικτιῶνος, βασιλεύς, ὡς ἐλέχθη, ἀναρρηθεὶς θᾶττον ἢ λόγος τὴν βασιλίδα καταλαμβάνει, ἐλπίζων αὐτοβοεὶ ταύτην αἱρήσειν διὰ τὸ μὴ εὐπορεῖν τὸν βασιλέα δυνάμεων. καὶ χάρακα πηξάμενος καταντικρὺ τῶν Βλαχερνῶν, ἔγγιστα τῆς μονῆς τῶν ἁγίων Ἀναργύρων, πρότερον μὲν λόγοις καὶ ὑποσχέσεσιν ἀπεπειρᾶτο τῶν πολιτῶν, μηδενὸς δὲ προσέχοντος αὐτῷ ἤδη καὶ ἔργου ἥπτετο. καὶ αὐτὸς δὲ ὁ βασιλεὺς διά τε τῶν πολιτῶν καὶ τῶν παρευρεθέντων κατὰ τύχην στρατιωτῶν ἀντεπαρετάττετο, τοὺς πολίτας μὲν καὶ τὸν δῆμον τάξας ἐπὶ τοῦ τείχους· τοὺς δὲ παρατυχόντας στρατιώτας καὶ ἄλλους τινάς, ὅσους οἱ τῆς συγκλήτου ἄρχοντες κελεύσει τούτου καθώπλισαν, μὴ πλέον τῶν χιλίων ὄντας, ἐξαγαγὼν τοῦ τείχους διὰ τῶν ἐν Βλαχέρναις πυλῶν ἀντιμετώπους ἔστησε τῷ τυράννῳ, τάφρον τινὰ προστησάμενος εἰς κώλυμα τῶν ἐπιόντων, δέον εἴσω πυλῶν ἐπέχειν καὶ ἀπὸ τῶν τειχῶν τοὺς ἐπιόντας ἀμύνεσθαι, πολλὰ τοῦ μαγίστρου Ἀργυροῦ τοῦ Ἰταλοῦ ποτνιωμένου καὶ παρακαλοῦντος εἴσω μένειν καὶ μὴ ἐξάλλεσθαι, μηδὲ θέλειν λαῷ συμπλέκεσθαι μαινομένῳ καὶ ὀργῶντι καὶ στρατιωτικαῖς μελέταις ἐνηθλημένῳ μετὰ στρατιωτῶν ὀλιγοστῶν καὶ νεαλοῦς καὶ ἀπειροπολέμου λαοῦ. ἀλλὰ ταῦτα λέγων οὐκ ἔπειθεν· ἀντέκειτο γὰρ Κωνσταντῖνος ὁ τὴν ἐπωνυμίαν Λειχούδης, τὰ πρῶτα τότε παρὰ βασιλέως φέρων καὶ μέγα παρὰ τούτῳ δυνάμενος καὶ τῆς βουλῆς ταύτης ὑπάρχων πατήρ. ἐξελθόντων δὲ τούτων περὶ δείλην ὀψίαν, ὡς ἔγνω ὁ τύραννος, τὰς ἀμφ' αὐτὸν καθοπλίσας δυνάμεις ἔπεισι μετὰ ῥύμης μεγάλης, καὶ θᾶττον ἢ λόγος τὴν τάφρον διατεμὼν τρέπεται τοὺς ἔνδον, ὧν οἱ μὲν ἁλίσκονται, οἱ δὲ φεύγοντες εἰς τὴν τῆς πόλεως τάφρον κατέπιπτον καὶ οἰκτρῶς ἀπώλλυντο. ἔφευγον δὲ καὶ ἀπὸ τοῦ τείχους κρημνιζόμενοι οἱ πολῖται, παραπλησίως καὶ οἱ πυλωροὶ τῶν ἐν Βλαχέρναις τειχῶν τὰς πύλας ἀναπετάσαντες. καὶ εἰ μὴ τύχη τις ἔσφηλε τῷ Τορνικίῳ τὰ πράγματα, εἰσῆλθεν ἂν ἀμογητὶ καὶ κύριος τῶν ἁπάντων ἐγένετο. ἄρτι δὲ διώξας ἄχρι τῆς παρὰ τῷ τείχει τάφρου ἐπέσχε τὸν διωγμόν, καὶ πάλιν ἀναθαρρήσαντες οἱ περὶ τὸν βασιλέα τάς τε πύλας κατέσχον καὶ τῆς φυλακῆς ἐπεμελήθησαν τῶν τειχῶν. τότε δὲ καὶ ὁ βασιλεὺς μικροῦ ἂν ἀπωλώλει διὰ τόξου βληθείς, εἰ μὴ θεὸς προφανῶς διεσώσατο, τοῦ οἰστοῦ ἐνεχθέντος εἴς τινος θεράποντος κάλυμμα κεφαλῆς στροβιλοειδές, ὅπερ καὶ τὸν ἔχοντα καὶ τὸν βασιλέα διεσώσατο. τοῦτον δὲ τὸν τρόπον ἐγγὺς τοῦ ἁλῶναι ἡ πόλις ἐλθοῦσα διεσώθη. ὁ δὲ ἀποστάτης ἐπί τινας ἡμέρας προσμείνας τῇ στρατοπεδείᾳ, ἐπειδὴ οἱ περὶ αὐτὸν κατὰ μικρὸν ὑπορρυέντες ηὐτομόλουν τῷ βασιλεῖ, πτοηθείς, μή πως οἱ πάντες καταλιπόντες αὐτὸν οἰχήσονται, ἢ καὶ κατασχόντες παραδῶσι τῷ βασιλεῖ, ἀναστὰς ἐκεῖθεν ὑπέστρεψεν ἐν Ἀρκαδιουπόλει. καὶ αὐτὸς μὲν σὺν Ἰωάννῃ τῷ Βατάτζῃ παρεμβολὴν πηξάμενος ἐκεῖσε προσέμενε, Θεόδωρον δὲ τὸν τὴν ἐπωνυμίαν Στραβομύτην καὶ τὸν λεγόμενον Πολὺν καὶ Μαριανὸν τὸν Βρανᾶν, ταγμάτων ἄρχοντας δυτικῶν, καθ' αἵματος κοινωνίαν αὐτῷ ἐγγίζοντας, εἰς πολιορκίαν ἐκπέμπει τῆς πόλεως Ῥαιδεστοῦ. ἔτυχον γὰρ αἱ μὲν ἄλλαι Μακεδονικαὶ καὶ Θρᾳκικαὶ πόλεις προσχωρήσασαι τούτῳ, αὕτη δὲ μόνη εὔνοιαν ἐτήρει τῷ βασιλεῖ σπουδῇ τοῦ ταύτης ἀρχιερέως καί τινος ἐγχωρίου δυνάστου τοῦ λεγομένου Βατάτζη, συγγενοῦς ὄντος τοῦ Τορνικίου. ὡς δ' ἀπελθόντες ἐκεῖνοι καὶ χρονοτριβοῦντες οὐδὲν ἤνυον, ἄρας καὶ αὐτὸς ἄπεισιν ἐκεῖσε μετὰ παντὸς τοῦ στρατοῦ, καὶ πᾶσαν προσβολὴν καὶ μηχανὴν ἐπαγαγὼν τῇ πόλει καὶ πάντοθεν ἀποκρουσθεὶς εὐψύχως τῶν ἔνδον ἀποκρουομένων τὰς μηχανὰς ὑπέστρεψε πάλιν ἐν Ἀρκαδιουπόλει, λύσας τὴν πολιορκίαν. ἄρτι δὲ καὶ τῶν ἑῴων στρατευμάτων διαπεραιωθέντων ἔκ τε Χρυσοπόλεως καὶ Ἀβύδου πρὸς Θρᾴκην, στρατηγὸν ἐπιστήσας αὐτοῖς ὁ βασιλεὺς Μιχαὴλ μάγιστρον τὸν Ἰασσίτην πέμπει κατὰ τοῦ ἀποστάτου. ἀθροίσας δ' οὗτος ὑφ' ἓν τὰς δυνάμεις καὶ παραστρατοπεδεύσας τοῖς ἀποστάταις μάχης μὲν οὐκ ἦρχεν, ἐκήδετο δὲ μᾶλλον τῶν ἀνηκόντων χωρίων τοῖς ἀποστάταις, καὶ τοῖς ἁλισκομένοις φιλανθρώπως ἐφέρετο, καὶ γράμματα λαθραίως ἔπεμπε πρὸς αὐτοὺς ἀμνηστίαν ἐπαγγελλόμενος κακῶν καὶ ἀγαθῶν δαψίλειαν. ἐπεὶ δὲ καὶ ὁ χειμὼν ἐπέστη καὶ τῶν ἀναγκαίων ἐσπάνιζον αὐτοί τε οἱ ἀποστάται καὶ τὰ ὑποζύγια καὶ οἱ ἵπποι, μὴ δυνάμενοι πρός τε τὸ ψῦχος καὶ τὸν λιμὸν καὶ τοὺς ἐναντίους ἀντικαθίστασθαι, κατὰ μικρὸν προσερρυΐσκοντο τῷ μαγίστρῳ. καὶ μέχρι μὲν τῶν ἀφανῶν ἦν αὐτομολία καὶ οὐκ ἐπισήμων, ἐκαρτέρει καὶ ταῖς ἐλπίσιν ἐτρέφετο. ἐπεὶ δὲ Μαριανὸς ὁ Βρανᾶς καὶ ὁ Πολὺς καὶ Θεόδωρος ὁ Στραβομύτης οἱ ἐκ τοῦ γένους τοῦ Γλαβᾶ καί τινες ἄλλοι τῶν ἐπισήμων ἀθρόοι καταλιπόντες αὐτὸν προσερρύησαν τῷ Ἰασσίτῃ, φυγὼν μετὰ Ἰωάννου τοῦ Βατάτζη, ὃς δὴ μετ' αὐτὸν ἐν τῷ στρατοπέδῳ τῶν ἀποστατῶν ἐτάττετο, ἐπείπερ ἄφυκτα ἦν, ἔν τινι κατέφυγεν ἐκκλησίᾳ, καὶ ἡ ἐπισύστασις τῶν ἀποστατῶν ἐσκεδάσθη. καὶ τούτους μὲν ὁ Ἰασσίτης πέμψας κατέσχε καὶ πρὸς τὸν βασιλέα πεπεδημένους εἰσάγει, τοῦ δὲ στρατοῦ ἕκαστος εἰς τὴν ἑαυτοῦ ἐπανῆλθε πατρίδα κελεύσει τοῦ βασιλέως. καὶ ὁ μὲν Τορνίκιος καὶ ὁ Βατάτζης ἀποτυφλοῦνται κατὰ τὴν ἑσπέραν τῆς ἑορτῆς τῆς Χριστοῦ γεννήσεως, δημεύονται δὲ καὶ ὁπόσοι παρέμειναν ἕως τέλους εὔνοοι τῷ τυραννήσαντι, ἀτίμως πρότερον περιαχθέντες διὰ τῆς ἀγορᾶς καὶ ἐξορίᾳ [Const9.8.204] παραπεμφθέντες. καὶ ἡ μὲν ἀποστασία τοιοῦτον ἔσχε τὸ τέλος, ἄρχεται δὲ λοιπὸν τὰ ἀπὸ τῶν Τούρκων κακά. [Const9.9] Τίνες δὲ οἱ Τοῦρκοι, καὶ τίνα τρόπον ἤρξαντο πολεμεῖν Ῥωμαίοις, ἄνωθεν ἀναλαβὼν διηγήσομαι. τὸ τῶν Τούρκων ἔθνος γένος μέν ἐστιν Οὐννικόν, οἰκεῖ δὲ τὰ προσάρκτια τῶν Καυκασίων ὀρῶν πολυάνθρωπόν τε ὂν καὶ αὐτόνομον καὶ ὑπ' οὐδενὸς ἔθνους ποτὲ δουλωθέν. τῆς δὲ τῶν Περσῶν ἀρχῆς εἰς Σαρακηνοὺς διαλυθείσης, καὶ τῆς τῶν Σαρακηνῶν ἐπικρατείας μὴ μόνον Περσίδος καὶ Μηδίας καὶ Βαβυλῶνος καὶ Ἀσσυρίων κυριευούσης, ἤδη δὲ καὶ Αἰγύπτου καὶ Λιβύης καὶ μέρους οὐκ ὀλίγου τῆς Εὐρώπης, ἐπείπερ ἔτυχον ἐν διαφόροις καιροῖς ἀλλήλων καταστασιάσαντες καὶ ἡ μία καὶ μεγίστη αὕτη ἀρχὴ εἰς πολλὰ διῃρέθη μέρη, καὶ ἄλλον μὲν ἀρχηγὸν εἶχεν ἡ Ἱσπανία, ἄλλον δὲ ἡ Λιβύη, ἄλλον δὲ ἡ Αἴγυπτος, ἄλλον δὲ ἡ Βαβυλών, ἕτερον δὲ ἡ Περσίς, καὶ πρὸς ἀλλήλους μὲν οὐχ ὡμονόουν, μᾶλλον μὲν οὖν καὶ προσεπολέμουν οἱ γειτονοῦντες, ἀρχηγὸς Περσίδος καὶ Χωρασμίων καὶ Ὠρητανῶν καὶ Μηδίας ὑπάρχων Μουχούμετ κατὰ τοὺς χρόνους Βασιλείου τοῦ βασιλέως, ὁ τοῦ Ἰμβραήλ, καὶ πολεμῶν Ἰνδοῖς καὶ Βαβυλωνίοις καὶ κακῶς ἐν τῷ πολέμῳ φερόμενος, ἔγνω δεῖν πρὸς τὸν ἄρχοντα Τουρκίας διαπρεσβεύσασθαι καὶ συμμαχίαν ἐκεῖθεν αἰτήσασθαι. πέμπει οὖν πρέσβεις πρὸς αὐτὸν καὶ δῶρα πολυτελῆ, καὶ πεμφθῆναί οἱ ἐξαιτεῖ συμμάχους τὸν ἀριθμὸν τρισχιλίους. ὁ δὲ δεξάμενος ἀσμενέστατα τὴν πρεσβείαν καὶ τοῖς πεμφθεῖσι δώροις ἡσθεὶς ἐκπέμπει πρὸς αὐτὸν τοὺς τρισχιλίους, ἀρχηγὸν ἔχοντας Ταγγρολίπηκα Μουκάλετ υἱὸν Μικεήλ, ἅμα καὶ ἐλπίσας, ὡς εἴπερ οὗτοι δυνηθεῖεν ἀποκρούσασθαι τοὺς ἐπεμβαίνοντας τοῖς Σαρακηνοῖς, ῥᾷστά τε τὴν τοῦ Ἀράξιδος ποταμοῦ γέφυραν τὴν κωλύουσαν Τούρκους ἐς Περσίδα ἰέναι, ἅτε πεπυργωμένην οὖσαν ἔνθεν κἀκεῖθεν καὶ φρουροῖς πάντοτε φυλαττομένην βατὴν θήσουσι περιελόντες τὰς φρουράς, καὶ ὑποχείριον αὐτῷ ποιήσουσι τὴν τῶν Περσῶν χώραν. ἀφικομένων τοίνυν τῶν μισθοφόρων, αὐτούς τε ἀναλαβόμενος ὁ Μουχούμετ καὶ τὰς ἑαυτοῦ δυνάμεις προσβάλλει τῷ τῶν Ἀράβων ἄρχοντι Πισσασιρίῳ, καὶ ῥᾷον αὐτὸν τρέπεται, μὴ ὑποστάντων τὰς τῶν τόξων βολὰς τῶν Ἀράβων. ὑποστρέψας δὲ εἰς τὴν ἑαυτοῦ ἠπείγετο καὶ πρὸς τοὺς πολεμοῦντας Ἰνδοὺς διαγωνίσασθαι μετ' αὐτῶν. ἐκείνων δὲ ἐξαιτουμένων εἰς τὴν ἑαυτῶν ὑποστρέψαι συγχωρηθῆναι, ἀνεθείσης αὐτοῖς τῆς ἐν τῇ γεφύρᾳ φυλακῆς τοῦ Ἀράξιδος, ἐπείπερ ἐκεῖνος ἐνέκειτο καὶ βίαν ἐπενεγκεῖν ἐβουλεύετο, δείσαντες οὗτοι, μὴ καὶ πάθωσί τι δεινόν, ἀποστατοῦσι. καὶ τὴν Καρβωνῖτιν ὑποδύντες ἔρημον διὰ τὸ μὴ θαρρεῖν ὀλίγους πρὸς τοσαύτας ἀντιπαρατάξασθαι μυριάδας, ἐκεῖθεν ἐκδρομὰς ποιούμενοι ἐδῄουν καὶ ἔφερον τὰ Σαρακηνῶν. δυσανασχετήσας οὖν ὁ Μουχούμετ ἐπὶ τοῖς γενομένοις, στρατὸν ἀθροίσας ἀμφὶ τὰς εἴκοσι χιλιάδας ἐκπέμπει κατὰ τῶν Τούρκων, ἐπιστήσας αὐτοῖς δέκα στρατηγοὺς ἀπὸ τῶν εὐγενεστάτων καὶ συνετωτάτων καὶ ἐπ' ἀνδρείᾳ μεμαρτυρημένων Σαρακηνῶν. ἄραντες οὖν οὗτοι ἀπήρχοντο πρὸς τὸν πόλεμον. καὶ εἰσελθεῖν εἰς τὴν ἔρημον διὰ τὴν τοῦ ὕδατος καὶ τῶν τροφῶν ἔνδειαν ἀλυσιτελὲς ἐλογίζοντο, ἔγγιστα δὲ τοῦ στόματος τῆς ἐρήμου στρατοπεδεύσαντες διεσκοποῦντο τὸ ποιητέον. ὁ δὲ Ταγγρολίπηξ ἐς τὸ βάθος αὐλιζόμενος τῆς ἐρήμου, ἐπείπερ ἔμαθε τὴν κατ' αὐτοῦ ἐκστρατείαν, κοινολογησάμενος τοῖς μετ' αὐτοῦ καὶ ἐπιθέσθαι νυκτὸς τοῖς Σαρακηνοῖς καὶ Πέρσαις συμφέρον εἶναι νομίσας, ταχυπορίᾳ χρησάμενος ἐν δυσὶν ἡμέραις ἐπιτίθεται τῇ τρίτῃ νυκτὸς αὐτοῖς ἀμερίμνως σκηνουμένοις καὶ μηδὲν προσδεχομένοις κακόν. καὶ τούτους μὲν θᾶττον τρέπεται λόγου, αὐτὸς δὲ ἁρμάτων καὶ ἵππου καὶ χρημάτων κυριεύσας πολλῶν οὐκέτι λοιπὸν ὡς φυγὰς καὶ λῃστὴς κρυφίους ἐποιεῖτο τὰς ἐπιθέσεις, ἀλλὰ φανερῶς ἀντεποιεῖτο τῶν ὑπαίθρων, προσρυϊσκομένων αὐτῷ καὶ τῶν ὅσοι διὰ κακουργίας τότε ἐδεδίεσαν θάνατον, καὶ δούλων καὶ τῶν χαιρόντων ταῖς ἁρπαγαῖς ὡς ἐν βραχεῖ τῷ χρόνῳ δύναμιν περὶ αὐτὸν ἀθροισθῆναι μεγίστην, περί που τὰς πεντήκοντα χιλιάδας. καὶ τὰ μὲν κατ' ἐκεῖνον ἐφέρετο τῇδε. ὁ δὲ Μουχούμετ μὴ ἐνεγκὼν μετρίως τὴν γενομένην τροπήν, ἀλλὰ βαρυθυμήσας τοὺς μὲν δέκα στρατηγοὺς ἀπετύφλωσε, τοὺς δὲ διαφυγόντας στρατιώτας τὸν κίνδυνον θριαμβεύσειν ἠπείλησε γυναικείας περιβεβλημμένους στολάς, αὐτὸς δὲ πρὸς ἀντιπαράταξιν καθωπλίζετο. οἱ δὲ προηττηθέντες στρατιῶται μαθόντες τὰς ἀπειλὰς προσχωροῦσι τῷ Ταγγρολίπηκι. τοσαύτης οὖν προσγενομένης αὐτῷ καὶ τηλικαύτης δυνάμεως, ἀγείρας ἅπαντα τὸν στρατὸν ἠπείγετο πρὸς τὸν Μουχούμετ, καθολικῇ μάχῃ κρῖναι σπεύδων τὰ πράγματα. ἀλλὰ καὶ ἐκεῖνος Σαρακηνοὺς καθοπλίσας καὶ Πέρσας καὶ Καβείρους καὶ Ἄραβας, καὶ στρατὸν συστησάμενος περί που τὰς πεντακοσίας χιλιάδας καὶ ἐλέφαντας πυργοφόρους ἑκατόν, καὶ πάντας τούτους ἀναλαβὼν ὑπαντιάζει κατὰ τὸ λεγόμενον Ἀσπαχάν. καὶ γενομένης μάχης φοβερωτάτης ἔπεσον μὲν ἐξ ἀμφοτέρων πολλοί, πίπτει δὲ καὶ αὐτὸς ὁ Μουχούμετ· ἐξιππαζόμενος γὰρ ἀτάκτως ἔνθεν κἀκεῖθεν καὶ τὸν οἰκεῖον παραθαρρύνων λαόν, τοῦ ἵππου συμπεσόντος αὐτῷ ἐκτραχηλισθεὶς ἀπέθανε. τούτου δὲ πεσόντος τὸ σὺν αὐτῷ πλῆθος ὡμονόησε τοῖς ἐναντίοις, καὶ ὁ Ταγγρολίπηξ ὑπὸ πάντων ἀναγορεύεται βασιλεὺς τῆς Περσίδος. ἀναρρηθεὶς δὲ πέμψας καθαιρεῖ τὴν ἐν τῇ γεφύρᾳ τοῦ Ἀράξιδος φυλακήν, καὶ ἄνετον δίδωσι τῷ βουλομένῳ τῶν Τούρκων τὴν ἐς τὴν Περσίδα πορείαν. ἀπολυθέντες δὲ οὗτοι εἰσέδραμον παμπληθεί, πλὴν τῶν ὅσοι τῆς ἑαυτῶν ἀντεποιοῦντο πατρίδος, καὶ καθελόντες Πέρσας καὶ Σαρακηνοὺς αὐτοὶ κύριοι τῆς Περσίδος ἐγένοντο, τὸν Ταγγρολίπηκα σουλτάνον ὀνομάσαντες, τουτέστι παντοκράτορα καὶ βασιλέα βασιλέων· ὃς πάσας τὰς ἀρχὰς τοὺς ἐγχωρίους ἀφελόμενος εἰς Τούρκους μετήνεγκε καὶ τὴν Περσίδα πᾶσαν πρὸς αὐτοὺς διένειμεν, ἐς τὸ παντελὲς κατασπάσας καὶ ταπεινώσας τοὺς ἐγχωρίους. [Const9.10] Ὡς δὲ καλῶς ἔχειν ἐδόκει τούτῳ τὰ πράγματα, πρότερον μὲν τοῖς ὁμόροις δυνάσταις ἤρξατο πολεμεῖν, καὶ πρὸς μὲν τὸν Πισσασίριον τὸν Βαβυλῶνος ἄρχοντα αὐτὸς δι' ἑαυτοῦ παρετάξατο καὶ διαφόροις μάχαις τοῦτον ἡττήσας καὶ ἀνελὼν κύριος καὶ τῆς Βαβυλωνίων χώρας ἐγένετο, πρὸς δὲ Καρβέσην τὸν τῶν Ἀράβων ἀρχηγὸν Κουτλουμοὺς ἐκπέμπει, υἱὸν ὄντα τοῦ ἀδελφοῦ τοῦ οἰκείου πατρός, χεῖρα βαρεῖαν δοὺς αὐτῷ· ὃς ἀπελθὼν καὶ τοῖς Ἄραψι συμβαλὼν ἡττήθη καὶ αἴσχιστα ἔφυγεν. ὑποστρέφων δὲ ἀπὸ τῆς τροπῆς καὶ μέλλων διοδεύειν ἀπὸ τῆς Μηδίας ἤτοι τοῦ Βαασπρακᾶν (ἦρχε δὲ τότε τῆς τοιαύτης χώρας ἐκ βασιλέως πεμφθεὶς Στέφανος πατρίκιος ὁ Κωνσταντίνου τοῦ παραδυναστεύοντος τῷ βασιλεῖ τῆς Λειχουδίας υἱός) στέλλει πρεσβευτὰς πρὸς αὐτόν, ἀξιῶν συγχωρηθῆναι διελθεῖν ἀκωλύτως, ὑπισχνούμενος μεθ' ὅρκων φρικωδεστάτων ἄψαυστον καὶ ἀσινῆ διατηρῆσαι τὴν χώραν. ὁ δὲ τοὺς πρέσβεις δεξάμενος καὶ τὴν παράκλησιν δειλίαν εἶναι ὑποτοπάσας, τὸν ἐγχώριον ἀθροίσας στρατὸν ὡς εἰς πόλεμον ὑπαντιάζει τοῖς Τούρκοις. ὁ δὲ Κουτλουμοὺς περιαλγὴς μὲν ἐπὶ τοῖς πραττομένοις ἐγένετο (ἦν γὰρ ὁ κατ' αὐτὸν λαὸς ἅπας, ὡς ἐκ τροπῆς ἐπανήκων, πεζὸς καὶ ἄνοπλος), ὅμως δὲ καὶ ἄκων ἠναγκάσθη ἀντιπαρατάξασθαι. καὶ συμβολῆς γενομένης τρέπονται οἱ περὶ τὸν Στέφανον, ἁλίσκεται δὲ καὶ αὐτὸς αἰχμάλωτος σὺν ἄλλοις πολλοῖς. καὶ τοῦτον μὲν διερχόμενος κατὰ [Const9.10.21] τὸ Ταβρέζιον ἀπεμπολεῖ τῷ τοπάρχῃ τῆς χώρας, αὐτὸς δὲ πρὸς τὸν σουλτάνον ἐπανελθὼν καὶ περὶ τῆς τροπῆς ἀπολογούμενος μετετίθει τὰς αἰτίας εἰς ἄλλους καὶ ἐπηγγέλλετο, εἰ αὖθις δύναμιν λαβὼν ἐκστρατεύσει κατὰ τοῦ Καρβέσου, ῥᾷον αὐτῷ παραστήσει τὴν Ἀραβίαν. ὡς ἐν παρόδῳ δὲ ἀφηγεῖτο καὶ περὶ τοῦ Βαασπρακᾶν, ὡς εἴη μὲν χώρα πάμφορος, κατέχεται δὲ ὑπὸ γυναικῶν, τοὺς πεπολεμηκότας πρὸς αὐτὸν στρατιώτας ὑπαινιττόμενος. ἀλλ' ἐκεῖνον μὲν ὁ σουλτάνος κατασχεῖν ἐμελέτα διὰ τὸ αἶσχος μηνίσας τῆς ἥττης καὶ ἀποκτεῖναι, πρὸς δὲ Ῥωμαίους ὅπλα κινῆσαι ἀπεδειλία, δεδιὼς καὶ φρίττων ἐκ μόνης τῆς φήμης τὰ τῶν προηγησαμένων τριῶν βασιλέων ἀνδραγαθήματα, Νικηφόρου, Ἰωάννου καὶ Βασιλείου, καὶ ὑποπτεύων τὴν αὐτὴν ἀρετὴν ἔτι καὶ δύναμιν προσεῖναι Ῥωμαίοις. ὅμως ἀμφίρροπος ἦν καὶ διχογνώμων, καὶ ἐμελέτα τὸ ποιητέον. ὁ Κουτλουμοὺς δὲ γνοὺς τὴν ἐπιβουλὴν φεύγει μετὰ τῶν σὺν αὐτῷ, καὶ πόλιν ὀχυρωτάτην κατασχὼν ἐν Χωρασμίοις κειμένην, ἥτις Πάσαρ ὠνόμασται, ἀντίπαλος γίνεται τῷ σουλτάνῳ. ὁ δὲ τὸ νῦν ἔχον πρὸς τοῦτον μὲν διαπολεμεῖν οὐκ ἐδοκίμασε, πάσας δὲ τὰς ἑαυτοῦ δυνάμεις ἀθροίσας ἄπεισι κατὰ τῶν Ἀράβων, καὶ μάχης γενομένης πάλιν τρέπεται καὶ αὐτός. ἐπανελθὼν δὲ ἀπὸ τῆς τροπῆς, καὶ μὴ φέρων τὴν αἰσχύνην καὶ τὸ ἀπὸ τοῦ Κουτλουμοὺς ὄνειδος, αὐτὸς μὲν τὸ πλεῖστον πλῆθος ἀναλαβὼν ἄπεισιν εἰς τὸ Πάσαρ, καὶ διετέλεσε προσπολεμῶν μέχρι πολλοῦ τῷ οἰκείῳ ἀνεψιῷ, τῇ ὀχυρότητι τῆς πόλεως θαρροῦντι καὶ πολλάκις ἀναπεταννύντι τὰς πύλας καὶ ἐξερχομένῳ καὶ οὐ μικρῶς τοὺς περὶ τὸν σουλτάνον βλάπτοντι. κατὰ δὲ Ῥωμαίων δύναμιν ἑτέραν ἐκπέμπει, ἀμφὶ τὰς εἴκοσι χιλιάδας, στρατηγὸν ἐπιστήσας αὐτῇ ἀδελφόπαιδα Ἀσὰν τὸν λεγόμενον κωφόν, ἐπισκήψας τὴν ταχίστην ἀφικέσθαι, καὶ εἰ προσχωροίη, προσκτήσασθαι αὐτῷ τὴν Μηδίαν. καὶ ταῦτα μὲν ἐπράττετο ἐν Περσίδι. [Const9.11] Παγκράτιος δὲ ὁ τῆς Ἰβηρίας ἀρχηγός, ἀκόλαστος ἄνθρωπος, ἐς τοῦ Λιπαρίτου τὴν κοίτην ἐξυβρίσας (ἦν δὲ ὁ Λιπαρίτης υἱὸς τοῦ ἐπὶ τοῦ βασιλέως Βασιλείου ἐν τῷ πρὸς τὸν Γεώργιον πολέμῳ ἀναιρεθέντος Ὁρατίου τοῦ Λιπαρίτου, ἐπὶ συνέσει τε καὶ ἀνδρείᾳ βεβοημένος καὶ μεγάλα μετὰ τὸν Παγκράτιον δυνάμενος ἐν τοῖς Ἴβηρσιν) ἠνάγκασε τοῦτον ἐπὶ τῷ γεγονότι δεινοπαθήσαντα ὅπλα κατ' αὐτοῦ κινῆσαι. καὶ πολέμῳ τοῦτον τρεψάμενος ἐς τὰ Καυκάσια καὶ τὴν ἔνδον ἀπελαύνει Ἀβασγίαν, ἐν τοῖς βασιλείοις τε γενόμενος τῇ ἑαυτοῦ μίγνυται πρὸς βίαν δεσποίνῃ, τῇ μητρὶ τοῦ Παγκρατίου, καὶ τῶν ὅλων τῆς Ἰβηρίας πραγμάτων κύριος γίνεται. γράμματά τε εἰς τὸν βασιλέα πέμψας φίλος καὶ σύμμαχος ἐξαιτεῖ γενέσθαι Ῥωμαίων. οὗ τὴν πρεσβείαν δεξάμενος οὗτος κοινοπραγεῖ μετ' αὐτοῦ. μετὰ δέ τινα χρόνον καὶ ὁ Παγκράτιος διὰ τοῦ Φάσιδος ποταμοῦ καὶ Σουάνων καὶ Κόλχων ὁδοιπορήσας ἔρχεται εἰς Τραπεζοῦντα, κἀκεῖθεν ἀγγέλους ἐκπέμπει πρὸς βασιλέα, δηλῶν, ὡς ἔφεσιν ἔχει εἰσελθεῖν ἐν τῇ βασιλίδι καὶ αὐτῷ ἐντυχεῖν. προσταχθεὶς οὖν εἴσεισι, καὶ τῷ βασιλεῖ ἐντυχὼν πρῶτον μὲν ὀνειδίζει πολλά, ὅτιπερ βασιλεὺς ὢν καὶ πρὸς ἀρχηγὸν οὐ μικρᾶς χώρας τῆς Ἀβασγίας σπονδὰς ἔχων ταύτας μὲν ἠθέτησε, προσέθετο δὲ ἀνδρὶ ἰδιώτῃ καὶ δούλῳ καὶ ἀποστάτῃ, ἔπειτα καὶ καταλλάξαι ἀλλήλους παρακαλεῖ. ὃ δὴ καὶ γέγονε τῇ σπουδῇ τοῦ βασιλέως σπεισαμένων ἀλλήλοις, ὥστε τὸν μὲν Παγκράτιον κύριον εἶναι καὶ ἀρχηγὸν πάσης τῆς Ἰβηρίας καὶ Ἀβασγίας, αὐτὸν δὲ μέρους ἄρχοντα τῆς Μεσχίας διὰ βίου κύριον ἐκεῖνον ἔχειν καὶ βασιλέα. καὶ τὰ μὲν κατὰ τὴν Ἀβασγίαν κατήντησεν εἰς τοῦτο. [Const9.12] Ἀσὰν δὲ ὁ κατὰ Ῥωμαίων πεμφθεὶς παρὰ τοῦ σουλτάνου, παρελθὼν τὸ Ταβρέζιον καὶ τὸ λεγόμενον Τεφλὶς ἦλθεν εἰς Βαασπρακανίαν, πάντα κείρων καὶ πυρπολῶν καὶ τοὺς προσπίπτοντας ἀναιρῶν καὶ μηδὲ τῆς παιδικῆς φειδόμενος ἡλικίας. ὁ δὲ τῆς χώρας ἄρχων Ἀαρὼν βέστης, ὁ τοῦ Βλαδισθλάβου υἱὸς καὶ τοῦ Προυσιάνου ἀδελφός, μὴ ἀξιόμαχον εἰδὼς ἑαυτὸν μηδὲ δυνάμενον ἀντιστῆναι πρὸς τοσαύτην Τούρκων πληθύν, γράμματα ἐκπέμπει πρὸς τὸν βέστην Κατακαλὼν τὸν Κεκαυμένον τοῦ Ἀνίου καὶ τῆς Ἰβηρίας κατάρχοντα, καὶ ὁπόση δύναμις παρακαλεῖ βοηθεῖν. ὁ δὲ τὰ γράμματα δεξάμενος καὶ θᾶττον, ἢ λόγος τὸν ἀμφ' αὐτὸν ἀγείρας στρατόν, ἄπεισι διὰ ταχέων καὶ ἑνοῦται τῷ Ἀαρών. καὶ συμβουλῆς προτεθείσης, πότερον νυκτομαχίᾳ χρηστέον, ἢ φανερὰν μάχην ἀναδεκτέον, πρὸς οὐδέτερον ὁ Κεκαυμένος κατένευεν, ἐγνώκει δὲ τρόπον ἄλλον καταστρατηγῆσαι τοὺς ἐχθρούς. συνεβούλευσε γὰρ τὴν παρεμβολὴν καταλιπόντας, ὡς εἶχε, μετὰ τῶν σκηνῶν καὶ τῶν ὑποζυγίων καὶ τῆς ἄλλης ἀποσκευῆς, λόχους νυκτὸς ἐν ἐπικαιροτάτοις στῆσαι χωρίοις, κἀπειδὰν οἱ Τοῦρκοι ἀφίκωνται καὶ ἔρημον ἀνδρῶν εὑρόντες τὸν χάρακα πρὸς διαρπαγὰς τῶν ἔνδον χωρήσωσι, τότε δὴ τῆς ἐνέδρας ἀπαναστάντας ἐπιθέσθαι αὐτοῖς. καί γε οὐ διεψεύσθη τοῦ σκοποῦ. ἕωθεν γὰρ ὁ Ἀσὰν ἀναστὰς ἐκ τῆς οἰκείας παρεμβολῆς κατὰ τὸν Στράγνα κειμένης ποταμὸν ἄπεισιν ὡς πρὸς πόλεμον. ὡς δὲ οὐδεὶς ὑπήντα, ἐπλησίασε δὲ καὶ τῷ χάρακι τῶν Ῥωμαίων, καὶ οὔτε φυλακὴν εἶχεν, οὔτε φωνὴ ἐξηκούετο, ἀλλὰ κενὸς ἦν πάσης δυνάμεως, τότε δὴ φυγεῖν ὑπονοήσας τοὺς Ῥωμαίους ῥήγνυσί τε διὰ πολλῶν τόπων τὴν παρεμβολὴν καὶ διαρπαγὴν ποιεῖσθαι τῶν λαφύρων κελεύει. οἱ δὲ Ῥωμαῖοι περὶ δείλην ὀψίαν ἀναστάντες τῶν λόχων ἀσυντάκτοις συντεταγμένοι προσρήγνυνται τοῖς Τούρκοις καὶ παραχρῆμα τρέπουσι, τὸ ἀνυπόστατον μὴ ἐνεγκόντας τῆς ῥωμαϊκῆς ὁρμῆς. πίπτει μὲν οὖν πρῶτος ὁ Ἀσὰν ἐν τοῖς πρώτοις ἀγωνιζόμενος, πίπτει δὲ καὶ ὅσον ἄλκιμον τοῦ στρατοῦ. οἱ δὲ περισωθέντες λίαν ὀλίγοι καὶ γυμνοὶ διὰ τῶν ὀρέων ἐς τὰς τῶν Περσαρμενίων διασῴζονται πόλεις. [Const9.13] Ὁ δὲ σουλτάνος διὰ τῶν ἀποδράντων μεμαθηκὼς τὸ συμβὰν ἀτύχημα εἰς μεγάλην ἐνέπεσεν ἀγωνίαν καὶ ἐν σπουδῇ ἐποιεῖτο, ὅπως ἂν τὴν γενομένην ἐπανορθώσηται ἀκληρίαν. καὶ δὴ λαὸν ἐπίλεκτον συστησάμενος ἔκ τε Τούρκων καὶ Καβείρων καὶ Διλιμνιτῶν περὶ τὰς ἑκατὸν χιλιάδας, καὶ Ἀβραμίῳ Ἀλεὶμ τῷ ἑτεροθαλεῖ ἀδελφῷ αὐτοῦ παραδοὺς ταύτας, κατὰ Ῥωμαίων ἐκπέμπει. ἀγγελθείσης δὲ τῆς ἐφόδου, ἑνωθέντες πάλιν οἱ ἄνωθεν ῥηθέντες ἄρχοντες τῶν στρατευμάτων βουλὴν προετίθεσαν καὶ διεσκοποῦντο τὸ πρακτέον. καὶ τῷ μὲν Κεκαυμένῳ ἐδόκει μετὰ τῆς παρούσης δυνάμεως ὑπαντῆσαι τοῖς Τούρκοις ἔξωθεν τῶν Ῥωμαϊκῶν ὅρων, κἀκεῖσε διαγωνίσασθαι, ἔτι τῶν πλειόνων ἀντιπάλων ἀνίππων ὄντων καὶ τῆς ἄλλης δυνάμεως κεκμηκυίας ἀπὸ τῆς πλείστης ὁδοιπορίας, ἐπιλελοιπότων δὲ καὶ τῶν σιδηρίων τοῖς Τούρκοις, οἷς τὰς χηλὰς τῶν ζῴων εἰώθασι περιστέλλειν, ἐπῃρμένων δὲ καὶ τῶν Ῥωμαίων καὶ θαρραλέων ὄντων ἀπὸ τῆς προηγησαμένης νίκης καὶ προθυμουμένων συμμῖξαι τοῖς πολεμίοις. τοὐναντίον δὲ ὁ Ἀαρὼν ἀπεφαίνετο ἐπέχειν τὰς δυνάμεις, λέγων ὀχυρῶσαί τε τὰς πόλεις καὶ τὰ φρούρια καὶ εἴσω τειχῶν συγκλεῖσαι τὰ πάντα, μηνῦσαί τε τῷ βασιλεῖ καὶ μὴ ἄνευ γνώμης ἐκείνου μετὰ δυνάμεως μικρᾶς πρὸς τοσοῦτον πλῆθος πολεμῆσαι βαρβάρων. οὕτω δὲ τῶν στρατηγῶν ἀποφηναμένων ἐνίκησεν ἡ τοῦ Ἀαρὼν γνώμη. καὶ αὐτοὶ μὲν μετὰ τῆς στρατιᾶς ἀπελθόντες ἐν Ἰβηρίᾳ κατά τινα πεδιάδα ἐγχωρίως Οὐρτροὺ λεγομένην ἔμενον ἡσυχάζοντες ἐν τοῖς ὑπαίθροις, πάντα πρότερον τὸν [Const9.13.23] ἀγρότην λαὸν καὶ γυναῖκας καὶ παῖδας καὶ πᾶν, ὅ τι τίμιον συγκλείσαντες ἐν τοῖς ὀχυρώμασιν. ἔγραψαν δὲ καὶ τῷ βασιλεῖ διὰ ταχυδρόμου, δηλοποιήσαντες τὴν τῶν ἐναντίων ἐπέλευσιν. δεξάμενος οὖν οὗτος τὰ γράμματα ἐκείνοις μὲν ἐπέχειν ἐκέλευεν, ἕως ἂν ὁ Λιπαρίτης μετὰ τῆς τῶν Ἰβήρων δυνάμεως ἐλθὼν τοῖς Ῥωμαϊκοῖς ἑνωθῇ στρατεύμασι· πέμπει δὲ πρὸς ἐκεῖνον γράμματα διοριζόμενα τὴν ταχίστην, εἴπερ σύμμαχον ἑαυτὸν καὶ φίλον κρίνει Ῥωμαίων, ἀνειληφότα πάντα τὸν περὶ αὐτὸν λαὸν ἀφικέσθαι καὶ συμμῖξαι τοῖς στρατηγοῖς τῶν Ῥωμαίων καὶ μετ' αὐτῶν διαπολεμῆσαι πρὸς τοὺς βαρβάρους. οἱ μὲν οὖν στρατηγοὶ τὰ γράμματα δεξάμενοι ἠρέμουν, ὡς ἐκελεύσθησαν, καὶ τὴν τοῦ Λιπαρίτου προσέμενον ἄφιξιν, ἐκεῖνος δὲ τὸ βασιλικὸν δεξάμενος πρόσταγμα τὸν ἑαυτοῦ μετὰ σχολῆς ἤθροιζε καὶ καθώπλιζε λαόν. ἐν ὅσῳ δὲ οὗτος τὰς οἰκείας συνεκρότει δυνάμεις καὶ ὁ χρόνος ἐτρίβετο, ὁ Ἀβράμιος τὴν Βαασπρακανίαν καταλαβὼν καὶ μαθών, ὅτι περ οἱ Ῥωμαῖοι ἐνταῦθα συνειλεγμένοι καὶ τὴν αὐτοῦ μαθόντες ἐπέλευσιν ὑπενόστησαν εἰς Ἰβηρίαν, δειλίαν, ὅπερ ἦν εἰκός, τὸ πρᾶγμα ὑπονοήσας, παρ' οὐδὲν θέμενος καὶ λείαν καὶ λαφυραγωγίαν, ἐδίωκεν ὄπισθεν αὐτῶν, ἐπειγόμενος συρράξαι τοῖς παροῦσι πρὸ τοῦ καὶ ἑτέραν συναθροισθῆναι δύναμιν. ὅπερ μαθόντες οἱ στρατηγοὶ τῶν Ῥωμαίων καὶ πτοηθέντες, μή πως ἀναγκασθῶσι καὶ ἄκοντες πολεμῆσαι πρὸ τοῦ τὸν Λιπαρίτην καταλαβεῖν, ὑποδύντες τινὰ δυσχωρίαν ἀπόκρημνον καὶ φάραγξι πάντοθεν κυκλουμένην ἡσύχαζον, γράψαντες πρὸς τὸν Λιπαρίτην ἥκειν τὴν ταχίστην καὶ μὴ βραδύνειν. ὁ δὲ Ἀβράμιος ἠστοχηκὼς τῆς Ῥωμαϊκῆς στρατιᾶς ἔρχεται εἰς τὸ λεγόμενον Ἄρτζε. κωμόπολις δὲ τὸ Ἄρτζε μυρίανδρος καὶ πολὺν πλοῦτον ἔχουσα· ᾤκουν γὰρ ἐν αὐτῇ ἰθαγενεῖς τε ἔμποροι καὶ Σύρων καὶ Ἀρμενίων καὶ ἄλλων ἐθνῶν πληθὺς οὐκ ὀλίγη. οἵτινες τῇ οἰκείᾳ θαρροῦντες πληθύϊ οὐ κατεδέξαντο εἴσω τείχους γενέσθαι, καὶ ταῦτα τῆς Θεοδοσιουπόλεως ἐκ γειτόνων κειμένης, μεγίστης πόλεως καὶ τεῖχος ἐχούσης ἰσχυρὸν καὶ ἀνάλωτον, πολλὰ τοῦ Κεκαυμένου διὰ γραμμάτων καὶ ἀπειλήσαντος καὶ παρακαλέσαντος. καταλαβόντων οὖν τῶν Τούρκων καὶ ἁπτομένων ἔργου, οἱ ἐν τῷ Ἄρτζε τὰς διόδους συγκλείσαντες καὶ ἐπὶ τῶν δωμάτων ἀναβάντες λίθοις καὶ ξύλοις καὶ τόξοις τοὺς ἐπιόντας ἠμύνοντο. καὶ διετέλεσαν μαχόμενοι ἐφ' ὅλας ἡμέρας ἕξ. ἀγγελθέντος δὲ τούτου τοῖς στρατηγοῖς, ὁ Κεκαυμένος πολὺς ἦν ἐγκείμενος καὶ παρακαλῶν ἀπελθεῖν καὶ συμβαλεῖν τοῖς Τούρκοις τὸν νοῦν ἔχουσι πρὸς τῇ πολιορκίᾳ, καὶ μὴ καθῆσθαι τηνάλλως καὶ τρίβειν τὸν χρόνον, τὴν συκίνην προσμένοντας ἐπικουρίαν τὸν Λιπαρίτην, καὶ τὸν ἐπιτήδειον παρατρέχοντα βλέπειν καιρόν, οὗ τυχεῖν πάλιν οὐ ῥᾴδιον. ἀντιπίπτοντος δὲ τοῦ Ἀαρὼν καὶ μηδέν τι διαπράξασθαι λέγοντος παρὰ τὸ βασιλικὸν βούλημα, ἡσυχίαν καὶ αὐτὸς ἦγεν. Ἀβράμιος δέ, μὴ κατὰ σκοπὸν χωρούντων αὐτῷ τῶν πραγμάτων, μὴ δυνάμενος πολιορκίᾳ τὴν κωμόπολιν παραστήσασθαι, ὑπεριδὼν καὶ πλούτου καὶ λείας πῦρ ἐνεῖναι τοῖς δώμασιν ἐγκελεύεται, καὶ εὐθὺς οἱ Τοῦρκοι δαλοὺς αἴροντες καὶ ὕλην εὔπρηστον ἐξάπτοντες ἐρρίπτουν ἐν τοῖς δώμασιν. ἀναφθέντος δὲ τοῦ πυρὸς πανταχόθεν καὶ πυρκαϊᾶς μεγίστης ἀνεγερθείσης, οἱ Ἀρτζηνοὶ πρός τε τὸ πῦρ, πρός τε τὰς ἐκ τῶν τόξων βολὰς μὴ δυνηθέντες ἀντέχειν ἐνέκλιναν εἰς φυγήν. καὶ λέγεται ἀπολέσθαι περὶ τὰς ἑκατὸν πεντήκοντα χιλιάδας ἀνδρῶν, τῶν μὲν μαχαίρας, τῶν δὲ πυρὸς παρανάλωμα γεγονότων. οὗτοι γὰρ ἐπεὶ κατισχυμένοι ἔγνωσαν, ἀποσφάττοντες γυναῖκας καὶ τέκνα ἑαυτοὺς εἰς τὸ πῦρ ἀπερρίπτουν. οὕτω τοῦ Ἄρτζε ληφθέντος, πολὺ χρυσίον εὑρὼν ὁ Ἀβράμιος καὶ ὅπλα καὶ ἄλλα τινὰ χρειώδη σιδήρια, ὁπόσα μὴ τῷ πυρὶ κατέστησαν ἄχρηστα, περιβαλλόμενος δὲ καὶ ἵππον οὐκ ὀλίγην καὶ ὑποζύγια καὶ τὸν ἑαυτοῦ λαὸν καθοπλίσας, ὡς ἔδει, ὑπέστρεψεν ἀναζητῶν τὴν Ῥωμαϊκὴν δύναμιν. [Const9.14] Αὕτη δὲ καταλαβόντος ἤδη καὶ τοῦ Λιπαρίτου καταβᾶσα ἀπὸ τοῦ ῥηθέντος ὀχυρώματος ἔκειτο ἐν τῇ πεδιάδι κατὰ τοὺς πρόποδας τοῦ βουνοῦ, ἔνθαπερ ἵδρυται τὸ Καπετροῦ φρούριον. ἐρχομένων οὖν τῶν Τούρκων σποράδην, συνεβούλευε πάλιν ὁ Κεκαυμένος συμβαλεῖν αὐτοῖς διεσπαρμένοις οὖσι καὶ ἀσυντάκτοις ἔτι. ἀλλ' ὁ Λιπαρίτης οὐκ ἤθελε διὰ τὴν ἡμέραν· ἦν γὰρ σάββατον, ὀκτωκαιδεκάτην ἄγοντος τοῦ Σεπτεμβρίου μηνός, τῆς δευτέρας ἰνδικτιῶνος, ἐν ταῖς ἀποφράσι δὲ τῶν ἡμερῶν τῷ Λιπαρίτῃ τὸ σάββατον ἐνομίζετο, ὅπερ ἀποτροπιαζόμενος ἀνεδύετο πολεμεῖν. καὶ τὰ μὲν τῶν Ῥωμαίων ἐν τούτοις, ὁ δὲ Ἀβράμιος διὰ τῶν προδρόμων μαθών, ὅποι τε οἱ Ῥωμαῖοι ηὐλίζοντο καὶ ὅτι ἠρεμοῦσι, συντάξας τὰς ἑαυτοῦ δυνάμεις ἤρχετο συντεταγμένος πρὸς μάχην. τοῦτο δὲ καὶ ἡ ἀντίπαλος δύναμις ἰδοῦσα ἀκουσίως καὶ αὐτὴ ἀντεπαρετάττετο, τὸ μὲν δεξιὸν ἔχοντος κέρας τοῦ Κεκαυμένου, τοῦ δὲ Ἀαρὼν τὸ εὐώνυμον, ἐν τοῖς μέσοις δὲ ὁ Λιπαρίτης ἐτάττετο. ἦν δὲ καὶ ἡ ὥρα περὶ βουλυτόν. τῷ μὲν οὖν Κεκαυμένῳ ἀντιμέτωπος ἦν ὁ Ἀβράμιος, τῷ δ' Ἀαρὼν Χωροσάντης ἅτερος στρατηγός, καταντικρὺ δὲ τοῦ Λιπαρίτου Ἀσπὰν Σαλάριος ὁ τοῦ Ἀβραμίου ἑτεροθαλὴς ἀδελφός. συμπλοκῆς δὲ γενομένης ὁ μὲν Κεκαυμένος καὶ ὁ Ἀαρὼν τὰ κατ' αὐτοὺς ἐτρέψαντο κέρατα καὶ μέχρι φωνῆς ἀλεκτρυόνων ἐδίωκον, ὁ δὲ Λιπαρίτης, πεσόντος αὐτῷ τοῦ ἀνεψιοῦ, δεινοπαθήσας καὶ μεθ' ὁρμῆς βιαίας ἐλάσας, τοῦ ἵππου αὐτοῦ τρωθέντος καὶ πεσόντος ἁλίσκεται. καὶ ὁ μὲν ἦν ἐν τούτοις, οἱ δὲ Ῥωμαῖοι παυθέντες ἐκ τῆς διώξεως καὶ τῶν ἵππων ἀποβάντες καὶ τῷ θεῷ δόντες ὕμνους ἐπινικίους, ἐν μιᾷ φωνῇ βοήσαντες τὸ ‘τίς θεὸς μέγας, ὡς ὁ θεὸς ἡμῶν’ προσέμενον τὸν Λιπαρίτην, ἐλπίζοντες καὶ αὐτὸν διώκειν ὄπισθεν τῶν ἐχθρῶν. ἐπεὶ δὲ ἐφαίνετο οὐδαμοῦ, ἐν ἀμηχανίᾳ ἦσαν, διαποροῦντες, ὅ τι καὶ γένοιτο. οὕτω δὲ διαπορουμένοις αὐτοῖς ἔρχεταί τις στρατιώτης τῶν ὑπ' ἐκείνῳ ταττομένων καὶ μηνύει τοῖς στρατηγοῖς τὴν ἐκείνου τροπὴν καὶ τὴν ἅλωσιν, καὶ ὅπως ὁ Ἀβράμιος ἐκ τῆς φυγῆς ἐπανελθὼν καὶ τῷ οἰκείῳ ἑνωθεὶς ἀδελφῷ (ὁ γὰρ Ἀσὰν ἔπεσεν ἐν τῷ πολέμῳ) ἀναλαβόμενοι τὸν Λιπαρίτην καὶ τοὺς ἁλόντας τῶν Ἰβήρων ὑπενόστησαν εἰς τὴν λεγομένην Καστροκώμην, σπουδαίαν τὴν ὁδοιπορίαν ποιούμενοι. ἀπεπάγησαν πρὸς τὴν ἀκοὴν οἱ ἄρχοντες τοῦ στρατοῦ. ὅμως διανυκτερεύσαντες ἄγρυπνοι, ἐπείπερ ἡμέρα ἐπέλαμψε καὶ βουλὴ προετέθη καὶ τοῖς πᾶσι συμφέρον ἐνομίσθη ἕκαστον οἴκαδε ἀπελθεῖν, ὁ μὲν Ἀαρὼν τὸν οἰκεῖον ἀνειληφὼς λαὸν ἄπεισιν εἰς τὸ Ἰβάν (μητρόπολις δὲ αὕτη τοῦ Βαασπρακᾶν), ὁ δὲ Κεκαυμένος μετὰ τῶν ἰδίων ἀνῆλθεν εἰς τὸ Ἀνίον. ὁ δὲ Ἁβράμιος τῇ τοῦ Λιπαρίτου ἀρκεσθεὶς ἁλώσει, καὶ ὀλβιώτερον ἑαυτὸν κρίνας παντὸς ἀνθρώπου διὰ τὸ παρὸν εὐτύχημα, μηδὲν ἕτερον πολυπραγμονήσας, ἀλλ' ἐπιτείνας τὴν ὁδοιπορίαν, διὰ πέντε ἡμερῶν παραγίνεται εἰς τὸ λεγόμενον Ῥέ, κἀκεῖθεν ἄπεισιν εἰς τὸν σουλτάνον προπέμψας τὰ εὐαγγέλια καὶ τὴν τοῦ Λιπαρίτου μηνύσας κατάσχεσιν. ὁ δὲ τῷ δοκεῖν μὲν εὐφράνθη καὶ ἠγαλλιάσατο ἐπὶ τῇ ἁλώσει τοῦ Λιπαρίτου, ἐφθόνησε δὲ τῷ ἀδελφῷ τοιούτου καταξιωθέντι τοῦ εὐτυχήματος, καὶ διὰ παντὸς ἐμελέτα καὶ πρόφασιν ἐζήτει τοῦτον ποιήσασθαι ἐκποδών. [Const9.15] Τὸν μὲν οὖν Λιπαρίτην, ὡς ἐπύθετο τὴν τούτου κατάσχεσιν ὁ βασιλεύς, ὅλος ἐγένετο ἀναρρύσασθαι, καὶ δῶρα πολυτελῆ καὶ λύτρα [Const9.15.3] πέμψας τῷ σουλτάνῳ διὰ Γεωργίου τοῦ λεγομένου Δρόσου (ὑπογραμματεὺς δ' ἦν ὁ Δρόσος τοῦ Ἀαρών) ἐξῃτεῖτο τὴν ἐλευθερίαν καὶ σπονδὰς εἰρήνης. ὁ δὲ σουλτάνος τὰς πρεσβείας δεξάμενος, καὶ μεγαλοπρεπὴς θέλων εἶναι βασιλεὺς μᾶλλον ἢ κάπηλος ἀνελεύθερος, ἀποδίδωσι τοῦτον δῶρον τῷ βασιλεῖ, λαβὼν μὲν τὰ λύτρα, πάντα δὲ τῷ Λιπαρίτῃ παρεσχηκὼς καὶ μεμνῆσθαι τῆς παρούσης ἡμέρας διὰ παντὸς παρεγγυησάμενος, καὶ μηδέποτε ὅπλα θελῆσαι τὸ ἀπὸ τοῦδε κινῆσαι κατὰ τῶν Τούρκων. ἀνεπλήρωσε δὲ αὐτῷ τὴν πρὸς τὸν βασιλέα πρεσβείαν ὁ λεγόμενος παρ' αὐτοῖς σέριφος· δύναται δὲ τοῦτο τὸ ὄνομα πρὸς τὸν παρ' αὐτοῖς χαλυφᾶν, ὅπερ ὁ παρ' ἡμῖν σύγκελλος πρὸς τὸν πατριάρχην πάλαι ἐδύνατο· ἐκείνου γὰρ ἀποθανόντος αὐτὸς εὐθὺς εἰς τὸν τούτου θρόνον ἐγκαθιδρεύεται. οὗτος τοίνυν ὁ σέριφος εἰσελθὼν ἐν τῇ βασιλίδι καὶ ἐς πρόσωπον ἐλθὼν τῷ βασιλεῖ καὶ ὁμιλίαν, πολλά τε μεγαλαυχήσας καὶ φρυαξάμενος, καὶ τελευταῖον ὑπόφορον θέσθαι σπεύσας τὴν Ῥωμαίων τῷ ἑαυτοῦ σουλτάνῳ, ἐπεὶ μὴ εὗρε τὸν βασιλέα ἐπικλινῆ, ἄπρακτος ὑπεχώρησε πρὸς τὸν πέμψαντα. καὶ ὁ βασιλεὺς τὸ ἀπ' ἐκείνου ἐκδεχόμενος πόλεμον ἀπὸ τοῦ σουλτάνου, καθ' ὅσον οἷόν τε ἦν, τὰ ὁμοροῦντα τῇ Περσῶν γῇ πέμψας κατησφαλίσατο. ἐν ᾧ δὲ ταῦτα ἐγίνετο, καὶ ἡ τῶν Πατζινάκων ἐπισυνέβη κίνησις. πῶς δὲ καὶ τίνα τρόπον, λεκτέον. [Const9.16] Τὸ ἔθνος τῶν Πατζινάκων Σκυθικὸν ὑπάρχον, ἀπὸ τῶν λεγομένων βασιλείων Σκυθῶν, μέγα τέ ἐστι καὶ πολυάνθρωπον, πρὸς ὃ οὐδὲ ἓν αὐτὸ καθ' αὑτὸ Σκυθικὸν γένος ἀντιστῆναι δύναται. διῄρηται δὲ εἰς τρισκαίδεκα γενεάς, αἵτινες καλοῦνται μὲν πᾶσαι τῷ κοινῷ ὀνόματι, ἔχουσι δ' ἑκάστη καὶ ἴδιον ἀπὸ τοῦ ἑαυτῆς προγόνου καὶ ἀρχηγοῦ τὴν προσηγορίαν κληρωσαμένη. νέμονται δὲ τὰς πέραν Ἴστρου ἀπὸ τοῦ Βορυσθένους ποταμοῦ καὶ μέχρι Παννονίας ἡπλωμένας πεδιάδας, νομάδες τε ὄντες καὶ τὸν σκηνίτην διὰ παντὸς ἀσπαζόμενοι βίον. τούτου τοῦ γένους ἀρχηγὸς ἦν τῷ τότε Τυρὰχ ὁ τοῦ Βιλτὲρ υἱός, εὐγενείας ἥκων ἐς τὸ ἀκρότατον, ἀμβλὺς δὲ ἄλλως καὶ τὴν ἡσυχίαν φιλῶν. ἦν δὲ καὶ ἄλλος τις ἐν τῷ ἔθνει τὴν κλῆσιν Κεγένης, υἱὸς τοῦ Βαλτζάρ, τὸ μὲν γένος ἄσημος καὶ σχεδὸν ἀνώνυμος, περὶ δὲ τὰ πολεμικὰ καὶ τὰς στρατηγίας κάρτα δραστηριώτατος, ὃς καὶ πολλάκις ἐπιόντας κατὰ τῶν Πατζινάκων τοὺς Οὔζους (γένος δὲ Οὐννικὸν οἱ Οὖζοι) ὑποστὰς ἐτρέψατο καὶ ἀπώσατο, τοῦ Τυρὰχ οὐχ ὅπως ἀντεπεξελθεῖν μὴ θαρρήσαντος, ἀλλὰ καὶ καταδύντος εἰς τὰ παρὰ τῷ Ἴστρῳ ἕλη καὶ τὰς λίμνας. τὸν μὲν οὖν Τυρὰχ οἱ Πατζινάκαι ἐτίμων διὰ τὸ γένος, τὸν δὲ Κεγένην ἠσπάζοντο διαφερόντως διὰ τὸ τῆς ἀνδρείας ὑπερβάλλον καὶ τὴν ἐν τοῖς πολέμοις δεινότητα. ἅπερ ἀκούων καὶ βλέπων ὁ Τυρὰχ ἐδάκνετο τὴν ψυχὴν δεδιὼς περὶ τῆς ἀρχῆς, καὶ τρόπον ἐζήτει, ὅπως ἂν τὸν Κεγένην ἀποσκευάσηται. ἐφίστησιν οὖν αὐτῷ λόχους πολλάκις, ἐγένοντο δὲ πάντες ἀργοί. ἐπεὶ δὲ πολλάκις ἐπιχειρήσας κρυφίως ἠστόχησεν, ἔγνω δεῖν μὴ διαμέλλειν, ἀλλ' ἐπιχειρεῖν φανερῶς. διὸ καὶ πλῆθος πέμψας καταλαβεῖν ἐκέλευσε τὸν ἄνδρα καὶ ἀνελεῖν. ὁ δὲ προγνοὺς τὴν ἐπιβουλὴν φυγὰς πρὸς τὰ ἕλη γίνεται τοῦ Βορυσθένους, καὶ οὕτω διαφυγγάνει τὸν ὄλεθρον. ἐκεῖθεν δὲ κρυπτόμενος καὶ λαθραῖα πέμπων μηνύματα πρός τε τοὺς ἑαυτοῦ συγγενεῖς καὶ τὴν φυλήν, ἐδυνήθη τήν τε ἰδίαν γενεὰν ἀποστῆσαι τῆς τοῦ βασιλέως εὐνοίας (ἦν δὲ ἡ Βελεμαρνίς) καὶ πρὸς ταύτῃ καὶ ἄλλην τὴν Παγουμανίδα. καὶ δύναμιν προσλαβόμενος ἀντιπαρατάττεται μετὰ τῶν δύο γενεῶν πρὸς τὸν Τυρὰχ τὰς ἕνδεκα ἔχοντα. καὶ ἐπὶ πολλὰς μὲν ἀντισχὼν ὥρας, ὅμως ὑπὸ τοῦ πλήθους καταπονηθεὶς τρέπεται. περιπλανώμενος δὲ ἐν τοῖς ἕλεσι καὶ σωτηρίαν ζητῶν μίαν ἔγνω ἑαυτοῦ τε καὶ τῶν σὺν αὐτῷ τὴν ἐς τὸν βασιλέα Ῥωμαίων καταφυγήν. διὸ καὶ πρὸς τὸ Δορόστολον ἀφικόμενος καὶ ἔν τινι ποταμίᾳ νησῖδι περικλείσας ἑαυτὸν διὰ τὸ ἀνεπιβούλευτον μετὰ τῶν σὺν αὐτῷ (ἦν δὲ ἀμφὶ τὰς εἴκοσι χιλιάδας), διαμηνύεται τῷ τῆς χώρας ἄρχοντι (ἦν δὲ Μιχαὴλ ὁ τοῦ Ἀναστασίου υἱός) καὶ γνωρίζει, ὅστις τε εἴη καὶ οἵας διαδιδράσκων τύχας ἀφῖκται, καὶ ὅτι αὐτόμολος βούλεται γενέσθαι τῷ βασιλεῖ, ὑπισχνούμενος δὲ καί, εἰ προσδεχθείη, εἰς μεγάλην ὄνησιν ἔσεσθαι τοῖς τούτου πράγμασιν. ὁ δὲ τὰ μηνύματα λόγου θᾶττον πρὸς τὸν βασιλέα διαπορθμεύσας διὰ ταχέων κελεύεται τὸν ἄνδρα μετὰ τῶν συνόντων αὐτῷ προσδέξασθαι, καὶ τούτοις μὲν τὰ ἐπιτήδεια χορηγεῖν, αὐτὸν δὲ ἐνδόξως εἰς τὸ Βυζάντιον πεπομφέναι. καὶ ὁ μέν, ὡς ἐκελεύσθη, διεπράξατο, ὁ δὲ Κεγένης εἰς τὴν βασιλίδα φοιτήσας, καὶ ἐς λόγους ἐλθὼν τῷ βασιλεῖ φιλοφρόνως τε καὶ μεγαλοπρεπῶς ὑπεδέχθη, καὶ ὑποσχόμενος αὐτός τε τὸ ἅγιον δέξασθαι βάπτισμα, παραπεῖσαι δὲ καὶ τοὺς συνόντας αὐτῷ τοῦτο ποιῆσαι, ἐς πατρικιότητά τε ἀνήχθη, καὶ φρούρια τρία ἀπὸ τῶν ἐν ταῖς ὄχθαις ἱδρυμένων τοῦ Ἴστρου εἰλήφει καὶ γῆς πολλὰ στάδια, καὶ τοῦ λοιποῦ τοῖς φίλοις ἀνεγράφη καὶ συμμάχοις Ῥωμαίων. τὸ πλέον δ', ὅτι καί, ὡς ὑπέσχετο, ἀνεδέξατο τὸ ἅγιον βάπτισμα αὐτός τε καὶ οἱ σὺν αὐτῷ, Εὐθυμίου τινὸς εὐλαβοῦς μοναχοῦ πεμφθέντος, τοῦ τὰ τοῦ θείου λουτροῦ παρὰ τῷ Ἴστρῳ ποταμῷ ἐκτελέσαντος καὶ πᾶσι μεταδόντος τοῦ ἁγίου βαπτίσματος. [Const9.17] Γενόμενος δὲ ἐν τῷ ἀσφαλεῖ καὶ τὰς αἰφνιδίους ἐφόδους ἀσφαλισάμενος πρὸς ἄμυναν ἐτράπετο τοῦ ἐχθροῦ, καὶ περαιούμενος τὸν Ἴστρον νῦν μὲν σὺν χιλίοις, εἶτα σὺν δυσχιλίοις, καὶ αὖ σὺν πλείοσιν ἢ ἐλάττοσι, καὶ ἐξ ἐφόδου προσπίπτων, τὰ μέγιστα ἐκάκου καὶ ἐλυμαίνετο τοὺς περὶ τὸν Τυρὰχ Πατζινάκας, ἄνδρας μὲν τοὺς προσπίπτοντας ἀναιρῶν, γύναια δὲ καὶ παῖδας ἀνδραποδιζόμενος καὶ πωλῶν τοῖς Ῥωμαίοις. ταύτας δὲ τὰς λαθραίας ἐπιθέσεις τοῦ Κεγένους μὴ φέρων ὁ Τυρὰχ διαπρεσβεύεται πρὸς τὸν βασιλέα, μηνύσας, ὡς ἔδει τὸν μέγαν βασιλέα, σπονδὰς ἔχοντα μετὰ τοῦ γένους τῶν Πατζινάκων, μηδὲ προσδέξασθαι ὅλως τὸν ἀποστάτην αὐτῶν, ἐπεὶ δὲ προσεδέξατο, κωλύειν μὴ διαπερᾶν καὶ τοὺς ὑποσπόνδους λυμαίνεσθαι· ἢ οὖν κωλυθήτω ὁ ἀνὴρ τοιαῦτα πράττειν, ἢ μηδεμιᾶς τυχέτω συμμαχίας, ἢ γινωσκέτω ὁ βασιλεύς, ὡς καθ' ἑαυτοῦ καὶ τῆς αὐτοῦ χώρας ἐφέλκεται βαρύτατον πόλεμον. καὶ ταῦτα μὲν τὰ μηνύματα τοῦ Τυράχ, ὁ δὲ βασιλεὺς τὰς ἀγγελίας δεξάμενος πρὸς ταύτας μὲν καὶ ἐπεκάγχασεν, εἰ διὰ Πατζινάκου ἀπειλὰς προδότης γένοιτο τοῦ εἰς αὐτὸν προσφυγόντος, καὶ κωλύοι τοῦ μὴ κακοῦν τοὺς κακώσαντας, τοὺς δὲ πρεσβευτὰς ἀπράκτους ἐξέπεμψε. γράμματα δὲ πρός τε Μιχαὴλ τὸν ἄρχοντα τῶν παριστρίων πόλεων, ἔτι δὲ καὶ πρὸς αὐτὸν τὸν Κεγένην ἐκπέμπει, φυλάττειν ἀκριβῶς τὰς ὄχθας τοῦ ποταμοῦ· εἰ δέ τις ἐπίοι βαρεῖα δύναμις, γράμμασι μηνύειν, ἵνα καὶ ἀπὸ τῶν δυτικῶν ταγμάτων ἐκπεμπόμενά τινα σὺν αὐτοῖς εἴργωσι τοῖς Πατζινάκαις τὴν τοῦ ποταμοῦ διάβασιν. ἔπεμψε δὲ καὶ τριήρεις ἑκατόν, ἐπισκήψας παραπλεῖν τὸν Ἴστρον καὶ πειρωμένους διακωλύειν τοὺς Πατζινάκας περᾶν. ἐπανηκόντων δ' ἀπράκτων τῶν αὐτοῦ πρέσβεων, ὁ Τυρὰχ ἐχαλέπαινε καὶ ὠργίζετο καὶ θᾶττον ηὔχετο καταλαβεῖν τὸν χειμῶνα. ἤδη δὲ τῆς φθινοπωρινῆς ληγούσης ὥρας καὶ τοῦ χειμῶνος ἐπιστάντος, τοῦ ἡλίου ὄντος περὶ τὸν αἰγοκέρωτα, ἄνεμος ἔπνευσεν ἀπαρκτίας πολύς, ὡς ἀποκρυσταλλωθῆναι μέχρι πεντεκαίδεκα πήχεων ἐς βάθος [Const9.17.29] τὸν ποταμόν. πάσης οὖν φυλακῆς σχολασάσης, δραξάμενος ἀδείας, ἧς ἐπιτυχεῖν ηὔχετο ὁ Τυράχ, διαπερᾷ τὸν Ἴστρον μετὰ πάντων τῶν Πατζινάκων, ὄντων, ὡς ἐλέγετο, χιλιάδων ὀκτακοσίων, καὶ ἐς τὴν περαίαν ἱδρύεται, κείρων καὶ ἀφανίζων τὰ παραπίπτοντα. γράμματα δὲ πρὸς τὸν βασιλέα ἐστέλλετο βοηθεῖν δεόμενα τὴν ταχίστην. ὁ δὲ μηδ' ὅλα τὰ γράμματα ἀναγνοὺς τῷ δουκὶ Ἀδριανουπόλεως γράφει (ἦν δὲ Κωνσταντῖνος μάγιστρος ὁ Ἀριανίτης) τὰς Μακεδονικὰς εἰληφότι δυνάμεις, ἔτι δὲ καὶ πρὸς Βασίλειον Μοναχὸν τὸν ἡγεμόνα τῆς Βουλγαρίας τὴν Βουλγαρικὴν εἰληφότα χεῖρα ἀφικέσθαι καὶ ἑνωθῆναι τῷ Μιχαὴλ καὶ τῷ Κεγένει καὶ μετ' αὐτῶν πρὸς τοὺς Πατζινάκας διαγωνίσασθαι. ὧν κατὰ τὸ βασιλικὸν ποιησάντων ἐπίταγμα καὶ πάντων ὑφ' ἓν γενομένων, ἀναλαβὼν ὁ Κεγένης τὰς Ῥωμαϊκὰς φάλαγγας ἐν τοῖς ὑπαίθροις στρατοπεδεύεται, καὶ καθ' ἑκάστην ἐπιὼν ἐξ ἐφόδου οὐ μικρὰ τοὺς Πατζινάκας ἐλύπει. τούτοις γὰρ ἅμα τῇ τοῦ ποταμοῦ διαβάσει ἀφθονίαν ζῴων εὑροῦσι πολλὴν καὶ οἴνου καὶ τῶν ἐκ μέλιτος σκευαζομένων πομάτων, ὧν οὐδ' ἀκοὴν ἔσχον πώποτε, καὶ ἀνέδην τῶν τοιούτων ἐμφορουμένοις νόσος ἐσπίπτει κοιλιακὴν διάθεσιν ἔχουσα, καὶ ἀπώλλυντο ἑκάστης ἡμέρας ἀναρίθμητα πλήθη. ὅπερ πυθόμενος ὁ Κεγένης διά τινος αὐτομόλου, καὶ καιρὸν ἐπιτήδειον κρίνας τοῦτον εἶναι ἐπιθήσεσθαι τοῖς ἐχθροῖς, ὁπότε καὶ χειμῶνι καὶ νόσῳ πιέζονται, ἀναπείσας καὶ τοὺς Ῥωμαίους ὀκνοῦντας καὶ δεδιότας πρὸς τοσαύτας ἀντιπαρατάττεσθαι μυριάδας, προσρήγνυται τοῖς ἐχθροῖς. οἱ δὲ τὴν ὀξεῖαν ἔλευσιν ἐκπλαγέντες καὶ πρὸς τὸν πόλεμον ἀποδειλιάσαντες, ῥίψαντες τὰ ὅπλα αὐτός τε ὁ Τυρὰχ καὶ πάντες οἱ ἄρχοντες καὶ τὸ λοιπὸν πλῆθος ἑαυτοὺς ἐγχειρίζουσιν. ὁ μὲν οὖν Κεγένης συνεβούλευε καὶ διεμαρτύρετο πάντας ἡβηδὸν ἀποσφάξαι, ἔλεγε δὲ καὶ παροιμίαν βάρβαρον μέν, νοῦν δὲ πολὺν ἔχουσαν, ὡς ἔτι χειμῶνος ὄντος δεῖ τὸν ὄφιν ἀποκτεῖναι, ὁπηνίκα τὴν κέρκον κινεῖν οὐ δύναται· ὑπὸ ἡλίου γὰρ θαλφθεὶς κόπους ἡμῖν παρέξει καὶ πράγματα. τοῦτο δὲ τοῖς ἄρχουσιν οὐκ ἐδόκει Ῥωμαίων, ἀλλὰ βαρβαρικὸν τὸ ἔργον καὶ ἀνόσιον ἐνομίζετο καὶ Ῥωμαϊκῆς ἀνάξιον ἡμερότητος. μᾶλλον μὲν οὖν συμφέρον ἐνόμιζον διασκεδάσαι τούτους ἐν ταῖς ἐρήμοις τῆς Βουλγαρίας πεδιάσι καὶ ἄλλους ἀλλαχοῦ ἐγκατοικίσαι καὶ φόρους αὐτοῖς ἐπιθεῖναι· ἔσεσθαι γὰρ οὐκ εὐαρίθμητον τὸν ἀπὸ τῶν τοιούτων δασμόν· εἰ δεήσει δὲ τῷ βασιλεῖ καὶ στρατοῦ πρός τε τοὺς Τούρκους καὶ πρὸς ἄλλα ἑτερόφυλλα ἔθνη, καθοπλίζειν ἀπ' αὐτῶν. πολλῶν οὖν λόγων ῥηθέντων ἐνίκησεν ἡ τῶν Ῥωμαίων γνώμη· καὶ ὁ μὲν Κεγένης, ὅσους ἔλαβε ζωγρίας, πλὴν ὧν ἀπημπόληκε, τοὺς πάντας ἀποσφάξας ὑπενόστησεν οἴκαδε, τὰς δὲ τῶν Πατζινάκων μυριάδας ὁ τῆς Βουλγαρίας παραλαβὼν ἄρχων Βασίλειος ὁ Μοναχὸς ἐγκαθιδρύει ἀνά τε τὰς πεδιάδας τῆς Σαρδικῆς, τῆς Ναϊσσοῦ καὶ τῆς Εὐτζαπόλεως διασπείρας πάντας καὶ πᾶν ὅπλον ἀφελόμενος διὰ τὸ ἀνεπιβούλευτον. ὁ δὲ Τυρὰς καὶ σὺν αὐτῷ ἄνδρες ἑκατὸν καὶ τεσσαράκοντα ἄγονται ἐς τὸν βασιλέα. οὓς φιλοφρόνως οὗτος ὑποδεξάμενος καὶ βαπτίσας καὶ μεγίστοις ἀξιώμασιν ἐπάρας ἐν εὐπαθείαις κατεῖχεν. [Const9.18] Ὁ δὲ σουλτάνος τὴν τῶν αὐτοῦ πρέσβεων ἄπρακτον ὑποστροφὴν μὴ φέρων, τὰς ἐν Περσίδι πάσας δυνάμεις καὶ τὰς Βαβυλωνίους εἰς ἓν ἀθροίσας εἰσβολὴν ποιεῖται κατὰ Ῥωμαίων. τοῦτο δὲ προακηκοὼς ὁ Μονομάχος ἔσπευδε μὲν καὶ διὰ τῶν οἰκείων δυνάμεων ἀντιπαράταξιν στῆσαι τῷ πολεμίῳ, ὥπλισε δὲ καὶ ἀπὸ τῶν Πατζινάκων χιλιάδας πεντεκαίδεκα. καὶ ἡγεμόνας τέσσαρας ἀπὸ τῶν ἐν Κωνσταντινουπόλει Πατζινάκων αὐτοῖς ἐπιστήσας, τὸν Σουλτζοῦν, τὸν Σελτέ, τὸν Καραμᾶν καὶ τὸν Καταλείμ, δώροις τε φιλοτιμησάμενος οὐ μικροῖς, καὶ ἅρματα κάλλιστα δοὺς καὶ ἵππους διαπρεπεῖς, περαιοῖ ἐν Χρυσοπόλει, δοὺς αὐτοῖς ὁδηγὸν τὸν ἀπάξαι μέλλοντα τούτους ἐς Ἰβηρίαν, τὸν πατρίκιον Κωνσταντῖνον τὸν Ἁδροβάλανον. περαιωθέντες δ' οὗτοι καὶ τοὺς ἵππους ἀναβάντες καὶ τῆς πρὸς ἀνατολὴν φερούσης ἁψάμενοι καὶ προελθόντες ἄχρι μιλίων τινῶν καὶ τῷ λεγομένῳ Δαμάτρυϊ προσεγγίσαντες ἐπέσχον τὴν πορείαν, καὶ στάντες ἐπὶ τῆς ὁδοῦ συμβουλὴν προετίθεσαν, ἥτις παρ' αὐτοῖς κομέντον ὠνόμασται. τισὶ μὲν οὖν ἐδόκει πορευτέα εἶναι, καὶ μὴ ἀντιβαίνειν ἐπὶ τῆς χώρας τοῦ βασιλέως τοῖς βασιλικοῖς προστάγμασι, τοῦ τε λοιποῦ ἔθνους κεχωρισμένοις καὶ μήτε καθ' ἑαυτοὺς ὑποστῆναι δυναμένοις τὴν Ῥωμαϊκὴν δύναμιν, μήτε ὁρμητήριον ἔχουσι πρὸς τὰ τῆς τύχης ἀβούλητα· ἄλλοις πάλιν ἐδόκει κατασχοῦσιν ὄρη τινὰ τῆς Βιθυνίας, ἐν τούτοις παραμένειν καὶ τοὺς ἐπιόντας ἀμύνεσθαι, ἀνελθεῖν δὲ μηδαμῶς ἐς Ἰβηρίαν, ἐς χώραν μακρὰν καὶ ἀλλόκοτον, ἔνθα μέλλουσιν ἕξειν πολεμίους οὐ μόνον τοὺς ἐχθροὺς Ῥωμαίων, ἀλλὰ καὶ αὐτοὺς τοὺς Ῥωμαίους. ὁ Καταλεὶμ δὲ μόνος γνώμην ἐδίδου ὑποστρέψαι καὶ ἑνωθῆναι τοῖς συγγενέσιν. εἰπόντος δέ τινος· ‘καὶ πῶς ἂν ἔσεται περατὴ ἡ θάλασσα;’ μηδὲν πλέον εἰπὼν ἕπεσθαί οἱ κελεύει. τὸν μὲν οὖν Ἁδροβάλανον ὁρμήσαντες ἀποκτεῖναι οὐκ ἴσχυσαν (φυγὼν γὰρ διεσώθη ἔν τινι τριωρόφῳ ὑπερῴῳ τῶν ἐν τῷ Δαμάτρυϊ παλατίων), τῷ Καταλεὶμ δὲ ἑπόμενοι κατήρχοντο πρὸς τὴν θάλασσαν, οὐκ ἐλπίζοντες τάχα πλοῖα ἔχειν αὐτὸν εὐτρεπισμένα τὰ ῥᾳδίαν τούτοις μέλλοντα ποιῆσαι τὴν τῆς θαλάσσης περαίωσιν, ἀλλὰ διαποροῦντες καὶ μαθεῖν ἐθέλοντες, τίς ὁ τρόπος τῆς διαβάσεως. ἐπεὶ δὲ ἐν τῷ αἰγιαλῷ ἐγένοντο, μηδὲν πλέον εἰπὼν ὁ Καταλείμ, ἀλλ' ἢ μόνον· ‘ἑπέσθω ὁ βουλόμενος αὑτόν τε περιεῖναι καὶ πάντας τοὺς Πατζινάκας,’ τὸν ἵππον μυωπίσας εἴσεισιν εἰς τὴν θάλασσαν. τοῦτο καὶ ἄλλος ἰδὼν ἐποίησε, καὶ ἐπ' ἐκείνῳ ἄλλος, καὶ εὐθὺς τὸ πλῆθος ἅπαν. καὶ διανηξάμενοι περαιοῦνται κατὰ τὸν Ἅγιον Ταράσιον, οἱ μὲν αὐτοῖς ἅρμασιν, οἱ δὲ πρότερον τὰ ἅρματα ἀπορρίψαντες. καὶ περαιωθέντες καὶ τὴν πορείαν ἐπιτείναντες ἴσχυσαν διασωθῆναι πρὸς τοὺς οἰκείους κατὰ τὴν Τριάδιτζαν, μηδενὸς ἀντιστῆναι ἢ κωλῦσαι τολμήσαντος. τὸ γὰρ αἰφνίδιον τῆς ἐφόδου εὔκολον αὐτοῖς τὴν πορείαν εἰργάσατο. ἑνωθέντες οὖν τοῖς ἐν Τριαδίτζῃ Πατζινάκαις διακηρυκεύονται καὶ πρὸς τοὺς ἐν ταῖς ἄλλαις χώραις καθιδρυμένους. γενόμενοι οὖν οἱ πάντες ἄθροισμα ἕν, καὶ ἀνθ' ὅπλων ἀξίνας γεωργικὰς καὶ δρέπανα καὶ ἄλλα σιδήρια λαμβάνοντες ἀπὸ τῶν ἀγρῶν καθωπλίζοντο, καὶ ἐν Φιλιππουπόλει γενόμενοι καὶ τὸν Αἷμον διαβάντες τὸ μὲν πλῆθος ἅπαν περὶ τὸν λεγόμενον Ὄσμον ποταμὸν κατεσκήνωσεν ἐν τῇ παριστρίῳ πεδιάδι, μόνος δὲ ὁ Σελτὲ ἐν τῷ Λοβιτζῷ προσμείνας διανεπαύετο. ἄρτι δὲ καὶ τὰς Μακεδονικὰς ἀθροίσας δυνάμεις ὁ Ἀριανίτης καταδιώκει ὄπισθεν αὐτῶν. καὶ καταλαβὼν ἐν τῷ Λοβιτζῷ τὸν Σελτὲ κατεσκηνωμένον, τοῦτον μὲν κρατῆσαι οὐκ ἴσχυσεν (ἔφθασε γὰρ διαδράς), τὴν δὲ πᾶσαν αὐτοῦ στρατοπεδείαν κατασχὼν ὑπέστρεψε. καὶ τὰ μὲν τῆς ἑσπέρας τοῦτον ἔσχε τὸν τρόπον. [Const9.19] Ὁ δὲ σουλτάνος, ὡς εἴπομεν, βαρυθυμήσας διὰ τὴν τῶν αὐτοῦ καταφρόνησιν πρέσβεων καὶ τὴν τῶν θελημάτων ἀστοχίαν, ἄρας μετὰ πάσης αὐτοῦ τῆς δυνάμεως ἔξεισι κατὰ τῆς ὑπηκόου Ῥωμαίοις· καὶ κατελθὼν ἄχρι τοῦ λεγομένου Κωμιοῦ, καὶ μηδὲν ὅ τι καὶ λόγου ἄξιον διαπράξασθαι δυνηθείς (ἔφθασαν γὰρ οἱ τῆς χώρας προασφαλίσασθαι ἑαυτούς τε καὶ τὰ αὐτοῖς ἀναγκαιότατα ἐν τοῖς φρουρίοις· γέμει δὲ ἡ Ἰβηρία φρουρίων ἐρυμνοτάτων), προσωτέρω δὲ προβῆναι μὴ θαρρήσας τῷ πυθέσθαι τὰς Ῥωμαϊκὰς ἐν Καισαρείᾳ δυνάμεις ἀθροίζεσθαι, ὑπέστρεψε τῷ θυμῷ φλεγμαίνων καὶ μέγα τι ζητῶν κατεργάσασθαι. γενόμενος δὲ κατὰ τὸ Βαασπρακάν, καὶ παραπλησίως κἀκεῖ τὰ πάντα τειχήρη εὑρών, ἐπέβαλε ταῖς πολιορκίαις, καὶ ἀπεπειράσατο πρότερον τοῦ λεγομένου Μανζικίερτε. πόλις δὲ τὸ Μανζικίερτε ἐν τῇ ὁμαλῇ μὲν κειμένη, τείχεσι δὲ τρισὶ στεφανουμένη καὶ ὕδασι πολλοῖς ἔνδον κατάρρυτος πηγιμαίοις· τότε δὲ καὶ ἔτυχεν ἀφθόνως εἰσκομίσασα τὰ ἀναγκαῖα. ταύτην οἰηθεὶς ὁ σουλτάνος ῥᾳδίως ἐκπολιορκῆσαι τῷ ἐν ἐπιβουλεύτῳ ἱδρύσθαι τόπῳ, χάρακα πηξάμενος ἔγγιστα ἐπεχείρει πολιορκεῖν, καὶ διέμεινεν ἐπὶ τριάκοντα ἡμέρας ταύτην ἀνενδότως πολιορκῶν, ποικίλαις ἑλεπόλεσι χρώμενος καὶ παντοίοις εἴδεσι μηχανημάτων. εὐρώστως δὲ τῶν ἔνδον ἀποκρουομένων τὰς προσβολὰς ἐμπειρίᾳ καὶ συνέσει τοῦ στρατηγοῦ (ἦν δὲ Βασίλειος πατρίκιος ὁ Ἀποκάπης), ἐπείπερ ἔγνω ἀδυνάτοις ἐπιχειρῶν, ἐβουλεύσατο λῦσαι τὴν πολιορκίαν καὶ ὑποστρέψαι. ἀνέκοψε δὲ τῆς ὁρμῆς αὐτὸν Ἀλκὰν ὁ τῶν Χωρασμίων ἡγεμών, αἰτησάμενος μίαν ἔτι προσμεῖναι ἡμέραν καὶ αὐτῷ ἐπιτρέψαι τὸν κατὰ τῆς πόλεως πόλεμον. ἡσθεὶς δὲ τῷ αἰτήματι ἐπέσχε τὴν ἀναζυγήν. ἕωθεν οὖν ὁ Ἀλκὰν τὸν ἀμφ' αὐτὸν ἀθροίσας ἅπαντα λαόν, καὶ θεωρὸν ἐπί τινος γεωλόφου κατὰ τὴν ἑῴαν στήσας πύλην τὸν σουλτάνον αὐτὸν καὶ τοὺς ὅσοι τῶν Τούρκων ἦσαν ἐπισημότατοι, τὰς ἑλεπόλεις λαβὼν ἄπεισιν εἰς τὴν εἰρημένην πύλην· ἐκεῖσε γὰρ ἐδόκει τὰ τείχη τῆς πόλεως ταπεινότερά τε καὶ ἀσθενέστερα, καὶ ὁ τόπος ἀνάστημα ἔχων καὶ τῇ πολιορκίᾳ προσβοηθῶν, ἄνωθεν διδοὺς βάλλεσθαι τοὺς εἴσω τείχους ὑπὸ τῶν ἔξω. διελὼν οὖν δίχα τὴν δύναμιν, καὶ τὴν μὲν στήσας ἐπὶ τοῦ ἀναστήματος ἐπιμόνῳ χρῆσθαι κελεύει τοξείᾳ, αὐτὸς δὲ σκηνὰς ἐκ λύγων ἔχων πεπλεγμένας, βοείαις βύρσαις ἄνωθεν ἐσκεπασμένας καὶ τροχοὺς ἐχούσας ὑπὸ τὰς τῶν βασταζόντων κιόνων βάσεις (λέσας τὰς τοιαύτας ὀνομάζουσι μηχανάς), λαοῦ πλήσας δικέλλας φέροντος καὶ σκαπάνας καὶ ἄλλα γεωργικὰ ὄργανα, ᾤετο κατὰ μικρὸν ὑπωθεῖν τὰς σκηνὰς καὶ τοῖς τείχεσι προσαρμόσαι καὶ οὕτως ὑπορύττειν ἀνέτως καὶ ἀδεῶς τὰ θεμέλια, πιστεύσας, ὡς οὐδεὶς προκύψαι τοῦ τείχους συγχωρηθήσεται ὑπὸ τοῦ πλήθους τῶν βελῶν· καὶ τοῦτον ἐφαντάζετο τὸν τρόπον παραλήψεσθαι τὴν πόλιν. ταῦτα δὲ βλέπων ἀπὸ τοῦ τείχους ὁ Ἀποκάπης τοῖς μὲν τειχοφυλακοῦσιν ἀτρεμεῖν καὶ μηδένα προκύπτειν διεγκελεύεται, μόνον δὲ λίθους χειροπληθεῖς ἔχειν ηὐτρεπισμένους καὶ τόξα καὶ ἄλλα ἑκηβόλα ὄργανα, καὶ προσμένειν τὸ ἐξ αὐτοῦ σύνθημα (ἦν δὲ τὸ ‘Χριστὲ βοήθει’), οὗ δοθέντος ἔργου ἔχεσθαι· εἶχε δὲ παρ' ἑαυτῷ καὶ δοκοὺς μεγίστας, κατὰ τὴν βάσιν ὀξεῖς. καὶ ὁ μὲν διετάττετο ὧδε, ὁ δ' Ἀλκὰν τῶν ἐκτὸς Τούρκων χαλαζηδὸν ἐκπεμπόντων τὰ βέλη καὶ τοὺς εἴσω τείχους ἀνακόπτειν δοκούντων, κατ' ὀλίγον ὑπωθῶν τὰς λέσας προσέρειδε τῷ τείχει. ἐπεὶ δὲ ἔφθασαν αἱ σκηναὶ προσεγγίσαι καὶ ἐδόκει ἀδύνατος αὐταῖς εἶναι ἡ εἰς τοὐπίσω ἀναστροφή, αἰφνίδιον τοῦ Ἀποκάπου τὸ σύνθημα δόντος οἵ τε ἐπὶ τῶν δοκῶν τεταγμένοι τὰς δοκοὺς ἠφίεσαν κατὰ τῶν σκηνῶν καὶ οἱ λοιποὶ τόξοις καὶ λίθοις ἔβαλλον. τότε δὴ οὖν ἡ τὸν Ἀλκὰν ἔχουσα σκηνὴ πολλαῖς περιπαρεῖσα κατὰ τὴν στέγην δοκοῖς ἀνετράπη ὑπὸ τοῦ βάρους τούτων περιτραπεῖσα· ἧς περιτραπείσης οἱ ἔνδον ταύτης ἀπογυμνωθέντες ἐβάλλοντο πάντοθεν λίθοις καὶ τόξοις, μηδενὸς ἐπαμῦναι τούτοις ἰσχύοντος. καὶ οἱ μὲν ἄλλοι πάντες ἔπεσον ἐκεῖσε, ἐλήφθη δὲ ὁ Ἀλκὰν ζωγρίας, γνώριμος ἀπὸ τῆς λαμπρότητος τῶν ὅπλων ὑπάρχων· δύο γάρ τινες καλοὶ κἀγαθοὶ νεανίαι προπηδήσαντες τῶν πυλῶν τῆς πόλεως καὶ τῶν τριχῶν τούτου δραξάμενοι σύροντες εἰσήγαγον εἰς τὴν πόλιν. καὶ τούτου μὲν εὐθὺς τὴν κεφαλὴν ἀποτεμὼν ὁ Βασίλειος ἀκοντίζει τοῖς Τούρκοις, ὁ δὲ σουλτάνος περιαλγήσας τῷ πάθει λύει τὴν πολιορκίαν καὶ ἀναζεύγνυσι, πλασάμενος ἀναγκαῖά τινα πράγματα κατεπείγειν αὐτὸν οἴκαδε ὑποστρέφειν, ἀπειλῶν εἰς τοὐπιὸν ἔαρ μετὰ μείζονος κατὰ τῶν Ῥωμαίων ἐπιστρατεῦσαι δυνάμεως. [Const9.20] Περὶ ἧς φροντίζων ὁ Μονομάχος, ἔτι δὲ καὶ τὸν Ἀπλησφάρην τὸν τοῦ Τιβίου ἄρχοντα τὰς ἐπὶ Κωνσταντίνου σπονδὰς διαλύσαντα καὶ τὰ Ῥωμαίων κακοῦντα ἀμυνόμενος, τὰ ἑῷα τάγματα πάντα ἀθροίσας καὶ ἡγεμονεύειν τάξας αὐτῶν Νικηφόρον τινὰ εὐνοῦχον, ἱερέα μὲν τυγχάνοντα πρότερον καὶ τῷ βασιλεῖ ὑπηρετοῦντα ἰδιωτεύοντι, διὰ κοσμικὴν δὲ περιφάνειαν καὶ δόξαν ἀπωσάμενον τὴν ἱερωσύνην, ῥαίκτωρα τοῦτον τιμήσας καὶ στρατοπεδάρχην ὀνομάσας εἰς τὴν ἕω ἐκπέμπει, οὐκ ἐπειδὴ δραστήριος ἦν καὶ ἐνεργὸς τὰ πολεμικά, ἀλλ' ἐπειδὴ εὔνοιαν ἐτήρει τῷ βασιλεῖ. οὗτος ἀνελθὼν μετὰ τοῦ στρατοῦ ἄχρι τῆς λεγομένης Σιδηρᾶς γεφύρας καὶ τοῦ Καντζακίου Τούρκοις μὲν οὐκ ἐνέτυχεν (ἐν τῇ πεδιάδι γὰρ τῆς Περσαρμενίας στρατοπεδεύοντες μετὰ Ἀβιμέλεχ τινὸς στρατηγοῦ, ἀδελφοῦ τοῦ Κουτλουμούς, καὶ πυθόμενοι τὴν τῶν Ῥωμαίων βαρεῖαν ἔφοδον, μὴ στέρξαι τὴν ἐπέλευσιν τολμήσαντες ὑπενόστησαν οἴκαδε), ὁ δὲ Ῥωμαϊκὸς στρατὸς τὸν Ἀπλησφάρην εἴσω τείχους συγκλείσαντες, καὶ τὴν περίχωρον πᾶσαν ληϊσάμενοι, ἔπεισαν καὶ ἄκοντα ἀνανεώσασθαι τὰς σπονδὰς καὶ ὅμηρον δοῦναι Ἀρτασείραν τὸν υἱὸν Φατλοὺμ τοῦ οἰκείου ἀδελφοῦ τοῦ τῆς Καντζακηνῶν κατάρχοντος γῆς. ὃν εἰληφὼς ὁ Νικηφόρος ἐπάνεισι πρὸς τὴν πόλιν. [Const9.21] Οἱ Πατζινάκαι δὲ τὸν Αἷμον, ὡς εἴπομεν, διαβάντες, καὶ τὴν μεταξὺ τούτου καὶ τοῦ ποταμοῦ Ἴστρου κατασκοπήσαντες πεδιάδα τὴν διήκουσαν μέχρι θαλάσσης, καὶ τόπον εὑρόντες νάπας καὶ ἄλση ἔχοντα καὶ λόχμας παντοδαπὰς καὶ ὕδωρ καὶ νομάς (Ἑκατὸν βουνοὺς τὸν τόπον ὀνομάζουσιν οἱ ἐγχώριοι), ἐκεῖσε ἐγκαθιδρύονται, καὶ ἐκδρομὰς αὐτόθεν ποιούμενοι οὐ μικρὰ τὴν ὑπὸ Ῥωμαίους ἐλύπουν. ὁ δὲ βασιλεὺς μεταπέμπεται τὸν Κεγένην ἐπὶ συμβουλῇ εἰς τὴν βασιλίδα. καὶ ὃς εἴσεισιν εὐθὺς μετὰ παντὸς τοῦ οἰκείου στρατοῦ καὶ κατασκηνοῖ κατὰ τὴν ἀφωρισμένην πεδιάδα Βυζαντίοις εἰς πεδιάν (Μαϊτὰς ὁ τόπος κατονομάζεται) σὺν ἅπαντι τῷ στρατῷ. μήπω δὲ ἐντυχὼν τῷ βασιλεῖ, μηδ' ὅτου μετεκλήθη χάριν μαθών, ἐπιβουλεύεται ταύτῃ τῇ νυκτὶ ὑπὸ Πατζινάκων τριῶν μετὰ ξιφῶν ἐπελθόντων κοιμωμένῳ καὶ πληγὰς ἐπενεγκόντων αὐτῷ, μὴ μέντοι καιρίας· γνωσθέντες γὰρ εὐθὺς ἀπὸ τῶν σωματοφυλακούντων τάς τε πληγὰς ἀσθενεῖς ἐπιφέρουσι, καὶ πρὸς φυγὴν δρομήσαντες βοηδρομήσαντος τοῦ πλήθους μετὰ Βαλτζὰρ υἱοῦ τοῦ Κεγένους ἁλίσκονται. ἕωθεν οὖν ὁ Βαλτζὰρ ἐφ' ἁμάξης τετρατρόχου τὸν ἑαυτοῦ πατέρα θείς, καὶ τοὺς ἐπιβουλεύσαντας ὄπισθεν τῆς ἁμάξης ἕλκων πεπεδημένους (οὐδὲν γὰρ εἰς αὐτοὺς διαπράξασθαι πλέον ἐτόλμησεν ἐπιβοωμένους τὸν βασιλέα), ἅμα παντὶ ἐφίππῳ τῷ στρατῷ, αὐτὸς πεζὸς σὺν τῷ ἀδελφῶ Γουλίνῳ ἑπόμενος τῇ ἁμάξῃ ὑπὸ δυοῖν ἑλκομένῃ ἵππων, ἔρχεται πρὸς τὸν βασιλέα. καὶ κατὰ τὸ ἱπποδρόμιον γενόμενος, ταύτην μὲν ἵστησιν ἐκεῖσε, αὐτὸς δὲ εἴσεισι πρὸς τὸν βασιλέα, τῆς φήμης προδραμούσης καὶ προοδοποιησάσης αὐτῷ τὴν εἴσοδον. ὃν εἰσαχθέντα ὁ βασιλεὺς ἐπήρετο, διὰ τί μὴ εὐθὺς τιμωρὸς ἐγένετο τῶν τοῦ πατρὸς φονέων· τοῦ δὲ φήσαντος, ὅτιπερ ‘τὸ σὸν ἐπεκαλοῦντο συνεχῶς ὄνομα,’ εἰς ὑποψίας ἀτόπους ἐνέπιπτεν ὁ [Const9.21.26] βασιλεύς, καὶ λόγου θᾶττον ἐκπέμψας ἄγει τοὺς δεσμίους πρὸς ἑαυτόν, καὶ τὴν αἰτίαν ἐπυνθάνετο, δι' ἣν ἐπεχείρησαν τὸν πατρίκιον ἀνελεῖν. τῶν δὲ φησάντων, ‘ὅτιπερ κακόνους ἦν τῇ βασιλείᾳ σου καὶ τῇ πόλει, ὄρθρου μελετῶν εἰσελθεῖν καὶ πάντας μὲν κατασφάξαι τοὺς ἔνδον, λαφυραγωγῆσαι δὲ καὶ τὴν πόλιν καὶ πρὸς τοὺς Πατζινάκας ἐπαναδραμεῖν,’ δέον ἐξετάσαι τὰ λεχθέντα καὶ εὑρεῖν τὴν ἀλήθειαν, ὁ δὲ τοῦτο μὲν οὐκ ἐποίησεν, ἀλλ' ἀδεσπότοις πιστεύσας συκοφαντίαις καὶ ἀσυστάτοις τὸν μὲν Κεγένην ἄγει πρὸς τὰ βασίλεια καὶ ἐν προσχήματι τάχα θεραπείας καὶ ἰατρείας ἐν τῇ Ἐλεφαντίνῃ καθείργνυσι, τοὺς δὲ τούτου υἱοὺς ἐν ἑτέρῳ καὶ ἑτέρῳ τόπῳ διαστήσας ἀπ' αὐτοῦ. τὸ δὲ πλῆθος τῶν Πατζινάκων βρώμασι καὶ πόμασι παντοίοις πρὸς τὸ δοκεῖν εὐνοῶν ἀνελάμβανε, σπεύδων, εἰ οἷόν τε, τῶν ἁρμάτων τούτους ἀπογυμνῶσαι καὶ τῶν ἵππων καὶ κατασχεῖν καὶ φρουρῆσαι, τοὺς ἐπιθεμένους τῷ φόνῳ ἀνέτως καὶ ἐλευθερίως, ὅπῃ καὶ ὡς ἐβούλοντο, διάγειν κελεύσας. καὶ ἐδόκει μὲν ταῦτα διαπραξάμενος λανθάνειν, ἀλλὰ τὸν δῆμον οὐκ ἔλαθε τῶν Πατζινάκων. τήν τε γὰρ τοῦ αὐτῶν καθηγεμόνος κατάσχεσιν καὶ τὴν τῶν ἐκείνου υἱῶν διάζευξιν οὐ χρηστὸν οἰωνὸν ἐλογίζοντο, καὶ σημεῖον κακονοίας προφανὲς ἐνόμιζον τὴν τῶν ἐπιβούλων ἐλευθερίαν. διὸ καὶ τὰ μὲν πεμφθέντα ἐδέξαντο μετ' εὐχαριστίας, καὶ τὸν βασιλέα εὐφήμησαν, καὶ δι' ὧν ἐποίουν ἀποδεχομένοις ἐῴκεσαν τὰ πραχθέντα· νυκτὸς δ' ἐπιγενομένης, μηδενὸς ὑποτοπάσαντος ἄραντες ἐκ τῆς παρεμβολῆς καὶ συντόνῳ δι' ὅλης νυκτὸς χρησάμενοι τῇ ὁδοιπορίᾳ, τριταῖοι τὸν Αἷμον διαβάντες ἑνοῦνται καὶ αὐτοὶ τῷ πλήθει τῶν Πατζινάκων. γενόμενοι γοῦν ἅπαντες ὑφ' ἕν, ἤδη δὲ καὶ ὅπλων ἀποχρώντως εὐπορηκότες διαπερῶσι τὸν Αἷμον, καὶ παρεμβολὴν μὲν πηγνύουσι κατὰ τὴν Αὐλήν (φρούριον δὲ ἡ Αὐλὴ κατὰ τὰς ὑπωρείας κειμένη τοῦ Αἵμου, καὶ οὐ πάνυ πόρρω κείμενον Ἁδριανουπόλεως), καὶ πρὸς λεηλασίαν καὶ λείαν τρέπονται. [Const9.22] Ὅπερ μαθὼν ὁ τῆς δύσεως ἄρχων Κωνσταντῖνος μάγιστρος ὁ Ἀριανίτης, καὶ αὐτὸς παρεσκευασμένας ἔχων τὰς ἀμφ' αὐτὸν δυνάμεις, ἄρας ἐξ Ἀδριανουπόλεως ἤρχετο κατ' αὐτῶν. καὶ σποράσι μέν τισιν ἐν τῷ ἀπιέναι περιτυχὼν εὐτύχησεν. εἶτα καὶ περὶ τὸ λεγόμενον Δάμπολιν φρούριον συναντήσας τῷ πλήθει καὶ προσβαλὼν ἡττᾶται, πεσόντων ἐν τῷ πολέμῳ Μακεδόνων καὶ Θρᾳκῶν οὐκ ὀλίγων, ἀναιρεθέντων δὲ καὶ Θεοδώρου τοῦ Στραβομύτου καὶ τοῦ Πολύ, ἀνδρῶν ἐκ γένους λαμπροῦ καὶ ἐπισήμων γενομένων ἐκ τῆς εἰς τὸν Τορνίκιον ἀπιστίας. ὁ μὲν οὖν μάγιστρος ὑπέστρεψεν ἐν Ἀδριανουπόλει, τῷ βασιλεῖ δὲ διὰ γραμμάτων ἄγγελος τοῦ ἀτυχήματος γίνεται, δηλοῖ δὲ καί, ὡς δεῖ στρατοῦ νεαλοῦς. μετὰ γὰρ τῶν παρόντων ἀδύνατον ἀντιπαρατάξασθαι πρὸς τοσαύτην πληθὺν ἤδη τὰ νῶτα στρεψάντων. ὁ δὲ βασιλεὺς καὶ πρὸ τῶν ἐκείνου γραμμάτων τὸ συμβὰν μὴ ἀγνοήσας, τὸν μὲν Τυρὰχ καὶ τοὺς ἐν τῇ πόλει κατεχομένους ἄρχοντας τῶν Πατζινάκων δωρεαῖς καὶ χάρισιν ὑποποιησάμενος ὑποσχομένους μεθ' ὅρκων ἐξημερῶσαι τὸ γένος ἐκπέμπει, γράμμασι δὲ αὐτὸς τὰ ἑῷα ἅπαντα μεταπέμπεται τάγματα. ὧν ἐλθόντων καὶ διὰ τῆς Ἀβύδου περαιωθέντων καὶ Χρυσοπόλεως στρατηγὸν αὐτοκράτορα χειροτονήσας τὸν ῥαίκτωρα Νικηφόρον ἐκπέμπει κατὰ τῶν Πατζινάκων. συνεξέπεμψε δ' αὐτῷ καὶ Κατακαλὼν τὸν Κεκαυμένον, στρατηλάτην τῆς ἀνατολῆς προβαλλόμενος, καὶ Ἐρβέβιον τὸν Φραγγόπωλον, ἄρχοντα τῷ τότε τῶν ὁμοεθνῶν, κελεύσας συνεῖναι τῷ ῥαίκτωρι καὶ τῆς αὐτοῦ γνώμης ἔχεσθαι καὶ τοῖς ἐκείνου προστάγμασι καὶ θελήμασιν ἕπεσθαι. ὃς ἀναλαβὼν τὰς δυνάμεις καὶ τὸν Αἷμον διαπεραιωθεὶς διὰ τῆς λεγομένης Σιδηρᾶς ἀπῄει κατὰ τῶν Πατζινάκων, ἐλθὼν δὲ κατεσκήνωσεν ἔν τινι χώρῳ οὐ μακρὰν ἀπέχοντι τῶν Ἑκατὸν βουνῶν, τῷ λεγομένῳ Διακενέ. κἀκεῖσε χάρακα πηξάμενος ὀχυρὸν τῇ ἐπαύριον ἐμελέτα τὴν μὲν ἀποσκευὴν ἐκεῖσε λιπὼν καὶ τὰ περιττὰ τοῦ στρατοῦ, αὐτὸς εὔζωνος ἀπελθεῖν καὶ συμμῖξαι τοῖς ἐναντίοις. ᾤετο γὰρ αὐτοβοεὶ ἀφρόνως τούτους αἱρήσειν, καὶ ἐδεδίει καὶ φροντίδα ἐτίθετο, μή τις λαθὼν ἀποδράσειε, καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ ὁ σύμπας στρατός· ἐπεφέροντο γὰρ καὶ καλῴδια καὶ λώρους πρὸς τὸ δεσμεῖν τοὺς ἁλισκομένους. τοῦτο δὲ ἐδίδου τούτοις ὑπονοεῖν τὸ κατ' ἀρχὰς ἐπιγενόμενον εἰς αὐτοὺς ἐπὶ τοῦ Κεγένους πτῶμα. ἀμέλει καὶ συναίσθησιν λαβόντων τῶν Πατζινάκων τῆς ἐπελεύσεως τῶν Ῥωμαίων (ἤδη γὰρ καὶ ὁ Τυρὰχ καὶ οἱ σὺν αὐτῷ τῆς πόλεως ἀπολυθέντες ἄρχοντες ἑνωθέντες ἦσαν αὐτοῖς καὶ τὰ συμφέροντα τούτοις ἐσπούδαζον, μακρὰ χαίρειν εἰπόντες ταῖς πρὸς τὸν Μονομάχον ὑποσχέσεσι) καὶ προδραμόντων τῶν ἀλκιμωτέρων, καὶ τοῦ Κεκαυμένου μέγιστον ἀναβοῶντος καὶ παρακαλοῦντος νῦν εἶναι καιρὸν τῆς συμπλοκῆς, ὁπηνίκα σποράδες εἰσὶ καὶ διεσπαρμένοι, καὶ μὴ περιμένειν τὸ ἅπαν ἄθροισμα, οὐκ ἐπῄνει μὲν καὶ τὸ λοιπὸν πλῆθος τῶν Ῥωμαίων τοὺς ἐκείνου λόγους, ὁ δὲ ῥαίκτωρ καὶ προφανῶς κατεγέλα, ‘παῦσαι,’ λέγων, ‘ὦ στρατηλάτα, καὶ ἐμοῦ στρατηγοῦντος αὐτὸς μὴ παραστρατήγει. οὐ χρὴ γὰρ διεσπαρμένοις ἐπιβήσεσθαι τοῖς Πατζινάκαις, μή πως πτυρέντες ὑποδύσωνται τὰς λόχμας. ἐμοὶ δὲ ἀκολουθοῦντι, ὦ τᾶν, οὐ παρέπονται κύνες θηρατικοί, οἵτινες ῥινηλατοῦντες ἐξάξουσιν αὐτοὺς τῶν καταφυγῶν.’ καὶ τὰ μὲν τῶν Ῥωμαίων ἦσαν ἐν τούτοις, οἱ δὲ πρόδρομοι τῶν Πατζινάκων πλησίον γενόμενοι τῆς παρεμβολῆς τῶν Ῥωμαίων, μικρὸν ἐκκλίναντες, στρατοπεδεύουσι καὶ αὐτοὶ καὶ τοῖς ὄπισθεν δηλοῦσιν ἥκειν τὴν ταχίστην. πάντων δ' ἐλθόντων καὶ ἑνωθέντων, τῇ ἐπαύριον ἐξαγαγόντος τοῦ ῥαίκτωρος τὰς Ῥωμαϊκὰς δυνάμεις, ἀντιπαρατάττονται καὶ αὐτοί. καὶ τοῖς ὄπισθεν ἔτι δηλοῦσιν ἥκειν τὴν ταχίστην, πάντων δ' ἐλθόντων καὶ ἑνωθέντων, ὡς ἔφαμεν, ἐξαγαγόντος τοῦ ῥαίκτωρος τὰς Ῥωμαικὰς δυνάμεις. εἶχε δὲ τῆς μὲν Ῥωμαϊκῆς φάλαγγος τὸ μέσον αὐτὸς ὁ ῥαίκτωρ, τοῦ δεξιοῦ δὲ κέρατος ἦρχεν ὁ Κεκαυμένος, θατέρου δὲ ὁ Φραγγόπωλος. συμβολῆς δὲ γενομένης τρέπονται Ῥωμαῖοι, τῶν στρατηλατῶν πρώτων ἐκκλινάντων πρὸς τὴν φυγήν. αὐτοὶ μὲν γὰρ οὐδὲ τὸν κτύπον, ὅ φασιν, τῶν ποδῶν τῶν ἵππων ἐνεγκόντες ἐτράπησαν, μόνος δὲ ὁ Κεκαυμένος μετὰ τῶν ἑαυτοῦ στὰς θεραπόντων καί τινων συγγενῶν ὀλιγοστῶν καὶ ἡρωϊκῶς ἀγωνισάμενος ἔπεσε μετὰ πάντων τῶν σὺν αὐτῷ. τότε μὲν οὖν οὐκ ἐτόλμησαν διῶξαι οἱ Πατζινάκαι ἐνέδρας πτοηθέντες, καὶ παρὰ τοῦτο διασωθῆναι ἴσχυσαν ἀσινεῖς οἱ Ῥωμαῖοι· τέως δὲ τοὺς πεσόντας σκυλεύσαντες, καὶ πολλῶν ἁρμάτων γενόμενοι κύριοι καὶ αὐτῆς τῆς Ῥωμαϊκῆς παρεμβολῆς σὺν τῇ ἀποσκευῇ, κατασκηνοῦσιν ὑπὸ τὴν Ῥωμαϊκὴν τάφρον. καί τις δὲ Πατζινάκος τὴν κλῆσιν Κουλῖνος, εἰδὼς τὸν Κεκαυμένον, οἷός ἐστιν ἐξ ὅτου περ ἦρχε τῶν παρὰ τῷ Ἴστρῳ φρουρίων καὶ ἀνεμίγνυντο ἀλλήλοις τὰ γένη, εὑρὼν αὐτὸν ἐν τοῖς νεκροῖς κείμενον καὶ σκυλεύων, ἐπεὶ περιστρέψας αὐτὸν ἐς τὸ ὕπτιον ἀπὸ τοῦ προσώπου ἐγνώρισε καὶ κατέλαβεν ἔτι ἐμπνέοντα, ἐπιθεὶς εἰς ἵππον (ἔκειτο γὰρ ἄφωνος διὰ τὸ καιρίας λαβεῖν πληγάς, μίαν μὲν κατὰ γυμνοῦ τοῦ κρανίου, πεσόντος τοῦ κράνους αὐτοῦ, διήκουσαν ἀπὸ κορυφῆς ἄχρι τῶν ὀφρύων, ἑτέραν δὲ ἀπὸ τοῦ τραχήλου, ἔνθα περ ἡ γλῶσσα ἐρρίζωται, καὶ διατεμοῦσαν τὸν τράχηλον καὶ εἰς τὸ στόμα πεσοῦσαν, καὶ ἔξαιμος γενέσθαι) ἐπήγαγεν εἰς τὴν ἑαυτοῦ σκηνήν, καὶ ἐπιμελείας καὶ φροντίδος [Const9.22.75] ἀξιώσας περιεποίησε. καὶ οἱ μὲν Πατζινάκαι τὴν ἐπελθοῦσαν οὕτω ῥᾳδίως ἀποσκευασάμενοι δύναμιν, ἀδεῶς τὸ ἀπὸ τοῦδε τὴν Ῥωμαίων γῆν ἐληΐζοντο. ὁ δὲ βασιλεὺς διὰ τῶν φυγόντων μαθὼν τὸ ἀτύχημα ἤλγησε μὲν ὡς εἰκός, ἤθροιζε δὲ πάλιν δυνάμεις, ἀνελάμβανε δὲ καὶ τὰς προσούσας, καὶ ἐς τὸ ἐπιὸν ἔτος τὴν γενομένην ἧτταν ἐπανορθώσασθαι ἔσπευδε. τῆς δὲ τρίτης ἐπιστάσης ἰνδικτιῶνος τοῦ ͵Ϛφνηʹ ἔτους, τὸν ἑταιρειάρχην Κωνσταντῖνον στρατηγὸν αὐτοκράτορα προχειρισάμενος ὁ βασιλεὺς ἐκπέμπει κατὰ τῶν Πατζινάκων. καὶ ὃς τάς τε νεωστὶ περαιωθείσας ἐξ ἑῴας δυνάμεις ἀνειληφὼς καὶ τὰς ἐν τῇ ἑσπέρᾳ παραχειμαζούσας ἀθροίσας ἐν Ἀδριανουπόλει γίνεται, κἀκεῖσε χάρακα πηξάμενος βαθὺν ἔκειτο διασκοπούμενος μετὰ τῶν ἀρίστων, πόθεν ἂν ποιήσηται τὴν εἰς τὰ πρόσω πορείαν. ἐν ᾧ δὲ οὗτος διενοεῖτο, αἰφνίδιον κατὰ τὴν ὀγδόην τοῦ Ἰουνίου μηνὸς οἱ Πατζινάκαι τὸν Αἷμον διαβάντες ἐπιφαίνονται τῇ Ἀδριανουπόλει. καὶ διὰ τῶν σκοπῶν μηνυθείσης τῷ Κωνσταντίνῳ τῆς τούτων ἐφόδου, βουλὴ προετέθη, εἰ πολεμητέον αὐτοῖς, εἴτε καὶ μή. ἀλλὰ τῶν ἀρίστων ἐν τῇ σκηνῇ τοῦ ἑταιρειάρχου περὶ τῶν πρακτέων βουλευομένων, Σαμουὴλ πατρίκιος ὁ Βούρτζης, ἀνὴρ αὐθάδης καὶ θρασύς, ἄρχων τότε τῶν πεζικῶν ὑπάρχων δυνάμεων καὶ τὴν τοῦ χάρακος ἐπιστασίαν πᾶσαν ἐπιτετραμμένος, μὴ προσδεξάμενος τὸ τοῦ ἄρχοντος σύνθημα, τὴν τάξιν λιπὼν καὶ διαλύσας τὸν χάρακα ἔξεισι μετὰ τῶν πεζῶν καὶ τοῖς Πατζινάκαις προσρήγνυται. ὧν ῥαγδαίως ἐπιβρισάντων ἤρξαντο κάμνειν οἱ πεζοί. διὸ καὶ θαμάκις πέμπων πρὸς τὸν ἑταιρειάρχην ὁ Σαμουὴλ βοήθειαν ἐζήτει, ὡς ἀπαναγκασθέντα τοῦτον καὶ ἀκουσίως δοῦναι τὸ σύνθημα τοῦ πολέμου. ἐξελθόντος οὖν παντὸς τοῦ στρατοῦ κατὰ τὴν λεγομένην Βασιλικὴν Λιβάδα, καὶ καθολικῆς συμπλοκῆς κροτηθείσης, διὰ τὸ αἰφνίδιον καὶ ἀσύντακτον καὶ τὸ προηττῆσθαι τοὺς πεζούς, ἀναθαρσῆσαι δὲ καὶ τοὺς Πατζινάκας, γίνεται τροπὴ φοβερὰ τῶν Ῥωμαίων, καὶ φόνος μὲν αὐτῶν οὐκ ἐγένετο πολύς, συνεκλείσθησαν δὲ αἰσχίστως εἰς τὸν χάρακα, ἔπεσε δὲ Μιχαὴλ πατρίκιος ὁ Δοκειανός, ἔλαβε δὲ καιρίαν κατὰ τῶν σπλάγχνων καὶ ὁ μάγιστρος Κωνσταντῖνος ὁ Ἀριανίτης, καὶ τριταῖος ἀπέθανε. πεπτώκασι δὲ καὶ ἄλλοι τινὲς τῶν ἀσήμων ὀλιγοστοί. τὸ δὲ λοιπὸν ἅπαν στράτευμα συγκλεισθὲν ἀγεννῶς εἰς τὸν χάρακα ἐπολιορκεῖτο παρὰ τῶν Πατζινάκων, χωννύντων τὴν τάφρον λίθοις καὶ κλάδοις καὶ πρὸς βίαν ἑλεῖν ἐπειγομένων τὸν χάρακα. καὶ κἂν ἐγένετο τοῦτο, εἰ μὴ καταπελτικῷ βέλει βληθεὶς ὁ Σουλτζοὺς διεπεραιώθη σὺν τῷ ἵππῳ καὶ εἰς ἔκπληξιν μεγάλην ἤγαγε τοὺς θεασαμένους Πατζινάκας. ἐξῆλθε δὲ καὶ τῆς Ἀδριανουπόλεως ὁ πρωτοσπαθάριος Νικήτας ὁ Γλαβᾶς, τοποτηρητὴς ὢν τοῦ τάγματος τῶν σχολῶν, εἰς βοήθειαν· καὶ ἰδόντες τοῦτον καὶ προσδοκήσαντες τὸν σύγκελλον Βασίλειον μετὰ τῶν Βουλγαρικῶν ἀφικέσθαι δυνάμεων (προσεδοκᾶτο γὰρ καὶ οὗτος ἐλθεῖν) καὶ δειλιάσαντες οἱ Πατζινάκαι σποράδες ἄλλος ἀλλαχοῦ φεύγοντες ὑπεχώρησαν, καὶ πανσυδὶ ἂν ἀπωλώλει ὁ τῶν Ῥωμαίων στρατός. [Const9.23] Ἐγένετο δὲ κατὰ τοῦτον τὸν χρόνον καὶ τυραννίδος διαβολὴ κατά τινων ἀρχόντων πολιτῶν, ὧν ἔξαρχοι ἐτύγχανον Νικηφόρος καὶ Μιχαὴλ οἱ τοῦ Εὐθυμίου παῖδες, καὶ ἄλλοι τινὲς τῶν εἰς τὸ αὐτῶν γένος ἀναφερόντων. ἀλλ' οἱ μὲν ἄλλοι πάντες διεσώθησαν, μόνος δὲ ὁ Νικηφόρος ἀνεξερευνήτως κατακριθεὶς ἐξωρίσθη, τῆς οὐσίας αὐτοῦ πρότερον δημευθείσης. [Const9.24] Ὅπως δὲ τῶν Πατζινάκων ἐπικρατέστερα γένηται τὰ Ῥωμαίων ὁ βασιλεὺς φροντίζων, τὸν Κεγένην ἐξάγει τῆς φυλακῆς καὶ ἐς Πατζινάκας ἐκπέμπει, ὑποσχόμενον διασχίσαι τούτους καὶ εὔνους θεῖναι τῷ βασιλεῖ. καὶ τὰ συμμαχικὰ πάντα συναθροίσας ὑφ' ἕν, Φράγγους φαμὲν καὶ Βαράγγους, μεταπεμψάμενος δὲ καὶ ἱπποτοξότας ἀπό τε τοῦ Τελούχ, τοῦ Μαύρου ὄρους, καὶ τοῦ Καρκάρου, περὶ τὰς εἴκοσι χιλιάδας, καὶ ἀνδράσιν ἐπισήμοις τῶν γενῶν ἕκαστον ἀναθείς, καὶ ἐπὶ πᾶσιν ἡγεμόνα καταστήσας τὸν πατρίκιον Βρυέννιον καὶ ἐθνάρχην τοῦτον κατονομάσας, τὰς ἐκδρομὰς ἐκπέμπει κωλύειν καὶ ἐπέχειν τῶν Πατζινάκων. οὗτοι γὰρ μετὰ τὴν ἐν Ἀδριανουπόλει μάχην καταφρονήσαντες ὁλοσχερῶς τῶν Ῥωμαίων ἀδεῶς τήν τε Μακεδονίαν καὶ Θρᾴκην ἐδῄουν καὶ ἐπυρπόλουν, ἀναιροῦντες ἀνοίκτως καὶ αὐτὰ τὰ θηλάζοντα νήπια, ὡς καὶ μίαν αὐτῶν μοῖραν ἄχρι τῶν Κατασυρτῶν (ἔγγιστα δὲ αἱ Κατασύρται τῆς βασιλίδος) ἐλθεῖν. ἀλλὰ τούτων μὲν ἡ καταστροφὴ ταχυτάτη ἐγένετο. λαὸν γὰρ ὁ βασιλεὺς ὁπλίσας ἀπό τε τῶν ἐν τῇ αὐλῇ φυλασσόντων καί τινων ἄλλων ἐκ τοῦ παρείκοντος εὑρεθέντων, καὶ Ἰωάννῃ πατρικίῳ, ἑνὶ τῶν θαλαμηπόλων εὐνούχων τῆς βασιλίδος Ζωῆς, ᾧ φιλόσοφος τὸ ἐπώνυμον, ἐγχειρίσας, κατειργάσατο ῥᾳδίως· νυκτὸς γὰρ οὗτος ἐπελθὼν καὶ μεθύοντας καὶ κοιμωμένους πάντας εὑρὼν ἀπέσφαξε, καὶ τὰς κεφαλὰς αὐτῶν ἁμάξαις γεωργικαῖς ἐπιθεὶς κομίζει τῷ βασιλεῖ. [Const9.25] Ὁ μὲν οὖν Κεγένης ἐξελθὼν διαπρεσβεύεται τοῖς Πατζινάκαις, καὶ τούτων ὑποσχομένων μεθ' ὅρκων ποιήσειν τὸ αὐτοῦ θέλημα, πιστεύσας τοῖς ὅρκοις καὶ ἀπελθὼν εὐθὺς ἀναιρεῖται, εἰς μικρὰ κατατμηθεὶς μέρη καὶ μόρια. ὁ δὲ Βρυέννιος τὰς ἐμπιστευθείσας αὐτῷ παραλαβὼν δυνάμεις καὶ ἐν Ἀδριανουπόλει γενόμενος ἐφρόντιζε τῆς φυλακῆς τῶν χωρίων. στέλλεται δὲ καὶ τοῦ παντὸς ἡγεμὼν στρατοῦ Μιχαὴλ πατρίκιος ὁ Ἀκόλουθος, προσταχθεὶς καὶ αὐτὸς καθολικῆς μὲν μάχης μὴ ἅπτεσθαι, εἴργειν δὲ καὶ ἀνακόπτειν τὰς ἐκδρομάς. ὃς ἐξελθὼν καὶ τῷ Βρυεννίῳ ἑνωθεὶς ἔργου ἥπτετο, καὶ πρότερον μὲν ἐν Γολόῃ μιᾷ μοίρᾳ τῶν Πατζινάκων περιτυχὼν καὶ ταύτην τρεψάμενος ἠφάνισεν, εἶτα πάλιν ἐν τῷ Τοπλιτζῷ (φρούριον δὲ οὗτος παρὰ τὸν Εὗρον κείμενον) ἑτέραν ἀποσπάδα μοῖραν τῶν Πατζινάκων εὑρὼν ἀπώλεσεν. ὅθεν εὐλαβηθέντες τὰς τοιαύτας οἱ Πατζινάκαι δυνάμεις τὰ μὲν παρὰ τὰς ὑπωρείας τοῦ Αἵμου κείμενα χωρία ληΐζεσθαι ἀπέσχοντο, πᾶσαν δὲ τὴν ὁρμὴν ἐποιήσαντο κατὰ Μακεδονίας. καὶ πᾶν, ὅσον ἦν ἄλκιμον διακριθέντες κατέτρεχον τὰ ἐν Μακεδονίᾳ χωρία, καὶ ἤν τις ἐπίῃ πόλεμος, εὐρώστως αὐτὸν προσδέξασθαι ἐμελέτων. ὅπερ μαθόντες ὁ Βρυέννιος καὶ ὁ Μιχαήλ, ἄραντες νυκτός, ὡς μηδένα συναίσθησιν λαβεῖν, ὅποι ἀπίασι, καὶ συντόνῳ χρησάμενοι ὁδοιπορίᾳ ἔρχονται εἰς Χαριούπολιν, καὶ ἐν αὐτῇ εἰσελθόντες μετὰ τοῦ στρατοῦ ἐξεδέχοντο τὸν καιρόν. οἱ δὲ Πατζινάκαι τοὺς ἀγροὺς καὶ τὰ προάστεια ληϊσάμενοι πάντα, καὶ περὶ βουλυτὸν ὑποστρέψαντες ἔγγιστα Χαριουπόλεως προστίθενται τὴν παρεμβολήν, ἀγνοοῦντες, ὅτι περ ἐπιχωριάζει στράτευμα ὅλως ἐν αὐτῇ· διὸ καὶ ἀδεῶς ἔκειντο ἐν αὐλοῖς καὶ κυμβάλοις κωμάζοντες. νυκτὸς δὲ ἐπιγενομένης οἱ περὶ τὸν Βρυέννιον καὶ τὸν Μιχαὴλ ἐξελθόντες καὶ κοιμωμένους καὶ ῥέγχοντας εὑρόντες ἀναιροῦσι σύμπαντας. τοῦτο δὲ τὸ ἀτύχημα συστολὴν καὶ δειλίαν ἐνέθηκε τοῖς Πατζινάκαις. διὸ καὶ τὰς ἐκδρομὰς οὐκ ἀνέτως, ὡς τὸ πρότερον, ἀλλὰ μετὰ φειδοῦς ἐποιοῦντο κατά τε τὴν τετάρτην καὶ πέμπτην ἰνδικτιῶνα. [Const9.26] Κατὰ τοῦτον τὸν χρόνον καὶ ἡ Ῥωμανοῦ τοῦ λεγομένου Βοΐλα αἰφνίδιος γέγονεν αὔξησις. οὗτος γὰρ ἐν ταῖς ἑταιρείαις κατατεταγμένος καὶ τὴν γλῶτταν ὑγρὸς ὤν, καὶ δοκῶν κατὰ τοῦτο ἀστεῖος, καὶ εὐτράπελος, ἐπεί ποτε ἐς ὄψιν ἦλθε τῷ βασιλεῖ καὶ ὁμιλήσας χαριέστατος ἔδοξε, τὸ ἀπὸ τοῦδε ἀχώριστος ἦν αὐτῷ διὰ παντός, καὶ τούτῳ ἐχρῆτο [Const9.26.6] καὶ συμβούλῳ καὶ διακόνῳ καὶ ὑπουργῷ πρὸς πᾶσαν ὑπηρεσίαν. ὃν κατὰ μικρὸν ταῖς τιμαῖς προβιβάζων ἐς μέγα ἐξῆρε καὶ ὕψωσεν, ὡς τὰ πρῶτα φέρειν ἐν βασιλείοις. οὗτος ὁ ἀνὴρ εὐμήχανος ὢν καὶ ποικίλος, καὶ τῆς βασιλείας ἐρῶν ἀεί ποτε ἀπεπειρᾶτο τῶν ὅσοι τῶν συγκλητικῶν προσκεκρουκότες ἦσαν τῷ βασιλεῖ καὶ τὸ μυστήριον ἀνεκάλυπτε. καὶ τούτων ὁπόσοι μὲν ἔτυχον προσδεχόμενοι τοὺς λόγους τῆς ἐπιβουλῆς, ἠρέμα καὶ προσηνῶς ἀνελάμβανε καὶ ὅρκοις ἐξησφαλίζετο. τοὺς ὅσοι δὲ καὶ πρὸς μόνην ἀπεδυσπέτουν τὴν ἀκοήν, ἀποδέχεσθαι προσεποιεῖτο καὶ θαυμάζειν τῆς εἰς τὸν βασιλέα εὐνοίας, καὶ τὰ λεχθέντα δοκιμασίας ἔλεγε ῥηθῆναι χάριν καὶ ὑπερλαλῆσαι τούτων ἐς τὸν βασιλέα ἐπώμνυτο. τελευταῖον δὲ πολλοὺς διαφθείρας τῶν πολιτῶν καὶ ἐπιβουλὴν ἐξαρτύων ἐφωράθη. καὶ οἱ μὲν ἄλλοι πάντες οἱ αὐτῷ συνομόσαντες κακῶς ἔπαθον ἐτασθέντες καὶ τῶν οἰκείων ὑπάρξεων γυμνωθέντες καὶ ὑπερορίαις παραπεμφθέντες, ὁ δὲ Ῥωμανὸς οὐδὲν πέπονθε φαῦλον. κατὰ μικρὸν γὰρ ἀποστραφέντος αὐτὸν τοῦ βασιλέως, πάλιν συνεχωρήθη καὶ τὴν προτέραν εἶχε κατάστασιν. [Const9.27] Ὁ δὲ σουλτάνος ἐγκοτῶν, ὡς ἐρρέθη, Ἀβραμίῳ τῷ ἀδελφῷ καὶ διὰ παντὸς ἐπιβουλεύων τῇ τούτου ζωῇ, ἐμελέτα διηνεκῶς ἀνελεῖν αὐτόν. ὅπερ προγνοὺς ἐκεῖνος ἀπέδρα πρὸς Κουτλουμούσην τὸν ἑαυτοῦ ἀνεψιόν, καὶ ἅμα ἐκείνῳ τὸν κατὰ τοῦ σουλτάνου ἀναδέχεται πόλεμον. οἷς συμβαλὼν κατὰ τὸ λεγόμενον Πάσαρ ἐκεῖνος τρέπεται, καὶ τὸν μὲν Ἀβράμιον ἀναιρεῖ κατασχεθέντα· ὁ δὲ Κουτλουμούσης φυγὼν μετὰ χιλιάδων ἓξ καὶ Μέλεχ τοῦ υἱοῦ τοῦ Ἀβραμίου διαπρεσβεύεται πρὸς βασιλέα, ἱκετεύων προσδεχθῆναι καὶ σύμμαχος καὶ φίλος γενέσθαι Ῥωμαίων. καὶ ἐλθὼν πρὸς τὴν Περσαρμενίαν κατὰ τὸ λεγόμενον Κάρσε προσέμενε τὰς τῆς πρεσβείας ἀποκρίσεις. ἐν τῷ μεταξὺ δὲ πολιορκήσας τὸ Κάρσε πλὴν τῆς ἀκροπόλεως παρειλήφει τὴν πόλιν. κατόπιν δὲ τούτων διώκων ὁ σουλτάνος ἦλθε μετὰ τῶν αὐτοῦ δυνάμεων ἐν Ἰβηρίᾳ· ὅπερ μαθὼν ὁ Κουτλουμούσης ἔφυγε πρὸς τὸ Σάβα καὶ τὴν εὐδαίμονα Ἀραβίαν. ὁ δὲ σουλτάνος ἐν Ἰβηρίᾳ γενόμενος ἐληΐζετο τὰ παρατυχόντα καὶ ἐπυρπόλει. διὸ καὶ κατὰ σπουδὴν ὁ βασιλεὺς τὸν Ἀκόλουθον Μιχαὴλ μεταπεμψάμενος ἐκ τῆς ἑσπέρας ἐς Ἰβηρίαν ἐκπέμπει. ὃς ἐκεῖσε γενόμενος καὶ τοὺς διεσπαρμένους ἔν τε Χαλδίᾳ καὶ Ἰβηρίᾳ Φράγγους καὶ Βαράγγους ἀγηοχώς, κωλύειν ἠπείγετο τὸν ἐνόντα τρόπον τὰς ἐκδρομὰς τοῦ σουλτάνου. ἀλλ' ἐκεῖνος τὴν ὀξεῖαν ἔφοδον τούτου μαθών, καὶ ὅτι λαὸν ἀθροίσας σπεύδει τούτῳ συμπλέκεσθαι, λογισάμενος, ὅπερ ἦν εἰκός, τὸ ἑκατέρωθεν τοῦ πράγματος ἄδοξον, καὶ ὅτι νικήσας μὲν δοῦλον ἔσται βασιλέως νενικηκώς, νικηθεὶς δὲ οὐ μικρὰν αἰσχύνην ἀποίσεται, ἄρας παντὶ τῷ στρατῷ ἀνέζευξε πρὸς τὸ Ταβρέζιον. [Const9.28] Τότε δὴ καὶ Μιχαηλᾶς ὁ τοῦ Στεφάνου υἱός, καὶ Τριβαλλῶν καὶ Σέρβων μετὰ τὸν πατέρα καταστὰς ἀρχηγός, σπένδεται τῷ βασιλεῖ, καὶ τοῖς συμμάχοις καὶ φίλοις Ῥωμαίων ἐγγράφεται, πρωτοσπαθάριος τιμηθείς. ἐπέμφθη δὲ τῷ βασιλεῖ καὶ ἐξ Αἰγύπτου παρὰ τοῦ ταύτης ἀρχηγοῦ ζῷον ἐλέφας καὶ καμηλοπάρδαλις. βουλόμενος δὲ ὁ βασιλεὺς τελέως ἀποσκευάσασθαι τοὺς Πατζινάκας, τὰς ὁθενδήποτε δυνάμεις ἀθροίσας ἔκ τε ἑῴας καὶ ἑσπέρας καὶ Μιχαὴλ παραδοὺς τῷ Ἀκολούθῳ, καὶ τὸν σύγκελλον δὲ Βασίλειον τὰ Βουλγαρικὰ στρατεύματα ἀνειληφέναι κελεύσας, καὶ ἄμφω κατὰ τῶν Πατζινάκων ἐκπέμπει. ὅπερ ἐκεῖνοι πυθόμενοι χάρακα ἐπήξαντο κατὰ τὴν μεγάλην Περσθλάβαν τάφρῳ βαθείᾳ καὶ σταυρώμασι ταύτην κατοχυρώσαντες. ἀφικομένων οὖν τῶν Ῥωμαίων συγκλείσαντες ἑαυτοὺς ἔνδον τῆς τάφρου ἐπολιορκοῦντο. ἐπεὶ δὲ τοῖς Ῥωμαίοις τηνάλλως ὁ καιρὸς ἐτρίβετο, μηδέν, ὅ τι καὶ λόγου ἄξιον διαπράττουσι, κατέσχε δὲ αὐτοὺς καὶ σπάνις τῶν ἀναγκαίων, βουλὴν προὐτίθεσαν περὶ τοῦ πρακτέου, καὶ δόξαν ἅπασιν ὑποστρέφειν, ἀωρὶ τῶν νυκτῶν σιγὴν παραγγείλαντες καὶ τὰς πύλας ἀναπετάσαντες τῆς παρεμβολῆς ὑπεχώρουν. τοῦτο δὲ οὐκ ἔλαθε τὸν Τυράχ, ἀλλὰ μαθών, ὡς βούλονται φεύγειν, λαὸν ὅτι πλεῖστον τοῦ χάρακος ἐξαγαγὼν ἐν ταῖς διόδοις ἐκπέμπει, ὅπου περ ἔμελλον οἱ Ῥωμαῖοι διέρχεσθαι. αὐτὸς δὲ ἐξελθοῦσιν εὐθὺς ἐπιτίθεται. καὶ γίνεται τροπὴ τῶν Ῥωμαίων φρικτή, καὶ οἱ μὲν ὑπὸ τῶν κατόπιν καταλαμβανόμενοι ἀπεσφάττοντο, οἱ δὲ ὑπὸ τῶν προκατειληφότων τὰς δυσχωρίας ἐρχόμενοι ἀνηλίσκοντο. ἔπεσεν οὖν πλῆθος πολύ, πίπτει δὲ καὶ αὐτὸς ὁ σύγκελλος, οἱ δὲ λοιποὶ σὺν τῷ Μιχαὴλ ἐν Ἀδριανουπόλει διασῴζονται. περιαλγὴς οὖν ὁ βασιλεὺς γενόμενος ἐπὶ τῷ ἀτυχήματι τούς τε ἐκ τῆς τροπῆς διασωθέντας ἀνελάμβανε καὶ λαὸν ἕτερον ἐστρατολόγει καὶ μισθοφόρους συνέλεγε, καὶ ἀβίωτον ἡγεῖτο τὸν βίον, εἰ μὴ ἄρδην ἀφανίσει τὸ γένος τῶν Πατζινάκων. ἀλλ' ἐκεῖνοι δι' αὐτομόλου τοῦτο πυθόμενοι διαπρεσβεύονται πρὸς τὸν βασιλέα, εἰρήνην αἰτοῦντες. καὶ προσδεξάμενος οὗτος τὴν πρεσβείαν σπένδεται μετ' αὐτῶν τριακοντούτεις σπονδὰς θέμενος. [Const9.29] Μοναστήριον δὲ οἰκοδομῶν ὁ βασιλεὺς κατὰ τὰ λεγόμενα Μάγγανα ἐπ' ὀνόματι τοῦ ἁγίου μεγαλομάρτυρος Γεωργίου, καὶ ἀφειδῶς τὰ δημόσια καταναλίσκων ἐν ταῖς οἰκοδομαῖς χρήματα, νῦν μὲν οἰκοδομῶν, νῦν δὲ καταστρέφων, εἰς μεγάλην ἤλασεν ἔνδειαν, ὡς πᾶσαν ἐπινοῆσαι διὰ τοῦτο καπηλείαν καὶ ἀτόπους καὶ σεσοφισμένας εἰσπράξεις ἐφευρηκέναι· δημοσίους τε γὰρ προεχειρίζετο φροντιστὰς ἀσεβεῖς καὶ ἀλάστορας, καὶ δι' αὐτῶν χρήματα ἐξ ἀδίκων πόρων συνήθροιζε. κατέλυσε δὲ καὶ τὸν Ἰβηρικὸν στρατὸν ἀμφὶ τὰς πεντήκοντα χιλιάδας ἀριθμούμενον διὰ Λέοντος τοῦ Σερβλίου, καὶ ἀντὶ στρατιωτῶν φόρους πολλοὺς ἐπορίζετο ἀπὸ τῶν χωρίων ἐκείνων. καὶ ἄλλας πλείους εἰσπράξεις ἐπενοήσατο πονηρὰς καὶ ἀθέσμους, ἃς καὶ καταλέγειν αἰσχύνη. ὃ δὲ εἰπεῖν ἐστιν ἀναγκαῖον, τοῦτο δὴ καὶ λέξω, ὅτι περ ἐξ ἐκείνου τοῦ βασιλέως καὶ τῆς ἐκείνου ἀσωτίας καὶ σαλακωνείας τὰ Ῥωμαίων ἤρξατο φθίνειν πράγματα, καὶ ἔκτοτε καὶ μέχρι τῆς δεῦρο κατὰ μικρὸν εἰς τὸ κατόπιν χωροῦντα ἐς παντελῆ κατήντησε τὴν ἀσθένειαν· τὸ γὰρ ἐλευθέριον ἀτεχνῶς διώκων εἰς ἄκραν ἐληλάκει τὴν ἀσωτίαν. οὐ μήν γε καὶ παντάπασι πράξεων ἀγαθῶν ἐστέρητο, ἀλλὰ φέρονται καί τινα ἔργα αὐτοῦ ἱστορικῆς μνήμης ἄξια. τό τε γὰρ ῥηθὲν μοναστήριον καὶ τὰ ἐν αὐτῷ γηροτροφεῖα καὶ οἱ ξενῶνες καὶ τὰ πτωχοτροφεῖα ἐπαίνων οὐκ ἀμοιροῦσι, καὶ τὸ γενόμενον ἔργον εἰς τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν ἐγκωμίων οὐκ ἀπολείπεται. ἕως ἐκείνου γὰρ ἐν μόναις ταῖς ἐπισήμοις ἑορταῖς ἐν ταύτῃ, ἔτι δὲ καὶ τοῖς σάββασι καὶ ταῖς κυριακαῖς ἡμέραις ἡ ἀναίμακτος τῷ θεῷ ἐπετελεῖτο ἱερουργία, ἐν δὲ ταῖς λοιπαῖς οὐδαμῶς ἡμέραις. τοῦτο δὲ ἐγίνετο διὰ προσόδου ἔνδειαν, ἣν οὗτος δαψιλῶς ἀφορίσας καὶ ἀποχρώντως καθ' ἑκάστην τελεῖσθαι τὴν ἱερὰν παρεσκεύασε λειτουργίαν· ὃ καὶ κρατεῖ γινόμενον μέχρι τῆς ἡμῶν. καὶ σκεύη δὲ τὰ τῇ ἱερᾷ ἀνειμένα σπονδείᾳ τῇ τοιαύτῃ ἀνέθετο ἐκκλησίᾳ, ἐκ χρυσοῦ καὶ πολυτίμων μαργάρων καὶ λίθων κατεσκευασμένα, μακρῷ παρελάσαντα τὰ λοιπὰ μεγέθει καὶ κάλλει καὶ τιμῇ· καὶ λοιποῖς ἄλλοις κειμηλίοις οὐκ ὀλίγοις ταύτην ἐφαίδρυνε. καὶ τὰ μὲν ἐκείνου ταῦτα. [Const9.30] Ἐνέσκηψε δὲ καὶ λοιμικὴ νόσος τῇ βασιλίδι κατά τε τὴν ἑβδόμην καὶ ὀγδόην ἰνδικτιῶνα, ὡς μὴ ἐξισχύειν τοὺς ζῶντας ἐκφέρειν τοὺς τεθνεῶτας. ἠνέχθη δὲ καὶ κατὰ τὸ θέρος τῆς ἑβδόμης ἰνδικτιῶνος μέγι- [Const9.30.4] στόν τι χρῆμα χαλάζης, καὶ πολλὰ ὑπ' αὐτῆς οὐ ζῷα μόνον, ἀλλὰ καὶ ἄνθρωποι διεφθάρησαν. ὁ δὲ βασιλεὺς κατεχόμενος ὑπὸ τῆς συνήθους νόσου τῆς ποδάγρας ἔκειτο ἐν τῇ παρ' αὐτοῦ νεουργηθείσῃ μονῇ τῶν Μαγγάνων. ἐπεὶ δὲ καὶ ἕτερον ἐπηκολούθησε σύμπτωμα καὶ ἤδη ὁ θάνατος ἤγγιζεν, ἐσκέπτοντο οἱ τὰ πρῶτα ἐν τοῖς βασιλείοις φέροντες, ὁ λογοθέτης Ἰωάννης, ὃν ὁ βασιλεὺς παραδυναστεύοντα εἶχε, παρωσάμενος τὸν Λειχούδην, ὁ πρωτονοτάριος τοῦ δρόμου Κωνσταντῖνος, ὁ ἐπὶ τοῦ κανικλείου Βασίλειος, καὶ οἱ λοιποὶ οἱ ἄλλως αὐτῷ προσῳκειωμένοι, τίνα δὴ ἐς τὸν βασίλειον καθιδρύσουσι θρόνον. ἔδοξεν οὖν ἅπασιν ἐπιτήδειος εἰς τοῦτο Νικηφόρος ὁ Πρωτεύων. καὶ δὴ πέμπεται ταχυδρόμος ἐν Βουλγαρίᾳ, ἄξων αὐτὸν ἐκεῖθεν· ἔτυχε γὰρ τότε τὴν τῆς Βουλγαρίας περιεζωσμένος ἀρχήν. ἀλλὰ τοῦτο γνόντες οἱ τῇ Θεοδώρᾳ τῇ βασιλίδι ὑπηρετούμενοι (ἡ Ζωὴ γὰρ ἤδη προκατέστρεψε τὴν ζῳήν), ὅ τε Νικήτας ὁ Ξυλινίτης, Θεόδωρος καὶ Μανουήλ, δρόμωνι αὐτὴν ἐμβιβάσαντες ἄγουσιν εἰς τὰ τοῦ μεγάλου παλατίου ἀνάκτορα καὶ αὐτοκράτορα ἀναγορεύουσι. καὶ ὁ μὲν βασιλεὺς ἀποθανὼν ἐν τοῖς Μαγγάνοις ταφῆς ἔτυχε τῆς τυχούσης, οἱ δὲ περὶ τὴν βασιλίδα πέμψαντες ἐπέσχον τὸν Πρωτεύοντα ἐν Θεσσαλονίκῃ, κἀκεῖθεν ἀπάγουσιν εἰς τὸ Θρᾳκήσιον ἐν τῇ μονῇ τοῦ Κουζηνᾶ κἀκεῖσε περιορίζουσιν. [Theod.t] ΘΕΟΔΩΡΑ[Theod.1] Τὴν προγονικὴν δὲ παραλαβοῦσα βασιλείαν ἡ Θεοδώρα εὐθὺς μὲν μέτεισι τοὺς ὅσοι βασιλεῦσαι τὸν Πρωτεύοντα ἐβουλεύσαντο, τῶν ὑπαρχόντων ψιλώσασα καὶ ὑπερορίσασα. προβιβάζει δὲ καὶ τοὺς εὐνούχους αὐτῆς ἅπαντας εἰς τὰς μεγίστας ἀρχάς, δομέστικον μὲν τῶν σχολῶν τῆς ἀνατολῆς τὸν Θεόδωρον προβαλλομένη, καὶ εἰς τὴν ἑῴαν ἐκπέμψασα, ἐφ' ᾧ τὰς ἐκδρομὰς τῶν Τούρκων κωλύειν, τὸν μάγιστρον Ἰσαάκιον τὸν Κομνηνὸν μετακινήσασα τῆς στρατοπεδαρχίας. ἔτυχε γὰρ ὁ Μονομάχος διαπεραιωσάμενος πάσας ἐν ἑῴᾳ τὰς Μακεδονικὰς δυνάμεις, ἀρχηγοὺς ἐχούσας ἅπαντας Μακεδόνας, ὧν εἷς ἦν καὶ ὁ Βρυέννιος· ἐφέρετο γὰρ ἐν Τούρκοις λόγος, ὡς εἴη πεπρωμένον καταστραφῆναι τὸ Τούρκων γένος ὑπὸ τοιαύτης δυνάμεως, ὁποίαν ὁ Μακεδὼν Ἀλέξανδρος ἔχων κατεστρέψατο Πέρσας. προεβάλλετο δὲ καὶ λογοθέτην τοῦ δρόμου τὸν Νικήταν, καὶ δρουγγάριον τῆς βίγλας τὸν Μανουήλ. προσελάβετο δὲ διὰ πολυπειρίαν εἰς τὸ τὰ κοινὰ διοικεῖν τὸν σύγκελλον Λέοντα τὸν λεγόμενον Στραβοσπόνδυλον, τὸν πάλαι τῷ βασιλεῖ Μιχαὴλ ὑπουργήσαντα. ἀλλὰ καὶ Λέοντος τοῦ Βουλγαρίας ἀρχιεπισκόπου κοιμηθέντος προεχειρίσατο Θεόδουλον μοναχόν, ἐξ Ἰκονίου μὲν ὡρμημένον, πόλεως Τετραπόλεως, ἡγούμενον δὲ τυγχάνοντα τῆς μονῆς τοῦ ἁγίου μεγαλομάρτυρος Μωκίου, τῆς μὲν θυράθεν σοφίας ἄγευστον τὸ παράπαν, τῆς δέ γε θείας εἰς ἄκρον ἐληλακότα, καὶ ταῖς ἐξ αὐτῆς χάρισι καὶ ἀρεταῖς κατάκομον. καὶ τὰ μὲν τῆς πόλεως ἐφέρετο τῇδε, ὁ δὲ Βρυέννιος τὸν τοῦ βασιλέως ἐνωτισθεὶς θάνατον, ἄρας μετὰ τῶν Μακεδόνων κάτεισιν ἐν Χρυσοπόλει. καὶ τοῦτον μὲν ἡ βασιλίς, ὅτι ἀσυντάκτως ὑπεχώρησε, κατασχοῦσα δημεύει καὶ εἰς ἐξορίαν ἐκπέμπει, τὸν δὲ λαὸν ὑποστρέψαι εἰς τοὐπίσω παρασκευάζει. ὅλην οὖν τὴν θʹ ἰνδικτιῶνα, τοῦ ͵Ϛφξδʹ ἔτους βιώσασα ἡ βασιλίς, καὶ περὶ τὰ τέλη τοῦ Αὐγούστου μηνὸς τῆς αὐτῆς ἰνδικτιῶνος ἰλεοῦ νοσήματι περιπεσοῦσα ἀπέθανεν.[Theod.2] Οἱ δὲ ταύτης εὐνοῦχοι σὺν τῷ συγκέλλῳ Λέοντι ἀναβιβάζουσιν εἰς τὸν βασίλειον θρόνον, ἔτι ψυχορραγούσης ἐκείνης, Μιχαὴλ πατρίκιον τὸν Στρατιωτικόν, ἄνθρωπον ἐκ Βυζαντίου μὲν ὁρμώμενον, ἀφελῆ δὲ καὶ ἀποίκιλον καὶ μόνοις τοῖς στρατιωτικοῖς ἐκ παίδων ἀπασχοληθέντα καὶ πλέον ἄλλο εἰδότα μηδέν, καὶ ἤδη παρηκμακότα καὶ τῆς πρεσβυτικῆς ἁψάμενον ἡλικίας, ᾗτινι συμφέρειν τὴν ἀπραγμοσύνην Ἀρχίλοχος ὁ ποιητὴς ἀπεφήνατο. τοῦτο δὲ πεποιήκασιν, ἵνα σχῆμα μόνον καὶ ὄνομα αὐτὸς ἔχῃ τῆς βασιλείας, αὐτοὶ δὲ διεξάγωσιν, ὡς βούλονται, τὰ κοινὰ καὶ πάντων τυγχάνωσι κύριοι, ἐπομοσαμένου πρότερον καὶ αὐτοῦ μηδέν τι πρᾶξαί ποτε τῆς ἐκείνων δίχα γνώμης τε καὶ θελήσεως. [Mich6.t] ΜΙΧΑΗΛ Ο ΓΕΡΩΝ[Mich6.1] Ἀναρρηθέντος δὲ τοῦ Μιχαὴλ αὐτοκράτορος κατὰ τὴν λαʹ ἡμέραν τοῦ Αὐγούστου μηνός, τῆς θʹ ἰνδικτιῶνος, Θεοδόσιος πρόεδρος ὁ τοῦ πατραδέλφου τοῦ βασιλέως Κωνσταντίνου τοῦ Μονομάχου υἱός, πυθόμενος τὴν ἀνάρρησιν καὶ δεινοπαθήσας, καὶ μὴ βουλευσάμενος, μηδὲ λογισάμενος τὴν τοῦ ἔργου δυσχέρειαν καὶ ἀπότευξιν, μηδ' οἷον κύβον μέλλει ἀναρριπτεῖν, ἀνειληφὼς τοὺς οἰκογενεῖς καὶ δούλους καὶ τοὺς ἄλλως ὑπηρετουμένους αὐτῷ, πολλοὺς δὲ καὶ τῶν γειτόνων καί τινας τῶν συνήθων, ὅσοι περ ἦσαν τὰς φρένας κουφότεροι, ἄρας περὶ δείλην ὀψίαν ἐκ τῆς οἰκίας (κεῖται δὲ αὕτη περὶ τὸ λεγόμενον Λεωμακέλλιον) προῄει διὰ τῆς πλατείας ὡς εἰς τὸ παλάτιον, ἀγανακτῶν καὶ δυσχεραίνων, καὶ τὴν ἀδικίαν ὡς ἂν τὰ ἔσχατα ἠδικημένος πρὸς τοὺς παρατυχόντας ἐπιβοώμενος, καὶ τὴν βασιλείαν ἀνακαλούμενος, ὡς κληρονομιαῖον τάχα κτῆμα καὶ αὐτῷ προσῆκον, ὡς μᾶλλον τῶν ἄλλων ἐγγύτητα ἔχοντι αἵματος πρὸς τὸν ἀπελθόντα βασιλέα. ὡς δ' ἐγένετο κατὰ τὸ πραιτώριον, διαρρήξας τὰς πύλας τῆς φυλακῆς ἐξάγει τοὺς καθειργμένους, ἐλπίσας, οἶμαι, δι' αὐτῶν μέγα τι διαπράξασθαι καὶ γενναῖον. τὸ δ' αὐτὸ τοῦτο καὶ ἐν τῇ Χαλκῇ φθάσας ἐποίησεν. ἀλλὰ τῆς ἐπαναστάσεως τοῖς ἐν τοῖς βασιλείοις γνωσθείσης εὐνούχοις, ταχὺ μὲν οἱ φυλάσσοντες ἐν τῷ παλατίῳ στρατιῶται Ῥωμαῖοί τε καὶ Βάραγγοι (γένος δὲ Κελτικὸν οἱ Βάραγγοι μισθοφοροῦντες Ῥωμαίοις) καθοπλίζονται, ταχὺ δὲ καὶ οἱ ταῖς βασιλικαῖς ὑπηρετοῦντες τριήρεσιν ἠγείροντο. καὶ χεὶρ ἱκανὴ συνηθροίσθη καὶ κατὰ τοῦ Θεοδοσίου ἔμελλε πέμπεσθαι. ὁ δὲ τοῦτο πυθόμενος, ἐκκλίνας τοῦ πρὸς τὸ παλάτιον ἀπιέναι, ὑποστρέφει πρὸς τὴν τοῦ θεοῦ μεγάλην ἐκκλησίαν· ἤλπισε γάρ, ὡς εἰσελθόντα τοῦτον ἐν αὐτῇ ὁ πατριάρχης τε καὶ ὁ κλῆρος προσδέξεται, καὶ λαὸς ἀθροισθήσεται πλεῖστος, καὶ βασιλέα ἀναγορεύσουσι. ταῦτα δὲ πάντα αὐτῷ εἰς τοὐναντίον ἀπέβη. ὅ τε γὰρ πατριάρχης καὶ ὁ τῆς ἐκκλησίας κλῆρος ἐρχομένῳ τὰς ταύτης ἀποκλείουσι πύλας, καὶ οἱ συνήθως ἐν τοῖς τοιούτοις χαίροντες καὶ συντρέχοντες ἦσαν οὐδαμοῦ, καὶ οἱ παρεπόμενοι τούτῳ μέχρις ἐκείνου τοῦ τόπου, μαθόντες τὴν μέλλουσαν πέμπεσθαι δύναμιν κατ' αὐτῶν, κατὰ μικρὸν ὑπορρέοντες ἐσκεδάσθησαν, καὶ λοιπὸν ἔρημος πάντων καταλειφθεὶς ἱκέτης ἐλεεινὸς μετὰ τοῦ παιδὸς πρὸς τὴν ἐκκλησίαν καθίζει· ὃν εὐθὺς ἀποστείλαντες ἐξάγουσι τῆς ἐκκλησίας καὶ ἐξορίζουσιν ἐν Περγάμῳ. τὸ δ' αὐτὸ τοῦτο καὶ εἰς τοὺς ἐμφανεστέρους τῶν αὐτῷ συναπαχθέντων ἐποίησαν. καὶ τὸ ἀπὸ τούτου ὁ Μιχαὴλ ἀναμφισβήτητος ἀνηγορεύετο αὐτοκράτωρ.[Mich6.2] Παραλαβὼν δὲ τὰς ἡνίας τῆς βασιλείας, πάντας μὲν τοὺς λογάδας τῆς συγκλήτου εἰς βαθμοὺς ἀξιωμάτων ὑψηλοτέρους ἀνήγαγε, καὶ τὸν δῆμον ὑποσχέσεσιν ὑπεποιεῖτο πολλῶν ἀγαθῶν. ὡς ὢν δὲ κάρτα γέρων καὶ πολλῶν μεμνημένος ἀρχαίων, ἐπεβάλλετο καὶ πολλὰ τῶν παλαιῶν σχολάσαντα ἐθίμων ἐπανακτήσασθαι, μηδὲν πρὸς λυσιτέλειαν συντελοῦντα τῆς βασιλείας ἢ τοῦ κοινοῦ. τό τε γὰρ λεγόμενον στρατήγιον ἀνακαθαίρεσθαι ἐκέλευσε, πρὸς ὅπερ ἀποσκώπτοντες οἱ [Mich6.2.8] πολῖται ἔφασκον, ὡς τὸν οἰκεῖον ἀστράγαλον ἀναζητῶν, ὃν ἐκεῖσε παίζων ἀπώλεσεν, ἐκκαθαίρει τὸν χοῦν, καὶ τὰς τῶν πολιτῶν κεφαλὰς σκέπεσθαι μὴ δι' ἀγραμμάτων, ὡς νῦν, ἀλλὰ διὰ μεγαλογράμμων ὀθονίων ἐκ βύσσου καὶ πορφύρας ἐξυφασμένων· καὶ δημοσίους φροντιστὰς οὐ συγκλητικοὺς προεβάλλετο, ἀλλά τινας τῶν ἐν ἑκάστῳ τῶν ἀρχείων ἐναυξηθέντων ταχυγράφων. καὶ ἄλλα πολλὰ τοιαῦτα, ὧν τὸ καθ' ἕκαστον καταλέγειν θελήσας προσκορὴς γενήσομαι τοῖς ἀκροαταῖς. καὶ διετέλεσεν οὕτως ἀφελῶς καὶ ἀτέχνως ἰθύνων τὰ σκῆπτρα καὶ κυβερνῶν. ἐπεὶ δὲ ὁ καιρὸς ἐπέστη τῆς βασιλικῆς φιλοτιμίας, ἣν διανέμειν ἐτησίως κατὰ τὸν καιρὸν τοῦ πάσχα πρὸς τὴν σύγκλητον εἰώθασιν οἱ βασιλεῖς, καὶ πάντες εἰσῆλθον οἱ τοῦ στρατοῦ ἡγούμενοι καὶ γένει καὶ ἀνδρείᾳ ὠνομασμένοι, -ἦσαν δὲ ὅ τε μάγιστρος Ἰσαάκιος ὁ Κομνηνὸς καὶ ὁ μάγιστρος Κατακαλὼν ὁ Κεκαυμένος (δοὺξ δὲ οὗτος ἦν Ἀντιοχείας, καὶ παραλυθέντα τοῦτον τῆς ἀρχῆς διεδέξατο Μιχαὴλ ὁ τοῦ βασιλέως ἀνεψιός, ὃν ἅμα τῇ ἀναρρήσει Οὐρανὸν κατονομάσας, ὡς δῆθεν εἰς τὸν παλαιὸν Οὐρανὸν ἀναφέροντα τὸ γένος, καὶ μάγιστρον Ἀντιοχείας, ὥσπερ ἦν ἐκεῖνος, τιμήσας διάδοχον ἐκπέμπει τῷ Κεκαυμένῳ), Μιχαήλ τε βεστάρχης ὁ Βούρτζης, Κωνσταντῖνος καὶ Ἰωάννης οἱ ἐκ τοῦ γένους ἑῴων τοῦ δουκὸς καταγόμενοι, καὶ οἱ λοιποὶ λογάδες τῶν ἀρχόντων. συνέδραμον δὲ πάντες, ἵνα καὶ τὸν νέον βασιλέα θεάσωνται καὶ τῶν ἀπ' αὐτοῦ τύχωσι φιλοτιμιῶν. διεδόθη γὰρ πρὸς ἅπαντας τὸ προετικὸν ἐκείνου καὶ πρὸς τὰς εὐεργεσίας μεγαλοπρεπές τε καὶ ἐλευθέριον. ἐς λόγους δ' ἐλθὼν ὁ βασιλεὺς τῷ Κομνηνῷ καὶ τῷ Κεκαυμένω, καὶ ἐπαινέσας μὲν αὐτοὺς καὶ στρατηγοὺς γενναίους καὶ ἀγαθοὺς ὀνομάσας, καὶ μᾶλλον τὸν Κεκαυμένον, ὡς μὴ ἐκ πατέρων, μηδ' ἐκ προσπαθείας τινός, ἀλλ' ἐξ οἰκείων ἀνδραγαθημάτων πρὸς ἣν ἐκέκτητο τοῦ ἀξιώματος ἀναχθέντα καθέδραν, τὸ αὐτὸ δὲ καὶ πρὸς τοὺς ἄλλους τῶν εὐγενῶν ποιήσας, μηδενὸς δὲ θελήσας ἐκπληρῶσαι βούλησιν, μηδ' εἰς τὸ τῶν προέδρων ἀξίωμα τὸν Κομνηνὸν καὶ τὸν Κεκαυμένον, ὡς ᾐτοῦντο, ἀναγαγεῖν κατανεύσας, ἀλλὰ πάντων τὰς δεήσεις ἀπράκτους ἀποπεμψάμενος, ἅπαντας ἠρέθισε κατ' αὐτοῦ. καὶ πρὸς μὲν τοὺς ἑῴους στρατηγοὺς διετέθη οὕτως. [Mich6.3] Τὸν δὲ Βρυέννιον τῆς ὑπερορίας μεταπεμψάμενος καὶ ἄρχειν τάξας Καππαδοκῶν στρατηγὸν αὐτοκράτορα προχειρίζεται τῶν Μακεδονικῶν ταγμάτων καὶ κατὰ τῶν Τούρκων ἐκπέμπει· Τοῦρκος γάρ τις τὴν κλῆσιν Σαμούχ, τὸ γένος οὐκ ἐπίσημος, πρὸς δὲ τὰ πολεμικὰ γενναῖος καὶ ἐνεργός, τῷ σουλτάνῳ συστρατευσάμενος, ὁπηνίκα τὴν δευτέραν εἰσβολὴν κατὰ Ῥωμαίων ἐποιήσατο, ἐκείνου ὑποστρέψαντος ἐν Περσίδι αὐτὸς τῷ τόπῳ παρέμεινε μετὰ τρισχιλίων ἀνδρῶν, καὶ περιπλανώμενος ἐν ταῖς πεδιάσι καὶ τοῖς ὑπτίοις τόποις τῆς μεγάλης Ἀρμενίας, καὶ αἰφνιδίους ποιούμενος ἐκδρομάς, κακῶς διετίθει τὰ Ῥωμαίων καὶ ἐληΐζετο. ἀλλ' οὐδὲ τοῦτον θεραπεῦσαι ἴσχυσεν ὁ βασιλεύς· ἦν γὰρ ἀφυέστατος εἰς τὸ θωπεῦσαι καὶ καταδημαγωγῆσαι ἀνθρώπους περιυβρισθέντας καὶ λανθάνοντα κότον ἐν τῇ ψυχῇ περιφέροντας. τοῦ γὰρ Βρυεννίου λιπαρῶς ἱκετεύοντος ἀποδοθῆναί οἱ καὶ τὰ χρήματα, ὁπόσα ἀφείλετο ἀπ' αὐτοῦ Θεοδώρα ἡ βασιλίς, οὐκ ἐπήκουσεν, ἀλλ' ἐκτενῶς δυσωποῦντα περὶ τούτου καὶ ἱκετεύοντα, τὸ δημῶδες τοῦτο καὶ καθημαξευμένον εἰπὼν μόνον ‘δεικνύων ἔργα ἀπαίτει μισθοὺς’ ἀπεπέμψατο. οὕτω δὲ παροραθεὶς καὶ ὁ Βρυέννιος ἀπῄει δεινὰ στρέφων ἐν ἑαυτῷ καὶ καιρὸν ζητῶν ἐκδικήσεως. [Mich6.4] Παραπλησίως δὲ διετέθη καὶ πρὸς Ἐρβέβιον τὸν Φραγγόπωλον, ἄνδρα συστρατευσάμενόν τε τῷ Μανιάκῃ ἐν Σικελίᾳ καὶ μεγάλα τρόπαια στήσαντα καὶ ἀπ' ἐκείνου καὶ ἕως τούτου Ῥωμαίοις εὔνουν φαινόμενον. παρακαλοῦντα γὰρ καὶ αὐτὸν καὶ ἱκετεύοντα τῆς τῶν μαγίστρων τιμῆς τυχεῖν οὐ μόνον οὐκ ἠξίωσε λόγου, ἀλλὰ καὶ πολλὰ χλευάσας καὶ μυκτηρίσας ἀπεπέμψατο. οὕτως ἦν ἀφυὴς καὶ δυσπρόσοδος περὶ τὰς ἐντεύξεις. ὁ δὲ Ἐρβέβιος, οἷα βάρβαρος καὶ τὴν ὀργὴν ἀκατάσχετος, οὐ μετρίως ἐνεγκὼν τὴν ὕβριν, ἀγνοῶν δὲ καὶ τὴν μελετωμένην παρὰ τῶν Ῥωμαίων συσκευήν, οὐκ ἐκαρτέρησεν, ἀλλὰ σπουδάζων ἀμύνασθαι τὸν ὑβριστήν, ἐξαιτησάμενος ἐπ' οἴκου πορευθῆναι καὶ ἀφεθείς, τῷ βασιλεῖ προσειπὼν τὰ ἐξιτήρια, ἐξῆλθεν εὐθύς, καὶ πρὸς τὴν ἕω περαιωθεὶς ἀνῆλθεν ἐν τῇ κατὰ τὸν Ἀρμενιακὸν οἰκίᾳ αὐτοῦ, τῇ Δαγαράβῃ. καὶ κοινολογησάμενός τισι τῶν Φράγγων ἐκεῖσε τότε διεσπαρμένοις οὖσιν εἰς παραχειμασίαν καὶ τριακοσίους ἄνδρας ἐκ τούτων ὑποφθείρας, ἀπῇρεν ἐκεῖθεν, καὶ ἀνελθὼν ἐν Μηδίᾳ κοινοπραγεῖ τῷ Σαμοὺχ ἐκεῖσε ἐνδιατρίβοντι, ὥστε πολεμεῖν Ῥωμαίοις. καὶ χρόνον μέν τινα ἀσάλευτος ἔμεινεν ἡ ὁμολογία· προσκρούσματος δέ τινος μεταξὺ τῶν Φράγγων γενομένου καὶ Τούρκων, καὶ ἐκ τούτου ἐπιβουλευόντων ἀλλήλοις τῶν γενῶν, ὁ μὲν Σαμοὺχ προσεποιεῖτο τηρεῖν τὰ συντεθειμένα, ὁ δὲ Ἐρβέβιος διὰ παντὸς ἦν ἐν ὑπονοίαις καὶ αἰφνίδιον προσεδόκα ἐπίθεσιν, καὶ τοὺς Φράγγους παρεκάλει μὴ ἀνέτως, ἀλλ' ἐπὶ τῶν ὅπλων καθεύδειν. τοῦτο δὲ ἐποίει κρυφίως, μηδεμίαν συναίσθησιν δοὺς τῷ Σαμούχ, ἕως ἐκεῖνος λανθάνειν οἰηθεὶς ἀνακαλύπτει τὸ βούλευμα, καὶ περὶ μίαν ἡμέραν ἐξοπλίσας πάντας, οὓς εἶχε, Τούρκους ἐπιτίθεται ἀριστοποιουμένοις τοῖς Φράγγοις. οἱ δὲ κατὰ τὸ παράγγελμα τοῦ στρατηγοῦ τοὺς ἵππους ἐν τοῖς χαλινοῖς ἔχοντες, ὡς ᾔσθοντο τὴν ἐπέλευσιν τῶν Τούρκων, ταχύ τε ἔποχοι γίνονται καὶ ἐρχομένοις τούτοις προσυπαντῶσι. καὶ γίνεται μάχη καρτερά, καὶ πρὸς μικρὸν ἀντισχόντες οἱ Τοῦρκοι τρέπονται. καὶ πίπτουσι μὲν οἱ πλείους, οἱ δὲ λοιποὶ διεσώθησαν πρὸς τὸ Χλέατ πεζοὶ καὶ γυμνοί. ὁ δὲ Ἐρβέβιος ὑποστρέψας ἀπὸ τοῦ διωγμοῦ μετὰ τῶν Φράγγων κατασκηνῶσαι ἐν τῇ παρεμβολῇ συνεβούλευεν. ἐνέκειντο δὲ οἱ Φράγγοι ἀναγκάζοντες εἰσελθεῖν ἐν τῇ πόλει τοῦ Χλέατ, κοινοπραγίαν ἔχοντες καὶ ὅρκους μετὰ τοῦ ἀμηρεύοντος ἐν αὐτῇ, εὐπαθείας τε τινος καὶ λουτροῦ μετασχεῖν καὶ τὸν ἐκ τοῦ πολέμου ἀποπλύνασθαι λύθρον. ὁ δὲ πολὺς ἦν ἐγκείμενος καὶ καθικετεύων τὸν τοιοῦτον ἀποτινάξασθαι λογισμὸν καὶ μὴ πάνυ τι πιστεύειν ὅρκῳ ἀλλοπίστων καὶ ἀλλοφύλων ἀνθρώπων, καὶ εὐσεβεῖν ἀναπεπεισμένων, εἰ θανάτου πολλοῖς αἴτιοι Χριστιανοῖς γένοιντο. ὡς δὲ λέγων οὐδένα τὸν προσέχοντα εἶχεν, ἀλλὰ πάντες μιᾶς γενόμενοι γνώμης ἀπαραίτητον τὴν εἴσοδον ἐλογίζοντο, ἄρας καὶ αὐτὸς εἴσεισι σὺν αὐτοῖς, πολλὰ πρότερον θεοκλυτήσας καὶ διαμαρτυράμενος καὶ παραγγείλας διὰ παντὸς προσέχειν καὶ ἐν χεροῖν κατέχειν τὰ ὅπλα. εἰσελθόντες οὖν οἱ Φράγγοι, καὶ τῶν τοῦ στρατηγοῦ παραγγελμάτων καταφρονήσαντες, ἐν λουτροῖς καὶ πότοις καὶ εὐωχίαις ἦσαν. ὁ δὲ ἀμηρᾶς Ἀπονάσαρ ἅμα τῷ Σαμοὺχ καὶ τοῖς ἐν τῇ πόλει Σαρακηνοῖς βουλευσάμενος, καὶ παραγγείλας τοῖς ξενοδόχοις, ὅτε τὸ σύνθημα δοθῇ, κατέχειν τοὺς ἐπιξενωθέντας καὶ δεσμεῖν, ἢ τούτου φαινομένου ἀδυνάτου ἀποσφάττειν, τέως μὲν ἠτρέμει, ἐπεὶ δὲ ἅλις εἶχε τοῖς Φράγγοις ἡ ἡδυπάθεια καὶ πρὸς ὕπνους ἐτράπησαν, δοὺς τὸ σύνθημα ἐπιτίθεται. καὶ οἱ μὲν τῶν Φράγγων εὐθὺς ἀποσφάττονται, οἱ δὲ κατεσχέθησαν, τινὲς δὲ καὶ ἀπὸ τοῦ τείχους ῥιπτοῦντες ἑαυτοὺς ἔξω διασωθῆναι ἴσχυσαν. ἑάλω δὲ καὶ ὁ Ἐρβέβιος καὶ πεδηθεὶς ἐφυλάττετο. ὁ δὲ ἀμηρᾶς διαπραξάμενος ταῦτα διακηρυκεύεται πρὸς τὸν βασιλέα, ὡς τάχα εὔνους ὢν αὐτῷ καὶ τοὺς ἐπιβουλεύοντας τοῖς αὐτοῦ πράγμασι [Mich6.4.54] διαφθείρας καὶ τὸν τούτων ἀρχηγὸν κατασχών. καὶ τὰ μὲν περὶ τὸν Φραγγόπωλον συνηνέχθη ὧδε. [Mich6.5] Οἱ δὲ τῆς ἕω στρατηγοὶ ἀποπεμφθέντες, ὡς ἔμπροσθεν εἴρηται, παρὰ τοῦ βασιλέως δευτέραν ἔγνωσαν πεῖραν προσαγαγεῖν, καὶ δὴ τῷ πρωτοσυγκέλλῳ Λέοντι τῷ Στραβοσπονδύλῳ προσελθόντες τὰ κοινὰ διοικοῦντι τῷ τότε μεσίτην ἐς βασιλέα τοῦτον προὐβάλλοντο, καὶ μὴ παρὰ τοὺς ἄλλους περιοφθῆναι ἱκέτευον, μηδ' ἀτίμως ἀπορριφῆναι, καὶ ἄλλα προβαλλόμενοι δίκαια, τελευταῖον δ' ἐπαγαγόντες μὴ ἄξιον εἶναι τοὺς μὲν πολίτας τῶν βασιλικῶν μὴ ἀμοιρῆσαι τιμῶν, μήτε παρ' ἔπαλξιν στάντας, μήτε πρὸς πολεμίους διαγωνισαμένους ποτέ, αὐτοὺς δὲ τοὺς ἐκ παίδων προπολεμοῦντας καὶ ἀγρυπνοῦντας, ἵν' ἀδεῶς οὗτοι καθεύδοιεν, παροραθῆναι καὶ τῆς βασιλικῆς φιλοτιμίας διεκπεσεῖν. ἀλλ' οὗτος στρυφνὸς ὢν καὶ δυσπρόσιτος, οὐ μόνον οὐκ ἐδέξατο ἠπίως τὴν προσαγομένην ἱκεσίαν, ἀλλὰ καὶ μεθ' ὕβρεων ἀπεπέμψατο τοὺς ἱκέτας, ἐκφλαυρίσας οὐκ ὀλίγα καὶ ἐς ἕκαστον τῶν ἀνδρῶν. οἱ δὲ καὶ δεύτερον ἤδη πεπαρῳνημένοι, πᾶσαν ἐλπίδα ἀποσεισάμενοι ἐσφάδᾳζον καὶ διεπρίοντο τῷ θυμῷ. καὶ κατ' ἀρχὰς μέν, ὥς πῃ ἕκαστος ἔτυχεν, ἐν ταῖς ὁμιλίαις ὑποτονθορύζοντες ἐλοιδοροῦντο τῷ βασιλεῖ, καὶ μὴ πράως ἐνεγκεῖν παρεκάλουν ἕκαστον ἑκάστην παροινίαν, ἀλλὰ διαναστῆναι παρώρμων πρὸς δικαίαν ἐκδίκησιν. ἔπειτα καὶ ὑφ' ἓν ἐν τῇ μεγάλῃ γενόμενοι ἐκκλησίᾳ, καὶ ὅρκους δόντες καὶ λαβόντες μὴ σιωπῆσαι, μηδ' ἀνασχέσθαι, ἀλλὰ τοὺς ἐνυβρίσαντας τιμωρήσασθαι, δεσμοῖς, ὅ φασιν, ἀδαμαντίνοις ἠσφαλίσαντο τὴν ἐπιβουλήν. τῷ δὲ Κεκαυμένῳ ἐδόκει καὶ τὸν Βρυέννιον προσλαβέσθαι συνωμότην, λαοῦ τε πολλοῦ ἄρχειν τεταγμένον τῶν Μακεδονικῶν ταγμάτων καὶ μέγα μέρος ἔσεσθαι μέλλοντα τοῦ σπουδάσματος. ὡς δὲ καὶ οὗτος πείρας αὐτῷ προσενεχθείσης ταχέως ὑπήκουσε, λοιπόν τινα διεσκοποῦντο εἰς ἔργον προχωροῦντος αὐτοῖς τοῦ βουλεύματος ἀνειπεῖν βασιλέα. καὶ πᾶσιν ἁπλῶς ἐφαίνετο τοῖς συνωμόταις, ὡς καὶ γήρᾳ καὶ ἀνδρείᾳ καὶ ἐμπειρίᾳ τῶν ἄλλων προὔχων ὁ Κεκαυμένος ἄξιος εἰς τοῦτο. ὁ δὲ ἀφ' ἑαυτοῦ τὸ βάρος ἀποσείσασθαι σπεύδων συντόνῳ λόγῳ διέλυσε τὰς πολυλογίας· ἀναστὰς γὰρ εὐθέως βασιλέα Ῥωμαίων ἀνεῖπε τὸν μάγιστρον Ἰσαάκιον τὸν Κομνηνόν, τοῦτο δὲ αὐτὸ ποιῆσαι καὶ τοὺς λοιποὺς παρεσκεύασεν. οὕτω δὲ καταδεσμήσαντες ἀλλήλους, καὶ τὴν βουλήν, ὡς ἐνῆν, ἀσφαλισάμενοι, καὶ τῷ βασιλεῖ προσειπόντες τὰ ἐξιτήρια, ἕκαστος οἴκαδε τῷ δοκεῖν ἀπεφοίτησεν. [Mich6.6] Ἄρτι δὲ καὶ ὁ Βρυέννιος τῶν πραγμάτων αὐτῷ καθισταμένων, ὥς πῃ ἐδόκει τῷ βασιλεῖ, διαπερᾷ πρὸς τὴν ἕω, ἔχων μεθ' ἑαυτοῦ καὶ τὸν πατρίκιον Ἰωάννην τὸν Ὀψαρᾶν, ἀπεσταλμένον ἐκ βασιλέως μετὰ χρυσίου ἐφ' ᾧ τοῖς στρατιώταις διανεμηθῆναι τὸ σιτηρέσιον. γενόμενος δὲ κατά τινα τόπον ἡπλωμένον καὶ ὕπτιον ἐν τῷ θέματι τῶν Ἀνατολικῶν τοῖς Καππαδόκαις διένειμε τὴν φιλοφροσύνην. ἐπαύξων δὲ τὰς δόσεις καὶ πλείω τῶν τεταγμένων παρέχειν κελεύων, ἀντιπίπτοντα εἶχε τὸν Ὀψαρᾶν καὶ μὴ ὑπακούοντα· ἔφασκε γὰρ οὗτος μὴ τολμᾶν προσθήκας διδόναι τοῖς στρατιώταις, μηδὲν τοῦ βασιλέως περὶ τούτου προστάξαντος. τοῦ δὲ Βρυεννίου ἀτρέμας ἔχειν εἰπόντος καὶ ποιεῖν σιωπῇ τὸ κεκελευσμένον παρεγγυήσαντος, ἀντιτείνοντος δὲ τοῦ Ὀψαρᾶ καὶ θρασυνομένου, ἀναφθεὶς ἐκεῖνος τῷ θυμῷ τοῦ θρόνου τε ἀνίσταται καὶ κονδύλους τούτῳ προστρίβει. τελευταῖον δὲ καὶ τῶν τριχῶν καὶ τῆς γενειάδος ἁψάμενος καταβάλλει τοῦτον εἰς γῆν καὶ δεσμὰ περιθεὶς ἐν τῇ ἰδίᾳ ἐφρούρει σκηνῇ, αὐτὸς δὲ τὸ βασιλικὸν χρυσίον ἀνειληφὼς ἐποιεῖτο τὴν διανομήν, ὡς ἐβούλετο, μεθ' ὑπεροχῶν. ἔτυχε δὲ τότε παραστρατοπεδεύων ἐγγὺς ὁ πατρίκιος Λυκάνθης καὶ τῶν Πισιδῶν καὶ Λυκαόνων ἡγούμενος. οὗτος τὰ εἰς τὸν Ὀψαρᾶν συμβεβηκότα ἀκουτισθείς, καὶ τυραννίδος ἐπίθεσιν, ὥσπερ ἦν εἰκός, τὴν πρᾶξιν ὑπολαβών (ἦν γὰρ καὶ τῶν τοῖς ἑῴοις ἄρχουσι βεβουλευμένων ἀμύητος), καθοπλίσας τὰ δύο τῶν Ἀνατολικῶν τάγματα ἐπιτίθεται τῇ σκηνῇ τοῦ Βρυεννίου, αὐτοκράτορα τὸν Μιχαὴλ εὐφημῶν. καὶ τοῦτον μὲν δεσμεῖ κατασχών, ἀπολύει δὲ καὶ τὸν Ὀψαρᾶν τῶν δεσμῶν, καὶ τὸν Βρυέννιον αὐτῷ παραδοὺς οὕτως, ὡς εἶχε κλοιῶν, χρῆσθαι τούτῳ κελεύει, ὡς βούλεται. ὁ δὲ ἀνεθεὶς τῆς πέδης καὶ πράττειν, ὃ θέλει, κύριος γεγονὼς τοῦ μὲν Βρυεννίου εὐθὺς ἐξορύττει τοὺς ὀφθαλμοὺς καὶ ἐς βασιλέα τοῦτον δεσμώτην ἐκπέμπει, μηνύσας καὶ τὴν τολμηθεῖσαν ἀποστασίαν· ὁ δὲ προσέμενε τῷ τόπῳ, ὡς τάχα τὴν εἰς τὸν λοιπὸν λαὸν ἐνεργήσων διανομήν. καὶ ὁ μὲν Βρυέννιος τοιαύτας ἀπέδωκε δίκας τῆς ἑαυτοῦ προπετείας καὶ αὐθαδείας, ἵνα μὴ λέγωμεν ἀνοίας. οἱ δὲ κατὰ τὸ θέμα τῶν Ἀνατολικῶν τὰς οἰκήσεις ἔχοντες ἄρχοντες, ὁ πρόεδρος Ῥωμανὸς ὁ Σκληρός (ἦν γὰρ οὐδ' αὐτὸς ἔξω τῶν ὀμωμοσμένων), ὁ Βούρτζης, ὁ Βοτανειάτης, οἱ Βασιλείου τοῦ Ἀργυροῦ παῖδες καὶ ὁ λοιπὸς ὅμιλος, τέως μὲν ἦσαν ἠρεμοῦντες καὶ ἀρχὴν ἀποστασίας ἀλλαχόθεν προσμένοντες, ἐπεὶ δὲ ἐπύθοντο τὰ κατὰ τὸν Βρυέννιον, καὶ οἵαις ἑαυτὸν οὗτος φρενοβλαβῶς καθυπέβαλε τύχαις, ἐντρεχῶς λογισάμενοι, ὡς ἐταζόμενος οὗτος ἀποφήνειε τὴν συνωμοσίαν καὶ οὐκ εἰς καλὸν τοῖς συνωμόταις τὸ τέλος ἐπενεχθήσεται, ἄραντες ἅπαντες ἀπέρχονται ἐν Παφλαγονίᾳ κατὰ τὴν Καστάμωνα· οἶκος δὲ ἡ Καστάμων τοῦ μαγίστρου Ἰσαακίου τοῦ Κομνηνοῦ. καταλαβόντες δὲ καὶ αὐτὸν ἠρεμοῦντα ἔτι ἀνιστῶσι καὶ ἄκοντα, καὶ ἔρχονται μετ' αὐτοῦ κατά τινα τόπον ὁμαλὸν καὶ πλάτος ἱκανὸν ἔχοντα· Γουνάρια ὁ τόπος κατονομάζεται. κἀκεῖσε τοὺς πλησιοχώρους ἀθροίσαντες στρατιώτας καὶ τοὺς ὅσοι πυθόμενοι τὴν κίνησιν ἐθελονταὶ παρεγένοντο, μετὰ πάντων αὐτῶν ἀναγορεύουσι τοῦτον αὐτοκράτορα βασιλέα Ῥωμαίων, ὀγδόην ἄγοντος τότε τοῦ Ἰουνίου μηνός, τῆς δεκάτης ἰνδικτιῶνος. [Mich6.7] Ἀναγορευθεὶς δὲ βασιλεὺς στρατοπεδείαν ὀχυρὰν πηξάμενος προσέμενε τῷ τόπῳ, ἐκδεχόμενος ἀθροισθῆναι καὶ τοὺς λοιπούς, ὁπόσοι μετεσχήκασι τῆς συνωμοσίας. πλέον δ' αὐτὸν καρτερεῖν ἀνέπειθε καὶ μὴ προεξάλλεσθαι ἡ τοῦ Κεκαυμένου βραδυτής· διασκοπουμένῳ γὰρ αὐτῷ καὶ τὸ αἴτιον ζητοῦντι τῆς βραδυτῆτος ἄγγελός τις ἐκ τῆς ἑῴας ἐλθὼν ἀπήγγειλεν, ὡς μεταμεληθεὶς ἐκεῖνος τῶν τε δοθέντων ὅρκων ἠλόγησε καὶ τὰ βασιλέως φρονεῖ καὶ λαὸν ἀθροίζει, ἐφ' ᾧ τοῖς ἀνταίρουσιν ἐπιθήσεσθαι· αὕτη δὲ ἡ ἀγγελία οὐκ εἰς μικρὰν ἀγωνίαν καὶ ταραχὴν ἐνέβαλε τοὺς περὶ τὸν Κομνηνόν, εἰ μέλλοιεν ἕξειν τοιοῦτον ἐχθρὸν κατὰ νώτων. διὸ καὶ ἐκαρτέρουν ἐν τῷ χάρακι μαθεῖν τὴν ἀλήθειαν ὀρεγόμενοι. ἀλλ' οἱ μὲν ἦσαν ἐν τούτοις, ὁ δὲ Κεκαυμένος ἔμεινε τὴν οἰκείαν γνώμην φυλάττων τοῖς συνωμόταις, ἐπεῖχε δὲ ἑαυτὸν καὶ ἐβράδυνε διὰ τοιαύτην αἰτίαν. ὅτε τῆς βασιλίδος ἐξελθὼν ἀπενόστει ἐπ' οἴκου, γενόμενος ἐν Νικομηδείᾳ καὶ ταχυδρόμῳ συναντήσας βασιλικῷ μηνύει δι' αὐτοῦ τῷ λογοθέτῃ τοῦ δρόμου Νικήτᾳ τῷ Ξυλινίτῃ δι' ἀφελῶν καὶ στρατιωτικῶν ῥημάτων, ὡς· ‘οἶδα, ὦ ἀδελφέ, ὁ σὸς κύριος καὶ βασιλεὺς παρ' οὐδὲν λογισάμενος τὸν Κομνηνὸν καὶ ἐμέ, καὶ τὰς δεήσεις ἡμῶν ἀποπεμψάμενος ἀτίμως ἐπ' οἴκου ἀπέπεμψεν. ἀλλ' ἴσθι, ὅτι ἡμεῖς ἄπιμεν. ὁ δὲ ἅμα σοί, εἰ ἀπαρέσκεσθε τῇ ἡμετέρᾳ ὑποχωρήσει, ὑποστρέψαι καὶ ἄκοντας εἰς τοὐπίσω παρασκευάσατε, ἀποστείλαντες δύναμιν.’ καὶ ταῦτα μὲν εἰπὼν τῷ ταχυδρόμῳ τῆς πορείας συντονώτερον εἴχετο· ἐπεὶ δὲ οἴκαδε γένοιτο καὶ ὁ Κομνηνὸς [Mich6.7.22] ἠρέμει, ὡς τάχα μηδὲν μετέχων τοῦ ἔργου, εἰς ὀρρωδίαν ἐνέπιπτε, καὶ δείματα αὐτὸν ἐτάραττε δεδιότα, μή πως ὁ Κομνημνὸς καὶ οἱ τῆς συνωμοσίας μέτοχοι ἑτέρου γενόμενοι σκοποῦ σιγῇ βουληθῶσι καλύψαι τὴν ἐπιβουλήν, καὶ μόνος αὐτὸς εὐθύνας κομίσηται τῆς ἀποστασίας, ὡς ἤδη καταφανῆ ἑαυτὸν θεὶς διὰ τοῦ μηνύματος. καὶ ἐσκέπτετο καὶ ἐμελέτα, πῶς καὶ τίνα τρόπον ἑαυτῷ περιποιήσεται τὴν ἀσφάλειαν· οὔτε γὰρ δύναμιν προευτρεπισμένην εἶχε, καὶ ἡ προσοῦσα οὐχ ἱκανὴ ἐδόκει ἀντιπαρατάττεσθαι βασιλεῖ Ῥωμαίων, τὸ πλέον δ', ὅτι μηδὲ κοινολογησάμενος τοῖς ἐπιχωρίοις στρατεύμασιν ἦν, μηδὲ πληροφορίαν ἐσχηκώς, εἰ προσδεχθήσεται. καὶ διὰ τοῦτο ἤργει, καὶ ἀναδύεσθαι ἐδόκει τοῖς μὴ καλῶς ἐστοχασμένοις τῶν κατ' αὐτόν. ἔτυχον γὰρ τῷ τότε καιρῷ δύο τάγματα Φραγγικὰ καὶ Ῥωσικὸν ἓν ἐπιχωριάζοντα τῷ τόπῳ πρὸς παραχειμασίαν· περὶ ὧν πλέον ἐφρόντιζεν, ἵνα μὴ συναισθήσεως γενομένης συλληφθεὶς ὑπ' αὐτῶν ἐκπεμφθείη τῷ βασιλεῖ. ταῦτα πάντα δεδοικὼς ἐπεῖχεν ἑαυτόν, μέχρις ἂν ἀσφάλειαν περιποιήσηται ἑαυτῷ. ἤδη δὲ μέλλων ἐπιχειρεῖν τῷ ἔργῳ, καὶ τοῖς ἑαυτοῦ θεράπουσι καὶ συγγενέσι πρότερον τὴν ἐπιβουλὴν ἀνακαλύψας, καὶ ἤδη χεῖρα περὶ αὐτὸν συστησάμενος ἀνδρῶν χιλίων, λοιπὸν καὶ τῶν οὐ πάνυ βεβαίων ἀποπειρᾶσθαι ἤρχετο, καθ' ἕνα μὲν πρότερον τῶν ἐπισημοτέρων τοῦ τόπου ἁπτόμενος, εἶτα καὶ κατὰ μικρὸν τῶν γενναιοτέρων καὶ στρατιωτικωτέρων ἀποπειρώμενος. ἐπεὶ δὲ ἠδυνήθη τέως τοὺς ἐπισημοτέρους πρὸς ἑαυτὸν ἐπισπάσασθαι, λοιπὸν ἤρξατο καὶ τοῖς πλήθεσι παρέχειν πεῖραν· γράμματα γὰρ πλασάμενος βασιλικά, ὡς εἴη προστεταγμένον αὐτῷ ἀνειληφότι τὰ τῶν συμμάχων τρία τάγματα καὶ τὰ δύο τῶν τε Κολωνειατῶν καὶ τῶν Χαλδαίων ἀνελθεῖν κατὰ τοῦ Σαμούχ, καὶ τὰ πέντε ταῦτα κατὰ τὴν πεδιάδα τῆς Νικοπόλεως ἀθροισθῆναι κελεύσας, οὕτω τὴν πεῖραν προσῆγεν. ἐφ' ἑκάστῃ γὰρ ἡμέρᾳ ἀδνούμιον πλαττόμενος, πρωΐθεν ἐξιππαζόμενος καὶ πόρρω τῶν ἄλλων ἀφιστῶν, πρῶτον μὲν ἐκάλει τὸν ἡγεμόνα καὶ τὴν βουλὴν ἀνεκάλυπτεν, ὡς ἀνάγκη τοῖν δυοῖν θάτερον πρᾶξαι, ἢ συνθέσθαι τοῖς παρ' αὐτοῦ λεγομένοις, ἢ τῆς κεφαλῆς ἀφαίρεσιν ὑποστήσεσθαι, εἶτα τάξιν μίαν ἐκάλει καὶ πάλιν ἄλλην, καὶ τὸν ἶσον τρόπον ποιῶν πάντας καὶ ἄκοντας ὥρκισε. καὶ πρῶτον μὲν ὑπηγάγετο τὰ δύο Ῥωμαϊκὰ τάγματα, μετ' ἐκεῖνα δὲ καὶ τοὺς οἰκείους, καὶ τοῖς ἐξ ἐθνῶν προῆγε τὰς προσβολάς. ῥᾳδίως δὲ τούτους καταπληξάμενος καὶ ὅρκοις ἐμπεδωσάμενος καὶ ἤδη ἐν τῷ ἀφόβῳ γενόμενος, τοὺς Σεβαστηνοὺς καὶ τοὺς Μελιτηνοὺς καὶ τοὺς ἐκ τῆς Τεφρικῆς καὶ τῶν λοιπῶν Ἀρμενίων ἄρχοντας καὶ στρατιώτας συναθροίσας ἥψατο τῆς πορείας, προάγγελον στείλας πρὸς τὸν Κομνηνόν, ὡς εἴη τε τὰ κατ' αὐτὸν εὖ διαθείς, καὶ ὡς ἤδη κάτεισι μετὰ βαρείας δυνάμεως. αὗται δὲ αἱ ἀγγελίαι θυμηδίας τε καὶ λήματος ἐμπιπλῶσι τὸν Κομνηνόν, καὶ ἕως ἐκείνου ἀτολμότατος καὶ κατεπτηχὼς ὑπάρχων τολμηρότερος ἐξ ἐκείνου καὶ θαρραλεώτερος γίνεται. ὅμως προσέμενε τὴν ἐκείνου παρουσίαν. ὁ δὲ ἐν τῷ κατιέναι καὶ τὸ τάγμα τῶν Ἀρμενιακῶν καὶ ἄκων ὑπαγαγόμενος καὶ τοὺς τοῦ θέματος κορυφαίους, οὓς μὲν ἑκόντας, οὓς δὲ καὶ ἄκοντας, καὶ τὴν πορείαν ἐπιτείνας, ἐλθὼν ἑνοῦται τῷ Κομνηνῷ. τότε οὖν ἐκεῖνος ἐν τῷ ἀσφαλεῖ τὰ κατ' αὐτὸν εἶναι νομίσας, τὴν μὲν γυναῖκα Αἰκατερίναν τὴν θυγατέρα τοῦ Βλαδισθλάβου τοῦ Βουλγαρίας βασιλέως καὶ ὃν εἶχε πλοῦτον Ἰωάννῃ τῷ αὐταδέλφῳ παραδοὺς ἐκπέμπει πρὸς τὸ φρούριον τὴν Πημόλισσαν (πέτρα δὲ ἡ Πημόλισσα παρὰ τὸ χεῖλος κειμένη τοῦ Ἅλυος ποταμοῦ), αὐτὸς δὲ ἄρας μετὰ παντὸς τοῦ στρατοῦ, καὶ τὸν Σαγάριον περαιωθεὶς ποταμόν, ἀπήρχετο σχολῇ καὶ βάδην πρὸς Νίκαιαν, ὑμνούμενός τε καὶ εὐφημούμενος· ἐγνώκει γὰρ ταύτην παραστησάμενος ὁρμητήριον ἔχειν πρὸς τὰ τῆς τύχης ἀβούλητα καὶ οὕτως ἐπὶ τὰ πρόσω χωρεῖν. ἐδίδου δὲ καὶ καιρὸν ἀναχωρήσεως τοῖς στρατεύμασι καὶ τοῖς στρατηγοῖς τοῖς ὅσοι πίστιν ἐτήρουν τῷ βασιλεῖ. καὶ γὰρ δὴ καὶ μαθόντες οὗτοι τὴν πρὸς Νίκαιαν ἔλευσιν αὐτοῦ ὑπεχώρουν ἠρέμα καὶ διελύοντο, οἱ μὲν στρατιῶται οἴκαδε ἕκαστος ἀπιών, οἷα περὶ γυναικὸς καὶ παίδων καὶ τῶν ἄλλων δεδιὼς ἀναγκαιοτάτων. οἱ δὲ στρατηγοὶ ἀπῄεσαν πρὸς τὸν βασιλέα, ἄγγελοι τῆς ἀφίξεως τοῦ Κομνηνοῦ τούτῳ γινόμενοι. ἦσαν δὲ Λυκάνθης τε ὁ τῶν Ἀνατολικῶν κατάρχων ταγμάτων, Θεοφύλακτος ὁ Μανιάκης καὶ Πνυέμιος ὁ Ἴβηρ τῆς φάλαγγος τῶν Χαρσιανιτῶν ἡγεμονεύων, καὶ ἄλλοι πολλοὶ οὐ λίαν ἔχοντες τὸ ἐπίσημον. [Mich6.8] Ἤδη δὲ καὶ ὁ βασιλεὺς γνωσθείσης αὐτῷ τῆς ἀποστασίας, καὶ ὅτι περ ἡ πᾶσα ἑῴα Ῥωμαϊκὴ χείρ, πλὴν ὀλίγων, κεκίνηται κατ' αὐτοῦ, πρέσβεις μὲν περὶ εἰρήνης οὐκ ἐδοκίμαζε πέμπειν, ἀρχήν τε τῆς ἀποστασίας ἔτι ἐχούσης καὶ φλεγμονὴν τῶν πραγμάτων, ηὐτρεπίζετο δὲ καὶ αὐτός, καὶ πρὸς ἀντιπαράταξιν τὸν ἐνόντα τρόπον ὡπλίζετο. μεταστειλάμενος γὰρ τὰς δυτικὰς ἁπάσας δυνάμεις, καὶ ἄρχειν τούτων ἀπὸ τῶν Μακεδόνων τάξας τοὺς ἐκ γένους λαμπροῦ καὶ ἐκ προηγησαμένων ἀριστευμάτων εὐδοκίμους φανέντας, ἀξιώμασί τε καὶ δώροις καὶ διανομαῖς χρημάτων ἀφθόνως φιλοφρονησάμενος καὶ τοὺς ἡγεμόνας καὶ τοὺς στρατιώτας, τὰ παραπλήσια δὲ ποιήσας καὶ πρὸς τὰ μὴ συναπαχθέντα ἑῷα τάγματα τῷ Κομνηνῷ, ἤτοι τοὺς Ἀνατολικοὺς καὶ τοὺς ἐκ τοῦ Χαρσιανοῦ, καὶ στρατηγὸν αὐτοκράτορα καὶ ἄρχοντα αὐτῶν προβαλλόμενος τὸν δομέστικον τῆς ἀνατολῆς Θεόδωρον, τὸν τῆς βασιλίσσης Θεοδώρας εὐνοῦχον, παραδοὺς αὐτῷ καὶ συνάρχοντα καὶ σύμβουλον, ὡς ἂν ἐν πολλοῖς ἀγωνίσμασι κατηθλημένον ἄνδρα καὶ ἀδελφὸν ὑπάρχοντα τῆς γυναικὸς τοῦ Κομνηνοῦ, τὸν μάγιστρον Ἀαρὼν καὶ δοῦκα, ἐκπέμπει πρὸς ἀντιπαράταξιν τῷ Κομνηνῷ. ἀναλαβόντες οὖν οὗτοι οἱ δύο τὰς εἰρημένας δυνάμεις, καὶ διὰ τῆς ἀντιπόρθμου τῇ πόλει Χρυσοπόλεως περαιωθέντες, ἀπῆλθον ἐν Νικομηδείᾳ. ἐκεῖσέ τε γενόμενοι πέμψαντες καθαιροῦσι τὴν τοῦ Σαγαρίου ποταμοῦ γέφυραν, ὅπως μὴ εὔκολος εἴη τῷ Κομνηνῷ ἡ εἰς αὐτοὺς ἔφοδος, ἀλλὰ διὰ περιόδου γινομένη μὴ λανθάνῃ. ἐκεῖθέν τε ἀπαναστάντες ἀνῆλθον εἰς τὸ ὄρος τὸν Σόφωνα, κἀκεῖσε στρατοπεδείαν πηξάμενοι ὀχυρὰν τὰ ἐς τὸν πόλεμον ἐξηρτύοντο. [Mich6.9] Καὶ ὁ Κομνηνὸς δὲ ἁπανταχοῦ σκοποὺς ἐκπέμπων καὶ κατοπτῆρας, ὥστε μηδὲν τῶν γινομένων ἀγνοηθῆναι αὐτῷ, ἐπείπερ ἔμαθε τὰς ἀκρωρείας τοῦ Σόφωνος ἤδη κατασχεῖν τοὺς περὶ τὸν δομέστικον, καὶ αὐτὸς ταχυπορήσας καταλαμβάνει τὴν Νίκαιαν. καὶ ταύτης ἐξ ἐφόδου κύριος γεγονώς, καὶ ὅσαπερ εἶχε χρήματα ἐν αὐτῇ ἀποθεὶς καὶ τὰ περιττὰ τῆς ἀποσκευῆς καὶ ἀσφαλισάμενος, πήγνυται παρεμβολὴν κατὰ τὸ ἀρκτῷον μέρος τῆς πόλεως Νικαίας, ὅσον ἀπὸ σταδίων δώδεκα, κἀκεῖσε αὐλίζεται. ἐξερχόμενοι οὖν ἀφ' ἑκατέρων τῶν στρατοπεδειῶν ἐπὶ χορτολογίαν οἵ τε τοῦ Κομνηνοῦ στρατιῶται καὶ οἱ τοῦ ἀντιθέτου μέρους καὶ ἀλλήλοις ἐπιμιγνύμενοι, οἷα ὁμόφυλοι καὶ συγγενεῖς καὶ φίλοι, προετρέποντο ἀλλήλους, οἱ μὲν τὰ βασιλέως φρονοῦντες τὸν Κομνηνὸν καταλιπεῖν παρακαλοῦντες, τύραννον ἄνδρα καὶ ἀποστάτην, καὶ τῷ βασιλεῖ προσχωρῆσαι, καὶ μὴ δι' ἐπιθυμίαν καὶ ὄρεξιν ἑνὸς ἀνδρὸς ἐς τοῦτο κινδύνου ἐλθεῖν, ὥστε μετὰ μικρὸν μὴ μόνον ἔκπτωσιν στρατείας καὶ περιουσίας ὑποστῆναι, ἀλλὰ καὶ αὐτὸ τὸ γλυκύτατον ἀποβαλεῖν κινδυνεῦσαι τῶν ὀμμάτων φέγγος, ἐκείνων δὲ πάλιν καταλιπεῖν παραινούντων τὸν [Mich6.9.17] βασιλέα, ὄνομα μόνον ἔχοντα βασιλέως, τἆλλα δὲ ἄνδρα σαπρὸν καὶ κρονόληρον καὶ ἀχρεῖον, ὑπὸ εὐνούχων ἀρχόμενον, καὶ προσρυῆναι τῷ Κομνηνῷ, ἀνδρὶ κατὰ χεῖρα γενναίῳ καὶ λαμπρῷ καὶ διαφανεῖ τοῖς προηγησαμένοις στρατηγήμασιν, ὑφ' ὧν πᾶσα ἡ τῶν Ῥωμαίων ἰσχὺς ὥσπερ ἐκ κύκλου γραμμαὶ πρὸς αὐτὸν ὡς εἴς τι σημεῖον νενεύκασιν ἐν ἴσῳ καὶ ἀπαραλλάκτῳ βουλήματι. ἀλλὰ ταῦτα λέγοντες οὐκ ἔπειθον ἀλλήλους. τοῦτο δὲ ἐγίνετο ἐξεπίτηδες, τῶν ἀρχηγῶν ἑκατέρων τῶν στρατευμάτων πεμπόντων τινὰς τῶν ἐπιτηδείων εἰς τὸ προσδιαλέγεσθαι τοῖς τοῦ ἀντιπάλου στρατεύματος στρατιώταις καὶ καθόσον οἷόν τε τοὺς πειθομένους ἐφέλκεσθαι. ὡς δ' ἐπὶ χρόνον τινὰ τὴν διάπειραν ἐποιοῦντο καὶ οὐδεὶς προσεῖχε τοῖς λεγομένοις τὸν νοῦν, μετὰ πλείστης δὲ φειδοῦς καὶ ὁ Κομνηνὸς τὰς ξυλείας καὶ τὰς χορτολογίας ποιεῖσθαι παρηγγύα, καὶ μὴ πόρρω τῆς στρατοπεδείας ἀφίστασθαι, τότε δὴ οἱ περὶ τὸν δομέστικον, καὶ μᾶλλον οἱ Μακεδόνες, ὑπόπτωσιν καὶ δειλίαν εἶναι τὴν ὑποστολὴν οἰηθέντες, πολεμητέον εἶναι ἐδόκουν. οἷς καὶ ἄκοντες πεισθέντες στρατοπεδεύονται κατὰ τὸν λεγόμενον Πετρόην, οὐ πάνυ πόρρω κείμενον τῆς ἐναντίας παρεμβολῆς, ἀλλ' ὅσον ἀπὸ σταδίων πεντεκαίδεκα. οὕτω δὲ τῶν δυνάμεων ἔγγιστα γενομένων ἀλλήλαις καὶ τοὺς στρατηγοὺς βιαζομένων ἐξάγειν καὶ μὴ κωλύειν, ἀναπείθεται μὲν ὁ Κομνηνὸς καὶ τὰς οἰκείας ἐκβάλλει φάλαγγας καὶ πρὸς παράταξιν ἵστησι, τοῦ μὲν εὐωνύμου κέρατος κατάρχειν προχειρίσας τὸν Κεκαυμένον, τὸ δεξιὸν ἔχοντος Ῥωμανοῦ τοῦ Σκληροῦ, αὐτὸς δ' ἐν μέσοις ἐτάττετο, ἀναπείθεται δὲ καὶ ὁ δομέστικος σὺν τῷ Ἀαρών, καὶ τὸν οἰκεῖον ἐξαγαγὼν λαὸν ἀντιμέτωπον ἵστησι τοῖς ἐναντίοις. τοῦ μὲν οὖν δεξιοῦ κέρως ἄρχων ἦν Βασίλειος ὁ Τραχανιώτης, στρατηλάτης τότε τυγχάνων τῆς δύσεως καὶ πάντων τῶν Μακεδόνων ὢν ἐξοχώτατος, ὡς καὶ γένει καὶ φρονήσει καὶ ἐμπειρίᾳ διαπρεπέστατος· τὸ δ' εὐώνυμον ἐγκεχείριστο ὁ μάγιστρος Ἀαρών, ἔχων ὑποστρατήγους τὸν Λυκάνθην, τὸν Πνυέμιον καὶ Ῥανδοῦλφον πατρίκιον τὸν Φράγγον. τοῦτον δὲ τὸν τρόπον γενομένης τῆς παρατάξεως κατά τινα τόπον Ἅιδην παρὰ τῶν ἐγχωρίων ὀνομαζόμενον, ὡς ἐδόθη τὸ τοῦ πολέμου σύνθημα καὶ προσέρραξαν ἀλλήλαις αἱ δυνάμεις, τρέπεται μὲν Ἀαρὼν τὸ δεξιὸν μέρος καὶ μέχρις αὐτοῦ διώκει τοῦ χάρακος, κατασχὼν ζωγρίαν καὶ Ῥωμανὸν τὸν Σκληρόν. καὶ κἂν ἀπηνέγκατο καθαρὰν τὴν νίκην, εἰ μὴ λίαν ἐγένετο εὐλαβὴς καὶ τοῦ σκυλεῦσαι ἀπέσχετο τὴν παρεμβολήν, ἤδη καὶ τοῦ Κομνηνοῦ κατασεισθέντος καὶ φυγεῖν εἰς Νίκαιαν ἀποβλέποντος. ὁ δὲ Κεκαυμένος τὸ κατ' αὐτὸν τρεψάμενος ἀκριβῶς οὐκ ἐπέσχε τὴν δίωξιν, ἀλλ' ἄχρις αὐτοῦ τοῦ χάρακος φθάσας αὐτόν τε ῥήγνυσι, καὶ εἴσω γενόμενος καὶ τὰς σκηνὰς διαρπάσας καὶ τοῖς ξίφεσι ταύτας κατατεμὼν εἰς γῆν ἔρριψεν. ὅπερ θεαθὲν τοῖς πόρρω (ἔκειτο γὰρ ἡ παρεμβολὴ ἐπὶ τόπου δίαρμα ἔχοντος) θάρσος μὲν ἐνέβαλε τοῖς ἀμφὶ τὸν Κομνηνόν, δειλίαν δὲ τοῖς περὶ τὸν Ἀαρών. σεσυλημένον γὰρ ἰδόντες τὸν χάρακα οἱ μὲν ἀνηλάλαξαν, οἱ δὲ πρὸς φυγὴν ὥρμησαν. πίπτει μὲν ἀπὸ τοῦ μέρους τοῦ βασιλέως λαὸς πολύς, κατ' ἐξαίρετον δὲ Μακεδόνες, οὐ μόνον ἀπὸ τῶν στρατιωτῶν, ἀλλὰ καὶ στρατηγοὶ πολλοί, ὁ Μαυροκατακαλός, ὁ Πνυέμιος, ὁ Κατζαμούντης καὶ ἄλλοι οὐκ ὀλίγοι, ἑάλωσαν δὲ καὶ πολλῷ πλείους τῶν ἀναιρεθέντων. [Mich6.10] Ἐν ταύτῃ τῇ μάχῃ φασίν, ὅτι τῶν περὶ τὸν βασιλέα τραπέντων Ῥανδοῦλφος ὁ Φράγγος ἐς μέσους περιπλανώμενος τούς τε φεύγοντας καὶ τοὺς διώκοντας ἐζήτει συμπλακῆναί τινι τῶν ὀνομαστῶν. ἐπεὶ δὲ μάθοι, ὡς Νικηφόρος δίεισιν ὁ Βοτανειάτης, τοὺς ἄλλους καταλιπὼν ἀπῄει πρὸς ἐκεῖνον, πόρρωθεν κράζων καὶ μένειν παρεγγυώμενος, δηλῶν καὶ τοὔνομα, ὅστις εἴη καὶ ἐφ' ᾧ προσκαλεῖται· ὅπερ γνοὺς ὁ Βοτανειάτης ἵστησι τὸν δρόμον, καὶ ἐγγίσαντι τῷ Ῥανδούλφῳ προσμίγνυται, καὶ παίει μὲν ἐκεῖνος τῷ ξίφει τὴν ἀσπίδα τοῦ Ῥανδούλφου καὶ τέμνει δίχα, παίει δ' ὁ Φράγγος αὐτὸν κατὰ τῆς κόρυθος, διολισθῆσαν δὲ τὸ ξίφος οὐκ ἔβλαψε. διὸ καὶ συνδραμόντες πρὸς τὸν Βοτανειάτην ἕτεροι χειροῦνται ζωγρίαν τὸν ἄνδρα καὶ ἐς τὸν Κομνηνὸν ἀπάγουσιν. ἔπεσον δὲ καὶ τῶν ἐκ τοῦ Κομνηνοῦ στρατηγὸς εἷς, Λέων ὁ Ἀντίοχος, καὶ στρατιῶταί τινες. [Mich6.11] Γενομένης δὲ τῆς ἥττης καὶ τῶν ἐκ τῆς τροπῆς καὶ τοῦ πολέμου διασωθέντων ἐς τὸν βασιλέα ἐλθόντων ἅμα τῷ δομεστίκῳ καὶ τῷ Ἀαρών, αὐτὸς μὲν ἀπεγνώκει τὰ πράγματα καὶ ἤδη προσδόκιμος ἦν τῶν πάντων ἀφέμενος καταφυγὴν καὶ σωτηρίαν ζητεῖν· ἀλλ' οἱ περὶ αὐτὸν οὐ συνεχώρησαν τοῦτο ποιῆσαι, ἀλλὰ μένειν παρεκάλουν καὶ τελευτᾶν εὐγενῶς, εἰ δεήσει, περὶ τῆς βασιλείας. πάλιν μὲν οὖν στρατολογεῖν καὶ πρὸς δευτέρας ἀντιπαρατάξεις χωρεῖν ὀχληρὸν καὶ ἀσύμφορον ἐνομίζετο, ᾤετο δὲ περιέσεσθαι, εἰ τὴν τῶν πολιτῶν εὔνοιαν ἐπισπάσεται· ὅθεν καὶ τούτους περιεῖπε καὶ δώροις συνεῖχε καὶ φιλοτιμήμασιν. ὁ δὲ Κομνηνὸς τὰ ἐναντία θραύσας στρατεύματα καὶ διασκεδάσας, ἀπαναστὰς ἐκ Νικαίας τριταῖος εἰς Νικομήδειαν ἔρχεται. ἐκεῖσε δ' αὐτῷ γενομένῳ φθάνουσι καὶ πρεσβευταὶ βασιλέως, ὁ πρόεδρος Κωνσταντῖνος ὁ Λειχούδης, ὁ πρόεδρος Θεόδωρος ὁ Ἀλωπός, Κωνσταντῖνος ὁ Ψελλὸς ὁ τῶν φιλοσόφων ὕπατος. οὗτοι γὰρ οἱ τρεῖς ἄνδρες ἐπὶ σοφίᾳ καὶ λόγου δυνάμει τῶν κατὰ τὴν ἡμέραν ἐκείνην ἀνθρώπων διαφέρειν δοκοῦντες, καὶ ἀσυγκρίτως ὁ Ψελλός, ἐξελέγησαν εἰς τὸ πρεσβεῦσαι. καὶ προσεδόκησεν ὁ βασιλεὺς μεγάλα καταπράξασθαι διὰ τῆς ἐκείνων εὐστομίας καὶ χάριτος. ὑπισχνεῖτο δὲ ἡ πρεσβεία καταθέμενον τὰ ὅπλα τὸν Κομνηνὸν αὐτὸν μὲν υἱοθετηθῆναι παρὰ τοῦ βασιλέως καὶ καίσαρα ἀναρρηθῆναι, πᾶσι δὲ τοῖς συναπαχθεῖσιν αὐτῷ ἀμνηστίαν κακῶν καὶ ἄφεσιν τῶν πεπλημμελημένων. ὡς δὲ λέγουσιν, οὐδεὶς προσέσχεν αὐτοῖς· ἐπανελθόντες ἐς βασιλέα καὶ ἑτέραν πρεσβείαν εἰληφότες ἐπανέρχονται, καὶ καταλαμβάνουσιν ἐρχόμενον τὸν Κομνηνὸν εἰς τὸ χωρίον τὰς Ῥέας. ἐδήλου δὲ ἡ πρεσβεία ἀναγορευθῆναι μὲν τὸν Κομνηνὸν βασιλέα υἱοθετηθέντα, πᾶσι δὲ τοῖς συστρατευσαμένοις αὐτῷ βεβαιωθῆναι τὰς παρὰ τοῦ Κομνηνοῦ τιμὰς γράμμασι βασιλικοῖς. ἀγγελθείσης δὲ τῆς ἐκ βασιλέως ὑποσχέσεως αὐτὸς μὲν ὁ Κομνηνὸς καὶ πάντες οἱ σὺν αὐτῷ ἄρχοντες ἐπευφήμησαν, καὶ τὰς ὑποσχέσεις χρυσοβούλλοις γραφαῖς βεβαιωθῆναι ἠξίουν, μόνος δὲ ὁ Κεκαυμένος ἀπηρέσκετο πρὸς πάντα καὶ καταλιπεῖν ἐνέκειτο τὸν γέροντα τὴν βασιλείαν καὶ ὑποχωρῆσαι, μὴ εἶναι ἄξιον λέγων τοῦτον μὲν ἤδη καθαιρεθέντα καὶ ἀποκηρυχθέντα ὅρκοις φρικωδεστάτοις αὖθις συγχωρηθῆναι βασιλεύειν Ῥωμαίων· τοῦτο γὰρ καὶ θεοῦ ὀργὴν ἔλεγε κινήσειν διὰ τὴν ἐπιορκίαν, καὶ οὐδὲ αὐτοῖς ἔσεσθαι συμφέρουσαν τὴν τῶν ὅπλων κατάθεσιν· αὐτός τε γὰρ υἱοθετηθεὶς φαρμάκοις κατεργασθεὶς οἰχήσεται θᾶττον, καὶ ἕκαστος τῶν συμπραξάντων αὐτῷ τὼ ὀφθαλμὼ διορυγήσεται. λέγεται δ', ὅτι καὶ οἱ πρεσβευταὶ παραπρεσβεύσαντες, ἄλλοτε ἄλλος λάθρᾳ τῷ Κεκαυμένῳ προσιόντες, παρεκάλουν ἔχεσθαι τῆς ἐνστάσεως καὶ μηδ' ὅλως ἐνδοῦναι. τοῦτο δὲ αὐτοὺς ποιῆσαι καὶ οἱ καλῶς εἰδότες ἐπληροφόρουν, ἄνδρες οὐχ οἷοί τε ψεύδεσθαι, καὶ εἰς αὐτὸν τὸν Κομνηνὸν πληροφοροῦντες ἐνωμότως, ὡς ἅπαν τὸ ἀστικὸν πλῆθος περικαῶς εἰς αὐτὸν ἔχει, καὶ ὡς, εἰ μόνον ἐγγίσει τῇ πόλει, τὸν γέροντα ἐξωθήσαντες μετ' ἐπινικίων καὶ ὕμνων αὐτὸν προσδέξονται. καὶ ταῦτα μὲν γενέσθαι λέγεται ἐπὶ στρατοπέδου. [Mich6.12] Ὁ δὲ γέρων συνέσφιγγε μὲν τὴν εἰς αὐτὸν τῶν πολιτῶν εὔνοιαν καὶ δωρεαῖς καὶ χρήμασι καὶ ἀξιωμάτων ὑπεροχαῖς καὶ τοῖς τοιούτοις, οἷς θέλγεται καὶ καταδημαγωγεῖται πλῆθος καὶ πρὸς εὔνοιαν δεσμεῖται καὶ πίστιν· μείζονα δὲ καὶ ἀρρηκτότερον τὸν δεσμὸν τῆς εὐνοίας ποιῆσαι βουλόμενος, καὶ γραμματεῖον ἐκθέμενος ὅρκοις φρικτοῖς καὶ ἀραῖς παλαμναιοτάταις κατησφαλισμένον, ὡς οὐδέποτε βασιλέα ἢ δεσπότην τὸν Κομνηνὸν ὀνομάσουσιν, ἢ τὴν βασιλεῖ πρέπουσαν τιμὴν αὐτῷ προσοίσουσιν, ἕκαστον τῶν συγκλητικῶν ἠνάγκαζεν ὑπογράφειν ἐν αὐτῷ καὶ τὰ γεγραμμένα κυροῦν. καὶ πάντες μὲν τῇ ἐξουσίᾳ πειθαρχοῦντες ἔτι πόρρω τοῦ Κομνηνοῦ διάγοντος ὑπέγραψαν. ὡς δὲ ἐκεῖνος ἤγγισεν εἴς τι χωρίον Ἀλμέας λεγόμενον, ἔμελλε δὲ τῇ ἐπαύριον ἐν τοῖς παλατίοις αὐλίζεσθαι τοῦ Δαματρύος, αἰφνίδιον ἐπιστάντες περὶ τὸ περίορθρον τῇ τοῦ θεοῦ μεγάλῃ ἐκκλησίᾳ ὁ μάγιστρος Μιχαὴλ ὁ τοῦ Ἀναστασίου υἱός, ὁ πατρίκιος Θεόδωρος ὁ Χρυσήλιος, ὁ πατρίκιος Χριστοφόρος ὁ Πυρρός, οἱ τῶν ἑταιρειῶν πάντες ἄρχοντες, καί τινες ἄλλοι τῶν ἀφανεστέρων, κάτωθεν ἔκραζον κατελθεῖν πρὸς αὐτοὺς τὸν πατριάρχην, ὡς μέλλοντας περὶ ἀναγκαίων αὐτῷ πεύσεις προσενεγκεῖν. τοῦ δὲ μὴ καταβῆναι πεισθέντος, ἀλλ' ἀποκλείσαντος τὰς ἑαυτοῦ θύρας καὶ τὴν εἴσοδον τοῦ ἀνάγοντος εἰς τὰ ὑπερῷα τῆς ἐκκλησίας λαβυρίνθου, πεπομφότος δὲ πρὸς τούτους Νικηφόρον καὶ Κωνσταντῖνον τοὺς αὐταδέλφους καὶ ἰδίους ἀνεψιούς, καὶ δι' αὐτῶν τὰς πεύσεις προσενεχθῆναί οἱ κελεύοντος, οἱ συνελθόντες καὶ ἄλλο πλῆθος προσλαβόμενοι οὐκ ὀλίγον (ἤδη γὰρ τῆς φήμης διαδοθείσης συνέτρεχον πανσυδί, οὐ μόνον οἱ τοῖς νεωτερισμοῖς ἐπιχαίροντες, ἀλλὰ καὶ τῶν συνετωτέρων οὐκ ὀλίγοι καὶ τῶν συγκλητικῶν πλῆθος, ὅσοι μὴ ἱκανῶς παρὰ τοῦ βασιλέως ἐθεραπεύθησαν) περισχόντες τοὺς τοῦ πατριάρχου ἀνεψιοὺς ἀπάξειν ἠπείλουν, εἰ μὴ τάχιον αὐτὸς καταβαίη πρὸς τούτους. ὁ δὲ εἴτ' ἄκων, οὐκ οἶδα, εἴθ' ἑκών, ὡς ὁ τῶν πλειόνων εἶχε λόγος, τὴν ἱερατικὴν περιθέμενος διπλοΐδα καὶ τὰ λοιπὰ παράσημα τῆς ἀρχιερωσύνης ἀναλαβὼν κάτεισιν ἀκκιζόμενος καὶ δεινὰ πάσχοντι ἐοικώς· ἦσαν δὲ ταῦτα πάντα σκηνή, ὡς τὰ πράγματα ἔδειξε. κατελθόντα γὰρ ἐκεῖνον εὐθέως οἱ ἀνάπται τοῦ πλήθους παρειληφότες καὶ θρόνον ἐνέγκαντες ἐπὶ τοῦ δεξιοῦ μέρους καθίζουσι τοῦ ἁγίου βήματος. καὶ πρῶτον μέν, ὡς ἐν προσχήματι τάχα, πρεσβευτὴν αὐτὸν παρεκάλουν ὡς βασιλέα γενέσθαι, ὅπως ἀποδοθείη αὐτῷ τὸ ὑπογραφὲν παρ' αὐτῶν ἔγγραφον, ὡς ἤδη τοῦ βασιλέως σπεισαμένου τῷ Κομνηνῷ καὶ βασιλέα ἀνειπόντος αὐτόν. τοῦ γὰρ ἐγγράφου σῳζομένου ἀδιαρρήκτου, δυοῖν ἀτόποιν θάτερον ἔφασκον ἐξ ἀνάγκης ἕψεσθαι· ἢ γὰρ εὐφημήσαντες αὐτὸν ὡς βασιλέα ἐπιορκήσουσιν, ἢ ὡς ἐνυβρίσαντες εἰς βασιλέα κολασθήσονται. ὁ δὲ πρῶτον μὲν ἀνελάμβανεν αὐτούς, καὶ πληρώσειν τὸ αἴτημα τούτων κατεπηγγέλλετο. εἶτα μικροῦ διαλιπόντος καιροῦ, πάντων ἀφέμενοι αὐτοκράτορα βασιλέα ἀναγορεύουσι τὸν Κομνηνόν, καὶ τοὺς ὅσοι μὴ τοῦτο βούλονται ἐχθροὺς Ῥωμαίων καὶ ἀποστάτας ὠνόμαζον, καὶ διαρπάζεσθαι τὰς οἰκίας αὐτῶν ὑπὸ τοῦ πλήθους ἐδοκίμαζον, αὐτοῦ τοῦ πατριάρχου πρώτου διὰ τοῦ τῆς ἐκκλησίας δευτερεύοντος Στεφάνου συμπαρόντος καὶ συνευδοκοῦντος, καὶ Θεοδώρου τοῦ τῆς Ἀντιοχείας πατριάρχου τὴν ἀνάρρησιν τῆς εὐφημίας βοήσαντος, καὶ τοὺς οἴκους τῶν ἐν ὑπεροχαῖς, ὅσοι μὴ ἠρέσκοντο τοῖς γινομένοις, ἀνασκάπτειν καὶ διαρπάζειν προτρέποντος. καὶ ταῦτα μὲν ἔπραττεν ἔσωθεν τοῦ θείου καὶ περιωνύμου ναοῦ. ἄγγελον δὲ πρὸς τὸν Κομνηνὸν πέμψας, καὶ πρὸς τὸν γέροντα ἄλλους, ἐκείνῳ μὲν μηνύει σπεύδειν καὶ μὴ βραδύνειν, καὶ μισθοὺς ἀπῄτει τῆς συνεργείας, ὡς ἤδη τέλος ἐχούσης τῆς αὐτοῦ ἐφέσεως, τούτῳ δὲ κατιέναι τῶν ἀνακτόρων κατ' οὐδὲν αὐτῷ προσηκόντων. κἀκ τούτου τοῖς πᾶσιν ἀπροφάσιστος ἐφάνη ὁ πατριάρχης μὴ μόνον μέτοχος ὤν, ἀλλὰ καὶ πρωταίτιος τῆς ἀποστασίας. τοῦ δὲ τοὺς πεμφθέντας ἐς αὐτὸν μητροπολίτας ἐρωτήσαντος· ‘καὶ τί μοι ἀντὶ τῆς βασιλείας ὁ πατριάρχης παρέχεται;’ ἐκείνων δὲ ἀποκριναμένων· ‘τὴν οὐράνιον βασιλείαν,’ ἅμα τῷ λόγῳ τὴν πορφυρίδα ἀποβαλὼν καὶ τὰ κοκκοβαφῆ πέδιλα, καὶ ἰδιωτικὴν ἐσθῆτα ἀμφιασάμενος, κάτεισι. τοῦτο δὲ πάντως ἐγένετο ἄν, ὡς ἐκεῖνός τε ἐβουλεύετο καὶ οἱ μητροπολῖται ὑπέσχοντο, εἰ ἅμα τῇ ἀποστασίᾳ ᾤχετο λιπὼν τὰ βασίλεια· ἐγκαρτερήσας δ' ἄχρι πολέμου καὶ ἀνασχόμενος τοσαύτην πτῶσιν ἰδεῖν ἀνδρῶν ὁμοφύλων, εἶτα θραυσθεὶς καὶ κατασεισθεὶς ὑπὸ τῶν πολιτῶν καὶ ἄκων τῆς βασιλείας ὑπεξερχόμενος, οὐκ οἶδα, εἰ ἀντιμισθίαν κομιεῖται τῆς ἐπιγείου βασιλείας τὴν ἐπουράνιον. ἀλλὰ τοῦτο μέν, ὥς πῃ τῷ θεῷ φίλον, γενήσεται. τοῦ δὲ κατὰ τὴν ἐν ἀκροπόλει οἰκίαν αὐτοῦ γενομένου ἡμέρᾳ τετράδι, τριακοστὴν πρώτην ἄγοντος τοῦ Αὐγούστου μηνός, τῆς δεκάτης ἰνδικτιῶνος, στέλλεται ὁ Κεκαυμένος κουροπαλάτης ὑπὸ τοῦ Κομνηνοῦ τιμηθεὶς μετά τινων οὐκ ὀλίγων εὐπατριδῶν τῇ πέμπτῃ πρωΐας διὰ δρόμωνος, καὶ εἰσελθὼν κρατεῖ τὰ ἀνάκτορα. ἔρχεται δὲ περὶ δείλην ὀψίαν καὶ ὁ Κομνηνός, καὶ εἴσεισιν ἐν αὐτοῖς, καὶ τῇ ἐπαύριον, πρώτην ἄγοντος τοῦ Σεπτεμβρίου μηνός, δημοσίαν ποιησάμενος πρόοδον ἄπεισιν εἰς τὴν μεγάλην ἐκκλησίαν, κἀκεῖσε ἄνωθεν τοῦ ἄμβωνος διὰ τῶν χειρῶν τοῦ πατριάρχου τῷ βασιλικῷ ταινιοῦται διαδήματι καὶ βασιλεὺς αὐτοκράτωρ Ῥωμαίων ἀναγορεύεται. https://byzantium.gr/
|
|