▶ Προκοπιος
|
||||||||||
▶ Ιεροκλης
|
||||||||||
▶ Σιμοκαττης
|
||||||||||
▶ Θεοφανης
|
||||||||||
▶ Ιωαννης Σκυλιτζης
|
||||||||||
▶ Κωνσταντινος Ζ’
|
||||||||||
▶ Λεων Διακονος
|
||||||||||
▶ Μιχαηλ Ψελλος
|
||||||||||
▶ Μιχαηλ Ατταλειατης
|
||||||||||
▶ Νικητας Χωνιατης
|
||||||||||
▶ Γ. Ακροπολιτης
|
||||||||||
▶ Γ. Παχυμερης
|
||||||||||
▶ N. Γρηγορας
|
||||||||||
▶ Ι. Καντακουζηνος
|
||||||||||
▶ Γεωργιος Σφραντζης
|
||||||||||
▶ Χαλκοκονδυλης
|
Ιωάννης Σκυλίτζης1040 – 1101
|
τίτλος έργου: – Σύνοψις Ιστοριών –χρόνος έκδοσης: 1095
|
πλήρης τίτλος: ΣΥΝΟΨΙΣ ΙΣΤΟΡΙΩΝ ΑΡΧΟΜΕΝΗ ΑΠΟ ΤΗΣ ΑΝΑΙΡΕΣΕΩΣ ΝΙΚΗΦΟΡΟΥ ΒΑΣΙΛΕΩΣ ΤΟΥ ΑΠΟ ΓΕΝΙΚΩΝ ΚΑΙ ΜΕΧΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΣΑΑΚΙΟΥ ΤΟΥ ΚΟΜΝΗΝΟΥ ΣΥΓΓΡΑΦΕΙΣΑ ΠΑΡΑ ΙΩΑΝΝΟΥ ΚΟΥΡΟΠΑΛΑΤΟΥ ΚΑΙ ΓΕΓΟΝΟΤΟΣ ΜΕΓΑΛΟΥ ΔΡΟΥΓΓΑΡΙΟΥ ΤΗΣ ΒΙΓΛΑΣ ΤΟΥ ΣΚΥΛΙΤΖΗ |
περιεχόμενο: Καλύπτει τα γεγονότα κατά τις βασιλείες των Βυζαντινών αυτοκρατόρων από το θάνατο του Νικηφόρου Α΄ το 811 έως την εκθρόνιση του Μιχαήλ ΣΤ' το 1057. Σε χειρόγραφο του έργου που βρίσκεται στη Μαδρίτη περιλαμβάνονται 574 μοναδικές εικονογραφήσεις-μινιατούρες. |
Κείμενο : |
[Bas2+Const8.t] ΒΑΣΙΛΕΙΟΣ ΚΑΙ ΚΩΝΣΤΑΝΤΙΝΟΣ[Bas2+Const8.1] Τὸ μὲν οὖν Ἰωάννου τέλος τὸν εἰρημένον συνηνέχθη τρόπον, τὸ δὲ τῆς βασιλείας κράτος εἰς Βασίλειον μετήχθη καὶ Κωνσταντῖνον τοὺς υἱοὺς Ῥωμανοῦ, κατὰ τὸ ἑξακισχιλιοστὸν τετρακοσιοστὸν ὀγδοηκοστὸν τέταρτον ἔτος, ἰνδικτιῶνος τετάρτης, μηνὸς Δεκεμβρίου. ὧν ὁ μὲν Βασίλειος τὸν εἰκοστὸν ἤνυε τῆς ἡλικίας χρόνον, ἔτεσι δὲ τρισὶ τούτου νεώτερος ἦν ὁ Κωνσταντῖνος. σχῆμα μὲν οὖν καὶ ὄνομα μόνον τοῖς βασιλεῦσι περιετέθειτο, ἡ δὲ μεταχείρισις τῶν πραγμάτων παρὰ τοῦ προέδρου ἐνηργεῖτο Βασιλείου διὰ τὸ νεάζον τῆς ἡλικίας τῶν βασιλέων καὶ ἁπαλὸν καὶ μήπω βεβηκὸς τοῦ φρονήματος. ὃς ἅμα τε περιῆλθεν εἰς τοὺς παῖδας τοῦ Ῥωμανοῦ τὸ κράτος, καὶ ἅμα ταχυδρόμους ἐκπέμψας ἄγει τὴν αὐτῶν μητέρα ἀπὸ τῆς ὑπερορίας εἰς τὰ βασίλεια. δεδιὼς δὲ καὶ τὰς κατὰ τῆς βασιλείας ἐπαναστάσεις, καὶ μᾶλλον τῶν ἄλλων Βάρδαν μάγιστρον τὸν Σκληρόν, ἀεὶ τῇ βασιλείᾳ ἐφεδρεύοντα καὶ διὰ παντὸς τὴν ἀποστασίαν ὠδίνοντα (ἑάλω γὰρ καὶ ἐπὶ τοῦ βασιλέως Ἰωάννου ἐπιβουλεύων, καὶ καταδικασθεὶς ἐξορυχθῆναι τοὺς ὀφθαλμοὺς ἐξερρύσθη παρ' αὐτοῦ τῆς ποινῆς), τοῦτον μάλιστα δεδοικὼς πᾶσαν τηνικαῦτα τὴν Ῥωμαϊκὴν δύναμιν ἐγκεχειρισμένον καὶ ὅπῃ καὶ βούλοιτο ῥᾳδίως ἄγοντα καὶ μετακυβεύοντα (ἦν γὰρ στρατηλάτης προβεβλημένος πάσης ἀνατολῆς), συμφέρον εἶναι τῇ βασιλείᾳ καὶ ἀσφαλὲς ἐνόμισε τὸ πολὺ τῆς δυνάμεως ἀκρωτηριάσαι καὶ ἀσθενέστερον αὐτὸν ἀποφήνασθαι πρὸς τὴν ὑποπτευομένην ἀποστασίαν. καὶ οὖν καὶ παραλύει τοῦτον τῆς τοῦ στρατηλάτου ἀρχῆς, δοῦκα δὲ ἀποδείκνυσι τῶν ἐν Μεσοποταμίᾳ ταγμάτων, ἐπαγρυπνεῖν κελεύσας καὶ φυλάττειν τὰς ἐκδρομὰς τῶν Σαρακηνῶν. τὸ δ' αὐτὸ τοῦτο καὶ εἰς Μιχαὴλ τὸν Βούρτζην ὕποπτον ὄντα ἐμηχανήσατο, διαστῆσαι τοῦτον τῆς τοῦ Σκληροῦ ἑταιρείας σπουδάσας (συνῆν γὰρ καὶ οὗτος αὐτῷ τάγματός τινος κατάρχων στρατιωτικοῦ). ὅνπερ τῷ τῶν μαγίστρων τιμήσας ἀξιώματι δοῦκα τῆς παρὰ τῷ Ὀρόντῃ Ἀντιοχείας προβάλλεται. ἔφορον δὲ καὶ ἐπιστάτην τῶν ἑῴων ἀποδείκνυσι πάντων ταγμάτων τὸν πατρίκιον Πέτρον τὸν τοῦ Φωκᾶ δοῦλον, στρατοπεδάρχην αὐτὸν ὀνομάσας, τομίαν μὲν ἄνθρωπον, δραστήριον δὲ ἄλλως καὶ τὰ πολεμικὰ ἐμπειρότατον. τοῦτο τὸν Σκληρὸν σφόδρα ἐλύπησεν, ὡς μηδὲ παρ' ἑαυτῷ δυνηθῆναι συγκαλύψαι τὴν ἀνίαν μεγαλοψύχως, ἀλλ' ἐπεγκαλέσαι καὶ προσονειδίσαι, εἰ ἀντὶ τῶν ὑπ' αὐτοῦ γενομένων ἀνδραγαθημάτων τε καὶ τροπαίων τοιαύτας ἀντιλαμβάνει τὰς ἀμοιβάς, ἐπὶ τὸ χεῖρον προκόπτων, κἂν ὀλίγον ἢ οὐδὲν τῷ παρακοιμωμένῳ ἐμέλησεν, ἀγαπᾶν εἰπόντι τοῖς δεδομένοις, καὶ μὴ ἐπέκεινα πολυπραγμονεῖν, εἰ μή που μέλλει ἀντὶ ἄρχοντος οἰκουρὸς ἔσεσθαι τῆς ἰδίας οἰκίας.[Bas2+Const8.2] Τούτων δὲ οὕτως οἰκονομηθέντων τῷ παρακοιμωμένῳ ἀπάρας ὁ Βάρδας τῆς βασιλίδος σὺν τάχει πολλῷ τὴν ἐγχειρισθεῖσαν αὐτῷ καταλαμβάνει ἀρχήν. ἐν δὲ ταῖς προηγησαμέναις στρατηγίαις ἐμβριθὴς πολλάκις φανεὶς καὶ δραστήριος, καὶ ὑπὸ παντός, ὡς ἔπος εἰπεῖν, τοῦ στρατοῦ φιληθείς, καὶ πρὸς πολλούς, οὓς ἐθάρρει τὸ τῆς μελέτης παραγυμνώσας μυστήριον, καὶ μᾶλλον τῷ τάγματι τῶν στρατηλατῶν, ἄρτι δὲ καιρὸν οἰηθεὶς ἐπιτήδειον εἰς τὸ ἀνακαλύψαι τὸ σπουδαζόμενον, μετὰ τῶν ἐπιτηδείων σκεψάμενος, ἣν ἐκ μακρῶν ὤδινεν ἀποτίκτει ἀποστασίαν, καὶ κατὰ τῶν βασιλέων καὶ τῶν ὁμοφύλων αἴρει τὰ ὅπλα. εὐθὺς οὖν Ἄνθην τινὰ τοὔνομα, Ἀλυάτην τὴν προσηγορίαν, τὰ μάλιστα ὄντα αὐτῷ τῶν δραστικωτάτων ὑπηρετῶν, ἐς τὴν βασιλίδα ἐκπέμπει, ὅπως, εἰ δύναιτο, Ῥωμανὸν τὸν ἑαυτοῦ κλέψας υἱόν (ἔτυχε γὰρ ἐνδημῶν τῇ βασιλευούσῃ) πρὸς αὐτὸν ἀφίκηται. ὁ δὲ γενόμενος ἐν τῇ πόλει καὶ πάντα τρόπον λαθεῖν ἐπειγόμενος φήμας οὐ καλὰς κατὰ τοῦ Σκληροῦ ἐνέσπειρε, δι' ὧν λαθεῖν τε ἐδυνήθη ἀνύποπτος φανεὶς καὶ τὸν Ῥωμανὸν ἀποκλέψας πρὸς τὸν Σκληρὸν ἀγαγεῖν. ὁ Βάρδας δὲ τὸ βουλευθὲν εἰς τοὐμφανὲς ἤδη ἐκρήξας διάδημά τε περιβάλλεται καὶ τὰ λοιπὰ τῆς βασιλείας ἀναλαμβάνει παράσημα καὶ ὑπὸ παντὸς τοῦ συνόντος στρατοῦ Ῥωμαίων ἀναγορεύεται βασιλεύς, τῶν Ἀρμενίων καταρξάντων τῆς εὐφημίας. ἐπεὶ δὲ τῷ τοιοῦτον ἀναρρίψαντι κύβον χρημάτων δεῖν πολλῶν ἠπίστατο, ὧν ἄνευ οὐδὲν ἔστι γενέσθαι τῶν δεόντων, καθά πού φησιν ὁ ῥήτωρ, πρὸς συλλογὴν τούτων παραχρῆμα ἐτρέπετο, τούς τε τῶν δημοσίων πράκτορας φόρων κατέχων καὶ τὰ κοινὰ εἰσπραττόμενος χρήματα, καὶ τοὺς ἄλλως ὑπόνοιαν παρέχοντας πλούτου συλλαμβάνων καὶ τιμωρῶν, ἐνίων δὲ καὶ αὐθαιρέτως προσαγόντων τὸν ἑαυτῶν βίον ἐλπίδι τοῦ ἀπολήψεσθαι μείζονα. καὶ οὕτως ἐν οὐ μακρῷ τῷ χρόνῳ πλῆθος χρημάτων συνάγει πολύ. φρούριόν τε κατασχὼν ἐρυμνὸν τὸ λεγόμενον Χάρπετε, ἐν Μεσοποταμίᾳ κείμενον, καὶ παντοίως ἀσφαλισάμενος καὶ φυλακὴν ἐπιστήσας τὴν ἐξαρκοῦσαν, ἐν τούτῳ τά τε συναγόμενα ἀπετίθει χρήματα, καὶ ὁρμητήριον ἐξ ἀποτυχίας καὶ λιμένα σωτηρίας [Bas2+Const8.2.31] ἔχειν ἐταμιεύετο. καὶ τοὺς προσγειτονοῦντας Σαρακηνούς, τόν τε τῆς Ἀμίδης ἀμηρᾶν Ἀποτούλφ, ἥτις Ἔμετ καλεῖται, καὶ τὸν τῆς Μαρτυρουπόλεως Ἀποτάγλε, ἥντινα Μιεφερκεὶμ ὀνομάζουσι, πίστεις δοὺς καὶ λαβών, καὶ μετ' αὐτῶν κηδεύσας καὶ διὰ τοῦ κήδους τὰ τῆς φιλίας ἀσφαλισάμενος, χρήματά τε λαμβάνει πολλὰ καὶ συμμαχικὸν Ἄραβας ἱππότας τριακοσίους. τῆς φήμης δὲ πανταχοῦ διαδραμούσης, συνέρρεον πρὸς αὐτὸν ὁπόσοι νεωτέροις χαίρουσι πράγμασιν. ἤδη δὲ τοῦ θέρους ἐπιγενομένου ἄρας παντὶ τῷ στρατῷ ἠπείγετο πρὸς τὴν βασιλεύουσαν, μεστὸς ἐλπίδων καὶ μονονοὺ τοῖς βασιλείοις καθῆσθαι δοκῶν. καὶ γὰρ δὴ καὶ ἐθράσυνεν αὐτὸν καὶ τολμηρότερον ἐτίθει πρὸς τὸ ἐγχείρημα μοναχοῦ τινος ἀρετῆς ἀντιποιουμένου ὄψις νυκτερινή. ἐδόκει γὰρ οὗτος ἰδεῖν ἄνδρας πυρίνους, οἵτινες τὸν Βάρδαν λαβόντες ἄγουσιν εἴς τινα ὑψηλοτάτην περιωπήν. ἐντυχεῖν δ' ἐν αὐτῇ γυναικὶ ἀνθρωπίνης ὄψεως στερροτέρᾳ, καὶ τὴν μάστιγα αὐτῷ ἐπιδοῦναι βασιλικήν. ταύτην τὴν μάστιγα ὁ μὲν Βάρδας σύμβολον ἐλογίζετο τῆς βασιλείας, ἦν δὲ ἄρα ἡ πρὸς Ῥωμαίους ὀργὴ τοῦ θεοῦ. [Bas2+Const8.3] Ἄρτι δὲ τῆς φήμης καὶ τὴν βασιλίδα καταλαβούσης, οἱ βασιλεῖς τε ἐν ἀγωνίᾳ καθίσταντο, καὶ ἀθυμία κατεῖχε τὸ νουνεχὲς τοῦ πολιτεύματος καὶ ἀκέραιον, μόνους δὲ ηὔφραινε τοὺς ὅσοι ταῖς ἐναλλαγαῖς ἥδονται τῶν πραγμάτων καὶ χαίρουσι ταῖς λεηλασίαις. ταχύ τε οὖν γράμματα πρὸς τὸν στρατοπεδάρχην ἐγένοντο Πέτρον, καὶ ταχὺ τὸ ὑγιαῖνον τοῦ στρατοῦ μέρος ἠθροίζετο εἰς Καισάρειαν. ἐν ὅσῳ δὲ ταῦτα ἐπράττετο, ὁ σύγκελλος Στέφανος καὶ τῆς Νικομηδείας πρόεδρος, ἀνὴρ ἐλλόγιμος καὶ ἐπὶ σοφίᾳ καὶ ἀρετῇ διαβόητος καὶ πειθοῖ μαλάξαι ἱκανὸς γνώμην σκληρὰν καὶ ἀτίθασσον, πρέσβυς ἐς τὸν Σκληρὸν ἀποστέλλεται, εἴ πως δυνηθῇ πεῖσαι τοῦτον ἀποθέσθαι τὰ ὅπλα. ἀλλ' οὗτος πρὸς ἓν ἔχων τὴν διάνοιαν τεταμένην, τὴν τῆς βασιλείας ὄρεξιν, ἐλθόντα πρὸς αὐτὸν καὶ πολλὰ εἰπόντα ἐπαγωγὰ καὶ θελκτήρια λόγων μὲν πολλῶν οὐκ ἠξίωσεν, ἀνατείνας δὲ τὸν δεξιὸν πόδα καὶ τὸ κοκκοβαφὲς δείξας πέδιλον· ‘ἀδύνατον, ὦ ἄνθρωπε,’ ἔφη, ‘τὸν τοῦτο ἅπαξ περιβαλλόμενον ἐπ' ὄψει πολλῶν ῥᾳδίως ἀποβαλεῖν. φράσον τοίνυν τοῖς ἀποστείλασιν, ὡς ἢ ἑκοντί με παραδέξονται βασιλέα, ἢ καὶ μὴ βουλομένων πειράσομαι λαβεῖν τὴν ἀρχήν.’ ταῦτα εἰπὼν καὶ προθεσμίαν ἡμέρας τεσσαράκοντα δεδωκὼς ἀπαλλάττεσθαι κελεύει. ἐπαναδραμόντος δὲ τοῦ συγκέλλου καὶ τὴν ἀπόκρισιν ἀποκομίσαντος τοῦ Σκληροῦ τοῖς βασιλεῦσι καὶ τῷ τὴν βασιλείαν ἰθύνοντι Βασιλείῳ, γράμματα ἐφοίτων πρὸς τὸν στρατοπεδάρχην ἐμφυλίου μὲν μὴ κατάρχειν πολέμου, τὰς δὲ παρόδους τηρεῖν ἀσφαλῶς, καὶ ἤν τις ἐπίῃ πολεμήσων, ἀμύνεσθαι. ὁ δὲ Σκληρὸς ἀπιὼν πρὸς Καισάρειαν προδρόμους ἀπέστειλε καὶ κατόπτας, ἐφ' ᾧ κατασκοπεῖν, καὶ ὅπῃπέρ εἰσιν οἱ ἐναντίοι μηνύειν, καὶ προομαλίζειν αὐτῷ τὴν ὁδόν. ἔξαρχος δὲ τῶν πεμφθέντων προκέκριτο Ἄνθης ὁ Ἀλυάτης. οἵτινες καταντήσαντες ἔν τινι στενοχωρίᾳ (Κούκου λίθον τὸν τόπον ὀνομάζουσι) καὶ μέρει τῆς βασιλικῆς στρατιᾶς ἐντυχόντες ἄρχοντα ἐχούσης Εὐστάθιον μάγιστρον τὸν Μαλεῗνον, ἀπεπειρῶντο τοῦ συναντήματος καὶ ἀκροβολισμοὺς ἐποιοῦντο. ἐπί τινα δὲ καιρὸν ἀκροβολιζομένων ἀλλήλοις τῶν στρατευμάτων, καὶ μηδενὸς νῶτα διδόντος, ὁ Ἀλυάτης μὴ περισχὼν ἑαυτόν, περικαρδίῳ δὲ ζέσει ληφθείς, μυωπίσας τὸν ἵππον σὺν ἀλογίστῳ ῥύμῃ τοῖς ἐναντίοις προσρήγνυται. μηδὲν δέ, ὅ τι καὶ λόγου διαπραξάμενος ἄξιον, πίπτει καιρίαν τυπείς. καὶ τὸ ἀμφ' αὐτὸν ἅπαν εἰς τὰς ἔγγιστα νάπας καὶ λόχμας διεσκεδάσθη. διεμηνύθη δὲ τότε καὶ ὁ τοῦ Βάρδα ἑταιρειάρχης ὡς μέλλων αὐτομολεῖν τῷ τοῦ βασιλέως στρατῷ. ὃν παραστησάμενος ὁ Σκληρὸς καὶ προσονειδίσας, καὶ μηδὲν πλέον φανερῶς εἰς αὐτὸν δεδρακώς, ἀπέλυσε, λάθρᾳ δὲ τοῖς μισθοφόροις Σαρακηνοῖς μηνύσας ἀνεῖλεν. οὗτοι γὰρ διϊόντα τὸν ἄνδρα μεσούσης ἡμέρας περιχυθέντες ταῖς μαχαίραις κατέκοψαν. [Bas2+Const8.4] Οἱ δὲ τῶν βασιλικῶν κατάρχοντες στρατευμάτων τὴν τοῦ Σκληροῦ ὅσον οὐδέπω ἐπέλευσιν προσδοκῶντες, τὰ καίρια τῆς ὁδοῦ κρίνουσι προκαταλαβεῖν, καὶ ἄραντες παντὶ τῷ στρατεύματι στρατοπεδεύουσιν ἀπεναντίας ἐκείνῳ, προκαταλαβόντες, ἃς ἔμελλε διοδεύειν ὁδούς. ὅπερ μαθὼν ὁ Σκληρὸς νωθρὸς ἦν καὶ ὤκνει τὴν εἰς τὸ πρόσω πορείαν, μελλήσει δὲ τρίβων τὸν χρόνον ἐκαραδόκει τὸ μέλλον. ἀνερεθίζει δὲ τοῦτον καὶ προθυμότερον ἀποδείκνυσιν αὐτόμολός τις ἐλθὼν στρατηγός, Σαχάκιος τοὔνομα, Βραχάμιος τὴν προσηγορίαν. παρηγγύησε γὰρ ἐλθὼν μὴ τηνάλλως τρίβειν τὸν χρόνον· καταφρόνησιν γὰρ ἔλεγεν ἐμποιεῖν τὴν τριβήν. δόξας δὲ λέγειν εὔκαιρα ἡγεμὼν καὶ ὁδηγὸς ἀποδείκνυται τῆς ὁδοῦ. καὶ ὁ μὲν ἡγεῖτο, οὗτος δὲ εἵπετο. καὶ διὰ τριῶν ἡμερῶν καταλαμβάνει τὴν Λάπαραν. τόπος δὲ οὗτος μέρος τῆς Καππαδοκίας, τὸ νῦν λεγόμενον Λικανδόν, διὰ τὸ λιπαρὸν καὶ πάμφορον οὕτω κατονομασθείς. τοῦτο μαθὼν ὁ στρατοπεδάρχης, νυκτοπορίᾳ χρησάμενος δέει τοῦ μὴ ἀντιπαρελθεῖν τὸν Σκληρόν, ἀντιστρατοπεδεύει τοῖς ἐναντίοις. καὶ μέχρι μέν τινος ἀνεδύοντο καὶ παρεῖλκον τὴν εἰς τοὐμφανὲς συμπλοκήν, καὶ κλέψαι τὴν νίκην διηγωνίζοντο. κατεστρατήγησε δὲ τοὺς ἐναντίους ὁ Βάρδας, δεῖπνα πολλὰ παρασκευασάμενος, ὡς τάχα τὸν οἰκεῖον ἑστιάσων στρατόν, καὶ οὕτω τοὺς πολεμίους ἐξαπατήσας. ὑπολαβόντες γὰρ κατ' ἐκείνην τὴν ἡμέραν μὴ κατάρξασθαι μάχης αὐτόν, καὶ αὐτοὶ πρὸς εὐωχίαν ἐτράποντο. ὁ δὲ Σκληρὸς ὡς ἔγνω τοῦτο (εἶχε γὰρ καὶ πρὸς πόλεμον παρεσκευασμένα τὰ στρατεύματα), αἰφνίδιον τῇ σάλπιγγι σημήνας τὸ ἐνυάλιον ἐμπίπτει τοῖς πολεμίοις ἀριστοποιουμένοις. οἱ δέ, ὡς ἔτυχεν ἕκαστος, τὸ παρατυχὸν ἀναλαμβάνοντες ὅπλον τοὺς προσιόντας ἐδέχοντο, μὴ τῷ αἰφνιδίῳ καταπλαγέντες. καὶ ἐπὶ χρόνον μέν τινα εὐρώστως ἠμύνοντο. εἶτα ὑπερκερώσεις ποιησάμενος ὁ Βάρδας καὶ ἔνδον συναπολαμβάνειν ἤδη τοὺς πολεμίους φοβῶν, ἐπαφεὶς δὲ καὶ κατὰ νῶτα τοὺς μισθοφόρους, τρέπει τε εἰς φυγὴν καὶ πολὺν ἐργάζεται φόνον, τοῦ δουκὸς Ἀντιοχείας τοῦ Βούρτζη πρῶτον ἐγκλίναντος, εἴτε διὰ δειλίαν εἴτε διὰ κακουργίαν. ἐλέγετο γὰρ ἀμφότερα. κατέσχε δὲ καὶ τὸ στρατόπεδον ἅπαν σὺν τῇ ἀποσκευῇ, καὶ πλοῦτον ἐντεῦθεν περιεβάλετο ἄπειρον. ἐκεῖθεν αὖθις ἐπὶ τὸ λεγόμενον ἔρχεται Τζαμανδόν. πόλις δὲ ἡ Τζαμανδὸς ἐν ἀποκρήμνῳ πέτρᾳ κειμένη, πολυάνθρωπος καὶ πλούτῳ περιβριθής. ἥντινα παρ' ἑκόντων λαβὼν τῶν ἐγχωρίων πλοῦτον συνέλεξεν οὐκ ὀλίγον. αὕτη ἡ νίκη πολλοὺς τῶν τῷ βασιλεῖ προσκειμένων κατέσεισε καὶ αὐτομολῆσαι πρὸς τὸν Σκληρὸν ἠνάγκασεν. ὅ τε γὰρ Βούρτζης πρῶτος αὐτομολεῖ τῷ Σκληρῷ καὶ ὁ πατρίκιος Ἀνδρόνικος καὶ δοὺξ ὁ Λυδὸς σὺν τοῖς υἱέσι. καὶ Ἀτταλεῖς δεσμὰ περιθέντες τῷ ναυάρχῳ τοῦ βασιλέως τῷ Κουρτικίῳ Μιχαὴλ προσχωροῦσι μετὰ παντὸς τοῦ στόλου, στρατηγεῖν παρὰ τοῦ Σκληροῦ πεμφθέντι τῶν Κιβυρραιωτῶν. [Bas2+Const8.5] Ὧν ἀγγελθέντων τῷ βασιλεῖ καὶ τῷ παρακοιμωμένῳ, βουλῆς προτεθείσης ἔδοξε τῶν τῷ βασιλεῖ ᾠκειωμένων τινὰ ἰσοτύραννον εἰληφότα ἀρχὴν καὶ ἀνεύθυνον, καὶ ἐξουσίαν ἔχοντα τιμαῖς τε προβιβάζειν καὶ δώροις καταπλουτίζειν τοὺς προσχωροῦντας, χωρῆσαι κατὰ τοῦ τυράννου. ἤρεσεν ἡ γνώμη, καὶ πέμπεται Λέων ὁ τοῦ βασιλέως πρωτοβεστιάριος, σύμβουλον εἰληφὼς καὶ Ἰωάννην τινὰ πατρίκιον, ἄνδρα ἐπίσημον καὶ ἐπὶ λόγων ἕξει βεβοημένον, ἐξουσίαν ἐκ βασιλέως δεξά- [Bas2+Const8.5.8] μενος πάντα ἀδιστάκτως ποιεῖν, ὅσα ἔξεστι βασιλεῖ. ἐξελθὼν οὖν καὶ κατὰ τὸ τῆς Φρυγίας γενόμενος Κοτυάειον καὶ τῷ στρατοπεδάρχῃ ἑνωθεὶς Πέτρῳ ἐκεῖσε τὴν παρεμβολὴν ἐπήξατο, κατεσκηνωμένου τοῦ Βάρδα τυγχάνοντος ἐν τῷ Διποτάμῳ. χωρίον δὲ βασιλικὸν τὸ Διπόταμον, ὃ Μεσάνακτα κατονομάζουσιν οἱ ἐγχώριοι. λάθρᾳ οὖν ὑποσχέσεσι δωρεῶν καὶ τιμῶν προβιβασμοῖς ἐπειρᾶτο διασύρειν τοὺς ἀποστάτας καὶ πρὸς ἑαυτὸν ἐπισπᾶσθαι καὶ εὔνους τιθέναι τῷ βασιλεῖ, ἐλάνθανε δὲ μᾶλλον ἐπιρρωννὺς τὸ ἀντίπαλον, ἀσθενείας σημεῖον λογιζόμενον τὴν παράκλησιν. ὅθεν καὶ ἀπογνοὺς ἄρας ἐκ Κοτυαείου καὶ τὸν Σκληρὸν νυκτὸς παρελάσας ἐχώρει πρὸς τὴν ἀνατολήν. τοῦτο τὸ ἔργον λίαν τοὺς περὶ τὸν Σκληρὸν ἐδειμάτωσε, δεδιότας οὐ περὶ χρημάτων καὶ κτημάτων μόνον, ἀλλὰ καὶ περὶ τῶν τιμιωτάτων αὐτῶν. πολλοὶ οὖν ἐξομνύμενοι τὴν ἀποστασίαν τῷ πρωτοβεστιαρίῳ προσέρρεον, ὡς κινδυνεύειν κονιορτοῦ δίκην διαλυθῆναι τὸ ἀποστατικόν. ὅπερ ἵνα μὴ γένηται φοβηθεὶς ὁ Σκληρὸς τὸν μάγιστρον Μιχαὴλ τὸν Βούρτζην ἄρτι, ὡς εἴπομεν, προσκεχωρηκότα αὐτῷ, καὶ Ῥωμανὸν πατρίκιον τὸν Ταρωνίτην μετ' εὐζώνου ἐκπέμπει στρατιᾶς, ἐμποδὼν ἵστασθαι τῷ πρωτοβεστιαρίῳ κελεύσας, ἐπιτιθεμένοις ἐξ ἐφόδου καὶ τὰς ἐκδρομὰς κωλύειν ὡς δύναμις, συμπλοκῆς δὲ καθολικῆς κατὰ τὸ ἐγχωροῦν φείδεσθαι. πλησιάσαντες δὲ τῷ βασιλικῷ στρατεύματι οἱ περὶ τὸν Βούρτζην ἠναγκάσθησαν καὶ ἄκοντες πολεμῆσαι παρὰ τὴν τοῦ Σκληροῦ παραγγελίαν, ἀπὸ τοιαύτης αἰτίας. Σαρακηνοὶ ἐκ τῆς πρὸς ἕω Βερροίας τὰ ἐτήσια τέλη Ῥωμαίοις κομίζοντες ἠγγέλλοντο πρὸς τὴν βασιλίδα ἀπιέναι, καὶ ὡς μέλλουσι κατά τινα ῥητὴν ἡμέραν διὰ μέσων ἰέναι τῶν στρατευμάτων. καὶ ἐπειδὴ παρῆν ἡ κυρία, καὶ ἔμελλον κατὰ τὸ λεγόμενον Ὀξύλιθον φρούριον οἱ Σαρακηνοὶ διαβαίνειν, καθοπλίσαντες οἱ περὶ τὸν Βούρτζην τοὺς ἀμφ' αὐτούς, τὸ δ' αὐτὸ τοῦτο καὶ οἱ τοῦ πρωτοβεστιαρίου πεποιηκότες, μάλα ὁρμητικῶς πρὸς τὴν μάχην ἐχώρουν. προὔκειτο γὰρ ἑκατέροις ὥσπερ τις ἆθλος ὁ παρὰ τῶν Σαρακηνῶν κομιζόμενος χρυσός. καὶ ἐπείπερ ἤγγισαν, συμπεσόντες ἐμάχοντο. τρέπεται γοῦν ὁ Βούρτζης, καὶ πολλοὶ τῶν σὺν αὐτῷ ἀπώλοντο, καὶ μᾶλλον τῶν Ἀρμενίων. πάντας γὰρ τοὺς ἁλόντας Ἀρμενίους ἀπέσφαττον οἱ Ῥωμαῖοι, μὴ λαμβάνοντες οἶκτον διὰ τὸ πρώτους προσχωρῆσαι τῷ ἀποστάτῃ. [Bas2+Const8.6] Ἀγγελθείσης δὲ τῆς ἥττης ὁ Βάρδας καιρὸν ἀναβολῆς μὴ δεδωκώς, ἀγείρας τοὺς ἀμφ' αὐτὸν ὑπήντα διὰ ταχέων, καὶ κατά τινα τόπον Ῥαγέας ὀνομαζόμενον γενόμενος στρατοπεδεύεται, ἐπιτήδειον μάχης καιρὸν ἐκζητῶν. χρονοτριβούντων δὲ τῶν βασιλικῶν στρατευμάτων ὁ τῆς μάχης καιρὸς παρετείνετο, καὶ πολλοὶ τῶν ἀποστατῶν τῇ προηγησαμένῃ ἥττῃ σεσαλευμένοι τῷ πρωτοβεστιαρίῳ προσέτρεχον. ὅσον μὲν οὖν σφριγῶν ἦν ἐν τῇ στρατιᾷ τοῦ βασιλέως καὶ ἀπειροπόλεμον, τῇ ἐξ ὑπογύου γαυρούμενον νίκῃ ὤργα πρὸς συμπλοκήν, οἱ γηραιότεροι δὲ καὶ κατηθλημένοι τοῖς ἀγῶσιν ὤκνουν καὶ ἀνεδύοντο τὴν μάχην. ἀλλ' ἐπεὶ κατὰ τὸν εἰπόντα· ‘ταχεῖα πειθὼ τὸν κακὸν ἀκολουθεῖ,’ πείθεται τοῖς νεωτέροις καὶ ὁ πρωτοβεστιάριος, καὶ τὸ ἐνυάλιον σημήνας ἐξάγει τὰ στρατεύματα πρὸς τὴν μάχην. καὶ ὁ Βάρδας δὲ τριχῇ διελὼν τὸν οἰκεῖον στρατόν, τὸ μὲν μέσον εἶχεν αὐτός, τοῦ δεξιοῦ δὲ κέρως Κωνσταντῖνον τὸν ἀδελφόν, τοῦ δ' εὐωνύμου Κωνσταντῖνον τὸν Γαυρᾶν ἄρχειν ἐπέστησε. συμβολῆς δὲ γενομένης καὶ τῶν περὶ τὰ κέρατα στρατηγῶν τὴν ἵππον ἐπισεισάντων τοῖς ἐναντίοις, μὴ ἐνεγκόντες τὴν ῥύμην οἱ περὶ τὸν πρωτοβεστιάριον τρέπονται, καὶ γίνεται φόνος πολύς. ἐνταῦθα καὶ Ἰωάννης ἔπεσεν ὁ πατρίκιος καὶ ὁ στρατοπεδάρχης Πέτρος καὶ ἄλλοι πολλοὶ τῶν διαφανῶν. ἑάλω καὶ ὁ πρωτοβεστιάριος μεθ' ἑτέρων ἀνδρῶν ἀρχικῶν. τὸν μὲν οὖν πρωτοβεστιάριον φρουρεῖσθαι προσέταξε, Θεοδώρου δὲ καὶ Νικήτα τῶν αὐταδέλφων τῶν Ἁγιοζαχαριτῶν ἐπ' ὄψει παντὸς τοῦ στρατεύματος ἐξορύττει τοὺς ὀφθαλμούς, ὡς παραβάντων τάχα τοὺς ὅρκους, οὓς πρὸς αὐτὸν ἔθεντο, καὶ τῷ πρωτοβεστιαρίῳ προσχωρησάντων. [Bas2+Const8.7] Ἐκ ταύτης τῆς νίκης τὰ μὲν τοῦ Βάρδα ὑψοῦτο καὶ ἐπὶ μέγα ᾔρετο, πάντων, ὡς εἰπεῖν, μικρῶν καὶ μεγάλων προσρυϊσκομένων αὐτῷ, τὰ δὲ τοῦ βασιλέως ἐπὶ μιᾶς ἐσάλευεν, ἱερᾶς μέντοι ἀγκύρας, τῆς τοῦ θεοῦ βοηθείας. ὁ δὲ παρακοιμώμενος ἐφρόντιζε μὲν καὶ τῶν κατὰ χέρσον, πλέον δ' ἐμερίμνα τῶν κατὰ θάλατταν. ἐλύπει γὰρ αὐτὸν ὁ τοῦ ἐναντίου κατάρχων στόλου. Μιχαὴλ γὰρ ὁ Κουρτίκιος, πᾶσαν μὲν νῆσον πεπορθηκώς, ἤδη δ' ἐπίδοξος ὢν καὶ τὴν ἐν Ἑλλησπόντῳ πολιορκεῖν Ἄβυδον. οὐκοῦν καὶ στόλον ἐξαρτυσάμενος μάλα καλῶς, ἐκπέμπει κατὰ τοῦ Κουρτικίου, ναύαρχον ἔχοντα Θεόδωρον πατρίκιον τὸν Καραντηνόν. οὗτος δ' ἐκπλεύσας καὶ τὰ στενὰ διαβὰς τοῦ Ἑλλησπόντου κατὰ Φώκαιαν τῷ Κουρτικίῳ προσρήγνυται, καὶ γενομένης καρτερᾶς ναυμαχίας οἱ περὶ τὸν Κουρτίκιον τρέπονται καὶ σκεδάννυνται, καὶ λοιπὸν θαλασσοκρατήσαντος τοῦ Καραντηνοῦ τὴν ἐκεχειρίαν ἔσχε τὰ τῆς θαλάσσης. ἤδη δὲ τῶν κατὰ θάλατταν ἐχόντων καλῶς ὁ παρακοιμώμενος τῶν κατὰ τὴν ἤπειρον ἐτίθετο ἐπιμέλειαν. καὶ δὴ Μανουὴλ πατρίκιον τὸν Ἐρωτικόν, ἐκ γένους τε ἄνδρα καὶ ἐπ' ἀρετῇ διαβόητον καὶ ἀνδρείᾳ, φρουρεῖν ἐκπέμπει τὴν Νίκαιαν. μετὰ μικρὸν δὲ καταλαμβάνει καὶ ὁ Σκληρός, καὶ τὰ πέριξ τῆς Νίκαιας πυρπολήσας χωρία τελευταῖον καὶ ἐπ' αὐτὴν τὴν Νίκαιαν ἔρχεται, καὶ ἑλεπόλεσι καὶ μηχαναῖς ἐκπορθῆσαι ἠπείγετο. γενναίως δὲ τοῦ Μανουὴλ ὑποδεξαμένου τὴν πολιορκίαν καὶ τὰς προσαγομένας τῷ τείχει κλίμακας καὶ μηχανὰς σκευαστῷ πυρὶ πυρπολήσαντος, τὴν ἐκ πολιορκίας ἅλωσιν ἀπογνοὺς ὁ Σκληρὸς ἐνδείᾳ τῶν ἀναγκαίων ἤλπιζεν αἱρῆσαι τὴν πόλιν. χρόνου δὲ τῇ πολιορκίᾳ τριβέντος πολλοῦ καὶ τῶν ἔνδον πιεζομένων τῇ σιτοδείᾳ, μὴ ἔχων, ὅ τι καὶ δράσειεν ὁ Μανουήλ, μηδ' ὅθεν εἰσκομίσεται τὰ πρὸς τὸ ζῆν ἀναγκαῖα ἐπιμελῶς τοῦ Σκληροῦ τὰς εἰσόδους τηροῦντος, ἀπάτῃ τὸν Σκληρὸν ἔγνω περιελθεῖν. ἀμέλει καὶ τοὺς τῆς Νικαίας σιτοβολῶνας ψάμμον λεληθότως πεπληρωκώς, καὶ σίτῳ ἄνωθεν τὴν ἐπιφάνειαν ἐπιχρώσας, ὡς κλέπτεσθαι τὰς ὄψεις τῶν θεωμένων, τινὰς τῶν ἡλωκότων ἀπὸ τῆς ἐναντίας μοίρας προσκαλεσάμενος ἐδείκνυ τὰ ταμιεῖα, καὶ πρὸς τὸν Σκληρὸν ἐπαφίησιν, εἰπεῖν ἐπισκήψας, ὅτιπερ ‘τὴν ἐκ τοῦ λιμοῦ πολιορκίαν οὐ δέδοικα (ἀποχρώσας γὰρ ἔχω τὰς τροφὰς καὶ ἐπὶ δυσὶν ὅλοις ἔτεσι), πολιορκίᾳ δὲ ἄλλως ἡ πόλις ἀνάλωτος. τὰ σὰ δ' ἐγὼ φρονῶν ἕτοιμός εἰμι ὑπεκστῆναί σοι τῆς πόλεως, εἰ ἐμοί τε καὶ τοῖς μετ' ἐμοῦ δι' ὅρκων δοίης ἀπιέναι, ὅποι δὴ καὶ αἱρούμεθα.’ ἀσμένως δὲ τοῦ Βάρδα δεξαμένου τὸν λόγον καὶ πίστεις παρεσχηκότος, τοὺς Νικαεῖς ὁ Μανουὴλ εἰληφὼς καὶ τὸν ἀμφ' αὐτὸν στρατὸν μετὰ πάντων ὧν εἶχον, εἴσεισιν εἰς τὴν βασιλεύουσαν. τὴν Νίκαιαν δὲ παρειληφὼς ὁ Σκληρὸς καὶ τὸ περὶ τὸν σῖτον εὑρὼν ῥᾳδιούργημα ἠνιάθη μὲν ἐφ' οἷς ἐξηπάτητο, φρουρὰν δ' ὅμως ἀφεὶς ἀξιόμαχον ἐν αὐτῇ, καὶ στρατηγὸν Πηγάσιόν τινα ἐπιστήσας, αὐτὸς τῶν ἐφεξῆς ἥπτετο ἔργων. [Bas2+Const8.8] Ὁ δὲ παρακοιμώμενος τοῖς ὅλοις ἀπορηθείς (ἤδη γὰρ καὶ ὁ Σκληρὸς ἐπλησίαζε τῇ βασιλίδι) μίαν ἐγνώκει βοήθειαν ἀποχρῶσαν, Βάρδαν τὸν Φωκᾶν μεταπέμψασθαι τῆς ὑπερορίας, μόνον ἀξιόμαχον οἰηθεὶς τοῦτον ἀντίπαλον ἔσεσθαι τῷ Σκληρῷ. λόγου δὲ θᾶττον μεταπεμψάμενος καὶ ὅρκοις ἀσφαλισάμενος καὶ πλοῦτον παρεσχηκὼς δαψιλῆ [Bas2+Const8.8.6] καὶ τῷ τῶν μαγίστρων ἀξιώματι τιμήσας, δομέστικον προχειρίζεται τῶν σχολῶν καὶ κατὰ τοῦ Σκληροῦ ἐξίησιν. ὁ δὲ τὸν ὑπὲρ τῶν ὅλων ἀναδεξάμενος ἀγῶνα πρῶτον μὲν ἐπεχείρησεν ἀπὸ Θρᾴκης περαιωθῆναι εἰς Ἄβυδον. φυλάττοντος δὲ τὰ ἐν Ἑλλησπόντῳ χωρία Ῥωμανοῦ τοῦ υἱοῦ τοῦ Σκληροῦ, ἀποκρουσθεὶς ἐκεῖθεν ἐπάνεισιν εἰς τὴν βασιλίδα, ἐκεῖθέν τε πλοίου ἐπιβὰς καὶ τοὺς ἐναντίους λαθὼν πρὸς τὴν ἀντίπορθμον γίνεται γῆν, καὶ νυκτοπορίαις χρησάμενος ἄπεισιν εἰς Καισάρειαν, ἐκεῖσέ τε Εὐσταθίῳ μαγίστρῳ τῷ Μαλεΐνῳ καὶ Μιχαὴλ τῷ Βούρτζῃ συμπαίξας (ἔφθασε γὰρ καὶ αὐτὸς ἐκ μετανοίας τὰ τοῦ βασιλέως πάλιν ἑλέσθαι) μετ' αὐτῶν πρὸς πόλεμον ἐξηρτύετο. καὶ δὴ λαόν, ὡς ὁ καιρὸς ἐδίδου, ἀθροίσας, καὶ τοὺς ἐκ τῆς φυγῆς ἐσκεδασμένους ἁλίσας, πρὸς τὸ Ἀμώριον γίνεται. καὶ ὁ Σκληρὸς δὲ τὴν τούτου ἔξοδον ἀκηκοώς, καὶ νῦν πρῶτον οἰηθεὶς τὸν ἀγῶνα ἔσεσθαι αὐτῷ πρὸς ἄνδρα πολεμιστὴν καὶ φέρειν εἰδότα γενναίως καὶ τακτικῶς τὰς πολέμου στροφάς, καὶ οὐχ, ὡς τὸ πρότερον, πρὸς ἀνδράρια ἐκτετμημένα θαλαμευόμενα καὶ σκιατραφῆ, ἄρας ἀπὸ Νικαίας πρὸς τὸ Ἀμώριον ἄπεισι, καὶ συναντήσας συμπλέκεται τῷ Φωκᾷ. οὐχ ὑποστάντων δὲ τῶν περὶ τὸν Φωκᾶν διὰ τὸ ταῖς προηγησαμέναις ἥτταις χαυνωθῆναι τὸν τῆς ἀνδρείας αὐτοῖς καὶ τόλμης τόνον, ἐπικρατέστερος γίνεται ὁ Σκληρός. οὐ μέντοι καὶ παντάπασιν ἐς ὑπαγωγὴν ἄκοσμον ἐσκέδαστο ἡ στρατιὰ τῷ Φωκᾷ, ἀλλ' ὑποκλίνασα μὲν ἐνέδωκε, σχολαίαν δ' ἐποιεῖτο τὴν ὑποχώρησιν, ὡς μὴ ὑπὸ δειλίας δοκεῖν ἐλαύνεσθαι, ἀλλ' ἐξ ἐπιτάγματος ὑπείκειν στρατηγικοῦ μετ' εὐκοσμίας καὶ τάξεως. καὶ γὰρ δὴ καὶ νῶτα δόντας τοὺς στρατιώτας καὶ πρὸς φυγὴν ὡρμημένους, ὄπισθεν οὐραγῶν ὁ Φωκᾶς τοὺς ἐπιόντας ἠμύνετο καὶ οὐ μετὰ σφοδροτάτης εἴα καὶ ῥύμης καὶ βίας προσφέρεσθαι. ἔνθα καὶ λέγεται Κωνσταντῖνον τὸν Γαυρᾶν μετὰ τῶν ἀμφ' αὐτὸν τὸ φεῦγον διώκοντα φιλοτιμίᾳ χρησάμενον ἀκαίρῳ, καὶ μεγάλην εὔκλειαν ἕξειν οἰηθέντα, εἰ αἰχμάλωτος ὑπ' αὐτοῦ γένοιτο ὁ Φωκᾶς, μυωπίσαντα τὸν ᾧ ἐπωχεῖτο ἵππον, μετὰ μεγίστης ὁρμῆς προσενεχθῆναι τῷ Φωκᾷ. ὃν οὗτος ἰδὼν καὶ ὅστις εἴη κατανοήσας, ἠρέμα τὸν ἵππον παρενεγκὼν καὶ ὑπαντιάσας παίει κορύνῃ κατὰ τῆς κόρυθος. καὶ ὁ μὲν λειποθυμήσας τῇ ἀνυποστάτῳ φορᾷ τῆς πληγῆς πίπτει παραυτίκα τοῦ ἵππου, ὁ δὲ Φωκᾶς ἀδείας μείζονος τυχὼν τῆς ἐπὶ τὰ πρόσω πορείας εἴχετο, σχολῇ καὶ βάδην ἰών, ἀλλ' οὐκ ἀνειμένοις τοῖς χαλινοῖς. οἱ γὰρ σὺν τῷ Γαυρᾷ τὸν οἰκεῖον πεπτωκότα θεασάμενοι στρατηγὸν καὶ ἐπιμέλειαν τούτου τιθέμενοι ἀνῆκαν τὸν διωγμόν. ὁ δὲ Φωκᾶς ἅμα τοῖς σὺν αὐτῷ τὸν λεγόμενον Χαρσιανὸν κατειληφὼς κἀκεῖσε αὐλισάμενος ἐσκόπει τὸ μέλλον, τιμαῖς τε ταῖς ἐκ βασιλέως δεξιούμενος πολλοὺς προσφοιτῶντας καὶ τῶν συνόντων εὐεργεσίαις παραθερμαίνων τὰς προθυμίας. ἑπόμενος δὲ τούτῳ καὶ ὁ Σκληρός, καὶ περί τινα τόπον Βασιλικὰ θέρμα καλούμενον κατασκηνώσας, εἰς μάχην τὸν ὁμώνυμον ἐξεκαλεῖτο. ἀσπασίως δὲ καὶ τούτου δεξαμένου τὴν πρόκλησιν αὖθις ἑτέρα συνίσταται μάχη. καὶ χρόνον μέν τινα ἀντέσχον οἱ περὶ τὸν Φωκᾶν, αὐτοῦ τούτου παριππεύοντος ἁπανταχοῦ καὶ τῇ σιδηραίᾳ κορύνῃ τὰς τῶν ἐναντίων ῥηγνύντος φάλαγγας καὶ μυρίον ἐργαζομένου φόνον. ὅμως δὲ καὶ πάλιν νῶτα δεδωκότες οἱ περὶ τοῦτον ἐτράπησαν. [Bas2+Const8.9] Ἐκεῖθεν οὖν ὁ Φωκᾶς, ὡς εἶχε, διὰ ταχέων ἄνεισιν εἰς τὴν Ἰβηρίαν, καὶ Δαβὶδ τῷ τῶν Ἰβήρων ἄρχοντι προσελθὼν εἰς ἐπικουρίαν ᾔτει στρατόν. τοῦ δὲ μετὰ προθυμίας ὑπηρετοῦντος (ἐφιλίωτο γὰρ τῷ Φωκᾷ, ἐξ ὅτου δοὺξ ἦν ἐν Χαλδίᾳ) λαὸν ἐκεῖθεν εἰληφὼς οὐκ ὀλίγον, ἀθροίσας δὲ καὶ τοὺς μετ' αὐτοῦ ἐσκεδασμένους ὄντας ἐκ τῆς τροπῆς, κάτεισιν εἰς Παγκάλειαν, ἔνθα στρατοπεδευσάμενος ἦν ὁ Σκληρός. τόπος δὲ ἡ Παγκάλεια πεδίον ἀναπεπταμένον τε καὶ ἱππήλατον, ἔγγιστά που τοῦ ποταμοῦ Ἅλυος κείμενος. καὶ γίνεται πάλιν καρτερὸς ἀγών. ἐνταῦθα τὸν ἑαυτοῦ λαὸν θεασάμενος ὁ Φωκᾶς κατὰ μικρὸν ἐνδιδόντα καὶ πρὸς φυγὴν βλέποντα, βέλτιον εἶναι κρίνας τὸν εὐκλεῆ θάνατον τῆς ἀγεννοῦς καὶ ἐπονειδίστου ζωῆς, τὰς τῶν ἐναντίων συγκόψας φάλαγγας πρὸς αὐτὸν μετὰ σφοδρότητος ἵεται τὸν Σκληρόν. εὐρώστως δὲ κἀκείνου τὴν αὐτοῦ ὑποδεξαμένου ὁρμήν, καὶ μηδενὸς τῶν στρατιωτῶν ἐπιβοηθοῦντος, ἀλλὰ τῷ τῶν ἀρχηγῶν ἀγῶνι βουλομένων κριθῆναι τὰ πράγματα (καὶ γὰρ δὴ καὶ ἐφαίνετο πάγκαλόν τι θέαμα καὶ κατάπληξιν τοῖς ὁρῶσιν ἐπάγον ἀνδρῶν δύο μονομαχία ἐπ' εὐτολμίᾳ καὶ ῥώμῃ ψυχῆς μέγα φρονούντων), ὑποστάντες ἀλλήλους συστάδην ἐμάχοντο. καὶ ὁ μὲν Σκληρὸς τοῦ ἵππου τοῦ Φωκᾶ τὸ δεξιὸν οὖς σὺν τῷ χαλινῷ παίσας ἀποκόπτει τῷ ξίφει. ὁ δὲ Φωκᾶς τῇ κορύνῃ πατάξας αὐτὸν κατὰ τῆς κεφαλῆς τοῦτον μὲν ἐπὶ τοῦ τραχήλου τοῦ ἵππου ῥιπτεῖ τῷ βάρει τῆς πληγῆς κατενεχθέντα, αὐτὸς δὲ τὸν ἵππον κεντρίσας καὶ τὰς τῶν ἐναντίων διατεμὼν φάλαγγας ἔξεισι, καὶ πρός τινα λόφον ἀνελθὼν τοὺς ἐκ τῆς τροπῆς ἀνεκαλεῖτο. οἱ δὲ περὶ τὸν Σκληρὸν κακῶς ἔχοντα τοῦτον θεασάμενοι ἐκ τῆς πληγῆς καὶ ἤδη λειποψυχοῦντα τῷ τραύματι ἐπί τινα πηγὴν ἄγουσι τὸν λύθρον ἀπονιψόμενον. ὑπώπτευον γὰρ καὶ τὸν Φωκᾶν τελείῳ ἤδη παραδοθῆναι ἀφανισμῷ. τοῦ ἵππου δὲ ἀποσκιρτήσαντος καὶ τὸν κατέχοντα ἀποδράντος καὶ διὰ τῶν στρατευμάτων ἐπιβάτου χωρὶς θέοντος ἀτάκτῳ ῥύμῃ, καὶ τῷ αἵματι πεφυρμένου (Αἰγύπτιον τὸν ἵππον ἐκάλουν), καὶ καταμαθόντες, οὗ τινος ὁ ἵππος, καὶ νομίσαντες τὸν ἑαυτῶν ἄρχοντα πεπτωκέναι, ἀκόσμως τρέπονται πρὸς φυγήν, κρημνοῖς καὶ Ἅλυϊ τῷ ποταμῷ ῥιπτοῦντες ἑαυτοὺς καὶ ἀκλεῶς ἀπολλύμενοι, μηδενὸς ὄντος τοῦ διώκοντος. τοῦτο κατιδὼν ὁ Φωκᾶς ἀπὸ τοῦ λόφου, καὶ θεῖον ἔργον εἶναι τὸ πρᾶγμα, ὥσπερ ἦν εἰκός, ὑποτοπάσας, κάτεισι μετὰ τῶν συνόντων ἐπιδιώκων τοὺς φεύγοντας ὑπ' ἀλλήλων συμπατουμένους καὶ ἀλκῆς ὅλως μὴ μεμνημένους, καὶ τοὺς μὲν ἀναιρῶν, τοὺς δὲ χειρούμενος. ὁ δὲ Σκληρὸς μετ' ὀλίγων διασωθεὶς φεύγει πρὸς Μαρτυρόπολιν. ἐκεῖθεν δὲ πρεσβευτὴν ἐκπέμπει τὸν ἑαυτοῦ ἀδελφὸν Κωνσταντῖνον πρὸς Χοσρόην τὸν τῆς Βαβυλῶνος ἄρχοντα, ἐπικουρίαν καὶ συμμαχίαν αἰτῶν. παρέλκοντος δ' ἐκείνου καὶ μήτε τῇ δόσει συντιθεμένου, μήτ' ἀπαναινομένου, καὶ τοῦ Κωνσταντίνου χρονοτριβοῦντος, ἠναγκάσθη καὶ αὐτὸς ὁ Σκληρὸς μετὰ τῶν συνόντων ἁπάντων πρὸς Χοσρόην φοιτῆσαι. [Bas2+Const8.10] Τῆς δὲ τοῦ Σκληροῦ τροπῆς ἀγγελθείσης τῷ βασιλεῖ διὰ γραμμάτων τοῦ Φωκᾶ καὶ τῆς εἰς Βαβυλῶνα ἀναχωρήσεως, τοῦτον μὲν ὁ βασιλεὺς ἀποδεξάμενος ἀξίως ἐτίμησε, πρὸς δὲ Χοσρόην τὸν τῆς Βαβυλῶνος ἀμερμουμνῆν πρεσβευτὴν ἐκπέμπει τὸν βέστην Νικηφόρον τὸν Οὐρανόν, ἱκετεύων μηδεμιᾶς ἐπιστροφῆς ἀξιῶσαι τὸν ἀποστάτην, μηδὲ θελῆσαι παράδειγμα γενέσθαι τοῖς ὀψιγόνοις φαῦλον, ἀμελήσας μὲν βασιλέως ἀδικουμένου βασιλεὺς καὶ αὐτὸς ὤν, προσθέμενος δὲ τυράννῳ ἀδίκῳ καὶ ἀποστάτῃ. ἐνεχείρισε δὲ καὶ γράμματα βασιλικὰ ἐνσεσημασμένα, δι' ὧν συμπαθείας ἁπάσης ἠξίου τὸν Σκληρὸν καὶ τοὺς συνόντας αὐτῷ, εἰ μεταμαθόντες τὸ δέον τόν τε ἑαυτῶν ἐπιγνῶσι δεσπότην καὶ πρὸς τὰ οἰκεῖα ὑπονοστήσουσι. διασωθέντος δὲ πρὸς Χοσρόην τοῦ Οὐρανοῦ καὶ τῶν βασιλικῶν φωραθέντων γραμμάτων, ὁ Χοσρόης καὶ τὸν πρεσβευτὴν καὶ τὸν Σκληρὸν καὶ πάντας τοὺς σὺν αὐτῷ Ῥωμαίους ὑπονόησας φρουραῖς παραδίδωσι. καὶ τούτους μὲν [Bas2+Const8.10.15] εἶχεν ἡ φρουρά, τῶν δὲ μὴ συνανελθόντων ἀποστατῶν τῷ Σκληρῷ Λέων μὲν ὁ αἰχμάλωτος καὶ οἱ τοῦ δουκὸς Ἀνδρονίκου τοῦ Λυδὸς παῖδες Χριστοφόρος ὁ Ἐπείκτης καὶ Βάρδας ὁ Μουγγός (ἔφθη γὰρ ἐκεῖνος ἀποθανεῖν) τὸ Ἀρμακούριον καὶ τὴν Πλατεῖαν πέτραν καὶ ἄλλα τινὰ φρούρια ἐρυμνὰ ἐν τῷ θέματι κείμενα τῶν Θρᾳκησίων κατεσχηκότες ἀντεῖχον ἕως ὀγδόης ἰνδικτιῶνος, καὶ ἐπεκδρομὰς ἐκ τούτων ποιούμενοι τὰ βασιλέως ἐλύπουν. καὶ οὐ πρὶν ἐπαύσαντο τὰς χώρας λεηλατοῦντες, πρὶν ἂν ἀμνηστίαν εἰληφότες κακῶν διὰ Νικηφόρου πατρικίου τοῦ Παρσακουτηνοῦ τῷ βασιλεῖ προσεχώρησαν. [Bas2+Const8.11] Τότε δὴ καὶ Ἀντώνιος ὁ πατριάρχης, κατὰ τὴν τοῦ Σκληροῦ ἀποστασίαν ἀποταξάμενος τῇ ἱερατείᾳ, ἀπεβίω. καὶ χειροτονεῖται πατριάρχης Νικόλαος ὁ τὴν ἐπωνυμίαν Χρυσοβέργης, τῆς ἐκκλησίας ἀποιμάντου διατελεσάσης ἐπὶ ἔτη πρὸς τῷ ἡμίσει τέσσαρα. ἐγένετο δὲ καὶ ἔκλειψις ἡλίου περὶ μέσην ἡμέραν, ὡς καὶ ἀστέρας φανῆναι. τῶν δὲ Βουλγάρων ἅμα τῇ τελευτῇ τοῦ βασιλέως Ἰωάννου ἀποστατησάντων, ἄρχειν αὐτῶν προχειρίζονται τέσσαρες ἀδελφοί, Δαβίδ, Μωϋσῆς, Ἀαρὼν καὶ Σαμουήλ, ἑνὸς τῶν παρὰ Βουλγάροις μέγα δυνηθέντων κόμητος ὄντες παῖδες Νικολάου ὀνομαζομένου, μητρὸς Ῥιψίμης καὶ διὰ τοῦτο κομητόπωλοι κατονομαζόμενοι. τῶν γὰρ κατὰ γένος προσηκόντων τῷ Πέτρῳ οἱ μὲν ἄλλοι θανάτῳ διεκόπησαν, Βορίσσης δὲ καὶ Ῥωμανὸς οἱ τούτου υἱοὶ εἰς τὴν πόλιν εἰσαχθέντες, ὡς ἐν τοῖς ἔμπροσθεν εἴρηται, ἔμενον ἐν αὐτῇ, ὁ μὲν μάγιστρος παρὰ τοῦ βασιλέως τιμηθεὶς Ἰωάννου, ὁ δὲ Ῥωμανὸς ἐκτμηθεὶς τὰ παιδουργὰ μόρια παρὰ τοῦ παρακοιμωμένου πρότερον Ἰωσήφ. καὶ ἐπεὶ συνέβη τὸν βασιλέα Ἰωάννην ἀποθανεῖν, καὶ τὸν Σκληρὸν ἀποστατῆσαι τοῦ βασιλέως καὶ συγγενοῦς αὐτῶν Βασιλείου εἰς τὰ ἐπὶ Θρᾴκην χωρία ἐξιόντος, ἐκεῖθεν ἀποδιδράσκουσι, καὶ τὴν Βουλγαρίαν φθάσαι ἠπείγοντο. καὶ ὁ μὲν Βορίσσης τόξῳ βληθεὶς ἐν τῷ διϊέναι κατά τινα λόχμην παρά τινος Βουλγάρου νομίσαντος Ῥωμαῖον αὐτὸν εἶναι (ἐνεδέδυτο καὶ γὰρ στολὴν Ῥωμαϊκήν) ἀπόλλυται, Ῥωμανὸς δὲ διασῴζεται εἰς Βιδίνην, καὶ χρόνῳ ὕστερον ἐπάνεισι πάλιν εἰς τὴν βασιλίδα, ὡς ἐν τῷ ἰδίῳ τόπῳ λελέξεται. τούτων δὲ τῶν τεσσάρων ἀδελφῶν Δαβὶδ μὲν εὐθὺς ἀπεβίω ἀναιρεθεὶς μέσον Καστορίας καὶ Πρέσπας εἰς τὰς λεγομένας Καλὰς δρῦς παρά τινων Βλάχων ὁδιτῶν Μωσῆς δὲ τὰς Σέρρας πολιορκῶν λίθῳ ἀπὸ τοῦ τείχους βληθεὶς ἐτελεύτησε ἄλλοι δὲ οὐ λίθῳ βληθῆναι γράφουσι (λέγουσι A) τὸν Μωϋσῆν, ἀλλὰ τοῦ ἵππου συμπεσόντος αὐτῷ, ὑπό τινος τῶν περὶ τὸν δοῦκα Μελισσηνὸν ἀποσφάττεσθαι (ἀποσφαγῆναι A) καὶ τὸν Ἀαρὼν δὲ τὰ Ῥωμαίων, ὡς λέγεται, φρονοῦντα ἀνεῖλεν ὁ ἀδελφὸς Σαμουὴλ παγγενῆ, κατὰ τὴν ιδʹ τοῦ Ἰουνίου (Ἰουλίου C) μηνὸς ἐν τῇ τοποθεσίᾳ τῆς Ῥαμετανίτζας (Ῥωμετανίτζας A, Ῥαμιτζανίτζας U), μόνου Σφενδοσθλάβου τοῦ καὶ Ἰωάννου διασωθέντος, τοῦ υἱοῦ αὐτοῦ, παρὰ Ῥαδομηροῦ τοῦ καὶ Ῥωμανοῦ, τοῦ υἱοῦ τοῦ Σαμουήλ. καὶ καθίσταται μόναρχος Βουλγαρίας ἁπάσης ὁ Σαμουήλ. οὗτος πολεμικὸς ἄνθρωπος ὢν καὶ μηδέποτε εἰδὼς ἠρεμεῖν, τῶν Ῥωμαϊκῶν στρατευμάτων ταῖς πρὸς τὸν Σκληρὸν μάχαις ἀσχολουμένων ἀδείας τυχὼν κατέδραμε πᾶσαν τὴν ἑσπέραν, οὐ μόνον Θρᾴκην καὶ Μακεδονίαν καὶ τὰ τῇ Θεσσαλονίκῃ πρόσχωρα, ἀλλὰ καὶ Θετταλίαν καὶ Ἑλλάδα καὶ Πελοπόννησον. καὶ πολλὰ φρούρια παρεστήσατο, ὧν ἦν τὸ κορυφαῖον ἡ Λάρισσα, ἧς τοὺς ἐποίκους μετῴκισεν εἰς τὰ τῆς Βουλγαρίας ἐνδότερα πανεστίους, καὶ τοῖς καταλόγοις τῶν ἑαυτοῦ κατατάξας στρατιωτῶν συμμάχοις ἐχρῆτο κατὰ Ῥωμαίων. μετήγαγε δὲ καὶ τὸ λείψανον τοῦ ἁγίου Ἀχιλλίου, ἐπισκόπου Λαρίσσης χρηματίσαντος ἐπὶ Κωνσταντίνου τοῦ μεγάλου κἀν τῇ μεγάλῃ καὶ πρώτῃ συνόδῳ παρόντος σὺν Ῥηγίνῳ Σκοπέλων (Σκοπέλου A) καὶ Διοδώρῳ Τρίκκης, καὶ εἰς τὴν Πρέσπαν ἀπέθετο, ἔνθα ἦσαν αὐτῷ τὰ βασίλεια, οἶκον κάλλιστον καὶ μέγιστον ἐπὶ τῷ ὀνόματι αὐτοῦ δομησάμενος. [Bas2+Const8.12] Ἀμύνασθαι δὲ τοῦτον ὁ βασιλεὺς τῶν εἰργασμένων γλιχόμενος, ἐπείπερ ἀπετινάξατο τὰς περὶ τοῦ Σκληροῦ φροντίδας, τὰς Ῥωμαϊκὰς ἀθροίσας δυνάμεις αὐτὸς δι' ἑαυτοῦ εἰσβολὴν ἐν Βουλγαρίᾳ ἐδόκει ποιήσασθαι, Βάρδαν τὸν Φωκᾶν ἔτι δομέστικον ὄντα τῶν σχολῶν καὶ τοὺς λοιποὺς ἑῴους δυνάστας μηδ' ἀξιώσας λόγου. εἰσερχόμενος δὲ ἐν Βουλγαρίᾳ διὰ τῆς παρὰ τῇ Ῥοδόπῃ καὶ τῷ ποταμῷ Εὕρῳ, τὸν μάγιστρον Λέοντα τὸν Μελισσηνὸν κατόπιν εἴασε, τὰς δυσχωρίας φυλάττειν προστάξας. αὐτὸς δὲ τὰ μεταξὺ Τριαδίτζης, ἥτις πάλαι Σαρδικὴ ἐπωνόμαστο ἐν ᾗ καὶ τῶν δυτικῶν τριακοσίων ἐπισκόπων σύνοδος γέγονε Κώνσταντος τοῦ τῆς δύσεως καὶ Κωνσταντίνου (Κωνσταντίου E) τοῦ τῆς ἀνατολῆς βασιλέως κελεύσει τῶν υἱῶν τοῦ μεγάλου Κωνσταντίνου στενὰ διελθὼν καὶ τὰς λόχμας, καὶ ἔν τινι τόπῳ Στοπονίῳ λεγομένῳ γενόμενος, ἔθετο χάρακα, ἐκεῖσέ τε διενοεῖτο, πῶς ἂν ἐπιχειρήσῃ τῇ πολιορκίᾳ τῆς Σαρδικῆς. ἠκούετο δὲ καὶ ὁ Σαμουὴλ τὰς κορυφὰς τῶν κύκλωθεν ὀρέων κατέχων (πρὸς φανερὰν γὰρ συμπλοκὴν καὶ ἀγχέμαχον ἐδειλία), καὶ πάντοθεν ἐνεδρεύων, εἴ πως δυνηθείη βλάψαι τοὺς ἐναντίους. ἐν ᾧ δὲ ταῦτα ἐγίνετο καὶ τοιοῦτος ἦν τῷ βασιλεῖ ὁ σκοπός, Στέφανος ὁ δομέστικος τῶν σχολῶν τῆς δύσεως, ὃν διὰ τὸ βραχὺ τῆς ἡλικίας Κοντοστέφανον ἐπωνόμαζον, ἀπεχθέστατος ὢν Λέοντι τῷ Μελισσηνῷ, πρόσεισι νυκτὸς ἤδη καταλαβούσης τῷ βασιλεῖ καὶ ἀναζευγνύειν ὡς τάχιστα παρεκάλει, καὶ τὰ ἄλλα λογιζόμενον δεύτερα, καὶ τὴν βασιλίδα καταλαβεῖν, ὡς τοῦ Μελισσηνοῦ ἐποφθαλμιῶντος τῇ βασιλείᾳ κἀκεῖσε ἀπιόντος ἄρτι σὺν τάχει πολλῷ. ἐθρόησεν ὁ λόγος τὸν βασιλέα, καὶ ἀναζυγὴν εὐθέως ἐκήρυξεν. ὁ δὲ Σαμουὴλ τὴν ἀσύντακτον ἀναχώρησιν φυγήν, ὡς εἰκός, εἶναι ὑποτοπάσας, ἐπιπεσὼν ἀθρόως μετ' ἀλαλαγμοῦ καὶ βοῆς τούς τε Ῥωμαίους κατέπληξε καὶ φυγεῖν ἠνάγκασε, καὶ τὸ στρατόπεδον κατέσχε, καὶ τῆς ἀποσκευῆς ἁπάσης ἐγένετο κύριος καὶ αὐτῆς τῆς βασιλικῆς σκηνῆς καὶ τῶν βασιλικῶν παρασήμων. μόλις δὲ ὁ βασιλεὺς τὰ στενὰ διελθὼν εἰς Φιλιππούπολιν διασῴζεται. ἐν ᾗ γενόμενος, καὶ τὸν Μελισσηνὸν ἀμετακίνητον εὑρὼν καὶ τὴν ἐμπιστευθεῖσαν αὐτῷ φυλακὴν ἐπιμελῶς τηροῦντα, τῷ Κοντοστεφάνῳ ἐλοιδορεῖτο ὡς ψευσαμένῳ καὶ παραιτίῳ γεγονότι τοσούτου κακοῦ. οὗτος δὲ μὴ ἐνεγκὼν πράως τὴν ἐπιτίμησιν, ἀλλ' ἔτι μᾶλλον τραχυνόμενος καὶ δίκαια συμβουλεῦσαι ἰσχυριζόμενος, ἠνάγκασε τὸν βασιλέα διὰ τὴν ἀναίσχυντον ἰταμότητα ἀναπηδῆσαί τε τοῦ θρόνου καὶ τῶν τριχῶν αὐτοῦ καὶ τῆς γενειάδος λαβόμενον κατασπάσαι εἰς γῆν. [Bas2+Const8.13] Ἰνδικτιῶνος δὲ πεντεκαιδεκάτης, ἔτους ἑξακισχιλιοστοῦ τετρακοσιοστοῦ ἐνενηκοστοῦ τετάρτου, Ὀκτωβρίῳ μηνί, ἐγένετο κλόνος μέγας, καὶ κατέπεσον οἰκίαι καὶ ναοὶ πολλοὶ καὶ μέρος τῆς σφαίρας τῆς τοῦ θεοῦ μεγάλης ἐκκλησίας. ὅπερ πάλιν ὁ βασιλεὺς φιλοτίμως ἐπανωρθώσατο, δαπανήσας εἰς μόνας τὰς μηχανὰς τῆς ἀνόδου, δι' ὧν οἱ τεχνῖται ἱστάμενοι καὶ τὰς ὕλας ἀναγομένας δεχόμενοι ᾠκοδόμουν τὸ πεπτωκός, κεντηνάρια δέκα. [Bas2+Const8.14] Οἱ δὲ τῶν Ῥωμαίων μεγιστᾶνες μηνιῶντες τῷ βασιλεῖ, ὁ μὲν Φωκᾶς Βάρδας καί τινες σὺν αὐτῷ, ὅτι περ εἰς Βουλγαρίαν ἐκστρατεύσας ὑπερεῖδεν αὐτούς, μηδ' ἐν Καρὸς λογισάμενος μοίρᾳ, ἄλλοι δὲ καὶ [Bas2+Const8.14.4] ἄλλοι δι' ἄλλους προπηλακισμούς τε καὶ παροινίας, ὁ δὲ μάγιστρος Εὐστάθιος ὁ Μαλεῗνος διὰ τὸ ἀτίμως ἀπὸ τῆς εἰρημένης ἐκστρατείας ἀποπεμφθῆναι, συναθροισθέντες ἐν τῷ Χαρσιανῷ κατὰ τὸν οἶκον τοῦ ῥηθέντος Μαλεΐνου, πεντεκαιδεκάτῃ τοῦ Αὐγούστου μηνός, τῆς πεντεκαιδεκάτης ἰνδικτιῶνος, Βάρδαν τὸν Φωκᾶν ἀνεῖπον βασιλέα, διάδημά τε περιθέντες αὐτῷ καὶ τὰ λοιπὰ τῆς βασιλείας γνωρίσματα. τούτου δὲ ἀναγορευθέντος ἠγγέλλετο καὶ ὁ Σκληρὸς ἥκων ἀπὸ Συρίας. καθειρχθεὶς γάρ, ὡς εἴπομεν, παρὰ τοῦ Χοσρόου μετὰ τῶν περὶ αὐτὸν ἐν Βαβυλῶνι ἔμενε τηρούμενος ἐν τῇ φρουρᾷ, πάσης ἐπιμελείας ἐστερημένος καὶ τῇ ἐκ τῆς καθείρξεως κακουχίᾳ καὶ ταῖς τῶν φυλαττόντων παροινίαις τετρυχωμένος. ἐξαίφνης δ' ἐπέλαμψεν αὐτῷ τύχη λαμπρά, καὶ τῆς φυλακῆς ἐκβάλλεται σὺν τοῖς ἀμφ' αὐτὸν παραδόξως. οἵῳ δὲ τρόπῳ τῶν δεσμῶν ἠλευθερώθη, καὶ ὅπως εἰς τὰ Ῥωμαίων ἤθη ἐπανεσώθη, ἄπεισι λέξων ὁ λόγος. [Bas2+Const8.15] Τὸ τῶν Περσῶν γένος τὴν ἀρχὴν τῆς βασιλείας ἀφαιρεθὲν ὑπὸ τῶν Σαρακηνῶν ἀεὶ μὲν ἐνεκότει τούτοις καὶ ἐνεδομύχει, καὶ καιρὸν ἐζήτει καὶ μηχανήν, ὅπως τοὺς τὸ κράτος ἔχοντας κατασπάσῃ καὶ τὴν πάτριον πάλιν ἀναλάβῃ ἀρχήν. ἦν δέ τις ἐν αὐτοῖς ἀνὴρ ἐξ εὐγενοῦς σειρᾶς καταγόμενος, Ἴναργος τοὔνομα, λέγειν τε δεινὸς καὶ ἄλλως πολεμικὸς καὶ δραστήριος ἄνθρωπος. οὗτος τὸν βασιλέα Χοσρόην κατανοήσας ἀνειμένως καὶ φαύλως ἄρχοντα, καὶ νῦν παρεῖναι, ὃν ἐζήτουν οἱ Πέρσαι καιρὸν οἰηθείς, ἀνασείει τε τὸ γένος τῶν Ἀχαιμενιδῶν ἅπαν καὶ ἀπόστασιν κινεῖ κατὰ τῶν Σαρακηνῶν. προσλαβόμενος δὲ καὶ μισθοφορικὸν ἀπὸ τῶν ἑῴων Τούρκων ἀμφὶ τὰς εἴκοσι χιλιάδας ἐδῄου καὶ κατέτρεχε τὰ Σαρακηνῶν, ἄρδην ἀναιρῶν τοὺς ἁλισκομένους καὶ μηδὲ παίδων φειδόμενος. πρὸς τοῦτον ὁ Χοσρόης πολλάκις καὶ διὰ τῶν οἰκείων στρατηγῶν καὶ αὐτὸς δι' ἑαυτοῦ ἀντιπαραταξάμενος ἐν πάσαις ταῖς μάχαις ἡττήθη. ἀπογνοὺς οὖν λοιπὸν καὶ εἰδὼς μὴ ὢν ἱκανὸς ὅπλα τὸ ἀπὸ τοῦδε κινῆσαι κατὰ Περσῶν, τῶν αὐτοῦ στρατευμάτων πολλάκις κατακοπέντων καὶ μηδ' ὄνομα στεγόντων ἀκοῦσαι Περσῶν, εἰς ἔννοιαν ἔρχεται τῶν ἐν τῇ φρουρᾷ Ῥωμαίων, ἐπιλογισάμενος λίαν ἐμφρόνως, ὡς, εἰ μή τις τῶν ἐπισήμων ἦν καὶ ἐμφανῶν ὁ καθειργμένος καὶ κατὰ ψυχὴν καὶ σῶμα γενναῖος, οὐκ ἂν τοῦ οἰκείου δεσπότου κατεξανέστη καὶ ἐς τόδε ἀνάγκης τοῦτον συνήλασε, καὶ μετὰ ταῦτα φυγὰς καὶ βίον διαντλῶν ἀτυχῆ ὑπὸ τοσούτων καὶ τηλικούτων ὡς βασιλεὺς ἀνυμνεῖται· κοινολογησάμενος μετὰ τῆς ἑαυτοῦ γερουσίας ἐκβάλλει τε τοὺς ἄνδρας τῆς φυλακῆς καὶ πάσης ἐπιμελείας καταξιοῖ, καὶ τελευταῖον τὴν περὶ τοῦ πολέμου προσφέρει ἀξίωσιν. θρυπτομένου δὲ κατ' ἀρχὰς τοῦ Σκληροῦ, καὶ μετ' εἰρωνείας πῶς ἂν δυνηθεῖεν λέγοντος ὅπλα κινῆσαι ἄνδρες ἐν τοσούτῳ καιρῷ καθειργμένοι καὶ κατακόρως μετασχόντες τῶν ἐκ τῆς φρουρᾶς κακοπαθειῶν, ὁ Χοσρόης πάλιν ἐνέκειτο, καὶ χρήματα λαβεῖν αὐτὸν ἱκέτευεν ἀριθμοῦ διεκπίπτοντα καὶ στρατεύματα πλήθει τε ἄπειρα καὶ λαμπρὰ ταῖς παρασκευαῖς, καὶ στρατηγῆσαι τὸν πόλεμον, καὶ μὴ μνησικακῆσαι τῆς καθείρξεως, ὡς δυναμένου καὶ αὐτοῦ τοῖς μετὰ ταῦτα καλοῖς καὶ ταῖς φιλοφροσύναις ἐπηλυγάσαι τὰ προφθάσαντα κακὰ καὶ τὰς ἐκ τῆς φυλακῆς ἀηδίας. πείθεται τὸ τελευταῖον ὁ Σκληρός, καὶ ἐκτελέσειν ὑπέσχετο τὸ κεκελευσμένον. στρατεύματα μέντοι λαβεῖν Ἀράβων ἢ Σαρακηνῶν ἢ ἑτέρων ἐθνῶν τῶν τῷ Χοσρόῃ ὑποκειμένων οὐδ' ὅλως ἠνέσχετο, τὰς δὲ φυλακὰς τῶν ἐν Συρίᾳ πόλεων ἀναζητῆσαι ἠξίωσε, καὶ τοὺς ἐν αὐταῖς κρατουμένους Ῥωμαίους ἐξαγαγεῖν καὶ καθοπλίσαι, μετὰ τούτων καὶ οὐκ ἄλλως λέγων εἶναι δυνατὸν αὐτῷ τὸν πρὸς τοὺς Πέρσας ἀναδέξασθαι πόλεμον. ἐδέξατο ὁ Χοσρόης τὸν λόγον, καὶ αἱ φυλακαὶ ταχὺ ἀνεῴγνυντο, καὶ οἱ ἐν αὐταῖς ἠλευθεροῦντο Ῥωμαῖοι, καὶ συνηθροίσθησαν ἀπὸ τούτων ἄνδρες τρισχίλιοι. οὓς εἰς βαλανεῖα ἐκδοὺς καὶ τῶν ἐκ τῆς καθείρξεως ῥύπων ἀποκαθάρας ἐσθῆσί τε καὶ περιβολαῖς καιναῖς ἀμφιάσας, καὶ ἑκάστῳ τὴν προσήκουσαν καὶ ἀρκοῦσαν δοὺς παντευχίαν, ὁδηγοὺς τῆς ὁδοῦ λαβὼν ἔξεισι μετ' αὐτῶν κατὰ τῶν Περσῶν. γενομένης δὲ ἀντιπαρατάξεως, καὶ μετὰ ῥύμης σφοδρᾶς τῶν περὶ τὸν Σκληρὸν ἐπιθεμένων τοῖς Πέρσαις, ἐκεῖνοι τῷ ξένῳ τῆς καθοπλίσεως καὶ τῷ ἀήθει τῆς φωνῆς καὶ τῷ ἀγνώστῳ τῆς παρατάξεως, τὸ δὲ πλέον καὶ τῇ ῥαγδαίᾳ φορᾷ καὶ ῥύμῃ τῶν Ῥωμαίων καταπλαγέντες τρέπονται κατὰ κράτος καὶ πίπτουσι πανσυδί, ὡς μηδ' ἄγγελον (τοῦτο δὴ τὸ τοῦ λόγου) περιλειφθῆναι τῆς συμφορᾶς, πεσόντος καὶ αὐτοῦ τοῦ Ἰνάρου κατὰ τὴν προσβολήν. λείαν δ' ὅτι πολλὴν περιβαλλόμενοι καὶ ἵππους συχνοὺς οὐκεθ' ὑποστρέψαι πρὸς Χοσρόην ἔγνωσαν, ἀλλὰ τῆς ἐπὶ Ῥωμαίους ἀγούσης ἁψάμενοι καὶ συντόνῳ χρησάμενοι τῇ ὁδοιπορίᾳ ἔλαθον διαδράντες καὶ εἰς τὰ σφέτερα ἤθη διασωθέντες. ἕτερος δὲ λόγος ἔχει, ὡς μετὰ τὴν κατὰ Περσῶν νίκην ἐπανελθόντας ἐδέξατο φιλοφρόνως αὐτοὺς ὁ Χοσρόης, καὶ ἐπεὶ μετ' ὀλίγον τὸ τῆς ζωῆς αὐτὸν ἔφθασε τέλος, ἐπέσκηψε τῷ υἱῷ καὶ ὁμωνύμῳ καὶ μετ' αὐτὸν βασιλεῖ συμμαχίαν δοῦναι τοῖς Ῥωμαίοις καὶ οἴκαδε πέμψαι. καὶ ὁ μὲν Σκληρὸς ἑνὶ τῶν εἰρημένων τρόπων τὴν Ῥωμαίων καταλαμβάνει γῆν, εὑρὼν Βάρδαν τὸν Φωκᾶν ὡς βασιλέα ἀνευφημούμενον, καὶ αὐτὸς ὁμοίως παρὰ τῶν συνόντων ἀνευφημούμενος. [Bas2+Const8.16] Οὕτω δὲ τὰ πράγματα διακείμενα εὑρηκὼς διάφορος ἦν καὶ ποικίλος ταῖς γνώμαις. ἑαυτὸν μὲν γὰρ ἀσθενέστατον ἔκρινεν εἰς τὸ καθ' ἑαυτὸν μόνον συνέχειν καὶ διακρατεῖν τὴν ἀποστασίαν. προσχωρῆσαι δὲ τῷ Φωκᾷ ἢ τῷ βασιλεῖ λίαν ἀγεννὲς ᾠήθη καὶ ἄνανδρον. πολλὰ γοῦν γνωματεύσας μετὰ τῶν συνόντων, τέλος τὸ μὲν μόνος ἀνευφημεῖσθαι ὡς βασιλεὺς παράβολον καὶ ἀλυσιτελὲς διὰ τὸ ἀδύνατον ἐλογίζετο, ἑνὶ δὲ προσφοιτῆσαι τῶν δυναστῶν καὶ τοῦ ἑτέρου καταφρονῆσαι κατεγίνωσκε διὰ τὸ τοῦ μέλλοντος ἄδηλον. ἔγνω οὖν κατὰ τὸ δυνατὸν καὶ ἄμφω προσκτήσασθαι τὰς ἀρχάς, ἵν' ἐξ ἀποτυχίας τὴν ἑτέραν ἔχῃ βοηθὸν καὶ συλλήπτορα. γράμματα μὲν οὖν αὐτὸς ἐκπέμπει πρὸς τὸν Φωκᾶν, κοινοπραγίαν ἐξαιτῶν καὶ τῆς βασιλείας διανομήν, εἰ καταγωνίσασθαι δυνηθεῖεν τὸν βασιλέα. λάθρᾳ δὲ Ῥωμανὸν τὸν υἱὸν ἐκπέμπει πρὸς τὸν βασιλέα ὡς τάχα αὐτομολήσαντα, λίαν ἐντρεχῶς λογισάμενός τε καὶ κρίνας, ἵν' εἰ μὲν ὁ Φωκᾶς ὑπέρσχῃ, αὐτὸς εἴη σωτὴρ τοῦ παιδός, εἰ δ' ἐπικρατέστερα τὰ τοῦ βασιλέως ὑπάρξει, αὐτὸς δι' ἐκείνου παραιτηθεὶς τοῦ κινδύνου ῥυσθείη. καὶ ὁ μὲν Ῥωμανὸς δόκησιν φυγῆς παρασχὼν ἄπεισι πρὸς τὸν βασιλέα. ὃν οὗτος φιλοφρόνως ἄγαν δεξάμενος καὶ περιχαρῶς μάγιστρόν τε εὐθέως ἐτίμησε καὶ συμβούλῳ διὰ παντὸς ἐν τοῖς πολέμοις ἐχρῆτο. καὶ γὰρ δὴ καὶ μετὰ τὴν εἰς Συρίαν ὑποχώρησιν τοῦ Σκληροῦ τῶν φροντίδων ὁ βασιλεὺς ἀπαλλαγεὶς καὶ τῶν διοικήσεων ἁπτόμενος ἀνδρικώτερον, ἐπεὶ ἔγνω τὸν παρακοιμώμενον μὴ ἀρεσκόμενον τοῖς δρωμένοις, ἀλλ' ὑποτονθορύζοντα καὶ δεινὰ δράσειν, εἰ καιροῦ λάβοιτο, ἐλπιζόμενον, τοῦτον μὲν κατάγει τῆς ἐξουσίας καὶ οἴκοι μένειν προστάττει, αὖθις δὲ μὴ ἠρεμοῦντα ὁρῶν, ἀλλ' ἀεὶ μελετῶντα ἀλλόκοτα καὶ τὴν προτέραν ἀπειληφέναι σπεύδοντα ἐξουσίαν ὑπερόριον ἀνὰ τὸ Στενὸν τίθησιν, ἀφελόμενος καὶ τὰ πλείω τῆς οὐσίας αὐτοῦ, ὡς μὴ κεχορηγημένην ἔχων ὕλην φθάσαι τι δρᾶσαι τῶν ἀνηκέστων. αὐτὸς δὲ τῆς ἐξ αὐτοῦ συμβουλῆς μονωθείς, καὶ φίλων [Bas2+Const8.16.29] δεόμενος καὶ συνεργῶν ἐν ταῖς περιστάσεσι, τότε γνησίως τὸν Ῥωμανὸν προσεδέξατο, ἄνδρα εἰδὼς ἐντρεχῆ καὶ δραστήριον καὶ τὰ πολεμικὰ ἱκανώτατον. [Bas2+Const8.17] Βάρδας δὲ ὁ Φωκᾶς, ὡς τὴν τοῦ Σκληροῦ ἐπάνοδον προσαγγελθεῖσαν ἐπύθετο, γράμματά τε ἐκπέμπει αὐτὰ ἐκεῖνα δηλοῦντα τὰ ἐκείνῳ πρὸς τρόπου, καὶ ὅρκοις ἐπιστοῦτο τὰς ὑποσχέσεις, ‘εἰ τῶν ἠλπισμένων τύχοιμεν,’ λέγων, ‘σὺ μὲν ἄρξεις Ἀντιοχείας καὶ Φοινίκης καὶ Κοίλης Συρίας καὶ Παλαιστίνης καὶ Μεσοποταμίας, ἐγὼ δὲ ἄρχων ἔσομαι τῆς βασιλίδος αὐτῆς καὶ τῶν ὑπολοίπων ἐθνῶν.’ δεξάμενος δὲ περιχαρῶς ὁ Σκληρὸς τοὺς λόγους, καὶ τοῖς ὅρκοις θαρρήσας, ἄπεισιν ἐν Καππαδοκίᾳ πρὸς τὸν Φωκᾶν, ὡς τάχα πληρώσων τὴν κοινοπραγίαν. ἐκεῖνος δὲ τοῦτον ἔνδον τῆς σαγήνης λαβὼν ἀπαμφιέννυσί τε τὰ τῆς βασιλείας παράσημα καὶ ἐς τὸ φρούριον τὸν Τυροποιὸν ἐκπέμπει, φρουρὰν οὐκ ἀγεννῆ περιστήσας αὐτῷ. αὐτὸς δὲ μέρος τοῦ στρατοῦ παρασχὼν Καλοκυρῷ πατρικίῳ τῷ Δελφινᾷ ἐκπέμπει κατὰ τὴν ἀντίπορθμον τῇ βασιλίδι Χρυσόπολιν. τὸ δὲ λοιπὸν ἅπαν τῆς στρατηγίας ἄγων μεθ' ἑαυτοῦ κάτεισιν εἰς Ἄβυδον, ἐλπίσας οὕτω κατεχομένων τῶν στενῶν πεπιεσμένους ἐνδείᾳ παραστήσεσθαι τοὺς πολίτας. ὁ δὲ βασιλεὺς πολλὰ παρακαλέσας τὸν Δελφινᾶν ἀπαναστῆναι τῆς Χρυσοπόλεως καὶ μὴ ἀντιμέτωπον τῇ βασιλίδι ποιεῖσθαι στρατοπεδείαν, ὡς οὐκ ἔπειθε, πλοῖα παρασκευάσας νυκτὸς καὶ τούτοις ἐμβιβάσας Ῥῶς (ἔτυχε γὰρ συμμαχίαν προσκαλεσάμενος ἐξ αὐτῶν, καὶ κηδεστὴν ποιησάμενος τὸν ἄρχοντα τούτων Βλαδιμηρὸν ἐπὶ τῇ ἑαυτοῦ ἀδελφῇ Ἄννῃ), περαιωθεὶς μετ' αὐτῶν ἀνοήτως ἐπιτίθεται τοῖς ἐχθροῖς καὶ ῥᾷον χειροῦται. τὸν μὲν οὖν Δελφινᾶν ἐπὶ ξύλου κρεμᾷ κατ' ἐκεῖνον τὸν τόπον, ἔνθαπερ εἶχε τὴν σκηνὴν πεπηγμένην, τὸν δὲ ἀδελφὸν τοῦ Φωκᾶ Νικηφόρον τὸν τυφλὸν φρουρᾷ παραδίδωσι ἀνασκολοπίζει δὲ καὶ τὸν Ἀτζυποθεόδωρον κατὰ τὴν Ἄβυδον καὶ τοῖς λοιποῖς τοῖς ἁλοῦσι ποινὰς ἐπιθεὶς τὰς δοκούσας ὑπέστρεψεν εἰς τὴν βασιλίδα. [Bas2+Const8.18] Ὁ δὲ Φωκᾶς τὴν Ἄβυδον καταλαβὼν ἐπιμελῶς ἐπολιόρκει, ῥωμαλέως ὑφισταμένων καὶ τῶν ἔνδον τὴν πολιορκίαν, τοῦ δρουγγαρίου τῶν πλωΐμων Κυριακοῦ προεκπεμφθέντος παρὰ τοῦ βασιλέως καὶ τοὺς ἔνδον παραθαρρύνοντος. μετὰ μικρὸν δὲ ἐπεραιώθη καὶ Κωνσταντῖνος ὁ τοῦ βασιλέως ἀδελφός, κατόπιν δ' ἀφίκετο καὶ αὐτὸς ὁ βασιλεύς. ὧν περαιωθέντων ὁ Φωκᾶς μέρος μὲν τῆς στρατιᾶς προσεδρεύειν ἐπέταξε τῇ τῆς Ἀβύδου πολιορκίᾳ, αὐτὸς δὲ τοῖς λοιποῖς τοῦ στρατοῦ ἀντιπαρατάττει τοῖς βασιλεῦσι, καὶ μελλούσης ἤδη ἀρχὴν λαμβάνειν τῆς μάχης ὁ Φωκᾶς τοῦ ζῆν ἀγεννῶς τὸ γενναίως ἀποθανεῖν εὐγενῶς προκρίνας, τὸν βασιλέα θεασάμενος πόρρωθεν τῇδε κἀκεῖσε καθιππαζόμενον καὶ τὰς τῶν οἰκείων διακοσμοῦντα τάξεις καὶ παραθαρρύνοντα, καὶ πρὸς ἑαυτὸν λογισάμενος, ὡς, εἰ τούτου ἐπιτυχὴς γένηται, ῥᾷον ἂν καὶ τοὺς λοιποὺς καταγωνιεῖται, τὸν ἵππον μυωπίσας ῥαγδαίως ἵκετο κατ' αὐτοῦ, τὰς ἐναντίας φάλαγγας διακόπτων καὶ ἀνυπόστατος τοῖς πᾶσι φαινόμενος. ἤδη δὲ τῷ βασιλεῖ προσεγγίζων εὐθὺς ὑποστρέφει καὶ εἴς τινα λόφον ἄνεισι, καὶ τοῦ ἵππου ἀποβὰς καὶ πρὸς γῆν ἐκτείνας ἑαυτὸν ἀπέλιπε τὴν ζωήν, εἴτε παρά του τῶν στρατιωτῶν ἐν τῷ ἀτάκτως φέρεσθαι καιρίαν τυπείς, εἴτε καὶ ἄλλως ἀπὸ σωματικῆς ἀταξίας κατεργασθείς. πληγὴν μέντοι οὐδ' ὅλως εὑρέθη ἐν τῷ σώματι ἔχων, καὶ διὰ τοῦτο ὁ λέγων λόγος δηλητηρίῳ αὐτὸν ἀναιρεθῆναι κρατεῖ. φέρεται γάρ, ὅτι Συμεὼν ὁ πιστικώτατος τῶν θεραπόντων αὐτοῦ, δώροις ὑπὸ βασιλέως ἀναπεισθείς, φαρμάκῳ τοῦτον ἀπέκτεινεν. εἰώθει γὰρ ὁ Φωκᾶς ἐν τοῖς πολέμοις ὕδατος ψυχροῦ πρὸ τῆς συμπλοκῆς ἀπογεύεσθαι. ὃ κἀν ταύτῃ τῇ συμπλοκῇ ποιήσας ἔλαθε συγκαταπιὼν τῷ ὕδατι καὶ τὸ δηλητήριον. ἐπὶ πολὺν δὲ χρόνον ἐν τῷ λόφῳ κειμένου τοῦ Φωκᾶ ᾤοντο πάντες διά τινα σωματικὴν μαλακίαν ἀναπαύσει μικρᾷ ἑαυτὸν δεδωκέναι. ὡς δὲ ἐχρόνιζε κείμενος καὶ προσελθών τις νεκρὸν αὐτὸν εὗρε καὶ ἄναυδον καὶ διεγνώσθη τοῖς πᾶσιν ὁ τούτου θάνατος, οἱ μὲν ἀποστάται εὐθὺς εἰς φυγὴν ὥρμησαν, τὰ δὲ τοῦ βασιλέως ἐπερρώσθη στρατεύματα, καὶ ἐδίωκον ἀμεταστρεπτί, καὶ ζωγροῦνται μὲν Λέων καὶ Θεόγνωστος οἱ Μελισσηνοί, Θεοδόσιος ὁ Μεσανύκτης καὶ ἄλλοι πολλοί. οὓς μεθ' ἑαυτοῦ ὁ βασιλεὺς εἰς τὴν πόλιν εἰσαγαγὼν διὰ μέσης ἐθριάμβευσε τῆς ἀγορᾶς ὄνοις ἐφεζομένους, μόνου φεισάμενος Λέοντος τοῦ Μελισσηνοῦ. λέγεται γὰρ οὗτος ἐπὶ τῆς παρατάξεως τῷ οἰκείῳ ἀδελφῷ Θεογνώστῳ, ἐπιχλευάζοντι τοὺς βασιλεῖς καὶ ὕβρεις ἀπρεπεῖς ἐς αὐτοὺς ἀπορριπτοῦντι, ἐπιτιμῆσαί τε πολλὰ μετὰ δακρύων καὶ παρακαλέσαι παύσασθαι τῆς ἀθυροστομίας καὶ μὴ ἀναιδῶς ἐνυβρίζειν εἰς τοὺς οἰκείους δεσπότας, ἐπεὶ δὲ μὴ ἔπειθε, καὶ τὸν σειρομάστην ἐντείνας δοῦναι τούτῳ πολλάς, ὥστε καὶ τὸν βασιλέα θεωρὸν ὄντα τῶν γινομένων ἀνειπεῖν πρὸς τοὺς παρόντας· ‘ἴδετε, ὦ οὗτοι, ἀφ' ἑνὸς ξύλου καὶ σταυρὸν καὶ πτύον.’ διὰ ταύτην οὖν τὴν αἰτίαν λέγεται τῷ Λέοντι συγχωρηθῆναι τὸν θρίαμβον. [Bas2+Const8.19] Ἄρτι δὲ τοῦ Φωκᾶ ἀποθανόντος κατὰ τὸν Ἀπρίλλιον μῆνα τῆς δευτέρας ἰνδικτιῶνος, τοῦ ἑξακισχιλιοστοῦ τετρακοσιοστοῦ ἐνενηκοστοῦ ἑβδόμου ἔτους, καὶ τῆς κατ' αὐτὸν ἀποστασίας διαλυθείσης, ἀδείας λαβόμενος ὁ Σκληρὸς πάλιν ἀνελάμβανεν ἑαυτὸν καὶ τὴν προτέραν ἐσωμάσκει ἀποστασίαν. ὅπερ πυθόμενος ὁ βασιλεὺς γράμμασι παρῄνει κόρον λαβεῖν τῆς τῶν Χριστιανῶν χύσεως αἱμάτων, ἄνθρωπον καὶ αὐτὸν ὄντα καὶ θάνατον προσδεχόμενον καὶ κρίσιν, καὶ ὀψέ ποτε μεταμαθεῖν τὸ συμφέρον, καὶ τὸν ἐκ θεοῦ δεδομένον ἐπιγνῶναι ἄρχοντα μὴ πλανώμενον τῷ πραττομένῳ (ταττομένῳ E) τοῦ ὀνόματος αὐτοῦ στοιχείῳ. ἐλέγετο γὰρ λόγος δημώδης ὑπό τινων τῶν τὰ μετέωρα ἐστοχασμένων· ‘βῆτα βῆτα διώξει, καὶ βῆτα βασιλεύσει.’ ὑφ' οὗ αὐτός τε καὶ ὁ Φωκᾶς ἐξηπατημένοι ταῖς ἀποστασίαις ἐπεβάλλοντο. τούτοις δὲ τοῖς γράμμασι μαλαχθεὶς ἐκεῖνος καὶ πίστεις λαβών, ὡς οὐδὲν ὑποστήσεται φλαῦρον, κατατίθεται τὰ ὅπλα καὶ τῷ βασιλεῖ σπένδεται, κουροπαλάτης τιμηθείς. οὐ μέντοι γε καὶ ὀφθαλμοῖς τὸν βασιλέα θεάσασθαι ἠξιώθη. κατὰ γὰρ τὴν ὁδὸν ἀορασίᾳ πληγεὶς τὴν ὁρατικὴν ἀπέβαλεν αἴσθησιν καὶ τυφλὸς εἰσήχθη πρὸς βασιλέα. ὃν χειραγωγούμενον ἐκεῖνος θεασάμενός φησι πρὸς τοὺς παρόντας· ‘ὃν ἐφοβούμην καὶ ἔτρεμον, χειραγωγούμενος ἔρχεται.’ [Bas2+Const8.20] Ἀπολυθεὶς δὲ τῶν ἐμφυλίων πολέμων καὶ φροντίδων ὁ βασιλεύς, πῶς ἂν διάθηται τὰ κατὰ τὸν Σαμουὴλ ἐσκόπει καὶ τοὺς λοιποὺς τοπάρχας, οἵτινες ταῖς ἀποστασίαις ἐνασχολουμένου ἄδειαν εἰληφότες οὐ μικρὰ τὰς τῶν Ῥωμαίων ἐπικρατείας ἐλύπησαν. ἔξεισι γοῦν εἰς τὰ ἐπὶ Θρᾴκης καὶ Μακεδονίας χωρία, καὶ κάτεισιν εἰς Θεσσαλονίκην, ἀποδώσων τὰ εὐχαριστήρια τῷ μάρτυρι Δημητρίῳ. ἐκεῖσέ τε Γρηγόριον μάγιστρον τὸν Ταρωνίτην ἄρχειν λιπών, δοὺς αὐτῷ καὶ στρατὸν ἀξιόμαχον, ἐφ' ᾧ εἴργειν καὶ ἀνακόπτειν τὰς ἐπιδρομὰς τοῦ Σαμουήλ, αὐτὸς ὑποστρέψας κἀν τῇ βασιλίδι γενόμενος ἄνεισιν εἰς Ἰβηρίαν. ἤδη γὰρ καὶ ὁ κουροπαλάτης ἐτεθνήκει Δαβίδ, κληρονόμον τῶν αὐτῷ προσηκόντων γράψας τὸν βασιλέα. ἐκεῖσε δὲ γενόμενος καὶ τὴν δοθεῖσαν αὐτῷ κληρονομίαν καταστησάμενος, καὶ τὸν τοῦ κουροπαλάτου Δαβὶδ ἀδελφὸν Γεώργιον τὸν τῆς ἐνδοτέρω Ἰβηρίας ἄρχοντα τοῖς οἰκείοις ἀρκεῖσθαι πείσας, καὶ μὴ [Bas2+Const8.20.14] ἐπιβαίνειν τοῖς ἀλλοτρίοις, σπεισάμενός τε αὐτῷ καὶ ὅμηρον εἰληφὼς τὸν τούτου υἱόν, ἄπεισιν εἰς Φοινίκην, ἔχων μεθ' ἑαυτοῦ καὶ τοὺς ἐν τῇ κατ' αὐτὸν Ἰβηρίᾳ κατὰ γένος πρωτεύοντας, ὧν ἦσαν κορυφαῖοι ὁ Πακουριάνος καὶ Φεβδάτος καὶ Φέρσης οἱ αὐτάδελφοι, οὓς καὶ εἰς τὸν τῶν πατρικίων ἀνεβίβασε θῶκον. ἐν Φοινίκῃ δὲ γενόμενος καὶ τὸν Τριπόλεως ἀμηρᾶν καὶ τὸν Δαμασκοῦ καὶ Τύρου καὶ Βηρυτοῦ (οὗτοι γὰρ πρὸ ὀλίγου ὁμονοήσαντες καὶ ὅπλα κατὰ τῆς Ἀντιοχείας κινήσαντες, τοῦ βασιλέως τῷ πρὸς τὸν Φωκᾶν πολέμῳ σχολάζοντος, Δαμιανόν τε πατρίκιον, ὃς ἦρχεν Ἀντιοχείας, πολέμῳ συμβαλόντα τούτοις ἀνεῖλον καὶ κίνδυνον οὐ μικρὸν τῇ πόλει ἐνέσειον), ὡς ἐνῆν ἀσφαλισάμενος μένειν τῇ δουλώσει Ῥωμαίων καὶ ὅμηρα λαβὼν ἐπαναζευγνύει πρὸς τὸ Βυζάντιον. [Bas2+Const8.21] Διϊόντα δὲ τοῦτον ἐν Καππαδοκίᾳ Εὐστάθιος μάγιστρος ὁ Μαλεῗνος ἐν τοῖς οἰκείοις ὑπεδέξατο πανστρατί, πᾶσαν αὐτῷ τε καὶ τῷ στρατεύματι ἀφθόνως παρεσχηκὼς χορηγίαν. ὃν ὡς τάχα ἀποδεξάμενος καὶ ἐπαινέσας καὶ μετ' αὐτοῦ προσλαβόμενος εἰς τὴν βασιλίδα ἔκτοτε ὑποστρέψαι οὐ συνεχώρησεν, ἀλλὰ χορηγῶν αὐτῷ δαψιλῶς τὰ πρὸς τὴν χρείαν καὶ ὥσπερ τι θηρίον ἔν τινι τρέφων σηκῷ κατεῖχεν, ἕως αὐτὸν καὶ τὸ πέρας τοῦ βίου κατέλαβε. τούτου ἀποθανόντος ἡ κτῆσις αὐτοῦ πᾶσα δεδημοσίευτο. ἔγραψε δὲ καὶ νόμον ὁ βασιλεὺς εἴργοντα τοὺς δυνατοὺς ἐν ὁμάδι χωρίων αὐξάνεσθαι. τοῦτο δὲ καὶ ὁ πρὸ αὐτοῦ Κωνσταντῖνος ὁ Πορφυρογέννητος, ὁ πατροπάτωρ τοῦ βασιλέως, καὶ Ῥωμανὸς ὁ ἐκείνου πενθερὸς ἐποιήσαντο. [Bas2+Const8.22] Νικολάου δὲ τοῦ Χρυσοβέργη ἐπὶ χρόνοις δώδεκα καὶ μῆνας ὀκτὼ τὴν ἐκκλησίαν ἰθύναντος καὶ καταλύσαντος τὴν ζωήν, χειροτονεῖται Σισίνιος μάγιστρος, ἀνὴρ ἐλλόγιμος καὶ ἰατρικῆς τέχνης ἥκων εἰς τὸ ἀκρότατον, ἐν ἔτει ἑξακισχιλιοστῷ πεντακοσιοστῷ τρίτῳ, ἰνδικτιῶνος ὀγδόης· ὅστις καὶ τοὺς διακρινομένους ἥνωσε διὰ τὴν τετραγαμίαν Λέοντος τοῦ βασιλέως, ἐξ ὅτου τοῦτον Εὐθύμιος εἰς κοινωνίαν ἐδέξατο, ἥνωσεν. καὶ οὗτος δὲ ἐπὶ τρεῖς μόνους ἐνιαυτοὺς τὴν ἐκκλησίαν ποιμάνας ἐξέστη τῆς ζωῆς, καὶ προεβλήθη Σέργιος, ἡγούμενος ὢν τῆς μονῆς τοῦ Μανουὴλ καὶ τὸ γένος ἀναφέρων πρὸς Φώτιον τὸν πατριάρχην. [Bas2+Const8.23] Τοῦ δὲ Σαμουὴλ ἐκστρατεύσαντος κατὰ Θεσσαλονίκης καὶ τὸ μὲν ἄλλο πλῆθος εἰς λόχους καὶ ἐνέδρας διαμερίσαντος, ὀλίγους δέ τινας εἰς ἐκδρομὴν ἄχρι Θεσσαλονίκης αὐτῆς πεπομφότος, ἐπιγνοὺς τὴν ἔφοδον ὁ δοὺξ Γρηγόριος τὸν μὲν οἰκεῖον υἱὸν Ἀσώτιον ἔπεμψεν ἰδεῖν καὶ κατασκοπῆσαι τὸ πλῆθος καὶ αὐτῷ γνῶσιν δοῦναι, αὐτὸς δὲ ὄπισθεν εἵπετο. ὁ δὲ ἐξελθὼν καὶ τοῖς προδρόμοις συμπλακεὶς καὶ τρεψάμενος ἔλαθεν εἰς μέσους τοὺς λόχους περιληφθείς. τοῦτο ὡς ὁ Γρηγόριος ἔμαθεν, ἐβοήθει διὰ ταχέων τὸν παῖδα τῆς αἰχμαλωσίας γλιχόμενος ἐκλυτρώσασθαι. ἀλλὰ καὶ αὐτὸς κυκλωθεὶς ὑπὸ τῶν Βουλγάρων καὶ γενναίως καὶ ἡρωϊκῶς ἀγωνισάμενος ἔπεσεν. ἀγγελθείσης δὲ τῷ βασιλεῖ τῆς τοῦ δουκὸς ἀναιρέσεως πέμπεται πάσης δύσεως ἄρχων ὁ μάγιστρος Νικηφόρος ὁ Οὐρανός. ἔφθασε γὰρ καὶ οὗτος τὴν ἐκ Βαβυλῶνος φυγὴν ὠνησάμενος καὶ τὴν βασιλίδα καταλαβών. ὅστις ἐν Θεσσαλονίκῃ γενόμενος, ἐπεὶ ἔγνω τὸν Σαμουὴλ τῇ τοῦ δουκὸς Γρηγορίου τοῦ Ταρωνίτου σφαγῇ καὶ τῇ ἁλώσει τοῦ υἱοῦ αὐτοῦ ἐπαιρόμενον, καὶ διὰ τοῦτο τά τε Θετταλικὰ διαβάντα Τέμπη καὶ τὸν Πηνειὸν περαιωσάμενον ποταμόν, Θετταλίαν τε καὶ Βοιωτίαν καὶ Ἀττικὴν εἰσβαλόντα τε καὶ ἐν Πελοποννήσῳ διὰ τοῦ ἐν Κορίνθῳ ἰσθμοῦ, καὶ πάντα ταῦτα δῃοῦντα καὶ ληϊζόμενον, ἄρας καὶ αὐτὸς μετὰ τῶν περὶ αὐτὸν στρατευμάτων καὶ τὰς ὑπωρείας διελθὼν τοῦ Ὀλύμπου καὶ ἐν Λαρίσσῃ γενόμενος, κἀκεῖσε λιπὼν τὴν ἀποσκευὴν καὶ εὔζωνον λαβὼν τὸν στρατὸν τὴν Θετταλίαν ὁδοιπορίᾳ συντόνῳ διελθὼν καὶ τὸ τῆς Φαρσαλίας πεδίον καὶ τὸν Ἀπιδανὸν διαβὰς ποταμόν, κατὰ τὸ χεῖλος τοῦ Σπερχειοῦ πήγνυσι τὴν στρατοπεδείαν, εἰς τὴν περαίαν καὶ αὐτοῦ τοῦ Σαμουὴλ αὐλιζομένου. ὄμβρων γὰρ ἀπλέτων ὑσθέντων ἐξ οὐρανοῦ καὶ τοῦ ποταμοῦ πλημμυροῦντος καὶ πελαγίζοντος, ἀπέγνωστο τὸ νῦν ἔχον ἡ συμπλοκή. ἀλλ' ὁ μάγιστρος ἄνω καὶ κάτω τὸν ποταμὸν περισκοπήσας καί τινα τόπον εὑρών, δι' οὗ ᾠήθη δυνατὸν ἔσεσθαι τούτῳ περαιωθῆναι, ἀγείρας νυκτὸς τὸν στρατὸν περαιοῦται τὸν ποταμὸν καὶ τοῖς περὶ τὸν Σαμουὴλ ἀμερίμνως καθεύδουσιν ἐπιτίθεται. καὶ σφάζονται μὲν ἀριθμοῦ κρείττους, μηδενὸς πρὸς ἀλκὴν ἀπιδεῖν τολμήσαντος, ἐπλήγη δὲ καὶ αὐτὸς ὁ Σαμουὴλ καὶ ὁ τούτου υἱὸς Ῥωμανὸς βαθείαις πληγαῖς. καὶ κἂν ἑάλωσαν, εἰ μὴ τοῖς νεκροῖς συμμίξαντες ἑαυτοὺς ἔκειντο ὡς τεθνεῶτες, καὶ νυκτὸς ἐπιγενομένης ἔλαθον διαδράντες εἰς τὰ ὄρη τῶν Αἰτωλῶν, κἀκεῖθεν διὰ τῶν κορυφῶν τῶν τοιούτων ὀρέων διελθόντες τὴν Πίνδον διεσώθησαν ἐν Βουλγαρίᾳ. ὁ δὲ μάγιστρος τοὺς αἰχμαλώτους Ῥωμαίους ἐλευθερώσας, σκυλεύσας δὲ καὶ τοὺς πεσόντας Βουλγάρους, διαρπάσας δὲ καὶ τὸ τῶν πολεμίων στρατόπεδον καὶ πλοῦτον ὅτι πλεῖστον περιβαλλόμενος, σὺν τῇ στρατιᾷ ἐπανέζευξεν εἰς Θεσσαλονίκην. [Bas2+Const8.24] Ὁ Σαμουὴλ δὲ πρὸς τὰ οἰκεῖα ἀνασωθεὶς γαμβρὸν ἄγεται ἐπὶ τῇ αὐτοῦ θυγατρὶ Ἀσώτιον τὸν τοῦ Ταρωνίτου υἱόν, τῶν δεσμῶν ἐλευθερώσας· πρὸς τοῦτον γὰρ ἡ παῖς αὐτοῦ Μιροσθλάβα ἐρωτικῶς διατεθεῖσα ἐξάξειν ἑαυτὴν ἠπείλει, εἰ μὴ νομίμως αὐτῷ συναφθείη. ἐκτελέσας δὲ τοὺς γάμους ἐκπέμπει μετ' αὐτῆς τοῦτον εἰς τὸ Δυρράχιον, ἐπὶ φυλακῇ τάχα τῆς χώρας. ὁ δὲ ἐκεῖσε γενόμενος καὶ τῇ συζύγῳ κοινολογησάμενος καὶ πείσας φεύγει μετ' αὐτῆς εἰς τὰς ἐν τῷ τόπῳ φυλακῆς χάριν παραπλεούσας Ῥωμαϊκὰς τριήρεις, καὶ δι' αὐτῶν εἰς τὸν βασιλέα ἀνασῴζεται, τιμηθεὶς μάγιστρος καὶ ἡ τούτου σύζυγος ζωστή. διεκόμισε δ' οὗτος καὶ γράμματα δυνάστου τινός, ἑνὸς τῶν ἐν Δυρραχίῳ, Χρυσηλίου τοὔνομα, ὑπισχνουμένου παραδοῦναι τὴν τοῦ Δυρραχίου πόλιν τῷ βασιλεῖ, εἰ τιμηθείη αὐτός τε καὶ οἱ δύο υἱοὶ αὐτοῦ πατρίκιοι. γράμμασι δὲ τοῦ βασιλέως ἐπιτελεῖς τὰς ὑποσχέσεις ποιῆσαι βεβαιώσαντος, παρεδόθη τὸ Δυρράχιον Εὐσταθίῳ πατρικίῳ τῷ Δαφνομήλῃ, καὶ οἱ τοῦ Χρυσηλίου υἱοὶ τετίμηντο πατρίκιοι, ἐκείνου φθάσαντος καταστρέψαι τὴν ζωήν. [Bas2+Const8.25] Τούτῳ τῷ χρόνῳ Παῦλος μάγιστρος ὁ Βωβός, ἀνὴρ τῶν ἐν Θεσσαλονίκῃ τὰ πρῶτα, καὶ Μαλακινὸς πρωτοσπαθάριος ἐπὶ συνέσει καὶ λόγῳ ἐμπρέπων, διαβληθέντες, ὡς τὰ Βουλγάρων φρονοῦντες μετῳκίσθησαν, ὁ μὲν Παῦλος εἰς τὴν ἐν Θρᾳκησίῳ πεδιάδα, ὁ δὲ Μαλακινὸς ἐς Βυζάντιον. τοῦτο παθεῖν φοβηθέντες καί τινες τῶν ἐκ τῆς Ἀδριανουπόλεως ἰλλούστριοι καὶ στρατηγικαῖς ἀρχαῖς διαπρέψαντες, διὰ τὸ ὑποπτεύεσθαι τῷ Σαμουὴλ προσερρύησαν, ὁ μὲν Βατάτζης πανοικί, μόνος δὲ Βασίλειος ὁ Γλαβᾶς. οὗ τὸν υἱὸν ὁ βασιλεὺς καθεῖρξε καὶ ἐπὶ τρεῖς ὅλους ἐνιαυτοὺς κατεῖχεν, εἶτα ἀπέλυσε. τότε καὶ τῷ ἄρχοντι Βενετίας γυναῖκα νόμιμον ἔδωκεν ὁ βασιλεὺς τὴν θυγατέρα τοῦ Ἀργυροῦ, ἀδελφὴν δὲ Ῥωμανοῦ τοῦ μετὰ ταῦτα βασιλεύσαντος, τὸ ἔθνος οὕτως ὑποποιούμενος. ἐποιήσατο δὲ καὶ εἰσβολὴν ἐν Βουλγαρίᾳ διὰ Φιλιππουπόλεως ὁ βασιλεύς, ταύτην φρουρεῖν τάξας τὸν πατρίκιον Θεοδωροκάνον. καὶ πολλὰ τῶν ἐν Τριαδίτζῃ φρουρίων καταστρεψάμενος ἐπανῆλθεν εἰς Μοσυνούπολιν. [Bas2+Const8.26] Τῷ δὲ ἑξακισχιλιοστῷ πεντακοσιοστῷ ὀγδόῳ ἔτει, τῆς τρισκαιδεκάτης ἰνδικτιῶνος, δύναμιν βαρεῖαν ἐκπέμψας ὁ βασιλεὺς κατὰ τῶν πέραν [Bas2+Const8.26.3] τοῦ Αἵμου Βουλγαρικῶν κάστρων, ἀρχηγοὺς ἔχουσαν τὸν πατρίκιον Θεοδωροκάνον καὶ Νικηφόρον πρωτοσπαθάριον τὸν Ξιφίαν, τήν τε μεγάλην εἷλε Περσθλάβαν καὶ τὴν μικρὰν καὶ τὴν Πλίσκοβαν, καὶ ἀσινὴς καὶ τροπαιοῦχος ἡ Ῥωμαϊκὴ ὑπενόστησε δύναμις. [Bas2+Const8.27] Τῷ δ' ἐπιόντι πάλιν ἔτει ἄπεισι κατὰ Βουλγαρίας ὁ βασιλεὺς διὰ Θεσσαλονίκης, καὶ προσερρύη αὐτῷ Δοβρομηρὸς ὁ τῆς Βερροίας κατάρχων, ἐπ' ἀνεψιᾷ γαμβρὸς τοῦ Σαμουήλ, παραδοὺς καὶ τὴν πόλιν τῷ βασιλεῖ καὶ ἀνθύπατος τιμηθείς. ὁ δὲ τὰ Σέρβια φυλάττων Νικόλαος, ὁ δὲ τὰ Σέρβια φυλάττων Νικόλαος] ὁ δὲ τὴν Κολυδρὸν φυλάττων Δημήτριος ὁ Τειχωνᾶς, ἐπεὶ μὴ προεδίδου τὴν πόλιν, ἠξίωσε δὲ ἐκχωρηθῆναι, αὐτῷ τὰ σὺν τῷ περὶ αὐτὸν στρατεύματα ὑπεκχώρησεν ὁ βασιλεύς. ἀφῆκε δ' αὐτὸν σὺν τῷ σὺν αὐτῷ στρατῷ πρὸς τὸν Σαμουὴλ ἀφίξεσθαι. Νικόλαος δὲ ὁ τὰ Σέρβια φυλάττων, ὃν Νικολιτζᾶν ὑποκοριζόμενοι διὰ τὸ βραχὺ τῆς ἡλικίας ἐκάλουν, ἐκθύμως ἀντεῖχε καὶ τὴν ἐπενηνεγμένην αὐτῷ γεγηθότως ἐπέφερε πολιορκίαν. φιλοτίμως δὲ τοῦ βασιλέως χρησαμένου αὐτῇ, ἑάλω τὸ φρούριον καὶ αὐτὸς ὁ Νικολιτζᾶς. καὶ μετοικίσας ἐκεῖθεν τοὺς Βουλγάρους ὁ βασιλεὺς Ῥωμαίους φυλάττειν ἐπέστησε. καὶ ταῦτα δράσας ἐπάνεισι πρὸς τὴν βασιλίδα, ἐπαγόμενος μεθ' ἑαυτοῦ καὶ τὸν Νικολιτζᾶν, ὃν καὶ πατρικιότητι ἐτίμησεν. ἀλλ' ἀβεβαίου γνώμης οὗτος τυχών, ἐκεῖθεν ἀποδράς, ἔλαθεν ἀνασωθεὶς πρὸς τὸν Σαμουήλ, καὶ μετ' αὐτοῦ ἐλθὼν ἐπολιόρκει τὰ Σέρβια. ἀλλὰ πάλιν ὁ βασιλεὺς ὀξὺς ἐπιφανεὶς τὴν τῆς πόλεως ἔλυσε πολιορκίαν, δρασμῷ χρησαμένου τοῦ Νικολιτζᾶ σὺν τῷ Σαμουήλ. ἀλλ' οὐκ εἰς τέλος διέδρα ὁ ἄπιστος. λόχῳ γὰρ περιπεσὼν Ῥωμαϊκῷ συνελήφθη, καὶ πρὸς τὸν βασιλέα δέσμιος ἀχθεὶς εἰς φυλακὴν ἐνεβλήθη ἐν Κωνσταντινουπόλει πεμφθείς. ὁ δὲ βασιλεὺς εἰσελθὼν εἰς Θετταλίαν τὰ ἐν αὐτῇ φρούρια ἤδη παρὰ τοῦ Σαμουὴλ κατασκαφέντα ἀνωρθώσατο, καὶ τὰ παρὰ τῶν Βουλγάρων κατεχόμενα ἐκπολιορκήσας τοὺς μὲν Βουλγάρους ἐς τὸν λεγόμενον μετῴκισε Βολερόν, φρουρὰν δὲ ἐν πᾶσι καταλιπὼν ἀξιόμαχον ἐπανῆλθεν εἰς τὰ λεγόμενα Βοδινά. φρούριον δὲ τὰ Βοδινὰ ἐπὶ πέτρας ἀποτόμου κείμενον, δι' ἧς καταρρεῖ τὸ τῆς λίμνης τοῦ Ὀστροβοῦ ὕδωρ, ὑπὸ γῆς κάτωθεν ῥέον ἀφανῶς κἀκεῖσε πάλιν ἀναδυόμενον. καὶ ἐπεὶ μὴ ἑκουσίως παρεδίδοσαν ἑαυτοὺς οἱ ἔνδον, πολιορκίᾳ τοῦτο κατέσχε. καὶ τούτους ὁμοίως εἰς τὸν Βολερὸν ἀποικίσας, φρουρᾷ δὲ τοῦτο ὀχυρωσάμενος ἀξιολόγῳ, ἐπάνεισιν εἰς Θεσσαλονίκην. [Bas2+Const8.28] Ὁ δὲ τοῦ φρουρίου κατάρχων Δραξάνος, ἀνὴρ πολεμιστής, ᾐτήσατο κατὰ τὴν Θεσσαλονίκην οἰκῆσαι. ἐπινεύσαντος δὲ τοῦ βασιλέως ἡρμόσατο γυναῖκα τὴν θυγατέρα τοῦ πρώτου τῶν πρεσβυτέρων τοῦ ναοῦ τοῦ ἀθλοφόρου Δημητρίου, καὶ παῖδας ἐξ αὐτῆς ἔσχε δύο. εἶτα ἀποδρὰς ἑάλω, καὶ ἐντεύξει τοῦ κηδεστοῦ ἠλευθερώθη. καὶ δεύτερον ἀποδρὰς ὁμοίως ἀφείθη. καὶ ἕτερα δὲ τέκνα δύο ποιήσας τὸ τρίτον ἀπέδρα, καὶ συλληφθεὶς ἀνεσκολοπίσθη. [Bas2+Const8.29] Τῶν δὲ Νουμεριτῶν καὶ Ἀταφιτῶν Ἀράβων δεινῶς τήν τε Κοίλην Συρίαν καὶ αὐτὴν κατατρεχόντων τὴν Ἀντιόχειαν, τὸν μάγιστρον Νικηφόρον τὸν Οὐρανὸν ὁ βασιλεὺς ἄρχοντα Ἀντιοχείας ἐκπέμπει, διάδοχον αὐτοῦ τῆς Θεσσαλονίκης πεποιηκὼς τὸν πατρίκιον Δαβὶδ τὸν Ἀρειανίτην. ἐν δὲ Φιλιππουπόλει τὸν πρωτοσπαθάριον Νικηφόρον τὸν Ξιφίαν στρατηγεῖν ἔταξε, τοῦ Θεοδωροκάνου διὰ γῆρας παραιτησαμένου. ὁ δὲ μάγιστρος Νικηφόρος ὁ Οὐρανὸς ἐν Ἀντιοχείᾳ γενόμενος καὶ δυσὶ καὶ τρισὶ μάχαις συμπλακεὶς Κιτρινίτῃ τῷ τῶν Ἀράβων ἀρχηγῷ καὶ τρεψάμενος ἔπεισεν ἡσυχίαν ἄγειν, καὶ τὰ πράγματα εἰς βαθεῖαν εἰρήνην καὶ γαληνιῶσαν μετήγαγεν. [Bas2+Const8.30] Ὁ δὲ βασιλεὺς κατὰ τὸ ἐπιὸν ἔτος, ἰνδικτιῶνος πεντεκαιδεκάτης, ἐκστρατεύει κατὰ Βιδίνης, καὶ ἐφ' ὅλους ὀκτὼ μῆνας ἐμφιλοχωρήσας τῇ προσεδρείᾳ αἱρεῖ κατὰ κράτος τὴν πόλιν. ἔνθα καὶ τῶν Βουλγαρικῶν ἀρχόντων διεδείχθη ἡ πολυπειρία. εἰς ἓν γὰρ ἀγγεῖον παμπληθὲς ὁμιλοῦντες τὸ Μηδικὸν πῦρ διὰ τούτου ἐσβέννυον. ἐν ᾧ δὲ τῇ πολιορκίᾳ οὗτος προσήδρευεν, ὁ Σαμουὴλ εὐζώνῳ χρησάμενος ὁδοιπορίᾳ ἐπιτίθεται ἐξ ἐφόδου τῇ Ἀδριανουπόλει κατ' αὐτὴν τὴν ἡμέραν τῆς κοιμήσεως τῆς ὑπεραγίας θεοτόκου, καὶ τήν τε πανήγυριν, ἥτις εἰώθει ἐτησίως τελεῖσθαι δημοτελής, αἱρεῖ ἐξαίφνης ἐπιπεσών, καὶ λείαν πολλὴν περιποιησάμενος ὑπέστρεψεν εἰς τὰ ἴδια. ὁ δὲ βασιλεὺς τὴν Βιδίνην μάλα καλῶς ὀχυρωσάμενος ἐπανῆλθεν ἀσινὴς εἰς τὴν βασιλίδα, ἐν τῷ διϊέναι πάντα τὰ ἐν ποσὶ Βουλγαρικὰ φρούρια δῃῶν καὶ καταστρεφόμενος. τῇ πόλει δὲ τῶν Σκοπίων ἐγγίσας εὗρε πέραν Ἀξειοῦ τοῦ ποταμοῦ, ὃν νῦν Βαρδάριον ὀνομάζουσι, Ἀξειοῦ-ὀνομάζουσι] Ναξίου ποταμοῦ τοῦ νῦν Βαρδαρίου ὀνομαζομένου διὰ τὸ ὑπὸ Βάρδα τοῦ Σκληροῦ τῆς παλαιᾶς κοίτης μετοχευθῆναι, ἔνθα νῦν ῥέων φαίνεται κατεσκηνωμένον ἀμερίμνως τὸν Σαμουήλ. θαρρῶν γὰρ τῇ πλημμύρᾳ τοῦ ποταμοῦ, καὶ ὡς οὐ διαβατὸς τὸ νῦν ἔχον ἔσεται, ηὐλίζετο ἀμελῶς. τινὸς δὲ τῶν στρατιωτῶν πόρον εὑρόντος καὶ δι' αὐτοῦ τὸν βασιλέα διαβιβάσαντος, ὁ μὲν Σαμουὴλ τῷ αἰφνιδίῳ καταπλαγεὶς ἔφυγεν ἀμεταστρεπτί, ἐλήφθη δὲ ἡ τούτου σκηνὴ καὶ τὸ ὅλον στρατόπεδον. ἐνεχείρισε δὲ καὶ τὴν πόλιν τῶν Σκοπίων τῷ βασιλεῖ ταύτης ἄρχειν παρὰ τοῦ Σαμουὴλ τεταγμένος Ῥωμανός, ὁ Πέτρου μὲν τοῦ βασιλέως Βουλγάρων υἱός, τοῦ δὲ Βορίση ἀδελφός, Συμεὼν τῷ τοῦ πάππου ὀνόματι μετονομασθείς· ὃν ὁ βασιλεὺς ἀποδεξάμενος τῆς προαιρέσεως πατρίκιόν τε τιμᾷ καὶ πραιπόσιτον, καὶ στρατηγεῖν ἐκπέμπει Ἀβύδου. [Bas2+Const8.31] Ἐκεῖθεν ὁ βασιλεὺς διαβὰς ἔρχεται πρὸς τὸν Πέρνικον, οὗ φύλαξ ἦν ὁ Κρακρᾶς, ἀνὴρ ἄριστος τὰ πολεμικά. ἐν ᾧ χρόνον οὐκ ὀλίγον διατρίψας καὶ λαὸν οὐκ ὀλίγον ἐν τῇ πολιορκίᾳ ἀποβαλών, ὡς ἔγνω κρεῖττον ὑπάρχον πολιορκίας τὸ ἔρυμα, καὶ οὐδ' ὁ Κρακρᾶς θωπείαις ἢ ἄλλαις ὑποσχέσεσιν ἐμαλάσσετο καὶ ἐπαγγελίαις, μετέβη πρὸς Φιλιππούπολιν. ἐκεῖθέν τε ἀπάρας ἄπεισιν εἰς Κωνσταντινούπολιν. [Bas2+Const8.32] Καὶ τῇ αὐτῇ ἰνδικτιῶνι δόγμα ἐξέθετο, τὰς τῶν ἀπολωλότων ταπεινῶν συντελείας τελεῖσθαι παρὰ τῶν δυνατῶν. κατωνομάσθη δὲ ἡ τοιαύτη σύνταξις ἀλληλέγγυον. τοῦ πατριάρχου δὲ Σεργίου καὶ πολλῶν ἀρχιερέων καὶ ἀσκητῶν ἀνδρῶν οὐκ ὀλίγων δεηθέντων ἐκκοπῆναι τουτὶ τὸ παράλογον ἄχθος, ὁ βασιλεὺς οὐχ ὑπήκουσεν. ὁ δὲ Σαμουὴλ λόχους θεὶς ἐν τόποις ἐπιτηδείοις, τὸν δοῦκα Θεσσαλονίκης Ἰωάννην πατρίκιον τὸν Χάλδον ἐζώγρησε. [Bas2+Const8.33] Ὀγδόῃ δὲ ἰνδικτιῶνι, ἐν ἔτει ἑξακισχιλιοστῷ πεντακοσιοστῷ ὀκτωκαιδεκάτω, ὁ τῆς Αἰγύπτου κατάρχων Ἀζίζιος διὰ μικρὰς αἰτίας καὶ μηδενὸς λόγου προσκρούσματα ἄξια τὰς πρὸς Ῥωμαίους λύσας σπονδὰς τόν τε ἐν Ἱεροσολύμοις ἐν τῷ τάφῳ τοῦ σωτῆρος Χριστοῦ ἀνεγηγερμένον πολυτελῶς θεῖον ναὸν κατεστρέψατο, καὶ τὰ εὐαγῆ ἐλυμήνατο μοναστήρια, καὶ τοὺς ἐν τούτοις ἀσκουμένους ἁπανταχοῦ τῆς γῆς ἐφυγάδευσε. [Bas2+Const8.34] Τῷ δ' ἐπιόντι ἔτει γέγονε χειμὼν ἐπαχθέστατος, ὡς ἀποκρυσταλλωθῆναι πάντα ποταμὸν καὶ λίμνην καὶ αὐτὴν τὴν θάλασσαν. καὶ Ἰαννουαρίῳ μηνὶ τῆς αὐτῆς ἐπινεμήσεως γέγονε σεισμὸς φρικωδέστατος, καὶ διεκράτησε κλονουμένη ἡ γῆ μέχρι τῆς ἐννάτης τοῦ Μαρτίου μηνός. ἐν ταύτῃ δὲ περὶ δεκάτην ὥραν τῆς ἡμέρας γέγονε βρασμὸς καὶ κλόνος φρικτὸς κατά τε τὴν βασιλίδα καὶ ἐν τοῖς θέμασι, καὶ πεπτώκασιν αἱ σφαῖραι τοῦ ναοῦ τῶν ἁγίων τεσσαράκοντα καὶ τῶν ἁγίων [Bas2+Const8.34.8] πάντων. ἃς ὁ βασιλεὺς εὐθὺς ἀνεκτήσατο. ταῦτα δὲ προεμήνυε τὴν μετὰ ταῦτα γενομένην ἐν Ἰταλίᾳ στάσιν. δυνάστης γάρ τις τῶν ἐποίκων τῆς Βάρεως, τοὔνομα Μέλης, παραθήξας τὸν ἐν Λογγιβαρδίᾳ λαὸν ὅπλα κατὰ Ῥωμαίων αἴρει. καὶ ὁ βασιλεὺς Βασίλειον ἐκπέμπει τὸν Ἀργυρὸν στρατηγὸν ὄντα τῆς Σάμου καὶ τὸν λεγόμενον Κοντολέοντα τῆς Κεφαληνίας στρατηγοῦντα ἐπὶ τῷ καταστῆσαι Ῥωμαίοις τὰ πράγματα. οἷς ἀντιπαραταξάμενος ὁ Μέλης τρέπει λαμπρῶς, πολλῶν πεπτωκότων, οὐκ ὀλίγων δὲ ζωγρηθέντων, τῶν δὲ λοιπῶν τὴν διὰ φυγῆς ἀσχήμονα προκρινάντων ζωήν. [Bas2+Const8.35] Ὁ δὲ βασιλεὺς οὐ διέλιπε καθ' ἕκαστον ἐνιαυτὸν εἰσιὼν ἐν Βουλγαρίᾳ καὶ τὰ ἐν ποσὶ κείρων τε καὶ δῃῶν. ὁ Σαμουὴλ δὲ μὴ δυνάμενος τῶν ὑπαίθρων ἀντιποιεῖσθαι, μηδὲ πρὸς ἐμφανῆ μάχην ἀντιστῆναι τῷ βασιλεῖ, ἀλλὰ πάντοθεν θραυόμενος καὶ τὴν οἰκείαν ἀκμὴν ἀποβάλλων, ἔγνω τάφροις καὶ θριγγίοις ἐπιτειχίσαι τούτῳ τὴν εἰς Βουλγαρίαν εἴσοδον. εἰδὼς οὖν, ὡς ἔθος ἀεὶ τῷ βασιλεῖ διὰ τοῦ λεγομένου Κίαβα Λόγγου καὶ τοῦ Κλειδίου ποιεῖσθαι τὰς διελεύσεις, ταύτην ἔγνω τὴν δυσχωρίαν ἐπιτειχίσαι καὶ τῷ βασιλεῖ ἀποκλεῖσαι τὴν εἴσοδον. φραγμὸν οὖν δομησάμενος εἰς εὖρος πολύν, καὶ φύλακας ἐν αὐτῷ ἀξιοπρεπεῖς ἐπιστήσας, προσέμενε τὸν βασιλέα. ἀφικομένου δὲ καὶ τούτου καὶ ἀποπειρασαμένου τῆς εἰσόδου, ἐπείπερ ἀντεῖχον γενναίως οἱ φυλάσσοντες καὶ τοὺς βιαζομένους ἐξ ὑπερδεξίων ἀνῄρουν βάλλοντες καὶ τιτρώσκοντες, καὶ ἤδη ἀπέγνωστο τῷ βασιλεῖ ἡ διάβασις, Νικηφόρος ὁ Ξιφίας τῆς Φιλιππουπόλεως τότε στρατηγῶν τῷ βασιλεῖ συνταξάμενος, καὶ αὐτὸν μὲν προσμένειν καὶ συνεχεῖς προσβολὰς ποιεῖσθαι τῷ δέματι παρεγγυήσας, αὐτὸς δὲ ἀπιέναι φήσας, εἴ πως καὶ δυνηθείη λυσιτελές τι διαπράξασθαι καὶ σωτήριον, τὸν περὶ αὐτὸν εἰληφὼς λαὸν ὑποστρέφει, καὶ περιοδεύσας τὸ πρὸς μεσημβρίαν τοῦ Κλειδίου κείμενον ὑψηλότερον ὄρος, ὃ Βαλασίτζαν κατονομάζουσι, καὶ τραχυπορίαις καὶ ἀνοδίαις χρησάμενος, εἰκοστῇ ἐννάτῃ τοῦ Ἰουλίου μηνός, ἰνδικτιῶνος δωδεκάτης, ἄνωθεν ἐξαίφνης μετ' ἀλαλαγμοῦ καὶ δούπου κατὰ νώτου γίνεται τῶν Βουλγάρων. οἱ δὲ τῷ ἀπροσδοκήτῳ καταπλαγέντες τρέπονται πρὸς φυγήν. καὶ ὁ βασιλεὺς μονωθὲν διαρρήξας τὸ τεῖχος ἐδίωκεν. ἔπεσον οὖν πολλοί, καὶ πολλῷ πλείους ἑάλωσαν, μόλις τοῦ Σαμουὴλ διαφυγεῖν δυνηθέντος τὸν κίνδυνον συνεργίᾳ τοῦ ἰδίου υἱοῦ γενναίως τοὺς ἐπιόντας ὑποδεξαμένου, καὶ ἵππῳ τοῦτον ἐπιβιβάσαντος καὶ ἐς τὸ λεγόμενον Πρίλαπον τὸ φρούριον ἀπαγαγόντος. ὁ δὲ βασιλεὺς τοὺς ἑαλωκότας τῶν Βουλγάρων ἀμφὶ τὰς πεντεκαίδεκα, ὥς φασιν, ὄντας χιλιάδας ἀπετύφλωσε, καὶ ἑκάστην ἑκατοντάδα πεπηρωμένων ὑφ' ἑνὸς μονοφθάλμου ὁδηγεῖσθαι κελεύσας ἐς τὸν Σαμουὴλ ἀποπέμπει. οὓς ἐκεῖνος κατ' ἀριθμὸν καὶ τάξιν θεώμενος ἀφικνουμένους, καὶ τὸ πάθος οὐκ ἐνεγκὼν νεανικῶς καὶ εὐψύχως, λειποθυμίᾳ καὶ σκότῳ βάλλεται καὶ εἰς γῆν πίπτει· ὕδατι δὲ καὶ μύροις οἱ παρόντες τὴν πνοὴν αὐτῷ ἀνακαλεσάμενοι ἀνενεγκεῖν μικρὸν πεποιήκασιν. ἀνενεγκὼν δὲ ὕδωρ πιεῖν ἐπεζήτησε ψυχρόν. λαβὼν δὲ καὶ πιὼν ἐλήφθη καρδιωγμῷ, καὶ μετὰ δύο ἡμέρας θνῄσκει κατὰ τὴν ἕκτην τοῦ Ὀκτωβρίου μηνός. παραλαμβάνει δὲ τὴν ἀρχὴν τῶν Βουλγάρων ὁ υἱὸς αὐτοῦ Γαβριὴλ ὁ καὶ Ῥωμανός, ῥώμῃ μὲν καὶ ἰσχύϊ τοῦ πατρὸς ὑπερέχων, φρονήσει δὲ καὶ διανοίᾳ πολλῷ λειπόμενος, τεχθεὶς τῷ Σαμουὴλ ἀπό τινος αἰχμαλώτιδος Λαρισσαίας ἀπό τινος αἰχμαλώτιδος Λαρισσαίας] ἐξ Ἀγάθης τῆς θυγατρὸς Ἰωάννου τοῦ Χρυσηλίου τοῦ ἐν Δυρραχίῳ πρωτεύοντος. ἦρξε δὲ κατὰ τὴν πεντεκαιδεκάτην τοῦ Σεπτεμβρίου μηνός, ἰνδικτιῶνος τρισκαιδεκάτης. καὶ μηδ' ὅλον ἀποπληρώσας ἐνιαυτὸν σφάττεται, εἰς κυνηγέσιον ἐξελθών, παρὰ Ἰωάννου τοῦ καὶ Βλαδισθλάβου τοῦ υἱοῦ Ἀαρών, ὃν αὐτὸς θνῄσκειν μέλλοντα τοῦ θανάτου ἀπελυτρώσατο. εἶχε δὲ γυναῖκα ὁ Ῥοδομηρὸς τὴν θυγατέρα τοῦ κράλλη Οὐγγρίας. οὐκ οἶδ' οἷς τισι λόγοις ἐμίσησε ταύτην καὶ ἀπεδίωξεν, ἐγκύμονα ἤδη ἐξ αὐτοῦ γενομένην. ἠγάγετο δὲ Εἰρήνην τὴν πανωραίαν αἰχμαλωτισθεῖσαν ἐν Λαρίσσῃ. [Bas2+Const8.36] Πρὸ τοῦ δὲ ταῦτα γενέσθαι, Θεοφυλάκτου τοῦ Βοτανειάτου ἄρχειν Θεσσαλονίκης μετὰ τὸν Ἀρειανίτην πεμφθέντος Δαβὶδ ὁ Νεστορίτζης, εἷς τῶν παρὰ Βουλγάροις μέγα δυναμένων ὑπάρχων, μετὰ δυνάμεως ἁδρᾶς κατὰ Θεσσαλονίκης ἐκπέμπεται παρὰ τοῦ Σαμουήλ. οἷς συναντήσας ὁ Θεοφύλακτος σὺν τῷ υἱῷ Μιχαὴλ καὶ συμπλακεὶς τρέπει τε κατὰ κράτος, καὶ λείαν πολλὴν καὶ αἰχμαλώτους συχνοὺς προσλαβόμενος διακομίζει τῷ βασιλεῖ πολιορκοῦντι τὸ ἐν τῇ κλεισούρᾳ τοῦ Κλειδίου δέμα. τὸ δέμα δέ, ὡς εἴρηται, διαβὰς ὁ βασιλεὺς κατὰ Στρούμβιτζαν γίνεται. καὶ παρεστήσατο μὲν φρούριον τὸ καλούμενον Ματζούκιν, τῇ Στρουμβίτζῃ δὲ προσεγγίζον, μετὰ δυνάμεως δ' ἐκπέμπει τὸν Βοτανειάτην Θεοφύλακτον τὸν δοῦκα Θεσσαλονίκης, ὑπερβῆναι κελεύσας τοὺς ἐν Στρουμβίτζῃ βουνούς, καὶ τὰ ἐν ταῖς κατ' αὐτοὺς ὁδοῖς πυρπολῆσαι δέματα, καὶ εὐπόρευτον αὐτῷ θεῖναι τὴν πρὸς Θεσσαλονίκην ἄγουσαν ὁδόν. ὁ δὲ ἀπελθὼν συνεχωρήθη μὲν ἐν τῷ εἰσιέναι παρὰ τῶν τοποφυλακούντων Βουλγάρων ἀνεμποδίστως διελθεῖν, μέλλων δὲ πρὸς τὸν βασιλέα πάλιν ὑποστρέφειν μετὰ τὸ τὰ προστεταγμένα πληρῶσαι περιπίπτει λόχοις ἐπ' αὐτῷ τούτῳ προσκαθημένοις καὶ ἐνεδρεύουσιν ἔν τινι ἐπιμήκει στενοχωρίᾳ. ἐν ᾗ εἰσελθὼν καὶ πάντοθεν περιστοιχισθεὶς καὶ ἄνωθεν ὑπὸ λίθων καὶ τόξων βαλλόμενος, μηδενὸς ἀμύνασθαι δυναμένου διὰ τὴν πύκνωσιν καὶ τὸ τῆς στενοχωρίας ἀδιεξόδευτον, αὐτός τε πίπτει, μηδὲ ταῖς οἰκείαις χερσὶ δυνηθεὶς χρήσασθαι τοῦ Ῥαδομηροῦ τῇ λόγχῃ, ἣν ἐπεφέρετο, τὰ τούτου ἐκχέαντος ἔγκατα καὶ πολὺ μέρος σὺν αὐτῷ ἀπώλετο τοῦ στρατοῦ. ἅπερ μηνυθέντα τῷ βασιλεῖ πολλῆς αὐτὸν ἐνέπλησεν ἀθυμίας. ὅθεν καὶ προσωτέρω χωρεῖν οὐκ ἔκρινεν, ἀλλ' ὑποστρέψας ἦλθεν εἰς τὰ Ζαγόρια, ἔνθα τὸ λίαν ὀχυρώτατον ἵδρυται φρούριον ὁ Μελνῖκος, ἐπί τινος πέτρας ἱδρυμένον κρημνοῖς καὶ φάραγξι βαθυτάταις πάντοθεν ἐστεφανωμένης. ἐν ᾧ οἱ τῆς περιχώρου πάντες καταφυγόντες Βούλγαροι ὀλίγα τῶν Ῥωμαίων ἐφρόντιζον. πρὸς οὓς ὁ βασιλεὺς Σέργιόν τινα ἐκτομίαν, ἕνα τῶν οἰκειοτάτων αὐτῷ θαλαμηπόλων ἐκπέμπει, ἄνδρα φρενήρη τε καὶ δεινὸν εἰπεῖν, ἀποπειρώμενος τῆς γνώμης αὐτῶν. οὗτος δ' ἐκεῖσε γενόμενος καὶ πολλαῖς χρησάμενος πιθανολογίαις μεταδιδάξαι ἴσχυσε τοὺς ἀνθρώπους τὸ δέον, καὶ τὰ ὅπλα καταθεμένους παραδοῦναι τῷ βασιλεῖ ἑαυτοὺς καὶ τὸ φρούριον. οὓς ἀποδεξάμενος ὁ βασιλεὺς καὶ φιλοφρονησάμενος ἀξιοπρεπῶς, καὶ φρουρὰν τῷ φρουρίῳ τὴν ἀρκοῦσαν ἐγκατατάξας, μετέβη πρὸς Μοσυνόπολιν. ἐν ᾗ διάγοντι τούτῳ καὶ ὁ τοῦ Σαμουὴλ ἀγγέλλεται θάνατος κατὰ τὴν εἰκοστὴν τετάρτην τοῦ Ὀκτωβρίου μηνός. καὶ εὐθὺς ὁ βασιλεὺς ἀπάρας ἐκ Μοσυνοπόλεως κάτεισιν εἰς Θεσσαλονίκην, κἀκεῖθεν ἄπεισιν εἰς Πελαγονίαν, μηδὲν λυμηνάμενος τῶν ἐν ποσίν, ἀλλ' ἢ μόνα πυρπολήσας τὰ ἐν Βουτέλῃ βασίλεια τοῦ Γαβριήλ. πέμψας δὲ καὶ στρατιὰν χειροῦται τὸ φρούριον Πριλάπου καὶ τοῦ Στυπείου. ἐκεῖθεν καταλαμβάνει τὸν Τζερνᾶν λεγόμενον ποταμόν, ὃν σχεδίαις καὶ θυλάκοις πεφυσημένοις διαπεράσας ἐπάνεισιν εἰς τὰ Βοδηνά, κἀκεῖθεν τῇ ἐννάτῃ τοῦ Ἰαννουαρίου μηνὸς ἦλθεν εἰς Θεσσαλονίκην. [Bas2+Const8.37] Ἔαρος δ' ἐπιστάντος ὑπέστρεψε πάλιν εἰς Βουλγαρίαν καὶ τῷ φρουρίῳ τῶν Βοδηνῶν προσίσχει. ἔφθασαν γὰρ οὗτοι, τὴν πρὸς [Bas2+Const8.37.3] βασιλέα πίστιν ἀπαρνησάμενοι, ἆραι κατὰ Ῥωμαίων ὅπλα. καρτερὰν οὖν ἐνστησάμενοι πολιορκίαν ἠνάγκασε πίστεις λαβόντας ἑαυτοὺς ἐγχειρίσαι τοὺς ἔνδον. οὓς πάλιν ἐν τῷ Βολερῷ μετοικίσας, καὶ ἕτερα φρούρια ἀνεγείρας δύο ἐν τῷ μέσῳ τῆς δυσχωρίας, ὧν τὸ μὲν Καρδίαν ὠνόμασε, τὸ δ' ἕτερον Ἅγιον Ἠλίαν, ὑπέστρεψεν εἰς Θεσσαλονίκην. ἐπιστάντος-εἰς Θεσσαλονίκην] ἐπιστάντος κατ' αὐτὴν τὴν ἡμέραν τοῦ μεγάλου σαββάτου ἐξ ἐφόδου ἐλθὼν παρέλαβε τὰ Βοδηνὰ καὶ τοὺς οἰκήτορας ταύτης εἰς τὸ Βολερὸν μετῴκησεν, Ῥωμαίους δὲ ἀντ' αὐτῶν τῇ πόλει οἰκήτορας ἐναφῆκε τοὺς καλουμένους Κονταράτους, θηριώδεις ἀνθρώπους καὶ φονικούς, ἀνελεήμονάς τε καὶ ὁδοστάτας. ἀνήγειρε δὲ καὶ ἕτερα δύο φρούρια ἐν τῷ μέσῳ τῆς δυσχωρίας, ὧν τὸ μὲν Καρδίαν ὠνόμασεν, τὸ ἕτερον τὸν Ἅγιον Ἠλίαν, καὶ ὑπέστρεψεν εἰς Θεσσαλονίκην. ἐν ᾗ Ῥωμανὸς ὁ καὶ Γαβριὴλ διά τινος Ῥωμαίου τετμημένην ἔχοντος τὴν χεῖρα δούλωσιν καὶ ὑποταγὴν ὑπισχνεῖτο. ὁ δὲ ὑποπτεύσας τὰ γράμματα, τὸν πατρίκιον Νικηφόρον τὸν Ξιφίαν καὶ Κωνσταντῖνον τὸν Διογένην, μετὰ τὸν Βοτανειάτην στρατηγὸν γεγονότα Θεσσαλονίκης, μετὰ δυνάμεως ἐκπέμπει ἐν τῇ χώρᾳ τῶν Μογλένων. ὧν τὴν πᾶσαν ληϊσαμένων ἐκείνην γῆν καὶ τὴν πόλιν πολιορκούντων, ἔφθασε καὶ ὁ βασιλεύς, καὶ τὴν παραρρέοντα τῇ πόλει μετοχετεύσας ποταμὸν καὶ τὰ θεμέλια τῶν τειχῶν ὑπορύξας καὶ ξύλα καὶ εὔπρηστον ὕλην ὑποβαλὼν τοῖς ὀρύγμασι καὶ πῦρ ἐμβαλών, τῆς ὕλης καταπρησθείσης κατέστρεψε τὸ τεῖχος. ὅπερ ἰδόντες οἱ ἔνδον πρὸς ἱκεσίαν μετ' ὀλοφυρμῶν ἐτράποντο καὶ ἑαυτοὺς παρεδίδουν σὺν τῷ φρουρίῳ. ἐλήφθη οὖν Δομετιανὸς ὁ Καυκάνος, ἀνὴρ δυνάστης καὶ τῷ Γαβριὴλ συμπάρεδρος, καὶ Ἠλίτζης ὁ ἄρχων Μογλένων, καὶ ἕτεροι δυνάσται πολλοὶ καὶ λαὸς πολεμιστὴς οὐκ ὀλίγος. τοὺς μὲν οὖν ὅπλα δυναμένους κινεῖν εἰς Ἀσπρακανίαν ἐκπέμπει ὁ βασιλεύς, τὸν δὲ λοιπὸν συρφετώδη λαὸν διαρπαγῆναι προσέταξεν, ἐμπρησθῆναι δὲ καὶ τὸ φρούριον. ἑάλω δὲ καὶ ἕτερον φρούριον Ἐνώτια κεκλημένον, γειτονοῦν τοῖς Μογλένοις. [Bas2+Const8.38] Ἡμέρᾳ δὲ πέμπτῃ ἧκεν ὁ χειρότμητος Ῥωμαῖος, ἔχων καὶ θεράποντα Ἰωάννου τοῦ καὶ Βλαδισθλάβου, υἱοῦ Ἀαρών, ἐπαγόμενος καὶ γράμματα δηλοῦντα φονευθῆναι ἐν τῷ Πετερισκῷ ὑπ' αὐτοῦ τὸν Γαβριὴν καὶ τὴν πᾶσαν ἐξουσίαν εἰς ἑαυτὸν μετενεχθῆναι, ὑπισχνουμενά τε τὴν πρέπουσαν ὑποταγὴν καὶ δούλωσιν ἐνδείξασθαι πρὸς τὸν βασιλέα. ἅπερ ἀναγνοὺς ὁ βασιλεὺς καὶ χρυσοβούλλοις γράμμασι τὰ δοκοῦντα πιστωσάμενος ἀπέστειλε πρὸς τὸν Ἰωάννην. καὶ μετ' ὀλίγας πάλιν ἡμέρας ἐπανῆκεν ὁ τετμημένος τὴν χεῖρα Ῥωμαῖος, γραφὰς κομίζων Ἰωάννου τε καὶ τῶν ἀρχόντων Βουλγαρίας ὑπηκόους ὁμολογούντων γενέσθαι καὶ δούλους τοῦ βασιλέως. προσερρύη δὲ τῷ βασιλεῖ καὶ Καυκάνος Θεόδωρος ὁ Κπαχάνης ὁ ἀδελφὸς Δομετιανοῦ καὶ Μελίτωνος τοῦ ἐν Μογλένοις ἁλόντος. ὃν φιλοτιμησάμενος διὰ τιμῆς ἦγεν. ὃς καὶ ὑπέσχετο τῷ βασιλεῖ ἀνελεῖν τὸν Βλαδισθλάβον. ἀπιὼν δὲ ἐπὶ Βουλγαρίαν σὺν τῷ θεράποντι τοῦ Ἰωάννου καὶ τὴν σφαγὴν αὐτουργῆσαι ὀφείλοντι, δώροις ὑποκλαπέντι, παρ' αὐτοῦ σφάττεται κατὰ τὸ Στούπιον οἰκητήριον. Διάβολις ὁ τόπος ἐκαλεῖτο ἀνέκαθεν, ἔνθα ἡ τοῦ Θεοδώρου ἐτελέσθη σφαγή. ἐπεὶ δὲ ἔγνω τὸν Ἰωάννην δόλῳ καὶ περινοίᾳ γράψαντα τὰ γραφέντα καὶ τἀναντία, ὧν ὑπισχνεῖτο, διανοούμενον, ἐπανέστρεψε πάλιν πρὸς Βουλγαρίαν, καὶ λεηλατήσας τὴν περίχωρον Ὀστροβοῦ καὶ τοῦ Σωσκοῦ καὶ τὴν πεδιάδα Πελαγονίας τοὺς ἁλισκομένους πάντας ἀπετύφλου Βουλγάρους. ἄπεισιν οὖν ἄχρι τῆς πόλεως Ἀχρίδος, ἐν ᾗ τὰ βασίλεια τῶν βασιλέων ἵδρυντο Βουλγαρίας. καὶ τὴν πόλιν παραλαβὼν καὶ πάντα καλῶς διαθεὶς ἔμελλε καὶ προσωτέρω βαδίζειν καὶ τῆς πρὸς τὸ Δυρράχιον ἅψασθαι. ἐδεῖτο γὰρ τῆς ἐπιδημίας αὐτοῦ τὰ ἐκεῖσε. ἕως μὲν γὰρ Τριβαλίας καὶ τῶν ἀγχοτάτω Σερβίας μερῶν ἦρχε Βλαδιμηρὸς ὁ ἐπὶ θυγατρὶ τοῦ Σαμουὴλ κηδεστής, ἀνὴρ ἐπιεικὴς καὶ εἰρηνικὸς καὶ ἀρετῆς ἀντεχόμενος, ἠρεμίαν εἶχε τὰ ἐν Δυρραχίῳ. ἐπεὶ δὲ ὁ Γαβριὴλ παρὰ τοῦ Ἰωάννου ἀπώλετο, καὶ οὗτος παρασπονδηθεὶς καὶ τοῖς ὅρκοις πιστεύσας παρὰ Ἰωάννου δοθεῖσιν αὐτῷ διὰ Δαβὶδ τοῦ ἀρχιεπισκόπου Βουλγαρίας ἑαυτὸν ἐνεχείρισε καὶ μετὰ μικρὸν ἀπεσφάγη, πολὺν εἶχε τάραχον καὶ κλόνον τὰ ἐκεῖσε πράγματα, ἐγκειμένου καθ' ἑκάστην καὶ διὰ στρατηγῶν πολλάκις τοῦ Ἰωάννου καὶ δι' ἑαυτοῦ πάλιν ἑλεῖν τὴν πόλιν. καὶ διὰ τοῦτο ἐβούλετο μὲν ὁ βασιλεὺς ἀπελθεῖν καὶ βοηθῆσαι, ἐκωλύθη δὲ δι' αἰτίαν οὐκ ἄλογον. ἀπερχόμενος γὰρ πρὸς Ἀχρίδας κατέλιπε κατόπιν μετὰ πλήθους στρατιωτῶν Γεώργιον στρατηγὸν τὸν Γονιτζιάτην καὶ Ὀρέστην πρωτοσπαθάριον τὸν αἰχμάλωτον, κατατρέχειν κελεύσας τὰ πεδία Πελαγονίας. οὓς ἐλλοχήσαντες Βούλγαροι ἔχοντες στρατηγὸν τὸν Ἰβάτζην, φανερώτατον ἄνδρα καὶ δεδοκιμασμένον, ἀναιροῦσι πάντας. ὧν τῇ λύπῃ συγχυθεὶς ὁ βασιλεὺς ἐπανέστρεψεν εἰς Πελαγονίαν, καὶ τὸν Ἰβάτζην καταδραμὼν καὶ διώξας ἀπῆλθεν ἐν Θεσσαλονίκῃ. κἀκεῖθεν διέβη εἰς Μοσυνούπολιν, λαὸν κατὰ Στρουμβίτζης πεπομφὼς ἡγεμόνα ἔχοντα τὸν πατρίκιον Δαβὶδ τὸν Ἀρειανίτην. ὃς αἰφνίδιος ἐπιφανεὶς εἷλε τὸ φρούριον, ὃ Θερμίτζα κατονομάζεται. καὶ ἕτερον πάλιν λαὸν κατὰ τῶν ἐν Τριαδίτζῃ φρουρίων, ἔξαρχον ἔχοντα τὸν Ξιφίαν, ἐκπέμπει. καὶ οὗτος δὲ τὰ ἐν τοῖς ὑπαίθροις πάντα καταστρεψάμενος εἷλε πολιορκίᾳ τὸ ἔρυμα, ὃ Βοιὼ καλεῖται. [Bas2+Const8.39] Ὁ δὲ βασιλεὺς ἀπελθὼν ἐν Κωνσταντινουπόλει, κατὰ τὸν Ἰαννουάριον μῆνα τοῦ ἑξακισχιλιοστοῦ πεντακοσιοστοῦ εἰκοστοῦ τετάρτου ἔτους, στόλον εἰς Χαζαρίαν ἐκπέμπει, ἔξαρχον ἔχοντα τὸν Μογγόν, υἱὸν Ἀνδρονίκου δουκὸς τοῦ Λυδοῦ· καὶ τῇ συνεργίᾳ Σφέγγου τοῦ ἀδελφοῦ Βλαδιμηροῦ, τοῦ γαμβροῦ τοῦ βασιλέως, ὑπέταξε τὴν χώραν, τοῦ ἄρχοντος αὐτῆς Γεωργίου τοῦ Τζούλη ἐν τῇ πρώτῃ προσβολῇ συλληφθέντος. τότε καὶ Σεναχηρεὶμ ὁ τῆς ἄνω Μηδίας ἄρχων, ἣν Ἀσπρακανίαν ὀνομάζουσι σήμερον τῷ βασιλεῖ παγγενεὶ προσέδραμε, τὴν ὑπείκουσαν αὐτῷ παραδεδωκὼς ἅπασαν χώραν, πατρίκιος τιμηθεὶς καὶ στρατηγὸς Καππαδοκίας, καὶ κτήσεις ἀντιλαβὼν τάσδε τὰς πόλεις, τὴν Σεβάστειαν, τὴν Λάρισσαν, τὴν Ἄβαραν, καὶ ἄλλας κτήσεις πολλάς. στενοχωρούμενος γὰρ οὗτος ὑπὸ τῶν προσοίκων Ἀγαρηνῶν καὶ μὴ οἷος ὢν ἀντέχειν προσέδραμε τῷ βασιλεῖ, παραδοὺς τὴν ἑαυτοῦ χώραν. ἧς ἄρχειν ἀποσταλεὶς Βασίλειος πατρίκιος ὁ Ἀργυρὸς καὶ τοῖς ὅλοις πταίσας παραλύεται τῆς ἀρχῆς. καὶ διάδοχος αὐτοῦ πέμπεται Νικηφόρος πρωτοσπαθάριος ὁ Κομνηνός, ὃς κατὰ χώραν γενόμενος καὶ τὰ μὲν πειθοῖ, τὰ δὲ βίᾳ χρώμενος ὑπήκοον τῷ βασιλεῖ τὴν χώραν ἐποίησεν. [Bas2+Const8.40] Ἑξακισχιλιοστῷ δὲ πεντακοσιοστῷ εἰκοστῷ τετάρτῳ ἔτει, ἰνδικτιῶνος τεσσαρεσκαιδεκάτης, ἀπάρας τῆς βασιλίδος ὁ βασιλεὺς ἄπεισιν εἰς Τριάδιτζαν, καὶ τὸ φρούριον Πέρνικον περικαθίσας ἐπολιόρκει, τῶν ἔνδον δὲ καρτερῶς καὶ ἐκθύμως ἀγωνιζομένων, καὶ πολλῶν Ῥωμαίων πιπτόντων. ἐφ' ὅλας ὀγδοήκοντα καὶ ὀκτὼ ἡμέρας προσλιπαρήσας τῇ πολιορκία, ὡς ἔγνω ἀδυνάτοις ἐπιχειρῶν, ἄπρακτος ὑπεχώρησεν καὶ εἰς Μοσυνούπολιν κατῆλθεν. ἐν ᾗ τὸν λαὸν διαναπαύσας, ἔαρος ἐπιστάντος ἄρας ἐκ Μοσυνουπόλεως εἴσεισιν εἰς Βουλγαρίαν καὶ περικαθίσας φρούριον τὸ λεγόμενον Λογγᾶν εἷλε πολιορκίᾳ. Δαβὶδ δὲ τὸν [Bas2+Const8.40.10] Ἀριανίτην καὶ Κωνσταντῖνον τὸν Διογένην εἰς τὰς κατὰ Πελαγονίαν πεδιάδας ἐκπέμψας ζῴων πολλῶν καὶ αἰχμαλώτων ἐγένετο κύριος. τὸ δὲ ληφθὲν φρούριον ἐμπρήσας ὁ βασιλεύς, καὶ τριχῇ τοὺς ἁλόντας μερισάμενος, καὶ μίαν μὲν μερίδα τοῖς συμμαχοῦσι παρεσχηκὼς Ῥῶς, ἑτέραν δὲ Ῥωμαίοις, καὶ ἄλλην ἑαυτῷ παρακατασχών, ἐχώρει προσωτέρω. καὶ μέχρι Καστορίας ἐλθὼν καὶ τῆς πόλεως ἀποπειραθείς, ὡς ᾔσθετο ἀνεπιχείρητον αὐτὴν οὖσαν, ὑπέστρεψεν. ἐδέξατο γὰρ καὶ γράμμα τοῦ στρατηγοῦντος ἐν Δοροστόλῳ Τζοτζικίου, τοῦ υἱοῦ τοῦ πατρικίου Θευδάτου τοῦ Ἴβηρος, ὡς ὁ Κρακρᾶς λαὸν ὅτι πλεῖστον ἀθροίσας καὶ τῷ Ἰωάννῃ ἑνωθείς, προσλαβόμενοι δὲ καὶ Πατζινάκας, μέλλουσιν εἰσβολὴν κατὰ Ῥωμανίας ποιήσασθαι. τούτῳ τῷ γράμματι θορυβηθεὶς ἐπανῄει διὰ ταχέων. ἐν τῷ παριέναι δὲ τό τε φρούριον εἷλε τὰ Βοσόγραδα καὶ ἐνέπρησε, καὶ τὴν Βέρροιαν ἐπικτήσας, δῃώσας δὲ καὶ κατερειπώσας τὰ πέριξ Ὀστροβοῦ καὶ Μολισκοῦ, ἔστη τοῦ προσωτέρω ἰέναι. ἀπηγγέλη γὰρ αὐτῷ, ὡς ἡ μελετωμένη τῷ Κρακρᾷ καὶ τῷ Ἰωάννῃ κατὰ Ῥωμαίων ἔφοδος ἐνεποδίσθη, τῶν Πατζινάκων μὴ δόντων συμμαχίαν αὐτοῖς. διὸ καὶ ὑποστρέψας πολιορκεῖ φρούριον ἄλλο τὴν Σέτεναν, ἐν ᾗ βασίλεια ἦσαν τοῦ Σαμουὴλ καὶ σῖτος ἀπέκειτο πολύς, ὃν τῷ λαῷ διαρπάσαι κελεύσας, τἆλλα πάντα κατέφλεξεν. ἐξέπεμψε δὲ καὶ κατὰ Ἰωάννου οὐ μακρὰν ἀπέχοντος τὸ τάγμα τῶν σχολῶν τῆς δύσεως καὶ τὸ τῆς Θεσσαλονίκης, ἡγεμόνα ἔχοντα Κωνσταντῖνον τὸν Διογένην. τούτοις ἀπιοῦσιν ἐνήδρευσεν ὁ Ἰωάννης. μαθὼν δὲ τοῦτο ὁ βασιλεὺς ἐξιππασάμενος, καὶ μηδὲν ἄλλο εἰπών, ἀλλ' ἢ ‘ὅστις πολεμιστής, ἀκολουθείτω μοι,’ ἀπῄει κατὰ σπουδήν. τοῦτο γνόντες οἱ τοῦ Ἰωάννου σκοποὶ μετὰ φόβου πρὸς τὸ τοῦ Ἰωάννου στρατόπεδον ἔρχονται, καὶ δειλίας καὶ ταραχῆς τοῦτο ἐνέπλησαν, μηδὲν ἄλλο βοῶντες, ἀλλ' ἢ ‘βεζεῖτε, ὁ τζέσαρ.’ πάντων οὖν φευγόντων ἀκόσμως σὺν τῷ Ἰωάννῃ, οἱ περὶ τὸν Διογένην ἀναθαρρήσαντες κατόπιν ἐδίωκον. καὶ κτείνουσι μὲν πολλούς, συλλαμβάνουσι δὲ καὶ διακοσίους πανοπλίτας καὶ τοὺς ἵππους καὶ τὴν ἀποσκευὴν Ἰωάννου καὶ τὸν τούτου ἀνεψιόν· ὃν καὶ παραυτίκα στερεῖ τῶν ὀφθαλμῶν. ταῦτα δράσας ἐπάνεισι πρὸς τὰ Βοδηνά, καὶ πάντα τὰ ἐκεῖσε καταστησάμενος ἐπαναζευγνύει πρὸς τὸ Βυζάντιον, κατὰ τὴν ἐννάτην τοῦ Ἰαννουαρίου μηνός, ἰνδικτιῶνος πεντεκαιδεκάτης, ἔτους ἑξακισχιλιοστοῦ πεντακοσιοστοῦ εἰκοστοῦ ἕκτου. [Bas2+Const8.41] Ἀδείας δὲ λαβόμενος ὁ Ἰωάννης ἄπεισι πολιορκήσων τὸ Δυρράχιον μετὰ φρυάγματος καὶ ὄγκου βαρβαρικοῦ. ἔνθα πολιορκίας συστάσης καὶ συμπλοκῆς γενομένης πίπτει μετὰ τοῦ στρατηγοῦ καὶ πατρικίου Νικήτα τοῦ Πηγωνίτου, ἀπὸ τῶν ἵππων μαχομένων, πίπτει, ὑπὸ δύο πεζῶν ἐπιδραμόντων ἐν τῇ συμπλοκῇ κατὰ τῶν σπλάγχνων καιρίαν τυπείς, μηδενὸς δήλου γενομένου τοῦ καταβεβληκότος αὐτόν, ἄρξας Βουλγάρων ἐπ' ἐνιαυτοὺς δύο καὶ μῆνας πέντε. μηνυθέντος δὲ τῷ βασιλεῖ τοῦ θανάτου τοῦ Ἰωάννου διὰ τοῦ στρατηγοῦντος Δυρραχίου Νικήτα πατρικίου τοῦ Πηγονίτου, ἔξεισι παραυτίκα ὁ βασιλεύς. γενομένῳ δ' αὐτῷ κατὰ τὴν Ἀδριανούπολιν ὑπαντῶσιν ὁ ἀδελφὸς τοῦ περιφήμου Κρακρᾶ καὶ ὁ υἱός, προσχωρεῖν εὐαγγελιζόμενοι τό τε περίπυστον φρούριον τὸν Πέρνικον, καὶ ἕτερα πέντε ἐπὶ τριάκοντα. οὓς τιμήσας ἀξίως καὶ τὸν Κρακρᾶν ἐς τὸν τῶν πατρικίων θρόνον ἀναβιβάσας ἦλθεν εἰς Μοσυνούπολιν. ἐνταῦθα δὲ καὶ πρέσβεις ἧκον ἐκ Πελαγονίας καὶ Μωροβίσδου καὶ Λιπενίου, παραδιδόντων τῷ βασιλεῖ τὰς πόλεις. ἐκεῖθεν ἄρας ἦλθεν ἐν Σέρραις, αἷς ἀφίκετο ὁ Κρακρᾶς μετὰ τῶν ἀρχόντων τῶν προσρυέντων τριακονταπέντε κάστρων, καὶ καλῶς ὑπεδέχθη. προσερρύη δὲ καὶ Δραγομοῦζος, τὰ ἐν τῇ Στρουμβίτζῃ παρεσχηκὼς καὶ πατρίκιος τιμηθείς, ἄγων μεθ' ἑαυτοῦ καὶ τὸν πατρίκιον Ἰωάννην τὸν Χάλδον, τότε τῆς χρονίας ἀπολυθέντα καθείρξεως. ἔτυχε γὰρ ἁλοὺς παρὰ τοῦ Σαμουὴλ καὶ ἐπὶ εἴκοσι καὶ δύο χρόνους ὢν ἐν τῇ φυλακῇ. ἄρτι δὲ τῇ Στρουμβίτζῃ προσήγγισεν ὁ βασιλεύς, καὶ ἧκεν ὁ ἀρχιεπίσκοπος Βουλγαρίας Δαβὶδ μετὰ γραμμάτων Μαρίας τῆς Ἰωάννου γυναικός, ὑπισχνουμένης ἐκστῆναι Βουλγαρίας, εἰ τεύξεται τῶν κατὰ σκοπόν. ὑπήντησε δὲ καὶ Βογδάνος ὁ τῶν ἐνδοτέρω κάστρων τοπάρχης, καὶ τιμᾶται καὶ οὗτος πατρίκιος, ὡς καὶ πάλαι τὰ βασιλέως φρονῶν καὶ τὸν ἑαυτοῦ πενθερὸν ἀνελὼν Ματτθαΐτζην. ἐκεῖθεν ἄπεισιν εἰς τὰ Σκόπια, ἔνθα συνήντησεν αὐτῷ καὶ ὁ νέος Νικολιτζᾶς, τὴν πρώτην καὶ μαχιμωτάτην σύνταξιν τοῦ Σαμουὴλ ἐπαγόμενος, καὶ ἐτιμήθη πρωτοσπαθάριος καὶ στρατηγὸς καὶ στρατηγὸν αὐτοκράτορα λιπὼν ἐν τῇ πόλει Δαβὶδ πατρίκιον τὸν Ἀριανίτην κατεπάνω Βουλγαρίας προσονομάσας αὐτόν, ὑπέστρεψε διὰ τῶν φρουρίων Στυπείου τε καὶ Προσάκου, μετὰ λιτῶν καὶ ὕμνων εὐφημούμενος καὶ τιμώμενος. αὖθις δὲ πάλιν πρὸς τὰ δεξιὰ νεανικῶς ἄπεισιν εἰς Ἀχρίδας, κἀκεῖσε στρατοπεδείαν ἐπήξατο, τοῦ λαοῦ παντὸς μετὰ παιάνων καὶ κρότων καὶ εὐφημιῶν προσυπαντῶντος αὐτῷ. πόλις δὲ ἡ Ἀχρὶς ἐπὶ λόφου κειμένη ὑψηλοῦ, ἔγγιστα λίμνης μεγίστης, Λυχνιδοῦ (Λυχινδὸν U) καλουμένης. ἀφ' ἧς καὶ ἡ πόλις Λυχνιδὸς ἐπικαλεῖται ὁμωνύμως τῇ λίμνῃ, Δασσαρίτης (Δασαρίτης B, Δασσαρίτις O) ἔκπαλαι καλουμένη. ἀπὸ δὲ τῆς λίμνης ταύτης ἀγρεύεται ἰχθύων εὐχρήστων (ἀχρίστων E) πλῆθος ἀμύθητον (ἀπὸ δὲ τῆς λίμνης-ἀμύθητον om. B) ἐξ ἧς ποιεῖται τὰς ἐκβολὰς ὁ Δρῖνος ὁ ποταμὸς πρὸς ἄρκτον ἰών, ἀπὸ μὲν τῶν νοτιωτέρων μερῶν τῶν πρὸς τὴν Διάβολιν ἐκρέων, διαιρῶν δὲ τὴν εἰρημένην λίμνην, οἷον Ἀλφειὸς λέγεται τὸ πέλαγος διαιρεῖν (διαιρῶν U) καὶ πρὸς τὴν Ἀρέθουσαν ἀπιὼν καὶ κατὰ τὸ βόρειον μέρος ἰών. πρὸς δὲ τὸ τέρμα τῆς λίμνης τὰς ἐγχωρίως λεγομένας Στρούγας (Στρούδας CE, Στρούβας O) εὑρηκὼς καὶ ταύταις ἑνωθεὶς μέγιστός τε γίνεται ποταμῶν, εἶτα νεύων πρὸς δύσιν καὶ εἰσβάλλων εἰς τὸν Ὄρινον περὶ τὸν Εἰλισσὸν τὸ φρούριον, καλεῖται δὲ Λυχνιδὸς ἡ λίμνη, ἀφ' ἧς καὶ ἡ πόλις Λυχνιδὸς ἐπικαλεῖται ὁμωνύμως τῇ λίμνῃ, Δασαρίτις ἔκπαλαι καλουμένη. ἀπὸ δὲ τῆς λίμνης ταύτης ἀγρεύεται ἰχθύων εὐχρήστων πλῆθος ἀμύθητον μητρόπολις οὖσα πάσης τῆς Βουλγαρίας, ἐν ᾗ καὶ τὰ βασίλεια τῶν βασιλέων ἵδρυντο Βουλγαρίας καὶ τὰ χρήματα ἀποτεθησαύριστο. ἅπερ ἀνοίξας ὁ βασιλεὺς εὗρε χρήματα πολλὰ καὶ στέμματα ἐκ μαργάρων καὶ χρυσοϋφεῖς ἐσθῆτας καὶ χρυσοῦ ἐπισήμου κεντηνάρια ἑκατόν, ἅτινα πάντα εἰς ῥόγας ἐκένωσε τῆς περὶ αὐτὸν στρατιᾶς. ἐπιστήσας οὖν ἄρχοντα τῇ πόλει Εὐστάθιον πατρίκιον τὸν Δαφνομήλην, καὶ φρουρὰν ἀξιόλογον αὐτῷ δούς, ἐξῆλθεν εἰς τὴν παρεμβολὴν καὶ ἀχθεῖσαν ὡς αὐτὸν ἐδέξατο τὴν γυναῖκα Ἰωάννου τοῦ καὶ Βλαδισθλάβου, σὺν τρισὶν υἱοῖς καὶ θυγατράσιν ἓξ ἐπαγομένην καὶ νοθογενῆ υἱὸν τοῦ Σαμουὴλ καὶ δύο θυγατέρας Ῥαδομηροῦ τοῦ υἱοῦ τοῦ Σαμουὴλ καὶ πέντε υἱούς, ὧν ὁ εἷς πεπήρωτο τοὺς ὀφθαλμοὺς παρὰ τοῦ Ἰωάννου λωβηθείς, ὅτε τὸν Ῥαδομηρὸν τὸν υἱὸν Σαμουὴλ σὺν τῇ αὐτοῦ γυναικὶ καὶ Βλαδιμηρὸν τὸν τούτου γαμβρὸν ἀνεῖλεν. ἦσαν δὲ καὶ ἕτεροι τρεῖς υἱοὶ τῇ Μαρίᾳ ἀπὸ τοῦ [Bas2+Const8.41.69] Ἰωάννου τεχθέντες, ἀλλ' ἔφθασαν ἀποδρᾶσαι εἰς τὸ ὄρος τὸν Τμόρον, κορυφὴν ὑπάρχοντα τῶν Κεραυνίων ὀρῶν. ἣν ἠπίως καὶ φιλοφρόνως δεξάμενος φυλάττεσθαι προσέταξε μετὰ τῶν ἄλλων. προσῆλθον δὲ τῷ βασιλεῖ καὶ ἕτεροι μεγιστᾶνες τῶν Βουλγάρων, ὁ Νεστορίτζης, ὁ Λαζαρίτζης καὶ ὁ νέος Δοβρομηρός, μετὰ τῶν οἰκείων ἕκαστος ταγμάτων, καὶ ἐδέχθησαν εὐμενῶς καὶ βασιλικῶς ἐτιμήθησαν. τότε καὶ Προυσιάνος καὶ οἱ τούτου δύο ἀδελφοί, Ἀλουσιάνος καὶ Ἀαρών, οἱ τοῦ Βλαδισθλάβου παῖδες οἱ εἰς τὸν Τμόρον φυγόντες, ὡς ἔμπροσθεν εἴρηται, καὶ χρονίᾳ κατασχεθέντες πολιορκίᾳ (στρατιῶται γὰρ προσταχθὲν ἐκ βασιλέως προσεδρεύοντες ἐτήρουν τὰς καθόδους τοῦ ὄρους) διακηρυκεύονται πρὸς τὸν βασιλέα πίστεις αἰτοῦντες καὶ ἑαυτοὺς ἐγχειρίσαι ἐπαγγελλόμενοι. καὶ πρὸς μὲν τούτους ὁ βασιλεὺς φιλανθρώπους ἔδωκεν ἀποκρίσεις, ἄρας δ' ἐξ Ἀχρίδος ἔρχεται εἰς τὴν λίμνην τὴν λεγομένην Πρέσπαν, ἐν τῷ διϊέναι τὸ μεταξὺ ὄρος φρούριον οἰκοδομήσας ἄνωθεν τούτου καὶ Βασιλίδα ἐπονομάσας, καὶ ἕτερον ἐν τῇ λεχθείσῃ λίμνῃ τῇ βραχυτέρᾳ, ὃ καὶ αὐτὸ Κωνστάντιον ἐπωνόμασεν. ἐκ δὲ Πρέσπης ἄπεισιν εἰς τὴν λεγομένην Διάβολιν, ἐν ᾗ βήματος ἀρθέντος ὑψηλοῦ εἰσιόντας ἐδέξατο τοὺς περὶ τὸν Προυσιάνον ἀδελφούς, καὶ λόγοις ἐπιεικέσι καὶ φιλανθρώποις παραμυθησάμενος τοῦτον μὲν μάγιστρον, τοὺς δὲ λοιποὺς πατρικίους ἐτίμησεν. ἤχθη δὲ καὶ ὁ Ἰβάτζης πεπηρωμένας ἔχων τὰς ὄψεις. ἀλλ' ἄξιον εἰπεῖν καὶ τὸν τρόπον τῆς ἐκτυφλώσεως. ἔχει γὰρ ἡδύ τι καὶ θαυμαστὸν ἡ διήγησις. [Bas2+Const8.42] Μετὰ γὰρ τὸν τοῦ Βλαδισθλάβου τοῦ καὶ Ἰωάννου θάνατον καὶ τὴν τῆς γυναικὸς αὐτοῦ Μαρίας καὶ τῶν ταύτης παίδων προσχώρησιν Πρεασιάνου, Ἀλουσιάνου, Ἀαρών, Τραϊανοῦ καὶ Ῥοδομηροῦ καὶ τὴν τῶν ἄλλων δυναστῶν ἁπάσης τῆς Βουλγαρίας ὑπακοὴν ὁ Ἰβάτζης οὗτος φυγὼν καὶ ἔν τινι δυσβάτῳ γενόμενος ὄρει (Βροχωτὸς κλῆσις αὐτῷ) βασίλειά τε ἔχοντι περικαλλῆ (Προνίσταν ταῦτα καλοῦσι) καὶ παραδείσους καὶ ἀπολαύσεις οὐκ ἀπρεπεῖς, ὑπεῖξαι τοῖς θελήμασιν οὐκ ἐβούλετο τοῦ θεοῦ, ἀλλὰ δύναμιν ἐκ τοῦ κατὰ μικρὸν συνεγείρων ἀνεστάτου τὰ παρακείμενα καὶ ἀποστασίαν ἐμελέτα καὶ τὴν Βουλγαρικὴν ὠνειροπόλει ἀρχήν. τοῦτο οὐ μικρῶς ἐλύπει τὸν βασιλέα, καὶ διὰ τοῦτο τοῦ κατ' εὐθεῖαν ἀφέμενος πορεύεσθαι ἀπέκλινε πρὸς μεσημβρίαν, καὶ κατὰ τὴν εἰρημένην ἐγένετο Διάβολιν, ὡς ἢ καταναγκάσων πάντως τὸν ἀποστάτην καταθεῖναι τὰ ὅπλα, ἢ πολέμῳ τοῦτον κατεργασόμενος. καὶ ὁ μὲν βασιλεὺς ἐν τῷ ῥηθέντι τόπῳ φιλοχωρῶν γράμμασιν ἐνουθέτει τὸν Ἰβάτζην, μὴ τῆς Βουλγαρίας ὑποταγείσης μόνον χεῖρας ἀνταίρειν αὐτόν, μηδὲ φαντάζεσθαι τὰ ἀτέλεστα, γινώσκοντα, ὡς οὐκ εἰς ὄνησιν αὐτῷ τὸ ἐγχείρημα τελευτήσει. ὁ δὲ τὰ γράμματα δεχόμενος καὶ ἑτέροις ἀμειβόμενος, καὶ παντοίας προτιθεὶς ἀφορμάς, παρεῖλκε καὶ ἀνεδύετο, ὡς ἀναγκασθῆναι τὸν βασιλέα ἐπὶ πέντε καὶ πεντήκοντα ἡμέρας ἐνδιατρῖψαι τῷ τόπῳ, ταῖς ὑποσχέσεσι δελεαζόμενον. ἐγνώσθη τὰ τοῦ πράγματος τῷ τῆς Ἀχρίδος ἄρχοντι Εὐσταθίῳ τῷ Δαφνομήλῃ, ὅτι μέλει τῷ βασιλεῖ ἡ τοῦ Ἰβάτζη καθαίρεσις. καὶ δῆτα καιρὸν ἐπιτήδειον εὑρηκώς, καὶ δυσὶ θεράπουσι τῶν πιστικωτάτων κοινολογησάμενος καὶ τὸ βούλευμα φανερώσας, ἐγχειρεῖ τῇ πράξει. δημοτελὴς ἤγετο ἑορτὴ τῷ Ἰβάτζῃ, ἡ κοίμησις τῆς πανάγνου καὶ θεομήτορος. κατὰ ταύτην τὴν ἡμέραν εἰώθει συγκαλεῖν εἰς εὐωχίαν οὐ τοὺς ἀγρογείτονας μόνον καὶ ἀγχιτέρμονας, ἀλλὰ καὶ τῶν ὡς πορρωτάτω πολλούς. ἄπεισι γοῦν ὁ Εὐστάθιος αὐτόκλητος εἰς τὴν ἑορτήν, καὶ τοῖς φυλάττουσιν ἐντυχὼν τὰς διόδους ἀπαγγέλλειν ἐκέλευεν, ὅστις εἴη, καὶ ὅτι πάρεστι τῷ ἄρχοντι συνευφρανθησόμενος. ἀπαγγειλάντων δὲ τούτων, ἐν θαύματι ὁ Ἰβάτζης ἐτίθει, εἰ δυσμενὴς ἄνθρωπος αὐθαίρετος ἥκει καὶ χερσὶν ἑαυτὸν ἐκδίδωσι πολεμίαις. ὅμως ἀφικέσθαι κελεύει, καὶ ἐλθόντα ἐδέξατό τε περιχαρῶς καὶ ἠσπάσατο. ἄρτι δὲ τελεσθέντος τοῦ ἑωθινοῦ ὕμνου, καὶ πάντων τῶν συνειλεγμένων εἰς τὰς ἰδίας διασκεδασθέντων καταγωγάς, ὁ Εὐστάθιος πρόσεισι τῷ Ἰβάτζῃ καὶ ἀξιοῖ τοὺς ἄλλους πρὸς μικρὸν ἐκστῆναι ὡς τάχα μέλλων αὐτὸς διαλέξασθαι κατ' ἰδίαν περί τινος ἀναγκαιοτάτου καὶ λυσιτελοῦντος αὐτῷ. ὁ δὲ τὸν δόλον καὶ τὴν ἀπάτην μὴ κατανοήσας, ἀλλὰ τῷ ὄντι ὑπολαβών, ὡς βούλεται καὶ αὐτὸς εἷς γενέσθαι τῶν συνιστώντων αὐτῷ τὴν ἀποστασίαν, τοὺς θεράποντας μικρὸν ἀποστῆναι κελεύσας, τῆς χειρὸς ἐκείνου λαβόμενος ἔν τινι παραδείσῳ εἰσάγει συνηρεφεῖ δένδροις καὶ κοιλότητα ἔχοντι, ὡς μηδὲ φωνὴν ἐξηχεῖσθαι δύνασθαι διὰ τὴν συνδενδρίαν. οὗ ἐντὸς γενόμενος ὁ Εὐστάθιος καὶ μεμονωμένου λαβόμενος τοῦ Ἰβάτζη, εἰς γῆν τε αὐτὸν εὐθὺς καταβάλλει καὶ τὸ γόνυ προσερείσας τῷ στήθει (ἦν γὰρ κατὰ χεῖρα γενναῖος) τοῦτον κατῆγχε, καὶ τοῖς δυσὶν ὑπηρέταις ἐνεκελεύετο βοηθεῖν τὴν ταχίστην. οἱ δέ, καθάπερ συντεθειμένον ἦν, ἱστάμενοι καὶ καραδοκοῦντες τὸ μέλλον, ὡς ἤκουσαν τῆς φωνῆς τοῦ κυρίου, ἔδραμόν τε εὐθέως καὶ τὸν Ἰβάτζην περισχόντες καὶ τῷ χιτῶνι ἀποφράξαντες αὐτοῦ τὸ στόμα, ὡς μὴ βοήσας περιστήσῃ πλῆθος αὐτοῖς καὶ ἄπρακτον ἀποτελέσῃ τὸ ἔργον, ἀποτυφλοῦσι, τυφλωθέντα δὲ ἐκβάλλουσι τοῦ παραδείσου εἰς τὴν αὐλήν. αὐτοὶ δὲ εἴς τι ὑπερῷον οἴκημα ὑψηλὸν ἀναδραμόντες καὶ τὰ ξίφη ἑλκύσαντες ἐξεδέχοντο τοὺς μέλλοντας προσιέναι. γνωσθέντος δὲ τοῦ δράματος συνέρρει πλῆθος ἀμύθητον. οἱ μὲν γὰρ ξίφη κατέχοντες ἐν χερσίν, οἱ δὲ δόρατα, οἱ δὲ τόξα, οἱ δὲ λίθους, οἱ δὲ ξύλα, οἱ δὲ δαλοὺς καιομένους, ἄλλοι δὲ ὕλην εὔπρηστον, ἔθεον βοηδρομοῦντες καὶ κεκραγότες· ‘σφαττέσθωσαν, καιέσθωσαν, μεληδὸν κατατεμνέσθωσαν, λίθοις καταχωννύσθωσαν οἱ παλαμναῖοι καὶ ἀλιτήριοι· μή τις φειδὼ γενέσθω τῶν ἀλαστόρων.’ συνδρομὴν δὲ θεασάμενος ὁ Εὐστάθιος καὶ τῆς ἑαυτοῦ ἀπεγνωκὼς σωτηρίας παρεκάλει τέως τοὺς ἀμφ' αὐτὸν ἄνδρας ἀγαθοὺς γενέσθαι καὶ μὴ μαλακισθῆναι, μηδ' ἑαυτοὺς προδοῦναι καὶ εἰς ἐξουσίαν πεσεῖν τῶν ἐπιζητούντων τὴν αὐτῶν ἀπώλειαν καὶ παρ' ἐκείνων τὴν σωτηρίαν ἐκδέχεσθαι, ἢ θάνατον οἰκτρὸν καὶ ἐπώδυνον. πρὸς δὲ τὸ πλῆθος ἀπό τινος θυρίδος προκύψας καὶ τῇ χειρὶ κατασιγάσας τὸν ὄχλον τοιῶνδε λόγων ἀπήρξατο· ‘ὅτι μέν, ὦ ἄνδρες οἱ συνειλεγμένοι, οὐδεμία τις προαπέκειτό μοι ἀπέχθεια πρὸς τὸν ὑμέτερον δυνάστην, καὶ ὑμεῖς αὐτοὶ πάντως ἐρεῖτε, ὡς Βούλγαρος μὲν αὐτός, Ῥωμαῖος δ' ἐγώ, καὶ Ῥωμαῖος οὐ τῶν ἐπὶ Θρᾴκης καὶ Μακεδονίας οἰκούντων, ἀλλ' ἐκ τῆς Μικρᾶς Ἀσίας, ἥτις ὅσον ἀπέχει ὑμῶν, ἴσασιν οἱ γινώσκοντες. ὅτι δὲ καὶ αὐτὸς τῷ τοιούτῳ ἐπεχείρησα ἔργῳ οὐκ εἰκῇ καὶ μάτην, ἀλλά τίς με κατήπειξεν ἀνάγκη, λογιεῖσθε οἱ φρονιμώτεροι. οὐ γὰρ ἂν οὕτω μανιωδῶς εἰς προὖπτον ἐμαυτὸν ἐνέρριψα κίνδυνον καὶ τῆς ἐμαυτοῦ ζωῆς κατεφρόνησα, εἰ μή τις ἦν ἄλλη αἰτία ἡ βιασαμένη με πρὸς τὴν πρᾶξιν ἐλθεῖν. ἴστε οὖν, ὡς τὸ γενόμενον ἔργον πρόσταγμα βασιλέως ἐστίν, ᾧ πειθαρχῶν ἐγὼ ὡς ὄργανον διηκόνησα. καὶ νῦν, εἰ βούλεσθέ με διαχειρίσασθαι, ἰδοὺ ὑφ' ὑμῶν ἐγὼ περιειλημμένος. πλὴν οὐκ εὐκόλως, οὐδὲ ῥᾳδίως ἀποθανοῦμαι, οὐδὲ καταθεὶς τὰ ὅπλα ἐμαυτὸν παραδώσω ὑμῖν ὡς βούλεσθε χρήσασθαι, ἀλλ' ἀγωνιοῦμαι περὶ τῆς οἰκείας ζωῆς καὶ μέχρι θανάτου ἀμυνοῦμαι τοὺς ἐπιόντας ἅμα τοῖς σὺν ἐμοί. εἰ δὲ καὶ θανούμεθα, ὅπερ ἀνάγκη [Bas2+Const8.42.79] παθεῖν τοὺς ὑπὸ πλειόνων περιστοιχηθέντας, εὐδαίμονα καὶ μακάριον τὸν θάνατον λογιζόμεθα, ἔχοντες καὶ τὸν μέλλοντα τὸ ἡμέτερον ἐκζητῆσαι καὶ ἐκδικῆσαι αἷμα, πρὸς ὃν βουλεύσασθε, εἰ δυνατὸν ἄχρι πολλοῦ ἀνθίστασθαι.’ τούτων ἀκούσαντες οἱ συνειλεγμένοι τῶν λόγων, καὶ τῷ ἐκ βασιλέως δέει καταπλαγέντες, κατὰ μικρὸν ὑπορρέοντες ἄλλος ἀλλαχῇ διεσκεδάσθησαν, οἱ γηραιότεροι δὲ καὶ φρονιμώτεροι καὶ τὸν βασιλέα εὐφημήσαντες ὑπετάγησαν. ὁ δ' Εὐστάθιος κατὰ πολλὴν ἄδειαν τὸν Ἰβάτζην εἰληφὼς τῷ βασιλεῖ διεκόμισεν. ὃν οὗτος ἀποδεξάμενος τῆς ἀνδραγαθίας στρατηγόν τε εὐθὺς προὐβάλλετο Δυρραχίου καὶ τὴν ἅπασαν κινητὴν ὕπαρξιν ἐδωρήσατο τοῦ Ἰβάτζη. τοῦτον δὲ παρέδωκε φυλακῇ. [Bas2+Const8.43] Τότε καὶ Νικολιτζᾶς, ὁ πολλάκις ληφθεὶς καὶ πολλάκις ἀφεθείς, ἔν τισιν ὄρεσι κρυπτόμενος, ὡς ἐπέμφθη δύναμις κατ' αὐτοῦ καὶ τῶν οἱ συνόντων οἱ μὲν προσεχώρησαν ἐθελοντί, οἱ δὲ καὶ ἡλίσκοντο, αὐτόμολος κάτεισιν εἰς τὸ στρατόπεδον καὶ τῇ χειρὶ κρούσας τὴν θύραν προσήγγειλεν ἑαυτόν, ὅστις εἴη, καὶ ὅτι παραδίδωσιν ἑκουσίως τὸ σῶμα τῷ βασιλεῖ. ἀλλὰ τοῦτον μὲν ὁ βασιλεὺς οὐδὲ ἰδεῖν ἠνέσχετο, ἀλλ' εἰς Θεσσαλονίκην ἐξέπεμψε φρουρεῖσθαι κελεύσας. αὐτὸς δὲ τὰ τοῦ Δυρραχίου καὶ Κολωνείας καὶ Δρυϊνουπόλεως, ὥς πῃ ἐδόκει αὐτῷ βέλτιστα, καταστησάμενος, καὶ φύλακας τοῖς θέμασι καὶ στρατηγοὺς ἐπιστήσας, καὶ τῶν αἰχμαλώτων Ῥωμαίων τοὺς βουλομένους κατὰ χώραν μένειν κελεύσας, τοὺς δὲ λοιποὺς ἕπεσθαι προστάξας, καὶ τῶν ἁλόντων ποτὲ στρατιωτῶν· ἦσαν γὰρ πολλοὶ ἔκ τε Ῥωμαίων καὶ Ἀρμενίων ἔν τε Πελαγονίᾳ καὶ Πρέσπᾳ καὶ τῇ Ἀχρίδι ὑπὸ Σαμουὴλ κατῳκισάμενοι, ὧν ἐπισημότατοι οἱ Βασιλείου τοῦ Ἀποκαπ' παῖδες Γρηγορᾶς καὶ ἦλθεν εἰς Καστορίαν. ἔνθα προσήχθησαν αὐτῷ θυγατέρες δύο τοῦ Σαμουήλ, αἵτινες θεασάμεναι θεασάμεναι-διαχειρισόμεναι] πυθόμεναι τὴν τιμήν, ἣν τετίμηται Μαρία ἡ τοῦ Βλαδισθλάβου σύζυγος, ἠπείλησαν αὐτὴν διαχειρίσασθαι τὴν Ἰωάννου γυναῖκα παρισταμένην τῷ βασιλεῖ ὥρμησαν κατ' αὐτῆς ὡς διαχειρισόμεναι Μαρίαν. ἀλλὰ ταύταις μὲν ὁ βασιλεὺς τὸν θυμὸν κατεκοίμισεν, ὑποσχόμενος τιμῆσαι καὶ ὑπερπλουτίσαι αὐτάς, τὴν δὲ Μαρίαν τῷ τῆς ζωστῆς πατρικίου ἀξιώματι τιμήσας εἰς τὴν βασιλίδα μετὰ τῶν υἱῶν ἐκπέμπει. καὶ τῶν συγγενῶν ἁπάντων σὺν τῷ τοῦ Σαμουὴλ νοθογενεῖ βραχυτάτῳ. καθαιρεῖ δὲ καὶ τὰ ἐν Σερβίοις καὶ τῷ Σωσκῷ φρούρια πάντα διὰ τοῦ Ξιφίου καὶ εἰς ἔδαφος καταστρέφει. καὶ εἰς τὸ φρούριον Σταγοὺς ἔρχεται, ἔνθα κατέλαβεν ὁ τῶν Βελεγράδων ἄρχων μετὰ δουλικοῦ τοῦ σχήματος Ἐλεμάγος ἄρχων-Ἐλεμάγος] ἄρχων Ἐλίναγος ὁ Φραντζὴς μετὰ δουλικοῦ τοῦ σχήματος μετὰ τῶν συναρχόντων αὐτοῦ. τὰ δὲ Βελάγραδα φρούριον δύσβατον καὶ τοῖς ἐχθροῖς ἀνεπίβατον. πρὸς μεσημβρίαν γὰρ κρημνοῖς στεφανοῦται, ἐν οἷς καὶ ποταμὸς ῥεῖ· Ἀσῶνα κλῆσις αὐτῷ. καὶ μία εἴσοδός ἐστι τῷ φρουρίῳ. ἀλλὰ δὴ καὶ τῆς Ῥάκοβας ὁ κρατῶν εἰς τὸν βασιλέα κατέλαβεν. ἐκεῖθεν ἄρας ἄπεισιν εἰς Ἀθήνας. ἐν δὲ τῷ διϊέναι τὸ Ζητούνιον τὰ ὀστᾶ τῶν πεσόντων ἐκεῖσε Βουλγάρων, ὁπηνίκα ὁ μάγιστρος Νικηφόρος ὁ Οὐρανὸς τὸν Σαμουὴλ ἐτρέψατο, θεασάμενος ἐθαύμασεν. ὑπερηγάσθη δὲ καὶ τὸ ἐν Θερμοπύλαις γενόμενον τεῖχος, ὃ Σκέλος ἄρτι κατονομάζεται, εἰς ἀποτροπὴν τῶν Βουλγάρων παρὰ τοῦ Ῥουπενίου. ἐν Ἀθήναις δὲ γενόμενος, καὶ τῇ θεοτόκῳ τὰ τῆς νίκης εὐχαριστήρια δοὺς καὶ ἀναθήμασι λαμπροῖς καὶ πολυτελέσι κοσμήσας τὸν ναόν, ὑπέστρεψεν εἰς Κωνσταντινούπολιν. ἐν Θεσσαλονίκῃ δὲ διαγνωσθείσης τῶν δυοῖν ἀρχόντων καὶ πατρικίων Ἑλινάγου καὶ Γαβρᾶ τῆς ἐπιβουλῆς, ὡς δὴ τὸ Βουλγαρικὸν ἀναδεξαμένων καὶ αὖθις κράτος, ὁ μὲν Γαβρᾶς ἤδη ἀποδρὰς εἰς τὴν ἰδίαν χώραν καὶ ἁλοὺς πηροῦται τοὺς ὀφθαλμούς, ὁ δὲ Ἑλινάγος ἐτασθεὶς καὶ πρὸς πᾶν ἔξαρνος μείνας εἰς τὴν ἰδίαν ἀπεκατέστη τιμήν. εἰσιὼν δὲ εἰς Κωνσταντινούπολιν καὶ διὰ τῶν μεγάλων πυλῶν τῆς Χρυσῆς πόρτης χρυσῷ στεφάνῳ λόφον ἐφύπερθεν ἔχοντι ἐθριάμβευσεν ἐστεφανωμένος, προηγουμένης Μαρίας τῆς τοῦ Βλαδισθλάβου γυναικὸς καὶ τῶν τοῦ Σαμουὴλ θυγατέρων. καὶ τῶν λοιπῶν Βουλγάρων καὶ τοῦ ἀρχιερέως Βουλγάρων. ἰνδικτιὼν ἦν δευτέρα, ἔτος ἑξακισχιλιοστὸν πεντακοσιοστὸν εἰκοστὸν ἕβδομον. καὶ οὕτω μετὰ τροπαίων καὶ νίκης ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ εἰσελθὼν καὶ τῷ θεῷ εὐχαριστηρίους ᾄσας ᾠδὰς ἀπῆλθεν εἰς τὰ βασίλεια. ὃν ὁ πατριάρχης Σέργιος μετὰ νίκης εἰσελθόντα πολλὰ κατελιπάρει σβέσαι τὸ ἀλληλέγγυον (ἦν γὰρ ὑποσχόμενος ποιῆσαι τοῦτο, εἰ τῶν Βουλγάρων ὑπερισχύσειεν), ἀλλ' οὐκ ἔπεισεν. ὃς ἐπὶ εἴκοσιν ὅλους ἐνιαυτοὺς τὴν τοῦ θεοῦ ποιμάνας ἐκκλησίαν Ἰουλίῳ μηνί, ἰνδικτιῶνος δευτέρας, ἐν ἔτει τῷ ἑξακισχιλιοστῷ πεντακοσιοστῷ εἰκοστῷ ἑβδόμῳ, πρὸς κύριον ἐξεδήμησε. καὶ προεβλήθη πατριάρχης Εὐστάθιος, πρῶτος ὢν τῶν πρεσβυτέρων τοῦ ἐν τῷ παλατίῳ ναοῦ. ὁ δὲ βασιλεὺς ἐκύρωσε καὶ αὖθις τὴν ἐπισκοπὴν (ἀρχιεπισκοπὴν E) Βουλγαρίας αὐτοκέφαλον, καθὰ καὶ πάλιν ἐπὶ τοῦ γέροντος Ῥωμανοῦ, πληροφορηθεὶς ἀπὸ τῶν διατάξεων Ἰουστινιανοῦ τοῦ βασιλέως αὐτὴν εἶναι τὴν πρώτην Ἰουστινιανήν, ἣν ἐκεῖνος πατρίδα ἑαυτοῦ φησιν (ἔφησεν E), ἔχουσαν τηνικαῦτα ἐπίσκοπον Καστελλίωνα. [Bas2+Const8.44] Τῷ δὲ βασιλεῖ προσερρύησαν, τῆς Βουλγαρίας δουλωθείσης αὐτῷ, καὶ τὰ ὅμορα ἔθνη τῶν Χορβάτων, ἄρχοντας ἔχοντα δύο ἀδελφούς, ὧν προσρυέντων καὶ ἀξιώματα λαβόντων ὑπήκοα γέγονε καὶ τὰ ἔθνη. μόνος δὲ ὁ τοῦ Σιρμίου κρατῶν ἀδελφὸς τοῦ Νεστόγγου Σέρμων πιθῆσαι οὐκ ἠθέλησε. πρὸς ὃν Κωνσταντῖνος ὁ Διογένης, τῶν ἐκεῖσε μερῶν ἄρχων, φιλίαν ὑποκρινόμενος πρεσβευτὴν ἐκπέμπει, δηλῶν μεθ' ὅρκων ἐπιθυμίαν ἔχειν ἑνωθῆναι αὐτῷ καὶ περὶ ἀναγκαίων κοινολογήσασθαι. εἰ δέ τις αὐτὸν ὑποτρέχει φόβος, τρεῖς ὑπηρέτας εἰληφέναι μόνους, καὶ κατὰ τὸ μέσον τοῦ παραρρέοντος μεταξὺ ποταμοῦ συμμῖξαι αὐτῷ μετὰ τριῶν ὑπηρετῶν ὁμοίως ἀφίξεσθαι μέλλοντι. πεισθεὶς οὖν ἐκεῖνος ἔρχεται πρὸς τὸν ποταμὸν καὶ τῷ Διογένει ἑνοῦται. ἐν ᾧ δὲ ἔμελλον διαλέγεσθαι, ὁ Διογένης ἐγκόλπιον φέρων μάχαιραν καὶ ταύτην αἰφνιδίως ἑλκύσας παίει τοῦτον κατὰ τῆς πλευρᾶς καὶ εὐθὺς ἀναιρεῖ. τῶν δὲ μετ' αὐτοῦ φυγῇ χρησαμένων, τοὺς πλησιάζοντας συναθροίσας ὁ Διογένης στρατοὺς μετὰ χειρὸς ἱκανῆς ἔρχεται πρὸς τὸ Σίρμιον, καὶ τὴν γυναῖκα τοῦ τεθνεῶτος καταπληξάμενος καὶ ὑποσχέσεσι μεγάλαις καταμαλάξας ἔπεισε προσχωρῆσαι καὶ τὸ Σίρμιον παραδοῦναι τῷ βασιλεῖ. ἥτις καὶ εἰς τὸ Βυζάντιον ἀνεπέμφθη, καὶ ἀνδρὶ συνεζεύχθη ἑνὶ τῶν ἐν τῇ βασιλίδι μεγιστάνων, καὶ ὁ Διογένης ἄρχειν ἐτάχθη τῆς νεοκτήτου χώρας. [Bas2+Const8.45] Ἀνεκαίνισε δὲ ὁ βασιλεὺς καὶ τὸν ἀγωγὸν Οὐαλεντινιανοῦ τοῦ βασιλέως, ὡς ἂν ἔχοιεν οἱ ἀστοὶ ἀφθονίαν ὕδατος. Γεωργίου δὲ τοῦ ἄρχοντος Ἀβασγίας τὰς πρὸς Ῥωμαίους ἀθετήσαντος συνθήκας καὶ τὰ ὅμορα κατατρέχοντος, ἔξεισι κατ' αὐτοῦ ὁ βασιλεὺς πανστρατί, κατόπιν λιπὼν Νικηφόρον πατρίκιον τὸν Ξιφίαν καὶ Νικηφόρον πατρίκιον τὸν υἱὸν Βάρδα τοῦ Φωκᾶ. οἱ δὲ διὰ τὸ τῆς στρατείας ἀπολελεῖφθαι δεινοπαθήσαντες οὐ μικρῶς, λαόν, ὡς ἔτυχεν, ἠθροικότες ἀπό τε Καππαδοκίας καὶ Ῥοδαντοῦ καὶ τῶν πέριξ χωρίων, ἀποστασίαν κινοῦσιν. οὗπερ ἀγγελθέντος τῷ βασιλεῖ ταραχὴ κατεῖχε τὴν παρεμβολὴν καὶ ἀγωνία, [Bas2+Const8.45.10] δεδοικυῖαν, μή πως ἐν μέσῳ Ἀβασγῶν τε καὶ τῶν ἀποστατῶν συνειλημμένοι (διεδέδοτο γὰρ καὶ λόγος, ὡς οἱ περὶ τὸν Ξιφίαν διεκηρυκεύσαντο περὶ τούτου πρὸς τὸν ἄρχοντα Ἀβασγίας) ἀνήκεστόν τι πάθωσιν. ὁ δὲ βασιλεὺς γράμματα πρός τε τὸν Ξιφίαν καὶ τὸν Φωκᾶν γράψας ἐξέπεμψε, παραγγείλας τῷ λαβόντι σπουδάσαι πάντα τρόπον λαθεῖν καὶ ἑκάστῳ ἀσυγγνώστως δεδωκέναι τὸ γράμμα. τοῦ δέ, ὡς ἐκελεύσθη, ποιήσαντος καὶ τὰς ἐπιστολὰς ἐγχειρίσαντος λεληθότως, ὁ μὲν Φωκᾶς εὐθὺς ὑπανέγνω τὴν ἑαυτοῦ τῷ Ξιφίᾳ, ἐκεῖνος δὲ τὴν ἑαυτοῦ ἀποκρύψας καὶ γράμμα δέξασθαι ὅλως ἀπαρνησάμενος ἐν μιᾷ τῶν ἡμερῶν καλεῖ τοῦτον ἐπὶ κοινολογίαν καὶ ἐλθόντα, λόχους ἔχων προευτρεπισμένους, ἀποκτίννυσι. καὶ ἡ ἐπισύστασις τῶν ἀποστατῶν εὐθὺς διεσκεδάσθη. τοῦ δὲ θανάτου τοῦ Φωκᾶ γνωσθέντος τῷ βασιλεῖ πέμπεται Θεοφύλακτος ὁ Δαμιανοῦ τοῦ Δαλασσηνοῦ υἱός, καὶ τὸν Ξιφίαν συλλαβὼν ἐκπέμπει δέσμιον εἰς τὴν βασιλίδα πρὸς Ἰωάννην τὸν πρωτονοτάριον, ὃς ἐν τῇ νήσῳ τοῦ Ἀντιγόνου μοναχὸν αὐτὸν ἀποκείρει. ὁ δὲ βασιλεὺς τοῦ τῶν ἀποστατῶν ἀπολυθεὶς δέους συμβάλλει τοῖς Ἀβασγοῖς, καὶ πίπτουσι πολλοὶ τῶν Ῥωμαίων. ὅμως διελύθησαν ἄμφω τὰ στρατεύματα, καὶ ἡ νίκη ἀμφίβολος ἦν. μετὰ δὲ ταῦτα δευτέρας συμπλοκῆς γενομένης, τῇ ἑνδεκάτῃ τοῦ Σεπτεμβρίου μηνός, ἰνδικτιῶνος ἕκτης, κατὰ τὸ ἑξακισχιλιοστὸν πεντακοσιοστὸν τριακοστὸν πρῶτον ἔτος, πίπτει μὲν ὁ Λιπαρίτης (οὗτος γὰρ ἦν ἀρχιστράτηγος τῷ Γεωργίῳ) καὶ σὺν αὐτῷ πᾶν τὸ κρατιστεῦον ἐν Ἀβασγοῖς, φεύγει δὲ καὶ ὁ Γεώργιος εἰς τὰ ἐνδότερα ὄρη τῆς Ἰβηρίας. μετ' ὀλίγον δὲ πρεσβευσάμενος καὶ τῷ βασιλεῖ ἐκστὰς χώρας ὁπόσης ἐβούλετο, σπένδεται, ὅμηρον δοὺς τὸν υἱὸν αὐτοῦ Παγκράτιον. ὃν μάγιστρον ὁ βασιλεὺς ποιήσας ὑπέστρεψε. τοὺς μὲν οὖν ἄλλους τῶν τῷ Ξιφίᾳ συναραμένων καὶ τῷ Φωκᾷ τῶν ὑπαρχόντων γυμνώσας καθεῖρξε, μόνον δὲ τὸν πατρίκιον Φέρσην ἀπέκτεινε, πρὸ πάντων τε προσρυέντα τοῖς ἀποστάταις, καὶ τέσσαρας ἀρχόντων γειτόνων κουράτωρας ἀποκτείναντα, καὶ ἐκτομίαν τινὰ βασιλικὸν αὐτοχείρως καρατομήσαντα. ἐδόθη δὲ καὶ λέουσι βασιλικός τις θαλαμηπόλος βρῶμα, ἐλεγχθεὶς φαρμάκοις ἐπιβουλεύων τῷ βασιλεῖ διὰ τὸν Ξιφίαν. [Bas2+Const8.46] Καὶ Ἄννης δὲ τῆς τοῦ βασιλέως ἀδελφῆς ἐν Ῥωσίᾳ ἀποθανούσης, καὶ πρὸ αὐτῆς τοῦ ἀνδρὸς αὐτῆς Βλαδιμηροῦ, Χρυσόχειρ τις συγγενὴς ὢν τοῦ τελευτήσαντος, ἄνδρας ὀκτακοσίους προσεταιρισάμενος καὶ πλοίοις ἐμβιβάσας, ἦλθεν εἰς Κωνσταντινούπολιν ὡς τάχα μισθοφορήσων, τοῦ δὲ βασιλέως καταθεῖναι τὰ ὅπλα κελεύσαντος, καὶ οὕτω ποιήσασθαι τὴν ἐντυχίαν, μὴ θελήσας διῆλθε τὴν Προποντίδα. ἐν Ἀβύδῳ δὲ γενόμενος καὶ τῷ στρατηγοῦντι ταύτης συρράξας ὑπερμαχοῦντι τῶν παραλίων, καὶ τοῦτον ῥᾳδίως τρεψάμενος, κατῆλθεν εἰς Λῆμνον. ἐκεῖσε δὲ παρὰ τοῦ στόλου τῶν Κιβυρραιωτῶν, καὶ Δαβὶδ τοῦ ἀπὸ Ἀχριδῶν στρατηγοῦντος Σάμου, καὶ Νικηφόρου τοῦ Καβάσιλα, δουκὸς ὄντος Θεσσαλονίκης, παρασπονδηθέντες ἅπαντες ἀπεσφάγησαν. [Bas2+Const8.47] Βουλόμενος δὲ ὁ βασιλεὺς ἐκστρατεῦσαι κατὰ τῆς Σικελίας Ὀρέστην προέπεμψε μετὰ δυνάμεως ἁδρᾶς, ἕνα ὄντα τῶν πιστοτάτων εὐνούχων, αὐτὸς δὲ ἐκωλύθη φθάσαντος τοῦ χρεών. Δεκεμβρίῳ γὰρ μηνί, ἰνδικτιῶνος ἐννάτης, ἔτους ἑξακισχιλιοστοῦ πεντακοσιοστοῦ τριακοστοῦ τετάρτου, αἰφνιδίῳ νόσῳ ληφθεὶς ἀπεβίω, πρό τινων ἡμερῶν τῆς αὐτοῦ τελευτῆς καὶ Εὐσταθίου τοῦ πατριάρχου ἀποθανόντος, περὶ οὗ λέγεται, ὅτι ἐν μιᾷ τῶν ἐπισήμων ἑορτῶν τῆς ἱερουργίας τελουμένης-τοῦτο μὲν [γὰρ add. C] διὰ τὸ γῆρας· ἔξωρος γὰρ ἦν, τοῦτο δὲ διὰ μαλακίαν σωματικήν· ἐνοσηλεύετο γάρ-τῆς εἰσόδου τῶν ἁγίων ἀργῶς τε καὶ σχολαίως πλεῖον (πλείω EU) τῆς συνήθους τελουμένης (τελωμένης C), μετὰ τὸ τελέσαι τὴν εὐχὴν μὴ δυνάμενος ἵστασθαι, δόξαν αὐτῷ ἤχθη θρόνος, ἐφ' ᾧ ἀναπαύεσθαι (ἀναπεπαῦσθαι A) εἴθιστο. κεκαθικὼς οὖν ἐξεδέχετο τὴν τῶν ἁγίων ἄφιξιν. καθήμενος δὲ ἀφύπνωσε, καὶ ὁρᾷ θέαμα φρικτόν, ὕπαρ, οὐκ ὄναρ. ἑώρα γὰρ εἰσοδεύοντα θηρία ἱερατικὰς ἠμφιεσμένα (ἠμφιεσμένας CU) στολάς, τὰ μὲν ἄλλα σώματα ἀνθρωπίνως πεπλασμένα, μόνας δὲ τὰς κεφαλὰς θηριομόρφους ἔχοντα. ἐν τοσούτῳ δὲ τοῦ διακόνου ὑπομνήσαντος τὴν τῶν ἁγίων παρουσίαν, πολλὰ (πολὺ E) αὐτὸν κατεμέμφετο τῆς ὑπομνήσεως, ὡς στερήσαντα αὐτὸν (αὐτῷ U) φρικωδεστάτου θεάματος. ἕνδεκα γὰρ ἔλεγεν ἰδεῖν τοιούτους τερατομόρφους ἀρχιερεῖς, ἔτι ἐπὶ τούτοις καὶ ἄλλων εἰσιόντων, περικοπείσης τῆς αὐτῶν εἰσόδου διὰ τὴν τοῦ (τοῦ om. A) διακόνου ὑπόμνησιν. τὰ δὲ θηρία εἶναι ἔλεγεν ὄνους, λέοντας, παρδάλεις, κατοικιδίους αἰλούρους οὓς ἡμεῖς συνήθως γάττας καλοῦμεν, λύκους, ἄρκους, καὶ ἕτερα τοιαῦτα. ἀλλὰ τοῦτο μὲν τοιοῦτον. οὗ διάδοχον ὁ βασιλεὺς ἐποιήσατο Ἀλέξιον μοναχὸν καὶ καθηγούμενον τῆς μονῆς τοῦ Στουδίου, εἰς ἐπίσκεψιν αὐτοῦ πεφοιτηκότα μετὰ τῆς τιμίας κεφαλῆς τοῦ προδρόμου. ὃν καὶ πέμψας ἐνθρονίζει διὰ τοῦ πρωτονοταρίου Ἰωάννου, ᾧ συνεργῷ ἐχρῆτο πρὸς τὴν τῶν κοινῶν διοίκησιν. καὶ τῇ ἑσπέρᾳ ἐτελεύτησε, ζήσας μὲν ἔτη ἑβδομήκοντα, καὶ τὰ πάντα βασιλεύσας, ἐπὶ χρόνους δὲ πεντήκοντα τὴν αὐτοκράτορα διϊθύνας ἀρχήν. ταφῆναι δὲ παρεκάλεσε τὸν ἑαυτοῦ ἀδελφόν, ὃν καὶ διάδοχον κατέλιπε τῆς ἀρχῆς, ἐν τῷ κατὰ τὸ Ἕβδομον ναῷ τοῦ εὐαγγελιστοῦ καὶ θεολόγου. ὃ δὴ καὶ γέγονεν. [Const8.t] ΚΩΝΣΤΑΝΤΙΝΟΣ Ο ΑΔΕΛΦΟΣ ΒΑΣΙΛΕΙΟΥ[Const8.1] Ἀναζωσάμενος δὲ τὴν πᾶσαν δυναστείαν ὁ Κωνσταντῖνος καὶ πράττειν, ὅ τι καὶ βούλεται ἐξουσίαν λαβών, καὶ ταῖς ἐκδεδιῃτημέναις χαίρων τῶν πράξεων, πολλῶν κακῶν αἴτιος ὑπῆρξε τῷ πολιτεύματι, αὐτὸς μὲν πράττων οὐδὲν ἢ βουλευόμενος τῶν δεόντων, ἱπποδρομίαις δὲ χαίρων καὶ μίμοις καὶ γελωτοποιοῖς, καὶ κοττάβοις ἐννυκτερεύων, ἄρχοντας καθιστὰς ἔν τε πολιταρχίαις καὶ στρατηγίαις οὐ τοὺς ἔργῳ καὶ λόγῳ τὸ δόκιμον ἑαυτῶν παρεχομένους, ἀλλ' οἰνόληπτα ἐκτετμημένα ἀνδράποδα καὶ πάσης μιαρίας καὶ βδελυρίας ἐμπεπλησμένα, ἀνάγων αὐτοὺς εἰς τὰς τῶν ἀξιωμάτων ὑψηλοτάτας περιωπάς, τοὺς δὲ γένει καὶ ἀρετῇ καὶ πείρᾳ προέχοντας παρατρέχων. Νικόλαον γὰρ τὸν πρῶτον τῶν αὐτοῦ θαλαμηπόλων δομέστικον προεβάλλετο τῶν σχολῶν καὶ παρακοιμώμενον, Νικηφόρον δὲ τὸν μετ' ἐκεῖνον τὰ δευτερεῖα φέροντα πρωτοβεστιάριον, Συμεὼν τὸν κατὰ τάξιν τρίτον δρουγγάριον τῆς βίγλας, προέδρους τοὺς πάντας τιμήσας, Εὐστράτιον τὸν μετ' ἐκείνους πολλοστὸν μέγαν ἑταιρειάρχην. προεβάλλετο δὲ καὶ δοῦκα Ἀντιοχείας εὐνοῦχόν τινα Σπονδύλην λεγόμενον, καὶ Ἰβηρίας Νικήταν τὸν ἐκ Πισσιδίας, καὶ ἄμφω ἐπιρρήτους ἀνθρώπους καὶ πονηρούς. οἵτινες ταραχῆς καὶ συγχύσεως τὰ πάντα πληρώσαντες μικροῦ τὴν βασιλείαν ἀνέτρεψαν, ἤδη καλῶς ἀγομένην ἀπό τε τῆς αὐτοκρατορίας Ῥωμανοῦ τοῦ τοῖν βασιλέοιν πατρός, Νικηφόρου τε καὶ Ἰωάννου καὶ Βασιλείου τῶν κατὰ διαδοχὰς διαδεξαμένων τὰ σκῆπτρα καὶ φοβερὰν καθισταμένην τοῖς πλησιάζουσι ἔθνεσι. καὶ οὐ μόνον ἀδιάφορον εἶχε τὴν γνώμην ἐν ταῖς τῶν ἀρχῶν προβολαῖς, ὡς ἔτυχε ταύτας καθιστάς, ἀλλὰ καὶ τοὺς ἀξιολογω-[Const8.1.24] τέρους καὶ δοκιμωτέρους ἐδίωκε διὰ παντός, τοῖς εὐδοκίμοις ἐπιβουλεύων. ἀπετύφλωσε μὲν γὰρ καὶ Κωνσταντῖνον πατρίκιον τὸν υἱὸν Μιχαὴλ μαγίστρου τοῦ Βούρτζη, πρὸ τῆς αὐτοκρατορίας αὐτοῦ προσκρούοντα καὶ τὰς ἀκολάστους αὐτοῦ πράξεις Βασιλείῳ τῷ βασιλεῖ μηνύοντα, καὶ ἄλλους ἀγαθοὺς ἄνδρας οὐκ ὀλίγους ἠφάνισεν, ὡς προϊὼν ἐξείποι ὁ λόγος. καὶ τὰ μὲν προοίμια τῆς αὐτοκρατορίας αὐτοῦ τοιαῦτα. τὰ δὲ μετὰ ταῦτα ποία ἂν καὶ κατ' ἀξίαν παραστήσηται ἱστορία; μόνων γάρ, ὡς ἐρρέθη, ἐξεχόμενος γελωτοποιῶν καὶ μίμων, καὶ περὶ τὰς ἱπποδρομίας, εἴπερ τις ἄλλος κεχηνώς, ἔργον μόνον ἀναγκαῖον ταύτας ἡγεῖτο, τὰ λοιπὰ μηδενὸς ἀξιῶν λόγου, ἀλλὰ δεύτερα λογιζόμενος πάντα τῶν αὐτοῦ ἀκολάστων ἔργων. Νικηφόρον γὰρ τὸν Κομνηνόν, ἄνδρα συνετὸν καὶ ἐπ' ἀρετῇ καὶ ἀνδρείᾳ διαβεβοημένον, Μηδίας ἄρχοντα τῆς καὶ Βαασπρακανίας, καὶ τὰ πρόσχωρα ὑποτάξαντα ἔθνη, δι' αἰτίαν μὲν εὔλογον οὐδεμίαν, τῆς δὲ ἀρετῆς φθονήσας ἀπετύφλωσεν, ἔγκλημα τούτῳ καθοσιώσεως ἐπενεγκών. οὗτος γὰρ πολλάκις συμπλεκόμενος τοῖς γείτοσιν ἐν Μηδίᾳ Σαρακηνοῖς, καὶ τοὺς ἑαυτοῦ στρατιώτας μαλακιζομένους ὁρῶν καὶ τὰ νῶτα στρέφοντας ἀκόσμως καὶ φεύγοντας, καὶ τὰ μὲν ὀνειδίζων, τὰ δὲ καὶ παρακαλῶν μὴ οὕτω φεύγειν αἰσχρῶς, ἀλλ' ἵστασθαι κατὰ τῶν ἀντιπάλων γενναίως, ἔπεισε συγκαταθέσθαι. ὡς δὲ καὶ ἐνωμότως βεβαιῶσαι τὴν κατάθεσιν οὗτος ἀπῄτει, ὅτι σὺν αὐτῷ θανοῦνται μαχόμενοι πρὸς τοὺς πολεμίους, ἔγγραφον ἐκδεδώκασι γραμματεῖον, παλαμναιοτάταις ἀραῖς καὶ φρικωδεστάτοις ὅρκοις ἐμπεδωσάμενοι στῆναι ῥωμαλέως ἐν τῇ παρατάξει καὶ ἀποθανεῖν σὺν τῷ στρατηγῷ. τοῦτο ὡς ἦλθεν εἰς ὦτα τῷ Κωνσταντίνῳ, παραλύεται μὲν εὐθὺς τῆς ἀρχῆς ὁ Νικηφόρος καὶ εἰς τὴν βασιλίδα εἰσάγεται, κριτήριόν τε καὶ βῆμα ἦρτο, καὶ καταδικάζεται ὡς συνομοσάμενος κατὰ τῆς βασιλείας, καὶ τὰς ὄψεις πηροῦται. ἐγκοτῶν δὲ καὶ Βάρδᾳ πατρικίῳ τῷ ἐγγόνῳ τοῦ μαγίστρου Βάρδα τοῦ Φωκᾶ καί τισιν ἄλλοις, ῥάπτει διά τινος τῶν παρατρεφομένων συκοφαντῶν τυραννίδος ἐπίθεσιν κατ' αὐτοῦ, καὶ εὐθὺς ἀποτυφλοῖ τοῦτον καὶ τοὺς συνδιαβληθέντας αὐτῷ. καὶ στάσεως δὲ γενομένης ἐν τῇ Ναυπάκτῳ κατὰ Γεωργίου τοῦ στρατηγοῦντος αὐτῆς, ὃν καὶ Μωρογεώργιον διὰ τὸ ἄστατον τῆς γνώμης ἐκάλουν, ἀναιρεῖται μὲν ὁ στρατηγός, διαρπάζουσι δὲ καὶ τὰ προσόντα πάντα αὐτῷ, κακῶς διατιθέμενος περὶ τοὺς ἐγχωρίους καὶ εἰσπράξεσι σεσοφισμέναις καὶ συνεχέσι τούτους συντρίβων. ὁ βασιλεὺς δὲ οὐ μόνον τοὺς αἰτίους ἀπηνῶς ἐκόλασε τοῦ φόνου, ἀλλὰ καὶ αὐτὸν τὸν ἀρχιερέα τῆς Ναυπάκτου ἐτύφλωσε. Βασίλειος δὲ πατρίκιος ὁ Ῥωμανοῦ τοῦ Σκληροῦ υἱὸς προσκρούων τῷ μαγίστρῳ Προυσιάνῳ τῷ Βουλγάρῳ στρατηγοῦντι Βουκελλαρίων, ἐς τοσοῦτον προήχθη τόλμης, ὡς καὶ διὰ μάχης τούτῳ ἐλθεῖν. τούτων τὴν διένεξιν Κωνσταντῖνος ὁ βασιλεὺς ἀναισχυντίαν κρίνων κατὰ τῆς βασιλείας ἄμφω ὑπερορίζει, τὸν μὲν ἐν τῇ Ὀξείᾳ νήσῳ, τὸν δὲ ἐν τῇ Πλάτῃ. μετὰ μικρὸν δὲ τὸν μὲν Βασίλειον, κατηγορηθέντα, ὡς εἴη ἀπόδρασιν μελετῶν, ἀπετύφλωσε, τὸν δὲ Προυσιάνον μικροῦ δεῖν τοῦτο αὐτὸ πείσεσθαι κινδυνεύοντα ἠλευθέρωσεν. ἐτύφλωσε δὲ καὶ Ῥωμανὸν τὸν Κουρκούαν, ἐπ' ἀδελφῇ ὄντα γαμβρὸν τοῦ Προυσιάνου καὶ τὸν Βογδάνον καὶ τὸν Γλαβᾶν καὶ τὸν Γουδέλιον. ἐγλωσσοτόμησε δὲ καὶ τὸν μοναχὸν Ζαχαρίαν τὸν συγγενῆ τοῦ βέστου Θευδάτου, συσκευάζεσθαι τούτους πλασάμενος κατ' αὐτοῦ. [Const8.2] Τούτῳ τῷ ἔτει καὶ Πατζινάκαι εἰσβολὴν ἐποιήσαντο κατὰ Βουλγαρίας, καὶ πλεῖστον λαὸν καὶ στρατηγοὺς καὶ ταγματάρχας ἔσφαξαν καὶ ἐζώγρησαν. διὸ ὁ βασιλεὺς Κωνσταντῖνος τὸν Διογένην ἄρχοντα Σιρμίου τυγχάνοντα καὶ δοῦκα τῆς Βουλγαρίας ἐποίησεν, ὃς συμπλακεὶς πολλάκις αὐτοῖς διεσπαρμένοις ἐτρέψατο καὶ ἠνάγκασε περαιωθέντας τὸν Ἴστρον ἡσυχίαν ἄγειν. ἐγένετο δὲ καὶ ἐφ' ὅλους τοὺς τῆς βασιλείας αὐτοῦ χρόνους αὐχμὸς μέγιστος, ὡς ἀποξηρανθῆναι τὰς ἀεννάους πηγὰς καὶ τοὺς ποταμούς. τοῦ βασιλέως δὲ Βασιλείου φειδοῖ τῶν πενήτων μὴ ἐγκαίρως τὰς δημοσίας εἰσπραττομένου συντελείας, ἀλλὰ ἀνακωχὴν καὶ ὑπερημερίαν δίδοντος ταῖς ἀπαιτήσεσι, συνέβη τελευτήσαντος ἐκείνου δύο ἐνιαυτῶν φόρους ἔτι ἠρτῆσθαι. οὓς ὁ Κωνσταντῖνος εὐθὺς εἰσεπράξατο. εἰσεπράξατο δὲ καὶ τῶν ἑτέρων τριῶν ἐνιαυτῶν (ἐς τοσοῦτον γὰρ χρόνον αὐτῷ ἡ ἀρχὴ ἐξετάθη), καὶ συνετρίβησαν οὐχ οἱ πένητες μόνον καὶ ἄποροι, ἀλλὰ καὶ οἱ εὐπόρως ἔχοντες, ἐν τρισὶ χρόνοις πέντε παρασχόντες δασμοφορίας. ἐξῆλθεν οὖν καὶ στόλος Ἀγαρηνῶν κατὰ τῶν Κυκλάδων νήσων. οἷς συμπλακεὶς ὁ στρατηγὸς Σάμου Γεώργιος ὁ Θεοδωροκάνος ἅμα Βεριβόῃ τῷ στρατηγοῦντι τῆς Χίου ἐτρέψατο, καὶ δώδεκα μὲν αὔτανδρα εἷλε, τὰ δὲ λοιπὰ διεσκέδασεν. [Const8.3] Ἐννάτῃ δὲ Νοεμβρίου μηνός, τῆς δωδεκάτης ἰνδικτιῶνος, ἐν ἔτει ἑξακισχιλιοστῷ πεντακοσιοστῷ τριακοστῷ ἑβδόμῳ, αἰφνιδίῳ νόσῳ ληφθεὶς ὁ Κωνσταντῖνος καὶ παρὰ τῶν ἰατρῶν ἀπαγορευθεὶς ἐσκέπτετο, τίνα ἂν καταλίποι διάδοχον τῆς βασιλείας. ἔδοξεν οὖν αὐτῷ τὸν πατρίκιον Κωνσταντῖνον τὸν Δαλασσηνὸν μεταστείλασθαι, κατὰ τὸν Ἀρμενιακὸν ἐν τῷ ἰδίῳ οἴκῳ σχολάζοντα, γαμβρόν τε ποιήσασθαι ἐπὶ μιᾷ τῶν θυγατέρων καὶ ἀναγορεῦσαι βασιλέα. καὶ δὴ πέμπεται ἄξων αὐτὸν εὐνοῦχός τις τῶν πιστικωτάτων, ὁ λεγόμενος Ἐργοδότης. σπουδῇ δὲ τοῦ Συμεὼν φιλίως διακειμένου πρὸς τὸν πατρίκιον Ῥωμανὸν τὸν Ἀργυρόν, αὕτη μὲν παρωράθη ἡ γνώμη, καὶ στέλλεταί τις τάχα ἐκ βασιλέως ἐς τὸν Δαλασσηνόν, ἐκεῖσε προσμένειν κελεύοντος αὐτόν, ὅπῃ ἂν ἡ γραφὴ καταλήψηται, ἄγεται δὲ ὁ Ῥωμανὸς ἐς τὰ βασίλεια. ἀχθέντι δὲ δύο προτίθενται γνῶμαι, ἢ διαζυγῆναι τῆς νομίμου γυναικὸς τῇ βασιλέως τε θυγατρὶ συναφθῆναι καὶ βασιλέα ἀναγορευθῆναι, ἢ πηρωθῆναι τοὺς ὀφθαλμούς. τοῦ δὲ ἰλιγγιῶντος καὶ ἀναδυομένου πρὸς τούτων ἑκάτερον, ἡ σύνοικος δείσασα περὶ τἀνδρός, μή τι καὶ πάθῃ φλαῦρον, τὴν κοσμικὴν ἑκουσίως ἀπέθετο τρίχα καὶ τῷ συζύγῳ πρὸς τῇ ὄψει ἐχαρίσατο καὶ τὴν βασιλείαν. οὐσῶν δὲ τῷ Κωνσταντίνῳ θυγατέρων τριῶν ἐκ τῆς θυγατρὸς τοῦ πατρικίου Ἀλυπίου, ἣν ἔτι ζῶντος τοῦ Βασιλείου ἡρμόσατο, ἡ μὲν καθ' ἡλικίαν πρωτεύουσα Εὐδοκία ἀπεκείρατο, ἡ τρίτη δὲ Θεοδώρα ἀπηνήνατο συζυγῆναι τῷ Ῥωμανῷ, ἢ διὰ τὸ συγγενές, ὥς φασιν, ἢ διὰ τὸ ἔτι τὴν ἐκείνου σύζυγον ζῆν. ἡ δὲ τῷ χρόνῳ δευτέρα Ζωὴ τὸν περὶ τῆς συνοικίας λόγον προσενεχθέντα ἀσπασίως ἐδέξατο. λόγου δὲ περὶ τῆς συγγενείας κινηθέντος, καὶ τῆς ἐκκλησίας σὺν τῷ πατριάρχῃ λυσάντων τὸ ἀμφίβολον, ἱερολογεῖται ὁ Ῥωμανὸς τῇ Ζωῇ καὶ αὐτοκράτωρ ἀναγορεύεται βασιλεύς. καὶ μετὰ τρεῖς ἡμέρας Κωνσταντῖνος ἀπέθανε, ζήσας μὲν τὸν ἅπαντα τῆς ζωῆς αὐτοῦ χρόνον ἑβδομήκοντα ἔτη, ἐπὶ τρεῖς δὲ ἑνὸς δέοντος μηνὸς βεβασιλευκώς. https://byzantium.gr/
|
|